TLG 0724 003 :: STEPHANUS :: Collyrium ophthalmicum (olim sub auctore Stephano Archiatro) STEPHANUS Med.
Phil., fiq Stephanus Alexandrinus Med. Collyrium ophthalmicum (olim sub auctore Stephano Archiatro) Citation: Page — (line) | ||
12 | Κολλύριον ὀφθαλμικὸν παρὰ στεφάνου ἰατροῦ τοῦ μαγίστρου ἐνεργὲς καὶ ἄγαν ὠφέλιμον πρός τε τὰς τῶν ὀφθλ̭αλμῶν (sic O) φλεγμονὰς καὶ ἑλκώσεις τοῦ κερατοειδοῦς· καὶ προπτώσεις τοῦ ραγοειδοῦς (sic) διὰ ῥεύματος λεπτοῦ καὶ ἄγαν δριμέως γιγνομένας ἐφ’ ὧν οὐδὲν τῶν ἁπλῶν φαρμάκων καθ’ αὐτο (sic) ἁρμόττειν δύναται· τῶν μὲν ἁπλῶς στυφόντων κατεχόντων τοὺς ἐκρέοντας ἰχῶρας καὶ κατὰ τοῦτο τὴν ἐκ τῆς δήξεως αὐτῶν ὀδύνην ἐπιτεινόντων | |
5 | (inc. fol. 323) τῶν δὲ δριμέων καὶ θερμῶν, οὐ μόνον οὐδὲν ὠφελούντων, ἀλλὰ καὶ συναυξανόντων τὴν ποιότητα τῶν δακνωδῶν χυμῶν· ἡ δὲ τῶν χαλαστικῶν τὲ καὶ διαφορητικῶν φαρμάκων δύναμις ἐκκενοῦν μὲν δύναται τὸ γεννώμενον· οὔτε δὲ τὸ ἠλκωμένον (sic) τρέφειν ἢ ἐπουλοῦν· οὔτε τὸ προπεπτωκὸς προστέλλειν καὶ κατακλείειν· οὔτε τὸ ἐπιρρέον ἀποκρούεσθαι· οὔτε τὴν δριμύτητα ὑπαμβλύνειν ὁμοίως ταύτη καθ’ αὑτὴν ἔχει καὶ ἡ τῶν συμπεττόντων· εἰ καὶ τὸ πέττειν τὰς διαθέσεις οὐ σμικρὸν ἀγαθὸν ἔχει· τί δεῖ λέγειν περὶ τῶν ὀξείας ἢ πικρὰς ἢ νιτρώδεις ἢ ἁλμυρὰς ἢ | |
---|---|---|
10 | αὐστηρὰς ἐχόντων δυνάμεις φαρμάκων· ὑπόλοιπον οὖν ἐστὶ γένος φαρμάκων θεραπεύειν δυνάμενον ἕλκη τὰ μετὰ ῥεύματος δριμέως (sic)· ὅσα γεώδη ταῖς οὐσίαις ὄντα μέσα κατά τε θερμότητα καὶ ψύξιν εἰσίν· ἢ μᾶλλον τινὰ μὲν βραχείας ψύξεως ἢ θερμασίας μετέχει· τινὰ δὲ οὐδὲ ὅλως ἐμφαίνει δύναμιν· ὅλον δ’ οὖν τὸ γένος αὐτῶν καλεῖται ἐμφρακτικὸν ἐμπλαστικὸν καὶ ἄπυον· διὸ καὶ χρόνω πλέονι τὴν ἀφ’ ἑαυτῶν ὠφέλειαν αἰσθητὴν ἐργάζεται κατὰ τὰς πρώτας ἡμέρας οὐδὲν ὠφελεῖν δοκοῦντα· προσφερόμενα δὲ ὅμως ὡς ἀδηκτότατα κατὰ τὰς δυσιατοτάτας διαθέσεις· | |
15 | ἐν αἷς ἕλκος ἐστὶν ἤτοι μόνον εἴτε μετα (sic) διαβρώσεως τοῦ τε κερατοειδοῦς ἐκ ῥεόντων ἰχώρων δριμέων ἄγαν καὶ | |
δακνωδεστάτων· μεγάλως ἀρρήγουσι (sic) πλὴν εὐκαίρως προσφερόμενα. ἀκαίρως γὰρ οὐδὲν ὀνίνησιν· ἀλλὰ καὶ ὀδύνην | 12 | |
13 | μεγάλην ἐργάζεται τῶ διατείνειν τοὺς χιτῶνας· χρεία οὖν ἐν ἀπόροις εὑρεῖν· καὶ διὰ τοῦτο πρῶτον μὲν τοῦ ὅλου σώματος πρόνοιαν ποιήσασθαι χρὴ ἤτοι δια (sic) φλεβοτομίας· ἢ καθάρσεως, ἢ δι’ ἀμφοτέρων εἰ δέοι· εἶτα τῆς κεφαλῆς· μετὰ δὲ ταύτης πρόνοιαν καὶ τὴν πρόσφορον δίαιταν χρήσασθαι τῶ τοιούτω φαρμάκω· (manus recens in margine adscripsit: Comp, id est Compositio) ἔστι δὲ ἡ σύνθεσις αὐτοῦ τοιάδε· πομφόλυγος πεπλυμένης 𐅻 β· ἀμύλου καλῶς | |
5 | πεπλυμένου προσφάτου καὶ ἀποίου 𐅻 ε· καδμίας κεκαυμένης (inc. fol. 323) καὶ πεπλυμένης 𐅻 δ· μολίβδου κεκαυ‐ μένου καὶ πεπλυμένου 𐅻 γ· ψιμμιθίου πεπλυμένου 𐅻 α· λίθου αἱματίτου 𐅻 ζ· ὀπίου 𐅻 α 𐅶· ῥόδων χυλοῦ 𐅻 γ· λιβάνου 𐅻 α 𐅶· κρόκου 𐅻 τὸ 𐅶· ἀλόης ἰνδικῆς· ὡσαύτως σμύρνης 𐅻 α 𐅶· σαρκοκόλλης πεπλυμένης 𐅻 η· σάχαρος πεφωγμένου 𐅻 γ· τραγακάνθης 𐅻 ιβ· ἀποβραχείσης ἐν χυλῶ τήλεως· ἔστι δὲ ὁ μὲν πεπλυμένος ποφόλυξ (sic)· ξηραίνων ἀδήκτως· εἴπέρ τι καὶ ἄλλως ἐστὶ· καὶ διὰ τοῦτο χρώμεθα αὐτῶ πρὸς τὰ λεπτὰ καὶ δριμέα ῥεύματα· ἔτι δὲ καὶ πρὸς ἕλκη | |
10 | πρὸς τούτοις ὁ πομφόλυξ ἔχει βραχὺ τὶ καὶ στυπτικὸν· ἡ δὲ ἀρίστη καδμία καυθεῖσα καὶ πλυθεῖσα ἀδηκτοτάτη γίνεται φάρμακον· ἔχει δέ τι βραχὺ καὶ ῥυπτικὸν ἐάν τε μετὰ τὴν καύσιν (sic)· ἐάν τε καὶ χωρὶς ταύτης πλυθῆ. τὸ δὲ πρόσφατον ἄμυλον πρὸς τὸ ἀδηκτότατον εἶναι· ἔτι καὶ τῆς οὐσίας εὐκράτου μετείληφεν κατά τε θερμότητα καὶ ψυχρότητα· ὁ δὲ αἱματίτης λίθος ξηραντικὴν ὑγρῶν ἔχει δύναμιν τὸ ψύχειν καὶ στύφειν· ἐξ ὑγρᾶς οὐσίας παγείσης τὴν γένεσιν εσχηκώς (sic)· ἔστι δὲ καὶ ἄδηκτος· ὁ δὲ κεκαυμένος καὶ πεπλυμένος μόλιβδος (in margine addit O: ἄδηκτός | |
15 | ἐστι καὶ ψύχει) ἄδηλός ἐστι καὶ ψύ̣χει̣ (sic) στύφει μετρίως· μετέχει δὲ καὶ στύψεως· ὁ δὲ τῆς μήκωνος ὀπὸς οὐ μόνον ἄδηκτος, ἀλλὰ καὶ ὑπνοποιὸς ἐστὶ· καὶ διὰ τοῦτο τὰς σφοδρότητας τῶν ὀδυνῶν πραΰνει· ὁ δὲ χυλὸς τῶν ῥόδων τῶ στύφει μετρίως ἀναστέλλει (in hoc verbum exit versus) τά· ὁ δὲ λιβανωτὸς πέττει καὶ διαφορεῖ· ἔστι δὲ καὶ ἀνώ‐ δυνος· ἡ δὲ σμύρνα πεπτικὸν οὖσα φάρμακον οὐ μόνον ἕλκει γενναίως τὰς τῶν ὑγρῶν μοχθηρίας ἐκ βάθους, ἀλλὰ καὶ διαφορεῖ τὸ ἑλχθέν (sic O, ut videtur). ὁ δὲ κρόκος πέττει καὶ στύφει μετρίως· ἡ δὲ σαρκοκόλλα πέττει καὶ | |
20 | διαφορεῖ· ἡ δὲ τραγάκανθα ἐμπλαστικὴν τέ τινα καὶ δριμυτήτων ἀμφλυωτικὴν ἔχει δύναμιν· ὁ μέντοι τῆς τήλεως χυλὸς ὅσον μὲν ἐπὶ τῆ γλισχρότητι παραπλησίως ἐστὶ τῆ λευκῆ τῶν ὠῶν ὑγρότητι διαφορεῖ δὲ καὶ θερμαίνει μετρίως· καὶ διὰ τοῦτο τὰς πολλὰς τῶν ὀδυνῶν πραΰνει τὸ δὲ λεπτὸν ὑγρὸν τὸ ἐν τοῖς ὠοῖς ἐκ περιττοῦ ἔχον (inc. fol. 324) τὸ ἀποπλύνειν ὑγρότητας· ὑπαλείφειν τὲ τραχυνθέντα τὸ ἐμπλάττεσθαι τοῖς κατὰ λεπτὸν πόροις οὐκ ἔχει καθάπερ οὐδὲ τὸ ξηραίνειν· τὸ δὲ γάλα τῆς νέας εὐχύμου γυναικὸς, ἄδηκτόν τ’ ἐστὶ καὶ ῥυπτικὸν καὶ διὰ τὴν ὀρώδη | |
25 | ὑγρότητα· ἡ δὲ ἀλόη μικτῆς πῶς ἐστὶ δυνάμεως. διὰ γὰρ τὸ πικρὸν αὐτῆς ῥύπτει· διὰ τὴν στύψιν συνάγει καὶ συνουλεῖ τὰ ἕλκη ὡς εἶναι βραχεῖ λόγω τὴν ὅλην δύναμιν τοῦ φαρμάκου ψύχουσαν· ξηραίνουσαν ἀδήκτως· πέττουσαν· παρηγοροῦσαν· σαρκοῦσαν· ἐπουλοῦσαν· διαφοροῦσαν ἕλκουσαν ἐκ τοῦ βάθους· καὶ εἰ δεῖ συνελόντα φάναι πάντ’ ἔχουσαν· ὅσων τά τε φλεγμαίνοντα καὶ ἡλκωμένα· καὶ ἀσθενῆ· καὶ ῥευματιζόμενα μόρια δέονται· χρησιμωτάτη δὲ γενήσεται πάση τὲ ἡλικία καὶ ὥρα καὶ κράσει· καὶ εὐαισθησία· καὶ δυσαισθησία καὶ τοῖς λοιποῖς | |
30 | συστοίχοις· ὑγρῶ τὲ ἀνιέμενον καταλλήλω μετ’ ἐπιτηδείου τρόπου χρήσεως καὶ τῆς ἐνδεχομένης συστάσεως· οὐ χρὴ δὲ τὸ τοιοῦτον κολλύριον προσφέρειν, ἐάν τε ἐν τοῖς ὀφθαλμοῖς μόνοις ἡ καχεξία ἦ· ὡς διαφθείρειν τὸ ἐπιρρέον κἂν χρηστὸν ἦ· ἐάν τε καὶ αὐτὸ τὸ ἐπιρρέον μοχθηρόν ἐστιν· ἢ διὰ τὴν κεφαλὴν μόνην· ἢ καὶ ὅλον τὸ σῶμα τοιοῦτον ὑπάρχει· ὅθεν καὶ προπαρασκευάζειν δέον εἰς τὴν ἴασιν ἐπιτηδείως τὸ πεπονθὸς μόριον· τοῦ μὲν ὅλου σώματος πρόνοιαν ποιουμένους καθάρσεσι καὶ φλεβοτομίαις ὡς λέλεκται· τῆς δὲ κεφαλῆς πρῶτον μὲν ἀποφλεγματισμοῖς· | |
35 | ἔπειτα δὲ καὶ ταῖς ἐπὶ τὸ ἰνίον σικύαις· εἶτα εἰ δέοι καὶ τῆ ἀρτηριοτομία καὶ μετὰ ταῦτα τῶ τοιούτω κολλυρίω χρῆσθαι· ἐπὶ δὲ τῆς τούτου χρήσεως· εἰ μὲν ἔτι φέρεται τὸ δριμὺ ῥεῦμα· ἢ ἕλκωσίς ἐστι τοῦ κερατοειδοῦς· ἢ λῆμα ἢ ῥύπος ὀφείλει ἐνστάζεσθαι γάλα ἐκ τιτθῶν γυναικὸς εὐχύμου καὶ νέας εἰς τοὺς ὀφθλ̭αλμοὺς (sic O) ἕως ἀπο‐ ρυφθῶσι πάντα καὶ καθαρὸς γένηται ὁ ὀφθαλμὸς· εἶτ’ ἀπομάττεσθαι (inc. fol. 324) μετά τινος τῶν μαλακωτάτων συηρικῶν (sic O)· καὶ οὕτως ἐγχεῖσθαι τῶ ὀφθαλμῶ τὸ κολλύριον μετὰ τοῦ δέοντος ὑγροῦ· καταρχὰς μὲν ὑδαροῦ, | |
40 | προϊόντος δὲ τοῦ χρόνου παχυτέρου· καὶ εἰ δέοι προπυριᾶν καὶ καταπλάττειν καταλλήλαις πυρίαις καὶ καταπλάσμασι· | 13 |
14 | μετὰ δὲ τὸ στῆναι τὸ ἐπιρρέον, ἢ καὶ ὀλίγον ἔτι ἐπιρρέειν ἐγχεῖσθαι τὸ τοιοῦτον κολλύριον ὡς προείρηται μετὰ τοῦ καταλλήλου τῆ διαθέσει ὑγροῦ χλιαροῦ γινομένου· τοιοῦτον δὲ γενήσεται· ἐὰν ἡ ἀκόνη ἐφ’ ἧς τρίβεται τὸ κολλύριον προσθερμανθῆ ἐν ὕδατι ζέοντι γλυκεῖ· ὑγρὰ δὲ ἔστω τάδε· ὠοῦ αὐθημερινοῦ τὸ λευκὸν καὶ λεπτὸν ὑγρὸν· γάλα νέας καὶ εὐχύμου γυναικὸς· τήλεως χυλὸς κάλλιστος· χυλὸς πτισσάνης (sic) χυλὸς λινοσπέρμου· χυλὸς τοῦ τῶν | |
5 | κυδωνίων σπέρματος· χυλοῦ πολυγόνου· σαχαρόθερμον ὄμφακος χυλὸς· ῥοδόσταγμα καὶ οἶνος: — | 14 |