TLG 0726 003 :: PALLADIUS :: Περὶ βρώσεως καὶ πόσεως

PALLADIUS Med.
(Alexandrinus: A.D. 6)

Περὶ βρώσεως καὶ πόσεως

Source: Dietz, F.R. (ed.), Scholia in Hippocratem et Galenum, vol. 2. Königsberg: Borntraeger, 1834 (repr. Amsterdam: Hakkert, 1966): vii–viii.

Citation: (Line)

t1Ἐκ τῶν Παλλαδίου σοφίστου περὶ βρώσεως
t2καὶ πόσεως.
1 Δεῖ εἰδέναι ὅτι τὸ στόμα δεξάμενον τὴν τροφὴν μα‐ σᾶται αὐτὴν καὶ τέμνει καὶ καταλεαίνει διαφόροις ὀδοῦσι καὶ παραπέμπει τῷ οἰσοφάγῳ. ὁ δὲ οἰσοφάγος μέσος κεῖται τοῦ τε λάρυγγος καὶ τῶν σπονδύλων, διαδέχεται
5δὲ αὐτὸν τὸ κύτος τῆς γαστρὸς, ἐν ᾧ τὰ σιτία περιερχό‐ μενα πέττεται καὶ χυλοῦται· εἶτα κατὰ διαφορῶν εἰς μίαν μεταβάλλεται ἰδέαν. ἰδέα δὲ τῆς γαστρὸς λευκή ἐστι. διὸ καὶ ὁ χυμὸς ὁ ἀπὸ τῶν σιτωδῶν λευκός ἐστι. μετὰ δὲ τὴν γαστέρα ἐστὶν ἡ καλουμένη δωδεκαδάκτυλος ἔκ‐
10φυσις, ἥτις ἐκ τοῦ κατὰ τὸ μῆκος μέτρου τὴν προσηγο‐ ρίαν ἀπείληφε. ταύτην δέ τινες μὲν ἐνόμισαν εἶναι μέρος τῆς γαστρὸς, τινὲς δὲ τῶν ἐντέρων, καὶ οὗτοι μᾶλλον ἀληθεύουσι. μετὰ δὲ τὴν δωδεκαδάκτυλον ἔστιν ἡ καλου‐ μένη νῆστις, ἣ καὶ ἐκλήθη νῆστις διὰ τὸ πλῆθος τῶν εἰς
15αὐτὴν ἐμβαλλουσῶν ἀγγείων ἤτοι φλεβῶν, ἀνελκουσῶν ἀεὶ τὸ ἐν αὐτῇ, ὡς πάντοτε κενὴν αὐτὴν εὑρίσκεσθαι, μηδόλως περιέχουσάν τι. μετὰ δὲ ταύτην ἐστὶ τὰ λεπτὰ ἔντερα. ἀλλ’ ἐπειδὴ ἐν τούτοις τοῖς εἰρημένοις ἐντέροις τινές εἰσιν· οὐ γὰρ δὴ κατ’ εὐθείαν κεῖνται. μεταξὺ
20τῶν ἑλίκων τούτων ἐστὶν οἷον ὑμενώδης τις ἅμα καὶ πι‐ μελώδης οὐσία, ἣ καλεῖται ἐπίπλους, ἐφ’ ἣν ἐποχοῦνται αἱ λεγόμεναι μεσαραϊκαὶ φλέβες, αἳ φέρονται μὲν ἀπὸ τοῦ ἥπατος, ἐμβάλλουσι δὲ ὀλίγαι μὲν εἰς τὴν γαστέρα, πολλαὶ δὲ εἰς τὰ εἰρημένα μόρια. μετὰ δὲ τὰ λεπτὰ ἔν‐
25τερα διαδέχεται τὴν κόπρον τὰ παχέα, ἐν οἷς πρῶτον
μέν ἐστι τὸ τυφλὸν, ὃ πρώτως δέχεται τὴν κόπρον.