TLG 0728 001 :: THEOPHILUS Protospatharius, DAMASCIUS et STEPHANUS Atheniensis :: Commentarii in Hippocratis aphorismos THEOPHILUS Protospatharius, DAMASCIUS et STEPHANUS Atheniensis Med. Commentarii in Hippocratis aphorismos Citation: Volume — page — (line) | ||
2.236(1t) | ΘΕΟΦΙΛΟΥ ΠΡΩΤΟΣΠΑΘΑΡΙΟΥ | |
2t | ΚΑΙ ΔΑΜΑΣΚΙΟΥ | |
---|---|---|
3t | ΣΧΟΛΙΑ | |
4t | ΕΙΣ ΤΟΥΣ ΙΠΠΟΚΡΑΤΗΣ ΑΦΟΡΙΣΜΟΥΣ. | 236 |
2.238(1t) | Στεφάνου Ἀθηναίου προοίμιον. | |
1t | ||
2 | Σκοπός ἐστι τῷ συγγραφεῖ πάντα τὰ τῆς τέχνης ἡμῖν παρέχειν κεφάλαια καὶ φύσεως ἔργα. σκοπεῖ τοίνυν τὴν φύσιν, θεμέλιον ἔχουσαν τὰ στοιχεῖα, συναγομένην δὲ καὶ | |
5 | συνιζάνουσαν κράσεσι, μεριζομένην δὲ εἰς χυμοὺς, ἐλλαμ‐ πομένην δὲ δυνάμεσι, μόρια διαπλάττουσαν πρὸς τὴν τοῦ παντὸς σώματος ἐναρμόνιον σύνθεσιν, ἐκ διαφόρου χρείας τε καὶ ἐνεργείας ἕνεκεν. καὶ ταῦτα μὲν περὶ φύσεως πραγματεύεται. ἐπεὶ δὲ καὶ τὴν φύσιν τριμερὴς κακία | |
10 | πέφυκεν ἐπηρεάζειν τοῖς σώμασιν ἡμῶν, νοσήματα, συμ‐ πτώματα, αἴτια, τοῖς μὲν νοσήμασιν ἀμετρίᾳ λυμαινομέ‐ νοις τὰς ἐναντίας ἀντεισάγει ἀμετρίας, ὡς αὐτὸς προϊὼν λέγει, τὰ ἐναντία τῶν ἐναντίων ἰάματα. ἐνίσταται δὲ καὶ πρὸς τὰ συμπτώματα, παρηγορῶν τε καὶ καταπραΰνων | |
15 | τὸ θρασὺ τούτων καὶ ἀνήμερον ἢ καὶ ἰώμενος ὥσπερ αὐ‐ τὸς προϊὼν λέγει, νάρκη ὀλίγη ὀδύνης ληκτικὴ, ἀλλὰ καὶ τῶν αἰτϊῶν ἐκκόπτων τε καὶ ἀναστέλλων τὰς ἐπιδρομὰς πανταχόθεν, ἀκηλίδωτον τὴν σωτηρίαν ἐργάζεται, λόγῳ τε ἅμα καὶ πείρᾳ χρώμενος καθάπερ τισὶν ὅπλοις κατὰ τῶν | |
20 | παρὰ φύσιν ὁπλίζεται, τῷ λόγῳ τὴν μέθοδον ἐξευρίσκων, τῇ δὲ πείρᾳ ταύτην ἐκκαλούμενος ἢ καὶ τὸ βέβαιον πα‐ ρεγγυᾷ τοῦ λόγου. ἐπάνεισι δ’ οὖν καὶ ἐπὶ μετέωρα καὶ μείζονα. σκοπεῖ γὰρ ἀνέμων ἀλλαγὰς, ἀνέμων ἐμπνεύσεις, ὑδάτων διαφορὰς, ταῖς τῶν ἀστέρων ἐπιτολαῖς τε καὶ | |
25 | κρύψεσι ποικιλλόμενος. ταῦτα πάντα ὁ σκοπὸς τοῦ πα‐ ρόντος ἐπαγγέλλεται συγγράμματος. Χρησιμεύει δὲ καὶ τελείοις καὶ ἀτελέσιν, ὀψιμαθέσι καὶ ἐκ νηπίας ἡλικίας φοιτῶσιν, ὁδοιποροῦσι καὶ ἐν πόλεσι διατρίβουσιν, εὐ‐ φυέσι καὶ ἀφυέσι, προθύμοις τε καὶ ῥᾳθύμοις, τελείοις | |
30 | μὲν καὶ εὐφυέσι, τῶν προεγνωσμένων ἑαυτοὺς ἐν κεφα‐ λαίῳ ἀναμιμνήσκειν, ἀτελέσι δὲ καὶ ὁδοιποροῦσιν, ὅτι τὰ ἐν πολλοῖς καταλογάδην εἰρημένα, ταῦτα ἐν ὀλίγοις περικλείεται. | |
Ὅτι γνήσιον Ἱπποκράτους τὸ σύγγραμμα, ἐμαρτύ‐ | 238 | |
2.239 | ρησαν Ῥοῦφός τε καὶ Ῥουφῖνος, καὶ Σωρανὸς καὶ Πέλωψ καὶ Γαληνός· κατ’ αὐτούς ἐστι γνήσιον, ὥστε γνώμονι τούτῳ κεχρημένοι οἱ ἐξηγηταὶ τούτῳ τῶν ἄλλων συγ‐ γραμμάτων, εἴτε γνήσια εἶεν εἴτε νόθα, ἐποιήσαντο τὴν | |
5 | κρίσιν. οὐ μὴν ἀλλὰ καὶ τὸ εἶδος τῆς ἐπαγγελίας καὶ ἡ ἀγχίνοια τῶν λεγομένων καὶ τὸ ἡδὺ τῆς φράσεως τῆς Ἱπποκράτους μεγαλονοίας ἀποδεικνύει τὸ σύγγραμμα. Ζητείσθω δὲ καὶ ἡ αἰτία τῆς ἐπιγραφῆς. Ἰστέον οὖν ὅτι ἐκ τοῦ τρόπου τῆς διδασκαλίας τὴν ἐπιγραφὴν ἐποι‐ | |
10 | ήσατο, ἀφορισμοὺς τὸ βιβλίον ἐπιγράψας. Ἡ δὲ τάξις διττή ἐστιν, ἡ μὲν πρὸς τὴν φύσιν, ἡ δὲ πρὸς τὸν λόγον ἀποβλέπουσα. καὶ τῇ πρὸς τὴν φύσιν ἐξα‐ κολουθοῦντες τάξει, τὸ περὶ ἀνθρώπου φύσεως ἀναλεγόμεθα ἐν τοῖς Ἱπποκρατείοις· ἐκεῖσε γὰρ μανθάνομεν τὴν προσε‐ | |
15 | χῆ ὕλην τῆς γενέσεως καὶ τὴν σύμπηξιν τοῦ ἡμετέρου σώματος, καὶ ἐνταῦθα ἐν τρίτῃ τάξει ἀναγνωσθέντος τοῦ παρόντος βιβλίου. ἡ δὲ τοῦ λόγου τάξις πρότερον τοὺς ἀφορισμοὺς παρακελεύεται ἀναλέγεσθαι διὰ τὸ καθολι‐ κὸν καὶ κεφαλαιῶδες καὶ σύντομον τῶν ἐνταῦθα παραδι‐ | |
20 | δομένων. καλὸν τοῖς εἰσαγομένοις εἰς τὴν Ἱπποκρά‐ τους ἰατρικὴν πρὸ παντὸς τὸν ὅρον καὶ τὸν νόμον ἐκ‐ μανθάνειν. Ἕκτον ἐστὶ κεφάλαιον ἡ εἰς τὰ μόρια διαίρεσις. Ἰστέον ὅτι ὁ μὲν Σωρανὸς εἰς τρία τμήματα διεῖλε τοῦτο τὸ | |
25 | βιβλίον, ὁ δὲ Ῥοῦφος εἰς τέσσαρα, ὁ δὲ Γαληνὸς εἰς ἑπτὰ ᾧπερ καὶ πειθόμεθα. ἀνάγεται δὲ τὸ παρὸν σύγγραμμα οὐχ ὑπὸ ἓν μέρος τῆς Ἱπποκρατικῆς, ἀλλ’ ὑπὸ πάντα τὰ μέρη, ὥσπερ καὶ ἡ τέχνη Γαληνοῦ. ἐπειδὴ γὰρ περὶ πάντων τῶν μερῶν τῆς ἰατρικῆς ἐνταῦθα διαλέγεται, | |
30 | κεφάλαιον δὴ καὶ σύντομον διδασκαλίας ποιούμενος, εἰ‐ κότως καὶ ὑπὸ τὸ θεωρητικὸν καὶ ὑπὸ τὸ πρακτικὸν καὶ τὰ καθ’ ἕκαστον πάντα τὰ μόρια τῆς διαιρέσεως, ἅτινα ἐν εἰσαγωγαῖς μεμαθήκαμεν, τὸ παρὸν ἀναθήσεται σύγ‐ | |
γραμμα. | 239 | |
2.240 | Τρόπῳ δὲ διδασκαλικῷ κέχρηται ἀφοριστικῷ. Ὅπερ δῆλον γέγονε, τὴν αἰτίαν τῆς ἐπιγραφῆς ζητούντων ἡμῶν. ἕτε‐ ροι γὰρ παρὰ τοὺς Γαληνείους διδασκαλικοὶ τρόποι παρ’ αὐ‐ τῷ τρεῖς, ἀφοριστικὸς, ὑφηγηματικὸς καὶ μικτός. καὶ ἀφο‐ | |
5 | ριστικὸς μέν ἐστιν ἐν ὀλίγαις λέξεσι πολλὰ περικλείων ῥή‐ ματα, ὑφηγηματικὸς δέ ἐστιν ὁ κατὰ διέξοδον πλατικῶς τῶν νοουμένων διδασκαλίαν ποιούμενος, μικτὸς δὲ ὁ ἐξ ἀμφοῖν συγκείμενος καὶ μήτε ἄγαν ἐσταλμένος ὡς ὁ ἀφο‐ ριστικὸς, μήτε ἐν πλάτει διεξερχόμενος τὴν ἔννοιαν κα‐ | |
10 | θάπερ ὁ ὑφηγηματικός. Ἀφορισμὸς δέ ἐστι λόγος σύν‐ τομος, αὐτοτελῆ διάνοιαν ἀπαρτίζων. ἢ καὶ οὕτως· λόγος πενόμενος μὲν κατὰ τὴν τέχνην, πλουτῶν δὲ τοῖς ἐνθυμή‐ μασιν. εἴρηται δὲ ἀφορισμὸς διὰ τὸ καθ’ ἕκαστα περιο‐ ρίζεσθαι μὲν τὰ νοούμενα, ἀφορίζεσθαι δὲ καὶ ἀποδιΐ‐ | |
15 | στασθαι ἀπὸ τῶν πρὸ αὐτῶν καὶ ἀπὸ τῶν μετ’ αὐτά. | 240 |
2.244(13) | In codice Vindobonensi medico XLIX, membrana‐ ceo, pereleganti, saeculi XIV, anonymi auctoris in | |
15 | Aphorismos haec est praefatio: | |
15 | Οἱ πλεῖστοι τῶν παλαιοτέρων ἰατρῶν σποράδην ἐξεῦ‐ ρόν τινα τῆς ἰατρικῆς ἐκ κληδόνων ἢ τριόδων συνάγοντες καὶ ἀπὸ τύχης ἢ μαντείας ἢ κλήσεως δαιμόνων ἢ ἄλλων τινῶν τρόπων. Ἱπποκράτης δὲ ὁ τῶν Ἀσκληπιαδῶν, ταύ‐ | |
20 | την ὡς ἂν εἴποι τις πλαζομένην συνάξας καὶ τελείως ὑφάνας, πλήρη καὶ ἀρτίαν εἰργάσατο, κεφαλὴν ἐπιθεὶς καὶ οὐκ ἄν τις ἁμάρτοι λέγων, ὡς ὁ προνοητικὸς θεὸς ἐλέησε τὸ ἀνθρώπινον γένος, ἄλλ’ ἐπ’ ἀλλήλοις νόσοις ἀπολλύμενον, τὴν φύσιν σαρκώσας Ἱπποκράτην κατήγαγε | |
25 | πρὸς ἀρτίαν ταύτης παράδοσιν. ἴσως γὰρ καὶ τοῦτο αἰ‐ νίττεται κατὰ τὸ προοίμιον τῶν ἀφορισμῶν λέγων, ὡς ἐπειδὴ κατὰ τὴν πεῖραν ἡ ἰατρικὴ σχεδὸν ἀκατάληπτός ἐστιν· οὔτε γὰρ ὅτε βουλόμεθα, τοῖς πάθεσι τῶν ἀνθρώ‐ πων ἐντυγχάνουσιν οἱ ἰατροί· τύχῃ γὰρ καὶ τῷ σπανίῳ | |
30 | τῆς γενέσεως δουλεύει ταῦτα. ἔτι γε μὴν καὶ ἐπικίνδυνος τῷ ἐν σώματι ῥευστῷ μὲν διὰ τὴν ὕλην καὶ ἀβεβαίῳ, κε‐ κτημένῳ δὲ καὶ θεῖαν δύναμιν ψυχικὴν, γυμνάζεσθαι τὴν ἰατρικὴν τέχνην, καὶ οὐκ ἀψύχῳ καὶ ἀθύμῳ, καθάπερ τὰς ἄλλας τέχνας. πρὸς δὲ τούτοις καὶ τὰ πάθη ὑπὸ | |
35 | πολλῶν αἰτίων γεννᾶσθαί τε καὶ αὐξάνεσθαι, καὶ διὰ | |
τοῦτο δυσχεραίνειν τὴν πεῖραν, ἐν τῷ διακρίνειν τὸ ποιη‐ | 244 | |
2.245 | τικὸν αἴτιον. φέρε τῷ λόγῳ ψιλῷ χωρὶς ὑποκειμένης ὕλης ἀσωμάτως πᾶσαν περιλαβὼν ἐν ὀλίγῳ χρόνῳ δι‐ δάξω, καὶ διὰ τοῦτο καὶ ἐπιστημονικὸν λόγον ἔχειν ποι‐ ήσω, καὶ τὰς αἰτίας πάσας ὑποθήσομαι σὺν ταῖς διαγνώ‐ | |
5 | σεσι, πρὸς τῷ σε λοιπὸν τῇ πείρᾳ γυμνάζειν τὸν λόγον· ὅτε δ’ ἄν σοι κατὰ τύχην περιπέσῃ τι πάθος, ἐφαρμό‐ ζων τὸν λόγον καὶ γυμνάζων καὶ ἀληθῆ τοῦτον εὑρίσκων. Τὸ δὲ μέγιστον τοῦ ἀνδρὸς, ὅτι οἱ παρ’ αὐτοῦ λεγό‐ μενοι ἀφορισμοὶ οὐχ ἁρμόζουσι μόνῃ ἰατρικῇ, ἀλλὰ καὶ | |
10 | κοινῶς παντὶ τῷ βίῳ. νόμοι γάρ εἰσι καθολικοὶ, θεσπί‐ ζοντες καὶ κανονίζοντες τὰ γινόμενα, ὡς ὅταν λέγῃ, ἐν τοῖσι γυμναστικοῖσιν αἱ ἐπ’ ἄκρον εὐεξίαι σφαλεραὶ, καὶ πάλιν, τὸ πολὺ τῇ φύσει πολέμιον, καὶ, ὕπνος, ἀγρυπνίη, μᾶλλον γιγνόμενα τοῦ μετρίου, κακὸν, καθολικὸν δίδωσιν | |
15 | ἡμῖν κανόνα καὶ νόμον ἐπὶ παντὸς πράγματος, ὡς πᾶν μέτρον ἄριστον, καὶ πάλιν, τὰ μὴ καθαρὰ σώματα, ὁκό‐ σῳ ἂν θρέψῃς μᾶλλον βλάψεις, ὃ δύναται ἐπὶ ψυχὴν μεταφέρεσθαι. οὕτω γὰρ ὁ θεῖος Πλάτων ἔφη, τὰς μὴ καθαρὰς ψυχὰς, ὅσῳ ἂν παιδεύσῃς μᾶλλον βλάψεις. τῆς | |
20 | γὰρ ἀσωμάτου ψυχῆς ἀσώματος τροφὴ παίδευσις. καὶ ἐπὶ ἄλλων δὲ ἀφορισμῶν τὸ εἰρημένον κρίνων εὑρήσεις. ἔχουσι δὲ καὶ τὸ διωρισμένον καὶ τὸ συνεχὲς, ὃ καὶ αὐτὸ τελείας ἀρετῆς ἐστι σύμβολον. ὡς γὰρ ἐπὶ τῶν γραμ‐ μικῶν, καὶ ἐπ’ αὐτῶν εἰ οὕτως ἔτυχεν, ὁ πέμπτος τὸν | |
25 | τέταρτον σαφηνίζει, καὶ ὁ τέταρτος τὸν τρίτον καὶ ὁ τρί‐ τος τὸν δεύτερον καὶ ἐφεξῆς ὡσαύτως, καὶ προβαίνων σαφῶς τοῦτο ποιεῖται τὴν τάξιν φυλάττων τοῦ λόγου καὶ τὸ ἀκόλουθον τῆς αἰτίας ἐπὶ ἡλικιῶν ἢ ὡρῶν ἢ πα‐ θῶν καὶ τῶν παραπλησίων. | |
30 | — — — ΘΕΟΦΙΛΟΥ. Ἀφορισμός ἐστι λόγος σύντομος, αὐτοτελῆ διάνοιαν ἀπαρτίζων, ἢ λόγος κατὰ μὲν τὴν προ‐ φορὰν ἤτοι τὴν φράσιν πενόμενος, πλουτῶν δὲ τοῖς ἐν‐ θυμήμασιν. εἴρηται δὲ ἀφορισμὸς διὰ τὸ περιορίζε‐ | |
35 | σθαι ἐν αὐτῷ τὸ νόημα, ἀφορίζεσθαι δὲ καὶ ἀποδιΐστα‐ | 245 |
2.246 | σθαι ἀπό τε τῶν πρὸ αὐτοῦ καὶ τῶν μετ’ αὐτόν. Ἰστέον δὲ ὅτι δύο προοίμια ἔχει ἡ παροῦσα πραγματεία καὶ τὸ μὲν πρῶτόν ἐστιν ἀποφαντικὸν, ἤγουν κατὰ προ‐ τροπὴν καὶ ἀποτροπὴν, ὡς τὸ, βίος βραχὺς, ἡ δὲ τέχνη | |
5 | μακρὴ, ὁ δὲ καιρὸς ὀξύς· τὸ δὲ δεύτερον συμβουλευτικὸν, τὸ δεῖ δὲ οὐ μόνον ἑωϋτὸν παρέχειν τὰ δέοντα καὶ τὰ ἑξῆς. | |
7 | ||
8t | Ἀρχὴ σὺν θεῷ ἁγίῳ τοῦ πρώτου τμήματος. | |
8t | ||
9 | αʹ. Ὁ βίος βραχὺς, ἡ δὲ τέχνη μακρὴ, ὁ δὲ καιρὸς ὀξὺς, | |
10 | ἡ δὲ πεῖρα σφαλερὴ, ἡ δὲ κρίσις χαλεπή. — | |
10 | ΘΕΟΦ. Τὸ τοῦ βίου ὄνομα πολλαχῶς εἴρηται. λέ‐ γεται γὰρ βίος ὁ τόπος, καθό φαμεν ἀμφίβια ζῶα, ἃ καὶ ἐν τῇ χέρσῳ καὶ ἐν τῷ ὕδατι βιοῦν δυνατὸν, ὡς αἱ φῶκαι. βίος καὶ τὸ ἐπιτήδευμα, καθό φαμεν τόνδε | |
15 | τὸν ἄνθρωπον ἰατρικὸν βίον μετιέναι κἀκεῖνον φιλόσοφον. βίος καὶ ἡ ζεῦξις τοῦ γάμου, καθὸ λέγομεν, ὅτι βίον οὗ‐ τος ὁ ἄνθρωπος ἠγάγετο. βίος καὶ τὸ ἦθος τῆς ψυχῆς, καθό φαμεν σώφρονα βίον ἔχειν καὶ κόσμιον ἢ τὸ ἀνάπα‐ λιν ἀκόλαστον. λέγεται βίος καὶ ὁ χρόνος τῆς ζωῆς ἡμῶν. | |
20 | ἀμέλει γὰρ τὴν ἀπαναχώρησιν τῆς ψυχῆς ἀποβίωσιν προ‐ σαγορεύομεν. οὗτος οὖν ὁ βίος ὁ κατὰ τὸ πέμπτον ση‐ μαινόμενος βραχύς ἐστι καθ’ Ἱπποκράτην τῇ τέχνῃ παρα‐ βαλλόμενος, ἡ τέχνη δὲ μακρὰ, διότι ὁ βίος βραχὺς ἢ δι‐ ότι πολλά εἰσι τὰ οἰκεῖα αὐτῆς μέρη καὶ οὐδέποτε εἰς | |
25 | πέρας ἄγεται. εἰσὶ μὲν οὖν τὰ πρῶτα μέρη τῆς ἰατρικῆς δύο, τό τε θεωρητικὸν καὶ τὸ πρακτικόν. ἑκάτερον δὲ τού‐ των εἰς πλείονα διαιρεῖται. τὸ μὲν γὰρ θεωρητικὸν εἰς φυσιολογικὸν, αἰτιολογικὸν, σημειωτικόν· αὐτὸ δὲ τὸ φυ‐ σιολογικὸν, εἰς στοιχεῖα, κράσεις, χυμοὺς, μόρια, δυνά‐ | |
30 | μεις, ἐνεργείας. ταῦτα δὲ τὰ σκέλη, καθὼς ἀλλαχοῦ εἴρηται, διαιρεῖται εἰς πλείονα. τὸ δὲ αἰτιολογικὸν διαιρέσεως εἰς | |
προκαταρκτικὰ αἴτια, εἰς προηγούμενα καὶ εἰς συνεκτικά. | 246 | |
2.247 | τὸ δὲ σημειωτικὸν εἰς τὴν τοῦ παρόντος διάγνωσιν καὶ τῶν μελλόντων πρόγνωσιν καὶ τῶν παρεληλυθότων ἀνάμνησιν. πάλιν τὸ πρακτικὸν διαιρεῖται εἰς ὑγιεινὸν, θε‐ ραπευτικόν· τὸ δὲ θεραπευτικὸν εἰς διαιτητικὸν, φαρμα‐ | |
5 | κευτικὸν, χειρουργικόν· τὸ δὲ διαιτητικὸν εἰς γηροκομικὸν καὶ ἀναληπτικὸν καὶ προφυλακτικόν. καὶ ἁπλῶς πολλαὶ ζητήσεις περὶ τούτων. μακρὰ τοίνυν ἐστὶν ἡ τέχνη διὰ τὴν εὕρεσιν, διὰ τὴν μάθησιν, διὰ τὴν τελείωσιν τῶν μερῶν. πῶς γὰρ δύναται εἷς ἄνθρωπος καὶ εὑρεῖν πάντα καὶ μαθεῖν | |
10 | καὶ τελειῶσαι; καὶ μάρτυς αὐτὸς Ἱπποκράτης εἰπὼν, ὅτι τὸ τῆς ἰατρικῆς τέχνης μάθημα μέγα ἐστὶ καὶ πολὺ, οὐδὲ εἰς πέρας φέρομαι ταύτης, καίπερ γηραλέος καθεστηκώς. Τὸ μέντοι, καιρὸς ὀξὺς ἤτοι τῶν βοηθημάτων καὶ νοσημάτων, ἐπειδὴ παρατρέχει καὶ λανθάνει τὴν ἡμετέραν | |
15 | αἴσθησιν καὶ τῶν δυσχερῶν ἐστι τὸ διαγνωσθῆναι αὐτὸν, ὥστε κατὰ λόγον προσάγειν τὰ βοηθήματα. πολλάκις γάρ τις εἰσελθὼν εἰς τὸν ἄῤῥωστον, συνεῖδεν αὐτὸν λαβεῖν τόδε ἢ τόδε φάρμακον, ἐπειδὴ ἔδει καὶ εἰσελθὼν μετὰ δύο ὥρας οὐκ ἠδυνήθη αὐτὸ δοῦναι. ἄλλη γὰρ ὥρα γέγονεν. | |
20 | ἢ οὖν διὰ τοῦτο ἢ διὰ τὸ ῥευστὸν τῆς ὕλης ὀξύς ἐστιν ὁ καιρός; ἀδύνατον γὰρ τῷ αὐτῷ σώματι δὶς ὡσαύτως ἔχοντι περιτυχεῖν. πολλάκις γὰρ δεῖται τροφῆς ὁ ἄῤῥωστος καὶ μελλόντων δοῦναι, περὶ τὴν ἐπίδοσιν εἰσέβαλεν ὁ παρο‐ ξυσμὸς ἢ σύμπτωμά τι καὶ ἐκώλυσε θρέψαι. ἡ πεῖρα δὲ | |
25 | σφαλερὴ τουτέστιν ἡ ἀπόπειρα τῶν ὠφελούντων διὰ τὴν ἀξίαν τοῦ ὑποκειμένου ἤτοι τοῦ σώματος. οὐ γὰρ πλίνθοι καὶ πηλὸς καὶ ξύλα καὶ σκύτος καθάπερ ἄλλων τεχνῶν ἡ ὕλη τῆς ἰατρικῆς ἐστιν, ἐν οἷς ἄλυπόν ἐστι τὸ πειρᾶσθαι πολυειδῶς. ξύλον μὲν γὰρ ἢ σκύτος κακῶς μεταχειρι‐ | |
30 | ζόμενον, οὐδεὶς κίνδυνος. ἐν ἀνθρώπου δὲ σώματι πει‐ ρᾶσθαι τῶν ἀπειράτων, οὐκ ἀσφαλές ἐστιν, εἰς ὄλεθρον ὅλου τοῦ ζώου τῆς κακῆς πείρας τελευτώσης. ἄλλως τε ἡ πεῖρα σφαλερὴ διὰ τὸ τὴν κρίσιν εἶναι χαλεπήν. πάλιν δὲ ἡ κρίσις χαλεπὴ τουτέστιν ὁ λόγος διὰ τὸ δυσκατάλη‐ | |
35 | πτον. καὶ γὰρ μέχρι τοῦ νῦν ἀμφιβάλλουσιν οἱ φιλόσοφοι | 247 |
2.248 | περὶ τοῦ οὐρανοῦ εἴτε σῶμά ἐστιν, εἴτε ἀσώματον καὶ εἴτε πεπερασμένος εἴτε ἄπειρος. οὕτως οὖν καὶ ὁ τῆς ἰατρικῆς λόγος χαλεπὸς καὶ δυσθήρατος, ὡς δηλοῖ τὸ πλῆθος τῶν κατὰ τὴν ἰατρικὴν τέχνην αἱρέσεων. | |
5 | ΣΤΕΦΑΝΟΥ. Νῦν ἐπὶ τὴν ἐξέτασιν ἥκομεν τοῦ κει‐ μένου, συνθήκαις τισὶ πρότερον ἑαυτοὺς κατασφαλιζό‐ μενοι, ὥστε ἐπὶ ἑκάστου τῶν ἀφορισμῶν ἢ καὶ ἐπὶ τῶν πλείστων τέσσαρά τινα ζητεῖσθαι κεφάλαια, πρῶ‐ τον τὴν σαφήνειαν τῆς λέξεως, εἴπερ ταύτης τι δεό‐ | |
10 | μενος, δεύτερον τὴν διάνοιαν τοῦ ἀρχαίου, τρίτον τὸ χρήσιμον τῆς ἐννοίας, καὶ τέταρτον τὴν διάκρισιν τῶν ἀληθῶν καὶ ψευδῶν ἐξηγήσεων. ἐπὶ δὲ τοῖς συμφω‐ νηθεῖσιν ἀρξόμεθα τῆς λέξεως. Ἰστέον οὖν ὅτι προοι‐ μίῳ κεκόσμηται ὁ λόγος καὶ ἑνὶ καὶ δυσὶ, καὶ τὸ μὲν | |
15 | πρῶτον προοίμιον ἀποφαντικὸν εἶναι δοκεῖ, τὸ δὲ δεύτε‐ ρον συμβουλευτικόν. ἔχει δὲ ἑκάτερον οὕτως. Τὸ μὲν πρῶτον ὁ βίος βραχὺς, ἡ δὲ τέχνη μακρὴ, ὁ δὲ καιρὸς ὀξὺς καὶ τὰ ἑξῆς, τοῦτο ἀποφαντικόν· τὸ δὲ δεύτερον ἔχει οὕτως· δεῖ δὲ οὐ μόνον ἑαυτὸν παρέχειν τὰ δέοντα | |
20 | ποιέοντα καὶ τὰ ἑξῆς. τοῦτο δὲ συμβουλευτικόν. ἀλλ’ εἰ δοκεῖ ταῖς ὑποσχεθείσαις συνθήκαις ἀκολουθοῦντες, ἐπὶ τὴν σαφήνειαν πρῶτον τραπῶμεν τῶν λέξεων, καὶ ἀρκτέον ἀπὸ τοῦ πρώτου. Ἰστέον τοιγαροῦν ὅτι τὸ τοῦ βίου ὄνομα πολλὰ ση‐ | |
25 | μαίνει. λέγεται γὰρ βίος ὁ τόπος ἐν ᾧ τις διατρίβει. οὕτω γὰρ Σωκράτην μὲν ἀκαδημαϊκὸν βίον μετιέναι φα‐ μὲν, Πλάτωνα δὲ στωϊκόν· ἀλλὰ καὶ ἀμφίβια ζῶα κατὰ τοῦτο τὸ σημαινόμενον λέγομεν. λέγεται βίος καὶ τὸ ἐπι‐ τήδευμα ὅ τις μετέρχεται. οὕτω γοῦν φαμεν, τόνδε μὲν | |
30 | τὸν ἄνθρωπον ἰατρικὸν βίον μετϊέναι, τόνδε δὲ γραμματι‐ κόν. λέγεται βίος καὶ ἡ ἐνθένδε τῆς ψυχῆς μετανάστα‐ σις. οὕτω γὰρ τὸ ἀποβιῶσαί φαμεν καὶ τῷ τέλει τοῦ βίου χρήσασθαι. λέγεται βίος καὶ τὸ εἶδος τῆς ζωῆς καθὸ λέγομεν τόνδε σεμνὸν καὶ κόσμιον βίον ἑλέσθαι ἢ | |
35 | φιλόσοφον ἢ σώφρονα. λέγεται βίος καὶ ὁ χρόνος τῆς | |
ζωῆς καθό φαμεν τῶν ζώων τὰ μὲν μακρόβια, τὰ δὲ ὀλι‐ | 248 | |
2.249 | γόβια. λέγεται βίος καὶ ὁ .... ἀλλ’ οὐ πᾶς, ἀλλ’ ἐκεῖνος ἐν ᾧ ἐπιτηδείως πρὸς μάθησιν διακείμεθα. το‐ σαυταχῶς οὖν τοῦ βίου λεγομένου, ἢ κατὰ τοῦ τελευ‐ ταίου σημαινομένου, ἢ κατὰ τοῦ προτελευταίου ἐστὶν ὁ | |
5 | λόγος τῷ Ἱπποκράτει. βραχὺ δὲ εἶπε δηλονότι τὸ ὀλίγον. ἡ δὲ τέχνη μακρή. εἰ δὲ μακρή ἐστιν ἡ τέχνη καὶ σχεδὸν ἄπειρος, τριχῶς ἐστι παραστῆσαι ἐκ τῆς διαιρέσεως, ἐκ τῆς δοκιμασίας καὶ χρήσεως καὶ ἐκ τῆς τελειώσεως. καὶ ἔξεστιν ἀνα.... τῆς διαιρέσεως. διαιρεῖται γοῦν ἡ | |
10 | ἰατρικὴ et quae sequuntur. Ὁ καιρὸς ὀξύς. —Ταῦτα τῆς ὀξύτητος τοῦ και‐ ροῦ τὰ συμπτώματα. διὰ ταῦτα τοίνυν καὶ οἱ γραφεῖς ὀπισθόψιλον τὸν καιρὸν γράφειν εἰώθασι, μηδὲν ἕτερον διὰ τούτου ἐνδεικνύμενοι ἢ ὅτι παρωχηκότα τοῦτον ἀδύ‐ | |
15 | νατόν ἐστι κατόπιν λαμβανόμενον αὖθις ὀπίσω ἀγαγεῖν. — —πεῖραν λέγει τὴν διὰ χειρῶν τριβήν. — — Ἡ δὲ κρίσις χαλεπή. —κρίσιν λέγει τὸν λόγον, χα‐ λεπὸν δὲ τὸ δυσκατάληπτον, καὶ ἔτι τοῦτο οὐ πρός τι ὁμολογούμενον ὅτι χαλεπὸν εἰς κατάληψιν ὁ λόγος. | |
20 | πᾶσαι γοῦν αἱ τῶν ἀρχαίων βίβλοι καὶ μέχρι τοῦ πα‐ ρόντος διαφωνίας μεσταὶ τυγχάνουσιν. οἱ δὲ ἐμπειρικοὶ ἑτέραν ἐξήγησιν τούτου λέγουσιν ὅτι κρίσιν ὁ Ἱπποκρά‐ της ἐνταῦθα ὀνομάζει τὴν ἐπίκρισιν etc. Verbis satis dilucidatis addit: Λοιπὸν, εἰ δοκεῖ, | |
25 | ἐρευνήσωμεν καὶ τὴν ἔννοιαν τῶν λεγομένων. φησὶν ὁ Ἱπ‐ ποκράτης ὁ βίος βραχύς. καὶ ἴσως ἀπορήσει τις πρὸς αὐτὸν ὅτι πῶς, ὦ Ἱππόκρατες, τὸν βίον τῶν ἀνθρώπων βραχὺν ἀποφαίνῃ, καὶ μὴν ὁρῶμεν ὅτι μέχρις ἑκατὸν ἢ καὶ ἑκατὸν εἴκοσιν ἐνιαυτῶν διαρκεῖ τὸ ζῶον τοῦτο; εἰ | |
30 | δὲ καὶ πρὸς ἕτερα ζῶα τοῦτο παραβαλὼν ἔφης, ὁρῶμεν | 249 |
2.250 | ὅτι τινὰ τῶν ζώων μέχρις εἴκοσιν ἐτῶν ζῇ, τινὰ δὲ ὀλι‐ γοβϊώτερα τυγχάνει, ἔνια δὲ τούτων ἐφήμερον ἔχει τὴν ζωὴν ὡς τὰ ἐν Ἰορδάνῃ γινόμενα, ἅ φησιν ὁ Ἀριστοτέλης ἀνίσχοντος μὲν ἡλίου ἀναβιοῦν, θνήσκειν δὲ δύνοντος. | |
5 | τούτων οὖν πάντων μακροβϊωτέρας οὔσης τῆς τῶν ἀν‐ θρώπων ζωῆς, πῶς σὺ βραχὺν τὸν βίον αὐτῶν ἐκάλε‐ σας; etc. | |
7 | Δεῖ δὲ οὐ μοῦνον ἑωϋτὸν παρέχειν τὰ δέοντα ποιεῦντα, ἀλλὰ καὶ τοὺς παρεόντας, καὶ τὰ ἔξωθεν. — | |
9 | ||
10 | ΘΕΟΦ. Οὗτος συμβουλευτικός ἐστιν ὁ ἀφορισμός· φησὶ γὰρ, δεῖ τὸν ἰατρὸν μὴ μόνον ἑαυτὸν παρέχειν εἰς τὰ δέοντα ποιεῖν, τουτέστι κόσμιον εἶναι καὶ πρᾷον καὶ προσηνῆ καὶ εἰσιέναι πρὸς τὸν κάμνοντα κοσμίως καὶ κατὰ λόγον τὰς ἰατρείας ποιεῖν, ἀλλὰ καὶ τὸν νοσοῦντα | |
15 | ἔχειν πειθήνιον καὶ τοὺς ὑπηρετοῦντας ἐπιτηδείους πρός τε τὰς ἐρωτήσεις καὶ ἀποκρίσεις καὶ πρὸς τὸ μὴ ἀπαγγέλλειν τι θλιβερὸν τῷ κάμνοντι καὶ τὰ ἔξωθεν συμφωνοῦντα· ἔξωθεν δὲ ὀνομάζει τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος φύσιν καὶ τὰ κατὰ τὰς οἰκήσεις ἐνοχλοῦντα. | |
20 | εἰ γὰρ θέλῃ γενέσθαι ὑγεία, ταῦτα πάντα θέλουσιν εἶναι σύνδρομα. ΔΑΜΑΣΚΙΟΥ. Ἢ ὡς εἰ βούλεται ὁ ἰατρὸς καὶ τὸν ἀσθενοῦντα εὐκόλως θεραπεῦσαι καὶ τὴν τῶν παρ’ | |
ἐμοῦ λεγομένων ἀλήθειαν καθαμαθεῖν, μὴ μόνον αὐτὸς | 250 | |
2.251 | σπουδαζέτω τὰ πρέποντα ποιεῖν ἐπ’ αὐτῷ, ἀλλὰ καὶ τὸν νοσοῦντα αὐτὸν διδασκέτω τὰ προσήκοντα ποιεῖν καὶ τοὺς παρόντας καὶ διακονοῦντας αὐτῷ καὶ πρὸς τούτοις καὶ τὰ ἔξωθεν. τὸν μὲν οὖν νοσοῦντα ἀναγκαζέτω μήτε | |
5 | θυμοῦσθαι μήτε λυπεῖσθαι μήτε τι δι’ ἡδονὴν φίλον τῇ νόσῳ προσφέρειν, μήτε μὴν σκεπασμάτων ἢ τοιούτου τι‐ νὸς καταφρονεῖν· τοὺς δὲ παρόντας καὶ διακονοῦντας αὐτῷ παραγγέλλειν μήτ’ ἐνοχλεῖν τὸν πάσχοντα, μήτε παρὰ τὸν προσήκοντα τρέφειν καιρὸν μήτε κτύπους ποιεῖν ἐπ’ | |
10 | αὐτῷ, ὕπνους διακόπτοντας, μήτ’ ἄλλο τι τοιοῦτον. ταῦτα γὰρ πάντα σφόδρα πέφυκε τῇ ὑγείᾳ πολέμια. ἔξωθεν δὲ λέγει τάς τε οἰκίας, ἐν αἷς ὄντες τυγχάνουσιν οἱ πά‐ σχοντες, τὰς μὲν ψυχροτέρας τυχὸν οὔσας, τὰς δὲ θερμο‐ τέρας, καὶ τὰς τῶν ἀέρων κράσεις. εἰ γοῦν ἅπαντα ταῦτά | |
15 | φησι συντηρήσεις καὶ ἀκριβῶς φυλάξεις, οὔτ’ ἐμὲ ψευδό‐ μενόν τις οὐδὲν εὕρῃς καὶ τὸν ἀσθενοῦντα πάνυ θερα‐ πεύσεις ταχέως. Ἰστέον ὅτι τὸ παρὸν προοίμιον ὁ Ἱπ‐ ποκράτης εἰς δύο εἴδη λόγων ἔτεμε. μέχρι μὲν γὰρ τοῦ, ἡ δὲ κρίσις χαλεπὴ, ἀφοριστικὸς καὶ οἷον διδασκαλικὸς | |
20 | ὁ λόγος ἐστὶν, ἀπὸ δὲ τοῦ, δεῖ δὲ καὶ τὰ ἑξῆς συμβου‐ λευτικὸς μέχρι τοῦ καὶ τὰ ἔξωθεν. | |
22t | Ἐκ Στεφάνου. | |
23 | Τὸ δὲ τὰ δέοντα ποιέοντα δεῖται ζητήσεως. χρεὼν γὰρ εἰπεῖν τί δεῖ τὸν ἰατρὸν μεταστελλόμενον διαπράττεσθαι. ταῦ‐ | |
25 | τα τοίνυν, ὡς ἐν ἕκτῃ λέγεται ἐπιδημίᾳ, πολλά εἰσι καὶ διάφορα. πρῶτον μὲν γὰρ δεῖ αὐτὸν ἄνθρωπον ἀνεπίληπτον καὶ αἰδέσιμον εἶναι, τοὺς δὲ ὄνυχας μὴ ἄγαν ηὐξημένους ἔχειν, ἐκτὸς μέντοι τῶν χειρουργῶν. οὗτοι γὰρ χρείας αὐτῶν ἔχου‐ σιν ἐν ταῖς χειρουργίαις κεχρημένοι τούτοις δίκην σαρκο‐ | |
30 | λάβων. — —ἐπὶ δὲ τοῦ διαιτητικοῦ οὐ δέον ἐστὶν ηὐ‐ ξημένους εἶναι τοὺς ὄνυχας, πρῶτον μὲν ὅτι ῥύπος αὐτοῖς ἐγγίνεται, ὅπερ βδελυκτόν ἐστι. — — —κατὰ δὲ τὴν ἐσθῆτα οὐ δεῖ αὐτὸν ῥυπαροφόρον εἶναι, ἀλλ’ οὐδὲ μὴν ἐστιβασμένον, ὥστε σηρικά τινα ἀμφιέννυσθαι. — —καὶ | |
35 | μὴ θρασύν τινα καὶ αὐθάδη καὶ περίεργον εἶναι· τοῦτο | 251 |
2.252 | γὰρ σοβαρότητός ἐστι, μήτε οὖν κατηφῆ τε καὶ σκυθρω‐ πὸν, τοῦτο γὰρ δειλίας ἐστί. — —Ταῦτα γὰρ πάντα δεῖ ἀσκεῖν τὸν ἰατρὸν μᾶλλον μὲν ὡς ἄνθρωπον, ἧττον δὲ ὡς ἰατρόν. — — | |
5 | Δεῖ αὐτὸν ἐπίστασθαι, ὁπηνίκα δεῖ ἀνθηρῶς εἰσιέναι μετὰ φωνῆς καὶ φθέγματος τρανοτέρου, ὁπηνίκα δὲ μεθ’ ἡσυχίας, ἠρέμα καὶ πρᾳέως, καὶ αὐτῷ δὲ τῷ βήματι τοι‐ ῶσδε ἢ τοιῶσδε χρώμενος, ὅπερ πρὸς τὴν τῶν νοσημάτων ποιότητα μεθαρμόζεται. — | |
10 | Δεῖ δὲ αὐτὸν καὶ ἀπεριέργως ποιεῖσθαι τὰς περιόδους. οὐ γὰρ εἰκὸς πρὸς τὸν ἄῤῥωστον ἀνερχόμενον ἀποφαίνε‐ σθαι, τοῦτο τὸ σκεῦος τί ποιεῖ, οὐδὲ, μετάθες αὐτὸ ἐκεῖ, — —ἀλλὰ δεῖ σπεύδειν αὐτὸν περὶ τὴν διάγνωσιν καὶ τὴν θεραπείαν τοῦ νοσήματος. ἀλλὰ μὴν οὐδὲ πολλὰ | |
15 | αὐτὸν εἰσιέναι προσῆκεν, ἵνα μὴ δόξῃ προσκορής· — — δεῖ δέ σε καὶ τυραννικὸν εἶναι πρὸς τὰ νοσήματα καὶ μὴ προσώποις μηδὲ ἀξίᾳ καθυπείκειν τὴν τέχνην. —δεῖ δὲ πρὸς τούτοις καὶ τῶν αἰτίων πάντων ἀνιχνεύειν τὰς ἐφό‐ δους καὶ τὴν φύσιν, καὶ μάλιστα τῶν προκαταρκτικῶν. — | |
20 | —τοῦτο γάρ ἐστι τὸ, τὰ δέοντα ποιέοντα. ἔστι δὲ ἃ καὶ τὸν νοσέοντα χρὴ συνεισάγειν— — —πειθήνιον εἶναι— —οὕτως γάρ φησιν ὁ ἰατρὸς ἐν ἐπιδημίαις, ὅτι ἡ τέχνη διὰ τρία ἐστίν· ἔστι γὰρ ὁ ἰατρὸς, ἡ νόσος καὶ τὰ αἴτια. — — —παρόντας— —ὑπηρετοῦντας τῷ ἀῤῥώστῳ καὶ | |
25 | τοὺς ὁπωσοῦν ἄλλως ἢ διὰ φιλίαν ἢ διὰ συγγένειαν προ‐ σεδρεύοντας αὐτῷ ἐν τῇ νόσῳ. — —τεσσάρων γὰρ ὄντων τῶν θεραπευτικῶν σκοπῶν, τοῦ τε ἀπὸ τοῦ ποσοῦ καὶ τοῦ ἀπὸ τοῦ ποιοῦ καὶ τοῦ καιροῦ καὶ τοῦ τρόπου τῆς | |
χρήσεως, οἱ μὲν τρεῖς μάλιστα ὑπὸ τοῦ ἰατροῦ τυποῦνται, | 252 | |
2.253 | ὁ δὲ τρόπος τῆς χρήσεως ἐπίκοινός πως ἐστὶ καὶ ἐν τῷ ἰατρῷ καὶ ἐν τοῖς ἐξυπηρετοῦσι. — — | |
2 | βʹ. Ἐν τῇσι ταραχῇσι τῆς κοιλίης, καὶ τοῖσιν ἐμέτοισι τοῖσιν αὐτομάτως γιγνομένοισιν, ἢν μὲν οἷα δεῖ κα‐ | |
5 | θαίρεσθαι καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι· ἢν δὲ μὴ, τοὐναντίον. — | |
6 | ΘΕΟΦ. Περὶ κενώσεως φυσικῆς καὶ τεχνικῆς διαλα‐ βεῖν προθέμενος ἠναγκάσθη ὑπὸ τῆς ἀκολουθίας τοῦ λό‐ γου τῆς γαστρὸς μνημονεῦσαι. ἄλλως τε ἀπὸ γαστρὸς νῦν | |
10 | ἤρξατο, τουτέστιν ἀπὸ τῆς σιτοδόχου κοιλίας, ὅτι καὶ πρῶτον ἡ τῆς τροφῆς πέψις ἐν τούτῳ τῷ μορίῳ γίνεται. διαφέρει δὲ κάθαρσις κενώσεως, ὅτι ἡ μὲν τῆς κατὰ ποιότητα βλάβης ἀπαλλαγὴ, κάθαρσις ὀνομάζεται, κένωσις δὲ ἡ τῆς κατὰ ποσότητα. ἐνταῦθα οὖν περὶ | |
15 | τῆς κατὰ ποιότητα καὶ φυσικῆς κενώσεως ὁ λόγος ἐστὶ τῷ Ἱπποκράτει. τὸ γὰρ οἷα ποιότητός ἐστι σημαντικόν. ἀλλὰ καὶ τὸ καθαίρεσθαι ἐπὶ τῆς κατὰ ποιότητα εἴρηται κενώσεως. πάλιν τὸ αὐτομάτως ἐπὶ τῆς φυσικῆς εἴρηται κενώσεως, οὐ μέντοι ἐπὶ τῆς τεχνικῆς. ἐὰν οὖν ἐπὶ ταῖς | |
20 | ταραχαῖς τῆς κοιλίας ἤτοι ταῖς δι’ αὐτῆς γινομέναις | 253 |
2.254 | ἐκκρίσεσι καὶ τοῖς αὐτομάτως γινομένοις ἐμέτοις, οἷα χρὴ καθαίρεσθαι, καθαίρωνται, τουτέστι τὰ λυποῦντα κατὰ ποιότητα, συμφέρει· εὐφοροῦσι γὰρ οἱ κάμνοντες, ἐλευθε‐ ρούμενοι τῆς κακοχυμίας. εἰ μέντοι ἄλλων τινῶν χυμῶν | |
5 | κάθαρσις γένηται καὶ μὴ τῶν λυπούντων, τοὐναντίον. οὔτε γὰρ συμφέρει, ἀλλὰ καὶ μᾶλλον δυσφοροῦσιν οἱ κάμνοντες. πρὸς δὲ τοὺς λέγοντας ὅτι διὰ τί τὴν φυσικὴν κάθαρσιν προέταξε τῆς τεχνικῆς, φαμὲν, ὅτι ἡ τέχνη τὴν φύσιν μιμεῖται, ἀλλ’ οὐχ ἡ φύσις τὴν τέχνην. | |
9 | ||
10 | Οὕτω δὲ καὶ ἡ κενεαγγηΐη, ἢν μὲν οἵη δεῖ γίνεσθαι, γίνη‐ ται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι· ἢν δὲ μὴ, τοὐ‐ ναντίον. — | |
12 | ΘΕΟΦ. Περὶ τῆς φυσικῆς κενώσεως πρότερον διέλαβε, νῦν καὶ περὶ τῆς τεχνικῆς διαλαμβάνει. [ὁ γὰρ | |
15 | Ἱπποκράτης ἅπασαν κένωσιν ὀνομάζει κεναγγείαν ἀπὸ τοῦ συμβεβηκότος, ἐπειδὴ κενὰ τὰ ἀγγεῖα συμβαίνει γίνεσθαι κατὰ πάσας τὰς κενώσεις.] Καί φησιν, οὕτω καὶ κενεαγ‐ γείη, τουτέστι κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ τεχνικὴ κένωσις τῇ φυσικῇ. κενεαγγεία μὲν οὖν ἐστιν ἡ κένω‐ | |
20 | σις τῶν ἀγγείων τῶν περιεχόντων τοὺς χυμούς. ταῦτά εἰσι δὲ τά τε ἀρτηριώδη καὶ φλεβώδη ἀγγεῖα. ἐὰν οὖν ἐπὶ τῆς τεχνικῆς κενώσεως, καθάπερ καὶ ἐπὶ τῆς φυσι‐ κῆς εἴρητο, οἷα δεῖ γίγνεσθαι, γίγνωνται τουτέστιν οἷα δεῖ κενοῦσθαι, κενοῦνται, ξυμφέρει τῷ παντὶ σώματι. | |
25 | εὐφοροῦσι γὰρ οἱ νοσηλευόμενοι. ἢν δὲ μὴ, τοὐναντίον, οἷον εἰ χολώδης ὑπόκειται ὕλη πλεονεκτοῦσα, κενωθῇ | |
δὲ προνοίᾳ τοῦ ἰατροῦ, συμφέρει καὶ εὐφόρως ὁ κά‐ | 254 | |
2.255 | μνων φέρει. εἰ δὲ χολῆς πλεοναζούσης κενωθῇ φλέγμα προνοίᾳ τοῦ ἰατροῦ, τοὐναντίον οὔτε συμφέρει, ἀλλὰ καὶ μᾶλλον ὁ κάμνων δυσφορεῖ. ὅτι δὲ περὶ τῆς τεχνικῆς κε‐ νώσεως τῷ Ἱπποκράτει ὁ λόγος νῦν, δῆλον ἐκ τοῦ εἰπεῖν, | |
5 | οἷα δεῖ γίγνεσθαι, γίγνωνται. | |
5 | Ἐπιβλέπειν οὖν δεῖ καὶ χώρην, καὶ ὥρην, καὶ ἡλικίην, καὶ νούσους ἐν ᾗσι δεῖ, ἢ οὔ. — | |
7 | ΘΕΟΦ. Εἰ γὰρ ταῦτα πάντα διορίσοιτό τις, βεβαιό‐ τερον ἐπὶ τὴν τοῦ χυμοῦ κένωσιν ἀφίξοιτο τοῦ λυποῦν‐ | |
10 | τος οἷον εἰ οὕτως ἔτυχεν ἐν τῷ σώματι ξανθῆς χολῆς πλεονεκτούσης γνωρίσματα, συνεπιβλέβειν αὐτῇ δεήσει καὶ εἰ ἡ ὥρα θερινὴ καὶ ὁ κάμνων ἀκμάζων καὶ εἰ τὸ χωρίον θερμόν. οὕτω δὲ καὶ ἐπὶ τοῦ φλέγματος, εἰ χειμὼν εἴη καὶ τὸ χωρίον ψυχρὸν, εἰ πρεσβύτης ὁ ἄνθρωπος, ἀλλὰ | |
15 | καὶ πρὸς τούτοις αὐτὸ τῆς νόσου τὸ εἶδος, οἷον ὅτι τρι‐ | |
ταῖος ὑπὸ χολῆς ξανθῆς ἐπικρατούσης γίνεται, τεταρταῖος | 255 | |
2.256 | δὲ ὑπὸ μελαίνης, ἀμφημερινὸς δὲ ὑπὸ φλέγματος. ἐὰν οὖν ταῦτα πρεπόντως περισκέψοιτό τις, ἀκριβῶς πρὸς τὴν κένωσιν ἀφίξοιτο. τὸ δὲ ἐν ᾗσι δεῖ ἢ οὔ τοιοῦτόν ἐστιν, ἐν αἷς προσήκει ἢ μὴ προσήκει τοιοῦδε ἢ τοιοῦδε χυμοῦ | |
5 | ποιεῖσθαι τὴν κένωσιν. Ἰστέον δὲ ὅτι Ἱπποκράτης κατὰ παλαιὸν ἔθος τὴν νόσον ἐνταῦθα κατὰ πάντων λέγει του‐ τέστι αἰτίων, συμπτωμάτων καὶ νόσων. ΔΑΜ. Ὃ λέγει, τοιοῦτόν ἐστιν, ὅτι ὅταν ταραχὴ καὶ κίνησις γένηται ἢ τῆς γαστρὸς ἢ δι’ ἐμέτου αὐτόματος | |
10 | τουτέστιν ὑπὸ τῆς φύσεως κινηθεῖσα καὶ μὴ ὑπὸ ἰατρι‐ κῆς τινος τέχνης, εἰ μὲν γένηται ἡ κένωσις, οἵα δεῖ καὶ πρέπει, ἢ ὡς εἰ ἐκεῖνος δηλονότι ὁ χυμὸς κενωθῇ, ὃς ἔτυχε πλεονάζων ἐν τῷ κενοῦντι σώματι, ἤως εἰ ὁ ὑπὸ θέρμης καὶ ξηρότητος πάσχων ξανθὴν κενώσει χολὴν, καὶ ὁ ὑπὸ | |
15 | ψυχρότητος φλέγμα, καὶ ὁμοίως ἐπὶ τοῖς ἄλλοις ἡ κένω‐ | |
σις ἀκόλουθος γίνοιτο, ὠφελεῖ τε καὶ εὐκόλως τὴν κένω‐ | 256 | |
2.257 | σιν ὑπομένουσιν οἱ κενοῦντες. εἰ δὲ γένηται τοὐναντίον καὶ ὁ μὲν ὑπὸ ξηρότητος πάσχων καὶ θέρμης φλέγμα κε‐ νώσῃ τυχὸν, ὁ δ’ αὖ ὑπὸ ψυχρότητος ἐνοχλούμενος ξαν‐ θὴν κενώσῃ χολὴν καὶ ἐπὶ τοῖς ἄλλοις ὁμοίως μὴ ἀκό‐ | |
5 | λουθος τοῖς νοσήμασιν ἡ κενώσις γίνοιτο, οὔτε ὠφελεῖ καὶ δυσκόλως ὑπομένουσιν οἱ κενοῦντες. καὶ ταῦτα μὲν περὶ τῆς φυσικῆς κενώσεως. ἔπειτά φησιν, ὅτι κατὰ τὸν αὐτὸν τρόπον γίνεται καὶ ἡ κενεαγγείη ἤως ἡ κένωσις τῶν ἀγγείων τουτέστιν ἡ ὑπὸ ἰατρικῆς τέχνης καὶ μὴ φυ‐ | |
10 | σικὴ κένωσις. τὸ μὲν γὰρ ἥμισυ τοῦ παρόντος ἀφορισμοῦ περὶ τῆς φυσικῆς ἡμᾶς ἐδίδαξε καθάρσεως, τὸ δ’ αὖ ἕτε‐ ρον ἥμισυ περὶ τῆς τεχνικῆς διαλέγεται. διὰ τοῦτο ἐκεῖ μὲν καθαίρεσθαι καὶ καθαίρωνται εἶπεν, ἐν τούτῳ δὲ, γίγνεσθαι καὶ γίγνοιτο, δηλῶν ὅτι περὶ πράξεως καὶ | |
15 | ἐνεργείας ἰατρικῆς διδάσκει· ὥσπερ γοῦν φησιν ἐν τῇ φυ‐ σικῇ κενώσει, εἰ μὲν τὰ πρέποντα καθάρῃ ἡ φύσις καὶ τὰ πλεονάζοντα καὶ ἐνοχλοῦντα, ὠφελεῖ· εἰ δὲ μὴ, τοὐ‐ ναντίον, οὕτω καὶ ἐπὶ τῆς ἰατρικῆς καθάρσεως, εἰ τὰ ἐνο‐ χλοῦντα τῷ σώματι καθάρῃ ὁ ἰατρὸς, συμφέρει· εἰ δὲ μὴ, | |
20 | τὰ βλάπτοντα οὔτε ὠφελεῖ, ἀλλὰ καὶ βλάβην ποιεῖ. κε‐ νεαγγίαν δὲ τὴν κένωσιν ὠνόμασεν ἀπὸ τοῦ συμβαίνοντος· συμβαίνει γὰρ κενουμένων τῶν χυμῶν, τὰ ἐν οἷς ἦσαν ἀγγεῖα κενὰ γίνεσθαι, ἔπειτά φησιν συμβουλευτικῷ σχή‐ ματι, ὅτι πρέπει τὸν ἰατρὸν ἐπιτηρεῖν καὶ ἐπισκέπτεσθαι | |
25 | καὶ τὸν καιρὸν, καθ’ ὃν ἐργάζεσθαι μέλλει τὴν κάθαρσιν, ἐὰν μὲν ξανθὴν μέλλῃ καθαίρειν χολὴν, εἶναι καὶ τὸν καιρὸν θερινὸν, καὶ πρὸς τῷ καιρῷ καὶ τὸν τόπον, καὶ τὴν ἡλικίαν ἐπισκέπτεσθαι τοῦ καθαιρομένου· δεῖ γὰρ ἐπὶ τοῦ τὴν ξανθὴν κενοῦντος χολὴν καὶ τὸν καιρὸν θερινὸν | |
30 | εἶναι καὶ τὸν τόπον θερμὸν καὶ τὴν ἡλικίαν ἀκμάζουσαν καὶ νέαν· ἐπὶ δὲ τοῦ φλέγμα κενοῦντος τό τε χωρίον εἶ‐ ναι ψυχρὸν καὶ τἄλλα ἀκόλουθα. καὶ πρὸς τούτοις φησὶν, ὁρᾷν δεῖ καὶ τὰς νόσους, οἵα κάθαρσις ἑκάστῃ προσήκει, καὶ εἰ τριταῖος μὲν ὁ πάσχων, ξανθὴν καθαίρειν χολὴν, | |
35 | εἰ δὲ τεταρταῖος, μέλαιναν, εἰ δὲ ἀμφημερινὸς, φλέγμα. καὶ ἔτι ὁ ὑπὸ τοῦ καρκίνου μὲν πάσχων πάθους, μέλαι‐ ναν· ὃν δὴ πάλιν ἐρυσίπελας ἐνοχλεῖ, τοῦτον ξανθὴν κενοῦν | |
παρασκευάζειν χολὴν καὶ ἐπὶ τοῖς ἑξῆς ἀκολούθως νοσήμασι. | 257 | |
2.258 | τοῦτο γὰρ βούλεται τῷ Ἱπποκράτει τὸ, κατὰ νούσους ἐν ᾗσι δεῖ ἢ οὔ προσθεῖναι. | |
2 | γʹ. Ἐν τοῖσι γυμναστικοῖσι αἱ ἐπ’ ἄκρον εὐεξίαι σφαλε‐ ραὶ, ἢν ἐν τῷ ἐσχάτῳ ἔωσι· οὐ γὰρ δύνανται μένειν ἐν | |
5 | τὠϋτέῳ, οὐδὲ ἀτρεμέειν. ἐπεὶ δὲ οὐκ ἀτρεμέουσιν, οὐδέ τι δύνανται ἐπὶ τὸ βέλτιον ἐπιδιδόναι, λείπεται οὖν ἐπὶ τὸ χεῖρον. τουτέων οὖν εἵνεκεν τὴν εὐεξίην λύ‐ ειν ξυμφέρει μὴ βραδέως, ἵνα πάλιν ἀρχὴν ἀναθρέψιος λάβῃ τὸ σῶμα. — | |
9 | ||
10 | ΘΕΟΦ. Περὶ τῆς κατὰ ποιότητα κενώσεως διαλε‐ χθεὶς Ἱπποκράτης νῦν καὶ περὶ τῆς κατὰ ποσότητα δια‐ λέγεται καί φησιν ἐν τοῖσι γυμναστικοῖσι καὶ τὰ ἑξῆς. γυμναστὰς καλεῖ τοὺς ἀθλητὰς, εὐεξίαν δὲ τὴν πολυ‐ σαρκίαν, ἄκρον δὲ τὸ ἔσχατον. ἐν μὲν οὖν τοῖς γυμναστι‐ | |
15 | κοῖς αὕτη ἡ εἰς ἄκρον εὐεξία χαλεπή ἐστι, διότι δυν‐ άμεις οὐκ ἠρεμοῦσιν αἱ φυσικαὶ, ὡς αὐτός φησιν Ἱππο‐ κράτης· ἡ γὰρ στάσις αὐτῶν θάνατος. ἐπεὶ οὖν οὐκ ἠρε‐ μοῦσιν, ἀνάγκῃ γίνεται χυλοποίησις, ἐξαιμάτωσις, ἀνάδο‐ σις. ποῦ δὲ ἔχει γενέσθαι, πρόσθεσις οὐκ ἔστι· ὅπου δὲ | |
20 | οὐ πρόσθεσις, οὐδὲ πρόσφυσις· ὅπου δὲ οὐ πρόσφυσις, οὐδὲ ἐξομοίωσις. τί οὖν ὑπολείπεται; ἐπὶ τὸ χεῖρον αὐτὰς ἐπιδιδόναι τῇ πλεονεξίᾳ τοῦ αἵματος καταβλαπτο‐ μένας. τούτων οὖν ἕνεκεν τὴν εὐεξίαν λύειν χρὴ διὰ φλεβοτομίας, ἵνα πάλιν ἀρχὴν ἀναθρέψιος λαμβά‐ | |
25 | νῃ τὸ σῶμα, μὴ βραδέως δὲ, διὰ τὸ μὴ καταλυθῆναι τὰς δυνάμεις τῇ πλεονεξίᾳ τοῦ αἵματος καταβλα‐ πτομένας ἢ διὰ τὸ μὴ ἔσεσθαι τὰ ἐπὶ τῇ πλεονεξίᾳ τοῦ αἵματος γινόμενα πάθη, οἷον πλευρῖτιν, συνάγχην ἤ τι τῶν τοιούτων. ἐπὶ τῶν γυμναστικῶν δὲ κακίζει | |
30 | τὴν πολυσαρκίαν διὰ τὸ σφριγᾷν ἐν αὐτῇ τὰς δυνάμεις. | 258 |
2.259 | Μηδὲ τὰς ξυμπτώσιας ἐς τὸ ἔσχατον ἄγειν· σφαλερὸν γάρ· ἀλλὰ ὁκοίη ἂν ἡ φύσις ἔῃ τοῦ μέλλοντος ὑπομέ‐ νειν, ἐς τοῦτο ἄγειν. ὡσαύτως δὲ καὶ αἱ κενώσιες αἱ ἐς τὸ ἔσχατον ἄγουσαι, σφαλεραί. — | |
4 | ||
5 | ΘΕΟΦ. Ἐνταῦθα περὶ μέτρου τῆς κατὰ ποσότητα κε‐ νώσεως διαλέγεται καί φησι, μὴ εἰς ἔσχατον ἄγειν τὴν κατὰ ποσότητα κένωσιν. ὥσπερ γὰρ ἡ ἄμετρος εὐεξία οἶδε καταλύειν τὴν δύναμιν τῷ βαρύνειν καὶ καταπνίγειν αὐτὴν, οὕτω καὶ ἡ ἄμετρος κένωσις τῷ διαλύειν καὶ δια‐ | |
10 | φθείρειν. αὕτη δὲ ἡ κατὰ ποσότητα κένωσις ὁρισμὸν ἐχέ‐ τω ἐκ τῆς τοῦ κάμνοντος δυνάμεως, καὶ μὴν καὶ ἐκ τῶν λοιπῶν συστοίχων, οἷον ὥρας καὶ χώρας καὶ ἡλικίας καὶ τῶν λοιπῶν. ἀπὸ δὲ τῆς συμπτώσεως τῶν ἀγγείων ἐδήλωσε τὴν κένωσιν. καὶ γὰρ κενούμενον τὸ περιεχό‐ | |
15 | μενον ἐν ἀγγείοις καὶ ἐξογκοῦν αὐτὰ, τὸ τῆς συμπτώσεως ἕπεται πάθος. | |
16 | Καὶ πάλιν αἱ ἀναθρέψιες αἱ ἐν τῷ ἐσχάτῳ ἐοῦσαι, σφαλεραί. — | |
18 | ΘΕΟΦ. Οὗτος ἀνεξήγητος παρά τινων σοφῶν παρα‐ | |
20 | λέλειπται ὁ ἀφορισμὸς διὰ τὸ δοκεῖσθαι αὐτὸν ταυτολογίαν εἶναι. οὔκ ἔστι δὲ οὕτως. ἀλλ’ ἐπειδὴ ὁ Ἱπποκράτης περὶ ποσοῦ ὕλης διαλεγόμενος παραδείγματι ἐχρήσατο τῇ εὐ‐ εξίᾳ καὶ ταύτην ἔλυσεν ἤγουν ἐθεράπευσε διὰ φλεβοτο‐ μίας, νῦν μετὰ τὸ παράδειγμα ἑαυτὸν ἀνάγει ἐπὶ τὰ κα‐ | |
25 | θόλου λέγων, ὅτι οὐκ ἐπὶ εὐεξίας μόνον λέγεται τοῦτο, | |
ἀλλ’ ὁτεδήποτε εἰ παραλάβῃς κένωσιν, μὴ εἰς τὸ ἔσχατον | 259 | |
2.260 | αὐτὴν ποιήσῃς μήτε μὴν τὴν ἀνάθρεψιν, ἐπεὶ οὐδὲν ἄμε‐ τρον ἐπαινετόν. ΔΑΜ. Βουλόμενος ὁ Ἱπποκράτης ἐνδείξασθαι καθ’ ὅλον τὸν λόγον, ὅτι οὔτε κένωσιν ὑπερβολικὴν ἐν τῷ σώ‐ | |
5 | ματι ἐργάζεσθαι δεῖ, οὔτε πλήρωσιν, τοὺς γυμναστὰς ὥσπερ παράδειγμα τίθησιν, οἱονεὶ λέγων, εἰ εἰς τοὺς ἀγωνιστὰς καὶ κοπιῶντας οὐ συμφέρει ἡ πολυσαρκία, πολ‐ λῷ μᾶλλον τοὺς ἡσυχάζοντας. φησὶ γοῦν ὅτι σφαλεραὶ καὶ ἐπικίνδυνοί εἰσιν ἐν τοῖς ἀγωνιζομένοις αἱ εἰς ἄκρον εὐ‐ | |
10 | εξίαι ἤως αἱ ὑπερβολικαὶ εὐσαρκίαι, ἐὰν ὑπάρχωσιν ἐν τῷ ἐσχάτῳ· ἤως ἐὰν καὶ μέχρι τέλους ὑπάρχωσιν ἐν τῇ αὐτῇ εὐσαρκίᾳ καὶ μὴ γένηται κένωσις τοῦ πλεονάζοντος. ἔπειτα ἐπιφέρει καὶ τὴν αἰτίαν, δι’ ἣν σφαλεραί εἰσιν αἱ πολυσαρκίαι, εἰπὼν, οὐ γὰρ δύνανται μένειν ἐν τῷ αὐ‐ | |
15 | τέῳ, οὐδὲ ἀτρεμέειν ἤως ἐπειδὴ ἡ φύσις οὐδέποτε παύει, ἀλλὰ εἴποτε τήν τε πέψιν καὶ τὴν ἀνάδοσιν καὶ τὴν ἐξ‐ αιμάτωσιν καὶ τοιαῦτα ἐργάζεται, χρεία ἐστὶν αὐτῇ καὶ ἀγγείων κενῶν πρὸς ἀπόθεσιν τῶν τοιούτων χυμῶν καὶ τοῦ σώματος αὔξησιν. ἐπειδὰν δὲ μήτε προστεθῆναί τι | |
20 | τοῖς στερεοῖς τοῦ σώματος ἐγχωρῇ, μήτ’ ἢν φλέβες ἔτι χώραν ἔχωσιν ὑποδέχεσθαι τὴν ἀναδιδομένην τροφὴν, ἀνάγκη κινδυνεῦσαι τὸ σῶμα, ἢ σχισθέντος τῶν ἀγγείων τινὸς ἢ σβεσθέντος τοῦ ἐμφύτου θερμοῦ ἢ τοιοῦτό τι πα‐ θόντος τοῦ σώματος. καὶ διὰ τοῦτο οὐ δύνανται αὐξάνειν | |
25 | ἐπὶ τὸ βέλτιον, ἀλλ’ ἐπὶ τὸ χεῖρον καὶ ἐπικίνδυνον. ἕνε‐ κεν οὖν τούτων φησὶν, συμφέρον ἐστὶ λύειν τὴν εὐεξίαν διὰ κενώσεως πλὴν μὴ βραδέως, ἀλλὰ συντόμως, ἵνα μὴ ὁ κίνδυνος προφθάσῃ τὴν κάθαρσιν καὶ ἵνα τοὐν‐ τεῦθεν ἀρχὴν ἑτέρας ἀνατροφῆς αὖθις τὸ σῶμα λαμβάνῃ. | |
30 | ἔπειτά φησιν, ἐργαζόμενος τὴν τοῦ τοιούτου σώματος κέ‐ νωσιν, μὴ ἄξῃς τὰς ξυμπτώσιας ἢ τὰς κενώσεις εἰς τὸ ἔσχατον ἤγουν εἰς ὑπερβολήν. σφαλερὸν γὰρ καὶ ἐπικίν‐ δυνόν ἐστι καὶ τοῦτο. ἀλλὰ μέχρι τούτου δεῖ ἄγειν τὰς κε‐ νώσεις, μέχρις οὗ δύναται ἡ δύναμις τῆς φύσεως τοῦ κε‐ | |
35 | νοῦντος ὑπομένειν αὐτάς. ἄλλα γὰρ ἄλλως τῶν σωμάτων δέχονται τὰς κενώσεις, τὰ μὲν ἐπὶ πλεῖστον, τὰ δὲ ἐπ’ | |
ὀλίγον. χρὴ οὖν ἑκάστῳ προσφέρειν τὴν κατὰ δύναμιν | 260 | |
2.261 | κένωσιν. ἔπειτα ἐπιφέρει τὴν αἰτίαν, δι’ ἣν αἱ ὑπερβολι‐ καὶ κενώσεις εἰσὶ σφαλεραὶ, εἰπὼν, καὶ πάλιν αἱ ἀναλή‐ ψιες αἱ ἐν τῷ ἐσχάτῳ ἐοῦσαι, σφαλεραὶ, μονονουχὶ λέγων, ὅτι διὰ τοῦτο αἱ ὑπερβολικαὶ κενώσεις εἰσὶ χαλεπαὶ, διό‐ | |
5 | τι αἱ μετ’ αὐτὰς ἀνατροφαὶ τοῦ σώματος σφαλεραὶ, ἀσθενοῦς γενομένης τῆς φύσεως ὑπὸ τῆς ἄκρας κενώ‐ σεως καὶ οἷον εἰπεῖν, νεκρωθείσης καὶ μὴ δυναμένης πέψαι τὰς προσφερομένας αὐτῇ τροφὰς πρὸς ἀνάκτησιν. | |
8 | δʹ. Αἱ λεπταὶ καὶ ἀκριβέες δίαιται, καὶ ἐν τοῖσι μακροῖ‐ | |
10 | σιν αἰεὶ πάθεσι, καὶ ἐν τοῖσιν ὀξέσι, οὗ μὴ ἐνδέχεται, σφαλεραί. — | |
11 | ΘΕΟΦ. Ὁ παρὼν ἀφορισμὸς διαιτητικός ἐστι καὶ κατὰ τάξιν εἴρηται. ἀπέριττον γὰρ Ἱπποκράτης ἐργασάμενος τὸ σῶμα καὶ ἐλευθερώσας αὐτὸ τῆς κατὰ ποιότητα καὶ πο‐ | |
15 | σότητα κακοχυμίας καὶ βλάβης, ἐπὶ τὴν δίαιταν ἐχώ‐ ρησε διὰ τὸ τὰ μὴ καθαρὰ τῶν σωμάτων ὁκόσον ἂν θρέψαις, μᾶλλον βλάψεις. εἶτά φησιν, βλαβερὰ ἡ ἀκριβὴς καὶ λεπτὴ δίαιτα ἤτοι ἡ ἀσιτία ἐν τοῖς μακροῖς πάθεσι. καὶ ἡ αἰτία. οὔτε γὰρ ἀπαλλάττεται τὸ νό‐ | |
20 | σημα, ἀλλὰ καὶ ἡ δύναμις ἀποκνήσασα ἀσθενὴς γίνε‐ ται καὶ θάνατος ἐπακολουθεῖ. ἀλλὰ μὴν καὶ ἐν τοῖς ὀξέσι νοσήμασιν, οὗ μὴ ἐπιδέχεται, βλαβερά ἐστιν ἡ ἀσι‐ τία. τὰ δὲ ὀξέα ἢ ὁμωνύμως ὀξέα εἴρηνται τὰ μέχρι τῆς τεσσαρεσκαιδεκάτης ἀφικνούμενα ἡμέρας, ἢ ἁπλῶς ὀξέα | |
25 | τὰ μέχρι τῆς ἑβδόμης ἢ ἐννάτης, ἢ κατοξέα τὰ ἕως τῆς τετάρτης. ἐπὶ μὲν οὖν τῶν ὁμωνύμως ὀξέων καὶ τῶν ἁπλῶς ὀξέων σφαλεραὶ αἱ λεπταὶ καὶ ἀκριβεῖς δίαιται τουτέστιν αἱ ἀσιτίαι, διὰ τὸ ἀδύνατον μένειν τὸν κάμνον‐ τα ἀσιτοῦντα τοσοῦτον χρόνον. ἐπὶ δὲ τῶν κατοξέων οὐ | |
30 | σφαλεραὶ διὰ τὸ ὀλίγον τῶν ἡμερῶν. τὸ δὲ οὗ μὴ ἐπιδέ‐ χεται τοιοῦτόν ἐστιν, ἐφ’ ὧν μὴ ἁρμόζει, καὶ ἐπὶ ποίων | |
ἁρμόζει ἢ οὐχ ἁρμόζει, εἴρηται. Ἰστέον δὲ ὅτι πολλάκις | 261 | |
2.262 | καὶ τὸ μελίκρατον καὶ ὀλίγος χυλὸς τῆς πτισάνης ἀσιτίαι λέγονται, ὡς ἐγγὺς ὄντα τῆς κυρίως ἀσιτίας. | |
2 | Αἱ ἐς τὸ ἔσχατον λεπτότητος ἀπιγμέναι δίαιται, χαλε‐ παί. καὶ πάλιν αἱ πληρώσιες αἱ ἐς τὸ ἔσχατον ἀπιγ‐ | |
5 | μέναι, χαλεπαί. — | |
5 | ΘΕΟΦ. Καὶ ἐνταῦθα διαβάλλει τὴν ἄκρως λεπτὴν δίαιταν ἤτοι τὴν ἀσιτίαν καὶ τὴν ὑπερπλήρωσιν ἤτοι τὴν ἁδράν. ἑκατέρα γὰρ ξενισμὸν ποιεῖ τῇ φύσει ἐν ἀμετρίᾳ θεω‐ ρουμένη. Ἰστέον δὲ ὅτι αἱ γενικαὶ διαφοραὶ τῆς διαίτης | |
10 | δύο εἰσὶ, λεπτὴ καὶ ἁδρά· ἀλλ’ ἡ μὲν λεπτὴ ἢ ἐσχάτως ἐστὶ λεπτὴ, ὡς ἀσιτία, ἢ λεπτοτάτη, ὅπερ ἐστὶ μελί‐ κρατον, ἢ λεπτὴ, οἷον πτισάνης χυλός. ἡ δὲ ἁδρὰ ἢ ἁδρά ἐστιν ὡς ὅλη ἡ πτισάνη, ἢ ἁδροτέρα ὡς ἰχθύες ἢ ὠὰ, ἢ ἁδροτάτη ὡς κρέας. ἔστι δὲ μέση τούτων, ὡς ἄρτος πλυ‐ | |
15 | τὸς ἢ ἴτριον. ΔΑΜ. Ἐν τούτῳ τῷ ἀφορισμῷ περὶ τῆς τῶν νο‐ σούντων διαίτης ἡμᾶς ὁ Ἱπποκράτης διδάσκει καί φη‐ σιν, ὅτι ἐν μὲν τοῖς μακροῖς καὶ πολυημέροις ἀῤῥω‐ στήμασι καὶ μὴ μέχρι τῆς ἑξηκοστῆς κρινομένοις οὐ | |
20 | πρέπει χρῆσθαι λεπταῖς διαίταις οὐδόλως· σφαλερὸν γὰρ τοῦτο· ἀλλὰ χρὴ βοηθεῖν τῇ φύσει διὰ τροφῆς τινος, ἵνα μὴ, τελέως ἀποκαμούσης, κίνδυνός τις συμβῇ. ἐν δὲ τοῖς ὀξέσι νοσήμασιν ἤως τοῖς ἐν ὀλίγαις ἡμέραις κρινομένοις, οὐδ’ ἐν αὐτοῖς πᾶσι συμφέρει ἡ λεπτὴ δίαιτα, ἀλλά εἰσι | |
25 | καὶ ἐν τούτοις νοσήματα, ἐν οἷς οὐκ ἐπιδέχεται λεπτῶς τρέφειν. | |
26 | εʹ. Ἐν τῇσι λεπτῇσι διαίτῃσι ἁμαρτάνουσι οἱ νοσέοντες, διὸ μᾶλλον βλάπτονται. πᾶν γὰρ ὃ ἂν γίνηται, μᾶλλον γίνεται ἢ ἐν τῇσιν ὀλίγον ἁδροτέρῃσι διαίτῃσι. διὰ τοῦ‐ | |
30 | το καὶ τοῖσι ὑγιαίνουσι σφαλεραὶ αἱ πάνυ ἀκριβέες καὶ λεπταὶ, καὶ καθεστηκυῖαι δίαιται, ὅτι τὰ ἁμαρτανόμενα | |
χαλεπώτερον φέρουσι. διὰ τοῦτο οὖν αἱ λεπταὶ καὶ | 262 | |
2.263 | ἀκριβέες δίαιται, σφαλεραὶ ἐς τὰ πλεῖστα τῶν σμικρὸν ἁδροτέρων. — | |
2 | ΘΕΟΦ. Ἔτι καὶ νῦν διαβάλλει τὴν λεπτὴν δίαι‐ ταν Ἱπποκράτης λέγων ἐν τῇσι λεπτῇσι διαίτῃσι ἁμαρ‐ | |
5 | τάνουσιν οἱ νοσέοντες καὶ τὰ ἑξῆς. ἐν ταῖς λεπταῖς διαί‐ ταις ἁμαρτάνουσιν οἱ νοσοῦντες ἀπολιγωροῦντες ἐκ τῆς ἀσιτίας καὶ μὴ λαμβάνοντες λεπτὴν δίαιταν, ἀλλὰ τὴν ἐμπίπτουσαν τουτέστι κἂν ἄρτον ξηρὸν κἂν κρέας καὶ διὰ τοῦτο μᾶλλον βλάπτονται. εἴτε γὰρ δήποτε | |
10 | γένηται ἁμάρτημα, χαλεπώτερον γίνεται ἐν ταῖς λε‐ πταῖς ἢ ἐν ταῖς ὀλίγον ἁδροτέραις διαίταις, διὰ τὸ τῷ ξενισμῷ τῆς τοιαύτης τροφῆς τὴν φύσιν ταράττεσθαι. διὰ τοῦτο οὖν αἱ ἐσχάτως λεπταὶ δίαιται χαλεπαί. ὅτι δὲ χαλεπαί εἰσι, δείκνυται καὶ ἐκ τῶν ὑγιαινόντων. εἰ | |
15 | γὰρ ἐπ’ ἐκείνων, ὡς φησὶν Ἱπποκράτης, κακαί εἰσι διὰ τὸ τὰ ἁμαρτανόμενα χαλεπώτερον φέρειν, πολλῷ μᾶλλον, ἐφ’ ὧν αἱ δυνάμεις ἀσθενοῦσι. διὰ ταῦτα τοίνυν πάντα αἱ ἐσχάτως λεπταὶ δίαιται χαλεπαὶ εἰς τὰ πλεῖστα τῶν σμικρὸν ἁδροτέρων. τὸ ἐς τὰ πλεῖστα πρόσκειται. ἐπί | |
20 | τινων γὰρ δεῖ χρήσασθαι αὐτῇ ἐπὶ τῶν κατοξέων, ἐὰν | 263 |
2.264 | μηδὲν κωλύῃ τουτέστιν ἐὰν μὴ ἡ δύναμις ἀσθενῇ ἢ τὸ στόμα τῆς γαστρὸς ταχέως ἐκχολοῦται. ΔΑΜ. Ὃ λέγει, τοιοῦτόν ἐστιν, ὅτι ἐν ταῖς λεπταῖς διαίταις καὶ τροφαῖς ἁμαρτάνουσι καὶ σφάλλουσιν οἱ | |
5 | ἀσθενεῖς. διὰ τοῦτο καὶ περισσότερον βλάπτονται. εὕροις γὰρ ἂν πολλοὺς τῶν νοσούντων κρυφίως τρεφομένους τῶν ἰατρῶν, ὅταν ἐκεῖνοι ἀκριβεῖ τινι καὶ λεπτῇ τούτους δι‐ αίτῃ θεραπεύωσιν. οὗτοι γοῦν περισσότερον βλάπτονται ἢ ἐὰν μὴ διῃτῶντο λεπτῶς, διότι καὶ ἡ δύναμις ἀσθενὴς | |
10 | ὑπὸ τῆς ἐξαίφνης εἰσαγομένης τροφῆς γίνεται καὶ τῆς ἀσυνήθους μεταβολῆς. πᾶν γὰρ σφάλμα ὃ ἂν γένηται ἐν τοῖς νοσοῦσι τοῖς λάθρα τῶν ἰατρῶν τρεφομένοις, μεγα‐ λώτερον, φησὶ, γίνεται ἢ εἰ ἁδροτέρως καὶ τραχυτέρως ἐτρέφοντο, οἷον ἐπὶ παραδείγματος, ἐὰν τοῦ ἰατροῦ προ‐ | |
15 | στάξαντος μελίκρατον καὶ πτισάνης χυλὸν, ἰχθύας τυχὸν καὶ ὠὰ προσφέρει ὁ ἀσθενὴς, σφόδρα βλάπτεται ὁ τοι‐ οῦτος διὰ τὴν ἄκραν ἐναλλαγὴν τῶν τροφῶν. ἐὰν δὲ, ἰχθύας τοῦ ἰατροῦ προστάξαντος εὐχύμους, ὁ ἀσθενὴς δυ‐ σχύμους προσφέρει, οὐ μεγάλα βλάπτεται. μικρὰ γὰρ ἡ | |
20 | ἐναλλαγή. ἔπειτα καὶ περὶ τῶν ὑγιαινόντων φησὶν, ὅτι καὶ τοὺς ὑγιαίνοντας βλάπτει ἡ λεπτὴ καὶ ἀκριβὴς τροφὴ, οὐχ ὅτι ἐπικίνδυνος ἡ λεπτὴ δίαιτα, ἀλλ’ ὅτι φησὶν τὰ ἁμαρτανόμενα χαλεπώτερα φέρουσι καὶ ὑπομένουσιν, ὥστε διὰ πάντων φανερὸν, ὅτι ἐπικίνδυνοί εἰσιν αἱ λεπταὶ δί‐ | |
25 | αιται περισσοτέρως τῶν ὀλίγον τραχυτέρων καὶ ἰσχυροτέ‐ ρων τροφῶν. | |
26 | ϛʹ. Ἐς δὲ τὰ ἔσχατα νουσήματα αἱ ἔσχαται θεραπεῖαι ἐς ἀκριβείην κράτισται. — | |
28 | ΘΕΟΦ. Ἔσχατα νοσήματά εἰσι τὰ κατόξεα, ὧν οὐκ ἔστιν | |
30 | ἐπινοῆσαι ὀξυτέραν κίνησιν. ἔσχαται δὲ θεραπεῖαι ἤγουν δίαιται, αἱ ἀσιτίαι. κράτισται μὲν οὖν εἰσιν αὗται ἐπὶ τῶν κατοξέων νοσημάτων, ἀλλ’ ἐς ἀκριβίην. διὰ τούτου δὲ ἐνδείκνυται ὅτι κἂν τὸ νόσημα ἀπαιτῇ, ἕτερον δέ τι κωλύῃ, ζητῆσαι δεῖ τὸ κατεπεῖγον καὶ οὕτως ἢ ἀσιτίαν | |
35 | παραλαβεῖν ἢ τροφήν. | 264 |
2.265 | ΔΑΜ. Ἔσχατα νοσήματα ὀνομάζει ὁ Ἱπποκράτης τὰ μέγιστα, μεθ’ ἃ οὐκ ἔστιν ἄλλα, ἤως τὰ κατόξεα. κελεύει γοῦν ὅτι ἐν αὐτοῖς τοῖς κατοξέσι νοσήμασιν ὑπάρχουσιν ὠφέλιμοι αἱ ἔσχαται θεραπεῖαι, ἤως αἱ λεπταὶ καὶ ἀκρι‐ | |
5 | βεῖς δίαιται. ΣΤΕΦ. Ἔσχατα μὲν καλεῖ νοσήματα τὰ κατόξεα ὧν οὐκ ἔστιν ἐπινοῆσαι ὀξυτέραν ἐν νόσῳ κίνησιν, εἰ μή τι ἄρα τὸν ἐφημερινὸν, ἐσχάτην δὲ θεραπείαν, τὴν λεπτο‐ τάτην δίαιταν τουτέστι τὴν ἀσιτίαν. αὐτίκα γὰρ ἡ ἀσι‐ | |
10 | τία κρατίστη ἐστὶν ἐπὶ τῶν κατοξέων, εἰ μὴ ἀσθενὴς ὑπό‐ κειται ἡ δύναμις ἢ στόμα τῆς γαστρὸς ἐκχολούμενον, κατὰ τὰ ἀνωτέρω εἰρημένα. | |
12 | ζʹ. Ὅκου μὲν οὖν κάτοξυ τὸ νούσημα, αὐτίκα καὶ τοὺς ἐσχάτους πόνους ἔχει, καὶ τῇ ἐσχάτως λεπτοτάτῃ διαί‐ | |
15 | τῃ ἀναγκαῖον χρέεσθαι. ὅκου δὲ μὴ, ἀλλ’ ἐνδέχεται ἁδροτέρως διαιτᾷν, τοσοῦτον ὑποκαταβαίνειν, ὁκόσον ἂν ἡ νοῦσος μαλθακωτέρη τῶν ἐσχάτων ἔῃ. — | |
17 | ΘΕΟΦ. Κάτοξυ νόσημα καλεῖ τὸ ἐν τέτρασιν ἡμέραις πε‐ ριοριζόμενον, ἐσχάτους δὲ πόνους τὰ μέγιστα συμπτώματα, | |
20 | οἷον ἀγρυπνίας, συγκοπὰς, τὸ δὲ αὐτίκα τὴν χρονικὴν ἀρχὴν τὴν ἐν τρισὶν ἡμέραις θεωρουμένην. ἐφ’ οἷς οὖν ἐστι κάτοξυ νόσημα, ἐπὶ τούτων μέχρι τριῶν ἡμερῶν οἱ ἔσχατοι πόνοι γίνονται. καὶ ἐκ τούτων ἡ διάγνωσις δη‐ λοῦται. δεῖ οὖν ἐπὶ τούτων τῇ ἐσχάτως λεπτοτάτῃ δι‐ | |
25 | αίτῃ χρήσασθαι. ἐντὸς γὰρ τῶν τεσσάρων ἡμερῶν ἀπαλ‐ λάττεται τὸ νόσημα, καὶ ὁ κάμνων δύναται τὰς τέσσαρας ἡμέρας παντελῆ ἀσιτίαν διαγαγεῖν ἢ διότι οὗτος ὁ χρόνος ὅλος ἀκμή ἐστιν. ἐφ’ οἷς δὲ οὐκ ἔστι κάτοξυ τὸ νόσημα, ἀλλ’ ἐνδέχεται ἁδρῶς διαιτᾷν, τοσοῦτον φησὶ | |
30 | ὑποκαταβαίνειν τοῦ λεπτοῦ τῆς διαίτης, ὅσον καὶ ἡ νό‐ σος ἀπολείπεται τῶν ἐσχάτων, τουτέστι τῆς ἀκμῆς ἢ | |
τῶν ὀξέων. | 265 | |
2.266 | ΔΑΜ. Φησὶν ἐν τῷ παρόντι ἀφορισμῷ, ὅτι τὸ νόσημα τὸ κάτοξυ ἤως ἐντὸς τῆς πρώτης τετράδος κρινόμενον αὐτίκα ἔχει καὶ τοὺς μεγάλους πόνους. πόνους δὲ ὀνο‐ μάζει ἢ τοὺς παροξυσμοὺς ἢ ἁπλῶς ἅπαντα τὰ συμπτώ‐ | |
5 | ματα, ἅπερ ἔχει τὸ κάτοξυ νόσημα κατὰ τὰς πρώτας εὐ‐ θὺς τῆς ἀσθενείας ἡμέρας. συμπίπτει γὰρ εὐθὺς ἡ ἀκμὴ, ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἢ ἡ μεγίστη τοῦ νοσήματος ἀνάγκη. ἐπεὶ γοῦν εὐθὺς ἔχει τοὺς ἐσχάτους πόνους, δεῖ χρῆσθαι ἐπ’ αὐτῷ καὶ τῇ ἐσχάτῃ λεπτοτάτῃ διαίτῃ. οὐ χρὴ γὰρ | |
10 | ὅταν ἡ φύσις παλαίῃ πρὸς τὸ νόσημα καὶ ὅλη πρὸς τὴν πέψιν ἀγωνίζηται τούτου, παρασχεῖν αὐτῇ καὶ τροφῆς ὕλην, ἵνα μὴ πρὸς τὴν τῶν ἄρτι ληφθέντων βρωμάτων πέψιν ἐνασχοληθεῖσα νικηθῇ ὑπὸ τοῦ νοσήματος κἀντεῦ‐ θεν οὐ μικρός τις συμβῇ κίνδυνος, ἀλλ’ ἐᾷν αὐτὴν ἀγω‐ | |
15 | νίζεσθαι πρὸς μόνον τὸ νόσημα. ὅπου δὲ μὴ ὑπάρχει τὸ νόσημα κάτοξυ, ἁδροτέρως ἐνδέχεται τρέφειν, πλὴν οὐκ εἰς ὑπερβολὴν, ἀλλὰ τοσοῦτον ὑποκαταβαίνειν ἤως τρα‐ χυτέραν ἐργάζεσθαι τὴν τροφὴν, ὁπόσον καὶ ἡ νόσος μαλ‐ θακωτέρα ἤγουν ἀσθενεστέρα καὶ μὴ ὀξεῖα γίνεται. ἀλλ’ | |
20 | ἐπὶ πλείσταις κρίνεται ταῖς ἡμέραις, ὡς καὶ ἀνωτέρω προείρηκεν. | |
21 | ηʹ. θʹ. Ὁκόταν δὲ ἀκμάζῃ τὸ νούσημα, τότε καὶ τῇ λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι. ξυντεκμαίρεσθαι δὲ χρὴ καὶ τὸν νοσέοντα, εἰ ἐξαρκέσει τῇ διαίτῃ πρὸς | |
25 | τὴν ἀκμὴν τῆς νούσου, καὶ πότερον ἐκεῖνος ἀπαυδήσει πρότερος, καὶ οὐκ ἐξαρκέσει τῇ διαίτῃ, ἢ ἡ νοῦσος πρό‐ τερον ἀπαυδήσει, καὶ ἀμβλυνεῖται. — | |
27 | ΘΕΟΦ. Ἐνταῦθα περὶ τῶν καιρῶν τῶν νοση‐ μάτων Ἱπποκράτης διαλέγεται καί φησιν ὁκόταν | |
30 | ἀκμάζῃ τὸ νόσημα καὶ τὰ ἑξῆς. καιροὶ δέ εἰσι τῶν νοσημάτων τέσσαρες, ἀρχὴ, ἀνάβασις, ἀκμὴ καὶ παρακ‐ μή. ἐν μὲν οὖν τῇ ἀρχῇ καὶ τῇ ἀναβάσει ἁδροτέρᾳ δι‐ αίτῃ κελεύει χρῆσθαι, ἐν δὲ τῇ ἀκμῇ λεπτοτάτῃ, οὐ πα‐ χυτάτῃ, ἐπειδὴ τὰ σιτία ὑπὸ δυνάμεως πέττεσθαι πεφύ‐ | |
35 | κασιν. ἐὰν οὖν ἐν τῇ ἀκμῇ, ὅτε ἡ φύσις ἀγωνίζεται πρὸς | 266 |
2.267 | τὸ νόσημα, παράσχῃς ἁδροτέραν τροφὴν, περιφρονεῖ τοῦ νοσήματος, φέρεται δὲ πρὸς τὴν πέψιν τῆς τροφῆς καὶ διὰ τοῦτο ταλαιπωρεῖται. εἰ δὲ πάλιν τῆς τροφῆς κατα‐ φρονήσει ἀγωνιζομένη κατὰ τοῦ νοσήματος, ἀπεπτουμένη | |
5 | ἡ τροφὴ σύνεργος γίνεται τοῦ νοσήματος. τὸ ξυντεκμαί‐ ρεσθαι δὲ χρὴ καὶ τὰ ἑξῆς τοιαύτην ἔχει τὴν ἔννοιαν, παραμετρεῖν δεῖ τὴν δύναμιν τῷ νοσήματι. καὶ εἰ μὲν ταύτην πρὸς τὸ εἶδος τοῦ νοσήματος εὕροις αὐταρκοῦσαν ἐπολίγον, λεπτῶς διαίτησον· εἰ δὲ τὸ ἀνάπαλιν, τὸ μὲν | |
10 | νόσημα ἐπὶ πολὺ ἐξαρκοῦν, τὴν δὲ δύναμιν ἀπολήγουσαν, ἁδροτέρως διαιτᾷν διὰ τὸ δυνηθῆναι τὴν δύναμιν ἀν‐ ταγωνίσασθαι κατὰ τοῦ νοσήματος. ΔΑΜ. Ἐπειδὴ πρότερον περὶ χρονίων νοσημάτων εἶπε, καὶ ἁδροτέρᾳ τροφῇ ἐν αὐτοῖς ἐδίδαξε χρῆσθαι, ἵνα | |
15 | μὴ ὑπολάβῃς ὅτι διόλου ἐπὶ τῶν τοιούτων χρονίων νοση‐ μάτων ἁδρῶς χρὴ τρέφειν, ἐπήγαγεν, ὅτι καὶ ἐν τοῖς τοι‐ ούτοις νοσήμασιν, ὅταν ἀκμάζωσιν ἤως ἐν τῇ ἀκμῇ εἰσι καὶ ἐν τῇ κρισίμῳ ἡμέρᾳ, τότε καὶ ἐν αὐτοῖς λεπτοτέρως χρὴ τρέφειν, ἵνα ἡ κρίσις τοῦ νοσήματος εὐκόλως γέ‐ | |
20 | νηται καὶ μὴ, τῆς φύσεως εἰς τὰς τροφὰς ἐνασχοληθείσης, τὸ νόσημα χώραν εὕρῃ καὶ κίνδυνον προξενήσῃ. πρὸ δὲ τῆς ἀκμῆς, φησὶν, χρὴ συμμετρεῖν τὴν τοῦ πάσχοντος δύνα‐ μιν πρὸς τὴν τοῦ νοσήματος δύναμιν καὶ προβλέπειν, τίς ἄρα ἀπαυδήσει καὶ ἀπαγορεύσει πρότερον ὁ πάσχων ἢ | |
25 | τὸ νόσημα, καὶ εἰ μὲν εὑρήσεις τὸ νόσημα ἰσχυρότερον γενησόμενον, βοηθεῖν τῇ φύσει διὰ τροφῆς· εἰ δὲ εὑρήσεις τὴν δύναμιν τοῦ πάσχοντος ἰσχυροτέραν τῆς ἀσθενείας, καὶ τότε λεπτῶς διαιτᾷν. | |
28 | ιʹ. Ὁκόσοισι μὲν οὖν αὐτίκα ἡ ἀκμὴ, αὐτίκα λεπτῶς | |
30 | διαιτᾷν· ὁκόσοισι δὲ ἐς ὕστερον ἡ ἀκμὴ, ἐς ἐκεῖνο καὶ πρὸ ἐκείνου, σμικρὸν ἀφαιρετέον· ἔμπροσθεν δὲ πι‐ οτέρως διαιτᾷν, ὡς ἂν ἐξαρκέσῃ ὁ νοσέων. — | |
32 | ΘΕΟΦ. Ἔτι περὶ τοῦ καιροῦ διαλέγεται καί φησιν, | |
ὅτι δεῖ σκοπεῖν, ἐφ’ ὧν μέν ἐστιν εὐθέως ἡ ἀκμὴ, καὶ | 267 | |
2.268 | λεπτῶς διαιτᾷν διὰ τὸ ταράττεσθαι τὴν φύσιν, ἐφ’ ὧν δὲ μὴ εὐθέως, ἀλλ’ ὕστερον, ἐν ταύτῃ δὴ τῇ ἀκμῇ καὶ μικρὸν ὕστερον πρὸ αὐτῆς παύειν τὴν τροφὴν τουτέστι πρὸ δύο ἢ τριῶν ἡμερῶν. ἐν δὲ τῷ πρόσθεν χρόνῳ | |
5 | τῆς ἀκμῆς πιοτέρως τουτέστιν ἁδροτέρως διαιτᾷν. καὶ ἡ λύσις καθ’ Ἱπποκράτην, ὡς ἂν ἐξαρκέσῃ ὁ νοσέων. ἔστιν οὖν καθολικὸς ὁ λόγος περὶ πάντων τῶν νοσημά‐ των ἀποφαινόμενος· οὐ μόνον γὰρ ἐπὶ τῶν κατοξέων νοση‐ μάτων ἢ ὀξέων ἐν τῇ ἀκμῇ δεῖ λεπτῶς διαιτᾷν, ἀλλὰ | |
10 | καὶ ἐπὶ τῶν χρονίων καὶ τῶν λοιπῶν. ΔΑΜ. Ὁπόσοις φησὶ τῶν νοσούντων γίνεται ἡ κρίσις αὐ‐ τίκα ἤγουν ἐντὸς τῆς ἑβδόμης, τούτους καὶ λεπτῶς διαίτησον. δύναται γὰρ ἡ φύσις ἐντὸς τῆς πρώτης τετράδος ἐξαρκέσειν πρὸς τὸ νόσημα καὶ χωρὶς τροφῆς παχυτέρας, κἂν ἀσθε‐ | |
15 | νεστέρα τύχῃ οὖσα. ὁπόσοις δὲ μέλλει ἡ ἀκμὴ ἤγουν ἡ κρίσις μετὰ πολλὰς ἔσεσθαι ἡμέρας, τούτους ἐς ἐκεῖνο μὲν τὸ μέρος τοῦ χρόνου, καθ’ ὃ δηλονότι μέλλει γενέ‐ σθαι ἡ κρίσις καὶ πρὸ ἐκείνου ὀλίγον, ἀφαιρετέον καὶ χώρισον τῆς τροφῆς τὸν νοσοῦντα ἤγουν πρὸ μιᾶς ἢ δύο | |
20 | τυχὸν ἡμερῶν. ἔμπροσθεν δὲ ἤγουν πρὸ τῆς κρίσεως, θρέ‐ ψον τοῦτον παχυτέρως, ἵνα ἐξαρκέσῃ ἡ φύσις φθάσαι τὸν τῆς κρίσεως καιρὸν καὶ μὴ πρότερον ὑπὸ τῆς ἄγαν νεκρωθῇ ἀτροφίας. | |
23 | ιαʹ. Ἐν δὲ τοῖσι παροξυσμοῖσι ὑποστέλλεσθαι χρή· τὸ | |
25 | προστιθέναι γὰρ βλάβη. καὶ ὁκόσα κατὰ περιόδους πα‐ ροξύνεται, ἐν τοῖσι παροξυσμοῖσι ὑποστέλλεσθαι. — | |
26 | ΘΕΟΦ. Διδάξας πότε δεῖ τρέφειν, νῦν διδάσκει πότε οὐ δεῖ, λέγων ἐν τοῖσι παροξυσμοῖσι ὑποστέλλεσθαι χρὴ τουτέστι μὴ τρέφειν. καὶ διὰ μὲν τοῦ εἰπεῖν ἐν τοῖσι παροξυ‐ | |
30 | σμοῖσι ἐδήλωσεν ὅτι οὔτε ἐπὶ τῶν συνεχῶν δεῖ τρέφειν οὔτε ἐπὶ τῶν διαλειπόντων πυρετῶν. ἀλλ’ ἐπὶ μὲν τῶν διαλειπόντων, ἁπλῶς εἶπε τὸν παροξυσμὸν, ἐπὶ δὲ τῶν συνεχῶν καταχρώμενος ἀντὶ τοῦ ἐπιπαροξυσμοῦ. τὸ δὲ | |
ἐπαγόμενον δοκεῖ ὅμοιον εἶναι τῷ ἀνωτέρω. οὐκ ἔστι | 268 | |
2.269 | δὲ ὅμοιον. πῶς; ἐπειδὴ εἶπεν Ἱπποκράτης, ὅτι δεῖ ὑπο‐ στέλλεσθαι τοὺς παροξυσμοὺς, ἵνα μήτις ὑπολάβῃ ἐπὶ τῶν πυρεκτικῶν νοσημάτων μόνον εἰρῆσθαι τοῦτο, φησὶν, ὅτι καθόλου δεῖ ἐπὶ πάσης περιόδου ὑποστέλλεσθαι κἄν | |
5 | τε κωλικῆς ὀδύνης εἴη παροξυσμὸς, κἄν τε νεφρικῆς, κἂν ἄλλη οἱαδήποτε εἴη περίοδος. Ἀλλ’ ἰστέον ὅτι ἐπὶ τῶν συ‐ νεχῶν ἐν ταῖς μειοπυρεξίαις δεῖ τρέφειν, ἐπὶ δὲ τῶν δια‐ λειπόντων πυρετῶν ἐν ταῖς ἀνέσεσιν, οὐχὶ δὲ ἐν τοῖς πα‐ ροξυσμοῖς, διὰ τὸ μὴ ἐμεθήσεσθαι τὰς τροφὰς καὶ πλέον | |
10 | ταραχθῆναι τὴν φύσιν. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι παροξυσμός ἐστι τὸ σφοδρότερον μέρος τῆς ὅλης περιόδου. περίοδος δέ ἐστιν ἡ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκατάστασις. | |
12 | ιβʹ. Τοὺς δὲ παροξυσμοὺς καὶ τὰς καταστάσιας δη‐ λώσουσι αἱ νοῦσοι, καὶ αἱ ὧραι τοῦ ἔτεος, καὶ αἱ | |
15 | τῶν περιόδων πρὸς ἀλλήλας ἀντεπιδόσιες, ἤν τε κατὰ ἡμέρην, ἤν τε παρὰ ἡμέρην, ἤν τε καὶ διὰ πλέονος χρόνου γίνωνται. — | |
17 | ΘΕΟΦ. Ἐν τῷ πρὸ τοῦδε ἀφορισμῷ διδάξας ἐν τοῖς παροξυσμοῖς μὴ τρέφειν, ὡς τινὸς ἀποροῦντος καὶ πόθεν | |
20 | ἔχωμεν γνῶναι τὸν παροξυσμὸν, νῦν ἐπιφέρει λέγων, τοὺς δὲ παροξυσμοὺς καὶ τὰς καταστάσιας δηλοῦσιν αἱ νοῦσοι καὶ αἱ ὧραι τοῦ ἔτεος καὶ τὰ ἑξῆς. Ἀλλ’ ἰστέον ὅτι ὁ νῦν ἀφορισμὸς καθ’ ὑπερβατὸν ἀναγινωσκόμενος σαφὴς εὑρίσκεται, οἷον, τὰς δὲ καταστάσιας καὶ τοὺς παροξυ‐ | |
25 | σμοὺς ἤν τε καθ’ ἡμέρην, ἤν τε παρ’ ἡμέρην ἤν τε καὶ διὰ πλείονος χρόνου γίνωνται, δηλοῦσιν αἱ νοῦσοι καὶ αἱ ὧραι τοῦ ἔτεος καὶ αἱ τῶν περιόδων πρὸς ἀλλήλας ἐπι‐ | |
δόσεις· αἱ νοῦσοι μὲν οὕτως, οἷον ὁ μὲν τριταῖος ταχὺ | 269 | |
2.270 | κρίσιμος καὶ διὰ τρίτης ὁ παροξυσμὸς, εἰ δὲ ἀμφημερινὸς καὶ καθ’ ἑκάστην ὁ παροξυσμὸς, εἰ δὲ ἀμφημερινὸς, χρόνιος καὶ καθ’ ἑκάστην ὁ ποροξυομὸς, ὁ δὲ καὶ τεταρταῖος, ὅτι καὶ τοῦδε χρονιώτερος, καὶ διὰ τετάρτης ὁ παροξυ‐ | |
5 | σμός. οὕτως δὲ καὶ ἐπὶ τῶν ἄλλων νοσημάτων δηλοῦνται οἵ τε παροξυσμοὶ καὶ αἱ καταστάσιες. αἱ ὧραι δὲ τοῦ ἔτεος οὕτως· εἰ συμβῇ γενέσθαι τεταρταῖον ἐν θέρει, βραχυχρόνιος γινήσεται, εἰ δὲ ἐν χειμῶνι [ὁ μὲν ἐν θέρει βραχυχρονιώτερος γενήσεται, ὁ δ’ ἐν χειμῶνι] | |
10 | πολυχρονιώτερος. καὶ ἐπὶ τῶν ἄλλων ἑκάστων νοσημά‐ των τάχος μὲν τὸ θέρος, βραδυτῆτα δὲ ὁ χειμὼν προστί‐ θησιν. ἀλλὰ καὶ οἱ παροξυσμοὶ διὰ τρίτης μὲν τοὐπίπαν ἐν θέρει, διὰ τετάρτης δὲ ἐν φθινοπώρῳ, καθ’ ἑκάστην δὲ ἡμέραν ἢ νύκτα χειμῶνος. αἱ τῶν περιόδων δὲ ἐπιδό‐ | |
15 | σιες οὕτως, ὅτι εἰ συντόμως ἀναβαίη τὸ νόσημα, δη‐ λοῖ ἐγγὺς εἶναι τὴν ἀκμὴν καὶ ὅτι οἱ παροξυσμοὶ ὀλίγον χρόνον κρατήσουσιν· εἰ δὲ κατὰ μικρὸν, ποῤῥωτέρω τὴν ἀκμὴν καὶ τοὺς παροξυσμοὺς οὐκ ὀλίγον χρόνον κρατεῖν δηλώσει. ἐπίδοσις δέ ἐστιν ἡ ἀνάβασις τοῦ νοσήματος. | |
20 | ΔΑΜ. Φησὶν ἐν τῷ παρόντι ἀφορισμῷ, ὅτι πρέπει τὸν ἰατρὸν ὑποστέλλεσθαι καὶ φοβεῖσθαι διδόναι τοῖς παροξυνομένοις τροφάς. βλάβη γὰρ γίνεται τὸ προστιθέ‐ μενον τούτοις ἐκ τῆς τροφῆς καὶ ὁπόσα νοσήματα ἔχουσι τοὺς παροξυσμοὺς κατὰ περιόδους, ἤγουν μὴ συνεχεῖς, | |
25 | ἀλλ’ ἢ ἀμφημερινοὺς ἢ τριταίους ἢ τεταρταίους. περίοδος γάρ ἐστιν ἡ ἐκ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκατάστασις. | |
τούτους γοῦν τοὺς κατὰ περιόδους παροξυνομένους ἤγουν | 270 | |
2.271 | τοὺς μὴ συνεχεῖς, ἀλλὰ διαλείποντας τοὺς παροξυσμοὺς ἔχοντας, διαίτησον μὲν λεπτοτάτῃ τροφῇ, καθ’ ἣν ἡμέ‐ ραν οὐ μέλλουσι παροξύνεσθαι, ἀλλ’ ἄνετον ταύτην δια‐ βιβάζειν. ἐπὰν δὲ ἡ τοῦ παροξυσμοῦ ἡμέρα ἐπιστῇ, τότε | |
5 | χρὴ ἄσιτον παντελῶς τὸν τοιοῦτον παραφυλάττειν, ἵνα ἡ φύσις ἐλευθέρα οὖσα βρωμάτων εὐκόλως τὴν τοῦ πα‐ ροξυσμοῦ ἀνάγκην διαβιβάσῃ. τοὺς δὲ παροξυσμούς φη‐ σι καὶ τὰς καταστάσεις αὐτῶν, εἴτε καθημερινοὶ εἴτε διαλείποντες γίνονται, δηλοῦσιν αἱ νοῦσοι, ἤγουν οἱ χυ‐ | |
10 | μοὶ οἱ πλεονάζοντες ἐν τῷ πάσχοντι σώματι· εἰ μὲν γὰρ ξανθὴ πλεονάζει χολὴ, τριταίους ποιεῖ, εἰ δὲ μέλαινα, τεταρταίους, εἰ δὲ φλέγμα, ἀμφημερινούς. δηλοῦσι δὲ τού‐ τους καὶ οἱ καιροὶ τοῦ ἔτους. εἰ μὲν γὰρ θέρος ἐστὶ, τριταῖοι οἱ παροξυσμοὶ γίνονται, εἰ δὲ ἔαρ, ὡς ἐπὶ τὸ | |
15 | πλεῖστον ἀμφημερινοὶ, τεταρταῖοι δὲ, εἰ χειμών ἐστιν. — — — Codex Vindobonensis medicus XXVIII, chartaceus, saec. XV, hoc scholion anonymi auctoris habet, a Ga‐ leni explanatione diversum: | |
19 | ||
20 | Τρεῖς ἀπεδείχθησαν διαίτης σκόποι ὁ ἀπὸ τῆς δυνά‐ μεως, ὁ ἀπὸ τῆς τοῦ νοσήματος καταστάσεως καὶ ὁ ἀπὸ τῶν κατὰ μέρος παροξυσμῶν. καὶ τὴν δύναμιν διαγιγνώ‐ σκομεν ἀπό τε τῶν σφυγμῶν καὶ τῶν κατὰ τὸ πρόσωπον καὶ τῶν ἄλλων τῶν ἐν τῷ προγνωστικῷ ῥηθέντων, τὴν | |
25 | δὲ κατάστασιν τοῦ νοσήματος τῷ εἶναι αὐτὸ κάτοξυ ἢ ὀξὺ ἢ χρόνιον, κἀντεῦθεν ἢ ταχέως λήψεσθαι τὴν ἀκμὴν ἢ βραδέως, πρὸς ἣν ἀφορῶντες τὴν δίαιταν καταρτίζομεν. καὶ τοὺς παροξυσμοὺς δὲ, τῷ διὰ δʹ ἢ διὰ γʹ ἢ καθ’ ἡμέραν ἐκ τῶν νόσων αὐτῶν καταλαμβάνομεν, οἷον ἐπὶ | |
30 | μὲν τῶν διαλειπόντων, ὁ μὲν τριταῖος ταχυκρίσιμος, ὁ δὲ τεταρταῖος καὶ ἀμφημερινὸς χρόνιοι. ἐπὶ δὲ τῶν συνε‐ χῶν οἱ μὲν καυσώδεις ὀξεῖς, οἱ δὲ τυφώδεις χρόνιοι, μέσοι δ’ ἀμφοῖν οἱ ἡμιτριταῖοι. καὶ τοῦτο μὲν ἡ κατά‐ στασις ἐκ τῶν νούσων δηλοῦται. οἱ δὲ παροξυσμοὶ οὕτω | |
35 | γνωσθήσονται, εἰ ἐν ἀρχῇ γνωρίσεις τριταῖον εἰσβάλλοντα | |
ἔκ τε τῶν ξανθοχόλων εἶναι καὶ ἀπὸ τῆς τοῦ κάμνοντος | 271 | |
2.272 | ἡλικίας καὶ κράσεως καὶ ὥρας καὶ χώρας καὶ τῶν λοιπῶν δυνατόν ἐστι λαβεῖν ἀπ’ αὐτοῦ, ὅτι ταχυκρίσιμος καὶ ὅτι διὰ τρίτης ἔσται ὁ παροξυσμός. ὡσαύτως καὶ ἐπὶ μελαγχολικοῦ, ὅτι χρονίως καὶ ὅτι διὰ δʹ ἡ τῶν παροξυ‐ | |
5 | σμῶν ἀνταπόδοσις. ὡσαύτως καὶ ἐπὶ τῶν ἄλλων. ὥσπερ δὲ ἐπὶ τῶν πυρετῶν, οὕτω κἀπὶ τῶν ἄλλων νούσων. Πλευ‐ ρῖτις δὲ καὶ περιπνευμονία ὀξέα νοσήματα. —Συνάγχη δὲ καὶ κυνάγχη καὶ χολέρα καὶ τέτανος κατοξέα. —Ὕδε‐ ρος δὲ καὶ μελαγχολία καὶ ἐμπύημα καὶ φθίσις, χρόνια. | |
10 | Καὶ οἱ παροξυσμοὶ δὲ, φρενίτιδες μὲν καὶ πλευρίτιδες ὡς τὰ πολλὰ διὰ γʹ, τοῖς δὲ κατὰ γαστέρα καὶ καθ’ ἧ‐ παρ ἐμπυήμασι καὶ φθίσεσι καὶ καθ’ ἑκάστην ἡμέραν καὶ μᾶλλον τὴν νύκτα. τοῖς δ’ ἀπὸ τοῦ σπληνὸς καὶ ὅλως μελαγχολικοῖς διὰ δʹ. ἀλλὰ καὶ αἱ ὧραι τοῦ ἔτεος | |
15 | τὰς καταστάσεις τῶν νόσων δηλώσουσιν, οἷον ἐν τῷ θέ‐ ρει τεταρταῖος εἰσβάλλων ἀναγκαίως ταχέως κριθήσεται καὶ ἄλλως μὲν ταχυκρίσιμος, ἐν δὲ τῷ χειμῶνι εἰσβάλ‐ λων δυσκρίσιμος διὰ τὴν ὥραν· πᾶσι γὰρ τοῖσι νοσήμασι τάχος μὲν τὸ θέρος, βραδυτῆτα δὲ ὁ χειμὼν προσδίδωσι. | |
20 | ἀλλὰ καὶ οἱ παροξυσμοὶ διὰ γʹ μὲν τοὐπίπαν ἐν θέρει, διὰ δʹ ἐν φθινοπώρῳ, καθ’ ἑκάστην δὲ ἡμέραν ἢ νύκτα χειμῶνος. ὡς δὲ ἐπὶ τῶν ὡρῶν, οὕτω νόει καὶ ἐπὶ τῶν ἡλικιῶν καὶ χωρῶν καὶ τῶν ἑξῆς. ἐξ ἑνὸς γὰρ καὶ τὰ σύ‐ στοιχα τούτων δηλοῦνται. | |
25 | Ἰστέον δὲ ὅτι τὰ μὲν τῶν σημείων εἰσὶ παθογνωμο‐ νικὰ, τὰ δὲ συνεδρεύοντα, τὰ δὲ κρίσιμα, τὰ δὲ ἀπε‐ ψίας, τὰ δὲ πέψεως, καὶ τὰ μὲν σωτηρίας, τὰ δὲ ὀλέ‐ θρου δηλωτικά. τὰ μὲν οὖν παθογνωμονικὰ συνεισβάλλει τῷ νοσήματι καὶ δηλοῦσι τὸ εἶδος αὐτοῦ, ὡς τῇ πλευρί‐ | |
30 | τιδι συνεισβάλλει τό τε νυγματῶδες ἄλγημα καὶ ὁ ὀξὺς πυρετὸς, ἡ δύσπνοια καὶ ὁ βήξ. τὰ δὲ συνεδρεύοντά ποτε μὲν συνεισβάλλει, ποτὲ δὲ ἐπιγίνεται, ποτὲ δὲ οὐδ’ ὅλως γίνεται. οὐ γάρ εἰσι ἀχώριστα σημεῖα, ὡς τὰ παθογνω‐ μονικά. ἔστι δὲ συνεδρεῦον τὸ διήκειν τὴν ὀδύνην εἰς | |
35 | ὑποχόνδριον ἢ εἰς τὴν κλεῖν ἢ ῥᾷον ἐπὶ τοῦ πεπονθό‐ τος κατακλίνεσθαι πλευροῦ ἢ ἐπὶ τοῦ ἀντικειμένου. | |
Ἀρχὴ δὲ νοσήματος τριχῶς λέγεται, ἥ τε πρώτη εἰσβολὴ | 272 | |
2.273 | ἡ ἀπλατὴς καὶ ἀκαριαία προσαγορευομένη καὶ ἡ πλα‐ τικὴ ἥτις ἄχρι τῆς τρίτης ἡμέρας ἐκτείνεται, καὶ ἡ ὡς μέρος ὅλου τοῦ νοσήματος, ὅτε εἰς ἀρχὴν, ἀνάβασιν, ἀκμὴν καὶ παρακμὴν μερίζεται νόσημα. Εἰσὶ δὲ κρίσιμα | |
5 | σημεῖα ταῦτα· ἱδρῶτες, ῥίγη, αἱμοῤῥαγίαι. Τὰ δὲ τῆς πέψεως οὐδ’ αὐτὰ συνεισβάλλουσι τῇ πρώτῃ τοῦ νοσή‐ ματος ἀρχῇ. περιορίζει δὲ ταῦτα ἐπιφανέντα τὴν ὡς μέ‐ ρους ἀρχὴν ὅλης τῆς νόσου, ὡς τότε ἀρχῆς ἐούσης, ἔσταν ὠμὸν ἔτι καὶ ἄπεπτον τὸ νόσημα ὑπάρχῃ. εἰσὶ | |
10 | δὲ πέψεως σημεῖα ὡς πτύελα λεῖα καὶ λευκὰ καὶ ὁμαλὰ καὶ τῇ συστάσει μήτε παχύτατα μήτε λεπτότατα. καὶ οὖρα δὲ εὔχροα καὶ νεφέλην χρηστὴν ἔχοντα, καὶ διαχω‐ ρήματα ἑκάστου τοῖσι κατὰ φύσιν ἐγγίζοντα· τὰ δὲ τῆς ἀπεψίας τὸ μηδ’ ὅλως πτύειν ἢ πάνυ ἀχύμωτα, καὶ τὰ | |
15 | οὖρα εἶναι λεπτὰ καὶ λευκὰ καὶ ἀκόσμητα καὶ τὰ ἑξῆς. τὰ τῆς σωτηρίας ὡς ἔσται ἐῤῥωμένη δύναμις μετὰ τῶν τῆς πέψεως σημείων, ἥ τε εὐφορία τοῦ κάμνοντος ἢ εὔ‐ πνοια ἤ τις διανοίας ῥῶσις ἢ εὔσχημος κατάκλισις καὶ τὰ λοιπά. Τὰ δὲ τοῦ ὀλέθρου, πτύσματα ἀκράτως | |
20 | ξανθὰ ἢ ἰώδη ἢ μέλανα ἢ πελιδνά. Τὰ ἐπὶ προσώπου ὑφ’ Ἱπποκράτους εἰρημένα, ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι, κρόταφοι συμπεπτωκότες καὶ τὰ τούτοις ὅμοια. σημείω‐ σαι δὲ ὡς τὰ μὲν τῆς πέψεως σημεῖα εἰς ἀεὶ ἀγαθαὶ λύσιν τῆς νόσου δηλοῦντα, ὡς καὶ τὰ ὀλέθρια κακὰ, | |
25 | ἀπώλειαν προσημαίνοντα. τὰ δὲ τῆς ἀπεψίας χρόνιον μὲν ἐξ ἀνάγκης δηλοῦσι τὸ νόσημα, τεθνήξεσθαι δὲ ἢ σω‐ θήσεσθαι, ὅσον ἐφ’ αὑτοῖς τοῦ δήλου, προσλογιζομένῳ δέ σοι τὴν ῥώμην τῆς δυνάμεως καὶ ταῦτα ὑπάρξει σοι γνωρίζειν. Γένος δὲ κρισίμων σημείων. Ἱδρῶτες καὶ ῥῖ‐ | |
30 | γος καὶ γαστὴρ καταῤῥήξασα, πολλαὶ αἱμοῤῥαγίαι καὶ πολλοὶ ἔμετοι, ἄλγημα κεφαλῆς ἐξαιφνιδίως ἢ δύσπνοια παράλογος ἢ καρδιωγμὸς ἤ τις ὑποχονδρίου σύντασις ἀνώδυνος, ἀγρυπνία τε σφοδρὰ καὶ παραφροσύνη ἢ νὺξ ἀλόγως δύσφορος καὶ προληπτικοὶ παροξυσμοί· ἀλλὰ καὶ | |
35 | δάκρυον ἀκούσιον ἐν ἀπαθέσιν ὀφθαλμοῖς, ἄνευ λύπης, ἔρευθός τε καὶ τὸ κάτω χεῖλος σειόμενον, ὀρφνώδη τέ τινα προφαινόμενα τῶν ὀφθαλμῶν ἢ μαρμαρυγαί τινες, | |
μῆλον ἢ ῥὶς ἐξαίφνης ἐρυθρὰ γινόμενα ἢ ὅλως ἀποσκήμ‐ | 273 | |
2.274 | ματος εἰς ἄρθρον τις γένεσις καὶ ἄλλα τοιαῦτα. ταῦτα μὲν κατὰ τὴν ἰδίαν οὐσίαν ὀνομάζεται συμπτώματα· κα‐ θότι δὲ μεταβολὴν ὀξύῤῥοπον δηλοῖ, κρίσιμα προσαγο‐ ρεύονται. διττὴν οὖν ταῦτα παρέξει σοι τὴν πρόγνωσιν. | |
5 | εἰ μὲν ἐπὶ πεπεμμένῳ τῷ νοσήματι γένοιτο, σωτηρίαν ὑπουρ‐ γεῖ· εἰ δὲ ἐπὶ ἀπέπτῳ, κρίσιν οὐκ ἀγαθὴν ἢ εἰς ὄλεθρον ἄγου‐ σαν ἢ εἰς μῆκος χρόνου· καὶ τὰ μὲν τῆς πέψεως σημεῖα, καθ’ ὃν ἂν φαίνοιτο καιρὸν τοῦ νοσήματος, ἀγαθὰ διὰ παντὸς, τὰ δὲ τῆς κρίσεως οὐκέτι, τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκρι‐ | |
10 | τα. καὶ αὖθις τὰ κρίνοντα ἐπὶ τὸ βέλτιον, μὴ αὐξανό‐ μενα ἐπιφαίνεσθαι. οὐ μάχεται δὲ τοῦτο τὸ ἔπος τῷ λέγοντι· ἐν πλευριτικοῖσι πτύελον αὐτίκα ἐπιφαίνεται· τοῦτο γὰρ πέψεως, ἐκεῖνο δὲ κρίσεως ἴδιον. συνίσταται γοῦν τὰ εἰρημένα, τὸ, τὰ μὲν τῆς πέψεως διὰ παντὸς | |
15 | ἀγαθὰ, τὰ δὲ κρίσιμά ποτε καὶ κακά. ἐπαινῶν δὲ καὶ διδά‐ σκων ταῖς ἐν τοῖς ἀναπνευστικοῖς πέψεσίν φησι· χρὴ ἐπὶ πᾶσι τοῖσιν ἀλγήμασι τοῖσι περὶ τὸν πνεύμονά τε καὶ τὰς πλευρὰς πτύελον ταχέως ἀποπτύεσθαί τε καὶ εὐπέπτως ξυμμεμιγμένον τε φαίνεσθαι τὸ ξανθὸν ἰσχυ‐ | |
20 | ρῶς τῷ πτυέλῳ. | |
20 | Ἀτὰρ καὶ τοῖσιν ἐπιφαινομένοισι, οἷον ἐν πλευριτικοῖσι πτύελον, ἢν αὐτίκα ἐπιφαίνηται ἀρχομένου, βραχύνει· ἢν δὲ ὕστερον ἐπιφαίνηται, μηκύνει. — | |
23 | ΘΕΟΦ. Νῦν καὶ ἐκ τῶν φαινομένων λαμβάνει τὴν | |
25 | διάγνωσιν τῶν παροξυσμῶν καὶ τὰς καταστάσεις τῶν νο‐ σημάτων. τὰ δὲ φαινόμενα τριττά· ἢ γὰρ σωτηρίας καὶ ὀλέθρου ποιεῖται τὴν δήλωσιν ἢ κρίσεως καὶ ἀκρισίας ἢ πέψως καὶ ἀπεψίας· ἐνταῦθα οὖν τὰ τῆς πέψεως καὶ ἀπεψίας σημεῖα μεταχειρίζεται. ταῦτα δὲ ἐν τοῖς ἐκκρινο‐ | |
30 | μένοις θεωρεῖται. τὰ δὲ ἐκκρινόμενα θεωρεῖται ἐν πτύ‐ σμασιν, ἐν διαχωρήμασι καὶ ἐν οὔροις. φησὶν οὖν ὅτι ἐπὶ τῆς πλευρίτιδος, ἢν μὲν αὐτίκα ἀνενεχθῇ ἤγουν ἔνδον τῶν | |
τριῶν ἡμερῶν πτύελον, σημαίνει, ὅτι πλησίον ἡ ἀκμὴ | 274 | |
2.275 | καὶ τὴν πλευρῖτιν βραχύνειν. εἰ δὲ περὶ τὴν ὀγδόην ἢ τὴν τεσσαρεσκαιδεκάτην, χρόνιον ἐνδείκνυται τὸ νόσημα. πτύ‐ ελον δὲ καὶ πτύσμα οὕτω διαφέρει, πτύελον μὲν γάρ ἐστι τὸ πεπεμμένον, τὸ δὲ ἄπεπτον πτύσμα. | |
5 | ΔΑΜ. Διδάξας ἡμᾶς ὁ Ἱπποκράτης περὶ τῶν πα‐ ροξυσμῶν καὶ ὅπως χρὴ ἀπὸ τεχνικῆς σημειώσεως προ‐ γινώσκειν αὐτοὺς, ὁποῖοί τινες ἔσονται, ἔπειτα προθέμενος ἐν τῷ παρόντι ἀφορισμῷ περὶ ἄλλων εἰπεῖν νοσημάτων, ἐξ ἐπιστημονικῆς σημειώσεως διδάσκει προγινώσκειν αὐτὰ, | |
10 | ὁποῖα ἔσονται καὶ ὡς ἐν παραδείγματος σχήματι, τὴν πλευρῖτιν προτίθησι. φησὶ γοῦν ὅτι ἐν τοῖς πλευριτικοῖς νοσήμασιν, ἐὰν αὐτίκα ἀρχομένης τῆς πλευρίτιδος πτύελον πτύσῃ ὁ πάσχων, βραχύνει ἤγουν συντόμως λύεται τὸ νόσημα. ἐὰν γὰρ περὶ τρίτην ἢ τετάρτην ἐπιφανείη τὸ | |
15 | πτύελον, εἴη δὲ καὶ τελέως πεπεμμένον ἤως λευκὸν καὶ λεῖον καὶ ὁμαλὸν καὶ κατὰ τὴν σύστασιν μήτε ὑπέρυγρον μήτε ὑπέρπαχυ, οὐ δυνατόν ἐστι τῆς ἑβδόμης ποῤῥωτέρω προβῆναι τὸ νόσημα, ἀλλ’ εὐθὺς ἐν αὐτῇ λύεται. ἐὰν δὲ μὴ εὐθὺς ἐν ἀρχαῖς ἐπιφανείη τὸ τοιοῦτον πτύελον, ἀλλ’ | |
20 | ἐσύστερον ἤγουν μετὰ πολλὰς τὰς ἡμέρας, θάνατον μὲν τοῦ πάσχοντος οὐ δηλοῖ, ὅσον ἐφ’ ἑαυτῷ· συμμετροῦντι δέ σοι καὶ συλλογιζομένῳ τὴν τοῦ πάσχοντος δύναμιν, ὑπάρξει σοι προγινώσκειν καὶ τοῦτο. δηλοῖ μέντοι μῆκος τῆς νόσου πολὺ ἡ μετὰ πολλὰς ἡμέρας τοῦ πτυέλου | |
25 | ἐπιφάνεια. | |
25 | Καὶ οὖρα, καὶ ὑποχωρήματα, καὶ ἱδρῶτες, καὶ δύσκριτα, καὶ εὔκριτα, καὶ βραχέα, καὶ μακρὰ τὰ νουσήματα, ἐπι‐ φαινόμενα δηλοῖ. — | |
28 | ΘΕΟΦ. Ἐκ μὲν τῶν φαινομένων ἐπὶ τῆς πλευρίτιδος | |
30 | ἐποιήσατο τὴν διάγνωσιν, καὶ μὲν δὴ καὶ ἐκ τῶν οὔρων καὶ διαχωρημάτων καὶ ἱδρώτων ἄρτι ποιεῖται τὴν δι‐ άγνωσιν λέγων, καὶ οὖρα καὶ ὑποχωρήματα καὶ τὰ ἑξῆς. εἰ μὲν γὰρ ἔνδον τῶν τριῶν ἡμερῶν ἐν τούτοις ἡ πέψις φανῇ, δῆλον ὅτι πλησίον ἡ ἀκμὴ καὶ εὔκριτον τὸ νόσημα, | |
35 | εἰ δὲ μήγε, δῆλον ὅτι ποῤῥωτέρω καὶ δύσκριτον. | 275 |
2.276 | ιγʹ. Γέροντες εὐφορώτατα νηστείην φέρουσι· δεύτερον, οἱ καθεστηκότες· ἥκιστα, μειράκια· πάντων δὲ μάλιστα παιδία· τουτέων δὲ αὐτέων ἃ ἂν τύχῃ αὐτὰ ἑωϋτέων προθυμότερα ἐόντα. — | |
4 | ||
5 | ΘΕΟΦ. Ἀκολούθως νῦν ἐπὶ τὰς ἡλικίας χωρεῖ, βουλόμενος καὶ ἐξ αὐτῶν ἔνδειξιν τοῦ εἴδους τῆς διαίτης ποιήσασθαι. φησὶν οὖν γέροντες εὐφορώτατα νηστείην φέρουσι, δεύτερον οἱ καθεστηκότες καὶ τὰ ἑξῆς. γέροντας καλεῖ οὐ τοὺς ἐν ἐσχάτῳ γήρᾳ ὄντας, ἀλλὰ τοὺς ἑξηκοντούτεις | |
10 | μικρῷ πλεῖον ἢ ἔλασσον, καθεστηκότας δὲ τοὺς ἐν παρακ‐ μῇ τυγχάνοντας. ἀμφότεροι οὖν τὴν ἀσιτίαν φέρουσιν εὐφόρως, ἀλλ’ οἱ μὲν γέροντες πλέον διὰ τὸ ὀκλάσαι σχεδὸν ἐπ’ αὐτοῖς τὴν δύναμιν καὶ διὰ τὸ εἶναι αὐτοὺς ψυχροτέρους. οἱ δὲ καθεστηκότες ἤτοι παρακμάζοντες | |
15 | καὶ αὐτοὶ μὲν φέρουσι τὴν ἀσιτίαν, ἧττον δὲ τῶν γερόντων διὰ τὰς αὐτὰς αἰτίας, τὰ μέντοι μειράκια ἥκιστα τουτέστιν ἐπολίγον διὰ τὸ αὔξειν ἐν αὐτοῖς ἔμφυτον θερμόν. οἱ παῖδες δὲ οὐδαμῶς διὰ τὸ εὐδιαφόρητον ἔχειν τὸ σῶμα καὶ διὰ τὸ πλού‐ | |
σιον τοῦ ἐμφύτου θερμοῦ. ἀλλὰ τούτων αὐτῶν τουτέστι τῶν | 276 | |
2.277 | παιδίων πλέον οὐ φέρουσι τὴν ἀσιτίαν ἃ ἂν τύχῃ αὐτὰ ἑαυτῶν προθυμότερα. δι’ ἣν αἰτίαν; ἐπειδὴ προθυμότερα ὄντα καὶ εὐκινητότερα γινόμενα μᾶλλον ἐκθερμαίνονται, ἐφ’ ὅσον δὲ ἐπικρατεῖ τὸ ἔμφυτον θερμὸν, ἐπὶ τοσοῦτον οὐδὲ τὴν | |
5 | ἀσιτίαν ὑποφέρουσιν. ΔΑΜ. Ἐν τῷ παρόντι ἀφορισμῷ διδάσκει, ὅτι καὶ ἡ τῶν ἡλικιῶν διαφορὰ συμβάλλεταί τι πρὸς τὸ ἀβλαβῶς διαιτᾷν. φησὶ γοῦν ὅτι οἱ γέροντες εὐκόλως ὑπομένουσι τὴν ἀτροφίαν διὰ τὸ ὀλίγον ἐν αὐτοῖς τὸ ἔμφυτον εἶναι | |
10 | θερμόν· οἱ δὲ καθεστηκότες ἤγουν οἱ μήτε πρὸς γεροντι‐ κὴν φθάσαντες ἡλικίαν, μήτε μὴν ἄγαν τυγχάνοντες νέοι, ἀλλ’ ἐν καταστάσει γεγονότες ἡλικίας ἤγουν οἱ περί που τὸν τριακοστὸν πέμπτον ὄντες χρόνον, οὗτοι δυσκολώτε‐ ρον φέρουσι τὴν νηστείαν διὰ τὸ ἐν αὐτοῖς πλεῖον θερ‐ | |
15 | μόν· ἥκιστα δὲ πάντων τούτων ἤγουν σφόδρα δυσκολώ‐ τερον ὑπομένουσι τὰ παιδία ἤγουν οἱ σφόδρα νέοι, δηλο‐ νότι οἱ περὶ δωδέκατον ὄντες χρόνον, διότι πλέον τῶν προῤ‐ ῥηθεισῶν ἡλικιῶν τὸ ἔμφυτον θερμὸν κέκτηνται. καὶ τούτων αὐτῶν τῶν παίδων ἐκεῖνα μάλιστα καὶ περισσοτέρως οὐχ | |
20 | ὑπομένουσι τὴν νηστείαν ἅπερ ἂν τύχωσιν προθυμοτέρας ὄντα φύσεως πρὸς ὄρεξιν καὶ οἷον σπουδαιοτέρας. ταῦτα γὰρ συντόμως πέττοντα τὴν τροφὴν αὖθις ἑτέρας ὀρέγον‐ ται. καὶ ὁ μὲν τοῦ Ἱπποκράτους λόγος τοιοῦτος, δεῖται δὲ καὶ μικρᾶς τινος προσθήκης. ἐπὶ μὲν γὰρ τῶν ἐν ἀρχῇ | |
25 | τῆς γεροντικῆς ὄντων ἡλικίας καλῶς εἴρηται τὸ, γέροντες εὐφορώτατα νηστείαν φέρουσιν, ἐπὶ δὲ τῶν εἰς πολὺ γῆρας ἐφθακότων οὐκ ὀρθῶς εἴρηται. οἱ γὰρ ἐσχατόγηροι οὐδαμῶς ὑπομένουσι νηστείαν. ὅταν οὖν γέροντες εἴπῃ εὐφορώ‐ τατα νηστείαν φέρουσι, τότε σὺ πλὴν τῶν ἐσχατογήρων | |
30 | νόει καὶ οὐ σφαλῇς οὐδὲν ἐν τῇ τοῦ ἀφορισμοῦ διαγνώσει. | |
30 | ιδʹ. Τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμὸν, πλείστης οὖν δέεται τροφῆς· ἢν δὲ μὴ, τὸ σῶμα ἀνα‐ λίσκεται· γέρουσι δὲ ὀλίγον τὸ θερμόν· διὰ τοῦτο ἄρα ὀλίγων ὑπεκκαυμάτων δέονται· ὑπὸ πολλῶν γὰρ ἀπο‐ | |
35 | σβέννυται. διὰ τοῦτο καὶ οἱ πυρετοὶ τοῖσι γέρουσιν οὐχ | |
ὁμοίως ὀξέες· ψυχρὸν γὰρ τὸ σῶμα. — | 277 | |
2.278 | ΘΕΟΦ. Οὗτος ὁ ἀφορισμὸς τὰς αἰτίας παραδίδωσι τοῦ πρὸ αὐτοῦ ἀφορισμοῦ καί φησιν ὅτι διὰ τοῦτο τὰ παιδία οὐδ’ ὅλως φέρουσι τὴν ἀσιτίαν, ὅτι τὰ αὐξανό‐ μενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν. πλεῖστον δὲ ὂν | |
5 | τὸ ἔμφυτον θερμὸν, πλείστης καὶ τροφῆς δέεται. ἢν δὲ μὴ, τὸ σῶμα ἀναλίσκεται τῷ δραστηρίῳ τῆς ἐμφύτου θερμασίας. αὕτη γὰρ, μὴ ὑποκειμένης τροφῆς, αὐτὴν τὴν οὐσίαν τοῦ σώματος ἐξαναλίσκει. πάλιν οἱ γέροντες ὀλί‐ γον ἔχοντες τὸ θερμὸν ὀλίγων ὑπεκκαυμάτων ἤτοι | |
10 | τροφῶν δέονται. ὑπὸ πολλῶν γὰρ ἀποσβέννυνται, ὡς ἡ λυχνιαία φλὸξ, ἀθρόου αὐτῇ καὶ πολλοῦ τοῦ ἐλαίου καταχυθέντος. ἀποδεῖξαι δὲ θέλων Ἱπποκράτης ὅτι ἐπὶ τῶν αὐξανομένων πολὺ τὸ θερμὸν, ἐπὶ δὲ τῶν γερόντων ἧττον, φησὶν, διὰ τοῦτο καὶ οἱ πυρετοὶ τοῖσι γέρουσιν | |
15 | οὐχ ὁμοίως ὀξέες. οἱ μὲν γὰρ ἀκμάζοντες ὀξέως πυρέτ‐ τουσιν, ὡς θερμότεροι, οἱ δὲ γέροντες οὐχ ὁμοίως· ψυ‐ χρὸν γὰρ τὸ σῶμα ἔχουσιν. ΔΑΜ. Οὗτος ὁ ἀφορισμὸς δοκεῖ ὥσπερ ἐξήγησις εἶ‐ ναι τοῦ πρὸ αὐτοῦ ἀφορισμοῦ. τὰ αὐξανόμενα γάρ φησι | |
20 | ἤγουν τὰ πρὸς αὔξησιν ἐρχόμενα σώματα πλεῖστον ἔχουσι τὸ ἔμφυτον, διὰ τοῦτο καὶ πλειόνως αὐτὰ δεῖ τρέφειν. ἐὰν δὲ μὴ θρέψῃς ὅσον χρήζουσιν αὐτὰ, ἐξ ἀνάγκης τὸ σῶμα ἀναλίσκουσι καὶ δαπανῶσιν ὑπὸ τῆς πολλῆς ἐξάψεως ἐν αὐ‐ τοῖς ἐμφύτου θερμοῦ. οἱ δὲ γέροντες, φησὶν, ὀλίγον τὸ τοι‐ | |
25 | οῦτον θερμὸν κέκτηνται, καὶ ὀλίγων ὑπεκκαυμάτων ἤγουν ἀναλωμάτων ἤγουν τροφῶν χρείαν ἔχουσιν. ἐὰν γὰρ πολλοῖς ὁ γέρων χρήσηται βρώμασι, τὸ ἐν αὐτῷ ὀλίγον θερμὸν κατασβέσει, ὥσπερ καὶ ἐὰν εἰς μικρὸν λύχνον δαψιλὲς καὶ ἀθρόον ἔλαιον ἐπιχύσῃς. εὐθὺς γὰρ σβεσθήσεται καὶ | |
30 | οἷον ἀποπνιγήσεται τὸ ἐν αὐτῷ φῶς. διὰ τοῦτο καὶ ὅταν πυρεκτικῷ πάθει κρατηθῶσιν οἱ γέροντες, οὐ πυρέσσου‐ σιν ὀξέως καὶ πάνυ διακαῶς, ὥσπερ οἱ νέοι, διότι ψυ‐ | |
χρὸν αὐτῶν ἐστι τὸ σῶμα. | 278 | |
2.279 | ιεʹ. Αἱ κοιλίαι χειμῶνος καὶ ἦρος, θερμόταται φύσει, καὶ ὕπνοι μακρότατοι. ἐν ταύτῃσι οὖν τῇσι ὥρῃσι καὶ τὰ προσάρματα πλέω δοτέον. καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πολύ· τροφῆς οὖν πλέονος δέονται. σημεῖον, αἱ ἡλικίαι | |
5 | καὶ οἱ ἀθληταί. — | |
5 | ΘΕΟΦ. Νῦν ὁ Ἱπποκράτης μετάγει τὴν ἑαυτοῦ δι‐ δασκαλίαν ἐπὶ τὰς ὥρας καὶ διδάσκει, ποῖαι θερμοτέρας ποιοῦσι τὰς κοιλίας καὶ ποῖαι ψυχροτέρας καὶ πῶς δεῖ εἰς ταύτας ἀποβλέποντας διαιτᾷν. φησὶν οὖν, αἱ κοιλίαι | |
10 | χειμῶνος καὶ ἦρος θερμόταται φύσει. κοιλίαν λέγει τὴν σιτοδόχον καὶ πᾶσαν κοιλότητα ἐν βάθει κειμένην, οἷον | |
ἐγκεφάλου, καρδίας καὶ ἥπατος καὶ τῶν λοιπῶν αὗται | 279 | |
2.280 | οὖν αἱ κοιλίαι ἐν τῷ χειμῶνι θερμότεραί εἰσιν ἑαυτῶν | |
φύσει, ὅτι διὰ τὴν ψύξιν τοῦ περιέχοντος ἀέρος πίλησις | 280 | |
2.281 | καὶ πύκνωσις γίνεται τῶν πόρων. τὸ οὖν ἔμφυτον θερμὸν ἔρχεται ἐπὶ τὸ διαφορηθῆναι, καὶ οὐχ εὑρίσκει διέξοδον. πυκνὸν γὰρ τὸ σῶμα, κἀντεῦθεν φέρεται ἐπὶ τὰ ἔσω, καὶ πάλιν χωρεῖ ἐπὶ τὰ ἔξω καὶ τῇ πολυειδεῖ ταύτῃ κινήσει | |
5 | ἐκθερμαινόμενον πολυπλασιάζεται καὶ θερμότερον ἑαυτοῦ γίνεται. ἐν δὲ τῇ θέρει οὐχ οὕτως θερμαὶ διὰ τὸ ἐναν‐ τίον. πάλιν ἐν τῷ ἔαρι θερμαὶ καταρχὰς καὶ ἐν τῷ μέσῳ, ἐν μὲν ταῖς ἀρχαῖς διὰ τὸ ἐπικρατεῖν τὸ ψύχος, ἐν δὲ τοῖς μέσοις διὰ τὴν εὐκρασίαν. ὕπνοι δὲ μακρότατοι ἐν χει‐ | |
10 | μῶνι καὶ ἦρι, διότι ἐκ τῆς πολλῆς τροφῆς τῆς διδομένης ἀτμοὶ χρηστοὶ γίνονται, διὰ τὸ κατὰ λόγον γίνεσθαι τὰς πέψεις, οἵτινες παρὰ τὸν ἐγκέφαλον ἀνιόντες καθυ‐ γραίνουσιν αὐτὸν καὶ τὸν ὕπνον φέρουσιν· ἐν ταύταις οὖν ταῖς ὥρας καὶ τὰ προσάρματα ἤτοι τὰς τροφὰς πλεί‐ | |
15 | ονας χρὴ παρέχειν διὰ τὸ πλούσιον τοῦ ἐμφύτου θερμοῦ. τὸ δὲ σημεῖον, αἱ ἡλικίαι καὶ οἱ ἀθληταὶ, ὡς παραδείγ‐ ματι κέχρηται, ἐπὶ τούτων γὰρ πολὺ τὸ ἔμφυτον θερμόν. ΔΑΜ. Διδάξας ἡμᾶς ἐν τοῖς πρόσθεν ἀφορισμοῖς, ὅτι καὶ αἱ ἡλικίαι συμβάλλουσι πρὸς τὸ ἀβλαβῶς διαι‐ | |
20 | τᾷν, νῦν ἐν τῷ παρόντι ἀφορισμῷ, ὅτι καὶ οἱ καιροὶ τοῦ ἔτους συμβάλλουσι πρὸς τοῦτο. φησὶ γοῦν ὅτι ἐν μὲν τῷ χειμῶνι καὶ ἐν τῷ * ἀέρι θερμόταταί εἰσιν αἱ κοιλίαι φύσει ἤως λίαν. ἡ δ’ αἰτία ὅτι διὰ τὸ περιϊστάμενον ἐν ταύταις ταῖς ὥραις ἔξωθεν κρύος πᾶν τὸ ἔμφυτον θερμὸν | |
25 | εἰς τὰ βάθη καταφεύγει τοῦ σώματος καὶ εὐθὺς πᾶν τὸ ἐν αὐτοῖς δαπανᾷ καὶ πέττει ὑπὸ τῆς ἄγαν θερμότητος. διὰ γοῦν τὴν αὐτὴν ταύτην αἰτίαν καὶ τὰ προσάρματα ἤγουν τὰς τροφὰς πλείους δοτέον τοῖς σώμασιν ἐν ταύ‐ ταις ταῖς ὥραις, ὅτι καὶ ὕπνοι μακρότατοι τὸ τηνικαῦτα | |
30 | γίνονται διὰ τὸ μῆκος τῶν νυκτῶν, διότι οὐδὲ τοῦτο πρὸς | |
τὰς φυσικὰς ἐνεργείας μικρὸν συντελεῖ. τὸ δὲ κατὰ τὸ τέ‐ | 281 | |
2.282 | λος τοῦ ἀφορισμοῦ κείμενον τὸ, σημεῖον αἱ ἡλικίαι καὶ οἱ ἀθληταὶ, ὥσπερ τεκμήριον τοῦτο δίδωσι τοῦ δεῖσθαι τρο‐ φῆς πλείονος, ἔνθα τὸ θερμὸν πλεονάζει. καὶ γὰρ καὶ οἱ παῖδες, διότι θερμὸν ἔχουσι πλεῖστον, διὰ τοῦτο καὶ δέ‐ | |
5 | ονται πλειόνων· καὶ οἱ ἀθληταὶ, διότι τοῖς γυμνασίοις αὐξάνουσι τὴν ἔμφυτον θερμασίαν, διὰ τοῦτο καὶ τροφῶν ἀπολαύειν δύνανται πλειόνων. | |
7 | ιϛʹ. ιζʹ. Αἱ ὑγραὶ δίαιται πᾶσι τοῖσι πυρεταίνουσι ξυμφέρουσι· μάλιστα δὲ παιδίοισι, καὶ τοῖσιν ἄλλοισι | |
10 | τοῖσι οὕτω εἰθισμένοισι διαιτᾶσθαι. Καὶ οἷσι ἅπαξ ἢ δὶς, καὶ πλέω ἢ ἐλάσσω, καὶ κατὰ μέρος· δοτέον δέ τι καὶ τῷ ἔθεϊ, καὶ τῇ ὥρῃ, καὶ τῇ χώρῃ, καὶ τῇ ἡλικίῃ. — | |
13 | ΘΕΟΦ. Ἐν τῷ πρὸ τούτου ἀφορισμῷ δίαιταν ὑγι‐ | |
15 | αινόντων ὁ Ἱπποκράτης παρεδίδου, ἐνταῦθα δὲ ποιεῖ‐ | 282 |
2.283 | ται τὸν λόγον ἀκολούθως περὶ διαίτης νοσούντων καί φησιν· ὑγραὶ δίαιται πᾶσι τοῖς πυρεταίνουσι ξυμφέρουσι. καὶ ἡ αἰτία, ἐπειδὴ πᾶσα θεραπεία δι’ ἐναντιώσεως γίνεται. ἐναντίον γὰρ τῷ ξηρῷ τὸ ὑγρόν. ἀλλά τινες ἀπο‐ | |
5 | ροῦσι λέγοντες ὅτι ὁ πυρετὸς οὐ μόνον ξηρός ἐστιν, ἀλλὰ καὶ θερμός. οὐκοῦν ἔδει τῷ Ἱπποκράτει τὸν πυρετὸν θεραπεύοντι μὴ μόνον ὑγρῷ, ἀλλὰ καὶ ψυχρῷ χρήσασθαι. πρὸς τοῦτο λεκτέον, ὅτι ὁ Ἱπποκράτης βραχυλόγος ὢν, τῆς μιᾶς μνησθεὶς ἀντιθέσεως, τῆς κατὰ τὸ ὑγρὸν καὶ | |
10 | ξηρὸν [γινομένης, ἤγουν] μαχομένης, καταλέλοιπε προ‐ συπακούεσθαι τὴν ἑτέραν ἀντίθεσιν, τὴν κατὰ τὸ θερμὸν καὶ ψυχρὸν πολεμοῦσαν. μάλιστα δὲ παιδίοισι συμ‐ φέρει, ἐπειδὴ καὶ τρέφει αὐτὰ καὶ τὸν πυρετὸν ἀπομά‐ χεται· κανὼν γάρ ἐστιν ὁ λέγων, τὰ κατὰ φύσιν ὑπὸ τῶν | |
15 | ὁμοίων φυλάττεται, τὰ δὲ παρὰ φύσιν ὑπὸ τῶν ἐναν‐ τίων ὠφελοῦνται. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τοῖς οὕ‐ τως εἰθισμένοις διαιτᾶσθαι ἡ ὑγρὰ δίαιτα συμφέρει, διότι τὸ ἔθος τῶν ὁμοίων δεῖται τὴν φύσιν μιμούμενον. εἶτα ἐπιφέρει διδάσκων, ἐπὶ ποίων ὀφείλομεν ἅπαξ τῆς | |
20 | ἡμέρης διδόναι τροφὴν, ἐπὶ ποίων δεύτερον ἢ πλείω ἢ ἐλάττω τοῦ δὶς καί φησι, καὶ τοῖσιν ἅπαξ ἢ δὶς ἢ πλείω ἢ ἐλάττω καὶ κατὰ μέρος. καὶ ἔστι τοῦτο τρόπος τῆς χρήσεως καὶ κατορθοῦται πρὸς δύο τινὰ ἀφορώντων ἡμῶν, πρὸς τὴν δύναμιν καὶ πρὸς τὸ σῶμα· καὶ πρὸς | |
25 | μὲν τὴν δύναμιν, εἰ ἔῤῥωται, τρέφειν πολλὰ καὶ πολλά‐ κις, πρὸς δὲ τὸ σῶμα, εἰ δέεται, εἰ δὲ τοὐναντίον ἔχει ἡ δύναμις καὶ τὸ σῶμα, ὀλίγα καὶ ὀλιγάκις. πάλιν εἰ μὲν ἡ δύναμις ἔῤῥωται, τὸ δὲ σῶμα οὐ δέεται, πολλὰ ὀλιγάκις. εἰ δὲ τοὐναντίον, ἐδήλωσε ταύτην τὴν συμ‐ | |
30 | πλοκὴν ἐναντίως διὰ τοῦ εἰπεῖν κατὰ μέρος. τὸ μέντοι | |
δοτέον καὶ τῇ ὥρῃ καὶ τῇ χώρῃ καὶ τὰ ἑξῆς προσδιορι‐ | 283 | |
2.284 | σμοῦ χάριν εἴρηται, ὅτι οὐ μόνον δεῖ πρὸς τὴν δύναμιν, καὶ τὸ σῶμα ἀποβλέπειν, ἀλλὰ δεῖ παρέχειν τι καὶ τῇ ὥρῃ. εἰ γάρ ἐστι θέρος κἂν δέηται τὸ σῶμα, ἀλλ’ ὅμως οὐ παρέχομεν τροφὴν πλείονα, ἀλλ’ ὀλίγην, πολλάκις | |
5 | δὲ διὰ τὸ μὴ ἐῤῥῶσθαι τὴν δύναμιν. εἰ δὲ χειμὼν εἴη, κἂν μὴ δέηται τὸ σῶμα, παρέχομεν πλείονα τροφὴν, διὰ τὴν περιουσίαν τοῦ θερμοῦ τοῦ ἐμφύτου, ὀλιγάκις δέ. ὅπερ δὲ ἐπὶ τῶν ὡρῶν, τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἡλικιῶν καὶ ἐπὶ τῶν κράσεων καὶ τῶν λοιπῶν εἴρηται. ἰστέον δὲ ὅτι | |
10 | ὁ Ἱπποκράτης ἐπὶ τῶν ἁπλῶν πυρετῶν διαγορεύει τὸν λόγον. ἐπὶ γὰρ τῶν πεπλεγμένων, οἷον ἐπὶ ὑδρωπικῶν πρὸς τὸ κατεπεῖγον δεῖ ἐνίστασθαι. ΔΑΜ. Ἐν μὲν τοῖς ἔμπροσθεν ἀφορισμοῖς περὶ τοῦ πόσην εἶναι δεῖ τὴν τροφὴν τοῖς διαιτωμένοις ἡμᾶς ἐδί‐ | |
15 | δαξεν· ἐνταῦθα δὲ περὶ τοῦ ὁποίαν διδάσκει, καὶ πρῶτον μὲν ὅπως χρὴ διαιτᾷν τοὺς πυρέττοντας διαλέγεται. φησὶ γοῦν ὅτι πᾶσαι αἱ ὑγρότεραι τροφαὶ συμφέρουσι καὶ ὠφελοῦσι τοῖς πυρέσσουσι, διότι δηλονότι θερμὸν καὶ ξηρὸν ὑπάρχει πάθος ὁ πυρετός. ἔστι γὰρ μεταβολὴ τοῦ | |
20 | ἐμφύτου θερμοῦ ἐπὶ τὸ πυρῶδες καὶ διὰ τοῦτο ὑγρὰν ἐπ’ αὐτὸ συμβουλεύει τροφήν. πλέον δὲ πάντων ὠφελοῦσι τοῖς παιδίοις, ὅταν πυρέσσωσι, διότι σφόδρα διακαῶς οὗτοι πυ‐ ρέττουσι. καὶ ὅσοι, φησὶν, ὑγιαίνοντες ἔθος ἔχουσιν ὑγρῶς τρέφεσθαι, καὶ τούτοις πλέον τῶν ἄλλων ἡ ὑγρὰ συμφέρει | |
25 | τροφὴ, ὅταν πυρέσσωσιν, ἔπειτα διδάσκει προσέχειν καὶ εἴτε ἅπαξ εἴτε δὶς ἑκάστης ἡμέρας ἢ νυκτὸς χρὴ τρέφειν. χρὴ γὰρ εἰδέναι καὶ τοῦτο τὸν ἰατρόν. σκόπει γοῦν οὕτως. καὶ ἐὰν μὲν ἡ δύναμις τοῦ πάσχοντος ἀσθενής ἐστι καὶ ἡ διάθεσις ὑπ’ ἐνδείας πάσχουσα, ὀλίγην μὲν διὰ τὴν τῆς | |
30 | φύσεως ἀσθένειαν, πολλάκις δὲ τῆς ἡμέρας διὰ τὸ δεῖ‐ σθαι ὑπὸ τῆς ἐνδείας· εἰ δὲ καὶ ἡ δύναμις μὲν ἀσθενής ἐστι καὶ οὔτε ἔνδειά τις συνυπάρχει, συμμετρία δὲ ἢ ἰσό‐ | |
της τῶν χυμῶν ἢ καὶ πλῆθος, ὀλιγάκις τε καὶ ὀλίγα τού‐ | 284 | |
2.285 | τοις δώσομεν. καὶ ἐπὶ τοῖς ἑξῆς οὕτω σκοπῶν οὐ σφα‐ λήσῃ πρὸς οὐδὲν τὸ παράπαν. — — — In codice Vindob. XXVIII, hoc est scholion: | |
4 | ||
5 | Χρὴ διαιτᾷν τοὺς πυρέσσοντας ὡς ὑγρῷ καὶ ξηρῷ πάθει ὄντι ὑγρὰν δίαιταν, ταῖς δὲ ὑγραῖς φύσεσι, εἴτε δι’ ἡλικίας εἴτε δι’ ἔθος, οὐ τὴν ἐναντίαν, ἀλλὰ τὴν οἰκείαν. δεῖ γὰρ τὴν φύ‐ σιν αὐτῶν διὰ τῶν ὑγρῶν οὐκ ἀνασκευάζεσθαι ᾧτινι νο‐ σήματι. εἰ δέ τις προχειριζόμενος σύνθετα νοσήματα, οἷον | |
10 | ἅμα πυρετῷ ὕδερον ἢ πλευρῖτιν μεθ’ αἵματος ἀναγωγῆς, ἀκουέτω, ὡς ἕκαστον τῶν ἁπλῶν ἰδίας θεραπείας δεῖται, τῶν δ’ ἐπιπλεκομένων ἀλλήλοις, εἰς ὅσον ἐπιπλέκονται, εἰς τοσοῦτον ἕξουσι ποικίλην καὶ τὴν τῆς θεραπείας ἔν‐ δειξιν, ὥστε ἢ πρὸς τὸ κατεπεῖγον ἵστασθαι μηδὲ θατέ‐ | |
15 | ρου παντάπασιν ἀμελοῦντα ἢ ὁμοτίμως ἅπασιν βοηθεῖν. πρῶτοι μὲν οὖν ἐκεῖνοι σκοποὶ, ἥτε νόσος καὶ ἡ τοῦ κάμνοντος δύναμις, ἔπειτα καὶ ἡ ὥρα καὶ ἡ χώρα καὶ ἡλικία καὶ τἄλλα τούτοις ἀνάλογα. ἡ γὰρ δύναμις ἀσθε‐ νής ἐστι καὶ ἡ κατὰ τὸ σῶμα διάθεσις ἢ κατὰ διαφθο‐ | |
20 | ρὰν ἢ κατ’ ἐνδείαν· τούτοις ὀλίγην τροφὴν πολλάκις δώ‐ σομεν, ὀλίγην μὲν διὰ τὴν τῆς δυνάμεως ἀῤῥωστίαν. τὸ γὰρ ἀθρόον πλῆθος οὐ στέγει ἡ τοιαύτη· πολλάκις δὲ, ὅτι πολλῶν ἡ διάθεσις δεῖται, καὶ ἡ μὲν ἔνδεια προσθέ‐ σεως δεῖται, ἡ δὲ διαφθορὰ τῆς ἐπικράσεως. ὡσαύτως ἐν‐ | |
25 | δείξεις ληπτέον καὶ ἀπὸ τῆς ὥρας καὶ τῆς χώρας καὶ τῆς ἡλικίας καὶ τῶν λοιπῶν. οἷον ἐν τῇ θερινῇ ὥρᾳ ὅσον ἐπ’ αὐτῇ πολλάκις ὀλίγον δοτέον διὰ τὴν πολλὴν διαφο‐ ρὰν καὶ τὴν ἀσθένειαν τῆς δυνάμεως· ἐν δὲ τῇ χειμερινῇ πολλὴν μὲν διὰ τὴν ῥώμην τῆς δυνάμεως, οὐ πολλάκις δὲ | |
30 | διὰ τὸ ἐπὶ τῇ ὥρᾳ ἀκένωτον τῶν σωμάτων καὶ ἐπὶ τῶν ἄλλων ἑξῆς. κατὰ τὸ ἔαρ μὲν μέσον, ὀλίγοις καὶ διὰ πολ‐ λῶν τρέφειν. πληθωρικῆς γὰρ διαθέσεως ἐγγύς εἰσι τότε τὰ σώματα διὰ τὴν ἐν τῷ χειμῶνι πεπηγότων χύσιν καὶ μᾶλλον ἐπὶ πυρεττόντων. τὸ δὲ φθινόπωρον τοῖς κατὰ | |
35 | διαφθορὰν ἐνοχλοῦσι νοσήμασιν ἔοικεν· ἐπ’ αὐτῷ οἱ πυ‐ | |
ρέττοντες τῆς τοῦ χρηστοῦ προσθέσεως δέονται συνεχῶς, | 285 | |
2.286 | εἰ καὶ ἡ δύναμις, ὡς πολλάκις πολλὰ δοῦναι αὐτοῖς, εἰ δ’ ἀσθενεῖς, πολλάκις ὀλίγα. παραπλησίως δὲ ἄν τις λαμβάνοι τὰς ἐνδείξεις καὶ ἀπὸ ἡλικιῶν καὶ ἐθῶν καὶ χωρίων καὶ τῶν λοιπῶν τῶν ὁμοίων εἰς τοὺς πρώτους | |
5 | βʹ σκοποὺς ἀνάγων. ἕκαστον γὰρ τῶν εἰρημένων ἢ ἰσχυ‐ ρὰν ἢ ἀσθενῆ τὴν δύναμιν ἐργάζεται καὶ ἢ πληθωρικὸν ἢ ἐνδεὲς ἢ κακόχυμον τὸ σῶμα. — — — | |
8 | ιηʹ. Θέρεος καὶ φθινοπώρου σιτία δυσφορώτατα φέρουσι· | |
10 | χειμῶνος, ῥήϊστα· ἦρος, δεύτερον. — | |
10 | ΘΕΟΦ. Τινὲς καὶ ἐνταῦθα ἔφασαν ταυτολογεῖν τὸν Ἱπποκράτην. προεῖπε γὰρ, αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει καὶ τὰ ἑξῆς. οὐκ ἔστι δὲ ταυτολογία. ἐκεῖ μὲν γὰρ ἐπὶ ὑγιαινόντων ἦν ὁ λόγος, ἐνταῦθα δὲ περὶ | |
15 | νοσούντων. φησὶν οὖν, ὅτι θέρει καὶ φθινοπώρῳ τὰ σιτία δυσφόρως φέρουσιν, ἐν μὲν τῷ φθινοπώρῳ τῷ λόγῳ τῆς ἀνωμαλίας, ἐν δὲ τῷ θέρει τῇ ἔξω διαφορήσει τῆς ἡμῶν θερμότητος, ἐν χειμῶνι δὲ πάλιν ῥήϊστα τουτέστιν εὐχερῶς διὰ τὸ ἐναποκεκλεῖσθαι ἐντὸς τὴν θερμότητα, | |
20 | δεύτερον δὲ, ἐν τῷ ἔαρι τῷ λόγῳ τῆς εὐκρασίας. ΔΑΜ. Κατὰ μὲν τὸ θέρος δυσκόλως ὑπομένουσι τὰ σώματα τὰ βρώματα, διότι πᾶν τὸ ἔξωθεν περιέχον θερ‐ μόν ἐστι· κἀντεῦθεν καὶ τὸ ἔμφυτον θερμὸν ἔξω κέχυται πρὸς τὸ συγγενὲς καὶ ὅμοιον· κατὰ δὲ τὸ φθινόπωρον, | |
25 | διότι τότε ἄρχονται τὰ σώματα ψύχεσθαι καὶ πυκνοῦσθαι. κατὰ δὲ τὸν χειμῶνα διὰ τοῦτο εὐκόλως ὑπομένουσι τὰ βρώματα, διότι πᾶν τὸ θερμὸν εἰς βάθος ὑποφεύγει καὶ πέττει ταῦτα. κατὰ δὲ τὸ ἔαρ, εὐκόλως μὲν καὶ τότε φέ‐ ρουσι καὶ ὑπομένουσι τὰ σώματα πλὴν κατὰ δεύτερον | |
30 | τρόπον· ἐπεὶ οὐ παντελῶς τὸ θερμὸν ἐντὸς περιφεύγει εἰς βάθος, ἐπεὶ καὶ τὸ ἔαρ μέσως ἔχει πρός τε κρύος καὶ θέρμην. | |
32 | ||
ιθʹ. Τοῖσι ἐν τῇσι περιόδοισι παροξυνομένοισι μηδὲν δι‐ | 286 | |
2.287 | δόναι, μηδὲ ἀναγκάζειν, ἀλλὰ ἀφαιρέειν τῶν προσθέσεων πρὸ τῶν κρίσεων. — | |
2 | ΘΕΟΦ. Κρίσιν ἐνταῦθα ὁ Ἱπποκράτης λέγει κατα‐ χρώμενος τὸν παροξυσμόν. ἔστι γὰρ κρίσις καὶ ἡ ἀθρόα | |
5 | ἐν νόσῳ μεταβολὴ καὶ ὁ ἀγὼν τῆς φύσεως καὶ τοῦ νο‐ σοποιοῦ αἰτίου καὶ ἡ προηγουμένη τούτων ταραχή. λέ‐ γει οὖν ὅτι τοῖς κατὰ περίοδον παροξυνομένοις μὴ ἐπιδῷς τροφὴν μηδὲ ἀναγκάσῃς, ἀλλ’ ἀφαίρει τῶν προσθεσίων ἤτοι τῶν τροφῶν πρὸ τῶν κρίσεων. εἰ γὰρ | |
10 | ἐπιδώσεις, τὸ τηνικαῦτα ἀναγκάζων, τὰ μέγιστα βλάψεις ἢ πρὸς ἔμετον παρασκευάσεις τὸν κάμνοντα διὰ τοῦ βάρους τῆς τροφῆς, ἢ τῷ νοσοποιῷ αἰτίῳ προσθήκης αἴτιος γενόμενος, αὐξήσεις τὸ νόσημα. ΔΑΜ. Οἱ μὲν τῶν παροξυσμῶν γίνονται κατὰ περι‐ | |
15 | όδους ἤγουν τεταγμένως καὶ κατὰ τὴν αὐτὴν τῆς ἡμέρας ὥραν, οἱ δὲ οὐ τεταγμένως, ἀλλ’ οἷον τύχῃ τῆς ἡμέρας καιρόν. ἀλλ’ ἐπὶ τούτων μὲν οὐκ ἔστι δυνατὸν ἐξευρεῖν ἀκριβῶς τὸν καιρὸν, καθ’ ὃν ἁρμόζει τρέφειν αὐτοὺς διὰ τὸ τοῦ καιροῦ ἄδηλον, καθ’ ὃν ὁ παροξυσμὸς γίνεται δη‐ | |
20 | λονότι. τοὺς δὲ κατὰ τάξιν φησὶ παροξυνομένους ἐν τῷ καιρῷ τοῦ παροξυσμοῦ μὴ τρέφειν, ἀλλὰ τρέφειν τὴν ἄνετον τούτους ἡμέραν, ὀλίγον δὲ πρὸ τῶν κρίσεων ἤγουν πρὸ τῆς ἐλεύσεως τοῦ παροξυσμοῦ χωρίζειν αὐτοὺς τῶν προσθέσεων, ἤως τροφῶν, ἵνα ἡ φύσις ἄνετος οὖσα κου‐ | |
25 | φότερον ὑπομείνῃ τὸ νόσημα. | |
25 | κʹ. Τὰ κρινόμενα, καὶ τὰ κεκριμένα ἀρτίως, μὴ κινέειν, μηδὲ νεωτεροποιέειν, μήτε φαρμακίῃσι, μήτε ἄλλοισιν ἐρεθισμοῖσιν, ἀλλὰ ἐᾷν. — | |
28 | ||
ΘΕΟΦ. Πολυειδῶς καὶ πολυτρόπως τὸν περὶ δι‐ | 287 | |
2.288 | αίτης λόγον ὁ Ἱπποκράτης διδάξας νῦν ἐπὶ ἕτερον μετά‐ γει ἑαυτὸν κεφάλαιον καὶ διδάσκει πότε δέον ἐστὶν ἐν ταῖς κρίσεσι τῶν νοσημάτων ἐπικουρεῖν τῇ φύσει καὶ πότε οὐ δέον καί φησι, σκόπει τὴν γινομένην ἢ γενομέ‐ | |
5 | νην κρίσιν καὶ εἰ εὕροις αὐτὴν ἀνελλιπῶς καὶ αὐτοτελῶς ὑπαντήσασαν—τοῦτο γὰρ ἔστι τὸ ἀρτίως—μηδεμίαν κίνησιν ἐπιτηδεύσῃς, μηδὲ νεωτεροποιήσῃς τουτέστι και‐ νόν τι ἐπιτηδεύσῃς, ἄλλ’ ἔασον. διὰ τί; ὅτι τὸ τηνι‐ καῦτα ἡ φύσις οὐ δεῖται βοηθείας, ἑαυτῇ ἐξαρκέσασα. | |
10 | ἄλλως τε ὅτι ἡσυχίη κρείττων πράξεως. φαρμακίαν δὲ ἐνταῦθα ὁ Ἱπποκράτης φησὶ τὴν κάθαρσιν, ἐρεθισμούς τε ἄλλους, κλυστῆρα, ἐμετικὸν φάρμακον, ὑπήλατον καὶ ἄλλο οἱονδήποτε τὸ δυνάμενον ἐρεθισμὰν ποιεῖν ἐν τῷ σώματι. | |
15 | ΔΑΜ. Ἐν τούτῳ τῷ ἀφορισμῷ διδάσκει, πότε χρὴ ἐπιτρέπειν τῇ φύσει διαπράττεσθαι τὸ πᾶν περὶ τὸν νο‐ σοῦντα, μηδὲν τεχναζομένου τοῦ ἰατροῦ, πότε δὲ οὐ μό‐ νον τῇ φύσει τὸ πᾶν διδόναι, ἀλλά τι βοηθεῖν καὶ τὸν ἰατρόν. φησὶ γοῦν ὅτι, ὅτε μὲν ἢ γέγονε τελεία τοῦ νο‐ | |
20 | σήματος κρίσις, ἢ γίνεται νῦν, τότε τῇ φύσει τὸ πᾶν ἐπι‐ τρέπειν προσήκει καὶ μηδὲν τὸν ἰατρὸν νεωτεροποιεῖν· ὅτε δὲ μὴ τελέως, ἀλλ’ ἐλλιπῶς ἡ κρίσις γίνεται, τότε χρὴ τὸ ἐπίλοιπον προστιθέναι τὸν ἰατρὸν, διότι μετὰ τὴν κρίσιν ὑπολειπόμενα εἰ μή τις καθάρῃ, ὑποστροφὰς εἴ‐ | |
25 | ωθε ποιεῖν τοῦ νοσήματος. ταῦτα γοῦν κινείτω ὁ ἰατρός. τὰ δὲ ὁλοκλήρως κριθέντα, ταῦτα οὐ χρὴ κινεῖν οὔτε ἐν φαρμακείαις οὔτε ἄλλοις τισὶν ἐρεθισμοῖς καὶ κινήμασι. | |
27 | καʹ. Ἃ δεῖ ἄγειν, ὅκου ἂν μάλιστα ῥέπῃ ἡ φύσις, ταύτῃ | |
ἄγειν, διὰ τῶν ξυμφερόντων χωρίων. — | 288 | |
2.289 | ΘΕΟΦ. Ἐν τῷ ἀνωτέρω ἀφορισμῷ ὁ Ἱπποκράτης παρακελευσάμενος τὰ κρινόμενα καὶ τὰ κεκριμένα τελείως μὴ κινεῖν, νῦν φησιν ἀκολούθως, ἐὰν ἀτελὴς γένηται ἡ κρίσις, ἐκεῖσε δεῖ ποιῆσαι τὴν κένωσιν, ὅπου ῥέπει διὰ | |
5 | τῶν ξυμφερόντων χωρίων, οἷον εἰ μὲν φλεγματικὸς ὁ χυ‐ μὸς ᾖ ἢ μελαγχολικὸς κάτω βρίθων, καὶ δι’ ἐντέρων πάν‐ τως ὥρμησεν ἡ φύσις διῶξαι τὸ περιττὸν, δεῖ τὸν ἰατρὸν ἐρεθισμὸν ποιήσασθαι κλυστῆρι χρώμενον ἢ προσθέτῳ τινί· εἰ δὲ χολὴ πλεονάζουσα καὶ ἄνω ῥέπει καὶ διὰ στό‐ | |
10 | ματος ἡ φύσις ὥρμησεν ἀποδιῶξαι αὐτὴν, δεῖ καὶ τὸν ἰατρὸν ἐμετικὸν παρασκευάσαι φάρμακον. καὶ τοῦτό ἐστιν, ὅκου ἂν μάλιστα ῥέπῃ ἡ φύσις· ἐὰν γὰρ ἐναντίως ποιήσῃς, πολλὴν παρέξεις ταραχὴν τῇ φύσει καὶ κά‐ ματον τῇ δυνάμει καὶ κίνδυνον τοῖς νοσοῦσι. | |
15 | ΔΑΜ. Διδάξας πρότερον ὅτι τὰ μὴ τελέως κρινό‐ μενα, ἐκεῖνα δεῖ κινεῖν τὸν ἰατρὸν, ἐν τούτῳ τῷ ἀφορι‐ σμῷ καὶ πῶς δεῖ κινεῖν ταῦτα διδάσκει καὶ διὰ ποίων μερῶν τοῦ σώματος. φησὶ γοῦν, ὅτι ἐκεῖνα ἃ πρέπει ἄγειν ἤγουν κενοῦν, ταύτῃ ἤγουν ἐκ τούτου τοῦ μέρους | |
20 | κενοῦν τοῦ σώματος, ὅπου ἡ φύσις ῥέπει καὶ κινεῖ μά‐ λιστα διὰ τῶν χωρίων τῶν ὠφελούντων ἤγουν πρὸς κέ‐ νωσιν ἐπιτηδείων. ἐπιτήδεια δὲ χωρία πρὸς κένωσίν εἰσιν, ἔντερα, γαστὴρ καὶ σύμπαν τὸ δέρμα. πρέπει γοῦν ἕνα ἕκαστον τῶν χυμῶν διὰ τῶν συμφερόντων χωρίων κενοῦν, | |
25 | οἷον εἰ τὸν ἐγκέφαλόν τις μέλλει καθαίρειν, διὰ ῥινῶν τοῦτο ποιεῖν, εἰ δὲ τὸ ἧπαρ, διὰ γαστρὸς, καὶ ἐπὶ τοῖς ἑξῆς ἀκολούθως. | |
27 | κβʹ. Πέπονα φαρμακεύειν καὶ κινέειν, μὴ ὠμὰ, μηδὲ ἐν ἀρχῇσιν, ἢν μὴ ὀργᾷ· τὰ δὲ πολλὰ οὐκ ὀργᾷ. — | |
29 | ||
30 | ΘΕΟΦ. Ὁ πρὸ τούτου ἀφορισμὸς τὸν ἐγκαταλιμπανόμε‐ νον ἐν τῇ κρίσει χυμὸν ἐδίδαξε κενοῦν ἡμᾶς καὶ διὰ ποίων χω‐ ρίων, ἀλλ’ ἵνα μήτις ἁπλῶς καὶ ὡς ἔτυχεν αὐτὸν κενώσῃ, | |
ὁ νῦν ἀφορισμὸς σαφηνίζει λέγων, πέπονα φαρμακεύειν | 289 | |
2.290 | καὶ κινέειν, μὴ ὠμὰ τουτέστιν πεπεμμένα. ὁ γὰρ ἰατρὸς ὀφείλει τὴν φύσιν μιμεῖσθαι καὶ ὥσπερ ἡ φύσις οὐ πρό‐ τερον ὁρμᾷ πρὸς τὴν κένωσιν, εἰ μὴ πρότερον συμπέψῃ τὴν ὕλην, οὕτω καὶ ὁ ἰατρὸς οὐκ ἄπεπτον, ἀλλὰ πεπεμ‐ | |
5 | μένην τὴν ὕλην κενοῦν ὀφείλει. εἰ γὰρ ἔστιν ὠμὴ ὕλη, οὐκ εἴκει τῷ καθαρσίῳ καὶ χαλεπὰ γίνεται συμπτώματα. διὰ τοῦτο γὰρ εἶπε μηδ’ ἐν ἀρχαῖς. ἄπεπτος γὰρ τότε ἡ ὕλη ὡς ἐπὶ τὸ πλεῖστον, ἐν ταῖς ἀρχαῖς τῶν νοσημά‐ των. τὸ δὲ ἢν μὴ ὀργᾷ εἶπε διὰ τὰ ὀργῶντα ἐν ἀρχῇ | |
10 | τουτέστι κατεπείγοντα· ταῦτα δέ εἰσι τὰ κατόξεα νοσή‐ ματα· τὰ γὰρ λοιπὰ οὐκ ὀργᾷ. ΔΑΜ. Ὃ λέγει, τοιοῦτόν ἐστιν, ὅτι τοὺς λυποῦντας τὸ σῶμα χυμοὺς, ὅσοι μὲν ὀργῶσι καὶ κινοῦνται καὶ ἐνο‐ χλοῦσι τὸν ἄνθρωπον, τούτους κινεῖν ἤγουν καθαίρειν | |
15 | διὰ φαρμάκων, ὅταν ἐν κινήσει καὶ μεταφορᾷ καὶ ῥεύσει τυγχάνωσιν. οἱ γὰρ χυμοὶ πολλάκις ἐν κινήσει σφοδροτέρᾳ καὶ μεταβάσει ἀπὸ μορίων εἰς μόρια κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος ἐνοχλοῦσι τὸ σῶμα, κινοῦντες καὶ γαργαλίζον‐ τες καὶ ἡσυχάζειν οὐδόλως ἐῶντες. τούτους γοῦν καθαί‐ | |
20 | ρειν προσήκει. ὅσοι δὲ καθ’ ἕν τι μέρος τοῦ σώματος στηριχθῶσι, τούτους οὔτ’ ἄλλῳ τινὶ βοηθήματι χρὴ κινεῖν οὔτε φαρμακεύειν πρὶν πεφθῆναι. τότε γὰρ ἤδη καὶ ἡ φύσις βοηθεῖ πρὸς τὴν κένωσιν. καλῶς δὲ προσέθηκεν, ὅτι, τὰ δὲ πολλὰ οὐκ ὀργᾷ· οἱ γὰρ χυμοὶ ἄλλοτε εἰς ἄλλο | |
25 | μέρος κινοῦνται τοῦ σώματος. πλὴν ὀλιγάκις τοῦτο συμ‐ βαίνει· οἱ πλείονες δὲ ἡσυχάζουσι καὶ μένουσι καθ’ ἓν μέρος, ἐν ᾧ καὶ πέττονται παρ’ ὅλον τοῦ νοσήματος τὸν καιρὸν ἄχρι λύσεως. | |
28 | κγʹ. Τὰ χωρέοντα μὴ τῷ πλήθεϊ τεκμαίρεσθαι, ἀλλὰ ὡς | |
30 | ἂν χωρέῃ οἷα δεῖ, καὶ φέρῃ εὐφόρως· καὶ ὅκου δεῖ ἄχρι λειποθυμίης ἄγειν, καὶ τοῦτο ποιέειν, ἢν ἐξαρκέσῃ ὁ νοσέων. — | |
32 | ΘΕΟΦ. Ἐν τοῖς πρὸ τούτου ἀφορισμοῖς περὶ κα‐ | |
θάρσεως διελέχθη, ἐν δὲ τούτῳ κριτήριον ἐκκρίσεως πα‐ | 290 | |
2.291 | ραδίδωσι τὴν εὐφορίαν. φησὶ γὰρ τὰ χωρέοντα μὴ τῷ πλήθει τεκμαίρεσθαι τουτέστι τὰ ἐκκρινόμενα οὐ δεῖ τῷ πλήθει τῶν ἐξαναστάσεων ἢ τῶν ἐκκρινομένων σημειοῦ‐ σθαι, ἀλλ’ ὅπως ταῦτα καθαίρωνται, σκοπεῖν τουτέστι | |
5 | καλῶς ἢ κακῶς. τοῦ γὰρ βλαπτικοῦ ἐκκρινομένου χυμοῦ, πρόδηλον ὅτι εὐφορία τὸν κάμνοντα διαδέξεται, εἰ δὲ μὴ, τὸ ἀνάπαλιν. εἶτα ἐπάγει, καὶ ὅκου δεῖ ἄχρι λειποθυμίας ἄγειν, καὶ τοῦτο εἰπὼν μετήγαγε τὸν λόγον ἀπὸ τῆς κα‐ θάρσεως ἐπὶ τὴν κένωσιν ἤτοι τὴν φλεβοτομίαν. ἐπὶ | |
10 | ποίων δὲ ἄχρι λειποθυμίας ἄγομεν; δηλονότι ἐπὶ τῶν διακαῶς πυρεττόντων, ἀλλὰ καὶ ἐπὶ τούτων οὐ πάντων, ἀλλ’ ἐφ’ ὧν ἔῤῥωται ἡ δύναμις. τοῦτο γάρ ἐστιν, ἢν ἐξ‐ αρκέσῃ ὁ νοσέων· δι’ ἣν δὲ αἰτίαν μέχρι λειποθυμίας τὴν κένωσιν ἐπὶ τῶν τοιούτων φέρομεν; ὅτι οἱ καυσώδεις | |
15 | πυρετοὶ ἐπὶ χυμοῖς ἀνάπτονται σηπομένοις. δύο δέ τινα ἡ σηπεδὼν ἔχει, ὕλην σεσηπυῖαν καὶ ποιότητος μοχθηρίαν. εἶτα ἡ μέχρι λειποθυμίας ἐπὶ τῶν τοιούτων πυρετῶν ληφθεῖσα φλεβοτομία καὶ τοῦ ποσοῦ τῆς ὕλης ἀφαι‐ ρεῖται καὶ τὴν φλογώδη καὶ δριμεῖαν ποιότητα κατασβέν‐ | |
20 | νυσι. καὶ γὰρ λειποθυμία ψύχει τὸ σῶμα. ΔΑΜ. Φησὶν ἐν τῷ παρόντι ἀφορισμῷ, ὅτι εἴτε ὑφ’ ἡμῶν ἡ κένωσις γίνεται, εἴτε ὑπὸ τῆς φύσεως, οὐ πρέπει σημειοῦσθαι τοὺς κενουμένους χυμοὺς, εἰ καλῶς | |
ἐκενώθησαν, ἐκ τοῦ πλήθους τῆς κενώσεως, ἀλλ’ ἔχειν | 291 | |
2.292 | σημεῖον τὴν εὐφορίαν, ἤγουν ἐὰν εὐκόλως ὁ κενῶν τὴν κένωσιν ὑπομείνῃ. εἰ γὰρ τὸ πλεονάζον ἐκκενοῦτο, κουφό‐ τερον ἀνάγκη τὸν κάμνοντα γίνεσθαι· εἰ δ’ οὔ, τοῦτο πε‐ ριττεῦον, ἄλλ’ ἤπερ ἔχειν ἡ φύσις ἔχρηζεν, ἀνάγκη κατα‐ | |
5 | λύεσθαι καὶ ἀῤῥωστεῖν αὐτοῦ τὴν δύναμιν καὶ δυσφορίας αἰσθάνεσθαι. τὸ δὲ καὶ ὅκου δεῖ μέχρι λειποθυμίας ἄγειν, οὕτως ἔχει· οὐ λέγει ἐνταῦθα τοιαύτην λειποθυμίαν, ἣν πάσχουσί τινες καὶ πρὸ τοῦ διαναστῆναι καὶ καθίσαι ἢ τὴν τῆς φλεβὸς τομὴν φοβούμενοι, ἢ ἄλλου τινὸς βοηθή‐ | |
10 | ματος χρῆσιν. αὕτη γὰρ παράλογος ἡ λειποθυμία, οὓς κατακειμένους φλεβοτομοῦσι πολλάκις, ἀλλὰ τὴν ἐξ ὑπερ‐ βολῆς γινομένην κένωσιν. δεῖ γοῦν, φησὶν, ὁρᾷν, ἐν οἵοις νοσήμασιν ἄχρι λειποθυμίας χρὴ ἄγειν τὴν κένωσιν καὶ οὕτω ταύτην ἐργάζεσθαι. καὶ γὰρ ἐν τοῖς ἰσχυροτάτοις | |
15 | πυρετοῖς καὶ ἡ μέχρι λειποθυμίας φλεβοτομία κατάψυ‐ ξιν ἐργάζεται καὶ τὸν πυρετὸν σβέννυσι καὶ τὴν γαστέρα κινεῖ καὶ ἱδρῶτας προχέει. ὁμοίως ἐν ταῖς ἰσχυροτάταις ὀδύναις οὐδὲν ἄλλο μεῖζον βοήθημα παρὰ τὸ μέχρι λει‐ ποθυμίας ἐκκενῶσαι. πλὴν ὁρᾷν χρὴ καὶ τοῦτο, ἐὰν ἐξαρ‐ | |
20 | κέσει καὶ δυνήσεται καὶ ὁ νοσῶν τὴν τοιαύτην ὑπερβολι‐ κὴν κένωσιν καὶ οὕτω ταύτην ἐργάζεσθαι. εἰ δὲ ἄγαν ἐστὶν ἀσθενεστάτης φύσεως ὁ πάσχων, σύμμετρον ποιεῖν καὶ τὴν κένωσιν, ἵνα μὴ πρὸς τῷ μηδὲν ὠφελῆσαι καὶ κίνδυνός τις συμβῇ. | |
24 | ||
25 | κδʹ. Ἐν τοῖσιν ὀξέσι πάθεσιν ὀλιγάκις, καὶ ἐν ἀρχῇσι, τῇσι φαρμακΐῃσι χρέεσθαι, καὶ τοῦτο προεξευκρινήσαν‐ τας ποιέειν. — | |
27 | ΘΕΟΦ. Ὀξέα νοσήματα Ἱπποκράτης νῦν καλεῖ τὰ ὀλιγοχρόνια, τὰ συντόμως κινούμενα, τὰ διακαῆ καὶ ζέου‐ | |
30 | σαν ἔχοντα τὴν ὕλην καὶ τὴν θερμασίαν, πάθος δὲ κατα‐ χρηστικῶς τὸ νόσημα, φαρμακίαν δὲ τὴν κάθαρσιν. ἐν τούτοις οὖν τοῖς πάθεσιν ὀλιγάκις δεῖ χρήσασθαι τῇ κα‐ θάρσει διὰ τὸ πολλὴν ἀνίαν ἐπιγενέσθαι τοῖς σώμασι τῇ εὐκινήτῳ φορᾷ τοῦ νοσοποιοῦ αἰτίου, κἂν ἄπεπτόν ἐστιν. | |
35 | ἀλλὰ καὶ τοῦτό φησι προεξευκρινήσαντας ποιεῖν δεῖ τουτ‐ | |
έστι προμελετήσαντας καὶ ἐξερευνήσαντας. ἐὰν γὰρ ἡ δύ‐ | 292 | |
2.293 | ναμις ἔῤῥωται καὶ εὔροά εἰσι τὰ σώματα, δεῖ παρα‐ λαβεῖν κάθαρσιν· εἰ δὲ τἀναντία, μᾶλλον δὲ καὶ ὠμὸς χυμὸς ἐπιπολάζει περὶ τὸν στόμαχον ἢ πολλάκις ἀναπέμ‐ πονται χυμοὶ, οὐ χρὴ τότε τὴν κάθαρσιν παραλαμβάνειν. | |
5 | ΔΑΜ. Φησὶν ὅτι ἐν ταῖς ἀρχαῖς τῶν ὀξέων νοσημά‐ των ὀλίγας χρὴ τὰς καθάρσεις ποιεῖν. ἐν μὲν γὰρ τοῖς χρονίοις πάθεσι χρὴ τὸν πεπασμὸν ἀναμένειν· ἐν δὲ τοῖς ὀξέσι νοσήμασιν, ὅταν κίνησις καταρχὴν γίνηται τῶν χυ‐ μῶν, εὐθὺς καθαίρειν καὶ τοῦτο πρᾶξαι μετὰ πολλῆς εὐ‐ | |
10 | λαβείας καὶ σκέψεως. χρὴ γὰρ εἶναι καὶ τοὺς χυμοὺς τοῦ κάμνοντος εὐρουστάτους τουτέστι λεπτοὺς καὶ μὴ γλίσ‐ χρους καὶ τοὺς πόρους ἀνεῳγμένους, δι’ ὧν ἡ κάθαρσις μέλλει γίνεσθαι, καὶ μηδεμίαν ἔχοντας ἔμφραξιν. ταῦτα χρὴ προβλέπειν τὸν ἰατρὸν, ἐπειδὰν κάθαρσιν ἐργάζε‐ | |
15 | σθαι μέλλῃ. | |
15 | κεʹ. Ἢν, οἷα δεῖ καθαίρεσθαι, καθαίρηται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι· τὰ δὲ ἐναντία, δυσχερῶς. — | |
17 | ||
ΘΕΟΦ. Εἰ καὶ ἀνωτέρω εἴρηται ὁ νῦν λεγόμενος | 293 | |
2.294 | ἀφορισμὸς, ἀλλ’ οὐχ ὁμοίως εἴρηται. ἐκεῖ μὲν γὰρ περὶ φυσικῆς κενώσεως εἴρητο, ἐνταῦθα δὲ περὶ τεχνικῆς. ἡ δὲ ἑρμηνεία πᾶσα τοῦδε τοῦ ἀφορισμοῦ ἐν ἐκείνῳ τῷ περὶ φυσικῆς κενώσεως διαλεγομένῳ ἀφορισμῷ σαφῶς διη‐ | |
5 | γόρευται. ΔΑΜ. Προέγραψε μὲν τὸν παρόντα ἀφορισμὸν, ἀλλ’ ἐπειδὴ κατὰ τοῦτο τὸ μέρος τοῦ βιβλίου περὶ τῶν παρὰ τοῦ ἰατροῦ γινομένων καθάρσεων διαλέγεται καὶ περὶ παντὸς σχεδὸν ἔγραψε τρόπου κενώσεως, οὐκ ὤκνησεν | |
10 | οὐδὲ τοῦτον προσθεῖναι τὸν ἀφορισμὸν, οὐδὲν μὲν διδά‐ σκων νεώτερον, ἀναμιμνήσκων δὲ τῶν προγραφέντων περὶ τῶν φυσικῶν κενώσεων καὶ συμπληρῶν ἅμα τὸν περὶ κα‐ θάρσεως σύμπαντα λόγον, ὥστε ἔχειν τὸν παρόντα ἀφορι‐ σμὸν ὥσπερ τόπον ἐπιλόγου καὶ τέλους τοῦ πρώτου | |
15 | τμήματος. | |
15 | ||
16t | Ἀρχὴ σὺν θεῷ τοῦ δευτέρου τμήματος. | |
16t | ||
17 | αʹ. Ἐν ᾧ νουσήματι ὕπνος πόνον ποιέει, θανάσιμον· ἢν δὲ ὕπνος ὠφελέῃ, οὐ θανάσιμον. — | |
18 | ΘΕΟΦ. Ἐν τῷ παρόντι ἀφορισμῷ τοῦ δευτέρου τμή‐ | |
20 | ματος σημείωσιν ὁ Ἱπποκράτης ἀπὸ τῶν ὕπνων διδάσκει, | 294 |
2.295 | ἐξ ἧς ἐστι γνῶναι, εἴτε σωτήριον εἴτε ὀλέθριον ὑπάρχει τὸ νόσημα. φησὶν οὖν ἐν ᾧ νοσήματι ὕπνος πόνον ποι‐ έει, θανάσιμον, ἢν δὲ ὕπνος ὠφελέῃ, οὐ θανάσιμον. ὁ πόνος τριττός· πόνος ἡ βλάβη, ὡς ἐνταῦθα, καὶ τὸ γυ‐ | |
5 | μνάσιον ὡς τὸ, πόνοι σιτίων ἡγείσθωσαν, καὶ ἡ ὀδύνη, ὡς τὸ δύο πόνων ἅμα γινομένων. πάλιν οἱ καιροὶ τῶν νοσημάτων τέσσαρες, ἀρχὴ, ἀνάβασις, ἀκμὴ καὶ παρακμή. ἐν μὲν οὖν τῇ ἀρχῇ ὁ ὕπνος πόνον ποιεῖ, ἤτοι βλάβην ποιεῖ, περὶ ἧς ὁ λόγος οὐκ ἔστι τῷ Ἱπποκράτει. οὐ γὰρ | |
10 | θάνατον σημαίνει· ὅσον οὔπω γὰρ ἐξαναφθήσεται τὰ τῆς θερμασίας καὶ τῶν περιττωμάτων τὸ φρύαγμα κατα‐ | |
σταλήσεται. ἐν δὲ τῇ ἀναβάσει καὶ τῇ ἀκμῇ καὶ τῇ πα‐ | 295 | |
2.296 | ρακμῇ, τοὐπίπαν ἐν ἀρχῇ, τὶς ὠφέλεια τοῖς ὕπνοις ἀκο‐ λουθεῖ, καὶ μάλιστα ἐναργεστάτη ταῖς παρακμαῖς. ἐὰν οὖν ἐν τούτοις τοῖς καιροῖς καὶ μάλιστα ἐν τῇ ἀκμῇ βλάβην ὁ ὕπνος ποιήσῃ, θανάσιμόν ἐστιν. ἐν ᾧ γὰρ ἕκα‐ | |
5 | στον ὠφελιμώτατόν ἐστιν, ἐὰν πρὸς τῷ μηδὲν ὠφελεῖν ἔτι καὶ βλάπτῃ, θάνατον εἰκότως δηλώσει. τοῦτο δὲ γί‐ νεται διὰ τὴν ἀσθένειαν τοῦ ἐμφύτου θερμοῦ μὴ δυνα‐ μένου περιγενέσθαι τοῦ νοσοποιοῦ αἰτίου. εἶτά φησιν, ἢν ὕπνος ὠφελέῃ, οὐ θανάσιμον. καὶ εἰκότως· δηλοῦνται | |
10 | γὰρ ἐκ τούτου καλῶς αἱ ὕλαι πεπέφθαι. ΔΑΜ. Ὅταν ἐξ ὕπνου γένηταί τις βλάβη, θανάσι‐ μον εἶναι τὸ νόσημά φησιν, ὅταν δ’ ὠφέλεια, μὴ θανά‐ σιμον. βλάβαι δ’ ἐξ ὕπνων εἰσὶν αἱ ταῖς ὠφελείαις ἐναν‐ τίαι, τό τε τὸν πυρετὸν ἢ μὴ λύεσθαι πρὸς αὐτῶν ἢ καὶ | |
15 | παροξύνεσθαι καὶ τὸ τὰς ὀδύνας ἐπιτείνεσθαι καὶ τὰ ῥεύματα πλείω γίνεσθαι καὶ τὰς φλεγμονὰς αὐξάνεσθαι. τινὲς δὲ καὶ κατ’ αὐτοὺς τοὺς ὕπνους φθέγγονται παρα‐ κοπτικῶς καὶ ἢν ἐξεγείρωνται, μέχρι πολλοῦ παρανοοῦσιν. ἐνίοις δ’ ἀρχὴ κώματος ἐν τῷ ὕπνῳ γίνεται καὶ μόλις | |
20 | ἀνίστανται νυττόμενοι. συμβαίνει δὲ ταῦτα πάντα διὰ τὴν τῶν χυμῶν κακοήθειαν, οὓς ὅταν μὲν ἰσχυρότερον ᾖ τὸ ἔμφυτον ἡμῶν θερμὸν, ἐκπέττει κατὰ τοὺς ὕπνους, ὅταν δ’ ἀσθενέστερον, ἐνικήθη μὲν ὑπ’ ἐκείνων ἐκεῖνο, βαρύνεται δ’ ὑπ’ αὐτῶν τὰ σπλάγχνα καὶ τοῖς εἰρημένοις | |
25 | ἁλίσκεται πάθεσιν ὁ ἄνθρωπος. αὐτὸς γὰρ ὁ Ἱπποκρά‐ της βούλεται τὸν μὲν ἐγρηγορότα ἔξωθεν θερμότερον εἶ‐ ναι, τὸν δὲ καθεύδοντα ἐναντίως. | |
27 | βʹ. Ὅκου παραφροσύνην ὕπνος παύει, ἀγαθόν. — | |
28 | ΘΕΟΦ. Ἄνω καθολικὸν τὸν λόγον ποιούμενος ἔλεγε, | |
30 | ὅπου ὕπνος πόνον παύει, οὐ θανάσιμον. καὶ ὃ ἔλεγεν ἐκεῖ, πιστοῦται νῦν διὰ παραδείγματος ἐν τῷ φάναι, | |
ὅκου παραφροσύνην ὕπνος παύει, ἀγαθόν. καὶ αὐτὸς μὲν | 296 | |
2.297 | ὡς φιλοσύντομος τοῦ χαλεπωτάτου νοσήματος τουτέστι τῆς παραφροσύνης μνησθεὶς ἐδήλωσεν, ὅτι καὶ τὰ λοιπὰ τουτέστι πυρετὸν, φλεγμονὴν, ὀδύνην ἐὰν ὕπνος παύῃ, ἀγαθόν ἐστιν. | |
5 | ΔΑΜ. Ἀπὸ τοῦ κινδυνωδεστάτου νοσήματος δηλοῖ καὶ τὰ ἄλλα. | |
6 | γʹ. Ὕπνος, ἀγρυπνίη, ἀμφότερα μᾶλλον τοῦ μετρίου γε‐ νόμενα, κακόν. — | |
8 | ΘΕΟΦ. Ἄμφω κακὰ ὡς ἄμετρα, ἀλλ’ ὁ μὲν ὕπνος | |
10 | καὶ ὡς σημεῖον καὶ ὡς αἴτιον, ὡς σημεῖον μὲν, ἐπειδὴ δηλοῖ πλῆθος ὕλης καὶ ἀσθένειαν δυνάμεως, ὡς αἴτιον δὲ, ὅτι ἐπιτείνει τὸ πλῆθος, μὴ συγχωρῶν αὐτὸ διαφορη‐ θῆναι. αἱ γὰρ διαφορήσεις ἐν τῇ ἐγρηγόρσει γίνονται. πάλιν δὲ καὶ ἡ ἐγρήγορσις ὡς σημεῖον καὶ ὡς αἴτιον κακὸν, ὡς ση‐ | |
15 | μεῖον μὲν ὅτι ἐνδείκνυται ξηρότητα, ὡς αἴτιον δὲ, ὅτι ἐπιτεί‐ νει αὐτὴν τῇ διαφορήσει. ἀποροῦσι δέ τινες λέγοντες, ὅτι διὰ τί εἶπεν ὕπνον μακρόν; ὁ γὰρ μακρὸς ὕπνος οὐχ ὕπνος, ἀλλὰ κῶμα. λύσις. ὅτι ἄλλο κῶμα καὶ ἄλλο μακρὸς ὕπνος· τὸ μὲν γὰρ κῶμα οὐ μόνον τῷ μήκει χα‐ | |
20 | ρακτηρίζεται, ἀλλὰ καὶ τῷ δυσεγέρτῳ· ὁ δὲ μακρὸς ὕπνος τῷ μήκει μὲν, οὐ μὴν δὲ καὶ τῷ δυσεγέρτῳ. ΔΑΜ. Γίνεται δὲ μακρὸς ὕπνος ἐπὶ ψύξει τοῦ πρώ‐ του αἰσθητικοῦ ἤγουν τοῦ ἐγκεφάλου, ἥτις ὅταν ἰσχυρὰ γένηται, μετὰ μὲν ὑγρότητος μιχθεῖσα τὰ ληθαργικὰ | |
25 | πάθη ποιεῖ, μετὰ δὲ ξηρότητος τὰς καλουμένας καταλή‐ | |
ψεις. οὕτω δὲ καὶ ἀγρυπνίαι διὰ θερμασίαν τοῦ ἐγκεφά‐ | 297 | |
2.298 | λου γίνονται ἢ διὰ δυσκρασίαν μόνην ἢ καὶ χυμοῦ χολώ‐ δους πλεονάσαντος. | |
2 | δʹ. Οὐ πλησμονὴ, οὐδὲ λιμὸς, οὐδὲ ἄλλο οὐδὲν ἀγαθὸν, ὅ τι ἂν μᾶλλον τῆς φύσιος ἔῃ. — | |
4 | ||
5 | ΘΕΟΦ. Διὰ τί πλησμονῆς καὶ λιμοῦ ἐμνήσθη ἐν‐ ταῦθα, οὐ μέντοι ἄλλης τινὸς ἐναντιώσεως, οἷον θερμα‐ σίας καὶ ψύξεως; ὡς αἴτια τῶν πρὸ αὐτῶν εἰρημένων. ὁ μὲν γὰρ πολὺς ὕπνος τῇ πλησμονῇ γίνεται τῶν βρωμά‐ των, ἡ δὲ ἀγρυπνία τῷ ὑπερβάλλοντι λιμῷ. ἀπὸ δὲ τού‐ | |
10 | των ἐπὶ τὸ καθολικώτερον ἀναγόμενός φησιν, οὐδὲ ἄλλο οὐδὲν ἀγαθὸν, ὅ τι ἂν μᾶλλον τῆς φύσιος ᾖ. καὶ ἡ αἰτία. ὅτι οὐδὲν ἄμετρον ἀγαθόν. ΔΑΜ. Ὅσαι μὲν γὰρ * αἱ μετρίαι πλεῖστον ἀποκεχωρήκασι τοῦ συμμέτρου, ἤδη νοσήματα ὑπάρχει. | |
15 | ὅσαι δ’ οὐδέπω τὸ μέχρι πλείστου κέκτηνται, νοσημάτων ἐνδείκνυνται γένεσιν. | |
16 | εʹ. Κόποι αὐτόματοι φράζουσι νούσους. — | |
17 | ΘΕΟΦ. Αὐτομάτους κόπους ὀνομάζει τὰς ἄνευ φα‐ νερᾶς αἰτίας γινομένας ἀνιαρὰς συναισθήσεις, ἐξ ὧν | |
20 | καὶ τὴν διάγνωσιν νῦν ποιεῖται. ἀλλ’ οὗτοι οἱ κόποι τριτ‐ τοί· οἱ μὲν γάρ εἰσι τονώδεις οἱ ἐκ πνευμάτων φυσωδῶν τεινόντων τὸ ὅλον σῶμα μετ’ αἰσθήσεως γινόμενοι, οἱ δὲ ἑλκώδεις· ὥσπερ γὰρ ἐπὶ ἕλκους δοκεῖ τούτοις συναίσθη‐ σις γίνεσθαι, οἵτινες γεννῶνται ἐξ ὕλης δριμείας τε καὶ | |
25 | δακνώδους· οἱ δὲ ὀστοκοπώδεις, ἐπειδὴ δοκοῦσι συντε‐ θλάσθαι τὰ ὀστᾶ, γινόμενοι ἐκ παχέος καὶ γεώδους χυ‐ μοῦ. οὗτοι οὖν οἱ κόποι φράζουσι τουτέστι δηλοῦσι καὶ προμηνύουσι μέλλουσαν γίνεσθαι νόσον. τέως γὰρ ἠρε‐ | |
μεῖ ὁ χυμὸς, ὁ αἴτιος τῶν κόπων, λοιπὸν δὲ ὕστερον | 298 | |
2.299 | ἐμφράττεται, ἀδιαπνευστεὶ σήπεται κἀντεῦθεν χαλεπὰ γίνονται νοσήματα. ΔΑΜ. Οὐ τῆς τῶν κινήσεων ἀμετρίας ὄνομά ἐστιν ὁ κόπος, ἀλλὰ τῆς ἐγγινομένης διαθέσεως ἐν τοῖς τῶν | |
5 | ζώων σώμασιν ὑπὸ τῶν τοιούτων κινήσεων. οὐ μνημο‐ νεύει γὰρ γινομένων κόπων, ἀλλὰ τῶν αὐτομάτων. ὅταν οὖν ἄνευ κινήσεως ἡ τοιαύτη γένηται διάθεσις, οὐ κόπος ἁπλῶς, ἀλλὰ κόπος αὐτόματος ὀνομάζεται. εἰσὶ δὲ τριττοὶ κόποι, καλεῖται δὲ ὁ μὲν ἑλκώδης, ὁ δὲ τονώδης, ὁ | |
10 | δὲ φλεγμονώδης καὶ γίνεται ὁ μὲν ὑπὸ κακοχυμίας, ὁ δὲ ὑπὸ πλησμονῆς, ὁ δὲ ὑπ’ ἀμφοτέρων τούτων. | |
11 | ϛʹ. Ὁκόσοι πονέοντές τι τοῦ σώματος, τὰ πολλὰ τῶν πόνων μὴ αἰσθάνονται, τουτέοισι ἡ γνώμη νοσέει. — | |
13 | ΘΕΟΦ. Συνεχὴς καὶ οὗτος τῷ πρὸ αὐτοῦ ἀφορισμῷ. | |
15 | ἐν ἐκείνῳ μὲν γὰρ περὶ τοῦ αἰσθητικῶς γινομένου πόνου διηγόρευεν, ἐνταῦθα δὲ περὶ τοῦ ἀναισθήτως καί φη‐ σιν, ἐάν τις ὀδυνηρὰν ἔχων διάθεσιν ἐν οἱῳδήποτε μέρει τοῦ σώματος αἰσθητικῷ μὴ αἰσθάνηται τῆς ὀδύνης, κα‐ κόν· δηλοῖ γὰρ ὅτι ὁ ἐγκέφαλος πέπονθεν, οἷον ἐπὶ πα‐ | |
20 | ραδείγματος· ἔστιν ὁ κάμνων ἐρυσίπελας ἔχων ἢ φλεγμο‐ νὴν περὶ τὸν μηρόν. τοῦτο ὁ ἰατρὸς ὁρῶν κατὰ λόγον τὰ δέοντα ποιῶν παραμυθεῖται· εἰς τὴν ἑξῆς ἐλθὼν εἰ παρὰ τοῦ παρακολουθήσαντος μάθοι, ὅτι ὅλως οὐκ ᾔσθετο τῆς ὀδύνης ἐν τῇ νυκτὶ πρότερον μὴ ὑποφέρων αὐτὴν, | |
25 | λογίζεται συναγαγὼν, μὴ ἄρα διεφορήθη ὁ τοιοῦτος ὄγκος ἢ μετωχετεύθη καὶ τούτῳ τῷ λόγῳ ἀνώδυνος γέγονεν. εἶτα εἰ ἐρευνῶν μηδὲν ἐκ τούτων εὕροι, τὸν δὲ ὄγκον τὸν αὐτὸν θεάσηται, εὐθέως τεκμαίρεται, ὅτι ἢ παρεφρόνησεν ὁ ἄνθρωπος ἢ μέλλει παραφρονεῖν. ἐβλάβη | |
30 | γὰρ τὸ κρῖνον. τὸ δὲ πολλὰ κεῖται νῦν ἀντὶ τοῦ | |
ὡς ἐπίπαν. | 299 | |
2.300 | ΔΑΜ. Γνώμην τὴν κατάστασιν τοῦ νοός φησιν. | |
1 | ζʹ. Τὰ ἐν πολλῷ λεπτυνόμενα, νωθρῶς ἐπανατρέφειν· τὰ δὲ ἐν ὀλίγῳ, ὀλίγως. — | |
3 | ΘΕΟΦ. Ἐνταῦθά φησι πρὸς τὸν ἰατρὸν, ὅτι σκόπει | |
5 | ἐπὶ τῶν ἀνακομιζομένων τὸ προηγησάμενον αἴτιον ἤγουν νόσημα εἴτε χρόνιον ἦν, εἴτε ὀξύ. διὰ γὰρ τοῦ εἰπεῖν ἐν πολλῷ καὶ ὀλίγῳ ταῦτα ἐδήλωσε. καὶ εἰ μὲν ἐν πλείονι χρόνῳ ἐλεπτύνθη τὸ σῶμα, νωθρῶς θρέψον τουτέστιν ἐν πλείονι χρόνῳ καὶ κατὰ μέρος, διὰ τόδε, ὅτι τοῖς ἐν | |
10 | πλείονι χρόνῳ λεπτυνθεῖσι ἐκτήκονται μὲν αἱ σάρκες, ἰσχνὰ δὲ γίνονται καὶ τὰ ἄλλα, δι’ ὧν αἱ πέψεις τοῖς ζώοις ἐπιτελοῦνται καὶ ἡ ἀνάδοσις καὶ ἡ αἱμάτωσις, ὥστε οὐ δυνήσεται τοσαύτην κατεργάσασθαι τροφὴν, ὅσην χρήζει τὸ σῶμα. εἰ δὲ ἐν ὀλίγῳ, ὀλίγως τουτ‐ | |
15 | έστι συντόμως πλείονα τροφὴν παρέχομεν. ἐπὶ τούτων γὰρ τὰ ὑγρὰ μόνον ἐκενώθη, τὰ μέντοι στερεὰ εὔρωστά εἰσιν. οὕτως οὖν χρῶ ἐπὶ τούτων θαῤῥῶν τῇ τῶν στερεῶν εὐρωστίᾳ. ΔΑΜ. Τὰ μὲν ἐν ὀλίγῳ χρόνῳ λεπτυνόμενα κε‐ | |
20 | νώσει τῶν ὑγρῶν καὶ τῶν πνευμάτων τοῦτο πέπονθε· τὰ ἐν πολλῷ δὲ πρὸς τούτοις καὶ τῇ τήξει τῶν στερεῶν, δι’ ὧν ἥ τε πέψις καὶ ἀνάδοσις καὶ θρέψις γίνεται, ὥστε τούτων ἀτονησάντων, οὐ δεῖ ἁδρῶς τρέφειν, ἀλλὰ λε‐ πτῶς καὶ κατὰ βραχὺ, ἐπὶ δὲ τῶν προτέρων ἁδρῶς καὶ | |
25 | διὰ ταχέων. | |
25 | ηʹ. Ἢν ἐκ νούσου τροφὴν λαμβάνων μὴ ἰσχύῃ, σημαίνει ὅτι τὸ σῶμα πλέονι τροφῇ χρέεται. ἢν δὲ τροφὴν μὴ λαμβάνοντος τοῦτο γίνηται, σημαίνει ὅτι κενώσιος δέεται. — | |
29 | ||
30 | ΘΕΟΦ. Καὶ οὗτος συνεχὴς τῷ ἀνωτέρω καὶ ἀναλη‐ πτικὸς ὁ ἀφορισμός. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι ὅσοι | |
ὀρεγόμενοί τε καὶ τροφὴν δαψιλῆ προσφερόμενοι ἐκ | 300 | |
2.301 | νόσου ἀνακομιζόμενοι τὴν ὑγιεινὴν ἰσχὺν ἀδυνατοῦσιν ἀνακτήσασθαι, δηλοῖ ὅτι πλείονι χρῶνται τροφῇ καὶ διὰ τοῦτο ἀδυνατοῦσι. βαρύνονται γὰρ μᾶλλον ἢ τρέφονται παρ’ αὐτῆς διὰ τὸ τὰς φυσικὰς δυνάμεις τοῦ σώματος | |
5 | ἀσθενεῖς εἶναι καὶ μήτε χυλοποίησιν κατὰ λόγον μήτε ἐξαιμά‐ τωσιν μήτε θρέψιν γίνεσθαι. ὅσοι δὲ οὐ λαμβάνειν αὐτάρκως δυνάμενοι τροφὴν τὴν ἀδυναμίαν ἔχουσι, μοχθηροὺς ἔχουσι χυμοὺς, οὓς εἰ μὴ κενώσειαν, ἀδύνατον αὐτοῖς τὴν ὑγιει‐ νὴν ἰσχὺν ἀναλαβεῖν. τὰ γὰρ μὴ καθαρὰ τῶν σωμάτων | |
10 | ὁκόσον ἂν θρέψαις, μᾶλλον βλάψεις. εἰ δέ τις ἀπορεῖ λέγων, ὅτι καὶ εἰ ὀρέγονται, πῶς οὐ τρέφονται, λέγομεν οὖν, ὅτι ὀρέγονται μὲν ἐκ τοῦ ἐῤῥῶσθαι τὴν ὀρεκτικὴν δύναμιν, οὐ πέττουσι δὲ διὰ τὴν ἀσθένειαν τῆς ἀλλοιω‐ τικῆς, καὶ διὰ τοῦτο οὐ τρέφονται. | |
15 | ΔΑΜ. Ὅσοι μὲν οὖν ὀρεγόμενοί τε καὶ τροφὴν δα‐ ψιλῆ προσφερόμενοι τὴν ἰσχὺν τὴν ὑγιεινὴν ἀδυνατοῦσιν ἀνακτήσασθαι· βαρύνονται γὰρ μᾶλλον, οὐ τρέφονται πρὸς αὐτῆς διὰ τὴν ἀσθένειαν τῆς πεπτικῆς δυνάμεως. ὅσοι δὲ οὐδὲ λαμβάνειν αὐτάρκως δύνανται, μοχθηροὺς | |
20 | ἔχουσι χυμοὺς, οὓς εἰ μὴ κενωθεῖεν, ἀδύνατον αὐτοῖς ἐστι τὴν ὑγιεινὴν ἰσχὺν ἀναλαβεῖν. | |
21 | θʹ. Τὰ σώματα χρὴ, ὅκου τις βούλεται καθαίρειν, εὔροα ποιέειν. — | |
23 | ΘΕΟΦ. Κατὰ συνέχειαν καὶ οὗτος ὁ ἀφορισμός· ἐν | |
25 | μὲν γὰρ τῷ πρὸ αὐτοῦ ἔλεγεν Ἱπποκράτης, ἢν τροφὴν μὴ λαμβάνοντος τοῦτο γίνηται, κενώσεως δεῖται, ἀλλ’ ἵνα μήτις ἀπροόπτως καὶ ὡς ἔτυχε τὸ κενωτικὸν παράσχῃ βοήθημα καὶ ἀδικήσῃ τὸν κάμνοντα, φησὶν ἐνταῦθα, ὅτι δεῖ τὸν ἰατρὸν τὸν μέλλοντα καθαίρειν εὔροιαν ἐπιτηδεύ‐ | |
30 | ειν ἐν τῷ σώματι. ἡ δὲ εὔροια τὴν ἀκώλυτον δηλοῖ | |
διέξοδον, ἥτις κατὰ δύο τρόπους γίνεται, κατά τε λέπτυν‐ | 301 | |
2.302 | σιν τῆς ὕλης καὶ τῶν χωρίων μαλακότητα. δεῖ οὖν καὶ τὰ περιέχοντα χαλάσαι καὶ ἀραιῶσαι καὶ τοὺς πόρους ἀναπετάσαι καὶ τῶν ἀγγείων τὰ στόμια ἀνευρῦναι καὶ τοὺς περιεχομένους τῷ σώματι παχεῖς καὶ γλίσχρους χυ‐ | |
5 | μοὺς τεμεῖν καὶ λεπτῦναι. εἶτα δοθέντος φαρμάκου κα‐ θαρτικοῦ, μεταλαμβάνονταί τε καὶ ἕλκονται πρὸς αὐτοῦ καὶ ἀρίστη γίνεται ἡ κάθαρσις αὐτοῖς κατὰ πάντα. οὔτε γὰρ στρόφοι, οὔτε ἴλιγγοι, ἄσαι τε πολλαὶ καὶ κακο‐ σφυξίαι καὶ ἐκλύσεις ἀπαντῶσιν αὐτοῖς. | |
9 | ||
10 | ιʹ. Τὰ μὴ καθαρὰ τῶν σωμάτων ὁκόσον ἂν θρέψῃς, μᾶλλον βλάψεις. — | |
11 | ΘΕΟΦ. Ὅτι συνδιαφθείρεται ἡ ἐπιοῦσα τροφὴ τῇ προϋπαρχούσῃ κατὰ τὸ σῶμα κακοχυμίᾳ, καθάπερ κα‐ θαρὸν ὕδωρ ἐν βορβόρῳ χεόμενον, ὥστε αὐξάνεσθαι μὲν | |
15 | αὐτῆς τὴν ποσότητα, φυλάττεσθαι δὲ τὴν ποιότητα. κἀν‐ τεῦθεν ἀνόητος ὁ σκοπὸς γίνεται τοῦ τρέφειν. ΔΑΜ. Ἰσχυρὰ ποιεῖν τὰ σώματα χρὴ διὰ τοῦ τῶν χυμῶν παραλεπτυσμοῦ καὶ τῆς τῶν πόρων ἀναπετείας ἢ ἀποφράξεως καὶ ἀναστομώσεως, καὶ διὰ τῆς ῥύψεως καὶ | |
20 | λεπτύνσεως τῶν ὑγρῶν. ΣΤΕΦ. Φησὶν ὁ Γαληνὸς, ἔδει τὸν παρόντα ἀφορι‐ σμὸν τῷ μικρῷ πρόσθεν εἰρημένῳ συντάξαι, ἐν ᾧ εἴρηκεν, ἢν δὲ τροφὴν μὴ λαμβάνοντος τοῦτο γίνηται, σημαίνει ὅτι κενώσεως τοῦτο δεῖται· ὥς τινος γὰρ λέγοντος διὰ τί | |
25 | κενώσεως δεῖται, αὐτὸς ἐπιφέρει, τὰ μὴ καθαρὰ τῶν σω‐ μάτων ὁκόσον ἂν θρέψῃς, μᾶλλον βλάψεις, διότι κακο‐ χυμίας πεπληρωμένον, οὕτως προσίεται τὴν τροφὴν, εἶτα μετὰ τοῦτον τὸν ἀφορισμὸν ἔδει συνάψαι τὸν μεταξὺ ὄντων δύο τεταγμένον. ἐρωτώμενος γὰρ πάλιν ὁ Ἱππο‐ | |
30 | κράτης πῶς δεῖ τῇ καθάρσει χρήσασθαι ἐπήγαγεν, τὰ σώ‐ ματα χρὴ ὅκου τις βούλεται καθαίρειν, εὔροα ποιέειν. | |
31 | ιαʹ. Ῥᾷον πληροῦσθαι ποτοῦ ἢ σιτίων. — | |
32 | ||
ΘΕΟΦ. Πᾶσα γὰρ σιτηρὰ τροφὴ, ὡς παχυτέρα, δυ‐ | 302 | |
2.303 | σαλλοίωτός ἐστι καὶ δυσανάδοτος, ἡ δὲ ὑγρὰ ὡς εὐαλλοί‐ ωτος ἑτοίμως ἀναδίδοται, πλὴν ποτὸν ἀκουστέον οὐ πᾶν ὑγρὸν διὰ στόματος λαμβανόμενον, ἀλλ’ οἶνον, ὡς κἀν τῷ περὶ τροφῆς εἴρηται, [ὑγρᾶς] τροφῆς ὄχημα οἶνος. | |
5 | οὐδὲν γὰρ τούτου ἐν τροφαῖς μᾶλλον εὐανάδοτον καὶ συ‐ ναγαγεῖν καὶ ῥῶσαι δύναμιν διασκεδασθεῖσαν δυνάμενον. οὐ μόνον δὲ εὐανάδοτος, ἀλλὰ καὶ εὐπρόσθετός ἐστι καὶ διὰ τοῦτο τροφιμώτατος, καὶ μάλιστα εἰ ξανθὸς καὶ κιῤῥὸς ὁ οἶνος. οὗτος γὰρ κατὰ πάντα ἄριστος. Ἰστέον | |
10 | δὲ ὅτι διὰ τὸ προειρηκέναι αὐτὸν περὶ ἀνακομιζομένων, διὰ τοῦτο μέμνηται τῶν δύο ὑλῶν, ὑφ’ ὧν πεφύκασιν ἀνατρέφεσθαι. ΔΑΜ. Ποτοῦ δηλονότι τοῦ φύσιν ἔχοντος τρέφειν, οἷον οἴνου ἐρυθροῦ καὶ παχέος. ὁ γὰρ λεπτὸς καὶ λευ‐ | |
15 | κὸς οἶνος καὶ οἷον ὑδατώδης οὔρησιν μὲν κινεῖ, τρέφει δ’ ἥκιστα. ὅσοι δὲ παχεῖς καὶ τὴν χρόαν ἐρυθροὶ, τροφι‐ μώτατοι πάντων οἴνων εἰσίν. | |
17 | ιβʹ. Τὰ ἐγκαταλιμπανόμενα ἐν τῇσι νούσοισι μετὰ κρίσιν, ὑποστροφώδεα. — | |
19 | ||
20 | ΘΕΟΦ. Ἐγκαταλιμπανόμενα κέκληκε τὰ λείψανα τῶν μοχθηρῶν χυμῶν, ἅπερ ἀνάγκη σηπόμενα τῷ χρόνῳ πυρετοὺς ἐξάπτειν. συνέζευκται δὲ ὁ παρὼν ἀφορισμὸς ἐκείνῳ τῷ λέγοντι, ἢν δὲ τροφὴν μὴ λαμβάνοντος τοῦτο γίγνηται, σημαίνει ὅτι κενώσεως δεῖται. καὶ τὴν αἰτίαν | |
25 | παραδίδωσι τῆς κενώσεως λέγων, τὰ γὰρ ἐγκαταλιμπανό‐ μενα μετὰ κρίσιν ὑποστροφὰς ποιέειν εἴωθεν. ΔΑΜ. Ἐγκαταλιμπανόμενα κέκληκε τὰ λείψανα τῶν μοχθηρῶν χυμῶν, ἅπερ ἀνάγκη σηπόμενα τῷ χρόνῳ πυ‐ ρετοὺς ἐξάπτειν. | |
29 | ||
30 | ιγʹ. Ὁκόσοισι κρίσις γίνεται, τουτέοισι ἡ νὺξ δύσφορος, | 303 |
2.304 | ἡ πρὸ τοῦ παροξυσμοῦ· ἡ δὲ ἐπιοῦσα εὐφορωτέρη, ὡς ἐπὶ τὸ πουλύ. — | |
2 | ΘΕΟΦ. Περὶ μελλούσης κρίσεως διαλέγεται. κρίσις δέ ἐστιν ἀγὼν φύσεως καὶ νοσήματος καὶ ἀθρόα ἐν νόσῳ | |
5 | μεταβολή. ταύτης τῆς κρίσεως ἡ προηγουμένη νὺξ δύ‐ σφορος γίνεται· καὶ εὐλόγως· ὥσπερ γὰρ ἀθλητὴς ἢ στρα‐ τηγὸς ὅσον οὔπω τοῦ ἀγῶνος ἐπικειμένου ταράττεται καὶ προευτρεπίζεται, πῶς μὲν ὀφείλει τοῖς πολεμίοις ἐπελ‐ θεῖν, πῶς δὲ αὐτοὺς ἐκκλῖναι, οὕτω καὶ ἡ φύσις προ‐ | |
10 | ταράττεται εὐτρεπίζουσα τὰς ἑαυτῆς δυνάμεις πρὸς τὸ ἀποδιῶξαι καὶ ἀλλοιῶσαι τὴν νοσοποιὸν ὕλην. κἀντεῦθεν δυσφορία γίνεται, πλὴν ἐν νυκτὶ διὰ τὸ ἐναργῶς τὸ τηνι‐ καῦτα φαίνεσθαι τὴν δυσφορίαν, διακοπτομένων τῶν ὕπνων ὑπὸ τῆς ταραχῆς. ἡ μέντοι ἐπιοῦσα εὐφορωτέρα | |
15 | ὡς ἐπὶ τὸ πολὺ διὰ τὸ τῶν κρίσεων τὰς πλείους εἰς ἀγαθὸν τελευτᾷν, μηκέτι χειμαζομένης τῆς φύσεως τῇ ἀποχῇ τῶν περιττῶν. ΔΑΜ. Ἡ μὲν κρίσις ὀξύῤῥοπός ἐστιν ἐν νόσῳ με‐ ταβολὴ πρὸς ὑγείαν ἢ θάνατον. γίνεται δὲ τῆς φύσεως | |
20 | διακρινούσης ἀπὸ τῶν χρηστῶν τὰ μοχθηρὰ καὶ παρα‐ σκευαζούσης πρὸς τὴν ἔκκρισιν. εἰκότως οὖν ἐπὶ τῇ τοι‐ αύτῃ ταραχῇ δυσφοροῦσιν οἱ κάμνοντες. γίνεται δὲ κατὰ | |
τὰς νύκτας ἡ δυσφορία κατάφορος, διότι ἔθος ἡμῖν κατὰ | 304 | |
2.305 | ταύτας κοιμᾶσθαι. διακοπτομένων οὖν τῶν ὕπνων ἐναρ‐ γὴς ἡ δυσφορία, ἡ δ’ ἐπιοῦσα νὺξ ὡς ἐπὶ πολὺ εὐφορω‐ τέρα διὰ τὸ τῶν κρίσεων τὰς πλείστας εἰς ἀγαθὸν τελευ‐ τᾷν. ἴσμεν γὰρ, ὡς οἱ σωζόμενοι πλείους ἐν τοῖς νοσοῦσι | |
5 | τῶν ἀποθνησκόντων, εἰ μὴ λοιμώδης εἴη κατάστασις. | |
5 | ιδʹ. Ἐν τῇσι τῆς κοιλίης ῥύσεσι, αἱ μεταβολαὶ τῶν διαχω‐ ρημάτων ὠφελέουσιν, ἢν μὴ ἐς πονηρὰ μεταβάλλῃ. — | |
7 | ΘΕΟΦ. Ἐνταῦθα παραδίδωσι διάγνωσιν, ἵνα βεβαι‐ ότερον μάθῃς, εἰ τελεία ἡ κρίσις ἐστὶν ἢ οὔ. καί φησιν, | |
10 | ὅτι σκόπει τῆς κατὰ γαστρὸς ἐκκρίσεως τὰ διαχωρήματα, ὁποίαν μεταβολὴν ἴσχουσιν, ἆρα πάλαι ξανθὰ ἢ πελιδνὰ φερόμενα νῦν ἤρξαντο ἐπὶ τὸ κάλλιον μεταβάλλειν ἢ οὔ; καὶ εἰ μὲν ἐπὶ τὸ κάλλιον εὕρῃς τὴν μεταβολὴν, γί‐ νωσκε ὅτι οὐδὲν φαῦλον ἔνεστιν ἐν τῷ σώματι, κἂν | |
15 | εὐφορία τάχα τὸ τηνικαῦτα μὴ ἐπακολουθήσῃ. εἰ μέντοι ἐπιμένουσι τὰ αὐτὰ, ἢ καὶ εἰς χείρονα μεταβάλλουσι, τότε κακὸν, κἂν τάχα μὴ δυσφορία ᾖ. ἰστέον δὲ ὅτι οὗτος ὁ λόγος καὶ καθολικὸς δύναται εἶναι· οὐ γὰρ μόνον ἐπὶ ῥύσεως ἁρμόζει γαστρὸς, ἀλλὰ καὶ ἐπὶ πάσης κενώσεως. | |
20 | ΔΑΜ. Αἱ μεταβολαὶ τῶν διαχωρημάτων ὠφελοῦσιν, ἐπεὶ πολλὰς ἰδέας ἐκκενοῦσι χυμῶν καὶ διὰ τοῦτο ἀκρι‐ βέστερον ἐκκαθαίρουσι τὸ σῶμα, εἰ μὴ συντήξεως ἢ ση‐ πεδόνος ἔχοιεν γνώρισμα ἢ λιπαρὰ ἢ κακόσημά εἰσιν. | |
23 | ιεʹ. Ὅκου φάρυγξ νοσέει, ἢ φύματα ἐν τῷ σώματι ἐκφύε‐ | |
25 | ται, σκέπτεσθαι τὰς ἐκκρίσιας· ἢν γὰρ χολώδεες ἔωσι, τὸ σῶμα ξυννοσέει· ἢν δὲ ὅμοιαι τοῖσι ὑγιαίνουσι, ἀσφαλὲς τὸ σῶμα τρέφειν. — | |
27 | ΘΕΟΦ. Ἡ κρίσις διττή. ἢ γὰρ δι’ ἐκκρίσεως γίνεται | |
ἢ διὰ ἀποστάσεως. καὶ περὶ μὲν τῆς κατ’ ἔκκρισιν γινομένης | 305 | |
2.306 | κρίσεως διαλέγεται φάσκων, ὅκου φάρυγξ νοσέει ἢ φύ‐ ματα ἐν τῷ σώματι ἐκφύεται, σκέπτεσθαι τὰς ἐκκρίσιας. καὶ τὰς ἐκκρίσιας λέγει σκέπτεσθαι, διότι ἐκ τούτων δύνασαι γνῶναι, εἴτε κατὰ μετάδοσιν ἠνέχθη ἡ ὕλη, | |
5 | εἴτε κατὰ μετάστασιν. εἰ γὰρ ἀποστάσεως γινομένης φέ‐ ρεται τὰ διαχωρήματα χολώδη, πρόδηλον ὅτι κατὰ μετά‐ δοσιν ἠνέχθη ἡ ὕλη, καὶ οὐκ ἀπηλλάγη τὸ σῶμα ἤτοι τὰ κύρια μόρια τῆς κακοχυμίας, ἀλλ’ ἔτι ἀῤῥωστοῦσι. διὸ καὶ οὐκ ἀσφαλῶς τρέφειν τότε δεῖ. εἰ μέντοι τὰ δια‐ | |
10 | χωρήματα ὅμοια ἠνέχθη τῶν κατὰ φύσιν, τότε πρόδηλον ὅτι πᾶσα ἡ ὕλη κατὰ μετάστασιν ἠνέχθη, ἀπὸ τῶν κυ‐ ρίων ἐπὶ τὰ ἀκυρότερα μόρια, καὶ ἀσφαλῶς τὸ τηνικαῦτα δεῖ τρέφειν τὸ σῶμα. ΔΑΜ. Τῆς φύσεως ἐκκαθᾶραι τὸ σῶμα ὁρμησάσης, | |
15 | μὴ δυνηθείσης δὲ λεπτῦναι εἰς ἱδρῶτας τὰ περιττὰ, διὰ τὸ πάχος αὐτῶν γίνεται φύματα, καὶ ἡ φάρυγξ ὑποδε‐ χομένη τοὺς ἐκ τῆς κεφαλῆς καταῤῥέοντας χυμοὺς ἐνο‐ χλεῖται· τὰ φύματα δὲ γίνονται χολώδη, ἐπειδὴ πέφυκε γίνεσθαι ταῦτα, θερμανθέντος αἵματος ὑπὸ τοῦ πικρο‐ | |
20 | χόλου χυμοῦ. | |
20 | ιϛʹ. Ὅκου λιμὸς, οὐ δεῖ πονέειν. — | |
21 | ΘΕΟΦ. Ἁρμόδιος οὗτος ὁ ἀφορισμὸς ἐπὶ ὑγιαινόν‐ των. οὐ δεῖ γὰρ γυμνάζειν καὶ κινεῖν τοὺς λιμώτ‐ τοντας διὰ τὸ μὴ ἐπιτείνεσθαι τῷ λόγῳ τῶν γυμνασίων | |
25 | τὴν ξηρότητα ἢ διὰ τὸ μὴ καταβληθῆναι μᾶλλον τὰς δυ‐ νάμεις ἐπὶ τῇ τοιαύτῃ κινήσει. εἰ δέ τις εἴποι, ὅτι καὶ τί χρείαν ἔχει ὁ Ἱπποκράτης τῶν ὑγιαινόντων μεμνῆ‐ σθαι, λέγομεν ὅτι οὐ μόνον τὴν νόσον ἀνελεῖν πραγμα‐ τεύεται, ἀλλὰ καὶ τὴν οὖσαν ὑγείαν φυλάξαι προτίθε‐ | |
30 | ται. ἰστέον δὲ ὅτι ὁ λιμὸς διττός· λιμὸς ἡ ἔνδεια τοῦ | 306 |
2.307 | σίτου, οὗ Ἱπποκράτης ἐν ἐπιδημίαις μέμνηται λέγων, ἐν Αἴνῳ ἐν λιμῷ ὀσπριοφαγέοντες σκελέων ἀκρατέες ἐγένοντο ἡ στέρησις οὖν τοῦ χρησίμου τουτέστι τοῦ σίτου λιμὸς λέγεται. προσαγορεύεται δὲ λιμὸς καὶ ἡ ἀσιτία, ἧς καὶ | |
5 | ἐνταῦθα μέμνηται. Ἰστέον δὲ ὅτι καὶ ἐπὶ νοσούντων οὗ‐ τος ὁ ἀφορισμὸς δύναται εἰρῆσθαι. ΔΑΜ. Ὅπου ἔνδεια σιτίων κατὰ προαίρεσιν ἢ κατὰ πρόσταγμα, οὐ δεῖ κοπιᾷν. | |
8 | ιζʹ. Ὅκου ἂν τροφὴ πλείων παρὰ φύσιν ἐσέλθῃ, νοῦσον | |
10 | ποιέει· δηλοῖ δὲ ἡ ἴησις. — | |
10 | ΘΕΟΦ. Ἡ τροφὴ τριττή· τροφὴ τὸ μέλλον ἤγουν τὰ σιτία· τροφὴ τὸ οἷον, οἷον ὁ χυλὸς ὁ ἐν τῇ γαστρί· τροφὴ τὸ τρέφον, ὅπερ καὶ κυρίως τροφὴ ὀνομάζεται, καθ’ ἣν προστεθὲν τῷ νεύρῳ γίνεται νεῦρον καὶ ἐν μυῒ | |
15 | μῦς καὶ ἐν φλεψὶ φλέψ. ἐνταῦθα οὖν ὁ λόγος ἁρμόδιος | |
ἐπὶ πάσης τροφῆς. φησὶ γὰρ ὅπου ἂν τροφὴ κατὰ ποιό‐ | 307 | |
2.308 | τητα ἀσύμμετρος καὶ κατὰ ποσότητα πλείων εἰσέλθῃ, τοῦτο νόσον ποιεῖ· οὐδὲν γὰρ οὕτως ὡς ἀμετρία τὴν φύ‐ σιν λυμαίνεται. καὶ τοῦτο δῆλον ἐκ τῆς ἰάσεως· καθόλου γὰρ ἐπὶ τῆς κατὰ ποιότητα καὶ κατὰ ποσότητα παρατρο‐ | |
5 | πῆς ἡ διὰ τῶν ἐναντίων προσαγωγῆς ἐπὶ τὸ κατὰ φύσιν ἐπανάκλησις βεβαιοτέραν καὶ ἀσφαλῆ τὴν τῶν βλαπτόντων αἰτίων ἀποφαίνει σημείωσιν. ΔΑΜ. Πλείονα τροφήν φησι τὴν κατὰ ποσότητα καὶ ποιότητα. παρὰ φύσιν δὲ ἀντὶ τοῦ ὑπερβαλλόντως. | |
10 | τὴν γὰρ ὀλίγον ὑπερβάλλουσαν οὐ βλάπτειν ἀνάγκη. δη‐ λοῖ δὲ καὶ ἡ ἴασις. κρεῖττον γὰρ προστιθεμένου τοῦ καὶ συνδέσμου γράφεσθαι, ὡς οὐ μόνης τῆς ἰάσεως τοῦτο παριστώσης, ἀλλὰ καὶ τῆς τοῦ πράγματος φύσεως. ἐν ἁπάσαις γὰρ τέχναις τοῖς καλῶς ἐπινοουμένοις καὶ ἡ ἀπὸ | |
15 | τῆς ἐκβάσεως μαρτυρία προσέρχεται. ἔστι δ’ ἐνταῦθα ἡ ἐπὶ ταῖς κενώσεσι τῶν λυπούντων χυμῶν ἴασις. σημείω‐ σαι δὲ ὅτι κένωσίς ἐστιν, ὅταν ὁμοτίμως πάντες οἱ χυ‐ μοὶ κενῶνται. γίνεται δὲ τοῦτο διὰ φλεβοτομίας πρώτως· ἐγγὺς δὲ ταύτης ἡ διὰ γυμνασίων καὶ τρίψεων καὶ λου‐ | |
20 | τρῶν, καὶ προσέτι κατὰ συμβεβηκὸς ἡ διὰ τῆς ἀσιτίας· κάθαρσις δὲ, ὅταν κενῶνται οἱ μοχθηροὶ κατὰ ποιότητα. | |
21 | ιηʹ. Τῶν τρεφομένων ἀθρόως καὶ ταχέως, ταχεῖαι καὶ αἱ διαχωρήσιες γίνονται. — | |
23 | ΘΕΟΦ. Ἐπειδὴ ἀνωτέρω ἔλεγε ῥᾷον πληροῦσθαι | |
25 | ποτοῦ ἢ σιτίων, ὥς τινος ἀποροῦντος καὶ ποῖά εἰσι ῥᾷον πληροῦντα, ποῖα οὐ ῥᾷον, νῦν ἐπιφέρει λέγων, ὅτι | |
τὰ ταχέως πληροῦντα ταχέως καὶ διαχωροῦνται, τὰ | 308 | |
2.309 | δὲ βραδέως, βραδέως· οἷον δεῖ ζητεῖν, εἰ μετὰ μίαν ὥραν τοῦ δοθῆναι τὴν τροφὴν ἐξεκρίθη τὰ περιττὰ ἢ μετὰ πλείονας, καὶ εἰ μετὰ μίαν, δεῖ εἰδέναι, ὅτι εὐαλλοίωτός ἐστιν ἡ τροφὴ, εἰ δὲ μετὰ πλείονας, δυσαλλοίωτος. | |
5 | ἀθρόως μὲν οὖν τρέφει καὶ ταχέως ἡ ὑγρὰ τρο‐ φὴ, οἷον οἶνος, τὰ σιτηρὰ δὲ πάντα βραδέως. πα‐ ρασχεθεὶς γὰρ ὁ οἶνος, καὶ εἴ τι τοιοῦτον, ἀθρόως τρέ‐ φει τουτέστιν ἐν ὀλίγῳ χρόνῳ καὶ ταχέως τουτέστι μετ’ ὀλίγον χρόνον τῆς προσφορᾶς ἀλλοιούμενος. ὅσα οὖν | |
10 | ἀθρόως καὶ ταχέως τρέφει, ταχέως καὶ διαχωροῦνται, ὅσα δὲ βραδέως, τοὐναντίον. ἡ γὰρ γαστὴρ ἀπολαύει τῶν σι‐ τίων, πρῶτον τὸν οἰκειότατον ἐξ αὐτῶν ἕλκουσα χυμὸν, εἶτα ἐπειδὰν τοῦδε κορεσθῇ, τὸ τηνικαῦτα πρὸς τὴν δια‐ χώρησιν ὁρμᾷ. | |
15 | ΔΑΜ. Τὰ τρέφοντα δηλονότι ἐν ὀλίγῳ χρόνῳ τα‐ χεῖαν ἔχουσι καὶ τὴν διαχώρησιν, τὰ δὲ βραδέως καὶ βρα‐ δεῖαν τὴν διαχώρησιν ἔχουσιν, ὡς βόειον κρέας, κοχλίαι, καρίδες, κάραβοι καὶ ὅσα σκληρόσαρκα. | |
18 | ιθʹ. Τῶν ὀξέων νουσημάτων οὐ πάμπαν ἀσφαλέες αἱ | |
20 | προδιαγορεύσιες, οὔτε τῆς ὑγείης, οὔτε τοῦ θα‐ νάτου. — | |
21 | ΘΕΟΦ. Ὀξέα νοσήματα καλεῖ, ὅσα καὶ ὀλίγον χρό‐ νον κρατεῖ καὶ ζέουσαν καὶ διακαῆ θερμασίαν καὶ χαλεπὰ συμπτώματα ἔχουσι καὶ ἁπλῶς τὰ ἐκ χολῆς γινόμενα. | |
25 | ἀλλὰ ταῦτα ἢ ὁμοτίμως ἐν ἅπασι τοῖς τοῦ ζώου μορίοις | |
γίνονται, ὡς οἱ καῦσοι, ἢ ἐν τόπῳ τινὶ πεπονθότι, ὡς | 309 | |
2.310 | περιπνευμονία καὶ συνάγχη. ἐπὶ τούτων οὖν τῶν ὀξέων νοσημάτων οὐ πάμπαν τουτέστιν οὐ παντελῶς ἀσφα‐ λεῖς αἱ προῤῥήσεις οὔτε ὑγείας οὔτε θανάτου διὰ τὴν ἐν αὐτοῖς ὀξύῤῥοπον μεταβολὴν, ἥτις ἕπεται τῇ φύσει τῶν ἐρ‐ | |
5 | γαζομένων αὐτὰ χυμῶν καὶ διὰ τὸ μεταῤῥεῖν ἐνίοτε τὸν λυ‐ ποῦντα χυμὸν ἐξ ἑτέρου εἰς ἕτερα τουτέστιν ἀπὸ κυρίων μορίων εἰς ἄκυρα, καὶ ἀπὸ ἀκύρων εἰς κύρια. ΔΑΜ. Ὀλιγάκις σφάλλεσθαι τὸν ἄριστον ἰατρόν φησι διά τε τὴν ὀξύῤῥοπον τῶν ἐν αὐτοῖς χυμῶν μετα‐ | |
10 | βολὴν καὶ διὰ τὸ μεταῤῥεῖν ἐνίοτε τὸν λυποῦντα χυμὸν ἐξ ἑτέρων εἰς ἕτερα. | |
11 | κʹ. Ὁκόσοισι νέοισιν ἐοῦσι αἱ κοιλίαι ὑγραί εἰσι, τουτέ‐ οισιν ἀπογηράσκουσι ξηραίνονται. ὁκόσοισι δὲ νέοισιν ἐοῦσι ξηραί εἰσι, τουτέοισιν ἀπογηράσκουσι, ὑγραί‐ | |
15 | νονται. — | |
15 | ΣΤΕΦ. Νῦν περὶ ἡλικιῶν βούλεται διαλεχθῆναι καὶ τούτων διαφορὰς ἡμῖν παραδοῦναι, οὐκ ἐν ὀλίγῳ χρόνῳ θεωρουμένας, ἑνὶ τυχὸν ἢ δυσὶν ἢ τρισὶν, ἀλλ’ ἐν τριά‐ κοντα ἔτεσι. λέγει γὰρ οὕτως· ὅσοι νέοι ὄντες τὰς κοι‐ | |
20 | λίας ὑγρὰς ἔχουσιν, οὗτοι ἐν γήρᾳ ἐρχόμενοι, ξηρὰς αὐ‐ τὰς ἔχουσι καὶ τοὔμπαλιν. κοιλίαν δὲ τὴν σιτοδόχον λέ‐ γει γαστέρα. προσκείσθω δὲ τὸ ἐπὶ πολὺ, εἰ μὴ μέλλοι ψευδὴς εἶναι ὁ λόγος. δεῖ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι ἀέν‐ ναός ἐστι τοῦ ἡμετέρου σώματος ἡ διαφόρησις, καὶ πρῶ‐ | |
25 | τον μὲν ἡ ἐπιφάνεια διαφορεῖται, ὡς καὶ τῷ ἐκτὸς ἀέρι ἀμέσως ὁμιλοῦσα, ἐφεξῆς δὲ καὶ τὰ λοιπὰ κατὰ τάξιν, ἐκ τῶν παρακειμένων ἑκάστου ἕλκοντος, τῆς μὲν ἐπιφα‐ νείας ἐκ τῶν σαρκῶν, τῶν δὲ σαρκῶν ἐκ τῶν φλεβῶν τῶν εἰς ὅλον τὸ σῶμα διανενεμημένων, φημὶ δὴ τῶν πρὸ | |
30 | τῆς κοίλης φλεβῶν, τῶν δὲ φλεβῶν ἐκ τοῦ ἥπατος, τοῦ δὲ ἥπατος ἐκ τῶν μεσαραίων, τῶν δὲ μεσαραίων ἐκ τῆς γαστρὸς, ἐκ τοῦ στομάχου. καὶ πᾶσα αὕτη ἡ ὄρεξις, φυ‐ σικὴ λέγεται ἡ μέχρι τῆς γαστρὸς γινομένη. τὸ μέντοι | |
στόμα τῆς γαστρὸς μετὰ συναισθήσεως προαιρετικῆς τοῦ | 310 | |
2.311 | λείποντος ἐφιέμενον τὴν κυρίως ποιεῖ ὄρεξιν, ἥτις καὶ πεῖνα προσαγορεύεται. αὕτη οὖν ψυχική ἐστιν ὄρεξις, καθ’ ἣν ἐφιέμεθα τῶν σιτίων, ἅτινα λαμβάνοντες πέττο‐ μεν. καὶ πάλιν καὶ πολλάκις. ἐπειδὴ ἡ διαφόρησις ἀεν‐ | |
5 | νάως γίνεται, ἔστι δ’ ὅτε καὶ διὰ ψυχρὸν καὶ ὀξώδη χυμὸν, ὑποτραφέντα ἐν τῷ στόματι τῆς γαστρὸς, γίνεται ὄρεξις, ἥτις καὶ παρὰ φύσιν ἐστί. τούτων οὕτως ἐχόντων, ἰστέον ὅτι κατὰ δύο αἰτίας ἡ διάῤῥοια γίνεται τῆς γα‐ στρὸς, ἢ διὰ πλῆθος σιτίων ἢ δι’ ἐνδεῆ ἀνάδοσιν. καὶ | |
10 | διὰ μὲν πλῆθος σιτίων τριχῶς· πρῶτον μὲν ὅτι πολλῶν δεδομένων καὶ καλῶς μὴ πεττομένων, διαφθείρεσθαι αὐτὰ συμβαίνει κἀντεῦθεν τὰ διαχωρήματα ἐκκρίνεται. εἴρηται γὰρ ὅτι ψυχρὰ γαστὴρ ὀρεχθῆναι μὲν ἀγαθὴ, πέψαι δὲ οὐκ ἀγαθή· δεύτερον δὲ ὅτι ἀσθενεῖν συμβαίνει | |
15 | τὴν καθεκτικὴν δύναμιν καὶ οἷον ἐκλύεσθαι τὸν τόνον αὐτῆς τῇ ὑγρότητι, ὡς μὴ κατέχειν τὰ σιτία, ἀλλ’ ἐᾷν αὐτὰ φέρεσθαι ὑγρὰ καὶ ἀμετάβλητα· ξηρότητι γὰρ αὐ‐ τὴν χαίρειν μεμαθήκαμεν, ὥσπερ οὖν ἀσθενεῖν συμβαίνει καὶ τὴν ἀποκριτικήν. διΰγρου γὰρ καὶ πλαδαροῦ γινομέ‐ | |
20 | νου τοῦ στόματος τῆς γαστρὸς, καὶ μὴ ἰσχυούσης παρα‐ στεῖλαι αὐτὴν τῆς καθεκτικῆς δυνάμεως, ἀφίεται ἄπεπτα τὰ σιτία, ἀφ’ οὗ πάλιν ὑγρὰ γίνεται διαχώρησις. συμ‐ βαίνει δὲ πάλιν τοῦτο αὐτὸ καὶ διὰ ῥώμην τῆς ἀποκρι‐ τικῆς δυνάμεως, πρὸ ὥρας ἐπανισταμένης καὶ ἐξωθούσης | |
25 | τὰ σιτία. κἀντεῦθεν γὰρ πάλιν ὑγρὰ γίνεται διαχώρησις διὰ τὴν ἐνδεῆ ἀνάδοσιν. διχῶς οὖν ὑγραίνεται ἡ γαστὴρ, ἢ διὰ ψυχρότερον ἧπαρ ἢ διὰ θερμότερον· διὰ μὲν ψυ‐ χρότερον, ὅτι μὴ ἐῤῥωμένως ἕλκει τὸν χυλὸν ἀπὸ τῆς γα‐ στρός. θερμότητι γὰρ συμμέτρῳ τὴν ἑλκτικὴν εἶπον δύ‐ | |
30 | ναμιν ἐνεργεῖν. ἐντεῦθεν οὖν μένων ὁ χυλὸς εἰς τὴν γα‐ στέρα ὡς φορτικὸς καὶ ἀλλότριος, ἐπὶ ἔντερα ἐκκρίνεται καὶ ὑγρὰν ποιεῖται τὴν διαχώρησιν· διὰ δὲ θερμότητα, ἡνίκα ἂν τὸ θερμὸν ἐκκαίη τὸ αἷμα, καὶ πολὺν τὸν ξαν‐ θοχολικὸν γεννᾷ χυμὸν, ἐπὶ τῶν ἐντέρων αὐτὸν δαψιλῆ | |
35 | ἀπεργάζεται, ὅστις μαστίζει συνεχέστερον τὴν ἀποκριτι‐ κὴν δύναμιν, κἀκείνη διὰ παντὸς ἐπεγειρομένη ἀπωθεῖ‐ ται τάχιστα τὰ σιτία, κἀκεῖθεν ὑγροτέρα γίνεται ἡ δια‐ | |
χώρησις. ξηραίνεται δὲ πάλιν ἡ γαστὴρ κατὰ δύο αἰτίας | 311 | |
2.312 | ἢ διὰ τὴν ὀλιγότητα τῶν σιτίων ἢ διὰ πολλὴν ἀνάδοσιν, καὶ διὰ μὲν τὴν ὀλιγότητα τῶν σιτίων τριχῶς· πρῶτον μὲν ὅτι ταχέως πέττονται ὀλίγα ὄντα καὶ ῥᾷον ἀναδί‐ δονται καὶ οὐδὲν ἐν τῇ γαστρὶ καταλιμπάνεται· δεύτερον | |
5 | δὲ, διὰ ῥώμην τῆς καθεκτικῆς· ξηροτέρας γὰρ καὶ ἀνίκ‐ μου τῆς γαστρὸς γινομένης, ἰσχυρῶς καὶ ἐπιτεταμένως αὕτη ἐνεργεῖν δύναται· καὶ τρίτον, διὰ τὴν τῆς ἀποκριτι‐ κῆς ἀσθένειαν· αὕτη γὰρ ἀσθενοῦσα οὐκ ἐπεγείρεται εἰς τὸ ἀποδιῶξαι καὶ ξηρὰ διὰ τοῦτο εὑρίσκεται ἡ διαχώρη‐ | |
10 | σις· διὰ δὲ πολλὴν ἀνάδοσιν, ἢ θερμοτέρου ὄντος τοῦ ἥπατος καὶ τοῦ ὅλου σώματος καὶ ὅλον ἀνέλκοντος, τοῦ μὲν τὸν χυλὸν, τοῦ δὲ τὸ αἷμα, ἢ διὰ τὸ μὴ καταῤῥεῖν ἐν τοῖς ἐντέροις χολὴν, μὴ μαστίζεσθαι τὰ ἔντερα καὶ πρὸς ἔκκρισιν ἐπεγείρεσθαι. | |
15 | Οὐκοῦν, εἰ δοκεῖ, ὡς ἐξ ὑποθέσεως ἐπὶ τῶν ἡλικϊῶν τὸν λόγον γυμνάσωμεν. ὑποκείσθω τις ἔχων ὑγρὰν τὴν γαστέρα διὰ πλῆθος θερμότητος καὶ ὄρεξιν ἐπιτεταμέ‐ νην. καὶ μὴ ἀπορήσῃς ὅτι πῶς ἐνδέχεται ἐπὶ νέας ἡλι‐ κίας, ἐφ’ ἧς τὸ θερμὸν δυναστεύει, ἐπιτεταμένην εἶναι | |
20 | τὴν ὄρεξιν· τοῦτο γὰρ ψυχροῦ στομάχου σημεῖον. δυνα‐ τὸν γὰρ ἐν τοῖς μορίοις ἡμῶν εἶναι κράσιν ἀνώμαλον, καὶ τὸ μὲν ἧπαρ τυχὸν θερμὸν ὑπάρχειν, τὸ δὲ στόμα τῆς γαστρὸς ψυχρὸν, κἀντεῦθεν ἐπιτεταμένην γίνεσθαι ὄρεξιν, ἢ καὶ χυμόν τινα περιέχοντος τούτου, καὶ πλῆθος | |
25 | σιτίων μεταλαμβάνοντος. ταῦτα δὲ μὴ πεττόμενα τὰ σι‐ τία ὑγροτέραν ἐξ ἀνάγκης ἀπεργάζονται τὴν γαστέρα, τῆς ψύξεως μενούσης, καὶ μέχρι τῆς γεροντικῆς ἡλικίας μᾶλλον αὐτοῖς τὰ τῆς ὀρέξεως ἐπιτείνεται, καὶ πλέον ἢ πρόσθεν αἱρούμενοι τὰ σιτία, καὶ μὴ πέττοντες αὐτὰ, | |
30 | μένουσι κἀν τῇ γεροντικῇ ἡλικίᾳ ὑγρὰν ἔχοντες τὴν γα‐ στέρα. εἰ δέ γε ἐπιταθῇ ἡ ψύξις τῷ λόγῳ τῆς γεροντι‐ κῆς ἡλικίας, ὡς τελείως ναρκῶσαι τὸν στόμαχον καὶ κα‐ ταλῦσαι τὴν ὄρεξιν, οὐ προσίεται τὸ τηνικαῦτα τὰ σιτία. τῆς δὲ ὕλης ἐνδεῶς ἐχούσης, ἀνάγκη ἀπέριττον καὶ ξη‐ | |
35 | ρὰν αὐτοῖς ἐν γήρᾳ γενέσθαι τὴν γαστέρα. πάλιν ὑποκεί‐ σθω ἕτερος νέος, ὑγρὰν ἔχων τὴν γαστέρα, ἐπὶ ἀσθενείᾳ | |
τῆς καθεκτικῆς δυνάμεως, ἥτις ἐπὶ ὑγρότητι καταλύεται. | 312 | |
2.313 | ἐπὶ τούτου φημὶ πάντως ἐν γήρᾳ ξηρὰν ἔσεσθαι τὴν γα‐ στέρα, διὰ τὸ τὴν ὑγρότητα δαπανᾶσθαι καὶ εἰς ξηροτά‐ την μεταπίπτειν κράσιν ἐπὶ τῶν γερόντων, ἥτις ῥώννυσι τὴν καθεκτικὴν δύναμιν. ταύτης δὲ κατεχούσης, ἐξ ἀνάγ‐ | |
5 | κης ξηραίνεται ἡ γαστήρ. ἕτερος πάλιν νέος, ὑγρὰν ἔχων τὴν γαστέρα, ἐπὶ ῥώμῃ τῆς ἀποκριτικῆς δυνάμεως ὑποκείσθω, ἥτις ξηρότητι ἕπεται. καὶ ἐνταῦθα τοίνυν εἰ τὰ αὐτὰ μέτρα μείνωσι τῆς ξηρότητος, ὑγρὰν ἕξει ὁ τοιοῦτος καὶ ἐν γήρᾳ τὴν γαστέρα· εἰ δὲ ἐπιταθῶσι τῷ | |
10 | λόγῳ τῆς γεροντικῆς ἡλικίας, ὡς καταλῦσαι τῇ ἀμετρίᾳ τὴν ἀποκριτικὴν δύναμιν, ταύτης ἀσθενούσης οὐδὲν ἀπο‐ κρίνεται, καὶ γίνεται ξηρὰ ἡ γαστήρ. ἔχει οὖν καὶ οὗτος ὁ λόγος τὸ ἐνδεχόμενον, ὁ δὲ δεύτερος, τὸ ἀληθές. πάλιν ὑποκείσθω ἕτερος νέος, ὑγρὰν ἔχων τὴν γαστέρα, διὰ | |
15 | ψυχρότερον ἧπαρ, ἀφ’ οὗ λέγω ὅτι εἰ ἐν τῇ νέᾳ ἡλικίᾳ ψυχρὸν ἔχει τὸ ἧπαρ, πολλῷ μᾶλλον ἐν τῷ γήρᾳ ψυχρό‐ τερον αὐτὸ ἕξει. τοιοῦτον δὲ ὂν, οὐχ ἑλκύσει ἐφ’ ἑαυτὸ τὸν χυλόν. μὴ γινομένης δὲ ἀναδόσεως, ἐκχεῖται οὗτος εἰς τὰ ἔντερα καὶ ὑγραίνει τὴν διαχώρησιν, ὥστε οὖν καὶ γη‐ | |
20 | ράσας ὁ τοιοῦτος οὐδὲν ἧττον ὑγρὰν ἔχει τὴν γαστέρα. καὶ ἔψευσται ὁ λόγος οὗτος πάντη. πάλιν ἕτερος ὑπο‐ κείσθω ὑγρὰν ἔχων τὴν γαστέρα, χολώδους περὶ τὰ ἔντερα φερομένου περιττώματος, καὶ συνεχῶς αὐτὴν ἐπε‐ γείροντος πρὸς ἔκκρισιν. ἐνταῦθα ἀποφαίνομαι, ὅτι ὁ | |
25 | τοιοῦτος ἐν τῷ γήρᾳ ξηρὰν ἕξει τὴν γαστέρα, ψυχρᾶς οὔσης τῆς ἡλικίας. οὐ γὰρ γεννᾶται τοσαύτη χολὴ, ὥστε πέμπεσθαι δαψιλῶς αὐτὴν εἰς τὰ ἔντερα καὶ τὴν ἀπό‐ κρισιν συνεχῆ ἀπεργάζεσθαι. ὅστις λόγος ἔχει τὸ ἀληθές. τρέψωμεν δὴ οὖν τὸν λόγον καὶ ἐπὶ τοῦ ἑτέρου. προκεί‐ | |
30 | σθω τις νέος, ξηρὰν ἔχων τὴν γαστέρα. καὶ ζητῶν, εὑ‐ ρίσκω ὅτι δι’ ἔνδειαν σιτίων τοῦτο ὑφίσταται, ἐνδεῶς μεταλαμβάνων τροφῆς, διὰ τὸ ἐσβέσθαι αὐτῷ τὴν ὄρεξιν ἐπὶ θερμοτέρᾳ τῇ τοῦ στομάχου κράσει. ἐπὶ τούτου τοί‐ νυν λέγω, ὅτι πάντως ἐν γήρᾳ ὑγροτέρα γενήσεται ἡ δια‐ | |
35 | χώρησις· τῷ ψυχρῷ γὰρ τῆς ἡλικίας ἐπεγείρεται ἡ ἔφε‐ | |
σις, ὡς πλείονα προσφέρεσθαι τὰ σιτία, διὰ τὴν φυσι‐ | 313 | |
2.314 | κὴν πάντως ἀντιπεπόνθησιν. πλειόνων δὲ προσφερομέ‐ νων καὶ μὴ κατὰ λόγον πεττομένων διὰ τὴν ψυχρότητα, ὑγροτέρα ἐξ ἀνάγκης ἡ διαχώρησις γίνεται· εἶτα ἐφ’ ἑτέ‐ ρου νέου ξηροτέραν εὑρίσκω τὴν γαστέρα, διὰ ῥώμην τῆς | |
5 | καθεκτικῆς δυνάμεως. καί φημι ἐπὶ τούτου, ὅτι ἐὰν τὰ αὐτὰ μέτρα μείνῃ τῆς ξηρότητος καὶ ἐν τῇ πρεσβυτικῇ ἡλικίᾳ, καὶ ἡ γαστὴρ μενεῖ ξηροτέραν ποιουμένη τὴν δια‐ χώρησιν· εἰ δὲ πλεονάσει τὰ αὐτὰ μέτρα τῆς ξηρότητος ἐν τῷ γήρᾳ, ὡς καταλῦσαι τὴν καθεκτικὴν, καὶ ἀσθενῆ | |
10 | αὐτὴν ἀπεργάσασθαι, τοτηνικαῦτα ὑγρὰ ἐκ μεταπτώσεως ἐν γήρᾳ ἡ διαχώρησις γίνεται· καὶ ἔχει ὁ λόγος τὸ ἐνδε‐ χόμενον. ἄλλος πάλιν νέος ἐχέτω ξηροτέραν γαστέρα, ἐπὶ ἀσθενείᾳ τῆς ἀποκριτικῆς δυνάμεως, ὑγρότητος αὐτὴν βλαπτούσης. ἐπὶ τούτου ἐν τῷ γήρᾳ ξηροτέρας γινομένης | |
15 | τῆς κράσεως, ῥωμαλεωτέρα ἡ ἀποκριτικὴ ἀπεργάζεται δύναμις καὶ ὑγροτέραν ποιεῖται τὴν διαχώρησιν. ἕτερος πάλιν ἔστω νέος, ξηρὰν ἔχων γαστέρα, τῷ λόγῳ τῆς ἐπι‐ τεταμένης ἀναδόσεως, θερμοῦ αὐτῷ ὑποκειμένου τοῦ ἥπατος. καὶ ἐπειδὴ πᾶς ὁ χυλὸς ἀνειλκυσμένος ἄνικμον | |
20 | καταλιμπάνει τὴν γαστέρα, τὸ τῆς ξηρότητος κατὰ τὴν διαχώρησιν ἡ γαστὴρ ὑφίσταται πάθημα. ἐπὶ τούτου οὖν ἀποφαίνομαι ὅτι γηράσκων ὑγρὰν σχοίη τὴν διαχώρησιν, διὰ τὸ, ἐπὶ τὸ ψυχρότερον τῆς κράσεως μεταβαλλομένης τοῦ ἥπατος, τὸν χυλὸν εἰς τὴν γαστέρα καταλιμπάνεσθαι. | |
25 | εἶτα καὶ ἕτερος ὑποκείσθω, ξηρὰν ἔχων τὴν γαστέρα, διὰ τὸ μὴ πλείστην χολὴν ἐπιῤῥεῖν ἐν τοῖς ἐντέροις, καὶ μα‐ στίζειν αὐτὰ πρὸς ἔκκρισιν, ἐφ’ οὗ λέγω ὅτι οὐδὲν ἧττον ἐπὶ τούτου, καὶ ἐν πρεσβυτικῇ ἡλικίᾳ, ἐξηραμένη ἔσται ἡ γαστήρ. εἰ γὰρ ἐν νεότητι οὐ τοιαύτης εὐπορεῖ ὕλης, | |
30 | δυναμένης μαστίζειν τὰ ἔντερα καὶ ἐπεγείρειν αὐτὰ εἰς ἀπόκρισιν, πολλῷ μᾶλλον ἐν τῇ πρεσβυτικῇ ἡλικίᾳ γενό‐ μενος τοιούτου χυμοῦ ἀπορήσει, ὥστε οὖν κἀνταῦθα ἔψευσται πάντη ὁ Ἱπποκράτειος λόγος. ἐπειδὴ δὲ εἰρή‐ καμεν ὅτι διὰ τὸ ἀένναον τῆς διαφορήσεως ξηρὰ πολλά‐ | |
35 | κις γίνεται ἡ γαστὴρ, ἐάν ποτε ἐν νέᾳ ἡλικίᾳ τοῦτο φα‐ νῇ, λέγω δὴ ξηραινομένη κατὰ διαφόρησιν ἡ γαστὴρ, προλέγειν ἐπὶ τῶν τοιούτων εἰκὸς, ὅτι γηράσκοντες ὑγρὰν | |
ἕξουσι πάντως τὴν γαστέρα διὰ τὸ ἐν γεροντικῇ ἡλικίᾳ, | 314 | |
2.315 | πυκνουμένης τῆς ἐπιφανείας, ἐπέχεσθαι τὴν διαφόρησιν, ἧστινος μὴ γενομένης, τὰ εἰωθότα διαφορεῖσθαι ὑγρὰ, ἐπὶ γαστέρα ἀντικαταῤῥεύσαντα, ὑγροτέραν ποιεῖται τὴν διαχώρησιν. | |
5 | ΘΕΟΦ. Ἐπὶ τῶν ἀκμαζόντων ὑγρὰ γίνεται ἡ γαστὴρ ἢ διὰ ψύξιν οὖσαν περὶ τὴν γαστέρα ἢ διὰ ῥώμην τῆς ἀποκριτικῆς δυνάμεως ἢ διὰ χολὴν παραῤῥέουσαν τῇ γα‐ στρὶ καὶ τοῖς ἐντέροις· οἷς οὖν νεάζουσιν αἱ κοιλίαι ὑγραί εἰσι διὰ ψύξιν γαστρὸς, τούτοις γηράσκουσι ξηραὶ διὰ | |
10 | τὴν ἐπίτασιν τῆς ψύξεως· καὶ οἷς νεάζουσιν ὑγραὶ διὰ ῥώμην τῆς ἀποκριτικῆς, τούτοις γηράσκουσι ξηραὶ διὰ ἀσθένειαν τῆς δυνάμεως. καὶ οἷς νεάζουσιν ὑγραὶ διὰ χολὴν παραῤῥέουσαν, τούτοις γηράσκουσι ξηραὶ διὰ τὸ μὴ γεννᾶσθαι ἐν αὐτοῖς χολήν. πάλιν ἐπὶ τῶν ἀκμαζόν‐ | |
15 | των ξηρὰ γίνεται ἡ γαστὴρ ἢ διὰ θέρμην οὖσαν περὶ τὴν γαστέρα ἢ διὰ τὸ μὴ παραῤῥέειν χολὴν ἐν γαστρὶ καὶ τοῖς ἐντέροις ἢ διὰ ἀνάδοσιν γινομένην κατὰ λόγον. οἷς οὖν νεάζουσιν αἱ κοιλίαι ξηραί εἰσι διὰ θερμότητα, τού‐ τοις ἀπογηράσκουσιν ὑγραὶ διὰ ψυχρότητα, καὶ οἷς νεά‐ | |
20 | ζουσι ξηραὶ δι’ ἔνδειαν χολῆς, τούτοις ἀπογηράσκουσιν ὑγραὶ οὐχ ἁπλῶς διὰ τὸ μὴ γεννᾶσθαι χολὴν, ἀλλὰ διὰ τὸ ὑπὸ πλήθους βαρεῖσθαι. καὶ οἷς νεάζουσι ξηραὶ διὰ τὴν κατὰ λόγον ἀνάδοσιν, τούτοις ἀπογηράσκουσιν ὑγραὶ δι’ ἐνδεῆ ἀνάδοσιν ἐξ ἀσθενείας τοῦ ἥπατος. Ἰστέον | |
25 | δὲ ὅτι ὑγρὰν καὶ ξηρὰν λέγει γαστέρα οὐ πρὸς τὴν οὐ‐ σίαν, ἀλλὰ πρὸς τὰ περιττώματα. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι οὗτος ὁ λόγος ὡς ἐπὶ τὸ πολύ ἐστιν. ΔΑΜ. Ὑγρὰς δὲ καὶ ξηρὰς κοιλίας οὐχ ἁπλῶς, ἀλλὰ τὰς ἐπὶ τοῖς αὐτοῖς διαιτήμασι καὶ γήρᾳ κἀν τῇ | |
30 | νεότητι. γίνεται δὲ ὑγροτέρα γαστὴρ τοῦ συμμέτρου, ὅταν ἡ χυλωθεῖσα τροφὴ κατὰ αὐτὴν ἐνδεέστερον ἀναδίδοται, ξηροτέρα δὲ πάλιν, ἁπάσης τῆς κατ’ αὐτὴν ὑγρότητος εἰς τὸ ἧπαρ ἀναφερομένης. ὅστις γοῦν τὸ στόμα τῆς κοιλίας ψυχρότερον ἔχει τῇ κράσει, οὗτος εὐόρεκτος. τὸ δὲ ἧπαρ | |
35 | εἰ ψυχρὸν, ἧττον ἕλκει. ὑγρὰ γαστὴρ τὴν καθεκτικὴν | 315 |
2.316 | ἀσθένειαν κέκτηται, καθάπερ τὴν προωστικὴν διὰ ξηρό‐ τητα ῥωμαλέαν. γηρῶν οὖν ἐπειδὰν ψυχρότερον ἔτι κτή‐ σηται τὸ σῶμα, τὴν ἐν τῷ στόματι τῆς κοιλίας ἀνάγκη γενέσθαι ψυχρότητα εἰς τοσοῦτον ψυχρὰν, ὡς μεταπί‐ | |
5 | πτειν εἰς ἀνορεξίαν, ὥστε ξηραίνεσθαι ἐντεῦθεν τὴν δια‐ χώρησιν ἐνδείᾳ τῶν ἐσθιομένων, ὡς πρὸς τὴν ἀνάδοσιν. οὕτως δὲ καὶ ὅσοι διὰ τὴν φύσιν ἢ τὸ πλῆθος τοῦ πι‐ κροχόλου χυμοῦ τὴν κοιλίαν ὑγραίνονται, πρὸς τοὐναντίον μεταπίπτουσιν ἐν τῷ γήρᾳ, μηκέτι τούτου γινομένου· τῶν | |
10 | δὲ τῆς καθεκτικῆς ἀῤῥωστίᾳ ὑγραινομένων τὴν κοιλίαν οὐχ ἅπασιν ἡ μετάπτωσις ἔσται, ἀλλὰ περὶ τὸ ποσὸν τῆς συνεζευγμένης αὐτοῖς θερμασίας. εἰ μὲν γὰρ ψυχρὰ ἐξ ἀρχῆς ἦν ἡ γαστὴρ, ἐν τῷ γήρᾳ εἰς μετρίαν ψυχρότη‐ τος ἀγομένη τὴν καθεκτικὴν ὁμοίως ἢ καὶ πλέον ἄῤῥω‐ | |
15 | στον ἕξει διὰ τὸ πᾶσαν ἄμετρον δυσκρασίαν ἐκλύειν τὰς ἐνεργείας· εἰ δ’ ἄκρως ἦν θερμὴ, μέχρι πλείστου τῆς ἡλι‐ κίας ἰσχυρὰν ἕξει τὴν καθεκτικὴν, ὡς ἂν καὶ ξηρὰ οὖσα. εἰ γὰρ φύσει ἦν ὑγροτέρα, ἄῤῥωστον ἂν εἶχε τὴν καθε‐ κτικήν. δῆλον οὖν ὡς ὀλίγου δεῖν ἅπασι νέοις, οἷς ὑγρό‐ | |
20 | τεραί εἰσιν αἱ γαστέρες φύσει, εἰς τοὐναντίον μετάπτωσις ἔσται γηράσκουσιν· οἷς δ’ εἰσὶ φύσει ξηρότεραι, τούτοις γηρῶσιν ὑγραὶ γενήσονται διὰ τὰς ἐναντίας αἰτίας. Post aphorismum 20. intercalatur in codice Damascii: Ὁκόσοι τὰς κοιλίας ὑγρὰς ἔχουσι νέοι μὲν ὄντες βέλ‐ | |
25 | τιον ἀπαλλάσσουσι τῶν ξηρὰς ἐχόντων, εἰς δὲ τὸ γῆρας χεῖρον ἀπαλλάσσουσι. ξηραίνονται γὰρ αὐτέοισιν ὡς ἐπὶ πολὺ τοῖσιν ἀπογηράσκουσιν. — ΔΑΜ. Ὅμοιος ὁ ἀφορισμὸς οὑτοσὶ τῷ πρὸ αὐτοῦ ἀφορισμῷ. | |
29 | ||
30 | καʹ. Λιμὸν θώρηξις λύει. — | |
30 | ||
ΘΕΟΦ. Λιμὸν ἐνταῦθα τὴν σφοδροτέραν καὶ | 316 | |
2.317 | ἄπαυστον ὄρεξιν τῶν σιτίων ὀνομάζει, ἣν ἔνιοι κυνώδη προσαγορεύουσιν. αὕτη δὲ διττὴ, ἡ μὲν δι’ ἄμετρον γενο‐ μένην διαχώρησιν, ἡ δὲ διὰ ψυχρὸν χυμὸν ὑποκείμενον περὶ τὴν γαστέρα, ὃς τῇ ψύξει μὲν ἐπεγείρει τὴν ὄρεξιν, | |
5 | καταλύει δὲ καὶ ἀμβλύνει τὴν πέψιν. κἀντεῦθεν πολλὴν μὲν τροφὴν λαμβάνουσιν, οὐ πέττουσι δὲ καὶ λι‐ μαγχονεῖται τὸ ὅλον σῶμα. ταύτην οὖν ἡ θώρηξις ἤγουν ἡ ἀκρατοποσία παύει. πραΰνεται γὰρ εὐ‐ θέως ὁ λιμὸς ἐπὶ τῇ τοιαύτῃ διαίτῃ. ἐν πλείονι δὲ | |
10 | χρόνῳ πραττόντων οὕτω, παύεται τῷ ἐξατμίζεσθαι καὶ διαφορεῖσθαι τὴν ὕλην, τὴν τὸν λιμὸν ἐργαζομένην, τῇ θερμασίᾳ τοῦ οἴνου. οἶνον γὰρ ἀκουστέον οὐ τὸν ἁπλῶς, ἀλλὰ τὸν κιῤῥὸν τὴν χροιάν. ΔΑΜ. Οὐ πᾶσαν ἔνδειαν ὀνομάζει λιμὸν, ἀλλὰ τὴν | |
15 | σφοδρὰν καὶ ἄπαυστον ὄρεξιν, ἣν καὶ κυνώδη ὀνομάζουσιν. οἱ κιῤῥοὶ τοίνυν τῶν οἴνων ἢ οἱ ἐρυθροὶ ἰῶνται τὸν τοιοῦ‐ τον λιμὸν, ὡς πλείονα τὴν θέρμην κεκτημένοι. γίνεται δὲ κυ‐ νώδης ὄρεξις ἢ διὰ δυσκρασίαν μόνην τὴν ἐπὶ τὸ ψυχρό‐ τερον ἢ διά τινας χυμοὺς ὀξεῖς ἀναποθέντας εἰς αὐτὸ τὸ | |
20 | στόμα τῆς γαστρός. | |
20 | κβʹ. Ἀπὸ πλησμονῆς ὁκόσα νουσήματα γίνεται, κένωσις ἰῆται, καὶ ὁκόσα ἀπὸ κενώσιος γίνεται, πλησμονή· καὶ τῶν ἄλλων ἡ ὑπεναντίωσις. — | |
23 | ΘΕΟΦ. Ἐν τῷ πρὸ τοῦδε ἀφορισμῷ μερικὴν | |
25 | ἐποιεῖτο τὴν θεραπείαν τοῦ λιμοῦ διὰ τῆς θωρήξεως | 317 |
2.318 | λύων, ἐν δὲ τούτῳ καθολικὸν ποιεῖται τὸν λόγον. φησὶ γὰρ ὅτι καθόλου πᾶσα πλησμονὴ ὑπὸ κενώσεως θερα‐ πεύεται ὥσπερ καὶ τὸ ἀνάπαλιν· τὰ γὰρ ἐναντία τῶν ἐναντίων ἰάματα. ἐν δὲ τούτοις καὶ ὁ ὅρος ἀναφαίνε‐ | |
5 | ται τῆς ἰατρικῆς κατὰ τὸν Ἱπποκράτην ὁ λέγων, ἰατρική ἐστι πρόσθεσις καὶ ἀφαίρεσις, πρόσθεσις μὲν τῶν ἐλλει‐ πόντων, ἀφαίρεσις δὲ τῶν πλεοναζόντων. | |
7 | κγʹ. κδʹ. Τὰ ὀξέα τῶν νουσημάτων κρίνεται ἐν τεσσαρε‐ σκαίδεκα ἡμέρῃσι. Τῶν ἑπτὰ, ἡ τετάρτη ἐπίδηλος. | |
10 | ἑτέρης ἑβδομάδος ἡ ὀγδόη ἀρχή. θεωρητὴ δὲ ἡ ἑνδε‐ κάτη· αὕτη γάρ ἐστι τετάρτη ἀπὸ τῆς ἑτέρης ἑβδομά‐ δος· θεωρητὴ δὲ πάλιν ἡ ἑπτακαιδεκάτη· αὕτη γάρ ἐστι τετάρτη μὲν ἀπὸ τῆς τεσσαρεσκαιδεκάτης, ἑβδόμη δὲ ἀπὸ τῆς ἑνδεκάτης. — | |
14 | ||
15 | ΘΕΟΦ. Ἐνταῦθα ἔσχατον ὅρον ὁ Ἱπποκράτης τῶν ὀξέων νοσημάτων τὴν τεσσαρασκαιδεκάτην ἡμέραν παρα‐ δίδωσι. τὰ γὰρ ὀξέα νοσήματα ἐπὶ λεπτῇ καὶ δριμείᾳ ὕλῃ γίνεται, ἥτις διὰ μὲν τὴν σύστασιν ἔχει τὸ εὐδιαφό‐ ρητον, διὰ δὲ τὴν δριμύτητα τὸ εὔκριτον. δάκνουσα γὰρ | |
20 | καὶ ἀνιῶσα τὴν φύσιν ἐπεγείρει αὐτὴν, ὥστε ἀποδιῶξαι τὰ λυποῦντα τὸ σῶμα καὶ ταχέως ὑποστῆναι τὴν κρίσιν. ἀλλά φησι, τῶν ἑπτὰ ἡ τετάρτη ἐπίδηλος. πῶς; ἐπειδὴ ἡ τετάρτη κρίσιμός ἐστιν. ἐὰν οὖν τῇ τε‐ τάρτῃ οὐ γέγονε τελεία ἡ κρίσις, ἐν τῇ ἑβδόμῃ τελεία | |
25 | γενήσεται διὰ τὸ ἀκμὴν ἀσθενῆ εἶναι τὴν δύναμιν καὶ μὴ δύνασθαι ταχέως ἀποδιῶξαι τὰ νοσοποιὰ αἴτια. εἰ δὲ μὴ ἐν τῇ ἑβδόμῃ γέγονε τελεία, ἐν τῇ ἑνδεκάτῃ τελεία γενήσεται. εἰ δὲ καὶ ἐν τῇ ἑνδεκάτῃ ἀτελὴς, ἐν τῇ τεσσα‐ ρασκαιδεκάτῃ τελεία. αὗται μὲν οὖν αἱ ἡμέραι ἐπίδηλοι | |
30 | καὶ θεωρηταὶ καλοῦνται, ἐπίδηλοι μὲν, ὅτι μηνύουσι τὴν | |
ὅσον οὔπω μέλλουσαν κρίσιν, θεωρηταὶ δὲ, ἐπειδὴ ὡς | 318 | |
2.319 | πρὸς ταύτας ἀφορῶντες προλέγομεν. αὗται οὖν αἱ τε‐ τραδικαὶ περίοδοι, αἱ μὲν κατὰ συνέχειαν ἀριθμοῦνται, αἱ δὲ κατὰ διέχειαν. αἱ μὲν οὖν πρῶται δύο τετράδες κατὰ συνέχειαν· τὸ γὰρ πέρας τῆς τετράδος τὸ αὐτὸ καὶ | |
5 | ἀρχὴ λαμβάνεται· ἡ δὲ τρίτη τετρὰς κατὰ διέχειαν. οὐ γὰρ τὸ πέρας τῆς τετράδος καὶ ἀρχὴ γίνεται. ἡ δὲ τε‐ τάρτη τετρὰς κατὰ συνέχειαν πάλιν· ἡ γὰρ ἑνδεκάτη καὶ ἀρχὴ καὶ τέλος νομίζεται. εἰ δέ τις εἴποι, ὁρῶμεν ὅτι ὀξέα νοσήματα καὶ τῇ ἑπτακαιδεκάτῃ καὶ τῇ εἰκοστῇ | |
10 | κρίνονται, λέγομεν ὅτι ταῦτα τῶν σπανίως. εἰ δέ τις πά‐ λιν εἴποι, πῶς ἐν τῷ προγνωστικῷ λέγει, ἔσχατον ὅρον εἶναι τὴν τεσσαρακοστὴν ἡμέραν τῶν ὀξέων νοσημάτων, νῦν δὲ τὴν τεσσαρασκαιδεκάτην, λέγομεν ὅτι ἐκεῖ οὐ τῶν ἁπλῶς ὀξέων λέγει τὴν τεσσαρακοστὴν ἡμέραν ἔσχατον | |
15 | ὅρον εἶναι, ἀλλὰ τῶν ἐκ μεταπτώσεως ὀξέων. ΔΑΜ. Τῶν κρίσεων ἓξ αἱ διαφοραὶ, ἢ ἀθρόα γίνε‐ ται μεταβολὴ πρὸς τὸ ἄμεινον ἢ τὸ χεῖρον ἢ μικτὴ πρὸς ὑγείαν, βληχρῶς ἀρξαμένη καὶ ὀξέως διὰ κρίσεως ἐλθοῦσα εἰς ὑγείαν, ἢ ὀξέως μὲν ἐξ ἀρχῆς ἀρξαμένη, βληχρῶς δὲ | |
20 | ὕστερον πρὸς θάνατον ἐρχομένη, ἢ κατὰ βραχὺ εὐθέως ἐξ ἀρχῆς πρὸς ὑγείαν, καὶ λέγεται σύμπεψις, ἢ κατὰ βραχὺ εὐθὺς ἐξ ἀρχῆς πρὸς θάνατον, καὶ λέγεται μαρα‐ σμός. ὅρον δ’ ἐπὶ τῶν ὀξέων νοσημάτων ἔθετο τὸν δυοῖν ἑβδομάδοιν χρόνον, ὡς ἐξωτέρω μὲν οὐδενὸς προϊόντος, | |
25 | ἔμπροσθεν δὲ τῆς ιδʹ πολλῶν κρίνεσθαι δυναμένων. ἐπι‐ δήλους δὲ καὶ θεωρητὰς εἴωθεν ὁ Ἱπποκράτης ὀνομάζειν ἡμέρας, ἐν αἷς τι σημεῖον φαίνεται δηλωτικὸν τῆς ἐσομέ‐ νης κρίσεως ἐν ἑτέρᾳ τινὶ τῶν μελλουσῶν ἡμερῶν. | |
28 | κεʹ. Οἱ θερινοὶ τεταρταῖοι ὡς τὰ πολλὰ γίνονται βρα‐ | |
30 | χέες, οἱ δὲ φθινοπωρινοὶ, μακροὶ, καὶ μάλιστα οἱ | |
πρὸς τὸν χειμῶνα ξυνάπτοντες. — | 319 | |
2.320 | ΘΕΟΦ. Ἐν τῷ ἀνωτέρω ἀφορισμῷ πρόνοιαν ἐποι‐ εῖτο τῶν ὀξέων νοσημάτων, ἐν τούτῳ δὲ κατὰ συνέχειαν τῶν χρονίων. φησὶν οὖν, οἱ θερινοὶ τεταρταῖοι τουτέστιν οἱ ἐν τῷ θέρει γινόμενοι βραχέες γίνονται ἤγουν ὀλιγο‐ | |
5 | χρόνιοι ὡς ἐπὶ τὸ πολὺ, ὅτι ἡ τοῦ περιέχοντος θερμασία λεπτύνει τὴν ὕλην καὶ ἀραιοῖ τοὺς πόρους καὶ διαφορεῖ αὐτήν. οἱ μέντοι φθινοπωρινοὶ τουτέστιν οἱ ἐν τῷ φθινο‐ πώρῳ γινόμενοι μακροὶ καὶ μάλιστα οἱ πρὸς τὸν χει‐ μῶνα πλησιάζοντες διὰ τὴν ψύξιν καὶ διὰ τὸ πυκνοῦ‐ | |
10 | σθαι ὑπὸ τῆς ψύξεως τοὺς πόρους καὶ διὰ τὸ παχυτέραν εἶναι τὴν ὕλην. εἰ δέ τις ἀπορήσει καὶ πῶς ἐν θέρει γίνεται τεταρταῖος, ὅπου τοσαύτη θερμασία καὶ διαφό‐ ρησις, λέγομεν ὅτι ὅσον ἐπὶ τῇ ὥρᾳ οὐκ ἔδει γενέσθαι, πλὴν διὰ τὴν δίαιταν γίνεται. ἡ γὰρ θερμασία παχυτέρας | |
15 | καὶ γεώδους τροφῆς δρασσομένη οἷον κράμβης ἢ βοείων κρεῶν καὶ τῶν τοιούτων, μελαγχολικὸν χυμὸν γεννᾷ, κἀν‐ τεῦθεν τεταρταῖος γίνεται. ΔΑΜ. Ὥσπερ δ’ ἐν τῷ θέρει καὶ τοὺς χυμοὺς δια‐ φορεῖσθαι καὶ τὴν δύναμιν διαλύεσθαι συμβέβηκεν, οὕ‐ | |
20 | τως ἐν τῷ χειμῶνι τὰ ἐναντία καὶ τοὺς χυμοὺς ἔνδον μέ‐ νειν ὥσπερ φωλεύοντας καὶ τὴν δύναμιν ἐῤῥωμένην δια‐ μένειν. οὔτε οὖν λύονται τὰ νοσήματα, μενόντων τῶν ποιούντων αὐτὰ χυμῶν, οὔτ’ ἀποθνήσκουσιν οἱ κάμνοντες, ἐξαρκούσης αὐτῶν τῆς δυνάμεως. | |
24 | ||
25 | κϛʹ. Πυρετὸν ἐπὶ σπασμῷ γενέσθαι βέλτιον, ἢ σπασμὸν ἐπὶ πυρετῷ. — | |
26 | ΘΕΟΦ. Σπασμός ἐστι κίνησις ἀπροαίρετος ἐν προ‐ αιρετικοῖς μορίοις ἢ ὀργάνοις γινόμενος. γίνεται δὲ ἢ ἐπὶ πλήθει, πληρουμένων τῶν νεύρων καὶ τοῦ ἐγκεφάλου καὶ | |
30 | διατεινομένων αὐτῶν, ἢ ἐπὶ ξηρότητι συνιζανόντων τῶν νεύρων πρὸς ἄλληλα. ξηραινόμενα γὰρ καὶ διατεινόμενα ἐπὶ τὴν οἰκείαν ἀρχὴν ἀνατρέχουσι καὶ ποιοῦσιν ἀπροαί‐ ρετον κίνησιν. βέλτιον οὖν φησὶν ὁ Ἱπποκράτης πυρετὸν | |
ἐπὶ σπασμῷ τῷ ἐπὶ πληρώσει γενέσθαι ἢ τὸ ἀνάπαλιν. | 320 | |
2.321 | ἐπειδὴ γὰρ ὁ πυρετὸς μέχρι βάθους χωρεῖ, εἴωθεν ὡς τὰ πολλὰ θερμαίνειν καὶ λεπτύνειν καὶ διαφορεῖν τοὺς χυμοὺς τοὺς τὸν σπασμὸν ἐργασαμένους. εἰ δὲ ἐπὶ πυρετῷ σπασμὸς ὁ ἐπὶ ξηρότητι γένηται, κακόν· χρήζει | |
5 | γὰρ χρόνου τὰ νεῦρα πρὸς τὴν τῆς ξηρότητος ἴασιν. οὐκ ἀναμένει δὲ χρόνον ἡ συντονία τοῦ νοσήματος, ἀλλ’ ἐν τάχει καταλύει τὴν δύναμιν. καὶ ὀξὺν θάνατον ἐπιφέρει. ΔΑΜ. Ἐπὶ πληρώσει καὶ κενώσει γίνεται ὁ σπα‐ σμός. ὅταν οὖν ἐφ’ ὑγιαίνοντος συμβῇ γενέσθαι σπασμὸν, | |
10 | πάντως ἐπὶ πληρώσει τοῦτον ἀναγκαῖον εἶναι· πληροῦν‐ ται δὲ τὰ νεῦρα γλίσχρων καὶ ψυχρῶν χυμῶν, οἷς τρέφον‐ ται. τούτοις ἐπιγενόμενος πυρετὸς λεπτύνει καὶ θερμαίνει καὶ διαφορεῖ. εἰ δὲ ἐκ διακαῶν πυρετῶν ζηρανθῇ τὸ νευ‐ ρῶδες τοῦ σώματος, καὶ σπασμὸς ἐπακολουθήσει, μέγιστον | |
15 | τοῦτο καὶ ἐγγὺς ἀνίατον. ἡ γὰρ συντονία τοῦ νοσήμα‐ τος ἐν τάχει καταλύει τὴν δύναμιν καὶ ὀξὺν φέρει τὸν θάνατον. | |
17 | κζʹ. Τοῖσι μὴ κατὰ λόγον κουφίζουσιν, οὐ δεῖ πιστεύειν, οὐδὲ φοβέεσθαι λίην τὰ μοχθηρὰ γινόμενα παρὰ λόγον. | |
20 | τὰ γὰρ πολλὰ τῶν τοιουτέων ἀβέβαια, καὶ οὐ πάνυ τι διαμένειν, οὐδὲ χρονίζειν εἴωθε. — | |
21 | ΘΕΟΦ. Ἐνταῦθα παρακελεύεται τὸν ἰατρὸν μὴ ὡς ἔτυχε θαῤῥεῖν ἢ φοβεῖσθαι λέγων, τοῖς μὴ κατὰ λόγον ῥᾳστώνην δεξαμένοις οὐ δεῖ πιστεύειν ἤτοι θαῤῥεῖν, | |
25 | οἷον ὅταν εἰσβάλῃ νόσημα σφοδρὸν, εἶτ’ ἐξαίφνης ῥαΐσῃ εἴτε δι’ ἐμέτων ἢ ἱδρώτων ἢ διαχωρημάτων ἢ οὔρων ἢ δι’ αἱμοῤῥαγίας κενωθέντος τοῦ σώματος, ἀλλὰ μηδὲ πέψεως φανέντων σημείων, ἄπιστον ἡγητέον εἶναι τὴν τοιαύτην ῥᾳστώνην. τὰ γὰρ ἀσήμως ῥᾳστωνήσαντα, κα‐ | |
30 | θὼς ἐν ἑτέροις λέλεκται, φιλυπόστροφα. εἶτα φησὶν, οὐδὲ φοβεῖσθαι λίην τὰ μοχθηρὰ γινόμενα παραλόγως, οἷον ὅταν δυσπνοήσῃ τις ἀλόγως ἢ παραφρονήσῃ ἢ μεγάλῳ | |
ῥίγει καταληφθῇ, καὶ τοῦτο ἀβέβαιον ἡγητέον. οὐ δεῖ γὰρ | 321 | |
2.322 | φοβεῖσθαι τὰ νομιζόμενα μὲν εἶναι μοχθηρὰ, μὴ ὄντα δὲ κυρίως, ἀλλὰ παραλόγως γινόμενα. τέως γὰρ οὐδὲν χαλεπὸν σημαίνουσιν. ΔΑΜ. Εἰ γὰρ οὐ κατὰ λόγον ῥᾳστωνήσει τὸ νόσημα | |
5 | σφοδρὸν ἤως οὐ δι’ ἱδρώτων ἢ διαῤῥοίας ἢ ἐμέτων ἢ αἱ‐ μοῤῥαγίας κενωθέντος τοῦ σώματος, ἢ μηδὲ πέψεως φα‐ νέντων σημείων, ἄπιστον ἡγητέον τὴν τοιαύτην ῥᾳστώνην, ὥσπερ καὶ εἰ δυσπνοήσειεν ἀλόγως ἢ παραφρονήσειεν ἢ μεγάλως ῥιγώσειεν. ὁμοῦ καὶ ταῦτα ἀβέβαια· πολλάκις γὰρ | |
10 | κρίσιν ἀγαθὴν ἀγγέλλει. | |
10 | κηʹ. Τῶν πυρεσσόντων μὴ παντάπασιν ἐπιπολαίως, τὸ διαμένειν, καὶ μηδὲν ἐνδιδόναι τὸ σῶμα, ἢ καὶ ξυντή‐ κεσθαι μᾶλλον τοῦ κατὰ λόγον, μοχθηρόν· τὸ μὲν γὰρ μῆκος νούσου σημαίνει, τὸ δὲ ἀσθενείην. — | |
14 | ||
15 | ΘΕΟΦ. Νῦν ἐκ τῆς ἕξεως τοῦ σώματος ποιεῖται τὴν διάγνωσιν. φησὶ γὰρ, τῶν πυρεσσόντων μὴ παντά‐ πασιν ἐπιπολαίως, ἀλλὰ μέσως τὸ διαμένειν καὶ μηδὲν ἐνδιδόναι τὸ σῶμα, μοχθηρόν· δηλοῖ γὰρ πύκνωσιν τοῦ δέρματος καὶ πάχος χυμῶν καὶ διὰ τοῦτο καὶ μῆκος | |
20 | νόσου. Τὸ δὲ συντήκεσθαι μᾶλλον τοῦ κατὰ λόγον γίνε‐ ται διὰ λεπτότητα χυμῶν καὶ μανότητα τοῦ δέρματος, καὶ διὰ τοῦτο καὶ αὐτὸ μοχθηρόν· ἀσθένειαν γὰρ δυνάμεως δηλοῖ. Ἰστέον δὲ ὅτι τὸ μᾶλλον τοῦ κατὰ λόγον κατ’ ἀμφότερα εἴρηται, πρός τε τὸ μὴ ἐνδιδόναι καὶ τὸ | |
25 | συντήκεσθαι. ΔΑΜ. Σημεῖον ἀσθενείας φησὶν, ἡ παρὰ φύσιν ἰσ‐ χνότης· σημαίνει δὲ ὅτι τὸ τοῦ σώματος ἀσύμπτωτον ἐπὶ πυκνώσει τοῦ δέρματος ἕπεται καὶ πάχει χυμῶν. τὸ συν‐ | |
τήκεσθαι δέ ποτε μὲν διὰ λεπτότητα χυμῶν καὶ μανότητα | 322 | |
2.323 | τοῦ δέρματος, ποτὲ δὲ διὰ μόνην ἀσθένειαν δυνά‐ μεως. | |
2 | κθʹ. Ἀρχομένων τῶν νούσων, ἤν τι δοκέῃ κινέειν, κίνει· ἀκμαζουσῶν δὲ, ἡσυχίην ἔχειν βέλτιόν ἐστι. — | |
4 | ||
5 | ΘΕΟΦ. Οὗτος ὁ ἀφορισμὸς ἐπὶ τῶν ὀξέων ἁρμόδιος· ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι σκόπει, ἐὰν ὀργᾷ ἡ ὕλη, καὶ τότε κένωσον· τοῦτο γάρ ἐστιν, ἤν τι δοκέῃ· ἢν δὲ μὴ ὀργᾷ, μὴ κενώσῃς· κίνησιν δὲ ἐνταῦθα λέγει καὶ φλεβοτομίαν καὶ κάθαρσιν. πλὴν εἰ δοκεῖ ἐν ἀρχῇ κάθα‐ | |
10 | ρον ἢ κένωσον, ἵνα εὑρίσκουσα ἡ φύσις ὀλίγην τὴν ὕλην σύντομον ποιήσηται τὴν πέψιν καὶ τὴν ἀπαλλαγὴν τῆς ὕλης· ἐν τῇ ἀκμῇ δὲ ἡσυχίαν ἔχειν βέλτιόν ἐστι. τότε γὰρ κατεκράτησεν ἡ φύσις τῆς ὕλης καὶ σύμπεψις γέγονε καὶ οὐ χρείαν ἔχει τῆς τοῦ ἰατροῦ ἐπικουρίας. ἔστι δὲ καὶ | |
15 | ἄλλως εἰπεῖν, ὅτι ἐπὶ τούτων τῶν νοσημάτων λεπτὸς ὑπό‐ κειται ὁ χυμὸς καὶ εὔοργος καὶ εὐκίνητος καὶ δεῖ αὐτὸν ἐν ἀρχῇ ταχέως ἀπελάσαι τοῦ σώματος, ὥστε μὴ τῇ ἀτάκτῳ κινήσει ἐπὶ κύρια ῥεύσας μόρια μέγα κα‐ κὸν ἀπεργάσηται. ἐν δὲ τῇ ἀκμῇ ἡσυχίαν ἔχειν χρὴ διὰ | |
20 | τὸ πρὸς πέψιν ἦξαι τὴν ὕλην, τῆς ζωτικῆς καὶ φυσι‐ κῆς δυνάμεως ἰσχυρῶν οὐσῶν ἐν τούτῳ τῷ χρόνῳ, τῆς ψυ‐ χικῆς δὲ τοὐπίπαν κεκμηκυίας, ὥσπερ ἐν τῇ ἀρχῇ τὸ ἀνάπαλιν. | |
23 | λʹ. Περὶ τὰς ἀρχὰς καὶ τὰ τέλεα πάντα ἀσθενέστερα· | |
25 | περὶ δὲ τὰς ἀκμὰς, ἰσχυρότερα. — | 323 |
2.324 | ΘΕΟΦ. Καὶ οὗτος ὁ ἀφορισμὸς συνεχής ἐστι τῷ πρὸ αὐτοῦ. ἐν μὲν γὰρ ἐκείνῳ ἔλεγεν, ἀρχομένων τῶν νούσων ἤν τι δοκέῃ κινέειν, κίνει. ἐνταῦθα δὲ τὴν αἰτίαν παραδίδωσι. περὶ γὰρ τὰς ἀρχὰς καὶ τὰ τέλη πάντα ἀσθε‐ | |
5 | νέστερα, περὶ δὲ τὰς ἀκμὰς ἰσχυρότερα. ἀρχὴν δὲ ἐν‐ ταῦθά φησι τὴν ἀντιδιαστελλομένην τοῖς λοιποῖς καιροῖς, ἀναβάσει φημὶ, καὶ ἀκμῇ, καὶ παρακμῇ. ἔστι γὰρ ἀρχὴ καὶ ἡ ἀκαριαία ἀρχὴ καὶ ἡ τρισὶν ἡμέραις περιγραφομέ‐ νη, τέλος δέ φησι τὴν παρακμήν. ἐν μὲν οὖν τῇ ἀρχῇ | |
10 | πάντα ἀσθενέστερά εἰσι τουτέστι παροξυσμοὶ πυρετῶν, ἀγρυπνίαι, ἀλγήματα καὶ τὰ λοιπὰ συμπτώματα. οὔτε γὰρ εὐθέως σφοδρῶς εἰσβάλλει ὁ πυρετὸς πρὸς τὴν οἰ‐ κείαν ἀκμὴν συγκρινόμενος, οὔτε μὴν πάνυ κατεπείγει ἀγρυπνία, κεφαλαλγία ἢ παραφορά· ἐν δὲ τῇ ἀκμῇ προ‐ | |
15 | κόπτοντος τοῦ χρόνου τὸ μέγεθος αὐτῶν ἀπολαμβά‐ νουσιν. ΔΑΜ. Πάντα τὰ συμπτώματα δηλονότι περὶ τὰς ἀρχὰς καὶ τὰ τέλη ἀσθενέστερα, περὶ δὲ τὰς ἀκμὰς ἰσχυ‐ ρότερα, καίτοιγε ἡ νόσος οὐκ ἐξ ἅπαντος ἐν τῇ ἀκμῇ | |
20 | ἰσχυροτέρα· ἀλλ’ ἐπὶ τῶν σωθησομένων πολλῷ βελτίων ἡ ἐν ἀρχῇ τῆς νόσου· ἐν ᾗ ἀρχῇ εἰ δεῖ κινεῖν διὰ φλεβοτο‐ μίας ἢ κλυστῆρος, κίνει, ὡς ἂν ἐλάττονος γενομένης τῆς ὕλης, ῥᾷον αὐτῆς ἡ φύσις κρατήσειεν· ἐν δὲ ταῖς ἀκμαῖς ἡσυχάζειν· αἱ γὰρ πέψεις τῶν νόσων τηνικαῦτα γίνονται. | |
24 | ||
25 | λαʹ. Τῷ ἐξ ἀῤῥωστίης εὐσιτεῦντι, μηδὲν ἐπιδιδόναι τῷ σώματι, μοχθηρόν. — | |
26 | ΘΕΟΦ. Οὗτος ὁ ἀφορισμὸς ἀναληπτικός ἐστι καὶ δῆλον ἐκ τοῦ εἰπεῖν ἐξ ἀῤῥωστίης. εὐσιτία δέ ἐστιν ἡ πολλὴ τροφή· φησὶν οὖν ἐὰν πολλῇ τις κεχρημένος τροφῇ | |
30 | μηδὲν ἐπιδιδῷ κατὰ τὸ σῶμα, μοχθηρόν. διὰ τί; ἐπειδὴ | 324 |
2.325 | ἡ ὄρεξις οὐκ ἔστι κατὰ φύσιν. ὀξώδης γὰρ ὑπόκειται χυ‐ μὸς περὶ τὴν γαστέρα, ὃς ἐπεγείρει μὲν τὴν ὄρεξιν· πλὴν διὰ ψύξιν οὐ πέττεται ἡ τροφὴ καὶ ἐντεῦθεν ἀτροφεῖ τὸ σῶμα. | |
5 | ΔΑΜ. Τὸ μήτε εἰς εὐτροφίαν ἐπιδιδόναι τὸ σῶμα τρεφόμενον ἀξιολόγως, μήτε ἰσχύειν, ἢ διὰ τῆς τρεφούσης δυνάμεως ἀσθένειαν γίνεται, ἢ διὰ μοχθηρῶν χυμῶν περιουσίαν. | |
8 | λβʹ. Ὡς τὰ πολλὰ πάντες οἱ φαύλως ἔχοντες, κατὰ ἀρχὰς | |
10 | μὲν εὐσιτεῦντες [καὶ μηδὲν ἐπιδιδόντες,] πρὸς τῷ τέλεϊ πάλιν ἀσιτέουσι. οἱ δὲ κατὰ ἀρχὰς μὲν ἀσιτεῦν‐ τες ἰσχυρῶς, ὕστερον δὲ εὐσιτεῦντες, βέλτιον ἀπαλλάσ‐ σουσι. — | |
13 | ΘΕΟΦ. Καὶ οὗτος ἀναληπτικὸς ὁ ἀφορισμὸς, δύο | |
15 | δέ τινα ἡμῖν ἐνταῦθα παραδίδωσιν, ὧν καὶ σύγκρισιν ποιεῖται. καὶ τούτων τὸ μὲν διαβάλλει, τὸ δὲ ἀποδέχεται. φησὶν οὖν, ὅτι οἱ φαύλως ἔχοντες τουτέστιν οἱ χυμούς τινας περὶ τὸ σῶμα μοχθηροὺς ἐγκαταλελειμμένους ἔχον‐ τες, καταρχὰς μὲν εὐσιτέοντες, ὕστερον ἀσιτοῦσι καὶ χεῖ‐ | |
20 | ρον ἀπαλλάσσουσιν· οἱ δὲ τὸ ἀνάπαλιν ἔχοντες ἀπαλλάσ‐ σουσι βέλτιον, διότι οἱ καταρχὰς εὐσιτέοντες εὐρωστίᾳ τῶν ὀρεκτικῶν μορίων εὐσίτουν. ἀλλ’ ἐν τῷ χρόνῳ διὰ τὸ πλῆθος τῆς τροφῆς αὐξηθείσης τῆς κατὰ τὸ σῶμα μο‐ χθηρίας, βλάπτεται καὶ ἡ ὄρεξις καὶ διὰ τοῦτο ἀσιτοῦσι | |
25 | πρὸς τῷ τέλει. διὸ καὶ χεῖρον ἀπαλλάσσουσιν· οἱ μέντοι καταρχὰς ἀσιτοῦντες ἰσχυρῶς τουτέστιν ὡς παντάπασιν ὀλίγα λαμβάνοντες ἠσίτουν, πεττούσης τῆς φύσεως τὸν μο‐ χθηρὸν χυμὸν ἐν ἐκείνῳ τῷ χρόνῳ, καθὸν ἐνδεῶς διῃτῶντο. τούτου δὲ πεφθέντος ἐξ ἀνάγκης πρὸς τὸ τέλος εὐσιτοῦ‐ | |
30 | σιν, οἵτινες καὶ βέλτιον ἀπαλλάσσουσιν. ΔΑΜ. Οἱ κατ’ ἀρχὰς εὐσιτέοντες, ὀρεγομένης τῆς φύσεως δηλονότι, καὶ μὴ λαμβάνοντές τινα ἐπίδοσιν κρείττονα, | |
πάλιν ἀποσιτοῦσιν ἤτοι ἀνορέκτως διάκεινται· οἱ δὲ κατὰ | 325 | |
2.326 | ἀρχὰς ἀσιτοῦντες ἰσχυρῶς, ὕστερον δ’ εὐσιτοῦντες, βέλτιον ἀπαλλάσσουσι, πεψάσης τῆς φύσεως τὴν κακοχυμίαν, ἥτις ἦν αἰτία τῆς ἀνορεξίας. | |
3 | λγʹ. Ἐν ἁπάσῃ νούσῳ τὸ ἐῤῥῶσθαι τὴν διάνοιαν, καὶ εὖ | |
5 | ἔχειν πρὸς τὰς προσφορὰς, ἀγαθόν· τὸ δὲ ἐναντίον, κακόν. — | |
6 | ΘΕΟΦ. Οὗτος προγνωστικὸς ὁ ἀφορισμὸς καὶ ἀπὸ τῶν τιμιωτέρων ποιεῖται τὰς προγνώσεις τουτέστιν ἐγκε‐ φάλου καὶ γαστρός. φησὶ γὰρ, ὅτι ἐν παντὶ νοσήματι τὸ | |
10 | τὴν διάνοιαν ἐῤῥῶσθαι καὶ εὖ ἔχειν πρὸς τὰς προσφο‐ ρὰς ἤτοι τὰς τροφὰς, ἀγαθόν. τὸ μὲν ἐῤῥῶσθαι τὴν διά‐ νοιαν, ἀγαθὸν διὰ τὸ τὰ περὶ τὸν ἐγκέφαλον καὶ μήνιγγας, ἔτι τε νωτιαῖον μυελὸν καὶ διάφραγμα καὶ ὅλως τὰ νευρώδη μόρια καὶ μάλιστα ὅσα πλησίον τοῦ ἐγκεφάλου, ὑγιᾶ ση‐ | |
15 | μαίνεσθαι. τὸ δὲ εὖ ἔχειν πρὸς τὰς προσφορὰς καὶ αὐτὸ ἀγαθὸν διὰ τὸ τὰ περὶ τὴν γαστέρα καὶ ἧπαρ, αὐτήν τε τὴν καρδίαν ὁμοίως ὑγιᾶ σημαίνεσθαι. ΔΑΜ. Τὴν γὰρ τοῦ ἐγκεφάλου διάθεσιν δηλοῖ καὶ τὴν τῆς γαστρὸς ῥῶσιν καὶ ἥπατος καὶ καρδίας. | |
19 | ||
20 | λδʹ. Ἐν τῇσι νούσοισι ἧσσον κινδυνεύουσι, οἷσιν ἂν οἰκείη τῆς φύσιος, καὶ τῆς ἡλικίης, καὶ τῆς ἕξιος, καὶ τῆς ὥρης ἡ νοῦσος ἔῃ, ἢ οἷσιν ἂν μὴ οἰκείη κατά τι τουτέων. — | |
23 | ΘΕΟΦ. Καὶ οὗτος ὁ ἀφορισμὸς προγνωστικός | |
25 | ἐστι. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι ὅσα νοσήματα συμφωνεῖ | 326 |
2.327 | τοῖς ἰδίοις συστοίχοις, ἧττον ἔχει τὸν κίνδυνον, ὅσα δὲ οὐ συμφωνεῖ, μέγαν ἐπιφέρει τὸν κίνδυνον, οἷον ἐπὶ παρα‐ δείγματος· ἐὰν γένηται ἐν ἀκμαστικῇ ἡλικίᾳ τριταῖος, γένηται δὲ καὶ ἐν γεροντικῇ ἡλικίᾳ, διότι ἀσύμφωνός ἐστι | |
5 | τῇ γεροντικῇ ἡλικίᾳ, μᾶλλον ἐπικίνδυνος, ἧττον δὲ ἐν τῇ ἀκμαστικῇ, διότι σύμφωνος αὐτῇ ἐστι· πάλιν εἰ ἐν θέρει γένηται τριταῖος, οὐκ ἔστι κινδυνώδης, εἰ δὲ ἐν χει‐ μῶνι, ἐπικίνδυνος. δηλοῖ γὰρ ἐπὶ τούτων τουτέστι τῶν ἀσυμφώνων τὸ αἴτιον ἰσχυρὸν εἶναι, ὥστε δύνασθαι νι‐ | |
10 | κᾷν τῆς ἐκ τῆς ὥρας γινομένης ἐναντιώσεως. ἐπὶ δὲ τῶν συμφώνων οὐ δηλοῦται μέγα τὸ αἴτιον· ἐπὶ τὸ ὅμοιον γὰρ ἡ θέρμη τὴν ἐκτροπὴν ἐπεδείξατο, ἥτις εὐχερῶς γίνεται κἂν μὴ σφοδρὸν εἴη τὸ τὴν ἐκτροπὴν ἐργαζόμενον αἴτιον. ὡσαύτως δὲ καὶ ἐπὶ φύσεως ἤτοι κράσεως τοῦ σώματος | |
15 | καὶ τῶν λοιπῶν εἴρηται. | 327 |
2.328 | ΔΑΜ. Καὶ γὰρ τῇ μὲν θερμῇ φύσει καὶ ἡλικίᾳ καὶ ἕξει καὶ ὥρᾳ, δηλονότι καὶ καταστάσει καὶ χώρᾳ τὰ θερμό‐ τερα τῶν νοσημάτων ἐστὶν οἰκεῖα, ταῖς δὲ ψυχροτέραις τὰ ξηρότερα καὶ ταῖς ὑγροτέραις τὰ ὑγρότερα. | |
4 | ||
5 | λεʹ. Ἐν ἁπάσῃσι τῇσι νούσοισι, τὰ περὶ τὸν ὀμφαλὸν καὶ τὸ ἦτρον πάχος ἔχειν, βέλτιόν ἐστι· τὸ δὲ σφόδρα λε‐ πτὸν καὶ ἐκτετηκὸς, μοχθηρόν· ἐπισφαλὲς δὲ τὸ τοιοῦτον πρὸς τὰς κάτω καθάρσιας. — | |
8 | ΘΕΟΦ. Οὗτος σημειωτικὸς ὁ ἀφορισμός· σκόπει | |
10 | γὰρ, φησὶν, ἐπὶ τῶν νοσημάτων τὰ περὶ τὸν ὀμφαλὸν καὶ τὸ ἦτρον, καὶ εἰ μὲν πάχος ἔχει ταῦτα, καλὸν, εἰ δὲ κάτισχνά εἰσι καὶ ἐκτετηκότα, μοχθηρόν. Ἰστέον δὲ ὅτι τὸ σύμπαν μέρος τὸ ἀπὸ τοῦ ξιφοειδοῦς χόνδρου μέχρι τῶν τῆς ἥβης ὀστῶν εἰς τρία διαιρεῖται, καὶ τὰ μὲν ἄνω | |
15 | αὐτοῦ καλοῦνται ὑποχόνδρια, τὸ δὲ μέσον τὰ περὶ τὸν ὀμφαλὸν, τὰ δὲ τελευταῖα, ἦτρον. ἐν πάσῃ οὖν νόσῳ τὰ περὶ τὸν ὀμφαλὸν καὶ τὸ ἦτρον πάχος ἔχειν βέλτιόν ἐστι. πρὸς τοῦ πάχους γὰρ τῶν ἐπικειμένων σωμάτων ὠφελεῖ‐ ται θαλπόμενα καὶ ἡ πέψις, τούτων οὕτως ἐχόντων, κα‐ | |
20 | λῶς γίνεται καὶ ταῖς καθάρσεσι καλῶς ὑπηρετοῦσιν | |
ὡς ἰσχυρά. τὸ μέντοι σφόδρα λεπτὸν καὶ ἐκτετηκὸς κα‐ | 328 | |
2.329 | κὸν διὰ τὰς ἐναντίας αἰτίας. εἰ δέ τις εἴποι, διὰ τί καὶ οὐ τὰς ἄνω καθάρσεις εἶπεν, ἐπισφαλεῖς γάρ εἰσι καὶ αὗται τοῖς οὕτω διακειμένοις, φήσομεν, ὅτι ὡς σαφεῖς ἐκεί‐ νας παρέλιπεν. | |
5 | ΔΑΜ. Ταῦτα γὰρ σημεῖα καὶ ἀσθενείας καὶ τοῦ μὴ πέττεσθαι κατὰ γαστέρα τὰ σιτία καὶ κατὰ τὸ ἧπαρ μὴ αἱματοῦσθαι. τὸ δ’ ὑποχόνδριον διαιρεῖται εἰς τρία, εἰς τὰ ἐπιγάστρια, τὰ περὶ τὸν ὀμφαλὸν καὶ τὸ ἦτρον. | |
8 | λϛʹ. Οἱ ὑγιεινῶς ἔχοντες τὰ σώματα, ἐν τῇσι φαρμακίῃσι | |
10 | [καθαιρόμενοι] ἐκλύονται ταχέως, καὶ οἱ πονηρῇ τρο‐ φῇ χρεόμενοι. — | |
11 | ΘΕΟΦ. Ἐνταῦθα συμβουλεύει ὁ Ἱπποκράτης, ὑγείας προκειμένης, μὴ καθαίρειν φαρμάκοις καθαρτικοῖς. λέγει γὰρ ἐκλύεσθαι αὐτούς. πῶς; ὅτι ἐπὶ τῶν ὑγιεινῶν ἀπέ‐ | |
15 | ριττόν ἐστι τὸ σῶμα, τὸ δὲ φάρμακον δοθὲν καὶ μὴ εὑ‐ ρίσκον τι κενῶσαι περιττὸν ἀναστοιχειοῖ τὴν τοῦ σώματος ἕξιν καὶ ἅπτεται τῶν πνευμάτων, εἶτα τῶν ὑγρῶν, εἶτα καὶ τῶν στερεῶν καὶ τὰ μὲν σκεδαννύει, τὰ δὲ διαφορεῖ, τὰ δὲ τήκει. τούτων δὲ γινομένων, ἀνάγκη λειποθυμίαν | |
20 | καὶ συγκοπὴν ἕπεσθαι. καὶ μὴν καὶ τοὺς πονηρᾷ τροφῇ χρωμένους ἐκλύεσθαί φησι τῇ καθάρσει, ὅτι μάχεται τῇ κακοχυμίᾳ τὸ φάρμακον, τῇ πληθυνθείσῃ ἐκ τῆς μοχθηρᾶς τροφῆς, καὶ ἄρχεται καθαίρειν αὐτήν. αὕτη οὖν καθαιρομένη καὶ περιϊοῦσα διὰ τῶν αἰσθητικῶν μορίων, | |
25 | δριμεῖα καὶ δακνώδης ὑπάρχουσα, τῇ ἀνίᾳ καὶ δήξει τὴν ἔκλυσιν ἐπιφέρει. πονηρὰν δὲ τροφὴν λέγει τὴν προσεχῆ τῶν μορίων, ἥτις ἐστὶν ὁ αἱματικὸς, καὶ τὴν ἔξω, ἥτις ἐστὶ τὰ σιτία. ΔΑΜ. Οἱ ὑγιεινῶς ἔχοντες καὶ φαρμακευόμενοι συν‐ | |
30 | τήκονται καὶ οὐ καθαίρονται. | |
30 | λζʹ. Οἱ εὖ τὰ σώματα ἔχοντες, φαρμακεύεσθαι ἐρ‐ | |
γῶδες. — | 329 | |
2.330 | ΘΕΟΦ. Τῆς αὐτῆς ἐννοίας καὶ οὗτος ἔχεται ὁ ἀφο‐ ρισμός. φαρμακεύεσθαι λέγει ἀντὶ τοῦ καθαίρεσθαι· εὖ δὲ, τὸ σύμμετρον. χαλεπὸν οὖν φαρμακεύεσθαι τοὺς συμμέ‐ τρως ἔχοντας τὸ σῶμα. διὰ τί; ὅτι ἡ κάθαρσις περιτ‐ | |
5 | τωμάτων ἐστὶ κάθαρσις. εἰ δὲ γένηται ἐν ὑγιαίνουσι σώμασι, μὴ εὑρίσκουσα τὸ οἰκεῖον ἕλκειν, συντήκει τὰ μόρια. ΔΑΜ. Ἀποροῦσι γὰρ κακοχυμίας συντήκεται τῷ καθαρτικῷ φαρμάκῳ τὸ αἷμα καὶ αἱ σάρκες. | |
9 | ||
10 | ληʹ. Τὸ σμικρῷ χεῖρον καὶ πόμα καὶ σιτίον, ἥδιον δὲ, τῶν βελτιόνων μὲν, ἀηδεστέρων δὲ, μᾶλλον αἱρετέον. — | |
11 | ΘΕΟΦ. Διαιτητικὸς ὑπάρχει ὁ παρὼν ἀφορισμὸς καὶ ἡ δυ‐ τάτην φράσιν τε καὶ ἐπαγγελίαν περιέχει. ἔστι δὲ αὐ‐ τοῦ ἡ σύνταξις οὕτως. τὸ ὀλίγον κακὸν, κἂν πόμα ᾖ κἂν | |
15 | σιτίον, ἡδύτερον δὲ τῷ κάμνοντι τῶν βελτιόνων μὲν ἤτοι εὐπέπτων, ἀηδεστέρων δὲ ὁμοίως τῷ κάμνοντι, τοῦτο μᾶλλον αἱρετέον. καὶ ἡ αἰτία οὐ διὰ τὸ κεχαρισμένον μό‐ νον τῷ κάμνοντι, καθὼς ἐν ταῖς ἐπιδημίαις εἴρηται, ὅτι χάριτες καμνόντων πρέπουσαι τῇ τέχνῃ· δεῖ γὰρ χα‐ | |
20 | ρίζεσθαι τοῖς κάμνουσιν, ἐν οἷς μὴ ἀκολουθεῖ μεγάλη βλάβη, ἀλλὰ καὶ ὡς ὠφελιμώτατον αὐτῷ γενησόμενον. ὃ γὰρ ἂν ἡδέως προσενεγκώμεθα, περιστέλλεσθαι τοῦτο ἡ γαστὴρ εἴωθε καὶ πέττειν μᾶλλον, ἀποχωρεῖν δὲ ἀπὸ τῶν ἀηδῶν, ὡς ναυτίας καὶ τὰ λοιπὰ κακὰ ἐπαγγελλόντων. | |
25 | ΔΑΜ. Τὸ πόμα καὶ τὸ σιτίον, τὸ ἥδιον μὲν ὂν τῷ νοσοῦντι, βλαβερὸν δ’ ἐπ’ ὀλίγον, μᾶλλον αἱρετὸν τῶν βελτιόνων μὲν καὶ ὠφελιμωτέρων ὄντων, ἀηδεστέρων δὲ δοκούντων τῷ κάμνοντι. | |
28 | λθʹ. Οἱ πρεσβύται τῶν νέων, τὰ μὲν πολλὰ νοσέουσι | |
30 | ἧσσον· ὁκόσα δὲ ἂν αὐτέοισι χρόνια νουσήματα γένηται, | |
τὰ πολλὰ ξυναποθνήσκει. — | 330 | |
2.331 | ΘΕΟΦ. Δύο ἡλικιῶν παραβολὴν ποιεῖται οὗτος ὁ ἀφορισμὸς, ἀκμαστικῆς καὶ γεροντικῆς. λέγει γὰρ ὅτι οἱ πρεσβύται τῶν νέων ὡς τὰ πολλὰ νοσοῦσιν ἧττον καὶ τὰ ἑξῆς. καὶ ἡ αἰτία αὕτη, ὅτι οἱ γέροντες σώφρονα λογι‐ | |
5 | σμὸν ἔχοντες φείδονται ἀδδηφαγίας, ὑφ’ ἧς πλῆθος γεννᾶ‐ ται περιττωμάτων· ἀπέριττοι δ’ ἐντεῦθεν τὰ πολλὰ τυγ‐ χάνοντες ἧττον νοσοῦσι. οἱ δὲ νέοι διὰ τὸ τοῦ λογι‐ σμοῦ ἄστατον πλῆθος σιτίων προσφέρονται κἀντεῦθεν ἀπεψίαις ἑτοιμότατα τῷ πλήθει περιπίπτοντες εὐχερῶς | |
10 | καὶ ὡς ἐπίπαν νοσοῦσιν. εἶτά φησιν, ὁκόσα δ’ ἂν αὐτοῖς τοῖς γέρουσι χρόνια νοσήματα γένηται, τὰ πολλὰ ξυνα‐ ποθνήσκει διὰ τὴν τῆς δυνάμεως ἀσθένειαν, μὴ δυναμέ‐ νης ῥᾳδίως πέττειν τὰς νόσους. ΔΑΜ. Ἡ γὰρ δύναμις αὐτῶν ἀσθενής ἐστι τοῦ πέτ‐ | |
15 | τειν τὰ χρόνια νοσήματα διὰ τὸ εἶναι ψυχρά· διὸ καὶ γέ‐ ρουσι μᾶλλον ἢ νεωτέροις γίνεται. τοῖς γὰρ οἰκείοις νο‐ σήμασιν εὐαλωτότεροι πάντες. | |
17 | μʹ. Βράγχοι καὶ κόρυζαι τοῖσι σφόδρα πρεσβύτῃσιν οὐ πεπαίνονται. — | |
19 | ||
20 | ΘΕΟΦ. Παράδειγμά τι τέθεικε τοῦ πρὸ αὐτοῦ ἀφορισμοῦ τόδε· ἐκεῖ γὰρ ἔλεγεν, ὁκόσα δ’ ἂν αὐτοῖς χρόνια νοσήματα γένηται, τὰ πολλὰ ξυναποθνήσκει. ὥς τινος οὖν ἐρωτῶντος διὰ τί; ἐπάγει λέγων, βράγχοι καὶ κόρυζαι τοῖσι σφόδρα πρεσβύτῃσιν οὐ πεπαίνονται. | |
25 | καὶ ἡ αἰτία; διὰ τὴν ἔνδειαν τοῦ θερμοῦ καὶ τὴν ἀσθέ‐ νειαν τῶν δυνάμεων. ΔΑΜ. Καὶ γὰρ οὐ μόνον ταῦτα συναποθνήσκει τοῖς πρεσβύταις, ἀλλὰ καὶ νεφρῖτις καὶ ποδάγρα καὶ ἀρθρῖτις καὶ ἰσχιὰς καὶ τἄλλα ὅσα διὰ ψυχροὺς καὶ παχεῖς γίνον‐ | |
30 | ται χυμοὺς, οὓς καὶ τῶν ἀκμαζόντων τινὶ, μὴ ὅτι πρε‐ | |
σβύτῃ χαλεπὸν ἐκπεφθῆναι. | 331 | |
2.332 | μαʹ. Οἱ ἐκλυόμενοι πολλάκις καὶ ἰσχυρῶς, ἄνευ φανερῆς προφάσιος, ἐξαπίνης τελευτῶσι. — | |
2 | ΘΕΟΦ. Ἐνταῦθα πρόγνωσιν θανάτου ποιεῖται λέγων, ὅτι ἐάν τις ἐκλύηται πολλάκις καὶ ἰσχυρῶς ἄνευ | |
5 | προφάσεως φανερᾶς, οὗτος ἐξαπίνης τῷ χρόνῳ τελευτᾷ· ἐὰν γὰρ ἐπὶ φανερᾷ αἰτίᾳ ἐκλύωνται, οὐ τελευτῶσι· γυνὴ γάρ τις, ὡς φησὶ Γαληνὸς, ἔν τινι βαλανείῳ συνε‐ χῶς ἐξελύετο· ἐξεκαίετο δὲ πονηρᾷ ὕλῃ τὸ βαλανεῖον· διὸ καὶ ἐλειποθύμει. ζητουμένης δὲ τῆς αἰτίας, ὥς φησιν ὁ | |
10 | Γαληνὸς, ἀνατεμὼν εὗρον ἐν ταῖς κοιλίαις τῆς καρδίας χι‐ τῶνα περικείμενον πεπληρωμένον ὑγροῦ δυσώδους, ὅπερ ὑγρὸν ἐκεῖνο τῇ μοχθηρᾷ ποιότητι διέφθειρεν ἀεὶ καὶ ἐλυ‐ μαίνετο τὸν ζωτικὸν τόνον, καὶ τὸ πάθος τῆς ἐκλύσεως ἐποίει. ἐπειδὴ δὲ φανερὸν ἦν τὸ ποιοῦν αἴτιον, οὐκ ἦν | |
15 | αὐτῇ κακόν. ἐὰν οὖν ἄνευ φανερᾶς αἰτίας ἐκλύωνταί τινες, | |
ἤτοι λειποθυμοῦσι πολλάκις τε καὶ ἰσχυρῶς, ἐξαπίνης τε‐ | 332 | |
2.333 | λευτῶσι· διὸ καὶ ἐπὶ τούτων ὁ ζωτικὸς τόνος πάνυ ἀσθε‐ νεῖ· διὸ καὶ ῥᾳδίως ἐπὶ τοῖς τυχοῦσιν ἐκλύονται καὶ διὰ τοῦτο καὶ ἐξαπίνης τελευτῶσι διὰ τὸ ἐμποδίζειν τὴν καρδίαν διαστελλομένην ὄγκον ἔνυγρον ἢ ξηρὸν ἐπικείμε‐ | |
5 | νον τῷ περικαρδίῳ. ΔΑΜ. Οὐ πάντες οἱ ἐκλυόμενοι τελευτῶσιν ἐξαίφνης, ἀλλ’ οἱ πάσχοντες τοῦτο κατὰ διορισμοὺς τρεῖς ἤτοι πολ‐ λάκις καὶ ἰσχυρῶς καὶ ἄνευ φανερᾶς προφάσεως τῆς γινο‐ μένης δηλονότι ἀπὸ τῆς ἐν βαλανείῳ συνεχοῦς διατριβῆς, | |
10 | ἢ ἐξ ἀσιτίας, ἤ τινος ἄλλης προφάσεως. | |
10 | μβʹ. Λύειν ἀποπληξίην ἰσχυρὴν μὲν ἀδύνατον, ἀσθενέα δὲ οὐ ῥηΐδιον. — | |
12 | ΘΕΟΦ. Ἀποπληξία ἐστὶν ἀναισθησία καὶ ἀκινησία τοῦ παντὸς σώματος μετὰ βλάβης τῶν ἡγεμονικῶν ἐνερ‐ | |
15 | γειῶν· τὸ δὲ αἴτιον αὐτῆς, ὑγρότης φλεγματώδης πλη‐ ροῦσα τὸν ἐγκέφαλον καὶ τὸ τούτου σῶμα. γίνεται δὲ οὕτως· ὥσπερ νέφος παρατρέχον ἥλιον κωλύει καὶ οὐκ ἐᾷ αὐτὸν καταλάμπειν τὴν γῆν, οὕτω καὶ ἐνταῦθα ἡ ὑγρό‐ της, ὥσπερ τι νέφος, περισκέπουσα τὸν ἐγκέφαλον, κω‐ | |
20 | λύει αὐτὸν ἐκπέμπειν τὰς δυνάμεις ἐν ὅλῳ τῷ σώματι, καὶ διὰ τοῦτο ἀκίνητον καὶ ἀναίσθητον μένει. ἔστι μὲν οὖν ἡ ἀποπληξία διττὴ, ἡ μὲν μεγάλη, ἡ δὲ μικρά· ἄμφω δὲ κρίνονται τῷ μέτρῳ τῆς ἀναπνοῆς. ὅσοι γὰρ ἀναπνέ‐ ουσι μετὰ βίας σφοδροτάτης καὶ διαλείπουσαν ἔχουσι τὴν | |
25 | ἀναπνοὴν, τούτοις ἰσχυρὰ ἡ ἀποπληξία, ἣν καὶ λύειν Ἱπ‐ | 333 |
2.334 | ποκράτης ἀμήχανον ἔφη, διὰ τὸ βλάπτειν μεγάλως τὴν ἀναπνοήν· ὅσοι δὲ τάξιν τινὰ σώζουσι τῆς ἀναπνοῆς, ἀσθε‐ νὴς τούτοις ἡ ἀποπληξία, ἣν καὶ οὐ ῥηΐδιον τουτέστιν εὔκολον λύειν ἔφη, διὰ τὸ καὶ αὐτὴν τὴν ἀναπνοὴν βλά‐ | |
5 | πτειν. εἰ δέ τις εἴποι διὰ τί, τῶν ἄλλων μυῶν ἁπάντων ἐν ταῖς ἀποπληξίαις ἀκινήτων γενομένων, οἱ τὸν θώρακα δαστέλλοντες κινοῦνται πολλάκις, λέγομεν διὰ τὴν χρείαν τῆς ἀναπνοῆς, ἐπεγειρούσης αὐτὴν τῆς ἐν τοῖς νεύροις δυνάμεως ἐπὶ τὴν ἐνέργειαν. πρὸς δὲ τοὺς ἀποροῦντας | |
10 | ὅτι εἰ ἀποπληξία ἐστὶν ἀναισθησία καὶ ἀκινησία τοῦ παν‐ τὸς σώματος, ταῦτα δὲ στερήσεις εἰσὶ, πῶς ἐνδέχεται ἐπὶ στερήσει λαμβάνειν τὸ μᾶλλον καὶ ἧττον, ὡς λέγειν ὅτι ἡ μὲν μᾶλλόν ἐστιν ἀποπληξία, ἡ δὲ ἧττον, λέγομεν, ὅτι οὐκ ἔστι παντελῶς ἀναισθησία καὶ ἀκινησία ἐπὶ τῶν | |
15 | ἀποπλήκτων· οἱ γὰρ τὸν θώρακα κινοῦντες μύες πάντες κινούμενοι οὐκ ἀκινησίαν παντελῆ ἐνεργοῦσιν. ΔΑΜ. Ἐν ταῖς ἀποπληξίαις ἐξαίφνης ἀναίσθητοί τε καὶ ἀκίνητοι γίνονται πᾶν τὸ σῶμα, πλὴν μόνης τῆς ἀναπνοῆς, ὡς εἴγε καὶ αὕτη κωλυθείη, μεγίστη τέ ἐστιν | |
20 | ἤδη καὶ ὀξυτάτη. γίνεται δὲ πᾶσα ἀποπληξία, τῆς ψυχι‐ κῆς δυνάμεως ἐπιῤῥεῖν ἀδυνατούσης τοῖς κάτω τῆς κεφα‐ λῆς, ἢ διὰ φλεγμονώδη τινὰ διάθεσιν ἐν αὐτῷ τῷ ἐγκεφά‐ λῳ συστᾶσαν, ἢ τῶν κοιλιῶν αὐτῷ πιμπλαμένων ὑγρότητος φλεγματώδους ἢ παχείας· κινοῦνται δὲ πάντες οἱ μύες οἱ | |
25 | κινοῦντες τὸν θώρακα, καὶ οὐδεὶς ἕτερος τῶν ἐν τῷ σώ‐ ματι διὰ τὸ τῆς ἀναπνοῆς ἀναγκαῖον. | |
26 | μγʹ. Τῶν ἀπαγχομένων καὶ καταλυομένων, μήπω τεθνη‐ κότων, οὐκ ἀναφέρουσι, οἷσιν ἂν ἀφρὸς ἔῃ περὶ τὸ στόμα. — | |
29 | ||
30 | ΘΕΟΦ. Σημεῖον Ἱπποκράτης παραδίδωσιν ἐπὶ τῶν ἀπαγχομένων καὶ καταλυομένων τὸν ἀφρόν· φησὶ γὰρ | |
τῶν ἀπαγχομένων τουτέστιν ἀγχόνῃ ἑαλωκότων καὶ κα‐ | 334 | |
2.335 | ταλυομένων ἤτοι μελλόντων ἀποθνήσκειν, μηδέπω δὲ τεθνηκότων, φιλανθρωπίας ἀξιουμένων, οὐκ ἀναφέρου‐ σιν, οἷς ἂν ἀφρὸς ᾖ περὶ τὸ στόμα. διότι ἐπὰν ληφθῇ τις ἀγχόνῃ, πίλησιν ὑφίσταται τὰ περὶ τὸν τράχηλον | |
5 | νεῦρα καὶ ἀγγεῖα. τούτων πιλουμένων, ἀποκλείονται δη‐ λονότι οἱ πόροι· τούτων ἀποκλειομένων, οὐκ ἐκκρίνεται τὰ λιγνυώδη περιττώματα καὶ ἀὴρ οὐκ εἰσάγεται. τούτου μὴ εἰσαγομένου, οὐ ῥιπίζεται τὸ ἔμφυτον θερμὸν, κἀν‐ τεῦθεν ἐπείγεται ὡς ἐπὶ τὰ ἔξω· εἶτα περιτυγχάνει τοῖς | |
10 | πόροις πεπιλημένοις καὶ πάλιν ὑπονοστεῖ· εἶτα πάλιν ἐπὶ τὰ ἔξω ὁρμᾷ κἀντεῦθεν πολυειδῶς κινούμενον, ἅμα καὶ θερμότερον ἑαυτοῦ γινόμενον τὸν ἀφρὸν ἀπεργάζε‐ ται, πνευμάτων ἐν τῇ τοιαύτη κινήσει τικτομένων καὶ ὑμενούντων, ἤτοι ἐξαφριζόντων τὴν παρατυγχάνουσαν ἐκεῖ | |
15 | ὑγρότητα. καὶ οὕτως κινδυνεύει μὴ ῥιπιζόμενον εἰσαγωγῇ τοῦ ἔξωθεν ἀέρος μηδὲ τῶν λιγνυῶν ἔτι ἐκκρινομένων, σβεσθῆναι τὸ ἔμφυτον θερμόν. ΔΑΜ. Πᾶσα γένεσις ἀφροῦ ἐκ δυεῖν οὐσιῶν μίξεως ἀποτελεῖται, πνευματικῆς καὶ ὑγρᾶς, βιαίως κινουμένων ἢ | |
20 | ἀμφοῦν ἢ τῆς ἑτέρας, ποτὲ δὲ ὑπὸ ἰσχυρᾶς κινουμένων θερμότητος· παράδειγμα τοῦ πνεύματος οἱ ἐν τῇ θαλάσ‐ σῃ ἄνεμοι, τῆς δὲ θερμότητος οἱ ὑποκαιόμενοι λέβητες. οὕτω κἀν τοῖς ζώοις, ἐν μὲν τοῖς ἐπιληπτικοῖς σπασμοῖς ἡ συντονία τῶν κινήσεων γεννᾷ τὸν ἀφρὸν, ἐπὶ δὲ τῶν | |
25 | κάπρων ἡ θερμασία, ἐπὶ δὲ τῶν δρομέων ἵππων ἄμφω φαίνεται σύντονα. ὀλέθριον οὖν ἐστι σημεῖον ὁ ἀφρὸς, ἐπειδὴ τῆς βίας τοῦ πνεύματός ἐστι δηλωτικὸν, ἣν πάσχει, | |
πνιγομένου τοῦ ζώου. | 335 | |
2.336 | μδʹ. Οἱ παχέες σφόδρα κατὰ φύσιν, ταχυθάνατοι μᾶλ‐ λον γίνονται τῶν ἰσχνῶν. — | |
2 | ΘΕΟΦ. Σκόπει πανταχοῦ πῶς τὰς ἀμετρίας φεύ‐ γει ὁ Ἱπποκράτης. ταχυθανάτους γὰρ τοὺς φύσει καὶ | |
5 | σφόδρα παχεῖς ἤτοι τοὺς ἐκ γενετῆς ἀποφαίνει μᾶλλον τῶν ἰσχνῶν ἢ ὅτι ἀσθενὲς ἐν τοῖς τοιούτοις σώμασι τὸ ἔμφυτον θερμὸν ἢ ὅτι πλῆθος ὑπόκειται πιμελῆς καὶ περιττωματικὴ ὑγρότης καὶ πύκνωσις τῆς ἐπιφανείας, ἧστινος πεπυκνωμένης ἀδιαφόρητα γίνεται τὰ περιτ‐ | |
10 | τώματα. ταῦτα δὲ μὴ διαφορούμενα ἀθροίζεται ἐν τῷ βάθει, ἐκεῖσε δὲ χωροῦντα πληροῦσι τὰς ἀρτηρίας καὶ τὰς φλέβας, ὧν στενοχωρουμένων καταπνίγεται τὸ ἔμφυτον θερμὸν κἀντεῦθεν θάνατος ἐπακολουθεῖ. οἱ μέν‐ τοι ἰσχνοὶ ἀποθνήσκονσι καὶ αὐτοὶ, ἧττον δὲ ἐκείνων, ὅτι | |
15 | οὐκ ἔστιν αὐτοῖς τοσαῦτα περιττώματα, ὥστε καταπνί‐ γεσθαι τὸ ἔμφυτον θερμόν· ἄλλῳ δὲ τρόπῳ τῷ δια‐ φορεῖσθαι ἐπὶ τούτων τὸ ἔμφυτον θερμὸν καὶ διὰ τὸ κά‐ τισχνον καὶ εὐπαθὲς τοῦ σώματος. λείπεται οὖν ὁ εὔσαρκος ἤγουν ὁ σύμμετρος εἰς μακρὸν γῆρας ἀφι‐ | |
20 | κέσθαι τῷ λόγῳ τῆς συμμετρίας. ΔΑΜ. Στεναὶ γάρ εἰσι τούτων αἱ ἀρτηρίαι καὶ αἱ φλέβες, διὸ καὶ αἷμα καὶ πνεῦμα παντελῶς ὀλίγον ἔχουσιν, ὥστε ἐπειδὰν προέρχωνται καθ’ ἡλικίαν, ταχέως ἐπὶ μι‐ κρᾷ προφάσει ἡ ἔμφυτος αὐτῶν θερμασία διαφθείρεται. | |
24 | ||
25 | μεʹ. Τῶν ἐπιληπτικῶν τοῖσι νέοισιν ἀπαλλαγὴν αἱ μετα‐ βολαὶ μάλιστα τῆς ἡλικίης, καὶ τῶν ὡρέων, καὶ τῶν τόπων, καὶ τῶν βίων ποιέουσι. — | |
27 | ||
ΘΕΟΦ. Ἐπιληψία ἐστὶ σπασμὸς τοῦ ὅλου σώμα‐ | 336 | |
2.337 | τος μετὰ βλάβης τῶν ἡγεμονικῶν ἐνεργειῶν. φλεγματικὸς δὲ χυμὸς ὡς ἐπίπαν καταλαμβάνων τὰς τοῦ ἐγκεφάλου κοιλίας ποιεῖ αὐτήν. ἐπεὶ οὖν ὡς ἐπίπαν ἀπὸ φλέγματος γίνεται, καλῶς ὁ Ἱπποκράτης εἶπε, τοῖσι νέοισι ἀπαλλα‐ | |
5 | γὴν αἱ μεταβολαὶ μάλιστα τῆς ἡλικίας καὶ τῶν ὡρέων καὶ τῶν βίων ποιέουσιν, ἀλλὰ καὶ τῶν χωρίων. μεταβαλ‐ λόμεναι γὰρ αἱ τῶν νέων ἡλικίαι ἤτοι τῶν παιδίων ἐπὶ τὸ θερμότερον καὶ ξηρότερον, μέγιστον βοήθημα γίνεται τῶν ἐπιληπτικῶν διαθέσεων. κατὰ δὲ τὸν αὐτὸν τρόπον | |
10 | καὶ αἱ μεταβολαὶ τῶν χωρίων καὶ τῶν ὡρέων, ὅτε εἰς | 337 |
2.338 | θερμοτέραν τε καὶ ξηροτέραν μεθίστανται. ἀλλὰ μὴν καὶ αἱ τῶν βίων μεταλλαγαὶ, ὅσαι δηλαδὴ θερμοτέραν καὶ ξηροτέραν ἐργάζονται τὴν τοῦ σώματος ἕξιν. βίον δὲ ἐν‐ ταῦθα τὴν δίαιταν ἀκουστέον. | |
5 | ΔΑΜ. Ἐπειδὴ ὁ αἴτιος χυμὸς τῆς ἀποπληξίας καὶ τῆς ἐπιληψίας ψυχρὸς καὶ παχὺς, ἡ δὲ τῶν νεανίσκων ἡλικία ξηρὰ καὶ θερμὴ οὖσα, ὡς ἐναντία τοῖς ἐπιληπτι‐ κοῖς, βοήθημα μέγιστον, οὕτω καὶ τῶν τοιούτων χωρίων αἱ μεταβολαὶ καὶ τῶν διαιτημάτων· ἐπεὶ γὰρ ἡ μοχθηρὰ | |
10 | δίαιτα νοσερὰ, ἡ ἐναντία ὠφέλιμος. | |
10 | μϛʹ. Δύο πόνων ἅμα γιγνομένων, μὴ κατὰ τὸν αὐτὸν τό‐ πον, ὁ σφοδρότερος ἀμαυροῖ τὸν ἕτερον. — | |
12 | ΘΕΟΦ. Πόνους ἐνταῦθα τὰς ὀδύνας ἀκουστέον, τό‐ πον δὲ τὸ μόριον, καθὼς ἐν τῇ προγνωστικῇ εἴρηται, τό‐ | |
15 | πους ὀνομάζουσι τὰ μόρια τοῦ σώματος. ὅταν οὖν δύο γίγνωνται πόνοι ἤτοι ὀδύναι μὴ κατὰ τὸν αὐτὸν τόπον, ἀλλ’ ὁ μὲν τυχὸν ἐν χειρὶ, ὁ δὲ ἐν σκέλει, ὁ σφοδρότερος ἀμαυροῖ τὸν ἕτερον, διὰ τὸ τὴν αἰσθητικὴν δύναμιν ὅλην ἐπὶ τὸ σφοδρότερον ἀπάγεσθαί τε καὶ περιέλκεσθαι. εἰ | |
20 | γὰρ ἐν ἑνὶ μορίῳ δύο ὑποστῶσιν ὀδύναι, συναύξουσιν ἀλ‐ λήλαις τὴν ἀνίαν, μηδετέρου τὸν κάμνοντα διαλανθάνον‐ τος. τὸ δὲ ἀμαυροῖ, οὐ τὸ παύει σημαίνει, ἀλλὰ τὸ ἐπισκιάζει. ΔΑΜ. Τοῦτο καὶ κατὰ τὰς λύπας εἴωθε συμβαίνειν. | |
24 | ||
25 | μζʹ. Ἐν ἁπάσῃ κινήσει σώματος, ὁκόταν ἄρχηται πονέειν, τὸ διαναπαύειν εὐθὺς ἄκοπον. — | |
26 | ΘΕΟΦ. Οἱ πόνοι μὲν τῷ λόγῳ τοῦ τείνεσθαι τὸ τὴν ὕλην περιέχον μόριον διά τε τὴν χύσιν αὐτῆς καὶ τῶν πνευμάτων τὴν ἀνάλυσιν, πλείονα τόπον αὐτῆς περιέχειν | |
30 | δυναμένης, οἱ πυρετοὶ δὲ διὰ τὴν τῆς σηπεδόνος με‐ | |
τάδοσιν διὰ τῶν παρακειμένων ἀρτηριῶν τῷ τὴν πυο‐ | 338 | |
2.339 | ποίησιν ἔχοντι μορίῳ ἐπὶ τὴν καρδίαν γινομένην. ταῦτα μὲν συμβαίνουσι περὶ τὰς γενέσεις τοῦ πύου. μετὰ δὲ τὸ γενέσθαι αὐτὸ τὸ πῦον οὔτε πόνος συνεδρεύει οὔτε πυ‐ ρετός. ἤδη γὰρ ἐλεπτοποιήθη τὰ τῆς ὕλης καὶ ἐξικ‐ | |
5 | μάσθη τὸ πολὺ τῶν πνευμάτων. πέπαυται δὲ καὶ τὰ τῆς σηπεδόνος, τὸν φύσει κόσμον τοῦ πύου ἀπειληφότος. ΔΑΜ. Τὸ πονεῖν σημαίνει καὶ τὸ ἀλγεῖν καὶ τὸ κάμνειν. καθ’ ἕτερον γοῦν ὁ λόγος ἀληθής ἐστιν, ἐάν τε γὰρ ἀλγῶσι, διὰ πλείονας κινήσεις, ἐάν τε κάμνω‐ | |
10 | σιν ὡς ἐνεργεῖν μόγις δύνασθαι, τὸ διαναπαύειν εὐθὺς ἄκοπον. | |
11 | μηʹ. Περὶ τὰς γενέσιας τοῦ πύου, οἱ πόνοι καὶ οἱ πυρε‐ τοὶ ξυμβαίνουσι μᾶλλον, ἢ γενομένου. — | |
13 | ΘΕΟΦ. Κίνησιν ἐνταῦθα πᾶν γυμνάσιον λέγει εἴτε | |
15 | διὰ παλαίστρας εἴτε δι’ ἱππασίας εἴτε δρόμου. ἐν πάσαις οὖν ταῖς τοιαύταις κινήσεσι, ὁπόταν ἄρχηται πο‐ νέειν ἤτοι ἀλγεῖν καὶ κάμνειν τὰ μόρια, ὡς ἐνεργεῖν μό‐ λις δύνασθαι, τούτοις τὸ ἀναπαύειν εὐθὺς ἄκοπόν ἐστι τουτέστι παυσάμενοι τοῦ γυμνασίου ἄκοποι παραυτίκα | |
20 | γίνονται. διὰ τί; ὅτι ἀνακτᾶται αὐτῶν ἡ δύναμις ἐν τῇ ἀνέσει. ΔΑΜ. Τὸ πῦον ἐξ αἵματος γίνεται, μεταβάλλοντος εἰς ἡμιμόχθηρον, ὡς ἄν τις εἴποι, μεταβολήν. οὔτε γὰρ πάντη παρὰ φύσιν οὔτε πάντη κατὰ φύσιν. μικτὴ γάρ | |
25 | πώς ἐστιν ἡ τῆς φλεγμονῆς. γίνεται δὲ ὁ πόνος, τεινομέ‐ νου τε ἅμα καὶ θερμαινομένου παρὰ φύσιν τοῦ φλεγμαί‐ νοντος μορίου. πυρετοὶ δὲ ἕπονται, τῆς ἀρχῆς συνεκθερ‐ μανθείσης. καὶ ταῦτ’ ἄμφω συμβαίνει κατὰ τὴν οἷον ζέ‐ | |
σιν καὶ καῦσιν τοῦ αἵματος. | 339 | |
2.340 | μθʹ. Οἱ εἰθισμένοι τοὺς ξυνήθεας πόνους φέρειν, κἢν ἔωσιν ἀσθενέες, ἢ καὶ γέροντες, τῶν ἀξυνηθέων, ἰσχυ‐ ρῶν τε καὶ νέων, ῥᾷον φέρουσι. — | |
3 | ΘΕΟΦ. Καὶ οὗτος ὁ ἀφορισμὸς περὶ ὑγιεινῶν εἴρη‐ | |
5 | ται παραγγελμάτων. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι. εἰσὶ δύο τινὲς, ὁ μὲν γέρων, ὁ δὲ ἀκμάζων. ἀμφότεροι τοῦ σκά‐ πτειν ἀπάρχονται. καὶ τῷ μὲν γέροντι συνέβη καλῶς τὸ σκάπτειν, τῷ δὲ ἀκμάζοντι οὐχὶ, ἐκείνῳ μὲν διὰ τὸ σύνη‐ θες, κἄν ἐστιν ἀσθενὴς, τούτῳ δὲ διὰ τὸ ἀσύνηθες, κἂν | |
10 | ἰσχυρός ἐστι. καθόλου γὰρ χρὴ γινώσκειν, ὅτι εὐτονώτερα τῶν ἄλλων γίνεται τὰ γυμναζόμενα μόρια καὶ διὰ τοῦτο ῥᾷον ὑπομένει τοὺς συνήθεις πόνους. ἐκ δὲ μερικοῦ τούτου παραδείγματος ἔξεστι καὶ περὶ πάντων τῶν τοιούτων συλλογίζεσθαι. | |
15 | ΔΑΜ. Ἄλλος γὰρ ἄλλῳ συνήθης πόνος, ᾧ μὲν δρό‐ μος, ᾧ δὲ ἄροτρον, ᾧ δὲ ἐρεσία. εὐτονώτερα τοίνυν γι‐ νόμενα τὰ γυμναζόμενα μόρια ῥᾷον φέρουσι τοὺς συνή‐ θεις πόνους. | |
18 | νʹ. Τὰ ἐκ πολλοῦ χρόνου ξυνήθεα, κἢν ἔῃ χείρω, τῶν | |
20 | ἀξυνηθέων ἧσσον ἐνοχλέειν εἴωθε. δεῖ οὖν καὶ ἐς τὰ ἀξυνήθεα μεταβάλλειν. — | |
21 | ΘΕΟΦ. Οὗτος ὁ λόγος καθολικώτερος τοῦ πρὸ αὐ‐ τοῦ· ἐκεῖ μὲν γὰρ μόνον περὶ γυμνασίων ἔλεγεν, ἐνταῦθα δὲ καὶ περὶ ἐνδείας καὶ πληρώσεως καὶ θάλψεως καὶ | |
25 | ψύξεως. λέγει οὖν ὅτι τὰ ἐκ πολλοῦ χρόνου συνήθεα, κἂν ᾖ χείρω τῶν ἀξυνήθων, ἧττον ἐνοχλεῖν εἴωθεν· ἧττον γὰρ ἕκαστον αὐτῶν βλάπτει, σύνηθες γενόμενον τοῦ φύ‐ σει μὲν ἀβλαβεστέρου, μηδέποτε δὲ εἰς ἔθος ἀφιγμένου, οἷον ὁ εἰθισμένος μᾶζαν ἐσθίειν, εἰ ἐπὶ χρηστὴν μετα‐ | |
30 | βάλλει τροφὴν, ἀδικεῖται διὰ τὸ ἄηθες καὶ ὁ εἰθισμένος ὑδροποτεῖν, ἐὰν εἰς ἀκρατοποσίαν μεταβάλλῃ, βλάπτεται, ἐπειδὴ τὸ ἔθος παραβαίνεται. οὕτω δὲ καὶ ἐπὶ τῶν | |
κατὰ μέρος. Ὅμως δὲ δεῖ καὶ ἐπὶ τὰ ἀξυνήθεα μεταβάλ‐ | 340 | |
2.341 | λειν, ἵνα τύχης ποτὲ βιαζομένης, δυνώμεθα φέρειν τὰ ἐξ ἀνάγκης προσιόντα. τὸν γὰρ χρώμενον πολλῇ τροφῇ δεῖ καὶ ὀλιγοσιτεῖν, ἵνα ἐν περιστάσει φέρῃ καὶ ἐκείνου τὴν χρῆσιν. | |
5 | ΔΑΜ. Συνήθη φησὶν οὐ τὰ γυμνάσια μόνον, ἀλλὰ καὶ ἐδέσματα καὶ πόματα καὶ λουτρὰ καὶ ἀλουσίαι καὶ ἀγρυπνίαι καὶ θάλψεις καὶ ψύξεις καὶ τὰ τοιαῦτα. ἀσφα‐ λείας γοῦν χάριν ὑγιεινῆς μεταβάλλεσθαι δεῖ καὶ εἰς τὰ ἀσυνήθη. σφαλερὸν γὰρ, πᾶν ἔθος μονοειδὲς, ἀδοκήτοις | |
10 | τύχαις ὑποπιπτόντων ἁπάντων ἀνθρώπων. ἵνα οὖν μὴ ἐξαίφνης περιπεσόντες ἀήθεσι πράγμασι βλαβῶμεν, δεῖ πάντων πεπειρᾶσθαι. | |
12 | ναʹ. Τὸ κατὰ πουλὺ καὶ ἐξαπίνης κενοῦν, ἢ πληροῦν, ἢ θερμαίνειν, ἢ ψύχειν, ἢ ἄλλως ὁκωσοῦν τὸ σῶμα κινέ‐ | |
15 | ειν, σφαλερόν· διότι πᾶν τὸ πουλὺ τῇ φύσει πολέμιον· τὸ δὲ κατὰ ὀλίγον, ἀσφαλές· καὶ ἄλλως ἢν ἐξ ἑτέρου μεταβαίνῃ ἐπὶ ἕτερον. — | |
17 | ΘΕΟΦ. Ἐπειδὴ ἐν τῷ ἀνωτέρω ἀφορισμῷ ἔλεγεν, ὅτι δεῖ καὶ εἰς τὰ ἀξυνήθεα μεταβάλλειν, ἵνα μήτις | |
20 | εἴπῃ, ἀθρόαν τὴν μεταβολὴν τὸν Ἱπποκράτην λέγειν, ἐπιφέρει λέγων αὐτὸς, ὅτι τὸ κατὰ πολὺ καὶ ἐξαπίνης κενοῦν ἢ πληροῦν καὶ τὰ ἑξῆς σφαλερόν. καὶ ἡ λύσις πρὸς αὐτοῦ. πᾶν γὰρ τὸ πολὺ τῇ φύσει πολέμιον. ἡ γὰρ φύσις ἐν συμμετρίᾳ ἐστὶ καὶ χαίρει αὐτῇ καὶ ἐπὶ ἀμε‐ | |
25 | τρίαν ἐκβῆναι οὐ θέλει. εἰ δ’ ἄρα καὶ γένηται ἐπὶ ἀμε‐ τρίαν ποτὲ ἐξελθεῖν, ἀσφαλέστερον τὸ κατὰ μικρὸν ἐκ‐ βαίνειν ἢ τὸ κατὰ πολύ. οὐδὲν γὰρ θαυμαστὸν κατολίγον καὶ ἐν πλείονι χρόνῳ χρήσασθαι ἢ τοῖς θερμαίνουσιν ἢ τοῖς ψύχουσιν ἢ τῇ κενώσει ἢ τῇ πληρώσει καὶ μὴ ἀδι‐ | |
30 | κῆσαι τὸν ἄνθρωπον. τὸ δὲ ἄλλως τὸ ἐξ ἑτέρου μεταβαί‐ νειν εἰς ἕτερον τοιοῦτόν ἐστιν, ὅτι καὶ μάλιστα ὅτε ἀπὸ | |
τῶν ἐναντίων εἰς ἐναντία μέλλομεν μεταβαίνειν. εἰ γὰρ | 341 | |
2.342 | ἐπὶ τῶν συγγενῶν τὸ ἀθρόως βλάπτει, πολλῷ μᾶλλον ἐπὶ τῶν ἐναντίων βλάψει. ΔΑΜ. Εἰπὼν ἐς τὰ ἀσυνήθη μεταβάλλειν διδάσκει φεύγειν τὴν ἀμετρίαν. | |
4 | ||
5 | νβʹ. Πάντα κατὰ λόγον ποιεῦντι, μὴ γινομένων τῶν κατὰ λόγον, μὴ μεταβαίνειν ἐπὶ ἕτερον, μένοντος τοῦ δόξαν‐ τος ἐξ ἀρχῆς. — | |
7 | ΘΕΟΦ. Ὃ λέγει, τοιοῦτόν ἐστιν, ὅτι τῷ κατὰ λόγον ὀρθὸν εὑρηκότι πάντα, κἀντεῦθεν ποιοῦντι τὸ συμφέρον | |
10 | οὐ δεῖ ἀφίστασθαι τοῦ δόξαντος ἐξ ἀρχῆς, κἂν μηδὲν φαίνηται σαφὲς ἐπὶ τῇ χρήσει γεγενημένον· καθάπερ γὰρ ἐπὶ τῆς ἐνδελεχούσης ῥανίδος τῇ πέτρᾳ αἰσθητὸν γίνεται τῷ χρόνῳ τὸ τοῦ λίθου πάθος, οὕτως συμβαίνει καὶ ἐπὶ τῶν δυσπέπτων διαθέσεων. | |
15 | ΔΑΜ. Οὐ σμικρᾶς ἐπιστήμης ἔργον ἐστὶ τὸ μὴ με‐ ταβαίνειν ἀπὸ τῶν ὀρθῶς δοξάντων, εἰ καὶ μηδέπω φαί‐ νεται σαφὴς ἡ ὠφέλεια τοῖς οὕτω γινομένοις ἑπομένη. καθάπερ γὰρ ἐπὶ τοῦ πλήττοντος τὴν ὑποκειμένην πέ‐ τραν σταλαγμοῦ, παμπόλλῳ χρόνῳ μόγις αἰσθητὸν γίνε‐ | |
20 | ται τὸ τοῦ λίθου πάθος, οὕτω συμβαίνει κἀπὶ τῶν δυ‐ σπέπτων διαθέσεων, ἐφ’ ὧν ὁ κατὰ λόγον ὀρθὸν εὑρη‐ κὼς τὸ σύμμετρον, οὐκ ἀφίσταται τοῦ δόξαντος ἐξ ἀρχῆς, | |
οὐδ’ ἂν μηδὲν φαίνηται σαφὲς ἐπὶ τῇ χρήσει γεγενημένον. | 342 | |
2.343 | νγʹ. Ὁκόσοι τὰς κοιλίας ὑγρὰς ἔχουσι, νέοι μὲν ἐόντες βέλτιον ἀπαλλάσσουσι τῶν τὰς ξηρὰς ἐχόντων· ἐς δὲ τὸ γῆρας χεῖρον ἀπαλλάσσουσι. ξηραίνονται γὰρ, ὡς ἐπὶ τὸ πουλὺ, τοῖσιν ἀπογηράσκουσι. — | |
4 | ||
5 | ΘΕΟΦ. Οὗτος ὁ ἀφορισμὸς ἐν τοῖς ἔμπροσθεν κα‐ λῶς ἐσαφηνίσθη, πλὴν ἵνα παντάπασιν ἀληθὴς ᾖ ὁ λόγος, νῦν ἀκριβῶς τῷ προσδιορισμῷ ἐχρήσατο τῷ ὡς ἐπὶ πολύ. | |
8 | νδʹ. Μεγέθει σώματος ἐννεάσαι μὲν, ἐλευθέριον καὶ οὐκ | |
10 | ἀειδές· ἐγγηράσαι δὲ, δύσχρηστον, καὶ χεῖρον τῶν ἐλασσόνων. — | |
11 | ΘΕΟΦ. Τὸ μέγεθος τριχῶς εἴρηται. ἔστι γὰρ μέγε‐ θος κυρίως τὸ κατὰ μῆκος καὶ βάθος καὶ πλάτος ὑπὲρ τὸ σύμμετρον ηὐξημένον, καὶ τὸ κατὰ μῆκος μόνον ηὐξη‐ | |
15 | μένον ἐπὶ πλέον, καὶ τὸ κατὰ πλάτος καὶ βάθος κατά τινος ὑπὲρ τὴν ἀναλογίαν ηὐξημένον. Τρία οὖν σημαί‐ νοντος τοῦ μεγέθους, περὶ τοῦ δευτέρου σημαινο‐ μένου ἐνταῦθα ὁ λόγος τῷ Ἱπποκράτει· ὅπερ ἐστὶ ἐν νεότητι μὲν οὐκ ἀηδὲς, ἐν γήρᾳ δὲ δύσχρηστον καὶ τῶν | |
20 | ἐλασσόνων χεῖρον. ἐν μὲν γὰρ τῇ νεότητι ἀκμαζούσης τῆς κινητικῆς δυνάμεως, οἱ μύες οἱ ῥαχῖται συνέχουσι τὴν ῥάχιν ἔσωθέν τε καὶ ἔξωθεν καὶ στηρίζουσιν· ἐν δὲ τῷ γήρᾳ ἀποκάμνουσιν οἱ μύες καὶ ποιοῦσι τὴν κάμψιν ἐπὶ τὰ πρόσω μόνον· οὐ γὰρ ἐπὶ τὰ ὄπισθεν διὰ τὴν | |
25 | ἄκανθαν, ὥστε ἐν μὲν τῇ νεότητι οὐκ ἀηδὲς διὰ τὸ ὄρθιον, | |
ἐν δὲ τῷ γήρᾳ, δύσχρηστον διὰ τὸ κυρτοῦσθαι. | 343 | |
2.344 | ΔΑΜ. Κυφοῦται γάρ. | |
1 | ||
2t | Ἀρχὴ τοῦ τρίτου τμήματος. | |
2t | ||
3 | αʹ. Αἱ μεταβολαὶ τῶν ὡρέων, μάλιστα τίκτουσι νουσήματα, καὶ ἐν τῇσι αὐτέῃσι ὥρῃσι αἱ μεγάλαι μεταλλαγαὶ | |
5 | ἢ ψύξιος, ἢ θάλψιος, καὶ τἄλλα κατὰ λόγον οὕτω. — | |
5 | ΘΕΟΦ. Σκόπος ἐν τῷ παρόντι τμήματι τῷ Ἱπ‐ ποκράτει περὶ κράσεων ὡρῶν διαλεχθῆναι καὶ νοσημάτων τῶν ἐν αὐταῖς γινομένων, ἀλλὰ μὴν καὶ περὶ ἡλικιῶν. καὶ πρῶτον μὲν περὶ ὡρῶν. λέγει γὰρ οὕτως, αἱ μεταβο‐ | |
10 | λαὶ τῶν ὡρέων τίκτουσι μάλιστα νοσήματα. μεταβολὰς λέγει τὰς κατὰ τὴν κράσιν ἀλλοιώσεις τῶν ὡρῶν, οἷον | |
ὅταν ὁ χειμὼν μεταβάλλῃ τὴν οἰκείαν φύσιν, θερμότερος | 344 | |
2.345 | γινόμενος, καὶ πάλιν τὸ θέρος μὴ μένῃ θερμὸν, ἀλλὰ γέ‐ νηται ψυχρὸν μᾶλλον ἑαυτοῦ. Ἰστέον δὲ ὅτι ποτὲ μὲν αἱ πᾶσαι ὧραι τὴν μεταβολὴν δέχονται, αἳ καὶ μάλιστα τί‐ κτουσι νοσήματα, ποτὲ δὲ πλείους, ποτὲ δὲ μία, ἥτις | |
5 | καὶ τίκτει νοσήματα, ἐὰν μεγάλην μεταβολὴν σχῇ. ἐὰν γὰρ μικρὰν σχῇ, οὐδαμῶς τέξει νοσήματα. φησὶν οὖν Ἱπποκράτης, αἱ μεταβολαὶ τῶν ὡρέων μάλιστα τίκτουσι νοσήματα καὶ ἔστιν οὗτος καθολικὸς ὁ λόγος περὶ πασῶν ὡρῶν ἐναλλαγῆς κράσεως, λέγων, ἐν αἷς καὶ μάλιστα συμ‐ | |
10 | βαίνει γίνεσθαι τὰ νοσήματα. ἀλλὰ μήν φησι καὶ ἐν τῇ‐ σιν ὥρῃσιν αἱ μεγάλαι μεταλλαγαί· καὶ ἔστιν οὗτος με‐ ρικὸς ὁ λόγος περὶ μιᾶς καὶ τῆς αὐτῆς ὥρας, ἣ καὶ με‐ γάλην τὴν μεταβολὴν δεχομένη οὐ μικρὰ καὶ αὐτὴ τίκτει νοσήματα. ἡ δὲ αἰτία τοῦ τίκτεσθαι ἐν ταῖς μεταβολαῖς | |
15 | τῶν ὡρῶν νοσήματά ἐστιν αὕτη, ὅτι αἱ μεταβολαὶ τῶν ποιοτήτων τοῦ ἀέρος μεταβάλλουσι τὰ σώματα, κἀντεῦ‐ θεν πάροδος γίνεται τῶν νοσημάτων καὶ ἐπὶ μεταβολῇ δὲ μιᾶς ὥρας ὁμοίως, ὅτι διάφοροι τίκτονται χυμοὶ καὶ ὅτι καταλύονται αἱ δυνάμεις. | |
20 | ΔΑΜ. Οὐχ αἱ διαδοχαὶ, ἀλλ’ αἱ κατὰ τὴν ἰδίαν αὐ‐ τῶν κράσιν ἀλλοιώσεις, ὡς ὅταν χειμὼν θερμότερος καὶ ξηρότερος τοῦ δέοντος γένηται καὶ τὸ θέρος ψυχρό‐ τερον καὶ αἱ ἄλλαι ὧραι ὁμοίως. | |
23 | βʹ. Τῶν φύσεων, αἱ μὲν πρὸς θέρος, αἱ δὲ πρὸς χειμῶνα | |
25 | εὖ ἢ κακῶς πεφύκασι. — | |
25 | ΘΕΟΦ. Φύσιν ἐνταῦθα τὴν κράσιν λέγει. τῶν κρά‐ σεων οὖν αἱ μὲν πρὸς θέρος εὖ ἔχουσιν, αἱ δὲ πρὸς χειμῶνα, καὶ καλῶς μὲν ἔχουσιν ἐν θέρει αἱ ψυχραὶ καὶ ὑγραί. κολάζεται γὰρ ἡ ἀμετρία αὐτῶν ἐκ τῆς θερμότη‐ | |
30 | τος καὶ ξηρότητος καὶ εἰς εὐκρασίαν ἔρχονται. κακῶς δὲ | 345 |
2.346 | ἔχουσι τότε αἱ θερμαὶ καὶ ξηραὶ, ἐπειδὴ ἐπιτεινομένη ἡ τοιαύτη κράσις εἰς ἀμετρίαν ἐμπίπτει· πάλιν αἱ ψυχραὶ καὶ ὑγραὶ κράσεις ἐν τῷ χειμῶνι κακῶς ἔχουσι διὰ τὸ ὑπὸ τοῦ ὁμοίου τὴν αὔξησιν ἐπιτείνεσθαι. ἡ δὲ θερμὴ | |
5 | καὶ ξηρὰ καλῶς ἔχει, ἐπειδὴ κολάζεται καθ’ ἑκατέραν ἀντίθεσιν ὑπὸ τῆς ψυχρότητος καὶ ὑγρότητος καὶ εἰς συμμετρίαν ἔρχεται. ΔΑΜ. Φύσεις τὰς κράσεις φησὶν, οἷον πρὸς μὲν θέρος αἱ ψυχραὶ καὶ ὑγραὶ κράσεις ἄριστα διάκεινται, | |
10 | πρὸς χειμῶνα δὲ αἱ θερμαὶ καὶ ξηραὶ, ὥσπερ τοὐναντίον αἱ θερμαὶ καὶ ξηραὶ πρὸς θέρος κακῶς, αἱ δ’ ὑγραὶ καὶ ξηραὶ πρὸς χειμῶνα. ἡ δ’ ὑγρὰ καὶ θερμὴ μετρίως καθ’ ὁτιοῦν ὠφελεῖται καὶ βλάπτεται, θέρους μὲν ὠφελεῖται, ὡς ὑγρὰ, χειμῶνος δὲ ὡς θερμή. | |
14 | ||
15 | γʹ. Καὶ τῶν νούσων ἄλλαι πρὸς ἄλλας εὖ ἢ κακῶς πε‐ φύκασι· καὶ ἡλικίαι τινὲς πρὸς ὥρας, καὶ χώρας, καὶ διαίτας. — | |
17 | ΘΕΟΦ. Ἵνα σαφὲς γένηται τὸ λεγόμενον, εἰρή‐ σθω οὕτως· τῶν νούσων καὶ τῶν ἡλικιῶν ἄλλαι πρὸς | |
20 | ἄλλας χώρας καὶ ὥρας καὶ διαίτας εὖ καὶ κακῶς πεφύ‐ κασιν. Ἰστέον δὲ ὅτι τὸ εὖ καὶ κακῶς διττῶς εἴρηται κατά τε τὴν γένεσιν καὶ κατὰ τὴν λύσιν. ὅσα οὖν θερμὰ νοσήματα ἐν τῷ θέρει εὖ ἔχουσι τὴν γένεσιν, κακῶς δὲ τὴν λύσιν διὰ τὸ πλεονάζον αἴτιον, ταῦτα δὲ πάλιν ἐν | |
25 | τῷ χειμῶνι κακῶς ἔχουσι τὴν γένεσιν. δηλοῦσι γὰρ μεγά‐ λην τὴν ἐκβιασαμένην αἰτίαν, τὴν δὲ λύσιν εὖ διὰ τὴν ἐναντίωσιν. πάλιν ἐν τῇ Αἰθιοπίᾳ εὖ ἔχουσι τὴν γένεσιν, κακῶς δὲ τὴν λύσιν τὰ θερμὰ νοσήματα· τὰ δὲ αὐτὰ ἐν τῇ Σκυθίᾳ τὸ ἀνάπαλιν. καὶ αἱ αἰτίαι εἴρηνται. πάλιν | |
30 | τὰ θερμὰ νοσήματα ἐπὶ ἐδωδῇ θερμῇ εὖ τὴν γένεσιν ἔχουσι, κακῶς δὲ τὴν λύσιν, ἐπὶ δὲ ψυχρᾷ τὸ ἀνάπαλιν. οὕτως μὲν ἐπὶ νόσων. τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν ἡλικιῶν. αἱ ἀκμαστικαὶ ἡλικίαι εὖ ἔχουσιν ἐν χειμῶνι, ἐπειδὴ ἐκ | |
τῆς ψύξεως εἰς συμμετρίαν ἔρχονται, κακῶς δὲ πρὸς τὸ | 346 | |
2.347 | θέρος διὰ τὸ διπλασιάζεσθαι τὴν θερμότητα. ὡσαύ‐ τως δὲ καὶ ἐπὶ χωρῶν καὶ διαιτημάτων. Ἰστέον δὲ ὅτι περὶ νοσωδῶν ἡλικιῶν ὁ Ἱπποκράτης ποιεῖται τὸν λόγον. ΔΑΜ. Νόσοι μὲν εὖ πεφύκασι πρὸς ὥρας, πρὸς | |
5 | μὲν γένεσιν αἱ ὅμοιαι, πρὸς δὲ λύσιν αἱ ἐναντίαι. ἡλικίαι δὲ καὶ φύσεις αἱ θερμαὶ πρὸς τὰς ψυχρὰς, αἱ ψυχραὶ δὲ πρὸς τὰς θερμάς. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ πρὸς τὰς χώρας, οὐχ αἱ νόσοι μόνον, ἀλλὰ καὶ αἱ ἡλικίαι διάκειν‐ ται. γεννῶνται γὰρ μᾶλλον ταῖς θερμοτέραις χώραις αἱ | |
10 | θερμαὶ νόσοι καὶ ἧσσόν εἰσι κινδυνώδεις, ὑγιαίνουσί τε μᾶλλον ἐν ταῖς ψυχροτέραις χώραις αἱ θερμότεραι τῶν ἡλικιῶν· ἐπὶ δὲ τῶν ἄλλων, ἀνὰ λόγον. οὕτω καὶ αἱ δί‐ αιται ἄλλαι πρὸς ἄλλας νόσους καὶ ἡλικίας εὖ ἢ κακῶς διάκεινται καὶ ἁπλῶς εἰπεῖν, αἱ μὲν ἐναντίαι πρὸς τὰς | |
15 | ἐναντίας καλῶς, κακῶς δὲ αἱ ὅμοιαι πρὸς τὰς ὁμοίας· πλὴν εἰ σύμμετρος ἡ ἡλικία συμμέτρῳ παραβάλλοιτο δι‐ αίτῃ τε καὶ ὥρᾳ καὶ χώρᾳ. | |
17 | δʹ. Ἐν τῇσι ὥρῃσι, ὁκόταν τῆς αὐτέης ἡμέρης, ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψύχος γίνηται, φθινοπωρινὰ τὰ νουσή‐ | |
20 | ματα προσδέχεσθαι δεῖ. — | |
20 | ΣΤΕΦ. Ἐπὶ τῆς μεγάλης μεταβολῆς φθινοπωρινὰ δέχου τὰ νοσήματα, τουτέστιν ὁποῖα ἐν φθινοπώρῳ γίνε‐ ται, διὰ τὸ τῆς ὥρας ἀνώμαλον. γίνονται δὲ ἐν ἡμῖν αἱ ἀνωμαλίαι τρόπῳ τοιῷδε, ὅταν ἐν τρισὶν ὥραις γένηται | |
25 | θερμασία, διαχεῖται ἡ φύσις πρὸς τὰ ἐκτὸς, εἶτα πάλιν ἀθρόως ψύξεως ἐπιστάσης, ὑπονοστεῖ ἐν τῷ βάθει καὶ πίλησις ἐν τῷ σώματι γίνεται. τῆς οὖν δυνάμεως οὕτω καταλυομένης, διὰ τὸ ποτὲ μὲν πρὸς τὴν θέρμην, ποτὲ δὲ πρὸς τὴν ψύξιν καταμερίζεσθαι, πλημμελὴς ἡ πέψις | |
30 | γίνεται καὶ ποικιλία γεννᾶται χυμῶν ἐν ἡμῖν, ποικίλα τινὰ καὶ ἀνώμαλα νοσήματα τίκτουσα. Αὕτη ἡ ῥῆσις πρὸς τὰ ἀνωτέρω εἰρημένα | |
ἀποδέδοται. μεγάλην γὰρ νόμιζε μεταβολὴν τὴν ἐπὶ ψύξιν | 347 | |
2.348 | καὶ θάλψιν ἀνωμαλίαν, καὶ τοσοῦτον ὅτι ἀνώμαλα καὶ φθινοπωρινὰ τὰ νοσήματα ποιεῖν εἴωθεν. καὶ ταῦτα μὲν ἐπὶ τῆς μεγάλης μεταβολῆς. ὃ δὲ βούλεται εἰπεῖν ὁ Ἱπ‐ ποκράτης, τοῦτό ἐστιν, ὅτι ὅταν ἐν ταῖς ὥραις οἷον ἐν ἔαρι | |
5 | ἐν τῇ μιᾷ ἡμέρᾳ ἀρχομένη τυχὸν γένηται θερμασία, εἶτα περὶ τρίτην ὥραν ψύξις, κατὰ δὲ τὸ μέσον τῆς ἡμέρας πάλιν θερμασία, εἶτα ἐντεῦθεν ψύξις, φθινοπωρινὰ το‐ τηνικαῦτα δεῖ προσδέχεσθαι τὰ νοσήματα ἐν τοῖς σώμα‐ σιν, οὐχ ὅτι ἡ ἐνεστῶσα ἀνωμαλία ἐν τῷ ἔαρι παρέρχεται | |
10 | καὶ τὸ ἔαρ ὅλον καὶ τὸ θέρος καὶ ἐν τῷ φθινοπώρῳ ποιεῖ τὰ νοσήματα, ἀλλ’ ὅτι τῇ αὐτῇ καταστάσει ἐν μιᾷ ἡμέρᾳ γινομένῃ ἐν αὐτῇ τῇ ὥρᾳ ἀνώμαλα ποιεῖ καὶ τὰ νοσήματα, καθάπερ τὸ φθινόπωρον ἐν διαφόροις ἀποδέ‐ δεικται ὅτι ἀνώμαλα ἐν φθινοπώρῳ γίνονται τὰ νοσή‐ | |
15 | ματα διὰ τὸ φύσει ἀνώμαλον τῆς ὥρας. ζητητέον δὲ λοιπὸν τὴν ἀνωμαλίαν πῶς γίνεται. Ἰστέον ὅτι ὅταν ἐν ταῖς τρισὶν ὥραις γένηται θερμασία, διαχεῖται ἡ φύσις πρὸς τὰ ἐκτὸς καὶ χαλᾶται τὸ σῶμα, εἶτα πάλιν, ψύξεως ἀθρόως ἐπιστάσης, ὑπονοστεῖ ἐν τῷ βάθει ἡ φύσις, πί‐ | |
20 | λησιν τοῦ σώματος ὑφισταμένου, καὶ ἐνταῦθα μεριζομένη ποτὲ μὲν πρὸς τὴν θερμασίαν, ποτὲ δὲ πρὸς τὴν ψύξιν καταλύεται κάμνουσα, κἀντεῦθεν οὐ γίνεται κατὰ λόγον ἡ πέψις. ταύτης δὲ πλημμελουμένης, πᾶσα λοιπὸν γένεσις χυμῶν ἐν τῷ ἡμετέρῳ σώματι βασιλεύει, ὧν τῇ ποικιλίᾳ | |
25 | ἀνάγκη τὰ νοσήματα ποικίλα καὶ σύνθετα καὶ ἀνώμαλα γίνεσθαι. τοῦτο γὰρ γνῶθι ὅτι οὐχ ὡς ὀνόματα ἐξετάζει ὁ Ἱπποκράτης, ἀλλὰ πράγματα. καὶ γὰρ ἔαρ τῷ ὀνόματι ὑποκείμενον, ἀλλ’ οὖν γε τῷ πράγματι φθινόπωρον μι‐ μεῖται τῷ λόγῳ τῆς ἀνωμαλίας. ταῦτα γνοὺς ὁ Ἱπποκρά‐ | |
30 | της εἰς τὸν παρόντα λόγον ἐτράπη, ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις. — | |
ΘΕΟΦ. Ἡ ἔννοια τοῦ ἀφορισμοῦ σαφής. λέγει γὰρ | 348 | |
2.349 | ὅτι ἐν ταῖς ὥραις οἷον τυχὸν ἐν ἔαρι, ἐὰν ἐν τῇ μιᾷ ἡμέρᾳ ἀρχομένη γένηται θερμασία, εἶτα περὶ τὴν τρίτην ὥραν ψύξις, κατὰ δὲ μέσον τῆς ἡμέρας πάλιν θερμασία, εἶτα ἐντεῦθεν ἡ ψύξις, τὸ τηνικαῦτα φθινοπωρινὰ τὰ | |
5 | νοσήματα ἤτοι ἀνώμαλα προσδέχεσθαι δεῖ, διότι τοῖς καιροῖς συμμεταπίπτουσι καὶ τὰ νοσήματα. | |
6 | εʹ. Νότοι βαρυήκοοι, ἀχλυώδεες, καρηβαρικοὶ, νωθροὶ, διαλυτικοί. ὁκόταν οὕτω δυναστεύῃ, τοιαῦτα ἐν τῇ‐ σιν ἀῤῥωστίῃσι πάσχουσι. — | |
9 | ||
10 | ΘΕΟΦ. Περὶ ὡρῶν μέρος τι διαλεχθεὶς, νῦν καὶ περὶ ἀνέμων διαλέγεται, καὶ πρῶτον μὲν περὶ τοῦ νότου. ἀλλ’ οὗτος θερμός ἐστι καὶ ὑγρὸς, καὶ θερμὸς μὲν διὰ τὸ διὰ τὴν κεκαυμένην ζώνην πορεύεσθαι, ὑγρὸς δὲ διὰ τὸ τὴν λεπτομερῆ ἀφαρπάζειν ὑγρότητα τῇ θερμότητι. θερ‐ | |
15 | μοὶ οὖν καὶ ὑγροὶ τὴν φύσιν ὄντες οἱ νότοι εἰ ἐπικρα‐ τοῦσι, βαρυήκοοι καὶ ἀχλυώδεις καὶ καρηβαρικοὶ, νωθροί τε καὶ διαλυτικοὶ ὑπάρχουσι. μετὰ γὰρ πολλῆς ὑγρότητος τὰ τῶν αἰσθήσεων ὄργανα ἀποφαίνουσι καὶ καρηβαρίαν ἐργάζονται τῷ πλήθει· τῆς δὲ ἀρχῆς τῶν νεύρων ὑγραν‐ | |
20 | θείσης, ἀνάγκη καὶ τὰς καθ’ ὁρμὴν ἐνεργείας νωθροτέρας γενέσθαι καὶ ὥσπερ διαλελυμένον ἑαυτῷ φαίνεσθαι τὸν ἄνθρωπον. βαρυήκοοι δὲ εἴρηνται καὶ τὰ λοιπὰ, οὐχ ὅτι αὐτοὶ αὐτὰ τὰ πάθη προσκέκτηνται, ἀλλ’ ὅτι τῶν τοι‐ ούτων παθῶν αἴτιοι γίνονται. | |
24 | ||
25 | Ἢν δὲ βόρειον ἔῃ, βῆχες, φάρυγγες, κοιλίαι σκληραὶ, δυ‐ σουρίαι φρικώδεες, ὀδύναι πλευρέων, στηθέων· ὁκόταν οὕτω δυναστεύῃ, τοιαῦτα προσδέχεσθαι δεῖ. — | |
27 | ||
ΘΕΟΦ. Ὁ Βορέας ψυχρός ἐστι καὶ ξηρὸς διὰ τὸ | 349 | |
2.350 | εἶναι τὸν τόπον, ἐξ οὗ γεννᾶται, ψυχρὸν καὶ ὃν διαπο‐ ρεύεται. ἐὰν οὖν βόρειον ᾖ τὸ κατάστημα κατ’ ἐπικρά‐ τειαν τουτέστιν ἄνυδρον, ψυχρὸν καὶ ξηρὸν, βῆχες γίνον‐ ται, φάρυγγες ξηραὶ καὶ τὰ λοιπά. διὰ τί; διότι τὸ εἰσ‐ | |
5 | πνεόμενον ψυχρὸν ὂν τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὸν πνεύμονα πλήττει τῇ ψύξει, κἀντεῦθεν βῆχα ἀπεργάζεται, τῆς ἀποκριτικῆς δυνάμεως ἐπεγειρομένης πρὸς τὸ ἀπο‐ διῶξαι τὸ παρὰ φύσιν ἐφιέμενον. φάρυγγες δὲ τουτ‐ έστι τὰ περὶ τὸν φάρυγγα πάθη διὰ τὸ ἀμέσως τὸν | |
10 | εἰσπνεόμενον ψυχρὸν ἀέρα τῇ φάρυγγι ὁμιλεῖν πρῶτον. ἀλλὰ καὶ κοιλίαι σκληραὶ γίνονται, ἐπειδὴ τότε πυ‐ κνοῦται ἡ ἐπιφάνεια ψυχομένη καὶ ἀποκλείεται ἐν τῷ βάθει τὸ ἔμφυτον θερμόν. τούτου οὖν ἀποκλειομένου, ἐξικμάζεται τὸ ἐν τοῖς ἐντέροις περίττωμα κἀντεῦθεν | |
15 | κοιλίαι σκληραὶ γίνονται. δυσουρίαι δὲ φρικώδεις διὰ τὸ πλήττεσθαι καὶ αὐτὴν τὴν κύστιν τῇ ψύξει, νευρώδη ὑπάρχουσαν κἀκ τούτου πόνου αἰσθέσθαι. τοῦτο γάρ ἐστι φρικώδεες. ἀλλὰ καὶ ὀδύναι πλευρέων. καὶ αὐτὰ γὰρ ὡς νευρώδη τὰ περὶ τὰ πλευρὰ μέρη καὶ στήθη ὑπὸ τῆς | |
20 | ψύξεως πλήττεται, ἅτινά εἰσιν ὑπεζωκὼς καὶ οἱ μεσο‐ πλεύριοι μύες. ΔΑΜ. Τὴν αἰτίαν, δι’ ἣν οἱ νότοι βαρυηκοΐαν τε ποιοῦσι καὶ ἀχλυώδη τὴν ὄψιν, οὐ χαλεπὸν ἐκ τῆς κρά‐ σεως αὐτοῦ κατανοῆσαι, θερμοῦ καὶ ὑγροῦ τὴν φύσιν | |
25 | ὑπάρχοντος. πάντα γὰρ τὰ τοιαῦτα πληρωτικὰ τῆς κε‐ φαλῆς ἐστι. διὰ τοῦτο οὖν τά γε τῶν αἰσθήσεων ὄργανα μετὰ πολλῆς ὑγρότητος ἀποφαίνουσι καὶ καρηβαρίας ἐρ‐ γάζονται. τῆς δ’ ἀρχῆς τῶν νεύρων ὑγραινομένης, ἀναγ‐ καῖόν ἐστι καὶ περὶ τὰς καθ’ ὁρμὴν ἐνεργείας γίνεσθαι | |
30 | νωθρότητας. ἐξ ὑπεναντίας δὲ πάλιν ἐν τοῖς βορείοις, | 350 |
2.351 | ὡς αὐτὸς ἐρεῖ κατωτέρω, συνίσταται τὰ σώματα, εὔτονα καὶ εὐκίνητα καὶ εὐηκοώτερα γίνεται. ἐν δὲ τοῖς βορείοις γίνονται βῆχες, διὰ δυσκρασίαν δηλονότι τῶν ἀναπνευστι‐ κῶν ὀργάνων καὶ διὰ τὴν τραχύτητα τῆς φάρυγγος, καὶ | |
5 | τἄλλα γίνονται ἐν ταῖς βορειναῖς καταστάσεσι. ψυχρὸς γάρ ἐστι καὶ ξηρὸς τὴν φύσιν ὁ βοῤῥᾶς. COD. ESCOR. Πρᾶξις σὺν θεῷ βʹ. Ζητοῦμεν δὲ πάλιν περὶ πνευμάτων, οὐχ ὡς φιλόσοφοι, ἀλλ’ ὡς ἰα‐ τροί. ζητητέον δὲ τῷ Ἀριστοτέλῃ περὶ ἀνέμων πρῶτον τίς | |
10 | ἡ γένεσις, εἶτα ἡ ὕλη καὶ ὁ τῆς κινήσεως τρόπος. — ἡμεῖς δὲ ταῦτα οὐ ζητοῦμεν, ἀλλ’ ἐῶμεν αὐτὰ πολυπραγ‐ μονεῖν τοὺς τὴν ἀποδεικτικὴν θεωρίαν ἐγγεγυμνασμένους, ζητοῦμεν δὲ ὡς ἰατροὶ ποῖα ἐκ τούτων πέφυκε γίγνεσθαι νοσήματα. —ποικίλλεται ἐν τῇ τῶν πνευμάτων διδασκα‐ | |
15 | λίᾳ ὁ Ἱπποκράτης, ποῦ μὲν συνάγων αὐτὰ (ut in nostro loco, ubi solum de borealibus et australibus loquitur), ποῦ δὲ πλατύνων συμμέτρως (ἐν τῷ περὶ ἀέρων, τόπων, ὑδάτων, ubi quatuor plagis quatuor ventos tribuit), ποῦ δὲ καὶ τὴν κατὰ μέρος ἐπεκτεινόμενος πραγματείαν (in | |
20 | aliis libris, ubi unumquodque clima in tres ventos distribuit, et duodecim ventos habet). Quatuor cli‐ mata ἀνατολικὸν, δυτικὸν, ἀρκτῷον, μεσημβρινόν. Quo‐ rum unumquodque dividitur in θερινὸν, ἰσημερινὸν καὶ χειμερινόν. De ventis: ἀνατολικὸς ἰσημερινός ἐστιν | |
25 | ἀφηλιώτης, ὃν καὶ γλάρον καλοῦσι, δυτικὸς ἰσημερινὸς ζέφυρος. —παρακεῖται δὲ τῷ μὲν ἀφηλιώτῃ κατὰ τὰς θερινὰς τροπὰς καικίας ὁ καὶ μεσεὺς, κατὰ δὲ τὰς χειμε‐ ρινὰς εὖρος. ὡσαύτως καὶ τῷ ζεφύρῳ παρακεῖται κατὰ μὲν τὰς θερινὰς τροπὰς ἀργέστης ὁ καὶ ἰάπυξ, κατὰ δὲ | |
30 | τὰς χειμερινὰς λίψ. —ἀρκτικὸς ὁ ἀπαρκτίας καλούμενος, ἀνταρκτικὸς δὲ (ἢ μεσημβρινὸς) ὁ νότος. —παρακεῖται δὲ τῷ μὲν ἀπαρκτίᾳ ἀνατολικώτερος βοῤῥᾶς, δυτικώτερος δὲ θρασκίας· ὁμοίως καὶ τῷ νότῳ ἀνατολικὸς μὲν εὐρό‐ | |
νοτος, δυτικὸς δὲ λιβόνοτος. | 351 | |
2.352 | [Omitted graphic marker] | |
1 | Naturam Boreae Notique explicat uberius. — | |
1 | ϛʹ. Ὁκόταν θέρος γένηται ἦρι ὅμοιον, ἱδρῶτας ἐν τοῖσι πυρετοῖσι πολλοὺς προσδέχεσθαι δεῖ. — | |
3 | ΘΕΟΦ. Περὶ ἀνέμων διαλεξάμενος Ἱπποκράτης, βο‐ | |
5 | ρέου καὶ νότου τῶν γενικωτάτων, ἔτι νῦν περὶ ὡρῶν λέ‐ γει, ὅτι ἐὰν γένηται θέρος ἦρι ὅμοιον τουτέστι σύμμε‐ τρον τῇ κράσει, ἱδρῶτας ἐν τοῖς πυρετοῖς πολλοὺς προσ‐ δέχεσθαι δεῖ. διὰ τί; ὅτι τὸ τηνικαῦτα τὰ δυνάμενα ποι‐ εῖν ἱδρῶτα πάρεισι, θερμότης τοῦ ἔξωθεν περιέχοντος | |
10 | ἀέρος καὶ ὑγρότης περιττεύουσα ἐν τῷ σώματι. ἀλλ’ ἐπειδὴ τὸ ἐαρινὸν κατάστημα διὰ μὲν τὴν θερμασίαν ἕλκει πρὸς τὸ δέρμα τὸ ὑγρὸν, διὰ δὲ τὴν ὑγρότητα οὐ δύναται ἀτμοειδῶς ἕλξαι, εἰκότως ἀθρόως ἐν τοῖς πυρε‐ τοῖς τὸ ὑγρὸν ἅπαν ἐκκρινόμενον ἱδρῶτας ἐργάζεται. | |
15 | ΔΑΜ. Ἦρι ὅμοιον τουτέστι σύμμετρον τῇ κράσει. ἱδρῶτες γίνονται πολλοὶ ἐν ὥρᾳ τοιαύτῃ, διότι τὸ μὲν αὐχμηρὸν ἱκανῶς θέρος δαπανᾷ τε καὶ διαφορεῖ τὴν ὑγρό‐ τητα, τὸ δ’ ὅμοιον ἦρι διὰ μὲν τὴν θερμότητα λεπτύνει τὴν ὑγρότητα καὶ ἕλκει πρὸς τὸ δέρμα, διὰ δὲ τὴν ὑγρό‐ | |
20 | τητα διαφορεῖν ἀτμοειδῶς οὐ δύναται. ἀθρόον οὖν ἐν ταῖς τῶν νόσων κρίσεσι τὸ ὑγρὸν ἅπαν ἐκκρινόμενον ἱδρῶτας ἐργάζεται. ζʹ. Ἐν τοῖσιν αὐχμοῖσι πυρετοὶ ὀξέες γίνονται· καὶ ἢν μὲν ἐπὶ πλέον ἔῃ τὸ ἔτος τοιοῦτον ἐὸν, ὁκοίην καὶ τὴν κα‐ | |
25 | τάστασιν ἐποίησε, ὡς ἐπὶ τὸ πουλὺ, καὶ τὰ νουσήματα | |
τοιαῦτα δεῖ προσδέχεσθαι. — | 352 | |
2.353 | ΘΕΟΦ. Αὐχμὸν καλεῖ Ἱπποκράτης τὴν ξηρότητα τὴν πέρα τοῦ μετρίου, ὥσπερ καὶ ἐπομβρίαν τὴν ὑγρό‐ τητα τὴν πέρα τοῦ μετρίου. ἐν τούτοις οὖν τοῖς αὐχμοῖς πυρετοὶ ὀξέες μὲν γίνονται, ὀλίγοι δὲ, διότι ἡ ξηρότης | |
5 | ἐνδεεστέρους εἴωθε τῷ πλήθει τοὺς χυμοὺς ἐργάζεσθαι, χολωδεστέρους δὲ τῇ ποιότητι. ἀλλ’ ἢν μὲν ἐπὶ πλέον ᾖ τὸ ἔτος τοιοῦτον γινόμενον, ὡς ἐπὶ τὸ πολὺ καὶ τὰ νοσήματα τοιαῦτα δεῖ προσδέχεσθαι, φησὶν Ἱπποκράτης, ὀξέα καὶ ἐπικίνδυνα ἢ ὥς φησι Ῥοῦφος λοιμικὰ, οἷον | |
10 | βουβῶνας. καὶ γὰρ καὶ ἀπὸ ξηρότητος συνίστανται τὰ τοιαῦτα. ἐν γὰρ τούτῳ τῷ λοιμῷ ἐν Λιβύῃ, φησὶν αὐτὸς, βουβῶνες αὐτοῖς ἐγένοντο καὶ δευτεραῖοι καὶ τρι‐ ταῖοι. εἰ δέ τις ἀπορεῖ καὶ πῶς, ὑγρότητος μὴ ὑπούσης, ἐπὶ ξηρότητι οἱ βουβῶνες ἐγένοντο, λέγομεν, ὅτι ἐπικρα‐ | |
15 | τησάσης τῆς ξηρότητος, κατελύθησαν αἱ δυνάμεις· τού‐ των δὲ καταλυθεισῶν, ἀπεψία ἐπηκολούθησεν· ἀπεψίας δὲ οὔσης, τὰ περιττὰ ἐπλεόνασαν καὶ ἐντεῦθεν ἀνίε‐ σαν οἱ βουβῶνες, ὥστε κατὰ συμβεβηκὸς καὶ ὑγρότης ἐπηκολούθησεν. | |
20 | ΔΑΜ. Ἡ γὰρ αὐχμότης ἐνδεεστέρους μὲν τοὺς χυ‐ μοὺς, ἀλλὰ χολωδεστέρους ἐργάζεται. | |
21 | ηʹ. Ἐν τοῖσι καθεστεῶσι καιροῖσιν, ἢν ὡραίως τὰ ὡραῖα ἀποδιδῶσιν, εὐσταθέες καὶ εὐκρινέσταται αἱ νοῦσοι γί‐ νονται· ἐν δὲ τοῖσιν ἀκαταστάτοισιν, ἀκατάστατοί τε, καὶ | |
25 | δύσκριτοι. — | |
25 | ΘΕΟΦ. Ἐνταῦθα περὶ τῶν κατὰ φύσιν ὡρῶν δια‐ λέγεται. καθεστῶτας δὲ καλεῖ καιροὺς τὰς ἐν τάξει τὴν οἰκείαν φύσιν ἀπειληφυίας, καθὼς ἐν τῷ περὶ ἀέρων, τόπων, ὑδάτων εἴρηται. ἢν ἐν τῷ μετοπώρῳ ὕδατα | |
30 | γένηται καὶ ὁ χειμὼν μὴ εὔδιος ἄγαν μηδὲ ὑπερβάλλων τῷ ψύχει καὶ ἐν τῷ ἦρι ὕδατα ὡραῖα, μὴ οἷα ἐν τῷ χει‐ | |
μῶνι, ἀλλὰ πρέποντα τῇ ὥρᾳ καὶ ἐν τῷ θέρει ἤπιον | 353 | |
2.354 | τὸ θερμὸν, οὗτός ἐστιν ὁ καθεστηκὼς ἐνιαυτός. ἐν τοῖς τοιούτοις οὖν καθεστηκόσι καιροῖς ἢν ὡραίως τὰ ὡραῖα ἀποδιδῶσι τουτέστιν εὐκαίρως καὶ προσηκόντως τῇ ὥρᾳ τὰ πρέποντα ἀποδιδῶσιν, οἷον ὀπῶραι, ἄνθη, ῥόδα, ἀλλὰ | |
5 | μὴν καὶ αἱ ποιότητες τοῦ περιέχοντος ἀέρος σύμμετροι, καὶ ἄνεμοι σύμμετροι καὶ εὐσταθέες ὑετοὶ, καὶ εὐκρινέσταται αἱ νοῦσοι γίνονται τουτέστιν εὔκριτοι, διότι καὶ αἱ φύσεις καὶ αἱ δυνάμεις ἐῤῥωμέναι εἰσὶ καὶ ἐκκόπτουσι τὰ αἴτια καὶ μάλιστα κοσμίως τῇ διαίτῃ χρωμένοις. ἀλλὰ μὴν καὶ τὰ νοσήματα | |
10 | ἁπλᾶ εἰσι καὶ οὐκ ἔχουσι ποικιλίαν. μόνον γὰρ κατὰ τὴν ἀπεψίαν γίνονται. πάλιν δὲ ἐν τοῖσιν ἀκαταστάτοισιν ἀκα‐ τάστατοι καὶ δύσκριτοι διὰ τὴν ἐναντίωσιν τῶν προειρημένων. ΔΑΜ. Ἤως ὅπου δεῖ τοῦ καιροῦ, ψύξις· ὅπου δεῖ, ὄμβροι καὶ ἑξῆς. | |
14 | ||
15 | θʹ. Ἐν φθινοπώρῳ ὀξύταται αἱ νοῦσοι, καὶ θανατωδέ‐ σταται τοὐπίπαν· ἦρ δὲ ὑγιεινότατον καὶ ἥκιστα θανατῶδες. — | |
17 | ΘΕΟΦ. Συγκρίνει ἔαρ τῷ φθινοπώρῳ, λέγων ὅτι τὸ μὲν θανατώδεις νόσους ἐπιφέρει, τὸ δὲ ὑγιεινότατόν | |
20 | ἐστιν, ἐπειδὴ τὸ φθινόπωρον ἀνώμαλόν ἐστι, ποτὲ μὲν ἐπικρατούσης θερμότητος, ποτὲ δὲ ψυχρότητος, καὶ διότι ταύτῃ τῇ ἀνωμαλίᾳ καταλύονται αἱ δυνάμεις καὶ διότι παντοδαπὴς γεννᾶται ἐν αὐτῷ κακοχυμία καὶ πρὸς τὸ βά‐ θος ὠθοῦνται οἱ χυμοὶ ἐν αὐτῷ· τὸ δὲ ἦρ ὑγιεινότατον καὶ | |
25 | ἥκιστα θανατῶδες ἤτοι ἐπολίγον, ἐπειδὴ εὔκρατόν ἐστι | |
καὶ ἐπὶ τῇ εὐκρασίᾳ ἐῤῥωμέναι εἰσὶν αἱ δυνάμεις, καὶ | 354 | |
2.355 | ἐῤῥωμέναι οὖσαι ἐκδιώκουσι τὰ περιττὰ ἀπὸ τοῦ σώματος ἢ ὅτι χρηστῆς ὕλης γεννητικὸν τὸ ἔαρ τουτέστιν αἵματος, καὶ ἐπὶ ταύτῃ τῇ ὕλῃ πάντα τὰ μόρια καὶ ἡ φύσις ἔχει πέψιν καὶ ἀνάπαυλάν τινα. εἰ δέ τις ἀπορεῖ, ὅτι πῶς τὸ | |
5 | φθινόπωρον ψυχρὸν καὶ ξηρὸν ὂν ὀξέων νοσημάτων αἴ‐ τιόν ἐστι, λέγομεν ὅτι ἡ ξανθὴ χολὴ καὶ ἐν θέρει γίνεται καὶ ἐν τῷ φθινοπώρῳ, ἀλλ’ ἐν μὲν τῷ θέρει μᾶλλον γί‐ νεται καὶ διαφορεῖται διὰ τὸ τηνικαῦτα ἀραιότερον εἶναι τὸ δέρμα. ἐν μέντοι τῷ φθινοπώρῳ ἧττον γεννᾶται, καὶ | |
10 | μὴν καὶ τὸ ἐκ τοῦ θέρους πλεονάσαν ἐπιμένει καὶ οὐ διαφορεῖται διὰ τὸ περιέχον ψυχρὸν, μὴ διαφορουμένη δὲ σήπεται καὶ σηπομένη ὀξεῖς ἀνάπτει πυρετούς. πρὸς δὲ τοὺς ἀποροῦντας πάλιν, καὶ πῶς παρακατιὼν λέγει τοῦ μὲν ἦρος τὰ μελαγχολικὰ καὶ μανικὰ καὶ τὰ ἑξῆς, λέγο‐ | |
15 | μεν ὅτι αὕτη ἡ κακοχυμία οὐκ ἐν τῷ ἔαρι, ἀλλ’ ἐν τῷ χειμῶνι καὶ ἐν τῷ φθινοπώρῳ ἐπλεόνασεν, ἥτις διὰ τὴν πύκνωσιν τοῦ ἔξωθεν ἀέρος μένει καὶ οὐ διαφορεῖται ἐν ταύταις ταῖς ὥραις, εἶτα ἐν τῷ ἔαρι προσομιλήσασα τῇ θερμότητι ἡ κακοχυμία, ῥᾷστον ἡ χύσις αὐτῆς γίνεται, | |
20 | καὶ ἔνθα ῥεύσῃ, τοιαῦτα καὶ τὰ νοσήματα γίνονται, εἰ μὲν ἐπὶ τὴν κεφαλὴν, μελαγχολίαι καὶ ἐπιληψίαι, εἰ δὲ εἰς τὸν πνεύμονα, φθίσις καὶ αἵματος χύσις, ὥστε οὐ τοῦτο αἴτιον, ἀλλ’ ἐκεῖνα. ΔΑΜ. Ἦρ ὑγιεινότατον, ὡς εὐκρατότερον. | |
24 | ||
25 | ιʹ. Τὸ φθινόπωρον τοῖσι φθίνουσι κακόν. — | |
25 | ΘΕΟΦ. Φθίνοντας ὀνομάζει πάντας τοὺς ὁπωσοῦν συντηκομένους καὶ οἷς ἥλκωται ὁ πνεύμων. ἀμφοτέροις | |
οὖν τὸ φθινόπωρον κακὸν, τοῖς μὲν διὰ τὸ ἀναπνεῖν τὸν | 355 | |
2.356 | τηνικαῦτα ψυχρὸν ἀέρα, ὅστις πλήττει καὶ ἀνιᾷ καὶ δά‐ κνει τὸν πνεύμονα καὶ μεγάλως αὐτὸν βλάπτει. ἕλκεσι γὰρ τὸ ψυχρὸν δακνῶδες. τῇ οὖν πλήξει καὶ δήξει ταράτ‐ τεται ὁ πνεύμων καὶ εἰς βῆχα τὸ ζῶον ἐπεγείρεται. | |
5 | εἶτα διὰ τὸ περιέχον ψυχρὸν οὐδὲν ἀναφέρουσιν, ἀλλὰ μᾶλλον ταράττονται, καὶ ἐκ τῆς ταραχῆς καταβάλλονται ἥ τε φύσις καὶ αἱ δυνάμεις, καὶ οὕτως αἱ δυνάμεις ἀπόλ‐ λυνται. τοῖς δ’ ἄλλοις, ἐπειδὴ ἄσαρκοί εἰσι, ἑτοίμως εἰς τὸ βάθος διέρχεται ἡ ψύξις διὰ τῆς ἀναπνοῆς καὶ εἰσδύ‐ | |
10 | νουσα εἰς τὸ βάθος, μέγα βλάπτει τὸ ἔμφυτον θερμόν. ΔΑΜ. Ἐπειδὴ ψυχρόν τ’ ἐστιν ἅπαν ἅμα καὶ ξηρὸν καὶ ἀνώμαλον. | |
12 | ιαʹ. Περὶ δὲ τῶν ὡρέων, ἢν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δὲ ἔαρ ἔπομβρόν τε καὶ νότιον, | |
15 | ἀνάγκη τοῦ θέρεος πυρετοὺς ὀξέας, καὶ ὀφθαλμίας, καὶ δυσεντερίας γίνεσθαι, μάλιστα δὲ τῇσι γυναιξὶ, καὶ ἀν‐ δράσι τοῖσι ὑγροῖσι τὰς φύσιας. — | |
17 | ||
ΘΕΟΦ. Ἀνωτέρω μερικῷ ἐχρήσατο τρόπῳ· περὶ | 356 | |
2.357 | μιᾶς γὰρ ὥρας διελάμβανεν, ἁπλῆν ἐχούσης τὴν δυσκρα‐ σίαν. ἐνταῦθα δὲ καθολικωτέρῳ κέχρηται τρόπῳ καὶ δια‐ λέγεται περὶ πλειόνων ὡρῶν. Ἰστέον δὲ ὅτι ἡ παρατροπὴ τῶν ὡρῶν ἢ ἐπὶ τὸ ὁμοειδὲς παρεκτρέπεται ἢ ἐπὶ τὸ | |
5 | ἀνομοιοειδές. ἐνταῦθα οὖν λαμβάνει Ἱπποκράτης ψυχρὸν καὶ ξηρὸν τὸν χειμῶνα· τὸ γὰρ αὐχμηρὸν δηλοῖ τὴν ξηρό‐ τητα, τὸ δὲ βόρειον τὴν ψυχρότητα, τὸ δὲ ἔαρ θερμὸν καὶ ὑγρόν. τὸ γὰρ ἔπομβρον δηλοῖ τὸ ὑγρὸν, τὸ δὲ νότιον τὸ θερμόν. τούτων οὕτως ἐχόντων, ἀνάγκη τοῦ θέ‐ | |
10 | ρεος, ὡς αὐτός φησι, πυρετοὺς ὀξεῖς καὶ ὀφθαλμίας γί‐ νεσθαι, τοῖς ἐπιτηδείως ἔχουσι δηλονότι πρὸς ταῦτα τὰ πάθη, διὰ τόδε ὅτι ὁ χειμὼν ἄκρως ψυχρὸς γεγονὼς κατέβαλε τῇ ἄκρᾳ ψύξει τὰς δυνάμεις καὶ τὴν κακοχυ‐ μίαν τὴν ἀπὸ τοῦ φθινοπώρου ἀθροισθεῖσαν ἐν τῷ σώ‐ | |
15 | ματι ἐναπέκλεισεν· εἶτα τὸ ἔαρ ἐλθὸν, θερμὸν καὶ ὑγρὸν, χύσιν ἐποίησε τῆς ὕλης καὶ ὑγρὰ τὰ σώματα ἀπειργάσατο τῇ ὑγρότητι· εἶτα πάλιν ἐλθὸν τὸ θέρος κατὰ φύσιν θερμὸν καὶ ξηρὸν, ἐπιτηδείαν ὕλην εὑρὸν εἰς σῆψιν μετέ‐ βαλε. τῇ μεταδόσει οὖν τῆς σηπεδόνος διὰ τῶν ἀρτηριῶν | |
20 | πρὸς καρδίαν, ὀξεῖς γίνονται πυρετοί· εἶτα πάλιν ἐκ τῆς σηπεδόνος ἀναπέμπονται ἀτμοὶ δριμεῖς ἐν τῇ κεφαλῇ, καὶ εἰ μὲν ἀσθενὴς ἡ κεφαλὴ ᾖ, μένουσιν ἐν αὐτῇ καὶ ἐπιληψίαι καὶ ἀποπληξίαι καὶ σκοτώσεις γίνονται· εἰ δὲ ἔῤῥωται, διώκει τὴν ὕλην ἢ εἰς τὰ παρακείμενα μόρια | |
25 | καὶ ποιεῖ ὀφθαλμίας καὶ ὠταλγίας ἢ εἰς τὰ πόῤῥω· εἰ μὲν πρὸς τὰ ἀναπνευστικὰ, ποιεῖ δύσπνοιαν καὶ βῆχα· εἰ δὲ εἰς γαστέρα καὶ ἔντερα, ποιεῖ δυσεντερίαν, τῇ δήξει αὐτῶν ἑλκουμένων. μάλιστα δὲ ταῖς γυναιξὶ καὶ τοῖς ὑγρὰς ἔχουσι τὰς φύσεις συμβαίνει ταῦτα· εἰ γὰρ ὅλην τὴν κα‐ | |
30 | τάστασιν ὡς σήπουσαν τὰ σώματα μεμφοίμεθα, πρόδηλον ὅτι μᾶλλον ἡ σηπεδὼν ἐν τοῖς ὑγροῖς ἐστι σώμασιν. εἰ δέ τις εἴποι ὅτι διὰ τί μὴ ἐν τῷ ἔαρι τὰ νοσήματα γεγόνασι, λέγομεν, ὅτι μᾶλλον τότε πρὸς συμμετρίαν ἐπανήρχετο τὰ σώματα, ἐν τῷ θέρει δὲ διὰ τὴν ἄγαν θερμασίαν εὐ‐ | |
35 | θέως ἤρξαντο σήπεσθαι οἱ χυμοί. | 357 |
2.358 | ΔΑΜ. Τῶν γὰρ ἐν τοῖς σώμασι χυμῶν σηπομένων ἀπό γε τοιούτου χειμῶνος, καὶ ὑγραινομένων ὁμοίως ἀπὸ τοιούτου ἔαρος, καὶ θερμανθέντων καὶ ἐκπυρωθέντων ἀπὸ τοῦ θέρους, ὀφθαλμίαι καὶ δυσεντερίαι γίνονται κατὰ τὴν | |
5 | ἐπιτηδειότητα τῶν βλάπτεσθαι δυναμένων μορίων. ἄλλα γὰρ ἄλλων μᾶλλον εὐπαθῆ τε ἐστὶ καὶ δυσπαθῆ κατὰ τὰς κράσεις τῶν σωμάτων· αἱ μὲν γὰρ ὀφθαλμίαι σχεδὸν ἅπαντας ἐνοχλοῦσι, πληρουμένης τῆς κεφαλῆς, πλὴν εἴ τινες ἰσχυροὶ πάνυ τοὺς ὀφθαλμοὺς εἶεν· δυσεντερίαι | |
10 | δὲ τοῖς ὑγρὰς ἔχουσι τὰς φύσεις καὶ ταῖς γυναιξίν· ὑγρό‐ τεραι γάρ εἰσι καὶ αὗται τῶν ἀνδρῶν. καὶ πυρετοί. μέ‐ νοντες γὰρ οἱ σεσημμένοι χυμοὶ ἐν τῷ σώματι ποιοῦσι τοὺς πυρετοὺς, κινηθέντες δὲ ἐπὶ τἀκτὸς ποιοῦσι τὰς δυσεντερίας καὶ ἄλλα τινά. | |
14 | ||
15 | ιβʹ. Ἢν δὲ νότιος ὁ χειμὼν, καὶ ἔπομβρος, καὶ εὐδι‐ εινὸς γίνηται, τὸ δὲ ἔαρ αὐχμηρὸν καὶ βόρειον, αἱ μὲν γυναῖκες, ᾗσι οἱ τόκοι πρὸς τὸ ἦρ, ἐκ πάσης προ‐ φάσιος ἐκτιτρώσκουσι. αἳ δὲ ἂν τέκωσιν, ἀκρατέα καὶ νοσώδεα τὰ παιδία τίκτουσι, ὥστε ἢ παραυτίκα ἀπόλ‐ | |
20 | λυσθαι, ἢ λεππὰ καὶ νοσώδεα ζῇν ἐόντα. τοῖσι δὲ ἄλ‐ λοισι βροτοῖσι δυσεντερίαι, καὶ ὀφθαλμίαι ξηραὶ γίνονται· τοῖσι δὲ πρεσβυτέροισι κατάῤῥοοι ξυντόμως ἀπολλύντες. — | |
23 | ΘΕΟΦ. Ἐνταῦθα τὴν παρατροπὴν ὑπεναντίως τοῦ | |
25 | ἀνωτέρου ἀφορισμοῦ ποιεῖται. λέγει γὰρ, ἢν δὲ νότιος ὁ χειμὼν καὶ ἔπομβρος καὶ εὐδιεινὸς τουτέστι θερμὸς καὶ ὑγρὸς καὶ καθαρὸν ἀέρα ἔχων· τοῦτο γάρ ἐστι τὸ εὔ‐ διος· τὸ δὲ ἔαρ αὐχμηρὸν καὶ βόρειον τουτέστι ψυχρὸν καὶ ξηρὸν, αἱ μὲν γυναῖκες, ᾗσιν οἱ τόκοι πρὸς τὸ ἦρ, | |
30 | ἐπὶ ταῖς τυχούσαις προφάσεσιν ἐκτιτρώσκουσιν, ὅτι ἐν τῷ χειμῶνι κατελύθησαν αἱ δυνάμεις τῷ λόγῳ τῆς πληθώρας καὶ ἐνείθιστο τὰ βρέφη ἐν ἀλέᾳ καὶ τῆς μήτρας εἶναι καὶ τοῦ περιέχοντος, ἐπιλάμπει τὸ ἔαρ ψυχρὸν καὶ εἰσ‐ δύνει ἡ δύναμις τῆς ψύξεως παρὰ τὴν μήτραν καὶ πλήτ‐ | |
35 | τει τὸ βρέφος. πληττόμενον δὲ νοσεῖ, νοσοῦν λακτίζει, | 358 |
2.359 | καὶ ἐπειδὴ βεβλαμμένη ἐστὶν ἡ μήτρα καὶ οἱ σύνδεσμοι ὑπὸ τῆς ψύξεως, λακτίζον καὶ ἀτάκτως κινούμενον, διαῤ‐ ῥήσσονται οἱ σύνδεσμοι καὶ τὰ ἀρτήματα καὶ ἐξέρχεται τεθνηκὸς, τῆς ἀποκριτικῆς δυνάμεως ἐπεγειρομένης | |
5 | καὶ ἀποκρινούσης τὸ ἔμβρυον. ἐὰν δὲ καὶ τεχθῇ ζῶν, ἢ παραυτίκα, φησὶν Ἱπποκράτης, ἀπόλλυται προσομιλοῦν τῇ ψύξει ἢ λεπτὸν καὶ νοσῶδες μένει διὰ τὴν πληγὴν τοῦ περιέχοντος. τοῖσι δὲ ἄλλοισι νεωτέροισι δυσεντερίαι καὶ ὀφθαλμίαι, τοῖς μὲν φύσει θερμοῖς καὶ χολώδεσιν ὀφθαλ‐ | |
10 | μίαι ξηραὶ, τοῖς δὲ φλεγματώδεσι δυσεντερίαι, ὅτι ὁ χει‐ μὼν θερμὸς καὶ ὑγρὸς γεγονὼς ἐπλήρωσε τὸ σῶμα πε‐ ριττωμάτων, πλέον δὲ τὸν ἐγκέφαλον. παραγενόμενον δὲ τὸ ἔαρ ψυχρὸν θλίβει τὴν ὑγρότητα, καὶ εἰ μὲν εἰς τοὺς | |
ὀφθαλμοὺς ἐνεχθῇ, ὀφθαλμίαι γίνονται, ξηραὶ δὲ ἢ διὰ | 359 | |
2.360 | τὴν πυκνότητα τῶν ὑμένων· πυκνοῦνται γὰρ ὑπὸ τῶν βο‐ ρείων πνευμάτων, ἢ διὰ τὸ πάχος τοῦ χυμοῦ, κἀν τούτῳ τυχὸν οὐκ ἀποῤῥέει δάκρυον. εἰ δὲ εἰς γαστέρα καὶ ἔν‐ τερα, δυσεντερίαι διὰ τὸ δριμὺ τοῦ αἰτίου. ἐν γὰρ τῇ | |
5 | προκειμένῃ καταστάσει ἁλυκόν ἐστι τὸ φλέγμα διὰ τὴν ἐν τῷ χειμῶνι θερμασίαν. τοῖς πρεσβύταις δὲ κατάῤῥοοι γίνονται ξυντόμως ἀπολλύντες. κατάῤῥουν λέγει οὐ τὸ ἐπὶ πνεύμονα φερόμενον ῥεῦμα ἢ τὴν τραχεῖαν ἀρτηρίαν, ἀλλ’ ἐπὶ φλέβας καὶ ἀρτηρίας, ὃς καὶ συντόμως ἀπόλλυ‐ | |
10 | σιν αὐτοὺς, πληρώσεις ἐργαζόμενος καὶ παραλύσεις, ἀφω‐ νίας τε καὶ τὰ ἄλλα χαλεπά. ΔΑΜ. Δυσεντερίαι γίνονται τούτοις ἐπὶ καταῤῥέον‐ τος φλέγματος ἐκ τοῦ ἐγκεφάλου, καὶ ὀφθαλμίαι ξηραὶ ἤτοι ἄνευ ῥεύματος καὶ δακρύων, πυκνουμένης τῆς ἐπιφα‐ | |
15 | νείας τῷ κρύει· τοῖς δὲ πρεσβυτέροις καὶ κατάῤῥοι συν‐ τόμως ἀπολλύντες διὰ τὴν προγενομένην ἀραίωσιν καὶ ἔκτηξιν τῶν φλεβῶν τῇ θέρμῃ, ὡς πληροῦσθαι ταύτας καὶ πνιγμὸν ἕπεσθαι. ἡ μὲν γὰρ κεφαλὴ ἐπεπλήρωτο πρό‐ σθεν ἐν τῇ ὑγρᾷ καὶ θερμῇ καταστάσει, τὸ δὲ κρύος | |
20 | ἐπιγινόμενον, ὥσπερ χείρ τις ἔξωθεν περιλαβοῦσα καὶ θλίψασα, καθάπερ τινὰ σπόγγον, τὸν ἐγκέφαλον, ἐκθλίβει τὴν κατὰ αὐτὸν ὑγρότητα· φερομένης δ’ αὐτῆς ἄλλοτε πρὸς ἄλλον τόπον τῶν εὐπαθῶν, πλείονα γεννᾷ νοσήματα. καὶ κατὰ τοῦτο ὀφθαλμίαι συμβήσονται τοῖς ἀσθενέσι | |
25 | φύσει τοὺς ὀφθαλμούς. ἀποῤῥυήσεται δὲ οὐδὲν ἐκτὸς αὐτῶν διὰ τὴν τοῦ περιέχοντος ψυχρότητα, πυκνοῦντος τὴν ἐπιφάνειαν. | |
27 | ιγʹ. Ἢν δὲ τὸ θέρος αὐχμηρὸν καὶ βόρειον γένηται, τὸ δὲ φθινόπωρον ἔπομβρον καὶ νότιον, κεφαλαλγίαι ἐς | |
30 | τὸν χειμῶνα, καὶ βῆχες, καὶ βράγχοι, καὶ κόρυζαι, ἐνί‐ οισι δὲ καὶ φθίσιες. — | |
31 | ΘΕΟΦ. Περὶ χειμῶνος καὶ ἔαρος διελέχθη πρότερον, νῦν δὲ περὶ θέρους καὶ φθινοπώρου διαλέγεται καὶ ὑπο‐ | |
τίθεται τὸ θέρος ψυχρὸν καὶ ξηρὸν, τὸ δὲ φθινόπωρον | 360 | |
2.361 | θερμὸν καὶ ὑγρόν. ταῦτα ἂν οὕτως ἔχῃ, κεφαλαλγίαι εἰς τὸν χειμῶνα καὶ βῆχες καὶ βράγχοι καὶ κόρυζαι, ἐνίοισι δὲ καὶ φθίσιες γίνονται. καὶ ἡ αἰτία ἐστὶν αὕτη, ὅτι τὸ θέρος ψυχρὸν ὑπόκειται καὶ ξηρὸν καὶ ἐπὶ τούτῳ πίλη‐ | |
5 | σιν ἐποίησε τῆς ὕλης· εἶτα ἐλθὸν τὸ φθινόπωρον θερ‐ μὸν καὶ ὑγρὸν ἀντεμάχησε μὲν τὴν δυσκρασίαν τοῦ θέ‐ ρους, ὅμως καὶ αὐτὸ ἐπέτεινε τὴν ὕλην ὡς ὑγρόν. ἐλθόν‐ τος οὖν τοῦ χειμῶνος κατὰ φύσιν ψυχροῦ καὶ ὑγροῦ, ἔτι ἐπέτεινε τὴν πληθώραν. ἐκ τῆς πληθώρας οὖν ἀναθυμιά‐ | |
10 | σεις ἀνερχόμεναι πρὸς τὴν κεφαλὴν μοχθηραὶ τὴν κε‐ φαλαλγίαν ἀπεργάζονται, εἰ ἀσθενής ἐστιν ἡ κεφαλή. εἰ δὲ ἔῤῥωται, ἐκδιώκει τὴν ὕλην, εἰ μὲν ἐπὶ τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὸν πνεύμονα, ποιεῖ κατάῤῥουν, εἰ δὲ ἐπὶ τὸν λάρυγγα καὶ τὸν φάρυγγα, ποιεῖ βράγχους καὶ | |
15 | βῆχας, εἰ δὲ ἐπὶ τοὺς μυκτῆρας, κορύζας· τισὶ δὲ καὶ φθίσιες γίνονται. ποίοις; οἷς ῥέπει ἡ φύσις ἐπὶ τὸ φθι‐ νῶδες. οὗτοι δέ εἰσι σκελιφροὶ, μακροτράχηλοι, πτερυγώ‐ δεις καὶ στενοθώρακες. γίνεται δὲ αὐτοῖς ἡ φθίσις διὰ τόδε, ἐπειδὴ οὗτοι ἀβαθῆ ἔχουσι τὸν θώρακα καὶ ἑτοί‐ | |
20 | μως πάσχουσι καὶ ἀπὸ τῶν ἐντὸς καὶ ἀπὸ τῶν ἐκτὸς, ἀπὸ μὲν τῶν ἐκτὸς, ἐπειδὴ εὐχερῶς εἰσδύνει ἡ ψύξις εἰς τὸν θώρακα καὶ πλήττει αὐτὸν, ἀπὸ δὲ τῶν ἐντὸς, ὅτι, πληθώρας ὑποκειμένης, φέρεται ἐπὶ τὸν θώρακα καὶ βλάπτει τὸν πνεύμονα ὡς ἀσθενῆ. σήπεται γὰρ ἡ ὕλη ἐκεῖσε ἐρχομένη | |
25 | καὶ ἑλκοῖ τὸν πνεύμονα καὶ ἐκ τούτου φθίσις. ΔΑΜ. Κεφαλαλγίαι γίνονται, πληρωθείσης τῆς κε‐ φαλῆς, βράγχοι δὲ καὶ κόρυζαι τῇ ὑγρότητι καὶ ψύξει τῆς ὥρας, ἐπὶ πλέον πληθυομένων ὑγρότητος τῶν σω‐ μάτων· φθίσιες δὲ τοῖς ἐπιτηδείως ἔχουσι πρὸς τοῦτο | |
30 | ἤως τοῖς στενοθώραξι καὶ οἷς ἀπὸ τῆς κεφαλῆς εἰς πνεύ‐ μονα καταφέρεται ῥεῦμα. | |
31 | ιδʹ. Ἢν δὲ βόρειον ἔῃ καὶ ἄνυδρον, τοῖσι μὲν ὑγροῖσιν | |
ἐοῦσι τὰς φύσιας καὶ τῇσι γυναιξὶ ξυμφέρει· τοῖσι δὲ | 361 | |
2.362 | λοιποῖσιν ὀφθαλμίαι ἔσονται ξηραὶ, καὶ πυρετοὶ ὀξέες, καὶ πολυχρόνιοι, ἐνίοισι δὲ καὶ μελαγχολίαι. — | |
2 | ΘΕΟΦ. Ἐν τῷ ἀνωτέρω ἀφορισμῷ ὑπετίθετο τὸ φθινόπωρον ἔπομβρον καὶ νότιον, ἐνταῦθα δὲ ἐναντίως | |
5 | τὴν παρατροπὴν ποιεῖται καὶ ὑποτίθεται αὐτὸ ψυχρὸν καὶ ξηρόν. ἐὰν οὖν ἐστι τὸ θέρος ξηρὸν καὶ ἄνυδρον, τὸ δὲ φθινόπωρον ψυχρὸν καὶ ξηρὸν, τοῖς ὑγρὰς ἔχουσι τὰς φύσεις καὶ ταῖς γυναιξὶ ξυμφέρει. ἀναλίσκεται γὰρ αὐτῶν ἡ ὑγρότης, καθὼς ἐν τῷ περὶ ἀέρων τόπῳ διδάσκει, καὶ | |
10 | ἀφικνέονται πρὸς τὸν χειμῶνα οὐ πλαδῶντες, ἀλλ’ ἐξηρασμένοι. τοῖσι δὲ ἄλλοισι τουτέοισι τουτέστι χολώ‐ δεσιν ὀφθαλμίαι ξηραὶ καὶ πυρετοὶ ὀξέες διὰ τὴν πολ‐ λὴν ξηρότητα καὶ κόρυζαι χρόνιαι, διότι ἡ ἄκρα ξηρότης καταβάλλει τὰς δυνάμεις καὶ τὸ λόγῳ τροφῆς ἐν τῷ ἐγ‐ | |
15 | κεφάλῳ ἐρχόμενον φέρεται εἰς μυκτῆρας διὰ τῶν ἠθμοει‐ δῶν ὀστῶν καὶ κόρυζαι γίνονται. ἀλλὰ μὴν καὶ μελαγχο‐ λίαι ἐν τοῖς ἐπιτηδείως ἔχουσι τῷ λόγῳ τοῦ ἐκδαπανᾷν τὴν ξηρότητα τὸ λεπτομερὲς καὶ χρηστὸν τοῦ αἵματος, ἐᾷν δὲ τὸ παχὺ καὶ γεῶδες ὅπερ τὴν μελαγχολίαν ἐργάζεται. | |
20 | ΔΑΜ. Βόρειον καὶ ἄνυδρον τὸ φθινόπωρον ὂν σύμ‐ φορον τοῖς ὑγροῖς τὴν φύσιν, ἐπεὶ καὶ τὸ θέρος ἀνωτέρω τοιοῦτον ὑπέθετο. τῇ ξηρότητι γοῦν τῶν ὡρῶν εἰς συμ‐ μετρίαν ἔρχονται αἱ ὑγραὶ κράσεις. τοῖς δὲ λοιποῖς, τοῖς ξηροῖς καὶ θερμοῖς δηλονότι ὀφθαλμίαι ξηραὶ, τῶν | |
25 | ὀφθαλμῶν ἀμέσως τῷ ἀέρι ὁμιλούντων καὶ πληττομένων ὡς ἀσθενῶν. μελαγχολίαι δὲ καί τισι διὰ τὸ ἀποξηραίνε‐ σθαι ἐπὶ πλέον τὸ χολῶδες τῇ δυσκρασίᾳ. | |
27 | ιεʹ. Τῶν δὲ καταστάσεων τοῦ ἐνιαυτοῦ, τὸ μὲν ὅλον, οἱ αὐχμοὶ τῶν ἐπομβριῶν εἰσὶ ὑγιεινότεροι, καὶ ἧσσον | |
30 | θανατώδεες. — | |
30 | ||
ΘΕΟΦ. Κατάστασις μεταβολῆς οὕτω διαφέρει, | 362 | |
2.363 | ὅτι ἡ μὲν κατάστασις βραχυχρόνιός ἐστιν, ἡ δὲ μεταβολὴ πολυχρόνιος οἷον ἐπὶ παραδείγματος· ἐὰν ἑξήκοντα τυχὸν ἡμέραις τὸ θέρος περιγράφηται, εἰ ὅλον τοῦτο ἀλλοιωθῇ ἐπὶ τὸ ψυχρότερον καὶ ὑγρότερον, μεταβολὴ λέγεται, εἰ | |
5 | δὲ μόναι τυχὸν δέκα ἡμέραι ἐπὶ τὸ ψυχρότερον τραπῶ‐ σιν, αἱ δὲ πεντήκοντα τὴν τοῦ θέρους κράσιν φυλάξωσι, κατάστασις ὀνομάζεται. εἶτα τὸ ἀνάπαλιν, ἐὰν αἱ πεντή‐ κοντα ἐπὶ τὸ ψυχρότερον τραπῶσιν, αἱ δὲ δέκα ἐπὶ τὸ κατὰ φύσιν εἶεν. τῶν τοιούτων οὖν καταστάσεων, τὸ μὲν | |
10 | ὅλον, ὥς φησιν Ἱπποκράτης, οἱ αὐχμοὶ τῶν ἐπομβριῶν εἰσιν ὑγιεινότεροι καὶ ἧσσον θανατώδεες. ἐν μὲν γὰρ τοῖς αὐχμοῖς διαφορεῖται τὰ περιττὰ ὑγρὰ, κατὰ δὲ τὰς ἐπομ‐ βρίας ἔνδον τοῦ σώματος ἀθροιζόμενα σήπεται καὶ ση‐ πόμενα πολλὰ χαλεπὰ τίκτουσιν. | |
15 | ΔΑΜ. Ἐν γὰρ τοῖς αὐχμοῖς διαφοροῦνται τὰ περιττὰ κατὰ δὲ τὰς ἐπομβρίας ἔνδον τοῦ σώματος ἀθροιζόμενα σήπεται· πλὴν εἴ τις αὐτὰ καὶ ἑκάστην ἡμέραν ἐκκαθαί‐ ροι τοῖς γυμνασίοις ἢ βαλανείοις ἢ ἄλλοις τισι πόνοις. | |
18 | ιϛʹ. Νουσήματα δὲ ἐν τῇσιν ἐπομβρίῃσι ὡς τὰ πολλὰ γί‐ | |
20 | γνεται, πυρετοί τε μακροὶ, καὶ κοιλίης ῥύσιες, καὶ ση‐ πεδόνες, καὶ ἐπίληπτοι, καὶ ἀπόπληκτοι, καὶ κυνάγχαι. — | |
21 | ΘΕΟΦ. Οὗτος ὁ ἀφορισμὸς συνεχὴς τῷ πρὸ αὐτοῦ. ὥς τινος γὰρ ἐρωτῶντος, ὅτι ποῖά εἰσι τὰ νοσήματα, ἃ τίκτουσιν αἱ ἐπομβρίαι, ποῖα δὲ ἃ τίκτουσιν οἱ αὐχμοὶ, | |
25 | ἐπάγει λέγων, ἐν μὲν ταῖς ἐπομβρίαις πυρετοὶ μακροὶ | 363 |
2.364 | καὶ κοιλίης ῥύσιες καὶ τὰ ἑξῆς, ὅτι ἡ ἐπομβρία φλεγμα‐ τικὸν καὶ ῥοώδη τίκτει χυμόν. οὗτος ὁ χυμὸς ἢ σήπεται καὶ πυρετοὺς μακροὺς ἐργάζεται· πολλὴ γὰρ ὑγρότης οὐδέ‐ ποτε ἀπὸ τοῦ σώματος διώκεται, εἰ μὴ πεφθείη. πέττε‐ | |
5 | ται δὲ ὡς ὑγρὰ διὰ πολλοῦ χρόνου ἢ ἀσαπὴς μείνασα ῥέπει εἰς γαστέρα καὶ ποιεῖ διαῤῥοίας. εἰ δὲ παρὰ τὸν ἐγκέφαλον ῥέψει, ποιεῖ ἀποπλήκτους ἢ ἐπιλήπτους. εἰ μὲν οὖν πάσας ἐμφράξει τὰς κοιλίας τοῦ ἐγκεφάλου, ἀποπληξίαν ἐργάζεται, εἰ δὲ μερικῶς αὐτὸν ἐμφράξει, | |
10 | ἐπιληψίαν ποιεῖ. οὐ μόνον δὲ διαῤῥοίας ἀποτελεῖ, ἀλλὰ καὶ σηπεδόνας τουτέστι δυσεντερίας. ἀλλ’ εἰ μὲν ἀσαπὴς κατέρχεται ἡ ὕλη, τὰς διαῤῥοίας ποιεῖ, σηπομένη δὲ δυ‐ σεντερίας· κυνάγχας δὲ, ὅτι ὑγρότης ὑπόκειται ἥτις ση‐ πομένη καὶ διωκομένη καὶ ἀπὸ τῆς κεφαλῆς κατὰ τοὺς | |
15 | μῦς τοῦ λάρυγγος χωροῦσα, τῇ δήξει φλεγμονὴν ἐργασα‐ μένη τὴν κυνάγχην ἀποτελεῖ. | |
16 | Ἐν δὲ τοῖσιν αὐχμοῖσι, φθινάδες, ὀφθαλμίαι, ἀρθρίτιδες, στραγγουρίαι, καὶ δυσεντερίαι. — | |
18 | ΘΕΟΦ. Τὰ ἐκ τῶν ἐπομβριῶν γινόμενα πάθη ἀνω‐ | |
20 | τέρω κατέλεξε· καὶ νῦν δὲ καταλέγει τὰ ἐκ τῶν αὐχμῶν. φησὶ γὰρ ὅτι οἱ αὐχμοὶ φθινάδας ποιοῦσιν, ὀφθαλμίας καὶ τὰ ἑξῆς, ἐπειδὴ ἡ ξηρότης ὥσπερ ἡ θερμὴ δυσκρα‐ σία καὶ ξηρὰ χολὴν γεννᾷ· αὕτη ἡ χολὴ φερομένη ἐπὶ τὸν πνεύμονα δάκνει καὶ ἀνιᾷ καὶ ἑλκοῖ αὐτὸν καὶ ποιεῖ φθι‐ | |
25 | νάδα, ἥντινα οἱ Ἀθηναῖοι φθίσιν ὀνομάζουσιν, οὐκ ἐπὶ πάντων δὲ, ἀλλ’ ἐπὶ τῶν ἐπιτηδείως ἐχόντων πρὸς τὸ πάθος. τῷ αὐτῷ δὲ λόγῳ καὶ ὀφθαλμίαι γίνονται· ἡ γὰρ χολὴ φερομένη ἐν τοῖς ὀφθαλμοῖς δάκνει καὶ δριμύσσει καὶ ἑλκοῖ αὐτοὺς καὶ οὕτω ποιεῖ ὀφθαλμίας. τινὲς δὲ | |
30 | καὶ συνημμένως ἀναγινώσκουσι, φθινάδες ὀφθαλμίαι. καὶ τὴν αἰτίαν οὕτω φασὶν, ὅτι ἡ ἀσύμμετρος δυσκρασία κα‐ ταβάλλει καὶ τὴν δύναμιν, ἀλλὰ καὶ ἐκδαπανᾷ τὸ ἐν τοῖς ὀφθαλμοῖς περιεχόμενον ὑγρὸν καὶ τὸ πνεῦμα διαφορεῖ τὸ διογκοῦν τοὺς ὀφθαλμοὺς, κἀκ τούτου ἀτροφοῦσι καὶ | |
35 | ἰσχναίνονται καὶ γίνονται φθινάδες ὀφθαλμίαι, καὶ τὴν | 364 |
2.365 | αἰτίαν οὕτω ἀποδιδόασιν. ἀρθρίτιδες δὲ, διότι ἡ ξηρότης καταβάλλουσα τὰς δυνάμεις, τὸ λόγῳ τροφῆς ἐν τοῖς ἄρ‐ θροις ἐρχόμενον ἀπεπτεῖται, καὶ ἀπεπτούμενον ῥευματί‐ ζονται τὰ ἄρθρα καὶ ἀρθρίτιδες γίνονται. ἀλλὰ μὴν καὶ | |
5 | στραγγουρίαι, διότι ἡ χολὴ ἐρχομένη δάκνει καὶ ἐπεγείρει συνεχῶς τὴν κύστιν καὶ στραγγοειδῶς ἀπουρεῖ. ἐπὶ δὲ τὰ ἔντερα πορευομένη πάλιν δυσεντερίαν ἀπεργάζεται. ΔΑΜ. Πρόσεστι γὰρ τὸ ψυχροτέρους τε καὶ φλεγμα‐ τικωτέρους ἐν ταῖς ἐπομβρίαις γίνεσθαι τοὺς χυμοὺς, | |
10 | ὥσπερ αὖ πάλιν ἐν αὐχμοῖς χολωδεστέρους, ὥστε καὶ κατὰ τοῦτο χρονίζουσι μὲν ἐν ταῖς ἐπομβρίαις, ὀξύτεροι δὲ ἐν τοῖς αὐχμοῖς οἱ πυρετοὶ γενήσονται. κυνάγχη δὲ γί‐ νεται μὲν, ἔστιν ὅτε καὶ αὐτοῦ τοῦ πλήθους τῶν περιτ‐ τωμάτων ἐνεχθέντος εἰς φάρυγγα, γίνεται δὲ ὡς τὰ πολλὰ, | |
15 | καὶ τῶν ἀπὸ τῆς κεφαλῆς ῥευμάτων ἐν φάρυγγι στηρι‐ χθέντων. στραγγουρίαι δὲ γίνονται διά τε δριμύτητα τῶν οὔρων καὶ ἀῤῥωστίαν τῆς ἐν κύστει καθεκτικῆς δυνάμεως, ἥτις πάλιν ἀῤῥωστία γίνεται δι’ ἄμετρόν τινα δυσκρασίαν. | |
18 | ιζʹ. Αἱ δὲ καθ’ ἡμέρην καταστάσιες, αἱ μὲν βόρειοι, τά | |
20 | τε σώματα ξυνιστῶσι, καὶ εὔτονα, καὶ εὐχροώτερα, καὶ εὐκίνητα, καὶ εὐηκοώτερα ποιέουσι, καὶ τὰς κοιλίας ξηραίνουσι, καὶ τὰ ὄμματα δάκνουσι, καὶ περὶ τὸν θώ‐ ρακα ἄλγημα, ἤν τι προϋπάρχῃ, μᾶλλον πονέουσι. — | |
23 | ΘΕΟΦ. Οὐ ταυτολογεῖ, ὥς φασί τινες, Ἱπποκρά‐ | |
25 | της, περὶ ἀνέμων καὶ νῦν διαλεγόμενος. ἄνω μὲν γὰρ περὶ τῆς κακίας αὐτῶν καὶ μόνης διελέχθη. ἐνταῦθα μέντοι καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ λέγει τὰ συμβαίνοντα ἐν αὐ‐ τοῖς καί φησιν, αἱ δὲ καθ’ ἡμέρην καταστάσιες αἱ μὲν βό‐ ρειοι συνιστῶσι τὰ σώματα καὶ τὰ ἑξῆς, διότι ὁ βοῤῥᾶς | |
30 | ψυχρὸς καὶ ξηρὸς ὢν τὰ ἐν τῷ σώματι περιττὰ ἀναλίσκει καὶ τόνον ἐντίθησι τοῖς ὀργάνοις τῇ πιλήσει καὶ ψύξει καὶ συνέχει τὰς δυνάμεις. διὰ μὲν γὰρ τοῦ φάναι εὐκί‐ | |
νητα καὶ εὐηκοώτερα τὰς ψυχικὰς δυνάμεις ᾐνίξατο, διὰ | 365 | |
2.366 | δὲ τοῦ εὔχροα, τὰς φυσικάς. ταῦτα μὲν ἀγαθὰ ταῖς βο‐ ρείαις ὑπάρχει καταστάσεσι. ἔστι δέ τινα καὶ μικρὰ ἐν αὐταῖς κακὰ, τὸ ἐπισχεθῆναι τὴν γαστέρα καὶ τὸ δηχθῆ‐ ναι τοὺς ὀφθαλμοὺς καὶ τὸ παροξυνθῆναι τὰς προϋπαρ‐ | |
5 | χούσας ὀδύνας περὶ τὸν θώρακα. αἱ δὲ αἰτίαι τούτων ἀνωτέρω εἴρηνται, ἔνθα γέγραπται, ἢν δὲ βόρειον ᾖ, βῆ‐ χες, φάρυγγες καὶ τὰ ἑξῆς. καὶ ἴσως ἀπορήσει τις, ὅτι πῶς ἀνωτέρω διαλεγόμενος περὶ τῶν ἀνέμων ἀπὸ τοῦ νότου ἤρξατο, ἐνταῦθα δὲ ἀπὸ τοῦ βοῤῥᾷ, καὶ λέγο‐ | |
10 | μεν, ἐπειδὴ ὑγιεινότερός ἐστι τοῦ νότου καὶ θέλων ἐκτρα‐ γῳδῆσαι τὰ ἀγαθὰ τὰ συμβαίνοντα ἐν αὐτοῖς ἀπ’ αὐτοῦ ἤρξατο ὡς πλεονεκτοῦντος εἰς αὐτὰ, ὥσπερ ἐκεῖσε τὰ κακὰ αὐτῶν θέλων ἐξειπεῖν, ἀπὸ τοῦ νότου ἤρξατο ὡς περιττεύοντος εἰς αὐτά. | |
14 | ||
15 | Αἱ δὲ νότιοι διαλύουσι τὰ σώματα, καὶ ὑγραίνουσι, καὶ καρηβαρίας, καὶ βαρυηκοΐας ποιέουσι, καὶ ἰλλίγγους ἐμποιέουσι ἔν τε τοῖσιν ὀφθαλμοῖσι, καὶ ἐν τοῖσι σώ‐ μασι δυσκινησίην, καὶ τὰς κοιλίας ὑγραίνουσι. — | |
18 | ΘΕΟΦ. Ἐνταῦθα λέγει [ἐν τῷ παρόντι ἀφορισμῷ] | |
20 | τὰ συμβαίνοντα ἐν τοῖς νοτίοις καταστήμασι πάθη. ἀλλὰ τούτων ἡ αἰτία ἀνωτέρω ἐῤῥήθη, πλὴν ἰλίγγου. ἔστιν οὖν ἴλιγξ ἡ σκοτόδινος, γίνεται δὲ ἐν τοιαύτῃ καταστάσει οὕτως· ὅτι οἱ νότοι ὑγραίνουσι τὰ σώματα. αὕτη οὖν ἡ ὑγρότης ἀτμοειδῶς φέρεται ἐπὶ τὴν κεφαλὴν καὶ συνανα‐ | |
25 | πλέκεται τῷ ψυχικῷ πνεύματι καὶ ἀμαυροῖ αὐτό. τοῦτο οὖν τὸ ψυχικὸν πνεῦμα, μὴ δυνάμενον ὀρθοπορῆσαι, πε‐ ριφέρεται καὶ ἑλίσσεται ὧδε κἀκεῖσε καὶ ποιεῖ τοὺς ἰλίγ‐ γους. Ἰστέον δὲ ὅτι ὁ Γαληνός φησιν, ἄμεινον ἦν ἀντηλ‐ λάχθαι τὸ κατ’ ἀρχὴν τοῦ λόγου γεγραμμένον καὶ πρῶτον | |
30 | μὲν εἰρῆσθαι τὸ ὑγραίνουσιν, εἶτα τὸ διαλύουσι. καὶ ἡ αἰτία, ὅτι πρῶτον ὑγραίνουσι καὶ οὕτω διαλύουσι, καὶ τῶν ἄλλων ἕκαστον ποιοῦσι, συντελούσης εἰς αὐτὰ καὶ τῆς θερμασίας. | |
ΔΑΜ. Ξηρὸς καὶ ψυχρὸς ὑπάρχων ὁ βοῤῥᾶς ἀναλί‐ | 366 | |
2.367 | σκει μὲν ἅπαντα τὰ ἐκ τοῦ σώματος περιττὰ, τόνον δ’ ἐντίθησι τοῖς ὀργάνοις αὐτοῖς ἐκ τοῦ σφίγγειν τε καὶ συ‐ νάγειν αὐτά. ἴλιγγος δὲ λέγεται ἡ σκοτοδινία, ἥτις γίνε‐ ται, ὑγροῦ μετὰ παχέος πνεύματος κινουμένου περὶ τὴν | |
5 | κεφαλήν· διὸ καὶ προηγεῖται ἐπιληψίας καὶ ἀποπληξίας. | |
5 | ιηʹ. Κατὰ δὲ τὰς ὥρας, τοῦ μὲν ἦρος καὶ ἄκρου τοῦ θέ‐ ρεος οἱ παῖδες, καὶ οἱ τουτέων ἐχόμενοι τῇσι ἡλικίῃσιν, ἄριστά τε διάγουσι, καὶ ὑγιαίνουσι μάλιστα· τοῦ δὲ θέ‐ ρεος, καὶ τοῦ φθινοπώρου, μέχρι μέν τινος, οἱ γέρον‐ | |
10 | τες· τὸ δὲ λοιπὸν, καὶ τοῦ χειμῶνος, οἱ μέσοι τῇσι ἡλικίῃσι. — | |
11 | ΘΕΟΦ. Καὶ ἐνταῦθα λέγει ὅτι αἱ εὔκρατοι ἡλικίαι ἐν ταῖς εὐκράτοις ὥραις καλῶς διάγουσιν, αἱ δὲ δύσκρα‐ τοι ἐν ταῖς δυσκράτοις ὥραις, αἱ μέσαι δὲ ἡλικίαι ἐν ταῖς | |
15 | μέσαις ὥραις. οἱ μὲν οὖν παῖδες, ὥς φησιν Ἱπποκράτης, καὶ οἱ ταύτης ἐχόμενοι τῆς ἡλικίας τουτέστι τὰ μειράκια ἐν τῷ ἔαρι καὶ ἄκρῳ τοῦ θέρους καλῶς διάγουσιν, ἀλλὰ τὰ μὲν μειράκια, ὡς εὔκρατα καὶ ἀπέριττα πρὸς τοὺς παῖδας, ἐν τῷ ἔαρι καλῶς διάγουσιν, οἱ παῖδες δὲ ἐν | |
20 | ἄκρῳ τῷ θέρει διὰ τὸ ἀναλίσκεσθαι αὐτῶν τοτηνικαῦτα τὸν ὠμὸν χυμόν. πάλιν οἱ γέροντες ἐν τῷ θέρει καὶ κα‐ ταρχὰς τοῦ φθινοπώρου καλῶς διάγουσιν, ἐπειδὴ ψυχροί εἰσι φύσει καὶ ὑπὸ τῆς θερμότητος τοῦ θέρους καὶ ὀλί‐ γον τοῦ φθινοπώρου κολάζεται αὐτῶν τὸ θερμῷ ἐναντίον | |
25 | ἤτοι τὸ ψυχρὸν κἀντεῦθεν καλῶς διάγουσι. οἱ μέντοι μέ‐ σοι ταῖς ἡλικίαις ταύταις τουτέστιν οἱ ἀκμάζοντες ἐν τῷ λοιπῷ τοῦ φθινοπώρου καὶ ἐν τῷ χειμῶνι καλῶς διάγου‐ σιν, ἐπειδὴ θερμοί εἰσι κατὰ ποσότητα καὶ δριμύτερον ἔχουσι τὸ θερμόν. ἡ οὖν ψύξις τοῦ φθινοπώρου καὶ χει‐ | |
30 | μῶνος εἰς εὐκρασίαν αὐτοὺς ἄγει κἀντεῦθεν καλῶς διάγουσιν. ΔΑΜ. Ταῖς μὲν εὐκράτοις ἡλικίαις καὶ φύσεσι καὶ χώραις ἀρίστη τῶν ὡρῶν ἐστιν ἡ εὐκρατοτάτη, δεομέναις γε οὐ μεταβολῆς ἧς ἔχουσιν ἕξεως, ἀλλὰ φυλακῆς, ἐπειδὴ | |
τῶν ὄντων ἕκαστον, ὑπὸ μὲν τῶν ὁμοίων φυλάττεται, με‐ | 367 | |
2.368 | ταβάλλεται δὲ ὑπὸ τῶν ἐναντίων· καὶ τὰ μὲν μειράκια τοῦ ἦρος, τοὺς δὲ παῖδας ἐν ἀρχῇ τοῦ θέρους ἄριστα διάγειν. ἐπὶ δὲ τῶν γερόντων διὰ τὴν ψυχρότητα τῆς κρά‐ σεως ὠφέλιμόν ἐστι τὸ θέρος, ὥσπερ γε καὶ τοῖς ἀκμά‐ | |
5 | ζουσιν ὁ χειμὼν ὠφελιμώτατος. ἐναντίος γὰρ οὗτος τῇ κατὰ τούτους δυσκρασίᾳ, χολώδεις ὄντας· οὕτως τῶν φύσεων αἱ μὲν χολωδέστεραι χειμῶνος ἄριστα διάγουσιν, αἱ δὲ φλεγματωδέστεραι θέρους, αἱ δ’ εὔκρατοι τοῦ ἦρος. ὁμοίως καὶ ἐπὶ τῶν χωρῶν, αἱ μὲν εὔκρατοι κάλλιστον | |
10 | ἔχουσι τὸ ἔαρ, αἱ δ’ ἄλλαι, θέρους μὲν αἱ ψυχραὶ, χει‐ μῶνος δ’ αἱ θερμαί. | |
11 | ιθʹ. Νουσήματα πάντα μὲν ἐν πάσῃσι τῇσι ὥρῃσι γί‐ νεται· μᾶλλον δὲ ἔνια κατὰ ἐνίας αὐτέων καὶ γίνεται, καὶ παροξύνεται. — | |
14 | ||
15 | ΘΕΟΦ. Τὰ νοσήματα ἢ συγγενῆ εἰσι ταῖς ὥραις ἢ ἀλλότρια· καὶ τὰ μὲν συγγενῆ γίνονται ἐν ταῖς πρεπού‐ σαις τῶν ὡρῶν κράσεσι, τὰ δὲ ἀλλότρια διὰ τὰ ἄλλα τοῦ βίου πλημμελήματα, οἷον διὰ δίαιταν, διὰ βίον καὶ τὰ λοιπά. φησὶν οὖν Ἱπποκράτης, νοσήματα μὲν ἐν πάσῃσι | |
20 | τῇσιν ὥρῃσι γίνονται· πᾶσαι μὲν γὰρ νόσοι ἐν πάσαις γί‐ νονται ὥραις, ἀλλὰ μᾶλλον, ὡς φησὶν αὐτὸς, ἔνιαι κατ’ ἐνίας αὐτῶν τουτέστι πλείους καθ’ ἑκάστην αὐτῶν αἱ οἰκεῖαι νόσοι γίνονται, ἧττον δὲ αἱ ἀλλότριαι, αἳ καὶ παροξύνον‐ ται προϋπάρχουσαι, οἷον ἔδοξεν ἐν τῷ θέρει πεπαῦσθαι | |
25 | τεταρταῖος καὶ διέλειπε, καὶ ἐπειδὴ παραγέγονε τὸ φθινό‐ πωρον καὶ εὗρε σπέρμα τοῦ χυμοῦ, ἀνήγειρε τὸν πυρετόν. ΔΑΜ. Τουτέστι πᾶσαι μὲν νόσοι ἐν πάσαις ἔσονται ταῖς ὥραις, πλείους δὲ καθ’ ἑκάστην αὐτῶν αἱ οἰκεῖαι. | |
28 | κʹ. Τοῦ μὲν γὰρ ἦρος τὰ μανικὰ, καὶ τὰ μελαγχολικὰ, | |
30 | καὶ τὰ ἐπιληπτικὰ, καὶ αἵματος ῥύσιες, κυνάγχαι τε καὶ κόρυζαι, καὶ βράγχοι, καὶ βῆχες, καὶ λέπραι, καὶ λει‐ χῆνες, καὶ ἀλφοὶ, καὶ ἐξανθήσιες ἑλκώδεες πλεῖσται, | |
καὶ φύματα, καὶ ἀρθριτικά. — | 368 | |
2.369 | ΘΕΟΦ. Ὁ παρὼν ἀφορισμὸς παράδειγμά ἐστι τοῦ πρὸ αὐτοῦ. ὥς τινος γὰρ μέλλοντος ἀπορεῖν, ὅτι ποῖα καὶ πόσα καὶ πῶς γίνεται ἐν ταῖς ὥραις τὰ νοσήματα, αὐτὸς λέγει, ὅτι τοῦ μὲν ἦρος τὰ μανικὰ καὶ τὰ μελαγ‐ | |
5 | χολικὰ καὶ τὰ ἑξῆς. καὶ ἡ αἰτία ἐστὶν αὕτη· τινὲς ἐν τῷ φθινοπώρῳ καὶ ἐν τῷ χειμῶνι μοχθηρὰς τροφὰς διαιτη‐ θέντες μοχθηροὺς χυμοὺς ἐπεσύναξαν. τῇ ψύξει οὖν ἀποκλείει αὐτοὺς ὁ χειμὼν ἐν τῷ βάθει· εἶτα ἐλθὸν τὸ ἔαρ, εὔκρατον ὂν, χύσιν καὶ μόνον ποιεῖται τῶν ἀθροι‐ | |
10 | σθέντων χυμῶν. φέρονται οὖν ἀτμοειδῶς ἐπὶ τὴν κεφα‐ λὴν, καὶ εἰ μὲν φλεγματικός ἐστιν ὁ χυμὸς, ποιεῖ ἐπιλη‐ ψίαν, εἰ δὲ μελαγχολικὸς, μελαγχολίας καὶ μανίας· εἶτα πάλιν τὸ ἔαρ, ὅσον ἐπὶ τῇ εὐκρασίᾳ, ἄνοσόν ἐστι· τίκτεται γὰρ ἐν αὐτῷ ὁ αἱματικὸς χυμός· οὗτος, σύμμετρος ὢν, | |
15 | ἄνοσον διαφυλάττει τὸ σῶμα· εἰ δὲ καὶ παρεκτραπῇ, ἢ κατὰ ποιότητα παρεκτρέπεται καὶ ποιεῖ συνόχους ἢ κατὰ ποσότητα καὶ ποιεῖ αἵματος ῥύσεις εἴτε διὰ μυκτῆ‐ ρος, εἴτε διὰ βηχὸς ἐκ θώρακος· ποιεῖ δὲ καὶ ἕτερα πά‐ θη, οἷον κυνάγχην, ὅτι αἵματος ποσότης ἐν τῷ ἔαρι οὖσα | |
20 | φέρεται ἐν τοῖς μυσὶ τοῦ λάρυγγος καὶ ποιεῖ φλεγμο‐ νὴν καὶ οὕτως κυνάγχην ἀπεργάζεται. ποιεῖ δὲ καὶ κόρυ‐ ζαν, τῆς ὕλης δι’ ὑπερῴας ἐνηνεγμένης, ποιεῖ καὶ βῆχας, τῆς ὕλης ἐν τῷ θώρακι φερομένης· ἀλλὰ μὴν καὶ λέπρας καὶ λειχῆνας καὶ ἀλφοὺς, ὅτι εὐκράτου ὄντος τοῦ ἀέρος, | |
25 | ῥώννυνται αἱ δυνάμεις· τούτων ῥωννυμένων, ἀποδιώκεται ἡ ὕλη πρὸς τοὐκτὸς, καὶ εἰ μὲν φλεγματική ἐστι καὶ σε‐ σημμένη, ποιεῖ λέπρας, εἰ δὲ ἀσαπὴς, ἀλφοὺς, εἰ δὲ με‐ λαγχολικὴ, ποιεῖ λειχῆνας, εἰ δὲ χολώδης, ποιεῖ τὰ ἐξ‐ ανθήματα· εἰ δὲ αἱματικὴ, ποιεῖ φύματα. ἀλλὰ μὴν καὶ | |
30 | ἀρθριτικὰ, τῆς χολῆς ἐκεῖσε φερομένης καὶ τῇ δήξει ὀδύ‐ νας ποιούσης. Ἰστέον δὲ ὅτι συγγενῆ τοῦ ἔαρος νοσήματά | |
εἰσιν ἐνταῦθα, αἵματος ῥύσεις, κυνάγχαι καὶ βῆχες, ἀλλό‐ | 369 | |
2.370 | τρια δὲ, μελαγχολίαι, μανίαι, ἐπιληψίαι, λέπραι καὶ τὰ ἑξῆς τοῦ ἀφορισμοῦ. ΔΑΜ. Ἐν ταύτῃ γὰρ τῇ ὥρᾳ ἐκκαθαίρεται τὸ βά‐ θος τοῦ σώματος, ἀπὸ τῶν κυρίων μερῶν ἐπὶ τὸ δέρμα | |
5 | τῶν μοχθηρῶν χυμῶν ἀφικνουμένων. εἰ δέ τι σῶμα παρέ‐ λαβεν εὔχυμον ἡ τοῦ ἦρος ὥρα, φυλάττει τοῦτο ὑγιεινό‐ τατον, οὐδὲν ἐκ τῆς ἰδίας φύσεως νεωτερίζουσα. | |
7 | καʹ. Τοῦ δὲ θέρεος ἔνιά τε τουτέων, καὶ πυρετοὶ ξυνεχέες, καὶ καῦσοι, καὶ τριταῖοι πλεῖστοι, καὶ ἔμετοι, καὶ διάῤ‐ | |
10 | ῥοιαι, καὶ ὀφθαλμίαι, καὶ ὤτων πόνοι, καὶ στομάτων ἑλκώσιες, καὶ σηπεδόνες αἰδοίων, καὶ ἵδρωα. — | |
11 | ΘΕΟΦ. Ἐνταῦθα τὰ ἐν τῷ θέρει γινόμενα συγγενῆ τε καὶ ἀλλότρια νοσήματα, καθὼς καὶ ἐν τῷ ἔαρι, φησί· καὶ πρῶτον μὲν ἀπὸ τῶν ἑτερογενῶν ἄρχεται λέγων· τοῦ | |
15 | δὲ θέρεος ἔνιά τε τούτων τουτέστι τινὰ τῶν ἐν ἔαρι γινο‐ μένων νοσημάτων καὶ ἐν τῷ θέρει γίνονται, καταρχὰς μὲν ῥύσιες αἵματος καὶ συνεχεῖς πυρετοὶ διὰ τὸ πλεονάζειν ἀκμὴν τὸ αἷμα, ἀλλὰ μὴν καὶ καῦσοι καὶ τὰ ἑξῆς, ἅ εἰ‐ σιν ἴδια τοῦ θέρους διὰ τὸ πλεονάζειν τὸν ξανθοχολικὸν | |
20 | χυμόν. καὶ γὰρ ταῦτα τούτῳ τῷ λόγῳ γίνονται· ἀλλὰ μὴν καὶ ἔμετοι, τῆς χολῆς ἐπιπολαζούσης, καὶ διάῤῥοιαι, τῆς ὕλης κάτω χωρούσης, καὶ ὀφθαλμίαι, τῆς κεφαλῆς πλη‐ ρουμένης. ὁμοίως δὲ καὶ ὤτων πόνοι καὶ ἑλκώσεις στο‐ μάτων διὰ τὸν χολώδη χυμόν· ἀλλὰ καὶ σηπεδόνες καὶ | |
25 | αἰδοίων ἱδρῶα· καὶ σηπεδόνες μὲν αἰδοίων διὰ τὸ ὑγρότερα εἶναι τὰ μόρια καὶ ὑπὸ τῆς θερμότητος ταχὺ σήπεσθαι τὸ ὑγρόν. ἱδρῶα δὲ τουτέστιν ἱδρωτίδες διὰ τὸ τοὺς πολλοὺς ἱδρῶτας τὸ τηνικαῦτα χολωδεστέρους εἶναι· δάκνουσι γὰρ αὐτοὶ τὸ δέρμα καὶ κνησμῶδες ἐρ‐ | |
30 | γάζονται. ΔΑΜ. Πυρετοὶ συνεχεῖς καὶ καῦσοι καὶ τριταῖοι γί‐ | |
νονται, τῆς ξανθῆς χολῆς κρατούσης. καὶ γὰρ οὖν καὶ | 370 | |
2.371 | ἔμετοι γίνονται, ταύτης ἐπιπολαζούσης, καὶ αἱ διάῤῥοιαι, κάτω χωρούσης, γίνονται, καὶ ὀφθαλμίαι δὲ πολλαὶ τοῦ θέρους, ὡς ἂν τῆς κεφαλῆς πληρουμένης. οὕτω δὲ καὶ ὤτων πόνοι, καὶ τἄλλα δὲ τὰ ὅμοια πάσχει τὸ σῶμα τῷ | |
5 | θέρει διὰ τὴν πλήρωσιν τῆς κεφαλῆς, ἄλλοτε εἰς ἄλλο μέρος ἀποτιθεμένης τὸ περιττόν. τὰ δὲ ἱδρῶα τῶν κατὰ τὴν ἐπιφάνειαν ἐξανθημάτων ἐστὶν ἑλκωδῶς τραχύνοντα τὸ δέρμα, καὶ γίνεται, καθάπερ καὶ αὐτὸ τοὔνομα ἐνδεί‐ κνυται διὰ τοὺς πολλοὺς ἱδρῶτας, ὅταν χολωδέστεροί πως | |
10 | ἢ ὅλως δακνωδέστεροι τύχωσιν ὄντες. | |
10 | κβʹ. Τοῦ δὲ φθινοπώρου, καὶ τῶν θερινῶν τὰ πολλὰ, καὶ πυρετοὶ τεταρταῖοι, καὶ πλάνητες, καὶ σπλῆνες, καὶ ὕδρωπες, καὶ φθίσιες, καὶ στραγγουρίαι, καὶ λειεντε‐ ρίαι, καὶ δυσεντερίαι, καὶ ἰσχιάδες, καὶ κυνάγχαι, | |
15 | καὶ ἄσθματα, καὶ εἰλεοὶ, καὶ ἐπιληψίαι, καὶ τὰ μανικὰ, καὶ τὰ μελαγχολικά. — | |
16 | ΘΕΟΦ. Ἀκολούθως καὶ περὶ τοῦ φθινοπώρου δια‐ λέγεται. λέγει γὰρ, τοῦ φθινοπώρου καὶ τῶν θερινῶν τὰ πολλὰ τουτέστι τὰ πολλὰ τῶν θερινῶν νοσημάτων καὶ ἐν | |
20 | τῷ φθινοπώρῳ γίνονται ἐν ταῖς ἀρχαῖς διὰ τὸ ἐπικρατεῖν ἀκμὴν τὸν ξανθοχολικὸν χυμόν. ταῦτα μὲν οὖν εἰσιν ἑτε‐ ρογενῆ, οἷον τριταῖοι καὶ καῦσοι καὶ τὰ ὅμοια τούτοις. γίνονται δὲ καὶ οἰκεῖα νοσήματα ἐν τῷ φθινοπώρῳ, οἷον τεταρταῖοι καὶ τὰ ἑξῆς· καὶ τεταρταῖοι μὲν διὰ τὸ ἐν τῇ | |
25 | τοιαύτῃ ὥρᾳ πλεονάζειν τὸν μελαγχολικὸν χυμὸν, ἐξ οὗ γίνονται· ἀλλὰ μὴν καὶ πλάνητες, διὰ τὴν ἀνωμαλίαν τοῦ καιροῦ καὶ τῶν χυμῶν, καὶ σπλῆνες διὰ τὸ μελαγχολικὸν περίττωμα· οὗτος γὰρ δοχεῖόν ἐστι τοῦ μελαγχολικοῦ χυ‐ μοῦ· καὶ ὕδεροι διὰ τὸν σπλῆνα, ὅτι ὑπόκειται πεπλη‐ | |
30 | ρωμένος μελαγχολικοῦ χυμοῦ καὶ πεπληρωμένος αὔρας ἐκπέμπει ψυχρὰς τῷ ἥπατι καὶ καταβάλλει τὴν ἐξαιμα‐ τοποιητικὴν δύναμιν τοῦ ἥπατος καὶ οὐ πέττει καλῶς. ἀπεψίας οὖν γενομένης διὰ τὸ ἧπαρ, ὕδρωπες γίνον‐ ται. εἶτα πάλιν φθίσεις τῷ λόγῳ τῆς ἀνωμαλίας, ποτὲ | |
35 | μὲν ψυχροῦ ἀέρος εἰσπνεομένου, ποτὲ δὲ θερμοῦ. τῇ ψύ‐ | 371 |
2.372 | ξει οὖν ἐπιτείνει τὸν βῆχα καὶ γίνεται ῥῆξις ἀγγείων καὶ οὕτω φθίσις. καὶ στραγγουρίαι, τῆς κακοχυμίας ἐκεῖσε φερομένης καὶ τῇ δριμύτητι ἀνιώσης καὶ ἐπεγειρούσης πρὸς ἔκκρισιν τὴν ἀποκριτικὴν δύναμιν. λειεντερίαι δὲ ἢ διὰ ἀῤ‐ | |
5 | ῥωστίαν τῆς καθεκτικῆς δυνάμεως τῆς κοιλίας καὶ τῶν ἐντέρων ἢ δι’ ἕλκωσιν ἐπιπολῆ δριμυτέρου χυμοῦ. καὶ ἰσχιάδες τῇ κακοηθείᾳ τῶν χυμῶν καὶ τῇ ψύξει· καὶ κυνάγχαι, χο‐ λῆς φερομένης ἐπὶ τοὺς μύας τῆς φάρυγγος. ἀλλὰ τοῦτο ἑτερογενὲς τὸ νόσημα. καὶ ἄσθματα τουτέστι δύσπνοιαι | |
10 | διὰ τὸ τὴν ὕλην ἐπὶ τὰ ἀγγεῖα τοῦ πνεύμονος φέρεσθαι καὶ ἐμφράττειν αὐτά. εἰλεοὶ διὰ τὸ τῷ πάχει τῶν χυ‐ μῶν ἐμφράττεσθαι τὴν διέξοδον τῆς τροφῆς ἢ διὰ τὸ φλεγμαίνειν. ἐπιληψίαι διὰ τὴν ἀνωμαλίαν καὶ τὰ μανικὰ καὶ τὰ ἐπιληπτικὰ πάθη διὰ τὸ πλεονάζον αἴτιον. | |
15 | ἀλλ’ ἡ μὲν μανία ἀπὸ ξανθοχολικῆς, ἡ δὲ μελαγχολία ἀπὸ μελαίνης γίνεται χολῆς, ἅπερ ἔστι καὶ ἄμφω εὑ‐ ρεῖν ἐν τῷ φθινοπώρῳ. ΔΑΜ. Ἐν τῷ φθινοπώρῳ φησὶ καὶ τῶν θερινῶν νοσημάτων γίνεσθαι πολλὰ, μένοντος δηλονότι καὶ τοῦ | |
20 | θερινοῦ χυμοῦ, τῆς ξανθῆς χολῆς. οὐ γὰρ ὥσπερ ἐν τῷ ἦρι τὸ θέρος γινόμενον ἐκκενοῖ τοὺς χυμοὺς, οὕτω καὶ τὸ φθινόπωρον ἐκκενοῖ τοὺς θερινοὺς, ἀλλὰ καὶ τοὐναντίον ἅπαν ἀπὸ τῶν ἐκτὸς μερῶν εἰς τὸ βάθος ἄγει. καὶ μέν‐ τοι καὶ τεταρταίους πυρετοὺς ἐν ταύτῃ τῇ ὥρᾳ γίνεσθαί | |
25 | φησιν, ἐπὶ τῇ μελαίνῃ δηλονότι συνισταμένους χολῇ, διττὴν ἐχούσῃ τὴν γένεσιν, ἐκ μὲν τῆς ξανθῆς ὑπε‐ ροπτηθείσης τὴν ἑτέραν, ἐκ δὲ τοῦ παχέος αἵματος τὴν ἑτέραν· γίνονται καὶ πλάνητες πυρετοὶ διὰ τὴν ἀνωμαλίαν τῆς κράσεως, σπλῆνες μεγάλοι διὰ τὸ | |
30 | μελαγχολικὸν περίττωμα καὶ ὕδεροι διὰ τὸν σπλῆ‐ να. καὶ εἴ τι φθινῶδες ἀμφίβολον, ἐν φθινοπώρῳ μάλιστα ἐξελέγχεται διὰ τὴν ξηρότητα καὶ ψύξιν καὶ τὴν ἀνωμαλίαν τῆς ὥρας, οὐδὲν δ’ ἧττον καὶ διὰ τὴν | |
κακοχυμίαν. | 372 | |
2.373 | κγʹ. Τοῦ δὲ χειμῶνος πλευρίτιδες, περιπνευμονίαι, κόρυ‐ ζαι, βράγχοι, βῆχες, πόνοι στηθέων, πλευρέων, ὀσφύος, κεφαλαλγίαι, ἴλιγγοι, καὶ ἀποπληξίαι. — | |
3 | ΘΕΟΦ. Νῦν καὶ περὶ τοῦ χειμῶνος διαλέγεται. ἀνω‐ | |
5 | τέρω γὰρ τῶν τριῶν ἐμνήσθη καιρῶν. φησὶν οὖν τοῦ δὲ χειμῶνος πλευρίτιδες, περιπνευμονίαι καὶ τὰ ἑξῆς. πλευ‐ ρίτιδες γίνονται καὶ περιπνευμονίαι καὶ τὰ ἑξῆς ὅμοια τούτοις, διὰ τὸ κρύος βλαπτομένων τῶν ἀναπνευστικῶν ὀργάνων, καὶ ἁπλῶς τῶν νευρωδῶν μορίων κἀντεῦθεν | |
10 | ῥευματιζομένων· κόρυζαι δὲ καὶ βράγχοι καὶ βῆχες καὶ ἴλιγγοι διὰ τὸ πλεονάζειν ἐν τῷ χειμῶνι τὸ αἴτιον τὸ ποιοῦν αὐτὰ, ὅπερ ἐστὶ ψυχρὸν καὶ ὑγρὸν φλέγμα. διὰ τί δὲ οὐκ εἶπε, τοῦ δὲ χειμῶνος τὰ πολλὰ τῶν φθινοπω‐ ρινῶν ἢ ἔνια, ὥσπερ ἐν τοῖς ἔμπροσθεν ἔλεγεν; ὅτι γε | |
15 | ἀπὸ κοινοῦ βουλόμενος ἡμᾶς προσυπακοῦσαί τι τῶν εἰ‐ ρημένων. καὶ γὰρ τὰ πρῶτα τοῦ χειμῶνος κοινωνεῖ τῷ φθινοπώρῳ. ΔΑΜ. Πλευρίτιδες καὶ περιπνευμονίαι γίνονται διὰ τὸ κρύος βλαπτομένων τῶν ἀναπνευστικῶν ὀργάνων. ὁμοίως διὰ | |
20 | ταύτην τὴν ψύξιν βῆχες γίνονται καὶ πόνοι πλευρῶν, στηθῶν, καὶ διὰ ταύτην τὴν αἰτίαν ἡ κεφαλὴ βλαπτομένη κορύζας τε καὶ βράγχους καὶ βῆχας ἐργάζεται. | |
22 | κδʹ. κεʹ. Ἐν δὲ τῇσι ἡλικίῃσι τοιάδε ξυμβαίνει· τοῖσι μὲν σμικροῖσι καὶ νεογνοῖσι παιδίοισιν ἄφθαι, ἔμετοι, | |
25 | βῆχες, ἀγρυπνίαι, φόβοι, ὀμφαλοῦ φλεγμοναὶ, ὤτων ὑγρότητες. πρὸς δὲ τὸ ὀδοντοφυέειν προσάγουσιν, οὔλων ὀδαξισμοὶ, πυρετοὶ, σπασμοὶ, διάῤῥοιαι, καὶ μάλιστα ὅταν ἀνάγωσι τοὺς κυνόδοντας, καὶ τοῖσι παχυτάτοισι τῶν παιδίων, καὶ τοῖσι σκληρὰς τὰς κοιλίας ἔχουσι. — | |
29 | ||
30 | ΘΕΟΦ. Νῦν ἀπὸ ὡρῶν ἐπὶ ἡλικίας μετατρέπεται | 373 |
2.374 | καὶ λέγει· ἐν δὲ τῇσι ἡλικίῃσι τοιαῦτα συμβαίνει, τοῖσι μὲν σμικροῖσι καὶ νεογνοῖσι παιδίοισι ἄφθαι, ἔμετοι, ἀγρυ‐ πνίαι καὶ τὰ ἑξῆς. ἄφθαι μὲν διὰ τὴν μαλακότητα τῶν ὀργάνων, μὴ φερόντων τὴν ποιότητα τοῦ γάλακτος. ὀρω‐ | |
5 | δέστερον γὰρ ἔχει καὶ δριμύτερον καὶ τῇ δήξει ἐργάζεται τὰς ἐπιπολῆς ἑλκώσεις ἐν τῷ στόματι· ἔμετοι δὲ, ἐπειδὴ ἄφνω παρὰ τὴν συνήθειαν τὸ γάλα τὰ παιδία δεχόμενα καὶ πολὺ τῷ πλήθει βαρύνεται ὁ στόμαχος καὶ ἀπε‐ πτεῖται τοῦτο, καὶ ἀπεπτούμενον ἐξεμεῖται· βῆχες διὰ τὸ | |
10 | ὑγρὸν τοῦ σώματος· ἀγρυπνίαι δὲ, ἐπειδὴ αἱ ἄφθαι λυ‐ ποῦσι καὶ οἱ ἔμετοι ἐνοχλοῦσι· φόβοι δὲ δηλονότι μετὰ τῶν ὕπνων, ὅτι ταράττονται πολλάκις ἐν ὕπνοις, ὡς φαν‐ τασίαν ὑπομένοντα· τὸ δὲ πάθος στομαχικόν. ὀμφαλῶν φλεγμοναὶ διὰ τὸ τῇ τομῇ μετὰ τὸ τεχθῆναι τὰ βρέφη | |
15 | φλεγμαίνειν. ὤτων ὑγρότητες διὰ τὸ πλεονάζον αὐτοῖς ὑγρόν. ἕως ὧδε περὶ τῆς πρώτης ἡλικίας φησί. μετέρχε‐ ται δὲ λοιπὸν καὶ ἐπὶ τὴν δευτέραν λέγων· πρὸς δὲ τὸ ὀδοντοφυεῖν οὔλων ὀδαξισμοὶ καὶ τὰ λοιπά. ὀδαξισμός ἐστιν οἷον κνησμός τις μετὰ βραχείας ἀνίας· γίνεται δὲ | |
20 | τοῦτο, ὅπως σὺν τῷ κνησμῷ διαφορηθῇ τὸ αἴτιον. πυ‐ ρετοὶ διὰ τὰς φλεγμονὰς τῶν οὔλων. σπασμοὶ διὰ τὴν ἀπεψίαν καὶ διὰ τὴν εὐπάθειαν τοῦ νευρώδους γένους. διάῤῥοιαι διὰ τὸ μὴ καλῶς πέττεσθαι τὴν τροφὴν ὑπὸ τῆς δυσκρασίας τῆς φλεγμονῆς, καὶ μάλισθ’ ὅταν ἀνάγωσι | |
25 | τοὺς κυνόδοντας διὰ τὸ τιτρᾶσθαι τότε τὰ οὖλα ὑπὸ τῶν ὀδόντων καὶ ἀνιᾶσθαι. ταῦτα γίνονται καὶ τοῖς πα‐ χυτάτοις τῶν παιδίων, καὶ τοῖς σκληρὰς ἔχουσι τὰς κοι‐ λίας σπασμοὶ γίνονται. πληθωρικὰ γὰρ καὶ περιττωμα‐ τικὰ τὰ τοιαῦτα. | |
30 | ΔΑΜ. κδʹ. Τοῖς γὰρ νεογενέσι παιδίοις ὑγρόν ἐστιν | |
ὅλον τὸ σῶμα, ὡς καὶ τὴν τῶν ὀστῶν φύσιν αὐτοῖς οἷον | 374 | |
2.375 | κηρώδη μᾶλλον ὑπάρχειν ἢ λιθώδη· πολὺ δὲ μάλιστα τῶν ἄλλων ἁπάντων μορίων ὁ ἐγκέφαλός ἐστιν ὑγρὸς, ὡς ἂν καὶ τοῖς τελείοις ὑπάρχων τοιοῦτος, ὥστ’ εὐλόγως αὐτοῖς, ἐπειδὴ πλῆθός ἐστι τῶν περιττῶν, διὰ πάντων ἐκκρίνεται | |
5 | τῶν πόρων. φόβοι δὲ γίνονται κατὰ τοὺς ὕπνους οὐ μόνον τοῖς νεογενέσιν, ἀλλὰ καὶ τοῖς τελείοις, φόβοι καὶ φαν‐ τασίαι φοβεραὶ, ὅταν πολλοί τε ἅμα καὶ μοχθηροὶ χυμοὶ βαρύνωσί τε ἅμα καὶ δάκνωσι τὰ κατὰ τὴν γαστέρα καὶ μάλιστα αὐτῆς τὸ στόμα. τοῦτο γάρ ἐστι τὸ αἰσθητικώ‐ | |
10 | τατον. νεωστὶ γὰρ ἐξελθόντα τῆς μήτρας τὰ παιδία ἐκ‐ πλήττονται διὰ τὴν εἰς τὸν περιέχοντα ἀέρα μετάστασιν, ὅθεν καὶ φόβοι αὐτοῖς γίνονται. αἱ δὲ τῶν ὀμφαλῶν φλεγμοναὶ τῶν ἀποτετμημένων οὐ πρὸ πολλῶν τοῖς νεο‐ γενέσι παιδίοις γίνονται. | |
15 | ΔΑΜ. κεʹ. Ὀδαξισμός ἐστι κνησμός τις μετὰ βρα‐ χείας τινὸς ἀνίας· τὰ δ’ ἄλλα πάντα συμβαίνουσι τοῖς παιδίοις μάλισθ’ ὅταν ἀνάγωσι τοὺς κυνόδοντας. εὔλογον δὲ δήπου τῶν οὔλων διατετρημένων ὑπὸ τῶν ἀνιόντων ὀδόντων ταῦτα γενήσεσθαι τὰ συμπτώματα, καθάπερ | |
20 | ὅταν ἐμπεπαρμένος ᾖ σκόλοψ σαρκὶ, καὶ πλέον ἐστὶ κατὰ τοὺς ὀδόντας τῆς ἀνίας τοῦ σκόλοπος. οἱ μὲν γὰρ σκόλο‐ πες ἡσυχάζουσιν ἐστηριγμένοι κατὰ τὸ μόριον, ᾧ κατ’ ἀρχὰς ἐνεπάγησαν, οἱ δ’ ὀδόντες ἀεὶ προχωροῦσι τοσοῦ‐ τον, ὅσον τιτραίνονται. διὰ γοῦν τὰς ὀδύνας πυρέττει τὰ | |
25 | παιδία καὶ ἀγρυπνεῖ καὶ οὐ πέττει τὴν τροφήν. διὰ τοῦτο καὶ διάῤῥοιαι καὶ σπασμοὶ μάλιστα τοῖς παχυτάτοις καὶ σκληρὰς ἔχουσι τὰς κοιλίας. πληθωρικὰ γάρ ἐστι τὰ τοι‐ αῦτα καὶ περιττωματικά. | |
28 | κϛʹ. Πρεσβυτέροισι δὲ γενομένοισι, παρίσθμια, σπονδύλου | |
30 | τοῦ κατὰ τὸ ἰνίον εἴσω ὤσιες, ἄσθματα, λιθιάσιες, ἕλ‐ μινθες στρογγύλαι, ἀσκαρίδες, ἀκροχορδόνος, σατυ‐ ριασμοὶ, χοιράδες, καὶ τἄλλα φύματα. — | |
32 | ||
ΘΕΟΦ. Περὶ τῆς τρίτης ἡλικίας διαλέγεται τῆς | 375 | |
2.376 | πρεσβυτέρας τῶν παίδων, ἥτις ἐστὶ μεταξὺ τῆς ὀδοντο‐ φυήσεως καὶ τῆς ἡβικῆς, καὶ διδάσκει ἡμᾶς τὰ συμβαί‐ νοντα ἐν αὐτῇ πάθη, ἅπερ εἰσὶν, παρίσθμια, σπονδύ‐ λου τοῦ κατὰ τὸ ἰνίον εἴσω ὤσιες καὶ τὰ ἑξῆς. καὶ πα‐ | |
5 | ρίσθμια μέν εἰσι φλεγμοναὶ τῶν κατὰ τὸν ἰσθμὸν μορίων. φλεγμαίνουσι δὲ διὰ τὸ ὑποκεῖσθαι ἐπὶ τούτων ὑγρὰν τὴν κεφαλὴν, ἥτις εὐχερῶς ῥευματίζει αὐτὰ τὰ μέρη. τού‐ των οὖν ῥευματιζομένων, φλεγμαίνουσι. σπονδύλου δὲ τοῦ κατὰ τὸ ἰνίον εἴσω ὤσιες γίνονται διὰ τὸ συνέλκεσθαι | |
10 | τοῖς μορίοις τούτοις τὰ νεῦρα καὶ ἐκ τῶν νεύρων τοὺς συνδέσμους καὶ ἐκ τούτων τείνεσθαι τοὺς σπονδύλους. | |
ἄσθματα δὲ διὰ τὸ καταῤῥέον ῥεῦμα ἐπὶ τὰς σήραγ‐ | 376 | |
2.377 | γας καὶ τὰς κοιλότητας τοῦ πνεύμονος καὶ στενοχωρεῖν τὸ πνεῦμα. ἄσθματα δέ εἰσι πυκναὶ ἀναπνοαὶ, οἷαι συμ‐ βαίνουσι τοῖς δραμοῦσιν. λιθιάσεις δὲ διὰ τὴν ἀδδηφα‐ γίαν συναγομένων χυμῶν καὶ διὰ τὸ πλούσιον τοῦ | |
5 | θερμοῦ ἐξατμιζομένων αὐτῶν καὶ ἀπολιθουμένων. ἕλμιν‐ θες δὲ καὶ ἀσκαρίδες διὰ τὴν σῆψιν τῆς ὕλης. θερμοὶ γάρ εἰσι καὶ ἐκ τῆς ἀδδηφαγίας περιττωματικοί· ἀσκαρί‐ δες δέ εἰσι λεπταὶ ἕλμινθες. ἀκροχορδόνες δὲ καὶ χοιρά‐ δες καὶ τὰ ἄλλα φύματα, ὅτι κακοχύμου πλήθους εἰσὶν | |
10 | ἔγγονα, ὅπερ πλῆθος, ἐῤῥωμένης οὔσης τῆς δυνάμεως, ἀποῤῥίπτεται πρὸς τὴν ἐπιφάνειαν καὶ ποιεῖ ταῦτα τὰ πάθη. φύματα δὲ αὐτὰ καλεῖ ἀπὸ μεταφορᾶς τῶν φυο‐ μένων ἐν τῇ γῇ διὰ τὸ ταχέως φύεσθαι καὶ αὔξεσθαι καὶ ἐκπυΐσκεσθαι. | |
15 | ΔΑΜ. Πρεσβυτέρους ἐνταῦθα τοὺς ἄχρι ιβʹ ἢ ιϛʹ προιόντας ἔτους. ἰσθμὸν δὲ νοητέον ἐνταῦθα τὸ μεταξὺ τοῦ στόματός τε καὶ τοῦ στομάχου χωρίον ἐκ μεταφορᾶς τῆς μέσον δύο θαλαττῶν οὔσης γῆς. τὰ δὲ δὴ παρίσθμια ταῦτά ποτε μὲν αὐτοῦ τοῦ κοινοῦ τῇ τε γαστρὶ καὶ τῷ | |
20 | στομάχῳ καὶ τῇ φάρυγγι καὶ ὅλῳ τῷ στόματι χιτῶνός εἰσι φλεγμοναὶ, ποτὲ δὲ τῶν ὑποκειμένων αὐτῷ μυῶν. ἄσθματα δὲ γίνονται διὰ τὴν στενοχωρίαν τῶν ἐν τῷ πνεύ‐ μονι κοιλιῶν τοῦ πνεύμονος. ἡ στενοχωρία δὲ αὕτη, πληρουμένου τοῦ σπλάγχνου τῶν ἄνωθεν ῥευμάτων γίνεται· | |
25 | τὰ δὲ ῥεύματα ταῦτα πλείω τοῖς νεογενέσι παιδίοις ἐστί. λιθίασις δὲ τοῖς παιδίοις διὰ τὴν ἀδδηφαγίαν ὠμοὺς χυ‐ μοὺς ἀθροίζουσιν, ἐξ ὧν τὸ παχύτερον ἅμα τοῖς οὔροις εἰς τὴν κύστιν ἀφικνούμενον ὕλη τῆς τῶν λίθων ἐστὶ γε‐ νέσεως. ἀσκαρίδες δὲ λέγονται αἱ λεπταὶ ἕλμιθες ἐν τῷ | |
30 | κάτω μέρει τοῦ παχέος ἐντέρου γινόμεναι ἐξ ἀπεψίας, αἱ δὲ στρογγύλαι ἕλμινθες γεννῶνται μᾶλλον ἐν τοῖς ἐν‐ τέροις τοῖς ἄνω, ὥστε καὶ εἰς αὐτὴν ἐπαναβαίνουσιν ἔστιν ὅτε τὴν γαστέρα. πολὺ δὲ πλείους αὗται τῶν ἀσκαρίδων ἐν τοῖς παισὶ γίνονται· σπανιωτέρα δὲ τῆς πλατείας ἕλ‐ | |
35 | μινθος ἡ γένεσις ἐστιν, ἥτις καὶ μακροτάτη γίνεται πα‐ | 377 |
2.378 | ρεκτεινομένη πολλάκις ἅπασι τοῖς ἐντέροις. ἀκροχορδόνες δὴ καὶ χοιράδες φύματά εἰσιν. | |
2 | κζʹ. Τοῖσι δὲ ἔτι πρεσβυτέροισι, καὶ πρὸς τὴν ἥβην προσάγουσι, τουτέων τὰ πολλὰ, καὶ πυρετοὶ χρόνιοι | |
5 | μᾶλλον, καὶ ἐκ ῥινῶν αἵματος ῥύσιες. — | |
5 | ΘΕΟΦ. Περὶ τῆς τετάρτης νῦν ἡλικίας διαλέγεται τουτέστι τῆς ἡβικῆς. γίνεται δὲ τοῖς ἐν ταύτῃ οὖσι τῇ ἡλικίᾳ καὶ τοῖς πλησιάζουσι τουτέων τὰ πολλὰ τουτέστι τῶν προλαβουσῶν ἡλικιῶν, ἅτινά εἰσιν ἕλμινθες καὶ λι‐ | |
10 | θιάσεις, ἐπειδὴ ἡ αὐτὴ ὕλη ὑπόκειται καὶ ἐνταῦθα, πλὴν παχυτέρα. πλὴν οἱ πυρετοὶ χρόνιοι διὰ τὸ τὴν ὕλην ὑποκεῖσθαι παχεῖαν καὶ διότι αἱ δυνάμεις ἐῤῥωμέ‐ ναι αἱ ὀφείλουσαι συμπαρομαρτῆσαι τῷ μήκει τοῦ νοσή‐ ματος. αἵματος δὲ ἐκ ῥινῶν ῥύσεις τοῖς τηλικούτοις γίνον‐ | |
15 | ται, ἐπειδὴ τότε ὁ τοιοῦτος χυμὸς πλεονάζειν ἄρχεται. διὰ τί δὲ πλεονάζει τότε πλέον τῶν προτέρων ἡλικιῶν; ἐπειδὴ νῦν οὐ τοσοῦτον δαπανᾶται ἐν ταῖς αὐξήσεσιν, ὅσον ἐν ἐκείναις. ἡ γὰρ αὔξησις τοῦ σώματος ἧττον ἐν αὐταῖς γίνεται ἤπερ ἐν ἐκείναις. | |
20 | ΔΑΜ. Μετὰ τὸ ιδʹ ἔτος ἄρχονται ἡβάσκειν οἱ παῖ‐ δες, καὶ οἱ μὲν θερμοὶ πρωϊαίτερον ἡβάσκουσιν, οἱ δὲ ψυχροὶ ὀψιαίτερον. αἵματος δὲ ῥύσεις ἐκ τῶν ῥινῶν γί‐ νονται τοῖς τοιούτοις, ἐπειδὴ πλεονάζειν ἄρχεται κατὰ τὴν ἡλικίαν ἐκείνην ὁ χυμὸς οὗτος, οὐχ ὅτι πλείων γεν‐ | |
25 | νᾶται ἢ πρόσθεν, ἀλλ’ ὅτι νῦν ἧττον ἀναλίσκεται, διὰ τὸ καὶ τὴν αὔξησιν ὡς πρὸς τὴν ἀναλογίαν τοῦ σώματος ἧττον κατὰ τὴν ἡλικίαν ταύτην γίνεσθαι τῆς ἔμπροσθεν. | |
27 | κηʹ. Τὰ δὲ πλεῖστα τοῖσι παιδίοισι πάθεα κρίνεται, τὰ μὲν ἐν τεσσαράκοντα ἡμέρῃσι, τὰ δὲ ἐν ἑπτὰ μησὶ, τὰ | |
30 | δὲ ἐν ἑπτὰ ἔτεσι, τὰ δὲ καὶ πρὸς τὴν ἥβην προσάγουσι. ὅσα δὲ ἂν διαμείνῃ τοῖσι παιδίοισι, καὶ μὴ ἀπο‐ λυθῇ περὶ τὸ ἡβάσκειν, ἢ τῇσι θήλεσι περὶ τὰς τῶν | |
καταμηνίων ῥήξιας, χρονίζειν εἴωθε. — | 378 | |
2.379 | ΘΕΟΦ. Τὸ παιδίου ὄνομα τὰς προειρημένας τέσσα‐ ρας ἡλικίας περιορίζει. τούτων οὖν τῶν παίδων τὰ πλεῖ‐ στα πάθη τουτέστι τὰ χρόνια κρίνεται, ὥς φησιν Ἱππο‐ κράτης, τὰ μὲν ἐν μʹ ἡμέρῃσι, τὰ δὲ ἐν ἑπτὰ μησὶ, τὰ δὲ | |
5 | ἐν ἑπτὰ ἔτεσι, τὰ δὲ καὶ πρὸς τὴν ἥβην προσάγουσιν. Ἰστέον δὲ ὅτι αἱ κρίσεις τῶν νοσημάτων ἀπὸ τῆς πρώ‐ της ἡμέρας μέχρι τῆς εἰκάδος τετραδικῶς ἀριθμοῦνται, ποτὲ μὲν κατὰ διέχειαν, ποτὲ δὲ κατὰ συνέχειαν, ἀπὸ δὲ τῆς εἰκάδος μέχρι τῆς τεσσαρακοστῆς ἑβδομαδικῶς κατὰ | |
10 | τὸν αὐτὸν τρόπον· ὅσα δὲ τὸν ἀριθμὸν τοῦτον ὑπερβῇ, κατὰ τὸν τῆς ἑβδομάδος λόγον ἴσχει τὴν κρίσιν οὐκέτι ἡμερῶν ἑπτὰ, ἀλλὰ μηνῶν, εἶθ’ ἑξῆς ἐτῶν. ἐν τεσσαρά‐ κοντα μὲν οὖν ἡμέραις κρίνονται ἤτοι λύονται, ἐπειδὴ ἡ τεσσαρακοστὴ κρίσιμός ἐστι τῶν χρονίων νόσων, ἔσχατος | |
15 | δὲ ὅρος τῶν ἐκ μεταπτώσεως ὀξέων· εἰ δὲ ταύτην ὑπερ‐ βῶσιν, ἐν ἑπτὰ μησὶν ἢ ἔτεσιν ἢ καὶ πρὸς τὴν ἥβην ἐπει‐ γόμενα λύεται, ἐπειδὴ τότε μεγάλη ἐστὶν ἡ μεταβολὴ τῆς θερμότητος καὶ τῆς ἡλικίας, ἥτις θερμότης χύσιν καὶ ἀφανισμὸν τῶν νοσοποιῶν αἰτίων ποιεῖται· ἐπὶ δὲ τῶν | |
20 | θηλειῶν καὶ διὰ τὰς τῶν καταμηνίων ῥήξεις. Ἰστέον δὲ ὅτι πᾶσα μεταβολὴ ἡλικίας τρέφει τὸ σῶμα ἀνεπαισθή‐ τως, ἡ δὲ τῆς ἥβης φανερῶς. ὅσα δὲ μὴ λυθῇ περὶ τὸ ἡβάσκειν ἢ ταῖς θηλείαις περὶ ταῖς τῶν καταμηνίων ῥή‐ ξεσιν, ὥς φησιν Ἱπποκράτης, χρονίζειν εἴωθε, καὶ εἰκό‐ | |
25 | τως. ὃ γὰρ ἡ φύσις οὐκ ἴσχυσε ποιῆσαι καὶ ἀπαλλάξαι αὐτοὺς τῶν παθῶν, πολλῷ μᾶλλον οὐδὲ ἡ τέχνη ποιήσει, κἂν βοηθήμασι χρήσηται. ΔΑΜ. Τῶν μὲν οὖν ἡμερῶν ἡ τεσσαρακοστὴ πρώτη | |
μὲν τῶν χρονιζόντων ἐστὶ κρίσιμος, ἐσχάτη δὲ τῶν ἐκ με‐ | 379 | |
2.380 | ταπτώσεως ὀξέων. ὅσα δὲ τὸν ἀριθμὸν τοῦτον ὑπερβαίνει, κατὰ τὸν τῆς ἑβδόμης λόγον ἴσχει τὴν κρίσιν, οὐκέτι ἡμερῶν ἑπτὰ συναριθμουμένων, ἀλλὰ πρότερον μὲν μηνῶν, εἶτα ἑξῆς ἐτῶν. | |
4 | ||
5 | κθʹ. Τοῖσι δὲ νεανίσκοισι αἵματος πτύσιες, φθίσιες, πυ‐ ρετοὶ ὀξέες, ἐπιληψίαι, καὶ τἄλλα νουσήματα, μάλιστα δὲ τὰ προειρημένα. — | |
7 | ΘΕΟΦ. Τὴν τῶν μειρακίων ἡλικίαν καταλιπὼν ὡς δυναμένην τοῖς τοιούτοις νοσήμασι παραλαμβάνεσθαι | |
10 | ταῖς περιεχούσαις αὐτὴν ἡλικίαις, ἡβικὴν λέγω καὶ ἀκ‐ μαστικὴν, περὶ τῶν ἀκμαζόντων διαλέγεται καί φησι· τοῖσι δὲ νεανίσκοισι αἵματος πτύσιες, φθίσιες καὶ τὰ ἑξῆς. καὶ αἵματος μὲν πτύσιες, διὰ τὴν ῥῆξιν τῶν ἀγγείων, ἃ ῥήγνυται τούτοις καὶ ἀπὸ προηγησαμένης καὶ ἔτι οὔσης | |
15 | κράσεως. ἔτι γὰρ ἔχουσι καὶ αὐτοὶ αἷμα πολὺ, ὃ διατεῖ‐ νον τῷ πλήθει ῥήγνυσιν, ἔπειτα δὲ καὶ τῇ διαβρώσει τῆς ξανθῆς χολῆς τῆς πλεοναζούσης αὐτοῖς ἢ διὰ τὰ ἐπι‐ τηδεύματα αὐτῶν. φθίσις δὲ διὰ τὴν τοῦ αἵματος πτύσιν. πυρετοὶ δὲ ὀξέες διὰ τὴν σῆψιν τῆς πλεοναζούσης αὐτοῖς | |
20 | χολῆς. ἐπιληψίαι δὲ, οὐ διὰ τὴν κράσιν τῆς ἡλικίας, ἀλλὰ τὴν ἐν τῇ διαίτῃ πλημμέλειαν ἢ διὰ τὴν χολήν. γί‐ νεται γὰρ καὶ ἀπὸ ξανθῆς χολῆς ἐπιληψία, καθὼς καὶ ἐν τῇ διαγνωστικῇ εἴρηται, δακνομένου τοῦ στομάχου καὶ κραδαινομένων τῶν νεύρων καὶ τῆς ἀρχῆς αὐτῶν. γί‐ | |
25 | νεται δὲ αὐτοῖς καὶ τὰ ἄλλα νοσήματα τουτέστιν ὅσα | |
τῆς ξανθῆς χολῆς εἰσιν ἔκγονα, οἷον πλευρίτιδες, φρενί‐ | 380 | |
2.381 | τιδες καὶ μάλιστα τὰ προειρημένα. ποῖα; ὅσα αὐτὸς ἀπη‐ ριθμήσατο πάθη, τυχὸν αἵματος πτύσιν, φθίσιν, πυρετοὺς καὶ ἐπιληψίας. ΔΑΜ. Πυρετούς φησι τοὺς τριταίους καὶ καύσους· | |
5 | οὗτοι γὰρ χολωδέστατοι τῶν πυρετῶν ἁπάντων εἰσί. καὶ πλεῖστοι τοῖς νεανίσκοις γίνονται, διότι καὶ ἡ ξανθὴ χολὴ πλεονάζει κατὰ ταύτην τὴν ἡλικίαν, ὑφ’ ἧς τοιαῦται νόσοι τοῖς ἀκμάζουσι γίνονται. φθίσεις δὲ καὶ πτύσεις αἵματος οὐ κατὰ τὴν φύσιν τῆς ἡλικίας γίνονται, ἀλλὰ κατά τι | |
10 | τῶν συμβεβηκότων αὐτῇ ἢ διὰ ψύξιν ἢ χαμευνίαν ἢ πλη‐ σμονὴν ἢ κραυγὴν σφοδρὰν ἢ δι’ ἄλλο τι συμβεβηκός. | |
11 | λʹ. Τοῖσι δὲ ὑπὲρ τὴν ἡλικίην ταύτην ἄσθματα, πλευρί‐ τιδες, περιπνευμονίαι, λήθαργοι, φρενίτιδες, καῦσοι, διάῤῥοιαι χρόνιαι, χολέραι, δυσεντερίαι, λειεντερίαι, αἱ‐ | |
15 | μοῤῥοΐδες. — | |
15 | ΘΕΟΦ. Περὶ τῆς ἀκμαστικῆς ἡλικίας διαλεξάμενος ὁ Ἱπποκράτης νῦν ἐπὶ τὴν παρακμαστικὴν ἡλικίαν ἥκει καὶ λέγει ἐν αὐτῇ γίνεσθαι νοσήματα, πλευρίτιδας, περι‐ πνευμονίας καὶ τὰ ἑξῆς. καὶ εἰκότως. ἔοικε γὰρ αὕτη ἡ | |
20 | ἡλικία τῷ φθινοπώρῳ· ὥσπερ γὰρ ἐν ἐκείνῳ πλεονάζει ὁ μελαγχολικὸς χυμὸς μᾶλλον, ἧττον δὲ ὁ φλεγματικὸς, φυ‐ λάττεται δέ τι καὶ ἐκ τοῦ θέρους, πλεονάσαντος τοῦ ξαν‐ θοχολικοῦ χυμοῦ, οὕτω καὶ ἐνταῦθα πλεονάζει μὲν ὁ μελαγχολικὸς μᾶλλον, ἧττον δὲ ὁ φλεγματικὸς, φυλάτ‐ | |
25 | τεται δέ τι καὶ τὸ ἐν τοῖς ἀκμάσασι πλεονάσαν χολῶδες. γενήσονται οὖν νοσήματα ἐν ταύτῃ τῇ ἡλικίᾳ, ὥς φησιν Ἱπποκράτης, διὰ μὲν τὴν ξανθὴν χολὴν καῦσοι, χολέραι, πλευρίτιδες, φρενίτιδες, διὰ δὲ τὸν μελαγχολικὸν χυ‐ μὸν καὶ τεταρταῖοι, διὰ δὲ τὸ φλέγμα περιπνευμονίαι, | |
30 | διάῤῥοιαι, ἄσθματα καὶ τὰ λοιπά. καὶ ταῦτα μὲν τὰ πάθη ὅπως γίνονται, ἐν τοῖς ἔμπροσθεν εἴρηται. λείπεται οὖν περὶ αἱμοῤῥοΐδων εἰπεῖν· γίνεται δὲ αὐτοῖς αἱμοῤ‐ | |
ῥοῒς, τῆς ὕλης ἐπὶ τὰ κάτω φερομένης, καὶ τὰ περὶ τὴν | 381 | |
2.382 | ἕδραν ἀναστομούσης, ἣ καὶ ἐπ’ ὠφελείᾳ γίνεται τῶν πα‐ ρακμαζόντων. Ἰστέον δὲ ὅτι ἡ ἀκμαστικὴ ἡλικία τῷ τρια‐ κοστῷ πέμπτῳ ἔτει περιγράφεται, ἡ δὲ παρακμαστικὴ τῷ τεσσαρακοστῷ ἐννάτῳ. | |
5 | ΔΑΜ. Κατὰ ταύτην τὴν παρακμαστικὴν ἡλικίαν οἰ‐ κεῖον προσθεῖναι τὰ μελαγχολικὰ πάθη, ὧν καὶ ἡ μελαγ‐ χολία, καὶ οἱ τεταρταῖοι. καὶ ἐν τοῖς παρακμάζουσι γί‐ νονται μᾶλλον ἄσθματα καὶ πλευρίτιδες καὶ περιπνευμο‐ νίαι. φρενίτιδες δὲ καὶ καῦσοι καὶ χολέραι καὶ δυσεντερίαι | |
10 | τοῖς νεανίσκοις μᾶλλον διὰ τὸ πλεονάζειν αὐτοῖς τὴν ξαν‐ θὴν χολήν. αἱ διάῤῥοιαι δὲ τούτοις χρόνιαι γίνονται διὰ τὸ τῆς ἀναδόσεως ἐλλιπές. λήθαργοι δὲ γίνονται πλεο‐ νασμῷ φλέγματος· λειεντερίαι ἢ διὰ φλέγμα ἢ διὰ δυσ‐ κρασίαν, ἀσθενησάσης τῆς καθεκτικῆς δυνάμεως τῆς γα‐ | |
15 | στρός. αἱ δ’ αἱμοῤῥοΐδες γίνονται ὑπὸ μελαίνης χολῆς, ἐπειδὰν εἰς τὰς κατὰ τὴν ἕδραν φλέβας ἀθροώτερον αὕτη κατασκήψῃ. | |
17 | λαʹ. Τοῖσι δὲ πρεσβύτῃσι, δύσπνοιαι, κατάῤῥοοι βη‐ χώδεες, στραγγουρίαι, δυσουρίαι, ἄρθρων πόνοι, νεφρί‐ | |
20 | τιδες, ἴλιγγοι, ἀποπληξίαι, καχεξίαι, ξυσμοὶ τοῦ σώματος ὅλου, ἀγρυπνίαι, κοιλίης, ὀφθαλμῶν καὶ ῥινῶν ὑγρότητες, ἀμβλυωπίαι, γλαυκώσιες, καὶ βαρυηκοΐαι. — | |
22 | ΘΕΟΦ. Περὶ τῆς ἐσχάτης ἡλικίας ὁ λόγος, ἥτις ἐστὶν ἡ τῶν πρεσβυτέρων καὶ γίνεσθαι λέγει νοσήματα ἐν | |
25 | ταύτῃ δυσπνοίας, κατάῤῥους βηχώδεις, στραγγουρίας καὶ τὰ ἑξῆς· δυσπνοίας μὲν διὰ τὸ καταῤῥέειν εἰς τὸν θώ‐ ρακα τὸν πλεονάζοντα ἐν αὐτοῖς φλεγματικὸν χυμὸν καὶ δι’ ἀσθένειαν τῶν μορίων· κατάῤῥοι δὲ βηχώδεις τουτέστι χρόνιοι· διὰ γὰρ τοῦ βηχώδεες ᾐνίξατο τὸ χρόνιοι· διὰ | |
30 | τὰς αὐτὰς αἰτίας. ἀλλὰ μὴν καὶ στραγγουρίαι καὶ δυσου‐ ρίαι δι’ ἀσθένειαν τῆς καθεκτικῆς δυνάμεως τῆς κύστεως καὶ διὰ φλέγμα ἐμφράττον τὸν πόρον. ἀλλὰ μὴν καὶ ἄρ‐ θρων πόνοι διὰ τὸ δυσκίνητα γίνεσθαι τὰ ἄρθρα, πολ‐ | |
λάκις ψυχομένων τῶν νευρωδῶν μορίων· καὶ νεφρίτιδες, | 382 | |
2.383 | ὅπερ δηλοῖ ἢ πόνον νεφρῶν ἢ λιθίασιν. γίνεται δὲ τὸ μὲν δι’ ἔμφραξιν τοῦ νεφροῦ ἀπὸ παχέος χυμοῦ, ἡ δὲ λιθία‐ σις διὰ τὸ πάνυ εἶναι ὠμὸν τὸν χυμὸν καὶ παχύν· γίνον‐ ται δὲ καὶ ἴλιγγοι, τουτέστι πλημμελεῖς κινήσεις περὶ τὴν | |
5 | κεφαλὴν διὰ πνεῦμα, ὅπερ ἢ κατὰ τὸν ἐγκέφαλον γεννᾶ‐ ται ἢ κατὰ τὴν γαστέρα κἀκεῖθεν ἄγεται. καὶ μὴν καὶ ἀποπληξίαι διὰ τὸ πληροῦσθαι τὸν ἐγκέφαλον φλεγματι‐ κῶν περιττωμάτων· καὶ καχεξίαι διὰ τὸ τῷ λόγῳ τροφῆς φερόμενον ἐν τῷ παντὶ σώματι ἀπεπτεῖσθαι τῇ ἀσθενείᾳ | |
10 | τῆς δυνάμεως. καχεξία δέ ἐστιν ἡ ἀτροφία τοῦ σώματος· διὸ καὶ ῥυτιδοῦνται καὶ κακοχροοῦσι. πάλιν δὲ κνησμοὶ ὅλου τοῦ σώματος γίνονται διὰ τὸ σήπεσθαι τὸ φλέγμα ἐν αὐτοῖς καὶ ἁλμυρώτερον φέρεσθαι πρὸς τὴν ἐπιφά‐ νειαν τοῦ σώματος. διὰ τὴν αὐτὴν δὲ αἰτίαν καὶ ψῶραι | |
15 | καὶ λέπραι καὶ ἀλφοί. ἀγρυπνίαι δὲ αὐτοῖς γίνονται διὰ τὸ φροντιστικὸν καὶ διὰ τὴν τοῦ σώματος ξήρανσιν. κοι‐ λίης καὶ ὀφθαλμῶν καὶ ῥινῶν ὑγρότητες, τὸ μὲν τῷ λόγῳ τῆς ἀπεψίας καὶ τῷ μὴ ἀνάδοσιν γίνεσθαι πολλὴν, τὸ δὲ διὰ τὰ περιττὰ τοῦ ἐγκεφάλου, ἀμβλυωπίαι δὲ καὶ | |
20 | βαρυκοΐαι διὰ τὴν τῆς αἰσθητικῆς δυνάμεως ἀμαύρωσιν· γλαυκώσεις δὲ, ὅπερ ἐστὶν εἶδος ὑποχύματος, διὰ τὴν ἀσθένειαν τῶν ὀφθαλμῶν. ΔΑΜ. Δύσπνοιαι καὶ κατάῤῥοι διὰ τὸ ῥᾳδίως ψύ‐ χεσθαι τὴν κεφαλὴν καὶ διὰ τὸ γεννᾶσθαι αὐτοῖς τὸ | |
25 | φλέγμα, στραγγουρίαι καὶ δυσουρίαι, διὰ τὸ παχὺ τοῦ χυμοῦ ἐμφραττομένων τῶν νεφρῶν, καὶ τῇ γλισχρότητι ἀπογεουμένων καὶ λιθίασιν ἐμποιούντων. ἄρθρων πόνοι ἢ διὰ συῤῥοὴν περιττῶν ἢ τῇ ψύξει τῶν νεύρων· ἴλιγγοι δι’ ἀναθυμίασιν ἀτονούσης γαστρὸς ἢ διὰ κίνησιν ἀτμώ‐ | |
30 | δους πνεύματος ἐν τῇ κεφαλῇ. ξυσμοὶ ἤτοι κνησμοὶ, δυ‐ σχερῶς διαπνεομένου τοῦ ποιοῦντος χυμοῦ. ἀγρυπνίαι διὰ ξηρότητα· κοιλίας, ὀφθαλμῶν καὶ ῥινῶν ὑγρότητες διὰ τὰ τοῦ ἐγκεφάλου περιττώματα ἐν τούτοις συῤῥέοντα καὶ τῇ γαστρί· ἀμβλυωπίαι διὰ τὴν τῆς αἰσθητικῆς δυνά‐ | |
35 | μεως ἀμαύρωσιν· γλαυκώσεις διὰ τὴν τῶν ὀργάνων | 383 |
2.384 | ἄμετρον ξηρότητα· βαρυηκοΐαι διὰ τὴν ἀμαύρωσιν τῆς δυνάμεως. | |
2 | ||
3t | Ἀρχὴ τοῦ τετάρτου τμήματος. | |
3t | ||
4 | αʹ. Τὰς κυούσας φαρμακεύειν, ἢν ὀργᾷ, τετράμηνα, καὶ | |
5 | ἄχρι ἑπτὰ μηνῶν· ἧσσον δὲ ταύτας· τὰ δὲ νήπια καὶ πρεσβύτερα εὐλαβέεσθαι. — | |
6 | ΘΕΟΦ. Ἐνταῦθα περὶ καθάρσεως διαλέγεται τῶν ἐγκυμονουσῶν γυναικῶν καὶ διδάσκει πότε δεῖ καθαίρειν αὐτὰς φάσκων οὕτως· τὰς κυούσας φαρμακεύειν ἢν ὀργᾷ | |
10 | τετράμηνα ἄχρι ἑπτὰ μηνῶν. φαρμακεύειν ἐστὶ τὸ καθαί‐ | 384 |
2.385 | ρειν, ὀργᾷν δὲ τὸ κινεῖσθαι. ἐὰν οὖν ὀργᾷ ἡ ὕλη, ἐπὶ τούτων δεῖ καθαίρειν, μήπως ἀπὸ ἀκύρων μορίων ἐπὶ κύρια συῤῥεύσῃ ἡ ὕλη καὶ μέγα κακὸν ἀπεργάσηται. ὀλί‐ γον δὲ τουτέστι μὴ πρὸς ἀναλογίαν τῆς ὕλης διὰ τὸ ἀσθε‐ | |
5 | νὲς τὸ ἀπὸ τῆς κυήσεως. Ἵνα δέ τις μὴ ἁπλῶς καὶ ὡς ἔτυχε χρήσηται τῇ καθάρσει ἐπὶ τῶν τοιούτων, προσέ‐ θηκε τὸ τετράμηνα. τὸ τηνικαῦτα γὰρ ἀκριβῶς συνέχεται τῇ μήτρᾳ τὸ ἔμβρυον, ὥστε καὶ κινήσεων σφοδροτέρων ἀνέχεσθαι τὴν κύουσαν, τοῦ ἐμβρύου μηδὲν ἀδικουμένου. | |
10 | ἐν μέντοι τοῖς πρώτοις καὶ τελευταίοις μησὶν οὐ δεῖ κα‐ θαίρειν, καθὼς Ἱπποκράτης φησίν· τὰ δὲ νήπια καὶ τὰ πρεσβύτερα εὐλαβέεσθαι χρὴ, ἐν μὲν τοῖς πρώτοις διὰ τὴν ἀσθένειαν τῶν ἀρτημάτων καὶ τῶν συνδέσμων καὶ διὰ τὸ ἀστήρικτον τοῦ ἐμβρύου, ἐν τοῖς τελευταίοις δὲ διὰ | |
15 | τὴν ἀσθένειαν τῶν δυνάμεων καὶ τὸ βάρος τοῦ κυοφορου‐ μένου. Ἰστέον δὲ ὅτι νήπια καλεῖ τὰ ἀπὸ τοῦ πρώτου μηνὸς ἕως τετάρτου, μέσα δὲ τὰ ἀπὸ τετάρτου ἕως ἑβ‐ δόμου, πρεσβύτερα δὲ τὰ ἀπὸ ἑβδόμου ἕως ἐννάτου. ΔΑΜ. Ἀνάλογον τοῖς τῶν φυτῶν καρποῖς ταῖς μή‐ | |
20 | τραις ἔχεται τὰ ἔμβρυα· καὶ γὰρ οἱ καρποὶ καταρχὰς ἀσθενέσι λαβαῖς τοῖς δένδροις ἔχονται. ὡσαύτως καὶ τε‐ λειωθέντες μόνοι ἀποπίπτουσι βίας χωρίς· κατὰ δὲ τὸν μέσον καιρὸν ἀσφαλῶς ἔχονται. οὕτω γοῦν καὶ τὰ ἔμβρυα κατανοήσας ὁ Ἱπποκράτης διοικεῖσθαι κατὰ τὸν μέσον | |
25 | καιρὸν, ὅς ἐστιν ἐκ τοῦ δʹ μηνὸς ἕως τοῦ ζʹ, ἡνίκα ἀκρι‐ βῶς τῇ μήτρᾳ συνέχεται τὸ κυούμενον, φησὶ φαρμακεύειν. * εἰ δ’ οὕτω πάσαις, ὅσαι καθαίρεσθαι δέονται, ἀλλ’ ἢν ὀργᾷ τὸ πάθος ἤως ἐπείγηται, ὥστε τοὺς καθ’ ἕν τι μόριον ἐστηριγμένους οὐ χρὴ κινεῖν, ὥς που φησὶν αὐτός. | |
29 | ||
30 | βʹ. Ἐν τῇσι φαρμακίῃσι τοιαῦτα ἄγειν ἐκ τοῦ σώματος, ὁκοῖα καὶ αὐτόματα ἰόντα χρήσιμα· τὰ δὲ ἐναντίως ἰόντα παύειν. — | |
32 | ||
ΘΕΟΦ. Τὸν καιρὸν παραδοὺς τῆς καθάρσεως | 385 | |
2.386 | ἐπὶ τῶν ἐγκυμονουσῶν γυναικῶν, νῦν καὶ ποῖον χυμὸν ὀφείλουσι καθαίρεσθαι παραδίδωσι. φησὶν οὖν ὅτι ἐν τῇσι φαρμακίῃσι τοιαῦτα ἄγειν καὶ τὰ ἑξῆς. ἡ φύσις ἡνίκα κατακρατήσῃ, κένωσιν ἐργάζεται τοῦ λυποῦντος χυμοῦ, | |
5 | προπέψασα αὐτόν. εἰ δὲ παρὰ φύσιν ἐστὶ διάθεσις, οὐ πάντως ὁ λυπῶν χυμὸς ἐκκενοῦται, ὅθεν ἐκεῖ μὲν εὐ‐ φοροῦσιν, ἐνταῦθα δὲ δυσφοροῦσι. λοιπὸν οὖν ὅσα, κατα‐ κρατούσης τῆς φύσεως, ἐκκρίνεται, χρήσιμά τέ εἰσι καὶ αὐτόματα καλοῦνται, χρήσιμα μὲν, ὅτι ἐκκενοῦται τὸ | |
10 | περιττὸν, αὐτόματα δὲ, ὅτι χωρὶς τοῦ πρᾶξαί τι τὸν ἰα‐ τρὸν ἐκκρίνονται. ὅσα δὲ, παρὰ φύσιν αὐτῆς διακειμένης, ἐκκρίνονται, αὐτόματα μέν εἰσιν, οὐ χρήσιμα δέ. δεῖ οὖν τὸν ἰατρὸν μιμεῖσθαι τὴν φύσιν καὶ καθαίρειν ἐκεῖνα τὰ τὸ σῶμα λυποῦντα καὶ ἐνοχλοῦντα. | |
15 | ΔΑΜ. Συμβουλεύει μιμεῖσθαι τὴν φύσιν καὶ ἄγειν ἐκεῖνα, ἃ καὶ ἡ φύσις αὐτομάτως ἐκ τοῦ σώματος κενοῖ. | |
16 | γʹ. Ἢν μὲν οἷα δεῖ καθαίρεσθαι, καθαίρηται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι· τὰ δὲ ἐναντία, δυσχερῶς. — | |
18 | ΘΕΟΦ. Κατὰ τάξιν καὶ οὗτος ὁ ἀφορισμός. ἐν τῷ | |
20 | πρὸ τοῦδε γὰρ τὴν κένωσιν ἔλεγε γίνεσθαι ἢ φυσικῶς ἢ | 386 |
2.387 | τεχνικῶς ἢ βίᾳ συμπτώματος. καὶ διὰ μὲν τοῦ εἰπεῖν ἐν τῇσι φαρμακίῃσι τὴν τεχνικὴν ἐδήλωσε κένωσιν, διὰ δὲ τοῦ αὐτομάτως τὴν φυσικὴν, διὰ δὲ τοῦ ἐναντίως τὴν λόγῳ συμπτώματος. ἐνταῦθα δὲ τῶν τοιούτων κενώσεων | |
5 | παραδίδωσι τὴν σημείωσιν, τῶν μὲν τὴν εὐφορίαν, τῶν δὲ τὴν δυσφορίαν. | |
6 | δʹ. Φαρμακεύειν θέρος μὲν [μᾶλλον] τὰς ἄνω κοιλίας, χειμῶνος δὲ τὰς κάτω. — | |
8 | ΘΕΟΦ. Τὰς ἄνω κοιλίας δηλονότι θέρους φαρ‐ | |
10 | μακεύειν χρὴ, διότι ἐν τῷ θέρει γεννᾶται ἡ χολὴ καὶ ὡς λεπτὴ καὶ κούφη ἐπιπολαίως φέρεται καὶ ἐν τοῖς ἄνω μέρεσι. διὰ τοῦτο οὖν ἄνω, ἐπειδὴ καὶ ἄνω ἐστὶν ἡ χολή· χειμῶνος δὲ, τὰς κάτω διὰ τὸ τηνικαῦτα πλεονάζειν τὸ φλέγμα, ὅπερ βαρὺ ὂν κάτω βρίθει καὶ διὰ τοῦτο καὶ τὴν κάθαρσιν κάτω ποιητέον. | |
15 | ἀκτέον γάρ ἐστιν ἕκαστα διὰ τῶν ξυμφερόντων χωρίων. Ἰστέον δὲ, ὅτι ἄνω κοιλίαν λέγει τὸν στόμαχον καὶ τὴν γαστέρα, κάτω δὲ τὰ ἔντερα. εἰ δέ τις εἴποι, ἆρα οὖν οὐδέποτε χρώμεθα ὑπηλάτοις ἐν θέρει, οὐδὲ ἐν χει‐ μῶνι ἐμετικοῖς, λέγομεν ναὶ, ἀλλὰ τοῖς μὲν μᾶλλον, τοῖς | |
20 | δὲ ἧττον, ἐν μὲν τῷ θέρει μᾶλλον τοῖς ἐμετικοῖς, ἧττον δὲ τοῖς ὑπηλάτοις, ἐν τῷ χειμῶνι δὲ τοὐναντίον. ΔΑΜ. Κατὰ μὲν τὸν καιρὸν τοῦ θέρους καθαίρειν τὰς ἄνω κοιλίας, δι’ ἐμέτων δηλονότι, τὰς κάτω δὲ χειμῶνος. | |
24 | ||
25 | εʹ. Ὑπὸ κύνα, καὶ πρὸ κυνὸς, ἐργώδεες αἱ φαρμακίαι. — | |
25 | ΘΕΟΦ. Ἄλλο πρὸ κυνὸς καὶ ἄλλο ὑπὸ κύνα· | |
πρὸ κυνὸς μὲν λέγεται αἱ πρὸ τῆς ἐπιτολῆς τοῦ κυνὸς | 387 | |
2.388 | εἴκοσιν ἡμέραι, ὑπὸ κύνα δὲ αἱ μετὰ τὴν ἐπιτολὴν τοῦ κυνὸς εἴκοσιν ἡμέραι. γίνεται δὲ ἡ ἐπιτολὴ τοῦ κυνὸς ἀπὸ ιθʹ τοῦ ἰουλίου μηνός. ἐν τούτοις οὖν τοῖς χρόνοις ὁ Ἱπποκράτης λέγει ἐργώδεις εἶναι τὰς φαρμακείας τουτ‐ | |
5 | έστι δυσχερεῖς. καὶ ἡ αἰτία· διὰ τὸ τηνικαῦτα ἀσθενῆ εἶ‐ ναι τὴν δύναμιν διὰ τὸ καῦμα, καὶ δέος, μὴ προκατα‐ λυθῇ τῇ καθάρσει· ἄλλως τε ὅτι τὸ περιέχον θερμὸν ἀνάπτεται, διὸ καὶ πυρέττουσι πολλοὶ τότε. καὶ μὴν καὶ τὸ διδόμενον φάρμακον θερμὸν καὶ ἡ ὕλη δριμεῖα καὶ | |
10 | δέος, μή πως οὐκ ἀσφαλὴς γένηται ἡ κάθαρσις, ἐκπυ‐ ρουμένου τοῦ θερμοῦ καὶ δυσκρασίας πολλῆς καταλαμβα‐ νούσης τὸ σῶμα, ἄλλως τε ὅτι μάχεται τὸ φάρμακον καὶ ἡ τοῦ ἀέρος κατάστασις, ἡ μὲν περὶ τὴν ἐπιφάνειαν ἕλ‐ κουσα τὴν ὕλην, τὸ δὲ φάρμακον ἀντισπῶν ἔσω, καὶ δέος | |
15 | μήπως, μαχομένων ἀμφοτέρων, διασπασθῇ ἡ φύσις. ΔΑΜ. Τὸ γὰρ σῶμα πεπυρωμένον ὂν οὐκ οἴσει τὴν τῶν καθαρτικῶν δριμύτητα· ἀσθενής τε οὖσα τῇ διαφο‐ ρήσει ἡ φύσις πλέον ἀσθενήσει. | |
18 | ϛʹ. Τοὺς ἰσχνοὺς καὶ εὐεμέας ἄνω φαρμακεύειν, ὑποστελλο‐ | |
20 | μένους χειμῶνα. — | |
20 | ||
ΘΕΟΦ. Νῦν ἀπὸ τῆς ἕξεως τοῦ σώματος καὶ τῆς | 388 | |
2.389 | φυσικῆς κατασκευῆς τὴν ἔνδειξιν ὁ Ἱπποκράτης λαμβάνει καὶ προτρέπεται τοὺς ἰατροὺς, τοὺς ἰσχνοὺς τῷ σώματι, εἰ τύχοι, καὶ εὐεμεῖς ὄντας ἄνω φαρμακεύειν. διὸ οἱ τοι‐ οῦτοι θερμοί εἰσι καὶ ξηροὶ ὡς ἐπίπαν. διὰ οὖν τὸν | |
5 | πλεονάζοντα αὐτοῖς χολώδη χυμὸν ἄνω τὴν φαρμακείαν κελεύει γίνεσθαι, πλὴν εἰ μὴ χειμὼν εἴη· τὸ τηνικαῦτα γὰρ κάτω βρίθουσιν αἱ ὕλαι. ΔΑΜ. Βαρύτεροι γὰρ οἱ ἐν τῷ χειμῶνι χυμοὶ, φλέγμα καὶ μέλαινα. | |
9 | ||
10 | ζʹ. ηʹ. Τοὺς δὲ δυσεμέας καὶ μέσως εὐσάρκους, κάτω, ὑποστελλομένους θέρεος· τοὺς δὲ φθινώδεας, ὑποστελ‐ λομένους. — | |
12 | ΘΕΟΦ. Εἰ γάρ ἐστι μέσως εὔσαρκος καὶ δυσεμὴς, οὐ μέντοι ἀκριβῶς εὔσαρκος, τούτῳ φλεγματικὸς χυμὸς | |
15 | ἢ μελαγχολικὸς περιττεύει καὶ διὰ τοῦτο κάτω κενοῦσθαι χρή. πρόσκειται, εἰ μὴ ἀκριβῶς εὔσαρκος εἴη· ἐὰν γὰρ οὕτως διάκειται, ὁ τοιοῦτος οὐ δεῖται καθάρσεως διὰ τὸ πάντη ἐν συμμετρίᾳ εἶναι. τὸ δὲ φθινώδεας ὑποστελλο‐ μένους πρὸς τὸν ἀνωτέρω ἀφορισμὸν ἀποτείνει. ἐκεῖ γὰρ | |
20 | ἔλεγε τοὺς ἰσχνοὺς καὶ εὐεμέας ἄνω φαρμακεύειν. ἐνταῦ‐ θα δὲ τὸν προσδιορισμὸν τέθεικε τοὺς φθινώδεας ὑπο‐ στελλομένους. καὶ ἡ αἰτία· διὰ τὴν τῶν ἀναπνευστικῶν ὀργάνων ἀσθένειαν. εἰ δέ τις ἐν τῷ παρόντι ἀφορισμῷ ἀπορεῖ λέγων, ὅτι διὰ τί οὐκ ἔφη Ἱπποκράτης, τοὺς δὲ | |
25 | δυσεμέας καὶ παχεῖς, ἀλλὰ μέσως εὐσάρκους, λέγομεν | |
ὅτι ὡς ὁμολογούμενον παρέλιπεν αὐτό. τούτους γὰρ κάτω | 389 | |
2.390 | δεῖ καθαίρειν διὰ τὸ πλεονάζειν ἐν αὐτοῖς τὸν φλεγματι‐ τὸν χυμόν. ΔΑΜ. Φθινώδεις λέγει τοὺς φθίσιν νοσοῦντας· ὑπο‐ στελλομένους δὲ πρὸς τὰς ἄνω φαρμακείας, εὐλαβουμέ‐ | |
5 | νους αὐτῶν τὴν ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἀσθένειαν. | |
5 | θʹ. Τοὺς δὲ μελαγχολικοὺς ἁδροτέρως τὰς κάτω, τὠϋτέῳ λογισμῷ τἀναντία προστιθείς. — | |
7 | ΘΕΟΦ. Τὸ ἁδροτέρως τὸ σφοδροτέρως δηλοῖ. σφο‐ δροτέρως οὖν τοὺς μελαγχολικοὺς κελεύει κάτω καθαίρειν | |
10 | διὰ τὸ τὸν περιττεύοντα αὐτοῖς χυμὸν, γεώδη καὶ παχὺν ὄντα, κάτω ῥέπειν. ἐκ δὲ τῶν μερικῶν ἐπὶ τὰ καθόλου ἀνάγων ἑαυτόν φησι· τῷ αὐτῷ λόγῳ τὰ ἐναντία προστι‐ θεὶς τουτέστιν, εἰ ἄνωθέν ἐστιν ἡ ὕλη, ἄνω δεῖ κενοῦν, εἰ δὲ κάτωθεν, κάτω. καὶ πάλιν εἰ κούφη ἐστὶν ἡ ὕλη, | |
15 | ἄνω κενωτέον, εἰ δὲ βαρεῖα, κάτω. ΔΑΜ. Ἁδροτέρως ἤτοι ἰσχυρῶς διὰ τὸ βάρος τοῦ μελαγχολικοῦ χυμοῦ. | |
17 | ιʹ. Φαρμακεύειν ἐν τοῖσι λίην ὀξέσιν, ἢν ὀργᾷ, αὐθημε‐ ρόν· χρονίζειν γὰρ ἐν τοῖσι τοιουτέοισι κακόν. — | |
19 | ||
20 | ΘΕΟΦ. Λίαν ὀξέα λέγει τὰ κατόξεα νοσήματα, ὧν ἔσχατος καιρός ἐστιν ἡ ἑβδόμη ἡμέρα. ἐὰν οὖν ἐπὶ τῶν τοιούτων, φησὶ, ὀργᾷ ἡ ὕλη ἤτοι ὁρμᾷ καὶ κινῆται ὧδε κἀκεῖσε περιπλαζομένη, αὐθημερὸν τὴν κάθαρσιν ποιη‐ τέον, τουτέστιν εὐθὺς ἐν ἀρχῇ, μὴ ἀναμείνας δευτέραν ἢ | |
25 | τρίτην ἡμέραν. καὶ ἡ αἰτία· διὰ τὸ μὴ φθάσαι καταλυ‐ θῆναι τὴν δύναμιν τῇ τοῦ πυρετοῦ μεγάλῃ θερμασίᾳ καὶ διὰ τὸ μὴ εἰς κύριον κατασκῆψαι μόριον τοὺς ἀλωμένους κατὰ τὸ σῶμα χυμούς. ΔΑΜ. Τὰ κατόξεα αἰνίττεται, ὧν ὅρος κρίσεως ἡ ζʹ. | |
30 | ἐν τούτοις διὰ φαρμάκου κενοῦν φησιν αὐτίκα, πρὶν ἢ κακωθῆναι τὴν δύναμιν ἢ αὐξηθῆναι τὸν πυρετὸν ἢ εἴς | |
τι καίριον κατασκῆψαι τοὺς ἀλωμένους χυμούς. | 390 | |
2.391 | ιαʹ. Ὁκόσοισι στρόφοι, καὶ περὶ τὸν ὀμφαλὸν πόνοι, καὶ ὀσφύος ἄλγημα, μὴ λυόμενον μήτε ὑπὸ φαρμακίης, μήτε ἄλλως, ἐς ὕδρωπα ξηρὸν ἱδρύεται. — | |
3 | ΘΕΟΦ. Καὶ οὗτος ὁ ἀφορισμὸς διαγνωστικός ἐστι | |
5 | παρόντων καὶ προγνωστικὸς μελλόντων συμπτωμάτων. φησὶ γὰρ ἐὰν περὶ τὸν ὀμφαλὸν καὶ τὰ ἔντερα στρό‐ φος καὶ πόνος περὶ τὴν ὀσφύν ἐστι, μὴ λύεται δὲ, μήτε ὑπὸ φαρμακείας ἤτοι καθάρσεως ἢ ἄλλως τουτέστιν ἀπὸ ἄλλων βοηθημάτων, γίνωσκε ὅτι δυσκρασία τίς ἐστι ἑκτι‐ | |
10 | κὴ τῶν μορίων, ἥτις ὡς τὸ πολὺ χρονίζουσα τὸν ὕδρωπα ἐργάζεται ξηρὸν, ὃν ἔνιοι τυμπανίαν ὀνομάζουσι διὰ τὸ ἀποτελεῖν ψόφον τυπτόμενον οἷόν περ τὰ τύμπανα. τὴν δυσκρασίαν δὲ ταύτην, ὑφ’ ἧς ὁ τοιοῦτος ὕδρωψ γίνεται, ἀποτελεῖ ψύξις μεγάλη, τίκτουσα παχύτατα πνεύματα. | |
15 | κατὰ ποῖον δὲ τρόπον ὕδερος ὀνομάζεται ὁ τυμπανίας; καθὸ καὶ ὑπ’ αὐτοῦ ὡς ἐπὶ τῶν λοιπῶν ὑδέρων τέταται ὁ περιτόναιος. Ἰστέον δὲ ὅτι ὕδρωψ διχῶς γίνεται ἢ πρωτοπαθοῦντος ἥπατος ἢ ἄλλῳ τινὶ συμπάσχοντος. ἐν‐ ταῦθα οὖν κατὰ συμπάθειαν τῶν ἐντέρων ἀποτελεῖται | |
20 | ὁ ὕδρωψ. ΔΑΜ. Στρόφος γίνεται ἀπὸ πνεύματος διέξοδον μὴ ἔχοντος. ὕδρωπα δὲ ξηρόν φησιν τὸν τυμπανίαν. ὁ γὰρ ἀσκίτης ὕδερος ἐξ ὑγρότητος γίνεται. | |
23 | ιβʹ. Οἷσι κοιλίαι λειεντεριώδεες, χειμῶνος φαρμακεύειν | |
25 | ἄνω, κακόν. — | |
25 | ΘΕΟΦ. Λειεντερία ἐστὶ ταχεῖα διέξοδος τῶν προσ‐ φερομένων σιτίων, ἀμεταβλήτων ἐκκρινομένων. γίνεται δὲ καὶ δι’ ἀῤῥωστίαν τῆς καθεκτικῆς δυνάμεως καὶ δι’ ἕλκω‐ σιν ἐπιπολῆ τῆς γαστρὸς καὶ διὰ φλέγμα ψυχρὸν ἐν τοῖς | |
30 | ἐντέροις ἐμπεπλασμένον. περὶ τῆς δευτέρας οὖν λειεντε‐ | |
ρίας ὁ λόγος τῷ Ἱπποκράτει. γίνεται δὲ αὕτη ὑπὸ χυμοῦ | 391 | |
2.392 | δριμέος καὶ λεπτοῦ, ἥτις καὶ φαρμακείας τῆς ἄνω δεῖται διὰ τὸν χυμὸν τὸν πλεονάζοντα, ἀλλ’ οὐκ ἐν χειμῶνι. τότε γὰρ ὁ φλεγματικὸς χυμὸς πλεονάζει. τὸ μὲν οὖν τῆς λει‐ εντερίας ὄνομα, εἰ καὶ ἐκ τῶν ἐντέρων λαμβάνεται, οὐ | |
5 | μόνον τῶν ἐντέρων ἐστὶ πάθος, ἀλλὰ καὶ αὐτῆς τῆς γαστρός. ΔΑΜ. Λειεντερία ἐστὶν, ὅταν οἷα βρωθῇ τὰ σιτία, αὐτίκα ἐκκριθῇ, ὡς διὰ λείας ὁδοῦ τρέχοντα. γίνεται δὲ ἐπὶ τῆς καθεκτικῆς δυνάμεως ἀσθενείᾳ. | |
9 | ||
10 | ιγʹ. Πρὸς τοὺς ἐλλεβόρους τοῖσι μὴ ῥηϊδίως ἄνω καθαι‐ ρομένοισι, πρὸ τῆς πόσιος, προὐγραίνειν τὰ σώματα πλέονι τροφῇ καὶ ἀναπαύσει. — | |
12 | ΘΕΟΦ. Ἐνταῦθα περὶ καθάρσεως διαλέγεται. φέ‐ ρεται δὲ τὸ τοῦ ἐλλεβόρου ὄνομα ποτὲ μὲν κοινῶς ἐπὶ | |
15 | παντὸς καθαρσίου, ποτὲ δὲ ἰδίως. καὶ κοινῶς μὲν ὡς τὸ ἐλλέβορος ἐπικίνδυνος τοῖσι τὰς σάρκας ὑγιέας ἔχουσιν, ἰδίως δὲ ὡς ἐνταῦθα· περὶ γὰρ τοῦ κυρίως ἐλλεβόρου τουτέστι τοῦ φυτοῦ ὁ λόγος ἐστὶ νῦν τῷ Ἱπποκράτει. οὗτος δὲ ὁ ἐλλέβορος, τουτέστι τὸ φυτὸν, διττὸς, ὁ μὲν | |
20 | λευκὸς, ὁ δὲ μέλας. καὶ ἀμφότεροι παχέων καὶ γλίσχρων καὶ φλεγματικῶν περιττωμάτων εἰσὶ καθαρτικοί. καὶ ὁ μὲν λευκὸς ἄνω καθαίρει, ὁ δὲ μέλας κάτω. ἐνταῦθα οὖν | |
περὶ τοῦ λευκοῦ ἐλλεβόρου φησὶ, καὶ δῆλον ἐκ τοῦ εἰπεῖν, | 392 | |
2.393 | τοῖς μὴ ῥηϊδίως ἄνω καθαιρομένοισι. τοῖς οὖν μὴ ῥηϊ‐ δίως ἄνω καθαιρομένοις τουτέστι τοῖς μὴ εὐκόλως ἐμοῦσι, πρὸ τῆς πόσιος προϋγραίνειν δεῖ πολλῇ τροφῇ καὶ ἀνα‐ παύσει τὰ σώματα πρὸς τὸ εὐρύτους γενέσθαι τοὺς χυ‐ | |
5 | μοὺς τῇ ὑγράνσει τῶν ἐπιτηδείων πρὸς ὕγρανσιν τροφῶν, κἀκ τούτου ῥᾴστην γενέσθαι τὴν κάθαρσιν τοῖς μὴ εὐκό‐ λως καθαιρομένοις. τὸ γὰρ πολλῇ τροφῇ οὐ ποσότητι ληπτέον, ἀλλὰ ποιότητι, ἄλλως τε ὅτι ὁ ἐλλέβορος δρα‐ στήριός ἐστι καὶ δήξεις ἐργάζεται καὶ σπασμοὺς ἐπιφέρει | |
10 | καὶ ἕτερα χαλεπά. εἰ δὲ προϋγρανθῶσι τὰ νεῦρα καὶ οἱ σύνδεσμοι καὶ τὰ ἄλλα μόρια τῇ ὑγρᾷ τροφῇ καὶ τῇ ἀνα‐ παύσει, οὐ ῥᾳδίως εἰς σπασμὸν ἔρχεται καὶ εἰς τὰ ἄλλα χαλεπά. δεῖ δὲ γινώσκειν ὅτι πρὸ τῆς πόσεως τοῦ ἐλλε‐ βόρου χρὴ προϋγραίνεσθαι καὶ ἀναπαύεσθαι τὸν μέλλοντα | |
15 | τὸν ἐλλέβορον εἰληφέναι ἑκανὰς ἡμέρας. ΔΑΜ. Ἤτοι πρὸ τῆς πόσεως ἐθίζειν τοῦτον ἐμεῖν καὶ προϋγραίνειν διὰ πλείονος τροφῆς καὶ ἀναπαύσεως. ἡ γὰρ πλείων τροφὴ καὶ ἀνάπαυσις ὑγραίνει. | |
18 | ιδʹ. Ἐπὴν πίῃ τις ἐλλέβορον, πρὸς μὲν τὰς κινήσιας τῶν | |
20 | σωμάτων μᾶλλον ἄγειν, πρὸς δὲ τοὺς ὕπνους καὶ τὰς ἀκινήσιας ἧσσον. δηλοῖ δὲ καὶ ἡ ναυτιλίη, ὅτι κίνησις τὰ σώματα ταράσσει. — | |
22 | ΘΕΟΦ. Ὁ πρὸ τοῦδε ἀφορισμὸς τὴν προπαρα‐ σκευὴν παρεῖχε τῶν μελλόντων λαβεῖν ἐλλέβορον. οὗ‐ | |
25 | τος δὲ μετὰ τὸ ληφθῆναι τὸν ἐλλέβορον διδάσκει, τί δεῖ | 393 |
2.394 | ποιεῖν ἡμᾶς καί φησιν, ὅτι ἡνίκα λάβῃ τις τὸν ἐλλέβορον, πρὸς μὲν τὰς κινήσεις μᾶλλον ἄγε τὸν καθαιρόμενον. ἡ γὰρ κίνησις φέρει τὴν δύναμιν τῆς φαρμακείας ἐφ’ ἧπαρ καὶ φλέβας καὶ ἀναφέρεται πρὸς ἐγκέφαλον καὶ θώ‐ | |
5 | ρακα καὶ τὰ ἄλλα μόρια καὶ οὕτως ἕλκει τὸν χυμὸν, ἄλ‐ λως τε καθ’ Ἱπποκράτην ὅτι κίνησις τὰ σώματα ταράσσει ὡς δηλοῖ ἡ ναυτιλίη μέχρι τοῦ καὶ πρὸς ἔμετον ὁρμᾷν, καὶ δραστικώτερον τὸ ἐμετικὸν φάρμακον ἀπεργάζεται τῇ συμμαχίᾳ, ἄλλως τε ὅτι ἡ κίνησις χύσιν τῶν χυμῶν ποι‐ | |
10 | εῖται καὶ εὔρυτοι τὸ τηνικαῦτα γίνονται. πάλιν δέ φησι, πρὸς δὲ τοὺς ὕπνους καὶ τὰς ἀκινησίας ἧσσον ἄγε τὸν καθαιρόμενον, ἐπειδὴ ἐν τοῖς ὕπνοις καὶ τῇ ἀκινησίᾳ μᾶλλον ἐνεργοῦσιν αἱ φυσικαὶ δυνάμεις καὶ πέττουσι τὸ καθάρσιον. | |
14 | ||
15 | ιεʹ. Ἐπὴν βούλῃ μᾶλλον ἄγειν τὸν ἐλλέβορον, κίνει τὸ σῶμα· ἐπὴν δὲ παῦσαι, ὕπνον ποίει, καὶ μὴ κίνει. — | |
16 | ΘΕΟΦ. Ἐνταῦθα λέγει ὅτι ἐὰν θέλῃς, ἵνα ἡ κένω‐ σις δεόντως γένηται, μετὰ τὸ εἰληφέναι τὸν ἐλλέβορον, κίνει τὸ σῶμα. καὶ ἡ αἰτία εἴρηται. εἰ δὲ θέλεις ἐπισχε‐ | |
20 | θῆναι τὴν κένωσιν, ὕπνον ποίει καὶ μὴ κίνει. ὁ γὰρ ὕπ‐ νος ἀνάπαυλαν ποιεῖται τῶν ψυχικῶν καὶ ζωτικῶν δυνά‐ μεων καὶ τούτων ῥωννυμένων, δύναται πεφθῆναι τὸ ἐγκα‐ ταλειφθὲν καθάρσιον καὶ οἱ ἐγκαταλειφθέντες χυμοί. καὶ ἔστιν ὁ λόγος ἁρμόδιος ἐπὶ παντὸς καθαρσίου. | |
24 | ||
25 | ιϛʹ. Ἐλλέβορος ἐπικίνδυνος τοῖσι τὰς σάρκας ὑγιέας ἔχουσι· σπασμοὺς γὰρ ποιέει. — | |
26 | ΘΕΟΦ. Οὐ ταυτολογεῖ ὁ Ἱπποκράτης, ὥς τινές φα‐ σιν· ἀνωτέρω γὰρ, ἔνθα ἔλεγεν, ὡς οἱ εὖ τὰ σώματα ἔχον‐ τες φαρμακεύεσθαι ἐργώδεες, περὶ παντὸς καθαρσίου | |
30 | διελέγετο, ἐνταῦθα δὲ περὶ τοῦ κυρίως ἐλλεβόρου καί φησιν, ὅτι ἐλλέβορος ἐπικίνδυνος τοῖς τὰς σάρκας ὑγιεῖς ἔχουσι. καὶ ἡ αἰτία· ὅτι σπασμὸν ἐμποιεῖ διὰ τὸ σφο‐ | |
δρὸν τῆς ἐνεργείας. περιττὸν γὰρ μὴ εὑρίσκων ἐν τῷ σώ‐ | 394 | |
2.395 | ματι, τὴν συνεκτικὴν ὑγρότητα ἐκδαπανᾷ, κἀντεῦθεν συμ‐ βαίνει γίνεσθαι τὸν σπασμόν. ΔΑΜ. Ἐξαίρετον γάρ τι πρόσεστι τῷ ἐλεβόρῳ τὰ τοῦ σπασμοῦ διὰ τὸ σφοδρὸν τῆς ἐνεργείας. | |
4 | ||
5 | ιζʹ. Ἀπυρέτῳ ἐόντι, ἀποσιτίη, καὶ καρδιωγμὸς, καὶ σκο‐ τόδινος, καὶ στόμα ἐκπικρούμενον, ἄνω φαρμακίης δέ‐ εσθαι σημαίνει. — | |
7 | ΘΕΟΦ. Ἀνωτέρω διδάσκων τὰς καθάρσεις ποιεῖν, ὅπου ἂν ῥέπῃ ἡ φύσις διὰ τῶν συμφερόντων χωρίων, | |
10 | ὥς τινος ἀποροῦντος καὶ πόθεν ἔχω γνῶναι ποῦ ῥέπει, νῦν παραδίδωσι σημεῖα, καὶ πρῶτον μὲν τῆς ἄνω κινή‐ σεως λέγων, ἐάν τις ἐστὶν ἀπύρεκτος καὶ ἀνόρεκτος, ἔχῃ δὲ καρδιωγμὸν τουτέστιν ὀδύνην στομάχου· οἱ γὰρ πα‐ λαιοὶ τὸν στόμαχον καρδίαν ὠνόμαζον· καὶ ἐὰν στόμα ἐκ‐ | |
15 | πικρούμενον καὶ σκοτόδινον, γίνωσκε ὅτι χολὴ πλεονάζει ἐν τῷ στομάχῳ καὶ διὰ τοῦτο ἄνω φαρμακεύειν χρή. Ἰστέον γὰρ ὅτι ἡ χολὴ καταβάλλουσα τὴν ὀρεκτικὴν δύναμιν ποιεῖ ἀποσιτίαν, δάκνουσα δὲ καὶ τὸν στόμαχον, τὸν καρδιωγ‐ μὸν, ἀναφερομένη δὲ διὰ τοῦ ὑμένος τοῦ ὑπαλείφοντος | |
20 | τὸν στόμαχον καὶ τὸν φάρυγγα ποιεῖ τὸ στόμα ἐκπικροῦ‐ σθαι, πρὸς δὲ τὸν ἐγκέφαλον ἥκουσα καὶ μολύνουσα τὸ ζωτικὸν πνεῦμα ποιεῖ τὴν σκοτοδινίαν. ΔΑΜ. Ἀποσιτία ἡ ἀνορεξία· καρδιωγμὸς ἡ δῆξις τοῦ στόματος τῆς γαστρός· σκοτόδινος, ὅταν περιδινεῖ‐ | |
25 | σθαι δοκῇ τὰ βλεπόμενα. πάντα γὰρ ταῦτα διὰ δακνώδη χυμὸν γίνεται καὶ λεπτὸν καὶ κοῦφον. | |
26 | ιηʹ. Τὰ ὑπὲρ τῶν φρενῶν ὀδυνήματα, ἄνω φαρμακίην ση‐ | |
μαίνει· ὁκόσα δὲ κάτω, κάτω. — | 395 | |
2.396 | ΘΕΟΦ. Φρένας ἐνταῦθα τὸ διάφραγμα ὀνομάζει. ὅσα μὲν οὖν ὑπεράνω τῶν φρενῶν ὀδυνῶνται καθάρσεως δεόμενα, ἄνωθεν δεῖ καθαίρειν, ὅσα δὲ κάτωθεν, κάτω. κατὰ γὰρ τὰς ῥοπὰς τῶν λυπούντων χυμῶν χρὴ καὶ τὰς | |
5 | κενώσεις ποιεῖσθαι, καὶ τὰς μὲν ἄνω διὰ τῶν ἐμετικῶν φαρμάκων δεῖ ποιεῖσθαι, τὰς κάτω δὲ δι’ ὑπηλάτων. ΔΑΜ. Τὰς ἄνω κοιλίας φησὶ τὰς οὔσας ὑπεράνω τῶν νεφρῶν. | |
8 | ιθʹ. Ὁκόσοι ἐν τῇσι φαρμακοποσίῃσι μὴ διψῶσι καθαι‐ | |
10 | ρόμενοι, οὐ παύονται πρὶν ἢ διψήσωσι. — | |
10 | ΘΕΟΦ. Κατὰ διαφόρους τρόπους γίνεται ἡ δίψα ἐπὶ τῶν καθαιρομένων· ἢ γὰρ διὰ κράσιν θερμὴν τῆς γα‐ στρὸς ῥᾳδίως κινοῦνται εἰς δίψαν, ποτὲ μὲν πρὸ τῆς κε‐ νώσεως, ποτὲ δὲ ὀλίγον μετὰ τὴν κένωσιν, ἢ διὰ τὸ εἶ‐ | |
15 | δος τοῦ φαρμάκου δριμυτέρου καὶ θερμοτέρου ὄντος, ὡς εὐφόρβιον, ἢ διὰ τὴν ἰδέαν τῶν κενουμένων χυμῶν, εἰ ξανθόχολοί εἰσι· περιῤῥέοντες γὰρ κατὰ γαστέρα, θερμοὶ ὄντες, δίψαν ποιοῦσι. γίνεται δὲ δίψα καὶ λόγῳ κενώσεως τῶν περιττωμάτων, περὶ ἧς ὁ λόγος τῷ Ἱπποκράτει, ἣν | |
20 | καὶ ὅρον τῆς κενώσεως τίθησι. φησὶ γὰρ ὅτι εἰ μὴ διψή‐ σωσιν, οὐ παύονται, εἰ δὲ διψήσωσι, παύονται. καὶ ἡ αἰ‐ τία· ὅτι ἡ δίψα γινομένη ἐν ταῖς φαρμακοποσίαις ἀγγέλ‐ λει ἔνδειαν τῶν ὑγρῶν καὶ ἐπικράτειαν τῆς ξηρότητος, τὸ ἄδιψον δὲ δηλοῖ μὴ ἐκκενοῦσθαι τελέως τοὺς χυμούς. | |
25 | ΔΑΜ. Οὐ παύονται τῶν λυπούντων χυμῶν δηλονότι πρὶν ἢ διψήσωσιν. | |
26 | κʹ. Ἀπυρέτοισιν ἐοῦσιν, ἢν γένηται στρόφος, καὶ γουνάτων βάρος, καὶ ὀσφύος ἄλγημα, κάτω φαρμακίης δέεσθαι σημαίνει. — | |
29 | ||
30 | ΘΕΟΦ. Συνεχὴς οὗτος ὁ ἀφορισμὸς ἐκείνῳ, ἔνθα γέ‐ γραπται, ἀπυρέτοισιν ἐοῦσιν ἀποσιτίη καὶ καρδιωγμὸς καὶ τὰ ἑξῆς. φησὶν οὖν ὅτι τοῖς ἀπυρέτοις οὖσιν ἐὰν γέ‐ | |
νηται στρόφος καὶ βάρος γονάτων καὶ ὀδύνη περὶ τὴν | 396 | |
2.397 | ὀσφὺν, κάτωθεν τὴν κάθαρσιν δεῖ ποιεῖν, διὰ τὸ τὴν ὕλην ἐπείγεσθαι κάτω, φλεγματικὴν οὖσαν. ΔΑΜ. Κατὰ γὰρ τὰς ὁρμὰς τῶν λυπούντων καὶ τὰς κενώσεις χρὴ ποιεῖσθαι. | |
4 | ||
5 | καʹ. Ὑποχωρήματα μέλανα, ὁκοῖον αἷμα μέλαν, ἀπὸ ταὐ‐ τομάτου ἰόντα, καὶ ξὺν πυρετῷ, καὶ ἄνευ πυρετοῦ, κά‐ κιστα. καὶ ὁκόσῳ ἂν χρώματα πονηρότερα ἔῃ, μᾶλλον κάκιον· ξὺν φαρμάκῳ δὲ, ἄμεινον, καὶ ὁκόσῳ ἂν χρώ‐ ματα πλέω ἔῃ, οὐ πονηρά. — | |
9 | ||
10 | ΘΕΟΦ. Ἐνταῦθα περὶ αὐτομάτων καὶ τεχνικῶν κε‐ νώσεων διαλέγεται ὁ Ἱπποκράτης. Ἀλλ’ ἡ αὐτόματος κένωσις διττή. ἢ γὰρ ὑπὸ τῆς φύσεως γίνεται ἢ βίᾳ συμ‐ πτώματος. ἐνταῦθα οὖν περὶ τῆς βίᾳ συμπτώματος γινο‐ μένης κενώσεως διαλέγεται καί φησι, ὅτι ὑποχωρήματα | |
15 | μέλανα, ὁκοῖον αἷμα τουτέστιν ὁποῖον τὸ ἐξ ἀναστο‐ μώσεως ἀγγείου πρὸς ἔντερα φερόμενον μελανθὲν πηκτὸν αἷμα, ἀπὸ ταὐτομάτου ἰόντα καὶ σὺν πυρετῷ καὶ ἄνευ πυρετοῦ, κάκιον. καὶ ἡ αἰτία, ὅτι ἄμφω τὰ σπλάγχνα πάσχει ὅ τε σπλὴν καὶ τὸ ἧπαρ, καὶ ὁ μὲν | |
20 | σπλὴν αὐτὸς καθ’ αὑτὸν, τὸ ἧπαρ δὲ διὰ τὸν σπλῆνα· μὴ δυνάμενος γὰρ ὁ σπλὴν τὸ τρυγῶδες τοῦ αἵματος, | |
ὅπερ ἐστὶν ὁ μελαγχολικὸς χυμὸς, ἕλξαι πρὸς ἑαυτὸν, ἐν | 397 | |
2.398 | τῷ ἥπατι μένει, καὶ μένων ἀσθένειαν παρέχει τῷ ἥπατι. τούτου οὖν ἀσθενοῦντος καὶ μὴ δυναμένου κατέχειν τὰ περιττὰ, τῇ οἰκείᾳ αὐτῶν τυραννίδι διεξέρχονται τὰ κα‐ λούμενα μέλανα. ταῦτα μὲν τὰ διαχωρήματα τὰ οἷον μέ‐ | |
5 | λανα ὡς αἷμα μέλαν, αὐτομάτως διαχωρούμενα, κακά εἰ‐ σιν, σὺν φαρμάκῳ δὲ ἄμεινον· ἀπαλλάττονται γὰρ τοῦ νοσήματος τῷ ἐρεθισμῷ τοῦ φαρμάκου καὶ οὐ τῇ ἥττᾳ τῆς φύσεως. ὁμοίως δὲ καὶ ἐὰν αὐτομάτως πλείονα χρώ‐ ματα πονηρὰ ἐκκενοῦνται, μᾶλλόν ἐστι κάκιον, σὺν φαρ‐ | |
10 | μάκῳ δὲ, ἄμεινον. καὶ αὐτομάτως μὲν κάκιον, ὅτι λόγῳ συμπτώματος κενοῦνται, ἡττωμένης τῆς φύσεως, καὶ με‐ γάλην κάκωσιν ἐνδείκνυται τῶν σπλάγχνων, σὺν φαρμάκῳ δὲ ἄμεινον, ὅτι ἀπήλλακται ἡ φύσις τῆς ἐνοχλούσης κακο‐ χυμίας. εἰ δέ τις λέγει καὶ πόθεν δῆλον, ὅτι περὶ τῆς | |
15 | βίᾳ συμπτώματος γενομένης αὐτομάτου κενώσεως ἐνταῦθα διαλέγεται, λέγομεν, ἐκ τοῦ εἰπεῖν ἰόντα. τοῦτο γὰρ τὸ ὄνομα μῆκος χρόνου ἐνδείκνυται, ἡ δὲ νόμῳ φύσεως κένωσις ἐν ὀλίγῳ χρόνῳ τὴν ἀπάλλαξιν τῶν χυμῶν ποιεῖται. | |
20 | ΔΑΜ. Οὐ τὴν ἀκριβῶς μέλαινάν φησιν, ἀλλὰ τὰ μέλανα εἰπὼν τὴν οἷον τρύγα λέγει τοῦ αἵματος, ἧς χρο‐ νιζούσης ἐν τῷ σώματι καὶ σηπομένης, ἡ μέλαινα γίνεται, ἣν δὴ τρύγα ὁ σπλὴν καθαίρων τὸ αἷμα ἕλκει καὶ ταύτῃ τρέφεται. | |
24 | ||
25 | κβʹ. Νουσημάτων ὁκόσων ἀρχομένων, ἢν χολὴ μέλαινα ἢ ἄνω ἢ κάτω ὑπέλθῃ, θανάσιμον. — | |
26 | ΘΕΟΦ. Οὗτος ὁ ἀφορισμὸς παράδειγμά ἐστι τοῦ πρὸ αὐτοῦ ἀφορισμοῦ· ὥς τινος γὰρ ἀποροῦντος, ὅτι πότε κάκιον τὰ οἷον μέλαν αἷμα διαχωρήματα καὶ τὰ ἄλλα | |
30 | πονηρὰ ἐκκρινόμενα, φησὶν ἐνταῦθα, τὰ ἐν ἀρχαῖς τῶν νοσημάτων ἐκκρινόμενα· ποιεῖται οὖν τὸν λόγον περὶ ἑνὸς τῶν πονηρῶν χρωμάτων ἤτοι περὶ τῆς μελαίνης χολῆς καί φησι, ὅτι αὕτη ἡ μέλαινα χολὴ ἐὰν ἐν ταῖς ἀρχαῖς τῶν νοσημάτων ἢ ἄνω ἢ κάτω ὑπέλθῃ, θανάσιμόν ἐστι. | |
35 | καὶ ἡ αἰτία, ὅτι σημαίνει τὴν φύσιν παντελῶς κακῶς | |
ἔχειν. ἔθος γάρ ἐστι τῇ φύσει τὰ περιττὰ πρῶτον πέτ‐ | 398 | |
2.399 | τειν καὶ τότε τὴν κένωσιν αὐτῶν ποιεῖν, ὥστε οὖν, εἰ κε‐ νοῦνται ἐν ἀρχαῖς, οὐ νόμῳ φύσεως κενοῦνται, ἀλλὰ τῇ οἰκείᾳ αὐτῶν τυραννίδι· ἄλλως τε ὅτι ἡ μέλαινα χολὴ διαβρωτική ἐστιν· ἔχει γὰρ τὴν γένεσιν ἐκ τοῦ μελαγχο‐ | |
5 | λικοῦ χυμοῦ σηπομένου ἢ ἐκ ξανθῆς χολῆς ὑπερωπτημέ‐ νης. αὕτη οὖν εἰ μὲν κάτωθεν ἐνεχθῇ διὰ τῶν ἐντέρων, ξύει, διαβιβρώσκει καὶ δυσεντερίας ἀπεργάζεται· εἰ δὲ ἄνωθεν, ξύει τὸν στόμαχον καὶ ἑλκοῖ καὶ εἰς συμπάθειαν φέρει τὸν ἐγκέφαλον καὶ τὰ ἄλλα μόρια. διὰ οὖν ταύτας | |
10 | τὰς αἰτίας θανάσιμον. Ἰστέον δὲ ὅτι τὸ οἷον μέλαν αἷμα διαχώρημα τῆς μελαίνης χολῆς οὕτω διαφέρει· ἡ μὲν γὰρ μέλαινα χολὴ τὸ δριμὺ καὶ διαβρωτικὸν καὶ ὀξῶδες καὶ στίλβον προσκέκτηται, τὸ δὲ οἷον μέλαν αἷμα τῶν τοιούτων οὐδὲν ἔχει, ἀλλ’ ἔστιν ὥσπερ τις ἰλὺς αἵματος | |
15 | ὡς ἡ ἐν τοῖς παχέσιν οἴνοις ἀποκαθισταμένη τρύξ. | |
15 | κγʹ. Ὁκόσοισιν ἐκ νουσημάτων ὀξέων, ἢ πουλυχρονίων, ἢ ἐκ τρωμάτων, ἢ ἄλλως λελεπτυσμένοισι, χολὴ μέλαινα ὁκοῖον αἷμα μέλαν ὑπέλθῃ, τῇ ὑστεραίῃ ἀποθνήσκουσι. — | |
18 | ΘΕΟΦ. Εἰ γὰρ ἐν ἀρχῇ τῶν νοσημάτων, ἐν ᾗ ἐῤῥω‐ | |
20 | μένη ἐστὶν ἡ δύναμις, χολὴ μέλαινα κενωθῇ ἢ ὁποῖον μέλαν αἷμα, θάνατον σημαίνει, πολλῷ μᾶλλον ἐν τοῖς ὀξέσι νοσήμασι καὶ ἐν τοῖς πολυχρονίοις καὶ ἐν τοῖς ἕλκη παμμεγέθη ἔχουσι καὶ ἐν τοῖς ὁπωσοῦν λελεπτυσμένοις εἰ ἐπιφανῇ, θάνατον τῇ ὑστεραίᾳ δηλώσει· ἀσθενὴς γάρ | |
25 | ἐστιν ἐπὶ τῶν τοιούτων ἡ φύσις, ὡς μήτε πέψαι δύνα‐ σθαι, μήτε διακρῖναι τὰ οὕτω μοχθηρά. ΔΑΜ. Ἐπὶ γὰρ τῶν τοιούτων ἀσθενὴς ἡ φύσις γε‐ γονυῖα, ὡς μήτε πέψαι δύνασθαι μήτ’ ἐκκρῖναι τὰ οὕτως μοχθηρὰ διὰ μέγεθος τοῦ νοσήματος, ἀποχεῖ μὴ στεγό‐ | |
30 | μενα, καὶ ταῦτα χαλεπὰ καὶ θάνατον αὐτίκα φέρει καὶ οὐχ ὕστερον. | |
31 | ||
κδʹ. Δυσεντερίη, ἢν ἀπὸ χολῆς μελαίνης ἄρξηται, θανάσιμον. — | 399 | |
2.400 | ΘΕΟΦ. Εἰ γὰρ ἐπὶ τῆς γῆς ἐπιχεομένη ἡ μέλαινα χολὴ ζυμοῖ αὐτὴν διὰ τὸ δριμὺ καὶ λεπτὸν ὥσπερ ὄξος, πολλῷ μᾶλλον ἐν τῷ σώματι ἡμῶν ἀναίρεσιν ποιήσεται ὑγρῷ ὄντι καὶ εὐαισθήτῳ, ὥστε οὖν διὰ τὸ διαβρωτικὸν | |
5 | τῆς χολῆς θανάσιμος ἡ δυσεντερία. | |
5 | κεʹ. Αἷμα ἄνω μὲν ὁκοῖον ἂν ἔῃ, κακόν· κάτω δὲ, ἀγα‐ θόν. — | |
7 | ΘΕΟΦ. Καὶ ἐνταῦθα περὶ τῆς κενώσεως τῆς βίᾳ συμπτώματος διαλέγεται καί φησι, ὅτι ἐὰν αἷμα ὁποῖον | |
10 | ἂν ἔῃ τουτέστιν εἴτε ἀφρῶδες εἴτε ἐρυθρὸν εἴτε ξανθὸν εἴτε μέλαν ἄνωθεν διὰ στόματος κενωθῇ, κακόν ἐστιν, ἐπειδὴ τὰ ἄνω μόρια κυριώτερά εἰσι τῶν κάτω. καὶ αὐτὸ τὸ ἀνα‐ φερόμενον αἷμα ἢ διὰ ἀναστόμωσιν τῶν ἀγγείων ἢ διὰ ἀνάβρωσιν ἢ διὰ ῥῆξιν ἐξέρχεται, ὅπερ κακὸν, κάτω δὲ | |
15 | ἀγαθὸν τὰ μέλανα ὑποχωρέοντα ἤτοι ἄμεινον, ἐπειδὴ ἀκυρότερά εἰσι τῶν ἄνω τὰ κάτω. ἄλλως τε ἀγαθόν ἐστι τὸ μέλαν ὑποχώρημα, οὐχ ἁπλῶς ὁ μελαγχολικὸς χυμὸς, ἀλλ’ ἡ κένωσις ἡ δι’ αἱμοῤῥοΐδων γινομένη. ἰᾶται γὰρ τὰ μελαγχολικὰ πάθη. ὅταν γὰρ ἡ φύσις τοῦ ἀνθρώπου πο‐ | |
20 | λὺν ἀθροίσῃ τὸν μελαγχολικὸν χυμὸν, καὶ κενοῦται διὰ τῶν αἱμοῤῥοΐδων, τοῦτο ἀγαθόν ἐστι ἤτοι ἄμεινον. καὶ γὰρ οὐδ’ αὕτη ἡ κένωσις κυρίως ἀγαθή ἐστι διὰ τὰς ἀμετρίας. τούτῳ γὰρ τῷ λόγῳ πολλάκις ὑδέρους ἐργάζεται. ΔΑΜ. Ὁποῖον εἴτε ἀφρῶδες ἢ ξανθόν. | |
24 | ||
25 | κϛʹ. Ἢν ὑπὸ δυσεντερίης ἐχομένῳ ὁκοῖον αἱ σάρκες ὑπο‐ χωρήσωσιν, ἢ τὰ μέλανα διαχωρήματα, θανάσιμον. — | |
26 | ||
ΘΕΟΦ. Ἄνω περὶ ἀρχομένης δυσεντερίας ἐποιεῖτο | 400 | |
2.401 | τὸν λόγον, ἔνθα ἔλεγε, δυσεντερίη ἢν ἀπὸ χολῆς μελαίνης ἄρξηται, θανάσιμον, ἧς καὶ σημεῖον ἦν τὰ πιμελώδη πρῶτον, εἶθ’ ἑξῆς τὰ ξυσματώδη διαχωρήματα· ἐνταῦθα δὲ περὶ τῆς ἤδη συμπληρωθείσης δυσεντερίας διαλέγεται | |
5 | καὶ ταύτης σημεῖον τὸ ὑποχωρεῖσθαι οἷον σάρκας, ὅπερ καὶ θανάσιμον, διὰ τὸ μὴ δύνασθαι τὸ τηνικαῦτα σαρ‐ κῶσαι τὴν τοιαύτην ἕλκωσιν μήτε ἀπουλωθῆναι, αὐτῆς τῆς οὐσίας τῶν ἐντέρων πεπονθυίας. ΔΑΜ. Τεκμήρια γάρ εἰσιν αἱ σάρκες τῆς οὐσίας τῶν | |
10 | ἐντέρων. | |
10 | κζʹ. Ὁκόσοισι ἐν τοῖσι πυρετοῖσι αἱμοῤῥαγέει πλῆθος ὁκοθενοῦν, ἐν τῇσι ἀναλήψεσι, τουτέοισι αἱ κοιλίαι καθυγραίνονται. — | |
13 | ΘΕΟΦ. Ἐνταῦθα λέγει ὅτι ἐὰν νοσημάτων κρίσις γέ‐ | |
15 | νηται δι’ αἱμοῤῥαγίας λάβρης, ἐν οἷς ἂν γένηται, τούτοις ἐν τῇ ἀναλήψει αἱ κοιλίαι καθυγραίνονται. ἡ γὰρ ἐπιτε‐ ταμένη κένωσις τοῦ αἵματος ἡ διὰ τῶν φυσικῶν ὑπονό‐ μων γινομένη τουτέστι διὰ μυκτήρων, δι’ αἱμοῤῥοΐδων, διὰ γυναικείου ῥοῦ, ἔνδειαν ποιεῖται τοῦ συμφύτου θερ‐ | |
20 | μοῦ κἀντεῦθεν ἀτονοῦσιν αἱ πεπτικαὶ δυνάμεις. ἐν τῇ ἀναλήψει οὖν ἀτόνων οὐσῶν τῶν πεπτικῶν δυνάμεων τῆς τε γαστρὸς καὶ τοῦ ἥπατος, ἀπεπτεῖται ἡ τροφὴ καὶ ἀπεπτουμένη φέρεται δι’ ἐντέρων καὶ ποιεῖ ὑγρὰ τὰ διαχωρήματα. | |
25 | ΔΑΜ. Τοῦ γὰρ ἐμφύτου ἀῤῥώστου γενομένου διὰ τὴν αἱμοῤῥαγίαν, οὔτε πέττεσθαι τὰ σιτία, οὔθ’ αἱμα‐ τοῦσθαι, οὔτ’ ἀναδίδοσθαι δύνανται. εἰκὸς οὖν διὰ τοῦτο τὰς κοιλίας ὑγραίνεσθαι. | |
28 | κηʹ. Ὁκόσοισι χολώδεα τὰ διαχωρήματα, κωφώσιος ἐπι‐ | |
30 | γενομένης παύεται, καὶ ὁκόσοισι κώφωσις, χολωδέων ἐπιγενομένων διαχωρημάτων, παύεται. — | |
31 | ||
ΘΕΟΦ. Κώφωσιν λέγει οὐ τὴν μόνιμον, ἀλλὰ τὴν | 401 | |
2.402 | γινομένην πρόσφατον ἀπὸ ξανθῆς χολῆς φερομένης. φη‐ σὶν οὖν ὅτι οἷσι χολώδεα τὰ διαχωρήματα, κωφώσεως ἐπιγινομένης, παύεται, καὶ οἷσι κώφωσις, χολωδέων ἐπι‐ γενομένων, παύεται. καὶ ἡ αἰτία, ὅτι ἡ χολώδης ὕλη ἡ | |
5 | ποιοῦσα χολώδη τὰ διαχωρήματα μετέστη ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω, ἥτις καὶ τὴν κώφωσιν ἐποίησε, τοὺς ἀκου‐ στικοὺς πόρους καταλαβοῦσα καὶ ἐμφράξασα. καὶ διὰ τοῦτο τὰ χολώδη διαχωρήματα παύονται. πάλιν δὲ οἷς ἐστι κώφωσις, ἐπιγίνονται δὲ χολώδη διαχωρήματα, | |
10 | παύεται ἡ κώφωσις, τῆς ὕλης ἐκ τῶν ἄνω ἐπὶ τὰ κάτω χωρούσης. τῷ λόγῳ οὖν τῆς μεταστάσεως τὰ χολώδη δια‐ χωρήματα τὴν προηγησαμένην κώφωσιν παύουσι καὶ ἡ κώφωσις τὰ προηγησάμενα χολώδη διαχωρήματα τῷ αὐτῷ λόγῳ παύει. | |
15 | ΔΑΜ. Τῆς γὰρ ὕλης μεταστάσης, γίνονται ταῦτα. | |
15 | κθʹ. Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσι ἑκταίοισιν ἐοῦσι ῥίγεα γίνεται, δύσκριτα. — | |
17 | ΘΕΟΦ. Ῥῖγός ἐστι περίψυξις τοῦ παντὸς σώματος μετὰ κλόνου γινομένη τῶν μυῶν. καὶ ὁ μὲν κλόνος γίνε‐ | |
20 | ται διὰ τὴν δῆξιν τῶν χυμῶν, δακνομένων τῶν μορίων, ἡ δὲ ψύξις διὰ τὸ δραπετεύειν εἰς τὸ βάθος τὸ ἔμφυτον θερμόν. ἔστι μὲν οὖν τὸ ῥῖγος σημεῖον κριτικὸν καὶ ἀπάλ‐ λαξις τοῦ πυρετοῦ, καθὼς ἐν ἐκείνῳ εἴρητο, ὑπὸ καύσου ἐχομένῳ, ῥίγεος ἐπιγενομένου, λύσις· ἀλλ’ ἐὰν μετὰ πέ‐ | |
25 | ψεως καὶ ἐν ἀγαθῇ ἡμέρᾳ γένηται· ἐὰν δὲ μὴ οὕτως ἔχῃ, κακόκριτον τὸ τοιοῦτον. δύσκριτα οὖν ἤτοι δύσλυτα τὰ ἐν ἑκταίοις πυρετοῖς γινόμενα ῥίγη διὰ τὴν ἀκρίσιμον ἡμέραν· εἴωθε γὰρ αὕτη ἐπὶ κακῷ κρίνειν. ὡς γὰρ εἴρη‐ | |
ται, ἡ ἕκτη ἡμέρα ἔοικε τυράννῳ, ἡ δὲ ἑβδόμη βασιλεῖ. | 402 | |
2.403 | ΔΑΜ. Ἐπὶ κινήσει γὰρ ταῦτα τῆς φύσεως γίνεται, ὥστε κακὴν κρίσιν ἀγγέλλει ἡ ἕκτη. | |
2 | λʹ. Ὁκόσοισι παροξυσμοὶ γίνονται, ἣν ἂν ὥρην ἀφῇ ὁ πυρετὸς, ἐς τὴν αὔριον τὴν αὐτέην ὥρην ἢν λάβῃ, | |
5 | δύσκριτα. — | |
5 | ΘΕΟΦ. Ὁ νῦν ἀφορισμὸς διαγνωστικός ἐστι νοση‐ μάτων μηκυνομένων, καὶ ὃ λέγει, τοιοῦτόν ἐστι, ὅτι ἐὰν παροξυσμὸς κατὰ τὴν ὥραν ἣν ἂν ἀφῇ τὸν κάμνοντα ὁ πυρετὸς, πάλιν τῇ ἑξῆς λάβῃ τὴν ὥραν ἐκείνην, ἥνπερ | |
10 | αὐτὸν εἴασε τὴν πρώτην ἡμέραν, δύσκριτον τουτέστι μη‐ κύνεται τὸ νόσημα. καὶ ἡ αἰτία, ὅτι ἐστηριγμένον ἐστὶ τὸ τῶν παροξυσμῶν αἴτιον. εἰ γὰρ ἦν ἀστήρικτον, οὐκ ἂν ἐτήρησε τάξιν τε καὶ περίοδον. ΔΑΜ. Οἷον ἀρξάμενος πυρετὸς κατὰ τὴν πρώτην | |
15 | ὥραν τῆς ἡμέρας ἐπαύσατο κατὰ τὴν ἑβδόμην, καὶ τῇ αὔριον ἤρξατο κατὰ τὴν ἑβδόμην ὥραν, καθ’ ἣν χθὲς ἐπαύσατο. | |
17 | λαʹ. Τοῖσι κοπώδεσιν ἐν τοῖσι πυρετοῖσιν ἐς τὰ ἄρθρα, καὶ παρὰ τὰς γνάθους μάλιστα, αἱ ἀποστάσιες γίνονται. — | |
19 | ||
20 | ΘΕΟΦ. Ὁ κόπος διττὸς, ὁ μὲν ἀπὸ κινήσεως φα‐ νερᾶς, ὁ δὲ αὐτόματος. ἐὰν οὖν τις κοπωθῇ φανερῶς ἀπὸ τῆς ἔξωθεν κινήσεως ἐν ἀρχῇ πυρετοῦ, εἰς τὰ ἄρθρα καὶ παρὰ τὰς γνάθους αἱ ἀποστάσεις γίνονται, καὶ εἰς | |
τὰ ἄρθρα μὲν, διότι τὰ ἄρθρα εὐρύχωρά εἰσι καὶ θερ‐ | 403 | |
2.404 | μανθέντα τῇ θερμότητι ἐπισπῶνται τὴν ὕλην. εἰ δὲ καὶ λεπτοτέρα τύχῃ εἶναι ἡ ὕλη, ἐπὶ τὴν κεφαλὴν ἀναφερο‐ μένη πρὸς τὰς γνάθους ἀφίσταται διὰ τὸ εἶναι αὐτὰς πάνυ ἀσθενεῖς καὶ μὴ δύνασθαι ἀποδιῶξαι εἰς ἕτερα μό‐ | |
5 | ρια τὸν τοιοῦτον χυμόν. καὶ ἐπὶ τοῖς αὐτομάτοις κόποις ἐν πυρετοῖς τὸ αὐτὸ γίνεται διὰ τὴν αὐτὴν αἰτίαν, καὶ μάλιστα ὅταν ὁ αὐτόματος κόπος διὰ πλῆθός ἐστιν, ὥστε οὖν ἐπ’ ἀμφοτέρων τῶν κόπων ἐστὶν ὁ λόγος τῷ Ἱπποκράτει. | |
10 | ΔΑΜ. Τοῖς διὰ κίνησιν σφοδρὰν καὶ πολλὴν ἐγκό‐ ποις εἰκὸς περὶ τὰ ἄρθρα τὰς ἀποστάσεις γίνεσθαι κι‐ νουμένοις καὶ θερμαινομένοις σφοδρῶς, περὶ δὲ τὰς γνά‐ θους διὰ τὴν ἀναφορὰν τῆς ὕλης περὶ τὴν κεφαλὴν, κού‐ φης ἴσως οὔσης καὶ ἀνωφεροῦς. | |
14 | ||
15 | λβʹ. Ὁκόσοισι ἀνισταμένοισιν ἐκ τῶν νούσων τι πονέει, ἐνταῦθα αἱ ἀποστάσιες γίνονται. — | |
16 | ΘΕΟΦ. Τὸ λεγόμενον τοιοῦτόν ἐστιν· οἱ ἀνακομιζό‐ μενοι ἐκ τῶν νόσων, μὴ τελείως δὲ τὴν κρίσιν δεξάμενοι, ἀλλ’ ἔχοντές τινα περιττὰ ἐγκαταλελειμμένα, ἐὰν ὀδυνη‐ | |
20 | θῶσί τι μόριον, ἐκεῖσε κατασκήπτει τὰ ἀποστήματα. ποῦ; εἰς τὰ ἄρθρα καὶ παρὰ τὰς γνάθους. ἡ γὰρ ὀδύνη προ‐ τρέπει τὰ ῥεύματα, ἀλλ’ ἐκεῖσε διὰ τὴν ἔμπροσθεν εἰρημένην αἰτίαν. πόνον δὲ ἀκουστέον ἢ τὴν σφοδρὰν κί‐ νησιν ἢ τὴν βλάβην. | |
25 | ΔΑΜ. Καὶ γὰρ τὴν τοῦ ἐπικρατοῦντος χυμοῦ καὶ ἀκμὴν ἀπέπτου ὄντος πλήρωσιν δηλοῖ ὁ πόνος. | |
26 | λγʹ. Ἀτὰρ ἢν καὶ προπεπονηκός τι ἔῃ πρὸ τοῦ νοσέειν, ἐνταῦθα στηρίζει ἡ νοῦσος. — | |
28 | ΘΕΟΦ. Οἱ μὲν πρὸ τούτου δύο ἀφορισμοὶ, ὁ μὲν | |
30 | εἷς, οὗ ἀρχὴ ἐν τοῖσι κοπιώδεσι πυρετοῖσι, περὶ τῶν ἐν ταῖς νόσοις κόπων διελέγετο, ὁ δὲ μετ’ αὐτὸν περὶ τῶν | |
ἐν ταῖς ἀναλήψεσιν, οὗτος δὲ περὶ τῶν προηγησαμένων | 404 | |
2.405 | τῆς νόσου κόπων. φησὶ γὰρ, ἀτὰρ εἰ καὶ προπεπονηκώς τι ᾖ πρὸ τοῦ νοσέειν, ἐνταῦθα στηρίζει ἡ νόσος, τουτ‐ έστι ἐὰν καὶ πρὸ τοῦ νοσεῖν ὀδυνηθῇ τὰ ἄρθρα, ἐκεῖσε γίνεται ἡ ἀπόστασις, εἰ ἐλπίς ἐστι κατὰ ἀπόστασιν γίνε‐ | |
5 | σθαι τὴν κρίσιν, καὶ ἑδράζεται διὰ τὸ πάχος τῆς ὕλης. | |
5 | λδʹ. Ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ, οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι, πνὶξ ἐξαίφνης ἐπιστῇ, θανάσιμον. — | |
7 | ΘΕΟΦ. Σημειωτικός ἐστιν ὁ ἀφορισμὸς καὶ περὶ κυνάγχης διαλέγεται καί φησιν, ὅτι ἐὰν ὑπὸ πυρετοῦ ἐχομένῳ, | |
10 | οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι, πνὶξ ἐπιφανῇ ἐξαί‐ φνης, θανάσιμον. Διὰ τί; ἐπειδὴ οὐ διαφαίνεται τὸ πά‐ θος αἰσθήτως ἐν τῷ τραχήλῳ. γίνεται δὲ ἡ πνὶξ τρόπῳ τοιούτῳ, τῆς τραχείας ἀρτηρίας τῶν ἐντὸς μυῶν φλεγμη‐ νάντων ἐν τῷ πέρατι αὐτῆς κἀκ τούτου ἐμφραξάντων τὴν | |
15 | ἔξοδον καὶ εἴσοδον τοῦ πνεύματος, καὶ διὰ τοῦτο θανά‐ σιμον· ἄλλως τε ὅτι πυρετὸς ὑπόκειται καὶ τὸ βάθος ζέει, τοτηνικαῦτα ψύξεως χρήζει τῆς ἀπὸ τοῦ ἔξωθεν ἀέρος. ἀδύνατον δὲ τοῦτο γίνεσθαι διὰ τὴν πνίγα, καὶ διὰ τοῦτο θανάσιμον. | |
20 | ΔΑΜ. Ὁ γὰρ πυρετὸς χρείαν ἔχων μεγάλης εἰσπνοῆς ἀποτυγχάνει ταύτης διὰ τὴν πνίγα, ἥτις πνὶξ γίνεται ἢ διὰ στενοχωρίαν τῶν ἀναπνευστικῶν ὀργάνων ἢ δι’ ἀῤῥω‐ στίαν τῆς κινούσης τὸν θώρακα δυνάμεως ἢ διὰ ψύ‐ ξιν ἰσχυρὰν τῆς ζωτικῆς, ἢ διὰ παράλυσιν μυῶν τοῦ | |
25 | λάρυγγος. | |
25 | λεʹ. Ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ ὁ τράχηλος ἐπιστραφῇ, καὶ μόγις καταπίνειν δύνηται, οἰδήματος μὴ ἐόντος ἐν τῷ τραχήλῳ, θανάσιμον. — | |
28 | ΘΕΟΦ. Ὁ τράχηλος διαστρέφεται, ποτὲ μὲν ἔσω | |
30 | ἐπὶ τὸ βάθος καὶ καλεῖται λόρδωσις, ποτὲ δὲ ἔξω καὶ | 405 |
2.406 | καλεῖται κύρτωσις, ποτὲ δὲ ἐπὶ τὰ δεξιὰ ἢ ἀριστερὰ καὶ καλεῖται σκολίωσις. γίνεται δὲ τοῦτο τὸ πάθος, ὃ καὶ εἶδος συνάγχης ἐστὶν, ἢ ἐπὶ προκαταρκτικῇ αἰτίᾳ ἢ ἐπὶ προηγουμένῃ, καὶ προκαταρκτικῇ μὲν, ὡς ἐπὶ ῥηγμάτων, | |
5 | πτωμάτων, ἐπὶ προηγουμένῃ δὲ, ὡς ἐπὶ φυμάτων, ὄγκων. ἐὰν οὖν ῥευματισθῶσιν οἱ τοῦ στομάχου ἐσώτεροι μύες ἢ αὐτὸς ὁ στόμαχος, φλεγμαίνουσι καὶ φλεγμαίνοντες δια‐ στρέφουσι τὸν τράχηλον κατὰ λόρδωσιν· ἕλκουσι γὰρ τοὺς συνδέσμους τῶν σπονδύλων πρὸς ἑαυτούς. τούτων οὖν ἑλ‐ | |
10 | κομένων συνέλκονται οἱ σπόνδυλοι, καὶ ἀμφοτέρων ἐπὶ τὰ ἔσω τεινομένων, ὠθοῦσι τὴν φλεγμονὴν καὶ ἀποθλί‐ βεται ὁ οἰσοφάγος, ἐκ δὲ τοῦ οἰσοφάγου καὶ ἡ τραχεῖα ἀρτηρία, ὥστε μὴ δύνασθαι καταπίνειν τὸν ἄνθρωπον. κἀντεῦθεν πνιγμὸς καὶ θάνατος ἐπιγίνεται, ἐπιμενούσης | |
15 | δηλονότι τῆς φλεγμονῆς· ἄλλως τε ὅτι πυρετὸς ὑπόκειται καὶ τοιοῦτος, ὥστε τῇ ξηρότητι αὐτοῦ καὶ διαστροφὴν τοῦ τραχήλου ἀπεργάζεσθαι, ὅπερ καὶ ὀλέθριον. ΔΑΜ. Τεινομένων γὰρ τῶν νεύρων ἐπὶ τὰ φλεγμαί‐ νοντα μόρια, ἀλλὰ δὴ καὶ τῶν συνδέσμων, τοὺς σπονδύ‐ | |
20 | λους ἀναγκαῖόν ἐστιν ἕπεσθαι ἢ εἰς τὰ ἐντὸς ἢ εἰς τὰ πλάγια. | |
21 | λϛʹ. Ἱδρῶτες πυρεταίνοντι ἢν ἄρξωνται, ἀγαθοὶ τριταῖοι, καὶ πεμπταῖοι, καὶ ἑβδομαῖοι, καὶ ἐνναταῖοι καὶ ἑνδεκα‐ ταῖοι, καὶ τεσσαρεσκαιδεκαταῖοι, καὶ ἑπτακαιδεκαταῖοι, καὶ | |
25 | μιῇ καὶ εἰκοστῇ, καὶ ἑβδόμῃ καὶ εἰκοστῇ, καὶ τριηκοστῇ πρώτῃ, καὶ τριηκοστῇ τετάρτῃ· οὗτοι γὰρ οἱ ἱδρῶτες νούσους κρίνουσι. οἱ δὲ μὴ οὕτω γινόμενοι, θάνατον σημαίνουσι, καὶ πόνους, καὶ μῆκος νούσου, καὶ ὑπο‐ τροπιασμόν. — | |
29 | ||
30 | ΘΕΟΦ. Περὶ κριτικοῦ σημείου τουτέστι τῶν ἱδρώ‐ | 406 |
2.407 | των διαλέγεται νῦν ὁ Ἱπποκράτης καὶ περὶ ὀξέων νοση‐ μάτων καί φησιν, ὅτι ἱδρῶτες πυρεταίνοντι ἢν ὀξέως ἄρξωνται, ἀγαθοὶ τουτέστι κρίσιμοι τριταῖοι καὶ πεμπταῖοι καὶ τὰ ἑξῆς. καὶ ἡ αἰτία, ὅτι τὰ κρίσιμα σημεῖα καὶ συμ‐ | |
5 | πτώματα ταῖς κρισίμοις ἡμέραις ἄρχεσθαι θέλει. ἐν ταύ‐ ταις γὰρ τὰ ἐπιφαινόμενα θᾶττον κρίνουσι, τὰ δὲ μὴ ἐν ταύταις, μῆκος νόσου καὶ πόνον σημαίνουσι, συγκοπτι‐ κῶς διὰ βλάβην γινόμενα. ὅτι δὲ περὶ ὀξέων νοσημάτων ἐνταῦθα ὁ λόγος τῷ Ἱπποκράτει, δῆλον ἐκ τοῦ εἰπεῖν | |
10 | τοὺς ἱδρῶτας ἀγαθοὺς εἶναι ἐν τῇ τρίτῃ καὶ πέμπτῃ ἐπι‐ φαινομένους· τὰ γὰρ ὀξέα τὰ σὺν ἱδρῶτι κρινόμενα ταῖς περιτταῖς ἡμέραις μᾶλλον τὴν κρίσιν ἔχει, ἄλλως τε ὅτι τὰ ὀξέα σὺν ἱδρῶτι κρίνονται, τὰ δὲ χρόνια οὐ σὺν ἱδρῶτι πεφύκασι λύεσθαι, ἀλλ’ ἢ κατὰ σύμπεψιν ἢ δι’ | |
15 | ἀποστημάτων. πρὸς δὲ τοὺς λέγοντας ὅτι εἰ καὶ οἱ σύνο‐ χοι πυρετοὶ ὀξεῖς εἰσι καὶ ἐν τῇ τετάρτῃ κρίνονται, διὰ τί μὴ ἐμνήσθη καὶ ταύτης ὁ Ἱπποκράτης, λέγομεν ὅτι οἱ σύνοχοι δι’ αἱμοῤῥαγίας κρίνονται, οὐ δι’ ἱδρώτων. ἐν‐ ταῦθα δὲ περὶ ἱδρώτων ἦν ὁ λόγος αὐτῷ καὶ διὰ τοῦτο | |
20 | οὐ καὶ αὐτῆς ἐμνήσθη. ΔΑΜ. Τῆς γʹ καὶ εʹ ἐμνημόνευσε, τὴν δʹ καταλιπὼν, | |
ὅτι ἡ γʹ προενεργεῖ τῆς δʹ ἐπὶ τῶν ὀξέων, οἷον προτρε‐ | 407 | |
2.408 | χούσης τῆς φύσεως, καὶ ἡ εʹ δὲ ἐφυστερίζει, τῆς δʹ οἷον σχολαιότερον κινουμένης πολλάκις. μνείαν δ’ ἐποιήσατο τῶν ἐντὸς τῶν μʹ ἡμερῶν μόνον. τὰ γὰρ τούτων χρονιώ‐ τερα νοσήματα οὐ πάνυ τι δι’ ἱδρώτων πέφυκε κρί‐ | |
5 | νεσθαι, ἢ δι’ ἐκκρίσεως, ἀλλ’ ἢ κατὰ σύμπεψιν ἢ δι’ ἀποστημάτων. | |
6 | λζʹ. Οἱ ψυχροὶ ἱδρῶτες ξὺν μὲν ὀξέϊ πυρετῷ γινό‐ μενοι, θάνατον σημαίνουσι, ξὺν πρηϋτέρῳ δὲ, μῆκος νούσου. — | |
9 | ||
10 | ΘΕΟΦ. Ψυχροὶ ἱδρῶτες γίνονται ἐν ὀξέσι πυρετοῖς, τοῦ χυμοῦ ψυχροτάτου ὄντος καὶ μὴ νικωμένης τῆς ψύξεως αὐτοῦ ὑπὸ τῆς πολλῆς θερμασίας, οἵτινες καὶ ὀλέθριοί εἰσιν ἐν τοῖς τοιούτοις νοσήμασι τουτέστιν ἐν τοῖς ὀξέσι καὶ ὡς ση‐ μεῖον καὶ ὡς αἴτιον· ὡς σημεῖον μὲν, ἐπειδὴ μὴ θερμαν‐ | |
15 | θεὶς ὁ τοιοῦτος χυμὸς μήτε ὑπὸ τῆς κατὰ φύσιν θερμα‐ σίας, μήτε ὑπὸ τῆς παρὰ φύσιν δεῖται πάντως χρόνου πρὸς τὸ πεφθῆναι, τὸ δὲ νόσημα εἰς χρόνους οὐκ ἐκτεί‐ νεται, ὀξέος ὄντος τοῦ πυρετοῦ, κἀντεῦθεν γίνεται θάνα‐ τος· ὡς αἴτιον δὲ θανάσιμον, ὅτι προσκαταλύει τὴν δύνα‐ | |
20 | μιν. εἰ δέ τις εἴποι ὅτι καὶ πῶς γίνεται ὑπὸ τοῦ τοιούτου χυμοῦ ὀξὺς πυρετὸς, λέγομεν ὅτι πολλάκις καὶ ὠμὸς χυ‐ μὸς σηπόμενος δύναται ποιεῖν ὀξεῖς πυρετοὺς, ἄλλως τε ἐνδέχεται ἐν ταῖς φλεψὶν εἶναι θερμὸν χυμὸν ποιοῦντα ὀξὺν πυρετὸν, τὸν δὲ ψυχρὸν χυμὸν ἐκτὸς εἶναι, ὃς καὶ | |
25 | ἀναλυόμενος ὑπὸ τοῦ πυρετοῦ καὶ χεόμενος ποιεῖ ἱδρῶτας· ψυχρὸν δὲ διὰ τὸ μὴ θαλφθῆναι ὑπὸ τῆς θερμασίας. καὶ τοῦτο φανερὸν ἐπὶ κρυστάλου· ὁ γὰρ ἥλιος καταλάμ‐ πων αὐτὸν ἀναλύει, οὐκ εὐθέως δὲ καὶ τὸ ἀποῤῥέον θάλπει. οὕτως μὲν ἐὰν ἐν ὀξεῖ πυρετῷ γένηται ψυχρὸς | |
30 | ἱδρὼς, θανάσιμον, ἐὰν δὲ σὺν πρηϋτέρῳ, μῆκος νόσου ση‐ | 408 |
2.409 | μαίνει, χρόνῳ πλείονι τῆς φύσεως δυναμένης τὸ πλῆθος τῶν χυμῶν πέψαι. ΔΑΜ. Τοῦ γὰρ ἐμφύτου θερμοῦ σβεσθέντος, ψυ‐ χροὶ οἱ ἱδρῶτες γίνονται. | |
4 | ||
5 | ληʹ. Ὅκου ἔνι τοῦ σώματος ἱδρὼς, ἐνταῦθα φράζει τὴν νοῦσον. — | |
6 | ΘΕΟΦ. Ἐνταῦθά φησιν Ἱπποκράτης ὅτι ἐὰν ἐν οἱ‐ ῳδήποτε μορίῳ ἱδρὼς γένηται, ἐκεῖ φράζει ἤτοι δηλοῖ τὴν νόσον εἶναι. καὶ ἡ αἰτία, ὅτι ἐκεῖσέ ἐστιν ἡ ὕλη, ἧς | |
10 | καὶ μέρος τι διεξερχόμενον τοὺς ἱδρῶτας ποιεῖ ἐν τῷ πάσχοντι μορίῳ. ΔΑΜ. Ὁ γὰρ ἱδρὼς τοῦ πεπονθότος μέρους ἐκκε‐ νοῖ τὴν ὑγρότητα· γίνεται δὲ, ἢ τῆς φύσεως κενούσης τὰ περιττὰ, ἢ λόγῳ τοῦ νοσήματος τῷ μὴ στέγεσθαι κατὰ | |
15 | τὸ σῶμα. | |
15 | λθʹ. Καὶ ὅκου ἔνι τοῦ σώματος θερμὸν ἢ ψυχρὸν, ἐν‐ ταῦθα ἡ νοῦσος. — | |
17 | ΘΕΟΦ. Καὶ ἐνταῦθά φησιν, ἐν ᾧπερ ἂν μορίῳ τοῦ σώματος ἢ θερμότης ἢ ψύξις γένηται τυχὸν ἐὰν ἀπὸ τοῦ | |
20 | κατὰ φύσιν θερμοῦ ἐκοστῇ καὶ ψυχρότερον γένηται ἢ πάλιν θερμότερον τοῦ κατὰ φύσιν θερμοῦ, ἐκεῖ ἡ νόσος. διὰ τί; ὅτι τοῦ κατὰ φύσιν ἐξέστηκε παρὰ φύσιν διατεθέν. ΔΑΜ. Ἐξέστηκε γὰρ τῆς κατὰ φύσιν εὐκρασίας. | |
23 | μʹ. Ὅκου ἐν ὅλῳ τῷ σώματι μεταβολαὶ, καὶ ἢν τὸ σῶμα | |
25 | ψύχηται, ἢ αὖτις θερμαίνηται, ἢ χρῶμα ἕτερον ἐξ ἑτέ‐ ρου δέχηται, μῆκος νούσου σημαίνει. — | |
26 | ΘΕΟΦ. Εἰ γὰρ ἡ ἁπλῆ μεταβολὴ τῆς τοῦ σώματος κράσεως μῆκος νόσου σημαίνει, τὸ ποτὲ ψύχεσθαι καὶ αὖθις θερμαίνεσθαι τὸ σῶμα, ὅπερ ἐστὶ σύνθετος δυσ‐ | |
30 | κρασία, πολλῷ πλέον μῆκος νόσου σημανεῖ. μερίζεται | |
γὰρ ἐπ’ αὐτῶν τῶν διαθέσεων ἡ φύσις καὶ ἀναγκάζεται, | 409 | |
2.410 | ποτὲ μὲν ταύτῃ προσέχειν τῇ διαθέσει, ποτὲ δὲ ἐκείνῃ· καὶ τῇ μιᾷ μαχομένη ἡ ἑτέρα αὔξεται, ὥστε διὰ τοῦτο εἰς μῆκος αὔξεσθαι τὸ νόσημα. τοῦ δὲ ποτὲ ψύχεσθαι, ποτὲ δὲ θερμαίνεσθαι σημεῖον τὰ χρώματα· ταῦτα γὰρ | |
5 | ταῖς δραστικαῖς ποιότησιν ἕπονται. ΔΑΜ. Αἱ ποικίλαι γὰρ διαθέσεις χρονιώτεραι τῶν μονοειδῶν. | |
7 | μαʹ. Ἱδρὼς πουλὺς ἐξ ὕπνου ἄνευ τινὸς αἰτίης φανερῆς γιγνόμενος, τὸ σῶμα σημαίνει ὅτι πλέονι τροφῇ χρέε‐ | |
10 | ται. ἢν δὲ τροφὴν μὴ λαμβάνοντος τοῦτο γίνηται, ση‐ μαίνει ὅτι κενώσιος δέεται. — | |
11 | ΘΕΟΦ. Κατὰ δύο τόπους γίνεται πολὺς ἱδρὼς ἐξ ὕπνου· ἢ γὰρ διὰ πολλὴν τροφὴν ἢ διὰ περίττωμα· ἐὰν οὖν ἄνευ τινὸς αἰτίας φανερᾶς ἐξ ὕπνου γένηται ἱδρὼς | |
15 | πολὺς, τυχὸν, εἰ μή ἐστι νότιον τὸ κατάστημα, σημαίνει ὅτι τὸ σῶμα πλείονι τροφῇ χρῆται. καὶ γὰρ αἱ τροφαὶ, μάλιστα δὲ αἱ θερμαὶ θερμαίνουσι τὰς ὕλας καὶ λεπτύ‐ νουσι καὶ ἀποδιώκουσιν αὐτὰς ἐπὶ τὰ ἐκτὸς καὶ ἱδρῶτας ποιοῦσιν. ἐὰν δὲ τροφὴν μὴ λαμβάνων ἐξ ὕπνου πολλὰ | |
20 | ἱδροῖ, τοῦτο σημαίνει, ὅτι πλῆθός ἐστι περιττωμάτων, ὅπερ πλῆθος κενώσεως δεῖται. διὰ τί δὲ εἶπεν ἐξ ὕπνου; ὅτι ἐν τοῖς ὕπνοις ἐνεργοῦσι πᾶσαι αἱ φυσικαὶ δυνάμεις καὶ τότε τὰ ἄχρηστα ἀπὸ τῶν χρηστῶν διακρίνονται. | |
23 | μβʹ. Ἱδρὼς πουλὺς, ψυχρὸς ἢ θερμὸς αἰεὶ ῥέων, ὁ ψυ‐ | |
25 | χρὸς μείζω, ὁ δὲ θερμὸς ἐλάσσω νοῦσον σημαίνει. — | |
25 | ΘΕΟΦ. Σημειωτικὸς καὶ οὗτος ὁ ἀφορισμὸς καὶ περὶ ἱδρώτων διαλέγεται· ἀλλ’ εἰ μὲν θερμὸς ὁ ἱδρὼς, βραχυχρόνιον τὸ νόσημα σημαίνει διὰ τὸ εὐδιαφόρητον τῆς ὕλης, ἥτις ἐστὶν ἡ ξανθὴ χολὴ, ἣ καὶ τὰς δυνάμεις | |
30 | ἐῤῥωμένας ἐνδείκνυται. ὁ ψυχρὸς δὲ ἱδρὼς μακροχρόνιον δηλοῖ τὸ νόσημα διὰ τὸ πάχος τῆς ὕλης καὶ τὸ δυσδια‐ φόρητον. οὕτως μὲν κεχωρισμένοι ὄντες σημαίνουσιν. εἰ δ’ | |
ἄμφω ὑποστῶσι παρὰ τὸ μᾶλλον καὶ ἧττον, εἰ μὲν ὁ | 410 | |
2.411 | θερμὸς ἐπικρατεῖ, βραχυχρόνιον τὸ νόσημα, εἰ δ’ ὁ ψυ‐ χρὸς ἱδρὼς, μακροχρονιώτερον. καὶ αἱ αἰτίαι εἴρηνται. Ἰστέον δὲ ὅτι διὰ τοῦ ἀεὶ ῥέων τὴν ἐπίμονον ῥύσιν τοῦ ἱδρῶτος ἐδήλωσεν. | |
5 | ΔΑΜ. Ἀκρίτως ἐν παντὶ χρόνῳ τῆς νόσου ἀμφότεροι δηλοῦσι πλῆθος. ἔστι δὲ ὁ μὲν ψυχρὸς χείρων, ὁ δὲ θερ‐ μὸς ἧττον ὀλέθριος. | |
7 | μγʹ. Οἱ πυρετοὶ ὁκόσοι μὴ διαλείποντες διὰ τρίτης ἰσχυ‐ ρότεροι γίνονται, ἐπικίνδυνοι. ὁτέῳ δὲ ἂν τρόπῳ δια‐ | |
10 | λείπωσι, σημαίνει ὅτι ἀκίνδυνοι. — | |
10 | ΘΕΟΦ. Ἐνταῦθα περὶ συνεχῶν πυρετῶν διαλέγεται, ὡς δηλοῖ τὸ εἰπεῖν αὐτὸν, ὁκόσοι μὴ διαλείποντες, μὴ διαλείποντες γὰρ συνεχεῖς εἰσιν, ἀλλὰ καὶ συνεχῶν ἐκεί‐ νων τῶν καυσωδῶν. καὶ τοῦτο πάλιν δῆλον διὰ τοῦ εἰ‐ | |
15 | πεῖν αὐτὸν, διὰ τρίτης ἰσχυροὶ γίνονται. ὃ δὲ λέγει, τοι‐ οῦτόν ἐστιν· ἐὰν οἱ καυσώδεις πυρετοὶ διὰ τρίτης ἰσχυρό‐ τεροι γίνωνται τουτέστιν ἐὰν ὁ τρίτος ἐπιπαροξυσμὸς σφοδρότερος φανῇ, ἐπικίνδυνοί εἰσι. καὶ ἡ αἰτία, ὅτι ἐν‐ δείκνυται πάχος ὕλης καὶ ἀσθένειαν δυνάμεως, ἀλλὰ μὴν | |
20 | καὶ ὅτι οὐ καιρὸς ἐπιδόσεως τροφῆς ἐστι τὸ τηνικαῦτα διὰ τὴν συνέχειαν τοῦ παροξυσμοῦ· ἄλλως τε ὅτι σημαί‐ νουσι κύριον φλεγμαίνειν μόριον, τυχὸν πνεύμονα ἢ ἧπαρ. ἀλλὰ μὴν καὶ σῆψιν πολλὴν ἐν τοῖς ἀγγείοις δηλοῦσι. διὰ ταύτας οὖν τὰς αἰτίας οἱ μὴ διάλειμμα δεχόμενοι πυρε‐ | |
25 | τοὶ ἐπικίνδυνοι, οἱ μέντοι διάλειμμα δεχόμενοι, οὐ κινδυ‐ νώδεις διὰ τὰς ἐναντίας αἰτίας. διάλειμμα δὲ ἀκουστέον οὐ τὴν παντελῆ ἀπυρεξίαν, ἀλλὰ τὴν μειοπυρεξίαν. ΔΑΜ. Εἴτε σφοδροῦ καὶ μακροῦ γεγονότος τοῦ πα‐ ροξυσμοῦ, εἴτε καὶ μὴ, σημαίνει ὅτι ἀκίνδυνον, ὡς μήτε | |
30 | διὰ φλεγμονὴν γινόμενοι, μήτε ἐπὶ κακοήθει σήψει χυ‐ μῶν. ἀμφότερα γὰρ οὐκ ἀφικνοῦνται εἰς ἀπυρεξίαν. | |
31 | μδʹ. Ὁκόσοισι πυρετοὶ μακροὶ, τουτέοισιν ἢ φύματα, ἢ ἐς τὰ ἄρθρα πόνοι ἐγγίνονται. — | |
33 | ΘΕΟΦ. Πυρετοὶ μακροὶ γίνονται διὰ πάχος ὕλης· | |
35 | ἐπὶ τῶν τοιούτων οὖν πυρετῶν καὶ κατὰ ἀπόστασιν ἡ | 411 |
2.412 | κρίσις γίνεται ὥσπερ τοῖς ὀξέσι δι’ ἱδρώτων διὰ τὸ εὐ‐ διαφόρητον τῆς ὕλης. αἱ οὖν ἀποστάσεις τοῖς χρονίοις νοσήμασιν εἰς τὰ ἄρθρα γίνονται διὰ τὴν εὐρυχωρίαν ἢ διὰ τὴν θερμασίαν τῶν ἄρθρων, προτρεπομένης ταύτης | |
5 | τὰ περιττὰ, ἐξ ὧν καὶ πόνοι ἤτοι ὀδύναι τοῖς ἄρθροις γίνονται. οὕτως μὲν εἰ εὐπαθῆ εἰσι τὰ ἄρθρα· εἰ γὰρ ῥωμαλέα εἰσὶ, τῇ αὐτῶν δυνάμει ἐκρίπτουσιν ἐπὶ τὸ δέρμα τοὺς χυμοὺς κἀντεῦθεν τὰ φύματα συμβαίνει γίνεσθαι. ΔΑΜ. Μηκύνονται οἱ πυρετοὶ διὰ τρεῖς αἰτίας ἢ | |
10 | διὰ χυμῶν πλῆθος ἢ πάχος ἢ ψυχρότητα τούτων. | |
10 | μεʹ. Ὁκόσοισιν ἢ φύματα, ἢ ἐς τὰ ἄρθρα πόνοι ἐκ πυ‐ ρετῶν γίνονται, οὗτοι σιτίοισι πλέοσι χρέονται. — | |
12 | ΘΕΟΦ. Ὁ νῦν ἀφορισμὸς περὶ τῶν ἀνακομιζομένων ἐκ νόσου εἴρηται. λέγει δὲ ὅτι ὅσοις μετὰ τοῦ ἀπαλλα‐ | |
15 | γῆναι τοῦ νοσήματος συμβαίνει γίνεσθαι φύματα ἢ πό‐ νους περὶ τὰ ἄρθρα, ὡς ἐπὶ τὸ πολὺ οὗτοι πλήθει σι‐ τίων χρῶνται. καὶ ἡ αἰτία, ὅτι ὑπὲρ τὴν ἀναλογίαν τῆς δυνάμεως αὐτῶν κέχρηνται τῇ τροφῇ, κἀν τούτῳ ἀπε‐ πτοῦσι καὶ περισσότερα ἀθροίζονται τὰ περιττὰ, ὅθεν εἰ | |
20 | μὲν πρὸς τὰ ἄρθρα ἐνεχθῶσι, γίνονται ἀποστάσεις κἀκ τούτου πόνοι, εἰ δ’ ἐπὶ τὸ δέρμα, τὰ καλούμενα φύματα. ΔΑΜ. Μὴ δυναμένης τῆς φυσικῆς δυνάμεως φέρειν τὸ πλῆθος. | |
23 | μϛʹ. Ἢν ῥῖγος ἐμπίπτῃ, πυρετῷ μὴ διαλείποντι, ἤδη | |
25 | ἀσθενέϊ ἐόντι, θανάσιμον. — | |
25 | ΘΕΟΦ. Ἐνταῦθα περὶ συνεχῶν πυρετῶν σημαίνεται ὁ λόγος αὐτῷ εἶναι ἐκ τοῦ εἰρῆσθαι πυρετῷ μὴ διαλεί‐ ποντι· ἐὰν οὖν συνεχεῖ πυρετῷ ῥῖγος ἐπιπίπτῃ τουτέστιν εἰ μέχρι πολλοῦ χρόνου εἰσβάλλει τὸ ῥῖγος, ἤδη ἀσθενοῦς | |
30 | ἐούσης τῆς δυνάμεως, θανάσιμον, ὅτι ἐπὶ τῷ ῥίγει ἢ κε‐ νοῦνται τὰ περιττὰ ἢ οὐ κενοῦνται. καὶ εἰ μὲν κενοῦνται, πλέον καταλύεται ἡ δύναμις διὰ τὴν κένωσιν· εἰ δὲ οὐ κενοῦνται, δηλοῦται παντελῶς ἀσθενὴς εἶναι ἡ δύναμις, καὶ διὰ τοῦτο ὀλέθριον· ἄλλως τε ὅτι εἰ κενοῦνται τὰ | |
35 | περιττὰ, ὁ πυρετὸς δὲ μένει, δηλοῦται περιουσία χυμῶν. | 412 |
2.413 | εἰ δὲ μὴ κενοῦνται, δηλοῦται ἀδρανὴς εἶναι ἡ δύνα‐ μις καὶ διὰ τοῦτο θανάσιμον. ΔΑΜ. Οὐκ εἶπεν ἐπιπέσῃ, ὃ δὴ μίαν καταβολὴν τοῦ ῥίγους δηλοῖ, ἀλλ’ ἐπιπίπτῃ, ὃ πλείονας καταβολὰς | |
5 | δηλοῖ. | |
5 | μζʹ. Αἱ ἀποχρέμψεις αἱ ἐν τοῖσι πυρετοῖσι τοῖσι μὴ δια‐ λείπουσι αἱ πελιδναὶ, καὶ αἱματώδεες, καὶ δυσώδεες, καὶ χολώδεες, ἅπασαι κακαί· ἀποχωρέουσαι δὲ καλῶς, ἀγαθαί· οὕτω καὶ κατὰ τὰς διαχωρήσιας, καὶ τὰ οὖρα. | |
10 | ἢν δὲ μή τι τῶν ξυμφερόντων ἐκκρίνηται διὰ τῶν τό‐ πων τούτων, κακόν. — | |
11 | ΘΕΟΦ. Ὁ παρὼν ἀφορισμὸς, ἀπὸ μοχθηρῶν ση‐ μείων χρηστὴν ποιεῖται διάγνωσιν. λέγει γὰρ ὅτι τὰ κε‐ νούμενα μοχθηρὰ ἀπὸ τοῦ σώματος ἐν συνεχέσι πυρε‐ | |
15 | τοῖς ἢ διὰ στόματος ἢ δι’ οὔρων ἢ διὰ διαχωρημάτων εἰ μὲν πρὸ πέψεως ἐκκριθῶσι, ὀλέθριά εἰσι· λόγῳ γὰρ συμπτώματος καὶ οὐ νόμῳ φύσεως ἐκκενοῦνται. εἰ δὲ μετὰ πέψιν ἐκκριθῶσιν, ἀγαθά εἰσι νόμῳ φύσεως ἐκκρι‐ νόμενα καὶ οὐ βίᾳ συμπτώματος. αἱ μὲν οὖν πελιδναὶ | |
20 | ἀποχρέμψιες τουτέστιν αἱ καθάρσεις αἱ διὰ λάρυγγος καὶ τραχείας ἀρτηρίας πρὸ πέψεως γενόμεναι ἀποχρέμ‐ ψεις νέκρωσιν τῶν μορίων σημαίνουσιν, αἱ δὲ αἱματώδεις διάβρωσιν ἀγγείου, αἱ δυσώδεις δὲ σηπεδόνας, καὶ αἱ χο‐ λώδεις χολὴν ἄκρατον. κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ | |
25 | οὔρων καὶ διαχωρημάτων· ἐκκρινόμεναι κακαί εἰσιν αἱ διαχωρήσεις· εἰ δὲ μετὰ πέψιν, πᾶσαι αἵ τε διὰ στόμα‐ τος κενώσεις καὶ οὔρων καὶ διαχωρημάτων ἀγαθαί εἰσι. τεκ‐ μήριον δὲ τοῦ καλῶς ἐκκρίνεσθαι ταῦτα ἡ εὐφορία, τοῦ | |
δὲ κακῶς, ἡ δυσφορία. ἀλλὰ μὴν καὶ ἡ τοῦ κάμνοντος | 413 | |
2.414 | κράσις καὶ ἡ τοῦ νοσήματος ἰδέα καὶ ὥρα καὶ χώρα. τὸ δὲ ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ γεγραμμένον τοιοῦτόν ἐστι, ὅτι ἐὰν μή τι τῶν ξυμφερόντων ἢ διὰ στόματος ἢ δι’ οὔρων ἢ διὰ διαχωρημάτων κενοῦται, κακόν ἐστιν. | |
5 | ΔΑΜ. Ἀποχρέμψιάς φησιν τὰς διὰ στόματος ἐκκρί‐ σεις, ὥσπερ ἀποχωρήσεις τὰς διὰ τῆς ἕδρας. | |
6 | μηʹ. Ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν, ἢν τὰ μὲν ἔξω ψυχρὰ ἔῃ, τὰ δὲ ἔσω καίηται καὶ δίψην ἔχῃ, θανά‐ σιμον. — | |
9 | ||
10 | ΘΕΟΦ. Περὶ συνεχῶν πυρετῶν καὶ νῦν διαλέγεται καί φησιν, ὅτι ἐν τοῖς μὴ διαλείπουσι πυρετοῖς ἢν τὰ μὲν ἔξω ψυχρὰ ἔῃ, τὰ δὲ ἔνδον καίηται καὶ δίψαν ἔχῃ, θανάσιμον. δηλοῖ γὰρ φλεγμονὴν εἶναι ἐν τοῖς σπλάγ‐ χνοις ἢ ἐρυσίπελας, καὶ ἐπειδὴ ἡ φύσις πρόνοιαν ποιεῖ‐ | |
15 | ται τοῦ πάσχοντος μορίου, συννεύει πρὸς τὰ ἐντὸς μετὰ τοῦ ἐμφύτου θερμοῦ κἀντεῦθεν τὰ ἔξω ψύχεται, τὰ δὲ ἔσω καίεται. διὰ γοῦν τὴν ἀξιόλογον φλεγμονὴν τοῦ σπλάγχνου ἢ τὸ ἐρυσίπελας ὁ θάνατος ἕπεται. ὅτι δὲ ἀξιόλογος ἡ φλεγμονὴ, καὶ ἡ δίψα δηλοῖ. | |
19 | ||
20 | μθʹ. Ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖς, ἢν χεῖλος, ἢ ὀφρὺς, ἢ ὀφθαλμὸς, ἢ ῥὶς διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ, ἤδη ἐόντος ἀσθενέος, ὅ τι ἂν τουτέων γένηται, ἐγγὺς ὁ θάνατος. — | |
23 | ΘΕΟΦ. Ἐν τῷ παρόντι ἀφορισμῷ θανατώδη σημεῖα | |
25 | καταλέγει καὶ ἔνδειξιν λαμβάνει ἀπὸ τῶν ψυχικῶν δυ‐ νάμεων ἤτοι κινητικῶν καὶ αἰσθητικῶν. φησὶν οὖν ἐν συ‐ νεχέσι πυρετοῖς ἐὰν ταῦτα τὰ πάθη φανῶσιν, ἀσθενοῦς ὄντος τοῦ κάμνοντος, ἐγγὺς ὁ θάνατος. δηλοῦται γὰρ ἄμετρος θερμότης ἐκ φλεγμονῆς τοῦ ἐγκεφάλου, ἥτις καὶ | |
30 | τὸν ἐπὶ ξηρότητι σπασμὸν εἰργάσατο, ὑφ’ οὗ σπασμοῦ | |
καὶ τὰ προειρημένα μόρια διεστράφησαν. ὁ τοιοῦτος δὲ | 414 | |
2.415 | σπασμὸς ἀνίατος, ἄλλως τε ὅτι ἀσθένεια παντελὴς τοῦ ψυχικοῦ πνεύματος δηλοῦται. ἀλλ’ ἰστέον, ὅτι εἰπὼν, ἢν χεῖλος ἢ ὀφθαλμὸς ἢ ὀφρὺς ἢ ῥὶς διαστραφῇ, ἐδήλωσε τὰς κινητικὰς δυνάμεις πάσχειν, τὰς αἰσθητικὰς δὲ διὰ | |
5 | τοῦ εἰπεῖν, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ. ΔΑΜ. Αἱ διαστροφαὶ τῶν μορίων γίνονται τεινομέ‐ νων τε καὶ συνελκομένων ἐπὶ τὰς ἰδίας ἀρχὰς τῶν εἰς αὐτὰ καθηκόντων νεύρων· αὐτὸ δὲ τὸ τείνεσθαι φλεγμο‐ ναῖς καὶ σκίῤῥοις καὶ ξηρότησι καὶ ψύξεσιν ἀμέτροις | |
10 | ἕπεται. | |
10 | νʹ. Ὅκου ἐν τῷ πυρετῷ μὴ διαλείποντι δύσπνοια γίνεται καὶ παραφροσύνη, θανάσιμον. — | |
12 | ΘΕΟΦ. Δύσπνοιά ἐστι κακὴ ἀναπνοή. αὕτη ἢ με‐ γάλη ἐστὶ καὶ πυκνὴ ἢ μεγάλη καὶ ἀραιὰ ἢ μικρὰ καὶ | |
15 | πυκνὴ ἢ μικρὰ καὶ ἀραιά. ἐνταῦθα οὖν περὶ τῆς μεγάλης καὶ ἀραιᾶς ὁ λόγος τῷ Ἱπποκράτει. αὕτη γὰρ τὴν παρα‐ φροσύνην μηνύει. φησὶν οὖν, ὅτι ἐὰν ἐν πυρετῷ δια‐ καεῖ δύσπνοια γένηται, τουτέστι μεγάλη καὶ ἀραιὰ ἀνα‐ πνοὴ καὶ παραφροσύνη, θανάσιμον. καὶ ἡ αἰτία, ὅτι ἡ | |
20 | μὲν τὴν καρδίαν δηλοῖ πεπονθέναι, ἡ δὲ παραφροσύνη τὸν ἐγκέφαλον. γίνεται δὲ αὕτη ἡ δύσπνοια, ἥτις καὶ τὴν παραφροσύνην μηνύει, ἐπὶ βλάβῃ τῶν ἀναπνευστικῶν ὀρ‐ γάνων φλεγμηνάντων. ἡ παραφροσύνη δὲ διὰ τὸ πέμπε‐ σθαι ἀτμοὺς περὶ τὸν ἐγκέφαλον, ὥς ἐστιν ἰδεῖν ἐπὶ | |
25 | περιπνευμονίας. γίνεται γὰρ ἐπὶ τῆς περιπνευμονίας φλεγμονὴ ἐν τῷ πνεύμονι· διὰ ταύτης βλάπτεται ἡ ἀνα‐ πνοὴ, ἀτμίζουσα δὲ πέμπει παρὰ τὸν ἐγκέφαλον καὶ ποιεῖ παραφροσύνην, ὥστε προηγεῖται ἡ δύσπνοια τῆς παραφροσύνης. | |
30 | ΔΑΜ. Δύσπνοια καὶ παραφροσύνη γίνεται, ποτὲ μὲν ἀμφότερα, πεπονθότος τοῦ ἐγκεφάλου, ποτὲ δὲ δύσπνοια, πεπονθότων τῶν ἀναπνευστικῶν. ὅταν οὖν προηγήσηται | |
παραφροσύνη, ἐπακολουθήσῃ δὲ ἡ δύσπνοια, τοῦ ἐγκε‐ | 415 | |
2.416 | φάλου ἐστὶ τὸ πάθος. εἰ δὲ προηγήσηται ἡ δύσπνοια, τῶν ἀναπνευστικῶν μᾶλλόν ἐστι τὸ πάθος. | |
2 | ναʹ. Ἐν τοῖσι πυρετοῖσιν ἀποστήματα, μὴ λυόμενα πρὸς τὰς πρώτας κρίσιας, μῆκος νούσου σημαίνει. — | |
4 | ||
5 | ΘΕΟΦ. Πρώτας κρίσιας λέγει τὰς τετάρτας ἡμέρας καὶ τὰς ἑβδόμας. ἐὰν οὖν κατὰ ἀπόστασιν γένηται ἡ κρίσις ἐν πυρετοῖς, καὶ μὴ λυθῶσιν ἐν ταύταις ταῖς ἡμέραις τὰ ἀποστήματα, εἰς μῆκος χρόνου ἐκταθήσεται τὸ νόσημα, διότι ἡ ὑποκειμένη ἐν τοῖς ἄρθροις ὕλη παχυτάτη ἐστὶ | |
10 | καὶ διὰ τοῦτο χρόνου δεῖται πρὸς πέψιν. COD. ESC. Καὶ οὗτος ὁ ἀφορισμὸς σαφής ἐστιν. ὑποτίθεται γὰρ ὅτι ἐὰν πυρέττοντός τινος ἡ κρίσις κατὰ ἀπόστασιν γένηται ἔν τισι τῶν ἄρθρων, εἶτα μὴ λυθῶσι τυχὸν μὴ πυοποιηθῶσι τὰ ἀποστήματα ἐκεῖνα, τὸ γὰρ | |
15 | μὴ λυόμενα ἀντὶ τοῦ μὴ πυοποιηθῶσι πρὸς τὰς πρώτας κρίσιας, τυχὸν ἐὰν μὴ ἐν ταῖς πρώταις ἡμέραις τῶν κρί‐ σεων πυοποιηθῶσι τουτέστιν ἐν τῇ τετάρτῃ ἡμέρᾳ ἢ ἐν τῇ ἑβδόμῃ, σημαίνει ὅτι εἰς μῆκος χρόνου ἐκταθήσεται ἢ αὐτὸν τὸν πυρετὸν εἰς μῆκος χρόνου ἐκτείνεσθαι, ἐπειδὴ | |
20 | ὑπόκειται ἡ ὕλη παχεῖα οὖσα ἐν τοῖς ἄρθροις· διὰ τοῦτο οὐδὲ ἐλύθη· ἢ ἐὰν ἀπεπαύσατο ὁ πυρετὸς, σημαίνει ὅτι αὐτοὶ οἱ ὄγκοι τῶν ἀποστάσεων τῶν ἐν τοῖς ἄρθροις * ὄν‐ των ὅτι εἰς μῆκος χρόνου ἐκταθήσονται διὰ τὸ πάχος τῆς ὕλης ἀμεταβλήτου τυγχανούσης. | |
24 | ||
25 | νβʹ. Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν, ἢ ἐν τῇσιν ἄλλῃσιν ἀῤῥωστίῃσι κατὰ προαίρεσιν οἱ ὀφθαλμοὶ δακρύουσιν, οὐδὲν ἄτοπον· ὁκόσοισι δὲ μὴ κατὰ προαίρεσιν, ἀτο‐ πώτερον. — | |
28 | ||
ΘΕΟΦ. Δάκρυόν ἐστιν ὑγροῦ κένωσις δι’ ὀφθαλμῶν· | 416 | |
2.417 | γίνεται δὲ τὸ δάκρυον ἢ ἀπροαιρέτως ἢ κατὰ προαίρε‐ σιν· καὶ κατὰ προαίρεσιν μὲν ἢ δι’ ἐξιλασμὸν ἢ διὰ στέ‐ ρησιν φίλων ἢ χρημάτων, ἀπροαιρέτως δὲ, ἢ δι’ αἰ‐ κισμὸν, διὰ τὴν ὀδύνην ἢ διὰ πολλὴν οἰνοποσίαν τῷ | |
5 | θερμαίνεσθαι τὰς ὕλας ἐν τῇ κεφαλῇ ἢ διὰ φλεγμονὴν τοῦ ὑπεζωκότος ὑμένος τοῦ ὀφθαλμοῦ ἢ δι’ ἀσθένειαν τῆς αὐτοῦ καθεκτικῆς δυνάμεως, περὶ οὗ νῦν ὁ λόγος τῷ Ἱπποκράτει, ὅπερ καὶ ἀτοπώτερον ἔφη τῶν λοιπῶν τῶν κατὰ προαίρεσιν γινομένων διὰ τὸ ἐσχάτην ἀτονίαν τῆς | |
10 | καθεκτικῆς δυνάμεως σημαίνειν. Ἰστέον δὲ ὅτι διὰ τοῦ μερικοῦ παραδείγματος τοῦ ὀφθαλμοῦ τὸ ὅλον σῶμα ἐδήλωσεν ἄτονον ἔχειν τὴν καθεκτικὴν δύναμιν. ΔΑΜ. Εἰ γὰρ μὴ διά τι πάθος τῶν ὀφθαλμῶν, ἀῤῥωστία τῆς καθεκτικῆς ἐμφαίνεται. | |
14 | ||
15 | νγʹ. Ὁκόσοισιν ἐπὶ τῶν ὀδόντων ἐν τοῖσι πυρετοῖσι περί‐ γλισχρα γίνεται, ἰσχυρότεροι γίνονται αὐτέων οἱ πυρετοί. — | |
17 | ΘΕΟΦ. Σημεῖον ἐνταῦθα δίδωσι τοῦ εἰς χρόνον ἐπιτείνεσθαι τὸ νόσημα τὸ γλίσχρους γίνεσθαι τοὺς ὀδόν‐ | |
20 | τας ἐπὶ τῶν πυρετῶν· σημαίνουσι γὰρ παχεῖαν ὕλην καὶ φλεγματικὴν τὴν τοῦτο ποιοῦσαν. γίνεται δὲ οὕτω τὸ πε‐ ρίγλισχρον, ψυχρῶν καὶ γλίσχρων χυμῶν ὄντων ἐν τῷ στο‐ μάχῳ, ἀτμοειδῶς εἰς τὰ οὖλα τῶν ὀδόντων ἀνιεμένης τῆς ὕλης καὶ πηγνυμένης εἰς τοὺς ὀδόντας διὰ τὸ εἶναι αὐ‐ | |
25 | τοὺς ψυχροὺς καὶ ξηρούς. ΔΑΜ. Ταῦτα γὰρ γίνεται ὑπὸ πλήθους θερμασίας, ὑγρότητα φλεγματικωτέραν ὑπάρχειν τῷ σώματι με‐ ταδηλοῦντα. | |
28 | ||
νδʹ. Ὁκόσοισιν ἐπὶ πουλὺ βῆχες ξηραὶ, βραχέα ἐρεθίζου‐ | 417 | |
2.418 | σαι, ἐν πυρετοῖσι καυσώδεσιν, οὐ πάνυ τι διψώδεές εἰσι. — | |
2 | ΘΕΟΦ. Βῆχες ξηραὶ λέγονται, ἐφ’ ὧν οὐδὲν ἀνα‐ πτύεται. γίνονται δὲ ἐπὶ τραχύτητι τῆς φάρυγγος ἀπὸ | |
5 | ψυχρᾶς δυσκρασίας, ἥτις διὰ τὴν ἐν βηχὶ κίνησιν ἐκ τῶν πλησίων ἕλκει ὑγρότητα, κἀν τούτῳ παύει τὴν δίψαν τῶν καυσωδῶν πυρετῶν. ὅτι δὲ περὶ τῆς βηχὸς ταύτης ὁ λό‐ γος ἐστὶ τῷ Ἱπποκράτει, δῆλον ἐκ τοῦ εἰπεῖν βραχέα ἐρεθίζουσαι· αὕτη γὰρ καὶ μόνον βραχέα ἐρεθίζει. | |
10 | ΔΑΜ. Αἱ ξηραὶ βῆχες γίνονται ἢ ἐπὶ δυσκρασίᾳ τῶν ἀναπνευστικῶν ἢ ἐπὶ τραχύτητι τῆς φάρυγγος ἢ ὀλί‐ γου καὶ λεπτοῦ ὑγροῦ καταῤῥέοντος. ὅτι δ’ ἂν ᾖ τούτων, ἐπιτέγγεταί πως καὶ οὐ ξηραίνεται τὰ περὶ τὴν ἀρτηρίαν χωρία; διὸ ἧττόν εἰσι διψώδεις. | |
14 | ||
15 | νεʹ. Οἱ ἐπὶ βουβῶσι πυρετοὶ πάντες κακοὶ, πλὴν τῶν ἐφημέρων. — | |
16 | ΘΕΟΦ. Βουβών ἐστι φλεγμονὴ ἀδένων, ἀδὴν δέ | |
ἐστι σῶμα σπογγῶδες. ἀλλὰ τῶν βουβώνων οἱ μὲν ἐπὶ | 418 | |
2.419 | προκαταρκτικῇ αἰτίᾳ γίνονται, ὡς οἱ ἐπὶ προσπταίσματι τοῦ ποδὸς ἢ λύπῃ ἢ θυμῷ, οἵτινες καὶ ἐφήμεροι καλοῦν‐ ται καὶ ἀκίνδυνοί εἰσι διὰ τὸ λύεσθαι διὰ μιᾶς ἡμέρας· οἱ δὲ ἐπὶ προηγουμένῃ αἰτίᾳ γίνονται, οὓς καὶ κακοὺς | |
5 | λέγει εἶναι Ἱπποκράτης διὰ τὸ ἐνδείκνυσθαι τὰ σπλάγχνα φλεγμαίνειν ὑπὸ σήψεως. καὶ τοῦτο δῆλον ὅτι φλεγμονή ἐστιν ἐν τοῖς ὑποχονδρίοις ἐκ σήψεως· τούτοις συμπά‐ σχουσι καὶ τὰ ἀσθενέστερα μόρια. δέχονται οὖν τῆς ὕλης τι οἱ βουβῶνες ὡς ἀσθενεῖς τῷ λόγῳ τοῦ πλήθους, καὶ | |
10 | ἐξογκοῦνται φλεγμαίνοντες. δεῖ δὲ γινώσκειν, ὅτι τοῖς ἐν προκαταρκτικῇ αἰτίᾳ γινομένοις βουβῶσιν ἕπεται πυρε‐ τὸς, τοῖς δὲ ἐκ προηγουμένης, προηγεῖται. εἰ δέ τις λέγει, ὅτι εἰ καὶ τοῖς βουβῶσιν ἕπεται πυρετὸς, τοῖς δὲ προη‐ γεῖται, διὰ τί Ἱπποκράτης ἁπλῶς εἶπεν ἐπὶ βουβῶσι πυ‐ | |
15 | ρετοὶ, λέγομεν, ὅτι τῇ συνηθείᾳ ἀκολουθῶν τοῦτο εἶπεν· ἡ γὰρ συνήθεια τοῖς βουβῶσί φησιν ἕπεσθαι τὸν πυρετόν. | |
16 | νϛʹ. Πυρέσσοντι ἱδρὼς ἐπιγενόμενος, μὴ ἐκλείποντος τοῦ πυρετοῦ, κακόν· μηκύνει γὰρ ἡ νοῦσος, καὶ ὑγρασίην πλέω σημαίνει. — | |
19 | ||
20 | ΘΕΟΦ. Ἐνταῦθά φησιν Ἱπποκράτης ὅτι ἐὰν πυ‐ ρετός ἐστι συνεχὴς καὶ γίνεται πολὺς ἱδρὼς, καὶ οὐ παύει τὸν πυρετὸν τῇ κενώσει, μηκύνεται ἡ νόσος. καὶ ἡ αἰτία ὅτι πλῆθος ὑγρότητός ἐστιν, ὅπερ χρόνου δεῖται εἰς πέ‐ ψιν. διὰ οὖν τὴν ὑγρασίαν τὴν πολλὴν μηκύνεται τὸ | |
25 | νόσημα. ΔΑΜ. Ἡ γοῦν ὑγρασία αὕτη δεῖται πέψεως· ἀναγ‐ καῖον οὖν ἐστι μηκῦναι τὴν νόσον πρὸς τὸ πλῆθος τῆς ὕλης. | |
28 | νζʹ. Ὑπὸ σπασμοῦ ἢ τετάνου ἐχομένῳ, πυρετὸς ἐπιγενό‐ | |
30 | μενος λύει τὸ νούσημα. — | 419 |
2.420 | ΘΕΟΦ. Ὁ σπασμὸς καὶ ὁ τέτανος ὑπὸ κενώσεως ἢ πληρώσεως γίνονται. ἄμφω οὖν τούτοις ὁ πυρετὸς ἐπι‐ γενόμενος λύει τὸ νόσημα, δηλονότι τοῖς ἐπὶ πλήθει συν‐ ισταμένοις. περὶ γὰρ τούτων νῦν ὁ Ἱπποκράτης διαλέγε‐ | |
5 | ται. καὶ ἡ αἰτία, ὅτι ὁ πυρετὸς πέττει καὶ ἀλλοιοῖ καὶ διαφορεῖ τὴν ὕλην τὴν ταῦτα τὰ πάθη ἐργασαμένην. δεῖ δὲ καὶ τοῦτο γινώσκειν ὅτι σπασμοὶ τρεῖς εἰσιν, ὁ μὲν ἐμπροσθότονος ὀνομαζόμενος, ὃς ἐπὶ πάθει τῶν ἐν‐ τὸς μυῶν τῆς ῥάχεως γίνεται, ὁ δὲ ὀπισθότονος, ὃς ἐπὶ | |
10 | πάθει τῶν ἐκτὸς μυῶν τῆς ῥάχεως γίνεται, ὁ δὲ τέτανος, ὃς ἐπὶ πάθει τῶν ἐντὸς καὶ ἐκτὸς μυῶν τῆς ῥάχεως γί‐ νεται. εἰ δέ τις εἴποι, ὅτι εἰ καὶ ὁ τέτανος σπασμός ἐστι, πῶς προσέθηκεν ὁ Ἱπποκράτης ὑπὸ σπασμοῦ ἢ τετάνου, λέγομεν, ὅτι ἵνα ἄμφω δηλώσῃ καὶ τὸ γένος καὶ τὸ εἶ‐ | |
15 | δος· ὁ μὲν γὰρ σπασμὸς γένος ἐστὶν, ὁ δὲ τέτανος σπα‐ σμὸς μὲν καὶ αὐτὸς, ἀλλ’ εἶδος. ΔΑΜ. Τῷ γὰρ κεκρατημένῳ ὑπὸ σπασμοῦ ἢ τετά‐ νου ἐπιγενόμενος πυρετὸς λύει τὸ νόσημα, τὸ μέν τι δια‐ φορῶν τῆς περιττῆς ὕλης, τὸ δέ τι καὶ πέττων τῆς ψυ‐ | |
20 | χρότητος. σήμανον ὅτι τρεῖς σπασμοί εἰσιν, ὀπισθότονος, ἐμπροσθότονος καὶ τέτανος. | |
21 | νηʹ. Ὑπὸ καύσου ἐχομένῳ, ῥίγεος ἐπιγενομένου, λύσις. — | |
22 | ΘΕΟΦ. Ἐνταῦθά φησιν ὅτι ἐὰν, πυρετοῦ διακαοῦς ὑποκειμένου, ἐπιγένηται ῥῖγος, λύει αὐτόν. διὰ τί; διότι | |
25 | ἐπὶ τοῦ καύσου ἔνδον οὖσα ἡ ὕλη τῶν ἀγγείων συνεχῆ τὸν πυρετὸν ἐποίει, τὸ δὲ ῥῖγος ἐπιγενόμενον μετάστασιν τῆς ὕλης ἐποιήσατο ἀπὸ τῶν ἔσω ἔξω, ἧς καὶ δι’ ἱδρώ‐ | |
των ἀποδιωκομένης καὶ ἀπαλλαττομένης τοῦ σώματος, | 420 | |
2.421 | λύσις ἀνάγκῃ τοῦ πυρετοῦ γίνεται. πρὸς δὲ τοὺς ἀπο‐ ροῦντας πῶς ἐνδέχεται ῥῖγος γενέσθαι ἐπὶ τῶν θερμῶν ὑλῶν, εἴ γε ὁ καῦσος ἐπὶ χολῇ γίνεται, ἔστιν εἰπεῖν, ὅτι δριμεῖα ὕλη ὑπόκειται καὶ θερμὴ ἐπὶ τῶν τοιούτων πυ‐ | |
5 | ρετῶν. διὰ τὴν ἀνίαν οὖν τῆς δριμύτητος τοῦ χυμοῦ τὸ ἔμφυτον θερμὸν ἐπὶ τὸ βάθος συννεύει κἀκ τούτου ῥῖ‐ γος γίνεται. ΔΑΜ. Ἡ γὰρ ξανθὴ χολὴ διὰ τῶν αἰσθητικῶν φε‐ ρομένη ὀξέως σωμάτων ῥῖγος ἐργάζεται, ἐφ’ ᾧ δηλαδὴ | |
10 | καὶ κοιλίαι καταῤῥήγνυνται καὶ χολῆς ἔμετος καὶ ἱδρῶ‐ τες γίνονται. | |
11 | νθʹ. Τριταῖος ἀκριβὴς κρίνεται ἐν ἑπτὰ περιόδοισι τὸ μακρότατον. — | |
13 | ΘΕΟΦ. Ὁ νῦν ἀφορισμὸς προθεσμίαν ποιεῖται | |
15 | νοσήματος ἀκριβοῦς τριταίου. ἡ δὲ προθεσμία ἐστὶν ἡ τεσσαρεσκαιδεκάτη ἡμέρα καὶ δῆλον ἐκ τοῦ λέγειν, ἐν ἑπτὰ περιόδοισιν· ὁ γὰρ τριταῖος διὰ μιᾶς παροξύνει· ἔστιν οὖν τριταῖος ἀκριβὴς, ὃς ἔχει χολώδεις ἐμέτους, διαῤῥοίας χολώδεις, καῦμα σφοδρὸν, ὃς κρατεῖ δώδεκα | |
20 | ὥρας τὸ μήκιστον. ὁ γὰρ μὴ τοιοῦτος τριταῖος νόθος ἐστίν. οὗτος οὖν ὁ ἀκριβὴς τριταῖος κρίνεται ἐν ἑπτὰ πε‐ ριόδοις τὸ μακρότατον, ὥς φησιν Ἱπποκράτης· ἔστι γὰρ ὅτε καὶ τῇ ἑβδόμῃ καὶ τῇ ἐννάτῃ καὶ τῇ ἑνδεκάτῃ λύε‐ ται διὰ τὸ εὐδιαφόρητον τῆς ὕλης ἥτις ἐστὶ ξανθὴ χολὴ | |
25 | ἡ τοῦτον τὸν πυρετὸν ἐργαζομένη. ΔΑΜ. Ὁ μὲν καῦσος ἐν ταῖς φλεψὶν ἅμα τῷ αἵ‐ ματι τὴν ξανθὴν χολὴν πλεονάζουσαν καὶ ζέουσαν ἔχει, ὁ δὲ τριταῖος ἐν ὅλῳ τῷ σώματι φερομένην καὶ κινουμένην. | |
28 | ||
ξʹ. Ὁκόσοισιν ἂν ἐν τοῖσι πυρετοῖσι τὰ ὦτα κωφωθῇ, | 421 | |
2.422 | αἷμα ἐκ τῶν ῥινῶν ῥυὲν, ἢ κοιλίη ἐκταραχθεῖσα, λύει τὸ νούσημα. — | |
2 | ΘΕΟΦ. Ἐν πυρετῷ κωφῶνται τὰ ὦτα, ἀτμῶν τινων ἐπὶ τὴν κεφαλὴν ἀνερχομένων ἐκ τῆς ὑποκειμένης ὕλης καὶ | |
5 | καταλαμβανόντων τοὺς ἀκουστικοὺς πόρους καὶ ἐμφρατ‐ τόντων αὐτούς. ὅσοις οὖν ἐν πυρετοῖς τὰ ὦτα κωφωθῇ, ἢ διὰ ῥινῶν αἱμοῤῥαγία ἢ ἐκτάραξις γαστρὸς χολωδῶν περιττωμάτων γινομένη παύει τὴν κώφωσιν. διατί; ἐπειδὴ ἡ ὕλη ἐκενώθη ἡ ποιήσασα τὸν πυρετὸν καὶ τὴν κώφω‐ | |
10 | σιν, καὶ ἐπὶ τούτῳ ἐπαύθη ἡ κώφωσις. ΔΑΜ. Εἰ κωφωθῇ τις ἐν πυρετῷ, λύεται διὰ τῶν δηλωθεισῶν κενώσεων τοῦ λυποῦντος χυμοῦ. | |
12 | ξαʹ. Ἢν μὴ ἐν κρισίμῳ ἀφῇ ὁ πυρετὸς, ὑποτροπιάζειν εἴωθε. — | |
14 | ||
15 | ΘΕΟΦ. Ἐνταῦθα περὶ τῶν ὀξέων νοσημάτων ὁ λόγος τῷ Ἱπποκράτει. καὶ δῆλον ἐκ τοῦ εἰπεῖν, ἐν πε‐ ρισσῇσι· ταῦτα γὰρ ἐν περιτταῖς ἢ παρὰ μίαν παροξύνει διὰ τὸ εὐδιαφόρητον καὶ θερμὸν τῆς ὕλης. ὅπου δὲ ὁ πα‐ ροξυσμὸς, ἐκεῖ καὶ ἡ κρίσις. τοῖς οὖν ὀξέως νοσοῦσιν, ἢν | |
20 | μὴ ἐν περιτταῖς ἡμέραις ὁ πυρετὸς ἀφῇ, ὑποτροπιάζει. καὶ ἡ αἰτία, διὰ τὸ μὴ νόμῳ φύσεως γεγενῆσθαι τὴν κρί‐ σιν, ἀλλὰ βίᾳ συμπτώματος. ἄλλως τε τὸ ἐν περισσῇσιν ἀντὶ τοῦ ἐν κρισίμοις εἴρηται. ἐὰν οὖν ἐν περιτταῖς ἡμέραις ἤτοι ἐν κρισίμοις ὁ πυρετὸς ἀφῇ, ἀγαθόν· ἢν δὲ μὴ, | |
25 | ὑποτροπιάζειν εἴωθε. καὶ ἔστιν ἡ ἐξήγησις αὕτη ἀναγκαι‐ οτέρα τῆς ἑτέρας, συμπεριλαμβάνουσα καὶ τὴν τετάρτην καὶ τὴν τεσσαρασκαιδεκάτην καὶ εἰκοστὴν καὶ τεσσαρακο‐ στὴν, αἵτινές εἰσι κρίσιμοι. | |
28 | Τὰ ἐν ἀρτίῃσι ἡμέρῃσι κρινόμενα δύσκριτα καὶ φι‐ | |
30 | λυπόστροφα. — | 422 |
2.423 | ΘΕΟΦ. Ἐν τῷ ἀνωτέρω ἀφορισμῷ εἰπὼν τὰς ἀγαθὰς κρίσεις ἐν περιτταῖς ἤτοι ἐν κρισίμοις ἡμέραις γίνεσθαι, ἐξ ἀνάγκης τοῦτον τὸν ἀφορισμὸν τίθησι, δι‐ δάξαι βουλόμενος τὰς ἀχρήστους κρίσεις ἐναντίαις ἤτοι | |
5 | ἀκρισίμοις ἡμέραις γίνεσθαι. | |
5 | ξβʹ. Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν ἴκτεροι ἐπιγίνονται πρὸ τῶν ἑπτὰ ἡμερέων, κακόν, [ἢν μὴ ξυνδόσιες ὑγρῶν κατὰ κολίην γένωνται]. — | |
8 | ΘΕΟΦ. Ἴκτερος γίνεται ἐπὶ ἐμφράξει τοῦ χοληδόχου | |
10 | ἀγγείου· οὐ καθαίρεται γὰρ τὸ τηνικαῦσα διὰ τὴν ἔμφρα‐ ξιν καὶ ἀκάθαρτον ἀναδίδοται τὸ αἷμα καὶ γίνεται ἴκτε‐ ρος. γίνεται δὲ καὶ σκιῤῥουμένου καὶ φλεγμαίνοντος τοῦ ἥπατος· ἐκχολοῦται γὰρ τὸ τηνικαῦτα τὸ ὅλον αἷμα διὰ τὴν δυσκρασίαν καὶ οὐκ ἰσχύει ὅλον ἑλκύσαι ἡ χοληδόχος | |
15 | κύστις, ἀλλ’ ἀναδίδοται ὅλον χολωδέστερον τὸ αἷμα ἐν τῷ παντὶ σώματι, καὶ γίνεται ἴκτερος· γίνεται δὲ καὶ φυ‐ σικῷ τρόπῳ τοιῷδε, τῆς φύσεως κηδομένης τῶν ἐν βάθει μορίων κριτικῶς ἐκρίπτει τὴν ὕλην ἐπὶ τὰ ἐκτὸς καὶ γί‐ νεται ἴκτερος ὥσπερ ἐπὶ καύσου καὶ τριταίου, τῆς φύ‐ | |
20 | σεως φειδομένης τῶν ἐν βάθει μορίων καὶ πρὸς τὰ | |
ἐκτὸς τὴν ὕλην ἐκριπτούσης. οἱ οὖν πρὸ τῆς ἑβδόμης | 423 | |
2.424 | ἡμέρας ἴκτεροι ἐν πυρετοῖς ἐπιγινόμενοι κακοί. καὶ ἡ αἰτία· θᾶττον γὰρ οὐχ οἷόν τε κριτικῶς ἀναδοθῆναι τὴν χολὴν εἰς τὸ σῶμα. λείπεται οὖν βίᾳ συμπτώματος τοῦτο γίνεσθαι καὶ διὰ τοῦτο κακόν. τινὲς δὲ προσγράφουσι τὸ | |
5 | ἢν μὴ ξυνδόσιες καὶ τὰ ἑξῆς, βουλόμενοι καθαίρεσθαι τὸ χολῶδες ἐπ’ ὠφελείᾳ. ΔΑΜ. Ἴκτερος κακὸν πρὸ τῆς ζʹ, ἐὰν μὴ ἡ κοιλία ὑγρὰ γένηται. | |
8 | ξγʹ. Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσι καθ’ ἡμέρην ῥίγεα γί‐ | |
10 | νεται, καθ’ ἡμέρην οἱ πυρετοὶ λύονται. — | |
10 | ΘΕΟΦ. Περὶ ἀμφημερινοῦ διαλέγεται, καὶ σα‐ φὴς ἡ ἔννοια τοῦ ἀφορισμοῦ ἐξ αὐτῆς τῆς φράσεως. φησὶ γὰρ ἐὰν καθ’ ἡμέραν πυρέσσοντι καθ’ ἡμέραν αὐτῷ ἐπι‐ γίνηται ῥῖγος, λύει τὸν πυρετόν· ἡ γὰρ ὕλη ἐκτὸς τῶν ἀγγείων | |
15 | ἐκρίπτεται, ἥτις ἐντὸς οὖσα τὸν πυρετὸν ἐποίει. ἀλλ’ ἀποροῦσί τινες λέγοντες, καὶ πῶς ἐπὶ τοῦ ἡμιτριταίου τοῦ καθ’ ἑκάστην ἡμέραν ῥῖγος ποιοῦντος οὐ παύεται πυρετὸς καί φαμεν, ὅτι περὶ ἁπλοῦ πυρετοῦ ὁ λόγος ἐστὶ τῷ Ἱπποκράτει νῦν, οὐ περὶ συνθέτου. οὗτος δὲ σύνθετός ἐστιν ἐκ δύο πυρε‐ | |
20 | τῶν, ἀπό τε συνεχοῦς ἀφημερινοῦ καὶ τριταίου δια‐ λείποντος. ΔΑΜ. Τουτέστιν ἀπύρετοι γίνονται οἱ κάμνοντες ὡς ἐπὶ τριταίων καὶ τεταρταίων. | |
23 | ξδʹ. Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσι τῇ ἑβδόμῃ, ἢ τῇ ἐν‐ | |
25 | νάτῃ, ἢ τῇ ἑνδεκάτῃ, ἢ τῇ τεσσαρεσκαιδεκάτῃ, ἴκτερος ἐπιγίνεται, ἀγαθὸν, ἢν μὴ τὸ ὑποχόνδριον τὸ δεξιὸν σκληρὸν γένηται· ἢν δὲ μὴ, οὐκ ἀγαθόν. — | |
27 | ΘΕΟΦ. Ἀγαθοὺς λέγει τοὺς ἐν τοιαύταις ἡμέραις | |
ἐπιγινομένους ἐν πυρετῷ ἰκτέρους, ἐπειδὴ νόμῳ φύσεως | 424 | |
2.425 | ἐγεγόνησαν, ἐν κρισίμοις ἡμέραις φανέντες· πλὴν προσέ‐ θηκε προσδιορισμὸν εἰπὼν, ἢν μὴ τὸ δεξιὸν ὑποχόνδριον σκληρὸν γένηται. ἐὰν γὰρ φλεγμονή ἐστι τοῦ ἥπατος κἂν ἐν κρισίμοις ἡμέραις γένηται ὁ ἴκτερος, κακόν ἐστι διὰ | |
5 | τὸ νοσερῶς διακεῖσθαι τὸ ἧπαρ. ΔΑΜ. Τουτέστιν εἰ μή τις ἐν τῷ ἥπατι κακοπραγία τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων ὑπάρχει, φλεγμονή τις ἢ σκίῤῥος ἢ ἔμφραξις. | |
8 | ξεʹ. Ἐν τοῖσι πυρετοῖσι τοῖσιν ὀξέσι περὶ τὴν κοιλίην | |
10 | καῦμα ἰσχυρὸν, καὶ καρδιωγμὸς, κακόν. — | |
10 | ΘΕΟΦ. Κοιλίαν λέγει νῦν τὴν σιτοδόχον, καὶ δῆλον ἐκ τοῦ εἰπεῖν τὸν καρδιωγμόν· καρδιωγμὸς γάρ ἐστι δῆ‐ ξις τοῦ στόματος τῆς γαστρός. ἐὰν οὖν, πυρετοῦ ὑπο‐ κειμένου, περὶ τὴν κοιλίαν καῦμα ἰσχυρὸν γένηται καὶ | |
15 | καρδιωγμὸς, κακὸν τὸ τοιοῦτον, ἐπειδὴ δηλοῖ δριμεῖαν καὶ ζέουσαν ὕλην ὑποκεῖσθαι περὶ τὴν γαστέρα, ἥτις τῇ μὲν ζέσει τὸ καῦμα ποιεῖ, τῇ δὲ δήξει τὸν καρδιωγμόν. διὰ οὖν τὸ ἀνιᾶσθαι τὸν στόμαχον τῇ δήξει τοῦ χυμοῦ κακόν. | |
20 | ΔΑΜ. Τὸ μὲν οὖν ἰσχυρὸν καῦμα τῆς κοιλίας ὑπὸ τῆς ξανθῆς χολῆς ζεούσης ἐν τοῖς χιτῶσιν αὐτῆς γίνεται. κατὰ λόγον δὲ τοῖς οὕτω διακειμένοις καὶ τὸ στόμα τῆς γαστρὸς δάκνεται καὶ διὰ τοῦτο κακόν ἐστι τὸ σύμπτωμα. | |
24 | ||
25 | ξϛʹ. Ἐν τοῖσι πυρετοῖσι οἱ ἐκ τῶν ὕπνων φόβοι ἢ σπα‐ σμοὶ, κακόν. — | |
26 | ΘΕΟΦ. Ἐνταῦθά φησιν Ἱπποκράτης, ὅτι ἐὰν πυρετοῦ ὑποκειμένου, ἐξ ὕπνου σπασμὸς καὶ φόβος ἐπιγένηται, κακόν. καὶ ἡ αἰτία· δηλοῦται γὰρ μελαγχολικώτερος χυ‐ | |
30 | μὸς εἶναι ἄπεπτος, ὃς ἐμφράττων τὰ νευρώδη μόρια τὸν | 425 |
2.426 | σπασμὸν ποιεῖ, ἀναφερόμενος δὲ πρὸς τὴν κεφαλὴν καὶ μολύνων τὸ ψυχικὸν πνεῦμα τὸν φόβον ἀπεργάζεται. ὅτι δὲ ἄπεπτός ἐστιν ὁ χυμὸς, δῆλον ἐκ τοῦ βλαβεροὺς ἐπι‐ φέρεσθαι τοὺς ὕπνους. | |
5 | ΔΑΜ. Φόβοι γίνονται ἐν τοῖς ὕπνοις, τοῦ λυποῦν‐ τος χυμοῦ ἐπὶ τὸν ἐγκέφαλον ἀνερχομένου, καὶ μελαγχο‐ λικοῦ μὲν ὄντος, φόβοι γίνονται, καὶ μελαγχολικοῦ δὲ, πόνοι. γίνονται δὲ φόβοι καὶ ἄλλως, τοῦ στόματος τῆς γαστρὸς βαρυνομένου μοχθηροῖς χυμοῖς. | |
9 | ||
10 | ξζʹ. Ἐν τοῖσι πυρετοῖσι τοῖσι ὀξέσι οἱ σπασμοὶ, καὶ οἱ περὶ τὰ σπλάγχνα πόνοι ἰσχυροὶ, κακόν. — | |
11 | ΘΕΟΦ. Καὶ ἐνταῦθα περὶ σπασμοῦ διαλέγεται καί φησιν, ὅτι ἐὰν, πυρετοῦ διακαοῦς ὑποκειμένου, σπασμὸς ἐπιγένηται καὶ πόνος περὶ τὰ ὑποχόνδρια, κακόν. ὁ μὲν | |
15 | σπασμὸς, ὅτι δηλοῦται ἐκ ξηρότητος συνίστασθαι, πυρε‐ τοῦ διακαοῦς ὑποκειμένου, ὁ πόνος δὲ ὁ ἰσχυρὸς περὶ τὰ ὑποχόνδρια, ὅτι καὶ αὐτὸς ὁμοίως πολλὴν τὴν ξηρό‐ τητα ἐμφαίνει. καὶ γὰρ ἐκ τῆς ἀμέτρου ξηρότητος ἀνιῶν‐ ται τὰ σπλάγχνα κἀντεῦθεν πονοῦσιν. | |
20 | ΔΑΜ. Παραπλησίως γὰρ πυρὶ ξηραίνοντες οἱ πυ‐ ρετοὶ τὰ νεῦρα τείνουσι καὶ σπῶσι. τῷ αὐτῷ δὲ λόγῳ καὶ τοῖς σπλάγχνοις ἐμποιοῦσιν ὀδύνας. | |
22 | ξηʹ. Ἐν τοῖσι πυρετοῖσι τὸ πνεῦμα προσκόπτον, κακόν· σπασμὸν γὰρ σημαίνει. — | |
24 | ||
25 | ΘΕΟΦ. Καὶ ἐνταῦθα περὶ σπασμοῦ διαλέγεται. λέγει δὲ, ὅτι ἐὰν ἐν πυρετῷ τὸ πνεῦμα ἤτοι ἡ ἀναπνοὴ προσκόπτηται τουτέστι διακόπτηται, κακόν· καὶ ἡ αἰτία καθ’ Ἱπποκράτην· σπασμὸν γὰρ σημαίνει τὸν ἐπὶ ξηρό‐ τητι ὅλου τοῦ σώματος καὶ μάλιστα τῶν τοῦ θώρακος | |
30 | μυῶν. τούτων γὰρ παθόντων, καὶ ἡ ἀναπνοὴ ἐμποδίζεται. πῶς; διαστελλομένου γὰρ τοῦ θώρακος, γίνεται ἡ εἰσπνοὴ, | |
συστελλομένου δὲ, ἡ ἐκπνοή. οὗτος οὖν ὁ σπασμὸς καὶ | 426 | |
2.427 | τὴν ἀναπνοὴν προσκόπτειν ποιεῖ, ἧς καὶ διασπωμένης, κακόν ἐστι, διότι ἡ ἀναπνοὴ σύνθετός ἐστιν, ἐκ τῆς εἰσ‐ πνοῆς καὶ ἐκπνοῆς συγκειμένη. ἐὰν οὖν ἡ εἰσπνοὴ δια‐ κόπτηται, οὐκ ἐμψύχεται τὸ ἔμφυτον θερμὸν ἐκ τοῦ | |
5 | ἔξωθεν ἀέρος οὐδὲ ῥιπίζεται καὶ κινδυνεύει ἀπομα‐ ρανθῆναι. ἐὰν δὲ πάλιν ἡ ἐκπνοὴ διακόπτηται, συνάγον‐ ται τὰ λιγνυώδη περιττώματα, μὴ δυνάμενα διὰ τῆς ἐκπνοῆς ἐξελθεῖν, καὶ πλημμυροῦντα ἀποσβεννύουσι τὸ ἔμφυτον θερμόν. | |
10 | ΔΑΜ. Ἡ ἀναπνοὴ εἴτε κατὰ τὴν ἔσω, εἴτε κατὰ τὴν ἔξω φορὰν προσκόπτουσα, κακόν. | |
11 | ξθʹ. Ὁκόσοισιν οὖρα παχέα, θρομβώδεα, ὀλίγα, οὐκ ἀπυ‐ ρέτοισι, πλῆθος ἐλθὸν ἐκ τουτέων λεπτῶν, ὠφελέει· μάλιστα δὲ τὰ τοιαῦτα ἔρχεται, οἷσιν ἐξ ἀρχῆς ἢ διὰ | |
15 | ταχέων ὑπόστασιν ἴσχει. — | |
15 | ΘΕΟΦ. Θαυμάσιος ὁ Ἱπποκράτης, ὅτι τῶν σπανίως αὐτῷ ἑωραμένων τὴν κατάστασιν ἐπισημαίνεται. ὑποτί‐ θεται οὖν πυρετὸν ἐπὶ πλήθει καὶ πάχει χυμῶν ἀπέ‐ πτων γενόμενον καὶ λέγει, ὁκόσοισιν οὖρα παχέα, θρομ‐ | |
20 | βώδεα, ὀλίγα, οὐκ ἀπυρέτοισι τυχὸν ὅτι οἷς τοιοῦτος ὑπόκειται πυρετὸς, ἐν τῇ πρώτῃ καὶ βʹ τῶν ἡμερῶν ὁ τοιοῦτος ἀπέθετο τὸ οὖρον, ὀλίγον τὸ πᾶν καὶ πλεῖ‐ στον αὐτοῦ ὑπόστασιν ἔχον παχεῖαν καὶ ἀνώμαλον καὶ | |
ἄπεπτον, ὅπερ κακόν· ἀσθένειαν γὰρ τῆς ἀλλοιωτικῆς δυ‐ | 427 | |
2.428 | νάμεως ἐνδείκνυται, μὴ ἰσχυούσης λεπτῦναι καὶ πέψαι καὶ ἀλλοιῶσαι τὴν ὕλην. διὸ καὶ διὰ τὸ πάχος μόλις διε‐ ξιόντα ὀλίγα ἐφέρετο. ἐὰν δὲ μετ’ ὀλίγον χρόνον ἔλθῃ πολὺ καὶ λεπτὸν οὖρον ἐκ τούτων, ὑπόστασιν ἔχον λείαν | |
5 | καὶ ὁμαλὴν, ὠφελεῖ, ὥς φησιν Ἱπποκράτης. δηλοῦται γὰρ ἡ ἀλλοιωτικὴ δύναμις ἐῤῥῶσθαι, λεπτὸν ποιήσασα, λε‐ πτὸν δὲ, οὐ κυρίως λεπτόν· τοῦτο γὰρ ἄπεπτον. ἀλλὰ πρὸς σύγκρισιν τῶν θρομβωδῶν, ὡς εἶναι αὐτὸ σύμμε‐ τρον. τὸ δὲ ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ γεγραμμένον | |
10 | τὸ, μάλιστα δὲ τὰ τοιαῦτα ἔρχεται οἷσιν ἐξ ἀρχῆς ἢ διὰ ταχέων ὑπόστασιν ἴσχει, τοιοῦτόν ἐστι· μάλιστα δὲ τοῦτο συμβαίνει ἐπ’ ἐκείνων τῶν πυρετῶν, ἐφ’ ὧν ἢ τῇ αʹ ἢ τῇ βʹ ἢ τῇ τρίτῃ ἡμέρᾳ εὐθὺς ἀπόστασιν ἴσχει τὸ οὖρον λόγῳ βάρους τῆς ὕλης, οὐ λόγῳ φύσεως. | |
15 | ΔΑΜ. Ὁπόσοις ἀνθρώποις πυρέττουσιν ὑπάρχει καταρχὰς οὖρα παχέα καὶ θρομβώδη ἤως διεσπαρμένα καὶ ἀνώμαλα, εἶτα τῆς κακοχυμίας διὰ τῶν παχέων ἀνα‐ λωθείσης, φαίνονται λεπτὰ τὰ οὖρα. τούτοις ὠφελεῖ ἡ ἐκ τῶν παχέων ἐπὶ τὰ λεπτὰ μετάπτωσις τῶν οὔρων. ἐκ‐ | |
20 | κρίνεται δὲ τὰ λεπτότερα πολλὰ, καὶ εἰκότως διὰ τὸ πρόσθεν ἴσχεσθαι, καθ’ ὃν χρόνον μόλις διεξήει τὰ παχέα. | |
21 | οʹ. Ὁκόσοισι ἐν πυρετοῖσι τὰ οὖρα ἀνατεταραγμένα, οἷον ὑποζυγίου, τουτέοισι κεφαλαλγίαι πάρεισιν, ἢ παρέ‐ σονται. — | |
24 | ||
25 | ΘΕΟΦ. Ὁ παρὼν ἀφορισμὸς σημειωτικός ἐστιν· ἀπὸ γὰρ οὔρων διαγινώσκει κεφαλῆς διάθεσιν. φησὶ γὰρ, ὁκόσοισιν ἐν πυρετοῖς τὰ οὖρα ἀνατεταραγμένα οἷον | |
ὑποζυγίου, τουτέοισι κεφαλαλγίαι ἢ πάρεισι ἢ παρέ‐ | 428 | |
2.429 | σονται. τὸ τεταραγμένον οὖρον ἐκ τριῶν τινων συνίσταται, ἐξ ὠμῆς ὕλης καὶ φυσώδους πνεύματος καὶ ὀῤῥώδους ὑγρό‐ τητος. γεννῶνται γὰρ πνεύματα ἐξ ὕλης παχείας ὑπὸ βληχροῦ πυρετοῦ θερμαινομένης. ἐὰν οὖν φανῇ ἐν πυρετοῖς τοι‐ | |
5 | οῦτον οὖρον, εἰκότως κεφαλαλγίαν δηλοῖ, τῶν πνευμάτων ἐν τῇ κεφαλῇ χωρησάντων, ἀλλὰ καὶ δηλώσει, μελέτης γινομένης τοῦ πάθους διά τε τὴν θερμότητα καὶ τὸ πνεῦμα. ΔΑΜ. Ἡ γὰρ ταραχὴ ὑπὸ παχείας ὕλης καὶ πυκνῆς | |
10 | γίνεται. διὰ τοῦτο καὶ κεφαλαλγοῦσιν οἱ ταῦτα οὐροῦντες, φυσώδους πνεύματος μετὰ θέρμης τινὸς ἐπὶ τὴν κεφα‐ λὴν ἀναφερομένων. | |
12 | οαʹ. Ὁκόσοισι ἑβδομαῖα κρίνεται, τουτέοισιν ἐπινέφελον ἴσχει τὸ οὖρον τῇ τετάρτῃ ἐρυθρὸν, καὶ τὰ ἄλλα κα‐ | |
15 | τὰ λόγον. — | |
15 | ΘΕΟΦ. Ἐνταῦθά φησιν ὅτι οἷς ἐν τῇ ἑβδόμῃ κρί‐ νεται τὸ νόσημα, τούτοις ἐπινέφελον ἴσχει τὸ οὖρον ἐρυ‐ θρὸν καὶ τὰ ἄλλα κατὰ λόγον. ποῖά εἰσι τὰ ἄλλα; δια‐ χωρήματα, πτύσματα, μάλιστα εἰς τὸ πάθος τοῦ θώρακος | |
20 | σφυγμός· ἐὰν γὰρ ταῦτα πάντα κατὰ λόγον εἰσὶ καὶ τὸ οὖρον ἐπινέφελον ἴσχει ἐρυθρὸν, πέψιν δηλοῦν τῇ τε‐ τάρτῃ ἡμέρᾳ, πάντως τῇ ἑβδόμῃ κριθήσεται. διὰ τί; διότι δηλωτική ἐστιν ἡ τετάρτη τῆς ἑβδόμης, καθὼς αὐ‐ τός φησι, τῶν ἑπτὰ ἡ τετάρτη ἐπίδηλος. διὰ τί εἶπεν, | |
25 | ἐπινέφελον ἴσχει ἐρυθρὸν, καὶ οὐκ εἶπε λευκόν; διότι θερμὴ καὶ χολώδης ὕλη ὑπόκειται, οὐ παχεῖα καὶ φλεγ‐ ματική. καὶ τοῦτο δῆλον ἐκ τοῦ τῇ ἑβδόμῃ κρίνεσθαι. καὶ ἐπειδὴ ὕλη ξανθὴ ὑπόκειται καὶ θερμὴ, διὰ τί μὴ | |
εἶπεν ἐπινέφελον ἴσχει ξανθόν; ἀλλὰ τὸ ξανθὸν οὐ δια‐ | 429 | |
2.430 | φαίνεται αὐτὸ ἐν ὑποστάσει, τῷ εἶναι αὐτὸ διαφανές. καταχρησάμενος οὖν ἀντὶ τοῦ ξανθοῦ τὸ ἐρυθρὸν εἶπεν. ΔΑΜ. Καθότι ἐστὶν ἡ δʹ τῆς ζʹ ἐπίδηλος, εἰ ἐν αὐ‐ τῇ σημεῖον φανῇ ἀξιόλογον πέψεως, τὴν κρίσιν ἐπὶ τῆς | |
5 | ζʹ δηλοῖ, ὥστε οὐ μόνον ἐρυθρὰ νεφέλη ἐπιφανεῖσα ση‐ μαίνει κρίσιν, ἀλλὰ καὶ ἡ λευκή. ἀξιοῖ δὲ ὡς ταῦτα καὶ τἄλλα κατὰ λόγον ἡμᾶς ἐννοεῖν, ὅσα σημαίνει κρίσις, ἤως καὶ διαχωρήματα καὶ πτύσματα σὺν τοῖς οὔροις. | |
8 | οβʹ. Ὁκόσοισιν οὖρα διαφανέα, λευκὰ, πονηρά· μάλιστα | |
10 | δὲ ἐν τοῖσι φρενιτικοῖσιν ἐπιφαίνεται. — | |
10 | ΘΕΟΦ. Ὁ παρὼν ἀφορισμὸς ἀπὸ οὔρων ποιεῖται διάγνωσιν ἐγκεφάλου καί φησιν, ὅτι ἐν τοῖς φρενιτικοῖς λευκὰ καὶ διαφανέα οὖρα, μάλιστα ἐπιφαινόμενα, πο‐ νηρά. εἰσὶ γὰρ καὶ ἀλλαχοῦ τὰ λευκὰ πονηρὰ, διαφανῆ | |
15 | ὄντα, διὰ τὸ σημαίνειν ἐσχάτην ἀπεψίαν, ἀλλ’ ἐν τοῖς φρενιτικοῖς μᾶλλον πονηρά. διὰ τί; διότι ὁ φρενίτης ἀπὸ χολώδους χυμοῦ γίνεται, καὶ ἔδει καὶ τὰ οὖρα ξανθὰ εἶ‐ ναι. ἀλλ’ ἐπειδὴ τοῦτο οὐ γίνεται, σημεῖον κακόν. δηλοῖ γὰρ ὅτι ἀνήκει πᾶσα ἡ χολώδης ὕλη ἐπὶ τὸν ἐγκέφαλον | |
20 | καὶ διὰ τὸ πάσχειν κύριον μόριον ἤτοι τὸν ἐγκέφαλον, κακόν ἐστι. διὰ τί δὲ εἶπε διαφανῆ καὶ λευκά; τί γάρ; τὰ διαφανῆ οὐκ εἰσὶ λευκά; φαμὲν ὅτι οὐκ ἐξ ἀνάγκης, ἀλλ’ ἔστιν ὅτε καὶ διαφανῆ εἰσιν, ἀλλ’ οὐκ εἰσὶ λευκὰ, ἀλλὰ ξανθὰ ἢ ὠχρά. διὰ οὖν τὸ διάφορον τοῦ διαυγοῦς | |
25 | προσέθηκε τὸ λευκά. ΔΑΜ. Ταῦτα γὰρ σὺν τῇ ἀπεψίᾳ καὶ τῆς ξανθῆς χολῆς πᾶσαν τὴν ὁρμὴν ἐπὶ τὴν κεφαλὴν δηλοῦσιν. | |
27 | ογʹ. Ὁκόσοισι ὑποχόνδρια μετέωρα διαβορβορύζοντα, ὀ‐ σφύος ἀλγήματος ἐπιγενομένου, αἱ κοιλίαι τουτέοισι κα‐ | |
30 | θυγραίνονται, ἢν μὴ φῦσαι καταῤῥαγέωσιν, ἢ οὔρου πλῆθος ἔλθῃ· ἐπὶ πυρετοῖσι δὲ ταῦτα. — | |
31 | ||
ΘΕΟΦ. Ἵνα σαφὲς γένηται τὸ λεγόμενον, ἐξ ὑπο‐ | 430 | |
2.431 | θέσεως γυμναζέσθω ὁ λόγος. ὑποκείσθω νόσημα πυρε‐ τὸς καὶ ὄγκος ἐν τοῖς ὑποχονδρίοις ἀπὸ πνεύματος φυ‐ σώδους καὶ ὑγρότητος ἐγκαταμεμιγμένης τῷ πνεύματι. ἐὰν οὖν οὕτως γένηται καὶ ἄφνω ἄλγημα περὶ τὴν | |
5 | ὀσφὺν γένηται, αἱ κοιλίαι καθυγραίνονται διὰ τὴν μετά‐ στασιν τῆς ὕλης· πλὴν εἰ μὴ χωρισθῶσιν ἀλλήλων τὰ με‐ μιγμένα τό τε ὑγρὸν καὶ τὸ πνεῦμα, καὶ τὸ μὲν ὑγρὸν δι’ οὔρων, τὸ δὲ πνεῦμα δι’ ἐντέρων κενωθῇ. ΔΑΜ. Βορβορυγμός ἐστι πνεύματος σὺν ὑγρότητι | |
10 | μετρίᾳ κίνησις, ψόφον ἀποτελοῦσα οὔτε πολὺν οὔτε μέ‐ γαν· τῷ γοῦν βορβορυγμῷ κατιόντι συμβαίνει τὸν τῶν ὑποχονδρίων ὄγκον εἰς τὸ κατὰ τὴν ὀσφὺν ἅμα ἑαυτῷ καταφέρειν, ἐφ’ ᾧ τεινομένων τῶν ἐνταῦθα μορίων, ἄλ‐ γημα γίνεσθαι κατὰ αὐτὴν, εἶθ’ οὕτως ποτὲ μὲν εἰς ἀνά‐ | |
15 | δοσιν ὁρμήσαντος τοῦ ὑγροῦ, τὸ φυσῶδες πνεῦμα διαχω‐ ρηθῆναι μόνον, ἐνίοτε δὲ σὺν τῷ ὑγρῷ· καὶ μέντοι καὶ τὸ ἀναδοθὲν ὑγρὸν ὡς τὰ πολλὰ δι’ οὔρων ἐκκρίνεται. ἔστι δὲ ὅτε καὶ ἄμφω πρὸς ἀνάδοσιν ὁρμήσαντα, τό τε ὑγρὸν καὶ τὸ πνεῦμα διεξέρχεται ταχέως ἐπὶ κύστιν. | |
19 | ||
20 | οδʹ. Ὁκόσοισιν ἐλπὶς ἐς ἄρθρα ἀφίστασθαι, ῥύεται τῆς ἀποστάσιος οὖρον πουλὺ, κάρτα παχὺ καὶ λευκὸν γε‐ νόμενον, οἷον ἐν τοῖσι κοπιώδεσι πυρετοῖσι τεταρταίοισιν ἐνίοισι ἄρχεται γίνεσθαι. ἢν δὲ καὶ ἐκ τῶν ῥινῶν αἱ‐ μοῤῥαγήσῃ, καὶ πάνυ ταχὺ λύεται. — | |
24 | ||
25 | ΘΕΟΦ. Ἐλπίς ἐστιν ἤτοι προσδοκία εἰς τὰ ἄρθρα γίνεσθαι τὴν ἀπόστασιν τοῖς ὁπωσοῦν κοπϊώδεσι πυρετοῖς· | |
ἀλλὰ τούτων οἱ μὲν ἐπὶ προκαταρκτικῇ αἰτίᾳ γίνονται, | 431 | |
2.432 | οἱ δὲ ἐπὶ προηγουμένῃ. ἐνταῦθα οὖν περὶ τοῦ ἐπὶ προκαταρκτικῇ αἰτίᾳ γινομένου κόπου ὁ λόγος τῷ Ἱπποκράτει· [καὶ ἐπὶ τοῦ προκαταρκτικῇ αἰτίᾳ τοῦ προηγουμένου κόπου] τῷ πυρετῷ· ἐπὶ τούτου γὰρ μάλιστα ἐλπὶς κατὰ ἀπόστασιν λύεσθαι τὴν νόσον. | |
5 | τριττὸς γάρ ἐστιν ὁ κόπος· ἢ γὰρ προηγεῖται ὁ κόπος τοῦ πυρετοῦ ἢ ἕπεται ἢ σύνεστιν. ἐὰν οὖν προηγήσατο ὁ κό‐ πος τῷ πυρετῷ, ἐλπὶς κατὰ ἀπόστασιν τὴν κρίσιν γίνε‐ σθαι ἐν τοῖς ἄρθροις, καὶ ἡ αἰτία εἴρηται. ἐφ’ οἷς οὖν ἐστιν ἐλπὶς κατὰ ἀπόστασιν γίνεσθαι τὴν κρίσιν, ἐὰν ἔλθῃ | |
10 | οὖρον πολὺ, λευκὸν οἷον ἔν τισι τῶν κοπιωδῶν πυρετῶν τῇ τετάρτῃ ἡμέρᾳ ἐπιφαίνεται, διὰ τὴν ψύξιν, ταχὺ ῥύ‐ εται τῆς ἀποστάσεως ὁ κάμνων τῆς μελλούσης ἔσεσθαι, διὰ τὸ κενοῦσθαι τὰ αἴτια τῆς ἀποστάσεως τὰ νοσοποιά. εἰ δὲ καὶ ἐκ τῶν ῥινῶν αἱμοῤῥαγήσει, καὶ πάνυ ταχὺ | |
15 | λύεται· καταμερίζεται γὰρ ἡ ὕλη ἄνω τε καὶ κάτω, καὶ τάχιστα ἀπόλυσις γίνεται τοῦ νοσήματος. ΔΑΜ. Εἰς ἄρθρα ἀπόστασις γίνεται τοῖς προπεπο‐ νηκόσιν αὐτά. εἰ οὖν ἡ φύσις εὐρωστήσει δι’ οὔρων ἐκ‐ καθᾶραι τὸ σῶμα, τῆς ἀποστάσεως ἐῤῥύσατο τὸν κάμ‐ | |
20 | νοντα, τὸν χυμὸν διὰ τῆς κύστεως ἐκκενώσασα. τῶν κοπϊ‐ ωδῶν πυρετῶν ὡς παραδείγματος ἐμνημόνευσεν. οἷς οὖν ἡ θερμασία πλείων γινομένη μετέωρον εἰργάσατο τὴν ὕλην, ἢ διὰ ῥινῶν αἱμοῤῥαγοῦσιν ἢ παρωτίδας ἴσχουσιν· οἷς δὲ ἐλάττων μὲν ἡ θερμασία, βαρύτεροι δὲ οἱ χυμοὶ, | |
25 | διὰ τὸ πάχος συμπεττόμενοι δι’ οὔρων ἐκκρίνονται. | |
25 | οεʹ. Ἢν αἷμα ἢ πῦον οὐρέῃ, τῶν νεφρῶν ἢ τῆς κύστιος ἕλκωσιν σημαίνει. — | |
27 | ΘΕΟΦ. Εἰπὼν οὐρέει ἀπεῤῥάπισε τοὺς λέγοντας ἐξ | |
ἀποστήματος ῥαγέντος ἐν ἥπατι ἢ ἄλλῳ μορίῳ φέρεσθαι | 432 | |
2.433 | τὸ οὖρον· ἐπ’ ἐκείνων μὲν γὰρ ἐπὶ μιᾷ ἢ δευτέρᾳ ἢ τρίτῃ καθαίρεται ἡμέρᾳ καὶ οὐκέτι, τὸ δὲ ἐν παρατάσει χρόνου καθαίρεσθαι ἐν νεφρῷ ἢ ἐν κύστει γίνεται, ὅπερ ἐδήλωσε διὰ τοῦ οὐρέει. ἐὰν οὖν αἷμα καὶ πῦον οὐρῇ, τῶν νεφρῶν | |
5 | ἢ τῆς κύστεως ἕλκωσιν σημαίνει. τοῦ γὰρ ἕλκους διαβιβρωσκο‐ μένου συναναβιβρώσκονταί τινα ἀγγεῖα καὶ ἅμα τῷ πύῳ κενοῦ‐ ται καὶ αἷμα, ὥσπερ καὶ ἐπὶ τῶν δυσεντεριώντων γίνεται. διὰ τί δὲ τῶν οὐρητήρων οὐκ ἐμνήσθη; γίνεται γὰρ κἀκεῖσε τοῦτο. διότι μνησθεὶς τῶν ἄκρων συμπεριέλαβε καὶ | |
10 | τὰ μέσα. ΔΑΜ. Τὸ, οὐρέῃ πολλαῖς ἡμέραις ἢ μησὶν αἰνίττε‐ ται. οὐ γὰρ ταυτὸν τὸ οὐρέῃ τῷ οὐρήσῃ. | |
12 | οϛʹ. Ὁκόσοισιν ἐν τῷ οὔρῳ παχέϊ ἐόντι σαρκία σμικρὰ, ἢ ὥσπερ τρίχες ξυνεξέρχονται, τουτέοισιν ἀπὸ τῶν νε‐ | |
15 | φρῶν ἐκκρίνεται. — | |
15 | ΘΕΟΦ. Οὖρον παχὺ ἐνταῦθα τὸ κατὰ φύσιν καλεῖ, παραβάλλων αὐτὸ τῷ παρὰ φύσιν λεπτῷ. τοῦτο γὰρ τὸ κατὰ φύσιν μέσον ὂν πρὸς μὲν τὸ λεπτὸν παραβαλλόμε‐ νον λέγεται παχὺ, πρὸς δὲ τὸ παχὺ, λεπτόν. ἐὰν οὖν ἐστι | |
20 | τὸ οὖρον κατὰ φύσιν, δῆλον ὅτι ἔῤῥωται τὸ ἧπαρ, κατα‐ λείπεται δὲ τὸ πάθος εἶναι ἐν τοῖς νεφροῖς καὶ ὥσπερ μὲν σαρκία σμικρὰ ἐκκρίνονται, ἅ τινες ὀροβοειδῆ καλοῦ‐ σιν, ὑπεροπτωμένου παχέος αἵματος ἐν νεφροῖς ὑπὸ δυσ‐ κρασίας θερμῆς, ἐκεῖσε οὔσης. ὥσπερ δὲ τρίχες δηλονότι | |
25 | λευκαὶ ἐκκρίνονται, τῆς παρὰ φύσιν θερμασίας τῆς ἐν | |
τοῖς νεφροῖς φρυττούσης τὴν περιεχομένην ἐν αὐτοῖς | 433 | |
2.434 | παχεῖαν καὶ φλεγματικωτέραν ὕλην. καὶ διὰ τοῦτο καὶ πρὸς τὸ σχῆμα τῶν νεφρῶν ἐπιμήκη ἐκκρίνονται. ΔΑΜ. Τὰ μὲν οὖν σμικρὰ σαρκία τῆς οὐσίας τῶν νεφρῶν ἑλκωθέντων ἐστὶ μόρια, τὰ δ’ οἷον τρίχες ἐν νε‐ | |
5 | φροῖς μὲν λαμβάνει τὴν σύστασιν, ὥσπερ οἱ λίθοι, μόρια δὲ οὐκ ἔστι τῆς οὐσίας αὐτῶν. | |
6 | οζʹ. Ὁκόσοισιν ἐν τῷ οὔρῳ παχέϊ ἐόντι πιτυρώδεα ξυνε‐ ξουρέεται, τουτέοισι ἡ κύστις ψωριᾷ. — | |
8 | ΘΕΟΦ. Καὶ ἐνταῦθα παχὺ οὖρον τὸ σύμμετρον | |
10 | λέγει. ἐὰν οὖν παχύ ἐστι τὸ οὖρον ἤτοι σύμμετρον καὶ πιτυρώδη ἐκφέρονται σὺν αὐτῷ, ἡ κύστις ψωριᾷ. ψωρία‐ σιν δὲ ἐνταῦθα τὴν ἐπιπολῆς ἕλκωσιν τῆς κύστεώς φησι· ὥσπερ γὰρ ψώρας οὔσης κατὰ παντὸς τοῦ σώματος ἐκ‐ πίπτουσί τινες λεπίδες, ὡς ἀπὸ ἰχθύων, καὶ μάλιστα εἰ | |
15 | κνῶνται, οὕτω καὶ ἐπὶ τῆς ἐπιπολῆς ἑλκώσεως τῆς κύ‐ στεως πιτυρώδη τινὰ σὺν τῷ οὔρῳ ἐκκρίνονται. ΔΑΜ. Ὥσπερ γὰρ ἡ ἐπιφάνεια τοῦ δέρματος, ἡ καὶ ἐπιδερμὶς, κατὰ τὰς ψώρας καὶ λειχῆνας καὶ λέπρας ἀποβάλλει τι λεπτὸν, οὕτω κἀπὶ τῶν ἔνδον. | |
19 | ||
20 | οηʹ. Ὁκόσοι ἀπὸ ταὐτομάτου αἷμα οὐρέουσι, τουτέοισιν ἀπὸ τῶν νεφρῶν φλεβίου ῥῆξιν σημαίνει. — | |
21 | ΘΕΟΦ. Καὶ ἐνταῦθα περὶ παθῶν συμβαινόντων ἐν τοῖς νεφροῖς διαλέγεται καί φησιν, ὅτι ἐὰν αἷμα οὐρῶσί τινες ἀπὸ ταὐτομάτου, ἀπὸ τῶν νεφρῶν φλεβίου ῥῆξιν | |
25 | σημαίνει. καὶ πόθεν δῆλον ὅτι ἀπὸ τῶν νεφρῶν καὶ οὐχὶ ἀπὸ τῶν ἀναπνευστικῶν ἢ θρεπτικῶν; ἐκ τοῦ εἰπεῖν, οὐ‐ ρέουσι. τοῦτο γὰρ τὴν ἐπίμονον οὔρησιν τοῦ αἵματος δη‐ λοῖ. εἴτε γὰρ ἀπὸ τῶν ἀναπνευστικῶν, εἴτε ἀπὸ τῶν θρεπτικῶν διὰ ῥήξεως φλεβίου ἐστὶ, πρὸς ὀλίγον οὐρεῖται | |
30 | καὶ εὐθέως παύεται. πόθεν δὲ δῆλον ὅτι οὐ κατὰ ἀνά‐ | 434 |
2.435 | βρωσιν, ἀλλὰ κατὰ ῥῆξιν γίνεται ἡ αἵματος οὔρησις; ἐκ τοῦ εἰπεῖν, ἀπὸ ταὐτομάτου. τὸ γὰρ ἀπὸ ταὐτομάτου τὸ ἐξαίφνης καὶ ἀθρόως δηλοῖ. διὰ τὸ πλῆθος γὰρ τοῦ αἵ‐ ματος τείνονται τὰ φλεβία καὶ τῇ τάσει ῥήγνυνται καὶ | |
5 | πολὺ αἷμα οὐρεῖται, ἐπὶ δὲ τῆς ἀναβρώσεως ὀλίγιστον. καὶ πόθεν δῆλον ὅτι οὐ κατὰ ἀναστόμωσιν φέρεται, ἀλλὰ κατὰ ῥῆξιν; ὅτι τὸ κατὰ ἀναστόμωσιν φερόμενον οὐκ ἔστι τέλειον αἷμα, ἀλλ’ αἱματῶδες. ΔΑΜ. Τὸ ἀπὸ ταὐτομάτου τὸ ἐξαίφνης δηλοῖ καὶ | |
10 | χωρὶς αἰτίας προηγησαμένης. | |
10 | οθʹ. Ὁκόσοισιν ἐν τοῖσι οὔροισι ψαμμώδεα ὑφίσταται, τουτέοισι ἡ κύστις λιθιᾷ, ἢ νεφροί. — | |
12 | ΘΕΟΦ. Ὁ λίθος ἢ ἐν τοῖς νεφροῖς γίνεται ἢ ἐν τῇ κύστει· ὅπου δὲ λίθος, καὶ ψάμμων ἔκκρισις γίνεται διὰ | |
15 | τὸ ἀποθρύπτεσθαί τι μέρος ἀπὸ τῶν λίθων. τοῦ οὖν ὡς ἐπίπαν ἐμνήσθη ὁ Ἱπποκράτης· ἐπειδὴ γὰρ ὡς ἐπὶ τὸ πολὺ ἐν τῇ κύστει γίνονται οἱ λίθοι διὰ τὸ ἀξιόλογον ἔχειν κοιλότητα τὴν κύστιν· διὰ τοῦτο γὰρ ταύτης μόνης ἐμνήσθη, οὐχὶ καὶ τῶν νεφρῶν. Ἰστέον δὲ ὅτι ὁ λίθος | |
20 | ποιητικὴν μὲν αἰτίαν ἔχει θερμασίαν παρὰ φύσιν, ὑλικὴν δὲ, πάχος χυμῶν. ΔΑΜ. Ὑφίσταται ἤως ἐν τῷ πυθμένι ὄντα. | |
22 | πʹ. Ἢν αἷμα οὐρέῃ καὶ θρόμβους, καὶ στραγγουρίην ἔχῃ, καὶ ὀδύνη ἐμπίπτῃ ἐς τὸν κτένα καὶ τὸ ὑπογάστριον | |
25 | καὶ τὸν περίναιον, καὶ τὰ περὶ τὴν κύστιν πονέει. — | |
25 | ΘΕΟΦ. Ἀκολούθως ὁ νῦν ἀφορισμὸς τέτακται. ἐπειδὴ γὰρ αἷμα εἶπεν, ἐπήγαγε καὶ θρόμβους καὶ στραγγουρίαν. | |
θρόμβος δὲ αἵματος γίνεται, τοῦ αἵματος ἐκτὸς τῶν ἀγ‐ | 435 | |
2.436 | γείων γεγονότος καὶ πηγνυμένου τῇ ψύξει, ἡ στραγγουρία δὲ κατ’ ἔμφραξιν τοῦ τραχήλου τῆς κύστεως διὰ λίθον ἢ φλεγ‐ μονὴν ἢ δι’ αὐτὸν τὸν θρόμβον. ἐὰν οὖν αἷμα οὐρέῃ καὶ θρόμβους καὶ στραγγουρίην ἔχῃ, καὶ τὰ λοιπὰ, τὰ περὶ τὴν κύστιν | |
5 | πονέει τουτέστι κοινῶς τὰ οὐρητικὰ ὄργανα. καὶ τοῦτο δῆλον· εἰπὼν γὰρ ὀδύνη περὶ τὸ ὑπογάστριον ἐσήμανε τοὺς νεφροὺς, εἰπὼν δὲ κτένα τὴν κύστιν, περίναιον δὲ τὸν τράχηλον τῆς κύστεως. ΔΑΜ. Οὐ τὴν κύστιν μόνον νοσεῖ, ἀλλὰ καὶ νεφροὺς | |
10 | καὶ οὐρητῆρας. | |
10 | παʹ. Ἢν αἷμα καὶ πῦον οὐρέῃ καὶ λεπίδας, καὶ ὀδμὴ βαρείη ἔῃ, τῆς κύστιος ἕλκωσιν σημαίνει. — | |
12 | ΘΕΟΦ. Τρία τινὰ παραδίδωσιν ἡμῖν ὁ παρὼν ἀφορισμὸς, τόπον πεπονθότα, διάθεσιν καὶ κακοήθειαν | |
15 | τοῦ πεπονθότος. διὰ γὰρ τοῦ εἰπεῖν λεπίδας ἤτοι πε‐ ταλώδη, σημαίνει τὴν κύστιν πεπονθέναι, διὰ δὲ τοῦ εἰ‐ πεῖν αἷμα καὶ πῦον, λύσιν συνεχείας· ἀδύνατον γὰρ πῦον οὐρηθῆναι ἄνευ ἕλκους· διὰ δὲ τοῦ εἰπεῖν ὀδμὴν βαρεῖαν ἤτοι δυσώδη τὴν κακοήθειαν· τὸ δυσῶδες γὰρ σημεῖον ση‐ | |
20 | πεδόνος ἐστὶ, ἡ σηπεδὼν δὲ κακοήθειαν ἐνδείκνυται. Ἰστέον δὲ ὅτι διὰ τοῦ εἰπεῖν ὀδμὴν βαρείην ἀπεκρούσατο τοὺς λέγοντας, ἀφ’ ἥπατος ἢ τῶν ἀναπνευστικῶν ἔρχεσθαι πε‐ ταλώδη. ἐκεῖνα γὰρ κἂν ὀδμὴν ἔχωσι, τῷ μήκει τῆς πα‐ ρόδου τὴν δυσωδίαν ἀποβάλλουσιν. | |
25 | ΔΑΜ. Τὸ μὲν αἷμα καὶ τὸ πῦον οὐρούμενα πάντων οὐρητικῶν ἡλκωμένων κοινὰ σημεῖα. τὸ δὲ βαρὺ τῆς ὀ‐ σμῆς ἤως ἀηδὲς, ἔτι τε αἱ λεπίδες μᾶλλον ἴδια τῆς κύ‐ στεως μόνης. | |
28 | πβʹ. Ὁκόσοισιν ἐν τῇ οὐρήθρῃ φύματα φύεται, τουτέοισι, | |
30 | διαπυήσαντος καὶ ἐκραγέντος, λύσις. — | |
30 | ΘΕΟΦ. Οὐρήθραν νῦν τὸν τράχηλον τῆς κύστεως | |
καλεῖ. φησὶν οὖν, ἐὰν ἐν τῇ οὐρήθρῃ ἤτοι τῷ τραχήλῳ | 436 | |
2.437 | τῆς κύστεως φύματα γένηται ἐκπυήσαντα, τυχὸν πυοποιη‐ θέντα καὶ ἐκραγέντα, λύσις γίνεται. λύσις δὲ τίνος; ἀλλ’ ἢ τῆς ὀδύνης καὶ στραγγουρίας. διὰ γὰρ τὰ φύματα ὀδύνη ἐγεγόνει καὶ ἔμφραξις ἐπηκολούθει, ἐξ ἧς ἡ στραγγουρία. | |
4 | ||
5 | πγʹ. Οὔρησις νύκτωρ πουλλὴ γινομένη, σμικρὴν τὴν ὑποχώρησιν σημαίνει. — | |
6 | ΘΕΟΦ. Οὗτος διαγνωστικὸς ὁ ἀφορισμός· λέγει γὰρ, ὅτι ἐὰν διὰ τῆς νυκτὸς πολλὴ οὔρησις γένηται, σμι‐ κρὴν ἤτοι ὀλίγην διὰ κόπρου τὴν ὑποχώρησιν σημαίνει. | |
10 | καὶ ἡ αἰτία, ὅτι πολλὴ καὶ ἀθροωτέρα γέγονεν ἀνάδοσις ἐν τῷ ἥπατι καὶ ἀντιμετωχετεύθη ἡ ὕλη, καὶ διὰ τοῦτο πολλὰ οὖρα ἠνέχθησαν, ὀλίγη δὲ κόπρος. καὶ τὸ ἀνάπαλιν, ἐὰν πολλὴ διαχώρησις γένηται διὰ κόπρου, ὀλίγη ἔσται ἡ δι’ οὔρων διὰ τὴν αὐτὴν αἰτίαν, ὅτι ὀλίγη γέγονεν ἡ | |
15 | ἀνάδοσις, καὶ διὰ τοῦτο ὀλίγον οὖρον, πολλὴ δὲ ἡ διὰ κόπρου διαχώρησις διὰ τὸ ἐν τῇ γαστρὶ μένειν τὸ ὑγρόν. ἐκ νυκτὸς δὲ εἶπεν, ὅτι αἱ πέψεις ἐν νυκτὶ γίνονται καὶ αἱ διακρίσεις τῶν περιττωμάτων. | |
18 | ||
19t | Τμῆμα Πέμπτον. | |
19t | ||
20 | αʹ. Σπασμὸς ἐξ ἐλλεβόρου, θανάσιμος. — | |
20 | ||
21t | Ἀρχὴ τοῦ πέμπτου τμήματος. | |
21t | ||
22 | ΘΕΟΦ. Διαγνωστικοὺς καὶ προγνωστικοὺς κανό‐ | |
νας παραδίδωσιν ἐν τούτῳ τῷ τμήματι ὁ Ἱπποκράτης, | 437 | |
2.438 | ὥσπερ καὶ ἐν τῷ τετάρτῳ. καὶ δὴ ποιεῖται πρόγνωσιν τρόπου ἐκβάσεως νοσήματος, ὅπερ ἐστὶ σπασμὸς, ὃς ἐξ ἐλλεβόρου γενόμενος θανάσιμός ἐστιν. ἀλλ’ ἰστέον, ὅτι ὁ ἐλλέβορος διττός ἐστιν, ὁ μὲν λευκὸς, ὁ δὲ μέλας. ἐνταῦ‐ | |
5 | θα οὖν περὶ τοῦ λευκοῦ ἐλλεβόρου φησὶ καὶ δῆλον ἐκ τοῦ ἁπλῶς εἰρῆσθαι. ἐπὶ γὰρ τοῦ μέλανος μετὰ προσθήκης εἴρηται, οἷον ἐλλέβορος μέλας. σπῶνται οὖν ἐπὶ τῷ λευ‐ κῷ ἐλλεβόρῳ οἱ χρώμενοι αὐτῷ ἢ διὰ πλήρωσιν, ὡς ὅταν πολλάκις τοῦ καθαρσίου ἑλκύσαντος ἀθρόως πολὺν χυμὸν | |
10 | περὶ τὴν γαστέρα, καὶ ἐπὶ τῇ διατάσει σπᾶται, κἄπειτα ὅλον τὸ νευρῶδες γένος τῷ στομάχῳ συμπάσχον, ἢ διὰ κένωσιν ἄμετρον· τῇ γὰρ ἀμέτρῳ κενώσει ξηρότης ἕπε‐ ται καὶ τῇ ξηρότητι σπασμός· ἢ δι’ εὐπάθειαν τοῦ στομάχου· πολλάκις γὰρ, δραστικωτέρου ὄντος τοῦ | |
15 | φαρμάκου, δάκνεται ὡς εὐπαθὴς ὁ στόμαχος καὶ σπᾶ‐ ται ἢ διὰ δριμὺν χυμὸν ἑλχθέντα ἀπὸ τοῦ καθαρ‐ σίου ἐπὶ τὴν γαστέρα. καὶ οὗτος γὰρ τῇ δήξει σπασμὸν ποιεῖ. περὶ τοῦ δευτέρου οὖν τρόπου ὁ λόγος τῷ Ἱππο‐ κράτει τοῦ ἐπὶ ξηρότητος, ὅστις καὶ ἀνίατός ἐστιν, ὅτι, | |
20 | δαπανηθείσης τῆς συνεκτικῆς ὑγρότητος, ἀδύνατόν ἐστιν αὐτὴν ἀνακαλέσασθαι· οἱ γὰρ ἄλλοι τρόποι κακοὶ μέν | |
εἰσιν, οὐ μὴν θανάσιμοι. | 438 | |
2.439 | ΔΑΜ. Σπασμὸς γίνεται ἐπὶ πληρώσει καὶ κενώσει. ὁ μὲν οὖν ἐπὶ πληρώσει γενόμενος ἰαθῆναι δύναται, ὁ δ’ ἐπὶ κενώσει οὔ, τῆς τῶν νεύρων οὐσίας ξηρανθείσης τῇ κενώσει. ἐλέβορον δὲ τὸν λευκόν φησιν· τούτῳ γὰρ | |
5 | ἐχρῶντο. | |
5 | βʹ. Ἐπὶ τρώματι σπασμὸς ἐπιγενόμενος, θανάσιμος. — | |
6 | ΘΕΟΦ. Τινὰ ἔχουσι τῶν βιβλίων ἐπὶ τραύματι, τινὰ ἐπὶ τρώματι, ὃ καὶ ἀληθέστερον. ἑκάτερον δὲ τού‐ των λύσιν συνεχείας δηλοῖ. ἀλλ’ εἰ μὲν ἐν σαρκὶ, ἡ λύσις | |
10 | τῆς συνεχείας τραῦμα καλεῖται, εἰ δὲ ἐν νεύρῳ, νύγμα ἤτοι τρῶμα. γίνεται μὲν οὖν ἐπὶ τραύματος σπασμὸς οὐ διὰ τὴν ἐν σαρκὶ λύσιν, ἀλλ’ ἐπειδὴ συνδιαιροῦνται καὶ φλέ‐ βες καὶ ἀρτηρίαι, κἀντεῦθεν ἐπὶ τῇ ἀμέτρῳ κενώσει γίνε‐ ται σπασμός· ἐπὶ δὲ τρώματι, ὅτι ὀδύνη σφοδροτάτη ἕπε‐ | |
15 | ται, κἀντεῦθεν ῥευματισμὸς, ἐπὶ τούτῳ φλεγμονὴ, εἶτα διάτασις καὶ τοσοῦτον, ὥστε καὶ τὰ νευρώδη συνδιατα‐ θῆναι κἀντεῦθεν σπασμὸν γίνεσθαι. ἐπ’ ἀμφοτέρων οὖν τούτων τῶν τρόπων ὁ σπασμὸς θανάσιμον ἤτοι ἐπι‐ σφαλές. | |
20 | ΔΑΜ. Γίνεται δὲ λόγῳ τῆς ἑπομένης φλεγμονῆς, ὅταν ἅψηται τῶν νευρωδῶν μορίων καὶ τῆς ἀρχῆς αὐτῶν. | |
22 | γʹ. Αἵματος πολλοῦ ῥυέντος, σπασμὸς ἢ λυγμὸς ἐπιγενό‐ μενος, κακόν. — | |
24 | ||
25 | ΘΕΟΦ. Ἐνταῦθα ἐπὶ αὐτομάτῳ κενώσει τὸν σπα‐ σμὸν ὑποτίθεται γίνεσθαι καί φησιν, ἐὰν αἵματος πολλοῦ ῥυέντος ἢ διὰ μυκτήρων ἢ δι’ ἕδρας, σπασμὸς ἢ λυγμὸς | |
ἐπιγένηται, θανάσιμον. καὶ ἡ αἰτία, ὅτι ἐπὶ ἀμέτρῳ κε‐ | 439 | |
2.440 | νώσει ὑποτίθεται τὸν σπασμὸν καὶ λυγμὸν ἐπιγίνεσθαι, ἄλλως τε ὅτι, τοῦ αἵματος πολλοῦ κενουμένου, ἀμοιροῦσι τροφῆς τὰ μόρια, ἀμοιροῦντα δὲ ἐπὶ φθορὰν ὁδεύουσι. δεῖ δὲ γινώσκειν, ὅτι διαφέρει σπασμὸς λυγμοῦ, ὅτι ὁ μὲν | |
5 | σπασμὸς ἐν παντὶ μορίῳ προαιρετικῷ συνίσταται καὶ ψυ‐ χικόν ἐστι πάθος, ὁ δὲ λυγμὸς ἐν στομάχῳ καὶ φυσικόν ἐστι πάθος. | |
7 | δʹ. Ἐπὶ ὑπερκαθάρσεϊ σπασμὸς ἢ λυγμὸς ἐπιγενόμενος, κακόν. — | |
9 | ||
10 | ΘΕΟΦ. Ἐπὶ ὑπερκενώσει ὑποτιθέμενος τὸν σπασμὸν διὰ τί κακόν φησι καὶ οὐ θανάσιμον, ὥσπερ ἐν τῷ πρὸ τούτου ἔφη ἀφορισμῷ; ἐκεῖσε μὲν θανάσιμον εἶπε διὰ τὸ δραστήριον καὶ τυραννικὸν τοῦ ἐλλεβόρου, ἐνταῦθα δὲ κακὸν, ἐπειδὴ ἐνδέχεται, καὶ οἱουδήποτε παρασχεθέντος | |
15 | βοηθήματος, ὑπερκαθάρσεως γενομένης, σπασμὸν γενέσθαι καὶ μὴ εἶναι θανάσιμον διὰ τὸ δυνατὸν θεραπεύεσθαι αὐτοὺς τροφαῖς ἢ λουτροῖς. | |
17 | εʹ. Ἢν μεθύων ἐξαίφνης ἄφωνός τις γένηται, σπασθεὶς ἀποθνήσκει, ἢν μὴ πυρετὸς ἐπιλάβῃ, ἢ ἐς τὴν ὥρην | |
20 | ἐλθὼν, καθ’ ἣν αἱ κραιπάλαι λύονται, φθέγξηται. — | |
20 | ΘΕΟΦ. Ὁ οἶνος πολὺς πινόμενος ὡς θερμὸς καὶ | |
ὑγρὸς τοὺς περὶ τὸν λάρυγγα καὶ φάρυγγα πληρῶν μύας, | 440 | |
2.441 | τὴν ἀφωνίαν ἐργάζεται, ὅπερ κακόν. εἰ δὲ καὶ σπασμὸν ἐπιφέρει, τοῦτο θανάσιμον· δηλοῖ γὰρ ὅτι οὐ μόνον τὰ περὶ τὸν λάρυγγα ἐπληρώθη, ἀλλὰ καὶ τὰ ἐν ὅλῳ τῷ σώματι νευρώδη μόρια. πλὴν θανάσιμον, ἐὰν μὴ πυρετὸς | |
5 | ἐπιλάβῃ· ἐὰν γὰρ ἐπιλάβῃ, σύμπεψις γίνεται τῆς ὕλης καὶ λεπτυνομένη διαφορεῖται. ἢ πάλιν, ἐὰν μὴ εἰς τὴν ὥραν, καθ’ ἣν αἱ κραιπάλαι λύονται, φθέγξηται· εἰ γὰρ φθέγ‐ ξηται, οὐκέτι θανάσιμον· δηλοῖ γὰρ ὅτι ἠδυνήθη ἡ φύσις συμπέψαι τὴν ὕλην. καιρὸν δὲ τῆς κραιπάλης οὐκ ἀπο‐ | |
10 | τετμημένον οὐδὲ περιγεγραμμένον ἀκουστέον. τινὲς μὲν γὰρ κατὰ τὴν ὑστεραίαν τῆς κραιπάλης παύονται, τινὲς δὲ κατὰ τὴν ἐπιγενομένην νύκτα. ΔΑΜ. Διὰ πλήρωσιν πάντως τῶν νεύρων ὁ τοιοῦ‐ τος σπασμός. πληροῖ γὰρ ταῦτα ὁ οἶνος, ὡς θερμὸς καὶ | |
15 | λεπτομερής. τῷ μὲν οὖν πλήθει τῆς οὐσίας σπασμὸν ἐπι‐ φέρει, τῇ ποιότητι δὲ θεραπεύει, ἐκθερμαίνων καὶ ξη‐ ραίνων τὰ νεῦρα. εἰ δὲ τοῦτο μὴ δυνηθῇ, θάνατος ἕπε‐ ται. τῇ δὲ αὐτῇ δυνάμει καὶ ὁ πυρετὸς ἰᾶται, σπασμοῖς ἐπιγενόμενος. ἀφώνους νῦν καλεῖ τοὺς ὁπωσοῦν καρουμέ‐ | |
20 | νους. ἔστι δὲ κάρος ἡ παντὸς τοῦ σώματος ἐξαιφνίδιος ἀκινησία καὶ ἀναισθησία, τῆς ἀρχῆς τῶν νεύρων πα‐ θούσης. | |
22 | ϛʹ. Ὁκόσοι ὑπὸ τετάνου ἁλίσκονται, ἐν τέσσαρσι ἡμέρῃ‐ σιν ἀπόλλυνται· ἢν δὲ ταύτας διαφύγωσιν, ὑγιέες γί‐ | |
25 | νονται. — | |
25 | ||
ΘΕΟΦ. Ὁ τέτανος ἐπὶ παχείᾳ ὕλῃ γίνεται, καὶ ὅσον | 441 | |
2.442 | ἐπὶ τούτῳ χρόνιον ἔδει εἶναι τὸ νόσημα, ἀλλὰ διὰ τὴν ἀσθένειαν τῆς δυνάμεως κάτοξυ εὑρίσκεται. ὅσοι οὖν ὑπὸ τετάνου συσχεθῶσιν, ἐντὸς τῶν τεσσάρων ἡμερῶν ἀπόλ‐ λυνται, ἐπειδὴ τονική ἐστι κίνησις ἐπ’ αὐτοῦ καὶ ἀδιάκο‐ | |
5 | πος, καὶ ἐπὶ τούτῳ ἑτοίμως καταβάλλονται αἱ ζωτικαὶ δυνάμεις· ἢν δὲ ταύτας διαφύγωσιν, ὑγιέες γίνονται, τῆς δυνάμεως δηλονότι ἐπαρκούσης. τὰ γὰρ κατόξεα μέχρι τῆς τετάρτης τὴν κρίσιν ἔχει. COD. ESC. Ὑπὸ σπασμοῦ ἢ τετάνου ἐχομένῳ | |
10 | πυρετὸς ἐπιγενόμενος ὀξὺς λύει τὸ νόσημα. — Τινές φασιν ὅτι παρεντέθειται ὁ παρὼν ἀφορισμός. οὐδὲν γὰρ καινότερον περιέχει τοῦ ἀφορισμοῦ τοῦ λέγον‐ τος, πυρετὸν ἐπὶ σπασμῷ βέλτιον γενέσθαι ἢ σπασμὸν ἐπὶ πυρετῷ. καὶ ἐνταῦθα γὰρ λέγει, ὅτι ἐὰν πυρετὸς | |
15 | ὀξὺς ἐπιγένηται σπασμῷ, λύει αὐτόν. ἕτεροι δὲ λέγουσιν, ὅτι διαφέρουσιν, καθὸ ἐκεῖνος περὶ μόνου σπασμοῦ δια‐ λέγεται, οὗτος δὲ καὶ περὶ τετάνου. ἢ ἔστιν εἰπεῖν, ὅτι καὶ ὁ τέτανος σπασμός τις ἐστὶν, εἰ μὴ ἄρα εἴπῃ τις, ὡς φησὶν ὁ Γαληνὸς, ὅτι οὐ διαφαίνονται τὰ μόρια ἐπὶ τοῦ | |
20 | τετάνου ἐφ’ ὧν ὁ σπασμός ἐστι, καὶ δοκεῖ μηδὲ ὁρᾶ‐ σθαι ὁ τέτανος. ὄρθιον γὰρ τὸ σχῆμα τῆς ῥάχεως φυ‐ λάττεται ἐπὶ τοῦ τετάνου. καὶ ἔστιν εἰπεῖν ὅτι σπασμὸν καὶ τέτανον τὸν ἐπὶ πληρώσει ὑποτίθεται, οὐ μὴν τὸν ἐπὶ ξηρότητι, ἐπειδὴ ὁ πυρετὸς καὶ ἐπιτείνει τὸν ἐπὶ | |
25 | ξηρότητι γινόμενον σπασμόν. ἁπλῶς οὖν τὸν ἐπὶ πληρώ‐ σει ὑποτίθεται ἐνταῦθα σπασμὸν, καί φησιν ὅτι ἐὰν ἐπὶ τοῦ τοιούτου σπασμοῦ ἐπιγένηται πυρετὸς ὀξὺς, λύει αὐ‐ τὸν, ἐπειδὴ ὁ πυρετὸς χύσιν ποιεῖται τῆς ὕλης καὶ ἐπι‐ τηδείαν αὐτὴν ποιεῖ, εἶτα δραξαμένη ἡ φύσις τῆς ἐπιτη‐ | |
30 | δειότητος ἐπεγείρει τὸ ἔμφυτον θερμὸν σὺν ταῖς οἰκείαις δυνάμεσι καὶ πέττει τὴν ὕλην. εἴρηται γὰρ ὅτι τῷ ἐμ‐ φύτῳ θερμῷ πέττονται αἱ ὕλαι, οὐ μὴν τῷ ἐπικτήτῳ θερμῷ καὶ οὕτως λύει, ὡς αὐτὸς εἶπε, τὸ νόσημα· οὐ | |
πάντως δὲ λύει τὸ νόσημα, ἀλλὰ λύει τὸ σύμπτωμα. ὁ | 442 | |
2.443 | γὰρ σπασμὸς σύμπτωμά ἐστιν, ἐν βλάβαις ἐνεργειῶν θεω‐ ρουμένης τῆς κινήσεως. ἔδει οὖν αὐτὸν εἰπεῖν, λύει τὸ σύμπτωμα καὶ μὴ τὸ νόσημα. ἢ εἰπὲ τὸ ἀνωτέρω εἰρη‐ μένον ὅτι καλῶς εἶπε, λύει τὸ νόσημα τὸ παρὰ τὸν πό‐ | |
5 | ρον. ἡ γὰρ ἔμφραξις νόσημά ἐστιν, αἰτία τοῦ παρὰ τὸν πόρον. τοῦ οὖν πυρετοῦ χύσιν ποιοῦντος τῆς ὕλης, ἐμ‐ φράττεται ὁ πόρος καὶ λύεται ἡ ἔμφραξις ἤτοι τὸ νό‐ σημα, καὶ οὕτως λοιπὸν συναποπαύεται καὶ τὸ σύμπτωμα ἤτοι ὁ σπασμός. | |
10 | ΔΑΜ. Κάτοξυ πάθος ὁ τέτανος· σύγκειται γὰρ ἐξ ἐμπροσθοτόνου τε καὶ ὀπισθοτόνου. εἰκότως οὖν σύντο‐ μον ποιεῖται τὴν κρίσιν κατὰ τὴν πρώτην τῶν κρισίμων περίοδον, μὴ φερούσης τῆς φύσεως τὸν ἐπὶ τῇ τάσει κάματον. | |
14 | ||
15 | ζʹ. Τὰ ἐπιληπτικὰ ὁκόσοισι πρὸ τῆς ἥβης γίνεται, μετά‐ στασιν ἴσχει· οἷσι δὲ πέντε καὶ εἴκοσιν ἐτέων γίνεται, τὰ πολλὰ ξυναποθνήσκει. — | |
17 | ΘΕΟΦ. Τὴν ἐπιληψίαν ὠμοτέρα καὶ παχεῖα ὕλη ποι‐ εῖ, ὅθεν ὡς ἐπὶ τὸ πλεῖστον τοῖς παιδίοις γίνεται· διὸ | |
20 | καὶ παιδίον καλεῖται τὸ νόσημα ἤτοι ἡ ἐπιληψία. τού‐ τοις δὲ τοῖς παισὶ γίνεται διὰ τὸ ἔχειν πλεῖστον ὠμὸν χυμὸν ἐκ πλημμελείας τῆς διαίτης. φησὶν οὖν Ἱπποκράτης, ὅτι τὰ ἐπιληπτικὰ οἷς πρὸ τῆς ἥβης γίνεται, περὶ τὸ ἡβάσκειν μετάστασιν ἴσχει τουτέστι τελείαν ἀπαλλαγὴν | |
25 | διὰ τὸ ἐπὶ τὸ θερμότερον καὶ ξηρότερον μεταβάλ‐ λεσθαι· ὅσα δὲ ἔξω τῆς ἥβης γίνεται, τὰ πολλὰ συνα‐ ποθνήσκει· οὐ γὰρ πάντα· ἔστι γὰρ ὅτε διὰ σώφρονα δί‐ αιταν ἐν τῇ παρακμῇ παύονται. Ἰστέον δὲ ὅτι ἀπὸ τοῦ τεσσαρασκαιδεκάτου ἔτους μέχρι εἰκοστοῦ πέμπτου | |
30 | καθ’ Ἱπποκράτην ἡβικὴ ἡλικία ὀνομάζεται. ΔΑΜ. Τῶν ἡβώντων ἡ ἡλικία, ἐπὶ τὸ ξηρότερον με‐ ταβάλλουσα καὶ περὶ γυμνασίαν καὶ δίαιταν τρεπομένη, | |
ξηραντικὴν καὶ εὔχυμον κέκτηται φύσιν. διὰ τοῦτο καὶ ἐν | 443 | |
2.444 | αὐτοῖς ἡ ἐπιληψία ἰάσιμος. ἀπὸ δὲ τῆς εἰκοσιπενταετοῦς ἡλικίας μέχρι καὶ τῆς ἐσχάτης συναποθνήσκει. | |
2 | ηʹ. Ὁκόσοι πλευριτικοὶ γινόμενοι οὐκ ἀνακαθαίρονται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσι, τουτέοισιν ἐς ἐμπύημα | |
5 | μεθίσταται. — | |
5 | ΘΕΟΦ. Τῆς τεσσαρασκαιδεκάτης ἐμνημόνευσεν ὡς κρισίμου τῶν ὀξέων νοσημάτων· τὰ δὲ ὀξέα νοσήματα ἐπὶ θερμῇ καὶ λεπτῇ ὕλῃ γινόμενα τάχιον τὴν κρίσιν ποιοῦν‐ ται. φησὶν οὖν ὅτι ὅσοι πλευριτικοὶ γινόμενοι μὴ ἀνακαθαρ‐ | |
10 | θῶσι τουτέστι μὴ ἀνάξωσι, μὴ ἀναπτύσωσι τὰ ἀθροισθέντα ὑγρὰ, ἐν τεσσαρασκαίδεκα ἡμέραις τούτοις εἰς ἐμπύημα μεθίσταται διὰ τὸ εἶναι ψυχροτέραν καὶ παχυτέραν τὴν ὕλην· γινώσκουσα γὰρ τοῦτο ἡ φύσις εἰς δεύτερον πλοῦν ὁδεύει καὶ πυοποιεῖ τὴν ὕλην, ἣν πυοποίησιν ἐμπύη‐ | |
15 | μα καλοῦσιν. ΔΑΜ. Οὐκ ἀνακαθαίρονται, ἀντὶ τοῦ, διὰ τῶν πτυ‐ σμάτων κενοῦνται. ἐμπύημα δὲ λέγει τὴν εἰς πῦον μετα‐ βολὴν τῆς φλεγμονῆς. | |
18 | θʹ. Φθίσιες γίνονται μάλιστα ἡλικίῃσι τῇσιν ἀπὸ ὀκτω‐ | |
20 | καίδεκα ἐτέων μέχρι πέντε καὶ τριήκοντα. — | |
20 | ΘΕΟΦ. Ἐν τῷ τετάρτῳ τμήματι περὶ τῶν παθῶν τῆς πρώτης ἀρχῆς τουτέστι τοῦ ἐγκεφάλου διαλεχθεὶς τρέπεται νῦν καὶ ἐπὶ τὴν δευτέραν ἀρχὴν τουτέστι τὴν καρδίαν. καὶ ἤδη διελέχθη περὶ πλευρίτιδος, θωρακινοῦ δηλονότι οὔσης αὐ‐ | |
25 | τῆς πάθους. καὶ νῦν δὲ κατὰ συνέχειαν περὶ τῶν αὐτῶν θωρακινῶν παθῶν διαλέγεται, περὶ φθίσεως, καί φησι, φθί‐ σιες γίνονται καὶ τὰ ἑξῆς. φθίσις ἐστὶν ἕλκωσις τοῦ | |
πνεύμονος· γίνεται δὲ ἢ λόγῳ ῥήξεως, ἢ λόγῳ διαβρώσεως. | 444 | |
2.445 | διὸ καὶ τοῖς μειρακίοις μάλιστα γίνεται διὰ τὸ ἐπίπονον τῆς ἡλικίας. ἐξέρχονται γὰρ εἰς κυνηγέσια, εἰς πολέ‐ μους, πηδῶσι, τρέχουσι, κἀντεῦθεν ῥῆξις αὐτοῖς γίνεται· ἄλλως τε ὅτι ἐπὶ τῶν μειρακίων πολὺς αἱματικὸς χυμὸς | |
5 | γεννᾶται κἀντεῦθεν τῇ πληρώσει τείνονται τὰ ἀγγεῖα καὶ τῇ τάσει ῥήγνυνται καὶ μάλιστα τὰ τοῦ πνεύμονος ὡς εὐπαθῆ· τούτων δὲ ῥηγνυμένων, γίνεται αἵματος πτύσις, ἐπὶ τῇ πτύσει ἕλκος ἐν τῷ πνεύμονι, ἐπὶ τῷ ἕλκει ἔκτη‐ ξις τοῦ παντὸς σώματος, ἥντινα διάθεσιν φθίσιν ὀνομά‐ | |
10 | ζουσι. καὶ μὴν καὶ τοῖς ἀκμάζουσι γίνεται φθίσις διὰ τὴν κράσιν. χολωδέστερον γὰρ καὶ δριμύτερον ἔχουσι τὸ αἷμα, ὃ τῇ δριμύτητι καὶ ἀνίᾳ ἀναβιβρώσκει τὰ ἀγγεῖα, καὶ γίνεται καὶ αὐτοῖς αἵματος πτύσις, εἶτα ἕλκος καὶ οὕτως φθίσις ἐπακολουθεῖ. ὅτι δὲ περὶ τῶν δύο ἡλικιῶν τουτέστι μει‐ | |
15 | ρακιώδους καὶ ἀκμαστικῆς ὁ Ἱπποκράτης διαλέγεται, δῆ‐ λον ἐκ τοῦ εἰπεῖν πληθυντικῶς ἡλικίῃσι. καὶ ἀπὸ μὲν τῶν ιηʹ ἐτῶν μέχρι τῶν κεʹ τὴν ἡβικὴν ὑποτίθεται ἡλι‐ κίαν, ἀπὸ δὲ τοῦ κεʹ ἔτους μέχρι τοῦ λεʹ τὴν ἀκ‐ μαστικήν. | |
20 | ΔΑΜ. Γίνεται δὲ τοῦτο διὰ τὴν ἀκρασίαν αὐτῶν τὴν ἔν τε τοῖς προσφερομένοις καὶ διαπραττομένοις οἷον ἅλμασι, δρόμοις καὶ τοῖς ὁμοίοις χαμευνίαις τε καὶ ἡλι‐ ώσεσι καὶ ψύξεσι καὶ κραυγαῖς. | |
23 | ιʹ. Ὁκόσοι κυνάγχην διαφεύγουσι, τουτέοισι ἐς τὸν πλεύ‐ | |
25 | μονα τρέπεται καὶ ἐν ἑπτὰ ἡμέρῃσιν ἀποθνήσκουοι· ἢν δὲ ταυτέας διαφύγωσιν, ἔμπυοι γίνονται. — | |
26 | ΘΕΟΦ. Ἐνταῦθα περὶ φλεγμονῆς τοῦ λάρυγγος διαλέγεται· οὗτος δὲ ὁ λάρυγξ ἔχει μύας καὶ ἀνοίγοντας αὐτὸν καὶ κλείοντας, καὶ τοὺς μὲν ἀνοίγοντας αὐτὸν ἔξω‐ | |
30 | θεν, τοὺς δὲ κλείοντας ἔσωθεν ἔχει. καὶ εἰ μὲν περὶ τοὺς ἔσωθεν ἡ φλεγμονὴ γένηται, κυνάγχη καλεῖται τὸ πάθος, | |
εἰ δὲ περὶ τοὺς ἔξωθεν, παρακυνάγχη. ἐνταῦθα οὖν φλεγ‐ | 445 | |
2.446 | μονὴν τῶν ἔσω μυῶν ὑποτίθεται καὶ τῆς αὐτὴν ἐργασα‐ μένης ὕλης μετάστασιν. φησὶν οὖν, ὁκόσοι κυνάγχην δια‐ φεύγουσιν, ἐς τὸν πνεύμονα τουτέοισι τρέπεται καὶ τὰ ἑξῆς. ἵνα σαφὴς γένηται ὁ ἀφορισμὸς, ὑπερβιβαζέσθω ὁ | |
5 | καὶ σύνδεσμος καὶ ἀναγινωσκέσθω οὕτως· ὁκόσοι κυνάγ‐ χην διαφεύγουσι καὶ εἰς τὸν πνεύμονα γίνεται ἡ μετάστα‐ σις, οὗτοι ἐν ἑπτὰ ἡμέραις ἀποθνήσκουσιν. ἐὰν γὰρ ἐν ἀκυροτέρῳ μορίῳ οὔσης τῆς ὕλης τουτέστιν ἐν φά‐ ρυγγι, θανάσιμον ἦν, πολλῷ μᾶλλον ἐπὶ κυρίῳ μορίῳ | |
10 | τουτέστιν ἐν πνεύμονι μετενεχθείσης τῆς ὕλης, ὁ θάνατος ἐπακολουθήσει, πνιγμοῦ γεγονότος, καὶ ὥς φησιν Ἱππο‐ κράτης, τῇ ἑβδόμῃ ἡμέρᾳ, διότι ἡ κυνάγχη ὀξὺ νόσημά ἐστι καὶ τάχιον ἐπιφέρει τὴν κρίσιν. ἑβδόμην δὲ ἡμέραν ἀκουστέον, οὐκ ἀφ’ οὗ ἡ μετάστασις γέγονεν, ἀλλ’ ἐξ ἀρ‐ | |
15 | χῆς τοῦ νοσήματος· ἢν δὲ ταύτην διαφύγωσιν, εἰς δεύ‐ τερον πλοῦν ὁδευούσης τῆς φύσεως καὶ πυοποιούσης τὴν ὕλην, ἔμπυοι γίνονται καὶ οὕτω σπανιάκις ὑγιαίνουσιν. ΔΑΜ. Τοῦ γὰρ πάθους μεθισταμένου, ἢ θάνατος ἀκολουθεῖ ἢ ἐμπύησις. | |
19 | ||
20 | ιαʹ. Τοῖσι ὑπὸ τῶν φθίσεων ἐνοχλουμένοισιν, ἢν τὸ πτύ‐ σμα ὅτι ἂν ἀποβήσσωσι, βαρὺ ὄζῃ ἐπὶ τοὺς ἄνθρακας ἐπιχεόμενον, καὶ αἱ τρίχες ἀπὸ τῆς κεφαλῆς ῥέωσι, θανάσιμον. — | |
23 | ΘΕΟΦ. Καὶ οὗτος ὁ ἀφορισμὸς προγνωστικός· τρία | |
25 | δὲ ἡμῖν παραδίδωσι, νόσημα καὶ τὴν κακοήθειαν τοῦ νο‐ σήματος καὶ χρόνον τῆς ἐκβάσεως, καὶ διὰ μὲν τοῦ εἰ‐ πεῖν τοῖσιν ὑπὸ τῶν φθίσεων, τὸ πάθος, διὰ δὲ τοῦ, βαρὺ ὄζει, τὴν κακοήθειαν τοῦ νοσήματος, καὶ ἐκ ταύτης τῆς δοκιμασίας τὸν χρόνον τῆς ἐκβάσεως, ὅτι θανατῶδες. | |
30 | ἐν τούτοις οὖν τοῖς νοσήμασι ἀπόπειραν ποιεῖται ὁ Ἱπ‐ ποκράτης θανάτου ἐκ τῆς τοῦ πτύσματος ὀδμῆς· λέγει | |
γὰρ, ὅτι δεῖ τὸ ἀνεχθὲν βάλλειν ἐπ’ ἀνθράκων, πλὴν οὐκ | 446 | |
2.447 | ἀμέσως, ἀλλ’ εἰς ὕελον ἐπιβεβλημένον καὶ οὕτως εἰς τοὺς ἄνθρακας, ἵν’ οὕτως διαλυόμενον δηλώσῃ τὴν οἰκείαν αὐ‐ τοῦ δυσωδίαν. ἐὰν οὖν βαρὺ ὄζῃ, ἐπὶ τοὺς ἄνθρακας ἐπι‐ χεόμενον, ὅπερ ἂν ἀποβήσσωσι, —διὰ δὲ τούτου ᾐνίξατο | |
5 | τὸν πεπονθότα τόπον τουτέστι τὰ περὶ τὸν θώρακα, —θα‐ νατῶδες· εἰ γὰρ ἡ καρδία πολλάκις, τοῦ ἔξωθεν ἀέρος μεμολυσμένου ὄντος, παραβλάπτεται, ὡς καὶ θάνατον γενέσθαι, πολλῷ μᾶλλον καταβλαβήσεται καὶ θάνατος ἐπακολουθήσει, πλησίον τῆς καρδίας οὔσης τῆς δυσωδίας. | |
10 | μάλιστα δὲ θανάσιμόν ἐστι, καὶ εἰ αἱ τρίχες ἀπὸ τῆς κε‐ φαλῆς ῥέουσι· δηλοῦται γὰρ ὅτι ἢ ἐνδεής ἐστιν ἡ τροφὴ, ἐξ ἧς καταξηραίνεται τὸ ὅλον σῶμα ἢ διαφθορὰ χυμῶν. ΔΑΜ. Γίνεται δὲ τοῦτο ἢ δι’ ἔνδειαν τροφῆς ἢ δια‐ φθορὰν χυμῶν. | |
14 | ||
15 | ιβʹ. Ὁκόσοισι φθισιῶσι αἱ τρίχες ἀπὸ τῆς κεφαλῆς ῥέ‐ ουσι, οὗτοι, διαῤῥοίης ἐπιγενομένης, ἀποθνήσκουσι. — | |
16 | ΘΕΟΦ. Καὶ ὡς σημεῖον καὶ ὡς αἴτιον θανάσιμός ἐστιν ἡ διάῤῥοια τοῖς φθισιῶσιν, ὡς μὲν σημεῖον, ἐπειδὴ δηλοῖ ἀσθένειαν τῶν φυσικῶν δυνάμεων, ὡς αἴτιον δὲ, | |
20 | ὅτι τῇ συνεχείᾳ τῆς ἐξαναστάσεως καταλύεται ἡ δύναμις. εἰ γὰρ ἐπὶ τῶν ὑγιαινόντων διάῤῥοια ἐπιγενομένη κατα‐ λύει τὴν δύναμιν, πολλῷ μᾶλλον, φθίσεως ὑποκειμένης, ἐπιγινομένη. ΔΑΜ. Ὡς αἴτιον καὶ σημεῖον κακοῦ, αἴτιον μὲν | |
25 | ἀτονίας τῆς δυνάμεως, σημεῖον δὲ ἐπὶ τοῖς ῥηθεῖσιν ἐκ‐ βρώσεως. | |
26 | ιγʹ. Ὁκόσοι αἷμα ἀφρῶδες ἀναπτύουσι, τουτέοισι ἡ ἀναγωγὴ ἐκ τοῦ πλεύμονος γίνεται. — | |
28 | ΘΕΟΦ. Τινὰ ἔχουσι τῶν βιβλίων ἀναβήττουσι, | |
30 | τινὰ δὲ ἐμέουσι. ἀλλ’ εἰ μὲν ἀναβήττουσιν ἔχει, σαφές· τὰ γὰρ ἀπὸ τοῦ πνεύμονος διὰ βηχὸς ἀνάγονται· εἰ δὲ ἔχει ἐμέουσι, μεταφορικῶς εἴρηται ἀπὸ τῶν ἐμουμένων | |
διὰ γαστρός. τί οὖν; φησὶν Ἱπποκράτης, ὅτι ἐὰν ἐνεχθῇ | 447 | |
2.448 | ἀφρῶδες αἷμα, ἀπὸ τοῦ πνεύμονός ἐστι. καὶ πόθεν δῆ‐ λον; ὅτι ὁ πνεύμων λεπτὸν καὶ ἀερῶδες καὶ εἰλικρινὲς αἷμα δέχεται κἀκ τούτου τρέφεται. ἐὰν οὖν τοιοῦτον ἐνεχθῇ, πρόδηλον ὅτι ἐξ αὐτοῦ τοῦ πνεύμονος ἀνάγεται, | |
5 | ὃ καὶ χαλεπὸν, ὅτι αὐτὴ ἡ οὐσία τοῦ πνεύμονος πάσχει. ΔΑΜ. Ἡ γὰρ οὐσία τοῦ πνεύμονος ἀφρώδης ἐστίν. | |
6 | ιδʹ. Ὑπὸ φθίσιος ἐχομένῳ, διάῤῥοια ἐπιγινομένη, θα‐ νατῶδες. — | |
8 | ΘΕΟΦ. Ἀνωτέρω μὲν ἐπὶ φθίσει τὴν διάῤῥοιαν | |
10 | εἴρηκε θανάσιμον εἶναι, πύου καὶ τριχῶν μνημονεύσας, ἐνταῦθα δὲ ἁπλῶς θανατῶδες εἶπε τὴν διάῤῥοιαν, ὡς ἱκανὴν οὖσαν καὶ μόνην τὸν θάνατον δηλῶσαι, ἀλλ’ οὐ ταχὺν, ὡς ἡ ἔμπροσθεν εἰρημένη φθίσις. | |
13 | ιεʹ. Ὁκόσοι ἐκ πλευρίτιδος ἔμπυοι γίνονται, ἢν μὲν ἀνα‐ | |
15 | καθαρθέωσιν, ἐν τεσσαρήκοντα ἡμέρῃσιν, ἀφ’ ἧς ἂν ἡ ῥῆξις γένηται, παύονται, ἢν δὲ μὴ, ἐς φθίσιν με‐ θίστανται. — | |
17 | ΘΕΟΦ. Πλευρῖτίς ἐστι φλεγμονὴ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, ἀλλ’ αὕτη ἐὰν ἀνακαθαρθῇ, ἐν τεσσαρασ‐ | |
20 | καίδεκα ἡμέραις παύεται· εἰ δὲ ὑπερβάλλει τὴν τεσσα‐ ρασκαιδεκάτην, εἰς ἐμπύημα μεθίσταται, καθὼς ἀνωτέρω εἴρηται. ἐνταῦθα οὖν περὶ τῆς ἀνακαθάρσεως τοῦ πύου διαλέγεται ἤτοι τῆς ἀναγωγῆς καί φησιν, ὅτι ἐὰν ἐντὸς τῶν τεσσαράκοντα ἡμερῶν κενωθῇ τελέως τὸ πῦον, λύ‐ | |
25 | ονται· εἰ δὲ ὑπερβῇ τὰς τεσσαράκοντα, εἰς φθίσιν μεθί‐ σταται. διὰ τί; ἐπειδὴ ὁ πνεύμων μανώδης ἐστὶ καὶ σπογγώδης καὶ οὐ φέρει τὴν ἀεὶ πάροδον τοῦ πύου, ση‐ πεδόνα καὶ δριμύτητα. ἀλλὰ διὰ τὸ εὐπαθὲς ξέεται | |
καὶ ἑλκοῦται καὶ γίνεται ἔκτηξις τοῦ σώματος, ἥτις φθί‐ | 448 | |
2.449 | σις λέγεται. τεσσαράκοντα δὲ ἡμέρας δεῖ λαβεῖν οὐκ ἀπ’ ἀρχῆς τῆς πλευρίτιδος, ἀλλὰ μετὰ τὴν ῥῆξιν. ΔΑΜ. Διαβρωθέντος γὰρ τοῦ πνεύμονος, γίνεται τοῦτο, ἐὰν ἐπὶ πλέον χρονίσῃ ἐκεῖσε τὸ πῦον. | |
4 | ||
5 | ιϛʹ. Τὸ θερμὸν βλάπτει ταῦτα πλεονάκις χρεομένοισι, σαρκῶν ἐκθήλυνσιν, νεύρων ἀκράτειαν, γνώμης νάρκω‐ σιν, αἱμοῤῥαγίας, λειποθυμίας· ταῦτα οἷσι θάνατος. — | |
7 | ΘΕΟΦ. Περὶ διαγνώσεως καὶ προγνώσεως παθῶν διαλεχθεὶς, νῦν περὶ αἰτίων νοσημάτων διαλέγεται καί | |
10 | φησιν, ὅτι τὸ θερμὸν βλάπτει ταῦτα τοῖσι πολλάκις χρω‐ μένοις· σαρκῶν ἐκθήλυνσιν λέγει τὴν ἀσθένειαν τῶν σαρ‐ κῶν ἀπὸ μεταφορᾶς τοῦ θήλεος γένους. ποιεῖ δὲ ταύτην τὸ πλεῖστον θερμὸν τῇ ἀμέτρῳ διαφορήσει· διαφοροῦν γὰρ τὴν συνεκτικὴν αὐτῶν ὑγρότητα ἐκλύει αὐτάς. ποιεῖ | |
15 | δὲ καὶ νεύρων ἀκράτειαν τουτέστιν ἀσθένειαν, ἐπειδὴ τὸ θερμὸν ἀνευρύνει καὶ χαῦνα αὐτὰ ποιεῖ, πυκνὰ καὶ στε‐ γανὰ ὄντα, καὶ διαφορεῖ τὴν ἐν αὐτοῖς συνεκτικὴν ὑγρό‐ τητα. τῇ γὰρ διαφορήσει ἐκλύονται τὰ νεῦρα τὰ κρατοῦν‐ τα τὰ μόρια καὶ οὐκέτι δύνανται κρατεῖν. ποιεῖ δὲ καὶ | |
20 | γνώμης νάρκωσιν ὁμοίως τῇ διαφορήσει τουτέστιν ἀσθέ‐ νειαν. ἐπιφέρει δὲ καὶ αἱμοῤῥαγίας ταῖς ἐπιτηδείως ἐχού‐ σαις πρὸς αἱμοῤῥαγίας διαθέσεσι τῇ ἀνευρύνσει καὶ ἀναπετεία τῶν πόρων. ἄλλως τε τῇ χύσει καὶ τῷ πλεονασμῷ τοῦ αἵματος αἱ φλέβες τεινόμεναι ῥήγνυνται | |
25 | κἀκ τούτου αἱμοῤῥαγίαι γίγνονται. ποιεῖ δὲ καὶ λειποθυ‐ μίας διὰ τὰς αἱμοῤῥαγίας. οἷσιν οὖν πάντα ταῦτα γίνον‐ ται τὰ εἰρημένα, θάνατος γενήσεται. εἰ τὸ ὅμοιον τῷ ὁμοίῳ χαίρει, πῶς τὰς σάρκας θερμὰς καὶ ὑγρὰς οὔσας | |
βλάπτει τὸ θερμὸν καὶ ὑγρόν; ἐπειδὴ ἄμετρον ὑπόκειται. | 449 | |
2.450 | ΔΑΜ. Διαλυομένης τῆς τῶν νεύρων οὐσίας καὶ αὐ‐ τοῦ τοῦ ἐγκεφάλου ὑπὸ τοῦ θερμοῦ. τὸ δὲ οἷσι θάνατος ἀντὶ τοῦ ἐπακολουθεῖ θάνατος ταῖς αἱμοῤῥαγίαις καὶ λειποθυμίαις. | |
4 | ||
5 | ιζʹ. Τὸ δὲ ψυχρὸν σπασμοὺς, τετάνους, μελασμοὺς, καὶ ῥίγεα πυρετώδεα ἐμποιέει. — | |
6 | ΘΕΟΦ. Περὶ τοῦ θερμοῦ πρότερον διαλεχθεὶς ὡς δραστικωτέρου ὄντος τοῦ ψυχροῦ μέτεισι νῦν καὶ ἐπὶ τὰ πάθη τὰ γινόμενα ἀπὸ ψυχροῦ ὕδατος· τοῖσι δηλονότι | |
10 | πλεονάκις χρεομένοισι καὶ σπασμοὺς μὲν καὶ τετάνους ποιεῖ, διότι πύκνωσιν ποιεῖται τῶν πόρων καὶ τῇ πυ‐ κνώσει ἀποκλείονται τὰ περιττώματα καὶ ἐντεῦθεν μὴ εὑρίσκοντα διάπνοιαν, τρέπονται κατὰ τῶν νευρωδῶν μο‐ ρίων, καὶ ποιοῦσι σπασμοὺς καὶ τετάνους, τοὺς ἐπὶ πληρώσει. | |
15 | ποιεῖ δὲ καὶ ἐπὶ ξηρότητι σπασμοὺς καὶ τετάνους, εἰ τύχοι ξη‐ ρὸν καὶ ἀπέριττον εἶναι τὸ σῶμα, ὡς χωρῆσαι διὰ βά‐ θους τὴν ψύξιν. καὶ αὐτὴ γὰρ καταξηραίνει τῷ ἐκπυρι‐ νίζειν τὴν ὑγρότητα καὶ ἐκθλίβειν δίκην σπογγίας. ποιεῖ δὲ καὶ μελασμοὺς τῷ καταψύχειν καὶ ἀποσβεννύειν τὸ | |
20 | ἔμφυτον θερμὸν ἢ διότι πυκνοῖ τοὺς πόρους, ἀποκλείει τὰ περιττώματα, ἅπερ ἀδιαπνευστοῦντα σήπεται καὶ ἐπὶ τῇ σήψει ὁ μελασμὸς ἐπακολουθεῖ. ποιεῖ δὲ καὶ ῥίγεα πυρετώδεα, τὸ μὲν ῥῖγος τῇ ψύξει, ὡς εἶναι αὐτὸ τῇ ἁφῇ γνώριμον, τὸν πυρετὸν δὲ κατὰ συμβεβηκὸς ἐπακο‐ | |
25 | λουθοῦντα τῷ ῥίγει ἢ ὅτι ἀποκλειομένων τῶν πόρων καὶ σήψεως γενομένης, δάκνονται τὰ αἰσθητικὰ μόρια, κἀντεῦθεν κλόνος καὶ ἐπὶ τῷ κλόνῳ σύννευσις τοῦ ἐμ‐ φύτου θερμοῦ, κἀκ τούτου ῥῖγος. ΔΑΜ. Ὥσπερ γὰρ εἰκὸς λύεσθαι τὴν οὐσίαν τῶν | |
30 | νεύρων ὑπὸ τῆς ἀμέτρου θερμότητος, οὕτω τῷ περαι‐ τέρω τοῦ προσήκοντος ἀποψύχεσθαι, συνάγεσθαί τε καὶ σφίγγεσθαι. | |
32 | ιηʹ. Τὸ ψυχρὸν πολέμιον ὀστέοισιν, ὀδοῦσι, νεύροι‐ | |
σιν, ἐγκεφάλῳ, νωτιαίῳ μυελῷ, τὸ δὲ θερμὸν ὠφέλιμον. — | 450 | |
2.451 | ΘΕΟΦ. Ἀπὸ τῆς ἐπιμόνου χρήσεως τοῦ ψυχροῦ ὕδατος φησὶν Ἱπποκράτης ταῦτα βλόπτεσθαι τὰ μόρια διὰ τὸ εἰς ἀμετρίαν ἐκτρέπεσθαι αὐτῶν τὴν κατὰ φύσιν καὶ σύμμετρον κράσιν. ἀποροῦσι δέ τινες λέγοντες, ὅτι | |
5 | πῶς τὰ ὀστᾶ, φύσει ἀναίσθητα ὄντα, βλάπτονται ὑπὸ τοῦ ψυχροῦ; καί φαμεν, ὅτι τὰ ὀστᾶ κἂν φύσει ἀναί‐ σθητά εἰσιν, οὐκ εἰσὶν ἀπαθῆ, ἀλλ’ οὖν ὅμως πάσχουσι φθορὰν, ὥσπερ καὶ ὁ λίθος πάσχει φθορὰν, καὶ φθείρε‐ ται καὶ μειοῦται. εἶτα πάλιν ἀποροῦσιν, ὅτι πῶς εἰπὼν | |
10 | ὀστέοισι διεστείλατο καὶ εἶπεν ὀδοῦσι· μὴ γὰρ οἱ ὀδόν‐ τες οὐκ εἰσὶν ὀστᾶ; καὶ λέγομεν, ὅτι ἔχουσι μὲν κοινω‐ νίαν πρὸς τὰ ὀστᾶ, ἔχουσι δὲ καὶ διαφοράν. καὶ κοινω‐ νίαν μὲν ἔχουσι, καθὸ παχεῖαν καὶ γεώδη ἔχουσι τὴν οὐ‐ σίαν καὶ στεγανὴν καὶ ξηρὰν, διαφέρουσι δὲ ὅτι αἰσθά‐ | |
15 | νονται, τῶν ὀστῶν ἀναισθήτων ὄντων. διὰ οὖν τοῦτο διε‐ στείλατο τοὺς ὀδόντας τῶν ὀστῶν. δεῖ δὲ οὕτως ἀναγνῶ‐ ναι τὸν λόγον, τὸ ψυχρὸν πολέμιον ὀστέοισιν, ὀδοῦσιν, ἐγκεφάλῳ, νωτιαίῳ καὶ ὑποστίξαι, εἶτα ἀναγνῶναι μυελῷ, ἵνα παντὶ μυελῷ ἁρμόσῃ τὸ λεγόμενον, τὸ δὲ θερμὸν, ὠφέλι‐ | |
20 | μον. καὶ ἡ αἰτία, ὅτι ἃ βλάπτει ἡ ψύξις, ὠφελεῖ ἡ θερμασία, πλὴν θερμὸν δεῖ λαμβάνειν, οὐ τὸ ἄμετρον· τοῦτο γὰρ κατα‐ λύει τὴν δύναμιν, ἀλλὰ τὸ μεμετρημένον. ΔΑΜ. Πολέμιόν ἐστι τὸ ψυχρὸν τοῖς φύσει ψυχροῖς καὶ ἀναίμοις. | |
24 | ||
25 | ιθʹ. Ὁκόσα κατέψυκται, ἐκθερμαίνειν χρὴ, πλὴν ὁκόσα αἱμοῤῥαγέει, ἢ μέλλει. — | |
26 | ΘΕΟΦ. Ἐν τῷ πρὸ τούτου ἀφορισμῷ ἔλεγε τὸ θερ‐ μὸν φίλον ὀστέοισι, ὀδοῦσι καὶ τοῖς λοίποις, ἐνταῦθα δὲ τὴν αἰτίαν παραδίδωσι λέγων, ὅτι ὅσα κατέψυκται, ἐκ‐ | |
30 | θερμαίνειν δεῖ· τὰ γὰρ ἐναντία τῶν ἐναντίων ἰάματα, πλὴν εἰ μὴ συμπτώματα ἕπεται· τὸ τηνικαῦτα γὰρ κώλυσις γίνεται τῆς ἐναντιώσεως· οἷον μέλλει τις θερμᾶναι καὶ κεκώλυται, διότι αἱμοῤῥαγία μέλλει γίνεσθαι. ὅσα οὖν αἱμοῤῥαγεῖ ἢ μέλλει, οὐ δεῖ θερμαίνειν, μήπως τὸ θερμὸν ὡς χύσιν | |
35 | ἐργαζόμενον καὶ ἀραιοῦν ἐπιπλέον ἐργάσηται αἱμοῤῥαγεῖν. | 451 |
2.452 | ΔΑΜ. Πρὸς γὰρ τὸ κατεπεῖγον ἵστασθαι χρὴ, ὡς καὶ νῦν τὴν αἱμοῤῥαγίαν ἢ οὖσαν ἢ μέλλουσαν. | |
2 | κʹ. Ἕλκεσι τὸ μὲν ψυχρὸν δακνῶδες, δέρμα περισκληρύνει, ὀδύνην ἀνεκπύητον ποιέει, μελαίνει, ῥίγεα πυρετώδεα, | |
5 | σπασμοὺς, τετάνους ποιέει. — | |
5 | ΘΕΟΦ. Τοῖς ἕλκεσι τὸ ψυχρὸν δακνῶδες τουτέστι πληκτικὸν οὐ κατὰ πρῶτον λόγον, ἀλλὰ κατὰ συμβεβηκός. πῶς; ὅτι τὸ ψυχρὸν ἅμα τῇ προσβολῇ πυκνοῖ καὶ πίλη‐ σιν ποιεῖ. ἀποκλειομένων οὖν τῶν ἰχώρων καὶ δριμυτέ‐ | |
10 | ρων γενομένων, δάκνουσι· διὸ δακνῶδές ἐστι τὸ ψυχρόν. εἶτα καὶ δέρμα περισκληρύνει τῷ λόγῳ τοῦ ἐναποκλείειν τὰ περιττά· πύκνωσιν γὰρ ποιεῖται τῶν πόρων τὸ ψυ‐ χρόν. τούτων οὖν ἀποκλειομένων, συνελαύνονται ἐπὶ τὸ βάθος καὶ πληθύνονται καὶ ποιοῦσι πληθώραν, ἐφ’ ᾗ | |
15 | τείνεται τὸ δέρμα καὶ τῇ τάσει σκληρύνεται. ποιεῖ καὶ ὀδύνην ἀνεκπύητον, τουτέστι τὰ ὀδυνηρὰ αἴτια ἀνεκ‐ πύητα, τῷ καταψύχειν τὸ ἔμφυτον θερμὸν, καὶ ἐπὶ τού‐ τῳ πολυχρόνιος γίνεται ἡ ὀδύνη. ποιεῖ δὲ καὶ μελασμοὺς καὶ πυρετώδεα ῥίγεα, σπασμούς τε καὶ τετάνους· καὶ ἡ | |
20 | ἐξήγησις ἀνωτέρω εἴρηται, πλὴν ἐκεῖ μὲν ἄνευ τόπου πεπονθότος ταῦτα ὑπετίθετο, ἐνταῦθα μέντοι ἐν τόπῳ πεπονθότι. ΔΑΜ. Τοῖς ἡλκωμένοις, ὡς ἀραιοτέροις ἐγκαταβαῖ‐ νον τὸ ψυχρὸν ὕδωρ τῷ βάθει τῆς οὐσίας αὐτῶν, πλῆτ‐ | |
25 | τον δάκνει, σκληρὸν δὲ τὸ δέρμα ποιεῖ τῇ πιλήσει τῆς οὐσίας αὐτοῦ, ὀδύνην ἀνεκπύητον ποιεῖ τῷ καταψύχειν τὸ ἔμφυτον θερμὸν, ὃ ἐκπυΐσκει. | |
27 | καʹ. Ἔστι δὲ ὅκου ἐπὶ τετάνου ἄνευ ἕλκεος, νέῳ εὐσάρκῳ, θέρεος μέσου, ψυχροῦ πολλοῦ κατάχυσις ἐπανάκλησιν | |
30 | θέρμης ποιέεται· θέρμη δὲ ταῦτα ῥύεται. — | 452 |
2.453 | ΘΕΟΦ. Ὅσα σπανίως ὠφελεῖ τὸ θερμὸν καὶ ψυχρὸν, ἐν τῷ νῦν ἀφορισμῷ καὶ ἐν τοῖς ἐφεξῆς διαλέγεται ὁ Ἱπ‐ ποκράτης καὶ πρῶτόν γε περὶ τοῦ ψυχροῦ. φησὶν οὖν, ὅτι ἔστιν ὅτε τὸ ψυχρὸν τέτανον παύει καὶ τοῦτο ἐσή‐ | |
5 | μανε διὰ τοῦ εἰπεῖν, ἔστι δὲ ὅκου ἐπὶ τετάνῳ, πλὴν οὐχ ὡς ἔτυχεν, ἀλλὰ ἐὰν ἄνευ ἕλκους ᾖ· οὕτω γὰρ οὐ μό‐ νον ὠφελεῖ, ἀλλὰ καὶ βλάπτει, διότι τὸ ψυχρὸν τοῖς ἕλ‐ κεσι πολέμιον, καὶ ἐὰν ᾖ ῥώμη δυνάμεως. εἰ γὰρ ἀσθε‐ νὴς ᾖ, νεκροῦται. καὶ τοῦτο ἐνεδείξατο διὰ τοῦ εἰπεῖν, | |
10 | νέῳ. καὶ ἐὰν εὔσαρκος ᾖ ὁ κάμνων, ἵνα πολλοῦ ὄντος τοῦ μεταξὺ διαστήματος, μὴ φθάσῃ μέχρι βάθους ἡ ψύξις, ἀλλὰ στῇ ἐπιπολῆς· καὶ ἐὰν μέσου θέρους, ἵνα ἡ ἀπὸ τοῦ περιέχοντος θερμασία συμβάλληται. ἐὰν γὰρ οὕτως ἔχῃ καὶ πολλοῦ κατάχυσις ψυχροῦ ὕδατος γένηται ἐπὶ | |
15 | τετάνῳ, θεραπεύει αὐτόν. πῶς; πυκνοῖ γὰρ τοὺς πόρους τὸ ψυχρὸν καὶ τούτων πυκνουμένων, μὴ εὑρίσκον διά‐ πνοιαν τὸ ἔμφυτον θερμὸν, πολυειδῶς κινεῖται καὶ οὕ‐ τως ἐκθερμαινόμενον χωρεῖ παρὰ τὰ ποιητικὰ αἴτια τοῦ τετάνου καὶ λεπτύνει αὐτὰ καὶ κενοῖ καὶ ἀπαλλαγὴν ἐπιφέ‐ | |
20 | ρει κατὰ συμβεβηκὸς τοῦ νοσήματος. ΔΑΜ. Ἡ γὰρ τοῦ ψυχροῦ πρόσπτωσις ἢ νικᾷ τὴν ἔμφυτον θερμασίαν, ὅταν ἀσθενὴς ὑπάρχῃ, ἢ ἀθροίζει, ὅταν ἰσχυρὰ, τὴν διαπνοὴν αὐτῆς συνέχουσα καὶ διακω‐ λύουσα. παραιτεῖται δὲ τοὺς ἐφ’ ἕλκεσι σπασμοὺς, ὡς οὐκ | |
25 | ἄν ποτε τούτων ὑπὸ τοῦ ψυχροῦ θεραπευθησομένων, οὐδ’ εἰ νέος εἴη ὁ κάμνων καὶ φύσει θερμὸς καὶ κατὰ θερινὴν ὥραν καὶ χώραν. | |
27 | κβʹ. Τὸ θερμὸν ἐκπυητικὸν ἐπὶ παντὶ ἕλκεϊ, πλὴν ἐπὶ νεαρῷ μέγιστον σημεῖον ἐς ἀσφαλείην, δέρμα μαλάσ‐ | |
30 | σει, ἰσχναίνει, ἀνώδυνον, ῥιγέων, σπασμῶν, τετάνων πα‐ ρηγορικόν· τὰ δὲ ἐν τῇ κεφαλῇ καὶ καρηβαρίην λύει· πλεῖστον δὲ διαφέρει ὀστέων κατάγμασι, μάλιστα δὲ τοῖσιν ἐψιλωμένοισι, τουτέων δὲ μάλιστα, τοῖσιν ἐν κε‐ | |
φαλῇ ἕλκεα ἔχουσι· καὶ ὁκόσα ὑπὸ ψύξιος θνήσκει, ἢ | 453 | |
2.454 | ἑλκοῦται, καὶ ἕρπησιν ἐσθιομένοισι, ἕδρῃ, αἰδοίῳ, ὑστέρῃ, κύστεϊ, τουτέοισι τὸ μὲν θερμὸν φίλιον, καὶ κρῖνον, τὸ δὲ ψυχρὸν πολέμιον, καὶ κτεῖνον. — | |
3 | ΘΕΟΦ. Νῦν περὶ τοῦ θερμοῦ διαλέγεται καί | |
5 | φησιν, ὅτι τὸ θερμὸν ἐκπυητικόν. διὰ τί; ἐπειδὴ τὸ ψυ‐ χρὸν ἀνεκπύητόν ἐστιν. ἄλλως τε τὸ θερμὸν ἀραιοῖ τοὺς πόρους, χύσιν ποιεῖται τῶν ὑλῶν, μεταβάλλει καὶ ἀλλοιοῖ καὶ πέττει καὶ προσκαλεῖται τὸ ἔμφυτον θερμὸν καὶ διὰ τοῦτο ἐκπυητικόν ἐστι, πλὴν οὐκ ἐπὶ παντὶ ἕλκει, ἀλλ’ | |
10 | ἐπὶ τῶν ἁπλῶν. ἐπὶ γὰρ τῶν συνθέτων ἑλκῶν τουτέστι χειρωνίων, φαγεδαινῶν, νομωδῶν οὐκ ἔστιν ἐκπυητικὸν, ἀλλὰ μᾶλλον καὶ βλαπτικόν· τὸ γὰρ θερμὸν τῶν μὲν μετ’ ἐπιῤῥοίας ἑλκῶν ἐπιτείνει τὴν ἐπίῤῥοιαν, τοῖς δὲ ἄλλοις συνθέτοις καὶ ἔτι ἐπιτείνει τὴν σηπεδόνα. λοιπὸν ἐπὶ τῶν | |
15 | ἁπλῶν ἑλκῶν ἐκπυητικὸν τὸ θερμὸν καὶ μέγιστον ση‐ μεῖον ἐς ἀσφαλείην τουτέστι μέγιστον καὶ ἀσφαλέστατόν ἐστι σημεῖον τὸ πῦον τοῖς ἕλκεσι τοῦ εἰς ὑγείαν μέλλειν τρέπεσθαι. δέρμα μαλάσσει καὶ ἰσχναίνει. ἐὰν μὲν πλη‐ θωρικὸν τὸ σῶμα, χύσιν ποιοῦν μαλάσσει, εἰ δὲ ἀπέριτ‐ | |
20 | τον, ἰσχναίνει τῇ διαφορήσει. ἀνώδυνον, ἐπειδὴ τὰ ποιη‐ τικὰ αἴτια τῆς ὀδύνης κενοῖ. σπασμῶν καὶ τετάνων πα‐ | |
ρηγορικὸν, διότι κατ’ ἐναντίωσιν τῶν παθῶν πρόεισι. καὶ | 454 | |
2.455 | μὴν καὶ ῥιγέων, διότι τὴν ὕλην τὴν ποιοῦσαν τὸ ῥῖγος κενοῖ καὶ διαφορεῖ. λύει δὲ καὶ καρηβαρίην, οὐ πᾶσαν, ἀλλὰ τὴν τονώδη ὀνομαζομένην, τὴν ὑπὸ πνευμάτων πολ‐ λῶν γινομένην. ἀραιοῖ γὰρ τοὺς πόρους τοῦ δέρματος καὶ | |
5 | διαφορεῖ τὰ πνεύματα καὶ οὕτως παύει τὴν κεφαλαλγίαν. πλεῖστον δὲ διαφέρει ὀστέων κατάγμασι τουτέστι συμ‐ βάλλεται καὶ μάλιστα τοῖς ἐψιλωμένοις ἤτοι γεγυμνωμέ‐ νοις σαρκὸς, ἐπειδὴ παρηγορικὸν καὶ φίλιον. διὰ τί; τὸ γὰρ ψυχρὸν ὀστέοις καὶ ἕλκεσι πολέμιον, καὶ ἔτι μᾶλλον | |
10 | συμβάλλεται τοῖς ἐν κεφαλῇ ἕλκεσι διὰ τὴν αὐτὴν αἰτίαν. καὶ ὅσα ὑπὸ ψύξεως θνήσκει, ἢ ἑλκοῦται, ὡς ἐν χειμῶνι πτέρναι καὶ δάκτυλοι ὠφελοῦνται ὑπὸ τοῦ θερμοῦ τῇ ἐναντιώσει. θνήσκειν δὲ λέγει τὸ ἐπικινδύνως καὶ χαλε‐ πῶς ἔχειν. καὶ ἕρπησιν ἐσθιομένοισι τουτέστιν ἐσθίουσι· | |
15 | τούτοις δὲ συμβάλλεται κατὰ συμβεβηκὸς τῇ κενώσει τῆς ξανθῆς χολῆς, ὥσπερ * πυρετῷ τὰ ζεμάτια. καὶ μὴν καὶ ἕδρῃ καὶ αἰδοίῳ καὶ ὑστέρῃ καὶ κύστει συμβάλλεται· εἰ γὰρ τὸ ψυχρὸν πολέμιόν ἐστι τοῖς εἰρημένοις νοσήμασι καὶ κτεῖνον, τὸ θερμὸν ἄρα ὠφέλιμόν ἐστι καὶ κρίσιμον. | |
20 | ΔΑΜ. Τὸ θερμὸν ἐκπυητικὸν τῶν ἁπλῶν ἑλκῶν, ἐπὶ δὲ τῶν σηπεδονωδῶν ἑλκῶν καὶ ῥευματικῶν οὐκ ἐκπυΐσκει μὲν, ἀλλὰ καὶ βλάπτει μεγάλως, οἷα τὰ καρκινώδη, καὶ φαγεδαινικὰ, καὶ ὥσπερ τὸ ψυχρὸν, σπασμῶν καὶ τετά‐ νων ὑπάρχον ποιητικὸν, ὅμως θεραπεύει ποτὲ τέτανον, οὕ‐ | |
25 | τω καὶ τὸ θερμὸν, ἐκπυητικὸν ὂν, ὅσον ἐφ’ ἑαυτοῦ, γί‐ νεταί ποτ’ ἀνεκπύητον. καρηβαρίαν λύει, οὐ πᾶσαν, ἀλλὰ τὴν μετρίαν, καὶ ἐκ πνευμάτων. καὶ μὲν δὴ καὶ τοῖς τῶν ὀστῶν κατάγμασιν ὠφελιμώτατόν ἐστι, καὶ μᾶλλον τοῖς γε‐ γυμνωμένοις σαρκὸς, καὶ ὅσα νεκροῦται διὰ τὸ κατεψύ‐ | |
30 | χθαι, τούτων ἴαμά ἐστι τὸ θερμόν. ἔτι δὲ καὶ ὅσα διὰ τὴν ψύξιν ἑλκοῦται, καθάπερ ἐν χειμῶνι πτέρναι καὶ δά‐ κτυλοι. οὕτω δὲ καὶ ταῖς κατὰ τὴν ἕδραν ἁπάσαις δια‐ θέσεσιν οἰκεῖον μὲν τὸ θερμὸν, ἐναντίον δὲ τὸ ψυχρόν· | |
νευρώδης γὰρ ἡ ἕδρα καὶ κύστις καὶ ὑστέρα. | 455 | |
2.456 | κγʹ. Ἐν τουτέοισι δεῖ τῷ ψυχρῷ χρέεσθαι, ὁκόθεν αἱμοῤ‐ ῥαγέειν μέλλει, μὴ ἐπὶ αὐτὰ, ἀλλὰ περὶ αὐτὰ ὁκόθεν ἐπιῤῥέει· καὶ ὅκου φλεγμοναὶ, ἢ ἐπιφλογίσματα ἐς τὸ ἐρυθρὸν καὶ ὕφαιμον ῥέποντα νεαρῷ αἵματι, ἐπεὶ τάγε | |
5 | παλαιὰ μελαίνει. καὶ ἐρυσίπελας τὸ μὴ ἑλκούμενον ὠφελέει, ἐπεὶ τόγε ἑλκούμενον βλάπτει. — | |
6 | ΘΕΟΦ. Ἐν τούτῳ τῷ ἀφορισμῷ λέγει, ὅτι χρήσιμόν ἐστι τὸ ψυχρὸν ἐπὶ τῶν αἱμοῤῥαγούντων ἢ μελλόντων, μὴ τοῖς αἱμοῤῥαγοῦσιν αὐτοῖς προσαγόμενον· ἕλκεσι γὰρ | |
10 | τὸ ψυχρὸν δακνῶδες, ἀλλὰ τοῖς πέριξ αὐτῶν καὶ μάλιστα ἐκείνοις, ὅθεν ἐπιῤῥεῖ τοῖς ἕλκεσι. παύει μὲν οὖν τὴν αἱ‐ μοῤῥαγίαν τὸ ψυχρὸν, πύκνωσιν ποιοῦν τῶν πόρων καὶ δυσρύτους τὰς ὕλας. εἶτά φησι, καὶ ὁκόσαι φλεγμοναὶ ἢ ἐπιφλογίσματα καὶ τὰ ἑξῆς. οὐ μόνον φησὶ ταῖς αἱμοῤ‐ | |
15 | ῥαγίαις συμβάλλεται, ἀλλὰ καὶ ταῖς φλεγμοναῖς, πλὴν οὐ πάσαις, ἀλλὰ ταῖς ὑπὸ νεαροῦ αἵματος καὶ λεπτοῦ γενομέναις. καὶ ἡ αἰτία, διότι ἐπὶ τούτων ζέσις ἐστὶ μᾶλ‐ λον καὶ φλόγωσις. εἰ μέντοι παλαιαὶ αἱ φλεγμοναὶ τουτ‐ έστι χρόνιαι ὑφ’ αἵματος δηλονότι παχυτέρου ἐγένοντο, | |
20 | ἐν αἷς τὸ ψυχρὸν καὶ βλάπτει· ἔτι γὰρ πλέον παχύνεται ἡ ὕλη κἀντεῦθεν θρομβοῦται καὶ σήπεται καὶ μέλαν‐ σις ἐπακολουθεῖ. ὠφελεῖ δὲ καὶ ἐρυσίπελας τὸ μὴ ἑλκού‐ μενον τῷ παύειν τὴν ζέσιν καὶ τὴν δριμύτητα τῆς χολῆς καὶ καταπραΰνειν τὴν δῆξιν· τὸ γὰρ ἑλκούμενον ἐρυσί‐ | |
25 | πελας βλάπτει, διότι τὸ ψυχρὸν ἕλκεσι δακνῶδές ἐστιν. ΔΑΜ. Χρήσιμον τὸ ψυχρὸν τοῖς αἱμοῤῥαγοῦσιν ἢ μέλ‐ λουσι, μὴ τοῖς αὐτοῖς μέρεσι προσαγόμενον τοῖς αἱμοῤῥα‐ γοῦσιν, ἀλλὰ τοῖς πέριξ αὐτῶν, καὶ μάλιστ’ ἐκείνοις, ὅθεν ἐπιῤῥεῖ τι τοῖς ἕλκεσι. καὶ μὲν δὴ καὶ τὰ ἐπιφλογίσματα | |
30 | ἤως πάσας τὰς φλεγμονὰς, τὰς οὔσας ἐρυθρὰς καὶ ἐοι‐ κυίας αἵματι νεαρῷ καὶ οὐ παλαιῷ μεμελασμένῳ, ὠφε‐ λεῖ. ὁμοίως καὶ ἐρυσίπελας ὠφελεῖται ὑπὸ τοῦ ψυχροῦ, τὸ χωρὶς ἕλκους· τῷ γὰρ ἡλκωμένῳ δακνῶδές τε καὶ | |
ὀδυνῶδές ἐστι τὸ ψυχρόν. | 456 | |
2.457 | κδʹ. Τὰ ψυχρὰ, οἷον χιὼν, ἢ κρύσταλλος, στήθεϊ πολέμια, βηχέων κινητικὰ, αἱμοῤῥοϊκὰ, καὶ καταῤῥοϊκά. — | |
2 | ΘΕΟΦ. Ὑπὲρ θερμοῦ καὶ ψυχροῦ ὕδατος τὸν λό‐ γον ποιησάμενος, νῦν καὶ ἐπὶ ἕτερα ψυχρὰ τουτέστι χι‐ | |
5 | όνα καὶ κρύσταλον τὸν λόγον μετάγει καί φησιν, ὅτι τὸ ψυχρὸν, οἷον χιὼν, κρύσταλος, ποιεῖ ὀδύνας στηθέων, βῆ‐ χας, αἱμοῤῥαγίας, κατάῤῥους, ὅτι ὅπου χιὼν καὶ κρύστα‐ λος, ἐκεῖ ψυχρὸς ἀήρ. οὗτος οὖν ψυχρὸς ὢν ἀνωμαλίαν καὶ δυσκρασίαν ἐντίθησι τῷ λάρυγγι καὶ τῇ τραχείᾳ ἀρτη‐ | |
10 | ρίᾳ κἀντεῦθεν βήξ. εἶτα αὕτη ἡ αὖρα φέρεται ἐπὶ τὰς πλευρὰς καὶ ὀδύνην ἐν αὐταῖς ποιεῖ· εἶτα ἐμφιλοχω‐ ρούσης αὐτῆς ἐν τῷ θώρακι, πύκνωσιν ποιεῖται τῶν πό‐ ρων τῶν ἀγγείων κἀντεῦθεν πλήρωσιν, καὶ τῇ πληρώσει τείνονται τὰ ἀγγεῖα καὶ ῥήγνυνται καὶ γίνεται αἱμοῤῥα‐ | |
15 | γία· εἶτα ἀμέσως τῇ κεφαλῇ ὁμιλοῦσα ἡ ψύξις βλάπτει αὐτήν· τὸ ψυχρὸν γὰρ πολέμιον ὀστέοις, νεύροις. ταύτης οὖν βλαπτομένης τῇ πυκνώσει καὶ ἀδιαπνευστίᾳ, ἐναπο‐ κλειόμενα τὰ περιττὰ ἀντικαταῤῥέουσι καὶ φέρονται ἐπὶ μυκτῆρας καὶ φάρυγγας καὶ ὑπερῷαν καὶ ποιοῦσι κατάῤ‐ | |
20 | ῥους. Ἰστέον δὲ ὅτι χιόνος καὶ κρυστάλλου νῦν μέμνηται ἢ ὅτι πολλάκις αὐτοῖς τινες κέχρηνται νέοι, θαῤῥοῦντες | |
τῷ θερμῷ, ἢ ὅτι ἐν πολλοῖς τόποις ἀδιάλειπτά εἰσι καὶ | 457 | |
2.458 | διά τινα ἀνάγκην ἐκεῖσε ὁδοιποροῦσιν οἱ ἄνθρωποι καὶ συμβαίνει αὐτοῖς ταῦτα τὰ πάθη γίνεσθαι. ΔΑΜ. Ὅσῳ γὰρ ψυχρότερα ταῦτα ὕδατος, τοσούτῳ καὶ βλάβας ἐργάζεται μείζονας. | |
4 | ||
5 | κεʹ. Τὰ δὲ ἐν ἄρθροισιν οἰδήματα, καὶ ἀλγήματα, ἄτερ ἕλκεος, καὶ ποδαγρικὰ καὶ σπάσματα, τουτέων τὰ πλεῖ‐ στα ψυχρὸν πολὺ καταχεόμενον ῥηΐζει τε καὶ ἰσχναί‐ νει, καὶ ὀδύνην λύει. νάρκη δὲ μετρίη ὀδύνης λη‐ κτική. — | |
9 | ||
10 | ΘΕΟΦ. Πάλιν ἔπαινον παραδίδωσι τοῦ ψυχροῦ | |
ὕδατος. φησὶ γὰρ, ὅτι τὰ ἐν ἄρθροις γενόμενα οἰδήματα | 458 | |
2.459 | καὶ ἀλγήματα καὶ τὰ ἑξῆς ὠφελεῖ, οἰδήματα ἐκεῖνα δη‐ λονότι, τοὺς ὑπὸ χολῆς ἢ χολώδους αἵματος γενομένους ὄγκους διὰ τὸ τὴν ζέσιν καταπραΰνειν καὶ τὴν δῆξιν ἀμβλύνειν, πλὴν οὐκ ὠφελεῖ πάντας τοὺς τοιούτους ὄγ‐ | |
5 | κους, ἀλλὰ τοὺς ἄνευ ἕλκους· τοὺς γὰρ ἐφ’ ἕλκει καὶ βλά‐ πτει· τὸ γὰρ ψυχρὸν τοῖς ἕλκεσιν, ὥς φησι, πολέμιον. καὶ μὴν καὶ τὰ ποδαγρικὰ πάθη ὠφελεῖ, δηλονότι τὰ ὑπὸ ξανθῆς χολῆς γινόμενα τῷ αὐτῷ λόγῳ. ὠφελεῖ δὲ καὶ σπάσματα, τὴν ἐπιῤῥοὴν ἀναστέλλον. ἄλλως τε οὐ | |
10 | καθ’ αὑτὸ, ἀλλὰ κατὰ συμβεβηκὸς ὠφελεῖ τῷ λόγῳ τοῦ ἐναποκλείειν τὸ ἔμφυτον θερμὸν καὶ πολυπλασιάζεσθαι καὶ ἐξαναλίσκειν τὴν νοσοποιὸν αἰτίαν. σπάσμα δέ ἐστι λύσις συνεχείας τῆς ἰνώδους οὐσίας τοῦ μυὸς, ἀδιαιρέτου μενούσης τῆς ἐπιφανείας. τούτων γὰρ τὰ πλεῖστα, ὥς φη‐ | |
15 | σιν Ἱπποκράτης, τὸ ψυχρὸν ὠφελεῖ. καὶ διὰ τοῦ πλεῖστα ἐδή‐ λωσεν, ὥς φασί τινες, ὅτι σπάσματα οὐκ ὠφελεῖ, πλὴν ὠφελεῖ κατὰ συμβεβηκὸς, ὡς εἴρηται. ὠφελεῖ δὲ καὶ τὰ ἄλλα, καὶ τοῦ‐ το ᾐνίξατο διὰ τοῦ εἰπεῖν ἰσχναίνει καὶ ῥηΐζει τῷ λόγῳ τοῦ ἀναστέλλειν τὴν ἐπιῤῥοὴν καὶ ταύτην κενοῦν καὶ διὰ | |
20 | τοῦ εἰπεῖν, ὀδύνην ἀνεκπύητον ποιεῖ ἤτοι λύει. τοῦτο δὲ ποιεῖ τῷ ἐπιφέρειν νάρκωσιν, ἥτις ἐστὶν ὀδύνης λη‐ κτικὴ, τουτέστιν ἀπόπαυσις, τὴν αἴσθησιν ἀμβλύνουσα. ΔΑΜ. Τὰ ἐπιφλογίσματά φησιν ἐν τῷδε τὰ νεαρῷ αἵματι ἐοικότα· ταῦτα γὰρ ὑπὸ τοῦ ψυχροῦ θεραπεύεται. | |
25 | καὶ ἡ ψύξις δὲ τῶν μορίων ἐπὶ πλεῖον νάρκην φέρει με‐ τρίαν, ἥτις καὶ αὐτὴ λύει τὴν ὀδύνην, ἀμβλύνουσα τὴν αἴσθησιν. | |
27 | κϛʹ. Ὕδωρ τὸ ταχέως θερμαινόμενον καὶ ταχέως ψυχόμε‐ νον, κουφότατον. — | |
29 | ||
30 | ΘΕΟΦ. Ἐνταῦθα διάγνωσιν παραδίδωσι τοῦ ἀρί‐ | |
στου ὕδατος καί φησιν, ὅτι τὸ ταχέως θερμαινόμενον ὕδωρ | 459 | |
2.460 | κουφότατόν ἐστιν, οἷον ἐὰν ἐπιθῇς αὐτὸ ἐπάνω πυρὸς καὶ ταχέως θερμαίνηται καὶ πάλιν μετὰ τὴν ἀφαίρεσιν τὴν ἀπὸ τοῦ πυρὸς ταχέως ψύχηται, κουφότατόν ἐστι τουτέστιν εὐαλλοίωτον, εὐανάδοτον, εὐδιάκριτον. οὐ γὰρ | |
5 | τῷ σταθμῷ δεῖ λαμβάνειν τὸ κουφότατον, ὅπερ τοῖς ἰδι‐ ώταις δοκεῖ. οὕτως μὲν οὖν τεχνικῶς δοκιμάζεται, ἰδιωτι‐ κῶς δὲ ἀπὸ ὄψεως, ὀσμῆς, γεύσεως. ΔΑΜ. Οὐ τῷ σταθμῷ, ἀλλὰ τὸ μὴ βαρῦνον τὴν γαστέρα, ὥσπερ καὶ βαρὺ λέγομεν τὸ μὴ διεξερχόμενον | |
10 | ταχέως. | |
10 | κζʹ. Ὁκόσοισι πιεῖν ὄρεξις νύκτωρ, τοῖσι πάνυ διψώδε‐ σιν, ἢν ἐπικοιμηθέωσιν, ἀγαθόν. — | |
12 | ΘΕΟΦ. Θεραπείαν ἡμῖν παραδίδωσι συμπτώματος τουτέστι δίψης. αὕτη δὲ γίνεται ἐν νυκτὶ ἢ δι’ ἔνδειαν | |
15 | χρηστῆς ὕλης ἢ δι’ ἔγκαυσιν οἴνου ἢ διὰ καῦσον πυρετὸν ἢ πλῆθος τροφῶν καὶ μάλιστα ἁλμυρῶν ἢ διὰ χολὴν συῤ‐ ῥέουσαν ἐν τῷ στομάχῳ. διὰ οὖν οἱανδήποτε αἰτίαν εἰ πάνυ ὦσι διψώδεις, χρήσθωσαν τῷ ψυχρῷ ἢ θερμῷ ὕδα‐ τι διὰ τὸ μὴ χαλεπὰ ἐπακολουθῆσαι. χρώμενοι δὲ ἢν ἐπικοι‐ | |
20 | μηθῶσιν, ἀγαθόν· πέψις γὰρ γίνεται καὶ ἀπαλλαγὴ τῆς δί‐ ψης. εἰ μέντοι μετρίως εἶεν διψώδεις, δεῖ ὑποστέλλεσθαι τὸ παρέχειν αὐτοῖς πόμα, πλὴν εἰ μὴ διὰ ξηρότητα γίνεται ἡ δίψα. ΔΑΜ. Συμφέρει γὰρ μὴ πιεῖν, ἀλλ’ ἐπικοιμηθῆναι, ὥστε πεφθῆναι τὸ τῆς δίψης αἴτιον. | |
24 | ||
25 | κηʹ. Γυναικείων ἀγωγὸν ἡ ἐν ἀρώμασι πυρίη· πολλαχοῦ δὲ καὶ ἐς ἄλλα χρησίμη ἂν ἦν, εἰ μὴ καρηβαρίας ἐνεποίει. — | |
27 | ΘΕΟΦ. Νῦν ἰδιάζοντα νοσήματα ταῖς γυναιξὶν | |
παραδίδωσιν Ἱπποκράτης καὶ ταῦτα θεραπεύει· φησὶ γὰρ, | 460 | |
2.461 | τὴν ἐπιμήνιον κάθαρσιν ἐπισχεθεῖσαν ἡ διὰ τῶν ἀρωμά‐ των πυρία θεραπεύει, πλὴν ἐκείνην τὴν ἐπισχεθεῖσαν ἐπ’ ἐμφράξει παχυτέρας ὕλης ἢ μύσει τῶν ἀγγείων ἢ πυκνώ‐ σει τῆς οὐσίας αὐτῆς. καὶ ἡ αἰτία, ὅτι ὡς λεπτομερὴς | |
5 | καὶ θερμὸς ἀὴρ ὁ ἐκ τῶν ἀρωμάτων ἐκλεπτύνει καὶ ἀραί‐ ωσιν ἐμποιεῖ καὶ διαφορεῖ τὴν ὕλην τὴν ποιοῦσαν τὴν ἔμφραξιν κἀντεῦθεν προτρέπεται τὰ καταμήνια καὶ ἀναστομοῖ τὰ μεμυκότα πέρατα τῶν ἀγγείων. τὰς γὰρ ἄλλας ἐπισχέσεις τῆς ἐμμήνου καθάρσεως τὰς διὰ πάντα ὄγκον ἐν τῷ στο‐ | |
10 | μίῳ τῆς μήτρας συνιστάμενον γινομένας ἢ παρέγκλισιν τοῦ τραχήλου τῆς μήτρας ἢ ξηρότητα, οὐδαμῶς ὠφελεῖ. αὕτη ἡ πυρία, ὥς φησιν Ἱπποκράτης, καὶ εἰς ἄλλα χρη‐ σίμη ἂν εἴη τουτέστιν εἰς ἔκλυσιν στομάχου καὶ ἀτονίαν γαστρὸς καὶ ἥπατος, εἰ μὴ καρηβαρίας ἐνεποίει· οἱ γὰρ | |
15 | ἀτμοὶ ταύτης ὡς λεπτότεροι φέρονται παρὰ τὴν κεφαλὴν καὶ πληροῦντες αὐτὴν καρηβαρίας ἐργάζονται. ΔΑΜ. Τὰς ἐμμήνους καθάρσεις φησὶ γυναικεῖα, κα‐ ρηβαρικὰ δὲ τὰ ἀρώματα, ὡς θερμά· τοῦ γὰρ θερμοῦ ἀνωφεροῦς ὄντος, κεφαλαλγίαν ποιεῖ. | |
19 | ||
20 | κθʹ. Γυνὴ ἐν γαστρὶ ἔχουσα φλεβοτομηθεῖσα ἐκτιτρώσκει, καὶ μᾶλλον εἰ μέζον εἴη τὸ ἔμβρυον. — | |
21 | ΘΕΟΦ. Ἐνταῦθά φησιν ὅτι ἐὰν ἐν γαστρὶ γυνή τις ἔχῃ ἔμβρυον τουτέστιν ἐν μήτρᾳ, φλεβοτομηθεῖσα ἐκτιτρώ‐ σκει, διότι τὸ ἔμβρυον ἐκ τῶν καταμηνίων τρέφεται τοῦ | |
25 | αἵματος. ἐὰν οὖν φλεβοτομηθῇ, οὐχ εὑρίσκει τὸ ἔμβρυον, πόθεν τραφῆναι κἀντεῦθεν λιμαγχόμενον κινεῖται καὶ δια‐ λύεται τῶν φυσικῶν δεσμῶν καὶ καταπίπτει· μᾶλλον δὲ ἐκτιτρώσκει φλεβοτομηθεῖσα, ἐὰν μεῖζον ᾖ τὸ ἔμβρυον διὰ τὸ πλείονος δεῖσθαι τροφῆς, μὴ εὑρίσκειν δὲ, ταύτης κε‐ | |
30 | κωθείσης. | |
30 | λʹ. Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ὑπό τινος τῶν ὀξέων νοση‐ μάτων ληφθῆναι, θανατῶδες. — | |
32 | ΘΕΟΦ. Καλῶς εἶπεν ὑπό τινος τῶν ὀξέων· τούτων | |
γὰρ τὰ μὲν ἄνευ πυρετοῦ εἰσιν, οἷον ἐπιληψία, ἀποπλη‐ | 461 | |
2.462 | ξία, τὰ δὲ μετὰ πυρετοῦ, οἷον φρενῖτις, πλευρῖτις. ἐὰν οὖν ὑπό τινος τούτων γυνὴ ἐν γαστρὶ ἔχουσα ληφθῇ, θα‐ νατῶδες, ὑπὸ μέν τινος τῶν ἄνευ πυρετοῦ ὀξέων, διὰ τὸ ἀδύνατον ἐξαρκέσαι τὴν κάμνουσαν τῷ μεγέθει καὶ τῇ | |
5 | συντονίᾳ τοῦ νοσήματος, ὑπὸ δέ τινος τῶν μετὰ πυρετοῦ, διότι ἐπ’ αὐτῶν τῇ ἐσχάτως λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρῆσθαι· ἀλλὰ τὸ παιδίον δέεται τροφῆς. ἐὰν οὖν τοῦ παιδίου καταφρονήσῃς, πρὸς τὸν πυρετὸν ἐνιστάμενος, ἀπόλλυται· εἰ δὲ τοῦ πυρετοῦ, κακοηθεστέρου γενομένου, | |
10 | πολλάκις καὶ αὐτὴ ἡ γυνὴ σὺν τῷ παιδίῳ ἀπόλλυται. ΔΑΜ. Τὰ γὰρ ὀξέα συνεχεῖς ἔχει τοὺς πυρετοὺς, οἳ καὶ ἀναιροῦσι τὸ ἔμβρυον. | |
12 | λαʹ. λβʹ. Γυναικὶ αἷμα ἐμεούσῃ, τῶν καταμηνίων ῥαγέντων, λύσις· τῶν δὲ καταμηνίων ἐκλιπόντων, αἷμα ἐκ τῶν ῥι‐ | |
15 | νῶν ῥυὲν, ἀγαθόν. — | |
15 | ΘΕΟΦ. Ὃ λέγει, τοιοῦτόν ἐστιν ὅτι ἐὰν ἐπὶ ἐπισχέ‐ σει καταμηνίων ἐμῇ γυνὴ αἷμα, εἶτα καταῤῥαγῶσιν αὐτῆς τὰ καταμήνια καὶ κενωθῶσι, παύεται ὁ ἔμετος τῷ λόγῳ τῆς μεταστάσεως τῆς ὕλης. εἶτά φησιν, ὅτι καὶ τῶν κα‐ | |
20 | ταμηνίων ἐκλιπόντων, ἐὰν αἷμα ἐκ τῶν ῥινῶν ῥυῇ, ἀγα‐ θὸν, διότι ἐκκενοῦται ἡ συσχεθεῖσα ὕλη καὶ οὐκέτι δύ‐ ναται βλάψαι. ΔΑΜ. Ἀντίσπασις γὰρ ἔσται καὶ κένωσις τοῦ ἀνορ‐ μῶντος αἵματος. | |
25 | ΔΑΜ. Οὐκ ἐκ τῶν ῥινῶν μόνον, ἀλλὰ καὶ ἐκ τῆς ἕδρας. | |
26 | λγʹ. Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ, ἢν ἡ κοιλίη πολλὰ ῥυῇ, κίνδυνος ἐκτρῶσαι. — | |
28 | ΘΕΟΦ. Πρῶτον μὲν ὅτι ἀνάδοσις οὐ γίνεται, κἀν‐ | |
30 | τεῦθεν οὐκ ἀλλοιοῖ πολὺ αἷμα τὸ ἧπαρ, οὐ φέρεται τὸ ἀρκοῦν τῇ μήτρᾳ· διὸ λιμαγχονούμενον τὸ ἔμβρυον σκαρί‐ ζει καὶ λοιπὸν ἐκπίπτει, ἢ ὅτι καθυγραίνονται τὰ περὶ τὴν μήτραν κἀντεῦθεν ἀσθενούσης τῆς καθεκτικῆς δυνά‐ | |
μεως, ἀμβλωσμὸς γίνεται, ἢ ὅτι τῇ συνεχείᾳ τῶν ἐξανα‐ | 462 | |
2.463 | στάσεων καταλύονται αἱ δυνάμεις καὶ ἀσθενεῖς γενόμεναι ἐκπίπτειν ποιοῦσι τὸ ἔμβρυον. | |
2 | λδʹ. Γυναικὶ ὑπὸ ὑστερικῶν ἐνοχλεομένῃ, ἢ δυστοκεούσῃ, πταρμὸς ἐπιγενόμενος, ἀγαθόν. — | |
4 | ||
5 | ΘΕΟΦ. Ὑστερικὰ λέγει πάθη τὴν ὑστερικὴν πνίγα καὶ ὑστερικὴν ἄπνοιαν, ἐφ’ οἷς καὶ σχεδὸν ἀναίσθητον καὶ ἀκίνητον κεῖται τὸ σῶμα. ἐπὶ τούτων οὖν ἐὰν ἐπιγέ‐ νηται πταρμὸς, ἀγαθόν ἐστι καὶ ὡς σημεῖον καὶ ὡς αἴ‐ τιον, ὡς σημεῖον μὲν, ὅτι ἐκ παντελοῦς ἀκινησίας εἰς κί‐ | |
10 | νησιν ἡ φύσις ἤρξατο μεταβάλλειν, ὡς αἴτιον δὲ, ὅτι κλόνον ποιεῖ ὁ πταρμὸς, κἀντεῦθεν συγκλονουμένη τοῖς νευρώδεσι μορίοις ἡ μήτρα ἐπανίσταται καὶ ἀποδιώκει τὰ αἴτια τὰ τὴν ἄπνοιαν καὶ πνίγα ποιοῦντα, ἅ ἐστι σπέρμα ἢ ἐποχὴ καταμηνίων. τῷ αὐτῷ δὲ λόγῳ ὠφελεῖ | |
15 | ὁ πταρμὸς καὶ τὴν δυστοκίαν, πλὴν οὐ πᾶσαν, ἀλλὰ τὴν δι’ ἀσθένειαν τῆς ἀποκριτικῆς δυνάμεως γενομένην. ΔΑΜ. Ὑστερικά φασι τὰ χορία, τὰ καὶ ἀκολούθια καλούμενα, ὡς ἐσχάτως κενούμενα ἐπὶ τῇ τοῦ ἐμβρύου ἀποτέξει. ὁ δὲ πταρμὸς σημεῖον καὶ αἴτιον ἀγαθόν ἐστι, | |
20 | σημεῖον μὲν ὅτι δηλοῖ τὴν φύσιν ἐπεγείρεσθαι καὶ ἀνα‐ ζωπυρεῖσθαι, προϋπάρχουσαν νεναρκωμένην. μέμνηται γὰρ τῶν οἰκείων κινήσεων καί ποτέ τινα τῶν περιττῶν ἀποτίθεται, αἴτιον δὲ τῆς ὠφελείας, ὅτι τῷ σφοδροτέρῳ κλόνῳ καὶ βρασμῷ τοῦτο μὲν ἐπεγείρει τὴν φύσιν, τοῦτο | |
25 | δὲ ἐκκρίνει τὰ δυσέκκριτα. | |
25 | λεʹ. Γυναικὶ καταμήνια ἄχροα, καὶ μὴ κατὰ τὰ αὐτὰ αἰεὶ γινόμενα, καθάρσιος δέεσθαι σημαίνει. — | |
27 | ΘΕΟΦ. Ἄχροά φησι τὰ πολύχροα, ἅτινα γίνε‐ ται ἐκ χυμῶν μελαγχολικῶν, φλεγματικῶν καὶ πικρο‐ | |
30 | χόλων. ἐὰν οὖν τοιαῦτα καταμήνια γυναικὶ γίνωνται, | 463 |
2.464 | μὴ κατὰ τὰ αὐτὰ δὲ, τουτέστι μὴ κατὰ τὸν συνήθη καὶ ὡρισμένον χρόνον, ἐφ’ ᾧ εἴωθε κενοῦσθαι ἡ γυνὴ, ἀλλ’ ἢ ὀψιαίτερον κενωθῇ ἢ πρωιαίτερον, καθάρσεως δεῖσθαι σημαίνει διὰ τὸ ἐκκενωθῆναι τὴν πλεονάζουσαν μοχθη‐ | |
5 | ρὰν ὕλην. ΔΑΜ. Μὴ κατὰ τὰ αὐτὰ ἀντὶ τοῦ μήτε κατὰ χρῶ‐ μα μήτε κατὰ χρόνον. | |
7 | λϛʹ. Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ, ἢν ἐξαίφνης οἱ μασθοὶ ἰσχνοὶ γένωνται, ἐκτιτρώσκει. — | |
9 | ||
10 | ΘΕΟΦ. Ἐὰν ἐξαίφνης, φησὶ, τουτέστιν ἄνευ φανε‐ ρᾶς αἰτίας ἰσχνοὶ γένωνται οἱ μασθοὶ τῆς γυναικὸς ἐν γαστρὶ ἐχούσης, ἐκτιτρώσκει· ἔνδειαν γὰρ καὶ ἔλλειψιν αἵ‐ ματος ἀπαγγέλλουσι, δι’ ἧς ἀναιρεῖται τὸ ἔμβρυον· ἔστι δὲ ὅτε καὶ πρὸς ἔκκρισιν παρορμᾶται τῇ ἀπορίᾳ τῆς τρο‐ | |
15 | φῆς λακτίζον καὶ σκαρίζον καὶ διαῤῥηγνύον τοὺς χιτῶνας. ΔΑΜ. Τῇ γὰρ ἐνδείᾳ τῆς τροφῆς τῆς ἐκ τῶν φλε‐ βῶν γίνεται τοῦτο, κοινῶν ὄντων μητρῶν καὶ μαστῶν. | |
17 | λζʹ. Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ, ἢν ὁ ἕτερος μασθὸς ἰσχνὸς γένηται, δίδυμα ἐχούσῃ, θάτερον ἐκτιτρώσκει· καὶ ἢν | |
20 | μὲν ὁ δεξιὸς ἰσχνὸς γένηται, τὸ ἄῤῥεν· ἢν δὲ ὁ ἀριστε‐ ρὸς, τὸ θῆλυ. — | |
21 | ΘΕΟΦ. Τὸ ἄῤῥεν ἐν τῷ δεξιῷ κόλπῳ τῆς μήτρας ζωογονεῖται, διότι ὡς ἐπίπαν θερμότερός ἐστι τοῦ ἀρι‐ στεροῦ, τὸ δὲ θῆλυ ἐν τῷ ἀριστερῷ, ὅτι ψυχρότερός ἐστι | |
25 | τοῦ δεξιοῦ. ἐὰν οὖν ἐγκυμονούσῃ γυναικὶ, δίδυμα ἐχούσῃ, ὁ δεξιὸς μασθὸς ἰσχνὸς γένηται, τὸ ἄῤῥεν ἐκτιτρώσκει, ἐπειδὴ τὰ κατὰ εὐθυωρίαν μᾶλλον πάσχει· εἰ δὲ ὁ ἀρι‐ στερὸς μασθὸς ἰσχνὸς γένηται, τὸ θῆλυ διὰ τὴν αὐτὴν αἰ‐ τίαν. εἰ δὲ ἀμφότεροι οἱ μασθοὶ ἰσχνοὶ γένωνται, ἀμφό‐ | |
30 | τερα ἐκτιτρώσκει τῷ λόγῳ τῆς ἐνδείας τῆς τροφῆς. λιμαγ‐ χονούμενα γὰρ τὰ ἔμβρυα σκαρίζουσι καὶ σπαράσσουσι τὰ ἀρτήματα καὶ οὕτως ἡ γυνὴ ἐκτιτρώσκει. | |
ΔΑΜ. Ὁ γὰρ Ἱπποκράτης δόξαν ἔχει τὰ ἔμβρυα ἐν | 464 | |
2.465 | τοῖς δεξιοῖς τὰ ἄῤῥενα, ἐν δὲ τοῖς εὐωνύμοις τὰ θήλεα τίκτεσθαι. | |
2 | ληʹ. Ἢν γυνὴ μὴ κύουσα, μηδὲ τετοκυῖα γάλα ἔχῃ, ταυ‐ τέῃ τὰ καταμήνια ἐκλέλοιπε. — | |
4 | ||
5 | ΘΕΟΦ. Διότι ἐπισχεθέντα τὰ καταμήνια ἠνέ‐ χθησαν διὰ τῶν φλεβῶν τῶν λεγομένων ἀμφισβαινῶν ἐπὶ τοὺς μασθοὺς, κοινωνίαν αὐτῶν ἐχουσῶν πρὸς τὴν μήτραν, καὶ ἐπειδὴ ἀδενώδεις εἰσὶν οἱ μασθοὶ καὶ λεπτοὶ, πρὸς τὴν ἑαυτῶν φύσιν πέττουσι καὶ κατακοσμοῦσιν αὐτὸ | |
10 | τὸ αἷμα καὶ γάλα ποιοῦσιν. ἐὰν οὖν, μηδὲ τοκετοῦ γενο‐ μένου μηδὲ συλλήψεως παρούσης, οἱ μασθοὶ γάλα ἔχωσι, πάντως τὰ καταμήνια ἐπεσχέθησαν. | |
12 | λθʹ. Γυναιξὶ ὁκόσῃσιν ἐς τοὺς μασθοὺς αἷμα ξυστρέφεται, μανίην σημαίνει. — | |
14 | ||
15 | ΘΕΟΦ. Τὸ διὰ τῶν ἀμφισβαινῶν φλεβῶν φερόμενον αἷμα, εἰ σύμμετρον εἴη, γάλα γίνεται. εἰ πλέον δὲ τοῦ δέοντος, οὐκ ἀλλοιοῦται, διότι τῷ πλήθει καταλύει τὴν δύναμιν τῶν τιτθῶν. λοιπὸν μένει καὶ σήπεται καὶ ση‐ πόμενον μανίαν σημαίνει. πέμπονται γὰρ ἐξ αὐτοῦ ἀτμοὶ | |
20 | δριμεῖς ἐπὶ τὸν ἐγκέφαλον κἀντεῦθεν ἐκτρέπεται ὁ ἐγκέ‐ φαλος καὶ μανία γίνεται. ΔΑΜ. Τὸ γὰρ ἐπὶ τοὺς τιτθοὺς ὁρμῆσαν αἷμα μὴ δυνάμενον ἀλλοιωθῆναι καὶ γενέσθαι γάλα διά τε τὸ πλῆ‐ θος καὶ τὴν δῆξιν, μανίαν ἐμποιεῖ, τὰ περὶ τὴν κεφαλὴν | |
25 | χωρία καταλαβόν. | |
25 | μʹ. Γυναῖκα ἢν θέλῃς εἰδέναι εἰ κύει, ἐπὴν καθεύδειν μέλ‐ λῃ, μελίκρατον δοῦναι πιεῖν· κἢν μὲν στρόφος αὐ‐ | |
τέην ἔχῃ περὶ τὴν γαστέρα, κύει· ἢν δὲ μὴ, οὔ. — | 465 | |
2.466 | ΘΕΟΦ. Σημείωσιν ἐνταῦθα ποιεῖται συλλήψεως. αὕτη δὲ γίνεται διὰ μελικράτου, πλὴν ἀνέφθου. δεῖ οὖν δοῦναι τὸ μελίκρατον, φησὶν Ἱπποκράτης, ἀδείπνου τῆς γυναικὸς οὔσης, ὅταν μέλλῃ κοιμηθῆναι· καὶ οὕτως | |
5 | αὐτὴν κελεύεται ἐπικοιμηθῆναι. καὶ ἐὰν στρόφος γένηται, δῆλον ὅτι κύει· εἰ δὲ μὴ, οὐ κύει. τὸ γὰρ μελίκρατον ὡς θερμότερον ποιεῖται πνευμάτων τινῶν ἀνάδοσιν περὶ τὴν γαστέρα. ἐπειδὴ δὲ ἡ μήτρα ἐπίκειται τοῖς ἐντέροις, ἐὰν ἔχῃ κατὰ γαστέρα, τῷ βάρει τοῦ ἐμβρύου οἷον πεπιλη‐ | |
10 | μένα εἰσὶ τὰ ἔντερα. ταῦτα οὖν τὰ πνεύματα τείνουσι καὶ τῇ τάσει ποιοῦσι στρόφον, καὶ δηλοῦται ὅτι σύλληψίς ἐστιν· εἰ δὲ μὴ στρόφος γένηται, ἀλλὰ διεξέρχονται καὶ διαφοροῦνται τὰ πνεύματα, οὐκ ἔστι σύλληψις. ΔΑΜ. Στρόφος ἢ διὰ δῆξιν γίνεται ἢ διὰ φυσῶδες | |
15 | πνεῦμα, οὐκ ἔχον εὐπετῆ διέξοδον, ὃν καὶ νῦν ἡγητέον γί‐ νεσθαι ἐπὶ τῶν κυουσῶν διὰ τὴν ἀπὸ τῆς μήτρας στενο‐ χωρίαν, καθεύδειν δὲ μελλούσῃ δίδου τὸ μελίκρατον, ὠμὸν δηλονότι, ἵνα τὸ φυσῶδες τοῦ μελικράτου ἐν τῇ καθευδούσῃ φανήσηται. | |
19 | ||
20 | μαʹ. Γυνὴ, ἢν μὲν ἄῤῥεν κύῃ, εὔχροός ἐστι· ἢν δὲ θῆλυ, δύσχροος. — | |
21 | ΘΕΟΦ. Τὸ εὔχρουν ἐνταῦθα, οὐ τὸ κατὰ φύσιν ἀκου‐ στέον, ἀλλ’ ὅσον ἐπὶ ἐγκυμονούσῃ γυναικί. ἐὰν οὖν γυνὴ ἔχῃ ἐν γαστρὶ καὶ εὔχρους ἐστὶν, ἄῤῥεν κύει, ἐπειδὴ ὡς | |
25 | ἐπὶ τὸ πλεῖστον τὰ ἄῤῥενα θερμότερά εἰσιν, ὅθεν καὶ τὸ | 466 |
2.467 | εὐανθὲς χρῶμα· εἰ μέντοι δύσχρους ᾖ, θῆλυ, διότι τὰ θήλεα ψυχρότερά εἰσιν· ἐντεῦθεν καὶ ἡ ἄχροια. ΔΑΜ. Ὡς πρὸς ἑαυτὴν κρινομένη, οὐ πρὸς ἑτέραν. | |
3 | μβʹ. Γυναικὶ κυούσῃ ἢν ἐρυσίπελας ἐν τῇ ὑστέρῃ γένηται, | |
5 | θανατῶδες. — | |
5 | ΘΕΟΦ. Παραπολαύει γὰρ ἐκ τοῦ σύνεγγυς τὸ ἔμ‐ βρυον τοῦ ἐπὶ τῇ θερμῇ ὕλῃ γενομένου πάθους, καὶ ὡς εὐπαθὲς ἑτοίμως ἀπόλλυται. εἰ δὲ συμβῇ καὶ τὰς δυ‐ νάμεις τῆς γυναικὸς ἀσθενεῖς εἶναι, συναπόλλυται τῷ | |
10 | ἐμβρύῳ. | |
10 | μγʹ. Ὁκόσαι παρὰ φύσιν λεπταὶ ἐοῦσαι ἐκτιτρώσκουσιν, οὐ κύουσι πρὶν ἢ παχυνθῆναι. — | |
12 | ΘΕΟΦ. Παρὰ φύσιν λεπτὰς ὑποτίθεται τὰς ὑπὸ νοσήματος γενομένας εἴτε ἀπὸ λιμαγχονίας. αὗται οὖν | |
15 | οὕτως ἔχουσαι ἐὰν σχῶσι κατὰ γαστρὸς, ἐκτιτρώσκουσι, διὰ τὸ ἐνδεῆ εἶναι τροφῆς τὰ μόρια τῆς μήτρας. λοιπὸν δὲ λιμῶττον τὸ ἔμβρυον σκαρίζει καὶ σπαράζει τὰ ἀρτή‐ ματα καὶ ἐξέρχεται. εἰ δέ γε παχυνθῶσιν, οὐκέτι ἐκτι‐ τρώσκουσι διὰ τὸ πλούσιον τῆς τροφῆς. | |
20 | ΔΑΜ. Τὸ παρὰ φύσιν λεπταὶ, ἢ ὑπερβαλλόντως ἢ παρὰ τὴν ἑαυτῶν φύσιν. | |
21 | μδʹ. Ὁκόσαι δὲ μετρίως τὸ σῶμα ἔχουσαι ἐκτιτρώσκουσι δίμηνα καὶ τρίμηνα ἄτερ προφάσιος φανερῆς, ταυτέῃσι αἱ κοτυληδόνες μύξης μεσταί εἰσι, καὶ οὐ δύνανται | |
25 | κρατέειν ὑπὸ τοῦ βάρεος τὸ ἔμβρυον, ἀλλὰ ἀποῤῥή‐ γνυνται. — | |
26 | ΘΕΟΦ. Ἐνταῦθά φησιν ὅτι ὅσαι σύμμετρον ἔχουσι τὸ σῶμα, εἰ ἐπὶ βʹ ἢ τρίτον μῆνα ἐκτιτρώσκουσιν ἄνευ τινὸς φανερᾶς αἰτίας, τούτων πάντως αἱ κοτυληδόνες τῆς | |
30 | μήτρας ἤτοι οἱ ὑμένες οἱ κατασφαλίζοντες τὰς ἀναστο‐ μώσεις τῶν ἐν τῇ μήτρᾳ ἀγγείων μύξης μεσταί εἰσι τουτ‐ | |
έστι φλεγματικοῦ χυμοῦ καὶ γλίσχρου κἀντεῦθεν χαλαροὶ | 467 | |
2.468 | καὶ ἀσθενεῖς γίνονται. λοιπὸν δὲ καὶ ἡ καθεκτικὴ δύνα‐ μις τῆς μήτρας ἀσθενεῖ, ὑγρᾶς καὶ φλεγματικῆς ὕλης πλεοναζούσης. τούτων οὖν οὕτως ἐχόντων, ἀνάγκη πᾶσα ἐκτιτρώσκειν αὐτὰς δίμηνα καὶ τρίμηνα διὰ τὸ τηνικαῦτα | |
5 | βάρος ἔχειν ἀξιόλογον τὸ ἔμβρυον, μὴ δύνασθαι δὲ κα‐ τασχεῖν τὸ ἔμβρυον τάς τε κοτυληδόνας καὶ τὴν καθεκτι‐ κὴν δύναμιν ἀτόνως διακειμένας. ΔΑΜ. Φανερὰν πρόφασίν φησι, πυρετὸν σφοδρὸν, αἱμοῤῥαγίαν, διάῤῥοιαν, φλεγμονὴν ἐν τῇ μήτρᾳ ἢ ἐρυσί‐ | |
10 | πελας, πήδημα σφοδρὸν ἢ κραυγὴν ἢ φόβον ἢ θυμὸν ἢ ἐνδεῆ τροφὴν ἢ μίξιν ἄκαιρον μετὰ βιαίας κατασείσεως ἤ τι τοιοῦτον· κοτυληδόνες δέ εἰσι τὰ στόματα τῶν φλεβῶν καὶ ἀρτηριῶν τῶν εἰς τὴν μήτραν φερομένων. | |
13 | μεʹ. Ὁκόσαι παρὰ φύσιν παχεῖαι ἐοῦσαι μὴ ξυλλαμβάνου‐ | |
15 | σιν ἐν γαστρὶ, ταυτέῃσι τὸ ἐπίπλοον ἐπὶ τὸ στόμα τῶν ὑστερέων ἀποπιέζει, καὶ πρὶν ἢ λεπτυνθῆναι, οὐ κύουσι. — | |
17 | ΘΕΟΦ. Τὰς ἰσχνὰς ἀμέτρως διαβαλὼν Ἱπποκράτης γυναῖκας νῦν τὰς ὑπερβαλλόντως καὶ παρὰ φύσιν παχείας | |
20 | διαβάλλεται. λέγει γὰρ ὅτι οὐ συλλαμβάνουσι, διότι οὐδ’ ὅλως παραδέχονται τὸ σπέρμα. δι’ ἣν αἰτίαν; ἐπειδὴ ἐμ‐ πέφρακται τὸ ἔνδον στόμα, ἔνθα ἡ μήτρα τελευτᾷ, πι‐ μελῆς γενομένης κατὰ τὴν μήτραν καὶ ἀποπιεζούσης ἤγουν ἀποκλειούσης τὸ στόμιον, ἣν πιμελὴν Ἱπποκράτης ἐπί‐ | |
25 | πλοον ἐκάλεσε μεταφορικῶς· τὸ γὰρ ἐπίπλοον πιμελῶ‐ δές ἐστιν· ἀδύνατον οὖν αὐτὰς συλλαβεῖν πρὸ τοῦ ἰσχναν‐ θῆναι τὸ σῶμα καὶ ἐλθεῖν εἰς συμμετρίαν. ΔΑΜ. Στόμα μήτρας τὸ ἔνδον λέγει, ἔνθα τελευτᾷ μὲν ἡ μήτρα, ἄρχεται δὲ ὁ αὐχήν. | |
29 | ||
30 | μϛʹ. Ἢν ὑστέρη ἐν τῷ ἰσχίῳ ἐγκειμένη ἔῃ καὶ διαπυήσῃ, | |
ἀνάγκη ἔμμοτον γενέσθαι. — | 468 | |
2.469 | ΘΕΟΦ. Ὑστέραν λέγει τὴν μήτραν. αὕτη δὲ ἔχει ἀρτήματα καὶ δεξιὰ καὶ ἀριστερὰ καὶ πρόσω καὶ ὀπίσω καὶ ἄνω καὶ κάτω. πολλάκις οὖν φλεγμονὴ γίνεται περὶ ἓν τῶν ἀρτημάτων· καὶ εἰ τύχοι κατὰ τὰ πλάγια τὴν φλεγμονὴν | |
5 | γενέσθαι τουτέστι περὶ τοὺς βουβῶνας καὶ τὸ ἰσχίον, φέρεται ἐκεῖσε ἡ μήτρα καὶ οἷον ἔγκειται περὶ ἐκεῖνα τὰ μέρη, εἶτα ἡ φύσις εἰς πῦον μεταβάλλει, καὶ τοῦτο τὸ ἀπόστημα ἔξω ἀποκορυφοῦται περὶ τὸ δέρμα καὶ ἢ ὑπὸ τέχνης ἢ ὑπὸ φύσεως ῥήγνυται. καὶ λοιπὸν ἀναγκαῖόν ἐστιν ἔμμοτον γενέσθαι | |
10 | τουτέστι δεήσεσθαι τὴν διὰ μοταρίων θεραπείαν. ΔΑΜ. Διαπυήσασα γὰρ ἡ μήτρα πρὸς τὰ ἐκτὸς γίνεται ἔμμοτος ἤτοι θεραπεύεται διὰ τῶν μότων. | |
12 | μζʹ. Ἔμβρυα τὰ μὲν ἄῤῥενα ἐν τοῖσι δεξιοῖσι, τὰ δὲ θή‐ λεα ἐν τοῖσι ἀριστεροῖσι μᾶλλον. — | |
14 | ||
15 | ΘΕΟΦ. Ἡ μήτρα δύο κόλπους ἔχει δεξιὸν καὶ ἀρι‐ στερὸν, διαφραττομένους ὑμένι τινί· ἐν τούτοις οὖν γίνε‐ ται ἡ διάπλασις τῶν ἐμβρύων, ἀλλὰ τῶν μὲν ἀῤῥένων ἐν τοῖς δεξιοῖς, τῶν δὲ θηλέων ἐν τοῖς ἀριστεροῖς. καὶ ἡ αἰτία, ὅτι τὰ ἄῤῥενα θερμότερά εἰσι καὶ διὰ τοῦτο ἐν | |
20 | τοῖς δεξιοῖς ὡς ἐν θερμοτέροις δημιουργοῦνται, τὰ δὲ θήλεα ψυχρὰ καὶ διὰ τοῦτο ἐν τοῖς ἀριστεροῖς ὡς ἐν ψυχροτέροις δημιουργοῦνται. θερμότεροι μὲν οὖν εἰσιν οἱ δεξιοὶ κόλποι τῆς μήτρας τῶν ἀριστερῶν τῇ πυριάσει τοῦ ἥπατος· ἀλλὰ καὶ ὁ δεξιὸς ὄρχις καὶ κόλπος δέχον‐ | |
25 | ται τὸ καθαρὸν αἷμα καὶ διὰ τοῦτο θερμότεροι, ὁ δὲ ἀριστερὸς ὄρχις καὶ κόλπος ὀρωδέστερον καὶ διὰ τοῦτο ψυχρότεροι. ΔΑΜ. Διὰ τὴν θερμοτέραν κράσιν ἄῤῥεν γίνεται τὸ ἔμβρυον· θερμότερον δ’ ἐστὶ τὸ δεξιὸν μέρος τῆς ὑστέρας | |
30 | τῇ γειτνιάσει τοῦ ἥπατος. | 469 |
2.470 | μηʹ. Ἐς ὑστέρων ἐκπτώσιας πταρμικὸν προσθεὶς, ἐπιλάμ‐ βανε τοὺς μυκτῆρας καὶ τὸ στόμα. — | |
2 | ΘΕΟΦ. Ὑστέρων ἐνταῦθα λέγει, οὐ δήπω τῶν μητρῶν, ἀλλὰ τῶν χορίων, ὅθεν καὶ κοινῶς ἀναγινωσκόμενον | |
5 | βαρυτόνως εἴρηται οἷον ὑστέρων· ἡνίκα γὰρ τριγενές ἐστι τὸ πρόσωπον, βαρύνεται, μονογενὲς δὲ περισπᾶται οἷον ὑστερῶν. φησὶν οὖν, ἐὰν βούλῃ ὑστέρων ἔκπτωσιν ποιή‐ σασθαι καὶ τοῦτο διὰ χρείαν μεγάλην διὰ τὸ μὴ ἐναπο‐ μείναντα σαπῆναι καὶ χαλεπὰ νοσήματα ποιῆσαι μετὰ | |
10 | τὴν ἀπότεξιν, πταρμικὸν ἐντίθει τῇ ῥινί· εἶτα ἐπιλάμ‐ βανε ταύτην καὶ τὸ στόμα, ὅπως τὸ πνεῦμα ἐπὶ τὰ κάτω χωρῆσαν τῇ συντονίᾳ καὶ τῷ κλόνῳ τοῦ πταρμοῦ κατε‐ νεχθῆναι ποιήσῃ τὸ χορίον. | |
13 | μθʹ. Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ, τεινεσμὸς ἐπιγενόμενος | |
15 | ἔκτρωσιν ποιέει. — | |
15 | ΘΕΟΦ. Τεινεσμός ἐστι συνεχὴς καὶ βιαία κίνησις καὶ ἔκκρισις φλεγματωδῶν καὶ πιμελωδῶν μετὰ ὀλιγί‐ | |
στης κόπρου. γίνεται δὲ ἐν τῷ ἀπευθυσμένῳ ἐκ φλέγμα‐ | 470 | |
2.471 | τος καὶ εἴρηται παρὰ τὴν τάσιν. οὗτος ἐὰν γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἐπιγένηται, ἔκτρωσιν ποιεῖ τῷ λόγῳ τῶν ἐξαναστάσεων καὶ μεγάλων τάσεων. | |
3 | νʹ. Γυναικὶ καταμήνια ἢν βούλῃ ἐπισχεῖν, σικύην ὡς μεγί‐ | |
5 | στην πρὸς τοὺς τιτθοὺς πρόσβαλλε. — | |
5 | ΘΕΟΦ. Ἐνταῦθα διδάσκει θεραπείαν τῶν ἀμέτρως γενομένων καταμηνίων. αὕτη δέ ἐστι σικύα, ἣν καὶ ὑπὸ τοὺς τιτθοὺς κελεύει προσβάλλεσθαι, μεγάλην δὲ, ἵνα σφοδροτέραν ἀπὸ τῆς μήτρας ἐργάσηται τὴν ἀντί‐ | |
10 | σπασιν, ἄνω διὰ τῶν κοινῶν ἤγουν ἀμφισβαινῶν φλεβῶν. ΔΑΜ. Μεγίστην ἀξιοῖ τὴν σικύαν εἶναι, ἵνα σφο‐ δροτέραν ἀπὸ τῆς μήτρας ἐργάσηται τὴν ἀντίσπασιν ἄνω, διὰ τῶν κοινῶν τοῦτο ἐπιτεχνώμενος φλεβῶν. | |
13 | ναʹ. Ὁκόσαι ἐν γαστρὶ ἔχουσι, τουτέων τὸ στόμα τῶν | |
15 | ὑστερέων ξυμμέμυκε. — | |
15 | ΘΕΟΦ. Τοῦτο ἐξ ἀνάγκης συμβαίνει· τοῦ γὰρ κύ‐ τους ἐξαπλουμένου, συλλήψεως γεγονυίας, ἀνάγκη τὸ στό‐ μιον συμμύειν τῶν ὑστερῶν, ὅ ἐστι στενοῦσθαι. ἀντιπε‐ πονθότως γὰρ ἔχουσιν αἱ κοιλότητες τοῖς στομίοις. | |
20 | ΔΑΜ. Ἀφ’ οὗ γὰρ ἂν τὸ πρῶτον ἐντὸς ἑαυτῶν λά‐ βωσι τὸ σπέρμα, περιστέλλουσι μὲν ἑαυτῶν τὸ κύτος ἅπαν, κλείουσι δὲ τὸ στόμα. φαίνεταί γε μὴν καὶ διὰ σκίῤῥον καὶ φλεγμονὴν μεμυκὸς τῶν ὑστερῶν τὸ στόμα. | |
23 | νβʹ. Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ γάλα πουλὺ ἐκ τῶν μαζῶν | |
25 | ῥέον, ἀσθενέειν τὸ ἔμβρυον σημαίνει. ἢν δὲ στερεοὶ οἱ τιτθοὶ ἔωσι, ὑγιεινὸν τὸ ἔμβρυον σημαίνει. — | |
26 | ΘΕΟΦ. Πρὸ τῆς ἀποτέξεως τοῦ ἐμβρύου προαποθησαυρί‐ ζει ἡ φύσις τὸ γάλα ἐν τοῖς μασθοῖς, ἵνα μετὰ τὴν ἀπότε‐ ξιν ἀφθόνως τρέφηται τὸ ἔμβρυον. τοῦτο οὖν τὸ γάλα | |
30 | ἐὰν σύμμετρον ᾖ, δηλοῖ, καλῶς ἔχειν τὸ ἔμβρυον· εἰ μέν‐ τοι πολὺ καὶ ἀποῤῥέει ἐκ τῶν μασθῶν, δηλοῖ ὅτι | |
ἀσθενές ἐστι τὸ ἔμβρυον. πῶς; ὅτι ὑπὸ πλήθους τοῦ φε‐ | 471 | |
2.472 | ρομένου αἵματος ἐν τῷ ἐμβρύῳ κατελύθη ἡ δύναμις αὐ‐ τοῦ κἀντεῦθεν πλεονάζον ἠνέχθη ἄνω. ἄλλως τε φύσει ἀσθενὲς ὂν τὸ παιδίον οὐκ ἐξισχύει ἀλλοιῶσαι τὸ πρὸς τροφὴν ἐρχόμενον ἐν αὐτῷ αἷμα, ἀλλὰ μένει καὶ φέρεται | |
5 | παρὰ τοὺς μασθοὺς καὶ διὰ τοῦτο πολὺ γάλα ῥεῖ. εἰ μέντοι στερεοὶ οἱ τιτθοὶ ὦσιν οὐκ ἀπὸ ὄγκου τινὸς δη‐ λονότι, ἀλλ’ ἐκ συμμέτρου γάλακτος φερομένου, σημαίνει ὑγιεινὸν εἶναι τὸ ἔμβρυον. ΔΑΜ. Κατ’ ἐκεῖνον γὰρ ῥεῖ τὸ γάλα τὸν καιρὸν, | |
10 | ἡνίκα φύσιν ἔχει ταῖς κυούσαις γεννᾶσθαι. | |
10 | νγʹ. Ὁκόσαι διαφθείρειν μέλλουσι, ταυτέῃσι οἱ τιτθοὶ ἰσχνοὶ γίνονται· ἢν δὲ πάλιν σκληροὶ γένωνται, ὀδύνη ἔσται ἐν τοῖσι τιτθοῖσιν, ἢ ἐν τοῖσιν ἰσχίοισιν, ἢ ἐν τοῖσιν ὀφθαλμοῖσιν, ἢ ἐν τοῖσι γούνασι, καὶ οὐ δια‐ | |
15 | φθείρει. — | |
15 | ΘΕΟΦ. Προσδιορισμοῦ χρήζει ὁ ἀφορισμὸς, ἵν’ ἀλη‐ θὴς ὑπάρχῃ, ὡς εἶναι αὐτὸν οὕτως, ὅσαι μέλλουσιν ἐκτι‐ τρώσκειν λόγῳ ἐνδείας τροφῆς, αὗται ἰσχνοὺς τοὺς μα‐ σθοὺς ἴσχουσι, καὶ ἡ αἰτία προείρηται. εἶτά φησιν, ἢν δὲ | |
20 | πάλιν σκληροὶ γίνωνται, ὀδύνη γίνεται ἐν τοῖσιν ἰσχίοι‐ σιν ἢ ἐν τοῖσιν ὀφθαλμοῖσιν ἢ ἐν τοῖσι γούνασι, καὶ οὐ διαφθείρουσιν. ἐνδείκνυται γὰρ ἀπὸ τῆς μήτρας ἐπὶ τοὺς μασθοὺς ἀχθῆναι πολλὴν καὶ μετοχετευθῆναι ὕλην, ἐξ ἧς καὶ σκληροὺς συνέβη γενέσθαι τοὺς τιτθούς· εἶτα ὡς | |
25 | πολλὴ ἡ ὕλη μετάγεται ἀπὸ τῶν τιτθῶν ἐπὶ ἕτερα μόρια, εἰ μὲν πρὸς τὰ ἄνω, ποιεῖ ὀδύνας ὀφθαλμῶν, εἰ δὲ ἐν τοῖς μέσοις, ὀδύνας ἰσχίων, εἰ δὲ κάτω, ποιεῖ γοναλγίας. λοιπὸν οὖν οὐ διαφθείρουσι, τῆς μήτρας πρὸς τροφὴν τὸ ἀρκοῦν ἐχούσης. | |
30 | ΔΑΜ. Ἰσχνοὶ γίνονται τῇ ἐνδείᾳ τοῦ ἐν ταῖς κοιναῖς φλεψὶν αἵματος, σκληροὶ δὲ τῇ πληθώρᾳ, ἥτις καὶ ἀπο‐ τιθεμένη ὑπὸ τῆς φύσεως εἴς τινα μόρια ὀδυνᾶται μὲν ἐκεῖνα, τὸ δὲ ἔμβρυον ἀπαθὲς διατηρεῖται. | |
33 | νδʹ. Ὁκόσῃσι τὸ στόμα τῶν ὑστερέων σκληρόν ἐστι, ταυ‐ | |
35 | τέῃσιν ἀνάγκη τὸ στόμα τῶν ὑστερέων ξυμμύειν. — | 472 |
2.473 | ΘΕΟΦ. Σκληρὸν γίνεται τὸ στόμα τῶν ὑστερῶν διὰ φλεγμονὴν ἢ σκίῤῥον, ἔστι δὲ ὅτε καὶ διὰ ψύξιν καὶ ξη‐ ρότητα, ἅπερ ἀνάγκῃ σύμμυσιν ἤτοι στένωσιν καὶ κλείσιν τοῦ στομίου ἀπεργάζονται. διαφέρει δὲ ἡ μύσις τῆς ἐκ | |
5 | συλλήψεως γενομένης μύσεως, ὅτι ἐκείνη μαλακή ἐστιν, αὕτη δὲ σκληρά· τὸ μαλακὸν δὲ καὶ σκληρὸν τῇ ἁφῇ τῆς μαίας διαγινώσκεται. | |
7 | νεʹ. Ὁκόσαι ἐν γαστρὶ ἔχουσαι ὑπὸ πυρετῶν λαμβάνονται, καὶ ἰσχυρῶς θερμαίνονται ἄνευ προφάσιος φανερῆς, | |
10 | τίκτουσι χαλεπῶς καὶ ἐπικινδύνως, ἢ ἐκτιτρώσκουσαι κινδυνεύουσι. — | |
11 | ΘΕΟΦ. Πυρετὸν ἐνταῦθα ὑποτίθεται συνεχῆ καὶ δῆλον ἐκ τοῦ εἰπεῖν λαμβάνονται ἀντὶ τοῦ κατακρατοῦνται, δῆλον δὲ καὶ ἐκ τοῦ ἰσχυρῶς θερμαίνονται. ἐὰν οὖν γυνὴ ἐν γαστρὶ ἔχουσα | |
15 | ὑπὸ πυρετοῦ ἰσχυροτάτου ληφθῇ, ἐκτιτρώσκουσα κινδυνεύει ἄνευ φανερᾶς αἰτίας τουτέστιν ἐξ ἀνάγκης, πρῶτον μὲν ὅτι αὐτὸς καθ’ ἑαυτὸν ὁ πυρετὸς ἐπικίνδυνός ἐστιν, ἔτι δὲ πλέον ἐπὶ προκεκμηκότι σώματι, λοιπὸν δὲ καὶ διὰ τὸ ἔμβρυον, θρέψει τις καὶ ἐπαυξήσει τὸν πυ‐ | |
20 | ρετὸν, ὃ χαλεπὸν, ἢ διὰ τὸν πυρετὸν, οὐ θρέψει καὶ ἔτι χαλεπώτερον· ἔκτρωσις γὰρ γενήσεται ἐνδείᾳ τροφῆς ἢ τίκτει χαλεπῶς καὶ ἐπικινδύνως τουτέστι μετὰ συμπτω‐ μάτων ἢ ὅτι ἠσθένησεν ἡ ἀποκριτικὴ δύναμις τῇ νόσῳ καὶ οὐ δύναται ἀπώσασθαι τὸ ἔμβρυον ἢ ὅτι ὁ | |
25 | πυρετὸς ἐξανιμήσατο καὶ ἐξεδαπάνησε τὰ ὑγρὰ, ἃ ὄλισθον καὶ εὐχέρειαν ἐν τῇ ἀποτέξει τῷ ἐμβρύῳ διένειμον. ΔΑΜ. Εἰκότως οὐκ ἀντέχει τὸ ἔμβρυον, ἀλλὰ ἀπο‐ φθείρεται διὰ τοὺς πυρετοὺς καὶ τὴν κακοχυμίαν. | |
28 | νϛʹ. Ἐπὶ ῥόῳ γυναικείῳ σπασμὸς καὶ λειποθυμίη ἢν ἐπι‐ | |
30 | γίνηται, κακόν. — | 473 |
2.474 | ΘΕΟΦ. Ῥοῦς γυναικεῖός ἐστιν ἄμετρος κένωσις τῶν καταμηνίων ὀρωδεστέρα καὶ ὑδατωδεστέρα, ἐφ’ ᾧ συμβαίνει πολλάκις λειποθυμίαν καὶ σπασμὸν ἕπεσθαι, σπασμὸν μὲν τῇ ἀμέτρῳ κενώσει, λειποθυμίαν δὲ τῷ συγ‐ | |
5 | κενοῦσθαι τοῖς ἀχρήστοις καὶ τὰ χρηστὰ καὶ διαφορεῖ‐ σθαι τὸ ζωτικὸν πνεῦμα, ἃ καὶ κακά εἰσι διὰ τὸ ἀναγ‐ γέλλειν τὸν μὲν κακῶς διακεῖσθαι τὸν ἐγκέφαλον, τὴν δὲ τὴν καρδίαν. ΔΑΜ. Ῥοῦν φασι τὸν σφοδρὸν ἢ τὸν χρονίζοντα. | |
9 | ||
10 | νζʹ. Καταμηνίων γινομένων πλεόνων, νοῦσοι συμβαίνουσι, καὶ μὴ γινομένων ἀπὸ τῆς ὑστέρης συμβαίνουσι νοῦσοι. — | |
12 | ΘΕΟΦ. Πᾶσα γὰρ ἀμετρία αἰτία νοσημάτων καθί‐ ταται. ἀλλ’ ἀποροῦσί τινες ἐνταῦθα λέγοντες διὰ τί ἐπὶ | |
15 | μὲν τοῦ πρώτου τυχὸν ἐπὶ τῇ ἀμέτρῳ κενώσει ἀδιορίστως ἔφη, ὅτι νοῦσοι συμβαίνουσιν, ἐπὶ δὲ τῆς ἐπισχέσεως τῶν καταμηνίων διωρίσατο καὶ ἔφη τὸν πεπονθότα τόπον; ὅτι ἐκεῖ μὲν, εἰ καὶ γίνονται νοσήματα, οὐκ ἀπὸ τῆς ὑστέρας γίνονται· αὕτη γὰρ καθαρὰ μεμένηκεν, ἀλλ’ ἀπὸ | |
20 | τοῦ ὅλου σώματος, ἀσθενείας ἐπακολουθησάσης, ἐπὶ δὲ τῆς ἐπισχέσεως τῶν καταμηνίων, σήψεως γενομένης, τὴν ἀρχὴν τὰ νοσήματα ἀπὸ τῆς μήτρας ἴσχουσιν. ΔΑΜ. Κενοῦνται πλείω καταμήνια δι’ ἀναστόμωσιν σφοδρὰν τῶν εἰς τὴν μήτραν καθηκόντων ἀγγείων καὶ | |
25 | διὰ λεπτότητα τοῦ αἵματος, ἢ πλείω θερμότητα· ἐλάττω δὲ γίνεται καταμήνια διὰ μύσιν ἢ ἔμφραξιν τῶν τὴν ἔμ‐ μηνον κάθαρσιν εἰς τὴν μήτραν καταγουσῶν φλεβῶν ἢ διὰ πάχος αἵματος ἢ διὰ ψυχρότητα. | |
28 | νηʹ. Ἐπὶ ἀρχῷ φλεγμαίνοντι καὶ ὑστέρῃ φλεγμαινούσῃ | |
30 | στραγγουρίη ἐπιγίνεται, καὶ ἐπὶ νεφροῖσιν ἐμπύοισι | 474 |
2.475 | στραγγουρίη ἐπιγίνεται, ἐπὶ δὲ ἥπατι φλεγμαίνοντι, λύγξ. — | |
2 | ΘΕΟΦ. Ἀρχὸν τὸ ἀπευθυσμένον καλεῖ, καὶ ἀπευθυ‐ σμένον μὲν λέγεται διὰ τὸ ἐπ’ εὐθείας κεῖσθαι, τῶν ἄλ‐ | |
5 | λων ἐντέρων ἑλικοειδῶς κειμένων, ἀρχὸς δὲ διὰ τὸ δοκεῖν ἄρχεσθαι τῶν ἐντέρων. οὗτος οὖν ἐὰν φλεγμάνῃ, στραγ‐ γουρία γίνεται, ἢ ὅτι μεταλαμβάνει τῆς δυσκρασίας ἡ κύστις καὶ κατάλυσις γίνεται τῆς καθεκτικῆς δυνάμεως αὐτῆς, ἢ ὅτι ἀποστενοῦται ὁ τράχηλος αὐτῆς κἀν‐ | |
10 | τεῦθεν στάγδην ἡ ἀπόθεσις τοῦ οὔρου γίνεται. ἀλλὰ καὶ ἐπὶ ὑστέρᾳ φλεγμαινούσῃ τὸ αὐτὸ γίνεται ἢ λόγῳ τοῦ μεταδίδο‐ σθαι τὴν δυσκρασίαν τῇ κύστει ἢ ἐπειδὴ ἡ μήτρα ἐν τῷ μεταξὺ κεῖται τοῦ ἀρχοῦ καὶ τῆς κύστεως. εἰ μὲν οὖν ἔμπροσθεν φλεγμαίνει, ὡς ἐπὶ τὴν κύστιν ὠθεῖται καὶ ἀποστενοῦται | |
15 | ὁ τῆς κύστεως τράχηλος, καὶ καταστάγδην ἀποτίθεται τὸ οὖρον· εἰ δὲ ἐν τοῖς ὄπισθεν φλεγμαίνει, ὡς ἐπὶ τὴν ὀ‐ σφὺν ἀποστενοῦσα τὰ ἔντερα, ἐποχὴν κόπρου ἐργάζεται. καὶ ἐπὶ νεφρῷ δὲ ἐκπυήσαντι γίνεται στραγγουρία. πῶς; πολλάκις φῦμά τι γίνεται εἰς αὐτοὺς καὶ τῷ χρόνῳ ση‐ | |
20 | πομένου φέρεται τὸ πῦον ἐπὶ τὴν κύστιν καὶ τῇ δριμύ‐ τητι δάκνει καὶ τῇ δήξει ἐπεγείρει τὴν ἀποκριτικὴν δύνα‐ μιν συνεχῶς καὶ ἐκκρίνει κατὰ στράγγα τὸ οὖρον. εἶτά φησιν ὅτι, καὶ τοῦ ἥπατος φλεγμαίνοντος, γίνεται πάθος, οὐ τοιοῦτον δὲ, ἀλλὰ λὺγξ, καὶ μάλιστα εἰ τύχοι φλεγ‐ | |
25 | μαίνειν τὰ σιμὰ, διότι ἐπὶ τῇ φλεγμονῇ θερμότης ἕλκει ἐφ’ ἑαυτὴν τὰ ὑγρὰ τὰ ἐν τῷ στομάχῳ καὶ ἐξαναλίσκει κἀν‐ τεῦθεν ξηραίνεται ὁ στόμαχος, καὶ ἐπὶ τῇ ξηρότητι σπᾶ‐ ται, ἐφ’ ᾗ σπασμώδει διαθέσει γίνεται λύγξ. ΔΑΜ. Ὅταν ὀλίγον τις οὐρῇ συνεχῶς, στραγγουρία | |
30 | τὸ πάθος ὀνομάζεται, καὶ γίνεται, ποτὲ μὲν ἐπ’ ἀῤῥω‐ στίᾳ τῆς καθεκτικῆς τῆς κύστεως, ἔστι δ’ ὅτε καὶ ἐπὶ δρι‐ μύτητι τῶν οὔρων. ἡ μὲν οὖν ἀῤῥωστία τῆς καθεκτικῆς διά τε δυσκρασίαν γίνεται καί τινα τῶν παρὰ φύσιν ὄγ‐ κων, ἡ δριμύτης δὲ ἢ διὰ πάθος νεφρῶν ἢ διὰ τὸ ἥκειν | |
35 | ἐκ τῶν φλεβῶν εἰς αὐτοὺς τοιοῦτον τὸ ὀῤῥῶδες | 475 |
2.476 | περίττωμα. ἐπὶ μὲν οὖν ἀρχῷ καὶ ὑστέρᾳ φλεγμαινούσῃ στραγγουρία γίνεται, συμπασχούσης τῆς κύστεως, ἐπὶ δὲ νεφροῖς ἐμπύοις διὰ τὸ κενοῦσθαι δι’ αὐτῆς τὸ πῦον. οὕτως οὖν καὶ τῷ ἥπατι λὺγξ ἐπιγίνεται διὰ τὴν τῶν | |
5 | νεύρων κοινωνίαν, ὅταν εἰς μεγίστην παραταθῇ φλεγ‐ μονήν. | |
6 | νθʹ. Γυνὴ ἢν μὴ λαμβάνῃ ἐν γαστρὶ, βούλῃ δὲ εἰδέναι, εἰ λήψεται, περικαλύψας ἱματίοισι, θυμία κάτωθεν, κἢν μὲν πορεύεσθαι δοκέῃ ἡ ὀδμὴ διὰ τοῦ σώματος ἐς τὰς | |
10 | ῥῖνας καὶ ἐς τὸ στόμα, γίνωσκε ὅτι αὕτη οὐ διὰ ἑωϋτὴν ἄγονός ἐστι. — | |
11 | ΘΕΟΦ. Ἐνταῦθά φησιν ὅτι ἐὰν γυνὴ μὴ λαμβάνῃ ἐν γαστρὶ, οὐ δι’ αὑτὴν ἄγονος οὖσα, ἀλλὰ διὰ τὸν ἄν‐ δρα, βούλει δὲ τοῦτο εἰδέναι, χρῆσαι θυμιατηρίῳ, ὅπερ | |
15 | δέχεται λιβανωτὸν, ναρδόσταχυ, κασίαν καὶ στύρακα καὶ ἔμβαλλε εἰς αὐτὸ ἄνθρακας καὶ ἐπάνω τοῦ θυμιατηρίου ἐπί‐ θες τὴν καλουμένην χώνην καὶ τὸ ἄνω αὐτῆς μέρος ὑπό‐ βαλλε τῷ αἰδοίῳ τῆς γυναικὸς καὶ οὕτως ὑποκάπνιζε, κα‐ θεζομένης αὐτῆς ἐπὶ δίφρου καὶ περικεκαλυμμένης ἱμα‐ | |
20 | τίοις. καὶ εἰ μὲν ἡ ὀσμὴ διὰ τοῦ βάθους τοῦ σώματος ἀνάγεται ἐπὶ τὸ στόμα καὶ τὰς ῥῖνας, ἔσο γινώσκων, ὅτι οὐ δι’ ἑαυτὴν ἄγονός ἐστιν, ἀλλὰ διὰ τὸν ἄνδρα· οὕτω γὰρ φερομένης τῆς ὀσμῆς διὰ τοῦ βάθους τοῦ σώματος ἐπὶ τὸ στόμα καὶ τὰς ῥῖνας δηλονότι πάσης ἀπήλλακται | |
25 | κακοχυμίας ἡ μήτρα καὶ εὐκράτως κέκραται· εἰ γὰρ ξηροτέρα | |
ἦν τῇ κράσει ἢ ψυχρότερα ἢ κακόχυμος, τῇ πυκνώσει καὶ τῇ | 476 | |
2.477 | ψύξει καὶ τῇ κακοχυμίᾳ ἐκωλύετο ἂν ἡ ὀσμὴ ἐπὶ τὰ ἄνω ἐνεχθῆναι. πόθεν δὲ ἀνάγεται ἡ ὀσμὴ ἐπὶ τὸ στόμα καὶ τὰς ῥῖνας, εἰ ἐρωτᾷ τις, λέγομεν, διὰ τῶν φλεβῶν καὶ ἀρτηριῶν καὶ νεύρων, καθὼς αὐτὸς ἐν δια‐ | |
5 | φόροις ἔφη, σύμπνοια μία καὶ ξύῤῥοια καὶ πάντα ξυμ‐ παθέα. ΔΑΜ. Πρόσθες ξυλαλόην, ἄμπαρ, λιβανωτὸν, σμύρ‐ ναν καὶ στύρακα καὶ θυμία. | |
8 | ξʹ. Ἢν γυναικὶ ἐν γαστρὶ ἐχούσῃ αἱ καθάρσιες πορεύων‐ | |
10 | ται πολλαὶ, ἀδύνατον τὸ ἔμβρυον ὑγιαίνειν. — | |
10 | ΘΕΟΦ. Ὁ νῦν ἀφορισμός φησιν, ἐὰν γυναικὶ μετὰ τὴν σύλληψιν αἱ καθάρσεις πορεύωνται, ἀδύνατον τὸ ἔμ‐ βρυον ὑγιαίνειν. καὶ εἰκότως, πρῶτον μὲν ὅτι ἀναστοιχει‐ οῦται ἡ ὕπαρξις τοῦ ἐμβρύου, δεύτερον δὲ ὅτι τῇ κενώ‐ | |
15 | σει τῶν καταμηνίων ἀμοιρεῖ τροφῆς τὸ ἔμβρυον. ἀμοιροῦν οὖν καὶ λιμῶττον πῶς ἐνδέχεται αὐτὸ ὑγιὲς εἶναι; ἀλλὰ λέγουσί τινες ὅτι ὁρῶμεν ἐπὶ τῆς πείρας, ὅτι καθαίρον‐ ται αἱ γυναῖκες καὶ μέχρι πέμπτου καὶ ἕκτου μηνὸς καὶ οὐ βλάπτονται τὰ παιδία. πρὸς τοῦτο λέγομεν ὅτι κα‐ | |
20 | θαίρονται μὲν, εἰ τύχοι ταύτας εἶναι πληθωρικὰς, καὶ οὐ βλάπτονται, διότι ὀλίγον καθαίρονται, ἐνταῦθα δὲ πολλὴν τὴν κένωσιν ὑποτίθεται καὶ διὰ μῆκος χρόνου γί‐ νεσθαι. καὶ τοῦτο αἰνίττεται διὰ τοῦ εἰπεῖν, αἱ καθάρ‐ σιες πορεύονται, ὧν τὸ μὲν τὸ πλῆθος, τὸ δὲ τὴν πα‐ | |
25 | ράτασιν τοῦ χρόνου σημαίνει, ἅπερ, ὡς εἴρηται, χαλεπά. πά‐ λιν ἀποροῦσι, πῶς γίνεται ἔμμηνος κάθαρσις ἐπὶ τῶν κυουσῶν, τοῦ στομίου κεκλεισμένου, ὡς μηδὲ πυρῆνα μή‐ λης ἐπιδέχεσθαι; καί φαμεν, ὅτι οὐ διὰ τοῦ στομίου καθαίρονται· ἔχει γὰρ ὑμένα τινὰ ἐπιπολάζοντα, ἀλλὰ | |
30 | διὰ τοῦ τραχήλου τῆς μήτρας, καθὼς καὶ αἱ παρθένοι, ἀναστομουμένων τῶν φλεβῶν τῶν ἐν αὐτῷ καταφυομένων καὶ ἀποτελευτώντων. ΔΑΜ. Κάθαρσιν τὸ αἷμα δηλοῖ τὸ ἐκκρινόμενον | |
πολὺ καὶ πολλάκις. | 477 | |
2.478 | ξαʹ. Ἢν γυναικὶ αἱ καθάρσιες μὴ πορεύωνται, μήτε φρίκης, μήτε πυρετοῦ ἐπιγινομένου, ἄσαι δὲ αὐτέῃ προσπίπτωσι, λογίζου ταυτέην ἐν γαστρὶ ἔχειν. — | |
3 | ΘΕΟΦ. Ἐὰν γὰρ, μήτε φρίκης μήτε πυρετοῦ ἐπι‐ | |
5 | γενομένου μήτε φλεγμονῆς, αἱ καθάρσεις οὐ πορεύωνται, αὕτη δῆλον ὅτι ἔγκυός ἐστι, πλὴν ἐὰν καὶ ἄσαι αὐτῇ προσπίπτωσι τουτέστιν ἀλλόκοτος ὄρεξις τοῦ στομάχου ὑπὸ ποικιλίας χυμῶν γινομένη, ἥτις καὶ κίττα λέγεται· τὸ τηνικαῦτα γὰρ δηλοῦται ἀπὸ τοῦ παντὸς σώματος | |
10 | φέρεσθαι τὸ αἷμα εἰς τὴν μήτραν πρὸς τροφὴν τοῦ ἐμβρύου. ΔΑΜ. Γίνεται δὲ ἡ ἄση, καθ’ ὃν λόγον καὶ ἡ κίττα, τοῦ στομάχου κακουμένου ταῖς συνειληφυίαις. | |
13 | ξβʹ. Ὁκόσαι ψυχρὰς καὶ πυκνὰς τὰς μήτρας ἔχουσιν, οὐ | |
15 | κυΐσκουσι, καὶ ὁκόσαι καθύγρους αὐτὰς ἔχουσι, ὁμοίως· ἀποσβέννυται γὰρ αὐτέῃσι ὁ γόνος, καὶ ὁκόσαι ξηρὰς μᾶλλον καὶ περικεκαυμένας· ἐνδείῃ γὰρ τῆς τροφῆς φθείρεται τὸ σπέρμα. ὁκόσαι δὲ ἐξ ἀμφοτέρων τὴν κράσιν ἔχουσι ξυμμέτρως, αἱ τοιαῦται ἐπίτεκνοι γί‐ | |
20 | νονται. — | |
20 | ΘΕΟΦ. Ἰδοὺ νῦν τὰς αἰτίας παραδίδωσιν Ἱππο‐ κράτης, δι’ ἃς οὐ γίνεται σύλληψις. λέγει γὰρ μὴ κυί‐ σκειν τὰς ψυχρὰς καὶ πυκνὰς ἐχούσας τὰς μήτρας, διότι ψύξις οὐχ ἕλκει τὸ σπέρμα· ἀλλὰ μὴν οὐδὲ τὰς καθύγρους | |
25 | ἐχούσας τὰς μήτρας κύειν φησὶ διὰ τὸ κατακλύζεσθαι τὸ | |
σπέρμα, ὥσπερ ἐν τῇ τελματώδει γῇ τὰ σπέρματα· ἀλλὰ | 478 | |
2.479 | μὴν οὐδὲ τὰς ξηρὰς μᾶλλον καὶ περικαεῖς, ὥς φησιν αὐ‐ τὸς, ὅτι ἐνδείῃ τῆς τροφῆς τὸ σπέρμα φθείρεται· ἡ γὰρ ξη‐ ρότης δαπανᾷ καὶ ἡ θερμασία διαφόρησιν ἐργάζεται. τεσσά‐ ρων οὖν οὐσῶν τῶν δυσκρασιῶν, δύο ἀντιθέσεις εἰσὶ, | |
5 | πρώτη μὲν θερμότης καὶ ψυχρότης, δευτέρα δὲ ξηρότης καὶ ὑγρότης. λοιπὸν, ὥς φησιν Ἱπποκράτης, ἐκεῖναί εἰσιν ἐπίτεκνοι, ὅσαι ἐξ ἀμφοτέρων τούτων τῶν ἀντιθέσεων συμμέτρως τὴν κράσιν ἔχουσιν· ἔστι δὲ εἰπεῖν καὶ ἑτέρως, ὅτι ἐξ ἀμφοτέρων λέγει, ἀπό τε τοῦ ἀνδρὸς καὶ τῆς γυ‐ | |
10 | ναικὸς, ἵνα ἐὰν θερμότερός ἐστιν ὁ ἀνὴρ, ἡ γυνὴ ψυχρο‐ τέρα ᾖ, καὶ τὸ ἀνάπαλιν πρὸς τὸ εἶναι συμμετρίαν, ἐκ δὲ ταύτης εὐτεκνίαν. ΔΑΜ. Ὥσπερ γὰρ ἐπὶ τῆς λίαν καθύγρου καὶ τελ‐ ματώδους γῆς οὐκ ἀναβλαστάνει τὰ σπέρματα, ὁμοίως | |
15 | καὶ ἐπὶ τῆς καταξήρου, οὕτω καὶ ἐπὶ τῶν μητρῶν τῶν οὕτως ἐχουσῶν· ἐπίτεκνοι δὲ γίνονται αἱ τὴν κράσιν ἔχου‐ σαι σύμμετρον. | |
17 | ξγʹ. Παραπλησίως δὲ καὶ ἐπὶ τῶν ἀῤῥένων· ἢ γὰρ διὰ τὴν ἀραιότητα τοῦ σώματος τὸ πνεῦμα ἔξω φέρεται, | |
20 | πρὸς τὸ μὴ παραπέμπειν τὸ σπέρμα, ἢ διὰ τὴν πυκνότητα τὸ ὑγρὸν οὐ διαχωρέει ἔξω, ἢ διὰ τὴν ψυ‐ χρότητα οὐκ ἐκπυροῦται, ὥστε ἀθροίζεσθαι πρὸς τὸν τόπον τοῦτον, ἢ διὰ τὴν θερμασίην, τοῦτο γίνεται. — | |
23 | ΘΕΟΦ. Ἐνταῦθα ὁ Γαληνὸς λέγει, ὅτι νόθος ἐστὶν | |
25 | ὁ παρὼν ἀφορισμός· εἰ γὰρ ἦν τοῦ Ἱπποκράτους, ἔδει διὰ τὰς αὐτὰς αἰτίας, δι’ ἃς καὶ ἐπὶ τῶν γυναικῶν, ὑποθέσθαι ἄγονον εἶναι τὸ ἄῤῥεν, εἰπὼν παραπλησίως δὲ καὶ ἐπὶ τῶν ἀῤῥένων. πλὴν εἰ δοκεῖ ἐκ τῶν Ἱπποκράτους εἶναι, ἐξηγητέον αὐτὸν οὕτως, ὅτι κἂν εὐδιαφόρητος εἴη ὁ ἀνὴρ, | |
30 | ἐξασθενεῖ καὶ οὐ δύναται ἐξακοντίσαι τὸ σπέρμα παρὰ | 479 |
2.480 | τοὺς γυναικείους κόλπους καὶ διὰ τοῦτο ἀνεπιτήδειος πρὸς σύλληψιν, κἂν ξηρὸς ᾖ, πύκνωσιν πάσχει καὶ τῇ πυκνότητι καὶ ξηρότητι οὐ γίνεται ἔκκρισις σπέρματος κἀντεῦθεν ἄγονός ἐστι· καὶ ἐὰν ψυχρὸς ᾖ, νεκρὸν ἔχει τὸ | |
5 | σπέρμα καὶ οὐκ ἐκπυροῦται, ὥστε ἀθροίζεσθαι πρὸς τὸν τόπον τοῦτον καὶ ζωογονεῖσθαι· ἀθροίζεται μὲν γὰρ πρὸς τὴν μήτραν, οὐ ζωογονεῖται δὲ ὡς ψυχρὸν, καὶ ἐὰν θερμό‐ τερος ᾖ, τὸ αὐτὸ τοῦτο γίνεται, τουτέστιν ὡς θερμότερον τὸ σπέρμα οὐ δύναται ἀθροίζεσθαι καὶ ζωογονεῖσθαι. | |
10 | λοιπὸν οὖν, ἐπιτηδείως ἔχουσι πρὸς σύλληψιν οἱ ἐξ ἀμ‐ φοτέρων τῶν ἀντιθέσεων, καθὼς εἴρηται, τὴν κράσιν ἔχοντες. ΔΑΜ. Ὁ ἀφορισμὸς οὗτος ὠβέλισται. | |
13 | ξδʹ. Γάλα διδόναι κεφαλαλγέουσι, κακόν· κακὸν δὲ καὶ | |
15 | πυρεταίνουσι, καὶ οἷσι ὑποχόνδρια μετέωρα διαβορβο‐ ρύζεται, καὶ τοῖσι διψώδεσι· κακὸν δὲ καὶ τοῖσι χολω‐ δεστέρας τὰς ὑποχωρήσιας ἐν ὀξέσι πυρετοῖσιν ἔχουσι, καὶ οἷσι αἵματος πολλοῦ διαχώρησις γέγονε. ἁρμόζει δὲ φθινώδεσι τὸ γάλα, ἀλλὰ μὴ τοῖσι λίην πυρέσσουσι· | |
20 | διδόναι δὲ γάλα καὶ ἐν πυρετοῖσι μακροῖσι βληχροῖσι, μηδενὸς ὁκόσων προείρηται σημείων παρεόντος, παρα‐ λόγως δὲ ἐκτετηκότων. — | |
22 | ΘΕΟΦ. Τὸ γάλα τριπλεκῆ τὴν οὐσίαν ἔχει· ἔχει γὰρ τὸ ἐλαιῶδες καὶ τὸ ὀῤῥῶδες. καὶ ἔστι τὸ μὲν τυρῶδες αὐτοῦ | |
25 | παχὺ καὶ ψυχρὸν, τὸ δὲ ἐλαιῶδες θερμὸν, τὸ δὲ ὀῤῥῶδες αὐτοῦ ῥυπτικὸν καὶ λεπτομερές. Ἀλλ’ ἐπειδή τινες ἠπα‐ τήθησαν, μηδόλως αὐτὸ ἐπιβλαβὲς εἶναι διὰ τὸ εὐαλλοίω‐ τον αὐτοῦ, τούτου χάριν Ἱπποκράτης ἐκκόψαι τούτων τὴν ὑπόνοιαν βουλόμενος τὰ ἐξ αὐτοῦ γινόμενα κακὰ καταλέ‐ | |
30 | γει, καὶ πρῶτον μὲν λέγει, ὅτι τοῖς κεφαλαλγοῦσι βλάπτει πλέον διὰ τὸ εἶναι αὐτὸ γεννητικὸν φυσωδῶν πνευμάτων ἀπεπτούμενον, ἅπερ ἐπιτείνουσι τὴν κεφαλαλγίαν· πλὴν οὐχ ὅλον τὸ γάλα τοῦτο ποιεῖ, ἀλλὰ τὸ τυρῶδες. κακὸν | |
δὲ καὶ τοῖς πυρεταίνουσιν, ἀλλ’ ὀξέως, διὰ τὸ πρόσθεσιν | 480 | |
2.481 | τῇ ὕλῃ χαρίζεσθαι ἀπεπτούμενον, ἢ διὰ τὸ ἐλαιῶδες αὐ‐ τοῦ ὡς θερμὸν ἐπίτασιν πυρετοῦ ἐργάζεται. κακὸν δὲ καὶ τοῖς ὑποχόνδρια μετέωρα διαβορβορύζοντα ἔχουσι, πλὴν καὶ ἐνταῦθα τὸ τυρῶδες ὡς ἀπεπτούμενον καὶ γεννῶν | |
5 | πνεύματα, ἃ ἐπιτείνουσι τὸ πάθος· κακὸν δὲ καὶ τοῖσι διψώδεσι, πλὴν τὸ ἐλαιῶδες ὡς θερμόν. κακὸν δὲ καὶ οἷσι χολώδεες αἱ διαχωρήσιες, καὶ μάλιστα ἐὰν σὺν πυ‐ ρετῷ ὀξεῖ σύνεισι, πρῶτον μὲν διὰ τὸ ὀῤῥῶδες αὐτοῦ ἐρεθίζειν, ἔπειτα καὶ διὰ τὸ ἐλαιῶδες ἐκθερμαίνειν. κα‐ | |
10 | κὸν δὲ καὶ οἷσι αἵματος πολλοῦ διαχώρησις γέγονε, διότι, τοῦ αἵματος πολλοῦ κενωθέντος, ἠσθένησαν αἱ φυ‐ σικαὶ δυνάμεις, παρεχόμενον δὲ τὸ γάλα διὰ τὸ παχὺ αὐτοῦ ἀπεπτεῖται. ἀπεπτούμενον οὖν πῶς οὐχὶ πολλῶν κακῶν αἴτιον γενήσεται; εἶτα τὴν τοῦ γάλακτος ὑφηγη‐ | |
15 | σάμενος κακίαν λοιπὸν καὶ τὰς ἀρετὰς αὐτοῦ παραδί‐ δωσι· λέγει γὰρ ἐπιτήδειον εἶναι τοῖς φθινώδεσι καὶ μὴ λίαν πυρέσσουσι, πλὴν καὶ ἐνταῦθα τὸ ὀρῶδες. ἐκκαθαί‐ ρει γὰρ τὸ ἐν πνεύμονι πῦον. τούτου οὖν ἀποκαθαιρο‐ μένου, μεγάλως εὐεργετοῦνται. ἔστι γὰρ ὅτε καὶ θερα‐ | |
20 | πεύεται τὸ ἕλκος ἢ ὅτι αὐτὸ τὸ γάλα ὡς ὑγρὸν καὶ ἑτοι‐ μοανάδοτον ἀνατρέφει αὐτὸ τὸ σῶμα. διδόναι δὲ αὐτό φησι καὶ ἐν τοῖσι πυρετοῖσι μακροῖσι βληχροῖσι. διὰ δὲ τούτων τοὺς ἑκτικοὺς ᾐνίξατο πυρετοὺς, πλὴν ἐὰν μηδὲν πάρεστι τῶν προειρημένων σημείων τουτέστι κεφαλαλγία, | |
25 | ὑποχόνδρια μετέωρα, δίψα, διότι αὐχμὸς ὑπόκειται ἐν τῷ σώματι. τὸ οὖν γάλα τῇ οἰκείᾳ αὐτοῦ ὑγρότητι ἐπιτέγγει αὐτῶν τὸν χυμὸν καὶ ὠφέλειαν αὐτοῖς παρέχει. ΔΑΜ. Τὸ γάλα γὰρ ῥᾳδίως ἀλλοιοῦται· μετέωρα δὲ εἰπὼν ᾐνίξατο οὐ τὰ ἐμπεφυσημένα μόνον, ἀλλὰ καὶ | |
30 | τὰ ἄλλως μετέωρα κατά τι φλεγματῶδες ἢ ἐρυσιπελατῶ‐ δες ἢ σκιῤῥῶδες πάθος ἢ οἰδηματῶδες, ἀλλὰ καὶ τοῖς πνευματικοῖς καὶ φυσώδεσιν εἴρηκε, κακόν. | |
32 | ξεʹ. Ὁκόσοισιν οἰδήματα ἐπὶ ἕλκεσι φαίνεται, οὐ μάλα σπῶνται, οὐδὲ μαίνονται. τουτέων δὲ ἀφανισθέντων | |
35 | ἐξαίφνης, τοῖσι μὲν ὄπισθεν, σπασμοὶ, τέτανοι· τοῖσι | 481 |
2.482 | δὲ ἔμπροσθεν, μανίη ἢ ὀδύνη πλευροῦ ὀξείη, ἢ ἐμ‐ πύησις, ἢ δυσεντερίη, ἢν ἐρυθρὰ ἔῃ τὰ οἰδήματα. — | |
2 | ΘΕΟΦ. Πάλιν ἄνεισιν ἐπὶ τὰς διαγνώσεις τῶν πα‐ θῶν Ἱπποκράτης καὶ λέγει, ὅσοις οἰδήματα ἐφ’ ἕλκεσι | |
5 | γίνεται, οὐ μάλα σπῶνται οὐδὲ μαίνονται. διὰ τί; ὅτι ἀπαλλάττεται τὸ βάθος τῆς ὕλης κἀντεῦθεν οὐ μανία οὐδὲ σπασμὸς ἐπακολουθεῖ, πλὴν τοῦτο γίνεται, ἐὰν κατὰ ἀναλογίαν τοῦ ἕλκους γίνηται ὁ ὄγκος. τοῦτον δὲ τὸν ὄγκον, ὅταν ἐν τοῖς ὀπίσω μέρεσιν ᾖ τὰ ἕλκη τουτέστι | |
10 | κατὰ τὸν νῶτον, εἰ τύχοι αὐτὸν φανέντα ἐξαίφνης ἀφα‐ νισθῆναι τουτέστιν ἄνευ φανερᾶς αἰτίας, μὴ διαφορητικῷ φαρμάκῳ, μὴ αἱμοῤῥαγίης γενομένης, πρόδηλον ὅτι ἠνέ‐ χθη ἡ ὕλη ἔσω πρὸς τὸ νευρῶδες γένος ἢ ἐπὶ τοὺς ῥα‐ χίτας μύας καὶ πληροῦσα αὐτοὺς ποιεῖ σπασμοὺς καὶ | |
15 | τετάνους· ὅτε δὲ ἐν τοῖς ἔμπροσθέν ἐστι τὸ ἕλκος, συμβῇ δὲ τὸν ὄγκον γενέσθαι ἀξιόλογον καὶ ἐξαίφνης ἀφανι‐ σθῆναι, πρόδηλον ὅτι ἐπὶ κύρια μόρια ἠνέχθη ἡ ὕλη· καὶ εἰ μὲν περὶ τὸν ἐγκέφαλον, ἐπειδὴ αἱματική ἐστιν ἡ ὕλη καὶ δριμεῖα, ποιεῖ παραφροσύνην καὶ μανίαν, εἰ δὲ | |
20 | παρὰ τὸν ὑπεζωκότα τὰς πλευρὰς ὑμένα, ποιεῖ πλευρῶν ὀδύνας καὶ φλεγμονάς· πολλάκις δὲ καὶ εἰς πῦον μετα‐ βάλλεται καὶ φέρεται παρὰ τὰς κενὰς χώρας καὶ ἐμπύ‐ ημα γίνεται· εἰ δὲ πρὸς τὴν γαστέρα καὶ τὰ ἔντερα ἡ μετάστασις γένηται, ποιεῖ δυσεντερίαν τὴν ὀνομαζομένην | |
25 | αἱματηράν. καὶ τοῦτο δῆλον ἐκ τοῦ εἰπεῖν, ἢν ἐρυθρὰ ᾖ τὰ οἰδήματα. ΔΑΜ. Τὸ σπῶνται, ὅταν μεγάλοι ἢ κακοήθεις ὦσιν ὄγκοι. πάντας δ’ ὄγκους καὶ φλεγμονὰς ἁπάσας οἰδήματα καλεῖ ὁ Ἱπποκράτης. | |
29 | ||
30 | ξϛʹ. Ἢν τραυμάτων πονηρῶν ἐόντων, οἴδημα μὴ φαίνη‐ ται, μέγα κακόν. — | |
31 | ΘΕΟΦ. Ὥσπερ ἐν τῷ ἀνωτέρω ἀφορισμῷ ἐμέμφετο τὰ ἐξαίφνης ἀφανιζόμενα τῶν οἰδημάτων, οὕτω τὰ μη‐ | |
δόλως γινόμενα τοῖς πονηροῖς τραύμασι μέμφεται· | 482 | |
2.483 | ὑποψία γάρ τίς ἐστι καὶ ἀπὸ τούτων ἐπὶ τὰ κυριώτερα μεθίστασθαι τοὺς ἐπιῤῥέοντας χυμοὺς τοῖς τραύμασι. λοιπὸν τὸ μέγα πρὸς τὸ κακὸν συντάττεσθαι δεῖ, οὐχ ὥς τινές φασι, πρὸς τὸ οἴδημα. | |
5 | ΔΑΜ. Πονηρὰ τραύματά εἰσι τὰ κατὰ τὰς κεφαλὰς τῶν μυῶν ἢ τὰς τελευτὰς αὐτῶν καὶ μάλιστα τῶν νευρω‐ δῶν μυῶν. κατὰ γὰρ τὰς τῶν μυῶν κεφαλὰς ἐμφύονται τὰ νεῦρα τοῖς μυσὶ, κατὰ δὲ τὰς τελευτὰς οἱ τένοντες ἐκ‐ φύονται. ἔστι δὲ μέγα κακὸν τὸ ἐπὶ τοῖς εἰρημένοις τραύ‐ | |
10 | μασι μὴ ἐπιφαίνεσθαι οἴδημα διὰ τὸ μεθίστασθαι τοὺς ἐπιῤῥέοντας χυμοὺς αὐτοῖς ἐπὶ τὰ κυριώτερα. | |
11 | ξζʹ. Τὰ χαῦνα, χρηστὰ, τὰ δὲ ὠμὰ, κακά. — | |
12 | ΘΕΟΦ. Τὰ χαῦνα δηλονότι οἰδήματα ἀγαθὰ, ὡς πέψιν δηλοῦντα, τὰ δὲ ἔνωμα χαλεπὰ, ὡς ἄπεπτα, καὶ | |
15 | πάλιν τὰ πεπεμμένα ἀγαθὰ, διότι δηλοῦσιν ἐπικράτειαν φύσεως, τὰ δὲ ἄπεπτα χαλεπὰ, διότι ἡ δύναμις οὔπω ἐπανέστη εἰς ἀλλοίωσιν. ΔΑΜ. Τὰ οἰδήματα δηλονότι τὰ χαῦνα, χρηστὰ ὡς πεπεμμένα, τὰ δὲ ἔνωμα ἤτοι σκληρὰ καὶ ἄπεπτα, κακά. | |
19 | ||
20 | ξηʹ. Τῷ ὄπισθεν τῆς κεφαλῆς ὀδυνωμένῳ, ἡ ἐν τῷ με‐ τώπῳ ὀρθίη φλὲψ τμηθεῖσα, ὠφελέει. — | |
21 | ΘΕΟΦ. Θεραπευτικὸς ὁ λόγος· κεφαλαλγίαν γὰρ θεραπεύει. αὕτη δὲ γίνεται ἢ κατὰ πρωτοπάθειαν, ἡνίκα ὕλη ἐν ἑαυτῇ περιέχηται, ἢ κατὰ συμπάθειαν, ἡνίκα ἐνε‐ | |
25 | χθῇ ἡ ὕλη παρὰ τὴν κεφαλὴν ἢ ἀπὸ παντὸς τοῦ σώμα‐ τος πεπληρωμένου ἢ ἐκ μέρους. ἐνταῦθα οὖν τὴν κατὰ πρωτοπάθειαν γενομένην ὑποτίθεται, καὶ ταύτην θερα‐ | |
πεύει τὴν ἐν τῷ μετώπῳ ὀρθίαν τέμνων φλέβα. αὕτη | 483 | |
2.484 | γὰρ τεμνομένη προδήλως ὠφελεῖ τοὺς τὸ ὄπισθεν μέρος δη‐ λονότι τῆς κεφαλῆς ἀλγοῦντας τῷ λόγῳ τῆς ἀντισπάσεως καὶ μεταστάσεως τῆς ὕλης. ΔΑΜ. Ἡ γὰρ μετ’ ἀντισπάσεως κένωσις ὠφελεῖ. | |
4 | ||
5 | ξθʹ. Ῥίγεα ἄρχεται γυναιξὶ μὲν ἐξ ὀσφύος μᾶλλον καὶ διὰ νώτου ἐς τὴν κεφαλήν· ἀτὰρ καὶ ἀνδράσι ἐκ τῶν ὄπι‐ σθεν μᾶλλον ἢ ἔμπροσθεν τοῦ σώματος, οἷον ἀπὸ πη‐ χέων, μηρῶν· ἀτὰρ καὶ τὸ δέρμα ἀραιόν· δηλοῖ δὲ τοῦτο ἡ θρίξ. — | |
9 | ||
10 | ΘΕΟΦ. Ῥίγεα λέγει οὐ τὰ σύνθετα τὰ ἐκ κλόνου καὶ περιψύξεως γενόμενα, ἀλλὰ τὰς περιψύξεις μόνον. ταῦτα μὲν ταῖς γυναιξὶ μᾶλλον ἐξ ὀσφύος καὶ νώτου ἄρχεσθαι συμβαίνει, ἐκ μὲν τῆς ὀσφύος, διότι ψυχρότατος ὁ τόπος· νευρῶδες γὰρ πάνυ τὸ μόριον· εἶτα δὲ καὶ, ἐκ τοῦ νω‐ | |
15 | τιαίου, μεταδιδομένης αὐτῷ τῆς ψύξεως κατὰ τὸ συνεχὲς κἀντεῦθεν ἀναγγέλλεται τῷ ἐγκεφάλῳ καὶ γίνεται ἡ πε‐ ρίψυξις. καὶ μὲν δὴ καὶ τοῖς ἀνδράσιν ἀπὸ τῶν ὄπισθεν μᾶλλον ἄρχεται ἡ περίψυξις γίνεσθαι ἢ ἔμπροσθεν τοῦ σώματος οἷον πηχῶν, μηρῶν. τὰ γὰρ ὀπίσω ὡς νευρώδη | |
20 | ψυχρὰ ὑπάρχουσι, καὶ ὡς ψυχρὰ, ἐπιτήδειά εἰσι πρὸς τὸ περιψυχθῆναι ἑτοίμως. ὥς τινος δὲ ἀποροῦντος, διὰ τί τὰ ὄπισθεν ψυχρὰ, τὰ δὲ ἔμπροσθεν τούτων θερμότερα, φησὶν Ἱπποκράτης, διότι ἀραιότερον ἔχουσι τὸ ἔμπρο‐ σθεν δέρμα, ἡ δὲ ἀραίωσις ἀπὸ θερμότητος γίνεται· καὶ | |
25 | ὅτι ἀραιότερόν ἐστι, δηλοῖ ἡ θρίξ· ἡ γὰρ θρὶξ τοὐπίπαν ἐν τοῖς πρόσω μορίοις ἐκφύεται οὐκ ἄλλῳ λόγῳ, ἀλλ’ ἢ τῇ ἀραιότητι τῶν πόρων. ΔΑΜ. Ὅτι ἀραιὰ καὶ θερμότερα τὰ ἔμπροσθεν, δῆλον ἀπὸ τῆς ἐκφύσεως τῶν τριχῶν. | |
29 | ||
30 | οʹ. Οἱ ὑπὸ τεταρταίων ἐχόμενοι ὑπὸ σπασμοῦ οὐ πάνυ τι ἁλίσκονται. ἢν δὲ καὶ ἁλίσκωνται πρότερον, καὶ ἐπιγένηται τεταρταῖος, ῥύονται. — | |
32 | ΘΕΟΦ. Διὰ τοῦ εἰπεῖν ἁλίσκονται ἐδήλωσε τὸν ἐπὶ πλήθει σπασμόν· αὐτὸ γὰρ τὸ ῥῆμα παράτασιν χρόνου | |
35 | σημαίνει. οὐκοῦν περὶ τοῦ ἐπὶ πληρώσει σπασμοῦ λέγει· | 484 |
2.485 | οὗτος γὰρ εἰς μῆκος χρόνου παρεκτείνεται. τοῦτον οὖν τὸν σπασμὸν ὁ τεταρταῖος οὐ μόνον οὐκ ἐᾷ γενέσθαι, ἀλλ’ εἰ καὶ φθάσει γενέσθαι, λύει τῷ λόγῳ τοῦ ἐκκρίνειν καὶ πέττειν τὸν παχὺν καὶ φλεγματικὸν χυμόν. ἐκκρίνει | |
5 | μὲν γὰρ τῷ ῥίγει τὰς ὕλας, πέττει δὲ τῷ λόγῳ τῆς γε‐ νομένης τῷ ῥίγει πυρετώδους θερμασίας. ΔΑΜ. Οὐ περὶ τῶν ἐπὶ κενώσει λέγει, οἳ καὶ ὀξεῖς καὶ ὀλέθριοι, ἀλλ’ ἐπὶ πληρώσει, ὡς οἱ ἐπιληπτικοί· τὸ γὰρ ἐχόμενοι καὶ ἁλίσκονται παράτασιν χρόνου δηλοῖ. τὸν | |
10 | τοιοῦτον οὖν λύει ὁ τεταρταῖος προγεγονότα, ἢ μὴ προ‐ όντα οὐκ ἐᾷ γενέσθαι διά τε τὴν ἔκκρισιν καὶ τὴν πέψιν τὴν ἐπ’ αὐτῷ συμβαίνουσαν, τὴν μὲν ἔκκρισιν τῷ ῥίγει· μόνος γὰρ ὁ τοιοῦτος βρασμὸς ἱκανὸς ἐκκρῖναι παχὺν χυ‐ μόν· τὴν δὲ πέψιν τῷ λόγῳ τῆς ἐπιγινομένης τῷ ῥίγει | |
15 | πυρετώδους θερμασίας. | |
15 | οαʹ. Ὁκόσοισι δέρματα περιτείνεται καρφαλέα, καὶ σκληρὰ, ἄνευ ἱδρῶτος τελευτῶσι· ὁκόσοισι δὲ χαλαρὰ καὶ ἀραιὰ, ξὺν ἱδρῶτι τελευτῶσι. — | |
18 | ΘΕΟΦ. Τὸ λεγόμενον τοιοῦτόν ἐστιν, ὅτι ἐπὶ τῶν | |
20 | μελλόντων κρίνεσθαι καὶ τελευτᾷν ἢ πρὸς ὑγείαν ἢ πρὸς θάνατον, ἐν οἷς μὲν καρφαλέα τουτέστι σκληρὰ καὶ ξηρὰ τὰ δέρματα γίνεται χωρὶς ἱδρῶτος, τελευτῶσι, καὶ εἰ μὲν εὐφορία αὐτοῖς ἕπεται, πρὸς ὑγείαν, εἰ δὲ δυσφορία, πρὸς θάνατον. ἐν οἷς δὲ χαλαρὰ καὶ ἀραιὰ, σὺν ἱδρῶτι τελευ‐ | |
25 | τῶσιν, εἰ μὲν εὐφοροῦσι, πρὸς ὑγείαν, εἰ δὲ δυσφοροῦσι, πρὸς θάνατον· ἀλλ’ ἐκεῖνοι μὲν ἄνευ ἱδρῶτος τελευτῶσι διὰ τὸ ἐνδεὲς τῆς ὑγρότητος, οὗτοι δὲ μεθ’ ἱδρῶτος διὰ τὸ ἐναντίον. ΔΑΜ. Τοῖς μὲν γὰρ προτέροις ἢ οὐχ ὅλως ἐστὶν | |
30 | ὑγρότης ἢ οὐκ ἐν τῷ δέρματι, τοῖς δὲ δευτέροις ἔστι τε καὶ κατὰ τὸ δέρμα. | |
31 | οβʹ. Οἱ ἰκτεριώδεες οὐ πάνυ τι πνευματώδεές εἰσι. — | |
32 | ΘΕΟΦ. Ἰκτερώδεις λέγει τοὺς ἐπιτηδείους πρὸς ἴκτε‐ ρον, ὥσπερ καὶ φθινώδεις τοὺς ἐπιτηδείως ἔχοντας πρὸς | |
35 | φθίσιν. οὗτοι δὲ θερμότεροί εἰσι. πνευματώδεας δὲ πά‐ | 485 |
2.486 | λιν λέγει τοὺς ἔχοντας περιουσίαν πνευμάτων διὰ φλεγ‐ ματώδη καὶ ψυχρὸν χυμόν. τούτων οὕτως εἰρημένων, οἱ ἰκτεριώδεες εἰκότως οὐ πάνυ τι πνευματώδεές εἰσι τουτ‐ έστιν οὐ παντελῶς. τὰ γὰρ πνεύματα ὑπὸ ψυχρᾶς ὕλης | |
5 | γίνονται, οὗτοι δὲ θερμότεροι ὑπόκεινται. ἡ οὖν θερμό‐ της οὐ τίκτει πνεύματα· εἰ δὲ καὶ τέξει, διαφορεῖ αὐτά· πλὴν οὐ πάνυ εἰσὶ πνευματώδεις τουτέστι παντελῶς· ἐν‐ δέχεται γὰρ αὐτοὺς καὶ πνευματώδεις ποτὲ γενέσθαι ἐπ’ ἀῤῥωστίᾳ τῶν θρεπτικῶν μορίων, ὧν ἀῤῥωστούντων ἀπε‐ | |
10 | πτοῦνται αἱ τροφαὶ καὶ πνεύματα τίκτονται κἀντεῦθεν πνευματώδεις γίνονται. ΔΑΜ. Χολώδεσι γὰρ οὖσι τοῖς ἰκτεριώδεσιν οὐ συμ‐ βαίνουσι πνεύματα ἐκ φλεγματικοῦ χυμοῦ τὴν γένεσιν ἔχοντα. | |
14 | ||
15t | Τμῆμα Ἕκτον. | |
15t | ||
16 | αʹ. Ἐν τῇσι χρονίῃσι λειεντερίῃσιν ὀξυρεγμίη ἐπιγενομένη, πρόσθεν μὴ γινομένη, σημεῖον ἀγαθόν. — | |
17 | ||
18t | Ἀρχὴ τοῦ ἕκτου τμήματος. | |
18t | ||
19 | ΘΕΟΦ. Ἐν τῷ παρόντι ἀφορισμῷ περὶ ἐπιγενη‐ | |
20 | μάτων διαλέγεται· τὸ δὲ ἐπιγένημα τετραχῶς· ἢ γὰρ νόσημα νοσήματι ἐπιγίνεται ὥσπερ τῇ πλευρίτιδι πυρε‐ τὸς, ἢ νοσήματι σύμπτωμα, ὥσπερ τῷ πυρετῷ κεφαλαλ‐ γία, ἢ νόσημα συμπτώματι ὥσπερ τῇ κεφαλαλγίᾳ ξηρό‐ της, ἢ συμπτώματι σύμπτωμα, ὥσπερ τῇ ἀγρυπνίᾳ κεφα‐ | |
25 | λαλγία. ὑποτίθεται οὖν νόσημα, ὅπερ ἐστὶ λειεντερία καὶ ἐπὶ τῷ νοσήματι σύμπτωμα ἐπιγενόμενον, ὅπερ ἐστὶν ὀξυρεγμία. ἀλλ’ αὕτη ἡ λειεντερία ἢ δι’ ἐπιπολῆ ἕλκω‐ σιν τῶν ἐντέρων γίνεται ἢ δι’ ἀσθένειαν τῆς καθεκτικῆς ἢ τῆς ἀλλοιωτικῆς δυνάμεως κατὰ δυσκρασίαν ψυχρὰν νε‐ | |
30 | κροῦσαν αὐτὰς ἢ διὰ χυμὸν πλεονάζοντα ψυχρὸν καὶ τὸ αὐτὸ ποιοῦντα. ἐνταῦθα οὖν περὶ τῆς δι’ ἀσθένειαν τῆς καθεκτικῆς δυνάμεως γενομένης λειεντερίας ὁ λόγος ἐστὶ τῷ Ἱπποκράτει· ταύτῃ γὰρ εἰ καὶ σύνεστι καταρχὰς ὀξυ‐ ρεγμία τουτέστιν ὀξώδης συναίσθησις, προιόντος τοῦ πά‐ | |
35 | θους εὐθὺς παύεται· ἐν ταύτῃ οὖν τῇ λειεντερίᾳ, χρονίᾳ | 486 |
2.487 | δὲ, ἐὰν ὀξυρεγμία ἐπιγένηται, πρότερον αὐτῆς ἀδυνατού‐ σης γενέσθαι, σημεῖον ἀγαθόν· ἀπὸ γὰρ παντελοῦς ἀπε‐ ψίας εἰς ἀμυδρὰν μετέβαλλε καὶ ἀπὸ τοῦ μηδ’ ὅλως πέττειν εἰς τὸ πέττειν ὅλως ἦλθε. πῶς; ὅτι ἡ λειεντερία | |
5 | κατὰ ψυχρὰν δυσκρασίαν ἐν τῇ γαστρὶ καὶ τοῖς ἐντέροις γενομένη καὶ νεκροῦσα τὰς δυνάμεις, παντελῆ ἀποτυχίαν τῆς πέψεως εἰργάζετο. ἡ ὀξυρεγμία οὖν φανεῖσα ἐσήμα‐ νεν ἀγαθὸν σημεῖον ὡς οὖσα ἡμιπεψία ἐπὶ ἡμιπέπτῳ βλάβῃ γενομένη καὶ ἐδήλωσε τὴν τροφὴν ἀρχὴν μεταβο‐ | |
10 | λῆς λαμβάνειν. ΔΑΜ. Λειεντερία ἐστὶ ταχεῖα διέξοδος τῶν σιτίων ἀπέπτων, ὀξυρεγμίαν δέ φησι τὴν ἐρυγὴν τὴν ὀξίζου‐ σαν· οὐχ ἁπλῶς δὲ εἶπε τὴν ὀξυρεγμίαν ἀγαθὸν εἶναι σημεῖον ἐν ταῖς λειεντερίαις, ἀλλὰ πρῶτον μὲν ταῖς χρο‐ | |
15 | νίαις προσέθετο· συνεισβάλλει γὰρ ταῖς ἀρχομέναις διά τε φλέγμα ὀξῶδες ἢ διὰ δυσκρασίαν ψυχράν. εἰ δὲ οὐκ ἐξ ἀρχῆς διὰ τὰ εἰρημένα συνεισβάλῃ, ἀλλὰ μὴ γινομένη πρότερον ὕστερον ἐπιγένηται, σημεῖόν ἐστι προκοπῆς τοῦ ἐμφύτου θερμοῦ, ὡς ἐπὶ τῆς ὀμφακιζούσης γίνεται στα‐ | |
20 | φυλῆς. | |
20 | βʹ. Οἷσι ῥῖνες ὑγρότεραι φύσεϊ, καὶ ἡ γονὴ ὑγροτέρη, ὑγιαίνουσι νοσηλότερον· οἷσι δὲ ὑπὸ νούσου τἀναντία, ὑγιεινότερον. — | |
23 | ΘΕΟΦ. Διὰ τοῦ εἰπεῖν ῥῖνες ὑγραὶ ἐδήλωσε τὸν ἐγ‐ | |
25 | κέφαλον, διὰ δὲ τοῦ εἰπεῖν ἡ γονὴ ὑγρὴ τὸ πᾶν σῶμα. οἷς οὖν ὁ ἐγκέφαλος ὑγρὸς φύσει, ὁμοίως δὲ καὶ τὸ πᾶν σῶμα ὑγρὸν, ὑγιαίνουσι νοσηλότερον· εἰ γὰρ πολλὴ ὑγρό‐ της περὶ τὸν ἐγκέφαλον ᾖ, ἢ κρατεῖ αὐτῆς καὶ γίνονται καρηβαρίαι, ἐπιληψίαι, ἢ ἀποδιώκει αὐτὴν ἢ πρὸς τὰς | |
30 | αἰσθήσεις καὶ ποιεῖ βλάβην αὐτῶν ἢ πρὸς φάρυγγα καὶ ποιεῖ κατάῤῥους ἢ πρὸς τὰ κάτω μέρη καὶ ποιεῖ διάφορα νοσήματα. εἰ δὲ παρὰ τὸ πᾶν σῶμα ἡ ὑγρότης εἴη, γί‐ νονται οἱ ἐπὶ σήψει πυρετοὶ καὶ τὰ σηπεδονώδη νο‐ | |
σήματα. οἷς δὲ λοιπὸν οὔτε ῥῖνες ὑγραὶ οὔτε γονὴ ὑγρὴ, | 487 | |
2.488 | ὑγιαίνουσιν ὑγιεινότερον διὰ τὸ ἀπέριττον, ἢ ὡς ἀλλα‐ χοῦ εἴρηται, ὅτι οἱ αὐχμοὶ τῶν ἐπομβριῶν εἰσιν ὑγιεινότεροι. ΔΑΜ. Τοὺς ὑγροτέρους εἴτε τὸν ἐγκέφαλον μόνον εἴτε καὶ σύμπαν τὸ σῶμα τὴν ὑγιεινὴν διαγωγήν φησιν | |
5 | οὐκ ἄμεμπτον ἔχειν· κατάῤῥοις γὰρ ἁλίσκεσθαι ἀνάγκη αὐ‐ τοὺς καὶ συνάγχαις καὶ δυσπνοίαις καὶ διαῤῥοίαις. | |
6 | γʹ. Ἐν τῇσι μακρῇσι δυσεντερίῃσι αἱ ἀποσιτίαι κακὸν, καὶ ξὺν πυρετῷ ἐοῦσαι, κάκιον. — | |
8 | ΘΕΟΦ. Δυσεντερία ἐστὶν ἕλκωσις τῶν ἐντέρων. ἐὰν | |
10 | οὖν ἐπιγένηται αὐτῇ χρονισάσῃ ἀποσιτία ἤτοι παντελὴς ἀνορεξία, κακόν· δηλοῖ γὰρ νέκρωσιν τῶν θρεπτικῶν δυ‐ νάμεων κατὰ συμπάθειαν. εἰ δὲ καὶ πυρετὸς, ἐπὶ πλέον κακόν· δηλοῖ γὰρ σηπεδόνα εἶναι ἐπὶ τοῖς ἕλκεσιν ἢ ἀξιό‐ λογον φλεγμονήν. | |
15 | ΔΑΜ. Νέκρωσιν γὰρ παντελῆ τῆς φύσεως αἱ ἀπο‐ σιτίαι ἤως αἱ ἀνορεξίαι ἐργάζονται ἐν ταῖς δυσεντερίαις, καὶ μάλιστα αἱ σὺν πυρετοῖς. | |
17 | δʹ. Τὰ περιμάδαρα ἕλκεα, κακοήθεα. — | |
18 | ΘΕΟΦ. Περιμάδαρα ἕλκη λέγει τὰ ἐψιλωμένα | |
20 | τριχῶν, τῇ κοινῇ συνηθείᾳ ἀκολουθῶν· τοὺς γὰρ τοι‐ ούτους αὕτη μαδαροὺς ὀνομάζει. ταῦτα οὖν τὰ περιμά‐ δαρα ἕλκη κακοήθη διὰ τὸ δυσχερῶς εἰς ἀπούλωσιν ἔρ‐ χεσθαι, μοχθηροῦ ἐν τῷ βάθει ὄντος χυμοῦ τοῦ τὰς ῥί‐ ζας ἐκτέμνοντος τῶν τριχῶν, ὥσπερ ἁλμυρὰ γῆ τὰς πόας. | |
25 | ΔΑΜ. Ὅταν τὰς τρίχας ἐκπιπτούσας ἴδῃς τῶν περὶ τὸ ἕλκος χωρίων ἢ καὶ τὸ δέρμα λεπίδας ἐπιπολῆς ἀφιὲν, ἴσθι μοχθηροὺς ἐπιῤῥεῖν τῷ μέρει χυμοὺς, τὸ ἕλκος ἀνα‐ βιβρώσκοντας· οὐ γὰρ δήπου τὸ ἐπιῤῥέον τὰς μὲν ῥίζας τῶν τριχῶν διαφθείρειν δύναται, τὸ δ’ ἕλκος ἐᾷν | |
30 | ἐπουλοῦσθαι. | 488 |
2.489 | εʹ. Τῶν ὀδυνέων καὶ ἐν πλευρῇσι, καὶ ἐν στήθεσι, καὶ ἐν τοῖσιν ἄλλοισι μέρεσιν, ἢν μέγα διαφέρωσι, καταμα‐ θητέον. — | |
3 | ΘΕΟΦ. Εἰδὼς ὁ Ἱπποκράτης ὅτι κρηπὶς τῆς θερα‐ | |
5 | πείας ἐστὶν ἡ διάγνωσις, πολλὴν πρόνοιαν ταύτης ποι‐ εῖται καὶ νῦν μὲν ἐκ τοῦ τόπου καὶ τῆς κατ’ αὐτὸν ὀδύ‐ νης διάγνωσιν παραδίδωσι. λέγει γὰρ ὅτι ἀπὸ τῶν ὀδυνῶν καταμαθητέον ἐστὶν, ἢν μέγα διαφέρωσι τὸν τόπον τὸν πεπονθότα καὶ τὸ νόσημα καὶ τὴν αἰτίαν κἂν ἐν πλευ‐ | |
10 | ροῖς κἂν ἐν στήθει κἂν ἐν ἄλλῳ μέρει ἐστὶν ἡ ὀδύνη· ὅταν γὰρ ἐν πλευραῖς ἄλγημα ᾖ, εἰ μὲν νυγματώδης ἡ ὀδύνη, δηλοῦται ὁ τὰς πλευρὰς ὑπεζωκὼς ὑμὴν πεπονθέ‐ ναι, εἰ δὲ μετὰ συναισθήσεως βάρους, οἱ μύες καὶ τὸ σαρκῶδες. καὶ εἰ μὲν νυγματώδης ἡ ὀδύνη ᾖ μᾶλλον, | |
15 | ὕλη ἐστὶ δάκνουσα, εἰ δὲ βάρους συναίσθησις, παχὺς χυ‐ μὸς καὶ φλεγματικὸς ἢ αἱματικὸς, καὶ εἰ μὲν μεγάλη ἡ ὀδύνη, δηλοῖ μέγα τὸ νόσημα, εἰ δὲ μικρὰ, μικρόν. ὁ αὐ‐ τὸς οὖν λόγος καὶ ἐπὶ τῶν λοιπῶν μορίων οὕτως εἰρήσθω. ΔΑΜ. Σκοπεῖν γὰρ χρὴ τέσσαρά τινα ἐν ταῖς ὀδύ‐ | |
20 | ναις, τὸν τόπον τὸν πάσχοντα, τὴν διάθεσιν τῆς ὀδύνης, τὴν ποιητικὴν αἰτίαν καὶ τὸ σύμπτωμα. | |
21 | ϛʹ. Τὰ νεφριτικὰ, καὶ ὁκόσα κατὰ τὴν κύστιν, ἐργωδέως ὑγιάζεται καὶ μάλιστα τοῖσι πρεσβυτέροις. — | |
23 | ΘΕΟΦ. Ἀλγήματα δὲ λέγει ἕλκη, φλεγμονὰς καὶ | |
25 | ἄλλο ὁτιοῦν πάθος. ταῦτα οὖν ἐν οἱῳδήποτε τῶν δύο μορίων εἰ γένηται τουτέστι νεφροῦ καὶ κύστεως, ἐργωδῶς ὑγιάζεται τουτέστι δυσχερῶς, διότι ταῦτα τὰ πάθη ἡσυ‐ χίας δεῖται, τὸ δὲ τῶν νεφρῶν καὶ τῆς κύστεως ἔργον ἀκατάπαυστόν ἐστιν, ἄλλως τε καὶ διὰ τὸ ἀνιᾶσθαι αὐτὰ | |
30 | καὶ δριμύττεσθαι τῷ περιττώματι τῷ δι’ αὐτῶν κενου‐ μένῳ. καὶ μάλιστα δὲ δυσχερῶς ὑγιάζεται τοῖς γέρουσι διὰ τὴν τῆς δυνάμεως αὐτῶν ἀσθένειαν. ΔΑΜ. Ψυχροῖς οὖσι καὶ ἀσθενέσι. | |
33 | ζʹ. Τὰ ἀλγήματα καὶ οἰδήματα τὰ κατὰ τὴν κοιλίην γι‐ | |
35 | νόμενα, τὰ μετέωρα κουφότερα, τὰ δὲ μὴ μετέωρα καὶ | |
ἰσχυρότερα. — | 489 | |
2.490 | ΘΕΟΦ. Κοιλίαν λέγει τὴν σιτοδόχον, οἰδήματα δὲ πάντα ὄγκον, μετέωρα δὲ τὰ γινόμενα μετὰ τὸ περιτό‐ ναιον τουτέστι περὶ τοὺς καθ’ ὑπογάστριον μύας καὶ τὸ δέρμα, μὴ μετέωρα δὲ τὰ περὶ αὐτὴν τὴν γαστέρα καὶ | |
5 | τὰ ἔντερα. ὅσα οὖν μετέωρα ἀλγήματα καὶ οἰδήματα περὶ τὴν κοιλίαν γίνονται, κουφότερά εἰσι τουτέστι με‐ τριώτερα· ἐν ἀκύροις γὰρ μορίοις γίνονται. ὅσα δὲ μὴ μετέωρα, ἰσχυρότερά εἰσι, διότι ἐν κυρίοις γίνονται μορίοις. ΔΑΜ. Μετέωρα, οὐ κατὰ τὸ μῆκος τοῦ σώματος, | |
10 | ἀλλὰ κατὰ τὸ βάθος. ὁρίζει δὲ ταῦτα ἐπὶ τῶν κατὰ τὴν γα‐ στέρα χωρίων, τὸ περιτόναιον, ὥστε ὅσα ἀλγήματα ἐν τοῖς ὑπερκειμένοις τοῦδε γίνεται, κεκλῆσθαι μετέωρα, τὰ δὲ ἐν τοῖς ὑποκειμένοις τουτέστιν ἐν αὐτοῖς τοῖς ἐντέροις καὶ τῇ γαστρὶ καὶ ἐν τῷ βάθει, ταῦτα μὴ μετέωρα. | |
14 | ||
15 | ηʹ. Τοῖσι ὑδρωπικοῖσι τὰ γινόμενα ἕλκεα ἐν τῷ σώματι, οὐ ῥηϊδίως ὑγιάζεται. — | |
16 | ΘΕΟΦ. Ἐπὶ μὲν τοῦ ἀνὰ σάρκα διὰ τὸ μὴ φέρε‐ σθαι εἰς ἀπούλωσιν τὰ ἕλκη ὑπὸ τῆς πλεονεκτούσης ὑγρό‐ τητος· τὰ γὰρ ἕλκη τοῖς ξηροῖς μᾶλλον χαίρουσι· ἐπὶ | |
20 | δὲ τοῦ ἀσκίτου καὶ τυμπανίτου οὐ διὰ περιουσίαν ὑγροῦ, ἀλλὰ διὰ τὸ εἶναι ἀσθενεῖς τὰς δυνάμεις ἐκ τῆς ἀτροφίας ἢ διὰ τὸ δριμυτέραν εἶναι τὴν τῇ φύσει ὑπηρετοῦσαν ὑγρότητα. ΔΑΜ. Διὰ τὴν ἀμετρίαν τῆς ὑγρότητος. | |
24 | ||
25 | θʹ. Τὰ πλατέα ἐξανθήματα καὶ οὐ πάνυ τι κνησμώδεα ἐργωδέως ὑγιάζεται. — | |
26 | ΘΕΟΦ. Τῶν ἐξανθημάτων ἤτοι φυμάτων ἔνια μὲν ὑψηλὰ γίνεται, ἔνια δὲ πλατέα. τὰ μὲν οὖν ὑψηλότερα ἐξανθήματα ἤτοι φύματα θερμότατος καὶ δριμύτατος ἐρ‐ | |
30 | γάζεται χυμός· διὸ καὶ κνησμώδεα τῇ δήξει· τὰ δὲ πλα‐ τέα ἤτοι ταπεινὰ οὐ πάνυ τι κνησμώδεα διὰ τὸ τὸν ἐρ‐ γαζόμενον αὐτὰ χυμὸν φλεγματικὸν ἧττον ἔχειν δριμύ. ΔΑΜ. Ψυχρότερος γὰρ χυμὸς καὶ ἧττον δριμὺς ἐρ‐ | |
γάζεται ταῦτα. | 490 | |
2.491 | ιʹ. Κεφαλὴν πονέοντι, καὶ περιοδυνέοντι, πῦον ἢ ὕδωρ ἢ αἷμα ῥυὲν κατὰ τὰς ῥῖνας, ἢ κατὰ τὸ στόμα, ἢ κατὰ τὰ ὦτα, λύει τὸ νούσημα. — | |
3 | ΘΕΟΦ. Ἐπὶ δύο εἰδῶν κεφαλαλγίας νῦν γυμνάζει | |
5 | τὸν λόγον ἐκ τῆς ἰδιαζούσης ὀδύνης. καὶ ὑποτίθεται δι’ ὅλης τῆς κεφαλῆς ὀδύνην καὶ ἐν μέρει. καὶ διὰ μὲν τοῦ εἰπεῖν πονέοντι τὴν ἐπὶ μέρους συναίσθησιν τῆς ὀδύνης ἐνεδείξατο, διὰ δὲ τοῦ εἰπεῖν περιοδυνέοντι τὴν δι’ ὅλης τῆς κεφαλῆς. ἀλλὰ τὸ μὲν ἐν μέρει ἄλγημα δηλοῖ ἀπό‐ | |
10 | στημα ἢ φλεγμονὴν, τὸ δὲ ἐν ὅλῃ τῇ κεφαλῇ πνευμάτων ἢ ὑγρότητος περιουσίαν. κεφαλὴν οὖν πονοῦντι ἢ περιο‐ δυνοῦντι πῦον ἢ ὕδωρ ῥυὲν καὶ τὰ ἑξῆς λύει τὸ νόσημα, εἰ μὲν πῦον, τὴν ἐν μέρει κεφαλαλγίαν, πλὴν οὐ πᾶσαν, ἀλλὰ τὴν ἐξ ἀποστήματος, εἰ δὲ ὕδωρ ἢ αἷμα, τὴν δι’ | |
15 | ὅλου κεφαλαλγίαν, πλὴν οὐ πᾶσαν, ἀλλὰ τὴν διὰ πλῆ‐ θος ὑγρότητος. τὸ γὰρ αἴτιον τὸ ποιῆσαν τὴν κεφαλαλ‐ γίαν κενοῦται καὶ ἐκδιώκεται. ΔΑΜ. Κένωσις γὰρ γίνεται τοῦ λυποῦντος χυμοῦ. | |
18 | ιαʹ. Τοῖσι μελαγχολικοῖσι, καὶ τοῖσι νεφριτικοῖσι, αἱμοῤ‐ | |
20 | ῥοΐδες ἐπιγενόμεναι, ἀγαθόν. — | |
20 | ΘΕΟΦ. Οἱ μελαγχολικοὶ ὑπὸ πλεονεξίας μελαγχολι‐ κοῦ χυμοῦ ἐνοχλοῦνται, οἱ νεφρικοὶ δὲ ὑπὸ παχείας καὶ ἰλυώδους ὕλης. ἐπ’ αὐτῶν οὖν αἱμοῤῥοΐδες ἐπιγενόμεναι εἰκότως ἀγαθὸν, διότι ἐκκενοῦσι τὴν οἷον ἰλὺν τοῦ αἵμα‐ | |
25 | τος, δι’ ἧς αὐτοὶ μεγάλως πεφύκασι βλάπτεσθαι. ΔΑΜ. Αἱ γὰρ αἱμοῤῥοΐδες τὴν οἷον τρύγα κενοῦσαι τοῦ αἵματος ἰῶνται ταῦτα. | |
27 | ιβʹ. Αἱμοῤῥοΐδας ἰηθέντι χρονίας, ἢν μὴ μίη φυλα‐ χθῇ, κίνδυνος ὕδρωπα ἐπιγενέσθαι, ἢ φθίσιν, ἢ μα‐ | |
30 | νίην. — | |
30 | ΘΕΟΦ. Ἡνίκα τὸ ἧπαρ παρατίθεται εἰς τὰς αἱ‐ | |
μοῤῥοΐδας ἰλυῶδές τε καὶ μελαγχολικὸν αἷμα, ἀναστομού‐ | 491 | |
2.492 | μεναι κενοῦσι αὐτό. ἐὰν οὖν κωλύσῃ τις ἐντεῦθεν φορὰν καὶ μάλιστα χρονίως φερόμενον εἴτε ἀπολινῶν τὰς φλέ‐ βας εἴτε ἀπουλῶν διὰ τὸ λειποθυμίας καὶ ἕτερα χαλεπὰ ἐπιφέρειν ἀμέτρως κενούμενον, τῇ ἐποχῇ φθίσιν ἢ ὕδρωπα | |
5 | ἀπεργάσεται. εἰ γὰρ χρόνιαί εἰσιν αἱ αἱμοῤῥοΐδες, ἐπειδὴ ἡ ὕλη ὁρμὴν ἔλαβε τοῦ ἐκεῖθεν φέρεσθαι καὶ ἡ φύσις ἐν ἔθει ἦν τοῦ ἐκεῖθεν ἀποκαθαίρειν τὰ περιττὰ, ἄρτι δὲ κεκώλυται ἀποκλειόμενον, σκιῤῥῶδες δηλονότι τὸ ἧπαρ ποιήσει καὶ τῷ πλήθει ἀποσβέσει τὴν ἐπ’ αὐτὸ θερμό‐ | |
10 | τητα, κἀντεῦθεν ἀποτυχίαν τῆς αἱματώσεως ποιήσει κἀκ ταύτης ὕδρωπα, ἀλλὰ μὴν καὶ φθίσιν, τοῦ πλήθους διὰ τοῦ ἥπατος ἐν τῷ πνεύμονι παραγενομένου, οὗτινος ἐκεῖσε παραγεγονότος, φλεβίου ῥῆξιν ἐργάζεται καὶ φθί‐ σιν ποιεῖ. Λοιπὸν οὖν μίαν χρὴ καταλιμπάνειν καὶ μὴ | |
15 | πάσας ἰᾶσθαι, ὡς διὰ ταύτης ἐκκενοῦσθαι τὴν ἰλυώδη κακοχυμίαν τοῦ ἥπατος, ὅπως ἂν μὴ γένωνται τὰ χαλε‐ πώτατα ταῦτα πάθη. ΔΑΜ. Τῇ ἀποκλείσει γὰρ τοῦ παχέος αἵματος σκιῤ‐ ῥῶδες τὸ ἧπαρ γίνεται· ἅμα δὲ τῷ πλήθει σβέννυται καὶ | |
20 | ἡ ἐν αὐτῷ θερμασία, ὑφ’ ἧς ἐγεννᾶτο τὸ αἷμα, ἧς τῇ σβέσει ἕπεται πάντως ἡ ἀποτυχία τῆς αἱματώσεως κἀν‐ τεῦθεν ὕδερος. εἰ δὲ δυνηθῇ τὸ ἧπαρ περὶ τὸν πνεύμονα τὸ πλῆθος ὠθῆσαι, ἀγγείου ῥαγέντος ἐνταῦθα, ἡ φθί‐ σις γίνεται. εἰκότως οὖν συμβουλεύει καὶ μίαν φυλάττειν | |
25 | αἱμοῤῥοΐδα διὰ τὴν τῆς ἴλυος κένωσιν. | |
25 | ιγʹ. Ὑπὸ λυγμοῦ ἐχομένῳ, πταρμὸς ἐπιγινόμενος, λύει τὸν λυγμόν. — | |
27 | ΘΕΟΦ. Λυγμός ἐστι σπασμώδης διάθεσις τοῦ στο‐ μάχου, γίνεται δὲ ἢ ὑπὸ κενώσεως ἢ ὑπὸ πληρώσεως κα‐ | |
30 | θάπερ καὶ ὁ σπασμός. Νῦν οὖν ὑποτίθεται λυγμὸν ἐπὶ πληρώσει καὶ λέγει, ὅτι ἐὰν ἐπ’ αὐτῷ πταρμὸς γένηται, ἀπάλλαξις γίνεται τοῦ λυγμοῦ, ἐπειδὴ κλονεῖται ὁ ἐγκέ‐ φαλος καὶ τὸ ὅλον σῶμα, μάλιστα δὲ ἡ γαστὴρ διὰ τὸ | |
πλούσιον τῶν νεύρων, καὶ τῷ σφοδρῷ κλόνῳ ἐκμοχλεύεται | 492 | |
2.493 | καὶ κενοῦται τὰ κατὰ τὸν στόμαχον ὑγρὰ τὰ τὸν λυγμὸν ἐργαζόμενα. ΔΑΜ. Λυγμὸς καὶ σπασμὸς ὑπὸ πληρώσεως γίνεται καὶ κενώσεως. τοὺς οὖν ἐπὶ πληρώσει λυγμοὺς ἰᾶται | |
5 | πταρμὸς, τοὺς δ’ ἐπὶ κενώσει, σπανίως· ὁ πταρμὸς γὰρ διαπνέει τε καὶ κενοῖ τὰ κατ’ αὐτὸν ὑγρά. ὅτι δὲ ὡς ἐπὶ τὸ πολὺ ἐπὶ πληρώσει συνίσταται ὁ λυγμὸς, ἐπὶ τῶν παίδων ὁρᾶται λυζόντων πολλάκις, ὅταν ὑπερπλησθῇ. καὶ τὸ κρύος δὲ καὶ ἡ ψύξις τῷ δυσδιάπνευστα ἐργάζεσ‐ | |
10 | θαι πάντα τὰ νευρώδη σώματα, πλήρωσιν ἐμποιεῖ· διὸ λύζουσιν ἐπ’ αὐτῶν. | |
11 | ιδʹ. Ὑπὸ ὕδρωπος ἐχομένῳ, τοῦ κατὰ τὰς φλέβας ἐς τὴν κοιλίην ὕδατος ῥυέντος, λύσις. — | |
13 | ΘΕΟΦ. Ἐνταῦθά φησιν ὅτι ἐὰν ᾖ ὕδερος καὶ μάλιστα | |
15 | ὁ ἀσκίτης, γένηται δὲ ῥύσις πολλοῦ ὕδατος διὰ τῶν φυ‐ σικῶν ὑπονόμων τοῦ ἥπατος τουτέστι τῶν πυλῶν πρὸς τὰ ἔντερα καὶ δι’ αὐτῶν ἐνεχθῇ, ἀπαλλαγὴ γίνεται τοῦ ὕδρωπος. καὶ ἡ αἰτία, ἐπειδὴ οὐ γίνεται ἔτι προσθήκη ἐκείνῳ τῷ ὑγρῷ, τῷ ὄντι ἐν μέσῳ περιτοναίου καὶ ἐντέ‐ | |
20 | ρων, τοῦ αἰτίου κενωθέντος, ἀλλὰ μᾶλλον κἀκείνῳ ἐλπὶς τῷ χρόνῳ διαφορηθῆναι, μὴ προσθήκην δεχόμενον. Ἰστέον δὲ ὅτι φλέβας τὸ ἧπαρ ἐκάλεσεν, ἀπὸ μέρους τὸ ὅλον δηλώσας· καὶ γὰρ ἡ ἀρχὴ τῶν φλεβῶν τὸ ἧπάρ ἐστιν· ἀπ’ αὐτοῦ γὰρ αἱ φλέβες ἐκφύονται. | |
25 | ΔΑΜ. Παράδειγμα τῶν αὐτομάτων κενώσεων ἤως τῶν χωρὶς τῆς ἐξ ἡμῶν αἰτίας. | |
26 | ιεʹ. Ὑπὸ διαῤῥοίης ἐχομένῳ μακρῆς, ἀπὸ ταὐτομάτου ἔμετος ἐπιγενόμενος, λύει τὴν διάῤῥοιαν. — | |
28 | ΘΕΟΦ. Ἀπὸ ταὐτομάτου λέγει τὸ ἄνευ φανερᾶς αἰ‐ | |
30 | τίας τουτέστι μηδεμιᾶς αἰτίας ὑπὸ τοῦ ἰατροῦ γενομένης, ἀλλὰ προνοίᾳ φύσεως. ἐὰν διαῤῥοίας ὑποκειμένης χρονίας ἄνευ φανερᾶς αἰτίας ἐπακολουθήσῃ ἔμετος, λύει τὴν διάῤ‐ ῥοιαν λόγῳ τῆς ἀντισπάσεως. | |
ΔΑΜ. Τῷ λόγῳ τῆς ἀντισπάσεως. | 493 | |
2.494 | ιϛʹ. Ὑπὸ πλευρίτιδος ἢ περιπλευμονίης ἐχομένῳ, διάῤῥοια ἐπιγενομένη, κακόν. — | |
2 | ΘΕΟΦ. Διὰ τοῦ εἰπεῖν ἐχομένῳ ἐδήλωσεν ἰσχυρῶς κατέχεσθαι καὶ βιάζεσθαι τὸν κάμνοντα. ὑπὸ πλευρίτιδος | |
5 | οὖν ἢ περιπνευμονίας ἐχομένῳ τουτέστι κατεχομένῳ καὶ βιαζομένῳ ἐὰν διάῤῥοια ἐπιγένηται, κακόν ἐστι· δηλοῖ γὰρ ὅτι τὸ ἧπαρ συνέπαθε τοῖς ἀναπνευστικοῖς, ἔνθεν ἐπὶ τῇ ἀσθενείᾳ αὐτοῦ μὴ ἀλλοιώσεως γενομένης διάῤῥοια ἐπα‐ κολουθεῖ. οὕτως μὲν τοῖς ἐχομένοις ὑπὸ τῶν παθῶν τού‐ | |
10 | των ἡ διάῤῥοια κακή· ἐπὶ γὰρ τοῖς μετρίως πάσχουσιν ἔστιν ὅτε καὶ ἀγαθὴ τῷ λόγῳ τῆς μεταστάσεως. ΔΑΜ. Τοῖς ἰσχυρῶς πάσχουσι μορίοις ἕτερα συμ‐ πάσχειν πέφυκεν, ὡς καὶ νῦν τοῖς ἀναπνευστικοῖς μεγάλως κακοπραγοῦσι συμπάσχει τὸ ἧπαρ· ἐπιγενομένη γὰρ αὐ‐ | |
15 | τοῖς ἡ διάῤῥοια δηλοῖ, μήτε τὸ ἧπαρ ἕλκειν εἰς ἑαυτὸ τροφὴν μήτε αἱματοῦν. | |
16 | ιζʹ. Ὀφθαλμιῶντι ὑπὸ διαῤῥοίης κατασχεθέντι, καλόν. — | |
17 | ΘΕΟΦ. Ἀγαθόν ἐστιν οὐχ ὡς σημεῖον, ἀλλ’ ὡς αἴ‐ τιον. τὸ γὰρ πλεονάζον καὶ ποιοῦν τὴν ὀφθαλμίαν ἐκκε‐ | |
20 | νοῦται ἅμα καὶ ἀντισπᾶται κάτω. διὰ οὖν τὸ κενοῦσθαι τὸ αἴτιον ἀγαθόν. COD. ESC. Ἐπειδὴ σημαίνει ὅτι ἀντεσπάσθη ἡ ὕλη ἀπὸ τῶν ἄνω ἐπὶ τὰ κάτω τουτέστιν ἀπὸ τῆς κεφαλῆς ἐπὶ γαστέρα, καὶ οὕτως ἐκκρίνεται, πλὴν ἐὰν ἐκείνη ἡ | |
25 | ὕλη ἡ τὴν ὀφθαλμίαν ποιήσασα ἐνεχθῇ διὰ γαστρὸς καὶ ἐκκριθῇ, τότε παύεται ἡ ὀφθαλμία ἐπὶ τῇ διαῤῥοίᾳ· εἰ μέντοι δι’ ἄλλην ὕλην γένηται ἡ διάῤῥοια, οὐδὲν ὠφε‐ λοῦνται· ἐνδέχεται γάρ. | |
28 | ιηʹ. Κύστιν διακοπέντι, ἢ ἐγκέφαλον, ἢ καρδίην, ἢ φρέ‐ | |
30 | νας, ἢ τῶν ἐντέρων τι τῶν λεπτῶν, ἢ κοιλίην, ἢ ἧπαρ, θανατῶδες. — | |
31 | ||
ΘΕΟΦ. Διὰ τοῦ εἰπεῖν διακοπέντι ἐδήλωσε τὴν | 494 | |
2.495 | διὰ βάθους διαίρεσιν· ἐν οἱῳδήποτε τῶν εἰρημένων μο‐ ρίων ἢν διὰ βάθους ἡ διαίρεσις γένηται, θανατῶδες διὰ τὸ μὴ γίνεσθαι μηδὲ ἐν ἑνὶ τῶν τοιούτων μορίων ἀπού‐ λωσιν· ἀεὶ γὰρ κινοῦνται ταῦτα τὰ μόρια, χρείαν δὲ ἔχει | |
5 | ἡ φύσις ἐν τῇ ἀπουλώσει ἡσυχίας· καὶ μὴν καὶ προλαμ‐ βάνει ὁ θάνατος τῆς ἀπουλώσεως διὰ τὴν ἀξίαν τῶν μο‐ ρίων. ἀποροῦσι δέ τινες λέγοντες, καὶ πῶς ἐπὶ τῶν λι‐ θοτομουμένων, διαμπὰξ τῆς κύστεως διαιρουμένης, οὐ γί‐ νεται ἀπώλεια; διότι οὐχ ἡ κύστις, ἀλλ’ ὁ τράχηλος τῆς | |
10 | κύστεως διαιρεῖται, ὅστις καὶ σαρκώδης ἐστὶ καὶ διὰ τοῦ‐ το οὐ γίνεται ἀπώλεια. | |
11 | ιθʹ. Ἐπὴν διακοπῇ ὀστέον, ἢ χονδρὸς, ἢ νεῦρον, ἢ γνάθου λεπτὸν, ἢ ἀκροποσθίη, οὔτε αὔξεται, οὔτε ξυμφύ‐ εται. — | |
14 | ||
15 | ΘΕΟΦ. Αὔξησίς ἐστιν ἡ τοῦ λείποντος καὶ ἀφαι‐ ρεθέντος ἀναπλήρωσις, σύμφυσις δὲ ἡ τῶν διεστώτων χείλεων ἕνωσις καὶ κόλλησις. ἐν οἱῳδήποτε τῶν μορίων τούτων εἰ γένηται διαμπὰξ διαίρεσις, εἰκότως οὔτε αὔξε‐ ται οὔτε συμφύεται, τὰ μὲν ὀστᾶ δι’ ὑπερβολὴν ξηρότη‐ | |
20 | τος, ὡσανεὶ ῥίζας μὴ ἔχοντα, τὰ δὲ λοιπὰ οὐ μόνον διὰ τὸ νευρώδη καὶ λεπτὰ εἶναι, ἀλλὰ καὶ διὰ τὸ ἀφίστασθαι αὐτῶν τὰ χείλη τῇ ἀλλήλων τρώσει. οὐκ ὀλίγον ἢ καθό‐ λου ἐστὶν εἰπεῖν ἐπ’ αὐτῶν διὰ τὸ ἐκ σπέρματος ἔχειν τὴν γένεσιν. Ἰστέον δὲ ὅτι γνάθου τὸ λεπτόν ἐστι τὸ με‐ | |
25 | ταξὺ δέρμα τῆς τε ἄνω γένυος καὶ τῆς κάτω, ἔνθα ἐστὶ τὸ μυῶδες πλάτυσμα. ἀκροποσθίη δὲ τὸ ἄκρον τῆς πό‐ σθης ἤγουν τῆς βαλάνου. | |
ΔΑΜ. Αὔξεσθαι μὲν λέγει τὸ γεννᾶσθαι τοιαύτην | 495 | |
2.496 | οὐσίαν, οἵα τοῦ διακοπέντος ἐστὶν, ὡς ἐπὶ τῶν κοίλων ἑλκῶν σὰρξ βλαστάνουσα, συμφύεσθαι δὲ, ὅταν τοῦ δια‐ κοπέντος τὰ χείλη κολληθῇ. | |
3 | κʹ. Ἢν ἐς τὴν κοιλίην αἷμα ἐκχυθῇ παρὰ φύσιν, ἀνά‐ | |
5 | γκη ἐμπυηθῆναι. — | |
5 | ΘΕΟΦ. Τινὰ ἔχουσι τὸ ἄρθρον, τινὰ οὐκ ἔχουσι· καὶ εἰ μὲν ἔχουσι τὸ ἄρθρον, περὶ τῆς σιτοδόχου γαστρός ἐστιν ὁ λόγος· εἰ δὲ οὐκ ἔχουσι, περὶ πάσης κοιλότητος· καὶ ἐπ’ ἀμφοτέρων ἀληθὴς ὁ λόγος. εἴτε γὰρ ἐν τῇ γαστρὶ | |
10 | εἴτε ἐν ἄλλῃ οἱᾳδήποτε παρὰ φύσιν κοιλότητι αἷμα ἐκ‐ χυθῇ, σήπεται, διότι τὸ αἷμα καὶ τὸ σπέρμα καὶ τὸ γάλα ἔξω τῶν οἰκείων τόπων γινόμενα θρομβοῦται καὶ εὐθέως σήπεται νεκρούμενα. ΔΑΜ. Εἰ γὰρ ἐκχυθῇ ποτε τῆς οἰκείας κοιλότητος | |
15 | αἷμα εἰς ἑτέραν κοιλότητα, μένειν τούτῳ τῷ αἵματι παντά‐ πασιν ἀμήχανον, ἀλλὰ μὴ μόνον ἐκπυηθῆναι, ἀλλὰ καὶ μελαίνεσθαι καὶ θρομβοῦσθαι. τὸ γὰρ ἐκπυηθῆναι γενι‐ κώτερον ἐκλαμβάνουσιν εἰς τὸ φθαρῆναι. | |
18 | καʹ. Τοῖσι μαινομένοισι, κιρσῶν, ἢ αἱμοῤῥοΐδων ἐπιγενο‐ | |
20 | μένων, τῆς μανίης λύσις. — | |
20 | ΘΕΟΦ. Νῦν μανίαν τὴν μελαγχολίαν λέγει καταχρώμενος, ἥτις ἐπὶ μελαγχολικῷ χυμῷ γίνεται· ἡ γὰρ κυρίως μανία ἔκστασίς ἐστι τοῦ λογισμοῦ ἐπὶ ξανθῇ χολῇ γινομένη. με‐ λαγχολίας οὖν ὑποκειμένης, ἐὰν κιρσοὶ ἢ αἱμοῤῥοΐδες | |
25 | ἐπιγένωνται, ἀπαλλαγὴ γίνεται τῆς μανίας τῷ λόγῳ τῆς ἐκκρίσεως τῶν χυμῶν καὶ τῷ λόγῳ τῆς μεταστάσεως. καὶ ἡ μὲν μετάστασις δηλοῦται διὰ τῶν κιρσῶν, ἡ δὲ ἔκκρι‐ σις διὰ τῶν αἱμοῤῥοΐδων. | |
ΔΑΜ. Ἐνταῦθα μανίαν τὴν κυρίως μελαγχολίαν κα‐ | 496 | |
2.497 | λεῖ, οὐχὶ τὴν ἀπὸ χολῆς. κιρσὸς γάρ ἐστιν ἀνεύρυνσις τῶν φλε‐ βῶν τῶν ἐν τοῖς μηροῖς καὶ σκέλεσιν, ἀπὸ παχέος καὶ με‐ λαγχολικοῦ γεννώμενος αἵματος, ὠθούσης τῆς φύσεως εἰς ἀκυρότερα μόρια τοὺς τὴν μανίαν ἐργαζομένους χυμοὺς, | |
5 | καὶ μάλιστα ὅταν ὦσι μελαγχολικοὶ καὶ παχεῖς. εἰ δὲ τῶν εἰρημένων παθῶν ἕπεται γένεσις, τῆς μανίας λύσις. | |
6 | κβʹ. Ὁκόσα ἀλγήματα [καὶ ῥήγματα] ἐκ τοῦ νώτου ἐς τοὺς ἀγκῶνας μεταβαίνει, φλεβοτομίη λύει. — | |
8 | ΘΕΟΦ. Ἐνταῦθά φησιν ὅτι ἐὰν γένηται ἄλγημα | |
10 | ἢ ῥῆγμα περὶ τὸν νῶτον, ἐνεχθῇ δὲ περὶ τὸν ἀγκῶνα, τῆς ὀδυνηρᾶς δηλονότι αἰτίας ἐκεῖσε τραπείσης, δεῖ τὴν κατ’ ἀγκῶνα φλέβα τέμνειν· ἐκεῖ γὰρ ἔῤῥευσεν ἡ ὕλη καὶ δεῖ καὶ τὰς κενώσεις ποιεῖσθαι διὰ τῶν ξυμφερόντων χω‐ ρίων. εἰ δέ τις λέγει, πῶς τὸ ῥῆγμα καταβαίνει ἀπὸ τοῦ | |
15 | νώτου εἰς ἀγκῶνα, λέγομεν οὐ τὸ ῥῆγμα, ἀλλὰ τὰ κατὰ συμπάθειαν ἀλγήματα λέγει καταβαίνειν, τῆς ὕλης ἐκεῖσε τρεπομένης. | |
17 | κγʹ. Ἢν φόβος καὶ δυσθυμίη πουλὺν χρόνον ἔχοντα διατελέῃ, μελαγχολικὸν τὸ τοιοῦτον. — | |
19 | ||
20 | ΘΕΟΦ. Ὁ μελαγχολικὸς χυμὸς ὡς τῇ χροιᾷ ζοφώ‐ δης ὢν μολύνει τὸ ἐν τῷ ἐγκεφάλῳ ψυχικὸν πνεῦμα ἀτμοειδῶς ἀναφερόμενος καὶ ποιεῖ φόβον. ποιεῖ καὶ δυ‐ σθυμίαν καταψύχων τὸ ἔμφυτον θερμὸν, ὡς δὲ παχὺς τῇ συστάσει καὶ μακροχρόνια ποιεῖ πάθη. ἐὰν οὖν πολὺν | |
25 | χρόνον φόβος καὶ δυσθυμία κρατῇ, εἰκότως μελαγχολικὸν τὸ τοιοῦτον κἀντεῦθεν προλέγει ἡ τέχνη, ὅτι μελαγχολι‐ κὸν γενήσεται, τοῦ ἐγκεφάλου πάσχοντος διὰ τὸ φέρεσθαι ἐν αὐτῷ τὸν μελαγχολικὸν χυμόν. ΔΑΜ. Εἰ μὴ διά τινας προφανεῖς αἰτίας τοῦτο γέ‐ | |
30 | νηται, οἷον λύπην, θυμὸν καὶ τὰ τοιαῦτα. | |
30 | κδʹ. Ἐντέρων ἢν διακοπῇ τι τῶν λεπτῶν, οὐ ξυμ‐ | |
φύεται. — | 497 | |
2.498 | ΘΕΟΦ. Ἡ αἰτία ἐν τῷ ἀνωτέρω ἀφορισμῷ εἴρη‐ ται, „ἐπὴν διακοπῇ.“ | |
2 | κεʹ. Ἐρυσίπελας ἔξωθεν καταχυθὲν, ἔσω τρέπεσθαι, οὐκ ἀγαθόν· ἔσωθεν δὲ ἔξω, ἀγαθόν. — | |
4 | ||
5 | ΘΕΟΦ. Οὐκ ἐρυσίπελας μόνον, ἀλλὰ καὶ πᾶν ὁτιοῦν ἄλλο ἀπ’ ἔσω ἔξω τρεπόμενον, ἀγαθὸν, ἔξωθεν δὲ ἔσω, κακόν· τὸ μὲν ἀγαθὸν, ὅτι εἰς ἄκυρα μόρια ἡ μετάστασις γίγνεται, τὸ δὲ κακὸν, ὅτι ἀπὸ ἀκύρων εἰς κύρια μετή‐ νεκτο ἡ ὕλη. | |
9 | ||
10 | κϛʹ. Ὁκόσοισιν ἐν τοῖσι καύσοισι τρόμοι γίνονται, πα‐ ρακοπὴ λύει. — | |
11 | ΘΕΟΦ. Τρεῖς ἀρχαί εἰσιν ἐν τῷ σώματι, ἐγκέφαλος, καρδία καὶ ἧπαρ· καὶ κυριώτατος ὁ ἐγκέφαλος, κυριω‐ τέρα ἡ καρδία, κύριον τὸ ἧπαρ. διὸ καὶ πρῶτος ὁ ἐγκέ‐ | |
15 | φαλος τέτακται, δεύτερον ἡ καρδία καὶ τρίτον τὸ ἧπαρ. καὶ ἐκ μὲν τοῦ ἐγκεφάλου τὰ νεῦρα, ἐκ δὲ καρδίας αἱ ἀρτηρίαι καὶ ἐξ ἥπατος αἱ φλέβες. διὸ τὰ μὲν νεῦρα ἐν βάθει ἡ φύσις ὡς τίμια ἔταξε, τὰς δὲ φλέβας ἐπιπολαίως ὡς ἀτίμους, τὰς ἀρτηρίας μέσας. τούτων οὕτως ἐχόντων, | |
20 | ἐὰν ἐπὶ καύσῳ τρόμοι γένωνται, ἡ παρακοπὴ λύει τὸν καῦσον· τὰ γὰρ ποιοῦντα τὸν πυρετὸν αἴτια εἰς τὰ νεῦρα μετέστη, ἐξ ὧν οἱ τρόμοι, ἐξ ὧν καὶ ἡ παρακοπὴ τουτ‐ έστιν ἡ παραφροσύνη, τῆς ἀρχῆς συμπασχούσης. πλὴν λύει, ἐπὶ κακῷ δὲ, διὰ τὸ κύρια μόρια δέχεσθαι τὴν | |
25 | ὕλην. ΔΑΜ. Τὰ γὰρ τὸν καῦσον ποιοῦντα, κατὰ τὸ φλε‐ βῶδες ὑπάρχοντα γένος, ὅταν εἰς τὰ νεῦρα μεταστῇ, τρό‐ μους μὲν πρῶτον ἐργάζεται, συμπασχούσης δὲ τῆς ἀρχῆς, καὶ παραφροσύνας. οὐ κυρίως δὲ λύσις ἡ διὰ παραφρο‐ | |
30 | σύνης τοῦ καύσου· ἐκεῖνα γὰρ λύειν φησὶν αὐτὸς, ὅσα ἐπι‐ γινόμενα τὴν κατασκευὴν ἀναιρεῖ τοῦ πάθους, οὐχ ὅσα | |
γεννᾷ ἕτερον, οὐδὲν ἧττον τοῦ πρόσθεν κινδυνῶδες. | 498 | |
2.499 | κζʹ. Ὁκόσοι ἔμπυοι, ἢ ὑδρωπικοὶ τέμνονται, ἢ καίονται, ἐκρυέντος τοῦ πύου, ἢ τοῦ ὕδατος ἀθρόως, πάντως ἀπόλλυνται. — | |
3 | ΘΕΟΦ. Οὗτος θεραπευτικὸς ὁ λόγος καὶ χει‐ | |
5 | ρουργοῖς ἁρμόδιος. ἔμπυοί εἰσιν οἱ ἠθροισμένον ἔχοντες πολὺ πῦον εἰς τὰ κενὰ τοῦ θώρακος, ὑδρωπικοὶ δὲ οἱ ἔχοντες ὑγρὸν πολὺ ἐν μέσῳ περιτοναίου καὶ ἐντέρων. οὗτοι οὖν τεμνόμενοι ἢ καιόμενοι, ἐὰν ἀθρόως κενωθῶ‐ σιν, ἀπόλλυνται πάντως, διότι αἱ ἀθρόαι μεταβολαὶ σφα‐ | |
10 | λεραὶ, ὡς καταλύουσαι τὴν δύναμιν, ἢ διὰ τὸ τῇ ἀθρόᾳ κενώσει συγκενοῦσθαι καὶ ζωτικὸν καὶ ψυχικὸν πνεῦμα, ἐξ ὧν ὁ θάνατος ἕπεται. διὰ τοῦτο οὖν αὐτοὺς οὐκ ἀθρόως κενοῦν, ἀλλὰ κατὰ μέρος καὶ κατ’ ἀναλογίαν τῆς δυνάμεως ὁ Ἱπποκράτης συμβουλεύει. | |
15 | ΔΑΜ. Ἐμπύους ὀνομάζειν εἴωθε μάλιστα τοὺς ἐν τῇ μεταξὺ θώρακός τε καὶ πνεύμονος εὐρυχωρίᾳ τὸ πῦον ἔχοντας. | |
17 | κηʹ. Εὐνοῦχοι οὐ ποδαγριῶσιν, οὐδὲ φαλακροὶ γίνονται. — | |
18 | ΘΕΟΦ. Οὐ ποδαγριῶσι μὲν διὰ τὸ μὴ γίνεσθαι | |
20 | βρασμὸν ἐπ’ αὐτῶν τῆς ὕλης καὶ κίνησιν, δι’ ἧς ἔοικεν ἐπανίστασθαι τὴν φύσιν καὶ ἀποδιώκειν τὴν ὕλην ἐπὶ τὰ ἀσθενέστερα μόρια, τοὺς πόδας. τοῦτο δὲ γίνεται διὰ τὸ μὴ κεχρῆσθαι αὐτοὺς ἀφροδισίοις. οὐ φα‐ | |
λακροῦνται δὲ, ἐπειδὴ θηλυγενεῖς εἰσι καὶ ἔχουσι πολλὴν | 499 | |
2.500 | ὑγρότητα πλεονάζουσαν καὶ ἐπιῤῥέουσαν ταῖς θριξὶν, ἐξ ἧς αἱ τρίχες τρέφονται καὶ πληθύνονται. πλὴν ἐν τοῖς ἄρτι χρόνοις καὶ ποδαγριῶσι καὶ φαλακροῦνται διὰ τὸ ἀργὸν τοῦ βίου καὶ τρυφηλὸν τῆς διαίτης καὶ τὴν πολλὴν | |
5 | οἰνοφλυγίαν. ΔΑΜ. Τοὺς εὐνούχους τὸ πάθος τῆς τῶν ὄρχεων τομῆς ὁμοιοῖ ταῖς γυναιξίν· ὡς γὰρ ἐκείναις φαλάκρωσις οὐ γίνεται διὰ τὸ ψυχρὸν τῆς κράσεως, οὕτως οὐδὲ τοῖς εὐνούχοις. τὸ μέντοι μὴ ποδαγριᾷν αὐτοὺς ἴσως ἐν τοῖς | |
10 | Ἱπποκράτους χρόνοις ἀληθὲς ἦν διὰ τὸ τοῦ βίου κόσμιον αὐτῶν, ἐν δὲ τῷ νῦν οὐκέτι δι’ ὑπερβάλλουσαν ἀργίαν καὶ βρῶσιν καὶ πόσιν καὶ ἀκολασίαν τῆς διαίτης· τὸ γὰρ τοιοῦτον γένος τρυφηλὸν καὶ μέθυσον. | |
13 | κθʹ. Γυνὴ οὐ ποδαγριᾷ, ἢν μὴ τὰ καταμήνια αὐτέῃ | |
15 | ἐκλίπῃ. — | |
15 | ΘΕΟΦ. Αἱ γυναῖκες οὐ ποδαγριῶσι, διότι περι‐ ουσίαν χυμῶν οὐκ ἔχουσι τῇ κενώσει τῶν καταμηνίων. ἐὰν δὲ συμβῇ αὐταῖς ἐπισχεθῆναι αὐτὰ, ποδαγριῶσι κακοχυ‐ μίας πληρούμεναι, ἣν ἡ φύσις ἐπὶ τὰ ἀσθενῆ καὶ ἄκυρα | |
20 | καὶ πόῤῥω μόρια ἀποδιώκει ὡς ἄχρηστον κἀντεῦθεν γί‐ νεται ποδάγρα. ΔΑΜ. Ἐπὶ τῶν ἀφροδισιαζόντων τείνεται τὸ νευρῶ‐ δες γένος ἅπαν, κἀντεῦθεν ἐνασθενοῦν, δεχόμενον τὸ ῥεῦμα, ὑποκειμένης πληθώρας καὶ ἀπεψιῶν, πάσχειν | |
25 | ἀρθῖτιν εἰκός. | |
25 | λʹ. Παῖς οὐ ποδαγριᾷ πρὸ τοῦ ἀφροδισιάζειν. — | |
26 | ΘΕΟΦ. Οἱ παῖδες πρὸ μὲν τοῦ ἀφροδισιάζειν οὐ | |
ποδαγριῶσιν, εἰ καὶ περιττωματικοί εἰσι διὰ τὸ πλημμε‐ | 500 | |
2.501 | λὲς τῆς διαίτης, ὅτι οὐ γίνεται αὐτοῖς βρασμὸς ἀποχῇ τῶν ἀφροδισίων. μετὰ δὲ τὸ ἀφροδισιάζειν ποδαγριῶσι τῷ λόγῳ τοῦ βρασμοῦ καὶ τῆς κινήσεως τῆς ἐκ τῶν ἀφρο‐ δισίων, ἅπερ χύσιν ποιοῦντα τῶν ὑλῶν καταβλάπτουσι | |
5 | τοὺς πόδας, εἰ τύχοι αὐτοὺς εὐπαθεῖς εἶναι, καὶ τὴν πο‐ δάγραν ποιοῦσιν. | |
6 | λαʹ. Ὀδύνας ὀφθαλμῶν ἀκρατοποσίη, ἢ λουτρὸν, ἢ πυρίη, ἢ φλεβοτομίη ἰῆται, ἢ φαρμακοποσίη. — | |
8 | ΘΕΟΦ. Ἡ ὀφθαλμία ἢ κατ’ ἰδιοπάθειαν γίνεται | |
10 | ἢ κατὰ συμπάθειαν. κατ’ ἰδιοπάθειαν μὲν, ὡς ἡνίκα οὖσα ἡ ὕλη παρὰ τὸν ὀφθαλμὸν ἐνοχλεῖ ἢ παχεῖα καὶ δυσεκμόχλευτος ἢ λεπτὴ καὶ δριμεῖα, ἢ ὡς ἡνίκα δυσ‐ κρασία ἐστὶ ψιλὴ περὶ αὐτὸν, ἐλαχίστην ἔχουσα ὕλην· κατὰ συμπάθειαν δὲ, ὡς ἡνίκα πάσχει ὁ ὀφθαλμὸς ἢ | |
15 | ἐν ἑνὶ μορίῳ τουτέστιν ἐν ἐγκεφάλῳ ἤ τινι τοιούτῳ πλῆ‐ | 501 |
2.502 | θος ὕλης ἔχοντι ἢ τῷ παντὶ σώματι ποιότητι ἢ ποσότητι χυμοῦ ἐνοχλουμένῳ ἢ δυσκρασίᾳ. διαφόρων οὖν τῶν αἰ‐ τίων τῆς ὀφθαλμίας διάφορος καὶ ἡ θεραπεία· τὴν μὲν γὰρ ποσῷ κατὰ συμπάθειαν λυποῦσαν ὀφθαλμίαν θερα‐ | |
5 | πεύει ἡ φλεβοτομία τῷ λόγῳ τῆς κενώσεως, τὴν δὲ ποιῷ ἡ κάθαρσις· καθαιρομένου γὰρ τοῦ αἰτίου τῆς ὀδύνης, καὶ αὕτη παύεται, τὴν δὲ κατ’ ἰδιοπάθειαν λόγῳ πάχους ὕλης ἡ ἀκρατοποσία τῷ λεπτύνειν καὶ θερμαίνειν καὶ διαφορεῖν τὴν ὕλην· τὴν δὲ δριμύτητι ὕλης καὶ δυσκρα‐ | |
10 | σίᾳ ἡ πυρία, διὰ τὸ διαφορεῖν τὴν ὕλην ἢ τὸ ὑγραίνειν καὶ εὐκρατοῦν· τὴν δὲ δυσκρασίαν ὅλου τοῦ σώματος τὸ λουτρὸν τῷ αὐτῷ λόγῳ. ΔΑΜ. Ἐκ πείρας μοι δοκεῖ μᾶλλον, οὐκ ἐκ λόγου τινὸς ὁ Ἱπποκράτης ἐγνωκέναι ταῦτα. οὐδὲν γὰρ θαυμα‐ | |
15 | τὸν, ὀδυνώμενον ἄνθρωπον, ἐπὶ λουτρὸν ὁρμήσαντα παύ‐ σασθαι τῆς ὀδύνης ἢ κωλυόμενον οἴνου πίνειν, εἶτα οὐ‐ δὲν ὀνινάμενον, ὁρμῆσαι πρὸς αὐτὸν, ὄντα καὶ ἄλλως οἰ‐ νόφλυγα, κἄπειτα ὠφεληθῆναι. καθάπερ οὖν καὶ ἄλλα πολλὰ τοῖς ἰατροῖς ἐγράφη ἀδιορίστως, οὕτως καὶ ταῦτα | |
20 | δοκεῖ μοι γεγράφθαι, μήτε λογικῶς εἰπόντος αὐτοῦ τὰς διαθέσεις, μήτε τὰς συνδρομὰς ἐμπειρικῶς. ἐγεγράφει γοῦν ταῦτα τεθεαμένος καὶ πιστεύειν αὐτῷ χρή. οὐ μὴν ὑπό γε τῶν διδασκάλων τινὸς εἶδόν ποτε προσενεχθὲν κάμνοντι τοιοῦτον βοήθημα. | |
24 | ||
25 | λβʹ. Τραυλοὶ ὑπὸ διαῤῥοίης μάλιστα ἁλίσκονται μακρῆς. — | |
25 | ΘΕΟΦ. Ἡ κατὰ φύσιν διάλεκτος γίνεται, ποτὲ μὲν φερομένης τῆς γλώττης πρὸς τοὺς τομεῖς καὶ στηριζομέ‐ νης εὐτονωτέρας οὔσης, ἄλλοτε δὲ ἀνακλωμένης ὡς ἐπὶ τὰ ἄνω· τῇ γὰρ διαφόρῳ κινήσει τὴν ἐκφώνησιν ποιοῦσα | |
30 | τὴν διάλεκτον ἀποτελεῖ. ὁ τραυλισμὸς δὲ γίνεται, ἐνί‐ οτε βραχυτέρας τοῦ προσήκοντος γεγονυίας τῆς γλώσσης, ὡς μὴ φθάζειν καλῶς στηρίζεσθαι πρὸς τοὺς τομεῖς, | |
ὅπερ σπάνιον, ἐνίοτε δὲ μαλακωτέρας καὶ ὑγροτέρας τὴν | 502 | |
2.503 | κράσιν οὔσης ἢ καθ’ αὑτὴν ἢ διὰ τὸν ἐγκέφαλον· τῷ πλή‐ θει γὰρ βαρυνομένη οὐ δύναται ἀνακλασθῆναι κἀντεῦθεν ὁ τραυλισμὸς γίνεται, περὶ οὗ καὶ ὁ λόγος τῷ Ἱπποκρά‐ τει. ὅσοι οὖν τραυλοὶ τρόπῳ τοιούτῳ γίνονται, οὗτοι διαῤ‐ | |
5 | ῥοίαις εὐάλωτοι· τοῦ γὰρ ἐγκεφάλου τοῦ τὴν γλῶτταν ὑγραίνοντος, ἐξ ἧς ὁ τραυλισμὸς γίγνεται, ῥευματίζοντος τὴν γαστέρα, ἡ χρονία διάῤῥοια ἕπεται· καὶ τῆς γλώσσης δὲ ὑγροτέρας οὔσης φύσει, καὶ τὴν κοιλίαν εἰκὸς εἶναι τοιαύτην, ὡς ἂν θατέρου τῶν χιτώνων αὐτῆς κοινοῦ πρὸς | |
10 | τὴν γλῶτταν ὑπάρχοντος, ἧς καὶ οἰκεῖον πάθος ἡ πολυ‐ χρόνιος διάῤῥοια. ΔΑΜ. Ἡ τοῦ ἐγκεφάλου ἄμετρος ὑγρότης ποιεῖ τὸ τραυλίζειν, ἀφ’ ἧς ὑγρότητος καὶ αἱ διάῤῥοιαι γίνονται. τοῦ γὰρ ἐγκεφάλου τοιαύτην ἔχοντος κράσιν, ἀποῤῥεῖν μὲν | |
15 | εἰκός ἐστι περιττωμάτων ὑγρῶν πλῆθος, ὑποδέχεσθαι δὲ αὐτὰ καταῤῥέοντα τὴν γαστέρα κἀντεῦθεν τὸν ἄνθρωπον διαῤῥοίαις μακραῖς ἁλίσκεσθαι. τῆς γλώττης δ’ αὖ ὑγρο‐ τέρας οὔσης σφόδρα φύσει, καὶ τὴν κοιλίαν εἰκὸς εἶναι τοιαύτην, ὡς ἂν θατέρου τῶν χιτώνων αὐτῆς κοινοῦ πρὸς | |
20 | τὴν γλῶσσαν ὑπάρχοντος. ἀσθενοῦς δὲ δι’ ὑγρότητα κοι‐ λίας οἰκεῖον πάθημα χρονία διάῤῥοια. | |
21 | λγʹ. Οἱ ὀξυρεγμιώδεες, οὐ πάνυ τι πλευριτικοὶ γίνονται. — | |
22 | ΘΕΟΦ. Ἡ ὀξυρεγμία γίνεται ἢ διὰ ψύξιν οὖσαν περὶ τὴν γαστέρα ἢ διὰ φλεγματικὸν χυμὸν ἐν αὐτῷ τῷ | |
25 | κύτει τῆς γαστρὸς πλεονάζοντα. τούτου οὖν οὕτως ἔχον‐ τος, εὐλόγως ἐφ’ ὧν ἐστιν ἡ ὀξυρεγμία ἤγουν ὀξώδης ἐρυγὴ, οὐ γίνεται πλευρῖτις. ἡ γὰρ πλευριτικὴ διάθεσις ἐπὶ ξανθῇ χολῇ γίνεται, πλὴν σπανίως καὶ διὰ φλεγμα‐ τικὸν χυμὸν καὶ διὰ τοῦτο εἶπεν ὁ Ἱπποκράτης οὐ πάνυ τι. | |
30 | ΔΑΜ. Τοὺς ὀξεῖαν ἔχοντας ἐρυγὴν σπανίως φησὶν ἁλίσκεσθαι πλευρίτισιν· τὸ γὰρ οὐ πάνυ τι τῶν σπανίως γινομένων δηλωτικόν ἐστιν, οὐ τῶν οὐδόλως, ὡς ἔνιοι τῶν ἐξηγησαμένων. | |
33 | ||
λδʹ. Ὁκόσοι φαλακροὶ, τουτέοισι κιρσοὶ μεγάλοι οὐ γί‐ | 503 | |
2.504 | νονται, ὁκόσοισι δὲ ἂν φαλακροῖσιν ἐοῦσι κιρσοὶ μεγά‐ λοι ἐπιγένωνται, πάλιν οὗτοι γίνονται δασέες. — | |
2 | ΘΕΟΦ. Φαλακροὺς λέγει νῦν οὐ τοὺς κυρίως, ἀλλὰ τοὺς διὰ πάθους ἐκπτώσεως τριχῶν γινομένους, οἷον τοὺς | |
5 | δι’ ἀλωπεκίαν ἢ ὀφίασιν. οὗτοι δὲ ἔχουσι ταῦτα τὰ πάθη διὰ περιουσίαν μοχθηρῶν χυμῶν πλεοναζόντων ἄνω περὶ τὴν κεφαλὴν, οἳ τῇ ποιότητι ἐκτέμνουσι τὰς ῥίζας καὶ ταῦτα ποιοῦσι. ὅσοι οὖν φαλακροὶ τούτῳ τῷ τρόπῳ, κιρσοὺς μεγάλους τουτέστιν ἀνευρύνσεις φλεβῶν τῶν ἐν | |
10 | τοῖς μηροῖς καὶ σκέλεσιν οὐκ ἔχουσι διὰ τὸ ἄνω πλεο‐ νάζειν τὸν χυμόν. εἰ μέντοι αὐτοῖς ποτε ἐπιφανῶσι κιροοὶ μεγάλοι, πάλιν τριχοφυοῦσι διὰ τὸ ἀπαλλαγῆναι τῆς κακοχυμίας τὰ περὶ τὴν κεφαλὴν καὶ μεταστῆναι τὴν ὕλην κάτω. | |
15 | ΔΑΜ. Τὴν ὑπὸ τῶν ἰατρῶν καλουμένην μαδάρωσιν ὀνομάζει φαλάκρωσιν· ἐκείνη γὰρ ὑπὸ μοχθηρῶν χυμῶν ἐστι γινομένη, καθάπερ αἵ τε ἀλωπεκίαι καὶ αἱ ὀφιάσεις ὀνομαζόμεναι, μεταστάντων εἰς τὰ σκέλη τῶν φαύλων χυ‐ μῶν, ἐργάζεσθαι δύνανται κιρσοὺς, ἀνακτήσασθαι δὲ τὰς | |
20 | τρίχας. εἰ γὰρ ἔμπροσθεν ὑπὸ μοχθηρῶν χυμῶν φθειρο‐ μένων αὐταῖς τῶν ῥιζῶν, ἡ διαφορὰ συνέβαινεν, εἰκότως νῦν ἐπὶ τῇ μεταστάσει τῶν χυμῶν εἰς τὴν κατὰ φύσιν ἐπανήξουσι κατάστασιν. | |
23 | λεʹ. Τοῖσι ὑδρωπικοῖσι βὴξ ἐπιγινομένη, κακὸν, τὸ δὲ | |
25 | προγεγονέναι, ἀγαθόν. — | |
25 | ΘΕΟΦ. Καταρχὰς μὲν τῶν ὑδέρων βὴξ γενομένη οὐ‐ δὲν φαῦλον ποιεῖ, ἐπειδὴ οὐ πολλή ἐστιν ἡ διάστα‐ σις, ὕστερον δὲ ἐπιγενομένη καὶ μέγα φαῦλον, διότι δη‐ λοῖ εἰς τοσοῦτον αὐξηθῆναι πλῆθος τὴν ὑδατώδη ὑγρότητα, | |
30 | ὡς ἤδη καὶ τὴν τραχεῖαν ἀρτηρίαν καταλαμβάνειν· διὸ βὴξ καὶ κίνδυνος πνιγῆναι τὸν ἄνθρωπον· ἢ πνευμάτων πολλῶν περιουσίαν, ἐξ ὧν τῶν ἀναπνευστικῶν θλιβο‐ | |
μένων μορίων, ἡ βὴξ γίνεται. | 504 | |
2.505 | ΔΑΜ. Αὔξησιν γὰρ τῆς ὑδατώδους ὑγρότητος δηλοῖ ἡ βήξ. | |
2 | λϛʹ. Δυσουρίην φλεβοτομίη λύει· τάμνειν δὲ τὰς ἔσω. — | |
4 | ||
5 | ΘΕΟΦ. Φλεβοτομίαν ἐνταῦθα λέγει καταχρηστι‐ κῶς τὴν σφυροτομίαν, εἴσω δὲ φλέβα τὴν οὖσαν κατ’ εὐ‐ θυωρίαν τῶν νεφρῶν. αὕτη οὖν τεμνομένη διὰ φλεβοτό‐ μου, δυσουρίαν λύει τὴν διὰ φλεγμονὴν δηλονότι γινομέ‐ νην, διότι κένωσιν τοῦ αἰτίου τοῦ τὴν φλεγμονὴν ποιοῦν‐ | |
10 | τος ποιεῖ κἀντεῦθεν ἀπαλλαττομένης τῆς φλεγμονῆς, ἀπαλλάττεται καὶ ἡ δυσουρία. τὰς γὰρ ἄλλας δυσουρίας τὰς δι’ ἀσθένειαν τῆς κύστεως ἢ σπασμώδη διάθεσιν τοῦ περισφίγγοντος μυὸς ἢ δι’ ἔμφραξιν λίθου, οὐδα‐ μῶς λύει. | |
15 | ΔΑΜ. Τὰς εἴσω τῶν χειρῶν φλέβας φησίν. | |
15 | λζʹ. Ὑπὸ κυνάγχης ἐχομένῳ, οἰδήματα γενέσθαι ἐν τῷ τραχήλῳ ἔξω, ἀγαθόν. — | |
17 | ΘΕΟΦ. Ἡ αἰτία πρόδηλος· διότι ἀπὸ κυρίων του‐ τέστι ἀπὸ τῶν διὰ βάθους εἰς ἄκυρα μετέστη ἡ ὕλη | |
20 | ἤγουν πρὸς τὸ δέρμα. ΔΑΜ. Ἀπὸ γὰρ τοῦ βάθους ἐπὶ τὸ δέρμα με‐ θίσταται. | |
22 | ληʹ. Ὁκόσοισι κρυπτοὶ καρκῖνοι γίνονται, μὴ θεραπεύειν βέλτιον· θεραπευόμενοι γὰρ ἀπόλλυνται ταχέως· μὴ | |
25 | θεραπευόμενοι δὲ πολὺν χρόνον διατελέουσι. — | |
25 | ||
ΘΕΟΦ. Καρκῖνός ἐστι σκιῤῥώδης ὄγκος, οὐ κυ‐ | 505 | |
2.506 | ρίως μέντοι· γίνεται δὲ ἢ ὑπὸ μελαίνης χολῆς δυναστευούσης ἔν τινι μορίῳ ἢ ὑπὸ ξανθῆς χολῆς ὑπερωπτημένης. ἀλλὰ τούτων οἱ μὲν φανεροί εἰσι τουτέστιν ἐπιπολεῖς, οἱ δὲ κρυπτοὶ τουτέστι διὰ βάθους, οὓς ὁ Ἱπποκράτης τὸν ἰα‐ | |
5 | τρὸν παραινεῖ μὴ θεραπεύειν. ἐὰν γὰρ θεραπείας τῆς ἀκριβοῦς τύχωσι, ταχέως ἀπόλλυνται, διότι αὐτῶν θερα‐ πευομένων τομῇ ἢ καύσει τῇ μέχρι βάθους τῶν ῥιζῶν, πολλὰ καὶ ἕτερα ἐπακολουθοῦσι συμπτώματα καὶ ἡ δύ‐ ναμις οὐκ ἐξαρκεῖ. εἰ μέντοι ἀθεράπευτοι μένωσι του‐ | |
10 | τέστι ὀλιγοθεράπευτοι, μόνον τὰ πραϋντικὰ δεχόμενοι παρὰ τοῦ ἰατροῦ, πολὺν χρόνον διατελοῦσι τῷ καταπρα‐ ΰνεσθαι τὴν θηριώδη χολήν. ΔΑΜ. Κρυπτοὺς καρκίνους λέγει ἢ τοὺς χωρὶς ἑλ‐ κώσεως ἢ τοὺς μὴ φαινομένους, ὡς διὰ βάθους κειμένους. | |
14 | ||
15 | λθʹ. Σπασμοὶ γίνονται ἢ ὑπὸ πληρώσιος, ἢ ὑπὸ κενώσιος. οὕτω δὲ γίνεται καὶ λυγμός. — | |
16 | ΘΕΟΦ. Ὑπὸ μὲν πληρώσεως οὕτως γίνεται ὁ σπα‐ σμός· πληροῦται τὸ νευρῶδες γένος παχέων καὶ γλίσχρων χυμῶν, καὶ πληρούμενον τέταται καὶ τῇ τάσει σπᾶται | |
20 | καθάπερ αἱ χορδαί· ὑπὸ κενώσεως δὲ τῷ ξηραίνεσθαι καὶ συνάγεσθαι πρὸς ἑαυτὸ, ὡς οἱ ἐν πυρὶ θερμαν‐ θέντες ἱμάντες· τὸν αὐτὸν τρόπον καὶ ὁ λυγμός· οὔπω γάρ ἐστι λυγμὸς εἰ μὴ σπασμώδης διάθεσις ἐν τῷ στο‐ μάχῳ συνισταμένη. | |
25 | ΔΑΜ. Ὁ μὲν σπασμός ἐστι κίνησις ἀπροαίρετος ἐν προαιρετικοῖς τοῦ ζώου μορίοις γινομένη, ὃς γίνεται, ἐπὶ τὰς οἰκείας κεφαλὰς σπωμένων τῶν μυῶν· ὁ δὲ λυγμὸς, στομάχου πάθος, οἷον σπασμὸς, κίνησις αὐτοῦ ὢν, ὁμοία τῇ κατὰ τοὺς ἐμέτους, ἐπιτεταμένη δὲ καὶ σφοδροτέρα | |
30 | ἐκείνης· ἐν γὰρ τοῖς ἐμέτοις τὰ κατὰ τὴν εὐρυχωρίαν καὶ | 506 |
2.507 | τὸ κύτος ἐφίεται διώσασθαι ἡ φύσις, ἐν δὲ τοῖς λυγμοῖς τὰ διὰ βάθους ἀναπεπεμμένα τῷ στόματι τῆς γαστρὸς ἢ καὶ τῷ σώματι ταύτης. | |
3 | μʹ. Ὁκόσοισι περὶ τὸ ὑποχόνδριον πόνος γίνεται ἄτερ | |
5 | φλεγμονῆς, τουτέοισι πυρετὸς ἐπιγενόμενος λύει τὸν πόνον. — | |
6 | ΘΕΟΦ. Πόνον καλεῖ τὴν ὀδύνην, ὑποχόνδριον δὲ κα‐ θόλου πάντα τὰ ὑποχόνδρια. γίνεται δὲ ἐν αὐτοῖς ἡ ὀδύνη ἢ διὰ φλεγμονὴν ἢ δι’ ἐρυσίπελας ἢ δι’ ἕρπητας | |
10 | καὶ τὰ ὅμοια, καὶ ἢ διὰ ψυχρὰν δυσκρασίαν ἢ διὰ πά‐ χος χυμῶν ἢ πνευμάτων παχέων περιουσίαν. ἐὰν οὖν ἄτερ φλεγμονῆς καὶ τῶν ὁμοίων ὁ πόνος γένηται περὶ τὰ ὑποχόνδρια, ἀλλὰ τυχὸν διὰ πνεύματα καὶ πάχος ὕλης καὶ ψυχρὰν δυσκρασίαν, ὁ πυρετὸς ἐπιγενόμενος λύει | |
15 | τὸν πόνον τῷ σβεννύειν τὴν δυσκρασίαν καὶ τῷ δια‐ λύειν τὸν παχὺν χυμὸν, τῷ λεπτύνειν καὶ διαφορεῖν τὰ φυσώδη πνεύματα. ΔΑΜ. Πνεύματι γὰρ φυσώδει ἢ ἐμφράξει γίνεται πόνος, ἃ ἡ τοῦ πυρετοῦ θερμασία ἰᾶσθαι πέφυκε, τὰ | |
20 | μὲν τέμνουσα καὶ λεπτύνουσα καὶ διαφοροῦσα, τὰ δὲ εἰς ὁμαλότητα κράσεως ἄγουσα. | |
21 | μαʹ. Ὁκόσοισι διάπυόν τι ἐν τῷ σώματι ἐὸν μὴ ἀποση‐ μαίνει, τουτέοισιν ἢ διὰ παχύτητα τοῦ πύου, ἢ τοῦ τό‐ που, οὐκ ἀποσημαίνει. — | |
24 | ||
25 | ΘΕΟΦ. Περὶ ἀποστημάτων νῦν ὁ λόγος. ἐὰν ἀπό‐ στημα μὴ ἀποσημαίνῃ ἤγουν ἀποκορυφοῦται, δηλοῖ ἢ παχύτητα τοῦ πύου ἢ παχύτητα δέρματος· τὸ γὰρ πάθος, ὡς ἂν ἐν βάθει κείμενον, οὐδέποτε ἀποκορυφοῦται καὶ τὸ δέρμα, εἰ τύχοι πάχος ἔχειν καὶ εἶναι στεγανὸν, ὡς ἐν | |
30 | τῇ πτέρνῃ καὶ ἐν ἄκρᾳ χειρὶ, οὐκ ἐᾷ αὐτὸ ἀποκορυφωθῆ‐ ναι. ἐὰν οὖν πῦόν ἐστιν ἐν τῷ σώματι ἤτοι ἀπόστημα καὶ οὐκ ἀποκορυφοῦται, διὰ ταύτας τὰς αἰτίας οὐκ ἀπο‐ κορυφοῦται. γνώσῃ δὲ αὐτὸ, ἡνίκα πυοποιεῖται ἐκ τε | |
ἀνωμάλου ῥίγους καὶ ἀτάκτου πυρετοῦ. χειρουργοῖς | 507 | |
2.508 | οὖν ὁ λόγος ἁρμόδιος, ἵνα κατὰ λόγον τὴν χειρουργίαν ποιῶσιν. ΔΑΜ. Ἔστιν ὅτε καὶ διὰ πάχος τῶν ἀμφοτέρων οὐκ ἀποκορυφοῦται. | |
4 | ||
5 | μβʹ. Ἐν τοῖσιν ἰκτερικοῖσι ἢν τὸ ἧπαρ σκληρὸν γένηται, πονηρόν. — | |
6 | ΘΕΟΦ. Φλεγμονῆς οὔσης ἐν τῷ ἥπατι, δυσκρασία γίνεται περὶ αὐτὸ, ἐξ ἧς χολὴ γεννᾶται, ἣ καὶ ἀναφερο‐ μένη παρ’ ὅλον τὸ σῶμα τὸν ἴκτερον ἀποτελεῖ· εἶτα τοῦ | |
10 | ἰκτέρου διαμένοντος, ἐὰν συμβῇ τῷ χρόνῳ συναχθῆναι παχὺν χυμὸν κἀκ τούτου σκληρὸν γενέσθαι τὸ ἧπαρ, κα‐ κὸν διὰ τὸ ἀνάγκῃ καχεξίαν ἢ ὕδρωπα ἐπιγενέσθαι, κα‐ κοπραγοῦντος αὐτοῦ καὶ μὴ ἐξαιματοῦντος τὰς τροφάς. ΔΑΜ. Ἐνδείκνυται γὰρ ἢ φλεγμονὴν ἢ σκίῤῥον· ἐγ‐ | |
15 | χωρεῖ γὰρ διὰ μόνην ἔμφραξιν συστῆναι τὸν ἴκτερον ἢ κριτικῶς ἀπωσθῆναι εἰς τὸ δέρμα τὴν χολήν. | |
16 | μγʹ. Ὁκόσοι σπληνώδεες ὑπὸ δυσεντερίης ἁλίσκονται, του‐ τέοισι, γινομένης μακρῆς τῆς δυσεντερίης, ὕδρωψ ἐπι‐ γίνεται, ἢ λειεντερίη, καὶ ἀπόλλυνται. — | |
19 | ||
20 | ΘΕΟΦ. Σπληνώδεις εἰσὶν οἱ ἔχοντες ὄγκον ἐκ μελαγ‐ χολικοῦ χυμοῦ περὶ τὸν σπλῆνα. οὗτοι οὖν ἐὰν, κενουμέ‐ νου φυσικῶς τοῦ αἰτίου, ἁλῶσι δυσεντερίᾳ τῇ ζέσει τοῦ χυμοῦ συντόμῳ μὲν, καλὸν, μακρᾷ δὲ, οὐκ ἀγαθόν. ὕδρωψ γὰρ ἐπιγίνεται αὐτοῖς ἢ λειεντερία καὶ ἀπόλλυν‐ | |
25 | ται, ὕδρωψ μὲν διὰ τὸ ἐξασθενεῖν τὸ ἧπαρ τῇ πολλῇ κενώσει, συγκενουμένου τοῦ ἐμφύτου θερμοῦ. πολλάκις δὲ καὶ ἡ γαστὴρ ἐξασθενεῖ τῷ αὐτῷ λόγῳ καὶ λειεντερία γίνεται. ΔΑΜ. Ὅσοι σπλῆνα ἔχουσι χρονίως ἐσκληρυμένον, | |
30 | τούτοις ἐπιγινομένη δυσεντερίη λύει τὴν διάθεσιν, ὅταν | |
λόγῳ μεταστάσεως καὶ κενώσεως τῶν ἐμπεπλασμένων τῷ | 508 | |
2.509 | σπληνὶ παχέων μελαγχολικῶν χυμῶν ἀποτελεσθῇ· ἀλλ’ ἐπεὶ πολλάκις ἐκτεινόμεναι αἱ τοιαῦται κενώσεις τοὺς κά‐ μνοντας βλάπτουσι, δεόντως ὁ Ἱπποκράτης ἐδήλωσε τῆς ἀμετρίας τὸ κατάντημα· κακωθέντων γὰρ τῶν ἐντέρων | |
5 | ὑπὸ τῆς ὁδοῦ τῶν μοχθηρῶν χυμῶν, ἥ τε δύναμις κάμνει καὶ ἡ συμμετρία τῆς ἐμφύτου θερμασίας ἀπόλλυται. διὸ καὶ λειεντερία μὲν ἕπεται τῇ τῶν ἐντέρων κακώσει, ὕδερος δὲ κατὰ συμπάθειαν ἥπατος καὶ σπληνὸς καὶ φλεβῶν. | |
9 | ||
10 | μδʹ. Ὁκόσοισιν ἐκ στραγγουρίης εἰλεοὶ γίνονται, οἱ τοιοῦ‐ τοι ἐν ἑπτὰ ἡμέρῃσιν ἀπόλλυνται, ἢν μὴ, πυρετοῦ ἐπι‐ γενομένου, ἅλις τὸ οὖρον ῥυῇ. — | |
12 | ΘΕΟΦ. Τινὲς ἐπὶ εἰλεῷ λέγουσι γίνεσθαι τὴν στραγ‐ γουρίαν οὕτως· ἐμφράττονται τὰ λεπτὰ ἔντερα ὑπὸ πα‐ | |
15 | χέων καὶ γλίσχρων χυμῶν καὶ ἐμφραττομένων αὐτῶν, οὐ γίνε‐ ται ἀνάδοσις πρὸς τὸ ἧπαρ, ἀναδόσεως δὲ μὴ γενομένης, οὐδὲ γένεσις γίνεται τῶν χυμῶν, λοιπὸν οὐδὲ διάκρισις οὔρων. ἐντεῦθεν ὀλίγιστον φέρεται στραγγοειδῶς ὅπερ ἐστὶ στραγ‐ γουρία ὃ καὶ χαλεπόν. ἐν ἑπτὰ γὰρ ἡμέραις ἀπόλλυται, ἐὰν μὴ | |
20 | πυρετὸς ἐπιγένηται. ἐὰν γὰρ ἐπιγένηται, χύσιν ποιεῖ τῆς ὕλης καὶ λεπτύνει αὐτὴν καὶ τέμνει καὶ ἐκφράττει τὰ ἐμφρα‐ γέντα μόρια καὶ τὰ οὖρα αὐτάρκως ἐκκρίνεται, ὅπερ ἀγα‐ | |
θόν. οὕτως μὲν ἔφησάν τινες, ὁ δὲ Ἱπποκράτης ἐπὶ στραγ‐ | 509 | |
2.510 | γουρίᾳ τὸν εἰλεὸν ὑποτίθεται, καὶ καλῶς· καὶ γὰρ πρῶ‐ τον εἰδοποιεῖται ὑπὸ τοῦ εἰλεοῦ· ἐνδέχεται γὰρ μέχρι τετάρτης καὶ πέμπτης ἡμέρας ἐν τοῖς ἐντέροις εἶναι τὴν ἔμφραξιν καὶ μὴ εἶναι διαφανῆ τὸν εἰλεὸν, ἡ δὲ στραγ‐ | |
5 | γουρία ἀπὸ πρώτης ἡμέρας φαίνεται. ΔΑΜ. Φλεγμαινούσης γὰρ τῆς κύστεως, στενοχω‐ ροῦνται τὰ ἔντερα καὶ εὐθὺς ὁ εἰλεὸς γίνεται. | |
7 | μεʹ. Ἕλκεα ὁκόσα ἐνιαύσια γίνεται ἢ μακρότερον χρόνον ἴσχει, ἀνάγκη ὀστέον ἀφίστασθαι, καὶ τὰς οὐλὰς κοί‐ | |
10 | λας γίνεσθαι. — | |
10 | ΘΕΟΦ. Τὸ ἕλκος χρόνιον γίνεται ὡς ἐνιαύσιον ἢ μακρότερον χρόνον ἴσχει ἢ δι’ ὕλην ὑγρὰν ἐν αὐτῷ συῤ‐ ῥέουσαν ἢ διὰ δυσκρασίαν ἢ διὰ νομήν τινα καὶ σῆψιν ἐν αὐτῷ γεγονυῖαν, ἣ οὐ μόνον τῶν σαρκῶν ἅπτεται, ἀλλὰ διήκει καὶ | |
15 | μέχρις αὐτῶν τῶν ὀστῶν. ἐὰν οὖν τοῦτο συμβῇ, τῇ ἐμφιλοχωρούσῃ σήψει ἀνάγκη ὀστέον ἀφίστασθαι ἤτοι λεπίδας ὀστοῦ καὶ τὰς οὐλὰς κοίλας γενέσθαι διὰ τὸ ἀποσταθὲν ὀστοῦν. καὶ τὸ τηνικαῦτα ἄρχονται θεραπεύεσθαι σαρκούμενα καὶ ἀπουλούμενα. χρόνια δὲ ἕλκη εἰσὶ τὰ φαγεδαινικὰ, τὰ Τη‐ | |
20 | λέφια, τὰ Χειρώνεια. καὶ φαγεδαινικὰ μὲν εἴρηται διὰ τὸ βιβρώσκειν, Τηλέφια δὲ ἀπὸ τοῦ πεπονθότος, Χειρώνεια δὲ ἀπὸ τοῦ θεραπεύσαντος. ΔΑΜ. Ἕλκη φησὶ τὰ ἀπὸ φαγεδαίνης καὶ ἄνθρακος καὶ ἕρπητος καὶ τῶν ἄλλων. | |
24 | ||
25 | μϛʹ. Ὁκόσοι ὑβοὶ ἐξ ἄσθματος, ἢ βηχὸς γίνονται πρὸ τῆς ἥβης, ἀπόλλυνται. — | |
26 | ΘΕΟΦ. Ἡ ῥάχις ἐξίσταται ἢ ἐπὶ τὰ ὀπίσω καὶ κα‐ λεῖται κύρτωσις ἢ κύφωσις, ἢ ἐπὶ τὰ ἔμπροσθεν καὶ λόρ‐ δωσις ὀνομάζεται, ἢ ἐπὶ τὰ πλάγια καὶ σκολίωσις προ‐ | |
30 | σαγορεύεται. ἀλλ’ αὕτη ἡ ἔκστασις ἢ ἐπὶ προκαταρκτικῇ αἰτίᾳ ἢ ἐπὶ προηγουμένῃ γίνεται, καὶ ἐπὶ προκαταρκτικῇ μὲν, ὡς ἐὰν πληγῇ ὑπὸ λίθου ἢ ξύλου, ἐπὶ προηγουμένῃ δὲ, ὅταν ἐν τοῖς συνδέσμοις τῶν σπονδύλων φῦμα ἄπε‐ πτον γεννηθῇ ἢ φλεγμονή. τότε γὰρ εἰς πλάτος ἐπιδό‐ | |
35 | σεως αὐτῶν γινομένης, ἕλκονται ὡς ἐπὶ τὰ ἔσω οἱ σπόν‐ | 510 |
2.511 | δυλοι ἢ ἐπὶ τὰ ἔξω τῇ στενοχωρίᾳ. ὑποκείσθω οὖν φῦμα περὶ τοὺς συνδέσμους τῶν σπονδύλων· ἐκ τούτου ἕλκον‐ ται ὡς ἐπὶ τὰ ἔσω οἱ σπόνδυλοι, ὅθεν στενοχωρεῖται ὁ θώραξ καὶ δύσπνοια ἐπακολουθεῖ, ἥτις ἆσθμα λέγεται· | |
5 | γίνεται οὖν τὸ ἆσθμα ἐπὶ τῇ μεταστάσει τῶν σπονδύ‐ λων, πλὴν ἐὰν παχεῖα ᾖ ἡ ὕλη τοῦ φύματος· εἰ μέντοι ὁπωσοῦν λεπτὴ εἴη, ὡς ἐνεχθῆναι μέρος ἐξ αὐτῆς παρὰ τὸν θώρακα, βὴξ γίνεται, ἐκκρινομένου διὰ τῆς τραχείας ἀρτηρίας. ὅσοι οὖν ὑβοὶ ἤτοι κυρτοὶ πρὸ τῆς ἥβης γί‐ | |
10 | νονται δι’ ἀποστήματος, ἐξ ἄσθματος ἢ βηχὸς ἀπόλλυν‐ ται, ὅτι ἀναύξητα μένουσιν ἐν αὐτοῖς τὰ μόρια. ἀβαθὴς δὲ αὐτοῖς ὁ θώραξ γίνεται, καὶ οὐκ ἔστιν ἐμφύτου θερ‐ μοῦ περιουσία τούτοις καὶ διὰ τοῦτο ἀπόλλυνται. ΔΑΜ. Τοῦ πνεύμονος γὰρ ἅμα τῇ καρδίᾳ αὐξάνον‐ | |
15 | τος καὶ τοῦ θώρακος στενουμένου τοῖς ἀπέπτοις ὄγκοις, στενοχωρία περὶ τὴν ἀναπνοὴν μεγάλη ἕπεται, ὥστε φθα‐ ρῆναι τὸν κάμνοντα. | |
17 | μζʹ. Ὁκόσοισι φλεβοτομίη, ἢ φαρμακείη ξυμφέρει, τουτέ‐ ους τοῦ ἦρος φλεβοτομέειν, ἢ φαρμακεύειν χρή. — | |
19 | ||
20 | ΘΕΟΦ. Προφυλακτικὸς ὁ λόγος καὶ ἐπὶ τῶν ἐπισφα‐ λῶς ὑγιαινόντων εἴρηται· ἀλλ’ οὗτοι οἱ ἐπισφαλῶς ὑγιαί‐ νοντες ἢ ποσότητι χυμῶν τοῦτο πάσχουσιν, οἷς καὶ φλε‐ βοτομεῖσθαι συμφέρει διὰ τὸ μὴ πληθωρικαῖς ληφθῆναι νόσοις, ἢ ποιότητι, οὓς καθαίρεσθαι χρὴ διὰ τὸ μὴ δια‐ | |
25 | φόροις περιπεσεῖν πάθεσιν. ὅσοις οὖν τῶν τοιούτων ἢ φλεβοτομία ἢ φαρμακεία συμφέρει, τούτους χρὴ τῷ ἔαρι φλεβοτομεῖν ἢ καθαίρειν, ἐπειδὴ τότε οὐ θερμασία ἐστὶν ἡ διάλυσιν τῶν σωμάτων ἐργαζομένη, οὔτε ψύξις τὴν δῆ‐ ξιν ἐπιφέρουσα τῶν χυμῶν, οὐκ ἀνωμαλία ταράττουσα | |
30 | τὰς δυνάμεις, ἀλλὰ μᾶλλον εὐκρασία. ΔΑΜ. Προεκκαθαίρεται γὰρ ἡ ἐνοῦσα πληθώρα καὶ κακοχυμία αὐτοῖς. | |
32 | μηʹ. Τοῖσι σπληνώδεσι δυνεντερίη ἐπιγενομένη, ἀγα‐ | |
θόν. — | 511 | |
2.512 | ΘΕΟΦ. Σπληνώδεις λέγει τοὺς σπλῆνα ἐσκιῤῥω‐ μένον ἔχοντας, οἷς ἡ δυσεντερία ἐπιγενομένη ἀγαθόν ἐστι τῷ λόγῳ τῆς μεταστάσεως καὶ κενώσεως τῶν ἐμπεπλασμέ‐ νων τῷ σπληνὶ παχέων τε καὶ μελαγχολικῶν χυμῶν. | |
4 | ||
5 | μθʹ. Ὁκόσα ποδαγρικὰ νοσήματα γίνεται, ταῦτα ἀπο‐ φλεγμήναντα ἐν τεσσαράκοντα ἡμέρῃσιν ἀποκαθίσταται. — | |
6 | ΘΕΟΦ. Τῆς ποδαγρικῆς διαθέσεως ὁρίζει νῦν τὸν ἔσχατον καιρὸν λέγων, ὅτι ἐν τεσσαράκοντα ἡμέραις παύ‐ εται ἡ φλεγμονὴ καὶ ἀποκαθίσταται· καὶ γὰρ εἰ λεπτὸν | |
10 | εἴη τὸ ῥυὲν, καὶ ταχύτερον ἀποφλεγμαίνουσι, εἰ δὲ παχὺ καὶ γλίσχρον, ἐν πλείονι χρόνῳ· πλὴν οὐ πόῤῥω τῶν τεσσα‐ ράκοντα ἡμερῶν ἀποφλεγμαίνουσι τὸ μήκιστον, διότι τὰ ἐν τοῖς ἄρθροις ὑγρὰ διὰ τῶν περιεχόντων αὐτὰ συνδέ‐ σμων ἀτμοειδῶς ἐκκενωθῆναι χρὴ καὶ τὰ τοῖς συνδέσμοις | |
15 | αὐτοῖς ἐμπεσόντα. ὃν γὰρ τρόπον μόγις εἰς αὐτὰ παρήρ‐ χετό τι τῆς ἔξωθεν ὑγρότητος, τὸν αὐτὸν τρόπον καὶ μό‐ γις μεθίσταται. ΔΑΜ. Ἡ τῶν ποδαγρῶν φλεγμονὴ, ῥεύματος κατα‐ σκήπτοντος εἰς τὰ ἄθρα, γίνεται. δέχονται δὲ τὸ ῥεῦμα | |
20 | πρῶτον μὲν αἱ χῶραι τῶν διαρθρώσεων, ἐφεξῆς δὲ τὰ πέριξ πάντα μέχρι τοῦ δέρματος. πληρουμένων δὲ τῶν διαρθρώσεων, ἀνάγκη τοὺς περικειμένους αὐταῖς ἔξωθεν κύκλῳ συνδέσμους τείνεσθαι, τὰ μέντοι νεῦρα καὶ τοὺς τένοντας οὐκ εἰκὸς φλεγμαίνειν αὐτοῖς, ἀλλὰ μόνῳ τῷ | |
25 | συνεκτείνεσθαι ταῖς διαρθρώσεσιν ὀδυνᾶσθαι. δῆλον δὲ ἐκ τοῦ μηδέποτε ὁρᾶσθαι σπασθέντα ποδαγρὸν, ὅπερ εἴω‐ θεν ἕπεσθαι συνεχέστατα νεύρων τε καὶ τενόντων φλεγμο‐ ναῖς. ὁ γοῦν Ἱπποκράτης διὰ τὴν σκληρότητα τῶν δεξα‐ μένων τὸ ῥεῦμα συνδέσμων ὅρον τῶν τοιούτων τὴν μʹ | |
30 | ἔθετο. | |
30 | νʹ. Ὁκόσοισιν ἂν ὁ ἐγκέφαλος διακοπῇ, τουτέοισιν ἀνάγ‐ κη πυρετὸν καὶ χολῆς ἔμετον ἐπιγενέσθαι. — | |
32 | ||
ΘΕΟΦ. Διακοπὴν λέγει τὴν διὰ βάθους τομήν. ἐὰν | 512 | |
2.513 | οὖν ὁ ἐγκέφαλος ὑπό τινος προκαταρκτικῆς αἰτίας διὰ βάθους τμηθῇ, ἀνάγκη πυρετὸν καὶ χολῆς ἔμετον ἐπιγε‐ νέσθαι, πυρετὸν μὲν διὰ τὸ φλεγμαίνειν αὐτὸν, κύριον ὄντα μόριον, χολῆς δὲ ἔμετον, ἐπειδὴ παθούσης τῆς τῶν | |
5 | νεύρων ἀρχῆς, πάντα τὰ μόρια καὶ μάλιστα τὸ στόμα τῆς γαστρὸς, ὡς νεῦρα ἔχον πολλὰ ἐν ἑαυτῷ, κατὰ φύσιν κλονεῖται καὶ ταράττεται καὶ ἐπὶ τῇ κινήσει παντοί‐ ων χυμῶν προσκαλεῖται σύῤῥοιαν καὶ ὡς λεπτότερα τὰ χολώδη προτρέχουσι. | |
10 | ΔΑΜ. Πυρεταίνουσιν, ἐγκεφάλου διακοπέντος, τῷ κοινῷ λόγω· ἐπὶ γὰρ παντὸς κυρίου μορίου φλεγμονῆς πυρετὸς ἕπεται, ὁ δὲ τῆς χολῆς ἔμετος, συμπασχούσης τῆς γαστρὸς, καὶ μάλιστα τοῦ στόματος αὐτῆς, εἰς ὃ κα‐ ταπέφυκεν ἐξ ἐγκεφάλου συζυγία τις ἀξιόλογος νεύρων, ὃ | |
15 | ἀσθενοῦν τῇ συμπαθείᾳ δέχεται τὸ χολῶδες περίττωμα ἐκ τῶν πέριξ. | |
16 | ναʹ. νβʹ. Ὁκόσοισι ὑγιαίνουσιν ἐξαίφνης ὀδύναι γίνονται ἐν τῇ κεφαλῇ, καὶ παραχρῆμα ἄφωνοι γίνονται, καὶ ῥέγχουσιν, ἀπόλλυνται ἐν ἑπτὰ ἡμέρῃσιν, ἢν μὴ πυ‐ | |
20 | ρετὸς ἐπιλάβῃ. —Σκοπέειν δὲ χρὴ καὶ τὰς ὑποφάσιας τῶν ὀφθαλμῶν ἐν τοῖσι ὕπνοισι· ἢν γάρ τι ὑποφαίνη‐ ται τοῦ λευκοῦ, ξυμβαλλομένων τῶν βλεφάρων, μὴ ἐκ διαῤῥοίης ἐόντι, ἢ φαρμακοποσίης, φλαῦρον τὸ ση‐ μεῖον, καὶ θανατῶδες σφόδρα. — | |
24 | ||
25 | ΘΕΟΦ. Περὶ ἀποπληξίας διαλέγεται καὶ ταύτης λέ‐ γει τὴν ἀρχὴν, τὴν ἐπίτασιν καὶ τὴν τελείαν ἀκμήν· ἡ μὲν οὖν αὐτῆς ἀρχὴ δηλοῦται διὰ τοῦ ἐξαίφνης πόνου γενο‐ μένου τῷ πάχει τοῦ βαρέος καὶ γλίσχρου χυμοῦ, εἶτα λοιπὸν πνευμάτων παχέων τικτομένων ἐμφράξεως τελείας | |
30 | γινομένης τοῦ ἐγκεφάλου, οὐκέτι ἐκπέμπεται ἡ δύναμις τοῖς νεύροις καὶ ἀφωνία γίνεται, ἥτις δηλοῖ ἐπίτασιν τοῦ πάθους. ἐὰν οὖν ταῦτα γένηται καὶ ῥέγχωσιν ἤτοι βε‐ βιασμένη ἀναπνοὴ ἐπιγένηται, δηλοῦται ἡ ἀκμὴ καὶ ἀπο‐ | |
θνήσκουσιν, ἐὰν μὴ πυρετὸς ἐπιλάβῃ. ἐὰν γὰρ πυρετὸς | 513 | |
2.514 | ἐπιλάβῃ, ἀναλύει τὴν ὑποκειμένην ὕλην ἐν τῇ κεφαλῇ καὶ λεπτύνει καὶ διαφορεῖ καὶ κωλύει γενέσθαι τὸν θά‐ νατον. πλὴν σκοπεῖν χρὴ καὶ τὰς ὑποφάσιας τῶν ὀφθαλ‐ μῶν· ἐὰν γὰρ, πυρετοῦ ἐπιγενομένου, ὑποφαίνηταί τι τοῦ | |
5 | λευκοῦ, μὴ ἐκ διαῤῥοίας ἢ φαρμακοποσίας ἐόντι, χαλε‐ πόν· δηλοῖ γὰρ παντελῆ ἀσθένειαν τῶν κλειόντων μυῶν καὶ τοῦ παντὸς σώματος· εἰ δὲ μὴ φαίνηταί τι τοῦ λευκοῦ, ἀγαθὸν σημεῖον, διότι ἐῤῥωμένην δηλοῖ τὴν δύναμιν. | |
10 | ΔΑΜ. Οἷς ἐξαίφνης ὀδύνη κεφαλῆς γίνεται, μάλιστα πνεῦμα φυσῶδες αἴτιον, ἀλλὰ καὶ πλῆθος ὕλης ἐπιῤῥυεί‐ σης ἀθρόως φλεγματικῆς. διὸ καὶ ὁ πυρετὸς ἐπιγενόμενος λύει τὴν διάθεσιν, ὡς ἂν ἐκθερμαίνων καὶ λεπτύνων καὶ διαφορῶν τὸ φυσῶδες πνεῦμα καὶ τοὺς χυμούς. —Τῆς γὰρ | |
15 | κινούσης αὐτὰ δυνάμεως ἀσθενούσης, γίνεται τοῦτο· τὴν γὰρ ἐν παντὶ τῷ σώματι ξηρότητα δηλοῖ. | |
16 | νγʹ. Αἱ παραφροσύναι, αἱ μὲν μετὰ γέλωτος γινόμεναι, ἀσφαλέστεραι· αἱ δὲ μετὰ σπουδῆς, ἐπισφαλέ‐ στεραι. — | |
19 | ||
20 | ΘΕΟΦ. Παραφροσύνη ἐστὶν ἔκστασις λογισμοῦ. ταύ‐ της δὲ διαφοραί εἰσι τέσσαρες· ἔστι γὰρ μετρία, ἐφ’ | |
ᾗ γέλως μόνον γίνεται, πλὴν ἄκριτος ἐκ προσηνοῦς θερ‐ | 514 | |
2.515 | μασίας γινομένη· ἔστι δὲ ἄλλη σφοδροτέρα, ἐφ’ ᾗ τά‐ ραξις καὶ θράσος καὶ ὕβρις ἐπὶ ἔτι πλείονι θερμασίᾳ γινομένη· ἔστι δὲ ἄλλη σφοδροτάτη, ἐφ’ ᾗ ἐστι θηριώδης τρόπος ἐπὶ παντελεῖ θερμασίᾳ ἐκ μελαγχολικωτέρου χυ‐ | |
5 | μοῦ. ὅσαι οὖν τούτων μετὰ γέλωτός εἰσι, ἀσφαλέστεραί εἰσι, διότι ἐπὶ ἀμυδροτέρᾳ θερμασίᾳ γίνονται ὁρμωμένῃ ἐξ αἵματος· ὅσαι δὲ μετὰ σπουδῆς, ἐπισφαλέστεραι, διότι ἐπὶ σφοδροτέρᾳ θερμασίᾳ γίνονται, ὁρμωμένῃ ἐκ ξαν‐ θῆς χολῆς. | |
10 | ΔΑΜ. Ἐπὶ χυμῷ γὰρ ἡδυτέρῳ συμβαίνουσιν αἱ μετὰ γέλωτος. γίνονται δὲ πᾶσαι παραφροσύναι, πάσχοντος τοῦ ἐγκεφάλου, ἢ πρώτως ἢ κατὰ συμπάθειαν. | |
12 | νδʹ. Ἐν τοῖσιν ὀξέσι πάθεσι τοῖσι μετὰ πυρετοῦ, αἱ κλαυθ‐ μώδεες ἀναπνοαὶ, κακόν. — | |
14 | ||
15 | ΘΕΟΦ. Σημειωτικὸς οὗτος ὁ ἀφορισμὸς τῆς ἀνα‐ πνοῆς ἐπὶ ὀξέων νοσημάτων τῶν μετὰ πυρετοῦ γινομέ‐ νων. ἐπὶ οὖν τοιούτων ἡ κλαυθμώδης ἀναπνοὴ ἤγουν ἡ διακεκωλυμένη ἡ μετ’ οἰμωγῆς τινος καὶ ἤχου ἐκφερομένη σημαίνει σπασμώδη διάθεσιν τῆς τῶν ἀναπνευστικῶν | |
20 | μυῶν ξηρότητος, ἢ φλεγμονώδη θερμασίαν, πολλάκις δὲ καὶ παραφροσύνην. ἐπ’ ἀμφοτέροις δὲ τούτοις πυρετὸς | |
ὑποκείμενος, κακόν. | 515 | |
2.516 | ΔΑΜ. Τὰ παιδία πολλάκις ὁρᾶται κατὰ τὸν τοῦ κλαίειν καιρὸν εἰσπνέοντα διακεκομμένην εἰσπνοὴν, ἱστα‐ μένου μεταξὺ τοῦ θώρακος, εἶτ’ αὖθις προστιθέντος τὸ λεῖπον, ὅπερ ἐν ἐπιδημίαις εἶπεν αὐτὸς διπλῆν | |
5 | εἴσω ἐπανάκλησιν, οἷον ἐπείσπνευσιν. ὃ δὴ γίνεται ἢ διὰ κάματον δυνάμεως ἢ διὰ τὴν τῶν ὀργάνων σκληρό‐ τητα ἢ δι’ ἄμφω συνελθόντα. τὸ μέντοι τὴν ἀναπνοὴν συμβαίνειν, ὁποία τοῖς κλαίουσι γίνεται, πρὸς τοῖς εἰρη‐ μένοις αἰτίοις ἐνδείξεταί τινα διάθεσιν ὀδυνώδη, καθ’ ἣν | |
10 | οἷον οἰμώζοντες ἢ στένοντες ἤ τινα μικτὸν ἀποτελοῦντες ψόφον ἀναπνέουσιν οὕτως. | |
11 | νεʹ. Τὰ ποδαγρικὰ πάθεα καὶ τὰ μανικὰ, τοῦ ἦρος καὶ τοῦ φθινοπώρου κινέεται. — | |
13 | ΘΕΟΦ. Εὐλόγως τῷ ἦρι ταῦτα τὰ πάθη κινοῦν‐ | |
15 | ται, διότι χύσις ἐν αὐτῷ, θερμῷ ὄντι συμμέτρως, τῆς προσαναχθείσης ἐν χειμῶνι ὕλης γίνεται καὶ ἀποδίωξις ἀπὸ τῶν ἰσχυρῶν τόπων ἐπὶ τοὺς ἀσθενεῖς ἤγουν τοὺς πόδας· καὶ μὴν καὶ ἐν τῷ φθινοπώρῳ διὰ τὸ καταβάλ‐ λεσθαι τὰς δυνάμεις ὑπὸ τῆς ἀνωμάλου δυσκρασίας· | |
20 | τούτων γὰρ καταβαλλομένων, διάφοροι τίκτονται χυμοὶ | 516 |
2.517 | καὶ πρὸς τοὺς ἀσθενεῖς καὶ κάτω τόπους διωκόμενοι ποδάγρας ποιοῦσι, ἄλλως τε καὶ διὰ τὸ ἐναποκλείεσθαι τὴν ἀθροισθεῖσαν ἐν τῷ θέρει κακοχυμίαν. | |
3 | νϛʹ. Τοῖσι μελαγχολικοῖσι νοσήμασιν ἐς τάδε ἐπικίνδυνοι | |
5 | αἱ ἀποσκήψιες· ἢ ἀπόπληξιν τοῦ σώματος, ἢ σπασμὸν, ἢ μανίην, ἢ τύφλωσιν σημαίνει. — | |
6 | ΘΕΟΦ. Νῦν περὶ μελαγχολίας διαλέγεται καὶ περὶ μεταστάσεως ὕλης τῆς προσούσης αὐτῇ καὶ διαδοχῆς ἑτέ‐ ρων νοσημάτων καί φησιν, ὅτι ἐὰν, ὑπὸ μελαγχολίας ἐχο‐ | |
10 | μένου τινὸς, ἀποσκήψῃ ἡ τοιαύτη ὕλη κατὰ μετάθεσιν εἰς τάδε, ἐπικίνδυνος· εἰ μὲν πρὸς τοὺς ὀφθαλμοὺς ἐνε‐ χθῇ, ποιεῖ τύφλωσιν, εἰ δὲ ἐπὶ τὰ νεῦρα, σπασμοὺς τοὺς ἐπὶ πλήθει γινομένους, εἰ δὲ τελείως ἐμφράξει τὰς κοι‐ λίας τοῦ ἐγκεφάλου, ἃς σῶμα καλοῦσι, ἀποπληξίαν ἐρ‐ | |
15 | γάζεται, εἰ δὲ πρὸς τὰς μήνιγγας, ἀποτελεῖ μανίαν τουτ‐ έστι μελαγχολίαν τὴν ὀνομαζομένην μανιώδη. ΔΑΜ. Γίνονται μὲν καὶ διὰ φλεγματικὸν χυμὸν ἀποπληξίαι καὶ σπασμοὶ καὶ πηρώσεις ὀφθαλμῶν, γίνον‐ ται δὲ καὶ διὰ μελαγχολικὸν, ἐπειδὴ κοινὸν ἀμφοτέροις ἐστὶ | |
20 | τὸ πάχος. οὐ μὴν τὸ τῆς μανίας κοινόν· δεῖται γὰρ ἐρε‐ θίζοντος χυμοῦ καὶ δάκνοντος πρὸς τὴν γένεσιν. | |
21 | νζʹ. Ἀπόπληκτοι δὲ μάλιστα γίνονται ἡλικίῃσι τῇσιν ἀπὸ τεσσαράκοντα ἐτέων μέχρι ἑξήκοντα. — | |
23 | ΘΕΟΦ. Τοὺς ἀπὸ τεσσαράκοντα ἐτῶν ἄχρι ἑξήκοντα | |
25 | τὸ τῆς ἀποπληξίας πάθος καταλαμβάνει, ὅτι πλεονάζει μάλιστα κατ’ αὐτοὺς ὁ μελαγχολικὸς χυμὸς, ὃς καὶ τῇ παχύτητι ἐμφράττων τὴν ἀποπληξίαν ἀποτελεῖ. γίνεται δὲ καὶ ἀπὸ φλέγματος ἀποπληξία κατ’ ἐξαίρετον, ἀλλ’ οὐ περὶ ταύτης νῦν ὁ λόγος τῷ Ἱπποκράτει. | |
30 | ΔΑΜ. Διὰ τὴν μέλαιναν χολὴν παχεῖαν οὖσαν, τότε δὲ πλεονάζουσαν. | |
31 | νηʹ. Ἢν ἐπίπλοον ἐκπέσῃ, ἀνάγκη ἀποσαπῆναι καὶ ἀποπεσεῖν. — | |
33 | ||
ΘΕΟΦ. Ἐπίπλοόν ἐστι πιμελώδης τις καὶ ἰνώδης | 517 | |
2.518 | οὐσία ἐπικειμένη τοῖς ἐντέροις καὶ τῇ γαστρί. τούτου πολλάκις, ἐν τῷ ὑπογαστρίῳ τρώσεως γεγονυίας, ἐκπί‐ πτει μέρος τι, καὶ ἐπειδὴ πιμελῶδές ἐστι καὶ εὐπαθὲς, ὁμιλοῦν τῷ ἔξωθεν ἀέρι, ἀνάγκη εὐθέως σήπεσθαι. κε‐ | |
5 | λεύει οὖν ὁ Ἱπποκράτης τὸ ἐκπεπτωκὸς τέμνειν καὶ οὕτω τῇ γαστροῤῥαφίᾳ χρῆσθαι. ΔΑΜ. Ὅταν γυμνωθῇ καὶ προκύψῃ ἐκτὸς ἔντερον ἢ σπλάγχνον ἢ λοβὸς ἢ τοιοῦτό τι καὶ χρονίσῃ καὶ βιαίως ψυχθῇ, ἀνάγκη σαπῆναι· εἰ δὲ αὐθωρὸν εἰσαχθῇ, οὐδα‐ | |
10 | μῶς ἀληθές. | |
10 | νθʹ. Ὁκόσοισι ἀπὸ ἰσχιάδος ἐνοχλεομένοισιν ἐξίσταται τὸ ἰσχίον, καὶ πάλιν ἐμπίπτει, τουτέοισι μύξαι ἐγ‐ γίνονται. — | |
13 | ΘΕΟΦ. Ἀθροιζόμενον γὰρ ἐκεῖσε τυχὸν ἐν τῇ κοι‐ | |
15 | λότητι, ἐν ᾗ ἡ διάρθρωσις τοῦ ἰσχίου, φλέγμα οἱονεὶ κα‐ ταβρέχει τοὺς συνδέσμους καὶ χαλαροὺς αὐτοὺς ποιεῖ κἀντεῦθεν ἐξίσταται, καὶ πάλιν ἐμπίπτει ἡ κεφαλὴ τοῦ μηροῦ. ΔΑΜ. Ἐν τοῖς ἄρθροις πολλάκις ἀθροίζεται φλεγμα‐ | |
20 | τώδης χυμὸς, ὃν ὀνομάζει μύξαν, ᾧ διαβρεχόμενοι οἱ σύν‐ δεσμοι χαλαρώτεροι γίνονται, ὥστε ῥᾳδίως ἐξάγεσθαι τὸ ἄρθρον τῆς κοιλότητος καὶ εἰσάγεσθαι. | |
22 | ξʹ. Ὁκόσοισι ὑπὸ ἰσχιάδος ἐχομένοισι χρονίης τὸ ἰσχίον ἐξίσταται, τουτέοισι φθίνει τὸ σκέλος, καὶ χωλοῦν‐ | |
25 | ται, ἢν μὴ καυθῶσι. — | |
25 | ΘΕΟΦ. Ἐὰν διὰ πλῆθος μύξης ἐπὶ πλέον ἐξεστηκὸς μένῃ τὸ ἰσχίον, γενήσεται χώλανσις τοῦ σκέλους, ἀκο‐ λουθήσει δὲ ἐξ ἀνάγκης καὶ ἀτροφία, ὡς τῆς κατὰ φύσιν στερηθέντος κινήσεως. οὕτως μὲν φθίνει τὸ σκέλος καὶ | |
30 | χωλεύει τῶν ὑπὸ ἰσχιάδος ἐνοχλουμένων, ἐὰν μὴ καυ‐ θῶσιν. εἰ μέντοι καυθῶσιν, οὐδὲν τούτων πάσχουσιν. ἡ | |
γὰρ καῦσις τὴν μύξαν τὴν τὸ ἰσχίον ἐκπίπτειν ποιοῦσαν | 518 | |
2.519 | ξηραίνει καὶ ἐκδαπανᾷ καὶ στερέμνιοι γίνονται οἱ σύνδε‐ σμοι καὶ τὸ δέρμα καὶ εἰς τὸ κατὰ φύσιν ἀποκαθίσταν‐ ται, καὶ λοιπὸν οὐκέτι ἐκπίπτει ἡ κεφαλὴ τοῦ μηροῦ ἀπὸ τῆς κοιλότητος. | |
5 | ΔΑΜ. Τῇ γὰρ καύσει τὴν μύξαν ξηράναντες καὶ τὴν χαλαρότητα τοῦ δέρματος, εἰς ἣν ὠλίσθαινε τὸ ἄρθρον, εἰς συντονίαν ἀχθεῖσαν, συμβήσεται πάντως, μηκέτι τὸ ἄρθρον μεθίστασθαι. | |
8 | ||
9t | Τμῆμα ἕβδομον. | |
9t | ||
10 | αʹ. Ἐν τοῖσιν ὀξέσι νοσήμασι ψύξις τῶν ἀκρωτηρίων, κακόν. — | |
11 | ||
12t | Ἀρχὴ τοῦ ἑβδόμου τμήματος. | |
12t | ||
13 | ΘΕΟΦ. Περὶ ἐπιγινομένων ἐνταῦθα διαλέγεται, τὰ δὲ ἐπιγινόμενα, καθὼς εἴρηται ἐν τῷ πρὸ τοῦδε τμήματι, | |
15 | τετραχῶς. ὑποτίθεται οὖν ἐνταῦθα νόσημα, ὅπερ ἐστὶν ὀξὺς πυρετὸς καὶ ἐπὶ τούτῳ σύμπτωμα, ὅπερ ἐστὶ ψύξις ἀκρωτηρίων καί φησιν, ὅτι ἐὰν ἐπιγένηται ἐν τοῖς ὀξέσι πυρετοῖς ψύξις ἀκρωτηρίων τουτέστι δακτύλων, ῥινὸς, ὤτων καὶ ἁπλῶς τῶν ἐπιπολαίων μορίων ἄνευ φανερᾶς | |
20 | αἰτίας, κακόν ἐστι καὶ ὀλέθριον· δηλοῦται γὰρ ἀσθενὲς εἶναι τὸ ἔμφυτον θερμόν. οἶδε γὰρ ὁ πυρετὸς κατασβεν‐ νύειν αὐτὸ ἢ φλεγμονὴ ἀξιόλογος ἐν ἥπατι ἢ γαστρὶ, ἥτις τῇ ζέσει δίκην σικύας ἕλκει τὸ αἷμα πρὸς ἑαυτὴν κἀντεῦθεν λειφαιμοῦντα τὰ ἄκρα ψύχεται. | |
25 | ΔΑΜ. Ἐν μὲν τοῖς χρονίοις νοσήμασι καὶ μάλισθ’ ὅσα χωρὶς πυρετῶν εἰσι, καὶ κατὰ χειμῶνα, καὶ γέρουσι, ψυχρὰ γίνεσθαι τὰ τοῦ σώματος ἔσχατα, ῥῖνας καὶ ὦτα καὶ χειρῶν καὶ ποδῶν ἄκρα, οὐδὲν ἄτοπον, ἐν δὲ τοῖς ὀξέσι τὸ σύμπτωμα ὀλέθριον, φλεγμοναῖς σφοδραῖς σπλάγ‐ | |
30 | χνων ἐπιγινόμενον, ὅτι σὺν τῷ τὰ ἄκρα ψύχεσθαι καὶ διακαίονται τὰ ἔνδον· διὰ γὰρ τὸ τῆς φλεγμονῆς σφοδρὸν ὑπ’ αὐτοῦ ἕλκεται τὸ αἷμα δίκην σικύας ἐξ ὅλου τοῦ σώ‐ | |
ματος· διὸ καὶ τὰ ἀκρωτήρια ψύχονται. | 519 | |
2.520 | βʹ. Ἐπὶ ὀστέῳ νοσήσαντι, σὰρξ πελιδνὴ, κακόν. — | |
1 | ΘΕΟΦ. Νοσεῖ τὸ ὀστοῦν, ὕλης μοχθηρᾶς ἕως αὐτοῦ χωρούσης. ἐὰν οὖν, πεπονθότος αὐτοῦ, σὰρξ πελιδνὴ ἐπι‐ γένηται, κακόν ἐστι· δηλοῦται γὰρ σβέσις τῆς κατὰ φύ‐ | |
5 | σιν ἐν αὐτῷ θερμασίας καὶ κακόηθες εἶναι τὸ νόσημα. ΔΑΜ. Σβέννυται γὰρ τὸ φύσει θερμόν. | |
6 | γʹ. Ἐπὶ ἐμέτῳ λὺγξ καὶ ὀφθαλμοὶ ἐρυθροὶ, κακόν. — | |
7 | ΘΕΟΦ. Ἔμετος καὶ λὺγξ ἄμφω πάθη εἰσὶ στομάχου, ἀλλὰ διαφέρουσι τῷ τόπῳ· ἐπὶ γὰρ τοῦ ἐμέτου ἐν αὐτῇ | |
10 | τῇ κοιλότητι τοῦ στομάχου ἐστὶν ἡ ὕλη, ἐπὶ δὲ τῆς λυγ‐ γὸς ἐν αὐτῇ τῇ οὐσίᾳ τοῦ στομάχου. ἐὰν οὖν ἐπὶ ἐμέτῳ λὺγξ ἐπιγένηται, κακὸν, ἐπειδὴ ἀπὸ ἀκυροτέρου μορίου, λέγω δὴ τῆς κοιλότητος, ἐπὶ κύριον μόριον ἤτοι τὴν οὐ‐ σίαν τοῦ στομάχου μετῆλθεν ἡ ὕλη. καὶ μὴν καὶ ὀφθαλ‐ | |
15 | μοὶ ἐρυθροὶ ἐπὶ ἐμέτῳ εἰ ἐπιγένωνται, κακὸν διὰ τὴν αὐτὴν αἰτίαν· συνέπαθε γὰρ ὁ ἐγκέφαλος τῷ στομάχῳ φλεγμαίνοντι· καὶ δῆλον ἐκ τῶν ὀφθαλμῶν· οὗτοι γὰρ δεξάμενοι τὴν ὕλην καὶ διαταθέντες ἐρυθροὶ ἐγένοντο. ΔΑΜ. Λὺγξ ἐπὶ ἀνιῶσι χυμοῖς εἰς τὸ στόμα τῆς | |
20 | γαστρὸς ἢ εἰς αὐτὴν τὴν γαστέρα συνίσταται, οὓς εἰ μὴ ὁ ἔμετος ἀπωθήσει, ἀλλὰ καὶ ἐπ’ αὐτῷ ἔτι ἡ λὺγξ ἐπιμέ‐ νει, δυοῖν θάτερον, ἢ τὸν ἐγκέφαλον, ἢ τὴν γαστέρα φλεγ‐ μαίνειν οὐ μετρίως ἀνάγκη. ἕπεται δὲ ἀμφοτέραις ταῖς διαθέσεσι τὸ τῶν ὀφθαλμῶν ἔρευθος, μᾶλλον δὲ ταῖς | |
25 | κατὰ τὸν ἐγκέφαλον φλεγμονώδεσι διαθέσεσιν. | |
25 | δʹ. Ἐπὶ ἱδρῶτι φρίκη, οὐ χρηστόν. — | |
26 | ΘΕΟΦ. Ὁ ἱδρὼς ἐπιγενόμενος ἀπαλλαγὴν φέρει νο‐ σημάτων, πλὴν οὐχ ὁ τυχὼν, ἀλλ’ ὁ προνοίᾳ φύσεως γι‐ νόμενος. ἐὰν ἱδρὼς γένηται καὶ οὐκ ἀκολουθήσῃ εὐφορία, | |
30 | ἀλλὰ μᾶλλον φρίκη, χαλεπόν ἐστι· δηλοῖ γὰρ πλῆθος ὕλης ὑποκειμένης καὶ λόγῳ κακοηθείας γίνεσθαι νο‐ | |
σήματος. | 520 | |
2.521 | ΔΑΜ. Τὰ κρίσιμα γὰρ μὴ κρίνοντα, τὰ μὲν δύσκριτα, τὰ δὲ θανατώδεα· νικᾶσθαι γὰρ ἡ φύσις δηλοῦται ἐν ταῖς τοιαύταις διαθέσεσιν. | |
3 | εʹ. Ἐπὶ μανίῃ δυσεντερίη, ἢ ὕδρωψ, ἢ ἔκστασις, ἀγαθόν. — | |
4 | ||
5 | ΘΕΟΦ. Ἡ κυρίως μανία ἐκ ξανθῆς χολῆς πλεονα‐ ζούσης ἐν τῷ ἐγκεφάλῳ γίνεται, ἀλλ’ αὕτη ἡ ὕλη ἐκρι‐ φεῖσα πρὸς τὴν γαστέρα καὶ τὰ ἔντερα, ποιεῖ δυσεντερίαν, εἰ δὲ πρὸς τὸ ἧπαρ, ἀσθένειαν ποιεῖ τῆς αἱματοποιητι‐ κῆς δυνάμεως, καὶ ὕδρωπα ἐργάζεται μέτριον. ἔκστασιν δὲ | |
10 | ποιεῖ τουτέστι κίνησιν καὶ ταραχὴν, μέλλουσαν κρίνεσθαι κατὰ τὸ εἰρημένον, ὁκόσοισι κρίσις γίνεται, τουτέοισιν ἡ νὺξ δύσφορος ἡ πρὸ τοῦ παροξυσμοῦ. ἐὰν οὖν τούτων τι ἐπὶ τῇ μανίᾳ ἐπιγένηται, ἀγαθόν ἐστιν· ἀπὸ γὰρ κυριω‐ τάτου μορίου, τοῦ ἐγεκφάλου, ἐπὶ ἀκυρότερον μετενήνε‐ | |
15 | κται ἡ ὕλη. ΔΑΜ. Δυσεντερία μὲν καὶ ὁ ὕδρωψ τῷ λόγῳ τῆς μεταστάσεως, οὐ κακὰ, ἡ δὲ ἔκστασις, ἐπίτασις οὖσα μα‐ νίας, πῶς ἢ λογίσασθαι, τῇ σφοδρότητι τῶν ποιούντων αἰτίων τὴν μανίαν ἀκολουθῆσαι τὴν λύσιν, ὡς κἀν τοῖς | |
20 | ὀξέσι νοσήμασι τὰ σφοδρότατα τῶν συμπτωμάτων ἔστιν ὅτε κρίσεις ἀγαθὰς ἐργάζεσθαι πέφυκεν. | |
21 | ϛʹ. Ἐν νούσῳ πολυχρονίῳ ἀποσιτίη καὶ ἄκρητοι ἔμετοι, καὶ χολώδεες ὑποχωρήσιες, κακόν. — | |
23 | ΘΕΟΦ. Πολυχρόνιος νόσος ἐστὶν ἡ ἐπὶ πολὺν χρό‐ | |
25 | νον διατείνουσα, ἐφ’ ᾗ καὶ ἡ ἀποσιτία κακὸν καὶ ἄκρητοι ὑποχωρήσιες, ἡ ἀποσιτία μὲν κακὸν, διότι ἡ δύναμις ἐκ ταύτης ἀσθενοῦσα οὐ δύναται ἐπὶ πλείονα χρόνον διαρ‐ κέσαι ἢ καὶ μέχρις ἀπαλλαγῆς τοῦ νοσήματος, καὶ αἱ ἄκρατοι ὑποχωρήσεις, κακὸν, διότι δηλοῦσιν ἀσθένειαν | |
30 | παντελῆ τῆς δυνάμεως μηκέτι ἀλλοιούσης, μηκέτι συμπετ‐ τούσης, μηκέτι κατεχούσης, ὡς λοιπὸν ἀκράτως τὰ δια‐ | |
χωρήματα φέρεσθαι. | 521 | |
2.522 | ΔΑΜ. Ἀκράτους ὑποχωρήσεις φησὶ τὰς ἀμίκτους ὑδατώδους ὑγρότητος, οἷον πικροχόλους ἢ μελαγχολικοὺς ἢ ἰώδεις ἢ πρασοειδεῖς, αἳ δηλοῦσιν ἐκπεφρύχθαι πᾶσαν τὴν κατὰ φύσιν ὑγρότητα ὑπὸ τῆς πυρετώδους θερμασίας. | |
4 | ||
5 | ζʹ. Ἐκ πολυποσίης ῥῖγος καὶ παραφροσύνη, κακόν. — | |
5 | ΘΕΟΦ. Πολυποσίαν καλεῖ τὴν πολλὴν οἰνοποσίαν, ἐφ’ ᾗ καὶ τὸ ῥῖγος καὶ ἡ παραφροσύνη πολλάκις πέφυκε γίνεσθαι, τὸ μὲν ῥῖγος, ὑλῶν δριμειῶν θερμῶν τε καὶ δα‐ κνωδῶν κεχυμένων ἐπὶ τὰ προαιρετικὰ μόρια καὶ αἰσθη‐ | |
10 | τικὰ τῇ θερμότητι τοῦ οἴνου· καὶ ἡ παραφροσύνη δὲ τῇ οἰκείᾳ θερμότητι τοῦ οἴνου, ἐπὶ θερμὴν δυσκρασίαν τρε‐ πομένου τοῦ ἐγκεφάλου. ἄμφω οὖν ταῦτα κακὰ ἐπιγενό‐ μενα τῇ πολυποσίᾳ διὰ τὴν ὑπερβολὴν τῆς θερμασίας. ΔΑΜ. Σβέννυται γὰρ διὰ τὸ πλῆθος τὸ ἔμφυτον | |
15 | θερμόν. | |
15 | ηʹ. Ἐπὶ φύματος ἔσω ῥήξεϊ, ἔκλυσις, ἢ ἔμετος, ἢ λειπο‐ θυμίη γίνεται. — | |
17 | ΘΕΟΦ. Τὸ λεγόμενον τοιοῦτόν ἐστιν ὅτι ἐὰν ἐπὶ φύματος ὄντος ἔσω εἴτε ἐν τοῖς θρεπτικοῖς, τυχὸν ἐπὶ | |
20 | τὸν θώρακα ἢ τὴν γαστέρα, καὶ ἐξαίφνης ῥαγῇ, φέρεται ἐκ τοῦ πύου μέρος ἢ ποιότης τις ἐπὶ τὸν στόμαχον καὶ ἐκ‐ | |
λύει αὐτὸν καὶ ποιεῖ ἐμέτους· εἰ δὲ ἐν τοῖς ἀναπνευστι‐ | 522 | |
2.523 | κοῖς ῥαγῇ, φέρεται τὸ πῦον ἐπὶ τὸν πνεύμονα καὶ τὴν καρδίαν ἢ ποιότης τις ἐξ αὐτοῦ καὶ ποιεῖ ἐκλύσεις καὶ λειποθυμίας. ταῦτα οὖν πάντα χαλεπὰ, πλὴν Ἱπποκράτης τοῦτο ὡς ὁμολογούμενον οὐκ εἶπεν. | |
5 | ΔΑΜ. Ἐπὶ τῶν γινομένων συῤῥήξεων πύου κατὰ γα‐ στέρα ταῦτα, ἐπὶ δὲ τῶν ἀναπνευστικῶν, βῆχες καὶ πνί‐ γες, ἐπὶ δὲ ἐντέρων διαχωρήσεις. | |
7 | θʹ. Ἐπὶ αἵματος ῥύσεϊ παραφροσύνη, ἢ σπασμὸς, κακόν. — | |
8 | ΘΕΟΦ. Ἐνταῦθα λέγει, ὅτι ἐὰν αἱμοῤῥαγία γένηται | |
10 | ἐξ οἱουδήποτε μορίου τοῦ σώματος καὶ ἐπὶ ταύτῃ ἀκο‐ λουθήσῃ σπασμὸς, χαλεπόν· οὐ γὰρ ἐπὶ πληρώσει ἕπε‐ ται, ἀλλ’ ἐπὶ ξηρότητι. εἰ δέ ποτε, καταξηραινομένου τοῦ ἐγκεφάλου, ἀγρυπνίας δηλονότι προγεγονυίας τῇ κε‐ νώσει, γένηται καὶ παραφροσύνη, ἔτι πλέον κακόν. | |
15 | ΔΑΜ. Ἐμοῦσι καὶ λύζουσι διὰ τὸ πάθος τῆς γα‐ στρὸς, παραφρονοῦσι καὶ σπῶνται, συμπασχούσης τῆς ἀρχῆς τῶν νεύρων. | |
17 | ιʹ. Ἐπὶ εἰλεῷ ἔμετος, ἢ λὺγξ, ἢ σπασμὸς, ἢ παραφρο‐ σύνη, κακόν. — | |
19 | ||
20 | ΘΕΟΦ. Εἰλέος ἐστιν ἔμετος κόπρου. εἰ οὖν ἅψε‐ ται τῆς οὐσίας τοῦ στόματος τῆς γαστρὸς ἡ κόπρος, δῆ‐ ξιν ποιοῦσα λύγγα ποιεῖ· εἰ δέ ποτε ἀτμοὶ δριμύτεροι ἐνεχθῶσιν ἄνω παρὰ τὸν ἐγκέφαλον, εἰ μὲν παρ’ αὐτὴν τὴν οὐσίαν χωρήσουσι, παραφροσύνη γίνεται, εἰ δὲ παρὰ | |
25 | τὰ νεῦρα, τότε σπασμός. ταῦτα οὖν πάντα ἐπὶ εἰλεῷ γι‐ νόμενα, κακόν. | |
26 | ιαʹ. Ἐπὶ πλευρίτιδι περιπλευμονίη, κακόν. — | |
27 | ΘΕΟΦ. Ἡ πλευρῖτις ἐν τῷ τὰς πλευρὰς ὑπεζωκότι ὑμένι γίνεται, ἡ περιπνευμονία δὲ ἐν τῷ πνεύμονι. κακὸν | |
30 | οὖν ἐπὶ πλευρίτιδι περιπνευμονίαν γίνεσθαι, διότι ἀπὸ | 523 |
2.524 | ἀκύρου μορίου πρὸς κύριον τὸν πνεύμονα μετῆλθεν ἡ ὕλη. ΔΑΜ. Ἐπιγίνεται γὰρ τῷ πάθει πάθος. | |
3 | ιβʹ. Ἐπὶ περιπλευμονίῃ φρενῖτις, κακόν. | |
4 | ||
5 | ΘΕΟΦ. Ἐπὶ κυριώτερον μόριον ἡ μετάστασις γέγονε τῆς ὕλης· ὅσον γὰρ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος ὁ πνεύμων κυριώτερος, τοσοῦτον ἐγκεφάλου ἀκυρότερος. ΔΑΜ. Ὅταν ὑπὸ θερμοῦ χυμοῦ γένηται περιπνευ‐ μονία, πολλοὺς ἀτμοὺς ἐπὶ τὴν κεφαλὴν ἀναπέμπουσα, | |
10 | πληροῖ τε τὸν ἐγκέφαλον ἀτμῶν καὶ φρενῖτιν ἐργάζεται. | |
10 | ιγʹ. Ἐπὶ τρώμασιν ἰσχυροῖσι ἢ σπασμὸς, ἢ τέτανος, κακόν. — | |
12 | ΘΕΟΦ. Ἐνταῦθά φησιν ὅτι ἐὰν ἐπὶ καυσώδει πυρετῷ σπασμὸς ἢ τέτανος γένηται, κακὸν διὰ τὸ ἐπὶ | |
15 | ξηρότητι γίνεσθαι. | |
15 | ιδʹ. Ἐπὶ πληγῇ ἐς τὴν κεφαλὴν, ἔκπληξις, ἢ παραφρο‐ σύνη, κακόν. — | |
17 | ΘΕΟΦ. Δηλοῖ γὰρ τοὺς κροταφίτας μύας πεπονθέ‐ ναι· τούτων γὰρ πληττομένων, συμπάσχει ὁ ἐγκέφαλος, | |
20 | ἔνθεν παραφροσύνη καὶ ἔκπληξις ἤτοι ἔκστασις ἀκολου‐ θεῖ· ἀδύνατον γάρ ἐστι λέγειν τὸν ἐγκέφαλον πεπον‐ θέναι· τοῦτο γὰρ οὐ μόνον κακὸν, ἀλλὰ καὶ θανατῶδες. ΔΑΜ. Παράφρων ὁ παράλογα καὶ φθεγγόμενος καὶ πράττων, ἔκπληκτος δὲ ὁ ἐφ’ ἡσυχίας μένων, ἔχων τοὺς | |
25 | ὀφθαλμοὺς ἀναπεπταμένους, τοῖς ὑπὸ δέους ὁμοίως ἐκ πλαγεῖσιν. | |
26 | ιεʹ. ιϛʹ. Ἐπὶ αἵματος πτύσεϊ, πύου πτύσις· ἐπὶ πύου πτύ‐ σεϊ φθίσις καὶ ῥύσις· καὶ ἐπὴν τὸ πτύελον ἴσχηται, | |
ἀποθνήσκουσιν. — | 524 | |
2.525 | ΘΕΟΦ. Νῦν ἐκ τῶν θωρακικῶν μορίων ὑποτίθεται φέρεσθαι τὸ αἷμα. φέρεται δὲ ἢ διὰ ῥῆξιν ἢ διὰ διά‐ βρωσιν ἢ ἀναστόμωσιν. ἐπὶ οὖν τῇ τοῦ αἵματος πτύσει εἰς δεύτερον πλοῦν ὁδευούσης τῆς φύσεως καὶ εἰς πῦον | |
5 | μεταβαλλούσης τὴν ὕλην, πύου πτύσις ἕπεται. ταύτης δὲ ἐπιμενούσης τῆς πτύσεως καὶ τῇ παρόδῳ ἀμβλυνούσης τὸ ζωτικὸν πνεῦμα, ὡς μὴ χορηγεῖσθαι παρ’ ὅλον τὸ σῶμα, ἔκτηξις γίνεται, ἥτις φθίσις προσαγορεύεται. εἰ δὲ το‐ σαύτη γένηται κατάπτωσις ὡς καὶ ῥύσιν τριχῶν ἢ ῥύσιν | |
10 | κοιλίας γενέσθαι, χαλεπώτερον. δηλοῖ γὰρ κατάπτωσιν τῶν δυνάμεων. τί οὖν ὑπολείπεται; θάνατον γενέσθαι ταχύτατον, εἰ τὸ πτύελον ἴσχεται διὰ τὸ ἐσχάτην εἶναι κατάπτωσιν τῶν δυνάμεων. ΔΑΜ. Ἐπὶ τῇ τοῦ αἵματος πτύσει γίνεται πύου | |
15 | πτύσις, ἐφ’ ᾗ πάλιν φθίσις καὶ ῥύσις, τουτέστιν ἔκπτω‐ σις τῶν τριχῶν καὶ διαχώρησις ὑγρά. | |
16 | ιζʹ. Ἐπὶ φλεγμονῇ τοῦ ἥπατος, λύγξ. — | |
17 | ΘΕΟΦ. Ἥπατος φλεγμαίνοντος, λὺγξ κακόν ἐστι· δηλοῖ γὰρ ὅτι πολλή ἐστιν ἡ πλήρωσις καὶ ἡ διάτασις, | |
20 | ὥστε φθάσαι τὴν στενοχωρίαν μέχρι τῆς γαστρὸς, καὶ στε‐ νοχωρουμένης αὐτῆς, γενέσθαι τὴν λύγγα, ἢ ὅτι δηλοῖ φλόγωσιν πολλὴν, ἥτις ἐκθερμαίνουσα τὰ περὶ τὴν γα‐ στέρα καὶ τὸ στόμα αὐτῆς, λύγγα ποιεῖ. ΔΑΜ. Γίνεται δὲ τοῦτο τῷ μεγέθει τῆς φλεγμονῆς, | |
25 | εἰς συμπάθειαν ἀγομένου τοῦ στομάχου διὰ τῶν κοινῶν νεύρων, εἰ καὶ βραχύτατα ταῦτά ἐστιν, ἢ διὰ τὸ χολὴν δριμεῖαν γεννᾶσθαι τῇ τοῦ ἥπατος φλεγμονῇ καὶ συῤῥεῖν | |
εἰς τὴν ἀρχὴν τῶν ἐντέρων, ἧς ἐπιπολαζούσης καὶ ἀναθε‐ | 525 | |
2.526 | ούσης εἰς τὴν γαστέρα δάκνεσθαί τε καὶ διὰ τοῦτο λύζειν τῷ στομάχῳ συμβέβηκεν. | |
2 | ιηʹ. Ἐπὶ ἀγρυπνίῃ σπασμὸς καὶ παραφροσύνη, κακόν. — | |
3 | ΘΕΟΦ. Καὶ ἐνταῦθά φησιν, ὅτι ἐὰν ἐπ’ ἀγρυπνίᾳ | |
5 | σπασμὸς γένηται, κακὸν, διότι ἐπὶ ξηρότητι δηλοῦται γί‐ νεσθαι· ἡ γὰρ ἀγρυπνία ξηρότητα ποιεῖ. εἰ δὲ καὶ παρα‐ φροσύνη ἐπιγένηται, χαλεπώτερον· δηλοῖ γὰρ ἐπίτασιν τῆς ξηρότητος. ΔΑΜ. Διὰ ξηρότητα· κενωτικὸν γὰρ λίαν ἡ ἀγρυπνία. | |
9 | ||
10 | Ἐπὶ ληθάργῳ τρόμος, κακόν. — | |
10 | ΘΕΟΦ. Ὁ λήθαργος πάθος ἐστὶ περὶ τὸν ἐγκέφα‐ λον συνιστάμενον, ἐξ ὑγρᾶς καὶ ψυχρᾶς ὕλης τὴν γένεσιν ἔχων, ἐξ ἧς καὶ τὸ δυσδιέγερτον σὺν ἀτονίᾳ τοῦ φυσικοῦ πνεύματος ἐπικέκτηται· πλὴν μετὰ βληχροῦ πυρετοῦ τὸ | |
15 | πάθος γίνεται. ἐὰν οὖν ἐπὶ ληθάργῳ τρόμος ἐπιφανῇ, κακὸν ἤτοι ἐπισφαλές· δηλοῖ γὰρ τοσαύτην εἶναι τὴν ὑγρὰν καὶ ψυχρὰν ὕλην, ὡς καὶ τὸν νωτιαῖον μεταλαμ‐ βάνειν κἀκεῖθεν τὸ νευρῶδες γένος τῇ πληρώσει σπᾶσθαι· ἄλλος δέ τις τῶν ἀφορισμῶν ἐξηγητὴς τὸν τρόμον ἐπὶ | |
20 | ληθάργῳ κακὸν ἔφη διὰ τὸ δηλοῦν ἄμετρον ξηρότητα. ΔΑΜ. Ἐπίτασιν γὰρ δηλοῖ τοῦ ψυχροῦ καὶ ὑγροῦ χυμοῦ. | |
22 | ιθʹ. Ἐπὶ ὀστέου ψιλώσεϊ ἐρυσίπελας, κακόν. — | |
23 | ΘΕΟΦ. Ψίλωσίς ἐστιν ἡ τοῦ φυσικοῦ περιβλήματος | |
25 | στέρησις. ἐὰν οὖν ἐπὶ ὀστέου ψιλώσει ἤτοι στερήσει σαρκῶν καὶ δέρματος ἐρυσίπελας ἐπιγένηται, κακόν· δηλοῖ γὰρ ἐπίῤῥοιαν αἱματικωτέρας ὕλης, ἥτις διαβιβρώσκει καὶ ἐκδαπανᾷ τὰς ἐπικειμένας σάρκας· τὸ γὰρ ἐρυσίπελας ὑπὸ αἵματος ξανθοχολικωτέρου γίνεται. | |
30 | ΔΑΜ. Μοχθηρόν ἐστι τὸ, συγγυμνωθέντος τοῦ ὀστοῦ, | |
φανῆναι τὴν πέριξ σάρκα ἐρυσιπέλατι κατειλημμένην. | 526 | |
2.527 | κʹ. Ἐπὶ ἐρυσιπέλατι σηπεδὼν, ἢ ἐκπύησις, κακόν. — | |
1 | ΘΕΟΦ. Ἐὰν ἐρυσίπελας γένηται καὶ κατὰ μέρος παύσηται, δηλονότι τὸ αἷμα σήπεται τῷ χρόνῳ καὶ ἐν‐ τεῦθεν νομή τις καὶ σῆψις γίνεται, ἣν σηπεδόνα ὁ Ἱππο‐ | |
5 | κράτης λέγει· εἰ δέ ποτε ῥωσθείη ἡ δύναμις, ἄρχεται με‐ τακοσμεῖν τὴν σαπεῖσαν ὕλην καὶ εἰς πῦον μεταβάλλειν κἀντεῦθεν ἐκπύησις. ἐπὶ ἐρυσιπέλατι οὖν ταῦτα ἐπιγινό‐ μενα κακόν· δηλοῦται γὰρ κακόηθες εἶναι τὸ ἐρυσίπελας. | |
8 | καʹ. Ἐπὶ ἰσχυρῷ σφυγμῷ ἐν τοῖσι ἕλκεσι αἱμοῤῥαγίαι, | |
10 | κακόν. — | |
10 | ΘΕΟΦ. Ἰσχυρὸν σφυγμὸν καλεῖ τὴν σφυγματώδη ὀδύνην, ἥτις οὐ γίνεται ἄλλως, εἰ μὴ συνδράμῃ καὶ με‐ γάλη φλεγμονὴ τῇ ἀρτηρίᾳ παρακειμένῃ. ἐὰν οὖν ἐφ’ ἕλ‐ κει σφυγματώδης ᾖ ὀδύνη καὶ αἱμοῤῥαγία γένηται, κακὸν, | |
15 | πρῶτον μὲν ὅτι φλεγμονὴν μεγίστην ἐνδείκνυται ἐν τῷ ἕλκει οὖσαν, δεύτερον δὲ ὅτι ἐπὶ τῶν τοιούτων σφυγμῶν ἡ αἱμοῤῥαγία δηλοῦται ἀπὸ ἀρτηρίας ἀναστομωθείσης γί‐ νεσθαι. ἄμφω οὖν κακά. ΔΑΜ. Αἱμοῤῥαγία γὰρ γίνεται ἐπὶ τοῖς ἔχουσιν ἰσχυ‐ | |
20 | ροὺς καὶ ὀδύνην ἐργαζομένους σφυγμοὺς, οἵτινες γίνον‐ ται ἐπὶ τῶν φλεγμαινόντων ἑλκῶν, ἐφιεμένης τῆς φύσεως διώσασθαι τὰ λυποῦντα διὰ τῆς αἱμοῤῥαγίας. | |
22 | κβʹ. Ἐπὶ ὀδύνῃ πολυχρονίῳ τῶν περὶ τὴν κοιλίην ἐκπύη‐ σις, κακόν. — | |
24 | ||
25 | ΘΕΟΦ. Ἡ ὀδύνη γίνεται περὶ τὴν κοιλίαν ἢ πνευ‐ μάτων περιουσίᾳ ἢ λεπτῇ καὶ δριμείᾳ ὕλῃ ἢ παχείᾳ καὶ φλεγματικῇ. ἐνταῦθα οὖν διὰ πάχος χυμῶν ὑποτίθεται τὴν ὀδύνην· αὕτη γὰρ καὶ ἐπὶ πολὺν χρόνον παρατείνεται, ἐφ’ ᾗ καὶ προσδοκία πυοποιήσεως· σήπεται γὰρ τῷ | |
30 | χρόνῳ καὶ εἰς πῦον μεταβάλλεται καὶ ἔστιν ὁ λόγος οὐ μόνον ἐπὶ τῆς σιτοδόχου κοιλίας ἁρμόδιος, ἀλλὰ καὶ ἐπὶ παντὸς μορίου κοιλότητα ἔχοντος. | |
ΔΑΜ. Ἡ γὰρ τοιαύτη ὀδύνη ἡ μὴ δυναμένη διαλυ‐ | 527 | |
2.528 | θῆναι τῷ χρόνῳ φλεγμονήν τινα δηλοῖ, ἥτις καὶ εἰς ἐκ‐ πύησιν μεθίσταται. | |
2 | κγʹ. Ἐπὶ ἀκρήτῳ ὑποχωρήσεϊ δυσεντερίη, κακόν. — | |
3 | ΘΕΟΦ. Ἄκρητον ὑποχώρησιν λέγει τὴν παντὸς χυ‐ | |
5 | μοῦ ἀνόθευτον καὶ ἀμιγῆ κένωσιν, ἥτις τῇ παρόδῳ δῆξιν ἢ ἀνάβρωσιν τῶν ἐντέρων ποιοῦσα δυσεντερίαν εἰκότως ἐργάζεται, ὅπερ καὶ χαλεπόν ἐστι. ΔΑΜ. Ἀκράτους ὑποχωρήσεις φησὶν τὰς ἀμίκτους ὑγρότητος ὑδατώδους, αὐτὸν μόνον ἐχούσας εἰλικρινῆ τὸν | |
10 | ὑπερμαχόμενον χυμόν. | |
10 | κδʹ. Ἐπὶ ὀστέου διακοπῇ παραφροσύνη καὶ ἔκπληξις, ἢν ἐς κενεὸν λάβῃ. — | |
12 | ΘΕΟΦ. Ἐὰν τὸ τῆς κεφαλῆς ὀστοῦν διακοπῇ, ὡς φθάσαι τὴν διαίρεσιν καὶ μέχρις αὐτοῦ τοῦ κενεοῦ | |
15 | ἤτοι τόπου τοῦ περιέχοντος τὸν ἐγκέφαλον, ἐξ ἀνάγκης παραφροσύνη γίνεται καὶ ἔκπληξις, ἐπειδὴ παράκεινται αἱ μήνιγγες καὶ μεταλαμβάνουσαι τοῦ πάθους φλεγμαί‐ νουσι κἀντεῦθεν παραφροσύνη γίνεται καὶ ἔκπληξις. ΔΑΜ. Ἤως ἕως τῆς ἔνδον κενότητος ἤτοι τῆς ἐπι‐ | |
20 | φανείας, διότι πλησιάζει ταῖς μήνιγξι καὶ τῷ ἐγκεφάλῳ. | |
20 | κεʹ. Ἐκ φαρμακοποσίης σπασμὸς, θανατῶδες. — | |
21 | ΘΕΟΦ. Ἐὰν ἐπὶ ὑπερκαθάρσει γένηται σπασμὸς, θανατῶδες· δηλοῖ γὰρ ἄμετρον ξηρότητα. | |
ΔΑΜ. Διὰ τὴν ἄκραν ξηρότητα. | 528 | |
2.529 | κϛʹ. Ἐπὶ ὀδύνῃ ἰσχυρῇ τῶν περὶ τὴν κοιλίην ἀκρωτηρίων ψύξις, κακόν. — | |
2 | ΘΕΟΦ. Ἰσχυρὰ ὀδύνη γίνεται περὶ τὴν κοιλίαν διὰ φλεγμονὴν ἢ ἕρπητα ἢ ἐρυσιπελατώδη ὄγκον. ἐὰν οὖν ἐπὶ | |
5 | ταύτῃ τῇ ὀδύνῃ ψύξις ἀκρωτηρίων γένηται, θανατῶδες· δηλοῖ γὰρ ἀσθένειαν τοῦ ἐμφύτου θερμοῦ ἢ τὴν φλεγ‐ μονὴν ἀξιόλογον, ἥτις δίκην σικύας, καθὼς εἴρηται, τὸ αἷμα ἕλκουσα ψυχρὰ καταλιμπάνει τὰ ἄκρα. ΔΑΜ. Γίνεται μὲν καὶ διὰ μέγεθος φλεγμονῆς ἐν | |
10 | τῷ βάθει, γίνεται δὲ καὶ διὰ λειποψυχίαν ἢ τῷ σβέννυ‐ σθαι τὴν ἔμφυτον θερμασίαν ἐν ὠμοῖς τοῖς χυμοῖς ἢ διὰ πλῆθος πνίγεσθαι ταύτην. | |
12 | Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ τεινεσμὸς ἐπιγενόμενος, ἐκ‐ τρῶσαι ποιέει. — | |
14 | ||
15 | ΔΑΜ. Ἡ γὰρ μήτρα συμφυὴς οὖσα τῷ ἀπευθυσμένῳ ἐντέρῳ, ἐν ᾧ ὁ τεινεσμὸς γίνεται, κάμνει. | |
16 | κζʹ. Ὅ τι ἂν ὀστέον, ἢ χόνδρος, ἢ νεῦρον διακοπῇ ἐν τῷ σώματι, οὐκ αὔξεται. — | |
18 | ΘΕΟΦ. Ἢ διὰ τὸ εἶναι ψυχρὰ καὶ ξηρὰ, ἢ διότι, ὡς | |
20 | εἴρηται, ἐκ σπέρματος ἔχουσι τὴν γένεσιν. | |
20 | κηʹ. Ἢν ὑπὸ λευκοῦ φλέγματος ἐχομένῳ διάῤῥοια ἐπιγέ‐ νηται ἰσχυρὴ, λύει τὴν νοῦσον. — | |
22 | ΘΕΟΦ. Περὶ τοῦ λευκοφλεγματίου ὑδέρου ὁ λόγος τῷ Ἱπποκράτει, ἐφ’ ᾧ διάῤῥοια ἰσχυρὰ τουτέστι κατὰ | |
25 | παράτασιν χρόνου γινομέη λύει τὴν νόσον τῷ λόγῳ τοῦ ἐκκενοῦν τὴν νοσοποιὸν αἰτίαν. λευκὸν δὲ εἶπε φλέγμα ἢ πρὸς ἀντιδιαστολὴν ἄλλου· ἔστι γὰρ καὶ πελιδνὸν φλέγμα, ἢ δι’ αὐτὸ τὸ ὂν ὡς τὸ γάλα λευκόν. ΔΑΜ. Τὸ λευκὸν φλέγμα ὕδερόν φησιν, ὡς καὶ πε‐ | |
30 | λιδνοῦ φλέγματος ὄντος. | 529 |
2.530 | κθʹ. Ὁκόσοισιν ἀφρώδεα διαχωρήματα ἐν τῇσι διαῤ‐ ῥοίῃσι, τουτέοισιν ἀπὸ τῆς κεφαλῆς ἐπικαταῤῥέει. — | |
2 | ΘΕΟΦ. Ὁ ἀφρὸς ἐξ ὑγροῦ καὶ πνεύματος σύγκειται. ἐὰν οὖν ἐν ταῖς διαῤῥοίαις φανῇ, εἰκότως ἀπὸ τῆς κε‐ | |
5 | φαλῆς ἀντικαταῤῥεῖ. καὶ γὰρ ὁ ἐγκέφαλος τούτων τῶν δύο εὐπορεῖ, τοῦ μὲν κατ’ οὐσίαν, τοῦ δὲ κατὰ κράσιν, κατ’ οὐσίαν μὲν ὅτι ὑγρός ἐστι, κατὰ κράσιν δὲ ὅτι ψυ‐ χρός ἐστιν· ἡ δὲ ψυχρὰ κράσις πνευμάτων ἐστὶ γεννητική. | |
8 | λʹ. Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν, ἐν τοῖσιν οὔροισι κρι‐ | |
10 | μνώδεες αἱ ὑποστάσιες γίνονται, μακρὴν τὴν ἀῤῥωστίην σημαίνουσι. — | |
11 | ΘΕΟΦ. Κρίμνον καλοῦσιν οἱ παλαιοὶ τὸ ἁδρομερέ‐ στερον τοῦ ἀλφίτου ἢ τοῦ σίτου· ἀπὸ τούτου μεταφορι‐ κῶς ἐν τῷ οὔρῳ. ἐὰν ἁδρομερῆ τινα εὑρεθῶσιν ἔχοντα | |
15 | περιγραφὴν, κριμνώδη οὖρα καλοῦνται. ἀλλὰ ταῦτα τὰ κριμνώδη ἢ διὰ σύντηξιν σώματος γίνονται ἢ διὰ παχεῖαν ὕλην ἐν τῷ σώματι οὖσαν καὶ θερμασίαν περιφρύττου‐ σαν αὐτήν. περὶ τούτου οὖν τοῦ σημαινομένου ὁ λόγος τῷ Ἱπποκράτει· φησὶ γὰρ ὅσοις γένηται κριμνῶδες τὸ | |
20 | οὖρον, πυρετοῦ ὑποκειμένου καὶ πάχους ὕλης, χρόνιον τὸ νόσημα γενήσεται· χρόνου γὰρ δέεται ἡ φύσις λεπτῦναι τὴν παχεῖαν ταύτην ὕλην. ΔΑΜ. Κριμνώδεις ὑποστάσεις φησὶ τὰς ἐοικυίας πιτύροις μὴ ἀκριβῶς ἀληλεσμένοις. | |
24 | ||
25 | λαʹ. Ὁκόσοισι χολώδεες αἱ ὑποστάσιες γίνονται, ἄνωθεν δὲ λεπταὶ, ὀξείην τὴν ἀῤῥωστίην σημαίνουσιν. — | |
26 | ΘΕΟΦ. Ὃ λέγει, τοιοῦτόν ἐστιν, ὅτι ὅσοις χολώδεις αἱ ὑποστάσεις εἰσὶ τουτέστι κεχρωσμέναι ὑπὸ χολῆς, ἄνω‐ θεν δὲ ἤτοι ἐξ ἀρχῆς τοῦ νοσήματος λεπταὶ καὶ ὑδατώ‐ | |
30 | δεις, σύντομον δηλοῦσι τὸ νόσημα. καὶ ἡ αἰτία, ἐπειδὴ | |
ἤρξατο γίνεσθαι σύμπεψις καὶ ἡ ὕλη ἐκφράττεσθαι. | 530 | |
2.531 | λβʹ. Ὁκόσοισι δὲ διεστηκότα τὰ οὖρα γίνεται, τουτέοισι ταραχὴ ἐν τῷ σώματι ἰσχυρή ἐστι. — | |
2 | ΘΕΟΦ. Διεστηκὸς οὖρον καλεῖ τὸ ἀνώμαλον τὸ κατά τι μὲν πεπεμμένον ὑπάρχον, κατά τι δὲ ἄπεπτον. οἷς οὖν | |
5 | τοιαῦτα οὖρα γίνεται, χαλεπώτατά εἰσι· δηλοῖ γὰρ, ποῦ μὲν ἐπικράτειαν τῆς φύσεως, ποῦ δὲ τῆς παρὰ φύσιν διαθέσεως, ὅθεν Ἱπποκράτης εἰκότως ἔφη, τὰ τοιαῦτα ταραχὴν σημαίνει. ΔΑΜ. Ἀδύνατον εἶναι τὰ οὖρα διεστηκότα· συνεχῆ | |
10 | γάρ εἰσιν ἀεὶ ἑαυτοῖς, μηδεμίαν χώραν κενὴν ἐν τῷ μέσῳ ἔχοντα. εἰ δὲ τὸ κατὰ σύστασιν ἀνώμαλον εἰρῆσθαι δεχοί‐ μεθα, δεόντως εἶπε ταραχὴν ἰσχυρὰν αὐτὸ σημαίνειν· κρατούσης γὰρ τῆς φύσεως, ἥνωται· στασιαζόντων δὲ τῶν νοσωδῶν αἰτίων, τὸ μὲν κρατούμενον ἑτέραν, τὸ δ’ ἀνθι‐ | |
15 | στάμενον ἑτέραν ἴσχει τὴν ἰδέαν. | |
15 | λγʹ. Ὁκόσοισι δὲ ἐν τοῖσιν οὔροισιν ἐπίστανται πομφόλυ‐ γες, φρενιτικὰ σημαίνουσι, καὶ μακρὴν ἀῤῥωστίην ἐπι‐ γενήσεσθαι. — | |
18 | ΘΕΟΦ. Πομφόλυξ ἐστὶ πνεῦμα φυσῶδες ὑπὸ | |
20 | ὑγρότητος ἐγκαταλαμβανόμενον. ἀλλ’ αὕτη γίνεται ὑπὸ πνεύματος καὶ ὑγρότητος ἢ παχείας ἢ λεπτῆς. ἵστανται δὲ ἐπάνω τοῦ οὔρου διὰ τὸ ἄνω ὠθεῖσθαι παρὰ τοῦ πνεύματος. ὅσοις οὖν ἐνεχθῇ πομφολυγῶδες οὖρον μὴ εὐθέως ἀποκαθιστάμενον, δηλοῖ μακρὰν τὴν νόσον. τὸ γὰρ | |
25 | πάχος εἰς μῆκος χρόνου εἴωθεν ἐκτείνειν τὰ νοσήματα. ἀλλὰ μὴν καὶ νεφρῖτιν· ἐκ τῶν πλησίον γὰρ φέρεται. εἰ γὰρ ἐκ τῶν πόῤῥω ἐφέρετο, τυχὸν ἐκ γαστρὸς ἢ θώρα‐ κος, λεπτυνόμενον τῇ κινήσει ταχὺ ἂν ἀπεκαθίστατο. ΔΑΜ. Αἱ πομφόλυγες ἐξ ὑγρότητος γλίσχρου συ‐ | |
30 | νίστανται, πνεύματι φυσώδει μεμιγμένης. | |
30 | λδʹ. Ὁκόσοισι δὲ λιπαρὴ ἡ ὑπόστασις καὶ ἀθρόη, του‐ | |
τέοισι νεφριτικὰ, καὶ ὀξέα σημαίνει. — | 531 | |
2.532 | ΘΕΟΦ. Λιπαρὰν ὑπόστασιν λέγει τὴν πιμελώδη καὶ ἐλαιώδη, ἥτις ἄνω ἐφίσταται. οἷς οὖν τοιαύτη ὑπό‐ στασις, νεφριτικὰ σημαίνει, ἐὰν ἀθρόα ἐστὶ τουτέστι πα‐ χεῖα ὡς πρὸς ἅπαξ ἢ δεύτερον ἐνεχθῆναι, ἐπὶ γὰρ τῶν | |
5 | νεφρῶν τηκομένης τῆς πιμελῆς, ταχέως ἐκκρίνεται, ἐπὶ δὲ τῆς ἐν ὅλῳ τῷ σώματι, βραδέως. αὕτη καὶ ὀξεῖαν τὴν ἀῤῥωστίαν δηλοῖ ἤτοι σφοδρὰν θερμασίαν ἐν τοῖς νεφροῖς ἀπαγγέλλουσαν τὴν τὸ πιμελῶδες συντήκουσαν. ΔΑΜ. Οὖρον γὰρ καὶ διαχώρημα λιπαρὰ ἐπὶ συν‐ | |
10 | τήξει γίνεται πιμελῆς τῆς κατὰ πᾶν τὸ σῶμα, οὐ τῆς τῶν νεφρῶν. | |
11 | λεʹ. Ὁκόσοισι δὲ νεφριτικοῖσιν ἐοῦσι, τὰ προειρημένα ξυμβαίνει σημεῖα, πόνοι τε ὀξέες περὶ τοὺς μύας τῆς ῥάχιος γίνονται· ἢν μὲν περὶ τοὺς ἔξω τόπους γίνωνται, | |
15 | ἀπόστημα προσδέχου ἐσόμενον ἔξω· ἢν δὲ μᾶλλον οἱ πόνοι πρὸς τοὺς ἔσω τόπους γίνωνται, καὶ τὸ ἀπό‐ στημα προσδέχου ἐσόμενον μᾶλλον ἔσω. — | |
17 | ΘΕΟΦ. Νεφριτικοὺς καλεῖ τοὺς ἔχοντας φλεγμονὴν ἢ ἔμφραξιν περὶ τοὺς νεφρούς. ἐὰν οὖν ἐστιν νεφριτικὴ | |
20 | διάθεσις καὶ τὰ προειρημένα σημεῖα πολλάκις συμβῶσι τουτέστιν ἢ οὖρον λεπτὸν καὶ ὑδατῶδες, ἢ ὑπόστασις πομφολυγώδης, γένωνται δὲ πόνοι περὶ τοὺς μύας τοὺς ῥαχιαίους, τῆς ἐν νεφροῖς ὕλης πρὸς αὐτοὺς μεταβάσης, εἰ μὲν περὶ τοὺς ἔξω ῥαχιαίους μῦς οἱ πόνοι γίνονται, | |
25 | καὶ τὸ ἀπόστημα ἔξω δεῖ προσδέχεσθαι, εἰ δὲ πρὸς τοὺς ἔσω τουτέστι τοὺς ψοΐτας, καὶ τὸ ἀπόστημα ἐκεῖσε δεῖ προσδέχεσθαι. | |
27 | λϛʹ. Ὁκόσοι αἷμα ἐμέουσιν, ἢν μὲν ἄνευ πυρετοῦ, σωτή‐ ριον· ἢν δὲ ξὺν πυρετῷ, ὀλέθριον κάρτα. θεραπεύειν δὲ | |
30 | τοῖσι ψυκτικοῖσι καὶ τοῖσι στυπτικοῖσι. — | |
30 | ΘΕΟΦ. Νῦν ὁ Ἱπποκράτης ὑποτίθεται τὴν κένωσιν τοῦ αἵματος ἀπὸ τῶν θρεπτικῶν γινομένην. ἐὰν οὖν αὕτη ἄνευ πυρετοῦ γένηται, ἀγαθὸν, πλὴν μέτριον· δηλοῖ | |
γὰρ μὴ εἶναι φλεγμονὴν, ὅθεν ἀναφέρεται τὸ αἷμα, ἀλλὰ | 532 | |
2.533 | μόνον ἀναστόμωσιν. εἰ δὲ μετὰ πυρετοῦ, ὀλέθριον κάρτα ἤγουν πάνυ. δηλοῖ γὰρ φλεγμονὴν εἶναι, ἐξ ὧν τὸ αἷμα ἀναφέρεται δι’ ἀνάβρωσιν. εἶτα καὶ θεραπείαν ἐν τῷ τέ‐ λει παραδίδωσι· λέγει γὰρ, ὅτι θεραπεύειν δεῖ τοῖς στύ‐ | |
5 | φουσι καὶ ψύχουσι, πλὴν οὐ πάσης αἱμοῤῥαγίας, ἀλλὰ τῆς δι’ ἀναστόμωσιν γινομένης. ταύτην γὰρ τὰ στύφοντα καὶ ψύχοντα θεραπεύουσιν ὡς ἀναστολὴν ποιοῦντα. ΔΑΜ. Τοῖς γὰρ ἀπυρέτοις οὐδεμία φλεγμονὴ κατὰ τὸν τόπον ἐστὶν, ὅθεν ἀναφέρεται τὸ αἷμα, ὥστε ἢ κατὰ | |
10 | ἀναστόμωσιν ἀγγείου ἢ μεθ’ ἑλκώσεως χωρὶς φλεγμονῆς, ἃ τοῖς στυπτικοῖς θεραπεύεται. | |
11 | λζʹ. Κατάῤῥοοι ἐς τὴν ἄνω κοιλίην ἐκπυοῦνται ἐν ἡμέρῃ‐ σιν εἴκοσιν. — | |
13 | ΘΕΟΦ. Κατάῤῥουν λέγει τὴν σύῤῥοιαν τῆς ὕλης τὴν | |
15 | ἐπὶ τὴν τραχεῖαν ἀρτηρίαν ἢ τὰς κοιλότητας τοῦ θώρακος ἢ παρ’ αὐτὸν τὸν πνεύμονα γινομένην, κοιλίαν δὲ ἄνω τὸν θώρακα, παραβάλλων πρὸς τὴν κοιλίαν. ἐὰν οὖν γέ‐ νηται κατάῤῥους ἐν ταύτῃ τῇ ἄνω κοιλίᾳ, ἐν εἴκοσιν ἡ‐ μέραις ἐκπυΐσκεται τὸ μήκιστον διὰ τὴν περιουσίαν τοῦ | |
20 | ἐμφύτου θερμοῦ. ἔστι γὰρ ὅτε καὶ τῇ ἑνδεκάτῃ καὶ τῇ τεσσαρασκαιδεκάτῃ ἐκπυΐσκεται· τοῦτο δὲ γίνεται πρὸς τὴν δύναμιν τοῦ ὑποκειμένου σώματος καὶ πρὸς τὴν ὑπο‐ κειμένην ὕλην. ΔΑΜ. Ἄνω κοιλίαν φησὶ τὴν ὑπὸ τοῦ θώρακος πε‐ | |
25 | ριγραφομένην, ἣν ὁ πνεύμων κατείληφεν. | |
25 | ληʹ. Ἢν οὐρέη αἷμα καὶ θρόμβους, καὶ στραγγουρίην ἔχῃ, καὶ ὀδύνη ἐμπίπτῃ ἐς τὸν περίναιον, καὶ τὸν κτένα, τὰ περὶ τὴν κύστιν νοσέειν σημαίνει. — | |
28 | λθʹ. Ἢν γλῶσσα ἐξαίφνης ἀκρατὴς γένηται, ἢ ἀπόπλη‐ | |
30 | κτόν τι τοῦ σώματος, μελαγχολικὸν τὸ τοιοῦτον. — | 533 |
2.534 | ΘΕΟΦ. Πολλάκις ἔμφραξις γίνεται περὶ τὰς ἀπο‐ φύσεις τῶν νεύρων τὰς φερομένας παρὰ τοὺς μύας τῆς γλώσσης καὶ μηκέτι δυνάμεως ἐπιχορηγουμένης τοῖς μυσὶ, ἀναίσθητος καὶ ἀκίνητος ἡ γλῶσσα γίνεται, ἣν ἀκρατῆ | |
5 | γλῶσσαν ὁ Ἱπποκράτης λέγει. ὅτι δὲ ἐξ ἐμφράξεως γίνε‐ ται οὕτως, δῆλον ἐκ τοῦ εἰπεῖν ἐξαίφνης. οὐ γὰρ φλεγ‐ μονὴ οὐδὲ ξηρότης ἐξαίφνης ἀκίνητον δύναται ποιῆσαι τὴν γλῶσσαν· λοιπὸν οὖν, ὡς εἴρηται, ἔμφραξις ἐκ παχυ‐ τάτης ὕλης. ἐὰν οὖν ἡ γλῶσσα ἀκρατὴς ἢ ἄλλο οἱονδή‐ | |
10 | ποτε μόριον τοῦ σώματος ἀπόπληκτον γένηται τουτέστιν ἀκίνητον καὶ ἀναίσθητον, μελαγχολικὸν τὸ τοιοῦτον ἀντὶ τοῦ ὑπὸ μελαγχολικοῦ χυμοῦ ἐμφράττοντος γίνεται. ΔΑΜ. Ἀκρατῆ, ἢ τὴν ἀστήρικτον, ὡς μὴ διαρθροῦν τὴν φωνὴν, ἢ τὴν ἀκίνητον καὶ παραλελυμένην, ὡς καὶ | |
15 | τὸ ἀπόπληκτον. διὰ τί δὲ μελαγχολικὰ, οὐκ οἶδα. | |
15 | μʹ. Ἢν ὑπερκαθαιρομένων τῶν πρεσβυτέρων λὺγξ ἐπιγέ‐ νηται, οὐκ ἀγαθόν. — | |
17 | ΘΕΟΦ. Καὶ ἐπὶ τῶν ἀκμαζόντων καὶ τῶν ἄλλων ἡλικιῶν κακὸν τὸ τοιοῦτον· δηλοῖ γὰρ ἄμετρον ξηρότητα· | |
20 | πάνυ δὲ κακὸν ἐπὶ τῶν γερόντων διὰ τὴν κατάπτωσιν τῶν δυνάμεων. ΔΑΜ. Κοινῶς ἐπὶ πάντων, τοῖς δὲ πρεσβυτέροις τὰ μοχθηρὰ πάντα χείρω. | |
23 | μαʹ. Ἢν πυρετὸς μὴ ἀπὸ χολῆς ἔχῃ τὴν γένεσιν, ὕδατος | |
25 | πολλοῦ θερμοῦ κατὰ τῆς κεφαλῆς καταχεομένου, λύσις. — | |
26 | ΘΕΟΦ. Χολῆς μνησθεὶς λόγῳ παραδείγματος, ὡς βραχυλόγος τοὺς λοιποὺς χυμοὺς προσυπακούεσθαι ἐσή‐ μανε τουτέστι φλέγμα, αἷμα καὶ χολὴν μέλαιναν. ἐὰν οὖν | |
30 | γένηται πυρετὸς μὴ ἀπὸ χολῆς μηδὲ ἀπὸ φλέγματος μηδὲ ἀπὸ ἄλλου οἱουδήποτε χυμοῦ, ἀλλ’ ἐπὶ πνεύμασι ἢ | |
στερεοῖς, τότε ὠφελεῖ ἡ κατάχυσις τοῦ θερμοῦ ὕδατος ὡς | 534 | |
2.535 | εὐκρατοῦσα. [οὐ γὰρ ἔστιν ὕλη ἡ ὀφείλουσα χύσιν ὠδί‐ νειν]. εἰ δέ τις λέγει, διὰ τί ὁ Ἱπποκράτης τὴν κατάχυσιν διὰ τῆς κεφαλῆς κελεύει γίνεσθαι, λέγομεν, ἵνα ἐκ ταύτης παρ’ ὅλον τὸ σῶμα παραῤῥυῇ. | |
5 | ΔΑΜ. Τοὺς ἐφημέρους αἰνίττεται, οὔτε δὲ τοὺς ἐπὶ φλεγμοναῖς κυρίων μορίων, οὔτε τοὺς ἐπὶ σήψει χυμῶν. | |
6 | μβʹ. Γυνὴ ἀμφιδέξιος οὐ γίνεται. — | |
7 | ΘΕΟΦ. Ἀμφιδεξίους ὀνομάζουσι τοὺς ἀμφοτέρας τὰς χεῖρας εὐκινήτους ἔχοντας· οὐκ ἐπὶ πάντων γάρ εἰσιν | |
10 | αἱ δύο εὐκίνητοι, ἀλλὰ μόνον ἡ δεξιά. καὶ τούτου αἴτιος ὁ συνεθισμὸς, ὡς εἴγε τις συνείθιστο ἐκ παίδων τὴν ἀριστερὰν κινεῖν, αὕτη ἐπιτηδειοτέρα γίνεται εἰς κίνησιν. εἰ δὲ ἀμφοτέρας, ἀμφιδέξιος γίνεται· ὡς γὰρ εἴρηται, κί‐ νησις κρατύνει, ἀργίη δὲ τήκει. οὐ μόνον δὲ διὰ τοῦτο, | |
15 | ἀλλὰ καὶ διὰ ῥώμην φύσεως, ὅθεν μᾶλλον ἄῤῥενες ἀμ‐ φιδέξιοι ἢ γυναῖκες. ἄλλοι δὲ οὕτως ἀμφιδέξιος ἐκλαμ‐ βάνονται, ὅτι γυνὴ περὶ τὸν δεξιὸν κόλπον οὐ γίνεται. ΔΑΜ. Διὰ τὸ τῆς φύσεως ἀσθενὲς τῇ δεξιᾷ μόνῃ χρῆται μετρίως. | |
19 | ||
20 | μγʹ. Ὁκόσοι ἔμπυοι καίονται, ἢ τέμνονται, ἢν μὲν τὸ πῦον καθαρὸν ῥυῇ καὶ λευκὸν, περιγίγνονται· ἢν δὲ βορβορῶ‐ δες, καὶ δυσῶδες, ἀπόλλυνται. — | |
22 | ΘΕΟΦ. Ἔμπυοι κυρίως εἰσὶν οἳ μεταξὺ πνεύμονός τε καὶ θώρακος ἔχουσι τὸ πῦον. τούτοις οὖν καιομένοις | |
25 | εἰ μὲν λευκὸν καὶ λεῖον καὶ ὁμαλὸν συμβῇ ῥυῆναι τὸ πῦον, ἀγαθαὶ ἐλπίδες· δηλοῖ γὰρ, ὅτι ἡ φύσις ἔῤῥωται καὶ κατεκρατήθη ἡ παρὰ φύσιν διάθεσις· εἰ δὲ δυσῶδες καὶ βορβορῶδες, ἀπόλλυνται· δηλοῖ γὰρ ἐπικράτειαν μὲν τοῦ νοσήματος, κατάπτωσιν δὲ τῶν δυνάμεων. Ἰστέον δὲ | |
30 | ὅτι ἐπὶ τῶν Ἱπποκράτους χρόνων ἔκαιον τοὺς ἐμπύους | |
μεταξὺ τῶν δύο πλευρῶν καὶ τοσοῦτον διὰ βάθους, ὡς | 535 | |
2.536 | καὶ αὐτὸν τὸν ὑπεζωκότα διατιτρᾷν, ἵνα διὰ τῆς διαιρέ‐ σεως ἐνεχθῇ τὸ πῦον. ΔΑΜ. Οἱ κατὰ πᾶν μόριον ἀπόστασιν σχόντες πυο‐ ποιηθεῖσαν. | |
4 | ||
5 | μδʹ. Ὁκόσοι ἧπαρ διάπυον καίονται, ἢν μὲν τὸ πῦον κα‐ θαρὸν ῥυῇ καὶ λευκὸν, περιγίνονται· ἐν χιτῶνι γὰρ τὸ πῦον τουτέοισίν ἐστι· ἢν δὲ οἷον ἀμόργη ῥυῇ, ἀπόλ‐ λυνται. — | |
8 | ΘΕΟΦ. Ἐνταῦθά φησιν, ἐὰν ἐν ἥπατι πῦον περιέ‐ | |
10 | χηται καὶ καῦσις παραληφθῇ, ζητητέον τὸ ἐκκρινόμενον πῦον· εἰ γὰρ εἴη λευκὸν καὶ καθαρὸν, περιγίνονται· ση‐ μαίνει γὰρ τὸ τοιοῦτον πῦον ῥώμην καὶ ἰσχὺν τῆς ἀλλοι‐ ωτικῆς δυνάμεως καὶ τὴν φλεγμονὴν ἔξω περὶ τὸν ὑμένα τοῦ ἥπατος εἶναι, ἐλευθέραν δὲ τὴν οὐσίαν τοῦ ἥπατος | |
15 | εἶναι· εἰ δὲ οἷον ἀμόργη τουτέστι οἷον στάθμη ἐλαίου ῥυῇ, ἀπόλλυνται διὰ τὰς ἐναντίας αἰτίας. ΔΑΜ. Περιγίνονται μὲν, ὡς μηδὲν πεπονθυίας τῆς οὐσίας τοῦ σπλάγχνου· εἰ δ’ οἷον ἀμόργη ῥυῇ, ἀπόλλυν‐ ται· εἰκὸς γὰρ γίνεσθαι τοιαύτην τὴν ἄπεπτον σηπεδόνα | |
20 | τοῦ ἥπατος. | |
20 | μεʹ. Ὀφθαλμῶν ὀδύνας ἀκρατοποσίη, ἢ λουτρὸν, ἢ πυρίη, ἢ φλεβοτομίη λύει. — | |
22 | ΘΕΟΦ. Ὃ λέγει, τοιοῦτόν ἐστιν, ἐὰν γένηται ὀδύνη ὀφθαλμῶν, χρὴ ἄκρατον οἶνον ποτίσαι καὶ λούσαντα φλε‐ | |
25 | βοτομεῖν, πλὴν τοῦτο ποιεῖν, ἐάν ἐστιν ἡ ὕλη ἐν μόνῳ τῷ ὀφθαλμῷ, καὶ πρῶτον μὲν τὴν ἀκρατοποσίαν ποιεῖν, εἶτα λουτρῷ χρῆσθαι, ἵνα χύσις γένηται τῆς ὕλης καὶ οὕ‐ τως χρὴ φλεβοτομεῖν, ἵνα κατάστασις τῆς προχυθείσης γένηται ὕλης. | |
30 | ΔΑΜ. Παρέγγραπτος. | |
30 | μϛʹ. Ὑδρωπιῶντα ἢν βὴξ ἔχῃ, ἀνέλπιστος γίνεται. — | |
31 | ||
ΘΕΟΦ. Οὗτος ὁ ἀφορισμὸς ἀνωτέρω εἴρηται. Ἰστέον | 536 | |
2.537 | δὲ ὅτι ὅσοι ὅμοιοι τοῖς λεχθεῖσι, παρεντεθειμένοι εἰσὶ καὶ οὐχ Ἱπποκράτους. | |
2 | μζʹ. Στραγγουρίην καὶ δυσουρίην θώρηξις καὶ φλεβοτομίη λύει· τάμνειν δὲ τὰς ἔσω. — | |
4 | ||
5 | ΘΕΟΦ. Στραγγουρίαν τὴν διὰ φλεγμονὴν οὖσαν ἐν τῇ κύστει ἢ διὰ πλῆθος ὑγροῦ καταλύοντος τὴν δύναμιν αὐτῆς ἡ φλεβοτομία λύει τῷ κενοῦν τὴν νοσοποιὸν ὕλην. πλὴν χρὴ τὰς εἴσω τῶν ἰγνυῶν ἢ σφυρῶν τέμνειν φλέ‐ βας. δυσουρίαν δὲ τὴν δι’ ἔμφραξιν φυσωδῶν πνευμάτων | |
10 | ἢ γλίσχρων χυμῶν ἡ θώρηξις λύει· ὁ γὰρ οἶνος ὁ ἄκρα‐ τος ὡς θερμὸς ἀναλύει καὶ διαφορεῖ ταῦτα. ΔΑΜ. Τὴν μὲν ἀπὸ ψύξεως ἡ θώρηξις λύει ἤτοι ἡ πόσις τοῦ ἀκράτου οἴνου, τὴν δὲ σὺν πλήθει καὶ ἀπὸ δριμύτητος ἡ φλεβοτομία. | |
14 | ||
15 | μηʹ. Ὑπὸ κυνάγχης ἐχομένῳ οἴδημα, ἢ ἐρύθημα ἐν τῷ στήθεϊ ἐπιγενόμενον, ἀγαθόν· ἔξω γὰρ τρέπεται τὸ νό‐ σημα. — | |
17 | ΘΕΟΦ. Ἰδοὺ καὶ οὗτος ὁ ἀφορισμὸς ἔμπροσθεν γέγραπται οὕτως ἔχων τὴν λέξιν, ὑπὸ κυνάγχης ἐχομένῳ | |
20 | οἴδημα γενέσθαι ἐν τῷ βρόγχῳ ἤγουν ἐν τῷ τραχήλῳ, ἀγαθόν. τοῦτο μὲν ἐνταῦθα προσέθηκε τὴν αἰτίαν ἤγουν τὸ ἔξω τρέπεται. ἐξήγημαι δὲ ἐπὶ πλέον ἐν τῷ δʹ καὶ ὁ ζητῶν εὑρήσει. | |
23 | μθʹ. Ὁκόσοισιν ἂν σφακελισθῇ ὁ ἐγκέφαλος, ἐν τρισὶ ἡμέ‐ | |
25 | ρῃσιν ἀπόλλυνται· ἢν δὲ ταύτας διαφύγωσι, ὑγιέες γίνονται. — | |
26 | ΘΕΟΦ. Σφακελισμὸν ἐνταῦθα ἀκουστέον τὴν ἀρχο‐ μένην νομὴν καὶ σῆψιν. οἷς οὖν ὁ ἐγκέφαλος σφακελισθῇ τουτέστι νομὴν, σῆψιν ἄρξηται δέξασθαι, ἐν τρισὶν ἡμέ‐ | |
30 | ραις ἀπόλλυνται διὰ τὸ εἶναι τὸ πάθος χαλεπὸν καὶ τὸ | 537 |
2.538 | μόριον κυριώτατον, ἢν δὲ ταύτας διαφύγωσιν, ὑγιέες γί‐ γνονται· δηλοῦται γὰρ ῥώμη δυνάμεως. ΔΑΜ. Σφακελισμός ἐστιν ἡ φθορὰ τοῦ κυρίου μο‐ ρίου ἤτοι τοῦ ἐγκεφάλου. ταχὺς μὲν οὖν ὁ θάνατος τῷ | |
5 | σφακέλῳ ἕπεται διά τε τὸ χαλεπὸν αὐτοῦ καὶ τὸ κύριον τοῦ μορίου. μὴ φθάσαντος δὲ ἀποθανεῖν ἐν τρισὶ ταῖς πρώταις ἡμέραις, ἀλλ’ εἰς τὴν τετάρτην ἀφικομένου, πα‐ ρακμάζειν τε χρὴ τὸ πάθος ἐλπίζειν, ἐῤῥῶσθαί τε τὴν δύναμιν, ὡς κρατῆσαι τελείως αὐτοῦ. | |
9 | ||
10 | νʹ. Πταρμὸς γίνεται ἀπὸ τῆς κεφαλῆς, διαθερμαινομένου τοῦ ἐγκεφάλου, ἢ διϋγραινομένου τοῦ ἐν τῇ κεφαλῇ κε‐ νοῦ· ὑπερχέεται γὰρ ὁ ἀὴρ ὁ ἐνεὼν ἔξω· ψοφέει δὲ, ὅτι διὰ στενοῦ αὐτέῳ ἡ διέξοδος. — | |
13 | ΘΕΟΦ. Πταρμός ἐστι ψόφος τις περὶ τὰ ἠθμοειδῆ | |
15 | ὀστᾶ. γίνεται δὲ διχῶς ἢ διὰ θερμασίαν ἐν ἐγκεφάλῳ οὖσαν ἢ διὰ ὑγρασίαν. ἡ μὲν γὰρ θερμασία ἕλκει πρὸς ἑαυτὴν περιττώματα καὶ πληροῖ τὸν ἐγκέφαλον. ἡ δὲ ὑγρότης αὐτόθεν κατακλύζει αὐτόν. πληροῦται οὖν τὸ κενὸν τὸ ἐν τῇ κεφαλῇ καὶ ταράττεται ὁ ἐγκέφαλος μὴ | |
20 | ἔχων ποῦ διασταλῆναι, κἀντεῦθεν ἐπεγείρεται ἡ ἀπο‐ κριτικὴ δύναμις καὶ ἀποδιώκει τὸ ὑγρὸν ἐγκαταμεμιγμέ‐ νον ἔστιν ὅτε πρὸς τὰς ῥῖνας καὶ ποιεῖ πταρμόν· καὶ ἡ μὲν ὑγρότης ποιεῖ τὴν μύξαν, τὸ δὲ πνεῦμα διὰ στενοῦ τόπου διϊκνούμενον τουτέστι διὰ τῶν ἠθμοειδῶν ὀστῶν | |
25 | ποιεῖ τὸν ψόφον. | |
25 | ναʹ. Ὁκόσοι ἧπαρ περιωδυνέουσι, τουτέοισι πυρετὸς ἐπι‐ | |
γινόμενος λύει τὴν ὀδύνην. — | 538 | |
2.539 | ΘΕΟΦ. Ὅσοι, φησὶν, ὀδυνῶνται τὸ ἧπαρ, ἐὰν ἐπι‐ γένηται τούτοις πυρετὸς, λύει τὴν ὀδύνην τοῦ ἥπατος. σκόπει δὲ ἀκριβῶς, περὶ ποίας ὀδύνης τοῦ ἥπατός φησιν· ἐὰν γὰρ ὀδυνᾶται τὸ ἧπαρ διὰ σφοδράν τινα | |
5 | φλεγμονὴν ἢ διὰ δριμύτητα, ἀναγκαῖον ὅτι καὶ πυρέττει· ὁ πάσχων καὶ μεγάλως ὑπὸ τοῦ πυρετοῦ καταβλάπτεται· εἰ δὲ διὰ πνεῦμα φυσῶδες καὶ ὕλην τινὰ παχυτέραν ἡ ὀδύνη γέγονε τοῦ ἥπατος, ὁ πυρετὸς ἐπιγενόμενος λύει· πέττει τε γὰρ τὴν παχυτέραν ἐκείνην ὕλην καὶ τὸ φυσῶ‐ | |
10 | δες πνεῦμα διαθερμαίνει καὶ ὑγείαν προξενεῖ. ΔΑΜ. Οὐκ ἐπὶ πάντων, ἀλλὰ τῶν διὰ πνεύμονα ἢ καὶ ἔμφραξιν ὀδυνωμένων. | |
12 | νβʹ. Ὁκόσοισι ξυμφέρει αἷμα ἀφαιρέειν ἀπὸ τῶν φλεβῶν, τούτους ἔαρι χρὴ φλεβοτομέεσθαι. — | |
14 | ||
15 | ΘΕΟΦ. Φησὶν ὁ Γαληνὸς καὶ περὶ τούτου τοῦ ἀφορι‐ σμοῦ, ὅτι καὶ οὗτος προεγράφη κατὰ τήνδε τὴν λέξιν, ὁκόσοις φαρμακεία ἢ φλεβοτομία συμφέρει, τοῦ ἦρος φλεβοτομεῖν ἢ φαρμακεύειν χρή. ἐν τοῖς πλείοσι δὲ τῶν ἀντιγράφων οὐδόλως γέγραπται οὐδὲ οἱ πλείονες τῶν | |
20 | ἐξηγητῶν ἴσασιν οὔτε ἅπαξ οὔτε δὶς γεγραμμένον. | |
20 | νγʹ. Ὁκόσοισι μεταξὺ τῶν φρενῶν καὶ τῆς γαστρὸς φλέγμα ἀπόκειται, καὶ ὀδύνην παρέχει, οὐκ ἔχον διέξοδον, οὐδὲ ἐς ἑτέρην τῶν κοιλιῶν, τουτέοισι κατὰ τὰς φλέ‐ βας ἐς τὴν κύστιν τρεπομένου τοῦ φλέγματος, λύσις | |
25 | γίνεται τῆς νούσου. — | |
25 | ||
ΘΕΟΦ. Φρένας καλεῖ τὸ διάφραγμα, γαστέρα δὲ | 539 | |
2.540 | πάντα τὰ ὑποχόνδρια. ἐὰν οὖν μεταξὺ γαστρὸς καὶ σπλάγ‐ χνων ὑγρότης περιέχηται καὶ μὴ εὕρῃ διέξοδον μήτε εἰς τὴν τοῦ θώρακος κοιλότητα διὰ τὸ τὸ διάφραγμα ἐμποδί‐ ζειν μήτε εἴς τι τῶν ἐντέρων διὰ τὴν οὐσίαν αὐτοῦ, πολ‐ | |
5 | λάκις διὰ τῶν φλεβῶν χωρεῖ παρὰ τοὺς νεφροὺς καὶ δι’ οὔρων κενοῦται. διὰ φλεβῶν δὲ χωρεῖ, οὐχ ὅτι ἀναστο‐ μοῦνται, ἀλλ’ ὅτι ἡ φύσις προνοουμένη ποιεῖ διὰ τῶν ἀδήλων πόρων ἐλθεῖν παρὰ τὰς φλέβας τὴν ὕλην. ΔΑΜ. Μεταξὺ γαστρὸς καὶ φρενῶν οὐδένα τόπον | |
10 | ἄλλον ἀκούειν κάλλιον ἢ τὴν εὐρυχωρίαν, ὅση κάτω μέν ἐστι τῶν φρενῶν, ἔνδον δὲ τοῦ κατὰ ἐπιγάστριον περι‐ τοναίου. ἀεὶ δὲ ταῖς ὕλαις ἡ φύσις ὁδὸν εὑρίσκει εὐμη‐ χάνως, καὶ παχείαις οὔσαις αὐταῖς διὰ λεπτοτάτων πόρων. | |
14 | ||
15 | νδʹ. Ὁκόσοισιν ἂν τὸ ἧπαρ ὕδατος ἐμπλησθὲν ἐς τὸν ἐπί‐ πλοον ῥαγῇ, τουτέοισι ἡ κοιλίη ὕδατος ἐμπίπλαται, καὶ ἀποθνήσκουσι. — | |
17 | ΘΕΟΦ. Ἐνταῦθά φησιν ὅτι πολλάκις ἐν τῷ ἥπατι γίνεται παρὰ τὸν ὑμένα αὐτοῦ οἷον πομφολυγώ‐ | |
20 | δης τις ἐπανάστασις ἐν ᾗ ἐπίῤῥοια γίνεται ὑδατώδους οὐσίας· τῷ χρόνῳ ῥήγνυται καὶ ἐκχεῖται καὶ φέρεται πρὸς τὴν κοιλίαν, οὐ τὴν σιτοδόχον, ἀλλὰ πρὸς πᾶν τὸ κύτος, ὃ κάτω τοῦ θώρακός ἐστι καὶ μένει· εἶτα ἐπιῤῥοίας γι‐ νομένης, οὐδὲ ἧττον ἐκείνῳ τῷ μορίῳ τουτέστι τοῦ ἥπα‐ | |
25 | τος μετὰ ῥῆξιν μηκέτι κατεχομένου, φέρεται τὸ ἐπιῤῥέον | |
πρὸς τὴν κοιλίαν καὶ πληροῦται καὶ οὕτως ἀπόλλυνται. | 540 | |
2.541 | ΔΑΜ. Ἐπιτηδειότατόν ἐστι τὸ ἧπαρ ὑδατίδας γεν‐ νῆσαι κατὰ τὸν ἔξωθεν αὐτῷ περικείμενον ὑμένα. ἐὰν οὖν ποτε συμβῇ ῥαγῆναι τὰς ὑδατίδας, ἐκχεῖται τὸ ὕδωρ εἰς τὴν ἐπὶ τὸ κατ’ ἐπιγάστριον καὶ περιτόναιον, ἐν ᾗ | |
5 | καὶ τὸ κατὰ τοὺς ὑδέρους ἀθροίζεται. εἰς δὲ τὸ ἐπί‐ πλοον οὐχ οἷόν τε ῥυῆναι τὸ ὕδωρ ἄνευ τοῦ διαβρωθῆ‐ ναί πως αὐτό. ἢ τοίνυν διαβιβρώσκεσθαι τὸν ἐπίπλουν ἀνάγκη ἢ εἰς τὸν ἐπίπλουν ἀκουστέον, ἀντὶ τοῦ εἰς τὴν χώραν αὐτοῦ. τὸ δ’ ἐμπίπλασθαι τὴν κοιλίαν ὕδατος, οὐ | |
10 | τὴν σιτοδόχον φησὶν, ἀλλὰ τὸ κύτος ἅπαν, ὃ κάτω τοῦ θώρακός ἐστι, καθ’ ὃ σημαινόμενον οἵ τε προγάστορες λέγονται καὶ αἱ γυναῖκες ἐν γαστρὶ ἔχειν. τὸ δ’ ἀποθνή‐ σκειν τοὺς τοιούτους ὡς καὶ τοὺς ὑδερικοὺς ὡς ἐπὶ τὸ πολὺ ἀκουστέον, οὐ τὸ διηνεκῶς. καὶ γὰρ περιγίνονται, | |
15 | ὡς καὶ οἱ ὑδερικοὶ τοῖς ὑδατώδη καθαίρουσι φαρμάκοις, τοῖς οὐρητικοῖς ἐμπλάστροις, ἀλοιφαῖς καὶ τοῖς λοιποῖς. | |
16 | νεʹ. Ἀλύκην, χάσμην, φρίκην, οἶνος ἴσος ἴσῳ πινόμενος, λύει τὴν νόσον. — | |
18 | ΘΕΟΦ. Ἀλύκη ἐστὶν ἀδυναμία ἄλογος ὡς ἐναλ‐ | |
20 | λάττειν τὰ σχήματα τὴν κατάκλισιν μὴ φέροντας τοὺς ταύτην ἔχοντας. γίνεται δὲ ὑπὸ φλέγματος ἡμισαποῦς, ὅπερ ἀηδίαν ποιεῖ περὶ τὸ στόμα μάλιστα τῆς γαστρός. χάσμη δέ ἐστι σπασμώδης κίνησις τῶν σιαγονίτων μυῶν. γίνεται δὲ πληρουμένων τῶν μυῶν τούτων ὑπὸ φυσωδῶν | |
25 | πνευμάτων καὶ διατεινομένων. φρίκη δέ ἐστι περίψυξις, ἥτις ὑπὸ φλέγματος γίνεται. ταῦτα οὖν πάντα τὰ συμ‐ πτώματα λύει οἶνος ἴσος ἴσῳ τῷ ὕδατι κεκραμμένος πι‐ νόμενος, ἐκλεπτύνων καὶ θερμαίνων καὶ διαφορῶν τὰς αἰτίας τῶν συμπτωμάτων τούτων. | |
30 | ΔΑΜ. Ἀλύκην φησὶ τὴν δυσφορίαν γινομένην διὰ χυμὸν ἀνιαρὸν, ἀναπεμπόμενον εἰς τὸ στόμα τῆς γαστρὸς, | |
χάσμη δὲ γίνεται δι’ ὑγρότητα πνευματώδη, περιεχομένην | 541 | |
2.542 | ἐν τοῖς μυσίν. ὡσαύτως καὶ φρίκη γίνεται διὰ περιουσίαν μοχθηρῶν ὑγρῶν κατὰ τὸ δέρμα διαθεόντων. λύει δὲ τὴν νόσον ὁ οἶνος, ἐπειδὴ καὶ τὸ σῶμα θερμαίνει καὶ ταχέως ἐπὶ πάντα τὰ μόρια φέρεται καὶ χρηστοὺς ἐργάζεται | |
5 | τοὺς χυμούς. | |
5 | νϛʹ. Ὁκόσοισιν ἐν τῇ οὐρήθρῃ φύματα γίνεται, τουτέοισι διαπυήσαντος καὶ ἐκραγέντος, λύεται ὁ πόνος. — | |
7 | ΘΕΟΦ. Καὶ τοῦτον τὸν ἀφορισμὸν ὁ Γαληνὸς ἐκ δευτέρου γεγραμμένον εἶναί φησι. καὶ γὰρ ἔγραψεν ὁμο‐ | |
10 | λογουμένως ὁ Ἱπποκράτης κατὰ τήνδε τὴν λέξιν εἰρημέ‐ νον, ὁκόσοισιν ἐν τῇ οὐρήθρᾳ φύματα φύεται, τούτοισι δια‐ πυήσαντος καὶ ἐκραγέντος λύσις. καὶ ἡμεῖς ἐκεῖ ἀρκούν‐ τως ἡρμηνεύσαμεν, ὥστε τὸ διττολογεῖν περισσόν. | |
13 | νζʹ. Ὁκόσοισιν ἂν ὁ ἐγκέφαλος σεισθῇ ὑπό τινος προφά‐ | |
15 | σιος, ἀνάγκη ἀφώνους γενέσθαι παραχρῆμα. — | |
15 | ΘΕΟΦ. Ὑπὸ πολλῶν αἰτιῶν συμβαίνει τὸν ἐγκέφα‐ λον σεισθῆναι ὑπὸ προφάσιός τινος τουτέστιν ὑπὸ βιαίας πτώσεως· ἄλλοτε μὲν γὰρ σείεται ὑπὸ βίας ὅλου τοῦ σώ‐ ματος καὶ πτώσεώς τινος ἐξ ὑψηλῶν γενομένης τόπων ἢ | |
20 | ὑπὸ βιαίας πληγῆς ἢ δι’ ἄλλου τινός. ὅσοις οὖν ὁ ἐγκέφαλος σεισθῇ, ἀνάγκη παραχρῆμα ἀφώνους γενέσθαι. ἐν γὰρ τῇ διασείσει τὰ μὲν τῶν νεύρων διαλύεται, ἄλλα δὲ διασπῶνται κἀντεῦθεν ἀφωνία καὶ θάνατος ἐπακολουθεῖ. ΔΑΜ. Ἡ γὰρ ψυχικὴ δύναμις εἰς ἑαυτὴν συστέλλε‐ | |
25 | ται, ἀνιαθεῖσα τῇ σφοδρᾷ κινήσει τοῦ ἐγκεφάλου. | |
25 | νηʹ. Τοῖσι σώμασι τοῖσι ὑγρὰς τὰς σάρκας ἔχουσι, δεῖ λιμὸν | |
ἐμποιέειν· λιμὸς γὰρ ξηραίνει τὰ σώματα. — | 542 | |
2.543 | ΘΕΟΦ. Ὑγρὰς τὰς σάρκας ὑποτίθεται, ἐφ’ ὧν ἐστι πλεονεξία αἵματος. ἐπὶ τούτων οὖν δεῖ λιμὸν ἐμποι‐ εῖν. καὶ ἡ αἰτία, ὅτι ὁ λιμὸς ξηραίνει καὶ τὸ ἐναντίον ἐναντίου πάντως ἂν εἴη ἴαμα. | |
4 | ||
5 | νθʹ. Ὅκου ἐν ὅλῳ τῷ σώματι μεταβολαὶ, καὶ τὸ σῶμα καταψύχεται, καὶ πάλιν θερμαίνεται, ἢ χρῶμα ἕτερον ἐξ ἑτέρου μεταβάλλει, μῆκος νούσου σημαίνει. — | |
7 | ΘΕΟΦ. Εἴπερ τις μνημονεύει τῶν ἔμπροσθεν εἰ‐ ρημένων, ἰδοὺ καὶ τοῦτον τὸν ἀφορισμὸν ἐν τῷ τετάρτῳ | |
10 | τῶν ὑπομνημάτων ἐξηγησάμεθα οὕτω κἀκεῖ γεγραμμένον, καὶ ὅκου ἐν ὅλῳ τῷ σώματι μεταβολαὶ, καὶ ἢν τὸ σῶμα ψύχηται καὶ αὖθις θερμαίνηται καὶ εἰ χρῶμα ἕτερον ἐξ ἑτέρου γένηται, νόσου μῆκος σημαίνει. ΔΑΜ. Αἱ πολλαὶ γὰρ διαθέσεις καὶ χρόνου πλεί‐ | |
15 | ονος εἰς πέψιν δέονται καὶ τὸν κίνδυνον ἐπιφέρουσιν ὁμοτίμως τῷ πλήθει. | |
16 | ξʹ. Ἱδρὼς πουλὺς, ἢ θερμὸς, ἢ ψυχρὸς ῥέων αἰεὶ, σημαί‐ νει πλέον ὑγρόν. ὑπάγειν οὖν τῷ μὲν ἰσχυρῷ ἄνωθεν, | |
τῷ δὲ ἀσθενέϊ, κάτωθεν. — | 543 | |
2.544 | ΘΕΟΦ. Ἐν τῷ τετάρτῳ τῶν ὑπομνημάτων ἕτερον ἀφορισμὸν ἐξηγησάμεθα οὕτω γεγραμμένον, ἱδρὼς πολὺς θερμὸς ἢ ψυχρὸς, ἀεὶ ῥέων, ὁ ψυχρὸς μείζω, ὁ θερμὸς δὲ ἐλάσσω νόσον σημαίνει. οὗτος γοῦν ἐκείνῳ κατὰ | |
5 | πάντα ὅμοιός ἐστιν. | 544 |