TLG 0726 002 :: PALLADIUS :: Synopsis de febribus

PALLADIUS Med.
(Alexandrinus: A.D. 6)

Synopsis de febribus

Source: Ideler, J.L. (ed.), Physici et medici Graeci minores, vol. 1. Berlin: Reimer, 1841 (repr. Amsterdam: Hakkert, 1963): 107–120.

Cf. et THEOPHILUS Protospatharius et STEPHANUS Atheniensis Med. (0746 001)

Citation: Chapter — section — (line)

t

1

ΠΑΛΛΑΔΙΟΥ
ΠΕΡΙ ΠΥΡΕΤΩΝ ΣΥΝΤΟΜΟΣ ΣΥΝΟΨΙΣ.

Pr

t

Προοίμιον.

Pr

1

Σκόπον ἔχομεν ἐν τῷ παρόντι συγγράμματι περὶ τῆς τῶν πυρετῶν διαφορᾶς σύντομον ἐκθέσθαι παράδοσιν, καὶ πρῶτον εἰπεῖν τὴν οὐσίαν τῶν πυρετῶν, καὶ τὰς διαφορὰς αὐτῶν, τάς τε οὐσιώδεις καὶ ἐπουσιώδεις, τάς τε γενι‐
5κωτέρας καὶ εἰδικωτέρας· εἶτα τὰς αἰτίας αὐτῶν καὶ τὰς σημειώσεις. ἀλλά γε πρό γε τούτων εἴπωμεν, τί ἐστι πυρετός.
7

1

t

Τί ἐστι πυρετός.

1

.

1

Πυρετὸς τοίνυν ἔστι θερμασία παρὰ φύσιν ἀπὸ καρ‐ δίας ἀρχομένη καὶ διὰ τῶν ἀρτηριῶν ἐπὶ πᾶν τὸ σῶμα ἡπλωμένη, αἰσθητῶς βλάπτουσα τὴν ἐνέργειαν.
3

2

t

Τίς ἡ οὐσία πυρετο.

2

.

1

Ἡ δὲ οὐσία τοῦ πυρετοῦ ἐστιν ἡ παρὰ φύσιν θερμό‐ της. ἡ δὲ θερμότης ποιότης τίς ἐστι· πᾶσα δὲ ποιότης ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. τὸ δὲ μᾶλλον καὶ τὸ ἧττον τοῦ εἴδους ἐξαλλαγὴν οὐ ποιεῖ.
4

3

t

Περὶ τῶν διαφορῶν τῶν πυρετῶν.

3

.

1

Γράφει δὲ ὁ Γαληνὸς ἐπὶ λέξεως οὕτως· Αἱ διαφοραὶ τῶν πυρετῶν, αἱ μὲν οἰκειόταταί τε καὶ κυριώταται κατὰ
τὴν οὐσίαν αὐτῶν εἰσιν, αἱ δ’ ἄλλαι κατά τι τῶν συμβε‐ βηκότων.107

3

.

2

Καὶ λέγομεν, ὅτι τῶν πυρετῶν αἱ διαφοραὶ διτταί· αἱ μὲν οὐσιώδεις, αἱ δὲ ἐπουσιώδεις. καὶ οἰκειοτάτας καὶ κυριωτάτας καὶ πρώτας διαφορὰς καλεῖ ὁ Γαληνὸς τὰς ἀπὸ τοῦ εἴδους τὰς παρὰ τὸ μᾶλλον καὶ τὸ ἧττον τῆς
5παρὰ φύσιν θερμότητος.

3

.

3

Καὶ αὗται μὲν αἱ πρῶται διαφοραὶ εἰσάγουσιν ἡμᾶς πρὸς σημείωσιν τοῦ ὑποκειμέ‐ νου σώματος, δι’ ὧν ὑπαγορεύεται ἡμῖν ἡ ποιότης τῆς ὑποκειμένης καὶ πλεοναζούσης ὕλης δι’ ἁφῆς τοῦ τῆς ἀρ‐
5τηρίας σώματος· ἢ γὰρ θερμοτέρα ἐστίν, ἢ δακνώδης καὶ δριμυτέρα καὶ τὸ ἀνάπαλιν, ἐν οἷς αἱ οὐσιώδεις καὶ πρῶ‐ ται διαφοραί.

3

.

4

Ἐπουσιώδεις δὲ διαφορὰς πυρετῶν καλεῖ τὰς ὑπὲρ τῆς ὕλης, λέγω δὴ τὰς συμβεβηκυίας ἐπὶ τῇ οὐσίᾳ, τοῦτ’ ἐστιν ἐπὶ χυμοῖς τισιν. ἀλλ’ ἐπειδὴ ἡ ποιότης τῶν πυρετῶν ἐν ὑποκειμένῳ θεωρεῖται, εἰκότως δὴ καὶ δευ‐
5τέραν διαφορὰν τέθεικε τὴν ἀπὸ τῆς ὕλης.

3

.

5

Καὶ ἐπειδὴ διάφορός ἐστιν ἡ ὕλη ἡ ποιοῦσα καὶ κινοῦσα τοὺς πυρε‐ τούς, διάφορον γενήσεται καὶ τὸ εἶδος τῆς κινήσεως αὐ‐ τῶν. ἢ γὰρ θερμοτέρα ἐστὶ καὶ λεπτὴ καὶ εὐέξαπτος, ὡς
5ἐπὶ τῆς πίσσης καὶ ἐλαίου καὶ ξηρῶν καὶ λεπτῶν ξύλων, ἢ ψυχροτέρα καὶ παχεῖα καὶ δυσέξαπτος, ὡς ἐπὶ τῶν ὑγροτέ‐ ρων ξύλων καὶ τῆς λοιπῆς ὕλης ἁπάσης ὑποκειμένης τῷ πυρί.

3

.

6

Πρὸς γὰρ τὴν ποιότητα καὶ ποσότητα τῆς ὑπο‐ κειμένης καὶ πλεοναζούσης ὕλης γενήσονται καὶ οἱ πυρετοί, οἱ μὲν σφοδροί, οἱ δὲ ἀμυδροί, οἱ δὲ ὀξεῖς, οἱ δὲ χρόνιοι, ἐν οἷς αἱ οὐσιώδεις καὶ αἱ ἐπουσιώδεις διαφοραὶ τῶν πυρε‐
5τῶν.

3

.

7

Εἰπόντες τοίνυν τὰς οὐσιώδεις καὶ ἐπουσιώδεις διαφορὰς τῶν πυρετῶν, εἴπωμεν καὶ τὰ γένη τούτων.
2

4

t

Πόσα γένη τῶν πυρετῶν.

4

.

1

Ἰστέον ὅτι τῶν πυρετῶν τρία εἰσὶ τὰ γένη· τὰ μὲν γὰρ αὐτῶν ἐπὶ ὑγροῖς γίνονται καὶ ἐξάπτονται, τὰ δὲ ἐπὶ στερεοῖς, τὰ δὲ ἐπὶ πνεύμασι, περὶ ὧν ὁ Ἱπποκράτης λέγει ἴσχοντα, ἰσχόμενα καὶ ἐνορμῶντα, ἴσχοντα μὲν καλῶν τὰ
5στερεά, ἰσχόμενα δὲ τὰ ὑγρά, ἐνορμῶντα δὲ τὰ πνεύματα.

4

.

2

Ὁ δὲ Γαληνὸς ἀναφέρει ὅτι ἀναμέμικται ἔν τε ταῖς ἀρ‐ τηρίαις ἁπάσαις διὰ πολλῶν ὀπῶν ἅμα πνεούσαις ἡ ἀερώ‐
δης οὐσία τῷ αἵματι καὶ κατὰ τὴν καρδίαν οὐδὲν ἧττον, ὡς ἂν σύρρους ὑπάρχουσα πάσαις αὐταῖς.108

4

.

3

Ἄρχεται μὲν οὖν ἡ παρὰ φύσιν αὐτὴ θερμότης, ἥνπερ καὶ πυρετὸν ὀνομάζομεν, ἄλλοτε ἐξ ἄλλου τῶν εἰρημένων, καὶ εἰ μὲν οὐ φθάνῃ λυθῆναι, τῷ χρόνῳ ἐπινέμεται καὶ συνδιατίθησι
5τῷ πεπονθότι τὰ λοιπὰ δύο γένη.

4

.

4

Συνεκθερμαίνεται γὰρ ἀεὶ τῷ πεπονθότι θερμανθέντι τὸ συνεχές, ἄχρις ἂν ἐπὶ τὴν καρδίαν ἡ διάθεσις ἀφίκηται καὶ λυμαίνῃ αὐτῆς τὸ ἔμφυτον θερμόν· καὶ ῥᾴστη μὲν ἡ ἐκ τῶν ὑγρῶν εἰς
5τὸ πνεῦμα μετάληψις τῆς θερμότητος, ἧττον δ’ ἑτοίμως τῷ πνεύματι συνεκπυροῦται τὰ ὑγρά, καὶ μέν γε καὶ τὸ στερεὸν σῶμα τοῖς ὑγροῖς τε καὶ ἀερώδεσιν ἑτοιμότερον μεταδίδωσι τῆς θερμασίας, ἢ αὐτὸ παρ’ ἐκείνων λαμβάνει.

4

.

5

Πᾶσα μὲν γὰρ ἡ λεπτομερὴς οὐσία ῥᾷον ἀναλλοιοῦται τῆς παχυμεροῦς, καὶ λεπτομερεστάτη μὲν ἡ τοῦ ἀέρος οὐ‐ σία, παχυμερεστάτη δὲ ἡ τῶν στερεῶν σωμάτων, μεταξὺ δ’ ἀμφοῖν ἡ τῶν ὑγρῶν· καὶ πρῶτον μὲν τὰ πνεύματα
5ἑτοιμότερον μεταλαμβάνουσι τῆς θερμότητος, δεύτερον δὲ τὰ ὑγρά, καὶ εἰς ὕστερον τὰ στερεά.

4

.

6

Συνεκθερμαίνεται τὰ ὑγρὰ ἐν τῇ καρδίᾳ, καὶ τῷ τῆς ἀρτηρίας ἀέρι τὸ αἷμα, καὶ τῷ αἵματι ὁ ἀήρ, καὶ οὕτω πυρούμενα πάσχουσι καὶ ποιοῦσι πρὸς ἄλληλα [κατὰ] τὴν ἐπιτηδειότητα τοῦ ποιοῦν‐
5τος καὶ τοῦ πάσχοντος.

4

.

7

Οὐδὲν γὰρ τῶν αἰτίων ἄνευ τῆς τοῦ πάσχοντος ἐπιτηδειότητος ἐνεργεῖν πέφυκε.
2

5

t

Ὁποῖα συμβαίνει πλεονάζοντος τοῦ
αἵματο
ς.

5

.

1

Σκεπτέον οὖν ἐπὶ πάντων τούτων τὴν ὑποκειμένην καὶ πλεονεκτοῦσαν ὕλην, εἰ θερμή ἐστι καὶ λεπτή, ἢ ψυχρὰ καὶ παχεῖα, καὶ εἰ σεσημμένη ἢ ἀσαπής, καὶ εἰ ἐκτὸς τῶν ἀγγείων ἐστὶν ἢ ἐντός, καὶ εἰ ἐν ἑνὶ μορίῳ πλεονάζει ἢ ἐν
5ὅλῳ τῷ σώματι.

5

.

2

Καὶ εἰ μέν ἐστι θερμὴ καὶ λεπτὴ καὶ σεσηπυῖα, ποιεῖ τὰς ὀξεῖς πυρετούς· εἰ δὲ ψυχρὰ καὶ πα‐ χεῖα, ποιεῖ τοὺς χρονίους· εἰ δὲ πάντη ἐστὶν ἀσαπὴς ἡ ὕλη, πυρετὸν μὲν οὐδόλως ἐξάψει, ἕτερον δὲ εἶδος ποιήσει νοσή‐
5ματος.

5

.

3

Καὶ γυμνάσωμεν τὸν λόγον ἐπὶ τῶν χυμῶν, καὶ πρῶτον μὲν ἐπὶ τοῦ αἵματος· ὁπηνίκα γὰρ πλεονάζῃ
καὶ παρασπαίρῃ ἐν τοῖς ἀγγείοις ἢ ἐν ὅλῳ τῷ σώματι καὶ ἔστιν ἀσαπές, ποιεῖ πληθώραν· εἰ [δέ γε σαπῇ, ποιήσει]109
5σύνοχον τὸν ἐπὶ σήψει· εἰ δὲ καὶ ἑνὶ μορίῳ πλεονάζῃ καὶ ἔστιν ἀσαπές, ποιήσει τὰ ἐρυθρήματα μετὰ ὄγκου· εἰ δέ γε σαπῇ, ποιήσει τὸ ἀπόστημα.
7

6

t

Ὁποῖα συμβαίνει πλεοναζούσης χολῆς.

6

.

1

Ὁμοίως καὶ ἐπὶ τῆς χολῆς· εἰ μὲν πλεονάζῃ ἐν τοῖς ἀγγείοις καὶ ἀναχυθῇ ἐν ὅλῳ τῷ σώματι καὶ ἔστιν ἀσαπής, ποιήσει ἴκτερον· εἰ δέ γε σαπῇ, εἰ μὲν ἐν τοῖς ἀγγείοις, ποιήσει καῦσον πυρετόν· εἰ δὲ ἔξω τῶν ἀγγείων, ποιήσει
5τὸν διαλείποντα τριταῖον· εἰ δὲ ἐν ἑνὶ μορίῳ πλεονάζῃ καὶ ἔστιν ἀσαπής, ποιήσει τὸν λεγόμενον ἕρπητα· εἰ δὲ πάλιν σαπῇ, ποιήσει ἕρπητα μετ’ ἀναβρώσεως.
7

7

t

Ὁποῖα συμβαίνει πλεονάζοντος τοῦ
μελαγχολικοῦ χυμο
.

7

.

1

Ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ μελαγχολικοῦ χυμοῦ ζητη‐ τέον. εἰ μὲν ἐν ὅλῳ τῷ σώματι πλεονάζῃ καὶ ἔστιν ἀσα‐ πής, ποιήσει τὸν μέλανα ἴκτερον· εἰ δὲ πλεονάσας σαπῇ καὶ ἔστιν ἔξω τῶν ἀγγείων, ποιήσει τὸν τεταρταῖον. εἰ δὲ
5ἐν ἑνὶ μορίῳ πλεονάζῃ καὶ ἔστιν ἀσαπής, ποιήσει σκίρρους· εἰ δέ γε σαπῇ, ποιήσει καρκινώματα ἢ φαγεδαινώματα ἢ γαγγραινώματα. καὶ ταῦτα μὲν ὑπὸ τοῦ μελαγχολικοῦ χυμοῦ.
8

8

t

Ὅσαι διαφοραὶ τοῦ φλέγματος, καὶ τούτου πλεονάζοντος, τί συμβαίνει.

8

.

1

Ἐπὶ οὖν τοῦ φλέγματος τεσσαρές εἰσι διαφοραί· ἔστι γὰρ τὸ ὑαλῶδες, τὸ ὀξῶδες, τὸ ἁλυκόν, καὶ τὸ γλυκύ.

8

.

2

Καὶ τὸ μὲν ὑαλῶδες καὶ ὀξῶδες ποιεῖ τὰ ἀνεκθέρμαντα ῥίγη καὶ τὰς ἠπιάλους πυρετούς· τὸ δ’ ἁλυκόν, ὅταν μὲν σαπῇ, ποιεῖ τὸν ἀμφημερινόν· τὸ δὲ γλυκὺ φλέγμα, ὡς κατὰ φύσιν ὑπάρχον, οὐδὲν τούτων ποιήσει. Ἰστέον δ’ ὅτι
5ἅπαντες οἱ προειρημένοι χυμοί, εἰ μὴ σαπῶσιν, εἶδος πυ‐
ρετοῦ οὐ ποιοῦσι.110

9

t

Διὰ πόσας αἰτίας ἀνάπτονται οἱ πυρετο.

9

.

1

Ἀνάπτονται δὲ οἱ πυρετοὶ διὰ πέντε αἰτίας· ἢ διὰ πρόσθεσιν ἐπιτηδείας ὕλης, ἢ διὰ κίνησιν, ἢ διὰ στέ‐ γνωσιν, ἢ διὰ σῆψιν, ἢ διὰ προσομιλίαν ἑτέρου θερ‐ μοῦ.

9

.

2

Καὶ διὰ μὲν πρόσθεσιν ἐπιτηδείας ὕλης, ὡς ὅταν [θερμόν τι] προσενεχθῇ ἀνθρώπῳ θερμὴν ἔχοντι τὴν κρᾶσιν. οἷον πέπερι, νᾶπυ, σκόροδον, καὶ τὰ τούτοις ὅμοια καὶ ἀναδιδομένη ἡ τούτων ποιότης ἐς τὴν καρδίαν
5ἐκπυρώσει τὸ ἐν αὐτῇ ἐνεὸν ἔμφυτον θερμὸν καὶ ἐξάψει πυρετόν.

9

.

3

Διὰ δὲ κίνησιν διχῶς· ἢ γὰρ ψυχικὴν ἢ σω‐ ματικήν· καὶ ψυχικὴν μέν, ὡς ἐπὶ θυμῷ καὶ φροντίδι· σωματικὴν δέ, ὡς ἐπὶ ἀμέτρῳ κόπῳ.

9

.

4

Διὰ στέγνωσιν διχῶς· ἢ διὰ γλισχρότητα καὶ παχύτητα τῶν χυμῶν, ἢ διὰ ψύξιν τοῦ περιέχοντος καὶ ξηρότητα, ὡς ὅταν ἐμφραχθῶσι καὶ πυκνωθῶσιν οἱ ἄδηλοι πόροι τοῦ σώματος, καὶ γίνεται
5ἀδιαπνευστία τοῦ βάθους καὶ ἐξαφθῇ ὁ πυρετός.

9

.

5

Διὰ σῆψιν δέ, ὡς ὅταν ἡ ὑποκειμένη καὶ πλεονεκτοῦσα ὕλη σαπῇ ἐν τῷ βάθει καὶ διαδοθῇ τῇ καρδίᾳ καὶ ἀνάψῃ πυ‐ ρετόν.

9

.

6

Διὰ δὲ προσομιλίαν ἑτέρου θερμοῦ, ὡς ὅταν ἐν ἡλίῳ θερμανθῇ ἡ κεφαλὴ ὑπὲρ πολλά, καὶ τὸ δικτυοειδὲς πλέγμα, καὶ διὰ τῶν ἀρτηριῶν μεταδοθῇ τῇ καρδίᾳ καὶ ἐξάψῃ τὸν πυρετόν.
4

10

t

Περὶ σημείων εἰσβολῆς πυρετο.

10

.

1

Σημεῖα δὲ εἰσβολῆς πυρετοῦ ταῦτα· ἡ ἐκ τοῦ βά‐ θους ἀναδιδομένη θερμασία, χάσμη, σκορδινισμός, ναυ‐ τίαι, ἔμετος, καταφορὰ πρὸς ὕπνον, βήχιον μικρόν, ὑπό‐ τραχυ, ἄκρων κατάψυξις· καὶ ταῦτα μὲν τὰ ἔξωθεν γνω‐
5ρίσματα.

10

.

2

Ἀπὸ δὲ τῆς τῶν σφυγμῶν κινήσεως δια‐ γινώσκεται ἡ εἰσβολὴ τοῦ πυρετοῦ ἐκ τε τῆς σμικρότητος καὶ τῆς ἀνωμαλίας καὶ τοῦ διαλείπειν.

10

.

3

Καὶ ἐν μὲν τῇ ἀρχῇ τῆς εἰσβολῆς τοῦ παροξισμοῦ κατεπείγει μᾶλλον ἡ συστολὴ τοῦ σφυγμοῦ μετά τινος ἀνωμαλίας καὶ σμικρό‐ τητος· ἐν δὲ τῇ ἀναβάσει μοχθηροί πως γίνονται, ἐπαυξα‐
5νομένης τῆς διαστολῆς μέχρι τελείας ἀκμῆς.

10

.

4

Ἐπιτεινο‐ μένης δὲ τῆς θερμασίας, πρῶτον τὸ μέγεθος αὔξεται, εἶτα
προσλαμβάνεται δὲ καὶ τὸ τάχος. Ὅταν γὰρ ἱκανῶς ἐκ‐ πυρωθῇ ὁ πυρετός, μεγάλους ἅμα τε καὶ ταχεῖς ἐργάζεται111
5τοὺς σφυγμούς· εἰ δὲ πλέον, τοὺς πυκνούς.
5

11

t

Πῶς γίνονται ἱδρῶτες ἐπὶ τῶν πυρετῶν.

11

.

1

Ἕπονται δὲ τοῖς πυρετοῖς ἱδρῶτες τρόπῳ τοιούτῳ· ὁπόταν οἱ ἀτμοὶ ἤγουν ὁ ἀὴρ κρατηθῇ ἔνδον τοῦ σώματος, καὶ διάπυρος γενόμενος ὑπὸ τῆς θερμότητος διαχέει τὰ περιεχόμενα ὑγρὰ ἐν ὅλῳ τῷ σώματι, καὶ προσπίπτων πρὸς
5τοὺς πόρους τοῦ σώματος ἐξωθεῖ τὰ περιεχόμενα περιτ‐ τώματα καὶ ποιεῖ τοὺς ἱδρῶτας· οὕτω γὰρ οἱ ἀτμοὶ συν‐ ιστάμενοι ὑπὸ τὸ ὕδωρ ἀναλύονται, ὡς ἐπὶ τῶν ἑψομένων ὑδάτων ἔστιν ἰδεῖν.
8

12

t

Ποιῷ τρόπῳ γίνονται αἱ χάσμαι πρὸ τῶν
πυρετῶ
ν.

12

.

1

Χασμῶνται δὲ πρὸ τῶν πυρετῶν οἱ νοσοῦντες καὶ διατονοῦνται, τῶν ἀτμῶν ἤγουν πνευμάτων ἀθρόως ἐκ τῶν ἔνδοθεν κινουμένων, καὶ ἐπὶ τοὺς σιαγονίτας μῦς ἀναφερομένων, καὶ βίᾳ διατεινόντων αὐτούς.

12

.

2

Ὥσπερ γὰρ ἐκ τῶν λεβήτων ἀτμὸς ἀνέρχεται πολὺς ἐφεψομένου τοῦ ἐν αὐτοῖς ὕδατος, οὕτω καὶ ἐκ τῶν ἔνδοθεν τοῦ σώ‐ ματος ἀνέρχεται ἀτμὸς διατείνων καὶ διϊστῶν καὶ συστρέ‐
5φων τοὺς μύας τοῦ στόματος· εἰώθασι γὰρ τὰ νεῦρα χλιαινόμενα καὶ θερμαινόμενα διΐστασθαι. Καὶ οὕτω μὲν ἡ χάσμη ἀποτελεῖται.
7

13

t

Πῶς γίνονται πόνοι τῆς κεφαλῆς.

13

.

1

Γίνονται δὲ καὶ οἱ πόνοι τῆς κεφαλῆς ἐπὶ τῶν πυρεττόν‐ των, ὅταν αἱ φλέβες πλησθεῖσαι καὶ ταθεῖσαι ὑπὸ τῶν πνευ‐ μάτων τοὺς πόνους ἐπιφέρουσι τῇ κεφαλῇ τῇ βίᾳ καὶ τάσει τῶν ἀναπνεομένων καὶ συνεχομένων ἔνδον πνευμάτων.
4

14

t

Περὶ ἐφημέρων πυρετῶν τε καὶ τῆς
αὐτῶν διαγνώσεω
ς.

14

.

1

Εἰρηκότες οὖν τὰ γένη καὶ τὰ εἴδη τῶν πυρετῶν, εἴπωμεν καὶ περὶ τῶν ἐφημέρων, συνόχων, καύσων, ἑκτι‐ κῶν καὶ μαρασμῶν.

14

.

2

Καὶ λέγομεν ὅτι μὲν ἐφήμεροι πυρετοὶ τοῦ πνεύματος αὐτοῦ μόνου ὑπάρχουσι παθήματα ἐπὶ προκαταρκτικῇ τινι αἰτίᾳ γινόμενοι, οἷον κόπῳ, μέθῃ, φροντίδι, καὶ ἀγρυπνίᾳ καὶ ἀπὸ προσκόμματος τοῦ βου‐
112
5βῶνος.

14

.

3

Διαγινώσκονται δὲ οὗτοι πρῶτον μὲν ἀπὸ [τῶν] σφυγμῶν, δεύτερον δὲ ἀπὸ τῶν οὔρων. καὶ ἀπὸ μὲν τῶν σφυγμῶν, ὅτι ἐπ’ αὐτῶν ἀτμωδεστέρα φαίνεται καὶ ἔνυδρος ἡ ἁφὴ τοῦ σώματος [τῆς] ἀρτηρίας, καὶ οἱ σφυγμοὶ εἰς
5τάχος ἐπιδίδονται, τὴν κατὰ φύσιν σώζοντες ὁμαλότητά τε καὶ τάξιν.

14

.

4

Ἀπὸ δὲ τῶν οὔρων, τὰ μὲν ἐναιωρήματα, τὰ δὲ ὑπόστασιν ἔχοντα· εὔχροα δὲ πάντα, καὶ πάντων αὐτῶν ἄπεστι τὰ κακοήθη συμπτώματα.

14

.

5

Ἴδιον δὲ τῶν ἐφημέρων πυρετῶν καὶ τὸ μετὰ νοτίδος τινὸς ἢ ἱδρώτων ἀποπαύεσθαι τὴν παρακμὴν τῆς τούτων θερμασίας· καὶ ταῦτα μὲν χωρὶς τῶν ἁπτομένων πυρετῶν ἐπὶ χυμοῖς τισι
5ζέουσιν ἢ σαπεῖσιν, ἢ μορίου φλεγμονῆς καὶ στεγνώσεως.
5

15

t

Περὶ τῆς τῶν συνόχων πυρετῶν
διαγνώσεω
ς.

15

.

1

Τῶν δὲ συνόχων πυρετῶν γένος διττόν· οἱ μὲν γὰρ αὐτῶν γίνονται ἐπὶ ζέσει τοῦ αἵματος ἐν τῇ κοίλῃ φλεβί· οἱ δὲ ἐπὶ σήψει. καὶ οἱ μὲν ἐπὶ ζέσει τοῦ αἵματος ὀλιγοχρο‐ νιώτεροί εἰσι καὶ ἀκινδυνώτεροι, οἱ δὲ ἐπὶ σήψει πολυχρω‐
5νιότεροι τοὐναντίον καὶ ἐπικινδυνώτεροι.

15

.

2

Τούτων δὲ αὖ τῶν συνόχων ὁ σύμπας χρόνος εἷς ἐστι παροξυσμός, ἤτοι διὰ παντὸς ὁμότονος ἢ μειούμενος ἢ αὐξανόμενος ἄχρι κρίσεως, ἄνευ περιόδων τινῶν, καὶ οὐδείς ἐστιν ἐπ’ αὐτῶν
5ὁ πεπονθὼς τόπος ἐξαίρετος.

15

.

3

Ἀλλ’ οἱ κατὰ τὰς μεγίστας τε καὶ θερμοτάτας ἀρτηρίας καὶ τὰς φλέβας ἁπάσας χυμοὶ καὶ μάλισθ’ ὅσοι διὰ σηπεδόνα ὠμῶν χυμῶν τινων ἢ διὰ ζέσιν ἀνάπτουσι πυρετὸν ἕνα σύνοχον ἀπ’ ἀρχῆς ἄχρι τέλους
5ἀδιάλεπτον, ἕως τοσούτου παραθερμαίνοντά τε καὶ δια‐ καίοντα τὸν ἄνθρωπον, ἄχριπερ ἂν οἱ γεννῶντες αὐτὸν χυμοὶ δαπανηθῶσιν ἢ πεφθῶσιν ἢ πάθωσι τὸ συναμφό‐ τερον.

15

.

4

Διαγικώσκονται καὶ οὗτοι ἐκ τῶν σφυγμῶν καὶ τῶν οὕρων. Ἀπὸ μὲν τῶν σφυγμῶν, καθ’ ὃ ἐπὶ μὲν τοῦ ἐπὶ ζέσει μεγάλοι τέ εἰσιν οἱ σφυγμοὶ καὶ ταχεῖς, καὶ
κατεπείγει μᾶλλον ἡ διαστολὴ εἰς τὸ εἰσαγαγεῖν τὴν καρδίαν113
5καθαρὸν ἀέρα καὶ εὐκρατῶσαι αὐτῆς τὸ ἔμφυτον θερμόν.

15

.

5

Τὸ δὲ οὖρον ἐπὶ τούτων διάπυρόν τέ ἐστι καὶ καταβε‐ βαμμένον.

15

.

6

Ἐπὶ δὲ τοῦ ἐπὶ σήψει τοὐναντίον κατεπείγει μᾶλλον ἡ συστολὴ τοῦ σφυγμοῦ διὰ τὸ ἐξωθῆσαι τὴν ὑπο‐ κειμένην σῆψιν ἐν τῷ βάθει, καὶ δακνῶδές τι τῇ ἁφῇ τῶν δακτύλων ὑποπίπτει [ἐπὶ] τῷ σώματι τῆς ἀρτηρίας.

15

.

7

Τὸ δ’ οὖρον ἐπὶ τούτοις λευκότερόν τε καὶ σεσηπὸς φαίνεται· καὶ ταῦτα μὲν τῶν συνόχων πυρετῶν γνωρίσματα· διέλθω‐ μεν λοιπὸν καὶ περὶ τοῦ καύσου, καὶ ἑκτικοῦ, καὶ μαρασμοῦ.
4

16

t

Περὶ καύσου πυρετο.

16

.

1

Ὁμοίως δὲ καὶ καῦσός ἐστι πυρετὸς διακαής, ἀνεν‐ δότως διακαίων, καὶ καταναλίσκων τὰ ἐν τῷ σώματι ὑγρά· τὸ δὲ σύμπαν σῶμα τῶν καμνόντων θερμόν τε καὶ ἐκ‐ πυρούμενον ἐντεῦθεν γίνεται, καὶ διακαίεσθαι τὴν κεφαλὴν
5δοκοῦσιν οἱ κάμνοντες, χαίρουσι καὶ ἥδονται τοῖς ψυχροῖς, καὶ οἱ ὀφθαλμοὶ δὲ αὐτῶν ἐρυθρώτεροι μετὰ ξηρότητός τινος, καὶ ἡ γλῶσσα τραχεῖα καὶ μέλαινα.

16

.

2

Γίνονται δὲ οἱ καῦσοι διὰ ἐρυσιπελατώδη φλεγμονὴν πνεύμονος, καὶ διὰ σηπεδόνα χολωδῶν χυμῶν εἰς ἄμετρον ζέσιν ἀφικνου‐ μένων. λύεσθαι δὲ φιλοῦσι δι’ αἱμορραγίας, ὥς φησι Γα‐
5ληνός· οὐκ ἄδηλον δέ σοι τὰς ἐν τοῖς καύσοις αἱμορραγίας γίνεσθαι διὰ τὴν ἐπικρατοῦσαν ξανθὴν χολήν, ἥτις με‐ μιγμένη τῷ αἵματι διακαίουσα τοῦτο καὶ σὺν αὐτῷ ἀναφερο‐ μένη πρὸς τὴν κεφαλήν, ῥήσσει τὰς ἐν ῥινὶ φλέβας.

16

.

3

Οἱ δὲ σφυγμοὶ θερμοὶ καὶ ταχεῖς γίνονται ὑπερζεούσης τῆς χολῆς· τὰ δὲ οὖρα ἐπὶ τούτων θερμότερά ἐστι καὶ κατα‐ βεβαμμένα ἐκ τῆς χολῆς· ὁ δὲ Ἱπποκράτης λέγει, ὅτι οἱ
5πλεῖστοι τῶν πυρετῶν ἀπὸ χολῆς γίνονται.
5

17

t

Περὶ ἑκτικοῦ πυρετο.

17

.

1

Ὁ δὲ ἑκτικὸς πυρετός ἐστιν ἀχώριστος, ἐκτήκων καὶ δαπανῶν τὴν ἐν ἑκάστῳ μορίῳ παρεσπαρμένην ὑγρότητα σύμφυτον· ἕπεται ὡς τὰ πολλὰ τοῖς ὀξέσι καὶ καυσώδεσι πυρετοῖς μηκυνθεῖσι· γίνεται δέ ποτε καὶ κατὰ προσπάθειάν
5τινος μορίου κυρίου. ἐπὶ τούτου ἐπίτασίς ἐστι θερμότητος
καὶ ψυχρότητος, καὶ σῶμα κατάξηρον ἐκτετηκὸς καὶ αὐχμῶ‐ δες· οἱ δὲ σφυγμοὶ πυκνοί, διακαίοντες καὶ διαβιβρώσκον‐ τες τὴν ἁφήν.114

17

.

2

Ἴδιον δὲ ἑκτικοῦ πυρετοῦ τὸ μετὰ τὴν τροφὴν ἐπαύξεσθαι τὴν θερμασίαν, ὡς ἐπὶ τῆς τιτάνου· ἐπιβλισκομένου γὰρ ἐπ’ αὐτῆς τοῦ ὕδατος, ἐπαύξεται μᾶλ‐ λον καὶ ἀναζέει ἡ ἐν αὐτῇ ὑποκειμένη θερμότης.
4

18

t

Περὶ μαρασμοῦ πυρετο.

18

.

1

Ὁ δὲ μαρασμός ἐστι πυρετὸς ἀδιάλειπτος, βληχρός, ἐκδαπανῶν καὶ καταμαραίνων τὰ στερεὰ τοῦ σώματος μό‐ ρια. ἕπεται δὲ ὡς ἐπίπαν τῷ προειρημένῳ πυρετῷ· μη‐ κυνθεὶς γὰρ οὗτος καὶ καταναλώσας τὴν ἐν τοῖς μορίοις
5ὑγρότητα, ἀφικνεῖται ἐπ’ αὐτὴν τὴν καρδίαν, καὶ τὸ ἐν αὐτῇ ὂν σύμφυτον θερμὸν καταδαπανῶν, ποιεῖ τὸν μα‐ ρασμόν.

18

.

2

Ἐπὶ τούτων γὰρ κατάβλησις τῶν φυσικῶν δυνάμεων γίνεται, καὶ κατάπτωσις τοῦ παντὸς σώματος· τῆς γὰρ ἐμφύτου θερμότητος κατασβεννυμένης, ξηραίνεται καὶ μαραίνεται τὸ σύμπαν σῶμα μὴ τρεφόμενον, δίκην
5δένδρου στερηθέντος τῆς ἰκμάδος, μαρανθέντος τε καὶ ξηρανθέντος ἐσχάτως· ἐπὶ τούτων οἱ ὀφθαλμοὶ τῶν καμνόν‐ των κοῖλοι γίνονται, λήμας ἔχοντες, βλέφαρα παραπλη‐ σίως τῶν νυσταζόντων, δέρμα λεῖον, ξηρὸν καὶ τεταμένον, σφυγμοὶ ἀμυδροὶ καὶ σκληροί, τῶν ὅλων δυνάμεων ἐσχά‐
10τως καταβληθεισῶν.
10

19

t

Περὶ ἀμφημερινῶν πυρετῶν.

19

.

1

Μετὰ δὲ τὰ γένη τῶν συνόχων πυρετῶν τῶν ἐντὸς τῶν ἀγγείων ἐχόντων τὴν ὕπαρξιν, εἴπωμεν λοιπὸν περὶ τῶν ἐκτὸς τῶν ἀγγείων ἐχόντων τὴν ὑποκειμένην καὶ πλεο‐ νεκτοῦσαν ὕλην, λέγω δὴ ἀμφημερινῶν, τριταίων, τεταρ‐
5ταίων.

19

.

2

Καὶ οἱ μὲν ἀμφημερινοὶ πυρετοὶ φλεγματι‐ κωτέροις καὶ ψυχροτέροις ἕπονται χυμοῖς, καὶ ψυχροτέραις καὶ ὑγροτέραις φύσεσί τε καὶ κράσεσιν, οἷον γέρουσί τε καὶ παισί, καὶ βίοις ἀργοῖς, καὶ ὥραις καὶ διαιτήμασι καὶ τοῖς
5ψυχροῖς καὶ ὑγροῖς χωρίοις.

19

.

3

Οὗτοι δὲ γίνονται καὶ παρ‐ οξύνονται ἐπὶ φλέγματι σηπομένῳ· τὸ γὰρ σαπὲν φλέγμα ὑπὸ φύσεως ὠθούμενον, καὶ διὰ τῶν αἰσθητικῶν ὀργάνων
ἔξω σώματος φερόμενον, ἄρχεται ἀπὸ καταψύξεως τῶν115
5ἄκρων, καὶ φρίκη πᾶσα δυσεκθέρμαντόν τε ἔχει, καὶ πολυ‐ χρόνιον τὴν ἐπὶ τὴν ἀκμὴν ἀνάβασιν, διά τε τὴν ψυχρό‐ τητα καὶ γλισχρότητα τοῦ ὑποκειμένου χυμοῦ· διὰ ταῦτα βραδύτερός τέ ἐστιν ἐν ταῖς εἰσβολαῖς καὶ ἐν ταῖς ἀνα‐ βάσεσι τῶν παροξυσμῶν.

19

.

4

Παντοχόθεν δὲ κατὰ τοὺς πόρους ἰσχόμενος θλίβει τε καὶ βαρύνει τὴν δύναμιν· ὑπο‐ τύφεται γὰρ καὶ ὑποκρύπτεται καὶ δυσέξαπτον καὶ καπνῶ‐ δες γίνεται, ὡς ἐπὶ τῶν ὑγροτέρων ξύλων τὸ πῦρ ἐστὶν
5ἰδεῖν.

19

.

5

Οἱ δὲ σφυγμοὶ τούτων μικροί, ἀμυδροί, ἀραιοί τε καὶ ἀνώμαλοι γίνονται, καὶ τὸ διάλειμμα φαυλότερον τῶν ἄλλων ἐστίν.

19

.

6

Οὖρα δὲ λευκὰ καὶ λεπτά, ἢ παχέα καὶ θολερά, ἢ ἐρυθρά, ὡς ἐπὶ τὸ πολύ. Καὶ ταῦτα μὲν τοῦ ἀμφημερινοῦ τὰ γνωρίσματα.
3

20

t

Περὶ ἀκριβοῦς τριταίου.

20

.

1

Ὁ δὲ ἀκριβὴς τριταῖος γίνεται καὶ παροξύνεται ἐπὶ πλήθει καὶ σήψει τῆς ξανθῆς χολῆς· αὐτὴ δὲ πλημμυροῦσα καὶ ὑπὸ τῆς φύσεως ὠθουμένη ἔξω τῶν ἀγγείων, ἅτε δὴ καυσώδης οὖσα καὶ διὰ τῶν αἰσθητικῶν ὀργάνων ἔξω φε‐
5ρομένη, καταδάκνει τε καὶ σφοδρὸν τὸ ῥῖγος καὶ τὸν πυρε‐ τὸν ποιεῖ.

20

.

2

Τὸ δὲ μέγιστον μῆκος τοῦ παροξυσμοῦ ἐστὶν ὡρῶν δέκα καὶ δύο, [καὶ] ἐκλύεται καὶ λήγει εἰς καθαρὸν διάλειμμα.

20

.

3

Ἕπεται δὲ θερμοτέραις καὶ χολωδεστέραις φύσεσί τε καὶ κράσεσι, καὶ βίῳ ἐπιπόνῳ, καὶ ὥρᾳ καὶ χώρᾳ καὶ ἡλικίᾳ καὶ διαίτῃ θερμῇ καὶ ξηρᾷ.

20

.

4

Οὖρα δὲ θερμὰ καὶ ἐκχολούμενα· γίνεται δὲ ἐπὶ τούτων καὶ χολῆς ἔμετος καὶ διαχωρήματα παρόμοια· καὶ νύττεται ὑπὸ τοῦ χρωτός· ὀλιγοχρονιώτερος δέ ἐστι τοῦ προειρημένου.

20

.

5

Οἱ δὲ σφυγμοὶ ἐπὶ τούτων μεγάλοι τε καὶ πυκνοὶ καὶ ταχεῖς γίνονται.
2

21

t

Περὶ ἡμιτριταίου ἀκριβοῦς.

21

.

1

Ὁ δὲ ἀκριβὴς ἡμιτριταῖος καλούμενος, σύνθετός ἐστιν ἐκ τριταίου διαλείποντος, καὶ συνεχοῦς ἀμφημερινοῦ, ἐπὶ χολῇ καὶ φλέγματι σηπομένοις συνιστάμενος, φυλάττων ἐν τοῖς παροξυσμοῖς ἀμφοτέρων τῶν χυμῶν τὰ ἰδιώματα τῆς
5κινήσεως· καὶ τοῦ μὲν ἀμφημερινοῦ καθ’ ἑκάστην παρ‐
οξύνοντός τε καὶ κειμένου· τοῦ δὲ τριταίου μίαν παρὰ μίαν.116

22

t

Περὶ ἀκριβοῦς τεταρταίου.

22

.

1

Τὸ δὲ τρίτον γένος τῶν διαλειπόντων πυρετῶν ὁ ἀκριβής ἐστι τεταρταῖος, πολυχρονιώτερος καὶ ἐπὶ μόνῳ γινόμενος τῷ μελαγχολικῷ χυμῷ, ψυχρῷ καὶ ξηρῷ τὴν κρᾶσιν ὑπάρχοντι.

22

.

2

Ἡ εἰσβολὴ δὲ τούτου ὀστοκοπῶδες ῥῖγος ἐπιτεταμένον καὶ κρυερόν· καὶ κατὰ βραχὺ ὑποστύ‐ φεται, καθάπερ τις λίθος ἢ ὄστρακον· ἐπειδὰν δ’ ἐξαφθῇ τις ἐξ αὐτοῦ φλόξ, οὐδὲν ὑπολείπει, εἰ μή τι καπνῶδες ἐν
5τῷ παροξυσμῷ· ἐκκενοῦται γὰρ καὶ διαφορεῖται τὸ ἐξαφθὲν τοῦ κινηθέντος χυμοῦ μελαγχολικοῦ, καὶ οὕτω γίνεται διάλειμμα καθαρόν.

22

.

3

Ἕπεται δὲ ξηροτέραις καὶ ψυχρο‐ τέραις φύσεσί τε καὶ κράσεσι καὶ ὥραις καὶ χώραις καὶ ἡλι‐ κίαις καὶ διαίταις, ταῖς τὸν μελαγχολικὸν χυμὸν γεννώσαις.

22

.

4

Οἱ δὲ σφυγμοὶ ἐπὶ τούτων μικροὶ καὶ μοχθηροί, βρα‐ δεῖς καὶ σκληροί· οὖρα δὲ ἐν μὲν τῇ ἀρχῇ λεπτά, προϊόντος δὲ τοῦ νοσήματος καὶ παρακμάσαντος, παχύτερα γίνεται.
3

23

t

Πῶς γίνονται οἱ διαλείποντες πυρετο.

23

.

1

Οἱ δὲ διαλείποντες πυρετοὶ γίνονται αἰτίᾳ τοιαύτῃ, ὡς ἡνίκα ἡ ὕλη ὑπὸ τῆς φύσεως ὠθουμένη κινηθῇ πρὸς ἔκκρισιν· ταύτης δὲ κινουμένης μέρος φέρεται πρὸς τὴν καρδίαν καὶ νωθρεύει ταύτης τὸ ἔμφυτον θερμόν· τούτου
5δὲ ἀναθολουμένου καὶ νωθρευουμένου ἐξάπτεται ὁ πυρετός.

23

.

2

Τοῦτο δὲ γίνεται τῆς φύσεως προνοουμένης καὶ ἐπινοου‐ μένης τὸν πυρετὸν πρὸς τὸ ἀναλῶσαι καὶ καταδαπανῆσαι τὰ πρόσω ῥηθέντα καὶ λυποῦντα αἰτία· καὶ εἰ μὲν κατισχύῃ διὰ τοῦ ἑνὸς παροξυσμῷ καταναλῶσαι πᾶσαν τὴν πλεονεκτοῦ‐
5σαν ὕλην, καὶ ἐπιδαπανῆσαι μέρος αὐτῆς, τὸ διάλειμμα ποιεῖ, καὶ ἄνεσιν προσλαμβάνουσα κινεῖ ἕτερον παροξυσμόν, ἢ καὶ ἕτερον σκόπον ἔχουσα διὰ τὸ κατὰ μέρος δαπανῆσαι καὶ ἐξατμίσαι, ἢ ἀποτεφρῶσαι πάντα τὰ ὑπολειφθέντα καὶ θλίβοντα αὐτὴν αἴτια.
9

24

t

Πῶς γίνονται αἱ φρίκαι.

24

.

1

Πῶς δὲ προηγοῦνται αἱ φρίκαι καὶ οἱ τρόμοι ἐπὶ
τῶν παροξυσμῶν καὶ πῶς ἄρχονται οἱ πυρετοί, διεξερχώμεθα.117

24

.

2

Γίνονται δὲ αἱ φρίκαι διχῶς, ἢ γὰρ διὰ τὸ ποσὸν τῆς ὑποκειμένης καὶ πλεοναζούσης ὕλης, ἢ διὰ τὸ ποιόν· τῶν γὰρ φυσῶν ἤγουν τῶν πνευμάτων ἀθρόως ἐκ τῶν ἔνδοθεν κινουμένων, καὶ εἰς ὅλον τὸ σῶμα διαδραμόντων, καὶ οἱονεὶ
5ψυξάντων τὸ αἷμα, διὰ παντὸς τοῦ σώματος αἱ φρίκαι γί‐ νονται.

24

.

3

Τῆς γὰρ ὕλης ὑπὸ φύσεως κινουμένης καὶ οἱονεὶ ὠθουμένης, οἱ μύες καὶ τὰ νεῦρα ψυχόμενα καὶ δακνόμενα φρίττουσι, καὶ ποιοῦσι τὴν φρίκην· εἰώθασι γὰρ καὶ δακνώ‐ δεις χυμοὶ καὶ ἀτμοὶ διὰ τῶν αἰσθητικῶν ὀργάνων δια‐
5φερόμενοι τὰς φρίκας καὶ τὰ ῥίγη ἐκγεννᾶν.
5

25

t

Πῶς γίνονται οἱ τρόμοι.

25

.

1

Γίνονται δὲ καὶ οἱ τρόμοι τρόπῳ τοιῷδε· τὸ αἷμα, φοβούμενον τὴν παροῦσαν φρίκην, συννεύει πρὸς ἑαυτὸ καὶ ἀποφεύγει πρὸς τὰ θερμότερα μέρη τοῦ σώματος· τούτου δὲ ἀναθολουμένου καὶ καθισταμένου ἐκ τῶν ἀκρω‐
5τηρίων. ἐπὶ τὸ βάθος, τὰ σπλάγχνια καὶ τὰ στερεὰ τρέμουσι καὶ συγκλονεῖται βίᾳ τὰ πέρατα τοῦ σώματος.
6

26

t

Πῶς ἕπονται ταῖς φρίκαις οἱ πυρετο.

26

.

1

Ἕπονται δὲ ταῖς φρίκαις οἱ πυρετοὶ προνοίᾳ τῆς φύσεως· ἡ γὰρ προνοητικὴ φύσις ἔνδον οὖσα, ὥσπερ ἰατρὸς ἀγαθός, προνοουμένη τοῦ σώματος ἐπινοεῖ τὸν πυρετόν, πρὸς τὸ ἐξάψαι καὶ καταδαπανῆσαι τὰ ἐπικείμενα καὶ λυ‐
5ποῦντα αὐτὴν αἴτια.

26

.

2

Ἐπειδὰν γὰρ ἀθροισθῇ τὸ πλεῖστον τοῦ αἵματος εἰς τὸ βάθος, διαπλασιάζεται τὸ ἐν τῇ καρδίᾳ ἐνεὸν ἔμφυτον θερμὸν καὶ διάπυρον γενόμενον ἐξάπτει τε καὶ ἐξαπλοῖ τὸν πυρετὸν διὰ τῶν ἀρτηριῶν ἐπὶ τὸ ὅλον σῶμα.
4

27

t

Τίς ἐστιν ὁ ἠπίαλος πυρετός.

27

.

1

Ὁ δὲ ἠπίαλος πυρετός ἐστιν, ὅταν ἅμα καὶ ῥιγῶσι καὶ πυρέττωσιν οἱ κάμνοντες, καὶ ἀμφοτέρων αἰσθάνονται κατὰ τὸν αὐτὸν χρόνον ἐν παντὶ μορίῳ τοῦ σώματος.

27

.

2

Τοῦτο δὲ γίνεται διὰ τὴν τοῦ χυμοῦ γένεσιν· τὸ γὰρ ὑαλῶδες καὶ ὀξῶδες φλέγμα τὸ ὑποκειμενόν ἐστι· ὅταν μὲν
ἐπικρατῇ τὰ τῆς σήψεως, πυρέττουσι μᾶλλον· ὅταν δὲ τὰ τῆς ὠμότητος, ῥιγῶσι, καὶ διὰ τὸ ὑπάρχειν αὐτὰ ἡπι‐118
5σαπῆ ἀμφότερα ποιεῖν εἰώθασι.
5

28

t

Ἐκ τοῖς διαλείμμασι τῶν πυρετῶν ποῦ
ἐστι τὰ αἴτι
α.

28

.

1

Ἀποροῦσι δέ τινες λέγοντες ἐν τοῖς διαλείμμασι τῶν πυρετῶν ποῦ ἔστι τὰ αἴτια; πρὸς δὲ τούτους φαμέν, ὅτι ἐν τοῖς μυσίν εἰσι κεκρυμμένα, καὶ ἐν τῷ καιρῷ δὲ τοῦ παροξυσμοῦ ὑπὸ τῆς φύσεως ἐλέγχονται.
4

29

t

Τῶν πυρετῶν τὸ θηραπευτικόν.

29

.

1

Ἐπὶ τούτων δὲ ἁπάντων τῶν νοσημάτων χρὴ ἀκρι‐ βῶς ἐπίστασθαι τὸν ἐπιστήμονα ἰατρὸν καὶ γινώσκειν τήν τε φύσιν καὶ τὴν κρᾶσιν τῶν καμνόντων, καὶ τὴν ἰδέαν τῶν πυρετῶν, καὶ τὴν ἑκάστου νοσήματος γένεσιν καὶ κίνησιν καὶ
5ἀρχὴν καὶ ἀνάβασιν καὶ ἀκμὴν καὶ τὰς ἀναλογίας αὐτῶν τῶν παροξυσμῶν καὶ τὰς τῶν περιόδων ἀνταποδόσεις.

29

.

2

Καὶ πρῶτος μὲν καὶ κοινὸς σκοπός ἐστιν ἐπὶ πάντων τῶν νοσημάτων, ὡς ἀπέριττον καὶ εὔπνουν εἶναι τὸ σῶμα· δεύτερος δὲ ἐφεξῆς τὸ πρὸς τὴν δυναστεύουσαν αἰτίαν ἀπομάχεσθαι· πᾶν γὰρ ἔργον ἰατροῦ ἐπανορθωτικόν ἐστι
5τῶν περὶ τὸ σῶμα σφαλμάτων. [ἐν τούτοις γὰρ αἱ δια‐ φοραὶ τῶν πυρετῶν.]
6

30

t

Ἀνακεφαλαίωσις.

30

.

1

Γράφει δὲ ὁ Ἱπποκράτης ἐπὶ λέξεως οὕτως· πυρετοὶ οἱ μὲν δακνώδεές εἰσι τῇ χειρί, οἱ δὲ οὐ δακνώδεες μέν, ἐπαναδιδόντες δέ, οἱ δὲ πρηέες, οἱ δὲ ὀξέες μέν, ἡσσώμε‐ νοι δὲ τῇ χειρί· οἱ δὲ περικαέες, οἱ δὲ διὰ παντὸς βληχροί,
5ξηροί, ἀμυδροί· οἱ δὲ πεμφιγώδεες ἰδεῖν δεινοί· οἱ δὲ πρὸς τὴν χεῖρα νοτιώδεες.

30

.

2

Καὶ δακνώδεας τῇ χειρὶ καλεῖ ὁ Ἱπποκράτης τοὺς ἐπὶ σήψει τῶν χυμῶν γινομένους πυρε‐ τούς.

30

.

3

Οὐ δακνώδεας μέν, ἐπιδίδοντας δέ, τοὺς ἐπὶ στεγνώσει τῶν ἀδήλων πόρων τοῦ δέρματος· ἐπὶ τούτων κατ’ ἀρχὰς ἐπιβάλλοντός τινος τοὺς δακτύλους ἐπὶ τὸν σφυγμόν, οὐχ εὑρίσκει αὐτὸν δακνώδη, εἰς ὕστερον δὲ
5ἀναδίδοται τῇ ἁφῇ ἡ ποιότης τῆς ὑποκειμένης καὶ πλεο‐ νεκτούσης ὕλης.119

30

.

4

Πρηέας δὲ λέγει τοὺς ἐπὶ πνεύμασι γινομένους, λέγω δὴ τοὺς ἐφημέρους.

30

.

5

Καὶ ὀξέας μέν, ἡσσωμένους δὲ τῇ χειρί, τοὺς ἐπὶ κόποις, οἱ κατ’ ἀρχὰς μὲν ὀξεῖς φαίνονται, χρονιζούσης δὲ τῆς χειρὸς πραεῖς γί‐ νονται.

30

.

6

Περικαέας δὲ εὐθέως, τοὺς ἐπὶ χολῇ καυσώδεις πυρετοὺς λέγει.

30

.

7

Βληχρούς, ξηροὺς καὶ ἀμυδροὺς δὲ καλεῖ τοὺς ἑκτικούς.

30

.

8

Πεμφιγωδέας δὲ ἰδεῖν δεινούς, οἱ μὲν τοὺς ἀπὸ τῆς ἡλικίας λέγουσιν εἶναι, οἱ δὲ τοὺς ἀπὸ φλυκτυαινῶν τινων γινομένους· ἄλλοι δὲ τοὺς ἐπὶ τῶν φρενιτικῶν.

30

.

9

Πρὸς τὴν χεῖρα νοτιώδεας δὲ λέγει τοὺς ἐπὶ ζέσει τοῦ αἵματος γινομένους πυρετούς. Ἐν οἷς αἱ
διαφοραὶ τῶν πυρετῶν.120