TLG 0724 004 :: STEPHANUS :: Scholia in Hippocratis de fracturis STEPHANUS Med.
Phil., fiq Stephanus Alexandrinus Med. Scholia in Hippocratis de fracturis Citation: Page — (line) | ||
17(1t) | Προλεγόμενα Στεφάνου ἰατροῦ Ἀλεξανδρείου | |
2t | τοῦ φιλοσόφου εἰς τὸ “Περὶ ἀγμῶν” Ἱπποκράτους | |
---|---|---|
3 | Τὰ εἰωθότα προλέγεσθαι ὀκτὼ κεφάλαια παντὸς βιβλίου δεῖ ἡμᾶς κἀνταῦθα πρὶν ἀρξόμεθα τῆς κατὰ λέξιν ἐξηγή‐ | |
5 | σεως εἰπεῖν. δεῖ τοίνυν εἰδέναι, ὅτι σκοπός ἐστι τῷ Ἱπποκράτει ἐν τῷ παρόντι βιβλίῳ πρῶτον περὶ καταγμά‐ των διαλεχθῆναι. παραδίδωσι δὲ κατά τι συμβεβηκὸς καὶ περὶ ἐξαρθρημάτων καὶ παραρθρημάτων, καθότι ἡ τούτων θεραπεία ἁρμόζει ἐνίοτε καὶ ἐπ’ ἐκείνων, ὥσπερ κἀν τῷ | |
10 | δευτέρῳ βιβλίῳ περὶ ἐξαρθρημάτων διαλεγόμενος καὶ περὶ καταγμάτων μέμνηται διὰ τὴν αὐτὴν αἰτίαν. ἐπειδὴ δὲ ὁ ἄριστα θεραπεύων καὶ αἴτια ζητεῖ καὶ σημεῖα, διὰ τοῦτο ὁ σοφὸς καὶ ταῦτα καλῶς ἐν τῷ παρόντι παραδίδωσι· αἴτια δηλονότι καὶ σημεῖα καὶ φύσιν ὀστῶν καὶ νεύρων καὶ μυῶν | |
15 | καὶ σαρκῶν μέχρι καὶ αὐτῶν τῶν ἐπικειμένων τοῖς ὀστοῖς. καὶ προσέτι περὶ χρείας αὐτῶν φησι καὶ ἐνεργείας. οὗτος μὲν οὖν ὁ σκοπός. ὅτι δὲ χρήσιμον καὶ ἀναγκαῖόν ἐστι τὸ παρὸν βιβλίον, δῆλον, ἀφ’ ὧν πραγματεύεται. πῶς γὰρ οὐκ ἔστιν ἀναγκαῖ‐ | |
20 | ον, εἴ γε αὐτὸ τὸ τέλος παραδίδωσι, λέγω δὲ τὴν θεραπεί‐ αν; πῶς δὲ οὐχὶ καὶ χρήσιμον, εἴ γε σημεῖα καὶ αἴτια ἡμῖν ἐκδιδάσκει; Ἐπιγέγραπται δὲ κατὰ μέν τινας “Κατ’ ἰητρεῖον”, | |
ἐπειδὴ τὰ ἐν τῷ ἰητρείῳ διδάσκει· πρὸς δέ τινων τὸ μὲν | 17 | |
19 | πρῶτον βιβλίον “Περὶ ἀγμῶν”, τὸ δὲ μετ’ αὐτὸ “Περὶ ἄρ‐ θρων”. κρείττων δέ ἐστιν αὕτη ἡ ἐπιγραφή. τὸ γὰρ ἐπιγρά‐ φεσθαι “Κατ’ ἰητρεῖον”, ἐπεὶ οὐ πάντα τὰ ἐν τῷ ἰητρείῳ διδάσκει, ἄτοπον. ἕτερον δέ ἐστι βιβλίον, ἐν ᾧ περὶ | |
5 | τούτων ὁ σοφὸς διαλέγεται πάντων, ὃ καὶ τὴν τοιαύτην ἐπωνυμίαν ἐκληρώσατο. χρὴ δὲ εἰδέναι, ὡς οἱ “Περὶ ἀγμῶν” ὀνομάσαντες τὸ βιβλίον ἀπὸ τοῦ πάθους τὴν ὀνομασίαν πε‐ ποίηνται. ἔδει δὲ αὐτοὺς “Περὶ ἀγμάτων” εἰπεῖν· ἄγμα γὰρ τὸ κάταγμα καὶ τὸ κλάσμα λέγεται. ἀλλὰ σολοικοφανῆ | |
10 | τὴν ὀνομασίαν πεποίηνται διὰ τὸ μὴ εἶναι κακόφωνον τὴν ἐπιγραφήν. εἰ γὰρ “Περὶ ἀγμάτων” ἐλέγετο, κακοφώνως ἂν ἐδόκει προσαγορεύεσθαι. δυνατὸν δὲ καὶ ἀπὸ τοῦ τόπου ἐπιγράψαι, μὴ ὅτι γε ἀπὸ μόνου τοῦ πάθους, καὶ ἀπ’ ἀμ‐ φοτέρων, ὡς “Περὶ κεφαλαλγίας”. | |
15 | Ἀναγινώσκεται δὲ τὸ βιβλίον τῇ προσηκούσῃ τῶν πρε‐ σβυτέρων τάξει· προαναγινώσκουσι γὰρ ἐκεῖνοι τὰ καθόλου τῶν μερικῶν. διὸ προτετάχθωσαν οἱ “Ἀφορισμοὶ” ὡς λεγο‐ μένων ἐν αὐτοῖς τῶν τε κατὰ φύσιν καὶ τῶν παρὰ φύσιν. μετ’ αὐτοὺς δὲ τὰ κατὰ φύσιν, ἤτοι τὸ “Περὶ παιδίου φύ‐ | |
20 | σεως” καὶ “Περὶ φύσεως ἀνθρώπου” καὶ τὸ “Περὶ χυμῶν” καὶ τὸ “Περὶ τροφῆς”. τὰ γὰρ κατὰ φύσιν τιμιώτερά εἰσιν τῶν παρὰ φύσιν. εἶτα τὰ ἔνδημα καὶ μετ’ ἐκεῖνα τὸ “Προ‐ γνωστικόν”. μετὰ δὲ τοῦτο τὸ “Περὶ διαίτης ὀξέων”, εἰθ’ οὕτως τὸ προκείμενον ἀναγινώσκειν δεῖ βιβλίον, λέγω δὲ | |
25 | τὸ “Περὶ ἀγμῶν καὶ ἄρθρων”. ταῦτα γὰρ τῶν παρὰ φύσιν εἰσίν. ἴσως δὲ καὶ τοῦτο πρός τινων ἔνδημον λέγεται. ἀπορήσειε δ’ ἄν τις, εἰ τῶν παρὰ φύσιν ἐστὶ καὶ ἐνδήμων διὰ τί μὴ προετάχθη τοῦ “Προγνωστικοῦ”· πρὸς ὅ φαμεν, ὅτι ἐπείπερ ἐκεῖ περὶ ὁμοιομερῶν διδάσκει, ἐνταῦθα δὲ | |
30 | περὶ τῶν ἐπὶ λύσει συνεχείας. τιμιώτερα δὲ ἐκεῖνα τού‐ των. διὰ τοῦτο προτέτακται τὰ τιμιώτερα. μετὰ δὲ τὰ | |
κατὰ φύσιν καὶ τὰ παρὰ φύσιν ἐπὶ τὰ σποραδικὰ δεῖ τὴν | 19 | |
21 | ἀνάγνωσιν προβαίνειν καὶ τὰ ἐπίδημα. πρώτως μὲν τὰ σπο‐ ραδικὰ ὡς πρώτην ἔχοντος τάξιν τοῦ “Περὶ ἀέρων καὶ τό‐ πων καὶ ὑδάτων”. εἴθ’ οὕτως τὰς “Ἐπιδημίας”. Ὅτι δὲ γνήσιόν ἐστι τοῦ σοφοῦ τὸ παρὸν βιβλίον, δῆ‐ | |
5 | λον. πρῶτον μὲν ἐκ τοῦ τῆς φράσεως κάλλους· εἶτα δ’ ἐκ τοῦ μεμνῆσθαι αὐτοῦ ἐν τοῖς γνησίοις, καὶ ἔτι, ὅτι πάν‐ τες οἱ ἐξηγηταὶ γνήσιον αὐτό φασι. καὶ ὅτι μὲν γνήσιον Ἱπποκράτους ἐστί, δῆλον. ποίου δὲ Ἱπποκράτους, οὐκέτι δῆλον· εἴτε τυχὸν τοῦ Γνωσιδίκου, εἴτε τοῦ Ἡρακλείδου, | |
10 | εἴτε τοῦ Δράκοντος. τῷ δὲ σοφῷ Γαληνῷ δοκεῖ εἶναι τοῦ εἰρηκότος τούς τε “Ἀφορισμοὺς” καὶ τὸ “Προγνωστικὸν” καὶ τὸ “Περὶ διαίτης”. Ἀνάγεται δὲ τὸ παρὸν βιβλίον καὶ ὑπὸ τὸ θεωρητικὸν καὶ τὸ πρακτικὸν καὶ τὸ φυσιολογικόν. καὶ ὑπὸ μὲν τὸ | |
15 | θεωρητικὸν ἐν τῷ λέγειν αὐτὸ αἰτίας καὶ διάγνωσιν, ὑπὸ δὲ τὸ πρακτικὸν ἐν τῷ λέγειν θεραπείας, ὑπὸ δὲ τὸ ἕτε‐ ρον διὰ τὸ φύσιν ὀστῶν τε καὶ νεύρων καὶ τῶν τοιούτων ἐξετάζειν. Δεῖ δ’ ἐπὶ τούτοις εἰδέναι, ὅτι ἡ κατὰ τὰ μόρια δι‐ | |
20 | αίρεσις τοῦ παρόντος βιβλίου ἔχει οὕτως· ὁ μὲν Ἱππο‐ κράτης εἰς δύο διαιρῶν αὐτὸ φαίνεται, ὁ δὲ Γαληνὸς εἰς ἑπτά· ἀλλὰ τὸ μὲν πρῶτον εἰς τρία, τὸ δὲ δεύτερον (ἤτοι τὸ “Περὶ ἄρθρων”) εἰς τέσσαρα. περὶ τούτων δ’ ἀκριβέ‐ | |
στερον ἐν ταῖς κατὰ λέξιν ἐξηγήσεσι ῥηθήσεται. | 21 | |
23 | Περὶ δὲ τοῦ διδασκαλικοῦ τρόπου εἰδέναι χρεών, ὡς οἱ μὲν Ἱπποκράτειοι τρόποι ἀφοριστικοί τέ εἰσι καὶ ὑφηγηματικοί, οἱ δὲ Γαλήνειοι διδασκαλικοί τε καὶ ὑφηγη‐ ματικοί. ἐνταῦθα δὲ τῷ ὑφηγηματικῷ κέχρηται ὁ Ἱπποκρά‐ | |
5 | της, χαρακτῆρι δὲ μέσῳ· ποτὲ μὲν ὑψηλῷ, ποτὲ δὲ ταπεινῷ, τοῖς πράγμασι τὴν φράσιν συνεξομοιοῦσθαι φιλῶν. καὶ περὶ μὲν τούτων ἅλις συντομίαν φιλοῦσιν. Ἐπεὶ δὲ περὶ καταγμάτων πρόκειται τῷ Ἱπποκράτει λέγειν, τῷ δὲ Γαληνῷ τὸν τούτου ἐξηγήσασθαι λόγον, ἡμῖν | |
10 | δὲ ὥσπερ εἰσαγωγήν τινα τὰ παρόντα προσθεῖναι, προσῆκον ἂν εἴη μηδὲν παραλιπεῖν δέον ὂν ἐνταῦθα ῥηθῆναι. ἐπεὶ δὲ τὰ κατάγματα ἔν τισι γίγνεται (μύες δὲ ταῦτα ἢ νεῦρα ἢ ὀστᾶ ἢ σάρκες ἤ τι τῶν τοιούτων), προσήκει πρώτως πε‐ ρὶ αὐτῶν διαλαβεῖν, τίς τε ἡ τούτων οὐσία καὶ τίς ἡ ἐν‐ | |
15 | έργεια καὶ πόθεν ἡ κατάφυσις αὐτῶν 〈καὶ ἡ〉 ἔκφυσις καὶ τί τὸ πάθος. οὕτω γὰρ προλεγόμενα τὰ παρόντα εἰκότως ἂν κληθείη. Δεῖ τοίνυν εἰδέναι, ὡς ἡ τῶν μυῶν οὐσία ἰνώδης ἐστὶ καὶ σαρκώδης. καὶ διὰ μὲν τοῦ σαρκώδους ὑγραίνεται τὰ | |
20 | ἰνώδη, διὰ δὲ τοῦ ἰνώδους αἱ ἐνέργειαι γίνονται. αἱ γὰρ σάρκες δεξαμενῆς δίκην ἐπέχουσιν, αἱ δὲ φλέβες ὀχετῶν. φέρονται δὲ εἰς αὐτοὺς καὶ ἀρτηρίαι, αἵτινες εὐκρασίαν αὐτοῖς παρέχουσιν. αὕτη μὲν οὖν ἡ τῶν μυῶν οὐσία, ἐν‐ έργεια δὲ αὐτῶν κινητική. ἀνατρέχοντες γὰρ ἐπὶ τὴν οἰ‐ | |
25 | κείαν ἀρχὴν ἐκτείνουσι καὶ συγκάμπτουσι τὰ κῶλα. διὰ τοῦτο γὰρ καὶ μύες εἴρηνται παρὰ τὸ μύειν καὶ νεῦρα πα‐ ρὰ τὸ νεύειν. πάσχουσι δὲ πάθη οἱ μύες ἐν τῇ καταγμα‐ τικῇ ἀγωγῇ πρώτως δύο, ἅτινα λύσεώς εἰσι συνεχείας. ἢ γὰρ ἐγκαρσίως τέμνεται ἢ ἐπ’ εὐθείας. ἀλλ’ εἰ μὲν ἐγ‐ | |
30 | καρσίως, τὸ μόριον ἀχρεῖον γίνεται. τοῦ γὰρ μυὸς τὸ | |
μὲν ἄνω φέρεται τὸ δὲ κάτω· καὶ σπασμὸν ἀκολουθῆσαι | 23 | |
25 | συμβαίνει. εἰ δὲ ἐπ’ εὐθείας, τὸ μὲν εἰρημένον οὐ γίνε‐ ται, βιαίας δ’ ἔστιν ὅτε φλεγμονῆς γεγονυίας διάτασιν ποιεῖ καὶ ὧδε κἀκεῖσε τὰ διεστηκότα ὠθεῖ καὶ σπασμὸν καὶ αὖθις ἀπειλεῖ. καλῶς δὲ τὸ ἄνω εἴρηταί μοι πρώτως· | |
5 | κατὰ γὰρ συμβεβηκὸς καὶ ὁμοιομερὲς ἴσχει νόσημα καὶ ὀργανικόν. καὶ ταῦτα μὲν μυὸς πάθη. θέσις δ’ αὐτῶν· ἀπὸ μὲν ὀστέου ἐκφύεσθαι, ἐν ἄλλῳ δ’ ὀστέῳ καταφύεσθαι. οὐδὲ γὰρ ἄλλως ἐνεργεῖν ἐνδέχοιτο. ἐὰν γὰρ ἀπὸ τοῦ αὐ‐ τοῦ καὶ ἄρχεται καὶ καταφύεται, ἀνενέργητος ἔσται. | |
10 | Ὀστῶν δὲ οὐσία γεώδης καὶ σκληρά. ἢ οὖν κλᾶται ἢ ἐξαρθροῦται (ἤτοι τὴν οἰκείαν κοιλότητα καταλιμπάνει) ὑπὸ βίας τινὸς τὸ ἄρθρον καὶ κυρτὸν κυρτῷ ὁμιλεῖ. καὶ πάλιν ἢ διαμπὰξ κλᾶται καὶ καλεῖται καυληδὸν ἢ ἐπ’ ὀλί‐ γον καὶ τριχίασις λέγεται. καὶ αὖθις ἢ τελείως ἐξίστα‐ | |
15 | ται τὸ ἄρθρον ἀπὸ τῆς οἰκείας θέσεως καὶ καλεῖται ἐξ‐ άρθρημα ἢ ἀτελῶς καὶ παράρθρημα προσαγορεύεται. ταῦτα δεῖ θεραπεύειν διατάσει καὶ ἀντιτάσει χρωμένους. ἐπεὶ γὰρ ἐν τῷ κλᾶσθαι φέρονται τὰ ὀστᾶ ἐπάνω ἀλλήλων, διὰ τοῦτο δεῖ καὶ τὸ ἄνω μέρος καὶ τὸ κάτω τεῖναι, ἵνα με‐ | |
20 | τρουμένης τῆς ὀδύνης μὴ μέγα τι σύμπτωμα ἐπιγένηται. εἶτα διαπλάσει χρηστέον δυναμένῃ τὰ ἐνεχθέντα ὀστᾶ εἰς τὴν οἰκείαν φυλάττειν θέσιν καλῶς πρώτως τεθειμένα. εἰ δὲ μὴ ταῦτα οὕτω γίγνεται, ἀλλ’ ἐπιδέσμῳ τις τυχὸν χρή‐ σεται μόνον, κίνδυνος ἢ ἀχρεῖον γενέσθαι τὸ μόριον ἢ | |
25 | θλιβῆναι τοὺς μύας ὑπὸ τῶν ὀστῶν καὶ σφακελισθῆναι. | 25 |
27 | θέσις δὲ ἡ προσήκουσα τῷ μορίῳ ἡ ἀνώδυνος ὡς ἐπὶ χει‐ ρὸς †η σχημα το† ἐγγώνιος οὔτε τοὺς μύας διαστρέφουσα (ἐπ’ εὐθείας γὰρ πάντας κεῖσθαι συμβαίνει) οὔτε τὸ μό‐ ριον τείνουσα, ἵνα καμφθῇ, ἀλλὰ μέσην ἔχουσα τάξιν. | |
5 | ὅτι δὲ τὸ τοιοῦτον σχῆμα καὶ κατὰ φύσιν ἐστί, δῆλον ἐντεῦθεν· ἡ ἔκτασις καὶ ἡ κάμψις παρὰ φύσιν εἰσί, τὸ ἐγγώνιον ἄρα κατὰ φύσιν. ἔτι, εἴ τις ἀνωδύνως ἐπιδοῦ‐ ναι βούλοιτο τὴν χεῖρα, ἐγγωνίως ἐπιδίδωσι. οὕτω γὰρ καὶ ἄκων ὑπὸ τῆς φύσεως φέρεται· τὸ ἐγγώνιον ἄρα ἀνώ‐ | |
10 | δυνον. ἐν τῷ τοιούτῳ δὲ σχήματι, εἰ ἐπὶ τοιούτων μελῶν τύχοι, καὶ τοὺς ἐπιδέσμους δεῖ ποιεῖσθαι. εἰ γὰρ ἐκτε‐ ταμένων ἐπιδήσονται, ἐν τῷ συγκάμπτειν οἱ μὲν τῶν ἐπι‐ δέσμων χαυνούμενοι εὑρίσκονται οἱ δὲ σφίγγοντες κἀκ τούτου τὸ πάσχον μόριον θλίβεται. | |
15 | [ἐν οἷς ἡ πραγματεία.] Προοιμίῳ ὁ Ἱπποκράτης ἐνταῦθα κατὰ τὸ εἰωθὸς συμ‐ βουλευτικῷ χρῆται καί φησιν· | |
18l | 3,412,2 Li. = 2,46,2 Kw. | |
19l | Ἐχρῆν τὸν ἰητρὸν τῶν | |
20l | ἐκπτωσίων τε καὶ κατ‐ | |
21l | ηγμάτων | |
22 | Ἤτοι προσήκει τὸν ἰατρὸν εἰδέναι τῶν καταγμάτων τὴν κατάτασιν συνυπακουομένων αὐτῇ διαπλάσεώς τε καὶ ἐπιδέ‐ | |
σεως καὶ ἀποθέσεως δηλονότι. αὗται δέ εἰσιν αἱ κατὰ φύ‐ | 27 | |
29 | σιν ἢ αἱ ταύταις ἐξομοιούμεναι. καὶ τούτων, ὅσαι μᾶλλον τοῦ κατὰ φύσιν ἐγγυτέρω ἠξίωνται. κατὰ φύσιν δὲ καθ’ ἡμᾶς τὸ ἐπὶ πλευρῶν κεῖσθαι. ἐγγυτέρω δὲ τούτου τὸ πρη‐ νὲς τίς ἂν οὐχ ὑπολάβοι φύσεως τοιαύτης μετέχον ἀλλ’ ἢ | |
5 | τὸ ὕπτιον; ἐπὶ χειρὸς δὲ ἐγγώνιον ἀποτίθεσθαι. ἐπεὶ δὲ οὐκ ἔνι μὴ σφάλλεσθαι 〈***〉 τέως μὴ τοῦ ἐγγὺς τοῦ κατὰ φύσιν ἐξίστασθαι. Ἀπορήσειε δ’ ἄν τις, διὰ τί ἀπὸ χειρὸς ἤρξατο καὶ μὴ ἀπὸ κεφαλῆς τῆς πάντων τιμιωτέρας· ὅτι περὶ ταύτης | |
10 | ἴδιον ἐν τῷ “Περὶ κεφαλῆς τρωμάτων” παραδοὺς ἐνταῦθα φεύγει τὴν παλιλλογίαν. νῦν δ’ ἀπὸ χειρὸς ἤρξατο. ταύ‐ τῃ γὰρ ἐχρήσατο παραδείγματι διὰ τὸ μετὰ κεφαλὴν τῶν ἄλλων δοκεῖν τιμιωτέραν εἶναι. ἀλλ’ αὖθις ἀπορητέον, διὰ τί τὸ πρηνὲς ἐγγύς ἐστι τοῦ κατὰ φύσιν μᾶλλον τοῦ | |
15 | ὑπτίου. καὶ ἐπιλυτέον οὕτω· ὅτι οἱ μύες μᾶλλον ἐντὸς κεῖνται ἅτε ἔνδοθεν ἔχοντες φυσικῶς εἴτε τὰς ἐκφύσεις εἴτε τὰς καταφύσεις αὐτῶν. καὶ ἔτι· διὰ τί πρηνῆ τὸν νοσοῦντα ὁρῶντες κείμενον μανιᾶν ἢ ὀδυνᾶσθαι τὰ περὶ τὴν κοιλίαν ἢ παραφρονεῖν ὑπονοοῦμεν καὶ οὐκ ἐγγὺς | |
20 | κεῖσθαι τοῦ κατὰ φύσιν; διότι ἅμα τῷ γεννηθῆναι ἢ πλά‐ γιον ἢ ὕπτιον τὸ βρέφος ἐθίζουσι κεῖσθαι καὶ διὰ χρό‐ νου εἰς ἕξιν ἐλθόντος τοῦ ἀνθρώπου τῆς τοιαύτης κατα‐ κλίσεως ὡς φυσικῇ καὶ τῇ ὑπτίᾳ χρῆται. ἕξις γὰρ χρονί‐ σασα εἰς φύσιν μεθίσταται. διὰ τοῦτο ἐγγὺς τοῦ κατὰ | |
25 | φύσιν καθ’ ἡμᾶς ἡ ὑπτία, τῇ δὲ φύσει ἡ πρηνής. καὶ δῆ‐ λον ἀπὸ τῶν ἀλόγων· πρηνῆ γὰρ τὰ ἑρπετὰ καὶ τετράποδα | |
καὶ τἆλλα κινεῖται. | 29 | |
31 | Οὕτω προοιμιασάμενος ὁ Ἱπποκράτης ἐν τῷ δευτέρῳ κατηγορεῖν δοκεῖ τινας τῶν ἰατρῶν. ἵνα δὲ μή τις αὐτοῦ ἐπιλάβηται, τὸν λόγον ἐπεξεργάζεται διὰ τρεῖς αἰτίας αἰνιττόμενος αὐτοὺς σφάλλεσθαι· ὅτι σοφιζόμενοί τε καὶ | |
5 | ὑποκρινόμενοι μεγάλως ἁμαρτάνουσιν, ὅτι τούτῳ τῷ τρόπῳ οὐ μόνον χεῖρας κυλλοῦσιν ἢ πόδας, ἀλλὰ καὶ ἄλλα μόρια, καὶ ὅτι διὰ τὸ ἀλλόκοτον καὶ τὸ ξενοπρεπὲς (ἅτε τῶν ἀνθρώπων ὡς ἐπίπαν τούτοις χαιρόντων) καὶ πειθηνίους ἴσχουσι τοὺς ἀνθρώπους. ἵνα οὖν μὴ ὦσιν αὐτοῖς πειθή‐ | |
10 | νιοι, βούλεται καταγράψασθαι αὐτούς. | |
11l | 3,412,2 Li. = 2,46,2 Kw. | |
12l | τῶν ἐκπτωσίων τε καὶ | |
13l | καταγμάτων | |
14 | Ἄξιον ἀπορῆσαι, διὰ τί περὶ καταγμάτων διαλεχθῆναι | |
15 | βουλόμενος πρῶτον ἐξαρθρημάτων ἐμνήσθη. καί φαμεν, ὅτι ἵνα μὴ ποτὲ βραδύναντος αὐτοῦ ἐν τῇ περὶ καταγμάτων δι‐ δασκαλίᾳ νομισθῇ μὴ καὶ περὶ ἐξαρθρημάτων βούλεσθαι εἰπεῖν, διὰ τοῦτο παροδικῶς ὡσανεὶ τούτων ἐμνήσθη πρώ‐ τως· ἢ ὅτι, ἐπειδὴ συνεχῆ ἐβούλετο φυλάξαι τὴν περὶ | |
20 | καταγμάτων θεωρίαν, διὰ τοῦτο πρώτως ἐμνήσθη ἐξαρθρη‐ μάτων, δεικνύς, ὅτι ἅμα τῷ τὸν περὶ τοῦ προκειμένου ἀπο‐ δῶσαι λόγον καὶ τὸν περὶ ἐκείνων ἅψεται. καὶ ἵνα μὴ τὸν λόγον διακόψας μνησθῇ ἐξαρθρημάτων, εἰς ἔννοιαν τῶν τοιούτων τοὺς ἀκροωμένους ἀνάξων πρώτως αὐτῶν | |
25 | ἐμνήσθη. διδασκαλικοῦ δὲ τρόπου τοῦτο· τὸ τὰ πέρατα τῶν φθασάντων ἀρχὴν γενέσθαι τῶν μελλόντων. ἢ ὅτι καὶ | |
διαφόρως τῇ τάξει ἐχρήσατο. | 31 | |
33(1l) | 3,412,2 Li. = 2,46,1 Kw. | |
2l | Ἐχρῆν τὸν ἰητρὸν | |
3 | Ζητοῦσί τινες (μὴ ἀναγκαίως μέν, ὅμως δέ), διὰ τί ‘ἐχρῆν‘ εἶπε καὶ οὐ ‘χρή‘, ὡς καὶ πολλαχοῦ φαίνεται οὕ‐ | |
5 | τω λέγων. καί φαμεν, ὅτι τὸ διαφόρως χρῆσθαι τῇ ποικι‐ λίᾳ τῶν λέξεων ποικίλον καὶ τὸ κάλλος τοῦ λόγου ποιεῖ. τὰ δὲ ποικίλα εὐειδέστερα τῶν μὴ τοιούτων. | |
8l | 3,412,3 Li. = 2,46,3 Kw. | |
9l | αὕτη γὰρ ἡ δικαιοτάτη | |
10l | φύσις | |
11 | Φύσιν καλεῖ τὴν διάπλασιν. | |
12l | 3,412,5 Li. = 2,46,6 Kw. | |
13l | οἱ μὲν οὖν μηδὲν προ‐ | |
14l | βουλεύοντες οὐδὲν ἐξ‐ | |
15l | αμαρτάνουσιν | |
16 | Ἐναντία δοκεῖ ὁ Ἱπποκράτης ἑαυτῷ καὶ τοῖς σοφοῖς λέγειν ἐνταῦθα. ἐν “Προγνωστικῷ” γὰρ καὶ πανταχοῦ βου‐ λεύεσθαι παραινεῖ, καὶ εἰκότως· οἱ γὰρ βουλευόμενοι καλῶς θεραπεύουσιν. πρὸς ὅ φαμεν, ὅτι ἐκ τούτου τὸν | |
20 | ἄριστον ἰατρὸν ὁ Ἱπποκράτης παραδοῦναι θέλει ὡσανεὶ λέγων ‘ὁ ἄκρως ἰατρὸς οὐχ ἁμαρτάνει‘. ὁ γὰρ εἰς ἄκρον ἐξησκημένος τὴν τέχνην οὐ δεῖται βουλεύεσθαι ἐν ὥρᾳ βίας. ‘προβουλεύοντεσ‘ δὲ εἰρηκὼς ‘προβουλευόμενοι‘ | |
ἐδήλωσε· διὰ τοῦ ἐνεργητικοῦ τὸ παθητικόν. | 33 | |
35(1l) | 3,414,1 Li. = 2,46,9 Kw. | |
2l | οἱ δὲ ἰατροὶ σοφιζόμενοι | |
3l | Ἐντεῦθεν εἰς δεύτερον προοίμιον εἰσβάλλειν δοκεῖ. | |
4 | ἤδη οὖν διὰ τῶν προλαβόντων ἐμάθομεν, ὅτι τὸ ἐγγώνιόν | |
5 | ἐστι σχῆμα τὸ κατὰ φύσιν τε καὶ ἀνώδυνον. ἐπεὶ δέ τινες τὸ ὕπτιόν φασιν εἶναι τὸ κατὰ φύσιν, ἄλλοι δὲ τὸ πρηνές, καὶ τούτους ἀνατρέψαι βούλεται καί φησιν ὡσανεὶ ‘κακῶς φατε‘. ἐπειδὴ γὰρ οἱ κατασκευάσαντες τὸ ὕπτιον ἔλεγον, ὅτι τοσοῦτον τοῦτό ἐστι τὸ κατὰ φύσιν, ὅτι καὶ οἱ το‐ | |
10 | ξεύοντες τὸ σχῆμα τοῦτο φυλάττουσιν ὡς γενναῖον καὶ ἄ‐ καμπτον, ἄλλως τε, ὅτι καὶ ὁμόχροον φαίνεται τῆς χει‐ ρὸς τὸ ἄνω (ἔστι γὰρ λευκόν) τὸ δὲ ὑποκάτω τετριχωμέ‐ νον, καὶ ὅτι καὶ οἱ μύες ἐπ’ εὐθείας εἰσί, μόνον εἰς τὸ κατὰ τὴν ἐπιφάνειαν εὐτυχοῦντες ὡς ἐμοὶ δοκεῖ. οἱ | |
15 | δὲ τὸ πρηνὲς ἐπαινοῦντες ἔλεγον καὶ οὗτοι ταὐτὰ τοῖς προτέροις πλὴν τῆς τοξικῆς. ταὐτὰ δ’ ἔφασαν ἐπὶ τῆς χειρός, περὶ ἧς ὁ λόγος νῦν ὁ Ἱπποκράτης οὐδέν φησι κἀν τοξικῇ καὶ ἰατρικῇ ἀντιλέγων αὐτοῖς δηλονότι. εἰ δὲ τοῦτο συγχωρήσομεν. ἀλλ’ οὐδ’ ἑκτέα τὰ ἐπ’ ἀριστε‐ | |
20 | ρᾷ συμβαίνοντα μᾶλλον ἢ ἐπὶ τῇ δεξιᾷ, ἐν ᾗ καὶ τὸ ἐγγώνιον σχῆμα καὶ οὕτω φυλάττεται. πρὸς δὲ τούτοις, εἰ ἔστιν ἀπὸ τεχνῶν τεκμαίρεσθαι, πολλὰς ἂν εὑρήσομεν τέχνας †διαφόρω σχήματα τὸ εἶναι† ἐσχηκυίας. αὐτίκα γὰρ ἡ τρυπανικὴ καὶ πρὸς ταύτῃ 〈ἡ〉 σφενδονικὴ καὶ λι‐ | |
25 | θοβολική. καὶ ἁπλῶς ἐν πολλαῖς τῶν τεχνῶν εὑρήσομεν | |
τὸ ποικίλον γε σχῆμα. πῶς οὖν τὸ ὕπτιον καὶ τεταμένον | 35 | |
37 | ἔσται κατὰ φύσιν, ὅπου γε καὶ ὑγιαίνων οὐ δύναται τὸ τοιοῦτον σχῆμα ἀνωδύνως φυλάξαι; εἰ γὰρ ποτέ τίς τι βαστάζων ἐκτείνῃ τὸν καρπόν, ὀδυνᾶται καὶ ἁπλῶς ἐκτεί‐ νας ἔστιν ὅτε. πῶς δὲ καὶ ἀπὸ τοῦ χρώματος καὶ τῶν μυ‐ | |
5 | ῶν ἡ θέσις συστήσεται τοῦ μὲν τὴν ἐπιφάνειαν, ἥτις ποτ’ ἂν εἴη, δεικνύντος τῶν τε τὰ βάθη, ὅπως ἔχουσι κινήσε‐ ως, διασημαινόντων; τὸ ἐγγώνιον ἄρα κατὰ φύσιν καὶ ἀν‐ ώδυνον. | |
9l | 3,414,10 Li. = 2,47,2 Kw. | |
10l | ὁκόσα ἐθέλω τῶν ἁμαρ‐ | |
11l | τάδων τῶν ἰητρῶν τὰς | |
12l | μὲν ἀποδιδάξαι τὰς δὲ | |
13l | διδάξαι | |
14 | Ἄξιον ζητῆσαι, διὰ τί φησι “τῶν ἁμαρτάδων τὰς μὲν | |
15 | —διδάξαι”. τί γὰρ δεῖ ὅλως ἁμαρτάδα μαθεῖν; φαμὲν οὖν, ὅτι διττή ἐστιν ἡ ἁμαρτάς· ἡ μέν τις φαινομένη μὴ οὖσα δέ· ἡ δὲ καὶ φύσει οὖσα. ταύτην οὖν, τὴν φύσει οὖσαν, “ἀποδιδάξω” φησί, τὴν δὲ ἄλλην “διδάξω”. | |
19l | 3,420,2 Li. = 2,48,2 Kw. | |
20l | καὶ ἄλλως ἐν τῷ ἐλινύειν | |
21 | Ἀντὶ τοῦ ἡσυχάζειν. | |
22l | 3,426,16 Li. = 2,51,7 Kw. | |
23l | καθίννυσθαι δὲ χρὴ τὸν | |
24l | ἄνθρωπον | |
25 | Ἐντεῦθεν ὁ Ἱπποκράτης ἐπὶ τὴν θεραπείαν τῶν κατ‐ | |
αγμάτων ἐλθεῖν βούλεται καὶ πρῶτον χεῖρα καταχθεῖσαν | 37 | |
39 | θεραπεύει. διὰ τί δὲ ἀπὸ χειρὸς ἤρξατο, πρόσθεν εἴρη‐ ται. δεῖ τοίνυν εἰδέναι, ὡς τῆς χειρὸς μέρη τρία εἰσίν· ὦμος δῆλον καὶ πῆχυς καὶ ἄκρα χείρ· τοῦ δὲ πήχεος ὀστᾶ δύο, ὅ τε κυρίως πῆχυς καὶ, ἡ κερκίς, ἃ δὴ τὰ 〈δύο〉 εἰ | |
5 | κλασθῇ χείρω ἤπερ τὸ ἕν. καὶ τούτων ἧττον εἰς κακίαν κλασθῆναι τὴν κερκίδα ἤπερ τὸν πῆχυν ἅτε ἀσάρκου ὄντος καὶ ὑποκειμένου τῇ κερκίδι καὶ ταύτην ἀναβαστάζοντος καὶ πρὸς τὸν βραχίονα διαρθρουμένου. τὰ γὰρ ἐν τῷ ἀσάρ‐ κῳ πάθη ἐπιδηλότερα τῶν ἐν ἐνσάρκοις. ἐνταῦθα οὖν ὡς | |
10 | περὶ τῶν δύο διδάσκει (κερκίδος δηλαδὴ καὶ πήχεως), ἅπερ κλασθέντα τεῖναι, ἀντιτεῖναι καὶ δῆσαι δεῖ. μόλις γάρ, εἰ πολλὰ τείνεις, τὴν ἀρκοῦσαν τάσιν ἐργάσῃ, εἰ μὴ παιδιακὴ χεὶρ εἴη, τῷ ἁπαλῷ ἥτις ὑπακούει. διὸ δεῖ τὴν διάπλασιν συνεργεῖν τῇ τάσει· εἶτα τὸν δεσμὸν ἐπι‐ | |
15 | τίθεσθαι, ὃν χρή γε μὴν μήτ’ ἐξ ἐρίου μήτε νεουργῆ εἶ‐ ναι, ἀλλὰ λινοῦν καὶ τετριμμένον, ἵνα μὴ ἀνιᾷ τῇ τρα‐ χύτητι. δεῖ γὰρ καὶ περὶ τῆς οὐσίας αὐτοῦ καὶ τοῦ τρό‐ που καὶ τοῦ ποσοῦ στοχάζεσθαι. δῆσαι οὖν δεῖ τὸν πρῶ‐ τον ἐπίδεσμον ἐπιβάλλοντα κατὰ τοῦ ἕλκους μέχρι τρίτου· | |
20 | εἶτ’ ἄνω ἐπὶ βραχίονα φέρειν πιέζοντα σφοδροτέρως τῷ | 39 |
41 | σφοδρῷ τοῦ δεσμοῦ τὴν ἐπιρροὴν κωλύοντα· εἶτ’ αὖθις ἐπὶ τὸ ἕλκος ἕνα ἐπίδεσμον μέσον κάτω χαυνοτέραν ποι‐ οῦντα τὴν ἐπίδεσιν, ὥστε τοὺς λεπτοὺς ἰχῶρας ἐκρέειν δύνασθαι, ἐπαναστρέψαντα δὲ τὸν ἐπίδεσμον ἐπὶ τὰ ἄνω | |
5 | ῥαφίδι μάλιστα στηρίξαι ῥάπτοντα ὀλίγον. οὕτω μὲν οὖν καὶ ὁ τοῦ ἐπιδέσμου τρόπος γίνεται. 〈***〉 προκειμένου τῷ ἕλκει σπληνίου καὶ καλῶς ὁμαλισθέντος, εἴ τι ἔνεστι ἐν αὐτῷ κεκυρτωμένον καὶ ἔξω τῆς τάξεως ἔχον, ὃ δῆτα κατελήφθη τῇ ἁφῇ καὶ τῇ ὀδύνῃ καὶ τῇ ὑπεροχῇ. κατὰ μῆ‐ | |
10 | κος δὲ μὴ ὑπερέχων τοῦ μετρίου ὁ ἐπίδεσμος ἔστω μήτε λίαν πλατὺς (ῥυτιδοῦται γὰρ τό τε κάταγμα οὐ κατὰ λό‐ γον συνέχει) μήτε λίαν στενὸς (θλίβει γὰρ τὸ μόριον). τό τε σπληνίον ὡσαύτως κατ’ εὐθείαν τεθείσθω, ὡς ἂν | |
φυλάξῃ τὴν διάπλασιν τοῦ κατάγματος. μαρτύριον δὲ τοῦ | 41 | |
43 | δεσμοῦ ἔστω ἥ τε φλεγμονὴ καὶ ὁ ἄρρωστος μὴ †ὀδυνόμενος† ὁμολογῶν. λυέσθω δὲ τούτου ὁ μὲν ἁπαλόσαρκος τάχιον, οἱ δ’ ἄλλοι διὰ τριῶν. εἰ δὲ μὴ εἵλκωνται, μετὰ τὴν ἑβδόμην. ἐγγωνίως δ’ ἐπὶ τούτοις σχηματιζέσθω ἡ πάσχου‐ | |
5 | σα χείρ. καὶ ταῦτα μὲν οὕτω, ὡς Ἱπποκράτης ὧδέ φησι. | |
6l | 3,430,13 Li. = 2,52,19 Kw. | |
7l | ἐνταῦθα μὲν τὰ ὀθόνιά | |
8l | νυν ἐπ’ ἀριστερὰ ἢ δε‐ | |
9l | ξιὰ δεδέσθω | |
10 | Ὀθόνας τοὺς ἐπιδέσμους καλεῖ. “ἐπ’ ἀριστερὰ δὲ ἢ δεξιά” φησι· τουτέστιν ἢ ἔσωθεν ἢ ἔξωθεν τῆς χειρός. | |
12l | 3,432,3 Li. = 2,53,6 Kw. | |
13l | τὰ δὲ ὑπόξηρα | |
14 | Ὑπόξηρα καλεῖ τὰ ἄσαρκα οἷοί εἰσιν οἱ καρποί. εἶτά | |
15 | φησι | |
16l | 3,432,17 Li. = 2,53,22 Kw. | |
17l | τῇ δὲ τρίτῃ χαλαρὰ οἱ | |
18l | δοκείτω | |
19 | Διὰ τὸ τὰς φλεγμονὰς δηλονότι παύεσθαι. | |
20l | 3,436,11 Li. = 2,55,10 Kw. | |
21l | ἐπὴν δὲ τριταῖος γένη‐ | |
22l | ται ἢ ἑβδομαῖος ἀπὸ τῆς | |
23l | πρώτης | 43 |
45 | Τριταῖον λέγει ἢ κατὰ τὴν περίοδον τῆς θεραπείας (εἶπε γὰρ λύειν τὴν τρίτην καὶ πέμπτην καὶ ἑβδόμην, ὡς τρεῖς εἶναι περιόδους) ἢ τριταῖον λέγει, ἀφ’ οὗ ἔλυσε προσεχῶς· τουτέστιν ἀπὸ τῆς πέμπτης, ὡς εἶναι πάλιν | |
5 | τρεῖς ἡμέρας. | |
6l | 3,440,9 Li. = 2,57,11 Kw. | |
7l | ὅταν τῇσι νάρθηξι δεθῇ | |
8 | Ἡ παροῦσα θεωρία τριῶν τινων ἅπτεται· ναρθήκων, αἷς δεθῆναι δεῖ· τροφῆς, ᾗπερ ὁ πάσχων τραφείη· καὶ | |
10 | τοῦ καθόλου τρόπου τῆς ἀποθέσεως. περὶ μὲν οὖν ναρθή‐ κων· δεῖ ταύτας κύκλῳ 〈περὶ〉 τοῦ κατεαγέντος τεθῆναι καὶ ἀπὸ ὑγιοῦς εἰς ὑγιές, 〈ὥστε〉 συνέχειν τὸ κάταγμα κατὰ μέσον αὐτῶν, καὶ ταινίαις τρισὶ δεσμεῖσθαι αὐτὰς ἐλαφρῶς (ἄνω δηλαδὴ καὶ κάτω καὶ ἐν τῷ μέσῳ). σπληνίον | |
15 | δὲ προσήκει τεθῆναι ἐπὶ τῷ κατάγματι ὑπὸ τὰς νάρθηκας, ὡς ἂν συνέχοιτο τὸ κάταγμα βίᾳ. πρὸς δὲ τὸ μέρος, εἰς ὃ ἐξέστη τὸ ὀστέον, παχυτέραν τιθέναι νάρθηκα. εἰ δὲ μὴ παρείη αὕτη, ἀπὸ ξύλων ἢ καλάμων κατασκευάζειν, ἀντίχειρος δίκην κατὰ τὸ πλάτος [ἢ δύο ἥμισυ δακτύλων] | |
20 | καὶ φείδεσθαι τῶν ἀσάρκων, ὅπως μὴ πλήττοιντο ὑπ’ αὐτῶν ἐπιδεθησομένων εἴτε μήκει εἴτε πλάτει. λύειν δὲ οὐ χρὴ μέχρι εἰκοστῆς, εἰ μή τι βιάσαιτο· δριμύτης δὲ ταῦ‐ τα ἢ φλεγμονὴ ἢ δῆξις τῶν ἔξωθεν. λύσαντα δὲ αὖθις ἐπι‐ | |
δῆσαι ὥσπερ πρώτως. εἰ δὲ χαλαροὶ γένοιντο οἱ ἐπίδεσμοι, | 45 | |
47 | μὴ λύειν ἀλλὰ σφίγγειν τὰς νάρθηκας χρή. πλάτος δὲ αὐ‐ τῶν· τὸ μέγιστον ὡς δύο ἥμισυ δακτύλων ἔστωσαν. τροφῇ δὲ χρήσθω λεπτῇ τε καὶ ὑποφαύλῃ καὶ ἁδροτέρᾳ. κατὰ μὲν τὰς ἀρχὰς δηλονότι, ἡνίκα αἱ φλεγμοναὶ γίγνονται καὶ ἡ | |
5 | φύσις ἐκεῖ ἀσχολεῖται, λεπτῇ. πτισάνης δὲ αὕτη χυλὸς ἢ τῶν ἀμυγδάλων ἤ τι παραπλήσιον. προϊόντος δὲ τοῦ και‐ ροῦ τῇ μέσῃ, ἣν ὑποφαύλην φαμέν. ἐν δὲ τῇ παρακμῇ ἁδρο‐ τέρᾳ, ἵνα πῶρος γένηται. πτισάνη δὲ ἡ πρὸ αὐτῆς καὶ ἰχθύων ζωμὸς καὶ εἴ τι ὅμοιον. ἰχθύες δὲ αὕτη ὁλόκλη‐ | |
10 | ροι καὶ ὁ τῶν ἐρεβίνθων ζωμὸς καὶ ἀλεκτορίδων καὶ εἴ τι ὅμοιον. 〈ὅτι〉 τῷ τρίτῳ τοίνυν εἴδει τῆς τροφῆς τὸ δεύτερον συνάπτεται, δῆλον καθέστηκε. τρίτον δὲ ὁ πε‐ ρὶ τῆς ἀποθέσεως λόγος. δεῖ γάρ, φησιν, ὀθόνην περιβα‐ λεῖν μὴ στενήν, ἵνα μὴ περιβληθείσης αὐτῆς ἢ μὲν ἐν τῷ | |
15 | ἀγκῶνι τὸ ἔξω ἐκκρεμὲς γενόμενον πόνους παρέξῃ. ἢ δ’ ἔξω τὸ ἐπὶ τὸν ἀγκῶνα γενόμενον ἐκκρεμὲς καθέλξῃ τὸ κατεαγὸς ὀστοῦν καὶ ἀνόνητον τὴν θεραπείαν παρασκευάσῃ ἢ δ’ ἐπὶ τῷ κατάγματι τὰ ἔνθεν κἀκεῖθεν διαστρέφοντα τὴν διάπλασιν βλάψωσι μεγάλως. χρὴ οὖν παλαιὰν καὶ | |
20 | πλατεῖαν μετρίως εἶναι τὴν ὀθόνην, ἵνα τὸν πῆχυν ὅλον περιέχῃ, καὶ μηδ’ ἐπὶ τὰ ἄνω μηδ’ ἐπὶ τὰ κάτω τὴν χεῖ‐ | |
ρα εἶναι ἀλλ’ ὁμαλήν. | 47 | |
49(1l) | 3,444,1 Li. = 2,58,19 Kw. | |
2l | ἢν δὲ βραχίων καταγῇ | |
3 | Ἄξιον ἀπορῆσαι νῦν, διὰ τί μὴ περὶ τοῦ ἄκρου τῆς χειρὸς εἶπεν ὡς συνεχοῦς τῷ πήχει, ἀλλὰ περὶ βραχίονος. | |
5 | φαμὲν οὖν, ὅτι ἐπειδὴ πολυσχεδής ἐστιν ἡ ἐκείνης θερα‐ πεία, τοῦ δὲ βραχίονος ἁπλῆ. δεῖ οὖν ἀπὸ τῶν ἁπλῶν ἀρ‐ χόμενον ἐπὶ τὰ σύνθετα προβαίνειν· τούτων δ’ ἁπλουστέ‐ ρα ἡ τοῦ πήχεως. ῥητέον τοίνυν περὶ βραχίονος, ὡς πέν‐ τε τινὰ θεωροῦνται ἐν αὐτῷ· ὀνομασία, θέσις, κατασκευή, | |
10 | θεραπεία καὶ δίαιτα. βραχίων μὲν οὖν λέγεται τὸ μεταξὺ κορώνης καὶ τῆς ὠμοπλάτης· καὶ ἡ θέσις δὲ ἐκ τούτου δήλη ἐστί. τὸ γὰρ μεταξὺ πήχεως καὶ ὤμου μόριον καλεῖ‐ ται βραχίων. τούτου τὰ μὲν ἄνω καὶ ἔξω κυρτά εἰσι, τὸ δὲ πρόσω καὶ ὑποκάτω κοῖλον· τὸ μὲν πρόσω διὰ τὸ ἐπαγ‐ | |
15 | καλίζεσθαι εὐκόλως καὶ διὰ τὸ κεῖσθαι ἐκεῖ τὸν μῦν· τὸ δ’ ὑποκάτω διὰ τὸ μὴ κυρτῶν οὐσῶν τῶν πλευρῶν ἀναγκά‐ ζεσθαι κυρτὸν κυρτῷ ὁμιλεῖν. θεραπεύειν δὲ χρὴ οὕτω· καθίζειν τὸν ἄρρωστον ἐπὶ ὑψηλοῦ τινος καθίσματος· εἶ‐ | |
τα κρεμάσαντα ἐγκάρσιον ξύλον ἐντιθέναι τὴν μασχάλην | 49 | |
51 | τοῦ κάμνοντος ἐν αὐτῷ· εἶτα ὑποτιθέναι ταπεινότερον ὑποπόδιον κἀκεῖ τὴν ἄκραν χεῖρα ἐπιθῆσαι τοῦ κάμνοντος καὶ μέρος τοῦ πήχεως ὡς ἐκκρεμάσαι τὴν κορώνην· εἶτα καὶ σκῦτος ἐπιτιθέντα τῷ ἄκρῳ τῇ χειρὶ καὶ πλατεῖς λώ‐ | |
5 | ρους ἐπιβαλόντα τῷ ἄνω μέρει τῆς κορώνης ἕλκειν καὶ τάσιν ποιεῖν καὶ ἀντίτασιν. εἰ δὲ μὴ ὦσιν ὑπηρέται, λίθοι κρεμασθήτωσαν βαρεῖς, καὶ οὕτως τῶν τε λίθων καὶ τοῦ ἐγκαρσίου ξύλου ἑλκόντων τε καὶ ἀνθέλκοντος δια‐ πλάττειν δεῖ καὶ αὖθις δῆσαι. εἶτα μετὰ ταῦτα ἐνναημέ‐ | |
10 | ρου παρῳχηκότος καιροῦ (δεῖ γὰρ πᾶσαν παρελθεῖν τὴν φλεγμονήν) ταῖς νάρθηξι χρήσασθαι. ἐπεὶ οὖν τὰ εἰωθότα ἐξίστασθαι ἐπὶ τὰ κυρτότερα εἴωθε ῥέπειν, διὰ τοῦτο δεῖ πλατεῖαν βαλεῖν ταινίαν καὶ οὕτω πιέζειν τὸν βρα‐ χίονα. κυρτῶν δ’ οὐσῶν τῶν πλευρῶν, ἵνα μή τις δια‐ | |
15 | στροφὴ γένηται, κἀκεῖ πτύγμα ὑποβαλεῖν καὶ τὸν δεσμὸν φέρειν πέριξ διὰ τοῦ στέρνου καὶ εἰς τὸ ἀντικείμενον δῆσαι πλευρόν. διαίτῃ δέ φησι χρήσθω λεπτῇ διὰ τὰς φλεγμονὰς καὶ ἀκριβεστέρᾳ. κατὰ μικρὸν δὲ χαλαρωτέρους ἐᾶν τοὺς ἐπιδέσμους, ἵνα καὶ ἁδροτέρας προσλάβηται τρο‐ | |
20 | φῆς. | |
21l | 3,448,13 Li. = 2,61,11 Kw. | |
22l | ποὺς δὲ ἀνθρώπου ἐκ | |
23l | πολλῶν τε καὶ μικρῶν | |
24l | ὀστῶν | 51 |
53 | Ἐνταῦθα ἐπὶ ἄκραν ἐλθεῖν τὴν χεῖρα παρεὶς καὶ ἐπὶ ἄκρῳ τοῦ ποδὸς ἐλθὼν καὶ τὸν περὶ ἐκείνης ἐπ’ αὐτῷ γυ‐ μνάζει λόγον μίαν καὶ τὴν αὐτὴν θεραπείαν ἀμφοτέροις ἁρμόζειν δεικνύων, ὥσπερ καὶ ἡ αὐτὴ κατασκευή. ἔστι | |
5 | γὰρ τῷ ποδὶ πεδίον καὶ ταρσὸς καὶ ἀκρόπους, ὥσπερ καὶ τῇ χειρὶ καρπὸς καὶ μετακάρπιον καὶ ἄκρον χειρός. καὶ τοσούτοις ὀστέοις ἀμφότερα σύγκεινται εἰκοσιεπτὰ τὸν ἀριθμὸν εὐποροῦντα. χειρὸς γὰρ τοῦ μὲν καρποῦ ὀκτώ, τὰ τοῦ μετακαρπίου δὲ τέσσαρα, τὰ τῶν δακτύλων δὲ πεντε‐ | |
10 | καίδεκα—ποδὸς δὲ πεδίου μὲν πέντε, ταρσοῦ δὲ τέσ‐ σαρα, δακτύλων δὲ δεκατέσσαρα, διότι ὁ μέγας δάκτυλος δύο μόνας ἔχει σκυταλίδας· καὶ ὀστᾶ μεγάλα τέσσαρα· τό τε σκαφοειδὲς καλούμενον καὶ κυβοειδὲς καὶ ὁ στράγαλος καὶ ἡ πτέρνα. ἐπεὶ οὖν ταὐτὸν ποὺς καὶ χεὶρ τῇ κατα‐ | |
15 | σκευῇ, καὶ τὸν τῆς χειρὸς ἐπὶ τῷ ποδὶ εἰκότως γυμνάζει λόγον καὶ περὶ τῶν ἐξαρθρημάτων αὐτοῦ ἡμῖν βούλεται παραδοῦναι. Ἀπορητέον δέ, εἰ περὶ καταγμάτων διαλέγεται, διὰ τί ἐξαρθρημάτων μνήμην ποιεῖται. καί φαμεν· ὅτι ὡς ἐπὶ | |
20 | τὸ πλεῖ[στ]ον ἐπὶ τοῦ ποδὸς ἐξαρθρήματα γίνεται [μάλι‐ στα] ἢ κατάγματα διὰ τὸ τοῦ μέλους πολύοστον, ἐπὶ γοῦν τοῦ πλείονος ποιεῖται τὸν λόγον. καὶ γὰρ καὶ εἰ κατεα‐ γῇ πούς, καὶ ἐξαρθροῦται (ἄμφω ὡς ἐπὶ τὸ πολὺ διὰ τὴν εἰρημένην αἰτίαν). ἐπεὶ οὖν τῇ μὲν ἐξαρθρώσει σπανίως | |
25 | ἐπέσται κάταγμα τῷ δὲ κατάγματι ὡς ἐπὶ τὸ πολὺ καὶ ἐξ‐ | |
άρθρωμα ἐπὶ ποδῶν, ἀναγκαίως περὶ ἐξαρθρωμάτων διδά‐ | 53 | |
55 | σκει ὁ Ἱπποκράτης ἤτοι τῶν ὑπαγομένων τῇ καταγματικῇ ἀγωγῇ ἑνὶ λόγῳ τὰ συμβαίνοντα ἄμφω πάθη περιγράφων. ἐὰν οὖν, φησι, ἐξάρθρωμα ἐπὶ ποδὸς γένηται, πρῶτον μὲν δεῖ πλείοσι τοῖς χαλαστικοῖς χρήσασθαι, διότι πολλά | |
5 | εἰσι νεῦρά τε καὶ μύες· εἶτα τεῖναι καὶ ἀντιτεῖναι καὶ κατὰ τὸν προειρημένον ἐπιδῆσαι τρόπον· καὶ οὕτως ἐν εἴκοσι ἡμέραις, εἰ μικρὸν εἴη τὸ ὀστέον, εἰ δὲ μέγα, ἐν τεσσαράκοντα θεραπεύεται τὸ μακρότερον, εἰ μὴ ῥευ‐ ματίσ〈ῃ〉. τοῦτο δὲ πάσχει, εἰ μὴ ἡσυχάζει· οὕτω γὰρ ὁ | |
10 | ποὺς μάλιστα βλάπτεται. διὸ καὶ αὐτὸς ἐν ἄλλῳ φησίν· “ἄκος ποδὸς ἀκινησίη”. | |
12l | 3,452,12 Li. = 2,63,10 Kw. | |
13l | ὅσοι δὲ πηδήσαντες ἀφ’ | |
14l | ὑφηλοῦ τινος | |
15 | Μετὰ τὴν τῶν μικρῶν ὀσταρίων θεραπείαν πρόεισι καὶ ἐπὶ τὴν τῶν μεγάλων. καὶ περὶ τῆς πτέρνης πρώτως λέγει, ὡς δυσκολωτέρας. ὁμιλεῖ γὰρ αὕτη ἄνω μὲν τῇ κνήμῃ κάτω δὲ ἔνθεν μὲν τῷ κυβοειδεῖ ἔνθεν δὲ τῷ σκαφοειδεῖ. ἔστι δὲ καὶ μυώδης. διὸ, καὶ εἰ μὴ μεγάλως βιάσαιτο, οὐκ ἂν | |
20 | πάθοι. παθοῦσα δὲ λίαν πάσχει, καὶ πολλῶν συμπτωμάτων ἔστιν ὅτε αἴτια γίγνεται καὶ θανάτου. καὶ γὰρ ἐὰν συμ‐ βῇ τινος πεσόντος βιαίως ἀντιτυπῆσαι τὴν πτέρναν τι τῶν στερεῶν τῆς τε κνήμης ἄνωθεν ἀντωθούσης, ἐξίσταται τοῦ οἰκείου αὕτη τόπου· καὶ τότε διαιροῦνται νεῦρα καὶ | |
25 | φλέβες καὶ ἀρτηρίαι. καὶ τῇ διαιρέσει σῆψις ἕπεται καὶ | |
τῇ σήψει νομαί. ἐνίοτε δ’ ἀπὸ τῆς σήψεως φθάνει, ἃ πέ‐ | 55 | |
57 | φυκε, ἀνέρχεσθαι εἰς τὴν καρδίαν, καὶ πυρετὸν ἐξανά‐ πτει· ἄλλοτε δὲ εἰς τὴν γαστέρα καὶ λυγμοὺς ἀπεργάζε‐ ται· ἄλλοτε δ’ εἰς ἧπαρ καὶ προξενεῖ ἀτροφίαν· ἄλλοτε δ’ εἰς ἐγκέφαλον καὶ σπασμῶν αἴτια γίγνεται καὶ παρα‐ | |
5 | φροσύνης. δεῖ τοίνυν ταχέως πτέρνῃ παθούσῃ τὰς θερα‐ πείας παρέχειν ἀφαιρέσεσι μὲν τὸ πρῶτον προμηθευόμε‐ νον, εἰ δέον, εἴτε φλεβοτομίᾳ εἴτε κεναγγίᾳ. οὕτω γὰρ ἂν κωλύοιντο οἱ ῥευματισμοί. ἔπειτα χαλαστικοῖς τισι φαρμάκοις καὶ ἀντλησμοῖς μαλάττειν τὸ κατεσκληκός. εἶθ’ | |
10 | οὕτως τείνειν καὶ ἀντιτείνειν, ἄνωθεν μὲν τὴν κνήμην κάτωθεν δὲ τὸν πόδα καὶ οὕτως εὐθετίζειν· εἶτα δῆσαι πλείοσι ἐπιδέσμοις, ἵνα φυλάττοιτο ἡ διάπλασις φυλαττό‐ μενον τὸν μὴ προσήκοντα τρόπον τοῦ ἐπιδέσμου. ἐπὶ τού‐ τοις ἀμυχαῖς ἐπιπολαίοις τὸ δέρμα διῃρήσθω, μή ποτε τῇ | |
15 | στεγνότητι τῆς πτέρνης μὴ διαφορήσεως γενομένης φθάσῃ τὰ τῆς σήψεως ἐπιταθῆναι. μὴ ἐπικείσθω δ’ ἡ πτέρνα τῇ στρωμνῇ, μηχαναῖς δέ τισιν ἀνωδύνως ἀναπαυέσθω, προσ‐ ηκούσῃ τε διαίτῃ χρήσθω ὁ πεπονθώς. καὶ ταῦτα μὲν ταύ‐ τῃ. περὶ δὲ τοῦ κυβοειδοῦς καὶ τοῦ σκαφοειδοῦς οὐδένα | |
20 | ποιεῖσθαι λόγον δοκεῖ, καθότι τοῦ δυσκόλου θεραπευθέν‐ | |
τος πρόδηλος ἡ τῶν σαφῶν θεραπεία. | 57 | |
59(1l) | 3,452,13 Li. = 2,63,12 Kw. | |
2l | φλέβια δὲ ἀναστομοῦται | |
3l | ἀμφιθλασθείσης τῆς σαρ‐ | |
4l | κός | |
5 | Θλάσμα ἐστὶ διαίρεσις ἀγγείων ἀδιαιρέτου μενούσης τῆς ἐπιφανείας. τοῦτο, εἰ μὲν ἐρύθημα ἐργάσεται, μώλωψ λέγεται, εἰ δὲ μὴ ἐργάσηται, ἐκχύμωμα καλεῖται. φλάσμα δὲ τὸ θλάσμα οἱ Ἴωνές φασιν. | |
9l | 3,452,14 Li. = 2,63,13 Kw. | |
10l | οἴδημα γίνεται καὶ πό‐ | |
11l | νος πολύς | |
12 | Πάντα ὄγκον ὁ Ἱπποκράτης οἴδημα καλεῖ, ἀλλὰ διὰ τῆς ἐπιφορᾶς δηλοῖ τὴν διαφορὰν αὐτῶν. εἰ μὲν γὰρ οἴ‐ δημα χαῦνον εἴπῃ, τὸ κυρίως οἴδημα καλεῖ, εἰ δὲ σκλη‐ | |
15 | ρόν, τὸν σκῖρον, εἰ δὲ θερμὸν ἢ ζέον, τὸ ἐρυσίπελας, εἰ δὲ ἐπώδυνον προσεπιφέρων †ἐπὶ πᾶσι καὶ† τὸ οἴδημα, τὴν φλεγμονήν, περὶ ἧς ποιεῖται τὸν λόγον ἐνταῦθα, οἴ‐ δημα γίνεσθαι ἐπώδυνον λέγων. | |
19l | 3,452,16 Li. = 2,63,15 Kw. | |
20l | κοινωνέειν δὲ φλεψὶ | |
21l | καὶ νεύροις ἐπικαίροις | |
22 | ‘Ἐπικαίροισ‘ φησί, ἵνα μή τις νομίσῃ, ὅτι συνδέ‐ σμους μόνους πάσχειν ἐνταῦθα λέγει, ἀλλὰ καὶ προαιρε‐ | |
τικὰ νεῦρα. | 59 | |
61(1l) | 3,452,17 Li. = 2,63,16 Kw. | |
2l | τένων τε ὁ ὀπίσθιος | |
3 | Χρὴ γινώσκειν, ὅτι μύες ἀπὸ τῶν γονάτων προερχόμε‐ νοι καὶ σαρκούμενοι ποιοῦσι τὴν γαστροκνημίαν· τούτων | |
5 | ἔπειτα προερχομένων γίνεται ὁ τένων ὁ ἐν τῇ πτέρνῃ· ἔτι δὲ προερχομένων καὶ εἰλουμένων γίνεται τὸ πέλμα τὸ κάτω. | |
8l | 3,454,2 Li. = 2,64,4 Kw. | |
9l | κατατέμνειν χρὴ καὶ | |
10l | διαλεπτύνειν | |
11 | Διχῶς ἐξηγήσαντό τινες τὸ χωρίον· οἱ μὲν οὖν φασιν, ὅτι ‘διαλεπτύνειν‘ ἀντὶ τοῦ ξέειν τὸ περὶ τὴν ἐπιφά‐ νειαν δέρμα (ἤτοι τὸ πυκνότερον) καὶ οὕτως ἀμυχὰς παρ‐ έχειν· οἱ δὲ διαλεπτύνειν †ἢ ὡς† ἀμυχὰς λεπτὰς καὶ | |
15 | πολλὰς ἐμβαλεῖν (ὡς ἀλλαχοῦ τὰ περιεχόμενα λεπτῦναι δεῖ), ἤτοι κατατεμεῖν. | |
17l | 3,454,14 Li. = 2,64,17 Kw. | |
18l | ὑπτιασμοῦ χρονίου γε‐ | |
19l | ναμένου | |
20 | Ὑπτιασμὸν καλεῖ τὸν ῥευματισμὸν μεταφορικῶς· ὥσ‐ περ γὰρ ὁ στόμαχος ῥευματίζεται καὶ ἐμεῖ, οὕτω καὶ τὰ ἄλλα μόρια ὑπτιαζόμενα ῥευματίζεται. | |
23l | 3,456,4 Li. = 2,65,3 Kw. | |
24l | γένοιτο δὲ ἂν καὶ φλε‐ | |
25l | βῶν αἱμορρόων ναυσιώσιές | |
26l | τε καὶ γαγγραινώσιες | 61 |
63 | Ναυτιώσεις φησὶ τὰς ῥήξεις ἀπὸ μεταφορᾶς τῶν ἐμούντων ἐν ταῖς ναυτίαις. γάγγραινα δέ ἐστιν ὁδὸς ἐπὶ νέκρωσιν, ὅταν σήψεως γεναμένης μελαίνωνται τὰ μόρια. | |
4l | 3,456,16 Li. = 2,65,17 Kw. | |
5l | ἐλλέβορον πῖσαι ἢ αὐθ‐ | |
6l | ήμερον ἢ τῇ ὑστεραίᾳ | |
7 | Πῖσαί φησιν ἤτοι ποτίσαι. ἀλλ’ ἀπορητέον πῶς ἐλλεβόρῳ χρῆται καὶ οὐχὶ φλεβοτομίᾳ, καίτοι τοῦ ἐλλε〈βόρου〉 ἐπὶ γαστέρα φέροντος τὰ ῥεύματα τῷ ταῦτα κενοῦν ἐκεῖθεν. φα‐ | |
10 | μὲν οὖν, ὅτι ἐλλέβορον ὁ σοφὸς εἰπὼν μὴ προστιθείς τινα τὸν λευκὸν λέγει. οὕτω γὰρ ἔθος αὐτῷ. ἐμέτοις οὖν διὰ τούτου τὸν πάσχοντα θεραπεύει καὶ καθαίρων καὶ τὴν ἐναπο‐ λειφθεῖσαν ἀντισπῶν. ἔτι ἀπορητέον, διὰ τί οὕτω δραστικῷ [οὕτω] κέχρηται φαρμάκῳ. ἢ ὅτι ἐν τοῖς χρόνοις Ἱπποκρά‐ | |
15 | τους μᾶλλον ἐρρωμένα τὰ ἀνθρώπινα ἦσαν σώματα καὶ τὰ τοι‐ αῦτα ὑπέφερον φάρμακα; | |
17l | 3,458,3 Li. = 2,65,19 Kw. | |
18l | †παλιν κοτενειου† | |
19 | †κοτενειου† φησὶν ἀντὶ τοῦ χειρόνως ἴσχειν. | |
20l | 3,458,4 Li. = 2,65,21 Kw. | |
21l | ὑπέρυθρα γίνεται καὶ | |
22l | ὑπόσκληρα | |
23 | ἀπὸ τῆς ἐπιρροῆς τοῦ αἵματος οὕτω γίνεται καὶ εἰκότως. | |
24l | 3,458,8 Li. = 2,66,4 Kw. | |
25l | καὶ μὴ οἴνῳ ἀλλ’ ὀξυγλυκεῖ | 63 |
65 | Οἱ μὲν τὸ ὀξύμελί φασιν λέγειν ὄξος γλυκύ, οἱ δὲ τὸ ἀπόμελι. τοῦτο δέ ἐστι τὸ πολυήμερον μελίκρατον, ὅπερ ἄρχεται ὀξίζειν. ὅμως ἀμφοτέρως τέμνει. λέγουσι δὲ μὴ εἶναι τὸ ὀξύμελι, ὃ κελεύει προσφέρειν, καθότι ‘τὸ ὄξος | |
5 | τοῖς νεύροις πολέμιον‘. | |
6l | 3,458,10 Li. = 2,66,6 Kw. | |
7l | καὶ τὰ περιέχοντα ὑπό‐ | |
8l | χλωρα γίγνεται | |
9 | Ὑπόχλωρά φησιν τὰ ὕπωχρα. ταῦτα γὰρ οὐ κακὰ κίνησιν | |
10 | δηλοῦντα καὶ μεταβολὴν εἰς ποιόν. | |
11l | 3,460,1 Li. = 2,66,13 Kw. | |
12l | ἡ δὲ κνήμη δύο ὀστᾶ | |
13l | εἰσιν | |
14 | Νῦν ἐπὶ τὸν περὶ κνήμης ἔρχεται λόγον, ἐν ᾧ δεῖ ἡμᾶς | |
15 | εἰπεῖν τὴν ὀνομασίαν αὐτῆς καὶ τὸ εἶδος καὶ τὴν κατα‐ σκευὴν καὶ τὰ πάθη καὶ τὴν θεραπείαν. εἰδέναι τοίνυν χρεών, ὡς κνήμη κυρίως τὸ ἔμπροσθεν ὀστοῦν λέγεται. τὸ γὰρ ὄπισθεν περόνη καλεῖται. ἔστι δὲ μεταξὺ γόνατός τε καὶ ποδὸς κατὰ τὸ ἄνω μάλιστα τῆς περόνης παχυτέρα δι‐ | |
20 | αρθρουμένη πρὸς τὸν μηρὸν ταῖς δύο αὐτῆς κοιλότησι πρὸς τὰς δύο ἐκείνου κυρτότητας ἔχουσα καί τινας ἐξοχάς, αἵ‐ | |
περ οὐκ ἐῶσιν εὐκόλως γίνεσθαι τὰς ἐξαρθρώσεις. ἐπίκειν‐ | 65 | |
67 | ται δὲ αὐτῇ καὶ σύνδεσμοι συνδοῦντες τὸ ἄρθρον καὶ ἡ κα‐ λουμένη μύλη ἐπάνω τοῦ γονατίου. διαρθροῦται δὲ αὕτη καὶ πρὸς τὰ κάτω οὕτω· ἡ περόνη τῆς κνήμης καὶ ὧδέ ἐστι λε‐ πτοτέρα. πρόεισιν οὖν ἐκ τῶν ὄπισθεν εἰς τὰ ἔμπροσθεν | |
5 | καὶ ποιοῦσιν ἀμφότερα τὰ ὀστᾶ δύο ἐξοχάς, αἳ δὴ τὰ σφυ‐ ρά εἰσι. ἔστι δὲ παρὰ τῇ κνήμῃ καί τις κοιλότης, εἰς ἣν διαρθροῦται ὁ κυρίως ἀστράγαλος. οὐχ ἅπτεται δὲ τῆς πτέρ‐ νης ἡ κνήμη κατὰ τὸ μέσον, ἀλλ’ ἔστι τι διακένωμα μεταξύ, ὅθεν ἡ τῶν ἀγγείων πάροδος γίνεται. | |
10 | Πάσχει δὲ κατάγμασι καὶ ἐξαρθρήμασι. νῦν δὲ περὶ ἐξαρ‐ θρήματος τῷ Ἱπποκράτει λέγεται, ὥσπερ εἴρηται. μετὰ οὖν τὴν τάσιν φησὶν καὶ ἀντίτασιν ἐπιδῆσαι καὶ πλείοσι χαλα‐ στικοῖς χρήσασθαι μὴ καλάμους βαλόντα—ἀνώμαλον γὰρ ἐκεῖ‐ νο τὸ μέρος—ἀλλὰ μετέωρον ἀποθέσθαι τὸν πόδα, ἵνα μὴ | |
15 | πρὸς τὸ ῥευματισθῆναι ἐπιτηδεία εὑρεθῇ ἡ ἀπόθεσις· εἶτα λεπτοτέρῃ χρῆσθαι διαίτῃ. ἀλλ’ ἄξιον τρόπους μεθοδεῦσαι τάσεως καὶ ἀντιτάσεως, εἰ μὴ παρείησαν ἄνθρωποι ταύτην ὑπηρετῆσαι τῷ ἰατρῷ. καθισάτω τοίνυν φησὶν ὁ πάσχων καὶ μέσον αὐτοῦ τῶν σκελῶν πηχθήτω ξύλον εἰς τὴν γῆν καθέτου | |
20 | δίκην, ἵνα μὴ τεινόμενος ὁ πάσχων ἐπὶ τὰ πρόσω χωρῇ. εἶ‐ τα ξύλα †πλήμην† ἐμβληθήτωσαν εἰς τὴν γῆν πρὸς ἄλληλα | |
βλέποντα (πλήμη δὲ τὸ τετρυπημένον ξύλον ἐστί). μέσον | 67 | |
69 | δὲ τούτων ἐμβληθήτω ὕπερος †πλήμην καὶ αὐτός† (ὕπερος δέ ἐστι τὸ τοῦ τροχοῦ κανόνιον). καὶ ἐν ἐκείνῳ τὸ τοῦ ποδὸς ἄκρον δεθήτω. καὶ διὰ ξύλου ἐπιμήκους ὁ ὕπερος στρεφόμενος ἕλκει τὸν πόδα καὶ ἡ τάσις καὶ τὸ ἕτερον | |
5 | γίνεται. καὶ ἄλλως· κειμένου τοῦ πάσχοντος ἐπὶ κλίνης βάρος τι ἐπὶ τοῦ ποδὸς αὐτοῦ δεθήτω καὶ κρεμασθήτω κάτω‐ θεν ὑπὸ τὴν κλίνην· καὶ μὴ 〈***〉 μέχρι ἐδάφους ἐγγισάτω ἀλλά τινος ὑπὸ βοηθήματος κατὰ μικρὸν καταβαινέτω. καὶ οὕτως ἡ τάσις καὶ τὸ ἕτερον γίνεται. καὶ ἄλλως· πρὸ τοῦ | |
10 | ἀρρώστου τιθείς, ὅπερ κωλύσει αὐτὸν πρόσω βαίνειν, ἐπ’ ὀνίσκῳ δῆσον τὸν πόδα (ὀνίσκος δὲ τὸ τοῦ τροχοῦ ἐστι ξύλον, ᾧ καὶ εἰς τὰ φρέατα χρῶνται)· καὶ τὸν ὀνίσκον 〈***〉 σοῦ στρέφοντος ἡ τάσις καὶ ἡ ἀντίτασις ἔσται. ὅτε οὖν, φησιν, κατ’ εὐθείας ἔλθει τὰ ὀστᾶ, τηνικαῦτα | |
15 | ἔμβαλε αὐτά. | |
16l | 3,460,1 Li. = 2,66,13 Kw. | |
17l | τῇ μὲν συχνῶς λεπτότερον | |
18 | Ἤτοι τὸ ἕτερον τοῦ ὀστέου λίαν λεπτότερον κἀκεῖνο ὑπὸ τὸ μεῖζον ἐμβαλεῖν. | |
20l | 3,460,3 Li. = 2,66,16 Kw. | |
21l | ἐν ἰθυωρίῃ δὲ τῆς κνή‐ | |
22l | μης οὐ ξυνέχεται | |
23 | Τουτέστιν οὐκ εἰσὶ τὰ ὀστᾶ ἡρμοσμένα διόλου ἀλλήλοις· ἀλλὰ κατὰ τὸ μέσον οὐχ ἅπτονται ἀλλήλων διὰ τὸ πάροδον | |
25 | εἶναι τῶν ἀγγείων, ὡς εἴρηται, ἐκεῖθεν. | 69 |
71(1l) | 3,460,5 Li. = 2,66,18 Kw. | |
2l | καὶ ἡ ἐπίφυσις διάφυσιν | |
3 | Ἔστι γάρ, ὡς εἴρηται, ἐπίφυσις ἐκεῖ, ἥτις ἔχει καὶ διάφυσιν ἤτοι τι〈νὰ〉 κατάφυσιν, | |
5 | ὅπερ ἐστὶ | |
6l | 3,460,6 Li. = 2,66,19 Kw. | |
7l | τὸ κατὰ τὸν σμικρὸν | |
8l | δάκτυλον | |
9 | Ἐν ᾧ ἡ περόνη κεῖται. | |
10l | 3,468,5 Li. = 2,69,21 Kw. | |
11l | τὸν δὲ ἰσχνασμὸν τοῦ | |
12l | σώματος | |
13 | Ἰσχνασμὸν τὴν δίαιταν λέγει. | |
14l | 3,470,1 Li. = 2,70,12 Kw. | |
15l | ὁκόσα μέντοι τῶν ὀστέ‐ | |
16l | ων μὴ τελέως ἔχει | |
17 | Παράδοξόν τι ἐνταῦθά φησι· ἐὰν γὰρ ἐκστῇ ὀστέον καὶ μὴ εἰσενεχθῇ καλῶς καὶ κατὰ λόγον ἅτε τοῦ πώρου γενομέ‐ νου καὶ κινουμένου κατ’ ἐκεῖνο τὸ μέρος τοῦ ὀστέου, γί‐ | |
20 | νεται τὸ μέν, εἰς ὃ ἐξέστη, παχύτερον τὸ δ’ ἀφ’ οὗ ἀπέστη, λεπτότερον. οὕτω ταῦτα διαρθρώσας ὁ Ἱπποκράτης καὶ ἐπὶ τὴν θεραπείαν ἔρχεται τῆς κνήμης καί φησι· μετὰ τὸ τεῖναι καὶ δῆσαι κατὰ τὸν εἰρημένον τρόπον, μετὰ τὴν ἑνδεκάτην βαλεῖν τὰς νάρθηκας καὶ τὴν κατάθεσιν μὴ ἐγ‐ | |
25 | γωνίως ὡς ἐπὶ χειρός, ἀλλ’ ἐπ’ εὐθείας ποιῆσαι τῷ οὕ‐ | 71 |
73 | τως ἀναπαύεσθαι τὴν κνήμην καὶ τοὺς μύας ἐπ’ εὐθείας εἶναι. δεῖ δέ, φησιν, χρήσασθαι καὶ σωλῆσι ξυλίναις 〈ἢ〉 μολυβδίναις οὐδὲν ἴσως μέγα ποιούσαις ὑπὲρ τὰς νάρ‐ θηκας. μᾶλλον μὲν οὖν καὶ τὸ σῶμα σαλεύουσί ποτε· ὅμως | |
5 | καὶ ταύταις χρώμεθα. περόνης δὲ καὶ κνήμης κλασθείσης ῥᾷον τὸ τῆς περόνης ὀστοῦν ὑγιάζεται ἤπερ τῆς κνήμης, διότι καὶ λεπτότερον καὶ οὐδ’ ἐνεργεῖ οὐδὲ διαρθροῦται ὡς ἡ κνήμη. | |
9l | 3,482,1 Li. = 2,76,13 Kw. | |
10l | ἢν δὲ τοῦ μηροῦ ὀστέ‐ | |
11l | ον καταγῇ | |
12 | Εἰδέναι χρή, ὡς πρὸς τῷ γόνατι ὁ μηρὸς ἔχει δύο γλη‐ | |
νοειδεῖς κοιλότητας, αἵτινες διαρθροῦνται εἰς τὰς τοῦ | 73 | |
75 | γόνατος κοιλότητας, ἐν οἷς καὶ σύνδεσμος νεύρων χονδρώ‐ δης. τούτοις δ’ ἐπίκειται ἡ ἐπιγονατίς, ἥτις καὶ μύλη καλεῖται. ἄνω δὲ τρεῖς ἔχει κυρτότητας, ὧν ἡ μὲν μέση καλεῖται ἰσχίον ἡ δὲ ἔξω λαγὼν καὶ γλουτὸς ἡ δὲ ἔσω ἥβη, | |
5 | ἥτις καὶ συντέτρηται διὰ τὸ παριέναι τοὺς κρεμαστῆρας ἐκεῖθεν. περὶ δὲ τὸ μέσον ἄνω μὲν καὶ ἔξω ἐστὶ κυρτὸς κάτω δὲ καὶ ἔσω κοῖλος διὰ τὸ διαπλέκεσθαι καὶ ἔχειν διαπνοὴν καὶ μὴ κυρτὸν κυρτῷ προσομιλεῖν. δεῖ δὲ καὶ τοῦτον τῷ προειρημένῳ θεραπεύειν τρόπῳ καὶ τὴν φλεγμο‐ | |
10 | νὴν οἰνελαίῳ δι’ ἐρίων ῥυπαρῶν χαλοῦν καὶ διαφορεῖν, τὸν δὲ δεσμὸν ἄνω τοῦ κατάγματος προστιθέναι, ἵνα μὴ τὰ ῥεύματα εἰς τὸ κάταγμα ἑλκυσθῇ. | |
13l | 3,484,3 Li. = 2,77,19 Kw. | |
14l | ὅτι μηρὸς γαῦσός ἐστι | |
15 | Γαῦσος ἤτοι ἐπικαμπής. | |
16l | 3,484,8 Li. = 2,77,25 Kw. | |
17l | μηχανοποιεῖσθαι οἷάπερ | |
18l | ἐν βραχίονι | |
19 | Ὃν τρόπον, δῆλον, ταινίαν ἐκεῖ βαλόντες εἰς τὴν | |
20 | ἀντικειμένην ἐδεσμοῦμεν πλευράν, ἵνα μὴ ἐπὶ τῷ κυρτῷ | |
φέροιτο τὰ ὀστᾶ, οὕτω κἀπὶ τούτῳ. | 75 | |
77(1l) | 3,490,11 Li. = 2,79,11 Kw. | |
2l | πᾶσαν γὰρ ἂν τύρβην | |
3l | παρέχοι | |
4 | Ἤτοι διαστροφήν. | |
5l | 3,492,15 Li. = 2,80,14 Kw. | |
6l | τὰ μὲν ὀστέα κατέηγεν | |
7 | Τριῶν ἅπτεται ἐνταῦθα· θέσεως καταγμάτων, θεραπείας κακῶς παραλαμβανομένης καὶ πρεπούσης θεραπείας, ἣν αὐ‐ τὸς παραδίδωσι. τῶν μὲν οὖν καταγμάτων τὰ μὲν μεθ’ ἕλ‐ | |
10 | κους γίνεται τὰ δ’ ἄνευ· καὶ τῶν μεθ’ ἕλκους, ἃ μὲν ἁπλῶς, ἃ δὲ σὺν μεταστάσει ὀστέου· καὶ τούτων ἢ τέτρω‐ ται τὸ ὀστέον ἢ ἐκβέβληται μόνον (ὃ καλεῖται ἐκβύρσωμα μεθ’ ἕλκους) ἢ ἐκστὰν μένει καὶ ἔξω καὶ ἐκβύρσωμα λέγε‐ ται. ταῦτα δὲ σύνθετα ἁπλῶς· μᾶλλον δ’ αὐτῶν, ἃ καὶ | |
15 | μετ’ ἐπιρρύτου ὕλης ἑλκοῦνται, ὡς ἐπὶ τῶν δριμυτέρων, ἃ ἐξ ἐπιρροῆς τοιαύτης ἑλκοῦνται, ἀφ’ ὧν καὶ λεπίδες ἀφίστανται, ὥσπερ καὶ τὸ ἀλφιτηδὸν κλασθέν. καὶ τοῦτο γὰρ σύνθετον λέγεται· θεραπειῶν δὲ ἡ μέν τις οὐκ ἀγαθή, ὅτι οὐχ ἅμα ὁ ἰατρὸς διαιρέσει ἐχρήσατο ἐφ’ ἕλκει μετὰ | |
20 | κλάσματος οὐδὲ πρὸ τοῦ ἀπουλωθῆναι καὶ πωρωθῆναι τῇ τά‐ | 77 |
79 | σει καὶ ἀντιτάσει. εἰκὸς γὰρ οὕτω καὶ βραχύτερον τὸν πα‐ θόντα διαμεῖναι πόδα καὶ ἄλλα ἐπ’ ἄλλων ὀστᾶ τοῦ πώρου μηκέτι συχωρήσαντος κατ’ εὐθείας ἐλθεῖν. ἄλλος δέ τις ταῦτα μὲν οὐκ ἀλόγως· γυμνὸν δ’ ἔα τὸ ἕλκος τὰ πέριξ | |
5 | ἐπιδεσμῶν· καὶ ἐν αὐτῷ αἱ ὗλαι συνέρρεον καὶ ὑπὸ τοῦ ἀέρος ἐπολεμεῖτο· ἡ δὲ ἀγαθὴ τοὐναντίον, ὡς πρῶτον δη‐ λονότι διήλθομεν τὸν τρόπον τῆς θεραπείας διδάσκοντες ἐπὶ κνήμῃ καὶ βραχίονι. | |
9l | 3,494,3 Li. = 2,80,18 Kw. | |
10l | καὶ μὴ ἐπίδοξος ἡ ἀπό‐ | |
11l | στασις †παρὰ ἀγχίδων† | |
12 | Ἤτοι ἐὰν παρέχη δόκησιν ἀποστάσεως ὀστέου. | |
13l | 3,506,12 Li. = 2,86,7 Kw. | |
14l | ἡ αὐτὴ δὲ ἰητρείη τῶν | |
15l | ὀστέων | |
16 | Ἑτέρου ἕλκους διδασκαλίαν ποιεῖται νῦν τοῦ διὰ χυ‐ | |
μὸν διαβρωτὸν ἢ κακίαν τῶν ἐπιδέσμων ἢ ἀμετρίαν τῶν ναρ‐ | 79 | |
81 | θήκων γεγονότος, ὅπερ διαγινώσκεται ἔκ τε τῆς ὀδύνης καὶ τῆς δήξεως καὶ τῆς φλεγμονῆς καὶ τοῦ ἐρυθήματος· ὃ δὴ θεραπεύει ἐπιλύων καὶ ἀπαντλῶν καὶ κηρωτὴν ἐπιτιθεὶς καὶ οἶνον, εἰ δέοι, εἶτα τὸ κάταγμα σφίγγων, ἵνα τὰ | |
5 | ῥεύματα παλινδρομήσῃ· καὶ λεπίδας (εἰ †διαγνο̣ύ̣ς̣† ποτε ἀπὸ τοῦ ἔξω τὸ ὀστέον νεύειν καὶ σεσηπὸς εἶναι τὸ ἕλ‐ κος, ὅτι ἀφίστανται) χαύνως δεσμῶν ἀφαιρεῖται ἐπιτηδεί‐ ως καὶ χιαστῶς τὸν δεσμὸν τιθεὶς καὶ δέρμα ὑποβαλών, ἵνα τὰς ἰχῶρας δέχηται· φησὶ γὰρ | |
10l | 3,512,5 Li. = 2,88,14 Kw. | |
11l | καὶ ὀργᾶν φαίνεται | |
12 | Ἤτοι ἔξω φέρεται καὶ | |
13l | 3,516,6 Li. = 2,90,3 Kw. | |
14l | ἰξάλην χρὴ ἤτοι δέρμα ὑπο‐ | |
15l | τετάσθαι | 81 |
83(1l) | 3,516,14 Li. = 2,90,13 Kw. | |
2l | εἰ δέ τις μέλλοι καλῶς | |
3l | καὶ εὐχερῶς ἐργάζεσθαι | |
4 | Νῦν τῶν μηχανῶν τὰς μὲν ὑβρίζει ὁ σοφὸς τὰς δὲ προ‐ | |
5 | τρέπει, οἷον τὸν μὲν δεσμὸν ἐπὶ κνήμης καταγείσης τοῦ ἄκρου ποδός, ὡς ἄνω φέρῃ. δεδεμένου γὰρ αὐτοῦ τὸ ἄλλο σῶμα συστρέφεται καὶ σαλεύει. καὶ τὴν ἐπὶ τῇ ἑβδόμῃ τά‐ σιν τε καὶ ἀντίτασιν. κρίσιμος γὰρ αὕτη καὶ τὰς φυσικὰς ἐνεργείας κινεῖ. καὶ ἄλλας τοιαύτας ἀποστρέφεται. βαλ‐ | |
10 | λάντια δὲ ῥάψαι δύο, ἵν’ ὦσιν ὡς ἀλλᾶντες, ὧν τὸ μὲν εἶναι ἐπὶ τὸ σφυρὸν εἰλημένον τὸ δ’ ἕτερον ὡς ἐπὶ τῷ γόνατι· καὶ τοὺς ἀλλᾶντας ἔσωθεν γεμίσαι δι’ ὁμαλότη‐ τα· καὶ τούτους ἐξοχὰς ἄνω καὶ κάτω ἔχειν, ἐν αἷς ῥά‐ βδους βάλλειν, ὥστ’ ἐπ’ εὐθείας ἀντιτείνοντες διαφυλάτ‐ | |
15 | τουσιν τὴν διάπλασιν, ἀποδέχεται. | |
16l | 3,528,5 Li. = 2,95,4 Kw. | |
17l | οἷσι δὲ ὀστέα κατεαγό‐ | |
18l | τα καὶ ἐξισχοῦντα | 83 |
85 | Ἐνταῦθα ἐκβύρσωμα θεραπεύειν δοκεῖ· καί φησι μὴ δεῖν μόνῃ τῇ ἀντιτάσει χρῆσθαι, ἀλλὰ καὶ μοχλίοις· καὶ τὸν ἰατρεύοντα σιδηροῦν κρατοῦντα μοχλὸν ὠθεῖν τὸ ὀστέον. εἶτα τῇ ἑλκώδει καὶ καταγματικῇ χρῆσθαι ἀγωγῇ. | |
5 | καὶ ταῦτα ποιεῖν πρὸ τῆς φλεγμονῆς ἐν πρώτῃ ἢ δευτέρᾳ ἢ κἂν δῆλόν τι ᾖ μετὰ τὴν φλεγμονήν· εἴποτε δὲ σαρκίον ἢ δέρμα μελανθῇ, μὴ πολεμεῖσθαι ὑπὸ ἀέρος καὶ πτυγμά‐ των προνοηθῆναι, ἀλλ’ ἢ οὐλωθῆναι ἢ ἀποσαπῆναι. τοῦτο δὲ τοῖς ἰχῶρσι διαγινώσκεται καὶ τοῖς σεσηπόσι χείλε‐ | |
10 | σι. καὶ ὅτι τὰ μὲν ἄνω καὶ ἄσαρκα ἑτοίμως πίπτει τὰ δὲ κάτω καὶ σαρκώδη δυσκόλως· ἃ δεῖ μένειν, μέχρι ἂν ἰσ‐ χνανθῶσιν αἱ σάρκες. καὶ τότε σμίλῃ περιαιρεῖν καὶ ἀποπρῖσαι καὶ τῇ ἐπὶ τῶν λεπίδων εἴθ’ οὕτως θεραπείᾳ χρήσασθαι. | |
15l | 3,528,18 Li. = 2,95,18 Kw. | |
16l | ὀνίσκου τε περιαγωγῇ | |
17 | Ὀνίσκους τοὺς τροχοὺς τῶν ἁμαξῶν φησι. | |
18l | 3,528,15 Li. = 2,95,15 Kw. | |
19l | αὕτη δὲ μεγάλη τιμωρίη | |
20 | Τιμωρίαν λέγει τὴν θεραπείαν. | 85 |
87(1l) | 3,536,13 Li. = 2,99,12 Kw. | |
2l | †ὡς οὐδὲ † μηροῦ ὀστέον | |
3l | ἢ βραχίονος ἐξέσχεν | |
4 | Ἐντελῆ τὸν περὶ ἐκβυρσώματος λόγον ποιῆσαι βούλεται | |
5 | καί φησιν ὡσανεί, ὅτι γίνεται καὶ ἐν μηρῷ καὶ ἐν βραχί‐ ονι ἐκβύρσωμα, ἃ δὴ καὶ χείριστά εἰσιν, καθότι μεγάλα εἰσὶν αὐτῶν τὰ ὀστέα καὶ δυσκόλως πωροῦνται· καὶ κίν‐ δυνος ἐπ’ αὐτοῖς αἱμορραγῆσαι καὶ πυρέξαι καὶ φλεγμῆναι καὶ σπασθῆναι· διὸ παραιτεῖσθαι τὴν χειρουργίαν αὐτῶν | |
10 | χρὴ μᾶλλον ἢ μῶμον ἑαυτῷ προσάπτειν. ἔτι φησίν, ὅτι τὸ ἐξολισθῆσαν γόνυ ῥᾷον ὑγιάζεται τῆς κορώνης, καθότι καὶ αἱ κυρτότητες καὶ αἱ κοιλότητες αὐτοῦ μείους ἐκείνων εἰσὶ τὰ δὲ ὀστέα ταύτης μεγάλα εἰσὶ καὶ πολυμύελα. ἀλλ’ ἀπορητέον ἐνταῦθα, διὰ τί κοῦφά εἰσι τὰ ὀστέα καὶ μυ‐ | |
15 | ελώδη· ὅτι κατ’ Ἀριστοτέλη ἡ φύσις ἐφρόντισε καὶ ῥώσε‐ ως καὶ κινήσεως· ῥώσεως μὲν οὖν αἰτία ἡ γεώδης καὶ στε‐ ρεὰ αὐτῶν οὐσία· †κενώσεως† δὲ ἡ ἔνδον πώρωσις (μυελὸς δὲ πεπηγὼς σφόδρα ὁ πῶρός ἐστιν), ἵνα μὴ τῇ κενότητι δεξά‐ μενα περιττήν τινα ὕλην ἑαυτὰ βαρύνωσί τε καὶ βλάπτωσι. | |
20 | καὶ δῆλον ἀπό τε τῶν λεόντων καὶ τῶν ἐλεφάντων καὶ τῶν ἄλλων τῶν δριμέων καὶ ἰσχυρῶν ζῴων, ὅτι οὐδὲν αὐτῶν κε‐ νὸν ὀστέον εὑρίσκεται. πάντα γὰρ πλήρη. ἀλλ’ ἀπορητέον | |
ἔτι, διὰ τί μυελὸν καὶ οὐκ ἄλλο τι. ὅτι τὰ ὀστᾶ γεώδη | 87 | |
89 | καὶ ψυχρά εἰσι καὶ ξηρὰ ὁ δὲ μυελὸς τοὐναντίον· ἵνα τὸ περιττὸν τῆς δυσκρασίας κολάσῃ τῇ ἑτερότητι τῶν ποιοτη‐ τῶν, εἰς ταὐτὸ συνεκέρασε. τί οὖν οὐχὶ καὶ ὁ ἀὴρ πλήρω‐ σιν ποιεῖ; οὐδὲν γὰρ κενὸν ἐν τοῖς οὖσι†. ναιὸν†, ἀλλ’ | |
5 | ὁ ἀὴρ εὐπαθὴς καὶ ψυχρανθείη ἂν μᾶλλον ἐκεῖ ἢ θερμανῇ τὸ ψυχρόν. | |
7l | 3,536,15 Li. = 2,99,15 Kw. | |
8l | 〈κ〉αὶ εἰ μὲν ἐμβάλῃς, | |
9l | σπασμοὶ φιλέουσιν ἐπι‐ | |
10l | γίνεσθαι | |
11 | Ἄξιον ζητῆσαι, διὰ τί σπασμοῦ μόνου καὶ οὐχὶ καὶ πυρετοῦ ἐμνημόνευσεν. ὅτι τοῦ μείζονος μνησθεὶς καὶ τὸ ἧττον περιέλαβεν. ὅπου οὖν σπασμός, ἐκεῖ πάντως καὶ πυ‐ ρετὸς ἢ προηγούμενος (ὃ δὴ χεῖρον) ἢ ἑπόμενος (ὃ δὴ | |
15 | βέλτιον) οὐχὶ δὲ καὶ τοὐναντίον. προείρηκε δὲ χεῖρον τὸ ἐμβαλεῖν τοῦ μὴ ἐμβαλεῖν. διὰ τοῦτο καὶ νῦν σπασθῆ‐ ναι τοὺς πάσχοντας κίνδυνον εἶναί φησι διὰ τὰς ὀδύνας. | |
18l | 3,546,16 Li. = 2,104,5 Kw. | |
19l | ἢν δὲ ὑπερβῇ τὸ ἄρθρον | |
20l | μὴ τῇ ἢ τῇ | |
21 | Ἐντεῦθεν ἐφ’ ἕτερα μέτεισι πάθη, περὶ ὧν σαφῶς κατὰ τὸ κείμενον παραδίδωσιν· | |
ἐν τούτοις τοίνυν ἡ θεωρία. | 89 |