TLG 0727 001 :: JOANNES :: Commentarii in Hippocratis librum de natura pueri JOANNES Med. Commentarii in Hippocratis librum de natura pueri Citation: Volume — page — (line) | ||
2.205(1t) | ΣΧΟΛΙΑ | |
2t | ΙΠΠΟΚΡΑΤΟΥΣ ΕΙΣ ΤΟ ΠΕΡΙ ΠΑΙΔΙΟΥ | |
---|---|---|
3t | ΦΥΣΕΩΣ ΑΠΟ ΦΩΝΗΣ ΙΩΑΝΝΟΥ. | |
4 | Ἢν ἡ γονὴ μείνῃ ἐπ’ ἀμφοῖν ἐν τῇ μήτρᾳ. — | |
4 | ||
5 | Σκοπός ἐστι τῷ Ἱπποκράτει διαλαβεῖν ἐν τῇ προκειμένῃ πραγματείᾳ περὶ ὕλης. αὕτη δὲ διττή ἐστιν, ἡ μὲν πόῤῥω, ἡ δὲ προσεχής. ἆρ’ οὖν περὶ ποίας διαλαμβάνει; περὶ τῆς πόῤῥω οὐδαμῶς. τοῦτο γὰρ πεποίηκεν ἐν τῷ περὶ ἀνθρώ‐ που φύσεως, ὅτε περὶ τῶν στοιχείων ἐπολυπραγμόνει. | |
10 | ἀλλ’ ἔστιν αὐτῷ ὁ σκοπὸς περὶ τῆς προσεχοῦς ὕλης δια‐ λαβεῖν καὶ περὶ σπέρματος καὶ καταμηνίων. τάχα δὲ οὐδὲ περὶ ταύτης, διότι ταῦτα ὁμολογούμενα λαμβάνει τὸ σπέρμα καὶ τὸ καταμήνιον, μὴ πολυπραγμονῶν τὴν φύσιν αὐτῶν. ἀλλ’ ἆρα μὴ περὶ γενέσεως τοῦ βρέφους; οὐδὲ | |
15 | τοῦτο, διότι ὑπερβέβηκε τὴν ἀνθρωπίνην φύσιν καὶ μόνον | 205 |
2.206 | ταῖς κρείττοσι δυνάμεσιν ἁρμόζει ταῖς εὐφόροις τῆς γε‐ νέσεως ἡμῶν. ἔστιν οὖν αὐτῷ ὁ σκοπὸς περὶ τῶν καιρῶν, ἐν ᾧ αἱ ἐνέργειαι γίνονται, πέντε οὖσαι, σύλληψις, διά‐ πλασις τῶν μορίων, θρέψις, αὔξησις, κίνησις. ζητεῖ οὖν | |
5 | τὸν καιρὸν, ἐν ᾧ αὗται αἱ ἐνέργειαι γίνονται. καιρὸν νῦν δεῖ νοεῖν, οὐ τὴν περίοδον· οὐδὲ γὰρ ἐκ τοῦ αὐτοῦ ἄρ‐ χεται καὶ εἰς τὸ αὐτὸ περατοῖ, ἀλλὰ ἀπὸ ἄλλης ἐνερ‐ γείας εἰς ἄλλην μετέρχεται, οἷον ἀπὸ συλλήψεως εἰς κύ‐ ησιν. οὗτός ἐστιν ὁ σκοπός. | |
9 | ||
10 | Δεύτερον κεφάλαιόν ἐστι τὸ χρήσιμον. διττὸν δὲ τοῦτο· καὶ γὰρ εἰς τὸ γνῶναι τὴν ὑποκειμένην ὕλην καὶ προσ‐ δίαιταν, πῶς ὀφείλομεν τὴν ἑτέραν ὕλην ταύτῃ εἰσάξαι. διττὴ γάρ ἐστιν ἡ ὕλη τῆς ἰατρικῆς, ἡ μὲν περὶ τὰ ἀνθρώ‐ πινα σώματα, περί τε χειρουργίαν καὶ φαρμακείαν. μαν‐ | |
15 | θάνομεν οὖν ἕτερα. τῷ δέ τινι τίκτονται προ...μ τὴν ὕλην, οἷον ἐὰν τρίποδά τινα τίκτωνται ... * αηθης ὕλη ἢ ἐλλιπῆ τινα μόρια ἔχοντα. καὶ τὰ μὲν ...άξιν ὄντα χειρουργοῦ μὲν, τὰ δὲ ἐλλείποντα διά τινων ἐπιδέ‐ σμων καὶ διαίτης ἀναπληροῦμεν. καὶ ὅτι καὶ αὐτὴν τὴν | |
20 | γυναῖκα παρασκευάζομεν, εὐχύμῳ τροφῇ κεχρῆσθαι κυο‐ φορούσῃ καὶ μὴ ἀμέτρῳ κενώσει χρήσασθαι, μανθάνοντες τοὺς καιροὺς, ἐν ᾧ ἡ κυοφορία γίνεται τοῦ βρέφους. | |
22 | Τρίτον κεφάλαιον, ἡ αἰτία τῆς ἐπιγραφῆς. δεῖ τοί‐ νυν ἡμᾶς προλαβεῖν τινα. ἰστέον ὅτι τέσσαρ’ εἰσὶν γονὴ, | |
25 | κύησις, βρέφος, παιδίον. καὶ γονὴ μὲν, ὅταν πάντοτε καὶ πάντως εἰδοποιόν ἐστιν συλλήψει ἐπιτήδειον, σπέρμα δὲ, ὅταν ἄδηλόν ἐστιν εἴτε εἰς σύλληψίν ἐστιν ἐπιτήδειον εἴτε οὐκ ἔστιν, κύησις δὲ, ὅταν ἡ διαπλαστικὴ δύναμις ἐν τῇ μήτρᾳ οὖσα ἄρχηται διαπλάττειν τὰ μόρια, βρέφος δέ | |
30 | ἐστιν, ὅταν ἄρχωνται τὰ μόρια ὡς μόρια τρέφεσθαι, παι‐ δίον δὲ, ὅταν ἄρξηται κινεῖσθαι ἄχρι τῆς μειρακιώδους ἡλικίας. νῦν οὖν ἐπέγραψε περὶ παιδίου φύσεως ἐκ τοῦ ἐντελεστέρου καὶ τιμιωτέρου περὶ ἀνθρώπων φύσεως, περὶ | |
τῆς πόῤῥω ὕλης διαλεγόμενος ἐπέγραψεν ἐκ τοῦ τιμιωτέ‐ | 206 | |
2.207 | ρου περὶ ἀνθρώπων φύσεως. φύσιν δὲ νῦν τί λέγει; φα‐ μὲν ὅτι ξένῳ ὀνόματι φύσιν καλεῖ τὴν ἔκφυσιν, οἱονεὶ τὴν βλάστησιν. οὕτω γάρ φαμεν ἐκφυεῖν τὰς ῥίζας, τοὺς πρέμνους, τοὺς κλάδους, τοὺς καρπούς. ἐπέγραψεν οὖν | |
5 | περὶ παιδίου φύσεως. | |
5 | Τέταρτον κεφάλαιον, ἡ τάξις τῆς ἀναγνώσεως. καὶ πρὸς ἀρτιμαθῆ τοῦτό ἐστι καὶ πρὸς τέλειον· καὶ εἰς μὲν τέλειον, ἵνα πρῶτον ἀναγνῷ τὸ περὶ φύσεως ἀνθρώπου, ὅπως μάθῃ τὴν πόῤῥω ὕλην· εἶθ’ οὕτως περὶ πα... | |
10 | ου φύσεως, ἵνα καὶ τὴν προσεχῆ ὕλην εἰς ἐ... πρὸς δὲ τὸν ἀρτιμαθῆ, ὅπως τοὺς ἀφορισμοὺς πρῶτον μάθῃ, ὡς ἐκεῖσε τοὺς πάντας λο... ἰατρικῆς σποραδικῶς διδά‐ ξαντος Ἱπποκράτους, εἶτα τὸ περὶ ἀνθρώπου φύσεως, εἶθ’ οὕτως τὸ περὶ παιδίου, ἵνα καὶ αὐτὸς μάθοι τὴν | |
15 | πόῤῥω καὶ τὴν προσεχῆ ὕλην. | |
15 | Πέμπτον κεφάλαιον, εἰ γνήσιον Ἱπποκράτους. καὶ γνή‐ σιον ἂν εἴποις αὐτὸ καὶ νόθον, καὶ γνήσιον μὲν ἀφορῶν εἰς τὸ πρόβλημα, ἄξιον ὑπάρχον τῆς Ἱπποκράτους ἐννοίας, καὶ ἔτι ἐκ τούτου εἰς τὸ περὶ πλήθους θεωρημάτων. | |
20 | νόθον δ’ ἂν εἴποις αὐτὸ, διότι πολλὰ ψευδῆ διδάσκει, ὅπερ ἀλλότριον Ἱπποκράτους γνωρίζεται, καὶ ὅτι πολλοῖς παραδείγμασιν ἐνταῦθα κέχρηται ὁ βραχυλόγος καὶ φιλο‐ συντόμος Ἱπποκράτης. | |
23 | Ἕκτον κεφάλαιον ἡ εἰς τὰ κεφάλαια διαίρεσις. Με‐ | |
25 | νάνδριον * χὼρ μιμησάμενοι σιγῇ πολλῇ διέλθωμεν τοῦτο τὸ κεφάλαιον. ὅσα γὰρ θεωρήματά εἰσι, τοσαῦτ’ ἂν τμήματα, εἰ βούλῃ, εἴποις ἂν εἶναι. | |
27 | Ἕβδομον κεφάλαιον, ὑπὸ ποῖον μέρος τῆς τέχνης ἀνα‐ γέγραπται, ὑπὸ τὸ θεωρητικὸν, ὑπὸ τὸ φυσιολογικὸν, καὶ | |
30 | τὸ φυσιολογικὸν, ὑπὸ τὰς ἐνεργείας; οὐδὲν γὰρ ὑπὸ τὰ μόρια, οὐδὲ φύσις μορίων περιεργάζεται ἐνταῦθα, ποῖα ἰνώδη, ἢ ποῖα σαρκώδη ἢ ποῖα ὑμενώδη. | |
32 | ||
Ὄγδοον κεφάλαιον, ὁ διδασκαλικὸς τρόπος, οὐκ ἀφο‐ | 207 | |
2.208 | ριστικὸς, οὐ μικτὸς, ἀλλ’ ὑφηγηματικός. καὶ πότερον ἁδρός; οὐ συναληθεύει γὰρ τῇ γλισχρότητι τῆς ὕλης τῷ χαρακτῆρι, οἱονεὶ τοῦ σπέρματος καὶ τοῦ καταμηνίου· ἀλλ’ ἡμῖν οὐδ’ ἰσχνῷ κέχρηται. συγκορυφοῦται γὰρ τὰ προβλή‐ | |
5 | ματα, συμπανηγυρίζει τῇ ἡμετέρᾳ γενέσει· ἔστι γὰρ μι‐ κτὸς, ἐν οἷς ἡ πρᾶξις. | |
6 | Ἢν ἡ γονὴ μείνῃ ἐπ’ ἀμφοῖν ἐν τῇ μήτρᾳ. — | |
7 | Εἴρηται ἡμῖν ὅτι ὁ σκοπὸς περὶ τῶν καιρῶν ἐν οἷς γίνονται αἱ ἐνέργειαι, οἱονεὶ ἡ σύλληψις, ἡ κύησις, τὸ | |
10 | βρέφος, τὸ παιδίον. ἅπαντα ταῦτα διαιροῦνται εἰς τρία, εἰς θρέψιν, αὔξησιν, κίνησιν· οὐδὲ γὰρ περὶ ἀποτέξεως διαλαμβάνει. καὶ γὰρ ἑαυτῷ μὲν τοῖς γυναικείοις ἀπο‐ πίπτων μετὰ τὸν σκοπὸν ἀναγκάζομαι ὑπομνῆσαι τὴν φύσιν, ἥτις εὐφρόνως ἡνιοχεῖ καὶ νεύει ὡραίως, ἤτοι καὶ | |
15 | παῖς εὐτυχῶς τοξεύει. πάντα δημιουργεῖ σωφρόνως οὐ μαθοῦσα· διὸ ἀναγκάζομαι εἰπεῖν τὸν σκοπὸν, τὸ βαλλό‐ μενον ἅμα καὶ βάλλοντι. τοξεύει τοίνυν ἡ φύσις τῶν ἀν‐ θρώπων εἰς τὴν γυναῖκα, ὥστε βάλλεται ὁ ἄνθρωπος ἐκ τῆς φύσεως, ἀλλὰ καὶ βάλλει ἀκοντίζων τὸ σπέρμα ἐν τῇ | |
20 | μήτρᾳ τῆς γυναικός. βάλλεται οὖν ἡ γυνὴ ἡ δεχομένη τὸ σπέρμα, ἀλλὰ καὶ βάλλει αὐτὴ ἕτερον σπέρμα. ἐκ τοῦ οὖν ἀνδρείου σπέρματος καὶ γυναικείου γίνεται τὸ βρέ‐ φος· τὸ γὰρ ἀνδρεῖον σπέρμα ὡς ὕλην κέχρηται τῷ γυ‐ ναικείῳ καὶ ὡς τροφήν. εἶτα ἐπὰν ἐξαναλώσῃ αὐτὸ, ἄρ‐ | |
25 | χεται τρέφεσθαι ἐκ τῶν καταμηνίων· οὐ γὰρ διενοήθη ἡ φύσις ἐξαρκεσθῆναι, ἐκ τῶν πέντε ῥανίδων τοῦ γυναικείου σπέρματος καὶ τοῦ ἀνδρείου ποιῆσαι τέλειον ζῶον, ἀλλ’ ἐδεήθη καὶ τῶν καταμηνίων. τρέφεται οὖν ἐκ τῶν κατα‐ μηνίων καὶ γίνεται πρῶτον σφαῖρα, ἐξ ἧς τὸ βρέφος. | |
30 | τῆς δόξης ταύτης ἐστὶν ὁ συγγραφεὺς καί τινες τῶν ἐξη‐ γητῶν, ὅτι τὸ ἄῤῥεν σπέρμα ὡς ὕλην κέχρηται τῷ γυ‐ ναικείῳ σπέρματι. ὁ μέντοι Ἱπποκράτης καί τινες τῶν ἐξηγητῶν φασιν ὅτι οὐχ ὡς ὕλη μόνον ἐστὶ τὸ γυναικεῖον σπέρμα, ἀλλὰ καὶ ὡς εἶδος, καὶ ὅτι εἰδοποιεῖ καὶ τὸ γυ‐ | |
35 | ναικεῖον σπέρμα. κατασκευάζουσιν ἀπὸ τριῶν ἐπιχειρη‐ | 208 |
2.209 | μάτων, ὧν τὸ μὲν πρῶτόν ἐστι τοῦτο· τοσοῦτον ἔχει καὶ τὸ θῆλυ σπέρμα εἰδοπεποιημένον, ὡς δηλοῦσιν αἱ θή‐ λειαι πολλάκις ὄρνεις, καὶ ἄνευ ὀρνέων τίκτουσιν ὠὰ ἅπερ ἀναλογοῦσι τῷ βρέφει, ὡς ἔχοντα ὑμένας τινάς. | |
5 | τοῦτο δ’ ἂν πόθεν ὑπῆρξεν, εἰ μὴ εἶχε τῷ γυναικείῳ σπέρματι εἰδοπεποιημένον; δεύτερον δέ φασιν ὅτι αἱ ἐν Δήλῳ ὄρνιθες τίκτουσι καὶ τὰ τικτόμενα ζωογονοῦσι χω‐ ρὶς ἀῤῥένων. τρίτον ὅτι αὗται αἱ γυναῖκες πολλάκις ἐν τῇ μήτρᾳ ἀκοντίζουσι σπέρμα καὶ τοῦτο συνάγει τὰ κα‐ | |
10 | ταμήνια καὶ ποιεῖ σαρκίον, ὃ κέκληται μύλη. τοῦτο δ’ ἂν πόθεν ἐγένετο, εἰ μὴ εἶχέ τι εἰδοπεποιημένον τὸ θῆλυ σπέρμα, οὐ τελείως δέ; ἔστιν οὖν κατ’ ἀλήθειαν ἐν ἑκα‐ τέρῳ σπέρματί τι καὶ ὕλης λόγον ἐπέχοντι καὶ εἴδους, ἀλλὰ μᾶλλον ἐν τῷ ἀνδρείῳ σπέρματί ἐστι τὸ εἰδοπεποι‐ | |
15 | ημένον ἤπερ τὸ ὑλικὸν, ἐν δὲ τῷ γυναικείῳ τὸ ἐναντίον, τὸ ὑλικὸν μᾶλλον. εἶτα ταῦτα μίγνυνται ἀλλήλοις ἐν τῇ μήτρᾳ· οὐδὲ γὰρ συγκιρνῶνται οὐδὲ συντείνονται. τὴν δ’ αἰτίαν ἄκουσον. ἐπὰν οὖν μιχθῶσι μετὰ τῶν καταμηνίων, γίνεται σφαῖρα· εἶτα ἀπὸ τῆς θερμότητος τῆς οὔσης ἡ | |
20 | σφαῖρα ἐξοπτᾶται περὶ τὴν ἐπιφάνειαν αὐτῆς καὶ παχύ‐ νεται, ὡς ὅταν κρέας ἀθρόως εἰσβάλλῃς εἰς πυρκαϊὰν, καὶ τὸ μὲν ἔξωθεν ὑποφρύγεται, ἔσωθεν δέ ἐστι περιτ‐ τωματικὴ ὑγρότης, οὕτως ἐνταῦθα. εἰ δὲ εἴποις μοι πό‐ θεν ἡ θερμότης συμφυής ἐστι τῷ σπέρματι· θερμὰ γὰρ | |
25 | ὄντα καταβάλλονται· ἢ ὅτι πολλαὶ ἀρτηρίαι εἰσβάλλουσιν εἰς τὴν μήτραν, αἵτινες ἀνεγείρουσι χαριζόμεναι τὴν θερ‐ μότητα. ἐξοπτᾶται οὖν τὸ ἔξωθεν τῆς σφαίρας· εἶτα τί‐ κτονται πνεύματα ἐκ τῆς θερμότητος τοῦ σπέρματος ἔσωθεν ἐν τῇ σφαίρᾳ· τοῦτο δὲ τὸ πνεῦμα, μὴ ἔχον | |
30 | ὅθεν διαφορηθῆναι, πολυπλασιάζεται, πολυπλασιαζόμε‐ νον δὲ στενοχωρεῖται, στενοχωρούμενον δὲ τῇ ῥύμῃ ποιεῖ τρῆμα ἐν τῷ σφαιρίῳ· ἔξεισιν ἐκεῖθεν, ἀντεισάγονται δὲ ἕτερα πνεύματα ψυχρὰ ἐκ τοῦ αὐχένος τῆς κύστεως εἰς τὸ τρῆμα ἐκεῖνο, ἀπαντῶσι τοῖς θερμοῖς πνεύμασι, καὶ | |
35 | ἐκ τῆς ἀντιπνοίας γίνεταί τις ἕλιξ περὶ τὸ τρῆμα. καὶ | |
ζητοῦσι πόθεν τὰ ψυχρὰ πνεύματά εἰσιν; καὶ οἱ μὲν | 209 | |
2.210 | δοξάζουσιν ἀντιπνεῖν τὴν μήτραν, καί φασιν ὅτι ἐκ τοῦ αὐχένος εἰσάγεται πνεῦμα μετὰ τῆς μητρῴας ἀναπνοῆς· οἱ δὲ ταύτης τῆς δόξης μὴ ὄντες φασὶν ὅτι ἐκ τῶν ἀρ‐ τηριῶν τῶν εἰσβαλλόντων εἰς τὴν μήτραν εἰσὶ τὰ πνεύ‐ | |
5 | ματα, καὶ ἀποροῦσι· τί οὖν; τὸ ἐν ταῖς ἀρτηρίαις περιε‐ χόμενον πνεῦμα ψυχρόν ἐστι; λύσις. .... ἕως μὲν ἐν ταῖς ἀρτηρίαις ἐστὶ, .... θερμόν ἐστιν· ἐπὰν δὲ ἐκχέηται ἐν τῇ μήτρα ἔξωθεν τῶν ἀρτηριῶν, ψυχρὸν γίνεται. ἢ οὐχ οὕτως ἐστὶ τὸ πνεῦμα τὸ ἐν ταῖς ἀρτηρίαις περιεχό‐ | |
10 | μενον θερμόν; τὸ δὲ ἧττον τῶν ἄλλων ὡς ἐναντίων μά‐ χεται. ἰστέον δὲ ὅτι ἐξωπτημένη ἡ ἐπιφάνεια τῆς σφαίρας ποιεῖ ὑμένα τινὰ, ἐξ οὗ τίκτονται ἀρτηρίαι τι‐ νὲς καὶ φλέβες, συναναστομούμεναι ταῖς κοτυληδόσι τῆς μήτρας. κοτυληδόνες δέ εἰσιν αἱ ἀναστομώσεις τῶν φλε‐ | |
15 | βῶν καὶ τῶν ἀρτηριῶν τῶν εἰς τὴν μήτραν εἰσβαλλόντων. αὗται οὖν αἱ ἀρτηρίαι καὶ φλέβες καταρχὰς μὲν τριά‐ κοντά εἰσιν, ὕστερον δὲ συμπλέκονται καὶ γίνονται δέκα, εἶτα ἑπτὰ, εἶτα πάλιν τρεῖς, δύο ἀρτηρίαι καὶ μία φλέψ. αὗται εἰσερχόμεναι διὰ τοῦ τρήματος ἐκείνου, τρέφουσι | |
20 | τὸ ἔμβρυον ἐν οἷς ἡ θεωρία. | |
20 | Ἢν ἡ γονὴ μείνῃ ἐπ’ ἀμφοῖν. — | |
21 | Οὐ κέχρηται προοιμίοις τισὶν ἐνταῦθα ὁ Ἱπποκράτης, ὥσπερ ἐν τῷ προγνωστικῷ, ἀλλ’ εὐθὺς τῶν * εὐώνων ἅπτεται. καὶ ζητοῦμεν διὰ τί εἶπεν ἡ γονὴ καὶ μὴ τὸ | |
25 | σπέρμα; καὶ λέγομεν ὅτι ἄδηλόν ἐστιν εἴτε γονὴ γίνεται τὸ σπέρμα εἴτε μή. γίνεται γὰρ ἐξίτηλον ἢ ὑγρότερον ὑπάρχον καὶ ἀσθενὲς, ἢ διὰ σύμμυσίν τινα τοῦ αὐχένος τῆς μήτρας, μὴ ἐῶν αὐτὸ ἄχρι ἔσω ἀκοντισθῆναι, ἢ διὰ παράλυσίν τινα τοῦ μυὸς τοῦ ὄντος ἐν τῷ αἰδοίῳ, | |
30 | ὅστις λέγεται κύων. ἠβουλήθη οὖν ἐκ τοῦ παντὸς εἴ‐ δους ποιοῦ ἄρξασθαι καί φησιν ὅτι ἢν μείνῃ ἡ γονή· πολλάκις γὰρ καὶ μετὰ τὸ εἶναι γονὴν, τὸ σπέρμα ἐκρί‐ | |
πτεται. διὰ τοῦτο ἐὰν μείνῃ ἡ γονὴ ἐν ταῖς μητράσι· | 210 | |
2.211 | πληθυντικῶς δὲ εἶπε τὰς μήτρας, ἢ ἀφορῶν εἰς τὸ δί‐ κολπον αὐτῶν, ἢ εἰς τὰ τιν...τόμενα ζῶα διά‐ φορα ὄντα. | |
3 | Ἢν ἀπ’ ἀμφοῖν. — | |
4 | ||
5 | Ἰδοὺ καὶ ὁ Ἱπποκράτης βούλεται τὸ γυναικεῖον σπέρμα ἔχειν τι εἰδοποιοῦν. γονὴν γὰρ καλεῖ καὶ αὐτὸ, ὡς δηλοῖ τὸ ἀπ’ ἀμφοῖν. | |
7 | Πρῶτον μὲν μίσγεται ὁμοῦ. — | |
8 | Οὐκ εἶπε κιρνᾶται. τὰ γὰρ ἀνομοιομερῆ οὐ δύνανται | |
10 | κατὰ κράσιν εἶναι. οὐκ εἶπε συντίθεσθαι· ὑγρὰ γὰρ ἀμ‐ φότερα, ὑγρὸν δὲ ὑγρῷ οὐ συντίθεται. ἀλλ’ εἶπε μίσγεται, ὅπερ μεταξύ ἐστι τοῦ κιρνᾶσθαι καὶ τοῦ συντίθεσθαι. | |
12 | Ἅτε τῆς γυναικὸς οὐκ ἀτρεμεούσης. — | |
13 | Τί ἄρα ποιούσης τῆς γυναικός; μὴ οἰκουρούσης καὶ | |
15 | μέτρῳ κινουμένης. οὐδαμῶς τοῦτο· ἀλλὰ νῦν γυναῖκά φησι τὴν διαπλαστικὴν δύναμιν τὴν ἐν τῇ μήτρᾳ οὖσαν. φησὶ γὰρ ὅτι ταῦτα τὰ σπέρματα μίγνυνται ἅμα τῆς διαπλα‐ στικῆς δυνάμεως μὴ οὐχ ἡσυχαζούσης, ἐπὰν δέξηται ταῦ‐ τα, ἀλλ’ ἀλλοποιούσης. | |
19 | ||
20 | Ἔπειτα πνεύματος ἴσχει, ἐν θερμῷ οὖσα. — | |
20 | Καλῶς τὸ ἴσχει εἶπε καὶ τὸ τίκτεται, διότι καὶ πρὸ τοῦ παχυνθῆναι ἡ σφαῖρα, ἦσαν πνεύματα, ἀλλὰ ταῦτα διεφοροῦντο. ἐπειδὰν δὲ ἐπαχύνθη, τότε ἴσχει πνεύματα, ὡς ἂν μὴ διαφορουμένων αὐτῶν. | |
24 | ||
25 | Τῆς μήτρας πνεούσης. — | |
25 | Οὐκ εἶπεν ἀντιπνεούσης, ἀλλὰ πνεούσης, κἂν τῇ δι’ αὐχένος βουληθῇς λαβεῖν κἂν τῇ διὰ τῶν ἀρτηριῶν. εἰ γὰρ ἀναπνεούσης, ἐδήλου ἂν ὅτι διὰ τοῦ αὐχένος ἐστὶ τὸ πνεῦμα· τὸ γὰρ ἀναπνεῖν δηλοῖ τὸ ἔξωθεν ἀρύεσθαι | |
30 | τὸν ἀέρα. | 211 |
2.212(1t) | Πρᾶξις τρίτη. | |
1t | ||
2 | Πάντα δὲ ὅσα θερμαίνεται, πνεῦμα ἴσχει. — | |
2 | Εἰρηκὼς πῶς τὸ ἀνδρεῖον σπέρμα μίγνυται τῷ γυ‐ ναικείῳ, τῆς ἀλλοιωτικῆς ἐνεργούσης δυνάμεως, καὶ πῶς | |
5 | γίνεται σφαῖρα, εἶτα πῶς τίκτονται πνεύματα ὑπὸ τῆς θερμότητος, ἅπερ πολυπλασιαζόμενα στενοχωροῦνται, καὶ στενοχωρούμενα ποιοῦσι τρῆμά τι περὶ τὸ σφαιρίον, ἐξ‐ έρχονται, καὶ ὅτι πνεύματα ψυχρὰ ἀπαντῶσι τούτοις εἰσερ‐ χόμενα καὶ ποιοῦσιν ἕλικα, βούλεται νῦν καὶ διὰ παρα‐ | |
10 | δείγματος πιστώσασθαι φάσκων, ὅτι καὶ ἐπὶ τῶν χλωρῶν ξύλων οὕτω γίνεται. ὁρῶμεν γὰρ ὅτι τῆς θερμότητος ἐν τῇ ἐπιφανείᾳ αὐτῶν οὔσης, ἀποκλείεται ἡ ὑγρότης περὶ τὸ βάθος καὶ τίκτονται πνεύματα, ὧνπερ πολυ‐ πλασιαζομένων καὶ βουλομένων τὴν ἔξω φορὰν διῶξαι, | |
15 | ποιοῦσί τινας ῥαγάδας ἐν τῷ ξύλῳ· εἶτα ἐξερχόμενα ἀπαν‐ τῶσί τισιν ἑτέροις πνεύμασι ψυχροῖς, βουλόμενα διὰ τῶν ῥαγάδων εἰσελθεῖν. κἀκεῖθεν καὶ ἐπὶ τῶν ξύλων γίνεται ἕλιξ, ὥστε ἐξ ἀνάγκης γίνεσθαι καὶ ἕλικα ἐκ τῆς ἀντι‐ πνοίας. ταῦτα εἰπόντος Ἱπποκράτους, οἱ ἐξηγηταὶ εἰς μὲν | |
20 | τὰ ἄλλα πάντα συντίθενται, ὅτι σπέρματα μίγνυνται, καὶ ὅτι σφαῖρα γίνεται, καὶ ὅτι θερμὰ πνεύματα τίκτονται, ἅπερ βουλόμενα διῶξαι τὴν ἔξω φορὰν ποιοῦσι ῥαγάδα περὶ τὸ σφαιρίον. τὸ μέντοι γίνεσθαι περὶ τὴν ἕλικα, οὐκέτι ὁμολογοῦσιν ἐκ τῆς ἀντιπνοίας τοῦ ψυχροῦ ἀνέμου | |
25 | πάντως καὶ θερμοῦ. καὶ τοῦτο ἀνατρέπουσι διὰ τριῶν ἐπιχειρημάτων, λέγοντες ὅτι οὐκ ἐξ ἀνάγκης ἐστὶ γίνεσθαι τὴν ἕλικα ἀπὸ τῆς ἀντιπνοίας τῶν πνευμάτων. ἰδοὺ γὰρ ὁρῶμεν ἐπὶ τῆς θρυαλίδος τῆς μελλούσης καῆναι ὅτι τί‐ κτονταί τινα πνεύματα ἀπὸ τοῦ ἐλαίου κουφότερα· εἶτα | |
30 | τοῦ πυρὸς μέλλοντος περὶ τὸ ὕδωρ εἶναι, ἐξ ἀνάγκης θερμαίνει τὸ ὕδωρ καὶ τίκτει τινὰ πνεύματα παχύτερα, ἅπερ βουλόμενα διῶξαι τὴν ἄνω φορὰν συμπλέκονται τοῖς κουφοτέροις καὶ ποιοῦσι τὴν ἕλικα τοῦ καπνοῦ. καὶ ἰδοὺ γέγονεν ἕλιξ πνευμάτων, ἀντιπνοίας μὴ οὔσης. δεύτερον | |
35 | δὲ εἰ πολλαὶ ῥαγάδες γίνονται ἐν τῷ ξύλῳ, τί ἄτοπον ἐπὶ | 212 |
2.213 | ἑκάστης ῥαγάδος ἐξελθεῖν τι πνεῦμα, ὥστε εἰ μὴ διάφορα πνεύματα, ἅπερ ταῦτα βουλόμενα τὴν ἄνω φορὰν διῶξαι πάντα συμπλέκονται εἰς ἄλληλα καὶ ποιοῦσι τὴν ἕλικα. τρίτον ὅτι πολλάκις μιᾶς ῥαγάδος οὔσης ἐν τῷ ἑλικο‐ | |
5 | ειδῶς ἐξερχόμενον τὸ πνεῦμα διὰ τῆς ῥαγάδος ἕλιξ γίνε‐ ται διὰ τὸ στομίον ἐκείνου. τοιούτου ὄντος ὁρῶμεν γινο‐ μένας καὶ τὰς οὔλας τρίχας. διὰ τῶν τριῶν ἐπιχειρημά‐ των τούτων ἀναγκάζουσιν οἱ ἐξηγηταὶ τὸ παράδειγμα Ἱπ‐ ποκράτους· ἀλλὰ καὶ ἄλλως ἐπιλαμβάνονται αὐτοῦ. εἶπε | |
10 | γὰρ τὸ θερμὸν πνεῦμα ἕλκει εἰς ἑαυτὸ τὸ ψυχρόν. εἰ δὲ ἕλκει τὸ θερμὸν πνεῦμα, ἆρα ἑλκτικὴν ἔχει δύναμιν; καὶ εὑρεθήσονται αἱ φυσικαὶ δυνάμεις οὐκέτι ἐν τοῖς στε‐ ρεοῖς, ἀλλ’ ἐν τοῖς πνεύμασιν. | |
13 | Πᾶν γὰρ τῷ θερμῷ τὸ ψυχρὸν τρέφεται. — | |
14 | ||
15 | Ψευδὲς καὶ τοῦτο. οὐδὲ γὰρ τὸ θερμὸν ἐκ τοῦ ψυχροῦ τρέφεται· οὐδέποτε γὰρ τὰ ἐναντία τροφὴ ἀλλήλοις γίνον‐ ται. τὸ δὲ θερμὸν ἐν τῷ ξύλῳ ἀντισπᾷ ἕτερον ψυχρὸν, ἐξ οὗ τρέφεται. πάλιν τὰ αὐτὰ λέγει. διὸ καὶ νόθον ἐστὶ τὸ χωρίον Ἱπποκράτους. ἀλλότριον γὰρ τούτῳ τὸ διττο‐ | |
20 | λογεῖν πέφυκε. πάλιν γὰρ λέγει ὅτι τὸ θερμὸν ἕλκει τὸ ψυχρὸν πνεῦμα, ὅπερ ἐστὶ, ψευδές· οὐδὲ γὰρ τὸ θερμόν ἐστι τὸ ἕλκον τὸ ψυχρὸν, ἀλλ’ εἰ ὅλως ἐστὶν εἰπεῖν, ὅτι τὸ θερμὸν ἀραιοῖ τοὺς πόρους. τῶν οὖν πόρων ἀραιουμένων, εἰσάγεται διὰ τούτων ψυχρὸν πνεῦμα. οὕτω γίνεται καὶ ἐπὶ | |
25 | τοῦ σφαιρίου, ὅτι ἡ θερμότης ἀραιοῖ τοὺς πόρους, δι’ ὧν διεισδύνει ἡ ψύξις. ποιεῖ δὲ τοῦτο καὶ φύλλα χλωρὰ, καὶ μάλιστα ἡ δάφνη ποιεῖ ἦχον τῶν φύλλων ῥηγνυμένων, καὶ ἁπλῶς ὅσα εἰσὶ χεδρωπὰ, ἦχον ἀποτελοῦσι· χεδρωπὰ δέ εἰσι τὰ χερσὶ δρεπόμενα. | |
29 | ||
30 | Πάντα γὰρ [τὰ πνεύματα] ὅσα θερμαίνεται, πνεῦμα ἀφι‐ ᾶσι καὶ ἕτερον ψυχρὸν κατὰ τοῦτο ἀντισπᾷ. — | |
31 | Ἰδοὺ προφανῶς εἶπεν ὅτι τὰ θερμαινόμενα πνεύματα ἔξω ἀφιᾶσι καὶ ἕτερον ψυχρὸν ἕλκει, ὅπερ ψεῦδός ἐστιν, | |
ὡς ἀπεδείξαμεν. | 213 | |
2.214(1t) | Πρᾶξις τετάρτη. | |
1t | ||
2 | Καὶ αὗταί μοι ἀνάγκαι προηγμέναι. — | |
2 | Ἀποδείξας ἀνωτέρω ὁ Ἱπποκράτης διὰ παραδείγματος ὅτι πνεῦμα ἴσχει ἡ γονὴ, ὡς δηλοῦσι τὰ χλωρὰ ξύλα καὶ | |
5 | τὰ χεδρωπὰ, βούλεται νῦν ἀποδεῖξαι δι’ ἑτέρου παραδείγ‐ ματος ὅτι ὑμενοῦται ἡ σφαῖρα, καί φησιν ὅτι τὸ ἔτνος, τὶς ᾑμαγμένη σεμίδαλις γλίσχρα οὖσα, εἰ καὶ πῦρ αὐτῇ προσομιλήσει, ὁρῶμεν ὅτι ἡ ἐπιφάνεια αὐτῆς ἐξυπερο‐ πτᾶται καὶ ἐξυμενίζεται, τὸ δὲ βάθος ὑγρὸν ὑπάρχον | |
10 | ἐξαναλίσκεται εἰς πνεύματα. οὕτως οὖν καὶ ἐπὶ τῆς γονῆς. σφαίρας γὰρ γινομένης ὑπὸ τῆς ἐμφύτου θερμότη‐ τος τῶν σπερμάτων ἐκ τῆς θερμότητος τῶν ἀρτηριῶν τῶν εἰσβαλλόντων εἰς τὴν μήτραν, ἡ μὲν ἐπιφάνεια τῆς σφαί‐ ρας ἐκ τῆς θερμότητος ἐξυπερωπτημένη ὑμενοῦται, τὸ δὲ | |
15 | βάθος γλίσχρον ὑπάρχον ἀναλίσκεται εἰς πνεύματα. ἰστέον δὲ ὅτι οὐχ ὅλον ὑμενοῦται τῆς σφαίρας ἰσοπαχὲς, ἀλλὰ τὸ μέρος ἐκεῖνο, δι’ οὗ μέλλει ἐξελθεῖν τὸ πνεῦμα, λε‐ πτότερόν ἐστιν, ἢ διὰ τὸ μὴ προσομιλεῖν ἐκεῖσε θερμότης πάνυ, ἢ ὅτι τὸ πνεῦμα συνεχῶς προσκροῦον τῷ μέρει | |
20 | ἐκείνῳ λεπτὸν ἀπεργάζεται. οὕτω πίστωσαι τὴν ἀκοὴν διὰ παραδείγματος ὅτι ἐξ αἰσθητῆς σφαίρας ὑμὴν γίνεται. ἐπεὶ δὲ ἀκριβεστέρα ἐστὶν ἡ ὄψις τῆς ἀκοῆς, βούλεται νῦν ἕτερον παράδειγμα εἰπεῖν ὁ Ἱπποκράτης, οὗτινος αὐτόπτης ἐγίνετο καί φησιν, ὅτι γυνή τις ὑπῆρχεν ἔχουσα θεράπαιναν, | |
25 | ἥτις εὐπρεπεστάτη ἦν, καὶ ἐκ τῆς πορνείας δὲ προσέ‐ φερε τῇ δεσποίνῃ τὸν μισθὸν, καὶ αὕτη οὐ συνελάμβανεν· εἶτά ποτε συνέλαβε. καὶ ἐπεὶ ἔμελλε κινδυνεύειν, ἀπόρου τῆς δεσποίνης μὲν οὔσης, καὶ τὸ κάλλος ἀποσβέννυσθαι τῆς θεραπαίνης, παρεκάλεσέ με ἡ δεσποίνη αὐτῆς ἐπὶ τὸ παρα‐ | |
30 | σχεῖν τι φάρμακον τὸ ὀφεῖλον κατενεγκεῖν τὴν γονήν. εἶτα ἐγὼ ἐκέλευσα αὐτὴν πηδῆσαι ἐπὶ τὴν πυγήν. καὶ δὴ πη‐ δήσασα αὕτη ἐπὶ τὴν πυγὴν, ἐβουλόμην κατενεγκεῖν τὴν γονὴν οἱονεὶ σφαῖραν οὖσαν, καὶ ἐθεασάμην ταύτην ἐγώ. εἶχε γὰρ ἶνας τινὰς καὶ αἱμάλωπας. καὶ οἱ μὲν αἱμάλωπες ἐσή‐ | |
35 | μαινον σάρκας μελλούσας γίνεσθαι, αἱ δὲ ἶνες νεῦρα καὶ | 214 |
2.215 | μύας. καὶ ἰδὼν ἐγὼ ἐθαύμασα τὸ ἔργον τῆς φύσεως, ὅπως ἔμελλε γίνεσθαι ὁ ὑμήν. ταῦτα παραδοὺς ἡμῖν καταπαύει τὴν παροῦσαν θεωρίαν. | |
3 | Καὶ αὗταί μοι ἀνάγκαι προσηγμέναι. — | |
4 | ||
5 | Ζητοῦσι, διὰ τί οὐκ εἶπεν αὗται αἱ ἀποδείξεις, ἀλλὰ αὗ‐ ται αἱ ἀνάγκαι, καί φασιν ὅτι τὸ ἑπόμενον ἀντὶ τοῦ ἡγουμένου εἶπεν. ἐπὶ γὰρ ταῖς ἀποδείξεσιν ἕπεται ἡ ἀνάγκη, καὶ διὰ τοῦτο εἶπεν αὗται αἱ ἀνάγκαι. πάλιν ζητοῦσι διὰ τί εἶπε πλη‐ θυντικῶς αἱ ἀνάγκαι, καὶ οὐχ ἑνικῶς. καί φαμεν, ἐπειδὴ πολ‐ | |
10 | λάκις τὸ αὐτὸ παράδειγμα εἶπε, διὰ τοῦτο ἐχρήσατο τῷ πληθυντικῷ, ἢ ὅτι αἱ ἀποδείξεις, ὅταν διὰ μερικῶν γί‐ νωνται, ποικίλαι εἰσίν· ὅταν δὲ δι’ ἑνὸς καθόλου, μονοει‐ δεῖς ὑπάρχουσιν. ἐπὶ δὲ τοῖς μερικοῖς παραδείγμασιν ἐχρή‐ σατο εἰπὼν, ξύλα χεδρωπὰ. διὰ τοῦτο πρὸς τὰ μερικὰ | |
15 | ἀφορῶν εἶπε τῷ πληθυντικῷ· οὐ καλῶς δὲ ἐχρήσατο τῇ πρὸς προθέσει εἰπὼν προσηγμέναι. | |
16 | Τῇ δὲ γονῇ θερμαινομένῃ καὶ φυσωμένῃ ὑμὴν ἔξωθεν περιγίνεται. — | |
18 | Μὴ πρὸς τὸ φυσωμένῃ ἀποδῷς τὸ ὑμήν. ἀλλὰ | |
20 | πρῶτον θερμαινομένης τῆς γονῆς ἔσωθεν γίνεται ὁ ὑμήν. αὕτη δὲ ἡ γονὴ στρογγύλη ἐστὶν, οὐχ ὅτι ἡ γονὴ στρογ‐ γυλοῦται, διὰ τοῦτό ἐστι στρογγύλη· οὐδὲ γὰρ στρογγύλη ἐστὶν αὕτη, ἀλλὰ διὰ τὴν σφαῖραν στρογγύλην οὖσαν, καὶ ἡ γονὴ στρογγυλοῦται. | |
24 | ||
25 | Καὶ ὁποίη μοι ἐφαίνετο ἐν τῇ γνώμῃ. — | |
25 | Τί φὴς, ὦ Ἱππόκρατες, ἐν τῇ γνώμῃ σοι ἐφαίνετο; τί οὖν οὐκ ἐν τῇ ὄψει παρελάμβανες τοῦτο τὸ παράδειγ‐ μα; ἢ ἔστιν εἰπεῖν παρὰ Δημοκρίτου παραλαβὼν τοῦτο εἰπόντος; νοῦς γὰρ ὁρῇ καὶ νοῦς ἀκούει, τὰ δ’ ἄλλα τοῦ | |
30 | σώματος τυφλὰ καὶ μάταια. ἰστέον γὰρ ὅτι ὁ Δημόκρι‐ τος ὁμόχρονος αὐτοῦ ἐγένετο, παλαιότερος δὲ αὐτοῦ ὀλίγον. | |
32 | Γυναικὸς οἰκείη μουσουργός. — | |
33 | Μουσουργὸν λέγει τὴν σχολάζουσαν ἐν τοῖς ἔργοις τῶν | |
35 | μουσῶν ἢ τυμπανίστριαν ἢ κιθαρίστριαν ἢ ψάλτριαν. | 215 |
2.216 | Καὶ ἐγὼ ἀκούσας ἐκέλευσα πρὸς πυγὴν πηδῆσαι. — | |
1 | Εἴωθα ἀπορεῖν ἐνταῦθα ὅτι αὐτός ἐστιν ὁ λέγων ἐν τῷ ὅρκῳ, οὐ δώσω φθόριον. πῶς οὖν κελεύει ἐπὶ πυγὴν πηδῆσαι τὴν γυναῖκα; καὶ πρὸς ταύτην τὴν ἀπορίαν πολ‐ | |
5 | λαὶ φέρονται λύσεις. μία μὲν ὅτι οὐδ’ ἐνταῦθα δέδωκε φθόριον πεσσὸν, ἵνα βρέφος κατενέγκῃ, ἀλλὰ μόνον γο‐ νὴν, οὐ παιδίον. ἀλλὰ εἰ ἔμεινεν ἡ γονὴ, βρέφος ἂν ἐγέ‐ νετο, ὥστε καὶ ἐνταῦθα οἱονεὶ βρέφος ἂν ἀπέκτεινε. δευ‐ τέρα δὲ λύσις. διὰ τοῦτο ἐκέλευσεν ἀπολέσθαι τὴν γονὴν | |
10 | ταύτην, ἵνα θεασάμενος ἀναγγείλῃ ἡμῖν. καὶ Γαληνὸς γὰρ καὶ Ἀρχιγένης πολλάκις ἕνα ζῶντα ἀνέτεμον, ἵνα κοσμικὴν ποιή‐ σωσι τὴν ὠφέλειαν. καὶ Πλάτων ἐν πολιτείαις παρακελεύε‐ ται, ἵνα ἑταιρὶς μὴ πολιτεύηται, μήπως συλλαβοῦσα νόθον τέκῃ τέκνον καὶ σκοτίη ἀνατέλλῃ γενεθλίη. ταῦτα Ἱπ‐ | |
15 | ποκράτης λαβὼν παρὰ Πλάτωνος· τοῦτο γὰρ ἐνταῦθα αἰνίττε‐ ται. διὰ γὰρ τοῦτο αὐτὸ ἐποίησε, τὴν γυναῖκα ἀποβάλλεσθαι τὴν γονὴν, ἐπεὶ ἑταιρὶς ἦν, ἵνα μὴ νόθον υἱὸν ἀποτέκῃ. καὶ γὰρ εἰ εἴασεν Ἱπποκράτης τὴν γονὴν, ἔμελλεν ἡ γυνὴ, τοῦ κάλλους ἀπομαραινομένου, ἀγχόνῃ χρήσασθαι· αἱροῦν‐ | |
20 | ται γὰρ αἱ ἑταιρίδες θάνατον ἢ ἀμορφίαν. κάλλιον οὖν ἡγήσατο Ἱπποκράτης μίαν ἀπολέσθαι ψυχὴν ἤτοι τὴν γονὴν ἢ δύο, καὶ τοῦτο αὐτὸ αἰνίττεται. | |
22 | Καὶ ἑπτά τοι ἤδη ἐπεπήδητο καὶ ἡ γονὴ κατεῤῥύη ἐπὶ τὴν γῆν. — | |
24 | ||
25 | Εἰώθασί τινες τῶν ἐξηγητῶν ἐνταῦθα λέγειν ὅτι ἰδοὺ καὶ ἐν τοῖς παρὰ φύσιν ἡ ἑβδόμη ἐστίν. ἑπτάκις γὰρ ἐπήδησε καὶ κατῆλθεν ἡ γονή. τοῦτο δὲ τερατῶδές ἐστι. πολλάκις γὰρ καὶ δέκατον πηδᾷ καὶ οὐδὲν καταφέρει. ἔστι δ’ ὅτε τρίτον ἢ τέταρτον μόνον πηδᾷ καὶ εὐθέως | |
30 | καταφέρει τὴν γονὴν καὶ γίνεται ψόφος. πόθεν ἄρα γί‐ νεται ψόφος; καί τοι τινές φασιν ὅτι ἡ γονὴ πεσοῦσα ἐποίησε ψόφον. φαμὲν ἡμεῖς δὲ ὅτι εἰ ἔπεσεν ἐν τῇ γῇ πάνυ βιαίως, ὥστε ποιῆσαι ψόφον, ἐῤῥήγνυτο ἂν ὁ ὑμὴν ἐκεῖνος καὶ ἔμελλεν ἐκχέεσθαι ἡ γονὴ, ἀλλ’ ὅτι πνεῦμά τι | |
35 | προηγήσατο τῆς γονῆς, ὅπερ ἐξερχόμενον τὸν ψόφον | |
ἀπετέλεσεν. | 216 | |
2.217 | Ἐρῶ δὲ καὶ ἄλλην διάγνωσιν. — | |
1 | Φησὶν ὅτι μέλλω εἰπεῖν καὶ ἕτερον παράδειγμα, καὶ δι’ οὗ οὐ λέγει. νοθεύουσί τινες τὸ παρὸν βιβλίον. μέλ‐ λει δ’ εἰπεῖν τὸ παράδειγμα τοῦ ὠοῦ. | |
4 | ||
5t | Πρᾶξις πέμπτη. | |
5t | ||
6 | Καὶ ταῦτα μὲν εἰς τοσοῦτον εἴρηται ὅτι ἡ γονὴ ἐν ὑμένι ἐστὶ καὶ πνοὴν [οὐκ] ἔχει. — | |
7 | Βεβαιώσας τὴν ἡμετέραν γνώμην ὁ Ἱπποκράτης, ὅτι πνεῦμα ἔχει ἡ γονὴ διὰ τοῦ τετάρτου παραδείγματος | |
10 | τῶν χεδρωπῶν ξύλων, καὶ ὅτι ὑμενοῦται ἔξωθεν διὰ τοῦ παραδείγματος τῆς .... καὶ τῆς μουσουργοῦ ἐκείνης, βούλεται νῦν ἀποδεῖξαι ὅτι αὔξεται. καὶ πόθεν δῆλον ὅτι τρέφεται; ἐπειδὴ ἐπέχονται τὰ καταμήνια. καὶ πόθεν πάλιν δῆλον εἴτε παρὰ φύσιν εἴτε κατὰ φύσιν ἐπέχονται | |
15 | τὰ καταμήνια; τοῦτο λύει ἀπὸ διαιρέσεώς τινος. ἰστέον γὰρ ὅτι ἐπέχονται τὰ καταμήνια ἢ κατὰ φύσιν ἢ παρὰ φύσιν. καὶ κατὰ φύσιν μὲν ἐπεχόμενα, κατὰ μέρος εἰσέρ‐ χονται ἐν τῇ μήτρᾳ καὶ οὐκ ἐργάζονται πάθη· παρὰ φύ‐ σιν δὲ ἐπεχόμενα ἀθρόως ἔρχονται, καὶ ἐρχόμενα ἀθρόως | |
20 | μένουσιν ἐν τῇ μήτρᾳ, μένοντα σήπονται, καὶ σηπόμενα ἢ περὶ τὴν κύστιν ἔρχονται καὶ ἐργάζονται φλεγμονὴν, ἥτις μεταβάλλει εἰς πῦον, καὶ τοῦτο χωρεῖ διὰ τοῦ αἰ‐ δοίου. καὶ τοῦτό φησιν ἔστιν ἰδεῖν ἐρχόμενον ἢ περὶ τὸ ἰσχίον καὶ ποιεῖ χωλάσειν τὰς γυναῖκας, ἢ μένον ἀναδίδο‐ | |
25 | ται περὶ πᾶν τὸ σῶμα καὶ ἀνάπτει θέρμην τουτέστι πυ‐ ρετὸν ἢ ἄλλα τινὰ πάθη, ἀπνοίας ὑστερικὰς, πνίγας. ταῦτα ποιεῖ παρὰ φύσιν ἐπεχόμενα. εἰ δ’ εὕρωμεν ὅτι, τῶν καταμηνίων ἐπὶ τῶν κυοφορουσῶν ἐπεχομένων, οὐδέν τι τοιοῦτον γίνεται, δῆλον ἄρα ὅτι οὐκ ἐπέχονται περὶ | |
30 | τὴν γονὴν, ἀλλ’ ὅταν ἐστὶ γονὴ, καταστάγδην ἔρχονται καὶ οἱονεὶ ῥανίδες τινές· ὅταν δὲ σφαιρωθῇ, μᾶλλον ἐξ‐ έρχονται· ὅταν δὲ βρέφος, τότε ἔτι μᾶλλον. εἰ δὲ πρὸς | |
τὸ αὐξανόμενον ἀεὶ ἔρχονται, δῆλον ἄρα ὡς τροφὴ ὄντα | 217 | |
2.218 | ἐπέχονται, καὶ οὐχ ὡς περιττώματα. ταῦτα περιέχονται ἐν τῷ πρώτῳ τούτῳ κεφαλαίῳ. | |
2 | Δεύτερον δὲ κεφάλαιον, ἐν ᾧ ἄπορά τινα βουλόμενος κι‐ νῆσαι, ὧν τὸ πρῶτόν ἐστι τοῦτο. φησὶ γὰρ εἰ ἀπὸ τῶν | |
5 | καταμηνίων τρέφεται τὸ βρέφος, τὰ δὲ καταμήνια περιτ‐ τώματά ἐστι τῆς γυναικὸς, ἔδει πᾶν τικτόμενον ὡς ἀπὸ περιττωμάτων τρεφόμενον ἀσθενέστερον εἶναι τῆς οἰκείας μητρὸς κἂν ἄῤῥεν εἴη κἂν θῆλυ. | |
8 | ||
9t | Λύσις. | |
9t | ||
10 | Τὰ καταμήνια οὐ ποιῷ εἰσιν ἄχρηστα, ἀλλὰ ποσῷ μόνον. εἰ δὲ μὴ τῇ ποιότητί εἰσι μοχθηρὰ, τί ἔχουσι βλάψαι τὸ βρέφος; οὐδὲν γὰρ πλέον τοῦ δέοντος τρέφε‐ ται, ἀλλ’ ἔστιν εἰπεῖν ὅτι ταύτῃ ἡ νομοθεσία παλαιῶν ἐστιν ἐξηγητῶν, ὅτι τὰ καταμήνια ποσῷ πλεονάζουσιν, | |
15 | οὐ ποιῷ. τοὐναντίον γὰρ ποιῷ πλεονάζουσιν ἢ ποσῷ. τὸ γὰρ μοχθηρὸν διὰ τούτων ἀεὶ ἀποβάλλονται αἱ γυναῖκες. τί οὖν φαμέν; ὅτι τὸ σπέρμα ἔμψυχον κατέρχεται, ὡς δὲ ἔμψυχον ἔχει τινὰ δύναμιν ἑλκτικὴν, ἥτις τὸ ἄχρη‐ στον τῶν καταμηνίων ἀποβάλλεται καὶ ὅσον ἐστὶ μοχθη‐ | |
20 | ρὸν, τὸ δὲ χρηστὸν καὶ οἱονεὶ ἐπιτήδειον ἕλκει ἐξ οὗπερ τρέφεται. | |
21 | Δεύτερον ἄπορον, ὅτι εἰ αὐτός φησιν, ἐπὰν συλλάβῃ ἡ γυνὴ, ἐπέχονται τὰ καταμήνια, ἵνα ἐκ τούτων τραφῇ τὸ βρέφος, πῶς ὁρῶμεν, μετὰ τὴν σύλληψιν πολλαὶ γυ‐ | |
25 | ναῖκες ἄχρι τριῶν μηνῶν ἔχουσι τὰ καταμήνια ἐρχόμενα; τὰ μὲν γὰρ διὰ τῶν κοτυληδόνων εἰσὶν ἔσωθεν, τὰ δὲ ἔξωθεν τῆς μήτρας, καὶ ἀποπερατοῦνται εἰς τὸν αὐχένα τῆς κύστεως. πολλάκις γοῦν ἐστι γυνὴ ἔχουσα ποσῷ πλεονάζον τὸ αἷμα, ὥστε μὴ μόνον τὰ ἔσωθεν ἀγγεῖα | |
30 | πληροῦσθαι, ἀλλὰ καὶ τὰ ἔξω. τὰ οὖν ἔσωθεν ἀγγεῖα φέρουσι τὸ αἷμα πρὸς τροφὴν τοῦ βρέφους, τὰ δὲ ἔξω‐ θεν φέρουσι πρὸς τὸν ἔξω αὐχένα τῆς κύστεως. κἀκεῖνό ἐστι τὸ ἐρχόμενον μετὰ τὴν σύλληψιν, ἐπεὶ τοῦ ἔσω αὐ‐ χένος μεμυκότος, καὶ οὕτω μεμυκότος, ὡς μὴ δύνασθαι | |
35 | πυρῆνα μύλης ἐλθεῖν, πῶς δύναται τὸ αἷμα διελθεῖν; | |
35 | ||
Τρίτη ἀπορία, διπλῆ τις οὖσα, ὅτι εἴπερ νόμος ἐστὶν | 218 | |
2.219 | ἰατρικὸς ὁ φάσκων τὸ αἷμα ἐξερχόμενον τῶν οἰκείων ἀγγεί‐ ων θρομβοῦσθαι, πῶς τὸ αἷμα ἐξερχόμενον τροφὴ γίνε‐ ται τοῦ βρέφους; —Λύσις. Ὅτι οὐ πάντως τὸ αἷμα ἔξω‐ θεν τῶν ἀγγείων ὑπάρχον θρομβοῦται, εἰ μὴ ἄρα εἴη ἐν | |
5 | τῷ παρὰ φύσιν τόπῳ ἢ ἐν ψύξει τινί. ἰδοὺ γὰρ τὸ αἷμα τὸ ἐν ταῖς φλεψὶν, ἐξερχόμενον ἐν ταῖς κεναῖς χώραις τῆς σαρκὸς, οὐ θρομβοῦται, ἀλλὰ τοὐναντίον ἐξικμάζεται καὶ τροφὴ γίνεται. οὕτω οὖν καὶ ἐνταῦθα τὸ αἷμα ἐξικ‐ μάζεται καὶ τροφὴ γίνεται τοῦ βρέφους. τὸ δὲ ἕτερον | |
10 | σκέλος ἐστὶν ὅτι εἰ φαίητε τὸ αἷμά ἐστι τὸ ἐρχόμενον περὶ τὴν γονὴν, ἔδει περικλύζειν τὴν γονὴν τὸ αἷμα, καὶ περικλυζόμενον σήπειν καὶ σήπεσθαι ἐκ τῆς γονῆς. καί φαμεν ὅτι τοῦτο εἴρηται, ἐπειδὴ οὐκ ἀθρόως ἔρχεται τὸ αἷμα οὐδὲ πολὺ, ὥστε σήπειν τὴν γονὴν, ἀλλὰ κατὰ μέ‐ | |
15 | ρος, καὶ ὅταν ἐστὶ γονὴ, τοῦτο δεόντως ἔρχεται, καὶ ὅταν σφαῖρα, τότε πάλιν τὸ αὔταρκες, ὥστε ὑπὸ φύσεως ἔρχε‐ ται, οὐκ ἀτάκτως βαδίζει ἐν οἷς τὰ ῥηθέντα. | |
17 | Καὶ αὔξεται ἀπὸ τῆς μητρός. — | |
18 | Ἐντεῦθεν ἡ διαίρεσις τοῦ βουλομένου εἰπεῖν ὅτι αὔ‐ | |
20 | ξεται ἡ γονή. καὶ πόθεν δῆλον, ὅτι αὔξεται; ἐπειδὴ τρέ‐ φεται. καὶ πόθεν γνωστὸν ὅτι τρέφεται; ἐπεὶ ἐπέχονται τὰ καταμήνια, καὶ εἴτε κατὰ φύσιν εἴτε παρὰ φύσιν, ἀποδέδεικται. ζητοῦσι δὲ οἱ ἐξηγηταὶ ἐνταῦθα, πῶς τρέ‐ φεται τὸ ἔμβρυον καί φασιν, ὅτι πᾶν τρεφόμενον ἢ ὡς | |
25 | φυτὸν ἢ ὡς ζῶον ἢ ὡς ζωόφυτον τρέφεται. οὔτε δὲ ὡς ζῶον τρέφεται, διότι τὸ ζῶον δι’ ὀργανώσεως λαμβάνει τροφὴν, οὔτε ὡς φυτὸν, ἐπειδὴ οὐδέποτε ἀπὸ φυτοῦ ζῶον γίνεται· ἀλλ’ οὐδὲ ὡς ζωόφυτον. δῆλον, ὥστε ἄρα τρέφεται ἡ γονὴ ἢ οὔ. φαμὲν ἡμεῖς ὅτι κακῶς ἔλαβον | |
30 | πᾶν τρεφόμενον τρέφεσθαι ἢ ὡς φυτὸν ἢ ὡς ζωόφυτον ἢ ὡς ζῶον μόνον. ἐγὼ δέ φημι ὅτι τὸ τρεφόμενον ἤγουν ἡ γονὴ τρέφεται, καθὼς λόγῳ τρέφονται οἱ κόκκοι τοῦ σίτου. εἰ δὲ φὴς ὡς δυνάμει φυτὸν, ὡσαύτως φημὶ | |
ὅτι ὡς δυνάμει ζῶον τρέφεται ἡ γονή. | 219 | |
2.220 | Καὶ αὔξεται τὸ μέλλον ζῶον ἔσεσθαι. — | |
1 | Ὁρᾷς ὅτι καὶ αὐτὸς τὴν γονὴν μέλλον ζῶόν φησιν, ὡς δυνάμει οὔσῃ ζῶον. | |
3 | Ὁκόταν δὲ χρόνος ἐγγένηται, ἕτεροι ὑμένες ἔσω τοῦ πρώ‐ | |
5 | του ὑμένος λεπτοὶ γίνονται πολλοί. — | |
5 | Ἐπειδὴ ἀνωτέρω ἀπέδειξε πῶς γίνεται ὁ ἔσω ὑμὴν, τὸ χορίον, βούλεται ἀποδεῖξαι πῶς οἱ ἄλλοι δύο ὑμένες γίνονται, ὅ τε ἀμνειὸς καὶ ὁ ἀλλαντοειδής. καὶ αὐτὸς μὲν αἰτιᾶται τὴν θερμότητα ποιητικὴν εἶναι τούτων τῶν | |
10 | ὑμένων αἰτίαν, ἡμεῖς δὲ τὴν διαπλαστικὴν δύναμίν φα‐ μεν εἶναι ποιητικὸν αἴτιον, ὀργανικὸν δὲ τὴν θερμότητα, ἐπεί τινι λόγῳ, τῆς θερμότητος ὁμοιομεροῦς οὔσης ἐν ὅλῳ τῷ ἐμβρύῳ, τὸν μὲν ἀμνειὸν ὅλον τὸ βρέφος σκέ‐ πειν, τὸν δὲ ἀλλαντοειδῆ τὰ περὶ τοὺς βουβῶνας. εἰ γὰρ | |
15 | ἡ θερμότης αἰτία ἦν τούτων, ἔδει ὡσαύτως τοὺς δύο δη‐ μιουργῆσαι. ἔστιν ἄρα τις διαπλαστικὴ δύναμις ἡ τού‐ τους δημιουργησαμένη, ἣν ὕστερον διαλαμβάνομεν. ζη‐ τοῦσι δὲ τὴν χρείαν τούτων τῶν ὑμένων καί φασι, χρείαν μὲν τοῦ ἀμνειοῦ εἶναι τὸ τὸν ἱδρῶτα τοῦ βρέφους ἐπι‐ | |
20 | δέχεσθαι, καὶ ἐν αὐτῷ εἶναι τὰ δροσοειδῆ περιττώματα ὅσα ἀπὸ παντὸς τοῦ βρέφους εἰσίν. ὁ δὲ ἀλλαντοειδὴς χρείαν ἐκτελεῖ, τὸ δέχεσθαι τὰ διὰ τῆς κύστεως τοῦ βρέ‐ φους περιττώματα. ἰστέον γὰρ ὅτι τὸ βρέφος διὰ μὲν τῆς κύστεως διαφορεῖται καὶ ἔχει οὖρον· διὰ δὲ τῆς ἕδρας | |
25 | οὐ φέρεται κόπρος. ἀλλ’ ἀεὶ μένει κενὸς ὁ σφιγκτὴρ, ὡς δηλοῦσιν αἱ μαῖαι. μετὰ γὰρ τὴν ἀπότεξιν ἐμβάλλουσι τὸν δάκτυλον περὶ τὴν ἕδραν καὶ ἀνευρύνουσι τὸν σφιγ‐ κτῆρα, διὸ καὶ δακτύλιος λέγεται. εὑρίσκεται δὲ ἔσω οἱ‐ ονεὶ κόπρος τις, ἥτις λέγεται βῆκος. πλανῶνται δὲ | |
30 | πολλοί τινες εἰς τὸ πολλοὺς γίνεσθαι τοὺς ὑμένας, ἐπει‐ σάγοντες τόν τε περιτόναιον καὶ τοὺς περιωτίους, ὅπερ ψευδές. οὐδὲ γὰρ ἐκεῖνοι ἐκ τούτων τῶν δύο γίνονται, τοῦ τε ἀλλαντοειδοῦς καὶ τοῦ ἀμνειοῦ. οὐδὲν δὲ ἄτοπον | |
καὶ ἐπὶ δύο πολλοὺς λέγειν. | 220 | |
2.221 | Κατὰ δὲ τὸ μέσον τῆς σαρκὸς ὀμφαλὸν ἐπέχειν. — | |
1 | Τὸ ἐπέχειν ἀντὶ τοῦ ἀποχεῖν. τὸ γὰρ πνεῦμα ἀποχεῖ καὶ δέχεται ἕτερον. | |
3 | Ἡ δὲ γυνὴ ὅταν ἐν γαστρὶ ἔχῃ, ὑπὸ τῶν καταμηνίων. — | |
4 | ||
5 | Ἐντεῦθεν βούλεται ἀποδεῖξαι ὅτι ἐπὶ τῶν κυοφορου‐ σῶν οὐ παρὰ φύσιν ἐπέχονται τὰ καταμήνια, ἀλλὰ κατὰ φύσιν. | |
7 | Ὅτι μὴν μηνὸς πολὺ διαφέρει. — | |
8 | Βούλεται δεῖξαι ὅτι ἐπεχόμενα τὰ καταμήνια παρὰ | |
10 | φύσιν, πολλὴν ὀδύνην ποιοῦσι καὶ οὐ τὴν αὐτὴν, τῆς αὐ‐ τῆς ὕλης οὔσης. διότι ἐπειδὴ μὴν μηνὸς, φησὶ, πολὺ δια‐ φέρει, οὐχ ὅμοιόν ἐστι τὸ ἔαρ καὶ τὸ θέρος ἢ τὸ θέρος καὶ τὸ φθινόπωρον. ἐπεὶ γοῦν διαλλάττουσιν οἱ μῆνες τῇ κράσει, διὰ τοῦτο καὶ αἱ ὀδύναι ἄλλως γίνονται. καὶ αὐ‐ | |
15 | τὸς μὲν ἐξ ἑνὸς συστοίχου ἔλαβε, σὺ δὲ καὶ ἀπὸ τῶν ἄλ‐ λων, οἷον χώρας, ἡλικίας. | |
16 | Καὶ κακῶς τοῦτο ἐν τῇ ἀρχαίῃ φύσει ὑπῆρχε. — | |
17 | Ζητοῦσι τί λέγει ἀρχαίην φύσιν. τί γάρ ἐστι νεωτέρα φύσις; φαμὲν ὅτι ἀρχαίην φύσιν λέγει τὴν διαπλαστικὴν | |
20 | δύναμιν, τὴν τεχνικῶς διαπλάττουσαν τὰ μόρια. ὅταν γὰρ ἡ ὕλη ἐπιτηδεία, τότε ἄρχεται διαπλάττειν τὰ μόρια τοῦ βρέφους. μετὰ δὲ τὸ διαπλάσαι αὐτὴν τὰ μόρια, τότε αὕ‐ τη ἡ διαπλαστική ἐστιν ἀλλοιωτική. εἰ δὲ εἴποις μοι πῶς, εἴπερ ἡ αὐτή ἐστι διαπλαστικὴ καὶ ἀλλοιωτικὴ, πῶς | |
25 | μετὰ τὴν διάπλασιν, ἐὰν ἀποκοπῇ μόριον, οὐ διαπλάττει αὐτό; ἐχρῆν γὰρ τοῦτο γίνεσθαι. φημὶ ὅτι διὰ τὴν ὕλην ἀνεπιτηδείαν οὖσαν. ὅταν μὲν γάρ ἐστιν ὕλη ἐπιτηδεία, τότε καὶ αὐτὴ διαπλάττει· ὅταν δὲ ἡ ὕλη εἰς ἀλλοίωσιν μόνον ἐστὶν ἐπιτηδεία, τότε ἀλλοιοῖ μόνον, ὥσπερ ἐπιστήμων | |
30 | τέκτων, εἰ μὴ ἔχει ὕλην ἐπιτηδείαν, οὐ δύναταί τι ἐργά‐ ζεσθαι, οὕτω καὶ ἡ διαπλαστικὴ δύναμις, εἰ μὴ ἔχει ὕλην | |
εἰς δημιουργίαν μορίου ἐπιτηδείαν, οὐ δύναταί τι ποιῆσαι. | 221 | |
2.222 | ὅταν οὖν ἀποτεχθῇ τὸ βρέφος, ὡς ἂν μὴ οὔσης ὕλης ἐπι‐ τηδείας, οὐ γίνεταί τι ἕτερον μόριον. μηδὲν δὲ ταράξει σε ἡ μία δύναμις τῷ εἴδει μένουσα ἡ αὐτὴ δύο ἐνεργείας ποιεῖν. οὕτω γὰρ ὁρῶμεν καὶ ἐν τοῖς ἔξω γινόμενον. ὁ γὰρ | |
5 | ὑάλωψ ἅμα τῷ φυσᾷν καὶ πόρον ποιεῖ τινα καὶ σχῆμα. οὕτω οὖν καὶ ἡ δύναμις αὕτη ἀλλοιοῖ καὶ διαπλάττει· ἀλλοιοῖ γὰρ τὴν ὕλην, ποιοῦσα ταύτην ἐπιτηδείαν, δια‐ πλάττει δὲ, δημιουργοῦσα ὡς ἐπὶ τῶν ἐντέρων λειότητα, ὡς ἐπὶ τῆς τραχείας ἀρτηρίας τραχύτητα, ὡς ἐπὶ τῆς μήτρας | |
10 | κοιλότητα, ὡς ἐπὶ τῆς γαστρὸς σχῆμα· ὡσαύτως καὶ ἐν σπληνὶ καὶ ἥπατι. ταῦτα μὲν ἐν ἀρχῇ. μετὰ δὲ τὴν ἀπό‐ τεξιν ὡς οὐκ ἔχουσαν ὕλην ἐπιτηδείαν, οὐκέτι δύναται διαπλάττειν τούτων τι. ταύτην οὖν φησιν ἀρχαίην φύσιν καθ’ ἡμᾶς ὁ Ἱπποκράτης, οὐχ ὥς τινές φασιν, ὅτι δύνα‐ | |
15 | μις θειοτέρα τις κατέρχεται ἐκ τῶν οὐρανίων ἥτις ἐμφω‐ λεύει ἐν τῇ σφαίρᾳ καὶ ἐπὰν δημιουργήσῃ τὸ βρέφος, ἀποφοιτᾷ πάλιν εἰς τὰ οὐράνια. | |
17 | Ἢν δὲ πλήρης, οὔ. — | |
18 | Ἀποροῦσί τινες διὰ τί μετὰ τὴν κένωσιν τῶν καταμη‐ | |
20 | νίων συλλαμβάνει ἡ γυνὴ, πρὸ δὲ τῆς κενώσεως, ἐὰν συλ‐ λάβῃ, εὐθέως τοῦτο ἀποβάλλεται. φασὶ δύο λύσεις, μίαν μὲν ὅτι κενουμένη ἡ μήτρα ξηροτέρα γίνεται, ξηροτέρα δὲ οὖσα, πλέον ἀντιλαμβάνεται καὶ περιπτύσσεται τὸ ὑγρόν. δευτέρα δ’ ὅτι μετὰ τὴν κένωσιν ἀνεῳγμένοι εἰσὶν οἱ πόροι, | |
25 | εἰς οὓς διεισδύνει τὸ σπέρμα, πρὸ δὲ τῆς κενώσεως με‐ μυκότες ἦσαν. τῶν δὲ πόρων μεμυκότων, πῶς οὐ γίνεται σύλληψίς ποτε; | |
27 | Ἔστι δὲ ᾗσι κατὰ τὸν βουβῶνα φῦμα. — | |
28 | Φῦμά ἐστιν ἄρσις φυματώδης. ἀλλὰ τί δεῖ λέγειν αὐ‐ | |
30 | τὰ ἐνθάδε; τινὲς πάλιν νοθεύουσι τὸ παρὸν σύγγραμμα, ὅτι ἰδοὺ Ἱπποκράτης, ἃ μέλλει εἰπεῖν ἐν τοῖς γυναι‐ κείοις, ἐνταῦθα λέγει. ἐκεῖσε γὰρ τὰ πάθη τῶν γυναικῶν ὑφηγεῖται ἃ εἶπεν ἐνταῦθα, ὥστε διττολογεῖ. φαμὲν ὅτι οὐ διὰ τοῦτο ἐμνήσθη τῶν παθῶν, ἵνα ταῦτα διαγνῷ, | |
35 | ἀλλὰ διὰ τοῦτο ἠναγκάσθη μνησθῆναι, ἵνα δείξῃ ὅτι οὐ | 222 |
2.223 | παρὰ φύσιν ἐπέχονται τὰ καταμήνια ἐπὶ τῶν κυοφορου‐ σῶν, ἐπεὶ ἔμελλον τὰ πάθη ἐργάζεσθαι. | |
2 | ||
3t | Πρᾶξις ἕκτη. | |
3t | ||
4 | Ὁκόταν δὲ γένηται σὰρξ, τότε οἱ ὑμένες, αὐξανομένου | |
5 | τοῦ ἐν τῇσι μήτρῃσιν. — | |
5 | Εἴρηται ἡμῖν ὅτι διαφόρους καιροὺς βούλεται ὁ Ἱπ‐ ποκράτης σημειώσασθαι ἐν οἷς γίνεται ἡ γονή. καιρὸν ἐσημειώσατο ἐν ᾧ κατεβλήθη τὸ σπέρμα καὶ ἐγένετο γονὴ καὶ ἡ γονὴ σφαῖρα. νῦν εἰς τὰ μεθόρια καθέστηκε | |
10 | τοῦ βρέφους καὶ τῆς σφαίρας. λοιπὸν γὰρ γίνεται ἡ σφαῖρα σάρξ. συγχωρήσεις γὰρ Ἱπποκράτει νῦν τὸ τοιοῦ‐ τον καλοῦντι σάρκα διὰ τὴν ὁμοιότητα τῆς σαρκός. ἐγέ‐ νετο οὖν σάρξ. αὕτη ἡ σὰρξ ἔσχε τινὰς κλαδίσκους καὶ ὀζοῦται· εἰσέρχεται γὰρ ἐν ταύτῃ πνεῦμα ὅπερ ἐξωθεῖ | |
15 | τὸ ὅμοιον εἰς τὸ ὅμοιον, τὸ σκληρὸν εἰς τὸ σκληρὸν, τὸ μαλακὸν εἰς τὸ μαλακὸν, τὸ ὁμόχρουν εἰς τὸ ὁμόχρουν. εἶτα ἐπὰν διακριθῶσι, γίνεται τὸ μὲν σκληρὸν ὀστοῦν, τὸ δὲ ἧττον σκληρὸν νεῦρον, τὸ δὲ ἧττον φλὲψ καὶ ἀρ‐ τηρία. καὶ οὕτω ὀζοῦται τὸ ζῶον. εἶτα τίθεται ἐν τοῖς | |
20 | ὤμοις κεφαλὴ, εἶτα ἐν τοῖς βουβῶσι πόδες, καὶ μετὰ ταῦτ’ ἀναφαίνεται τὸ αἰδοῖον καὶ ἀνατέλλει τὸ βρέφος καὶ δείκνυσιν εἴτε ἄῤῥεν ἐστὶν εἴτε θῆλυ. φησὶ δ’ ὅτι εἰ βούλει τὸ τοιοῦτον δημιούργημα διὰ παραδείγματος εἰ‐ δέναι, ἐπειδὴ πολλά εἰσι τὰ παραδείγματα, λαβὼν κύστιν | |
25 | βοείαν ἔμβαλον ἐν αὐτῇ διάφορα ψηγμάτια χρυσοῦ, χαλ‐ κοῦ, μολίβδου· εἶτα μίξον τούτοις ὀλίγον χρῶμα καὶ ὕδωρ· εἶτα ἀναθόλωσον, ἀνακέρασον, σύγχυσον, καὶ ὁρᾷς πῶς τὸ ὅμοιον εἰς τὸ ὅμοιον ἔρχεται. τοίνυν εἰ ταῦτα οὕτως ἔξω γίνονται, πόσῳ μᾶλλον ἔσω, ἔνθα καὶ δύναμις διοι‐ | |
30 | κοῦσα καὶ ὕλη ἐπιτηδεία; | |
30 | Ὁκόταν δὲ γένηται σὰρξ, τότε καὶ οἱ ὑμένες. — | |
31 | Ἰστέον τοίνυν ὅτι τρεῖς δόξαι γεγόνασιν εἴτε ἅμα τοῦ | |
κυομένου τὰ μόρια εἴτε οὐχ ἅμα γίνονται. καὶ οἱ μέν | 223 | |
2.224 | φασιν, ὅτι οὐχ ἅμα ἄρχεται ἡ φύσις δημιουργεῖν, οὔτε ἅμα περαιοῖ τὰ μόρια. ἑτέρα δόξα ἐστὶν ἡ λέγουσα οὐχ ἅμα ἄρξασθαι δημιουργεῖν τὴν φύσιν τὰ μόρια, ἅμα .. πληροῖ αὐτά. αὕτη πρὸς ταύτας οὐκ εὐτύχησεν. τρίτη | |
5 | δόξα ἐστὶν ἡ λέγουσα ἅμα μὲν ἄρξασθαι πλάττειν τὰ μό‐ ρια, μὴ ἅμα δὲ πληροῦν ταῦτα. καὶ οἱ μὲν λέγοντες μὴ ἅμα ἄρξασθαι τὴν φύσιν μήτε ἅμα περαίνειν, κέχρηνται τούτῳ τῷ λεξειδίῳ, φάσκοντες ὅτι ἰδοὺ καὶ ὁ Ἱπποκράτης δοξάζει μὴ ἅμα γίνεσθαι τὰ μόρια. φησὶ γὰρ ὅτι πρῶτον γίνεται | |
10 | σάρξ. καὶ ἐπερείδονται τῇ ἀξιοπιστίᾳ τοῦ ἀνδρός. φαμὲν δὲ ἡμεῖς ὅτι οὐ κυρίως αὕτη ἐστὶ σάρξ· πᾶσα γὰρ σὰρξ ὁμοιομερής ἐστιν, αὕτη δὲ ἀνομοιομερὴς ὑπάρχει· ἔχει γὰρ νεῦρα, φλέβας, ὀστᾶ. δεύτερον καὶ ὑμεῖς ὁμολογεῖτε, ὅτι οὐδέποτε ἀπὸ σαρκὸς γίνεται ἄρθρον. νυνὶ δὲ ἀπὸ | |
15 | ταύτης ἐστὶ τὰ ἄρθρα· ὡς γάρ φησιν αὐτὸς, διαρθροῦται, οὕτως ἡμεῖς ἀνατρέπομεν αὐτήν. οἱ μέντοι δοξάζοντες ἅμα ἄρχεσθαι τὴν φύσιν ποιεῖν τὰ μόρια, φασὶν ὅτι εἴ ἐστι διαπλαστικὴ δύναμις ἐν ὅλῳ τῷ σώματι καὶ ὕλη ἐπιτηδεία καὶ ὄργανον ἐπιτήδειον, διὰ τί μὴ ἅμα πάντων | |
20 | ἄρχεται ἡ δύναμις; ὅστις ἐστὶ λόγος ἀποκληρωτικὸς, ἵνα τοῦ μὲν ἄρξηται, τοῦ δὲ μὴ ἄρξηται. καὶ εἰς μὲν τοῦτο τὸ ἐπιχείρημα οὐδὲν ἔχουσιν ἀντειπεῖν οἱ μὴ ἅμα λέγον‐ τες τὴν φύσιν δημιουργεῖν τὰ μόρια. φασὶ δὲ εἰς τὸ τέ‐ λος ὅτι κἂν γὰρ ἅμα ἄρχηται, ἀλλ’ οὖν οὐχ ἅμα περα‐ | |
25 | τοῖ. ἀλλ’ εἴπερ ἐν τῷ αὐτῷ λέβητι βάλλεις διάφορα κρέη, ὀρνίθειον, χοίρειον καὶ ἄλλα καὶ μὴ ἅμα ἑψηθῶσιν, ἀλλὰ τυχὸν τὰ μὲν ἁπαλώτερα πρῶτα, τὰ δὲ σκληρότερα ὕστε‐ ρον, οὕτω καὶ ἡ φύσις οὐχ ἅμα περατοῖ τὰ μόρια, ἀλλὰ τυχὸν τὰ μὲν ἁπαλώτερα πρῶτα, τὰ δὲ σκληρότερα | |
30 | ὕστερα. οὐκ οἶδα δὲ ποῖα πρῶτα καὶ ποῖα ὕστερα. οὐ γὰρ τὸν σκοπὸν τῆς φύσεως ἐπίσταμαι. φαμὲν δὲ ὅτι ταύτης τῆς δόξης καὶ ἡμεῖς καθεστήκαμεν. ὁμολογοῦμεν γὰρ ἅμα αὐτὴν ἄρξασθαι, οὐχ ἅμα δὲ περατοῦν. ἀλλ’ εἴπερ εἰρήκατε τὸ παράδειγμα, ὅτι ἡ θερμασία ἄρχεται | |
35 | ἕψειν τὰ ἐν τῷ λέβητι κρέη, οὐχ ἅμα δὲ πάντα ἕψει, | 224 |
2.225 | οὕτω καὶ ἡ φύσις ἄρχεται μὲν ἅμα, οὐχ ἅμα δὲ πληροῖ, ὡς καὶ τὸ παράδειγμα δηλοῖ. | |
2 | Καὶ χρηστὸν εἴη. — | |
3 | Ὅτι τὸ χρηστὸν αἷμα ἐξαναλίσκεται εἰς τὸ χορίον· εἰ | |
5 | δὲ μὴ χρηστὸν, τότε οὐκ εἰς τὸ χορίον, ἀλλ’ εἰς τοὺς ἄλ‐ λους ὑμένας, ἀλλαντοειδῆ καὶ ἀμνειόν. | |
6 | Ἡ δὲ σὰρξ αὐξανομένη ὑπὸ πνεύματος ἀρθροῦται. — | |
7 | Ἰδοὺ ἐνταῦθά φησιν ὅτι ἀπὸ τῆς σαρκὸς ταύτης γί‐ νονται τὰ ἄρθρα. | |
9 | ||
10 | Καὶ ὅσα ἀπὸ πυκνῶν ἐγένετο, πυκνά ἐστι, καὶ ὅσα ἀπὸ ὑγρῶν, ὑγρά. — | |
11 | Ἀπορίαν ἐνταῦθα τίθησι. πρὸ δὲ τῆς ἀπορίας προη‐ γησάσθω λῆμμα τοιόνδε. τὸ καθόλου οὖν εἰσι δυνάμεις, ἵνα μὴ ἐναντία ἐνεργεία ἐστὶν, οἷον τὸ καθόλου δυνάμει | |
15 | θερμὸν, ἐνεργείᾳ ψυχρόν ἐστι, καὶ τὸ καθόλου δυνάμει ψυχρὸν, ἐνεργείᾳ θερμόν ἐστι. πῶς γὰρ ἂν τὰ στοιχεῖα μετέβαλλον εἰς ἄλληλα, εἰ μὴ ὅ ἐστι τὸ ἐναντίον δυνάμει αὐτὸ ἔχουσι; τοῦτο τὸ λῆμμα. λοιπὸν ἡ ἀπορία εἰσέρ‐ χεται, ὅτι εἰ αὐτὸ τὸ αἷμα τρέφει τὴν σάρκα καὶ τὸ | |
20 | ὀστοῦν, καὶ εἰ τροφὴ τὸ αἷμα, τὸ τρέφον τὴν σάρκα δυ‐ νάμει ψυχρόν ἐστι, πάλιν τὸ αἷμα τὸ τρέφον τὸ ὀστοῦν ἐνεργείᾳ ψυχρόν ἐστι, διότι πᾶν ὀστοῦν ψυχρόν ἐστι, δυνάμει δὲ θερμόν. εἰ δὲ ταῦτα οὕτω, τὸ αὐτὸ πρᾶγμα ἕξει τὰ ἐναντία, καὶ εὑρεθήσεται δυνάμει θερμὸν καὶ | |
25 | δυνάμει ψυχρὸν, καὶ ἐνεργείᾳ θερμὸν καὶ ἐνεργείᾳ ψυχρόν. λύομεν δὲ ἡμεῖς λέγοντες, ὅτι τὸ αἷμα ἤτοι πᾶσα τροφὴ ἀνομοιομερὴς ὑπάρχει. εἰ δὲ ἀνομοιομερής ἐστι, τί ἄτοπον τὸ μὲν ἓν μέρος αὐτοῦ εἶναι θερμὸν, τὸ δὲ ἕτερον ψυχρόν; εἰ γὰρ ὁμοιομερὲς ὑπῆρχεν, εἶχεν ἂν | |
30 | χώραν ἡμῶν ἡ ἀπορία. δεύτερον δ’ ὅτι οὐδ’ ἐφ’ ἑκάστου πράγματος ἔῤῥωται ὁ λόγος. οὐδὲ γὰρ ἔῤῥωται ἐπὶ τῶν μέσων ποιοτήτων. τὸ γὰρ φαιὸν οὔτε δυνάμει ἐστὶ λευ‐ κὸν οὔτε μέλαν, ἐπεὶ οὐδὲν τούτων ἐστὶν ἐνεργείᾳ. πάλιν | |
τὸ εὔκρατον οὔτε θερμόν ἐστιν οὔτε ψυχρὸν, οὐδὲ τού‐ | 225 | |
2.226 | των τί ἐστιν ἡ ἐνέργεια αὐτοῦ. οὕτως λυτέον τὴν ἀπο‐ ρίαν ταύτην. | |
2 | Καὶ ἥ τε κεφαλὴ γίνεται ἀφεστηκυῖα ἀπὸ τῶν ὤμων. — | |
3 | Πάλιν οἱ δοξάζοντες μὴ ἅμα εἶναι τοῦ κυουμένου τὰ | |
5 | μόρια, τιθέασι καὶ τὴν ῥῆσιν ταύτην φάσκοντες, ὅτι ἰδοὺ ὁ Ἱπποκράτης πρῶτόν φησι γίνεσθαι τὴν κεφαλὴν, εἶθ’ οὕτως τοὺς ὤμους. φαμὲν δὲ ἡμεῖς ὅτι τάξις ἐστὶν αὕτη διδασκαλικὴ, οὐ μέντοι φυσική. ἰδοὺ γάρ φησιν αὐτὸς παρακατιὼν ὅτι γίνονται τὰ σκέλη, εἶθ’ οὕτως | |
10 | τὰ νεῦρα ὅπερ ἄτοπον, ὥστε διδασκαλίας χάριν ἐποίησε τὸ τοιοῦτον. | |
11 | Καὶ δὴ καὶ τοῖσιν ἄνω τὴν πνοὴν ποιέεται τῷ τε στό‐ ματι καὶ τῇ ῥινί. — | |
13 | Δύο ἀποφάσεις ἐνταῦθά φησιν ὁ Ἱπποκράτης, μίαν | |
15 | μὲν ὅτι τῇ ῥινὶ ἀναπνεῖ τὸ βρέφος ἔσω ὑπάρχον, ἑτέραν δὲ ὅτι τῷ στόματι τρέφεται, ὅπερ ἄτοπον. πρὸς μὲν γὰρ τὸ πρῶτόν φαμεν, εἰ τῇ ῥινὶ ἀναπνεῖ, ἐπεὶ ὑγρασία πλεονάζει ἀεὶ περὶ τοῦτο, ἔδει τῇ εἰσπνοῇ ἕλκουσα ταύτην πνιγμὸν ἀπεργάζεσθαι· πρὸς δὲ τὸ δεύτερόν φα‐ | |
20 | μεν, ὅτι εἰ ἀπὸ τοῦ στόματος τρέφεται, ἔδει τὴν φλέβα ἐκείνην καὶ τὴν ἀρτηρίαν τὰς εἰς τὸν ὀμφαλὸν εἰσβαλ‐ λούσας ἀπομαραίνεσθαι· νυνὶ δὲ οὐκ ἀπομαραίνονται. εἰ δέ τις φαίη ὅτι καὶ ἀπομαραίνονται, ἔδει τὴν ὑγρότητα ἐκείνην τὴν διὰ τούτων φερομένην εἰς τροφὴν τοῦ βρέ‐ | |
25 | φους ἐν τῇ μήτρᾳ εἰσβάλλεσθαι, καὶ εἰσβαλλομένην πλεο‐ νάζειν καὶ σῆψιν ποιεῖν, ἥτις ἔμελλε χαλεπὰ συμπτώ‐ ματα ποιεῖν τῷ βρέφει ἢ καὶ αὐτῇ τῇ γυναικί. νυνὶ δὲ οὐδὲν τούτων ὁρῶμεν γινόμενον. | |
28 | Καὶ εἰς τὸν κύσσαρον ὁδὸς γίνεται. — | |
29 | ||
30 | Εἰ γὰρ τρέφεται ἀπὸ τοῦ στόματος, δηλονότι καὶ ἡ | |
κόπρος δι’ ἕδρας ἔρχεται. κύσσαρον γὰρ νῦν λέγει τὴν | 226 | |
2.227 | ἕδραν ποιητικῶς ἀντὶ τοῦ κύντερον, παρὰ τὸ ἔσχατον εἶναι τοῦτο τὸ μόριον, φημὶ δὲ τὴν ἀρχήν. | |
2 | ||
3t | Πρᾶξις ἑβδόμη. | |
3t | ||
4 | Ταῦτα δέ μοι εἰς τοῦτο εἴρηται· καὶ γέγονεν ἤδη παι‐ | |
5 | δίον. — | |
5 | Πολλάκις λέλεκται ἡμῖν ὅτι σκοπός ἐστι τῷ Ἱππο‐ κράτει περὶ διαφόρων καιρῶν διαλαβεῖν, ἐν οἷς γίνεται ἡ γονὴ, ἡ θρέψις, ἡ κίνησις, ἡ ἀπότεξις. καὶ ἤδη μὲν τὸν ἕνα καιρὸν ἐπεράτωσεν, ἐν ᾧ ἐδημιούργησε τὸ βρέ‐ | |
10 | φος. νῦν δὲ βούλεται σημειώσασθαι, ἐν ποίῳ καιρῷ ἐτε‐ λείωσεν ἡ διαπλάττουσα τὸ βρέφος διαπλαστικὴ δύναμις, καί φησιν, ὅτι μὲν ἐπὶ ἀῤῥένων ἄχρι τριάκοντα ἡμερῶν τελειοῦται τὸ βρέφος, ἐπὶ δὲ θηλειῶν ἄχρι τεσσαράκοντα. καὶ πόθεν δῆλον; φησὶν ὅτι ἐκ τῆς λοχείας καθάρσεως. | |
15 | τί δέ ἐστι λοχεία κάθαρσις; ἡ μετὰ τὴν ἀπότεξιν φορὰ τῶν καταμηνίων. καὶ ἐκ τούτου ἐστὶ στοχάζεσθαι ὅτι καὶ τὸ ἄῤῥεν βρέφος ἐν τριάκοντα ἡμέραις τελειοῦται, ὥσπερ φέρονται καὶ τὰ καταμήνια ἐν ταύταις, οὕτω καὶ τὸ θῆλυ ἐν τεσσαράκοντα ὥσπερ καὶ ἡ λοχεία κάθαρσις ἐν | |
20 | ταύταις κατέρχεται. καὶ ζητοῦσι διὰ τί μὴ ἀθρόως, ὥσπερ ἐπὶ τοῦ βρέφους, οὕτως ἐποίησεν ἡ φύσις κατε‐ νεχθῆναι τὰ καταμήνια, καί φασιν, ὅτι εἰ ἀθρόως ἐφέ‐ ροντο, ἐπειδὴ συμπάσῃ κενώσει περιττωματικῇ κενοῦται ὁ ζωτικὸς τόνος, ἔμελλεν ἂν ἡ γυνὴ, τοῦ ζωτικοῦ τόνου | |
25 | διαφορηθέντος, ἢ ἀτονίαν τινὰ ὑπομεῖναι ἢ λειποθυμίαν, καὶ δέος ἦν μὴ ἀποθάνοι ἡ γυνή. οὕτω μὲν Ἱπποκράτης σημειοῦται τὴν τελείαν διάπλασιν τοῦ θήλεος καὶ ἄῤῥε‐ νος. ὁ μέντοι Γαληνὸς σημειοῦται ταῦτα ἐκ τῶν ἀμβλυ‐ σμῶν καὶ ἐκτρωμάτων, λέγων ὅτι εἰ ἐπὶ τριάκοντα ἡμέ‐ | |
30 | ραις ἐκτρώσῃ ἡ γυνὴ, ὁρῶμεν ὅτι ἄῤῥεν, εἰ δὲ ἐν τεσσα‐ ράκοντα, θῆλυ· εἰ δ’ ἐν εἴκοσιν, ὁρῶμεν ὅτι ἀδιάπλα‐ στόν ἐστι τὸ βρέφος· εἰ δὲ περαιτέρω τῶν τριάκοντα ἡμερῶν ἀμβλώσει ἡ γυνὴ, τότ’ ἐστὶ θεάσασθαι, εἰ μὲν ἄῤῥεν εἴη τέλειον ἔχον τὸ εἶδος, εἰ δὲ θῆλυ, ἀτελές· εἰ | |
35 | δὲ περαιτέρω τῶν τεσσαράκοντα, τότε κἂν θῆλυ κἂν ἄῤ‐ | 227 |
2.228 | ῥεν εἴη, πάντως ἔχει τὸ αἰδοῖον τέλειον. καὶ ταῦτα μὲν περὶ τούτων. δεῖ δὲ εἰδέναι ὅτι ἀντιπεπονθότως ἔχουσι τὰ καταμήνια εἰς τὴν τροφὴν τοῦ βρέφους· ἡ μὲν γὰρ τροφὴ τοῦ βρέφους καταρχὰς μὲν ὀλίγη ἔρχεται οἱονεὶ | |
5 | σταλαγμὸς, εἶτα πλημμύρα, εἶτα πάλιν ὕστερον πλεονά‐ ζει. ἐπὶ δὲ τῆς λοχείας καθάρσεως τοὐναντίον, καταρχὰς μὲν πολὺ ἔρχεται τὸ καταμήνιον, ὅσον δὲ προκόπτει, κατὰ μέρος ὀλίγον πάνυ. ἀποροῦσι δέ τινες διὰ τί ἡ λοχεία κάθαρσις ἐπὶ μὲν ἀῤῥένων ἄχρι τριάκοντα | |
10 | ἡμερῶν φαίνεται, ἐπὶ δὲ θηλειῶν ἄχρι τεσσαράκοντα. καὶ λέγομεν δύο λύσεις, μίαν μὲν ὅτι κἂν ἕτερον ἀριθμὸν ὡρίσαμεν ἂν, τὸ αὐτὸ εἴχετε ἡμῖν ἀπορῆσαι, καὶ τοῦτο ἐπ’ ἄπειρον ἔμελλεν εἶναι· δευτέραν δὲ, ἀεὶ τὰ παρὰ φύσιν ἕπονται τοῖς κατὰ φύσιν. ὡς ἐπίπαν οὖν τὰ κατα‐ | |
15 | μήνια περιττώματα ὄντα παρὰ φύσιν ὑπάρχουσιν. ταῦτα οὖν τῇ κατὰ φύσιν δημιουργίᾳ ἕπονται τοῦ βρέφους, καὶ ὥσπερ τὸ ἄῤῥεν τελειοῦται διὰ τριάκοντα ἡμερῶν, οὕτω καὶ ἡ λοχεία κάθαρσις ἑπομένη κενοῦται διὰ τριάκοντα ἐπὶ τῶν ἀῤῥένων· καὶ ὥσπερ πάλιν τὸ θῆλυ διὰ τεσσα‐ | |
20 | ράκοντα, οὕτω καὶ ἡ λοχεία διὰ τεσσαράκοντα, ἐν οἷς ἡ θεωρία. | |
21 | Καὶ γέγονεν ἤδη παιδίον. — | |
22 | Τί φησιν Ἱπποκράτης παιδίον ἐγένετο; οὐκ ἐλέγετο ἡμῖν ὅτι ὅταν τὸ τέλειον εἶδος ἀπολάβῃ καὶ ἀποτεχθῇ, | |
25 | λέγεται παιδίον; τί οὖν φαμεν; λέγομεν ὅτι καταχρηστι‐ κῶς νῦν τὸ βρέφος παιδίον καλεῖ. | |
26 | Καὶ τὸ μὲν θῆλυ ἐν τεσσαράκοντα ἡμέρῃσι. — | |
27 | Εἰώθασι ζητεῖν ἐνταῦθα διὰ τί τὸ μὲν ἄῤῥεν ἐν τριά‐ κοντα τελειοῦται ἡμέραις, τὸ δὲ θῆλυ ἐν τεσσαράκοντα. καί | |
30 | εἰσι πιθαναὶ λύσεις καὶ φυσικαὶ καὶ ἀριθμητικαί. τὰς γὰρ ἀληθεῖς λύσεις οὐδεὶς ἐπίσταται, εἰ μὴ ὁ δημιουργὸς μόνος. εἰσὶν οὖν αἱ φυσικαὶ αὗται, ὅτι τὸ ἄῤῥεν ἐν τοῖς δεξιοῖς μέρεσι δημιουργεῖται, τὸ δὲ θῆλυ ἐν τοῖς ἀριστεροῖς. τὰ γὰρ δεξιὰ θερμότερά εἰσι φύσει, τὰ δὲ θερμότερα ἑτοί‐ | |
35 | μως διαπλάττουσι καὶ ὅτι ἐκ θερμοτέρου καὶ δριμυτέρου | 228 |
2.229 | σπέρματός ἐστι τὸ ἄῤῥεν, τὸ δὲ θῆλυ ὡς ἐξ ὑγροτέρου σπέρματος ὑπάρχον καὶ ἐν τῷ ἀριστερῷ κόλπῳ ψυχροτέ‐ ρῳ ὄντι καὶ ὑγροτέρῳ. διά τοι τοῦτο ἐν πλείονι τελειοῦ‐ ται χρόνῳ. αὗται μὲν αἱ φυσικαί. αἱ δὲ ἀριθμητικαὶ αὗ‐ | |
5 | ται. προηγείσθωσαν δὲ τῆς λύσεως δύο λήμματα, ὧν τὸ πρῶτόν ἐστι· πάντες οἱ ἀριθμητικοὶ ὡμολόγησαν τὴν μο‐ νάδα μὴ εἶναι ἀριθμόν· πᾶς γὰρ ἀριθμὸς ἐκ μονάδων σύγκειται. πῶς οὖν δυνατὸν αὐτὴν εἶναι ἀριθμόν; διότι πᾶς ἀριθμὸς ἢ περιττός ἐστιν ἢ ἄρτιος. καὶ πᾶς ἄρτιος | |
10 | δύναται εἶναι, ἡ δὲ δυὰς μόνη ἀρτία ἐστὶν, οὐ μέντοι δύ‐ ναται εἶναι καὶ περιττή. ἔστι μὲν οὖν ἀρχὴ τῶν περιττῶν τὰ τρία, τῶν δὲ ἀρτίων τὰ τέσσαρα. πρέπει δὲ τὰ πε‐ ριττὰ τῷ ἄῤῥενι, ὡς ἀτμήτῳ ἔχοντι τῷ αἰδοίῳ. καὶ ὁ περιττὸς γὰρ ἄτμητος, τὸ δὲ θῆλυ ὁ ἄρτιος, ὡς τε‐ | |
15 | τμημένον ἔχοντι τὸ αἰδοῖον. ταῦτα γὰρ οὖν συντιθέμενα μετὰ τὸν τέλειον ἀριθμὸν τὸν δέκα—οὗτος γὰρ τέλειός ἐστιν ἀριθμὸς, διὸ καὶ δεκὰς οἱονεὶ δεχὰς ὑπάρχει· πάντας γὰρ τοὺς ἀριθμοὺς ἐδέξατο. συντιθέμενα γὰρ τὰ τρία μετὰ τοῦ δέκα, τριάκοντα ποιοῦσι· τὰ δὲ τέσσαρα συντι‐ | |
20 | θέμενα, τὰ τεσσαράκοντα ἀποτελοῦσι. καὶ διὰ τοῦτο τὸ μὲν θῆλυ ἐν τεσσαράκοντα τελειοῦται, τὸ δὲ ἄῤῥεν ἐν τρι‐ άκοντα. αὗται μὲν οὖν αἱ πιθαναὶ λύσεις. οὐ πάντως δὲ ἐν τοιούτῳ καιρῷ τελειοῦται ταῦτα, ἀλλ’ ἔστιν ὅτε καὶ πρωϊαίτερον τῶν τριάκοντα τελειοῦται τὸ ἄῤῥεν, ὡσαύ‐ | |
25 | τως καὶ τὸ θῆλυ περαιτέρω τῶν τεσσαράκοντα. ἀλλὰ τὸ ἐπίπαν ἠβουλήθη ὁ Ἱπποκράτης εἰπεῖν. | |
26 | Καὶ γὰρ καὶ ἡ κάθαρσις γίνεται ταῖς γυναιξίν. — | |
27 | Ἀπόδειξις, ἡ ἀπὸ τῆς λοχείας γινομένη κάθαρσις διὰ τὸ τὸ μὲν ἄῤῥεν ἐν τριάκοντα, τὸ δὲ θῆλυ ἐν τεσσαρά‐ | |
30 | κοντα τελειοῦσθαι. | |
30 | Μάλιστα δὲ πονέονται αἱ γυναῖκες ἐν τῷ τόκῳ. — | |
31 | Φησὶν ὅτι αἱ γυναῖκες ἐν τῷ τόκῳ μᾶλλον ἴσχουσιν αἱ | |
πρωτοτόκοι τοὺς πόνους ἤπερ αἱ πολλάκις τετοκυῖαι, ὅτι | 229 | |
2.230 | ἐπὶ μὲν τούτων ἀνευρυσμένοι εἰσὶν οἱ πόροι τῆς μήτρας, ἐπὶ δὲ τούτων στενοὶ ὑπάρχουσι καὶ διὰ τοῦτο μᾶλλον τὴν ὀδύνην εἰσφέρουσι. | |
3 | ||
4t | Πρᾶξις ὀγδόη. | |
4t | ||
5 | Ἀρχὴ δὲ γίνεται τοιαύτη ἐν τῇσι γυναιξίν. — | |
5 | Ἐπειδὴ ἀνωτέρω ἐσημειώσατο τὸν καιρὸν ἐν ᾧ τελει‐ οῦται τὸ εἶδος τοῦ βρέφους, εἰπὼν ὅτι ἀντιπεπονθότως ἔχουσι τὰ καταμήνια εἰς τὴν τροφὴν τοῦ βρέφους, νῦν βούλεται ζητῆσαι τὴν αἰτίαν δι’ ἣν ἀντιπεπονθότως ἔχου‐ | |
10 | σιν εἰς τὴν τροφὴν τοῦ βρέφους αἱ λοχεῖαι καὶ αἱ κα‐ θάρσεις καί φησιν, ἐπὰν συλλάβῃ ἡ γυνὴ, τότε ὀλίγον ἔρχεται αἷμα εἰς τὴν τροφὴν τοῦ βρέφους, τὸ δὲ ἄλλο τὸ περιττὸν συναθροίζεται ἐν ταῖς φλεψὶν ἤτοι ταῖς μητρῴ‐ αις ἢ ἐν τῷ παντὶ σώματι, ὅπερ ὀφείλει κενωθῆναι ἐν | |
15 | ἐννέα μησίν. εἶτα ὅταν τίκτηται τὸ βρέφος, βρασμὸς γί‐ νεται ἐν τῷ παντὶ σώματι καὶ σάλος καὶ κίνησις, καὶ διὰ τοῦτο ἀθρόως καταφέρεται ἀπὸ τῆς μήτρας τὸ ἔμβρυον, ἡ δὲ ὕλη ἡ οὖσα ἐν ταῖς φλεψὶ ταράσσεται, εἶτα κινεῖται. ἀπὸ δὲ τῆς κινήσεως τίκτεται θερμασία, ἥτις χύσιν ποι‐ | |
20 | εῖται τῆς ὕλης. αὕτη ἐρχομένη περὶ τὴν μήτραν, εὑρίσκει τοὺς πόρους ἀνεῳγμένους καὶ τὸν αὐχένα τῆς μήτρας καὶ χωρεῖ ἔξω· καὶ διὰ τοῦτο ἀθρόως κατέρχεται ἐν ταῖς ἀρ‐ χαῖς. ὕστερον δὲ ὅταν λήγῃ τὸ αἷμα καὶ οἱ πόνοι ἄρχων‐ ται συμβαίνειν καὶ τὰ στόμια καὶ αἱ κοτυληδόνες κλεί‐ | |
25 | ωνται, τότε κατ’ ὀλίγον πρόεισι τὸ αἷμα, ἐοικὸς πλύματι ἱερείου νεοσφαγοῦς· οἱ γὰρ τοῖς θείοις εἰσφέροντες ἱερεῖον τὸ εὐτραφὲς καὶ πιότερον εἰσφέρουσιν ὅπερ καθαρὸν ἔχει τὸ αἷμα. οὕτω μὲν ὕστερον τὸ καταμήνιόν ἐστι, καταρχὰς δὲ ἰχωροειδῶς φέρεται, ἐπειδὴ οἱ ὑμένες ἐκεῖνοι ὅ τε | |
30 | ἀλλαντοειδὴς καὶ ὁ ἀμνειὸς περιέχοντες ἐν αὐτοῖς τὰ πε‐ ριττώματα σχίζονται. οὐκ ἂν γὰρ ἄλλως τὸ ἔμβρυον κα‐ τέρχεται, τούτων μὴ διαῤῥηγνυμένων. οὗτοι οὖν οἱ ὑμένες, συμπλεκόμενοι μετὰ τῶν καταμηνίων, ἰχωροειδῶς ποιοῦ‐ σιν αὐτὰ ἐκκριθῆναι. οὕτω διαλαβὼν περὶ τῶν καταμη‐ | |
35 | νίων καὶ Γαληνός φησι τὸ σημεῖον τὸ ἀπὸ τῶν ἀμβλυ‐ | 230 |
2.231 | σμῶν, διδοὺς ἡμῖν γνῶσιν πότε τὸ ἄῤῥεν καὶ πότε τὸ θῆλυ τελειοῦται. ἐνταῦθα τέρμα τῆς νῦν θεωρίας. | |
2 | Ὥσπερ ὕδατι ἐπὶ τραπέζης. — | |
3 | Εἰ δὲ εἰς ὕδωρ ἐμβάλλεις ἔλαιον ἐν τραπέζῃ τινὶ, καὶ | |
5 | κινήσεις τὸ ὕδωρ τῷ δακτύλῳ ἢ αὐτομάτως κινηθῇ, ὁρᾷς πῶς τὸ ὕδωρ λεπτομερὲς ὂν ἕλκει τὸ ἔλαιον ὡς παχυμε‐ ρέστερον. οὕτως οὖν φησι καὶ τὰ λεπτομερῆ περιττώματα ἕλκουσι τὰ παχέα ἀπὸ τῆς μήτρας. | |
8 | Ἤν τι ἡ γυνὴ ἐν γαστρὶ ἔχουσα νόσημα ἔχῃ, μὴ συγγενὲς | |
10 | τῇ λοχείᾳ. — | |
10 | Φησὶν ὅτι εἰ μὴ κατὰ τὸν τρόπον, ὃν εἶπον, χωροῦσι τὰ καταμήνια καὶ ἔχει νόσημα ἡ γυνὴ, ἀπόλλυται. εἰ δὲ τὸ νόσημα μὴ συγγενὲς εἴη τῇ κυοφορούσῃ, ἔστι γὰρ νό‐ σημα τῇ κυοφορούσῃ σύνηθες, ἀτονία δυνάμεως, λειποθυ‐ | |
15 | μία καὶ ἡ λεγομένη κίττα. | |
15 | Πολλαὶ δὲ γυναῖκες διέφθειραν. — | |
16 | Ἐντεῦθεν ἀπόδειξις ἀπὸ τῶν ἐκτρωμάτων καὶ ἀμ‐ βλυσμῶν. | |
18 | Καὶ λόγῳ καὶ ἀνάγκῃ διάρθρωσις ἐοῦσα. — | |
19 | ||
20 | Εἰπὼν δύο ἀποδείξεις πότε τελειοῦται τὸ βρέφος, καὶ τῆς λοχείας καθάρσεως, καὶ ἀπὸ τῶν ἀμβλυσμῶν, τὴν μὲν ἀπόδειξιν τῶν καταμηνίων λόγον καλεῖ· λογικὴ γάρ ἐστι· τὴν δὲ ἀπὸ τῶν ἐκτρωμάτων ἀνάγκην φησὶν, ὡς ἂν ἀπα‐ ραβάτου οὔσης αὐτῆς καὶ διὰ πείρας· τῇ δὲ πείρᾳ τίς | |
25 | δύναται ἀντειπεῖν; | |
25 | ||
26t | Πρᾶξις ἐννάτη. | |
26t | ||
27 | Ἀναβήσομαι δὲ αὖθις ὅθεν ἀπέλιπον. — | |
27 | Ἐποίησεν ὁ Ἱπποκράτης τῷ λόγῳ παιδίον, ἐπέθηκεν | |
αὐτῷ κεφαλὴν, χεῖρας, σκέλη. λέγει δὲ καὶ περὶ τρόπου | 231 | |
2.232 | τῶν ἐννέα περιόδων, οἱονεὶ ἐν τῇ πρώτῃ περιόδῳ τὸ σπέρμα ὑμενοῦται καὶ διατυποῦται, ἐν τῇ δευτέρᾳ ὅτι σαρκοῦται, ἐν τῇ τρίτῃ εἰδοποιεῖται, ἐν τῇ τετάρτῃ δια‐ κρίνονται τὰ μεγάλα μόρια ἀπὸ τῶν μικρῶν, οἷον ὁ βρα‐ | |
5 | χίων τυχὸν ἀπὸ ... μασχάλης καὶ πλευρᾶς, ἐν τῇ πέμπτῃ τὰ μικρὰ μόρια ἀπ’ ἀλλήλων χωρίζονται οἷον οἱ δάκτυλοι, ἐν τῇ ἕκτῃ κινεῖται, ἐν τῇ ἑβδόμῃ αὔξεται, τρέ‐ φεται, ἐν τῇ ὀγδόῃ ἐπιτήδειον γίνεται εἰς τὸ γεννηθῆναι, ἐν τῇ ἐννάτῃ τίκτεται. τί οὖν λείπει τῇ προκειμένῃ πραγ‐ | |
10 | ματείᾳ, εἰ μὴ τὸ ἀποπερατῶσαι αὐτήν; ἀλλὰ λέγομεν ὅτι ἔτι περὶ τῶν μορίων βούλεται διαλεχθῆναι, οὐχ ἵνα ἕτερα δημιουργήσῃ, ἀλλ’ ἵνα τῶν ἀποτελεσθέντων εἴπῃ τὰς κοιλότητας καὶ πόρους καὶ οἱονεὶ κλάδους τινὰς καὶ ἀποσχίδας. διὸ ζητεῖ τῶν ὀστῶν τὰς κοιλότητας καί φη‐ | |
15 | σιν, ὅτι αἴτιον τὸ μαλακὸν τῶν ὀστῶν. εἰσέρχεται ἐν αὐ‐ τοῖς πνεῦμα ὅπερ ποιεῖ τὴν κοιλότητα αὐτῶν, ὅπως εἰς ταύτην εἰσέλθοι τὸ πιότατον τοῦ αἵματος, τουτέστιν ὁ μυελός. οὐχ ὁμοίως δὲ ἐν πᾶσι τοῖς ὀστέοις ἐποίησε κοι‐ λότητας, ἀλλ’ ἐν μὲν τοῖς μείζοσι μείζονας, ἐν δὲ τοῖς | |
20 | ἐλάττοσιν ἐλάττονας. διὸ τὸ ὀστοῦν τοῦ βραχίονος, μεῖζον ὑπάρχον τοῦ πήχεος, μείζονα κοιλότητα ἔχει, καὶ τὸ ὀστοῦν τοῦ μηροῦ, μεῖζον πάντων τῶν ὀστέων ὑπάρχον, μείζονα κοιλότητα ἔχει. ταῦτα δὲ τὰ ὀστᾶ ἀποπερατοῦν‐ ται τὰ μείζονα εἰς ἐλάττονα· τὰ γὰρ ὑποκείμενα μείζονά | |
25 | εἰσι τῶν ἐπικειμένων. διὸ τὰ ὀστᾶ τοῦ ποδὸς καὶ τῶν χειρῶν, ὡς τελευταῖα ὄντα καὶ πᾶσιν ὑποκείμενα. σκληρότατά εἰσι * πναστὰ καὶ σμικρὰ, ἅπερ συντιθέμενα ποιοῦσι τοὺς δακτύλους τῶν ποδῶν καὶ τῶν χειρῶν. οὐ μόνον δὲ τῶν ὀστῶν αἱ ἀποπερατώσεις εἰς λεπτὰ ὀστάρια ἀποπερατοῦν‐ | |
30 | ται, ἀλλὰ καὶ τῶν ἄλλων ὁμοιομερῶν, οἷον νεύρων, φλεβῶν, ἀρτηριῶν. τὸ μὲν γὰρ παχυμερέστερον αὐτῶν ἐν τῷ ἄλλῳ σώματι διανέμεται, τὸ δὲ λεπτομερέστερον ἀποπερατοῦται εἰς τοὺς δακτύλους καὶ εἰς τὰ ἄκρα αὐτῶν καὶ ποιεῖ ὄνυχας, οἷον θεμελίους τινὰς ὄντας τῶν ὁμοιομερῶν. καὶ ἰδοὺ κατὰ | |
35 | τὸν Ἱπποκράτην οἱ ὄνυχες ὁμοιομερεῖς εἰσιν· ἐκ γὰρ τῶν | |
ῥιζῶν τῶν τε νεύρων καὶ ἀρτηριῶν καὶ φλεβῶν βούλεται | 232 | |
2.233 | αὐτοὺς εἶναι. τινὲς δὲ ἀνατρέπουσι τοῦτο τὸ δόγμα κε‐ χρημένοι τοιούτῳ ἐπιχειρήματι· φασὶ γὰρ, οὐδέποτε ὁμοιομερές τι, ἐπὰν τὸ τέλειον εἶδος ἀπολάβῃ, τεμνόμενον ἔτι αὔξεται, ἀλλ’ αὐτοτελὲς ἔγκειται, ἐπειδὴ οἱ ὄνυχες | |
5 | οὔπω ἐν παιδικῇ ἡλικίᾳ τὸ αὐτοτελὲς εἶδος ἀπέλαβον, ἀλλ’ ἐν τῇ ἀκμαστικῇ τεμνομένους καὶ πάλιν αὐξανομέ‐ νους αὐτοὺς ὁρῶμεν. ἄρα οὐκ εἰσὶν ὁμοιομερῆ, ἀλλὰ πε‐ ριττώματα ὑπάρχουσι νεύρων καὶ ἀρτηριῶν καὶ φλεβῶν, καὶ ἐπίκεινται ταῖς ῥίζαις τῶν νεύρων καὶ τῶν φλεβῶν. | |
10 | διὸ καὶ σκληρότατοί εἰσι καὶ πυκνοὶ καὶ στερέμνιοι καὶ αἰσθητικώτατοι, οὐχ ὥσπερ φησὶν Ἱπποκράτης ῥίζαι οὖ‐ σαι τῶν ὁμοιομερῶν. εἰ δὲ μεταξύ τι εἰσέλθοι τῶν ὀνύχων καὶ τῶν ῥιζῶν τῶν ὁμοιομερῶν, πάνυ ἀνιᾷ, ὡς τῶν ὀνύχων θλιβόντων τὸ αἴτιον, κἀκεῖνοι τὰς ῥίζας τῶν ὁμοιομερῶν. | |
15 | Δεύτερον κεφάλαιον ἐν ᾧ βούλετοι διαλεχθῆναι περὶ τριχῶν καί φησιν, ἵνα γένωνται τρίχες, δύο τινῶν δέεται ἡ φύσις, δαψιλοῦς ὑγρότητος καὶ ἀραιότητος ἐπιδερμα‐ τίδος. ἐπεὶ δὲ, ἔτι ὄντος τοῦ βρέφους ἐν τῇ μήτρᾳ, ἀραιόν ἐστι τότε τὸ δέρμα τῶν ὀφρύων ἢ τῆς κεφαλῆς | |
20 | καὶ τῶν βλεφάρων, φύει τρίχας ἐν τῇ μήτρᾳ. ὕστερον δὲ, ἐπὰν ἐξέλθῃ καὶ γένηται ἐν τῇ ἡβαστικῇ ἡλικίᾳ, ἐπειδὴ τότε ἄρχεται τὸ σπέρμα δριμύτερον ἑαυτοῦ γίνεσθαι, διὰ τῆς ὁδοῦ ἧς κατέρχεται ἀραιότητα ποιῶν ἐν τῇ ὁδῷ, ποιεῖ φυῆναι τρίχας. διὸ πρῶτον φύονται ἐν τῷ ἐφήβεϊ | |
25 | τρίχες. εἶτα ἐπὰν γένωνται ἐν τῇ ἀκμαστικῇ, ἐπειδὴ τότε τὸ σπέρμα δριμύτερόν ἐστι καὶ θερμότερον καὶ ἡ κράσις τότε θερμὴ καθέστηκε, κατερχόμενον ἐκ τῶν μορίων τὸ σπέρμα ἀραιοῖ τὴν ἐπιδερματίδα αὐτῶν καὶ ποιεῖ φυῆναι τρίχας. διὸ τὸ σπέρμα κατερχόμενον ἀπὸ τῆς κεφαλῆς | |
30 | ἀραιοῖ τὴν ἐπιδερματίδα τῆς κάτω γένυος καὶ ἐργάζεται τὸν πώγωνα. καί τινες ἐνταῦθα πλανώμενοι ἠβουλήθη‐ σαν δοξάσαι ὅτι ἐκ τῆς κεφαλῆς μόνης πρόεισι τὸ σπέρ‐ μα καὶ οὐκ ἀπ’ ἄλλου μορίου. ἐπεί τινι λόγῳ, εἴπερ ἀπὸ ἑκάστου μορίου πρόεισι τὸ σπέρμα, ἀεὶ ἐν τῇ γέ‐ | |
35 | νυϊ ἀναφέρομεν πώγωνα. φαμὲν δὲ ἡμεῖς ὅτι τὸ ἐγχώριον | |
σπέρμα τῆς κεφαλῆς ἐστι τὸ κατερχόμενον καὶ ἀραιοῦν | 233 | |
2.234 | τὸ δέρμα τῇ παρόδῳ τῆς κάτω γένυος καὶ ποιοῦν φυῆ‐ ναι τρίχας. ἐπεὶ τίνι λόγῳ, εἰ ἀπὸ τῆς κεφαλῆς μόνης κατέρχεται, καὶ ἐν τοῖς ἄλλοις μορίοις φύομεν τρίχας; καὶ ταῦτα μὲν οὕτως. ζητοῦσι δὲ εἴπερ αἱ τρίχες φύσεώς | |
5 | εἰσι δημιούργημα εἴτε οὐκ εἰσί. καὶ λέγουσιν ὅτι οὐ κατὰ πρῶτον σκοπὸν αὗται γεγόνασιν, ἀλλὰ κατὰ δεύτερον. ὥσπερ γὰρ γεωργὸς σπείρας σῖτον, οὐ μόνον τὸν σῖτον ἀναφέρει, ἀλλὰ καί τινας ἀκάνθας αἷς κέχρηνται εἰς φραγμὸν τοῦ σίτου, οὐ μέντοι διὰ τοῦτο ἔβαλε τὸν σῖτον, | |
10 | ἵνα καὶ ἀκάνθας ἐνέγκοι, οὕτω καὶ ἡ φύσις, ποιοῦσα τὰ μόρια καὶ τρέφουσα αὐτὰ, ἐποίησεν ἐξ αὐτῶν ἐξιέναι τὰ περιττώματα καὶ τὰς λιγνῦς, αἵπερ ἐξερχόμεναι ποι‐ οῦσι τὰς τρίχας, ἃς ἡ φύσις εὑροῦσα κέχρηται πρός τε καλλωπισμὸν καὶ σκέπην ἔν τε τῷ πώγωνι καὶ τῇ κεφα‐ | |
15 | λῇ. ζητεῖται δὲ ἐνταῦθα τρία ἄπορα, ὧν τὸ πρῶτόν ἐστι, διὰ τί ἐν τῇ ῥινὶ τρίχας οὐ φύομεν; ὅτι ἐπειδὴ σκληροτέρα ἐστὶν ἡ ἐπιδερματὶς τῆς ῥινὸς καὶ οὐ δύναται ἡ λιγνὺς διοδεῦσαι. ἀμέλει διὰ ταῦτα ἐπὶ τῶν πάνυ θερμῶν, ἀραιουμένων τῶν πόρων τούτων, φύονται τρίχες. | |
20 | δεύτερον, διὰ τί οἱ εὐνοῦχοι οὐκ ἐκφύουσι τρίχας ἐπὶ τοῦ πώγωνος; ἐπειδὴ οὗτοι ψυχρότεροί εἰσι καὶ τῶν γυναικῶν· ἀμέλει ὅτι αἱ γυναῖκες περὶ τὸ ἐφήβαιον ἔχουσι τρίχας, οὗτοι δὲ οὐδὲ περὶ τοῦτο. ψυχροὶ οὖν ὄντες πῶς δύνανται ἀραιὰν ἔχειν τὴν ἐπιδερματίδα; τρίτον διὰ τί | |
25 | αἱ γυναῖκες πώγωνα οὐ φύουσιν; ἐπειδὴ οὐχ οὕτω θερ‐ μαί εἰσιν ὡς οἱ ἄνδρες, ἀλλὰ καὶ ψυχρότερον ἔχουσι τὸ σπέρμα, ὅπερ οὐ δύναται ἀραιῶσαι τὴν ἐπιδερματίδα τῆς κάτω γένυος, ἵνα πώγωνα φύωσιν. Εἶεν. | |
28 | Καὶ ταῦτα ὑπὸ τοῦ πατρὸς γίνεται. — | |
29 | ||
30 | Ζητοῦσιν ὅτι πῶς ὁ Ἱπποκράτης πανταχοῦ ἐν ὅλῳ τῷ συγγράμματι αἰτιᾶται τὸ πνεῦμα τῆς δημιουργίας τοῦ παιδὸς, φάσκων τὸ πνεῦμα διαφυσᾷν τὴν γονὴν καὶ ποιεῖν σφαῖραν, καὶ τὸ πνεῦμα ποιεῖν ὀστᾶ, πότερον | |
πνευματικὸς ὑπῆρχε; φαμὲν ὅτι οὐκ ἦν πνευματικὸς, ἀλλ’ | 234 | |
2.235 | εἰώθαμεν τὸ ποιητικὸν ἐξ ἑνὸς ὀργάνου ἀεὶ ὀνομάζειν. ἀεὶ γάρ φαμεν, καλλίχειρ εἰργάσατο τὸν οἶκον, καίτοι χωρὶς λίθων οὐκ εἰργάσατο, καλὸς σίδηρος ἔτεμε τὰ ξύλα, καίτοι ἄνευ δρυοτόμου οὐκ ἐτμήθησαν. οὕτως οὖν | |
5 | ἐπειδὴ τὸ πνεῦμα ὄργανόν ἐστι τῆς δυνάμεως, διὰ τοῦτο ἐκ τούτου ἀεὶ λέγει δημιουργεῖσθαι τὸ βρέφος. | |
6 | Κοῖλα δὲ ὄντα ἕλκει ἐς ἑαυτὰ ἀπὸ τῶν σαρκῶν τὸ αἷμα τὸ πιότατον. — | |
8 | ||
Δύο τινὲς δόξαι γεγόνασιν περὶ τοῦ .... | 235 |