TLG 0726 004 :: PALLADIUS :: Scholia in Hippocratis de fracturis PALLADIUS Med. Scholia in Hippocratis de fracturis Citation: Page — (line) | ||
16(1t) | Σχόλια σὺν Θεῷ εἰς τὰ “Περὶ ἀγμῶν” Παλλαδίου | |
2 | Τὰ εἰωθότα προλέγεσθαι ὀκτὼ κεφάλαια παντὸς βιβλίου δεῖ ἡμᾶς κἀνταῦθα πρὶν ἀρξόμεθα τῆς κατὰ τὴν λέξιν ἐξ‐ ηγήσεως εἰπεῖν. δεῖ τοίνυν εἰδέναι, ὅτι σκοπός | |
---|---|---|
5 | ἐστιν τῷ Ἱπποκράτει ἐν τῷ παρόντι βιβλίῳ πρῶτον περὶ καταγμάτων διαλεχθῆναι. παραδίδωσιν δὲ κατά τι συμβεβη‐ κὸς καὶ περὶ ἐξαρθρημάτων καὶ παραρθρημάτων, διότι πολ‐ λάκις ἡ αὐτὴ θεραπεία ἁρμόζει καὶ ἐπὶ ἐξαρθρημάτων καὶ καταγμάτων καὶ παραρθρημάτων. πάλιν δὲ ἐν τῷ δευτέρῳ | |
10 | βιβλίῳ σκοπὸν ἔχει πρῶτον περὶ ἐξαρθρημάτων καὶ παραρθρημάτων διαλεχθῆναι. ἐπειδὴ δὲ πολλάκις κἀν‐ ταῦθα ἡ μία γίνεται θεραπεία καὶ ἐπὶ κατάγματος, διὰ τοῦτο κατά τι συμβεβηκὸς καὶ περὶ καταγμάτων διαλέγεται. ἀλλὰ δῆλον ὅτι ὁ ἄριστα θεραπεύων καὶ αἴτια ζητεῖ καὶ | |
15 | σημεῖα· διὸ παραδίδει καὶ αἴτια καὶ σημεῖα. πρὸς δὲ τούτοις καὶ φύσιν ὀστοῦ λέγει καὶ φύσιν νεύρου καὶ μυὸς καὶ σαρκῶν ὡς καὶ τῶν ἐπικειμένων τοῖς ὀστοῖς. πολλάκις δὲ καὶ χρείαν αὐτῶν φησιν καὶ ἐνέργειαν. οὗτος μὲν οὖν ὁ σκοπός. | |
20 | Ὅτι δὲ χρήσιμον καὶ ἀναγκαῖόν ἐστιν τὸ παρὸν βιβλί‐ ον, δῆλον. πῶς γὰρ οὐκ ἔστιν ἀναγκαῖον, εἴ γε αὐτὸ τὸ τέλος παραδίδει, λέγω δὲ τὴν θεραπείαν; πῶς δὲ οὐχὶ καὶ χρήσιμον, εἴ γε καὶ αἴτια ἡμῖν παραδίδει καὶ σημεῖα; Τρίτον ἐστὶν κεφάλαιον ἡ αἰτία τῆς ἐπιγραφῆς. ἐπιγέ‐ | |
25 | γραπται δὲ κατὰ μέν τινας “Κατ’ ἰητρεῖον”, ἐπειδὴ τὰ | 16 |
18 | ἐν τῷ ἰητρείῳ διδάσκει· πρὸς δέ τινας τὸ μὲν πρῶτον βι‐ βλίον “Περὶ ἀγμῶν”, τὸ δὲ δεύτερον “Περὶ ἄρθρων”. κάλλι‐ ον δέ ἐστιν αὕτη ἡ ἐπιγραφή. τὸ γὰρ ἐπιγράφειν “Κατ’ ἰητρεῖον” ἄτοπον· οὐδὲ γὰρ πάντα 〈τὰ〉 ἐν τῷ ἰατρείῳ δι‐ | |
5 | δάσκει. ἀλλ’ ἕτερόν ἐστιν βιβλίον, 〈ἐν ᾧ〉 περὶ τούτων διαλέγεται πάντων, καὶ μᾶλλον ἐκείνῳ τὴν ὀνομασίαν χα‐ ρίσασθαι δεῖ. 〈δεῖ〉 δὲ εἰδέναι, ὅτι οἱ μὲν “Περὶ ἀγμῶν” ὀνομάσαντες τὸ παρὸν βιβλίον ἀπὸ τοῦ πάθους τὴν ὀνομα‐ σίαν πεποίηνται· πλὴν ὅτι ἔδει αὐτοὺς “Περὶ ἀγμάτων” | |
10 | εἰπεῖν. ἄγμα γὰρ καλεῖται τὸ κάταγμα καὶ τὸ κλάσμα. ἀλλὰ σολοικοφανῆ τὴν ὀνομασίαν πεποίηνται διὰ τὸ μὴ εἶναι κακόφωνον τὴν ἐπιγραφήν. εἰ γὰρ “Περὶ ἀγμάτων” ἐπεγέγραπτο, ἤμελλεν κακόφωνος εἶναι. τὸ δὲ δεύτερον πά‐ λιν οὐκ ἔστιν ἀπὸ τοῦ πάθους ἐπιγράψαι, ἀλλὰ ἀπὸ τοῦ τόπου. | |
15 | Τέταρτόν ἐστιν ἡ τάξις. δεῖ τοίνυν πρὸ παντὸς ἀναγι‐ νώσκειν τὰ καθόλου 〈πρὸ〉 τῶν μερικῶν. διὸ προτετάχθωσαν οἱ “Ἀφορισμοί” ὡς λεγομένων ἐν αὐτοῖς ἅμα τῶν τε κατὰ φύσιν καὶ τῶν παρὰ φύσιν. εἶτα δευτέραν ἀπονείμωμεν τάξιν τοῖς κατὰ φύσιν. ταῦτα γὰρ τῶν παρὰ φύσιν τιμιώτερά εἰ‐ | |
20 | σιν. διὸ πάλιν δεῖ προλαμβάνειν τό τε “Περὶ παιδίου φύ‐ σεως” καὶ τὸ “Περὶ φύσεως ἀνθρώπου”· εἶτα τὸ “Περὶ χυ‐ μῶν” καὶ τότε τὸ “Περὶ τροφῆς”. μετὰ δὲ τὰ κατὰ φύσιν δεῖ [προ]τάττειν τὰ παρὰ φύσιν. καὶ τότε προταχθείησαν τὰ ἔνδημα καὶ ἐν τοῖς ἐνδήμοις τὸ “Προγνωστικόν”. | |
25 | εἶτα εὐθὺς τὰ “Περὶ διαίτης ὀξέων”· καὶ εἶθ’ οὕτως τὸ προκείμενον ἀναγινώσκειν δεῖ βιβλίον, λέγω δὲ τὸ “Περὶ ἀγμῶν καὶ ἄρθρων”. καὶ τοῦτο γὰρ τῶν ἐνδήμων ἐστίν. ἀλλ’ ἴσως τις ἀπορήσει, ὅτι καὶ εἰ τῶν παρὰ φύσιν ἐστὶν καὶ ἐνδήμων, διὰ τί μὴ προετάγη τοῦ “Προγνωστικοῦ”. καὶ λέ‐ | |
30 | γομεν, ὅτι ἐπειδὴ ἐκεῖ ὁμοιομερῆ νοσήματα παραδίδει, ἐν‐ ταῦθα δὲ τὰ ἐν λύσει συνεχείας. τιμιώτερα δὲ τὰ ὁμοιομε‐ | |
ρῆ τῶν ἐν λύσει συνεχείας εἰσίν. πάλιν δὲ μετὰ τὸ εἰπεῖν | 18 | |
20 | τὰ κατὰ φύσιν καὶ τῶν παρὰ φύσιν τὰ ἔνδημα δεῖ ἐλθεῖν ἡμᾶς ἐπί τε τὰ σποραδικὰ καὶ τὰ ἐπίδημα· ἀλλὰ πρῶτον δεῖ τὰ σποραδικὰ ἀναγνῶναι. διότι πρώτην τάξιν ἔχει τὸ “Περὶ ἀέρων τόπων ὑδάτων”· καὶ εἶθ’ οὕτως λοιπὸν τὰς | |
5 | “Ἐπιδημίας” δεῖ ἀναγνῶναι. Πέμπτον κεφάλαιον· ζητοῦμεν, εἰ γνήσιον. ὅτι δὲ γνή‐ σιόν ἐστιν τὸ παρὸν βιβλίον, δῆλον. πρῶτον μὲν ἐκ τοῦ κάλλους τῆς φράσεως, ἔπειτα δὲ ἐκ τοῦ μεμνῆσθαι αὐτῆς ἐν τοῖς γνησίοις αὐτοῦ [τοῦ παρόντος βιβλίου]. καὶ συν‐ | |
10 | εφώνησαν δὲ πάντες οἱ ἐξηγηταὶ καὶ εἰρήκασιν αὐτὸ γνή‐ σιον εἶναι. καὶ ὅτι μὲν γνήσιόν ἐστιν, δῆλον. ποίου δὲ Ἱπποκράτους ἐστίν, ἄδηλον ἡμῖν ἐστιν· εἴτε τυχὸν τοῦ Γνωσιδίκου, εἴτε τοῦ Ἡρακλείδου, εἴτε τοῦ Δράκοντος. ἁπλῶς δὲ τοῦ εἰρηκότος τούς τε “Ἀφορισμοὺς” καὶ τὸ | |
15 | “Προγνωστικὸν” καὶ τὸ “Περὶ διαίτης” αὐτοῦ ἐστίν. Ἕκτον ἐστὶν κεφάλαιον καὶ ἡ ὑπὸ μέρος ἀναφορά. ἀν‐ άγεται δὲ τὸ παρὸν βιβλίον καὶ ὑπὸ τὸ θεωρητικὸν καὶ ὑπὸ τὸ πρακτικὸν καὶ ὑπὸ τὸ φυσιολογικόν. ὑπὸ μὲν τὸ θεωρητικὸν ἐν τῷ λέγειν αὐτὸ 〈αἰτίας καὶ διάγνωσιν, | |
20 | ὑπὸ δὲ τὸ πρακτικὸν ἐν τῷ λέγειν αὐτὸ〉 θεραπείας, ὑπὸ δὲ τὸ φυσιολογικὸν διὰ τὸ λέγειν αὐτὸ φύσιν ὀστῶν τε καὶ νεύρων καὶ τῶν τοιούτων. Ἕβδομόν ἐστιν κεφάλαιον ἡ κατὰ τὰ μόρια διαίρεσις. δεῖ τοίνυν εἰδέναι, ὅτι τὸ παρὸν βιβλίον ὁ μὲν Ἱππο‐ | |
25 | κράτης εἰς δύο διαιρεῖ ὁ δὲ Γαληνὸς εἰς ἑπτά. ἀλλὰ τὸ μὲν πρῶτον εἰς τρία (τὸ “Περὶ ἀγμῶν” φημι), τὸ δὲ δεύ‐ τερον εἰς τέσσαρα. μάθωμεν δὲ σὺν Θεῷ κατὰ τὴν λέξιν | |
ἀκριβέστερον. | 20 | |
22 | Ὄγδοον καὶ τελευταῖόν ἐστιν κεφάλαιον ὁ τρόπος ὁ διδασκαλικός. δεῖ δὲ εἰδέναι, ὅτι οἱ Ἱπποκράτειοι τρό‐ ποι ἄλλοι εἰσὶν παρὰ τοὺς Γαληνοῦ· ἀφοριστικῷ γὰρ κέχρη‐ ται καὶ ὑφηγηματικῷ. ἐνταῦθα οὖν τῷ ὑφηγηματικῷ κέχρηται, | |
5 | χαρακτῆρι δὲ μέσῳ· ποτὲ μὲν γὰρ ὑψηλῷ, ποτὲ δὲ ταπεινῷ, τοῖς πράγμασιν τὴν φράσιν συνεξομοιοῦσθαι φιλῶν. Ἐπειδὴ περὶ καταγμάτων, ὡς μεμαθήκαμεν, σκοπός ἐστιν τῷ Ἱπποκράτει διαλεχθῆναι, εἰκότως ἡμᾶς προσῆκεν, πρὶν τῆς κατὰ τὴν λέξιν ἐξηγήσεως ἀρξόμεθα, τινὰ προλαβεῖν | |
10 | καὶ εἰπεῖν, τίς μέν ἐστιν ἡ οὐσία τῶν μυῶν τῶν ἐπικει‐ μένων τοῖς ὀστέοις, τίς δὲ ἡ ἐνέργεια αὐτῶν καὶ τί τὸ πάθος καὶ πόθεν ἥ τε ἔκφυσις καὶ ἡ κατάφυσις αὐτῶν ἐστίν. οὐ μόνον δὲ τούτων προλαβεῖν τινα, ἀλλὰ καὶ τῶν ὀστῶν. δεῖ οὖν καὶ τούτων εἰπεῖν τήν τε οὐσίαν καὶ τὰ πάθη καὶ | |
15 | τὴν θεραπείαν καὶ τὴν κατάθεσιν. Τέως οὖν περὶ μυῶν διαλεχθῶμεν. δεῖ τοίνυν εἰδέναι, ὅτι οἱ μύες οὐσίαν μὲν ἔχουσιν ἰνώδη τε καὶ σαρκώδη· καὶ διὰ μὲν τοῦ ἰνώδους γίνονται αἱ ἐνέργειαι, διὰ δὲ τοῦ σαρκώδους ὑγραίνεται τὸ ἰνῶδες. αἱ γὰρ σάρκες δεξα‐ | |
20 | μενῆς δίκην ἐπέχουσιν, αἱ δὲ φλέβες ὀχετῶν. φέρονται δὲ εἰς αὐτοὺς καὶ ἀρτηρίαι, αἵτινες εὐκρασίαν αὐτοῖς παρέχουσιν. αὕτη μὲν οὖν ἡ οὐσία τῶν μυῶν. ἐνέργειαν δὲ παρέχουσιν κινητικήν. ἀνατρέχοντες γὰρ ἐπὶ τὴν οἰκεί‐ αν ἀρχὴν ἐκτείνουσιν καὶ συγκάμπτουσιν τὰ κῶλα. διὰ τοῦ‐ | |
25 | το γὰρ καὶ μύες εἴρηνται παρὰ τὸ μύειν καὶ νεῦρα παρὰ τὸ νεύειν. πάσχουσιν δὲ πάθη οἱ μύες ἐν τῇ καταγματικῇ ἀγωγῇ πρώτως δύο, ἅτινα λύσεώς εἰσιν συνεχείας. ἢ γὰρ ἐγκαρσίως τέμνεται ἢ ἐπ’ εὐθείας. ἀλλ’ εἰ μὲν ἐγκαρσία γίνεται τομή, πάντως ἀχρεῖον γίνεται τὸ μόριον. τοῦ γὰρ | |
30 | μυὸς τὸ μὲν ἓν ἄνω φέρεται, τὸ δὲ ἕτερον κάτω· καὶ σπα‐ | 22 |
24 | σμὸς ἀκολουθεῖ. εἰ δὲ ἐπ’ εὐθείας γένηται, οὐ φέρεται τὸ μὲν ἓν ἄνω τὸ δὲ ἓν κάτω, ἀλλ’ ἔστιν ὅτε βιαίας γε‐ νομένης φλεγμονῆς διάτασις γίνεται. καὶ τὸ μὲν αὐτοῦ φέρεται δεξιὰ τὸ δὲ ἀριστερά. καὶ πάλιν σπασμὸς παρακο‐ | |
5 | λουθεῖ. καλῶς δὲ ἄνω προσέθηκα τὸ κατὰ πρῶτον λόγον. κατὰ γὰρ συμβεβηκὸς καὶ ὁμοιομερὲς ἴσχει νόσημα καὶ ὀρ‐ γανικόν. ταῦτα καὶ τὰ πάθη τοῦ μυός. ἡ δὲ θέσις αὐτῶν ἐστιν τοιαύτη· δεῖ γὰρ εἰδέναι, ὅτι ἀπὸ μὲν ἄλλου ὀ‐ στέου ἐκφύεται, εἰς δὲ ἄλλο καταφύεται. οὐδὲ γὰρ ἄλλως | |
10 | ἐνδέχεται γενέσθαι τοῦ μυὸς τὴν ἐνέργειαν. ἐὰν γὰρ ἀπὸ τοῦ αὐτοῦ καὶ ἄρχεται καὶ καταφύεται, ἀνενέργητος μέ‐ νει ὁ μῦς. ταῦτα μὲν οὖν ἐπὶ μυός. Εἰ βούλεσθε δέ, διαλεχθῶμεν καὶ περὶ ὀστῶν. δεῖ τοί‐ νυν εἰδέναι, ὅτι τῶν ὀστῶν ἡ οὐσία ἐστὶν γεώδης καὶ | |
15 | σκληρά. 〈***〉 ἢ γὰρ κλᾶται ἢ τὴν οἰκείαν κοιλότητα κα‐ ταλιμπάνει τὸ ἄρθρον, καὶ κυρτὸν κυρτῷ ὁμιλεῖ. ἀλλὰ καθ’ ἕτερον τοῦτο πάλιν τὸ πάθος γίνεται διττῶς· ἢ γὰρ διαμπὰξ κλᾶται καὶ καλεῖται καυληδὸν ἡ τοιαύτη κλάσις ἢ ἐπ’ ὀλίγον καὶ καλεῖται τριχίασις. καὶ πάλιν ἢ τελεί‐ | |
20 | ως ἐξίσταται τὸ ἄρθρον ἀπὸ τῆς οἰκείας θέσεως καὶ κα‐ λεῖται ἐξάρθρημα ἢ ἀτελῶς καὶ καλεῖται παράρθρημα. ταῦ‐ τα τὰ πάθη δεῖ θεραπεύειν τρόπῳ τοιούτῳ· ἐπειδὴ γὰρ ἐν τῷ κλᾶσθαι φέρονται τὰ ὀστᾶ ἐπάνω ἀλλήλων, διατάσει καὶ ἀντιτάσει χρήσασθαι. εἰ γὰρ τὸ ἓν μέρος τείνῃς, τὴν ὀ‐ | |
25 | δύνην ἑνὶ μορίῳ ἐπιφέρεις καὶ μεγάλα συμπτώματα διαδέ‐ χονται. δεῖ οὖν καὶ τὸ ἄνω μέρος καὶ τὸ κάτω τεῖναι, ἵνα μετρήσῃς τὴν ὀδύνην. μετὰ δὲ τὴν τάσιν καὶ ἀντίτα‐ σιν δεῖ καὶ διαπλάσει χρήσασθαι. ἡ γὰρ διάπλασις οἶδεν τὰ ἐνεχθέντα ὀστᾶ εἰς τὴν οἰκείαν θέσιν φυλάττειν τὰ | |
30 | καλῶς τεθειμένα. οὕτω μὲν οὖν οἱ λογικοὶ ποιοῦσιν. οἱ δὲ ἀγελαῖοι τῶν ἰατρῶν μὴ κεχρημένοι τῇ τάσει καὶ τῇ ἀντιτάσει ἐπιδεσμοῦσιν· καὶ ἢ κολοβὸν γίνεται καὶ ἀ‐ | |
χρεῖον τὸ μόριον ἢ τὰ ὀστᾶ θλίβουσιν τοὺς μύας καὶ σφα‐ | 24 | |
26 | κελισμοὶ παρακολουθοῦσιν. αὕτη γοῦν καὶ ἡ θεραπεία. κα‐ τάθεσιν δὲ τὸ μόριον ἔχειν θέλει τὴν ἀνώδυνον. ποία ἐστὶν ἡ ἀνώδυνος; εἰ βούλεσθε, ὡς ἐπὶ τῆς χειρὸς γυμνά‐ σωμεν τὸν λόγον. ἐπὶ ταύτης τοίνυν ἀνώδυνόν ἐστιν σχῆ‐ | |
5 | μα τὸ ἐγγώνιον. οὔτε γὰρ οἱ μύες διαστρέφονται, ἀλλὰ ἐπ’ εὐθείας πάντες κεῖνται, οὐδὲ τέταται τὸ μόριον, ἵνα καμφθῇ, ἀλλὰ μέσην ἔχει τάξιν. ὅτι δὲ τὸ τοιοῦτον σχῆ‐ μα κατὰ φύσιν ἐστίν, δυνατὸν καὶ πρὸς ἀγελαίους τὸν τρόπον τοῦτον εἰπεῖν· ἡ ἔκτασις καὶ ἡ κάμψις παρὰ φύσιν | |
10 | εἰσίν. πρόδηλον, ὅτι τὸ ἐγγώνιον σχῆμα κατὰ φύσιν ἐστίν. πρὸς λογικοὺς πάλιν φαμὲν οὕτως, ὅτι τὸ κατὰ φύσιν ἐστὶν ἀνώδυνον. δεῖ οὖν τῷ ἀρρώστῳ λέγειν ἐπιδοῦναι τὴν χεῖρα. αὐτὸς γὰρ ὑπὸ τῆς φύσεως παιδευόμενος τὸ ἐγγώνιον ἅτε ἀνώδυνον προδίδει σοι σχῆμα. πρὸς δὲ τούτοις δεῖ καὶ | |
15 | τοῦτο γινώσκειν, ὅτι τὴν ἐπίδεσιν δεῖ ποιεῖσθαι τοῦ μο‐ ρίου ὄντος ἐν τῷ ἐγγωνίῳ σχήματι. εἰ γὰρ μὴ οὕτω ποι‐ ήσῃς ἀλλὰ ἐκτείνῃς αὐτὴν 〈καὶ〉 οὕτως ἐπιδήσῃς 〈καὶ〉 εἶ‐ τα συγκάμψῃς, τελευταῖον εὑρίσκονται τῶν ἐπιδέσμων οἱ μὲν χαυνούμενοι οἱ δὲ σφιγγόμενοι καὶ θλίβουσιν τὸν ἄρ‐ | |
20 | ρωστον. | |
21l | 3,412,2 Li. = 2,46,2 Kw. | |
22l | Ἐχρῆν τὸν ἰητρὸν τῶν | |
23l | ἐκπτωσίων τε καὶ κατ‐ | |
24l | ηγμάτων | |
25 | Προοίμιον ἔχει ὁ λόγος· τὸ δὲ προοίμιόν ἐστιν συμ‐ βουλευτικόν. ὃ γάρ φησιν Ἱπποκράτης, τοῦτό ἐστιν, ὅτι χρεία ἐστὶν τὸν ἰατρὸν εἰδέναι τῶν καταγμάτων τὴν κατά‐ | |
τασιν. μὴ δὲ ἐπειδὴ κατατάσεως μόνον ἐμνήσθην, μὴ νομί‐ | 26 | |
28 | σεις, ὅτι οὐχὶ καὶ διάπλασιν καὶ ἐπίδεσιν καὶ ἀπόθεσιν. πάντα γὰρ ταῦτα συνυπακούειν δεῖ. δεῖ οὖν φησιν τήν τε κατάτασιν εἰδέναι καὶ τὴν ἀπόθεσιν 〈καὶ τὴν διάπλα‐ σιν〉 τὴν κατὰ φύσιν 〈***〉 ἀπόθεσιν· καὶ λέγομεν, ὅτι ἡ | |
5 | ἐγγώνιος, ἥντινα καὶ ὁ πάσχων †αυτω φύσεως† ἐπίσταται. ἀλλὰ ἐπειδὴ οὐκ ἔνι μὴ σφάλλεσθαι, διὰ τοῦτό φησιν, ὅτι δεῖ σφαλλομένους †ἡμεν καν† εἰς τὸ ἐγγὺς τοῦ κατὰ φύσιν σφάλλεσθαι. καὶ ποῖόν ἐστιν τὸ ἐγγὺς τοῦ κατὰ φύσιν; 〈***〉 ὅτι τὸ πρηνὲς μᾶλλον τοῦ ὑπτίου κατὰ φύ‐ | |
10 | σιν ἐστίν. δεῖ γὰρ εἰδέναι, ὅτι ὡς ἐπὶ χειρὸς γυμνάζει τὸν λόγον. Ὅθεν καὶ ἄξιον ἀπορῆσαι, διὰ τί ἀπὸ χειρὸς ἤρξατο καὶ μὴ ἀπὸ κεφαλῆς τῆς πάντων τιμιωτέρας οὔσης. καὶ λέγομεν, ὅτι ταύτης οἰκείαν δέδωκεν· λέγω δὲ τὴν “Περὶ | |
15 | κεφαλῆς τρωμάτων”. ἐνταῦθα οὖν ἀποθεραπεύσας κεφαλὴν ἀπὸ χειρὸς ἤρξατο. αὕτη γὰρ πάλιν τῶν ἄλλων τιμιωτέρα ἐστίν. ἀλλὰ πάλιν ἀποροῦμεν, διὰ τί τὸ πρηνὲς μᾶλλον ἐγγύς ἐστιν τοῦ ὑπτίου ἐπὶ τὸ κατὰ φύσιν. καὶ λέγομεν, ὅτι ἐπειδὴ οἱ μύες μᾶλλον ἐντὸς κεῖνται ἅτε †εφηση† | |
20 | ὄντων τῶν ἀποφύσεών τε καὶ καταφύσεων. | 28 |
30 | Οὕτω συμπληρώσας τὸ πρῶτον προοίμιον ἔρχεται καὶ ἐπὶ δεύτερον, ἐν ᾧ κατηγορεῖ τινων ἰατρῶν. ἀλλ’ ἵνα μή τις αὐτῶν ἀπορήσῃ, ὅτι “καὶ διὰ τί κατηγορεῖς;” φησίν, ὅτι “διὰ τρεῖς αἰτίας”. πρῶτον μέν, ὅτι σοφιζόμενοι | |
5 | καὶ ὑποκρινόμενοι μεγάλως ἁμαρτάνουσιν· δεύτερον, ὅτι τούτῳ τῷ σχήματι οὐ μόνον χεῖρας κυλλοῦσιν, ἀλλὰ καὶ ἄλλα μόρια· τρίτον πρὸς τούτοις, ὅτι διὰ τὸ ἀλλόκοτον καὶ τὸ ξενοπρεπές (ἅτε τῶν ἀνθρώπων ὡς ἐπίπαν τούτοις χαιρόντων) καὶ πειθηνίους ἴσχουσιν τοὺς ἀρρώστους. ἵνα | |
10 | οὖν μὴ ὦσιν αὐτοῖς πειθήνιοι, βούλεται διαβολὴν αὐτῶν εἰπεῖν. | |
12l | 3,412,2 Li. = 2,46,2 Kw. | |
13l | τῶν ἐκπτωσίων τε καὶ | |
14l | καταγμάτων | |
15 | Ἄξιον ἀπορῆσαι, διὰ τί περὶ καταγμάτων διαλεχθῆναι βουλόμενος πρῶτον ἐξαρθρημάτων ἐμνήσθη. καὶ λέγομεν, ὅτι ἢ 〈ἵνα μὴ〉 διὰ τὸ ἐμβραδύνειν αὐτὸν [ἢ] τὸν περὶ τῶν καταγμάτων λόγον νομισθῇ μὴ καὶ περὶ ἐξαρθρημάτων θέλειν διαλεχθῆναι (καὶ διὰ τοῦτο οἱονεὶ παροδικῶς καὶ | |
20 | πρώτως αὐτῶν ἐμνήσθη)· ἢ καὶ δι’ ἄλλην αἰτίαν· ἐπειδὴ γὰρ ἐβούλετο συνεχῆ φυλάξαι τὴν τῶν καταγμάτων θεωρίαν, διὰ τοῦτο πρῶτον ἐμνήσθη ἐξαρθρημάτων, ἵνα ἅμα τῷ περὶ καταγμάτων διαλεχθῆναι τέλειον παραδώσῃ τὸν περὶ τού‐ των λόγον καὶ μὴ διακόψῃ αὐτόν. διδασκαλικοῦ γάρ ἐστιν | |
25 | τρόπου τὸ τὰ πέρατα τῶν φθασάντων ἀρχὴν γενέσθαι τῶν μελλόντων. ἢ καὶ διὰ τρίτην αἰτίαν, ὅτι διαφόρως τῇ | |
τάξει ἐχρήσατο. | 30 | |
32(1l) | 3,412,2 Li. = 2,46,1 Kw. | |
2l | Ἐχρῆν τὸν ἰητρὸν | |
3 | Ζητοῦσίν τινες, διὰ τί εἶπεν τὸ “ἐχρῆν τὸν ἰητρὸν” μετὰ τοῦ ε· ἔδει γὰρ αὐτὸν εἰπεῖν ‘χρῆν‘. καὶ λέγομεν, | |
5 | ὅτι ἀεὶ οἱ Ἴωνες τὸ ε φιλοῦσιν προστιθεῖν. | |
6l | 3,412,3 Li. = 2,46,3 Kw. | |
7l | αὕτη γὰρ ἡ δικαιοτάτη | |
8l | φύσις | |
9 | Φύσιν ἐνταῦθα καλεῖ τὴν διάπλασιν. | |
10 | 3,412,5 Li. = 2,46,6 Kw. | |
11l | οἱ μὲν οὖν μηδὲν προ‐ | |
12l | βουλεύοντες οὐδὲν ἐξ‐ | |
13l | αμαρτάνουσιν | |
14 | Ἐναντία φθέγγεσθαι δοκεῖ ὁ Ἱπποκράτης· τοὐναντίον | |
15 | γὰρ οἱ βουλευόμενοι ὀφείλουσιν καλῶς θεραπεύειν. καὶ λέγομεν, ὅτι τεχνίτην ὁ Ἱπποκράτης βουλόμενος παρα‐ δοῦναι τοῦτό φησιν. ὁ γὰρ ἄγαν τεχνίτης οὐ βουλεύεται. ζητοῦσιν δέ τινες ἐνταῦθα, διὰ τί εἶπεν ‘προβουλεύον‐ τεσ‘. ἔδει γὰρ ‘προβουλευόμενοι‘ εἰπεῖν. καὶ λέγομεν, | |
20 | ὅτι ἐνεργητικὸν 〈μέν〉, τὸ δὲ σημαινόμενον παθητικόν. | |
καὶ τοὐναντίον †ἐν ἔργω ποιον† τοὺς λόγους οὐ †πάσχω†. | 32 | |
34(1l) | 3,414,1 Li. = 2,46,9 Kw. | |
2l | οἱ δὲ ἰατροὶ σοφιζόμενοι | |
3 | Ἐντεῦθέν ἐστιν εἰσβολὴ ἐπὶ τὸ δεύτερον προοίμιον. | |
4l | 3,414,10 Li. = 2,47,2 Kw. | |
5l | ῥητέον οὖν ὁπόσας θέλω | |
6l | τῶν ἁμαρτάδων | |
7 | Ἤδη διὰ τῶν προλαβόντων ἐμάθομεν, ὅτι τὸ ἐγγώνιόν ἐστιν σχῆμα τὸ κατὰ φύσιν τε καὶ ἀνώδυνον. ἐπειδὴ δέ τινες τὸ κατὰ φύσιν εἰρήκασιν τὸ ὕπτιον, ἄλλοι δὲ τὸ | |
10 | πρηνές, βούλεται καὶ τούτους ἀνατρέψαι καί φησιν, ὅτι οἱ κατασκευάσαντες τὸ ὕπτιον ἔλεγον, ὅτι τοσοῦτον τοῦ τό ἐστιν τὸ κατὰ φύσιν, ὅτι καὶ οἱ τοξεύοντες τὸ σχῆμα τοῦτο φυλάττουσιν ὡς γενναῖον καὶ ἄκαμπτον. ἄλλως τε δέ φασιν, ὅτι καὶ ὁμόχροον τότε φαίνεται τὸ τῆς χειρός. | |
15 | ἐπάνω μὲν ἐστὶν τὸ λευκόν, ὑποκάτω δὲ τὸ τετριχωμένον. εἰ οὖν, φασιν, τὰ περὶ τὴν ἐπιφάνειαν ἴσως ἔχει, δῆλον ὅτι καὶ τὰ ἐν βάθει οἷον οἱ μύες ἐπ’ εὐθείας εἰσίν. ὁμοίως δὲ καὶ 〈οἱ〉 τὸ πρηνὲς σχῆμα τῆς χειρὸς ἐπαινοῦν‐ τες ταὐτὰ ἔλεγον, μόνον ὅτι τὸ τῆς τοξικῆς οὐ παρέφε‐ | |
20 | ρον. οὕτως μὲν οὖν κατεσκεύαζον· ἀνατρέπει δὲ αὐτοὺς Ἱπποκράτης πολλαχῶς. καὶ πρῶτον μέν φησιν, ὅτι τῇ το‐ ξικῇ καὶ ἰατρικῇ 〈***〉 ἄλλως τε δὲ καὶ εἰ τοῦτο συγχω‐ ρήσομεν, διὰ τί τὴν ἀριστερὰν φέρεις ἡμῖν εἰς παράδει‐ γμα καὶ οὐχὶ τὴν δεξιάν, ἥτις τὸ ἐγγώνιον φυλάττει σχῆ‐ | |
25 | μα; πρὸς δὲ τούτοις, εἰ ὅλως ἐστὶν ἀπὸ τεχνῶν τεκμαί‐ ρεσθαι, πόσαι ἄλλαι τέχναι εἰσὶν ἐγγωνίου σχήματος φροντίζουσαι, ὥσπερ τυχὸν ἡ τρυπανική. διάφορα γάρ εἰ‐ σιν σχήματα τῆς χειρὸς ἐπὶ ἑκάστης τέχνης. ἄλλο μὲν γάρ ἐστιν ἐπὶ σφενδόνης καὶ ἄλλο ἐπὶ λιθοβόλου. πῶς | |
30 | δὲ καὶ λέγουσιν ἡμῖν ἰσχύειν τὸ τοιοῦτο σχῆμα (λέγω | 34 |
36 | δὲ τὸ ὕπτιον καὶ τεταμένον), ὅπου γε οὐδὲ ὁ ὑγιαίνων δύναται τὸ τοιοῦτον σχῆμα ἀνωδύνως φυλάξαι; καὶ εἴποτε δέ τις οὕτω τὸν καρπὸν πιληθῇ, ὀδυνᾶται καὶ ῥίπτει τὸ ξίφος, ἤγουν τὸ βασταζόμενον. πῶς δὲ καὶ λέγουσιν ἐν | |
5 | τῷ ὁμοχρόῳ τὴν θέσιν τῶν μυῶν κατὰ φύσιν εἶναι, ὅπου ἐνδέχεται ἄλλο μὲν εἶναι τὴν ἐπιφάνειαν, ἄλλο δὲ τὰ ἐν βάθει; πάντων οὖν τῶν ἄλλων ὄντων κακῶν μόνον τὸ ἐγγώ‐ νιόν ἐστιν χρήσιμόν τε καὶ ἀνώδυνον σχῆμα. | |
9l | 3,414,10 Li. = 2,47,2 Kw. | |
10l | ὁπόσας θέλω τῶν ἁμαρ‐ | |
11l | τάδων τῶν ἰητρῶν τὰς | |
12l | μὲν ἀποδιδάξαι τὰς δὲ | |
13l | διδάξαι | |
14 | Ἄξιον ζητῆσαι, πῶς λέγει ὅτι “τῶν ἁμαρτάδων τὰς | |
15 | μὲν—διδάξαι”. τί γὰρ ὅλως δεῖ ἁμαρτάδα μαθεῖν; καὶ λέγομεν, ὅτι διττή ἐστιν ἡ ἁμαρτάς· ἡ μὲν φαινομένη μὴ οὖσα δέ, ἡ δὲ καὶ φύσει οὖσα. ταύτην οὖν λέγει τὴν φύ‐ σει οὖσαν ὅτι “ἀποδιδάξω”, τὴν δὲ ἄλλην ὅτι “διδάξω”. | |
19l | 3,420,2 Li. = 2,48,2 Kw. | |
20l | καὶ ἄλλως ἐν τῷ ἐλινύειν | |
21 | Ἀντὶ τοῦ ἐν τῷ ἡσυχάζειν. | |
22l | 3,426,16 Li. = 2,51,7 Kw. | |
23l | καθίννυσθαι δὲ χρὴ τὸν | |
24l | ἄνθρωπον | |
25 | Ἐντεῦθεν Ἱπποκράτης βούλεται λοιπὸν καὶ ἐπὶ τὴν | |
θεραπείαν τῶν καταγμάτων ἐλθεῖν καὶ πρῶτον χεῖρα κατ‐ | 36 | |
38 | αχθεῖσαν θεραπεύει. δεῖ δὲ εἰδέναι, ὅτι τὰ τῆς χειρὸς μέρη τρία εἰσίν, ὧν τὸ μὲν ἓν καλεῖται ὦμος, τὸ δὲ ἄλ‐ λο ἄκρα χεὶρ, τὸ δὲ μέσον πῆχυς. ἀλλ’ οὗτος ὁ πῆχυς, εἰ καὶ τὸ φαινόμενον εἷς ἐστιν, ἀλλ’ ὅμως τὰ ὀστᾶ | |
5 | †ταις† αὐτοῦ δύο εἰσίν, ὧν τὸ μὲν ὑποκάτω κυρίως πῆχυς ὠνόμασται, τὸ δὲ ἐπάνω κερκίς. καὶ χεῖρον μέν ἐστιν πρόδηλον, εἰ τὰ δύο κλασθῶσιν· ἧττον δέ, εἰ τὸ ἔμπαλιν· τοῦ ἑνὸς κλωμένου κάλλιον, ἵνα ἡ κερκὶς κλασθῇ καὶ μὴ ὁ πῆχυς, διότι μὲν ὁ πῆχυς ὑπόκειται καὶ ἀναβαστάζει | |
10 | τὴν κερκίδα· ἄλλως τε δὲ καὶ οὗτός ἐστιν ὁ πρὸς τὸν βρα‐ χίονα διαρθρούμενος. πρὸς δὲ τούτοις καὶ τὰ σφάλματα τὰ ἐν τῷ πήχει ὡς ἀσαρκοτέρῳ φαίνονται, τὰ δὲ ἐν τῇ κερ‐ κίδι διὰ τὸ εὔσαρκον οὐ φαίνονται. καὶ ταῦτα μὲν περὶ τούτων. δεῖ δὲ εἰδέναι, ὅτι ἐνταῦθα οὐ περὶ ἑνὸς δια‐ | |
15 | λέγεται, ἀλλὰ περὶ τῶν δύο. ὑποκείσθω γοῦν πῆχυς κλα‐ σθεὶς μετὰ κερκίδος· δεῖ σε τεῖναι καὶ ἀντιτεῖναι ἐφ’ ὅσον δύνασαι. σπανίως γὰρ δυνηθῇς τὴν ἀρκοῦσαν τάσιν ἐργάσασθαι ὅσῳ δήποτε βιαίως τείνεις. μόνον γάρ φησιν ἐπὶ παιδίου πλέον τοῦ δέοντος εἶδον γεναμένην τάσιν τε | |
20 | καὶ ἀντίτασιν. καὶ ἡ ἀντίτασις 〈***〉 δεῖ τὸν τεχνίτην τὴν διάπλασιν ἐργάσασθαι, καὶ μετὰ τὸ διαπλάσαι δεῖ ἐπιδῆσαι. ἀλλ’ ἐπειδὴ ὅλως ἐπιδέσμων ἡμῖν γέγονεν μνή‐ μη, φέρε τρία τινὰ περὶ αὐτῶν προείπωμεν· τήν τε οὐσί‐ αν αὐτῶν καὶ τὸν τρόπον καὶ τὸ ποσόν. τὴν μὲν οὐσίαν | |
25 | δεῖ αὐτοὺς ἔχειν μηδὲ ἐρεῆ〈ν〉 μηδὲ †μὴν δε† νεουργῆ καὶ †εἰλινῆ†, ἐπειδὴ καὶ ἀμφότεραι ἀνιῶσιν τῇ τραχύτητι. δεῖ οὖν λινῆν αὐτὴν καὶ τετριμμένην εἶναι. αὕτη μὲν οὖν ἡ οὐσία. ὁ δὲ τρόπος τῆς ἐπιδέσεως ᾖ τοιοῦτος· δεῖ σε φησὶν τὸν πρῶτον ἐπίδεσμον ἐπιβάλλειν κατ’ αὐτοῦ | |
30 | τοῦ ἕλκους καὶ τρίτον περιβάλλοντα οὕτως ἐπὶ τὰ ἄνω | |
ἐπὶ βραχίονα φέρειν πιέζοντα σφοδροτέρως· καὶ μετὰ τὸ | 38 | |
40 | ἐνεγκεῖν ἐκεῖ καὶ τῇ σφίγξει κωλῦσαι τὴν ἐπιρροὴν ἐκεῖ ὡς ἐπὶ τὸν βραχίονα δῆσαι. καὶ πάλιν ἕτερον βάλλειν κατ’ αὐτοῦ τοῦ ἕλκους ἐπίδεσμον· καὶ ἅπαξ περιβαλόντα οὕτως ἐπὶ τὰ κάτω φέρειν χαυνοτέραν ποιοῦντα τὴν ἐπί‐ | |
5 | δεσιν, ἵνα αὐτοὶ οἱ λεπτομερεῖς ἰχῶρες φέρωνται ἀπὸ τοῦ ἕλκους παρὰ τὰ κάτω καὶ μὴ ἀνίας ἐργάζωνται. δεῖ δὲ τοῦτον τὸν ἐπίδεσμον ἢ τέλειον εἶναι οὕτως, ὡς πά‐ λιν ἀνθυποστρέφειν καὶ ἔρχεσθαι ἀπὸ καρποῦ ἐπὶ βραχί‐ ονα. εἰ δὲ μή ἐστιν τέλειος, δεῖ καὶ τρίτον ἐπιτιθέναι | |
10 | κατὰ τοῦ ἕλκους καὶ φέρειν ἐπὶ τὰ ἄνω μὴ σφιγκτὸν ἀλλὰ χαῦνον καὶ τοῦτον. μετὰ δὲ τοὺς ἐπιδέσμους δεῖ καὶ σπληνίσκους εἰς κηρωτὴν βρέχειν καὶ οὕτως ἐπιτιθέναι, ἵνα τῇ κολλήσει φυλάττωσιν τὸ κάταγμα. ἀλλ’ ἐπειδὴ καὶ ὀστέον πολλάκις κατά τινος φέρεται, πόθεν ἔχομεν εἰδέ‐ | |
15 | ναι, δῆλόν ἐστιν τούτῳ· πρῶτον μὲν τῷ κεκυρτωμένον εἶ‐ ναι τὸ μέρος, ἐφ’ ὃ φέρεται· ἄλλως τε δὲ καὶ ἁφῇ τοῦτο καλῶς καταλαμβάνεται· λοιπὸν δὲ καὶ ὀδύνη γίνεται. ἀλλ’ ἐπειδὴ τῷ σπληνίσκῳ διάφορος ἡ χρῆσις, δεῖ ἡμᾶς καὶ ταῦτα εἰπεῖν. πολλάκις γὰρ δεῖ ὁμαλισμοῦ χάριν τούτους | |
20 | λαμβάνειν· οἷον ἐὰν ἐν καρπῷ θέλω ἐπιδῆσαι, ὁμαλῶς ἐκεῖ περιφερῆ σπληνίσκον βάλλω. καὶ τὸ λεῖπον εἰς σάρ‐ κας ἀναπληροῖ ὁ σπληνίσκος. ἔστιν δὲ ὅτε ἐπ’ εὐθείας αὐτοὺς βάλλω διὰ τὸ φυλάξαι τὴν διάπλασιν. ταῦτα μὲν οὖν καὶ περὶ τοῦ σπληνίσκου. δεῖ δὲ τὸ ποσὸν τῶν ἐπι‐ | |
25 | δέσμων εἶναι ἢ δύο ἢ τρεῖς, ὡς εἴρηται, καὶ μήτε πλα‐ τεῖς· ῥυτιδοῦνται γὰρ καὶ οὐ πιέζουσιν κατὰ λόγον τὸ κάταγμα. καὶ πάλιν ἐὰν στενοί εἰσιν, πάνυ θλίβουσιν τὸ μόριον. καὶ πόθεν δῆλον, ὅτι καλή ἐστιν ἡ ἐπίδεσις; ἐὰν ὁ ἄρρωστός σοι λέγει μᾶλλον τυχὸν σήμερον πεπιέσθαι | |
30 | τοῦ χθές, ἵνα οἶδας, ὅτι κατὰ λόγον ἡ ἐπίδεσις γέγονεν. | 40 |
42 | αἱ γὰρ φλεγμοναὶ ἀποτείνουσιν, πρὸς οἷς γίνονται. δεῖ δὲ καὶ λέγειν αὐτὸν μικρὰ πεπιέσθαι. πρὸς δὲ τούτοις δεῖ τοὺς μὲν ἁπαλοσάρκους, οἷσι καὶ μάλιστα ἡ κνησμο‐ νὴ γίνεται, τάχιον λύειν, τοὺς δὲ ἄλλους διὰ τριῶν. | |
5 | ἀεὶ δὲ μετὰ τὴν ἐπίδεσιν ἐγγωνίως ἀποτίθεσθαι τὴν χεῖ‐ ρα καὶ μηδὲ ἄνω πολὺ μηδὲ κάτω. εἰ γὰρ ἄνω εἴη ἢ κάτω, ὡς κρεμαμένη φαίνεται ἡ χεὶρ καὶ ὀδύναι παρακολουθοῦ‐ σιν. | |
9l | 3,430,13 Li. = 2,52,19 Kw. | |
10l | ἐνταῦθα μὲν τὰ ὀθόνιά | |
11l | νυν ἐπ’ ἀριστερὰ ἢ ἐπὶ | |
12l | δεξιὰ δεδέσθω | |
13 | Ὀθόνας τοὺς ἐπιδέσμους καλεῖ. “ἐπ’ ἀριστερὰ δὲ ἢ δεξιά” φησιν· τουτέστιν ἢ ἔσωθεν ἢ ἔξωθεν τῆς χειρός. | |
15l | 3,432,3 Li. = 2,53,6 Kw. | |
16l | τὰ δὲ ὑπόξυρα | |
17 | Ὑπόξυρα καλεῖ τὰ ἄσαρκα οἷοί εἰσιν οἱ καρποί. | |
18l | 3,432,17 Li. = 2,53,22 Kw. | |
19l | τῇ δὲ τρίτῃ χαλαρά οἱ | |
20l | δοκείτω | |
21 | Διὰ τὸ τὰς φλεγμονὰς παύεσθαι. | |
22l | 3,436,11 Li. = 2,55,10 Kw. | |
23l | ἐπὴν δὲ τριταῖος γένη‐ | |
24l | ται, ἑβδομαῖος ἀπὸ τῆς | |
25l | πρώτης | 42 |
44 | Ἡ παροῦσα θεωρία τρία παραδίδει ἡμῖν κεφάλαια, ὧν τὸ μὲν πρῶτον περὶ ναρθήκων διαλέγεται, τὸ δὲ δεύτερον τὴν τροφὴν τοῦ πάσχοντος ἡμῖν παραδίδει, τὸ δὲ τρίτον τὸν καθόλου τρόπον τῆς ἀποθέσεως. ἀλλ’ ἐπειδὴ ναρθήκων | |
5 | ἡμῖν γέγονεν μνήμη, φέρε τούτων εἴπωμεν τήν τε ὕλην καὶ τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸν καιρόν, πότε λυ‐ πεῖ τιθεῖν αὐτούς, καὶ πάντα τὰ τοιαῦτα. καὶ τέως εἴ‐ πωμεν τὴν οὐσίαν αὐτῶν· δεῖ τούτους νάρθηκας παραλαμβά‐ νειν· ἢ ξύλα φιλύρινα ἤ—εἰ μηδὲν τούτων εὑρεθῇ—δεῖ | |
10 | καλάμους λαμβάνειν. ἐπιτιθέναι δὲ αὐτοὺς χρὴ μετὰ τὴν ἑβδόμην, ὅταν αἱ φλεγμοναὶ παύσονται, τὸν τρόπον τοῦ‐ τον· δεῖ μετὰ τοὺς ἐπιδέσμους ἐπάνω τοὺς καλάμους ἐπι‐ τιθέναι καὶ ταινίαις τρισὶν δεσμεῖν αὐτοὺς ἐλαφρῶς, ὡς εἶναι τὸ μὲν ἓν ἄνω τὸ δὲ ἓν κάτω τὸ δὲ ἓν μέσον. δεῖ | |
15 | δὲ κατὰ τὸ μέρος, εἰς ὃ ἐξέστη τὸ ὀστέον, παχύτερον λαμβάνειν νάρθηκα ἢ σπληνίσκον ἐκεῖ ἐπιτιθέναι. οὐ δεῖ δὲ εἰς τὰ ὑπόξηρα φορεῖν τοὺς καλάμους ἢ ἐγγὺς τοῦ μι‐ κροῦ δακτύλου· ἀλλὰ δεῖ τοὺς τοιούτους κολοβωτέρους ποιεῖν. εἰ δὲ ἀνάγκη τίς ἐστιν ἐπιθῆσαι, δεῖ σπληνί‐ | |
20 | σκους ἐκεῖ περιβαλεῖν καὶ οὕτως ἐπάνω τοὺς νάρθηκας. λύειν δὲ οὐ χρὴ ἕως εἴκοσι ἡμερῶν, πλὴν εἰ μὴ ἢ δριμύ‐ της τις ἢ δῆξις γίνεται. ὁτὲ καὶ δεῖ λῦσαι καὶ ἀποσφογ‐ | |
γίσαι καὶ πάλιν ἐπιδῆσαι κατὰ τὸν αὐτὸν τρόπον. εἰ δὲ | 44 | |
46 | μηδὲν τούτων εἴη, ἀλλὰ μόνον χαλαρώτεροι γεγόνασιν οἱ δεσμοί, δεῖ τοὺς νάρθηκας ἀποσφίγγειν καὶ μὴ λύειν. πλάτος δὲ ἐχέτωσαν ὡς δύο ἥμισυ δακτύλων. οὕτω περὶ ναρθήκων διαλεχθεὶς ἔρχεται καὶ ἐπὶ τὸ δεύτερον κεφά‐ | |
5 | λαιον, λέγω δὲ τὴν δίαιταν, ἐν ᾗ λέγει τρία εἴδη τῶν τροφῶν· λεπτήν τε καὶ μέσην, ἥτις καὶ ὑποφαύλη καλεῖ‐ ται, ἔτι μὴν καὶ ἁδροτέραν. δεῖ οὖν κατὰ μὲν τὰς ἀρ‐ χάς, ἐν ὅσῳ αἱ φλεγμοναὶ γίνονται καὶ ἀσχολεῖται ἐκεῖ ἡ φύσις, λεπτὴν παρέχειν δίαιταν. προϊόντος δὲ τοῦ | |
10 | καιροῦ δεῖ τῇ ὑποφαύλῃ κεχρῆσθαι· ἔτι δὲ προϊόντος τοῦ καιροῦ δεῖ καὶ ἁδροτέρᾳ χρῆσθαι, ἵνα πῶρος γένηται. τοῦτό ἐστιν τὸ δεύτερον κεφάλαιον. τρίτον ἐστὶν πρὸς τούτοις κεφάλαιον, ἐν ᾧ 〈περὶ〉 τῆς ἀποθέσεως λόγον ποιεῖται. καί φησιν, ὅτι δεῖ ὀθόνην περιβάλλειν μὴ στε‐ | |
15 | νήν. εἰ γὰρ εἴη στενή, εἰ μὲν εἰς τὸν ἀγκῶνα αὐτὴν περιβάλλῃς, μόνον τὸ ἔξω ἐκκρεμὲς γινόμενον πόνους ἐρ‐ γάζεται. εἰ δὲ πάλιν εἰς τὸ ἔξω περιβάλλεις, τὸ ἐπὶ τὸν ἀγκῶνα γινόμενον ἐκκρεμὲς καθέλκει τὸ κατεηγὸς ὀστοῦν καὶ ἀνόνητος ἡ θεραπεία γίνεται. εἰ δὲ κατὰ τοῦ | |
20 | κατάγματος βάλλεις, τὰ ἔνθεν κἀκεῖθεν ἐκκρεμῆ γινόμενα διαστρέφουσιν τὴν διάπλασιν. δεῖ οὖν καὶ παλαιὰν καὶ πλατεῖαν εἶναι τὴν ὀθόνην, ἵνα τὸν πῆχυν ὅλον περιέχῃ, καὶ μηδὲ ἐπὶ τὰ ἄνω μηδὲ ἐπὶ τὰ κάτω τὴν χεῖρα εἶναι, ἀλλὰ ὁμαλήν. | |
25l | 3,436,11 Li. = 2,55,10 Kw. | |
26l | ἐπὴν δὲ τριταῖος γένη‐ | |
27l | ται ἢ ἑβδομαῖος ἀπὸ τῆς | |
28l | πρώτης ἐπιδήσεως | |
29 | “Τριταῖον” λέγει ἢ κατὰ τὴν περίοδον τῆς θεραπείας | |
30 | (εἶπεν γὰρ λύειν τρίτην καὶ πέμπτην καὶ ἑβδόμην, ὡς | |
τρεῖς εἶναι περιόδους)· ἢ “τριταῖον” λέγει, ἀφ’ οὗ | 46 | |
48 | ἔλυσεν προσεχῶς· τουτέστιν ἀπὸ τῆς πέμπτης, ὡς εἶναι πάλιν τρεῖς ἡμέρας. πέμπτη γὰρ καὶ ἕκτη καὶ ἑβδόμη τρεῖς εἰσιν ἡμέραι. | |
4t | [ΠΕΡΙ ΒΡΑΧΙΟΝΟΣ] | |
5l | 3,444,1 Li. = 2,58,19 Kw. | |
6l | ἢν δὲ βραχίων καταγῇ | |
7 | Ἐνταῦθα ἐπὶ 〈τὴν〉 τοῦ βραχίονος μετέρχεται θεραπεί‐ αν. ἀλλὰ ἄξιον ἀπορῆσαι, διὰ τί μὴ περὶ ἄκρας εὐθὺς δι‐ είλεκται τῆς χειρός, ἀλλὰ περὶ βραχίονος διαλέγεται. | |
10 | καὶ λέγομεν, ὅτι διὰ τοῦτο παρῆκεν τὸν περὶ ἄκρας χει‐ ρὸς λόγον, ἐπειδὴ πολυσχεδής ἐστιν ἡ ταύτης θεραπεία, ἡ δὲ τοῦ βραχίονος ἁπλῆ. ἐπειδὴ δὲ ὅλως βραχίονος ἐμνη‐ μονεύσαμεν, φέρε πέντε τινὰ περὶ αὐτοῦ προλάβωμεν· τήν τε ὀνομασίαν καὶ τὴν θέσιν καὶ τὴν κατασκευὴν καὶ τὴν | |
15 | θεραπείαν καὶ τὴν δίαιταν. δεῖ τοίνυν εἰδέναι, ὅτι [ὁ] βραχίων λέγεται τὸ μεταξὺ κορωνοῦ καὶ τῆς ὠμοπλάτης. καὶ ἡ θέσις δὲ ἐκ τούτου δήλη ἐστίν. τὸ γὰρ μεταξὺ πή‐ χεως καὶ ὤμου μόριον καλεῖται βραχίων. ἡ δὲ κατασκευή ἐστιν αὐτοῦ τοιαύτη· δεῖ τοίνυν εἰδέναι, ὅτι τὰ ἄνω καὶ | |
20 | ἔξω αὐτοῦ κυρτά εἰσιν, τὰ δὲ πρόσω καὶ ὑποκάτω κοῖλα. καὶ τὸ μὲν πρόσω κοῖλόν ἐστιν διά τε τὸ ἐπαγκαλίζεσθαι εὐκόλως καὶ διὰ τὸ ἐκεῖ κεῖσθαι τὸν μῦν· τὸ δὲ ὑποκάτω διὰ τὸ μὴ κυρτὰς οὔσας τὰς πλευρὰς ἀναγκάζειν κυρτὸν κυρτῷ προσομιλεῖν. αὕτη ἡ κατασκευὴ τοῦ μορίου ἐστίν. | |
25 | ἡ δὲ θεραπεία γινέσθω τὸν τρόπον τοῦτον· δεῖ, φησιν, καθίζειν τὸν ἄρρωστον ἐπὶ ὑψηλοῦ τινος καθίσματος· εἶ‐ | |
τα κρεμνᾶν ἐγκάρσιον ξύλον· καὶ εἰς τοῦτο δεῖ ἐντιθεῖν | 48 | |
50 | τὴν μασχάλην τοῦ κάμνοντος· εἶτα ὑποτιθέναι ταπεινότε‐ ρον ὑποπόδιον κἀκεῖ τὴν ἄκραν χεῖρα ἐπιτιθεῖν τοῦ κάμ‐ νοντος καὶ μέρος τοῦ πήχεος ὡς †ἐκκρεμνῆναι† τὸ[ν] κορω‐ νόν· εἶτα καὶ σκῦτος ὑποτιθεῖν ἐπὶ τὴν ἄκραν χεῖρα. | |
5 | καὶ τότε δεῖ περιβάλλειν πλατεῖς λώρους ἐπὶ τὸ ἄνω μέ‐ ρος τοῦ κορωνοῦ καὶ οὕτως ἕλκειν καὶ ποιεῖν τάσιν καὶ ἀντίτασιν. εἰ δὲ μὴ ἔχεις τοὺς ἕλκοντας, λίθους ἀποκρέ‐ μασον βαρεῖς· καὶ οὕτως ἕλκουσιν μὲν οἱ λίθοι, ἀνθέλ‐ κει δὲ τὸ ἐγκάρσιον ξύλον καὶ συνδιαπλάττει. εἶτα με‐ | |
10 | τὰ τὸ τεῖναι καὶ ἀντιτεῖναι δεῖ σε κατὰ τὸν ἀνώτερον τρόπον ἐπιδῆσαι, χρῆσαι δὲ νάρθηξιν μετὰ ἐνάτην ἡμέ‐ ραν. μεγάλου γὰρ ὄντος τοῦ μορίου μεγάλαι γίνονται καὶ αἱ φλεγμοναί. ἀλλ’ ἐπειδὴ τὰ εἰωθότα ἐξίστασθαι ἐπὶ τὰ κυρτότερα φιλοῦσιν ῥέπειν, διὰ τοῦτο δεῖ σε πλατεῖαν | |
15 | βάλλειν ταινίαν καὶ οὕτως πιέζειν τὸν βραχίονα. εἶτα, ἵνα μὴ κυρταὶ οὖσαι αἱ πλευραὶ διαστροφήν τινα ἐργά‐ σονται, δεῖ σε καὶ ἐκεῖ πτύγμα ὑποβάλλειν. καὶ διάπνοι‐ αν γὰρ ἐργάζεται καὶ οὐκ ἀνιῶσιν αἱ πλευραὶ οὐδὲ δια‐ στρέφουσιν. καὶ μετὰ ταῦτα φέρειν πέριξ διὰ τοῦ στέρ‐ | |
20 | νου καὶ οὕτως δεσμεῖν εἰς τὸ ἀντικείμενον πλευρόν. αὕ‐ τη καὶ ἡ θεραπεία. διαίτῃ δὲ χρῆσθαί φησιν διὰ τὰς πολλὰς φλεγμονὰς ἀκριβεστέρῃ· πλὴν ὅτι δεῖ τελευταῖον χαλαρωτέρους ἐᾶν τοὺς ἐπιδέσμους, ἵνα καὶ ἁδροτέραν παρέχεται τροφήν. | |
25t | [ΠΕΡΙ ΠΟΔΟΣ] | |
26l | 3,448,13 Li. = 2,61,11 Kw. | |
27l | ποὺς δὲ ἀνθρώπου ἐκ | |
28l | πολλῶν τε καὶ μικρῶν | |
29l | ὀστῶν | 50 |
52 | Ἐντεῦθεν ἐπὶ ἄκραν ἐλθεῖν τὴν χεῖρα βουλόμενος πει‐ ρᾶται καὶ περὶ ἄκρου ποδὸς διαλεχθῆναι. καὶ ὡς ἐπὶ τού‐ του γυμνάζει καὶ τὸν περὶ ἄκρας χειρὸς λόγον, διότι ἡ αὐτὴ θεραπεία ἐπὶ τῶν ἀμφοτέρων ἁρμόζει. καὶ ἡ αὐτὴ γάρ | |
5 | ἐστιν κατασκευή. ὥσπερ γάρ ἐστιν ἐν χειρὶ καρπὸς καὶ μετακάρπιον καὶ ἄκρα χειρός, οὕτως καὶ τῷ ποδί ἐστιν πεδίον καὶ ταρσὸς καὶ †ἄκρον πούς†· καὶ ὥσπερ ἡ χεὶρ ἔχει εἰκοσιεπτὰ ὀσταρίδια. καὶ τέως εἴπωμεν, πῶς ἡ χεὶρ εἰκοσιεπτὰ ἔχει ὀστάρια· ἔχει ὀκτὼ τὰ τοῦ καρποῦ καὶ | |
10 | τέσσαρα τὰ τοῦ μετακαρπίου καὶ δεκαπέντε τὰ τῶν δακτύ‐ λων. ὁμοίως ἐστὶ καὶ ἐπὶ τοῦ ποδός· ἔχει πέντε ὀστάρια τὸ πεδίον καὶ τέσσαρα τὸ ταρσὸν καὶ δεκατέσσαρα οἱ δά‐ κτυλοι, διότι ὁ μέγας δάκτυλος δύο μόνας ἔχει σκυταλί‐ δας. πρὸς τούτοις εἰσὶν καὶ ἄλλα τέσσαρα ὀστᾶ μεγάλα· | |
15 | τό τε καλούμενον σκαφοειδὲς καὶ ὁ ἀστράγαλος καὶ τὸ κυβοειδὲς καὶ ἡ πτέρνα. ἐπειδὴ οὖν ὁμοία ἐστὶν ἡ κατα‐ σκευὴ χειρός τε καὶ ποδός, ὡς ἐπὶ ποδὸς γυμνάζει τὸν λόγον καὶ βούλεται τὰ ἐξαρθρήματα ἡμῖν αὐτοῦ παραδοῦναι. Ὅθεν καὶ ζητοῦσίν τινες, εἰ περὶ καταγμάτων διαλέ‐ | |
20 | γεται, διὰ τί ἐξαρθρημάτων μνήμην ποιεῖται. καὶ λέγο‐ μεν, ὅτι ἢ διότι ὡς ἐπίπαν ἐξαρθρήματα γίνεται καὶ οὐ κατεάγματα διὰ τὸ †μὴ εἶναι τὸ ὀσταρίδια καὶ διαφεύγη†, ἢ διότι, καὶ εἰ κάταγμα πάθοι, πάντως καὶ ἐξάρθρημα παρακολουθεῖ ἐπὶ 〈τοῦ〉 αὐτοῦ διὰ τὴν αὐτὴν αἰτίαν (τὰ | |
25 | γὰρ θλῶντα μέρος τοῦ ποδὸς ἢ τῆς χειρὸς πάντως καὶ τέ‐ μνουσιν καὶ ἕλκος ποιοῦσιν)· ὡς οὖν ποικιλωτέρας οὔσης τῆς θεραπείας, διὰ τοῦτο ποιεῖται τὸν περὶ τούτων λό‐ γον ἢ καὶ διὰ τρίτην αἰτίαν. μὴ γὰρ ἀνωτέρω ἐλέγομεν, ὅτι ἐξαρθρημάτων μνήμην ποιεῖται ἐκείνων τῶν ὑπαγομέ‐ | |
30 | νων τῇ καταγματικῇ ἀγωγῇ, ὥστε οὖν διὰ τοῦτο ἐξαρθρημά‐ | 52 |
54 | των μέμνηται; ἐὰν οὖν, φησιν, ἐξάρθρημα ἐπὶ ποδὸς γέ‐ νηται, πρῶτον μὲν δεῖ σε πλείοις τοῖς χαλαστικοῖς χρή‐ σασθαι, διότι πολλά εἰσιν νεῦρά τε καὶ μύες· εἶτα τεῖ‐ ναι καὶ ἀντιτεῖναι καὶ κατὰ τὸν προειρημένον ἐπιδῆσαι | |
5 | τρόπον. καὶ οὕτως ἰατρεύεται εἴσω ἡμερῶν εἴκοσι, ἐὰν μικρὸν ᾖ τὸ ὀστέον καὶ ἡσυχάσῃ ὁ πάσχων. εἰ [μὴ] γὰρ μὴ ἡσυχάσῃ, ἐπειδὴ τὸ βάρος τοῦ σώματος ὁ ποὺς ἀνακου‐ φίζει, ἀνάγκη ῥευματισμὸν γινόμενον ἐπὶ πλεῖον τὰ τοῦ νοσήματος ἐπιτείνεσθαι, εἰ μέντοι μέγα εἴη τὸ ὀστέον, | |
10 | ἐν τεσσαράκοντα ἡμέραις ἰατρεύεται. | |
11t | [ΠΕΡΙ ΠΤΕΡΝΗΣ] | |
12l | 3,452,12 Li. = 2,63,10 Kw. | |
13l | ὅσοι δὲ πηδήσαντες ἀφ’ | |
14l | ὑψηλοῦ τινος | |
15 | Μετὰ τὴν τῶν μικρῶν ὀσταρίων θεραπείαν ἀνέρχεται καὶ ἐπὶ τὴν θεραπείαν τῶν μεγάλων. καὶ πρῶτον περὶ τῆς πτέρνης ποιεῖται λόγον, διότι δυσκολώτερον πάντων ἐστίν. δεῖ δὲ εἰδέναι, ὅτι ἡ πτέρνα πολλοῖς ὁμιλεῖ μορίοις. ὁμιλεῖ ἄνω μὲν γὰρ τῇ κνήμῃ κάτω δὲ ἐπὶ μὲν τὸ δεξιὸν | |
20 | μέρος τοῦ δεξιοῦ ποδὸς τῷ κυβοειδεῖ ὀσταρίῳ, ἐπὶ δὲ τὸ ἀριστερὸν τῷ σκαφοειδεῖ. ἐπειδὴ οὖν πολλοῖς ὁμιλεῖ μο‐ ρίοις (ἔστιν δὲ καὶ μυώδης), εἰ μὴ μέγα εἴη τὸ βιαζό‐ μενον, οὐκ ἂν πάθοι· πάσχουσα δὲ μεγάλα ποιεῖ τὰ συμ‐ πτώματα· εἰκὸς δὲ καὶ θάνατον ἐπιφέρειν. πολλάκις οὖν | |
25 | βιαίως τινὸς πίπτοντος κάτωθεν μὲν ἀντιβαίνει ἡ γῆ ἄνωθεν δὲ ἡ κνήμη, καὶ ἐξίσταται τοῦ οἰκείου τόπου ἡ πτέρνα. καὶ τότε διαιροῦνται φλέβες καὶ νεῦρα καὶ ἀρ‐ | |
τηρίαι. καὶ διὰ τοῦτο γίνονται σήψεις 〈καὶ〉 νομαὶ δι‐ | 54 | |
56 | αιρουμένων 〈τῶν〉 ἀγγείων καὶ ῥευματισμῶν γινομένων. ἔστιν δὲ ὅτε ἡ νομὴ φθάνει (ἤγουν ἡ σῆψις) παρὰ καρδί‐ αν καὶ πυρετὸν ἐργάζεται· πολλάκις δὲ παρὰ τὴν γαστέρα καὶ λυγμοὺς ποιεῖ ἢ παρ’ ἐγκέφαλον καὶ σπασμοὺς καὶ | |
5 | παραφροσύνας ἐργάζεται ἢ παρὰ τὸ ἧπαρ καὶ ἀτροφίαι γί‐ νονται. δεῖ οὖν παραχρῆμα τῆς θεραπείης φροντίζειν. καὶ καθολικώτερον μὲν ὡς ἔστιν εἰπεῖν δεῖ παραχρῆμα κένωσιν ἢ διὰ φλεβοτόμου ἢ διὰ καθαρσίου ποιεῖν, ἵνα τοὺς ῥευματισμοὺς κωλύσωμεν. δεῖ δὲ καὶ χαλασμοὺς φρον‐ | |
10 | τίζειν· διὸ δεῖ εἰς ζέμα χαμαιμήλων καὶ εἰς ἔλαιον ἀπ‐ αντλᾶν τὸν ἄρρωστον· εἶτα τεῖναι καὶ ἀντιτεῖναι ἄνω‐ θεν μὲν τὴν κνήμην κάτωθεν δὲ τὸν πόδα, καὶ οὕτως εὐθε‐ τίζειν δεῖ τὴν πτέρναν καὶ τηνικαῦτα ἐπιδεῖν· μὴ ὡς ποιοῦσίν τινες, ἵνα ἄνωθεν μὲν ὁ κάλαμος καὶ τὸ ταρσὸν | |
15 | κάτωθεν ἐπιδέδεται, ἡ δὲ πτέρνα μηδὲν ἔχει, ἀλλ’ ἵνα καὶ ἡ πτέρνα δέδεται. καὶ μὴ σφίγγειν, ἐπεὶ τῇ σφίγξει καὶ τῇ ὀδύνῃ ῥευματισμοὺς ἐργαζόμεθα, ἀλλὰ μᾶλλον δεῖ πλείονας εἶναι τοὺς ἐπιδέσμους, ἵνα οὕτω φυλάξωμεν τὴν διάπλασιν. ἐπειδὴ δὲ στεγνή ἐστιν ἡ πτέρνα καὶ | |
20 | διαφορήσεως μὴ γενομένης δέος ἐστίν, μὴ τὰ τῆς σήψεως ἐπιταθῇ, διὰ τοῦτο δεῖ, φησιν, ἀμυχαῖς λεπταῖς πάνυ καὶ ἐπιπολαίοις χρήσασθαι, ὡς μόνον τὸ δέρμα διῃρῆσθαι. δεῖ δὲ αὐτὰς καὶ ἀλλήλων ἀφεστάναι. πρὸς δὲ τούτοις δεῖ καὶ αὐτὴν τὴν πτέρναν μὴ ἐπικεῖσθαι εἰς τὴν στρω‐ | |
25 | μνήν, ἐπεὶ πάλιν σήψεις γίνονται, ἀλλὰ δεῖ πανταχόθεν ἐπινοῆσαί τι μεταξὺ ὡς ἐπὶ χώνης, ἵνα εἰς ἐκείνην τὴν ὀπὴν ἐπιτίθεται ἡ πτέρνα. ἐνταῦθα δὲ καλάμοις οὐκ ἔνι χρήσασθαι. ποῦ γὰρ ἀνωμάλου ὄντος τοῦ μορίου; δεῖ δὲ καὶ λεπτῇ διαίτῃ χρήσασθαι. οὕτω περὶ τούτων διαλε‐ | |
30 | χθείς φησιν, ὅτι “καὶ περὶ τοῦ κυβοειδοῦς καὶ τοῦ σκα‐ φοειδοῦς οὐδένα ποιοῦμαι λόγον”· εἰ γὰρ τὸ δύσκολον | |
ἐθεραπεύθη, πρόδηλός ἐστιν ἡ τῶν σαφῶν θεραπεία. | 56 | |
58(1l) | 3,452,13 Li. = 2,63,12 Kw. | |
2l | φλέβια δὲ ἀναστομοῦται | |
3l | ἀμφιθλασθείσης τῆς σαρ‐ | |
4l | κός | |
5 | Ἴσμεν τί ἐστιν θλάσμα· διαίρεσις ἀγγείων ἀδιαιρέτου μενούσης τῆς ἐπιφανείας. αὕτη ἡ διαίρεσις, εἰ μὲν τῆς ἐπιφανείας ἀδιαιρέτου μενούσης ἐρύθημα ἐργάσεται, κα‐ λεῖται μώλωψ· εἰ δὲ μὴ ἐργάσεται, ἐκχύμωμα. φλάσμα δὲ καλοῦσιν οἱ Ἴωνες τὸ θλάσμα. | |
10l | 3,452,14 Li. = 2,63,13 Kw. | |
11l | οἴδημα γίνεται καὶ πό‐ | |
12l | νος πολύς | |
13 | ὅτι πάντα ὄγκον ὁ Ἱπποκράτης οἴδημα καλεῖ, ἀλλὰ διὰ τῆς ἐπιφορᾶς δηλοῖ τὴν διαφορὰν αὐτῶν. εἰ μὲν γὰρ | |
15 | εἴπῃ οἴδημα χαῦνον, τὸ κυρίως οἴδημα καλεῖ· εἰ δὲ εἴ‐ πῃ οἴδημα σκληρόν, τὸν σκῖρον· εἰ δὲ εἴπῃ οἴδημα θερ‐ μὸν ἢ ζέον, τὸ ἐρυσίπελας· εἰ δὲ εἴπῃ οἴδημα ἐπώδυνον, τὴν φλεγμονήν, περὶ ἧς καὶ ποιεῖται τὸν λόγον ἐνταῦθα· φησὶν γὰρ οἴδημα γίνεσθαι ἐπώδυνον. | |
20l | 3,452,16 Li. = 2,63,15 Kw. | |
21l | κοινωνέειν δὲ φλεψὶν | |
22l | καὶ νεύροις ἐπικαίροις | |
23 | Καλῶς εἶπεν ‘ἐπικαίροισ‘, ἵνα μὴ νομίσῃς, ὅτι συν‐ δέσμους ἐνταῦθα λέγει μόνους πάσχειν· ἀλλ’ εἶπεν ‘ἐπι‐ | |
25 | καίροισ‘, ἵνα δηλώσῃ προαιρετικὰ πάσχοντα νεῦρα. | 58 |
60(1l) | 3,452,17 Li. = 2,63,16 Kw. | |
2l | ὁ τένων τε ὁ ὀπίσθιος | |
3l | τοῦτο προείρηται τὸ | |
4l | ὀστέον | |
5 | Δεῖ δὲ εἰδέναι, ὅτι μυῶν ἀπὸ τῶν γονάτων τούτων προ‐ ερχομένων καὶ σαρκουμένων γίνεται ἡ γαστροκνημία, εἶτα προερχομένων γίνεται ὁ τένων ὁ ἐν τῇ πτέρνῃ, ἔτι δὲ προερχομένων καὶ εἰλουμένων γίνεται τὸ πέλμα τὸ κάτω. | |
9l | 3,454,2 Li. = 2,64,4 Kw. | |
10l | κατατέμνειν χρὴ ὁμαλῶς | |
11l | καὶ διαλεπτύνειν | |
12 | Διχῶς ἐξηγήσαντό τινες τὸ χωρίον. οἱ μὲν γάρ φασιν, ὅτι ‘διαλεπτύνειν‘ λέγει ἀντὶ τοῦ ξέειν τὸ περὶ τὴν ἐπι‐ φάνειαν δέρμα (λέγω δὲ τὸ πυκνότερον) καὶ οὕτως λοιπὸν | |
15 | ἀμυχὰς παρέχειν. οἱ δέ φασιν, ὅτι ‘διαλεπτύνειν‘ λέγει ἀντὶ τοῦ πολλαῖς ἀμυχαῖς καὶ λεπταῖς †εἰς τὸ περιεχό‐ μενα λεπτῦναι δεῖ καὶ χρῆσθαι†. | |
18l | 3,454,14 Li. = 2,64,17 Kw. | |
19l | ὑπτιασμοῦ χρονίου γε‐ | |
20l | ναμένου | |
21 | Ὑπτιασμὸν καλεῖ τὸν ῥευματισμόν. ὥσπερ γὰρ ὑπτι‐ αζόμενος ὁ στόμαχος ῥευματίζεται καὶ ἐμεῖ, οὕτω καὶ τὰ ἄλλα μόρια ὑπτιαζόμενα ῥευματίζεται. | |
24l | 3,456,4 Li. = 2,65,3 Kw. | |
25l | γένοιτο δὲ ἂν καὶ φλε‐ | |
26l | βῶν αἱμορρόων ναυσιώσιές | |
27l | τε καὶ γαγγραινώσιες | 60 |
62 | Ναυσιώσεις φησὶν τὰς ῥήξεις. γάγγραινα δέ ἐστιν ὁδὸς ἐπὶ νέκρωσιν, ὅταν σήψεως γεναμένης μελαίνονται τὰ μόρια. | |
3l | 3,456,16 Li. = 2,65,17 Kw. | |
4l | ἐλλέβορον πῖσαι ἢ αὐθ‐ | |
5l | ήμερον ἢ τῇ ὑστεραίᾳ | |
6 | Πῖσαί φησιν ἀντὶ τοῦ †πιπῖσαι† ἀλλὰ ἄξιον ἀπορῆσαι, πῶς λέγει, ὅτι ἐλλέβορον δεῖ παρέχειν καὶ οὐχὶ μᾶλλον φλεβο‐ τόμῳ χρῆσθαι. ὁ γὰρ ἐλλέβορος ἐπὶ γαστέρα φέρει τὰ ῥεύματα καὶ διὰ γαστρὸς κενῶν μᾶλλον ἐπικαλεῖται τὰ ῥεύματα. καὶ | |
10 | λέγομεν, ὅτι, ὅταν λέγει Ἱπποκράτης ἀπροσδιορίστως ἐλ‐ λέβορον, τὸν λευκὸν λέγει ὡς εἴωθεν δι’ ἐμέτων καὶ νῦν. καὶ πῶς δραστικῷ κέχρηται; καὶ λέγομεν, ὅτι ἐπὶ τῶν χρό‐ νων Ἱπποκράτους ἐρρωμένοι ἦσαν καὶ ὑπέφερον καὶ τὰ δραστικὰ βοηθήματα. | |
15l | 3,458,3 Li. = 2,65,19 Kw. | |
16l | παλιγκοταίνει ἢ οὔ | |
17 | ‘Παλιγκοταίνει ἢ οὐ‘ φησὶν ἀντὶ τοῦ χειρόνως ἴσχειν | |
18l | 3,458,4 Li. = 2,65,21 Kw. | |
19l | ὑπέρυθρα γίνεται καὶ | |
20l | ὑπόσκληρα | |
21 | Δῆλον γάρ, ὅτι πολλὴ ἐπιρροὴ αἵματος γέγονεν. | |
22l | 3,458,8 Li. = 2,66,4 Kw. | |
23l | καὶ μὴ οἴνῳ ἀλλ’ ὀξυγλυκεῖ | 62 |
64 | Τινὲς λέγουσιν, ὅτι ὀξύμελι λέγει προσφέρειν διὰ τὸ τέμνειν· ἄλλοι δέ φασιν, ὅτι ὀξύγλυκυ λέγει τὸ ἀπὸ μέ‐ λιτος. πολλὰ γὰρ πάσχουσιν νεῦρα. ‘τὸ δὲ ὄξος τοῖς νεύ‐ ροις πολέμιόν ἐστιν.‘ | |
5l | 3,458,10 Li. = 2,66,6 Kw. | |
6l | καὶ τὰ περιέχοντα ὑπό‐ | |
7l | χλωρα γίνεται | |
8 | Ὑπόχλωρα λέγει τὰ ὕπωχρα. ταῦτα γὰρ καλά εἰσιν, δι‐ ότι κόσμον φύσεως δηλοῦσιν καὶ τὴν εἰς ποιὸν μεταβολήν. | |
10l | [ΠΕΡΙ ΚΝΗΜΗΣ] | |
11l | 3,460,1 Li. = 2,66,13 Kw. | |
12l | ἡ δὲ κνήμη δύο ὀστᾶ | |
13l | εἰσιν | |
14 | Ἐντεῦθεν ἔρχεται ἐπὶ τὸν περὶ κνήμης λόγον, ἐν ᾧ | |
15 | δεῖ ἡμᾶς ζητῆσαι τήν τε ὀνομασίαν αὐτῆς καὶ τὸ εἶδος καὶ τὴν κατασκευὴν καὶ τὰ πάθη καὶ τὴν θεραπείαν. δεῖ τοίνυν εἰδέναι, ὅτι κνήμη καλεῖται κυρίως μὲν τὸ ὀστοῦν τὸ ἐμπρὸς ὄν· τὸ γὰρ ἄλλο περόνη καλεῖται. καὶ αὕτη μέν ἐστιν ἡ ὀνομασία. ἡ δὲ θέσις δήλη ἐστίν, ὅτι μεταξὺ γό‐ | |
20 | νατός τε καὶ ποδὸς ἐστίν. ἔχει δὲ τοιαύτην κατασκευήν· δεῖ τοίνυν εἰδέναι, ὅτι κατὰ τὸ ἄνω μάλιστα μέρος τῆς περόνης ἐστὶν παχυτέρα ἡ κνήμη· διαρθροῦται δὲ καὶ πρὸς τὸν μηρὸν τὸν τρόπον τοῦτον· ἔχει ἡ κνήμη δύο κοιλότη‐ τας ὁ δὲ μηρὸς δύο κυρτότητας, αἵτινες ἡρμοσμέναι εἰσὶν | |
25 | ταῖς τῆς κνήμης κοιλότησιν. ἔχει δὲ καί τινας ἐξοχὰς ἡ | |
κνήμη, αἵτινες οὐκ ἐῶσιν εὐκόλως γίνεσθαι τὰ ἐξαρθρήματα. | 64 | |
66 | οὐ μόνον δὲ ταύταις ἡ φύσις ἠρκέσθη, ἀλλὰ καὶ συνδέσμοις ἔδησεν τὸ ἄρθρον· καὶ οὐδὲ τούτοις ἠρκέσθη, ἀλλὰ καὶ τὴν καλουμένην μύλην ἐπέθηκεν, ἥτις ἐπάνω τοῦ γονατίου ἐπί‐ κειται. καὶ οὕτω μὲν ἡ κνήμη εἰς τὰ ἄνω διαρθροῦται· | |
5 | ἀλλ’ οἷον ὑποβέβληται 〈***〉 πρὸς δὲ τὸ μέρος τὸ κάτω οὐκέτι οὕτω λεπτοτέρα ἐστὶν ἡ περόνη τῆς κνήμης· ἔρχεται δὲ ἐκ τῶν ὀπίσω ὡς ἐπὶ τὰ ἐμπρός. καὶ ποιοῦσιν ἀμφότερα τὰ ὀστᾶ δύο ἐξοχάς (ἀνὰ μίαν φημί), αἵτινες τὰ σφυρὰ ἐρ‐ γάζονται, ἅτινα καταχρηστικῶς οἱ ἰδιῶται ἀστραγάλους κα‐ | |
10 | λοῦσιν, ὧν τὸ μὲν ἔξω κεῖται τὸ δὲ ἔσω. ἔχει δὲ καὶ ἡ κνήμη κοιλότητά τινα, εἰς ἣν διαρθροῦται ὁ κυρίως ἀστρά‐ γαλος. δεῖ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι κατὰ τὸ μέσον ἡ κνήμη τῇ πτέρνῃ οὐχ ἅπτεται, ἀλλὰ διακένωμά ἐστιν, ἵνα ἀγγείων πάροδος γένηται. αὕτη καὶ ἡ κατασκευή. | |
15 | Πάθη δὲ ἴσχει διάφορα· πάσχει γὰρ καὶ κάταγμα καὶ ἐξ‐ άρθρημα. καὶ τέως περὶ τοῦ ἐν τῷ κάτω μέρει τοῦ πρὸς τὸν πόδα ἐξαρθρήματος ἡμῖν παραδίδει καὶ οὕτως ἔρχεται ἐπὶ τὴν θεραπείαν. καί φησιν, ὅτι δεῖ μετὰ τὴν τάσιν τε καὶ ἀντίτασιν ἐπιδῆσαι καὶ πλείοσιν χαλαστικοῖς χρήσασθαι. | |
20 | οὐ δεῖ δὲ καλάμους βάλλειν· ἀνώμαλον γάρ ἐστιν τὸ μέρος ἐκεῖνο. εἶτα δεῖ ἀναρρόπως καὶ ὑψηλοτέρως ἀποθέσθαι τὸ σκέλος, ἵνα μὴ ῥευματίζηται· διαίτῃ δὲ λεπτομερεῖ χρή‐ σασθαι ἐπὶ τῶν τοιούτων. ἐπειδὴ δὲ περὶ τῆς τάσεώς τε καὶ ἀντιτάσεως οὐδὲν διελέχθημεν, φέρε καὶ περὶ ταύτης | |
25 | διαλεχθῶμεν. ποικίλη ἐστὶν ἐπὶ τῶν τοιούτων ἡ τάσις καὶ ἡ ἀντίτασις· δεῖ γάρ, φησιν, ἐὰν μὴ ἔχεις τοὺς ἀρκοῦν‐ τας ἀνθρώπους εἰς τὸ τεῖναι καὶ ἀντιτεῖναι, καθίσαι τὸν ἄνθρωπον καὶ μέσον τῶν σκελῶν αὐτοῦ βαλεῖν εἰς τὴν γῆν ὄρθιον ξύλον, ἵνα μὴ τεινόμενος ὁ πάσχων ἐπὶ τὰ πρόσω | |
30 | χωρῇ. διὰ τὴν αὐτὴν δὲ αἰτίαν δεῖ ξύλον βάλλειν 〈ἢ〉 πλή‐ | |
μην εἰς τὴν γῆν ἐπὶ τὰ ἀντὶς αὐτοῦ. εἶτα ἐκεῖ βάλλειν | 66 | |
68 | ὕπερον. εἶτα δῆσαι τὸν ἄκρον πόδα εἰς τὸ ὕπερον καὶ οὕ‐ τως ἀνακλᾶν τὸ ὕπερον, ἵνα γένηται ἡ τάσις καὶ ἡ ἀντί‐ τασις. εἰ δὲ μὴ βούλει οὕτω ποιῆσαι, δεῖ σε τὸν ἄρρω‐ στον ἀνακλῖναι· εἶτα βάλλειν ὑπὸ τὴν κλίνην δοκίδα ἔχου‐ | |
5 | σαν καὶ ἄνω καὶ κάτω τρήματα· εἶτα δήσας τὸν ἄρρωστον ἀπό τε τῆς ἰγνύης καὶ τοῦ ἄκρου ποδὸς ποίει τὴν τάσιν καὶ ἀντίτασιν. εἰ δὲ μὴ τοῦτο βούλει, ὀνίσκῳ χρῆσαι. ὀνίσκος δέ ἐστιν ξύλον, εἰς ὃ τροχός ἐστιν, ᾧτινι καὶ εἰς τὰ φρέατα κέχρηνται. δήσας οὖν ἄλλῃ μὲν τὸν ἄρρω‐ | |
10 | στον ᾗ δὲ τὸν ὀνίσκον τὸν ἄκρον πόδα ἕλκε καὶ οὕτω ποίει τὴν τάσιν καὶ ἀντίτασιν. καὶ ὁπηνίκα ἴδῃς, ὅτι κατ’ εὐθὺ ἦλθον τὰ ἄρθρα, τότε ἔμβαλε αὐτά. | |
13l | 3,460,1 Li. = 2,66,13 Kw. | |
14l | τῇ μὲν συχνῶς λεπτότερον | |
15 | Τουτέστιν, ὅτι ἐπὶ τὸ ἕτερον μέρος συχνῶς ἐστιν λε‐ πτότερον τὸ ἓν ὀστοῦν. ἀντὶ τοῦ πάνυ λεπτότερόν ἐστιν τοῦ ἑτέρου. | |
18l | 3,460,3 Li. = 2,66,16 Kw. | |
19l | ἐν ἰθυωρίῃ δὲ τῆς κνή‐ | |
20l | μης οὐ ξυνέχεται | |
21 | Τουτέστιν, ὅτι δι’ ὅλου οὐκ εἰσὶν τὰ ὀστᾶ ἡρμοσμένα ἀλλήλοις. κατὰ γὰρ τὸ μέσον ἐπικαμπῆ ὄντα οὐκ ἐγγίζου‐ σιν ἀλλήλοις διὰ τό, ὡς εἴρηται, πάροδον ἐκεῖθεν εἶναι | |
τῶν ἀγγείων. | 68 | |
70(1l) | 3,460,5 Li. = 2,66,18 Kw. | |
2l | καὶ ἡ ἐπίφυσις διάφυσιν | |
3 | Ἔστιν γάρ, ὡς εἴρηται, ἐπίφυσις ἐκεῖ, ἥτις ἔχει καὶ διάφυσιν· διάφυσιν δὲ καλεῖ τὴν κατάφυσιν. | |
5l | 3,460,6 Li. = 2,66,19 Kw. | |
6l | τὸ κατὰ τὸν σμικρὸν | |
7l | δάκτυλον | |
8 | Ἔνθα ἡ περόνη κεῖται. | |
9l | 3,468,5 Li. = 2,69,21 Kw. | |
10l | τὸν δὲ ἰσχνασμὸν τοῦ | |
11l | σώματος | |
12 | Ἰσχνασμὸν τὴν δίαιταν λέγει. | |
13l | 3,470,1 Li. = 2,70,12 Kw. | |
14l | ὁπόσα μέντοι τῶν ὀστέ‐ | |
15l | ων μὴ τελέως ἔχει | |
16 | Παράδοξόν τι βούλεται παραδοῦναι ὁ Ἱπποκράτης· φη‐ σὶν γάρ, ὅτι ἐὰν ἐκστῇ ὀστέον καὶ μὴ κατὰ λόγον εἰσεν‐ εχθῇ ἅτε τοῦ πώρου γινομένου καὶ κινουμένου κατ’ ἐκεῖ‐ νο τὸ μέρος τοῦ ὀστέου, γίνεται τὸ μέν, εἰς ὃ ἐξέστη, | |
20 | παχύτερον τὸ δέ, ἀφ’ οὗ ἀπέστη, λεπτότερον. οὕτω περὶ τούτου διαλεχθεὶς ἔρχεται καὶ ἐπὶ τὴν θεραπείαν τῆς κνήμης καί φησιν, ὅτι ἐὰν καταγῇ ὀστοῦν, δεῖ τεῖναι καὶ ἀντιτεῖναι εἶτα ἐπιδῆσαι κατὰ τὸν πολλάκις ἡμῖν εἰρημένον τρόπον καὶ περὶ τὴν ἑνδεκάτην βάλλειν νάρθη‐ | |
25 | κας. καὶ ἢν κατὰ λόγον ἅπαντα γένωνται, ἡ δὲ κατάθεσις ἔστω ἐπ’ εὐθείας οὖσα μὴ ἐγγώνιος ὥσπερ ἐπὶ χειρός. | |
οὐδὲ γὰρ ἡ αὐτὴ θέλει κατάθεσις εἶναι· ἐπὶ γὰρ τοῦ πο‐ | 70 | |
72 | δὸς κατὰ φύσιν ἐστὶν τὸ εὐθὺ σχῆμα, διότι καὶ οἱ μύες ἐπ’ εὐθείας φυλάττονται. καὶ ἐν τῷ ἀναπαύεσθαι δὲ οὕτως σχηματίζεσθαι θέλομεν καὶ ἐν τῷ ἐνεργεῖν ὡσαύτως. οὕτω περὶ τούτων διαλεχθείς φησιν, ὅτι δεῖ καὶ σωλῆσιν χρή‐ | |
5 | σασθαι. δεῖ δὲ ἢ μολυβδίνους αὐτοὺς εἶναι ἢ ξυλίνους. κέχρηται δὲ τούτοις κατὰ τοῦ κατάγματος διὰ τὸ μηδὲ μό‐ ριον σαλεύεσθαι μηδὲ τοὺς δεσμοὺς διαστρέφεσθαι. καί φησιν Ἱπποκράτης, ὅτι οὐδὲν μέγα ποιοῦσιν· καὶ τὸ σῶ‐ μα γὰρ σαλεύεται· καὶ ὃ ποιοῦσιν σωλῆνες, νάρθηκες δύ‐ | |
10 | νανται ποιεῖν (εἰς τὸ φυλάξαι φημὶ τοὺς δεσμούς). ὅμως δὲ δεῖ καὶ τούτοις χρήσασθαι, ἵνα μὴ νομισθῶμεν διὰ ῥᾳθυμίαν τοῦτο μὴ ποιεῖν· κἀντεῦθεν πταίσματος γινομέ‐ νου τὴν αἰτίαν τῷ ἰατρῷ περιβάλλουσιν. οὕτω περὶ τού‐ των διαλεχθείς φησιν, ὅτι κάλλιόν ἐστιν περιοδεῦσαι | |
15 | κνήμης καὶ περόνης κλασθείσης 〈***〉 τὴν περόνην ἢ περὶ τὴν κνήμην. τὸ γὰρ τῆς περόνης ὀστοῦν καὶ σομφωδέστε‐ ρόν ἐστιν [οὐδὲ διαφαίνονται τὰ δ’ ἐν αὐτῇ πταίσματα] 〈***〉 ἀλλὰ λεπτότερόν ἐστιν καὶ οὐδὲ διαφαίνονται τὰ ἐν αὐτῇ πταίσματα. πρὸς δὲ τούτοις καὶ ἡ κνήμη ἐστὶν ἡ | |
20 | ἐνεργοῦσα καὶ διαρθρουμένη καὶ οὐχ ἡ περόνη. | |
21l | [ΠΕΡΙ ΜΗΡΟΥ] | |
22l | 3,482,1 Li. = 2,76,13 Kw. | |
23l | ἢν δὲ τοῦ μηροῦ ὀστέ‐ | |
24l | ον καταγῇ | |
25 | Ἐπειδὴ πρόκειται αὐτῷ περὶ μηροῦ διαλεχθῆναι, ἄξι‐ όν ἐστιν ἡμᾶς εἰπεῖν πρῶτον τὴν κατασκευὴν αὐτοῦ. δεῖ τοίνυν εἰδέναι, ὅτι τὸ πρὸς τῷ γόνατι τοῦ μηροῦ ἔχει | |
δύο γληνοειδεῖς κυρτότητας, αἵτινες διαρθροῦνται εἰς | 72 | |
74 | τὰς τοῦ γόνατος κοιλότητας. ἔστιν δὲ ἐκεῖ καὶ νεύρων χονδρώδης σύνδεσμος καὶ ἐπάνω τούτων ἡ ἐπιγονατίς, ἥτις καὶ μύλη καλεῖται. αὕτη μὲν αὐτοῦ ἐστιν ἡ εἰς τὸ κάτω κατασκευή. 〈***〉 εἰς δὲ τὸ ἄνω ἐστὶν τοιαύτη· ἔχει τρεῖς | |
5 | κυρτότητας, ὧν ἡ μὲν μέση καλεῖται ἰσχίον ἡ δὲ ἔξω λα‐ γὼν καὶ γλουτὸς ἡ δὲ ἔσω ἥβη, ἥτις καὶ συντέτρηται διὰ τὸ παριέναι τοὺς κρεμαστῆρας ἐκεῖθεν. αὕτη καὶ τοῦ ἀν‐ θρώπου κατασκευή. ἡ δὲ εἰς τὸ μέσον ἐστὶν τοιαύτη· ἄνω μὲν καὶ ἔξω ἐστὶν κυρτός, ἔσω δὲ καὶ κάτω κοῖλος. καὶ | |
10 | τὸ μὲν ἔσω κοῖλόν ἐστιν διὰ τὸ διαπλέκεσθαι καὶ ἔχειν διάπνοιαν. τὸ δὲ κάτω διὰ τὸ καθέζεσθαι 〈***〉 μὴ κυρτῷ κυρτὸν προσομιλεῖν. 〈***〉 εἶτα μετὰ ταῦ‐ τα δεῖ τείνειν καὶ ἀντιτείνειν καὶ τῷ εἰρημένῳ πολλά‐ κις τρόπῳ θεραπεύειν. δεῖ μέντοι τοῦτο εἰδέναι, ὅτι ἐὰν | |
15 | γένηται φλεγμονὴ ἢ κατωτέρω ἢ ἀνωτέρω, δεῖ βάλλειν ἔρια ῥυπαρὰ καὶ οἰνέλαιον καὶ πάντα τὰ χαλοῦντα καὶ διαφο‐ ροῦντα· εἶτα ἐπιδεῖν καὶ φέρειν τι ἄνω τοῦ κατάγματος τὸν δεσμόν, ἵνα μὴ τὰ ῥεύματα εἰς τὸ κάταγμα ἑλκύσωμεν. | |
19l | 3,484,3 Li. = 2,77,19 Kw. | |
20l | ὅτι μηρὸς γαῦσός ἐστιν | |
21 | Γαῦσος ἀντὶ τοῦ ἐπικαμπής. | |
22l | 3,484,8 Li. = 2,77,25 Kw. | |
23l | μηχανοποιεῖσθαι οἷάπερ | |
24l | ἐν βραχίονι | |
25 | Ὃν γὰρ τρόπον ἐκεῖ ταινίαν βαλόντες εἰς τὴν ἀντι‐ | |
κειμένην ἐδεσμοῦμεν πλευράν, ἵνα μὴ συγχωρῇ ἐπὶ τὸ | 74 | |
76 | κυρτὸν φέρεσθαι τὰ ὀστᾶ, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ μη‐ ροῦ δεῖ ποιεῖν. | |
3l | 3,490,11 Li. = 2,79,11 Kw. | |
4l | πᾶσαν γὰρ ἂν τύρβην | |
5l | παρέχοι | |
6 | Ἀντὶ τοῦ διαστροφήν. | |
7l | 3,492,15 Li. = 2,80,14 Kw. | |
8l | ταῦτα μὲν δὴ ὅσων τὰ | |
9l | μὲν ὀστέα κατέηγεν | |
10 | Τρία ἔχει κεφάλαια ἡ παροῦσα θεωρία· καὶ ἐν μὲν τῷ πρώτῳ διαλέγεται περὶ τῆς συνθέσεως τῶν καταγμάτων, ἐν δὲ τῷ δευτέρῳ τὴν θεραπείαν τὴν κακῶς παραλαμβανομένην παραδίδει· ἐν δὲ τῷ τρίτῳ τὴν καλὴν παραδίδει θεραπείαν. καὶ τέως πρῶτον δεῖ τοίνυν εἰδέναι, ὅτι κάταγμα ἢ μετὰ | |
15 | ἕλκους γίνεται ἢ χωρὶς ἕλκους. ἀλλ’ εἰ μὲν μετὰ ἕλκους ἢ ἁπλῶς οὕτως γένηται, ἢ καὶ μετάστασις αὐτῷ ὀστέου εἰργάσατο, ἀλλὰ τοῦτο τὸ ὀστέον ἢ ἔτρωσεν καὶ ἔμεινεν ἔξω (καὶ καλεῖται τὸ τοιοῦτον ἐκβύρσωμα) ἢ οὐ μένει ἔξω καὶ καλεῖται ἁπλῶς κάταγμα μεθ’ ἕλκους—πάντα δὲ ταῦτα | |
20 | δῆλον ὅτι σύνθετά εἰσιν (λέγω δὲ τὰ μεθ’ ἕλκους). ἀλλὰ μᾶλλον [σύνθετα καλοῦνται σύνθετα ἀλλὰ καὶ] τὰ μεθ’ ὕλης ἐπιρρύτου σύνθετα καλοῦνται· πολλάκις γὰρ δριμὺς χυμὸς ἐπιρρέων ἕλκος εἰργάσατο, ὅτε καὶ λεπίδος ἀποστά‐ σεις γίνονται. ἐὰν δὲ καὶ ἀλφιτηδὸν κλασθῇ, καλεῖται | |
25 | καὶ τοῦτο σύνθετον. αὕτη μὲν οὖν ἡ διαίρεσις τῶν καταγ‐ μάτων. ἡ δὲ κακὴ θεραπεία αὕτη ἐστίν· τινὲς γὰρ τῶν ἰα‐ τρῶν ἕλκους μετὰ κλάσματος ὄντος οὐ κέχρηντο παραχρῆμα | |
τῇ διαιρέσει, ἀλλὰ τὸ ἕλκος εἰς ἀφούλωσιν φέροντες τότε | 76 | |
78 | τῇ τάσει καὶ τῇ ἀντιτάσει ἐκέχρηντο, ὅτε πώρου γεναμέ‐ νου καὶ θλιβομένου ἐν τῇ τάσει ὀδύναι ἐγένοντο. πολλά‐ κις δὲ ἀλλήλων ἐπάνω τὰ ὀστᾶ ἔμειναν τοῦ πώρου μὴ συγ‐ χωροῦντος κατ’ εὐθὺ αὐτὰ ἐλθεῖν. καὶ εἰ μὲν ἐπὶ χειρὸς | |
5 | ἦν, μέτριον· εἰ δὲ ἐπὶ ποδός, χαλεπόν. κολοβὸς γὰρ ἐγέ‐ νετο ὁ πούς. ἄλλοι δὲ οὐχ οὕτως ἐκέχρηντο, ἀλλ’ εὐθὺς τάσει καὶ ἀντιτάσει ἐχρῶντο· εἶτα τὸ πέριξ τοῦ ἕλκους ἐπεδέσμουν καὶ τὸ μέσον ἤφιον γυμνόν. καὶ τί ἐγένετο; αἱ ὗλαι περισφίγξεως γεναμένης εἰς τὸ ἕλκος συνέρρεον | |
10 | καὶ γυμνὸν ἔμενεν τὸ ἕλκος καὶ τῷ ἀέρι προσομιλοῦν. “τὸ δὲ ψυχρὸν τοῖς ἕλκεσίν ἐστιν πολέμιον.” αὕτη ἐστὶν ἡ κακὴ θεραπεία. ἡ δὲ καλὴ ποία ἐστίν; δεῖ τεῖναι καὶ ἀντιτεῖναι καὶ πλατὺν βαλεῖν ἐπίδεσμον, ἵνα ὅλον τὸ ἕλ‐ κος ἅπαξ περιλάβῃς καὶ μὴ κατὰ μόνου τοῦ μέσου αὐτοῦ. | |
15 | καὶ συνεχέστερον λύειν· καὶ χαλαροὺς εἶναι τοὺς ἐπιδέ‐ σμους· καὶ κηρωτῇ χρήσασθαι κατὰ τοῦ ἕλκους. εἶτα μετὰ ταῦτα δεῖ, εἰ μὲν ἐγκαρσία ἐστὶν ἡ φλεγμονή, ἤγουν τὸ ἕλκος, μηδὲ ὅλως καλάμοις χρήσασθαι. εἰ δὲ ἐπ’ εὐθείας ἐστίν, χρῆσαι μέν, ἐπάνω δὲ τοῦ ἕλκους μὴ χρήσῃ. | |
20l | 3,494,3 Li. = 2,80,18 Kw. | |
21l | καὶ μὴ ἐπίδοξος ἡ ἀπό‐ | |
22l | στασις †παρα αγχιδων† | |
23 | Ἀντὶ τοῦ ἐὰν παρέχει δόκησιν ἀποστάσεως ὀστέου. | |
24l | 3,506,12 Li. = 2,86,7 Kw. | |
25l | ἡ αὐτὴ δὲ ἰητρείη τῶν | |
26l | ἑλκέων | |
27 | Ἐντεῦθεν πάλιν κάταγμα μεθ’ ἕλκους βούλεται θεραπεῦ‐ σαι. τοῦτο δὲ τὸ ἕλκος οὐχ ὑπὸ τοῦ κατάγματος γέγονεν, | |
ἀλλὰ ἢ διὰ χυμὸν δριμὺν ἢ διὰ σφίγξιν καὶ ἀδιαπνευστίαν | 78 | |
80 | τῶν ἐπιδέσμων ἢ διὰ μοχθηρὰν τῶν ναρθήκων ἀπόθεσιν. καὶ πόθεν δῆλον, εἰ μέλλει ἕλκος γενέσθαι; πρῶτον μὲν ἐκ τῆς ὀδύνης· ἔπειτα δὲ καὶ δῆξις γίνεται [καὶ] ἄμετρος καὶ φλεγμονὴ καὶ ἐρύθημα. δεῖ οὖν λῦσαι τηνικαῦτα τὸν | |
5 | πάσχοντα καὶ ἀπαντλῆσαι καὶ κηρωτῇ χρήσασθαι καὶ οἴνῳ βρέξαι καὶ τοῖς τοιούτοις. εἶτα ἐλθεῖν ἐπὶ τὸ κάταγμα κἀνταῦθα σφίγξαι, ἵνα τὰ ῥεύματα ἀποστρέψωμεν. καὶ οὕ‐ τως ἐλθεῖν ἐπὶ τὰ ἄνω. ἀλλ’ ἔστιν ὅτε καὶ λεπίδος ἀπό‐ στασις γίνεται. αὕτη δέ ἐστιν ἢ μικρὰ ἢ μεγάλη. καὶ πό‐ | |
10 | θεν δῆλον, ὅτι λεπὶς μέλλει ἀποστῆναι; ἐκ τοῦ σεσηρὸς εἶναι τὸ ἕλκος καὶ ἐκ τοῦ ὡς ἐπὶ τὰ ἔξω φέρεσθαι τὸ ὀστέον καὶ ἐκ τοῦ ἰχῶρας ῥέειν ἀπέπτους ἅτε διαβιβρώ‐ σκοντος τοῦ χυμοῦ. δεῖ οὖν καὶ τηνικαῦτα λύειν καὶ ἐπι‐ βρέχειν καὶ χαύνως ἐπιδεσμεῖν. εἰ δὲ μεγάλη ᾖ ἡ λεπίς, | |
15 | δεῖ καὶ τότε ἐπιμέλειαν πολλὴν ποιεῖν. δεῖ δὲ καὶ τὸν δεσμὸν χιωδῶς ἐπιφέρειν καὶ μὴ 〈***〉 δεσμεῖν. ἀρκεῖ γὰρ †ἐκ της† τοῦ οἰνελαίου σφίγξις. δεῖ, φησιν, καὶ δέρμα ὑποβάλλειν, ἵνα οἱ ἰχῶρες ἀπορρέουσιν. | |
19l | 3,512,5 Li. = 2,88,14 Kw. | |
20l | καὶ ὀργᾶν φαίνεται | |
21 | Ὀργᾶν ἀντὶ τοῦ ἐπὶ τὰ ἔξω φέρεσθαι. | |
22l | 3,516,6 Li. = 2,90,3 Kw. | |
23l | ἰξάλην δὲ χρὴ ὑποτετά‐ | |
24l | σθαι | |
25 | Ἰξάλην δέρμα λέγει | 80 |
82(1l) | 3,516,14 Li. = 2,90,13 Kw. | |
2l | εἰ δέ τις μέλλοι καλῶς | |
3l | καὶ εὐχερῶς ἐργάζεσθαι | |
4 | Ἐντεῦθεν ὁ Ἱπποκράτης μηχανάς τινας ἡμῖν βούλεται | |
5 | παραδοῦναι. καί φησιν, ὅτι δεῖ τοὺς μέλλοντας μηχανὰς ποιεῖν τοιαύτας ποιεῖν, ἵνα καὶ ὠφελῶσιν. τινὲς γὰρ ἐπ‐ ενόησαν (οἷον ὡς ἐπὶ κνήμης κλασθείσης) τὸν ἄκρον πόδα δεσμεῖν ἐννοοῦντες, ὅτι οὐκ ἔχει ὁ ποὺς σαλεύεσθαι· ψευδῶς δέ. δεδεμένου γὰρ αὐτοῦ τὸ ἄλλο σῶμα στρεφόμενον | |
10 | ὁ κάμνων διαστρέφει τὸ κατὰ κλάσμα μέρος. ἕτεροι πάλιν εἰσίν, οἳ καὶ μετὰ τὴν ἑβδόμην ποιοῦσιν τὴν τάσιν καὶ ἀντίτασιν, ἄλλοι δὲ μετὰ τὴν τετάρτην· πταίουσιν δὲ καὶ ἀμφότεροι. ὅτε γὰρ κρίσιμός ἐστιν ἡμέρα καὶ αἱ ὗλαι ἐκινήθησαν, τότε οὗτοι διαστρέφουσιν τὴν βοήθειαν τῆς | |
15 | δυνάμεως, πλὴν ὅτι ἧττον πταίουσιν οἱ μετ’ αὐτὴν τεί‐ νοντες. διὰ τί δέ; μετὰ τὴν ἀκμὴν τῶν φλεγμονῶν τῇ τά‐ σει ἐχρήσαντο. οὐ δεῖ οὖν, φησιν, τοιαύτας παραλαμβά‐ νειν μηχανάς, ἀλλὰ εἴπερ ὅλως ἕτερον μηχάνημα λέγειν δεῖ, ἔστω τοιοῦτον· δεῖ βαλλάντια δύο ῥάψαι, ἵν’ ὦσιν | |
20 | ὡς ἀλλᾶντες, καὶ τὸ μὲν, ἵνα ᾖ κάτω εἰς τὸ σφυρὸν περι‐ ειλημένον, τὸ δὲ ἕτερον ἄνω εὐθὺς ὡς ἐπὶ τῷ γόνατι. δεῖ δὲ οὕτως τοὺς ἀλλᾶντας ἔσωθεν γεμίσαι καὶ ἵνα 〈τὸ〉 πρὸς τῷ σώματι ὁμαλὸν ᾖ, [τὸ δὲ ἄλλο ὑψηλὸν ᾖ] τὸ δὲ ἄνω ὑψηλόν. εἶτα ἐν τούτοις εἶναι δεῖ ἐξοχὰς ὡς | |
25 | ἐπὶ ὠτίων (λέγω δὲ ἐν τοῖς ὑψηλοῖς ἄνω τε καὶ κάτω), ἵνα ἐκεῖ ῥάβδους βάλλωμεν, ἵνα ἀντιβαίνωσιν καὶ ἐπ’ εὐθείας διατείνουσαι τὴν διάπλασιν φυλάττουσιν. | |
28l | 3,528,5 Li. = 2,95,4 Kw. | |
29l | οἷσι δὲ ὀστέα κατεηγό‐ | |
30l | τα καὶ ἐξισχοῦντα | 82 |
84 | Ἐντεῦθεν ὁ Ἱπποκράτης ἐκβύρσωμα βούλεται τοίνυν θεραπεῦσαι. καί φησιν, ὅτι οὐ δεῖ μόνῃ τῇ ἀντιτάσει ἐπὶ τούτου χρήσασθαι, ἀλλὰ καὶ μοχλείᾳ. καὶ ἵνα ἄλλοι τεί‐ νουσιν, σὺ δὲ σίδηρον ὅμοιον λάβῃς μοχλῷ καὶ οὕτως ὠθή‐ | |
5 | σῃς καὶ εἰσενέγκεις τὸ ὀστέον καὶ τότε τῇ καταγματικῇ καὶ μεθ’ ἕλκους οὔσῃ χρήσῃ ἀγωγῇ. δεῖ δὲ ταῦτα ποιεῖν, πρὶν ἢ φλεγμοναὶ γένωνται οἷον ἐν πρώτῃ ἢ δευτέρᾳ (μη‐ δὲ γὰρ ἐν τρίτῃ μηδὲ ἐν τετάρτῃ μηδὲ ἐν πέμπτῃ μάλιστα χρήσῃ, ἀλλὰ μετὰ τὰς φλεγμονάς), εἴποτε δὲ σαρκίον ἢ | |
10 | δέρμα ἐμελάνθη, μηδέν, φησιν, ἀπρόβολον †ἵσταται† ἀέρι τε καὶ πτύγμασιν, ἵνα μὴ ἀμέσως προσομιλοῦσιν ταῦτα τῷ ἀέ‐ ρι. ἐὰν δὲ μὴ δυνηθῇς, φησιν, ἀντιβαλεῖν τὸ ὀστοῦν, μεῖνον, ἵνα σαπῇ καὶ πέσῃ. καὶ πόθεν ἔχω εἰδέναι, ἐὰν σήπεται ταχέως καὶ πίπτῃ ἢ οὔ; καὶ λέγομεν διάφορα | |
15 | σημεῖα· πρῶτον μέν, ὅτι κἀνταῦθα ἰχῶρες φέρονται καὶ σεσηρότα εἰσὶν τὰ χείλη, καὶ τὸ μὲν ἀνώτερον καὶ ἀσαρ‐ κότερον ἑτοίμως πίπτει, τὰ δὲ ἄλλα δυσκόλως. ἐάν τε εἰς τὸ πεσεῖν βραδύνῃ, ἀπόπρισον αὐτά. εἰ δὲ ὀλίγον ἐξέχει, πολὺ δὲ κάτω ἐστίν, μεῖνον, ἵνα ἰσχνανθῶσιν αἱ σάρκες. | |
20 | καὶ τότε σμίλῃ ἐπιγύμνωσον καὶ ἀποπρίσας πάλιν χρῆσαι σύνθετον θεραπείαν ὥσπερ ἐπὶ τῶν λεπίδων ἐκέχρησο. | |
22l | 3,528,18 Li. = 2,95,18 Kw. | |
23l | ὀνίσκου τε περιαγωγῇ | |
24 | Ὀνίσκους λέγει τοὺς τροχούς, λέγω δὲ τῆς ἁμάξης. | |
25l | 3,528,15 Li. = 2,95,15 Kw. | |
26l | αὕτη μεγάλη τιμωρίη | |
27 | Τιμωρίαν λέγει τὴν θεραπείαν. | 84 |
86(1l) | 3,536,13 Li. = 2,99,12 Kw. | |
2l | †ὡς οὐδὲ† μηροῦ ὀστέον | |
3l | ἢ βραχίονος ἐξέσχεν | |
4l | Ἐπειδὴ ἐν τοῖς προλαβοῦσιν ἐκβύρσωμα ἐθεράπευεν, βού‐ | |
5 | λεται καὶ νῦν τὴν συνέχειαν τοῦ λόγου 〈***〉 τέλειον τὸν περὶ ἐκβυρσώματος ἡμῖν παραδοῦναι λόγον. καί φησιν, ὅτι γίνεται ἐκβύρσωμα μὲν καὶ εἰς μηρὸν καὶ εἰς βραχίονα, ὅπερ καὶ χαλεπόν ἐστιν. διὸ δεῖ παραιτεῖσθαι μᾶλλον εὐ‐ λόγου αἰτίας ματτόμενον καὶ μὴ ἐγχειρεῖν ταῖς τοιαύταις | |
10 | ἰατρείαις. μεγάλα γάρ εἰσιν τὰ ὀστέα καὶ δυσκόλως πωρού‐ μενα οἱονεὶ σφάζουσιν τὸν ἄνθρωπον διὰ τὴν πολλὴν αἱμορ‐ ραγίαν. καὶ φλεγμοναὶ δὲ καὶ σπασμοὶ καὶ πυρετοὶ παρακο‐ λουθοῦσιν. ἐν οἷς τὸ πρῶτον συνπληροῦται κεφάλαιον. Δεύτερόν ἐστιν κεφάλαιον, ἐν ᾧ φησιν, ὅτι ἐὰν ἐκστῇ | |
15 | γόνυ, εὐκολωτέραν ἔχει τὴν ἴασιν ἤπερ κόρωνος ἐξιστάμε‐ νος, διότι καὶ αἱ κυρτότητες μικρότεραί εἰσιν καὶ αἱ κοι‐ λότητες. τὰ γὰρ ὀστέα μεγάλα εἰσὶν καὶ πολυμύελα. ζητοῦ‐ σίν τινες, διὰ τί ὅλως κοῦφά εἰσιν τὰ ὀστέα καὶ μύελον ἔχοντα. καί φησιν ὁ Ἀριστοτέλης, ὅτι ἡ φύσις οὐ μόνον | |
20 | ῥώσεως ἐφρόντισεν, ἀλλὰ 〈καὶ〉 κινήσεως. διὰ μὲν οὖν τὴν ῥῶσιν ἐποίησεν αὐτὰ γεώδη καὶ στερεά, ἵνα δίκην ἔχουσιν θεμελίου· διὰ δὲ τὴν κίνησιν ἐπώρωσεν αὐτά, ἵνα μὴ τῷ ἔχειν αὐτὰ κενότητα βάρους αἴτια τοῦ σώματος γίνωνται. ὅτι γὰρ τοῦτό ἐστιν ἀληθές, δῆλον· φασὶν γὰρ τὰ τῶν ἐλε‐ | |
25 | φάντων καὶ λεόντων ὀστᾶ καὶ πάντων τῶν γενναίων ζῴων ὁλόμεστα εἶναι. ἐπειδὴ οὖν διὰ τὴν κίνησιν ἐπώρωσεν αὐ‐ τά, ᾔδη δὲ ἡ φύσις μηδὲν ὂν κενὸν ἐν τῷ παντί, διὰ τοῦ‐ το μυελοῦ αὐτὰ ἐπλήρωσεν. οὐ γὰρ ἠβουλήθη ἀέρος διὰ τὸ ψυχρὸν τοῦ ἀέρος καὶ εὐπαθές. διὰ τί δὲ ὅλως μυελὸν ἐγέ‐ | |
30 | μισεν αὐτά; καὶ λέγομεν, ἐπειδὴ τὰ ὀστᾶ γεώδη εἰσὶν καὶ | 86 |
88 | ψυχρὰ καὶ ξηρὰ ὁ δὲ μυελὸς τοὐναντίον, ἵνα οὖν κολάσῃ τὴν πολλὴν ξηρότητα, διὰ τοῦτο μυελὸν ἐνέβαλεν. | |
3l | 3,536,15 Li. = 2,99,15 Kw. | |
4l | καὶ εἰ μὲν ἐμβάλλῃς, | |
5l | σπασμοὶ φιλέουσιν ἐπι‐ | |
6l | γίνεσθαι | |
7 | Ἄξιον ζητῆσαι, τί δήποτε σπασμὸν μόνον εἶπεν γίνε‐ σθαι, οὐχὶ δὲ καὶ πυρετόν, ὅταν τις ἐμβάλῃ (καίτοι χεῖ‐ ρον αὐτὸς εἶπεν εἶναι τὸ ἐμβαλεῖν τοῦ μὴ ἐμβαλεῖν διὰ | |
10 | τὰς ὀδύνας καὶ τοὺς ῥευματισμούς). λέγομεν, ὅτι τοῦ μείζονος μνησθεὶς καὶ τὸ ἔλαττον περιέλαβεν· ὅπου γὰρ σπασμός, ἐκεῖ καὶ πυρετός. | |
13l | 3,546,16 Li. = 2,104,5 Kw. | |
14l | ἢν δὲ ὑπερβῇ τὸ ἄρθρον | |
15l | μὴ τῇ ἢ τῇ | |
16 | [Ἐντεῦθεν ἐπὶ ἑτέραν μετέρχεται· πάθη τινὰ σαφῶς κα‐ τὰ τὸ κείμενον παραδίδει. | |
ἐν οἷς σὺν Θεῷ ἡ θεωρία] | 88 |