TLG 0726 001 :: PALLADIUS :: Commentarii in Hippocratis librum sextum de morbis popularibus PALLADIUS Med. Commentarii in Hippocratis librum sextum de morbis popularibus Citation: Volume — page — (line) | ||
2.1(1t) | ΣΧΟΛΙΑ | |
2t | ΤΗΣ ΕΚΤΗΣ ΕΠΙΔΗΜΙΑΣ ΑΠΟ ΦΩΝΗΣ | |
---|---|---|
3t | ΠΑΛΛΑΔΙΟΥ ΣΟΦΙΣΤΟΥ. | |
4t | Ἀρχὴ τῶν προλεγομένων. | |
4t | ||
5 | Ἄρτι ταῖς μεθόδοις τὰ ὀξέα τῶν νοσημάτων ἐκκόψαν‐ τες, καὶ τὰ τῇ φύσει πολέμια τῇ θεραπείᾳ σχολάσαντες, νῦν ἐρχόμεθα ἐπὶ ἑτέραν μὲν πραγματείαν. ἐπειδὴ γὰρ ὀξέων νοσημάτων ἐγένετο θεραπεία, ἴσως τις εἶχεν εἰπεῖν, ὅτι ἄχρηστός μοί ἐστιν ἡ θεραπεία, μὴ προηγησαμένης | |
10 | διαγνώσεως. διὸ τοίνυν ἐνταῦθα διάγνωσιν παραδίδωσι νοσημάτων, καίτοι οὐ πάντων. Τῶν γὰρ νοσημάτων τὰ μὲν σποραδικά. σποραδικὰ δὲ λέγονται, ἃ ἄλλοτε ἄλλως καὶ ὡς ἔτυχεν ἐπέρχονται, τῷ | |
μὲν τριταῖος, τῷ δὲ ἀμφημερινὸς, πρὸς τὴν κράσιν καὶ | 1 | |
2.2 | δίαιταν καὶ βίον καὶ τὰ λοιπὰ τῶν συστοίχων τοῖς πλεί‐ στοις. σποραδικὰ δὲ ἀπεδόθησαν οἱ ἀφορισμοὶ καὶ τὸ προγνωστικὸν, σχεδὸν καὶ τὰ ἐπιδημαϊκά. ἄλλα δέ εἰσι νοσήματα κοινὰ τὰ πολλοῖς τῶν ἐν τῇ πόλει ἐπερχό‐ | |
5 | μενα. τούτων δὲ τῶν κοινῶν τὰ μέν εἰσι συνήθη, ἃ γί‐ νονται ἀπὸ τοῦ ὕδατος, ὃ πίνουσιν, ἰλυώδους ἢ καθα‐ ροῦ ὄντος, καὶ ἐκ τοῦ τινας γάλακτος ἀδιαφόρως ἐσθίειν, καὶ ἀπὸ τῆς θέσεως τῆς πόλεως ἢ βορείας οὔσης ἢ νο‐ τείας. καὶ ὑψηλῆς ἢ ταπεινῆς. τὰ γὰρ ἐκ τούτων νο‐ | |
10 | σήματα, ἔχει γὰρ καὶ τοῖς πολλοῖς καταφανῆ, ἔνθεν καὶ ἔνδημα ὀνομάζονται. τούτων δὲ ἀποδέδοται τῷ περὶ ἀέρων, τόπων, ὑδάτων. Ἄλλα δέ εἰσι κοινὰ νοσήματα· γίνεται δὲ ἐκ τῆς κατὰ ποιότητα μεταβολῆς τοῦ ἀέρος, ὡς ὀφείλων χει‐ | |
15 | μὼν γενέσθαι ψυχρὸς καὶ ὑγρὸς, [ἐὰν] γένηται θερμὸς καὶ ξηρὸς, ἢ ψυχρότερος καὶ ὑγρότερος, ἢ θερμότερος καὶ ξηρότερος. ἐκ ταύτης οὖν τῆς μεταβολῆς γίνονται νο‐ σήματα, ἀλλὰ ταῦτα ἀήθεα καὶ ἐπίδημα καλεῖται. εἰ δὲ ὁ ἀὴρ κατὰ ποιότητα οὐ μόνον τραπῇ, ἀλλὰ καὶ μιά‐ | |
20 | σματά τινα δέξηται ἢ ἀπὸ νεκρῶν τάφων ἢ ἀπὸ στασί‐ μου ὕδατος, γίνονται καὶ ἐντεῦθεν νοσήματα· εἰ δὲ προσ‐ γένηται καὶ τοῖς πολλοῖς θνήσκειν, λοιμὸς τὸ πάθος ὀνομάζεται. Περὶ τούτων οὖν τῶν ἐπιδήμων ἐν ταῖς ἄλλαις ἐπιδη‐ | |
25 | μίαις λέλεκται. ὡς ἐπιτοπολὺ δὲ ἐνταῦθα περὶ σποραδι‐ κῶν νοσημάτων βούλεται διαλεχθῆναι, καὶ ζητῆσαι αὐ‐ τῶν τίνα ποιοῦσι διάθεσιν γινομένην, σημείωσιν δηλοῦ‐ σαν. παραλιμπάνει γὰρ τὴν θεραπείαν, ἢ ὅτι οὐκ ἤρκεσεν αὐτῷ ὁ χρόνος καὶ διαγνῶναι καὶ θεραπεῦσαι, ἢ ὅτι τὰ | |
30 | ἐπίδημα ἔχουσί τινα κοινὴν θεραπείαν πρὸς τὰ ἄλλα τῶν νοσημάτων, ἔχουσί τινα καὶ ἰδιάζουσαν, κοινὴν μὲν, ὅτι | |
νόθα ἐγένοντο νοσήματα· οἴδαμεν πῶς θεραπεύεται ἡ | 2 | |
2.3 | θερμασία, ὁμοίως καὶ ἡ ψυχρὰ, ἡ ξηρὰ καὶ ὑγρά· ἰδιά‐ ζουσαν δὲ ἀπὸ τῆς ποιούσης αἰτίας καὶ τῆς κράσεως καὶ τῆς ἕξεως τοῦ κάμνοντος. τὴν μὲν οὖν κοινὴν θεραπείαν ἐν τοῖς ἀφορισμοῖς παραδέδωκεν, εἴασε δὲ τὴν μερι‐ | |
5 | κὴν, ὅτι τὰ καθ’ ἕκαστα ἀπερίληπτα, ὅτι γε ἐν τούτοις ἐστὶ τὸ γυμνάζεσθαι τοὺς ἀκροατάς. οὗτος οὖν ὁ σκοπὸς τοῦ συγγράμματος, πολὺ δὲ τὸ χρήσιμον. ἡ δὲ διάγνωσις καὶ ἡ αἰτία παραδίδοται τοιούτων νοσημάτων ἐπιδήμων καὶ κακοήθων. οὐδὲ γὰρ τὰς ἄλλας μόνας καταστάσεις | |
10 | παραδίδωσιν ἐν τῇ πρώτῃ ἐπιδημίᾳ, ἐπείπερ ἐκεῖ πολλὰ διδάσκει. Περὶ τοῦ γνησίου τοιαῦτα. ἑπτὰ γὰρ οὐσῶν ἐπιδη‐ μιῶν, πρώτη μὲν καὶ τρίτη, πάντῃ γνήσιαι Ἱπποκράτει τῇ τε λέξει καὶ τοῖς ἐνθυμήμασιν, ἀλλότριαι δὲ τῇ ἐπαγ‐ | |
15 | γελίᾳ· τὰ γὰρ θεωρήματα αὐτῶν, εἰς διφθέρας ἐξέ‐ θετο Ἱπποκράτης, ὕστερον βουλόμενος κοσμῆσαι αὐτὰς καὶ κάλλει λέξεως. ἀλλ’ ἐπειδὴ οὐκ ἔφθασεν, εὑρηκὼς αὐτὰ Θεσσαλὸς, ὁ υἱὸς αὐτοῦ, τῇ λέξει ἐκόσμησεν οὐκ ἀξίᾳ Ἱπποκράτους. ἡμεῖς οὖν οἱ ἰατροὶ περὶ πράγματα, | |
20 | οὐ περὶ λέξιν ἠσχολημένοι, ἐκλεγόμεθα αὐτὰς διὰ τὰ θεωρήματα. Ἐπιγέγραπται μὲν οὖν συμφώνως τῷ σκοπῷ ἐπιδημία, οὐχ ὥς τινές φασιν, ὅτι ἐπειδὴ ἐκεῖνα ἐγράφη, ἃ ἐπιδη‐ μῶν ταῖς πόλεσιν ἔβλεπεν, ὥσπερ καί τις ἱστόρηται. τί | |
25 | γάρ; ἴσως ἐπιδημῶν ταῖς πόλεσιν, ἔβλεπε νοσήματα· ταῦτα δὴ ἀπεγράφετο κἀντεῦθεν ἐπιδημίας ἔγραψε τὸ σύγγραμμα· ἀλλ’ Ἱπποκράτης ἐκ τῶν διδασκομένων ἐποι‐ ήσατο τὴν ἐπιγραφήν. Διῄρηται δὲ ἡ μὲν πᾶσα πραγματεία εἰς ἑπτὰ κεφά‐ | |
30 | λαια. ταῦτα δὲ τὰ μέρη ἐν τοῖς Ἱπποκράτους χρόνοις οὐκ ἐζητοῦντο· ὅσα γὰρ ἦσαν τὰ διδασκόμενα, τοσαῦτα | |
καὶ τὰ τμήματα. | 3 | |
2.4 | Ἡ δὲ τάξις τῆς ἀναγνώσεως σαφής. δεῖ γὰρ ἀεὶ τὰ κατὰ φύσιν τῶν παρὰ φύσιν προηγεῖσθαι. ἐντεῦθεν προ‐ ταττέσθω τὸ περὶ ἀνθρώπου φύσεως καὶ παιδίου φύσεως. τὰ δὲ παρὰ φύσιν χρὴ προηγεῖσθαι τῶν σποραδικῶν, ἃ | |
5 | ἔχουσιν οἱ ἀφορισμοί. λοιπὸν τὰ ἔνδημα, ἃ ἐν τῷ περὶ ἀέρων, τόπων, ὑδάτων. ὕστερον δὲ τὰς ἐπιδημίας. ἄλλως τε δὲ τῶν νοσημάτων τὰ μὲν ὡς ἐπιτοπολὺ, τὰ δὲ σπανίως, τὰ δὲ σπανιαίτατα συμβαίνει. τοῖς μὲν οὖν ὡς ἐπιτοπολὺ ἀποδίδοται τῷ προγνωστικῷ, τοῖς δὲ σπανίοις | |
10 | τῷ περὶ ἀέρων, τόπων, ὑδάτων, τοῖς δὲ σπανιαιτάτοις τῇ ἐπιδημίᾳ. Ἀνάγεται δὲ τοῦτο τὸ σύγγραμμα ὑπὸ τὸ θεωρητικόν· θεραπεία γὰρ οὐ δίδοται, ἵνα καὶ ὑπὸ τὸ προκαταρκτι‐ κὸν ἀνάγεται. ἐν δὲ τῇ διδασκαλίᾳ ζητοῦμεν τὰ αἴτια | |
15 | τῶν νοσημάτων, ἔνθεν ὑπὸ τὸ αἰτιολογικόν. διδάσκει δὲ καὶ διαγνώσεις τῶν παθῶν· οὐκοῦν καὶ ὑπὸ τὸ σημειω‐ τικόν. εἰ δὲ μνημονεύσει καὶ κράσεως καὶ ἕξεως, ὑπὸ τὸ φυσιολογικόν. Ὁ δὲ τρόπος ὁ διδασκαλικός ἐστι μικτός. ποῦ μὲν γὰρ | |
20 | κέχρηται τῷ ἀφοριστικῷ, ὅταν κατεπείγηται ἐκ τῆς τοῦ νοσήματος κακοηθείας, ποῦ δὲ τῷ ὑφηγηματικῷ. ὁ δὲ μικτὸς, δεινότητα * ἀπαθῶς ἀναγκάζεται αὐτῷ ἐξα‐ πλῶσαι, φοβούμενος, μή τι τῇ συντομίᾳ λαθήσεται. τάχα δὲ καὶ κατὰ τὸ ἀληθὲς οὐδὲ μικτός ἐστιν ἐνταῦθα, | |
25 | ἀλλ’ ἐφεῦρεν αὑτῷ τινα τρόπον διδασκαλίας, καινότερον καὶ ὑψηλότερον. | |
26 | αʹ. Ὁκόσῃσιν ἐξ ἀποφθορῆς περὶ ὑστέρην καὶ οἰδη‐ μάτων ἐς καρηβαρίην τρέπεται καὶ κατὰ τὸ βρέγμα αἱ ὀδύναι, καὶ ὅσαι ἄλλαι ἀπὸ ὑστερέων, ταύτῃσιν ἐν τῷ | |
30 | ὀγδόῳ ἢ δεκάτῳ μηνὶ ἐς ἰσχίον τελευτᾷ. — | |
30 | Ἐνταῦθα πλείονες φέρονται γραφαί· ἢ γὰρ ὁπόσαις καὶ ὁκόσαις ἢ ὁκόσῃσι. μέμνηται δὲ καὶ ἀποφθορᾶς. ἀλλ’ | |
εἰ μὲν οὕτως μόνον ἔχει, τὴν ἀπὸ πρόθεσιν λαμβάνομεν, | 4 | |
2.5 | τὴν δὲ φθορὰν, ὄνομα. εἰ δὲ ἔχει ἐξ ἀποφθορῆς, τὴν μὲν ἐξ πρόθεσιν, τὴν δὲ ἀποφθορὰν, ἓν μέρος λόγου καὶ ὄνομα. ἁπλῶς γὰρ τὸν ἀμβλυσμὸν σημαίνει. μέμνηται δὲ καὶ ὑστέρας. καί τινες μὲν περὶ ὑστέρην, ἄλλοι ἀπὸ | |
5 | ὑστέρης γράφουσιν. ὑστέρα δὲ λέγεται ἡ μήτρα, ἢ ὡς ὑστέραν κειμένην τῶν κυρίων μορίων, ἢ ὡς ὑστέραν παρέχου‐ σαν τὴν ἐνέργειαν. λέγεται δὲ καὶ μήτρα καὶ δελφὺς καὶ γα‐ στήρ. μέμνηται δὲ περὶ οἰδήματος. καὶ οἱ μὲν μεταγενέστεροι οἴδημα λέγουσι τὸν ἀπὸ φλέγματος ὄγκον, ὁ δὲ Ἱπποκράτης | |
10 | πάντα ὄγκον οἴδημα καλεῖ, διὰ δὲ τῶν ἐπιφερομένων διακρί‐ νει. εἰ γὰρ εἴποι οἴδημα χαῦνον καὶ ἀνώδυνον, τὸ ὄντως οἴ‐ δημα λέγει· εἰ δὲ οἴδημα θερμὸν καὶ ὀδυνηρὸν καὶ ἀντίτυπον, τὴν φλεγμονὴν λέγει· εἰ δὲ οἴδημα καὶ ἀντίτυπον καὶ ἀνώδυ‐ νον, τὸν σκίρον. νῦν οὖν τὴν φλεγμονὴν οἴδημα καλεῖ. μέμνη‐ | |
15 | ται δὲ καὶ καρηβαρίας. ἔστι δὲ καρηβαρία, ὀδύνη τῆς κε‐ φαλῆς ἐκ τῶν τεινόντων καὶ δακνόντων καὶ βαρούντων γινομένη, ἥτις ὄντως ἐστὶ καρηβαρία. μέμνηται δὲ καὶ βρέγματα. ἔστι δὲ τὸ βρέγμα χαῦνον, ἀπὸ ὀστῶν, οἷς ἐπιτίθεμεν τὰς ἐπιβροχὰς, ὅτε θελήσομεν ὑγρᾶναι τὸν | |
20 | ἐγκέφαλον, ἔνθεν καὶ βρέγμα καλεῖται. κεῖται δὲ οὕτως ἡ κεφαλή· ἔχει τι μέρος ὑψηλότατον, ὃ καλεῖται κορυφή· ἔχει δὲ ἄλλο ταπεινότερον καὶ ἐμπρόσθιον, ὃ μέτωπον ὀνομάζεται· τούτων ἐστὶ μεταξὺ τὸ βρέγμα. ταπεινουμένη γὰρ ἡ κορυφὴ καὶ ὑψούμενον τὸ μέτωπον, ἀποτελοῦσιν | |
25 | αὐτό. αὕτη μὲν οὖν ἡ τῆς λέξεως ἐξήγησις. Ζητητέον δὲ τὴν διάνοιαν. λέγει οὖν ὅτι ἡ γυνὴ συλ‐ λαμβάνει καὶ κρατεῖ τὸ σπέρμα ἄχρι πέντε ἢ ἓξ μηνῶν καὶ προσδοκωμένης τῆς ἀποτέξεως, ἐξαίφνης ἐγένετο ἀμ‐ βλυσμὸς ἢ ἀπὸ προκαταρκτικῆς ἢ ἀπὸ προηγουμένης αἰ‐ | |
30 | τίας· προκαταρκτικῆς μὲν, θυμοῦ ἢ πηδήματος ἢ ψυχροῦ ἀέρος· προηγουμένης δὲ, ἀπό τινος σώματος ἐγένετο μὲν ἀμβλυσμὸς, λοχεία δὲ κάθαρσις οὐκ ἐγένετο, ἀλλ’ ἐπεσχέθη τὸ αἷμα, καὶ μεῖναν διέτεινεν ὀδύνην καὶ φλεγ‐ | |
μονὴν εἰργάσατο· ταύτης γενομένης, καρηβαρία ἐπιγίνεται, | 5 | |
2.6 | μάλιστα δὲ περὶ τὸ βρέγμα· καὶ ταῦτα οὐκ ἂν παύσαιτο, εἰ μὴ εἰς τὸ ἰσχίον ἀποσκήψει ἡ ὕλη. αὕτη καὶ ἡ τοῦ λόγου διάνοια. Ζητητέον καὶ τὸν λογισμὸν, δι’ ἣν αἰτίαν ταῦτα γίνεται. γενομένου τοίνυν ἀμβλυσμοῦ, λοχείας δὲ | |
5 | μὴ καθαρθείσης, καρηβαρία συνέβη. καὶ ποία συγγέ‐ νεια καὶ τῆς πόῤῥω ταύτης κειμένης μήτρας; οὐδὲ γὰρ ἔχει πλούσια νεῦρα ἡ μήτρα, οὐ προαιρετικὰ, οὐκ ἀπο‐ περατώσεις μυῶν. ὀλίγα δὲ ἔχει νεῦρα τὰ φέροντα αὐτῇ αἴσθησιν, πολλὰς μέντοι ἔχει φλέβας καὶ ἀρτηρίας | |
10 | ἐξ ὧν καὶ τὸ χορίον συμπλέκεται· καὶ ἔδει καρδίαν καὶ ἧπαρ αὐτῇ συμπάσχειν, καὶ οὐκ ἐγκέφαλον. τί οὖν ἀρνούμεθα τὸ μὴ τὴν μήτραν εἶναι νευρώδη; οὐδαμῶς. ἀλλὰ νεῦρα μὲν ἄντικρυς οὐκ ἔστιν, ὥσπερ δὲ νεῦρον δια‐ στέλλεται καὶ συστέλλεται. διαστέλλεται μὲν ἐν τῇ κυήσει, | |
15 | συστέλλεται δὲ μετὰ τὴν σύλληψιν· κατὰ τοῦτο λέγεται νευ‐ ρώδης. τίς οὖν ἡ αἰτία τοῦ ἐπὶ ὄγκου αὐτῆς γίνεσθαι καρηβαρίαν; φαμὲν, ὅτι ἡ μήτρα, ὥσπερ ἄνω καὶ κάτω καὶ ἔμπροσθεν ἔχει ἀρτήματα, οὕτως καὶ ὀπίσω παρὰ τὴν ὀσφύν. φλεγμαινούσης οὖν αὐτῆς, τείνονται καὶ αὐτὰ, | |
20 | ἔνθεν ὀδυνᾶται ἡ ὀσφύς· ὀδυνωμένη δὲ κατὰ τὸ συνεχὲς, παντὶ μεταδίδωσι τῷ νωτιαίῳ, οὗτος δὲ τῇ ἑαυτοῦ πηγῇ, τῷ ἐγκεφάλῳ· ἔνθεν ἡ καρηβαρία. ἀλλ’ αὕτη οὐ πάντως ἀληθὴς ἡ ἐξήγησις. αὕτη γὰρ εἶπεν ὅτι τείνεται ἡ κεφαλὴ, ἡμεῖς δὲ λέγομεν ὅτι βαρεῖται. ἀλλά φαμεν | |
25 | τὴν ἀληθῆ ἐξήγησιν, ὅτι ἐπειδὴ φλεγμαίνει ἡ μήτρα, γί‐ νεται πυρετὸς, οὐχ ὁ τυχὼν, ἀλλὰ σύνοχος· ἐπὶ αἵματι γάρ· ἐντεῦθεν πολλὰ πνεύματα καὶ ἀτμοὶ ἀναλυόμενοι τρέχουσι παρὰ τὴν ὀροφὴν τοῦ παντὸς σώματος, καὶ βαροῦντα ποιοῦσι τὴν καρηβαρίαν. τοῦτο μὲν οὖν ἔστι. | |
30 | δι’ ἣν δὲ αἰτίαν ἐκ πάσης τῆς κεφαλῆς μάλιστα τὸ βρέγ‐ μα ὀδυνᾶται, διὰ τρεῖς αἰτίας ἐπαίδευσε. λέγει γὰρ ἡ ἀνατομὴ, ὅτι διὰ τῆς χοάνης δύο μεγάλαι ἀρτηρίαι φέ‐ ρονται περὶ τὴν κεφαλὴν, τελευτῶσαι περὶ τὸ βρέγμα. ἐπειδὴ οὖν νῦν ἐκ τοῦ πυρετοῦ πολὺ γεννᾶται πνεῦμα, | |
35 | τοῦτο τρέχει, ἔνθα καὶ ἐν τῷ κατὰ φύσιν πολὺ ἦν πνεῦμα, | 6 |
2.7 | λέγω δὴ εἰς τὰς ἀρτηρίας. ἐκεῖναι δεχόμεναι διατείνονται καὶ μεταδιδόασι τῷ βρέγματι, ἢ ὅτι ἡ φύσις ἰδοῦσα ὡς περιττωματικὸς ἔμελλεν εἶναι ὁ ἐγκέφαλος, τά τε τοῦ παντὸς σώματος δεχόμενος περιττώματα ὡς ὑψηλὸς, καὶ | |
5 | τὰ ἑαυτοῦ ὡς ψυχρὸς, πλείονας δέδωκε ῥαφὰς, καὶ οὐ μόνον ῥαφὰς, ἀλλὰ καὶ τοῦ βρέγματος τὰ ὀστᾶ χαῦνα καὶ μεγάλα, ἵνα ἐκεῖθεν διαφορῆται καὶ εἰσάγηται αὐτῷ βοηθήματα. νῦν οὖν πολλῶν γεννηθέντων πνευμάτων καὶ ἀνελθόντων περὶ τὴν κεφαλὴν, περιστρέφεται ἡ δύναμις, | |
10 | καὶ θέλοντα τὰ πνεύματα διαφορηθῆναι, οὐκ ἀπέρχονται περὶ τὰ σκληρότατα τῶν ὀστῶν, ἀλλὰ περὶ τὰ μαλα‐ κώτατα, καὶ θέλοντα διαπεράσαι τὸ βρέγμα, ἐκεῖνο μᾶλ‐ λον ὀδυνῶσιν. ἢ οὖν διὰ τοῦτο ἢ καὶ ὅτι τὸ βρέγμα πλεί‐ ονας ἔχει ἀποπερατώσεις μυῶν καὶ νεύρων, ὡς εὐαίσθη‐ | |
15 | τον μάλιστα ὀδυνᾶται. ταῦτα μὲν οὖν καλῶς εἴρηται. τὸ δὲ ἐπιφέρον ὅτι εἰς ἰσχίον τῷ δεκάτῳ μηνὶ τελευτᾷ, οὐδὲ ἐξηγήσατο ὁ Γαληνὸς λέγων, ὅτι οὐχ ὁρᾶται τοῦτο ἐπὶ τῶν ἔργων τῆς τέχνης, ἀλλὰ μᾶλλον παρατέθειται. ἔνθεν οὐκ ἐζήτησεν, εἴτε περὶ ὄγδοον, εἴτε περὶ δέκατον | |
20 | μῆνά φησιν. τῶν δὲ λεγομένων τὰ μὲν ὡς ὑπερθετικὰ, τὰ δὲ ὡς συμπερασματικὰ διέλαβεν, ὅτι ὅσαις γυναιξὶν, ἀμβλυσμοῦ γενομένου καὶ λοχείας καθάρσεως μὴ συμβά‐ σης, οἴδημα γένηται, καρηβαρία τε ταύτῃ ἕπεται καὶ ὀδύνη τοῦ βρέγματος, ταύταις εἰς τὸ ἰσχίον ἀποσκήψει. | |
25 | τῷ δὲ κειμένῳ προσθετέον τῷ, γυναιξὶν ἀμβλυσμοῦ γινο‐ μένου καὶ μὴ λοχείας δὲ καθάρσεως, καὶ τῷ σώματα τῶν ὑστερῶν δεῖ τάξαι, ἵνα μὴ σολοικοφανὲς ᾖ. ἡ δὲ πᾶσα ἀνάγνωσις τοιαύτη. ὅσαις γυναιξὶ, γενομένης φθορᾶς καὶ μὴ λοχείας καθάρσεως, οἴδημα γένηται τὸ ἐν τῇ ὑστέρᾳ, | |
30 | ταύταις καρηβαρία γίνεται καὶ μάλιστα κατὰ τὸ βρέγμα, καὶ περὶ ὄγδοον ἢ δέκατον μῆνα ἐς ἰσχίον ἀποπίπτει. * εἰ δὲ μ. εἶτα τὸν ἀπὸ τῆς συλλήψεως λόγον εἴτε τὸν ἀπὸ τῆς συλλήψεως καὶ ἀμβλυσμοῦ μῆνα, οὐ ζητῶν. | |
ψευδὴς γὰρ ὁ λόγος. τί δὲ ἔστι τὸ, ὁκόσαι ἄλλαι ἀπὸ | 7 | |
2.8 | ὑστερέων; καί φαμεν, ὅτι ἃ εἴρηται ἐπὶ φλεγμονῇ ὑστέ‐ ρας, ταῦτα καὶ ἐπὶ ἄλλου οἱουδήποτε αὐτῆς πάθους, ἢ ὅτι πάσχει ὁ ἐγκέφαλος ἐπὶ ὑστέρῃ φλεγμαινούσῃ, καὶ πᾶν μόριον ἀσθενὲς ἐκ τῆς μήτρας ἐπηρεαζόμενον. | |
4 | ||
5 | βʹ. Οἱ φοξοὶ οἱ μὲν καρτεραύχενες, ἰσχυροὶ καὶ τὰ ἄλλα καὶ τοῖσιν ὀστέοισιν· οἱ δὲ κεφαλαλγέες καὶ ὠτόῤ‐ ῥυτοι· τουτέοισιν ὑπερῷαι κοῖλαι καὶ ὀδόντες παρηλ‐ λαγμένοι. — | |
8 | Ὡς πρὸς ἀνάμνησιν αὐτῷ ταῦτα τὰ γεγραμμένα, οὐδὲ | |
10 | συνέχειαν ἔχουσι πρὸς ἄλληλα, εἰ μή πως εἴπομεν οὕτω, ὅτι οἰδήματος ὄντος ἐν τῇ μήτρᾳ, πάσχει ἡ κεφαλὴ, καὶ μάλιστα ἡ φοξή. σημεῖον γὰρ τοῦτο τὸ σχῆμα ἀσθενοῦς δυνάμεως. ἀλλ’ ἐπειδὴ εἰς τὸν λόγον ἐνεπέσαμεν τοῦ φοξοῦ, καὶ ζητοῦμεν αὐτοῦ τὰ εἴδη, ἄκαιρον ἡγοῦμαι ζη‐ | |
15 | τῆσαι παρὰ φύσιν σχῆμα κεφαλῆς, μὴ ζητήσας τὸ κατὰ φύσιν. εἰ γὰρ διαβάλλεται μικρὰ καὶ μεγάλη κεφαλὴ, ἐν μεγάλῳ σώματι διαβάλλεται. δι’ ἣν δὲ αἰτίαν οὐ δύναμαι εἰπεῖν, εἰ μὴ προείπω διὰ τί ὁ στενὸς θώραξ καὶ ἀβα‐ θὴς διαβάλλεται. ἰστέον οὖν ὅτι ἡ φύσις ἤθελε τὸν θώ‐ | |
20 | ρακα οἰκητήριον ὡς καρδίαν καὶ πνεύμονα. ἔδει οὖν αὐτὸν εἶναι εὐρύν. εἰ δὲ στενωθείη, θλίβουσιν ἀλλήλων τὰ μόρια, καὶ πολλοῦ γενομένου πνεύματος, κακίζεται τὸ ζῶον. διὰ ταῦτα καὶ ἡ μικρὰ κεφαλή· ἤθελε γὰρ αὐ‐ τὴν ὡς μεγάλην. εἰ γὰρ καὶ ἕν ἐστι μόριον τὸ περιεχό‐ | |
25 | μενον, ἀλλ’ οὐ πολὺ πνεῦμα, καὶ διὰ τοῦτο κακίζεται. Ἀλλὰ μή τις ἐκ διαλεκτικῆς θεωρίας εἴπῃ ὅτι ἡ μικρὰ κεφαλὴ διαβάλλεται, ἡ μεγάλη ἐπαινεῖται. οὐδὲ γὰρ αὕτη ἐπαινεῖται, ἀλλὰ καὶ διαβάλλεται, καὶ μάλιστα εἰ ἀπὸ περιττωματικῆς ὑγρότητος. εἰ δὲ ἀπὸ πλήθους χρηστῆς | |
30 | ὕλης καὶ ἐῤῥωμένης δυνάμεως, ὡς ἀγαθὸν ἔχομεν διακρῖ‐ ναι. εἰ γάρ ἐστι μεγάλη κεφαλὴ, ἀγαθὸν, σὺν εὐῤῥύθμῳ τῷ σχήματι. ἀλλὰ ζητητέον, ποῖον τὸ εὔῤῥυθμον καὶ κατὰ | |
φύσιν σχῆμα τῆς κεφαλῆς. ἰδοῦσα τοίνυν ἡ φύσις, ὡς ἡ | 8 | |
2.9 | τοιαύτη λογικὴ ψυχὴ καὶ αἱ δυνάμεις αὐτῆς κατοικοῦσιν ἐν τῷ ἐγκεφάλῳ, ψυχὴ δὲ ἐκ περιφεροῦς κατερχομένη τοῦ οὐρανοῦ, οὐκ εἴασεν ἢ εἰς κυβοειδὲς ἢ εἰς τετράγωνον ἢ εἰς ἄλλο σχῆμα εἰσελθεῖν, ἐπειδὴ ἤμελλε ταράττεσθαι, | |
5 | ἐποίησε τὴν κεφαλὴν περιφερῆ, οἷόν τινα μικρὸν οὐρανὸν τῇ ψυχῇ, ἀλλ’ οὐκ εἴασεν αὐτὴν περιφερῆ διὰ τὴν θέσιν τῶν ὤτων, ἀλλ’ ἑκατέρωθεν αὐτὴν ἀτρέμα ἐπίλησε. τῆς δὲ παρ’ ἑκάτερα τούτων πιλουμένης, τὸ ἐμπρόσθιον καὶ ὀπίσθιον μέρος ἐξ ἀνάγκης κυρτοῦται. καὶ εἴποτέ τι ταύτῃ | |
10 | γένηται πταῖσμα, τὸ φοξὸν συμβαίνει. καὶ ὀκτώ εἰσιν αὐτοῦ τὰ εἴδη· ἓν μὲν, εἰ ἔμπροσθεν ἢ ὄπισθεν αὐ‐ ξηθῇ, ἢ κατά τι μειωθῇ, ὃ οὐ πάνυ σύνηθες καλεῖν φο‐ ξὸν, καὶ ὅτε τὸ μὲν ἔμπροσθεν αὐξηθῇ, τὸ δ’ ὄπισθεν μειωθῇ, ἢ τὸ μὲν ὄπισθεν αὐξηθῇ, τὸ δ’ ἔμπροσθεν μειωθῇ. | |
15 | ταῦτα μὲν οὖν τὰ τέσσαρα εἴδη, συμπασχόντων ἀλλήλων τῶν μερῶν, συμβαίνει. ποτὲ δὲ ἡ μία μόνη πάσχει· τῆς πρόσω γὰρ ἀπαθοῦς οὔσης, ἡ ὀπίσω μειοῦται, ἢ τῆς ὀπίσω ἀπαθοῦς οὔ‐ σης, ἡ ἔμπροσθεν αὔξεται. πρὸς ταῦτα παραβαλλομένη ἡ κε‐ φαλὴ, φοξὴ λέγεται. πολλάκις δὲ τῆς ὀπίσω οὔσης ἀπα‐ | |
20 | θοῦς, ἡ ἔμπροσθεν αὔξεται, ὥσπερ καὶ τῆς ὀπίσω οὔσης ἀπαθοῦς, ἡ ἔμπροσθεν μειοῦται. ταῦτα μὲν οὖν τὰ εἴδη τῶν φοξῶν λέγει ὁ Ἱπποκράτης, ὅτι εἰ ἴδῃς φοξὸν σχῆμα, πάντως μὴ διαβάλῃς αὐτὸ, ἀλλὰ ζήτησον εἴτε ἀπὸ δυ‐ νάμεως εἴτε ἀπὸ ἀσθενείας ἐγένετο. καὶ παραδίδωσι | |
25 | σχῆμα, ὅτι ἐὰν ᾖ φοξὸς, καὶ ἰσχυρὸν καὶ μέγαν ἔχῃ τὸν τράχηλον, ἀγαθὸν, ἐπειδὴ ἡ ἐῤῥωμένη δύναμις μέγαν ἐποίησε τὸν ἐγκέφαλον, ἢ ὅτι μέγας καὶ ὁ ἐξ αὐτοῦ νωτιαῖος, μεγάλοι ἐξ ἀνάγκης οἱ σπόνδυλοι οἱ περιέχοντες αὐτήν. καὶ διὰ τοῦτο ἀγαθόν· ἔνθεν γὰρ μεγάλα τὰ νεῦρα | |
30 | καὶ οἱ μύες, διότι εἰσὶν εἰς πάντα [εἰσὶν] ἰσχυροὶ, εἰς ψυ‐ χικὰς, εἰς ζωτικὰς δυνάμεις. ταῦτα γὰρ γίνονται ἀπὸ δυ‐ νάμεως ἰσχυρᾶς. οὐκ ἐχορηγεῖτο δὲ, μὴ εὖ ἔχοντος ἐγκε‐ φάλου, οὐδὲ πολὺ αἷμα, μὴ καλῶς τοῦ ἥπατος, οὐ θερ‐ μασία, μὴ καλῶς τῆς καρδίας. διότι πάντα τὰ μόρια | |
35 | ἰσχυρὰ, μάλιστα δὲ τὰ ὀστᾶ. ταῦτα γὰρ πρὸς τὴν ἀναλο‐ | |
γίαν γίνονται τοῦ νωτιαίου. ὥσπερ γὰρ αἱ τῆς νηὸς σα‐ | 9 | |
2.10 | νίδες πρὸς τὸ μέγεθος τῆς τροπίδος γίνονται, οὕτως καὶ τὰ ὀστᾶ ἅπαντα κατὰ τὸ μέγεθος τῶν σπονδύλων. εἰ γὰρ μεγάλοι οἱ τοῦ τραχήλου σπόνδυλοι, μεγάλη καὶ ἡ ὠμο‐ πλάτη, καὶ διὰ ταύτην ἡ κλεὶς, καὶ διὰ ταύτην ὁ βρα‐ | |
5 | χίων, καὶ διὰ τοῦτον ἡ πῆχυς καὶ κερκὶς, καὶ διὰ ταύτας ἄκρα χειρῶν. ταῦτα μὲν περὶ τῶν ἄνω. εἰ δὲ μεγάλοι εἰσὶν οἱ σπόνδυλοι, μέγα καὶ τὸ ὀχοῦν αὐτοὺς ἱερὸν ὀστοῦν, καὶ διὰ τοῦτο ἰσχίον καὶ μηρὸς, καὶ διὰ μηρὸν κνήμη καὶ περόνη, καὶ διὰ ταῦτα ἄκρον ποδός. ὁρᾷς πῶς ἐπαι‐ | |
10 | νεῖται τὸ φοξόν. τί οὖν ἀεὶ ἐπαινεῖται; οὐδαμῶς. ἀλλὰ ψέγεται, ὅτι ἐστὶν ἀπὸ ἀσθενείας δυνάμεως ἰσχυσάσης χαρίσασθαι τῇ κεφαλῇ τὸ εὔῤῥυθμον σχῆμα. καὶ πόθεν πάλιν διαγινώσκομεν; Ἱπποκράτης, βραχυλόγος ὢν, τὰ μὲν ἑπόμενα λέγει, σιωπᾷ δὲ τὰ ἡγούμενα. ἔδει γὰρ | |
15 | αὐτὸν εἰπεῖν ὅτι οἱ ἔχοντες τὸ φοξὸν ἀπὸ ἀσθενείας πασχούσης· ὁ δὲ μὴ εἰπὼν τοῦτο, ἐπάγει τὰ συμπτώ‐ ματα, ὅτι κεφαλαλγής ἐστιν. ἀσθενοῦς γὰρ οὔσης τῆς δυ‐ νάμεως, ἐδήλωσε τὸ φοξὸν σχῆμα. παντὶ ῥεύματι παρα‐ χωρεῖ ἡ ἀσθένεια, ἔνθεν κεφαλαλγία συμβαίνει. πληροῦ‐ | |
20 | ται μὲν γὰρ ὕλης ὁ ἐγκέφαλος, διὰ δὲ τοῦτον κατακλύ‐ ζονται πᾶσαι αἱ αἰσθήσεις. ἀλλ’ Ἱπποκράτης μόνων τῶν ὤτων ἐμνημόνευσεν, οὐ μάτην. ὁ γὰρ ἐγκέφαλος διὰ πασῶν τῶν αἰσθήσεων καθαίρεται, ἀλλὰ πολὺ μὲν διὰ ῥινὸς καὶ διὰ ὑπερῴας, ἐλάχιστον δὲ διὰ τῶν ὤτων. νευ‐ | |
25 | ρώδη γὰρ καὶ σκληρὰ τὰ μόρια. φησὶν οὖν ὁ Ἱπποκρά‐ της ὅτι εἰ τὰ ὦτα, πάλαι ἀναισθήτως κενοῦντα τὸν ἐγκέφαλον, νῦν οὕτως πεπλήρωνται, ὡς μηκέτι μόνον ῥύπον, ἀλλ’ ὑγρότητα ἐκβάλλειν, πολλῷ μᾶλλον αἱ αἰσθή‐ σεις, εἰς ὃ καὶ ἐν τῷ κατὰ φύσιν ὑγρότητα ἐκβάλλουσιν. | |
30 | ἔχουσι δὲ καὶ ἄλλο σύμπτωμα οἱ φοξοί. φοξὸν γὰρ σχῆμα διαβάλλει, οὐ τὸ τυχὸν, ἀλλὰ τὸ ἐπὶ τῇ μειώσει τῆς ἐμ‐ προσθίας κοιλίας. εἰ οὖν μειωθῇ ἡ ἔμπροσθεν κοιλία καὶ ἐπὶ τὰ ὀπίσω ἀπέλθῃ, γίνεται τὸ σύμπτωμα. ἐπαί‐ δευσε γὰρ ἡ ἀνατομὴ, ὡς ἡ ἄνω γένυς συνήρθρωται τῇ | |
35 | κεφαλῇ, τῆς δὲ ἄνω γένυος, ἡ ὑπερῴα. εἰ γοῦν ἐπὶ τὰ | 10 |
2.11 | ὀπίσω ἀπῆλθεν ἡ κεφαλὴ, καὶ ἡ ἄνω γένυς ἐπὶ τὰ ἔσω ἀπέρχεται, ἔνθεν καὶ ἡ ὑπερῴα κοιλαίνεται. ἐπὶ τὰ ἔσω ἀπελθούσης τῆς ἄνω γένυος, ἡ κάτω μένει ἐπὶ τὰ ἔξωθεν, οἱ ὀδόντες οὐ φέρονται κατ’ ἀλλήλων, οἱ τομεῖς οὐ κατὰ | |
5 | τὸ μέσον, οἱ κυνοδόντες οὐ κατὰ τῶν κυνοδόντων, οὐχ αἱ μύλαι κατὰ τῶν μυλῶν. διεστράφησαν γὰρ, οὐχ οἱ κάτω ἀπὸ τῶν κάτω, οὐδὲ οἱ ἄνω ἀπὸ τῶν ἄνω, ἀλλ’ οἱ ἄνω ἀπὸ τῶν κάτω. | |
8 | γʹ. Ὁκόσοισιν ὀστέον ἀπὸ ὑπερῴης ἀπῆλθε, τουτέοισι | |
10 | μέση ἵζει ἡ ῥίς· οἷσι ὅθεν ὀδόντες, ἄκρη σιμοῦται. — | |
10 | Πάλιν οὗτος ὁ λόγος ἀπέσχισται τοῦ προειρημένου, καὶ μὴ εἴπῃς, καὶ τούτου τινὰ συνέχειαν ἔχει· ὥσπερ ἐπὶ φοξοῦ σχήματος παρεσπάσατο ἡ γένυς, οὕτως καὶ νῦν πάσχει, ὡς καὶ τὴν ῥῖνα βλάπτει. εἰρήκασί μοι | |
15 | τούτων αἱ ἀνατομαὶ, ὅτι ἡ ἄνω γένυς συνήρθρωται τῇ κεφαλῇ, τεσσαρακαίδεκα ἔχουσα ὀστᾶ, ἓξ μὲν κατὰ τοὺς ὀφθαλμοὺς, δύο δὲ κατὰ μύλας, δύο δὲ κατὰ τὴν ῥῖνα, δύο δὲ κατὰ τὸ ἄκρον γένειον, γένειον δὲ οὕτως κατὰ τὰ ἄλλα τὰ ὑποκάτω τῆς ῥινός. ἐπαίδευσέ με γὰρ καὶ τοῦτο ἡ | |
20 | ἀνατομικὴ θεωρία, ὅτι ἡ ῥὶς ἔχει μὲν παρ’ ἑκάτερα δύο ὀστᾶ, ἐν δὲ τῷ μέσῳ τινὰ χόνδρον, διαστέλλεται δὲ καὶ συστέλλεται. οὗτος δὴ ὁ χόνδρος, δεξιὰ μὲν καὶ ἀρι‐ στερὰ, τὰ τῶν μήλων ὀστᾶ, ὑποκάτω δὲ ἔχει τὰ τῆς ὑπερῴας ὀστᾶ, ἄνω τοῦ γενείου, ἐξ ὧν στηρίζεται ἡ ῥίς. | |
25 | πολλάκις γοῦν ἐν τῇ ὑπερῴα νομή. ὑπερῴα δέ ἐστι τὸ ἐσώτερον μέρος τοῦ οὐρανίσκου. γίνεται οὖν ἐκεῖσε σῆψις, καὶ οὕτως κακοήθως, ὡς μὴ μόνον λεπίδας ἐκπε‐ σεῖν ὀστέου, ἀλλὰ καὶ αὐτὸ τὸ ὀστέον ἢ ἀπὸ τῆς σή‐ ψεως ἢ καὶ ἀπὸ τοῦ ἰατροῦ. εἰ οὖν ληφθῇ ἐκεῖθεν ὀστέον, | |
30 | ἐν ᾧ ὀχεῖται τὸ μέσον τῆς ῥινὸς, ἔνθεν τὸ μέσον τῆς | |
ῥινὸς σιμοῦται. εἰ δὲ τοῦτο τὸ πάθος γένηται περὶ | 11 | |
2.12 | τὸ γένειον, καὶ πέσῃ ὀστοῦν ἐκεῖθεν, οὐκέτι ὀχεῖται τὸ ἄκρον τῆς ῥινὸς, ἔνθεν ἐκεῖνο τὸ πρὸς τοῖς ὀδοῦσι τῆς ῥινὸς σιμοῦται. | |
3 | δʹ. Αἱ τῶν νηπίων ἐκλάμψιες ἔστιν οἷσιν ἅμα ἥβῃ με‐ | |
5 | ταβολὴν ἴσχουσι καὶ ἄλλαι. — | |
5 | Νήπια λέγει οὐ τὰ ὑποτίτθια, ἀλλὰ τὰ παιδία, ὥσπερ καὶ Ἡρόφιλος· νήπια οὐ φαλακροῦνται, οὐκ ἀγρυ‐ πνοῦσιν, ἀντὶ τοῦ παιδία. τῶν δὲ βιβλίων τὰ μὲν ἔχου‐ σιν ἐκλάμψιες, καὶ οὐδὲν διαφέρει, ἄλλα δὲ ἐπιλήψιες. | |
10 | περὶ δὲ τῶν ἐπιληπτικῶν παθῶν γραφὴ ἑκάστη ἔχει τὴν ἐξήγησιν. εἰ γὰρ ἔχει ἐκλάμψιες, οὕτως λέγει· ἐπὶ τῶν παιδίων οὐ πάνυ διαλάμπει τὸ θερμὸν, ἀλλ’ ἔστιν ἀχλυ‐ ῶδες ἔκ τε τῆς σπερματικῆς ὑγρότητος, καὶ ἐκ τῆς ἀτά‐ κτου διαίτης. ἔνθεν καὶ αἱ αἰσθήσεις αὐτῶν ἀμβλύτε‐ | |
15 | ραι. ὅταν δὲ παραγένηται ἡ ἀκμὴ, ξηραινομένης τῆς ὑγρότητος, σωφρονούντων τε αὐτῶν κατὰ τὴν δίαιταν, κα‐ θαρὸν γίνεται τὸ θερμὸν καὶ εἰλικρινές. εἰ δὲ ἔχει ἐπιλή‐ ψιες, φαμὲν ὅτι πολλάκις ἢ ἐκ τῆς κράσεως ἢ ἐκ διαίτης φλέγμα πλεονάζον. μὴ δυνηθεὶς αὐτὴν θεραπεῦσαι μὴ | |
20 | πτοηθῇς. πολλάκις γὰρ ἐρχομένης τῆς ἥβης, θερμότερον γίνεται τὸ θερμὸν, ὥστε καὶ ἐπιτηδείως τῷ φλέγματι διαλύειν, καὶ λεπτύνει αὐτὸ, καὶ παύεται ἐν τῇ ἀκμῇ. εἰ δὲ εἴη συγγενὲς τὸ πάθος, οὐκ ἀκμὴ, οὐκ ἰητρὸς θε‐ ραπεύει ἢ ἥβη, ὡς περιπνευμονίαν καὶ ἰσχιάδα. τοῦτο | |
25 | γάρ ἐστι τὸ εἰρημένον ὑπὸ Ἱπποκράτους, ἐς νεφρὸν ὀδύνην βαρεῖαν. ἑτέρου δέ ἐστι λόγου καὶ παραβέβλη‐ ται. ψεύδεται γὰρ ὅτι τοῖς παισὶν ὀδύνη βαρείη οὐ γίνε‐ ται ἐς νεφρὸν, εἴ γε αὐτοῦ ἐστι λόγος ὁ λέγων, ὅτι τοῖς ἀκμάζουσι λίθοι γίνονται εἰς τοὺς νεφροὺς μάλιστα, τοῖς | |
30 | δὲ παισὶν ἐν τῇ κύστει. | |
30 | εʹ. Ἐς νεφρὸν ὀδύνη βαρείη, ὅταν πληρῶνται σιτίου, ἐμέ‐ | |
ουσι φλέγμα· ὁκόταν δὲ πλεονάσωσιν αἱ ὀδύναι, ἰώδεα, | 12 | |
2.13 | καὶ ῥᾴους μὲν γίγνονται, λύονται δὲ, ὁκόταν ἐμέσῃ τῶν κενωθέντων. ψαμμία τε πυῤῥὰ ὑφίστανται, αἱματώδεα δὲ οὐρέουσι, νάρκη τε μηροῦ τοῦ κατ’ ἴξιν. ἐλι‐ νύειν οὐ ξυμφέρει, ἀλλὰ γυμνάζεσθαι μὲν, μὴ ἐμπί‐ | |
5 | πλασθαι δὲ, τοὺς νέους ἐλλεβορίζειν, ἰγνύην τάμνειν, οὐρητικοῖσι καθαίρειν, λεπτύνειν τε ἅμα καὶ ἁπαλύνειν. — | |
6 | Οὐ πρὸς διδασκαλίαν ταῦτα γράφων Ἱπποκράτης, ἀλλὰ πρὸς ὑπόμνησιν αὐτοῦ, διεσπασμένοις λόγοις παρα‐ δίδωσι. καὶ ἐμνημόνευσε μὲν ἐξ ἀρχῆς ὑστερικοῦ πάθους, | |
10 | καὶ φοξοτέρας κεφαλῆς, ὕστερον δὲ καὶ παθῶν τῆς ὑπε‐ ρῴας, καὶ τοῦ πάθους τῶν παιδίων. νῦν δὲ θέλει δια‐ λεχθῆναι περὶ τοῦ νεφριτικοῦ πάθους. ἀλλ’ ὥσπερ ἰσχι‐ αδικὸν πάθος λέγεται πᾶν πάθος περὶ τὸ ἰσχίον γινόμε‐ νον, κυριωτέρως δὲ ἰσχίασις, ὅταν ἡ κοτύλη πληρωθῇ | |
15 | μύξης, οὕτως καὶ πᾶν περὶ τοὺς νεφροὺς πάθος λέγεται νεφρῖτις, εἴτε ὀργανικὸν εἴτε ὁμοιομερὲς εἴη. κυρίως δὲ λέγεται ὁ γενόμενος λίθος, εἴτε ἐν τῇ κοιλότητι, εἴτε ἐν τῇ οὐσίᾳ τοῦ νεφροῦ, ἥτις καὶ λιθίασις ὀνομάζεται. περὶ τούτου τοῦ πάθους θέλει νῦν διαλεχθῆναι ὁ Ἱπποκράτης, | |
20 | πάλιν τῷ τόπῳ. τῆς οὖν διδασκαλίας μάθωμεν τὰ περὶ τὴν λέξιν καὶ τὴν διάνοιαν καὶ οὕτω τὸν λογισμόν. μέμνηται οὖν ὀδύνης βαρείης. Τὸ τοῦ βαρέος ὄνομα ὁμώνυμόν ἐστι. λέγεται γὰρ βαρὺ καὶ τὸ βάρους ἔχον συναίσθησιν ὃ ἐπὶ ἀμφοτέ‐ | |
25 | ρων νῦν ὁ λόγος ἁρμόζει. μέμνηται δὲ καὶ φλέγματος. ἀλλ’ εἴωθε μὲν Ἱπποκράτης φλέγμα λέγειν τὴν φλόγω‐ σιν, ποτὲ δὲ καὶ τὸν ψυχρὸν καὶ ὑγρὸν χυμὸν, ὥσπερ δὴ καὶ νῦν. μέμνηται δὲ καὶ σίτου. τοῦτο δὲ κατὰ τριῶν φέρεται σημαινομένων. λέγεται γὰρ σῖτος ὁ χιλὸς, λέγε‐ | |
30 | ται σῖτος καὶ ἡ κόπρος, ὡς ἀπὸ σίτου γενομένη, λέ‐ γεται σῖτος καὶ τὸ αἷμα τὸ μέλλον τρέφειν τὸ σῶμα. νῦν οἴδαμεν τὸ, τί ἐστι καὶ τὸ ἰῶδες ὅτι ἤδη κακοή‐ | |
θους χολῆς. ταῦτα μὲν περὶ τῆς λέξεως αὐτοῦ. | 13 | |
2.14 | Λέγει δὲ ταῦτα Ἱπποκράτης, ὅτι γίνεται λιθίασις, καὶ ὀφείλεις ταύτην θεραπεῦσαι. γίνεται οὖν ἐπὶ τοῦ λίθου ὀδύνη βαρεῖα. μεμαθήκαμεν γὰρ ὅτι αὐτὴ ἡ κοιλότης τοῦ νεφροῦ οὐκ ἔχει νεῦρα, ἔνθεν οὐδὲ ὀδυνᾶται, ἀλλὰ | |
5 | βαρεῖται ἐκ τοῦ ἄχθους τοῦ λίθου. εἰ δὲ εἴπῃς ὅτι σφο‐ δρὰν καὶ χαλεπὴν ἔχει τὴν ὀδύνην, τοῦτο γίνωσκε ὅτι ἐξῆλθεν ἐκ τῆς κοιλότητος ὁ λίθος, καὶ ἦλθε παρὰ τὴν οὐσίαν τοῦ νεφροῦ· αὕτη γὰρ ἔχουσα νεῦρα ὀδυνᾶται. ἀλλ’ εἰ μὲν εἴποι σοι ὁ κάμνων ὀπίσω τε καὶ ἐπὶ τὰς | |
10 | ψόας αἰσθάνεσθαι τὴν ὀδύνην, τότε ἡ οὐσία τῶν νεφρῶν ἐστιν ἡ ὀδυνωμένη. εἰ δὲ εἴποι σοι ἔμπροσθεν καὶ κάτω παρὰ τὸ ὑπογάστριον καὶ ταύτην ὡς ἐπιμήκη εἶναι τὴν ὀδύνην, τότε γίνωσκε ὅτι ἐκ τῆς κοιλότητος παρὰ τοὺς οὐρητῆρας ἦλθεν ὁ λίθος. τοιαύτη γὰρ ἥ τε θέσις καὶ | |
15 | τὸ σχῆμα τῶν οὐρητήρων. στενοὶ μὲν, ἐπιμήκεις δὲ ὑπὸ τὸ ὑπογάστριόν εἰσι τεταμένοι. πρώτη μὲν οὖν αὕτη ἡ διάγνωσις. Δευτέρα δὲ ἡ σημαίνουσα, ποῖος ὁ πεπονθὼς νεφρός· ἡ νάρκη γὰρ γίνεται ὑπὸ τοῦ πλησίον μηροῦ. νάρκη δέ ἐστιν ἡ δυσαισθησία καὶ ἀκινησία καὶ ἡ κατά‐ | |
20 | ψυξις. ἀμφότερα γὰρ ἐδίδαξαν αἱ ἀνατομαὶ, ὡς ἐξ ὧν μορίων ὁ νεφρὸς δέχεται νεῦρα, ἐκ τούτου καὶ ὁ μηρός. πάσχοντος οὖν τοῦ νεφροῦ, καὶ τὰ νεῦρα πάσχοντα δυ‐ σαίσθητον καὶ δυσκίνητον ποιεῖ τὸν μηρόν. ἀλλὰ μὴν καὶ καταψύχεται ὁ μηρός. ἔδειξαν γὰρ αἱ ἀνατομαὶ, οἷον ὁ | |
25 | νεφρὸς ὑπὲρ τὴν ἀναλογίαν αὐτοῦ δέχεται φλέβας, ὅθεν δέχεται ὁ νεφρὸς, ἐκ τούτων καὶ ὁ μηρός. τρέχει οὖν ἡ φύσις παρὰ τὸν μηρὸν ὡς ὀδυνώμενον· ἐντεῦθεν λει‐ φαιμεῖ ὁ μηρὸς, ὡς τῶν ἀγγείων αὐτοῦ συννευσάντων, καὶ διὰ τοῦτο ψύχεται. γίνεται δὲ αὐτοῖς καὶ ἔμετος | |
30 | φλέγματος. εἴρηται γὰρ ἐν τῇ διαγνωστικῇ, ὡς ἐπὶ κω‐ λικῆς καὶ νεφριτικῆς διαθέσεως ἐμοῦσι φλέγμα· ἀλλ’ ἐπὶ κωλικῆς, ὁμολογουμένως· ἐπὶ δὲ νεφρίτιδος ὅτι ἐκ πολ‐ λῆς ὀδύνης γίνεται ταραχή. ἐντεῦθεν θλίβεται τὰ περὶ τὸν στόμαχον, καὶ ὅπου εἶχε τεθησαυρισμένον φλέγμα, | |
35 | ἐμεῖ αὐτό. ἔστι δὲ καὶ ἄλλη σημείωσις. ἐπὶ γὰρ πληρώ‐ | 14 |
2.15 | σει τοῦ στομάχου μᾶλλον ὀδυνῶνται. ὅπου γὰρ πολὺς χυλὸς ὁ ἐν τῇ γαστρὶ, διατείνει αὐτὴν, ἥτις διατεινομένη ὀδυνᾷ τὸν νεφρὸν, ὃς τεινόμενος ἐκ τῆς κόπρου θλίβει τὸν νεφρόν. ἀλλὰ μὴν καὶ πολὺ αἷμα ὂν ἐν τοῖς ἀγγείοις, | |
5 | ἐκεῖνο διατεινόμενον ὀδυνᾷ τὸν νεφρὸν, καὶ μᾶλλον ὅτε πολλὰ ἔχει ἀγγεῖα. εἰ δὲ κατακρατήσουσιν αἱ ὀδύναι, καὶ ἰώδης ἀνεμεῖται χολὴ, εἴτε ἐν τῷ στομάχῳ γεννηθεῖσα, εἴτε καὶ ἐξ ὅλου τοῦ σώματος ἐκεῖ ἐρχομένη. ἐπειδὰν γὰρ ἀγρυπνίαι πολλαὶ, νεφρίτιδες καὶ πόνοι ἐξ ὧν ἐκκαίεται | |
10 | ὁ στόμαχος, γεννᾷ πολλὴν χολὴν, ἥτις ἀνάγεται. πολλά‐ κις δὲ οὐδὲ γεννᾶται ἐκεῖ, ἀλλὰ φέρεται. ἀσθενεῖ γὰρ ὁ στόμαχος ὡς τῶν νεφρῶν παρακείμενος, ἔνθεν ὡς ἀσθενὴς καὶ ὡς εὐαίσθητος, πᾶν μὲν ἐπισύρεται ῥεῦμα, προτρέχει δὲ τὸ λεπτότερον. τί δὲ λεπτότερον χολῆς; ἔν‐ | |
15 | θεν ὁ χολώδης οὗτος ἐμεῖται χυλός. | |
15 | ||
16t | Περὶ λίθου καὶ πῶς οὗτος γίνεται. | |
16t | ||
17 | Δεῖ γοῦν εἰδέναι ὅτι ὁ ἐν τῷ νεφρῷ λίθος, ἀπὸ θερ‐ μασίας ὑπεροπτώσης, ἥτις ἀπὸ ὕλης φλεγματικῆς, γίνε‐ ται καὶ ἀπὸ χρόνου καθὼς ἡ θερμασία ὑπεροπτᾷ τὴν | |
20 | ὕλην. ἔνθεν οὖν γίνονται καὶ τὰ διάφορα εἴδη τῶν λί‐ θων. εἰ μὲν γὰρ πολλὴ ἡ θερμασία, ποιεῖ τὸν λίθον μέ‐ λαν· εἰ δὲ ἥττων, ἐρυθρότερον ἢ λευκότερον. καὶ ἀπὸ τῶν χυμῶν γίνονται λίθοι ἢ σανδαραχώδεις ἢ μέλανες ἢ ὠχρόλευκοι ἢ πυρόξανθοι ἐκ τῆς ποικιλίας τῶν χυ‐ | |
25 | μῶν. καὶ γὰρ διαφόρως ὁ χρόνος χροΐζει τὸν λίθον. ὁ γὰρ πολὺς χρόνος, μελανὸν αὐτὸν ποιεῖ. ὁ δὲ ἥσσων, λευκότερον. ὥσπερ ἐπὶ ἄρτου ὀπτωμένου, οὕτως διαγνῶ‐ μεν τὸν λίθον. Θέλομεν οὖν αὐτὸν θεραπεῦσαι. ἀλλ’ ἴσως καὶ πρὸ | |
30 | τῆς θεραπείας ἡ φύσις τι ποιεῖ χρήσιμον. ποιεῖ δὲ τὰ μὲν ῥᾳστώνην, τὰ δὲ καὶ τελείαν φέροντα τὴν ἀπαλλα‐ γήν. εἰ γὰρ κενώσει φλέγμα δι’ ἐμέτου, ῥᾳστώνη γίνεται· κενοῦται γὰρ τὸ φλέγμα τὸ θλίβον τὸν στόμαχον, καὶ διὰ | |
τοῦ στομάχου τὸν νεφρόν. καὶ τὸ πρότερον μὲν, εἰς | 15 | |
2.16 | πνεύματα ἀναλυόμενος, ἃ δεχόμενος ὁ νεφρὸς, ὡς ἀσθε‐ νέστερος, διετείνετο· τελείαν δὲ ἀπαλλαγὴν, εἰ κενωθῶσι τὰ ψαμμία, διάφορον ἔχοντα τὴν χροιὰν, παρὰ τὴν θερ‐ μασίαν καὶ τὴν ὕλην καὶ τὸν χρόνον. ἀλλ’ ἐπειδὴ Ἱππο‐ | |
5 | κράτης νῦν νεφρῖτιν ὑποτίθεται ἐκ παχυτέρου αἵματος γινομένην, λέγει ὅτι εἰ κενωθῶσιν ἐρυθρὰ ψαμμία σὺν αἵματι δι’ οὔρων, ἀπαλλαγὴν ποιοῦσι, σὺ δὲ εἰπὲ ὅτι εἰ κενωθῶσι ψαμμία τὴν χροιὰν ἔχοντα τοῦ ποιοῦντος χυ‐ μοῦ. αὕτη μὲν οὖν ἡ ἐκ τῆς φύσεως θεραπεία. Εἰ δὲ μη‐ | |
10 | δὲν ποιήσει ἡ φύσις, σὺ ὀφείλεις θεραπεύειν. ἐρχόμενος δὲ πρὸς τὴν θεραπείαν, πρότερον μὲν ἐπιμέλειαν ποιεῖσθαι τοῦ παντὸς σώματος, μήπως περιττωματικὸν ὂν πέμπῃ τῷ νεφρῷ. μετὰ δὲ τὴν θεραπείαν τοῦ παντὸς σώματος ἐλθὲ καὶ ἐπὶ τὴν τοῦ πάσχοντος νεφροῦ ἴασιν, καὶ τοπικοῖς | |
15 | χρῆσαι βοηθήμασι. τούτου εἷς κανών. Ἕτερος ὁ λέγων, μὴ μόνον θεραπεύσῃς τὸν νεφρὸν, ἀλλὰ καὶ προφυλάττεσθαι. πολλάκις γὰρ ἦλθε πρὸς αὐτὸν πρώτη ἡ ὕλη· εὑρεθεῖσα δὲ κατ’ ἀρχὰς ἡ φύσις ἐῤῥωμένη, ἀπεδίωξεν αὐτὴν, ὁμοίως δὶς καὶ τρίς. δέος οὖν μὴ ἀσθενήσῃ ἡ δύναμις, | |
20 | καὶ μηκέτι τὴν ὕλην ἐπιῤῥέουσαν ἀποδιῶξαι δύνασθαι, κἀντεῦθεν ὁ νεφρὸς ἑκτικὴν λαβὼν συνήθειαν, λίθον ἐργάσηται. προφυλάξαι οὖν αὐτὸν χρὴ τοῖς τονοῦσιν, ἵνα μηκέτι δέξηται τὴν ἐπερχομένην ὕλην. Τρίτος κανὼν οὗτος. λάμβανε ἔνδειξιν καὶ ἀπὸ πάντων τῶν | |
25 | στοιχείων. Τούτων προειρημένων, ἴδωμεν τὴν θεραπείαν. καὶ τέως μὲν οὖν μιμησώμεθα τὴν φύσιν καὶ ποιήσωμεν αὐ‐ τὸν ἐμέσαι φλέγμα, μὴ ἐάσωμεν δὲ πολὺν σῖτον ἐν τῷ σώματι, πολὺν χιλὸν, διὰ τὴν διάτασιν τῆς γαστρὸς, μὴ | |
30 | πολλὴν κόπρον, διὰ τὴν διάτασιν τοῦ παρακειμένου νε‐ φροῦ. ὅτι γὰρ ἐπὶ ἐμφράξει κόπρου πολλάκις παροξύνε‐ ται νεφρίτης, ἐδήλωσεν ἔνεμα ὀδύνην παῦσαν νεφριτικοῦ. ἀλλὰ μὴν μηδὲ αἷμα πολὺ ἐάσωμεν ἐν τῷ σώματι, ἵνα μὴ τὰ πολλὰ ἀγγεῖα ὀδυνώμενα καὶ τεινόμενα τὸν νεφρὸν | |
35 | ὀδυνήσωσι. ταῦτα μὲν οὖν παραφυλακτέον. ἐρχόμενος δὲ | 16 |
2.17 | πρὸς τὴν θεραπείαν καὶ θέλων προνοήσασθαι τοῦ παν‐ τὸς σώματος, ἀσιτεῖν αὐτὸν κέλευσον, μήπως ἐκ τῆς πολ‐ λῆς τροφῆς φλέγμα συναγόμενον ποιήσῃ τὸν λίθον. κέλευ‐ σον οὖν αὐτὸν γυμνάζεσθαι. οἶδε γὰρ ἡ κίνησις λεπτῦναι | |
5 | καὶ ἐκδιαφορῆσαι παχύτητα χυμοῦ· ἀλλὰ χρὴ μὴ συντό‐ νοις ἢ πολλοῖς κεχρῆσθαι γυμνασίοις, μήπως ἐκ τῆς πολλῆς κινήσεως ἐγειρομένη παρὰ φύσιν θερμασία ποι‐ ήσῃ τὸν λίθον, οὐ μόνον δὲ ἡ θερμασία αὐξηθῇ, ἀλλὰ καὶ ἡ ὕλη ἡ ἐκεῖ διαφορουμένη παχυτέρα γένηται, καὶ | |
10 | τὸ ὑπολειπόμενον αὐτῆς γεῶδες τραπῇ εἰς λίθον, ἀλλὰ συμμέτροις κέχρησο γυμνασίοις, καὶ τούτοις εἰωθόσιν ἐν ταῖς κατὰ φύσιν πράξεσιν. τοῦτο γοῦν προφυλακῆς ἐστιν. οὐ γὰρ ἐτόλμα ὁ Ἱπποκράτης ἐν αὐτῷ τῷ πάθει καὶ τῇ χαλεπωτάτῃ ὀδύνῃ ἐπιτάξαι γυμνασίοις. καὶ ταῦτα | |
15 | εἰρηκὼς Ἡρωδικὸς, τοὺς πυρεταίνοντας ἔκτεινας δρό‐ μοις ἢ πάλῃσιν. ἀλλὰ ταῦτα προφυλακῆς εἰσι. καὶ θέλει τὸν κάμνοντα κατὰ πολλὴν σχολὴν γυμνάζεσθαι. Ἔρχεται λοιπὸν ἐπὶ τὴν θεραπείαν τοῦ παντὸς σώ‐ ματος, καὶ εἴ ἐστι πλῆθος αἵματος, φλέβα τάμνειν, οὐ | |
20 | τὴν τυχοῦσαν, ἀλλὰ τὴν τῷ νεφρῷ πλησιάζουσαν, τὴν κατ’ ἰγνύαν. ἐξ ἧς γὰρ ἀπὸ ἰσχίου δέχεται ὁ νεφρὸς, ἐκ τούτου ἡ ἰγνύα. ἔχει δὲ καὶ κάτω πολλὰς ἀποσχί‐ δας. ἀλλ’ ἡμεῖς τὴν ἀνωτέραν τέμνωμεν, ἵνα ταχέως γέ‐ νηται μετάστασις τῆς ὕλης. ἔνθεν καὶ τοῦ κατὰ λῆξιν | |
25 | μηροῦ τέμνομεν φλέβα. εἰ δὲ μὴ εἴη ὕλη, ἀλλὰ ποιότης, καθαίρωμεν. τίνι δὲ εἶχε καθᾶραι ὁ Ἱπποκράτης ἐν τοῖς τότε χρόνοις, ἢ ἐλλεβόρῳ, ὃν ἡμεῖς φεύγομεν διὰ τὸ πε‐ ριττωματικὸν τῶν σωμάτων, ὁ δὲ Ἱπποκράτης παρελάμ‐ βανεν, ὡς ἐν καθαροῖς σώμασιν. εἰ δὲ καὶ πλῆθος εἴη | |
30 | καὶ ποιότης, τότε τοῖς ἀμφοτέροις χρησώμεθα, πρότερον μὲν τῇ φλεβοτομίᾳ, ἵνα διάπνοιαν χαρισώμεθα, ὕστε‐ | |
ρον δὲ τῷ καθαρσίῳ. ἐντεῦθεν γὰρ καὶ αἱ ἀπὸ τῶν συ‐ | 17 | |
2.18 | στοίχων ἐνδείξεις γινέσθωσαν, ἀκμάζοντι, ἐν εἰωθότι, ἐν ἐαρινῇ καταστάσει. ἀλλ’ Ἱπποκράτης μόνης τῆς τῶν νέων μνημονεύσας ἡλικίας, δέδωκέ σοι ἂν καὶ τῶν λοι‐ πῶν συστοίχων. ἐχρησάμεθα ἁπλῶς τῇ καθολικῇ θερα‐ | |
5 | πείᾳ. ἐρχόμεθα παρὰ τὴν τοῦ νεφροῦ. Καὶ χρησόμεθα ἀποζέμασι τοῖς διουρητικοῖς, τοῖς δυ‐ ναμένοις θρύψαι λίθον, οἷον τὸ δαμασόνιον. λέγει δὲ καὶ Ἱπποκράτης ἐν τῇ θεραπείᾳ τοῦ νεφροῦ, λεπτῦναι ἅμα καὶ ἁπαλῦναι· καλῶς πάνυ. ἐπειδὴ γὰρ εἶπε ὅτι | |
10 | φλεβοτόμησον ἢ κάθαρον, εἴ ἐστιν ἀκμαστικὴ ἡλικία, ἴσως τις εἶχεν αὐτῷ εἰπεῖν, καὶ εἴ ἐστι παιδικὴ, μηδ’ ἐν τούτῳ ἔχομεν τὰ τῆς θεραπείας οὐδαμῶς. ἀλλ’ ὀφείλεις πάνυ καταθρύψαι τὸν λίθον, πρότερον μὲν ὅτι παιδικὴ ἡλικία ἡ πάσχουσα, ἔπειτα δὲ καὶ μέλλει λίθος διὰ τῶν | |
15 | οὐρητήρων παρέρχεσθαι. οὐρητῆρες δὲ στενοὶ καὶ μακροί· καὶ διὰ τοῦτο ὀφείλομεν τὸν χυμὸν ἁπαλῦναι τῇ ὑγρότητι, ἵνα μὴ ξηρὸς ὢν ἐνισχεθῇ ἐν τοῖς οὐρητῆρσι, καὶ βρα‐ δέως ἐκκρινόμενος πολλὰς ὥρας ὀδυνήσῃ. μία μὲν οὖν αὕτη ἡ ἐξήγησις. Δευτέρα δὲ ὅτι πολλάκις ἡ λιθίασις | |
20 | γίνεται ἀπὸ ὕλης μετὰ ποιότητος. καὶ πρὸς ἀμφότερα θέ‐ λομεν ἐνστῆναι. ἔνθα πολλάκις ψυχροῦ ὕδατος πόσις ἔπαυσε νεφρῖτιν, σβέσασα μὲν δυσκρασίαν ἐνοχλοῦσαν, ῥώσασα δὲ δύναμιν καταβεβλημένην ὑπὸ δυσκρασίας. δύναμις δὲ ῥωσθεῖσα ἢ ἔπεψεν ἢ ἀπεδίωξε τὴν ὕλην, καὶ ἐπαύσατο ἡ | |
25 | νεφρῖτις. πρὸς ἀμφότερα οὖν ὁ Ἱπποκράτης, πρὸς μὲν τὸ πλῆθος διὰ τῶν εἰρημένων. ἀλλ’ ἐπειδὴ ἡ ποιοῦσα ὕλη τὸν λίθον οὐ μόνον πολλὴ ἦν, ἀλλὰ καὶ παχεῖα, τὸ μὲν πλῆθος ἐκένωσεν ἡ φλεβοτομία, τὴν δὲ σύστασιν αὐ‐ τοῦ νῦν λεπτύνομεν, τὴν δὲ ποιότητα καὶ τὴν δυσκρασίαν | |
30 | σβέννυμεν καὶ ἁπαλύνομεν. ἀλλ’ ἐπειδὴ εἶδεν ὁ Ἱππο‐ κράτης ὡς ἐπίπαν ὡς τὰ λεπτύνοντα πάντα θερμά εἰσι καὶ ξηρὰ, τὰ δὲ κατακιρνῶντα καὶ ἁπαλύνοντα ψυχρὰ καὶ ὑγρὰ, διὰ τοῦτο προσέθηκε τὸ αἷμα, ἵνα ποτὲ μὲν τοῖσδε, ποτὲ δὲ τοῖς χρήσῃ, πρὸς τὸ κατεπεῖγον ἐνιστά‐ | |
35 | μενος, οὐδὲ θατέρου παντάπασιν ἀμελῶν. | 18 |
2.19 | Ἔστι δὲ καὶ ἄλλη τρίτη αἰτία. εἶπε γὰρ εἰς ἀφορι‐ σμοὺς, ὅτι τὰ σώματα χρὴ ὅκου ἄν τις θέλῃ καθαίρειν, εὔῤῥοα ποιέειν. καὶ πολλῶν ἐκεῖσε λεχθεισῶν ἐξηγήσεων, μόνην ἐδεξάμεθα, ὅτι ὅταν βούληται κενῶσαι εὔῤῥοον | |
5 | τὸ περιέχον, ὑγρᾶναι τὰ περιεχόμενα, ἵνα δι’ εὐρέος ὀρ‐ γάνου ταχέως ὀλισθαίνῃ τὸ κενούμενον. τοῦτο καὶ ἐν‐ ταῦθα λέγει, λεπτύνων τὸν μέλλοντα κενωθῆναι χυμόν. ἐπειδὴ δὲ δι’ οὐρητήρων κενωθῆναι μέλλει τῶν στενῶν καὶ μακρῶν, εὔρυνον αὐτοὺς δι’ ὑγρότητος. ἀλλ’ Ἱππο‐ | |
10 | κράτης ἐκ τοῦ γινομένου τὸ ποιὸν ἐδήλωσε. θέλων γὰρ εἰπεῖν ὕγρανον, ἐπειδὴ οἶδε τὸ ὑγραινόμενον ἁπαλύνε‐ σθαι, ἁπαλῷ εἶπεν ἀντὶ τοῦ ὑγραίνοντι. οὕτω μὲν οὖν καλῶς ἔγνωσται τῷ Ἱπποκράτει ἡ λιθίασις. ἀλλὰ μὴν καὶ ἐθεραπεύετο ἐπὶ τῶν αὐτοῦ χρόνων. ἐπειδὴ γὰρ οὐκ | |
15 | ἦν τότε πολὺ φλέγμα ἐκ τῶν συνεχῶν γυμνασιῶν, ἀλλ’ ἦν ἐῤῥωμένη ἡ δύναμις, εὐχερῶς ἐνικᾶτο ἡ λιθίασις. ἐπειδὴ δὲ νῦν τρυφηλὴ μὲν τράπεζα, βλεννώδης δὲ συνάγεται χυμὸς καὶ πολλὴ ἀσθένεια, ἔνθεν μὲν γίνονται πολλαὶ λιθιάσεις· ἐκ δὲ τῶνδε, δυσΐατα ἢ καὶ ἀνΐατα σχεδὸν | |
20 | πάθη. ταῦτα μὲν οὖν οὐκ ἠγνόησεν Ἱπποκράτης. εἶπε γὰρ γεγυμνάσθαι καὶ ἀσιτεῖν, ὧν νῦν οὐδὲν γίνεται. το‐ σαῦτα περὶ λιθιάσεως. | |
22 | ϛʹ. Γυναικεῖα τῇσιν ὑδαταινούσῃσιν ἐπιπολὺ παραμένει· ὅταν δὲ μὴ ταχὺ ἴῃ, ἐποιδέει. — | |
24 | ||
25 | Ὀφείλομεν ἑπόμενοι τοῖς ἐξ ἀρχῆς ὁμολογηθεῖσι, σα‐ φηνίσαι τὸν λόγον, ἀποδοῦναι δὲ καὶ τὴν διάνοιαν τοῦ λογισμοῦ. γυναικεῖον οὖν μεμνημένου ῥοῦν τοῦ Ἱπποκρά‐ τους, τρεῖς φαίνονται τρόποι σημαινόμενοι. λέγεται γὰρ γυναικεῖον μόριον, μήτρα, ὄρχις, τράχηλος, αἰδοῖον. λέγε‐ | |
30 | ται γυναικεῖον καί τι περὶ ταῦτα τὰ μόρια πάθος, ἡ ὑστερικὴ ἄπνοια. λέγεται καὶ γυναικεῖον ἔργον, οὐ περὶ ἁφῆς τῆς ποιούσης ἀσχολεῖσθαι τὰς γυναῖκας οἷον ἱστὸν | |
ἢ ἠλακάτην, ἀλλὰ τὴν σύλληψιν, τὴν κυοφορίαν, τὴν | 19 | |
2.20 | ἀπότεξιν, τὴν γαλουχίαν, πρό γε πάντων τὴν ἔμμηνον κάθαρσιν. καλῶς δὲ εἶπον πρὸ τούτων. ταύτης γὰρ εὐη‐ μερούσης, καὶ αἱ ἄλλαι προέρχονται. εἰ γὰρ καθαίρεται κατὰ λόγον ἡ μήτρα ἐν τῇ συλλήψει, ὡς κατά τινος | |
5 | ἐραστοῦ ἔρχεται κατὰ τοῦ σπέρματος, καὶ ξηροτέρα οὖσα σφίγγει τὸ σπέρμα· ἐντεῦθεν καλῶς ἡ κυοφόρησις, καὶ ἄφθονον τὸ γάλα. περὶ ταύτης οὖν τῆς καθάρσεως νῦν διαλέγεται· ταύτην γὰρ ἐκάλεσε γυναικεῖον. λέγει γὰρ καὶ ὑδαταινούσῃσι. καί τινες μὲν λέγουσι τὰς ἐχούσας ὕδε‐ | |
10 | ρον· τοῦτο δὲ οὐκ ἔστιν· ἀλλὰ τὰς ἐχούσας ὀρωδέστερον καὶ ψυχρότερον καὶ ὑγρότερον καταμήνιον, ὑδαταινούσας. καὶ πάλιν τινὲς λέγουσιν ἐπὶ τῶν παρὰ φύσιν. τὸ γὰρ ἀληθὲς, ἐπὶ τῶν κατὰ φύσιν. εἰ γάρ ἐστι ψυχρότερον καὶ ὑγρότερον τὸ καταμήνιον, φανερὸν ἐκ τῆς κράσεως καὶ | |
15 | ἡλικίας καὶ ἕξεως καὶ χροιᾶς. πάντα μὲν γὰρ περὶ ὀνο‐ μάτων λέγει ὁ Ἱπποκράτης, ὅτι εἰ καθαίρεται ἡ γυνὴ ψυχρότερον καὶ ὑγρότερον περίττωμα, ὡς ἐπιπολὺ κα‐ θαιρεῖσθαι. τὸ γὰρ ἐπιπολὺ, ἢ πρὸς τὰς ἡμέρας ἀντὶ τοῦ μὴ δύο ἡμέρας μόνας ἢ τρεῖς, ἀλλὰ πλείονας, ἢ καὶ | |
20 | πρὸς τὰς ἡλικίας πάντῃ, τοῦ μὴ ἄχρι μόνης τῆς ἀκμῆς, ἀλλὰ καὶ περὶ τῆς παρακμῆς. εἰ γὰρ ἐπισχεθῇ τὸ κατα‐ μήνιον, οἴδημα ποιεῖ περὶ τὸ πρόσωπον, ὃ τὴν ὑδερικὴν διάθεσιν ἐργάζεται. καὶ νῦν αὕτη, ἢ ὅτι ψυχρὸν τὸ κα‐ ταμήνιον ψύχει τὴν θερμασίαν, ἢ ὅταν τῷ πλήθει κατα‐ | |
25 | βαρῇ καὶ καταπνίγῃ. μεμαθήκαμεν γὰρ ὅτι καὶ ἀθρόα φορὰ καὶ ἀθρόα ἐπίσχεσις ψύχει, κένωσις μὲν τῇ διαφο‐ ρήσει, ἐπίσχεσις δὲ τῷ πλήθει καὶ τῷ ψύχει. | |
27 | ζʹ. Καὶ ἐν Κρανῶνι αἱ παλαιαὶ ὀδύναι ψυχραί· αἱ γὰρ νεαραὶ θερμαὶ, αἱματίαι αἱ πλεῖσται καὶ τὰ ἀπὸ | |
30 | ἰσχίου ψυχρά. — | |
30 | Κρανὼν μέν ἐστιν ὄνομα πόλεως. νῦν διαλέγεται Ἱπ‐ | |
ποκράτης περὶ ἐπιδήμου ἢ σποραδικοῦ ὀνόματος. εἰ | 20 | |
2.21 | γὰρ ἦν σποραδικὸν τοῦτο, ἦν ἀνάξιον νόσημα μεγάλου μέλους ἢ ἄλλου τινὸς μορίου μερικοῦ παθόντος· ἐπειδὴ καθόλου λέγει ἐν Κρανῶνι, περὶ ἐπιδήμων μᾶλλον. λέγει οὖν ἱστορηκέναι ἐκεῖ Ἱπποκράτης νέας καὶ παλαιὰς ὀδύ‐ | |
5 | νας. καί τινες καταγελάστως ἐξηγήσαντο. ἐπειδὴ Ἱππο‐ κράτης πρὸς ὑπόμνησιν αὐτοῦ ταῦτα ἐν διφθέραις ἀπε‐ τίθετο, νέας μὲν λέγει ἃς πρὸ ὀλίγου εἶδε, παλαιὰς δὲ, ἃς πρὸ πολλοῦ χρόνου. ἡμεῖς δὲ ἃ πρὸ πολλοῦ φα‐ μεν, ὅταν τὴν ταχέως γινομένην ὀδύνην καὶ ταχέως παυο‐ | |
10 | μένην, νέαν λέγει, τὴν δὲ ἀναμένουσαν πλείονα χρόνον, παλαιάν. πᾶσαι δὲ, ἀπὸ αἵματος, ἀλλὰ διαφόρου· αἱ μὲν γὰρ νέαι, ἀπὸ θερμοτέρου καὶ λεπτοτέρου, αἱ δὲ πα‐ λαιαὶ, ἀπὸ μελαγχολικωτέρου καὶ παχυτέρου. λέγει δὲ ἱστορηκέναι καὶ ψυχρὰ τὰ περὶ τὸ ἰσχίον, τουτέστι τεί‐ | |
15 | νοντα τὸ ἰσχίον, διάθεσιν τὴν ἀπὸ φλέγματος γινομένην. ἀλλ’ ὅταν γένηται περὶ τὸ ἰσχίον ψυχρὰ διάθεσις, ζητη‐ τέον πῶς γίνεται· οὐδὲν γὰρ ἄτοπον ἀπὸ θερμασίας αὐτὴν γίνεσθαι, εἰ ἀναμνησθῶμεν τοῦ πρώτως καὶ κατὰ συμβεβηκός. πολλάκις γὰρ γίνεται περὶ τὸ ἰσχίον * θέ‐ | |
20 | σει δυσκρασίᾳ, ἀλλ’ εὑρηκυῖα ψυχρὸν χυμὸν ἀνέλυσεν αὐ‐ τὸν, καὶ οὕτως πέμψας ἀτμοὺς ψυχροὺς, δέδωκεν ἔννοιαν ψύξεως ἐμφωλευούσης, ὥσπερ καὶ τὸ ἐναντίον, ψύξις ἐπε‐ γένετο· πυκνώσασα δὲ τοὺς πόρους, θερμασίας δέδωκε συναίσθησιν. οὕτω καὶ ἐνταῦθα παρεσφάλη ἡμῖν τὰ τῆς | |
25 | θεραπείας. ὥσπερ γὰρ ἐπὶ τοῦ στομάχου χολὴ πλεονά‐ ζουσα καὶ διὰ τῶν ψυχόντων ὀφείλουσα θεραπευθῆναι, δέδοται τροφὴ καὶ οὐκ ἐπέφθη· ἦν γὰρ καταβληθεῖσα ἐκ τοῦ χυμοῦ ἡ δύναμις, ἡ δὲ ἀπεπτηθεῖσα φλεγμάτων δέ‐ δωκεν αἴσθησιν. οὕτως καὶ ἐνταῦθα πολλοὶ τοῖς διὰ κυ‐ | |
30 | μίνου καὶ ἀνίσου χρησάμενοι, ηὔξησαν τὰ τοῦ φλέγματος, ὀφειλόντων διὰ ψυχροῦ ὕδατος πόσιν σβέσαι τὴν χολήν. τοῦτο δὲ ἔπαθον, μὴ ζητήσαντες, τί τὸ πρώτως καὶ τί τὸ κατὰ συμβεβηκὸς, ὥσπερ φησὶ καὶ ὁ Γαληνὸς, ὅτι τὰ | |
πνεύματα γίνονται ἐν τῇ γαστρὶ, τοῦ κατὰ φύσιν θερμοῦ | 21 | |
2.22 | μειωθέντος. μειοῦται δὲ ἢ ἄντικρυς ἀπὸ ψύξεως ἢ ἀπὸ παρὰ φύσιν θερμασίας. ταῦτα οὖν ἅπαντα ζήτησον· ὑπαλλάττουσι γὰρ τὰ μέρη κατὰ τὴν θεραπείαν. | |
3 | ηʹ. Τὰ ἐς ῥίγεα ἰσχυρὰ ἰόντα οὐ πάνυ τι πρηΰνει, ἀλλ’ | |
5 | ἢ ἐν ταῖς ἀκμαῖς. — | |
5 | Περὶ ῥίγους ἐνταῦθα διαλέγεται. ῥῖγος δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ περίψυξις καὶ κλόνος. τοιοῦτον δὲ προηγεῖται μάλιστα τριταίου. ἀλλὰ περίψυξις μὲν, ὅταν δακνομένης τῆς φύσεως καὶ φευγούσης εἰς τὸ βάθος περιψύχεται τὰ | |
10 | ἄκρα· κλόνος δὲ, ὅταν δακνόμενα τὰ μόρια τοῦ σώματος ἐκ τῆς δριμείας χολῆς κλονεῖται. ἔστι δὲ τὸ ῥῖγος τρι‐ ταῖον, τὸ μὲν προηγούμενον, ὡς ἐπὶ τοῦ τριταίου, τὸ δὲ συνεδρεῦον, ὡς ἐπὶ τοῦ ἠπιάλου. οὗτος γὰρ γίνεται ἐξ ὕλης ἡμισαποῦς, καὶ τὸ μὲν σεσηπὸς ποιεῖ τὸν πυρετὸν, | |
15 | τὸ δὲ ἀσαπὲς ποιεῖ τὸ ῥῖγος. ἔστι καὶ μετὰ πυρετοῦ, ὅταν προσδοκωμένης κρίσεως, ἀποδιώκηται ἡ ὕλη ἀπὸ τοῦ βάθους περὶ τὴν ἐπιφάνειαν, καὶ παρϊοῦσα δάκνει. περὶ τούτου νῦν διαλέγεται. περὶ γὰρ τοῦ ἀνεκθερμάντου νῦν οὐ γίνεται μνήμη. καὶ ταῦτα μὲν οὕτως. ἰστέον δὲ | |
20 | ὅτι πολλάκις οὐ γίνεται ἐν ἀρχῇ τούτου τριταῖος· τὸ γὰρ ἐν τέλει, μελαγχολικοῦ. ἐν γὰρ τῇ ἀρχῇ τοῦ τριταίου, χαλεπὸν τὸ ῥῖγος, πολλὴ ταραχή· μέλλει γὰρ ὅσον οὔπω γενέσθαι κρίσις. ἐν δὲ τῇ ἀρχῇ τοῦ τεταρταίου, ῥῖγος μὲν γίνεται, καὶ τοῦτο ὡς τὸ κοπῶδες μικρὸν καὶ ἀναίσθητον· | |
25 | τῷ δὲ ἑβδόμῳ εἴσω μηνὶ, ἄρχεται ἐπιτείνεσθαι τὰ τοῦ κόπου καὶ τοῦ ῥίγους· διὸ καὶ ἀγαθὸν σημεῖον. γινώσκεις γὰρ ὅτι τότε ἤρξατο λεπτύνεσθαι τὸ πάχος τοῦ χυμοῦ, καὶ ἀρξάμενον φέρεσθαι ἐπὶ τὰ ἔξω, δάκνει καὶ ποιεῖ τὸ ῥῖγος. τοῦτό ἐστι τὸ λεγόμενον ὑπὸ Ἱπποκράτους. καὶ | |
30 | διὰ τοῦτο ὑπερβατῶς ἀναγινώσκεσθαι χρὴ, ὅτι τὰ νοσή‐ ματα ἰσχυρὰ ἔχοντα ῥίγη, τουτέστι τὰ χρόνια. καὶ ἵνα σαφὴς ὁ λόγος γένηται, οὕτως αὐτὸ δεῖ νοῆσαι, ὅτι τὰ νοσήματα οὐ πάνυ τοι πρηΰνεται, εἰ μὴ ὅτε ἔλθοι ἰσχυ‐ | |
ρὸν ῥῖγος, ὅπερ γένηται ἐν τῇ ἀκμῇ. | 22 | |
2.23 | θʹ. Αἱ σχέσιες τῶν οὔρων ἢν ἐς χρηστὸν ἴωσι καὶ κοιλίη μὴ ὑποδιέλθῃ καὶ ὕπνοι ἢν ἔωσιν. ἴσως δὲ καὶ ὁ τρόπος τοῦ πυρετοῦ, ἴσως δὲ καὶ τὰ ἐς κόπον. — | |
3 | Περὶ οὔρων ἐπεχομένων διαλέγεται. ἐπέχεται δὲ τὸ | |
5 | οὖρον ἢ δι’ ἔμφραξιν τῶν οὐρητικῶν ὀργάνων, ἢ δι’ ἀσθέ‐ νειαν δυνάμεως αὐτῶν, ἢ διὰ παραφροσύνην, ὡς πολλά‐ κις αἰτεῖν αὐτοὺς ἀμίδα καὶ ἐπιλανθάνεσθαι, καὶ διὰ τὰς ἄλλας κενώσεις. ἡ γὰρ φύσις τρεῖς δέδωκε πέψεις τῷ παντὶ σώματι, καὶ ἑκάστῃ ὑπόνομον. πεττομένης γὰρ | |
10 | τῆς τροφῆς ἐν γαστρὶ, τὴν κόπρον κενοῦσι τὰ ἔντερα. τοῦ δὲ χυμοῦ μεταβαλλομένου ἐν τῷ ἥπατι, κενοῦται τὸ οὖ‐ ρον. ἑκάστου δὲ μέρους τρεφομένου, ἱδρὼς τὸ περίττωμα προχεῖται. εἰ οὖν ἐνεχθῇ πολλὴ κένωσις μιᾶς κενώσεως, αἱ ἄλλαι ἐνδεῶς φέρονται· εἰ δὲ ἐνεχθῇ πολὺ οὖρον, ἐκεῖ | |
15 | δραμόντων τῶν πολλῶν περιττωμάτων, αἱ ἄλλαι δύο κε‐ νώσεις οὐ κενοῦσι πολὺ, ὅθεν καὶ εἶπεν ὁ ἀφορισμός· — οὔρησις νύκτωρ πολλὴ γινομένη μικρὰν τὴν ὑποχώρησιν σημαίνει. ταῦτα μὲν περὶ οὔρων. Ἡ δὲ ὑπόθεσις τοιαύτη. εἰσέρχῃ πρὸς τὸν ἄῤῥωστον. | |
20 | πρὸ πάντων ζήτησον, εἰ ὀλέθριον ἢ σωτήριον εἴη τὸ νό‐ σημα ἐκ τῶν εἰρημένων ἐν τῷ προγνωστικῷ. εὑρὼν ὅτι σωτήριον, καὶ ἆρα κατὰ βραχὺ συμπέττεται, ἢ ἀθρόως κρίνεται· εὑρὼν δὲ ὅτι ἀθρόως κρίνεται, ἀθρόως κρί‐ νεται δι’ ἀποστάσεως, ἢ δι’ ἐκκρίσεως. ζήτει λοιπὸν | |
25 | διὰ ποίας αἰτίας, διὰ ἱδρῶτος, διὰ γαστρὸς ἢ δι’ οὔρων. ἐν γοῦν τῷ ταῦτα ζητῆσαι, λέγει ὁ κάμ‐ νων, τὸ οὖρόν μου οὐ φέρεται, ἡ γαστήρ μου ἐπέχε‐ ται. ἀκούω δὲ καὶ ἄλλου σημείου· λέγει γὰρ, ῥιγῶ· ἀγα‐ θαὶ αἱ ἐλπίδες ἐντεῦθεν· ἡ γὰρ ὕλη φερομένη περὶ τὴν | |
30 | ἐπιφάνειαν δάκνει, καὶ σφοδρὸν τὸ ῥῖγος τοῦτο κριτικόν ἐστιν. ἔγνωμεν οὖν ὅτι καὶ δι’ ἱδρώτων ἀπαλλαγὴ γίνεται. ἐπειδὴ δὲ τὸ οὖρον προνοίᾳ φύσεως ἢ κακοηθείᾳ νοσή‐ ματος ἐπείχετο, αὐτὸς δέδωκε τὸν προσδιορισμὸν, ἢν αἴσχιστον ἴωσιν. ἀλλ’ εἰ μὲν ἔχει ὦσιν, ἀντὶ τοῦ ἐκ | |
35 | τῶν προτεθέντων οὔρων. εἰ γὰρ ἔχει ἴωσι, ἀντὶ τοῦ | 23 |
2.24 | ὑπάρχοιεν οἱ πάσχοντές φησιν, ὅτε προηγήσατο ἀγαθὰ σημεῖα, τὰ ἀπὸ κατακλίσεως, τὰ ἀπὸ τοῦ προσώπου καὶ τοῦ σφυγμοῦ. ἔστι δὲ καὶ ἄλλο σημεῖον, ἀπὸ τοῦ ὕπνου. μᾶλλον γὰρ ὀφείλει εἶναι ἀγρυπνία, ὅπου | |
5 | ἀγὼν, ὅπου τὰ νοσοποιὰ αἴτια. τὸ δὲ ἀληθὲς, οὕτω λέ‐ γει, ὅτι τὰ προηγησάμενα δύναται δηλῶσαι, εἰ διά τι χρηστὸν ἐπέχεται τὸ οὖρον· ἀλλ’ οὐ μόνα ταῦτα, ἀλλὰ καὶ ἡ εὐφορία. ὕπνου δὲ μόνου ἐμνημόνευσε. δυνατὸν δέ σε καὶ ἐκ τοῦ τρόπου τοῦ νοσήματος γνῶναι. εἰ γὰρ εὔ‐ | |
10 | ηθες τὸ νόσημα, μᾶλλον προνοίᾳ φύσεως οὐ κενοῦται τὸ οὖρον· εἰ δὲ κακόηθες, μᾶλλον διὰ τὴν αὐτοῦ κακοή‐ θειαν. τὸ δὲ νόσημα δύναταί σοι δηλῶσαι, εἰ οὐ κενοῦ‐ ται τὸ οὖρον, ποία μέλλει γενέσθαι κρίσις. εἰ γὰρ μὴ διαλείπων ὅπου ἐπαιδεύθη ἡ ὕλη ἔσω τῶν ἀγγείων μέ‐ | |
15 | νειν, ἔνθεν καὶ διὰ τῶν ἔσω κενωθήσεται, ἢ γὰρ διὰ γα‐ στρὸς, ἢ διὰ οὔρων. ζήτει δὲ καὶ τὰ προκαταρκτικὰ αἴ‐ τια τῶν αἰτίων, διάφορον ποιοῦντα κένωσιν. εἰ γὰρ ὅπου γέγονεν ἀπὸ ἡλίου καύσαντος, μᾶλλον δι’ ἱδρώτων ἡ κένωσις. ἐπυκνώθησαν γὰρ οἱ πόροι, ἐπαχύνθη ἡ ὕλη, | |
20 | ἥτις κάτω βρίθουσα διὰ γαστρὸς ἢ οὔρων κενωθήσεται. πολλῶν δὲ ὄντων προκαταρκτικῶν αἰτίων, παράδειγμα κόπος. ἴσως δὲ καὶ τὰ εἰς κόπον. τὸ ἴσως οὐκ ἔστι δι‐ στακτικὸν πάντως, ἀλλὰ ἐν διφθέραις ἀποσημειούμενος, οὐ πάντως ἀποφαίνεται. | |
24 | ||
25 | ιʹ. Ἀποστάσιες οὐ μάλα σὺν ῥίγεσιν, ἀλλ’ οἷς ἐκ τῶν σκελέων ἐκθηλύνσιες, οἷον εἰ πρὸ νούσου ὁδοιπορήσαν‐ τες, ἐκ νόσου αὐτίκα, ὅτι ἶσον τὸ ἐκ κόπων εἰς ἄρθρα ἀπέστη, διὸ καὶ τῶν σκελέων ἐκθηλύνσιες. — | |
28 | Ταύτης πάλιν ἔχεται τῆς ὑποθέσεως. εἰσῆλθε γὰρ | |
30 | πρὸς ἄῤῥωστον, εὗρε σωτήριον τὸ νόσημα καὶ κρινόμενον, οὐ λυόμενον. ζητεῖ λοιπὸν πῶς κριθήσεται. καὶ οὐδαμοῦ νοτὶς, ἵνα προσδοκήσῃ ἱδρῶτας, οὐδαμοῦ διάτασις γα‐ στρὸς, ἵνα προσδοκήσῃ διάῤῥοιαν. εὗρε πάντως ὅτι ἀπό‐ στασις γίνεται. λοιπὸν ζητῶ, ποῦ ἔσται ἡ ἀπόστασις. | |
35 | καὶ ἐν τῷ με ζητεῖν, λέγει μοι ὁ κάμνων, πρὶν ἀῤ‐ | 24 |
2.25 | ῥωστήσω, πολλὰ περιεπάτησα καὶ ἤλγησά μου τοὺς πό‐ δας. ἐκ τούτου γοῦν ἔγνων, ποῦ ἔσται ἡ ἀπόστασις, ὅτι παρὰ τοὺς πόδας ἤτοι τὰ ἄρθρα, πρῶτον μὲν ὅτι κοῖλα, τὸ δὲ κοῖλον, ῥευμάτων δεκτικόν· πρὸς δὲ τούτοις, ἐκ | |
5 | τῆς κινήσεως· θερμασία γὰρ ῥευμάτων προκλητική· πρὸς τούτοις, ἐξεθηλύνθησαν τῇ κενώσει· ἐκθήλυνσις δὲ, ἡ ἀσθένεια. γεγονότα οὖν ἀσθενῆ, προκαλοῦνται ῥεύματα. ἑκάστου τῶν πάντων ἔγνων, ὅτι ἐκεῖ ἔσται ἡ ἀπόστα‐ σις. ἐντεῦθεν δύο ἀσθενείας τὸ μόριον ἐκτήσατο, μίαν | |
10 | μὲν ἐκ τῆς ὁδοιπορίας, ἑτέραν δὲ τὴν ἀπὸ τοῦ ῥευματι‐ σμοῦ. μία αὕτη ἡ ὑπόθεσις. ἑτέρα λέγουσά μοι, ποῦ ἔσται ἡ ἀπόστασις· ὑπόκειται γάρ που. καὶ ἐπὶ τούτῳ γέγονε κρίσις, ἀλλ’ ἀτελής. τότε λέγομεν ὅτι ὀφείλεις κατὰ τρόπον παιδαγωγηθῆναι, καὶ οὐ παλινδρομήσει τὸ | |
15 | νόσημα. ταῦτα μὲν οὖν εἴπομεν, οὐκ ἐγένετο δὲ, ἀλλὰ διὰ τὴν περίστασιν ἐκινήθη· πολλὰ περιεπάτησε· πάλιν τὰ αὐτά. παρὰ τὰ ἄρθρα γὰρ ἔσται ἡ ἀπόστασις. διὸ καὶ εἶπεν ὁ ἀφορισμός· —οἷσιν ἂν ἐκ νούσων ἀνισταμέ‐ νοισι στηρίζει ἡ νοῦσος, ἐκ νόσου αὐτίκα. ἐπειδὴ εἶπεν | |
20 | ὅτι μετὰ τὴν νοῦσον, μὴ ἐάσῃς αὐτὸν κινηθῆναι. * τῇ οὖν παιδαγωγεῖν αὐτῷ ἤμελλες λέγειν, καὶ ἀεὶ περιΐστα‐ σθαι. διὰ τοῦτο προσέθηκε τὸ αὐτίκα. διὸ καὶ τῶν σκε‐ λέων ἐκθηλύνσιες. ἀσαφὲς δοκεῖ τοῦτο, πλὴν διὰ σαφή‐ νειαν προσέθηκε τὸ αὐτίκα, ἑτέραν δὲ τὴν ἀπὸ τοῦ ῥευ‐ | |
25 | ματισμοῦ, ἣν νῦν λέγει. | |
25 | ιαʹ. Φύματα ἐξογκέοντα ἀποξέα καὶ κορυφώδεα καὶ ὁμα‐ λῶς ξυμπεπαινόμενα καὶ μὴ περίσκληρα καὶ μὴ κα‐ τάῤῥοπα καὶ τὰ μὴ δίκερα ἀγαθὰ, τὰ δ’ ἐναντία ἀγαθὰ, τὰ δὲ ὡς πλεῖστον ἐναντία, κακά. — | |
29 | ||
30 | Καθὼς ἠλπίσαμεν μέλλουσαν ἔσεσθαι ἀπόστασιν, καὶ | |
ἐγένοντο ἔξω ἐξανθήματα. ταῦτα δὲ ἐπεὶ ἀναλογίαν | 25 | |
2.26 | σώζουσι τοῖς ἐν γῇ φυομένοις, καθὰ καὶ ἐκ τοῦ βάθους ἔρχονται παρὰ τὴν ἐπιφάνειαν, καλείσθωσαν φύματα. ταῦτα οὖν διέγνωμεν, εἴτε ἀγαθά εἰσιν εἴτε κακά· πρό‐ τερον οὖν εἰ ἐπὶ τὰ ἔξω πάνυ ἔλθωσι, σημεῖον τοῦτο | |
5 | ἐῤῥωμένης δυνάμεως, ἐλευθερωσάσης τὸ βάθος, ὑβρισά‐ σης δὲ τὴν ἐπιφάνειαν. πρὸς τούτοις δὲ, μὴ ἔστωσαν πλατέα, ἀλλ’ ὀξέα. ταῦτα γὰρ ὁ ἰατρὸς ὁρῶν ἐπιπολῆς γινόμενα, μᾶλλον θεραπεύει ἢ τὰ ἐν βάθει διήκοντα. τὰ γὰρ πλατέα ἀπὸ φλεγματικοῦ γίνονται χυμοῦ, τὰ δὲ ὀξέα | |
10 | ἀπὸ χολῆς τρεχούσης ἐπὶ τὰ ἔξω. χολὴν δὲ λέγω, ἣν βα‐ στάζει ἡ φύσις ἤπερ φλέγμα, διὰ τὸ λεπτὸν ἀκίνητον. πάλιν μὴ ἔστω τὸ μὲν σκληρὸν, τὸ δὲ ἁπαλόν. ἀνώμα‐ λον γὰρ σημεῖον καὶ ἀσθενεστέρας δυνάμεως, μὴ κατα‐ κρατησάσης ὁμοτίμως· ἔστω δὲ ὅλον ἁπαλόν· σημεῖον | |
15 | γὰρ τοῦτο πέψεως. ἔστω πάλιν ἐπὶ τὰ ἄνω ἢ κάτω νεῦον. ἄνω γάρ ἐστι τὰ κύρια μόρια, δύναμις δὲ ἐῤῥω‐ μένη εἰς τὰ ἀσθενῆ ἀποδιώκει. πρὸς τοῦτο μὴ ἐχέτω δύο στόματα, μεριζομένης τῆς φύσεως ἐξ ἀσθενείας, ἀλλ’ ἓν ἵν’ ἐκεῖ σχολάσῃ ἡ φύσις. καὶ πάντα μὲν ταῦτα ἀγα‐ | |
20 | θὰ, ἅπαντα δὲ κακὰ μὴ οὕτως ἔχοντα. καὶ εἰ τὰ μὲν πα‐ ρῇ, τὰ δὲ ἀπῇ, ἃ ἐν τῷ μέσῳ, γίνονται διαφοραί. οἶδε γὰρ Ἱπποκράτης καὶ ἔμμεσα ἐναντία. | |
22 | ιβʹ. Τὸ θηριῶδες φθινόπωρον, καρδιαλγίαι καὶ τὸ φρι‐ κῶδες καὶ τὰ μελαγχολικά. — | |
24 | ||
25 | Πολλῶν ζητουμένων λόγων ἐν τῷ σώματι, ζητεῖ καὶ τὰ ἔξωθεν τὰ ἀπὸ τοῦ ἀέρος. τεσσάρων ὄντων καιρῶν, ζητεῖ ποῖα νοσήματα τὸ φθινόπωρον ποιεῖ, καὶ διὰ τοῦτο, ποία ὕλη τίκτει χυμὸν, καὶ διὰ τοῦτο, ποῖος λό‐ γος ποιεῖ τὴν κράσιν, καὶ ποίας κράσεως. τὸ τοίνυν φθι‐ | |
30 | νόπωρον ξηρὸν μέν ἐστιν, ἀνώμαλον δὲ κατὰ τὴν ἑτέραν ἀντίθεσιν. διεδέξατο δὲ θερμὴν ὥραν, ἐν ᾗ πολλὴ γεν‐ νᾶται χολὴ, ἀλλ’ ὥσπερ ἐγεννᾶτο, καὶ διεφθείρετο ἤγουν διεφορεῖτο. ἐνταῦθα δὲ ἐγεννήθη ἀπὸ τοῦ θέρους, ἀπε‐ | |
κλείσθη δὲ ἀπὸ τοῦ φθινοπώρου. ὅθεν τὸ φθινόπωρον | 26 | |
2.27 | τὰ μὲν δι’ ἑαυτοῦ, τὰ δὲ διὰ τὴν προλαμβάνουσαν ὥραν ποιεῖ νοσήματα. ἀλλ’ ἤρξατο ὁ Ἱπποκράτης καὶ ἐτελεύ‐ τησεν ἐκ τῶν πρεπόντων τῷ φθινοπώρῳ, ἐν δὲ τῷ μέσῳ τοῦ θέρους θηριώδη νοσήματα ποιεῖ τὸ φθινόπωρον. | |
5 | θηριώδη οὖν λέγει τὰ ἁπλῶς κακοήθη. ἐν τούτοις γὰρ ἐλεφαντίασις καὶ καρκῖνοι· ἢ θηριώδη, ὅτι ἐν αὐτῷ οἷον θηρία γίνονται, ἕλμινθες, ἀσκαρίδες. ἢ θηριώδη λέγει, ὅτι ὡς θηρία ποιεῖ τοὺς ἀνθρώπους. εἰ γὰρ τύχοι ἕλ‐ κος γενέσθαι ἐν τῷ πνεύμονι, ἢ διαβρωθέντος αὐτοῦ | |
10 | ἐν τῷ θέρει, χολὴ ἐξέρχεται τὸ φθινόπωρον, καὶ τῇ ἀνωμαλίᾳ καταλύει τὴν φύσιν, ἔνθα πτερυγώδεις οὗ‐ τοι γίνονται καὶ θηρίοις ἐοικότες. καὶ ἁπλῶς εἰπεῖν, τὰ μελαγχολικὰ νοσήματα ἐν τούτῳ γίνονται, δῆξις τοῦ στομάχου καὶ φρίκη, διὰ τὴν προθησαυρισθεῖσαν ἐκ τοῦ | |
15 | θέρους χολήν. | |
15 | ιγʹ. Πρὸς τὰς ἀρχὰς τοὺς παροξυσμοὺς σκέπτεσθαι καὶ ἐν πάσῃ τῇ νούσῳ, εἰ τῇ δείλῃ παροξύνεται, ὁ ἐνιαυ‐ τὸς ἐς δείλην, ἀσκαρίδες. — | |
18 | Ἀνωτέρω Ἱπποκράτης περὶ τῶν ἐν τῷ σώματι διε‐ | |
20 | λέχθη, ἔναγχος δὲ περὶ τῶν ἐκτὸς τοῦ σώματος, νῦν δὲ μεμιγμένον ποιεῖται τὸν λόγον, ὅτι ὀφείλεις εὐθὺς ἐν τῇ ἀρχῇ τοῦ νοσήματος τοὺς παροξυσμοὺς, διὰ πόσων εἰσβάλλουσιν, οὐ μόνον δὲ, ἀλλὰ καὶ ἐν παντὶ νοσήματι. ζήτησον δὲ καὶ αὐτὸν τὸν μερικὸν παροξυσμὸν, εἰ εὐθὺς | |
25 | ἄρχεται, ἀναβαίνει, ἀκμάζει, παρακμάζει. ταῦτα γὰρ χο‐ λῆς σημεῖα, τὸ δὲ ἀναμένειν ἐπὶ πλείονα χρόνον, παχέος χυμοῦ. τοὺς δὲ παροξυσμοὺς δηλοῦσιν αἱ ἀρχαὶ, οὐ μό‐ νον τοῦ παντὸς ἐνιαυτοῦ, ἀλλὰ καὶ τῆς μιᾶς. εἰς τέσσα‐ ρας γὰρ διαιρεῖται τροπὰς ὁ ἐνιαυτός· αἱ δὲ τροπαὶ οὐ | |
30 | τοῖς ὀνόμασιν, ἀλλὰ ταῖς κράσεσι δρῶσιν. ἔστι γὰρ τὸ μὲν ἔαρ εὔκρατον, τὸ δὲ θέρος θερμὸν καὶ ξηρὸν, τὸ δὲ φθινόπωρον ξηρὸν καὶ ψυχρὸν καὶ ἀνώμαλον, ὁ δὲ χει‐ μὼν ψυχρὸς καὶ ὑγρός. ἀλλ’ ὥσπερ ὁ πᾶς ἐνιαυτὸς, οὕ‐ τως καὶ τὸ νυχθήμερον τὰς τέσσαρας μιμεῖται τροπὰς, | |
35 | καὶ τὸ μὲν ἑωθινὸν κατάστημα ἀναλογεῖ τῷ ἔαρι· εὔ‐ | 27 |
2.28 | κρατον γάρ· ἡ δὲ μεσημβρία, θερμὴ οὖσα καὶ ξηρὰ, τῷ θέρει, ἡ δὲ δείλη, ποτὲ μὲν θερμαίνουσα, ποτὲ δὲ ψύ‐ χουσα, τὸ φθινόπωρον, ἡ δὲ νὺξ, ψυχροτέρα οὖσα καὶ ὑγροτέρα, τῷ χειμῶνι. ζήτησον οὖν τὰ ἐξ αἵματος, ὡς ἐν | |
5 | ἔαρι ἐπὶ τὸ πλεῖστον εἰσβάλλει, τὰ δὲ ἀπὸ χολῆς ἐν θέ‐ ρει, τὰ δὲ μελαγχολικὰ ἐν φθινοπώρῳ, τὰ δὲ ἀπὸ φλέγ‐ ματος ἐν χειμῶνι. ταῦτα καὶ περὶ τῶν μερικωτέρων. συ‐ νάγχαι γὰρ εἰσβάλλουσι περὶ τὸ ἑωθινὸν κατάστημα, ἴκτεροι δὲ περὶ τὸ μεσημβρινὸν, περὶ δὲ τὴν δείλην | |
10 | ἀσκαρίδες, ὕδεροι δὲ τὰς νύκτας. ἐκ τούτων δὴ πάν‐ των ἔλαβε τὸ, ἐς δείλην ἀσκαρίδες. ἡ γὰρ δείλη ἀναλο‐ γεῖ τῷ φθινοπώρῳ, προσεχῶς δὲ περὶ τὸ φθινόπωρον πέπαυται. | |
13 | ιδʹ. Νηπίοισι βηχία σὺν γαστρὸς ταραχῇ καὶ πυρετῷ ξυ‐ | |
15 | νεχεῖ σημαίνει μετὰ κρίσιν διμηνιαίαν τὸ σύμπαν ἢ εἰ‐ κοστὴν καὶ οἰδήματα ἐς ἄρθρα. — | |
16 | Πάλιν περὶ ἄλλου λέγει ὁ Ἱπποκράτης, οὗ ἡ μὲν λέ‐ ξις σαφὴς, ἡ δὲ διάνοια ψευδής. λέγει γὰρ ὅτι τοῖς παι‐ δίοις, νήπια γὰρ καλεῖ τὰ ὑποτίτθια, τούτοις εἰ γένηται | |
20 | βὴξ καὶ διάῤῥοια καὶ πυρετὸς, σημείωσαι ὅτι τῇ εἰ‐ κοστῇ παρὰ τὰ ἄρθρα ἐγένοντο αἱ ἀποστάσεις καὶ ἐπὶ ταύτῃ τῶν προηγησαμένων λύσις. καὶ λέγει ὁ Γαληνὸς, ὅτι οὐχ ἱστορεῖται τοῦτο ἐπὶ τῶν ἔργων τῆς τέχνης, ἔν‐ θεν οὐδὲ λογισμὸν ἀποδίδωμι. καὶ ὅτι γὰρ λέγει διμη‐ | |
25 | ναίῳ καὶ εἰκοσταίῳ, τοῦτο πῶς; λέγει οὖν ἄρα ἀπὸ τῆς τεσσαρακοστῆς ἕως τῆς ἑξηκοστῆς ἡμέρας ἄρχεται κινῆ‐ σαι. καὶ λέγει ὅτι οὐ λέγει εἰκοσταῖα, ἀφ’ ἧς ἡμέρας ἐτέχθησαν, ἀλλ’ ἐξ ἧς ἤρξαντο πυρέσσειν ἢ βήσσειν. ἐπειδὴ γὰρ παρὰ τὰ ἄρθρα ἀπόστασις ἀπὸ φλεγματι‐ | |
30 | κωτέρου γίνεται, καὶ χρόνιον ἔσται τὸ νόσημα, τὰ δὲ χρόνια παρὰ τὴν τεσσαρακοστὴν ἢ ἑξηκοστὴν ἢ ὀγδοη‐ κοστὴν κρίνεται. διὰ τοῦτο τῶν ἡμερῶν ἐμνημόνευσεν. | |
32 | ||
ιεʹ. Εἰ μὲν κάτω τοῦ ὀμφαλοῦ καταστηρίζει, τὰ ἄνωθεν | 28 | |
2.29 | ἐν τοῖσι κάτω ἄρθροισιν, ἀγαθόν· ἢν δὲ ἄνω, οὐχ ὁμοίως λύει τὴν νοῦσον. — | |
2 | Νῦν περὶ τῶν ἐκκρίσεων θέλει διαλεχθῆναι, καὶ κρί‐ σιν ὑποτίθεται τὴν δι’ ἀποστάσεως εἰς τὰ ἄρθρα, τὴν | |
5 | δι’ ἑλκυδρίων τε καὶ τὴν δι’ αἱμοῤῥαγίας. λέγει γὰρ ὅτι χρηστή ἐστιν ἐκείνη ἡ ἀπόστασις, ὅτε ἀπὸ τῶν ἄνω ἔλ‐ θοι ἐπὶ τὰ κάτω ἡ ὕλη, κακὴ δὲ, ὅτε ἀπὸ τῶν κάτω ἄνω. ἄνω γάρ ἐστι τὰ κύρια μόρια, κάτω δὲ τὰ ἄκυρα. καλὸν δὲ ἀπὸ τῶν κυρίων φέρεσθαι τὴν ὕλην ἐπὶ τὰ | |
10 | ἄκυρα ἢ ἀπὸ τούτων ἐπὶ τὰ κύρια. ἄλλως τε δὲ ἡ ἀπό‐ στασις ὡς ἐπίπαν ἀπὸ φλέγματος γίνεται, τὸ δὲ φλέγμα κάτω βαρεῖ. εἰ οὖν γένηται ἐκ τῶν ἄνω κάτω, γίνωσκε ὅτι τῷ συμφύτῳ βάρει τοῦ φλέγματος ἤνεγκεν αὐτὸ κάτω· εἰ δὲ ἀπὸ κάτω γένηται ἡ ἀπόστασις ἄνω, σημείωσαι | |
15 | ὅτι πολλὴ βία καὶ ταραχὴ ἐγένετο, ὡς εἰς τινὰ τόπον παρὰ φύσιν ἔλθοι τὸ φλέγμα. πάντων δὲ τῶν εἰρημένων παραδειγμάτων, ὦμος. εἰ γὰρ τῶν κατωτέρω πεπονθό‐ των πᾶσα τῶν ἄνω ἐλθοῦσα ἡ ὕλη κατασκήψει παρὰ τὸν ὦμον, ἀτροφεῖ μὲν πρῶτον, πολλάκις δὲ καὶ χειρουρ‐ | |
20 | γίας γινομένης, σχῆμα μέγα λαβὼν ὁ βραχίων τοὺς γαλι‐ άγκωνας ἐποίησεν. οὐ πᾶσα δὲ ἀπόστασις ἀγαθὴ, ἀλλ’ ὡς εἴρηται ἐπὶ περιπνευμονίας, ἵνα εἴη μεγάλη, δηλοῦσα πάντα χυμὸν ἔξω ἀποσκῆψαι, μείνῃ δὲ αὕτη ἐπὶ πλείονα χρόνον, ὡς καὶ συριγγωθῆναι· εἰ γὰρ εὐθὺς πα‐ | |
25 | λινδρομήσει, οὐδὲν ὠφελήσει. ταῦτα μὲν οὖν περὶ ἀποστάσεως. Πολλάκις δὲ καὶ ἑλκυδρίου ἔκφυσις ἐποίησε λύσιν. ἀλλὰ τέως μὲν οὐ κατεκράτησε τῆς ἐννοίας ὁ Ἱπποκρά‐ της. οὐδὲ γὰρ ἡ ἔκφυσις τοῦ ἕλκους ποιεῖ τὴν λύσιν, | |
30 | ἀλλ’ ὅμως ὁ χυμὸς ὁ ποιήσας τὴν ἔκφυσιν τοῦ ἕλκους. εἰ οὖν γένηται ἕλκος, δύναται δι’ αὐτοῦ ἐξαγόμενος χυ‐ μὸς ἀπαλλαγὴν ποιῆσαι. τὸ δὲ ἕλκος τοῦτο μὴ εἴη βαθύ· τοῦτο γὰρ σημεῖόν ἐστι κακοήθους καὶ διαβρωτι‐ κοῦ χυμοῦ, καὶ τὰ ἐν βάθει διαβιβρώσκοντος. εἰ δὲ εἴη | |
35 | τοῦτο περιφερὲς, οὐκ ἔχει ποῦ στῆναι ἡ φύσις, ἵνα καὶ σάρκα θρέψῃ, ἀλλ’ ἔστω ἐγγώνιον, ἵνα ὑποβάθραν λάβῃ | |
ἡ φύσις εἰς δημιουργίαν σαρκός. καὶ ἡ τρίτη δὲ κένωσις | 29 | |
2.30 | ἡ δι’ αἱμοῤῥαγίας δύναται ποιῆσαι ἀπαλλαγήν. ἡ δὲ αἱ‐ μοῤῥαγία αὕτη καὶ παισὶ καὶ ἀκμάζουσι γίνεται, ἀλλὰ παισὶ μὲν κατὰ τὴν ῥῆξιν, διὰ τὴν πλεονεξίαν τοῦ αἵμα‐ τος, ἀκμάζουσι δὲ κατὰ διάβρωσιν, διὰ τὴν δριμύτητα τοῦ | |
5 | αἵματος. | |
5 | ιϛʹ. Τὰ δὲ ἐν ὤμοισιν ἐκπυέοντα. — | |
6 | Ἢ ἐν ὠμοῖσιν· ἑκάτερον γὰρ ἔχει χώραν, εἰ ἐν τῷ ὤμῳ ἔλθοι ἡ ὕλη, ποιεῖ τοὺς γαλιάγκωνας, ὥσπερ καὶ ἡ ὠμὴ ὕλη βραδύνουσα ἐκεῖ ἐπὶ πλείονα χρόνον, καὶ μὴ | |
10 | ἐῶσα τραφῆναι, ποιεῖ τοὺς γαλιάγκωνας. | |
10 | ιζʹ. Δάκρυα ἐν τοῖσιν ὀξέσι τῶν φλαύρως ἐχόντων, ἑκόν‐ των μὲν χρηστὰ, ἀκόντων δὲ παραῤῥέοντα κακὰ, καὶ οἷσι περιτείνεται τὰ βλέφαρα, κακόν· καὶ τὸ αὐχμηρὸν καὶ ἐῤῥυτιδωμένον ἔνδοθεν, καὶ οἱ πεπηγότες, καὶ οἱ | |
15 | μόγις στρεφόμενοι, καὶ οἱ ἐνδεδινημένοι καὶ τἄλλα ὅσα παρεῖται. — | |
16 | Μετάγει αὐτὸν Ἱπποκράτης ἐπὶ τὰ θανάσιμα· σημαί‐ νει γὰρ τὰ εἰρημένα καὶ ἐν προγνωστικῷ καὶ ἐν ἀφορι‐ σμοῖς τὰ περὶ δακρύου. τοῦτο γὰρ θανάσιμον, ἀλλ’ οὐ | |
20 | πάντως. κενοῦται γὰρ δάκρυον καὶ δι’ ὀφθαλμίαν, πολ‐ λάκις καὶ διὰ μέθην καὶ ἡδονήν. ἀλλὰ τοῦτο οὐκ ἔστι χαλεπόν· οὐδὲ γὰρ ὀξὺ ὑπόκειται νόσημα, αὐτὸς δὲ ἐν ὀξεῖ λέγει νοσήματι. ἀλλ’ οὐδὲ πάντως ἐν ὀξεῖ νοσή‐ ματι χαλεπόν. τί γὰρ ἢ ἀπὸ λύπης ἢ διὰ τὸ πολλάκις | |
25 | κάμψαι θεὸν εἰς ἀνθρωπίνην θεραπείαν, κενοῦται δά‐ κρυον. ἀλλὰ τοῦτο ἑκούσιον. εἰ δέ ἐστιν ἀκούσιον καὶ ἐν ὀξεῖ νοσήματι, χαλεπόν· σημαίνει γὰρ ὅτι φλεγμονὴ τῶν μηνίγγων, ἐξ ἧς τὸ λεπτότερον διακρίνεται ἢ ὅτι ἀσθέ‐ νειά ἐστι καθεκτικῆς δυνάμεως, ἀσθενούσης περισφίγξαι | |
30 | τὴν ὑγρότητα. ἀμφότερα δὲ κακά. Καὶ λῆμμαι δὲ περὶ τὸν ὀφθαλμὸν, κακὸν, μὴ προη‐ γησαμένης φανερᾶς αἰτίας, μὴ ὀφθαλμίας ἢ ὕπνου. ἀλλ’ εἰ ἐν ὀξεῖ νοσήματι γένηται, κακόν· ἀσθένειαν γὰρ δηλοῖ | |
ἀλλοιωτικῆς δυνάμεως. | 30 | |
2.31 | Θανάσιμον δὲ καὶ τὸ περιτείνεσθαι τὰ βλέφαρα· πολλὴν γὰρ ξηρότητα σημαίνει, ὥσπερ ἐν τῷ προγνω‐ στικῷ εἴρηται, καὶ μέτωπον καρφαλέον. εἰ δὲ σκοτίζεται ὁ ὀφθαλμὸς, πάνυ χαλεπόν· ἐδαπανήθη γὰρ τὸ ψυχικὸν | |
5 | πνεῦμα, ἔνθεν καὶ συμπέπτωκεν ὁ ὀφθαλμὸς, ξηρανθεί‐ σης τῆς ὀχούσης αὐτὸν ὑγρότητος καὶ ἀερώδους οὐσίας. εἰ δὲ οὕτως ὁ ὑγρὸς ὀφθαλμὸς συμπέπτωκε, τί προσδο‐ κητέον εἰς τὰ ξηρότερα τῶν μορίων. Χαλεπὸν δὲ καὶ τὸ ῥυτιδοῦσθαι, μὴ ἀπὸ προκαταρ‐ | |
10 | κτικῆς αἰτίας, ὡς ἐπὶ τῶν γερόντων, ἐπειδὴ τοῦτο ἐκεί‐ νοις οὐκ ἔστι θανάσιμον. εἰ δὲ ἐν ὀξεῖ νοσήματι ῥυτι‐ δωθῇ ὁ ὀφθαλμὸς, χαλεπόν· σημεῖον γὰρ ξηρότητός ἐστι κακὸν, καὶ τὸ πάνυ κινεῖν ἢ πάνυ καταφέρεσθαι τὸν ὀφθαλμόν. εἰ γάρ τις ὢν πρότερον κόσμιος καὶ εὐγενὴς | |
15 | καὶ κάτω φέρων τοὺς ὀφθαλμοὺς, νῦν δὲ ἄρξηται πάλιν αὐτοὺς κινεῖν, χαλεπὸν σημεῖον τοῦτο, σπασμὸν δηλοῦν ἢ παραφροσύνην μελετωμένην. ὥσπερ καὶ εἴτις τοπρό‐ τερον κινῶν τοὺς ὀφθαλμοὺς, νῦν οὐ κινεῖ, χαλεπόν· ἀπο‐ πληξίαν γὰρ ἢ κάρον σημαίνει. εἴρηται δὲ καὶ ἄλλα ἐν | |
20 | προγνωστικῷ τῶν ἀπὸ τῆς κατακλίσεως, τὰ ἀπὸ τῶν διαχωρημάτων καὶ τοῦ σφυγμοῦ. | |
21 | ιηʹ. Πυρετοὶ οἱ μὲν δακνώδεες τῇ χειρὶ, οἱ δὲ πραεῖς καὶ οὐ δακνώδεες, ἐπαναδιδόντες δὲ [καὶ ἐνδεδινημένοι καὶ τἄλλα ὅσα παρεῖται.] οἱ δ’ ὀξέες μὲν, ἡσσώμενοι δὲ | |
25 | τῆς χειρὸς, οἱ δὲ περικαέες εὐθέως καὶ διὰ παντὸς βληχροὶ, ξηροὶ, οἱ δὲ ἁλμυρώδεες, οἱ δὲ πεμφιγώδεες ἰδεῖν δεινοὶ, οἱ δὲ πρὸς τὴν χεῖρα νοτιώδεες, οἱ δὲ ἐξέρυθροι, οἱ δὲ ἔξωχροι, οἱ δὲ πελιδνοὶ καὶ τἄλλα τοιουτότροπα. — | |
29 | ||
30 | Πολλοὶ τῶν παλαιῶν ἥμαρτον εἰς τὴν τοῦ πυρετοῦ διαίρεσιν, ὁ δὲ Ἱπποκράτης οὔ. λαμβάνει γὰρ αὐτῶν πάσας τὰς διαφοράς. αἱ δὲ διαφοραὶ ἑκάστου τοῦ πράγ‐ ματος λαμβάνονται ἢ ἐκ τῆς οὐσίας ἢ ἐκ τῶν συμβεβη‐ | |
κότων· τὸ μὲν γὰρ ἐγγὺς τῆς οὐσίας, τὸ δὲ πόῤῥω. τὸ | 31 | |
2.32 | γὰρ λογικὸν καὶ τὸ θνητὸν οὐσιώδεις εἰσὶ διαφοραὶ τοῦ ἀνθρώπου, ὅθεν καὶ ἐν τῷ ἀφορισμῷ παραλαμβάνονται· τὸ δὲ γελαστικὸν συμβεβηκὸς μέν ἐστιν, ἕπεται δὲ τῇ οὐσίᾳ τοῦ πράγματος. τὸ δὲ εἶναι φαλακρὸν, συμβεβηκὸς | |
5 | ὂν, πόῤῥω ἐστὶν τῆς οὐσίας. οὕτως καὶ ἐπὶ τοῦ πυρετοῦ. ἔχει γὰρ καὶ οὗτος καὶ οὐσιώδεις καὶ ἀπὸ συμβεβη‐ κότων διαφοράς· ἀλλ’ ὅταν λέγω οὐσίαν πυρετοῦ, κατα‐ χρώμενος λέγω τὴν ἁπλῶς ὕπαρξιν· αὐτὸς γὰρ ὁ πυρετὸς οὐσία οὐκ ἔστιν, ἀλλὰ συμβεβηκὸς, εἴγε ποιότης ἐστίν. | |
10 | αἱ οὖν οὐσιώδεις οὐσίαι τοῦ πυρετοῦ ἐκ τριῶν λαμβά‐ νονται· ἢ γὰρ ἀπὸ τῆς ὑποκειμένης ὕλης, ἢ ἀπὸ τῆς θερμασίας, ἢ ἀπὸ τοῦ τρόπου τῆς κινήσεως. τρόπον δὲ λέγω κινήσεως, οὐχ ὥς φησιν Ἐρασίστρατος, τὸ διὰ μιᾶς ἢ διὰ δύο εἰσβάλλειν τὸν πυρετὸν, ἀλλ’ ἐν τοῖς | |
15 | τότε χρόνοις ἀγνοουμένης τῆς τοῦ σφυγμοῦ θεωρίας, τῷ στήθει ἐπετίθεσαν τὴν χεῖρα, καί ποτε μὲν εὐθὺς οἵα καινὴ θερμασία ἐφέρετο, ὡς ἐπὶ χολῆς, ποτὲ δὲ τῷ χρόνῳ, ὅτι ἐκ τῆς πολυχρονίου ἐπιβολῆς τῆς χειρὸς ἠρύνοντο μὲν οἱ πόροι, ἐλεπτύνοντο δὲ αἱ ὕλαι, διέ‐ | |
20 | λαμπε δὲ ἡ θερμασία, ὡς ἐπὶ τοῦ ἀφώνου. πάσας οὖν ἔλαβε τὰς διαφορὰς Ἱπποκράτης, ἀπὸ μὲν τῆς ὑποκει‐ μένης ὕλης λέγων, τῶν πυρετῶν οἱ μὲν δακνώδεις, οἱ δὲ πρηεῖς· τὸ γὰρ δάκνειν οὐ τῆς θερμασίας ἐστίν. ἀπὸ δὲ τῆς θερμασίας εἶπε, τῶν πυρετῶν τοὺς μὲν περικαεῖς, | |
25 | τοὺς δὲ μή· τοῦτο ἀπὸ τῆς ποιότητος. εἰ δὲ εἴποι, πυ‐ ρετὸν ἀναδιδόντα, τοῦ τρόπου ἐστὶ τῆς κινήσεως. αὗται μὲν πᾶσαι οὐσιώδεις διαφοραί εἰσι. καὶ ἀπὸ τῶν συμ‐ βεβηκότων· καὶ αὗται ἢ ἐγγὺς ἢ πόῤῥω τῆς οὐσίας. εἰ γὰρ εἴποι πυρετὸν νοτιώδη, οἷός ἐστιν ὁ ἀμφημερινὸς, | |
30 | ἢ πομφολυγώδη, τὰ ἀπὸ τῆς οὐσιώδους συμβεβηκότα λέγει. πομφόλυγας δὲ ἐκάλουν οἱ παλαιοὶ τὰς ἀκτῖνας τοῦ ἡλίου, καὶ τούτους φασὶ λέγειν πεμφιγώδεις, τοὺς ἀπὸ ἡλιοκαΐας γινομένους. ἄλλοι φασὶ πέμφιγα τὴν ψυ‐ | |
χήν. πεμφιγώδεις οὖν φασὶ, τοὺς ἁπτομένους τὴν ψυχὴν | 32 | |
2.33 | μετὰ παραφροσύνης. πέμφιγας δὲ λέγει τὰς φλυκταίνας τὰς ἀπὸ παχυτέρου αἵματος γινομένας, καὶ ἁπλῶς τοὺς λοιμώδεις καὶ ἀνθρακώδεις πυρετούς. εἰσὶ καὶ ἄλλαι δια‐ φοραὶ χρωμάτων λαμβανόμεναι, ὡς τὸ ἐξέρυθρον καὶ | |
5 | ἔξωχρον· τῶν γὰρ ἀπεχόντων εἰσὶ ταῦτα. ἀλλ’ ὅρα τέχνην ἀνδρός. εἶδος γὰρ τὸ ἐρυθρόν ποτέ ἐστιν, ἐξέρυθρον προσέθηκε, οὐκ ἐτόλμησε δὲ εἰπεῖν ὑποπέλιδνον. πρηέες τῇ χειρὶ, ἵνα δηλώσῃ τοὺς ἐφημέρους, δα‐ κνώδεις δὲ, ἵνα δηλώσῃ τὸν καῦσον, ἐξερύθρους δὲ, | |
10 | ἵνα δηλώσῃ τὸν σύνοχον, πέλιον δὲ, τὸν τεταρταῖον, ἐπαναδιδόντας δὲ, τὸν ἀμφημερινὸν, ξηρὸν δὲ καὶ ψυχρὸν, ἵνα τὸν ἑκτικὸν, πεμφιγώδεις δὲ, τοὺς λοι‐ μώδεις· ὅθεν προσέθηκε τὸ, ἰδεῖν δεινοί. φοβεροὶ γάρ εἰσι τοῖς ὁρῶσι. τὸ δὲ ἁλμυρώδεες, οὐ φαίνεται ἐν | |
15 | βιβλίοις, εἰ μήπω εἴπωμεν, ὅτι καὶ ὁ ἁλμυρὸς χυμὸς δάκνει. τῇ χειρὶ δὲ προσέθηκεν, εἰδὼς τὴν διάγνωσιν ἐκ τῆς χειρὸς γινομένην. | |
17 | ιθʹ. Αἱ συντάσιες τοῦ σώματος καὶ οἱ σκληρυσμοὶ τῶν ἄρθρων κακὸν, καὶ αὐτὸς διαλελυμένος κακὸν, καὶ αἱ | |
20 | κατακλάσιες τῶν ἄρθρων κακόν. ὄμματος θράσος πα‐ ρακρουστικὸν, καὶ αἱ ῥίψιες καὶ αἱ κατακλάσιες κακόν. — | |
22 | Πάλιν Ἱπποκράτης ἐάσας τὸν πυρετὸν, ἐπὶ θανάσιμα τρέπεται σημεῖα καί φησιν, ὅτι πᾶσα ἀμετρία λυπεῖ τὴν | |
25 | φύσιν. ἔνθεν οὔτε πάνυ σκληρά· οὕτως γὰρ ἕτερά εἰσι καὶ δύο ἔχουσιν ἐναντία· τῷ γὰρ τεταμένῳ τὸ χαλᾷν ἀντίκειται, τῷ δὲ σκληρῷ τὸ μαλακόν. ἡ φύσις δὲ οὐκ ἐποιήσατο δύο ἑνὶ ἐναντία. λέγει οὖν μήτε πάνυ σκληρὰ ὦσι τὰ μόρια· τοῦτο γὰρ σημεῖόν ἐστι πολλῆς ξηρότητος | |
30 | καὶ ψύξεως κατακρατησάσης, ἢ σπασμοῦ μελετωμένου, | 33 |
2.34 | ἢ σκιρώδους ἐμφωλευούσης διαθέσεως· ἀλλὰ μὴν μηδὲ μαλακὰ ἔστωσαν τὰ μόρια πάνυ· τῶν γὰρ ἐναντίων ταῦτα σημεῖα, ὑγρότητος μὲν πλεοναζούσης, οἰδήματος μελετω‐ μένου, καὶ ἀσθενούσης δυνάμεως περισφίγξαι τὰ μόρια. | |
5 | ταῦτα μὲν οὕτως. ὁ δὲ Ἱπποκράτης εὐτελῶς εἴρηκε τῆς μιᾶς ὑποθέσεως καὶ εἴασέ σοι τὸ ἄλλο· εἶπε γὰρ σύν‐ τασιν, ἵνα νοήσῃς τὴν * χαλεπήν. εἶπε σκληρότητα, ἵνα νοήσῃς μαλακότητα. οὐ μάτην δὲ τοῦτο ἐμνημόνευσεν, ἀλλ’ εἰδὼς ὁ Ἱπποκράτης, ὡς πᾶσα μὲν ἀμετρία λυπεῖ | |
10 | τὴν φύσιν, μᾶλλον δὲ ἡ ἐναντία, οἷον ἡ φύσις οὕτως θερ‐ μαίνεσθαι, ἢ ἀποψύχεσθαι· εἴθιστο γὰρ τῇ θερμασίᾳ· οὕτως ἡ φύσις μαλακωτέρα καὶ χαλαρωτέρα διὰ τὰς κι‐ νήσεις. ὡς μάλιστα οὖν λυπουμένης αὐτῆς, τούτων ἐμνη‐ μόνευσεν ὁ Ἱπποκράτης. ἔστι δὲ καὶ ἄλλο εἰπεῖν, ὅτι | |
15 | ἔλεγεν Ἱπποκράτης τὸ μέτωπον κατάξηρον, τὸ ἀεὶ ξηρὸν καὶ περιτεταμένον ἐν τῷ κατὰ φύσιν· λέγει δὲ ὅτι καὶ πᾶν τὸ σῶμα τοιοῦτον γέγονε, καὶ πῶς ἐστιν ἀγαθόν. πρὸς δὲ τούτοις εἰ καὶ αὐτὸς διαλέλυται, κακόν. διαλέ‐ λυται γὰρ, πάσης δυνάμεως ἀσθενησάσης. εἶπε γὰρ αὐ‐ | |
20 | τὸς τουτέστιν ὁ κάμνων. κάμνοντα δὲ λέγει ὁ Ἱπποκρά‐ της τὴν τριμέρειαν τῶν δυνάμεων, ὡς συντεκμαίρεσθαι δὴ καὶ τὸν νοσέοντα. ἔστι δὲ καὶ ἄλλο ὀλέθριον, αἱ τῶν ἄρθρων κατακλάσιες ἢ κατακλίσιες. ἡ μὲν οὖν κατάκλισις εἴρηται ἐν τῷ προγνωστικῷ, πρηνῆ κεῖσθαι, ὕπτιον, τὸ | |
25 | ἀπὸ κεφαλῆς κεῖσθαι, εἰς πόδας καταφέρεσθαι, τοῦτο μὲν παραφροσύνης σημεῖον, τὸ δὲ ἀσθένειαν τῆς κινη‐ τικῆς δυνάμεως. εἰ δὲ ἔχει κατάκλασιν, περὶ τῶν ἄρθρων λέγει, ὅτι τοῦτο χαλεπόν. καὶ τὸ ἄγαν ἐκτετάσθαι πα‐ ραφροσύνην σημαίνει καὶ τὸ ἄγαν συγκεκάμφθαι. ὄμμα | |
30 | πυκνὸν, τοῦτο παραφροσύνην δηλοῖ· ὥσπερ γὰρ θρασεῖαν λέγομεν ψυχὴν τὴν ἀλόγου δίκην ὁτῳδήποτε ἐπερχομένην, οὕτω καὶ θρασὺν λέγομεν τὸν ἀκαίρως ἀπειλοῦντα καὶ λοξῶς προερχόμενον ὀφθαλμὸν καὶ συνεχῶς κινούμενον. | |
τοῦτο γὰρ σημαίνει ἢ σπασμὸν μελετώμενον ἢ παραφρο‐ | 34 | |
2.35 | σύνην, καὶ μᾶλλον εἰ πάλαι κόσμιος ὢν οὐκ ἀκαίρως ἐκίνει τὸ ὄμμα. ὅθεν καὶ ὡς ἐξηγούμενος τὸ θράσος τοῦ ὄμματος, εἶπεν ὅτι τὴν ῥίψιν θράσος καλῶ, τὸ ὡς ἔτυχε φέρεσθαι τὸν ὀφθαλμόν· ἢ ὅτι εἴρηκεν, ὡς ἡ ἐῤῥωμένη | |
5 | δύναμις οὐ μόνον τοῦ συνήθους βάρους τῶν μορίων ἀνέ‐ χεται, ἀλλὰ καὶ περιβλημάτων, νῦν δὲ οὕτως ἡ τούτων, φησὶ, ῥίψις γίνεται τῶν περιβλημάτων. ὀξέος γὰρ ὑπο‐ κειμένου νοσήματος καὶ πολλῆς θερμασίας, οὐ φέρουσι τὴν ἀπὸ τῶν περιβλημάτων θεραπείαν· ὅθεν ἐπιφέρει, ἡ | |
10 | κατάκλασις κακόν. κατάκλασιν δὲ τοῦ βλεφάρου, τὸ καμ‐ πύλον ἐκεῖνο ὃ μήτε τελείως ἀνέῳγε, μήτε κέκλεισται τε‐ λέως, ὃ γίνεται, σπωμένων μὲν τῶν ἀνοιγόντων, χαλα‐ σθέντων δὲ τῶν κλειόντων. | |
13 | ||
14t | Ἀρχὴ τοῦ δευτέρου τμήματος. | |
14t | ||
15 | αʹ. Εὐρῦναι, στενυγρῶσαι, τὰ μὲν, τὰ δὲ μή. βʹ. Χυμοὺς τοὺς μὲν ἐξεῶσαι, τοὺς δὲ ξηρᾶναι, τοὺς δὲ ἐνθεῖναι, καὶ τῇ μὲν, τῇ δὲ μή. γʹ. Λεπτῦναι, παχῦναι, τεῦχος, δέρμα, τἄλλα, καὶ τὰ μὲν, τὰ δὲ μή. | |
20 | δʹ. Λειῆναι, τρηχῦναι, σκληρῦναι, μαλθάξαι, τὰ μὲν, τὰ δὲ μή. εʹ. Ἐπεγεῖραι, ναρκῶσαι καὶ τἄλλα ὅσα τοιαῦτα. ϛʹ. Παροχετεύειν, ὑπείξαντα ἀντισπᾷν αὐτίκα, ἀντιτεί‐ ναντα ἐπεῖξαι. | |
25 | ζʹ. Ἄλλον χυμὸν μὴ τὸν ἰόντα ἄγειν, τὸν δὲ ἐόντα συνεγ‐ χυμοῦν, ἐργάσασθαι τὸ ὅμοιον. ηʹ. Ὀδύνη ὀδύνην παύει. | |
θʹ. Τὰ ἀνόμοια ᾗ ῥέπει ἄνωθεν ἀρθέντα, κάτωθεν λύειν, | 35 | |
2.36 | καὶ τὰ ἐναντία τοιαῦτα, οἷον κεφαλῆς κάθαρσις, φλε‐ βοτομίη, ὅτε οὐκ εἰκῆ ἀφαιρέεται. ιʹ. Αἱ ἀποστάσιες οἷον βουβῶνες, σημεῖον μὲν τῶν βλα‐ στήματα ἐχόντων, ἀτὰρ καὶ ἄλλων, μάλιστα δὲ περὶ | |
5 | τὰ σπλάγχνα, κακοήθεες δὲ οὗτοι. ιαʹ. Πνεύματα πυκνὰ, ἀραιὰ, σμικρὰ, ἔξω μεγάλα, εἴσω σμικρὰ, τὸ μὲν ἐκτεῖνον, τὸ δὲ κατεπεῖγον, διπλῆ τε εἴσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσι θερμῷ ψυχρόν. ιβʹ. Ἰητήριον ξυνεχέων χασμέων μακρόπνους. | |
10 | ιγʹ. Ἐν τοῖσιν ἀπότοισι καὶ μόγις βραχύπνους κατ’ ἴξιν καὶ πλευρέων ὀδύνη, καὶ ξυντάσιες ὑποχονδρίου, καὶ σπληνὸς ἐπάρσιες, καὶ ἐκ ῥινῶν ῥήξιες, καὶ ὦτα κατ’ ἴξιν. τούτων τὰ πλεῖστα ταῦτα καὶ ἐς ὀφθαλμούς. ιδʹ. Πότερον ἦρα πάντα ἢ τὰ μὲν κάτωθεν ἄνω, οἷα τὰ | |
15 | παρὰ γνάθον ἢ παρ’ ὀφθαλμὸν καὶ οὖς, τὰ δὲ ἄνω‐ θεν κάτω οὐ κατ’ ἴξιν. καίτοι τὰ κυναγχικὰ ἐρυθήματα καὶ πλευρῶν ὀδυνήματα κατ’ ἴξιν, ἢ καὶ τὰ κάτω τοῦ ἥπατος ἄνωθεν διαδιδόντα, οἷον τὰ ἐς ὄρχιας καὶ κιρσούς. σκεπτέα ταῦτα οἷσι καὶ ὅπῃ καὶ ὅθεν καὶ διατί. | |
20 | ιεʹ. Φλέβες κροτάφων οὐχ ἱδρυμέναι, οὐδὲ χλώρασμα λαμ‐ πρὸν, ἢν πνεῦμα ἐγκαταλείπηται ἢ βὴξ ᾖ ξηρὴ, μὴ θηριώδης, ἐς ἄρθρα τὴν ῥῆξιν προσδέχεσθαι δεῖ. ιϛʹ. Κατ’ ἴξιν τῶν ἐντασίων τῶν κατὰ κοιλίην ὡς ἐπιτο‐ πουλύ. ἔχουσι δὲ οὗτοι οἱ πλεῖστοι καὶ ἐξέρυθρα, καὶ | |
25 | μᾶλλον ἐν τῇ φύσει τοῦ λευκοχροωτέρου τρόπου, καὶ οὐχ αἱμοῤῥαγέουσι ῥῖνες ἢ σμικρὰ αἱμοῤῥαγέουσι, καὶ ἢν μὲν ῥυέντων ἐγκαταλείπηται, ἕτοιμον. ιζʹ. Δίψα ἐγκαταλειφθεῖσα καὶ στόματος ἐπιξηρασίη καὶ ἀηδίη καὶ ἀποσιτίη τοῦτον τὸν τρόπον· πυρετοὶ δὲ οὐκ | |
30 | ὀξέες οἱ τοιοίδε, ὑποστροφώδεες. ιηʹ. Τὰ ἐγκαταλιμπανόμενα μετὰ κρίσιν στροφώδεα. ιθʹ. Τί γοῦν πρῶτον σπληνὸς ἐπάρσιες, ἢν μὴ ἐς ἄρθρα | |
τελευτήσῃ ἢ αἱμοῤῥαγίη γένηται ἢ δεξιοῦ ὑποχονδρίου | 36 | |
2.37 | ἔντασις, ἢν μὴ διεξοδευθείη οὖρα· αὕτη γὰρ ἡ ἐγκατά‐ λειψις ἀμφοτέρων καὶ αἱ ὑποστροφαὶ ἀπὸ τουτέων. κʹ. Ἀποστάσιας ποιέεσθαι αὐτὸν μὴ γινομένας, τὰς δὲ ἐκκλίνειν, γινομένας δὲ ἀποδέχεσθαι ἢν ἴωσιν ᾗ δεῖ καὶ | |
5 | διότι δεῖ. ὁκόσαι δὲ μὴ, μὴ ξυνδρᾷν, ἀλλὰ ἀποτρέπειν, ἢν πάντῃ ἀξύμφοροι ἔωσι, μάλιστα δὲ ταύτας μελλού‐ σας· εἰ δὲ μὴ, ἀρχομένας ἔτι. καʹ. Αἱ τεταρταῖαι αἱμοῤῥαγίαι δύσκριτοι. κβʹ. Οἱ διαλιπόντες μίην τῇ ἑτέρῃ ἐπιῤῥιγέουσιν ἅμα | |
10 | κρίσει ἐκ τῶν πέντε εἰς τὰς ἑπτά. κγʹ. Ὁκόσοι τριταιοφυέες, τουτέοισιν ἡ νὺξ δύσφορος ἡ πρὸ τοῦ παροξυσμοῦ, ἡ δὲ ἐπιοῦσα εὐφορωτέρη ὡς ἐπιτοπουλύ. κδʹ. Βῆχες ξηραὶ, βραχέα ἐρεθίζουσαι ὡς ἀπὸ πυρετοῦ | |
15 | περικαέος, καὶ οὐ κατὰ λόγον διψώδεες, οὐδὲ γλῶσσαι καταπεφρυγμέναι, οὐ τῷ θηριώδει, ἀλλὰ τῷ πνεύματι· δῆλον δέ· ὅταν γὰρ διαλέγωνται ἢ φάσκωσι, τότε βήσσουσιν· ὅταν δὲ μὴ, οὔ. τοῦτο ἐν τοῖσι κοπιώδεσι μάλιστα πυρετοῖσι γίνεται. | |
20 | κεʹ. Μηδὲν εἰκῆ, μηδὲν ὑπερορῇν. κϛʹ. Ἐκ προσαγωγῆς τἀναντία προσάγειν καὶ διαναπαύειν. κζʹ. Τῷ ὄπισθεν κεφαλῆς ὀδυνωμένῳ ἡ ἐν μετώπῳ ὀρθίη φλὲψ τμηθεῖσα ὠφέλησεν. κηʹ. Αἱ διαλήξιες τῶν ὑποχονδρίων, ἐξ οἵων ἐς οἷα | |
25 | ἀλλοιοῦσι, καὶ τῶν σπλάγχνων τῶν φλεγμονῶν, οἷα δύ‐ ναται, εἴτ’ ἐξ ἥπατος σπλὴν καὶ τἀναντία καὶ ὅσα τοι‐ αῦτα, ἀντισπᾷν ἢν μὴ ᾗ δεῖ ῥέπῃ· ἢν δὲ ὅπῃ δεῖ, τουτέοισι δεῖ στομοῦν οἵως ἕκαστα ῥέπει. κθʹ. Τὰ πλατέα ἐξανθήματα οὐ πάνυ τι κνησμώδεα, οἷα | |
30 | Σίμων εἶχε χειμῶνος, ὃς ὅτε πρὸς πῦρ ἀλείψαιτο ἢ θερμῷ λούσαιτο, ἀνίστατο. ἔμετοι οὐκ ὠφέλευν | |
οἴομαι· εἴ τις ἐξεπυρία, ὠφελοίη ἄν. | 37 | |
2.38 | λʹ. Ὁκόσα ἐκπεπαίνεσθαι δεῖ, ἐγκατακεκλεῖσθαι χρὴ, τἀ‐ ναντία δὲ ξηραίνειν ἢ ἀνεῶχθαι. λαʹ. Ὀμμάτων ῥοωδέων, ἢν ἄλλως φαίνηται ξυμφέρειν, ἀντισπᾷν ἐς φάρυγγα. | |
5 | λβʹ. Καὶ ὅπῃ ἔρευξις, λυσιτελέει καὶ ὅσα ἄλλα τοιαῦτα. λγʹ. Τὰς ἀφόδους ἀνεστομῶσθαι οἷον ῥῖνας καὶ τὰς ἄλ‐ λας ἢν δεῖ καὶ ὡς δεῖ καὶ οὗ δεῖ καὶ οὗ καὶ ὅτε καὶ ὅσον δεῖ, οἷον ἱδρῶτας καὶ τὰ ἄλλα ἃ δεῖ πάντα. λδʹ. Ἐπὶ τοῖσι μεγάλοισι κακοῖσι πρόσωπον ἢν ᾖ χρη‐ | |
10 | στὸν, σημεῖον χρηστόν· ἐπὶ δὲ τοῖσι σμικροῖσι τἀναντία σημαῖνον ἢ * σύστημον ἢ κακόν. λεʹ. Παρὰ τὸ μέγα γοῦν γυνὴ ἡ ὄπισθεν Ἡρῴου ἰκτε‐ ριώδεος ἐπιγενομένου, οὐ παρέμενεν αὐτῇ. λϛʹ. Παρὰ Τημένεω ἀδελφιδῇ, οὗτος μελάγχρως. | |
15 | λζʹ. Ἐν Περίνθῳ τὸ γονοειδὲς τὸ τοιοῦτον ὅτι κρίσιμον, καὶ τῶν ἤτρων τὰ τοιαῦτα, ὅτι αἱ οὐρήσιες λύονται, ὅτι οὔτε φύσης πολλῆς οὔτε κόπρου πολλῆς, γλίσχρης δὲ διελθούσης ἐμαλάσσετο· οὐ γὰρ δὴ μέγα ἦν τὸ ὑπο‐ χόνδριον. κράμβην ἑβδομαῖος ἔφαγεν, ἔτι δύσπνους ἐὼν, | |
20 | ἐπὶ τὸ ἦτρον ἐμαλάσσετο, εὐθύπνους ἐγένετο, ἡ κοι‐ λίη αὐτῷ ἐξετίναξεν. ληʹ. Περὶ τοῦ αἵματος τοῦ ἰχωροειδέος, ὅτι ἐν τοῖσι πτυ‐ ώδεσι τὸ τοιοῦτον ἢ τοῖσιν ἠγρυπνηκόσι καὶ εἴτε φλαῦρον εἴτε χρηστόν. | |
25 | λθʹ. Οἷσιν ὁ σπλήν ἐστι κατάῤῥοπος, πόδες καὶ γού‐ νατα καὶ χεῖρες θερμαὶ, ῥὶς καὶ ὦτα ἀεὶ ψυχρά. ἦρα διὰ τοῦτο λεπτὸν τὸ αἷμα, ἦρα καὶ φύσιν τοιοῦτον ἔχουσιν οὗτοι ἢ ἐν τοῖσιν ἐμπυήμασιν. μʹ. Πρὸς οἷσι μέλλουσιν ἐκπυέειν, αἱ κοιλίαι ἐπιτα‐ | |
30 | ράσσονται. μαʹ. Σπλὴν σκληρὸς οὐ τὰ ἄνω, κάτω στρογγύλος, οὐ πλατὺς, βραχὺς, παχὺς, λεπτὸς, μακρὸς, ἥσσων τοῖς | |
ἀπὸ κεφαλῆς κορυζώδεσιν. | 38 | |
2.39 | μβʹ. Ἡ περὶ τὸν νοσέοντα οἰκονομίη καὶ ἡ εἰς τὸν νο‐ σέοντα ἐρώτησις, ἃ διηγεῖται οἷα, ὡς ἀποδεκτέον, οἱ λόγοι, τὰ πρὸς τὸν νοσέοντα, τὰ πρὸς τοὺς παρε‐ όντας, τὰ πρὸς τοὺς ἔξωθεν. | |
5 | μγʹ. Ὅτι ἐν θερμοτέρῳ, ἐν στερεωτέρῳ τὸ ἐν τοῖσι δεξι‐ οῖσι, καὶ μέλανες διὰ τοῦτο αἱ ἔξω φλέβες, μᾶλλον συ‐ νεκρίθη, συνέστη, ὀξύτερον κινηθὲν ἐμολύνθη καὶ βραχύτερον αὔξεται καὶ ἐπὶ πλείω χρόνον, ἔτι ἐστερε‐ ώθη καὶ χολωδέστερον καὶ ἐναιμότερον, τοῦτο θερμό‐ | |
10 | τερόν ἐστι τὸ χωρίον τῶν ζώων. | 39 |
2.73(1t) | ΑΡΧΗ ΤΟΥ ΤΡΙΤΟΥ ΤΜΗΜΑΤΟΣ. | |
1t | ||
2 | — — — | |
2 | αʹ. Ἡ δέρματος ἀραιότης, ἡ κοιλίης πυκνότης, ἡ δέρμα‐ τος σύνδεσις, ἡ σαρκῶν αὔξησις, ἡ κοιλίης νάρκωσις, | |
5 | ἡ τῶν ὅλων ξύγχυσις, ἡ τῶν ἀγγείων ἀκαθαρσίη, ἡ ἐγκεφάλου ἀνάλυσις· διὸ καὶ φαλακροὶ, ἡ τῶν ὀργά‐ νων κατάτριψις. — | |
7 | ||
8t | Σημείωσαι ὅτι ὁ Γαληνὸς ταῦτα πάντα διὰ τῆς εἰ | |
9t | διφθόγγου ἐκφέρει. | |
9t | ||
10 | Συνεπεράνθη τὸ πρῶτον τμῆμα τῆς πραγματείας. νῦν οὖν ἐπὶ ἕτερον τμῆμα ἐρχόμενος, καὶ εὐθὺς θερα‐ πείας ἀρχόμενος λέγει ζήτησον εἴτε κοιλίας πυκνότης, εἰ δέρματος ἀραιότης, ἵν’ ἐπὶ ἀγαθῷ γένηται. καὶ ὁ μὲν Ἱπ‐ ποκράτης ἐπὶ δέρματι καὶ γαστρὶ προσήγαγε τὸν λόγον, | |
15 | σὺ δὲ ἐπὶ παντὸς πράγματος φεῦγε τὴν ἀμετρίαν. καὶ ἡμεῖς μὲν οὕτως ἐξηγησόμεθα, ὅτι ζήτησον εἰ τόδε, εἴτε τόδε, ὁ δὲ Γαληνὸς οὐκ ἀνέχεται, ἀλλ’ εὑρηκὼς ἐν πα‐ λαιοῖς ἀντιγράφοις τὸ ἡ, κατὰ συζυγίαν ἐξηγεῖτο, ἵνα εἴη προγνωστικὸς ὁ λόγος· ἐὰν εἴη δέρματος ἀραιότης, προ‐ | |
20 | μήνυσον ὡς κοιλίης ἐστὶ σκληρότης τουτέστιν ἐποχὴ γα‐ στρός. μεμαθήκαμεν γὰρ ὅτι ἀντιπεπονθότως ἔχουσιν | |
ἀλλήλαις αἱ τοιαῦται κενώσεις, καὶ ὅτι εἰ ἡ μία αὐτῶν | 73 | |
2.74 | πολλὰ κενώσει, αἱ ἄλλαι ἐνδεῶς κινοῦνται, ὥσπερ καὶ τὸ ἐναντίον, εἰ δέρματος σύνδεσις καὶ πυκνότης, κοιλίας φορά. ἀλλὰ τοῦτο οὐκ ἠξίωσεν ὁ Ἱπποκράτης εἰπεῖν, ἀλλὰ σαρκῶν αὔξησις, ἵνα εἴπῃ τὸ περὶ τροφῆς εἰρη‐ | |
5 | μένον, ὅτι οἱ ἀραιοὺς ἔχοντες τοὺς πόρους, ὑγιεινοὶ μέν εἰσιν, ἅτε πάντων τῶν περιττωμάτων ἀποσυλωμένων, ἰσχνότεροι δὲ, ὅτι ἐν τῷ ἀχρήστῳ ἐξαγομένης καὶ ζωτι‐ κῆς θερμασίας. οἱ μέντοι πεπυκνωμένοι, τὸ ἐναντίον, νο‐ σηλοὶ μὲν, ὡς μενόντων ἔσω τῶν περιττωμάτων καὶ δια‐ | |
10 | τεινόντων. ταῦτα οὖν καὶ λέγει, ὅτι ἡ τοῦ δέρματος πύ‐ κνωσις, σαρκῶν ποιεῖ αὔξησιν. λοιπὸν ἑτέρα συζυγία· τάχα δὲ οὐδὲ συζυγία. ἀλλ’ ἑνὶ τεθέντι κακῷ πλείονα ἕπεται. λέγει γὰρ κοιλίης νάρκωσις, τουτέστιν ἀσθένεια. ἀπεπτεῖται οὖν ἡ τροφή. εἰ οὖν ἀπεπτεῖται, καὶ οὐ λαμ‐ | |
15 | βάνει τὸν κατὰ φύσιν κόσμον, ἕλκεται ὁ χυλὸς παρὰ τὸ ἧπαρ ἀκόσμητος ὤν. τί ἐστιν ἀκόσμητος; ἀνεπιτήδειος εἰς τὸ αἱματοποιηθῆναι. μένει οὖν ἐν τῷ ἥπατι ἀκάθαρ‐ τος. εἰσβάλλουσι λοιπὸν εἰς τὸ ἧπαρ τὰ καθαρτήρια μό‐ ρια, ἀλλ’ ἐπειδὴ ὡς ξένον ἐστὶ τὸ αἷμα, οὐ καθαρίζεται· | |
20 | ἔνθεν οὐδὲ σπλὴν ἕλκει τὸ παχὺ, οὐδὲ χοληδόχος κύστις τὸ λεπτὸν, οὐδὲ νεφρὸς τὸ ὀῤῥῶδες· ἢ ἕλκουσι μὲν ὅσον ὤφειλον, τὸ δὲ λοιπὸν μένον, ἀκάθαρτον ποιεῖ τὸ αἷμα. τοῦτο οὖν ἀναδίδοται εἰς πᾶν τὸ σῶμα ἀκάθαρτον ὂν, καὶ λοιπὸν καινοτομεῖται τὸ τῆς φύσεως νόμιμον. καὶ | |
25 | ἐπειδὴ οὐκ εἴθισαν ἀπὸ ῥυπαροῦ αἵματος τρέφεσθαι, ταράττονται· ἐντεῦθεν τῶν ὅλων σύγχυσις. ἀλλὰ τῶν μὲν ἄλλων καταφρονήσωμεν, τοῦ δὲ ἡγεμόνος ἐγκεφάλου ἀνα‐ μνησθῶμεν, οὐ διὰ τὴν ἀξίαν μόνον, ἀλλὰ καὶ ὅτι ἕκα‐ στον μόριον, μὴ τρεφόμενον, δαπανᾶται καὶ ἰσχναίνεται, | |
30 | τὸ δὲ κακώτερον * ὁ τοῦ ἐγκεφάλου ὑγρὸς ὁ οὕτως ὑπὸ ψυχικοῦ πνεύματος ὀχούμενος [ἐὰν] ἀναλωθῇ τε καὶ | |
ἰσχνανθῇ. ἀνήλωται οὖν ὁ ἐγκέφαλος, καὶ τοῦ αὐτοῦ κα‐ | 74 | |
2.75 | τεκράτησεν ἐκ τῆς ἀτροφίας ξηρότης, ὅτε καὶ φαλακρότης γίνεται. ἐν γὰρ τῷ κατὰ φύσιν ἔχειν μετεωριζόμενος ὁ ἐγκέφαλος, καὶ τοῦ αὐτοῦ κατεκράτησεν ἐκ τῆς ἀτρο‐ φίας, ἐκ τοῦ πνεύματος τῆς ὑγρότητος, σχεδὸν εἰπεῖν, | |
5 | ἥπτετο τῆς κορυφῆς καὶ ἐκράτει τὰς τρίχας, οὐ τοῦτο λέγων ὅτι ὑγρότης ποιεῖ τὰς τρίχας· φυλάσσει γάρ· γί‐ νονται δὲ ἀπὸ θερμασίας. ἀλλ’ ὥσπερ ἐν τοῖς ἑκτικοῖς ὑγρότης ἐκ τοῦ ἐλαίου προσφερομένη τῷ σώματι οὐ γεννᾷ θερμασίαν, ἀλλ’ ἐμφράττουσα τοὺς πόρους κωλύει | |
10 | διαφορηθῆναι τὴν θερμασίαν, οὕτως καὶ ἐνταῦθα ἔλαιον ἐπιτιθέμενον τῇ κεφαλῇ, αὔξει τὰς τρίχας, οὐχ ὅτι γεννᾷ αὐτὰς, ἀλλὰ τέγγει. εἰ οὖν ἔξωθεν τέγγει τὸ βρέγμα, ἐντεῦθεν ἡ φαλάκρωσις. τὰ δὲ ὀπίσω οὐ πάνυ φαλα‐ κροῦνται, ἐπειδὴ πλείονές εἰσι μύες, καὶ φυλάσσουσι τὰς | |
15 | τρίχας. τὰ δὲ κατὰ τὸ βρέγμα, ὡς ἰσχνὰ, φαλακροῦνται, καὶ ὁ ἐγκέφαλος κακῶς ἔχει, καὶ τὰ ὄργανα αὐτοῦ κατε‐ τρίβησαν, τὰ νωτιαῖα νεῦρα. τάχα δὲ οὐκ ὄργανα λέγει τοῦ ἐγκεφάλου, ἀλλ’ ὅτι ἁπλῶς πᾶν τὸ σῶμα κατέῤῥι‐ πται. εἰδὼς γὰρ ὡς ἡ πολυχρόνιος κρίσις καὶ τρίψις | |
20 | τοῦ σώματος δαπανᾷ αὐτοῦ τὴν ἰσχνότητα, τοῦ παν‐ τὸς σώματος κατάτριψιν. ἡ δέρματος ἀραιότης. οἶδεν ἄρα ὁ γοῦν Ἱπποκράτης, πεπεραίωται τὸ ἡμέτερον σῶμα, καὶ συνεχές ἐστιν. ἐξέρχεται γὰρ ὁ ἱδρὼς καὶ μένουσιν ἔξω οἱ πόροι. οἱ δὲ φιλόσοφοί φασιν, ὅτι | |
25 | ἐξέρχεται ἱδρὼς, ἀνοίγονται οἱ πόροι, καὶ ὅτε παύεται, συμπίπτουσιν. | |
26 | βʹ. Καθάρσεσι, δρόμοισι, πάλῃσιν, ἡσυχίῃσι, πολλοῖσι περιπάτοισι ταχέσιν. — | |
28 | Περὶ ἄλλου λόγου διαλέγεται, καί φησιν ὅτι αἱ ἐπ’ | |
30 | ἄκρου εὐεξίαι σφαλεραὶ, ἢν ἐν τῷ ἐσχάτῳ ἔωσιν. καί φη‐ | 75 |
2.76 | σιν ὅτι ὅτε ἰσχύουσι τὰ σώματα, τότε ἴσχει ἡ φύσις. καὶ τότε ὀφείλεις τῇ καθάρσει χρήσασθαι τῶν σαρκῶν καὶ διὰ τῶν ἔσωθεν καὶ διὰ τῶν ἔξωθεν. ἔξωθεν μὲν οὖν διὰ τῶν γυμνασίων, οἷον δρόμου καὶ πάλης. καὶ αὐ‐ | |
5 | τὸς μὲν τούτων ἐμνημόνευσεν ἴσως, ὡς τότε εὐδοκιμούν‐ των. σὺ δὲ ζήτησον τὸν τόπον, τὴν εὐπορίαν καὶ τὸ ἔθος. οἷς γὰρ εἰώθει γυμνάζεσθαι, ἐκείνοις κέλευσον πλείοσι χρήσασθαι. πρὸς δὲ τούτοις, ζήτησον καὶ τὸν πάσχοντα τόπον. ἡ γὰρ χεὶρ μᾶλλον σκαπτέτω, ἐρεσσέτω· | |
10 | οἱ πόδες τρεχέτωσαν· εἰ πᾶν τὸ σῶμα, μᾶλλον ἡ πάλη καὶ ἡ σφαῖρα. ἡσυχαζέτω δέ. ἀλλὰ τοῦτο ἀσφάλειαν ἐποίησεν, εἰ θέλων ἐκτῆξαι σάρκας, ἡσυχίαν ἐπιτάττει. ἐστὶ δὲ πάνυ σαφές. ἐπειδὴ γὰρ εἶπε γυμνάζεσθαι τὸ σῶμα, ἵνα μὴ νομίσῃς ὅτι δεῖ ἐπ’ ἄπειρον αὐτοῖς χρή‐ | |
15 | σασθαι, λέγει· ἀλλ’ ἡσύχασον ἐν τῷ μέσῳ, ἵνα τε ἀνα‐ κτήσῃ ἡ δύναμις καὶ ἵνα δευτέρου ἀνέξηται γυμνασίου. τάχα δὲ καὶ τὸ ἄλλο αἰνίττεται, τὸ ἐν τῷ περὶ διαίτης ὀξέων· ὅτι μὴ εὐθὺς μετὰ βαλανεῖον δὸς τὴν τροφὴν, μὴ θερμὰ καὶ εὐρέα ὄντα τὰ ἀγγεῖα ὠμὴν ἀνασπάσωσι τὴν | |
20 | τροφήν. | |
20 | γʹ. Οἷσιν ἑφθὴ μᾶζα τὸ πλεῖστον, ἄρτος ὀλίγος. κα‐ θαιρέσιος σημεῖον τὴν αὐτὴν ὥρην τῆς ἡμέρης φυλάσ‐ σειν· ἐξαπίνης γὰρ ἔῤῥιπται. ὑφιέναι τῶν πόνων, ᾗ ῥύεται· ὁμοίως γὰρ ὅλον ξυμπίπτει. ὅταν δὲ δὴ | |
25 | ξυμπέσωσι, προσάγειν ὕεια ὀπτά. ὅταν γὰρ πλη‐ ρῶνται, αὖθις τὸ σῶμα ἀνθηρὸν γίνεται. — | |
26 | Οὕτω καὶ ἐνταῦθα· ἐπειδὴ ἀπὸ γυμνασίου ἐθερμάν‐ θησαν τὰ μόρια, μὴ δῷς εὐθὺς τὴν τροφὴν, μὴ ὠμὴ ἀναδοθεῖσα, ὀγκώσῃ πάλιν τὸ σῶμα, ἀλλ’ ἡσύχασον ὀλί‐ | |
30 | γον· εἶτα λοιπὸν ἐλθὲ καὶ ἐπὶ τὰ διὰ τῶν ἔσω ἰσχναι‐ νόντων, τὰς τροφὰς, τὰς ὀνόματι μὲν τροφὰς, ἔργῳ δὲ | |
φάρμακα, καὶ δὸς τῶν ὑγρῶν τινι φυρόμενον ἄλφιτον, | 76 | |
2.77 | οἷον σίραιον, ἢ τοῖς ὠμοῖς καὶ ἀνέφθοις ἐσθιομένοις, οἷον μᾶζαν, μὴ ἄρτον· οὕτω γὰρ καλῶς πέττεται καὶ τρέφει τὸ σῶμα. δὸς δὲ καὶ ὕεια κρέη καὶ μὴ ὄϊα· ταῦτα γὰρ τρόφιμα, τὰ δὲ ὄϊα, ξηραντικά. ἡμεῖς δὲ πᾶσι | |
5 | κρέασι παρέχομεν, ἴσως δι’ ἔθους, λοιπὸν κατὰ βραχὺ τὴν φύσιν παιδεύοντες, ὥστε καὶ ἀσιτίας ἀνέχεσθαι, ἢ διὰ τοῦτο, ἢ οὐχ ὅτι θέλομεν λιμαγχονῆσαι τὸ σῶμα, ἵνα ἀποθάνῃ. οὐδὲ γὰρ τήκω τὰς σάρκας, ἵνα ἰσχνό‐ τητα ποιήσω. ταῦτα μὲν περὶ τῆς τροφῆς. | |
10 | Λοιπὸν ὁ Ἱπποκράτης φιλανθρώπως ποιῶν ζητεῖ, ἄχρι πόσου ὀφείλεις ἰσχναίνειν καὶ γυμνάζειν τὸ σῶμα. μὴ γὰρ ἀεὶ τοῦτο ὀφείλομεν, ποιεῖν δὲ, ὡς μὴ ὑπερόριοι ἀπέλθωμεν. ταῦτα οὖν παραδιδόαμεν σημεῖα ἐπὶ τῆς αὐτῆς ὥρης φυλάξαι, ἐφ’ ἧς εἴωθε γυμνάζεσθαι, ὅτι ἐὰν | |
15 | ἐξαπίνης ἐκλυθῇ καὶ ῥυῇ τὰ τῆς δυνάμεως, τότε ἐπί‐ σχες. ἤρξατο γοῦν συνεξάγεσθαι ἡ θερμασία, ὅθεν καὶ ῥίψεται ἡ δύναμις τὰ μόρια, καὶ ἀσθενήσασα, ὡς ἀλλό‐ τρια ἔνθεν κἀκεῖθεν ἀποδιώκει τὰ μόρια. τότε οὖν ἐπί‐ σχες. ἀλλ’ ἔνθεν ῥυῇ, καὶ ἠσθένησε τὰ τῆς δυνάμεως, | |
20 | ἐκεῖ ἐπίσχες. οὐ γὰρ πᾶν τὸ σῶμα ἠσθένησεν, ἀλλὰ μέ‐ ρος. καὶ τὸ μὲν ἀσθενὲς ἡσυχαζέτω, τὸ δὲ ὑγιὲς γυμνα‐ ζέσθω. ὁμοίως δὲ ἐπὶ τοῦ παντὸς σώματος. εἰ γὰρ ἐπι‐ μένεις γυμνάζων, εἰς τὸ ἐναντίον ἔρχεται τὸ σῶμα, καὶ συμπίπτει. καὶ ὥσπερ φοβούμεθα τὴν αὔξησιν τῆς σαρ‐ | |
25 | κὸς, οὕτω καὶ τὴν μείωσιν. εἰ οὖν ὤκλασεν ἡ δύναμις, ὀφείλομεν αὐτὴν στῆσαι· ἔνθεν καὶ ὅρον δίδωσι τοῦ ἕως πότε τρέφειν. λέγει γὰρ ὅτι ἐὰν μεμερισμένως θρέψῃς, ῥώννυται τὸ ἔμφυτον θερμόν· ἐντεῦθεν διαλάμπει τὸ πρόσωπον. τότε παῦσαι τρέφων. πρόσφερε δὲ καὶ ὕεια | |
30 | κρέα· ταῦτα γὰρ τρόφιμα, καὶ δυνάμενα στῆσαι τὴν | |
δύναμιν. | 77 | |
2.78 | δʹ. Ἐν γυμνασίοισι σημεῖον ὁ ἱδρὼς ὁ στάγδην ῥέων ὥσ‐ περ ἐξ ὀχετῶν, ἡ ξύμπτωσις ἐξ ἐπάρσιος. — | |
2 | Εἰ μὴ ὁ μεταξὺ λόγος ἐβιάσατο, τὸν λόγον τοῦτον ἄνω εἶχε τάξαι· ἐπειδὴ γὰρ εἶπε δεῖν τούτους γυμνάζε‐ | |
5 | σθαι, ὅτι ἄχρις τοσοῦτον ἕως οὗ ἄρξηται ῥύεσθαι τὰ τῆς δυνάμεως, λοιπὸν καὶ ἄχρις οὗ ἄρξηται ὁ ἱδρὼς μὴ κατὰ βραχὺ φέρεσθαι μηδὲ δι’ ἀδήλων πόρων, ἀλλ’ ὡς ἐξ ὀχετῶν πολὺς κενοῦσθαι· τότε ὀφείλεις ἐπισχεῖν. ἤρ‐ ξατο γὰρ ὑποσυλᾶσθαι ἡ δύναμις, καὶ δέος μὴ εἰς τὸ | |
10 | ἐναντίον ἔλθοι ἡ σύμπτωσις ἐξ ἐπάρσεως. | |
10 | εʹ. Ἡ γυνὴ, ἣν πρώτως ἐθεράπευσα ἐν Κρανῶνι, σπλὴν φύσει μέγας, πυρετὸς καυσώδης, ἐξέρυθρος, πνεῦμα δεκάτῃ, ἱδρὼς τὰ πολλὰ ἄνω, ἀτὰρ καὶ κάτω τεσσα‐ ρεσκαιδεκάτῃ. — | |
14 | ||
15 | Δεῖ παρελθεῖν τὸν λόγον· οὐδὲν γὰρ ἐξ αὐτοῦ κερδα‐ νοῦμεν, ἐπειδὴ κρέμαται, καὶ οὐκ ἐπάγει συμπέρασμα. λέγει γὰρ ὅτι ἐν Κρανῶνι γυνὴ ἣν ἐθεράπευσα τὸ πρῶτον. τὸ δὲ πρῶτον, τί λέγει; ἆρα ὅτι μὲν πρῶτον ἀπελθὼν ἐν Κρανῶνι εἶδεν αὐτὴν, τὸ δὲ δεύτερον, | |
20 | οὐκ εἶδεν; ὅπερ ἄπορον. τέως δὲ τὸ ὄνομα τῆς γυναικὸς μὴ εἰδὼς τοκαθόλου, λέγει ἡ γυνή. λέγει γάρ· σπλῆνα εἶχε μέγαν· εἴτε ἀπὸ φύσεως εἴτε ἐπείσακτον, οὐκ εἶπεν, εἴτε τῷ ὄγκῳ εἴτε τῇ οὐσίᾳ ἦν μέγας. λέγει δὲ καὶ καυσώδη πυρετὸν εἶχε. καὶ τοῦτο ἄτοπον. ἐπὶ σπληνὶ τεταρταῖος μό‐ | |
25 | νον, ἢ καυσώδης. εἰ δὲ καὶ ὑπερσαπὴς ὁ μελαγχο‐ λικὸς, ὡς εἰς μέλαν ἐτράπη χυμὸς, διὰ τοῦτο καυσώδης ὁ πυρετὸς, πόθεν ἐξέρυθρον τὸ πρόσωπον; ἔδει γὰρ αὐτὸ ὡς πελιδνόν. λέγει δὲ καὶ πνεῦμα εἶχε τουτέστι δύσπνοιαν. ποίαν δὲ οὐκ εἶπεν, εἰ μήπω εἴπωμεν, τὴν | |
30 | μικρὰν καὶ πυκνὴν ἀναπνοὴν, ὡς θλιβομένου τοῦ θώρα‐ κος ἀπὸ τοῦ ὄγκου τοῦ σπληνὸς καὶ ὀδυνωμένου. φησὶ δὲ καὶ ἄλλο, ὅτι τῇ μὲν δεκάτῃ ἱδρὼς ἄνω, τῇ δὲ τεσσα‐ ρεσκαιδεκάτῃ κάτω. διατί δὲ, οὐκ ἴσμεν. ἀλλὰ τὸν κάτω | |
συντακτέον ἀφορισμόν. | 78 | |
2.79 | ϛʹ. Ἧσσον τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσι, βραγχώδεσιν, ἐπιπυρετήνασιν αἱ ὑποστροφαί· πᾶν γὰρ τὸ ἐκπυέον ἀνυπόστροφον· οὗ γὰρ πεπασμὸς καὶ κρίσις, ἅμα καὶ ἀπόστασίς ἐστιν. — | |
4 | ||
5 | Οὐ χρήζει ποικιλίας, μεμνημένος τοῦ ἀφορισμοῦ, πυ‐ ρετὸν ἐπὶ σπασμῷ βέλτιον γενέσθαι, ἢ σπασμὸν ἐπὶ πυ‐ ρετῷ. εἴρηται γὰρ ὥσπερ ἐπὶ νοσημάτων γίνεται τοῦτο, καὶ ἐπὶ συμπτώματι γένηται σπασμὸς, χαλεπὸν σημαίνει, ὅτι καὶ τῶν στερεῶν κατακρατήσας ὁ πυρετὸς, πολλὴν | |
10 | ἐναπέθετο ξηρότητα τὴν ποιοῦσαν τὸν σπασμόν· εἰ δὲ, σπασμοῦ ἐπὶ πληρώσει προϋποκειμένου, γένηται πυρετὸς, ἀγαθόν. ὁ γὰρ πυρετὸς διαλύει τὴν ὕλην, καὶ λεπτοποι‐ ῶν αὐτὴν, παύει τὸν σπασμόν. τοῦτο καὶ νῦν γίνεται, κό‐ ρυζα καὶ βράγχος, ψυχροῦ καὶ ὑγροῦ χυμοῦ καταλαβόν‐ | |
15 | τος τὸν ἐγκέφαλον· εἰ οὖν ἐπιγένηται πυρετὸς, διαλύει τὴν ὕλην τοῦ χυμοῦ καὶ παύει αὐτὴν, καὶ ἐκ τούτου οὐδὲ ὑποστροφὴ γίνεται, ἐπειδὴ ὁ πυρετὸς ῥωννύει τὴν δύνα‐ μιν, ἥτις ῥωννυμένη πέττει τὸν χυμόν· πέττει γὰρ, οὐ τὴν ἀμιγῆ καὶ καθαρὰν πέψιν, ἀλλὰ τὴν τελείαν ἀπαλ‐ | |
20 | λαγήν. ἓν μόνον ζητητέον, ἐπειδὴ κόρυζα γίνεται ἀπὸ ψύξεως καὶ θερμασίας, ὡς φησὶν ὁ Γαληνὸς, εἰ μὲν ἀπὸ ψύξεως γένηται, καλὸν, εἰ ἐπιγένηται πυρετὸς, εἰ δὲ ἀπὸ θερμασίας, οὔ. πῶς οὖν εἶπε καθόλου; καὶ πρῶτον μέν φαμεν, ὅτι εἶπεν ὁ Ἱπποκράτης τὸ ἧσσον· ἔπειτα δὲ, | |
25 | τὸ ἐπὶ πυρετῷ εἶπε· ἐπὶ γὰρ τῇ ἀπὸ θερμασίας κορύζῃ πάντως σύνεστι πυρετὸς, καὶ εἰ ἕτερος ἐπιγένη‐ ται, τῇ δὲ ἀπὸ ψύξεως οὐ σύνεστι. πάλιν δὲ εἶπε, τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσιν. ἔστι γὰρ καὶ ἄλλοθεν κόρυζα. καὶ πρῶτόν ἐστιν εἰπεῖν, ὅτι ἐξ ἀνάγ‐ | |
30 | κης ἑπόμενον εἶπεν, ὡς ὑγρὸν ἔλαιον καὶ * πόνον δηλοῖ οὐ κατὰ ῥάχιν, ἀπὸ τῆς κεφαλῆς κόρυζα. ἤ ἐστιν εἰπεῖν ὅτι οὐ πᾶσα κόρυζα ἀπὸ τῆς κεφαλῆς· ποτὲ γὰρ | |
καὶ ὁ στόμαχος ἀνέπεσε, καὶ ἔπεμψεν ἀτμοὺς τῇ κε‐ | 79 | |
2.80 | φαλῇ, καὶ ἐποίησε κόρυζαν, ἢ μᾶλλον διὰ τοῦτο προ‐ σέθηκε τὰ ἀπὸ κεφαλῆς, ἵνα εἴπῃ τὴν ἀπὸ ψύξεως κόρυζαν· ἡ γὰρ κεφαλὴ, ὡς ψυχρὰ οὖσα, μάλιστα ταύτην ποιεῖ. ταύτῃ οὖν εἰ ἐπιγένηται πυρετὸς, ἀγαθόν. | |
4 | ||
5 | ζʹ. Οἷσιν, ὁκόταν ἀφροδισιάζωσι, φυσᾶται ἡ γαστὴρ, ὡς ὁ Δαμναγόρας, τουτέοισι ψόφος ἀρκέσει. Ἀρκεσιλάῳ δὲ καὶ ᾤδεεν. — | |
7 | Ἄρτι τῶν προγνωστικῶν λόγων παυσάμενος, φέρεται πάλιν ἐπὶ διαγνωστικούς. καὶ δεῖ εἰδέναι, ὡς πολλαὶ | |
10 | ἐνταῦθα ἠνέχθησαν ἐξηγήσεις. δεῖ δὲ τοῦ ἀστειοτέρου ἀναμνῆσαι Σαβίνου. τοίνυν εὑρηκὼς τὸ φυσᾶται καὶ τὸν ψόφον, τοῦτο λέγει, ὅτι ἐάν τις ἄρξηται ἀφροδισιά‐ ζειν, ἐν τοῖς ἀφροδισίοις φύσαι πολλαὶ ἐκκρίνονται. ἀποδίδωσι δὲ καὶ λόγον, ὅτι ἐν τῇ παιδικῇ ἡλικίᾳ οὐκ | |
15 | εἰώθαμεν ἀφροδισιάζειν, ἀλλ’ ἐν τῇ ἀκμαστικῇ. τότε οὖν καινοτομεῖται καὶ ξενισμὸν ὑπομένει ἡ φύσις· ἀπὸ δὲ τῶν ἀφροδισίων θερμαίνεται τὸ σῶμα· ἀπὸ τῆς θέρμης οὖν καὶ τῆς ταραχῆς διαλύεται πνεύματα, ἃ φέρεται ἐπὶ τὰ κάτω, καὶ ποιεῖ φύσας. αὕτη μὲν οὖν ἡ Σαβίνου ἐξή‐ | |
20 | γησις, καὶ οὐκ ἀπόβλητος. ὁ δὲ Γαληνός φησι, τοῦτο οὐχ ἱστόρηται ἐπὶ τῶν ἔργων τῆς τέχνης. καὶ πράγματα μὴ ἱστορηθέντα, τί θέλομεν ἀποδοῦναι λόγον; εἰ δὲ καὶ ἄρα ἱστόρηται, κατὰ τὸ σπάνιον εὕρηται, ὅθεν προσέ‐ θηκε Δαμναγόρᾳ· τῶν δὲ σπανίων οὐκ ἀποδίδοται λόγος. | |
25 | εἰ δὲ θελήσομεν ἀληθεύειν τὸν λόγον, ἐκεῖνό φαμεν. εὕ‐ ρηται γὰρ ἐν διαγνωστικῇ, ὅτι οὐ γίνεται ὑποχονδριακὸν πάθος ὡς ἔτυχεν, ἀλλ’ ὄγκος ἐκεῖ ἐγένετο ἀπὸ μελαγχο‐ λικοῦ χυμοῦ. οὗτος οὖν ὁ μελαγχολικὸς χυμὸς πέμπει ἄνω παρὰ τὸν ἐγκέφαλον ζοφώδεις ἀτμοὺς, καὶ ὥσπερ | |
30 | ἄλλα κακὰ ποιεῖ, οὕτω καὶ φόβον. τὰ γὰρ παλαιὰ τῶν ἀντιγράφων οὐκ ἔχουσι ψόφον, ἀλλὰ φόβον. γίνεται οὖν ὁ ψόφος πάλιν οὕτως· ὁ μελαγχολικὸς πέμπει καὶ κάτω παρὰ τὰ σπερματικὰ ἀγγεῖα πνεύματα. οἴδαμεν δὲ ὡς οὐ μόνον σπέρμα, ἀλλὰ καὶ ἔμπτωσις πνεύματος πρὸς | |
35 | ἔρωτα κινεῖ ἀφροδίσια. τοῦτο οὖν ἐστιν ὃ λέγει, καὶ δεῖ | 80 |
2.81 | αὐτὸ ὑπερβατῶς ἀναγνῶναι. πολλαχοῦ γὰρ γίνεται, ὅταν φυσᾶται ἡ γαστὴρ ἐξ ὑποχονδρίου πάθους, ὥσπερ φόβος γίνεται, οὕτω καὶ ἐν ἀφροδισίῳ. οὐ δήπου οὖν τὰ ἀφρο‐ δίσια ποιοῦσιν ὄγκον τῆς γαστρὸς, ἀλλ’ ὁ τῆς γαστρὸς | |
5 | ὄγκος ἀφροδίσια. φησὶ δὲ καὶ Ἀρκεσιλάῳ καὶ ᾤδεεν. ἐκ γὰρ τοῦ ὑποχονδριακοῦ πάθους γενόμενα πρῶτον εἰς ὄγκον καὶ οἴδημα ἤγειραν ὑποχόνδρια ἢ ἐκ τῆς πολ‐ λῆς σφηνώσεως τοῦ χυμοῦ καὶ σῆψις ἐγένετο, ἐξ ἧς πνεύ‐ ματα δυσώδη ἐξέρχονται. | |
9 | ||
10 | ηʹ. Τὸ φυσῶδες ξυναίτιον τοῖσι πτερυγώδεσι. καὶ γάρ εἰσι φυσώδεες. — | |
11 | Λέγει αἴτιον τοῦ πτερυγώδους. ἀλλὰ πολλὰ βιβλία ἔχουσι πιτυρώδεσι. πίτυρα δέ εἰσιν, ὅτε ἀπὸ τῆς κεφαλῆς λέπυρα ἐκδίδονται. γίνεται δὲ τοῦτο ἀπὸ δια‐ | |
15 | βρωτικοῦ χυμοῦ. φασὶν οὖν τινες ὅτι ποτὲ δριμύτερα πνεύματα ἀπὸ τῆς γαστρὸς ἐπανέρχονται ἐπὶ τὴν κεφα‐ λὴν, ἅτινα δριμέα ποιοῦσι τὰ πίτυρα. ἄλλα δὲ ἔχουσι πυρετώδεσι, καί φασιν ὅτι ὥσπερ ἐπὶ ὑγρῶν γίνονται ἐπὶ σήψει πυρετοὶ, καὶ ὥσπερ ἐπὶ τοῖς στερεοῖς ἑκτικοὶ, | |
20 | οὕτω καὶ ἐπὶ πνεύμασιν ἀμφήμερος. τὸ δὲ ἀληθὲς, πτερυγώδεσιν ἔχει. καί φησιν ὅτι τὸ πτερυγώδεσιν οὕ‐ τως ἔχει· οἱ στενὸν καὶ βαθὺν ἔχοντες τὸν θώρακα καὶ ἰσχνὰς καὶ ἐπιμήκεις τὰς χεῖρας, τούτοις εἰ ἔμπτωσις γένηται πνεύματος, κακὰ πολλὰ ἐπιγίνονται· ἐπειδὴ γὰρ | |
25 | στενός ἐστιν ὁ θώραξ, εἴ που ἔλθοι πνεύματα, στενοχωρεῖ τὸν πνεύμονα, καὶ ἐντεῦθεν ποιεῖ φθίσιν. οὐ μάτην δὲ εἶπε τὸ συναίτιον· ἡ γὰρ πτερυγώδης κατασκευὴ πάν‐ τως ἐκ ψύξεως ἐγένετο· αὕτη δὲ ἡ ψύξις τείνουσα καὶ πυκνοῦσα τὸν πνεύμονα, δύναται ποιῆσαι ῥῆξιν, ἐπὶ τῇ | |
30 | ῥήξει, αἵματος πτύσιν, καὶ ἐπὶ ταύτῃ, φθίσιν. ἀλλὰ καὶ ἡ ψύξις αὐτὴ ἀπεψίαν ἐγέννησεν, αὕτη δὲ πνεύματα. ταῦτα ἔρχονται παρὰ τὸν πνεύμονα, καὶ εἰ μὲν κατὰ φύ‐ σιν ὁ πνεύμων ᾖ, δύναται μὴ παθεῖν. ἐπεὶ δὲ ἐκ τῆς | |
ψύξεως δυσεπέκτατος ἐγένετο, εἰσερχόμενον τὸ πνεῦμα | 81 | |
2.82 | διατείνει, καὶ τῇ διατάσει ποιεῖ τὴν ῥῆξιν. σαφηνίζει δὲ αὐτὸ καὶ ὁ ἑξῆς λόγος. καλῶς γὰρ εἶπεν ὁ Ἱπποκράτης τὸ συναίτιον. πρὸς γὰρ τῇ ψύξει καὶ αὐτῷ τῷ αἰτίῳ, γίνεται φθίσις. καὶ γάρ ἐστι φυσώδεες. τὰ πολλὰ μέν‐ | |
5 | τοι τῶν βιβλίων οὐκ ἔχουσιν. εἰ δὲ ἔχουσι, λέγει ὅτι κἂν πνεῦμα ὁθενδήποτε ἔλθοι, εὐχερῶς ποιεῖ φθίσιν, ὅτι καὶ φύσει εἰσὶ φυσώδεις, ὡς τῆς ψύξεως γεννώσης πνεῦμα. | |
8 | θʹ. Τὸ ψυχρὸν πάνυ φλεβῶν ῥηκτικὸν καὶ βηχῶδες, | |
10 | οἷον κρύσταλλος, καὶ συστρεπτικὸν, οἷον τὰ φήρεα καὶ αἱ γογγρῶναι. συναίτιον καὶ αἱ σκληρότητες. — | |
11 | Ὅρα ὅτι ἐπὶ τῶν φθισικῶν τῇ ψύξει γίνεται ἡ ῥῆξις· ἰδοὺ γὰρ λέγει, ὅτι τὸ ψυχρὸν φλεβῶν ῥηκτικόν. ἀλλ’ ἡ μὲν θερμασία ῥήγνυσι τὸ τέμνειν καὶ διαβιβρώσκειν | |
15 | καὶ διαιρεῖν, ἡ δὲ ψύξις τὸ πιλοῦν, τὸ συνάγειν καὶ τὸ δυσεπέκτατον· ἔνθεν ἐπιφέρει, συναίτιον καὶ σκλη‐ ρότης. ἀλλ’ οὐ πᾶσα ψύξις ῥήγνυσιν, ἀλλ’ ἡ πάνυ σφο‐ δρὰ, ὥσπερ χιὼν, κρύσταλλος. ἔνθεν ὠφεληθεὶς ὁ Γαλη‐ νὸς εἶπεν, ὅτι εἰ μέλλει τι γενέσθαι, χρεία καὶ σφοδρό‐ | |
20 | της τοῦ ποιοῦντος, καὶ ἐπιτηδειότης τοῦ πάσχοντος, καὶ χρόνος, καθὸ τὸ ποιοῦν δρᾷ εἰς τὸ πάσχον. ταῦτα πάντα συνέδραμε· πολλὴ μὲν ψύξις, ἰδοὺ ἰσχὺς τοῦ ποιοῦντος· πτερυγῶδες τὸ σῶμα, ἰδοὺ ἐπιτηδειότης τοῦ πάσχοντος. εἰ δὲ μὴ, πολὺς ὁ χρόνος. ἀπὸ τῆς ψύξεως ἐγένετο | |
25 | πνεύματα, ὀφείλοντα τῇ διατάσει ῥῆξαι. ἔστι δὲ καὶ βη‐ χῶδες τὸ ψυχρὸν, καὶ πάντως διαμέσου· πρῶτον μὲν ὅτι αὐτὴ ἡ ψύξις πλήττουσα τραχύνει τὸν λάρυγγα καὶ ποιεῖ βῆχα. διαμέσου δὲ, ὅτι ῥήγνυσιν ἀγγεῖον ἐξερχόμενον αἷμα παρὰ τὸν λάρυγγα, καὶ ποιεῖ τὸν βῆχα, οἷον τὰ τηλέφεια | |
30 | καὶ αἱ γάγγραιναι· τοῦτο ἐν μέσῳ ἔῤῥιπται· κατὰ δὲ συ‐ | |
νέχειαν ἔχει τὰ προηγησάμενα πρὸς τὰ ἐφεξῆς. λέγει δὲ | 82 | |
2.83 | οὕτως ὁ λόγος· σκέπτεσθαί σε τὰς ἰδέας τῶν ὄγκων, ὥσπερ * τῇ φερεᾷ· τινὲς μὲν οὖν διὰ τοῦ ε, τινὲς δὲ διὰ τοῦ η γράφουσιν, ὅτι τὰ ἐπαναστήματα ἐν Φηραῖς τῆς Θεσσαλίας μοι ὀφθέντα· εἰ δὲ φέρεα, ἐν Φεραῖς | |
5 | τῆς Ἰταλίας. ταῦτα δὲ καταγέλαστα, ἀλλ’ εἰώθασιν οἱ παλαιοὶ φῆρας λέγειν τοὺς σατύρους οἵτινες ζωγραφοῦν‐ ται μετὰ ὄγκων, καὶ τούτων ἐπιμήκων. φήρεα οὖν ὄγκους ἐκάλεσε τοὺς ἐπιμήκεις. γογγρώνας λέγει με‐ ταφορικῶς τὰς εἰς δένδρα γινομένας παραφυάδας, καὶ | |
10 | μάλιστα εἰς ἐλαίας, ἐὰν ὦσι καὶ περιφερεῖς. ἀλλ’ ὁ Γα‐ ληνός φησιν ὅτι οἶδά τινας ἐν τῇ Θεσσαλίᾳ γογγρώνας καλεῖν τοὺς περιφερεῖς ὄγκους. φησὶν οὖν ὁ Ἱπποκράτης ὅτι ζήτησον καὶ τοὺς ὄγκους, εἴτε μακροὶ εἴτε περι‐ φερεῖς. | |
14 | ||
15 | ιʹ. Τὸ μετ’ οὔρησιν σύναγμα παιδίοισι μᾶλλον, ὅτι θερ‐ μότερα. — | |
16 | Περὶ χαλεπωτάτου πάθους θέλει διαλεχθῆναι, τῆς λιθιάσεως· ἀλλ’ οὐ δυνατὸν νοῆσαι, εἰ μήπω εἴπωμεν τὸ ποιητικὸν, ὑλικὸν, ὀργανικὸν αἴτιον τοῦ λίθου. ἔστιν οὖν | |
20 | τὸ ποιητικὸν αἴτιον τοῦ λίθου, θερμασία περιφρύττουσα ἢ ψύξις πηγνύουσα. ἀλλὰ καλῶς ἔδοξε τοῖς παλαιοῖς, μὴ γίνεσθαι ὑπὸ ψύξεως· οὐδὲ γὰρ δυνατόν ἐστι πλεο‐ νάσαι ἐν ἡμῖν τοσαύτην ψύξιν, ὥστε καὶ πῆξιν ποιῆσαι. γίνεται οὖν ἀπὸ μόνης θερμασίας, ποιούσης αὐτόν. ὑλι‐ | |
25 | κὸν δὲ αἴτιον, παχεῖα ὕλη, ἥ τε μελαγχολικὴ, ἡ φλεγμα‐ τική. κἂν γὰρ πολλὴ ἡ θερμασία, ἀλλ’ ἡ παχυτάτη ὕλη ποιεῖ τὸν λίθον, καὶ τὸ ἀνάπαλιν, κἂν ὀλίγη ἡ ὕλη, πολλὴ δὲ ἡ θερμασία. τοῦτο καὶ ἀπὸ τῶν ἐκτὸς ὁρᾶται· ἔστι γὰρ ὕδωρ πολλάκις καθαρώτατον, ἀλλὰ συνεχῶς ἐν | |
30 | θερμοῖς λέβησι ποιεῖ πῶρον, οὐ διὰ τὴν ὕλην, ἀλλὰ | |
διὰ τὴν θερμασίαν· ποτὲ δὲ ὕδωρ ῥυπαρώτατον καὶ | 83 | |
2.84 | παχὺ, ἐπ’ ὀλίγου δὲ πυρὸς καιόμενον, πωροῦται, οὐ διὰ τὴν θερμασίαν, ἀλλὰ διὰ τὴν ὕλην. εἰρήκαμεν οὖν τὸ ποιητικὸν αἴτιον καὶ ὑλικὸν τοῦ λίθου· τῶν δὲ ὀργανι‐ κῶν, νεφρῶν, οὐρητήρων, κύστεως. τὸ γὰρ τελικὸν ἐν‐ | |
5 | ταῦθα οὐ συνίσταται, ἐπειδὴ πάντως ἕνεκα ἀγαθοῦ. διὰ ποῖον οὖν ἀγαθὸν γίνεται λίθος, εἰ μήπω εἴπωμεν αὐτὸ τὸ γενέσθαι τὸν λίθον, τελικὸν αἴτιον; εἰ οὖν ἔγνω‐ μεν, τὰ περὶ λίθου ἐξηγησώμεθα. λέγει οὖν ὅτι ὁ λίθος γίνεται, ἐπὶ παιδίοις μὲν, παρὰ τὴν κύστιν, ἐπὶ ἀκμα‐ | |
10 | ζόντων δὲ, παρὰ τοὺς νεφρούς. καὶ τίς ἡ αἰτία; τινὲς εἰρήκασιν ὅτι ἐπειδὴ ἐπὶ τῶν παιδίων οἱ οὐρητῆρες ἐκ τῆς ὑγρότητος εὐρύτεροί εἰσι, διὰ τοῦτο καὶ κυλίεται ἡ ὑγρότης καὶ οὐ μένει παρὰ τοὺς νεφροὺς, ἀλλ’ εὐχερῶς ἐκεῖθεν παρερχομένη, ἔρχεται παρὰ τὴν κύστιν, καὶ ἐκεῖ | |
15 | λιθοῦται. ὁ δὲ Γαληνὸς καὶ τοῦτό φησι, καὶ λεληθὼς φαίνεται ἀπὸ ψύξεως λέγειν τὸν λίθον. λέγει οὖν ὅτι ἐπὶ τῶν παιδίων ἀμείνους γίνονται αἱ πέψεις, ὡς ὄν‐ τος τοῦ ἐμφύτου θερμοῦ. εἰ οὖν ἀμείνους γίνονται αἱ πέψεις, οὐ γίνεται πολὺ ὀρῶδες περίττωμα. ὀλίγον οὖν | |
20 | ἕλκει αὐτὸ ὁ νεφρός. καὶ ἐπειδὴ ὀλίγον ἐστὶν, οὐ γεννᾶ‐ ται ἐκεῖ λίθος· ἔρχεται παρὰ τοὺς οὐρητῆρας· εὑρίσκει αὐτοὺς στεγανωτέρους, καὶ ἄρχεται παχύνεσθαι ἐκεῖ· κυ‐ λίεται λοιπὸν παρὰ τὴν κύστιν· εὑρίσκει αὐτὴν ἄναιμον καὶ ψυχρὰν, καὶ πλεῖον παχύνεται. καὶ κενοῦται μὲν τὸ | |
25 | λεπτομερὲς, μένει δὲ τὸ παχύ. λοιπὸν ἔρχεται τὸ δεύτε‐ ρον καὶ τὸ τρίτον, καὶ οὕτω ἀλλήλοις προστιθέμενα, ποιοῦσι τὸν λίθον. ἐπὶ δὲ τῶν ἀκμαζόντων οὐ γίνονται καλῶς αἱ πέψεις, ποιότητι ὄντος τοῦ θερμοῦ σφοδροῦ. πολὺ οὖν περιττωματικὸν φλεγματικώτερον συνάγεται ἐν | |
30 | τῷ ἥπατι, ὃ ἕλκων ὁ νεφρὸς, οὐκ ἐᾷ ἀπελθεῖν κάτω. ὥσπερ γὰρ μόλιβδος, χεόμενος μὲν καὶ διὰ βραχέων τι‐ νῶν πόρων παρέρχεται, πηγνύμενος δὲ οὐδὲ διὰ μεγάλων, οὕτω καὶ ἐνταῦθα πολλὰ καὶ παχέα ὄντα τὰ περιττώ‐ ματα δέχεται ὁ νεφρὸς, καὶ οὐκ ἐᾷ κατελθεῖν εἰς τοὺς | |
35 | οὐρητῆρας, καὶ ἐκεῖ μένοντα ἀπολιθοῦται· ἔστι δὲ ἀλη‐ | 84 |
2.85 | θὴς ἐξήγησις, ὅτι ἐπὶ μὲν τῶν παιδίων κατ’ οὐσίαν ἐστὶν ἡ θερμασία, ἐπὶ δὲ τῶν ἀκμαζόντων κατὰ ποιότητα. ἀλλ’ οἱ λέγοντες ὡς τὰ παιδία θερμὰ μᾶλλον τὴν γα‐ στέρα ἔχουσι θερμὴν ἢ τὸ ἧπαρ, καί ἐστι δηλονότι. | |
5 | ὁρῶμεν γὰρ τὰ διαχωρήματα αὐτῶν χολώδη, τὸ δὲ οὖ‐ ρον λευκότατον, ἐπειδὴ τῶν ἀκμαζόντων τὰ περὶ τὴν γαστέρα ψυχρότερα, τὸ δὲ ἧπαρ θερμότερον. εἰ οὖν ἐπὶ τῶν ἀκμαζόντων θερμόν ἐστι τὸ ἧπαρ, μεταδίδωσι τῆς θερμασίας τῷ γείτονι νεφρῷ, καὶ διὰ τοῦτο ἐπὶ τῶν | |
10 | ἀκμαζόντων ἐν νεφρῷ γίνεται ὁ λίθος· ἐπὶ δὲ τῶν παι‐ δίων, ἐπειδὴ θερμή ἐστιν ἡ γαστὴρ, μεταδίδωσι τῆς θερ‐ μασίας τῇ κύστει, καὶ διὰ τοῦτο ἐκεῖ λίθος γίνεται. ἀλλ’ ἆρα ὅτι οὐκ ἀνεχόμεθα ἀπὸ τῆς ἐν γαστρὶ θερμασίας γίνεσθαι λίθον; κατὰ φύσιν γάρ ἐστιν ἐκείνη, ὑπὸ δὲ | |
15 | τῆς παρὰ φύσιν θερμασίας περιφρύττεται ὁ λίθος. τότε λοιπὸν τὴν ὕλην αἰτιώμεθα. εἰ γὰρ καὶ μή ἐστι πολλὴ ἡ θερμασία, ἀλλ’ ἐπειδὴ πολλὴ ἡ ὕλη, διὰ τοῦτο γίνον‐ ται λίθοι. ὑγρότεροι γάρ εἰσιν οἱ παῖδες ἔκ τε φύσεως καὶ κράσεως, ἔκ τε τῆς πλημμελοῦς διαίτης, τῆς πολὺ | |
20 | συναγούσης τὸ φλέγμα. ταῦτα μὲν περὶ τοῦ λίθου. εἰ δέ ποτε ἱστόρηται ἐν κώλῳ γινόμενον, οὐ πρόκειται νῦν ζητεῖν. τὸ μετ’ οὔρησιν σύναγμα. διὰ μιᾶς λέξεως ὁ Ἱπποκράτης ἐδήλωσε, πῶς γίνεται ὁ λίθος, καὶ ποῦ γί‐ νεται. πῶς μὲν, ὅτι οὐκ ἀθρόως, ἀλλὰ κατὰ βραχὺ συνα‐ | |
25 | γόμενος ὁ λίθος γίνεται, καὶ οὕτω κατὰ βραχὺ θεραπεύ‐ εται, εἰς ψαμμία θρυπτόμενος. ποῦ δὲ, ὅτι τοῖς παι‐ δίοις ἐν τῇ κύστει, τοῖς δὲ ἀκμάζουσιν ἐν τοῖς νεφροῖς. | |
27 | ιαʹ. Τὰ σχήματα τὰ ῥηΐζοντα μᾶλλον, οἷον ὁ τὰ κλή‐ ματα τῇ χειρὶ πλέκων ἢ στρέφων, ὑπὲρ ὀδυνέων κατα‐ | |
30 | κείμενος, λαβόμενος πασσάλου ἄκρου ὑπερπεπηγότος εἴχετο καὶ ἐρήϊσεν. — | |
31 | Τοῦτο μὲν δὴ ὡς πρόγραμμα ἀναγνῶναι. φησὶ γὰρ | |
ὅτι ὀφείλεις ζητεῖν τὰ σχήματα φέροντα ῥᾳστώνην. λέγει | 85 | |
2.86 | δὲ ὁ λόγος ὅτι ὀφείλεις καὶ τὰ ἀπὸ τῆς τύχης εὐκαίρως γιγνόμενα μεμνῆσθαι ἐν τῇ τέχνῃ, καὶ φέρει τὸ παρά‐ δειγμα, ὅτι ἀμπελουργόν τινα εἶδον, ὃς διὰ τὴν οἰκείαν τέχνην, λαβὼν κλάδους ἀμπέλου, ἔστρεφε. παρελύθησαν | |
5 | οὖν οἱ μύες τοῦ βραχίονος, καὶ ὡς παρὰ τὴν οἰκείαν ἀσθένειαν γίνεσθαι· κατεβλήθη. λοιπὸν πολλὴ ὀδύνη, πολλὴ δυσφορία, καὶ δυσφορῶν ἔνθεν κἀκεῖθεν ἔῤῥιπτε τὰ μόρια, καὶ κατά τινα τύχην πασσάλου κειμένου ὑπὲρ τῆς κεφαλῆς ἐδράξατο ἰσχυρῶς καὶ ἐπαύσατο τοῦ πάθους. ἴσως | |
10 | γὰρ μῦς ἦν ὁ παραλυθεὶς, καὶ ἐν τῇ συγκάμψει ἐξέτει‐ νεν ἡ χεὶρ, καὶ ἐντεῦθεν ἐράϊσεν. | |
11 | ιβʹ. Ὃν ἐξ ὀρεοτυπίης παρὰ τὴν γέφυραν εἶδον ἐγὼ ῥίπτοντα τὰ σκέλεα, καὶ τὴν κνήμην ἑτέρην, ἥκιστα ἐλεπτύνετο, μηροὶ δὲ [οὐ] κάρτα. οὖρα καὶ γονὴ οὐκ | |
15 | ἴσχετο. — | |
15 | Οὐκ ἂν σαφηνισθείη ὁ λόγος, εἰ μὴ προσλάβωμεν ἀνατομικὸν θεώρημα. εἴρηται γὰρ, ὡς ἡ ἅπασα ῥάχις ἔχει σπονδύλους εἴκοσι τέσσαρας μεριζομένους εἰς τρία, ἑπτὰ εἰς τὸν τράχηλον, δώδεκα εἰς τὸ μετάφρενον, καὶ | |
20 | πέντε εἰς τὴν ὀσφύν. εἰ οὖν ἐκστῶσι τῆς οἰκείας βάσεως, πρὸς τὸ διάφορον τῆς ἐκστάσεως ἔχουσι καὶ τὰ ὀνόματα· εἰ μὲν γὰρ ὀπίσω, κυρτώματα, εἰ δὲ ἔμπροσθεν, λόρδωμα, εἰ δὲ εἰς τὰ πλάγια, * κωλίωμα. εἰ οὖν μόνον κλονηθῶ‐ σιν οἱ σπόνδυλοι, πολλάκις γὰρ ἔρχονται ἐπὶ τὰ ἔμπρο‐ | |
25 | σθεν, θλίβει τὸ πάθος, καὶ στενοχωρεῖ τὴν κύστιν καὶ τὴν γαστέρα· ἐντεῦθεν ἐπέχει τὸ οὖρον καὶ τὴν κόπρον, οὐ μόνον διὰ τὴν θλίψιν, ἀλλὰ καὶ διὰ τὴν ἀσθένειαν τῆς ἀποκριτικῆς δυνάμεως. εἴρηται γὰρ ὅτι καὶ τὰ ἔν‐ τερα καὶ ἡ κύστις ἕως μὲν τῶν κάτω φυσικῶς ἐνεργοῦ‐ | |
30 | σιν· ὅταν δὲ ἔλθῃ τὸ περίττωμα κάτω, τότε ἡ ψυχικὴ ἐνεργεῖ. μύες γάρ εἰσιν οἱ περιστελλόμενοι καὶ χαλῶντες. ποτὲ δὲ ἐπὶ τὰ ὀπίσω ἐγένετο ἡ ἔκστασις τῶν σπονδύ‐ | |
λων, καὶ ἐντεῦθεν παρελύθη τὸ νεῦρον, καὶ φέρει ὀδύ‐ | 86 | |
2.87 | νην τῷ μυῒ τότε κατὰ τὸν τράχηλον τῆς κύστεως, καὶ τὸ ἀπευθυσμένον. παραλυθέντων οὖν ἐκείνων τῶν μυῶν, ἀκούσιος ἐγένετο ἔκκρισις· ἀλλ’ οὐ μόνον τοῦτο, ἀλλ’ ἐδείξαμεν ὡς ἐξ ὧν νεύρων δέχονται οὗτοι οἱ μύες, ἐκ | |
5 | τούτων καὶ οἱ πόδες· ἔνθεν ἐπειδὴ ἀργίη, τήκει, καὶ οἱ πόδες ἰσχναίνοντο, καὶ μάλιστα οἱ μηροὶ πλησιάζοντες· αἱ μέντοι κνῆμαι ἄλλοθεν καὶ ἄλλοθεν ἐῤῥίπτοντο. καὶ μὴν τὸ ῥίπτεσθαι ὑπὸ δυνάμεως γίνεται. λέγει οὖν ὁ Ἱπποκράτης· ἐῤῥίπτοντο, κινούμενα, ἀλλ’ ὡς ἔτυχεν, | |
10 | ὁπουδήποτε ἦσαν ἐῤῥιμμένα, μὴ διοικούμενα ὑπὸ δυνά‐ μεως· ὃν ἐξ ὀρεοτυπίης παρὰ τὴν γέφυραν εἶδον ἐγὼ ῥίπτοντα τὰ σκέλεα καὶ κνήμην ἑτέ‐ ρην, ἥκιστα ἐλεπτύνοντο, μηροὶ δὲ κάρτα. οὖρα δὲ καὶ γονὴν οὐκ ἴσχετο, ἵνα δηλώσῃ ὅτι συνεχῶς | |
15 | ἢ λίθους ἢ μέταλλα κόπτων καὶ κουφίζων ἑαυτὸν, παρέ‐ τρεψε τὴν ῥάχιν· διὸ ταύτῃ πέπονθεν. ἥκιστα ἐλε‐ πτύνετο. τὸ ἥκιστα, τὸ ἧσσον σημαίνει. τοῦτο γὰρ ἀντέταξε τῷ κάρτα· καὶ γονὴν οὐκ ἴσχετο. κόπρον καὶ οὖρα ἀκουσίως ἐκρίνοντο, διὰ τὴν παράλυσιν τῶν | |
20 | μυῶν. διατί καὶ σπέρμα ἀκουσίως; οὐδὲ γὰρ ἔχουσιν οἱ μύες τὰ σπερματικὰ ἀγγεῖα. καὶ λέγει ὅτι εἴρηται, ὡς οἱ κατ’ ἐπιγάστριον μύες δέχονται νεῦρα ἀπὸ τῶν σπον‐ δύλων, καὶ συμβάλλονται περιστελλόμενοι τῇ ἐκκρίσει τοῦ σπέρματος, καὶ σφίγγουσιν αὐτό. νῦν οὖν παραλυθέντες | |
25 | οὐκέτι περισφίγγουσιν, ὅθεν ἀκουσίως ἐκκρίνεται τὸ σπέρμα. καὶ μὴν φυσικόν ἐστιν ἔργον. καὶ λέγει ὅτι ἀκου‐ σίως ἐκκρίνεται, μὴ προηγησαμένης ἐρωτικῆς φαντασίας, ἑκουσίως δὲ, τὸ ἐναντίον. | |
28 | ιγʹ. Πτερυγώδεες φύσιες πλευρέων δι’ ἀδυναμίην τῆς | |
30 | ἀφορμῆς. — | |
30 | Νῦν ζητεῖ, πτερυγώδης κατασκευὴ πόθεν γίνεται. καὶ ἀφορμὴν καλοῦσιν οἱ παλαιοὶ τὴν ἀρχὴν, τὴν αἰτίαν. ζη‐ τεῖ πόθεν ἔχουσι τὴν ἀφορμὴν αἱ πτερυγώδεις κατα‐ | |
σκευαὶ, καὶ εἰς τὸ καθολικὸν τρέχει ὁ Ἱπποκράτης, ὅτι | 87 | |
2.88 | πάντως διὰ ψύξιν τῆς καρδίας καὶ ἀδυναμίαν τῆς ἐμφύ‐ του θερμασίας στενὸς καὶ ἀβαθὴς ἐγένετο ὁ θώραξ. ἡ δὲ ψύξις αὕτη, ἢ ὅτι μικρά ἐστιν ἡ καρδία, καὶ οὐ πέμ‐ πει θερμασίαν, ἢ ὅτι μικρὸς ὁ ἐγκέφαλος, καὶ διὰ τοῦ‐ | |
5 | τον ὁ νωτιαῖος, δι’ ὃν οἱ σπόνδυλοι, δι’ οὓς αἱ πλευραὶ, καὶ διὰ τοῦτο στενὸς ὁ θώραξ, καὶ ὅτι κατέψυκται τὸ ἧπαρ, ὡς μὴ πέμπειν πολὺ αἷμα, ἃ πάντα ὑπὸ ψύξιν καὶ ἀδυναμίαν ἀνάγεται, καὶ στενότητα τῶν πλευρῶν. | |
8 | ιδʹ. Ἐπὶ τοῖσι κατάῤῥοισι τοῖσι κακοήθεσιν εἰ ἔκκρισις | |
10 | εἴη καὶ μὴ εἴη, κακόν. — | |
10 | Περὶ κακοήθους κατάῤῥου θέλει διαλεχθῆναι. οὐδεὶς δὲ δύναται γνῶναι κακοήθη κατάῤῥουν, μὴ γνοὺς τὸν εὐήθη. κατάῤῥους οὖν ἐστιν, ὅταν διαθερμανθῇ ἢ ψυχθῇ ὁ ἐγκέφαλος, καὶ διαλυθῇ αὐτοῦ ἡ ὑγρότης. ἀλλ’ | |
15 | εἰ μὲν εἰς ῥῖνας ἔλθῃ ἡ ὕλη, κόρυζα καλεῖται, εἰ δὲ εἰς ὑπερῴαν, κατάῤῥους. καὶ μέλλει ὀλίγη ὑγρότης κατέρχε‐ σθαι. ἔστι δὲ καὶ ἄλλη κακοήθης, ὅτε θερμὴ δυσκρασία καταλάβῃ τὸν ἐγκέφαλον, καὶ καταφέρεται ὑγρότης δια‐ βρωτική. αὕτη οὖν φέρεται εἰς τὴν ὑπερῴαν, καὶ ποιεῖ | |
20 | τὸν κατάῤῥουν· αὕτη ἡ ὑγρότης φέρεται παρὰ τὸν πνεύ‐ μονα, καὶ εὑρίσκει αὐτὸν μαλακὸν καὶ εὐπαθῆ, καὶ δια‐ βιβρώσκει αὐτὸν, καί ἐστι μέγα κακὸν, ἐπειδὴ διαβρω‐ τική ἐστι καὶ δριμεῖα ἡ ὕλη· εἰ δὲ μὴ ἀνάγοιτο, καὶ ὡς σημεῖον καὶ ὡς αἴτιον κακὸν, ὡς σημεῖον μὲν, ὅτι δηλοῖ | |
25 | κατέχεσθαι μᾶλλον ἐκ τῆς θερμασίας, ὡς αἴτιον δὲ, ὅτι μένει, καὶ πολυπλασιαζόμενον ἐπιτίθεται τῇ δυνάμει καὶ τῷ πνεύμονι, καὶ διαβιβρώσκει μὲν τὸν πνεύμονα, βαρεῖ | |
δὲ τὴν δύναμιν καὶ ποιεῖ θάνατον. | 88 | |
2.92 | ιεʹ. Αἱμοῤῥαγία ἐκ ῥινῶν ἢ τοῖσιν ὑποχλωρομέλασιν ἢ τοῖσιν ἐρυθροχόλοισιν ἢ τοῖσιν ὑποχλώροισιν. — | |
2 | Ἱπποκράτης νῦν περὶ διαγνώσεως διαλέγεται. γίνεται οὖν διὰ ῥινῶν κένωσις, εἴτε προνοίᾳ φύσεως, εἴτε κακοη‐ | |
5 | θείᾳ νοσήματος. νῦν οὖν ζητοῦμεν· γίνεται οὖν αὕτη ἢ κατὰ ῥῆξιν ἢ κατὰ διάβρωσιν, ἢ κατὰ ἀναστόμωσιν. εἰ γοῦν γνῶναι θέλεις, ποίῳ τόπῳ ἑκάστη γίνεται, ζήτησον τὸ χρῶμα τοῦ αἱμοῤῥαγοῦντος, ἥτις βαροῦσα ἔχει ποιῆ‐ σαι ἀναστόμωσιν, ὡς ἐπὶ τῶν μειρακίων. ἀλλ’ οὐ μάτην | |
10 | συνετάξατο τὸ χολῶδες εἰπὼν, ἐρυθροχόλοισιν. οἶδε γὰρ ὡς ἐπὶ τῶν μειρακίων λόγῳ πλήθους γίνονται αἱ αἱμοῤῥαγίαι. ἀλλ’ ἐπειδὴ αὕτη πλησιάζει τὴν ἀκμα‐ στικὴν ἡλικίαν ἐν ᾗ χολὴ πλεονάζει, καί ποτε χολωδέ‐ στερον ἐπὶ τῶν μειρακίων εὑρίσκεται τὸ αἷμα διὰ τὴν | |
15 | γειτνιάζουσαν ἡλικίαν, διὰ τοῦτο ἐρυθρὸν συνετάξατο τὸ χολῶδες. εἰ δὲ γένηται τὸ πρόσωπον χλωρὸν ὃ συμ‐ βαίνει ἀπὸ χολῆς, προσδόκα λόγῳ διαβρώσεως τὴν αἱ‐ μοῤῥαγίαν. ἀλλ’ οὐ μάτην τῷ χλωρῷ συνετάξατο τὸ μέ‐ λαν, ἐπειδὴ ἡ χολὴ, ἡ ὄντως χολὴ, χλωρὸν ποιεῖ τὸ πρό‐ | |
20 | σωπον· καὶ μᾶλλον πελιδνὸν, γίνωσκε πλεονεξίαν οὖσαν μελαγχολικοῦ χυμοῦ, ὃς τὸ σκληρὸν τῆς οὐσίας λόγῳ κρίσεως ποιήσει τὴν διάβρωσιν. τοῦτο δὲ μόνον ἔταξεν, | |
ἐπειδὴ οὐκ ἔστι διαφορὰ μελαγχολικοῦ. | 92 | |
2.93 | ιϛʹ. Βραχέα ὑφέντα παχῦναι ξηρῶς, τοῖσι δὲ ἑτέροισι ἧσσον παχυσμοῖς· ξηρῷ δὲ δεῖ λευκῷ, οἷον κηκὶς, στυπτηρία. — | |
3 | Ἐπειδὴ περὶ αἱμοῤῥαγίας διελέγετο, ὅτι εἰ πλείων | |
5 | ποτὲ γένηται, θεραπεύω, λέγει τὴν θεραπείαν. Σαβῖνος δὲ μὴ δυνηθεὶς τὸν λόγον νοῆσαι, τὴν γραφὴν μετέθηκε. βραχίονα γὰρ ἐποίησε καί φησιν, ὅτι περὶ ἀντισπάσεως λέγει ὁ Ἱπποκράτης, ὅτι ἐὰν γένηται αἱμοῤῥαγία, τέμνειν ἐν τῷ βραχίονι φλέβα τὴν κατ’ εὐθὺ διὰ τὴν ἀντίσπασιν. | |
10 | ἀλλ’ εἰ μὲν οὕτως εἶχε, καλὴ ἡ ἐξήγησις. βραχέα δὲ ἔχει καὶ τοῦτό φησιν, ὅτι ἐὰν γένηται αἱμοῤῥαγία, εἰκὸς ἐν τῷ μέσῳ ἵστασθαι τὸ αἷμα· μὴ οὖν ὡς ἔτυχε χρήσῃ τοῖς βοηθήμασιν· εἰκὸς γὰρ, θρόμβου σφηνωθέντος, γενέσθαι ἐποχὴν τοῦ αἵματος. καὶ χαλεπόν ἐστι τοῦ σφηνωθῆ‐ | |
15 | ναι τὸν θρόμβον, ἀλλ’ ἐάσας μικρὸν κενωθῆναι, τότε ἐπίσχες· θεράπευσον δὲ πρὸς τὴν ποιοῦσαν αἰτίαν. εἰ γὰρ εὕρῃς ὅτι λόγῳ διαβρώσεως ἡ αἱμοῤῥαγία γέγονε, τοῖς γλίσχροις κέχρησο, τοῖς δυναμένοις τὸ λεπτὸν παχῦ‐ ναι. ξηρὸν δὲ λέγει, ἀντὶ τοῦ ξηρίον θές. εἰ δὲ λόγῳ | |
20 | πλήθους ἐγένετο, τότε τοῖς ξηραντικοῖς κέχρησο. εἶτα ὥς τινος ἐρωτῶντος, καὶ ποῖά εἰσι τὰ ξηρία, λέγει ὅτι κηκὶς καὶ στυπτηρία. τὰ δὲ πολλὰ οὐκ ἔχουσι στυπτηρίαν, ἀλλὰ προσέθηκαν αὐτό τινες, ὅθεν καὶ τὸ λευκὸν ἔταξε. λευκὴ γάρ ἐστιν αὕτη· ἢ μᾶλλον τὸ λευκὸν, κατὰ τῆς | |
25 | αἱμοῤῥαγίας, ἀντὶ τοῦ ἕως ἄρξηται φλεγματικώτερον αἷμα κενοῦσθαι· αἵματος γὰρ καὶ χολῆς καὶ μελαγχολικοῦ μνη‐ μονεύσας, παρέλιπε τὸ φλέγμα. | |
27 | ιζʹ. Ὁκόταν ἀφροδισιάζειν ἄρχωνται ἢ τραγίζειν, αἱμοῤ‐ ῥαγέουσιν. — | |
29 | ||
30 | Εἰ τὸ τραγίζειν σαφηνισθείη, πᾶς ὁ λόγος σαφὴς γε‐ νήσεται. τράγον οὖν καλοῦσιν οἱ φωνασκικοὶ πάθος τι παρὰ τὴν φωνὴν, ὅτε βαρεῖα καὶ βραγχώδης γίνεται. | |
ἑκατέρου δὲ τὴν αἴτησιν ζητητέον. ἀλλ’ οὐ δυνατὸν εἰδέ‐ | 93 | |
2.94 | ναι διατί βαρεῖα γίνεται, εἰ μὴ μάθωμεν διατί ὀξεῖα. ἐπὶ τῶν παιδίων οὖν καὶ τῶν γυναικῶν ὀξεῖα γίνεται, διὰ τὴν ψύξιν πιλοῦσαν τὰ ἀγγεῖα· οὐκοῦν βαρεῖα γίνε‐ ται, διὰ θερμασίαν εὐρύνουσαν· βραγχώδης τοίνυν, ἀπὸ | |
5 | ὑγρότητος κατακλυζούσης τὴν τραχεῖαν ἀρτηρίαν· οὐκοῦν τὸ τραγίζειν ἀπὸ θερμότητος καὶ ὑγρότητος γίνεται, ὃ πάσχουσιν οἱ τράγοι. λέγει οὖν, ὅταν γένηται καιρὸς τοῦ ἀφροδισιάζειν, οὐ λέγω δὲ ὥραν τῆς μίξεως, ἀλλ’ ὅτε ἡλικία καλεῖ, ὅτε καὶ τραγίζουσι, τότε καὶ αἱμοῤῥαγοῦσιν· | |
10 | ἐπειδὴ ἐν παιδικῇ ἡλικίᾳ τὸ σπέρμα εἰς τὴν αὔξησιν ἐδα‐ πανᾶτο, ἔφθασεν ἡ ἥβη, καὶ ἐπαύσατο τῆς αὐξήσεως, τότε πλεονάζει τὸ σπέρμα, ὃ καὶ ἄλλο, ἄλλο μόριον ἐπέρχεται, καὶ ἐρχόμενον κατὰ τῆς τραχείας ἀρτηρίας, ποιεῖ τὸ τραγίζειν, καὶ ὡς περιττὸν ἐκ τοῦ πολλοῦ βρα‐ | |
15 | σμοῦ καὶ κινήσεως, εἰ εἰσέλθοι παρὰ τὰς ῥῖνας, ποιεῖ τὴν αἱμοῤῥαγίαν. εἰ δέ ποτε τὸ σπέρμα ἐπισχεθῇ, πέμ‐ πει δριμυτέρους ἀτμοὺς περὶ τὴν ἐπιφάνειαν, καὶ δά‐ κνοντες ποιοῦσι τὴν φρίκην. λέγει δὲ καὶ, ἀφροδισιάζον‐ τες πνεῦμα ἐκκρίνουσιν, πάλιν οὐ πάντες, ἀλλ’ ὡς εἶπεν, | |
20 | οἱ ἔχοντες ὑποχονδριακὸν πάθος, ὡς Δαμναγόρᾳ· ἐνίοις δὲ καὶ ᾤδεεν, ὡς Ἀρκεσιλάῳ. | |
21 | ιηʹ. Αἱ μεταβολαὶ φυλακτέαι. — | |
22 | Σαφὴς οὗτος ὁ λόγος ἐκ τῶν εἰρημένων ἐν τῷ περὶ διαίτης ὀξέων. λέγει γὰρ ὅτι ταράσσονται αἱ μεταβολαὶ, | |
25 | εἰ ἀπὸ τοῦ κινεῖσθαι ἔλθοι τις εἰς τὸ ἠρεμεῖν. καὶ δεῖ μόνον προσθεῖναι τὸ ἀθρόως. οὐδὲ γὰρ τὸ ἀπὸ κινή‐ σεως κατὰ βραχὺ εἰς ἀργίαν μεταβάλλειν βλάπτει, ἀλλὰ τὸ ἀθρόως. ἢ μᾶλλον ὡς πρόγραμμα τοῦτο ἀναγνωστέον, ὅτι αἱ μεταβολαὶ φυλακτέαι, αἱ κατὰ τὰ ἐπιτηδεύματα, | |
30 | κατὰ τὰ ἤθη τῆς ψυχῆς, κατὰ τὴν δίαιταν γινόμεναι. | |
30 | ιθʹ. Ὀλίγον σιτίον, ἄκοπον, ἄδιψον. — | |
31 | Τινὲς τοῦτον τὸν λόγον τοῦ ἀνωτέρω χωρίζουσιν, ὅτι περὶ ἄλλου νῦν λέγει ὁ Ἱπποκράτης, ὅτι ἐάν τις ὀλιγο‐ | |
σιτῇ, μὴ διψήσει, ἵνα μὴ ἐκ τῶν δύο αἰτίων καταβληθῇ | 94 | |
2.95 | τὸ σῶμα. ἀλλὰ μηδὲ κοποῦσθαι· ὅκου γὰρ λιμὸς, οὐ δεῖ κοποῦσθαι ἤτοι πονέειν. ὁ δὲ Γαληνὸς ἐν τῷ περὶ διαίτης ὀξέων συνάπτει αὐτὸν τῷ ἄνω, ὅτι πᾶσα μὲν ἀθρόα μεταβολὴ ταράττει τὸ σῶμα. εἰ δὲ ὅλως μεταβά‐ | |
5 | λῃς κἂν ἐπὶ τὸ ἧττον ἁμάρτημα, μὴ ἐξ ὕπνου εἰς ἀγρυ‐ πνίαν, ἀλλ’ ἐξ ἀγρυπνίας εἰς ὕπνον. οὕτω καὶ ἐνταῦθα τὴν ἥττονα δέχου μεταβολὴν, μὴ ἀπὸ τοῦ ὀλιγοσιτεῖν ἐπὶ τὸ πολυσιτεῖν, ἀλλ’ ἐκ τοῦ πολυσιτεῖν εἰς τὸ ὀλιγοσι‐ τεῖν, καὶ ἐκ τοῦ μὴ πίνειν εἰς τὸ ἄδιψον, καὶ ἐκ | |
10 | τοῦ κοποῦσθαι εἰς τὸ ἄκοπον. ταῦτα ἕλου μᾶλλον τοῖς ἐναντίοις. | |
11 | κʹ. Πᾶς λεπτυσμὸς χαλᾷ τὸ δέρμα, ἔπειτα περιτείνε‐ ται, ἀνάθρεψις τἀναντία χρωτὸς ῥίκνωσις ξυμπίπτον‐ τος, ἔκτασις ἀνατρεφομένου, τὸ ῥικνῶδες, τὸ λεῖον, ἑκα‐ | |
15 | τέρου σημεῖον, τὸ ὑπόχολον, τὸ ὑπέρυθρον. οὕτω τὸ κατεσπάσθαι μαζοὺς ἰσχνοὺς ἢ ἀνεσπάσθαι καὶ περι‐ τετάσθαι, καίτοι οὐκ ἄν τις οἴοιτο διὰ τοῦτο, ἀλλὰ σαρκωθέντος τοῦτο γίγνεσθαι. ἡ ἄγαν πλήρωσις, κληῒς περιφανὴς, φλέβες διαφανέες. — | |
19 | ||
20 | Πάλιν ὁ λόγος περὶ καθάρσεως σαρκῶν. ὅσα δὲ νῦν λέγει, περὶ ὑγιαινόντων λέγεται καί φησιν, ὅτι ἐν πλήθει σαρκῶν, πάντως ὀφείλεις χρήσασθαι τῇ καθάρ‐ σει, εἰ διὰ κακοχυμίαν ἰσχνανθῇ τὸ σῶμα, ὃ πέπονθεν ὁ Γαληνός. γύναιον γὰρ ἐκτετηκὸς οἱ μὲν ἄλλοι πάντες | |
25 | ἀνέτρεφον, αὐτὸς δὲ εὑρίσκων ὅτι ἐπὶ ἐννέα μῆνας ἐπι‐ σχεθέντα τὰ καταμήνια, καὶ τὰς φλέβας ἐκτὸς πλήθους πεφυσημένας, ἔγνω ὅτι μᾶλλον ἐκ τοῦ πλήθοις κατίσχον‐ ται. ἔρχεται γὰρ τὸ αἷμα παρ’ ἕκαστον τῶν μορίων καὶ ὡς ἀλλότριον αὐτὸ ἀποσείονται. ἔνθεν τῶν ἄλλων παρὰ | |
30 | προαίρεσιν ἐφλεβοτόμησε, καὶ ἔπαυσε τὴν κακοχυμίαν· εὐθὺς ἀνετράφη τὸ σῶμα. οὔκουν ἔδει εὐκαίρως καὶ κα‐ θελεῖν καὶ ἀνατρέφειν· καὶ ὁρᾷς τὰ ἑκατέροις συμβαί‐ νοντα. εἰ γάρ ἐστι πλῆθος σαρκῶν, ὅταν ἀρξώμεθα αὐτὸ | |
τήκειν, μειοῦται ἡ σὰρξ, ἡ πρότερον διατείνουσα τὸ | 95 | |
2.96 | δέρμα· ἐντεῦθεν χαλαρώτερον γίνεται. εἰ δὲ ἐπὶ πλεῖον αὐτῇ χρησόμεθα, κατακρατούσης ξηρότητος, περιτείνεται τὸ δέρμα, ἐν δὲ τῇ ἀναθρέψει τὰ αὐτὰ μὲν, ἀλλ’ ἐναλ‐ λὰξ γίνεται. ἀρχομένων γὰρ αὔξεσθαι τῶν σαρκῶν, ὑγραι‐ | |
5 | νόμενον τὸ δέρμα χαλαρώτερον γίνεται. ὅταν δὲ πολλαὶ γίνωνται σάρκες, τότε περιτείνεται. οὐκοῦν τῇ μὲν κα‐ θαιρέσει τοῦ χρωτὸς ἕπεται ῥίκνωσις, τουτέστι ῥυτίδωσις τοῦ δέρματος, τῇ δὲ ἀναθρέψει τοῦ χρωτὸς, οὐκ ἀνωμα‐ λία. ποτὲ γὰρ ἡ φύσις εὐτυχεῖ ἐν τῇ καθαιρέσει ἢ ἐν | |
10 | τῇ ἀναθρέψει· οἶμαι ὅτι ἐν τῇ ἀναθρέψει· τότε γὰρ λεῖον καὶ ὁμαλόν ἐστι τὸ σῶμα, ἐν δὲ τῇ καθαιρέσει, φρικῶδες τουτέστι ἀνώμαλον. καὶ γὰρ ἐν τῇ φρίκῃ ἀνω‐ μαλία τις γίνεται ἐν τῷ σώματι. καὶ οἱ παλαιοὶ τὴν ἀνωμαλίαν, φρίκην καλοῦσι. δυνατὸν δὲ εὑρεῖν καὶ ἀπὸ | |
15 | τοῦ χρώματος· ἐπὶ γὰρ τῆς καθάρσεως δυστυχοῦσα ἡ φύ‐ σις, ὠχρότερον ποιεῖ τὸ χρῶμα· εἰ δὲ κατακρατήσει, καὶ πελιδνόν· ἐν δὲ τῇ ἀναθρέψει, ἐρυθρὸν τὸ χρῶμα. ἄρχε‐ ται γὰρ κατακρατεῖν τὸ κατὰ φύσιν ἄνθος. λοιπὸν ὁ Ἱπ‐ ποκράτης εὑρίσκει τὰ τοιαῦτα σημεῖα διαφόρως λαμβα‐ | |
20 | νόμενα, καὶ ἐπαμφοτερίζει· κλεῖς γὰρ καὶ φλέβες, περιφανέες. ἀλλ’ ἡ μὲν κλεὶς, αὐτὸ τὸ ὀστέον, καὶ αἱ φλέβες φαίνονται λόγῳ ἰσχνότητος. τοῦτο ἕπεται τῇ κα‐ θαιρέσει. αἱ δὲ κλεῖς περιφανεῖς, ἀντὶ τοῦ ἐκεῖ αἱ σάρ‐ κες· καὶ αἱ φλέβες δὲ ἐκεῖ μεγάλαι, λόγῳ τοῦ αἱματικοῦ | |
25 | χυμοῦ. τοῦτο ἕπεται τῇ ἀναθρέψει. λοιπὸν ἀπορεῖ πρὸς ἑαυτὸν, ἆρα καὶ τὸ χαλάσαι καὶ ἀναπλάσαι τοὺς μαζοὺς διὰ τοῦτο συμβαίνει. καὶ καθαιρομένου μὲν τοῦ παντὸς σώματος, συγκαθαίρονται, ὡς ἐπὶ τῶν γραϊδίων· αὐξανο‐ μένων δὲ, συναυξάνονται, ὡς ἐπὶ τῶν παρθένων, ἢ διὰ | |
30 | τὸ ἔχειν γάλα, ἢ διὰ τὸ μὴ ἔχειν τοῦτο πάσχειν. εἰ μὲν γὰρ διὰ τὸ γάλα, οὐκ ἔστι τοῦτο τῆς παρούσης θεω‐ ρίας· εἰ δὲ συμπάσχουσι τῷ παντὶ σώματι, ἅτε ἔπασχε τὸ πᾶν σῶμα, τοῦτο καὶ οἱ μαζοί. | |
33 | ||
καʹ. Ἡρόδικος τοὺς πυρεταίνοντας ἔκτεινε δρόμοισι, | 96 | |
2.97 | πάλῃσι, πυρίῃ, κακὸν, τὸ πυρετῶδες πολέμιον πε‐ ριόδοισι, δρόμοισιν, ἀνατρίψει, πόνος πόνον αὐτοῖσιν ὅτε φλεβῶν ἔρυθος, πελίδνωσις, χλωρότης, πλευρέων ὀδύναι λαπαραί· ὅτε ἐχρῆν ἄδιψον συνέχειν στόμα, εἰ‐ | |
5 | σάγειν ἄνεμον, ἐν τόπῳ ψυχρῷ εἰσάγειν. — | |
5 | Διαβάλλει τινὰ ἰατρὸν, ὃς λαμβάνων τινὰ πυρέτ‐ τοντα. ὁ δὲ πυρετὸς κακόηθες νόσημα· τὰ γὰρ ἄλλα ἐν ἑνὶ μορίῳ ἐπηρεάζει, ὁ δὲ πυρετὸς καὶ πνεύμασι καὶ ὑγροῖς καὶ στερεοῖς· καὶ τούτου ἡ θεραπεία διὰ πολλῆς | |
10 | ἡσυχίας, διὰ πολλῆς ἐμψύξεως. ὁ δὲ Ἡρόδικος κίνησιν αὐτοῖς ἐπέταττεν διὰ δρόμων, διὰ πάλης, καὶ ἐπὶ πυρὶ πῦρ ἀνῆπτεν. ἐκέχρητο δὲ καὶ τῇ ἀνατρίψει· ἐντεῦθεν πρὸς τὸν ἐμφωλεύοντα χυμὸν ἐγίνετο ἐν τῷ προσώπῳ τὸ χρῶμα, ποτὲ μὲν ὠχρὸν, ποτὲ δὲ ἐρυθρὸν, πρὸς δὲ | |
15 | τὰ τέλη πάντως πελιδνόν. ταῦτα γὰρ ποιῶν οὐ μόνον οὐκ ἔβλαπτεν, ἀλλὰ καὶ ἔκτεινεν, ἐπειδὴ καὶ ὁ πυρετὸς πᾶν νέμεται τὸ σῶμα, μάλιστα δὲ τῶν θωρακικῶν. ἐκεῖ γάρ ἐστιν αὐτοῦ ἡ αἰτία· ἐντεῦθεν ἐκ τοῦ πυρετοῦ κακῶς εἶχον αἱ πλευραί. ἐπέταξε δὲ καὶ κίνησιν· ἔτι μᾶλλον | |
20 | ἐκεῖ ἐπετάθη ἡ ὀδύνη. ὁρῶμεν γὰρ τοὺς τρέχοντας περὶ τὴν πλευρὰν ὀδυνωμένους ἐκ τῆς δυσπνοίας. διὸ θάνατον ἐποίει ὁ Ἡρόδικος. ἀλλ’ ἴσως εἴποι τις, ὡς οὐχ ἡ κίνη‐ σις ἔβλαψε τὰς πλευρὰς, ἀλλά τι ἐκεῖ προσυποκείμενον. διὰ τοῦτο προσέθηκε τὸ λαπαρὸν ἐόν· πρότερον γὰρ οὖ‐ | |
25 | σαι λαπαραὶ, νῦν κακοήθεις ἐγένοντο. κακῶς μὲν οὖν ἐχρήσατο ὁ Ἡρόδικος, ἀλλὰ βουλήσει τῆς προνοίας οὐ τέθνηκεν ὁ γυμναστής. ὀφείλομεν οὖν ἡμεῖς τὸν αὐτὸν θεραπεύειν· πανταχόθεν ψύξομεν, καὶ ἔσωθεν καὶ ἔξω‐ θεν, καὶ μὴ ἐάσομεν αὐτὸν πολλὰ λαλεῖν, ἵνα μὴ ἐκ τού‐ | |
30 | του θερμανθείη· πολὺν δὲ ἀέρα εἰσπνεέτω, καὶ ψυχρῷ ποτε κεχρήσθω, μὴ οἴνῳ, μὴ μελικράτῳ, ἀλλὰ μόνῳ ὑδρο‐ ροσάτῳ ἢ ὑδρομήλῳ· καὶ εἰ μὲν εἴη ὁ ἀὴρ ψυχρὸς, ἀπο‐ δεξόμεθα· εἰ δὲ μὴ, ἀπὸ νοτίου οἴκου εἰς βόρειον μετέλ‐ θωμεν. εἰ δὲ μηδὲ τοῦτο, ὕδωρ ποιήσομεν ψυχρὸν εἰσφέ‐ | |
35 | ρεσθαι εἰς τὸν οἶκον, καὶ ῥαίνεσθαι τῷ ἐδάφει φύλλα | 97 |
2.98 | ῥόδων χαμαὶ, ἵνα πανταχόθεν ψύχωμεν. Ἡρόδικος δὲ τοὺς πυρεταίνοντας ἔκτεινεν, οὗ ἡμεῖς τὸ ὄνομα οἴδα‐ μεν, ὅτι Πρόδικος λέγεται. Ἡρόδικος δὲ τῆς ἰατρικῆς, καὶ συνεπαινεῖ αὐτῷ ὁ Ἱπποκράτης, καὶ οὐ περὶ τούτου | |
5 | αὐτῷ μάχεται, ἀλλ’ ὅτι κακῶς ποιῶν, ἐν πυρετῷ οὑτω‐ τρόπως ἐκέχρητο. ὡς εἴ γε καλῶς αὐτῷ ἐχρῆτο, κατ’ ἄμφω ἂν ἐπῃνεῖτο, ὅτι τε οἴεται αὐτῷ τῆς ἰατρικῆς εἶναι, ὅτι τε καλῶς αὐτῇ ἐκέχρητο. | |
8 | κβʹ. Τὰς ἀφορμὰς ὁκόθεν ἤρξαντο κάμνειν, σκεπτέον εἴτε | |
10 | κεφαλῆς ὀδύνη εἴτε ὠτὸς εἴτε πλευροῦ· σημεῖον οἱ ὀδόντες, ἐφ’ οἷς οἱ βουβῶνες. — | |
11 | Σὺν τῇ ἐννοίᾳ ταύτῃ τοῦ λόγου καὶ ἡ Ἱπποκράτους τέχνη θαυμάζεται, πῶς οὐ θαῤῥεῖ μόνῃ τῇ πείρᾳ, ἀλλὰ καὶ τῷ λόγῳ. γεννᾷ γὰρ ὁ λόγος, κρατύνει δὲ ἡ πεῖρα | |
15 | τὰ περὶ τοῦ λόγου, πρὸς τῷ καὶ τὴν ὕλην χαρίζεσθαι. φησὶ γὰρ ὅτι μηδέποτε θεραπεύσῃς, μὴ προηγησαμένης διαγνώσεως· διαγινώσκων δὲ τὰ πάθη, ζήτησον εἴτε κατὰ πρωτοπάθειαν, εἴτε κατὰ συμπάθειαν γίνονται, καὶ ἁπλῶς πάσας τὰς ἀφορμὰς, οἷον ἐπὶ ὠτὸς, ἐπὶ πλευροῦ, | |
20 | ἐπὶ κεφαλῆς. μὴ γὰρ ὡς ἔτυχε τοῖς δυναμεροῖς κατα‐ πίστευε. ὥσπερ γὰρ ἄλλοις πολλοῖς, οὕτω καὶ Ἀπολλω‐ νίῳ τοὐπίκλην Μυῒ γέγραπται δυναμερά. καὶ ἕνα τρο‐ χίσκον ἐπιτίθεται ἐπὶ πάσης δυσεντερίας, ἀγνοῶν ὅτι ἀπὸ χολῆς γίνεται καὶ ἀπὸ φλέγματος ἁλμυροῦ σεσηπό‐ | |
25 | τος. σὺ δὲ ταῦτα ζήτει ἐπὶ τῶν νοσημάτων, οἷον ἐπὶ τῆς κεφαλαλγίας, πῶς πάσχει· οὐκ ἄν ποτε παύσοιτο, μὴ ἐκείνης θεραπευθείσης πρῶτον. πάσχει γάρ πως τὸ κρά‐ νιον ἀπὸ διαφόρων αἰτιῶν, ἀπό τε ἀτμῶν, ἀπὸ χυμοῦ, ἀπὸ πνευμάτων, κατὰ δυσκρασίαν, καθ’ ὕλην, ὀργανι‐ | |
30 | κὴν ἀμετρίαν. καθ’ ἕκαστον οὖν τούτων τῶν αἰτίων ὑπαλ‐ | |
λάττεται καὶ ἡ θεραπεία, ἡ ψυχρὰ τῷ ἀνηθίνῳ, εἰ δὲ | 98 | |
2.99 | πνεῦμα, τῷ χαμαιμηλίνῳ, εἰ δὲ δριμύτεροι ἀτμοὶ, πτισά‐ νην μίξομεν, εἰ δὲ παχεῖς χυμοὶ, νίτρον. οὐ μόνον δὲ ταῦτα ἐπὶ τῶν ἐν βάθει μορίων, ἀλλὰ καὶ τῶν ἐπιπολῆς, καὶ ἐπὶ τῶν ὀδόντων. ποτὲ γὰρ θερμαίνομεν, ποτὲ δὲ | |
5 | ἐμψύχομεν αὐτοὺς διαφόροις κλύσμασι. ταῦτα καὶ ἐπὶ τῶν βουβώνων· γέγονε γὰρ ὁ βουβὼν, εἰ μὲν ἐκ προηγη‐ σαμένης αἰτίας, ἐπὶ ἄνθρακι· κακοήθης οὗτος· εἰ δὲ ἐπὶ προκαταρκτικῇ, ὥσπερ ἐπὶ ἕλκει, εὐήθης· οὕτω πάσας ταύτας τὰς ζητήσεις ἐκάλεσεν ἀφορμάς. | |
9 | ||
10 | κγʹ. Τὰ γινόμενα ἕλκεα καὶ φύματα τὰ κρίνοντα πυρετοὺς, οἷσι ταῦτα μὴ παραγίγνονται, ἀκρισίη· οἷσι δ’ ἐγκατα‐ λέλειπται, βεβαιόταται καὶ τάχισται αἱ ὑποστροφαί. — | |
12 | Σαφὴς οὗτος ὁ λόγος. γίνεται γὰρ πολλάκις, ὡς εἴωθε, διὰ φυμάτων καὶ ἑλκῶν ἀπαλλάττεσθαι. εἰ οὖν ἐπὶ τού‐ | |
15 | των γένηται ταῦτα, ἀγαθόν· ἔσται γὰρ ὅσον οὔπω ἡ ἀπαλλαγὴ τοῦ πυρετοῦ· εἰ δὲ μὴ γένωνται, κακόν· μένει γὰρ ἔσω ἡ ὕλη. εἰ δὲ γένωνται μὲν, μὴ πρὸς ἀναλογίαν δὲ, τότε ὀλίγη μὲν ῥᾳστώνη, πάντως δὲ ὑποστρέφει. καὶ κακοηθέστατος ὑποστρέψει, ἐπειδὴ ἐκ τοῦ προηγησαμέ‐ | |
20 | νου νοσήματος καταβέβλητο ἡ δύναμις, ἐγίνετό τις ἐν τῷ μέσῳ ὀλίγη ῥᾳστώνη, προσεδόκα ἡ φύσις ἀνακτήσασθαι ἑαυτὴν, ἐπιγενόμενον δὲ τὸ νόσημα ἐν τῷ καιρῷ τῆς ἀνα‐ κωχῆς, ἐπεβάρησε. καὶ πῶς οὐκ ἔστι κακόηθες; πρῶτον μὲν οὖν αὕτη ἡ ἐξήγησις, καθ’ ἥν φαμεν ὅτι ἐπὶ τῷ πυ‐ | |
25 | ρετῷ εἰωθότι διὰ φυμάτων καὶ ἑλκῶν κρίνεσθαι, ταῦτα εἰ μὴ φανῇ, κακόν. ἔστι δὲ καὶ ἄλλη μερικὴ ἐξήγησις, ὅτι οὐκέτι τὰ δύο κατηγορεῖται. ἔστι γὰρ πολλάκις ἐν τῷ βάθει, ἐπεί ποτε καὶ ὁ ἐν τῷ βάθει ὄγκος φῦμα καλεῖ‐ ται. τοῦτο τὸ φῦμα εἴωθε δι’ ἕλκους κρίνεσθαι. εἰ οὖν | |
30 | γένηται ἕλκος, ἀγαθόν· εἰ δὲ μὴ γένηται, κακόν. εἰ δὲ γέ‐ νηται, μὴ πρὸς ἀναλογίαν δὲ, ἐπικίνδυνον· ὑποστρέψει γάρ. ἀλλὰ τὰ εἰρημένα τῷ Γαληνῷ, εἰ μὲν εὔηθες εἴη τὸ νόσημα καὶ μηδεμία γένηται ἁμαρτία, οὐδόλως ὑποστρέ‐ | |
φει· εἰ γὰρ εὐήθους ὄντος αὐτοῦ γένηται ἁμαρτία, ἧσσον | 99 | |
2.100 | κακὸν ἐπιστρέφειν· εἰ δὲ κακοήθους ὄντος μὴ γένηται, ἧσσον ἐπιστρέφειν· εἰ δὲ κακόηθες τὸ νόσημα, καὶ μεγά‐ λη ἡ ἁμαρτία, [ἧσσον] ὑποστρέφειν πάντως, καὶ ὀλεθρίως ὑποστρέψει. ἀλλὰ φίλη ἀλήθεια, ἡ δευτέρα ἐξέτασις οὐκ | |
5 | ἔχει χώραν, ἐπειδὴ ἐμνήσθη πυρετοῦ· ἡμεῖς οὐκ εἰρήκα‐ μεν, ἀλλὰ μόνον, εἰ ἐπὶ φύματι γένηται ἕλκος. | |
6 | κδʹ. Τὰ στρογγυλλόμενα πτύελα παρακρουστικά. — | |
7 | Πτυέλου νῦν μέμνηται τοῦ ἀπέπτου, τοῦ ἐν πλευρί‐ τιδι μετὰ βίας καὶ βηχὸς καὶ δυσπνοίας ἀναγομένου. | |
10 | τοῦτο δέ ποτε στρογγύλον ἀνάγεται, ὁπότε εὑρεθῇ ὁ ποιῶν χυμὸς τὴν πλευρῖτιν, καὶ μᾶλλον εἰ τύχοι ἀσθε‐ νοῦς δυνάμεως. οὗτος γὰρ ἐρχόμενος παρὰ τὴν τραχεῖαν ἀρτηρίαν, ἐκεῖ μένει, διά τε τὴν δύναμιν μὴ ἀποθα‐ νοῦσαν, καὶ διὰ τὴν αὐτοῦ γλισχρότητα ἀνισχόμενος. μέ‐ | |
15 | νων οὖν ἐκεῖ σχηματίζεται τῇ τραχείᾳ ἀρτηρίᾳ, καὶ γίνε‐ ται περιφερής· οὕτως γὰρ καὶ αὕτη κυκλοῦται· γίνεται δὲ περιφρυττόμενος ἀπὸ θερμασίας. ἔδει τοιγαροῦν εἰπεῖν τὸν Ἱπποκράτην, ὅτι τὰ στρογγύλα πτύελα σημαίνει θερ‐ μασίαν, ὁ δὲ εἶπε περὶ παραφροσύνης, ἐπειδὴ οὐχ ὁρᾶ‐ | |
20 | ται τοῦτο, ἢ κατὰ τὸ σπάνιον. διὰ τοῦτο οὐδὲ αἰτίαν αὐτῷ ἀποδιδόαμεν, εἰ μήπω εἴπομεν ὅτι θερμασία περι‐ φρύττουσα τὸ πτύελον, πέμπει ἀτμοὺς περὶ τὴν κεφα‐ λὴν, καὶ εἴπου τύχοι ἐπιτήδειος ὁ ἐγκέφαλος, πάσχει παραφροσύνην. | |
24 | ||
25 | κεʹ. Οἱ αἱμοῤῥοΐδας ἔχοντες οὔτε πλευρίτιδι ἁλίσκονται οὔτε περιπνευμονίῃ οὔτε φαγεδαίνῃ οὔτε δοθιῆσιν, ἴσως δὲ οὐδὲ λέπραις, ἴσως δὲ οὐδὲ ἀλφοῖσιν. — | |
27 | Οὗτος ὁ λόγος δεικνύει, ὡς δεῖ δέχεσθαι τὰ ἐκ προ‐ νοίας φύσεως γινόμενα. διδάσκει δὲ ὡς ἓν μόριον κατα‐ | |
30 | δουλούμενον, τὰ λοιπὰ ὡς ἐπὶ τὸ πλεῖστον ἐλευθεροῦν‐ ται. πολλάκις γὰρ ὕλη παχεῖα πλεονάζει ἐν τῷ σώματι, καὶ ταύτην ἤρξατο κενοῦν ἡ φύσις διὰ τῶν κάτω, ἀναστο‐ | |
μώσασα τὰ ἐπιπολῆς ἀγγεῖα τοῦ ἀπευθυσμένου, καὶ | 100 | |
2.101 | ἐποίησε τὴν αἱμοῤῥοΐδα· εἰ δὲ τὰ ἐν βάθει, τὴν αἱμα‐ τηρὰν δυσεντερίαν. εἰ οὖν γένηται αἱμοῤῥοῒς, οὐ γίνονται ἐκεῖνα τὰ πάθη τὰ ἀπὸ παχέος γινόμενα, οὐ πλευρῖ‐ τις, οὐ περιπνευμονία· ἐκεῖθεν γὰρ κενοῦται πᾶς χυμός· | |
5 | ἀλλὰ μὴν οὐδὲ φαγέδαινα. καί τινες ἐνόμισαν φαγέδαι‐ ναν λέγειν τὸν βούλιμον, τὴν κυνώδη ὄρεξιν, τὸ δὲ ἀλη‐ θὲς, τὴν σῆψιν δηλοῖ. ἀλλὰ μὴν οὐδὲ δοθιῆνες γίνονται. σεσημείωται ὅτι τὸ τοῦ δοθιῆνος ὄνομα κεῖται παρὰ τῷ Ἱπποκράτει. ἐξηγεῖται γὰρ παρὰ τοῖς κριτικοῖς. ἴσως | |
10 | δὲ [τοῦ] οὐδὲ λέπραις, οὐδὲ ἀλφοῖς ἁλίσκονται. ποῦ γὰρ ἔστι κακοχυμία; οὐ μάτην δὲ τῷ Ἱπποκράτει κεῖται τὸ ἴσως. κακοχυμίας γὰρ οὔσης ἐν τῷ σώματι, ἄρχεται αὐτὴ ἡ φύσις κενοῦν εἴτε δι’ αἱμοῤῥαγίας, εἴτε ἐν τῷ μέσῳ ἀνακωχὴν δεξαμένη, οὐκέτι κενοῖ διὰ τῶν | |
15 | ἐκεῖ, ἀλλὰ παρὰ πᾶν τὸ σῶμα ἐκδιώκει τὴν ὕλην καὶ ποιεῖ ἀλφὸν καὶ λέπραν. διὸ Ἱπποκράτης εἶπεν, εἰ γένη‐ ται καλῶς ἡ αἱμοῤῥοῒς, ἴσως οὐδὲ λέπρα γένηται. οὐκοῦν ἡ φύσις οὕτως μὴ ποιήσασα, σοὶ ὀφείλει ποιῆσαι αἱμοῤ‐ ῥοΐδας. ἐγένετο μὲν γὰρ αὐτῇ, ἀλλὰ πλεῖον τοῦ δέοντος | |
20 | χρησαμένη, καταψύχει τὸ σῶμα, καὶ φοβούμεθα γέννησιν ὑδέρου. τότε δὴ κατὰ λόγον θεραπεῦσαι καὶ κλεῖσαι μὲν τὰ ἀγγεῖα, μὴ πάντα δὲ, ἀλλά τινα, ἵνα διὰ μὲν τοῦ μη‐ κέτι φέρεσθαι πολὺ ἀναστείλωμεν τὸν ὕδερον, διὰ δὲ τοῦ ὅλου φέρεσθαι καθαρθῇ τὸ σῶμα. ἔστι δὲ καὶ ἄλλη | |
25 | ζητουμένη θεραπεία, ὅτι εἰ ἐπέσχες τὴν αἱμοῤῥοΐδα, σπούδασον ὃ πρότερον ἐκενοῦτο δι’ αὐτῆς, δι’ ἄλλων ὑπονόμων κενῶσαι, διὰ φλεβοτομίας, διὰ γυμνασίων, μὴ τῷ πλήθει ποιήσει θανάσιμον νόσημα. ὅσα δὲ εἴ‐ ρηται ἐπὶ αἱμοῤῥοΐδων, ταῦτα καὶ ἐπὶ πάσης κενώσεως, | |
30 | ὡς ἐπὶ συρίγγων. εἴρηται γὰρ ἐν προγνωστικῷ, ὅτι περι‐ πνευμονία καὶ αὐτὴ εἰς τὸν τράχηλον ποιήσει ἀπό‐ σκηψιν. καὶ τότε ἐστὶν ἀγαθὴ, ὅτε μείνῃ ἄχρι τοῦ συριγ‐ γωθῆναι, ἵνα ἐκεῖ κενωθῇ πᾶς ὁ χυμός. οὐ μάτην δὲ ἐν‐ | |
ταῦθα σύριγγος ἐμνημόνευσεν, ἀλλ’ ὅτι καὶ αἱμοῤῥαγίας | 101 | |
2.102 | ἐμνήσθη. ἐφ’ ὧν δὲ ὡς ἐπὶ τὸ πλεῖστον γίνονται αἱ σύ‐ ριγγες, ἐνταῦθα καὶ αἱμοῤῥοΐδες. | |
2 | κϛʹ. Σκῆψις ἐφ’ οἷσι γιγνόμενα ῥύεται, τούτων προγι‐ γνομένων κωλύει. ἀλλ’ οὐδὲ τόπου οἱ τόποι οὗτοι δε‐ | |
5 | ξάμενοι ἢ πόνῳ ἢ βάρει ἢ ἄλλῳ τινὶ ῥύονται, ἀλλ’ οἷσιν αἱ κοινωνίαι. — | |
6 | Τὰ πολλὰ τῶν βιβλίων σκῆψις ἔχουσι τουτέστιν ἀπόσκηψις, ὁ δὲ Γαληνὸς σκέψις εὗρε, καὶ ὡς πρόγραμμα αὐτὸ τίθησιν, ὅτι αὐτοῖσίν ἐστι σκέψις· καί φησιν, ὁ | |
10 | πρῶτος καλλιγράφος ἠπατήθη, οἱ γὰρ Ἰταλοὶ τὸ ε ο γράφουσι καὶ τὸ ε καὶ τὸ η, δῆλον. ἀλλ’ εἰ μὲν οὕτως ἁπλῶς γράφοι, τὸ ε δηλοῖ. εἰ δὲ καὶ γραμμὴν ἐπικειμέ‐ νην, τὸ η. ὁμοίως καὶ τὸ ο, ἁπλῶς μὲν, οὕτω κείμενον, ο δηλοῖ, ἔχον δὲ ἄνω γραμμὴν, τὸ ω. εὑρὼν οὖν ὁ πρωτο‐ | |
15 | καλλιγράφος τὸ ε καὶ νομίσας ἔχειν αὐτὸ τὴν γραμμὴν, η ἐπέγραψε, καὶ ἐπέγραψε σκῆψις, ἀντὶ τοῦ η, ἡ ἀπόστα‐ σις. λέγει δὲ ὁ Ἱπποκράτης, ὅτι αὐτοῖσίν ἐστιν ἡ σκέ‐ ψις. ἆρα οὖν ὥσπερ κρίσις γινομένη ἐν νοσήματι ἀπαλ‐ λάττει αὐτὸ, οὕτω καὶ εἰ μελετώμενον νόσημα προηγήσε‐ | |
20 | ται κρίσις, δύναται αὐτὸ ἀναστεῖλαι; καί φησιν ὅτι ναί. οὔκουν καὶ σὺ μέλλον γενέσθαι νόσημα ἀνάστειλαι διὰ κρίσεως ἢ δι’ ἀποστάσεως. ἡ δὲ ἀπόστασις μὴ ἀπὸ ἀκύ‐ ρων εἰς κύρια, ἀλλ’ ἀπὸ κυρίων εἰς ἄκυρα. λοιπὸν λέγει ὁ Ἱπποκράτης, δι’ ἣν αἰτίαν ἀπὸ μορίου εἰς μόριον γί‐ | |
25 | νεται ἀπόστασις, καὶ λέγει ὅτι διὰ ἐῤῥωμένην ἀποκριτι‐ κὴν τοῦ πάσχοντος, ἢ διὰ βαρύτητα τοῦ χυμοῦ κάτω ῥέ‐ ποντος, ἢ διὰ ἀσθένειαν, ἢ διὰ θερμασίαν, ἢ διὰ ὀδύνην, ἢ διὰ συγγένειαν μορίων. πλευριτικῆς γὰρ ὑποκειμένης διαθέσεως καὶ χαλεπῶν συμπτωμάτων, ἐξαίφνης ἐρά‐ | |
30 | ϊσε· πολλὴ γὰρ συγγένεια τῶν θωρακικῶν καὶ τῶν σπερ‐ ματικῶν διὰ τῆς κοίλης φλεβός. αὕτη γὰρ διεξιοῦσα διὰ τοῦ ἥπατος καὶ τεμνομένη εἰς δύο, ἓν μέρος πέμπει κάτω, ἕτερον δὲ ἄνω παρὰ τὸν θυμὸν καὶ τὸν μαζὸν, ὃ | |
δίχα τεμνόμενον, ἓν μὲν πέμπει ἄνω, ἕτερον δὲ κάτω. | 102 | |
2.103 | * εὑρίσκονται δὲ τὴν ἀπὸ τῆς κνήμης οὖσαν φλέβα, καὶ συνάπτεται αὐτῇ, καὶ ποιεῖ τὰς καλουμένας ἀμφι‐ σβαίνας, ἐξ ὧν πέμπεται εἰς ὄρχεις, ἐπὶ τῶν γυναικῶν μὲν παρὰ τὴν μήτραν, ἐπὶ ἀῤῥένων δὲ παρὰ τοὺς ὄρχεις. | |
5 | ἐνταῦθα οὖν ἡ κοινωνία διὰ φλεβῶν, ἄλλη δὲ διὰ νεύρων, ὡς ἡ κεφαλὴ τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τῇ κεφαλῇ. | |
6 | κζʹ. Διὰ τὴν ῥοπὴν οὐκ ἔτι αἷμα ἔρχεται, ἀλλὰ κατὰ τὴν τῶν χυμῶν ξυγγένειαν τοιαῦτ’ ἀποπτύουσιν. ἔστιν οἷσιν αἷμα ἀφίεσθαι ἐν καιρῷ ἐπὶ τούτοισι· ἐπ’ | |
10 | ἄλλοισι δὲ ὥσπερ ἐπὶ τούτοισι, τοῦτο οὐκ εἰκός. — | |
10 | Ὡς ἐπὶ πλευριτικοῦ νοσήματος ὁ λόγος, οὗ ἐν τῷ μεταξὺ ἐγένετο αἱμοῤῥοῒς καὶ πάλιν ἐπεσχέθη. φησὶν οὖν ὁ Ἱπποκράτης ὅτι οὐ πάντως εἰ ἐπεσχέθη ἡ αἱμοῤῥοῒς, ὀφείλεις εἰπεῖν, ὅτι ἐπειδὴ ἐπεσχέθη τὸ αἷμα, ἐρυθρότε‐ | |
15 | ρον ἔχοι τὸ πτύελον γενέσθαι. τὸ γὰρ ἀναγόμενον πρὸς τὴν συγγένειαν τοῦ χυμοῦ. εἰ γὰρ ἀκμαστικὴ ἡλικία, θέ‐ ρος, θερμοτέρα καὶ ξηροτέρα ἡ δίαιτα, μᾶλλον ἀπὸ χο‐ λῆς ἡ πλευρῖτις καὶ τὸ πτύελόν ἐστι ξανθόν· ἔνθεν οὐκ ἐπὶ πάντων δεῖ κενοῦσθαι ξανθὸν ἢ ἐρυθρὸν, ἀλλ’ ἐοικὸς | |
20 | τῇ ποιούσῃ αἰτίᾳ, ξανθὸν μὲν ἀπὸ χολῆς, ἐρυθρὸν δὲ ἐξ αἵματος, μέλαν δὲ ἀπὸ μελαγχολικοῦ χυμοῦ, λευκὸν δὲ ἀπὸ φλέγματος. ἡ γὰρ διάφορος μίξις τοῦ χυμοῦ τὰ διά‐ φορα ποιεῖ χρώματα, τὸ ὠχρὸν, λευκὸν, τὸ μέλαν, ξαν‐ θὸν καὶ τὰ τοιαῦτα. | |
24 | ||
25 | κηʹ. Κώλυσις ἐπὶ τοῖσιν αἱματώδεα πτύουσιν, ὥρη, πλευ‐ ρῖτις, χολή. — | |
26 | Θαυμαστὸν συμπέρασμα τοῦ παρόντος τμήματος, εἰ καί ἐστιν ἀσαφές. τοῦτο δὲ λέγει ὅτι πλευριτικὴ γίνεται διάθεσις ἐξ αἵματος. οὐκοῦν τὸ ἀναγόμενον ἐρυθρὸν, τί | |
30 | κωλύει αὐτὸ ἀνάγεσθαι. ἑτέρα πλευρῖτις ἀπὸ χολῆς γι‐ νομένη· τότε γὰρ ξανθὸν ἀνάγεται, ὥστε τῇ χολῇ τῇ πλευρίτιδι συντακτέον. ὥς τινος δὲ ἐρωτῶντος, καὶ πό‐ | |
θεν οἶδα εἰ ἐπὶ χολῇ ἡ πλευρῖτις, ἐμνήσθη ὥραν, ἔν‐ | 103 | |
2.104 | νοιάν σοι παρέχων πάντων τῶν συστοίχων. ἔστι δὲ καὶ ἄλλη ἐξήγησις. φησὶν ὁ Γαληνὸς, ὅτι ἐπὶ πολὺ τὸν λόγον τοῦτον ἠγνόουν, θεραπεύων δὲ τοὺς πλευριτικοὺς εὗρόν τινα διάθεσιν πλευριτικὴν, καὶ κατὰ τὴν Ἱπποκράτους | |
5 | διάθεσιν πρότερον τοῖς τοπικοῖς ἐχρησάμην βοηθήμασι θερμοῖς οὖσι καὶ ὠφέλουν. καὶ τὰ μὲν βοηθήματα θερμά εἰσιν· χολὴν ἐκάλεσεν Ἱπποκράτης. ταῦτα κατὰ καιρὸν προσέφερον· ἔνθεν προσέθηκεν ὥρη. καὶ ἁπλῶς τοῦτο λέγει, ὅτι πλευρῖτις ἐξ αἵματος ἢ χολῆς, τουτέστι θερμό‐ | |
10 | τερα βοηθήματα κατὰ τὸν καιρὸν καὶ εὐκαίρως προσαγό‐ μενα δύναται κωλῦσαι. | |
11 | ||
12t | ΑΡΧΗ ΤΟΥ ΤΕΤΑΡΤΟΥ ΤΜΗΜΑΤΟΣ. | |
12t | ||
13 | — — — | |
13 | αʹ. Τὰ παρ’ ὠσὶν ἀμφὶ κρίσιν γινόμενα οἷσιν ἢν μὴ | |
15 | ἐκπυήσῃ, τούτου λαπασσομένου ὑποστροφὴ γίγνεται καὶ κατὰ λόγον τῶν ὑποστροφέων τῆς ὑποστροφῆς γε‐ νομένης, αὖθις αἴρεται καὶ παραμένει. — | |
17 | Συνεπεράνθη καὶ τὸ τρίτον ὑπόμνημα τῆς παρούσης πραγματείας. νῦν οὖν ἐπὶ τὸ τέταρτον. παντοδαπὰ δι‐ | |
20 | δάσκει θεωρήματα· εὐθὺς γὰρ περὶ ἀποστάσεως διαλέγε‐ ται, καί φησιν ὅτι γίνονται πυρετοὶ ἀπὸ παχείας ὕλης, καὶ δι’ ἀποστάσεως μέλλουσι κριθῆναι. εἰ οὖν ποτε παρὰ τὰ ὦτα γένηται ἀπόστασις, ἀγαθόν· ἀλλ’ οὐ πᾶσα ἀπόστασις ἀγαθή· ἀλλ’ εἰ μὲν γένηται μεγάλη, καὶ πρὸς τὸ μέγεθος | |
25 | τοῦ πυρετοῦ, καὶ χρονίαν αὐτὴν θέλομεν εἶναι ὡς καὶ μόνι‐ μον, ἵνα ἐκεῖ μεταπαιδευθῇ φέρεσθαι τῷ χρόνῳ ἡ ὕλη. εἰ | |
γὰρ εὐθὺς γένηται λαπαρὸν, δῆλον ὅτι ἐπενόστησεν ἡ ὕλη εἰς | 104 | |
2.105 | τὸ βάθος, καὶ δέος μὴ παλινδρομήσῃ τὸ νόσημα. λέγει οὖν ὁ Ἱπποκράτης, ὅτι εἰ καὶ ἐν πυρετῷ γένηται ἡ ἀπόστα‐ σις, παλινδρομήσει αὕτη ἡ ἀπόστασις, δεύτερον ἀνά‐ πτουσα πυρετόν. καὶ πάλιν οὕτως ἡ ἀπόστασις σχίσει | |
5 | ἔνθα ὁ πρῶτος, καὶ κατὰ λόγον τῆς ὑποστροφῆς τοῦ πυ‐ ρετοῦ ἔσται καὶ ἡ ὑποστροφὴ τῆς ἀποστάσεως. εἰ δὲ τρίτον ὑποστρέψει ὁ πυρετὸς, οὐ πάντως ἡ τρίτη ἀπό‐ στασις ἔσται, ἔνθεν αἱ πρῶται δύο. καὶ διατί πάλιν ἐγέ‐ νοντο αἱ παλινδρομαὶ τῆς ὕλης, ἐπειδὴ πάντως ἀνεπιτή‐ | |
10 | δειον ἦν τὸ μόριον εἰς τὸ δέξασθαι. οὐκοῦν ὑποδέχεται τὸ οὖς, ἀλλὰ παιδεύεται ἡ ὕλη παρὰ τὰ ἄρθρα φέρε‐ σθαι. ἢ οὖν τοῦτο λέγει ὁ Ἱπποκράτης, ὅτι πυρετὸς ὁ πρότερον ἀφιστάμενος παρὰ τὸ οὖς, νῦν παρὰ τὰ ἄρθρα ἀφίσταται· ἢ ὅτι ὁ μὲν πυρετὸς ἐποίησεν ἀπό‐ | |
15 | στασιν παρὰ τὸ οὖς, καὶ αὐτὴ δὲ ἡ ἀπόστασις παρὰ τὰ ἄρθρα ἀφίσταται. καί φησι τὸ ἄλλο λοιπὸν τὸ παράδο‐ ξον, ὅτι ἐν ᾗ ἡμέρᾳ παλινδρομήσει ὁ πυρετὸς, ἐν ὁμοίᾳ γίνεται ἡ ἀπόστασις· εἰ γὰρ ἐν κρισίμῳ ἡμέρᾳ ὁ πυρε‐ τὸς, ἐν κρισίμῳ καὶ ἡ ἀπόστασις· εἰ ἐν παρεμπιπτούσῃ, | |
20 | ἐν παρεμπιπτούσῃ. προσθετέον ἢ οἰδήματα ἢ κυρτώματα ἢ ἀποστήματα. ταῦτα δύνανται κρίνειν πυρετὸν, ἐὰν με‐ γάλα καὶ χρόνια. τὸ δὲ χρόνιον ἐδήλωσε διὰ τοῦ ἐκπυῆ‐ σαι, ἵνα μείναντα μετακοσμηθῇ καὶ εἰς πῦον μεταβληθῇ. | |
23 | βʹ. Οὖρον παχὺ, λευκὸν οἷον τὸ τοῦ Ἀμφιγένεος ἐπὶ | |
25 | τοῖσι κοπιώδεσι πυρετοῖσι τεταρταίοισι ἔστιν ὅτε ἄρχεται καὶ ῥύεται τῆς ἀποστάσιος. ἢν δὲ καὶ πρὸς τούτῳ αἱμοῤῥαγήσῃ ἀπὸ ῥινῶν ἱκανῶς καὶ πάνυ. — | |
27 | Ἐπειδὴ περὶ ἀποστάσεως εἶπε, πάλιν περὶ αὐτῆς ὁ λόγος. γίνεται οὖν πυρετὸς μετὰ κόπου, κόπου δὲ οὐ τοῦ | |
30 | τυχόντος· ὁ γὰρ κόπος ἢ προκαταρκτικὸς, περὶ οὗ οὐκ ἐστι λόγος, ἢ προηγούμενος· καὶ οὗτος ἢ ἑλκώδης ἢ το‐ νώδης ἢ ὀστοκοπώδης. ἀλλ’ ὁ μὲν ἑλκώδης ἀπὸ λεπτῆς ὕλης γίνεται, οἱ δὲ ἄλλοι ἀπὸ παχείας, περὶ ὧν νῦν δια‐ λέγεται, καὶ λέγει ὅτι πυρετὸς γίνεται ἀπὸ παχείας | |
35 | ὕλης, καὶ ταύτην εἰκὸς ῥεύσασαν ἐπὶ τὰ ἄρθρα ποιῆσαι | 105 |
2.106 | ἀπόστασιν, εἰ μή τι συναρνεῖ. περὶ γὰρ τετάρτην ἢ ἑβδόμην ἡμέραν, ἁπλῶς ἐν κρισίμῳ ἡμέρᾳ, οὖρον παχὺ καὶ πολὺ καὶ λευκὸν ἐκενώθη, καὶ ἔγνωμεν ὅτι μετάστα‐ σις ἐγένετο τῆς ὕλης. εἰ δὲ αἱμοῤῥαγία γένηται, ἀποφαί‐ | |
5 | νου ὅτι οὐκ ἔστιν εἰς ἄρθρα ἡ ἀπόστασις, ἀλλ’ ἢ γενή‐ σεται αἱμοῤῥαγία μεγάλη κατὰ λόγον τοῦ νοσήματος, ἵνα πᾶν τὸ λυποῦν κενώσῃ, προσέθηκεν ἱκανῶς. ὁ δὲ Γα‐ ληνὸς καὶ πρὸς τὴν γνώμην τοῦ ἰατροῦ αὐτὸ λαμβάνει, ὅτι εἰ γένηται αἱμοῤῥαγία ἢ οὔρων πλῆθος, ἱκανῶς καὶ | |
10 | βεβαίως ἀποφαίνου, ὅτι οὐκ ἔσται ἀπόστασις. οὖρον παχὺ, λευκὸν οἷον τὸ Ἀντιγένεος. δύο γράφει ἐνταῦθα, ἢ τὸ τοῦ Ἀντιγένους, ἄντικρυς αὐτοῦ οὕτω παθόντος, ἢ συγγενεῖ τοῦ Ἀντιγένους. | |
13 | γʹ. Ὧι τὸ ἔντερον ἐπὶ δεξιὰ ἀρθριτικὸν ἐγένετο, ἦν | |
15 | ἡσυχώτερος· ἐπεὶ δὲ ἰητρεύθη, ἐπιπονώτερος. — | |
15 | Τινὲς τὸν λόγον τοῦτον τῷ ἀνωτέρω συνάπτουσι, κα‐ ταγελάστως αὐτὸν ἐξηγούμενοι· ἐγένετο πυρετὸς, καὶ ἐπὶ τούτου τὰ ὦτα, ἡ ἀπόστασις. ὃν δὲ ἐγὼ εἶδον ἔχοντα χαλαρὸν τὸ ἔντερον ἤτοι ἐντερόκηλον ὄντα, ἢ βουβωνό‐ | |
20 | κηλον, ἐπ’ ἐκείνου εἶδον παρὰ τὸ δεξιὸν οὖς τὴν ἀπόστα‐ σιν. ὁ δὲ Γαληνὸς λέγει, καὶ τίς ἡ αἰτία, τοῦτον ἔχοντα χαλαρὸν τὸ ἔντερον, ἀπόστασιν ἔχειν παρὰ τὸ δεξιὸν οὖς. ἀλλὰ τοῦτο λέγει· κωλική τινι ἐγένετο διάθεσις· ἐπειδὴ γὰρ τῶν πρώτων ἐντέρων μεῖζον τὸ κῶλον κατὰ ἐξαί‐ | |
25 | ρετον ἔντερον καλεῖται. τοῦτο δὲ τὸ κῶλον τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ ἔχει ἀποσχίσαν, μᾶλλον δὲ ἐπὶ τὰ δεξιά· τὸ γὰρ τυφλὸν ἔντερον παρὰ τὰ ἀριστερά. γίνεται δὲ αὕτη ἡ κωλικὴ διάθεσις ἀπὸ χολῆς, ὡς ἐπὶ τὸ πλεῖστον δὲ ἀπὸ φλέγματος. λέγει οὖν ὁ Ἱπποκράτης ὅτι γενομέ‐ | |
30 | νην εἶδον κωλικὴν διάθεσιν ἀπὸ φλέγματος, καὶ αὕτη ἀπὸ παχέος χυμοῦ γενομένη, παρὰ τὰ ἄρθρα ἐπέσκη‐ | |
πτεν. ἔνθεν ὅτε ἐράϊσεν ἡ κωλικὴ, ἀρθρῖτις παρωξύνετο· | 106 | |
2.107 | ὅτε δὲ παρωξύνετο ἡ κωλικὴ, ἡ ἀρθρῖτις ἐράϊσεν ἀπὸ τῆς μεταστάσεως τοῦ χυμοῦ. | |
2 | δʹ. Ἀγάσιος κόρη μὲν ἐοῦσα. — | |
3 | Περὶ ἄλλου πάθους ὁ λόγος. σαφηνιστέον δὲ πρῶτον | |
5 | τὰ ὀνόματα. πυκνοπνεύματον οὖν καλεῖ τὸν ἔχοντα πυ‐ κνοτέραν τὴν ἀναπνοήν· ἆσθμα δὲ καλοῦσι τὴν μικρὰν καὶ πυκνὴν ἀναπνοήν. ἔστι δὲ οὗτος ὁ λόγος ἀνατομικός. οὕτως δὲ ἔχομεν διαιρῆσαι. εἰς τρία διῃρημένης τῆς ῥά‐ χεως, εἰς τράχηλον, μετάφρενον καὶ ὀσφύα, οἱ πρωτοδεύ‐ | |
10 | τεροι τοῦ μεταφρένου σπόνδυλοι, ὁ ὄγδοος καὶ ὁ ἔννα‐ τος, πέμπουσι νεῦρα παρὰ τοῖς μεσοπλευρίοις μυσὶ καὶ ταῖς χερσί. τούτων οὕτω προειρημένων, εἴτε Ἀγάσιος εἴτε θυγατὴρ, εἴτε γυνὴ οὐκ εἶπεν αὐτὴν, πυκνοπνεύμα‐ τος ἐγένετο, ἐμφραχθέντος τοῦ θώρακος. ἐνεφράγη δὲ | |
15 | οὗτος ἀπὸ φλέγματος ἀπέπτου. καὶ παρθένος μὲν οὖσα, οὐ συνῄσθετο τοῦ πάθους, γήμασα δὲ ἔπαθέ τι τυχηρόν. ὡς γὰρ γυνὴ καὶ τοῦ οἴκου φροντίζουσα, ἐκούφισε τῇ χειρί· ἐντεῦθεν ἤλγησεν ἡ χεὶρ καὶ μετέδωκε τοῖς μεσο‐ πλευρίοις μυσὶ, κἀκεῖνοι περισταλέντες ἔῤῥηξαν τὸ φῦμα. | |
20 | τοῦτο δὲ ἦν ἀπὸ ποικίλων χυμῶν· ἔνθεν καὶ ἐρυθρὸν καὶ λευκὸν ἀνέπτυεν, ὕστερον δὲ καὶ χολῶδες, ἀρξα‐ μένων λεπτύνεσθαι τῶν χυμῶν. ῥαγέντος οὖν τοῦ φύμα‐ τος, ἦλθον οἱ χυμοὶ εἰς τὰ βράγχια τοῦ πνεύμονος καὶ εἰς τὴν τραχεῖαν ἀρτηρίαν, καὶ πυκνὴν καὶ μικρὰν ἐποίη‐ | |
25 | σαν τὴν ἀναπνοήν. γέγονεν οὖν τὸ κακὸν, φιλάνθρωπον δέ ἐστι τὸ θεραπεῦσαι αὐτήν. ἠρξάμην οὖν αὐτὴν πάν‐ των κακοχύμων καὶ παχυχύμων. ἀλλὰ τῶν μὲν κακοχύ‐ μων παράδειγμα, σκόροδα, τῶν δὲ παχυχύμων, κρέα. ἠρξάμην οὖν καὶ πάντων τῶν ποιούντων κραυγὰς, θυ‐ | |
30 | μούς· ταῦτα γὰρ δύνανται καὶ μὴ οὖσαν ῥῆξιν ποιῆσαι, καὶ οὖσαν ἐπιτεῖναι. γυνὴ δὲ γινομένη ἐκ τόκου, ἐκ τού‐ του τοῦ τόκου καὶ τῆς κινήσεως, ἀπὸ τῶν σπερματικῶν | |
μεταλαβεῖν τὰ θωρακικὰ, καὶ ἐπιτηδείως εἶχε τὸ φῦμα, | 107 | |
2.108 | πρὸς ῥῆξιν, καὶ ἤλγει ἰσχίον τὸ δεξιόν. διὰ τοῦτο οὐκ ἴσμεν, εἰ μήπω εἴπομεν, ὅτι ἔκ τινος ἐκεῖ προηγησαμέ‐ νου πάθους ἀσθενέστερον ἐγένετο. λέγομεν οὖν, ὅτι κυο‐ φορία προηγήσατο, ἴσως ἐθλίβη ἡ ὀσφὺς, ἥτις παράκει‐ | |
5 | ται τῷ ἰσχίῳ· ἐθλίβη οὖν καὶ αὐτὸ, καὶ ἐπεγένετο ἡ ῥῆ‐ ξις τοῦ ἀποστήματος· ἐτάραξε τὰ θωρακικὰ, ἃ ἔχουσι πολλὴν συγγένειαν πρὸς τὰ σπερματικά. ἐταράχθησαν οὖν καὶ ταῦτα· τούτοις δὲ συμπαρακείμενον τὸ ἰσχίον ὠδυνήθη· ἔνθεν καὶ συνέπασχεν αὐτῷ, καὶ ῥαΐζοντι | |
10 | συνεράϊζεν. | |
10 | εʹ. Ὧι ἐν τῇ κεφαλῇ ἔπαρμα ἐπενέμετο, πρώτη ἡ στυ‐ πτηρίη ἡ κεκαυμένη συνήρμοσεν εἰς ἄλλην ἀπόστασιν, ἴσως ὅτι ὀστέον ἤμελλεν ἀποστήσεσθαι, ἀπέστη ἑξη‐ κοσταῖον· ὑπὲρ τοῦ ὠτὸς ἄνω πρὸς κορυφὴν τὸ τρῶ‐ | |
15 | μα ἦν. — | |
15 | Θαυμαστὸς ὁ λόγος, ἀλλ’ οὐκ ἔχει προστεθειμένον τὸ τέλος. ἕλκος γὰρ γίνεται· κατὰ δὲ τὸν Ἱπποκράτους νό‐ μον, ἕλκεα ξύμπαντα οὐ χρὴ ἐπιτέγγειν πλὴν οἴνου. εἰ δέ ποτε γίνηται ἕλκος μετὰ ἄλλου πάθους, ἢ φλεγμονῆς | |
20 | ἢ ἐρυσιπέλατος, καὶ ὑγραινομένου διὰ τοῦ ἕλκους, ἀλλὰ διὰ τὸ συμπεπλεγμένον αὐτῇ. τοῦτο δὲ τὸ ἕλκος, εἰ μὲν ἐν σαρκὶ ἢ ἐν ὑγροτέρῳ μορίῳ γένηται, οὐ κεχρή‐ μεθα, φοβούμενοι, μὴ μεταβάλλωμεν τὴν φύσιν τοῦ μο‐ ρίου· εἰ δὲ ἐν νεύρῳ ἢ ἐν ξηροτέρῳ μορίῳ γένηται, τότε | |
25 | θαῤῥοῦντες καταξηράνωμεν αὐτό. ἐν κεφαλῇ ἐγένετο ἕλ‐ κος περὶ τὸ βρέγμα· ἐχρησάμεθα τοῖς πάνυ ξηραίνουσι· στυπτηρίαν γὰρ καὶ ταύτην κεκαυμένην χρησαμένων ἡμῶν, ἤρξαντό τινες ἀποστάσεις καὶ ἕλκη γίνεσθαι παρὰ τὴν κε‐ φαλήν. ἦν γὰρ καὶ νομῶδες τὸ ἕλκος, καὶ ἔγνωμεν ὅτι | |
30 | ὀστέον ἔχει ἀποστῆναι, ὃ σειόμενον ποιεῖ τὰς ἀποστάσεις, ὃ ἠλπίσαμεν. καὶ ἐξεῤῥίφη γὰρ ὀστοῦν, εἴτε ἐπὶ ἀγαθῷ, εἴτε ἐπὶ κακῷ, τοῦτο οὐ προσέθηκεν Ἱπποκράτης, εἴτε | |
ἐκ τῆς ἀρχῆς τοῦ ἕλκους, εἴτε ἐξ οὗ ἤρξατο σείεσθαι τὸ | 108 | |
2.109 | ὀστοῦν, οὐκ εἶπεν· ἑξηκοστὸν εἴτε πάλιν ἐκ τῆς ἀρχῆς τοῦ ἕλκους τὸ ἑξηκοστὸν, εἴτε ἀφ’ οὗ ἤρξατο ἡ ἀπόστα‐ σις παρὰ τὰ ὦτα, οὐκ εἶπεν. | |
3 | ϛʹ. Τὰ κῶλα ἔχει οἷα κυνός. ἤρτηται ἐκ τῶν μέσων | |
5 | κώλων. ταῦτα δὲ ἐκ νεύρων ἀπὸ τῆς ῥάχιος ὑπὸ τὴν γαστέρα. — | |
6 | Περὶ ὁμοιότητος θέλει διαλεχθῆναι. λέγομεν γὰρ ὅτι τόδε τὸ μόριον τοῦ ἀνθρώπου, εἰ τύχοι, ἡ μήτρα ἔοικε τῇ μήτρᾳ τῆς αἰγὸς ἢ τῆς ἄρκτου. οὕτως οὖν καὶ ἐνταῦθα | |
10 | λέγει, ὅτι τὰ ἔντερα τοῦ ἀνθρώπου κῶλα ἐκάλεσεν, ἃ ἐοίκασι τοῖς τῶν κυνῶν ἐντέροις, πλὴν ὅτι τὰ ἡμῶν μείζω εἰσίν. ἔχουσι δὲ καὶ μεσεντέρια, ἔνθεν καὶ αἱ μεσαραϊκαὶ φλέβες. πόθεν δὲ ἐκλήθη; ἐπειδὴ εἰς τὰ μεσεντέρια τῶν ἐντέρων εἰσβάλλουσι μεσέντερα καὶ τείνουσι. λοιπὸν ζη‐ | |
15 | τεῖ, πόθεν ἔχουσι τὴν γένεσιν τὰ μεσέντερα. καί φησιν ὅτι αἰώρηνται μὲν εἰς τὰ ἔντερα· ἐξ ἑτέρας δέ εἰσιν οὐ‐ σίας, νευρώδη· νεύρων δὲ, οὐκ ἐκ τῶν προαιρετικῶν, οὔτε ἀπὸ τῶν τενόντων, ἀλλὰ τῶν συνδετικῶν, τῶν ἐκφυομέ‐ νων ἀπὸ τῶν ὀστῶν, ὀστῶν δὲ τῶν σπονδύλων, σπονδύ‐ | |
20 | λων δὲ τῶν κατὰ τὴν ὀσφύν. τοῦτο δὲ ἐδήλωσεν εἰπὼν, τῇ πρώτῃ γαστρὶ τὰ κῶλα ἔχειν· οὐ προσέθηκε τίς. κα‐ λῶς δὲ ὁ Γαληνὸς, προσυπακουστέον, φησὶν, ὁ ἄνθρωπος. τίνος γὰρ κήδεται ὁ ἄνθρωπος Ἱπποκράτης, εἰ μὴ ἀν‐ θρωπίνων σωμάτων. | |
24 | ||
25 | ζʹ. Αἱ τοῖσι κάμνουσι χάριτες, οἷον τὸ καθαρσίως δρῇν, ἢ ποτὰ ἢ βρωτὰ ἢ ἃ ἂν ὁρῇ μαλθακῶς ὅσα ψαύει. ἄλλαι, ἃ μὴ μεγάλα βλάπτει ἢ εὐανάληπτα, οἷον ψυ‐ χρὸν, ὅκου τούτῳ δεῖ. — | |
28 | Ἁπάντων κηδόμενος Ἱπποκράτης νῦν μέγα τι παρα‐ | |
30 | δίδωσι καί φησιν, ὅτι εἰ μέλλεις καλῶς θεραπεῦσαι, ὀφείλεις ἔχειν συμπειθήνιον τὸν κάμνοντα. εἰ γάρ σοι πείθεται, σὺ καὶ αὐτὸς κατὰ τοῦ νοσήματος ἀγωνιζόμε‐ | |
νοι, νικᾶται τὸ νόσημα· εἰ δὲ ἀντιπράσσει σοι, τὸ νό‐ | 109 | |
2.110 | σημα μάχεται. ἔχειν δὲ αὐτὸν πειθήνιον· ἔσται δέ σοι οὕτως, εἴ σοι φίλον. καί ποτε ἐπιτάξαντος τοῦ ἰατροῦ, οὐκ ἠνέσχετο δέξασθαι ὁ κάμνων, τὶς δὲ τῶν συγγενῶν ἐποίησεν αὐτὸν δέξασθαι. ἔχει οὖν αὐτὸν φίλον. φίλος δέ | |
5 | σοι ἔσται, ἐάν τι αὐτῷ χαρίσῃ· χαρίσῃ δὲ, οὐ χρήματα, ἀλλὰ τῶν περὶ νοσημάτων ἐπιθυμίαν. ἐὰν γὰρ ἐρᾷ ψυ‐ χροῦ ὕδατος, σοὶ δὲ ἔδοξε μετὰ μίαν ἡμέραν χρήσασθαι, τότε διὰ τὴν αὐτοῦ ἐπιθυμίαν καὶ πρὸ μιᾶς ὀφείλεις δοῦναι. εἰ γὰρ ἔλαβε μετὰ ἡδονῆς, πάντως θερμασία | |
10 | ἐστὶν ἐν τῇ γαστρὶ, ἑξῆς καὶ πέψις καὶ αἱμάτωσις καὶ πάντα καλῶς. ἔνθεν καὶ ὁ Ἱπποκράτης, τὸ σμικρὸν χεῖρον. εἰσὶ δὲ καὶ ἄλλα ἃ ὀφείλεις χαρίσασθαι τῷ κάμνοντι κατὰ πᾶσαν αἴσθησιν. εἰσὶ γάρ τινες χαίροντες τῇ καθαρότητι. τότε πάντως ὀφείλεις ποιῆσαι ἐπιδέ‐ | |
15 | σμους καθαροὺς, καὶ μάλιστα μὴ τὸν ῥύπον νύξωσιν· ἔπειτα δὲ καὶ χρώματα λευκὰ καὶ βοτάνας λευκὰς ὀφεί‐ λεις δεικνύειν, σκεύη τε ἀργυρᾶ καὶ χρυσᾶ. ἔστι δὲ καὶ ἄλλη καθαρϊότης, ἵνα εἰ χαίρει ταύτῃ ὁ κάμνων, μὴ εἴη ἡ φιάλη ῥυπαρὰ, εἰς ἣν μέλλει ἢ καθάρσιον ἢ εὔκρατον | |
20 | δέχεσθαι. ἔσο δὲ καὶ σὺ καθάριος. εἰ γὰρ ὁ κάμνων ἑλ‐ κῶν καὶ πύων ἅπτεται, νῖπτε τὰς χεῖρας ἐπὶ αὐτοῦ. ὁ δὲ Ἱπποκράτης καθαρϊότητα εἶπε, τὴν ἀπὸ βρωμάτων καὶ πομάτων. αὐτὰ μὲν οὖν μόνα εἰσὶ τῆς αἰσθήσεως, ποτὲ δὲ καὶ τῷ λογισμῷ συμβάλλονται. μὴ εἰσενέγκῃς | |
25 | γὰρ ἔσω ἐχθρὸν τῷ κάμνοντι, μὴ αὐτὴ ἡ θέα ταράξῃ. ἀλλὰ καὶ εἰ εἰσέλθῃ, δίωξον· ἀλλὰ καὶ εἰπὲ, θέλω ἡσυ‐ χάσαι τὸν κάμνοντα· πάντες ἐξέλθωμεν· καὶ τότε συνεξ‐ έρχεται ὁ ἐχθρὸς, καὶ τότε ὑποστρέφουσιν οἱ φίλοι. ἃ τοίνυν ἐπὶ ὄψεως εἴρηται, ταῦτα καὶ ἐπὶ τῆς ὀσφρήσεως. | |
30 | εἰ κήδεται τοῖς εὐώδεσι, κέχρησο, καὶ μάλιστα εἴ ἐστι διάθεσις δεομένη αὐτῶν. ὁμοίως καὶ ἐπὶ τῆς ἁφῆς, εἰ σκληρὰ, εἰ μαλακὰ χαίρει. καὶ εἰ μέλλεις ποιεῖν χειρουρ‐ | |
γίαν, ταχέως τε καὶ ἀνωδύνως, ὡς ἐνδέχεται. οὕτω δὲ | 110 | |
2.111 | γένηται ἀπὸ εὐφυΐας τοῦ μεταχειριζομένου, ἐν ὀξύτητι τοῦ ὀργάνου. αὗταί εἰσι καὶ παρὰ τὴν ἁφὴν χάριτες. ἀλλ’ Ἱπποκράτης μόνου ἐμνημόνευσε τοῦ μαλθακοῦ, εἰ‐ δὼς ὡς καὶ εἴ τι σκληρὸν, ἐκείνῳ δὲ ἡδὺ, ὡς μαλθακὸν | |
5 | αὐτῷ φαίνεται. καὶ ὅρα αὐτοῦ τέχνην· οἶδε γὰρ ὡς τοῖς ἄκροις συμπεριλαμβάνονται τὰ μέσα. ἔνθεν ἐμνημόνευσεν ὄψεως εἰπὼν καθαρῶς, καὶ ἁφῆς εἰπὼν μαλθακὸν, δέδωκέ σοι ἔννοιαν τῶν μέσων. λέγει δὲ ὅτι καὶ ἄλλας δὸς αὐτῷ χάριτας, τὰς ἀπὸ ψυχροῦ. καί τινες μέν | |
10 | φασιν, ἵνα δῷς αὐτοῖς ὀπώραν ἢ ὕδωρ· ὁ δὲ Γαληνὸς καθολικῶς εἶπε τὸν λόγον, ὅτι εἰ τύχῃ δοῦναι αὐτῷ, μετὰ μίαν ἡμέραν λουτρῷ· φιλόλουτρος δὲ ὢν, ἐρᾷ αὐτοῦ· τότε δός. ἀλλά φησιν Ἱπποκράτης ὅτι ἐὰν δι‐ δῶμεν, χαριζόμεθα αὐτῷ. καλῶς οὕτως εἶπεν ὁ Γαληνὸς, | |
15 | ἐάν πως καὶ ἀπειλήσῃς, εἴπῃς ὅτι .... μετὰ δέκα ἡμέρας οὐκ εἶχόν σε λοῦσαι. διὰ τὴν ἐπιθυμίαν ἔλουσά σε, χάρισαί μοι καὶ σὺ, μὴ ἀτακτῆσαι εἰς τὴν ἄλλην δί‐ αιταν. αὗται μὲν οὖν αἱ χάριτες, αἱ ἀπὸ τῶν νοσούντων. | |
18 | ηʹ. Εἴσοδος τοῦ ἰατροῦ, λόγοι, σχῆμα, ἐσθής· τῷ νοσέοντι | |
20 | κουρὴ, ὄνυχες, ὀδμή. — | |
20 | Εἰσὶ δὲ καὶ ἄλλαι ἀπὸ τοῦ ἰατροῦ, αἳ λαμβάνον‐ ται ἀπὸ τῆς εἰσόδου τοῦ ἰατροῦ. ἡ δὲ εἴσοδος ἢ ἀπὸ τοῦ πλήθους ἢ ἀπὸ τοῦ καιροῦ ἢ ἀπὸ τοῦ ποιοῦ· ἀπὸ μὲν τοῦ πλήθους, μὴ ὀλιγάκις, ἵνα μὴ εἰσέλθῃ τι γι‐ | |
25 | νόμενον ἐν τῷ νοσήματι, ἀλλὰ πρὸς τὴν χρείαν ἁρμόζου· ἀπὸ δὲ τοῦ καιροῦ, βλέπε πότε ὀφείλεις εἰσελθεῖν, ἆρα ἐν ἀρχῇ ἵνα εἰδῇς, πῶς ἔχει τὸ νόσημα ἢ ἐν ἀκμῇ, ἵνα βοηθήσῃς τῷ κάμνοντι χειμαζομένῳ, ἢ ἐν παρακμῇ, ἵνα θρέψῃς. ζήτει δὲ καὶ τὸ ποιὸν, πῶς ὀφείλεις εἰσελθεῖν | |
30 | σιωπῶν ἢ κράζων· τοῦτο δὲ πρὸς τὴν ὑποκειμένην διά‐ θεσιν. εἰ γὰρ ἀγρυπνίας οὔσης, θέλεις δὲ ὕπνον, μετὰ ἡσυχίας· εἰ δὲ κάρου ὄντος ἢ βαθέος ὕπνου, φοβοῦ μὴ | |
τὰ περιττώματα καταβάλλωσι τὴν θερμασίαν, τότε βοῶν | 111 | |
2.112 | καὶ κράζων ἀναστήσεις. αὗται μὲν αἱ τοιαῦται εἴσοδοι τοῦ ἰατροῦ. ζητείσθωσαν καὶ οἱ λόγοι, ποίους λόγους αὐτῷ ὀφείλεις λέγειν, εἰ γεωμέτρης, γεωμετρικοὺς, εἰ δὲ γραμματικὸς, γραμματικοὺς, εἰ δὲ τοῖς αἰσχροῖς χαίρει, | |
5 | σὺ μὴ χρήσῃ, ἄλλους δ’ εἰπεῖν παρασκεύασαι, ἢ λόγους λέγε ἐκείνους, οὓς ὀφείλεις λέγειν τῷ κάμνοντι, ὅτι δὸς ἡμῖν σαυτῷ πειθήνιον· καὶ γὰρ ξύλον, εἰ μὴ εἴκει τῷ τέκτονι, κλᾶται, καὶ κάμνων μὴ πειθόμενος ἰατρῷ, ἀπόλ‐ λυται. εἰσὶ δέ τινες καὶ ἄλλοι λόγοι. εἰ γὰρ εἰσέλθῃς | |
10 | πρὸς τὸν κάμνοντα ἀλύοντα, καιόμενον, παραμύθησαι αὐτῷ καὶ εἰπὲ, ὅτι οὐδὲν σαπρὸν ἔχεις, ἐλπὶς δέ ἐστι σωθῆναί σε· μὴ εἴπῃς ὅτι ἀποθνήσκεις καὶ κακῶς ἔχεις. ἀλλὰ καὶ εἴπου σε δέοι ἐπιορκῆσαι, ἐπιόρκησον· ἐν καλῷ γάρ· καὶ μὴ πάθῃς ὃ πέπονθε Καλλιάναξ ὁ ἰατρός· | |
15 | εἰσελθὼν γὰρ πρὸς τὸν κάμνοντα εὗρεν αὐτὸν πολλοῖς κακοῖς περιστοιχιζόμενον, καὶ ἐκεῖνος ἔκραξεν, ἀπολλύ‐ μεθα ἐκ τῶν πολιορκούντων κακῶν, καὶ τότε νηπιώδη λόγον ὁ ἀρετὴν ἀναφαίνων, ἔφη τραχέως πρὸς αὐτὸν, ὥστε κτανθῆναι, καὶ Πάτροκλος * ὁ Περσεὺς πολλῷ | |
20 | ἐκείνου ἀμείνων, καὶ ἐκεῖνος ἀποθυμιάσας, ταχέως ἀπέ‐ θανεν. ζήτει καὶ τὸ σχῆμα ἑαυτοῦ ὁ ἰατρὸς, εἰ θρα‐ σὺς ὀφείλεις, ἢ ταπεινὸς, ἐπεὶ οὐδέτερον ὀφείλεις ἀσκεῖν. ὁ μὲν γὰρ θρασὺς μισεῖται, ὁ δὲ ταπεινὸς καταφρονεῖται. πάλιν περιέργασαι ποίοις χαίρει, καὶ μιμοῦ τοῖς τοι‐ | |
25 | ούτοις. ζήτει καὶ τὴν ἔσθησιν. αὕτη μὲν οὖν πρώτη ἔστω ἀνδρὸς λογικοῦ· ἔπειτα δὲ τοιαύτῃ χροιᾷ, οἵᾳ χαί‐ ρει ὁ κάμνων. ταῦτα δὲ μείζονα· μὴ συνεχῶς δὲ κυλϊέ‐ σθω ἐκ τῶν ὤμων σου, μήπως κατελθοῦσα εἰς χειρουρ‐ γίαν σείσῃ τὸν σίδηρον, μὴ ἐν τῷ σφυγμολογεῖν παρεμ‐ | |
30 | ποδίσῃ, μηδὲ ῥυπαρὰ ἔστω, εἰ τοῖς καθαροῖς ὁ κάμνων χαίρει. ταῦτα οὖν μείζονα. κατερχώμεθα δὲ καὶ ἐπὶ τὰ εὐτελῆ. ζήτει τὰ περὶ τῆς κουρᾶς τοῦ ἰατροῦ. καλῶς δὲ ὁ Γαληνὸς, ὅτι πρότερον ἐς τοσοῦτον φρόντισον· πρῶτον | |
γὰρ εἰ ἀπαθεῖς ἔχει τοὺς ὀφθαλμούς· εἰ δὲ εὔπνοιαν | 112 | |
2.113 | ποιῆσαι θέλεις τῇ κεφαλῇ, μὴ ἐάσῃς πολλὰς τρίχας· εἰ δὲ πλήττεταί σοι ἐκ τοῦ ἔξωθεν ἀέρος ἡ κεφαλὴ, τότε κόμα· πλὴν καὶ ἐν τούτῳ τὸ ἐπιεικὲς μᾶλλον ζήτει, καὶ ἄρκεσον τῷ κάμνοντι. καὶ μὴ πάθῃς ὃ Ἀντωνῖνος ἔπαθε | |
5 | καὶ Λουκϊανός. ὁ γὰρ Ἀντωνῖνος ἔχαιρε τοῖς ἐν χρῷ κειρομένοις, καὶ πάντες λεῖοι πρὸς αὐτὸν ἤρχοντο· Λου‐ κϊανὸς δὲ τοῖς κομῶσι, καὶ πάντες κομῶντες. ζήτει δὲ καὶ τοὺς ὄνυχας· καί τινές φασι, μὴ ἔστωσαν ψωρϊῶντες, ὥσπερ τινὲς ἐξηγοῦντο. τὸ σχῆμα τοῦ ἰατροῦ ἔλεγεν, ὅτι | |
10 | μὴ ἔστω κυλλὸς ἢ χωλός. καλῶς γὰρ ὁ Γαληνὸς, οἱ ταῦτα λέγοντες ἔστωσαν ἀπαθεῖς, καὶ ἀθάνατος ὁ ἰατρὸς, ἀγνο‐ οῦντες ὅτι ὡς ἄνθρωπος ταῖς κοιναῖς ὑποπίπτει συμφο‐ ραῖς. ἀλλ’ ὡς εἴρηται ἀλλαχοῦ, μήτε ὑπερεχέτωσαν, μήτε ἐλλιπέτωσαν τῶν δακτύλων οἱ ὄνυχες· ἀλλὰ μὴ καὶ πάνυ | |
15 | εἰσὶ σκληροὶ, μὴ ἐμποδίσωσι σφυγμολογῆσαι. πάλιν δὲ πρὸς τὴν χρείαν ἁρμόζου. εἰ γὰρ συνεχέσιν ἐνέμασι μέλ‐ λεις κεχρῆσθαι, καὶ ὑποβάλλειν τὸν ἀριστερὸν λιχανὸν τῷ δακτυλίῳ, μὴ ἐάσῃς αὐτῷ μέγαν ὄνυχα, μὴ πλήξῃ, μὴ ἑλκώσῃ. εἰ δὲ σίδηρον ἀπὸ ἑλκῶν μέλλεις ἀνασπᾷν, | |
20 | μεγάλους ἔα ὄνυχας τῷ μεγάλῳ καὶ λιχανῷ τῆς δεξιᾶς χειρός. ζήτει δὲ καὶ τὰ παρὰ τὴν ὀσμήν· πολλοὺς γὰρ ἡ δυσωδία ἐσίανε, καὶ ἄλλους δυσῶδες ἕλκος ἀπόζον. ἀλλὰ αὕτη ἡ δυσωδία ἡ μὲν ἀπὸ βρωμάτων θεραπεύεται, ἡ δὲ ἀπὸ φύσεως παραμυθεῖται. εἰ γὰρ δυσωδίαν ἔχει | |
25 | τὸ στόμα τοῦ ἰατροῦ ἢ ἀπὸ σκορόδων ἢ ἀπὸ κρομμύων, νῦν μὴ φάγῃς· εἰ δὲ δυσώδης ὁ ἱδρὼς, τότε διὰ ἀλειμ‐ μάτων, διὰ ἀρωμάτων παραμυθοῦ αὐτὴν, καὶ εἴσελθε κρατῶν εὐώδεις βοτάνας, καὶ μάλιστα εἰ χαίρει ὁ κάμνων. καὶ μὴ πάλιν πάθῃς, ὃ πέπονθεν Ἄνιτος. ἐκεῖνος γάρ | |
30 | ποτε πολλῷ ἐχρήσατο οἴνῳ, καὶ εἰσῆλθε πρὸς φρενιτικὸν, ὁ δὲ οὐκ ἐβάστασε τὴν ὀσμὴν τοῦ οἴνου τὴν πεμπομένην ἀπὸ τοῦ στόματος αὐτοῦ, ἀλλ’ εἶπεν αὐτῷ, ἡ ὀσμὴ τοῦ οἴνου σου μᾶλλον παροξύνει με· ὁ δὲ τραχέως ἀπεκρίθη, ἐγὼ δὲ τὴν δυσωδίαν τοῦ πυρετοῦ σου ἐπὶ τοσαύτας | |
35 | ἡμέρας ἐβάστασα, καὶ σὺ τὴν τοῦ στόματός μου ἀηδίαν | 113 |
2.114 | ὥραν οὐκ ἐβάστασας. αὗταί εἰσιν αἱ τοῖς κάμνουσι διδό‐ μεναι χάριτες, εὐτελεῖς μὲν δοκοῦσαι, μεγάλα δὲ χαρί‐ ζονται καὶ ἡμῖν καὶ τῷ κάμνοντι, ἡμῖν μὲν τὸ γενέσθαι αὐτὸν πειθήνιον τῷ θεραπεύοντι, καὶ αὐτῷ δὲ [καὶ | |
5 | ἡμῖν], τὴν σωτηρίαν τοῦ πάσχοντος σώματος. | |
5 | θʹ. Ὕδωρ ἀφεψηθὲν τὸ μὲν εἰσδέχεται τὸν ἠέρα, τὸ δὲ μὴ ἔμπλεον εἶναι καὶ ἐπίθημα ἔχειν. — | |
7 | Εἰ παμφόρων θεωρημάτων νῦν γίνεται διδασκαλία, δεῖ καὶ τὸ περὶ ἀέρων, τόπων, ὑδάτων ἐνταῦθα ἀνακαι‐ | |
10 | νίσαι. περὶ ὑδάτων οὖν διαλέγεται. τρεῖς δὲ τάξεις τῶν ὑδάτων, τὰ μὲν ἄριστα, τὰ δὲ μοχθηρὰ, τὰ δὲ μέσα. εἴ‐ πωμεν ποῖα τὰ ἄριστα, τὰ ἐναντία μοχθηρὰ εὑρεθήσον‐ ται· εἰ δὲ τὰ μὲν παρῇ, τὰ δὲ ἀπῇ, τὰ μέσα. τὸ τοίνυν ἄριστον ὕδωρ κρίνεται ὄψει, γεύσει καὶ ὀσφρήσει, ὄψει | |
15 | μὲν τὸ λευκὸν, τὸ διαυγὲς, τὸ καθαρὸν, τὸ μὴ ἔχον ὕλην· ὀσφρήσει δὲ τὸ εὐῶδες. εὐῶδες δὲ λέγει ὕδωρ τὸ μὴ δυ‐ σῶδες, τὸ μὴ ἔχον βαρεῖαν ὄσφρησιν· γεύσει δὲ τὸ πότι‐ μον, τὸ γλυκύ. τὸ δὲ γλυκὺ πάλιν καλῶ τὸ ἄποιον, τὸ μὴ νιτρῶδες, τὸ μὴ ἀσφαλτῶδες. οὕτω μὲν οὖν ἄρι‐ | |
20 | στον ὕδωρ. εἰ δέ τι τούτων ἐλλείψει, τὸ μέσον γίνεται, ὥσπερ τὸ Νειλῷον ὕδωρ· τοῦτο γὰρ διαυγὲς μέν ἐστι καὶ ἄποιον καὶ εὐῶδες, ἀλλ’ ἰλυῶδες. ἔνθεν ἐπὶ νεφριτικῶν φοβούμεθα αὐτῷ χρήσασθαι, μὴ τῷ παχεῖ λίθον ποι‐ ήσῃ· ἔνθεν Αἰγύπτιοι σάκτας ὑδρίας ἐπινοοῦσιν ἵνα | |
25 | μένῃ ἄνω τὸ παχύ. εἰ οὖν ἐπὶ πυρεκτικοῦ νοσήματος, παρούσης παρακμῆς καὶ πέψεως, θελήσεις χρήσασθαι τῷ ὕδατι, ἀφέψησον αὐτὸ, εἴ ἐστι μοχθηρόν. ἀλλὰ μὴν καὶ εἴ ἐστι καθαρὸν, δέεται τῆς ἑψήσεως· καὶ γὰρ τὸ ἄρι‐ στον ἕψομεν, ἵνα καὶ εἴπου τί ἐστι μοχθηρὸν, τοῦτο ἐν | |
30 | τῇ ἑψήσει πραϋνθῇ. ἄλλοτε δὲ ὃ πολλάκις ποιοῦμεν ἐπὶ τῶν σωμάτων, τοῦτο καὶ ἐπὶ τοῦ ὕδατος. ἑκτικοῦ γὰρ ὑποκειμένου πυρετοῦ, θέλομεν ψύξαι τὸ σῶμα καὶ φο‐ | |
βούμεθα· οὐδὲν γὰρ δύναται ἡ ψύξις ἔσω διαβῆναι | 114 | |
2.115 | πυκνὴ οὖσα, ἔνθα προθερμαίνομεν τὸ σῶμα, καὶ ἀραιοῦ‐ μεν τοὺς πόρους, ἵνα εἰσδύνῃ ἡ ψύξις ἔσω. τοῦτο καὶ ἐπὶ τοῦ ὕδατος· ἐπειδὴ γὰρ ἐν διακαεῖ πυρετῷ θέλομεν αὐτὸ δοῦναι ἵνα ψύξῃ τὸ σῶμα, ὀφείλομεν θερμᾶναι | |
5 | αὐτὸ, ἵνα ἀραιωθέντων αὐτοῦ τῶν πόρων, δυνηθῇ δια‐ βῆναι παρ’ αὐτὸ ἡ τοῦ ἀέρος ψύξις, καὶ ψυκτικώτε‐ ρον αὐτὸ ἐργάσηται. πυκνοῦντες δὲ πάλιν περιπλάττομεν τὸ ἀγγεῖον ἢ χιόνι, ἢ κρυστάλλῳ· εἰ δὲ ταῦτα μὴ παρῇ, ἐν φρέατι χαλῶμεν τὸ ἀγγεῖον, πλὴν ἐκκρεμὲς ἀπαιωροῦ‐ | |
10 | μεν αὐτὸ, καὶ οὐ ποιοῦμεν ἅψασθαι τοῦ ὕδατος. τὸ γὰρ ὕδωρ, παχυμερὲς ὂν, ἐμφράττει τοὺς πόρους, καὶ οὐκ ἐᾷ διεισδῦναι τὴν ψύξιν, ἀλλ’ ἐκκρεμὲς αὐτὸ ἐῶμεν, ἵνα ὁ ἀτμὸς εἰσερχόμενος ψύχῃ· ἔπειτα δὲ καὶ ὁ ἀτμὸς οὐκ ἔχει εὐρυχωρίαν· ἔνθεν οὐκ ἐπιπωμάζομεν· κωλύει γὰρ | |
15 | τὴν εἴσοδον τοῦ ἀτμοῦ. εἰ δὲ καὶ ἐπιπωμάσομεν, οὐ θλί‐ βομεν, οὐ σφηνοῦμεν, ἀλλ’ ὅσον μόνον σκεπάσαι καὶ εἰσι‐ έναι τὸν ἀτμὸν, ἵνα μὴ εἰσέλθῃ ἀκάθαρτόν τι. καὶ εἰ σκεπάσομεν, ψυχρᾷ ὕλῃ σκεπάζομεν, ἀπὸ θριδακίνης δη‐ λαδὴ, ἀπὸ ῥόδων. αὕτη μὲν ἡ ἔννοια τοῦ λόγου, ἀσα‐ | |
20 | φῶς δὲ ἐφράσθη· φησὶ δὲ ὅτι, τὸ ἀφεψηθὲν ὕδωρ πολλὰ ἐχέτω, πρῶτον μὲν δέχοιτο τὸν ἀέρα· τοῦτο δὲ πάθοι, ἐὰν μὴ τὸ ἀγγεῖον ἔχῃ πλέον ἐπίθεμα οὐκ ἔχει. τὸ μὴ φησὶν ὁ Ἱπποκράτης, ὅτι σκέπασον τὸ ἀγγεῖον, μὴ ὅσον σφηνῶσαι, ἀλλ’ ὅσον ἐπίθεμα μόνον εἶναι. | |
24 | ||
25 | ιʹ. Ὅτι ἐξ αἱμοῤῥαγιῶν ἐξυδεροῦνται, ἢν οἷα δεῖ κα‐ θαίρωνται καὶ εὐφόρως φέρουσιν. — | |
26 | Συγγενὴς ὁ λόγος οὗτος τῷ ἄνω. ἔλεγε γὰρ ὅτι οἱ αἱ‐ μοῤῥοΐδας ἔχοντες οὔτε πλευρίτιδι οὔτε περιπνευμονίῃ ἁλίσκονται. εἶτα ὥς τινος ἀποροῦντος, τί οὖν; ἐάσω ἐπ’ | |
30 | ἄπειρον γενέσθαι τὴν κένωσιν; λέγει οὔ, ἐπειδὴ ἐκ τῆς κενώσεως καταψύχεται τὸ σῶμα, ἐξυδαροῦνται αἱ σάρκες, καὶ πάροδος γίνεται ὑδέρου. πλὴν ἐὰν γένηταί ποτε πε‐ | |
ριττωματικὸν τὸ σῶμα, ἔασον ἐπὶ πολὺ γενέσθαι τὴν κέ‐ | 115 | |
2.116 | νωσιν. ἐὰν τὸ λυπηρὸν κενοῦται· ἔνθεν ἐπιφέρει τὸν ἀφορισμὸν, ἢν οἷα δεῖ καθαίρεσθαι, ἀλλ’ ἐν τοῖς ἀφο‐ ρισμοῖς προσέθηκε καὶ τὸ ξυμφέρει, ἐνταῦθα δὲ παρέ‐ λειψεν, ὡς ὁμολογούμενον αὐτὸ λαβών. εἰ γὰρ εὐφόρως | |
5 | φέρουσι, καὶ ξυμφέρουσιν. | |
5 | ιαʹ. Ἐν Αἴνῳ ἐν λιμῷ ὀσπριοφαγέοντες σκελέων ἀκρατέες ἐγίγνοντο. — | |
7 | Οὗτος ὁ λόγος σύμφωνος τῇ ἐπιγραφῇ· ἐπίδημον γὰρ ὑπόκειται νόσημα, ὡς δηλοῖ ἡ πόλις, λιμὸς τέξασα τὴν | |
10 | συμφοράν. ἀλλ’ Ἱπποκράτης τόπου μέμνηται, ἐπειδὴ πρὸς ὑπόμνησιν αὐτοῖς γράφει, ἢ ἵνα καὶ ἐκ τοῦ τόπου δη‐ λώσῃ σοι καὶ τὴν κακοήθειαν τοῦ νοσήματος. Αἶνος δὲ πέπονθε τὴν λιμόν. Αἶνος δὲ Θρᾴκης πόλις, ἐν ᾗ πο‐ λὺς σῖτος ὢν, πόλεσι καὶ ἄλλαις χορηγεῖ. λέγει οὖν ὅτι | |
15 | ἐν τῇ Αἴνῳ, ἔνθα πολύς ἐστι σῖτος, σιτοδεία ἐξαίφνης ἐγένετο, οὐκ ἐπ’ ὀλίγῳ χρόνῳ, ἀλλὰ συνεχῶς, ἵνα καὶ ὁ χρόνος συνεπιβοηθήσῃ. οὗτοι οὖν εἰωθότες ἄρτῳ κεχρῆ‐ σθαι, ἐν λιμῷ ὀσπρίοις ἐχρήσαντο· ἐντεῦθεν ἐπὶ τῇ ἀθρόᾳ μεταβολῇ ἐτάραξαν τὴν φύσιν· οἱ δὲ πένητες, μὴ εὐπο‐ | |
20 | ροῦντες κἂν ὀσπρίων ἐσθίειν, ἴσως δὲ καὶ οἱ εὔποροι, τῆς λιμοῦ κρατησάσης, ἐπὶ τροφὴν ἀλόγων ἐτράποντο· ὀρόβους γὰρ καὶ βαλάνους ἤσθιον. ἐντεῦθεν ἠσθένησαν αἱ δυνάμεις. οὐ γὰρ ἐπαιδεύθησαν τὰ μόρια τοιούτῳ τρέ‐ φεσθαι χυμῷ· ἔνθεν, μὴ βασταζουσῶν τῶν δυνάμεων τὰ | |
25 | μόρια καὶ μάλιστα τὰ πόῤῥω, σκελῶν ἐγένοντο ἀκρατεῖς· τῷ χρόνῳ κακοχυμίας καὶ πνεύματος πλεονάσαντος, ἔδραμον παρὰ τὰ ἀσθενῆ μόρια, καὶ μάλιστα τὰ πόῤ‐ ῥω, καὶ ἐβάρησαν παρὰ τὰ κοῖλα· ἐντεῦθεν γονυαλγέες ἐγίνοντο. | |
29 | ||
30 | Θήλεα ἢ ἄρσενα. — | |
30 | Ὁ λιμὸς οὐδενὸς φείδεται, ἀλλὰ καὶ ἄῤῥεσι καὶ θη‐ λείαις ἐπέρχεται. διὰ τοῦτο πολλὴν τὴν φθορὰν ἐνεδεί‐ | |
ξατο, εἴς τε θερμοτέρους καὶ γυμναζομένους, ψυχροτέ‐ | 116 | |
2.117 | ρους καὶ ἀργοῦντας, καθαιρομένους καὶ μὴ καθαιρομένους, οἰκουροῦντας καὶ μὴ οἰκουροῦντας. | |
2 | ιβʹ. Ἐμφανέως ὁ ἐγρηγορὼς θερμότατα τὰ ἔξω, τὰ δὲ ἔσω ψυχρότερα. — | |
4 | ||
5 | Οὗτος ὁ λόγος περί τινων συμβαινόντων διαλέγεται, ὅτι ἐν τῷ ὕπνῳ συνάγεται ἔσω τὸ ἔμφυτον θερμὸν, ἀπα‐ ναχωρεῖ δὲ τῆς ἐπιφανείας· ἐντεῦθεν τὸ μὲν βάθος θερ‐ μὸν, τὰ δὲ ἄκρα ψυχρά. ἐν δὲ τῇ ἐγρηγόρσει ἐρχομένου ἔξω τοῦ θερμοῦ καὶ συνάγοντος τὰ περιττώματα, τὸ μὲν | |
10 | βάθος ψυχρὸν, ἡ δὲ ἐπιφάνεια θερμή. ὅτι γὰρ ἀληθές ἐστιν, οἱ καθεύδοντες περιβλημάτων δέονται, ὡς ἐψυγμέ‐ νης τῆς ἐπιφανείας, οἱ δὲ ἐγρηγοροῦντες, οὔ. καὶ ἐν μὲν τῷ ὕπνῳ αἱ πέψεις, ὡς οὔσης ἔσω τῆς θερμασίας, ἐν δὲ τῇ ἐγρηγόρσει οὔ. τί οὖν βαστάζει τοῦτο ἡ ἀκοὴ, ὡς | |
15 | ἡ ἐπιφάνειά ποτε θερμοτέρα τοῦ βάθους; ὅσον γὰρ ἂν δήποτε ἔλθῃ ἡ θερμασία παρὰ τὴν ἐπιφάνειαν, πάν‐ τως πολὺ πλούσιόν ἐστι τὸ ἔμφυτον θερμὸν ἔν τε καρ‐ δίᾳ καὶ ἥπατι. ἀλλὰ μὴν ὅτι οὐ τὸ βάθος πρὸς τὴν ἐπι‐ φάνειαν παραβάλλει, ἀλλ’ ἕκαστον ἑαυτῷ· ἡ γὰρ ἐπιφά‐ | |
20 | νεια ἐν τῷ ὕπνῳ τὴν θερμότητα ἢ ἐν τῇ ἐγρηγόρσει. | |
20 | ιγʹ. Ἐνθέρμῳ φύσει ψύξις, ποτὸν ὕδωρ, ἐλλιννύειν. — | |
21 | Νῦν καὶ ἐπ’ αὐτὴν τὴν φύσιν ἀνέρχεται ὁ Ἱπποκρά‐ της καί φησιν, ὅτι παιδίον ἐτέχθη πολύαιμον, καὶ ἔχαι‐ ρον τὰ αὐξανόμενα, καὶ λοιπὸν τὰ τῆς ἡλικίας προέκο‐ | |
25 | πτε, τὰ δὲ τῆς κράσεως ἠμείβετο· δριμὺ γὰρ ἐγένετο καὶ κατὰ ποιότητα τὸ θερμόν. ἴσως τῆς ἀκμαστικῆς ἡλικίας πλησιασάσης, κατεκράτησε τὰ τῆς θερμασίας. θεραπεύ‐ σομεν οὖν αὐτήν. ἀλλὰ ζητῶ τὸ γένος τοῦ νοσήματος, ἵνα ἐκ τῶν ἀνομοίων ὁμοιότης γένηται. θὲς καὶ τῇ ψύξει. | |
30 | ποῖά εἰσι τὰ ψύχοντα; τὰ μὲν ἔσωθεν, τὰ δὲ ἔξωθεν, ἔσωθεν ψυχρὸν ποτὸν, ἵνα ὕδωρ δώσεις, καὶ μὴ οἶνον, | |
ἔξωθεν δὲ τὸ ἐλλινύειν, ἵνα μὴ κινῆται θυμούμενος ἢ | 117 | |
2.118 | γυμναζόμενος. τῶν δὲ ἐπαμφοτεριζόντων τὸ ὕδωρ, ἵνα τε καὶ ψυχρὸν ὕδωρ πίῃ, ἵνα καὶ ἐν ψυχρῷ λούηται. | |
2 | ιδʹ. Ὕπνος ἐν ψύχει ἐπιβεβλημένος. — | |
3 | Τινὲς τοῦτον τὸν λόγον τοῦ ἀνωτέρω χωρίζουσιν· ἐν‐ | |
5 | τεῦθεν τὸ ἐμψύχειν ὡς ἓν μέρος λαμβάνοντες, διὰ τοῦ μ γράφουσι, καί φασιν ὅτι ὁ ὕπνος ἐμψύχει. εἴπου γάρ ἐστι δριμύτερον τὸ σῶμα, ἐν τῷ ὕπνῳ γενομένης πέ‐ ψεως κατὰ λόγον καὶ τῆς τροφῆς πεττομένης, ἀναδίδο‐ ται ἡ ὑγρότης, καὶ ἕκαστον τῶν μορίων τρέφεται καλῶς· | |
10 | ἔνθεν καὶ βάλλομεν περιβλήματα, ἵνα φυλάξωμεν τὸ θερ‐ μόν. καὶ ἄλλως. οὐκ ἀεὶ ψυχρὸς ὁ ὕπνος, ἀλλὰ πολλάκις ἐστὶν ὕλη· ἐγένετο ὕπνος, ἐγένετο θερμασία τῇ ὕλῃ, καὶ ἔχυσε μὲν αὐτὴν, οὐ κατεκράτησε δὲ τοῦ πέψαι, καὶ ἐκείνη πλεονάσασα ἔσβεσε τὴν θερμασίαν. ἐντεῦθεν, ὅκου | |
15 | παραφροσύνην ὕπνος παύει, ἀγαθόν. ἢ καὶ ἄλλως· ὕπνος ψύχει ὁ μακρὸς, ὁ μὴ ἐῶν διαφορηθῆναι τὰ περιττώ‐ ματα, ἃ κατακλείουσιν αὐτὴν τὴν θερμασίαν. ἡ δὲ ἀλη‐ θὴς ἐξήγησις οὕτως ἔχει, καὶ τὸν ἄνω συνάπτει λόγον, καὶ τὸ ἐμψύχει εἰς δύο μέρη λαμβάνουσα, καὶ διὰ τοῦ | |
20 | πρώτου φησὶν ὅτι εἰ θερμὴ δυσκρασία, ἐπίταξον ὕδωρ ψυχρὸν, ἐλλινύειν· ἐπίταξον καὶ ὕπνον, ἵνα γινομένης πέ‐ ψεως, αὐξηθὲν τὸ κατὰ φύσιν θερμὸν σβέσῃ τὸ παρὰ φύσιν. τὸ δὲ ὕπνος ἐν ψύχει τὸ χωρίον, μήπως ἡ ἀλέα τοῦ περιέχοντος θερμαίνῃ τὸ σῶμα. ἀλλ’ εἰ καὶ | |
25 | τὸν ὕπνον ἐμψύχοντα τὸ χωρίον ποιεῖ, βλέπε μὴ εἰσελ‐ θοῦσα περὶ τὸ βάθος ἡ ψύξις πλήξῃ τὰ μόρια, καὶ μᾶλ‐ λον εἰ ἐτάκησαν ἀπὸ τῆς θερμασίας· ἔνθεν περιβλήμασι χρῆσθαι τοῖς προσισταμένοις. | |
28 | ιεʹ. Ὕπνος ἑδραῖος, ὀρθῷ νυσταγμός. — | |
29 | ||
30 | Θαυμαστὸς ὁ λόγος. οὐκ ἂν δὲ σαφηνισθείη, εἰ μὴ διά τινων παραδειγμάτων. πολλάκις ἀνόρεκτός ἐστιν, οὐκ | |
ἐπειδὴ βέβλαπται ἡ ὀρεκτικὴ, ἀλλ’ ἐπειδὴ οὐκ ἔστιν ὁ | 118 | |
2.119 | καιρὸς τῆς εἰωθυίας ὀρέξεως· ἔνθεν κελεύομεν αὐτοῖς, μεῖναι τὴν εἰωθυῖαν ὥραν, καὶ ἀφ’ ἑαυτῶν ὀρέγονται. τὰ αὐτὰ δὲ καὶ ἐπὶ τοῦ ὕπνου· πολλάκις γὰρ οὐχ ὅτι βέ‐ βλαπται, ἀλλ’ ὅτι οὐκ ἔστιν ὁ καιρός. εἰ οὖν θέλεις ποι‐ | |
5 | ῆσαι παρὰ καιρὸν ὕπνον, ὀρθονύσταγμον αὐτὸν ποίησον, οὐχ ὥς τινές φασιν, ἵνα ὀρθῶς καθεύδῃ, καὶ εὐθὺς ἐξα‐ νίσταται, ἀλλ’ ἵνα καθεζόμενος μύῃ τοὺς ὀφθαλμοὺς, καὶ ἀπαλλαχθῇ πάσης φροντίδος, ἵνα οὕτω συνεθίσῃ τὸν ἐγκέφαλον κάτω φέρεσθαι. καὶ τοῦτο δέον δύναται ἑδραῖον | |
10 | αὐτῷ χαρίσασθαι. | |
10 | ιϛʹ. Αἱ ἀσθενέες δίαιται ψυχραὶ, αἱ δὲ ἰσχυραὶ θερμαί. — | |
11 | Δεῖ μεμνῆσθαι τοῦ ἐν τῷ περὶ διαίτης ὀξέων· ἐκεῖ γὰρ διελέγετο Ἱπποκράτης ὅτι νοσήματα τὰ μὴ ἔχοντα βαρεῖαν ὀσμὴν, ὡς τὸν σῖτον ὥσπερ καὶ τὴν πτισάνην· | |
15 | ἰσχυρὰ δὲ λέγει τὰ δυσώδη, ὡς κρόμμυα, πράσα καὶ σκόροδα· τὰ οὖν ἰσχυρὰ ταῦτα καὶ θερμὰ, τὰ δὲ ἀσθενῆ ψυχρά· ἢ μᾶλλον ὅτι τὰ θερμὰ ταχὺ πέττονται, καὶ ἰσχὺν χαρίζεται τῇ δυνάμει, τὰ δὲ ψυχρὰ βραδέως, ὡς ἀσθενῆ. | |
19 | ||
20 | ιζʹ. Ὑδάτων ἀτεχνέων τὸ μὲν ἀπὸ τοῦ αἰθέρος ἀποκρι‐ θὲν ἢ βρονταῖον, ὡραῖον, τὸ δὲ λαιλαπῶδες κακόν. — | |
21 | Συγγενὴς οὗτος ὁ λόγος τῷ ἄνω, ἀλλ’ Ἱπποκράτης τάξιν διατηρεῖ, ἵνα μηδὲν παραλείψῃ. ἔδει γὰρ αὐτὸν τα‐ γῆναι, ἔνθα τὸ ὕδωρ ἀφεψηθέν. οὗτος δὲ ὁ λόγος | |
25 | ἑτέραν παραδίδωσι διαίρεσιν· τῶν γὰρ ὑδάτων τὰ μὲν ἄτεχνα, τὰ δὲ τεχνητά. καὶ ἄτεχνα λέγομεν τὰ οὕτως τι‐ κτόμενα καὶ πινόμενα, τεχνητὰ δὲ τὰ ἔχοντά τινα ποικι‐ λίαν, ὥσπερ πολλοὶ τοὺς ἀγωγοὺς μακροὺς καὶ λοξοὺς ποιοῦσιν, ἵνα περιστρεφόμενον τὸ ἰλυῶδες ἀπωθῆται τὸ | |
30 | ὕδωρ. φησὶν οὖν ὁ Ἱπποκράτης, ὅτι εἰ βούλει χρήσασθαι, ὑέτειον δεῖ σε λαβεῖν. οὐκοῦν φιλοσοφήσωμεν τὰ περὶ ὑετοῦ, βροντῆς καὶ ἀστραπῆς. καλῶς οὖν ὁ Ἱπποκράτης | |
οἴεται ἐν τῷ περὶ τόπων, ὑδάτων, ὅτι ἐξ ἑκάστου | 119 | |
2.120 | σώματος ἀναρπάζει τὸ λεπτομερὲς, καὶ τοῦτο φέρει ἄνω παρὰ τὸν ἀέρα, καὶ ἀπαντᾷ τοῖς νέφεσιν· ἐκεῖναι δεχό‐ μεναι στέγουσιν ἐν ἑαυταῖς, ἔνθεν παχυνόμενος ὁ ἀτμὸς ἀντικαταῤῥεῖ κάτω καὶ ποιεῖ τὸν ὑετόν. βαρυνόμεναι δὲ | |
5 | πάλιν αἱ νεφέλαι ἐκ τοῦ ὕδατος, συμπίπτουσιν ἀλλήλαις καὶ στενοχωροῦνται. καὶ τοῦ πνεύματος πειρωμένου δια‐ φορηθῆναι, κτύπος γίνεται, καὶ καλεῖται βροντή. ἐκεῖνο δὲ τὸ πνεῦμα ἐν τῷ μέσῳ τῶν νεφῶν παρατριβόμενον λαμπρότερον γίνεται καὶ ποιεῖ τὴν ἀστραπήν. εἶτα οὕτως | |
10 | ἔχει, τὸ θερινὸν ὕδωρ ἀγαθὸν, ἐπειδὴ ὁ ἥλιος κατὰ κο‐ ρυφὴν ἡμῶν ὢν, ὃ ἀναρπάζει, τοῦτο δύναται ἐκλεπτῦναι καὶ ἐκπέψαι. ὅθεν καὶ αἰθέριον αὐτὸ ποιεῖ, τουτέστι δι‐ αυγὲς, ὅθεν οὐδὲ βρέχει ἐν τῷ θέρει· φθάνει γὰρ προλε‐ πτυνθῆναι τὸ ὑγρὸν ἐν τῷ θέρει ἐκ τοῦ ἡλίου. τὸ δὲ ἐν | |
15 | χειμῶνι ὕδωρ κάκιστον, ἐπειδὴ οὐ πέττεται ἐκ τοῦ ἡλίου, ὅθεν λαιλαπῶδες αὐτὸ ἐκάλεσε. συστρέφεται γὰρ καὶ πή‐ γνυται ἐκ τῆς ψύξεως τὸ ὕδωρ. τὸ δὲ βρονταῖον μέσον· εἰ γὰρ ὅλως ἀνέρχεται εἰς τὰς νεφέλας, παχύνεται. εἰ δὲ παρατριβομένου τοῦ πνεύματος καὶ θερμαινομένου, λε‐ | |
20 | πτύνεται καὶ ἀγαθόν. πλὴν ὁ Ἱπποκράτης παραλα‐ βὼν αὐτὸ, λαιλαπῶδες εἶπεν αὐτὸ καὶ ὡραῖον τουτέστι ἀγαθόν. πᾶν γὰρ ἐν καιρῷ γινόμενον ἀγαθόν. | |
22 | ιηʹ. Ὕδωρ βορὸν καὶ ἀγρυπνίη βορόν. — | |
23 | Πάλιν περὶ ὕδατος ὁ λόγος. ἐπειδὴ γὰρ ἀγωνιστικὸς | |
25 | ὁ λόγος τοῦ ὕδατος, διὰ τοῦτο πολλάκις λέγομεν περὶ αὐτοῦ. τοῦτο οὖν βορὸν λέγει ὁ Ἱπποκράτης ὡς ἀδδηφά‐ γον· πλείονα γὰρ ποιεῖ ἐσθίειν, ὥσπερ καὶ ἡ ἀγρυπνία, ἀδδηφαγίαν χαρίζεται. ἀλλ’ ὁ λόγος φησί. ζήτει δὲ εἰ καὶ ἀληθὲς δύναται τὸ ὕδωρ ἐγεῖραι ὄρεξιν ἢ μή. οὐ γὰρ | |
30 | ἀεὶ, ἀλλ’ ὅτε ἡ ὄρεξις κάμνει ἀπὸ θερμῆς δυσκρασίας, τὸ ὕδωρ διδόμενον δύναται σβέσαι καὶ ῥῶσαι τὴν ὄρεξιν. ἄλλως τε δὲ ἡ ψυχρὰ γαστὴρ ὀρεχθῆναι μὲν ἀγαθὴ, ἐπειδὴ πιλοῖ καὶ συνάγει τὴν τροφὴν ἡ ψύξις. καὶ ἡ ἔν‐ | |
νοια παρέχουσα κεναγγείας ἐγείρει τὴν ὄρεξιν. ἀλλὰ | 120 | |
2.121 | μὴν καὶ ἡ ἀγρυπνία βορόν. τί πρᾶγμά ἐστιν ἡ ἀγρυπνία; πρῶτον μὲν ξηραίνει τὰ μόρια κατὰ συμβεβηκὸς καὶ ὑγραίνει καὶ γεννᾷ φλέγμα. τοῦτο οὖν γεννώμενον τὸ φλέγμα πάλιν ἔμφασιν παρέχει ὀρέξεως. ἄλλως τε δὲ ἡ | |
5 | ἀγρυπνία ἐπὶ τὰ ἔξω φέρει τὸ ἔμφυτον θερμὸν καὶ πολ‐ λὴν ποιεῖ διαφόρησιν· ἐντεῦθεν ἔφεσις γίνεται. ἔφεσις δὲ παρὰ φύσιν, ἐξ ἀγρυπνίας μετὰ πράξεων γινομένη. | |
7 | ιθʹ. Ἐνθέρμῳ φύσει, ἐν θερμῇ ὥρῃ κοίτη ἐμψύχει, κοίτη παχύνει, ἐν θερμῷ λεπτύνει. — | |
9 | ||
10 | Οὗτος ὁ λόγος μέρος τι τοῦ προειρημένου. ἔλεγε γὰρ ἐν θερμῇ φύσει ψύξις, ποτὸν ὕδωρ, ἐλλιννύειν. ἀλλ’ οὐ μόνον ταῦτα, ἀλλά τι καὶ κοίτη ψύχει· κοίτη δὲ, μὴ ἐν θερμῷ χωρίῳ, ἀλλ’ ἐν ψυχρῷ. καὶ αὕτη ἡ κοίτη μὴ ἔστω ἀπὸ ὕλης θερμῆς, ἀλλ’ ἀπὸ ψυχρᾶς, μὴ ἀπὸ ἐρίου· αὐτὸ | |
15 | γὰρ θερμαίνει· ἀλλ’ ἀπὸ λίνου· ψύχει γάρ· καὶ κοίτη μὴ ῥερυπωμένη· θερμαίνει γὰρ ὁ ῥύπος· ἀλλὰ καθαρά· καὶ ἐν ἄλλῳ δὲ, ἡ γὰρ θερμὴ κοίτη λεπτύνει τὰς σάρκας, ἡ δὲ ψυχρὰ παχύνει· οὐκ ἐᾷ γὰρ ἐκδιαφορηθῆναι τὸ θερμόν. | |
19 | ||
20 | κʹ. Ἄσκησις ὑγιείης ἀκορεσίη τροφῆς, ἀοκνίη πόνων. — | |
20 | Οὗτος ὁ λόγος θεραπευτικὸς καὶ προφυλακτικός. ἐν ὑγιεινοῖς γὰρ ὅροις τοῦ σώματος λέγεται καί φησιν, ὅτι θέλεις φυλάξαι τὴν ὑγίειαν, μὴ πολλὰ φάγῃς, μήπως βαρύνῃς τὴν ὄρεξιν. ἀλλ’ ὥσπερ τις εἴποι, ἤλ‐ | |
25 | γεις τῶν πόνων ἔτι δυνάμενος, οὕτω καὶ νῦν φυλάττεις τὴν ὑγίειαν, εἰ κωλύσεις τροφὴν τρέφεσθαι δυνάμενον. πρὸς δὲ τούτοις μὴ ὀκνήσῃς κινηθῆναι σύμμετρα γυμνά‐ σια, ἵνα διὰ τούτων ἐξάγῃς τὰ περιττώματα. θαυμαστὴ μὲν αὕτη ἡ ἐξήγησις. ὁ δὲ Γαληνὸς ἑτέρως ἐξηγεῖται τὸν | |
30 | λόγον τοῦτον, ὅτι ἴσως ἐπὶ τῶν ἐναντίων ἦλθεν Ἱππο‐ κράτης, καί φησιν, ὅτι θερμὴν γαστέρα ἐθεράπευσε, καὶ | |
ψυχρὰν οὐ θεραπεύει. καταβάλλει γὰρ αὕτη τὴν δύναμιν, | 121 | |
2.122 | ὡς δύσκρατος. οὔκουν θεραπεύσομεν δι’ ἀκορίην τροφῆς. φοβοῦμαι γὰρ, μὴ ἡ πολλὴ τροφὴ ἀπεπτηθεῖσα ἔτι αὐ‐ ξήσει τὴν τῆς ψύξεως. θέλω δὲ ἀόκνως αὐτὸν φέρε‐ σθαι εἰς τὰ γυμνάσια· ταῦτα γὰρ δύνανται θερμᾶναι. | |
4 | ||
5 | καʹ. Δίψης ἐπιπολαίου, ὕπνος ἄκος, τῷ δ’ ἐξ ὕπνου ἔγερσις. — | |
6 | Θεραπευτικὸς ὁ λόγος. περὶ δίψης οὖν διαλέγεται· γίνεται γὰρ αὕτη καὶ ἀπὸ θερμασίας καὶ ἀπὸ ξηρότητος, καὶ ἀπὸ ἁλμυρῶν σιτίων καὶ ἀπέπτων γινομένων ἐν τῇ | |
10 | γαστρί. ἀλλ’ αἱ μὲν ἀλλαχόθεν δίψεις κακοήθεις εἰσίν. εἰ οὖν δίψα ἐξ ἀπεψίας γένηται, ὕπνον ποίησον· ἐν γὰρ τῷ ὕπνῳ πεττομένης τῆς τροφῆς, παύεται ἡ δίψα. ἢ καὶ ἄλλως· ἴσως γὰρ ἀπὸ κόπου δριμύτερα γεγόνασι τὰ μό‐ ρια, καὶ ἐντεῦθεν δίψα· τότε ποίησον ὕπνον. τῆς γὰρ | |
15 | τροφῆς πεττομένης καὶ ἐξαιματουμένης, ἀνερχόμενον τὸ αἷμα παρ’ ἕκαστον τῶν μορίων πέττει καὶ κατακεράννυσιν αὐτὰ καὶ παύει τὴν δίψαν· λοιπὸν γὰρ τὸ ἐναντίον· τὴν ἐν ὕπνῳ δίψαν ἔγερσις παύει, πάλιν οὐ πᾶσα, ἀλλ’ εἴ ποτε γένηται ὕπνος ἐν τῇ θερμασίᾳ, ξηραίνει τὰ μό‐ | |
20 | ρια· ἐν γὰρ τῇ ἐγρηγόρσει ἀπαναχωρουμένης τῆς θερμα‐ σίας τοῦ πάθους, παύεται ἡ δίψα. ἢ καὶ ἄλλως· μακροῦ γεγονότος ὕπνου, πολλοὶ τεχθέντες ἀτμοὶ, καὶ δριμύτεροι γινόμενοι, δίψαν ποιοῦσι. τότε κέλευσον αὐτοὺς ἐξανα‐ στῆναι. ἐν γὰρ τῇ ἐγρηγόρσει φερόμενον ἔξω τὸ θερμὸν | |
25 | ἕλκει σὺν αὐτῷ τοὺς ἀτμοὺς καὶ παύει τὴν δίψαν. | |
25 | κβʹ. Ἐν οἷσι πλεῖστον τὸ θερμὸν, μεγαλοφωνότατοι· καὶ γὰρ ψυχρὸς ἀὴρ πλεῖστος. δύο δὲ μεγάλων μεγάλα καὶ τὰ ἔκγονα γίνεται. — | |
28 | Περὶ μεγαλοφωνίας θέλει διαλεχθῆναι. αὕτη δὲ οὐκ | |
30 | ἂν γένοιτο, εἰ μὴ εἴη καὶ δύναμις ἐῤῥωμένη, καὶ ὄργανα εὐρύτατα, καὶ περιουσία πνεύματος. καὶ εἴ τι τούτων ἀπείη, οὐ γίνεται μεγάλη· ἐπὶ γὰρ τῶν γυναικῶν οὐ γί‐ | |
νεται μεγάλη διὰ τὴν ἔνδειαν τοῦ πνεύματος. λέγει οὖν | 122 | |
2.123 | Ἱπποκράτης, ἐὰν πλεῖστον τὸ ἔμφυτον θερμὸν, μεγάλη ἡ φωνὴ γίνεται. εἰ γὰρ πολὺ τὸ ἔμφυτον θερμὸν καὶ ψυ‐ χρὸς ὁ ἀὴρ εἰσφέρεται καὶ πολὺς, εἰς περιουσίαν πνεύ‐ ματος δαπανᾶται. τὰ δὲ τῆς δυνάμεως οὐδὲν Ἱπποκρά‐ | |
5 | της ἠξίωσεν εἰπεῖν. εἰ γὰρ πολὺ τὸ ἔμφυτον θερμὸν, καὶ πλεονεξία πνεύματος, πάντως εὐθηνεῖ τὰ τῆς δυνάμεως. δύναμιν δὲ λέγω τὴν περισταλτικὴν τῶν μεσοπλευρίων μυῶν· τρία δέ εἰσιν ὄργανα τῆς φωνῆς, λάρυγξ, ἐπιγλωτ‐ τὶς καὶ φάρυγξ. | |
9 | ||
10 | κγʹ. Οἱ θερμοκοίλιοι ψυχρόσαρκοι καὶ λεπτοί. οὗτοι ἐπί‐ φλεβοι καὶ ὀξυθυμότεροι. — | |
11 | Τοῦτο δὴ προσλαμβάνων, ὅτι ἐστί τις λόγος λέγων, ὡς τὸ θερμὸν διττὸν, ἢ αὐτὴ ποιότης, ἢ τεθερμα‐ σμένον· καὶ τοῦτο ἢ κατὰ φύσιν ἔχει τὴν θερμασίαν ἢ | |
15 | παρὰ φύσιν· καὶ κατὰ φύσιν, ἢ σύμφυτον ἢ ἐπίκτητον. κατὰ φύσιν μὲν σύμφυτος θερμασία, ἡ καρδία, παρὰ φύ‐ σιν δὲ καὶ ἐπίῤῥυτον, αἱ σάρκες. καὶ αὐτοῦ δὲ τοῦ παρὰ φύσιν τὸ μὲν πλησίον, τὸ δὲ πόῤῥω, ὃ καὶ ὄντως ἐστὶ παρὰ φύσιν· πλησίον μὲν τὸ ἐν τῇ ἀκμαστικῇ, πόῤῥω δὲ | |
20 | τὸ ἐν πυρετῷ. τούτων οὕτως εἰρημένων, θερμασίαν παρὰ φύσιν ὑποτίθεται ἐν τῇ γαστρὶ, καὶ λέγει ὅτι εἴ ἐστι θερμὴ γαστὴρ, ἐπὶ τὸ κνισῶδες διαφθείρει τὰ σιτία· ἐν‐ τεῦθεν ἀνέρχεται ἡ τροφὴ παρὰ τὰς σάρκας τὰς ἐχούσας ἐπίῤῥυτον θερμασίαν, καὶ ἐκεῖναι εὑρίσκουσαι αὐτὸ διε‐ | |
25 | φθαρμένον, ὡς ἀλλότριον ἀποσείονται, καὶ ἐντεῦθεν ἰσχναίνονται. ἐπεὶ οὖν ἰσχναίνονται αἱ σάρκες, αἱ φλέβες διαλάμπουσιν, ἢ ὅτι τὸ αἷμα, μὴ δαπανηθὲν εἰς τροφὴν τῶν μορίων, ὡς πολὺ ὀγκοῖ τὰς φλέβας· ἔνθεν καὶ ὀξύ‐ θυμοί εἰσιν· εἰ γὰρ θερμὴ ἡ γαστὴρ, ἐκπεπύρωται ὁ στό‐ | |
30 | μαχος· μεταλαμβάνουσα ἡ ἀορτὴ μεταδίδωσι τῇ καρ‐ δίᾳ τῆς χολῆς, καὶ ἐντεῦθεν ὀξύθυμοί εἰσιν. | |
31 | κδʹ. Αὐχμὸς ἐπὶ γῆς οἰωνῶν γένος εὐθηνεῖ. — | |
32 | ||
Ὀφείλομεν τὸ πιθανὸν τοῦ λόγου τούτου ἐξηγητικῶς | 123 | |
2.124 | εἰπεῖν. τινὲς γάρ φασιν ὅτι ποτὲ γίνεται αὐχμὸς, καὶ τὰ ὄρνεα ἔρχονται ὡς ὑγροτέραν τὴν γῆν. καταγελάστως δὲ ἐνταῦθα ὁ Ἱπποκράτης ἐχρήσατο, ὅτι περὶ σωμάτων δια‐ λεγόμενος περὶ οἰωνιστικῆς ἐμνημόνευσεν. ἄλλοι δέ φασιν | |
5 | ὅτι γίνεται αὐχμὸς ἐκ τοῦ μὴ ἐπομβρίαν πολλὴν γενέσθαι. ἐπὶ τούτῳ πολλὰ σώματα θνήσκουσι, καὶ ἔρχονται οἰω‐ νοὶ φαγεῖν αὐτὰ παρὰ τὴν γῆν. τὸ δὲ ἀληθές φησιν ὁ Γαληνὸς, ὅτι τινὰ ὁμοιότητα ἐνταῦθα παραδίδωσι, καί φησιν, ὥσπερ τὰ ξηρότερα τῶν ὀρνέων [ὡς ὁμοιότητα | |
10 | ἐνταῦθα παραδίδωσιν], οὕτω καὶ ἡ μὲν φυλακὴ διὰ τοῦ ὁμοίου, ἡ δὲ ἀναίρεσις διὰ τῶν ἐναντίων γίνεται. | |
11 | κεʹ. Τράγος ὁκότερος ἂν φανῇ ἔξω, ὄρχις δεξιὸς, ἄῤῥεν· εὐώνυμος, θῆλυ. — | |
13 | Περὶ τράγου θέλει διαλεχθῆναι. εἴρηται δὲ ὡς ἔστι | |
15 | πάθος περὶ τὴν φωνὴν, ὅταν μεγάλη γίνηται καὶ βραγ‐ χώδης, ἀλλὰ μεγάλη μὲν ἀπὸ θερμασίας, βραγχώδης δὲ ἀπὸ ὑγρότητος· ἔνθεν τοῖς μειρακίοις γίνεται, μάλιστα δὲ διὰ τὴν πλεονεξίαν τοῦ σπέρματος, μηκέτι δαπανω‐ μένου εἰς αὔξησιν. τοῦτον δὲ τὸν λόγον δεῖ ὑπερβατῶς | |
20 | ἀναγνῶναι, ὅτι ὅταν τράγος γένηται, ὁ μὲν δεξιὸς ὄρχις ἀῤῥενοτόκος, ὁ δὲ ἕτερος θηλυτόκος. ζήτησον οὖν, ποῖος φαίνεται ἔξω τουτέστι ποῖος ἐξογκοῦται. εἰ γὰρ ὀγκωθῇ ὁ δεξιὸς ὄρχις, ὥσπερ ἐπὶ γυναικῶν ὁ δεξιὸς μαζὸς, δηλονότι ὅπου πλεονεξία τοῦ σπέρματος, τοῦ δὲ αἵ‐ | |
25 | ματος, ὅταν τέξωσιν, ἄῤῥεν, εἰ δὲ τὸ ἐναντίον, θῆλυ, ἐπειδὴ τὰ μὲν ἄῤῥενα ἐν τοῖς δεξιοῖς, τὰ δὲ θήλεα ἐν τοῖς ἀριστεροῖς, διὰ τὸν ἀνατομικὸν λόγον, τὸν ἄνω εἰ‐ ρημένον. | |
28 | κϛʹ. Ὀφθαλμοὶ ὡς ἂν ἰσχύος ἔχωσιν, οὕτω καὶ γυῖα, καὶ | |
30 | χροιὴ ἐπὶ τὸ κάκιον ἢ ἄμεινον ἐπιδιδοῖ. δίκαιον δὲ ὡς ἂν ἔχῃ ἡ τροφὴ, οὕτω καὶ τὸ ἔξω ἕπεσθαι. — | |
31 | Ὁ λόγος διαγνωστικὸς καὶ φυσιογνωμοσύνῃ ἁρμόζων. | |
δεῖ δὲ καὶ τοῦτον ἐν ὑπερβατῷ λαβεῖν, ὅτι ὀφθαλμοὶ ὡς | 124 | |
2.125 | ἂν ἰσχύος ἔχωσι, [καὶ χροῒ αὐτῷ καὶ * γύει] ὅτι διά‐ θεσιν τοῦ παντὸς σώματος δύναταί σοι δηλῶσαι ἡ χροιά. καὶ ὁρῶμεν τὸ πελιδνούμενον πρόσωπον λειποθυμίαν, ὥσπερ καὶ τὸ ἐρυθρὸν ὑγείαν. ὥσπερ δὲ ἡ χροιὰ τοῦ | |
5 | προσώπου, οὕτω καὶ οἱ ὀφθαλμοὶ δηλοῦσιν. ἔνθεν καὶ ἦθος ψυχῆς ἐκ τῶν ὀφθαλμῶν διαγινώσκεται, ἐπειδὴ ἐν τῷ ἐγκεφάλῳ οὖσα ἡ ψυχὴ, ὥσπερ διά τινων θυρίδων τοῖς ὀφθαλμοῖς ὁμιλεῖ. ἐντεῦθεν οἱ μὲν ἀεικίνητοι προ‐ πετοῦς ψυχῆς σημεῖον, οἱ δὲ καταφερόμενοι ἐπιεικοῦς. | |
10 | καὶ ἡμεῖς δὲ τὴν τοῦ σώματος διάθεσιν ἐξ αὐτῶν διαγι‐ νώσκομεν. τὰ γὰρ πνεύματα καὶ τὰ ὑγρὰ ἀνατρέχει μὲν εἰς πᾶν τὸ σῶμα, ἀναφαίνεται δὲ ὡς εἰς ἀραιὸν, τὸν ὀφθαλμόν· ἐντεῦθεν ἐπὶ τῶν ἰκτερϊώντων αὐτοὶ ὠχροὶ ἀποφαίνονται. δίκαιον δὲ ὡς ἂν ἔχῃ τὴν τροφὴν, | |
15 | οὕτω καὶ ἔξω ἕπεσθαι· τινὲς γράφουσι τροφὴν, ὅτι οἵᾳ τροφῇ χρᾶται τὸ σῶμα, τοιοῦτον εὑρίσκεται καὶ τὸ χρῶμα τῶν ὀφθαλμῶν· τὸ δὲ ἀληθὲς, τροπή. ὡς γὰρ τρέπεται ἡ διάθεσις τοῦ σώματος, οὕτω καὶ οἱ ὀφθαλ‐ μοὶ ἔξω φαίνονται. | |
19 | ||
20 | κζʹ. Σημεῖα θανατώδεα, ἀνὰ ῥινὸν θερμότερος ὁ ἀτμός. — | |
20 | Ὅτι γέγονε τὸ νόσημα, ἀλλ’ ἐγγὺς ὁ θάνατος. ἔδοξε γὰρ τούτῳ τῇ ἄνω περιόδῳ καὶ τῇ ἀνεπιτηδειότητι τοῦ σώματος. μέλλει οὖν ἐκδιαφορηθῆναι ἡ θερμασία πρῶτον συγγενῆ ἀέρα, ἵνα ἀποδοθῇ τοῖς συστοίχοις τὰ ὀφει‐ | |
25 | λόμενα. οὐκοῦν ἐξατμιζομένης καὶ διαφορουμένης διὰ τῶν ἔξω τῆς θερμασίας, θερμὸς ὁ ἀτμὸς ἀνὰ ῥινὸν τουτέστι τὸ δέρμα, ἡ δὲ εἰσπνοὴ διὰ ῥινὸς κατέψυκται· κατα‐ λέλυται γὰρ τὰ τῆς χρείας, καὶ οὐκέτι ἐπείγει, ἢ καὶ ὅτι ἡ θερμασία οὐκ ἔστιν εἰς τὸν κατὰ φύσιν τόπον, ἀλλ’ | |
30 | ἐτράπη ἔξω περὶ τὸ δέρμα. οὐ γὰρ εἴθισται ἡ ῥὶς τὴν περὶ τὸ δέρμα θερμὴν εἰσάγειν θερμασίαν. ἄρτι μὲν οὖν ψυχρὸς ἀὴρ ἐκφέρεται διὰ τῆς ῥινός· ὥσπερ γὰρ ἀπὸ ἀνθράκων σβεννυμένων λιγνὺς ἀναφέρεται, οὕτω καὶ τῆς | |
θερμασίας σβεννυμένης, αἰθαλώδης ἀτμὸς ἀναφέρεται. | 125 | |
2.126 | κηʹ. Πρὸς τὴν ὑγείην πόνοι σιτίων ἡγείσθωσαν. — | |
1 | Ἴσως τις τῶν καθημένων ἐστέναξε, καὶ συνέπαθε τῷ κάμνοντι, θανάσιμον ἀκούσας σημεῖον, ἔνθα Ἱπποκράτης ὑγείαν διαλέγεται. τινὲς δὲ τὸ πρὸς ὑγίειαν τῷ ἄνω | |
5 | συντάττουσιν, τὸ δὲ ἀληθὲς, κάτω, ὅτι τῶν τροφῶν προ‐ ηγήσασθαι δεῖ τὰ γυμνάσια, ἵνα ἐκφέρωνται τὰ λιγνυώδη περιττώματα· ῥώννυται ἡ δύναμις· εὐρύνονται τὰ ἀγγεῖα. λοιπὸν τὸ εἶδος τοῦ γυμνασίου εὑρίσκεται ἐκ τοῦ προ‐ ηγησαμένου βίου. ἐπὶ νοσούντων δὲ οὐκ ἔλεγε γυμνάσια, | |
10 | ὁ διὰ ταῦτα πολλὰ λοιδωρήσας Ἡρόδικον. | |
10 | ||
11t | ΑΡΧΗ ΤΟΥ ΠΕΜΠΤΟΥ ΤΜΗΜΑΤΟΣ. | |
11t | ||
12 | — — — | |
12 | αʹ. Φύσιες νούσων ἰητροί. — | |
13 | Πεπληρωμένου τετάρτου τμήματος, νῦν ἐπὶ τοῦ πέμ‐ | |
15 | πτου ἐρχώμεθα. καὶ ἔξεστι πάλιν τῷ λίχνῳ θεωρημάτων κορεσθῆναι παντοδαπῶν. εὐθὺς γὰρ ἐκ προοιμίων βούλε‐ ται ἐγκωμιάσαι τὴν φύσιν, καί φησιν, εἰ καὶ λέγομεν ὅτι ἡ ἰατρικὴ ὑγείαν χαρίζεται, οὐ δι’ ἑαυτῆς, ἀλλ’ ἡ φύσις ἐστὶν ἡ πάντα ποιοῦσα, ἡ φροντίζουσα τῶν σωμάτων· | |
20 | ἔνθεν καὶ φύσις μὲν χωρὶς τῆς ἰατρικῆς τι ἐργάζεται, ἐπεὶ ὁρῶμεν ὅτι ἡ φύσις ποτὲ ἀναστομώσασα ἀγγεῖον, καὶ κενώσασα αἷμα πολὺ, ἀπήλλαξε τὴν νόσον. ἡ δὲ ἰα‐ τρικὴ χωρὶς τῆς φύσεως οὐδὲν δρᾷ. καὶ γὰρ ἐν νεκρῷ σώματι εἰ προσενέγκωμεν βοηθήματα, οὐδὲν ὠφελοῦμεν· | |
25 | οὐ γὰρ πάρεστιν ἡ διοικοῦσα φύσις, ἢ αἱ ταύτης δυνά‐ μεις. οὐκοῦν μέγα τῆς φύσεως, καὶ τὸ ἀφ’ ἑαυτῆς, καὶ | |
σὺν τῇ τέχνῃ ἀπαλλάττει ἡμᾶς τῶν νοσημάτων. | 126 | |
2.127 | Ἀλλ’ ἓν μόνον ἀποροῦμεν, διατί μὴ ἑνικῶς εἶπεν ὁ Ἱπποκράτης, ἡ φύσις ἰατρός ἐστι τῶν νοσημάτων. καί τι‐ νες μέν φασιν, ὅτι ἐπειδὴ πλείονά ἐστι ζῶα, καθ’ ἕκα‐ στον δὲ τῶν ζώων ἐστὶ φύσις, ἥτις οὐ μόνον τῶν λογι‐ | |
5 | κῶν ζώων, ἀλλὰ καὶ τῶν ἀλόγων ἐστὶν ἰατρὸς, διὰ τοῦτο καθολικῶς εἶπε τὸν λόγον. κακῶς δὲ τοῦτο· οὐκ ἂν γὰρ Ἱπποκράτης ἐάσας τὰ λογικὰ ζῶα, τῶν ἀλόγων ἐφρόντι‐ ζεν. ἀλλὰ τὸ τῆς φύσεως ὄνομα πολλὰ σημαίνει παρὰ Ἱπποκράτει. καὶ γὰρ αἱ κράσεις τῶν φύσεων, αἱ μὲν | |
10 | πρὸς θέρος. αἱ δὲ πρὸς χειμῶνα, εὖ καὶ κακῶς πεφύκασι. φύσιν δὲ οἶδε καὶ τὴν κατασκευὴν, ὡς ὅταν λέγῃ· ἔθνη‐ σκον δὲ καὶ ὅσοι φύσιν ἦσαν στενοθώρακες. οἶδε καὶ φύσιν καὶ τὴν διοικοῦσαν τὰ σώματα, ὡς ὅταν λέγῃ, φύ‐ σιες ζώων ἀδίστακτοι, περὶ ἧς καὶ νῦν διαλέγεται. | |
15 | ἄλλη φύσις ἐν ἐγκεφάλῳ καὶ ἄλλη ἐν καρδίᾳ, καὶ ἄλλη ἐν ἥπατι, διὰ τοῦτο πληθυντικῶς εἶπε, φύσιες. ἄλλη γὰρ ἑκάστου ἡ φύσις, ποῦ μὲν γὰρ ψυχικὴ, ποῦ δὲ ζω‐ τικὴ, ποῦ δὲ φυσική. καὶ ὅτι ἐν ἑκάστῳ διάφοροι δυνά‐ μεις, ἐν ἐγκεφάλῳ αἰσθητικαὶ καὶ κινητικαὶ καὶ ἡγεμονι‐ | |
20 | καὶ, ἐν καρδίᾳ, αὐτῆς τῆς ζωτικῆς, ἐν ἥπατι ἑλκτικὴ, καθεκτικὴ, ἀλλοιωτικὴ καὶ ἀποκριτική. καὶ ὅτι ἐν ταύ‐ ταις αἱ μὲν τιμιώτεραι, αἱ δὲ ἀτιμότεραι· ἐν ψυχικαῖς μὲν τίμιαι ἡγεμονικαὶ, ἐν φυσικῇ δὲ ἡ ἀλλοιωτική. αὗται οὖν εἰσιν αἱ διοικοῦσαι τὸ ἡμέτερον σῶμα. καὶ ἐπειδὴ | |
25 | πλείονές εἰσι, διὰ τοῦτο πληθυντικῶς Ἱπποκράτης εἶπε τὸ φύσιες. ἴσως καὶ ἐνταῦθα φύσιν λέγει τὴν τοιάνδε κατασκευὴν, καὶ ἐπειδὴ ἐν ἑκάστῳ μορίῳ ἴδια ἔχουσι πολλὰ, διὰ τοῦτο πληθυντικῶς· ἐν ἐγκεφάλῳ γὰρ κατα‐ σκευὴ, ὃς ἔχει κοιλίας τρεῖς· ἡ καρδία κωνοειδὴς, τὸ | |
30 | ἧπαρ, ὅπερ ἔχει σιμὰ καὶ κυρτά. τοῦτο μὲν οὖν καλῶς ἐπιλέλυται. ἀλλὰ πέλαγος ἡμᾶς διαδέχεται θεωρίας· ἐξ ὧν γὰρ ἐγκωμιάζομεν τὴν φύσιν, ἐκ τούτου λοιδο‐ ροῦμεν τὴν τέχνην. εἰ γὰρ φύσις ἐστὶν ἡ καταλύουσα τὰ παρὰ φύσιν καὶ ὑγείαν ποιοῦσα, τί χρεία τῆς ἰατρικῆς; | |
35 | τάχα μάτην ἐπινενόηται; καί φαμεν ὅτι φύσις μὲν ποιεῖ, | 127 |
2.128 | τέχνη δὲ ὑπηρετεῖ, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων. ὁ γὰρ ἰα‐ τρὸς ὑγείαν ποιεῖ, οὐχὶ δὲ ἄνθρωπος ἢ ζῶον, ἐπειδὴ ἔδει πάντα ἄνθρωπον, πᾶν ζῶον ὑγιάζειν. καὶ αὐτὴ δὲ ἡ ἰατρικὴ οὐ δήπου προστιθεμένη ποιεῖ τὴν ὑγίειαν, ἀλλὰ | |
5 | διὰ τῶν βοηθημάτων· ἔνθεν καὶ χειρουργεῖ ὁ ἰατρὸς, οὐχ ἰατρικῶς, ἀλλ’ ὑπὸ προθυμίας καὶ τοῦ χειρουργικοῦ ἁπτόμενος. καί τις γὰρ Φίλιππος μέγας στρατηγὸς ὅπλα βαστάζων ὑπὸ προθυμίας τὰ στρατιωτικὰ ἐποίει. εἰ οὖν ἰατρὸς μεταχειρίζεται τοῦτο τὸ χειρουργικὸν, χρήζει πλει‐ | |
10 | όνων ὑπηρετούντων, χαλκέως, ἀκονητοῦ· εἰ δὲ καὶ βοτα‐ νῶν χρήζοιτο, καὶ ῥιζοτόμου· πάλιν κέχρηται ὁ ἰατρὸς ἐπιδέσμου· χρήζει πάντως καὶ ὑφάντου ὑπηρετοῦντος. ὃ οὖν ἐστιν ὑφαντικὴ πρὸς τὴν τέχνην τὴν ἰατρικὴν, τοῦτο ἰατρικὴ πρὸς τὴν φύσιν. ὑπηρετεῖ γὰρ μόνον. καί ποτε | |
15 | μὲν τῇ φύσει ἐᾷ τὸ πᾶν, ποτὲ δὲ συνεπιβοηθεῖ. ποιεῖ δὲ ταῦτα ἡ φύσις, οὐ δήπου * ἀπολογίαν· λόγον γὰρ οὐκ ἔχει ἡ φύσις· οὐδὲ ἐκ διανοίας τι ποιεῖ, οὐδὲ ἀπὸ προτάσεων ἐπὶ συμπέρασμα τὴν ὁδὸν ἀνύει. λόγος μέν‐ τοι ὑπηρετεῖ τὸ τοῦ δημιουργοῦ, ὄργανον δὲ τοῦ δημιουρ‐ | |
20 | γοῦ καὶ τῆς ἐπιστήμης ἡ φύσις. καὶ ὥσπερ ὁρῶμεν ἐπὶ τῶν ὡρολογιῶν ὅτι ἀνερχόμενον ἢ κατερχόμενον τὸ ὕδωρ διαφό‐ ρους ὥρας δεικνύει, καὶ τὸ μὲν ὕδωρ οὐκ ἔστι λογικὸν, τῷ δὲ λόγῳ τοῦ μηχανικοῦ ὑπηρετεῖ, καὶ ὅ τι ἰατρικὴ πρὸς τὴν φύσιν, τοῦτο [δὲ] καὶ ἡ φύσις πρὸς τὴν ἐπιστήμην. καὶ | |
25 | ὥσπερ ἡ φύσις τῆς τέχνης τιμιωτέρα, οὕτως καὶ ἡ ἐπι‐ στήμη τῆς φύσεως. τὰ γὰρ φυσικὰ τρέπεται. εἰ γάρ τις ἐκ φύσεως καὶ τῆς ἐπιστήμης εἴη σώφρων, δύναται ἐξ ἀσελγῶν λόγων μεταπαιδευθῆναι· εἰ δὲ ἐξ ἐπιστημονικῶν λόγων τις ἐκτήσατο τὴν σωφροσύνην, αὕτη ἀμετάβλητός | |
30 | ἐστιν. οὐκοῦν ἐπειδὴ τὸ ἀξίωμα καὶ τῆς τέχνης καὶ τῆς φύσεως καὶ τῆς ἐπιστήμης εἴρηται, μάθωμεν πῶς ἐγκω‐ μιάζεται ἡ φύσις, ἵνα διὰ τοῦ ἐγκωμίου μεταβληθῇ Ἀσκληπιάδης ὁ νομίζων αὐτὴν ἄτεχνον. ἤρκει μὲν οὖν τοῦτο τὸ ἐγκώμιον τῇ φύσει, ὅτι ἰατρός ἐστι τῶν νοσημάτων, | |
35 | ποῦ μὲν ἄντικρυς, ποῦ δὲ συνεπικουρούσης τῆς τέχνης. | 128 |
2.129 | Λέγει δὲ καὶ ἄλλο Ἱπποκράτης ὅτι καὶ ἐφόδους ἑαυτῇ εὑρίσκει ἐπὶ νοσούντων καὶ ὑγιαινόντων. ἐφόδους δὲ καλεῖ τὰς ἐνεργείας, τὰς ἐκκρίσεις, καὶ πᾶν τὸ ἐν τῷ σώματι γινόμενον, ἃ ποιεῖ ἡ φύσις, οὐκ ἐκ διανοίας, ἀλλ’ | |
5 | ἑκοῦσα καὶ οὐ μαθοῦσα. καὶ ὅτι οὕτως ἔχει, ἀναγνώσω‐ μεν τὴν διαγνωστικὴν Γαληνοῦ. ἐκεῖ γὰρ ὁ Γαληνὸς ἔλαβε κύουσαν αἶγα, ἵνα ἀνατεμὼν τὰ περὶ τὴν μήτραν τὰ περὶ τὴν σύλληψιν ἴδοι. ἀλλὰ ἡ ἀσχολία τῶν πραγμάτων ἐνεπόδισε καὶ ἐτέχθη ὁ ἔριφος. ἐντεῦθεν ἦν ἰδεῖν θαυ‐ | |
10 | μαστά. ἐκ τούτου ὑγρότης ἐπλεόνασε τῷ ἐρίφῳ· ταῦτα ἀφ’ ἑαυτοῦ ἐξετίναξε. τίς ὁ παιδεύσας ὅτι οἱ ῥαχῖται μύες διὰ κίνησιν γεγόνασι; πάλιν δὲ ἄλλο· λαβὼν ὁ Γα‐ ληνὸς τὸν ἔριφον, ἀπεχώρισε τῆς μητρὸς καὶ προσήνεγκε διαφόρους τροφὰς ἐξ ἀκροδρύων, ἀπὸ μέλιτος, ἀπὸ γά‐ | |
15 | λακτος, καὶ ἐλθὼν ὁ ἔριφος ὀσφρήσατο. τίς πάλιν ὁ παι‐ δεύσας ὅτι ῥῖνες διὰ τὸ ὀσφραίνεσθαι γεγόνασι; καὶ πάντα μὲν ἀπεσείσατο, ἀσμένως δὲ προσῆλθε τῷ γά‐ λακτι, καὶ ἐκ τούτου ἐτράφη καὶ ἐμασήσατο τῷ στόματι. τίς πάλιν ὁ παιδεύσας γάλακτι αὐτὸν τρέφεσθαι, καὶ ὅτι | |
20 | οἱ ὀδόντες διὰ μάσησιν γεγόνασι, πρότερον αὐτοῦ τρε‐ φομένου διὰ τοῦ ὀμφαλοῦ; ἐντεῦθεν ἰδεῖν θαυμαστά. τῶν γὰρ ὀδόντων οἱ μὲν ἔτεμον, οἱ δὲ ἔθλων, οἱ δὲ ἐλέαινον· μὴ μετὰ ὀδόντων ἐτέχθη. πάλιν ἡ γλῶσσα δεξιὰ καὶ ἀριστερὰ περιῆγε διὰ τὴν μάσησιν, ἐπὶ τὰ ὀπίσω διὰ | |
25 | τὴν κατάποσιν, ἐπὶ τὰ ἔμπροσθεν διὰ τὴν φωνήν. τίς ὁ ταῦτα πάντα διδάξας; ἤρξατο δὲ τῷ ὄνυχι κνᾶσθαι· καὶ τίς ὁ διδάξας ὅτι ὄνυξ διὰ τὸ κνᾶσθαι, ὥστε θαυμάσαι τὸν Γαληνὸν καὶ εἰπεῖν, ὄντως φύσιες ζώων ἀδί‐ δακτοι. εἰ οὖν ἀδίδακτος ἡ φύσις, πῶς εὐπαίδευτος; | |
30 | καὶ λέγομεν ὅτι ἀδίδακτος μὲν ἐξ ἄλλου, εὐπαίδευτος δὲ ἐξ ἑαυτῆς. ὃ καὶ πέπονθε Θεμιστοκλῆς, μηδὲν οἴκο‐ θεν προσμαθὼν, λογικὸς ἦν ὁ ἀνὴρ, οἴκοθεν παιδευθείς. ἀπαίδευτος ἡ φύσις· ἑκοῦσα γὰρ καὶ μὴ μαθοῦσα τὰ δέοντα ποιεῖ, ὡς ἐμαρτύρησε τὰ περὶ τὸν ἔριφον. οὐ γὰρ | |
35 | Γαληνῷ μόνα, ἀλλὰ καὶ Ἱπποκράτει ἐγνωσμένα. τοῦτο | |
γὰρ ἐνδεικνύμενος λέγει, καὶ ἡ γλῶσσα δὲ ὑπουρ‐ | 129 | |
2.130 | γέει, καὶ τἄλλα τοιαῦτα. λέγει δὲ καὶ ἄλλο τεκμήριον, ὃ συμβέβηκε τῷ ἐρίφῳ, καὶ ἡμῖν μὲν τὸ σκαρδαμύττειν. καὶ γὰρ ὁ ἔριφος, ἐρχομένου τινὸς λυπηροῦ κατὰ τὸν ὀφθαλμὸν, ἔμυσε τὰ βλέφαρα. καὶ τίς ὁ παιδεύσας ὅτι | |
5 | τὰ βλέφαρα γέγονε πρὸς τὸ φυλάξαι τὸ κρυσταλλοειδές; καὶ ἡμῖν δὲ τοῦτο συμβαίνει. πολλάκις γὰρ θέλομεν ἰδεῖν τὸν κῶνον, καὶ διὰ τὴν ἀνάγκην ἀσκαρδαμυκτοῦμεν ἀτενίζοντες πρὸς τὸν αἰθέρα. ἀλλὰ καὶ ἡ ἄμετρος· δια‐ κρινόμενον γὰρ τὸ κρυσταλλοειδὲς ἐκ τοῦ ἡλίου πάσχει, | |
10 | καὶ εὐθὺς μύομεν τὰ βλέφαρα, θέλοντες αὐτὸν φυλάξαι ὀφθαλμόν. τίς οὖν ὁ παιδεύσας ταῦτα; ὥστε διὰ πάντων τὸ ἀξίωμα τῆς φύσεως ἀποδέδεικται, καὶ ἐλήλεκται Ἀσκληπιάδης. | |
13 | βʹ. Δάκρυα, ῥινῶν ὑγρότης, πταρμὸς, οὐάτων ῥύπος, στό‐ | |
15 | ματος σιέλου ἀναγωγὴ, πνεύματος εἴσοδος, ἔξοδος, χάσμη, βὴξ, λὺγξ, οὐ τοῦ αὐτοῦ τρόπου. οὖρα, ἄφοδος φύσης. τούτων καὶ τῆς ἑτέρης τροφῆς. ταύτην καὶ κατὰ τὸ ἄλλο σῶμα, ἱδρῶτες, κνησμοὶ, κορδινισμοί. | |
18 | Τινὲς τοῦτον τὸν λόγον τοῦ ἄνω χωρίζουσι καί φα‐ | |
20 | σιν ὅτι ἐπλήρωσεν Ἱπποκράτης ἐπαινῶν τὴν φύσιν· λοι‐ πὸν ἔρχεται ἐπὶ διάγνωσιν. ἀλλ’ ἐπειδὴ ἡ διάγνωσις ἀπὸ τῶν συμπτωμάτων, τὰ δὲ συμπτώματα τριττὰ, ἐν βλά‐ βαις ἐνεργειῶν, ἐν διαθέσει, ἐν ἐκκρινομένοις, περὶ πάν‐ των διαλέγεται καί φησιν, ὅτι τὰ δάκρυα ζήτει, τοὺς | |
25 | πταρμοὺς, τοὺς βῆχας. δύνανταί σοι γὰρ ἐνδείξα‐ σθαι σημείωσιν. καλὴ μὲν οὖν ἐστιν ἡ ἐξήγησις. ὁ δὲ Γα‐ ληνὸς οὐ τέμνει τοὺς λόγους, ἀλλ’ ἔτι ὑμνεῖ τὴν φύσιν, καὶ δεικνύει πῶς αὕτη ἐν πᾶσι προνοεῖται τοῦ σώματος, ἢ τῶν ψυχικῶν μορίων. καί ποτε φρενιτικὴν διάθεσιν | |
30 | διὰ δακρύων ἐκένωσεν ἢ διὰ μυξῶν ἢ διὰ ῥύπου. ἔνθεν ἔχομεν ἀκοῦσαι ὅτι ἐπὶ τῶν ἀνθρώπων ὁ κατὰ τὰ ὦτα ῥύπος ὁ μὲν γλυκὺς θανάσιμος, ὁ δὲ πικρὸς οὔ, ὥσπερ καὶ τὸ περὶ τὸ στόμα σίελον. τοῦτο δὲ διττῶς ἐστιν ἐξη‐ γήσασθαι. ἢ γὰρ αὐτὸ τὸ σίελον τὸ περὶ τὸ στόμα ἢ | |
35 | τὸ ἀλλαχοῦ γινόμενον, κενούμενον δὲ διὰ τοῦ στόματος. | 130 |
2.131 | ὁμοίως καὶ ὁ πταρμὸς ἐλευθεροῖ τὰ ψυχικά. ὑγροῦ γὰρ καὶ πνεύματος ὄντος ἐν ταῖς κοιλίαις τοῦ ἐγκεφάλου, ἐπαναστᾶσα ἡ ἀποκριτικὴ ἐδίωξε καὶ ἠλευθέρωσε τὸν ἐγκέφαλον, τί λέγω ἐγκέφαλον, ὅπου γε καὶ χωρίον | |
5 | ἀπὸ πταρμοῦ κατηνέχθη. ταῦτα μὲν οὖν τὰ ψυχικά. δέ‐ δωκε δὲ καὶ ἀναπνοὴν ἡ φύσις, τὰ ζωτικὰ φυλάττουσα. καὶ βῆχες. ποτὲ γὰρ αὐτὴ ἡ κίνησις, ὑγρότητος οὔσης ἐν τῷ θώρακι, ἐκένωσεν· ἀλλ’ οὐδὲ τῶν μέσων ἠμέλησεν ἡ φύσις, ἀλλὰ διὰ χάσμης τὸ ἐν τοῖς σιαγονίταις μυσὶ | |
10 | πνεῦμα κενοῖ. ἆρα δὲ κατεφρόνησε τῶν φυσικῶν; οὐδα‐ μῶς. λύγγα γὰρ ἐποίησε, κενοῦσα τὰ ἐν τῷ στομάχῳ ἐπι‐ καθήμενα λυπηρά. ταῦτα δὲ παντάπασιν οὐκ εἰσὶ τοῦ αὐτοῦ τρόπου· τὸ μὲν γὰρ ζωτικὸν, τὸ δὲ φυσικόν. ὁ δὲ Γαληνὸς εἶπεν, ὅτι μὴ, ἐπειδὴ ἐπῄνεσα βῆχας ἢ πταρ‐ | |
15 | μοὺς, ἤδη νομίσῃς ταῦτα πάντα ἀγαθὰ εἶναι· ἀλλ’ εἰ μὲν ἐκ προνοίας φύσεως, ἀγαθὸν, εἰ δὲ ἀπὸ κακοηθείας νοσήματος, κακόν. ἀλλὰ καὶ τὰ ἀπὸ νοσήματος γινόμενα ἀπὸ φύσεως μὲν γίνονται, βιαζομένης δέ. ἔνθεν Ἱππο‐ κράτης μερικῇ ἐχρήσατο φωνῇ, εἰπὼν παντάπασιν. εἰ | |
20 | μὲν γὰρ ὅλως ἐκ φύσεως γίνονται, ἦσαν φυσικά· εἰ δὲ ἀπὸ φύσεως βιαζομένης, παρὰ φύσιν. λοιπὸν δὲ μετὰ ταῦτα ὁ Ἱπποκράτης ἔρχεται ἐπὶ τὰ μεγάλα μὲν, κα‐ ταφρονούμενα δὲ διὰ τὸ καθ’ ἑκάστην γίνεσθαι, λέγω δὴ τὰ περὶ τροφῆς. ἡ γὰρ φύσις ἰδοῦσα ὡς εἰσροὴ καὶ | |
25 | ἀποῤῥοή ἐστιν ὁ ἄνθρωπος, διὰ τροφὴν ἐπείσακτον, αὐτῷ δέδωκεν ἀθανασίαν. ἀλλ’ ἡ τροφὴ ἑαυτῇ πέψιν οὐκ ἠδύνατο. οὐκοῦν δέδωκε τὴν γαστέρα πέττουσαν. ἐπειδὴ δὲ στερεᾶς τροφῆς οὐκ ἐκράτει ἡ γαστὴρ, δέδωκεν ὀδόντας προπαρασκευάζοντας, τέμνοντας μὲν τοὺς τομεῖς, | |
30 | θλῶντας δὲ τοὺς κυνόδοντας, λεαινούσας δὲ τὰς μύλας. προπαρασκευασθέντα μὲν οὖν τὰ σῖτα ὤφελον καὶ κατε‐ νεχθῆναι· τοῦτο ποιεῖ ἀνακλωμένη ἡ γλῶττα. εἶτα λοι‐ πὸν διέρχονται διὰ τοῦ οἰσοφάγου, οὐχ ὡς διά τινος | |
ἀψύχου, ἀλλὰ δι’ ἑλκτικῆς δυνάμεως, ὑπηρετούντων τῶν | 131 | |
2.132 | ὀρθῶν ἰνῶν. ἦλθον οὖν τὰ σιτία παρὰ τὸν γαστέρα. πάντως οὖν ἔχουσί τι περίττωμα· τοῦτο δὲ στερεὸν, ἐπειδὴ καὶ στερεὰ τὰ πεφθέντα· ἔνθεν ὁ παραδεχόμενος πυλωρὸς εὗρε τὰ δεχόμενα πλατέα. ἐπέφθη μὲν ὡς | |
5 | ἐπέφθη, ὁ δὲ χιλὸς θέλει ἐλθεῖν παρὰ τὸ ἧπαρ, ἕλκου‐ σιν αἱ μεσαραϊκαὶ φλέβες, ἐδέξατο τὸ ἧπαρ καὶ ἐξαιμα‐ τοῖ. ἀλλὰ τὸ περίττωμα λεπτὸν, ἕλκει αὐτὸ ὁ νεφρὸς, παραπέμπων δι’ οὐρητήρων ὥσπερ τινὶ δεξαμενῇ, τῇ κύ‐ στει. ἀλλ’ ὅρα τὸ μεῖζον· λοξοὺς ἐποίησε τοὺς οὐρητῆρας, | |
10 | ἵνα κατάγηται μὲν τὸ οὖρον, μὴ ἀνάγηται δέ. λοιπὸν ἡ τρίτη πέψις ἀτμοὺς ἀνέδωκε παρὰ τὸ πᾶν σῶμα, ἔθρε‐ ψεν ἕκαστον τῶν μορίων, ἠνέχθη ἀτμὸς, εὑρηκὼς δὲ τὸ δέρμα πυκνὸν, ἐπαχύνθη καὶ ἐγένετο ἱδρώς. ὁρᾷς πόσα ἐποίησεν ἡ φύσις, οὖρον κενοῦσθαι, φύσαν, ἕτερον πό‐ | |
15 | ρον τῆς κόπρου, ἔνθεν καὶ πλείονα μόρια ὑποδεκτικά. ἵνα γὰρ εἴπωμεν συντόμως, τὸ περιέχον περιέχει ἢ πε‐ ριττὸν ἢ ἀναγκαῖον ἢ ὑγρὸν ἢ πνεῦμα ἢ στερεόν. ὑγρὸν μὲν γὰρ γαστὴρ, πνεῦμα δὲ τὸ ἀπευθυσμένον. ἀλλὰ τοῦτο τὸ πνεῦμα ἢ μένει ἢ κενοῦται. καὶ εἰ μὲν κενοῦται, τὸ | |
20 | σῶμα ἀπήλλακται τῆς τούτου βλάβης· εἰ δὲ μένει, ἢ ἵσταται ἢ μάχεται, καὶ ἢ ποιεῖ τὴν διάστασιν, [ἢ τῶν κατὰ τὴν φύσαν.] ταῦτα μὲν οὖν ἐν ἑνὶ μορίῳ. τὰ δὲ ἐν ὅλῳ τῷ σώματι κενούμενα ἱδρὼς γίνεται. οἶδε γὰρ Ἱππο‐ κράτης τοὺς ἱδρῶτας κατὰ φύσιν, εἰ καὶ μὴ δοκεῖ τῷ | |
25 | Ἐμπεδοκλεῖ· εἰ δὲ πνεύματα, σκορδινιάσαι· εἰ δὲ δριμύτερος ὁ ἀτμὸς, τὸν κνησμόν. ἃ τοίνυν εἰρήκαμεν ἐπὶ ἀνδρῶν, ταῦτα καὶ ἐπὶ γυναικῶν· ἐκ διαμέτρου δὲ ἐκεί‐ ναις προσκείσθω τὰ μητρῷα. | |
28 | γʹ. Ἀνθρώπου ψυχὴ φύεται μὲν ἀεὶ μέχρι θανάτου· ἢν δὲ | |
30 | ἐκπυρωθῇ ἅμα τῇ νούσῳ καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα φέρβεται. — | |
31 | Θαυμαστὸς ὁ λόγος, πάνυ εὐφραίνει ψυχήν. περὶ ψυ‐ χῆς γὰρ διαλέγεται, ψυχῆς δὲ, οὐ τῆς ἀΰλου, οὐ τῆς | |
ἀγεννήτου, ἀλλ’ ὡς ἰατρὸς ψυχὴν λέγει τὴν ζωτικὴν δύ‐ | 132 | |
2.133 | ναμιν. εἰ γὰρ περὶ φύσεως διαλεγόμενος οὐκ ἐτόλμησεν εἰπεῖν ὅτι ἀπόλλυται, πόσῳ μᾶλλον περὶ ψυχῆς ἀθανά‐ του. ἀλλὰ πνεῦμα λέγει τὴν ζωτικὴν δύναμιν. αὕτη οὖν ἀεὶ φύεται, ἀλλά που μὲν φύεται, ἤτοι γεννᾶται, ποῦ | |
5 | δὲ αὔξεται. φύεται μὲν γὰρ αὕτη μέχρι θανάτου. εἰ δέ ποτε γένηται νόσημα, συνεκπυροῦται τῷ σώματι, καὶ οὕτω γίνεται θάνατος, τῆς ψυχῆς φερβομένης. φερβο‐ μένης δὲ λέγει, οὐ τρεφομένης, ὥσπερ καὶ φορβὴ ἡ τροφὴ, ἀλλὰ μειουμένης καὶ νεμομένης καὶ ἀπολλυμέ‐ | |
10 | νης. ἀλλ’ ἓν μόνον ἀπορήσειε τις, διατί εἶπεν ἐκπυρω‐ θῇ. τί γὰρ οὐ καταψυχόμενον τὸ πνεῦμα ποιεῖ θάνατον; φαμὲν οὖν ὅτι οἶδεν Ἱπποκράτης, ὡς τὸ φίλιον ἐκεῖνο μάλιστα ἐπηρεάζει· ἔνθεν τὰ ἀπὸ αἵματος γινόμενα νο‐ σήματα χαλεπὰ, διόπερ ἐπειδὴ τῇ θερμασίᾳ χαίρει τὰ | |
15 | ἡμέτερα σώματα, ἐκ ταύτης μάλιστα βλάπτει· δυσχερῶς δὲ ἀπὸ ψύξεως· ἔνθεν Ἱπποκράτης δεικνύει, ὅτι τὸ πνεῦμα ἐξεθερμάνθη, τὰ δὲ τῶν ἀνθρώπων σώματα ὡς ἐπιτοπλεῖστον ἀπὸ πυρετοῦ ἀπόλλυνται. | |
18 | δʹ. Νοῦσοι ξύντροφοι ἐν γήρᾳ παύονται διὰ πεπασμὸν | |
20 | καὶ διὰ λύσιν καὶ ἀραίωσιν. — | |
20 | Πρὸς τὸ ἀσαφῆ εἶναι τοῦτον τὸν λόγον, τάχα καὶ ψευδής. δεῖ γὰρ ἡμᾶς μόνον τοῖς πρὸς ἐξήγησιν αὐτῷ γραφεῖσιν πεισθῆναι, ἤτοι τὰ πρὸς ὑπόμνησιν. ἐπεὶ οὖν εἴρηται, βράγχοι καὶ κόρυζαι τοῖσι πάνυ πρεσβυτέροισιν | |
25 | οὐ πεπαίνονται, ἐνταῦθα δὲ λέγει ὅτι τὰ σύντροφα νοσή‐ ματα, ποῖα δέ εἰσιν; ἰκτερικὰ, ἐρυσιπελατώδη, εἰ μὴ δυ‐ νηθῇς ταῦτα θεραπεῦσαι, μὴ ἀθύμει. ἐρχομένου γὰρ τοῦ γήρως, τὸ ἀπὸ τῆς ἡλικίας φλέγμα τὴν χολὴν τελείως ἐξάγει αὐτὴν, καὶ τούτου λύσιν ἐκάλεσεν, ἢ μιγνύμενον | |
30 | εὐκρασίαν ποιεῖ, καὶ τοῦτο ἐκάλεσε πεπασμόν. τὸ τε‐ λευταῖον μόνον, οὐκ ἄξιος Ἱπποκράτης, τὸ διὰ ἀραίω‐ σιν. πῶς γὰρ ἐν γήρᾳ ἀραίωσις, ἔνθα ψύξις καὶ ξηρότης; εἰ μήτι εἴπωμεν ὅτι ἀσθενήσασα ἡ καθεκτικὴ δύναμις | |
οὐκέτι περισφίγγει τὰ μόρια, ἀλλὰ ἐᾷ αὐτὰ χαλαρά. ἔν‐ | 133 | |
2.134 | θεν ἐπὶ τῶν γερόντων ἱδρὼς κενοῦται, οὐ ῥώμῃ, ἀλλὰ ἀσθενείᾳ, καὶ τοῦτο ἀραιὸν εἶπεν Ἱπποκράτης. | |
2 | εʹ. Ἴησις Ἀντινόῳ μὴ ὁμονοεῖν τὸ πάθος, τὸ ψυ‐ χρὸν, ἐπικουρέει καὶ κτείνει. ταῦτα οἴσει καὶ τὸ | |
5 | θερμόν. — | |
5 | Θεραπευτικὸς ὁ λόγος οὗτός ἐστι, δεικνύων ὡς τὰ ἐναντία τῶν ἐναντίων ἰάματα. λέγει γὰρ Ἱπποκράτης, ὅτι προσεχῶς Ἀντινόῳ τινὶ καλουμένῳ ἴησις ἐγένετο. ἀντενό‐ ησα τῷ πάθει, καὶ διὰ τοῦτο ῥᾷστα ἐθεραπεύθη. τὰ | |
10 | γὰρ ἐναντία τῶν ἐναντίων ἰάσιμα. ἔνθεν τὸ ψυχρὸν κτείνει καὶ ἐπικουρεῖ, ὥσπερ καὶ τὸ θερμὸν τοιουτο‐ τρόπως. τὸ γὰρ ψυχρὸν θερμῷ νοσήματι προστιθέμενον ἐπικουρεῖ μὲν τὸ νόσημα, κτείνει δὲ τὸ σῶμα. τὰ αὐτὰ καὶ ἐπὶ τοῦ θερμοῦ. ἡ μὲν ἔννοια τοῦ λόγου αὕτη. σο‐ | |
15 | λοικοφανὴς δὲ ὁ λόγος οὗτος, ἴησις Ἀντινόῳ. δεῖ δὲ αὐτὸν οὕτως διοικῆσαι, ὅτι πολλάκις οἱ ἀποσειόμενοί τι πρᾶγμα διὰ περίστασιν πράγματος οὐ πᾶν γράφουσιν, ἀλλ’ ἢ τὸν παθόντα ἢ τὴν ἀρχὴν τοῦ πράγματος, ἢ ἁπλῶς ἄλλων ὑπομνηστικὸν, καὶ ὕστερον εὑρίσκεται τὸ | |
20 | σημαινόμενον ὑπομνηστικὸν, καὶ πᾶν ἐκτίθεται τὸ πρᾶγ‐ μα. οὕτω, πέπονθε καὶ Ἱπποκράτης. σημεῖον γὰρ αὐ‐ τοῦ ἔγραψε τοῦτο, ἴησις Ἀντινόῳ, ὅτι θέλω εἰπεῖν, πῶς ἐθεράπευσα τὸν Ἀντίνοον, καὶ οὐκ ἔφθασα γράψαι, ὡς προεῖπον δὲ, διὰ τῶν ἐναντίων ἐθεράπευσε. διὸ ἐπά‐ | |
25 | γει, δεῖ οὖν μὴ ὁμονοεῖν τῷ πάθει. | |
25 | ϛʹ. Τὸ θερμὸν ὀξύθυμον, ἀνασπᾷ καὶ καρδίαν καὶ πνεύ‐ μονα ἐς ἑωυτὰ καὶ ἐς κεφαλὴν καὶ τὸ θερμὸν καὶ τὸ ὑγρόν. ἡ δ’ εὐθυμίη ἀφίησι καὶ καρδίην καὶ ταῦτα. — | |
29 | ||
30 | Πολλοὺς λόγους ἐξέθετο Ἱπποκράτης· ἔδειξε γὰρ τὴν ἀξίαν τῆς φύσεως, τὴν ὑπηρεσίαν. λόγος οὖν πάλιν περὶ ἰατρικῆς. ἀλλ’ ὁ λόγος δοκεῖ ὡς καταγέλαστος. φαίνεται | |
γὰρ τοῦτο λέγων, ὅτι ἡ ὀξυθυμία τὴν καρδίαν καὶ τὸν | 134 | |
2.135 | πνεύμονα φέρει εἰς τὴν κεφαλήν. τοῦτο δὲ καταγέλαστον· ἀλλὰ περὶ ὀξυθυμίας θέλει διαλεχθῆναι. ὀξυθυμία ἐστὶ σφοδρὸς καὶ ἄγριος θυμός. ὀφείλομεν οὖν εἰπεῖν, τίνα σημεῖα τὰ ζητοῦντα, εἰ ἐγένετο ὀξυθυμία. ἀλλὰ τούτων | |
5 | τῶν σημείων τὰ μὲν πάντα ὑποπίπτει, τὰ δὲ μόνῃ τῇ τέχνῃ φαίνεται. φαινόμενα ταῦτα, ἔρευθος περὶ τὸ πρό‐ σωπον, θερμασία περὶ τὴν κεφαλὴν, ὄγκος περὶ τὸν τράχηλον. ταῦτα δὲ πάντα ἕπεται τῷ θυμῷ, ἐπειδὴ θυ‐ μός ἐστι ζέσις τοῦ περὶ τὴν καρδίαν αἵματος. τοῦτο οὖν | |
10 | τὸ αἷμα θερμόν ἐστι καὶ ὑγρὸν, πέμπει ἄνω ἀτμοὺς, καὶ ταῦτα πάντα ποιεῖ. ἄλλα δέ εἰσι τῇ τέχνῃ ὑποπίπτοντα μόνῃ, ὡς σφυγμὸς μέγας ἢ ἀναπνοὴ πυκνοτέρα ἢ κίνησις τῆς καρδίας ταχυτέρα, πανταχοῦ δὲ τὸ ἔρευθος. ἀλλ’ ἐν τῷ θώρακι μὲν ἐπειδὴ ἐκεῖ ἐστιν ἡ αἰτία τοῦ κακοῦ, ἐν | |
15 | δὲ τῇ κεφαλῇ, διὰ τὸ ἄνω φέρεσθαι τὸν ἀτμόν. ταῦτα μὲν οὖν ἡ ὀξυθυμία. ἡ δὲ εὐθυμία ἀπολύει μὲν δεδεμέ‐ νην τὴν καρδίαν, παύει δὲ καὶ πάντα τὰ εἰρημένα συμ‐ πτώματα. ἐν ἑνὶ μόνῳ δεῖ προσχεῖν, ὅτι οὐ καλῶς ὁ Ἱπ‐ ποκράτης τῇ ὀξυθυμίᾳ τὴν εὐθυμίαν ἔταξε. τῇ γὰρ εὐ‐ | |
20 | θυμίᾳ ἡ ἀθυμία ἀντίκειται. ἔστι γὰρ ἡ εὐθυμία ὁ ἐν καιρῷ θυμὸς ὁ ὑπὲρ πατρίδος ἢ συγγενῶν. οὐκοῦν ἀθυ‐ μία τὸ ἐν καιρῷ θυμοῦ μὴ ἐγείρεσθαι τὴν ὄρεξιν. ὀξυ‐ θυμία δέ ἐστιν ὁ ὑπερόριος θυμὸς καὶ ὑπὲρ πράγματος μὴ προσήκοντος. ταύτῃ δὲ οὐκ ἀντίκειται ἡ ἀθυμία. | |
24 | ||
25 | ζʹ. Πόνος τοῖσι ἄρθροισι καὶ σαρξὶ, σῖτος, ὕπνος σπλάγ‐ χνοισι. — | |
26 | Περὶ ἄλλου λόγου νῦν διαλέγεται, καὶ εὐθὺς μέμνηται πόνου. τὸ δὲ τοῦ πόνου ὄνομα πολλὰ σημαίνει παρὰ Ἱπποκράτει. πόνος ἡ ὀδύνη, ὡς τὸ, δύο πόνων ἅμα γι‐ | |
30 | νομένων, καὶ ὡς τὸ, ἐν ᾧ νοσήματι ὕπνος, πόνον. καὶ τὸ γυμνάσιον, ὡς ἓξ πόνοι. καὶ τὰ χαλεπὰ νοσήματα, ὡς τὸ, ὅκου μὲν οὖν κάτοξυ. ἐνταῦθα καὶ τὰ τοῦ γυμνασίου· λέγει γὰρ ὅτι οἱ μύες διὰ κίνησιν γεγόνασιν. οὐκοῦν τὸ γυμνάσιον σῖτος αὐτοῖς, τουτέστι τροφὴ καὶ ὠφέλεια, | |
35 | ἐπειδὴ κίνησις κρατύνει, ἀργίη τήκει. καλὴ μὲν ἡ ἐξήγη‐ | 135 |
2.136 | σις, κακόζηλος δέ. οὐκ ἂν γὰρ ἐτόλμα εἰπεῖν Ἱπποκρά‐ της τὴν ὠφέλειαν σῖτος. ἀλλ’ οὕτω δεῖ τὸν λόγον ἐξηγή‐ σασθαι, ὅτι ἑκάστῳ μορίῳ ἡ ἐνέργεια αὐτοῦ γυμνασία ἐστί. τοῖς γὰρ μυσὶ τὸ γυμνάσιον ὠφέλιμον, ἐπειδὴ τότε | |
5 | γινομένης τῆς πέψεως, τρέφονται. ἀλλ’ οὐκ ἀεὶ ὕπνος ὠφέλιμος. οὐδὲ γὰρ ἐκχολουμένῳ σώματι, ἢ γέμοντι πε‐ ριττωμάτων, ἀλλ’ ὅτε σῖτος δοθῇ, ἵνα ἀσχολουμένης τῆς θερμασίας περὶ τὴν πέψιν αὐτῶν, τρέφονται τὰ σπλάγ‐ χνα. οὔκουν τὸν λόγον δεῖ νοῆσαι ὡς ὁ πόνος τοῖς μυσὶ | |
10 | καὶ ταῖς σαρξὶν ὠφέλιμός ἐστιν, τοῖς δὲ σπλάγχνοις ἐστὶν ὕπνος, ὅτε δοθῇ σῖτος. | |
11 | ηʹ. Ψυχῆς περίπατος φροντὶς ἀνθρώποισιν. — | |
12 | Ἐάσας τὰ ἰατρικὰ ὁ Ἱπποκράτης ἐπὶ τὴν ψυχὴν πά‐ λιν ἔρχεται. ψυχὴν δὲ, οὐχ ὡς ἄνω ἐλέγομεν τὴν θερμα‐ | |
15 | σίαν, ἀλλὰ τὴν ὄντως ἄϋλον καὶ ἀθάνατον. διττῶς δέ ἐστιν ἐξηγήσασθαι τοῦτον τὸν λόγον. ἢ γὰρ περίπατος, ἢ περὶ παντός. καὶ περὶ παντὸς οὕτως· ὅτι φροντίς ἐστι τοῖς ἀνθρώποις τοῦ περὶ παντὸς ποιήσασθαι τὴν ψυχήν. οὐδὲν γὰρ ταύτης ὀφείλει προτιμῆσαι ὁ ἄνθρωπος. λέγει | |
20 | γὰρ Ἱπποκράτης, ὥσπερ γυμνάζεται τὸ σῶμα, οὕτως ὀφείλει καὶ ἡ ψυχὴ γυμνάζεσθαι. γυμνάζεται δὲ ἡ ψυχὴ διὰ πλειόνων, ἐπειδὴ ἓν εἶδος γυμνασίου ἐστὶν ὁ περί‐ πατος. πᾶν γυμνάσιον ἡ φροντίς. φροντὶς δὲ, οὐχ ἵνα ζητῇ ἢ περὶ κέρδους, ἢ περὶ γυναικὸς, ἀλλὰ ζητεῖν τὴν | |
25 | κατάληψιν τῆς ἀληθείας, τὴν διάκρισιν τοῦ ἀληθοῦς καὶ ψευδοῦς. ταῦτα γὰρ γυμνάσιά εἰσιν. καὶ μάλιστα τῆς λο‐ γικῆς ψυχῆς ἡ φροντίς. ἔνθεν λέγομεν Σωκράτους καὶ Πλάτωνος φροντιστήριον, ὅτι οὐχ ἁπλῶς ἐφρόντιζεν, ἀλλ’ ὅτι τὴν ἀλήθειαν κατεγένετο. οὐ μάτην δὲ προσέθηκε | |
30 | τὸ τοῖς ἀνθρώποις. ἀλλ’ οἶδεν ὅτι κατὰ φύσιν ἄνθρωπος ἐν τούτῳ κρίνεται, ἐν τῷ ὑπόστασιν μὲν τὸ θυμοειδὲς, ἄρχειν δὲ τῷ λόγῳ. ταῦτα οὖν ὅσα κατὰ φιλοσόφους, δυ‐ νάμεθα καὶ ἐπὶ τὰ ἡμέτερα ἀγαγεῖν τὸν λόγον. εἰσελθὼν | |
γὰρ πρὸς τὸν κάμνοντα, εὗρες αὐτὸν καταφερόμενον | 136 | |
2.137 | ἀκαίρως καὶ ὑπνώττοντα, γίνωσκε ὅτι μέγα κακόν. ὕλη γὰρ πλεονάζουσα ἐν τῷ ἐγκεφάλῳ, ὠδίνει κάρον, ἀπειλεῖ ἀποπληξίαν, τότε ὀφείλεις φροντίδι θυμὸν ἐπιτάξαι, ἵνα τοῦτον ἡ ζέσις ἐκλεπτύνῃ καὶ διαφορήσῃ τὸν χυμὸν, ὥστε | |
5 | καὶ ἰατροῖς καὶ φιλοσόφοις πρέπει οὗτος ὁ λόγος. | |
5 | θʹ. Ἐν τοῖσι τρώμασι τὸ αἷμα ξυντρέχει, βοηθητέον ὡς τὸ κενὸν πληρώσῃς. — | |
7 | Οὗτος ὁ λόγος θεραπευτικός. περὶ τρώματος γὰρ δια‐ λέγεται. τρῶμα δὲ λέγει ὁ Ἱπποκράτης αὐτὴν τὴν λύσιν | |
10 | τῆς συνεχείας, ἢ τὸ λεγόμενον θλάσμα. θλάσμα δέ ἐστιν, ὅταν ἔσωθεν γενομένῃ ῥήξει τῶν ἀγγείων ἐκχυθῇ αἷμα εἰς τὸ δέρμα, μείνῃ δὲ αὐτὸ ἀδιαίρετον. ἀλλ’ ἐν μὲν τῇ λύσει τῆς συνεχείας ἐκενώθη τὸ ἐν ταῖς φλεψὶν αἷμα οὐ μόνον τοῦ παθόντος μορίου, ἀλλὰ καὶ ἐκ παντὸς σώμα‐ | |
15 | τος. ἔδειξε γὰρ ἡ ἀνατομὴ, ὡς ἀναστομοῦνται ἀλλήλοις τὰ ἀγγεῖα, καὶ οὕτω πᾶν τὸ σῶμα κενοῦται, ἢ οὐ διὰ τὴν ἀναστόμωσιν, ἀλλ’ ὅτι ὡς ἀσθενὲς μόριον ἐκεῖ ἐπιῤῥεύσασα ἡ ὕλη ἐκενώθη, καὶ κενὸν τὸ σῶμα ἐποίη‐ σεν. οὐκοῦν ὀφείλομεν τὸ κενὸν πληρῶσαι, πληροῦντες | |
20 | μὲν τὸ σῶμα, καὶ τρέφοντες αὐτὸ, ἀναστομοῦντες δὲ τὰ κενοῦντα ἀγγεῖα. ταῦτα μὲν περὶ τῆς λύσεως τῆς συνεχείας. περὶ δὲ θλάσματος ταῦτα, ὅτι ἐὰν γένηται θλάσμα, ἐπιτίθει τὰ στύφοντα καὶ τὰ ἀποκρούοντα, τῷ δὲ παντὶ σώματι τὰ θερμὰ, τὰ δυνάμενα ἐκ τοῦ τόπου | |
25 | τοῦ πάσχοντος ἑλκύσαι τὸ αἷμα. | |
25 | ιʹ. Ἢν οὖς ἀλγέῃ, εἰρίον περὶ τὸν δάκτυλον ἑλίξας ἐγχέ‐ ειν ἄλειφα θερμὸν, ἔπειτα ἐπιθεὶς τῷ θέναρι τὸ εἰρίον τῷ ὠτὶ ὑπερθεῖναι, ὡς δοκέειν τί οἱ ἐξιέναι, ἔπειτα ἐπὶ πῦρ ἐπιβάλλειν ἀπάτη. — | |
29 | ||
30 | Διὰ τούτου δείκνυσιν ὁ Ἱπποκράτης, ὡς οὐδὲ τῶν τυχόντων καταφρονεῖ. περὶ ὠτὸς γὰρ θέλει διαλεχθῆναι, τοῦ μικροῦ μὲν τῇ φαντασίᾳ, μεγάλου δὲ τῇ δυνάμει, | |
ἐπειδὴ νευρῶδες καὶ εὐαίσθητον τὸ μόριον, τῷ ἐγκεφάλῳ | 137 | |
2.138 | γειτνιάζον, καὶ τὸ παχὺ αὐτοῦ περίττωμα κενοῦν. γίνον‐ ται οὖν ἐν τῷ ὠτίῳ πολλὰ πάθη, μάλιστα αἱ δυσκρασίαι, καὶ μάλιστα αἱ δραστικαί. ἔνθεν ἐπιτίθει τὰ δι’ ἀνηθε‐ λαίου καὶ καστορίου καὶ πάντων τῶν θερμαινόντων, εἴ | |
5 | ἐστι ψυχρὰ ἡ δυσκρασία· εἰ δὲ θερμὴ, τὰ διὰ ῥοδίνου. ποτὲ δὲ καὶ στέαρ χήνειον καὶ ταύρειον τήκοντες, ἐπιβά‐ λωμεν. λέγει οὖν ὁ Ἱπποκράτης ὅτι ἐὰν γένηται ὀδύνη ὠτὸς, κατάχυσιν ποίησον δι’ ἀλοιφῆς· τοῦτο δὲ ἔστω θερμὸν, οὐ τῇ δυνάμει, ἀλλὰ τῇ θίξει, ἐπειδὴ νευρῶδες | |
10 | ὂν τὸ οὖς, φοβούμεθα μὴ πληγῇ ὑπὸ τῆς ψύξεως. λα‐ βὼν οὖν ἐρίον παρὰ τὴν χεῖρα, δέχου τὸ ἐκ τοῦ ὠτὸς ἀποστάζον, καὶ τοῦτο φέρε περὶ ἄνθρακας, ἵνα δηλονότι ἐπὶ τοῦ πυρὸς ἐνεχθῇ τὸ κατενεχθὲν ἀπὸ τοῦ ὠτός. τοῦτο μὲν οὖν σαφές. τί δὲ ἄλλο; ἀπάτην ποίησον. καί | |
15 | τινες μὲν αὐτὸ καταγελάστως ἐξηγήσαντο. τότε γὰρ εἶ‐ πον ὀφείλεις ἀπατᾷν τὸν κάμνοντα, καὶ μάλιστα εἰ φει‐ δωλὸς ὢν ὀκνεῖ περὶ τὸν μισθόν. εἰπεῖν γὰρ ὀφείλεις αὐτῷ, χαλεπὴν διάθεσιν ἔχειν παρὰ τὸ οὖς, ὅθεν καὶ πλείονος ἄξια, μήπως ἀνέλθῃ τὸ κακὸν περὶ τὸν ἐγκέφα‐ | |
20 | λον. οἱ μὲν οὗτοι ἐξηγηταὶ καταγέλαστοι, ὡς οὐκ ἄξιον εἰπόντες τῆς κηδεμονίας Ἱπποκράτους, ἐπεὶ καὶ μι‐ σθαρνοῦντας ὁρῶμεν ἀναγκάζοντας δουλεύειν τὰς ἐπιστή‐ μας. ἄλλοι δὲ πιθανοὶ οὕτως ἐξηγήσαντο, ὡς πολλάκις ἔχει τι σμικρὸν ἕλκος, καὶ εἰ μὴ εὐεκτήσεις, κινδυνεύσεις. | |
25 | τὸ δὲ ἀληθὲς εἰρημένον, ὡς τὸ ἐν ὠτὶ καταφρονούντων, ἀτακτεῖ. τότε οὖν ὀφείλεις τῷ κάμνοντι ἀπατᾷν καὶ λέ‐ γειν, ὅτι μέγα καὶ κακόηθες ἔχεις ἕλκος, καὶ εἰ μὴ εὐε‐ κτήσεις, κινδυνεύσεις. διὸ καὶ ἐν τῇ θεραπευτικῇ, ποτὲ κωλικῆς διαθέσεως ἀπὸ φλέγματος γενομένης, οὐκ ἠδυ‐ | |
30 | νάμεθα τῇ ὄντως χρήσασθαι θεραπείᾳ τῇ διὰ τῶν ἐναν‐ τίων, τῇ διὰ καστορίου δηλονότι καὶ πηγανίνου· μᾶλλον γὰρ παρωξύνετο. διὰ γοῦν τὸ κατεπεῖγον τῆς ὀδύνης τῇ παραμυθίᾳ ἐχρησάμεθα τῇ διὰ τοῦ ὀπίου ναρκοῦντες καὶ ἀπατῶντες τὸ κράνιον. τοῦτο οὖν ἐνταῦθα λέγει, ὅτι | |
35 | ταῦτα ποίησον, ἵνα θεραπεύσῃς τὸ οὖς. εἰ δὲ μὴ δυνη‐ | 138 |
2.139 | θῇς, ἀλλὰ κατεπείγει ἡ ὕλη καὶ ἡ ὀδύνη, τότε νάρκωσον καὶ ἀπάτησον, οὐ τῷ κάμνοντι, ἀλλὰ τῇ ὀδύνῃ. | |
2 | ιαʹ. Οὖρον γλῶσσα σημαίνει, γλῶσσαι ξηραὶ χολώδεις, τὸ δὲ χολῶδες ἀπὸ πίονος· ἐρυθραὶ δὲ ἀφ’ αἵματος, | |
5 | μέλαιναι δὲ ἀπὸ μελαίνης χολῆς, αὖαι δὲ ἀπὸ λιγνύος καὶ μητρῴου μορίου, λευκαὶ δὲ ἀπὸ φλέγματος. — | |
6 | Σημειώσεις τινὰς θέλει παραδοῦναι, καί τινες μέν φασιν ὅτι ὥσπερ τὸ οὖρον δηλοῖ τὰ κατὰ τὸ σῶμα, οὕτω καὶ ἡ γλῶσσα. ἢ οὐχ ὁρῶμεν ὅτι ἐν τοῖς καυσώδεσι πυ‐ | |
10 | ρετοῖς μελαίνεται; τὸ δὲ ἀληθὲς, φησὶν ὁ Γαληνὸς, ὅτι παρὰ πολλοῖς ὀρὸς οἱ χυμοὶ καλοῦνται, καὶ κατὰ προσθή‐ κην τοῦ υ, οὖρον. λέγει οὖν Ἱπποκράτης ὅτι τὸ χρῶμα τῆς γλώττης δύναται ἐνδείξασθαι, ποῖός ἐστιν ἐν τῷ σώματι χυμός. εἰ γὰρ λευκὴ, ἀπὸ φλέγματος γίνεται· εἰ δὲ ἐρυ‐ | |
15 | θρὰ, ἀπὸ αἵματος· εἰ μέλαινα, ἀπὸ μέλανος χυμοῦ, ἢ ἀπὸ ἐξυπεροπτήσεως ξανθῆς χολῆς· εἰ δὲ χλωρὰ, ἀπὸ χολῆς. εἴωθε δὲ Ἱπποκράτης καὶ ὠχρὰν καὶ ξανθὴν ὀνο‐ μάζειν τὴν χολὴν, πλήν ἐστιν ἐν αὐτοῖς διαφορά. πλείονα γὰρ ὑγρότητα τὸ ξανθὸν φέρει τοῦ ὠχροῦ. καὶ ταῦτα μὲν | |
20 | τὰ κατὰ φύσιν χρώματα τῆς χολῆς, τὸ δὲ λεκυθῶδες ἢ ἰῶδες παρὰ φύσιν. εἶτα ὥς τινος ἀπορήσαντος, ὅλως γὰρ ἡ χολὴ πόθεν γίνεται, ὅτι ἐκ τῶν πιόνων. πίονα δὲ κα‐ λεῖ τὰ γλυκέα. ταῦτα μὲν οὖν γενικά εἰσι τῆς χολῆς. λοι‐ πόν ποτε γίνονται αἱ γλῶσσαι, ὥσπερ κίσσηρις. τοῦτο | |
25 | ἀπὸ λιγνύος γίνεται, ὥσπερ ἐπὶ τοῦ πυρετοῦ ἡ γλῶσσα τραχύνεται. καὶ ἆρα θαυμάζεις, εἰ τὰ περὶ τὸν στόμαχον τῶν χυμῶν χρώματα διαφαίνεται εἰς τὴν γλῶσσαν, ὥσπερ γε καὶ τοὺς ἐν τῇ μήτρᾳ πλεονάζοντας χυμοὺς δύναταί σοι ἐνδείξασθαι ἡ γλῶσσα ὡς μὴ ἐσκεπασμένη δέρματι, | |
30 | ὡς σπογγοειδὴς, καὶ εὐχερῶς δεχομένη ἄνωθεν ὄντας τοὺς χυμούς. | |
31 | ιβʹ. Οὖρον ὁμόχροον βρώματι καὶ πόματι καὶ τῶν ἔσωθεν, ποτοῦ καὶ ὑγρότητος, σύντηξις. — | |
33 | ||
Περὶ χρώματος νῦν ὁ λόγος, ἔστι δὲ ἀσαφὴς, εἰ μὴ | 139 | |
2.140 | παραστῇ ἡμῖν ἡ περὶ κρίσεως. ἐκεῖ γοῦν εἴρηται· διάφορα χρώματα δέχεται τὸ οὖρον, ποτὲ καὶ ἐκ τῶν δοθέντων. μέλας γάρ ποτε ἐδόθη οἶνος, καὶ μὴ κατεργασθέντος αὐτοῦ ἐν τῇ γαστρὶ καὶ τῷ ἥπατι, εἵλκυσεν ὁ νεφρὸς, | |
5 | καὶ μέλαν ἐξεκρίθη τὸ οὖρον. ποτὲ οὐ διὰ τὰ πόματα, ἀλλὰ διὰ τοὺς ἔνδοθεν χυμοὺς, καὶ διὰ τοῦτο ἐν τοῖς πυ‐ ρετοῖς σκεπτόμεθα τὸ οὖρον, ὡς περίττωμα ὂν τῶν χυ‐ μῶν. καὶ τὸ μὲν λευκὸν φλέγματος λέγεται σημεῖον, τὸ δὲ ξανθὸν χολῆς. ποτὲ δὲ τὸ χρῶμα τοῦ οὔρου ἀμείβεται | |
10 | ἐκ τῆς συντήξεως τοῦ σώματος. πολλάκις γὰρ σάρκες ἐν αὐτῷ ἐκφέρονται. ἔνθεν εἰ μὲν κριμνῶδες εἴη τὸ οὖρον, λέγεται ἐκ τοῦ νεφροῦ, τὸ δὲ πεταλῶδες ἀπὸ τῶν οὐρη‐ τήρων, τὸ δὲ πιτυρῶδες ἀπὸ τῆς κύστεως. ταῦτα τοίνυν ἐνδείκνυται Ἱπποκράτης. καὶ ἐν ὑπερβατῷ δεῖ πάντα | |
15 | ἀναγνῶναι τὸν λόγον, ὅτι οὖρον κενοῦται ὁμόχροον, ἢ τῇ συντήξει τοῦ σώματος, ἢ τῇ ὑγρότητι τοῦ πόματος, ἢ τοῖς ἔσωθεν, ἵνα εἴπῃ τοὺς χυμούς. | |
17 | ιγʹ. Γλῶσσα ὁμόχρους τῇσι προτάσεσι τῶν χυμῶν, διόπερ ταύτῃ γινώσκομεν τοὺς χυμοὺς, ἢν ἁλμυραὶ σάρκες ἔωσι, | |
20 | περισσώσιος σημεῖον. — | |
20 | Ἐν τῷ μέσῳ εἴρηται ἐκεῖνο· λοιπὸν τοῦτο προσα‐ χθέσθω ἄνω, ὅτι τὰ χρώματα τῆς γλώττης πολλὰ δηλοῖ· πρότασιν δὲ λέγει τοῦτο, ὅτι ποτὲ ἀνηνέχθη τι δι’ ἐμέτου ἢ διὰ βηχὸς, καὶ ἐκενώθη διὰ τοῦ στόματος· πάντως | |
25 | ὑφιζάνει τι περὶ τὴν γλῶσσαν, καὶ ὅμοιον τοῦ κενωθέντος χρώματος ποιεῖ τὸ ἀπομεῖναν δηλονότι ἐν τῇ γλώσσῃ. ταῦτα μὲν οὖν τὰ περὶ τῶν ἐν γλώσσῃ χρωμάτων. ζητεῖ δὲ καὶ τὰς γευστὰς ποιότητας, ἐπειδὴ γευστικὸν ὄργανον ἡ γλῶσσα, καὶ οἵῳ κατείληπται χυμῷ τὸ πᾶν σῶμα, | |
30 | οὕτω καὶ αὐτή. τότε δὲ μᾶλλον διαφαίνεται ἡ ποιότης, ὅτε ἄρξηται κινεῖσθαι ὁ χυμὸς ἐν τῇ μασήσει, ἔνθα οἱ ἰκτεριῶν‐ τες, καὶ αὐτὸ τὸ μέλι πικρὸν νομίζουσι. καὶ ἐνταῦθα πα‐ ραδίδωσι, ὅτι ἐάν τις ἐσθίῃ σάρκας καὶ ἁλμυρῶν τούτων | |
αἰσθάνηται, ἁλμυρὸς χυμὸς πλεονάζει· εἶπε δὲ Ἱπποκρά‐ | 140 | |
2.141 | της περισσώσιος, ἵνα δηλώσῃ τὴν ἐπικράτειαν τοῦ χυμοῦ. | |
2 | ιδʹ. Ἢν τῶν μασθῶν αἱ θηλαὶ καὶ τὸ ἐρυθρὸν χολῶδες, νοσῶδες τὸ ἄγγος. — | |
4 | ||
5 | Ὕποπτος εἶναι δοκεῖ οὗτος ὁ λόγος, ἐπειδὴ τὴν μή‐ τραν ἄγγος καλεῖ. λέγει δὲ τοῦτο, ὥσπερ ἡ γλῶσσα ἐν‐ δείκνυται ἀπὸ χρώματος τοὺς ἐν τῷ σώματι χυμοὺς, οὕτω καὶ αἱ θηλαὶ τῶν μαζῶν περὶ τὴν μήτραν, διὰ τὴν πολ‐ λὴν συγγένειαν. ἔνθεν οἱ ἐρυθροὶ πλεονεξίαν αἵματος, οἱ | |
10 | δὲ ξανθοὶ χολὴν, καὶ ἁπλῶς εἰπεῖν ὡς ἔχει ἡ μήτρα, οὕτω καὶ οἱ μαζοὶ, οὐχ ὡς οἱ μαζοὶ, οὕτω καὶ ἡ μήτρα, πλὴν εἰ μὴ ἴδιόν τι πάθος ἔχοιεν αὐτοί. | |
12 | ιεʹ. Ἀνθρώποισιν ἐν τοῖσιν ὠσὶ ῥύπος ὁ μὲν γλυκὺς θα‐ νάσιμος, ὁ δὲ πικρὸς οὔ. — | |
14 | ||
15 | Καὶ οὗτος ὁ λόγος ὑπονοθεύεται· οὐ γὰρ πάντως ἀλη‐ θὴς, ἀλλ’ οὕτως αὐτὸν χρὴ διοικῆσαι, ὅτι πάντων συνανα‐ φανέντων τῶν θανασίμων σημείων, σὺν τοῖς ἄλλοις δύ‐ ναταί σοι ἐπιμαρτυρῆσαι καὶ ὁ κατὰ τὰ ὦτα ῥύπος· οὕτω γὰρ παχὺ περίττωμά ἐστι τοῦ ἐγκεφάλου· ἔνθεν εἰ | |
20 | πρὸ πέψεως ἐκκριθείη, χαλεπόν· σημείωσαι γὰρ ὅτι οὐκ ἠδυνήθη πέψαι ὁ ἐγκέφαλος, τελείως ὢν ψυχρός. τὸ δὲ γλυκὺ ἀπὸ θερμασίας γίνεται. εἰ οὖν γλυκὺς ῥύπος κενω‐ θῇ, σημείωσαι ὅτι εἰς ἐναντίαν διάθεσιν ἦλθεν ὁ ἐγκέ‐ φαλος, καὶ ἔστι χαλεπόν. ἀλλ’ ἄλλοι ἀποροῦσιν, εἰ ὁ | |
25 | γλυκὺς θανάσιμος, διὰ τί μὴ καὶ ὁ πικρός; τὸ γὰρ πι‐ κρὸν ἐκ πλείονος γίνεται θερμασίας; ἀλλά φασιν ὅτι ὁ μὲν πικρὸς οὐκ ἔστι θανάσιμος, ἐπειδὴ ἐν τῷ κατὰ φύσιν ὁ ῥύπος πικρός ἐστιν. ὡς οὖν κατὰ φύσιν ἐστὶν, οὐκ ἔστι θα‐ νάσιμος, ἐπειδὴ ἐν τῷ κατὰ φύσιν. πῶς οὖν ἐν τῷ κατὰ φύ‐ | |
30 | σιν πικρὸν τὸ τοῦ ἐγκεφάλου περίττωμα καὶ θερμόν; καί φασιν, ὅτι οὐκ ἀπὸ τῶν ἔσωθεν κενοῦται τὸ πικρὸν, ἀλλ’ ἐπειδὴ διὰ στεγανοῦ μορίου παρέρχεται τοῦ ὠτὸς, σφη‐ | |
νούμενον σήπεται, θερμαίνεται, καὶ πικρότερον γίνεται. | 141 | |
2.142 | ιϛʹ. Γῆν ἀμείβειν σύντροφον ἐπὶ τοῖσι μακροῖσι νοσή‐ μασιν. — | |
2 | Ἀσαφὴς ὁ λόγος, εἰ μὴ οὕτως σαφηνισθείη, ὅτι ποτὲ γίνεται χρόνιον νόσημα ἢ ἐπιληπτικὸν ἢ τεταρταϊκὸν, καὶ | |
5 | συνοῖδεν ἡ τέχνη φλεβοτομίᾳ χρήσασθαι. ἐχρήσατο, οὐ‐ δὲν ὠφέλησε· λοιπὸν ἀναγκάζεται εἰπεῖν πρὸς ἑαυτὴν, μᾶλλον τὰ βοηθήματα ταῦτα τὸ χρέος ἔχουσιν ὠφελῆσαι, ὥσπερ πέτραν κοιλαίνει ῥανὶς ὕδατος ἐνδελεχής. οὐ δεῖ γοῦν ἀλλάσσειν τὰ βοηθήματα, Ἱπποκράτης εἶπε, πάντα | |
10 | κατὰ λόγον ποιέοντα, καὶ ἁπλῶς. οὐκοῦν μὴ ἀλλάξωμεν, ἀλλὰ τοῖς κύκλοις χρησώμεθα. κύκλους δὲ καλοῦσι τὰς πολλὰς γενομένας περιόδους, φλεβοτομίας, καθάρσεις, τοπικὰ βοηθήματα. ἐλήφθησαν πάλιν καὶ πάλιν οὕτως, καὶ διὰ τοῦτο καλοῦνται κύκλοι. ἐχρησάμεθα καὶ οὕτως καὶ οὐδὲν | |
15 | ὠφελήσαμεν· τότε ὀφείλεις ἐννοῆσαι, ὅτι μεῖζον τὸ νό‐ σημα περιεγένετο, καὶ ὁ ἀναπνεόμενος ἀὴρ ἐκράτυνε τὸ πάθος, τότε ὀφείλεις ἀπὸ χώρας εἰς χώραν εἰς κατάστα‐ σιν, εἰς ἀέρας συμμεταβαλλομένους συμμεταβαλεῖν. τοῦτο οὖν ἐστι τὸ, ὀφείλεις ἀμείβειν τὴν γῆν σύντροφον, οὐκ ἐν | |
20 | ᾗ ἐτέχθης· οὐδὲν γὰρ ἄτοπον, εἰ ἐν Βυζαντίῳ τινὰ τε‐ χθῆναι, τῷ ἀέρι Ἀλεξανδρείας τραφῆναι· καὶ τοῦτον ὀφείλεις ἀμεῖψαι. τινὲς δὲ εἰς ὑπέρτερον ἀνάγουσι τὸν λόγον, ὅτι ἐὰν ταῦτα ποιοῦντος, μὴ προκόψη τὸ νόσημα, μηδὲ ἐπιχειρήσῃς ἔτι θεραπείας, μήπως ἐκ θεομηνίας | |
25 | νοσῇ, καὶ σὺ αὐτὸν θεραπεῦσαι θέλεις, παροργίσῃς τὸ θεῖον, ἀλλὰ ἄπαγε αὐτὸν εἰς τεμένη, εἰς ἱεροὺς τόπους, ἐν οἷς δυνατόν ἐστι κατακαμφθῆναι τὸ θεῖον. | |
27 | ιζʹ. Τὰ ἀσθενέστερα σώματα ὀλίγῳ χρόνῳ βιοτὴν ἔχει. — | |
28 | Πολλοὶ γράφουσι σῖτα· φασὶ γὰρ ὅτι εἰσὶν ἰσχυρὰ καὶ | |
30 | ἀσθενῆ βρώματα, καὶ ἰσχυρὰ μὲν καλοῦσι τὰ τρόφιμα, ὡς ὄρχεις ἀλεκτρυόνων, ἀσθενῆ δὲ τὰ μὴ τρέφοντα, ὡς λά‐ χανα καὶ ὄσπρια. καί φησιν ὅτι τὰ πάνυ τρέφοντα τὸ ἡμέτερον σῶμα πλείονα χρόνον ἐν τῷ σώματι ζῶσι· πο‐ | |
λὺν γὰρ καιρὸν μένουσι· τὰ δὲ ἀσθενῆ, ὡς μὴ τρέφοντα, | 142 | |
2.143 | ταχὺ ἐκκρίνεται, καὶ ὀλίγον χρόνον ζῇ ἐν ἡμῖν. καλῶς ὁ Γαληνὸς ὅτι κακόζηλός ἐστιν ἡ ἐξήγησις τῷ εἰπεῖν ζῇν ἢ μὴ ζῇν σιτία· ἀλλ’ ἔδει γράψαι σώματα, ὅτι τὰ ἀσθενῆ σώματα ὀλίγον χρόνον ζῇ, τὰ δὲ ἰσχυρὰ πολὺν, ἐπειδὴ | |
5 | αἱ ἐῤῥωμέναι δυνάμεις ἀντέχουσι καὶ ταῦτα ὅσον ἐπὶ τῇ τέχνῃ. οὐκ ἀγνοοῦμεν δὲ τὴν ὑπερτέραν δύναμιν δι’ ἣν πολλάκις ταύτῃ τὰ τῆς τέχνης ψεύδεται· ἐν γὰρ λιμῷ γιγαντιαῖα σώματα ἀπέθανον, τὰ δὲ ἀσθενῆ περιεγένοντο. διὰ τοῦτο ἡ τοῦ δημιουργοῦ δύναμις. | |
9 | ||
10 | ιηʹ. Κεδμάτων τὰς ἐπὶ τοῖσιν ὠσὶν ὄπισθεν φλέβας σχάζειν. — | |
10 | Πᾶς οὗτος ὁ λόγος ψευδής. κέδμα γάρ ἐστι διάθεσίς τις περὶ τὴν λαγόνα, ἢ φλεγμονὴ ἢ ῥευματικὴ διάθεσις. φησὶν οὖν ὅτι καὶ ἐπὶ ταύτῃ τῇ διαθέσει τέμνων τὰς ὄπισθεν φλέβας ὠφελήσεις. καὶ ποία συγγένεια τῆς λα‐ | |
15 | γόνος καὶ τῶν ὤτων, καὶ ταῦτα τῶν ἐκεῖ ἀγγείων λεπτῶν ὄντων, καὶ τριχοειδῶν καὶ μηδὲν ἀξιόλογον κενῶσαι δυ‐ ναμένων; | |
17 | ιθʹ. Λαγνείη τῶν ἀπὸ φλέγματος νούσων ὠφέλιμος. — | |
18 | Ἐν τούτῳ μὲν τῷ τμήματι ὁ Ἱπποκράτης ἤρξατο ἀπὸ | |
20 | φυσικῶν παραγγελμάτων, προέκοψε δὲ εἰς διαγνωστικούς. νῦν οὖν ὁ λόγος διαγνωστικὸς ἢ μᾶλλον θεραπευτικός. λαγνείας γὰρ μέμνηται, τῶν καλουμένων ἀφροδισίων. κέχρηται γὰρ αὐτοῖς ποτε, εἰ καὶ Ἐπικούρῳ οὐ δοκεῖ, ἡμεῖς δὲ αὐτοῖς κεχρήμεθα. τάχα εἰ καὶ ἐκεῖνος μὴ δεχό‐ | |
25 | μενος, ἀλλ’ ἡμεῖς γε δεχόμενοι, ἀληθεύομεν· ἐκεῖνος μὲν γὰρ ὡς φυσικὸς φιλόσοφος, οὐκ ἤθελε τὴν ψυχὴν εἰς ῥύπον τοῦ σώματος κατενεχθῆναι, ἡμεῖς δὲ ὡς ἰατροὶ, ἐπειδὴ τότε ὑγείαν ἐποιήσαμεν διὰ τῶν ἀφροδισίων, κεχρήμεθα αὐτοῖς. ἀλλ’ ὀφείλομεν ζητεῖν ποίαν ποιότητα ἐντιθέασι | |
30 | τὰ ἀφροδίσια. πάντες οὖν ἐξ ἑνὸς στόματος ἀπεφήναντο, ὅτι ξηραίνουσι. σπέρμα γὰρ τότε ἐκκρίνεται, οὗ ἡ κένω‐ σις τότε ξηρότητα ποιεῖ. περὶ δὲ τῆς ἑτέρας ἀντιθέσεως οἱ μὲν εἶπον ὅτι θερμαίνουσιν, οἱ δὲ ψύχουσι. καὶ οἱ λέγοντες ὅτι τάδε θερμαίνουσι, τάδε φασὶν, ὅτι χύσις | |
35 | ποτὲ γίνεται, ὄγκος εὑρέθη ἐν τῷ προσώπῳ, καὶ πολ‐ | 143 |
2.144 | λάκις ἀναστόμωσις ἀγγείου ἀπαντᾷ τῇ θερμασίᾳ. οἱ δὲ λέγοντες ὅτι ψύχουσι, φασὶν ὅτι σὺν τῷ σπέρματι καὶ ζωτικὸν πνεῦμα κενούμενον ψύξις ἀκολουθεῖ. καλῶς δὲ ὁ Γαληνὸς, ὅτι ἀμφότερα δεξόμεθα· θερμαίνουσι γὰρ | |
5 | κατὰ ποιότητα, ψύχουσι δὲ κατ’ οὐσίαν. λέγει οὖν Ἱππο‐ κράτης, ὅτι ἐάν ἐστι πολὺ φλέγμα ἐν τῷ σώματι, δεῖ ποιεῖν θεραπείαν καὶ διὰ λαγνείης. ἡ γὰρ θερμασία ἐκείνη δύναται χύσαι καὶ ἐξενεγκεῖν τὸ φλέγμα. φλέγμα δὲ λέγει οὐ τὴν φλόγωσιν, ἀλλὰ τὸν ψυχρὸν καὶ ὑγρὸν | |
10 | χυμόν. τὰ γοῦν ἐκ τούτου νοσήματα δύνανται παῦσαι τὰ ἀφροδίσια. ἀλλὰ τοῦτο λέγει ὁ Ἱπποκράτης ὅτι ἐν τοῖς νοσήμασι τοῖς ἀπὸ φλέγματος παραλαμβάνεται. οὐ γὰρ δήπου ἐπὶ τῇ ταραχῇ καὶ τῷ κινδύνῳ εἶχε παραλαβεῖν τὰ ἀφροδίσια. ἀλλὰ πολλάκις ἐστὶ τὸ σῶμα δοκοῦν ἔχειν | |
15 | ὑγείαν, φλέγμα δὲ αὐτῷ τεθησαύρισται, καὶ κίνδυνος ἀνάψαι νόσημα· τότε οὖν προφυλαττόμενος τὰς μελλού‐ σας γενέσθαι νόσους, ἀφροδίσια προσέταξεν. ὠφέλιμον γάρ. | |
17 | κʹ. Θερμοκοιλίοισιν ἰσχυρὰ ἢ βρωτὰ ἢ ποτὰ ταρακτικά. — | |
18 | Σαφὴς οὗτος ὁ λόγος. θερμοκοιλίας γὰρ μέμνηται. | |
20 | ὡς εἴρηται γὰρ, θερμὸν λέγει. λέγεται γὰρ καὶ αὐτὴ ἡ ποιότης, καὶ τὸ θερμαινόμενον σῶμα, καὶ τοῦτο κατ’ οὐσίαν, ἢ κατὰ ποιότητα. νῦν οὖν λέγει περὶ μορίου τεθερμασμένου κατὰ ποιότητα. θερμοτέραν γὰρ ὑποτίθεται τὴν κοιλίαν, τὴν σιτοδόχον. ταύτῃ οὖν τῇ γαστρὶ τὰ | |
25 | ἰσχυρὰ βρώματα ἐπιβουλεύει. ἰσχυρὰ δὲ λέγει τὰ ἔχοντα βαρεῖαν ὀσμὴν, οἷον ὅσα ἔχουσι σκορόδων, κρομμύων, πράσων. ταῦτα γὰρ ἐπιβουλεύει τῇ θερμῇ γαστρὶ, καὶ οὐ διὰ τὴν ὀσμὴν, ἀλλ’ ὅτι ὅσα ἔχουσι βαρεῖαν ὀσμὴν, ταῦτα καὶ θερμά εἰσιν. εἰ δώσεις οὖν θερμῇ γαστρὶ βρώματα, | |
30 | ἐπὶ πυρὶ πῦρ ἀνάπτεις, ἔνθεν καταβάλλεται καὶ κλονεῖται ἡ δύναμις. διὸ ταρακτικὰ ταῦτα ἐκάλεσε τῆς δυνάμεως. εἰ γὰρ τὰ θερμὰ καταβάλλοντα τὴν δύναμιν οὐ πέττεται, λοιπὸν διαφθειρόμενα ἐκταράσσει τὴν γαστέρα, καὶ διάῤ‐ ῥοιαν ποιεῖ. | |
34 | ||
35 | καʹ. Μελαίνης χολῆς ἐς ὅμοιον αἱμοῤῥοΐδος. — | 144 |
2.145 | Ἀσαφὴς πάνυ ὁ λόγος. τοῦτο ἐνδείκνυται, ὅτι ποτὲ μέλαινα χολὴ πλεονάζει. μέλαιναν δὲ χολὴν καλεῖ τὸν μελαγχολικὸν χυμόν. εἰ οὖν τοῦτον μὴ δυνηθῇς ἐκμο‐ χλεῦσαι, ποίησον αἱμοῤῥοΐδας. διὰ τούτων γὰρ εἴωθε τὸ | |
5 | παχύτερον καὶ μελαγχολικώτερον κενοῦσθαι. ὁ λόγος οὖν ἐκληπτικός ἐστι τῇ προθέσει, τὰ ἀπὸ μελαίνης χολῆς νο‐ σήματα. ἐὰν οὖν θελήσῃς τὸ σῶμα εἰς τὸ ὅμοιον ἄγειν τουτέστιν εἰς τὸ κατὰ φύσιν καὶ σύμμετρον αὐτῷ, αἱμοῤ‐ ῥοΐδας θεράπευσον, καὶ ἁπλῶς εἰπεῖν, τοῦτο λέγει ὅτι | |
10 | τὰ ἀπὸ μελαίνης χολῆς κάμνοντα σώματα εἰς τὸ ὅμοιον ἄγων, τῇ αἱμοῤῥοΐδι θεράπευσον. | |
11 | κβʹ. Τὰς ἐπαυξέας νόσους μίξις ψύχει· ψύξις τὰς κάτω κοιλίας σκληρύνει. — | |
13 | Ἐπαυξέας νόσους λέγει ὁ Ἱπποκράτης τὴν γενομένην | |
15 | ἐν τοῖς αὐξανομένοις παιδίοις ἐπιληψίαν. αὕτη οὖν εἰ μὲν ἀκμάζουσι γένηται, ἀθεράπευτος· εἰ δὲ παιδίοις, θερα‐ πεύεται. ἔρχεται οὖν ἡ ἀκμαστικὴ ἡλικία, καὶ τὸ ἀπὸ ταύ‐ της θερμὸν διαλύει τὸ ψυχρὸν τοῦ φλέγματος. πρὸς δὲ τούτοις, τῆς ἀκμαστικῆς ἐλθούσης ἡλικίας, καὶ παυσαμένης | |
20 | τῆς αὐξητικῆς, τὸ πλεονάζον φλέγμα ἄρχεται, ἐκκρίνεσθαι καὶ διὰ τῆς μίξεως δύναται διαλυθῆναι ὁ ψυχρὸς ἐκεῖνος χυμὸς, καὶ ψύχεται. ψύχεσθαι δὲ λέγει ὁ Ἱπποκράτης τὸ ἀπόλ‐ λυσθαι, τὸ ἀναιρεῖσθαι. ἐπειδὴ γὰρ οἶδεν, ὡς τὴν ἡμετέραν φύσιν καὶ ἡ θερμασία καὶ ἡ ψύξις ἐπιβουλεύει, μᾶλλον δὲ | |
25 | ἡ ψύξις· ἔνθερμος γάρ ἐστιν ἡ ἡμετέρα φύσις· διὰ τοῦτο ὁ Ἱπποκράτης τὴν ἀναίρεσιν ἐπὶ παντὸς πράγματος ψύξιν καλεῖ. οὕτως οὖν καὶ ἐνταῦθα εἶπεν, ὅτι ἡ μίξις τὸ φλέγ‐ μα ψύχει, οὐχ ὅτι ψυχρὸν ποιεῖ· οὕτω γὰρ ηὔξανε τὴν ἐπιληψίαν· ἀλλ’ ὅτι διαλύει καὶ κτείνει τὸν χυμόν. λοιπὸν | |
30 | τὸ ἑξῆς ἀσαφὲς, ὅτι ἡ ψύξις τὰ κατὰ κοιλίην σκληρύνει, τουτέστι σκληροτέραν ποιεῖ τὴν κόπρον· ἡ γὰρ ψύξις πυκνοῖ τὴν ἐπιφάνειαν. ἔνθεν εἴρηται αἱ κοιλίαι χει‐ μῶνος. ἀποκεκλεισμένη ἔσω ἡ θερμασία, ἀνιμᾶται τὴν ὑγρότητα τῆς κόπρου, καὶ σκληροτέραν αὐτὴν ποιεῖ. ἢ | |
35 | ὅτι ἡ ψύξις εἰσερχομένη παρὰ τὰ ἐν βάθει μόρια, διὰ | 145 |
2.146 | τῆς ἀναπνοῆς πλήττει τὰ ἔντερα, πλέον δὲ τὸν μῦν, τὸν ἐν τῷ ἀπευθυσμένῳ· ἐκεῖνος γὰρ ἐκ τῆς ψύξεως πυκνού‐ μενος, οὐκ ἐνδίδωσι τῇ κόπρῳ κενωθῆναι, καὶ ἐκείνη μέ‐ νουσα σκληρύνεται· ἢ ὅτι, ὡς εἴρηται ὁ βοῤῥᾶς σκληρύνει | |
5 | τὴν κοιλίαν· τῇ γὰρ ψύξει συνάγων τὰ μόρια, ἐκπυρηνίζει τὴν ὑγρότητα, ἔνθεν σκληροτέρα ἀπὸ τῆς ψύξεως γίνεται ἡ κόπρος. | |
7 | κγʹ. Ἐλλέβορον πιόντα θᾶσσον καθαίρειν ἢν ἐθέλῃς, λού‐ ειν ἢ φαγέειν. — | |
9 | ||
10 | Σαφὴς ὁ λόγος. γενικὸν τὸ παράδειγμα· τὰ σώματα χρή· εὔροιαν δὲ ποιοῦμεν, καὶ τὸ περιέχον εὐρύνοντες, καὶ τὸ περιεχόμενον λεπτύνοντες. εἰ δὲ τοῦτο ἐπὶ παντὸς καθαρσίου, μᾶλλον δεῖ αὐτὸ ποιῆσαι ἐπὶ τοῦ ἐλλεβόρου, τηλικαύτην ἔχοντος κακίαν. πῶς δὲ γένοιτο ἡ εὔροια; | |
15 | ἔσωθέν τε καὶ ἔξωθεν. τῶν μὲν ἔσωθεν παράδειγμα τρο‐ φαὶ, τῶν δὲ ἔξωθεν βαλανεῖα. ταύτην οὖν τὴν προφυλα‐ κὴν ἐνδεικνύμενος ὁ Ἱπποκράτης, εἶπε πιόντα. καὶ ἑτέρα φαίνεται ἡ ἐξήγησις ὅτι ποτὲ δοῦναι ἐλλέβορον εἰ τύχοι περὶ μεσημβρίαν, ἀλλὰ πρὸ τῆς δύσεως περὶ ὥραν | |
20 | δευτέραν ἐπὶ τρίτην ἐπιτάσσω βαλανεῖον, ὥσπερ καὶ ἐπὶ τῶν φλεβοτομουμένων. πολλάκις γὰρ καὶ πρὸ τῆς φλεβοτο‐ μίας λούομεν, ἵνα χυθῇ ἡ ὕλη, καὶ εὐρυνθῶσι τὰ ἀγγεῖα. τοῦτο καὶ ἐπὶ τοῦ ἐλλεβόρου. πρὸ γὰρ τῆς δόσεως ἡμερῶν δέκα ἢ πεντεκαίδεκα παράσχωμεν ὀξύμελι καὶ τροφὰς | |
25 | δυναμένας λεπτῦναι· ἐν αὐτῇ δὲ τῇ ἡμέρᾳ ἐν ᾗ μέλλομεν δοῦναι καθάρσιον, λούομεν ἵνα μόνον χύσωμεν τὸν χυμὸν, εἰ ὑποπτεύσομεν ὅτι ἐξαίφνης ἐπαχύνθη. εἶτα μετὰ τὴν δόσιν φοβοῦμαι, μήπως μετὰ τὴν κίνησιν καὶ τὴν κένω‐ σιν τοῦ χυμοῦ τραπῇ ὁ ἐλλέβορος κατὰ τῆς οὐσίας τῆς | |
30 | γαστρὸς, ἢ καὶ εὐαίσθητος ὢν ὁ στόμαχος, λόγῳ σπαραγ‐ μοῦ κινδυνεύσει λειποθυμῆσαι, παρέχομεν τροφὴν τὴν δυναμένην μαχέσασθαι πρὸς τὴν κακίαν τοῦ φαρμάκου. ταῦτα δὲ οὐ δεόντως τροφὴν παρέχομεν, ἀλλ’ ἐν ὀνόματι τροφὴν, τὴν φάρμακον ποιοῦσαν, ἤτοι θριδακίνην, πτι‐ | |
35 | σάνην, καὶ οὐδὲ ταύτην πολλὴν, φοβούμενοι μήπως κα‐ | 146 |
2.147 | ταλύσωμεν τὴν δύναμιν τοῦ φαρμάκου, καὶ κενωθῇ ἀνο‐ νήτως. ἔνθεν οἱ μεταγενέστεροι εὐκράτῳ κέχρηνται μόνῳ. ἀμφοτέρας οὖν ὁ Ἱπποκράτης τὰς ἐξηγήσεις, διὰ μὲν τοῦ εἰπεῖν πιόντα, ὅτι μετὰ τὴν πόσιν δεῖ τρέφειν, διὰ | |
5 | δὲ τοῦ φαγεῖν καὶ λούειν, τὴν προφυλακήν. ἡ γὰρ ποιότης τῆς λέξεως πλῆθος ἐνδείκνυται. πολλὴν δὲ τρο‐ φὴν οὐκ ἂν παρεῖχεν Ἱπποκράτης ἐν τῷ καθαρσίῳ, ἀλλὰ πρὸ τοῦ ἐλλεβόρου. | |
8 | κδʹ. Τὸ αἷμα ἐν ὕπνῳ μᾶλλον εἴσω φεύγει. — | |
9 | ||
10 | Εἴρηται οὗτος ὁ λόγος ἄνω, ὅτι ἐγρήγορσις θερμό‐ τερα τὰ ἔξω, τὰ δὲ ἔσω ψυχρότερα· καθευδόντων δὲ, τὰ ἐναντία. ἐν γὰρ τῷ ὕπνῳ εἴσω ῥέπει τὸ αἷμα. ἔνθεν καὶ περιβλημάτων δεόμεθα, ὡς ψύξεως οὔσης ἐν τῇ ἐπιφα‐ νείᾳ. οὐκ ἔστι δὲ ἄπορον, πῶς ἄνω εἶπε τὴν ἔμφυτον | |
15 | θερμασίαν, καὶ ἐνταῦθα εἶπεν αἷμα. ὁ γὰρ τοῦ ἑνὸς μνη‐ μονεύων καὶ θατέρου μέμνηται. | |
16 | κεʹ. Ῥῖγος ἀπὸ τῆς ἄνω κοιλίης, πῦρ δὲ ἀπὸ τῶν κάτω μᾶλλον. — | |
18 | Τέως δεῖ εἰδέναι, ὅτι ὁ λόγος τῶν ἐπὶ πολύ ἐστιν, | |
20 | ὡς μαρτυρεῖ τὸ μᾶλλον. λέγει δὲ ὅτι τὸ ῥῖγος ἄρχεται ἀπὸ τῆς ἄνω κοιλίας, ὁ δὲ πυρετὸς ἀπὸ τῆς κάτω. ἄνω δὲ λέγει κοιλίαν τὸν στόμαχον, κάτω δὲ τὰ ἔντερα, οὐχ ὥς τινές φασιν, ἄνω μὲν κοιλίαν τὸν θώρακα, κάτω δὲ τὴν γαστέρα, ἢ ἄνω μὲν κοιλίαν τὸν ἐγκέφαλον, κάτω δὲ | |
25 | τὸν θώρακα, ἀλλὰ τὸν στόμαχόν φησι καὶ τὰ ἔντερα. ἐκ γὰρ τοῦ στομάχου ἄρχεται τὸ ῥῖγος. καὶ οὐκ ἔστιν ἄπο‐ ρον· εἶπεν ἄνω, τὸ ῥῖγος ἐξ ὀσφύος ἄρχεσθαι. νῦν οὖν τὸ ῥῖγος ἀπὸ τοῦ στομάχου. ἄνω γὰρ ἐμπρόσθια ὀπισθίοις παρέβαλε, νῦν δ’ ὀπίσθια ἐμπροσθίοις, καί φησιν, ὅτι | |
30 | οἴδαμεν καὶ ἀπὸ στομάχου καὶ τῶν ἐντέρων ἄρχεσθαι ῥῖγος, μᾶλλον δὲ ἀπὸ τοῦ στομάχου, ὅτι εἰ ἀπὸ ἐντέρων | |
γένηται τὸ ῥῖγος, ἀπὸ ψύξεως δηλονότι, ταύτης δὲ τῆς | 147 | |
2.148 | ψύξεως τὸ ψυχρὸν συναισθάνεσθαι· ψυχρότερος δὲ ὁ στόμαχος, ὡς νευρωδέστερος· διὸ καὶ τοῦ ῥίγους αἰσθά‐ νεσθαι, ὡς εὐαίσθητος μάλιστα. τὰ δὲ ἔντερα τὴν κό‐ προν δέχονται, ἔνθα εἴωθε γίνεσθαι σῆψις καὶ θερμασία. | |
5 | εἴποτε οὖν γένηται σῆψις σιτίων εἰς τὴν παρακειμένην γαστέρα ἢ χυμῶν εἰς τὸ πλησιάζον, παρ’ εὐθὺ ἐκεῖνα συ‐ ναισθάνονται, καὶ διὰ τοῦτο ἐκεῖθεν ἀνάπτεται ὡς ἐπι‐ τοπλεῖστον ὁ πυρετός. | |
8 | κϛʹ. Ἐπισπασμὸς ἢν πνεύμων ξηρὸς ἢ καῦμα ὑπέρινον | |
10 | ἰσχναίνει ὕπνος πουλύς. — | |
10 | Ἐπισπασμοῦ νῦν μέμνηται. ἐπισπασμὸν δὲ νῦν καλεῖ τὴν ἀναπνοὴν καὶ μάλιστα τὴν εἰσπνοὴν διὰ τὸ ἐπισπᾶ‐ σθαι ἀέρα. λέγει οὖν ὁ Ἱπποκράτης ὅτι εἴ τινι ἐξαίφνης πυκνοτέρα γένηται ἡ ἀναπνοὴ, πάντως θερμασία ἐμ‐ | |
15 | φωλεύει ἐν τοῖς θωρακικοῖς καὶ ξηραίνει. πάντα δὲ τὰ θωρακικὰ θέλων ἐνδείξασθαι, ἐμνημόνευσε πνεύμονος, οὐ μάτην. εἰ γὰρ ὁ πνεύμων ὁ φύσει ὑγρὸς ξηρότητος συνή‐ σθετο, τί χρὴ προσδοκῆσαι τὰ ξηρότερα τῶν μορίων; ὑπέρινον ἰσχναίνει ὕπνος πολύς. ὑπέρινον καλεῖ | |
20 | τὸ κατεξηρασμένον καὶ κενωμένον σῶμα, ὅπερ ὕπνος εἴωθεν ὑγραίνειν. πλὴν οὐχ ὁ ὕπνος, ἀλλ’ ἡ ἐν τῷ ὕπνῳ πέψις ἐξ αἵματος, καὶ τρεφόμενον ἕκαστον τῶν μορίων ὑγραίνεται. ὑγραίνει δὲ πότε; ὅτε μετὰ τροφὴν δοθῇ, ἵνα ἡ θερμασία ἀσχοληθῇ περὶ τὴν πέψιν τῶν σιτίων. | |
25 | εἰ δὲ ἐν κενωμένῳ καὶ κατεξηρασμένῳ σώματι ὁ ὕπνος εἴωθεν ὑγραίνειν, ἐπιτάξομεν ὕπνον· τότε ἡ θερμασία μὴ εὑρίσκουσα ὑγρότητα, κατ’ αὐτῆς τῆς χρηστῆς τρέπεται καὶ τότε ξηραίνει. καὶ εὑρίσκεται ὁ ὕπνος κατὰ συμβεβη‐ κὸς ξηράνας, καὶ μάλιστα εἰ εἴη πολύς. εἰ γὰρ ἔξω ἐξή‐ | |
30 | ρανται τὸ σῶμα, πάντως ἔχει τινὰ ἰκμάδα. ταύτην οὖν ὁ μακρὸς ὕπνος δαπανᾷ, ὁ δὲ πολὺς τὴν χρηστήν. | |
31 | κζʹ. Ψυχρότατον βρῶμα φακοὶ, κέγχροι, κολοκύντη. — | |
32 | Οὐδεμιᾶς ἐξηγήσεως δέεται ὁ λόγος, τοῦτο δὲ μόνον | |
δεῖ εἰπεῖν, ὅτι ἴσως οὐκ ἠκριβολογήσατο ἐνταῦθα Ἱππο‐ | 148 | |
2.149 | κράτης, ψυχρότατον βρῶμα εἰπὼν τὴν φακήν. ἤρκει γὰρ εἰπεῖν ψυχράν. ἡ δὲ φακὴ ἐναντίαν ἔχει τὴν ποιότητα, ὥσπερ καὶ ἄλλα πολλὰ, ἐκ φύσεως κατὰ διάφορα μέρη διαφόρους ἔχοντα κράσεις, ὥσπερ τὸ κίτρον· θερμὴν γὰρ | |
5 | ἔχει κράσιν εἰς τὸ ἔξω μέρος, ὃ καὶ θερμότερόν ἐστι, ψυχρὸν δὲ αὐτοῦ τὸ ὀξῶδες. οὕτω δὴ καὶ ἡ κέγχρος, ξη‐ ραίνει μὲν ἡ σκληρὰ, ὑγραίνει δὲ ἡ ἁπαλή· οὕτω καὶ ἡ φακὴ καὶ θερμαίνει καὶ ψύχει· ἔνθεν καὶ συστέλλει τὴν γαστέρα, ὡς ψυχρὰ, καὶ ὑπάγει, ὡς θερμή. ἀλλ’ ἐν μὲν | |
10 | τῷ λεπύρῳ τὴν θέρμην ἔχει, ἐν δὲ τῇ οὐσίᾳ τὴν ψύξιν. | |
10 | κηʹ. Ἕλκεα ἐκθύουσιν, ἢν ἀκάθαρτος ἐὼν πονήση. — | |
11 | Ἄλλον τινὰ λόγον νυνὶ ἐκτίθεται, καὶ κελεύει σοι μη‐ δέποτε περιττωματικὸν σῶμα γυμνάζειν, μήποτε ἐξ ἐκεί‐ νης τῆς κινήσεως ἐπὶ τὰ ἔξω ἐρχομένη ἡ ὕλη εὕροι στε‐ | |
15 | γανὸν τὸ δέρμα, καὶ ἐκεῖ μένουσα λόγῳ διαβρώσεως ποι‐ ήσῃ ἕλκη. ἔνθεν Ἱπποκράτης ἐκ τοῦ γινομένου τὸ ποιοῦν ἐδήλωσεν· οὐδὲ γὰρ τὰ ἕλκη ἔξω θύουσιν, ἀλλ’ ἡ ὕλη ἡ ποιοῦσα τὰ ἕλκη. καὶ αὐτὸς μὲν εἶπε τὸ μετριώτατον κακὸν, σὺ δὲ εἰπὲ τὸ μεῖζον, ὅτι οὐ μόνον ἕλκη ποιεῖ | |
20 | τοῦτο τὸ γυμνάσιον, ἀλλὰ καὶ πνιγμοὺς καὶ ἀγχόνας. | |
20 | κθʹ. Γυνὴ, αἲξ, ἐλατήριον, σικύων ἀγρίων βεβρωκυῖα, παιδίοισι κάθαρσις. — | |
22 | Ὥσπερ ἀπὸ τῶν φυσικῶν λόγων ἐν τούτῳ τῷ τμήματι ἤρξατο ὁ Ἱπποκράτης, οὕτω θέλει τελευτῆσαι καὶ εἰς φυ‐ | |
25 | σικούς. καὶ νόμιζε αὐτὸν λέγειν, ἀνδρῶν μὲν ἐφρόντισα καὶ γυναικῶν, ἄρα δὲ τῶν παίδων, ὅτι οὔτε ἐπαινέσαι οὔτε ψέξαι οἴδασιν. ἀλλὰ τοῦτο οὐκ ἔστι φιλανθρωπίας. φροντίσωμεν οὖν καὶ αὐτῶν. εἰσήλθομεν οὖν ποτε πρὸς παιδίον· τοῦτο δὲ ἦν ὑπότιτθον, πολλῇ δὲ ἐμφράξει κα‐ | |
30 | τείχετο· ἠθελήσαμεν οὖν αὐτὸ διὰ καθάρσεως ἐκφράξαι, ἀλλ’ οὐκ ἐδίδου ἡλικία. πλὴν οὐκ ἐγένετο ἄπορος ἡ θεραπεία· ἔστησε γάρ μου τὸ πάθος ὁ Ἱπποκράτης. τῇ γὰρ μητρὶ δέδωκα τὸ καθάρσιον, ὃ ἂν σύνοιδα, ὅπερ ἐστὶν ἐλατήριον. ἐλατήριον δέ ἐστιν ἢ ὀπὸς ἢ χιλὸς σιλφίου. πολλάκις | |
35 | δὲ ἡ θηλάζουσα οὐ δύναται λαβεῖν τὸ καθάρσιον ἢ διά | 149 |
2.150 | τι πάθος ἢ ὅτι οὐκ εἴθισται, τότε φέρω αἶγα καὶ τρέφω αὐτὴν καθαρτηρίοις βοτάναις, ὥσπερ ἐν Περγάμῳ. ἐκεῖ γὰρ ἀλόην καὶ σκαμμωνίαν βοσκομένων τῶν αἰγῶν, δύνα‐ μιν καθαρσίου ἔχει τὸ γάλα. καθαρτικὰς οὖν βοτάνας δὸς | |
5 | τῇ αἰγὶ, οἷον σίκυον ἄγριον, καὶ ἐκ τοῦ γάλακτος ταύτης τρεφόμενον τὸ ἔμβρυον καθαίρεται. εἰ οὖν τοῦτο οὕτως ἔχει, φυσικός ἐστιν ὁ λόγος, ὅτι οὐ τῶν πασχόντων μόνον ἐστὶν ἡ τροφὴ, ἀλλὰ καὶ τῶν δρώντων, καὶ τῶν ἀλλοιούν‐ των ἡμᾶς. ἰδοὺ γὰρ αἱ βοτάναι τὸ γάλα μετέβαλον, | |
10 | ὥσπερ καὶ διάφορος γῆ ἀμείβει τὴν δύναμιν τῶν καρπῶν. ἐν Περσίδι γὰρ ἡ περσέα δηλητήριος, ἀλλ’ ἐνταῦθα τρό‐ φιμος, ταύτης τῆς γῆς ἀπολαύσασα. | |
12 | λʹ. Ἐνθέρμῳ βρωθὲν ἔνδοθεν ψύξις, ἔξωθεν πόνος, ἡλίῳ, πυρὶ, ἐσθῆτι ὥρῃ θερινῇ· τῷ δ’ ἐναντίῳ ἐναντία. — | |
14 | ||
15 | Ἔνθερμον φύσιν νῦν βούλεται θεραπεῦσαι. θεραπεύει δὲ αὐτὴν ψύχων ἔνδοθέν τε καὶ ἔξωθεν· ἀλλ’ ἔνδοθεν μὲν διὰ τροφῶν, ἔξωθεν δὲ, οὐχ ὥς τινές φασιν, δι’ ἡλίου καὶ ἐσθῆτος καὶ γυμνασίων, ἵνα τὸ κατὰ συμβεβηκὸς ἐνδείξη‐ ται, ὡς διαφορεῖται ἡ θερμασία. ἀλλ’ οὐκ ἀνέχεται ὁ Γα‐ | |
20 | ληνός· φησὶ γὰρ ὡς οὐκ ἂν Ἱπποκράτης γυμνάσια παρέ‐ λαβεν ἐν θερμῇ φύσει, εἰπὼν ἐλιννύειν. ἀλλά φησιν, ἔξω‐ θεν μὲν ψύξον καὶ ἔσωθεν. μὴ κέχρησο δὲ ἡλίῳ θερινῷ ἢ ἐσθῆτι ἢ πόνῳ· ταῦτα γὰρ πόνος ἐστὶ τῇ θερμῇ γα‐ στρὶ, τὴν δὲ ψυχρὰν γαστέρα ἔσωθεν μὲν θέρμανον, | |
25 | ἔξωθεν δὲ διὰ πόνου καὶ ἡλίου θερινοῦ καὶ ἐσθῆτος θεράπευσον. | |
26 | λαʹ. Βρώματα τὰ μὲν ταχέως κρατεῖται, τὰ δὲ βραδέως. — | |
27 | Σαφὴς ὁ λόγος. καὶ οὐ διὰ τοῦτο εἶπεν αὐτὸν ὁ Ἱπ‐ ποκράτης, ἵνα γνῷς ὡς τῶν βρωμάτων τὰ μὲν βραδέως, | |
30 | τὰ δὲ ταχέως κρατεῖται. τοῦτο γὰρ καὶ πάντη ἦν δῆλον ὡς οὐχ, ἃ ἐν ὑγείᾳ ὀλίγον χρόνον ἐκρατεῖτο, ταῦτα | |
καὶ ἐν νόσῳ, ἀλλὰ πᾶν πρὸς τὴν ἑαυτοῦ φύσιν, πρὸς τὴν | 150 | |
2.151 | φέρουσαν δύναμιν, πρὸς τὸν καιρὸν, ἐν ᾧ δίδοται, ἢ βρα‐ δέως ἢ ταχέως κρατεῖται. | |
2 | ||
3t | ΑΡΧΗ ΤΟΥ ΕΚΤΟΥ ΤΜΗΜΑΤΟΣ. | |
3t | ||
4 | — — — | |
4 | ||
5 | αʹ. Σάρκες ὁλκοὶ καὶ ἐκ κοιλίης, καὶ ἔσωθεν καὶ ἔξωθεν δῆλον αἰσθήσει ὡς ἔκπνοον καὶ εἴσπνουν. — | |
6 | Πάλιν ἀρχόμενοι τοῦ ἕκτου τμήματος διδάσκομεν ὡς πρὸ πάντων ἐπρέσβευσεν Ἱπποκράτης, ἐκ φύσεως διοι‐ κεῖσθαι τὰ ἡμέτερα σώματα. ἡ γὰρ φύσις ἐποίησε τὰ | |
10 | σώματα, καὶ οὐχ ὥσπερ λιθοξόος ἐποίησε καὶ ἀνεχώρησεν ἡμᾶς, οἶκον ἑαυτῆς, ἵνα ἐν αὐτοῖς κατοικοῦσα φροντίζῃ αὐτῶν· φροντίζε, δὲ διὰ τῶν φυσικῶν δυνάμεων, ἃς ἠρ‐ νήσατο μὲν Ἐρασίστρατος, κατέθετο δὲ ὁ Γαληνὸς, ἐδίδου δὲ Ἱπποκράτης. νῦν γὰρ φαίνεται πρεσβεύων τὴν ἑλκτικὴν, | |
15 | τὴν προτεταγμένην πασῶν τῶν φυσικῶν· λέγει γὰρ ὅτι αἱ σάρκες ὁλκοί εἰσι τουτέστιν ἑλκτικὴν ἔχουσι δύναμιν, οὐχ ὥσπερ ἔλεγεν Ἐρασίστρατος, ὅτι διὰ τῶν φλεβῶν ἀναδίδοται εἰς πᾶν τὸ σῶμα τὸ αἷμα, ὥσπερ διά τινων σωλήνων, καὶ οὕτω δίκην ἀψύχου ὡς εἴς τινα δεξαμενὴν | |
20 | ἐγχεουσῶν τὸ αἷμα τῶν φλεβῶν, τρέφει τὸ μόριον. οὐκ ἀνέχεται δὲ Ἱπποκράτης, ἀλλ’ ὅτι ἑλκτικὴ δύναμίς ἐστιν ἐν ταῖς σαρξί. σάρκας δὲ καλεῖ οὐ μόνον τὴν μυώδη οὐ‐ σίαν, ἀλλὰ πᾶσαν οὐσίαν ἁπαλὴν, ἀντιδιαιρούμενος χόν‐ δρους καὶ ὀστέα. πᾶσα οὖν σὰρξ ἕλκει, ἕλκει δὲ ἐκ τῆς | |
25 | παρακειμένης κοιλότητος, ἕλκουσι τὰ μόρια, καὶ τούτου γι‐ νομένου κατὰ τὸ συνεχὲς, ἡ ὄρεξις φθάνει παρὰ τὸν στό‐ | |
μαχον. ἀλλ’ οἶδεν ὁ Ἱπποκράτης καὶ τὴν φυσικὴν διοίκη‐ | 151 | |
2.152 | σιν καὶ τὴν ἐξ ἀνάγκης γινομένην· ἡ γὰρ φυσικὴ διοίκη‐ σις θέλει ἀπὸ τῶν ἔσω ἔξω ἕλκεσθαι τὴν τροφὴν, ἵνα παρέχηται ἡ τροφὴ ἐν γαστρὶ καὶ ἐκεῖ χιλοποιουμένη ἀνα‐ δοθείη παρὰ τὸ ἧπαρ, κἀκεῖσε ἐξαιματωθείη. ἡ γοῦν φύ‐ | |
5 | σις ἐκ τῶν ἔσω ἔξω πέμπει τὴν τροφὴν, πολλάκις δὲ ἐν περιστάσει ἐν ἐνδείᾳ τροφῆς τὸ ἐναντίον γίνεται, καὶ τὸ ἧπαρ ἕλκει τὴν ἁρμόζουσαν τροφὴν ἀπὸ τοῦ δέρματος. ἢ οὖν τοῦτό φησιν, ὅτι τὸ μὲν ἔσωθεν ἀπέδωκε τῇ φύσει, τὸ δὲ ἔξωθεν τῇ περιστάσει, ἢ καὶ τὸ ἔσωθεν καὶ τὸ ἔξ‐ | |
10 | ωθεν ἐν τῷ κατὰ φύσιν. εἰρήκαμεν οὖν πῶς αἱ σάρκες ἀπὸ τῶν ἔσω ἔξω ἕλκουσιν. ἀλλὰ καὶ πνεῦμα ἀπὸ τῶν ἔξω εἰσφέρεται, ὡς ἐπὶ τῆς ἀναπνοῆς· ἐν γὰρ τῇ εἰσπνοῇ πνεῦμα εἰσφέρεται. λέγει ὁ Γαληνὸς ὅτι οὐ μόνον πνεῦμα ἐκ τῶν ἔξω ἔσω εἰσφέρεται, ἀλλά ποτε καὶ ὑγρότης. πο‐ | |
15 | τὲ γάρ τις ὁδοιπορήσας κατεξηράνθη, ὡς δίψῃ ἀμέτρῳ συνέχεσθαι. δραμὼν εἰς τὸ βαλανεῖον τὴν δίψαν ἔπαυσεν, ἐξ οὗ δῆλον, ὅτι τὸ δέρμα ὑγράνθη, ἐξ οὗ αἱ παρακείμε‐ ναι σάρκες, καὶ τούτου γινομένου κατὰ τὸ συνεχὲς, ἔφθα‐ σεν ἡ ὑγρότης παρὰ τοὺς ὀρεκτικοὺς πόρους, καὶ ἔσβεσε | |
20 | τὴν ξηρότητα. λέγει δὲ ὁ Ἱπποκράτης, ὅτι τοσοῦτον καὶ ἐκ τῶν ἔξω ἔσω τι εἰσφέρεται, ὅτι τοῦτο οὐδὲ λόγου δέ‐ εται δεικνύοντος. εἴσπνοον γὰρ καὶ ἔκπνοόν ἐστι τὸ ζῶον, ἵνα εἴπω τὴν ἀναπνοήν. καὶ διὰ μὲν τῆς εἰσπνοῆς ἐπρέ‐ σβευσε τὴν ἑλκτικὴν, διὰ δὲ τῆς ἐκπνοῆς τὴν ἀποκριτικήν. | |
25 | ἐμνημόνευσεν οὖν Ἱπποκράτης τῶν ἄκρων δυνάμεων, ἑλκτικὴν καὶ ἀποκριτικὴν, ἵνα σὺ συνεπινοήσῃς τὰς μέσας, τὴν καθεκτικὴν καὶ ἀλλοιωτικήν. | |
27 | βʹ. Ἐνθερμότερον φλέβιον αἵματος πλήθει ἀνίσχει τὸ καυσῶδες, καὶ εὐθὺς ἀποκρίνει, καὶ οἷσι τὸ μὲν πῖον, | |
30 | χολὴν ξανθὴν, τὸ δ’ αἷμα μέλαιναν. — | |
30 | Τινὲς τοῦτον τὸν λόγον τοῦ ἄνω ἐχώρισαν, καί φασιν ὅτι ἄνω μὲν φυσικὰ ἔλεγε θεωρήματα, ἐνταῦθα δὲ δια‐ γνωστικά. καὶ καυσώδη ὑποτίθεται πυρετὸν τὸν διττὸν, ὡς ἐδήλωσεν αὐτὸς ἐν τῷ ὑστέρῳ τοῦ περὶ διαίτης ὀξέων. ὁ | |
35 | δὲ Γαληνὸς συνάπτει αὐτὸν τῷ ἀνωτέρω καί φησιν, ὅτι ἐπειδὴ εἶπεν Ἱπποκράτης ὥς ἐστιν ἀποκριτικὴ δύναμις ἐν | |
τῇ πνοῇ, θέλει ὅλως δεῖξαι, πῶς γίνεται ἡ ἐκπνοή. ἀλλὰ | 152 | |
2.153 | πρότερον ὀφείλομεν εἰπεῖν περὶ τῶν ὀνομάτων. τὸ ἐν‐ θερμότερον οὖν δύο σημαίνει, ἢ τὸ πολύαιμον, καθὸ λέ‐ γομεν ἧπαρ καρδίας θερμότερον, καὶ τὸ ἔχον ὀλίγον μὲν, καθαρὸν δὲ αἷμα, ὥσπερ λέγομεν καρδίαν ἐναιμοτέραν | |
5 | ἥπατι, καθ’ οὗ σημαινομένου νῦν κεῖται. φλέβας δὲ καλεῖ ὁ Ἱπποκράτης τὸ διττὸν γένος τῶν ἀγγείων, καὶ τὸ ἀπὸ καρδίας καὶ τὸ ἐξ ἥπατος ὁρμώμενον. ἐνταῦθα οὖν περὶ τῶν ἀρτηριῶν λέγει, ὅθεν καί φησιν ὁ Γαληνὸς, ὅτι οὐκ ἠκριβολογήσατο ὁ Ἱπποκράτης, αἵματος πλῆθος ἐν | |
10 | ταῖς ἀρτηρίαις. ζητεῖ οὖν ὁ Ἱπποκράτης, πόθεν γίνεται ἡ ἐκπνοὴ καί φησιν, ὅτι ἐν τῇ καρδίᾳ καὶ ἐν ταῖς ἀρτηρί‐ αις αἷμα καὶ πνεῦμα περιέχεται. οὐ πειθόμεθα γὰρ Ἐρα‐ σιστράτῳ, μὴ νομίζοντος αἷμα ἐν ταῖς ἀρτηρίαις. ἐπει‐ δὴ οὖν πολὺ αἷμά ἐστιν, ἐκεῖ καὶ περιττώματα χολώδη | |
15 | γεννῶνται, ἃ ἐγείρεται καὶ κενοῖ ἡ ἀποκριτικὴ δύναμις. κε‐ νοῖ δὲ εὐθέως. τοῦτο δὲ οὐ μάτην προστέθειται, ἀλλ’ οἶδεν Ἱπποκράτης, ὡς ἐγείρεται ἡ ἀποκριτικὴ ἢ διὰ πο‐ σότητα, ἢ διὰ ποιότητα, ἀλλ’ ἡ μὲν ποσότης, ὡς ἐν χυμοῖς οὖσα, βραδύτερον ἀποδιώκεται, ἡ δὲ ποιότης, ὡς λεπτὴ, | |
20 | ταχύτερον. ἐν τῇ ἀρτηρίᾳ οὖν ὡς ποιότητος μᾶλλον πλεονα‐ ζούσης, διὰ τοῦτο εὐθὺς κενοῦται τὰ περιττώματα, καὶ οὕτως γίνεται ἡ ἐκπνοὴ, ὥστε ἵνα γένηται σαφὴς ὁ λόγος, οὕτω δεῖ αὐτὸν ἀναγνῶναι, ὅτι τὸ ἐνθερμότερον φλέβιον ἀνίσχει τὸ χολῶδες τῷ πλήθει τοῦ αἵματος, καὶ | |
25 | οἷσι τὸ μὲν πῖον, χολὴν ξανθὴν, τὸ δ’ αἷμα μέλαιναν. τοῦτο ἐν τῷ μέσῳ. ἐπειδὴ γὰρ εἶπεν, διὰ τὰ χολώδη περιττώματα γίνεσθαι τὴν ἐκπνοὴν, ζητεῖ ὁ λόγος πόθεν γεννᾶται ἡ χολὴ, καί φησιν ὅτι ἐξ αἵματος· ἀλλὰ τὸ μὲν πῖον αὐτῆς ποιεῖ τὴν χολὴν, τὸ δὲ παχὺ τὸν με‐ | |
30 | λαγχολικὸν χυμόν. | |
30 | γʹ. Γνώμης, μνήμης, ὀδμῆς καὶ τῶν ἄλλων καὶ πείνης, ὀργάνων ἄσκησις· πόνοι, λουτρὰ, σῖτα, ποτὰ, ὕπνος. ἀφροδίσια, πάντα μέτρια. — | |
33 | ||
Ἐπειδὴ ποικιλίαν ἔχει οὗτος ὁ λόγος, τοῦτο τέως δεῖ | 153 | |
2.154 | εἰπεῖν. ὅτι ἐλλειπτικῶς ἐστι τῇ προθέσει τῇ ἀπὸ τῆς γνώμης γὰρ, ἀπὸ τῆς μνήμης, ἀπὸ τῆς ὀσμῆς δεῖ νοῆσαι. τῶν δὲ ἐξηγητῶν οἱ μὲν εἰς τρία ἔτεμον τοῦτον τὸν λόγον, ἕνα μὲν λόγον ποιησάμενοι, γνώμης, ὀσμῆς, πείνης, καὶ | |
5 | τῶν ἄλλων, δεύτερον δὲ, ὀργάνων ἄσκησις τουτέστιν ἡ τῶν ὀργάνων ἐπιμέλεια διὰ τοῦ συνήθους γενέσθω γυμνα‐ σίου, τρίτον δὲ τῶν ἑξῆς. ἕτεροι δὲ δύο λέγοντες, μνήμης, ὀσμῆς καὶ τῶν ἄλλων ὀργάνων καὶ πείνης, λοιπὸν ἕτερον λόγον, ἄσκησις, καὶ τοῦτο ἐδέξαντο ὡς πρόγραμμα, καὶ | |
10 | ἐπήνεγκαν αὐτῷ τὰ λοιπά. ἄλλοι δὲ ὅλον τοῦτον τὸν λόγον ὡς ἕνα λόγον ἔλαβον· ὁ δὲ Γαληνὸς οὐ ζητεῖ τὰ τμήματα, τὴν δὲ ἔννοιαν τοῦ λόγου ἐξετάζει καί φησιν, ὅτι τὰ λεγόμενα ἐνταῦθα δύναται εἶναι καὶ φυσικὰ καὶ διαγνωστικά. φυσικὰ πῶς; ὅταν ἐὰν θέλῃς γενέσθαι φυσικὸς | |
15 | ἰατρὸς, ζήτησον τὸ ἀπὸ τῆς γνώμης, ἵνα γνῷς ὡς ἐν τῷ μέσῳ τέτακται αἰσθήσεων καὶ πείνης καὶ ποίᾳ κράσει χαίρει, καὶ ὅτι τούτῳ κρινόμεθα ἀπὸ τῶν ἀλόγων. τοῦτο γὰρ διαχω‐ ρίζει τὸ σύμφορον ἀπὸ τοῦ ἀσυμφόρου, τὸ χρηστὸν ἐκ τοῦ ἀχρήστου. ἔγνως τὰ περὶ τῆς γνώμης· ἐλθὲ καὶ εἰς | |
20 | τὴν μνήμην, καὶ μάνθανε ὡς χαίρει μὲν αὕτη τῇ ξηροτέρᾳ κράσει, τέτακται δὲ ὀπίσω τοῦ· λόγου, τὰ παρ’ αὐτῷ δό‐ ξαντα καλῶς ἔχειν ὥσπερ ἐν * τῇσι θύραις φυλάττουσα. ἐλθὲ λοιπὸν καὶ ἐπὶ τὰς * φθαρτικὰς ἐνεργείας, ἐξ ὧν φύονται αἱ αἰσθήσεις. ἀλλὰ πολλαὶ καὶ διάφοροι αἱ αἰ‐ | |
25 | σθήσεις, καὶ τούτων αἱ μὲν ἄτιμοι, αἱ δὲ τιμιώτεραι· μέση δὲ πάντων ἐστὶν ἡ ὄσφρησις τῇ τε θέσει καὶ τῇ ἀξίᾳ. μάνθανε δὲ περὶ τῶν αἰσθήσεων, ὡς τῇ μὲν ὄψει τὸ πῦρ ὑπόκειται, ἔνθεν καὶ χρωμάτων ἀντιλαμβάνεται, τῇ δὲ ἀκοῇ ὁ ἀὴρ, ἔνθεν ἐκείνη τῶν ψόφων, τῇ δὲ γεύσει τὸ | |
30 | ὕδωρ, ἔνθεν αὐτῇ τῶν χυμῶν, τῇ δὲ ἁφῇ ἡ γῆ, ἔνθεν αὐτῇ τῶν ἁπτῶν ἤτοι τῶν μαλθακῶν καὶ σκληρῶν. ἐπειδὴ δὲ πέμπτον οὐκ ἦν στοιχεῖον, ὀφεῖλον ὑπηρετῆσαι τῇ ὀσφρήσει, ἐμηχανήσατό τι ἡ φύσις. ὥσπερ γὰρ ἡ ὄσφρησις μέσον κεῖται τῆς ἀκοῆς καὶ τῆς γεύσεως, μέσον | |
35 | δὲ ἀέρος καὶ ὕδατός ἐστιν ὁ ἀτμὸς, διὰ τοῦτο ἡ ὄσφρη‐ | 154 |
2.155 | σις ἀτμῶν ἀντιλαμβάνεται. ταῦτα μὲν οὖν ζήτει ἐν τοῖς ψυχικοῖς. ἔρχου δὲ εἰς τὰ φυσικά. ἀλλὰ τῶν φυσικῶν προηγεῖται ἡ πεῖνα. διὸ ταύτης ἐμνημόνευσε. καὶ μάν‐ θανε ὅτι σύνθετόν τί ἐστιν ἡ πεῖνα ἐξ ἐνδείας μὲν τοῦ | |
5 | παντὸς σώματος, συναισθήσεως δὲ καὶ ὀρέξεως τοῦ στο‐ μάχου. καὶ ἵνα μὴ τοῖς κατὰ μέρος ἐνδιατρίβῃ, ὁ βραχυ‐ λόγος Ἱπποκράτης ἔφη, καὶ τῶν ἄλλων, ἵνα σὺ ζητῇς τὰς φυσικὰς δυνάμεις, τὰς ζωτικὰς, καὶ πᾶν ὃ γέγονεν ἐκ τῆς φύσεως. λοιπὸν ζήτει καὶ ἄλλα φυσικὰ, τὴν ἄσκη‐ | |
10 | σιν τῶν ὀργάνων, ἵνα ἕκαστον μόριον τῷ συνήθει γυμνάζῃ γυ‐ μνασίῳ, μύας μὲν τῇ κινήσει, γαστέρα δὲ τῇ χιλοποιήσει, ἧπαρ δὲ τῷ ἐξαιματοῦν. καὶ μὴ ἐξ ἀνοίας ἀπατήσῃς τὴν γαστέρα ἐξαιματοῦν. ταῦτα δὲ πάντα τὰ φυσικὰ ζήτει, οὐχ ἵνα γνῷς αὐτὰ μόνον, ἀλλ’ ἵνα γινώσκων φυλάξῃς | |
15 | ὑγείαν· φυλάξεις δὲ διὰ τῶν συμμέτρων πόνων, καὶ ἀφροδισίων, καὶ πάντων τῶν λεγομένων. οὕτω μὲν οὖν εἰ λάβῃς τὸν λόγον, φυσικῶς· εἰ δὲ διαγνωστικὸν, οὕτως ἐξη‐ γήσῃ, ὅτι εἰσερχόμενος πρὸς νοσοῦντα, εἰ θέλεις καλῶς θεραπεῦσαι, προηγείσθω διάγνωσις. πᾶσα δὲ διάγνωσις | |
20 | ἀπὸ συμπτωμάτων γίνεται, πᾶν δὲ σύμπτωμα ἢ ψυχικὸν ἢ φυσικόν. οὐκοῦν ζήτει τὰ ἀπὸ τῆς γνώμης συμπτώ‐ ματα, ἆρα πρόσθεν σιγηλὸς ὢν καὶ κόσμιος, νῦν ἀλ‐ λόκοτα φθέγγεται, καὶ τῷ τυχόντι ὀργίζεται, μέγα κακόν· παραφροσύνη γὰρ μᾶλλον μελετᾶται. εἰ δὲ τὸ ἐναντίον, | |
25 | θρασὺς καὶ φλύαρος ὢν ἐν τῇ ὑγείᾳ νῦν σιωπᾷ, νῦν μόγις θυμοῦται, μέγα κακόν· κάρος γὰρ μᾶλλον ἢ κῶμα μελετᾶται. ζήτει δὲ τὰ ἀπὸ τῆς μνήμης, εἰ πέρα τοῦ δέοντος μνημονεύουσιν, εἰ οὐδὲ ὅλως μνημονεύουσι· τοῦτο γὰρ πάντως ἕπεται διαθέσει τινὶ καὶ ἐμφωλευούσῃ. | |
30 | ζήτει δὲ καὶ ἀπὸ τῶν αἰσθήσεων. ἀλλὰ πασῶν παράδειγ‐ μα διὰ τὴν εἰρημένην αἰτίαν, ἡ ὀσμή. εἰ ἄρα εὐωδίας παρούσης, δυσωδίας αἰσθάνονται ἢ τῶν δυσωδῶν ὡς εὐωδῶν ἀντιλαμβάνονται, ἔγνως τὰ ψυχικά. μηδὲ τῶν φυσικῶν ἀμελήσῃς. ἀλλὰ τῶν φυσικῶν προηγεῖται ἡ | |
35 | πεῖνα. ζήτει οὖν, οὐκ ὀρέγονται, ἢ ὀρέγονται, ὀξωδῶν ἢ | 155 |
2.156 | κνισωδῶν ἁπλῶς ἢ πάντων. ζήτει δὲ καὶ τὴν ἄσκησιν τῶν ὀργάνων τουτέστιν εἰ ἕκαστον ὄργανον ἀμέμπτως προβάλλεται τὴν οἰκείαν ἐνέργειαν. λοιπὸν ὁ τελευταῖος λόγος πολλοῦ ἄξιος. ὑγείαν γὰρ βούλεται φυλάξαι ἐν τῷ | |
5 | σώματι. οὕτω δὲ ὁ λόγος παραδίδωσί σοι καὶ εἴδη ὑγι‐ εινῶν παραγγελμάτων καὶ τάξιν καὶ μέτρον. εἴδη μέν φησι, πόνους, λουτρὸν, σῖτα· καὶ τάξιν δὲ, ὅτι οὐχ ὡς ἔτυχεν αὐτὰ ἔταξεν, οὐδὲ ἀφορῶν πρὸς τὸ κάλλος τῆς συνθήκης, ἀλλὰ πρὸς τὴν ἀλήθειαν τῶν πραγμάτων. εἰ | |
10 | γὰρ θέλομεν φυλάξαι ὑγείαν ἐν σώματι, θέλομεν χρήσα‐ σθαι πόνῳ. πόνον δὲ νῦν φησι τὸ γυμνάσιον. κεχρήμεθα δὲ αὐτῷ, ἵνα ζωπυρήσωμεν τὴν θερμασίαν, καὶ ἐξενέγ‐ καντες τὰ περιττώματα ἀνεγείρωμεν τὰς δυνάμεις. ἐχρη‐ σάμεθα οὖν τοῖς γυμνασίοις καὶ ἐτύχομεν τούτων τῶν | |
15 | ἀγαθῶν, ἀλλὰ καί τινων κακῶν. ἴσως γὰρ ἐκ τοῦ κόπου ξηρότερα γεγόνασι τὰ ἄρθρα, τραχύτερον τὸ σῶμα, ἀνω‐ μαλία περὶ τὸ δέρμα. πάντα ταῦτα σβέννυσι τὸ βαλανεῖον. ἐχρησάμεθα μετὰ τὸ γυμνάσιον τὸ λουτρὸν, καὶ ἐτύχομεν πολλῶν ἀγαθῶν, ἀλλὰ καὶ διαπεφόρηται τὸ σῶμα ἐν τῷ | |
20 | βαλανείῳ. οὐκοῦν χρησώμεθα σιτίοις, τὸ λεῖπον εἰσάγου‐ σιν· ἐχρησάμεθα καὶ σιτίοις. καὶ ἆρα ὡς μόλιβδον θέλο‐ μεν εἶναι τὴν τροφὴν ἐν τῇ γαστρί; καὶ πῶς πέψεται; ὥσπερ γὰρ ἄλφιτα, μὴ τυχόντα ὑγρασίας, οὐ δια‐ πλάττεται, οὕτω καὶ ἡ τροφὴ, μὴ τυχοῦσα ποτοῦ, | |
25 | οὐ πέττεται. ὑγρασίη γὰρ τροφῆς ὄχημα. δεδώκα‐ μεν οὖν καὶ πόμα. ἆρα δὲ διὰ ταῦτα δεδώκαμεν, ἵνα τὴν γαστέρα πληρώσωμεν, ἢ ἵνα πεφθέντα ἀνα‐ δοθῇ παρὰ τὸ πᾶν σῶμα; χρεία οὖν καὶ πέψεως· ἀλλὰ τὰ σῖτα αὐτὰ ἑαυτὰ οὐ πέττει, ἀλλ’ ἐξ ἀλλοιωτικῆς δυνάμεως, | |
30 | ὄργανον ἐχούσης τὸ πλούσιον τῆς θερμασίας· πλουσία δὲ ἡ θερμασία ἐν τῷ ὕπνῳ. οὐκοῦν μετὰ τὴν τροφὴν διαδε‐ χέσθω καὶ ὕπνος. ἐγένετο οὖν ἡ πέψις, ἀλλὰ περιττώ‐ ματα συνῆκται. οὐκοῦν χρησώμεθα τοῖς ἀφροδισίοις διὰ τὴν ἔκκρισιν τῶν περιττωμάτων. ὅρα οὖν ὅτι καὶ ἐν | |
35 | ὑγιεινοῖς παραγγέλμασι τάττεται τὰ ἀφροδίσια. ὅρα δὲ | |
καὶ τέχνην Ἱπποκράτους· οὐδὲ γὰρ παρέλαβε τὰ ἀφροδί‐ | 156 | |
2.157 | σια ἢ πρὸ τροφῆς ἢ εὐθὺς μετὰ τὴν τροφὴν, πρὸ μὲν τροφῆς, ἵνα μὴ ἐκκεχολωμένῳ καὶ ζέοντι τῷ σώματι τοι‐ οῦτον βρασμὸν ἐπιτάξῃ, μετὰ τροφὴν δὲ, ἵνα μήπως ὠμὴ ἐξελκομένη ἡ τροφὴ πολλὰ κακὰ ποιήσῃ. ὥσπερ ἐν τῇ | |
5 | τέχνῃ τῇ ἐρωμένῃ, ὁ ἐραστὴς εὐθὺς μετὰ τὸ δεῖπνον ὁρμήσας ἐπὶ ἀφροδίσια, ἥλω ἀποπληξίᾳ. ἀλλὰ παρέλαβεν αὐτὰ μετὰ πέψιν, τὸ περίττωμα ὀφεῖλον μόνον κενῶσαι. ταῦτα μὲν περὶ τοῦ εἴδους· ταῦτα καὶ περὶ τῆς τάξεως. περὶ δὲ τοῦ μέτρου αὐτὸς ἐπιφέρει, πάντα μέτρια. | |
10 | οὐκοῦν μεμαθήκαμεν τὰ ὑγιεινὰ παραγγέλματα, ἀλλὰ φαινόμεθα ἐξ ὧν ἐπαινοῦμεν τὸν Ἱπποκράτην, λοιδοροῦν‐ τες τὸν Γαληνόν. ἰδοὺ γὰρ ὁ Ἱπποκράτης ἐν ἐλαχίσταις λέξεσι πάντα ἐδίδαξε τὰ ὑγιεινά. καὶ τί ὁ Γαληνὸς το‐ σούτους στίχους ἐξέθετο ὑγιεινούς; ὥσπερ γὰρ ὁ Ἱππο‐ | |
15 | κράτης ἕξ τινα παραδέδωκε πράγματα, οἷον πόνους, λου‐ τρὰ, σιτία, ποτὰ, ὕπνοι, ἀφροδίσια, οὕτω καὶ ὁ Γαληνὸς ἓξ βιβλία ἐξέθετο ὑγιεινά. ἀπολογούμεθα δὲ ὑπὲρ Γαλη‐ νοῦ οὕτως, ὅτι Ἱπποκράτης μὲν ἔσπειρεν, ἐγεώργησε δὲ ὁ Γαληνός. οὐδὲ γὰρ ἀρκεῖ τοῦτο τὸ ἀκοῦσαι πάντα μέ‐ | |
20 | τρια· ἄλλο γὰρ ἄλλου τὸ μέτριον· ἔπειτα δὲ γυμνασίου μόνου ἐμνημόνευσεν Ἱπποκράτης, ἐπιδιεῖλε δὲ ὁ Γαληνὸς, τῶν γυμνασίων τὰ μὲν ὅλον τὸ σῶμα, τὰ δὲ μέρος γυ‐ μνάζει. καὶ ἄχρι ποσοῦ δεῖ γυμνάζεσθαι εἶπεν ὁ Γαληνὸς, καὶ ἐν ποίῳ τόπῳ, καὶ πότε. ἐποίκιλε δὲ καὶ τὴν διαίρεσιν τῶν | |
25 | βαλανείων, εἰ ἄρα ἀπὸ θειωδῶν, ἀπὸ γλυκέων, ἀπὸ ἀσφαλτωδῶν ὑδάτων δεῖ αὐτὰ εἶναι. εὑρήκαμεν ἀπὸ ποίων, ποῦ τὸ πρῶτον, τὸ δεύτερον, τὸ τρίτον, τὸ τέταρτον μέρος τοῦ βαλανείου, ποῦ ὁ τρόπος αὐτοῦ κατὰ τὰ ἐν αὐτῷ παραλαμβα‐ νόμενα. ὁμοίως δὲ καὶ περὶ τῶν σιτίων· τούτων γὰρ τὰ | |
30 | μὲν εὔπεπτα, τὰ δὲ δύσπεπτα, τὰ μὲν ταχέως, τὰ δὲ βραδέως κρατεῖται. ὡσαύτως δὲ καὶ περὶ τῶν πομάτων, ποῦ γάλα, ποῦ οἶνος, ποῦ τὸ ὕδωρ. ταῦτα καὶ περὶ τῶν ὕπνων, ἐν ψυχεινῷ, ἐν θερμῷ χωρίῳ, ἐπὶ πολὺν, ἐπὶ ὀλίγον χρόνον. ὁμοίως καὶ περὶ τῶν ἀφροδισίων, ἄχρι | |
35 | πόσου καὶ πότε. ἐν φλεγματικῇ δεῖ αὐτοῖς κεχρῆσθαι | |
κράσει, οὐκ ἐν ξανθοχολικῇ. λαγνείη γὰρ τῶν ἀπὸ φλέγ‐ | 157 | |
2.158 | ματος νούσων ὠφέλιμος, ὥστε καὶ σπερματικῶς μὲν ἐξέ‐ | |
θετο ὁ Ἱπποκράτης, πλατύτερον δὲ ὁ Γαληνός. | 158 | |
2.159 | δʹ. Ὀδυνέων τὴν ἐγγυτάτω κοιλίην διαιρεῖν, καῦσις, τομὴ, θάλψις, πταρμὸς, φυτῶν χυμοὶ, ἐφ’ ὧν τὴν δύναμιν ἔχουσι καὶ κυκεών. κακούργων, σκόροδον, γάλα, οἶνος ἀπεζεσμένος, ὄξος, ἅλες. — | |
4 | ||
5 | Μετὰ τοσοῦτον μῆκος θεωρίας ἐπὶ ἕτερον εἰσβάλλω πέλαγος, ὅθεν πολλῆς δέεται ὁ λόγος προθυμίας. ἀλλὰ ὁ λόγος θέλει θεραπεῦσαι διαφόρους ὀδύνας. οὐκ ἂν δὲ δυνηθῶμεν αὐτῷ παρακολουθῆσαι, μὴ γνόντες, τί μέν ἐστιν ὀδύνη, πόθεν δὲ γίνεται, καὶ πόσαι αὐταῖς ὀδύ‐ | |
10 | ναις αἱ κατὰ μέρος διαφοραί. ἀρξώμεθα οὖν ἀπὸ τοῦ πρώτου. ὀδύνη ἐστὶν ἀνιαρὰ συναίσθησις, καὶ δεῖ πάντως ἐν ταύτῃ συνδραμεῖν, καὶ δεῖ πεφυκὸς αἰσθάνεσθαι, καὶ ἀηδῆ τινα αἴσθησιν· εἰ οὖν τοῦτο οὕτως ἔχει, εὑρήκαμεν καὶ τίνος ἡ ὀδύνη ἐστὶν, ὅτι οὐ τῶν ἀναισθήτων, ἀλλὰ | |
15 | τῶν αἰσθανομένων μορίων. πόθεν οὖν γίνεται, ζητήσω‐ μεν. ἀλλὰ τέως ζητήσωμεν, εἰ πολλὰ τὰ τῆς ὀδύνης αἴ‐ τια· καὶ οὕτως αὐτὰ ἀνάγωμεν ὑπό τι γένος. ξίφος οὖν τῇ διαιρέσει ἐποίησεν ὀδύνην, λίθος τῇ θλάσει, θηρίον δακὸν τῇ διαβρώσει, πῦρ τῇ διαφορήσει, ψύξις τῇ συνα‐ | |
20 | γωγῇ, καὶ ἄλλα μυρία, ἃ ἐπὶ τῶν ἔξω. καὶ ἐπὶ τῶν ἔσω χυμὸς πολὺς ἢ δριμὺς ἢ πνεύματα διατείνοντα ἢ ψύξις ἢ θερμασία ποιεῖ ὀδύνην. ἀλλ’ ἴσως ἀπερίληπτα κατὰ μέρος, συνάγων δὲ τῶν πολλῶν εἰς μίαν φύσιν τὸ γένος διέξεισιν. οὐκοῦν δεῖ εἰπεῖν ὅτι πᾶσα ὀδύνη ἢ | |
25 | ἀπὸ τῶν ἔσωθεν ἢ ἀπὸ τῶν ἔξωθεν γίνεται· ἢ οὕτως, πᾶσα ὀδύνη γίνεται ἢ ἐξ ἀθρόας μεταβολῆς ἢ ἐκ τῆς κατὰ ποιότητα ἐναλλαγῆς. εἰ δὲ θέλεις, καὶ ταῦτα συ‐ νάγω εἰς ἕν. πᾶσα γὰρ ὀδύνη ἐκ λύσεως συνεχείας γίνε‐ ται. λύσιν δὲ καλῶ συνεχείας οὐ μόνον τὸ κοινὸν νόσημα, | |
30 | ἀλλὰ καὶ ὁμοιομερὲς καὶ ὀργανικόν· πάντα γὰρ λύουσι | |
τὴν συνέχειαν τῆς εὐκρασίας τοῦ μορίου. καὶ ἔχει οὗτος | 159 | |
2.160 | ὁ λόγος τινὰ ἐπιείκειαν. εἰ οὖν ἔγνωμεν τὰ αἴτια τῆς ὀδύνης, ἔχομεν καὶ τὰς ἀφορμάς. εἰ γὰρ ἐξ ἀθρόας με‐ ταβολῆς γίνεται ὀδύνη, ἀθρόα δὲ μεταβολὴ οὐ γίνεται, εἰ μὴ ἀπὸ θερμασίας καὶ ψύξεως τῶν δραστικῶν ποιοτήτων. | |
5 | ξηρότης γὰρ καὶ ὑγρότης, ὡς ὑλικαὶ, τὸν χρόνον ποιοῦσιν. αἱ διαφοραὶ ἄρα τῆς ὀδύνης ἐν θερμασίᾳ καὶ ψύξει εἰ‐ σίν. ἐπεὶ οὖν ταῦτα ἡμῖν προείληπται ἔξωθεν, ἴδωμεν τὴν ἔννοιαν τοῦ λόγου, ὀδυνέων. ἃ μὲν ἡμῖν εἴρηται, ὡς λογικῶς εἴρηται περὶ τῆς ὀδύνης. νῦν δὲ καὶ θεραπεύει | |
10 | τὰς ὀδύνας Ἱπποκράτης. ἀλλ’ οἴδαμεν ὅτι πλείονές εἰσιν ὀδύναι παρὰ τὰ ποιοῦντα αἴτια. διὰ τοῦτο πληθυντικῶς ἀπεφήνατο. τὸ δὲ εἰρημένον τάξιν ἔχει προγράμματος. ὀδυνέων γὰρ τουτέστι περὶ τῶν ὀδυνῶν. εἰ οὖν ὀδύνην θέλεις θεραπεῦσαι, μέμνησο τοῦ Ἱπποκράτους κανόνος, | |
15 | ὅτι δεῖ σε πρότερον κοινὴν ἐπιμέλειαν ποιήσασθαι τοῦ παντὸς σώματος, καὶ εἰ μὲν ποιότητι λυπεῖται, καθάρω‐ μεν, εἰ δὲ ποσότητι, φλεβοτομήσωμεν. ἀλλ’ Ἱπποκράτης λέγει σοι καὶ τὸν τόπον, δι’ οὗ ὀφείλεις ποιῆσαι τὴν κά‐ θαρσιν· φησὶ γὰρ διὰ τῆς ἐγγυτάτω κοιλίας. κοιλίαν δὲ κα‐ | |
20 | λεῖ πᾶσαν κοιλότητα, καὶ θέλει σε τὴν ἐγγύτατα κενοῦν, ὥσπερ ἐκ τῶν διαίτης ὀξέων, πλευριτικὸν φλεβοτομῶν, διὰ τὴν κοινωνίαν τοῦ μορίου τὴν μασχάλην ἀνέταμον. ἔξεστι δὲ καθολικὸν τὸν λόγον λαβεῖν· ἐγκέφαλον γὰρ κένωσον διὰ ὑπερῴας καὶ μυκτήρων, θώρακα δὲ διὰ ῥινός. γέγονεν | |
25 | οὖν ἡ τοῦ παντὸς ἐπιμέλεια. καιρὸς δὲ λοιπόν ἐστι τῶν τοπικῶν βοηθημάτων. ἀλλὰ πάλιν καὶ ἐνταῦθα νικήσει ὁ κανὼν Ἱπποκράτους, λέγων τὸ μὲν κεχρῆσθαι ἀθρόᾳ με‐ ταβολῇ, ἀλλὰ συνεθίζειν τὴν φύσιν, ἐκ τῶν ἐπιπολαίων βοηθημάτων ἀνέχεσθαι τῶν δραστικῶν. ἐχρήσατο οὖν τοῖς | |
30 | ἐπιπολαίοις, καὶ οὐδὲν ὠφελήθη. λοιπὸν ὁ Ἱπποκράτης, ἔρχεται ἐπὶ τὰ δραστικὰ ἢ ψυχρὰ, πρὸς ὃ ἂν συνίδωμεν. ἐχρησάμην οὖν καὶ καυστῆρι· εἰ δ’ οὐδὲν προκόπτει, μηδὲ χειρουργίας ἀμελήσωμεν. ἴσως γὰρ μὴ δυνηθεῖσα ἡ φύσις διαφορῆσαι τὸν χυμὸν, δεύτερον πλοῦν πλεύσασα εἰς | |
35 | πῦον μεταβάλλει, καὶ χρεία τομῆς ἐξαγούσης τὸ πῦον. | |
γεγόνασι καὶ ταῦτα. παραλάβωμεν καὶ θάλψιν. ὥσπερ | 160 | |
2.161 | ἐν τοῖς ἀφορισμοῖς ὀφθαλμίαν ἐθεράπευσα διὰ φλεβοτο‐ μίας, ἀκρατοποσίας, καθάρσεως, λουτροῦ, πυρίας. ταύτῃ οὖν τῇ θάλψει χρησώμεθα· καὶ εἰ μὲν δεῖ θερμᾶναι τὸ πᾶν σῶμα, πάρεστι τὸ βαλανεῖον· εἰ δὲ τὸ μόριον τὸ | |
5 | πάσχον, ἡ πυρία. πυρία δὲ καὶ διὰ σπόγγων καὶ δι’ ὀστράκων καὶ διὰ χαλκοῦ. ἔνθεν ὁ Ἱπποκράτης τῷ γενι‐ κωτέρῳ ὀνόματι ἐχρήσατο τῆς θάλψεως. ταῦτα μὲν οὖν πάντα εἴρηται ὡς ἐπὶ θέρμῃ ψυχρᾶς καὶ βιαζομένης αἰ‐ τίας. εἰ δὲ θέρμη εἴη, ψύξον. κίνει δὲ καὶ πταρμοὺς ἐν | |
10 | καιρῷ δέοντι. τοῦτο δέ ἐστιν ὅτε πνεῦμα καὶ ὑγρότης πλεονάζει ἐν τῷ ἐγκεφάλῳ, ὅτε μὴ χαλεπὴ ἡ ὀφθαλμία, μή τις διάθεσις ἐν τῷ θώρακι, μὴ ἔμβρυον ἐν τῇ μήτρᾳ, μήπως τῷ κλόνῳ πολλὰ δεινὰ ἀκολουθήσῃ. πᾶσι τούτοις χρησάμενοι οὐδὲν ὠφελήσαμεν, καὶ δεῖ ἡμᾶς ἀνακινῆσαι | |
15 | καὶ τὸ βοτανικὸν μέρος τῆς τέχνης, καί που μὲν παρα‐ λαβεῖν φυτοῦ ὀπὸν, ὥσπερ τὸν ὀπὸν τοῦ κυρηναϊκοῦ, αὐτὸ τὸ ὄπιον· εἰ δὲ μὴ ὀπὸν, χυλῷ χρήσασθαι. διὰ τοῦτο ὁ Ἱπποκράτης τῷ γενικωτέρῳ ὀνόματι ἐχρήσατο τοῦ χυ‐ μοῦ εἰπὼν, χυμοὶ φυτῶν. φυτὰ δὲ καλεῖ ἡ παλαιὰ συ‐ | |
20 | νήθεια καὶ πόας καὶ θάμνους καὶ δένδρα. λοιπὸν ὁ Ἱπ‐ ποκράτης ἐπιφέρει θαυμαστὸν λόγον, ὅτι ζήτει ταῦτα πάντα, ἐφ’ ὧν τὴν δύναμιν ἔχουσι, πολλὰ δὲ διὰ τού‐ του ἐνδεικνύμενος, ὅτι κατὰ πολλοὺς τρόπους ἐναλλάττε‐ ται ἡ θεραπεία. καὶ γὰρ διὰ τὴν διάθεσιν οὕτως, ὅτι | |
25 | ἐστὶ κωλικὴ διάθεσις, ἀλλ’ ὅτι καὶ ἀπὸ φλέγματος γίνε‐ ται καὶ ἀπὸ χολῆς· ἀλλὰ τὴν μὲν ἐθεράπευσα ψυχρῷ ὕδατι, τὴν δὲ ἀνηθελαίῳ. παρὰ δὲ τὸν τόπον οὕτως, ὅτι φλεγμονὴ ἐν ὀφθαλμῷ καὶ φλεγμονὴ ἐν γαστρὶ διαφόρως θεραπεύονται. ἀπὸ δὲ τῶν ἔξωθεν, ὅτι παρὰ τὴν ἡλικίαν, | |
30 | παρὰ τὴν κράσιν, παρὰ τὴν ὥραν καὶ χώραν, ἀμείβεται ἡ θεραπεία. πρὸς τοῖς εἰρημένοις βοηθήμασι κεχρή‐ μεθα καὶ κυκεῶνι. κυκεὼν δέ ἐστι μίγμα ἐξ οἴνου καὶ ἀλφίτου. τούτων γὰρ νῦν καὶ δεόμεθα. ὁ Γαληνὸς οὖν, | |
πάντων ἀπαγορευόντων μηδέποτε ἐπὶ κεφαλαλγίας κε‐ | 161 | |
2.162 | χρῆσθαι οἴνῳ, χρησάμενος ἐθεράπευσεν, εἰ ἔγνω ἀπὸ ψύξεως τὴν κεφαλαλγίαν. εἰ οὖν τοῦτο ἐπὶ κεφαλαλγίας, πολλοῦ φλέγματος ἐν τῇ γαστρί· εἰ οὖν εὑρεθῇ φλέγμα ἐν τῇ γαστρὶ, θέλομεν χρήσασθαι τῷ οἴνῳ· εἰ δὲ εὐ‐ | |
5 | παθὴς ἡ κεφαλὴ, φοβούμεθα. τότε οὖν μηχανᾶταί τι ἡ τέχνη, καὶ δίδωσι μὲν οἶνον διὰ τὸ φλέγμα, ὕστερον δὲ παρέχει πολὺν εὔκρατον, ἵνα ἐκεῖνο τῇ παχύτητι κατά‐ σχῃ κατὰ τὴν θερμασίαν τοῦ οἴνου, καὶ μὴ ἐάσῃ αὐτὸν εὐανάδοτον γενέσθαι. ὃ οὖν ἐκεῖ ἐποίει τὸ εὔκρατον, | |
10 | τοῦτο ἐνταῦθα τὰ ἄλφιτα, ἵνα τῷ πάχει κάτω κατάσχῃ τὸν οἶνον. λοιπὸν ὁ Ἱπποκράτης ἐπιφέρει θαυμαστὸν λό‐ γον, ὅτι καὶ ἀπὸ τῶν κακούργων ζήτει. πολλὰ γὰρ εἴρη‐ ται αἴτια τῆς ὀδύνης, καὶ οὔπω συνεπεράνθη. ὀδυνῶσι γὰρ ἡμᾶς καὶ τὰ δηλητήρια, καὶ τούτων τὰ μὲν ἔξωθεν, | |
15 | τὰ δὲ ἔσωθεν, καὶ τὰ μὲν θερμαίνοντα, τὰ δὲ ψύχοντα. Ἰὸς ἀσπίδος ἔξωθεν μὲν οὐ θερμαίνει, ἰὸς σκορπίου ἔξωθεν οὐ ψύχει, ὅθεν δοκοῦσιν ὡς ὑπὸ κρυστάλου βάλ‐ λεσθαι· κώνειον ἔσωθεν οὐ ψύχει· σκαμμωνία ἔσωθεν οὐ θερμαίνει. ζήτησον δὲ καὶ τὰς ἐπιτηδειότητας· λαγωὸς | |
20 | θαλάσσιος ἑλκοῖ τὸν πνεύμονα, κανθαρὶς δὲ τὴν κύστιν. ἀλλὰ καὶ ταῦτα διὰ τῶν ἐναντίων θεραπεύομεν. ἔνθεν καὶ Γαληνός ποτε, ἀλλὰ καὶ * γαληνὸς ἐν τοῖς δηλητη‐ ρίοις τάττεται, καὶ μάλιστα τὸ τυρῶδες. πλὴν κεχρή‐ μεθα τῷ ὀρώδει, καὶ μετὰ μέλιτος. κεχρήμεθα δέ ποτε | |
25 | καὶ σκορόδῳ ἐν ψυχρᾷ διαθέσει, καὶ οἴνῳ ἀπεζεσμένῳ. τὸ δὲ ἀπεζεσμένῳ σημαίνει ἢ ὅτι οὐδὲ τῷ θέρει παρέχομεν ψυχρὸν αὐτὸν, ἀλλὰ θερμάναντες διδόαμεν ζεστάκρατα· ἢ ὅτι ἕψομεν ὡς ἐπὶ σιραίου ἕψομεν τοῦτον· ἢ καὶ ὅτι μιγνύντες αὐτῷ τινα ἕψομεν ἢ μυρσί‐ | |
30 | νας ἢ κύπειρα, ἃ δύνανται αὐτὸν ἐπιθερμᾶναι. εἰ δέ ποτε μάθωμεν ὅτι καὶ βλεννώδης χυμὸς συνῆκται, ὥσπερ ἐπὶ τῶν μυκήτων· οὗτος δέ ἐστιν εἶδος ἀμανιτῶν· δυσα‐ πολύτως δὲ ἔχονται τοῦ στομάχου οὗτοι· ἐπὶ τούτων τὰ δραστικὰ τῶν βοηθημάτων παρέχειν ὄξος, ἅλας, νίτρον, | |
35 | ἃ δύνανται μαστίξαι παχὺν χυμόν. | 162 |
2.163 | εʹ. Ὁ ἐμψυχρότερος ἐν ψυχρῇ ὥρῃ καὶ χώρῃ ἐνθερ‐ μότερος ἔσται. — | |
2 | Πολλὰ τῶν βιβλίων τοῦτον ἔχουσι τὸν λόγον πρὸ τοῦ προειρημένου. λέγει δὲ τοῦτο, τὸ ἀλλαχοῦ εἰρημένον ἐπὶ | |
5 | τετάνου· νέῳ εὐσάρκῳ θέρεος μέσου, ψυχροῦ πολλοῦ. τοῦτο οὖν καὶ ἐνταῦθα λέγει, ὅτι ψυχροτέρα κράσις ἐν ψυχροτέρᾳ ὥρᾳ καὶ χώρᾳ θερμοτέρα ἐστὶ, πυκνουμέ‐ νης τῆς ἐπιφανείας, καὶ ἀπολαμβανομένου ἔσω τοῦ θερ‐ μοῦ. ἔνθεν λαμβάνεται ὁ Γαληνὸς τοῦ ἐνθερμότερον. τὸ | |
10 | γὰρ εν τὴν ἐπίτασιν δηλοῖ, ἐπείπερ ἤρκει εἰπεῖν ὅτι θερ‐ μότερον ἔσται. | |
11 | ϛʹ. Ἄνθρωπος ἐκ κόπου, ἐξ ὁδοῦ ἀδυναμίη καὶ βάρος, ἀνέπτυεν· ἔβησσε γὰρ ἐκ κορυφῆς. πυρετὸς πρὸς χεῖρα ὀξὺς, ὑποδάκνων· δευτεραίῳ καρηβαρίη, γλῶσσα ἐπε‐ | |
15 | καύθη, ῥὶς ὀνυχογραφηθεῖσα οὐχ ᾑμοῤῥάγησεν· ἀριστε‐ ρὸς σπλὴν μέγας καὶ σκληρὸς ὠδυνᾶτο. — | |
16 | Ἐν τούτῳ τῷ τμήματι ὁ Ἱπποκράτης καὶ φυσικοὺς ἐξέθετο λόγους καὶ θεραπευτικοὺς ὀδυνῶν. τοιγαροῦν ὑποτίθεται νόσημα, καὶ τούτου τὴν προκαταρκτικὴν αἰ‐ | |
20 | τίαν, τὸ δὲ πέρας οὐ λέγει εἴτε ἔζησεν εἴτε ἀπέθανεν. ἀλλὰ μὴν οὐδὲ οὔρου ἐμνημόνευσεν οὐδὲ σφυγμοῦ, ἵνα ἐκ τῶν λεγομένων εἴποι τι περὶ τοῦ ἀποβάντος. λέγει δὲ ὅτι ἄνθρωπος, ἐνόσησε. τέως δὲ τὸ μερικὸν ὄνομα τοῦ πάσχοντος μὴ εἰδὼς, τὸ καθόλου ἐχρήσατο, γενικῶς εἰ‐ | |
25 | πὼν ἄνθρωπος, ἢ ἀνὴρ ἦν ἢ γυνή. οὗτος οὖν ἐπύρεξεν. ἦν δὲ τοῦ πυρετοῦ αἴτια πολλὰ, καὶ ταῦτα δὲ οὐχὶ προ‐ ηγούμενα, οἷον ὁ ἑλκώδης ἢ ὁ τονώδης ἢ ὀστοκοπώδης, ἀλλ’ ὁ ἐκ προκαταρκτικῆς αἰτίας. ἐξ ὁδοῦ γάρ· ἐκ τούτου τοῦ κόπου πυρετὸς αὐτῷ ἐγένετο κακοήθης. καὶ πῶς | |
30 | ἀπὸ κόπου πυρετὸς γίνεται κακοήθης; ὁ γὰρ κόπος τὸν ἐφήμερον μόνον ἀνάπτει; καί φαμεν ὅτι ἐνταῦθα συνεχεῖς | |
ἐγένοντο οἱ κόποι. εἶπε γὰρ ὁ Ἱπποκράτης, ἐκ κόπου. | 163 | |
2.164 | καὶ ἴσως ἐφημέρου γενομένου, εὑρέθησαν οἱ χυμοὶ ἢ τὰ στερεὰ ἐπιτήδεια ἐδείξαντο, καὶ χαλεπὸν ἐντεῦθεν ἀνήφθη αὐτῷ νόσημα· ἢ ἴσως ὁ κόπος ἐκεῖ ἐγένετο μετὰ τροφὴν πρὸ πέψεως, καὶ φλέγματος πολλοῦ θησαυρι‐ | |
5 | σθέντος, χαλεπὸς ἐγένετο αὐτῷ ὁ πυρετός· ἢ ἴσως περιτ‐ τωματικὸν ἦν τὸ σῶμα, καὶ ἤμελλε νοσῆσαι, κακίας ἐμ‐ φωλευούσης ἐν τῷ σώματι, καὶ ἐπιγενόμενος ὁ κόπος ἐδη‐ μοσίευσε τὸ νόσημα, καὶ συνέστιος ἐγένετο, καὶ προκαταρκτικὸς, ὃν ἐξέφηνεν ἤγουν προκαταρκτικὴ | |
10 | αἰτία. ἐγένετο οὖν ὁ πυρετός. λοιπὸν ἀδυναμίᾳ κατεβλή‐ θη· ἐὰν γὰρ αἱ δυνάμεις διαφορηθήσονται ἐκ τοῦ κόπου, καὶ καταβληθήσονται ἐκ τοῦ νοσήματος. ἐγένετο δὲ καὶ βάρος. καί τινες μέν φασιν, ὅτι ἐπειδὴ πρὸ σήψεως ἐγέ‐ νετο ὁ κόπος, φλέγμα πολὺ συναγόμενον ἐβάρει τὸ σῶμα. | |
15 | τὸ δὲ ἀληθὲς, βάρος αὐτῷ ἐγένετο, ἐπειδὴ ἀσθενηκυῖα ἡ δύναμις καὶ τὸ οἰκεῖον ἄχθος τῶν μορίων ὡς βάρος ἐνό‐ μιζεν. ἀνέπτυε δὲ μετὰ βηχός· τὸ δὲ ἀναγόμενον ἄν‐ τικρυς ἦν ἢ ἐκ τοῦ θώρακος ἢ τῆς κεφαλῆς πασχούσης καὶ κατασταζούσης εἰς τὴν τραχεῖαν ἀρτηρίαν, μετὰ βηχὸς | |
20 | ἀνήγετο. τὸ δὲ ἀναπτύειν οὖν ἐδέξατο ἀκολουθῆσαι τῷ κόπῳ, ἀλλ’ ἴσως τῷ τόπῳ, ἐν ᾧ ἐγένετο ὁ κόπος. εἰ γὰρ ἦν οὗτος θερμότερος, ἠδύνατο χύσιν ἐργάσασθαι. μᾶλλον γὰρ καὶ ἐκ κεφαλῆς ἦν τὸ ἀναγόμενον· εἶπε γὰρ Ἱπποκράτης τὸ ἐκ κορυφῆς, ἐκ μέρους τὸ πᾶν ὀνομάζων. | |
25 | οὐ γὰρ ὥς τινές φασι, κορυφὴν λέγειν τὴν ἀρχὴν τοῦ νοσήματος. λοιπὸν καὶ οὐχ ὁ τυχὼν ἦν πυρετός. ὀξὺς γὰρ ἦν καὶ δακνώδης καὶ χαλεπός. εἴρηται δὲ ἐν τῷ περὶ διαφορᾶς πυρετῶν, πῶς αἱ οὐσιώδεις διαφοραὶ τοῦ πυ‐ ρετοῦ λαμβάνονται ἐκ τῆς ποιότητος, ἐκ τῆς ὕλης, ἐκ τοῦ | |
30 | τρόπου τῆς κινήσεως. δύο δὲ διαφορὰς εἶπεν ὁ Ἱππο‐ κράτης, ὀξὺν μὲν εἰρηκὼς τὴν ποιότητα, δακνώδη δὲ τὴν ὕλην ὑποκειμένην. τὸ δὲ ἦν κακοήθης ὁ πυρετὸς, ὅτι | |
καὶ εὐθὺς ἐκ δευτέρου τῆς ἡμέρας καρηβαρίαν ἤνεγκεν, | 164 | |
2.165 | ἢ ὅτι περιττωματικῆς ὑποκειμένης ὕλης, καὶ χυθείσης ἐκ τοῦ πυρετοῦ, οἱ ἀτμοὶ ἄνω ἔτρεχον, ἢ ὅτι ἡ βὴξ ἔτεινε τὰ περὶ τὴν κεφαλὴν καὶ ὠδύνα. ὅθεν καὶ ἡ γλῶσσα ἐκκαεῖσα ἐμελάνθη, καὶ ἡ ῥὶς ὀνυχογραφηθεῖσα οὐχ ᾑμοῤ‐ | |
5 | ῥάγησεν, ἢ ἴσως ἠνέχθη μὲν, στάγδην δὲ, ὡς δηλοῦν κα‐ κόηθες νόσημα. καὶ τὸ δὴ πέρας, ὁ σπλὴν σκληρὸς ἐγέ‐ νετο. ἴσως γὰρ τῇ αἱμοῤῥαγίᾳ κενωθέντος τοῦ λεπτοτέρου, ἔῤῥεψε τὸ παχύτερον παρὰ τὸν σπλῆνα, καὶ ἐποίησε φλεγμονὴν, οὐ δήπου γὰρ σκίῤῥον ἢ οἴδημα· ὀδύνη γὰρ | |
10 | παρακολουθεῖ. ἓν μόνον ζήτει, ἆρα διὰ τί εἶπεν ἀριστε‐ ρὸς σπλήν; τί γὰρ δεξιός; καὶ ἔστι μὲν εἰπεῖν, ὅτι τὸ ἐξ ἀριστερῶν ἑπόμενον εἶπε· τὸ δὲ ἀληθὲς ὅτι καὶ ὁ σπλὴν ἔπασχε μᾶλλον αὐτοῦ τὰ ἀριστερά· αἱ γὰρ πλευραὶ ἐκ τοῦ πυρετοῦ κατασπώμεναι ὠδύνων αὐτόν. | |
14 | ||
15 | ζʹ. Οἱ ὑπὸ τεταρταίου ἁλισκόμενοι, ὑπὸ τῆς μεγάλης νού‐ σου οὐχ ἁλίσκονται. ἢν δ’ ἁλίσκωνται πρότερον καὶ ἐπιγένηται τεταρταῖος, παύονται. — | |
17 | Νῦν περὶ νοσήματος καὶ συμπτώματος θέλει διαλε‐ χθῆναι, καὶ μέμνηται μεγάλης νούσου· μεγάλη δὲ νόσος | |
20 | ἐστὶν, οὐχ ὥς τινές φασι πᾶσα δυσκαταγώνιστος καὶ χρό‐ νου δεομένη, ἀλλὰ μόνη ἡ ἐπιληψία, ἥτις οὕτω καλεῖται ἢ ὅτι μεγάλη καὶ δυσχερής ἐστιν, ἢ ὅτι τὸν μέγαν τόπον κατείληφε, τὸν ἐγκέφαλον· λέγεται δὲ καὶ παιδία καὶ ἱερὰ νό‐ σος, καὶ ἐπιληψία, καὶ Ἡρακλεία νοῦσος. γίνεται δὲ αὕτη ἀπὸ | |
25 | χυμοῦ ὄντος ἐν ταῖς κοιλίαις τοῦ ἐγκεφάλου. ὅτι γὰρ οὐκ ἐν τῇ οὐσίᾳ, δηλοῖ τὸ αἰφνίδιον τῆς ἀπαλλαγῆς. οὕτω δὲ καὶ ὁ χυμὸς, εἰ μὲν φλεγματικὸς ὢν μείνῃ εἰς τὰς κοιλίας, ποιεῖ τὴν ἀπὸ φλέγματος ἐπιληψίαν· εἰ δὲ ἔλθοι εἰς τὴν οὐσίαν τοῦ ἐγκεφάλου, τὴν ἀποπληξίαν. ὡσαύτως | |
30 | δὲ εἰ μὲν ᾖ μελαγχολικὸς, ποιεῖ ἐπιληψίαν ἀπὸ μελαγχο‐ λικοῦ χυμοῦ· εἰ δὲ ἔλθοι εἰς τὴν οὐσίαν τοῦ μελαγχολικοῦ. εἰ οὖν γένηται τεταρταῖος πυρετὸς, ἡ ἐπιληψία ἡ ἀπὸ με‐ λαγχολικοῦ χυμοῦ οὐ γίνεται· οὐδὲ γὰρ ὡς ἀπὸ σκηπτοῦ χυ‐ | |
λοῦ λαμβάνεται τὸ ἡμέτερον σῶμα, ὡς πᾶσι τοῖς πάθε‐ | 165 | |
2.166 | σιν ὑπηρετεῖν. ἀλλ’ ὥσπερ εἴρηται ἀνωτέρω, οἱ αἱμοῤῥοΐ‐ δας ἔχοντες, πάσης τῆς κακοχυμίας ἐκεῖθεν κενουμένης, οὕτω καὶ ἐνταῦθα γίνεται ἡ ἐπιληψία, καὶ εἰ ἐπακολου‐ θήσει τεταρταῖος, παύεται, ἐπειδὴ ἡ θερμασία ἡ ἀπὸ τοῦ | |
5 | πυρετοῦ δύναται λεπτῦναι τὴν ὕλην. ἔχει δὲ καὶ ἱκανὸν διάλειμμα ὁ τεταρταῖος, ἐν ᾧ δύναται ἡ δύναμις τὸ χυθὲν ἐκ τοῦ πυρετοῦ πέψαι καὶ ποιῆσαι ἀπαλλαγήν. ἔνθεν Ἱπ‐ ποκράτης τεταρταίου μόνου ἐμνημόνευσε καὶ οὐκ ἄλλου πυρετοῦ, πρῶτον μὲν ὅτι οὐκ ἔστιν ἄλλος πυρετὸς το‐ | |
10 | σοῦτον ἔχων διάλειμμα, ἵνα κτήσηται ἑαυτὴν ἡ δύναμις. ἄλλως δὲ ὁ τριταῖος οὐ πεποίηται· ὀλιγοχρόνιος γάρ ἐστι· χρόνου δὲ δεῖται ἡ ἐπιληψία. ἄμφω οὖν οὐκ ἐμνήσθη, ἐπειδὴ ὡς εἴρηται ἐν τῷ περὶ διαφορᾶς πυρε‐ τῶν οὗτος σχεδὸν τῶν συνεχῶν ἐστιν, ὡς βλεννώδης, καὶ | |
15 | δυσαπολύτως ἔχειν τῶν μορίων. εἰ μὲν δὴ θέλομεν εἰπεῖν, εἶναι ἐκ τοῦ διαλείποντος πυρετοῦ, ἵνα ἡ εἰσβολὴ αὐτοῦ εἴη μετὰ ῥίγους. ῥῖγος δὲ γίνεται, ἐκριπτομένης τῆς ὕλης. ἐν τῷ ῥίγει οὖν ἐπαιδεύετο τῆς ἐπιληψίας ἡ ὕλη ἐπὶ τὰ ἔξωθεν φέρεσθαι. | |
19 | ||
20 | ηʹ. Ἀνθ’ οἵων οἷαι αἱ νοῦσοι. — | |
20 | Οὗτος ὁ λόγος τοῦ εἰρημένου ἐστὶ συμπτώματος· ἐπει‐ δὴ γὰρ εἴρηται ὅτι ἐπὶ τῇ ἐπιληψίᾳ εἰ ἐπιγένηται τεταρ‐ ταῖος, ἀγαθὸν, φησὶν Ἱπποκράτης· ζήτει οὖν τὰ ἀλλήλοις ἐπιγινόμενα, εἴτε ἐπὶ κακῷ, εἴτε ἐπὶ ἀγαθῷ. | |
24 | ||
25 | θʹ. Ἡ χολὴ, οἷον εἶπον περὶ τῶν ὀρνίθων, ὅτι χο‐ λώδεες. — | |
26 | Τοῦτον τὸν λόγον τελείως ἐξέβαλεν ὁ Γαληνός. τί γὰρ εἴπω περὶ τῶν ὀρνίθων, ὅτι χολώδεες; καί τινές φασιν ὅτι ναί· χολώδεις γάρ εἰσιν, ὡς δηλοῖ τὸ κοῦφον καὶ | |
30 | μετέωρον αὐτῶν. | |
30 | ιʹ. Θερμότης δριμύτητος σημεῖον, οἱ ὄχλοι, αἱ δίοδοι. — | |
31 | Οὗτος ὁ λόγος ἀληθής· ἡ γὰρ θερμότης καὶ τὴν δρι‐ | |
μύτητα ποιεῖ, καὶ ἔστι σημεῖον αὐτῆς. λοιπὸν αὕτη ἡ | 166 | |
2.167 | δριμύτης ἡ οὖσα τῷ σώματι ἢ ἐν μορίῳ ἔχοντι φυσικοὺς ὑπονόμους, καὶ ἐν τῇ διεξόδῳ περιέχει τὴν αἴσθησιν, καὶ τοῦτό ἐστιν αἱ δίοδοι, ἢ ἐνδομυχοῦσα καὶ ἔσω μένουσα θλίβει καὶ διαβιβρώσκει καὶ ὄχλον παρέχει. | |
4 | ||
5 | ιαʹ. Ὅτι τοῖσι παρακρούουσι λήγουσιν ὀδύναι πλευρέων, ἔστι δὲ οἷσι καὶ πυρετός ἐστιν, ἀλλὰ σὺν ἱδρῶσιν, ἔστιν οἷσι καρφαλέον καὶ περιτεταμένον τὸ δέρμα καὶ ἁλμυρώδεες. — | |
8 | Σαφὴς οὗτος ὁ λόγος. πλευριτικὸν γάρ τινι ἐγένετο | |
10 | νόσημα, ὡς ἐδήλωσεν ἡμῖν τὰ παθογνωμονικὰ αἴτια, καὶ χαλεπὴ πάροδος ὀδύνης. ἐξαίφνης εἰσελθὼν ὁ ἰατρὸς εὗρε ῥᾳστώνην, εὗρεν ἀνωδυνίαν καὶ τοὺς παρεστῶτας χαίροντας, ἀλλὰ αὐτὸν οὐ δεῖ, ὡς ἔτυχε, χαρίσαι, ἀλλ’ ἐρωτᾷν, εἰ κρίσις ἐγένετο, εἰ ἀπόστασις. καὶ οὐδὲν εὑρίσκει, εὑρίσκει | |
15 | δὲ τοὺς ὀφθαλμοὺς τεταραγμένους, καὶ σημεῖα παραφροσύ‐ νης, καὶ λέγει μέγα κακόν· ἐλύθη γὰρ ἡ πλευρῖτις, ἀλλ’ ἐπὶ κα‐ κῷ. ἡ γὰρ ὕλη ἔῤῥεψεν εἰς τὸν ἐγκέφαλον· ὁκόσοι γὰρ πονέ‐ οντές τι τοῦ σώματος, πολλάκις δὲ ἡ πλευρῖτις οὐ τελευ‐ τᾷ εἰς παραφροσύνην, ἀλλὰ διὰ ἱδρώτων ἐκκρίνεται, | |
20 | ποτὲ διὰ βηχίου, δι’ ἐκταράξεως γαστρὸς, διὰ πολλῶν συμπτωμάτων· ποτὲ δὲ ἀπόστασις ἐγένετο παρὰ τὸ δέρ‐ μα, καὶ ἐκεῖνο καρφαλέον ἐγένετο καὶ περιτεταμένον. εἰ δέ ποτε ἐξ ἁλμυροῦ ποτε χυμοῦ ἐγένετο ἡ πλευρῖτις, ἠνέχθη κατὰ τοῦ δέρματος. | |
24 | ||
25 | ιβʹ. Αἱ ναρκώσιες οἷαι ἐξ οὐάτων καὶ οἷαι τῷ τὸ ἰσχίον. — | |
25 | Προσεχὴς οὗτος ὁ λόγος ἐκείνῳ τῷ θεραπεύοντι τὸ οὖς. ἔνθα ἀπορεῖ τῆς ὄντως θεραπείας, καὶ χρῆται τῇ παραμυθίᾳ τῇ διὰ τῶν ναρκούντων, ὥσπερ ἐπὶ τοῦ πάσχοντος τὸ οὖς, καὶ τοῦ ἔχοντος τὴν ἰσχιάδα. | |
29 | ||
30 | ιγʹ. Ἐξ οὐάτων δι’ οὐάτων τὰ πολλὰ θνήσκει. — | |
30 | Ἐπειδὴ τὸ οὖς νομίζεται εἶναι τῶν τυχόντων μορίων, λέγει ὁ Ἱπποκράτης ὅτι ἐξ οὐάτων καὶ δι’ οὐάτων πολ‐ | |
λοὶ ἀποθνήσκουσι, διὰ μὲν τοῦ ἐξ οὐάτων ἐνδεικνύμε‐ | 167 | |
2.168 | νος τὸ κατὰ πρωτοπάθειαν, διὰ δὲ τὸ δι’ οὐάτων τὸ κατὰ συμπάθειαν. πολλάκις γὰρ ἐν τῷ ὠτὶ ἐγένετο χαλε‐ πὸν πάθος, καὶ τοῦτο νεμόμενον κατὰ τὸ συνεχὲς, ἔφθα‐ σε παρὰ τὸν ἐγκέφαλον καὶ ἐποίησε θάνατον. πολλάκις | |
5 | δὲ ἐν τῷ ἐγκεφάλῳ ἦν πολλὴ ἡ ὕλη, καὶ ταύτην ἀπολακτί‐ ζουσα ἡ δύναμις παρὰ τὰ ὦτα ἐποίησε θάνατον. | |
6 | ιδʹ. Οἷσι δέρματα περιτείνεται καρφαλέα καὶ ξηρὰ ἄνευ ἱδρῶτος τελευτῶσιν, οἷσι δὲ χαλαρὰ σὺν ἱδρῶτι. — | |
8 | Εἴρηται οὗτος ὁ λόγος πολλοῖς τόποις, ὅτι ἐὰν εὕρῃς | |
10 | ἐν νοσήματι κατάξηρον τὸ δέρμα καὶ περιτεταμένον, μὴ προσδοκήσῃς ἱδρῶτας. ἡ γὰρ σκληρότης τοῦ δέρματος οὐ δέχεται· εἰ δὲ εὕρῃς αὐτὸ κεχαλασμένον, εἰκὸς γίνεσθαι ἱδρῶτα. ἀλλ’ ὅρα πῶς οἶδε τὰς διαφορὰς ὁ Ἱπποκράτης. ἄλλο γὰρ σκληρὸν καὶ καρφαλέον καὶ περιτεταμένον, καὶ | |
15 | τούτοις μαρτυρήσουσι τὰ ἐναντία· τῷ γὰρ σκληρῷ ἀντί‐ κειται τὸ μαλακὸν, τῷ περιτεταμένῳ τὸ χαλαρὸν, τῷ καρ‐ φαλέῳ τὸ δίϋγρον. οὐ γὰρ ἄδικος ἡ φύσις, ὥστε τῷ ἑνὶ πολλὰ ποιῆσαι ἐναντία. | |
18 | ιεʹ. Ἐν τοῖσι παλιμβόλοισιν αἱ μεταβολαὶ ὠφελέουσι. | |
20 | τούτοισι μεταβάλλειν, πρινὴ κακοῦσθαι, εἰς τὰ πρέ‐ ποντα, οἷον Χαιρίωνι· τὰ ἐρεθιζόμενα ἐξ οἵων τὰ κερ‐ χνώδεα. — | |
22 | Εἴ ἐστι παλίμβολον νόσημα, οὐ δυνάμεθα γνῶναι, μὴ γνόντες τί καλεῖ ἡ συνήθεια παλίμβουλον ἄνθρωπον. πα‐ | |
25 | λίμβουλος οὖν ἐστιν ὁ ὕπουλος, ὁ ἄλλα μὲν λέγων, ἄλλα δὲ φρονῶν, καὶ ὁ εὐμετάβλητος τῷ λογισμῷ. τοιοῦτόν ἐστι καὶ τὸ νόσημα. παλίμβουλον γὰρ λέγεται τὸ δοκοῦν ἔχειν ῥᾳστώνην, καὶ ἔσωθεν ὂν κακόηθες. ἐπὶ τούτων οὖν τῶν νοσημάτων ὀφείλεις μεταβάλλειν. καὶ πῶς εἶπε πάντα | |
30 | κατὰ λόγον, ἐπείπερ ἐνταῦθα οὐ διαμένει· ποτὲ γὰρ ἠρεμεῖ, ποτὲ κακοηθεύεται, ἢ ἴσως ἐκεῖ εἶπε μὴ μετα‐ βαίνειν τουτέστιν εἰς ἐναντίον, μὴ ἀπὸ θερμοῦ ἐπὶ ψυ‐ χρὸν βοηθεῖν· πλὴν κατὰ τὸ ποσὸν ἀμειβόμεθα ἀπὸ | |
θερμοῦ εἰς θερμότερον. τὸ δὲ μεῖζον νῦν ἐνδείκνυται, ὅτι | 168 | |
2.169 | πολλάκις παλίμβουλον νόσημα καὶ πρὸς ἡμέρας ὀλίγας ἔσχε ῥᾳστώνην, καὶ σὺ νομίσας τελείαν γεγονέναι ἀπαλ‐ λαγὴν, ἁδροτέρᾳ ἐχρήσω διαίτῃ. εἰ οὖν ὑπέστρεψεν εἰς τὸ κακόηθες νόσημα, μηκέτι ἐπιμείνῃς τῇ ἁμαρτίᾳ, | |
5 | ἀλλὰ μετάβαλε καὶ σὺ εἰς λεπτοτέραν δίαιταν, ὥσπερ οἶδεν αὐτὸ ὁ Ἱπποκράτης ἐπί τινος Χαιρίωνος, ᾧ ἐγένετο κέρχνος τουτέστι κτύπος περὶ τὴν τραχεῖαν ἀρτηρίαν. καὶ ὥσπερ προηγεῖται ναυτία ἐμέτου, οὕτω καὶ βηχὸς ὁ κέρ‐ χνος. γίνεται γοῦν ἐπὶ ἐμφράξεως τῶν πόρων, καὶ τῶν | |
10 | βραγχίων τοῦ πνεύμονος. μαχόμενον γὰρ τὸ πνεῦμα μετὰ τοῦ ἐμφράττοντος φλέγματος ἐποίει τὸν κτύπον. ἐκείνῳ οὖν ἐγένετο τοῦτο τὸ πάθος, καὶ διαλείψαντος αὐτοῦ, πρὸς ὀλίγας ἡμέρας ἐχρησάμεθα τῇ ἁδροτέρᾳ διαίτῃ, ὑποστρέψαντος δὲ, τῇ λεπτομερεῖ. | |
14 | ||
15 | ιϛʹ. Οἷσι μὲν ὑγιὲς καταλείπεται, κάτω ὑφῃρημένης τῆς προφάσιος, ἢ καθαίρων ἢ ἀποδέων ἢ ἀποτέμνων, ἢ ἀποκαίων, οἷσι δὲ μὴ, οὔ. — | |
17 | Θαυμαστὸς ὁ λόγος καὶ πρέπων χειρουργοῖς. πολλά‐ κις γὰρ ἐπλεόνασέ τι παρὰ φύσιν νόσημα ἐν τῷ σώματι. | |
20 | καὶ σύνοιδεν ἡ τέχνη χειρουργίᾳ χρήσασθαι. ἆρα οὖν ἐπ’ ἀπείρῳ μὲν τέμνειν; οὐδαμῶς, ἀλλ’ ἄχρι τοσούτου, ἕως οὗ φθάσωμεν τὸν ὑγιαίνοντα τόπον. ἀλλ’ ὡς εἰκὸς ἐν τῷ μέσῳ κατεβλήθη ἡ δύναμις ἐκ τῆς σφοδρᾶς ὀδύ‐ νης, καὶ οὐκ ἠδυνήθη ὁ ἰατρὸς πάντα παρὰ φύσιν | |
25 | τέμνειν· τότε ἐάσας τὸ λειπόμενον, ὕστερον κάθαρον ἢ δεσμῶν διαλάμβανε, ἢ καυστῆρι καῖε ἢ καὶ δευτέρᾳ χει‐ ρουργίᾳ κέχρησο. | |
27 | ιζʹ. Οἷσιν αἷμα ῥεῖ πουλὺ καὶ πολλάκις ἐκ ῥινέων, οἷσι μὲν αἱ χροαὶ ἄκρητοι, ὀλίγα τουτέοισιν ἀρήγει· οἷσι δὲ | |
30 | ἐξέρυθροι χρῶτες, οὐχ ὁμοίως. — | |
30 | Σαφὴς καὶ οὗτος ὁ λόγος· ποτὲ ἐγένετο αἱμοῤῥαγία πολλὴ καὶ πολλάκις, καὶ οὕτω πολλὴ ἐγένετο, ὡς καὶ | |
ὠχρότερον γενέσθαι τὸ πρόσωπον. ἀλλ’ αὕτη ἡ ἄχροια ἐν | 169 | |
2.170 | μὲν τοῖς ὠχροτέροις ῥᾳδίως φαίνεται, ἐξερύθροις δὲ οὐχ ὁμοίως. εἰ οὖν κεκένωται τὸ πᾶν σῶμα, ὀφείλει τρα‐ φῆναι διὰ τῶν πολυαίμων κρεῶν καὶ ἄρτου. ἀλλὰ τὰ σιτία αὐτὰ ἑαυτὰ οὐ πέττει, ἀλλ’ ὑπὸ ὀδύνης. οὔκουν τὰ | |
5 | εὔπεπτα καὶ εὐανάδοτα δῶμεν. τοιοῦτος ἔστω καὶ ὁ οἶ‐ νος, πλὴν εἰ μὴ φοβούμεθα κεφαλαλγίαν· τότε γὰρ ὑδα‐ ρώτερον αὐτὸν παρέχομεν. | |
7 | ιηʹ. Οἷσι ῥῖνες ὑγρότεραι φύσει καὶ ἡ γονὴ ὑγροτέρη καὶ πλείων, ὑγιαίνουσι· νοσέουσι δὲ οἱ τὰ ἐναντία. — | |
9 | ||
10 | Οὐ τοῦτο λέγει ὅτι οἱ ὑγρότεροι τὰς ῥῖνας καὶ τὴν γονὴν ὑγρότεροί εἰσι. τίς γὰρ ἡ αἰτία; ἀλλ’ οἱ ὑγρότεροι τὰς ῥῖνας καὶ τὴν γονὴν ὑγιαίνουσιν, ἐπειδὴ ἡ μὲν ῥὶς τὰ ἄνω περιττώματα καθαίρει, ἡ δὲ γονὴ τὰ κάτω. εἰ δὲ ταῦτα ἐπισχεθῶσι, νοσοῦσιν οὗτοι. ἀλλὰ καλῶς ὁ Ἱππο‐ | |
15 | κράτης προσέθηκε τὸ φύσει· ἰδοὺ γὰρ ἐπὶ τοῦ κατάῤ‐ ῥου αἱ ῥῖνες ὑγραίνονται, καὶ ἐπὶ τῆς γονοῤῥοίας ἡ γονὴ, ἀλλ’ οὐχ ὑγιαίνουσιν· οὐ γὰρ ἐκ φύσεως κενοῦνται τὰ περιττώματα. | |
18 | ιθʹ. Τὰ στρογγυλλόμενα πτύελα παρακρουστικὰ οἷον ἐν | |
20 | τῷ Πλινθίῳ· τουτέῳ ᾑμοῤῥάγησεν ἐξ ἀριστεροῦ καὶ ἐλύθη πεμπταίῳ. — | |
21 | Ἐν τούτῳ τῷ τμήματι ὁ Ἱπποκράτης λόγους ἐξέθετο τοὺς μὲν περὶ νοσημάτων, τοὺς δὲ περὶ αἰτιῶν. νῦν οὖν περὶ συμπτωμάτων διαλέγεται. ἀλλὰ ζήτει ἐν τῷ προγνωστικῷ | |
25 | περὶ τοῦ ποσοῦ τοῦ πτυέλου, εἴτε πολὺ εἴτε ὀλίγον ἐστίν· ἔτι περὶ τῆς συστάσεως, εἴτε παχὺ εἴτε λεπτόν· περὶ τῆς ὀσμῆς, εἴτε δυσῶδες εἴτε οὔ· περὶ τῆς χροιᾶς, εἴτε μέλαν εἴτε λευκόν· περὶ τοῦ σχήματος, εἴτε διατεταμένον εἴτε στρογγύλον περὶ οὗ νῦν διαλέγεται. ἀνηνέχθη τοιγαροῦν | |
30 | πτύελον περιφερὲς, στρογγύλον. γινώσκει ἡ τέχνη ὅτι χυ‐ μός ἐστι κολλώδης, ὅστις ἐνισχόμενος ἐν τῇ τραχείᾳ ἀρ‐ τηρίᾳ καὶ πλείονας ὥρας μένων συσχηματίζεται αὐτῇ. ἔστι γὰρ κἀκείνη κυκλικὴ καὶ περιφερής· ἀλλὰ τοῦτο οὐκ ἂν πά‐ | |
θοι, μὴ οὔσης θερμασίας, περιφρυττούσης αὐτό. οὔκουν | 170 | |
2.171 | τὸ στρογγύλον πτύελον πάντως θερμασίας σημεῖον. εἰ δέ ποτε εὑρεθῇ εὐπαθὴς καὶ εὐαίσθητος ἡ κεφαλὴ, δεχομένη τοὺς ἀτμοὺς, καὶ παραφρονήσει. πάντως μὲν θερμασία ἐν τῷ στρογγύλῳ πτυέλῳ· πάντως δὲ παραφροσύνη, ὅτε εὐ‐ | |
5 | παθὴς ἡ κεφαλή. τοῦτο γὰρ εἰδὼς ὁ Ἱπποκράτης καὶ μερικοῦ τινος πάθους ἐμνημόνευσε, τοῦ ἐν τῷ Πλιν‐ θίῳ τόπῳ. οὕτως τὸ ὄνομα μὴ εἰδὼς ἐκ τοῦ τόπου ἐδήλωσεν αὐτό· τούτῳ γὰρ, ἐπὶ τῷ τοιούτῳ πτύσματι εὑρεθείσης εὐ‐ παθοῦς τῆς κεφαλῆς, παραφροσύνη ἐγένετο· ἐγένετο δὲ καὶ | |
10 | αἱμοῤῥαγία ἀριστεροῦ μυκτῆρος, αἱμοῤῥαγία δὲ, οὐχ ὅτι φρε‐ νῖτις ὑπέκειτο. φρενῖτιν γὰρ οὐδέποτε καλεῖ ὁ Ἱπποκράτης παράκρουσιν, ἀλλ’ ἢ ἔκστασιν ἢ μανίαν. ἄλλως τε δὲ οὕτω παραφροσύνη ἦν, ὅτε καὶ ἡ πίστις τῆς ἡμέρας, κρί‐ σιμος οὖσα πέμπτη· οὐ δύναται δὲ ἡ φύσις ἐπὶ φρινίτιδι | |
15 | ἀναμεῖναι κρίσιμον ἡμέραν. λέγει δὲ ὁ Ἱπποκράτης, ὅτι καὶ ἐλύθη. δῆλον οὖν ὅτι οὐ στάγδην, ἀλλ’ ἀθρόως ἠνέχθη. ἐλύθη δὲ ἡ παραφροσύνη καὶ ἔμεινε τὸ στρογγύ‐ λον πτύελον, ἢ ἐλύθη καὶ τὸ πτύελον καὶ ἡ παραφρο‐ σύνη καὶ τὸ νόσημα. | |
19 | ||
20 | κʹ. Οὖρον πολὺ ὑπόστασιν ἔχον ῥύεται τὰς παρακρούσιας, οἷον καὶ τὸ τοῦ Δεξίππου μετὰ μάδησιν. — | |
21 | Φησὶν Ἱπποκράτης οὕτως· αἱμοῤῥαγίαν ὡς αἱμοῤ‐ ῥαγίαν ἐτίμησα, ἀλλ’ ὡς κενώσασαν τὸν ποιοῦντα χυμὸν τὴν παραφροσύνην. ἔνθεν καὶ παρακένωσιν ἀποδέχομαι καὶ | |
25 | τὴν δι’ ἱδρώτων καὶ τὴν διὰ γαστρὸς καὶ τὴν δι’ οὔρων. ποτὲ γὰρ οὖρον ἐκενώθη πολὺ, καὶ μετὰ πολλῆς ὑποστά‐ σεως, καὶ ἔπαυσε παραφροσύνην, καὶ μάλιστα δὲ, εἰ ἦν τὸ οὖρον ἐκ τοῦ ποιοῦντος χυμοῦ· οὐδὲν γὰρ ἄτοπον, ἔκ τινος περιστάσεως πολὺ κενωθῆναι οὖρον καὶ μεῖναι πα‐ | |
30 | ραφροσύνην. ἀλλ’ εἰ τὸ οὖρον ἐκ τοῦ χυμοῦ κενωθῇ, δύνα‐ ται παῦσαι παραφροσύνην. ὥσπερ καὶ τῷ τοῦ Δεξίππου συγγενεῖ. πάλιν μερικοῦ ἐμνήσθη πάσχοντος, ἵνα δηλώσῃ ὅτι τινὰ παραφροσύνην λύει οὔρων πλῆθος. τούτῳ ἐγέ‐ | |
νετο παραφροσύνη, καὶ δι’ οὔρων ἐλύθη μετὰ μάδησιν. | 171 | |
2.172 | μάδησιν δὲ καλεῖ τὴν μαδάραν, ἀλλὰ τὴν παρὰ φύσιν· οὕτω τὴν μὲν διὰ μαδάρας, τὴν δὲ δι’ οὔρων ἐκένωσεν. | |
2 | καʹ. Οὐ πρόσω ἐνιαυτοῦ τεταρταῖος. — | |
3 | Νῦν περὶ ἄλλου λόγου φησίν· εἴρηται δὲ ὅτι ὁ μὲν | |
5 | τριταῖος ὀλιγοχρόνιος μὲν, ἀκίνδυνος δὲ, ὁ δὲ ἀμφημερι‐ νὸς καὶ μακρὸς καὶ ἐπικίνδυνος, ὁ δὲ τεταρταῖος μακρὸς μὲν, ἀκίνδυνος δέ. λέγει οὖν ὅτι ὁ τεταρταῖος οὐ φέρεται πρόσω ἐνιαυτοῦ, ἀλλ’ ἀρκεῖται μόνῳ ἐνιαυτῷ. μὴ νομίσῃς δὲ τὸν λόγον ψεύδεσθαι ἐκ τῶν νῦν φαινομένων, ὅτι ὁρᾶ‐ | |
10 | ται καὶ εἰς πλείονα ἔτη παρεκτείνων ὁ τεταρταῖος. ἀλλὰ πρῶτον μὲν αἰτίασαι τὸν χρόνον καὶ τὴν διαφορὰν τῶν σωμάτων, ὅτι ἐν μὲν τοῖς τότε χρόνοις ἀπέριττα καὶ κα‐ θαρὰ ὄντα τὰ σώματα ἡμῶν ἢ οὐχ ἡλίσκετο παχεῖ χυμῷ ἢ καὶ τοῦτο ὀλιγοχρονίως. νῦν δὲ τὸ ῥυπαρὸν τῶν σωμά‐ | |
15 | των δύναται καὶ χρόνια γεννῆσαι νοσήματα. ἄλλως τε δὲ ἴσως οὐ περὶ παντὸς τεταρταίου λέγει· ὁ γὰρ τεταρταῖος διττὸς, ἢ ἐξ ὑπεροπτήσεως τῆς μελαίνης χολῆς, ὅσπερ καὶ δριμύς ἐστι καὶ μάλιστα εἰ σαπῇ, καὶ ἀπὸ τῆς τρυ‐ γὸς τοῦ αἵματος σηπομένης, ὅσπερ ἐπιπολαιότερός ἐστιν· | |
20 | οὐδέποτε γὰρ αἷμα τὸ φύσει φίλιον σήπεται, ὡς μι‐ μεῖσθαι χολὴν τὴν μέλαιναν. ἴσως οὖν τεταρταῖον λέγει τὸν ἐκ τῆς μελαίνης χολῆς. οὗτος γὰρ ὡς ἐπιπολὺ ἔχων τὸ δριμὺ ὀλιγοχρονιώτερός ἐστι, καὶ μάλιστα εἰ ἐν θέρει εὑρεθείη. οἱ γὰρ θερινοὶ τεταρταῖοι ὡς τὰ πολλὰ γίνον‐ | |
25 | ται βραχεῖς, οἱ δὲ φθινοπωρινοὶ μακροὶ, καὶ μάλιστα οἱ πρὸς τὸν χειμῶνα συνάπτοντες. ἔστι δὲ καὶ τρίτον αἴτιον ὅτι ἴσως τεταρταῖον λέγει ὀλιγοχρόνιον, τὸν κατὰ λόγον θεραπευθέντα, ἤτοι ἐν καιρῷ φλεβοτομηθέντα καὶ καθαρ‐ θέντα καὶ διαιτηθέντα. τάχα γὰρ οὗτος οὐδὲ τὸν ἐνιαυ‐ | |
30 | τὸν ἔμεινεν. | |
30 | κβʹ. Ὦτα τοῦ θέρεος ῥήξιες πεμπταίοισιν· ἔστι δ’ ὅτε καὶ μακρότερα. — | |
32 | Ἄλλος ἐστὶν ὁ λόγος οὗτος. ἔχει δὲ δύο γραφάς· ἢ | |
γὰρ ὦτα, ἵνα δηλώσῃ τὰ ὠτία, ἢ ὡς τὰ τοῦ θέ‐ | 172 | |
2.173 | ρεος. ἑκάτερον δὲ ἐξηγούμεθα. εἰ γὰρ ἔχει ὡς τὰ τοῦ θέρεος, λέγει ὁ Ἱπποκράτης, ὅτι εἶδόν τινα ἄνθρωπον, ᾧ ἐγένετο τὰ τοῦ θέρεος νοσήματα, τριταῖοι, καῦσοι, ἕρπητες. ταῦτα δὲ συντόμως ἐλύθησαν ἢ τῇ πέμπτῃ ἢ | |
5 | τῇ ἑβδόμῃ. ὀλιγοχρόνια γὰρ τὰ ἀπὸ χολῆς νοσήματα. ἐλύ‐ ετο δὲ ταῦτα διὰ ῥήξεως ἀγγείου· ἢ γὰρ δι’ αἱμοῤῥαγίας ἢ δι’ αἱμοῤῥοΐδος. εἰ δὲ ἔχει ὦτα, λέγει ὅτι ἐν τῷ θέρει ἐγένετο ἀπόστασίς τινι παρὰ τὸ οὖς, καὶ ἐπειδὴ οὐκ ἠδυ‐ νήθη διαφορηθῆναι, εἰς πῦον μετεβλήθη, καὶ διὰ ῥήξεως | |
10 | περὶ τὴν πέμπτην ἢ ἑβδόμην ἡμέραν ἀπηλλάγη. | |
10 | κγʹ. Τὰ περὶ τὰ οὖλα καὶ γλῶσσαν ἀποπτύει ἑβδομαίοι‐ σιν, μάλιστα δὲ καὶ αἱ κατὰ τὰς ῥῖνας καὶ τὰ οὖλα ἐκπυήσιες. — | |
13 | Ἐπειδὴ περὶ ἀποστάσεως εἶπεν ἄνω, καὶ νῦν περὶ | |
15 | αὐτῆς φησιν· ἀλλ’ ἢ ἀποπτύει. ἀποπτύει γὰρ πτύον. φησὶ δὲ ὅτι περὶ τὴν γλῶτταν ἢ τὰ οὖλα ἔρχεται λεπτό‐ τερον ῥεῦμα, καὶ τοῦτο διὰ πτυσμάτων κενοῦται. ποτὲ δὲ παχύ ἐστι, καὶ τοῦτο μένον σφηνοῦται καὶ ἐμπυΐσκε‐ ται. ποῦ δέ; μάλιστα γὰρ ἐν τῇ ῥινὶ καὶ ἐν τοῖς οὔλοις, | |
20 | ἐπειδὴ τούτων ἡ οὐσία πεπυκνωμένη ἐστί· πυκνὴ δὲ οὖσα οὐκ ἐᾷ διαφορηθῆναι τὴν ὕλην, καὶ ἐξ ἀνάγκης εἰς πύον μεταβάλλει. — | |
22 | κδʹ. Οἷσιν ἀπὸ ὀδόντων ὀδύνη ἢ ἀπὸ ὀφρύων λεπτὰ ἔρ‐ χεται, τούτοισιν ἀπὸ πεπέρεος εὖ ἐνερεισθέντος παχύ‐ | |
25 | τερα τῇ ὑστέρῃ ἔρχεται. — | |
25 | Θαυμαστὸς ὁ λόγος, οὐ σαφηνίζεται δὲ, μὴ προσλη‐ φθέντων τινῶν. γίνεται γάρ ποτε ὀδύνη περὶ τοὺς ὀδόν‐ τας, καὶ καλεῖται ὀδονταλγία. γίνεται δὲ αὕτη ἀπὸ ῥεύ‐ ματος τοῦ διαβρωτικοῦ, ὡς καὶ αὐτὴν τὴν οὐσίαν γεώδη | |
30 | οὖσαν τρίζειν τοὺς ὀδόντας, καὶ ἐπὶ τούτῳ σφοδρὰ γίνε‐ ται ἡ ὀδύνη. ἔχουσι δὲ καὶ αἴσθησιν γευστικὴν καὶ ἁπτι‐ κήν. ταύτην οὖν τὴν ὀδύνην θέλων ἐκκόψαι ὁ ἰατρὸς ζητεῖ, ἆρα ἐπιῤῥέεται ἡ ὀδύνη ὀδοῦσιν ἢ ἐπ’ αὐτῷ μόνῳ | |
αὕτη ἐπιτέτραπται. καὶ ἐὰν εὕρῃ ὅτι ἐπιῤῥεῖται, ζητεῖ | 173 | |
2.174 | ἔτι ἐκ παντὸς τοῦ σώματος ἢ ἐκ τῶν ἄνω ἢ ἐκ τῶν κάτω. εὗρεν ὅτι ἐκ τῶν ἄνω, ἀλλὰ πολλῶν ὄντων τῶν ἄνω, παράδειγμα ἔλαβε τὴν ὀφρύν. εἰ οὖν ἐπιῤῥεῖται ἡ ὀδύνη, ἀδύνατον αὐτὸν θεραπεῦσαι, μὴ ἀνασταλέντος τοῦ πέμ‐ | |
5 | ποντος. τοῦτο οὖν ποιεῖ στύφον καὶ ψύχον. λοιπὸν ἔρχε‐ ται ἐπὶ τὴν θεραπείαν τοῦ πάσχοντος τόπου, καὶ κέχρη‐ ται τῷ διὰ τριῶν πεπέρεων, καὶ κενοῖ τὸ παχὺ ταῖς ὑστέραις ἡμέραις· τὰ γὰρ πολλὰ τῶν βοηθημάτων χρόνῳ δρῶσιν. ἐχρησάμεθα οὖν πᾶσι τούτοις καὶ ὠφελήσαμεν. | |
10 | ἀλλ’ οὐ καταρκεῖ ἡ δύναμις. ὀφείλομεν οὖν στῆσαι καὶ ναρκῶσαι αὐτὴν διὰ τῶν ψυχόντων. ταῦτα γὰρ ἐπιβάλω‐ μεν χωρὶς ὀδύνης. τινὶ γὰρ εἰς ὕπνον· ψυκτικὸν ἐντεῦθεν οὐκ ἐκράτησεν, ἀλλ’ ἐπειδὴ τοῖς ψύχουσιν ἕπεται ὑπὸ τὸ ψυχρὸν, ὑπνωτικὸν ἐκάλεσεν. ἐπὶ τούτου οὖν τὸ ψύχον | |
15 | οὐδὲ ἔδρασεν, ἐπειδὴ ἥμαρτεν ὁ ἰατρός· προεσκάλευσε γὰρ ὁ ἰατρὸς περιχαρακτῆρι τὸν ὀδόντα, καὶ ἐντεῦθεν πολλῆς γενομένης ὀ...., οὐκ ἐκράτησε τὸ ψύχον. | |
17 | κεʹ. Τὴν ἀπὸ τῆς κεφαλῆς ὀστέων φύσιν, ἔπειτα νεύρων, φλεβῶν καὶ σαρκῶν καὶ τῶν ἄλλων χυμῶν καὶ τῶν ἄνω | |
20 | καὶ τῶν κάτω κοιλιῶν καὶ τρόπων καὶ γνώμης καὶ τῶν κατ’ ἐνιαυτὸν γιγνομένων. ὥρῃ τινὶ τότ’ ἐπὶ πρω‐ ΐτερον τοῦ ἔτεος, οἷον ἐξανθήματα καὶ τὰ τοιαῦτα ὁμοίην τοῖσι καθ’ ἡμέρην πρωΐτερον λαμβανομένοισιν ἢ τὸ ὀψιαίτερον ὡσαύτως. — | |
24 | ||
25 | Ἐπειδὴ γὰρ οὐκ ἔστι τὰ παρὰ φύσιν θεραπεῦσαι τὸν μὴ γνόντα τὰ κατὰ φύσιν, πάλιν περὶ αὐτῆς διαλέγεται καὶ λέγει, ζήτει τὰ κατὰ φύσιν, ζήτει τὰ ἐν ἡμῖν, πρὸς οἷς καὶ θεμέλια τοιαῦτα· καί ἐστι τὰ ὀστᾶ. τούτων γὰρ τὰ μὲν διὰ τὸ ὑποκεῖσθαι, τὰ δὲ διὰ τὸ σκέπειν, διὰ | |
30 | τὸ περιφρουρεῖν γεγόνασιν. ἀλλ’ ἐπειδὴ καὶ διάφορα τὰ ὀστέα τῆς κεφαλῆς * ἢ ὀστῶν τιμϊώτατον ἐγκέφαλον περιεχούσης, ἢ ὅτι πρὸς τὴν ἀναλογίαν αὐτῆς καὶ τἄλλα γεγόνασιν ὀστέα, καὶ διὰ τῶν ἐξ αὐτῆς ὁ νωτιαῖος. ὅταν | |
γοῦν εὕρῃς τὰ περὶ τῶν ὀστῶν, ζήτει καὶ τὰ τῶν νεύρων, | 174 | |
2.175 | ἆρα πόθεν ἐκφύεται, ἆρα ἐξ ἐγκεφάλου ἢ ἐκ τοῦ νωτι‐ αίου, καὶ δι’ αὐτῶν ποῦ παρέρχεται, καὶ ποῦ καταφύεται. ζήτει δὲ καὶ τὰ περὶ φλεβῶν, τὸ ἧπαρ. ζήτει δὲ καὶ τὰ περὶ τῶν σαρκῶν. ἀλλὰ σάρκα καλεῖ ὁ Ἱπποκράτης οὐ | |
5 | μόνην τὴν παρεσπαρμένην τῷ μυῒ, ἀλλὰ καὶ τὴν ἐντέρων καὶ κύστεως. ἕκαστον γὰρ μόριον ἐκ σαρκὸς σύγκειται πρεπούσης αὐτῷ. ζήτει δὲ καὶ τὰ περὶ τῶν χυμῶν, πόσοι μὲν οὗτοι, ποίας δὲ κράσεως ἕκαστος, καὶ ποῦ φιλεῖ πλεονάζειν. ἀλλ’ οἱ χυμοὶ οὗτοι οὐ περιπλανῶνται, ἀλλ’ ἐν | |
10 | τῇσι κοιλίῃσίν εἰσιν· ἀλλ’ αἱ κοιλίαι αἱ μὲν περιττὸν, αἱ δὲ ἀναγκαῖον περιέχουσι. καὶ ἀναγκαῖον ἡ δύναμις, ὡς ἐγκέφα‐ λος, ἢ πνεῦμα, ὡς ἡ καρδία, ἢ ὑγρὸν, ὡς τὸ ἧπαρ. ὁμοί‐ ως καὶ τὸ περιττὸν ἢ ὑγρὸν ὡς ἡ κύστις, ἢ στερεὸν ὡς τὸ ἀπευθυσμένον. καὶ ἁπλῶς εἰπεῖν, ζήτει τὰ ἄνω, τὰ | |
15 | κάτω, ποίαν ἔχουσι φύσιν. φύσιν δὲ λέγει τὴν κράσιν, τὴν δι‐ οίκησιν, τὴν κατασκευήν. ταῦτα δὲ πάντα ζήτει, ποίαν γνώ‐ μην ἔχουσι, ποίαν κατασκευὴν, ποίαν ἕξιν· τὴν γνώμην, τὸν λόγον πῶς ἔχει. ζήτει δὲ καὶ τὰ περὶ τρόπων. τρό‐ πων ἢ τροπῶν. τρόπων μὲν, ὅτι ζήτησον ἑκάστου τὸ | |
20 | ἦθος καὶ τὴν διαφοράν. τροπῶν δὲ, ὅτι ζήτει καὶ τὰ περὶ τροπῶν τοῦ ἀέρος· τοῖς μὲν γὰρ ἄλλοις πᾶσί ποτε κεχρήμεθα, τὸν δὲ ἀέρα ἀεὶ ἀναπνέομεν. ζήτει οὖν εἰ κα‐ τὰ φύσιν ἔμεινεν οὗτος· ἐν γὰρ τοῖσι καθεστῶσι καιροῖσι καὶ τὰ ἑξῆς. εἰ δὲ παρατραπῇ, ζήτει εἴτε κατὰ μίαν ὥραν | |
25 | εἴτε κατά τινας εἴτε κατὰ πάσας, καὶ εἰ ἐπὶ τὸ ὁμοειδὲς εἴτε ἐπὶ τὸ ἑτεροειδές. ταῦτα δὲ λέγομεν, ἐπειδὴ αἱ ὧραι τοῦ ὀνόματος, ἀλλὰ τῶν πραγμάτων δρῶσιν· οὐ γὰρ εἰ ἀκούσεις θέρος ἦλθεν, ἤδη προσδόκα τὰ σύμπαντα θέρους νοσήματα· πολλάκις γὰρ πρωϊαίτερον ἢ ὀψιαίτε‐ | |
30 | ρον εἰσβάλλουσα ὥρα ὑπενόθευσεν ὥρας κράσιν. ἃ λέγο‐ μεν ἐπὶ παντὸς τοῦ ἔτους, ταῦτα καὶ ἐπὶ μιᾶς ὥρας. ἐλέ‐ γετο γὰρ ἀνωτέρω, καὶ ἐς δείλην ἀσκαρίδες, ὅτι πᾶσα ἡμέρα ἀναλογεῖ τῷ ἔτει, ὁ μὲν ὄρθρος τῷ ἔαρι, ἡ δὲ μεσημβρία τῷ θέρει, ἡ δὲ δείλη τῷ φθινοπώρῳ, ἡ δὲ | |
35 | νὺξ τῷ χειμῶνι. ζήτησον οὖν ταῦτα πάντα, ἵνα γνῷς ἐν | 175 |
2.176 | ποίᾳ ὥρᾳ εἰσβάλλουσι τὰ νοσήματα, ὡς ἐπὶ τῶν ἐξανθη‐ μάτων καὶ τῶν ἄλλων πάντων νοσημάτων. | |
2 | κϛʹ. Τὸ ἐπίχολον καὶ ὕφαιμον σῶμα μελαγχολικὸν, μὴ ἔχον ἐξερώσιας. — | |
4 | ||
5 | Περὶ ἄλλου τινὸς νῦν διαλέγεται, περὶ μελαγχολικοῦ φησιν. οὗτος δὲ διττὴν ἔχει τὴν γένεσιν, ἢ ἀπὸ τῆς με‐ λαίνης χολῆς ἀποτεφρουμένης καὶ σηπομένης, ἢ τῆς τρυ‐ γὸς τοῦ αἵματος σηπομένης, ἥτις οὐδέποτε καταλαμβάνει τὰ μέτρα τῆς δριμύτητος τῆς μελαίνης χολῆς. λέγει οὖν | |
10 | Ἱπποκράτης, ὅτι τὸ ξανθοχολικὸν καὶ ὕφαιμον σῶμα με‐ λαγχολικὸν, ἐὰν μὴ ἔχῃ ἐξερώσιας τουτέστι κενώσεις· εἰ γὰρ μὴ κατὰ βραχὺ κενωθείη ὁ μελαγχολικὸς, ποιεῖ νοσήματα. | |
13 | κζʹ. Λυκίνῳ τὰ ὕστατα σπλὴν μέγας ὀδυνώδης ἐν τῇ τε‐ | |
15 | τάρτῃ ἢ πέμπτῃ ἡμέρῃ. — | 176 |
2.177 | Τοῦτον τὸν λόγον δεῖ τελείως ἐκβαλεῖν· λέγει γὰρ ὅτι Λυκίνῳ σπλὴν μέγας ἐγένετο. τὰ ὕστατα, ἢ τὰ ὕστατα τοῦ ἔτους, ἢ τὰ ὕστατα τοῦ νοσήματος. οὐκ εἶπεν οὖν τελείως· νόθος. | |
4 | ||
5t | ΑΡΧΗ ΤΟΥ ΕΒΔΟΜΟΥ ΤΜΗΜΑΤΟΣ. | |
5t | ||
6 | — — — | |
6 | αʹ. Βῆχες ἤρξαντο περὶ ἡλίου τροπὰς τὰς χειμερινὰς ἢ πέμπτῃ καὶ δεκάτῃ ἢ εἰκοστῇ ἡμέρῃ ἐκ μεταβολῆς πυ‐ κνῆς νοτίων καὶ βορείων πνευμάτων καὶ χιονωδέων. ἐκ | |
10 | τουτέων τὰ μὲν βραχύτερα, τὰ δὲ μακρότερα ἐγίγνετο, καὶ περιπνευμονικὰ συχνὰ μετὰ ταῦτα. πρὸ ἰσημερίης αὖτις ὑπέστρεφε τοὺς πλείστους ὡς ἐπιτοπολὺ τεσ‐ σαρακοσταίους ἀπὸ τῆς ἀρχῆς, καὶ τοῖσι μὲν πάνυ βραχέα ἐγίγνετο, [τοῖσι δὲ φάρυγγες ἐφλέγμηναν, | |
15 | τοῖσι δὲ κυνάγχαι, τοῖσι δὲ παραπληγικὰ, τοῖσι δὲ νυκτάλωπες, μᾶλλον δὲ παιδίοισι. περιπνευμονικὰ δὲ πάνυ βραχέα ἐγένετο. φάρυγγες δὲ βήξασι τὸ ὕστε‐ ρον, ἢ πάνυ βραχὺ ἀντὶ τῆς βηχὸς ἐγίνοντο.] φάρυγγες δὲ βραχέαι, μᾶλλον δὲ νυκταλώπων. κυνάγχαι δὲ καὶ | |
20 | παραπληγικὰ ἢ σκληρὰ καὶ ξηρὰ ἢ σμικρὰ καὶ ὀλι‐ γάκις ἀνάγουσαι πέπονα· ἔστι δ’ οἷσι καὶ κάρτα. οἱ μὲν οὖν τῇ φωνῇ πλείω ταλαιπωρήσαντες ἢ ῥιγώσαν‐ τες εἰς κυνάγχας μᾶλλον ἐτελεύτων. οἱ δὲ τῇ χειρὶ πο‐ νήσαντες ἐς χεῖρας μοῦνον παραπληγικοὶ, οἱ δ’ ἱππεύ‐ | |
25 | σαντες ἢ πλείω ὁδὸν πορευόμενοι ἢ ἄλλο τι τοῖσι σκέ‐ λεσι ταλαιπωρήσαντες, τουτέοισι δὲ ἐς ὀσφῦν ἢ σκέλεα | |
ἀκρασίαι παραπληγικαὶ, ἢ καὶ ἐς μηροὺς καὶ κνήμας | 177 | |
2.178 | ὁ κόπος καὶ πόνος. σκληρόταται δὲ καὶ βιαιόταται αἱ ἐς τὰ παραπληγικὰ ἄγουσαι. πάντα δὲ ταῦτα ἐπὶ τῇσιν ὑποστροφῇσιν ἐγίγνοντο, ἐν ἀρχῇσι δὲ οὐ μάλα. πολ‐ λοῖσι δὲ τουτέων ἀνῆκαν αἱ βῆχες μὲν ἐν τῷ μέσῳ, | |
5 | ἐξέλιπον δὲ τελέως οὔ. ἀλλὰ συνῆσαν τῇ ὑποστροφῇ, οἷσι φωναὶ ἀπεῤῥήγνυντο ἐς τὸ βηχῶδες, τουτέων οἱ πλεῖστοι οὐδὲ ἐπυρέτηναν, οἱ δέ τινες βραχέα. ἀτὰρ οὐδὲ περιπνευμονικὰ ἐγίνετο· τουτέων οὐδενὶ οὐδὲ πα‐ ραπληγικὰ οὐδὲ ἄλλο οὐδὲν ἐπεσημάνθη, ἀλλ’ ἐν τῇ | |
10 | φωνῇ ἐκρίνετο. τὰ δὲ νυκταλωπικὰ [ἱδρύετο, ὡς καὶ τὰ ἐξ ἄλλων προφασίων γινόμενα. ἐγίνετο δὲ νυκτα‐ λωπικὰ] τοῖσι παιδίοισι μάλιστα. ὀμμάτων δὲ τὰ μέ‐ λανα καὶ ὑποποίκιλα, ὅσα τὰς μὲν κόρας σμικρὰς ἔχει, τὸ δὲ ξύμπαν μέλαν ὑποποίκιλον ὡς ἐπιτοπουλύ. μεγα‐ | |
15 | λόφθαλμοι δὲ μᾶλλον, καὶ οὐ σμικρόφθαλμοι, καὶ ἰθύ‐ τριχες οἱ πλεῖστοι καὶ μελανότριχες. γυναῖκες οὐχ ὁμοίως ἐπόνησαν ὑπὸ τῆς βηχὸς, ἀλλ’ ὀλίγαι τε ἐπυρέτηναν, καὶ τουτέων πάνυ ὀλίγαι ἐς τὸ περιπνευμονικὸν ἦλθον καὶ αὗται πρεσβύτεραι, καὶ πᾶσαι περιεγένοντο. | |
20 | ᾐτιώμην τοῦτο καὶ τὸ μὴ ἐξιέναι ὁμοίως ἀνδράσι ὅτι οὐδ’ ἄλλως ἁλίσκονται ἀνδράσιν. κυνάγχαι ἐγί‐ γνοντο μὲν καὶ ἐλευθέρῃσι, καὶ αὗται τοῦ εὐηθεστάτου τρόπου· περισσοτέρως δὲ δούλῃσι, ὅσῃσί τε ἐγίγνοντο βιαιόταται, καὶ ταχύτατα ἀπώλλυντο. ἀνδράσι δὲ πολ‐ | |
25 | λοῖσιν ἐγίγνοντο, καὶ οἱ μὲν διέφυγον, οἱ δὲ ἄλλοι ἀπώλλυντο. τὸ δὲ ξύμπαν οἱ μὲν μὴ δυνάμενοι καταπίνειν, μοῦνον πάνυ εὐήθη καὶ εὔφορα, οἱ δὲ καὶ διαλεγόμενοι πρὸς τούτοισιν ἀσαφέως ὀχλωδέστερα καὶ χρονι‐ ώτερα. οἷσι δὲ φλέβες αἱ περὶ κρόταφον καὶ αὐχένα | |
30 | ἐπῄροντο, ὑποπόνηρα, οἷσι δὲ καὶ πνεῦμα ξυνεμε‐ τεωρίζετο, κάκιστον· οὗτοι γὰρ καὶ ἐπεχλιαίνοντο. ὡς γὰρ γέγραπται, οὕτως αἱ συγκληρίαι ἦσαν. τὰ μὲν πρῶτον γεγραμμένα καὶ ἄνευ τῶν ὑστέρων γε‐ γραμμένων ἐγίγνετο, τὰ δ’ ὕστερον οὐκ ἄνευ τῶν πρό‐ | |
35 | τερον. τάχιστα δ’ ἔθνησκον, ὅτ’ ἐπιῤῥιγώσειαν πυρε‐ | |
τώδει ῥίγει. τούτους οὐδὲ ἀναστάσει πιεζομένους οὐδὲν | 178 | |
2.179 | ἄξιον λόγου ὠφελεῖ, οὔτε γαστρὸς ταραχὴ οὔτε φλε‐ βοτομίη, ὅσα ἐπειράσθην. ἔταμον δὲ ἀγκῶνα καὶ ὑπὸ γλῶσσαν, οὓς δὲ ἄνω ἐφαρμάκευσα. ταῦτα μὲν οὖν καὶ διὰ παντὸς ἐν τῷ θέρει, ὡς δὲ καὶ τὰ ἐπιῤῥηγνύ‐ | |
5 | μενα πάμπολλα. — | |
5 | Νῦν τοῦ ἑβδόμου τμήματος ἀρχώμεθα. τάχα δὲ ἐνταῦθα εἰκότως καλεῖται ἐπιδημία. ἐλέγετο γὰρ ἐξ ἀρχῆς, ὅτι γέγραπται μὲν ἐπιδημία, ἐπιδήμων δὲ νοσημάτων οὐ γίνεται διδασκαλία, ἀλλὰ σχεδὸν σποραδικά. τὸ δὲ σχεδὸν, | |
10 | ἐπειδὴ καὶ τῶν ἐν Αἴνῳ γεγονότων ἐμνημονεύσαμεν. ἐν‐ ταῦθα δὲ ὄντως ἐπίδημα διδάσκει νοσήματα. οὐδὲ γὰρ Ἡγησίππῳ ἢ Ἀναξίωνι ἐγένετο τὸ νόσημα, ἀλλὰ πάσῃ τῇ πόλει. ποία δέ ἐστιν αὕτη, οὐκ ἐσήμανεν Ἱπ‐ ποκράτης. τοῦτο δὲ ἴσμεν, ὅτι βορείου κλίματός ἐστιν ἡ | |
15 | πόλις. λέγει δὲ γίνεσθαι χιόνα ἐν αὐτῇ. ποῦ δὲ χιὼν ἐν Αἰθιοπικῷ χωρίῳ; ἐμάθομεν οὖν τὴν γενομένην κατάστα‐ σιν, ἀλλὰ δεῖ εἰδέναι ὅτι ὅταν μέμνηται Ἱπποκράτης περὶ παρατροπῆς ὥρας, καὶ οὐ μέμνηται τῆς πρὸ αὐτῆς ὥρας, πάντως ὡς κατὰ φύσιν αὐτὴν λαμβάνει. ἐγένετο οὖν ἐν | |
20 | ψυχρᾷ πόλει χειμὼν τῷ ὀνόματι μόνον, ἀλλ’ οὐ τῷ πράγ‐ ματι. θερμότερος γὰρ ἐγένετο, ἐπειδὴ νότια πνεύματα ἔσχεν ἐν τῇ ἀρχῇ αὐτοῦ. ὁ δὲ νότος θερμός ἐστι καὶ ὑγρὸς, καὶ ἔβλαπτε μὲν τὸ σῶμα, μάλιστα δὲ τὴν κεφα‐ λὴν ὡς γυμνὴν, ὡς ὁμιλοῦσαν τῷ ἔξωθεν ἀέρι. εἴρηται | |
25 | γὰρ ἐν ἀφορισμοῖς, νότοι βαρυήκοοι. ὁ γὰρ νότος ἕλκει τὴν ὑγρότητα ἐκ παντὸς τοῦ σώματος εἰς τὴν κεφαλήν. καὶ εἰ μὲν μόνος νότος ἐγένετο, ἠδύνατο καὶ τῇ θερμασίᾳ διαφορῆσαι τὴν ὕλην, ἀλλ’ ἐξαίφνης ἐπεγένετο βόρειον πνεῦμα, καὶ ἤρκει μὲν αὐτὴ ἡ ἀθρόα μεταβολὴ ταράξαι | |
30 | τὴν δύναμιν. ἀλλὰ καὶ ὁ βοῤῥᾶς ψυχρὸς οὐκέτι ἐᾷ δια‐ φορηθῆναι τὴν ὕλην. ἔνθεν ἐκείνη μένουσα χαλεπὰ ποιεῖ νοσήματα. καὶ ἐπὶ πάντων μία ἦν προκαταρκτικὴ αἰτία, ἡ τοῦ ἀέρος κατάστασις, ἀλλὰ μὴν καὶ μία ἡ προειρη‐ | |
μένη ἡ πλήρωσις τοῦ ἐγκεφάλου· τὰ δὲ μόρια διάφορα | 179 | |
2.180 | ἦσαν παρὰ τὴν κράσιν τῶν ἀνθρώπων, παρὰ τὴν ἕξιν, παρὰ τὴν ἐπιτηδειότητα τῶν δεχομένων μορίων. ἐρχομέ‐ νης γὰρ τῆς ὕλης παρὰ τὸν ἐγκέφαλον, εἰ εὐπάθει τὸ σῶμα, ἐκράτει καὶ ἔπασχεν ἀποπληξίαν ἢ ἐπιληψίαν, ἢ | |
5 | ἰσχυρὸς ὢν ἀπεδίωκε καὶ τοῖς πλησίον, ἔνθεν παρ’ ὀφθαλ‐ μοὺς ἢ παρὰ τὰ πόῤῥω, ἔνθεν περιπνευμονίαι παρα‐ πλήσιαι. ὁ δὲ Ἱπποκράτης πλείονα κατάλογον συμπτω‐ μάτων ἐκτίθεται οὕτως· βῆχες ἤρξαντο περὶ ἡλίου τρο‐ πὰς χειμερινάς. λέγει Ἱπποκράτης ὅτι ἡλίου γενομένου ἐν | |
10 | αἰγοκέρῳ, χειμὼν ἐγένετο καὶ ἐναλλάξας τὴν κράσιν αὐ‐ τοῦ, θερμότερος ἐγένετο. ὅτε οὖν κατεκράτησε, περὶ τὴν πεντεκαιδεκάτην ἢ εἰκοστὴν ἡμέραν βῆχες ἐγένοντο. ἀλλὰ καλῶς Ἱπποκράτης ἐκ ταύτης ἤρξατο, ὡς καὶ ἐν τοῖς ἄνω καὶ τοῖς κάτω γενομένης. εἰ γάρ ἐστι νότιον πνεῦμα, πλη‐ | |
15 | ροῦται ἡ κεφαλὴ καὶ μέρος τῆς ὑγρότητος ῥίπτουσα περὶ τὸν λάρυγγα, ποιεῖ τὸν βῆχα, καὶ μάλιστα ὅτε κατεκράτει ἡ ἀπὸ τῆς χιόνος ψύξις. ὁ δὲ βὴξ οὗτος ἐγίνετο ἐκ τῆς μεταβολῆς τῶν νοτίων καὶ βορείων πνευ‐ μάτων, πυκνῆς οὔσης. ὥσπερ γὰρ ἐν ἀφορισμοῖς εἴρηται, | |
20 | ὁκόταν οὗτος δυναστεύῃ, οὕτω καὶ ἐνταῦθα, ὅταν πυκνὴ γένηται αὕτη ἡ μεταβολὴ, ποιεῖ καὶ περιπνεύμονα νο‐ σήματα. ἀποδιωκομένην γὰρ τὴν ὕλην ἐκ τοῦ ἐγκεφάλου ὡς μαλακὸς καὶ σπογγώδης ὁ πνεύμων δέχεται. τούτων δὲ τῶν νοσημάτων τὰ μὲν χρόνια, τὰ δὲ βραχύτερα ἐγί‐ | |
25 | νοντο, πρὸς τὴν ὑποκειμένην δύναμιν καὶ τὴν κράσιν τοῦ πάσχοντος. ἐγίνοντο οὖν νοσήματα πολλὰ ἐν τῷ χει‐ μῶνι. μελλούσης δὲ ἄρξασθαι τῆς ἐαρινῆς, ὅτε ἥλιός ἐστιν ἐν κριῷ, ὑποστροφὴ ἐγίνετο, καὶ ἔμεινε τὸ διά‐ λειμμα ἄχρι. * τεσσαράκοντα ἡμέρας κακοηθέστερον | |
30 | ὑπέστρεφεν. εἶπε γὰρ ὁ Γαληνὸς, ὅτι πολλάκις εἰσβάλ‐ λει νοσήματα, καὶ ταῦτα οὐ πάνυ ἐν τῇ ἀρχῇ κακοηθεύ‐ εται· ἐῤῥωμένη γὰρ οὖσα ἡ δύναμις ἐναντιοῦται· ὕστερον δὲ διαλεῖψαν τὸ νόσημα πάλιν ἐπιτίθεται, εὑρίσκει προ‐ | |
καταβληθεῖσαν τὴν δύναμιν καὶ χαλεπώτερον ἐπιτίθεται, | 180 | |
2.181 | καὶ μᾶλλον ἐν τῷ μέσῳ, εἰ μὴ κατὰ λόγον ἐπαιδαγωγήθη. ὑποστρέψαντος οὖν τοῦ νοσήματος, οἱ μὲν ἀπέθανον, οἱ δὲ καὶ εὐκρίτως ἀπήλλαξαν, τουτέστιν οὐκ ἀτελῶς, οὐκ ἀνακρίτως * ὅτι ἡμέρας, οὐ μετὰ πολλῶν συμπτωμά‐ | |
5 | των, ἅπερ ἕπονται τῇ νίκῃ τῆς φύσεως. εἰ δέ ποτε μὴ περιεγένετο ἡ φύσις, ἤρχετο ἡ ὕλη περὶ τὰ κάτω. ἐντεῦ‐ θεν φλεγμονὴ ἢ περὶ τὸν φάρυγγα ἢ περὶ τὸν λάρυγγα, ἁπλῶς περὶ τὸ εὐπαθές· ποτὲ δὲ καὶ παραπληγία ἐγέ‐ νετο, ἥτις ἐστὶν ἑνὸς μέρους ἀναισθησία καὶ ἀκινη‐ | |
10 | σία. τοῦτο δὲ γίνεται, χυμοῦ ἐμφράξαντος τὸ νεῦρον αὐτοῦ. Ἐγίνοντο δὲ καὶ νυκτάλωπες. νυκτάλωψ δέ ἐστι τὸ γινόμενον πάθος ταῖς ἀλώπεξι· ἐκεῖναι γὰρ διὰ τὸ λε‐ πτὸν τοῦ πνεύματος οὐ δύνανται ἐν ἡμέρᾳ ὁρᾷν· χεῖται | |
15 | γὰρ καὶ διαφορεῖται ἐκ τῆς ἡλιακῆς ἀκτῖνος· ἐν δὲ τῇ νυκτὶ ὁρῶσιν, ὡς πυκνουμένου τοῦ πνεύματος. ὃ οὖν ἐκεί‐ ναις ἐν ἡμέρᾳ γίνεται, τοῦτο τούτοις ἐν νυκτί. οὗτοι γὰρ οἱ πάσχοντες ἐν ἡμέρᾳ μὲν ὁρῶσιν, ἐν νυκτὶ δὲ οὔ. ἐπει‐ δὴ γὰρ ἡ ὕλη ἦλθε κατὰ τοῦ ἐγκεφάλου, ἐκεῖ μείνασα | |
20 | καὶ τῷ χρόνῳ σαπεῖσα μελαντέρα ἐγένετο. πέμπει οὖν ζοφώδεις ἀτμοὺς παρὰ τὸν ὀφθαλμὸν, καὶ ἐπισκοτίζει τὸ ὀπτικὸν πνεῦμα, ὅθεν οὗτοι ἐν ἡμέρᾳ ὁρῶσιν· ἡ γὰρ ἡλιακὴ ἀκτὶς δύναται λεπτῦναι τοὺς θολώδεις ἐκείνους ἀτμούς· ἐν δὲ τῇ νυκτὶ οὐχ ὁρῶσι· παχύνεται γὰρ ἐκ τῆς | |
25 | ψύξεως τὸ πνεῦμα. καὶ τοῦτό ἐστι νυκτάλωψ. εἴρηται γάρ τι τοιοῦτον ἐν τῷ περὶ αἰτίας, διατί πολλοὶ τὰ μὲν πλησίον ὁρῶσι, τὰ δὲ πόῤῥω οὔ, καὶ εἰρήκαμεν ὅτι τὸ ὀπτικὸν πνεῦμα καθαρὸν μέν ἐστιν, ἀλλ’ οὐ πολὺ, ἵνα πόῤῥω πέμπηται. καὶ ᾐτιασάμεθα τὴν παχύτητα καὶ τὸν | |
30 | ῥύπον τοῦ πνεύματος. κατὰ γὰρ τῶν πόῤῥω ἐξακοντιζό‐ μενον φθάνει λεπτυνθῆναι, καὶ ἀκωλύτως ὁρᾷ τὰ πόῤῥω, τὰ δὲ πλησίον οὐ δύναται ὁρᾷν, ἐπειδὴ οὐ καθαίρεται οὔτε λεπτύνεται ἐκ τοῦ ἐν τῷ μέσῳ διαστήματος. ὅτι | |
δὲ τοῦτο ἀληθές ἐστι, φησὶν ὅτι τοῖς παιδίοις μάλι‐ | 181 | |
2.182 | στα νυκτάλωψ γίνεται. ὑγροτέρων γὰρ αὐτῶν ὄντων τὴν κράσιν, ἐπιθολοῦται τὸ ὀπτικὸν πνεῦμα. ἐντεῦθεν δὲ ἄξιον θαυμάσαι Ἱπποκράτην, πῶς οὐ μένει ἐπὶ τῆς πεί‐ ρας, ἀλλ’ ἀναφέρεται ἐπὶ τὰς ἐνδείξεις, καὶ οἶδεν ὅτι με‐ | |
5 | ρίζονται τὰ συμπτώματα ὑπό τε γένους, ἡλικίας, τύχης, ἐπιτηδειότητος, ἡλικίας μὲν, ἐν οἷς φησι τὰ παιδία μᾶλ‐ λον τῶν ἀκμαζόντων πάσχειν, γένους δὲ, ἐν οἷς φησιν, ὅτι οἱ ἄνδρες μᾶλλον τῶν γυναικῶν πάσχουσιν. καὶ μὴν τοὺς ἄνδρας ἧττον δεῖ παθεῖν ὡς ἰσχυροὺς, ὡς γυμναζο‐ | |
10 | μένους. ἀλλ’ ἄλλως οἶδεν Ἱπποκράτης. αἱ γὰρ γυναῖκες οἰκουροῦσαι καὶ ὡς ταπολλὰ ἐσκεπασμέναι τὴν κεφαλὴν, οὐ πάσχουσιν ἐκ τῆς κακίας τοῦ ἀέρος, οἱ δὲ ἄνδρες ὡς ἐξιόντες συνεχῶς πάσχουσιν. ὅτι γὰρ αὕτη ἐστὶν ἡ αἰτία, φησὶν ὅτι αἱ δοῦλαι μᾶλλον τῶν ἐλευθέρων ἔπασχον. | |
15 | ἰδοὺ καὶ τῆς τύχης. αἱ δὲ δοῦλαι μᾶλλον ἔπασχον, ἐπειδὴ συνεχῶς ἐξιοῦσαι εἰς τὰς τῶν δεσποτῶν ἀποκρί‐ σεις, τοῦ ἀέρος μεταλαμβάνουσαι καὶ τῶν νοσημάτων ἀπήλαυον. ἐπιτηδειότητα δὲ ζητεῖ ἐν πᾶσι τοῖς πάθεσιν. ἄλλη γὰρ οὐκ ἔστιν αἰτία τῶν διαφόρων παθῶν, εἰ μὴ | |
20 | μόνη ἡ ἐπιτηδειότης. ἐγίνοντο οὖν τοῖς παιδίοις, ὡς εἴ‐ ρηται, νυκτάλωπες. Περιπνευμονίαι δὲ οὐ πολλαὶ ἐγίνοντο. καὶ πῶς εἰπὼν Ἱπποκράτης συχνὰ αὐτοῖς γίνεσθαι τὰ περιπνευμονικὰ, νῦν φησι μὴ γίνεσθαι περιπνευμονίας; καὶ δυνάμεθα εἰ‐ | |
25 | πεῖν, ὅτι οἱ νυκτάλωπες τούτοις ἐγίνοντο, περιπνευμονίαι δὲ οὔ, διότι πάσης τῆς ὕλης ἐπὶ τὰ ἄνω ἀσχολουμέ‐ νης· ἐν πολλοῖς γὰρ τόποις ἔχομεν τοῦτο δεῖξαι. ἴσως δέ φησιν Ἱπποκράτης ὅτι ἐν μὲν τῇ ἀρχῇ τοῦ νοσήματος ἐγίνοντο τὰ περιπνευμονικὰ, ὅτε δὲ ὑπέστρεψε τὸ νό‐ | |
30 | σημα, οὐκέτι ἐγίνοντο. ἐν γὰρ τῷ μέσῳ ῥᾳστώνην λαβοῦσα ἡ φύσις ἔῤῥωσε τὸν πνεύμονα, ὡς μηκέτι δεχόμενον πά‐ σχειν. καὶ ταύτας τὰς δύο ἐξηγήσεις ἐλάβομεν ἐκ τοῦ ἐπιφερομένου λόγου· φησὶ γὰρ ὅτι νυκτάλωπες οὐ πάνυ ἐγίνοντο τοῖς βήξασιν ὕστερον. καὶ διὰ μὲν τοῦ εἰπεῖν | |
35 | ὕστερον ἔδειξεν ὅτι τὴν ἀρχὴν τοῦ νοσήματος τῇ ὑπο‐ | 182 |
2.183 | στροφῇ περιβάλλει, ὅπερ ἔχει ἡ δευτέρα ἐξήγησις. διὰ δὲ τοῦ εἰπεῖν ὅτι νυκτάλωπες οὐκ ἐγίνοντο τοῖς βή‐ ξασιν ὕστερον, ἔδειξεν ὅτι, ὅτε ἡ ὕλη εἰς μόρια ἀσχο‐ λεῖται, ἐλευθεροῖ τὰ ἄλλα, ὅπερ εἶχεν ἡ πρώτη ἐξήγησις. | |
5 | ἐγίνοντο δὲ αὐτοῖς καὶ κυνάγχαι ἐπὶ φλεγμονῇ τῶν ἔνδον μυῶν τοῦ λάρυγγος. ἀλλὰ δεῖ εἰδέναι ὅτι ἐν τῷ λοιμῷ, εἰ καὶ πάντη ἐπέρχονται τὰ νοσήματα, ἀλλὰ τοῖς μὲν μᾶλλον, τοῖς δὲ ἧττον γίνονται ἐκ τῶν προηγησαμένων· ἔνθεν εἴπου τις πολλὰ ἐλάλησε καὶ ἀσθενέστερον ἐποίησε | |
10 | τὸν λάρυγγα, ἐκεῖ μᾶλλον ἐπεσύρατο τὴν ὕλην, καὶ μᾶλ‐ λον εἰ ἐπτερύγωσεν ἢ ἐν ψυχρῷ χωρίῳ ἐγένετο ἡ διάλεξις, ἐπείπερ ὁ λάρυγξ ἐπλήγη. εἰ δέ τις τὰς χεῖρας ἢ τοὺς πόδας ἐπόνησεν, ἔπασχε τὰ παρὰ τὴν παραπληγίαν ἢ παράλυσιν. ἔστι δὲ παράλυσις μὲν ἡ παν‐ | |
15 | τὸς τοῦ σώματος ἀναισθησία καὶ ἀκινησία χωρὶς τοῦ προσώπου, παραπληγία δὲ ἡ ἑνὸς μέρους παράλυσις. τὸ οὖν πρότερον κινηθὲν εἷλκε τὴν ὕλην. εἴρηται γὰρ καὶ Γαληνῷ, ὅτι ἕλκεται ἡ ὕλη ἢ διὰ θερμασίαν ἢ διὰ ἀσθέ‐ νειαν ἢ διὰ ὀδύνην. θερμασίαν μὲν οὖν εἶχον ἐν τοῖς πο‐ | |
20 | σὶν οἱ ἱππαζόμενοι ἢ οἱ περιπατοῦντες, ἀσθένειαν δὲ οἱ ἐκ ψύξεως πληγέντες τὸν λάρυγγα, ὀδύνην δὲ οἱ τὴν χεῖρα πονέσαντες. διὰ ταῦτα πάντα ἐγένετο ἡ παραπλη‐ γία· ὅπου γὰρ ἦν ὁ κόπος, ἐκεῖ καὶ ὁ πόνος. ἔνθεν σκλη‐ ρόταται ἦσαν καὶ βίαιοι αἱ ἐκ τῶν παραπληγικῶν, ὡς | |
25 | πάσης ἐκεῖ κατασκηψάσης τῆς ὕλης. οἱ δὲ περὶ λέξιν ἠσχολημένοι, ἐκλαμβάνοντες τῆς συντάξεως, διαποροῦσι πῶς περὶ πόνου διαλεγόμενος Ἱπποκράτης εἶπε σκληρό‐ ταται. καὶ εἶπόν τινες ὅτι πρὸς ὑπόμνησιν ἑαυτοῦ γρά‐ φων οὐκ ἠκριβολογήσατο· τὸ δὲ ἀληθές ἐστιν ὅτι, ὅτε | |
30 | πρᾶγμα δύο ἔχει ὀνόματα, ἔξεστι τῷ λέγοντι τὸ μὲν πρῶτον περὶ τοῦ ἑνὸς, τὸ δὲ δεύτερον περὶ τοῦ ἑτέρου εἰπεῖν, οἷον, ἦλθε δ’ ἐπὶ ψυχὴ Θηβαίου, Τειρεσίας ὁ χρύσεον σκῆπτρον ἔχων. ἰδοὺ οὐχ ἡ ψυχὴ, ἀλλ’ ὁ Τειρε‐ | |
σίας. οὕτω καὶ ἐνταῦθα. χαλεπὸς ἦν ὁ πόνος· σκλη‐ | 183 | |
2.184 | ρόταται δὲ καὶ βιαιόταται αἱ εἰς τὰ παραπληγικὰ ἄγου‐ σαι ὀδύναι. καὶ τοῦτο μὲν οὐ τῶν μέσων. πολλῶν δὲ γε‐ νομένων νοσημάτων ἐν τῇ ὑποστροφῇ τοῦ λοιμοῦ, ὁ βὴξ μόνος εἶχε ῥᾳστώνην, ἀλλ’ οὐδὲ οὗτος τελείαν ἀπαλ‐ | |
5 | λαγήν. εἰ δέ ποτε ἔδοξε τὴν ὕλην πᾶσαν εἰς ἓν μέρος ῥέψαι, τὰ ἄλλα ἠλευθεροῦντο. εἴποτε δὲ παρὰ τὰ φωνη‐ τικὰ ὄργανα ἀπεῤῥάγη ἡ ὕλη, τουτέστιν ἔῤῥεψε πᾶσα, ὡς καὶ βῆχα γενέσθαι, τὰ χαλεπὰ οὐκ ἐγίνοντο νοσήματα. καί τινες μὲν τοῦτο τὸ πάθος ὠνόμασαν κυνάγχην, κα‐ | |
10 | κῶς δέ. πῶς γὰρ εἶχεν ὁ Ἱπποκράτης εἰπεῖν ἐπὶ κυνάγ‐ χης μὴ γίνεσθαι πυρετόν; ἀλλὰ λέγει, βὴξ μόνος αὐτοῖς ἐγίνετο, καὶ ἀφωνία ἢ βραγχώδης φωνὴ, τῆς ὕλης ἐκεῖ ῥεψάσης· ἔνθεν οὐ πυρετὸς ἐγίνετο, οὔτε περιπνευμονία, οὔτε ἄλλο πάθος. πάντων δὲ αἴτιον ἡ μετάστασις τῆς | |
15 | ὕλης εἰς τὴν φωνὴν γενομένη, καὶ πάντα μὲν εἶχον ῥᾳ‐ στώνην, τοῦ βηχὸς ἐπιγενομένου. τὸ δὲ νυκταλωπικὸν παρέμενεν, ὡς νομίζειν σε ἐξ ἄλλης προφάσεως αὐτὸ εἶναι. ἔστι γὰρ ὅτε γίνεται νυκταλωπικὸν πάθος, μὴ συμπάσχοντος τοῦ ὀφθαλμοῦ, ἀλλ’ ἴδιον ἔχοντος πάθος, | |
20 | οὔτε παχύνεται τὸ κρυσταλλοειδὲς, καὶ αἰθαλωδέστερον γίνεται τὸ πνεῦμα, ὅπου δυσθεράπευτόν ἐστιν. οὕτως οὖν τὸ νυκταλωπικὸν πάθος ἐγίνετο δυσθεράπευτον, ὡς νο‐ μίζειν σε τὸν ὀφθαλμὸν μὴ συμπάσχειν τῷ ἐγκεφάλῳ, ἀλλ’ ἴδιον αὐτὸν ἔχειν πάθος, ἐφ’ ᾧ, προκόπτοντος | |
25 | τοῦ νυκταλωπικοῦ πάθους, καί τι χαλεπὸν ἐγίνετο. αἱ γὰρ κόραι τῶν ὀφθαλμῶν ἐμειοῦντο πυκνούμεναι ὑπὸ τῆς ψύξεως, αὐτὸς δὲ ὁ βολβὸς ὠγκοῦτο ἢ διὰ τὴν περι‐ ουσίαν τῆς ὑγρότητος, ἢ ὅτι ἡ ψύξις ἐπάχυνε τὸ πνεῦμα, ὃ μὴ διαφορούμενον ἐφύσα τὸν ὀφθαλμὸν ὡς πλεονάζον. | |
30 | τὰ δὲ χρώματα τῶν ὀφθαλμῶν ποικίλα ἦσαν· ποτὲ μὲν γὰρ μέλανα ἀπὸ τῆς θερμότητος τοῦ νότου, ποτὲ δὲ ἐρύ‐ θημα ἐκ τῆς ψύξεως τοῦ βοῤῥᾶ. λέγει δὲ ὁ Ἱππο‐ κράτης, ὅτι ὡς ἐπιτοπολὺ μέλανες ἦσαν οἱ ὀφθαλμοί. καὶ μὴν τὸ μέλαν τῇ θερμασίᾳ ἕπεται. πάντα δὲ τὰ εἰ‐ | |
35 | ρημένα νοσήματα ἐκ τῆς ψύξεως ἐγίνετο τοῦ βοῤῥᾶ. καὶ | 184 |
2.185 | λέγει ὅτι ὃ πάσχομεν ἔξω, τοῦτο καὶ νῦν γέγονεν. εἰ γὰρ ῥίψεις λίθον εἰς ὕδωρ, εἰ μὲν ὀλίγον ᾖ μεταξὺ σοῦ καὶ τοῦ ὕδατος τὸ διάστημα, οἷός ἐστιν ὁ λίθος, ὁρᾷς αὐτὸν, εἰ δὲ πολὺ εἴη, οὐχ ὁρᾷς τοῦτον ὁποῖός ἐστιν. ὁμοίως δὲ | |
5 | καὶ εἰ μὲν καθαρὸν εἴη, ἀντικρύ σου φαίνεται, εἰ δὲ ῥυ‐ παρὸν, οὐχ ὁμοίως φαίνεται. τοῦτο καὶ νῦν γέγονεν. ἡ μὲν γὰρ ψύξις εἰς βάθος τέθεικε τὸ κρυσταλλοειδὲς, καὶ διὰ τοῦτο μέλαν καὶ ζοφῶδες. καὶ μελανὸν τὸ πνεῦμα οὐκ ἠδύνατο αὐτὸ λεπτῦναι τὸ κρυσταλλοειδὲς, καὶ διὰ | |
10 | τοῦτο μέλας καὶ ζοφώδης ἐφαίνετο ὁ ὀφθαλμὸς περιου‐ σίᾳ ὀμιχλώδους πνεύματος. πείσει δὲ Ἱπποκράτης καὶ ἐκ τῶν φαινομένων· οὕτω γὰρ ζοφῶδες ἦν τὸ ἐκ τῆς κεφα‐ λῆς πεμπόμενον πνεῦμα, ὅτι καὶ μελανότριχες ἦσαν, οὕτω δὲ καὶ δΐυγρον καὶ περιττωματικὸν, ὅτι καὶ ἰθύ‐ | |
15 | τριχες. Λοιπὸν ὁ Ἱπποκράτης τὰ εἰρημένα τοῖς ἀνδράσιν εἶπε, ταῖς δὲ γυναιξὶν ἧττον ἐγίνετο τὰ νοσήματα διὰ τὸ οἰκουρεῖν καὶ μὴ ἀπολαύειν τοῦ ἀέρος, καὶ διὰ τὸ κα‐ θαίρεσθαι, ὡς καὶ Ἱπποκράτης φησὶ τὴν αἰτίαν, ἔνθεν | |
20 | δύο μόναι ἐλεύθεραι ἔπασχον, καὶ αὗται ἐπιπολαίως, πᾶσαι δὲ αἱ δοῦλαι καὶ κακοήθως, διὰ τὸ συνεχῶς τῷ ἀέρι προσομιλεῖν, καὶ διὰ τὸ κακόχυμον τῆς δουλικῆς δι‐ αίτης. τούτων οὖν πάντων τῶν νοσημάτων γενομένων ἐν τῷ λοιμῷ, πολλοὶ μὲν ἀπέθανον, ὀλίγοι δὲ περιεγένοντο | |
25 | οἱ ἐῤῥωμένοι. περιεγένοντο δὲ, οἷς ἐπέσκηψεν ἡ ὕλη παρὰ τὸν λάρυγγα. εἰ δέ ποτε παρὰ τὰ φωνητικὰ ὄργανα, ὡς καὶ τὴν διάλεκτον ἐμποδισθῆναι, οὗτοι ἐσώζοντο, καὶ χρόνιον ἐγένετο. χρόνιον δὲ οὐκ ἐν ἀνθρώπῳ. ποῦ γὰρ συνάγχη χρόνιος; ἀλλὰ χρόνιος πάσῃ τῇ πόλει· | |
30 | πολὺν γὰρ χρόνον ἐπηρέασεν αὐτόν. μέχρι μὲν οὖν τούτου ἐπίδημον ἦν τὸ νόσημα, ἄρτι δὲ καὶ λοιμῶδες ἐγένετο, πολλῶν ἀρξαμένων τελευτᾷν. ὁ δὲ θάνατος ὡς ἐπιτοπλεῖστον ἀπὸ κυνάγχης ἐγίνετο. λοιπὸν ἄκουε, θαυ‐ | |
μασίως κυνάγχη ἐγένετο. διετείνετο οὖν τὰ περὶ τὸν θώ‐ | 185 | |
2.186 | ρακα, ἐντεῦθεν ἡ κεφαλὴ διετείνετο καὶ φλέβες αἱ περὶ τοὺς τραχήλους καὶ τοὺς κροτάφους. κακόηθες γὰρ γενό‐ μενον νόσημα ἤρξατο μεταδιδόναι καὶ τοῖς ἔξωθεν μορί‐ οις. εἰ δέ ποτε καὶ πνεῦμα μέγα ἐγένετο, τοῦτο ἦν ση‐ | |
5 | μεῖον θανάτου. εἶτα, ἀλλὰ τοῦτο ἄπορον δοκεῖ εἶναι· εἰ γὰρ μεγάλη ἦν ἡ ἀναπνοὴ, δηλονότι πολὺς εἰσεφέρετο ὁ ἀήρ. πολὺς δὲ οὐκ ἂν εἰσεφέρετο, μὴ λυθείσης τῆς κυ‐ νάγχης. ἀλλ’ εἴρηται ἐν τῇ διαγνωστικῇ, ὡς ἐν μὲν τῷ κατὰ φύσιν ἡ ἀβίαστος ἀναπνοὴ ὑπὸ μόνου γίνεται τοῦ | |
10 | διαφράγματος, ἐν δὲ περιστάσει ἡ φύσις κέχρηται καὶ τοῖς κατὰ τὸ στέρνον μυσίν. εἰ δὲ γένηται χαλεπὴ περιπνευ‐ μονία, κέχρηται τοῖς ὑψηλοτέροις μυσὶν τοῖς κατ’ ὠμο‐ πλάτας, ὅτε καὶ τὰ πτερύγια τῆς ῥινὸς διαστέλλονται. καὶ διαστέλλεται μὲν ἐπὶ μέγα ὁ θώραξ, οὐ πρὸς ἀναλο‐ | |
15 | γίαν δὲ τῆς διαστολῆς εἰσφέρεται ἀὴρ, ἐμποδιζούσης τῆς ἐμφράξεως. τοῦτο καὶ νῦν γίνεται. ἐπειδὴ στενοχωρία ἐστὶ, κέχρηται ἡ φύσις τοῖς ὑψηλοτέροις μυσὶ, καὶ ποιεῖ μετέωρον πνεῦμα, ὃ σημεῖόν ἐστι πολλῆς στενοχωρίας, καὶ διὰ τοῦτο καὶ θανάσιμον. οἱ δὲ ἔχοντες τοῦτο τὸ | |
20 | πνεῦμα καὶ ἐπεχλιαίνοντο· ἐν βάθει γὰρ οὔσης τῆς θερ‐ μασίας καὶ καταπνιγομένης τῷ ποσῷ τῆς ὕλης, τὰ ἔξω χλιαρὰ ἐγίνοντο. εἰ δέ ποτε καὶ ῥῖγος αὐτοῖς μετὰ πυρε‐ τοῦ ἐγίνετο, συντόμως ἀπέθνησκον· οὐκ ἤρκει γὰρ ἡ θερ‐ μασία καταλύουσα, ἀλλ’ ἐπεγένετο καὶ ῥῖγος. καὶ πῶς ἂν | |
25 | ἀρκέσῃ ἡ δύναμις; τάχα δὲ ἐκεῖνο ἐνδείκνυται, ἐν πυ‐ ρετῷ μὴ διαλείποντι ψύξις ἀκρωτηρίων κακόν. μᾶλλον γὰρ ἐνταῦθα καταλυομένη ἡ φύσις τῷ πνιγμῷ ὑπενόστη‐ σεν εἰς τὸ βάθος, καὶ λειφαιμοῦντα τὰ ἄκρα κατεψύχθη‐ σαν. καὶ τὴν ἁπλῶς περίψυξιν ῥῖγος ἐκάλεσε. καὶ ἁπλῶς | |
30 | εἶπεν αἱ συγκληρίαι τουτέστιν αἱ συντυχίαι τῶν νοση‐ μάτων τοιαῦται ἦσαν. ἐπειδὴ γὰρ ἐπέθετο, καὶ διέ‐ λειψε καὶ ὑπέστρεψε τὸ νόσημα. τὰ μὲν ἐν τῇ ἀρχῇ γε‐ νόμενα νοσήματα οὐκ εἶχον τὰ γινόμενα ἐν τῇ ὑποστρο‐ φῇ, τὰ δὲ γενόμενα ἐν τῇ ὑποστροφῇ εἶχον τὰ γινόμενα | |
35 | ἐν τῇ ἀρχῇ τοῦ νοσήματος. τούτου δὲ αἴτιον ἡ καταβολὴ | |
τῆς δυνάμεως ἡ ἐκ τῆς ὑποστροφῆς. ἀλλ’ εἰ καὶ πάντα | 186 | |
2.187 | κατεκράτουν τὰ νοσήματα, μάλιστα αἱ συνάγχαι· κατε‐ κράτει δὲ, οὐ διὰ τὴν ἀμαθίαν τῆς τέχνης, οὐδὲ ὅτι κα‐ τεφρόνει ὁ Ἱπποκράτης τὰ νοσήματα, ἀλλ’ ὅτι ἡ κακοή‐ θεια τοῦ νοσήματος ἐβιάζετο. πάντα γὰρ ἐποίησεν ὁ Ἱπ‐ | |
5 | ποκράτης, καὶ εἰ εὗρε πᾶν τὸ σῶμα ὡς πληθωρικὸν πέμπον τῷ χωρίῳ, ἐχρήσατο φλεβοτομίᾳ, τὰς ἐγγὺς τέ‐ μνων φλέβας τῆς γλώττης. εἰ δὲ ποιότητας ἔπεμψε τὸ πᾶν σῶμα, διὰ καθαρσίων ἐτάραξε τὴν γαστέρα. εἶτα λοιπὸν μετὰ τὴν κοινὴν θεραπείαν ἦλθεν ἐπὶ τὴν ἰδιά‐ | |
10 | ζουσαν, καὶ ἐχρήσατο τῇ ἀναστάσει· ἀλλὰ πολλὰ τῶν βιβλίων ἔχουσι τῇ ἀνατάσει· πολλὰ πιέζει, τὸ δὲ ἀναπιέ‐ ζει. ἕκαστον δὲ ἐξηγούμεθα. φησὶ γὰρ ὁ Ἱπποκράτης, ὅτι εἴ ποτε ὑπενόησα τὴν κυνάγχην ὑπὸ φλέγματος γινο‐ μένην, ἐχρησάμην ἀνατάσει τουτέστιν ἀσιτίᾳ, ἵνα δαπα‐ | |
15 | νήσῃ τὸ φλέγμα. ἀλλὰ τοῦτο ἐκβάλωμεν· οὐκ ἂν γὰρ Ἱπποκράτης τὴν ἀσιτίαν ἐκάλεσεν ἀνάτασιν. εἰ δὲ ἔχει πιέζει, φησὶν Ἱπποκράτης ὅτι οὐκ ἔλαθέ με τὸ κατασπά‐ νιον, καὶ ὡς ἐπιτοπολὺ γινόμενον, τὸ μὲν ὡς ἐπιτοπολὺ, ὅτι ἡ κυνάγχη γίνεται ἐπὶ φλεγμονῇ τῶν τοῦ λάρυγγος | |
20 | μυῶν, κατὰ τὸ σπάνιον δὲ, ὅτι ποτὲ καὶ ἐπὶ μεταστάσει σπονδύλου ἐπὶ τὰ ἔμπροσθεν γίνεται κυναγχικὸν εἶδος. λέγει οὖν ὁ Ἱπποκράτης ὅτι εἰ καί ποτε ἐνόμισα τοῦτο τὸ πάθος γίνεσθαι, ἐχρησάμην τῇ πιέσει, ἵνα ὠθήσω τὸν σπόνδυλον εἰς τὸν τόπον αὐτοῦ. ἀλλ’ οὐδὲ τοῦτο | |
25 | καλῶς. αὐτὸς γὰρ Ἱπποκράτης λέγει, ἀθεράπευτον εἶναι τὴν τοιαύτην διάθεσιν. καὶ πῶς εἶχεν ἐπιχειρῆσαι; καὶ αὐτὸς δὲ εἶπε τούτου τοῦ πάθους σημεῖον τὸ κυκλότερον καὶ κυρτότερον. πῶς οὖν, τούτων μὴ φανέντων, εἶχε χρή‐ σασθαι τῇ πιέσει; τοιοῦτον δέ ἐστι τὸ λεγόμενον, ὅτι | |
30 | πολλάκις ὁ * ἐπὶ δύσει τοῦ στόματος μὴ δυνάμενος χρήσασθαι τῇ ἐπιβολῇ τοῦ δακτύλου, πτερῷ διαχρίο‐ μεν, ποτὲ δὲ τὸ ἐναντίον θλίβομεν τῷ δακτύλῳ, ἵνα ἀπο‐ διώξωμεν τὴν ὕλην. ἵνα οὖν μὴ καὶ ἐνταῦθα νομίσῃς ἀνίατον εἶναι τὸ πάθος, οὐκ ἐπίλει τῷ δακτύλῳ κατὰ | |
35 | τοῦ πάσχοντος τόπου. λέγει ὅτι ἐχρησάμην τῇ ἄνω πιέσει, | 187 |
2.188 | καὶ οὐδὲν ὠφέλησα. ἐχρησάμην δὲ τῇ ἀνακαθάρσει, ἀλλ’ οὐ λέγει Ἱπποκράτης ὅτι καθάρσει ἐχρησάμην τῇ διὰ τῶν ἄνω. αὐτοῦ γάρ ἐστι λόγος λέγων, μηδέποτε διὰ τοῦ πάσχοντος κενοῦν, μήπως ὡς ἀσθενὴς ἐπισύρηται· | |
5 | ἀλλὰ καθάρσεις λέγει τοὺς ἀναγαργαρισμούς. καὶ τοῖς ἀποφλεγματικοῖς δὲ χρησάμενος οὐδὲν ὠφέλησεν. τοιαῦτα μὲν ἦν τὰ βοηθήματα, ὧν ἐπιγράφει ὁ Ἱπποκράτης, ἀλλ’ οὐκ εἶχε τὸ νόσημα. τὰ γὰρ ἐπιῤῥηγνύμενα καὶ ἐπιγενό‐ μενα συμπτώματα κακοηθέστερα ἦσαν· ἢ μᾶλλον ἐπιῤ‐ | |
10 | ῥηγνύμενα, ὅτι τῷ χρόνῳ μὴ δυνηθεῖσα διαφορηθῆναι ἡ ὕλη καὶ δριμυτέρα γενομένη κατὰ διάβρωσιν ἐποίησε ῥῆξιν, ἢ ἐκ τῆς φύσεως μεταβληθεῖσα εἰς πῦον ἐῤῥάγη καὶ ἐποίησεν ἀπόστημα. τοιαύτη ἡ τοῦ λοιμώδους ἀέρος κατάστασις. | |
14 | ||
15 | βʹ. Πρῶτον μὲν ἐπὶ τοῖσιν αὐχμοῖσιν ὀφθαλμία ἐπεδήμη‐ σαν ὀδυνώδεες. — | |
16 | Τινὲς τοῦτον τὸν λόγον τοῦ ἀνωτέρου χωρίζουσι καί φασιν, ὅτι ἄνω εἶπεν ὁ Ἱπποκράτης περὶ τοιᾶσδε κατα‐ στάσεως· φησὶ δὲ ὅτι, ἀλλ’ ἢ εἶδον θέρος ξηρὸν ἔαρι γε‐ | |
20 | γονὸς, ἐν ᾧ πολλαὶ ὀφθαλμίαι ἐπεδήμησαν. ὁ δὲ Γαλη‐ νὸς συνάπτει αὐτὸν τῷ ἄνω λόγῳ. φησὶ γὰρ Ἱπποκράτης ὅτι, ὡς εἴρηταί μοι, παρετράπη ὁ χειμὼν, ἐγένετο δὲ καὶ ἡ ἐαρινὴ ἰσημερία παρὰ φύσιν, ἀλλὰ μὴν καὶ τὸ ἐπιὸν θέρος παρετράπη τῇ μιᾷ ποιότητι ἐπὶ τὸ ὁμοιοειδές· | |
25 | ξηρὸν γὰρ ἐγένετο. ἀλλ’ οὐκ ἐγένετο ἐν τούτῳ πολλὰ νοσή‐ ματα· εἴρηται γὰρ ἐν ἀφορισμοῖς, ὡς ἡ ἐπομβρία τοῦ αὐχμοῦ μᾶλλον λυπεῖ. πλὴν εἴποτε γένηται ἄμετρος αὐχ‐ μὸς, καὶ αὐτὸς ποιεῖ χαλεπὰ νοσήματα, ἔνθεν ἐπειδὴ νῦν ξηρότης ἐγένετο, τὸ μὴ εἰωθὸς ξηραίνεσθαι νῦν μᾶλ‐ | |
30 | λον ἐβλάβη. πρῶτον γὰρ σύνηθες τὸ τοῦ ἐναντίου. τί δὲ ὑγρότερον τοῦ ὀφθαλμοῦ; ἐντεῦθεν ὀφθαλμίαι ἐγίνοντο, τὸ μὴ εἰωθὸς ξηραίνεσθαι νῦν μᾶλλον ἐβλάβη, καὶ αὗται μετ’ ὀδύνης. ἐκινδύνευον γὰρ οἱ χιτῶνες ἐκ τῆς ξηρότητος | |
ῥαγῆναι. | 188 | |
2.189 | γʹ. Αἵματος ἐκ φλεβῶν τάσιες, λειποθυμίη, σχῆμα ἀνάῤ‐ ῥοπον, ἄλλη ἀπόληψις, μοτώματος ξυστροφὴ, πρόσθε‐ σις, ἐπίδεσις. — | |
3 | Θαυμαστὸς οὗτος ὁ λόγος. ἐγένετο γάρ ποτε ἄμετρος | |
5 | αἱμοῤῥαγία ἐκ τῶν φλεβῶν, εἴτε τῶν ἀρτηριῶν, εἴτε τῶν ὄντως φλεβῶν. οὔτε δὲ πολλὴ ἐγένετο ὡς καταλῦσαι τὰς δυνάμεις. δεῖ οὖν αὐτὴν στεῖλαι· στέλλεται δὲ ἢ ἔκ τινος φυσικοῦ ἢ ἀπὸ τέχνης· ἀπὸ φυσικοῦ μὲν οὕτως· πολλάκις ἐκ τῆς ἀθρόας ταύτης φορᾶς κενωθέντος τοῦ ζωτικοῦ πνεύ‐ | |
10 | ματος, λειποθυμία ἠκολούθησε, καὶ δύναται αὐτὴ ψύξαι τὴν ἐπιφάνειαν, παχῦναι τὴν ὕλην καὶ στεῖλαι τὴν αἱμοῤ‐ ῥαγίαν. τοῦτο μὲν οὖν φυσικόν. τὰ δὲ ἀπὸ τῆς τέχνης πολλά εἰσι. στέλλει γὰρ καὶ διὰ σχήματος ἀναῤῥόπου. εἰ γὰρ φέρεται ἐκ τῶν κάτω τοῦ ποδὸς αἷμα, ἀνάφορον αὐ‐ | |
15 | τὸν ποιήσας ἔστειλε. πολλάκις δὲ διὰ μοτῶν εἶρξεν αἷμα. ἀλλ’ εἰ μὲν ἐπιπολῆς φέρεται τὸ αἷμα, προστίθησιν αὐ‐ τὸν μόνον, εἰ δὲ ἐκ τοῦ βάθους, συστρέφει. ὁ δὲ Γαληνὸς κατ’ ἄλλου ἔλαβε τὸ συστρέφειν. πολλάκις γὰρ ἐκ ῥινῶν φέρεται αἷμα, καὶ ἐστείλαμεν αὐτὸ συστρέψαντες καὶ κλεί‐ | |
20 | σαντες τοὺς μυκτῆρας. οἶδε καὶ ἐπίδεσμος στεῖλαι αἷμα, ὡς εἴρηται ἐν τῷ περὶ ἄγμων, καὶ μάλιστα εἰ παραληφ‐ θείη οὐκ ἀπὸ τοῦ ὑγιαίνοντος τόπου ἐπὶ τὰ νοσοῦντα, τότε γὰρ ἐπισύρεται, ἀλλ’ ἀπὸ τοῦ νοσοῦντος ἐπὶ τὰ ὑγι‐ αίνοντα, ἵνα ἀποκρούσηται. λέγει δὲ ἐν τῷ μέσῳ, ὅτι καὶ | |
25 | ἄλλη ἀπόληψις πεποίηται, καὶ τοῦτο ἢ ὡς πρόγραμμα δεῖ λαβεῖν ὅτι εἰσὶ καὶ ἄλλαι ἐπισχέσεις, ἢ διὰ μοτώμα‐ τος ἢ διὰ συστροφῆς, ἢ καὶ ὡς τρόπον θεραπευτικόν. πολλάκις γὰρ διαιρεθὲν ἀγγεῖον βρόχῳ ἀπολαμβάνοντες ἐστείλαμεν τοῦ αἱμοῤῥαγεῖν. αὗται πᾶσαι στάσεις εἰσὶν | |
30 | αἱμοῤῥαγίας ἐκ φλεβῶν γενομένης. καὶ κρεῖττον αὐτὴν εἶναι ἐκ φλεβῶν· κακὸν γὰρ, εἰ ἐξ ἀρτηρίας, ὡς * φύ‐ σει, διά τε τὴν κυριότητα τοῦ μορίου, καὶ διότι ὡς σφυγματωδῶς κινούμενον τὸ μόριον οὐ παρέχει τῇ φύσει ἡσυχίαν εἰς καιρὸν ἀπουλώσεως. | |
34 | ||
35 | δʹ. Βουβωνοῦται τὰ πλείω, διότι ἡπατῖτις· ἦν δὲ καὶ | 189 |
2.190 | ἀπὸ ἀρτηρίης κακωθείσης κακὸν σημεῖον, οἵως Πο‐ σειδωνίῃ. — | |
2 | Οὗτος ὁ λόγος γρίφος ἐστὶν, ἔχει δὲ πολλὰς ἐξηγή‐ σεις. ἐπειδὴ γὰρ εἶπεν ὅτι αἷμα κενούμενον ἐκ φλεβὸς | |
5 | χαλεπὸν ποιεῖ, φησὶν ὅτι οὐκ ἐκ πάσης φλεβός· οὐδὲ γὰρ ἐκ λεπτῆς ἀραχνοειδοῦς, ἀλλὰ τῆς βουβωνουμένης, τοῦτο δέ ἐστι τῆς εἰς ὕψος ἐπαιρομένης. αὕτη δὲ ἐκχέουσα αἷμα χαλεπὰ ποιεῖ, διότι ἡπατῖτίς ἐστι τουτέστιν ἐξ ἥπατος φυομένη. εἰσὶ δὲ καὶ δύο ἐξηγήσεις. πολλάκις γὰρ γίνεται | |
10 | αἱμοῤῥαγία εἴσω, καὶ φέρει εἰς ἄλλα ἀγγεῖα τὸ αἷμα καὶ ποιεῖ κιρσόν. ἀλλ’ οὐκ εἰς πᾶσαν φλέβα ἐρχόμενον αἷμα βουβωνοῖ αὐτὴν καὶ εἰς ὕψος ἐπαίρει, ἵνα ποιήσῃ κιρ‐ σὸν, ἀλλ’ εἰς μόνην ἡπατῖτιν. καὶ ἡ ἐξήγησις εἰ καὶ ἀλη‐ θὴς, ἀλλ’ οὖν πολλάκις τις λαβὼν ἕλκος ἐν ἄκρῳ δακτύ‐ | |
15 | λῳ τοῦ ποδὸς, βουβῶνα ἀνήνεγκεν. ὁ Ἱπποκράτης οὖν, πρὸς ὑπόμνησιν αὐτοῦ γράφων, ἐρωτᾷ ἑαυτὸν τίς ἡ ἀπο‐ κλήρωσις τοῦ, πάσχοντος ἐτέρου μορίου, ἕτερον βουβω‐ νοῦσθαι; καὶ λέγομεν ὅτι ἐπειδὴ ὀδύνη γίνεται εἰς τὸν πόδα αὐτοῦ, τρέχει ἡ φύσις μετὰ τοῦ αἵματος, βοηθεῖ τῷ | |
20 | ὀδυνωμένῳ, καὶ εὑρίσκεται ὁ ἀδὴν μανὸς, καὶ δεχόμενος τὴν ὑγρότητα φλεγμαίνει, καὶ μάλιστα ὅταν ἡπατίτιδες φλέβες ἐκεῖ φέρωνται ἀνωτέρω τοῦ μηροῦ, αἵτινες διὰ τὸ μέγεθος πολλὴν φέρουσαι ὑγρότητα βουβωνοῦσι τὸν ἀδένα. | |
24 | ||
25 | εʹ. Οἱ αἱμοῤῥαγοῦντες τελευτῶντες οὐκ ἐφιδροῦσι τὸ πρό‐ σωπον, ἀλλ’ οἷα ξυμπεπτωκότες, καὶ οἱ πνευματίαι καὶ οἱ ὑπὸ ὑδρώπων ὀλλύμενοι, πονηρόν. — | |
27 | Προσεχὴς οὗτος ὁ λόγος τῷ ἀνωτέρω· ἐγένετο γὰρ αἱμοῤῥαγία, καὶ οὔτε φυσικὸν οὔτε τεχνικόν τι ἴσχυσεν | |
30 | αὐτῇ κωλύσαι. ἀλλ’ ἵνα μὴ τελείως ἀδοξήσῃ ἡ τέχνη, κἀν τούτῳ προμηνύει πῶς ἕπεται ὁ θάνατος, ὅτι οὐ μετὰ ἱδρώτων. κενωθήσεται γὰρ πάσης τῆς ὑγρότητος. πόθεν δὲ ἔσται ἱδρώς; οὐκοῦν εἰ μὴ γένηται ἱδρὼς, οὐδὲ συγ‐ κοπὴ γίνεται, ὁ ἐν μόνῳ τῷ μετώπῳ· εἴρηται γὰρ ὅτι | |
35 | συγκοπτικὸς ἱδρὼς περὶ τὸ μέτωπον καὶ τὰ ἄνω μέρη | |
γίνεται. ἐπειδὴ γὰρ μέλλει σκεδασθῆναι τὸ ἔμφυτον θερ‐ | 190 | |
2.191 | μὸν, φιλοῦν τὴν ἀναφορὰν διώκειν, ἀνατρέχει περὶ τὸ πρόσωπον καὶ ἥττων ἐστίν. ἰκμὰς κενοῖ αὐτὴν διὰ τὴν ἄνω, καὶ οὕτω ποιεῖ τὸν ἱδρῶτα. νῦν οὖν ὁ λόγος, ἱδρὼς οὐ γίνεται, ἀλλὰ συμπεπτωκὸς καὶ κατεξηρασμένον φα‐ | |
5 | νεῖταί σοι τὸ δέρμα. καὶ οἱ πνευματίαι. τοῦτον τὸν λόγον ἐξέβαλεν ὁ Γαληνός. τίνας γὰρ καλεῖ ὁ Ἱπποκρά‐ της πνευματίας; ἆρα τοὺς πνεύματα ἔχοντας τουτέστι δαιμόνια; ἀλλὰ τοῦτο καταγέλαστον. πνευματίας γὰρ κα‐ λεῖ τοὺς ἔχοντας μεγάλην καὶ πυκνὴν ἀναπνοήν. καὶ διὰ | |
10 | τοῦτο οὐ τελευτῶσι μετὰ ἱδρῶτος, καὶ μάλιστα οἱ ὑδερι‐ ῶντες. οὗτοι γὰρ ὤφειλον μετὰ ἱδρῶτος τελευτᾷν, ὡς κατακλυζόμενοι τῇ ὑγρότητι. | |
12 | ϛʹ. Τῶν γαστέρων αἱ εὐφορίαι ταραχὴν, οἷον Ποσει‐ δωνίῃ. — | |
14 | ||
15 | Θαυμαστὸς ὁ λόγος, ἐὰν σαφηνισθῇ. σαφηνίζεται δὲ, ἐὰν ὑπερβατῶς ἀναγνωσθῇ. πολλάκις γὰρ γίνεται διάῤ‐ ῥοια καὶ ταραχὴ γαστρός. πόθεν δῆλον εἴτε ἐπὶ κακῷ εἴτε ἐπὶ ἀγαθῷ ἐγένετο. πόθεν δέ; ἐκ τῆς ἑπομένης εἴτε εὐφορίας εἴτε δυσφορίας. ὥσπερ γὰρ ἐγένετο τῇ Ποσει‐ | |
20 | δῶνος γυναικὶ, οὕτω καὶ ἐνταῦθα. τῶν γαστέρων τὴν τα‐ ραχὴν αἱ εὐφορίαι δηλοῦσιν, ὥσπερ τὴν Ποσειδῶνος. | |
21 | ζʹ. Τὰ θηρία οἷα ἐμποιέει. — | |
22 | Θηρία λέγει ὁ Ἱπποκράτης τὰ θηριώδη νοσήματα, ποτὲ δὲ καὶ τὰς ἕλμινθας. ζήτει οὖν τί ποιεῖ ταῦτα τὰ | |
25 | θηρία, καὶ ποῖα αὐτὰ ποιεῖ, ὅτι ποιεῖ μὲν αὐτὰ ὁ ὠμὸς χυμὸς, ἢ ἀπὸ ἄρτου ἢ ἀπὸ ὀσπρίων ἢ ἀπὸ λαχάνων. αὐτὰ δὲ ποιεῖ στρόφους, δήξεις. | |
27 | ηʹ. Ἐν τῷ λεπτυσμῷ ἡ περίτασις πρὸ τῆς τελευτῆς, καὶ ὀμφαλὸς πρόμακρος εἱλκύσθη αὐτέῃ, καὶ οὔλων | |
30 | ἐφελκώσιες τῶν εἰσιόντων περὶ τὸν ὀδόντα. — | |
30 | Τοῦτον τὸν λόγον Ἱπποκράτης μὲν ἐπὶ Ποσειδω‐ | |
νίου ἔγραψεν, ἔξεστι δὲ αὐτὸν λαβεῖν καθόλου, ὅτι ἐγέ‐ | 191 | |
2.192 | νετο αἱμοῤῥαγία, καὶ οὕτω πολλὴ, ὡς καταψύξαι μὲν τὸ ἔμφυτον θερμὸν, ἐργάσασθαι δὲ ὕδερον. εἰ οὖν ἐγένετο ὕδερος, περίτασίς ἐστιν εἰς τὴν κοιλίαν οὐκ ἀπὸ χρηστῆς ὑγρότητος, ἀλλὰ περιττωματικῆς. ἔνθεν καὶ μακρότερον | |
5 | ἐποίησε τὸν ὀμφαλὸν, καὶ ἥλκωσεν αὐτόν. ἤρξατο δὲ οὗ‐ τος ὁ χυμὸς ἀναδίδοσθαι καὶ ἐπὶ τὰ ἄνω· ἔνθεν τῇ δρι‐ μύτητι καὶ ἕλκος ἐποίησεν εἰς τὰ οὖλα, καὶ πάντα τὰ βρώματα εἰσιόντα ἐπὶ τοὺς ὀδόντας βλαβερὰ ποιεῖ φαί‐ νεσθαι. τάχα δὲ ὀδόντας λέγει οὐ τούτους τοὺς φαινομέ‐ | |
10 | νους, ἀλλὰ περὶ τοῦ εἰσωφάγου λέγει, ὡς καὶ αὐτοῦ ἡλκωμένου· διὰ γὰρ τοὺς ὀδόντας παρέρχεται. ὀδοὺς δὲ καλεῖ, ἢ πυρινοειδὴς, τὴν εἴσω ἀπόφυσιν τοῦ δευτέ‐ ρου σπονδύλου, ἐξ ἧς ἔρχεται ὁ εἰσωφάγος. ἴσως γὰρ καὶ ἐκεῖ φθάσας ὁ χυμὸς ἥλκωσεν αὐτόν. | |
14 | ||
15 | θʹ. Ὅτι πολλὰ περὶ ἑκάστου ἔστιν ὀρθῶς ἐντείλασθαι, τὰ μὲν ταῦτα δυνάμενα, τὰ δὲ οὔ, οἷόν ἐστι τὰ τοι‐ άδε, διαχυθὲν, πιληθὲν κενωθῆναι. — | |
17 | Τῷ μεμνημένῳ τῶν ἀνωτέρω οὐδὲν λέγει οὗτος ὁ λόγος, ὅτι ζήτει ὅμοια εἴτε ἀνόμοιά εἰσι τὰ πράγματα | |
20 | ἀλλήλοις. τοῦτο καὶ ἐνταῦθά φησιν, ὅτι δύναται ἕκαστος πολλὰ ὀρθὰ ἐντείλασθαι περὶ παντὸς πράγματος. ἰδοὺ γὰρ καὶ ἐγὼ ἐντέλλομαι ζητεῖν σε τὰ ἀνόμοια καὶ τὰ ὅμοια. καὶ ἐπὶ πολλῶν μὲν ἐγυμνάσαμεν τὸν λόγον ἄνω, νῦν δὲ τούτου παράδειγμα λαμβάνει τοῦτο, ὅτι εἰσῆλθον | |
25 | δύο ἰατροὶ πρὸς ἄῤῥωστον, καὶ εὑρήκασι φλεγμονὴν ὑπο‐ κειμένην. συνεῖδον ἀμφότεροι κενωθῆναι τὸν τόπον· ἀλλ’ ὁ μὲν ἔγνω χῦσαι καὶ διαφορῆσαι τὸν χυμὸν, ὁ δὲ πιλῆ‐ σαι καὶ ἀποκρούσασθαι αὐτὸν ἄνω. ἆρα οὖν οὐκ ἔστιν ἐναντίον χύσις πιλήσει; πλὴν ἀμφότεροι ἐνεποίησαν τὴν | |
30 | κένωσιν. καίπερ καὶ ἐπὶ ἄλλου πολλῶν ἰατρῶν θελόντων ψύξαι, ὁ μὲν διὰ πτισάνης, ὁ δὲ διὰ θριδακίνης, ὁ δὲ δι’ ὕδα‐ τος ἔψυξεν. καὶ δοκοῦσι μὲν εἶναι ταῦτα διάφορα τῷ ὀνόματι, ἐν δὲ τῷ πράγματι συνᾴδουσι· πάντα γὰρ ἔψυξαν. | |
33 | ||
ιʹ. Καὶ ὅκου κλίνειν, δεῖ διώσασθαι. τούτους ἀτολμέον‐ | 192 | |
2.193 | τας δεῖ διώσασθαι καὶ ἀνεγείρειν κατανεναρκωμένους, εἰς ἃ ὑστεροῦσιν. — | |
2 | Τὰ πολλὰ τῶν βιβλίων κλίνειν ἔχουσιν· ἔνθα κλίνει ὁ χυμὸς, ἐκεῖ κένωσον. τὸ δὲ ἀληθὲς, κλίνην ἔχει. πολ‐ | |
5 | λάκις γάρ τινες ἀπὸ νόσου εἰσὶν ὑγιέες, φοβοῦνται δὲ ἀναστῆναι ἀπὸ τῆς κλίνης, χαίροντες αὐτῇ. τούτους δεῖ διώκειν καὶ ἀνεγείρειν, μήπως καταναρκωθῶσι καὶ ψυ‐ χθῶσι τὸ σῶμα. ἔγειραι οὖν αὐτὸν, καὶ ἐκεῖνα πρόστασσε τὰ ἔργα, ἃ φεύγει, εἰ γράφει, τὸ γράφειν, εἰ ἀναγινώσκει, | |
10 | τὸ ἀναγινώσκειν. | |
10 | ιαʹ. Ὑδατώδεας θᾶσσον τάμνειν, πρίειν κεφαλὴν, φθίνον‐ τας καίειν αὐτίκα καὶ τὰ τοιαῦτα. — | |
12 | Νῦν οὐ τρόπον σοι θεραπείας παραδίδωσιν, ἀλλὰ χρόνον, ὅτι πᾶν ὃ ποιεῖς, ταχὺ ποίει. ἁρμόζει γὰρ ὁ λό‐ | |
15 | γος μάλιστα χειρουργοῖς. ἔστι γὰρ πολλάκις ὕδερος, καὶ οὗτος ἀσκίτης, ἐπὶ κατακλυζούσῃ ὑγρότητι, καὶ ἔδοξέ σοι χειρουργίᾳ χρήσασθαι τῇ παρακεντήσει. μὴ ἀναμείνῃς, μήπως τὸ ὑγρὸν ῥέψῃ κατὰ τῶν ἐσωτέρων. ὡσαύτως δὲ καὶ εἰ φθισικὸν μέλλεις καῦσαι, ταχύ· εἰ δέ ποτε καὶ κε‐ | |
20 | φαλῆς ὀστέον ἔῤῥευσε κατὰ τῶν μηνίγγων, εἴτε τεμεῖν, εἴτε ἀνακουφίσαι θέλεις αὐτὸ, ταχὺ ποίησον. ὁμοίως δὲ καὶ ἐπὶ πάντων. | |
22 | ιβʹ. Τῶν ὑδατωδέων μὴ ψαύειν ἤτρου μηδὲ τῶν ἔσω, ὅμοιον γὰρ τοῖσι γούνασιν. — | |
24 | ||
25 | Ἐπειδὴ εἶπέ σοι καὶ ταχέως τοὺς ὑδερικοὺς, φησὶν ὅτι οὐκ ὀφείλεις πάντα ὑδερικὸν τέμνειν. τρεῖς γάρ εἰσιν ὕδεροι, τυμπανίας μὲν ἐπὶ πνεύμασιν, ἀσκίτης δὲ ἐπὶ ὑγρῷ, ἀνασάρκα δὲ ὁ ἐπὶ τῇ σαρκὶ παρεσπαρμένος. ἐπὶ τοῦ τυμπανίτου οὖν οὐκ ὀφείλεις τεμεῖν· διὰ γὰρ πνεύματα οὐδεὶς χειρουργεῖ. | |
30 | ἀλλ’ οὐδὲ ἐπὶ τοῦ ἀνασάρκα· παρεσπαρμένη γὰρ ὑγρότης οὐ δύναται κενωθῆναι. ἀλλ’ ὥσπερ ἐπὶ τοῦ ὄγκου ὄντος ἐν τῷ γόνατι, εἰ μέν ἐστιν ἀπὸ πνευμάτων, οὐδεὶς χει‐ | |
ρουργεῖ, ἀλλ’ οὐδὲ ὅτε ἀπὸ χυμοῦ ἀεί· οὐδὲ γὰρ ὅτε | 193 | |
2.194 | ἄπεπτος καὶ σκληρός ἐστιν ὁ ὄγκος, ἀλλ’ εἰ μὴ ὅτε τε‐ λείως μεταβληθῇ εἰς πῦον. οὕτω δὴ μόνον τὸν ἀσκίτην χειρουργοῦμεν, καὶ τότε παραφυλάττομεν μήτε τοῦ ἤτρου, μήτε ἄλλου τινὸς τῶν ἐν βάθει ψαύειν. | |
4 | ||
5 | ιγʹ. Τὰ παρὰ καρδίην Ξενάρχῳ, καὶ θερμὸν ἅλες πολλὸν εἰσπνεῖν ἀντὶ τῆς κενώσιος θάλπειν ἀρχῆθεν. — | |
6 | Θεραπευτικὸς οὗτος ὁ λόγος. πέπονθε μὲν γὰρ Ξε‐ νάρχης, ἱστόρησε δὲ Ἱπποκράτης, ὠφελήθησαν δὲ οἱ νοήσαντες. φθίσις γὰρ ἐγένετο, ἕλκος ἐν τῷ πνεύμονι. | |
10 | τότε φεύγομεν τὴν τοῦ ψυχροῦ ἀέρος εἰσπνοήν· τὸ γὰρ ψυχρὸν τοῖς ἕλκεσι πολέμιον, καὶ πληκτικὸν, μάλι‐ στα τοῦ μανοῦ καὶ ἁπαλοῦ πνεύμονος, ἀντὶ τοῦ ψυ‐ χροῦ ἀέρος ἀναπνοήν. τοῦτο μὲν ἔχει τὰ παρὰ καρ‐ δίαν. εἰ δὲ τὰ περικάρδια, ὅ τι ποτὲ γίνεται πάθος ἢ | |
15 | τῇ καρδίᾳ, οὐκ ἐρυσιπελατώδης, οὐδὲ φλεγμονώδης· προ‐ λαμβάνει γὰρ ὁ θάνατος· ἀλλὰ καρδιακὴ συγκοπὴ ἥτις γίνεται ἐπὶ καταψύξει τοῦ ἐμφύτου θερμοῦ. οὐκοῦν εἰ κατέψυκται ἡ καρδία, μὴ εἰσενέγκῃς ψυχρὸν ἀέρα· ἐπι‐ τείνεις γὰρ τὸ κακόν. ἀλλὰ θάλψον ἐκ τῆς ἀρχῆς τοῦ | |
20 | νοσήματος. | |
20 | ιδʹ. Ἀφ’ οὗ ἕν. — | |
21 | Τοῦτο ὡς ἰδιάζοντα λόγον δεῖ λαβεῖν, εἰ καὶ πολλοῖς τῶν ἐξηγητῶν ἔδοξε μηδόλως τάξαι αὐτόν. λέγει οὖν, ὅτι ὁ τεχνίτης ἀφ’ οὗ εὕρῃ ἓν σύμπτωμα, ὀφείλει καὶ περὶ | |
25 | τῶν ἄλλων συλλογίσασθαι, οἷον πλευριτικόν τινι ἐγένετο νόσημα. εἰσελθὼν ὁ ἰατρὸς ἐν τῇ ἀρχῇ εὗρε νυγματῶδες ἄλγημα· ἀπὸ τούτου ἔχει εἰπεῖν καὶ περὶ τῶν ἄλλων, ὅτι ὅσον οὔπω καὶ βὴξ, καὶ δύσπνοια καὶ πυρετὸς ἐπακολου‐ θήσει, ὥσπερ εἰ εὕρῃς ἐπί τινος μετὰ πέψιν γινομένην | |
30 | καρηβαρίαν, καὶ μέλλουσαν γενέσθαι αἱμοῤῥαγίαν, εἰπὲ ὅτι ὅσον οὔπω καὶ χεῖλος τὸ κάτω κλονηθήσεται, καὶ | |
μαρμαρυγαὶ φανήσονται πρὸ τῶν ὀφθαλμῶν, ὥστε ὅταν | 194 | |
2.195 | εὕρῃς ἓν σύμπτωμα, πρόλεγε καὶ περὶ τῶν ἄλλων ἐσο‐ μένων ἢ ἑπομένων. | |
2 | ιεʹ. Σημεῖον ὀργῆς καὶ τῶν τοιούτων, οἷον φωνὴ ὁκοία γίνεται ὀργιζομένοισιν, ἢν τοιαύτη ᾖ μὴ ὀργιζομένῳ | |
5 | φύσει, ἢ ὄμματα οἷα ἂν ᾖ φύσει ταραχώδεα οἷα ὅταν ὀργίζωνται οἱ μὴ τοιοῦτοι, καὶ τἄλλα κατὰ λόγον, καὶ νούσων οἷον τὸ φθινῶδες ποιέει τὸ εἶδος, ἢν τοιοῦτος φύσει, ἐς τοιοῦτον νόσημα παρέσται, καὶ τἄλλα οὕτως. — | |
9 | ||
10 | Οὗτος ὁ λόγος φυσικὸς ὡς ἐπιτοπλεῖστον· εἰσὶ γάρ τινες ὄντως φυσιογνώμονες, οἵτινες ἀπὸ τοῦ προσώπου μαντεύονται περὶ τοῦ ἤθους τῆς ψυχῆς· ἔνθεν εἴ τινα ἴδωσιν ἀνεσπασμένας τὰς ὀφρῦς ἔχοντα, ἐκεῖνον ἀναιδῆ καλοῦσιν, εἰ δὲ κατεσπασμένας, ἐλευθέριον. ταῦτα μὲν | |
15 | οὖν ἐκεῖνοι ζητοῦσιν, ἵνα τὸ τῆς ψυχῆς ἦθος καταλάβωσι. ζητεῖ δὲ ὁ Ἱπποκράτης ἵνα τὴν τοῦ σώματος καταλάβῃ διάθεσιν· φησὶ γὰρ ὅτι οἴδαμεν σημεῖον θυμοῦ, τὸ τῆς φωνῆς τρομῶδες, τὸ ἐρυθρὸν τοῦ προσώπου, τὸ τῶν ὀφθαλμῶν ταραχῶδες. πολλάκις οὖν χωρὶς θυμοῦ ταῦτα | |
20 | πάρεστιν ἐν τῷ κατὰ φύσιν. ὀφείλει προμηνύσαι ἡ τέχνη, ὅτι οὔτε ὁτῳδήποτε ἄλλῳ νοσήματι τῷ φρενιτικῷ τῇ μανίᾳ ἔχει ἁλῶναι. ἐκ τοῦ κατὰ φύσιν γὰρ δῆλός ἐστιν ὁ λογισμὸς ἐπιτηδείως ἔχων εἰς τὴν τοῦ τοιούτου πάθους γένεσιν. ὁμοίως δὲ οἴδαμεν φροντίδος καὶ λύπης σημεῖα, | |
25 | τὸ τῶν ὀφρύων κατεσπασμένον, τὸ τῶν ὀφθαλμῶν ἀκίνη‐ τον, τὸ τοῦ χρώματος πελιδνότερον. εἰ οὖν χωρὶς φροντί‐ δος καὶ λύπης ταῦτα γίνεται, προμηνύει ἡ τέχνη, ὅτι οὔτε ὁτῳδήποτε ἁλῴη νοσήματι ἢ τῷ μελαγχολικῷ ἐκεῖ‐ νος ἔχει ἁλῶναι, ἐπειδὴ καὶ ἐν τῷ κατὰ φύσιν ἐπιτήδειός | |
30 | ἐστιν ὁ λογισμὸς εἰς τοιούτου πάθους γένεσιν. καὶ τί θέλω τὰ περὶ τοῦ ἤθους τῆς ψυχῆς, ἐάσας τὰ ἐν τῷ σώ‐ ματι; φθινώδεις γάρ τινες τῇ φύσει κατασκευαί· πτερυ‐ γώδεις δὲ αἱ ὠμοπλάται, καὶ στενὸς καὶ ἀβαθὴς ὁ θώραξ. προμηνύει οὖν ἡ τέχνη ὅτι οὗτος ἐὰν νοσήσῃ, εὐχερῶς | |
35 | ἁλίσκεται τῷ φθινώδει νοσήματι. καὶ γὰρ ἡ φυσικὴ κατα‐ | 195 |
2.196 | σκευὴ εἰς τοῦτο ἦν ἐπιτηδεία. ὁμοίως γὰρ ἔχει ὁ λόγος καὶ περὶ πάντων τῶν ἄλλων, τὸ ἐκ τοῦ κατὰ φύσιν συλ‐ λογίζεσθαι τὰ παρὰ φύσιν. | |
3 | ιϛʹ. Οἱ βῆχες οἱ κοπιώδεες ἅπτονται τῶν σιναρῶν | |
5 | καὶ μάλιστα τῶν ἄρθρων. — | |
5 | Περὶ βηχὸς διαλέγεται ἐπιπολαίου καὶ κόπου τοῦ ἐκ προκαταρκτικῆς αἰτίας. πολλὰ γάρ τις ὁδοιπορήσας ἐκο‐ πίασεν· ἐγένετο αὐτοῦ ὁ κόπος ἐν ψυχροτέρῳ χωρίῳ, καὶ βὴξ ἐγένετο. ἐγένετο οὖν ὁ βὴξ καί ποτε εὑρεθεῖσα ἡ δύ‐ | |
10 | ναμις ἐῤῥωμένη ἀπεδίωξε τὸν χυμόν· ἀπεδίωξε μέντοι παρὰ τὸ ἀσθενές. τί δὲ ἀσθενέστερον τῶν ἄρθρων καὶ ἐν τῷ κατὰ φύσιν καὶ νῦν ἐν τῷ παρὰ φύσιν; ἀπὸ γὰρ τῆς κινήσεως ἐν τῷ κόπῳ ἀσθενέστερα γενόμενα ἐδέξαντο τὴν ὕλην. | |
14 | ||
15 | ιζʹ. Ἅτε καὶ ἐν τοῖσι κοπιώδεσι τοῦ βῆξαι ἐγένετο. — | |
15 | Ὁ ἀνωτέρω μὲν λόγος περὶ βηχὸς ἐπιπολαίου, οὗτος δὲ καὶ βηχὸς κακοήθους, καὶ κόπου ἐς ὕστερον ἡ γενο‐ μένη αἰτία, καὶ τοῦτο οὐ περὶ παντός· οὐδὲ γὰρ τοῦ ἑλ‐ κώδους, ἀλλὰ τοῦ τονώδους, καὶ ὀστοκοπώδους, τῶν γι‐ | |
20 | νομένων ἐκ παχείας ὕλης. ἐπειδὴ οὖν παχεῖά ἐστιν ἡ ὕλη, ἐν τῷ βηχὶ οὐδὲν ἀνάγεται· μένει οὖν ἡ ὕλη. καὶ αὕτη μὴ δυναμένη διαφορηθῆναι, ῥέπει κάτω περὶ τὰ κοῖλα καὶ ἀσθενῆ καὶ θερμά. τοιαῦτα γὰρ τὰ ἄρθρα. εἶπε δὲ ὁ Ἱπ‐ ποκράτης ὅτι τότε οἱ ξηροὶ βῆχες εἰς τὰ ἄρθρα στηρί‐ | |
25 | ζουσιν, ὅταν ἐγκαταλίπωνται τουτέστιν ὅτε μὴ πᾶσα ἡ ὕλη κενωθῇ παρὰ βηχὸς, ἀλλά τι μένον ῥέψῃ παρὰ τὰ ἄρθρα· ἔνθεν οὐδὲ δεῖ αὐτὸν ῥίψαι τὰ πνεύματα. τινὲς γὰρ εἰ καὶ ἀνήνεγκαν τὰ λείποντα πνεύματα τουτέστι μέ‐ ρος δυσπνοίας, κακῶν δὲ, ἀδιανόητός ἐστιν ὁ λόγος. | |
29 | ||
30 | ιηʹ. Τὰ πνεύματα τοῖσι φθινώδεσι κακὰ τὰ ἄσημα καὶ τῇσιν ἀτόκοισιν, ὅσα ἄλλα τοιαῦτα. — | |
31 | ||
Ἀσαφὴς φαίνεται οὗτος ὁ λόγος καί τινες μὲν ἐξηγή‐ | 196 | |
2.197 | σαντο αὐτὸν οὕτως, ὅτι ἐὰν ἐπὶ φθισικῶν ἡ δύσπνοια, δηλοῖ, ῥᾳστωνήσει, τουτέστι μὴ γενομένης κρίσεως ἢ ἀποστάσεως χαλεπῆς. ἐπειδὴ τὰ ἀσήμως ῥᾷστα εἰ ἐγένετο, οὐκ ἔστιν ἀδιανόητον. ἀλλὰ τοῦτο λέγε, ὅτι πολλάκις τις | |
5 | εἰσελθὼν πρὸς κάμνοντα εἶδεν αὐτὸν μέγα καὶ πυκνὸν ἀνα‐ πνέοντα, μετ’ ὀλίγον δὲ εἰσελθὼν εὗρεν αὐτὸν ἀσήμως καὶ ἀπροσδοκήτως μικρὸν ἀναπνέοντα. καὶ πολλοὶ μὲν χαί‐ ρουσι, νομίζοντες διὰ τὴν ἀπαλλαγὴν τοῦ νοσήματος με‐ ταβολὴν γενέσθαι τῆς δυσπνοίας, ὁ δὲ ὄντως ἰατρὸς ἅπτε‐ | |
10 | ται τοῦ σφυγμοῦ, εὑρίσκει αὐτὸν ἀμυδρὸν καὶ ἀνώμα‐ λον, καὶ λέγει μέγα κακόν. μικρὰ γὰρ ἐγένετο ἡ ἀναπνοὴ, οὐ διὰ τὴν ἀπαλλαγὴν τοῦ νοσήματος, ἀλλ’ ὅτι ὀκλάσασα ἡ δύναμις οὐκέτι ἰσχύει ἐπι... διαστεῖλαι τὸν θώ‐ ρακα, καὶ ἐντεῦθεν μικρὰ ἡ ἀναπνοή. τὸ αὐτὸ καὶ ... | |
15 | ἀτόκων ἃ ἕλκουσι ... λέγει ὁ Ἱπποκράτης οὐ τὰς στεί‐ ρας, ἀλλὰ τὰς χήρας, αἳ διὰ τὸ ὕστερον σωφρονήσα‐ σαι τῶν ἀφροδισίων, ... αἷς συνάγεται τὸ σπέρμα. καὶ ἐν μὲν τῇ ἀρχῇ, ὅτε ἡ θερμασία τοῦ σπέρματος ἦν, με‐ γάλη ἐγένετο ἡ ἀναπνοὴ, ὕστερον δὲ, ἐπειδὴ κατέκλεισε | |
20 | τὸ σπέρμα τὴν δύναμιν, καὶ μικρὰ ἐγένετο ἡ ἀναπνοή. ὁμοίως δὲ ἔχει καὶ ἐπὶ ἄλλων πολλῶν. ἐπὶ γὰρ τῶν ἐμ‐ πυϊκῶν τὸ μὲν πρῶτον ἀνάγεται πῦον, ὕστερον δὲ, οὐχ ὅτι ἐπαύσατο ἡ νοσοποιὸς αἰτία, ἀλλ’ ὅτι ἀσθενεῖ ἡ ἀνάγουσα δύναμις. | |
24 | ||
25 | ιθʹ. Τοῖσι φθίνουσι τὸ φθινόπωρον κακὸν, κακὸν δὲ καὶ τὸ ἦρ, ὁκόταν τὰ τῆς συκῆς κορώνης ποσὶν εἴκελα ᾖ. — | |
26 | Ὅτι τὸ φθινόπωρον πολέμιον τοῖσι φθίνουσι, ἐπειδὴ καὶ ἀνώμαλόν ἐστι, ποτὲ μὲν θερμὸν, ποτὲ δὲ ψυχρόν. ὅταν δὲ ἀνωμαλία καταβάλλῃ τὴν φύσιν, οὐ μόνον τὸ | |
30 | φθινόπωρον, ἀλλὰ καὶ τὸ ἦρ αὐτοῖς πολέμιον, ἐπειδὴ τότε ἡ εὐκρασία χύσις οὖσα τοῦ αἵματος φέρει τοὺς χυ‐ μοὺς περὶ τὸν πνεύμονα, καὶ αὔξει τὴν φθίσιν. ἀλλὰ | |
καὶ τοῦ ἔαρος μάλιστα ἡ ἀρχὴ ἐνεδείξατο αὐτοῦ τὴν ἀρ‐ | 197 | |
2.198 | χὴν ἐκ τῶν σημείων τῶν εἰρημένων Ἡσιόδῳ, ὁκόταν τῆς συκῆς φύλλα. | |
2 | κʹ. Ἐν Περίνθῳ ἦρος οἱ πλεῖστοι φθινώδεις, ξυναίτιον δὲ βὴξ χειμερινὴ διαμείνασα καὶ τοῖσιν ἄλλοισιν· καὶ γὰρ | |
5 | τοῖσι ἐμβιαστοῖσιν ὅσα χρόνια ἐβεβαίωσεν. ἔστι δ’ οἷσι τῶν χρονίων οὐκ ἐκρίνατο, οἷον τοῖσι τὰς νεφριτικὰς ὀδύνας ἔχουσιν. ἀτὰρ καὶ τοῖσιν ἄλλοσιν οἷον ὁ ἄνθρω‐ πος, πρὸς ὃν ὁ Μυρίσκος ἤγαγέ με. — | |
8 | Οὗτος ὁ λόγος ὄντως ἐπιδημίοις ἁρμόζει. πόλις γὰρ | |
10 | ὅλη πέπονθεν ἡ Πέρινθος. ἐπεδήμησεν οὖν βὴξ ἐν τῷ ἔαρι, οὐ τότε γενομένη, ἀλλ’ ἀρξαμένη ἦλθεν ἀπὸ τοῦ χειμῶνος, παρατείνασα ἕως τοῦ ἔαρος. τοῦτον δὲ τὸν λό‐ γον εἰ μὴ ἐν ὑπερβατῷ ἀναγνῶμεν, ἀσαφής ἐστι. λέγει δὲ τοῦτο, ὅτι ἐν Περίνθῳ βὴξ ἐγένετο, καὶ εἴπου τις ὑπό‐ | |
15 | πτως εἶχεν, ὅτι ἐπιγενομένου τοῦ βηχὸς ἔπασχε. φησὶ δὲ Ἱπποκράτης, ὅτι ὅσοι εἶχον χρόνιον νόσημα, ἐκεῖνοι οὐκ ἔπασχον τὸ φθινόπωρον, ἐπειδὴ συνειθίσθη ἡ ὕλη πρὸς ἄλλο πάθος ἀσχολεῖσθαι. πολλῶν δὲ ὄντων χρονίων νοση‐ μάτων, τὸ νεφριτικὸν ἔλαβεν εἰς παράδειγμα. φησὶ δὲ | |
20 | Ἱπποκράτης ἱστορήσας τινὰς οἵτινες μετὰ τοῦ χρονίου νο‐ σήματος καὶ φθίσιν καὶ βῆχα ἔπασχον. οὐδὲν γὰρ ἄτοπον, κακοχυμίαν οὖσαν εἰς πᾶν τὸ σῶμα μερισθῆναι, ὥσπερ πέπονθε καί τις ἄνθρωπος, ὃν ὁ φιλόσοφος Κυρίσκος Ἱπποκράτει εἰσήγαγεν. | |
24 | ||
25 | — — — | |
25 | καʹ. Τῶν ὀδυνέων καὶ ἐν πλευρῇσι καὶ ἐν στήθεσι, καὶ τοῖσιν ἄλλοισι τὰς ὥρας εἰ μέγα διαφέρουσι καταμαθη‐ τέον, ὅτι ὅταν βέλτιον ἴσχωσιν, αὖθις κάκιον ἴσχουσιν, οὐχ ἁμαρτάνοντες. | |
30 | κβʹ. Ἐν τῇσι μακρῇσι δυσεντερίῃσιν αἱ ἀποσιτίαι κακὸν, | |
ἄλλως τε καὶ ἢν ἐπιπυρετήνωσιν. | 198 | |
2.199 | κγʹ. Τὰ περιμάδαρα ἕλκεα κακοήθεα. κδʹ. Ὀσφῦν ἀλγέοντι ἀναδρομὴ ἐς τὸ πλευρὸν, καὶ ἐκθύ‐ ματα ἃ σὴψ καλεῖται. κεʹ. Τὰ νεφριτικὰ οὐκ εἶδον ὑγιασθέντα ὑπὲρ πεντή‐ | |
5 | κοντα ἔτεα. κϛʹ. Οἱ ἐν τοῖσιν ὕπνοισι παροξυνόμενοι, καὶ ὅσοις ἄκρεα περιψύχεται, καὶ ἡ γνώμη ταράσσεται, καὶ ἄλλα ὅσα περὶ ὕπνον τοιαῦτα καὶ οἷσι τἀναντία. κζʹ. Ἧισιν οὐδὲν ἔσω τοῦ τεταγμένου χρόνου γίγνεται, | |
10 | ταύτῃσι τὰ τικτόμενα γόνιμα, τὰ ἐπιφαινόμενα ἐν οἷσι μησὶ γίνεται. κηʹ. Οἱ πόνοι ἐν περιόδοισιν ὅ τι ἐν ἑπτὰ κινέεται, ἐν τριπλασίῃ τελειοῦται, καὶ ὅ τι ἐν ἐννέα κινεῖται, ἐν τριπλασίῃ τελειοῦται. | |
15 | κθʹ. Ὅτι μετὰ γυναικεῖα ἢ πρὸς τὰ δεξιὰ, ἢ πρὸς ἀρι‐ στερὰ χάσκων. λʹ. Ἢν ὑγρότης ᾖ ἐκ τῶν ἀπιόντων διαίτης ξηρότης. λαʹ. Ὅτι τὸ θᾶσσον διακριθὲν κινηθὲν αὖθις αὔξεται βραδύτερον ἐπὶ πλείονα χρόνον. | |
20 | λβʹ. Οἱ πόνοι τρίτῳ, τετάρτῳ, ἕκτῳ, ὀγδόῳ. | |
20 | ||
21t | ΑΡΧΗ ΤΟΥ ΟΓΔΟΟΥ ΤΜΗΜΑΤΟΣ. | |
21t | ||
22 | — — — | |
22 | αʹ. Τὰ ἐκ τοῦ μικροῦ πινακιδίου σκεπτέον, δίαιτα γί‐ νεται πλησμονῇ, κενώσει, βρωμάτων, πομάτων, μετα‐ | |
25 | βολαὶ τουτέων ἐξ οἵων οἷα ὡς ἔχουσιν. | 199 |
2.200 | βʹ. Ὀδμαὶ τέρπουσαι, λυποῦσαι, πιμπλῶσαι, πειθόμεναι, μεταβολαὶ ἐξ οἵων οἵως ἔχουσιν. γʹ. Τὰ ἐσπίπτοντα ἢ εἰσιόντα [ἢ ἐξιόντα] πνεύματα ἢ σώματα. | |
5 | δʹ. Ἀκοαὶ κρείσσονες, χείρονες, γλώσσης, γεύσιος, ἐξ οἵων οἷα προκαλέεται. εʹ. Πνεῦμα τὸ ταύτῃ θερμότερον, ψυχρότερον, παχύτερον, λεπτότερον, ξηρότερον, λεῖόν τε καὶ τέλειον. ϛʹ. Ἐφ’ ὧν αἱ μεταβολαὶ ἐξ οἵων οἵως ἔχουσιν. | |
10 | ζʹ. Τὰ ἴσχοντα καὶ τὰ ἐνισχόμενα σώματα ἢ ἐνορμῶντα, λόγοι, σιγὴ, μὴ εἰπεῖν ἃ βούλεται. ηʹ. Λόγοις οὓς λέγει ἢ μεγάλοι ἢ πολλοὶ ἀτρεκέες, ἢ πλαστοί. θʹ. Τὰ ἀπιόντα, ἱδρὼς ὁκόθεν ἤρξατο καὶ ὅκου καὶ οἷσι | |
15 | διέσπαστο καὶ χρώματα οἷσιν ἢ θερμότητα ἢ ψυχρό‐ τητα ἢ ἁλμυρότητα ἢ γλυκύτητα ὁμαλῶς ἢ ἀνωμά‐ λως τὸ σῶμα, τὸν χρόνον, αἱ μεταβολαὶ οἷαι ἐξ οἵων ἔχουσιν. ιʹ. Ἔρυξι οὐκ ἐκράτησεν. | |
20 | ιαʹ. Δάκρυα ἑκόντι, ἀέκοντι, πολλὰ, ὀλίγα, θερμὰ, ψυ‐ χρὰ, παχέα, γεύσει. ιβʹ. Πτύελον αὐτόθεν ἀναχρεμπτόμενον ἢ ἀναβησσόμενον ὁ ἔμετος. ιγʹ. Ἡλίου θάλπος, ψῦχος, τέγξις, ξηρότης, μεταβολὴ | |
25 | οἵα ἐξ οἵων ὡς οἷα ἔχει. ιδʹ. Πόνοι, ἀργίαι, ὕπνοι, ἀγρυπνίαι. ιεʹ. Τὰ ἐν ὕπνῳ ἐνύπνια, κοῖται, καὶ ἐν οἷσι καὶ ἐφ’ οἵων. ιϛʹ. Τἀκ τῆς γνώμης, ξύννοια, λύπη αὐτὴν καθ’ ἑαυτὴν, | |
30 | ἄνευ τῶν ὀργάνων, τῶν πρηγμάτων, ἄχθεται καὶ ἥδεται καὶ φοβεῖται καὶ θαρσέει καὶ ἐλπίζει τε καὶ ἀδοξέει. | |
δοξάζει οἷον Ἱπποθόου οἰκουρὸς τῆς γνώμης αὐτῆς | 200 | |
2.201 | καθ’ αὑτῆς, ἐπίστημος ἐοῦσα τῶν ἐν τῇ νούσῳ γιγνομένων. ιζʹ. Ἡλικίη ἡλικίης ἢ πρότερον ἢ ὕστερον τοῦ δέοντος. οἷον εἰ παρελύθη ἐν χειμῶνι καὶ γέροντι τὴν ἡλικίην | |
5 | ἢ νηπίῳ, καὶ θερίης ἢ πρότερον ἢ ὕστερον τοῦ δέοντος ὀδόντων ἐκβολαί. τριχῶν φύσιες, γόνος τὸ μᾶλλον καὶ ἧσσον, τριχῶν αὔξησις, παχυσμὸς, κρατυ‐ σμὸς, μινύθησις. ιηʹ. Τὸ ξυγγενές, καὶ τὸ καθ’ ἑαυτὸ καὶ ὅσῳ μᾶλλον καὶ | |
10 | ἧσσον. ιθʹ. Τοῦ ἔτεος ἡ ὥρη ἐν ᾗ τὸ πρωϊαίτερον ἢ ὀψιαίτερον, καὶ εἰ ἡ ὥρη ἐγεγόνει ἔπομβρος ἢ αὐχμηρὴ, ψυχρὴ ἢ θερμὴ, νήνεμος καὶ ἀνήνεμος καὶ οἵων ἀνέμων τὰ ἐπι‐ γιγνόμενα, ἢ ὄμβρος ἢ αὐχμὸς ἢ ψύχος ἢ θέρμη τῆς | |
15 | ὥρης ἐν ἀρχῇ ἢ μέσῃ ἢ ἐσχάτῃ, ἢ διὰ παντὸς, ἢ πα‐ ροιχομένη ἢ παρεοῦσα. τῆς νούσου ὁ χρόνος, τὰ ἐπι‐ γινόμενα ἢ περίοδοι καὶ τῶν περιόδων αἱ μείζονες καὶ πλείονες ἐπιδόσιες, ἡ χάλασις καὶ τῆς χαλάσιος ἡ ἀκμὴ, ἐν οἷσιν, οὗ καὶ τὸ μᾶλλον καὶ τὸ ἧσσον ἀποτε‐ | |
20 | λοῦσαι, καὶ ὅτε, καὶ ὁποίως καὶ ἐν ὁκοίῃ ὥρῃ καὶ ἡλικίῃ τῶν ἐπιδημεουσέων νούσων οἱ τρόποι. κʹ. Καὶ εἴ τις τῶν πυρεττόντων ἄρξηται ἀνέμετος, οἷον ἢ πιόντες τι κατισχόντες ἢ βραχὺ καθαιρόμενοι. καʹ. Πυρετώδεες ἴσως οἱ ἔκλευκοι, καὶ τὰ χείλεα. | |
25 | κβʹ. Οἷος ὁ τρόπος, καὶ ὁ χρόνος. κγʹ. Ἔργον πᾶν τὸ σῶμα ἐς τὴν σκέψιν ἄγει, ὄψις, ἀκοὴ, γεῦσις, ἁφὴ, ῥὶς, λογισμὸς καταμανθάνει. κδʹ. Τὰ ἐν τοῖσι βλεφάροισι τοῖς ἄνω καταλειπόμενα οἰ‐ δήματα, τῶν ἄλλων περιισχναινομένων ὑποστροφαί. | |
30 | κεʹ. Ἐν ἄκρῳ οἷσιν ὑπέρυθρα σκληρὰ, καὶ πάνυ τουτέοι‐ σιν αἰσχρὰ καὶ ἐνιστάμενα, καὶ ἐνισχόμενα, οἷον Φαρ‐ σάλῳ καὶ Πολυμήδεϊ. | |
κϛʹ. Τὰ καταῤῥηγνύμενα οἰδήματα ἢ πελιδνώματα ἢ ἐν | 201 | |
2.202 | ὀφθαλμίῃσιν ἢ ἐν ἕλκεσιν. ἄλλα γὰρ τῶν φυμάτων καὶ ἐμπύων τὰ φερόμενα ὅτι σημεῖον. κζʹ. Ἀμφὶ ἀμητὸν στρόφοι περὶ τὸν ὀμφαλὸν, καὶ ὀδύ‐ ναι ἔστιν οἷσιν ἀπὸ πράσων, ἀτὰρ καὶ σκορόδου τού‐ | |
5 | του ὕστερον. κηʹ. Ἐρυσίπελας ἔστιν οἷσιν ἀπὸ τραχήλου, καὶ τῶν περὶ ταῦτα ἐν προσώπῳ ἐκρίνετο. κθʹ. Τὰ μέλανα καὶ οἷσι φλύκταιναι, κακόν. καὶ οἷσι τρά‐ χηλοι, κακὸν καὶ οἷσι ταρακτικά. | |
10 | λʹ. Ὁ μελαγχολικὸς Ἀδείμαντος ἀπὸ πεπλίων πλειόνων ἤμεσέ ποτε μέλανα, ἄλλοτε δὲ ἀπὸ κρομμύων. λαʹ. Οἱ πυρετοὶ, ἐν οἷσιν ἀφελκοῦται χείλεα, ἴσως διαλι‐ πόντες, καὶ τριταίοισι ψύξιες, οἱ δὲ περικαέες αὐτίκα πρὸς τὴν χεῖρα λυόμενοι. | |
15 | λβʹ. Οἷόν ἐστι τὸ ἐν τοῖσιν ἄρθροισι σκεπτέον, ἦρα μὴ ἐκπυοῦται; λγʹ. Ἔθος δὲ ἐξ ὧν ὑγιαίνομεν, διαίτῃσι, σκέπῃσι, πόνοι‐ σιν, ὕπνοισιν, ἀφροδισίοισι, γνώμῃ. λδʹ. Πρὸς τὰς νούσους ἀπὸ τίνων τίνα σχήματα, ἐφ’ οὓς | |
20 | τόπους ἤρξαντο, παρῆσαν, ἐπαύσαντο. λεʹ. Ἐν οἷσιν ἀκρατὴς φοβερός. λϛʹ. Τὰ ἐναντία ἐν τῇ νούσῳ διαιτήματα, τὸ εὔφορον, τὸ δύσφορον. λζʹ. Αἱ δίαιται ὁκόσοισι γνῶναι, οὐκ ἐξειδυῖαι, συμφοραὶ | |
25 | γὰρ πολλαί. ληʹ. Ἀγαθοῖσι δὲ ἰητροῖσιν αἱ ὁμοιότητες πλάνας καὶ ἀπορίας. ἀλλὰ τἀναντία ἡ πρόφασις. οἶδα ὅτι εἰδότι χαλεπόν ἐστιν ἐκλογίσασθαι τὰς ὁδοὺς, οἷον εἰ φοξὸς, ἢ σιμὸς, ἢ ὑπόξηρος, ἢ χολώδης, δυσήμετος, νέος, εἰκῇ | |
30 | βεβιωκὼς, ἅμα ταῦτα πρὸς ἄλληλα ξυνομολογήσασθαι, | |
καὶ ἐπὶ τὸ μᾶλλον καὶ ἧσσον, χαλεπόν. | 202 | |
2.203 | λθʹ. Ὧι τὸ συρίγγιον ἐπανεῤῥήγνυτο, βηχία ἐκώλυε μὴ διαμένειν. μʹ. Ὧι ὁ λοβὸς τοῦ ἥπατος ἀπεπτύχθη, ὑπέσεισα, ἐξαί‐ φνης ὁ πόνος ἐπαύσατο. | |
5 | μαʹ. Σάτυρος ἐν Θάσῳ παρωνυμίην ἐκαλεῖτο γρυπαλώ‐ πηξ, περὶ ἔτεα ἐὼν πέντε καὶ εἴκοσιν ἐξωνείρωσε πολ‐ λάκις. προῄει δ’ αὐτῷ καὶ ἡμέρης πολλάκις ἢ πλεονά‐ κις. γενόμενος δὲ περὶ ἔτεα τριάκοντα φθινώδης ἐγέ‐ νετο καὶ ἀπέθανεν. | |
10 | μβʹ. Ἐν Ἀβδήροις ὁ παλαιστροφύλαξ ὁ Κλεισθένεος γενόμενος, παλαίσας πλείω πρὸς ἰσχυρότερον, καὶ πε‐ σὼν ἐπὶ κεφαλὴν, ἀπελθὼν ἔπιε ὕδωρ ψυχρὸν καὶ πουλὺ, μετὰ ταῦτα ἐκείνης τῆς νυκτὸς ἀγρυπνίη, δυσφορίη, ἄκρεα ψυχρά. τῇ δὲ ὑστέρῃ εἰσῆλθον καὶ | |
15 | βαλάνου προστεθείσης οὐχ ὑπῆλθεν. οὔρησε δὲ σμι‐ κρὸν, πρότερον δ’ οὐδὲν οὐρήκει. ἐς νύκτα ἐλούσατο, οὐδὲν ἧσσον ἀγρυπνίη καὶ δυσφορίη, παρέκρουσεν. ἐόντι δὲ τριταίῳ κατάψυξις ἀπ’ ἄκρων, ἐκθερμανθεὶς ἵδρωσε, πιὼν μελίκρητον ἀπέθανε τριταῖος. | |
20 | μγʹ. Οἱ μελαγχολικοὶ ἐπίληπτοι καὶ οἱ ἐπίληπτοι μελαγ‐ χολικοὶ εἰώθασι γίγνεσθαι ὡς ἐπὶ τὸ πουλύ. τουτέων δὲ ἑκάτερον μᾶλλον γίνεται ἐφ’ ὁπότερα ἂν ῥέψῃ τὸ ἀῤῥώστημα· ἢν μὲν ἐς τὸ σῶμα, ἐπιληπτικοὶ, εἰ δὲ ἐπὶ τὴν διάνοιαν, μελαγχολικοί. | |
25 | μδʹ. Ἐν Ἀβδήροις Φαέθουσα ἡ Πυθέου γυνὴ οἰκουρὸς ἐπίτοκος ἐοῦσα τοῦ ἔμπροσθεν χρόνου, τοῦ ἀνδρὸς αὐ‐ τῆς φυγόντος τὰ γυναικεῖα ἀπελήφθη χρόνον πουλὺν, μετὰ δὲ ἐς ἄρθρα πόνοι καὶ ἐρυθήματα. τούτων δὲ ξυμβάντων, τό τε σῶμα ἠνδρώθη καὶ ἐδασύνθη πάντα, | |
30 | καὶ πώγωνα ἔφυσε, καὶ φωνὴ τρηχείη καὶ σκληρὰ ἐγεν‐ ήθη, καὶ πάντα πραγματευσαμένων ἡμῶν ὅσα ἦν πρὸς τὸ τὰ γυναικεῖα κατασπάσαι οὐκ ἦλθεν, ἀλλ’ ἀπέθανεν | |
οὐ πολὺν μετέπειτα χρόνον βιώσασα. | 203 | |
2.204 | μεʹ. Ξυνέβη δὲ καὶ Καννοῖ τῇ Στοργίππου γυναικὶ ἐν Θάσῳ τωὐτό. ἐδόκει δὲ πᾶσι τοῖσιν ἰητροῖσιν, οἷσι κᾀ‐ γὼ ἐνέτυχον, μία ἐλπὶς εἶναι τοῦ γυναικωθῆναι, εἰ τὰ κατὰ φύσιν ἔλθοι. ἀλλὰ καὶ ταύτῃ οὐκ ἠδυνήθη πάντα | |
5 | ποιούντων γενέσθαι, ἀλλ’ ἐτελεύτησεν οὐ βραδέως γε‐ | |
νομένη ἐπίληπτος. | 204 |