TLG 0729 002 :: THEOPHILUS Protospatharius :: De urinis THEOPHILUS Protospatharius Med., Protospatharius De urinis Citation: Chapter — section — (line) | ||
t1 | ΘΕΟΦΙΛΟΥ ΠΕΡΙ ΟΥΡΩΝ ΒΙΒΛΙΟΝ. | |
Prt | ΠΡΟΟΙΜΙΟΝ. | |
Pr1 | Τὴν περὶ τῶν οὔρων πραγματείαν πολλοὶ τῶν ἀρχαίων ἰατρῶν ἐπεχείρησαν γράψαι, ὧν πρῶτος ἁπάντων Ἱππο‐ κράτης ὁ Κῶος, οὗ τοῖς βιβλίοις ἐνετύχομεν. Μετὰ δὲ τοῦτον Γαληνὸς ὁ θαυμάσιος ἰατρὸς ἐπεχείρησέ τε καὶ | |
5 | ἔγραψεν· εἶτα μετ’ αὐτὸν Μάγνος ἰατροσοφιστής. | |
---|---|---|
Pr2 | Οὗ‐ τοι μὲν οὖν οἱ ἄνδρες ἐπαίνων εἰσὶν ἄξιοι, ὅτι πρῶτοι ταῖς ἐπιβολαῖς ἐχρήσαντο καὶ ἐσπούδασαν εὑρεῖν τι χρήσιμον ἐν τῷ βίῳ· οὐδεὶς μέντοι γε τῶν ἀνδρῶν τελείαν καὶ ἀνελ‐ | |
5 | λιπῆ τὴν διδασκαλίαν ἐποιήσατο. | |
Pr3 | Ὁ μὲν γὰρ Ἱππο‐ κράτης περὶ οὔρων ἐξηγησάμενος ἄλλοτε ἀλλαχοῦ ἐν ταῖς πραγματείαις αὐτοῦ κατασποράδην γένη τε καὶ εἴδη καὶ διαφορὰς αὐτῶν καὶ τὰς ἐξ αὐτῶν διαγνώσεις τε καὶ προ‐ | |
5 | γνώσεις ἐν ταῖς ἐσομέναις τῶν μορίων διαθέσεσι παρὰ φύ‐ σιν, ἔν τε τοῖς ὑγιαίνουσι σώμασι, καὶ ἐν τοῖς ὀξέσι νο‐ σήμασιν, ἐλλιπῆ τὴν διδασκαλίαν κατέλιπεν. | |
Pr4 | Ὡσαύτως δὲ καὶ ὁ μετ’ αὐτὸν Γαληνὸς ἐν τῇ περὶ κρίσεων πραγματείᾳ αὐτοῦ συνθείς τε καὶ διδάξας περὶ οὔρων πολλὰ ἀδιόριστα καὶ ἀσαφῆ κατέλιπε κατά τε γένη καὶ εἴδη καὶ διαφοράς. | |
Pr5 | Ἀκολούθως δὲ τούτοις ἐπιγενόμενος ὁ Μάγνος, ἰατρὸς μὲν τῷ λόγῳ, ἄπειρος δὲ τῷ πράγματι, μεταχειρισάμενος καὶ αὐτὸς τὴν περὶ αὐτῶν τέχνην, καὶ κατὰ διαίρεσιν ἀρξάμενος τάς τε διαφορὰς αὐτῶν καὶ τὰ εἴδη συνέγραψε, | |
5 | καὶ τὰ διαγνωστικὰ σήματα τὰ ἐξ αὐτῶν γινόμενα ἢ μέλ‐ λοντα γίνεσθαι πολλὰ παραλιπὼν ἀτελῆ καὶ αὐτὸς τὴν δι‐ | |
δασκαλίαν κατέλιπε, ὡς πολλὰ ζητεῖσθαι παρὰ τῶν μετέ‐ πειτα γινομένων ἰατρῶν καὶ μηδαμοῦ τὴν λύσιν δυναμέ‐ νων ἑυρεῖν, ἀναγκάζεσθαι ζητεῖν ἑτέραν διδασκαλίαν, καὶ | 261 | |
10 | μὴ μάτην ἐκ τῶν διδαχθέντων τηρεῖν καὶ στοχάζεσθαι τὰ ἐξ αὐτῶν τῶν φαινομένων ἀφανῆ πράγματά τε καὶ δια‐ νοήματα. | |
Pr6 | Ἡ γὰρ τῶν οὔρων ἐπιτήδειος θεωρία φανερὰ γενομένη τοὺς ἀφανεῖς πάσχοντας τόπους διαγινώσκει πῶς τε διάκεινται καὶ κατὰ ποίαν κρᾶσιν αὐτῶν ἕκαστος πάσχει, ἢ κατὰ φύσιν διάκειται, ἢ τοῦ κατὰ φύσιν ἐξεστηκὼς παρὰ | |
5 | φύσιν διετέθη. | |
Pr7 | Τῆς γὰρ αἱματοποιητικῆς δυνάμεως κατὰ τὸ ἴδιον ἔργον ὀκλασάσης ἄγγελος ἀψευδὴς ἡ τῶν οὔ‐ ρων ἀκριβὴς θεωρία πέφυκεν· | |
Pr8 | Οὐκοῦν δέον ἡμῖν ἐστι περὶ οὔρων μέλλουσι διδάξαι, ἐπικαλέσασθαι Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν ἀρωγὸν καὶ βοηθὸν καὶ ὁδηγὸν γε‐ νέσθαι εἰς τὴν τοιαύτην διδασκαλίαν, ὅπως ἀξιωθείημεν | |
5 | ἀνελλιπῆ καὶ ἀνυστέρητον ταύτην ἀποτελέσαι. | |
Pr9 | Χρὴ οὖν ἡμᾶς πρότερον ὁρίσασθαι, τί ἐστιν αὐτὸ τὸ οὖρον· ἔπειτα διασαφῆσαι τὸν τόπον, εἰς ὃν γεννᾶται, εἶτα τὸν τόπον, εἰς ὃν διακρίνεται· καὶ εἶθ’ οὕτως ἀπάρξασθαι τῆς δι‐ | |
5 | δασκαλίας κατά τε γένη καὶ εἴδη καὶ διαφορὰς αὐτῶν. | |
5 | ||
1t | Τί ἐστι τὸ οὖρον. | |
1.1 | Οὖρον τοίνυν ἐστὶ τὸ περιήθημα τοῦ αἵματος· τοῦτο δὲ ἄλλοι ὀρρῶδες περίττωμα ἐκάλεσαν, ἄλλοι δὲ ὑδατῶδες, ἄλλοι δὲ ἰχῶρα αἵματος. Περὶ μὲν οὖν τῶν ὀνομάτων αὐτῶν οὐδεμία φιλονεικία. | |
4 | ||
2t | Περὶ τόπου εἰς ὃν γεννᾶται τὸ οὖρον, καὶ εἰς ὃν διακρίνεται. | |
2.1 | Γεννᾶται τοίνυν τὸ οὖρον ἐν τῇ στελεχιαίᾳ φλεβὶ κατὰ τὰ σιμὰ τοῦ ἥπατος κατεσπαρμένῃ, ἐν ᾗ καὶ ἡ αἱ‐ ματοποιητικὴ δύναμις τὸ ἔργον αὐτῆς ἀποτελεῖ. | |
2.2 | Ἐστὶ δὲ ἡ γένεσις αὐτοῦ τοιάδε· τοῦ αἵματος κατασκευασθέν‐ τος καὶ ταραχῆς ἐν αὐτῷ γενομένης, ὅσον μὲν κοῦφον καὶ ἀνωφερὲς ὅπερ καὶ ξανθοχολικὸν περίττωμά τι πέφυκεν | |
5 | εἶναι, λαμβάνει αὐτὸ ἡ χοληδόχος κύστις διὰ τοῦ αὐτῆς πόρου, πλησίον κειμένη τοῦ ἥπατος· τὸ δὲ γεῶδες καὶ οἷον τρυγῶδες τοῦ αἵματος ἕλκει ὁ σπλὴν διὰ τοῦ αὐτοῦ πόρου· | |
καταλείπεται γοῦν τὸ ὑδατῶδες περίττωμα σὺν τῷ αἵματι. | 262 | |
2.3 | Τοῦτο λαμβάνοντες οἱ νεφροὶ διὰ μέσης τῆς κοίλης φλε‐ βός, εἰδοποιοῦσιν αὐτὸ εἰς οὔρου κατασκευήν. | |
2.4 | Φαίη δ’ ἄν τις εἰκότως, διὰ τί τῆς χοληδόχου κύστεως καὶ τοῦ σπληνὸς ἐκ τῶν σιμῶν τοῦ ἥπατος λαμβανόντων τὰ τοῦ αἵματος περιττώματα, μὴ καὶ οἱ νεφροὶ ἐγγὺς κείμενοι | |
5 | ἐλάμβανον τὸ ὑδατῶδες περίττωμα ἐκ τοῦ αὐτοῦ πόρου; καὶ λέγομεν μεγάλης ἕνεκα χρείας τοῦτο ἡ φύσις ἀπεκρά‐ τησεν. | |
2.5 | Ἡ γὰρ στελεχιαία φλέψ, ἡ τὸ αἷμα κατεργαζο‐ μένη, ἐν τοῖς σιμοῖς τοῦ ἥπατος κειμένη, συμβάλλει κατὰ τὰ κλώνια αὐτῆς τῇ κοιλῇ φλεβί, τῇ κατὰ τὰ κυρτὰ τοῦ ἥπατος κειμένῃ κατά τινας πόρους στενοὺς καὶ τροχοειδεῖς. | |
2.6 | Τοῦ οὖν αἵματος κατὰ τὴν σύστασιν παχέος ὄντος καὶ μὴ δυναμένου τὰς στενὰς ἀκωλύτως ὁδοὺς διαπεράσαι, ἐδεήθη συμπαρεῖναι αὐτῷ τὸ ὑδατῶδες περίττωμα, ἵνα τῇ λεπτότητι τοῦ ὀρρώδους περιττώματος εὐκόλως σὺν αὐτῷ | |
5 | διοδεύσῃ καὶ τὸ αἷμα πρὸς τὴν κοίλην φλέβα. | |
2.7 | Ἐπὰν δὲ ὠθισθῇ τὸ τοιοῦτον περίττωμα κατὰ τὸ πρέμνον τῆς κοίλης φλεβός, ὅπερ ἐπίκειται τῇ ῥάχει ἄνωθεν ἕως κάτω, *** οἱ νεφροὶ τὸ τοιοῦτον περίττωμα δεξάμενοι, εἶθ’ οὕτως | |
5 | εἰδοποιήσαντες αὐτὸ καὶ εἰς οὔρου σύστασιν μεταβαλόντες διὰ τῶν οὐρητήρων ἀποπέμπουσι κατὰ τὴν οὐρηδόχον κύ‐ στιν. | |
2.8 | Καὶ εἰ μὲν εἱλικρινὲς καὶ καθαρὸν τὸ αἷμα ἀπο‐ τελεσθῇ, δῆλον ὅτι καὶ τὸ αὐτοῦ περίττωμα τοιοῦτον ἂν γένοιτο· εἰ δὲ κατά τινα ἀποτυχίαν ἡ αἱματοποιητικὴ δύνα‐ μις ἐμποδισθῇ τὸ ἔργον αὐτῆς τελειῶσαι, τοιοῦτον ἂν γέ‐ | |
5 | νοιτο καὶ τὸ ὑδατῶδες περίττωμα, ὅπερ καὶ οὖρον ἐκαλέσα‐ μεν. | |
2.9 | Διὰ τοῦτο ποτὲ μὲν λεπτὰ τὰ οὖρα καὶ λευκὰ φαίνεται, ποτὲ δὲ παχέα, ὠμοτέρου που τοῦ αἵματος γε‐ γονότος καὶ ἀτελοῦς τῆς αἱματοποιητικῆς δυνάμεως καὶ πέψεως γεγονυίας καὶ οἷον ὠμοτέρας· ἄλλοτε δὲ καὶ ὑπερ‐ | |
5 | οπτηθέντος καὶ οἷον ὑπερζέσαντος τοῦ αἵματος, τοιοῦτον καὶ τὸ αὐτοῦ περίττωμα γενήσεται, ὥστε διὰ τὰς τοιαύτας αἰτίας καὶ τὸ οὖρον κατ’ εἶδος μεταβάλλεται. | |
7 | ||
3t | Περὶ τοῦ κατὰ φύσιν οὔρου. | |
3.1 | Εἴπωμεν οὖν περὶ τοῦ κατὰ φύσιν οὔρου, τοῦ ἐκ | |
τῆς ἀκριβοῦς κατασκευῆς τοῦ αἵματος γεγονότος, ὁποῖον δεῖ εἶναι, καὶ ὁρισώμεθα τὸ ἄριστον οὖρον, ὅπερ καὶ κατὰ φύσιν ὠνόμασται, ἵνα τὸ ὑπερβάλλον τοῦδε ἢ ἐλλεῖπον, οὐ | 263 | |
5 | κατὰ φύσιν, ἀλλὰ παρὰ φύσιν λογιζώμεθα. | |
3.2 | Ἔστιν οὖν ὁ κανὼν τοῦ κατὰ φύσιν οὔρου τοιόςδε· Ἄριστόν ἐστι, καθώς φησιν Ἱπποκράτης τὸ λευκὴν καὶ λείην καὶ ὁμαλὴν ὑπόστασιν ἔχον· δηλονότι ἐπακολουθούσης συστάσεως συμ‐ | |
5 | μέτρου, ἢ χρώματος τοῦ δέοντος ὡς εἶναι τὸν ὁρισμὸν τὸν ὁριζόμενον τέλειον. | |
3.3 | Οὖρον ἄριστόν ἐστι τὸ συστάσει σύμμετρον· τῇ δὲ ὑποστάσει λευκὸν καὶ λεῖον καὶ ὁμαλόν. τῷ χρώματι πυρρόν τε καὶ ὑπόπυρρον καὶ ὀλίγον τι μέτοχον τοῦ ξανθοῦ διὰ τὴν στιλπνότητα καὶ τὸν χρόνον ὁμοίως | |
5 | ἐπακολουθοῦν. | |
3.4 | Ὁ μὲν γὰρ Γαληνὸς τὸ ὑπόπυρρον καὶ ὑπόξανθον ἄριστον ἔφησεν εἶναι· ὁ δὲ Μάγνος τὸ πυρ‐ ρόν τε καὶ ὑπόπυρρον· ἡμεῖς δὲ ἐν συμμετρίᾳ ἀμφοτέ‐ ρων πεποιήκαμεν· ὅσα δὲ κατά τι τῶν τεσσάρων τούτων | |
5 | ἢ ἐλλείπει ἢ πλεονάζει, ταῦτα μὴ κατὰ φύσιν λέγομεν γί‐ νεσθαι. | |
6 | ||
4t | Περὶ τῆς συστάσεως. | |
4.1 | Περὶ μὲν οὖν τῶν χρωμάτων καὶ περὶ ὑποστάσεως, οὐ τοῦ παρόντος λέγειν καιροῦ· προϊὼν γὰρ ὁ λόγος δι‐ δάξει. Κατὰ δὲ τὸ παρὸν εἴπωμεν περὶ συστάσεως, ἐπειδὴ πᾶν οὖρον κατ’ οὐσίαν αὕτη ἡ σύστασίς ἐστιν. | |
4.2 | Ἡ γὰρ οὐσία τοῦ οὔρου ὑγρότης ἐστί· ταύτην δὲ τὴν ὑγρότητα πολλοὶ τῶν ἀρχαίων καὶ σοφωτάτων ἰατρῶν χύμα ἐκάλε‐ σαν, ὅτι κεχύσθαι ἐν αὐτῷ τι θεωρεῖται. | |
4.3 | Ταύτης τῆς συστάσεως αἱ πρῶται διαφοραὶ δύο εἰσί, λεπτότης καὶ πα‐ χύτης, καὶ ἡ ἐξ αὐτῶν μικτή, σύμμετρος. | |
4.4 | Αὕτη ἡ σύμ‐ μετρος ἐπειδὴ κατὰ φύσιν ἐστίν, οὐ διαιρεῖται· ἡ δὲ λεπτὴ σύστασις ἢ οὐρεῖται λεπτὴ καὶ μένει λεπτή, ἢ οὐρεῖται λεπτὴ καὶ ἀναθολοῦται καὶ γίνεται παχεῖα καί ἐστιν ἡ μὲν | |
5 | προτέρα ἄπεπτος ἐσχάτως, ἡ δὲ ἀναθολουμένη καὶ εἰς πά‐ χος μεταποιουμένη πέψεως ἀρχὴν δηλοῖ λαμβάνειν. | |
4.5 | Ὡσ‐ αύτως δὲ καὶ ἡ παχεῖα τέμνεται διχῆ· ἢ οὐρεῖται παχεῖα καὶ μένει οὕτως· ἢ οὐρεῖται μὲν παχεῖα, καθισταμένη δὲ γίνεται λεπτή· καὶ δηλοῖ ἡ μὲν προτέρα τὴν ταραχὴν ἐν | |
5 | τῷ σώματι γιγνομένην τῶν χυμῶν ἰσχυράν, ἡ δὲ δευτέρα τὴν μὲν ταραχὴν διακρίνεσθαι, τὴν δὲ αἱματοποιήσεως πέψιν ἤδη διεγείρεσθαι. | 264 |
7 | ||
5t | Περὶ τῆς λεπτῆς συστάσεως μετὰ τοῦ λευκοῦ χρώματος. | |
5.1 | Πλέξωμεν οὖν δὴ τῷ χρώματι τὴν σύστασιν καὶ διορισώμεθα τὰ ἐξ αὐτῆς γενόμενα τῶν συμπλοκῶν σημεῖα ἔν τε τοῖς ὑγιαίνουσιν ἀνθρώποις καὶ τοῖς ὀπωσοῦν νο‐ σοῦσι. | |
5.2 | Καὶ ἐπειδὴ τὸ λευκὸν χρῶμα προηγεῖται τῶν ἄλλων χρωμάτων, καὶ ἡ λεπτὴ σύστασις τῶν ἐν τῇ συστάσει ποιοτήτων, συνθήσωμεν πρότερον λεπτὴν καὶ λευκὴν σύ‐ στασιν. | |
5.3 | Ἡ μὲν οὖν λεπτὴ καὶ λευκὴ σύστασις τοῦ οὔ‐ ρου πολλὰ σημαίνει. Οὖρον γὰρ ἐλθὸν πάνυ λευκὸν καὶ λεπτὸν ἐν ὑγιαίνουσιν ἀνθρώποις πολυποσίαν σημαίνει μετὰ δαψιλοῦς τροφῆς, καὶ μάλιστα εἴ ἐστιν ὁ οἶνος ἐξί‐ | |
5 | τηλος. „Οὖρον τοιοῦτον ἐν τοῖς παισὶν οὐρηθὲν κακόν· τὰ γὰρ ὑδατώδη οὖρα τοῖσι παιδίοισι κάκιστα.“ | |
5.4 | Οὖρον τοιοῦτον ἐλθὸν σημαίνει ἀσθένειαν δυνάμεως ὡς ἐπὶ τοῦ κατὰ φύσιν γήρως, καὶ ἀσθένειαν χρονίου νοσήματος τοῦ ὀνομαζομένου παρὰ τοῖς σοφοῖς τῶν ἰατρῶν ἐκ νόσου γῆ‐ | |
5 | ρας. | |
5.5 | Οὖρον λεπτὸν καὶ λευκὸν καὶ πολὺ οὐρούμενον καὶ ἀθρόως, διαβήτην σημαίνει, ὃν οἱ σοφοὶ τῶν ἰατρῶν εἰς ἀμίδα διάρροιαν ἐκάλεσαν [καί τις τῶν σοφῶν αὐτῶν ἐξοχώτατος εἰς οὖρα διάρροιαν], ἄλλοι δὲ διψακόν. | |
5.6 | Οὐ κατὰ φύσιν ἔχοντος δηλονότι τοῦ ἀνθρώπου, ἀλλὰ παρὰ φύσιν διατεθέντος διὰ θερμὴν δυσκρασίαν τῶν νεφρῶν, τὸ τοιοῦτον οὖρον ἔρχεται. | |
5.7 | Οὖρον λεπτὸν καὶ λευκὸν οὐρηθὲν ἐν πυρέττουσιν ἀμφημερινὸν διαλείποντα σημαίνει διὰ τὸν τοιοῦτον χυμόν· καὶ ἐπὶ τῆς ψυχροτέρας κράσεως τοῦ ἥπατος λεπτὰ καὶ λευκὰ ἐξουροῦνται· καὶ δι’ ἔμφραξιν | |
5 | ἔρχονται ὅμοια, ὡς ἐπὶ τῶν νεφριτικῶν, καὶ ὡς ἐπὶ τῶν τεταρταίων ἐν ταῖς ἀρχαῖς. | |
5.8 | Οὖρα λεπτὰ καὶ λευκὰ καὶ ἐπὶ τῶν ὑδρωπικῶν ἔρχονται διὰ τὸ πλεονάζον αἴτιον. | |
5.9 | Οὖρα λεπτὰ καὶ λευκὰ τετραμμένοις τράχηλον καὶ κε‐ φαλὴν καὶ ὤμους βαρυνομένοις σκότωσιν καὶ λειποθυμίαν σημαίνει. | |
5.10 | Τῷ δὲ σημαίνει ὁ Ἱπποκράτης ἐν τῷ μέλλοντι χρόνῳ καὶ ἐν τῷ παρῳχηκότι χρᾶται, ὥς φησιν· | |
„Ἱδρὼς πολὺς ἐξ ὕπνου ἄνευ φανερᾶς προφάσεως γινό‐ μενος, σημαίνει τὸ σῶμα ὡς πλείονι τροφῇ χρέεται.“ | 265 | |
5.11 | Οὖρον πολὺ ἐν πυρετοῖς λεπτὸν καὶ λευκὸν ἐλθὸν ἄνεσιν σημαίνει. | |
5.12 | Οὖρον λευκὸν καὶ λεπτὸν διὰ τέλους ἐπὶ παροξυνομένων τῶν πυρετῶν ἀπόστασιν ἔσεσθαι δηλοῖ εἰς τὰ κάτω τῶν φρενῶν χωρία. | |
5.13 | Οὖρον ὁμοίως ἐλθὸν ἐν καυσώδει πυρετῷ φρενίτιν σημαίνει· τοῦ γὰρ καύσου πυρετοῦ ὑπὸ πλήθους ξανθῆς χολῆς γινομένου, τοῦ οὔρου μὴ χρωννυμένου, ἀνωφεροῦς τοῦ χολώδους περιττώματος | |
5 | ὄντος, τὸν ὑψηλὸν τόπον τῆς κεφαλῆς κατέλαβε· καὶ εἰ μὲν τὸν ἐμπρόσθιον τοῦ ἐγκεφάλου τόπον φλεγμονὴν ἀπερ‐ γασάμενον ἐν ταῖς κατ’ αὐτὸν μήνιγξι φρενίτιν ἐποίησεν. | |
5.14 | Καὶ εἰ μὲν ἡ φρενίτις παύσοιτο διά τινα αἰτίαν, ὡς ἐπὶ αἱμορραγίας διὰ ῥινῶν, ἢ δι’ ἱδρώτων πολλῶν ἐν τῇ κεφαλῇ γεγονότων, τοῦ οὔρου λεπτοῦ καὶ λευκοῦ ἐρχομέ‐ νου, ἄνεσιν σημαίνει· εἰ δὲ τοῦ οὔρου τοιούτου γενομένου | |
5 | πάρεστι δὲ καὶ φρενίτις χρονίζουσα, οὕτω διατεθεὶς θνήσκει. | |
5 | ||
6t | Περὶ χρωμάτων τῶν οὔρων. | |
6.1 | Καιρὸς οὖν ἐξηγήσασθαι περὶ τῆς τῶν χρωμάτων διαφορᾶς, καὶ εἰπεῖν πόσαι εἰσὶ καὶ ποῖαι, καὶ μετὰ ποτα‐ πῆς συστάσεως δύνανται συμπλακῆναι ἢ πᾶσαι ἤ τινες. | |
6.2 | Ἐστὶ μὲν οὖν τῶν χρωμάτων πρῶτον τὸ λευκόν, καὶ τούτου πλάτος ἐν ἑαυτῷ κεκτημένου· κρύσταλλος γὰρ καὶ χιών, καὶ τίτανος, καὶ ὕδωρ ἀκραιφνές, λευκὰ μέν, οὐκ ἐν τῷ ἀκρῷ δὲ πάντα. | |
6.3 | Ἐνδεέστερον δὲ τούτου τοῦ χρώ‐ ματος τὸ γαλακτῶδες, νοούμενον πηλίκον ἐστὶν ἐκ τῆς προσωνυμίας· εἶτα ἀπολιπόμενον τοῦδε τὸ γλαυκόν, ὡς κέρας διαυγές, ἢ ὡς οἱ κτηδόνες τοῦ κερατοειδοῦς χιτῶνος | |
5 | τοῦ ὀφθαλμοῦ· εἶτα τούτου ἀπολιπόμενον τὸ χαροπόν. | |
6.4 | Ἐστὶ δὲ τὸ χαροπὸν οἷάπερ τὰ τῶν καμήλων ἔρια τὰ ὑπόλευκα, ἢ ὡς λίθος ὀνυχίτης. | |
6.5 | Ταῦτα μὲν τὰ χρώ‐ ματα λευκὰ κατὰ ποιότητα, κατὰ τὸ μᾶλλον καὶ ἧττόν ἐστιν. | |
6.6 | Εἰ δὲ βαφὴν δέξοιτό τινα χολῆς τὸ λευκὸν ὕδωρ, κατὰ μὲν πρῶτον λόγον ὕπωχρον γίνεται, ὡς ἀφέψημα χυμένης ὠμοβράστου· εἰ δὲ διαμείνῃ χρόνον τινὰ ἡ ἕψησις, καταβαφὴν πλείονα ποιοῦσα, ὠχρὸν ἀποτελεῖ τὸ χρῶμα | |
5 | δηλοῦν περισσοτέραν χολὴν τοῦ προτέρου τὸ ὑδατῶδες ἐπι‐ δέξασθαι. | 266 |
6.7 | Ἀπὸ δὲ τούτου τέτακται τὸ ὑπόπυρρον, ἐοι‐ κὸς χρυσῷ τῷ ἀπὸ τῆς Κελτικῆς ἐρχομένῳ· εἶτα τὸ πυρ‐ ρόν, ὅ ἐστι κατ’ ἀλήθειαν ὄβρυζος χρυσός· εἶτα τὸ ὑπό‐ ξανθον ἐοικὸς κνίκῳ· εἶτα τὸ ξανθόν, ὅπερ ἔοικε τῷ ἀλη‐ | |
5 | θινῷ κρόκῳ. | |
6.8 | Αὖθις δὲ τὸ ὑπέρυθρον ἀπὸ ἰχωροειδοῦς αἵματος, ὡς τὸ ἐκ λευκοῦ χρώματος λαμπροῦ προσελθόν‐ τος, ὅπερ καὶ οἱ βαφεῖς φλόγινον, οἱ δὲ περὶ τὸν Γαληνὸν φοινικοῦν ὀνομάζουσι. | |
6.9 | Τὸ δὲ ὑποτάξαι ἢ προτάξαι τὴν ὑπὸ πρόθεσιν ἐν τοῖς χρώμασιν οὐ πάντες ὁμοίως εἰώθασιν ὑπολαμβάνειν· ἄλλοι μὲν γὰρ προτάττουσιν, ἄλλοι δὲ ὑπο‐ τάττουσιν. | |
6.10 | Τὸ δὲ ἐρυθρόν, ὡς τὸ αἷμα τὸ καθαρὸν καὶ ἀθόλωτον· τὸ γὰρ ὑπερβάλλον τοῦδε ἢ ἐλλεῖπον οὐχ ὑγιές, ἀλλὰ νόθον. | |
6.11 | Τὸ δὲ οἰνωπόν, ἢ ὡς μελάντερος οἶνος, ἢ ὡς βαθύτερον καὶ πορφυρίζον αἷμα, καθώς ἐστιν ἡ χρόα τοῦ ἥπατος. | |
6.12 | Τὸ δὲ κυανοῦν ὡς τὸ σεσημμέ‐ νον ἐκ χολῆς ξανθῆς καὶ ὑπερωπτημένον, τῇ χροιᾷ γαρῶ‐ δες, ὡς τὰ τῶν ἰκτερικῶν οὖρα. | |
6.13 | Ὁ δὲ κανὼν τοῦ κυανοῦ χρώματος κατὰ τὸν Γαληνόν ἐστι τοιοῦτος· λευκὸν λαμπρῷ προσελθὸν καὶ εἰς μέλαν κατακορὲς ἐμπεσόν, κυα‐ νοῦν ἐποίησε· τὸ δὲ φαιὸν ἐκ λευκοῦ καὶ μέλανος κραθέν‐ | |
5 | των ἀλλήλοις γινόμενον, ὡς τὰ ξηρὰ ἰσχάδια. | |
6.14 | Τὸ δὲ χλωρόν, ὡς πράσινον κραμβίζον, καὶ ὡσεὶ χλοή· πλάτος δὲ ἐν αὐτῷ θεωρεῖται· τὸ γὰρ ἰῶδες καὶ τὸ σμαραγδίζον καὶ τὸ ἰσατῶδες πάντα χλωρὰ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον. | |
5 | Ταῦτα δὲ ὑπὸ θερμότητος τὰ πλεῖστα ἐγένετο. | |
6.15 | Τὸ δὲ πελιδνὸν βαθύτερόν ἐστι τοῦ φαιοῦ, ὡς μόλιβδος καὶ τὰ ἐπερχόμενα ἐκ τῶν πληγῶν τῷ σώματι καὶ τὰ ἐκ θλασμά‐ των μελανίζοντα χρώματα. Τοῦτο δὲ ἢ ὑπὸ ψύξεως γίνεται, | |
5 | ἢ ὑπὸ πληγῆς. | |
6.16 | Ἀπὸ δὲ τούτου τὸ μέλαν, ἐνδεικνύ‐ μενον ποτὲ μὲν ψύξιν, ποτὲ δὲ θερμότητα· εἰ μὲν γὰρ ἐκ χλωροῦ προηγησαμένου, θερμότητα· εἰ δ’ ἐκ πελιδνοῦ, ψύξιν. | |
6.17 | Ἐστὶ δὲ ἐπέκεινα πάντων τῶν χρωμάτων· καὶ τοῦτο πλάτος ἱκανὸν ἔχει κατὰ μᾶλλον καὶ ἧττον· πολλὰ γὰρ μέλανα ἄλλα ἄλλων κατακορῆ καὶ ἀνόμοια. | |
6.18 | Καὶ περὶ μὲν τῶν χρωμάτων ἱκανὴ ἡ διδασκαλία, συλλεχθεῖσα ἀπὸ τῶν διδαχῶν τῶν παλαιοτέρων σοφῶν τε καὶ ἰατρῶν. | |
6.19 | Τούτων τῶν χρωμάτων, οἷα δύνανται συμπλακῆναι μετὰ παχείας συστάσεως, ἢ μετὰ λεπτῆς, καὶ τίνα ἐξ αὐτῶν σημαινόμενα εἴτε ἐν ὑγιαίνουσι σώμασιν εἴτε ἐν νοσοῦσι, προϊὼν ὁ λόγος διδάξει. | 267 |
4 | ||
7t | Περὶ τῆς λεπτῆς τῶν οὔρων συστάσεώς τε καὶ χρωμάτων συμπλεκομένων. | |
7.1 | Ἐπεὶ δὲ περὶ χρωμάτων διδάσκοντες προείπομεν τὰ ἐκ λευκοῦ τοῦ ἀκραιφνεστάτου ἀπέχοντα, τό τε γαλακτῶδες καὶ τὸ γλαυκὸν καὶ τὸ χαροπόν, ἵνα μή τι τῶν χρωμάτων ἄζευκτον παραλείψωμεν τῇ λεπτᾷ συστάσει συζεύξωμεν καὶ | |
5 | αὐτὰ καὶ συμπλέξωμεν, καὶ τί σημαίνουσιν ἐξηγησώμεθα. | |
7.2 | Τί δηλοῖ τὸ λεπτὸν καὶ γαλακτῶδες; Τοῦτο συνίσταται ἐν ταῖς ἀρχαῖς τῶν πυρετῶν τοιοῦτον ἐρχόμενον πονηρόν· ἐν δὲ ταῖς παρακμαῖς, εἰ πολύ, λυσιτελές. | |
7.3 | Τί δηλοῖ τὸ λεπτὸν γλαυκὸν καὶ χαροπόν; Ὅτι μὲν οὖν ἡ λεπτὴ σύστα‐ σις ἄπεπτός ἐστι, δῆλον τοῖς πρὸ ἡμῶν σοφοῖς· τὰ δὲ χρώ‐ ματα ταῦτα συνερχόμενα ταῦτα συνερχόμενα ταύτῃ πλη‐ | |
5 | σίον ὄντα τοῦ λευκοῦ καὶ αὐτὰ ἀπεψίαν σημαίνουσιν· οὐ γὰρ ἐχρώσθησαν παρά τινος τῇ ἀσθενείᾳ τοῦ ἐμφύτου θερμοῦ· οὐκοῦν τὸ λεπτὸν μετὰ τούτων τῶν χρωμάτων συνιστάμενον ἀπεψίαν σημαίνει. | |
7.4 | Τί δηλοῖ τὸ λεπτὸν καὶ ὕπωχρον καὶ ὠχρόν; Ἀρχὴν πέψεως τὰ τοιαῦτα σημαί‐ νουσι· τὴν μὲν γὰρ σύστασιν ὡς ἀναγκαιοτέραν τὸ φύσει θερμὸν οὐκ ἴσχυσε παχῦναι· τὸ δὲ χρῶμα, ὡς εὐκολώτε‐ | |
5 | ρον, εἰς ἀρχὴν πέψεως μετέβαλε. | |
7.5 | Τί δηλοῖ τὸ λεπτὸν ὑπόπυρρον καὶ πυρρόν; Τοῦτο κρεῖττον τοῦ προτέρου· σημαίνει γὰρ τὸ τοιοῦτον οὖρον τὸ ἔμφυτον θερμὸν ἐρ‐ ρῶσθαι διὰ τὸ πλείονα καταβαφὴν τῷ οὔρῳ παρασχεθῆναι· | |
5 | διὰ δὲ τὸ μὴ ἰσχύσαι καὶ τὴν ὕλην παχῦναι, καλοῦμεν καὶ αὐτὸ ἄπεπτον οὖρον. Τοιοῦτον ἐλθὸν ἐν ὑδερικοῖς κιν‐ δυνῶδες, ὥσπερ τὸ ὑδατῶδες ὠφέλιμον. | |
7.9 | Τί δηλοῖ τὸ λεπτόν, ξανθὸν καὶ ὑπόξανθον; Ἔστω λεπτὸν μέν, ὡς ὑπέκειτο, ἀλλ’ ὑπόξανθον ἢ ξανθόν· καὶ τὰ τοιαῦτα κατὰ μὲν τὴν σύστασιν ἄπεπτα· κατὰ δὲ τὰ χρώματα οὐ μόνον | |
5 | τοῦ κατὰ φύσιν ἐξεστήκασιν, ἀλλὰ καὶ ὕλης ἔνδειαν δηλοῦ‐ σιν· ἀσιτήσαντος γὰρ νέου τινὸς τὴν ἡλικίαν, διὰ τὴν ἔν‐ | |
δειαν τῆς ὕλης τὰ οὖρα φαίνονται ὑπόξανθα ἢ ξανθά, διὰ τὸ πλεονάζειν ἐν τῷ βάθει θερμότητά τινα παρὰ φύσιν πλεονασμὸν χολῆς γεννήσασαν, διὰ τὸ πολλῇ θερμότητι | 268 | |
10 | ἐκχολωθῆναι τὸ αἷμα, καὶ μάλιστα χρονισάσης τῆς ἀσιτίας ἐν ὥρῃ θερινῇ, ἐν ᾗ τριταῖοι τὰ πλεῖστα ἐπιγίνονται. καὶ γὰρ καὶ αὐτῶν τὰ οὖρα ξανθὰ διὰ ταύτας τὰς αἰτίας. Καὶ ἡ ἀγρυπνία καὶ ἡ φροντὶς καὶ ὁ κόπος ξανθὰ τὰ οὖρα ἀποφαίνουσι. | |
7.10 | Καὶ περὶ μὲν τῶν συμπλοκῶν τῆς λεπτῆς συστάσεως καὶ μεθ’ οἵων χρωμάτων δύναται συντίθεσθαι, ἱκανὰ τὰ εἰρημένα. Λοιπὸν καὶ ἐπὶ διαγράμματος σαφη‐ νείας αὐτῆς χάριν ἐκθήσωμεν αὐτὰς οὕτως· | |
5 | Λεπτὸν λευκόν. Λεπτὸν γαλακτῶδες. Λεπτὸν γλαυκόν. Λεπτὸν χαροπόν. Λεπτὸν ὠχρόν. | |
10 | Λεπτὸν ὕπωχρον. Λεπτὸν ὑπόπυρρον. Λεπτὸν πυρρόν. Λεπτὸν ὑπόξανθον. Λεπτὸν ξανθόν. | |
14 | ||
8t | Περὶ τῶν συμπλοκῶν τῆς παχείας συστάσεως. | |
8.1 | Ἐπεὶ δὲ πάσας τὰς συμπλοκὰς τῆς λεπτῆς συστά‐ σεως μεθ’ οἵων χρωμάτων δύναται συμπλακῆναι, αὐτάρκως ἐποιησάμεθα, καὶ τί σημαίνουσιν εἰρήκαμεν, καὶ ἐπὶ δια‐ γράμματος αὐτὰς ἐξεθέμεθα, μεταβῶμεν ἐπὶ τὰς συμπλο‐ | |
5 | κὰς τῆς παχείας συστάσεως, καὶ εἴπωμεν μετὰ ποίων χρω‐ μάτων καὶ αὐτὰ δύνανται συμπλακῆναι. | |
8.2 | Τί δηλοῖ τὸ παχὺ λευκόν; ἡ τοιαύτη συμπλοκὴ συνίσταται, καὶ δηλοῖ τὸν ὠμὸν χυμὸν πάνυ πλεονάζειν ἐν τοῖς ἀγγείοις, καὶ ἑτέρας διαφορὰς τοῦ φλέγματος, ὥς ἐστι τὸ ὑαλῶδες φλέγμα | |
5 | καὶ τὸ ἁλυκόν, καὶ τὸ ἄποιον. Τὸ τοιοῦτον παχὺ καὶ πολὺ λευκὸν ἐλθὸν ῥύεται ἀποστάσεως ἐπ’ ἄρθρα γεγονυίας τοῖς προπεπονηκόσιν αὐτὰ καὶ τοῖς ὁπωσοῦν ἐν νόσοις κοπώ‐ δεσι καὶ τοῖς χρονίσασιν ἐπὶ πλήθει παχέων χυμῶν. | |
8.3 | Τί δηλοῖ τὸ γαλακτῶδες παχύ; Καὶ τὸ τοιοῦτον συνίσταται, | |
καὶ ἐὰν διὰ τέλους τοιοῦτον ἔρχεται, λιθίασιν τῆς κύστεως ἢ τῶν νεφρῶν σημαίνει. | 269 | |
8.4 | Τί δηλοῖ τὸ παχὺ χαροπόν; Ἡ τοιαύτη συμπλοκὴ συνίσταται καί, εἰ μὲν ἀτάραχος μέ‐ νει, δηλοῖ κακοχυμίαν πολλὴν ἐν τῷ σώματι εἶναι· εἰ δὲ καὶ ἀνατεταραγμένα τὰ τοιαῦτα οὖρα φαίνονται, οἷα τὰ | |
5 | τῶν ὑποζυγίων, δηλοῦσι κεφαλαλγίαν ἢ οὖσαν ἢ ἐσομένην. Πῶς δὲ φανεροῦται, ἢ ἀνατεταραγμένα εἰσίν, ἢ ἀποκατα‐ στάντα, δῆλον τῷ ἔξωθεν πυρὶ ἐλεγχόμενα· θερμανθέντα γὰρ πομφόλυγας κατὰ τὴν ἄνω ἐπιφάνειαν δείξουσι. Καὶ ἄλλως τε δὴ αὕτη ἡ σύστασις παχεῖα οὖσα εἰ τύχοι θρομβώ‐ | |
10 | δης εἶναι ἐν πυρετοῖς, ταύτῃ ἐπακολουθοῦσαν πλῆθος οὔ‐ ρων λεπτόν, λύσιν τοῦ πυρετοῦ σημαίνει. | |
8.5 | Τί δηλοῖ τὸ παχὺ ὑπέρυθρον; Τὸ τοιοῦτον συνίσταται καί, εἴ ἐστιν ἡ ὑπόστασις τοιαύτη, χρονιωτέρας τὰς νόσους ἀποτελεῖ καὶ σωτηριώδεις. | |
8.6 | Τί δηλοῖ τὸ παχὺ ἐρυθρόν; Τὸ τοιοῦτον συνίσταται καὶ δηλοῖ πολὺν τὸν αἱματικὸν χυμὸν ἐν τῷ σώματι εἶναι, ὥσπερ ἐν συνόχοις πυρετοῖς καὶ ἐν τοῖς ὀξέσι πυρετοῖς. Τὸ τοιοῦτον κατ’ ὀλίγον ἀπουρούμενον | |
5 | κίνδυνον σημαίνει· ὡσαύτως καὶ τὸ τοιοῦτον οὖρον ἐν τοῖς τοιούτοις πυρετοῖς ἀκατάστατον οὐρούμενον μετὰ κω‐ φώσεως καὶ κεφαλῆς ὀδύνης, τραχήλου τε καὶ ὑποχον‐ δρίου, ἴκτερον ἔσεσθαι πρὸ τῆς ἑβδόμης σημαίνει. | |
8.7 | Τί δηλοῖ τὸ δηλοῖ τὸ παχὺ πελιδνόν; Τὸ τοιοῦτον συνίσταται καί, ἐὰν ἔλθῃ ἐν πυρετοῖς καυσώδεσι, κεφαλὴν ἀλγοῦσι καὶ πε‐ ριωδυνωμένοις, φέρει κρίσιν. | |
8.8 | Τί δηλοῖ τὸ παχὺ οἰνω‐ πόν; Τὸ τοιοῦτον συνίσταται δὲ καὶ ἐπὶ ὑγιαινόντων ἐρχόμενον πορείαν ἢ δρόμον τὰ πολλὰ γεγονέναι σημαίνει· πρεσβυτέροις δὲ ἐπιγενόμενον ἐκ πολλοῦ χρόνου, κακῶν | |
5 | ἀπαλλαγῆναι τὴν κύστιν ὡς ἐπὶ πολὺ σημαίνει. Διὰ τέλους δὲ τοιαῦτα γινόμενα καὶ εἰς λιθίασιν περιίστανται. | |
8.9 | Τί δηλοῖ τὸ παχὺ κυανοῦν; Τοῦτο συνίσταται καὶ διὰ τέλους τοιοῦτον ἐρχόμενον ἴκτερον σημαίνει. | |
8.10 | Τί δηλοῖ τὸ παχὺ χλωρόν; Τὸ τοιοῦτον οὖρον ἐν πυρετοῖς μὴ καθιστάμενον παρακρουστικόν· σημαίνει δὲ καὶ ἄλλο· ἐν γὰρ πυρετῷ καυσώδει τοιοῦτον οὖρον ἐρχόμενον, στραγγουρίαν ἐσομέ‐ | |
5 | νην δηλοῖ. | |
8.11 | Τί δηλοῖ τὸ παχὺ μέλαν; Καὶ αὕτη ἡ συμ‐ πλοκὴ συνίσταται καὶ δηλοῖ κάθαρσιν τοῦ μελαγχολικοῦ | |
χυμοῦ, ὡς ἐπὶ τῇ παρακμῇ τοῦ τεταρταίου καὶ τῇ λύσει τῆς μελαγχολίας· καὶ διὰ ψύξιν δὲ ἔρχονται τὰ τοιαῦτα καὶ | 270 | |
5 | δι’ ὑπερόπτησιν τοῦ αἵματος· ἀπὸ δὲ τῶν τοιούτων αἰτιῶν παχυνομένη ἡ σύστασις δηλοῖ τὰ τοιαῦτα χρώματα μετὰ παχείας συστάσεως γενέσθαι. | |
8.12 | Ὅτι δὲ ἀληθής ἐστιν ὁ λόγος ἄκουσον. Ὅτι αἱ τρεῖς διαφοραὶ τοῦ μέλανος οὔρου παχύτεραι τοῦ κατὰ φύσιν οὔρου εἰσὶ κατὰ σύστασιν ἐν‐ τεῦθεν δὴ δῆλον· τοῦ τεταρταίου λυομένου καὶ τοῦ με‐ | |
5 | λαγχολικοῦ χυμοῦ δι’ οὔρων ἐκκρινομένου, οὖρα φαίνεται παχεῖα καὶ μέλανα. Ὁμοίως καὶ τοῦ νοσήματος τῆς με‐ λαγχολίας λυομένου, καὶ τόδε δι’ οὔρου ἐκκρίνεται τὸ αἴτιον τὸ ποιῆσαν τὴν μελαγχολίαν. | |
8.13 | Ὅτι δὲ ὁ μελαγχολικὸς χυμὸς γεώδης καὶ παχὺς καὶ μέλας ἐστί, διὰ τοῦτο καὶ τὰ οὖρα ποιεῖ παχέα καὶ μέλανα. Ὁμοίως δὲ τὰ ἐξ ὑπερ‐ οπτήσεως αἵματος γινόμενα, καθὼς προείρηται, παχύτητα | |
5 | κατὰ σύστασιν ἐκτήσαντο, διὰ τὸ τὴν ἐν τοῖς ἀγγείοις ὑγρό‐ τητα ἀνιμᾶσθαι τὴν ὑπερόπτησιν· καὶ ἡ ψύξις φανερῶς παχύνει τὴν ὕλην τῷ λόγῳ τῆς πήξεως· σημαίνει δὲ τὰ τοιαῦτα οὖρα ἐν πυρετοῖς σπασμὸν τὸν ἐπὶ ξηρότητι. | |
8.14 | Ση‐ μαίνει δὲ καὶ ἄλλο· τὸ τοιοῦτον γὰρ ἐρχόμενον οὖρον ἐν πυρετοῖς ὀξέσι μετὰ δυσωδίας μηδὲν ἐχούσης κακὸν τῆς κύστεως, θάνατον σημαίνει. | |
8.15 | Περὶ μὲν οὖν τῶν συμ‐ πλοκῶν τῆς λεπτῆς συστάσεως μεθ’ οἵων χρωμάτων δύνα‐ ται συστῆναι προεγράψαμεν, καὶ τὰ σημαινόμενα αὐτῶν εἰρήκαμεν, καὶ τὰς αἰτίας δι’ ἃς οὕτω γεγόνασι ἐσαφηνίσα‐ | |
5 | μεν, καὶ ἐπὶ διαγράμματος αὐτὰς ἐξεθέμεθα· τούτῳ τῷ τρόπῳ καὶ ἐπὶ τῆς παχείας συστάσεως συνθήσαντες καὶ συμπλέξαντες τὰ μετ’ αὐτῶν δυνάμενα χρώματα συνελθεῖν καλῶς γεγράφαμεν, καὶ τὰ σημαινόμενα αὐτῶν ἀκριβῶς διηγρεύσαμεν, καὶ τὰς αἰτίας αὐτῶν ἐφράσαμεν, λοιπὸν δὲ | |
10 | καὶ ἐπὶ διαγράμματος αὐτὰς ἐκθήσωμεν οὕτως· Παχὺ λευκόν. Παχὺ γαλακτῶδες. Παχὺ χαροπόν. Παχὺ ὑπέρυθρον. | |
15 | Παχὺ ἐρυθρόν. Παχὺ οἰνωπόν. | |
Παχὺ κυανοῦν. Παχὺ χλωρόν. Παχὺ πελιδνόν. | 271 | |
20 | Παχὺ μέλαν. | |
20 | ||
9t | Περὶ τῶν συμπλοκῶν τῆς συμμέτρου συστάσεως. | |
9.1 | Λείπεται οὖν δὴ περὶ τῆς συμμέτρου συστάσεως εἰπεῖν, καὶ διασαφηνίσαι μετὰ ποίων χρωμάτων δύναται συνελθεῖν· αὕτη γάρ ἐστιν κατὰ φύσιν σύστασις. | |
9.2 | Μετὰ γοῦν ταύτης τῆς συστάσεως, ὥς φασιν Γαληνὸς ἐν τῇ περὶ κρίσεων, τὸ ὑπόπυρρον καὶ τὸ ὑπόξανθον συνίστα‐ ται. Ὁ δὲ Μάγνος τὸ πυρρὸν καὶ τὸ ὑπόπυρρον· ἡμεῖς | |
5 | δὲ τοὺς ἄνδρας τοιούτους καὶ τηλικούτους ὄντας ἀκυ‐ ρῶσαι εὐλαβούμεθα. | |
9.3 | Ὅμως ἂν τὰ ἑκατέρων ἀπο‐ λειφθέντα ἀναπληρώσαντες τὴν πρέπουσαν μῖξιν τῇ συμ‐ μέτρῳ συστάσει πλέξαντες συμμίξωμεν οὕτως. | |
9.4 | Σύμ‐ μετρον ἐν συστάσει ἔν τε τοῖς χρώμασιν ὑπόπυρρον, πυρ‐ ρόν, καὶ ὑπόξανθον. Ὅτι μετὰ τῆς συμμέτρου συστάσεως οὐ δύναταί τι τῶν χρωμάτων συνελθεῖν πλὴν ὑπόπυρρον | |
5 | καὶ ὑπόξανθον ἐν τῷ μέσῳ ἔχοντα τὸ πυρρόν. | |
9.5 | Ἵνα δ’ ᾖ σαφὴς ὁ λόγος λοιπὸν καὶ ἐπὶ διαγράμματος ἐκθήσω‐ μεν αὐτὰ οὕτως· Σύμμετρον ὑπόπυρρον. | |
5 | Σύμμετρον πυρρόν. Σύμμετρον ὑπόξανθον. | |
6 | ||
10t | Περὶ ὑποστάσεως καὶ πρότερον περὶ τῆς ἀρίστης ὑποστάσεως. | |
10.1 | Ταῦτα καλῶς συνθήσαντες καὶ τὴν πρέπουσαν τάξιν τοῖς γεγραμμένοις φυλάξαντες καὶ ἐπὶ διαγραμμάτων αὐτὰ φανερώσαντες, καὶ δῆλα πᾶσι τοῖς μανθάνουσι ποιήσαντες, περὶ ὑποστάσεως διαλεξώμεθα, τίς τε ἡ ἀρίστη ὑπόστασις, | |
5 | καὶ τίς ἡ ταύτης σύστασις ἤ τε ὑπερβάλλουσα ἤ τε ἐλλεί‐ πουσα. | |
10.2 | καὶ τὰ ἐξ αὐτῆς ἢ ἐξ αὐτῶν σημαινόμενα δη‐ λώσωμεν ἔν τε ὑγιαίνουσι σώμασιν ἔν τε νοσοῦσι, καὶ ὅσαι προγνώσεις ἐξ αὐτῶν δύνανται ἀποτελεσθῆναι, αἵ τε ἐπι‐ κίνδυνοι τούτων καὶ ἐλάττονες καὶ αἱ πρὸς ὑγείαν ἁρμόζου‐ | |
5 | σαι. | |
10.3 | Ταῦτα μέλλοντες συνθήσειν, καὶ τὴν ὑπόστασιν τήν τε σύστασιν περὶ τοῖς χρώμασι μῖξαι θέλοντες, ἵνα τέ‐ λειον τὸν ὅρον ἀποδείξωμεν, ἐπικαλεσώμεθα Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν, ὁδηγὸν γενέσθαι, ὅπως τῆς τοιαύ‐ | 272 |
5 | της μίξεως μηδὲν παραλείψωμεν. | |
10.4 | Ἀρξώμεθα οὖν πρῶ‐ τον τὴν τῆς ἀρίστης ὑποστάσεως κατασκευήν. Βέλτιον δ’ ἐστὶν ἀπὸ σοφωτάτου Ἱπποκράτους ταύτην εἰπεῖν, καὶ μήτε προσθήκην μήτε ἀφαίρεσίν τινα ποιησώμεθα· ἡ γὰρ πρόσ‐ | |
5 | θεσις καὶ ἡ ἔλλειψις οὐ κατὰ φύσιν. | |
10.5 | Ἐστὶ μὲν οὖν ἡ ῥῆσις τοῦ σοφωτάτου Ἱπποκράτους περὶ τῆς κατὰ φύσιν ὑποστάσεως ἥδε· „Οὖρον ἄριστόν ἐστιν ὅταν λευκή τε ἡ ὑπόστασις εἴη καὶ λείη καὶ ὁμαλὴ παρὰ πάντα τὸν χρόνον.“ | |
10.6 | Οὗτος ὁ ἀνὴρ σοφός τε καὶ φιλοσύντομος ὢν ἐκ τοῦ ἐπικρατοῦντος τὸν ὁρισμὸν ἀπεφήνατο, καταφρονήσας σύ‐ στασίν τε καὶ χροιὰν ὡς μερικώτερα. | |
10.7 | Ἡμεῖς δὲ τὸ παρα‐ λειφθὲν προσθήσωμεν καὶ τέλειον τὸν ὁρισμὸν ἀποφήνω‐ μεν, ἵνα πάντες οἱ προσεγγίζοντες τῶν γραμμάτων οὐ τὴν τυχοῦσαν ἔχωσι ῥαθυμίαν. Πολλῶν γὰρ νόες ἐκταράττονται | |
5 | μὴ τέλειον τὸν ὁρισμὸν ἀκούσαντες, καὶ ὥσπερ ἄσοφον τὸν ἀκροατὴν ἐξηγητὴν ἡγούμενοι. | |
10.8 | Ἐστὶν οὖν ὁ τέλειος ὁρισμὸς τῶν κατὰ φύσιν οὔρων τοιοῦτος. Οὖρον ἄριστόν ἐστιν, ὅταν λευκή τε ἡ ὑπόστασις εἴη, καὶ λεία καὶ ὁμαλὴ παρὰ πάντα τὸν χρόνον τῇ συστάσει μὲν σύμμετρον· τῷ | |
5 | χρώματι δὲ ἐκ πυρροῦ καὶ ὑποπύρρου, καὶ ὀλίγον τι μετέχον τοῦ ξανθοῦ. | |
10.9 | Καὶ ἐπεὶ ὁ ὁρισμὸς οὗτος ἐσήμανε θεω‐ ρεῖσθαι ἐν τῷ οὔρῳ ταῦτα τὰ τέσσαρα, ἢ ὡς τὴν ὑπόστα‐ σιν, καὶ τὸν χρόνον, εἴπωμεν ἕκαστον αὐτῶν ὁποῖον δεῖ εἶναι. | |
10.10 | Ἡ μὲν οὖν κατὰ φύσιν ὑπόστασις ἵνα ἔχῃ τὸ λευκὸν χρῶμα καὶ τὸν κάτω τόπον, καὶ ἵνα εἴη λεία (ἢ ὡς συνεχὴς καὶ ἀδιάσπαστος) καὶ ὁμαλὴ εἰς πολλὰς ἡμέρας τοιαύτη διαμένουσα (τοῦτο γάρ ἐστιν ὁμαλὸν τὸ ἐν χρόνῳ | |
5 | τηρούμενον). Ὅσα μὲν οὖν ἐν τοῖς τέτρασι τούτοις τοῦ κατὰ φύσιν παρυφισταμένου ἐκτρέπονται, εἴτε ἓν εἴτε δύο, | |
τὸ τοιοῦτον παρυφιστάμενον οὐ κατὰ φύσιν. | 273 | |
11t | Περὶ τῶν τεσσάρων τοῦ κατὰ φύσιν παρυφισταμένου γνωρισμάτων ἐκτρεπομένων. | |
11.1 | Ὥσπερ δὲ τὴν σύνθεσιν ἀνωτέρω περὶ συστάσεων καὶ χρωμάτων ἐποιήσαμεν, οὕτω καὶ νῦν πάντα μετὰ ὑποστάσεως συνθέντες τῶν ἑξῆς ἐχώμεθα. | |
11.2 | Τρέψωμεν δὴ ἐκ τῶν τηρουμένων τεσσάρων τῇ ὑποστάσει τὸ πάντων ἔσχατον, ὅπερ ἐστὶν ὁμαλόν, καὶ τριῶν κατὰ φύσιν μενόν‐ των ἀνώμαλον ἔστω τὸ τέταρτον. | |
11.3 | Τὸ τοιοῦτον ἀσθέ‐ νειαν δυνάμεως σημαίνει· οὐ γὰρ ἴσχυσε πάντα πέψαι ἡ φύσις, ἀλλ’ ἀπολείπεται τὸ ἓν ἄπεπτον, τῷ πάσαις ταῖς ἡμέραις μὴ εἶναι τὴν πέψιν ἴσην, ἀλλὰ ποτὲ μὲν πεπεμ‐ | |
5 | μένον τὸ παρυφιστάμενον, ποτὲ δὲ ἄπεπτον. | |
11.4 | Πάλιν οὖν τρέψωμεν καὶ τὸ λεῖον, ὡς εἶναι τὰ ἐκτραπέντα δύο, ἢ ὡς μὴ εἶναι τὴν ὑπόστασιν λείαν μηδὲ ὁμαλήν. Τοῦτο τοῦ προτέρου ἀπεπτότερον, ὡς ἀπολειπόμενον κατὰ πέψιν | |
5 | δύο· οὐ μόνον γὰρ τὸ ὁμαλὸν ἀπεβάλλετο, ἀλλὰ καὶ τὸ λεῖον, ὡς μὴ εἶναι συνεχές, ἀλλὰ διακεκομμένον. | |
11.5 | Δια‐ κόπτει γὰρ τὸ λεῖον τῆς ὑποστάσεως πνεῦμα παρεμπεσὸν παχὺ καὶ μὴ ἐῶν αὐτὸν εἶναι συνεχῆ. Διὰ ταύτας οὖν τὰς αἰτίας τὸ ἀπολειπόμενον παρυφιστάμενον τῶν δύο, | |
5 | ἀπεπτότερον τοῦ ἑνὸς τυγχάνει. | |
11.6 | Τρέψωμεν οὖν δὴ τὸ κατ’ ἀρχὰς ὁμολογούμενον, καὶ ἔστω τὸ παρυφιστάμενον οὐ λεῖον, ἀλλὰ διεσπασμένον, ὁμαλὸν δέ. Τὸ τοιοῦτον κακὸν διὰ τὸ πολὺ εἶναι πνεῦμα καὶ μὴ δυνάμενον ὑπὸ | |
5 | τῆς φύσεως διαφορηθῆναι καὶ πεφθῆναι. | |
11.7 | Πάλιν δ’ ἔστω τὸ οὖρον οὐ λεῖον καὶ ἀνώμαλον. Τοῦτο τοῦ προτέρου κρεῖττον. Οὐ γὰρ διηνεκῶς διέσπασται τὸ οὖρον, ὥσπερ μετὰ τοῦ ὁμαλοῦ. ἀλλὰ ποτὲ μὲν διέσπασται, ποτὲ δὲ οὔ, | |
5 | καὶ διὰ τοῦτο δηλοῖ ἔλασσον εἶναι τὸ πνεῦμα τὸ διασπῶν τὴν συνέχειαν. | |
11.8 | Τοῦτο δὲ δείξωμεν ἐπὶ παραδείγματος τοῦ διαλείποντος σφυγμοῦ. Εἰ γὰρ ὁ διαλείπων σφυγμὸς ἕως πολλῶν ἡμερῶν ὁ αὐτὸς διαμένει, μεῖζον κακόν ἐστιν ἤπερ τὸ καθ’ ἑκάστην ἐναλλάττεσθαι (τοῦτο γάρ ἐστι τὸ | |
5 | ἀνώμαλον), οὕτως οὖν καὶ τὸ διεσπασμένον ἀνώμαλον κρεῖττον τοῦ διεσπασμένου ὁμαλοῦ, ὅπερ καὶ θάμβος ἐστὶ τοῖς ἀκούουσι. Καὶ περὶ μὲν ταύτης τῆς συμπλοκῆς ἀρκεῖ | |
τοσαῦτα. | 274 | |
12t | Περὶ ἐναιωρήματος. | |
12.1 | Πάλιν οὖν ἔστω τὸ παρυφιστάμενον λευκὸν μέν, ἐναλλαττέσθω δὲ τῷ τόπῳ, ὡς εἶναι ἐν τῷ μέσῳ, ὅπερ καλεῖται ἐναιώρημα, ἀπὸ τοῦ αἰωρεῖσθαι, ὅ ἐστι κρέμασθαι. | |
12.2 | Ἐστὶ δὲ λεῖον καὶ ὁμαλόν· τοῦτο μέσως ἄπεπτον· οὐ γὰρ ἰσχύει ἡ φύσις πέψαι, ἵνα τὸν κάτω τόπον καταλάβοι (τοῦτο γάρ ἐστι πεπεμμένον), ἀλλὰ περιουσία τινὸς πνεύ‐ ματος παρεμπεσόντος ἐκούφισεν αὐτὸ περὶ τὴν μέσην | |
5 | χώραν. | |
5 | ||
13t | Περὶ τῆς νεφέλης καὶ τῶν σημαινομένων αὐτῆς. | |
13.1 | Εἰ δὲ πολὺ τὸ πνεῦμα ἠνώθη τὸ παρυφιστάμενον, καὶ ὑπὸ τὴν μέσην χώραν φαίνεται καταλαμβάνον τὴν ἄνω ἐπιφάνειαν, καλεῖται νεφέλη, ἥ τις καὶ τὸν ἄνω τόπον κατέλαβεν. Λευκὴ οὖσα ἐν πυρετοῖς καὶ ἀφροὺς ἔχουσα, | |
5 | πονηρὰ τὰ πολλά· χυλώδεις γὰρ χυμοὺς σημαίνει. | |
13.2 | Καὶ ἄλλως ἐν πυρετῷ συνεχεῖ λευκὸν οὖρον νεφέλους ἐπάφρους ἔχον πονηρὸν τὰ πολλά. δηλοῖ γὰρ τὸ δεξιὸν ὑποχόνδριον ὀδυνᾶσθαι. Ἐὰν δὲ ἐν πυρετοῖς καυσώδεσι μελαίνας νεφέλας | |
5 | ἔχῃ, εἰς τεταρταῖον μεθίσταται. | |
13.3 | Εἰ δ’ οὐδ’ ὅλως εἴη τὸ πνεῦμα, τὸν κάτω καταλαμβάνει τόπον ἡ δὴ τελεία πέψις, ὅπερ ἐστὶν ἡ κατὰ φύσιν ὑπόστασις. ὥστε ὅσα περὶ ὑπο‐ στάσεως εἴρηται, τοσαῦτα καὶ περὶ ἐναιωρήματος εἰρεῖσθαι | |
5 | νόμιζε. Τὰ τοιαῦτα γὰρ εἰρήκαμεν τῇ θέσει μόνον διαλ‐ λάττοντα, ὥστε δῆλον ὅτι ἐκ τοῦ τόπου πλέον οὐδὲν ἄλλο μανθάνομεν ἢ μέτρα τῶν δηλουμένων. | |
13.4 | Ἐναλλαττέσθω οὖν τὸ λευκὸν χρῶμα ἐκ τῆς ὑποστάσεως καὶ ἔστω μέλαν· τὸ τοιοῦτο κακόν· ἀλλ’ εἰ μὲν ἐν τῇ νεφέλῃ τὸ μέλαν εἴη, ἄμυδρον τὸ κακόν· εἰ δ’ ἐν τῷ ἐναιωρήματι, μεῖζον τὸ | |
5 | κακόν· εἰ δ’ ἐν τῇ ὑποστάσει, τέλειον τὸ κακόν. | |
13.5 | Ὡσαύ‐ τως δὴ καὶ ἐν τῷ λευκῷ. Εἰ γὰρ καὶ λεῖον καὶ ὁμαλὸν τὸ παρυφιστάμενον, ἀγαθόν· εἰ δὲ νεφέλη, ἄμυδρον ἀγαθόν· εἰ δὲ ἐναιώρημα, μεῖζον ἀγαθόν· εἰ δὲ ὑπόστασις, ἄριστον. | |
5 | Καὶ περὶ μὲν τῶν τριῶν θέσεων ἱκανὰ τὰ εἰρημένα. | 275 |
14t | Περὶ τῶν χρωμάτων τοῦ παρυφισταμένου καὶ τί σημαίνουσι. | |
14.1 | Ἐπεὶ δὲ εἰρήκαμεν περὶ τοῦ χρόνου καὶ τῆς συ‐ στάσεως καὶ τοῦ τόπου, τὸ λοιπὸν προσθήσομεν περὶ τοῦ χρώματος. Ἦν δὲ τὸ κατὰ φύσιν τοῦ παρυφισταμένου λευκόν, τοῦτο δὲ μή ἐστι λευκόν, ἀλλὰ μέλαν, ἢ πελιδνόν, | |
5 | ἢ ὠχρόν, ἢ ὑπέρυθρον, ἢ ἐρυθρόν. | |
14.2 | Τὸ μὲν οὖν ὑπέρυ‐ θρον ἀπὸ ἰχωροειδοῦς αἵματος γίνεται, ὥσπερ ἀνωτέρω εἴρηται, καὶ σημαίνει ἀπεψίαν, οὐ θάνατον. Τὸ δὲ ἐρυθρὸν γινόμενον ἀπὸ εἱλικρινοῦς αἵματος σημαίνει πέψιν, καὶ εἰ | |
5 | μείνῃ σύμμετρον, μήτε πλεονασμὸν ἔχον μήτε ἔνδειαν ἀκινδυνότατον. | |
14.3 | Ὅτι μὲν οὖν οὐδὲ τὸ ὑπέρυθρον ἐπάγει κίνδυνον, τὸ τῆς ὕλης οἰκεῖον ἐνδείκνυται. τὸ δὲ οἰκεῖον τῆς ὕλης τοῦ ἰχωροειδοῦς αἵματος πλησίον ὂν τοῦ αἵματος, κίνδυνον οὐκ ἐπάγει· ὅτι δὲ ἀπεψίαν σημαίνει καὶ διὰ τοῦτο | |
5 | καὶ χρόνον, ἐκ τοῦδε φανερόν. | |
14.4 | Τῶν χυμῶν οἱ μὲν πρὸ τοῦ αἵματος γίνονται, ὡς τὸ φλέγμα καὶ ὁ ἰχώρ· οἱ δὲ μετὰ τοῦ αἵματος, ὡς ἡ ξανθὴ χολή, καὶ ὁ μέλας χυμός· τὸ δὲ εἱλικρινὲς αἷμα ἐν τῷ μέσῳ ἀμφοτέρων ἐστίν. | |
14.5 | Ὅταν οὖν ὑπέρυθρον τὸ οὖρον φανῇ, σημαίνει ἀπὸ ἰχῶρος ἔχειν τὸ χρῶμα· ὁ δὲ ἰχὼρ πρὸ τοῦ αἵματος καὶ διὰ τοῦτο ἀπεψίαν σημαίνει· οὐ γὰρ τελείαν ἐπέθηκεν ἡ φύσις πρὸς τὴν πέψιν | |
5 | τοῦ ἰχωροειδοῦς αἵματος τῷ ἰχῶρι τὴν βαφήν· φανερὸν οὖν ὅτι οὐδέπω ἐπέφθη· χρηΐζει οὖν χρόνου ἡ φύσις. | |
14.6 | Τὸ δὲ παρυφιστάμενον ἐρυθρὸν καὶ κρίσιν ἐσομένην ἐν ἡμέρᾳ ἑβδόμῃ δηλοῖ. Ἐὰν γὰρ τῇ τετάρτῃ ἐπινέφελον ἔχῃ τὸ οὖρον ἐρυθρὸν καὶ τἄλλα τῆς πέψεως σημεῖα, τῇ ἑβδόμη | |
5 | δηλονότι τὸ νόσημα κριθήσεται. Τί μὲν οὖν σημαίνει τὸ ὑπέρυθρον καὶ τὸ ἐρυθρὸν εἴρηται. | |
14.7 | Τί δηλοῖ τὸ πε‐ λιδνὸν παρυφιστάμενον; ψύξιν καὶ νέκρωσιν ἐμφαίνει τῆς δηλώσεως. Ἐστὶ δὲ εἰπεῖν καὶ ἄλλως. Ἐν γὰρ ὀξέσι πυ‐ ρετοῖς οὖρον πελιδνὰν ὑπόστασιν ἔχον εἰς τὴν ἐπιοῦσαν | |
5 | κίνδυνον σημαίνει. | |
14.8 | Τί δηλοῖ τὸ χλωρόν; τοῦτο θερ‐ μότητα πλείστην καὶ κακοήθειαν τοῦ σώματος. | |
14.9 | Τί δη‐ λοῖ τὸ ὑπόμελαν οὖρον; τὸ ὑπόμελαν οὖρον ἀπολείπεται τοῦ ἀκριβοῦς μέλανος οὔρου· ἐν γὰρ πυρετῷ καυσώδει οὖρα | |
ὑπομέλανα ἐναιωρήματα ἔχοντα μετέωρα, παρακρουστικά· | 276 | |
5 | καὶ αἱμορραγίαι τούτοις ὡς τὰ πολλὰ ἐπιγίνονται, καὶ κρί‐ σις σὺν ῥίγει μεθ’ ἱδρῶτος. | |
14.10 | Τί δηλοῖ τὸ μέλαν; τὸ μέλαν ποτὲ μὲν ἐνδείκνυται ψύξιν, ποτὲ δὲ θερμότητα· διορίσομεν δὲ αὐτὸ οὕτως· εἰ μὲν προηγήσατο τὸ πελιδ‐ νόν, εἶθ’ οὕτως ἐγένετο τὸ μέλαν, ψύξιν ἔχει τὴν πρόφα‐ | |
5 | σιν· εἰ δὲ τὸ χλωρὸν προεγένετο, ἠκολούθησε δὲ τὸ μέλαν, φανερὸν ὅτι ἀπὸ θερμότητος ἐγένετο. | |
6 | ||
15t | Ὅτι οὐ πᾶσα ὑπόστασις λευκὴ ἀγαθόν τι σημαίνει. | |
15.1 | Ἐπεὶ δὲ τὸ λευκὸν χρῶμα τῆς ἀγαθῆς ὑποστάσεως πεπίστευται εἶναι σημεῖον, εἰδέναι χρή, ὅτι τὸ λευκὸν χρῶμα πολλάκις ἀπατᾷ ὡς ὑπόστασις οὐκ οὖσα· τοιοῦτος γὰρ ὁ ὠμὸς χυμὸς ἐν τῷ ὑφίστασθαι φαίνεται· ἀλλὰ καὶ τὸ πύον | |
5 | λευκὸν ὂν ἀπατᾷ τὸν τεχνίτην ὡς ὑπόστασις ἀγαθή. | |
15.2 | Ἀλλὰ τοῦτο μὲν τῇ ὀδμῇ διορίζεται· δυσῶδες γάρ ἐστιν· ἀλλὰ καὶ τῶν νεφρῶν ἑλκωθέντων, ἢ τῆς κύστεως, ἢ τοῦ ἥπα‐ τος ἢ ἄλλου τινὸς μορίου τοῦ δι’ οὔρων ἐκκενουμένου τὸ | |
5 | πύον ἐκκρίνεται, καθώς φησιν Ἱπποκράτης· „Ἢν αἷμα καὶ πύον οὐρέῃ, ἢ τῶν νεφρῶν, ἢ τῆς κύστεως ἕλκωσιν ση‐ μαίνει.“ Καὶ πάλιν· „Ὁκόσοις ἐν τῇ οὐρήθρᾳ φύματα ἐκ‐ φύεται, τούτοις διαπυησάντων καὶ ἐκραγέντων λύσις,“ δη‐ λονότι τοῦ πύου διὰ τῆς αὐτῆς ὁδοῦ ἐκκενουμένου. | |
15.3 | Ὁ δὲ ὠμὸς χυμὸς τῇ ἀνωμάλῳ συστάσει διορίζεται τοῦ παρυ‐ φισταμένου· οὐ γάρ ἐστι συνεχὲς ἑαυτῷ τὸ παρυφιστάμε‐ νον τοῦ ὠμοῦ χυμοῦ, ἀλλὰ διαλυόμενον εἰς μικρὰ οἷον | |
5 | ψαμμία. | |
15.4 | Ταῦτα μὲν οὖν εἴρηται πρὸς τὸ μὴ πλανᾶσθαι τῷ χρώματι, ἀλλὰ διορίζειν τὴν ὑπόστασιν ἀπὸ τοῦ πύου καὶ ὠμοῦ χυμοῦ. Εἰ γὰρ αἷμα καὶ πύον οὐρῇ καὶ λεπίδας, καὶ ὀσμὴ βαρεῖα ᾖ τῶν νεφρῶν ἢ τῆς κύστεως, ἕλκωσιν | |
5 | σημαίνει. Ταῦτα μὲν οὖν εἰρήκαμεν πρὸς τὸ μὴ πλα‐ νᾶσθαι τῇ θεωρίᾳ τοῦ παρυφισταμένου ἀπὸ πύου καὶ ὠμοῦ χυμοῦ. | |
7 | ||
16t | Περὶ ὑποστάσεως, ἐναιωρήματος καὶ νεφέλης διαγραμμάτων. | |
16.1 | Τέσσαρα μὲν τοῦ παρυφισταμένου ἐζητοῦμεν, χρῶμα καὶ τόπον, σύστασίν τε καὶ χρόνον· λοιπὸν ταῦτα καὶ κατὰ | |
μέρος τέσσαρα δηλώσωμεν ἐπὶ διαγραμμάτων. Λευκὴ ὑπόστασις λεία καὶ ὁμαλή. | 277 | |
5 | Λευκὴ ὑπόστασις λεία, ἀνώμαλος. Λευκὴ ὑπόστασις οὐ λεία, ὁμαλή. Λευκὴ ὑπόστασις οὐ λεία, ἀνώμαλος. | |
16.2 | Καὶ αὗται αἱ τέσσαρες τοῦ παρυφισταμένου ἐπὶ διαγράμ‐ ματος διαφοραί. | |
16.3 | Ἐπειδὴ δὲ τὸ παρυφιστάμενον τρεῖς εἴπομεν τόπους ἔχειν, καθὼς καὶ τὸ φαινόμενον δηλοῖ (ἢ γὰρ τὸν κάτω τόπον ἔχει καὶ ὑπόστασις ὀνομάζεται, ἢ τὸν μέσον καὶ ἐναιώρημα λέγεται, ἢ τὸν ἄνω καὶ νεφέλη | |
5 | καλεῖται) καὶ τὰς αἰτίας πάντων, δι’ ἃς τοὺς αὐτοὺς κατ‐ έλαβε τόπους, καὶ τὰ σημαινόμενα αὐτῶν εἰρήκαμεν, καὶ ἐπὶ διαγράμματος τῆς τὸν κάτω τόπον καταλαβούσης ὑπο‐ στάσεως διαφορὰς ἐξεθέμεθα· οὕτω καὶ περὶ τὴν τὸν μέ‐ σον τόπον καταλαβοῦσαν ὑπόστασιν, ἥτις ἐναιώρημα κα‐ | |
10 | λεῖται, ποιήσωμεν καὶ αὐτῆς τὰς διαφορὰς ἐπὶ διαγράμ‐ ματος ἐκθήσωμεν οὕτως· Λευκὸν ἐναιώρημα λεῖον, ὁμαλόν. Λευκὸν ἐναιώρημα λεῖον, ἀνώμαλον. Λευκὸν ἐναιώρημα οὐ λεῖον, ὁμαλόν. | |
15 | Λευκὸν ἐναιώρημα οὐ λεῖον, ἀνώμαλον. | |
16.4 | Αὗται αἱ τοῦ ἐναιωρήματος διαφοραί, ἃς ἐπὶ διαγράμμα‐ τος ἐξεθέμεθα. προϊὼν δὲ ὁ λόγος διδάξει τὰ σημαινόμενα μιᾶς ἑκάστης διαφορᾶς. | |
16.5 | Κατὰ δὲ τὸ παρὸν ἐκθήσομεν καὶ τὴν τρίτην διαφοράν, τὴν τὸν ἄνω τόπον τοῦ οὔρου καταλαβοῦσαν, ἥτις καὶ νεφέλη ὀνομάζεται, καὶ ταύτης οὖν τὰς διαφορὰς ἐπὶ διαγράμματος ἐκθήσομεν καὶ τί ση‐ | |
5 | μαίνουσι προϊόντος τοῦ λόγου διδάξομεν, καὶ τὰ σημαινό‐ μενα αὐτῶν οὐ παραλείψομεν. | |
16.6 | Ἔστιν οὖν αὐτῆς καὶ τὸ διάγραμμα οὕτως· Λευκὴ νεφέλη λεία, ὁμαλή. Λευκὴ νεφέλη λεία, ἀνώμαλος. | |
5 | Λευκὴ νεφέλη οὐ λεία, ἀνώμαλος. Λευκὴ νεφέλη οὐ λεία, ὁμαλή. | |
6 | ||
17t | Περὶ τῶν οὔρων ἐλαιωδῶν. | |
17.1 | Καὶ ἐπὶ μὲν τῶν συμπλοκῶν τῶν διαφορῶν τῶν | |
τριῶν ὑποστάσεων εἰρήκαμεν ἀνελλιπῶς καὶ ἐπὶ διαγράμ‐ ματος ἐξεθέμεθα. | 278 | |
17.2 | Ἐπειδὴ δὲ τὸ ἀνθρώπινον σῶμα ἐκ τριῶν συνίσταται, ἐκ πνευμάτων, καὶ ὑγρῶν καὶ στερεῶν μορίων, τὰ δὲ ὑγρὰ τὸ σῶμα συνιστῶντα ἐξεθέμεθα, εἴ‐ πωμεν οὖν ἀρτίως τὰ ἐξ αὐτῶν τῶν στερεῶν τοῦ σώματος | |
5 | μορίων ἐξουρούμενα, ἵνα τελεία καὶ ἀνελλιπὴς ἡ περὶ τῶν οὔρων διδασκαλία γένηται. | |
17.3 | Καὶ γὰρ καὶ αὐτῶν τῶν στερεῶν μορίων μαλακώτερά τινά εἰσι, καὶ τηκόμενα εἰς ἐλαίου σύστασιν ἢ ἄλλην τινὰ ἰδέαν ἐξομοιοῦται. | |
17.4 | Ἐπεὶ τοίνυν ἡ πιμελὴ καὶ ἡ σὰρξ μαλακώτερα τῶν στερεῶν εἰσὶ καὶ ὑγρότερα, πρῶτον μὲν ἀναλύει ὁ πυρετὸς τὴν πιμελήν, ὡς πάντων στερεῶν εὐδιάλυτον οὐσίαν· αὖθις δὲ τὴν σάρκα. | |
17.5 | Τῆς μὲν οὖν πιμελῆς τηκομένης, εἰς ἐλαίου σύστασιν μεταβάλλει ἡ θερμασία, καὶ ἐπειδὴ αὐτὴ οὐκ ἀθρόως ἀνα‐ λύεται, ἀλλ’ ἔχει τινὰ ἀρχὴν τῆς συντήξεως καὶ ἀνάβασιν καὶ ἀκμήν, ἴδωμεν καὶ τῶν καιρῶν αὐτῆς τὴν διάγνωσιν. | |
17.6 | Τῆς ἀρχῆς μὲν τῶν ἐλαιωδῶν οὔρων, τὰ ἐλαιόχροα· τῆς δὲ αὐξήσεως, τὰ ἐλαιοφανῆ· τῆς δὲ ἀκμῆς, τὰ ἐλαιώδη. | |
17.7 | Τὰ μὲν οὖν ἐλαιόχροα τὰ τὴν ἀρχὴν τῆς συντήξεως δη‐ λοῦντα ὥσπερ ὑδατώδη φαίνεται. | |
17.8 | Τὰ δὲ ἐλαιοφανῆ, τὰ ἐπὶ τοῦ καιροῦ τῆς αὐξήσεως γενόμενα, τὴν μῖξιν ἀκριβε‐ στέραν ἔχει τοῦ ἐλαίου πρὸς τὸ οὖρον. | |
17.9 | Τὰ δὲ ἐλαιώδη, ἃ ἐν τῇ ἀκμῇ γίνονται, ὅλα τὰ οὖρα καὶ ἐν χρώματι καὶ ἐν συστάσει οἷον ἔλαιόν εἰσι. Τὸ τοιοῦτον οὖρον ἐν πυρε‐ τοῖς ἐλαιῶδες ὑπόμελαν ἐλθόν, παρακοπὴν σπασμώδη καὶ | |
5 | θάνατον σημαίνει. | |
17.10 | Ἐπεὶ δὲ ἡ πιμελὴ ἡ μὲν καθολι‐ κωτέρα ἐστὶ (κατὰ πολλὰ γὰρ διέσπασται μόρια), ἡ δὲ κατὰ τοὺς νεφροὺς περιβέβληται, οἷον σκέπον αὐτούς, ταύτης τῆς κατὰ τοὺς νεφροὺς ἀναλυομένης πιμελῆς καὶ δι’ οὔρων | |
5 | ἐξερχομένης ἀθροωτέρα ἡ ἔξοδος γενήσεται ἢ περὶ τῆς ἐν ὅλῳ τῷ σώματι πιμελῆς, διὰ τὸ τὴν μὲν σύνεγγυς τῶν οὐρητήρων εἶναι, τὴν δὲ πόρρω. | |
17.11 | Ταῦτα Ἱπποκρά‐ της θεασάμενος γινόμενα ἔγραψεν οὕτως ἐν Ἀφορισμοῖς· „Ὁκόσοις λιπαρὴ ἡ ἐπίστασις εἴη καὶ ἀθρόη, τούτοις νε‐ φριτικὰ σημαίνει·“ δηλονότι τῆς πιμελῆς τῶν νεφρῶν ἀνα‐ | |
5 | λυομένης. Καὶ ἄλλως· „Οὖρον ἐν καύσῳ λιπαρὴν ὑπόστα‐ σιν ἔχον θάνατον σημαίνει.“ | |
17.12 | Ἄνευ δὲ πυρετοῦ γέ‐ | |
ρουσι τὸ τοιοῦτον γινόμενον παραπληξίαν σημαίνει. Καὶ περὶ μὲν τῶν ἐλαιωδῶν οὔρων τῶν ἀπὸ τῆς συντήξεως πι‐ μελῆς γινομένων, ἱκανὰ τὰ εἰρημένα. | 279 | |
4 | ||
18t | Περὶ ὑποστάσεων ὀροβοειδῶν. | |
18.1 | Ἐπεὶ τοίνυν προειρήκαμεν, ὅτι καθάπερ τήκεται ἡ πιμελή, οὕτω καὶ ἡ σάρξ, καὶ τηκομένης τῆς πιμελῆς πο‐ ταπὰ γίνονται ἐξεθέμεθα, εἴπωμεν καὶ τῆς σαρκὸς τηκο‐ μένης ποταπαὶ κατὰ πρῶτον λόγον ὑποστάσεις γίνονται. | |
18.2 | Τηκομένων οὖν τῶν σαρκῶν τῶν τε καθ’ ὅλον τὸ σῶμα περιιουσῶν καὶ αὐτῶν τῶν νεφρῶν οὐσίας, ὀροβοειδεῖς γί‐ νονται ὑποστάσεις. Ταύτην δὲ τὴν προσωνυμίαν ἐκ τῆς τῶν ὀρόβων ἰδέας ἐκτήσαντο. | |
18.3 | Καὶ εἰ μὲν ἐκ τῆς τοῦ ὅλου σώματος σαρκὸς τηκομένης τοιαῦται ἐν οὔροις αἱ ὑπο‐ στάσεις γενήσονται, ὀξὺν δῆλον ὅτι καὶ τὸν πυρετὸν δη‐ λοῦσιν· εἰ δὲ καὶ τῆς νεφρῶν σαρκός, ἀπυρεξίαν δηλονότι, | |
5 | καθώς φησιν Ἱπποκράτης· „Εἰ τῷ οὔρῳ παχεῖ ἐόντι σαρ‐ κία σμικρὰ συνεξέρχονται, τούτοις ἀπὸ τῶν νεφρῶν ἐκκρί‐ νεται.“ Καὶ περὶ μὲν τῆς πιμελῆς καὶ τῆς σαρκὸς ἱκανὰ τὰ εἰρημένα. | |
8 | ||
19t | Περὶ ὑποστάσεων πεταλωδῶν. | |
19.1 | Ἐπειδὴ οὖν τὰ στερεὰ τοῦ σώματος μόρια ἔχουσιν ἐν αὐτοῖς καὶ βάθος καὶ πλάτος καὶ μῆκος, ὅσα μὲν ἐπι‐ πολῆς διαξέονται ὥσπερ τινὰ πέταλα ἐν τοῖς οὔροις φαινό‐ μενα, τῆς κύστεως τὰ τοιαῦτα δηλωτικά. Τὴν προσωνυμίαν | |
5 | δ’ ἔχουσιν ἐκ τῶν ὁμοίων πετάλων ἐκ τῶν σίτων πτισσομέ‐ νων γινομένων. | |
19.2 | Τῷ δὲ προειρημένῳ τρόπῳ καὶ ἐπὶ τῶν νεφρῶν διορίζεται· εἰ μὲν γὰρ εἴη πυρετὸς καὶ τὸ οὖρον πεταλώδεις ὑποστάσεις ἔχον, τὸ ὅλον κεκάκωται σῶμα· εἰ δὲ μὴ εἴη πυρετός, τῆς κύστεως τὸ πάθος. | |
19.3 | Ταῦτα καὶ ἀπεψίᾳ καὶ πέψει διορίζονται· εἰ μὲν γὰρ μετ’ ἀπεψίας, τοῦ ὅλου σώματος τὸ κακόν· εἰ δὲ πέψις εἴη, τῆς κύστεως. | |
3 | ||
20t | Περὶ τῶν πιτυρωδῶν ὑποστάσεων. | |
20.1 | Ὅταν δὲ ὁ πυρετὸς καταλάβῃ εἰς τὰ βάθη τῶν ἀγγείων, πιτυρώδεις αἱ ὑποστάσεις γίνονται· ἁδρομερέστε‐ | |
ραι τῶν πεταλωδῶν εἰσι καὶ τῶν αὐτῶν ταῖς προειρημέναις ὑποστάσεσι κατὰ τὸν αὐτὸν τρόπον σημαντικαί, τῆς τε | 280 | |
5 | κύστεως τὸ πάθος εἶναι καὶ τοῦ ὅλου σώματος. | |
20.2 | Εἰ μὲν γὰρ παρείη πυρετός, τοῦ ὅλου σώματος τὸ κακόν· εἰ δὲ μή, τῆς κύστεως· καὶ εἰ μὲν ἄπεπτον εἴη, τοῦ ὅλου· εἰ δὲ πε‐ πεμμένον, τῆς κύστεως, ὡς Ἱπποκράτης φησίν· „Ὁκόσαις | |
5 | ἐν τῷ οὔρῳ πιτυρώδη ἐξέρχονται, τούτοις ἡ κύστις ψωριᾷ.“ | |
5 | ||
21t | Περὶ τῶν κριμνωδῶν ὑποστάσεων. | |
21.1 | Εἰ δὲ καταλάβοι πυρετὸς κατὰ τὰς τοῦ σώματος τρεῖς διαστάσεις, κατά τε μῆκος καὶ βάθος καὶ πλάτος, τὰ τοιαῦτα τῶν πιτύρων ἁδρομερέστερα γίνονται καὶ καλεῖται κριμνώδη. | |
21.2 | Νοήσαις δ’ ἂν τὸ τοιοῦτον, εἴ τις κουφίσας τὴν μύλην τὴν τὸν σῖτον ἀλήθουσαν. εἰς ἁδρομερῆ κόμ‐ ματα τὸν σῖτον ἀπεργάζεται. Τὰ τοιαῦτα ἁδρομερῆ κόμ‐ ματα τοῦ σίτου κρίμνα ὀνομάζονται. Ἐκ τούτων οὖν καὶ | |
5 | τὰ ἐν τοῖς οὔροις φαινόμενα τὴν προσωνυμίαν ἐκτήσαντο. | |
21.3 | Γίνονται δὲ τὰ τοιαῦτα κριμνώδη οὖρα ἢ διὰ σύντηξιν τῶν στερεῶν ἰσχυράν, ἢ δι’ ὑπερόπτησιν τοῦ αἵματος. ἀλλ’ εἰ μὲν λευκὰ εἴη, τῶν στερεῶν ὑπάρχει τὸ πάθος· εἰ δὲ ἐρυθρά, τοῦ αἵματος· καθώς φησιν Ἱπποκράτης· „Ἐν | |
5 | πυρετοῖς ὀξέσι οὖρον χολῶδες κριμνώδεις καὶ λευκὰς ἔχον ὑποστάσεις, πονηρόν.“ Καὶ ἄλλως· „Ἐν πυρετοῖς χρονί‐ ζουσιν, οὖρον κριμνώδη ὑπόστασιν ἔχον, ἄλλων τῶν σωτη‐ ρίων ἐόντων, τὴν ἀπόστασιν δηλοῖ.“ Ἄλλο· „Οὖρον ἐν πυ‐ ρετοῖς ἐναιώρημα κριμνῶδες ἔχον, χρονίαν νόσον σημαίνει.“ | |
10 | Καὶ περὶ μὲν τῶν ἁδρομερεστέρων ὑποστάσεων, τῶν ἐν τοῖς οὔροις γενομένων τε καὶ φαινομένων ἱκανὰ τὰ εἰ‐ ρημένα. | |
12 | ||
22t | Περὶ δυσωδῶν οὔρων. | |
22.1 | Τὸ δυσῶδες οὖρον διάφορα σημαίνει. Οὖρον κάκ‐ οσμον καὶ δακνῶδες ὑγρῶν σῆψιν σημαίνει. | |
22.2 | Καὶ πάλιν ἐν πυρετοῖς ὑδατῶδες καὶ λευκὸν οὖρον λευκοῖσιν ἐναιω‐ ρήμασι δυσῶδες, παρακοπὴν παύει. | |
22.3 | Καὶ ἄλλως τε οὖρον ἐν πυρετοῖσιν ὀξέσι παχύ, μέλαν, καὶ δυσῶδες οὐδὲν τῆς κύστεως ἐχούσης, θάνατον σημαίνει. | |
22.4 | Καὶ ἄλλως· οὖ‐ | |
ρον ὀδμὴν ἔχον βαρεῖαν σύντηξιν δηλοῖ. δηλοῖ δὲ καὶ σῆψιν καὶ νέκρωσιν τῆς φύσεως. Καὶ περὶ μὲν τῶν τοιούτων οὔρων ἱκανὰ τὰ εἰρημένα. | 281 | |
4 | ||
23t | Περὶ τῶν συμπλοκῶν τοῦ χύματος καὶ τοῦ παρυφισταμένου μετὰ τῶν ἐνδεχομένων χρωμάτων. | |
23.1 | Ἐπειδὴ δὲ τὰς ἔμπροσθεν συμπλοκὰς ἐποιήσαμεν τοῦ τε λεπτοῦ καὶ παχέος μετὰ τῶν χρωμάτων ἀρτίως, συμπλέξωμεν τὸ χύμα καὶ τὸ παρυφιστάμενον μετὰ τῶν ἐνδεχομένων χρωμάτων, καὶ τί σημαίνει τούτων ἕκαστον | |
5 | παραθῶμεν. | |
23.2 | Καὶ ἐπειδὴ τὸ παρυφιστάμενον τῇ οὐσίᾳ παχύ, δηλονότι ἢ ἀπὸ πέψεως ἐπαχύνθη, ἢ ἐκ περιουσίας παχέων καὶ ὠμῶν χυμῶν, λοιπὸν τοῦτο μετὰ λεπτῆς συ‐ στάσεως τὸ παρυφιστάμενον συνελθεῖν οὐ δύναται, πλέξω‐ | |
5 | μεν οὖν αὐτὸ τὸ παχὺ χύμα μετὰ ὑποστάσεως καὶ ὑπε‐ ρύθρου χρώματος καὶ ἐρυθροῦ. Ἐν γὰρ ταῖς συμπλοκαῖς ταύταις τὰ ἀπεψίαν δηλοῦντα χρώματα συνελθεῖν οὐ δύ‐ ναται. | |
23.3 | Ἀρξώμεθα οὖν τὴν συμπλοκὴν ποιεῖσθαι μετὰ τοῦ ὑπερύθρου καὶ ἐρυθροῦ χρώματος, ἐπειδὴ τὸ μὲν ἀπὸ ἰχωροειδοῦς αἵματος γίνεται, τὸ δὲ ἐκ τελείου. Χρὴ δὲ γι‐ νώσκειν ὅτι χρώματά τινα συμπλεκόμενα ἐν ταῖς συστά‐ | |
5 | σεσι τοῦ χύματος, ταῦτα καὶ ἐν ταῖς ὑποστάσεσιν· ἀλλ’ ἐν ταῖς ὑποστάσεσιν ἀνείμενα. | |
23.4 | Τί δηλοῖ τὸ παρυφιστά‐ μενον παχὺ ὑπέρυθρον μετὰ παχείας συστάσεως; αὕτη ἡ συμπλοκὴ συνίσταται, καθὼς καὶ ἀνωτέρω εἴρηται, καὶ δηλοῖ μῆκος νόσου. Εἰ δὲ εἴη τὸ οὖρον ὑπέρυθρον, καὶ ἡ ὑπό‐ | |
5 | στασις ὑπέρυθρός τε καὶ λεία, καὶ τὰ ἑξῆς. | |
23.5 | Τί δηλοῖ τὸ παρυφιστάμενον παχὺ καὶ ἐρυθρὸν μετὰ παχείας συ‐ στάσεως; Καὶ αὕτη ἡ συμπλοκὴ συνίσταται, καὶ δηλοῖ πλῆθος αἵματος διά τε τῆς συστάσεως καὶ τοῦ παρυφι‐ | |
5 | σταμένου. | |
23.6 | Τί δηλοῖ τὸ παχὺ μέλαν μετὰ παχείας συ‐ στάσεως; Καὶ αὕτη ἡ συμπλοκὴ συνίσταται, καὶ ὑπερόπτη‐ σιν κατά τε τὴν σύστασιν καὶ τὸ παρυφιστάμενον δηλοῖ· ὁμοίως δὲ καὶ μετὰ τῶν χρωμάτων τῶν ἐνδεχομένων συμ‐ | |
5 | πλακῆναι τῇ συστάσει, καὶ τῷ παρυφισταμένῳ τὰ αὐτὰ σημαινόμενα δηλώσουσιν ὑπερβολῆς καὶ ἐλλείψεως, πλὴν τῆς συμμετρίας ἀμφοτέρων τῆς τε συστάσεως καὶ τοῦ παρυ‐ | |
φισταμένου μετὰ τῶν κατὰ φύσιν χρωμάτων, ἢ ὡς μετὰ πυρροῦ ἢ ὑποπύρρου. Καὶ γὰρ τοῦτο δηλοῖ τὴν ἀρίστην | 282 | |
10 | πέψιν ἔν τε συστάσει καὶ παρυφισταμένῳ καὶ ἐν τῷ χρώ‐ ματι. | |
23.7 | Καὶ περὶ μὲν τῆς τῶν οὔρων διδασκαλίας κατά τε γένη καὶ εἴδη καὶ διαφορὰς καλῶς ἐκτεθήκαμεν. Εὐχα‐ ρίσωμεν οὖν Χριστῷ τῷ ἀληθινῷ θεῷ ἡμῶν, τῷ εὐοδώσαντι ἡμᾶς εἰς τὸν δρόμον τῆς αὐτῆς πραγματείας, καὶ ἀξιώ‐ | |
5 | σαντι ἡμᾶς καὶ ἀρχὴν καὶ τέλος ἐπιθεῖναι αὐτῇ εἰς διόρ‐ θωσιν τῶν ὁπωσοῦν ἐπιθυμούντων ἐκ πάσης προαιρέσεως | |
μανθάνειν. | 283 |