TLG 0724 002 :: STEPHANUS :: Scholia in Hippocratis prognosticon STEPHANUS Med.
Phil., fiq Stephanus Alexandrinus Med. Scholia in Hippocratis prognosticon Source: Duffy, J.M. (ed.), Commentary on Hippocrates’ Prognosticon [Diss. SUNY Buffalo] 1975: 1–243. Citation: Chapter — section — (line) | ||
t1 | Σχόλια σὺν θεῷ εἰς τὸ Προγνώστικον Ἱπποκράτους ἀπὸ φωνῆς Στεφάνου φιλοσόφου | |
1.1 | Τὰ εἰωθότα ἐπὶ ἑκάστου συγγράμματος προλέγεσθαι ηʹ κεφά‐ λαια καὶ νῦν προλάβωμεν, τὸν σκοπόν, τὸ χρήσιμον καὶ τὰ ἑξῆς. Σκοπὸς τοίνυν ἐστὶ τῷ Ἱπποκράτει περὶ τῶν ὀξέων νοσημά‐ των διαλαβεῖν, οὐχὶ τῶν ἁπλῶς ὀξέων, ἀλλὰ τῶν μετὰ πυρετοῦ | |
5 | ὀξέων. εἰσὶ γὰρ ὀξέα νοσήματα καὶ ἄνευ πυρετοῦ, ὥσπερ ἀποπ‐ ληξία καὶ ἐπιληψία καὶ σπασμὸς καὶ τέτανος. τριττὴ δὲ ἡ ση‐ μείωσις· ἢ γὰρ τῶν παρῳχηκότων ἢ τῶν ἐνεστώτων ἢ τῶν μελλόν‐ των. καὶ τῶν μὲν παρῳχηκότων ἡ σημείωσις λέγεται ἀνάμνησις· ἡ δὲ τῶν ἐνεστώτων λέγεται διάγνωσις· ἡ δὲ τῶν μελλόντων λέ‐ | |
---|---|---|
10 | γεται πρόγνωσις. ἁπλῶς γοῦν περὶ τῶν ὀξέων νοσημάτων τῶν με‐ τὰ πυρετοῦ διαλέγεται, ἐπειδὴ ταῦτα ταράσσει τὴν φύσιν καὶ τὴν τέχνην ἐφέλκεται. καὶ ὅτι τοῦτο ἀληθὲς δηλοῦσι τρία τινά. Πρῶτον μὲν τὸ ὀξὺ τῆς κινήσεως καὶ ἡ σφοδρότης τῆς θερμα‐ | |
σίας ταράσσει τὴν φύσιν, ἐπειδὴ πολλὰ περιττώματα γεννῶσι | 1 | |
15 | καὶ τὸ τηνικαῦτα ἡ φύσις κατεπείγει τὸ τάχος καὶ τὴν πυκνό‐ τητα τῶν σφυγμῶν, εἶτα καὶ τὴν ἀναπνοήν· οὐ μὴν ἀλλὰ καὶ τὴν συστολὴν καὶ τὴν διαστολὴν κατεπείγει ἡ φύσις, τὴν μὲν διὰ τὸ ἐξάξαι τὰ λιγνυώδη περιττώματα, τὴν δὲ διὰ τὸ εἰσάξαι καθαρὸν καὶ ψυχρὸν ἀέρα πρὸς τὸ ἐμψῦξαι τὸ ἔμφυτον θερμόν. ἀλλὰ καὶ ἡ | |
20 | τέχνη κατεπείγεται εἰς βοήθειαν τῆς φύσεως. Δεύτερον δὲ καὶ διὰ τὸ συνεχὲς τῆς θερμασίας ταράσσεται ἡ φύσις, καὶ διὰ τὸ μὴ ἔχειν ἀνακωχὴν καταβάλλονται αἱ δυνάμεις αὐτῆς καὶ ἐν πολλῷ ἀγῶνι καὶ ταραχῇ ἐστιν ἡ φύσις. ἀλλὰ καὶ ὁ τεχνίτης ταράσσεται διὰ τὸ μὴ εὑρίσκειν καιρὸν τοῦ δοῦναι | |
25 | τροφὴν καὶ ἀνακομίσασθαι τὴν δύναμιν διὰ τὴν συνέχειαν τῆς θερμασίας. Τρίτον δὲ διὰ τὸν ξενισμὸν καὶ τὸ ἀλλότριον τῶν συμβαιν‐ όντων συμπτωμάτων ταράττεται ἡ φύσις καὶ τὴν τέχνην ἐφέλκεται. δεῖ γὰρ εἰδέναι ὅτι τῶν ἐν τοῖς νοσήμασι θεωρουμένων συμπτω‐ | |
30 | μάτων τὰ μὲν οἰκεῖά εἰσι καὶ γνώριμα καὶ συνήθη, τὰ δὲ ξένα. καὶ οἰκεῖα μέν, καθάπερ ἐπὶ τῆς πλευρίτιδος τὰ τέσσαρα ἐκεῖνα, ἡ βήξ, ἡ δύσπνοια, ὁ ὀξὺς πυρετὸς καὶ τὸ νυγματῶδες ἄλγημα. ξένα δέ ἐστι συμπτώματα ὥσπερ ἐπὶ τῆς πλευρίτιδος ἐὰν γένηται κῶμα καὶ παραφροσύνη καὶ αἵματος ἀναγωγὴ καὶ λύγξ. πλευρῖτις | |
35 | δέ ἐστι φλεγμονὴ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, ἀλλὰ διὰ τὸ ἔνδον εἶναι τὴν φλεγμονὴν ἐκ τῶν τεσσάρων συμπτωμάτων δια‐ | |
γινώσκει ὁ ἰατρὸς τὴν πλευρῖτιν. τὰ οὖν ἴδια συμπτώματα τὸ εἶδος δηλοῦσι τοῦ νοσήματος, τὰ δὲ ξένα τὸ ἦθος τοῦ νοσήματος, καὶ τοῦτο διχῶς· ἢ γὰρ μέτριά εἰσιν ἢ ἄμετρα. καὶ εἰ μὲν μέτ‐ | 2 | |
40 | ρια ὦσιν, ὥσπερ ἐπὶ τῆς πλευρίτιδος μέτρια ἐκτάραξις γαστρός, ὅπερ ξένον ἐστὶ σύμπτωμα, ἐπειδὴ ἀλλαχοῦ ἐστιν ἡ ὕλη, καὶ δη‐ λοῖ εὔηθες τὸ νόσημα. εἰ δὲ ἄμετρα ὦσι τὰ συμπτώματα, ἅπερ εἰρήκαμεν ἐπὶ τῆς πλευρίτιδος, τὸ κῶμα λέγω καὶ ἡ παραφροσύνη καὶ ἡ ἀναγωγὴ τοῦ αἵματος καὶ ὁ σπασμός, κακόηθες δηλοῦσι τὸ | |
45 | νόσημα. τὰ τοιαῦτα οὖν ξένα συμπτώματα πάντως ταράττουσι τὴν φύσιν καὶ τὴν τέχνην ἐφέλκονται. Ὡς οὖν ἐν συντόμῳ εἰπεῖν, ὅτι σκοπός ἐστι τῷ Ἱπποκράτει σημείωσιν ἡμῖν παραδοῦναι τῶν ὀξέων νοσημάτων, ἐπειδὴ ταῦτα ταράσσουσι τὴν φύσιν καὶ τὴν τέχνην ἐφέλκονται διὰ τοὺς τρεῖς | |
1.1(50) | τρόπους οὓς εἰρήκαμεν. εἰ δέ τις λέγοι ὅτι ‘περὶ χρονίων νο‐ σημάτων προϊὼν διαλέγεται· περὶ γὰρ ὑδέρου καὶ σπληνὸς κακω‐ θέντος καὶ περὶ ἐμπυημάτων διαλέγεται, ταῦτα δὲ χρόνιά εἰσι‘, πρὸς ὃ λέγομεν ὅτι καὶ περὶ τούτων διαλεγόμενος ἔτι πλείονα σπουδὴν ποιεῖται τῶν ὀξέων. οὐχ ὡς χρονίων γὰρ περὶ τούτων | |
55 | διαλέγεται, ἀλλ’ ὡς ἐκ μεταπτώσεως ὀξέων νοσημάτων γεγονότων. Τὸ δὲ χρήσιμον διττόν ἐστιν. οὐ μόνον γὰρ χρησιμεύει τῷ ἀναγινώσκοντι, ἀλλὰ καὶ ἀναγκαῖόν ἐστιν, ἐπειδὴ τὸ παρὸν σύγ‐ | |
γραμμα ἐπὶ τὴν ἀρίστην ὁδὸν ἡμᾶς παιδεῦον ἀπάγει, λέγω δὴ ἐπὶ τὴν θεραπευτικὴν κατὰ τὸ εἰρημένον “ὁ ἄριστα διαγνοὺς ἄριστα | 3 | |
60 | καὶ θεραπεύει”. καὶ ἰστέον ὅτι τὸ θεραπευτικὸν εἰς τρία διαι‐ ρεῖται, εἰς προφυλακτικόν, παρηγορικὸν καὶ θεραπευτικόν, ἐπειδὴ καὶ τὰ παρὰ φύσιν τριττά εἰσιν· ἢ γὰρ νοσήματά εἰσιν ἢ συμπτώματα ἢ αἴτια. καὶ πρὸς μὲν τὰ αἴτια ἐνιστάμενοι προφυ‐ λακτικοὶ λεγόμεθα, πρὸς δὲ τὰ νοσήματα θεραπευτικοί, πρὸς δὲ | |
65 | τὰ συμπτώματα παρηγορικοί. ἐντεῦθεν καὶ ἡ σημείωσις τριττή ἐσ‐ τι, προγνωστική, διαγνωστική, ἀναμνηστική. καὶ διὰ μὲν τῆς προγνώσεως προφυλαττόμεθα θεραπευτικῶς, διὰ δὲ τῆς διαγνώσεως τὰ νοσήματα θεραπεύομεν, διὰ δὲ τῆς ἀναμνήσεως 〈τὰ συμπτώ‐ ματα παρηγοροῦμεν. ἀλλὰ περὶ ἀναμνήσεωσ〉 ἄπορος δοκεῖ εἶναι | |
70 | ὁ λόγος, 〈εἰ〉 ἡ παρηγορία τῶν συμπτωμάτων τῶν ἐνεστώτων ἐσ‐ τίν, ἡ δὲ ἀνάμνησις τῶν παρῳχηκότων· οὐδὲν οὖν συντελεῖ ἡ ἀνάμνησις πρὸς θεραπείαν, ἀλλὰ πρὸς τὰ συμπτώματα ἡ διάγνωσις μᾶλλον ἁρμόζει, ἢ ὅτι καὶ ἡ πρόγνωσις πρὸς θεραπείαν ἤτοι πρὸς παρηγορίαν. καὶ ἴσως ἀπορήσει τις ὅτι ‘οὐδὲν ἡμῖν ὠφελεῖ | |
75 | ἡ ἀνάμνησισ‘. πρὸς ὃ λέγομεν ὅτι οὐδὲν ἡμῖν χρησιμεύει πρὸς θεραπείαν, πλὴν οὐ πάντῃ ἐστὶν ἄχρηστος, ἀλλὰ συμβάλλεται | |
ἡμῖν καὶ αὕτη. διὰ γὰρ τῆς ἀναμνήσεως ἀναμιμνήσκομεν τὸν ἄρ‐ ρωστον τὰ προγεγονότα ἀπό τινος μηδὲν ἀκούσαντες, καὶ λέγομεν αὐτῷ τῷ ἀρρώστῳ ὡς ἐν ὑποθέσει ὅτι ‘ὑδροποσίᾳ ἐχρήσω ἢ ἀδηφα‐ | 4 | |
80 | γίᾳ ἢ ὀπωροφαγίᾳ‘. εἶτα ταῦτα τοῦ ἀρρώστου ἀναμιμνησκομένου μεγαλαυχεῖ τὸν τεχνίτην, καὶ πειθήνιος γίνεται τῷ ἰατρῷ λέγων ὅτι ‘οὗτος ἅπερ οὐκ εἶδεν οὐδὲ ἤκουσεν, ἀνέμνησέ με τῶν πραχ‐ θέντων παρ’ ἐμοῦ‘. καὶ τὸ τηνικαῦτα ῥᾴστη γενήσεται ἡ θερα‐ πεία. | |
85 | Ὅτι δὲ γνήσιόν ἐστι τὸ παρὸν σύγγραμμα τοῦ Ἱπποκράτους, πάντες ὡμοφώνησαν οἱ ἐξηγηταὶ ὅτι ἐκείνου τοῦ Ἱπποκράτους ἐστὶ τὸ παρὸν σύγγραμμα οὗτινος καὶ τὸ Περὶ διαίτης ὀξέων καὶ τὸ Περὶ τόπων, ἀέρων, ὑδάτων· ἐκεῖνα γὰρ κυρίως γνήσιά εἰσι τοῦ Ἱπποκράτους. ποίου δὲ Ἱπποκράτους εἰσὶν οὐκ ἴσμεν· τέσ‐ | |
90 | σαρες γὰρ Ἱπποκράται γεγόνασιν, ὁ Γνωσιδίκου, ὁ Ἡρακλείδα, ὁ Δράκοντος καὶ ὁ Θεσσαλοῦ. πλὴν ὑπολαμβάνομεν ὅτι τοῦ Ἡρακ‐ λείδα εἰσὶν Ἱπποκράτους τὰ συγγράμματα ταῦτα, ἐπειδὴ τοῦτον λέγουσιν εὐδοκιμήσαντα ἐν τοῖς ἔργοις τῆς τέχνης. Ἐπιγέγραπται δὲ ”Προγνωστικὸν Ἱπποκράτους” καὶ ἀπὸ ση‐ | |
95 | μειώσεως. καὶ μὴν τὴν σημείωσιν εἰς τρία διείλομεν, εἰς πρόγ‐ νωσιν καὶ διάγνωσιν καὶ ἀνάμνησιν. πῶς οὖν ἀπὸ ἑνὸς μέρους τὴν ἐπιγραφὴν ἐποιήσατο; καὶ λέγομεν ὅτι ἢ ὡς τιμιωτέραν ἢ ὡς | |
καθολικωτέραν. τιμιωτέρα γάρ ἐστιν ἡ πρόγνωσις καὶ τῆς διαγ‐ νώσεως καὶ τῆς ἀναμνήσεως. μόνου γὰρ θεοῦ ἐστι τὸ προγινώσ‐ | 5 | |
1.1(100) | κειν. καὶ κατὰ τοῦτο οὖν ἐοίκαμεν θεῷ καὶ ἰσοθέους ἡμᾶς ἡγοῦν‐ ται, ἐκ τοῦ προγινώσκειν ἡμᾶς. ἡ γὰρ πρόγνωσις θείας τινὸς καὶ ὑπερτέρας ἐστὶ δυνάμεως. πάλιν δὲ καὶ ὡς καθολικωτέραν οὖσαν τὴν πρόγνωσιν, ἀπ’ αὐτῆς ἐποιήσατο τὴν ἐπιγραφήν· ἐν γὰρ τῇ προγνώσει καὶ ἡ διάγνωσις καὶ ἡ ἀνάμνησις συνέρχονται | |
105 | ὡς μερικώτερα. Ἡ δὲ τάξις τῆς ἀναγνώσεως· δεῖ ἐν τοῖς Ἱπποκρατείοις συγγράμμασι πρότερον τὰ καθόλου ἀναγινώσκειν τῶν μερικῶν. διὸ δεῖ τοὺς Ἀφορισμοὺς ἀναγινώσκειν πρότερον, ἐπειδὴ πάντων τῶν μερῶν τῆς ἰατρικῆς διαλαμβάνουσιν, καὶ εἶθ’ οὕτως ἐπὶ τὰ με‐ | |
110 | ρικὰ ἰέναι. ἀλλὰ ταῦτα διττά ἐστιν· ἢ γὰρ κατὰ φύσιν εἰσὶν ἢ παρὰ φύσιν. καὶ δεῖ πρότερον τὰ κατὰ φύσιν. ταῦτα δὲ τὰ κατὰ φύσιν τριττά εἰσιν· ἢ γὰρ πόρρω εἰσὶν ἢ προσεχῆ ἢ προσεχέσ‐ τερα. καὶ δεῖ πρότερον τὰ πόρρω ἀναγινώσκειν, οἷον τὸ Περὶ ἀνθρώπου φύσεως, ἐπειδὴ ἐκεῖσε περὶ τῶν πορρωτάτω στοιχείων | |
115 | διαλέγεται. εἶτα δεῖ ἐπὶ τὰ προσεχῆ ἔρχεσθαι στοιχεῖα. διὸ δεῖ ἀναγινώσκειν τὸ Περὶ παιδίου φύσεως, τὸ Περὶ χυμῶν. ταῦ‐ τα γὰρ προσεχῆ εἰσιν στοιχεῖα, τὸ σπέρμα καὶ τὸ καταμήνιον, ἐξ οὗ τρέφεται τὸ ἔμβρυον, καὶ οἱ χυμοί. εἶτα μετὰ ταῦτα δεῖ ἐπὶ τὰ προσεχέστερα ἔρχεσθαι. διὸ δεῖ μετὰ ταῦτα τὸ Περὶ τρο‐ | |
120 | φῆς ἀναγινώσκειν· ταῦτα γὰρ προσεχέστερά εἰσι στοιχεῖα, λέγω δὴ αἱ τροφαί. εἶτα μετὰ τὰ κατὰ φύσιν δεῖ μετιέναι ἐπὶ τὰ παρὰ φύσιν. ἀλλὰ τῶν παρὰ φύσιν διττή ἐστιν ἡ διαφορά· ἢ γὰρ σπο‐ ραδικά εἰσιν ἢ κοινά. καὶ δεῖ πρῶτον τὰ σποραδικὰ ἀναγινώσ‐ κειν. καὶ σποραδικὰ μέν ἐστι τὰ ἀλληνάλλως ἔχοντα περὶ τῶν | 6 |
125 | παθῶν. ταῦτα γὰρ τὰ σποραδικὰ διττά ἐστιν· ἢ γὰρ σημειωτικὰ ἢ θεραπευτικά. καὶ δεῖ πρότερον τὰ σημειωτικὰ ἀναγινώσκειν. διὸ δεῖ πρότερον τὸ παρὸν σύγγραμμα ἀναγινώσκειν καὶ τοῦ Περὶ διαίτης ὀξέων καὶ τοῦ Περὶ ἄρθρων καὶ τοῦ Περὶ ἀγμῶν, ἐπειδὴ ἐκεῖσε θεραπείας διδάσκει. καὶ μετὰ τὴν σημείωσιν δεῖ τὰς θε‐ | |
130 | ραπείας ἀναγινώσκειν, καὶ ἐν τῇ θεραπείᾳ τὰ ὁμοιομερῆ ἀναγι‐ νώσκειν 〈πρότερον〉 τῶν ὀργανικῶν. διὸ δεῖ πρότερον τὸ Περὶ διαίτης ὀξέων ἀναγινώσκειν, ἐπειδὴ ἐκεῖσε τὰ ὁμοιομερῆ θερα‐ πεύει, καὶ εἶθ’ οὕτως ἐπὶ τὰ ὀργανικὰ δεῖ ἔρχεσθαι. διὸ δεῖ τὸ Περὶ ἄρθρων καὶ ἀγμῶν ἀναγινώσκειν. τῶν δὲ κοινῶν τὰ μὲν | |
135 | ἔνδημά ἐστιν, τὰ δὲ ἐπίδημα. καὶ δεῖ πρῶτον τὰ ἔνδημα ἀναγι‐ νώσκειν. καὶ ἔνδημα μέν ἐστι τὰ ἐνυπάρχοντα, ἐπίδημα δὲ τὰ μὴ ὑπάρχοντα. διὸ δεῖ τὸ Περὶ τόπων, ἀέρων, ὑδάτων ἀναγινώσ‐ κειν, ἅπερ ἐστὶν ἔνδημα, καὶ εἶθ’ οὕτως τὰ ἐπίδημα, τουτέστι τὰς Ἐπιδημίας. καὶ τέλος πάντων δεῖ τὰ Γυναικεῖα ἀναγινώσ‐ | |
140 | κειν, διὰ τὸ περὶ γυναικείων παθῶν καὶ μόνον διαλέγεσθαι, ἄλ‐ λως τε δὲ ὅτι καὶ περὶ ἑνὸς μορίου πεπονθότος διαλέγεται, | |
ἤγουν περὶ πεπονθυίας μήτρας. Ἡ δὲ εἰς τὰ μόρια διαίρεσις· εἰς τρία τμήματα διαιρεῖται κατὰ τὸν Γαληνόν· κατὰ δὲ τὸν Ἱπποκράτην οὐκ ἔστι τμῆμα, | 7 | |
145 | ἀλλ’ ὅσα θεωρήματα τοσαῦτα καὶ τμήματα. Ἀνάγεται δὲ τὸ παρὸν σύγγραμμα ὑπὸ τὸ θεωρητικόν, καὶ τὸ θεωρητικὸν ὑπὸ τὸ σημειωτικόν. Τρόπῳ δὲ διδασκαλικῷ οὐ κέχρηται ὁ Ἱπποκράτης ᾧτινι ὁ Γαληνὸς συνθετικῷ λόγῳ καὶ ἀναλυτικῷ ἐξ ὅρου διαλύσεως καὶ | |
1.1(150) | τοῖς τοιούτοις, ἀλλ’ ἑτέροις τρόποις τρισὶ κέχρηται, ἀφορισ‐ τικῷ, ὑφηγηματικῷ καὶ μικτῷ. καὶ ἀφοριστικὸς μέν ἐστιν ὁ πε‐ νόμενος ταῖς λέξεσι, πλουτῶν δὲ τοῖς ἐνθυμήμασιν· ὑφηγηματι‐ κὸς δέ ἐστιν ὁ ἔχων προσδιορισμοὺς καὶ προθεωρήματα καὶ ἐπι‐ λογισμοὺς καὶ παρεκβάσεις, καὶ ἁπλῶς εἰπεῖν ἐξομοιούμενος καὶ | |
155 | ἐξ ἴσου ἔχων καὶ ἐξισάζων τοῖς ἐνθυμήμασι τὴν λέξιν. μικτὸς δέ ἐστιν ὁ μήτε οὕτως ὡς ὁ ἀφοριστικὸς μήτε ὡς ὁ ὑφηγηματι‐ κός, ἀλλὰ μέσως πως. ὁ δὲ ὑφηγηματικὸς εἰς τρία διαιρεῖται· ἢ γὰρ ὑψηλός ἐστι καὶ ἐπηρμένος ὁ χαρακτήρ, ὥσπερ τὸ Περὶ τόπων, ἀέρων, ὑδάτων, ἢ ταπεινὸς καὶ χθαμαλός, ὥσπερ τὰ Γυναικεῖα· | |
160 | περὶ γὰρ οὔρων, ὑποχωρημάτων καὶ τῶν τοιούτων ἐκεῖσε διαλέγε‐ ται. μέσος δὲ χαρακτήρ ἐστιν ᾧπερ ἐνταῦθα κέχρηται· οὔτε ὑψη‐ λῷ καὶ ἐπηρμένῳ, οὔτε ταπεινῷ, ἀλλὰ μέσῳ χαρακτῆρι κέχρηται. | |
ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις. | 8 | |
1.2 | Τὸν ἰητρὸν δοκέει μοι ἄριστον εἶναι [193.1 A.]. Ἄξιον ἀπορίας ὅτι πῶς ὁ Ἱπποκράτης μὴ εἰωθὼς ἐν τοῖς οἰκείοις συγγράμμασι προοιμιάζεσθαι νῦν προοιμίῳ κέχρηται. καὶ λέγομεν ὅτι διὰ τοὺς Μεθοδικοὺς τῷ προοιμίῳ ἠναγκάσθη | |
5 | χρήσασθαι, ἵνα ἀποδείξῃ ἀναγκαίαν τὴν πρόγνωσιν. ἐκεῖνοι γὰρ πάντῃ ἀνῄρουν τὴν πρόγνωσιν λέγοντες μηδὲν ὅλως λυσιτελοῦσαν τῷ ἰατρῷ. ἔφασκον γὰρ ὅτι ἰατροῦ ἐπιστήμονός ἐστι τὸ τὴν ὑγεῖαν φυλάττειν καὶ τὸ τὴν διαφθαρεῖσαν ὑγεῖαν ἀνακαλέσασθαι· τὸ δὲ προγινώσκειν μάντεώς ἐστιν ἢ προφητῶν τινων. ὁ οὖν Ἱπ‐ | |
10 | ποκράτης θέλων ἐλέγξαι τοὺς Μεθοδικοὺς καὶ ἀναγκαίαν ἀποδεῖ‐ ξαι τὴν πρόγνωσιν τῷ προοιμίῳ ἐχρήσατο, ἐκ τριῶν συλλογιστι‐ κῶν ἀποδείξεων σκευάζων αὐτό. Καὶ πρώτη ἐστὶν αὕτη· ὁ ἰατρὸς ἐξ ὧν προλέγει, πάντως γι‐ νώσκει τὴν φύσιν τοῦ ὑποκειμένου νοσήματος· ὁ δὲ γινώσκων τὴν | |
15 | φύσιν τοῦ ὑποκειμένου νοσήματος, εὐπειθεῖς ἀπεργάζεται τοὺς νοσοῦντας· ὁ εὐπειθεῖς τοὺς νοσοῦντας ποιῶν, εὐχερῶς καὶ τα‐ χέως ἀπαλλάττει τὸν κάμνοντα τῆς νόσου· ὁ τοιοῦτος ἰατρὸς ἐξ ὧν προλέγει, εὐχερῶς καὶ ταχέως ἰᾶται τὸν κάμνοντα. | |
Δεύτερον συλλογισμὸν λέγει τοιοῦτον, ὅτι ὁ προγινώσκων ἰα‐ | 9 | |
20 | τρὸς προευτρεπίζεται· ὁ δὲ προπαρασκευαζόμενος οὐ ταράττεται· ὁ μὴ ταραττόμενος νικᾷ τὸν ἀγῶνα· ὁ νικῶν τὸν ἀγῶνα τοῦ ἰδίου σκοποῦ περιγίνεται, ὅστις ἐστὶ τῆς ἰάσεως· οὗτος γὰρ ὁ σκοπὸς τῷ ἰατρῷ ἴασις. καὶ γὰρ ὁ προγινώσκων τὰς παρὰ φύσιν διαθέ‐ σεις τὰς μήπω γενομένας, μελλούσας δὲ ἔσεσθαι, ἐκκόπτει καὶ | |
25 | οὐκ ἐᾷ γενέσθαι. εἰ δὲ καὶ γένωνται, κἂν μὴ πάντῃ δυνήσηται αὐτὰς ἐκκόψαι, ἀλλ’ ὅμως τὸ σφοδρὸν καὶ τὸ μέγεθος αὐτῶν κα‐ θαιρεῖ καὶ μετριάζει. οὕτως γοῦν πολλάκις προγινώσκοντες μέλ‐ λοντας παροξυσμοὺς εἰσβάλλειν μετὰ συγκοπῆς ἢ λιποθυμίας ἢ παραφορᾶς, παρέχοντες τροφὰς ἢ βοηθήμασιν ἐπιτηδείοις παρεσ‐ | |
30 | χηκότες, ἢ πάντῃ οὐ συνεχωρήσαμεν γενέσθαι ἢ, καὶ ἐὰν ἐγέ‐ νοντο, ὑφειμένως καὶ μετρίως ἐγένοντο. Τρίτον δὲ συλλογισμὸν οὐκέτι ἀπὸ τοῦ τέλους τῆς τέχνης λαμβανόμενον, ἀλλὰ ἀπὸ τοῦ ἀναίτιον καὶ ἀνεύθυνον αὑτόν τε καὶ τὴν τέχνην διατηρεῖν. φησὶ γὰρ ὅτι ὁ προγινώσκων ἰατρὸς | |
35 | προλέγει τοὺς σωθησομένους ἢ τεθνηξομένους· ὁ οὕτως προλέγων ἰατρὸς τὰ μέλλοντα ἔσεσθαι, ἀναίτιον ἑαυτόν τε καὶ τὴν τέχνην καθίστησιν. ἐὰν γὰρ προγνῷ ὁ ἰατρὸς ὅτι περιεστηκός ἐστι τὸ νόσημα, πάντα τὰ δέοντα διαπράττεται, καὶ κέχρηται ταχὺ καὶ φλεβοτομίᾳ καὶ καθάρσει καὶ ἑτέροις πλείστοις βοηθήμασιν. εἰ | |
40 | δὲ προγνῷ ὅτι ὀλέθριόν ἐστι τὸ νόσημα, οὐδ’ ὅλως ἐγχειρεῖ τῷ νοσοῦντι παρατηρούμενος τὸ φάσκον ῥητὸν ὅτι ‘τοῖς ὑπὸ τῶν νούσων κεκρατημένοις οὐ δεῖ ἐγχειρεῖν‘, καὶ τὸ “φύσεως ἀντι‐ πραττούσης πάντα κενεά”. καὶ λοιπὸν οὐκ ἐφάπτεται, ἵνα μηδ’ ὅ‐ λως οἱ λοιδορεῖν σπεύδοντες τῶν ἰδιωτῶν εἰς τὸ γινόμενον μέμ‐ | 10 |
45 | ψιν ἐπιθήσωσιν, ὅτι τυχὸν ‘εἰ μὴ ἐφλεβοτομήθη, οὐκ ἂν ἀπέθνῃ‐ σκεν‘. — — — | |
47 | 〈Τὸν ἰητρὸν δοκέει μοι ἄριστον εἶναι〉 [193.1 A.]: φησὶν ὁ Γαληνὸς ὅτι ἀσαφῶς πέφρασται τὸ ῥητόν, ἀλλὰ διὰ τὸ σαφὲς δεῖ | |
1.2(50) | ἡμᾶς ἐν ὑπερβατῷ οὕτως ἀναγνῶναι· ‘δοκεῖ μοι ἄριστον εἶναι πρόνοιαν ἐπιτηδεύειν τὸν ἰατρόν.‘ φαμὲν οὖν ὅτι τὸ “δοκεῖ” κατὰ δύο σημαινομένων φέρεται· πρῶτον μὲν κατὰ τοῦ ἐνδοιαστι‐ κοῦ, ὥσπερ ἂν εἴπωμεν ‘δοκῶ τάδε βουλεύεσθαι ὑμᾶσ‘. φέρεται δὲ καὶ κατ’ ἄλλου σημαινομένου, ὅταν μὴ ᾖ ἐνδοιαστικόν, οἷον | |
55 | ὡς ἂν εἴπωμεν ὅτι ‘δοκεῖ τῷ θεῷ τόδε τι ποιῆσαι‘, ‘δοκεῖ τῷ βασιλεῖ‘, καὶ τηνικαῦτα οὐ κατὰ τοῦ ἐνδοιαστικοῦ αὐτὸ λαμβά‐ νομεν, ἀλλ’ ὅτι δόγμα πεποίηται καὶ πάντως τοῦτο γενήσεται ὃ ἔδοξεν αὐτῷ. οὕτως οὖν καὶ ἐνταῦθα ὁ Ἱπποκράτης τὸ “δοκεῖ” | |
ἐξέλαβεν ἀντὶ τοῦ δόγμα τιθέναι. | 11 | |
60 | Ἑτέρου. τὸν ἰητρὸν δοκέει μοι ἄριστον εἶναι: ἰστέον ὅτι τὸ “δοκεῖ” διάφορον ἔχει τὴν σημασίαν· σημαίνει γὰρ δισταγμὸν ἢ ἀξίωμα ἢ μέτριον ἦθος. καὶ διστακτικῶς μέν, ὅτι ‘ἡ ψυχὴ ἀθάνατοσ‘· κατὰ γὰρ τοὺς ἔξω ἀμφιβάλλεται. ἀξιωματικῶς δὲ ὡς ἡνίκα ὑπὸ ἄλλου ἐρωτώμενος ὅτι ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν;‘ ἀπο‐ | |
65 | κρίνομαι λέγων ‘οὕτως μοι δοκεῖ‘. μέτριον δὲ ἦθος καθάπερ οἱ φιλόσοφοι ποιοῦσιν ἐν τοῖς πράγμασιν ἐπὶ τῶν ἀληθῶν πραγμάτων, ἀποκρίνονται καὶ λέγουσιν ὅτι ‘οὕτως μοι δοκεῖ‘, καίτοι γινώ‐ σκοντες ὅτι ἀληθῶς οὕτως ἔχει. ὁ οὖν Ἱπποκράτης ἀξιωματικῶς ἐχρήσατο τῷ “δοκεῖ μοι” ἢ ὡς διὰ μέτριον ἦθος. | |
70 | Ἄλλη ἐξήγησις ἀνωνύμου τινὸς ἐξηγητοῦ σαφοῦς καὶ συντό‐ μου καὶ θαυμαστοῦ. καθ’ ὑπερβατὸν οὕτως ἀναγνωστέον ‘δοκέει μοι τὸν ἄριστον ἰατρὸν πρόνοιαν ἐπιτηδεύειν‘. τὸ “δοκέει μοί” τινες ἐξηγήσαντο· φασὶ γὰρ ὅτι ὁ Ἱπποκράτης οὐκ ἐτόλμησεν οὕτως ἁπλῶς ἀποφήνασθαι διὰ τὸ μὴ παντελῶς θαρρεῖν· μετριάζων | |
75 | οὖν ἔφη “δοκέει μοι” ἀντὶ τοῦ νομίζω. οὐκ ἔστι δὲ ὡς ἐκεῖνοι ἐνόμισαν, ἀλλὰ “δοκέει μοι” ἀντὶ τοῦ ‘δόγμα πεποίημαι καὶ δόγμα ἔχω τὸ τὸν ἰατρὸν τὸν ἄριστον πρόνοιαν ἐπιτηδεύειν‘. Πρόνοιαν ἐπιτηδεύειν [193.1 A.]: ἰστέον ὅτι ἡ πρόνοια τε‐ τραχῶς· δηλοῖ γὰρ τὴν φροντίδα καὶ τὴν προαίρεσιν καὶ τὴν κη‐ | |
80 | δεμονικὴν τοῦ παντὸς δύναμιν καὶ τὴν πρόγνωσιν. καὶ ἐπὶ μὲν τῆς φροντίδος ἱστορεῖ ὁ Εὐριπίδης τὴν Πολυξένην φονευομένην | |
ὑπὸ τοῦ Πύρρου ὅτι ‘ἡ δὲ καὶ πίπτουσα ὅμως πολλὴν πρόνοιαν εἶχεν εὐσχήμως πεσεῖν καὶ κρύπτειν ἅπερ κρύπτεται ὄμματα ἀρ‐ ρένων‘. ἐπὶ δὲ τῆς προαιρέσεως δηλοῖ τὸ παρὰ τῷ Σόλωνι τῷ | 12 | |
85 | νομοθέτῃ εἰρημένον, ὅτι ‘δικάζειν δεῖ τὴν βουλὴν τὴν ἐν Ἀρείῳ πάγῳ φόνου καὶ τραύματος ἐκ προνοίασ‘, τουτέστιν ὅτι οἱ κατὰ προαίρεσιν φονεῖς ἐν τῷ Ἀρείῳ πάγῳ εἶχον τὸ δικαστή‐ ριον, ὡς ἂν τῶν ἄλλων ἐγκλημάτων ἐν ἄλλοις τόποις ἐχόντων. ἐπὶ δὲ τῆς τοῦ παντὸς κηδεμονίας, ὡς ὅταν λέγωμεν ὅτι ὁ θεὸς | |
90 | προνοεῖται τοῦ τῇδε κόσμου. ἐπὶ δὲ τῆς προγνώσεως αὐτὴ ἡ λέ‐ ξις δηλοῖ ὅτι πρόνοια εἴρηται ἐκ τοῦ προνοεῖν τὸν νοῦν καὶ ἐκ τοῦ προλαμβάνειν τὸν νοῦν. ὁ οὖν Ἱπποκράτης τὴν πρόνοιαν κα‐ τὰ τῆς προγνώσεως ἔθηκεν ὡς ἰατρός. Ἄλλως. τὸ δὲ τῆς προνοίας ὄνομα ἄλλοι ἄλλως ἐξηγήσαντο. | |
95 | οἱ μὲν γὰρ εἰρήκασιν πρόνοιαν αὐτὸν λέγειν τὴν φροντίδα, οἱ δὲ τὴν προπαρασκευήν. καὶ γὰρ πρόνοια καλεῖται ἡ φροντίς. ὅ‐ θεν λέγομεν ἐν τῇ κοινῇ συνηθείᾳ ὅτι ὁ δεῖνα τοῦδε προενοήσα‐ το ἀντὶ τοῦ φροντίζει. ἔχομεν δὲ τοῦτο καὶ παρὰ τῷ Εὐριπίδῃ τὸ ὄνομα εἰρημένον· βουλόμενος γὰρ σημάναι τὴν φροντίδα Πολυ‐ | |
1.2(100) | ξένης ἐν τῇ Ἑκάβῃ ἔφησεν ‘ἡ δὲ καὶ θνῄσκουσα πολλὴν πρόνοιαν εἶχεν εὐσχήμως πεσεῖν‘. λέγεται δὲ πρόνοια καὶ ἄλλως. οὕτως γὰρ λέγομεν πρόνοιαν τοῦ παντὸς διαιροῦντες ἀπὸ τοῦ αὐτομάτου καὶ τῆς τύχης· ἀντίκειται γὰρ τῷ τῆς προνοίας ὀνόματι τὸ τῆς τύχης. λέγεται δὲ πρόνοια καὶ ἡ πρόγνωσις ὡς ἡ ἐτυμολογία τοῦ | |
105 | ὀνόματος δείκνυσι· πρόνοια γὰρ τὸ πρῶτον ἐν νῷ ἔχειν ἤτοι γε τὸ ἐννοῆσαι πρὶν παρ’ ἄλλου ἀκοῦσαι. ἐνταῦθα οὖν ὁ Ἱπποκρά‐ της πρόνοιαν καλεῖ οὐ τὴν προπαρασκευήν, ἀλλὰ τὴν πρόγνωσιν. τὸ δὲ τῆς προγνώσεως ὄνομα λαμβάνεται παρ’ αὐτοῦ κατὰ τῶν τριῶν χρόνων, παρεόντος τε καὶ μέλλοντος καὶ προγεγονότος. | 13 |
110 | Προγινώσκων γὰρ καὶ προλέγων παρὰ τοῖσιν νοσέουσιν [193.2 A.]: ἰστέον ὅτι διαφέρουσι πρόγνωσις καὶ πρόρρησις, ὅτι ἡ μὲν πρό‐ γνωσις κατὰ ἐνδιάθετον λόγον γίνεται, ἡ δὲ πρόρρησις κατὰ τὸν προφορικόν. καὶ ἔστι προηγουμένη ἡ πρόγνωσις, ἐφεπομένη δὲ ἡ πρόρρησις. | |
115 | Ἐντεῦθεν ἄρχεται τοῦ αου συλλογισμοῦ. ὡς δὲ εἰρήκαμεν, ἔστιν οὕτως· ὁ ἄριστα προγινώσκων οἶδε τῶν νοσημάτων τὰς φύ‐ σεις· ὁ εἰδὼς τῶν νοσημάτων τὰς φύσεις προλέγει τοῖς κάμνου‐ σιν· ὁ προλέγων τοῖς κάμνουσιν ἕξει πειθηνίους αὐτοὺς ἑαυτῷ· ὁ οὕτως ἄριστα προγινώσκων ἕξει πειθηνίους τοὺς κάμνοντας. | |
120 | καὶ οὕτως μὲν ὁ συλλογισμὸς οὗτος δεδόσθω ἀπὸ καθόλου καταφα‐ τικῆς τῆς μείζονος, καθόλου καταφατικῆς τῆς ἐλάττονος, καθό‐ λου καταφατικὸν συνάγων συμπέρασμα. 〈Ἄλλως.〉 εἰδέναι δεῖ ὅτι ἄλλο ἐστὶ προγινώσκειν καὶ ἄλλο τὸ προλέγειν. καλῶς οὖν ὁ Ἱπποκράτης μηδὲ τοῦτο παραλιπὼν | |
125 | ἀλλὰ προτάξας τὰ ὀνόματα ὥσπερ ἔχει τὰ πράγματα. τὸ μὲν γὰρ προγινώσκειν αὐτὴν τὴν διάθεσιν τῆς ψυχῆς σημαίνει, τὸ δὲ προλέγειν τὴν προφορὰν αὐτὴν τῶν λεγομένων ἣν ποιούμεθα ἀλ‐ λήλοις ἀνακοινούμενοι τὰ πράγματα. Ἑτέρα ἐξήγησις. Ἡρόφιλος ἐξηγήσατο ἄλλο εἶναι πρόγνωσιν | |
130 | καὶ ἄλλο πρόρρησιν. ‘καὶ πρόγνωσις μέν‘, φησίν, ‘ὅταν προγνῶ, μὴ εἴπω δέ τινι· πρόρρησις δέ ἐστιν ὅταν προεγνωκὼς εἴπω τὸ προεγνωσμένον.‘ καὶ αὕτη μὲν ἡ Ἡροφίλου ἐξήγησις, καταγέλασ‐ τος οὖσα. ἰστέον τοίνυν ὅτι πρόγνωσις καὶ πρόρρησις οὐδὲν διαφέρει πλὴν κατὰ τὴν ἕξιν τοῦ ἰατροῦ καὶ τοῦ νοσοῦντος. | 14 |
135 | προγινώσκειν μὲν ἐκεῖνα λέγεται ἅτινα τῷ κάμνοντί ἐστιν ἀγνώ‐ ριστα, οἷόν τί ἐστι τὸ λεγόμενον οἷον εἰσελθόντες πρὸς ἄρρωσ‐ τον εὕρομεν αὐτὸν ὀδυνώμενον τὴν πλευρὰν καὶ ἔχοντα τὰ πολυ‐ θρύλλητα ἐκεῖνα τέσσαρα σημεῖα, βῆχα, πυρετὸν ὀξύν, δύσπνοιαν, νυγματῶδες ἄλγημα. αὐτὸς μὲν οὖν ἐπιδείκνυσι τὴν πλευράν, | |
140 | ἡμεῖς δὲ λέγομεν ὡς οὐκ ὀστέον ἐστὶ τὸ πεπονθός, οὐ μῦς, ἀλλ’ ὁ ὑπεζωκὼς τὰς πλευρὰς ὑμήν· καὶ τοῦτο λέγεται πρόγνωσις. πρόρρησις δέ ἐστιν ὅταν τὰ ἐγνωσμένα τῷ νοσοῦντι εἴπωμεν, ὅτι καὶ βήξ ἐστι καὶ πυρετὸς καὶ δύσπνοια καὶ νυγματῶδες ἄλγημα. καὶ οὕτως λέγομεν πρόγνωσιν καὶ πρόρρησιν διαφέρειν, διότι ἡ | |
145 | μὲν πρόγνωσις ὡς πρὸς τὸν ἰατρὸν λέγεται, ἡ δὲ πρόρρησις ὡς πρὸς τὸν νοσοῦντα, ὅταν τὰ ἐγνωσμένα αὐτῷ προείπῃ. Παρὰ τοῖσι νοσέουσι [193.2 A.]: δεῖ, φησίν, αὐτοῖς τοῖς νοσοῦσι προλέγειν. εἰ γὰρ τοῖς παρεοῦσιν εἴποις καὶ ὑπ’ αὐτῶν μάθοι ὁ κάμνων, νομίζει αὐτοὺς ψεύδεσθαι, ἀλλὰ δεῖ αὐτῷ τῷ | |
1.2(150) | νοσοῦντι προλέγειν, ὅπως αὐτὸς πιστεύοι τῷ ἰατρῷ. | |
1.2(150) | ||
1.3 | Τά τε παρεόντα καὶ τὰ προγεγονότα καὶ τὰ μέλλοντα ἔσεσ‐ θαι [193.2—194.4 A.]. Ἐντεῦθεν ἄρχεται ὁ πρῶτος συλλογισμὸς ὅντινα ἐλέγομεν ἀπὸ τῶν τριῶν χρόνων τὴν πρότασιν ἔχειν. ἰστέον δὲ ὅτι ἐλέγε‐ | 15 |
5 | το ἐν τοῖς προλεγομένοις ὅτι ὡς γενικωτέρᾳ ἐχρήσατο τῇ τοῦ Προγνωστικοῦ ἐπιγραφῇ φερομένου καὶ κατὰ διαγνώσεως καὶ ἀνα‐ μνήσεως καὶ ὅτι καὶ ἡ διάγνωσις ὑπὸ τὴν πρόγνωσιν ἀνάγεται. καὶ πάντων ῥίζα καὶ ἀρχή εἰσι τὰ ἐνιστάμενα καὶ τῶν φθασάντων καὶ τῶν μελλόντων. εἰ μὴ γάρ ἐστι τὸ ἐνεστὸς ὃ νῦν διαγινώσ‐ | |
10 | κω, οὐ δύναμαι εἰπεῖν τὰ φθάσαντα ἢ τὰ μέλλοντα. καὶ ὅτι προ‐ φέρει πάντων ἡ διάγνωσις ἐδήλωσε διὰ τούτων εἰρηκώς, καὶ κα‐ λῶς ἀπαριθμησάμενος πρώτην τὴν διάγνωσιν· ἡ γὰρ διάγνωσις ἐπὶ τῶν ἐνεστώτων λέγεται. φησὶν οὖν ‘τὰ παρεόντα καὶ τὰ φθάσαντα καὶ τὰ μέλλοντα‘. | |
15 | Ἀποροῦσι δὲ ‘διὰ τί πρότερον τῶν παρεόντων ἐμνήσθη, εἴ γε πρότερον περὶ προγνώσεως προέθετο διαλεχθῆναι;‘ καὶ λέγο‐ μεν ὅτι πᾶσα σημείωσις τῷ ἰατρῷ ἀπὸ τῶν παρόντων ἤτοι ἐνεστώ‐ των ἀποδείκνυται. καὶ γὰρ καὶ τὴν ἀνάμνησιν ἀπὸ τῶν παρεόντων ποιούμεθα. ἐπεί τοι παρῆλθον ἐκεῖνα, ἀλλὰ λέγω τῷ ἀρρώστῳ ἀπὸ | |
20 | ὑδροποσίας ἢ ὀπωροφαγίας ἢ ἀδηφαγίας καὶ ἀπεψίας. καὶ ἰδοὺ ἀναμιμνήσκω ἀπὸ τῶν παρεόντων τὸν ἄρρωστον ὅτι τοῦτο τὸ νόση‐ | |
μα ἢ ὅτι αὕτη ἡ ψυχρὰ καὶ φλεγματικὴ ὕλη ἀπὸ τούτων ἠθροίσθη. καὶ ἰδοὺ ἀπὸ τῶν παρεόντων καὶ ἐνεστώτων τὰ παρελθόντα ἐνοή‐ σαμεν. | 16 | |
25 | Ἀλλὰ καὶ τὰ ἐσόμενα ἀπὸ τῶν παρόντων διαγινώσκομεν, ὥσ‐ περ τὴν ἀρχὴν ἀπὸ σμικροσφυξίας καὶ συννεύσεως καὶ τῶν τοιού‐ των. ἀλλὰ καὶ τὴν ἀκμὴν ἀπὸ τῆς ἕξεως σημειούμεθα. καὶ πάλιν θεωροῦντες ἐν τῇ τετάρτῃ ἀμυδρᾶς πέψεως σημεῖα ἐν τοῖς οὔροις ἢ τοῖς ὑποχωρήμασιν προγινώσκομεν καὶ λέγομεν ὅτι τῇ ἑβδόμῃ | |
30 | ἔχει κριθῆναι τὸ νόσημα. καὶ ἰδοὺ ἀπὸ τῶν παρόντων τὰ μέλλον‐ τα προέγνωμεν, καὶ διὰ τοῦτο πρότερον τῶν παρεόντων ἐμνημο‐ νεύσαμεν. — — — | |
33 | Ὁκόσα τε παραλείπουσιν οἱ ἀσθενέοντες ἐκδιηγούμενοι [193. | |
35 | 3—4 A.]: δεῖ, φησί, τὸν ἰητρὸν προλέγειν μὴ μόνον ἅπερ παρὰ τῶν νοσούντων ἀκούει, ἀλλὰ καὶ τὰ παραλειπόμενα ὑπ’ αὐτῶν προλέγειν. τίνα δέ εἰσιν ἅπερ παραλείπουσιν οἱ ἄρρωστοι; ἅπερ γινώσκοντες οὐκ ἐκφέρουσιν· οἷον πολλάκις ἀπὸ καταστήματος ψυχροτέρου ἢ ὑγροτέρου ἢ ἄλλως ὁπωσοῦν καταστήματος βλάπτε‐ | |
40 | ται, καὶ ἐπὶ τούτῳ κρύπτει τῷ ἰατρῷ καὶ οὐ λέγει. ἢ πολλάκις ἐν τῷ σώματι αὐτοῦ ὄγκος τις γίνεται, ἐρυσίπελας ἢ ἕρπης ἢ φλεγμονὴ ἢ βουβών, καὶ ἐγκρύπτεται ὁ νοσῶν. δι’ ἣν δὲ αἰτίαν παραλιμπάνουσιν οἱ νοσοῦντες καὶ οὐ λέγουσι τῷ ἰατρῷ; ἢ διὰ βλακότητα ἢ διὰ δεινότητα ἢ κακοπραγίαν ἐκπειράζοντες τὸν | |
45 | ἰατρόν, ἐὰν δυνήσηται προγνῶναι καὶ εἰπεῖν τι ἐπιστημονικῶς· εἰ δὲ μή, ἵνα καταγελάσωσιν αὐτοῦ. ἢ δι’ ὀλιγοψυχίαν, ὥσπερ πολλάκις ἐξησθένησαν καὶ κατέπεσον αἱ δυνάμεις τοῦ νοσοῦντος καὶ οὐ δύναται εἰπεῖν τῷ ἰατρῷ. ὅθεν τινὲς τοὺς παρακολουθοῦν‐ τας αὐτοῖς ἐπιτρέπουσι λέγειν τὰ συμβάντα αὐτῷ τῇ νυκτὶ ἢ τῷ | 17 |
1.3(50) | πρωΐ. Ἄλλως. παραλείπουσί τινα οἱ νοσοῦντες τῶν συμβάντων ἐν τῷ διηγεῖσθαι τῷ ἰατρῷ διὰ τρεῖς αἰτίας, ἢ δι’ ἄγνοιαν ἢ διὰ λήθην ἢ διὰ πανουργίαν. εἰσὶν οὖν πολλοὶ κρυψίνοοι καὶ ἀπατ‐ εῶνες καὶ βούλονται πειράζειν τοὺς ἰατρούς, ὡς καὶ ὁ συγγρα‐ | |
55 | φεὺς ἐν τῇ Σφυγμικῇ διέγνω τὸν λαβόντα τὸ φάρμακον ἐκ τοῦ σφυγμοῦ τὴν τούτου διάγνωσιν ποιησάμενος. περὶ ποίου οὖν λέ‐ γει παραλιμπανομένου; οὐχὶ περὶ τῶν δι’ ἄγνοιαν· πῶς γὰρ δύ‐ ναται ἀναμνῆσαι ἃ ἀγνοεῖ ὅλως ὅτι ἐγένετο; ἀλλὰ μᾶλλον περὶ τῶν κατὰ λήθην ἢ διὰ τὸ κρυψίνους εἶναι τοὺς τοιούτους. | |
60 | Ἄλλη ἐξήγησις. τινὲς τῶν ἐξηγητῶν οὕτως εἰρήκασιν· ‘φησὶ γὰρ ὅτι τὰ μὲν ἄλλα πάντα οἱ ἄρρωστοι ἴσασιν· εἰ ἔχουσι δὲ ἔμφραξιν ἐν ἥπατι ἢ ἐν σπληνὶ ἢ ἐν ἄλλῳ τινὶ τῶν μορίων, οὐ‐ κέτι, καὶ ταῦτά φησι παραλιμπάνουσι λέγειν. εἴ τις οὖν τῶν ἰατρῶν ταῦτα αὐτοῖς ἐκδιηγήσεται, θαυμάζεται παρ’ αὐτοῖς.‘ | |
65 | ἐροῦμεν οὖν ἡμεῖς ὅτι ἐψεύσαντο οἱ ταῦτα λέγειν ἐπιχειρήσαν‐ τες. οὐ γάρ, εἴ τις εἴπῃ τῷ ἀρρώστῳ τὸ ἀγνοούμενον αὐτῷ, ἤδη καὶ θαυμάσει· πῶς γὰρ ἔχει θαυμάσαι ὃ οὐκ οἶδεν; ἀλλὰ θαυμά‐ ζοι τὸ ἤδη ἐγνωσμένον αὐτῷ ἀκούων. οἷον ἀνελθὼν ὁ ἰατρὸς πρὸς | |
ἄρρωστον, ἁψάμενος αὐτοῦ τῆς ἀρτηρίας ἔγνω ὅτι ἱδρῶτες αὐτῷ | 18 | |
70 | ἐγένοντο ἢ ἐθυμώθη, εἶτα εἴπῃ τῷ ἀρρώστῳ πρὶν ἀκούσῃ παρ’ αὐ‐ τοῦ ἢ τῶν αὐτοῦ, θαυμάζεται παρὰ τῷ πάσχοντι. ὥστε οἱ ἄρρωσ‐ τοι τὰ μὲν ἐναργῆ ἴσασιν, ἀγνοοῦσι δέ πως τὰ μὴ οὕτως ἔχοντα. εἴ τις οὖν τῶν ἐναργῶν τούτων προείπῃ τοῖς κάμνουσιν, εἰκότως θαυμασθήσεται. | |
75 | Πιστεύοιτο ἂν μᾶλλον γινώσκειν τὰ τῶν νοσεόντων πρήγματα [193.4—5 A.]: οὐκ εἶπεν ἁπλῶς τὰ τῶν ἀνθρώπων, ἀλλὰ “τὰ τῶν νοσούντων”, ἵνα μήτις ὑπολάβῃ ὅτι περὶ χρυσοῦ καὶ ἀργύρου ἢ ἄλλου τινὸς τοιούτου πράγματος εἶπεν ὁ Ἱπποκράτης, ἀλλ’ ἔφη ‘τὰ τῶν νοσούντων εἰδέναι πράγματα‘. πράγματα δὲ ταῦτα, νοσή‐ | |
80 | ματα, αἴτια, συμπτώματα. Ὥστε τολμᾶν ἐπιτρέπειν τοὺς ἀνθρώπους σφᾶς ἑαυτοὺς τῷ ἰητρῷ [193.5—6 A.]: ἰδοὺ ἐνταῦθα κατασκευάζει τὴν συλλογισ‐ τικὴν ἀπόδειξιν ἣν ἀνωτέρω προεῖπεν. Ἄλλως. ἀντὶ τοῦ πείθεσθαι τοὺς ἀρρώστους τῷ ἰητρῷ καὶ | |
85 | πειθηνίους αὐτοὺς ἔχειν, καὶ τοῦτό ἐστι τὸ ‘ἐπιτρέπειν αὐτοὺς ἑαυτοὺς τῷ ἰητρῷ‘. Τήν τε θεραπείαν ἄριστα ἂν ποιέοιτο προειδὼς τὰ ἐσόμενα ἐκ τῶν παρεόντων παθημάτων [193.6—7 A.]: ἐνταῦθα τὸν δεύτερον συλλογισμὸν ἐκτιθέμεθα ὅνπερ ἀνωτέρω προείπομεν. καλῶς δὲ καὶ | |
90 | θαυμασίως ἔφη ‘προγινώσκειν τὰ μέλλοντα ἐκ τῶν παρεόντων πα‐ θημάτων‘ ὡς πρὸς ἀντιδιαστολὴν τῆς τοῦ θεοῦ προγνώσεως. οἱ μὲν γὰρ ἄνθρωποι ἐκ τῶν παρεόντων τὰ μέλλοντα γινώσκουσιν, | |
οἷον οἰωνοσκόπος θεωρῶν τὴν πτῆσιν τῶν πτηνῶν εἴτε πρὸς βορ‐ ρᾶν πέτονται εἴτε πρὸς νότον, εἴτε εἰς ὕψος εἴτε χθαμαλῶς, | 19 | |
95 | εἴτε κράζοντα, οὕτως προγινώσκει. ἀλλὰ καὶ αἱ λοιπαὶ τέχναι ἀπό τινων σημείων προγινώσκουσι. δηλονότι καὶ ὁ ἰατρὸς ἀπό τινων σημείων προγινώσκει καὶ ἐν χρόνῳ καὶ διαμεμερισμένως. ὁ θεὸς δὲ οὐ δεῖται χρόνου πρὸς τὸ προγνῶναι, ἀλλ’ ἀχρόνως καὶ ἀδιασπάστως πάντα προγινώσκει, ἐπειδὴ τὰ πάντα αὐτὸς ἐποίησεν. | |
1.3(100) | Ἄλλως. τοῦτό ἐστι τοῦ πρώτου συλλογισμοῦ τὸ συμπέρασμα ὡς εἴρηται, ὅτι ὁ ἄριστα εἰδὼς τοὺς τρεῖς χρόνους, θεραπεύει. ἀλλὰ μὴν καὶ ἀρχὴ τοῦ δευτέρου συλλογισμοῦ. εἴρηται γὰρ ὁ δεύτερος συλλογισμὸς ἀπὸ μόνου τοῦ τρίτου χρόνου λαμβάνεσθαι οὕτως· ὁ προειδὼς τὰ μέλλοντα προευτρεπίζεται κατὰ τοῦ νοσή‐ | |
105 | ματος· ὁ προευτρεπιζόμενος ἄριστα θεραπεύει. ἐντεῦθεν οὖν ἤρξατο τοῦ δευτέρου συλλογισμοῦ. ἀλλ’ ἰστέον ὅτι πολλάκις οἱ ἀρχαῖοι προτάσεις ἔλεγον μόνον, κελεύοντες ἡμᾶς τῶν συμπερασ‐ μάτων ὑπακούειν. ὥσπερ καὶ ὁ Γαληνὸς ἐν τῷ προοιμίῳ τοῦ Περὶ στοιχείων εἰρηκὼς μόνας τὰς προτάσεις τὰ συμπεράσματα ἡμᾶς | |
110 | ἐκέλευσε προσυπακούειν. οὕτως οὖν κἀντεῦθεν δείκνυται ὅτι πρὸ Ἀριστοτέλους ὁ Ἱπποκράτης διαλεκτικὴν μέθοδον ἤσκησεν· εἰ‐ ρηκὼς γὰρ συμπέρασμα ἐκέλευσεν ἡμᾶς προτάσεων προσυπακούειν. Ἄλλη ἐξήγησις. Ἱπποκράτης ἐνταῦθα τοῦ δευτέρου συλλογι‐ σμοῦ ποιεῖται τὴν ἀρχήν. ὡς βραχυλόγος δὲ καταλείψας τὰς προ‐ | |
115 | τάσεις τὸ συμπέρασμα ἐπήγαγεν· ἴσμεν δὲ ποῖος οὗτος, ὅτι ὁ προγινώσκων οἶδε τὸ μέλλον· ὁ εἰδὼς τὸ μέλλον προπαρασκευάζε‐ ται· ὁ προπαρασκευαζόμενος ἄριστα θεραπεύει. Προειδὼς τὰ ἐσόμενα ἐκ τῶν παρεόντων παθημάτων [193.6—7 A.]: | |
καὶ πάλιν διὰ τούτων βεβαιοῦται ὅτι ῥίζα πάντων ἐστὶν ἡ διάγ‐ | 20 | |
120 | νωσις, ὡς καὶ ἀνωτέρω ἐλέγετο. οὐδὲ γὰρ δυνάμεθα προγνῶναι ἢ μεμνηκέναι τῶν φθασάντων, εἰ μὴ διαγνῶμεν τὰ παρεόντα. διὰ τοῦτο αον εἶπεν “προειδὼς τὰ ἐσόμενα ἐκ τῶν παρεόντων παθημά‐ των”. Ἰστέον ὅτι τὰ παλαιὰ τῶν ἀντιγράφων “νοσήματα” ἔχει. καὶ | |
125 | καλῶς ἔχει· εἴρηται γὰρ ὡς τῶν Ἱπποκρατείων οὐκ ἦν διῃρημένα τὰ νοσήματα καὶ τὰ συμπτώματα καὶ τὰ αἴτια, ἀλλὰ πάντα κοινῷ ὀνόματι ἐκαλοῦντο νοσήματα. διὰ τοῦτό φησι ‘προειδὼς τὰ ἐσό‐ μενα ἐκ τῶν παρεόντων νοσημάτων, συμπτωμάτων, αἰτίων‘. Ὑγιέας μὲν γὰρ ποιέειν ἅπαντας τοὺς ἀσθενέοντας ἀδύνατον | |
130 | [193.7—8 A.]: ἰδοὺ εἰς τὸν τρίτον λόγον εἰσέβαλεν ἑαυτὸν ἐν ᾧ φησιν ὅτι ὁ προγινώσκων ἰατρὸς προλέγει τούς τε σωθησομένους καὶ ἀπολλυμένους. καλῶς δὲ καὶ θαυμασίως ἔφη ὁ Ἱπποκράτης ‘ὑγιάζειν ἅπαντας τοὺς ἀσθενοῦντας ἀδύνατον· τοῦτο γὰρ καὶ τοῦ προγινώσκειν τὰ μέλλοντα ἀποβήσεσθαι κρεῖσσον ἂν εἴη.‘ | |
135 | τουτέστιν ὅτι ἀδύνατόν ἐστι πάντας τοὺς ἀσθενοῦντας ὑγιάζειν· εἰ γὰρ τοῦτο ἠδυνάμεθα ποιεῖν, ἀναγκαιότερον ἂν ἦν καὶ τῆς προγνώσεως καὶ οὐκ εἴχομεν τοιαύτην μέριμναν θέσθαι περὶ τὴν πρόγνωσιν. καὶ ἄνευ γὰρ τοῦ προγνῶναι ἐπὰν εἶχεν ὑγιασθῆναι, οὐκ ἔμελε τὸ προγνῶναι. ἀλλ’ ἐπειδὴ ἀδύνατόν ἐστιν ἅπαντας | |
140 | ὑγιάζειν, διὰ τοῦτο ἀναγκαῖον ἡμῖν ἐστι πολλὴν σπουδὴν καὶ ἐπιμέλειαν θέσθαι περὶ τὴν πρόγνωσιν, ὥστε ἐπίστασθαι αὐτὴν καὶ προγινώσκειν τὰ μέλλονται ἔσεσθαι. τῷ προγινώσκειν γὰρ καὶ προλέγειν ἀναίτιον ἑαυτόν τε καὶ τὴν τέχνην καθίστησιν. Ἄλλη ἐξήγησις. ἐνταῦθα συμπεπλήρωνται οἱ δύο συλλογισμοί, | 21 |
145 | ὁ πρῶτος καὶ ὁ δεύτερος. λοιπὸν ἡ ἀκοὴ ἀναμένει τὸν τρίτον ῥηθῆναι. ὁ δὲ οὐ παραδίδωσιν εὐθέως τὸν τρίτον, ἀλλ’, εἰ καὶ βραχυλόγος ἐστὶν ὁ Ἱπποκράτης, ἠκολούθησε τοῖς πλατικώτερον ἐκδιδοῦσι τὰ συγγράμματα καὶ διὰ τοῦτο ἀσάφειαν ἐποίησεν ἐν τῷ ῥητῷ. παραδίδωσι μὲν γὰρ προτέλειά τινα συμβαλλόμενα ἡμῖν | |
1.3(150) | πρὸς τὸν τρίτον συλλογισμὸν καὶ προαναμιμνήσκει τῶν φθασάν‐ των· καὶ εἶθ’ οὕτως τὸν τρίτον συλλογισμὸν ἐκτίθεται. εἰσὶ δὲ ταῦτα τὰ προτέλεια· ἰστέον ὅτι ἡ ἰατρικὴ αὐτὴ καθ’ ἑαυτὴν θεωρουμένη ἄπταιστός ἐστιν ἐπιστήμη. διὰ δὲ τὸ ῥευστὸν τῆς ὕλης καὶ εὐμετάβλητον καὶ ἄλλοτε ἄλλως ἔχον—καλῶς γὰρ ὁ Πλά‐ | |
155 | των ποταμῷ ῥέοντι ἀπείκασε τὰ ἡμέτερα σώματα—, καὶ διὰ τοῦτο οὐκ ἔχει τὸ βέβαιον ἡ τέχνη. εἰ μὲν πάντες οἱ νοσοῦντες ἀπέθ‐ νῃσκον, οὐκ ἦν ἔγκλημα τῷ ἰατρῷ, εἰ καὶ μὴ προλέγοι. εἰ δὲ πάντες ὑγίαινον, οὐδὲν ἐδεῖτο τῆς προρρήσεως. Ὑγιέας μὲν γὰρ ἅπαντας ποιέειν [193.7 A.]: τίνος αὐτῷ | |
160 | προκειμένου τὸν λόγον ἐπήγαγε τοῦτον τὸν λέγοντα “ὑγιέας μὲν γὰρ ἅπαντας ποιέειν τοὺς ἀσθενέοντας ἀδύνατον” καὶ τὰ ἑξῆς; καὶ λέγομεν ὅτι ὡς συμβαλλόμενον τοῦτο κατὰ τὸν τρίτον συλλο‐ | |
γισμὸν προέφη καὶ εἶπε. τοῦτο γάρ φησιν ὅτι εἰ ἐνεδέχετο πάν‐ τας ὑγιάζειν, περιττὴ ἂν εἴη ἡ πρόγνωσις· ἐπειδὴ δὲ οὐ δυνα‐ | 22 | |
165 | τὸν πάντας ὑγιάζειν, οὐχ ὅτι περιττὴ ἡ πρόγνωσις. τί οὖν; ὅτι πταιστὴ ἡ τέχνη. αὕτη μὲν καθ’ ἑαυτὴν ἄπταιστός τε καὶ ἀναμάρ‐ τητος· εἰ δὲ πολλάκις οἷα εἰκὸς ἁμαρτάνει, οὐ δι’ ἑαυτήν, ἀλλὰ διὰ τὴν ὑποκειμένην ὕλην ῥευστήν τε καὶ εὐμετάβλητον οὖ‐ σαν. οὕτω καὶ τεκτονική τε καὶ οἰκοδομικὴ ἁμαρτάνουσιν, οὐ δι’ | |
170 | ἑαυτάς, ἀλλὰ διὰ τὰς ὑποκειμένας ὕλας αὐταῖς. ὅσαι δ’ ἔχουσι τὴν ὑποκειμένην ὕλην ἀμετάβλητον, αὗται καὶ τὸ ἄπταιστον ηὐ‐ τύχησαν, καθάπερ ἀστρονομία τε καὶ γεωμετρία. ἐπεὶ οὖν ῥευστὴ ὕλη ὑπόκειται τῇ ἰατρικῇ—σώματα γάρ εἰσιν ἀνθρώπεια—, διὰ ταύτην τὴν αἰτίαν πταίει. δεῖ οὖν πάντα τρόπον ποιεῖν ἄμεμπ‐ | |
175 | τον φυλάττεσθαι τὴν τέχνην. πῶς δὲ αὐτὴν ἄμεμπτον φυλάξωμεν, εἰ μὴ ὅτι τῷ προγνῶναι τὸ μέλλον; κἄν τε σωτήριον ᾖ τὸ νόση‐ μα κἄν τε ὀλέθριον, ἀναγκαία ἡ τούτου πρόγνωσις ὥστε, κἂν ἀποτυχία τις ἔσται, διὰ τοῦ προλέγειν ἄμεμπτος ἡ τέχνη διαμε‐ νεῖ. | |
180 | Ἐπειδὴ δὲ οἱ ἄνθρωποι ἀποθνῄσκουσιν οἱ μὲν πρὶν ἢ καλέ‐ σαι τὸν ἰατρὸν ὑπὸ τῆς ἰσχύος τῆς νόσου, οἱ δὲ καὶ ἐκκαλεσά‐ μενοι παραχρῆμα ἐτελεύτησαν, οἱ μὲν ἡμέραν μίαν ζήσαντες [193. 9—194.1 A.]: ἀποροῦσί τινες ὅτι ‘τούτου ἀκαίρως ἐμνημόνευ‐ σεν ὁ Ἱπποκράτης· ἐὰν γὰρ πρὸ τοῦ καλέσαι τὸν ἰατρὸν ἀποθάνῃ | |
185 | ὁ ἄρρωστος, τότε ἀναίτιός ἐστιν· οὐδὲ γὰρ ἐθεώρησε τὸ πρόσω‐ | |
πον τοῦ θνῄξαντος ἐν τῷ ζῆν αὐτόν.‘ πρὸς ὃ λέγομεν ὅτι καὶ ἀναγκαίως αὐτοῦ ἐμνημόνευσε κατὰ δύο αἰτίας· ἢ γὰρ διὰ τὸ τέ‐ λειον τῆς διαιρέσεως ἐμνημόνευσε τὸ ‘πρὶν ἢ καλέσαι τὸν ἰατ‐ ρὸν ἀποθνῄσκουσιν‘, ἢ διὰ τὸ διδάξαι ἡμᾶς τὴν παρὰ φύσιν διά‐ | 23 | |
190 | θεσιν τῶν ὀξέων νοσημάτων ἐμνημόνευσε τούτου τοῦ ῥησειδίου. καὶ διὰ μὲν τὸ τέλειον τῆς διαιρέσεως οὕτως· οἷον ὁ νοσῶν ἢ περισώζεται ἢ ἀπόλλυται, καὶ ὁ ἀπολλύμενος ἢ πρὸ τοῦ κληθῆ‐ ναι τὸν ἰατρὸν ἀποθνῄσκει ἢ μετὰ τὸ καλέσαι τὸν ἰατρὸν καὶ ἀπελθεῖν, καὶ μετὰ τὸ ἀπελθεῖν τὸν ἰατρὸν καὶ ἐπισκέψασθαι ἢ | |
195 | ἐν τῇ αὐτῇ ἡμέρᾳ ἀπόλλυται ἢ μετὰ μίαν ἢ μετὰ δύο ἢ τρεῖς καὶ ἐπέκεινα. διὰ δὲ τὸ διδάξαι ἡμᾶς τὰ ὀξέα νοσήματα· πολλάκις γὰρ κάτοξύ ἐστι νόσημα, καὶ πρὶν καλέσαι τὸν ἰατρὸν ἀποθνῄσ‐ κει ὁ νοσῶν καὶ οὐκ ἀναμένει τὴν παρουσίαν τοῦ ἰατροῦ· πολλά‐ κις δὲ ὀξύ ἐστι τὸ νόσημα καὶ οὐ κάτοξυ, καὶ ἀναμένει τὴν πα‐ | |
1.3(200) | ρουσίαν τοῦ ἰατροῦ, καὶ μετὰ τὸ καλέσαι τὸν ἰατρὸν ἢ ἐν τῇ αὐτῇ ἡμέρᾳ ἀποθνῄσκει ἢ μετὰ μίαν ἢ μετὰ δύο ἢ μετὰ τρεῖς καὶ ἐπέκεινα. διὰ ταύτας οὖν τὰς δύο αἰτίας, ἀναγκαίως τοῦ ῥησει‐ δίου τούτου ἐμνημόνευσεν. Ἄλλως. ‘ἐπειδὴ δέ τινεσ‘, φησίν, ‘ἀποθνῄσκουσι μετὰ τὸ | |
205 | καλέσαι τὸν ἰατρὸν παραχρῆμα, οἱ δὲ μετὰ ὀλίγας ἡμέρας, οἱ δὲ πρὶν ἢ ἐκκαλέσαι τὸν ἰατρὸν ἐτελεύτησαν, διὰ τοῦτο‘, φησί, ‘βούλομαί σε εἰδότα τὸ ῥευστὸν τῆς ὕλης καὶ τὸ ἄλλοτε ἄλλως ἔχον προγινώσκειν καὶ προλέγειν.‘ ἀλλ’ ἴσως τις ἀπορήσοι ὅτι ‘καὶ ποῖαν μέμψιν ἔχει ὁ ἰατρός, ἐὰν πρὶν ἐκκαλέσασθαι ἐτε‐ | |
210 | λεύτησε;‘ καὶ νόμιζε λέγειν τὸν Ἱπποκράτην ὅτι ‘οὐκ ἔχει ἐπὶ | |
τούτῳ ὁ ἰατρὸς μέμψιν, ἀλλὰ βούλομαί σε εἰδέναι τὸ ῥευστὸν τῆς ὕλης καὶ διὰ τοῦτο προλέγειν ἵνα μὴ μεμπτέος ἔσῃ‘. Ἄλλη ἐξήγησις. ἐνταῦθα ἄρχεται τοῦ τρίτου συλλογισμοῦ. ἴσμεν δὲ ὅτι ἐστὶν οὕτως· ὁ προγινώσκων οἶδε τὴν ἔκβασιν· ὁ | 24 | |
215 | εἰδὼς τὴν ἔκβασιν προλέγει τὸ μέλλον· ὁ προλέγων τὸ μέλλον ἀνέγκλητον φυλάξει τὴν τέχνην. οὕτως ὅτι ἀναγκαία ἡ πρόγνωσις διὰ τὸ εἰδέναι τὴν ἔκβασιν τοῦ μέλλοντος. ἰατρός τις ἰδιώτης μὴ προγνοὺς τὸ μέλλον ἀνελθὼν πρὸς ἄρρωστον καὶ ὁρῶν τοῦτον ἱδροῦντα συγκοπτικῶς, εἶτα νομίσας ἐλλιπῶς γίνεσθαι τοὺς ἱδ‐ | |
220 | ρῶτας, μὴ γνοὺς ὅτι κατὰ συγκοπὴν ἐγένοντο οὗτοι οἱ ἱδρῶτες, ἐνόμισε δεῖν ἐπὶ πλέον ἐκφορῆσαι τὴν ὕλην. ἀπήγαγεν οὖν τὸν ἄρρωστον εἰς λουτρὸν καὶ τοῦτον ἐποίησεν ἐπὶ πλέον διαφορηθῆ‐ ναι, καὶ ἅμα τῷ διαφορηθῆναι τετελεύτηκεν ὁ ἄνθρωπος, καὶ τὴν πᾶσαν ἀπηνέγκατο μέμψιν ὁ ἰατρός, αἴτιος αὐτῷ τοῦ θανάτου γε‐ | |
225 | νόμενος. οὐχ ὅτι δὲ αὐτὸς αἴτιος τοῦ θανάτου· ἔμελλεν γὰρ θνῄσκειν ὅσον ἐκ τοῦ προηγησαμένου συμπτώματος· ἀλλ’ ἐπειδὴ οὐ προέγνω τὸ μέλλον ὥστε μὴ ἐγχειρῆσαι τοιούτῳ τολμήματι, ἐγχειρήσας οὖν, τὴν πᾶσαν αἰτίαν ἐκληρονόμησεν. ὥστε οὖν ἵνα μὴ τὸ αὐτὸ πάθωμεν ἐκείνῳ τῷ ἰδιώτῃ, ἀναγκαῖον ἀσκεῖν τὴν | |
230 | πρόγνωσιν. Πρὶν ἢ τὸν ἰατρὸν τῇ τέχνῃ πρὸς ἕκαστον νόσημα ἀνταγωνί‐ σασθαι [194.2—3 A.]: θαυμασίως πάνυ τῇ πληθυντικῇ φωνῇ ἐχρή‐ σατο εἰπὼν “πρὸς ἕκαστον νόσημα”· ἐνδέχεται γὰρ μὴ ὑπὸ ἑνὸς νοσήματος ἔχεσθαι τὸν κάμνοντα, ἀλλ’ ὑπὸ δύο νοσημάτων καὶ | |
235 | ἔστιν ὅτε καὶ τριῶν, καὶ διὰ τοῦτο ἔφη “πρὸς ἕκαστον νόσημα”. Ἄλλως. τὸ “πρὸς ἕκαστον νόσημα”· εἰ μὲν κατὰ πολλῶν νο‐ σημάτων εἴπωμεν, ἐπὶ διαφόρων λαμβάνομεν ἀνθρώπων, ἐπειδὴ πληθυντική ἐστιν ἡ φωνή. εἰ δὲ ἐπὶ ἑνὸς ἀνθρώπου τὸ τῶν νοση‐ μάτων λαμβάνομεν, ἀντὶ τοῦ περὶ αἰτιῶν, συμπτωμάτων, νοσημά‐ | 25 |
240 | των. καὶ καλῶς πάνυ προῆλθεν ἡ ἐξήγησις. Ἄλλη ἐξήγησις. “ἕκαστον” λέγει ἢ πρὸς τὴν αἰτίαν ἢ πρὸς τὸ νόσημα ἢ πρὸς τὸ σύμπτωμα· ὁ γὰρ ἰατρὸς πρὸς ἕκαστον ἀγω‐ νίζεται τούτων. ἐὰν οὖν βίαιον ᾖ τὸ νόσημα ὡς εἶναι τοῦτο ὑπὲρ τὴν δύναμιν, οὐδενὶ τῶν εἰρημένων ἐλπὶς ἀντιστῆναι τοῦ‐ | |
245 | τον. εἰ γὰρ καὶ πρὸς τὴν αἰτίαν σταίη, εἰκότως ἕτερον αἴτιον ἰσχυρότερον εὑρεθήσεται τούτου, ὃ φθάσει περιγινόμενον καὶ τῆς δυνάμεως, ὡς καὶ ταύτην καταλῦσαι. πολλάκις δὲ ἕτερον μὲν αἴτιον οὐκ ἀντιπράττει, τὸ δὲ νόσημα αὐτὸ ὀχληρότερον καθίσ‐ ταται. ἔστι δ’ ὅτε τὸ μὲν νόσημα κατεπείγει οὐδέν, ἀλλὰ τὰ | |
1.3(250) | συμπτώματα. πολλάκις γοῦν ἐν ᾧ χρόνῳ πρὸς ἕν τι διαμάχεται, φθάνει ἕτερον ἰσχυρότερον εὑρεθὲν ἀνελεῖν τὴν δύναμιν. διὰ οὖν τὴν βίαν τῶν τοιούτων ὀλεθρίων ὄντων ἀναγκαῖον κατορθοῦν τὴν πρόγνωσιν. Ὁκόσον ὑπὲρ τὴν δύναμίν εἰσι τῶν σωμάτων [194.4 A.]: δεῖ | |
255 | εἰδέναι ὅτι αἱ τοῦ σώματος δυνάμεις εἰσὶ τρεῖς, φυσική, ζωτι‐ κή, ψυχική. δεῖ τοίνυν, φησί, τὰς τοῦ σώματος δυνάμεις παρα‐ βαλεῖν πρὸς τὴν τοῦ νοσήματος καὶ εἰδέναι, εἰ οὐκ ἐξισχύουσι κατ’ αὐτοῦ, καὶ ποῖαι, ὅτι ἀπεῖπον. εἰ μὲν γὰρ αἱ κρείττονες ἀπεῖπον, οἷον ἡ ζωτικὴ ἥτις ἀπὸ καρδίας ὁρμᾶται ἢ ἡ ψυχικὴ ἡ | |
260 | ἐκ τοῦ ἐγκεφάλου, μένει δὲ ἡ φυσική, τηνικαῦτα ὁ θάνατος ὑπό‐ γυιος γίνεται, ὡς τῆς ἐλάττονος ἐρρωμένης, τῶν κρειττόνων κα‐ ταβεβλημένων. ὡς δήπου κἀμοὶ ὦπται, τοῦ ἀρρώστου ἄριστον †ὕδωρ εἰς† ἐκκρίνοντος· καὶ ἐντεῦθεν εἴχαμεν ἐρρῶσθαι τὴν φυσικὴν δύναμιν, καταβεβλῆσθαι δὲ τὴν ζωτικήν, διότι συγκοπτικὸν εἶ‐ | 26 |
265 | χεν ἱδρῶτα, καὶ ὁ τοιοῦτος ἐτελεύτα. | |
265 | ||
1.4 | Ἅμα δὲ καὶ εἴ τι θεῖον ἔνεστιν ἐν τῇσι νούσοισιν [194.4‐ 5 A.]. Λέγει ὁ συγγραφεὺς ὅτι δεῖ, φησί, μὴ μόνον τὰ κατὰ ἁπλού‐ στερον τρόπον περὶ τοὺς ἀρρώστους συμβαίνοντα προγινώσκειν | |
5 | καὶ ἅπερ οἱ κάμνοντες παραλιμπάνουσι προλέγειν, ἀλλὰ ‘καὶ εἴ τι θεῖον ἔνεστιν ἐν ταῖς νόσοις, καὶ τούτου δεῖ τὴν πρόνοιαν ποιεῖσθαι‘, ἤτοι πρόγνωσιν ἐκμελετᾶν. Καὶ οἱ μέν φασι “θεῖον” εἰρηκέναι τὸν Ἱπποκράτην τὴν θεομηνίαν, καθὸ νοσήματα διάφορα τοῖς ἀνθρώποις εἴωθε γίνεσ‐ | |
10 | θαι, ἅπερ πιστούμενοι εἰς μαρτυρίαν παράγουσι τοὺς λεγομένους | |
βλητοὺς καὶ τοὺς ἐπιλήπτους. ὁ μέντοι Γαληνὸς οὐ δέχεται τὴν τοιαύτην γνώμην τῶν ἐξηγητῶν λέγων ὅτι οὐδέποτε ἐν τοῖς ἑαυ‐ τοῦ συγγράμμασι φαίνεται ὁ Ἱπποκράτης οὑτινοσοῦν νοσήματος τὴν αἰτίαν εἰς τὸ θεῖον ἀναφέρων. ἄλλως τε δὲ ἐν τῷ Περὶ δι‐ | 27 | |
15 | αίτης ὀξέων βιβλίῳ μνημονεύσας τὸ πάθος τῶν βλητῶν, τὴν αἰ‐ τίαν ἐδίδαξε, καθ’ ἣν τὸ τοιοῦτον πάθος τοῖς ἀνθρώποις συμ‐ βαίνει. ἀλλὰ καὶ ἐν τῷ Περὶ τῆς ἱερῆς νόσου συγγράμματι ἀντιρ‐ ρητικῶς ἔχει 〈πρὸσ〉 τοὺς λέγοντας αὐτὸ κατὰ θεομηνίαν γίνεσ‐ θαι. | |
20 | Αὐτίκα γοῦν τὸ τῶν λεγομένων βλητῶν πάθος τοιῷδέ τινι τρόπῳ συμβαίνει συνίστασθαι· ἐπειδὴ ὡς μάλιστα ἐν τοῖς λοι‐ μοῖς τὸ τοιοῦτον συμβαίνει τοῖς κάμνουσιν—ἴσμεν γὰρ ὅτι τὰ λοιμικὰ πάθη τὴν σηπεδονώδη τοῦ ἀέρος κατάστασιν αἰτίαν τῆς οἰκείας γενέσεως εὐπόρησεν, σηπομένων καὶ διαφθειρομένων δη‐ | |
25 | λονότι τῶν ἐν τοῖς σώμασι χυμῶν—, ἐκ τῆς τοιαύτης τοίνυν ση‐ πεδόνος καὶ ὀξέος καὶ ἀλλοκότου καὶ ταραχώδους τῶν χυμῶν κι‐ νήσεως ἀγομένη ἡ φύσις, ἐπείγεται πρὸς ἀπώθησιν καὶ ἔκκρισιν καὶ διαφόρησιν τῶν ἀνιόντων. τούτου δὲ τυχεῖν μὴ δυναμένη δι’ οἰκεῖαν ἀσθένειαν, προκαταλαμβάνοντος τὸ ἔργον τοῦ θανάτου, | |
30 | μέχρι μέν τινος ὠθήσασα τὴν ὕλην, τὸ ἐντεῦθεν ἐκλείπει. εἶτα αὐτὴ ἡ ἐκριφεῖσα ὕλη ὡς ἐπὶ τὰ ὑπὸ τὸ δέρμα χωρία ἐκεῖσε ἐνε‐ χθεῖσα καὶ σφηνωθεῖσα τῷ πλήθει καὶ τῇ ὑπερπληρώσει ῥήγνυσι τὰ λεπτὰ τῶν ἀγγείων, καὶ ἐκχεῖται τὸ τηνικαῦτα εἰς τὰς παρα‐ κειμένας κενὰς χώρας. οὗτινος γενομένου πελιδνοῦνται καὶ με‐ | 28 |
35 | λαίνονται οἱ τοῦτο πάσχοντες τόποι δίκην τῶν ἐκχυμωμάτων, ὡς αἴσθησιν αἰκισμῶν τινων καὶ μαστίγων τοῖς ἀγυμνάστοις τῶν ὁρώντων ἐμποιεῖν. ὅθεν οἱ ἰδιῶται ὁρῶντες τοὺς τοῦτο παθόντας κατά τινα θείαν ὀργὴν ὑπὸ ἐναντίας δυνάμεως μαστιγωθῆναι λέ‐ γουσιν ἐκείνους. ὅθεν καὶ βλητοὺς αὐτοὺς ὀνομάζουσι παρὰ τὸ | |
40 | κατὰ θείαν μῆνιν ὑπὸ ἐναντίας βεβλῆσθαι δυνάμεως. Καὶ τὸ τῶν ἐπιλήπτων δὲ πάθος οὐκ ἔχει θείαν ὀργὴν αἰτίαν τῆς γενέσεως, ἀλλὰ γίνεται ἡ ἐπιληψία κατά τινα σεληνιακὴν περίοδον, οὐ τοῦτο λέγοντός μου, ὅτι ἡ τοῦ θεοῦ ὀργὴ διὰ τῆς τῶν οὐρανίων κινήσεως ἐπιπέμπει τοῖς ἀνθρώποις τὸ πάθος. ἀλλ’ | |
45 | ἰστέον ὅτι ἡ σελήνη ἡνίκα πλησιφαὴς γένηται καὶ αὔξῃ αὐτῆς τὸ φῶς, χλιαρᾶς τινος θερμασίας καὶ συμμέτρου αἰτία τοῖς σώμασι γίνεται, ὑφ’ ἧς θερμασίας διαχεῖσθαι συμβαίνει τοὺς χυμοὺς καὶ πληροῦν μάλιστα τὰς κεφαλάς, διὰ τὸ γυμνὰς ταύτας καὶ πρώτας σχεδὸν τοῦ λοιποῦ σώματος τῷ περιέχοντι ὁμιλεῖν ἀέρι. | |
1.4(50) | ὑπὸ οὖν τῆς αὐτῆς χύσεως ἀνάγκη παροξύνεσθαι τὸ πάθος τῶν ἐπιτηδείως οὕτως διακειμένων πρὸς τὸ πάθος τῆς ἐπιληψίας. ἔν‐ θεν αὐξούσης τῆς σελήνης παροξύνονται οἱ ἐπιληπτικοί, καὶ πά‐ λιν ληγούσης παρακμάζουσιν. ἔστι δὲ τεκμήρασθαι τὸ αὐτὸ τοῦτο, | |
φημὶ ὅτι ἡ σελήνη ἐξάρχει χλιαρᾶς τινος θερμασίας, καὶ ἐξ | 29 | |
55 | ἑτέρων πλείστων. οἵ τε γὰρ ἐγκέφαλοι τῶν ζῴων αὐξάνοντος τοῦ σεληνιακοῦ φωτὸς μείζονες ἑαυτῶν γίνονται, καὶ τὰ ὀστρακόδερ‐ μα δὲ λεγόμενα αἰσθητὴν ἔχουσι τὴν κατ’ οὐσίαν ἐπίδοσιν τὸ τηνικαῦτα, ὅπερ ἐν αὐτοῖς μάλιστα διαφαίνεται τῶν ἄλλων διὰ τὸ ὑγρὸν τῆς οὐσίας· ἐπεί τοί γε ἡ τοιαύτη ἀναλογία διὰ πάν‐ | |
60 | των διήκει τῶν σωμάτων, λέγω δὴ αὐξανόντων κατ’ οὐσίαν πλησι‐ φαοῦς γινομένης τῆς σελήνης, μειουμένης δὲ συγκαθαιρουμένων. τοῦ δὲ τοιούτου πάθους ὁ ἥλιος τὴν πρώτην ἔχει αἰτίαν· αὐτὸς γὰρ πάντα ἀλλοιοῖ τὰ τῇδε σώματα τῷ δραστηρίῳ τῆς θερμότητος. ἐπὶ μέντοι τὴν σελήνην ἀναφέρομεν τὸ τοιοῦτον ἔργον, διὰ τὸ | |
65 | περίγειον αὐτῆς καὶ προσεχὲς μᾶλλον ἡμῖν. Ἕτεροι δὲ λέγουσι “θεῖον” εἰρηκέναι τὸν Ἱπποκράτην τὰς κρισίμους ἡμέρας· ὅτι δεῖ προγινώσκειν τὰς κρισίμους ἡμέρας, διὰ τί ἡ μὲν τετάρτη κρίνει, ἡ δὲ πέμπτη οὐ κρίνει, ἡ δὲ ἕκτη κρίνει μέν, ἐπὶ κακῷ δέ, καὶ ἡ ἑβδόμη κρίνει, ἀλλ’ ἐπ’ ἀγαθῷ. | |
70 | ταῦτα δὲ οὐκ ἄλλῳ τινὶ γίνονται ἀλλ’ ἢ θείᾳ τινὶ ἐπιφοιτήσει. ὁ δὲ Γαληνὸς ἐκβάλλει καὶ ταύτην τὴν αἰτίαν λέγων ὅτι πῶς ὁ Ἱπποκράτης ἐν ἄλλοις συγγράμμασι πλατικῶς περὶ τῶν κρισίμων ἡμερῶν διαλεχθείς—ἐν Ἀφορισμοῖς φησι—, παρακεκαλυμμένως εἶχε περὶ τῶν κρισίμων εἰπεῖν, καὶ συλλογιστικῶς εἶχε τοῦτο | |
75 | ποιῆσαι ἀπὸ τῆς θείας φωνῆς, τουτέστι διὰ τοῦ “θείου”; Ἕτεροι δὲ λέγουσι τὸν ἔρωτα “θεῖον” καλεῖν τὸν Ἱπποκρά‐ την ἐνταῦθα. καὶ γὰρ θεῖόν τι χρῆμά ἐστιν ὁ ἔρως, ὡς δηλοῦσι τὰ σύμβολα ἃ οἱ γραφεῖς γράφουσι περὶ αὐτοῦ· γράφουσι γὰρ αὐ‐ τὸν παιδίον πτερὰ ἔχοντα καὶ λαμπάδα κατέχοντα. καὶ παιδίον | 30 |
80 | μὲν ὡς νέον καὶ ἀγήρατον καὶ ὡς ἄφθαρτον αὐτὸν ὄντα, πτερωτὸν δὲ διὰ τὸ ὑψιπετὲς καὶ ἐπάρσιον αὐτὸν παραπέτασθαι, λαμπάδα δὲ κατέχειν ὡς φωτίζοντα καὶ ζωοποιοῦντα· ταῦτα δὲ πάντα θεί‐ ας τινός εἰσι δυνάμεως. ὁ οὖν Ἱπποκράτης “θεῖον” ἐνταῦθα τὸν ἔρωτα καλεῖ, ἐπειδὴ ἔστι τι πάθος ἐρωτικὸν γινόμενον ἐν τοῖς | |
85 | ἀνθρώποις ἐγκεκρυμμένον. καὶ τοῦτό φησι δεῖ προγινώσκειν. οὕτως γοῦν φασιν Ἀντίοχον τὸν υἱὸν Σελεύκου τοῦ Μακεδόνων βασιλέως, καθ’ ὧν καὶ αἱ πόλεις Ἀντιόχεια καὶ Σελεύκεια ὠνο‐ μάσθησαν, τοῦτον οὖν τὸν Ἀντίοχόν φασιν ἑαλωκέναι ἔρωτι πρὸς Εὐρυδίκην τὴν μητρυιὰν αὐτοῦ καὶ εἶχε τοῦτο τὸ ἐρωτικὸν πάθος | |
90 | ἐγκεκαλυμμένον, καὶ ἐν μέσῳ ζωῆς καὶ θανάτου αὐτὸν τετυχηκέ‐ ναι, καὶ πολλὴν ἐπιμέλειαν οἱ ἐν τῷ παλατίῳ ἰατροὶ πρὸς τὰ νομισθέντα αὐτοῖς ἐποίησαν. ἀλλὰ καὶ ἄλλους πλείστους ἰατροὺς ἀπὸ τῶν πόλεων μεταχειρισάμενοι καὶ ἀπὸ τῶν κωμῶν καὶ ἀπὸ τῶν ἀγρῶν, καὶ μηδὲν ἰσχύσαντες ποιῆσαι διὰ τὸ ἐγκατακεκρυμμένον | |
95 | ἔχειν τὸ πάθος, ἐγνώσθη τῷ βασιλεῖ Σελεύκῳ περὶ Ἐρασιστράτου | |
τοῦ Σαμίου ὅτι ἄριστός ἐστιν ἰατρός. καὶ δὴ παραγενομένου τοῦ Ἐρασιστράτου πρὸς τὸν Σέλευκον διελέχθησαν περὶ τοῦ υἱοῦ. καὶ εἰσελθόντος τοῦ Ἐρασιστράτου πρὸς τὸν Ἀντίοχον ἐπέβαλε τὴν χεῖρα ἐπὶ τῷ καρπῷ τοῦ Ἀντιόχου, καὶ δὴ σφυγμολογοῦντος | 31 | |
1.4(100) | τοῦ Ἐρασιστράτου, κατά τινα τύχην τις ἐκ τῶν ἐκεῖσε ἑστώτων ἐμνημόνευσεν Εὐρυδίκης, καὶ εὐθέως γεγόνασιν οἱ σφυγμοὶ ἄτακ‐ τοι, καὶ διέγνω ἐν ἑαυτῷ ὁ Ἐρασίστρατος ὅτι ἐρωτικῶς διάκει‐ ται πρὸς Εὐρυδίκην ὁ νεανίας. καὶ παρασιωπήσας ἐπυνθάνετο λέ‐ γων ὅτι ‘δεῖ καὶ δεύτερον καὶ τρίτον ἐπιστῆναι τῇ σημειώσει | |
105 | πρὸς ἀσφαλῆ διάγνωσιν τοῦ πάθουσ‘, καὶ εἰπὼν ἀπηλλάγη. εἶτα ἐλθὼν τῇ ἐπαύριον λέγει τινὶ τῶν μετ’ αὐτοῦ ὅτι ‘ἡνίκα νεύσω σοι, μνημόνευσον Εὐρυδίκησ‘. καὶ ἐπέβαλε τὴν χεῖρα ἐπὶ τῷ καρπῷ τοῦ Ἀντιόχου καὶ εὗρε τοὺς σφυγμοὺς οἷοί περ καὶ ἐν τῷ κατὰ φύσιν, καὶ δὴ σημειουμένου αὐτοῦ ἔνευσε τῷ μετ’ αὐτοῦ, | |
110 | καὶ ἐμνημόνευσεν Εὐρυδίκης. καὶ εὐθὺς γέγονεν ἡ ἀρτηρία ἐν ταράχῳ πολλῷ καὶ ἀτάκτῳ κινήσει, καὶ διέγνω ὁ Ἐρασίστρατος ἀσφαλῶς ὅτι ἔρωτα εἶχε πρὸς Εὐρυδίκην· τίς δ’ ἦν ἡ Εὐρυδίκη οὐκ ἐγίνωσκε. καὶ δὴ πάλιν εἰρηκὼς ὅτι ‘ἔτι δεόμεθα τῆς ση‐ μειώσεωσ‘ ἀνεχώρησεν. εἶτα εἰς ὕστερον ἐλθὼν ὁ Ἐρασίστρατος | |
115 | ἔφη πρὸς τὸν Σέλευκον ὅτι ‘θέλω πάσας τὰς θεραπαίνας τὰς ἐν τῷ παλατίῳ οὔσας διελθεῖν ἔμπροσθεν ἡμῶν, ἵνα τὴν ἐπιτηδειο‐ τάτην ἐκλεξώμεθα πρὸς ὑπουργίαν τοῦ νεανίσκου, ἵνα τὰ ὑφ’ ἡ‐ μῶν ἐπιτασσόμενα βοηθήματα ποιῇ‘. καὶ δὴ τοῦτο ἐποίησεν ὁ βασιλεὺς καὶ ἐκέλευσε πάσας διέρχεσθαι ἔμπροσθεν τοῦ Ἀντιό‐ | |
120 | χου. ὁ δὲ Ἐρασίστρατος ἐσφυγμολόγει ἀυτὸν καὶ παρῆλθον αἱ θεράπαιναι, καὶ οὐδεμία ἀνωμαλία γέγονεν ἐν τῇ ἀρτηρίᾳ. καὶ δὴ ἐν ἀμηχανίᾳ γεγονὼς ὁ Ἐρασίστρατος ἔφη πρὸς τὸν Σέλευκον ὅτι ‘οὐκ ἀπολέλειπται ἄλλη θεραπαινὶς ἥτις γνωρίμη ἐστὶ τῷ νεανίσκῳ;‘ καί φησιν ὁ βασιλεὺς ὅτι ‘οὐκ ἀπολέλειπται ἄλλη | 32 |
125 | κορασίς, εἰ μὴ τὸ γύναιόν μου‘. καί φησιν ὁ Ἐρασίστρατος ὅτι ‘ἐλθέτω καὶ αὕτη‘. καὶ δὴ ἐρχομένης τῆς Εὐρυδίκης, ἅμα ἐθεώ‐ ρησεν ὁ Ἀντίοχος, γέγονεν ἡ ἀρτηρία αὐτοῦ ἐν ἀνωμαλίᾳ· ὁ γὰρ Ἐρασίστρατος ἔμεινε σφυγμολογῶν αὐτὸν ἀπ’ ἀρχῆς μέχρι τέλους. καὶ δῆθεν ἐπιστώσατο καὶ διέγνω ὅτι πρὸς τὴν Εὐρυδίκην τὴν | |
130 | μητρυιὰν αὐτοῦ ἔρωτι ἑαλωκέναι, καὶ δή, φασί, πρὸς τὸν πατέρα τοῦ Ἀντιόχου ἀπεφήνατο λέγων ὅτι ‘οἶδα τὸ νόσημα καὶ διέγνων αὐτὸ ὅπερ νοσεῖ ὁ υἱός σου, καὶ δύναμαι αὐτὸν θεραπεῦσαι, οὐ βούλομαι δέ‘. καὶ δὴ εὐθὺς ὁ βασιλεὺς πολλὰς ὑπέσχετο καὶ τι‐ μὰς καὶ ἀξίας δοῦναι τῷ Ἐρασιστράτῳ, ἵνα ἰάσηται τὸν υἱὸν αὐ‐ | |
135 | τοῦ ἐκ τῆς νόσου. ὁ δὲ Ἐρασίστρατος εἶπε πάλιν τὰ αὐτά, ὅτι ‘διέγνων μὲν τὸ νόσημα καὶ δύναμαι αὐτὸν θεραπεῦσαι, οὐ βού‐ λομαι δέ‘. καὶ δὴ τοῦτο ἐπὶ πολὺ τοῦ Ἐρασιστράτου λέγοντος ἐθυμώθη ὁ βασιλεύς, καὶ ἀπειλὰς καὶ ἐμβριμήσεις τύραννος ὢν ἀπένεμε τῷ Ἐρασιστράτῳ, ὅτι τυχὸν ‘εἰ μὴ θέλεις αὐτὸν θερα‐ | |
140 | πεῦσαι, φονεύω σε‘. καί φησιν ὁ Ἐρασίστρατος ‘τί ἐθυμώθης, ὦ βασιλεῦ; ὅτι τῆς γυναικός μου ἐρᾷ καὶ θέλεις δίδωμι τὴν ἐμὴν γυναῖκα ἵνα συνδιαφθαρῇ αὐτῷ· ἄκαιρον τοῦτό ἐστιν.‘ καὶ δή | |
φησιν ὁ βασιλεὺς ὅτι ‘ἐὰν τοῦτο ποιήσῃς καὶ δώσεις τὴν γυναῖ‐ κά σου καὶ ἰαθῇ ὁ υἱός μου, πολλὰ χρήματα δώσω σοι καὶ συγ‐ | 33 | |
145 | κοινωνὸς τῆς βασιλείας μου ἔσῃ‘. καί φησιν ὁ Ἐρασίστρατος ὅτι ‘εἰ τῆς γυναικός σου ἤρα, παρεῖχες ἂν τῷ νεανίσκῳ ὥστε ὑγιασ‐ θῆναι αὐτόν;‘ ὁ δὲ βασιλεὺς μετὰ πολλοῦ ὅρκου ἐξομνύμενος ὅτι ‘ἐὰν τῆς γυναικός μου ἤρα, ἐδίδουν ἂν αὐτῷ ἵνα ὑγιασθῇ‘, καὶ τοῦτο κατασφαλισάμενος ὁ Ἐρασίστρατος, λέγει πρὸς τὸν βασι‐ | |
1.4(150) | λέα ὅτι ‘ἵνα γινώσκῃς, ὦ βασιλεῦ, τῆς γυναικός σου ἐρᾷ‘. καὶ δὴ εὐθέως ἐκέλευσεν ὁ βασιλεὺς τὴν Εὐρυδίκην εἰσελθεῖν πρὸς τὸν Ἀντίοχον. καί τινες μέν φασιν ὅτι συνεφθάρη αὐτῇ καὶ οὕ‐ τως ἀπηλλάγη τοῦ πάθους ὁ Ἀντίοχος. ἕτεροι δὲ εἶπον ὅτι ἐν ἐξουσίᾳ αὐτὴν λαβὼν καὶ περιβαλὼν καὶ καταφιλήσας ἀπηλλάγη· | |
155 | οἶδε γὰρ ἡ ἐξουσία καὶ τὸ αὐτεξούσιον ἀπαλλάξαι τοιούτου πά‐ θους καὶ πόθου. ἀλλὰ καὶ ὁ Ἱπποκράτης διέγνω τοιοῦτον πάθος ἔρωτος τοῦ Περδίκκου. ἀλλὰ καὶ αὐτὸς ὁ Γαληνός φησιν ὅτι διέ‐ γνω τοιοῦτον πάθος θυγάτριον ἔχον ἔρωτος πρὸς Πυλάδην ὀρχησ‐ τὴν ἐν τοῖς τότε καιροῖς γενόμενον. ὁ οὖν Ἱπποκράτης “θεῖον” | |
160 | ἐνταῦθα τὸν ἔρωτα, ὥς τινες ὑπενόησαν, καλεῖ· ὅτι δεῖ καὶ τοῦτο προγινώσκειν, μή τι πάθος τοιοῦτον ἐγκατακέκρυπται ἐν | |
τοῖς ἀνθρώποις. Ὁ δὲ Γαληνὸς οὐδὲ ταύτην τὴν αἰτίαν ἐδέξατο, ἀλλ’ ἐλέγ‐ χει αὐτοὺς ὡς κακῶς τοῦτο ἐννοήσαντας λέγων ὅτι αἰσχρόν ἐστιν | 34 | |
165 | ὁ ἔρως. καὶ ὅτι τοῦτο ἀληθὲς δηλοῦσι τὰ σύμβολα ἃ οἱ γραφεῖς γράφουσι. παιδίον μὲν αὐτὸν γράφουσιν οὐ διὰ τὸ νέον, ἀλλὰ διὰ τὸ ἐλλιπές, πτερωτὸν δὲ οὐ διὰ τὸ ὑψιπετῆ αὐτὸν εἶναι, ἀλλὰ διὰ τὸ ἄστατον τῇδε κἀκεῖσε περιφερόμενον, λαμπάδα δὲ κρατοῦντα οὐ διὰ τὸ φωτίζειν, ἀλλὰ πῦρ κρατοῦντα καὶ καπνί‐ | |
170 | ζοντα, ἅπερ αἰσχρὰ καὶ κίβδηλά εἰσιν. οὕτως διελέγξας αὐτοὺς λέγει αἰτίαν τοιαύτην, ὅτι “θεῖον” ἐνταῦθα ὁ Ἱπποκράτης τὰ προκαταρκτικὰ αἴτια λέγει καὶ τὴν κατάστασιν τοῦ περιέχοντος ἡμᾶς ἀέρος ὑποτίθεται. οὕτως γὰρ καὶ ἐν Ἐπιδημίοις ὑποτίθε‐ ται καὶ ἐν Ἀφορισμοῖς, ὡς δηλοῖ ἡ ῥῆσις λέγουσα οὕτως· “ἢν ὁ | |
175 | χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δὲ ἔαρ ἔπομβρον καὶ νότιον, ἀνάγκη τοῦ θέρεος πυρετοὺς ὀξεῖς καὶ ὀφθαλμίας καὶ δυσεντερίας γενέσθαι, μάλιστα τῇσι γυναιξὶ καὶ τοῖσιν ὑγρὰς ἔχουσι τὰς φύσιας.” καὶ ἄλλα πολλὰ εὑρήσεις εἰπόντα τὸν Ἱπ‐ ποκράτην. ταῦτα οὖν δεῖ προγινώσκειν. καὶ [ὅτι] “θεῖον” ἐκά‐ | |
180 | λεσεν ἐνταῦθα τὸ προγινώσκειν τὸν ἰατρὸν τὴν κατάστασιν τοῦ περιέχοντος ἡμᾶς ἀέρος, ἐπειδὴ ἀφανῶς καὶ ἀνεπαισθήτως ποιεῖ | |
ἡμῖν, ὡς δηλοῦσιν αἱ λοιμικαὶ διαθέσεις ἀπὸ τῆς σηπεδόνος τοῦ περιέχοντος ἡμᾶς ἀέρος γινόμεναι. καὶ δεῖ, φησί, παρὰ πάντα τὰ νοσήματα τὰ ἐπιδήμια γινώσκειν τὰ ἀπὸ τοῦ περιέχοντος ἡμᾶς | 35 | |
185 | ἀέρος γινόμενα, εἴτε σωτήριά εἰσιν εἴτε ὀλέθρια. Καὶ ἀποροῦσί τινες ὅτι ‘〈τί〉 δήποτε μὴ ἐσαφήνισεν ἡμῖν ὁ Ἱπποκράτης καὶ σαφῶς ἀπεκρίνατο ὅτι δεῖ προγινώσκειν τὴν κα‐ τάστασιν τοῦ ἀέρος τοῦ ἡμᾶς περιέχοντος, ἀλλὰ “θεῖον” αὐτὸ ἔφη καὶ ἀσαφῶς;‘ καὶ ἀπολογούμεθα ὅτι διὰ τοῦτο οὐκ ἐμνημό‐ | |
190 | νευσεν ὡς ὑμεῖς εἴπατε, ἐπειδὴ κατεσκεύασται αὐτῷ ἡ τοιαύτη πραγματεία ἐν πολλοῖς, καὶ ἐν Ἐπιδημίοις γὰρ καὶ ἐν Ἀφορισ‐ μοῖς καὶ ἐν ἄλλοις πλείστοις. ἐνταῦθα μέντοι πλατικῶς οὐκ ἠθέλησε τοῦτο ποιῆσαι. — — — | |
194 | ||
195 | Οὕτω γὰρ ἄν τις θαυμάζοιτό τε δικαίως καὶ ἰητρὸς ἀγαθὸς ἂν εἴη [194.5—6 A.]: φησὶν ὅτι ὁ προγινώσκων ἰατρὸς “καὶ εἴ τι θεῖον ἔνεστιν ἐν ταῖς νόσοις”, τὴν ἴασιν εὐχερῶς περιτυγ‐ χάνει. καὶ δεῖ θαυμάζειν τὸν τοιοῦτον δικαίως καὶ θαυμασίως, ὅτι ὡμοίωται τῷ θεῷ ὁ ἰατρὸς κατὰ τὸ δυνατὸν ἀνθρώποις κατὰ | |
1.4(200) | τὴν πρόγνωσιν. Καὶ γὰρ οὓς οἷόν τε περιγενέσθαι ἔτι μᾶλλον δύναιτο δια‐ | |
φυλάττειν ἐκ πλείονος χρόνου προβουλευόμενος πρὸς ἕκαστα [194. 6—8 A.]: ἰδοὺ ἐκ τούτου τοῦ ῥησειδίου δυνατόν ἐστι βεβαιῶσαι τὴν τοῦ Γαληνοῦ ἐξήγησιν, ὅτι “θεῖον” ἐνταῦθα ὁ Ἱπποκράτης | 36 | |
205 | λέγει τὰ προκαταρκτικὰ αἴτια ἤτοι τὴν κατάστασιν τοῦ περιέ‐ χοντος ἡμᾶς ἀέρος, ἐκ τοῦ εἰπεῖν αὐτὸν “ἐκ πλείονος χρόνου προβουλευόμενος πρὸς ἕκαστα”. ‘Προγινώσκων γὰρ οὓς οἷόν τε περιγενέσθαι‘, τουτέστιν ὁ προγινώσκων ἰατρὸς ἅπερ σώζονται νοσήματα καὶ περιγενέσθαι ἐκ | |
210 | πλείονος χρόνου προβουλευόμενος πρὸς ἕκαστον νόσημα, οὗτος δύναται εὐχερῶς ἰᾶσθαι τὰς νόσους· ὥσπερ ἐκ τοῦ χειμῶνος δύ‐ ναται ὁ ἰατρὸς προγνῶναι τὰ ἐν τῷ θέρει μέλλοντα συμβῆναι καὶ εἰπεῖν νοσήματα. καὶ δύναται πρὸ πολλοῦ ἔτι περιεστηκῶς αὐτῶν ἐχόντων, λέγω δὴ τῶν νοσημάτων, προπαρασκευασθῆναι καὶ ἰάσασ‐ | |
215 | θαι τὰ τοιαῦτα νοσήματα, καὶ οὕτως ἀπαλλάττεται τοῦ κινδύνου. | |
215 | ||
1.5 | Σκέπτεσθαι δὲ χρὴ ὧδε ἐν τοῖσιν ὀξέσι νοσήμασι, πρῶτον μὲν τὸ πρόσωπον τοῦ νοσέοντος [194.10—11 A.]. Ἰστέον ὅτι ἡ σημείωσις τριττή ἐστιν, ἐπιστημονική, τεχ‐ νική, ἰδιωιτική. κέχρηται δὲ τῇ τεχνικῇ σημειώσει. καὶ σημει‐ | |
5 | οῦται οὐκ ἀπὸ τοῦ γένους· οὔτε γὰρ περὶ ὀργανικῶν διαλέγεται οὔτε περὶ ὁμοιομερῶν· ἀλλ’ οὐδὲ ἀπὸ τοῦ εἴδους, εἴτε καῦσος | |
εἶεν εἴτε σύνοχος καὶ τὰ τοιαῦτα· ἀλλὰ σημειοῦται εἴτε σωτή‐ ριόν ἐστι τὸ νόσημα εἴτε ὀλέθριον, τουτέστιν ἀπὸ τοῦ ἤθους, ὅπερ ἀπὸ τῶν ἑπομένων καὶ ἐπιγενομένων συμπτωμάτων χαρακτηρί‐ | 37 | |
10 | ζεται. Σημειοῦται δὲ τὸ ὀξὺ νόσημα ἀπὸ τοῦ προσώπου διὰ τὸ φανε‐ ρὸν καὶ ἑτοίμως αὐτὸ ὁρᾶσθαι ὑπὸ τοῦ ἰατροῦ. καὶ λέγει “πρῶ‐ τον μὲν τὸ πρόσωπον τοῦ νοσέοντος, εἰ ὅμοιόν ἐστι τοῖσι τῶν ὑγιαινόντων, μάλιστα δὲ εἰ αὐτὸ ἑαυτῷ”, τουτέστιν ὅτι δεῖ ἀν‐ | |
15 | τεξετάζειν τὸ πρόσωπον τοῦ νοσοῦντος, εἰ ὅμοιόν ἐστι τοῖσι τῶν ὑγιαινόντων ἢ ἀνόμοιον, μάλιστα δὲ τὴν παραβολὴν ποιεῖσ‐ θαι, εἰ αὐτὸ πρὸς ἑαυτό ἐστιν ὅμοιον ἢ ἀνόμοιον. καὶ αὕτη μᾶλλον ἡ ἀρίστη σημείωσις. πολλοὶ γὰρ ἐν τῷ κατὰ φύσιν ἔχου‐ σιν ἰσχνὸν τὸ πρόσωπον ἢ μολιβδῶδες ἢ ἰκτερῶδες ἢ ὠχρόν, καὶ | |
20 | ἐὰν πρὸς τοὺς ὑγιαίνοντας ποιήσῃς τὴν παραβολήν, εἰς πολλοὺς παραλογισμοὺς ἐμπέσεις. καὶ τοῦ μὲν ὁμοίου καὶ κατὰ φύσιν ὁ συγγραφεὺς οὐκ εἶπε διαφοράν, ἀλλ’ εἴασεν αὐτὸ οὕτως ἀδιαί‐ ρετον. τὸ δὲ ἀνόμοιον διαιρεῖ καὶ λέγει αὐτοῦ διαφοράς· φησὶ γὰρ ὅτι τὸ ἀνόμοιον ἢ πλεῖστον ἀφέστηκε τοῦ κατὰ φύσιν καὶ ἐν | |
25 | ἀκροτάτῳ τοῦ παρὰ φύσιν γέγονεν, ὅπερ κινδυνότατόν ἐστιν, ἢ μέσως πως ἀφέστηκεν. καὶ τοῦτο πάλιν πολλὰς ἔχει διαφορὰς πα‐ ρὰ τὸ μᾶλλόν τε καὶ ἧττον· ἢ γὰρ τῷ κατὰ φύσιν πλησιάζει ἢ τῷ πάντῃ ἀφεστηκὸς ἀνομοίῳ. καὶ ἐφ’ ὅσον μὲν τῷ κατὰ φύσιν πλησιάζει, ἧττόν ἐστι κινδυνῶδες, ἐφ’ ὅσον δὲ τῷ παρὰ φύσιν, | |
30 | κινδυνῶδές ἐστιν. Ἔστι δὲ καὶ ἄλλην αἰτίαν θαυμαστοτάτην ἀποδοῦναι. διὰ τοῦτο τὴν σημείωσιν ἀπὸ τοῦ προσώπου ποιεῖται· τὸ πρόσωπον ἐξ ἀν‐ ομοιομεροῦς οὐσίας σύγκειται· τὸ γὰρ πλεῖστον μέρος αὐτοῦ ὀσ‐ τῶδές ἐστι, τὸ δὲ λοιπὸν σάρκες καὶ ὑγρὰ καὶ πνεύματα ἀναπλη‐ | 38 |
35 | ροῦσιν. ἐπειδὴ οὖν τὰ ὀξέα νοσήματα συντηκτικὰ καὶ δαπανητικά εἰσι τῶν σαρκῶν καὶ ὑγρῶν καὶ πνευμάτων, τὰ δ’ ὀστᾶ δυσπαθῆ ὄντα τῇ δαπάνῃ τῶν σαρκῶν καὶ τῶν ὑγρῶν καὶ πνευμάτων, μένει ἡ ὀστώδης φύσις ὡς δυσπαθής. καὶ δυνατόν ἐστιν ἐκ τούτου ἐπι‐ στῆναι τῇ σημειώσει ὅτι ὀλέθριόν ἐστι τὸ νόσημα. | |
40 | Οὕτως ἡ τῶν ῥηΐστων σημείωσις ἀπὸ τοῦ προσώπου ὑφέστηκεν. ἀλλὰ καὶ ἡ τῶν μεγίστων σημείωσις ἐν τῷ προσώπῳ συνίσταται. μέγιστα δὲ σημεῖά ἐστιν ὅτι τὰς τρεῖς ἀρχὰς σημαίνει τὸ πρό‐ σωπον τὸ πῶς διάκεινται, ἐγκέφαλον λέγω καὶ καρδίαν καὶ ἧπαρ. καὶ αὕτη λέγεται μεγίστη σημείωσις. καὶ τὸν μὲν ἐγκέφαλον δηλοῖ | |
45 | τὸ πρόσωπον τὸ πῶς διάκειται ἀπὸ τῶν αἰσθήσεων· αἱ γὰρ αἰσθή‐ σεις ὡς δορυφόροι τινὲς κάθηνται περὶ τὸ πρόσωπον ὡς βασιλέα δορυφοροῦσαι τὸν ἐγκέφαλον, καὶ εὖ ἐνεργουσῶν τῶν αἰσθήσεων δηλοῦσι τὸν ἐγκέφαλον καλῶς διακεῖσθαι· εἰ δὲ βεβλαμμένως ἐνεργοῦσι, δηλοῦσι κακῶς διακεῖσθαι. ἀλλὰ καὶ τὴν καρδίαν ση‐ | |
1.5(50) | μειούμεθα ἀπὸ τοῦ προσώπου· εἰ μὲν γὰρ εὔχρουν ἐστὶ τὸ πρόσω‐ πον, δηλοῖ τὴν καρδίαν καλῶς διακεῖσθαι, ἐπειδὴ ἡ εὔχροια ἀπὸ τοῦ ἐμφύτου θερμοῦ γίνεται ἀπὸ τῆς καρδίας καὶ διὰ τῶν ἀρτη‐ ριῶν ἐπινάεται τὸ πρόσωπον καὶ γίνεται εὔχρουν. εἰ δὲ κακόχ‐ | |
ρουν ἐστὶ τὸ πρόσωπον, δηλοῖ τὴν καρδίαν κακῶς διακειμένην· ἡ | 39 | |
55 | γὰρ κακόχροια γίνεται ἢ κακοχυμίας τινὸς πλεοναζούσης ἐν τῇ καρδίᾳ ἢ φερομένης ἀπό τινος μορίου, καὶ τὸ τηνικαῦτα μολύνε‐ ται τὸ ἔμφυτον θερμὸν καὶ ὁ ζωτικὸς τόνος καὶ ἐντεῦθεν κακόχ‐ ρουν γίνεται τὸ πρόσωπον, ἢ δι’ ἀσθένειαν ἐνδεὴς γίνεται ἡ τοῦ ἐμφύτου θερμοῦ ἀνάδοσις καὶ διὰ τοῦτο κακόχρουν γίνεται | |
60 | τὸ πρόσωπον. ἀλλὰ καὶ τὸ ἧπαρ σημαίνει εἴτε καλῶς διάκειται εἴτε κακῶς· εἰ μὲν γὰρ εὔτροφόν ἐστι τὸ πρόσωπον, δηλοῖ ὅτι καλῶς διάκειται τὸ ἧπαρ καὶ ἀμέμπτως ἐνεργεῖ. εἰ δὲ ἰσχνόν ἐστι τὸ πρόσωπον, δηλοῖ κακῶς διακεῖσθαι τὸ ἧπαρ· ἢ γὰρ κακο‐ χυμία τις πλεονάζει ἐν τῷ ἥπατι καὶ συναναδίδοται τῷ λόγῳ | |
65 | τροφῆς ἐν τῷ προσώπῳ φερομένῳ, καὶ διὰ τὸ κακόχυμον αὐτὸ εἶ‐ ναι καὶ ἀκάθαρτον οὐ τρέφεται, ἀλλ’ ἰσχναίνεται, ἢ ἐνδεὴς γί‐ νεται ἡ ἀνάδοσις διά τινα ἀσθένειαν καὶ τὸ τηνικαῦτα ἰσχναί‐ νεται τὸ πρόσωπον. Ἀλλὰ καὶ εὔσχημός ἐστιν ἡ ἀπὸ τοῦ προσώπου σημείωσις· | |
70 | οὐδὲ γὰρ δεῖται ἀνακαλύψεως τὸ πρόσωπον, ὡς εἰώθαμεν ἀνακαλύ‐ πτειν ἐπὶ τῶν σπλάγχνων, κακῶς διακειμένου στομάχου ἢ γαστρὸς ἢ ἥπατος ἢ σπληνὸς καὶ τῶν τοιούτων· ἐπὶ τούτων γὰρ ἀνακαλύπ‐ τομεν. ἐπὶ δὲ τῇ σημειώσει τοῦ προσώπου οὐκ ἀνακαλύπτομεν· αὐτόθεν γὰρ γυμνὸν ὑποπίπτει. καὶ εὔσχημός ἐστιν ἡ τοιαύτη | |
75 | σημείωσις μάλιστα ἐπὶ τῶν παρθενευουσῶν ἢ τῶν ὁπωσοῦν κόσμιον καὶ σεμνὸν βίον διαγόντων γυναικῶν. 〈ἀλλὰ καὶ〉 εὔσχημός ἐστιν | |
ἡ ἀπὸ τοῦ προσώπου σημείωσις διὰ τὸ πάντα 〈τὰ〉 ὁπωσοῦν νενο‐ μοθετημένα σημεῖα ἐν τῷ Κατ’ ἰητρεῖον συγγράμματι ἐν τῷ προ‐ σώπῳ συνίστασθαι. | 40 | |
80 | — — — | |
80 | Ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι, κρόταφοι συμπεπτωκότες, ὦτα ψυχρὰ καὶ συνεσταλμένα καὶ οἱ λοβοὶ τῶν ὤτων ἀπεστραμμένοι [1 94.13—15 A.]: ὅτι κακά εἰσι καὶ ὀλέθρια τάδε ἓξ ταῦτα συμπτώ‐ ματα καὶ χαρακτηριστικὰ νεκρώδους προσώπου πιστοῦται ὁ Γαλη‐ | |
85 | νὸς διά τε τοῦ ἐπιλογισμοῦ καὶ τοῦ ἀναλογισμοῦ, τουτέστιν ἀπὸ τῆς πείρας καὶ ἀπὸ τοῦ λόγου. καὶ ἀπὸ μὲν τῆς πείρας οὕτως, ὅτι ἐφ’ ὧν νοσημάτων συνέβη ταῦτα, ἔφησεν ὅτι ὀλέθριόν ἐστι τὸ νόσημα ἐκεῖνο. ἀπὸ δὲ τοῦ λόγου, ὅτι ἐν τῷ καθόλου κατὰ δύο αἰτίας γίνεται τὸ τοιοῦτον πάθος ἐν τῷ προσώπῳ· ἢ γὰρ διὰ | |
90 | δριμύτητα ὕλης φερομένης καὶ δαπανώσης καὶ διαφθειρούσης τὰ εὐπαθῆ, ἅπερ ἐστὶ σάρκες καὶ ὑγρὰ καὶ πνεύματα, ὡς ἐν τῇ θεω‐ ρίᾳ εἰρήκαμεν, καὶ οὕτως γίνεται τὸ πάθος τοῦτο. ἢ δι’ ἀσθέ‐ νειαν τοῦ ἐμφύτου θερμοῦ τοῦτο γίνεται· ἀσθενοῦντος γὰρ τοῦ ἐμφύτου θερμοῦ οὐ δύναται ἐπεκτανθῆναι ἐπὶ τὰ πόρρω καὶ ἄκρα | |
95 | μόρια, ἀλλ’ ἐμφωλεύει περὶ τὰ σπλάγχνα καὶ ἐκεῖσε ἐνειλίσσε‐ ται, καὶ τὸ τηνικαῦτα λειφαιμοῦντα καὶ ἀμοιροῦντα τοῦ ἐμφύτου θερμοῦ καὶ ζωτικοῦ τόνου ψύχονται τὰ ἄκρα καὶ ἀπομαραίνονται | |
καὶ οὕτως ἀπονεκροῦνται. καὶ γὰρ τὸ πρόσωπον ἄκρον ἐστὶ μό‐ ριον, ἀλλὰ καὶ ἄσκεπον ἀείσε ἐστί. διὰ τοῦτο καὶ ἡ παραλλαγὴ | 41 | |
1.5(100) | τοῦ κατὰ φύσιν τῷ προσώπῳ μάλιστα γίνεται. ἐντεῦθεν καὶ τὰ ἓξ ἐκεῖνα συμπτώματα ἐν τῷ προσώπῳ συνίστανται διὰ τὰς αὐτὰς δύο αἰτίας. Καὶ τέως, ῥὶς ὀξεῖα: ἡ ῥὶς ὀξεῖα γίνεται τρόπῳ τοιούτῳ· ἡ ῥὶς ὀστοῦν χονδρῶδές ἐστι· τὸ μὲν ἐντὸς ὀστῶδές ἐστι, τὸ δὲ | |
105 | ἔμπροσθεν χόνδρος· μόνα δὲ τὰ πτερύγια σαρκώδη εἰσὶ καὶ ὑγρά· ταῦτα οὖν τὰ πτερύγια ὡς ὑγρὰ ὄντα καὶ εὐπαθῆ συμβαίνει διὰ μίαν τῶν αἰτιῶν δαπανᾶσθαι καὶ φθείρεσθαι. ἢ γὰρ διὰ δριμύτη‐ τα τῆς ὕλης δαπανῶνται καὶ ἐξαναλίσκονται ἢ δι’ ἀσθένειαν τοῦ ἐμφύτου θερμοῦ, τῆς ψύξεως τὸ τηνικαῦτα πιλούσης καὶ ἐκπυρη‐ | |
110 | νιζούσης, καὶ δι’ ἀτροφίαν φθείρει τὰ πτερύγια. τούτων δὲ μειουμένων καὶ τῶν παρ’ ἑκάτερα μερῶν δαπανωμένων, ἐξ ἀνάγκης ὀξεῖα γίνεται ἡ ῥίς. καὶ ἐπὶ σιμῆς δὲ ῥινὸς τὸ ἀνάλογον γίνε‐ ται καὶ ὀξύνεται καὶ ἡ σιμὴ ῥίς. ἀλλὰ καὶ ἡ γρυπὴ καὶ ἡ ὁπω‐ σοῦν ῥὶς ὀξύνεται, καὶ δεῖ αὐτὴν πρὸς ἑαυτὴν τὴν ῥῖνα ἀντεξε‐ | |
115 | τάζειν. Ὀφθαλμοὶ κοῖλοι: καὶ οἱ ὀφθαλμοὶ κοῖλοι γίνονται διὰ μίαν τῶν αἰτιῶν· ἢ γὰρ διὰ κακοχυμίαν καὶ δριμεῖαν ὕλην ἐξ‐ αναλίσκουσαν καὶ ἐκδαπανῶσαν τὰ ἐν τοῖς ὀφθαλμοῖς, λοιπὸν δὲ καὶ τὰ πνεύματα· πλείστη γὰρ μοῖρα πνεύματος ὀπτικοῦ πέμπεται | |
120 | εἰς τοὺς ὀφθαλμούς. τούτων δὲ δαπανωμένων ὡς εὐπαθῶν, ἐξ ἀνάγ‐ | |
κης οἱ ὀφθαλμοὶ κοῖλοι γίνονται. διὰ δὲ ἄκραν ψῦξιν κοῖλοι γίνονται οἱ ὀφθαλμοί, ἐπειδὴ ἡ ἄκρα ψῦξις πύκνωσιν καὶ πίλη‐ σιν καὶ συνίζησιν καὶ ἐκπυρηνισμὸν ἀπεργάζεται. λοιπὸν καὶ ἀ‐ τροφία ἐν αὐτοῖς γίνεται, καὶ τῷ λόγῳ τούτῳ ἐξ ἀνάγκης κοῖλοι | 42 | |
125 | γίνονται οἱ ὀφθαλμοί. Κρόταφοι ξυμπεπτωκότες: πρὸ πάντων τῶν ἐν τῇ κεφαλῇ μο‐ ρίων μόνοι οἱ κροταφῖται μύες δαπανῶνται διὰ τὰς αὐτὰς αἰτίας· ἢ γὰρ τῇ δριμύτητι τῆς ὕλης δαπανώμενοι συμπίπτουσιν οἱ κρό‐ ταφοι ἢ διὰ τὴν ἄκραν ψῦξιν. | |
130 | Ὦτα ψυχρὰ καὶ συνεσταλμένα: τὰ ὦτα ἐπειδὴ χονδρώδη εἰσὶ φύσει, ψυχρά εἰσι. καὶ εἰκότως ὑπὸ τῆς ἄκρας ψύξεως ψυχρὰ γί‐ νονται. ἀλλὰ καὶ διὰ τοῦτο συνεσταλμένα γίνονται, διὰ τὴν ψῦ‐ ξιν· ἡ γὰρ ἄκρα ψῦξις συναιρεῖ αὐτὰ καὶ οἷον συσπᾷ αὐτὰ καὶ γίνονται συνεσταλμένα. | |
135 | Καὶ οἱ λοβοὶ τῶν ὤτων ἀπεστραμμένοι: εἰκότως, ἐπειδὴ παρὰ πάντα τὰ μόρια τῶν ὤτων σαρκωδέστεροι καὶ ὑγρότεροι οἱ λοβοί εἰσι. δαπανώμενοι οὖν καὶ ἰσχναινόμενοι ἀποστρέφονται ἐπὶ τὰ ὀπίσω. καὶ διὰ ποίαν αἰτίαν ἐπὶ τὰ ὀπίσω ἀποστρέφονται οἱ λο‐ βοὶ καὶ μὴ πρὸς τὰ ἔμπροσθεν μέρη; καὶ λέγομεν ὅτι διὰ τοῦτο | |
140 | ἐπὶ τὰ ὀπίσω ἀποστρέφονται, ὡς ἐπὶ τὴν οἰκείαν ἀρχήν, ἐπειδὴ ἀπὸ τῶν ὀπίσω δέχονται τὰ ὦτα αἰσθητικὰ νεῦρα. τῇ οὖν ἄκρᾳ ψύξει σπώμενα τὰ αἰσθητικὰ νεῦρα πρὸς ἑαυτὰ ἐφέλκονται τοὺς λοβοὺς τῶν ὤτων, καὶ διὰ τοῦτο ἐπὶ τὰ ὀπίσω ἀποστρέφονται. | |
Ἐντεῦθεν καὶ ἡ δόξα ἐκείνη ἐκβάλλεται τῶν ὁρισαμένων τὸν | 43 | |
145 | σπασμὸν κίνησιν ἀπροαίρετον ἐν κινητικοῖς μορίοις συνισταμέ‐ νην, οὐ μὴν ἐν τοῖς αἰσθητικοῖς καὶ ἀκινήτοις. ἰδοὺ γὰρ ἀποδέ‐ δεικται ἐνταῦθα ὅτι οὐ μόνον ἐν τοῖς κινητικοῖς μορίοις συνί‐ σταται ὁ σπασμός, ἀλλὰ καὶ ἐν τοῖς αἰσθητικοῖς ἤτοι τοῖς ἀκι‐ νήτοις νεύροις. καλῶς δὲ λοιπὸν ὡρίσαντο οἱ εἰπόντες τὸν σπα‐ | |
1.5(150) | σμὸν κίνησιν ἀπροαίρετον ἐν προαιρετικοῖς μορίοις συνισταμέ‐ νην· ἀμφότερα γὰρ περιλαμβάνει ὁ ὁρισμὸς οὗτος. “καὶ οἱ λοβοὶ τῶν ὤτων ἀπεστραμμένοι.” Καὶ τὸ δέρμα τὸ περὶ τὸ μέτωπον σκληρόν τε καὶ περιτετα‐ μένον καὶ καρφαλέον ἐόν [194.15—195.1 A.]: εἰκότως τοῦτο γε‐ | |
155 | νήσεται, ἐπειδὴ σχεδὸν ἄσαρκόν ἐστι τὸ μέτωπον ὀστῶδες τυγ‐ χάνον, εἰ μή τι δ’ ἂν ἐλαχίστη μοῖρα ἀπὸ τοῦ μυώδους πλατύσ‐ ματος φέρεται παρὰ τὸ μέτωπον καὶ κινεῖ αὐτό. καὶ διὰ μίαν τῶν εἰρημένων αἰτιῶν συμβαίνει καὶ τοῦτο δαπανᾶσθαι καὶ φθεί‐ ρεσθαι καὶ σκληρὸν γίνεσθαι καὶ περιτεταμένον καὶ καρφαλέον | |
160 | τὸ δέρμα τοῦ μετώπου. ταῦτα γὰρ πάντα ἐπιτεταμένην ξηρότητα δηλοῦσιν. Καὶ τὸ χρῶμα τοῦ ξύμπαντος προσώπου χλωρόν τε ἢ πέλιον ἢ καὶ μέλαν ἐόν [195.1—2 A.]: ταῦτα πάντα τὰ χρώματα ὑπὸ ψύξεως γίνονται. καὶ τὸ μὲν μέλαν κατὰ ἐπίτασιν γίνεται ψύξεως· οὕ‐ | |
165 | τως γὰρ καὶ τὸ αἷμα ἐν ταῖς φλεβοτομίαις ἢ ὁπωσοῦν κενούμενον θρομβοῦται, εἶτα πήγνυται, καὶ οὕτως τῷ χρόνῳ μελαίνεται. τὸ δὲ χλωρόν τινες καὶ τὸ ὠχρὸν ταὐτὸν ἐνόμισαν εἶναι· διαφέρ‐ | |
ουσι δὲ ἀλλήλων ταῦτα. πρῶτον μὲν γὰρ τὸ ὠχρὸν γίνεται χρῶμα ὑπὸ τῆς ψύξεως, εἶτα τὸ πελιδνόν, καὶ εἶθ’ οὕτως τὸ μέλαν. καὶ | 44 | |
170 | τὸ μὲν ὠχρὸν χρῶμα τοῦ προσώπου ὑπὸ τῆς ἀρχῆς τῆς ψύξεως γί‐ νεται· τὸ δὲ χλωρὸν ἔτι ἐπιτεινομένης τῆς ψύξεως· τὸ δὲ πελιδ‐ νὸν ἔτι πλεῖον ἐπιτεινομένης· τὸ δὲ μέλαν ἐπὶ μεγίστῃ καὶ ἀκροτάτῃ ψύξει γίνεται, ὅπερ νέκρωσίς ἐστιν. Οὕτως οὖν τὴν αἰτίαν ἑκάστου συμπτώματος ἀποδέδωκεν ὁ Γα‐ | |
175 | ληνός. πλὴν δεῖ εἰδέναι οὐ πάντοτε ταῦτα τὰ συμπτώματα θανα‐ τώδη εἰσίν. ἐὰν γὰρ ἐπὶ χρονίῳ νοσήματι γίνωνται, τῷ μήκει καὶ τῇ ἐκτάσει τοῦ χρόνου ἐκτήκονται καὶ οὐ πάντως θάνατος ἐπακολουθεῖ, ἀλλ’ ὑγιαίνουσιν οἱ οὕτως πάσχοντες καὶ ἐξειλοῦ‐ σι τοῦ κινδύνου διά τε ἡλικίαν, ἀκμαστικοῦ ὄντος τοῦ νοσοῦν‐ | |
180 | τος, καὶ κρᾶσιν θερμὴν καὶ ὥραν θερινὴν καὶ τὰ τοιαῦτα. ἐὰν οὖν συνέλθωσιν, ἐκφεύγει τὸν κίνδυνον. ἀλλ’ ἐπὶ τῶν ὀξέων νο‐ σημάτων ταῦτα γινόμενα ὀλέθριά εἰσι, καὶ μάλιστα ἐὰν ἐν τῇ ἀρχῇ τῆς νόσου γένωνται, πλὴν εἰ μή τι δι’ ἑτέραν αἰτίαν ἐγ‐ γίνονται, καὶ τότε οὐκ εἰσι θανατώδη. ποία δέ ἐστιν ἡ αἰτία | |
185 | ἐκείνη, ἡ ἐφεξῆς θεωρία δηλώσει. | 45 |
1.6 | Εἰ μὲν οὖν ἐν ἀρχῇ τῆς νόσου τὸ πρόσωπον χλωρὸν ᾖ καὶ μέ‐ λαν ἐὸν καὶ μήπω οἷόν τε [195.2—3 A.]. Φησὶν ὅτι ἐὰν ἐν ἀρχῇ τοῦ νοσήματος τὸ νεκρῶδες γένηται πρόσωπον, γίνωσκε ὅτι διὰ κακοήθειαν ὀξέου νοσήματος ἐγένετο | |
5 | ἢ διά τινα προκαταρκτικὴν αἰτίαν. καὶ διὰ μὲν κακοήθειαν νο‐ σήματος οὕτως· ἵνα ὑποστῇ ἡ κακοήθεια τοῦ νοσήματος, τριῶν δεῖται συνδρομῆς, ἵνα ἡ καθεκτικὴ δύναμις τοῦ παντὸς σώματος ἀσθενὴς ᾖ καὶ ἵνα λεπτοί εἰσιν οἱ χυμοὶ καὶ πυρετὸς διακαὴς καὶ ζέων. τί γάρ; ὅτι τῆς καθεκτικῆς δυνάμεως ἀσθενούσης, | |
10 | πολλὴ γίνεται διαφόρησις τῆς ἀδήλου διαπνοῆς ἀνεπαισθήτως, καὶ μάλιστα λεπτῶν ὄντων τῶν χυμῶν, πολλὴ γενήσεται ἡ διαφό‐ ρησις. λοιπὸν δὲ καὶ ὅτι συνεργεῖ τῇ διαφορήσει ὁ διακαὴς πυ‐ ρετός. τούτων οὖν τῶν τριῶν συντρεχόντων, ἰσχναίνεται τὸ σῶμα καὶ νεκρῶδες γίνεται τὸ πρόσωπον. καὶ ἀναλογεῖ αὕτη ἡ διαφό‐ | |
15 | ρησις, ἡ ἀενάως γινομένη καὶ ἀνεπαισθήτως, ταῖς μεγίσταις κι‐ νήσεσι ταῖς διὰ τῶν φυσικῶν ὑπονόμων γινομέναις, ἐκταράξει γαστρὸς ἢ ἐμέτῳ ἢ αἱμορραγίᾳ. Διὰ δὲ χρόνιον νόσημα νεκρῶδες γίνεται πρόσωπον οὕτως· τῷ γὰρ μήκει τῆς νόσου διαφοροῦνται οἱ χυμοὶ καὶ τὰ ὑγρὰ καὶ τὰ | |
20 | πνεύματα. λοιπὸν δὲ καὶ αἱ δυνάμεις κακῶς διατίθενται. καὶ ἐνταῦθα ἀτροφοῦνται τὰ μόρια, ἰσχναίνεται τὸ σῶμα, καὶ νεκρῶ‐ δες γίνεται τὸ πρόσωπον. | |
Διὰ δὲ προκαταρκτικὴν αἰτίαν οὕτως, ἀλλὰ τοῦτο τριχῶς· ἢ γὰρ δι’ ἀγρυπνίαν ἄμετρον ἢ διὰ πολλὴν ἐκτάραξιν τῆς γαστρὸς | 46 | |
25 | ἢ διὰ λιμὸν ἐπιτεταμένον· ἕκαστον γὰρ τούτων δύναται νεκρῶ‐ δες ποιῆσαι πρόσωπον. ἡ μὲν κένωσις τῆς γαστρὸς ἡ ἐπιτεταμέ‐ νη δηλονότι ἰσχναίνει τὸ σῶμα καὶ νεκρῶδες ποιεῖ τὸ πρόσωπον. ἀλλὰ καὶ ἡ ἀγρυπνία ἡ ἐπιτεταμένη οἶδε διαφόρησιν ποιεῖν καὶ νεκρῶδες ἀπεργάζεσθαι τὸ πρόσωπον. καὶ ὁ λιμὸς οὖν, εἴτε | |
30 | ἑκούσιός ἐστιν εἴτε ἀκούσιος, τῷ λόγῳ τῆς ἐνδείας καὶ τῆς ἀ‐ σιτίας δύναται νεκρῶδες ποιῆσαι τὸ πρόσωπον. μνημονεύσας δὲ τὴν κένωσιν, πᾶσαν κένωσιν ἀμέτρως γινομένην ἐδήλωσεν εἴτε δι’ ἐμέτων εἴτε δι’ αἱμορραγίας εἴτε δι’ οὔρων εἴτε δι’ ἱδρώ‐ των. διὰ δὲ τοῦ μνημονεῦσαι ὕπνου πάντα τὰ ψυχικὰ πάθη τὰ δυ‐ | |
35 | νάμενα συγκοπὰς καὶ λιποθυμίας ποιῆσαι ἐδήλωσεν, ὥσπερ φρον‐ τὶς καὶ θυμὸς καὶ τὰ τοιαῦτα. Τί οὖν φησιν ὁ Ἱπποκράτης; “ἢν μὲν οὖν ἐν ἀρχῇ τῆς νόσου τὸ πρόσωπον χλωρὸν ἢ μέλαν ἐόν.” ἰστέον ὅτι ἡ ἀρχὴ τριχῶς δι‐ αιρεῖται· ἢ γὰρ ἄχρονος καὶ ἀκαρής ἐστιν, ἥτις ἐν αὐτῷ τῷ ἄρ‐ | |
40 | χεσθαι ἀλλοιοῦσθαι ἐπὶ τὸ παρὰ φύσιν τὸν ἄνθρωπον περιγράφε‐ ται, ἥτις ἀχρόνως γίνεται. ἔστιν ἀρχὴ καὶ ἡ ἐν πλάτει θεωρου‐ μένη. αὕτη δὲ διχῶς διαιρεῖται· ἢ γὰρ τεχνική ἐστιν ἢ ἁπλῶς πλατικὴ καὶ ἄτεχνος, ἥτις ἐν τρισὶν ἡμέραις θεωρεῖται. ἔγνωσ‐ ται γὰρ καὶ αὕτη τοῖς ἰατροῖς, καὶ εἰώθασιν ἀρχὴν τὰς τρεῖς | |
45 | ἡμέρας καλεῖν ἐπὶ παντὸς νοσήματος. ἡ δὲ τεχνική ἐστιν ἥτις ἀντιδιαστέλλεται τοῖς λοιποῖς καιροῖς, ἀναβάσει λέγω καὶ ἀκμῇ | |
καὶ παρακμῇ. τοσαυταχῶς τῆς ἀρχῆς λαμβανομένης, ὁ Ἱπποκράτης ἐνταῦθα περὶ τοῦ δευτέρου σημαινομένου λέγει, λέγω δὴ τῆς πλατικῆς ἀρχῆς ἤτοι τῆς ἀτέχνου τῆς ἐν τρισὶν ἡμέραις θεω‐ | 47 | |
1.6(50) | ρουμένης, ὡς δηλοῖ τὸ ἐπαγόμενον, “ἢν δὲ καὶ παλαιοτέρου ἐόν‐ τος τοῦ νοσήματος ἢ τριταίου”, ὡς ἂν ὅτι τῆς ἀρχῆς ἐν τρισὶν ἡμέραις θεωρουμένης, ἐὰν νεκρῶδες γένηται τὸ πρόσωπον. εἶτα καὶ ἀρχῆς μνημονεύσας ἐξέβαλε τὸ ἓν σημαινόμενον τοῦ νεκρώ‐ δους προσώπου, λέγω δὴ τοῦ ἐπὶ χρονίῳ νοσήματι γινομένου. διὰ | |
55 | δὲ τοῦ εἰπεῖν ‘ἐπανέρεσθαι μὴ ἠγρύπνησεν ὁ ἄρρωστος ἢ τὰ τῆς κοιλίης ἐξυγρασμένα ἢ λιμῶδές τι εἶχεν αὐτὸν‘ ἐδήλωσε τὰ προ‐ καταρκτικὰ αἴτια τὰ ποιοῦντα τὸ πρόσωπον νεκρῶδες. φησὶ γὰρ ὅτι ἐπειδὴ οὐκ ἐπὶ πάντων φαντὰ καὶ γνώριμα καὶ ὁμολογούμενά εἰσιν ἡμῖν τὰ σημεῖα, δεῖ τῇ ἀνακρίσει χρήσασθαι καὶ ἐρωτῆσαι | |
60 | τὸν ἄρρωστον μὴ ‘ἐκτάραξις γαστρὸς ἄμετρος γέγονέν σοι ἢ ἠγ‐ ρύπνησας ἐπιτεταμένως ἢ ἠσίτησας;‘ καὶ εἰ μὲν φαίη τι τούτων, ἰδοὺ γινώσκεις ὅτι ἐπὶ προκαταρκτικῇ αἰτίᾳ γέγονε νεκρῶδες τὸ πρόσωπον. καὶ ἔστι μὲν κακόν, πλὴν ἧττον κακόν ἐστιν ὡς πρὸς κακοήθειαν νοσήματος. εἰ δὲ μηδὲν τούτων συνθῆταί σοι γεγονέ‐ | |
65 | ναι, γίνωσκε ὅτι ἐπὶ κακοηθείᾳ ὀξέου νοσήματος γέγονε νεκρῶ‐ δες τὸ πρόσωπον, ὅπερ ὀλέθριόν ἐστι καὶ κινδυνῶδες. Πλὴν καὶ τοῦτο δεῖ σε γινώσκειν, ὅτι πολλάκις ἡ ἀγρυπνία καὶ ἡ ἐκτάραξις τῆς γαστρὸς οὐχ ὡς προκαταρκτικὰ αἴτια ὑπάρ‐ χοντα νεκρῶδες ποιοῦσι τὸ πρόσωπον, ἀλλ’ ἔστιν ὅτε καὶ διὰ | |
70 | κακοήθειαν ὀξέου νοσήματος ἀμφότερα γίνεσθαι, καὶ τὴν ἀγρυπ‐ | |
νίαν καὶ τὴν ἐκτάραξιν τῆς γαστρὸς καὶ τὸ νεκρῶδες πρόσωπον. καὶ πόθεν τοῦτο ὀφείλομεν γνῶναι εἴτε ἡ κακοήθεια τοῦ νοσή‐ ματος ταῦτα ἐποίησε εἴτε ὡς προκαταρκτικὰ ὄντα ἐποίησαν νεκ‐ ρῶδες τὸ πρόσωπον, τυχὸν ἡ ἀγρυπνία καὶ ἡ ἐκτάραξις τῆς γαστ‐ | 48 | |
75 | ρός; ἔσο γινώσκων ὅτι τοῦτο διαγινώσκεις εἰς τὸ ἡμερονύκτιόν σου προσφόρως καὶ ἁρμοδίως διαιτῶντος. εἰ μὲν γαστρόρροιά ἐσ‐ τιν, χρῆσαι τῇ σταλτικῇ τροφῇ, τυχὸν ψιχία ἀφράτου εἰς ὑδρορο‐ σάτον. εἰ δὲ ἀγρυπνία ἐστί, δεῖ σε ὑγροτέρᾳ τροφῇ χρήσασθαι, τυχὸν χυλῷ πτισάνης ἢ λαχάνων καὶ τοῖς τοιούτοις. εἰ δὲ ἀσι‐ | |
80 | τία ἐστὶ καὶ ἔνδεια, καὶ ἐνταῦθα ταῖς δυναμέναις ἀνακαλέσασ‐ θαι καὶ τονῶσαι τροφαῖς χρήσασθαι. καὶ ἐὰν ταῦτά σου ποιήσαν‐ τος καταστῇ ἡμερονύκτιον, γίνωσκε ὅτι ἐπὶ προκαταρκτικῇ αἰτίᾳ γέγονε νεκρῶδες τὸ πρόσωπον. εἰ δὲ μείνῃ ὡσαύτως ἔχον, ἥ τε ἀγρυπνία καὶ ἡ γαστρόρροια, τότε γίνωσκε ὅτι διὰ κακοήθειαν | |
85 | νοσήματος πάντα γεγόνασι, καὶ ἡ ἀγρυπνία καὶ ἡ γαστρόρροια καὶ τὸ νεκρῶδες πρόσωπον. πλὴν ἐπειδὴ οὐκ ἐπὶ πάντων τῶν πα‐ θῶν ἡ αὐτὴ ἀκολουθία ἐστί, δεῖ σε καὶ εἰς τὰ σύστοιχα ἀποβλέ‐ πειν. ἐὰν ἀκμαστική ἐστιν ἡ ἡλικία καὶ θερινὴ ὥρα καὶ ἡ κρᾶ‐ σις καὶ τὸ χωρίον θερμόν, καὶ ἐὰν ἐνδεής ἐστι περὶ τὴν τροφὴν | |
90 | καὶ βίον ἄγρυπνον καὶ ἐπίπονον καὶ φροντιστικὸν καὶ φιλοτα‐ λαίπωρον ζῇ, γίνωσκε ἐπὶ κακοηθείᾳ τοῦ νοσήματος νεκρῶδες τὸ | |
πρόσωπον γέγονε καὶ κινδυνῶδές ἐστι. Καὶ ταῦτα μὲν ἐντὸς τῶν τριῶν ἡμερῶν. εἰ δέ γε ὑπερπέσῃ τὴν τρίτην ἡμέραν, ὡς δηλοῖ τὸ εἰπεῖν αὐτὸν “ἢν δὲ καὶ παλαιο‐ | 49 | |
95 | τέρου ἐόντος τοῦ νοσήματος ἢ τριταίου”, τουτέστιν ἐπὶ πλέον τῶν τριῶν ἡμερῶν ἐάν τε γένηται νεκρῶδες τὸ πρόσωπον, πρὸς τούτοις πᾶσι τοῖς εἰρημένοις—τὰ ἓξ ἐκεῖνα ὀλέθρια συμπτώ‐ ματα καὶ ἀνιχνεύοντός σου καὶ τὰ προκαταρκτικὰ αἴτια—χρὴ δὲ πρὸς τούτοις ἐπιβλέπειν καὶ ἕτερα πλεῖστα σημεῖα ἐν ὀφθαλμοῖς | |
1.6(100) | θεωρούμενα. καὶ οἷον ἐπιβεβαιοῖ τὴν σημείωσιν τοῦ ὀλέθριον εἶναι τὸ νόσημα ἀπὸ ἐννέα τινῶν ἐν τοῖς ὀφθαλμοῖς συνισταμέ‐ νων. καὶ λέγει ὅτι οἱ τοιοῦτοι τὴν αὐγὴν ἀποφεύγουσιν, οἱ τοιοῦτοι ἀπροαιρέτως δακρύουσι, ἐπὶ τῶν τοιούτων ὁ ἕτερος τοῦ ἑτέρου ὀφθαλμοῦ ἐλάσσων γίνεται, τὰ φλεβία τὰ ἐπὶ τῶν ἐπιπε‐ | |
105 | φυκότων τῶν ὀφθαλμῶν ἐρυθρὰ γίνονται ἢ πέλια ἢ μέλανα, ἢ λή‐ μας ἔχουσι περὶ τὰς ὄψεις, ἐπὶ τούτων ἐξίστανται οἱ ὀφθαλμοὶ καὶ ἀπαιώρηνται καὶ προπετεῖς αὐτοὺς ἴσχουσιν ἢ κοίλους, ἐπὶ τούτων ἀστήρικτοί εἰσιν οἱ ὀφθαλμοί, ἢ τὸ σύμπαν χρῶμα τοῦ σύμπαντος προσώπου καὶ αὐτῶν τῶν ὀφθαλμῶν ἠλλοιωμένον ἔχουσιν. | |
110 | ἐὰν οὖν πρὸς τοῖς εἰρημένοις καὶ ταῦτα συνέλθωσιν, ὀλέθριόν ἐστι καὶ δεῖ προλέγειν τὸν θάνατον. — — — | |
112 | Ἢν μὲν οὖν ἐν ἀρχῇ τῆς νόσου τὸ πρόσωπον χλωρὸν ᾖ καὶ μέλαν ἐόν, τοιοῦτον ᾖ καὶ μήπω οἷόν τε ᾖ τοῖσιν ἄλλοισι ση‐ | |
115 | μείοισι ξυντεκμαίρεσθαι, ἐπανέρεσθαι χρὴ μὴ ἠγρύπνηκεν ὁ ἄνθ‐ ρωπος [195.2—4 A.]: φησὶν ἐνταῦθα ὁ Ἱπποκράτης ὅτι ἐὰν ἐν τῇ | |
ἀρχῇ τοῦ νοσήματος, τουτέστιν ἐν τῇ πρώτῃ ἡμέρᾳ ἢ τῇ δευτέρᾳ, νεκρῶδες γένηται τὸ πρόσωπον μήπω ἔχον ἐγνωσμένα τὰ συμπτώμα‐ τα—ἐγνωσμένα δὲ συμπτώματα ἀκουστέον τὴν αἰτίαν ὑφ’ ἧς γέ‐ | 50 | |
120 | γονε τὸ νεκρῶδες πρόσωπον—, ἐπερωτᾶν δεῖ τὸν ἄρρωστον μὴ ἠγ‐ ρύπνησεν ἢ ἐκτάραξις τῆς γαστρὸς γέγονεν αὐτῷ μεγίστη ἢ ἐλι‐ μαγχονήθη ἤγουν ἐν ἀσιτίᾳ διέμεινεν. πλὴν οὐ μόνον ἐπὶ τού‐ τοις τοῖς σημείοις γίνεται νεκρῶδες πρόσωπον, ἀλλὰ καὶ ἐπὶ ἀκροτάτῃ ψύξει δι’ ὥραν χειμερινὴν ἢ διὰ κατάστημα ψυχρότα‐ | |
125 | τον ἢ καὶ δι’ ἔσχατον γῆρας. ἀλλ’ οὐκ εἰσιν οὕτως κινδυνώδη. Καὶ ταῦτα μὲν ὁ Ἱπποκράτης. ὁ δὲ Γαληνὸς μείζονι τέχνῃ νῦν ἑαυτὸν ἐπιτρέψας λέγει ὅτι δυνατόν ἐστιν ἡμᾶς προγνῶναι πᾶσαν αἰτίαν νεκρῶδες ἐργασαμένην τὸ πρόσωπον, μηδεμιᾶς ἐρω‐ τήσεως δεηθέντας. τί γάρ; ὅτι δεῖ σε ἀναδραμεῖν καὶ ἀποβλέψαι | |
130 | εἰς τὰ σύστοιχα· ἐὰν ἡ ὥρα θερινή ἐστιν καὶ τὸ κατάστημα θερ‐ μὸν καὶ ξηρόν, καὶ ἡ κρᾶσις τοῦ κάμνοντος θερμὴ καὶ ἡλικία ἀκμαστική, ἡ δίαιτα ἐνδεής, βίον διάγων φροντιστικὸν καὶ ἐπί‐ πονον, καὶ οἱ σφυγμοὶ ἠτονημένοι καὶ βραδεῖς καὶ μικροὶ καὶ ἀμυδροί, καὶ ἁπτομένου σου τῇ ἁφῇ καυσώδης καὶ διακαὴς ὑπο‐ | |
135 | πίπτει ἡ θερμασία, καὶ ἐπὶ τούτῳ ἐν τῇ πρώτῃ ἢ ἐν τῇ δευτέρᾳ ἡμέρᾳ νεκρῶδες γέγονε τὸ πρόσωπον, γίνωσκε ὅτι διὰ κακοήθειαν νοσήματος γέγονεν. ἐὰν δὲ ἐπὶ γαστρορροίᾳ γέγονε νεκρῶδες τὸ πρόσωπον, ἔχεις ἀσφαλέστατον σημεῖον τῶν ὀφθαλμῶν· ἐπὶ γὰρ | |
τῆς γαστρορροίας ἔγκοιλοι γίνονται οἱ ὀφθαλμοὶ αὐτῶν καὶ ἐξη‐ | 51 | |
140 | ραμμένους αὐτοὺς ἔχουσιν, ὡς μὴ δύνασθαι τὰ βλέφαρα ἀνατεί‐ νειν. ἐπὶ δὲ τῆς ἀγρυπνίας ἀσφαλέστατον σημεῖον εὑρήσεις ἐπὶ τῶν σφυγμῶν, τὸ δίκην χορδῆς τεταμένην εὑρίσκεσθαι τὴν ἀρτη‐ ρίαν. τοὺς δὲ διὰ κακοήθειαν νοσήματος ἀπὸ τῆς ἁφῆς σημειώσῃ· ἐπιβαλὼν γὰρ τὴν ἁφὴν 〈οὐ〉 μόνον κατὰ τὸν καρπὸν ἀλλὰ καὶ πα‐ | |
145 | ράνω, τυχὸν κατὰ τὸν βραχίονα, εὑρήσεις καυσωδεστάτην καὶ ζέουσαν τὴν ἀναφερομένην θερμασίαν καὶ δριμεῖαν καὶ καπνώδεις ἀναθυμιάσεις ἀνεῖσθαι πρὸς τὴν ἁφήν, καὶ γινώσκεις ὅτι ὀξύς ἐστιν ὁ πυρετὸς καὶ διαφορητικώτατος ὁ τὸ νεκρῶδες ποιήσας πρόσωπον. | |
1.6(150) | Καὶ ἢν μέν τι τουτέων ὁμολογέει, ἧσσον νομίζειν δεινὸν εἶναι [195.5—6 A.]: φησὶν ὅτι τὸ νεκρῶδες πρόσωπον ἐὰν διά τινα προκαταρκτικὴν γένη〈ται〉 αἰτίαν, τυχὸν εἴτε διὰ γαστρόρ‐ ροιαν εἴτε διὰ λιμὸν εἴτε δι’ ἀγρυπνίαν, κακὸν μέν ἐστιν, ἀλλ’ ἧττον ὡς τὸ διὰ κακοήθειαν γινόμενον. | |
155 | Ἢν γὰρ τὴν αὐγὴν φεύγωσιν [195.12—196.1 A.]: ἰστέον ὅτι τὰ τρία ταῦτα ἀντιπαράκεινται ἀλλήλοις, φῶς, ἀκτὶς καὶ αὐγή. καὶ τὸ φῶς συνουσίωται τῷ ἡλίῳ, ἡ δὲ ἀκτίς ἐστιν ἡ ἐκ τοῦ φω‐ τὸς πεμπομένη, αὐγὴ δέ ἐστιν ἡ ἐκ τῆς ἀκτῖνος πεμπομένη, περὶ ἧς καὶ ἔστι νῦν ὁ λόγος· ἐν γὰρ τῇ αὐγῇ ἀείσε ἐσμὲν καὶ ἄνευ | |
160 | αὐτῆς εἶναι οὐ δυνάμεθα. πῶς οὖν οὐ κακὸν τοῦτο ἐπὶ ὀξεῖ νο‐ σήματι; δηλοῖ γὰρ ἄκραν καταβολὴν τῶν ὀπτικῶν δυνάμεων. πλὴν | |
φεύγουσι πολλοὶ τὴν αὐγὴν καὶ δι’ ἄλλην αἰτίαν, ὥσπερ οἱ ὀφ‐ θαλμιῶντες καὶ οἱ †τεζηβοί†. ταῦτα δὲ οὐκ εἰσιν ἐνδεικτικὰ κινδύνων. | 52 | |
165 | Ἢν δακρύωσιν ἀπροαιρέτως [196.1 A.]: ἐὰν ἐν τοῖς ὀξέσι νοσήμασιν ἀπροαιρέτως δακρύωσιν οἱ νοσοῦντες, γίνωσκε ὅτι δι’ ἄκραν ἀσθένειαν τῆς καθεκτικῆς δυνάμεως ἀπροαιρέτως δακρύου‐ σιν, ὅπερ κακόν ἐστι σημεῖον, ἐπειδὴ αὐτὸ τὸ ὀλίγον τὸ λόγῳ τροφῆς φερόμενον ἐν τοῖς ὀφθαλμοῖς οὐ κατέχεται, ἀλλ’ ὥσπερ | |
170 | ἀπὸ ἀψύχου ἀπορρεῖ καὶ κενοῦται. Ἢ διαστρέφονται [196.1 A.]: ἢ γὰρ διὰ παράλυσιν, τῶν ἐν τοῖς ὀφθαλμοῖς μυῶν παραλυομένων, ἢ διὰ σπασμόν. εἰ μὲν διὰ παράλυσιν, εἰς τὸ ἐναντίον διαστρέφονται τὰ παραλυόμενα μόρια· εἰ δὲ διὰ σπασμόν, ἐφ’ ἑαυτὸ σπᾶται καὶ διαστρέφεται, καθ’ ἣν | |
175 | οἱ στραβισμοὶ γίνονται. καὶ τοῦτο διαγινώσκεις ἐκ τῆς ὀδύνης καὶ τῆς ἀτροφίας· ἐπὶ γὰρ τοῦ σπασμοῦ ὀδυνῶνται, ἀλλὰ καὶ ἀτ‐ ροφία ἕπεται. Ταῦτα δὲ τὰ πάθη, ὁ σπασμὸς λέγω καὶ ἡ παράλυσις, ἢ δι’ αὐτοὺς τοὺς ὀφθαλμοὺς γίνονται ἢ διὰ τὸν ἐγκέφαλον. καὶ εἰ | |
180 | μὲν διὰ τὸν ἐγκέφαλον διαστραφῶσιν οἱ ὀφθαλμοί, εἴτε παραλυο‐ μένων αὐτῶν εἴτε σπωμένων, ὀδυνῶνται τὸ μέτωπον, τὸ νωτιαῖον, τοὺς ὀφθαλμοὺς καὶ τοὺς κροτάφους, καὶ μάλιστα πρότερον ἐκεῖ‐ να ἅπερ καὶ προσεγγίζουσι τῷ ἐγκεφάλῳ μόρια. καὶ κακόν ἐστιν | |
ἡνίκα μὴ διὰ τοὺς ὀφθαλμοὺς ἡ διαστροφὴ γένηται, ἀλλὰ διὰ τὸν | 53 | |
185 | ἐγκέφαλον· δηλοῖ γὰρ καὶ αὐτὴν τὴν πρώτην ἀρχὴν κακῶς διακεῖ‐ σθαι, ὅπερ κάκιστόν ἐστι σημεῖον ἐπὶ ὀξέου νοσήματος. Ἢ ὁ ἕτερος τοῦ ἑτέρου ἐλάσσων γίνεται [196.1—2 A.]: διὰ τί ὁ ἕτερος ὀφθαλμὸς τοῦ ἑτέρου ἐλάσσων γίνεται; ἐπὶ ἐνδείᾳ καὶ ἐπὶ ἀτροφίᾳ καὶ ἐπὶ ἄκρᾳ ξηρότητι καὶ ἐπὶ καταβολῇ τῶν ἐν | |
190 | αὐτῷ φυσικῶν δυνάμεων, ὅπερ καὶ τοῦτο ἐπὶ ὀξεῖ νοσήματι κάκι‐ στόν ἐστι σημεῖον. Ἢ τὰ λευκὰ ἐρυθρὰ ἴσχωσιν [196.2 A.]: ὅτι τὰ φλεβία τὰ ἐν τῷ ἐπιπεφυκότι—λευκὸν γὰρ αὐτὸν τὸν ἐπιπεφυκότα καλεῖ νῦν—ἐρυθρὰ ἴσχουσι. διὰ πλείονας αἰτίας τοῦτο γίνεται· ἢ | |
195 | γὰρ δι’ ὀφθαλμίαν, ὥσπερ ἐπὶ τῶν 〈ἐκ〉χυμωμάτων, ἢ διὰ μέθην τὰ λευκὰ ἐρυθραίνονται ἢ διὰ ἔμετον ἢ διὰ πληθώραν αἱματικὴν ἢ διὰ φλεγμονὴν τῶν μηνίγγων. καὶ διὰ μὲν πληθώραν ἐρυθρὰ γί‐ νονται τὰ φλεβία τοῦ ἐπιπεφυκότος τρόπῳ τοιούτῳ· τῷ πλήθει ἀπελαύνεται ἐπὶ τοὺς ὀφθαλμοὺς τὸ αἷμα καὶ τείνει τὰ φλεβία | |
1.6(200) | τὰ ἐν τῷ ἐπιπεφυκότι, ἐπειδὴ στενὰ καὶ λεπτά εἰσι· μὴ φέρον‐ τα οὖν τὴν τάσιν ῥήγνυνται, καὶ ἐκχεῖται τὸ αἷμα καὶ ἐρυθρὰ γίνονται. ἐὰν οὖν ὀξέου νοσήματος ὑποκειμένου καὶ καυσώδους πυρετοῦ ἔτι καὶ ἢ φλεγμονὴ ἐν ταῖς μήνιγξιν ἢ πληθώρα ὑπόκει‐ ται, παγκάκιστόν ἐστι καὶ τοῦτο σημεῖον. | |
205 | Ἢ πέλια ἢ μέλανα [196.2 A.]: ταῦτα τὰ χρώματα, τὸ πέ‐ λιον καὶ τὸ μέλαν, ἐπὶ ἄκρᾳ καταψύξει γίνονται. ἐὰν οὖν πέλια γίνωνται ἢ μέλανα τὰ ἐν τοῖς ὀφθαλμοῖς λευκά, τουτέστιν ὁ ἐπιπεφυκώς, παγχάλεπόν ἐστι σημεῖον ἐπὶ ὀξέου νοσήματος. | |
Ἢ λῆμαι φαίνονται περὶ τὰς ὄψιας [196.3 A.]: λῆμαι γί‐ | 54 | |
210 | νονται ἐπὶ τοὺς ὀφθαλμοὺς ἢ διά τι πάθος περὶ αὐτοὺς συνιστά‐ μενον, ὥσπερ ἐπὶ τῶν ὀφθαλμιώντων, ἢ ὑγρότητός τινος φερομέ‐ νης καὶ ποιούσης λήμας. δεῖ γὰρ εἰδέναι ὅτι ἡ λήμη γίνεται ἐν τοῖς ὀφθαλμοῖς ἐπὶ ἀπεψίᾳ τοῦ λόγῳ τροφῆς ἐν τοῖς ὀφθαλμοῖς φερομένου. ἐὰν οὖν ὀξέου ὑποκειμένου νοσήματος καὶ διακαοῦς | |
215 | πυρετοῦ καὶ ἀτροφίας καὶ ξηρότητος λῆμαι γίνωνται περὶ τοὺς ὀφθαλμούς, παγκάκιστόν ἐστι καὶ τοῦτο σημεῖον· δηλοῖ γὰρ ὅτι καὶ αὐτὸ τὸ ἐλάχιστον ὑγρὸν τὸ λόγῳ τροφῆς φερόμενον ἐκεῖσε οὐκ ἰσχύει ἡ ἀλλοιωτικὴ δύναμις πέψαι καὶ ἀλλοιῶσαι, ἀλλ’ ἀπεπτούμενον τὰς λήμας ποιεῖ. | |
220 | Ἢ ἐναιωρούμενοι [196.3 A.]: “ἐναιωρούμενοί” εἰσιν οἱ ὀφ‐ θαλμοὶ οἱ ἀστήρικτοι οἱ τῇδε κἀκεῖσε περιφερόμενοι ἀτάκτως καὶ ἀρρύθμως ἐν τῷ μὴ ἑδράζεσθαι μηδὲ στηρίζεσθαι ὑπὸ τῶν μυῶν. ἀστήρικτοι δὲ καὶ ἐναιωρούμενοι γίνονται οἱ ὀφθαλμοὶ ἢ διὰ τρομώδη διάθεσιν ἐν αὐτοῖς τοῖς μυσὶ τῶν ὀφθαλμῶν συνισ‐ | |
225 | ταμένην ἢ διὰ παραφροσύνην. ὀξέος οὖν ὑποκειμένου νοσήματος καὶ διακαοῦς πυρετοῦ εἴτε διὰ τρόμον γένωνται οἱ ὀφθαλμοὶ ἀσ‐ τήρικτοι εἴτε διὰ παραφροσύνην, παγχάλεπόν ἐστι καὶ τοῦτο ση‐ μεῖον. Ἢ ἐξίσχοντες ἢ ἔγκοιλοι ἰσχυρῶς γιγνόμενοι [196.3—4 A.]: | |
230 | καὶ “ἔγκοιλοι” μὲν γίγνονται οἱ ὀφθαλμοὶ δι’ ἔνδειαν καὶ ἀτ‐ ροφίαν καὶ ἄγαν ξηρότητα· “ἐξίσχοντες” δὲ τῷ λόγῳ τῆς ἀκρατείας τῶν μυῶν, διὰ τοῦτο προκύπτουσι. | |
Καὶ “τὸ χρῶμα τοῦ ξύμπαντος προσώπου ἠλλοιωμένον” γίνεται τῷ λόγῳ τῆς νεκρώσεως, τοῦ κακῶς διακεῖσθαι τὸν ζωτικὸν τόνον. | 55 | |
234 | ||
1.7 | Σκοπεῖν δὲ καὶ τὰς ὑποφάσεις τῶν ὀφθαλμῶν ἐν τοῖσιν ὕπ‐ νοισιν. ἢν γάρ τι ὑποφαίνηται ξυμβαλλομένων τῶν βλεφάρων τοῦ λευκοῦ [196.5—7 A.]. Τὸ λεγόμενον τοιοῦτόν ἐστιν, ὅτι ἐὰν ἐν τοῖς ὕπνοις μὴ | |
5 | συμβάλλωνται μηδὲ ἀσφαλίζωνται τὰ βλέφαρα, ἀλλ’ ὑποφαίνηταί τι μέρος τοῦ ἐπιπεφυκότος—λευκὸν γὰρ τὸν ἐπιπεφυκότα ἐκάλε‐ σε—, κάκιστόν ἐστι καὶ τοῦτο σημεῖον ἐν ὀξεῖ νοσήματι γινό‐ μενον· δηλοῖ γὰρ ἢ σπασμὸν ἢ παράλυσιν τῶν ἀνοιγόντων καὶ κλειόντων τὰ βλέφαρα. ἑκάτερον δὲ κάκιστόν ἐστιν· ἡ μὲν γὰρ | |
10 | παράλυσις ἀσθένειαν καὶ ἀκράτειαν δηλοῖ τῶν ψυχικῶν δυνάμεων, ὁ δὲ σπασμὸς ἄκραν ξηρότητα, ὅστις καὶ ἀνίατός ἐστιν ἐν ὀξεῖ νοσήματι. Καὶ ἐπεὶ τῶν ἐν τοῖς βλεφάροις μυῶν ἐμνημονεύσαμεν, φέρε εἴπωμεν καὶ περὶ αὐτῶν. ἰστέον ὅτι τρεῖς εἰσι μύες οἱ ἀνοί‐ | |
15 | γοντες καὶ κλείοντες τὰ ἄνω βλέφαρα· τὰ γὰρ κάτω ἀκίνητά εἰσι. καὶ εἷς μέν ἐστιν ὁ ἀνοίγων μῦς, δύο δὲ οἱ ἀσφαλίζοντες τὸ βλέφαρον. καὶ ὁ μὲν ἀνοίγων μῦς κατὰ τοῦ μεσαιτάτου βλεφάρου | |
τέτακται πανσόφως ὑπὸ τῆς φύσεως τοῦτο μηχανευσαμένης. τὰ γὰρ βαρέα τῶν σωμάτων κατὰ τοῦ μεσαιτάτου ἑλκόμενα εἴκει ἑτοίμως | 56 | |
20 | καὶ ἀνέλκεται. οὕτως οὖν καὶ ὁ ἀνοίγων μῦς κατὰ τοῦ μέσου βλεφάρου τέτακται, ἵνα πρὸς ἑαυτὸν ἐπισπώμενος ἀνοίγῃ καὶ ἕλ‐ κῃ αὐτό. οἱ δὲ ἀσφαλίζοντες δύο μύες καθ’ ἑκάτερον μέρος τῶν βλεφάρων εἰσὶ τεταγμένοι, εἷς μὲν πρὸς τὸν μέγαν κανθόν, καὶ ὁ εἷς πρὸς τὸν μικρόν. οὗτοι οὖν οἱ μύες. καὶ οὗτοι ὡς πρὸς | |
25 | ἑαυτοὺς καὶ ἐπὶ τὰ ἔσω ἕλκοντες τὰ βλέφαρα κλείουσιν αὐτά. συμβαίνει οὖν τὸ τηνικαῦτα ὁ μὲν σπασμὸς ἐν τῷ ἄνω μυί, λέγω δὴ τὸν ἀνοίγοντα, συνίστασθαι, ἡ δὲ παράλυσις ἐν τοῖς κλείου‐ σι. σπωμένου οὖν τοῦ ἄνω μυὸς τοῦ ἀνοίγοντος, ὡς πρὸς ἑαυτὸν ἐφέλκεται τὸ ἄνω βλέφαρον, καὶ ἐπιφαίνεται μέρος τοῦ ἐπιπεφυ‐ | |
30 | κότος· ὁ γὰρ σπασμὸς πρὸς τὴν οἰκείαν ἀρχὴν ἕλκει τὸ μόριον. ἀλλὰ καὶ ἐπὶ τῶν ἀσφαλιζόντων τοῦτο γίνεται, τὸ ὑποφαίνεσθαί τι μέρος τοῦ ἐπιπεφυκότος, ἀλλὰ τούτων οὐ σπωμένων ἀλλὰ παρα‐ λυομένων· ἡ γὰρ παράλυσις ἐπὶ τὸ ἐναντίον τοῦ κατὰ φύσιν ποι‐ εῖται τὴν κίνησιν. παραλυομένων οὖν τῶν κλειόντων μυῶν, οὐ | |
35 | συμβάλλονται τὰ βλέφαρα, ἀλλ’ ἀνεωγότας αὐτοὺς ἔχουσι. καὶ πάλιν φαίνεται ὁ ἐπιπεφυκώς, ὡς δοκεῖν κλειστανοίκτους εἶ‐ ναι τοὺς ὀφθαλμούς. καὶ ταῦτα μὲν ἐπὶ ἀνθρώπων. ἐπὶ δέ τινων ζῴων οὐκ εἰσιν οἱ ἀσφαλίζοντες μύες τὰ βλέφαρα, ἀλλὰ μόνον τοὺς ἀνοίγοντας ἔχουσιν. ὅθεν ἐν τῷ ὑπνοῦν τὰ τοιαῦτα τῶν | |
40 | ζῴων ἐπὶ τὴν θαλάμην ἀντιστρέφειν τοὺς βολβοὺς καὶ αὐτὴν τὴν κόρην ἐντὸς εἶναι τῆς θαλάμης, ἵνα μὴ λυμαίνωνται ὑπὸ τῶν | |
προσπιπτόντων. οὕτως ἐπὶ δορκάδων καὶ λαγωῶν καὶ ἐπί τινων ἰχθύων ἐστίν. εἶτα καὶ διὰ τοῦτο εἷς μὲν ἔστι μῦς ὁ ἀνοίγων, ἐπειδὴ ὀλίγου καιροῦ δέεται ἀναβαστάζειν τὸ βλέφαρον, καὶ πα‐ | 57 | |
45 | ραυτίκα διαδέχονται αὐτὸν οἱ κλείοντες. δύο δὲ μύες γεγόνασιν οἱ κλείοντες διὰ δύο αἰτίας, διά τε τὸ ταχέως ἀσφαλίζεσθαι τὰ βλέφαρα, ἐπειδὴ ὁ ὀφθαλμὸς εὐπαθής ἐστιν· εὐπαθὴς δὲ καθέστη‐ κεν, ἵνα ἑτοίμως ἀντιλαμβάνωνται τά τε χρώματα καὶ τῶν μικρῶν καὶ τῶν μεγάλων σωμάτων· ἐν γὰρ τῷ πάσχειν ἀντιλαμβάνονται οἱ | |
1.7(50) | ὀφθαλμοί. διὰ οὖν τὴν εὐπάθειαν ἐδεήθη ἡ φύσις 〈εἰσ〉 τὸ τάχος τῶν ἀσφαλιζόντων δύο μυῶν τοῦ πλείονας εἶναι, ἵνα τάχιστα ποιῶνται τὴν μύσιν καὶ ἐκφύγωσι τὴν βλάβην ἀπὸ τῶν προσπι〈π‐ τόντων〉, κάρφου〈σ〉 λέγω καὶ κονιορτοῦ ἢ σμηγμάτων τινῶν ἢ ζωυφίων καὶ τῶν τοιούτων. καὶ διὰ τὸ μόνιμον· κατά τινα γὰρ | |
55 | καιρὸν καὶ μονῆς δεῖται πρὸς τὸ εἶναι ἠσφαλισμένα τὰ βλέφαρα. καὶ ἀναγκαίως τοῦτο κατεσκευάσθη, ὥσπερ ἐν τοῖς ὕπνοις πᾶσα ἀνακωχὴ καὶ ἀνάπαυλα τῆς τε φύσεως καὶ τῶν ψυχικῶν δυνάμεων γίνεται, διὰ τὸ ἐν τῷ ἐγρηγορέναι κάμνειν αὐτὰς καὶ κοπιᾶν. καὶ ταῦτα μὲν οὕτως. | |
60 | Εἶτα καὶ ἀποροῦσί τινες ὅτι ‘διὰ τί μὴ ἐν τῷ ἐγρηγορέναι ἐμνημόνευσε τοῦ τοιούτου σημείου, ἀλλ’ ἐν τῷ καθεύδειν;‘ καὶ λέγομεν ὅτι ἐν τῷ ἐγρηγορέναι οὐ διαφαίνεται τοῦτο τὸ σημεῖον, | |
διὰ τὸ πλεῖστον φέρεσθαι εἰς τοὺς ὀφθαλμοὺς τὸ ὀπτικὸν πνεῦμα. εἰ δὲ καὶ ἴδωμεν ὅτι ὑποφαίνεται, ὑπόγυον δηλοῖ τὸν θάνατον, | 58 | |
65 | ὅπερ καὶ οἱ ἰδιῶται διαγινώσκουσι τοῦτο. καὶ ἡμᾶς οὖν ὁ Ἱπ‐ ποκράτης οὐ περὶ ὄντος καὶ ἤδη ἐνισταμένου θανάτου βούλεται διδάξαι, ἀλλὰ περὶ μέλλοντος, ἵνα προγινώσκοντες πρὸ πολλοῦ χρόνου ἀνεγκλήτους καὶ ἑαυτοὺς καὶ τὴν τέχνην φυλάξωμεν. Εἶτα καὶ προσδιορισμοῖς κέχρηται, καὶ λέγει ὅτι ‘ἐὰν μὴ | |
70 | ἐκ διαρροίας τινὸς ὑποφαίνηται ὁ ἐπιπεφυκὼς ἢ καὶ εἴθιστο οὕ‐ τως καθεύδειν‘· ἐὰν γὰρ διά τι τούτων ὑποφαίνηται ὁ ἐπιπεφυ‐ κώς, οὐκ ἔστι τοῦτο κινδυνῶδες, ἐπειδὴ ἀνακτώμεθα τὴν τοιαύ‐ την διάθεσιν. ἔστι δ’ ὅτε ὑπὸ γαστρορροίας φαίνεται τῇ κενώ‐ σει ξηρανθέντα τὰ βλέφαρα καὶ οὐ συμβάλλονται· καὶ τοῦτο ἀνα‐ | |
75 | κτώμεθα. πολλάκις δὲ εἴθιστο οὕτως καθεύδειν ὁ ἄνθρωπος καὶ πολλοί εἰσιν ἐν τῷ κατὰ φύσιν οὕτως ἐξ ἔθους κοιμώμενοι ἀνεω‐ γότας ἔχοντες τοὺς ὀφθαλμούς, οὕστινας οἱ ἰδιῶται λέγουσι τὸ λαγωδάτον κοιμᾶσθαι. ἐὰν οὖν μὴ διὰ ταύτας τὰς αἰτίας φαίνη‐ ταί τι τοῦ ἐπιπεφυκότος ἐν τῷ καθεύδειν, θανατῶδές ἐστι τὸ | |
80 | σημεῖον. Εἶτα ἐπιβεβαιῶν τὴν τοιαύτην σημείωσιν τοῦ ὀλέθρου καὶ ἕτερα σημεῖα ἡμῖν παραδίδωσιν λέγων οὕτως· “ἢν δὲ ῥικνὸν ἢ καμπύλον γένηται ἢ πέλιον βλέφαρον ἢ χεῖλος ἢ ῥὶς μετά τινος τῶν ἄλλων σημείων.” καὶ τὸ μὲν ῥικνόν ἐστιν ἔνδεια καὶ ἀτρο‐ | |
85 | φία μετὰ ῥυτίδος, τουτέστι τὸ ἐρρυτιδωμένον μετὰ ἄκρας ξηρό‐ | |
τητος. ἔστι γὰρ καὶ μετὰ ὑγρότητος ῥυτίδωσις. ἐνταῦθα οὖν τὸ μετὰ ξηρότητος ἐρρυτιδωμένον ἐκάλεσε ῥικνόν. “Ἢ καμπύλον·” καμπύλον λέγει τὸ ἑτερόρροπον. καὶ τοῦτο ὑπὸ ξηρότητος γίνεται ὡς ἐπίπαν. τὴν γὰρ διαστροφὴν λέγει τὸ | 59 | |
90 | καμπύλον, τυχὸν ἐὰν διαστραφῇ ἓν τούτων, ἢ ῥὶς τυχὸν ἢ χεῖλος ἢ βλέφαρα. διαστρέφονται δὲ εἴτε ἐπὶ σπασμῷ, τοῦ σπασμοῦ ἐπὶ ξηρότητι γινομένου, εἴτε διὰ παράλυσιν, ἥτις ἐπὶ ἄκρᾳ ψύξει γίνεται, καθ’ ἣν καὶ τὸ πέλιον γίνεται χρῶμα· ἐπὶ γὰρ ἄκρᾳ ψύξει καὶ τοῦτο γίνεται. ἐὰν οὖν καὶ ταῦτα γίνωνται τὰ σημεῖα | |
95 | μετὰ τῶν ἤδη προειρημένων συνερχόμενα, ὑπόγυον δηλοῦσι τὸν θάνατον. εἰ δὲ μόνα ταῦτα γένωνται, κακὰ μέν εἰσι, πλὴν οὐχ οὕτως κινδυνώδη. | |
97 | ||
1.8 | Κεκλιμένον δὲ χρὴ καταλαμβάνεσθαι τὸν νοσέοντα ὑπὸ τοῦ ἰατροῦ ἐπὶ τὸ πλευρὸν τὸ δεξιὸν ἢ τὸ ἀριστερόν [197.4—5 A.]. Ἐνταῦθα σημειοῦται τὴν κατὰ φύσιν ἀνάκλισιν καὶ λέγει τρία σημεῖα, ἤγουν τρία σχήματα, τῆς κατὰ φύσιν κλίσεως. φησὶ | |
5 | γὰρ ὅτι 〈πρῶτον〉 σχῆμα κατακλίσεώς ἐστι τὸ ἐπὶ τὸ δεξιὸν ἢ τὸ ἀριστερὸν πλευρὸν κατακεκλίσθαι. δεύτερον σχῆμά ἐστιν, ὅτι δεῖ ἐπικεκαμμένα ἔχειν ὀλίγον τὰ σκέλη καὶ τὰς χεῖρας καὶ τὸν τράχηλον, ὅθεν καὶ τὸ ἐγγώνιον σχῆμα τῆς χειρὸς ἀποδεχόμεθα | |
παρὰ τὸ ἄγαν ἐκτεταμένον ἢ συγκεκαμμένον, ἐπειδὴ ἐν τῷ ἐγγω‐ | 60 | |
10 | νίῳ σχήματι ἐν ἀνέσει τυγχάνουσιν οἱ μύες. λέγει καὶ τρίτον σχῆμα κατὰ φύσιν, ὅτι δεῖ ἀντιπροσώπως ἀνακεκλίσθαι καθ’ ἣν ποιεῖται τὰς εἰσόδους ὁ ἰατρός. τί γάρ; ὅτι δύναται καὶ πρὸς τὰ ἐρωτώμενα ὑπὸ τοῦ ἰατροῦ πρὸς ἔπος ἀποκρίνασθαι καὶ δεόν‐ τως ἀπολογεῖσθαι. | |
15 | Ἐφ’ οἷς καὶ τὴν αἰτίαν τῶν τοιούτων κατακλίσεων, ὅτι κα‐ τὰ φύσιν εἰσί, λέγει ὁ Ἱπποκράτης τῷ ἐπιλογισμῷ χρώμενος ἐκ τοῦ φαινομένου. φησὶν “οὕτως γὰρ καὶ οἱ πλεῖστοι τῶν ὑγιαι‐ νόντων κατακλίνονται. ἄρισται δέ εἰσι τῶν κατακλίσεων αἱ ὅ‐ μοιαι τῇσι τῶν ὑγιαινόντων”. ὁ δὲ Γαληνὸς τῷ λογισμῷ κεχρη‐ | |
20 | μένος καὶ ἐξ αὐτῆς τῆς φύσεως τῶν πραγμάτων ὁρμώμενος λέγει ὅτι ταῦτα τὰ σχήματα τῆς κατακλίσεως κατὰ φύσιν εἰσί, καί φη‐ σιν ὅτι τὸ ἀντιπροσώπως τῷ ἰατρῷ κατακεκλίσθαι τὸν κάμνοντα καθ’ ἣν ποιεῖται τὰς εἰσόδους καὶ ἐκεῖσε ἀποβλέπειν καὶ ἀνα‐ μένειν τὴν παρουσίαν τοῦ ἰατροῦ ἀγαθόν ἐστιν, ἐπειδὴ δηλοῖ | |
25 | ὅτι καλῶς διάκειται τὸν λογισμόν. καὶ ἀγαθόν ἐστιν ὡς δηλοῖ τὸ τοῦ Ἱπποκράτους ἐν Ἀφορισμοῖς εἰρημένον, “ἐν πάσῃ νούσῳ τὸ ἐρρῶσθαι τὴν διάνοιαν καὶ εὖ ἔχειν πρὸς τὰ πρόσφορα ἀγαθόν, τὸ δὲ ἐναντίον κακόν”. ἀλλὰ καὶ τὸ ἐπικεκαμμένας ἔχειν ἐπ’ ὀλίγον τὰς χεῖρας καὶ τὸν τράχηλον καὶ τὰ σκέλη κατὰ φύσιν | |
30 | ἐστίν, ἐπειδὴ δηλοῖ ἐρρωμένην καὶ ἰσχυρὰν τὴν συνέχουσαν καὶ στηρίζουσαν καὶ συνδεσμοῦσαν τὴν συνεκτικὴν δύναμιν τοῦ ὅλου σώματος. τὸ δὲ τοιοῦτον σχῆμα καὶ μεταξύ ἐστι τῶν ὑπερβολικῶν σχημάτων καὶ δηλοῖ ἐν ἀνέσει τυγχάνοντας τοὺς μύας καὶ τὰ νεῦ‐ ρα. ὑπερβολικὰ δὲ σχήματά εἰσι τὸ ἄγαν ἐκτεταμένας ἔχειν τὰς | 61 |
35 | χεῖρας καὶ τὰ σκέλη καὶ οἷον ἐξεασμένας καὶ 〈ἐκ〉κεκαλυμμένας· δηλοῖ γὰρ παράλυσιν καὶ ἀκράτειαν τῶν μυῶν καὶ τῶν νεύρων. ἀλλὰ καὶ τὸ ἄγαν συγκεκαμμένας ἔχειν τὰς χεῖρας καὶ τὰ σκέλη ὑπερβολικὸν σχῆμά ἐστι καὶ κακόν· δηλοῖ γὰρ τάσιν τῶν νεύρων καὶ μυῶν, ὅθεν καὶ ὑγρὸν ἐκάλεσε τὸ μεταξὺ σχῆμα· ἔφη γὰρ | |
40 | ‘καὶ τὸ σύμπαν σῶμα ὑγρὸν ἔχοντα κείμενον‘. ὑγρὸν δὲ ἐκάλεσε τὸ σχῆμα τοῦτο, διὰ τὸ ὥσπερ τὰ ὑγρὰ οὐκ ἐκτείνονται καθάπερ τὸ ὕδωρ, οὕτως καὶ τὸ ἐπ’ ὀλίγον ἐπικεκαμμένον σχῆμα οὐκ ἔχει ἐκτεταμένα τὰ νεῦρα ἢ τοὺς μύας, ἀλλ’ ἐν ἀνέσει τυγχάνοντας. Οὕτως σημειωσάμενος τὴν κατὰ φύσιν κατάκλισιν τρέπεται καὶ | |
45 | ἐπὶ τὴν σημείωσιν τῆς παρὰ φύσιν κατακλίσεως, καὶ λέγει ἑπτὰ σχήματα. καὶ πρῶτον σχῆμα λέγει τοιοῦτον, ὅτι ἐὰν ὕπτιος κεῖ‐ ται ὁ ἄρρωστος ἐκτεταμένας ἔχων τὰς χεῖρας καὶ τὰ σκέλη, κα‐ κόν ἐστι· δηλοῖ γὰρ ἀκράτειαν καὶ ἀσθένειαν τῆς στηριζούσης καὶ κρατυνούσης τὸ σῶμα συνεκτικῆς δυνάμεως καὶ βλάβην τοῦ | |
1.8(50) | λογισμοῦ, εἰ μήτι ὅτι διὰ κακότητα ἢ τῦφον ἢ ὑπερηφάνειαν τυ‐ ραννικῶς φερόμενος καὶ μηδ’ ὅλως προσποιούμενος τὴν παρουσίαν τοῦ ἰατροῦ. Δεύτερον δὲ τὸ προπετῶς καταρρεῖν ἀπὸ τῆς κλίνης τὸν ἄρ‐ | |
ρωστον ἐπὶ πόδας. κακόν ἐστι καὶ τοῦτο σημεῖον· δηλοῖ γὰρ καὶ | 62 | |
55 | ἐνταῦθα ἀκράτειαν καὶ ἀσθένειαν τῆς κρατυνούσης καὶ στηριζού‐ σης τὸ σῶμα συνεκτικῆς δυνάμεως, καὶ ὑπ’ αὐτῆς μηδ’ ὅλως κατ‐ έχεσθαι, ἀλλὰ τῷ οἰκείῳ βάρει τῷ φυσικῷ ἐπὶ πόδας ἀντικαταρ‐ ρεῖν, ὅπερ μέγιστον κακὸν σημεῖόν ἐστι. Τρίτον σχῆμα τῆς παρὰ φύσιν κατακλίσεώς ἐστι τὸ ἀπογυμ‐ | |
60 | νοῦν τοὺς πόδας καὶ ἀσκεπάστους ἔχειν καὶ τὰς χεῖρας καὶ τὸν τράχηλον καὶ περιερριμμένους καὶ ἐκλελυμένους καὶ περιφερο‐ μένους τῇδε κἀκεῖσε. καὶ τοῦτο κακόν ἐστι τὸ σημεῖον ἐν ὀξεῖ νοσήματι· δηλοῖ γὰρ ἀλυσμόν, τουτέστι δυσφορίαν ἄκραν ἐν τῷ στομάχῳ, καὶ δακνομένου τοῦ στομάχου καὶ ἀνιωμένου ὑπὸ τῆς | |
65 | κακοχυμίας οὕτως κατακέκλιται, εἰ μήτι ὅτι διὰ βλακείαν τινὰ ἢ δι’ ὀξὺν καὶ διακαῆ πυρετὸν ταῦτα ποιεῖ· τότε γὰρ δήλη ἐσ‐ τὶν ἡ αἰτία καθ’ ἣν τοῦτο ποιεῖ, τοῦ καταψυχθῆναι καὶ παρα‐ μυθίαν καὶ παρηγορίαν ἀναλαβεῖν διὰ τὴν ζέσιν τοῦ πυρετοῦ. καὶ τοῦτο οὐκ ἔστι τοιοῦτον κακόν. εἰ δὲ μήτε διὰ τὸν πυρετὸν | |
70 | γυμνοῖ τοὺς πόδας μήτε μὴν διὰ βλακότητα καὶ ἦθος τοιοῦτον, τότε κάκιστόν ἐστι καὶ τοῦτο σημεῖον· δηλοῖ γὰρ ἢ παραφροσύ‐ νην ἢ μεγίστην δυσκρασίαν ἐν τῷ στομάχῳ. Τέταρτον σχῆμα τῆς παρὰ φύσιν κατακλίσεως τὸ κεχηνότως καθεύδειν, ὅπερ δηλοῖ ἢ παράλυσιν τῶν κλειόντων μυῶν τὸ στό‐ | |
75 | μα ἢ σπασμὸν τῶν ἀνοιγόντων, ὥσπερ καὶ ἐπὶ τῶν βλεφάρων ἐλέ‐ | |
γομεν. ἀλλ’ ἐπὶ τοῦ ὀφθαλμοῦ ἧττον ἦν κακόν, ἐπειδὴ ἐν τοῖς ὕπνοις αὐτὸ παρελάβομεν. ἐνταῦθα δὲ ἐν τῷ ἐγρηγορέναι αὐτὸ παραλαμβάνομεν· τὸ γὰρ καθεύδειν ἐνταῦθα τὸ ἀνακεκλίσθαι λέ‐ γει, οὐ τὸ ὑπνοῦν, ὅπερ κακόν ἐστι σημεῖον καὶ τοῦτο ἐν ὀξεῖ | 63 | |
80 | νοσήματι, εἴτε διὰ σπασμὸν γένηται εἴτε διὰ παράλυσιν εἴτε διὰ τὰ συναμφότερα. Πέμπτον δέ, ἐὰν ὕπτιος ἀνακέκλιται καὶ κεκαμμένα ἔχει τὰ γόνατα καὶ ἀπερριμμένα ἀπ’ ἀλλήλων ἤγουν συμπεπλεγμένα καὶ ἄγαν συγκεκαμμένα, τουτέστι τοὺς μηροὺς καὶ τὰ γόνατα ἐναλλὰξ | |
85 | παραπεπλεγμένα ἔχει καὶ ἐπὶ γαστέρα συγκεκαμμένα, κακόν ἐστι καὶ τοῦτο σημεῖον, διὰ τὸ μὴ πάντῃ οὕτως εἰθίσθαι ἀνακεκλίσ‐ θαι τοὺς ἀνθρώπους ἐν τῷ ὑγιαίνειν· δηλοῖ γὰρ ἢ παραφροσύνην ἢ μεγίστην ὀδύνην τῶν περὶ τὴν γαστέρα χωρίων, φυσικῶς τοῦτο ποιοῦντες· συγκάμπτοντες γὰρ ἐπὶ τὴν γαστέρα τοὺς μηροὺς καὶ | |
90 | τὰ γόνατα τῇ προσψαύσει τοῦ ὁμοίου σώματος παρηγοροῦνται. οὕ‐ τως γὰρ καὶ ἡμεῖς ποιοῦμεν στροφούμενοι ἢ ὀδυνώμενοι πρός τι μόριον τὰς χεῖρας ἐπιτιθέμενοι, καὶ προσψαύοντες παρηγορούμε‐ θα τῷ ὀδυνωμένῳ μορίῳ. Ἕκτον δὲ τὸ ἐπὶ γαστέρα κεῖσθαι ἐν τῇ κλίνῃ· δηλοῖ γὰρ | |
95 | μεγάλην διάθεσιν τῶν περὶ τὴν γαστέρα χωρίων, ἐὰν μὴ οὕτως εἴθιστο κοιμᾶσθαι, καὶ μάλιστα εἰς τὰς πέψεις, διὰ τὸ συνερ‐ γεῖσθαι πρὸς τὴν πέψιν. εἰ δὲ μὴ ὦσιν εἰθισμένοι οὕτως καθεύ‐ δειν, κάκιστόν ἐστι· δηλοῖ γὰρ οὐ μόνον μεγίστην ὀδύνην τῶν | |
περὶ τὴν γαστέρα χωρίων, ἀλλὰ καὶ παραφροσύνην. | 64 | |
1.8(100) | Ἕβδομον δέ ἐστι τὸ ἄφνω ἀνακαθέζεσθαι καὶ ἐξανίστασθαι καὶ ζητεῖν ἀπὸ τόπου ἐπὶ τόπον μετελθεῖν· κάκιστον σημεῖον ἐν ὀξεῖ πυρετῷ, καὶ μάλιστα ἐπὶ τῶν περιπνευμονικῶν. ἡ γὰρ περι‐ πνευμονία φλεγμονή ἐστι τοῦ πνεύμονος· ἐν οὖν τῇ τοιαύτῃ φλεγμονῇ δηλονότι καὶ πυρετὸς διακαὴς σύνεστιν· ἐν οὖν τῇ κα‐ | |
105 | τακλίσει οὐκ ἀντεισάγεται ὁ ἀρκῶν ἀὴρ καὶ πνεῦμα πρὸς τὸ ἐμ‐ ψῦξαι, ἐπειδὴ συμπίπτει ὁ θώραξ ὡς ἐπὶ τὴν ῥάχιν καὶ ἀποστε‐ νοῦται· καὶ ἐκβιαζόμενοι ἀνακαθέζονται, ἵνα τῇ εὐρυχωρίᾳ καὶ τῷ τοιούτῳ σχήματι δαψιλέστερον πνεῦμα εἰσπνέωσιν, καὶ παρα‐ μυθοῦνται. ἐὰν οὖν ἐν ὀξεῖ νοσήματι αἰφνίδιον ἀνακαθέζωνται | |
110 | καὶ ἐξανίστανται, καὶ μάλιστα ἐν τῇ ἀκμῇ, ὅτε ὤφειλεν ἐν ἀνέ‐ σει τυγχάνειν—ἐν γὰρ τῇ ἀκμῇ ἀναπαύεται ἡ φύσις καὶ αἱ δυ‐ νάμεις, ἐπειδὴ κάμνουσιν ἐν τῇ ἀρχῇ καὶ ἐν τῇ ἀναβάσει—, ἐν τῇ ἀκμῇ ἐν ἀνέσει ὀφείλουσαι τυγχάνειν, ἐὰν ἐξανίστανται ἀθ‐ ρόως, κάκιστόν ἐστι καὶ τοῦτο τὸ σημεῖον· δηλοῖ γὰρ μεγίστην | |
115 | φλόγωσιν καὶ ζέσιν καὶ σηπεδόνα ἐν τοῖς ἀναπνευστικοῖς μορί‐ οις συνισταμένην. Πρὸς τούτοις δὲ καὶ ἕτερον σημεῖον προστίθησι λέγων ὅτι κάκιστόν ἐστι σημεῖον ἐν ὀξεῖ νοσήματι τὸ τρίζειν τοὺς ὀδόν‐ τας· δηλοῖ γὰρ σπασμώδη διάθεσιν τῶν κροταφιτῶν καὶ σιαγονι‐ | |
120 | τῶν μυῶν, καὶ παραφροσύνην μεγίστην ἐν ὀξεῖ νοσήματι, χωρὶς | |
εἰ μὴ εἴθιστο ἐκ παιδόθεν τρίζειν τοὺς ὀδόντας. πολλοὶ γὰρ οὕτως εἰσὶν εἰθισμένοι τρίζειν τοὺς ὀδόντας, διὰ φυσικὴν ἀσ‐ θένειαν οὕτως κατασκευασθέντων τῶν σιαγονιτῶν μυῶν, καὶ λοι‐ πὸν διὰ τὴν ἀκράτειαν τρίζουσι τοὺς ὀδόντας. ὥσπερ οὖν καὶ | 65 | |
125 | τοὺς ὀφθαλμοὺς ὁρῶμεν τρομωδῶς καὶ ἀτάκτως τῇδε κἀκεῖσε περι‐ φερομένους ἐπί τινων ἐξ ἀρχῆς τοῦτο πάσχοντας, ὅπερ καὶ τοῦτο διὰ φυσικὴν ἀσθένειαν τῶν στηριζόντων μυῶν οὕτως κατασκευασ‐ θέντων γίνεται. εἶτα παρακατιὼν λέγει ὅτι “ἀλλὰ προλέγειν ἐπ’ ἀμφοῖν τὸν κίνδυνον”. ποῖον λέγει ὅτι ‘δεῖ προλέγειν ἐπ’ ἀμ‐ | |
130 | φοτέρων τὸν κίνδυνον‘; ἰδοὺ γὰρ εἴρηκεν ὅτι θανατῶδες, ὡς ἂν τοῦ κινδύνου πλέον θανατωδεστάτου ὄντος. καὶ λέγομεν ὅτι δυ‐ νατόν ἐστι καὶ πρὸς τὰ ἄνω αὐτὸν ἐξηγήσασθαι καὶ πρὸς τὰ κάτω. καὶ πρὸς μὲν τὰ ἄνω οὕτως· ὅτι “ἀμφοῖν” ἔφη ὅτι ἐὰν τρίζῃ τοὺς ὀδόντας καὶ ἀπειλῇ καὶ μελετᾶται γενέσθαι μανία, ἐπὶ ἀμ‐ | |
135 | φοτέρων δεῖ προλέγειν τὸν κίνδυνον· τὸ γὰρ τοῦ θανάτου παρεκ‐ τείνεται καὶ ἐπὶ τοῦ κινδύνου. καὶ ἵνα μὴ ταυτολογήσῃ ἐν βρα‐ χεῖ χωρίῳ, διὰ τὸ θανατῶδες εἰπεῖν ἐπήγαγε “τὸν κίνδυνον”, καὶ ἐπὶ ἀμφοτέρων παρεκτείνεται τὸ θανατῶδες. πρὸς δὲ τὰ κάτω οὕτως δεῖ συνάψαι, ἐπειδὴ γὰρ παρακατιὼν λέγει “ἢν δὲ καὶ | |
140 | παραφρονέων τοῦτο ποιέῃ, ὀλέθριον κάρτα ἤδη γίνεται”, τουτέσ‐ τι τὸ τρίζειν τοὺς ὀδόντας. καὶ ἴσως ἐρεῖ τις ὅτι ‘τί δήποτε καὶ ἄνω “μανίαν” εἶπε καὶ πάλιν ἐνταῦθα “παραφρονέων τοῦτο | |
ποιέει”, ὡς ἂν τῆς μανίας οὐκ οὔσης παραφορᾶς, καίτοι ἐπιτε‐ ταμένη παραφορά ἐστιν ἡ μανία; ταυτολογεῖ οὖν‘, καὶ λέγομεν | 66 | |
145 | ὅτι οὐ ταυτολογεῖ· ἀνωτέρω μὲν γὰρ μελετωμένην ὑπέθετο τὴν μανίαν, οὔπω δὲ γενομένην. καὶ ἔλεγεν ὅτι ἐὰν τρίζῃ τοὺς ὀδόντας καὶ μανία μελετᾶται γενέσθαι, ἐπ’ ἀμφοτέρων δεῖ προ‐ λέγειν τὸν κίνδυνον· ἐνταῦθα οὖν λέγει ὅτι ἐὰν τρίζῃ τοὺς ὀδόντας καὶ παραφρονῇ, 〈ὀλέθριον〉 κάρτα ἤδη γίνεται, τουτέσ‐ | |
1.8(150) | τιν ὅτι πλησίον ἐστὶν ὁ θάνατος. — — — | |
151 | Κεκλιμένον δὲ χρὴ καταλαμβάνεσθαι τὸν νοσέοντα καὶ τὰ ἑξῆς [197.4 A.]: τινὲς λέγουσι νομοθετεῖν ἐνταῦθα τὸν Ἱππο‐ κράτην τὸ ἀμηνυτὶ καὶ ἀπροόπτως καὶ ἀπὸ ταὐτομάτου εἰσιέναι | |
155 | τὸν ἰατρὸν εἰς τοὺς κάμνοντας, ὥστε μὴ γινώσκοντας ποιεῖσθαι τὰς ἐπισκέψεις, ὡς δηλοῖ τὸ εἰπεῖν αὐτὸν “κεκλιμένον δὲ χρὴ καταλαμβάνεσθαι τὸν νοσέοντα ὑπὸ τοῦ ἰητροῦ”, ὅτι τυχὸν ἀμη‐ νυτὶ καὶ μὴ γινώσκοντος τοῦ ἀρρώστου δεῖ ποιεῖσθαι τὴν ἐπίσ‐ κεψιν καὶ οἷον καταλαμβάνειν αὐτὸν μὴ γινώσκοντα μήτε μετα‐ | |
160 | χειρισάμενον αὐτόν· οὕτως γὰρ ἀμηνυτὶ εἰσερχομένου τοῦ ἰα‐ τροῦ, μεγάλην τιμὴν καὶ δόξαν ἑαυτῷ καὶ τῇ τέχνῃ χαρίζεται. κακῶς δὲ λέγουσιν οὗτοι· τοὐναντίον γάρ· ὁ γὰρ Ἱπποκράτης οὐ | |
παρακελεύεται τὸν ἰατρὸν ἵνα ἀμηνυτὶ ποιῆται τὴν ἐπίσκεψιν. τί γάρ; ὅτι πολλάκις πράγματά τινα μυστηριώδη ἔχουσι καὶ δια‐ | 67 | |
165 | πράττονται καὶ οὐ θέλουσιν ἵνα γνῷ ὁ ἰατρός. καὶ τί λέγω ὁ ἰατρός; ἀλλ’ οὐδὲ ἀναγκαῖον αὐτοῦ συγγενῆ ἢ φίλον θέλει ἵνα γνῶσι τὰ μυστήρια ἅπερ διαπράττεται ὁ νοσῶν. ἀμηνυτὶ γὰρ εἰσ‐ ερχομένου τοῦ ἰατροῦ, ὡς οὗτοι ὑπέθεντο, ἀτιμίαν προσάγομεν καὶ τῇ τέχνῃ καὶ ἑαυτοῖς, καὶ φορτικοὶ γινόμεθα τοῖς ἀρρώσ‐ | |
170 | τοις καὶ μισούμεθα ὑπ’ αὐτῶν. ἀλλὰ τοὐναντίον δεῖ ποιεῖν. λέ‐ γει ὁ Ἱπποκράτης ὅτι μετὰ εἰδήσεως καὶ γνώσεως τοῦ ἀρρώστου εἰσιέναι δεῖ τὸν ἰατρὸν καὶ ποιῆσαι τὴν ἐπίσκεψιν, ἐπειδὴ οὕ‐ τως ποιούντων ἡμῶν καὶ εἰσιόντων, μεγάλην τιμὴν καὶ ἑαυτοῖς καὶ τῇ τέχνῃ προσάγομεν, ὅτι προευτρεπίζεται δεόντως ὁ νοσῶν | |
175 | καὶ ἐκδέχεται μετὰ μεγάλης τιμῆς τὴν παρουσίαν τοῦ ἰατροῦ, ὅ‐ περ ὡς εἴρηται μεγάλην τιμὴν προσάγει τῇ τέχνῃ, τὸ μετὰ εἰδή‐ σεως καὶ γνώσεως τῶν καμνόντων εἰσιέναι τὸν ἰατρὸν καὶ ποιεῖ‐ σθαι τὴν ἐπίσκεψιν. ἀλλὰ καὶ σημεῖον ἡμῖν καθίσταται τὸ πῶς διάκειται ὁ κάμνων περὶ τὴν ἔννοιαν καὶ τὸν λογισμόν· ἐὰν γὰρ | |
180 | μετὰ εἰδήσεως αὐτοῦ ποιήσηται ὁ ἰατρὸς τὴν ἐπίσκεψιν, σχημα‐ τίζει ἑαυτὸν δεόντως καὶ κατὰ φύσιν, ὅπερ σημεῖόν ἐστι τοῦ καλῶς ἐνεργεῖν τὸν λογισμόν. Τὸ δὲ “καταλαμβάνεσθαι” ἀντὶ τοῦ ‘εὑρίσκεσθαι‘ ἐν τῷ κατὰ φύσιν σχήματι τὸν κάμνοντα ὑπὸ τοῦ ἰατροῦ ἔφη ὁ Ἱπποκράτης. | |
185 | διὰ τί δὲ ἔφη “ἐπὶ τὸ πλευρὸν τὸ δεξιὸν ἢ τὸ ἀριστερὸν” καὶ μόνου τοῦ ἑνὸς πλευροῦ οὐκ ἐμνημόνευσεν, ἀλλὰ τῶν δύο; καὶ | |
λέγομεν τούτου δύο αἰτίας. πρῶτον μὲν τοιαύτην, ὅτι ἐπειδὴ κοπιῶδές ἐστι καὶ μοχθηρὸν τὸ ἐπὶ τὸ ἓν πλευρὸν ἀείσε καὶ ἐπι‐ μόνως ἀνακεκλίσθαι οὐ μόνον ἐπὶ τῶν νοσούντων, ἀλλὰ καὶ ἐπὶ | 68 | |
190 | τῶν ὑγιαινόντων, ἀλλά ποτε μὲν ἐπὶ τὸ δεξιόν, ποτὲ δὲ ἐπὶ τὸ ἀριστερὸν ἀνακεκλίσθαι, ἄλλοτε ὕπτιοι, καὶ διὰ τοῦτο τῶν δύο σχημάτων ἐμνημόνευσε, λέγω δὴ τῶν δύο πλευρῶν. αὕτη πρώτη αἰ‐ τία. δευτέρα δὲ αἰτία ἐστὶν ὅτι οὐ πάντες ἐπὶ τῷ δεξιῷ πλευ‐ ρῷ ἀείσε ἀνακεκλιμένοι οἱ κάμνοντες εὐαρμόστως ἔχουσιν, ὥστε | |
195 | ἀντιπροσώπως κεῖσθαι ἐν ᾧ τὴν ἐπίσκεψιν ποιεῖται ὁ ἰατρός, ἀλλά ποτε μὲν ἐπὶ τὸ δεξιὸν κείμενοι πλευρὸν ἀντιπρωσώπως εὑρίσκον‐ ται 〈ὑπὸ〉 τοῦ ἰατροῦ, ποτὲ δὲ ἐπὶ τὸ ἀριστερόν, ἄλλοτε δὲ ὕπ‐ τιοι. πολλάκις οὖν ἀπέστραπται καὶ γινώσκων ὅτι ἐμήνυσεν ὁ ἰατρός, σχηματίζει ἑαυτὸν ἀντιπροσώπως ὥστε δεόντως τὰς ἐντεύ‐ | |
1.8(200) | ξεις καὶ ἀνταποκρίσεις ποιήσασθαι ὡς πρὸς τὰ ἐπερωτώμενα ὑπὸ τοῦ ἰατροῦ. καὶ διὰ τοῦτο τῶν δύο ἐμνημόνευσε πλευρῶν. | |
201 | ||
1.9 | Ἕλκος δέ, ἤν τε καὶ προγεγονὸς τύχῃ ἔχων ἤν τε καὶ ἐν τῇ νούσῳ γίνοιτο, καταμανθάνειν χρή. ἢν γὰρ μέλλῃ ἀπολεῖσθαι ὁ ἄνθρωπος, πρὸ τοῦ θανάτου ἢ πελιδνὸν καὶ ξηρὸν ἔσται ἢ ὠχρόν τε καὶ ξηρόν [198.9—11 A.]. | |
5 | Φησὶν ὅτι δεῖ σκοπεῖν ἐὰν ἕλκος προγεγονὸς εἶχεν ὁ ἄρρω‐ στος ἢ ἐν αὐτῇ τῇ νούσῳ οὐ πρὸ πολλοῦ γέγονε. καὶ εἰ μὲν ἄνικμον πάντῃ ἐστὶ καὶ κατάξηρον τὸ ἕλκος, γίνωσκε ὅτι ὅσον οὔπω θνῄσκει ὁ ἄνθρωπος. καὶ λέγουσί τινες ὅτι ‘τί φής, ὦ Ἱππόκρατες; οὐκ αὐτὸς εἶπας “ἕλκεα ξύμπαντα οὐ δεῖ ἐπιτέγ‐ | 69 |
10 | γειν πλὴν οἴνου”, τουτέστιν ὅτι δεῖ ξηρότερα εἶναι τὰ ἕλκη ὥστε ἀπουλωθῆναι αὐτά; πῶς οὖν ἐνταῦθα διαβάλλεις λέγων ὅτι ἐὰν ἄνικμα καὶ ξηρά εἰσι τὰ ἕλκη, ἐγγὺς ὁ θάνατος;‘ καὶ λέγο‐ μεν ὅτι ἐκεῖσε ξηρὰ ἔλεγεν, ἵνα ἄνευ περιττωματικῆς τινος ὑγ‐ ρότητος καὶ ἐπιρροῆς ἔσωνται, ἐπειδὴ ἡ πλαδαρὰ σὰρξ ἑτοιμό‐ | |
15 | φθαρτός ἐστι καὶ οὐκ ἄγονται εἰς οὐλὴν τὰ ἕλκη. ἐπεί τοί γε οὐ πάντῃ λέγει ἄνικμα εἶναι τὰ ἕλκη—ἐπεὶ πῶς ἔχουσι σαρκω‐ θῆναι καὶ ἀφουλωθῆναι; —ἀλλὰ δεῖ χρηστὴν ὑγρότητα ἔχειν τὰ ἕλκη. ἐνταῦθα δὲ τὰ ἄνικμα πάνυ καὶ κατάξηρα διαβάλλει, ἅτινα δηλοῦσι μεγίστην καταβολὴν καὶ ἀσθένειαν τῶν φυσικῶν δυνάμεων | |
20 | καὶ μεγάλην ἔνδειαν καὶ ἀτροφίαν, ὅπερ χαλεπόν ἐστιν ἐν ὀξεῖ νοσήματι καὶ θανατῶδες. ἀλλὰ δεῖ, φησί, καὶ τὸ χρῶμα τοῦ ἕλ‐ κους σκοπεῖν· δυνατὸν γὰρ ἐκ τοῦ χρώματος τοῦ ἐν τῷ ἕλκει δια‐ γνῶναι τὸν πλεονάζοντα χυμόν, ἐν ᾧ ὁ κίνδυνος ἐπακολουθεῖ. εἰ μὲν γὰρ χολή ἐστιν ἡ πλεονάζουσα, ὠχρὸν γίνεται τὸ ἕλκος, | |
25 | τουτέστιν ἰῶδες· τὸ δὲ πελιδνὸν καὶ μέλαν χρῶμα νεκρώσεώς εἰ‐ σι δηλωτικά. καὶ λέγουσί τινες ὅτι ‘τί δήποτε ἀπὸ τοῦ ἐν ὅλῳ τῷ σώματι χρώματος οὐκ ἐσημειώσατο, ἀλλ’ ἀπὸ τοῦ ἐν τῷ ἕλκει;‘ καὶ λέγομεν τούτου δύο αἰτίας, μίαν μὲν τοιαύτην, ὅτι αἱ σάρ‐ | |
κες ἐρυθραί εἰσιν, ἐπὶ δὲ τοῦ ἕλκους γυμναὶ οὖσαι, ἑτοίμως | 70 | |
30 | διαφαίνεται τὸ χρῶμα. δευτέρα δὲ αἰτία, ὅτι ἔνθα τὸ ἕλκος ἐσ‐ τί, πάντως ἀσθενέστερόν ἐστιν ἐκεῖνο τὸ μόριον· ἐν οὖν τῷ ἀσ‐ θενεστέρῳ μορίῳ μᾶλλον γίνεται ἐπιρροὴ τοῦ πλεονάζοντος χυμοῦ, καὶ ἐντεῦθεν ἐν τῷ ἕλκει σαφῶς διαφαίνεται κατὰ τὸ χρῶμα, ὅ‐ περ θανατῶδές ἐστι σημεῖον. καὶ διὰ τοῦτο ἀπὸ τοῦ ἐν τῷ ἕλκει | |
35 | χρώματος τὴν σημείωσιν ἐποιήσατο. Δεύτερόν ἐστι κεφάλαιον ἐν ᾧ περὶ χειρῶν φορᾶς καὶ κινή‐ σεως διαλέγεται. καί φησιν ὅτι ἐὰν τὰς χεῖρας περιφέρωσιν ὡς ἐπὶ τὸν ἀέρα ἢ καὶ παρὰ τὸ πρόσωπον, καὶ δοκοῦσι ζῳύφιά τινα θηρᾶν ἢ καρφολογεῖν ἢ κροκύδας ἀνασπᾶν ἀπὸ τῶν ἱματίων ἢ ἄχυ‐ | |
40 | ρα ἐκ τοῦ τοίχου δοκοῦσιν ἀφαιρεῖν, κάκιστόν ἐστιν ἐν ὀξεῖ πυρετῷ καὶ ἐν περιπνευμονίᾳ καὶ ἐν φρενίτιδι καὶ ἐν κεφαλαλ‐ γίᾳ· δηλοῖ γὰρ τὴν ὁρατικὴν αἴσθησιν ἀπατωμένην περὶ αἰσθητά τινα νομιζόμενα εἶναι, οὐκ ὄντα δέ. τὴν δὲ αἰτίαν καθ’ ἣν ἀπατᾶται ἡ ὁρατικὴ δύναμις εἰς τὰ τοιαῦτα φαντάσματα λέγει ὁ | |
45 | Γαληνός, ὅτι ἡ ἀπάτη γίνεται διὰ δύο αἰτίας· ἢ γὰρ κατὰ πρω‐ τοπάθειαν ἢ ἰδιοπάθειαν αὐτῶν τῶν ὀφθαλμῶν οὕτως ὡς ἐπὶ τῶν ὑποχεομένων· ἐπὶ γὰρ τῶν ὑποχυμάτων πολλάκις δι’ ἀτονίαν τῆς ὁρατικῆς δυνάμεως ὑγρόν τι ἀθροίζεται μεταξὺ τῆς κόρης καὶ | |
τοῦ ὠοειδοῦς ὑγροῦ· τὸ δὲ κρυσταλλοειδὲς οὐκέτι λαμπρὰν καὶ | 71 | |
1.9(50) | ἀκραιφνῆ ποιεῖται τὴν ἐνέργειαν, ἀλλ’ ἀμαυροῖ αὐτοῦ τὴν ἐνέρ‐ γειαν καὶ τὴν ὁρατικὴν δύναμιν μολύνει. καὶ τούτων οὕτως γι‐ νομένων, ἀπατῶνται περὶ τὴν ὅρασιν, καὶ ὅπερ ἐντός ἐστι πάθος, δοκοῦσι κατὰ ἀπάτην ἔξω ὁρᾶν αὐτό· τῆς γὰρ ὁρατικῆς δυνάμεως προσπιπτούσης τῷ ὑγρῷ ἐκείνῳ, ἔνθα τὸ μὲν ὠοειδὲς ὡς εἴρηται | |
55 | ἐπαχύνθη, τὸ δὲ κρυσταλλοειδὲς ἠμαυρώθη, λοιπὸν δὲ καὶ ἡ ὁρα‐ τικὴ δύναμις ἐμολύνθη προσπίπτουσα ἐντὸς καὶ παρ’ αὐτῷ τῷ ὑγ‐ ρῷ, καὶ τῷ πάθει τῷ ἐντὸς ἐνεργοῦσα, ἀπατωμένη δοκεῖ ἔξω ὁρᾶν αὐτὸ καὶ διὰ τοῦτο δοκοῦσι ζῳύφιά τινα θηρᾶν ἢ καρφολογεῖν καὶ τὰ λοιπά. καὶ οὕτως μὲν κατὰ πρωτοπάθειαν. ἀλλὰ καὶ κατὰ | |
60 | συμπάθειαν τοῦτο γίνεται, ἀλλὰ διχῶς· ἢ γὰρ ἐν ὅλῳ τῷ σώματι οὔσης τῆς κακοχυμίας, τοῦτο γίνεται, ἢ ἐν αὐτῷ τῷ ἐγκεφάλῳ. καὶ εἰ μὲν ἐν ὅλῳ τῷ σώματί ἐστιν ἡ κακοχυμία, ἀναπέμπονται παχέα πνεύματα ἀπὸ τῆς κακοχυμίας ἐπὶ τὴν κεφαλήν· εἶτα φέ‐ ρονται ἐπὶ τὰ ὀπτικὰ νεῦρα καὶ ἐπὶ αὐτοὺς τοὺς ὀφθαλμούς· εἶ‐ | |
65 | τα ταῦτα τὰ παχέα φερόμενα προσαναλύουσι, καὶ ἐντεῦθεν ὑγρά τινα ἐρχόμενα προστίθενται τῷ ὠοειδεῖ καὶ ἀμαυροῦσι τὸ κρυσ‐ ταλλοειδὲς καὶ τὴν ὁρατικὴν καὶ ὀπτικὴν δύναμιν μολύνουσι καὶ γίνεται ταῦτα ἅπερ εἰρήκαμεν, τὸ τόδε ὁρᾶν ἢ τὸ τόδε κατὰ ἀπάτην, καθάπερ ἐπὶ τῶν περιπνευμονικῶν καὶ τοῦ ὀξέος πυρετοῦ. | |
70 | εἰ δὲ ἐν αὐτῇ τῇ κεφαλῇ ἐστιν ἡ κακοχυμία, πέμπεται εἰς τοὺς | |
ὀφθαλμοὺς καὶ ταῦτα ποιεῖ ἅπερ εἰρήκαμεν, παχύνεται τὸ ὠοει‐ δές, ἀμαυροῦται τὸ κρυσταλλοειδές, μολύνεται ἡ ὁρατικὴ δύνα‐ μις, καὶ πάλιν κατὰ ἀπάτην ὁρῶσιν ἅπερ εἰρήκαμεν, καθάπερ ἐπὶ τῶν φρενιτικῶν. | 72 | |
75 | Καὶ λέγουσί τινες ὅτι ‘καὶ πόθεν τὰ διάφορα εἴδη ταῦτα τῶν συμπτωμάτων ὁρῶσι;‘ καὶ λέγομεν ὅτι διὰ τρεῖς αἰτίας ταῦ‐ τα ὁρῶσι, διά τε τὸ ποσὸν τῆς ὕλης καὶ τὴν σύστασιν καὶ τὸ χρῶμα· ἢ γὰρ ὀλίγη ἐστὶν ἡ ὕλη ἢ πολλὴ καὶ ὁρῶσιν ἢ μικρὰ ἢ μεγάλα. ἀλλὰ καὶ κατὰ τὴν σύστασιν· εἰ μὲν γὰρ ἐπιμήκης ἐστὶν | |
80 | ἡ ὕλη, ὁρῶσι τριχοειδῆ καὶ κάρφη καὶ ἄχυρα καὶ τὰ τοιαῦτα· εἰ δὲ στρογγυλώδης ἐστίν, ὁρῶσι κροκύδας καὶ κέγχρους καὶ τὰ τοιαῦτα. ἀλλὰ καὶ κατὰ τὸ χρῶμα τῆς ὕλης ἢ ἐρυθρὰ ὁρῶσιν ἢ ὠχρὰ ἢ χλωρὰ ἢ πελιδνὰ ἢ μέλανα καὶ τὰ τοιαῦτα. πλὴν καὶ τοῦ‐ το δεῖ εἰδέναι, ὅτι τὰ πάθη ταῦτα τὰ κατὰ ἀπάτην γινόμενα πολ‐ | |
85 | λάκις ἐπὶ βλάβῃ μόνῃ τῆς ὁρατικῆς δυνάμεως γίνονται, καθ’ ἃς εἰρήκαμεν αἰτίας, τοῦ λογισμοῦ ὑγιῶς ἔχοντος. καὶ τοῦτο ἧττόν ἐστι κακόν, πλὴν οὐκ ἀκίνδυνον οὐδὲ τοῦτο. | |
87 | ||
1.10 | Πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖς [199.6 A.]. Ἰστέον ὅτι τὰ συμπτώματα τριττά εἰσιν· ἢ γὰρ ἐν διαθέσει | |
θεωροῦνται ἢ ἐν βλάβαις ἐνεργειῶν ἢ ἐν κενουμένοις καὶ ἐπεχο‐ | 73 | |
5 | μένοις. λοιπὸν σημειωσάμενος τὸ ὀξὺ νόσημα ἀπὸ τῶν ἐν διαθέ‐ σει λέγει νῦν περὶ τῶν ἐν βλάβαις ἐνεργειῶν. καὶ λέγει περὶ βλάβης ἐνεργείας, οὐ τῆς τυχούσης δέ· περὶ γὰρ βλαβείσης ἀνα‐ πνοῆς περὶ τὴν ἐνέργειαν διαλέγεται, ἥτις ἐστὶν ἀξιολογωτάτη, ἐπειδὴ ζωογονεῖ καὶ ἀνακτᾶται τὸ ἔμφυτον θερμόν, καὶ ὑγιῶς | |
10 | αὐτῆς ἐχούσης, εἰς τὸ ζῇν συμβάλλεται τοῖς ζῴοις, βεβλαμμένως δὲ ἐχούσης, σφάλλει τὰ ζῷα καὶ φθείρει αὐτά. Ἀλλ’ ὥσπερ μέλλοντες εἰπεῖν περὶ σφυγμοῦ ἐζητήσαμεν τίνα καὶ πόσα εἰσὶ τὰ συνεκτικὰ αἴτια, καὶ εὕρομεν ὅτι τρία εἰσί, χρεία, δύναμις καὶ ὄργανον—ἄνευ γὰρ τούτων οὐ δύναται εἶναι | |
15 | σφυγμός—, οὕτως οὖν καὶ ἐνταῦθα δεῖ ἡμᾶς ζητῆσαι τὰ γενεσι‐ ουργὰ αἴτια τῆς ἀναπνοῆς. καὶ χρή σε εἰδέναι ὅτι εἰσὶ τέσσαρα, ποιητικόν, ὀργανικόν, ὑλικόν, τελικόν. καὶ ποιητικὸν μὲν αἴ‐ τιόν ἐστι τῆς ἀναπνοῆς αὐτὴ ἡ δύναμις ἡ κινοῦσα τοὺς μύας τοῦ θώρακος. ὑλικὸν δὲ αἴτιόν ἐστιν αὐτὸ τὸ εἰσπνεόμενον καὶ ἐκ‐ | |
20 | πνεόμενον πνεῦμα. τελικὸν δὲ αἴτιόν ἐστιν ἡ χρεία· διττὴ δὲ αὕτη· διὰ μὲν τῆς εἰσπνοῆς εἰσάγει καθαρὸν ἀέρα καὶ ἐμψύχει τὸ ἔμφυτον θερμόν, διὰ δὲ τῆς ἐκπνοῆς ἐξάγει τὰ λιγνυώδη πε‐ ριττώματα. ὀργανικὸν δὲ αἴτιόν ἐστι τὸ διάφραγμα· τὸ γὰρ διά‐ φραγμα τὴν κατὰ φύσιν καὶ ἀβίαστον ἀναπνοὴν ἀπεργάζεται. εἰ | |
25 | δὲ συντεταμένη ἐστὶν ἡ ἀναπνοή, τότε καὶ οἱ μεσοπλεύριοι μύες ἐνεργοῦσιν. εἰ δὲ ἔτι πλέον ἐστὶν ἐπιτεταμένη ἡ ἀναπνοή, τότε καὶ οἱ ὑψηλοὶ λεγόμενοι μύες ἐνεργοῦσι. καὶ ὥσπερ ἐν τῷ ἠρέμα | |
ἡμᾶς βαδίζειν ἐνεργεῖ τὸ διάφραγμα τὴν κατὰ φύσιν ἀναπνοήν, οὕτως τὴν ἐπιτεταμένην ἀναπνοήν, ἐπειδὴ οὐκ ἐξαρκεῖ μόνον τὸ | 74 | |
30 | διάφραγμα ἀναπληρῶσαι τὴν χρείαν, ἐνεργοῦσι καὶ οἱ μεσοπλεύ‐ ριοι μύες, ὥσπερ ἐπὶ τῶν ὀξέως βαδιζόντων. εἰ δὲ ἔτι πλέον ἐστὶν ἐπιτεταμένη καὶ βεβιασμένη ἡ ἀναπνοή, ἐπειδὴ οὐκ ἐξαρ‐ κοῦσι τότε τὸ διάφραγμα καὶ οἱ μεσοπλεύριοι μύες ἀναπληρῶσαι τὴν χρείαν, τότε καὶ οἱ ὑψηλοὶ λεγόμενοι μύες ἐνεργοῦσιν, ὥσ‐ | |
35 | περ ἐπὶ τῶν τρεχόντων καὶ ἐντεταμένως γυμναζομένων. Δεύτερον δὲ ἔστιν εἰπεῖν, κατὰ πόσους τρόπους βλάπτεται ἡ ἀναπνοή. καὶ ἰστέον ὅτι κατὰ τρεῖς, κατὰ μέγεθος, κατὰ ποιότη‐ τα καὶ κατὰ τὸν χρόνον τῶν διαλειμμάτων. 〈καὶ κατὰ μὲν τὸν χρόνον τῶν διαλειμμάτων,〉 καθὸ ἀραιὰ ἢ πυκνὴ γίνεται ἡ ἀνα‐ | |
40 | πνοή· καὶ εἰ μὲν πολὺν χρόνον κρατεῖ τὸ διάλειμμα, γίνεται ἀραιά· εἰ δὲ ὀλίγον, πυκνή. κατὰ δὲ τὸ μέγεθος, καθὸ μεγάλη ἢ μικρὰ γίνεται ἡ ἀναπνοή· αὕτη δὲ ἡ μεγάλη ἀναπνοὴ ἢ φαίνεται καὶ ἔστι μεγάλη κατὰ ἀλήθειαν ἢ φαίνεται μέν, οὐκ ἔστι δέ. καὶ φαίνεται μὲν μεγάλη καὶ ἔστι τοιαύτη κατὰ ἀλήθειαν, ὥσπερ | |
45 | ἐπὶ τῆς ἐπιτεταμένης ἀναπνοῆς, καθάπερ ἐπὶ τῶν κατὰ ἔντασιν γυμναζομένων ἢ τρεχόντων. καὶ φαίνεται μὲν μεγάλη ἡ ἀναπνοή, ἐπειδὴ τὸ τρίτον γένος τῶν μυῶν ἐνήργησεν, ἀλλὰ καὶ ἔστι κατὰ ἀλήθειαν, ἐπειδὴ ἡ χρεία ἀνεπληρώθη· τὸ γὰρ φαίνεσθαι καὶ μὴ φαίνεσθαι κατὰ τὴν συστολὴν καὶ τὴν διαστολὴν τοῦ θώρακος φέ‐ | |
1.10(50) | ρεται, τὸ δὲ ἔστι καὶ μὴ ἔστι κατὰ τὴν ἐνέργειαν νοεῖται. φαινομένη δὲ μεγάλη ἀναπνοή, οὐκ οὖσα δέ, αὕτη διττή ἐστιν· ἢ γὰρ κατὰ ἔμφραξιν φαίνεται καὶ οὐκ ἔστι, καθάπερ ἐπὶ τῶν περι‐ πνευμονικῶν. τί γάρ; ὅτι κινεῖται τὸ διάφραγμα ὥστε τὴν ἀνα‐ πνοὴν ποιῆσαι, οὐκ ἐξαρκεῖ δὲ ὥστε τὴν χρείαν ἀναπληρωθῆναι· | 75 |
55 | εἶτα κινοῦνται καὶ οἱ μεσοπλεύριοι μύες, οὐκ ἐξαρκοῦσιν οὐδ’ οὕτως ἀναπληρῶσαι τὴν χρείαν· τότε δὲ κινοῦνται καὶ οἱ ὑψηλοὶ μύες, καὶ οὐδ’ οὕτως ἀναπληροῦται ἡ χρεία. καὶ φαινομένη λέγε‐ ται μεγάλη ἀναπνοή, ἐπειδὴ τὸ τρίτον γένος τῶν μυῶν ἐκινήθη, οὐκ οὖσα δὲ κατὰ ἀλήθειαν, ἐπειδὴ ἡ χρεία οὐκ ἀνεπληρώθη. τί | |
60 | γάρ; ὅτι ἔμφραξις ὑπόκειται τῶν βρογχίων τοῦ πνεύμονος, ἔνθα ἡ πάροδος τοῦ πνεύματος γίνεται, καθ’ ἣν ἐπὶ τὴν καρδίαν φέ‐ ρεται. τούτων οὖν ἐμφραττομένων, οὐ γίνεται εἰσαγωγὴ τοῦ πνεύ‐ ματος ἐπὶ τὴν καρδίαν, καὶ οὕτως γίνονται λιγνυώδη περιττώμα‐ τα, ἐπειδὴ ἐναπειλημμέναι εἰσὶ καὶ ἐμπεφραγμέναι 〈αἱ〉 ὁδοὶ | |
65 | τοῦ πνεύμονος, καὶ ἡ χρεία οὐκ ἀναπληροῦται. καὶ οὕτως διὰ τὴν ἔμφραξιν. ἢ διὰ τὴν ἀσθένειαν τῶν μυῶν καὶ ἀτονίαν τῶν κινούντων τὸν θώρακα φαίνεται μεγάλη ἡ ἀναπνοή, οὐκ οὖσα δέ, τρόπῳ τοιούτῳ. τί γάρ; ὅτι ἐνεργεῖ τὸ διάφραγμα, ἀλλ’ ἀτόνως ἐνεργεῖ καὶ οὐκ ἀναπληροῦται ἡ χρεία· εἶτα κινοῦνται καὶ οἱ | |
70 | μεσοπλεύριοι μύες, καὶ αὐτοὶ ἀτόνως καὶ οὐδ’ οὕτως ἀναπληροῦ‐ ται ἡ χρεία· εἶτα ἐξ ἀνάγκης τῆς χρείας κατεπειγούσης, κινοῦν‐ ται καὶ οἱ ὑψηλοὶ μύες, καὶ αὐτοὶ ἀτόνως, καὶ οὐδ’ οὕτως ἀνα‐ πληροῦται ἡ χρεία. καὶ ἐπειδὴ τὸ τρίτον γένος τῶν μυῶν ἐκινή‐ | |
θη, φαίνεται μὲν μεγάλη ἡ ἀναπνοή, οὐκ οὖσα δέ, ἐπειδὴ οὐκ | 76 | |
75 | ἀνεπληρώθη ἡ χρεία διὰ τὸ ἀτόνως καὶ ἀσθενῶς ἐνεργῆσαι τοὺς μύας. ὁ οὖν Ἱπποκράτης περὶ τῶν κατὰ τὸ μέγεθος καὶ περὶ τῶν κατὰ τὸν χρόνον διαλειμμάτων διαλέγεται, τουτέστι περὶ τῆς με‐ γάλης καὶ μικρᾶς ἀναπνοῆς καὶ ἀραιᾶς καὶ πυκνῆς, παρῆκε δὲ τὴν κατὰ ποιότητα. τοῦτο δὲ ἐποίησε διὰ δύο αἰτίας, ἢ ὅτι | |
80 | συνεισάγεται ἡ κατὰ ποιότητα καὶ συνδιαφαίνεται τούτοις, λέγω δὴ τῇ μεγάλῃ καὶ τῇ πυκνῇ συνεισάγεται δὲ καὶ τὸ τάχος, τῇ δὲ μικρᾷ καὶ τῇ ἀραιᾷ συνεισάγεται καὶ ἡ βραδύτης. ἢ τὸ ἄλλο εἰ‐ πέ, ὅτι ἡ κατὰ ποιότητα διαφορὰ ποικιλωτέρα ἐστί, καὶ ὡς ἂν οὔσης αὐτῆς ποικιλωτέρας, παρῆκεν αὐτὴν ἐνταῦθα, ὡς δεομένης | |
85 | αὐτῆς ἰδίας ἐπεξεργασίας διὰ τὸ ποικίλον. Καὶ ἐπειδὴ δʹ συμπλοκαὶ τῆς ἀναπνοῆς συνίστανται, ἥ τε με‐ γάλη καὶ πυκνή, καὶ ἡ μεγάλη καὶ ἀραιά, καὶ ἡ μικρὰ καὶ πυκνή, καὶ ἡ μικρὰ καὶ ἀραιά—αἱ γὰρ δύο οὐ συνίστανται, ἥ τε μεγά‐ λη καὶ μικρά, καὶ ἡ πυκνὴ καὶ ἀραιά—, δεῖ οὖν ἡμᾶς εἰπεῖν | |
90 | πῶς γίνονται καὶ τί σημαίνουσι. καὶ πρότερον εἴπωμεν περὶ τῆς μικρᾶς καὶ πυκνῆς, ἐπειδὴ ταύτην καὶ Ἱπποκράτης πρότερον μεταχειρίζεται. αὕτη οὖν ἡ μικρὰ καὶ πυκνὴ δύσπνοια ὀδύνην ση‐ μαίνει ἐν τοῖς ἀναπνευστικοῖς μορίοις συνισταμένην διά τινα φλεγμονὴν ἢ δι’ ἕλκωσιν ἢ διὰ ῥευματικὴν διάθεσιν. ἔγνωμεν | |
95 | οὖν τὸ τί σημαίνει ἡ μικρὰ καὶ πυκνὴ δύσπνοια. λοιπὸν δεῖ ἡ‐ | |
μᾶς εἰπεῖν τὸ πῶς γίνεται. καὶ ὅσον μὲν ἐπὶ τῇ ὑποκειμένῃ δια‐ θέσει ὤφειλε μεγάλη γίνεσθαι ἡ ἀναπνοή· ἡ δὲ μεγάλη ἀναπνοὴ ἐπὶ μεγίστῃ κινήσει τοῦ θώρακος γίνεται· ἡ δὲ μεγίστη κίνησις τοῦ θώρακος χύσιν ποιεῖται τῶν ὑλῶν· ἐπὶ δὲ τῇ χύσει ἐπιτεί‐ | 77 | |
1.10(100) | νονται οἱ ῥευματισμοί· ἐπιτεινομένων δὲ τῶν ῥευματισμῶν, ἐξ ἀνάγκης ἐπιτείνονται τὰ τῆς ὀδύνης· φειδόμενοι οὖν ἑαυτῶν οἱ οὕτως πάσχοντες, οὐκ ἀναπνέουσι μέγα διὰ τὸ μὴ ἐπιταθῆναι αὐ‐ τοῖς τὰ τῆς ὀδύνης, ἀλλὰ μικρὰν ποιοῦνται τὴν ἀναπνοήν, τῇ δὲ πυκνότητι κατεπείγουσι, καὶ ὅπερ τῇ μικρότητι πλημμελοῦσι τῇ | |
105 | ἀναπνοῇ, τῇ πυκνότητι ἀναπληροῦσι τὴν χρείαν. καὶ προηγεῖται μὲν ἡ μικρὰ ἀναπνοή, ἕπεται δὲ ἡ πυκνή. καὶ ταῦτα μὲν περὶ τῆς πρώτης διαφορᾶς τῆς δυσπνοίας. Δευτέρα δέ ἐστι διαφορὰ δυσπνοίας μεγάλη καὶ πυκνή, ἥτις γίνεται ἐπὶ τῶν τρεχόντων καὶ κατὰ ἔντασιν γυμναζομένων καὶ | |
110 | ἐπὶ τῶν ὀξέως πυρεττόντων. τί γάρ; ὅτι ἡ μεγάλη ἀναπνοὴ οὐκ ἐξαρκεῖ τὴν χρείαν ἀναπληρῶσαι, καὶ λοιπὸν γίνεται καὶ πυκνὴ καὶ κατεπείγει τῇ πυκνότητι, καὶ οὕτως ἀναπληροῦται ἡ χρεία. καὶ προηγεῖται ἡ μεγάλη ἀναπνοή, ἕπεται δὲ ἡ πυκνή. Τρίτη διαφορὰ δυσπνοίας μεγάλη καὶ ἀραιά, ἥτις γίνεται | |
115 | ἐπὶ τῶν φρενιτικῶν, ὅτι τοῦ λογισμοῦ περί τινα φαντάσματα ἀπ‐ ησχολημένου ἐπὶ τῶν φρενιτικῶν, ἐπιλανθάνεται τῶν οἰκείων ἔρ‐ γων καὶ οὐ κινεῖ τὸν θώρακα, ἵνα ἡ ἀναπνοὴ γίνηται, ἀλλὰ παρ‐ έρχεται καὶ μία καὶ δευτέρα καὶ τρίτη κίνησις, καὶ ἐν τῷ δια‐ | |
λείμματι τοῦ χρόνου ἐμβραδύνει, καθ’ ἣν καὶ ἀραιὰ γίνεται ἡ | 78 | |
120 | ἀναπνοή. ἐπειδὴ δὲ περὶ τὸ εἶναι συμβάλλεται ἡμῖν ἡ ἀναπνοή, ἵνα μὴ ἐν ἡμῖν εἴη τὸ ζῇν, ἀναμνημονεύει τῶν οἰκείων ἔργων ἡ ψυχή, καὶ ὅπερ ἐν τῷ διαλείμματι ἐπλημμελήθη, ὑφ’ ἓν θέλουσα ἀναπληρῶσαι τὸ πλημμεληθέν, μεγάλην ποιεῖται τὴν ἀναπνοήν. οὕτως γίνεται καὶ ἐπὶ τῶν λυπουμένων διὰ τὰς αὐτὰς αἰτίας. τί | |
125 | γάρ; ὅτι καὶ ἐνταῦθα τοῦ λογισμοῦ ἀπασχολουμένου περὶ τῶν λυ‐ πηρῶν, ἐπιλανθάνεται τῶν οἰκείων ἔργων καὶ παρέρχεται καὶ μιᾶς καὶ δύο, ἔστι δ’ ὅτε καὶ τριῶν κινήσεων ἀναπνοῆς χρόνος· εἶτα ὀψέ ποτε ἀναμνημονεύουσα ἡ ψυχὴ τῶν οἰκείων ἔργων, θέλου‐ σα ἐφάπαξ τὸ πλημμεληθὲν ἀναπληρῶσαι μεγάλην ποιεῖται τὴν | |
130 | ἀναπνοήν, ὅπερ καὶ στεναγμὸς καλεῖται. ἐνταῦθα δὲ ἐπὶ τῶν λυ‐ πουμένων ἡ μεγάλη ἀναπνοὴ καὶ ἀραιὰ μετὰ στεναγμοῦ γίνεται. εἰκότως, διά τε τὸ τὸ πλημμεληθὲν ἀναπληρῶσαι, καὶ διὰ τὸ πολλὰ λιγνυώδη περιττώματα γεννᾶσθαι ἐπ’ αὐτῶν καὶ χρεία ἐσ‐ τὶν ἐξαγωγῆς, ὅπερ διὰ τοῦ ἀναστεναγμοῦ ἐξωθοῦσι καὶ πάλιν | |
135 | διὰ τῆς μεγάλης εἰσπνοῆς εἰσάγουσι καθαρὸν ἀέρα. καὶ ἔστιν ἡ ἀραιὰ ἀναπνοὴ τῆς μεγάλης ἀναπνοῆς· προηγεῖται γὰρ ἡ ἀραιὰ καὶ ἕπεται ἡ μεγάλη. Τετάρτη διαφορὰ τῆς δυσπνοίας ἐστὶν ἡ μικρὰ καὶ ἀραιὰ ἀναπνοή, ὅπερ κάκιστόν ἐστι σημεῖον· σημαίνει γὰρ αὐτὴ κατά‐ | |
140 | πτωσιν ἐσχάτην καὶ ἀσθένειαν τῆς κινητικῆς δυνάμεως καὶ κατά‐ σβεσιν καὶ κατάψυξιν καὶ νέκρωσιν τοῦ ἐμφύτου θερμοῦ. Οὕτως σημειωσάμενος τὴν παρὰ φύσιν διάθεσιν τῆς ἀναπνοῆς σημειοῦται καὶ τὴν κατὰ φύσιν, ἐξαίρων καὶ ἐγκωμιάζων αὐτὴν λέγων οὕτως. | 79 |
145 | — — — | |
145 | [Ἄλλως.] Πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν καὶ τὰ ἑξῆς [199.6 A.]: δεῖ εἰδέναι ὅτι ὁ Ἱπποκράτης ἀπὸ τοῦ ὑλικοῦ αἰτίου τὴν ἀνα‐ πνοὴν ἐδήλωσε· τὸ γὰρ πνεῦμα ὑλικὸν αἴτιόν ἐστι τῆς ἀναπνοῆς ὡς ἴσμεν κατὰ τὴν ἐνέργειαν, καὶ διὰ τοῦτο καὶ τὴν προσηγο‐ | |
1.10(150) | ρίαν οὕτως ἐποίησεν. καὶ ἰδοὺ αὐτὸς μὲν ὁ Ἱπποκράτης, ὡς καὶ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν ὅτι οὐ περὶ πασῶν τῶν δυσπνοιῶν διαλέ‐ γεται οὐδὲ πάσαις ἐπεξέρχεται, ἀλλὰ μέμνηται τῆς πυκνῆς καὶ μεγάλης ἀναπνοῆς καὶ ἀραιᾶς· τὰς δὲ λοιπὰς παρῆκεν ἡμῖν ὑπο‐ γράψας μέθοδον ὥστε καὶ τῶν λοιπῶν δυσπνοιῶν τὴν ἐπεξεργασίαν | |
155 | ποιήσασθαι. καὶ ἤδη πεπράχαμεν, καθ’ ὃν εἰρήκαμεν τρόπον. Εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν ἐς σωτηρίαν ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασι [199.9—10 A.]: τὸ λε‐ γόμενον τοιοῦτόν ἐστιν, ὅτι θαυμαστὴ καὶ σωτήριός ἐστιν ἡ κα‐ τὰ φύσιν ἀναπνοή· δηλοῖ γὰρ ὅτι καλῶς καὶ ἰσχυρῶς διάκεινται | |
160 | αἵ τε κινητικαὶ δυνάμεις τῶν ἀναπνευστικῶν, ἀλλὰ καὶ τὸ ἔμφυ‐ τον θερμὸν δεόντως ῥιπιζόμενον, καὶ οὐδεμία παρεκτροπὴ δυσ‐ κρασίας κακίστη σύνεστιν. Ψυχρὸν δὲ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ ἐκ τοῦ στόματος ὀλέθριον πάνυ [199.8—9 A.]: ψυχρὰ ἀναπνοὴ γίνεται ἐπὶ ἄκρᾳ | 80 |
165 | καταβολῇ τῆς ζωτικῆς δυνάμεως καὶ ἐπὶ ὀλιγοσιτίᾳ καὶ καταψύ‐ ξει καὶ οἱονεὶ νεκρώσει τοῦ ἐμφύτου θερμοῦ, ὅπερ ἐσχάτης ἀπω‐ λείας ἐστὶ τεκμήριον· οἷον γὰρ εἰσπνεῖται, τοιοῦτον καὶ ἐκ‐ πνεῖται. πολλάκις δὲ τελευταῖον μετὰ τὴν ψυχρὰν ἀναπνοὴν δο‐ κεῖ θερμὸν ἐκπνεῖσθαι, ὅπερ καὶ τοῦτο ἐσχάτης ἀπωλείας ἐστὶ | |
170 | τεκμήριον· δηλοῖ γὰρ καὶ αὐτὸ τὸ ἐγκαταλειφθὲν λείψανον τοῦ ἐμφύτου θερμοῦ διαφορηθῆναι. οὕτως γὰρ καὶ ἐπὶ τῆς κανδήλας ὁρῶμεν γινόμενον ἣ τελευταῖον, ὅταν μέλλῃ ἀποσβέννυσθαι, με‐ γάλην φλόγα ἐξαίφνης ἐκλάμπει καὶ οὕτως σβέννυται. Ὁκόσα σὺν πυρετοῖσίν ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι | |
175 | κρίνεται [199.10—11 A.]: εἰπὼν ὅτι ἐν πᾶσι τοῖς ὀξέσι νοσή‐ μασι τοῖς μετὰ πυρετοῦ ἀγαθὸν εἶναι τὴν εὔπνοιαν, οὐκ ἀντι‐ διέστειλε τοῖς χρονίοις νοσήμασιν, ὅτι τυχὸν ἐπεὶ ἐν τοῖς ὀξέσι νοσήμασιν ἡ εὔπνοια σωτήριός ἐστιν, ἤδη ἐν τοῖς χρο‐ νίοις οὐκ ἔστιν ἀγαθὸν ἡ εὔπνοια. καὶ γὰρ ἐπὶ τῶν χρονίων | |
180 | σωτήριός ἐστιν ἡ εὔπνοια πολλῷ μᾶλλον, ἀλλ’ ἐπειδὴ εὑρίσκεται ἕτερα σημεῖα δηλωτικὰ ἐπὶ τῶν χρονίων νοσημάτων, αὐτὸ τοῦτο τὸ τεταλαιπωρηκέναι τὴν δύναμιν τῷ μήκει, διὰ τοῦτο ἐπὶ τῶν | |
χρονίων νοσημάτων οὐκ εἶπεν ὅτι σωτήριός ἐστιν ἡ εὔπνοια, ἀλλὰ παρῆκεν. ἄλλως τε δὲ τὰ ὀξέα νοσήματα προέθετο σημειώ‐ | 81 | |
185 | σασθαι. καὶ ἐπὶ τούτων ἔφη ὅτι σωτήριός ἐστιν ἡ εὔπνοια. Εἶτα καὶ ἀποροῦσί τινες ὅτι ‘τί δήποτε μνημονεύσας ὀξέων νοσημάτων τῆς τεσσαρακοστῆς ἐμνημόνευσε, τῶν ὀξέων νοσημάτων ἐντὸς τῆς τεσσαρεσκαιδεκάτης περιγραφομένων, ὡς αὐτὸς Ἱππο‐ κράτης ἐν Ἀφορισμοῖς ἔφη ὅτι “τὰ ὀξέα τῶν νοσημάτων κρίνεται | |
190 | ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσι”;‘ καὶ λέγομεν ὅτι πλάτος ἐστὶν ἐν τοῖς ὀξέσι νοσήμασι· τῶν γὰρ ὀξέων νοσημάτων τὰ μέν ἐστι κατόξεα, τὰ μέχρι τῆς τετάρτης περιγραφόμενα, τὰ δὲ ἁπλῶς ὀξέα, τὰ μέχρι τῆς ἑβδόμης ἀφικνούμενα, τὰ δὲ ὀξέα ὁμωνύμως τῷ γένει, τὰ μέχρι τῆς τεσσαρεσκαιδεκάτης ἀφικνούμενα, τὰ δὲ | |
195 | μηκυνόμενα ὀξέα, τὰ μέχρι τῆς τεσσαρακοστῆς. καὶ τούτων τῶν μηκυνομένων ὀξέων πλείστη ἐστὶν ἡ διαφορά· τὰ μὲν γὰρ ἐκ μεταπτώσεως ὀξέα εἰσί, τὰ δὲ χρόνια, τὰ δὲ μηκυνόμενα, ἅτινα μέχρι τῆς τεσσαρακοστῆς ἀφικνοῦνται· τὰ δὲ ὑπερβαίνοντα τὴν τεσσαρακοστὴν ἡμέραν χρόνια κατατάσσονται. ὁ οὖν Ἱπποκράτης | |
1.10(200) | τῆς τεσσαρακοστῆς ἡμέρας ἐμνημόνευσεν, ἵνα ὑπογράψῃ πάντα τὰ | |
ὀξέα χρόνια ἐντὸς περιγραφόμενα τῆς τεσσαρακοστῆς ἡμέρας. | 82 | |
1.11 | Οἱ δὲ ἱδρῶτες ἄριστοι μέν εἰσιν ἐν ἅπασι τοῖσιν ὀξέσι νοσήμασι [200.1—2 A.]. Νῦν τὴν σημείωσιν ποιεῖται ἀπὸ τῶν κενουμένων καὶ μετα‐ χειρίζεται τοὺς ἱδρῶτας. καὶ ἐπειδὴ ἱδρώτων μνήνην ἐποιησά‐ | |
5 | μεθα, δεῖ ἡμᾶς εἰπεῖν τὰ τέσσαρα γενεσιουργὰ αἴτια τῶν ἱδρώ‐ των, ποιητικόν, ὑλικόν, ὀργανικόν, τελικόν. καὶ ποιητικὸν μὲν αἴτιόν ἐστι τῶν ἱδρώτων οὐχ ἕν, ἀλλὰ πλείονα. Ὧν πρῶτος τρόπος ποιητικοῦ αἰτίου ἐστὶ τῶν ἱδρώτων ὅτι δι’ ἀσθένειαν καὶ ἀτονίαν καὶ καταβολὴν τῆς καθεκτικῆς δυνά‐ | |
10 | μεως γίνονται οἱ ἱδρῶτες. τί γάρ; ὅτι τὸ λόγῳ τροφῆς φερόμε‐ νον ἐν ὅλῳ τῷ σώματι διὰ τὴν ἀσθένειαν οὐ κατέχεται, ὥστε ἀλλοιωθῆναι καὶ πεφθῆναι καὶ προστεθῆναι καὶ ἐξομοιωθῆναι, καὶ λοιπὸν μὴ κατεχόμενον τὸ λόγῳ τροφῆς φερόμενον κενοῦται ἱδρωτοειδῶς δίκην ἀψύχου. | |
15 | Δεύτερος τρόπος ποιητικοῦ αἰτίου ἱδρώτων 〈ὁ〉 ἐπὶ πλημμε‐ λεῖ βλάβῃ τῆς ἀποκριτικῆς δυνάμεως γινόμενος. τί γάρ; ὅτι τῆς ἀποκριτικῆς δυνάμεως πλημμελῶς βεβλαμμένης, οὐκ ἀναμένει τὴν ἀλλοίωσιν καὶ τὴν πέψιν, ἀλλὰ πρὸ ὥρας ἐπεγειρομένη καὶ πλημ‐ μελῶς ἐνεργοῦσα ἐπεγείρεται καὶ ἀποκρίνει τὸ λόγῳ τροφῆς 〈φε‐ | |
20 | ρόμενον〉, καὶ ποιεῖ τοὺς ἱδρῶτας. | |
Τρίτος τρόπος ποιητικοῦ αἰτίου τῶν ἱδρώτων ἐστὶν ὁ ἀπὸ τῶν ἔξωθεν βιαστικῶς προσομιλούντων καὶ προσπιπτόντων, ὥσπερ ἡλιοκαΐα· τῇ γὰρ προσομιλίᾳ τοῦ ἡλίου ἐπισπᾶται βίᾳ τινὶ τῇ οἰκείᾳ θερμότητι, καὶ ποιεῖ τοὺς ἱδρῶτας. ἀλλὰ καὶ ἀλοιφαὶ | 83 | |
25 | θερμότεραι ποιοῦσιν ἱδρῶτας, καὶ τὰ θερμὰ καὶ δριμέα φάρμακα ἐπιτιθέμενα ποιοῦσιν ἱδρῶτας. τούτων δὲ ἓν εἶδός ἐστι καὶ τὸ λουτρόν· καὶ γὰρ τὸ λουτρὸν βίᾳ τινὶ ἐπισπᾶται τῇ θερμότητι τοῦ ἀέρος, καὶ ποιεῖ τοὺς ἱδρῶτας. Τέταρτος τρόπος ποιητικοῦ αἰτίου ἱδρώτων ὁ διὰ σύντηξιν | |
30 | τῆς πιμελῆς γινόμενος· καὶ γὰρ ἐπὶ δαπάνῃ καὶ συντήξει τῆς πιμελῆς γίνονται ἱδρῶτες, καθ’ ἣν καὶ αἱ συγκοπαὶ ἐπακολου‐ θοῦσι. γίνεται δὲ τοῦτο ἐπὶ ὀξεῖ καὶ διακαεῖ πυρετῷ καὶ ἐπὶ κακοηθείᾳ νοσήματος, λέγω δὴ ἡ σύντηξις τῆς πιμελῆς, καθ’ ἣν καὶ αἱ συγκοπαὶ γίνονται καὶ οἱ ἱδρῶτες οἱ συγκοπτικοὶ λεγό‐ | |
35 | μενοι. Ὀργανικὸν δὲ αἴτιόν ἐστι τῶν ἱδρώτων οἱ πόροι, δι’ ὧν παρεξέρχονται οἱ ἱδρῶτες. Ὑλικὸν δὲ αἴτιόν ἐστι πάντα τὰ ὑγρὰ ἤγουν πάντες οἱ χυ‐ μοὶ οἱ πλεονάζοντες, ὡς δηλοῦσιν ἐν τοῖς βαλανείοις ἀποξεό‐ | |
40 | μενοι οἱ ἱδρῶτες κατά τε χρῶμα καὶ τὴν γεῦσιν καὶ τὴν ὄσφρη‐ σιν. ἀλλὰ καὶ τὰ ἱμάτια δηλοῦσι τὰ μετέχοντα τῶν ἱδρώτων, διά‐ φορα χρώματα ἔχοντα, πῇ μὲν ξανθὸν χρῶμα, καὶ ἐνδείκνυται χο‐ λώδη τὴν ὕλην, πῇ δὲ πράσινα ἢ ὠχρά, τὰ δὲ ἰώδη ἔχοντα χρώμα‐ | |
τα, καὶ δὴ μελαγχολικὴν τὴν ὕλην ἐνδείκνυται, πῇ δὲ μέλανα, | 84 | |
45 | καὶ τοῦτο 〈τὸ〉 αὐτὸ ἐνδείκνυται. ἀλλὰ καὶ ἀπὸ τῆς γεύσεως, πῇ μὲν πικρά εἰσι, πῇ δὲ ὀξώδη, πῇ δὲ ἁλμυρά. ἀλλὰ καὶ ἀπὸ τῆς ὀσφρήσεως, πῇ μὲν δυσώδη, πῇ δὲ βρωμώδη, ἅτινα διαφόρων χυμῶν εἰσιν ἔκγονα. Τελικὸν δὲ αἴτιόν ἐστι τῶν ἱδρώτων ἡ ἑπομένη εὐφορία καὶ | |
1.11(50) | δυσφορία. Τούτων οὕτως εἰρημένων, ἔλθωμεν εἰς τὴν σημείωσιν. καὶ σημειοῦται τοὺς ἱδρῶτας λέγων ὅτι σωτήριοι ἱδρῶτές εἰσιν, ἔν‐ θα τὰ τέσσαρα ταῦτα συνέλθωσιν ἀλλήλοις καὶ συμπαρομαρτήσωσιν, ἡνίκα ἐν κρισίμῳ ἡμέρᾳ γένωνται ἱδρῶτες, ἡνίκα καὶ κατὰ παν‐ | |
55 | τὸς τοῦ σώματος, ἡνίκα καὶ θερμοὶ ὦσιν, ἡνίκα καὶ εὐφορία ἐπ‐ ακολουθήσῃ· πάντως δὲ τούτοις καὶ ἡ εὐφορία ἐπακολουθεῖ. καὶ τὸ μὲν ἐν κρισίμῳ ἡμέρᾳ γίνεσθαι τοὺς ἱδρῶτας ἀγαθόν ἐστι· δηλοῖ γὰρ τὴν φύσιν τακτικῶς καὶ ἀβιάστως καὶ μετὰ πέψιν τὴν ὕλην ἐπιλαβομένην καὶ δι’ ἱδρώτων ἐξωθῆσαι τὰ περιττώματα. τὸ | |
60 | δὲ κατὰ παντὸς τοῦ σώματος γίνεσθαι τοὺς ἱδρῶτας ἀγαθόν ἐστιν, ἐπειδὴ ὀξὺ νόσημα ὑπόκειται καὶ πυρετός· καὶ πάντως τὸ λόγῳ τροφῆς φερόμενον ἀπεπτεῖται καὶ γίνονται περιττώματα κατὰ | |
παντὸς τοῦ σώματος, ἅτινα δι’ ἱδρώτων δεῖ ἐκκριθῆναι, ὥστε ἀπαλλαγῆναι τὸν κάμνοντα τῆς νόσου. ἀλλὰ καὶ τὸ θερμοὺς εἶναι | 85 | |
65 | τοὺς ἱδρῶτας ἀγαθόν ἐστιν, ἐπειδὴ ὁμόστοιχοι εὑρίσκονται τῇ ὕλῃ ἐν ᾗ τίκτονται· πυρετὸς γὰρ ὑπόκειται καὶ ζέσις καὶ δη‐ λονότι διὰ θερμῶν τόπων ποιοῦνται οἱ ἱδρῶτες τὴν πάροδον, καὶ διὰ τοῦτο δεῖ αὐτοὺς θερμοὺς εἶναι. ἐπὶ τούτοις δὲ πάντως καὶ εὐφορία ἕπεται. | |
70 | Τὰ δ’ ἐναντία τούτοις ἐπικίνδυνά εἰσιν· ἡνίκα μὴ ἐν κρισί‐ μῳ ἡμέρᾳ οἱ ἱδρῶτες γένωνται μηδὲ κατὰ παντὸς τοῦ σώματος, ἀλλὰ μερικῶς καὶ ἐν τοῖς μορίοις γίνωνται, καὶ ψυχροί εἰσιν οἱ ἱδρῶτες· ἐπὶ τούτοις ἐὰν καὶ δυσφορία ἐπακολουθήσῃ, κάκισ‐ τοί εἰσι καὶ ἐπικίνδυνοι. τὸ γὰρ μὴ ἐν κρισίμῳ ἡμέρᾳ γίνεσθαι | |
75 | τοὺς ἱδρῶτας δηλοῖ τὴν φύσιν πρὸ πέψεως τῶν ὑλῶν κινηθεῖσαν καὶ ἐρεθισθεῖσαν ἀπό τινων καὶ πρὸ ὥρας ἐπαναστᾶσαν καὶ ποιή‐ σασαν τοὺς ἱδρῶτας, ὅπερ κάκιστόν ἐστι· δηλοῖ γὰρ ὅτι ἡ φύσις κατεκρατήθη ὑπὸ τῶν αἰτίων καθ’ ἃ οἱ ἱδρῶτες γεγόνασιν. ἀλλὰ καὶ οἱ ἐν μέρει τοῦ σώματος γινόμενοι ἱδρῶτες κάκιστοί εἰσι, | |
80 | τυχὸν οἱ περὶ τὴν κεφαλὴν καὶ τὸ πρόσωπον καὶ τὸν τράχηλον καὶ τὸν αὐχένα, ἐπειδὴ δηλοῖ ἀνάρροπον τὴν ὕλην· ὁ γὰρ πυρε‐ τὸς ἀναλύει μέρος τι τῆς ὕλης, καὶ ἀνάρροπον γίνεται ἐπὶ τὰ κυριώτερα μόρια καὶ ἐπὶ τὴν πρωτίστην ἀρχήν, λέγω δὴ τὸν ἐγ‐ κέφαλον, ὅπερ ὀλέθριόν ἐστιν. ἀλλὰ καὶ οἱ ψυχροὶ ἱδρῶτες κά‐ | |
85 | κιστοί εἰσιν. ἀλλὰ δεῖ ἡμᾶς πρότερον εἰπεῖν πῶς γίνονται. δεῖ εἰδέναι ὅτι οἱ ψυχροὶ ἱδρῶτες γίνονται ἐπὶ ἄκρᾳ καταβολῇ καὶ | |
ἀσθενείᾳ καὶ ἐνδείᾳ τοῦ ἐμφύτου θερμοῦ· διὰ γὰρ οἰκείαν ἀσθέ‐ νειαν καὶ διὰ τὴν ὀλιγότητα περὶ τὰ σπλάγχνα που καὶ περὶ τὸ βάθος ἐνειλίσσεται· τὰ δὲ ἐκτὸς μόρια τὰ περὶ τὴν ἐπιφάνειαν | 86 | |
90 | ψύχονται, ἀμοιροῦντα τοῦ ἐμφύτου θερμοῦ· πυρετοῦ οὖν ὑποκει‐ μένου, χύσις γίνεται πάντως τῆς ὕλης· εἶτα τῇ χύσει φέρεται ἐπὶ τὴν ἐπιφάνειαν καὶ ψυχρὸν διϊδροῦται κεγχροειδῶς, ὡς ἀπὸ ἀψύχου ἐκκρινόμενον. καὶ οὕτως γίνονται οἱ ψυχροὶ ἱδρῶτες. κακὸν οὖν ἐν ὀξεῖ νοσήματι οἱ ψυχροὶ ἱδρῶτες· δηλοῖ γὰρ κατα‐ | |
95 | βεβλημένον τὸ ἔμφυτον θερμόν, ἐφ’ ᾧ ὁ κίνδυνος πάρεστιν. ἐπὶ τούτοις δὲ πάντως ἕπεται δυσφορία. πλὴν καὶ τοῦτο δεῖ εἰδέναι, ὅτι οὐ πάντες οἱ ψυχροὶ ἱδρῶτες ἐπικίνδυνοί εἰσιν· ἐνδέχεται γὰρ διὰ ψυχροτέραν ὕλην βληχρὸν εἶναι τὸν πυρετὸν καὶ ψυχροὺς γενέσθαι ἱδρῶτας, καὶ οὐκ ἔστιν ἐπικίνδυνον κατὰ τὸ εἰρημένον | |
1.11(100) | ‘οἱ ψυχροὶ ἱδρῶτες σὺν μὲν ὀξεῖ πυρετῷ θάνατον σημαίνουσι, | |
σὺν δὲ πρηϋτέρῳ μῆκος νόσου‘. | 87 | |
1.12 | Ὑποχόνδριον δὲ ἄριστον μὲν ἀνώδυνόν τε ἐὸν καὶ μαλθακὸν καὶ ὁμαλὸν καὶ ἐπὶ δεξιὰ καὶ ἐπ’ ἀριστερά [200.8—9 A.]. Νῦν σημειοῦται ὁ συγγραφεὺς τὸ ὀξὺ νόσημα ἀπὸ τῆς διαθέ‐ σεως τῆς ἐν τοῖς ὑποχονδρίοις συνισταμένης. καὶ εἰκότως μετὰ | |
5 | τοὺς ἱδρῶτας τὰ ὑποχόνδρια μετεχειρίσατο· οἱ γὰρ ἱδρῶτες τῆς τρίτης πέψεώς εἰσι περιττώματα, τὰ δὲ ὑποχόνδρια τὴν πέψιν τῶν χυμῶν ποιοῦνται. διαλέγεται οὖν περὶ ὑποχονδρίων, καὶ λέ‐ γει ὅτι κάλλιστόν ἐστιν ὑποχόνδριον ἐν ᾧ τὰ τέσσαρα ταῦτα συν‐ έλθῃ, τὸ μαλθακόν, τὸ ἀνώδυνον, τὸ ὁμαλόν, τὸ ἀφλέγμαντον, | |
10 | τουτέστι τὸ μὴ ἔχον ζέσιν καὶ φλόγωσιν. τὰ δὲ ἐναντία τούτων ἐὰν συνέλθῃ, κάκιστόν ἐστι, τυχὸν ἐὰν συντεταμένον ἐστὶ τὸ ὑποχόνδριον καὶ ὀδύνη σύνεστι καὶ ζέσις καὶ φλόγωσις καὶ ἀνω‐ μαλία. εἰ δὲ τὰ μὲν ὦσι, τὰ δὲ οὐκ ὦσιν, ἧττόν ἐστι κακόν. ἐν τῷ μεταξὺ δὲ τοῦ ἀρίστου καὶ τοῦ χειρίστου ἐστὶ τὸ τὰ ἀριστε‐ | |
15 | ρὰ ὑποκεῖσθαι βεβλαμμένα, τυχὸν ὁ σπλήν, τὰ δὲ δεξιὰ ἀβλαβῆ, ἤγουν τὸ ἧπαρ· δηλοῖ γὰρ τὴν πρώτην ἀρχὴν τῆς πέψεως καλῶς διακεῖσθαι. εἶτα δεῖ ἡμᾶς εἰπεῖν καὶ τὴν αἰτίαν, καθ’ ἣν κάλ‐ λιστόν ἐστιν ὑποχόνδριον, ἐὰν συνέλθῃ τὰ προειρημένα τέσσαρα σημεῖα. καὶ τὸ μὲν μαλθακὸν σημαίνει τὸ ἀπηλλαγμένον παντὸς | |
20 | ὄγκου παρὰ φύσιν, τυχὸν μήτε φλεγμονὴν ἔχον μήτε σκίρρον μήτε | |
οἴδημα, καὶ τὰ τοιαῦτα. ἀλλ’ ἴσως ἐρεῖ τις ὅτι ‘καὶ πόθεν δῆ‐ λον ὅτι οἴδημα οὐκ ἔστι; καὶ γὰρ τὸ οἴδημα ὄγκος μέν ἐστιν, εἴκει δὲ τῇ ἁφῇ, ὥσπερ καὶ τὸ μαλθακὸν εἴκει τῇ ἁφῇ· τὸ γὰρ μαλθακὸν τῷ συντεταμένῳ ἀντίκειται.‘ καὶ λέγομεν ὅτι οὐκ ἔσ‐ | 88 | |
25 | τιν οἴδημα, ὡς δηλοῖ ἐκ τοῦ ὀξὺ εἶναι τὸ ἐξεταζόμενον νόσημα· ἐν δὲ ὀξεῖ νοσήματι οὐδέποτε οἴδημα γίνεται ἐπὶ τὰ ὑποχόνδρια. ἀλλὰ καὶ τὸ ἀνώδυνον ἀγαθόν ἐστι· δηλοῖ γὰρ ὅτι οὐδεμία δριμύ‐ της πλεονάζει ἐν αὐτοῖς, ἀλλ’ οὐδὲ πνεύματα ἐμφωλεύουσιν, ἀλλ’ οὐδὲ πλῆθος χυμῶν πλεονάζει ἐν αὐτοῖς παρατεῖνον, καὶ τῷ | |
30 | λόγῳ τούτῳ ἀνώδυνά εἰσιν. ἀλλὰ καὶ τὸ ἀφλέγμαντα εἶναι δηλοῖ ὅτι οὐδεμία ζέσις ἢ φλόγωσίς ἐστιν ἐν αὐτοῖς. καὶ δεῖ αὐτὰ καὶ ὁμαλὰ εἶναι, τουτέστιν ὅμοια καὶ ἴσα πάντῃ κατά τε ποσό‐ τητα καὶ κρᾶσιν· ἐνδέχεται γὰρ ὁμαλῶς διακεῖσθαι κατὰ τὸν ὄγ‐ κον καὶ μηδεὶς ὄγκος ὢν ἐν αὐτοῖς, ἀνωμάλως δὲ κεκρᾶσθαι. καὶ | |
35 | ταῦτα μὲν περὶ τῶν κατὰ φύσιν ὑποχονδρίων. Εἴπωμεν δὲ καὶ τὴν αἰτίαν τῶν ποιούντων παρὰ φύσιν τὰ ὑποχόνδρια. τὸ δὲ παρὰ φύσιν καὶ νοσῶδες καὶ ἄχρηστον ἐκ τῶν ἐναντίων τεσσάρων συνίσταται, ἐκ τοῦ σκίρρου καὶ τῆς ὀδύνης καὶ τῆς ζέσεως καὶ τῆς ἀνωμαλίας. ταῦτα συνερχόμενα ἀλλήλοις | |
40 | καὶ ἐν τῷ ἅμα συνιστάμενα κάκιστον καὶ νοσῶδες τὸ ὑποχόνδριον ἀπεργάζονται. καὶ τὸ μὲν σκληρὸν ὑποχόνδριον ἢ μεγίστην φλεγ‐ μονὴν σημαίνει ἢ ἔμφραξιν, ἅπερ ἐπὶ δαψιλεῖ ὕλῃ γίνονται, καὶ | |
κάκιστά εἰσι ταῦτα ἐν ὀξεῖ νοσήματι. ἀλλὰ καὶ ἡ ὀδύνη κακίστη ἐστὶ διά γε τὴν ὀδυνηρὰν διάθεσιν· οὐ πᾶσα γὰρ διάθεσις ὀδύ‐ | 89 | |
45 | νην ἐργάζεται, ἀλλὰ αἱ μέγισται διαθέσεις. ἄλλως τε δὲ κάκισ‐ τόν ἐστι τὸ ὀδυνᾶσθαι, ὅτι ἡ ὀδύνη ἐπιτείνει τὰ ῥεύματα· ἐπὶ δὲ τοῖς ῥευματισμοῖς αἱ δυνάμεις καταβάλλονται. ἀλλὰ καὶ ἡ φλόγωσις ἐν τοῖς ὑποχονδρίοις κακόν ἐστι· δηλοῖ γὰρ μεγάλην ζέσιν καὶ καῦσιν καὶ δραστήριον τὴν ποιήσασαν ὕλην καὶ ὑπο‐ | |
1.12(50) | κειμένην ἐν ᾧ ταῦτα γίνονται. ἀλλὰ καὶ τὸ ἀνώμαλον κακόν ἐσ‐ τιν, ἐὰν ὄγκος ἐστὶν ἐν τῷ ὑποχονδρίῳ, μάλιστα δὲ κακόν ἐστιν ἔνθα τὰ ἀμφότερα ὑποχόνδρια φλεγμαίνωσι. καὶ ἔστι τοῦτο ὁμα‐ λὸν παρὰ φύσιν, ἐπειδὴ ἀμφότερα ὁμοίως ἐφλέγμαναν. μέσον δὲ τοῦ ἀρίστου καὶ τοῦ χειρίστου ἐστίν, ἐὰν τὰ μὲν μετέχωσι τοῦ | |
55 | πάθους, τὰ δὲ μὴ μετέχωσιν. εἶτα καὶ προσδιορίζεται ὅτι τὰ τέσσαρα σημεῖα κακά ἐστι μετὰ τῶν λοιπῶν, ἐπειδὴ ἐνδείκνυνται δαψίλειαν καὶ πλῆθος ὕλης, ἐφ’ ᾗ οὐ μόνον τὸν πυρετὸν ἀνῆψεν, ἀλλ’ ἀντήρκεσε καὶ τὰ πάθη ταῦτα ποιῆσαι, ὅπερ κάκιστόν ἐστιν ἐν ὀξεῖ νοσήματι. κακὰ δέ ἐστιν ἐν ἀρχῇ τῆς νόσου ταῦτα γινό‐ | |
60 | μενα. ἀρχὴν δὲ ἀκουστέον ἐνταῦθα τὴν εἰκοστὴν ἡμέραν· ἡ γὰρ εἰκοστὴ ἡμέρα ἀκμή ἐστι τῆς φλεγμονῆς, ἀρχὴ δὲ τῆς ἀποστάσεως καὶ πυοποιήσεως. δεῖ γὰρ εἰδέναι ὅτι ἐὰν ἔρρωται ἡ δύναμις καὶ ὡσαύτως μείνῃ ἡ ὀξύτης τοῦ πυρετοῦ μετὰ τὴν εἰκοστὴν ἡμέ‐ ραν, εἰς πυοποίησιν τρέπεται τὸ ἀπόστημα. εἰ δέ γε ἀσθενής | |
65 | ἐστιν ἡ δύναμις καὶ ὑποχαλάσῃ ὁ πυρετὸς καὶ βληχρότερος γένη‐ | |
ται μετὰ τὴν εἰκοστὴν ἡμέραν, ἢ θάνατον σημαίνει ἢ μῆκος νό‐ σου, ὅπερ καὶ αὐτὸ κάκιστόν ἐστι. πολλάκις δὲ πρὸ τῆς κʹ ἡμέρας ἡ φύσις κριτικῶς κινουμένη, δι’ αἱμορραγίας κενοῦσα τὴν ὕλην, ἀπαλλάσσει τοῦ πάθους τὸ ὑποχόνδριον. προγινώσκομεν δὲ τὴν | 90 | |
70 | μέλλουσαν κρίσιν δι’ αἱμορραγίας γενέσθαι ἀπὸ ἕξ τινων. οἱ τοιοῦτοι κνῶνται τὴν ῥῖνα, τὰ μῆλα τοῦ προσώπου αὐτῶν ἐρυθ‐ ραίνονται, πυραυγῆ καὶ ἐρυθρὰ φαντάσματα ὁρῶσιν, ἡλικία ἀκ‐ μαστική, κεφαλαλγία αὐτοῖς γίνεται ἄλογος καὶ ἀμβλυώττουσιν. — — — | |
74 | ||
75 | Εἰ δὲ καὶ σφυγμὸς ἐνείη ἐν τῷ ὑποχονδρίῳ, θόρυβον σημαί‐ νει ἢ παραφροσύνην [201.2—3 A.]: τινὰ τῶν ἀντιγράφων “παλμὸν” ἔχει. κακὸν δέ ἐστι σημεῖον· ὁ γὰρ παλμὸς ἐπὶ παχεῖ καὶ ψυχ‐ ρώδει καὶ φυσώδει πνεύματι γίνεται. κακὸν οὖν ἐστι παλμὸν γί‐ νεσθαι ἐν ὀξεῖ νοσήματι, ἐπειδὴ ξένον καὶ ἀλλότριόν ἐστι τὸ | |
80 | ἐπιγενόμενον σύμπτωμα. τινὰ δὲ “εἰ δὲ καὶ σφυγμός ἐστι”. κα‐ κὸν δέ ἐστι καὶ τοῦτο σημεῖον· δηλοῖ γὰρ ἢ θόρυβον, τουτέστι δυσφορίαν τῷ κάμνοντι, ἀλλὰ καὶ τῷ τεχνίτῃ ἀγῶνα περὶ τὰ πρακ‐ τέα διὰ τὸ μέγεθος τοῦ πάθους. σφυγμὸν δὲ λέγει ἐνταῦθα τὴν σφυγματώδη ὀδύνην, θλιβομένου καὶ στενοχωρουμένου τοῦ μεγάλου | |
85 | σφυγμοῦ, λέγω δὴ τῆς ἀρτηρίας. αὕτη γὰρ ἡ ἀρτηρία ἤγουν ἡ ἀορτὴ πλησιάζει τῷ στομάχῳ καὶ τῷ διαφράγματι καὶ τῷ ἥπατι. τούτων οὖν φλεγμαινόντων τῶν ὑποχονδρίων, ἐν τῷ σφύζειν οὐ δύναται ἀβιάστως ἐν τῷ κατὰ φύσιν διασταλῆναι, ἀλλ’ ἐν τῷ σφύ‐ | |
ζειν πλήττει τὸ φλεγμαῖνον μόριον καὶ ποιεῖ τὴν σφυγματώδη | 91 | |
90 | ὀδύνην, ὅπερ κάκιστόν ἐστιν ἐν ὀξεῖ νοσήματι· σημαίνει γὰρ παραφροσύνην, ἐπειδὴ ὁ ἐγκέφαλος συμπάσχει τοῖς νευρώδεσι μο‐ ρίοις, ἔνθα ἢ πολλὰ νεῦρα καταφύονται ἢ μέγιστα. ἐπειδὴ οὖν ἐνταῦθα ὁ στόμαχος πολλὰ νεῦρα ὑποδέχεται, ἀλλὰ καὶ μέγιστα, ἐπὶ τῇ φλεγμονῇ τοῦ στομάχου ὁ ἐγκέφαλος ἄγεται εἰς συμπά‐ | |
95 | θειαν διὰ τὴν συγγένειαν τῶν νεύρων, καὶ γίνεται ἡ παραφροσύ‐ νη. εἶτα ἐπειδὴ ἔφη ὅτι “ἢ θόρυβον σημαίνει ἢ παραφροσύνην”, καὶ προσδιορισμὸν τίθησι πῶς ὀφείλομεν γνῶναι εἴτε παραφροσύ‐ νη μέλλει γενέσθαι εἴτε θόρυβος. καὶ λέγει ὅτι δεῖ τοὺς ὀφθαλ‐ μοὺς θεωρῆσαι, καὶ εἰ μὲν ἀστήρικτοί εἰσι καὶ τρομωδῶς κινοῦν‐ | |
1.12(100) | ται, γίνωσκε ὅτι παραφροσύνην σημαίνει· ἡ γὰρ τοιαύτη κίνησις τῶν ὀφθαλμῶν ἐπὶ βλάβῃ τῶν κινούντων μυῶν γίνεται· ἡ δὲ βλάβη τῶν κινούντων μυῶν δηλοῖ τὸ πρῶτον γένος τοῦ νευρώδους γένους κακῶς διακείμενον· τὸ δὲ νευρῶδες γένος δηλοῖ τὸν ἐγκέφαλον βεβλαμμένον, ἐφ’ ᾧ ἡ παραφροσύνη ἕπεται. εἰ δὲ κατὰ φύσιν κι‐ | |
105 | νοῦνται οἱ ὀφθαλμοί, θόρυβον σημαίνει καὶ δυσφορίαν τοῦ κάμ‐ νοντος καὶ ἀγῶνα τῷ τεχνίτῃ περὶ τὰ πρακτέα διὰ τὸ μέγεθος τῆς διαθέσεως. δεῖ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι ἡ μανία ἐπιτετα‐ μένη ἐστὶ παραφροσύνη. Ἢν γὰρ αἱ ὄψιες πυκνὰ κινέωνται, μανῆναι τούτους ἐλπίς | |
110 | [201.4—5 A.]: ἐκ τούτου τοῦ ῥησειδίου κατασκευάζουσιν οἱ ἐξη‐ γηταὶ ὅτι ἐν ἐγκεφάλῳ ἐστὶ τὸ ἡγεμονικόν. ἐὰν γὰρ ἡ βλάβη τῶν | |
ὀφθαλμῶν δηλοῖ τὸν ἐγκέφαλον κακῶς διακείμενον, ἡ δὲ παραφρο‐ σύνη βλάβη ἐστὶ τοῦ ἡγεμονικοῦ, οὐκοῦν ἐν ἐγκεφάλῳ ἐστὶ τὸ ἡγεμονικόν. ὁ δὲ νέος ἐξηγητὴς λέγει ὅτι “καὶ πόθεν δῆλον ὅτι | 92 | |
115 | ἐν καρδίᾳ οὐκ ἔστι τὸ ἡγεμονικόν; τί γάρ; ὅτι ἡ βλάβη τῶν ὀφ‐ θαλμῶν τὴν καρδίαν ἐνδείκνυται πεπονθέναι καὶ οὐ τὸν ἐγκέφα‐ λον, τρόπῳ τοιούτῳ· πυρετὸς ὑπόκειται ὀξύς· ἐπὶ τῷ πυρετῷ βλάπτεται ἡ καρδία· ἐπὶ τῇ βλάβῃ τῆς καρδίας οὐ πέμπεται ζω‐ τικὸς τόνος καὶ εὐκρασία ἐπὶ τὸν ἐγκέφαλον· ζωτικοῦ δὲ τόνου | |
120 | μὴ πεμπομένου, οὐ τίκτεται ζωτικὸν πνεῦμα· τοῦ δὲ ζωτικοῦ πνεύματος μὴ τικτομένου, οὐ πέμπεται δῆλον ἐπὶ τοὺς ὀφθαλμούς, ἐν ᾧ ἔχουσι τὸ διογκοῦσθαι ἐν τῷ κατὰ φύσιν· καὶ ἰδοὺ ἡ βλάβη τῶν ὀφθαλμῶν δηλοῖ τὴν καρδίαν πεπονθυῖαν. βεβλαμμένης δὲ οὔ‐ σης τῆς καρδίας, διὰ τῶν ἀρτηριῶν πέμπεται ἐπὶ τὸν ἐγκέφαλον | |
125 | καὶ βλάπτεται ὁ ἐγκέφαλος καὶ ἐκ τοῦ σύνεγγυς μεταδίδωσι τῆς βλάβης καὶ τοῖς ὀφθαλμοῖς. καὶ κατὰ μὲν πρῶτον λόγον διὰ τὴν καρδίαν γέγονεν ἡ βλάβη καὶ τοῦ ἐγκεφάλου καὶ τῶν ὀφθαλμῶν. εἰ δὲ ταῦτα οὕτως, ἐν καρδίᾳ ἐστὶ τὸ ἡγεμονικόν.” καὶ μέχρι τοῦ νῦν ἐν δισταγμῷ ἐστιν ἡ τοιαύτη ζήτησις, εἴτε ἐν ἐγκεφάλῳ | |
130 | ἐστὶ τὸ ἡγεμονικὸν εἴτε ἐν καρδίᾳ. Εἰ δὲ ὑπερβάλλοι εἴκοσιν ἡμέρας ὅ τε πυρετὸς ἔχων καὶ τὸ οἴδημα μὴ καθιστάμενον, εἰς διαπύησιν τρέπεται [201.9—11 A.]: ὁ Ἱπποκράτης πάντα ὄγκον οἴδημα καλεῖν εἴωθεν. καὶ δεῖ εἰδέ‐ ναι ὅτι πάντες οἱ ὄγκοι ἢ διαφοροῦνται ἢ κατὰ ποιότητα μετα‐ | |
135 | βάλλονται. καὶ οἱ μὲν διαφορούμενοι πέρας τὴν εἰκοστὴν ἡμέραν ἔχουσιν. οἱ δὲ κατὰ ποιότητα μεταβαλλόμενοι, εἰ μὲν ἔρρωται ἡ δύναμις καὶ ἡ σφοδρότης τοῦ πυρετοῦ ὡσαύτως μένει, μετὰ τὴν εἰκοστὴν ἡμέραν εἰς πυοποίησιν μεταβάλλει τοὺς ὄγκους· εἰ δὲ ἀσθενής ἐστιν ἡ δύναμις καὶ ὁ πυρετὸς βληχρότερος γένηται, | 93 |
140 | μεταβάλλει μὲν τοὺς ὄγκους, ἀλλ’ εἰς νοσώδη καὶ δυσώδη τινὰ ὑγρότητα. | |
141 | ||
1.13 | Τὰ δὲ μαλθακὰ τῶν οἰδημάτων καὶ ἀνώδυνα καὶ τῷ δακτύλῳ ὑπείκοντα χρονιωτέρας [202.1—2 A.]. Νῦν ὁ συγγραφεὺς περὶ τοῦ οἰδήματος τοῦ ἐν τοῖς ὑποχον‐ δρίοις σημειοῦται. καὶ τὴν ἑξηκοστὴν ἡμέραν ἀρχὴν τῆς πυο‐ | |
5 | ποιήσεως τίθησιν, ἐπειδὴ οὐ πέφυκε διαφορεῖσθαι τὰ οἰδήματα διὰ τὴν ὕλην, ἀλλὰ πυοποιοῦνται. καὶ ἴσως ἀπορεῖ τις λέγων ὅτι ‘καὶ πόθεν δῆλον ὅτι περὶ τοῦ κυρίως οἰδήματος διαλέγεται;‘ καὶ λέγομεν ὅτι ἐξ ὧν εἴρηκε δῆλον ὅτι περὶ τοῦ κυρίως οἰδή‐ ματος διαλεγόμενος· ἔφη γὰρ “τὰ δὲ μαλθακὰ τῶν οἰδημάτων καὶ | |
10 | ἀνώδυνα καὶ τῷ δακτύλῳ ὑπείκοντα καὶ τὰ λοιπά”, ταῦτα δὲ πάντα οἰδήματός εἰσι χαρακτηριστικά. εἶτα καὶ ἀποροῦσι πάλιν ὅτι ‘καὶ τί δήποτε περὶ ὀξέων νοσημάτων προθέμενος διαλεχθῆ‐ ναι ὁ Ἱπποκράτης ἑξηκοστῆς ἡμέρας ἐμνημόνευσε, καίτοι τῶν | |
ὀξέων νοσημάτων οὐδέποτε ἐν τῇ ἑξηκοστῇ ἡμέρᾳ περιγραφομένων, | 94 | |
15 | ἀλλὰ τῶν χρονίων ἐστὶν ἡ ἑξηκοστὴ ἡμέρα;‘ καὶ λέγομεν τούτου δύο αἰτίας, μίαν μὲν ὅτι πολλάκις οἱ συγγραφεῖς κατὰ παρέκ‐ βασιν ὑπερβαίνουσι τὴν τάξιν διὰ τὸ μηδὲν παραλιπεῖν. ἢ τοῦ‐ το εἰπέ, ὅτι τῇ ἀκολουθίᾳ καὶ τῇ ὁμοιότητι παρακολουθοῦντες οἱ συγγραφεῖς παρεκβαίνουσι τοῦ οἰκείου σκοποῦ, ὅπερ νῦν πε‐ | |
20 | ποίηκεν ὁ Ἱπποκράτης. ἐπειδὴ γὰρ περὶ πυοποιήσεως φλεγμονῆς διελέγετο, ηὕρισκε καὶ τὸ οἴδημα πυοποιούμενον· διὰ τοῦτο τοῦ οἰκείου σκοποῦ μετῆλθε καὶ ἐπὶ τοῦτο μετήγαγε τὸν λόγον. δεῖ δὲ εἰδέναι ὅτι τὸ οἴδημα καὶ μακροχρόνιόν ἐστι διὰ τὴν ὕλην· ψυχρὸν γάρ ἐστιν. ἀλλὰ καὶ ἀκίνδυνον, ἐπειδὴ ἀνώδυνόν ἐστιν. | |
25 | οὐδὲν γὰρ οὕτως καταβάλλει τὰς δυνάμεις ὡς αἱ ὀδύναι. Καὶ ἰστέον ὅτι πάντες οἱ ὄγκοι ἢ πρωιαίτερον ἢ ὀψιαίτερον πυοποιοῦνται διά τε τὴν ὕλην καὶ διὰ τὸ μόριον. καὶ διὰ μὲν τὴν ὕλην τριχῶς, παρά τε τὸ ποσὸν καὶ ποιὸν καὶ τὴν σύστασιν τῆς ὕλης. καὶ παρὰ μὲν τὴν σύστασιν ἡ λεπτὴ ὕλη πρωιαίτερον | |
30 | πυοποιΐσκεται, ἡ δὲ παχεῖα ὀψιαίτερον. παρὰ δὲ τὴν ποιότητα ἡ θερμὴ ὕλη πρωιαίτερον, ἡ δὲ ψυχρὰ ὀψιαίτερον. παρὰ δὲ τὴν ποσότητα ἡ ὀλίγη ὕλη πρωιαίτερον πυοποιΐσκεται, ἡ δὲ πολλὴ ὀψιαίτερον. τινὲς δὲ ἐκ τοῦ ἐναντίου λέγουσιν ὅτι ἡ πολλὴ ὕλη πρωιαίτερον πυοποιΐσκεται, ἐπειδὴ τῷ πλήθει κατεπείγεται ἡ | |
35 | φύσις στενοχωρουμένη ὑπὸ τοῦ πλήθους καὶ κινουμένη συντόνως πρωιαίτερον πυοποιεῖ αὐτήν. παρὰ δὲ τὸ πεπονθὸς διάφορον μό‐ | |
ριον τριχῶς, παρά τε τὸ ἀξίωμα τοῦ μορίου καὶ παρὰ τὴν θέσιν καὶ παρὰ τὴν κρᾶσιν [καὶ παρὰ τὴν ἀξίαν]. καὶ παρὰ μὲν τὸ ἀξί‐ ωμα, τῶν κυριωτέρων μορίων μᾶλλον φροντίζουσα ἡ φύσις, ἐὰν | 95 | |
40 | ὑποστῇ ὄγκος τις ἐν κυρίῳ μορίῳ, κήδεται αὐτοῦ καὶ ἐπεγείρε‐ ται, ὥστε ἀπαλλάξαι αὐτὸ τῶν λυπούντων, καὶ πρωιαίτερον πυο‐ ποιεῖ αὐτόν. εἰ δὲ ἀκυρότερόν ἐστι μόριον, οὐχ οὕτως φροντί‐ ζει αὐτοῦ καὶ ὀψιαίτερον πυοποιεῖ τὸν ὄγκον. διὸ μᾶλλον φρον‐ τίζει ἥπατος πάσχοντος ἤπερ γαστρὸς καὶ μᾶλλον κήδεται γαστ‐ | |
45 | ρὸς ἤπερ σπληνὸς καὶ μᾶλλον σπληνὸς ἤπερ ἐντέρων. παρὰ δὲ τὴν θέσιν, ὅσα πλησιάζει κυρίοις μορίοις, πρωιαίτερον πυοποιεῖ τοὺς ὄγκους, τυχὸν τὰ παρακείμενα μόρια τῷ διαφράγματι καὶ ἥπατι καὶ καρδίᾳ καὶ τοῖς τοιούτοις. φροντίζει γὰρ ἡ φύσις, ἵνα μὴ ἐκ τοῦ σύνεγγυς μετασχῇ τῆς κακίας τὰ κύρια μόρια, καὶ | |
1.13(50) | πρωιαίτερον πυοποιεῖ αὐτά. εἰ δὲ ἀφεστήκασιν, ὀψιαίτερον πυο‐ ποιοῦνται. διὰ δὲ τὴν κρᾶσιν, τὰ μὲν θερμότερα πρωιαίτερον πυοποιοῦνται, τὰ δὲ ψυχρότερα ὀψιαίτερον. καὶ τὰ μὲν μαλθακὰ καὶ μανὰ πρωιαίτερον διὰ τὴν θερμότητα, τὰ δὲ σκληρὰ καὶ πυκ‐ νὰ ὀψιαίτερον διὰ τὴν ψυχρότητα, ὥσπερ νεῦρα καὶ μύες καὶ τὰ | |
55 | τοιαῦτα. τινὲς καὶ ἐνταῦθα ἐκ τοῦ ἐναντίου λέγουσιν ὅτι τὰ πυκνὰ καὶ στεγανά, ἐπειδὴ ἐναποκέκλεισται τὸ ἐν αὐτοῖς θερμόν, | |
πρωιαίτερον πυοποιοῦνται, κατὰ τὸ εἰρήμενον ἐν ἄλλοις ὑπὸ τοῦ Ἱπποκράτους, “ὁκόσα πεπαίνεσθαι χρή, ἐγκατακεκλεῖσθαι χρή”. οὕτως δὲ καὶ ἐν τῇ συνηθείᾳ ποιοῦμεν, τὰ δεόμενα πυοποιήσεως | 96 | |
60 | οὐ τοῖς διαφοροῦσι κεχρήμεθα, ἀλλὰ τοῖς πυκνοῦσιν. Εἶτα καὶ προσδιορισμὸν τίθησιν. ἐπειδὴ γὰρ περὶ οἰδήματος αὐτῷ ὁ λόγος, λέγει καὶ ποία ἀρίστη ἐστὶ ῥῆξις ἐπὶ τῶν ἀπο‐ στημάτων· φησὶ γὰρ ὅτι “ὁκόσα ἔσω ῥήγνυται, ἄριστά ἐστι”. καὶ ἵνα σαφῶς τοῖς λεγομένοις παρακολουθήσωμεν, δεῖ εἰδέναι ὅτι | |
65 | αἱ ῥήξεις τῶν ἀποστημάτων ἢ ἐντὸς γίνονται ἢ ἐκτὸς ἢ κατὰ τὸ συναμφότερον, καὶ ἐντὸς καὶ ἐκτός. καὶ ἡ μὲν ἐπὶ τὰ ἐκτὸς γι‐ νομένη ῥῆξις πασῶν ἀγαθωτέρα καὶ ἀκίνδυνός ἐστιν. ἡ δὲ κατὰ τὸ συναμφότερον χειρίστη πασῶν ἐστιν. ἡ δὲ ἐπὶ τὰ ἐντὸς μέσως πώς ἐστι τούτων· πρὸς μὲν τὴν ἐπὶ τὰ ἐκτὸς ῥῆξιν χεῖρόν ἐστι, | |
70 | πρὸς δὲ τὴν κατὰ τὸ συναμφότερον εὐϊατοτέρα ἐστὶ καὶ ἀκίνδυ‐ νος, ἐπειδὴ ἡ κατὰ τὸ συναμφότερον γινομένη ῥῆξις οὐ μόνον ἐπὶ τὰ ἐντὸς μολύνει τὸ ἔμφυτον θερμόν, ἀλλὰ καὶ ἐπὶ τὰ ἐκτὸς συριγγοῖ τοὺς τόπους ἐκείνους καὶ κατανέμεται. ὅταν οὖν ὁ Ἱπποκράτης ἐπαινῇ τὴν ἐπὶ τὰ ἐντὸς ῥῆξιν, ἀρίστην αὐτὴν ὑπο‐ | |
75 | τιθέμενος, οὐ πρὸς τὴν ἔξωθεν γινομένην ῥῆξιν παραβάλλων ταῦ‐ τα λέγει, ἀλλὰ τὴν πρὸς τὸ συναμφότερον γινομένην. — — — | 97 |
77 | Τὰ δὲ μαλθακὰ τῶν οἰδημάτων καὶ ἀνώδυνα καὶ τῷ δακτύλῳ ὑπείκοντα χρονιωτέρας τὰς κρίσιας ποιέεται [202.1—2 A.]: οὐ | |
80 | ταυτολογεῖ ἐνταῦθα ὁ Ἱπποκράτης εἰπὼν “μαλθακὰ” καὶ πάλιν “τῷ δακτύλῳ ὑπείκοντα”, ἀλλ’ ἵνα ἐπίτασιν τῆς ὁμαλότητος δη‐ λώσῃ, ἔφη “καὶ τῷ δακτύλῳ ὑπείκοντα”, ἐπειδὴ οὐ πᾶν μαλθακὸν ὑπείκει τῷ δακτύλῳ. τῷ δὲ εἰπεῖν “τὰς κρίσιας ποιέεται” τὴν πυοποίησιν ἐδήλωσε, τουτέστιν ὅτι χρονιωτέρας τὰς πυοποιήσιας | |
85 | ποιέεται ἐπὶ τῶν οἰδημάτων. καὶ σκόπησον ὅτι τὸ τῆς κρίσεως ὄνομα οἱ παλαιοὶ οὐ μόνον ἐπὶ τῶν ὀξέων νοσημάτων τιθέασιν, ἀλλὰ καὶ ἐπὶ τῶν χρονίων, ὥσπερ ἐνταῦθα. Καὶ τοῦτο καὶ τὸ ἐν τῇ ἄλλῃ κοιλίῃ κατὰ τὸ αὐτό [202.4—5 A.]: ἰστέον ὅτι ὁ Ἱπποκράτης “κοιλίαν” οὐ μόνον τὴν γαστέρα | |
90 | καὶ τὰ ἔντερα καὶ τὸν θώρακα καλεῖ, ἀλλὰ καὶ τὸν σπλῆνα καὶ τὸ ἧπαρ κοιλίας καλεῖ ἐνταῦθα· περὶ γὰρ τῶν ὑποχονδρίων αὐτῷ | |
ὁ λόγος. | 98 | |
1.14 | Τὸ δὲ πύον ἄριστόν ἐστι λευκόν τε καὶ λεῖον καὶ ὁμαλὸν καὶ ἥκιστα δυσῶδες [203.6—7 A.]. Διαλεχθεὶς ὁ Ἱπποκράτης περὶ τῶν πυοποιουμένων εἰς τὰ ὑποχόνδρια ἀποστημάτων νῦν σημειοῦται αὐτὰ καὶ ἀπὸ τοῦ κενου‐ | |
5 | μένου, τουτέστι τοῦ πύου. καὶ λέγει ποῖον ἄριστόν ἐστι, καί φησιν ὅτι “τὸ ἄριστον πύον λευκόν τε εἶναι καὶ λεῖον καὶ ὁμα‐ λὸν καὶ ἥκιστα δυσῶδες”, ὅπερ γίνεται καὶ ἐπὶ ἰσχύι δυνάμεως καὶ συμμετρίᾳ τοῦ ἐμφύτου θερμοῦ. Λοιπὸν δεῖ ἡμᾶς καὶ τὰς αἰτίας εἰπεῖν. ἀλλ’ ἵνα τοῦτο σα‐ | |
10 | φῶς διαγνῶμεν, δεῖ ἡμᾶς ἐπιμνησθῆναι τίνων μεμαθήκαμεν ἐν Φυ‐ σικοῖς, ὅτι τέσσαρές εἰσιν αἱ φυσικαὶ δυνάμεις καὶ ὅτι ἡ ἀλ‐ λοιωτικὴ δύναμίς ἐστιν ἡ ἀλλοιοῦσα καὶ πέττουσα καὶ ἐξομοιοῦ‐ σα τὴν τροφὴν ὁμοίαν τῷ τρεφομένῳ μορίῳ. ἀλλὰ καὶ τοῦτο ἴσμεν, ὅτι τὰ μόρια πρὸς ἑαυτὰ ἐξομοιοῦσι τὴν τροφὴν καὶ οὕτως τρέ‐ | |
15 | φονται· οὐδὲν γὰρ ἄλλο ἐστὶ θρέψις ἢ ὁμοίωσις τοῦ τρέφοντος πρὸς τὸ τρεφόμενον. ἀλλὰ καὶ τοῦτο ἴσμεν, ὅτι τὰ στερεὰ μόρια λευκά ἐστιν, ὥσπερ χόνδροι καὶ νεῦρα καὶ ὑμένες καὶ φλέβες καὶ ἀρτηρίαι καὶ τὰ τοιαῦτα, καὶ ὅτι ἐκ σπέρματος ἔχοντα τὴν γένε‐ σιν ἐκ σπέρματος καὶ τρέφονται· τὸ γὰρ λόγῳ τροφῆς φερόμενον | |
20 | ἐν αὐτοῖς αἷμα, ἐξομοιοῦσιν αὐτὸ πρὸς τὴν οἰκείαν φύσιν καὶ ἐκσπερματοῦσι καὶ οὕτως τρέφονται. Τούτων οὕτως εἰρημένων, σαφὴς καὶ δήλη γέγονεν ἡμῖν ἡ αἰ‐ τία, καθ’ ἣν λευκὸν γίνεται τὸ πύον. τοῦτο δὲ τὸ συρρεῦσαν αἷ‐ | |
μα ἐν τοῖς ὑποχονδρίοις καὶ ποιῆσαν τὴν φλεγμονὴν ἢ σήπεται ἢ | 99 | |
25 | πέττεται. καὶ εἰ μὲν ἀσθενής ἐστιν ἡ δύναμις καὶ τὸ ἔμφυτον θερμὸν ἐξέστη τῶν οἰκείων ὅρων, τουτέστι τῆς εὐκρασίας, καὶ δύσκρατον γέγονε, τότε οἷον ὡς ἐπὶ ἀψύχου τινὸς ἀπρονόητον μένον σήπεται. εἰ μέντοι ἔρρωται ἡ δύναμις καὶ τὸ ἔμφυτον θερ‐ μὸν εὐκράτως διάκειται, ὡς προνοούμενον τότε τὸ αἷμα πέττεται | |
30 | καὶ τὸ ἄριστον πύον γίνεται. χαρακτηρίζεται δὲ ἀπὸ τῆς εὐκρα‐ σίας. ἐὰν γὰρ ἀσθενῶς διάκειται ἡ δύναμις καὶ τὸ ἔμφυτον θερ‐ μὸν τῆς οἰκείας κράσεως ἐξέστηκε, τότε πέττεται μέν, ἀλλὰ τὸ χείριστον καὶ δυσῶδες γίνεται πύον. εἰ μέντοι ἔρρωται ἡ δύνα‐ μις καὶ εὐκράτως διάκειται τὸ ἔμφυτον θερμόν, ὡς ἂν ἐπίμικτον | |
35 | ἔχον τὴν ποιητικὴν αἰτίαν καὶ ἐπαμφοτερίζον, τότε τὸ ἄριστον πύον γίνεται, ὅπερ αὐτὸς ἔφη “ἥκιστα δυσῶδες”. ἐπειδὴ δὲ τὸ συρρεῦσαν αἷμα ἔξω τῶν ἀγγείων γενόμενον παρὰ φύσιν λοιπόν ἐστι καὶ οὐχ αἷμά ἐστι κυρίως, διὰ τοῦτο ἧττον μετέχει δυσω‐ δίας. λευκὸν οὖν τὸ πύον γίνεται, ἐπειδὴ εἰς τὸ χρῶμα τῶν | |
40 | στερεῶν ἄγεται. ἡ γὰρ μεταβολὴ τοῦ συρρεύσαντος αἵματος ἐν τοῖς ὑποχονδρίοις τοῦ τὴν φλεγμονὴν ἐργασαμένου, ἡνίκα εἰς πυοποίησιν τρέπεται, ἐν τοῖς στερεοῖς γίνεται, ὥσπερ καὶ τὸ σπέρμα ἐν αὐτοῖς τοῖς στερεοῖς μεταβάλλεται. ἀλλὰ τὸ μὲν σπέρ‐ μα ὑπὸ τοῦ κατὰ φύσιν αἵματος γίνεται τοῦ λόγῳ τροφῆς φερομέ‐ | |
45 | νου ἐν τοῖς στερεοῖς μορίοις, καὶ οὕτως μεταβαλλόμενον εἰς | |
σπέρματος φύσιν ἀποσπερματοῦται. τὸ δὲ πύον ἀπὸ ἀχρήστου ὕλης καὶ ἀπρονοήτου γίνεται. ἄριστον δὲ πύον λέγομεν αὐτὸ παραβάλ‐ λοντες πρὸς τὸ κάκιστον πάντῃ πύον. λοιπὸν δὲ ὅτι ἄριστον καὶ κατὰ φύσιν λέγομεν πύον διὰ τὴν ἐπικράτειαν τῆς τε δυνάμεως | 100 | |
1.14(50) | καὶ τὴν εὐκρασίαν τοῦ ἐμφύτου θερμοῦ. ἐπειδὴ δὲ ἐξ ἀχρήστου ὕλης γίνεται, διὰ τοῦτο δυσῶδές ἐστιν ὀλίγον. διὰ τοῦτο καὶ δεύτερον πλοῦν λέγομεν τὴν φύσιν ὁδεύειν ἐπὶ τῆς πυοποιήσεως, διὰ τὸ ἀνεπιτηδείως ἔχειν τὴν ὕλην πρὸς τὸ τὴν ἀκριβῆ πέψιν καὶ ἀλλοίωσιν ἐπιδέξασθαι. | |
55 | Καὶ ἴσως ἀπορεῖ τις λέγων ὅτι ‘ἐπειδὴ ἡ φλεγμονὴ μάλιστα ἐν ταῖς σαρξὶ συνίσταται, ἔδει ποτὲ καὶ ἐρυθρὸν γενέσθαι τὸ πύον, ὀφειλουσῶν τῶν σαρκῶν πρὸς τὴν ἑαυτῶν φύσιν ἐξομοιῶσαι τὸ συρρεῦσαν αἷμα‘. καὶ λέγομεν ὅτι τὸ αἷμα, ἡνίκα πλεονάζῃ κατὰ ποσότητα, διηθεῖται ἐκ τῶν ἀγγείων κατὰ ἀπολακτισμόν τι‐ | |
60 | να καὶ φέρεται εἰς τὰς κενὰς χώρας· εἶτα ἐνεχθὲν εἰς τὰς κε‐ νὰς χώρας καὶ ἀπρονόητον μένει καὶ σήπεται καὶ σηπόμενον δα‐ πανᾷ τὰς παρακειμένας σάρκας. ἐπειδὴ δέ εἰσιν ἶνες ἐν αὐταῖς καὶ ὑμένες, ταῦτα δὲ ὡς δυσπαθῆ οὐ πάσχουσί τι, ἀλλὰ μένουσι καὶ πρὸς τὴν οἰκείαν φύσιν ἐξομοιοῦσι καὶ λευκὸν ἀπεργάζονται | |
65 | ἐκεῖνο τὸ αἷμα, τὸ τηνικαῦτα πύον. Ἀλλ’ ἴσως ἀπορήσει τις λέγων ὅτι ‘ὅλη οὖν ἡ σὰρξ δαπανᾶ‐ | |
ται. καὶ μὴν ὁρῶμεν ἐπὶ τῶν ἑλκῶν ὅτι πολλάκις αἱ σάρκες οὐδὲ φθείρονται οὐδ’ ἶνες πάντῃ διαφθείρονται· ἐπεί τοί γε πῶς τὰ ἕλκη σαρκοῦνται ἀπὸ τοῦ πάντῃ μὴ ὄντος; ἐὰν γὰρ μηδόλως ἐστὶ | 101 | |
70 | σὰρξ περιλειφθεῖσα, οὐκοῦν οὐδὲ σαρκοῦνται; ἀλλὰ μὴν σαρκοῦν‐ ται καὶ ἐμμένει σάρξ, καθ’ ἣν ἀναπληροῦται ἡ δαπανηθεῖσα σὰρξ ἐπὶ τῶν ἑλκῶν.‘ καὶ λέγομεν ὅτι εἰ καὶ μένουσι σάρκες τινές, ἀλλ’ οὖν αἱ σάρκες εὐπαθεῖς εἰσι, καὶ ὡς εὐπαθεῖς οὐκ ἐξομοι‐ οῦσιν ὡς πρὸς τὴν οἰκείαν φύσιν καὶ ἐρυθρὸν ποιοῦσι τὸ πύον, | |
75 | ἀλλ’ αἱ ἶνες ἰσχυραὶ οὖσαι καὶ δυσπαθεῖς πρὸς τὴν οἰκείαν φύ‐ σιν ἐξομοιοῦσι τὸ αἷμα ἐκεῖνο καὶ λευκὸν τὸ πύον γίνεται. ὅθεν ἐὰν ἐν ἥπατι ὑποσταίη φλεγμονή, ἡ πυοποίησις οὐ γίνεται ἀκριβὴς λευκὴ διὰ τὸ πλεῖστον τοῦ παρεγχύματος τοῦ ἥπατος σαρκῶδες εἶναι· ὀλίγας δὲ ἶνας ἡ φύσις ἐν αὐτῷ ἐνέθηκε, καὶ | |
80 | διὰ τοῦτο οὐκ ἀκριβὲς λευκὸν γίνεται τὸ πύον διὰ τὴν ὀλιγό‐ τητα τῶν ἰνῶν. αὕτη οὖν ἐστιν ἡ αἰτία, καθ’ ἣν λευκὸν γίνεται τὸ πύον καὶ ἧττον δυσῶδες. — — — | |
83 | Καὶ λεῖον [203.6 A.]: τὸ “λεῖον” κατὰ τὸν χρόνον δεῖ νοῆ‐ | |
85 | σαι, ὅτι δεῖ λευκὸν εἶναι τὸ πύον ἀείσε καὶ μή ποτε μὲν λευ‐ κόν, ποτὲ δὲ φαιὸν ἢ τρυγῶδες καὶ τὰ τοιαῦτα. Καὶ ὁμαλόν: τὸ “ὁμαλόν”, δεῖ αὐτὸ κατὰ τὸ ὁμοιομερὲς ὑπο‐ λαβεῖν. τοῦτο δὲ διττόν ἐστι κατὰ τὴν σύστασιν καὶ κατὰ τὸν χρόνον. καὶ κατὰ μὲν τὴν σύστασιν, ἵνα μὴ τὸ μὲν αὐτοῦ μέρος | |
90 | ἐστὶ παχύ, τὸ δὲ λεπτόν, ἀλλ’ ὅμοιον κατὰ πᾶν ἑαυτό. κατὰ δὲ τὸν χρόνον, ἵνα μή ποτε μὲν φαιόν ἐστι, ποτὲ δὲ ἀμόργη, καὶ τὰ τοιαῦτα, ἀλλὰ κατὰ πᾶν ἑαυτὸ λευκότατον δεῖ εἶναι. τοῦτο ἔστι τὸ ἄριστον πύον καὶ κατὰ φύσιν. τὸ δὲ παρὰ φύσιν ἐστὶ τὸ μὴ ὂν λευκὸν μηδὲ λεῖον, ἀλλὰ σήμερον μὲν τρυγῶδες, αὔριον δὲ | 102 |
95 | κυανοῦν, ποτὲ δὲ μελάντερον καὶ τὰ τοιαῦτα. ἀλλὰ καὶ ἀνώμαλον αὐτὸ δεῖ εἶναι κατά τε τὴν σύστασιν καὶ τὸν χρόνον· ποτὲ μὲν γὰρ παχύ, ποτὲ δὲ λεπτόν, ποτὲ δὲ ἐκτετηκὸς καὶ τὰ τοιαῦτα. ἔστι δὲ καὶ μέσον πύον· τούτου δὲ πολλή ἐστιν ἡ διαφορὰ πρὸς τὴν κρᾶσιν τούτων ἢ ἐκείνων καὶ παρὰ τὸ μᾶλλον καὶ ἧττον γι‐ | |
1.14(100) | νόμενον πρὸς τὸ πλησιάζον. Καὶ ἥκιστα δυσῶδες [203.6—7 A.]: δεῖ εἰδέναι ὅτι τριττή ἐστιν ἡ πέψις· πρώτη μὲν ἡ κατὰ φύσιν, ὥσπερ ἡ χυλοποίησις καὶ ἡ ἐξαιμάτωσις, δευτέρα δὲ ἡ παρὰ φύσιν, ὥσπερ ἡ σῆψις, καὶ τρίτη πέψις ἐστὶν ἡ μέση τούτων, καθ’ ἣν τὸ πύον γίνεται. | |
105 | τοῦτο δὲ τὸ πύον ἥκιστά ἐστι δυσῶδες διὰ τὴν ἐπικράτειαν τῆς τε δυνάμεως καὶ τὴν εὐκρασίαν τοῦ ἐμφύτου θερμοῦ. ἀλλ’ ἐπειδὴ ἐπίμικτός ἐστιν καὶ ἐπαμφοτερίζει ἡ ποιητικὴ αἰτία, ἄχρηστός ἐστιν ἡ ὕλη· διὰ τοῦτο ἧττον μετέχει δυσωδίας. ἐπεὶ οὖν ταῦτα | |
εἴρηται, ἐν οἷς σὺν θεῷ καὶ τὸ πρῶτον τμῆμα πληροῦται. | 103 | |
2t | Ἀρχὴ σὺν θεῷ τοῦ δευτέρου τμήματος | |
2.1 | Οἱ δὲ ὕδρωπες οἱ ἐκ τῶν ὀξέων νοσημάτων πάντες κακοί [203.8 A.]. Ἀρχόμενος τοῦ δευτέρου τμήματος ὁ Ἱπποκράτης τὴν τῶν ὑδέρων μεταχειρίζεται διδασκαλίαν, ἵνα συνάφειαν χαρίσηται τὰ | |
5 | μέλλοντα πρὸς τὰ φθάσαντα, ἐπειδὴ καὶ ὁ ὕδερος πάθος ἐστὶν ἐν τοῖς ὑποχονδρίοις συνιστάμενον. καὶ μηδεὶς ὑπολάβῃ ὅτι περὶ χρονίων νοσημάτων διαλέγεται ὁ Ἱπποκράτης, καίτοι προθέμενος περὶ ὀξέων διαλαβεῖν, ἀλλὰ περὶ τῶν ὀξέων νοσημάτων διαλεγό‐ μενος διαλαμβάνει καὶ περὶ τῶν ἐκ μεταπτώσεως ὀξέων, καθάπερ | |
10 | καὶ τοῦτο νῦν δείκνυσιν αὐτοῦ ἡ ῥῆσις· ἔφη γὰρ “οἱ δὲ ὕδρωπες οἱ ἐκ τῶν ὀξέων νοσημάτων”. ἰδοὺ περὶ τῶν ἐκ μεταπτώσεως ὀξέ‐ ων διαλέγεται καὶ οὐ περὶ τῶν χρονίων. “Οὔτε γὰρ τοῦ πυρὸς ἀπαλλάττουσιν ἐπώδυνοί τέ εἰσι καὶ κάρτα θανατώδεις.” καὶ καλῶς “ἐπώδυνοί” εἰσι· τοῦ γὰρ ὑγροῦ | |
15 | ἀθροισθέντος ἀθρόως περὶ τὰ ὑποχόνδρια τείνονται, καὶ τῇ τά‐ σει κινδυνεύοντα διαρραγῆναι τῇ ὀδυνηρᾷ συναισθήσει ὀδυνῶνται. “Οὔτε τοῦ πυρὸς ἀπαλλάττουσιν.” τοῦτο δοκεῖ μὴ κυρίως ἀλη‐ θὲς εἶναι· ἐρεῖ γάρ τις ὅτι ‘πῶς οὐκ ἀπαλλάσσονται τοῦ πυρε‐ | |
τοῦ, εἴ γε τοσούτου ὑγροῦ ἐστιν ἄθροισις; τὸ γὰρ ὑγρὸν σβέν‐ | 104 | |
20 | νυσι τὴν δυσκρασίαν καὶ παύει τὸν πυρετόν.‘ πρὸς ὅ τινες ἀπο‐ λογοῦνται ὅτι ‘διὰ τοῦτο οὐκ ἀπαλλάσσονται τοῦ πυρετοῦ οἱ ὑδε‐ ριῶντες, ἐπειδὴ ὁ πυρετὸς δι’ ὅλου τοῦ σώματός ἐστιν ἐκτετα‐ μένος, τὸ δὲ ὑγρὸν ἐν ἑνὶ μορίῳ ἐστὶ συναθροιζόμενον, καὶ οὐ δύναται ἡ μερικὴ συναγωγὴ τοῦ ὑγροῦ ἀπαλλάξαι τὴν δυσκρασίαν | |
25 | ὅλου τοῦ σώματος καὶ παῦσαι τὸν πυρετόν‘. ἐπιπόλαιος δέ ἐστιν ἡ ἀπολογία αὕτη· ἐρεῖ γάρ τις πρὸς αὐτοὺς ὅτι ‘κἂν ἐν ἑνὶ μο‐ ρίῳ ἐστὶν ἡ συναγωγὴ τοῦ ὑγροῦ, ἀλλ’ οὖν ἐν αὐτῇ τῇ ἑστίᾳ, λέγω δὴ περὶ τὰ ὑποχόνδρια καὶ τὴν καρδίαν ἐστί, καὶ ἐὰν τὴν καρδίαν καθυγράνῃ καὶ ἀποσβέσῃ, κατὰ συμβεβηκὸς καὶ ἡ ἐν ὅλῳ | |
30 | τῷ σώματι δυσκρασία ἀποπαύσεται‘. διὸ δεῖ τὴν ἀληθεστέραν εἰ‐ πεῖν αἰτίαν, ὅτι κἂν πολλοῦ ὑγροῦ ἐστι συνάθροισις ἐπὶ τῶν ὑδεριώντων, ἀλλὰ λοιπὸν οὐ παύει τὸν πυρετόν, ἐπειδὴ τῇ φαν‐ τασίᾳ καὶ μόνῃ φαίνεται ὑγρόν· ἐπεί τοί γε τῇ δυνάμει κακόχυ‐ μον ὂν καὶ ἁλμυρόν, θερμόν ἐστι καὶ ξηρὸν καθάπερ καὶ ἐπὶ τοῦ | |
35 | θαλασσίου ὕδατος ἔχει. καὶ διὰ τοῦτο δὴ καὶ τὸ ὑγρὸν τὸ ἀθροι‐ ζόμενον ἐπὶ τῶν ὑδεριώντων τῇ μὲν φαντασίᾳ ὑγρὸν φαίνεται, τῇ δὲ δυνάμει θερμαίνει καὶ ξηραίνει διὰ τὸ μετέχειν κακοχυμίας τινὸς καὶ ἁλμυρότητος καὶ σηπεδόνος· καὶ διὰ τοῦτο οὐ παύει τὸν πυρετόν. ἀλλὰ καὶ διψώδεις εἰσὶν οἱ ὑδεριῶντες. καὶ ἐπὶ | |
40 | τῇ δίψῃ πάλιν τὸ αὐτὸ ἄπορον δοκεῖ εἶναι καὶ ἡ αὐτὴ λύσις. Εἶτα λοιπὸν λέγει πῶς γίνονται οἱ ὕδρωπες. καί φησιν ὅτι “Ἄρχονται δὲ οἱ πλεῖστοι ἐκ τῶν κενεώνων τε καὶ τῆς ὀσφύος, | |
οἱ δὲ καὶ ἀπὸ τοῦ ἥπατος.” “κενεῶνας” δὲ καλεῖ ἐκεῖνα τὰ μό‐ ρια τὰ ἀπὸ τοῦ τελευταίου πλευροῦ μέχρι τοῦ ὀστοῦ τῆς λαγόνος· | 105 | |
45 | δοκεῖ γὰρ ταῦτα παρὰ πάντα τὰ μόρια τά τε ὑπερκείμενα ἢ ὑπο‐ κείμενα, τυχὸν θώρακα καὶ ὑποχόνδρια καὶ γαστέρα καὶ κύστιν, κενότερα εἶναι. ἐπεί τοί γε καὶ ταῦτα οὔκ εἰσι κενά, ἀλλὰ πε‐ ριέχουσι τὰ λεπτὰ ἔντερα καὶ τὰ μεσεντέρια. ἁπλῶς οὖν αὐτὸς λέγει ὅτι ἄρχονται ἢ ἀπὸ τοῦ ἥπατος ἢ ἀπὸ τῶν κενεώνων. σὺ δὲ | |
2.1(50) | εἰπὲ ὅτι ‘καὶ πᾶς ὕδερος ἐπὶ ἀσθενείᾳ τοῦ ἥπατος γίνεται καὶ ἐπὶ ἀποτυχίᾳ τῆς αἱματοποιητικῆς δυνάμεωσ‘. ἀλλὰ καὶ τοῦτο ἢ κατὰ πρωτοπάθειαν ἢ κατὰ συμπάθειαν γίνεται. καὶ κατὰ συμπά‐ θειαν διαφόρως· ἢ γὰρ διὰ γειτνίασιν συμπάσχουσι τὰ μόρια ἢ διὰ συγγένειαν μεγίστων ἀγγείων, λέγω δὴ ἀξιολόγων φλεβῶν ἢ | |
55 | ἀρτηριῶν ἢ νεύρων καὶ τῶν τοιούτων. Εἶτα λοιπὸν συνελόντες οἱ ἐξηγηταὶ τὸν περὶ τῶν ὑδέρων λόγον, εἰς τέσσαρα κεφάλαια τὴν πᾶσαν θεωρίαν συνάγουσι. καὶ ἀρκτέον ἀπὸ τοῦ πρώτου κεφαλαίου καὶ λεκτέον ‘τί ἐστιν ὕδε‐ ρος;‘ ὕδερός ἐστι συναγωγὴ ὑγροῦ παρὰ φύσιν μεταξὺ περιτο‐ | |
60 | ναίου καὶ ἐντέρων, πρὸς ἀντιδιαστολὴν τῆς ὑγροκήλης· καὶ γὰρ κἀκείνη συναγωγή ἐστιν ὑγροῦ, ἀλλ’ οὐχὶ μεταξὺ περιτοναίου καὶ ἐντέρων, ἀλλ’ ἐν ἄλλοις μορίοις. ἀλλὰ δοκεῖ ἀτελῶς ἔχειν τὸν ὁρισμόν, ἐπειδὴ τὸν ἀνὰ σάρκα ὕδερον οὐ περιλαμβάνει· ὁ γὰρ ἀνὰ σάρκα, ἐν τῷ παντὶ σώματι οὔσης τῆς βλάβης, γίνεται, | |
65 | οὐ μὴν μεταξὺ περιτοναίου καὶ ἐντέρων. διὸ δεῖ εἰπεῖν ὅτι ὕδε‐ | |
ρός ἐστι συναγωγὴ ὑγροῦ παρὰ φύσιν μεταξὺ περιτοναίου καὶ ἐν‐ τέρων ἢ ἐν τῷ σαρκώδει μέρει τῶν μυῶν. Δεύτερον κεφάλαιόν ἐστιν, ἐν ᾧ δεῖ ἡμᾶς τὰ μόρια εἰπεῖν ἐν οἷς συνίσταται ὁ ὕδερος· ἢ γὰρ μεταξὺ περιτοναίου καὶ ἐν‐ | 106 | |
70 | τέρων ἢ ἐν τοῖς κενεῶσι καὶ ἐν τῇ ὀσφύϊ. λοιπὸν δεῖ εἰπεῖν τὸν τρόπον τῆς γενέσεως τῶν ὑδέρων. ἀλλὰ πρὸ τούτου δεῖ ἡμᾶς λῆμμά τι προσλαβεῖν ἔχον οὕτως· δεῖ εἰδέναι ὅτι μετὰ τὸ παρα‐ σχεθῆναι τὴν τροφὴν ἐν τῇ γαστρὶ ἀλλοιοῦται καὶ πέττεται· εἶ‐ τα μετὰ τὸ πεφθῆναι καὶ ἀλλοιωθῆναι καὶ χυλοποιηθῆναι, τὸ μὲν | |
75 | λευκότερον καὶ λιπαρώτερον εἰς τροφὴν κέχρηται ἡ γαστὴρ τῆς ἑαυτῆς οὐσίας—τὸ γὰρ ἔνδον τῆς γαστρὸς μέρος ἀπὸ τοῦ χυλοῦ τρέφεται—, τὸ δὲ λοιπὸν μέρος τοῦ χυλοῦ ὡς περίττωμα ἀποβάλ‐ λεται καὶ φέρεται διὰ τῶν μεσαραίων καὶ ἕλκει τὸ ἧπαρ πρὸς ἑ‐ αυτὸ καὶ ἀναφέρεται. εἶτα δευτέραν πέψιν ἀναδέχεται καὶ πρὸς | |
80 | τὴν οἰκείαν φύσιν καὶ οὐσίαν ἐξομοιοῖ αὐτό. εἶτα πάλιν τὸ ἧπαρ κρατεῖ τὸ ἀρκοῦν πρὸς τροφὴν αὐτοῦ, καὶ τὸ λοιπὸν ὡς περίττωμα ἀπω‐ θεῖ διὰ τῶν φλεβῶν ἐπὶ τὸ πᾶν σῶμα, καὶ οὕτως τρέφονται πάντα τὰ μόρια. ἐὰν οὖν συμβῇ τὴν ἀλλοιωτικὴν δύναμιν τοῦ ἥπατος κα‐ κῶς διατεθῆναι—κακῶς δὲ διατίθεται κατὰ δύο τρόπους ὡς πρὸς | |
85 | τὰ νῦν λεγόμενα· ἢ γὰρ ὁμοιομερῶς βλάπτεται ἢ ὀργανικῶς· καὶ ὁμοιομερῶς μέν, κατὰ δυσκρασίαν τινά, ὀργανικῶς δέ, ἢ δι’ ἔμ‐ φραξιν ἢ δι’ ὄγκον τινά—, κακῶς οὖν διατιθεμένης τῆς ἀλλοιω‐ τικῆς δυνάμεως τοῦ ἥπατος, ἀποτυγχάνει ἡ ἐξαιμάτωσις καὶ ἀπεπ‐ | |
τεῖται. καὶ τὸ μὲν λεπτομερὲς αὐτοῦ διεξέρχεται τὸν ὑμένα τοῦ | 107 | |
90 | ἥπατος, ἐπειδὴ λεπτός ἐστι, καὶ φέρεται ἀτμοειδῶς ἐν μέσῳ πε‐ ριτοναίου καὶ ἐντέρων. εἶτα λοιπὸν οὗτος ὁ ἀτμὸς λαμβάνων ἀεί‐ σε προσθήκην στέγεται ὡς ἐπὶ τὸν περιτόναιον, ἐπειδὴ οὐ διεξ‐ έρχεται τὸν περιτόναιον, στεγανοῦ αὐτοῦ ὄντος, καὶ τῇ προσθή‐ κῃ παχύνεται καὶ δίκην ὑετοῦ ἀντικαταρρεῖ, καὶ οὕτως ἀθροίζε‐ | |
95 | ται καὶ ποιεῖ τὸν ὕδερον. οὕτω γὰρ καὶ ἐπὶ τῶν βαλανείων ἐσ‐ τὶν ἰδεῖν· οἱ γὰρ ἀτμοὶ γινόμενοι περὶ τὴν ὀροφὴν παχύνονται, καὶ σταλαγμοὶ γινόμενοι ἀντικαταρρέουσι δίκην ὑετοῦ, ὡς εἴρη‐ ται. εἷς οὖν τρόπος ὑδέρου οὗτος ὁ ἐπὶ ἀσθενείᾳ τῆς ἀλλοιωτι‐ κῆς δυνάμεως γινόμενος τοῦ ἥπατος. | |
2.1(100) | Γίνεται ὕδερος καὶ κατὰ ἕτερον τρόπον, ἐπὶ ἀσθενείᾳ τῆς καθεκτικῆς δυνάμεως. τί γάρ; ὅτι ἐὰν ἀσθενὴς ᾖ ἡ καθεκτικὴ δύναμις, μετὰ τὸ ἄρξασθαι τὴν ἀλλοιωτικὴν ἀλλοιοῦν καὶ μετα‐ βάλλειν τὸν χυλὸν καὶ ἐξαιματοῦν αὐτόν, πρὸ ὥρας ἐπεγειρομένη ἡ καθεκτικὴ ἐξαφεῖ αὐτὸ καὶ φέρεται δι’ ὧνπερ ἀνῆλθεν ὁδῶν, | |
105 | ἐπὶ γαστέρα λέγω καὶ ἔντερα, καὶ ποιεῖ ἡπατηρὰν δυσεντερίαν ἐοικυῖαν πλύματι κρεῶν νεοσφαγῶν, ἐπειδὴ ἀρχὴν λαμβάνει πέ‐ ψεως ἤγουν ἐξαιματώσεως ὑπὸ τῆς ἀλλοιωτικῆς, οὐ τελείως δέ, διὰ τὸ τὴν καθεκτικὴν δύναμιν ἐξεῶσαι πρὸ ὥρας. ὅθεν τῷ χρό‐ νῳ ἀτροφοῦντα ἐπὶ τῇ ἡπατηρᾷ δυσεντερίᾳ πάντως ὕδερος ἐπιγίνε‐ | |
110 | ται, καὶ οὕτως ἀπόλλυνται. καὶ ἀναλογεῖ ἡ μὲν διάρροια τῆς γαστρὸς τῇ ἡπατηρᾷ δυσεντερίᾳ, ἡ δὲ ἐκχόλωσις τῷ ὑδέρῳ· εἴ τι | |
γάρ ἐστι διάρροια γαστρὸς ἐπὶ τῇ ἀποτυχίᾳ τοῦ χυλοῦ, τοῦτο ἐπὶ τοῦ ἥπατος ἡ δυσεντερία, καὶ εἴ τί ἐστιν ἐκχόλωσις ἐπὶ τῆς γαστρός, τοῦτο ἐπὶ τοῦ ἥπατος ὕδερός ἐστιν. εἶτα καὶ ἀπο‐ | 108 | |
115 | ροῦσιν ὅτι ‘διὰ τί ἐπὶ τῇ ἀποτυχίᾳ τῆς γαστρὸς οὐ γίνεται ὕδε‐ ρος, καίτοι δαψιλοῦς οὔσης τῆς ὕλης ἐπὶ τῆς γαστρός;‘ καὶ λέ‐ γομεν ὅτι ἐπειδὴ στεγανός ἐστιν ὁ ὑμὴν ἤγουν ἡ οὐσία τῆς γασ‐ τρός, οὐκ ἰσχύει ἀτμοειδῶς διεξελθεῖν, ἀλλ’ ἐκεῖσε στέγεται καὶ τῷ βάρει κενοῦται κάτωθεν καὶ ποιεῖ διάρροιαν, οὐ μὴν ὕδε‐ | |
120 | ρον. Τρίτον ἐστὶ κεφάλαιον, ἐν ᾧ δεῖ ἡμᾶς τὰς διαφορὰς τῶν ὑδέ‐ ρων ζητῆσαι. καὶ δεῖ εἰδέναι ὅτι ὕδερος ἢ μεταξὺ περιτοναίου καὶ ἐντέρων συνίσταται ἢ ἐν ὅλῳ τῷ σώματι. καὶ εἰ μὲν μεταξὺ περιτοναίου καὶ ἐντέρων συσταίη, ἢ ὑγρὸν μόνον ἐστὶ τὸ ἀθροι‐ | |
125 | ζόμενον καὶ ποιεῖ τὸν ἁπλῶς ὕδερον, ἢ μετὰ τοῦ ὑγροῦ καὶ πνεῦ‐ μά τι· καὶ ἢ τὸ ὑγρὸν ἐπικρατεῖ καὶ ποιεῖ τὸν ἀσκίτην, ἢ τὸ πνεῦμα ἐπικρατεῖ καὶ ποιεῖ τὸν τυμπανίαν. εἰ δὲ ἐν ὅλῳ τῷ σώ‐ ματί ἐστιν ἡ βλάβη, ἢ ὑγροῦ μόνον ἐστὶ συνάθροισις καὶ ποιεῖ τὸν λεγόμενον λευκοφλεγματίαν ἤγουν τὸν ἀνὰ σάρκα· εἰ δὲ με‐ | |
130 | τὰ τοῦ ὑγροῦ καὶ πνεύματά εἰσι συναναπεπλεγμένα, ποιεῖ τότε τὴν ὑδαλέαν λεγομένην ἕξιν. Καὶ ἀποροῦσιν ὅτι ‘ἐπὶ μὲν τῶν ἄλλων ὑδέρων οἳ μεταξὺ πε‐ ριτοναίου καὶ ἐντέρων 〈συνίστανται ἐπὶ ἀσθενείᾳ τῆς ἀλλοιω‐ τικῆς δυνάμεως τοῦ ἥπατος γίνονται· οἱ δὲ ἐν ὅλῳ τῷ σώματι〉 | |
135 | συνιστάμενοι οὐκ ἐπὶ ἀσθενείᾳ τῆς ἀλλοιωτικῆς δυνάμεως τοῦ ἥπατος γίνονται, ἀλλ’ ἐπὶ βλάβῃ τῆς ἐν ἑκάστῳ μορίῳ ἀλλοιωτι‐ κῆς δυνάμεως· πῶς οὖν ὁ Ἱπποκράτης λέγει πάντα ὕδερον ἐπὶ ἀσ‐ θενείᾳ τῆς ἀλλοιωτικῆς δυνάμεως τοῦ ἥπατος γίνεσθαι;‘ καὶ λέ‐ γομεν ὅτι ἐὰν καλῶς ἔχῃ ἡ ἀλλοιωτικὴ δύναμις τοῦ ἥπατος καὶ | 109 |
140 | δεόντως γίνεται ἡ πέψις καὶ ἡ ἐξαιμάτωσις, ἔδει μὴ γενέσθαι ὕδερον, ἀλλ’ ἄλλο τι πάθος· ἐὰν γὰρ ἐν ὅλῳ τῷ σώματί ἐστιν ἡ βλάβη καὶ οὐχὶ ἐν ἥπατι, ἔδει τυχὸν σαπῆναι καὶ ἀνάψαι πυρε‐ τὸν ἢ ἕτερον ποιῆσαι νόσημα. ἀλλὰ καὶ ὁ ἀνὰ σάρκα ὕδερος ἐπὶ ἀσθενείᾳ τῆς ἀλλοιωτικῆς δυνάμεως τοῦ ἥπατος γίνεται· ἐπὶ γὰρ | |
145 | τῇ ἀσθενείᾳ λεπτὸν καὶ ὑδαρὲς τὸ αἷμα γίνεται καὶ ὀλίγον, καὶ ἐντεῦθεν διὰ τὴν ὀλιγότητα ἀτροφοῦσι τὰ μόρια καὶ ἐπὶ τῇ ἀτ‐ ροφίᾳ γίνεται ὁ ἀνὰ σάρκα ὕδερος, ἀτόνως καὶ αὐτῶν διατιθεμέ‐ νων. οὐκοῦν πᾶς ὕδερος ἐπὶ ἀσθενείᾳ τῆς ἀλλοιωτικῆς δυνάμεως γίνεται. | |
2.1(150) | Τέταρτόν ἐστι κεφάλαιον, ἐν ᾧ δεῖ ἡμᾶς τὰ αἴτια εἰπεῖν τοῦ ὑδέρου. δεῖ εἰδέναι ὅτι δύο εἰσὶν αἴτια τὰ ποιητικὰ τοῦ ὑδέρου, ψῦξις καὶ ἡ παρὰ φύσιν θερμότης. καὶ πῶς γίνεται ὕδε‐ ρος ἐπὶ καταψύξει; εἴρηται ἡμῖν ὅτι ἐπὶ ἀσθενείᾳ τῆς ἀλλοιω‐ τικῆς δυνάμεως τοῦ ἥπατος γίνεται. ἡ δὲ θερμότης ποιεῖ ὕδερον | |
155 | τρόπῳ τοιούτῳ· ἡ θερμότης ἢ κατὰ φύσιν ἐστὶν ἢ παρὰ φύσιν. καὶ ἡ μὲν κατὰ φύσιν θερμότης ζωοποιητική ἐστι τοῦ ἡμετέρου σώματος, ἡ δὲ παρὰ φύσιν φθαρτική ἐστι καὶ ἀναστοιχειωτική. αὕτη οὖν ἡ παρὰ φύσιν θερμότης διαφορητική ἐστι τοῦ κατὰ φύ‐ | |
σιν θερμοῦ, καθ’ ἣν καὶ ἀπεψίαι τὸ τηνικαῦτα γίνονται. οὕτως | 110 | |
160 | γοῦν συμβαίνει ἡμᾶς ἐν τῷ θέρει ἐκλύτους καὶ χαύνους εἶναι 〈διὰ τὸ〉 ὑπὸ τῆς παρὰ φύσιν, λέγω δὴ τῆς ἐκτὸς θερμότητος, δραστηρίου τυγχανούσης, διαφορεῖσθαι τὸ κατὰ φύσιν ἡμῖν θερ‐ μόν. ἀλλὰ καὶ οἱ πυρέσσοντες διὰ τοῦτο ἁδροτέρας τροφὰς πέψαι οὐ δύνανται, ἐπειδὴ διαφορεῖται ἡ κατὰ φύσιν θερμότης, καθ’ | |
165 | ἣν αἱ πέψεις γίνονται, καὶ τῷ λόγῳ τούτῳ λεπτῇ τροφῇ τρέφομεν αὐτούς. ἐὰν οὖν συμβῇ δυσκρασίαν γενέσθαι ἐν τῷ ἥπατι, διαφο‐ ρεῖ τὸ κατὰ φύσιν θερμὸν τὸ ἐν τῷ ἥπατι· τούτου διαφορουμένου ψύχεται καὶ ἀποτυχία γίνεται τῆς ἐξαιματώσεως καὶ γίνεται ὁ ὕδερος· ὡς ἐντεῦθεν πάλιν τὸν ὕδερον ἐπὶ ψύξει κατὰ πρῶτον | |
170 | λόγον γίνεσθαι. — — — | |
171 | Οἱ δὲ ὕδρωπες οἱ ἐκ τῶν ὀξέων νοσημάτων γινόμενοι πάντες κακοί. οὔτε γὰρ τοῦ πυρὸς ἀπαλλάττουσιν ἐπώδυνοί τέ εἰσι κάρ‐ τα καὶ θανατώδεις [203.8—9 A.]: ἐντεῦθεν ἀπορία ἀναφαίνεται | |
175 | τοιαύτη, ὅτι ‘πῶς τὰ ἐναντία ἐν τῷ αὐτῷ συνίστανται; ὁ γὰρ πυρετὸς θερμόν τι χρῆμά ἐστι καὶ ξηρόν, ὁ δὲ ὕδερος ψυχρόν ἐστι πάθος καὶ ὑγρόν.‘ πρὸς ὅ τινες λέγουσιν ὅτι ‘ἡ χολὴ θερ‐ μή ἐστι καὶ ξηρὰ καὶ δριμεῖα. ἀλλὰ καὶ ὁ πυρετὸς ὑπὸ τοιαύτης ὕλης ἀνάπτεται, καὶ κατὰ πρωτοπάθειαν ἡ χολὴ τὸν πυρετὸν ἐξ‐ | |
180 | άπτει, τὸν δὲ ὕδερον ποιεῖ ἡ χολὴ κατὰ συμπάθειαν. θερμὴ γὰρ οὖσα διαφορεῖ τὸ κατὰ φύσιν θερμὸν τοῦ ἥπατος, καὶ ἐντεῦθεν | |
καταψύχεται καὶ ἀποτυγχάνει ἡ ἐξαιμάτωσις, καὶ λεπτὸν καὶ δί‐ υγρον γίνεται τὸ αἷμα καὶ ἀτμοειδῶς φέρεται μεταξὺ περιτοναίου καὶ ἐντέρων, καὶ ποιεῖ τὸν ὕδερον.‘ ἀνατρέπουσι δὲ αὐτούς τι‐ | 111 | |
185 | νες λέγοντες ὅτι ‘ἐὰν δραστήριος τοσοῦτόν ἐστιν ἡ θερμότης τῆς χολῆς, ὥστε τὸ κατὰ φύσιν θερμὸν διαφορῆσαι καὶ καταψῦξαι τὸ ἧπαρ, ἔδει τῇ δραστηρίῳ δυνάμει καὶ αὐτὸ τὸ ὑγρὸν ἐκδαπα‐ νῆσαι καὶ ξηρὸν ποιῆσαι νόσημα, οὐ μὴν ὑγρόν, λέγω δὴ ὕδερον‘. διὸ δεῖ εἰπεῖν αἰτίαν τοιαύτην, ὅτι κατὰ διαφέροντα μόρια | |
190 | τἀναντία συνίστανται· ἡ μὲν δυσκρασία ἤγουν ὁ πυρετὸς ἐν τῇ καρδίᾳ καὶ ἐν τῷ ἀρτηριώδει γένει—καὶ κατὰ σχέσιν τινὰ καὶ τὸ πᾶν σῶμα μετέχει τῆς θερμασίας, —τὸν δὲ ὕδερον μεταξὺ πε‐ ριτοναίου καὶ ἐντέρων συστῆναι. πῶς δὲ ὅλως γίνονται τὰ ἐναν‐ τία δεῖ εἰπεῖν. ἡ χολὴ κατὰ μὲν τὴν ποιότητα τὸν πυρετὸν ἀν‐ | |
195 | άπτει, τῇ δὲ ποσότητι βαρύνει τὰς ἐν ἥπατι δυνάμεις καὶ κατα‐ πνίγει καὶ καταβάλλει, καὶ ἐπὶ τῇ καταβολῇ ἀποτυγχάνει ἡ ἐξ‐ αιμάτωσις καὶ γίνεται ὕδερος. Ἄρχονται δὲ οἱ πλεῖστοι ἐκ τῶν κενεώνων τε καὶ τῆς ὀσ‐ φύος, οἱ δὲ καὶ ἀπὸ τοῦ ἥπατος [203.9—10 A.]: εἰρηκὼς ὁ Ἱπ‐ | |
2.1(200) | ποκράτης ὅτι “ἄρχονται οἱ πλεῖστοι ἐκ τῶν κενεώνων τε καὶ τῆς ὀσφύος”, τὸ κατὰ συμπάθειαν ἐδήλωσεν· εἰρηκὼς δὲ “οἱ δὲ καὶ ἀπὸ τοῦ ἥπατος”, τὸ κατὰ πρωτοπάθειαν. πᾶς γὰρ ὕδερος ἢ κατὰ | |
συμπάθειάν ἐστιν ἢ κατὰ πρωτοπάθειαν τοῦ ἥπατος. | 112 | |
2.2 | Ὁκόσοισι μὲν οὖν αἱ ἀρχαὶ ἐκ τῶν κενεώνων τε καὶ τῆς ὀσ‐ φύος γίνονται [203.10—204.1 A.]. Μεμαθήκαμεν ἀνωτέρω ὅτι ὁ κατὰ πρωτοπάθειαν ὕδερος τοῦ ἥπατος γίνεται, ἡνίκα ἐν αὐτῷ συσταίη τῷ ἥπατι τὸ πάθος, φλεγ‐ | |
5 | μονὴ τυχὸν ἢ σκίρρος ἢ οἴδημα ἢ ἔμφραξις ἢ ἕτερος ὄγκος ἢ δυσκρασία θερμὴ ἢ ψυχρά· τότε γὰρ καταβάλλονται αἱ φυσικαὶ δυ‐ νάμεις τοῦ ἥπατος, μάλιστα δὲ ἡ ἀλλοιωτικὴ αὐτοῦ δύναμις, καὶ ἀποτυγχάνει ἡ ἐξαιμάτωσις καὶ ἀπεπτεῖται καὶ γίνεται τὸ αἷμα λεπτὸν καὶ ὑδαρές, καὶ ἀτμοειδῶς διηθεῖται καὶ φέρεται μεταξὺ | |
10 | περιτοναίου καὶ ἐντέρων, καὶ γίνεται ὕδερος ὁ κατὰ πρωτοπά‐ θειαν τοῦ ἥπατος. Ὁ δὲ ὕδερος ὁ κατὰ πρωτοπάθειαν τῶν κενεώνων γινόμενος, ἤγουν ὁ κατὰ συμπάθειαν τοῦ ἥπατος, γίνεται, ἡνίκα ἐν τοῖς μορίοις ἐκείνοις ἐστὶ τὸ πάθος, τουτέστιν ἐν τοῖς κενεῶσι καὶ | |
15 | ἐν τῇ ὀσφύϊ. καὶ ποῖά εἰσι τὰ μόρια; ἐγὼ λέγω· ἡνίκα ἐστὶν ἐν τοῖς μεσαραϊκοῖς ὄγκος ἢ φλεγμονὴ ἢ ἔμφραξις, ἢ δυσκρασία ἐν τοῖς νεφροῖς ἢ ἐν τῷ σπληνὶ ἢ ἐν τῇ γαστρὶ ἢ ἐν τοῖς ἐντέροις· τότε γὰρ πάντως συμπάσχει τὸ ἧπαρ, ἢ διὰ τὴν γειτνίασιν, ὥσ‐ | |
περ γαστὴρ καὶ τὰ μεσάραια, ἢ διὰ τὸ τῶν ἀγγείων μέγεθος· | 113 | |
20 | ἀξιολόγους γὰρ φλέβας πέμπει ἐπὶ τὰ προειρημένα μόρια διὰ τὴν θρέψιν, καὶ ἐντεῦθεν ἄγεται εἰς συμπάθειαν τούτοις τὸ ἧπαρ. τί γάρ; ὅτι μεταλαμβάνει τῆς δυσκρασίας τὸ ἧπαρ καὶ καταβάλ‐ λονται αὐτοῦ αἱ φυσικαὶ δυνάμεις, καὶ μάλιστα ἡ ἀλλοιωτική, καὶ ἀπεπτεῖται τὸ αἷμα καὶ λεπτὸν καὶ ὑδαρὲς γίνεται καὶ ἀτ‐ | |
25 | μοειδῶς φέρεται μεταξὺ περιτοναίου καὶ ἐντέρων, καὶ γίνεται ὁ ὕδερος ὁ κατὰ συμπάθειαν τοῦ ἥπατος. Λοιπὸν σημείωσιν ἡμῖν παραδίδωσι πόθεν ἔχομεν γνῶναι εἴτε κατὰ πρωτοπάθειαν εἴτε κατὰ συμπάθειαν τοῦ ἥπατος ἐγένετο ὁ ὕδερος. καί φησιν ὅτι “ὁκόσοισι μὲν τῶν ὑδέρων ἐκ τῶν κενεώ‐ | |
30 | νων τε καὶ τῆς ὀσφύος ἄρχονται, οἵ τε πόδες οἰδαίνουσι”. καὶ οἱ πόδες οἰδαίνουσι τρόπῳ τοιούτῳ· οἱ πόδες πολὺ ἀφεστήκασι τῆς καρδίας καὶ ἄσαρκοι σχεδόν εἰσιν· ὀστώδεις γάρ εἰσι καὶ δῆλον καὶ ψυχροί. ἀλλὰ καὶ αὐτοῦ τοῦ ἐμφύτου θερμοῦ στερίσ‐ κονται· περὶ γὰρ τὰ πεπονθότα μόρια ἐναπασχολεῖται πρὸς ἄμυ‐ | |
35 | ναν τοῦ λυποῦντος. κἀντεῦθεν στερισκόμενοι τῆς ἀκτινοειδοῦς ἐλλάμψεως τοῦ ἐμφύτου θερμοῦ, καταβάλλονται αἱ ἐν αὐτοῖς φυ‐ σικαὶ δυνάμεις, καὶ τὸ τηνικαῦτα τὸ λόγῳ τροφῆς φερόμενον ἐν αὐτοῖς ἀπεπτεῖται καὶ εἰς ἀτμοὺς καὶ εἰς παχέα πνεύματα ἀνα‐ λύεται, καὶ οὕτως οἰδαίνουσιν οἱ πόδες. ἢ καὶ ἄλλως· πολλάκις | |
40 | ἰχῶρές τινες ἀπορρέουσιν ἐκ τῆς φλεγμονῆς καὶ παχέα πνεύματα, καὶ ὡς κατωφερῆ φέρονται ἐπὶ τοὺς πόδας, καὶ τῷ λόγῳ τούτῳ | |
οἰδαίνουσιν οἱ πόδες. αἱ δὲ χεῖρες οὐκ οἰδαίνουσι, καίτοι καὶ αὐτῶν πόρρω ἀφεστηκυιῶν, καὶ ὀστώδεις εἰσιν, ἀλλὰ καὶ τοῦ ἐμ‐ φύτου θερμοῦ ὡσαύτως ἐστέρηνται, διά τε τὴν ὕλην καὶ διὰ τὴν | 114 | |
45 | θέσιν. καὶ διὰ μὲν τὴν ὕλην, ἐπειδὴ παχέα εἰσὶ τὰ πνεύματα· λοιπὸν δὲ καὶ οἱ ἰχῶρες ἐπὶ τὰ κάτω βρίθουσιν. ἀλλὰ καὶ διὰ τὴν θέσιν, ὅτι ὑψηλοτέραν θέσιν ἔχουσιν αἱ χεῖρες. Ἀλλ’ ἴσως ἀπορήσει τις λέγων ὅτι ‘καὶ ἐπὶ τῇ πρωτοπαθείᾳ τοῦ ἥπατος οἰδαίνουσιν οἱ πόδες, καὶ οὐ μόνον ἐπὶ τῶν κενεώ‐ | |
2.2(50) | νων πασχόντων‘. καὶ λέγομεν ὅτι κἂν ἐν τῇ πρωτοπαθείᾳ τοῦ ἥπατος οἰδαίνουσιν οἱ πόδες, τελευταῖον καὶ μετὰ πολὺν χρόνον ἐπὶ τῇ πρωτοπαθείᾳ· ἐπὶ δὲ τῶν κενεώνων εὐθὺς ἐξ ἀρχῆς οἰδαί‐ νουσιν οἱ πόδες ἐπὶ τῇ πρωτοπαθείᾳ τῶν κενεώνων, ἐπειδὴ ἔγγισ‐ τά εἰσιν οἱ πεπονθότες τόποι. καὶ διὰ τοῦτο ἑτοίμως μεταλαμβά‐ | |
55 | νουσιν οἱ πόδες καὶ εὐθέως οἰδαίνουσιν. ἐπὶ δὲ τῇ πρωτοπαθείᾳ τοῦ ἥπατος μετὰ χρόνον τινὰ οἰδαίνουσι, διὰ τὸ πόρρω ἀφεστά‐ ναι τὸ ἧπαρ ἀπὸ τῶν ποδῶν. Λέγει καὶ δεύτερον σημεῖον, καί φησιν ὅτι ‘καὶ διάρροιαι πολυχρόνιοι γίνονται αὐτοῖσ‘. καὶ ἡ διάρροια γίνεται αὐτοῖς, | |
60 | ἡνίκα ἢ φλεγμονὴ ἢ ὄγκος τις ἢ ἔμφραξίς ἐστιν ἐν τοῖς μεσα‐ ραίοις ἢ ἐν τῇ νήστει ἢ ἐν τοῖς μεσεντερίοις· τὸ τηνικαῦτα γὰρ οὐκ ἀνάγεται ὁ χυλὸς εἰς ἧπαρ καὶ βλάπτεται ἡ ἑλκτικὴ δύ‐ ναμις, ἀλλὰ καὶ δι’ ὧν διοδεύει τόπων ἐμπεφραγμένων ὄντων, | |
ἀνοίγεται ὁ πυλωρὸς καὶ ἄγεται ὁ χυλὸς ἐπὶ τὰ ἔντερα καὶ καθ‐ | 115 | |
65 | υγραίνει τὴν κόπρον, καὶ γίνεται διάρροια. ἢ καὶ ἄλλως διάρ‐ ροια ἐπιγίνεται αὐτοῖς· ἐξ αὐτῆς πολλάκις τῆς δυσκρασίας φέ‐ ρονται ἰχῶρές τινες ἐπὶ τὰ ἔντερα καὶ δάκνουσι καὶ ἀνιῶσι, καὶ πρὸ ὥρας ἐπεγειρομένη ἡ ἀποκριτικὴ δύναμις ποιεῖ τὴν διάρροιαν. ἢ καὶ ἄλλως γίνεται αὐτοῖς διάρροια· ἐξ αὐτῆς τῆς δυσκρασίας | |
70 | πολλάκις μεταλαμβάνουσι τὰ ἔντερα, καὶ τὸ τηνικαῦτα κακῶς δια‐ τίθενται αἱ ἐν αὐτοῖς φυσικαὶ δυνάμεις, καὶ ἀπεπτεῖται τὸ λό‐ γῳ τροφῆς φερόμενον ἐν αὐτοῖς καὶ φέρεται ἄπεπτον, καὶ ποιεῖ τὴν διάρροιαν. αὕτη δὲ ἡ διάρροια εἰς οὐδὲν λυσιτελεῖ τοῖς ὑδεριῶσιν, ὅθεν ἐπιφέρει λέγων ὅτι “οὔτε τὰς ὀδύνας λύουσιν | |
75 | ... οὔτε τὴν γαστέρα λαπάσσουσι”, τυχὸν συμπέττουσι. ποίῳ δὲ λόγῳ αἱ ὀδύναι γίνονται; φανερόν ἐστι τῇ δήξει τῆς κακοχυμίας καὶ τῇ τάσει· τὸ γὰρ ὑγρὸν τὸ παρὰ φύσιν περίτασιν ποιεῖ. ἡ οὖν διάρροια οὐ παύει τὰς ὀδύνας, ἀλλ’ οὐδὲ τὴν γαστέρα λα‐ πάττει, ἐπειδὴ οὐ κενοῦται ἐκεῖνο τὸ ὑγρὸν τὸ παρὰ φύσιν τὸ | |
80 | ὂν μεταξὺ περιτοναίου καὶ ἐντέρων καὶ γαστρός, ἀλλ’ ἐκεῖνο κενοῦται τὸ χρηστόν, λέγω δὴ ὁ χυλός. ὅθεν σὺν τούτῳ καὶ ὁ ζωτικὸς τόνος συνεκκρίνεται, τὸ δὲ παρὰ φύσιν μένει ἐν οἷς τόποις ἠθροίσθη. Εἶτα λέγει καὶ τρίτον σημεῖον, ὅτι βὴξ αὐτοῖς πρόσεστιν. | |
85 | ἀλλὰ τοῦτο τὸ σημεῖον κοινόν ἐστιν, ἐπειδὴ καὶ ἐν τῇ πρωτοπα‐ θείᾳ τοῦ ἥπατος βὴξ προσγίνεται. ἀλλὰ διαφέρουσιν ὅτι ἐπὶ τῶν κατὰ πρωτοπάθειαν τοῦ ἥπατος εὐθέως ἐξ ἀρχῆς ἡ βὴξ προσγίνε‐ | |
ται αὐτοῖς. τί γάρ; ὅτι ἐπὶ τῆς φλεγμονῆς καὶ τοῦ ὄγκου τοῦ ἐν ἥπατι ὠθεῖται τὸ διάφραγμα καὶ ἀποστενοῦται ὁ θώραξ, ὡς | 116 | |
90 | νομίζειν τοὺς οὕτω πάσχοντας ὅτι περιουσία ὕλης ἐστί, καὶ ὑπ’ αὐτῆς ἐνδελεχοῦνται καὶ βήττουσι, προσδοκῶντες ἀπαλλαγῆναι τῆς τοιαύτης ἐνδελεχείας. καὶ οὐδὲν ὠφελοῦσι, μηδὲν ἀναπτύον‐ τες ἀξιόλογον, ὡς αὐτὸς παρακατιών φησιν. ἐπὶ δὲ τῇ πρωτοπα‐ θείᾳ τῶν κενεώνων τελευταῖον ἐπιγίνεται αὐτοῖς ἡ βήξ, ὅπερ | |
95 | κάκιστόν ἐστι σημεῖον ἐσχάτης ἀπογνώσεως· δηλοῖ γὰρ ὅτι τοσοῦ‐ τον ἐπλημμύρησεν ἡ παρὰ φύσιν ὑγρότης κατὰ ποσότητα, ὅτι οὐκ ἀρκεῖται στεχθῆναι μεταξὺ περιτοναίου καὶ ἐντέρων καὶ γαστρός, ἀλλὰ λοιπὸν καὶ ἐπὶ τὰ ἀναπνευστικὰ ἐχώρησε κἀκείνων λοιπὸν ἐπιλαμβάνεται, ὅπερ ἐσχάτης ἐστὶν ἀπογνώσεως τὸ σημεῖον τοῦτο. | |
2.2(100) | Οὕτως σημειωσάμενος τὸν κατὰ πρωτοπάθειαν τῶν κενεώνων γι‐ νόμενον ὕδερον, νῦν σημειοῦται καὶ τὸν ἐπὶ πρωτοπαθείᾳ τοῦ ἥπατος γινόμενον ὕδερον. καί φησιν ὅτι βὴξ ἐξ ἀρχῆς αὐτοῖς προσγίνεται τῷ λόγῳ τῆς φλεγμονῆς τοῦ ἥπατος· ὑπὸ γὰρ τῆς φλεγμονῆς καὶ τοῦ ὄγκου τοῦ ὄντος ἐν ἥπατι ὠθεῖται τὸ διάφραγ‐ | |
105 | μα καὶ κατασπᾶται, καὶ ἀποστενοῦται ὁ θώραξ καὶ ὁ πνεύμων καὶ ἡ τραχεῖα ἀρτηρία, καὶ ὡς ἐν στενοχωρίᾳ τυγχάνοντα, προσκρούει τὸ πνεῦμα καὶ ποιεῖ ἦχον, καὶ οὕτως βήττουσι. διὰ τοῦτο οὖν βήττουσιν εὐθέως κατ’ ἀρχὰς μὴ ἀναφέροντες ἀξιόλογόν τι, εἰ | |
μή τι τῶν εὑρισκομένων σιέλων. καὶ διὰ τοῦτο οὐκ ἀναφέρουσιν, | 117 | |
110 | ἐπειδὴ οὐκ ἔστιν ἐν τοῖς ἀναπνευστικοῖς ἡ ὕλη, ἀλλ’ ἐν τοῖς θρεπτικοῖς. Δεύτερον σημεῖον, ἡ κοιλία αὐτῶν ξηραίνεται διὰ τὴν ζέσιν τῆς φλεγμονῆς τῆς ἐν ἥπατι ἐξαναλισκούσης τὴν ἰκμάδα τὴν ἐν γαστρί, καὶ ἐξ ἀναγκῆς ξηραίνεται ἡ κόπρος καὶ οὐκ ἀποπα‐ | |
115 | τοῦσι. κἂν γὰρ περιουσία ὑγροῦ ἐστιν, οὐκ ἐν τῷ κύτει τῆς γασ‐ τρὸς περιέχεται, ἀλλ’ ἐν τοῖς μεταξὺ χωρίοις περιτοναίου καὶ ἐντέρων. Τρίτον σημεῖον, ὅτι καὶ ἐπὶ τούτων οἱ πόδες οἰδίσκουσι. καὶ κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐνταῦθα οἰδαίνουσι, καθ’ ὃν | |
120 | τρόπον καὶ ἐπὶ τῇ πρωτοπαθείᾳ τῶν κενεώνων, ὡς ἤδη εἴρηται. πλὴν ἐπὶ τούτων καὶ αἱ χεῖρες καὶ τὸ δέρμα τοῦ παντὸς σώματος οἰδαίνουσι. καὶ τίνι λόγῳ ταῦτα οἰδαίνουσιν; ἐπεὶ ἀποτυχίᾳ ἐσ‐ τὶ τῆς ἐξαιματώσεως, λεπτὸν καὶ ὑδαρές ἐστι τὸ αἷμα ἐξ οὗ τρέ‐ φονται, καὶ ἐντεῦθεν οἰδαίνουσιν. | |
125 | Τέταρτον σημεῖόν ἐστιν, ὅτι ἐπάρματά τινα γίνονται αὐτοῖς ἐν τοῖς δεξιοῖς καὶ ἐν τοῖς ἀριστεροῖς, γινόμενα καὶ πάλιν παυόμενα· τελευταῖον μέντοι γίνονται μέν, οὐ παύονται δέ, ἀλ‐ λὰ μένουσι. γίνονται δὲ τὰ ἐπάρματα ὑπὸ ὑγρότητός τινος καὶ ὑπὸ πνευμάτων πολλῶν. καὶ τίνι λόγῳ κατ’ ἀρχὰς μὲν γίνονται | |
130 | καὶ παύονται, τελευταῖον δὲ γίνονται μέν, οὐ παύονται δέ; τοῦ‐ | |
το πρὸς τὸ ἔμφυτον θερμόν· κατ’ ἀρχὰς ἐρρωμενέστερόν ἐστι, κἂν ἔπαθέ τι, καὶ ἡνίκα γένωνται τὰ ἐπάρματα ταῦτα, τὸ ἔμφυτον θερμὸν διαφορεῖ αὐτά. τελευταῖον μέντοι, ἐπειδὴ ἀδρανέστερόν ἐστι τὸ ἔμφυτον θερμόν, σχεδὸν κίνδυνός ἐστιν καὶ τοῦ ἀποσβεσ‐ | 118 | |
135 | θῆναι αὐτό· καὶ γίνονται μὲν τὰ ἐπάρματα, οὐ παύονται δέ, ἐπειδὴ οὐκ ἰσχύει τὸ ἔμφυτον θερμὸν αὐτὰ διαφορῆσαι. πλὴν καὶ ἐπὶ τῶν κατὰ πρωτοπάθειαν τῶν κενεώνων γίνονται τὰ ἐπάρματα ταῦτα, ἀλλ’ οὐ παύονται. ἀλλὰ καὶ ἄλλως διαφέρουσιν, ὅτι ἐπὶ τῶν κατὰ πρωτοπάθειαν τοῦ ἥπατος εἴκουσι τῇ ἁφῇ καὶ κοιλαί‐ | |
140 | νονται, ἐπὶ δὲ τῶν κατὰ πρωτοπάθειαν τῶν κενεώνων τὰ ἐπάρματα οὐκ εἴκουσι τῇ ἁφῇ, ἀλλ’ ἀντίτυπα μένουσιν ὡς ἐπὶ λίθου. καὶ τίνι λόγῳ ταῦτα γίνονται; λέγομεν ὅτι ἐν μὲν τῇ πρωτοπαθείᾳ τοῦ ἥπατος τὰ ἐπάρματα ὑπὸ φλεγματικωτέρας ὕλης γίνονται, ἡ δὲ τοιαύτη ὕλη μαλακή ἐστι, καὶ διὰ τοῦτο εἴκουσι τῇ ἁφῇ καὶ | |
145 | κοιλαίνονται· ἐπὶ δὲ τῇ πρωτοπαθείᾳ τῶν κενεώνων οὐκ εἴκουσι τὰ ἐπάρματα τῇ ἁφῇ, ἐπειδὴ ὑπὸ παχέων πνευμάτων γίνονται, τὰ δὲ παχέα πνεύματα τὰ ἐνισχόμενα οὐκ εἴκουσι τῇ ἁφῇ, δίκην ἀσ‐ κοῦ ἀκριβῶς πεφυσημένου. Δεύτερόν ἐστι κεφάλαιον, ἐν ᾧ καὶ ἕτερα σημεῖα ἡμῖν παρα‐ | |
2.2(150) | δίδωσι, μὴ μόνον ἐπὶ τῶν ὑδεριώντων θεωρούμενα, ἀλλὰ καὶ ἐπὶ ἑτέρων ὀξέων νοσημάτων. ὧν πρῶτόν γε σημεῖον λέγει τοιοῦτον, ὅτι κάκιστόν ἐστιν ἐπὶ τῶν ὀξέων νοσημάτων τὸ κατεψυγμένα | |
ἔχειν τὰ ἄκρα, κεφαλὴν λέγω καὶ χεῖρας καὶ πόδας, τὴν δὲ κοι‐ λίαν καὶ τὰς πλευρὰς καὶ τὰ σπλάγχνα καὶ τὸν θώρακα θερμὰ | 119 | |
155 | ἔχειν καὶ διακαίεσθαι· δηλοῖ γὰρ ἢ μεγάλην φλεγμονὴν ἢ ἐπιτε‐ ταμένην ὀδύνην ἢ καὶ ἀμφότερα. ἐπὶ γὰρ τῇ φλεγμονῇ καὶ τῇ ὀδύ‐ νῃ τῶν σπλάγχνων ὀλίγον αἷμα φέρεται ἐπὶ τὸ πᾶν σῶμα πρὸς ἀπο‐ τροφὴν τῶν μορίων· τὸ δὲ πλεῖστον τοῦ αἵματος φέρεται ἔνθα ἡ φλεγμονὴ καὶ ἡ ὀδύνη, καὶ ἐκεῖσε συρρεῖ. καὶ διὰ τοῦτο τὰ μὲν | |
160 | ἄκρα ψύχονται· ἔνθα δέ ἐστιν ἡ φλεγμονή, τυχὸν ἐν τοῖς σπλάγ‐ χνοις, διὰ τοῦτο διακαίονται. ἀγαθὸν δέ ἐστι σημεῖον καὶ ἄρισ‐ τον τὸ ὁμαλῶς καὶ ὁμοτίμως θερμὸν εἶναι τὸ πᾶν σῶμα καὶ μαλ‐ θακόν· δηλοῖ γὰρ ὅτι οὐκ ἔστι φλεγμονὴ ἢ ὀδύνη, ἀλλ’ οὐδὲ ὀξὺς πυρετός· ἐπὶ γὰρ τοῦ ὀξέος πυρετοῦ, κἂν ὁμοτίμως θερμὸν | |
165 | γίνηται τὸ πᾶν σῶμα, ἀλλ’ ὅμως ἐκείνη ἡ θερμότης οὐκ ἔστι μαλ‐ θακή, ἀλλὰ κατάξηρος καὶ ἐπιτεταμένη. Δεύτερον σημεῖον, κακόν ἐστιν ἐπὶ τῶν ὀξέων νοσημάτων τὸ δυσκινήτως ἔχειν ἐν τῷ στρέφεσθαι καὶ συστέλλειν τὰ μόρια, πόδας λέγω καὶ χεῖρας, καὶ ἐν τῷ μετεωρίζεσθαι, τυχὸν ἐν τῷ | |
170 | ἀνακαθέζεσθαι· δηλοῖ γὰρ ἐσχάτην ἀσθένειαν τῆς συνεκτικῆς δυ‐ νάμεως τῆς ἐν ἑκάστῳ μορίῳ συνεχούσης καὶ στηριζούσης τὸ σῶμα· ταύτης γὰρ ἀσθενούσης οὐκ ἀντέχεται τὸ σῶμα, ἀλλὰ τῷ βάρει δυσκινητεῖ. ἢ τοῦτο, ὅτι ἡ δυσκινησία γίνεται, ἀσθενούσης τῆς ψυχικῆς δυνάμεως, ἐν ᾗ κατὰ προαίρεσιν κινοῦνται τὰ μόρια· | |
175 | ταύτης γὰρ ἀσθενούσης οὐ κινοῦνται κατὰ προαίρεσιν, ὅπερ κά‐ κιστόν ἐστιν, ἐπειδὴ μεγάλην βλάβην ἐνδείκνυται τῆς ἀρχῆς τῶν | |
νεύρων, λέγω δὴ τοῦ ἐγκεφάλου, καὶ αὐτῶν τῶν νεύρων. Τρίτον σημεῖον, κακόν ἐστι τὸ πελιδνοῦσθαι ἢ μελαίνεσθαι τὰ ἄκρα ἐπὶ τῶν ὀξέων νοσημάτων· δηλοῖ γὰρ ἢ μεγίστην ὀδύνην ἢ | 120 | |
180 | θάνατον· ἐπὶ γὰρ τοῦ θανάτου ἐλάχιστος πυρετὸς περὶ τὰ σπλάγ‐ χνα τὸ τέως ἐμφωλεύει ἐκ τοῦ ἐμφύτου θερμοῦ, καὶ ὡς ἐπὶ τὰ ἐ‐ κεῖ λοιπὸν καὶ τὰ μόρια συντρέχουσι καὶ δοκοῦσιν ἀνασπᾶσθαι, προσδοκῶντα τυχεῖν τῆς ἑαυτῶν σωτηρίας. ἀλλὰ καὶ ἐπὶ τῶν ὀδυ‐ νῶν τῶν ἐπιτεταμένων, ὡς ἐπὶ κωλικῆς διαθέσεως καὶ τῶν νεφρι‐ | |
185 | τικῶν καὶ τῶν τοιούτων, τὰ μόρια συντρέχουσιν ὡς ἐπὶ τὸ ὀδυ‐ νώμενον μόριον, διὰ τὸ καὶ τὴν φύσιν ἐκεῖσε συννεύειν καὶ συν‐ τρέχειν. — — — | |
188 | Ὁκόσοισι μὲν οὖν τῶν ὑδέρων ἐκ τῶν κενεώνων τε καὶ τῆς | |
190 | ὀσφύος [203.10—204.1 A.]: “κενεῶνας” εἴωθε καλεῖν ὁ Ἱπποκρά‐ της ἐκεῖνο τὸ χωρίον τὸ ἀπὸ τῆς ἐσχάτης πλευρᾶς μέχρι τοῦ ὀσ‐ τοῦ τῆς λαγόνος, ἐπειδὴ κενότερον δοκεῖ εἶναι ὡς πρὸς τὰ ὑπερ‐ κείμενά τε καὶ ὑποκείμενα. ὡς δὲ τῷ Γαληνῷ δοκεῖ, ἐν τούτοις τοῖς κενεῶσι περιέχεται ἡ νῆστις, αἱ μεσαραϊκαὶ φλέβες καὶ οἱ | |
195 | νεφροί. τούτων οὖν φλεγμαινόντων ἢ καὶ ἑνὸς ἢ καὶ δύο, ἔστιν | |
ὅτε δὲ καὶ ὅλων, μεταλαμβάνει τῆς κακίας τὸ ἧπαρ καὶ βλάπτε‐ ται ἡ ἀλλοιωτικὴ δύναμις αὐτοῦ· καὶ ἐντεῦθεν ἀποτυγχάνει ἡ ἐξ‐ αιμάτωσις καὶ γίνεται ὕδερος ὁ κατὰ πρωτοπάθειαν μὲν τῶν κε‐ νεώνων, κατὰ συμπάθειαν δὲ τοῦ ἥπατος. | 121 | |
2.2(200) | Βῆξαί τε θυμὸς γίνεται αὐτέοισι καὶ ἀποπτύουσιν οὐδὲν ἄ‐ ξιον λόγου [204.4—5 A.]: “θυμὸν” ἐνταῦθα ἀκουστέον τὴν ἐπιθυ‐ μίαν. τί γάρ; ὅτι οἱ κατὰ πρωτοπάθειαν τοῦ ἥπατος ὑδεριῶντες, ὠθούμενον τὸ διάφραγμα ὑπὸ τῆς φλεγμονῆς τοῦ ἥπατος, στενοχω‐ ρεῖται ὁ πνεύμων καὶ ἐπιθυμοῦσι βήττειν· οὐδὲν δὲ ἀναφέρουσι | |
205 | βήττοντες, ἐπειδὴ οὐκ ἔστιν ἡ ὕλη ἐν τοῖς ἀναπνευστικοῖς, ἀλλ’ ἐν ἄλλοις μορίοις, λέγω δὴ καὶ ἐν τοῖς θρεπτικοῖς καὶ ἐν τῷ ὑμένι τῷ περικειμένῳ τῷ ἥπατι, καὶ ἐκεῖσε σφηνοῦται, καὶ βήτ‐ τοντες οὐδὲν ἀναπτύουσιν ἄξιον λόγου. ὀλίγιστον δὲ ὑγρὸν ἀνα‐ φέρουσιν· οὐδὲ γὰρ πάντῃ ἀμοιροῦσιν ὑγρότητος τὰ ἀναπνευστικὰ | |
210 | μόρια, ἀλλὰ περιγράφεται λεπτὸν πάντως ὑγρὸν καὶ ἐν τῷ θώρακι καὶ ἐν τῷ πνεύμονι καὶ ἐν τῇ τραχείᾳ ἀρτηρίᾳ. βήττοντες οὖν, ἐκ τούτων τῶν μορίων ὑγρὸν λεπτὸν μεθίεται ὀλίγιστον, καὶ τοῦ‐ το ἀποπτύουσιν, οὐ μὴν ἐκ τῆς ὕλης, ἐπειδὴ ἐν ἄλλοις μορίοις ἐστὶν ἐσφηνωμένη. | |
215 | Κεφαλὴ δὲ καὶ χεῖρες καὶ πόδες ψυχρὰ ἐόντα κακὸν τῆς τε κοιλίας καὶ τῶν πλευρῶν [204.9—10 A.]: ἀποροῦσιν ὅτι ‘οὐκ ἔσ‐ τι τοῦτο ἀληθές, οὐδὲ πάντως κακόν ἐστι τὸ τὰ ἄκρα ψύχεσθαι· ἐνδέχεται γὰρ ψύχεσθαι τὰ ἄκρα καὶ ἐν χειμῶνι καὶ ἐν γεροντι‐ κῇ ἡλικίᾳ ἀλλὰ καὶ ἐν ταῖς εἰσβολαῖς τῶν παροξυσμῶν. εἰ δὲ | |
220 | χρόνιον νόσημα, λειφαιμοῦντα τὰ ἄκρα καταψύχονται καὶ οὐκ ἔσ‐ τι κακὸν ἢ ἐπικίνδυνον· πῶς οὖν ἔφη ὁ Ἱπποκράτης ὅτι κακόν ἐστι τὸ ψύχεσθαι τὰ ἄκρα;‘ πρὸς ὃ ἀπολογούμεθα ὅτι ὁ Ἱπποκ‐ ράτης ἐνταῦθα περὶ ὀξέος νοσήματος ἐξετάζων ἐκάκισε τὸ τὰ ἄκ‐ ρα ψύχεσθαι. τί γάρ; ὅτι ὀξὺ νόσημα ὑπέθετο καὶ διακαῆ πυρε‐ | 122 |
225 | τὸν καὶ φλογώδη ζέσιν· καὶ ἐὰν τούτων ὑποκειμένων ψυχρὰ ἔσον‐ ται τὰ ἄκρα, πῶς οὐκ ἔσται κακόν; δηλοῖ γὰρ ἀσθένειαν καὶ κα‐ ταβολὴν τοῦ ἐμφύτου θερμοῦ καὶ ἧτταν τῆς φύσεως· καὶ πῶς οὐκ ἔστι κακὸν τὸ τοιοῦτον; Στρέφεσθαι δὲ χρὴ ῥηϊδίως τὸν νοσέοντα καὶ ἐν τοῖσι με‐ | |
230 | τεωρισμοῖσιν ἐλαφρὸν εἶναι [204.12—13 A.]: “μετεωρισμὸν” κα‐ λεῖ ὁ Ἱπποκράτης τὴν ἀβίαστον κίνησιν, ἵνα ἀβιάστως ἀνακαθέ‐ ζηται ὁ νοσέων καὶ στρέφηται. τί γάρ; δηλοῖ ῥώμην καὶ ἰσχὺν τῆς κινητικῆς δυνάμεως καὶ αὐτῆς τῆς ἀρχῆς, λέγω δὴ τοῦ ἐγκε‐ φάλου. οἱ γὰρ περὶ Διοκλέα, ἡ κίνησις διττή ἐστιν, ἐκ φέρον‐ | |
235 | τος καὶ φερομένου. καὶ φέρον μὲν ἐκάλουν τὴν δύναμιν τὴν κι‐ νητικήν, φερόμενον δὲ τὸ σῶμα· ὑπὸ γὰρ τῆς δυνάμεως φέρεται τὸ σῶμα, ἐπεί τοί γε ὅσον πρὸς ἑαυτὸ τὸ σῶμα βαρύ ἐστι καὶ βρῖθον. Καὶ τὸ ὅλον σῶμα καὶ τὰς χεῖρας καὶ τοὺς πόδας, ἐπικινδυ‐ | |
240 | νότερον [204.13—14 A.]: ἀποροῦσιν ὅτι ‘εἰπὼν “καὶ τὸ ὅλον σῶ‐ μα”, τί δήποτε ἐπήγαγε “καὶ τὰς χεῖρας καὶ τοὺς πόδας” καὶ ἰδίᾳ καὶ χωρὶς εἶπεν; τί γὰρ οὐκ ἠδύνατο εἰπεῖν “καὶ τὸ ὅλον σῶμα”, ἀλλ’ ἰδίᾳ καὶ χωρὶς ἔφη αὐτά;‘ πρὸς οὓς λέγομεν ὅτι κατ’ ἐξοχὴν τοῦτο πεποίηκεν· ἐπειδὴ γὰρ μάλιστα ἐν τούτοις | 123 |
245 | τοῖς μορίοις, χεῖρας λέγω καὶ πόδας, διαφαίνεται τὸ ἐπικινδυ‐ νότερον σημεῖον καὶ ἡ κακία τοῦ πάθους ἐν αὐτοῖς θεωρεῖται, καὶ διὰ τοῦτο κατ’ ἐξοχὴν ἐμνημόνευσεν αὐτῶν. Μελαινόμενοι δὲ παντελῶς οἱ δάκτυλοι ἢ οἱ πόδες ἧσσον ὀλέ‐ θριοι τῶν πελιδνῶν [205.2—3 A.]: ἡ μέλανσις ἐπίτασίς ἐστι τῆς | |
2.2(250) | πελιδνώσεως· πρότερον πελιδνοῦνται καὶ οὕτως μελαίνονται. καὶ ἀποροῦσί τινες ὅτι ‘ἐὰν ἡ μέλανσις ἐπίτασίς ἐστι τῆς πελιδνώ‐ σεως, πῶς ἔφη ὁ Ἱπποκράτης “καὶ οἱ δάκτυλοι πελιδνούμενοι, προσδόκιμος ὁ θάνατος, μελαινόμενοι δὲ παντελῶς οἱ δάκτυλοι καὶ οἱ πόδες, ἧσσον ὀλέθριοι τῶν πελιδνῶν”;‘ καὶ λέγομεν ὅτι | |
255 | ἡ μέλανσις διττή ἐστιν, ἡ μὲν κατὰ ἐπίτασιν τῆς πελιδνώσεως γίνεται, ἡ δὲ οὐχί. καὶ εἰ μὲν κατ’ ἐπίτασιν, ἐνδείκνυται με‐ γίστην σηπεδόνα, ἥτις κακίστη ἐστί. γίνεται μέλανσις καὶ κρι‐ τικῶς, ἡνίκα, ὀξέος ὑποκειμένου νοσήματος, ἐπεγερθῇ ἡ φύσις κριτικῶς καὶ ἀπορρίψῃ τὴν ὕλην ἐπὶ τὰ ἄκρα· καὶ ἐκεῖνα μὲν | |
260 | μελαίνονται, ἔστι δ’ ὅτε καὶ ἀποπίπτουσιν ὑπὸ τῆς ἐκριφείσης κακοχυμίας, ὁ δὲ ἄνθρωπος περισώζεται τοῦ κινδύνου καὶ ἐλευ‐ θεροῦται. ὁ οὖν Ἱπποκράτης ταύτην τὴν μέλανσιν ἐνταῦθα ἐκά‐ λεσεν ἧσσον ὀλέθριον τῶν πελιδνῶν. ἐπεί τοί γε ἐνδέχεται αὐ‐ | |
τὴν τὴν ἐκριφεῖσαν ὕλην κριτικῶς ἧττον μετέχειν κακίας, καὶ | 124 | |
265 | πελιδνοῦσθαι τὰς χεῖρας καὶ τοὺς πόδας, οὐ μὴν μελανθῆναι. | |
265 | ||
2.3 | Περὶ δὲ ὕπνου ὥσπερ καὶ κατὰ φύσιν ἡμῖν ξύνηθές ἐστι, τὴν μὲν ἡμέρην [205.9—10 A.]. Ἐντεῦθεν ἐπὶ τὴν ἀρχὴν τῶν νεύρων ἐπάνεισιν ὁ Ἱπποκρά‐ της, φημὶ δὴ τὸν ἐγκέφαλον, καὶ τοῦτον σημειοῦται ἀπὸ τῆς | |
5 | βλάβης τῆς ἐνεργείας· περὶ γὰρ ὕπνου διαλέγεται, ὁ δὲ παρὰ φύσιν ὕπνος ἐν βλάβαις τῶν ψυχικῶν ἐνεργειῶν θεωρεῖται, φη‐ μὶ δὴ τῆς κοινῆς αἰσθήσεως, ἤγουν τῶν κατὰ μέρος αἰσθήσεων, εἴ γε ἐδείχθη ἐν ἑτέροις πάσαις ταῖς κατὰ μέρος αἰσθήσεσι συν‐ εργοῦσα καὶ ἡ κοινὴ αἴσθησις, ὧν ἡ ἠρεμία τὸν ὕπνον ἐργάζεται. | |
10 | τριττὸς δὲ ὁ ὕπνος, ἢ κατὰ φύσιν ἢ παρὰ φύσιν ἢ μεταξὺ ἀμφο‐ τέρων. ἀλλ’ ἐπειδὴ περὶ ὕπνου ὁ λόγος, φέρε τὰ τέσσαρα γενε‐ σιουργὰ αἴτια τῶν ὕπνων προδιασκεψώμεθα. Καὶ ποιητικὸν μὲν αἴτιόν ἐστιν ἡ ἠρεμία τῶν κατὰ μέρος αἰσθήσεων καὶ τῆς κοινῆς αἰσθήσεως. καὶ ὅτι ποιητικὸν μὲν αἴ‐ | |
15 | τιόν ἐστι τοῦ ὕπνου ἡ ἠρεμία τῶν κατὰ μέρος αἰσθήσεων καὶ τῆς κοινῆς αἰσθήσεως πάντες ὡμοφώνησαν. περὶ δὲ ἕτερόν τι ἀμφιβάλ‐ λουσιν οἱ ἰατροὶ καὶ οἱ φιλόσοφοι, περὶ τῆς ἐνεργείας καὶ τῆς ἠρεμίας, εἴ γε ἀμφότερα ὑπὸ φύσεως καὶ κατὰ πρῶτον λόγον ἐπι‐ | |
τελοῦνται. καὶ οἱ μὲν ἰατροὶ ἀμφότερα ὑπὸ φύσεως λέγουσιν | 125 | |
20 | ἐπιτελεῖσθαι καὶ κατὰ πρῶτον λόγον, δεικνύντες τὸν τρόπον τοῦ‐ τον· ἡ φύσις πολλὴν πρόνοιαν καὶ φροντίδα περὶ τῶν ὑπ’ αὐτῆς γινομένων ποιεῖται, καὶ ποιήσασα τὴν ἐνέργειαν ἐπετήδευσε καὶ τὴν ἠρεμίαν, ἵνα μὴ τῇ ἀεννάῳ κινήσει καὶ ἐνεργείᾳ φθείρωνται τὰ μόρια καὶ ἐν αὐτοῖς καταβληθῶσιν αἱ δυνάμεις. διό, ὡς εἴ‐ | |
25 | ρηται, καὶ τὴν ἐνέργειαν καὶ τὴν ἠρεμίαν κατὰ πρῶτον λόγον ἐποίησεν ἡ πάνσοφος φύσις, ἵνα μετὰ τὴν ἐνέργειαν ἠρεμοῦντα, ἀνάπαυλαν καὶ ἀνακωχὴν λαμβάνοντα, ἐν αὐτοῖς αἱ δυνάμεις πά‐ λιν πρὸς ὁρμὴν τῆς ἐνεργείας ἀκόπως ἐπιβαίνωσιν. ἢ οὐχ ὁρῶμεν τὰ ἀγαθὰ τὰ γινόμενα ἐν τοῖς ὕπνοις, τὴν διάφορον πέψιν καὶ | |
30 | τὴν διάκρισιν τῶν χυμῶν καὶ τὰ τοιαῦτα; ὅθεν τινὲς τὸν ὕπνον οὐκ ἠθέλησαν ἠρεμίαν καλέσαι, ἀλλ’ ἐπιτεταμένην κίνησιν τῶν φυσικῶν δυνάμεων. Οἱ δὲ φιλόσοφοι λέγουσι κατὰ πρῶτον λόγον τὴν ἐνέργειαν ἀποτελεῖσθαι ὑπὸ τῆς φύσεως, τὴν δὲ ἠρεμίαν παρακολούθημά τι | |
35 | εἶναι, κατασκευάζοντες οὕτως, ὅτι ἡ φύσις διὰ τοῦτο ἐποίησε καὶ τὴν διάφορον ποικιλίαν τῶν μορίων κατεσκεύασε, διὰ τὴν ἐνέργειαν, ἵνα ἀμέμπτως καὶ κατὰ πρῶτον λόγον ἐπιτελῆται ἡ ἐνέργεια, ἡ δὲ ἠρεμία παρακολουθεῖ, ἵνα μετὰ τὴν ἐνέργειαν καὶ ἠρεμῶσι τά τε μόρια καὶ αἱ δυνάμεις. | |
40 | Καὶ ἐπειδὴ φύσεως ἐμνημονεύσαμεν, τριττὴ δέ ἐστιν αὕτη, εἴπωμεν ὑπὸ ποίας φύσεως προνοίᾳ ἐπιτελεῖται ἡ ἠρεμία, ἤγουν ὁ ὕπνος. ἔστι γὰρ ἡ φυτικὴ ψυχή, ἔστιν ἡ λογικὴ ψυχή, ἔστι καὶ | |
ἡ ἄλογος ψυχή. ὑπὸ ποίας ἄρα τούτων ἐπιτελεῖται ὁ ὕπνος; καὶ ὑπὸ μὲν τῆς φυτικῆς οὐδαμῶς, ἐπεὶ ὤφειλον καὶ τὰ φυτὰ ὑπνοῦν· | 126 | |
45 | ἀλλ’ ὑπὸ τῆς λογικῆς οὐδαμῶς, ἐπεὶ ὤφειλε μόνος ὁ ἄνθρωπος ὑπ‐ νοῦν· οὐκοῦν προνοίᾳ τῆς ἀλόγου ψυχῆς. διάφοροί εἰσιν ἐν αὐτῇ δυνάμεις κινητικαί· ἔστι γὰρ ζωτική, ἔστι καὶ κινητική. ὑπὸ ποίας ἄρα τούτων ἐπιτελεῖται ὁ ὕπνος; ὑπὸ μὲν τῆς ζωτικῆς οὐ‐ δαμῶς· αὐτὴ γὰρ ἀεὶ ἐνεργεῖ κατά τε τὴν σφυγμικὴν καὶ τὴν ἀνα‐ | |
2.3(50) | πνευστικήν. ἀλλ’ ἴσως ἀπορεῖ τις λέγων ὅτι ‘καὶ πῶς οὐ φθεί‐ ρονται τῇ ἀεννάῳ κινήσει καὶ ἐνεργείᾳ;‘ καὶ λέγομεν ὅτι οὐκ ἔστι μία καὶ ἡ αὐτὴ κίνησις, ἀλλὰ δύο ἐναντίαι· μεταξὺ δὲ δύο ἐναντίων κινήσεων πάντως μεταξυλαβεῖται ἠρεμία. ἐπὶ μὲν τῆς σφυγμικῆς ἐστι συστολὴ καὶ διαστολή, καὶ ἐν τῷ μέσῳ, ἐν ᾧ ἀλ‐ | |
55 | λήλας διαδέχονται, ἔστιν ἠρεμία. ἀλλὰ καὶ ἐπὶ τῆς ἀναπνοῆς ἐσ‐ τιν εἰσπνοὴ καὶ ἐκπνοή, καὶ μεταξυλαβεῖται ἠρεμία. ἐν ταύταις οὖν ταῖς εἰρημέναις ἀνακωχὴν λαμβάνουσαι αἱ ζωτικαὶ δυνάμεις ἀποτελοῦσι τὴν οἰκείαν ἐνέργειαν. ἀλλ’ οὐδὲ ὑπὸ τῆς κινητικῆς δυνάμεως ἀποτελεῖται ὁ ὕπνος, ἐπειδὴ αἱ καθ’ ὁρμὴν κινήσεις | |
60 | προαιρέσει δουλεύουσιν, ὁ δὲ ὕπνος προαιρέσει οὐ δουλεύει. λείπεται οὖν προνοίᾳ ὑπὸ τῆς ἀλόγου ψυχῆς καὶ τῆς κατὰ μέρος αἰσθήσεως καὶ τῆς κοινῆς αἰσθήσεως ἐπιτελεῖσθαι τὸν ὕπνον. | |
κατὰ συμβεβηκὸς δὲ καὶ ὑπὸ τῆς ἠρεμίας τῆς φαντασίας καὶ τῆς μνήμης ἐπιτελεῖται ὁ ὕπνος. τί γάρ; ἠρεμουσῶν τῶν αἰσθήσεων, | 127 | |
65 | οὐκ ἀναπέμπονται τύποι ἐπὶ τὴν φαντασίαν, ἐν ᾗ ὤφειλον φαν‐ τασθῆναι, καὶ ἐντεῦθεν ἠρεμεῖ· καὶ ἰδοὺ κατὰ μὲν πρῶτον λόγον ὑπὸ τῶν αἰσθήσεων ἐπιτελεῖται ὁ ὕπνος· κατὰ συμβεβηκὸς δὲ καὶ ὑπὸ τῆς ἠρεμίας τῆς φαντασίας καὶ τῆς μνήμης. Ἀλλ’ ἴσως ἀπορεῖ τις λέγων ὅτι ‘εἰ οὖν ἡ φαντασία ἐν τοῖς | |
70 | ὕπνοις ἠρεμεῖ, πῶς ὀνειρώττομεν ἐν τοῖς ὕπνοις, εἰ μὴ ὅτι τῆς φαντασίας ἐνεργούσης;‘ καὶ λέγομεν ὅτι ἐν τῷ κατὰ φύσιν ὕπνῳ ἡ φαντασία πάντως ἠρεμεῖ, ὅθεν οὐδὲ ὀνειρώττομεν ἐν τῷ κατὰ φύσιν ὕπνῳ· εἰ μὴ γὰρ αἱ αἰσθήσεις πέμπουσι τοὺς τύπους τῇ φαντασίᾳ, οὐκ ἐνεργεῖ. τούτων δὲ ἠρεμουσῶν ἐν τῷ ὕπνῳ, καὶ ἡ | |
75 | φαντασία ἠρεμεῖ καὶ ἡ μνήμη ἐν τῷ κατὰ φύσιν ὕπνῳ. οὐδὲν γάρ ἐστι φαντασία ἢ μονὴ καὶ στάσις τῶν φαντασθέντων. Ὑλικὸν δὲ αἴτιόν ἐστι τοῦ ὕπνου ἡ ἀναπεμπομένη χρηστὴ ὑ‐ γρότης, ἥτις φερομένη ἐπὶ τοὺς πόρους τῶν νεύρων καὶ περὶ τὰς ῥίζας αὐτῶν παρεμποδίζει καὶ παρακωλύει διεξελθεῖν τὸ ψυχικὸν | |
80 | πνεῦμα· τούτου γὰρ κωλυομένου, οὐ διοδεύει καὶ διαλάμπεται ἀκ‐ τινοειδῶς ταῖς αἰσθήσεσιν, ἀλλ’ ἠρεμίαν ἔχουσιν, ὅπερ ὁ κατὰ φύ‐ σιν ἐστὶν ὕπνος. καλῶς δὲ εἴπομεν ὅτι παρακωλύει διεξελθεῖν τὸ ψυχικὸν πνεῦμα· οὐδὲ γὰρ πάντῃ ἐμφράττει τὰς ῥίζας τῶν νεύρων καὶ τοὺς πόρους ἡ χρηστὴ ὑγρότης, ἀλλ’ ἐπιπολαίως, ὥστε μοῖρά | |
85 | τις τοῦ ψυχικοῦ πνεύματος διεξέρχεται. οὕτως γὰρ καὶ ἐπὶ τῶν | |
ἐκτὸς ὁρῶμεν ἐπὶ τοῦ ἡλίου, ἡνίκα καθαρὸν νέφος ὑποδράμῃ τῷ ἡλίῳ, τὴν μὲν ἀκτῖνα αὐτοῦ κωλύει διεξελθεῖν· τὸ δὲ φῶς δι‐ εξέρχεται καὶ ποιεῖ τὴν ἡμέραν. οὕτως οὖν καὶ ἐνταῦθα διεξέρ‐ χεται μοῖρά τις ψυχικὴ τοῦ ψυχικοῦ πνεύματος, ὡς δηλοῖ τὸ ἐν | 128 | |
90 | τῷ ὑπνώττειν ἡμᾶς συγγινώσκειν πολλάκις τὰ γινόμενα καὶ τὰ λεγόμενα ἀκούομεν, ἐν οἱῳδήποτε ὑπνοῦντες οἴκῳ. εἰ δὲ ἀχλυω‐ δέστερον καὶ παχύτερόν ἐστι τὸ ὑγρὸν καὶ μείζων ἡ ἔμφραξις γένηται, τότε οὐχ ὕπνος ἐστὶ σχεδόν, ἀλλ’ ἀποπληξία ἢ κῶμα καὶ τὰ τοιαῦτα. ὥσπερ πάλιν ἐπὶ τοῦ ἡλίου ἐὰν νέφος ζοφῶδες καὶ | |
95 | παχὺ ὑποδράμῃ αὐτόν, τότε οὐ μόνον τὴν ἀκτῖνα κωλύει, ἀλλὰ καὶ τὸ φῶς, ὡς δοκεῖν ἡμᾶς ὁρῶντας πολλάκις τοῦτο γινόμενον ἐν ἡμέρᾳ ὡς ἑσπέραν εἶναι. εἰ δὲ γεωδέστερόν ἐστι τὸ ὑγρόν, παντελῆ ποιεῖται τὴν ἔμφραξιν καὶ θάνατον ἐπιφέρει, οὐ μὴν ὕπνον. οὕτως γὰρ καὶ ὁ ἥλιος ὑπόγειος γινόμενος καὶ σκεπόμενος | |
2.3(100) | ὑπὸ τοῦ πάχους τῆς γῆς, στερεῖται ὁ ἀὴρ οὗτος τοῦ φωτίζοντος καὶ γίνεται ἡ νύξ. τοῦτο οὖν καὶ τὸ ὑλικόν ἐστιν αἴτιον, ἡ χρηστὴ ὑγρότης. Ὀργανικὸν δὲ αἴτιόν ἐστιν αὐτὸς ὁ ἐγκέφαλος ἐν ᾧ χορηγεῖ‐ ται ἡ ὑγρότης. | |
105 | Τελικὸν δὲ αἴτιόν ἐστι δι’ ὃ ἐγένετο αὐτὸς ὁ ὕπνος, λέγω δὴ διὰ τὴν ἀνάπαυλαν τῶν δυνάμεων. Δεύτερόν ἐστιν κεφάλαιον, ἐν ᾧ δεῖ ἡμᾶς τέσσαρά τινα περὶ | |
τοῦ ὕπνου εἰπεῖν καὶ ζητῆσαι, τὸ ποσὸν τοῦ ὕπνου, τὸ ποιόν, τὸν καιρόν, τὸν τρόπον τῆς χρήσεως. | 129 | |
110 | Καὶ ἀρκτέον ἀπὸ τοῦ ποσοῦ. τὸ ποσὸν τοῦ ὕπνου μήτε πολὺ δεῖ εἶναι μήτε βραχύ· ὁ γὰρ πολὺς ὕπνος περιττωματικὸν τὸ σῶ‐ μα δηλοῖ καὶ αὐτὴν τὴν ἀναπεμπομένην ὑγρότητα. ὁ δὲ βραχὺς ὕπ‐ νος δηλοῖ ἔνδειαν ὑγρότητος καὶ λεπτὴν καὶ ἀερώδη φύσιν τοῦ ὑγροῦ· τὸ τηνικαῦτα γὰρ ἑτοίμως διαφορεῖται, καὶ διὰ τοῦτο | |
115 | βραχὺς γίνεται ὁ ὕπνος. ἀλλὰ δεῖ μέσον αὐτὸν εἶναι, μήτε πολὺν μήτε βραχύν. Κατὰ δὲ ποιότητα, οὐ δεῖ τὸν ὕπνον βαθὺν εἶναι καὶ κατα‐ φορικόν· κακὸν γάρ ἐστι· δηλοῖ γὰρ παχεῖαν τὴν ὑγρότητα. ἀλλ’ οὔτε ἐπιπόλαιον δεῖ εἶναι τὸν ὕπνον καὶ ἑτοιμοεγρήγορον· δη‐ | |
120 | λοῖ γὰρ λεπτὴν τὴν ὑγρότητα καὶ εὐδιαφόρητον. ἀλλὰ δεῖ αὐτὸν μέσως πως εἶναι. Κατὰ δὲ τὸν καιρόν, δεῖ ἐν τῇ νυκτερινῇ ὥρᾳ ἐπιτελεῖσθαι τοὺς ὕπνους· τότε γὰρ ἐπιτηδειότης ἐστὶ τῆς ἠρεμίας ἐπὶ παν‐ τὸς ζῴου. | |
125 | Ἀλλ’ ἴσως ἐρεῖ τις ὅτι ‘καὶ πῶς τινας ὁρῶμεν τῶν τεχνι‐ τῶν ἐν μὲν τῇ νυκτὶ κάμνοντας, ἐν δὲ τῇ ἡμέρᾳ ὑπνοῦντας, καὶ ὑγιεινῶς διάγοντας, ὥσπερ μάγκιπες καὶ χαλκεῖς;‘ πρὸς ὅ φαμεν ὅτι ἐν τοῖς χρόνοις τοῦ Ἱπποκράτους πάντες εὐτάκτως ἐβίουν καὶ οὐκ ἦν τοιαύτη κατάστασις, ἀλλὰ κοσμίως ἔζων. οὕτως γὰρ | |
130 | καὶ ἐπὶ τῶν ἐκτὸς ὁρῶμεν ὅτι, ἀνίσχοντος τοῦ ἡλίου καὶ ἡμέρας | |
γινομένης, πάντα τὰ ζῷα ἐπὶ τὰ πλεῖστα ὁρμῶσι πρὸς τὴν ἐνέρ‐ γειαν· ὑπὸ γῆν δὲ γινομένου τοῦ ἡλίου, πάλιν ἐν ἡσυχίᾳ διάγου‐ σι τὰ ζῷα. οὕτως καὶ οἱ τότε ἄνθρωποι κοσμικὴν τάξιν ἐφρόντι‐ ζον, καὶ ἐν μὲν τῇ νυκτὶ ὕπνουν, ἐν δὲ τῇ ἡμέρᾳ ἐνήργουν. δεῖ | 130 | |
135 | γὰρ εἰδέναι ὅτι ἐν τῇ νυκτί ἐστιν ὁ κατὰ φύσιν ὕπνος, ἐπειδὴ τοῦ ἡλίου ὑπὸ γῆν γινομένου στερεῖται ὁ ἀὴρ τοῦ φωτίζοντος καὶ πρὸς ἐνέργειαν ποιοῦντος τὰς αἰσθήσεις κινεῖσθαι. τί γάρ; ὅτι ἀπόντος τοῦ φωτίζοντος, οὐκ ἀντιλαμβάνονται αἱ αἰσθήσεις περὶ τὰ αἰσθητά, καὶ λοιπὸν ἠρεμοῦσι, καὶ διὰ τοῦτο ἐν νυκτὶ | |
140 | μάλιστα ἐπιτελεῖται ὁ κατὰ φύσιν ὕπνος. ἢ καὶ ἄλλως· ἑκάστη νὺξ πρὸς τὴν οἰκείαν ἡμέραν ψυχροτέρα ἐστίν. ἐν γοῦν τῇ νυκτὶ ὑπὸ τῆς ψύξεως στεγνοῦται ἡ ἐπιφάνεια τοῦ δέρματος, καὶ τῇ στεγνώσει περιστέλλεται τὸ ἔμφυτον θερμὸν καὶ συννεύει ἐπὶ τὸ βάθος· δηλονότι καὶ ἡ φύσις συννεύει ἐπὶ τὸ βάθος· καὶ λοιπὸν | |
145 | οὐκ ἐλλάμπεται ταῖς αἰσθήσεσι, καὶ τὸ τηνικαῦτα ὁ κατὰ φύσιν ὕπνος ἕπεται τῇ νυκτί. ἵνα δὲ ἐπὶ τὸ τελειότερον ἀγάγωμεν τὸν λόγον, δεῖ ἡμᾶς ἐκ διαιρέσεως προελθεῖν καὶ εἰπεῖν οὕτως, ὅτι ὁ ὕπνος ἢ καὶ ἐν τῇ νυκτὶ καὶ ἐν τῇ ἡμέρᾳ ἐπιτελεῖται, καὶ ἔστι κακός· δηλοῖ γὰρ ἢ ἀποπληξίαν ἢ κάρον ἢ κῶμα ἢ ἕτερόν τι | |
2.3(150) | τοιοῦτον· ἔστι δ’ ὅτε καὶ θάνατον ἐπιφέρει. ἢ οὐδὲ ἐν τῇ νυκ‐ τὶ οὐδὲ ἐν τῇ ἡμέρᾳ. οὗτος δὲ οὐκ ἔστιν ὕπνος, ἀλλ’ ἀγρυπνία, ὅπερ καὶ τοῦτο κακόν ἐστι· δηλοῖ γὰρ ἐπιτεταμένην ξηρότητα καὶ ἐλαχίστην ὑγρότητα, ἥτις καὶ αὐτὴ λεπτὴ οὖσα διαφορεῖται, καὶ διὰ τοῦτο οὐχ ὑπνοῦσιν. ἢ ἐν τῇ νυκτὶ ἐπιτελεῖται, καὶ | |
155 | ἔστιν οὗτος ἀγαθὸς ὕπνος καὶ κατὰ φύσιν, ὡς ἤδη ἡ αἰτία εἴρη‐ ται πρόσθεν. ἢ ἐν τῇ ἡμέρᾳ ἐπιτελεῖται μόνον. οὗτος δὲ ἧττόν ἐστιν ἀγαθὸς ὡς πρὸς τὸν ἐν νυκτὶ ἐπιτελούμενον· τῶν δὲ ἄλλων καλλίων ἐστὶν οὗτος. τί γάρ; ὅτι πολλάκις διά τινα ἐπιτεταμέ‐ νην ὀδύνην ἢ φροντίδα τινὰ οὐκ ἐκοιμήθησαν ἐν τῇ νυκτί, καὶ | 131 |
160 | ὅπερ ἐν τῇ νυκτὶ σφάλμα γέγονε, δέον ἐν τῇ ἡμέρᾳ ἀναπληρωθῆ‐ ναι τὸ σφαλὲν καὶ ἀνάπαυλαν καὶ ἄνεσιν γενέσθαι τῶν δυνάμεων. πλὴν καὶ τοῦτο δεῖ σε εἰδέναι, ὅτι καὶ τῆς ἡμέρας κάλλιόν ἐσ‐ τιν ἐν τῷ ἑωθινῷ ὑπνῶσαι, ἐπειδὴ τὸ ψυχρότερόν ἐστι τὸ ἑωθι‐ νὸν τῆς ἡμέρας. | |
165 | Ὁ δὲ τρόπος τῆς χρήσεως τοῦ ὕπνου ἐστίν, ἵνα εἱρμῷ τινι καὶ ἀκολουθία καὶ συνέχεια φυλάττηται ἐν τῷ ὕπνῳ καὶ μὴ δια‐ κόπτεσθαι τὸν ὕπνον. ὁ γὰρ εἱρμῷ τινι καὶ ἀκολουθίᾳ γινόμενος ὕπνος χρηστὴν ὑγρότητα ἐνδείκνυται. ὁ δὲ διακοπτόμενος ὕπνος δηλοῖ λεπτὴν τὴν ὑγρότητα καὶ εὐδιαφόρητον· καὶ καθ’ ἣν διε‐ | |
170 | φορήθη, διακόπτεται ὁ ὕπνος καὶ διϋπνίζονται. ἢ πολλάκις δια‐ κόπτεται ὁ ὕπνος ὑπὸ φροντίδος πολλῆς. τί γάρ; κοιμᾶται, καὶ αὐτὴ ἡ φροντὶς διϋπνίζει αὐτόν, καὶ πάλιν κοιμᾶται, καὶ πάλιν | |
ἡ φροντὶς διϋπνίζει αὐτόν, καὶ οὕτως διακόπτεται ὁ ὕπνος. | 132 | |
2.4 | Διαχώρημα δὲ ἄριστόν ἐστι μαλθακόν τε καὶ συνεστηκὸς καὶ τὴν ὥρην ἥνπερ καὶ ὑγιαίνοντι διεχώρει, πλῆθος δὲ πρὸς λόγον τῶν εἰσιόντων [206.3—5 A.]. Μεμαθήκαμεν ὅτι τριττή ἐστιν ἡ πέψις· ἔστι γὰρ πρώτη ἡ | |
5 | χυλοποίησις, ἧς περίττωμά ἐστιν ἡ κόπρος· δευτέρα δὲ πέψις ἡ ἐν ἥπατι γινομένη, ἡ ἐξαιμάτωσις, ἧς περίττωμά ἐστι τὸ οὖρον· τρίτη πέψις ἐστὶν ἡ ἐν ἑκάστῳ μορίῳ, ἤγουν ἡ ἐν τῷ παντὶ σώ‐ ματι πέψις καὶ ἐξομοίωσις, ἧς περίττωμά ἐστιν ἡ ἄδηλος διαπ‐ νοή. νῦν οὖν περὶ τοῦ περιττώματος τῆς πρώτης πέψεως διαλέγε‐ | |
10 | ται, λέγω δὴ τῆς κόπρου. καὶ τοῦτο σημειοῦται ἀπὸ ἕξ τινων, ἀπὸ τῆς ποσότητος, ἀπὸ τῆς συστάσεως, ἀπὸ τοῦ καιροῦ, ἀπὸ τῆς χροιᾶς, ἀπὸ τῆς ὀσμῆς, ἀπὸ τοῦ τρόπου τῆς ἐκκρίσεως. Ἀπὸ τῆς ποσότητος, πῶς τὸ κατὰ φύσιν διαχώρημα οὐ πρὸς τὴν ποσότητα τῆς παρεχομένης τροφῆς δέον προσέχειν, ἀλλὰ πρὸς | |
15 | τὴν φύσιν αὐτῆς τῆς παρεχομένης τροφῆς. τινὰ μὲν γὰρ τῶν τρο‐ φῶν πολὺ μὲν τρέφουσι καὶ πολὺ ἔχουσι τὸ χρηστόν, ὀλίγον δὲ τὸ περίττωμα, ὥσπερ κρέα καὶ ὄρνεα καὶ τὰ τοιαῦτα· τινὰ δὲ τοὐ‐ ναντίον ὀλίγον τρέφουσιν, ἐπειδὴ ἐλάχιστον ἔχουσι τὸ χρηστόν, ὥσπερ καὶ λάχανα καὶ φακῆ καὶ τὰ ὄσπρια. καὶ τοῦτο ἔστιν ὅπερ | |
20 | λέγει ὁ Ἱπποκράτης, “πλῆθος δὲ πρὸς λόγον τῶν εἰσιόντων”. Ἀπὸ δὲ τῆς συστάσεως, τὸ κατὰ φύσιν διαχώρημα οὔτε ἔξυγ‐ ρον καὶ ὑδαρὲς θέλει εἶναι οὔτε μὴν σκληρὸν καὶ συνεστραμμέ‐ | |
νον, ἀλλὰ μέσως πως. Ἀπὸ δὲ τοῦ καιροῦ, τὸ κατὰ φύσιν διαχώρημα δεῖ ἐν τῷ ἑω‐ | 133 | |
25 | θινῷ καιρῷ τῆς ἡμέρας ἀποπατεῖσθαι· μετὰ γὰρ τὴν πέψιν καὶ τὴν διάκρισιν, τότε εἰς ἀποπάτησιν τρέπονται οἱ ἄνθρωποι. Ἀπὸ δὲ τῆς χροιᾶς, δεῖ τὸ κατὰ φύσιν διαχώρημα ὅσον πρὸς ἑαυτὸ λευκὸν εἶναι, ἐπειδὴ καὶ ὁ χυλὸς τοιοῦτός ἐστιν. ἀλλ’ ἐπειδὴ ἀπὸ χολῆς χρώννυται, δεῖ αὐτὸ ὑπόξανθον εἶναι καὶ ὑπ‐ | |
30 | έρυθρον. Ἀπὸ δὲ τῆς ὀσμῆς, τὸ κατὰ φύσιν διαχώρημα οὐ θέλει εἶναι οὔτε δυσωδέστατον οὔτε εὔοσμον· τὸ γὰρ δυσωδέστατον δηλοῖ με‐ γάλην σηπεδόνα ἐν τῇ γαστρὶ καὶ ἐν τοῖς ἐντέροις· τὸ δὲ εὐῶ‐ δες διαχώρημα δηλοῖ ὅτι καὶ τὰ χρηστὰ μετὰ τῶν ἀχρήστων συν‐ | |
35 | εκκρίνεται· ἀλλὰ δεῖ αὐτὸ ὀλίγης μετέχειν δυσωδίας, ὡς αὐτός φησι ‘καὶ ἥκιστα δυσῶδεσ‘. Ἀπὸ δὲ τοῦ τρόπου τῆς ἐκκρίσεως, δεῖ τὸ κατὰ φύσιν δια‐ χώρημα μήτε μετὰ τρυσμοῦ τινος ἢ πνεύματος ἢ μετά τινος ὀδύ‐ νης ἐκκρίνεσθαι, μήτε μετὰ τεινεσμοῦ τινος καὶ συντάσεως, ἀλ‐ | |
40 | λὰ δεῖ αὐτὸ ὁμαλῶς καὶ ἀδιακόπως ἐκκρίνεσθαι. Λοιπὸν δὲ δεῖ ἡμᾶς καὶ τὴν αἰτίαν 〈τῆς ἀμετρίασ〉 ἑκάστου ἀποδοῦναι. καὶ τέως τῆς κατὰ ποσότητα εἴπωμεν τὰ αἴτια. γίνε‐ ται πολὺ τὸ διαχώρημα ἢ δι’ ἀσθένειαν τῆς καθεκτικῆς δυνάμεως, μὴ ἰσχυσάσης κατασχεῖν, ἀλλ’ ἐξεῶσαι· καὶ τὸ τηνικαῦτα καὶ τὰ | |
45 | χρηστὰ μετὰ τῶν ἀχρήστων συνεκκρίνεται. ἢ διὰ βλάβην τινὰ τῆς | |
ἀναδόσεως· βλάπτεται δὲ ἡ ἀνάδοσις ἢ δι’ ἀσθένειαν τῆς ἐν ἥπα‐ τι ἑλκτικῆς, μὴ ἰσχυούσης ἕλξαι, ἢ δι’ ἔμφραξιν ἢ φλεγμονὴν τῶν μεσαραϊκῶν φλεβῶν· τὸ τηνικαῦτα γὰρ ἐνδεὴς γίνεται ἡ ἀνά‐ δοσις καὶ ἐξ ἀνάγκης καὶ ὁ χυλὸς φέρεται μετὰ τῆς κόπρου καὶ | 134 | |
2.4(50) | συνεκκρίνεται καὶ πολὺ γίνεται τὸ διαχώρημα. ἢ δι’ ἐπιρροὴν χυμῶν τινων ἐπὶ τὴν γαστέρα ἀπὸ τοῦ παντὸς σώματος συρρυέντων. τί γάρ; ὅτι συνεκκρίνονται καὶ οἱ χυμοὶ οὗτοι μετὰ τῆς κόπρου καὶ γίνεται πολὺ τὸ διαχώρημα. ὀλίγον δὲ γίνεται ἢ διὰ πλημ‐ μελῆ βλάβην τῆς καθεκτικῆς δυνάμεως, πλέον κατέχουσα τοῦ δέον‐ | |
55 | τος· ἀναδίδοται γὰρ τὸ πλεῖστον μέρος τοῦ χυλοῦ καὶ ὀλίγον γί‐ νεται τὸ διαχώρημα. ἢ διὰ πλημμελῆ βλάβην τῆς ἑλκτικῆς δυνά‐ μεως τοῦ ἥπατος, ἐπὶ πλέον τοῦ δέοντος ἕλκοντος, καὶ ἐντεῦθεν γίνεται ὀλίγον τὸ διαχώρημα. ἢ διὰ θερμὴν δυσκρασίαν τῶν μεσ‐ αραϊκῶν φλεβῶν· σχεδὸν δὲ ἡ αὐτή ἐστιν αἰτία· καὶ ἐνταῦθα γὰρ | |
60 | ἕλκει ἡ θερμὴ δυσκρασία τὸ ὑγρὸν ἤγουν τὸν χυλόν, καὶ ἐξανα‐ λίσκει καὶ δαπανᾷ πλέον τοῦ δέοντος, καὶ ὀλίγον γίνεται τὸ διαχώρημα. Τῆς δὲ κατὰ σύστασιν ἀμετρίας, τίς ἡ αἰτία τοῦ δΐυγρον καὶ ὑδαρὲς γίνεσθαι τὸ διαχώρημα ἢ σκληρὸν καὶ ξηρόν; καὶ ὑγρὸν καὶ ὑδαρὲς γίνεται τὸ | |
65 | διαχώρημα δι’ ἀσθένειαν τῆς ἀλλοιωτικῆς δυνάμεως, μὴ ἰσχυού‐ σης ἀλλοιῶσαι καὶ χυμῶσαι καὶ πέψαι, ἀλλ’ ἐξεῶσαι· τὸ τηνι‐ καῦτα γὰρ ἔξυγρον γίνεται τὸ διαχώρημα, ὥσπερ ἐν ταῖς κοιλια‐ καῖς διαθέσεσιν. ἢ διὰ πλημμελῆ βλάβην τῆς καθεκτικῆς δυνά‐ μεως, μὴ τὸν δέοντα καιρὸν κατέχουσα, ἐν ᾧ ὤφειλεν ἡ ἀλλοιω‐ | |
70 | τικὴ δύναμις ἐνεργῆσαι, ἀλλὰ πρὸ ὥρας ἐξεῶσα φέρεται δΐυγρον. ἢ δι’ ἐνδεῆ ἀνάδοσιν. τί γάρ; ὅτι ἐνδεοῦς τῆς ἀναδόσεως γινο‐ μένης, φέρεται καὶ ὁ χυλὸς καὶ ἐξυγραίνει τὸ διαχώρημα. ἢ διὰ κακοχυμίαν ἀπὸ τοῦ παντὸς σώματος ἐπὶ τὴν γαστέρα συρρέουσαν· τὸ τηνικαῦτα γὰρ συνεκκρίνονται τῷ περιττώματι καὶ ἐξυγραί‐ | 135 |
75 | νουσιν αὐτό. ξηρὸν δὲ γίνεται τὸ διαχώρημα ἢ διὰ θερμὴν δυσ‐ κρασίαν τοῦ ἥπατος καὶ τῶν περὶ τὴν γαστέρα χωρίων, [καὶ] ἐκ‐ δαπανώσης τὸ ὑγρόν. ἢ διὰ πλημμελῆ βλάβην τῆς καθεκτικῆς δυ‐ νάμεως, πλέον τοῦ δέοντος κατέχουσα· τὸ τηνικαῦτα γὰρ ἀναδί‐ δοται τὸ ὑγρὸν καὶ κερδαίνει τι ἐξ αὐτοῦ καὶ ξηρὸν γίνεται τὸ | |
80 | διαχώρημα. Τῆς δὲ κατὰ τὸν καιρόν, τοῦ πρὸ ὥρας ἐκκρίνεσθαι τὸ δια‐ χώρημα αἰτία καθέστηκεν ἡ καθεκτικὴ δύναμις, διὰ πλημμελῆ βλάβην, πρὸ πέψεως ἐπεγειρομένη καὶ ἐξεῶσα πρὸ τοῦ δέοντος καιροῦ. ἢ διὰ πλημμελῆ βλάβην τῆς ἀποκριτικῆς, πρὸ ὥρας ἐπε‐ | |
85 | γειρομένης καὶ ἀποκρινούσης τὸ διαχώρημα. ἢ δι’ ἐπιρροὴν κα‐ κοχυμίας φερομένης ἐπὶ τὴν ἀποκριτικὴν δύναμιν καὶ μαστιζού‐ σης αὐτήν, πρὸ ὥρας ἐπεγειρομένη πρωϊαίτερον ἐκκρίνει τὸ δια‐ χώρημα. ὀψιαίτερον δὲ ἀπωθεῖται ἡ κόπρος ἢ διὰ πλημμελῆ βλά‐ βην τῆς καθεκτικῆς δυνάμεως, πλέον τοῦ δέοντος κατέχουσα, τυ‐ | |
90 | χὸν μετὰ τὴν πέψιν. ἢ διὰ πλημμελῆ βλάβην τῆς ἀποκριτικῆς, μὴ ἐπεγειρομένης εἰς τὸν δέοντα καιρὸν καὶ ἀποκρινούσης τὸ δια‐ | |
χώρημα, ἀλλ’ ἐμβραδυνούσης. Ἀπὸ δὲ τοῦ χρώματος, ὅσον πρὸς ἑαυτὸ ἔδει λευκὸν εἶναι, ἐπειδὴ καὶ ἡ γαστὴρ καὶ τὰ ἔντερα λευκά εἰσιν, ἀλλὰ καὶ ὁ χυ‐ | 136 | |
95 | λὸς λευκός. ἀλλ’ ἐπειδὴ δύο ἀγγεῖα ἀπὸ τῆς χοληδόχου κύστεως ἐκφύονται, καὶ τὸ μὲν μεῖζον φέρεται ἐπὶ τὰ ἔντερα, τὸ δὲ μι‐ κρότερον ἐπὶ τὴν γαστέρα χάριν τοῦ χρωννύειν τὴν κόπρον, διὰ τοῦτο δεῖ τὴν κόπρον ὑπόξανθον καὶ ὑπέρυθρον εἶναι. Ἀπὸ δὲ τοῦ τρόπου τῆς ἐκκρίσεως, ὅτι δεῖ εὐφόρως ἐκκρί‐ | |
2.4(100) | νεσθαι καὶ ὁμαλῶς. τὸ δὲ μετὰ τρυσμοῦ καὶ πνευμάτων καὶ τει‐ νεσμῶν γίνεται τρόπῳ τοιούτῳ· τὸ μὲν μετὰ τρυσμοῦ δηλοῖ περι‐ ουσίαν φλέγματος ἐν τοῖς ἐντέροις καὶ ἐν τῷ ἀπευθυσμένῳ ἐγ‐ κειμένην· τηνικαῦτα γὰρ ἀποστενοῖ τὴν διέξοδον τοῦ διαχωρήμα‐ τος· λοιπὸν καὶ προσαναλύει τι μέρος τοῦ φλέγματος, καὶ τῇ | |
105 | τοιαύτῃ κινήσει τίκτονται πνεύματά τινα καὶ ποιοῦσι τὸν τρυσ‐ μόν. τὸ δὲ μετὰ φυσῶν ἐκκρίνεσθαι δηλοῖ περιουσίαν πνευμάτων ἢ ὑπὸ ψυχρᾶς δυσκρασίας τῆς γαστρὸς γεννηθέντων ἢ διὰ τροφὰς τοιαύτας παρασχεθείσας. τὸ δὲ μετὰ τεινεσμοῦ ἐκκρίνεσθαι δη‐ λοῖ ἢ φλεγμονὴν ἢ ἕλκος γινόμενον ἐν τοῖς τόποις ἐκείνοις. τί | |
110 | γάρ; ὅτι ἀπὸ τῆς φλεγμονῆς ἰχῶρές τινες ἀποστάζουσιν ἐπὶ τὸ ἀπευθυσμένον καὶ δάκνουσι καὶ ποιοῦσι τεινεσμόν. — — — | |
112 | Τοιαύτης γὰρ ἐούσης τῆς διεξόδου ἡ κάτω κοιλίη ὑγιαίνοι ἄν [206.5 A.]: ἰστέον ὅτι “κάτω κοιλίαν” τὴν γαστέρα καὶ τὰ | |
115 | ἔντερα ἐκάλεσε νῦν πρὸς ἀντιδιαστολὴν τοῦ θώρακος. τί οὖν φη‐ σιν; ὅτι ἐὰν κατὰ φύσιν ὄντος τοῦ διαχωρήματος ἐν τῇ διεξόδῳ, ἡ γαστὴρ καὶ τὰ ἔντερα ὑγιῶς διάκεινται. πλὴν οὐκ ἀντιστρέφει· οὐδὲ γὰρ εἰ ὑγιῶς διάκεινται γαστὴρ καὶ τὰ ἔντερα, ἤδη καὶ τὰ διαχωρήματα κατὰ φύσιν εἰσίν· ἐνδέχεται γὰρ καὶ κακοχυμίαν τι‐ | 137 |
120 | νὰ ἀπὸ τοῦ παντὸς σώματος συρρεῖν ἐπὶ τὴν γαστέρα 〈καὶ τὰ ἔν‐ τερα〉 καὶ ῥευματίζειν αὐτὰ καὶ ἐκκρίνεσθαι κακόχυμον. Συμφέρει μήτε τρύζειν μήτε πυκνόν τε ἐὸν καὶ κατ’ ὀλίγον διαχωρέειν [206.6—7 A.]: τὸ μετὰ τρυσμοῦ διαχώρημα κάκιστόν ἐστι· γίνεται γὰρ πνευμάτων τινῶν προσαναλυομένων καὶ συνεκ‐ | |
125 | κρινομένων τῷ διαχωρήματι. ἢ πολλάκις φλεγμονώδης τις ὄγκος ἐστὶ περὶ τὸ ἀπευθυσμένον, καὶ στενοχωρούμενον τὸ διαχώρημα μετὰ τρυσμοῦ διεξέρχεται. Τοῦτο δὲ δεῖ εἰδέναι, ὅτι κατὰ τὸν νόμον τῶν συμπλοκῶν ἓξ γίνονται ἀντιθέσεις. καὶ αἱ μὲν δύο οὐ συνίστανται, αἱ δὲ λοι‐ | |
130 | παὶ τέσσαρες συνίστανται. καί εἰσιν αἱ συνιστάμεναι αὗται, πολλὰ πολλάκις, ὅπερ καὶ χειρίστη ἐστὶ πασῶν τῶν συζυγιῶν. τί γάρ; ὅτι καὶ τὸ πολλὰ κενοῦσθαι καταβάλλει τὴν δύναμιν, ἀλλὰ καὶ τὸ πολλάκις, τῇ συνεχεῖ ἐξαναστάσει καταβάλλεται ἡ δύνα‐ μις. πολλὰ ὀλιγάκις· αὕτη ἧττόν ἐστι κακόν· κατὰ γὰρ τὸ πολλὰ | |
135 | κενοῦσθαι καὶ μόνον λυπεῖ τὴν δύναμιν. εἶτα ὀλίγα πολλάκις· αὕτη πλεῖόν ἐστι χειρίστη, πλὴν καὶ αὕτη κατὰ μίαν ἀντίθεσιν λυπεῖ τὴν δύναμιν· τῇ γὰρ συνεχείᾳ τῆς ἐξαναστάσεως καταλύε‐ | |
ται ἡ δύναμις. εἶτα ὀλίγα ὀλιγάκις· αὕτη πασῶν καλλίστη ἐστίν, ἐπειδὴ κατ’ ἄμφω οὐ λυπεῖ τὴν δύναμιν. τὸ δὲ πολλὰ ὀλίγα καὶ | 138 | |
140 | τὸ πολλάκις ὀλιγάκις οὐ συνίστανται. Παχύνεσθαι χρὴ τὸ διαχώρημα πρὸς τὴν κρίσιν ἰούσης τῆς νόσου [206.11—12 A.]: καλῶς ἔφη “παχύνεσθαι” καὶ οὐχὶ σκληρύ‐ νεσθαι· τὸ γὰρ παχὺ τῇ φύσει ἐστί, τὸ δὲ σκληρὸν ἐν δυσκρασίᾳ θεωρεῖται. τί οὖν ἔφη αὐτός; ὅτι ἐὰν λεπτόν ἐστι τὸ διαχώρημα, | |
145 | δεῖ παχύνεσθαι αὐτὸ ἐν τῇ κρίσει ἰούσης τῆς νόσου. σὺ δὲ εἰπὲ ὅτι ‘ὥσπερ τὸ λεπτὸν παχύνεσθαι χρή, οὕτω καὶ τὸ παχὺ δεῖ λεπ‐ τύνεσθαι, ἐν τῇ κρίσει ἰούσης τῆς νόσου‘. ἡ γὰρ φύσις ἐκ τῶν ἀντικειμένων σπουδάζει ἐπὶ τὸ σύμμετρον ἄγειν τοῦ λεπτοῦ καὶ παχέος. | |
2.4(150) | Ἐπιτήδειον δὲ καὶ ἕλμινθας στρογγύλας διεξιέναι μετὰ τοῦ διαχωρήματος πρὸς τὴν κρίσιν ἰούσης τῆς νόσου [206.13—14 A.]: ἰστέον ὅτι μετὰ τῶν ἄλλων περιττωμάτων εἰ καὶ ἕλμινθες συνεκ‐ κρίνονται ἐν τῇ ἀκμῇ τοῦ νοσήματος, ἡνίκα “πρὸς τὴν κρίσιν ἰούσης τῆς νόσου”, ἀγαθόν ἐστι καὶ ὡς σημεῖον καὶ ὡς αἴτιον. | |
155 | καὶ ὡς μὲν σημεῖον, ὅτι δηλοῖ τὴν ὕλην ἐκκρινομένην, ὡς δὲ αἴτιον, ὅτι δηλοῖ ἀποκαθαίρεσθαι τὸ σῶμα ἀπὸ τῆς νοσοποιοῦ αἰτίας. εἰ δέ γε ἀπέπτου οὔσης τῆς ὕλης ἐκκρίνονται ἕλμινθες, κακόν ἐστι, τουτέστιν ἐν τῇ ἀρχῇ καὶ ἀναβάσει τοῦ νοσήματος· δηλοῖ γὰρ μεγίστην σηπεδόνα καθ’ ἣν αἱ ἕλμινθες γίνονται. | |
160 | Καὶ ποιητικὸν μὲν αἴτιον τῶν ἑλμίνθων ἐστὶν αὐτὴ ἡ ἐπι‐ φοιτῶσα διαπλαστικὴ δύναμις, καθ’ ἣν γίνονται αἱ ἕλμινθες. | |
ὑλικὸν δὲ οἱ ὠμοὶ καὶ παχεῖς χυμοί. ὀργανικὸν δέ, τοῦτο αἴτιον διάφορόν ἐστιν, ἐπειδὴ καὶ τὸ εἶδος τοῦ σχήματος τῶν ἑλμίνθων διάφορόν ἐστιν· αἱ μὲν γὰρ ἀσκαρίδες ἐν τῷ ἀπευθυσμένῳ γεννῶν‐ | 139 | |
165 | ται, αἱ δὲ πλατεῖαι ἐν τοῖς παχυτέροις ἐντέροις, αἱ δὲ στρογ‐ γύλαι ἐν τοῖς λεπτοῖς ἐντέροις. τελικὸν δὲ αἴτιον ἐν τοῖς πα‐ ρὰ φύσιν οὐκ ἔστι ζητῆσαι, ἐπειδὴ οὐ συνίσταται. Περὶ δὲ τοῦ σχήματος τῶν ἑλμίνθων πολλὴ διαφωνία γέγονεν. τινὲς γὰρ λέγουσιν ὅτι πρὸς τὴν θέσιν τῶν ἐντέρων σχηματίζον‐ | |
170 | ται, καὶ τοσοῦτον ὅτι καὶ ἀνεμοῦνται αἱ στρογγύλαι, ὡς ἂν ἐν τοῖς λεπτοῖς ἐντέροις γενομένων αὐτῶν. ἕτεροι δὲ λέγουσιν ὅτι καὶ αἱ πλατεῖαι ἀνεμοῦνται, εἰ καὶ σπανίως. διὸ ἕτεροί φασιν ὅτι ἐὰν πρὸς τὴν θέσιν τῶν ἐντέρων σχηματίζωνται, οὐκοῦν ἔμ‐ φραξις γενήσεται ἤπερ ἕλμινθες. ἀλλὰ δεῖ εἰπεῖν ὅτι πρὸς τὴν | |
175 | θέσιν τῆς ὕλης σχηματίζονται αἱ ἕλμινθες καὶ τὰ ἔντερα συμ‐ βάλλονται πρὸς τὸ σχῆμα· ὡς ὀργανικὸν συνεισάγουσί τι μέρος· ὅθεν καὶ ὡς ἀκατίδες ἐκκρίνονται καὶ ἐκτὸς ἀπειλοῦνται. Ἀλλ’ ἴσως ἐρεῖ τις ‘διὰ τί μόνων τῶν στρογγύλων ἑλμίνθων ἐμνημόνευσεν ὁ Ἱπποκράτης, τὰς δὲ ἄλλας παρῆκε;‘ καὶ λέγομεν | |
180 | ὅτι ἀμφότεραι ὑπὸ παχείας ὕλης γίνονται. ἐνταῦθα μέντοι περὶ ὀξέος νοσήματος αὐτῷ ὁ λόγος· ἐν δὲ ὀξεῖ νοσήματι οὐκ ἔστιν εὑρεῖν τοσαύτην παχεῖαν ὕλην ὥστε ποιῆσαι πλατεῖαν ἕλμινθα ἢ ἀσκαρίδας, ἀλλ’ ἐπ’ ὀλίγον ἐστὶν εὑρεῖν παχεῖαν τὴν ὕλην καθ’ | |
ἣν αἱ στρογγύλαι γίνονται ἕλμινθες, καὶ διὰ τοῦτο αὐτῶν ἐμνη‐ | 140 | |
185 | μόνευσεν ὁ Ἱπποκράτης, ὡς ἂν ὑπὸ ἥττονος παχείας ὕλης γινό‐ μεναι. Λαπαρήν τε εἶναι τὴν κοιλίην καὶ εὔογκον [207.1 A.]: καλῶς τὸ “λαπαρὴν εἶναι τὴν κοιλίην καὶ εὔογκον” ἐπαινεῖ· τὸ γὰρ “λαπαρόν” ἐστι τὸ ὁμαλὸν καὶ τὸ μαλακόν, ὅπερ ἀντίκειται τῷ | |
190 | συντεταμένῳ· τὸ δὲ “εὔογκον” δηλοῖ τὸ εὔσαρκον, ᾧπερ ἀντίκει‐ ται τὸ συντετηκός. ταῦτα οὖν βέλτιόν ἐστιν ἐν ταῖς νόσοις θεω‐ ρεῖσθαι, ὥς φησι καὶ ἐν Ἀφορισμοῖς, ὅτι “ὁκόσοισι περὶ τὸν ὀμφαλὸν καὶ τὸ ἦτρον πάχος ἔχειν, βέλτιόν ἐστι, τὸ δὲ σφόδρα λεπτὸν καὶ ἐκτετηκός, μοχθηρόν”. | |
194 | ||
2.5 | Ὑδαρὲς δὲ κάρτα ἢ λευκὸν ἢ χλωρὸν ἰσχυρῶς ἢ ἀφρῶδες δια‐ χωρέειν, πονηρὰ ταῦτα [207.1—2 A.]. Νῦν περὶ τοῦ παρὰ φύσιν διαχωρήματος διαλέγεται, καὶ παρα‐ δίδωσιν ἡμῖν τρεῖς διαφοράς. καὶ τέως λέγει διαφορὰν τοιαύτην, | |
5 | ὅτι ἐὰν τὸ διαχώρημα ὑδαρές ἐστιν ἢ λευκὸν ἢ ὠχρὸν ἢ ἀφρῶδες, πονηρά ἐστι ταῦτα πάντα. καὶ ἡ αἰτία ἑκάστου δήλη· τὸ μὲν ὑδα‐ ρὲς 〈δηλοῖ〉 ἀποτυχίαν τῆς χυλοποιήσεως καὶ χυμώσεως καὶ τῆς πέψεως, καὶ τὸν πρέποντα κόσμον οὐκ ἐδέξατο· τὸ δὲ λευκὸν δη‐ λοῖ ἔμφραξιν τῶν ἀπὸ τῆς χοληδόχου κύστεως φερομένων ἀγγείων | |
10 | ἐπὶ γαστέρα, καὶ διὰ τοῦτο οὐ φέρεται χολὴ ἐπὶ τὴν γαστέρα, καὶ λευκὸν ἐκκρίνεται τὸ διαχώρημα. τὸ δὲ χλωρὸν δύο σημαίνει, ἢ τὸ ὠχρὸν ἢ τὸ ἰῶδες, ἅπερ καὶ ταῦτα κάκιστά ἐστι· δηλοῦσι γὰρ ἢ ἐπιρροὴν χολώδους ὕλης ἐπὶ τὴν γαστέρα ἢ ἐν αὐτῇ τῇ γαστρὶ γινομένην κατὰ περιουσίαν, καὶ οὕτως ἐκκρινόμενα. τὸ | 141 |
15 | δὲ ἀφρῶδες, καὶ τοῦτο διττόν ἐστι· γίνεται γὰρ ἀφρῶδες ἢ ὑπὸ πνευμάτων τινῶν συναναπλεκομένων ὑγρῷ καὶ ὑμενούντων αὐτό· γίνεται ἀφρῶδες καὶ ὑπὸ θερμότητος, καθάπερ καὶ ἐπὶ τῶν ἐκτός ἐστιν ἰδεῖν, ὅτι ἀφρὸς γεννᾶται ὑπὸ πνευμάτων, ἡνίκα δραστή‐ ριος ἄνεμος πνεύσῃ ἐπὶ τὴν θάλασσαν, συναναπλέκεται τῷ ὕδατι | |
20 | καὶ ὑμενοῦται αὐτό, καὶ γίνεται ἀφρὸς ἐν τοῖς κύμασιν. ὑπὸ δὲ τῆς θερμότητος γίνεται ἀφρός, καθάπερ ἐπὶ τῶν ζωμευομένων κρεῶν ἐν τοῖς χαλκίοις ἢ ἐν ταῖς χύτραις τῇ περιουσίᾳ τῆς θερμότητος ἀφρὸς γίνεται. Λέγει δὲ καὶ δευτέραν διαφορὰν τῶν παρὰ φύσιν διαχωρημά‐ | |
25 | των, ἥτις καὶ μᾶλλόν ἐστι χειρίστη. καί φησιν ὅτι κάκιστά ἐσ‐ τι διαχωρήματα, ἡνίκα ὀλίγον ἕπεται τὸ διαχώρημα καὶ λευκὸν καὶ γλίσχρον καὶ ὑπόχλωρον καὶ λεῖον. αὕτη δὲ ἡ διαφορὰ διτ‐ τὴν ἔχει τὴν ἰδέαν· ἑκάστη δὲ ἰδέα ἐπὶ ἐκτήξει τῆς πιμελῆς γίνεται. ἡ δὲ αἰτία ἡ ἑτέρα ἐστὶν ἡ κατ’ ἐπίτασιν ἔκτηξις τῆς | |
30 | πιμελῆς, ἥτις ἐστὶ τὸ ὑπόχλωρον καὶ λεῖον. κατ’ ἐπίτασιν τῆς πιμελῆς γίνεται ἡ ἔκτηξις καὶ οἷον ἐπὶ παλαιοπαθείᾳ 〈καὶ προ‐ | |
γεγενημένῃ〉 ἐκτήξει τῆς πιμελῆς γίνεται. οὕτως γὰρ ἐὰν ἀποτε‐ θῇ στέαρ ἢ πιμελή, χλωρὸν γίνεται ἤγουν ὠχρόν· οὕτως οὖν καὶ ἐνταῦθα, ἐὰν ὑπόχλωρον εἴη τὸ διαχώρημα, ἐπὶ προγεγενημέῃ ἐκ‐ | 142 | |
35 | τήξει καὶ παλαιοπαθείᾳ τῆς πιμελῆς γίνεται. εἰ δὲ μὴ τὸ χλω‐ ρὸν τὸ ὠχρὸν νοήσωμεν, ἀλλὰ καὶ τὸ ἰῶδες τῷ αὐτῷ γίνεται τρό‐ πῳ. τὸ δὲ λεῖον γίνεται, ἡνίκα κατὰ πᾶν ἑαυτὸ ἀλλοιωθῇ καὶ ὁμαλὸν γένηται. ἀλλὰ τὸ λεῖον ἢ κατὰ φύσιν γίνεται ἢ παρὰ φύ‐ σιν. καὶ τὸ μὲν κατὰ φύσιν 〈...〉, ὥσπερ ἡ χυλοποίησις καὶ ἡ | |
40 | ἐξαιμάτωσις· ταῦτα γὰρ κατὰ πάντα λεῖα καὶ ὁμαλὰ γίνονται, τῆς ἀλλοιωτικῆς ἰσχυσάσης. τὸ δὲ παρὰ φύσιν λεῖον κάκιστόν ἐστι· δηλοῖ γὰρ δραστήριον τὴν νοσοποιὸν αἰτίαν, καθὸ ἴσχυσε πᾶσαν τὴν ὕλην πρὸς τὴν ἑαυτῆς κακίαν ἐκλειῶσαι. διὸ οὐ δεῖ ἐν τοῖς παρὰ φύσιν κατὰ πᾶν ἑαυτὸ λεῖον εἶναι τὸ διαχώρημα, | |
45 | ἀλλὰ κατά τι καὶ ἁδρομερὲς ἔχειν· δηλοῖ γὰρ ὅτι κατά τι μὲν ἐκρατήθη ἡ δύναμις, λέγω δὴ κατὰ τὸ λεῖον, κατά τι δὲ κρατεῖ, λέγω δὴ κατὰ τὸ ἁδρομερές. Τὸ δὲ γλίσχρον διαχώρημα γίνεται ἐπὶ τῇ ἐκτήξει τῆς πιμε‐ λῆς, ἀλλ’ ἔστιν ὅτε διαχώρημα γλίσχρον γίνεται, ἡνίκα καὶ τὰ | |
2.5(50) | ἐδηδεσμένα, τυχὸν αἱ παρεχόμεναι τροφαὶ φύσει γλίσχραι ὦσι· τὸ τηνικαῦτα γὰρ γίνεται γλίσχρον τὸ διαχώρημα. διακρίνομεν δὲ τοῦτο τῇ ποσότητι· εἰ μὲν γὰρ διὰ τὴν ἔκτηξιν τῆς πιμελῆς γένηται γλίσχρον τὸ διαχώρημα, κατ’ ὀλίγον γίνεται ἡ ἔκκρισις· εἰ δὲ διὰ τὴν φύσιν τῶν τροφῶν, ἀθρόως γίνεται ἡ διέξοδος τῶν | |
55 | γλίσχρων διαχωρημάτων. Ἀλλ’ ἴσως ἀπορεῖ τις λέγων ὅτι ‘ἐνδέχεταί ποτε καὶ 〈διὰ〉 δραστήριον καὶ ἐπιτεταμένην ἔκτηξιν τῆς πιμελῆς γενέσθαι ἀθ‐ ρόαν ἔκκρισιν τῶν γλίσχρων διαχωρημάτων‘. ἀλλὰ λέγομεν ὅτι τοῦτο διαστέλλομεν τῇ δυσωδίᾳ· εἰ μὲν γὰρ διὰ τὴν ἔκτηξιν τῆς | 143 |
60 | πιμελῆς γίνεται ἀθρόα ἡ ἔκκρισις τῶν γλίσχρων διαχωρημάτων, δυσωδέστατά εἰσιν· εἰ δὲ διὰ τὴν φύσιν τῶν παρεχομένων τροφῶν, οὔκ εἰσι δυσώδη οὕτως· εἰ δὲ διὰ παχεῖς καὶ ὠμοὺς χυμούς— ἐνδέχεται γὰρ καὶ τοιούτους ἐκκρίνεσθαι καὶ γλίσχρα τὰ διαχω‐ ρήματα, —ἀλλὰ καὶ ἐπὶ τούτων ἧττον μετέχουσι δυσωδίας. | |
65 | Λέγει δὲ καὶ τρίτην ἰδέαν διαχωρημάτων, καί φησιν ὅτι τὰ μέλανα διαχωρήματα καὶ τὰ πελιδνὰ καὶ τὰ ἰώδη καὶ τὰ κάκοσμα δηλοῦσι μεγίστην σηπεδόνα. τὸ μὲν γὰρ μέλαν διαχώρημα δηλοῖ περιουσίαν τῆς μελαίνης χολῆς, ἀλλ’ ὑφειμένως καὶ ἐπ’ ἔλαττον· τὸ δὲ ἰῶδες πάλιν περιουσίαν τῆς ἰώδους χολῆς δηλοῖ· τὰ δὲ | |
70 | κάκοσμα καὶ ἰώδη διαχωρήματα, ὡς προείρηται, δηλοῦσι μεγίστην σηπεδόνα. ταῦτα δὲ ἔστιν ὅτε ἕκαστον ἰδίᾳ καὶ χωρὶς ἐκκρίνον‐ ται. ἔστι δὲ ὅτε καὶ συμπλέκονται ἀλλήλοις, ἡνίκα λέγονται καὶ πολυποίκιλα, ἡνίκα καὶ αἷμα σύνεστι καὶ ξύσματα λευκὰ καὶ μέλανα καὶ ἀφρώδη. παγκάκιστόν ἐστι τὸ τοιοῦτον διαχώρημα· δη‐ | |
75 | λοῖ γὰρ εὐθέως ὅτι χρονίσαι ἔχει τὸ νόσημα. δηλοῖ γὰρ καὶ διάφορα πάθη, ἐπειδὴ καὶ διάφοροι κακοχυμίαι, καθ’ ἣν πολυ‐ ποίκιλα τὰ διαχωρήματα ἐκκρίνονται, ἀλλὰ καὶ περισπασμὸν τῆς φύσεως· [ἐκκρίνονται καὶ] περιδονεῖται γὰρ πρὸς ἑκάστην κακο‐ χυμίαν, ὅπερ παγκάκιστόν ἐστι. χρόνιον δέ, ὅτι καὶ θερμὰ ἐκ‐ | |
80 | κρίνονται καὶ ψυχρά, καὶ τῇ ψύξει χρονίαν ἐνδείκνυται τὴν νό‐ | |
σον. Λέγει καὶ τετάρτην [τὴν] διαφοράν, ὅτι τὰ διαχωρήματα πάν‐ τως μετὰ πνευμάτων ἐκκρίνονται ἢ ἐπέχονται. καὶ ἐκκρινόμενα ἢ μετὰ ψόφου ἐκκρίνονται ἢ ἀψοφητί. καὶ εἰ μὲν μετὰ ψόφου, δη‐ | 144 | |
85 | λοῦσιν ἢ παραφροσύνην ἢ μεγίστην ὀδύνην οὖσαν ἐν τοῖς ὑποχον‐ δρίοις, εἰ μή τι ὁ ἄρρωστος ἑκὼν μετὰ ψόφου ἐκκρίνει· τότε γὰρ οὐδὲν δηλοῦσιν. πλὴν δεῖ εἰδέναι ὅτι τινὲς τῶν ἀνθρώπων ἀναισχυντοῦντες καὶ μὴ ποιούμενοι λόγον, ἐπὶ οἱουδήποτε προσώ‐ που τύχῃ, μετὰ ψόφου ἀπολύουσι τὰ πνεύματα, ὡς εἴρηται, μηδέ‐ | |
90 | να λόγον προσποιούμενοι, ἀλλ’ ἀναιδῶς ἀπολύουσι τὰ πνεύματα μετὰ ψόφου τινός. τινὲς δὲ αἰδέσιμοι καὶ λόγον ποιούμενοι τῶν θεωρούντων αἰσχυνόμενοι μᾶλλον ἐπέχουσι τὰ πνεύματα καὶ αἱ‐ ροῦνται κινδύνοις περιπεσεῖν ἤπερ μετὰ ψόφου ἐᾶσαι ἢ ἀπολῦσαι τὰ πνεύματα. ἐὰν οὖν τις τῶν αἰδεσίμων ἀνθρώπων ἐν τῷ νοσεῖν | |
95 | μετὰ ψόφου ἀπολύει τὰ πνεύματα, ἔσο γινώσκων ἢ παραφροσύνην ὁ τοιοῦτος ἢ ὀδύνην μεγίστην ἐνδείκνυται, καθ’ ἣν ἐπικήδεται ἀπολύειν ψοφώδη πνεύματα, ὥστε παρηγορηθῆναι αὑτὸν ἐκ τῆς ὀδύνης. εἰ δέ γέ ἐστιν ἐκ τῶν ἀναισχύντων [καὶ ἀδεσίμων] καὶ μὴ ποιούντων λόγον, ἀλλ’ ἐν συνηθείᾳ ἐστὶ τοῦ μετὰ ψόφου ἀπο‐ | |
2.5(100) | λύειν τὰ πνεύματα, οὐδὲν κερδαίνεις ἐκ τῆς σημειώσεως ταύτης· οὐδὲ γὰρ συμβάλλεταί σοι πρὸς εὔκλειαν. δεῖ δὲ εἰδέναι ὅτι ἐν | |
τῷ καθόλου τὰ μετὰ ψόφου πνεύματα ἐκκρινόμενα ἐνδείκνυνται ἢ παχέα πνεύματα ἐκκρινόμενα ἢ στενοχωρίαν τῶν ὀργάνων, δι’ ὧν‐ περ διεξέρχονται τὰ πνεύματα. τί γάρ; ὅτι παχέων ὄντων τῶν | 145 | |
105 | διεξερχομένων πνευμάτων, ἐν τῇ διεξόδῳ στενοχωρούμενα καὶ ὡς ἀπὸ στενοῦ διεξερχόμενα διὰ τοῦ ἀπευθυσμένου ψόφον ἀπεργάζον‐ ται. κάλλιον οὖν ἐστι τὰ πνεύματα διεξέρχεσθαι καὶ ἐκκρίνεσ‐ θαι ἤπερ ἐπέχεσθαι· ἐπεχόμενα γὰρ τὰ πνεύματα μεγάλας ὀδύνας ἐμποιοῦσι καὶ ἐπάρματα ἀπεργάζονται. ὀδύνας μέν, ἐπεχόμενα τῇ | |
110 | τάσει· τῇ γὰρ τάσει κίνδυνός ἐστι τοῦ ἀπορραγῆναι καὶ λυθῆναι τὴν συνέχειαν τῶν μορίων· τὰ δὲ κυρτώματα ἤγουν τὰ ἐπάρματα τῇ ἐποχῇ τῶν πνευμάτων γίνονται, ἡνίκα ἐμφραγῶσι τὰ πνεύματα καὶ στεχθῶσιν ἐν τοῖς ὑποχονδρίοις. τὰς οὖν ὀδύνας καὶ τὰ ἐπάρμα‐ τα οἱ ψόφοι τῶν πνευμάτων καὶ οἱ βορβορυγμοὶ λύουσι. κάλλιόν | |
115 | ἐστι τὰ πνεύματα μετὰ ψόφου ἐκκρινόμενα, μετὰ κόπρου καὶ οὔ‐ ρου ἐκκρίνεσθαι μᾶλλον· δηλοῖ γὰρ ὅτι πάντα τὰ περιττώματα ἐκκρίνονται καὶ οὐδὲν ὑπολέλειπται αἴτιον τὸ ὀφεῖλον ἐνδελε‐ χῆσαι. — — — | |
119 | ||
120 | Τὰ δὲ ποικίλα χρονιώτερα μὲν τουτέων, ὀλέθρια δὲ οὐδὲν ἧττον [207.5—6 A.]: φησὶν ὁ ἐξηγητὴς ὅτι “οὐ προσδέχομαι τὸ λέγειν τὸν Ἱπποκράτην ὅτι τὰ ποικίλα διαχωρήματα χρονιώτερά ἐστιν ὅλως· ἐπὰν ποικίλα, αὐτόθι ἐπίκειται ὁ θάνατος. ἀλλ’ οὐδὲ τοῦτο δέχομαι, τὸ λέγειν αὐτὸν ὅτι τὰ ποικίλα διαχωρήματα | |
125 | διαφόρους ἐνδείκνυνται διαθέσεις, ἐπειδὴ διάφορός ἐστιν ἡ κα‐ κοχυμία· ἐνδέχεται γὰρ μίαν διάθεσιν ὑποκεῖσθαι καὶ ποικίλα | |
ἐκκρίνεσθαι διαχωρήματα. οὕτως γὰρ ὑπόκειται εἷς πυρετὸς καὶ τῷ χρόνῳ κατὰ μέρος διάφορον ἐγέννησε κακοχυμίαν. οὕτως οὖν καὶ ἐπὶ τῶν ἐκτός ἐστιν ἰδεῖν, ὅτι ἑνὸς ὄντος τοῦ πυρὸς ἐν τῷ | 146 | |
130 | ἑψεῖν τὰ φάρμακα, τῷ χρόνῳ διάφορον χρῶμα ἀναδέχεται πρὸς τὴν ἕψησιν”. Τοὺς δὲ ἐκ τῶν ὑποχονδρίων πόνους τε καὶ τὰ κυρτώματα, ἢν νεαρά τε εἴη καὶ μὴ σὺν φλεγμονῇ, λύει βορβορυγμὸς ἐπιγενόμε‐ νος [207.10—11 A.]: δεῖ εἰδέναι ὅτι “κυρτώματα” καλεῖ ὁ Ἱπ‐ | |
135 | ποκράτης τὰ ἐπάρματα ἤγουν τὰ οἰδήματα· οὕτω γὰρ εἴωθεν ὁ Ἱπ‐ ποκράτης πάντα ὄγκον οἴδημα ὀνομάζειν. ἐὰν οὖν ἐστιν ἔπαρμα ἤγουν οἴδημα νεαρόν, τουτέστι πρόσφατον, βορβορυγμὸς γενόμε‐ νος λύει τὸ οἴδημα καὶ τὸ ἔπαρμα τῇ ὑποχαλάσει διαφορουμένων τῶν πνευμάτων τῶν ἄνευ φλεγμονῆς· ἡ γὰρ φλεγμονὴ ἐπὶ παχείᾳ | |
140 | ὕλῃ γίνεται, καὶ ὁ βορβορυγμὸς οὐ λύει ἐπιγενόμενος. ἀλλὰ καὶ τὸ οἴδημα τὸ χρονιώτερον οὐ λύει, ἐπειδὴ τῷ χρόνῳ προσλαμβά‐ νει ὑγρότητά τινα. ἀλλὰ δεῖ αὐτό, ὡς εἴρηται, πρόσφατον εἶναι, ἤγουν τὸ ἔπαρμα, καὶ νεαρόν· τότε γὰρ οἱ βορβορυγμοὶ ἐπιγενό‐ | |
μενοι λύουσιν αὐτό. | 147 | |
2.6 | Οὖρον γὰρ ἄριστόν ἐστιν, ὅταν λευκή τε ἡ ὑπόστασις εἴη καὶ λείη καὶ ὁμαλὴ παρὰ πάντα τὸν χρόνον [208.4—5 A.]. Νῦν περὶ τῶν οὔρων διαλαμβάνει. τὸ δὲ οὖρον, ὡς ἴσμεν, περίττωμά ἐστι τῆς δευτέρας πέψεως. καὶ ἵνα σαφῶς τοῖς λεγο‐ | |
5 | μένοις παρακολουθήσωμεν, ἐκ διαιρέσεως προαγάγωμεν τὸν λόγον οὕτως· τὸ οὖρον εἰς δύο διαιρεῖται, 〈εἰς χύμα καὶ παρέγχυμα. καὶ τὸ μὲν παρέγχυμα εἰς τρία διαιρεῖται〉. εἰ μὲν γὰρ ἐπιπο‐ λάζει καὶ ἄνω περιφέρεται, λέγεται νεφέλη, δίκην τοῦ ἐπιπροσ‐ θοῦντος νέφους ἐπιπολάζοντος τῷ ἀέρι· ἢ βρίθει ἐν τῷ κλοκίῳ | |
10 | καὶ ὑφιζάνει καὶ λέγεται ὑπόστασις· ἢ ἐν τῷ μέσῳ ἐστὶ καὶ λέ‐ γεται ἐναιώρημα. τὸ δὲ χύμα ἐστὶν αὐτὴ ἡ ὑγρότης τοῦ οὔρου. δεῖ γὰρ εἰδέναι ὅτι αὐτοὶ οἱ τέσσαρες χυμοὶ ἐν τῷ ἥπατι γεν‐ νῶνται. καὶ οἱ μὲν δύο χυμοὶ ἔχουσι δοχεῖα καὶ καθαρτήρια, δι’ ὧνπερ ἀποκαθαίρονται, ὁ μὲν μελαγχολικὸς ὑπὸ τοῦ σπληνός, ἡ | |
15 | δὲ ξανθὴ χολὴ ὑπὸ τῆς χοληδόχου κύστεως. τὸ δὲ αἷμα ἀναδίδο‐ ται διὰ τῶν φλεβῶν ἐπὶ τὸ πᾶν σῶμα διὰ τὴν θρέψιν· σὺν δὲ τῷ αἵματι ἀναδίδοται καὶ ὀρῶδές τι ὑγρόν· ἀλλὰ καὶ φλέγμα συνανα‐ δίδοται, οὐχ ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλ’ ἑκάτερον δι’ ἀναγκαίαν χρείαν. τὸ μὲν ὀρῶδες ὑγρόν, ἐπειδὴ τὸ αἷμα φύσει ἀργόν ἐστι | |
20 | καὶ δυσπόρευτον, συναναδίδοται τὸ ὑγρόν, ἵνα ποδηγήσῃ καὶ εὔ‐ ρουν ποιήσῃ τὸ αἷμα, ὡς αὐτὸς Ἱπποκράτης ἀλλαχοῦ λέγει, ὅτι “ὑγρασίη τροφῆς ὄχημα”. ταύτην οὖν τὴν χρείαν ποιεῖ τὸ ὀρῶδες ὑγρόν. ἀλλὰ καὶ τὸ φλέγμα μεγίστην χρείαν ποιεῖται ἀναδιδόμε‐ νον σὺν τῷ αἵματι, ἵν’ ὅταν λεῖψις τοῦ αἵματος γένηται ἐν ταῖς | 148 |
25 | λιμαγχονίαις καὶ ἐν ταῖς περιστάσεσιν, αὐτὸ τὸ φλέγμα ἡμίπεπ‐ τον αἷμα φύσει τυγχάνον τὴν χρείαν ποιεῖται τῆς τροφῆς. ἔγνω‐ μεν οὖν ποίαν ἀποτελεῖ ἑκάτερον χρείαν. τὸ οὖν ὀρῶδες ὑγρὸν μετὰ τὸ ποιῆσαι τὴν χρείαν καὶ ὁδηγῆσαι τὸ αἷμα, λοιπὸν ὡς περίττωμα φέρεται διὰ τῶν φλεβῶν ἐκείνων ἐπὶ νεφροὺς δι’ ὧν‐ | |
30 | περ ἡ τροφὴ φέρεται ἐν αὐτοῖς, ἐπειδὴ χαίρουσιν οἱ νεφροὶ τῇ ποιότητι τοῦ οὔρου, καὶ μετὰ τὸ ἐνεχθῆναι εἰς τοὺς νεφρούς, φέρεται ἐπὶ τὴν κύστιν καὶ οὕτως ἀπουρεῖται. καὶ τοῦτο τὸ ὀρῶδες ὑγρὸν ἤγουν τὸ οὖρον λέγεται χύμα. Σημειοῦται οὖν τὸ κατὰ φύσιν οὖρον. καὶ λέγει ὅτι δεῖ τὸ | |
35 | ἄριστον οὖρον λευκὴν ἔχειν τὴν ὑπόστασιν καὶ λείην καὶ ὁμαλὴν παρὰ πάντα τὸν χρόνον· τὸ δὲ χύμα ἤγουν τὸ ὑγρὸν ὑπόπυρρον καὶ ὑπόξανθον δεῖ εἶναι. Καὶ ἐπεξέλθωμεν ἑκάστου τὴν αἰτίαν. διὰ τί λευκὴ ἡ ὑπό‐ στασις θέλει εἶναι; τοῦτο κατὰ δύο αἰτίας. πρῶτον μὲν ὅτι ἢ | |
40 | διαδιδράσκει μέρος τι τοῦ συναναδιδομένου φλέγματος καὶ φέρε‐ | |
ται μετὰ τοῦ οὔρου καὶ γίνεται λευκὴ ἡ ὑπόστασις, ἐπειδὴ λευ‐ κόν ἐστι τὸ φλέγμα. ἢ δι’ ἕτερον τρόπον λευκὴ γίνεται ἡ ὑπό‐ στασις, ἐπειδὴ περίττωμά ἐστι τῶν στερεῶν τῆς τρίτης πέψεως· ἐπειδὴ γὰρ τὰ στερεὰ ἀπὸ σπέρματος τρέφονται, τὸ δὲ σπέρμα | 149 | |
45 | λευκόν ἐστι φύσει, τοῦτο οὖν τὸ περίττωμα ἀλᾶται καὶ πλανᾶται τῇδε κἀκεῖσε, καὶ ἡ φύσις λοιπὸν σὺν τῷ οὔρῳ ἐκκρίνει αὐτό, καὶ ὑφίσταται καὶ λευκὴ γίνεται ἡ ὑπόστασις. Καὶ λεῖον. λεῖον λέγει τὸ ὁμοιομερές, τὸ κατὰ πᾶν ἑαυτὸ ὅμοιον, καὶ μὴ τὸ μὲν αὐτοῦ πεπεμμένον ἐστί, τὸ δὲ ἄπεπτον, | |
2.6(50) | καὶ τὸ μὲν αὐτοῦ λεπτόν, τὸ δὲ παχύ, καὶ τὸ μὲν αὐτοῦ λευκόν, τὸ δὲ οὐ λευκόν. Ἀλλὰ καὶ ὁμαλὸν αὐτὸ δεῖ εἶναι. ὁμαλὸν λέγει εἶναι τὸ κατὰ τὸν χρόνον, ὅτι δεῖ τὴν ὑπόστασιν ἀείσε τοιαύτην εἶναι, τυχὸν κατὰ φύσιν· τοῦτο γὰρ ἐνδείκνυται ἰσχὺν καὶ ἐπικράτειαν | |
55 | τῶν δυνάμεων. Τὸ δὲ χρῶμα ὑπέρυθρον καὶ ὑπόξανθον θέλει εἶναι τοῦ χύμα‐ τος· καὶ ὑπέρυθρον μέν, ἐπειδὴ ὀρὸς μετὰ τοῦ αἵματος ἐκκρίνε‐ ται καὶ ἐξυδαροῦται τὸ αἷμα, καὶ οὐκέτι ἐρυθρὸν ἐκκρίνεται, ἀλλ’ ὑπέρυθρον· τὸ δὲ ὑπόξανθον, ἐπειδὴ καὶ μέρος τι τῆς χο‐ | |
60 | λῆς συνεκκρίνεται καὶ ἐξυδαροῦται, καὶ ὑπόξανθον ἐκκρίνεται τὸ οὖρον. Εἶτα καὶ ἀποροῦσιν ὅτι ‘ἐπὰν χολὴ συνεκκρίνεται καὶ γίνε‐ ται ὑπόξανθον τὸ οὖρον, διὰ τί καὶ ὁ μελαγχολικός ποτε οὐ συν‐ αναδίδοται, καὶ οὕτως χρώννυσι τὸ οὖρον;‘ καὶ λέγομεν ὅτι ὁ | |
65 | μελαγχολικὸς βαρύς ἐστι καὶ βρίθει ὥσπερ κόνις ἤγουν στακτή· | |
ἄλλως τε δὲ ἀποκαθαίρεται καὶ φθάζει ἀποκαθαρθῆναι ὡς γεώδης καὶ βαρύς, καὶ οὐ συναναδίδοται, 〈ὥστε〉 χρῶσαι τὸ οὖρον ἐν τῷ κατὰ φύσιν. Καὶ ἀποροῦσι πάλιν ὅτι ‘τὸ κατὰ φύσιν οὖρον, πῶς ἐπὶ πά‐ | 150 | |
70 | σης ἡλικίας καὶ ὥρας καὶ χώρας τὸ αὐτὸ ἔχομεν λέγειν κατὰ φύ‐ σιν, εἴ γε διάφορός ἐστιν ἡ ἡλικία, καὶ ἑκάστης ἡλικίας διά‐ φορός ἐστι καὶ ἡ κρᾶσις, ἀλλὰ καὶ τοῦ θέρους ἄλλη ἐστὶ κρᾶσις, καὶ ἐν χειμῶνι ἄλλη, καὶ ἐπὶ τῶν ἄλλων καιρῶν ὡσαύτως, ἀλλὰ καὶ ἑκάστη χώρα ἰδίαν κρᾶσιν ἔχει;‘ καὶ ἀπολογούμεθα οὕτως, | |
75 | ὅτι ἐπὶ τῶν τελείων αἱ τέλειαι σημειώσεις ἀποτελοῦνται· ἐπὶ οὖν τῶν ἀκμαστικῶν τὸ κατὰ φύσιν ἁρμόζει μᾶλλον οὖρον· τοῦ οὖν εἴδους φυλαττομένου τοῦ κατὰ φύσιν οὔρου, διαφορὰς ἐπιδέ‐ χεται κατά τε τὸ χρῶμα καὶ τὴν σύστασιν παρὰ τὸ μᾶλλον καὶ ἧτ‐ τον, καὶ ἐπὶ πάσης ἡλικίας καὶ ὥρας καὶ χώρας φυλάττεται τὸ | |
80 | κατὰ φύσιν οὖρον. οὕτως γοῦν ἐπὶ παίδων ἐπ’ ἔλαττον λευκότερα εὑρίσκονται τὰ οὖρα, καὶ οὐχ ὥσπερ ἐπὶ τῆς ἀκμαστικῆς ἡλικίας, οὕτως ὑπέρυθρον καὶ ὑπόξανθον. ἀλλὰ καὶ ἐπὶ τῶν γερόντων ἔτι μικρὸν λευκότερον ἐκκρίνεται. οὕτως γὰρ καὶ κατὰ τὴν ὑπόστα‐ σιν εὑρίσκομεν γινόμενον· τῶν ἁβροδιαίτων ἢ πολλὰ ἐσθιόντων | |
85 | πολλὴ γέγονεν ἡ ὑπόστασις ἐν τῷ οὔρῳ, καὶ οὐ λέγομεν αὐτὸ παρὰ φύσιν. ἀλλὰ καὶ οἱ ὀλίγην τροφὴν λαμβάνοντες, ὀλίγη γίνεται αὐτῶν καὶ ἡ ὑπόστασις, καὶ οὐ λέγομεν ὅτι οὐκ ἔστι κατὰ φύσιν, ἐπειδὴ ἀποθεωροῦμεν εἰς τὴν ὀλιγότητα τῶν τροφῶν. ἀλλὰ καὶ οἱ μέσως πως διαιτώμενοι, μέσως πως καὶ ἡ ὑπόστασις ἐκκρίνεται. | |
90 | Δεύτερόν ἐστι κεφάλαιον, ἐν ᾧ 〈περὶ〉 τοῦ παρὰ φύσιν δια‐ | |
λέγεται οὔρου ὁ Ἱπποκράτης. ἀλλὰ πρὸ τούτου τέσσαρά τινα δεῖ ἡμᾶς ζητῆσαι. πρῶτον, διὰ τί τὸ οὖρον σημειούμεθα· δεύτερον, εἰ ἐπὶ πάντων τῶν νοσημάτων ἁρμόζει ἡ τῶν οὔρων σημείωσις καὶ πάντα σημειούμεθα δι’ αὐτῶν· τρίτον, τὸν πρέποντα καιρὸν ἐν ᾧ | 151 | |
95 | ἡ ἀπόθεσις τοῦ οὔρου γίνεται· καὶ τέταρτον, τί βούλεται λέγειν ὁ Ἱπποκράτης διὰ ῥησειδίου ἐν ᾧ φησιν ὅτι “παρὰ πάντα τὸν χρόνον, ἔστ’ ἂν κριθῇ ἡ νοῦσος”. Καὶ ἀρκτέον ἀπὸ τοῦ πρώτου. τὴν ἀπὸ τῶν οὔρων σημείωσιν ποιούμεθα, ἵνα γνῶμεν τὰς φυσικὰς δυνάμεις τὰς ἐν ἥπατι καὶ | |
2.6(100) | ἐν ταῖς φλέβαις. Δεύτερον δέ, εἰ πάντα τὰ νοσήματα ἐκ τῶν οὔρων δυνάμεθα σημειώσασθαι. καὶ λέγομεν ὅτι οὐ πάντα, ἀλλὰ μόνα τὰ θρεπτικά· καὶ τὸ θρεπτικόν, ἧπαρ καὶ φλέβες. κατὰ οὖν πρῶτον λόγον ἡ ἀπὸ τῶν οὔρων σημείωσις τὴν δευτέραν πέψιν ἤγουν τὴν ἐξαιμά‐ | |
105 | τωσιν, τὸ πῶς διάκεινται αἱ ἐν αὐτοῖς δυνάμεις, δηλοῖ, εἰ μὴ ὅτε συμπαθήσωσι τό τε ἧπαρ καὶ αἱ φλέβες τοῖς ἀναπνευστικοῖς ἢ τῷ ἐγκεφάλῳ· καὶ ὡς ὁμοιοπαθοῦντα, συμβάλλεται ἡ τῶν οὔρων σημείωσις. Τρίτον, δεῖ ἡμᾶς ζητῆσαι τὸν πρέποντα καιρὸν τῆς ἀποθέσεως | |
110 | τῶν οὔρων. πρέπων καιρός ἐστι μετὰ τὸ κατὰ λόγον γενέσθαι τὴν δευτέραν πέψιν, λέγω δὴ τὴν ἐν ἥπατι, τυχὸν μετὰ τὴν κατὰ λό‐ γον ἐξαιμάτωσιν, τότε ἐστὶν ὁ πρέπων καιρὸς τῆς ἀποθέσεως τοῦ οὔρου. παρὰ φύσιν δὲ καιρός ἐστιν ἡ πρὸ πέψεως τῆς δευτέρας ἀπόθεσις τοῦ οὔρου· οὐδὲν γὰρ ἐνδείκνυται πρὸς σημείωσιν· λεπ‐ | |
115 | τὸν γὰρ καὶ ἄπεπτον καὶ ἀχόλωτον εὑρίσκεται, δίκην τῶν πολλὰ ἐσθιόντων. ἀλλὰ καὶ κατὰ χρόνον τῆς πέψεως ἐὰν ἀπωθεῖται τὸ οὖρον, παρὰ φύσιν ἐστὶ καὶ οὐδὲν ἐνδείκνυται, ἐπειδὴ οὐ χο‐ λοῦται καὶ οὕτως ἐκκρίνεται. ἀλλὰ καὶ ἡ ἐν τῷ κλοκίῳ ἀπόθεσις, οὐ δεῖ ἐγχρονίζειν καὶ μετὰ μίαν ἡμέραν ἐνδείκνυσθαι· οὐδὲ | 152 |
120 | τότε γὰρ συμβάλλεται εἰς σημείωσιν· τῷ γὰρ χρόνῳ ἀποψύχεται καὶ νεκροῦται καὶ χύσιν ὑφίσταται. ἀλλ’ οὐδὲ ἡ πρόσφατος ἀπό‐ θεσις συμβάλλεταί σοι εἰς σημείωσιν, ἐπειδὴ ἔτι ἀδιάκριτόν ἐστι καὶ συγκεχυμένον. Τέταρτόν ἐστιν, ἐν ᾧ δεῖ ἡμᾶς ζητῆσαι τί βούλεται λέγειν | |
125 | ὁ Ἱπποκράτης τὸ τοιοῦτον δεῖ εἶναι “παρὰ πάντα τὸν χρόνον, ἔστ’ ἂν κριθῇ ἡ νοῦσος”. καί τινές φασιν ὅτι “παρὰ πάντα τὸν χρόνον” λέγει, ὡς ἂν δεῖ αὐτὸ παρὰ πάντα τὸν χρόνον τοῦ νοσή‐ ματος εἶναι κατὰ φύσιν, ὅπερ παρὰ τὰ πράγματά ἐστιν· οὔτε γὰρ ἀρχὴ διαφανήσεται πρὸς σημείωσιν οὔτε ἀνάβασις οὔτε ἀκμή, ἐὰν | |
130 | κατὰ φύσιν ἐστὶ τὸ οὖρον· λοιπὸν δὲ ὅτι, κατὰ φύσιν ὄντος τοῦ οὔρου, οὐδὲ νόσημα ὑποστήσεται. καὶ λέγομεν ὅτι ταῦτα νόει λέ‐ γειν δυνατὸν Ἱπποκράτην, ὅτι ἐὰν μέλλῃ σωτήριον εἶναι τὸ νό‐ σημα, ἐν τῇ ἀρχῇ δεῖ εἶναι ἴχνη τινὰ πέψεως ἐν τῷ οὔρῳ, ἵνα τυχὸν λευκότερον μέν ἐστι τὸ οὖρον, ἔχῃ δὲ καὶ τὴν ὑπόστασιν | |
135 | ἢ νεφέλιον· εἶτα ἐν τῇ ἀναβάσει δεῖ αὐτὸ πλεῖον χρώννυσθαι καὶ τὴν ὑπόστασιν δεῖ ἐναιώρημα γενέσθαι· ἐν δὲ τῇ ἀκμῇ καὶ ἐν αὐτῇ τῇ κρίσει δεῖ αὐτὸ κατὰ φύσιν εἶναι, τυχὸν λευκὸν καὶ λεῖον καὶ ὁμαλὸν καὶ ὑπέρυθρον καὶ ὑπόξανθον. | |
Τούτων οὕτως εἰρημένων, σημειοῦται τὰ παρὰ φύσιν οὖρα. | 153 | |
140 | ταῦτα δὲ πολλὴν ἔχουσι τὴν διαφορὰν κατά τε τὸ χύμα καὶ τὸ παρέγχυμα, λέγω δὴ τὸ νεφέλιον καὶ τὸ ἐναιώρημα. ἀλλὰ πρότερον περὶ τοῦ χύματος διαλέγεται, πολλὰς ἔχον παρεκτροπάς. καί φη‐ σιν ὅτι τὸ ξανθὸν οὖρον καὶ πυρρὸν παρὰ φύσιν εἰσί· τὸ μὲν γὰρ ξανθὸν ἐνδείκνυται περιουσίαν χολώδους ὕλης, ὅπερ κάκισ‐ | |
145 | τόν ἐστι· τὸ δὲ πυρρὸν ἧττόν ἐστι κακόν, ἐπειδὴ ἐνδείκνυται περιουσίαν αἵματος. τὸ δὲ αἷμα φίλιον ἡμῖν ἐστιν, ἀλλ’ ὅμως κακόν ἐστιν, ἐπειδὴ ἐνδείκνυται τὸ αἷμα λεπτὸν ὂν καὶ ἄπεπτον καὶ ἀκατέργαστον καὶ τὸν πρέποντα κόσμον μὴ δεξάμενον. καὶ τὸ τηνικαῦτα ὡς λεπτὸν καὶ ὑδαρὲς συνεκκρίνεται τῷ ὀρώδει ὑγρῷ, | |
2.6(150) | καὶ ποιεῖ πυρρὸν τὸ οὖρον. ἀλλὰ καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον οὖ‐ ρον κάκιστόν ἐστι· τὸ μὲν γὰρ πολὺ ἐνδείκνυται ἀπεψίαν, καὶ τῇ ἀπεψίᾳ ἐξ ἀνάγκης πολλὰ γεννῶνται τὰ περιττώματα· τὸ δὲ ὀλίγον ἐνδείκνυται ὅτι οὐ πάντα τὰ περιττώματα κενοῦνται, ἀλλ’ ἐνδομυχοῦσι διαλανθάνοντα καί πού ποτε ἀθροίζονται. κακὰ οὖν | |
155 | εἰσι καὶ τὸ μέλαν καὶ τὸ πέλιον· ταῦτα γὰρ ἐνδείκνυνται ἢ με‐ γίστην ζέσιν καὶ φλόγωσιν θερμότητος οὖσαν ἐν τῷ βάθει ἢ ἐπι‐ τεταμένην σηπεδόνα ἢ ἀπόψυξιν καὶ νέκρωσιν. ἀλλὰ καὶ τὸ λευκὸν οὖρον καὶ παχὺ δίκην τρυγίας κακόν ἐστιν, ἐπειδὴ ἐνδείκνυται μεγίστην ἀπεψίαν τῶν ὑλῶν, καθ’ ἣν ταῦτα ἐκκρίνεται. ἀλλὰ καὶ | |
160 | τὸ λεπτὸν καὶ ὑδατῶδες καὶ διαυγὲς καὶ στίλβον οὖρον κακόν ἐστι· καὶ τοῦτο γὰρ ἀπεψίαν ἐνδείκνυται. ἀλλὰ καὶ πνευμάτων τινῶν συναναπεπλεγμένων τῷ οὔρῳ καὶ τῇ τάσει ποιοῦσιν αὐτὸ στίλβον δίκην ἀκόνης. | |
Ἀλλὰ καὶ τὸ παρέγχυμα ἔχει διαφοράς· τὸ γὰρ νεφέλιον ἐν‐ | 154 | |
165 | δείκνυται περιουσίαν πνευμάτων. ἀλλὰ καὶ τὸ ἐναιώρημα παρὰ φύσιν ἐστίν· ἐνδείκνυται γὰρ καὶ αὐτὸ περιουσίαν πνευμάτων, ἀλλ’ ἐπ’ ἔλαττον, ὅθεν καὶ ἧττον κακόν ἐστιν. ἐνδέχεται δέ ποτε καὶ τὸ νεφέλιον καὶ τὸ ἐναιώρημα κατὰ κρᾶσιν μὴ εἶναι παρὰ φύσιν, ἀλλὰ κατὰ φύσιν· εἰ μὲν αὐχμηρά ἐστιν ἡ ἕξις τοῦ | |
170 | σώματος καὶ τὰ σύστοιχα θερμότερα ἐπιτεταμένως, τότε νεφέλιον γίνεται· εἰ δὲ ὑφειμένη ἐστὶν ἡ ξηρότης τῆς ἕξεως καὶ τὰ σύσ‐ τοιχα ἧττόν ἐστι θερμά, ἐναιώρημα γίνεται ἡ ὑπόστασις. Ταῦτα εἰρηκὼς λέγει καὶ ἕτερα παρὰ φύσιν οὖρα ἐν τῇ ὑπο‐ στάσει συνιστάμενα. καί φησιν ὅτι κακαί εἰσιν αἱ κριμνώδεις | |
175 | ὑποστάσεις· ἐπὶ γὰρ ἀνωμάλῳ ἐκτήξει ἐκκρίνονται, ἐπὶ πυρώδει καὶ φλογώδει θερμότητι γινομένης τῆς ἐκτήξεως. ἡ δὲ ἔκτηξις γίνεται τῆς νεοπαγοῦς σαρκὸς καὶ αὐτῆς τῆς σαρκός, καὶ λοι‐ πὸν ἐν τοῖς τοιούτοις κριμνώδη ἐκκρίνονται ἐν τοῖς οὔροις. ἀλλὰ καὶ ἐπὶ παχεῖ αἵματι κριμνώδη ἐκκρίνονται ἐν τοῖς οὔροις· | |
180 | ἀνώμαλός ἐστιν ἡ ἔκτηξις, ὅτι τὰ μὲν λεπτὰ ἐμφέρονται, τὰ δὲ παχέα· ἐρυθρὰ δέ ἐστι τὰ οὖρα καὶ τὰ κριμνώδη τὰ ἐμφερόμενα κατὰ τὴν ὑπόστασιν. κριμνώδεις δὲ λέγονται αἱ τοιαῦται ὑπο‐ στάσεις δίκην τῶν κριμνῶν τῶν ἀπὸ τῶν πεφρυγμένων κριθῶν καὶ ἀλεσθέντων καὶ διαλαθόντων τινῶν ἁδρομερῶν. | |
185 | Λέγει καὶ ἑτέραν διαφοράν, ὅτι καὶ ἡ πεταλώδης ὑπόστασις κακίστη ἐστί· καὶ αὕτη γὰρ ἐπὶ ἐκτήξει ἐκκρίνεται τῶν στερεῶν κατ’ ἐπίτασιν τῆς πυρώδους καὶ φλογώδους θερμότητος. Ἀλλὰ καὶ τὰ πιτυρώδη κακά ἐστιν, ἐπειδὴ καὶ ταῦτα ἐπὶ ἐκτήξει τῶν στερεῶν μορίων ἐκκρίνονται κατ’ ἐπίτασιν μεγίστην | |
190 | τῆς φλογώδους καὶ πυρώδους θερμότητος. πιτυρώδη δὲ ὀνομάζον‐ ται, ἐπειδὴ ἐοίκασι πιτύροις. Καὶ ἀποροῦσί τινες ‘εἴ γε τὸ ὑπέρυθρον καὶ ὑπόξανθον ὑπό τε τοῦ αἵματος καὶ τῆς χολῆς χρωννύντων αὐτὸ τοιοῦτον γίνεται, ὑπέρυθρον μὲν ὑπὸ τοῦ αἵματος χρωννυμένου, ὑπόξανθον δὲ ὑπὸ | 155 |
195 | τῆς χολῆς, τί δήποτε μὴ ὥσπερ τὸ χύμα χρώννυται καὶ ἡ ὑπόστα‐ σις χρώννυται καὶ γίνεται ὑπόπυρρον ἢ ὑπόξανθον, ἀλλὰ μένει λευκή;‘ καὶ λέγομεν ὅτι οἱ τοιοῦτοι χυμοὶ λεπτομερεῖς εἰσι, καὶ λοιπὸν ἑτοίμως διεισκρίνονται καὶ διεισέρχονται εἰς τὸ ὀρῶδες ὑγρὸν καὶ ἀναχύνονται ἐν αὐτῷ, καὶ διὰ τοῦτο χρώννυσιν | |
2.6(200) | αὐτό· ἡ δὲ ὑπόστασις κάτω ὑφίσταται· λοιπὸν δὲ καὶ παχεῖά ἐσ‐ τι καὶ οὐ φθάνουσιν εἰσκριθῆναι ἐν τῇ ὑποστάσει ὥστε χρῶσαι αὐτήν, καὶ διὰ τοῦτο λευκὴ εὑρίσκεται. Καὶ πάλιν ἀποροῦσιν ὅτι ‘ἐπὶ τῆς νεφελώδους ὑποστάσεως καὶ τοῦ ἐναιωρήματος τί ἔχετε εἰπεῖν, ἐπειδὴ ταῦτα ἐμφέρονται καὶ | |
205 | ἐπιπολάζουσι, καὶ μὴν ὁρῶμεν λευκὰ καὶ αὐτὰ ὄντα;‘ πρὸς ὃ ἀπολογούμεθα ὅτι ταῦτα, λέγω δὴ τὸ νεφέλιον καὶ τὸ ἐναιώρημα, παχέα εἰσί, τὸ δὲ χύμα λεπτόν ἐστι καὶ ὑδατῶδες, καὶ διὰ τοῦ‐ το εὐχερῶς εἰσκρίνονται καὶ χρώννυσιν αὐτό· τὸ δὲ νεφέλιον καὶ τὸ ἐναιώρημα παχέα εἰσί, καὶ διὰ τοῦτο οὐ διεισέρχονται | |
210 | ἐν αὐτοῖς καὶ χρώννυσιν αὐτά. | 156 |
2.7 | Θανατωδέστερα δὲ τῶν οὔρων τά τε δυσώδεα καὶ ὑδατώδη καὶ μέλανα καὶ παχέα [209.3—4 A.]. Ἐντεῦθεν ἐπὶ ἑτέρας διαφορὰς θανατωδῶν οὔρων τρέπεται. καὶ λέγει τρεῖς συζυγίας θανατωδεστάτων οὔρων, ὧν πρώτη ἐστὶν | |
5 | αὕτη· φησὶν ὅτι θανατωδέστατα τῶν οὔρων εἰσὶ τά τε λευκὰ καὶ ὑδατώδεα καὶ δυσώδη· δεύτερον δὲ τὰ παχέα καὶ μέλανα· τρίτον δὲ τὰ λιπαρὰ καὶ ἐλαιώδη. εἶτα λοιπὸν δέον ἐστὶ καὶ τὴν αἰτίαν ἑκάστου εἰπεῖν. τὸ λεπτὸν καὶ δυσῶδες οὖρον ἐνδείκνυται ἐσχά‐ την ἀπεψίαν καὶ ἄκραν καταβολὴν τῶν φυσικῶν δυνάμεων καὶ μεγί‐ | |
10 | την σηπεδόνα ἐν τῷ βάθει οὖσαν. τὸ δὲ λοιπὸν καὶ μέλαν οὖρον ἐνδείκνυται ἢ κατάψυξιν καὶ νέκρωσιν τοῦ ἐμφύτου θερμοῦ ἢ πυ‐ ρώδη καὶ φλογώδη θερμότητα· δεῖ γὰρ εἰδέναι ὅτι τὰ μέλανα οὖ‐ ρα ἢ ἐπὶ καταψύξει καὶ νεκρώσει τοῦ ἐμφύτου θερμοῦ καὶ τοῦ αἵ‐ ματος καὶ τῶν χυμῶν ἀπονεκρουμένων ἢ ἐπὶ μεγίστῃ καὶ φλογώδει | |
15 | καὶ πυρώδει θερμότητι, ἐξυπεροπτῶσαν καὶ οἷον ἀποτεφρουμένην, τοῦ τε αἵματος καὶ τῶν χυμῶν, γίνεται. τὸ δὲ παχὺ οὖρον ἐν‐ δείκνυται περιουσίαν καὶ πλεονασμὸν παχέων χυμῶν καὶ πνευμά‐ των συναναπλεκομένων αὐτοῖς. δεῖ δὲ εἰδέναι ὅτι τὸ λεπτὸν οὖ‐ ρον καὶ μέλαν ἀδύνατόν ἐστιν εὑρεθῆναι ἢ μέλαν καὶ δυσῶδες. | |
20 | ἀλλὰ ταῦτα τὰ οὖρα καθ’ αὑτὰ μὲν καὶ ἰδίᾳ ὀλέθριά εἰσι, τουτ‐ έστι τὸ λευκὸν καὶ τὸ δυσῶδες μόνον· συμπεπλεγμένα δὲ ἔτι μᾶλλόν εἰσιν ὀλέθρια. τὸ δὲ λευκὸν καὶ παχὺ οὐκ ἔστι καθ’ αὑ‐ τὰ ὀλέθρια· τὸ μὲν γὰρ λεπτὸν καὶ ὑδατῶδες, διότι ἐνδέχεται τῷ χρόνῳ ῥωσθῆναι τὰς φυσικὰς δυνάμεις, καὶ πέψαι καὶ χυμῶσαι | |
25 | καὶ εἰς τὸ κατὰ φύσιν ἐλθεῖν καὶ μὴ εἶναι ὀλέθριον. ἀλλὰ καὶ τὸ παχὺ οὖρον, ἐπειδὴ παχεῖαν δηλοῖ τὴν ὕλην καὶ περιουσίαν πνευμάτων, χρόνιον μὲν δηλοῖ τὸ νόσημα, οὐ μὴν ὀλέθριον. ἄλ‐ λως τε δὲ ἐνδέχεται παχέα ἐκκριθῆναι οὖρα ἐν τῇ ἀκμῇ τῆς νό‐ σου καὶ μὴ εἶναι ὀλέθρια, ἀλλ’ ὑγιαστικά· δηλοῖ γὰρ ὅτι ἀπο‐ | 157 |
30 | καθαίρεται τὸ σῶμα δι’ οὔρων, καὶ διὰ τοῦτο παχέα κενοῦνται τὰ οὖρα. ἢ οὐχ ὁρῶμεν καὶ ἄλλων παρὰ φύσιν ὑλῶν κενουμένων ἐν ταῖς παρακμαῖς ἐπὶ ἀπαλλαγῇ τῶν νοσημάτων; διὸ χολώδης ἔκκρι‐ σις πολλάκις γίνεται ἢ φλεγματώδης καὶ ἕλμινθες ἐκκρίνονται, καὶ οὔκ εἰσιν ὀλέθρια, ἀλλ’ ὑγιαστικά. “παχὺ” δὲ οὖρον ἀκουσ‐ | |
35 | τέον τὸ ἄγαν παχύ. ἀλλὰ καὶ τὸ λιπαρὸν καὶ ἐλαιῶδες καὶ τὰ τοιαῦτα οὖρα ὀλέθριά εἰσι καὶ θανατώδη· δηλοῦσι γὰρ σηπεδόνα καὶ ἔκτηξιν τῆς πιμελῆς ὑπὸ φλογώδους θερμότητος γινομένην. Αὗταί εἰσιν αἱ συζυγίαι τῶν οὔρων αἱ θανατώδεις ὧν ἐνταῦ‐ θα μέμνηται Ἱπποκράτης. ἐφ’ οἷς καὶ προσδιορισμοὺς τίθησι | |
40 | τέσσαρες τὸν ἀριθμόν. ὧν πρῶτός ἐστιν αὐτός, ὅτι “ταῖς μὲν γυναιξὶ καὶ τοῖς ἀνδράσι τὰ μέλανα τῶν οὔρων κάκιστα, τοῖς δὲ παιδίοισι τὰ ὑδατώδη”. φησὶν ὅτι ταῖς ἀκμαζούσαις γυναιξὶ καὶ ἀνδράσι τοῖς ἀκμάζουσι τὰ μέλανα τῶν οὔρων ὀλέθρια καὶ θανα‐ τώδη εἰσί, τοῖς δὲ παιδίοις τὰ λεπτὰ καὶ ὑδατώδη. διὰ τί; | |
45 | ἐπειδὴ ἐπὶ τῶν παίδων ἐν τῷ κατὰ φύσιν παχέα ἐκκρίνονται τὰ οὖρα διὰ τὴν ἀδηφαγίαν, ὅθεν τῷ πάχει καὶ μέλανα ὑποφαίνονται· ἐπὶ δὲ τῶν ἀκμαζόντων τὰ λεπτὰ καὶ ὀλίγην ἔχοντα τὴν ὑπόστασίν εἰσι κατὰ φύσιν διὰ τὴν περιουσίαν τῆς κατὰ ποιότητα θερμότη‐ τος, συμπέττουσαν καὶ λεπτύνουσαν· ἐὰν οὖν ἐναλλὰξ γένηται | |
2.7(50) | καὶ ἐπὶ τῶν παίδων λεπτὰ ἐκκριθῶσι καὶ ὑδατώδη, ἐπὶ δὲ τῶν ἀκμαζόντων τὰ μέλανα καὶ παχέα οὖρα, ἐπειδὴ ἐπὶ τὸ πάντῃ ἐναν‐ τίον τοῦ κατὰ φύσιν ἐξετράπησαν, διὰ τοῦτο ὀλέθριά εἰσιν. Δεύτερον λέγει προσδιορισμὸν τοιοῦτον, ὅτι 〈εἰ〉 ἐπὶ τῶν νοσημάτων εὔφορός ἐστιν ὁ ἄνθρωπος καὶ εὔπνους καὶ εὔϋπνος | 158 |
55 | καὶ ἄδιψος καὶ μηδεμίας αἰσθάνεται δυσφορίας ἢ ἀνωμαλίας, ἐκ‐ κρίνει δὲ οὖρα λεπτὰ καὶ ὑδατώδη ἐπὶ πολὺν χρόνον, γίνωσκε ὅτι εἰς ἀπόστασιν τρέπεται τὸ νόσημα. δεῖ δὲ εἰδέναι ἐν τῷ καθό‐ λου ὅτι τὰ νοσήματα ἢ χρόνιά εἰσιν ἢ ὀξέα, καὶ τὰ μὲν χρόνια ἐπὶ ψυχρᾷ καὶ παχείᾳ ὕλῃ γίνονται· διὰ τοῦτο καὶ χρονίζουσιν, | |
60 | ἀλλὰ τῷ μήκει τοῦ χρόνου καὶ αἱ δυνάμεις καταβάλλονται· τὰ δὲ ὀξέα ἐπὶ θερμῇ καὶ λεπτῇ ὕλῃ γίνονται, ὅθεν καὶ κατ’ ἔκρουν ἐκκρίνονται διὰ χολεμεσίας καὶ ἐκταράξεως γαστρὸς καὶ δι’ ἐμέ‐ των καὶ ἱδρώτων καὶ τῶν τοιούτων. τὰ δὲ χρόνια οὐ κρίνονται, ἀλλὰ λύονται κατὰ διαφόρησιν καὶ σύμπεψιν. εἰ δὲ καὶ κρίνον‐ | |
65 | ται, κατὰ ἀπόστασιν κρίνονται· δεῖ γὰρ εἰδέναι ὅτι χρονίου ὑποκειμένου νοσήματος καὶ παχείας οὔσης τῆς ὕλης καὶ παχέων οὔρων ὀφειλόντων ἐκκρίνεσθαι, ἐὰν λεπτὰ καὶ ὑδατώδη ἐκκρίνον‐ ται τὰ οὖρα, δηλοῖ ὅτι ἀλλαχοῦ πέμπεται ἡ ὕλη καὶ ἐνδομυχεῖ εἰς ἕτερον μόριον ἀσθενὲς γινόμενον, ὅπερ δι’ οἰκείαν ἀσθέ‐ | |
70 | νειαν ὑποδέξασθαι μὲν δύναται, ἀπωθῆσαι δὲ καὶ ἀποδιῶξαι οὐ δύναται, ἀλλὰ λοιπὸν ἐκεῖσε στέγεται καὶ ἐμφωλεύει ἡ τοιαύτη ὕλη, ὥστε τῷ χρόνῳ ἐξ ἀνάγκης ἀποστάσεις γενέσθαι. αἱ δὲ ἀπο‐ | |
στάσεις ἐπὶ μὲν τῶν ἄγαν χρονίων νοσημάτων, ἡνίκα καὶ ψυχρά ἐστιν ἡ ὕλη καὶ παχεῖα, ἀπὸ τοῦ διαφράγματος ἐπὶ τὰ κάτω γί‐ | 159 | |
75 | νονται, διὸ ἐπὶ τὸν ὀμφαλὸν καὶ τὴν ὀσφὺν καὶ τοὺς λαγόνας καὶ βουβῶνας καὶ τοῖς τοιούτοις· ἐπὶ δὲ τῶν μὴ οὕτως χρονιζόν‐ των ἐπὶ τὰ ἄνω αἱ ἀποστάσεις γίνονται, ἤγουν ἐν τοῖς παρισθ‐ μίοις καὶ παρωτίσι καὶ μασχάλαις καὶ τοῖς τοιούτοις. εἰ δὲ μέσως πως, μέσως καὶ αἱ ἀποστάσεις γίνονται, ποτὲ μὲν ἄνω, | |
80 | ποτὲ δὲ κάτω. Τρίτος προσδιορισμός ἐστιν, ὅτι ἐπὶ τῶν οὔρων παρὰ φύσιν ἐστὶ τὸ νεφελῶδες πάχος ἐν τῇ ὑποστάσει θεωρούμενον καὶ τὸ ἐναιώρημα, ἧττον δέ ἐστι παρὰ φύσιν· ἡ δὲ ὑπόστασις ὁμωνύμως τῷ γένει κατὰ φύσιν ἐστί. χειρίστη δὲ πασῶν τὸ νεφελῶδές ἐσ‐ | |
85 | τιν, ἐπειδὴ πλείω ἐνδείκνυται ἀπεψίαν καὶ περιουσίαν πνευμά‐ των· διὰ τοῦτο καὶ πλέον μετεωρίζεται· ἧττον δὲ χείριστόν ἐσ‐ τι τὸ ἐναιώρημα. ἐπειδὴ δὲ τῶν οὔρων τὰ μὲν οὐδ’ ὅλως ἔχουσι πάχος ἐμφερόμενον ἐν αὐτοῖς, ἀλλ’ ἀδιάκριτόν ἐστι, τούτου οὖν τοῦ μὴ ἔχοντος πάχος, τουτέστιν ὑπόστασιν, κάλλιόν ἐστι τὸ | |
90 | νεφελῶδες· τὸ γὰρ μὴ ἔχον τι πάχος οὖρον ἐν ἑαυτῷ χείριστόν ἐστι καὶ κάκιστον· δηλοῖ γὰρ ὅτι ἀλλαχοῦ ἀπασχολεῖται ἡ ὕλη καὶ ἐκεῖσε ἀποσκήπτει. Τέταρτος προσδιορισμός ἐστιν, ἐν ᾧ φησιν ὅτι τὰ μέλανα καὶ δυσώδη οὖρα οὐ πάντως τοῦ παντὸς σώματος ἐνδείκνυται τὸ | |
95 | πάθος, ἀλλά τινος μορίου, ἡνίκα τυχὸν ἕλκος ἐστὶ περὶ τοὺς νεφροὺς ἢ τοὺς οὐρητῆρας ἢ τὴν κύστιν· τὸ τηνικαῦτα γὰρ δυσῶ‐ δες ἐκκρίνεται τὸ οὖρον διὰ τὸ πύον. καὶ μὴ παραλογισθῇς ἐπὶ | |
τούτῳ ὅτι ἐπειδὴ δυσῶδες ἐξεκρίθη, πάντως καὶ ὀλέθριον· ἰδοὺ γὰρ ἐνδέχεταί ποτε ἐκκριθῆναι δυσῶδες οὖρον καὶ μὴ εἶναι θα‐ | 160 | |
2.7(100) | νάσιμον, καθὼς καὶ αὐτὸς λέγει, “μὴ ἐξαπατάτω δέ σε, ἤν τι καὶ αὐτὴ ἡ κύστις νόσημα ἔχουσα τοιαῦτα οὖρα ἀποδιδῷ· οὐ γὰρ τοῦ ὅλου σώματος σημεῖόν ἐστιν, ἀλλ’ αὐτῆς καθ’ ἑαυτήν”. Δεύτερόν ἐστιν, ἐν ᾧ περὶ ἐμέτου διαλέγεται. ὁ δὲ ἔμετος πολλὰς ἔχει διαφοράς. ἀλλὰ πρότερον περὶ τοῦ κατὰ φύσιν ἐμέ‐ | |
105 | του διαλέγεται. κατὰ φύσιν δὲ ἔμετός ἐστιν ὁ ἄνευ βλάβης τῶν ἐνεργειῶν γινόμενος. καί φησιν ὅτι κατὰ φύσιν ἔμετός ἐστιν ὁ ἐξ ἐπιμιξίας χολῆς καὶ φλέγματος γινόμενος, ἵνα συμπλακῶσι· τὸ μὲν γὰρ φλέγμα ἐκ τῶν περισσῶν ἀπεψιῶν ἀθροίζεται ἐν τῷ στομίῳ τῆς γαστρός, ἡ δὲ χολὴ νῦν τίκτεται ἀπὸ τοῦ ὀξέου πυ‐ | |
110 | ρετοῦ—ἐπὶ γὰρ ὀξέων νοσημάτων γυμνάζει τὸν λόγον—ἐπειδὴ ἀ‐ βιάστως γίνεται καὶ ἀβλαβῶς· ἡ μὲν γὰρ χολὴ λεπτύνει καὶ δια‐ χεῖ τὸ φλέγμα, ἐπειδὴ καὶ ἐχέκολλόν ἐστι· τὸ δὲ φλέγμα τῇ οἰ‐ κείᾳ ὑγρότητι καταπραύνει τὸ δηκτικὸν τῆς χολῆς. Ὁ δὲ παρὰ φύσιν ἔμετος πολλὰς ἔχει διαφοράς· ἐὰν γὰρ ἰ‐ | |
115 | δίως καὶ χωρὶς ἐμεθῇ χολὴ ἢ φλέγμα, παρὰ φύσιν ἐστίν. εἰ μὲν χολὴ ξανθὴ ἐμεθῇ, τῇ δήξει καὶ τῇ ἀνίᾳ βλάπτει τὰ μόρια δι’ ὧν παρέρχεται. αὕτη δὲ ἡ ξανθὴ χολὴ παχυνομένη 〈ἢ〉 λεκιθώδης γίνεται ἢ ὀρώδης ὑγρότης συναναμίσγει καὶ ἴσχει ἐπιμιξίαν τῇ ξανθῇ χολῇ καὶ ὠχρὰ γίνεται χολή. ἑκάτερα δὲ κακά ἐστιν ἐμού‐ | |
120 | μενα διὰ τὸ πάχος. τί γάρ; ὅτι τῇ οἰκείᾳ θερμότητι τὸ λεπτὸν | |
διαφορεῖται καὶ παχύνεται, καὶ παχυνομένου δυσχερὴς γίνεται ὁ ἔμετος καὶ μετὰ σπαραγμοῦ, ὡς πολλάκις τῇ βίᾳ καὶ τῷ σπαραγ‐ μῷ καὶ αἵματος γίνεσθαι ἔμετον. ὁμοίως καὶ τὸ φλέγμα, διά τε τὸ ψυχρὸν αὐτὸ εἶναι καὶ διὰ τὸ ἐχέκολλον· πρῶτον μὲν ψύχει | 161 | |
125 | τὰ μόρια δι’ ὧνπερ παρέρχεται· λοιπὸν δὲ καὶ 〈διὰ〉 τὸ ἐχέκολ‐ λον μετὰ βίας τινὸς καὶ συντάσεως ὁ ἔμετος γίνεται. παρὰ φύ‐ σιν ἔμετοί εἰσι καὶ κάκιστοι, ἐὰν πρασοειδὴς ἐμεθῇ χολή, ἀλλὰ καὶ πέλια ἢ μέλανα ἐμούμενα κάκιστά εἰσιν· οὐ μὴν ἀλλὰ καὶ τὰ δυσώδη κάκιστά εἰσι. ταῦτα δὲ καὶ ἰδίᾳ καὶ χωρὶς ἐμούμενα κά‐ | |
130 | κιστά εἰσιν. ἀλλὰ καὶ ἐὰν συμπεπλεγμένα ἅμα ἐμεθῶσι, παγκά‐ κιστά εἰσι· δηλοῦσι γὰρ ποικίλην κακοχυμίαν καὶ ποικίλην διά‐ θεσιν οὖσαν ἐν τῷ σώματι· τὰ γὰρ μέλανα ἐμούμενα καὶ πέλια ἐν‐ δείκνυνται ἢ ψῦξιν οὖσαν ἐν τῷ βάθει ἢ φλόγωσιν ἐξυπεροπτῶσαν τοὺς χυμούς· τὰ δὲ δυσώδη ἐνδείκνυνται μεγίστην σηπεδόνα. ἀλ‐ | |
135 | λὰ καὶ ἡ πρασώδης χολὴ ἐμουμένη κακίστη ἐστίν· αὕτη δὲ καὶ ἐν γαστρὶ γεννᾶται καὶ ἐν ταῖς φλεψί, καὶ καθ’ ἑκάτερον διχῶς· ἢ γὰρ ἐπὶ ζέσει φλογώδει θερμότητος οὔσης ἐν τῇ γαστρί, πρασώ‐ δης γίνεται χολή, εἴτε διὰ τὰς προσφερομένας τροφὰς τοιαύτας οὔσας καὶ ἀπεπτουμένας, κράμβας φημὶ καὶ σεῦτλα, πρασώδης | |
140 | γεννᾶται χολή. ὁμοίως καὶ εἰς τὰς φλέβας· ἢ διὰ ζέσιν ὑπερ‐ βάλλουσαν ἐν αὐταῖς πρασώδης γεννᾶται χολὴ καὶ ἀντικαταρρεῖ εἰς γαστέρα καὶ οὕτως ἐμεῖται ἢ διὰ τοιοῦτον περίττωμα ἀθροισ‐ θὲν ἐν αὐταῖς, κραμβῶν φημὶ καὶ σεύτλων καὶ τῶν τοιούτων, πρα‐ σώδης γεννᾶται χολή. ἑκάτεροι οἱ τοιοῦτοι χυμοὶ κάκιστοί εἰσιν. | |
145 | — — — Σκοπεῖν δὲ χρὴ τῶν οὔρων 〈ἐν οἷσιν〉 αἱ νεφέλαι, εἴτε κάτω ἔωσιν εἴτε ἄνω [209.9—10 A.]: δεῖ δὲ εἰδέναι ὅτι ὁ Ἱπποκρά‐ της ποτὲ καὶ τὴν ὑπόστασιν καὶ τὴν νεφέλην καταχρηστικῶς ὑπό‐ στασιν καλεῖ, ὅπερ καὶ νῦν πεποίηκεν· ἔφη γὰρ ‘ἐν οἷς αἱ νε‐ | 162 |
2.7(150) | φέλαι, εἴτε ἄνω εἴτε κάτω ὦσιν‘· ἰδοὺ καταχρηστικῶς ‘εἴτε ἄνω εἴτε κάτω‘ ὑπόστασιν καλεῖ καὶ τὴν νεφέλην καὶ τὴν ὑπόστασιν. καί φησιν ὅτι ἀπὸ τῶν ὑποστάσεων δεῖ ποιεῖσθαι τὴν σημείωσιν· αἱ γὰρ ὑποστάσεις ἀγαθαί εἰσι καὶ ὑγιαστικαί· τὸ γὰρ νεφέλιον καὶ τὸ ἐναιώρημα παρὰ φύσιν εἰσίν, ἐπειδὴ συναναπεπλεγμέναι | |
155 | εἰσὶ μετὰ πνευμάτων παχέων, καὶ διὰ τοῦτο μετεωρίζονται. Εἶτα καὶ ἀποροῦσιν ὅτι ‘καὶ πῶς ἀνωτέρω ἐπὶ τῶν ἀκμαζόν‐ των ἔλεγεν ὅτι, ἡνίκα αὐχμηρὸν καὶ κατάξηρόν ἐστι τὸ σῶμα, νε‐ φέλιον ἢ ἐναιώρημα ὑφίσταται ἐν τοῖς οὔροις, ἅτινα καὶ κατὰ φύσιν εἰσί, πῶς οὖν λέγει ἐνταῦθα ὅτι παρὰ φύσιν εἰσί;‘ καὶ | |
160 | λέγομεν ὅτι πᾶσαι αἱ ἡλικίαι πάντως παχυμερεστέραις τροφαῖς κέχρηνται· διὰ οὖν τὴν παχυμερίαν τῶν τροφῶν πάντως ὑπόστασιν ἴσχουσι τὰ οὖρα· ὁ οὖν Ἱπποκράτης πρὸς τοῦτο ἀφεωρακὼς κατὰ φύσιν λέγει εἶναι τὴν ὑπόστασιν, καὶ διὰ τοῦτο ἐπαινεῖ τὴν | |
τοιαύτην σημείωσιν ὡς ἀσφαλῆ οὖσαν. | 163 | |
2.8 | Πτύελον δὲ χρὴ ἐπὶ πᾶσι τοῖσιν ἀλγήμασι τοῖσι περὶ τὸν πνεύμονά τε καὶ τὰς πλευρὰς ταχέως ἀναπτύεσθαι καὶ εὐπετέως [210.12—211.1 A.]. Ἐντεῦθεν ἐπὶ τῶν κενουμένων παρὰ φύσιν εἰς σημείωσιν ἐτ‐ | |
5 | ράπη ὁ Ἱπποκράτης, καὶ σημειοῦται τὸ πτύελον καὶ πτύσμα· τὸ αὐτὸ δέ ἐστιν· οὐδὲ γὰρ ὥς τινες ὑπέλαβον, ὅτι τὸ μὲν πτύελόν ἐστι τὸ κατὰ φύσιν, πτύσμα δὲ τὸ παρὰ φύσιν, ἐπειδὴ αὐτὸς ἀ‐ διόριστον καὶ πτύελον καὶ πτύσμα τὸ αὐτὸ καλεῖ. σημειοῦται οὖν τινα πάθη ἀπὸ τοῦ πτυέλου, πλευρῖτιν λέγω καὶ περιπνευμο‐ | |
10 | νίαν· ταῦτα γὰρ τὰ πάθη ἀπὸ τοῦ πτυέλου διαγινώσκονται. τί δέ ἐστι πλευρῖτις ἴσμεν, καὶ νῦν εἰρήσεται. πλευρῖτις τοίνυν ἐσ‐ τὶν φλεγμονὴ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος ἀπὸ χολωδεστέ‐ ρου αἵματος γινομένη. περιπνευμονία δέ ἐστι φλεγμονὴ τοῦ πνεύ‐ μονος ἀπὸ φλεγματικωτέρου αἵματος γινομένη. | |
15 | Καὶ ἀποροῦσί τινες ὅτι ‘εἰ πᾶν μόριον ἐξ οὗ τρέφεται, ἐκ τούτου καὶ ἐπηρεάζεται, ἔδει τὸν πνεύμονα ἀπὸ χολωδεστέρου αἵματος ἐπηρεάζεσθαι καὶ τὴν φλεγμονὴν γίνεσθαι ἐκ ταύτης καὶ μὴ ἀπὸ φλεγματώδους αἵματος. ὁμοίως καὶ ἡ πλευρῖτις, ὑπὸ φλεγ‐ ματικωτέρου αἵματος ἔδει βλάπτεσθαι, ὡς νευρώδης οὖσα, καὶ | |
20 | τὴν φλεγμονὴν συνίστασθαι, καὶ μὴ ἀπὸ χολωδεστέρου αἵματοσ‘. καὶ λέγομεν ὅτι οὐ πάντα τὰ μόρια ἐξ οὗ τρέφονται πάντως καὶ βλάπτονται, ὥσπερ ἐνταῦθα ἐπὶ τῆς φλεγμονῆς· ὁ γὰρ πνεύμων | |
μανός ἐστι καὶ ἀραιός, ἡ δὲ χολὴ ὡς λεπτομερὴς διεξέρχεται καὶ ἀπορρέει καὶ οὐ στέγεται, καὶ τὸ τηνικαῦτα οὐκ ἐμφράττε‐ | 164 | |
25 | ται καὶ οὐ ποιεῖ φλεγμονήν. διὰ δὲ τὸ φλέγμα γίνεται ἡ περι‐ πνευμονία, ἐπειδὴ παχύς ἐστιν οὗτος ὁ χυμός, καὶ ὡς παχὺς ἐμ‐ φράττεται καὶ ποιεῖ τὴν περιπνευμονίαν. Καὶ ἴσως ἐρεῖ τις ‘καὶ πόθεν φλέγμα εὑρίσκεται ἐν τῷ πνεύμονι, εἴ γε ἀπὸ χολωδεστέρου αἵματος τρέφεται;‘ καὶ λέγο‐ | |
30 | μεν ὅτι ἢ ἀπὸ τῆς κεφαλῆς ἀντικαταρρεῖ φλέγμα καὶ φέρεται ἐπὶ τὸν πνεύμονα ἢ ἐκ τῶν παρακειμένων μορίων φέρεται φλέγμα ἐπὶ τὸν πνεύμονα καὶ ἐμφράττεται καὶ ποιεῖ φλεγμονὴν κατὰ τὸν αὐ‐ τὸν τρόπον. Καὶ ἐπὶ τῆς πλευρίτιδός ἐστιν εἰπεῖν ὅτι κἂν ἀπὸ φλεγμα‐ | |
35 | τικωτέρου αἵματος τρέφεται ὡς νευρώδης, ἀλλ’ ὅμως ἀπὸ χολω‐ δεστέρου αἵματος βλάπτεται· ἐπειδὴ γὰρ νευρώδης ἐστὶν ὁ ὑπε‐ ζωκώς, οὐ διεισέρχεται τὸ φλέγμα, ὥστε ποιῆσαι ἔμφραξιν καὶ ποιῆσαι φλεγμονήν, ἀλλ’ ἡ χολὴ λεπτομερὴς οὖσα διεισέρχεται καὶ διεισδύνει καὶ στέγεται καὶ ἐμφράττεται καὶ ποιεῖ τὴν | |
40 | φλεγμονήν. Ἀλλ’ ἴσως ἀπορήσει τις ὅτι ‘καὶ πόθεν ἡ χολὴ ἐν τῷ ὑπε‐ ζωκότι;‘ καὶ λέγομεν ὅτι ἢ ἀπὸ τῶν παρακειμένων μορίων φέρε‐ ται ἐκεῖσε χολὴ καὶ ποιεῖ τὴν φλεγμονὴν ἢ ὅτι ὑπόκειται προ‐ πεπονθὼς ὁ ὑπεζωκώς· καὶ τὸ τηνικαῦτα ἐπειδὴ πέπονθεν, ἀπεπ‐ | |
45 | τεῖται τὸ λόγῳ τροφῆς φερόμενον ἐν αὐτῷ, καὶ οὐ μόνον φλέγμα | |
γεννᾶται, ἀλλὰ καὶ χολή, καὶ ποιεῖ τὴν φλεγμονήν. ἢ εἰπὲ ὅτι ‘ἐν παντὶ μορίῳ διάφορος τίκτεται κακοχυμία· ἐνδέχεται οὖν ἀθροισθῆναι χολώδη ὕλην ἐν τῷ ὑπεζωκότι καὶ ἐμφραγῆναι καὶ ποιῆσαι φλεγμονήν, ὁμοίως καὶ ἐν τῷ πνεύμονι γεννηθῆναι φλέγ‐ | 165 | |
2.8(50) | μα καὶ ἐμφραγῆναι καὶ ποιῆσαι φλεγμονήν‘. Τούτων οὕτως ἐχόντων, σημειοῦται τὸ πτύελον ἀπὸ πέντε τι‐ νῶν. πρῶτον μὲν ἀπὸ τοῦ καιροῦ, δεύτερον ἀπὸ τοῦ τρόπου τῆς ἀναγωγῆς, τρίτον ἀπὸ τῆς κράσεως ὧν ἐπιδέχεται χρωμάτων, τέ‐ ταρτον ἀπὸ τῆς συστάσεως, καὶ πέμπτον ἀπὸ τοῦ σχήματος. | |
55 | Καὶ ἀρκτέον ἀπὸ τοῦ πρώτου. σημειοῦται τοίνυν τὸ πτύελον ἀπὸ τοῦ καιροῦ λέγων οὕτως, ὅτι ‘ἄριστόν ἐστι τὸ πτύελον τὸ ταχέως ἀναπτυόμενον‘. τὸ δὲ “ταχέως” διττόν ἐστι· δηλοῖ γὰρ τὸν χρόνον, τουτέστι τὴν ἀρχήν, τοῦ νοσήματος, κατὰ τὸ εἰρη‐ μένον ἐν Ἀφορισμοῖς, “πτύελον ἢν αὐτίκα ἐπιφαίνηται, βραχύ‐ | |
60 | νει καὶ τὰ λοιπά”· ἢ τὸ “ταχέως” δηλοῖ τὸ συντόμως, ἅμα τῇ βήξει τοῦ κάμνοντος ἀναγόμενον καὶ ἀποπτυόμενον. ὅθεν καὶ ἡμεῖς οὕτως λέγομεν, ὅτι τάχιστα ἀναπτύει καὶ εὐανάγωγά εἰσι τὰ ἀναπτυόμενα. πλὴν δεῖ εἰδέναι ὅτι κατὰ τοῦ πρώτου ἁρμόζει ἡ ἀπὸ τοῦ καιροῦ σημείωσις, λέγω δὴ κατὰ τοῦ ἐν τῇ ἀρχῇ τῆς | |
65 | νόσου, ἐπεί τοι τὸ εὐθέως ἀναπτύεσθαι τοῦ δευτέρου ἐστὶ ση‐ | |
μαινομένου, λέγω δὴ τοῦ ἀπὸ τοῦ τρόπου τῆς ἀναγωγῆς. 〈Ἀπὸ δὲ τοῦ τρόπου τῆς ἀναγωγῆς,〉 ὅτι τὰ ἀναγόμενα εὐπε‐ τῆ θέλει εἶναι καὶ ῥᾳδίως ἀνάγεσθαι τὸ πτύελον. καὶ ἔστιν ἀγα‐ θόν· δηλοῖ γὰρ εὐεπήκοον τὴν ὕλην καὶ ἀνωδυνίαν. | 166 | |
70 | Ἀπὸ δὲ τῆς συστάσεως, δεῖ μήτε παχεῖαν καὶ γλίσχραν εἶ‐ ναι τὴν ὕλην μήτε λεπτὴν καὶ ὑδατώδη· τὰ γὰρ παχέα καὶ γλίσ‐ χρα ἔχουσι τὸ ἐχέκολλον καὶ δυσαπόσπαστον καὶ οὐκ ἀνάγονται· εἶτα λοιπὸν μὴ ἀναγόμενα φέρονται ἐπὶ τοὺς σήραγγας τῆς τρα‐ χείας ἀρτηρίας καὶ τῆς ἀρτηριώδους φλεβὸς καὶ ἐμφράττει αὐ‐ | |
75 | τούς, καὶ ἐντεῦθεν οὐ γίνεται ἡ πάροδος τοῦ πνεύματος, ἀλλὰ πνιγμωδῶς κινδυνεύουσι. τὰ δὲ λεπτὰ καὶ ὑδατώδη ἐν τῇ ἀνόδῳ ἀντιπερισχίζονται, καὶ ἔνθεν κἀκεῖθεν ἀντικαταρρεῖ καὶ οὐκ ἀνάγεταί τι ἐξ αὐτῶν, ἀλλὰ μόνον κοπιᾷ ἡ δύναμις ἀκαίρως. δεῖ γὰρ εἰδέναι ὅτι πρῶτον μὲν ἡ δύναμις τῶν μεσοπλευρίων μυῶν ἢ | |
80 | ὅλου τοῦ θώρακος συμβάλλεται εἰς τὴν ἀναγωγήν, εἶτα τὸ πνεῦμα. τί γάρ; ὅτι ἐν τῇ συστολῇ τοῦ θώρακος ἐκθλίβεται, εἶτα ἐν τῇ ἐξωθήσει τοῦ πνεύματος τὰ ἀποκρουόμενα ἀκοντίζονται δίκην βο‐ λίστρας, καὶ οὕτως ἀποπτύονται. ἀλλὰ δεῖ μέσως πως εἶναι κατὰ σύστασιν τοῦ παχέος καὶ γλίσχρου καὶ τοῦ λεπτοῦ καὶ ὑδατώδους, | |
85 | ἵνα τὸ πνεῦμα ἐκπεμπόμενον προσκροῦον καταστερεωθῇ αὐτὸ καὶ ἐκπέμπῃ τὴν ὕλην. Ἀπὸ δὲ τῆς κράσεως τῶν ἐπιμιγνυμένων χρωμάτων, δεῖ πᾶσι τοῖς ἀναγομένοις χυμοῖς, λέγω δὴ καὶ τῇ ξανθῇ χολῇ καὶ τῇ με‐ | |
λαίνῃ καὶ τοῖς πελιδνοῖς, συναναμεμίχθαι φλέγμα, εἰ μέλλει | 167 | |
90 | ἀγαθὸν εἶναι, ἵνα τὸ φλέγμα τῇ οἰκείᾳ ὑγρότητι ἐπιτέγξῃ καὶ κολάσῃ τὸ δηκτικὸν καὶ δακνῶδες αὐτῶν. χείριστα δέ εἰσι καὶ τὰ ποικίλα καὶ ἄκρατα ἀναγόμενα· δηλοῖ γὰρ πλείστην κακοχυ‐ μίαν οὖσαν ἐν τῷ σώματι καὶ διαφόρους τὰς διαθέσεις, ἅτινα καὶ ὀλέθριά εἰσι. τὰ δὲ μὴ ποικίλα, ἀλλὰ καὶ κεκραμένα ὄντα, | |
95 | οὔκ εἰσι κακά. ἐν οὖν τοῖς ἀναγομένοις κρεῖττόν ἐστι τὸ αἷμα καὶ τὸ φλέγμα ἀνάγεσθαι. διὰ τί; ἐπειδὴ οὗτοι οἱ χυμοὶ ἀδήκ‐ τως καὶ ἀβιάστως ἀνάγονται, ἐπειδὴ πραεῖς εἰσιν· οὐδὲ γὰρ ἔχουσι τὸ δηκτικόν. ἡ δὲ ξανθὴ χολὴ καὶ ὁ μελαγχολικὸς κενού‐ μενα ἄκρατα, εἴτε καθ’ αὑτὰ εἴτε καὶ συμπεπλεγμένα ἀλλήλοις, | |
2.8(100) | κακά εἰσιν· ἡ μὲν γὰρ ξανθὴ χολὴ ἐν τῷ ἀνάγεσθαι δάκνει καὶ ἀνιᾷ καὶ ἑλκοῖ τοὺς τόπους ἐκείνους τῇ οἰκείᾳ δριμύτητι· ἔσ‐ τιν ὅτε δὲ καὶ πυρετοὺς ὀξεῖς ἐξάπτει. ὁ δὲ μελαγχολικός, πα‐ χὺς ὢν καὶ γεώδης, δηλοῖ εἰς μῆκος χρόνου ἐκταθήσεσθαι τὸ νό‐ σημα, ὥστε τῷ μήκει μὴ αὐταρκέσαι τὴν δύναμιν καὶ ἐπιστῆναι | |
105 | τὸν κίνδυνον. ἀλλὰ δεῖ αὐτὰ κεκρᾶσθαι, καθ’ ἣν καὶ αὐτὸς λέ‐ γει, “συμμεμιγμένον τε φαίνεσθαι τὸ ξανθὸν ἰσχυρῶς τῷ πτυέλῳ”. καὶ αὐτὸς μὲν ἐπὶ τῆς χολῆς ἔφη ὅτι δεῖ τὴν χολὴν συναναμε‐ μίχθαι τῷ φλέγματι· σὺ δὲ καὶ ἐπὶ παντὸς χυμοῦ εἰπὲ ὅτι ‘δεῖ συναναμεμίχθαι αὐτοῖς φλέγμα, ὥστε κολάζεσθαι αὐτοὺς ὑπὸ τῆς | |
110 | ὑγρότητος τοῦ φλέγματοσ‘. Ἀπὸ δὲ τοῦ σχήματος, ὅτι τὰ στρογγύλα ἀναγόμενα κάκιστά | |
εἰσι· δηλοῖ γὰρ πάχος φλέγματος καὶ μεγίστην φλόγωσιν ἐν τῷ βάθει οὖσαν· περιφρύσσεται γὰρ πανταχόθεν τὸ φλέγμα καὶ ἐν τῷ ἀνάγεσθαι προσπταῖον τῇδε κἀκεῖσε καὶ περιφερόμενον καταθραύ‐ | 168 | |
115 | ονται τὰ ἄκρα πανταχόθεν, καὶ τὸ τηνικαῦτα στρογγύλα ἀποπτύον‐ ται. ἢ εἰπὲ ὅτι ‘ἡ θερμότης περιφρύσσει τὰ πέριξ τοῦ φλέγμα‐ τος, παχέος αὐτοῦ ὄντος, καὶ ἐν τῇ ἀναγωγῇ περιφερόμενον τῇδε κἀκεῖσε σφαιροῖ αὐτό‘. Οὕτως σημειωσάμενος ἀπὸ τῶν πέντε τὰ κατὰ φύσιν πτύελα | |
120 | σημειοῦται καὶ τὰ παρὰ φύσιν. καὶ λέγει ὅτι πάντα τἀναντία τούτοις κάκιστά εἰσι καὶ ὀλέθρια. καὶ ἄρχεται ἀπὸ τοῦ καιροῦ, καί φησιν ὅτι κάκιστά εἰσι τὰ μὴ ἐν τῇ ἀρχῇ ἀναπτυόμενα, ἀλλ’ ἐν τῇ παρακμῇ· δηλοῖ γὰρ ἀσθένειαν καὶ καταβολὴν τῶν δυνάμεων καὶ μὴ ὑπείκουσαν τὴν ὕλην, καὶ δηλοῖ ὅτι τῇ ἀσθενείᾳ μήποτε | |
125 | οὐκ ἰσχύσῃ ἡ δύναμις ἐκταθῆναι μέχρι τῆς κρίσεως καὶ ἐν τῷ μέσῳ ἀποκάμῃ. Ἀλλὰ καὶ ἀπὸ τοῦ τρόπου τῆς ἀναγωγῆς, λέγει ὅτι τὰ βρα‐ δέως καὶ δυσχερῶς ἀναγόμενα κάκιστά ἐστιν· ἐνταῦθα γὰρ οὐχ ὑπείκει ἡ ὕλη, ἥτις δηλοῖ μεγίστην ὀδύνην τῶν περὶ τὸν θώρακα | |
130 | μορίων. Ἀλλὰ καὶ κατὰ σύστασιν, κάκιστά ἐστι καὶ τὸ παχὺ καὶ τὸ γλίσχρον καὶ τὸ λεπτὸν καὶ ὑδατῶδες. Εἶτα μέμνηται καὶ τῶν κακίστων χρωμάτων. καὶ λέγει ὅτι τὸ χλωρὸν ἀναπτυόμενον δηλοῖ μεγίστην ζέσιν οὖσαν ἐν τῷ πνεύμονι. | |
135 | δεῖ γὰρ εἰδέναι ὅτι τὸ ὀρῶδες τοῦ αἵματος ἐξυπεροπτούμενον, ἡ | |
ξανθὴ γίνεται χολή· εἶτα ταύτῃ τῇ ξανθῇ χολῇ ἐπιμίγνυται τὸ ὀρῶδες ὑγρόν, καὶ γίνεται ἡ ὠχρὰ χολή· καὶ πάλιν ἐὰν μεγίστη ἐστὶν ἡ ζέσις καὶ ὑπερκαυθῇ ἡ ὠχρὰ χολή, τίκτεται ἡ ἰώδης. περὶ ταύτης τῆς ἰώδους χολῆς ὁ λόγος τῷ Ἱπποκράτει· ταύτην | 169 | |
140 | γὰρ ἐκάλεσε “χλωράν”. ἀλλὰ καὶ τὰ μέλανα ἀναπτυόμενα κάκιστά ἐστιν. ὁ δὲ μελαγχολικὸς γίνεται χυμὸς ἢ τῆς ξανθῆς χολῆς ὑπεροπτουμένης, καθ’ ἣν καὶ μέλαινα χολὴ ὀνομάζεται· γίνεται μελαγχολικὸς καὶ ἐκ τοῦ τρυγώδους τοῦ αἵματος ἐξυπεροπτουμέ‐ νου, ὅστις καὶ κυρίως ἐστὶ μελαγχολικός. ἐὰν οὖν μέλανα ἀνα‐ | |
145 | πτύωνται, κάκιστά ἐστι· μεγίστην γὰρ ζέσιν δηλοῖ. ἔστι δ’ ὅτε ποτὲ ἐνδέχεται μέλανα τῇ ψύξει γενέσθαι τῷ λόγῳ τῆς νεκρώσεως. ἀλλὰ καὶ τὸ ἀφρῶδες πτύελον παγκάκιστόν ἐστι. γίνεται δὲ ὑπὸ φλεγματικῆς οὐσίας καὶ ἀερώδους. τί γάρ; ὅτι ἡ θερμότης κατα‐ λεπτύνει καὶ καταθραύει εἰς λεπτὰ μόρια τὴν οὐσίαν τοῦ φλέγ‐ | |
2.8(150) | ματος· ἐν γοῦν τῇ κινήσει πάντως τίκτονται πνεύματα καὶ γίνον‐ ται πομφόλυγγες ἐπὶ ἁδρομερεστέρᾳ καταθραύσει τοῦ φλέγματος· εἶτα ἡνίκα διαρραγῶσιν αἱ πομφόλυγγες, γίνεται ἀφρός. Δεύτερόν ἐστι κεφάλαιον, ἐν ᾧ περὶ κορύζης καὶ πταρμοῦ διαλέγεται. κόρυζα δέ ἐστιν ἄπεπτος καὶ παχεῖα φερομένη ὕλη | |
155 | ἀπὸ τοῦ ἐγκεφάλου πρὸς τοὺς μυκτῆρας ἐμφράττουσα αὐτούς, ὥσ‐ περ καὶ κατάρρους ἐστί, φερόμενον δι’ ὑπερῴας ἐκεῖνο τὸ ὑγρόν. ὁ δὲ πταρμὸς γίνεται πνευμάτων τινῶν παχέων ἀπὸ τῆς κεφαλῆς καταφερομένων ἐπὶ τοὺς μυκτῆρας καὶ ποιούντων ἦχον μέγαν. ὁ οὖν Ἱπποκράτης φησὶν ὅτι ταῦτα τὰ συμπτώματα κακά εἰσιν ἐπὶ | |
160 | τῆς περιπνευμονίας· δηλοῦσι γὰρ ὅτι πλείστη ἐστὶ ἡ κακοχυμία ἐν τῷ πνεύμονι, καὶ τοσαύτη ἐστὶν ὥστε ἠδυνήθη πέμψαι ἀτμοὺς ἐπὶ τὴν κεφαλὴν καὶ παχυνθῆναι καὶ ἀντικαταρρεῦσαι καὶ ποιῆ‐ σαι ταῦτα τὰ συμπτώματα. κακὰ δέ εἰσι τὰ συμπτώματα ταῦτα ἐπὶ τῆς περιπνευμονίας καὶ ὡς σημεῖον, καθ’ ὃν εἰρήκαμεν τρόπον, | 170 |
165 | καὶ ὡς αἴτιον, ὅτι ἐν κινήσει θεωροῦνται. ἡ δὲ τοιαύτη κίνη‐ σις σύντασίς ἐστι τῆς ἀποκριτικῆς τοῦ ἐγκεφάλου δυνάμεως· εἶ‐ τα διαλανθάνει μοῖρά τις καὶ φέρεται ἐπὶ τὸν πνεύμονα καὶ κα‐ κοηθεστέραν τὴν περιπνευμονίαν ἐργάζεται. δεῖ γὰρ εἰδέναι ὅτι μάλιστα κακόν ἐστι σύμπτωμα ὁ κατάρρους ἤπερ ἡ κόρυζα καὶ ὁ | |
170 | πταρμός· ὁ μὲν γὰρ κατάρρους, αὐτόθεν δι’ ὑπερῴας φέρεται ἡ ὕλη, καὶ διαλανθάνει καὶ φέρεται ἐπὶ τὴν τραχεῖαν ἀρτηρίαν καὶ οὕτως ἐπὶ τὸν πνεύμονα, καὶ ἐπιτείνει ἐπὶ τὸ κακὸν τὴν περιπνευμονίαν· ἐπὶ δὲ τοῦ πταρμοῦ καὶ τῆς κορύζης ἔξω φέρε‐ ται ἡ ὕλη διὰ τῶν μυκτήρων, καὶ διὰ τοῦτο ἧττόν εἰσι κακά. | |
175 | καὶ πῶς οὐκ ἐμνημόνευσε τοῦ κατάρρου ὁ Ἱπποκράτης; λέγομεν ὅτι συμπεριέλαβε τῇ κορύζῃ καὶ τὸν κατάρρουν. Ἰστέον δὲ ὅτι τὰ συμπτώματα ταῦτα ἢ ἐξ ἀρχῆς συνεισβάλ‐ λουσι μετὰ τῆς περιπνευμονίας ἢ τελευταῖον ἐπιγίνονται. καὶ εἰ μὲν ἐξ ἀρχῆς συνεισβάλλουσι τὰ πάθη ταῦτα, δηλοῦσι πολλὴν | |
180 | οὖσαν τὴν κακοχυμίαν· εἰ δὲ τελευταῖον ἐπιγένωνται, τί δηλοῦ‐ σιν; ὅτι τοσαύτη ἐστὶν ἡ κακοχυμία ὅτι καὶ ἀτμοὺς ἔπεμψεν ἐπὶ | |
τὴν κεφαλὴν καὶ παχυνθὲν καὶ ἀντικαταρρεῦσαν ἐποίησε τὰ πάθη ταῦτα. καὶ χείριστόν ἐστιν, εἰ τελευταῖον ἐπιγένωνται. τί γάρ; ὅτι τῷ μήκει πάντως ἠσθένησαν αἱ δυνάμεις καὶ οὐκ ἐξαρκοῦσι | 171 | |
185 | καὶ ἐντεῦθεν ἐπιγίνεται ὁ κίνδυνος. Δεῖ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι τὰ πάθη ταῦτα, λέγω δὴ ὁ κατάρρους καὶ ἡ κόρυζα καὶ ὁ πταρμός, ἐπὶ ἄλλων τινῶν νοσημά‐ των οὔκ εἰσι κακά, ἀλλὰ καὶ ὠφέλιμα καὶ αἴτια σωτηρίας. τί γάρ; ὅτι ἑτέροις πυρεκτικοῖς νοσήμασιν ἐπιγινόμενοι ἐν τῇ παρ‐ | |
190 | ακμῇ, δηλοῦσιν ὅτι ἐρρώσθη ἡ δύναμις, καὶ ἐπεγερθεῖσα διὰ τῶν φυσικῶν ἐκροῶν ἀπεδίωξε τὴν ὕλην, καὶ ὅσον οὔπω λύεται τὸ νό‐ σημα. Ταῦτα εἰρηκὼς λέγει ὅτι κάκιστόν ἐστι καὶ ἐν τοῖς περι‐ πνευμονικοῖς καὶ ἐν τοῖς πλευριτικοῖς, ἐὰν ἡ ξανθὴ χολὴ παρὰ | |
195 | μέρος ἐμεθῇ, καὶ τὸ αἷμα δὲ ὁμοίως. τί γάρ; ὅτι φλεγμονὴ ὑπό‐ κειται· ἐν δὲ τῇ φλεγμονῇ πάντως καὶ χολή ἐστι καὶ αἷμα. κάλ‐ λιον οὖν ἐστιν, εἰ συμμιγῆ καὶ κεκραμένα ἀναπτύονται· δηλοῦσι γὰρ ὅτι ἐρρώσθη ἡ δύναμις καὶ ἴσχυσεν, ὥστε μῖξαι αὐτὰ καὶ κε‐ ράσαι, ἀλλὰ καὶ τὴν ὕλην λεπτυνθεῖσαν, ὥστε καὶ τῇ λεπτομερείᾳ | |
2.8(200) | διεισελθεῖν ἐν ἑαυτοῖς καὶ ἀνακερασθῆναι. | |
2.8(200) | ||
2.9 | Πάντα δὲ τὰ πτύελα πονηρά ἐστιν, ὁκόσα ἂν τὴν ὀδύνην μὴ παύῃ, κάκιστα δὲ τὰ μέλανα, ὡς διαγέγραπται καὶ τὰ ἑξῆς [211.13—14 A.]. | |
Ἔτι περὶ τοῦ πτυέλου διαλεγόμενος ὁ Ἱπποκράτης φλεγμονὴν | 172 | |
5 | τοῦ ὑπεζωκότος ὑποτίθεται, καὶ ὡς ἐπὶ πλευρίτιδι γυμνάζει τὸν λόγον. καί φησιν ὅτι αὕτη ἡ πλευρῖτις ἢ κατ’ ἔκρουν ἐστί, τουτέστι διὰ πτυέλων διαφορεῖται καὶ ἀνακαθαίρεται καὶ οὕτως παύεται, ἢ τῷ χρόνῳ εἰς ἐμπύημα μεθίσταται. αὕτη δὲ ἡ κατ’ ἔκρουν φλεγμονὴ τοῦ ὑπεζωκότος, ἤγουν ἡ κατ’ ἔκρουν πλευρῖτις, | |
10 | διττή ἐστιν· ἢ γὰρ λόγῳ κρίσεως γίνεται ἢ λόγῳ συμπτώματος. καὶ πόθεν ὀφείλομεν γνῶναι εἴτε λόγῳ κρίσεως γίνεται εἴτε λό‐ γῳ συμπτώματος; εἰ μὲν λόγῳ κρίσεως γίνεται, μετὰ τὸ ἀναπτυσ‐ θῆναι τὸ πτύελον, ῥᾳστώνη ἕπεται τῆς ὀδύνης· πρὸς τούτοις δὲ καὶ εὐφορία ἐπακολουθήσει. εἰ δέ γε ἐπὶ τοῖς ἀναπτυομένοις μὴ | |
15 | ἐπιγένηται ῥᾳστώνη, ἔσο γινώσκων ὅτι λόγῳ συμπτώματος γέγονεν ὁ κατ’ ἔκρουν πτύελος, ὅπερ κάκιστόν ἐστιν. ἀλλ’ ἐπειδὴ τὸ κακὸν πλάτος ἔχει—ἔστι γὰρ ὑφειμένον κακόν, ἔστι καὶ ἐπιτε‐ ταμένον—, δεῖ ἡμᾶς ἐπεξελθεῖν ἕκαστα. εἰ μὲν γὰρ ὕφαιμα ὦσιν, ἐπ’ ἔλαττόν εἰσι κακά. εἰ δὲ μέλανα ἢ πελιδνὰ ὦσιν, ἐπιτεταμέ‐ | |
20 | νως εἰσὶ κακά. εἰ δὲ μηδὲν ἀναπτύεται, ἢ καὶ ἀναπτυόμενα ἐλά‐ χιστα πάνυ καὶ ὀλίγα ἀναπτύεται, καὶ ἐπὶ τούτοις τοῖς ἀναπτυο‐ μένοις μηδόλως παύσηται τὰ τῆς ὀδύνης, εἶτα καὶ φλεβοτομίᾳ χρωμένων ἡμῶν καὶ καθάρσει ἢ καὶ πυρίαις, μὴ ὑποχαλάσῃ τὰ τῆς ὀδύνης, ἔσο γινώσκων ὅτι εἰς ἐμπύημα μεθίσταται ἡ τοιαύτη | |
25 | πλευρῖτις. | |
Ἐπειδὴ δὲ περὶ ἐμπυήματος ἡμῖν ὁ λόγος, εἰς τρία περι‐ κλείσωμεν τὴν ὅλην πραγματείαν. καὶ ἐν μὲν τῷ πρώτῳ κεφαλαίῳ ζητήσωμεν πόθεν ὀφείλομεν γνῶναι πότε ἄρχεται γίνεσθαι ἡ πυο‐ ποίησις· ἐν δὲ τῷ δευτέρῳ ζητήσωμεν ἐν ποίῳ καιρῷ ἡ ῥῆξις γί‐ | 173 | |
30 | νεται τῆς πυοποιήσεως· ἐν δὲ τῷ τρίτῳ ζητήσωμεν ποία ἐστὶν ἀγαθὴ πυοποίησις καὶ ποία κακίστη. Καὶ ἀρκτέον ἀπὸ τοῦ πρώτου. τὴν ἀρχὴν τῆς πυοποιήσεως γι‐ νώσκομεν, ἡνίκα ἄλογον ῥῖγος ἐπιγίνεται· ἄλογον δὲ ῥῖγός ἐσ‐ τιν, ἡνίκα μὴ περιοδίζει, ἀλλ’ ἀτάκτως εἰσβάλλει. εἶτα ἐπὶ τῷ | |
35 | ῥίγει ἐὰν καὶ πυρετὸς ἐπακολουθήσῃ καὶ μηκέτι αἰσθάνηται ὀδύ‐ νης, ἀλλὰ βάρους τινὸς συναίσθησις ἐγγίνηται αὐτῷ, ἐὰν ταῦτα οὕτως διαφανῶσιν, ἔσο γινώσκων ὅτι ἡ ἀρχὴ τῆς πυοποιήσεώς ἐσ‐ τιν. εἶτα λοιπὸν δεῖ ἡμᾶς ζητῆσαι διὰ τί γίνονται ταῦτα. καὶ τὸ μὲν ἄλογον ῥῖγος γίνεται τῷ λόγῳ τῆς πυοποιήσεως, ἀτμῶν | |
40 | τινων δριμέων ἢ ποιότητος φερομένων ἐπὶ τὰ παρακείμενα μόρια, καὶ δάκνοντα καὶ ἀνιῶντα ταῦτα, γίνονται τὰ ἄλογα ῥίγη. οὕτως γὰρ καὶ ἐπὶ τοῦ ῥίγους ἐλέγομεν, ὅτι γίνεται τὸ ῥῖγος ἀτμῶν τινων δριμέων πεμπομένων ἐπὶ τὰ αἰσθητικὰ καὶ κινητικὰ μόρια καὶ ἐπὶ τὴν ἐπιφάνειαν, καὶ δακνόντων αὐτὰ καὶ ἀνιώντων, γί‐ | |
45 | νεται ῥῖγος. ὁ δὲ πυρετὸς ἐπακολουθεῖ τῷ λόγῳ τῆς ἀνίας· ὑπο‐ στέλλεται τὸ ἔμφυτον θερμὸν ἐπὶ τὸ βάθος, καὶ τῇ ὑποστολῇ δι‐ πλασιαζόμενον τὸ ἔμφυτον θερμὸν ὁμοτίμως ἐκθάλπει τὸ πᾶν σῶμα καὶ γίνεται ὁ πυρετός· λοιπὸν δὲ ὅτι ἐξαναλίσκονται καὶ δια‐ φοροῦνται οἱ ἀτμοὶ δριμεῖς, καὶ τὸ τηνικαῦτα ἐπιγίνεται ὁ πυ‐ | |
2.9(50) | ρετός. τοῦ δὲ βάρους ἡ συναίσθησις γίνεται τρόπῳ τοιούτῳ· τὸ πρότερον καταμεμερισμένον ὑγρὸν εἰς διαφόρους χώρας τοῦ φλεγ‐ μαίνοντος μορίου, ἐν τῇ πυοποιήσει εἰς ἕνα καὶ τὸν αὐτὸν τό‐ πον ἀθροίζεται τοῦ φλεγμαίνοντος μορίου, καὶ τὸ τηνικαῦτα βά‐ ρους γίνεται συναίσθησις. οὕτως γοῦν καὶ ἐν ταῖς χειρουργίαις | 174 |
55 | ἡμῶν χρωμένων ἐν ταῖς ἀποστάσεσιν, ἅμα τῇ διαιρέσει ἀθρόα γί‐ νεται ἡ διέξοδος καὶ ἔκκρισις τοῦ πύου, ὡς εἰς ἕνα τόπον ἀθ‐ ροισθὲν τὸ πύον· ἡνίκα δὲ θελήσωμεν ὠμοχειρούργητον ποιῆσαι τὴν χειρουργίαν ἐπὶ τῶν ἀποστημάτων, οὐ γίνεται ἀθρόα ἡ ἔκ‐ κρισις, ἀλλ’ ὀλίγιστον ὑγρὸν καὶ λεπτὸν καὶ ὕφαιμον ἢ καὶ | |
60 | ἰχωρῶδες ἐκκρίνεται, διὰ τὸ τέως καταμεμερισμένον εἶναι τὸ ὑ‐ γρὸν εἰς διαφόρους χώρας τοῦ φλεγμαίνοντος μορίου. Δεύτερον δέ ἐστι κεφάλαιον, ἐν ᾧ δεῖ ἡμᾶς εἰπεῖν τὸν χρό‐ νον ἐν ᾧ αἱ ῥήξεις γίνονται τῶν πυοποιήσεων. καί φησιν ὅτι ἐν τῇ ἑβδόμῃ αἱ ῥήξεις γίνονται—ὅπερ σπανίως τοῦτο ὤφθη γινόμε‐ | |
65 | νον—, ἢ ἐν τῇ εἰκοστῇ ἢ τῇ τριακοστῇ· τὰ δὲ ἐν τῇ ἑξακοστῇ ἡμέρᾳ ῥήγνυνται, τὰ δὲ καὶ ἐπέκεινα. δεῖ δὲ εἰδέναι ὅτι αἱ πυοποιήσεις καθόλου δύο εἰσίν, ἡ μὲν ἀπὸ τοῦ πεπονθότος μορίου λαμβανομένη, ἡ δὲ ἀπὸ τῆς ὕλης, ἅτινα τῷ καιρῷ ἀφίστανται ἀπ’ ἀλλήλων. καὶ ἀπὸ μὲν τοῦ πεπονθότος μορίου· ἐὰν θερμότερον καὶ | |
70 | ὑγρότερον καὶ σαρκωδέστερόν ἐστι τὸ πεπονθὸς τῇ φλεγμονῇ μό‐ ριον, τάχιστα γίνεται ἡ πυοποίησις· εἰ δὲ ψυχρότερόν ἐστι τὸ μόριον καὶ νευρωδέστερον, χρονία. ἀπὸ δὲ τῆς ὕλης· εἰ μὲν θερ‐ μή ἐστιν ἡ ὕλη καὶ χολώδης, ταχεῖα γίνεται ἡ πυοποίησις καὶ ἡ | |
ῥῆξις. εἰ δὲ ψυχρά ἐστιν ἡ ὕλη καὶ φλεγματικωτέρα, χρονιωτέρα | 175 | |
75 | γίνεται ἡ πυοποίησις καὶ ἡ ῥῆξις. καὶ ἁπλῶς εἰπεῖν, ἐὰν πάντα θερμὰ συνδράμωσιν, ἥ τε ὥρα καὶ ἡ χώρα καὶ τὸ κατάστημα καὶ ἡ ἡλικία, καὶ ἐὰν ἡ δύναμις ἔρρωται καὶ τὸ μόριον κύριόν ἐστι, ταχίστη γίνεται ἡ πυοποίησις· εἰ δὲ τἀναντία ψυχρὰ συνέλθωσι καὶ ἡ δύναμις ἀσθενὴς καὶ ἄκυρον μόριον, βραδεῖα γίνεται ἡ | |
80 | πυοποίησις καὶ ἡ ῥῆξις. Τρίτον κεφάλαιόν ἐστιν, ἐν ᾧ δεῖ ζητῆσαι ποῖαι ἀγαθαί εἰ‐ σι πυοποιήσεις καὶ ποῖαι κάκισται. ταῦτα δὲ διαγινώσκομεν ἀπὸ ἕξ τινων· πρῶτον μὲν ἀπὸ τῆς εὐπνοίας ἢ δυσπνοίας, δεύτερον ἀπὸ τῆς εὐφορίας ἢ δυσφορίας, τρίτον ἀπὸ τοῦ εὐπετῶς ἀνάγεσ‐ | |
85 | θαι τὸ πτύελον ἢ δυσχερῶς, τέταρτον ἀπὸ τοῦ ἄδιψον εἶναι τὸν κάμνοντα ἢ ἔκδιψον, πέμπτον ἀπὸ τοῦ ὁμαλῶς κεκρᾶσθαι τὸ σῶμα ἢ ἀνωμάλως, ἕκτον ἀπὸ τοῦ κατὰ φύσιν ἢ παρὰ φύσιν εἶναι τὰ διαχωρήματα. πρὸς δὲ τούτοις δεῖ σκοπεῖν τὸ ἀναγόμενον. καὶ εἰ μὲν πύον ἐστὶ καθαρόν, γίνωσκε ὅτι καλόν ἐστιν· εἰ δὲ μετὰ | |
90 | τοῦ πύου συμμεμιγμένον ἐστὶ χολῶδές τι ἢ ὠχρόν, γίνωσκε ὅτι ὀλεθρία ἐστὶν ἡ πυοποίησις. εἰ δὲ σὺν τούτοις εἴη μεμιγμένα πελιδνὰ ἢ μέλανα, γίνωσκε ὅτι ὀλεθριώτατός ἐστιν ἡ πυοποίησις. εἰ δὲ ὑπόπυρρά εἰσι καὶ ὑπόξανθα ταῦτα, μέσης εἰσὶ τάξεως· σὺν τοῖς ἓξ ἐκείνοις τοῖς ἀγαθοῖς ἐπιφαινόμενα ἀγαθά εἰσιν· | |
95 | εἰ δὲ σὺν τοῖς ἓξ τοῖς κακίστοις ἐπιφανῇ τὸ ὑπέρυθρον καὶ ὑπόξανθον, κακόν ἐστι. δεῖ δὲ εἰδέναι ὅτι 〈ἔστιν〉 ἐκ τῶν ἓξ τῶν κακίστων καὶ τὸν καιρὸν τοῦ θανάτου γνῶναι. εἰ μὲν τὰ ἓξ | |
κακὰ ὁμοτίμως συνέλθωσιν, ἔσο γινώσκων ὅτι ὑπόγυός ἐστιν ὁ θάνατος· εἰ δέ γε ὀλιγώτερα συνέλθωσι κακὰ σημεῖα, δύο τυχὸν | 176 | |
2.9(100) | ἢ τρία, γίνωσκε ὅτι τοσοῦτον ἀφέστηκεν ὁ θάνατος. Καὶ τὸ μὲν εὐπετέως ἀνάγεσθαι τὰ πτύελα ἀγαθόν ἐστιν, ἐπειδὴ δηλοῖ ὅτι ἐλεπτύνθη ἡ ὕλη καὶ ὑπήκοός ἐστιν, ἀλλὰ καὶ τὴν ἀποκριτικὴν δύναμιν ἐρρωμένην οὖσαν. ἀλλὰ καὶ ἡ εὐφορία ἀγαθόν ἐστι· δηλοῖ γὰρ καλῶς διακεῖσθαι τὴν ζωτικὴν δύναμιν, | |
105 | ἀλλὰ καὶ τὰς ψυχικὰς διαθέσεις καλῶς διαγούσας, καθ’ ἣν κινεῖ‐ ται ὁ θώραξ. ἀλλὰ καὶ ἡ ἀνωδυνία ἀγαθόν ἐστι· δηλοῖ γὰρ ὅτι οὐκ ἔστι μεγάλη ἡ φλεγμονή, οὐδὲ πολλὴ ἡ κακοχυμία. ἀλλὰ καὶ τὸ ὁμαλῶς κεκρᾶσθαι τὸ ὅλον σῶμα ἀγαθόν ἐστι· δηλοῖ γὰρ ἐρρω‐ μένον ὂν τὸ ἔμφυτον θερμόν, καθὸ ἀκτινοειδῶς πᾶσι τοῖς μορίοις | |
110 | ὁμοτίμως ἐλλάμπει. κακὸν δέ ἐστι τὸ ἀνωμάλως κεκρᾶσθαι, τυχὸν τὰ ἄκρα κατεψυγμένα ἔχειν, τὸ δὲ βάθος διακαίεσθαι· δηλοῖ γὰρ ὅτι ἐλάχιστόν ἐστι τὸ ἔμφυτον θερμόν, καὶ μεγίστην τὴν φλεγ‐ μονὴν οὖσαν ἐν τῷ βάθει, καθ’ ἣν τὸ ἔμφυτον θερμὸν συνάξαν ἑαυτὸ ἐπὶ τὸ βάθος συνένευσε. καὶ διὰ τοῦτο τὰ ἄκρα ψυχρά εἰ‐ | |
115 | σι, διὰ τὸ μὴ ἐλλάμπεσθαι αὐτὰ ὑπὸ τοῦ ἐμφύτου θερμοῦ. ἀγαθόν ἐστι καὶ τὸ μὴ διψᾶν τὸν ἄνθρωπον, ἐπειδὴ δηλοῖ ὅτι οὐκ ἔστι ζέσις τοσαύτη οὐδὲ κακοχυμία, ὥστε ποιῆσαι δίψαν. Καὶ ἀποροῦσιν ὅτι ‘καὶ πῶς ἐνδέχεται, πλευρίτιδος ὑποκει‐ μένης καὶ φλεγμονῆς ἀξιολόγου καὶ πυρετοῦ ὀξέος; ὅπου γὰρ | |
120 | πλευρῖτις, καὶ πυρετὸς ὀξὺς σύνεστιν· ὅπου δὲ πυρετὸς ὀξύς, | |
πάντως καὶ δίψος ἐπιγίνεται· καὶ πῶς λέγει ὅτι “δίψος μὴ ἔχειν”;‘ καὶ λέγομεν ὅτι δεῖ προσθεῖναι τὸ ‘κάρτα‘, ἵνα τυχὸν οὕτως ἔχῃ, ‘καὶ δίψαν μὴ ἔχειν κάρτα‘· δηλοῖ γὰρ ὅτι οὐ πάνυ παρενοχλεῖ ἡ ζέσις καὶ ἡ κακοχυμία, ἐπεί τοί γε ἐπ’ ἔλαττον | 177 | |
125 | πάντως διψῶσιν. ἀγαθὸν δέ ἐστι καὶ τὸ τὰ οὖρα καὶ τὰ διαχωρή‐ ματα κατὰ φύσιν ἐκκρίνεσθαι· δηλοῖ γὰρ ῥώμην καὶ ἰσχὺν τῆς πεπτικῆς δυνάμεως. — — — | |
128 | Πνεῦμα μέγα καὶ πυκνὸν εἶναι, τὴν ὀδύνην μὴ πεπαῦσθαι καὶ | |
130 | τὰ ἑξῆς [213.4 A.]: ἐνταῦθα τὰ κακὰ καὶ ὀλέθρια ἀπαριθμεῖται ὁ Ἱπποκράτης. καί φησιν ὅτι πάντα τὰ ἐναντία κακά ἐστιν· ἀλ‐ λὰ καὶ “πνεῦμα μέγα” τὴν ἀναπνοὴν ἐκάλεσεν ὁ Ἱπποκράτης· κα‐ κὸν οὖν ἐστιν ἐπὶ τῶν πλευριτικῶν μεγάλην τὴν ἀναπνοὴν εἶναι, ἐπειδὴ ἐνδείκνυται πολλὴν τὴν ζέσιν καὶ τὴν κακοχυμίαν καὶ | |
135 | δυσκρασίαν. Καὶ ἀποροῦσιν ὅτι ‘πῶς ἐνδέχεται ἐπὶ τῆς πλευρίτιδος με‐ γάλην γίνεσθαι τὴν ἀναπνοήν, εἴ γε φλεγμονή ἐστι τοῦ ὑπεζωκό‐ τος ὑμένος καὶ ὀδύνη σύνεστιν, ὥστε μὴ δύνασθαι μέγα διαστα‐ λῆναι τὸν θώρακα;‘ καὶ λέγομεν ὅτι περὶ τῆς φλεγμονῆς διαλε‐ | |
140 | γόμενος καὶ περὶ ἐμπυήματος αὐτῷ ὁ λόγος γέγονε. περὶ τὸν καιρὸν οὖν τῆς ῥήξεως ἐλθὸν ἐνδέχεται ῥαγῆναι τὸ ἐμπύημα καὶ εἰς τὰ κενὰ τοῦ θώρακος ἐκχυθῆναι, καὶ τὸ τηνικαῦτα, μηδενὸς παρεμποδίζοντος, μεγάλην γενέσθαι τὴν ἀναπνοήν. Ἰστέον δὲ ὅτι ἐγὼ οὐ δέχομαι τὸ πύον μετὰ τοῦ ξανθοῦ καὶ | |
145 | ἐρυθροῦ ἀνάγεσθαι μέσης εἶναι τάξεως, καὶ μετὰ τῶν ἓξ ἐκείνων | |
ἀγαθῶν ἀγαθὸν εἶναι, ἐὰν οὕτως ἐκκριθῇ τὸ πύον, συμμεμιγμένον ἔχον ξανθὸν ἢ ἐρυθρόν, εἶναι αὐτὸ κατὰ φύσιν. ἐγὼ δὲ οὐ δέχο‐ μαι τοῦτο κατὰ φύσιν εἶναι· ἡ γὰρ δύναμις ἡ πάντα ἐκεῖνα δυ‐ νηθεῖσα ἀγαθὰ ἀποτελέσαι, ἠδύνατο καὶ τὸ πύον συμπέψαι καὶ | 178 | |
2.9(150) | ὁλοκάθαρον ποιῆσαι, καὶ μὴ ἔχειν συμμιγὲς χολῶδες ἢ ἐρυθρόν· τοῦτο οὖν οὐκ ἔστι κατὰ φύσιν, ἀλλὰ παρὰ φύσιν καὶ ὀλέθριον, τὸ συμμεμιγμένον μετὰ τοῦ πύου εἶναι ξανθὸν ἢ ἐρυθρὸν καὶ οὕ‐ τως ἀνάγεσθαι. ἐνδέχεται δὲ καὶ τοῦτο λέγειν τὸν Ἱπποκράτην, ὅτι μετὰ τὸ ἀνάγειν ξανθὸν ἢ ἐρυθρὸν πρότερον, ἐπανάγει τὸ | |
155 | πύον μετέπειτα· δηλοῖ γὰρ ἐρρῶσθαι τὴν ἀλλοιωτικὴν δύναμιν, καὶ ἔστιν ἀγαθὸν σημεῖον τοῦτο. Αἱ δὲ ἄλλαι ἐκπυήσιες αἱ πλεῖσται ῥήγνυνται αἱ μὲν εἰκοσ‐ ταῖαι, αἱ δὲ τριηκοσταῖαι, αἱ δὲ τεσσαρακονθήμεροι, αἱ δὲ πρὸς τὰς ἑξήκοντα ἡμέρας ἀφικνέονται [213.14—214.2 A.]: δεῖ εἰδέ‐ | |
160 | ναι ὅτι πᾶσαι αἱ κενώσεις αἱ ἐν ταῖς κρισίμοις ἡμέραις γινό‐ μεναι ἀγαθαί εἰσι καὶ σωτήριαι. ‘ἄλλας δὲ ἐκπυήσεισ‘ καλεῖ τὰς ἐν τοῖς τυχοῦσι μορίοις γινομένας ἀποστάσεις, καὶ ταύτας λέγει ῥήγνυσθαι. καὶ λέγομεν ὅτι “ἄλλας ἐκπυήσεις” λέγει οὐκ ἐν τοῖς τυχοῦσι μορίοις γινομένας ἀποστάσεις, ἀλλὰ περὶ τῆς | |
165 | πλευρίτιδος καὶ τῆς περιπνευμονίας αὐτῷ ὁ λόγος, οὐ κατὰ τόπον οὖν διαφερόντως ἐχούσας ἀποστάσεις, ἀλλὰ κατὰ τὴν ὕλην διαφε‐ ρούσας, λέγω δὴ τὰς ἐπὶ ψυχροτέρᾳ ὕλῃ καὶ παχυτέρᾳ γινομένας· ἐν αἷς ἐπάγει καὶ τὰς κρισίμους ἡμέρας καί φησιν ὅτι ‘αἱ μὲν | |
ἐν τῇ εἰκοστῇ ἡμέρᾳ ῥήγνυνται, αἱ δὲ ἐν τῇ τριακοστῇ, αἱ δὲ | 179 | |
170 | ἐν τῇ τεσσαρακοστῇ, αἱ δὲ ἐν τῇ ἑξηκοστῇ, αἱ δὲ καὶ ἐπέκεινα‘. Λογιζόμενον ἀπὸ τῆς ἡμέρης ἧς τὸ πρῶτον ἐπύρεξεν ὁ ἄνθρω‐ πος καὶ τὰ ἑξῆς [214.4 A.]: τί βούλεται καλεῖν ‘ἀπὸ τῆς πρώ‐ της ἡμέρασ‘; ἆρα ἀφ’ ἧς ἡμέρας ἐπύρεξεν ὁ ἄνθρωπος; καὶ λέγο‐ μεν ὅτι ἐκείνη ἡ ἀρχὴ τοῦ ὅλου νοσήματός ἐστιν· ἐνταῦθα δὲ | |
175 | λέγει “πρῶτον ἐπύρεξεν ὁ ἄνθρωπος”, τουτέστιν ἀφ’ ἧς ἡμέρας τὰ ἄλογα ῥίγη γεγόνασι καὶ οἱ πυρετοὶ οἱ ἄλογοι, ἔσο γινώσκων ὅτι ἀπ’ ἐκείνης τῆς ἡμέρας ἡ ἀρχὴ τῆς πυοποιήσεως γέγονεν, ἤ‐ γουν τοῦ ἐμπυήματος. Εἰ δὲ εἴη τὸ ἐμπύημα ἐπὶ θάτερα μόνον, στρέφειν τε καὶ | |
180 | καταμανθάνειν χρή [214.9 A.]: δεῖ εἰδέναι ὅτι δύο ὑμένες δια‐ φράττουσι τὸν θώρακα ἀρχόμενοι ἀπὸ τοῦ στέρνου καὶ ἀφικνοῦν‐ ται μέχρι τῆς ῥάχεως, ὡς γίνεσθαι δύο κοιλίας ἐν τῷ θώρακι καὶ διείργεσθαι ἀπ’ ἀλλήλων, ὥστε μὴ ἐπικοινωνεῖν ἑκάτερον θατέ‐ ρου, ἀλλ’ ἀποκεχωρηκότας ἀπ’ ἀλλήλων, ὡς μὴ δύνασθαι μεθίεσ‐ | |
185 | θαί τι ἀπὸ τῆς δεξιᾶς κοιλίας ἐπὶ τὴν ἀριστερὰν μήτε ἀπὸ τῆς ἀριστερᾶς ἐπὶ τὴν δεξιάν. ὅθεν τῆς μιᾶς πασχούσης κοιλίας τοῦ θώρακος, ἡ λεγομένη ἡμιφωνία γίνεται, τῶν δὲ δύο πασχουσῶν, ἡ ἀφωνία. μέσον δὲ ἐντέτακται ὁ πνεύμων. λέγει οὖν ἡμῖν ὁ Ἱππο‐ κράτης σημεῖα πόθεν ὀφείλομεν γνῶναι ποία ἐστὶ κοιλία ἐν ᾗ τὸ | |
190 | ἀπόστημα ἐρράγη. καί φησιν ὅτι τοσοῦτον μέσως τέτακται ὁ πνεύ‐ μων ὅτι ἐπὶ τῆς περιπνευμονίας εἰς ἀμφοτέρας τὰς κοιλίας ἐκ‐ χεῖται τοῦ θώρακος τὸ πύον. ὅθεν οὐδὲ συμβάλλονται ἡμῖν τὰ νῦν σημεῖα πρὸς διάγνωσιν ἐπὶ τῆς περιπνευμονίας. ἀλλὰ συμ‐ βάλλονται ἡμῖν εἴτε ἐν τῇ δεξιᾷ πλευρᾷ συσταίη τὸ ἀπόστημα | |
195 | καὶ ἐκχυθῇ τὸ πύον εἴτε ἐπὶ τῆς ἀριστερᾶς πλευρᾶς. καί φησιν ὅτι ἐκ δύο τινῶν διαγινώσκομεν εἴτε εἰς τὴν δεξιὰν κοιλίαν ἐστὶ τὸ πύον εἴτε εἰς τὴν ἀριστεράν, ἔκ τε τῆς παρὰ φύσιν ἡ‐ μῖν θερμότητος καὶ ἐκ τῆς τοῦ βάρους ἐφολκῆς ἐπὶ τῆς κατακλί‐ σεως. καὶ ἀπὸ μὲν τῆς θερμότητος οὕτως· ἐκεῖνο τὸ μέρος τῆς | 180 |
2.9(200) | πλευρᾶς, ἔνθα τὸ πύον ἐστί, δυσκρατότερόν ἐστιν καὶ θερμότε‐ ρον ὑποπίπτει σοι τοῦ ἑτέρου πλευροῦ. ἀπὸ δὲ τῆς συναισθήσεως καὶ ἐφολκῆς τοῦ βάρους οὕτως· ὅτι εἰ μὲν ἐν τῇ δεξιᾷ κοιλίᾳ ἐστὶ τὸ πύον, ἀνάκλινον τὸν κάμνοντα ἐπὶ τὴν ἀριστερὰν πλευ‐ ράν, καὶ ἐὰν αἴσθηται ὁ κάμνων βάρους καὶ ὀδύνης ἐν τῷ ὑπερ‐ | |
205 | κειμένῳ, γίνωσκε ὅτι ἐν τῇ δεξιᾷ κοιλίᾳ ἐστὶ τὸ πύον· εἰ δὲ τοὐναντίον ἀνακλίνῃς ἐπὶ τὸ δεξιὸν πλευρὸν καὶ αἴσθηται βάρους καὶ ὀδύνης ἐν τῷ ὑπερκειμένῳ μέρει, γίνωσκε ὅτι ἐν τῇ ἀριστε‐ ρᾷ κοιλίᾳ ἐστὶ τὸ πύον. | |
208 | ||
2.10 | Τοὺς δὲ σύμπαντας ἐμπύους γινώσκειν χρὴ τοῖσδε τοῖς ση‐ μείοισιν καὶ τὰ ἑξῆς [215.1 A.]. Ἐπειδὴ προσεχῶς περὶ ἐμπυημάτων διελέγετο, πάλιν ἐπανα‐ λαμβάνει περὶ τῶν ἐμπυημάτων, καὶ παραδίδωσιν ἡμῖν σημεῖα δη‐ | |
5 | λωτικὰ πόθεν ὀφείλομεν γνῶναι τοὺς ἐμπύους. καὶ τοῦτο ποιεῖ διὰ δέκα σημείων. ἐμπύημα δὲ λέγεται, ἡνίκα ἐν οἱῳδήποτε μο‐ | |
ρίῳ τοῦ σώματος ἀπὸ φλεγμονῆς ἢ ἀποστήματος ῥαγέντος ἀθροισθῇ ἀθρόον πύον, κἂν ἐν γαστροκνήμῃ κἂν ἐν μηρῷ κἂν ἐν μασχάλῃ κἂν ἐν βραχίονι καὶ τοῖς τοιούτοις. οἱ δὲ ἔμπυοι, εἰ μὲν ἀν‐ | 181 | |
10 | ενεχθῇ τὸ πύον καὶ ἀνακαθαρθῶσι, περισώζονται· εἰ δὲ μή, εἰς φθίσιν μεθίστανται καὶ ἀπόλλυνται. Σημειοῦται οὖν τοὺς ἐμπύους διὰ δέκα τινῶν δηλωτικῶν ση‐ μείων. ὧν πρῶτον σημεῖόν ἐστι τοῦτο· οἱ τοιοῦτοι ἀείσε πυρέτ‐ τουσι λεπτὸν καὶ βραχὺν πυρετὸν οἷον ἑκτικόν· ἐν δὲ ταῖς νυ‐ | |
15 | ξὶν αὔξεται καὶ ἐπιτείνεται αὐτοῖς ἡ τοῦ πυρετοῦ θερμασία, οὐ διὰ τὴν φύσιν τῆς νυκτός, ἀλλὰ κατὰ συμβεβηκός· διὰ γὰρ τὴν ἔκτηξιν κατεξηραμμένα αὐτοῖς ἐστι τὰ μόρια πάντα καὶ οἷον ἀποτεφρωμένα· ἡνίκα οὖν πίωσιν, ἐξ αὐτοῦ τοῦ πόματος τοῦ ὑγ‐ ροῦ ἐπιτέγγονταί τινα μόρια—οὐδὲ γὰρ πάντα—, καὶ ἄρχονται | |
20 | ἀτμίζειν καὶ διαλάμπεται αὐτοῖς ἡ θερμότης, ἐπεὶ τὸ τέως ἐν τῇ γαστρί ἐστι τὸ πόμα· εἶτα μετὰ τὸ τραφῆναι αὐτούς, ἡνίκα ἀνενεχθῇ ἡ ὅλη τροφὴ ἐν τῷ ἥπατι καὶ πεφθῇ καὶ ἐξαιματωθῇ καὶ πάλιν ἐν ταῖς φλεψὶν ἀνενεχθῇ καὶ διανεμηθῇ ἐπὶ τὸ πᾶν σῶμα καὶ πάντα ὁμοτίμως μετασχῶσι τῆς τροφῆς καὶ προστεθῇ αὐτοῖς, | |
25 | ὡς ἂν ἐπιτεγγόμενα ὁμοτίμως, ἀτμίζουσι δριμεῖς τινας ἀτμοὺς τῷ λόγῳ τῆς ξηρότητος, καὶ οὕτως διαφαίνεται αὐτῶν ἡ θερμασία. τοῦτο δὲ τὸ ἔργον ἐν ταῖς νυξὶ μάλιστα ἐπιτελεῖται, ἐπειδὴ ἐν ταῖς νυξὶν αἱ φυσικαὶ δυνάμεις δραστικῶς ἐνεργοῦσι καὶ αἱ πέ‐ ψεις κατὰ λόγον γίνονται, ἡ χυλοποίησις, ἡ ἐξαιμάτωσις, ἡ ἀνά‐ | |
30 | δοσις, ἡ πρόσθεσις, ἡ πρόσφυσις καὶ ἡ ἐξομοίωσις. ὥσπερ καὶ ἐπὶ τῆς τιτάνου, ξηρᾶς αὐτῆς οὔσης, ἐγκατακεκρυμμένην ἔχει τὴν ἐν αὐτῇ θερμότητα· ὅθεν καὶ ἁπτομένης αὐτῆς, ξηρᾶς οὔσης, οὐδὲν βλαπτόμεθα· ἡνίκα μέντοι προστεθῇ αὐτῇ ἐπιτηδεία ὕλη, λέγω δὴ ὕδωρ, τότε δημοσιεύεται αὐτῆς ἡ θερμότης, ὡς μηδὲ δύ‐ | 182 |
35 | νασθαι αὐτῆς ἄνευ βλάβης ἅψασθαί τις. Δεύτερον σημεῖόν ἐστιν, οἱ τοιοῦτοι συνεχῶς ἱδροῦσι καὶ σχεδὸν ἀείσε νενοτισμένον εὑρίσκεται αὐτῶν τὸ σῶμα. τοῦτο δὲ γίνεται ἀσθενούσης τῆς καθεκτικῆς δυνάμεως καὶ μὴ ἰσχυούσης κατασχεῖν τὴν τροφήν, ὥστε καὶ ἀλλοιωθῆναι καὶ πεφθῆναι, ἀλλ’ | |
40 | ἐξ αὐτῆς τῆς ἀπεπτουμένης τροφῆς διαδιδράσκει τι μέρος καὶ φέρεται ἐπὶ τὴν ἐπιφάνειαν καὶ ποιεῖ τοὺς ἱδρῶτας. Τρίτον σημεῖόν ἐστιν, ὅτι πρόθυμοί εἰσι τοῦ βήττειν. τοῦ‐ το δὲ ποιοῦσιν ἵνα ἀπαλλαγῶσι τῆς ἐνοχλήσεως τῆς ἐκ τῆς κακο‐ χυμίας καὶ τοῦ βάρους· οὐδὲν δὲ εὐεργετοῦσι, κἂν βήττωσιν· | |
45 | οὐδὲ γὰρ ἀναφέρεται ἀξιόλογόν τι· εἰ γὰρ ἀνήγετο, εἶχον ἂν ἀποκαθαίρεσθαι καὶ περισώζεσθαι. τοῦτο δὲ γίνεται διὰ τρεῖς αἰτίας· ἢ γὰρ διὰ τὸ εἶναι τὴν ὕλην παχεῖαν καὶ γλίσχραν, ὑπὸ τῆς θερμότητος οὕτως κατασκευασθείσης, ἢ διὰ τὸ στεγανὸν καὶ πυκνὸν τοῦ περιέχοντος ὑμένος τὸν πνεύμονα, μὴ διεισερχόμενον | |
2.10(50) | ὥστε φέρεσθαι τὸ πύον ἐπὶ τὰ βρόγχια τοῦ πνεύμονος, καὶ οὕτως ἐκκρίνεσθαι, ἢ διὰ τὴν ἀσθένειαν τῆς ἀποκριτικῆς δυνάμεως, μὴ ἰσχυούσης ῥοίζῳ τὴν ἐκπομπὴν τοῦ πνεύματος ποιῆσαι, ὥστε ἀπω‐ | |
θῆσαί τι μέρος τῆς ὕλης. διὰ ταύτας τὰς τρεῖς αἰτίας οὐκ ἀνά‐ γεται ἐπὶ τῶν ἐμπυημάτων τι ἀξιόλογον· ὀλίγιστον δὲ πάνυ ἀνα‐ | 183 | |
55 | πτύουσι, μηδὲν εὐεργετούμενοι. Τέταρτον σημεῖόν ἐστι, κοιλαίνονται αὐτῶν οἱ ὀφθαλμοί, καθάπερ καὶ πάντα τὰ μόρια ἰσχναίνονται ἐπὶ τῶν ὁπωσοῦν χρο‐ νίων νοσημάτων τά τε ὑγρὰ καὶ στερεά· τῷ γὰρ μήκει τοῦ χρόνου ἐκτήκονται καὶ δαπανῶνται καὶ ἰσχναίνονται. οὐ μόνον τὰ ὑγρὰ | |
60 | καὶ στερεὰ καταξηραινόμενα δαπανῶνται καὶ σηπεδόνα ὑπομένου‐ σιν, ἀλλὰ πολλῷ μᾶλλον πρότερον τὰ πνεύματα ἐκδαπανῶνται καὶ διαφοροῦνται διὰ τὸ λεπτομερὲς καὶ κοῦφον· ἐπειδὴ οὖν οἱ ὀφ‐ θαλμοὶ ἔξογκοι γίνονται ὑπὸ πνευμάτων μάλιστα, ἐπὶ δὲ τῇ ἐκ‐ τήξει διαφοροῦνται τὰ πνεύματα, εἰκότως κοιλαίνονται αὐτῶν οἱ | |
65 | ὀφθαλμοί. Πέμπτον σημεῖον τοῦτο, ὅτι ἐρυθραίνονται αὐτῶν τὰ μῆλα τοῦ προσώπου, διχῶς· ἢ γὰρ τῇ βήξει ἢ τῇ κακοχυμίᾳ. τῇ μὲν βήξει, ἐπειδὴ σύντονος κίνησίς ἐστιν ἡ βήξ· τῇ οὖν κινήσει θάλπεται τὸ πρόσωπον καὶ τὰ περὶ τὴν κεφαλήν, καὶ τῇ θάλψει | |
70 | φέρονται αἱματικοὶ χυμοὶ περὶ τὰ μῆλα τοῦ προσώπου, ἐπειδὴ σαρκωδέστερά εἰσιν αὐτὰ παρὰ πάντα τὰ μόρια τοῦ προσώπου, καὶ ἐρυθραίνονται. ἢ ἐκ τῆς κακοχυμίας ἀτμοὶ δριμεῖς ἀναπέμπονται περὶ τὴν κεφαλὴν καὶ τὸ πρόσωπον· καὶ ἐπειδὴ σαρκώδη εἰσὶ τὰ μῆλα, ἐκεῖσε διαφαίνεται τὸ ἐρύθημα. ἐν τοῖς ἄλλοις δὲ μορίοις | |
75 | οὐ διαφαίνεται, ἐπειδὴ ὀστώδη εἰσὶ φύσει. Ἕκτον σημεῖόν ἐστιν, ὅτι γρυποῦνται αὐτῶν οἱ ὄνυχες διὰ τὴν δαπάνην καὶ ἔκτηξιν τῶν ὑποκειμένων σαρκῶν τοῖς ὄνυξι· τούτων γὰρ δαπανωμένων καθὸ μὲν ἐπίκεινται τῷ ὀστῷ τῆς σκυ‐ | |
ταλίδος κυρτοῦνται οἱ ὄνυχες, καθὸ δὲ τὰ παρ’ ἑκάτερα μέρη | 184 | |
80 | τῶν ὑποκειμένων σαρκῶν δαπανηθέντα ἐπὶ τὰ ἐντὸς κοιλαίνονται καὶ διεισέρχονται καὶ γρυποῦνται οἱ ὄνυχες. τὸ γὰρ τοιοῦτον σχῆμα τῶν ὀνύχων γρύπωσις ὀνομάζεται. Ἕβδομόν ἐστιν σημεῖον, τὸ ἐπὶ αὐτῶν θερμοὺς εἶναι τοὺς δακτύλους τῆς χειρός, ὑπεναντίως τοῖς χρονίοις νοσήμασιν· ἐπὶ | |
85 | γὰρ τῶν χρονίων νοσημάτων τῷ χρόνῳ ἀσθενοῦν τὸ ἔμφυτον θερμόν, ψύχονται οἱ δάκτυλοι, ἐπειδὴ τῇ ἀσθενείᾳ οὐκ ἐπεκτείνεται οὐδὲ ἐλλάμπει τὸ ἔμφυτον θερμόν, καὶ διὰ τοῦτο ψυχρὰ εὑρίσκονται τὰ ἄκρα. ἐν μέντοι τοῖς ἐμπύοις θερμοὶ εὑρίσκονται οἱ δάκτυ‐ λοι, οὐ δι’ ὅλου, ἀλλ’ αἱ ἄκραι τῶν δακτύλων, ἐπειδὴ ἐκεῖνα | |
90 | τὰ μέρη τῶν δακτύλων σαρκωδέστερά εἰσι. τὸ οὖν θερμόν, ὡς ἐν σαρκωδεστέροις τόποις ὑπαρχόντων αὐτῶν, διὰ τὴν ἰκμάδα ἐκεῖσε συνελαύνεται τὸ θερμόν· ἡ γὰρ ἰκμὰς τροφή ἐστιν τῆς θερμότητος· καὶ διὰ τοῦτο θερμὰ εὑρίσκονται τὰ ἄκρα τῶν δακτύλων. ἢ τοῦτο· ὅτι εὐκίνητοί εἰσιν οἱ δάκτυλοι καὶ ὡς εὐκίνητοι τῇ κινήσει | |
95 | θάλπονται· ἢ ὅτι τὰ πέρατα τῶν φλεβῶν καὶ ἀρτηριῶν ἐκεῖσε ἀποπερατοῦνται· τὰ οὖν πνεύματα τῇ κινήσει ἐκεῖσε συναπελαύ‐ νονται, καὶ διὰ τοῦτο θερμοὶ εὑρίσκονται οἱ δάκτυλοι. Ὄγδοόν ἐστι σημεῖον, ὅτι οἱ πόδες οἰδαίνουσι χρονιζόντων αὐτῶν, ἐπειδὴ πόρρω ἀφίστανται οἱ πόδες καὶ ἀμοιροῦσι τοῦ ἐμ‐ | |
2.10(100) | φύτου θερμοῦ· τούτου οὖν ἀμοιροῦντες, τὸ λόγῳ τροφῆς ἐκεῖσε φερόμενον οὐ πέττεται, καὶ ἀπεπτούμενον εἰς ὑγρότητά τινα καὶ | |
εἰς πνεύματα ἀναλύεται, καὶ ἀθροιζόμενον ἐν τοῖς ποσὶν οἰδαί‐ νονται. Ἔννατον σημεῖόν ἐστιν, ὅτι οἱ τοιοῦτοι ἀνόρεκτοί εἰσι· | 185 | |
105 | διὰ γὰρ τὴν ἀσθένειαν τῆς ὀρεκτικῆς δυνάμεως οὐκ ὀρέγονται, τῷ λόγῳ τῆς κακοχυμίας βλαπτομένη. Δέκατόν ἐστι σημεῖον, ὅτι φλύκταιναι αὐτοῖς γίνονται δι’ ὅλου τοῦ σώματος. γίνονται δὲ ἐκ τῆς κακοχυμίας αὐτοῖς ἐκ‐ ριπτομένων ἀτμῶν τινων δριμέων· καὶ τὰ μὲν ἐν βάθει μόρια δι‐ | |
110 | εξέρχονται· ἐπειδὴ δὲ στεγανὸν καὶ πυκνόν ἐστι τὸ δέρμα, στέ‐ γονται ἐκεῖσε καὶ γίνονται αἱ φλύκταιναι. ἢ τοῦτο· ὅτι ἡ συν‐ εκτικὴ ὑγρότης ἐκπίπτει, καὶ ἐκπίπτουσα τὸ δέρμα οὐ διεξέρχε‐ ται, ἀλλὰ στέγεται καὶ ὑμενοῦται τὸ δέρμα, καὶ γίνονται αἱ φλύκταιναι. | |
115 | Δυνατὸν δέ ἐστι πρὸς τούτοις καὶ ἄλλα σημεῖα ἐφευρεῖν, ἅ‐ τινά ἐστι ταῦτα, τριχορροοῦσι, γαστρόρροια αὐτοῖς γίνεται καὶ δυσώδη εἰσὶ τὰ ἀναπτυόμενα. Καὶ τριχορροοῦσι μὲν ἢ ὅτι ἐκ τῆς κακοχυμίας ἀτμοὶ δριμεῖς ἀναπέμπονται περὶ τὴν κεφαλὴν καὶ ἐκριζοῦσι τὰς τρίχας, ἢ ὅτι | |
120 | τῇ ἀτροφίᾳ καὶ τῇ ἰσχνάνσει ξηραίνεται αὐτῶν τὸ δέρμα τῆς κε‐ φαλῆς, καὶ ἐπὶ τῇ ξηρότητι στεγανὸν γίνεται καὶ οὐ διεξέρχεται λιγνὺς διὰ τοῦ δέρματος, καὶ τὸ τηνικαῦτα τριχορροοῦσι. Γαστρόρροια δὲ αὐτοῖς γίνεται, ἀσθενουσῶν τῶν φυσικῶν δυ‐ νάμεων, ἐκ τῆς κακοχυμίας μετασχοῦσαι, καὶ τὰ οἰκεῖα ἔργα οὐ | |
125 | δύνανται ποιῆσαι. Δυσώδη δέ εἰσι τὰ ἀναπτυόμενα διὰ τὴν τοῦ πύου γένεσιν· | |
τὸ γὰρ πύον ἐνδείκνυται ὅτι μεγάλην ἔχει σηπεδόνα. ἐκ τούτων οὖν τῶν τριῶν διαγινώσκομεν τοὺς ἐμπυϊκούς. Εἴρηται δὲ ἡμῖν μικρὸν ἔμπροσθεν πόθεν ὀφείλομεν διαγινώσ‐ | 186 | |
130 | κειν πότε ἄρχεται γίνεσθαι ἡ πυοποίησις, ἤγουν πότε ἄρχεται εἰς πυοποίησιν τρέπεσθαι τὸ ἀπόστημα. ὅπερ διαγινώσκομεν ἐκ τοῦ ἀλόγου ῥίγους καὶ τοῦ ἑπομένου πυρετοῦ καὶ ἐκ τοῦ βάρους τῆς συναισθήσεως καὶ τῆς δυσπνοίας. καὶ ταῦτα μὲν ἀναμνήσεως χάριν προείρηται. ἐφ’ οἷς παραδίδωσιν ἡμῖν σημεῖα ῥήξεως γι‐ | |
135 | νομένης, πόθεν ὀφείλομεν γνῶναι εἰ ταχέως ἡ ῥῆξις γίνεται τοῦ ἀποστήματος ἢ βραδέως. καί φησιν ἐκ τεσσάρων τινῶν σημείων τοῦτο γινώσκομεν, ἀπό τε τῆς ὀδύνης καὶ τῆς βηχὸς καὶ τοῦ σιελισμοῦ καὶ τῆς δυσπνοίας. εἰ μὲν γὰρ ταῦτα πάντα συνεχῶς ἐπιγίνονται καὶ σφοδρῶς καὶ συντεταμένως, γίνωσκε ὅτι ταχέως | |
140 | ἡ ῥῆξις τοῦ ἀποστήματος γίνεται· εἰ δέ γε μήτε συνεχῶς γίνων‐ ται ταῦτα μήτε σφοδρῶς μήτε συντεταμένως, γίνωσκε ὅτι βραδέως γίνεται ἡ ῥῆξις. Καὶ τίς ἡ αἰτία τούτων; εἰ μὲν ἐπιτεταμένη γίνεται ἡ ὀδύ‐ νη, τῇ ἀνίᾳ καὶ τῇ δήξει τῇ ἀπὸ τοῦ πύου, ἰχώρων τινῶν δριμέων | |
145 | καὶ ἀνιαρῶν δακνόντων τὸν περιέχοντα ὑμένα τὸν πνεύμονα καὶ | |
κινδυνεύοντα διαρραγῆναι κατὰ τὴν αὐτοῦ συνέχειαν· αἰσθητικώ‐ τατος δέ ἐστι πάνυ, καὶ διὰ τοῦτο συντεταμένη ἡ ὀδύνη γίνεται. 〈ὁ δὲ σιελισμὸς γίνεται〉, ὑγρότητός τινος ἐκ τοῦ πύου διηθου‐ μένης καὶ φερομένης ἐπὶ λάρυγγα καὶ τραχεῖαν ἀρτηρίαν καὶ φά‐ | 187 | |
2.10(150) | ρυγγα καὶ ἐπιγλωττίδα καὶ γλῶσσαν· καὶ γίνεται ὁ σιελισμὸς ἀείσε ἀναπτύοντες τὸ ὑγρὸν ἐκεῖνο. ἡ δὲ βὴξ γίνεται, τοῦ πνεύματος διεξερχομένου καὶ ἐπιπίπτοντος τοῦ ὑγροῦ, ὡς ἐν ἀ‐ συνηθεστέροις τόποις εὑρισκομένου, καὶ τῇ προσκρούσει γίνεται ἡ βήξ· οὐδὲν γάρ ἐστιν ἡ βὴξ ἢ μάχη ὑγροῦ καὶ πνεύματος. ἡ δὲ | |
155 | δύσπνοια γίνεται ἢ ὅτι, ὀδύνης ἐπιτεταμένης οὔσης, οὐ δύναται μέγα διασταλῆναι ὁ θώραξ, ἢ ὅτι ὑπόκειται φλεγμονὴ ἐν τῷ θώ‐ ρακι καὶ μοῖραν ἐναπολαμβάνει τῆς εὐρυχωρίας τοῦ θώρακος, ἐν ᾧ ὤφειλε τὸ πνεῦμα ἐμφιλοχωρῆσαι εἰσερχόμενον· τούτου οὖν ἐν‐ αποληφθέντος, ἐξ ἀνάγκης ἡ δύσπνοια γίνεται. | |
160 | Πρὸς τούτοις δὲ καὶ ἕτερα σημεῖα πέντε παραδίδωσι, δι’ ὧν ὀφείλομεν γινώσκειν πότε ἐστὶν ἀγαθὴ ἡ ῥῆξις καὶ πότε κακίστη. εἰσὶ δὲ ταῦτα ἀπὸ τοῦ πυρετοῦ, ἀπὸ τῆς ὀδύνης, ἀπὸ τοῦ δίψους, ἀπὸ τῆς ὀρέξεως καὶ ἀπὸ τοῦ ἀναγομένου πύου. εἰ μὲν γὰρ ἐπ’ ἀγαθῷ ἡ ῥῆξις γίνεται, εὐθέως ἐν αὐτῇ τῇ ἡμέρᾳ, ἐν ᾗ ἡ ῥῆξις | |
165 | γένηται, ἀπύρεκτοι σχέδον γίνονται, ἀλλὰ καὶ ἀνώδυνοι καὶ ἄ‐ διψοι καὶ εὐόρεκτοι. ἀλλὰ καὶ τὸ ἀναπτυόμενον δεῖ λευκὸν εἶ‐ ναι καὶ συνεστηκὸς καὶ λεῖον καὶ ὁμαλὸν καὶ μὴ μετέχειν δυσ‐ ωδίας· εἰ δὲ μετὰ τὸ ῥαγῆναι τὴν ῥῆξιν μὴ παύσηται ὁ πυρετός, | |
ἀλλὰ καὶ ἐπιγένηται, καὶ ἡ ὀδύνη ἐπιταθῇ καὶ τὸ δίψος, καὶ | 188 | |
170 | πάντῃ ἀνόρεκτοι μείνωσι, καὶ τὸ ἀναπτυόμενον πύον πολλῆς μετ‐ έχει δυσωδίας καὶ πολυποίκιλόν ἐστι καὶ διαφόρους μετέχει κα‐ κοχυμίας, γίνωσκε ὅτι ἐπὶ κακῷ γέγονεν ἡ ῥῆξις· ὅσον γὰρ οὔπω ἀπόλλυται ὁ ἄνθρωπος. εἰ δέ γε τὰ μὲν γένωνται, τὰ δὲ μὴ γέ‐ νωνται, πρὸς τὴν ἐπικράτειαν οὕτως δεῖ καὶ προσδέχεσθαι. | |
174 | ||
2.11 | Αἱ δὲ ἀποστάσιες αἱ εἰς τὰ σκέλεα ἐν τῇσι περιπνευμονίῃσι [218.5 A.]. Διαλεχθεὶς περὶ τῶν ἐμπυημάτων, ταὐτὸν δὲ εἰπεῖν περὶ φλεγμονῆς τοῦ ὑπεζωκότος τῆς εἰς πύον μεταβαλλούσης καὶ ῥαγεί‐ | |
5 | σης καὶ τοῦ πύου ἐκχυθέντος μεταξὺ θώρακός τε καὶ πνεύμονος, ἔτι γε μὴν καὶ περὶ τῆς γινομένης φθίσεως ἐπὶ τοῖς πάθεσι θώ‐ ρακός τε καὶ πνεύμονος, νῦν βούλεται εἰπεῖν καὶ περὶ τῶν ἀπο‐ στάσεων τῶν γινομένων ἐν ταῖς περιπνευμονίαις. ἡ γὰρ φλεγμονὴ τοῦ πνεύμονος οὐ πάντως εἰς πυοποίησιν τρέπεται, οὐδὲ πάντως | |
10 | εἰς ἐμπύημα ἀποκαθίσταται, ἀλλ’ ἔστιν ὅτε εἰς ἀπόστασιν τρέ‐ πεται, τῆς ὕλης εἰς ἕτερα μετατιθεμένης μόρια. τὸ σύμπαν οὖν τοῦ λόγου ἐστὶ διαλαβεῖν περὶ τῶν ἐν τοῖς περιπνευμονικοῖς γινομένων ἀποστημάτων. διμερὴς δὲ ἡ τοιαύτη σκέψις. καὶ ἐν μὲν τῷ πρώτῳ μέρει σημεῖά τινα παραδίδωσιν ὁ συγγραφεύς, οἷς τισι | |
15 | χρώμενοι διαγινώσκομεν εἰ ὅλως μελέτη ἐστὶ τῇ φύσει τῆς περι‐ | |
πνευμονίας ὑποκειμένης ἀπόστασιν ἐργάσασθαι. τὸ δὲ δεύτερον μέρος τοῦ λόγου τὸ γνωρίσαι ἡμῖν ἐν ποίοις μέρεσι προσδοκᾶται ἡ ἀπόστασις. Καὶ ἀρκτέον ἀπὸ τοῦ πρώτου μέρους τοῦ λόγου. δεῖ τὴν ὕλην | 189 | |
20 | ὠμὴν εἶναι καὶ ἄπεπτον, καὶ τὸ νόσημα οὐκ ὀλέθριον, ἀλλὰ καὶ τὴν δύναμιν ἐπ’ ἔλαττον· εἰ γὰρ πεπεμμένη ἐστὶν ἡ ὕλη, εἰς ἀπόστασιν οὐ τρέπεται ἡ περιπνευμονία, ἀλλ’ ἢ κατ’ ἔκρουν ἐκ‐ κρίνεται ἡ ὕλη ἢ κατὰ σύμπεψιν κατὰ μικρὸν τῷ χρόνῳ διαφορεῖ‐ ται καὶ πέττεται ἡ ὕλη καὶ οὕτως ἀπαλλάσσονται. τὸ δὲ νόσημα | |
25 | οὐ δεῖ ὀλέθριον εἶναι, ἐπειδὴ προφθάνει ὁ θάνατος τὴν ἀπόστα‐ σιν. πρὸς τούτοις δὲ δεῖ καὶ πυρετὸν συνεχῆ εἶναι καὶ βραχὺν καὶ ἐπίμονον, ἀλλὰ καὶ ὀδύνην ἐπιτεταμένην καὶ μόνιμον, καὶ ὁ σιελισμὸς μὴ ἐκχωρέῃ, τουτέστι μὴ ἀναπτύωσί τι, ἐπειδὴ ἀλλα‐ χόσε ἡ ὕλη ἀπασχολεῖται, καὶ χολῶδες οὐκ ἐκχωρέουσι διὰ γασ‐ | |
30 | τρός. ἐὰν οὖν ταῦτα πάντα συνέλθωσι, γίνωσκε ὅτι εἰς ἀπόστα‐ σιν τρέπεται ἡ περιπνευμονία. εἰ δέ γε παύηται ὁ πυρετός, ἀλ‐ λὰ καὶ ἡ ὀδύνη παύσηται, ἀπόστασις οὐ γενήσεται, ἐπειδὴ δηλοῖ μηδεμίαν μοχθηρίαν παρενοχλοῦσαν. ἀλλὰ καὶ σιελισμὸς ἐὰν γέ‐ νηται, εἰς ἀπόστασιν οὐ τρέπεται ἡ περιπνευμονία, ἐπειδὴ διὰ | |
35 | τοῦ πτυέλου κενοῦται ἡ ὕλη καὶ ἀνακαθαίρεται ἡ περιπνευμονία. ἀλλὰ καὶ χολωδῶν ἐκκρινομένων διαχωρημάτων οὐδ’ οὕτως εἰς ἀπόστασιν τρέπεται ἡ περιπνευμονία, ἐπειδὴ λεπτὴ καὶ θερμή ἐστιν ἡ ὕλη. ἐπὶ δὲ τῶν χρονίων νοσημάτων παχεῖαν δεῖ εἶναι | |
τὴν ὕλην καὶ ὠμὴν καὶ ψυχράν, ἐν ᾧτινι χρόνῳ καὶ ἡ ἀπόστασις | 190 | |
40 | γίνεται, καθὸ καὶ αὐτὸς κατὰ λέξιν ᾐνίξατο εἰπὼν ‘ἀδιάκριτοι αἱ ὑποχωρήσιεσ‘. ἀδιακρίτους δὲ ὑποχωρήσεις καλεῖ ἐνταῦθα τὰ λεπτὰ καὶ ὑδατώδη καὶ ὠμὰ ὑποχωρήματα καὶ μηδεμίαν ἔχοντα ἐπι‐ μιξίαν χολώδους ὕλης. ἡ τοιαύτη ὑποχώρησις καὶ ὠμὴν ἐνδείκνυ‐ ται τὴν ὕλην καὶ παχεῖαν, ἥτις πολλοῦ χρόνου δεῖται ὥστε πεφ‐ | |
45 | θῆναι, ἐν ᾧτινι χρόνῳ, ὡς εἴρηται, ἡ ἀπόστασις γίνεται. ὡς γὰρ διαφόρως μεμαθήκαμεν, τὰ ὀξέα τῶν νοσημάτων κατ’ ἔκρουν κενουμένης τῆς ὕλης λύονται· τὰ δὲ χρόνια τῶν νοσημάτων ὡς ἐπίπαν κατ’ ἀπόσκηψιν καὶ ἀπόστασιν τρέπονται, καὶ οὕτως λύον‐ ται, εἰ μή τι ἄρα διὰ ῥώμην δυνάμεώς τινα τῶν νοσημάτων κατὰ | |
2.11(50) | σύμπεψιν ἀπαλλαγῶσι κατὰ μικρὸν συμπεττομένης τῆς ὕλης καὶ οὕτως παυομένων. ὅθεν ἀμέλει καὶ πέψεως ἡμῖν σημεῖα παραδίδω‐ σιν ἐπὶ τῆς περιπνευμονίας λέγων οὕτως, ὅτι ἐὰν περιπνευμονίας ὑποκειμένης καὶ πεπεμμένη ἐστὶν ἡ ὕλη καὶ τὰ οὖρα πολλὰ ἐκ‐ κρίνονται καὶ παχέα καὶ τὴν ὑπόστασιν πολλὴν ἴσχει· ἐνδείκνυ‐ | |
55 | ται γὰρ ὅτι ἡ περιπνευμονία οὐ τρέπεται εἰς ἀπόστασιν, ἐπειδὴ κατ’ ἔκρουν ἐκκρίνεται ἡ ὕλη διὰ τῶν οὔρων. ἡ δὲ τοιαύτη ἔκ‐ κρισις τῶν οὔρων ἰσχὺν καὶ ῥώμην τῆς δυνάμεως ἐνδείκνυται, καθ’ ἣν ἰσχύσασα τὴν μὲν ὕλην ἐξέκρινε, τὸ δὲ ἐγκαταλιμπανόμενον πέττει καὶ αὐτό, καὶ οὕτως ἀπαλλάσσονται τῆς περιπνευμονίας. | |
60 | εἰ δέ γε τοὐναντίον ὀλίγον ἐκκριθῇ τὸ οὖρον καὶ λεπτὸν καὶ ὑπόστασιν μὴ ἔχον, σχεδὸν παντὶ τρόπῳ εἰς ἀπόστασιν τρέπεται ἡ περιπνευμονία. Ἐν δὲ τῷ δευτέρῳ μέρει τοῦ λόγου παραδίδωσιν ἡμῖν σημεί‐ ωσιν, καθ’ ἣν ὀφείλομεν διαγνῶναι εἴτε ἐν τοῖς ἄνωθεν καὶ ὑπερ‐ | 191 |
65 | κειμένοις μορίοις τοῦ θώρακος αἱ ἀποστάσεις γίνονται ἐπὶ τῇ περιπνευμονίᾳ εἴτε ἐν τοῖς κάτω καὶ ὑποκειμένοις. καί φησιν ὅτι ἐὰν ἄνευ προφάσεως γένηται ἀθρόον δύσπνοια ἐπὶ τῇ περι‐ πνευμονίᾳ, καὶ γενομένη δοκῇ ὑποχαλᾶν καὶ οἷον ὑφειμένη γίνεσ‐ θαι καὶ μειοῦσθαι, εἶτα πάλιν ἐπιταθῇ ἡ δύσπνοια, γίνωσκε ὅτι | |
70 | ἐν τοῖς ἄνωθεν καὶ ὑπερκειμένοις μορίοις, τυχὸν περὶ τὴν κε‐ φαλήν, ἡ ῥοπὴ τῶν χυμῶν καὶ τῆς ὕλης γέγονε, καὶ ἐκεῖσε περὶ τὴν κεφαλὴν αἱ ἀποστάσεις γίνονται. εἰ δέ γε μηδὲν τούτων εἴη παρενοχλοῦν, ἀλλὰ ζέσις καὶ φλόγωσίς τις περὶ τὸ στέρνον καὶ τὸ διάφραγμα—ἥντινα φλόγωσιν σύνηθες τῷ Ἱπποκράτει “φλέγμα” | |
75 | καλεῖν, καὶ νῦν οὕτως κατὰ τὴν λέξιν ἐκάλεσε τὴν φλόγωσιν “φλέγμα”—, ἐὰν ὀδύνη ἐστὶν ἐν τοῖς τόποις ἐκείνοις καὶ σκλη‐ ρία, γίνωσκε ὅτι ἐν τοῖς ὑποκειμένοις μορίοις αἱ ἀποστάσεις γίνονται. Τίθησι δὲ καὶ προσδιορισμοὺς ἀναγκαίους. ὧν πρῶτον λέγει | |
80 | τοιοῦτον, ὅτι βέλτιόν ἐστι τὰς ἀποστάσεις ἐπὶ τὰ κάτω καὶ ἐν τοῖς σκέλεσι γίνεσθαι μᾶλλον ἤπερ ἐν τοῖς ὑπερκειμένοις μορί‐ οις. καὶ δήλη ἡ αἰτία· τοσοῦτον γὰρ ἀκινδυνότερόν ἐστι τὸ ἐν τοῖς σκέλεσι γίνεσθαι τὰς ἀποστάσεις, ὅσον καὶ ἀκυρότερά εἰσι τῶν ὑπερκειμένων διὰ τὸ πόρρω ἀφεστάναι αὐτῶν. | |
85 | Δεύτερον προσδιορισμὸν λέγει, ὅτι αὗται αἱ ἀποστάσεις αἱ ἐν τοῖς σκέλεσι γινόμεναι, κάλλιόν ἐστι συριγγοῦσθαι αὐτάς· εἰ γὰρ συριγγωθῶσιν, ὡς μονοειδῆ ἔχουσαι τὴν ἐπιρροὴν τῆς ὕ‐ λης, ἐκεῖθεν ἀπορρεῖ καὶ ἐκκρίνεται, καὶ οὐ κατασπείρεται εἰς διάφορα μόρια ἡ ὕλη ἐκείνη ὥστε βλάψαι αὐτά, ὡς ἂν ἐκεῖθεν | 192 |
90 | διὰ τῶν συριγγωθέντων ἀποστημάτων τῆς ὕλης ἐκκρινομένης καὶ ἀπορρεούσης. ἄλλως τε δὲ καὶ διὰ τῶν συρίγγων αὐτῶν, τῇ ἀεν‐ νάῳ φορᾷ τῆς ὕλης καὶ τῇ ἀεὶ κενώσει, ἀποκενοῦται πᾶσα ἡ ὕλη καὶ ἀνακαθαίρεται ἡ περιπνευμονία. Τρίτον προσδιορισμόν φησι τοιοῦτον, ὅτι αὗται αἱ ἀποστά‐ | |
95 | σεις τὴν μὲν περιπνευμονίαν ἀπαλλάσσουσι προδήλως, ἔστι δ’ ὅ‐ τε, ἐὰν φανῶσι πέψεως σημεῖα ἐν τοῖς κενουμένοις, καὶ αὗται αἱ ἀποστάσεις τάχιστα λύονται καὶ ἀποπαύονται. εἰ μὲν γὰρ ἐν τοῖς ἀναπτυομένοις σιελισμοῖς φανῶσι πέψεως σημεῖα καὶ συμπε‐ πεμμένα ἐστί, γίνωσκε ὅτι ἀπαλλάσσονται αἱ ἀποστάσεις. εἰ δέ | |
2.11(100) | γε πρὸς τούτοις καὶ ἐν τοῖς οὔροις φανῇ χρηστὴ ὑπόστασις, γί‐ νωσκε ὅτι ἐπὶ ἀπαλλαγῇ εἰσιν αἱ ἀποστάσεις καὶ ὅσον οὔπω ἀπο‐ παύονται καὶ διαφοροῦνται. εἰ δέ γε μὴ φανῶσιν ἐν τούτοις πέ‐ ψεως σημεῖα μήτε ἐν τοῖς πτυέλοις μήτε ἐν τοῖς οὔροις, ἀλλὰ τὰ τῆς ἀπεψίας καὶ τῆς ὠμότητος ἐπικρατεῖ σημεῖα, γίνωσκε ὅτι | |
105 | εἰς χρόνον ἐκταθήσονται αἱ ἀποστάσεις. ὅθεν τῷ χρόνῳ καὶ χω‐ λοῦνται αὐτῶν τὰ ἄρθρα κατὰ δύο αἰτίας· ἢ γὰρ διὰ τὴν εὐρύτη‐ τα ἐκεῖσε φέρονται οἱ χυμοὶ καὶ ἡ ὕλη, ὥστε περιέχεσθαι αὐ‐ | |
τούς, καὶ τὸ τηνικαῦτα χωλεύουσιν διὰ τὴν εὐρύτητα ὑποδεχόμε‐ να· διὰ δὲ τὴν κίνησιν, ἐπὶ τῇ ἐπιτεταμένῃ κινήσει θάλπονται | 193 | |
110 | τὰ ἄρθρα, καὶ τῇ θάλψει ἐκεῖσε συρρέουσιν οἱ χυμοὶ καὶ ἡ ὕλη· καὶ ἐπὶ τούτῳ χωλοῦνται αὐτῶν τὰ ἄρθρα. Λέγει καὶ τέταρτον προσδιορισμὸν τοιοῦτον, ὅτι κακόν ἐσ‐ τιν, ἐάν, γενομένων τῶν ἀποστάσεων, ἐξαίφνης ἀφανεῖς γένωνται, ἢν μὴ ὁ πυρετὸς παύσηται· δηλοῖ γὰρ ὅτι ἐν τῷ βάθει ἔρρευσεν ἡ | |
115 | ὕλη καὶ ἐν τοῖς κυριωτέροις μορίοις, καὶ ἔστιν ἐπικίνδυνον. εἰ δέ γε παύσηται ὁ πυρετός, παύεται δὲ οὕτως, ἀφανῶν γενομέ‐ νων τῶν ἀποστάσεων· ἀφανεῖς δὲ γίνονται, ῥωσθείσης τῆς δυνά‐ μεως καὶ ἰσχυσάσης. σὺν τούτοις δὲ 〈εἰ〉 εἴη καὶ ἡ ὥρα θερινὴ καὶ ἡ ἡλικία ἀκμαστικὴ καὶ τὸ χωρίον θερμὸν καὶ τὰ ἐπιβαλλό‐ | |
120 | μενα καὶ τὰ ἐπιβληθέντα βοηθήματα εἴη θερμά, πεπαίνεται ἡ ὕλη ἐν τοῖς ἀποστήμασι καὶ διαφορεῖται. σὺν τούτοις δὲ καὶ ὁ πυρε‐ τὸς ἀποπαύεται, καὶ ἐπ’ ἀγαθῷ τρόπῳ ἀφανεῖς γίνονται αἱ ἀπο‐ στάσεις, ἐὰν ὁ πυρετὸς παυθῇ. — — — | |
124 | ||
125 | Τῶν δὲ ἐμπυημάτων τῶν ἐκ τῶν περιπνευμονικῶν οἱ γεραίτεροι μᾶλλον ἀπόλλυνται, ἐκ δὲ τῶν ἄλλων ἐμπυημάτων οἱ νεώτεροι μᾶλ‐ λον ἀποθνῄσκουσι καὶ τὰ ἑξῆς [219.3—5 A.]: εἰκότως οἱ γέρον‐ τες ἀπόλλυνται ἐν ταῖς περιπνευμονίαις, οἱ δὲ νεώτεροι περι‐ σώζονται ἤπερ ἀπόλλυνται, ἐπειδὴ ἀσθενεῖς ἔχουσι τὰς δυνάμεις | |
130 | ὧν τινων χρείαν ἔχουσιν· ἀσθενῶν γὰρ ὑποκειμένων τῶν δυνάμεων καὶ περιπνευμονίας οὔσης, οὐκ ἀνακαθαίρονται, ἀλλ’ οὕτως ἀπόλ‐ λυνται οἱ γέροντες. οἱ δὲ νεώτεροι ἤγουν οἱ ἀκμάζοντες ἐρρω‐ | |
μένας ἔχουσι τὰς δυνάμεις, καὶ τῇ ῥώμῃ ἀναπτύουσι καὶ ἀνακαθ‐ αίρεται αὐτῶν ἡ περιπνευμονία καὶ περισώζονται. ἐπὶ δὲ τῶν | 194 | |
135 | ἄλλων ἐμπυημάτων καὶ ἀποστάσεων τῶν ἐν τοῖς παρισθμίοις καὶ παρωτίσι συνισταμένων οἱ ἀκμάζοντες μᾶλλον ἀπόλλυνται, οἱ δὲ γέροντες περισώζονται. καὶ τίς ἡ αἰτία; ὅτι ἐπὶ μὲν τῶν ἀκμα‐ ζόντων ἐπὶ θερμῇ ὕλῃ καὶ χολώδει ταῦτα γίνονται· ἀλλὰ καὶ τὰς αἰσθήσεις περιττὰς ἔχουσι καὶ μεγίστας ὀδύνας ὑπομένουσι· διά | |
140 | τε οὖν τὸ θερμὸν τῆς ὕλης καὶ τὸ περιττὸν τῆς αἰσθήσεως καὶ διὰ τὰς μεγίστας ὀδύνας μὴ φέροντες, ἀπόλλυνται· προφθάνει γὰρ ὁ θάνατος τὴν πυοποίησιν. ἐπὶ δὲ τῶν γερόντων οὐ γίνονται ἐπὶ θερμῇ ὕλῃ ταῦτα τὰ πάθη, ἀλλ’ οὐδὲ ἠκριβωμένας ἔχουσι τὰς αἰσθήσεις, ἀλλ’ οὐδὲ μέγισται ὀδύναι γίνονται ἐπ’ αὐτῶν, καὶ τὸ | |
145 | τηνικαῦτα περισώζονται. ἐπεὶ οὖν ταῦτα εἴρηται, ἐν οἷς σὺν θεῷ καὶ τὸ δεύτερον τμῆμα πεπλήρωται. | |
146 | ||
3t | Ἀρχὴ σὺν θεῷ τοῦ τρίτου τμήματος | |
3.1 | Αἱ δὲ ξὺν πυρετῷ ὀδύναι γινόμεναι περὶ τὴν ὀσφύν τε καὶ τὰ κάτω χωρία καὶ τὰ ἑξῆς [219.6—7 A.]. Ἐντεῦθεν ἄρχεται τοῦ τρίτου τμήματος ὁ Ἱπποκράτης. καί | |
φησιν ‘ὁκόσοισιν αἱ ὀδύναι ἤγουν αἱ ἀποστάσεις ἀπὸ τῶν κάτω | 195 | |
5 | ἐπὶ τὰ ἄνω γίνωνται κάκισταί εἰσι‘· δηλοῖ γὰρ ὅτι ἀπὸ τῶν ἀ‐ κυροτέρων μορίων ἐπὶ τὰ κυριώτερα μετέστη ἡ ὕλη. πλὴν οὐ πάν‐ τως ὀλέθριαι, ἀλλὰ δεῖ συνελθεῖν καὶ τὰ ἄλλα σημεῖα, οἷον ἐάν ἐστιν ὀξὺς πυρετὸς καὶ δύσπνοια καὶ παραφροσύνη καὶ σφοδρὰ ὀ‐ δύνη ἀπὸ τῶν κάτω χωρίων ἐπὶ τὰ ἄνω σύνεστι· τότε ὀλέθριαί | |
10 | εἰσιν αἱ τοιαῦται μεταστάσεις τῆς ὕλης. εἰ δὲ μηδὲν τούτων συνέλθῃ, γίνωσκε ὅτι αἱ ἀποστάσεις εἰς πυοποίησιν τρέπονται. Καὶ ταῦτα εἰρηκώς φησιν ὅτι κάκιστόν ἐστι τὸ φλεγμαίνειν τὴν κύστιν, ἐπειδὴ ἡ κύστις νευρώδης ἐστί, καὶ διὰ τοῦτο μέ‐ γισται γίνονται αἱ ὀδύναι, διὰ τὸ περιττὸν τῆς αἰσθήσεως τῶν | |
15 | νεύρων. πλὴν δὲ ὡς νευρώδης ἡ κύστις καὶ τὸν ἐγκέφαλον εἰς συμπάθειαν ἄγει, ἀλλὰ καὶ σπασμοὺς ἐπιφέρει διὰ τὸ νευρῶδες. πρὸς τούτοις δὲ καὶ ἐποχὴ οὔρων καὶ διαχωρημάτων γίνεται. ἡ δὲ ἐποχὴ τοῦ οὔρου καὶ τοῦ διαχωρήματος κατὰ δύο αἰτίας γίνε‐ ται· ἢ γὰρ δι’ ὀργανικὴν βλάβην ἢ δι’ ἐπιτεταμένην ὀδύνην. | |
20 | καὶ ὀργανικῶς μὲν οὕτως· φλεγμαίνοντος τοῦ τραχήλου τῆς κύσ‐ τεως, ἀποστενοῦται ὁ οὐρητικὸς πόρος τῆς κύστεως, καὶ τὸ τη‐ νικαῦτα ἐπέχεται τὸ οὖρον. εἶτα ἐπίκειται ὁ τράχηλος τῆς κύσ‐ τεως καὶ αὐτὴ ἡ κύστις τῷ ἐντέρῳ, λέγω δὴ τῷ ἀπευθυσμένῳ· ἐπὶ τῇ φλεγμονῇ ἐπικείμενα ἐναπολαμβάνει τὴν διέξοδον τῆς κόπρου | |
25 | καὶ οὐ συγχωρεῖ διεξελθεῖν τὴν κόπρον· καὶ ἐντεῦθεν ἡ ἐποχὴ γίνεται τῆς κόπρου ὀργανικῶς. διὰ δὲ ἐπιτεταμένην ὀδύνην οὕ‐ τως· ἐπειδὴ νευρώδης ἐστὶν ἡ κύστις, ἐπὶ τῇ φλεγμονῇ μεγίστας ὑφίσταται ὀδύνας· ἐπὶ οὖν τῇ σφοδρᾷ ὀδύνῃ ἡ φύσις συννεύει ὡς | |
ἐπὶ τὴν οἰκείαν ἀρχὴν καὶ ἐπὶ τὸ βάθος καὶ οὐκ ἐπιτίθεται | 196 | |
30 | ταῖς οἰκείαις ἐνεργείαις· αἱ γὰρ φυσικαὶ ἐνέργειαι ἐν ἐπιτε‐ ταμένῃ κινήσει ἐπιτελοῦνται, ἡ δὲ κίνησις ἐπιτείνει τὸν ῥευ‐ ματισμὸν καὶ τὰς ὀδύνας· ἡ οὖν φύσις, ἵνα μὴ ἐπιταθῇ ἡ ὀδύνη, οὐκ ἐπιτίθεται, ὡς εἴρηται, ταῖς οἰκείαις ἐνεργείαις, τυχὸν τὴν ἀποκριτικὴν δύναμιν, ὥστε ἀποκρῖναι· καὶ τὸ τηνικαῦτα γί‐ | |
35 | νεται ἡ ἐποχὴ τοῦ οὔρου καὶ τῆς κόπρου. ῥύεται δέ ποτε σπανίως τὴν φλεγμονὴν τῆς κύστεως οὔρου παχέος καὶ πολλοῦ καὶ πεπυο‐ ποιημένου ἀπούρησις· δηλοῖ γὰρ ὅτι ἐπέφθη ἡ ὕλη καὶ οἱ χυμοὶ καὶ φέρονται ἐπὶ τὴν κοιλότητα τῆς κύστεως, καὶ σὺν τῷ οὔρῳ ἐκκρίνεται τὸ πύον καὶ οἱ χυμοί, καὶ οὕτως ἀνακαθαίρεται. | |
40 | Δεύτερόν ἐστι κεφάλαιον ἐν ᾧ περὶ κρισίμων ἡμερῶν διαλέ‐ γεται. ἐπειδὴ δὲ περὶ κρίσεως ἡμῖν ὁ λόγος, δεῖ ἡμᾶς πέντε τινὰ περὶ κρίσεως ζητῆσαι· πρῶτον, τί ἐστι κρίσις, δεύτερον, πόθεν ὠνομάσθη κρίσις, τρίτον, ποσαχῶς τελειοῦνται αἱ κρίσεις, καὶ τέταρτον, κατὰ πόσους τρόπους γίνονται αἱ κρίσεις, καὶ | |
45 | πέμπτον, ποῖαί εἰσιν αἱ κρίσιμοι ἡμέραι. Καὶ ἀρκτέον ἀπὸ τοῦ πρώτου· τί ἐστι κρίσις; κρίσις ἐστὶν ὀξύρροπος καὶ ἀθρόα ἐν νόσῳ μεταβολή. Δεύτερον, πόθεν ὠνόμασται κρίσις; ἐκ μεταφορᾶς τῶν ἐν δικαστηρίῳ κρινομένων· ὥσπερ γὰρ ἐκεῖσε ὁ καταδικαζόμενος ἐν | |
3.1(50) | μέσῳ ζωῆς καὶ θανάτου ἐστίν, οὕτως ἰδών τις νοσοῦντα καὶ ἐν δυσφορίᾳ διάγοντα ἔφη ‘ἐλέησον, οὗτος ὁ ἄνθρωπος κρίνεται με‐ | |
ταξὺ ζωῆς καὶ θανάτου‘. Τρίτον, ποσαχῶς τελειοῦνται αἱ κρίσεις; τετραχῶς· ἢ γὰρ ἐπὶ ἀπαλλαγῇ καὶ ὑγείᾳ τελειοῦνται αἱ κρίσεις ἢ ἐπὶ μεγίστῃ | 197 | |
55 | μεταβολῇ ἐπὶ τὸ βέλτιον. ἢ τοὐναντίον· ἢ γὰρ ἐπὶ ὄλεθρον καὶ θάνατον ἢ ἐπὶ μεγίστῃ μεταβολῇ ἐπὶ τὸ χεῖρον. Τέταρτον, κατὰ πόσους τρόπους γίνονται αἱ κρίσεις; κατὰ δύο· ἢ γὰρ κατ’ ἔκρουν κρίνονται τὰ νοσήματα ἢ κατ’ ἀπόσκηψιν. ὤφθη δέ ποτε καὶ ὕπνος μακρὸς καὶ βαθὺς μεγίστην μεταβολὴν | |
60 | ἐπὶ τὸ βέλτιον ποιήσας, ὅπερ οὐδὲ κυρίως κρίσιν ὀνομάζουσι, διὰ τὸ σπανίως γίνεσθαι καὶ ἐπὶ μόνων τῶν παίδων ὤφθη γινόμε‐ νον. Πέμπτον, ποῖαί εἰσιν αἱ κρίσιμοι ἡμέραι ἐν αἷς κρίνονται τὰ νοσήματα; ἐκεῖναί εἰσιν αἱ κρίσιμοι ἡμέραι ἐν αἷς ταῦτα | |
65 | συνέλθῃ, ἐν αἷς πλεῖσται γίνονται κρίσεις καὶ βέβαιοι καὶ τέ‐ λειαι συνέλθωσιν, ἐκείνας καλοῦμεν κρισίμους ἡμέρας. τούτων δὲ τῶν κρινουσῶν ἡμερῶν αἱ μὲν τετραδικῶς ἀριθμοῦνται, αἱ δὲ ἑβδομαδικῶς. καὶ ἰσχυρότεραι μέν εἰσιν αἱ ἑβδομαδικαὶ τῶν τε‐ τραδικῶν. τούτων δὲ τῶν ἑβδομαδικῶν αἱ μὲν κατὰ διέχειαν ἀριθ‐ | |
70 | μοῦνται, αἱ δὲ κατὰ συνέχειαν. καὶ αἱ μὲν ἑβδομαδικαὶ περίοδοι τὰς δύο ἔχουσιν ἑβδομάδας κατὰ διέχειαν, τὴν δὲ τρίτην ἀεὶ κατὰ συνέχειαν· ἑπτὰ γὰρ καὶ ἑπτά, ιδʹ, καὶ ἑπτὰ γίνονται εἴ‐ κοσι μία· ἀλλὰ τὴν εἰκοστὴν ἔχομεν κρίσιμον καὶ οὐ τὴν εἰκοσ‐ | |
τὴν πρώτην, ὡς κατὰ συνέχειαν ταττομένης τῆς τρίτης ἑβδομάδος. | 198 | |
75 | αἱ δὲ τετραδικαὶ περίοδοι τὸ ἀνάπαλιν. αἱ μὲν δύο κατὰ συν‐ έχειαν· εἰς γὰρ τὴν ἑβδόμην ἀπαρτίζουσιν, ὡς τῆς τετάρτης τέ‐ λους οὔσης τῆς πρώτης τετράδος, ἀρχῆς δὲ πάλιν τῆς δευτέρας τετράδος. ἡ δὲ τρίτη τετρὰς κατὰ διέχειαν, ὅθεν τὴν ἑνδεκάτην ἔχομεν κρίσιμον. | |
80 | Ταῦτα εἰρηκὼς προσδιορισμοῖς κέχρηται ὁ Ἱπποκράτης πρὸς τὴν ἤδη λεχθεῖσαν ὑπόθεσιν ὑπ’ αὐτοῦ. ὧν πρῶτον προσδιορισμὸν λέγει τοιοῦτον, ὅτι αὗται αἱ ἡμέραι κρίσιμοι ὀνομάζονται καί εἰσι, διὰ τὸ πλείστας ἐν αὐταῖς γενέσθαι κρίσεις καὶ βεβαίας αὐτὰς γενέσθαι καὶ τελείας, ἐπὶ ἀπαλλαγῇ τῶν νοσημάτων. εἰσὶ | |
85 | δὲ καὶ ἕτεραι κρίσεις, ὧν οὐκ ἐμνημονεύσαμεν, αἵτινες καὶ παρεμπίπτουσαι ὀνομάζονται, ὥσπερ ἡ τρίτη καὶ ἡ πέμπτη καὶ ἡ θʹ ἡμέρα. ἔστι δ’ ὅτε καὶ ἡ ἕκτη ἡμέρα κρίνει, ἀλλ’ ἐπὶ κακῷ. εἰ δέ γε ὁ κρινόμενος ἐν τῇ ἕκτῃ ἡμέρᾳ τὸν κίνδυνον φεύξει, πάντως ὑποτροπιᾷ καὶ νοσεῖ. | |
90 | Λέγει καὶ δεύτερον προσδιορισμόν, ὅτι τίς ὁ παραλογισμὸς οὗτος, ὅτι ἐπὶ μὲν τῶν δύο τετράδων τὴν ἑβδόμην λέγομεν κρί‐ σιμον καὶ οὐχὶ τὴν ὀγδόην, καὶ ἐπὶ μὲν τῶν τριῶν ἑβδομάδων τὴν εἰκοστὴν καὶ οὐχὶ τὴν εἰκοστὴν πρώτην· λείπει γὰρ ἡμέρα ἐν ἑκάστῃ ὑποθέσει; καὶ λέγει ὅτι οὐκ ἔστιν ἄπορος ὁ λόγος· | |
95 | “οὐδὲ γὰρ ὁ ἐνιαυτός τε καὶ οἱ μῆνες ὅλῃσιν ἡμέρῃσιν πεφύκα‐ | |
σιν ἀριθμέεσθαι ἀτρεκέως.” τὸν γὰρ ἐνιαυτὸν τξεʹ ἡμέραις ἀριθ‐ μούντων ἡμῶν πλείονας ἔχει· ἔχει γὰρ καὶ ἄλλο τέταρτον ἡμέρας καὶ ἑκατοστὸν μέρος, καθ’ ἣν καὶ τὸ βίσεξτον ἀπαντᾷ γίνεσθαι. ὁμοίως δὲ καὶ ὁ μὴν οὐδὲ λʹ ἡμερῶν ἐστιν οὐδὲ κθʹ, ἀλλ’ εἴκοσι | 199 | |
3.1(100) | ἐννέα ἥμισυ καὶ ἄλλο μόριον, ὡς οἱ ἀστρονόμοι ἀριθμοῦσιν. ἐὰν οὖν ‘οὐδὲ ὁ ἐνιαυτὸς ὅλῃσιν ἡμέρῃσιν ἀριθμεῖται οὔτε οἱ μῆνεσ‘, οὐδὲν ἄκαιρον καὶ ἡμᾶς τῇ μακρᾷ πείρᾳ καὶ τῇ τῶν παλαιῶν μαρ‐ τυρίᾳ τὴν ἑβδόμην λέγειν κρισίμην καὶ τὴν εἰκοστήν, καὶ μὴ ἀποσώζειν ἀκριβῆ ἀπαρίθμησιν. | |
105 | Τρίτος προσδιορισμός ἐστιν ἐν ᾧ φησιν ὅτι ἐπὶ τῶν ὀξέων νοσημάτων καὶ συνεχῶν πυρετῶν ἡμέρας ἀριθμοῦμεν ἐπὶ τῶν κρί‐ σεων· τυχὸν ἡ τετάρτη ἡμέρα ἐπίδηλός ἐστιν τῆς ἑβδόμης καὶ ἡ ζʹ τῆς ἑνδεκάτης καὶ ἐφεξῆς ὡσαύτως. ἐπὶ δὲ τῶν περιοδικῶν νο‐ σημάτων καὶ τῶν χρονίων οὐκέτι ἡμέρας ἀπαριθμοῦμεν, ἀλλὰ περι‐ | |
110 | όδους, τουτέστιν ἡ τετάρτη περίοδος ἐπίδηλός ἐστι τῆς ἑβδόμης περιόδου καὶ ἡ ἑβδόμη τῆς ἑνδεκάτης. καὶ ἰστέον ὅτι ἐπὶ τῶν ὀξέων νοσημάτων εὐθέως ἐξ ἀρχῆς δυνατόν ἐστι τὴν ἔκβασιν προ‐ γνῶναι τοῦ νοσήματος, εἴτε ἐπὶ ἀγαθῷ γενήσεται ἡ κρίσις εἴτε ἐπὶ κακῷ. ἐπὶ δὲ τῶν χρονίων νοσημάτων ἀδύνατόν ἐστιν εὐθέως | |
115 | ἐξ ἀρχῆς προγνῶναι τὴν ἔκβασιν τοῦ νοσήματος, ὁποία ἔσται. καὶ τίς ἡ αἰτία ὅτι ἐπὶ τῶν ὀξέων νοσημάτων ἐξ ἀρχῆς γινώσκο‐ μεν τὴν ἔκβασιν, ἐπὶ δὲ τῶν χρονίων οὔ; καὶ λέγομεν ὅτι ἐπὶ τῶν ὀξέων νοσημάτων εὐθὺς ἐξ ἀρχῆς ἡ φύσις καὶ τὰ αἴτια εἰσ‐ | |
βάλλουσιν, ὡς ἔχουσιν ἰσχύν, καὶ οὕτως ἀγωνίζονται, ἐπειδὴ | 200 | |
120 | ὀξεῖά ἐστιν ἡ κίνησις. καὶ εἰ μὲν διαφανῶσι πέψεως σημεῖα ἐξ ἀρχῆς, 〈...〉 γίνωσκε ὅτι τὰ αἴτια ἴσχυσαν καὶ ἐπὶ κακῷ γίνε‐ ται ἡ κρίσις. ἐπὶ δὲ τῶν χρονίων νοσημάτων ἀδύνατόν ἐστιν ἐξ ἀρχῆς προγνῶναι τὴν ἔκβασιν τοῦ νοσήματος, ἐπειδὴ τὰ χρόνια νοσήματα ἐπὶ ψυχροτέρᾳ ὕλῃ καὶ παχυτέρᾳ γίνονται, καὶ τὸ τη‐ | |
125 | νικαῦτα βραχεῖα πάνυ γίνεται ἡ κίνησις, ἐπειδὴ οὐδέν ἐστι τὸ κατεπεῖγον· ἀλλὰ χλιαρῶς καὶ βραχέως εἰσβάλλει καὶ ἡ φύσις καὶ ἡ ὕλη, διότι συμμετρεῖ ἑαυτὴν ἡ φύσις· καὶ τὸ τηνικαῦτα ἀδύνατόν ἐστιν ἐξ ἀρχῆς προγνῶναι τὴν ἔκβασιν ἐπὶ τῶν χρονίων νοσημάτων, εἴτε ἀγαθὴ γενήσεται εἴτε κακὴ καὶ ὀλέθριος. καὶ | |
130 | ἔστι τούτου παράδειγμα τοιοῦτον ἐπὶ τῶν ἐκτός· ἡνίκα δύο πα‐ λαισταὶ ἀγωνίζονται πρὸς ἑαυτούς, εἰ μὲν ὁ ἕτερος κατισχύει τοῦ ἑτέρου, εὐθέως ἐξ ἀρχῆς διαγινώσκομεν ὅτι οὗτος ἰσχυρότε‐ ρός ἐστι καὶ νικῆσαι ἔχει, ὥσπερ ἐπὶ τῶν ὀξέων νοσημάτων. εἰ δὲ οἱ δύο ἀγωνισταὶ ἰσοσθενῶς ἔχουσι τὴν ἰσχύν, ἀδύνατόν ἐσ‐ | |
135 | τιν εὐθέως ἐξ ἀρχῆς εἰπεῖν τὴν ἔκβασιν, ποῖος ἔχει νικῆσαι. οὕτως ἔχει καὶ ἐπὶ τῶν χρονίων νοσημάτων· οἷον γὰρ ἰσοσθενὲς ἔχουσι τὴν προσβολὴν καὶ ἡ φύσις καὶ τὰ αἴτια, καὶ διὰ τοῦτο ἀδύνατόν ἐστιν εὐθέως ἐξ ἀρχῆς προειπεῖν τι περὶ τῆς ἐκβάσεως. πλὴν ὁ Ἱπποκράτης πρὸς παραμυθίαν τοῦ λόγου λέγει ὅτι ἐπισ‐ | |
140 | τήμων καὶ ἀκριβὴς ἰατρὸς ἐπιστάμενος τὰς ἡμέρας τῶν κρίσεων, ποῖαί εἰσιν ἐπίδηλοι καὶ ποῖαι θεωρηταί, οὐ μὴν ἀλλὰ καὶ τὰς | |
ἀνταποδόσεις ὁ γινώσκων τῶν περιόδων, ποῖαί εἰσιν ἐπίδηλοι, ὅτι ἡ τετάρτη περίοδος ἐπίδηλός ἐστι τῆς ἑβδόμης, ἐκ τούτων προγινώσκει καὶ τὴν ἔκβασιν τῶν χρονίων νοσημάτων· ὡς γὰρ αὐ‐ | 201 | |
145 | τὸς λέγει ὅτι “οὐ λήσῃ ὅπῃ τρέψηται τὸ νόσημα”. Τέταρτος προσδιορισμός ἐστιν ἐν ᾧ φησιν ὅτι ὡσαύτως καὶ ἐπὶ τῶν κυουσῶν γυναικῶν τὴν ἀπαρίθμησιν ποιεῖται τῶν ἡμερῶν ἐπὶ τῶν κρίσεων εὐθὺς ἐξ ἀρχῆς. τί γάρ; ὅτι αἱ πλεῖσται τῶν γυναικῶν μετὰ τὴν γένναν ἐν τῇ τρίτῃ ἡμέρᾳ πυρέττουσιν. οὐ | |
3.1(150) | δεῖ οὖν ἀπὸ τῆς τρίτης ἡμέρας τὴν ἀρχὴν ἀριθμεῖν τοῦ νοσήματος, ἀλλ’ ἐξ ἀρχῆς ἀφ’ ἧς ἔτεκεν ἡ γυνή, ἐπειδὴ προϋπῆρχε τὸ αἴτιον· οὐδὲ γὰρ τῇ τρίτῃ ἡμέρᾳ ἠθροίσθη, ἀλλ’ ὡς εἴρηται, ἦν πρὸ τού‐ του καὶ οὐ διεφαίνετο, ἐπειδὴ ἡ φύσις ἐπὶ τὴν δημιουργίαν τοῦ ἐμβρύου ἐναπησχολεῖτο. ὅταν οὖν ἀπετέχθη τὸ ἔμβρυον, καὶ διὰ | |
155 | τῆς λοχικῆς καθάρσεως ὀφειλούσης κενωθῆναι ἐκείνην τὴν ὕλην κινηθεῖσα ἀνῆψε τὸν πυρετόν. δεῖ οὖν ἐξ ἀρχῆς ἀφ’ ἧς ἡμέρας ἔτεκεν ἡ γυνὴ τὴν ἀπαρίθμησιν ποιεῖσθαι τοῦ νοσήματος, ἐπειδὴ προῆν ἡ ὕλη, καὶ μὴ ἀπὸ τῆς τρίτης ἡμέρας ἀφ’ ἧς ὁ πυρετὸς ἀν‐ ήφθη. | |
160 | — — — | |
160 | Οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεσ‐ τάτων βεβῶτες τεταρταῖοι παύονται ἢ πρόσθεν· οἱ δὲ κακοηθέσ‐ | |
τατοι καὶ ἐπὶ σημείων δεινοτάτων βεβῶτες τεταρταῖοι κτείνου‐ σιν ἢ πρόσθεν [220.11—221.2 A.]: ἰστέον ὅτι ὁ Ἱπποκράτης οἶ‐ | 202 | |
165 | δε τὴν τρίτην ἡμέραν κρίνουσαν· ἔφη γὰρ “οἵ τε γὰρ εὐηθέστα‐ τοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων βεβῶτες τεταρ‐ ταῖοι παύονται ἢ πρόσθεν”· ἔμπροσθεν δὲ τῆς τετάρτης ἡμέρας ἡ τρίτη ἐστίν· ἡ γὰρ δευτέρα παρὰ πᾶσιν ὡμολόγηται ὅτι οὐδέποτε κρίνει· οὐκοῦν περὶ τῆς τρίτης ἡμέρας νῦν λέγει ὁ Ἱπποκράτης. | |
170 | σκόπει δὲ ὅτι ἐνταῦθα τὸ “εὐηθέστατοι τῶν πυρετῶν” ἐπὶ ἀγαθῷ ἔλαβεν ἀντὶ τοῦ ἁπλούστατοι, ὑπεναντίως τοῖς Ἀττικοῖς· οἱ γὰρ Ἀττικοὶ πάντως τὸ “εὔηθες” ἐπὶ κακῷ λαμβάνουσιν. οὕτω γοῦν “εὐήθεις” ἀνθρώπους καλοῦσιν ἀντὶ τοῦ τυχὸν ὅτι δυσχε‐ ρεῖς εἰσιν οὗτοι οἱ ἄνθρωποι. σπανίως δέ ποτε τὸ “εὔηθες” ἐπὶ | |
175 | ἀγαθῷ λαμβάνουσιν. ὁ μέντοι Ἱπποκράτης ἐπὶ ἀγαθῷ τὸ “εὔηθες” τέθεικεν. καὶ ὅτι ἐπὶ καλῷ καὶ ἐπὶ ἀγαθῷ ἔλαβε δηλοῖ τὸ ἀντι‐ τάξαι αὐτὸν “οἱ δὲ κακοηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων δεινοτάτων ἐντὸς τῆς τετάρτης ἡμέρας κτείνουσιν ἢ πρόσθεν”, τυχὸν ἐν τῇ τρίτῃ ἡμέρᾳ. ἀσφαλέστατα δὲ σημεῖα καὶ βέβαια καὶ | |
180 | ἀγαθὰ λέγει ἐπὶ τῶν ἁπλουστάτων καὶ εὐηθεστάτων πυρετῶν ταῦτα· τὸ εὔπνουν εἶναι τὸν ἄνθρωπον, τὸ εὐόρεκτον εἶναι, τὸ πέττειν καλῶς καὶ δεόντως, τὸ ὑπνοῦν εἰς νύκτα, τὸ στρέφεσθαι ῥᾳδίως ἔνθεν καὶ ἔνθεν. ἐὰν οὖν ταῦτα συνδράμωσιν ἐντὸς τῆς τετάρτης ἡμέρας ἢ ἐν τῇ τρίτῃ, παύονται οἱ πυρετοί. δεινότατα δὲ σημεῖα | |
185 | λέγει ἐπὶ τῶν κακοηθεστάτων πυρετῶν τὸ δύσπνουν εἶναι τὸν ἄν‐ | |
θρωπον, τὸ ἀνόρεκτον, τὸ μὴ καλῶς πέττειν, ἡ ἀγρυπνία, τὸ ὀδυ‐ νᾶσθαί τι τῶν ὑποχονδρίων, τὸ ἀλλοφάσσειν, τουτέστι τὸ ληρεῖν, καὶ τὰ τοιαῦτα. ἐὰν ταῦτα συνέλθωσιν ἐπὶ τῶν κακοηθεστάτων πυρετῶν, ἐντὸς τῆς τετάρτης ἀπόλλυνται ἢ πρόσθεν. | 203 | |
190 | Μετὰ δὲ ταῦτα ἐν τῷ αὐτέῳ τρόπῳ καὶ κατὰ τὴν αὐτὴν πρόσ‐ θεσιν καὶ τὰ ἑξῆς [221.8—9 A.]: τὸ λεγόμενόν ἐστι τοιοῦτον, ὅτι αἱ τρεῖς ἑβδομάδες τὴν εἰκοστὴν ἡμέραν ἀποτελοῦσι κρίσι‐ μον τῶν δύο πρώτων ἑβδομάδων κατὰ διέχειαν ἀριθμουμένων, ὡς ποιεῖν τὴν τεσσαρεσκαιδεκάτην κρίσιμον· εἶτα ἡ τρίτη ἑβδομὰς | |
195 | κατὰ συνέχειαν ἀριθμουμένη τὴν εἰκάδα ποιεῖ κρίσιμον. εἰπὼν οὖν “μετὰ δὲ ταύτας ἐν τῷ αὐτῷ τρόπῳ καὶ κατὰ τὴν αὐτὴν πρόσ‐ θεσιν”, φησὶν ὅτι δεῖ κατὰ τὸν αὐτὸν τρόπον ἀριθμεῖν, καὶ ἡ τεσσαρακοστὴ καὶ ἡ ἑξηκοστὴ καὶ ἡ ὀγδοηκοστὴ εὑρίσκονται κρί‐ σιμοι. τριακοστὴν δὲ τετάρτην ἐμνημόνευσεν, ἵνα δείξῃ σοι ὅτι | |
3.1(200) | αἱ δύο πρῶται ἑβδομάδες κατὰ διέχειαν ἀριθμοῦνται, ἡ δὲ ἑτέρα κατὰ συνέχειαν ἀριθμουμένη, ἡ τεσσαρακοστὴ ἡμέρα ὑπαντᾷ κρί‐ σιμος. ἰστέον δὲ ὅτι καὶ τετραδικῶς καὶ ἑβδομαδικῶς ἀριθμού‐ μεναι αἱ περίοδοι τὴν εἰκοστὴν ἡμέραν ἀπαρτίζουσι κρίσιμον. καὶ μάλιστα ταῖς τετραδικαῖς προσέχομεν τὸν νοῦν μέχρι τῆς εἰ‐ | |
205 | κοστῆς ἡμέρας· ἀπὸ δὲ τῆς εἰκοστῆς οὐκέτι ταῖς τετραδικαῖς περιόδοις προσέχομεν τὸν νοῦν, ἀλλὰ ταῖς ἑβδομαδικαῖς. ὅθεν μετὰ τὴν εἰκοστὴν τριακάδα τετάρτην ἐμνημόνευσε. καὶ τίς ἡ | |
αἰτία τούτου; καὶ λέγομεν ὅτι ἐπὶ τῶν ὀξέων νοσημάτων λεπτή ἐστιν ἡ ὕλη, καὶ ὡς λεπτὴ ἐντὸς τῆς τετάρτης πάντως τι πάσχει. | 204 | |
210 | καὶ διὰ τοῦτο τετραδικῶς ἀριθμοῦμεν μέχρι τῆς εἰκάδος. ἀπὸ δὲ τῆς εἰκοστῆς οὐκέτι τετραδικῶς, ἀλλ’ ἑβδομαδικῶς ἀριθμοῦμεν, ἐπειδὴ ὅσον χρονίζει τὸ νόσημα, τοσοῦτον καὶ ἡ ὕλη νωθροτέρα καὶ παχυτέρα γίνεται, καὶ διὰ τοῦτο καὶ τὸ νόσημα χρονιώτερον γίνεται. καὶ ἑβδομαδικῶς μὲν ἀριθμοῦμεν μέχρι τῆς ὀγδοηκοστῆς | |
215 | ἡμέρας. ἀπὸ δὲ τῆς ὀγδοηκοστῆς οὐκέτι ἡμέρας ἀριθμοῦμεν, ἀλλὰ μῆνας, τέσσαρας καὶ ἑπτὰ καὶ ἕνδεκα καὶ δεκατέσσαρα. εἶτα λοιπὸν ἀπαριθμοῦμεν ἔτη, δʹ καὶ ἑπτὰ καὶ ιαʹ καὶ ιδʹ. καὶ τοῦτο πολύς ἐστιν ὁ Ἱπποκράτης ἐν Ἀφορισμοῖς ἀποδεικνύων, ἐν οἷς φησιν ὅτι ‘τῶν ἐπιληπτικῶν τοῖσιν νέοισιν αἱ μεταβολαὶ τῶν ὡ‐ | |
220 | ρέων καὶ τῶν ἡλικιῶν ἀπαλλάσσουσιν‘, ἀλλὰ καὶ ἐπὶ τῶν θηλέων ἐπὶ τῶν χρονίων νοσημάτων ἀπαλλάσσεσθαι αὐτὰς ἐν ταῖς τῶν κα‐ ταμηνίων ῥήξεσιν· αἱ δὲ ῥήξεις ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει γίνονται. | |
223 | ||
3.2 | Κεφαλῆς δὲ ὀδύναι ἰσχυραί τε καὶ ξυνεχέες σὺν πυρετῷ ξυν‐ εχεῖ τε καὶ ἰσχυρῷ δεινὸν καὶ τὰ ἑξῆς [222.11/223.6—7 A.]. | |
Ἐνταῦθα ὀξὺ ὑποτίθεται νόσημα καὶ τὴν ὕλην διάφορα ἐπη‐ ρεάζουσαν μόρια. ἀλλὰ τὸ τέως τὴν κεφαλὴν ὑποτίθεται ἐπηρεα‐ | 205 | |
5 | ζομένην καὶ σημειοῦται κεφαλαλγίαν, οὐ τὴν ἐπὶ πνεύμασι γινο‐ μένην, αὕτη γὰρ τονώδης ἐστίν· ἀλλ’ οὐδὲ τὴν ἐπὶ χολῇ γινομέ‐ νην, αὕτη γὰρ δακνώδης ἐστίν· ἀλλ’ οὐδὲ τὴν κατὰ συμπάθειαν τῶν μηνίγγων τὴν ἐπὶ φλεγμονῇ γινομένην, οὐδὲ γὰρ ὅλως μέμνη‐ ται φλεγμονῆς. ἀλλὰ κεφαλαλγίαν νῦν ὑποτίθεται τὴν ἐπὶ ἐμφρά‐ | |
10 | ξει αἵματος καὶ πλήθει γινομένην· αὕτη γὰρ ἡ κεφαλαλγία χειρίσ‐ τη ἐστὶ διὰ τὸ συνεχὲς καὶ ἐπίμονον τῆς ὀδύνης, ἔνδον οὔσης τῶν ἀγγείων τῆς αἱματικῆς ὕλης. καὶ μάλιστα κακίστη ἐστὶν ἡ τοιαύτη κεφαλαλγία, εἰ καὶ ὀξύς ἐστιν ὁ πυρετός, διὰ τὸ κύ‐ ριον τοῦ μορίου, πρωτίστου ὄντος· ἐγκέφαλος γάρ ἐστιν. καὶ | |
15 | ἀνέλπιστός ἐστιν ὁ κίνδυνος· εἰ γὰρ ἄνευ πυρετοῦ παγχάλεπός ἐστιν ἡ τοιαύτη κεφαλαλγία, πολλῷ μᾶλλον εἰ καὶ ὀξὺς πυρετὸς σύνεστιν. Εἶτα καὶ σημεῖα λέγει ἐπὶ τῆς κεφαλαλγίας τῆς ἄνευ πυρε‐ τοῦ ὀξέος, ἐφ’ ὧν ἀνέλπιστος ὁ θάνατος. καί φησιν ὅτι δύσπνους | |
20 | ἐάν ἐστιν ὁ ἄνθρωπος καὶ ἀνόρεκτος καὶ παραφροσύνη σύνεστιν αὐτῷ, ἔσο γινώσκων ὅτι πάντως ἀπόλλυται ὁ ἄνθρωπος. εἰ δέ γε τυχὸν εὔπνους ἐστὶν ὁ ἄνθρωπος καὶ εὐόρεκτος καὶ οὐ παραφρο‐ νεῖ, γίνωσκε ὅτι καὶ οὕτως οὐ πάντως περισώζεται, διὰ τὸ κύ‐ ριον τοῦ μορίου. εἰ δέ γε καὶ περισώζεται, παραδίδωσιν ἡμῖν | |
25 | σημεῖα, ἐφ’ ὧν λύεται τὸ νόσημα. καί φησιν ὅτι ἡ τοιαύτη κε‐ | |
φαλαλγία ἢ δι’ ἐμπυημάτων ἢ δι’ αἱμορραγίας. τί γάρ; ὅτι φέ‐ ρεται δι’ ὑπερώας ἐπὶ θώρακα καὶ πνεύμονα, καὶ δεύτερον πλοῦν ὁδεύουσα ἡ φύσις πυοποιεῖ τὴν τοιαύτην ὕλην καὶ εἰς ἐμπύημα μεθίστησι, καὶ τῷ χρόνῳ ἀναπτύεται καὶ ἀνακαθαίρεται καὶ οὕ‐ | 206 | |
30 | τως περισώζονται. Εἶτα καὶ λέγει ἡμῖν σημεῖα, ἐφ’ ὧν ὀφείλομεν γνῶναι εἴτε δι’ αἱμορραγίας ῥινῶν ἔχει γενέσθαι ἡ ἀπαλλαγὴ τῆς κεφαλαλ‐ γίας εἴτε δι’ ἐμπυημάτων. καὶ παραδίδωσιν ἡμῖν σημεῖα τρία, ἀπὸ τοῦ τόπου, ἀπὸ τοῦ χρόνου καὶ ἀπὸ τῆς ἡλικίας. | |
35 | Καὶ ἀπὸ τοῦ τόπου, εἰ ἔμφραξις γίνεται τῷ πλήθει τοῦ αἵ‐ ματος, ἢ ἐντὸς τοῦ περικρανίου ὀστοῦ ἐν τοῖς ἀγγείοις ἢ ἐκτὸς τῆς κεφαλῆς. καὶ εἰ μὲν ἐντός ἐστιν ἡ ἔμφραξις, δεύτερον πλοῦν ὁδεύουσα ἡ φύσις εἰς τὰ παρακείμενα μόρια, τουτέστιν ἐν ταῖς μήνιγξι, πυοποιεῖ τὴν τοιαύτην ὕλην, καὶ διὰ ῥινῶν ἢ καὶ δι’ | |
40 | ὤτων ἐκκρίνεται τὸ πύον, καὶ οὕτως περισώζονται. ὡράθη γὰρ πολλάκις τοῦτο γινόμενον. ἢ φέρεται δι’ ὑπερώας ἐπὶ τὸν πνεύ‐ μονα καὶ εἰς ἐμπύημα μεθίστησι τὴν ὕλην, καὶ ἀνακαθαίρεται τὸ ἐμπύημα καὶ περισώζονται. εἰ δὲ ἐκτός ἐστιν, ἐπειδὴ καὶ μύες καὶ ἀξιόλογοι φλέβες εἰσί, δῆλον ὅτι καὶ θερμότεροί εἰσιν οἱ | |
45 | τόποι ἐκεῖνοι, καὶ δεῖ διὰ ῥινῶν προσδοκᾶν τὴν ῥύσιν τοῦ αἵ‐ ματος καὶ οὕτως παύεται ἡ τοιαύτη κεφαλαλγία. Ἀπὸ δὲ τοῦ χρόνου, ἐὰν ὀξὺς ὁ πυρετὸς εἴη καὶ πάντα ὀξυ‐ κίνητά εἰσι, δίψος καὶ τὰ λοιπά, γίνωσκε ὅτι δι’ αἱμορραγίας | |
ἔχει λυθῆναι τάχιον ἡ κεφαλαλγία. εἰ δέ γε βληχρός ἐστιν ὁ | 207 | |
3.2(50) | πυρετὸς καὶ ὑφειμένα πάντα καὶ οὐδὲν κατεπείγει, γίνωσκε ὅτι χρονιωτέρα γίνεται ἡ ἀπαλλαγή. Ἀπὸ δὲ τῆς ἡλικίας, ἐὰν θερμή ἐστιν ἡ ἡλικία, τυχὸν παι‐ δικὴ ἢ ἀκμαστική, μετὰ καὶ τῶν ἄλλων συστοίχων, γίνωσκε ὅτι δι’ αἱμορραγίας παύεται τὸ νόσημα. εἰ δὲ παρακμαστική ἐστιν ἡ | |
55 | ἡλικία καὶ γεροντική, γίνωσκε ὅτι δι’ ἐμπυημάτων ἡ ἀπαλλαγὴ γίνεται τῆς κεφαλαλγίας. Εἶτα καὶ γνωρίσματα ἡμῖν παραδίδωσι μελλούσης γίνεσθαι αἱμορραγίας διὰ ῥινῶν. καί φησιν ὅτι κνῶνται τὴν ῥῖνα, αἱ φλέβες αἱ ἐν τοῖς ὀφθαλμοῖς ἔνογκοι γίνονται, πυραυγῆ φαντάσ‐ | |
60 | ματα ὁρῶσι πρὸ τῶν ὀφθαλμῶν καὶ τὰ τοιαῦτα. Δεύτερον κεφάλαιόν ἐστιν ἐν ᾧ ὑποτίθεται τὴν ὕλην τὴν δρι‐ μεῖαν καὶ διαβρωτικὴν οὐκέτι τὴν κεφαλὴν ἐπηρεάζουσαν, ἀλλὰ φερομένην εἰς τὸ ἀκουστικὸν νεῦρον καὶ ποιοῦσαν φλεγμονὴν χα‐ λεπωτάτην. καὶ ἐπικίνδυνός ἐστιν ἡ τοιαύτη διάθεσις διά τε τὸ | |
65 | παρακεῖσθαι τὸν ἐγκέφαλον, τὴν τοιαύτην ἀρχήν, καὶ διὰ τὸ τὴν δευτέραν αἴσθησιν ἐπηρεαζομένην καὶ πάσχουσαν. τί γάρ; ὅτι καὶ ὀξὺς πυρετὸς συνεδρεύει καὶ σπασμὸς διὰ τὸν ἐγκέφαλον· ἀλ‐ λὰ καὶ παραφροσύνη γίνεται, καὶ διὰ τοῦτο χαλεπωτάτη καὶ ἐπι‐ κίνδυνός ἐστιν ἡ τοιαύτη διάθεσις. μάλιστα δὲ οἱ ἀκμάζοντες | |
70 | περιτυγχάνοντες τῇ τοιαύτῃ διαθέσει ἀπόλλυνται ἤπερ οἱ γέρον‐ τες. καὶ ἡ αἰτία δήλη ἐστίν· οἱ γὰρ ἀκμάζοντες μᾶλλον ἀπόλλυν‐ ται διὰ τὸ περιττὸν τῆς αἰσθήσεως· μεγάλας γὰρ ὑφίστανται καὶ σφακελώδεις καὶ σφοδροτέρας τὰς ὀδύνας, καὶ μὴ ὑποφέροντες | |
ἀπόλλυνται. περισώζονται δὲ οἱ γέροντες, ἐπειδὴ οὐκ ἔχουσιν | 208 | |
75 | οὕτως ἠκριβωμένην τὴν αἴσθησιν, ἀλλ’ ἀσθενῆ καὶ ἀδρανῆ, καὶ οὐχ οὕτως μεγάλας καὶ σφακελώδεις ὑφίστανται τὰς ὀδύνας. εἰ δέ γε συμβαίη ποτὲ τὸν δεύτερον πλοῦν ὁδεῦσαι τὴν φύσιν καὶ πυοποιῆσαι τὴν ὕλην, μᾶλλον οἱ ἀκμάζοντες περισώζονται, ἐὰν ὑπενέγκωσι τὰς ἐν τῷ μέσῳ τῆς πυοποιήσεως ὀδύνας, ἤπερ οἱ γέ‐ | |
80 | ροντες, ἐπειδὴ τοῖς ἀκμάζουσι καὶ πλούσιόν ἐστι τὸ ἔμφυτον θερμὸν καὶ ἡ δύναμις ἐρρωμενεστέρα ἐστί, καὶ τὸ τηνικαῦτα ὅλη ὡς ὅλη μεταβάλλεται καὶ πέττεται ἡ ὕλη καὶ διαφορεῖται τῇ περιουσίᾳ τοῦ θερμοῦ καὶ τῇ ῥώμῃ τῆς δυνάμεως. οἱ δὲ γέροντες ἀπόλλυνται μᾶλλον, ἐπειδὴ οὐκ ἔστι περιουσία θερμοῦ ἐν αὐτοῖς, | |
85 | ἀλλ’ ἀμυδρά ἐστι καὶ ἀνίσχυρος, ἀλλὰ καὶ ἡ δύναμις ἀσθενεστέ‐ ρα ἐστὶν ἐπ’ αὐτῶν, καὶ τὸ τηνικαῦτα οὐ πέττεται οὐδὲ διαφο‐ ρεῖται ἡ ὕλη, ὅθεν τῷ μήκει τοῦ χρόνου καὶ ὑποτροπιασμοὺς ὑπο‐ μένουσι καὶ οὕτως ἀπόλλυνται. Τρίτον κεφάλαιόν ἐστιν ἐν ᾧ ὑποτίθεται τὴν δριμεῖαν καὶ | |
90 | διαβρωτικὴν ὕλην φερομένην ἐπὶ φάρυγγα καὶ λάρυγγα. καὶ φάρυγξ ἐστὶν ἡ ἔνδον ἀχάνεια τοῦ στόματος, ἡνίκα ἐπὶ τὰ κάτω πιλοῦν‐ τες τὴν γλῶσσαν ὁρῶμεν αὐτὴν καὶ ψαύομεν, ᾗτινι ἀποπερατοῦνται καὶ οἱ δύο πόροι, ὅ τε τοῦ οἰσοφάγου καὶ ὁ τοῦ λάρυγγος. 〈καὶ εἰ〉 ἐκεῖ ἐνεχθῇ ἡ ὕλη, χαλεπώτατόν ἐστι, μάλιστα συνεδρευόν‐ | |
95 | των καὶ τῶν χαλεπῶν συμπτωμάτων, λέγω δὴ ὀξὺς πυρετός, δύσ‐ πνοια, δυσκαταποσία καὶ τὰ τοιαῦτα, ἐπειδὴ καὶ ἡ κατάποσις καὶ ἡ ἀναπνοὴ περὶ τὸ ζῆν ἡμῖν συμβάλλονται. τούτων δὲ βλαπ‐ τομένων, ἀνέλπιστός ἐστιν ἡ ζωή. | |
Εἶτα καὶ διορίζει ἑκάτερον καὶ λέγει ἰδίᾳ καὶ χωρὶς τῆς | 209 | |
3.2(100) | τε λάρυγγος καὶ τῆς φάρυγγος πάθη. καὶ ὑποτίθεται ὁ Ἱπποκρά‐ της τὴν ὕλην τὴν δριμεῖαν καὶ διαβρωτικὴν ἐπὶ φάρυγγα ἐνεχθεῖ‐ σαν καὶ καταλέγει τρεῖς διαφορὰς κυνάγχης ὁμωνύμως τῷ γένει, ἀμφοτέροις τοῖς πάθεσι κοινὰς πάσας. οἱ μέντοι ἐξηγηταὶ ὑπὸ διαίρεσιν ἀνάγοντες τὸν λόγον τέσσαρας διαφορὰς λέγουσι κυν‐ | |
105 | άγχης, καὶ ἑκάστῃ ἰδίᾳ καὶ χωρὶς ὀνόματα ἐπιτιθέασι· φασὶ γὰρ ὅτι αὕτη ἡ δριμεῖα ὕλη φερομένη ἐπὶ λάρυγγα ἢ εἰς τοὺς ἔνδον μύας τοῦ λάρυγγος φέρεται ἢ εἰς τοὺς ἐκτός. καὶ εἰ μὲν εἰς τοὺς ἔνδον, ποιεῖ φλεγμονήν, ἥντινα φλεγμονὴν καὶ οἱ ἐξηγηταὶ καὶ ὁ Ἱπποκράτης κυνάγχην ὀνομάζουσιν, ἥτις φλεγμονὴ οὔτε τῇ | |
110 | ὁράσει ὑποπίπτει οὔτε τῇ ἁφῇ· ἔνδον γάρ ἐστιν ἡ φλεγμονή, καὶ διὰ τοῦτο κακίστη ἐστὶ καὶ ἐπικίνδυνος. τῆς γὰρ φλεγμονῆς εἰς τοὺς ἔνδον μύας γινομένης, μεγίστη γίνεται ἡ ὀδύνη καὶ σφακε‐ λώδης, ἀλλὰ καὶ ἡ κατάποσις ἐμποδίζεται καὶ δυσχερὴς γίνεται, ἀλλὰ καὶ δύσπνοια παρακολουθεῖ καὶ κινδυνεύουσι πνιγμωδῶς. | |
115 | Εἰ δέ γε εἰς τοὺς ἔξωθεν μύας ἐνεχθῇ ἡ ὕλη καὶ ἡ φλεγμο‐ νὴ εἰς αὐτὰ συσταίη, εἰς τὰ περὶ τὸν τράχηλον καὶ αὐχένα χω‐ ρία, καλοῦσιν οἱ ἐξηγηταὶ τὴν τοιαύτην διάθεσιν παρακυνάγχην, ἥτις οὐδέ ἐστι χαλεπὴ ὥσπερ ἡ πρώτη· ἡ μὲν γὰρ ὀδύνη σύνεστι διὰ τὴν φλεγμονήν, ἀλλ’ ὑφειμένη, ἀλλ’ οὐδὲ ἡ κατάποσις κωλύ‐ | |
120 | εται οὕτως, ἀλλ’ οὐδὲ δύσπνοια παρακολουθεῖ, ἐπειδὴ ἔξω ἐστὶν ἡ φλεγμονή. εἰ μέντοι χρονίζει, καὶ οὗτοι ἀπόλλυνται. Εἶτα ὑποτίθεται φερομένην τὴν ὕλην ἐπὶ φάρυγγα. καὶ ἐνταῦ‐ | |
θα ἢ εἰς τοὺς ἔνδον μύας τῆς φάρυγγος φέρεται ἡ ὕλη ἢ εἰς τοὺς ἐκτός. καὶ εἰ μὲν εἰς τοὺς ἔνδον, οὐ γίνεται ὄγκος φλεγμονώδης, | 210 | |
125 | ἀλλ’ ὄγκος ἐρυσιπελατώδης ἔχων ἔρευθος, ὡς ἀπὸ χολωδεστέρου καὶ λεπτοτέρου αἵματος γινομένου τοῦ ῥευματισμοῦ, ὅντινα ἐρυ‐ σιπελατώδη ὄγκον συνάγχην ὀνομάζουσιν οἱ ἐξηγηταὶ ἰδίως, ἥτις οὐδέ ἐστιν ἐπικίνδυνος ὥσπερ αἱ πρώται διαθέσεις. αὕτη δὲ ἡ διάθεσις καὶ ὁρᾶται ἀνοιγομένου τοῦ στόματος, οὐκ ἔστι δὲ ἐπι‐ | |
130 | κίνδυνος, ἐπειδὴ οὐδὲ οὕτως ὀδυνῶνται σφοδρῶς, οὔτε μὴν δύσ‐ πνοια παρακολουθεῖ, ἀλλ’ οὐδὲ δυσχεραίνουσι περὶ τὴν κατάπο‐ σιν, εἰ μὴ ἐπ’ ὀλίγον τι. Εἰ δέ γε ὡς ἐλαχίστη τις μοῖρα τῆς ὕλης ἔλθῃ εἰς τοὺς ἔν‐ δον μύας τοῦ φάρυγγος καὶ ποιήσῃ σμικρὸν ἔρευθος, τὸ δὲ πλεῖ‐ | |
135 | στον τῆς ὕλης ἐνεχθῇ εἰς τοὺς ἔξω μύας, λέγεται τὸ πάθος παρα‐ συνάγχη, ἥτις περὶ τὸν τράχηλον καὶ τὸν αὐχένα συνίσταται, ἥ‐ τις καὶ σαφῶς ὁρᾶται. αὕτη δὲ ἡ διάθεσις ἀκινδυνοτέρα πασῶν ἐστιν, ἐπειδὴ οὐδὲ παρεμποδίζεται τῇ καταπόσει, οὔτε μὴν ὀδύ‐ νη παρακολουθεῖ, ἀλλ’ οὐδὲ δύσπνοια ἕπεται, ἐπειδὴ ἐκτός ἐσ‐ | |
140 | τιν ἡ φλεγμονὴ καὶ διὰ τοῦτο ἀκινδυνοτέρα ἐστίν, εἰ μή τι ὅτι, ὥς φησιν Ἱπποκράτης, ἐξαίφνης ἀφανὴς γένηται ἡ τοιαύτη φλεγ‐ μονή· ἐὰν γὰρ ἐξαίφνης ἀφανὴς γένηται, δηλοῖ ὅτι ἐγκαταλιποῦ‐ σα ἡ ὕλη τὰ ἀκυρότερα μόρια καὶ τὰ ἐπιπολῆς, ἐπὶ τὸ βάθος καὶ ἐπὶ τὰ κυριώτερα μόρια ἔρρευσεν ἡ ὕλη. καὶ ὅσον οὔπω κίνδυνος | |
145 | ἕπεται ἀπειλῆς καὶ θανάτου, εἰ μὴ ἄρα ὅτι μετὰ τὸ ἐξαίφνης ἀ‐ | |
φανῆ γενέσθαι τὴν φλεγμονὴν ἢ πύου πλήθους ἀναγωγὴ γένηται ἢ πτυέλου πλῆθος ἐκκριθῇ, καὶ οὕτως κενωθεῖσα ἡ ὕλη, ἐλευθερω‐ θῶσι τοῦ κινδύνου. — — — | 211 | |
149 | ||
3.2(150) | Τοῖσι δὲ νεωτέροισι πέντε καὶ τριήκοντα ἐτέων [223.4—5 A.]: ἰστέον ὅτι ὁ Ἱπποκράτης τὴν ἀκμαστικὴν ἡλικίαν μέχρι τοῦ λεʹ χρόνου εἶναι λέγει. πλὴν ὁ Ἱπποκράτης τὸ ὡς ἐπίπαν θεωρήσας εἶπε τοῦτο, ἐπεί τοί γε ἡ κρᾶσίς ἐστιν ἡ ἐπιτιθεῖσα τοὺς ὅ‐ ρους ταῖς ἡλικίαις· πολλοὶ μὲν γὰρ θερμοὶ ὄντες τὴν κρᾶσιν | |
155 | καὶ μέχρι τῶν μʹ ἐτῶν καὶ πεντήκοντα ἤκμασαν κατὰ τὴν ἡλικίαν, ἄλλοι δὲ ψυχροὶ ὄντες τῇ κράσει μέχρι τῶν τριάκοντα ἐτῶν ἤκ‐ μασαν. Παραφρονῆσαι γὰρ κίνδυνος τὸν ἄνθρωπον καὶ ἀπολέσθαι [223.7 A.]: ἐπιχειροῦσί τινες καὶ ὅσον ἐκ τοῦ νῦν λεγομένου | |
160 | καὶ λέγουσιν ἐν ἐγκεφάλῳ εἶναι τὸ ἡγεμονικόν, ὡς καὶ τῷ Γαλη‐ νῷ δοκεῖ. ἐὰν γάρ, πυοποιουμένης τῆς ὕλης ἐν τῇ ἀκοῇ, παρα‐ φροσύνη ἐπακολουθῇ, διὰ τὸ ἐπιπαρακεῖσθαι τὸν ἐγκέφαλον· ἡ δὲ παραφροσύνη βλάβη ἐστὶ τῶν ἡγεμονικῶν ἐνεργειῶν· οὐκοῦν ἐν ἐγκεφάλῳ ἐστὶ τὸ ἡγεμονικόν. ὁ δὲ νέος ἐξηγητὴς λέγει ὅτι οὐ | |
165 | διὰ τὸν ἐγκέφαλον γέγονεν ἡ παραφροσύνη, ἀλλὰ διὰ τὸν πυρετόν· ἔφη γὰρ ὅτι ὀξὺς πυρετὸς σύνεστιν· ὁ δὲ πυρετὸς ἀπὸ καρδίας ὁρμᾶται· διὰ δὲ τὸν πυρετὸν ἡ παραφροσύνη γίνεται· οὐκοῦν ἐν | |
καρδίᾳ ἐστὶ τὸ ἡγεμονικόν. | 212 | |
3.3 | Οἱ δὲ γαργαρεῶνες ἐπικίνδυνοι καὶ ἀποτέμνεσθαι καὶ ἀπο‐ σχάζεσθαι καὶ ἀποκαίεσθαι, ἔστ’ ἂν ἐρυθροί τ’ ἔωσι καὶ μεγά‐ λοι [226.3—4 A.]. Νῦν διαλέγεται ὁ Ἱπποκράτης περὶ τοῦ γαργαρεῶνος καὶ ση‐ | |
5 | μειοῦται καὶ τὰ ἐν αὐτῷ συνιστάμενα πάθη καὶ συμπλέκει τῷ ση‐ μειωτικῷ λόγῳ καὶ θεραπευτικὴν θεωρίαν. ἐπειδὴ οὖν πρόκειται αὐτῷ περὶ γαργαρεῶνος διαλεχθῆναι, πέντε τινὰ περὶ τοῦ γαργα‐ ρεῶνος ζητήσωμεν· πρῶτον τὴν οὐσίαν αὐτοῦ, δεύτερον τὴν χρεί‐ αν, τρίτον τὴν ἐνέργειαν, τέταρτον τὰ πάθη τὰ συνιστάμενα ἐν | |
10 | αὐτῷ, καὶ πέμπτον τὰς θεραπείας. Καὶ ἀρκτέον ἀπὸ τοῦ πρώτου. τίς ἡ οὐσία τοῦ γαργαρεῶνος; σαρκώδης ἐστί. κατά τινας δὲ ἁπλῆ ἐστι σὰρξ ἐκ τῆς πρώτης πή‐ ξεως τοῦ αἵματος. Ἡ δὲ ἐνέργειά ἐστι τοῦ γαργαρεῶνος τὸ δίκην πλήκτρου τὸ | |
15 | ἐκπνεόμενον πνεῦμα ἀπὸ θώρακος τυγχάνειν καὶ ἀποτελεῖν τὴν φωνήν. τί γάρ; ὅτι τοῦ πνεύματος ἀπωθουμένου ἀπὸ θώρακος, δί‐ κην πλήκτρου προσκροῦον ἐν τῷ γαργαρεῶνι μορφοῦται καὶ οἷον εἰδοποιεῖται καὶ ῥυθμίζεται καὶ ποιεῖ τὴν ἀπήχησιν τῆς φωνῆς. Ἡ δὲ χρεία διάφορός ἐστι. τί γάρ; ὅτι χρειώδης ἐστὶν ὁ | |
20 | γαργαρεὼν πρὸς τὰς ἀκρατεῖς καὶ ἀκολάστους καὶ ἀμέτρους τοῦ ἀέρος εἰσπνοάς, τυχὸν ὅτε θερμὸς εἰσπνεῖται ἄγαν ἀὴρ ἢ ψυχρός, | |
τούτων ὁ γαργαρεὼν κολάζει τὴν ἀμετρίαν τοῦ ἀέρος καὶ ἄκρατον ἐν τῇ εἰσπνοῇ καὶ ἐν συμμετρίᾳ ἄγει, καὶ οὐκέτι πληκτικὸς εὑ‐ ρίσκεται ὁ εἰσπνεόμενος ἀὴρ τῆς τραχείας ἀρτηρίας καὶ τοῦ | 213 | |
25 | πνεύμονος καὶ τῆς καρδίας. ἀλλὰ καὶ καθ’ ἕτερον τρόπον χρειώ‐ δης ἐστὶν ὁ γαργαρεών. τί γάρ; ὅτι ἀκαθάρτου εἰσπνεομένου τοῦ ἀέρος, τυχὸν μετὰ κονιορτοῦ ἢ καπνοῦ ἢ ἄλλως ἀκαθάρτου αὐτοῦ εἰσπνεομένου, ἀποκαθαίρεται δίκην ἰσθμοῦ τὸ ἀκάθαρτον καὶ κα‐ θαρὰν τὴν εἰσπνοὴν τοῦ ἀέρος ποιεῖται. | |
30 | Τὰ δὲ πάθη τὰ συνιστάμενα ἐν αὐτῷ διάφορά εἰσι· πάσχει γὰρ καὶ ὁμοιομερῆ πάθη, πάσχει καὶ ὀργανικά. καὶ ὁμοιομερῆ μὲν πάσχει πάσας τὰς δυσκρασίας, ἡνίκα θερμαίνεται ἢ ψύχεται ἢ ξηραίνεται ἢ ὑγραίνεται, ἢ κατὰ συζυγίαν ἑκάστην δυσκρασίαν πάσχει, τυχὸν θερμαίνεται καὶ ὑγραίνεται ἢ θερμαίνεται καὶ ξη‐ | |
35 | ραίνεται, καὶ τὰς λοιπάς. ἀλλὰ καὶ ὀργανικὰ πάθη πάσχει, παν‐ τοῖον τυχὸν ὄγκον. ὁ μέντοι Ἱπποκράτης ὀλίγων παθῶν ἐνταῦθα μέμνηται· φησὶ γὰρ ὅτι ὁ γαργαρεὼν ἢ ἰσχναίνεται καὶ ταπει‐ νοῦται καὶ λέγεται ἱμάς, ὅπερ ἐστὶ λῶρος, ἢ ὅλως ὀγκοῦται καὶ φλεγμαίνει δίκην κίονος καὶ λέγεται κιονίς, ἢ κατωφερὴς γίνε‐ | |
40 | ται ὁ ῥευματισμὸς τῆς ὕλης καὶ τὸ κάτω μέρος φλεγμαίνει καὶ λέγεται σταφυλή, ἐοικυῖα τῇ ῥαγὶ τῆς σταφυλῆς. κακὰ δέ ἐστι τὰ πάθη ταῦτα, ἐπειδὴ μεγάλους καὶ τοὺς κινδύνους ἐπιφέρουσι κατὰ δύο τρόπους. τί γάρ; ὅτι πρῶτον μὲν κωλύεται ἡ κατάποσις καὶ ἡ ἀναπνοή. λοιπὸν δὲ καὶ κατ’ ἄλλον τρόπον εἰσὶ τὰ πάθη | |
45 | ταῦτα κακά, ὅτι κατὰ τὸ συνεχὲς μεταδίδοται τῷ ἐγκεφάλῳ τὸ πάθος καὶ ποιεῖ παραφροσύνας καὶ σπασμούς. Λοιπὸν δὲ ἡ θεραπεία ζητείσθω. καί φησιν ὅτι ἐὰν ὅλως φλεγμαίνῃ ὁ γαργαρεὼν καὶ λέγεται κιονίς, καὶ ἐπίφοβός ἐστιν ἡ θεραπεία, οὔτε τομῇ χρεών ἐστι χρήσασθαι, οὔτε δὲ καύσει, | 214 |
3.3(50) | διὰ δύο αἰτίας. ἐπειδὴ γὰρ εὐαίσθητός ἐστιν ὁ γαργαρεὼν διὰ τὸ πλησιάζειν τὸν ἐγκέφαλον, διὰ τοῦτο μεγάλαι ἐπιγίνονται ὀδύναι καὶ ἐπὶ τῇ τομῇ καὶ ἐπὶ τῇ καύσει. 〈...〉 ἀλλὰ δέον τοῖς στυπτικοῖς καὶ ἀποκρουστικοῖς χρήσασθαι βοηθήμασιν, ἅ‐ τινά ἐστι τὸ ὑδροροσᾶτον ἢ τὸ ἀφέψημα τὸ ἀπὸ τῆς φακῆς καὶ | |
55 | ξυλοκεράτων καὶ ἀκάνθης αἰγυπτίας καὶ στυπτηρίας καὶ τῶν τοι‐ ούτων. εἰ δὲ ἐπὶ τὰ κάτω ὁ ῥευματισμὸς τῆς ὕλης γένηται, ὥστε γενέσθαι σταφυλήν, τότε ἀδεῶς χρῆσθαι καὶ τῇ τομῇ καὶ τῇ καύ‐ σει, μὴ ἐκ βάθους καὶ ἄνωθεν, ἐπεί τοί γε ἄφωνος γίνεται ὁ ἄνθρωπος, ἐπειδὴ αὐτό ἐστι τὸ μορφοῦν τὴν φωνήν, ἀλλὰ δεῖ κά‐ | |
60 | τω, ἐν ᾧ ἐστιν ἡ φλεγμονή, τῇ τομῇ χρήσασθαι καὶ τῇ καύσει. πλὴν δέον προσέχειν τὴν φλεγμονήν· εἰ μὲν γὰρ μετά τινος νο‐ μώδους ἢ σήψεώς ἐστιν ἡ φλεγμονή, τότε δεῖ ἀποτέμνειν ἢ καί‐ ειν, καὶ λοιπὸν κατὰ τὸ ἄνω μέρος τὸ ἐναπομένον τοῖς εἰρημέ‐ νοις στυπτικοῖς καὶ ἀποκρουστικοῖς δέον χρήσασθαι. εἰ δέ γε | |
65 | μηδὲν τούτων σύνεστιν, ἀλλὰ φλεγμονὴ μόνη, τότε δεῖ κατασχά‐ ζειν καὶ τέμνειν· τὸ τηνικαῦτα γὰρ διὰ τῶν τομῶν ἐκκενοῦται ἡ | |
ὕλη καὶ ὑγιάζονται ἐπὶ τῇ κενώσει. πλὴν τοῦτο δεῖ σε ποιεῖν καὶ προκαθαίρειν δέον ἐστὶν ὑπηλάτῳ τὴν γαστέρα καὶ κενοῦν αὐτὴν καὶ ἀρρευμάτιστον ποιεῖν τὸν τόπον, καὶ εἶθ’ οὕτως καί‐ | 215 | |
70 | ειν ἢ τέμνειν τὴν σταφυλήν, καὶ χρῆσθαι τοῖς προειρημένοις βοηθήμασι. πλὴν δεῖ σε καὶ τοῦτο γινώσκειν, ὡς πολλάκις μεγά‐ λη ἐστὶν ἡ φλεγμονή, ὥστε πνιγμὸν ποιῆσαι, καὶ τὸ τηνικαῦτα οὐ δεῖ ἐγχειρεῖν τῇ θεραπείᾳ, ἐπειδὴ οὐ περιγίνονται τοῦ πά‐ θους, ἀλλὰ πνιγμωδῶς ἀπόλλυνται. δέον οὖν ἐστιν ἐκφυγεῖν τὴν | |
75 | θεραπείαν καὶ μὴ ἐγχειρεῖν, διὰ τὸ ἄμεμπτον καὶ ἀνέγκλητον φυλάξαι τὴν τέχνην. Δεύτερόν ἐστι κεφάλαιον ἐν ᾧ ἐπαναλαμβάνεται περὶ τῶν ἤδη λεχθέντων ἀποστημάτων. ἀλλὰ πρὸ τούτου περὶ τῶν ἐξ ὑποστροφῆς γινομένων νοσημάτων κεφαλαιωδῶς διαλέγεται. καί φησιν ὅτι 〈εἰ | |
80 | οἱ〉 πυρετοὶ ἀθρόως παύονται, μὴ φανέντων τῶν λυτηρίων σημείων μηδὲ ἐν κρισίμοις ἡμέραις γινομένων, ἢ καὶ γενομένων ἀτελῶς καὶ ἐλλιπῶς, τυχὸν οὔρου πλήθους κένωσις ἢ γαστρόρροια ἢ αἱ‐ μορραγία, ἀλλ’ οὕτως ἀνεπαισθήτως ἀθρόως ἐπαύθησαν οἱ πυρετοί, τότε γίνωσκε ὅτι τὰ τοιαῦτα νοσήματα φιλυπόστροφά εἰσι κατὰ | |
85 | τὸ εἰρημένον τῷ Ἱπποκράτει, ‘τὰ γὰρ ἀσήμως ῥᾳστωνήσαντα φιλ‐ υπόστροφά εἰσιν‘. εἰ δὲ φανέντων τῶν λυτηρίων σημείων καὶ ἐν κρισίμοις ἡμέραις αὐτῶν φανέντων, τότε ἀσφαλὴς καὶ βεβαία γί‐ νεται ἡ ἀπαλλαγὴ τοῦ νοσήματος. | |
Τούτων οὕτως προλεχθέντων διαλέγεται περὶ τῶν ἄνωθεν αὐτῷ | 216 | |
90 | λεχθεισῶν ἀποστάσεων. ἀλλὰ πρὸ τούτου δέον ἐστὶν διαιρέσει τινὶ ἐπιμνησθῆναι ἥντινα διαφόρως εἰρήκαμεν. ἔστι δὲ αὕτη· τῶν νοσημάτων τὰ μέν εἰσιν ὀξέα, τὰ δὲ χρόνια. τὰ δὲ χρόνια νοσήματα διαφόρως γίνονται· ἢ γὰρ δυσλύτως ἔχει τὸ μόριον τῷ πάθει, ὥσπερ περιπνευμονία καὶ ἕλκωσις εἰς τὴν κύστιν καὶ νε‐ | |
95 | φρῖτις καὶ τὰ τοιαῦτα, χρόνια ἐνδείκνυται τὰ νοσήματα, ἢ διὰ τὸ ὠμὴν καὶ παχεῖαν καὶ γλίσχραν εἶναι τὴν ὕλην, χρόνια γίνον‐ ται τὰ νοσήματα, ἢ διά τι περιστατικόν, τυχὸν διὰ λύπην ἐπί‐ μονον καὶ συνεχῆ καὶ φροντίδα ὁμοίως ἐπίμονον, χρόνια γίνον‐ ται τὰ νοσήματα. ἐπὶ γὰρ τῶν τοιούτων παθῶν, διὰ τὸ ἀπασχο‐ | |
3.3(100) | λεῖσθαι τὴν φύσιν, οὐ συμπέττει τὴν ὕλην καὶ τὸ τηνικαῦτα χρό‐ νια γίνονται τὰ νοσήματα. τὰ δὲ ὀξέα νοσήματα ἐπὶ θερμῇ καὶ λεπτῇ καὶ χολώδει ὕλῃ γίνονται. ἐὰν οὖν ἀποστάσεις ἐπὶ τῶν παθῶν γίνωνται, τῷ τρόπῳ τούτῳ· ἐὰν γὰρ λεπτή ἐστιν ἡ ὕλη καὶ θερμὴ καὶ ἡ δύναμις ἐρρωμένη, τότε καὶ πάντως κατ’ ἔκρουν κε‐ | |
105 | νοῦται ἡ ὕλη διὰ τῶν φυσικῶν ὑπονόμων καὶ κριτικῶς παύεται τὸ νόσημα. εἰ δέ γε ὠμή ἐστιν ἡ ὕλη καὶ παχεῖα καὶ γλίσχρα καὶ ψυχρά, ὑπόκειται δὲ καὶ ἀσθενὴς ἡ δύναμις καὶ καταβεβλημένη, οἱ τοιοῦτοι φθείρονται καὶ ἀπόλλυνται. εἰ δέ γέ ποτε σπανίως | |
περισώζονται χρόνῳ τινὶ κατακερματιζομένης τῆς ὕλης καὶ εἰς | 217 | |
110 | λεπτὰ καταθραυομένης καὶ οἷον συμπεττομένης ἀπό τινος συστοί‐ χου, ὥρας θερμῆς ἢ ἡλικίας ἢ καταστήματος θερμοῦ γινομένου, λύεται τὸ νόσημα δι’ οὔρων τυχὸν κατὰ σμικρὸν συμπεττομένης, σπανίως δὲ διὰ γαστρός, καὶ οὕτως λύεται τὸ νόσημα καὶ περισώ‐ ζονται. εἰ δὲ ὠμῆς καὶ παχείας καὶ γλίσχρου οὔσης τῆς ὕλης | |
115 | καὶ ἔρρωται ἡ δύναμις, τότε ἡ φύσις δεύτερον πλοῦν ὁδεύουσα ἀποδιώκει τὴν ὕλην ἀπὸ τῶν κυριωτέρων μορίων ἐπὶ τὰ ἀκυρότερα μόρια καὶ εἰς ἀπόστασιν τρέπεται τὸ νόσημα. καὶ εἰ μὲν ἐπ’ ἔ‐ λαττόν ἐστι ἐρρωμένη ἡ δύναμις, ἐπὶ τὰ παρακείμενα πέμπει τὴν ὕλην, τυχὸν ἐπὶ τὰ παρίσθμια. εἰ δὲ ἐπὶ πλέον ἔρρωται, ἐπὶ τὰ | |
120 | ἄκρα ἀποδιώκει τὴν ὕλην καὶ οὕτως γίνονται αἱ ἀποστάσεις. εἰ δέ γε λεπτῆς οὔσης τῆς ὕλης καὶ θερμῆς, ἀσθενής τε ἡ δύναμις, τότε μὴ ἰσχύουσα ἡ φύσις ἀπωθῆσαι ἐπὶ τοὺς φυσικοὺς ὑπονόμους τὴν ὕλην, ἐξ ἀνάγκης διὰ τὴν οἰκείαν ἀσθένειαν ἐπὶ τὰ παρακεί‐ μενα μόρια πέμπει τὴν ὕλην, καὶ τότε πάλιν εἰς ἀπόστασιν τρέ‐ | |
125 | πεται τὸ νόσημα, οὐ διὰ τὴν ὕλην, ἀλλὰ διὰ τὴν ἀσθένειαν τῆς δυνάμεως. Καὶ οἱ μὲν ἐξηγηταὶ ταῦτα καὶ μόνα ἡμῖν παραδιδοῦσιν. ὁ μέντοι Ἱπποκράτης ἀπὸ τῆς ἡλικίας λαμβάνει τὴν ἔνδειξιν, καί φησιν ὅτι ἐπὶ τῶν ἀκμαζόντων ὡς ἐπίπαν αἱ ἀποστάσεις γίνονται, | |
130 | ἐπ’ ἔλαττον δὲ ἐπὶ τῶν παρακμαζόντων, ἐπὶ δὲ τῶν γερόντων οὐ‐ | |
δόλως γίνονται αἱ ἀποστάσεις. εἰ μὲν γὰρ ἀκμαστική ἐστιν ἡ ἡ‐ λικία καὶ θερμὴ καὶ λεπτὴ ἡ ὕλη, ἀσθενὴς δὲ ἡ δύναμις, εἰς ἀπόστασιν τρέπεται τὸ νόσημα. εἰ δὲ ἀκμαστικῆς οὔσης τῆς ἡλι‐ κίας ὠμὴ καὶ παχεῖα καὶ ψυχρὰ καὶ γλίσχρα ἐστὶν ἡ ὕλη, ἐρρω‐ | 218 | |
135 | μένη δὲ ἡ δύναμις, πάλιν εἰς ἀπόστασιν τρέπεται τὸ νόσημα. ἐπὶ δὲ τῶν παρακμαζόντων ἐπ’ ἔλαττον γίνονται αἱ ἀποστάσεις. τί γάρ; ὅτι ὠμὴ καὶ παχεῖα καὶ ψυχρά ἐστιν ἡ ὕλη ἐπ’ αὐτῶν, ἐρρωμένη δὲ τὸ τέως ἡ δύναμις, καὶ διὰ τοῦτο εἰς ἀπόστασιν τρέπεται τὸ νόσημα. ἐπὶ μέντοι τῶν γερόντων ἀμφότερά εἰσι καὶ | |
140 | ὠμὴ καὶ ψυχρὰ καὶ παχεῖα ἡ ὕλη καὶ ἡ δύναμις ἀσθενής, καὶ τὸ τηνικαῦτα φθείρονται καὶ ἀπόλλυνται. ἀποστάσεις γὰρ αὐτοῖς οὐ γίνονται. Ταῦτα εἰρηκὼς θεώρημα πάνυ ἀναγκαῖον καὶ ἀσφαλὲς ἐπάγει. καί φησιν ὅτι ἐπὶ πάντων τῶν ἀποστάσεων τῶν ἤδη λεχθεισῶν συν‐ | |
145 | εχεῖς καὶ ἀδιάκοποί εἰσιν οἱ πυρετοί. εἰ δὲ μετὰ τὸ ἤδη προ‐ γενέσθαι χρόνῳ τινὶ τὴν συνέχειαν τῶν πυρετῶν διαδέξηται διά‐ λειμμα, εἶτα μετὰ τὸ διάλειμμα ἐπιγένωνται πλανῆταί τινες πυ‐ ρετοί, γίνωσκε ὅτι εἰς τεταρταῖον πυρετὸν τελευτᾷ. — — — | |
149 | ||
3.3(150) | Ἀλλὰ χρὴ τὰ τοιαῦτα τοῖσιν ἄλλοισι μηχανήμασι πειρᾶσθαι κατισχναίνειν [226.5—6 A.]: τὸ λεγόμενον τοιοῦτόν ἐστιν, ὅτι ἐπὶ τῆς κιονίδος οὐ δεῖ χρῆσθαι τομῇ ἢ καύσει διὰ τὸ ἀφορή‐ | |
τους γίνεσθαι αἱμορραγίας, ἀλλὰ καὶ μεγίστας ὀδύνας καὶ παρα‐ φροσύνας καὶ σπασμοὺς καὶ τὰ τοιαῦτα. ἀλλὰ δεῖ ἐπὶ τῆς τοιαύ‐ | 219 | |
155 | της διαθέσεως, λέγω δὴ ἐπὶ τῆς κιονίδος, τοῖς ἄλλοις μηχανή‐ μασι χρῆσθαι, τυχὸν τοῖς ἀποκρουστικοῖς καὶ τοῖς στύφουσι καὶ τοῖς συμπέττουσιν, ὁποῖά ἐστιν ἄκανθα αἰγυπτία καὶ ὄμφαξ καὶ κηκὶς καὶ φακῆ καὶ στυπτηρία σχιστὴ καὶ ἕτερα πλεῖστα βοηθή‐ ματα πρὸς τὸ πάθος ἁρμόζοντα. | |
160 | Ἐν τουτέῳ τῷ καιρῷ ἀσφαλὲς διαχειρίζειν [226.8—9 A.]: καλῶς πάνυ καὶ θαυμασίως ἐχρήσατο τῇ λέξει εἰρηκὼς “διαχειρί‐ ζειν”· πλατυκωτέρως γὰρ τοῦτο πεποίηκε καὶ οὐκ εἶπεν ‘ἀσφαλὲς χειρουργεῖν‘. ἡ γὰρ χειρουργία, πᾶσα ἡ διὰ τῶν χειρῶν γινομέ‐ νη ἐπιμέλεια τοῖς νοσοῦσι, χειρουργία ὀνομάζεται παρὰ τὸ τὴν | |
165 | χεῖρα ὀργᾶν. καὶ γὰρ τὸ διακαίειν χειρουργία ὀνομάζεται καὶ τὸ διαβρέχειν καὶ τὸ καταπλάττειν καὶ τὸ διατέμνειν, καὶ ἁπ‐ λῶς πάντα τὰ διὰ τῶν χειρῶν γενόμενα χειρουργία λέγεται. ἐπει‐ δὴ οὖν τὸ πλεῖστον τῶν ἰδιωτῶν χειρουργίαν τὴν διὰ τοῦ σιδή‐ ρου τομὴν καὶ μόνην καλοῦσι, τοῦτο ἐκφυγὼν ὁ Ἱπποκράτης, ἵνα | |
170 | μὴ ἁπλῶς καὶ ὡς ἔτυχεν ὡς ὁμολογούμενον λαμβάνοντες οἱ ἄνθρω‐ ποι ἐκτέμνουσι τὴν σταφυλὴν ἢ τὴν κιονίδα, ἔφη πλατικῇ τῇ φω‐ νῇ “ἀσφαλὲς διαχειρίζειν”. δεῖ γὰρ καὶ ἐπὶ τῆς σταφυλῆς τοῖς προρρηθεῖσι βοηθήμασι χρήσασθαι, καὶ ὅταν κατὰ τὸ κάτω μέρος ἔλθῃ ἡ ὕλη καὶ ἐκεῖσε γένηται ἡ φλεγμονή, τότε δεῖ χρήσασθαι | |
175 | τῇ κατασχάσει καὶ τῇ τομῇ. | |
Ὅστις δ’ ἂν τῶν πυρετῶν μηκύνῃ περιεστηκῶς διακειμένου τἀνθρώπου, μήτε ὀδύνης ἐχούσης μήτε διὰ φλεγμονὴν καὶ τὰ ἑξῆς [226.14—15 A.]: φησὶν ὅτι ἐὰν ὁ πυρετὸς ἐπίμονός ἐστι καὶ συν‐ εχὴς ἄνευ ὀδύνης ὑποκειμένης ἐν τῷ βάθει καὶ ἄνευ φλεγμονῆς | 220 | |
180 | καὶ ἄνευ τινὸς ἄλλης προφάσεως, τότε γίνωσκε ὅτι εἰς ἀπόστα‐ σιν τρέπεται τὸ νόσημα μετὰ οἰδήματος. ἰστέον δὲ ὅτι πάντες οἱ παλαιοὶ πάντα ὄγκον οἴδημα ἐκάλουν, ἀλλὰ μετὰ προσδιορισ‐ μοῦ. προσδιωρίζοντο γὰρ οὕτως· οἴδημα μετὰ ζέσεως, ὅπερ ἐδή‐ λουν τὸ ἐρυσίπελας· οἴδημα ἐκάλουν ἐκεῖνον τὸν ὄγκον τὸν εἴ‐ | |
185 | κοντα τῇ ἁφῇ καὶ ἀνώδυνον, ὅπερ ἐστὶ τὸ κυρίως οἴδημα· οἴδημα ἐκάλουν καὶ τὸ σκληρὸν καὶ ἀντίτυπον, ὅπερ ἐστὶν ὁ σκίρρος. ἐνταῦθα μέντοι οἴδημα τὴν φλεγμονὴν ἐδήλωσεν ὁ Ἱπποκράτης. Μᾶλλον δὲ γίνονται αἱ τοιαῦται ἀποστάσιες καὶ ἐν ἐλάσσονι χρόνῳ τοῖσι νεωτέροισι πέντε καὶ τριήκοντα ἐτέων [227.2—4 A.]: | |
190 | οὐ τοῦτο λέγει ὁ Ἱπποκράτης, ὅτι ὡς ἐπίπαν ἐπὶ τῶν ἀκμαστικῶν αἱ ἀποστάσεις μάλιστα γίνονται, ἐπὶ δὲ τῶν γερόντων οὐ γίνον‐ ται ὅλως ἀποστάσεις, ἀλλὰ λέγει ὅτι μάλιστα καὶ ὡς ἐπίπαν ἐπὶ τῶν ἀκμαζόντων γίνονται αἱ ἀποστάσεις διὰ τὸ πλούσιον τοῦ ἐμ‐ φύτου θερμοῦ. γίνονται δὲ καὶ ἐπὶ τῶν γερόντων, ἀλλὰ σπανίως | |
195 | διὰ τὴν ὀλιγότητα τοῦ θερμοῦ. Καὶ ἐπιλαμβάνῃ πεπλανημένῳ τρόπῳ [227.8—9 A.]: ἀπορία ἐν‐ ταῦθα ἀναφύεται ἥτις ἐν διαφόροις ἀπορεῖται. ἔχει δὲ οὕτως· | |
διὰ τί ἐπὶ μόνου τοῦ τεταρταίου προηγοῦνται πλανῆται, ἐπὶ δὲ τῶν ἄλλων πυρετῶν, τυχὸν τοῦ ἀφημερινοῦ ἢ ἐπὶ τοῦ τριταίου, οὔ; | 221 | |
3.3(200) | καὶ ἔστι πρώτη λύσις αὕτη, ὅτι διὰ τοῦτο ἐπὶ τῶν τεταρταίων προηγοῦνται πλανῆται, ἐπειδὴ ἐν διαφόροις τίκτεται μορίοις, καὶ ἐν μὲν τούτῳ τῷ μορίῳ ἀπὸ χολῆς ἔχει τὴν γένεσιν, ἐν ἑτέ‐ ρῳ δὲ ἀπὸ φλέγματος, ἐν ἄλλῳ δὲ ἀπὸ τοῦ τρυγώδους τοῦ αἵματος. καὶ ἐπὶ τούτῳ, ἤγουν ἐπὶ τῆς ἐν ἑκάστῳ μορίῳ φερομένης καὶ ἐκ‐ | |
205 | πεμπομένης ὕλης, διάφοροι καὶ αἱ εἰσβολαὶ γίνονται. ὅταν μέν‐ τοι τύχωσι τὰ μέτρα τοῦ μελαγχολικοῦ, τότε ὁ τεταρταῖος τύπος ἐπικρατεῖ. καὶ τῷ λόγῳ τούτῳ προηγοῦνται πλανῆται. πιθανὴ δέ ἐστιν ἡ λύσις αὕτη, οὐ μὴν τὸ ἀληθὲς ἔχει. ὅσον γὰρ ἐπὶ τούτῳ, ἐὰν ἐν διαφόροις γεννᾶται ὁ μελαγχολικός, οὐκοῦν διάφοροι καὶ | |
210 | τεταρταῖοι γενήσονται, πλέον δὲ δύο ἤτοι τὸ πλεῖστον τρεῖς τε‐ ταρταῖοι γενήσονται, ἅτινα καὶ σπανίως γίνονται. Ἕτεροι δὲ ἑτέραν λύσιν λέγουσιν ἀπὸ τῆς γεννήσεως τοῦ μελαγχολικοῦ ὁρμώμενοι, ὅτι οὗτος ὁ χυμὸς ἐκ τοῦ τρυγώδους τοῦ αἵματος γίνεται, καὶ ἐφ’ ὅσον ἐν τῷ τέως τρύξ ἐστιν, ἀνά‐ | |
215 | ψει ἐφήμερον. γίνεται μελαγχολικὸς καὶ ἐκ τῆς ὑπεροπτηθείσης χολῆς, καὶ ἐφ’ ὅσον τὸ τέως ἐστὶ χολή, τριταϊκὸν ποιεῖται τὸν κλόνον καὶ περίψυξιν. γίνεται μελαγχολικὸς καὶ ἀπὸ τοῦ ἀπογεω‐ θέντος φλέγματος, ἀλλ’ ἐφ’ ὅσον φλέγμα ἐστίν, ἀφημερινὴν ποι‐ ήσει τὴν περίψυξιν. ὅταν μέντοι ἀναλάβωσι τὰ μέτρα τοῦ μελαγ‐ | |
220 | χολικοῦ, τότε τεταρταϊκὴν ποιοῦνται τὴν περίοδον. καὶ αὕτη δὲ τὸ πιθανὸν ἔχει μόνον. ὅσον γὰρ ἐπὶ τούτῳ ἔχει τις εἰπεῖν ὅτι ‘ἴσως γενήσεται τύπος παροξυσμοῦ πρὸ τοῦ τεταρταίου. εἰ μὲν χολή ἐστιν ἡ ἐξυπερωπτημένη, τριταϊκὸν ποιεῖ τὸν παροξυσμὸν καὶ μόνον· εἰ δὲ φλέγμα, ἀφημερινόν. ἀλλὰ νῦν ὁρῶμεν ὅτι οἱ | 222 |
225 | πλανῆται διάφοροι ἢ καὶ πολλοὶ εἰσβάλλουσι, καὶ ἀτάκτως καὶ ἀλληνάλλως ὑπαντῶσιν οἱ παροξυσμοὶ ἐπὶ τῶν πλανήτων.‘ Διὸ λέγουσιν ἑτέραν λύσιν ἥντινα δέον ἐστὶ πειθαρχῆσαι, ἀπὸ τῆς συστάσεως τοῦ χυμοῦ λαμβάνοντες τὴν λύσιν. φησὶ γὰρ ὅτι ἐφ’ ὅσον λεπτότερός ἐστιν ὁ μελαγχολικὸς χυμός, θερμότερος | |
230 | τέως ἐστὶ καὶ τὰ τῆς χολῆς ποιεῖ, καὶ ἑτοίμως διὰ τὴν λέπτυν‐ σιν διεξέρχεται τὸ βάθος καὶ φέρεται ἐπὶ τὰ αἰσθητικὰ νεῦρα καὶ ποιεῖ τὸν κλόνον καὶ τὴν τριταϊκὴν περίψυξιν. ἐφ’ ὅσον δὲ παχύς ἐστι, ψυχρὰς αὔρας πέμπει ἐπὶ τὰ αἰσθητικὰ νεῦρα καὶ περὶ τὴν ἐπιφάνειαν, καὶ ποιεῖ περίψυξιν ἀφημερινήν. οὕτως | |
235 | γίνονται οἱ πλανῆται καὶ προηγοῦνται τῷ τεταρταίῳ. ὅταν μέν‐ τοι εἰδοποιηθῇ καὶ ἀποτελεσθῇ ὁ κυρίως μελαγχολικός, τότε λοιπὸν τεταρταϊκῶς παροξύνει· ὅθεν ἀμέλει τινὲς καὶ τέσσαρας μῆνας ἐτεταρτάϊσαν, ἕτεροι δὲ καὶ ἑπτὰ καὶ ἐννέα, ἄλλοι δὲ | |
καὶ ἐνιαυτὸν καὶ δύο ἔτη, τινὲς δὲ καὶ ἐκινδύνευσαν. | 223 | |
3.4 | Ὅστις δ’ ἂν ἐν πυρετῷ μὴ θανατώδει φῇ τὴν κεφαλὴν ἀλγέειν ἢ καὶ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι καὶ τὰ ἑξῆς [227. 14—218.1 A.]. Ἰστέον ὅτι καὶ νῦν περὶ τῶν ὀξέων νοσημάτων διαλέγεται, | |
5 | σημειούμενος αὐτὰ εἴτε δι’ ἐμέτων εἴτε δι’ αἱμορραγίας μέλλει γίνεσθαι ἡ κατ’ ἔκρουν κρίσις. καὶ πρῶτον λέγει κοινὰ σημεῖα ἀμφοτέρων τῶν κενώσεων, ὅτι κοινῶς ἐπ’ ἀμφοτέρων κεφαλαλγίαι γίνονται αὐτοῖς καὶ δυσφορία καὶ τάραχος τῶν ὀφθαλμῶν. λέγει δὲ καὶ ἴδια σημεῖα ἑκάστου. καὶ πρῶτον τῆς δι’ ἐμέτων γινομέ‐ | |
10 | νης κενώσεως λέγει, ὅτι ἐπὶ τῶν δι’ ἐμέτων μελλόντων κενοῦσ‐ θαι κριτικῶς σὺν τοῖς ῥηθεῖσι σημείοις καὶ ὀρφνώδη τινὰ ὁρῶσι πρὸ τῶν ὀφθαλμῶν. ἐπὶ γὰρ τῶν ἐμέτων χολή ἐστι πάντως ἡ ἔχου‐ σα ἐμεθῆναι, ἐπειδὴ ὀξὺ ὑπεθέμεθα νόσημα· ἐν οὖν τῇ τοιαύτῃ κινήσει φέρεταί τι μέρος τῆς τοιαύτης χολώδους ὕλης περὶ τὸν | |
15 | ἐγκέφαλον· ὁ οὖν ἐγκέφαλος δεχόμενος τὴν τοιαύτην χολώδη ὕλην δι’ οἰκείαν ἰσχὺν καὶ ῥώμην δυνάμεως ἀποδιώκει αὐτὴν εἰς τὰ παρακείμενα μόρια, καὶ λοιπὸν μέρος τι τῆς ὕλης πέμπεται ἐπὶ τοὺς ὀφθαλμοὺς διὰ τοῦ ὀπτικοῦ νεύρου μολύνον τὸ ὀπτικὸν πνεῦ‐ μα, καὶ τὸ τηνικαῦτα ὀρφνώδη ὁρῶσι πρὸ τῶν ὀφθαλμῶν. ὀρφνώδη | |
20 | δέ εἰσι τὰ μέλανα ὁρώμενα κατὰ φαντασίαν. Καὶ μὴ ἀπορήσῃς ὅτι ‘πῶς ἐπὶ τῇ ξανθῇ χολῇ ὀρφνώδη τινὰ μελάσματα ὁρῶσιν· ὤφειλον γὰρ ξανθὰ ὁρᾶν· ἡ γὰρ χολὴ ξανθή ἐσ‐ | |
τι· πῶς οὖν μέλανά τινα ὁρῶσιν;‘ οὐδὲ γὰρ ἀπορεῖ τις ἐπὶ τοῦ πυρὸς ὅτι πῶς τοῦ πυρὸς ἐρυθροῦ ὄντος, μέλας ἐστὶν ὁ ἐξ αὐτοῦ | 224 | |
25 | γινόμενος καπνός. τί γάρ; ὅτι ἐκ τοῦ ξηρότερον εἶναι τὸ περίτ‐ τωμα καὶ γεωδέστερον τὸν καπνὸν τοῦ πυρός, διὰ τοῦτο μέλας φαίνεται. Γίνεται δὲ αὐτοῖς καὶ καρδιωγμὸς τρόπῳ τοιούτῳ· φερομένη ἡ χολώδης ὕλη περὶ τὸν στόμαχον δάκνει αὐτὸν καὶ γίνεται ὀδύ‐ | |
30 | νη. οὐδὲν γάρ ἐστι καρδιαλγία ἢ δῆξις καὶ ἀνία καὶ ὀδύνη περὶ τὸν στόμαχον· καρδίαν γὰρ οἱ παλαιοὶ τὸν στόμαχον ἐκάλουν. οὐ‐ δέποτε γὰρ χολὴ ἀπὸ καρδίας ἐμεῖται, ἀλλ’ ἀπὸ τοῦ στομάχου καὶ τῆς γαστρός. ἐπεὶ δὲ ἐν τῷ στομάχῳ ἀθροιζομένη ἡ χολὴ δῆξιν καὶ ἀνίαν καὶ περίτασιν ἀπεργάζεται, τὸ τηνικαῦτα τῇ δήξει | |
35 | καὶ τῇ ἀνίᾳ γίνεται αὐτοῖς συστολὴ καὶ περίψυξις τῶν ἄκρων μο‐ ρίων καὶ ῥῖγος· ἐπὶ δὲ τῇ δήξει καὶ τῇ τάσει καὶ τῇ ἀνίᾳ συσ‐ τέλλει ἡ φύσις ἑαυτὴν καὶ συννεύει ἐπὶ τὸ βάθος· καὶ τὸ τηνι‐ καῦτα τῆς ἀπὸ τῆς φύσεως ἐλλάμψεως καὶ τοῦ ἐμφύτου θερμοῦ στερηθέντα περιψύχονται καὶ ῥιγῶσιν. ἀλλὰ καὶ τὰ ὑποχόνδρια | |
40 | αὐτῶν ἀνασπᾶσθαι δοκοῦσι καὶ ψυχρότερά εἰσιν ἐπὶ τῶν τοιούτων, τὰ δὲ ἄνω μέρη θερμότερα, ἐπειδὴ ἡ χολώδης ὕλη ἐπὶ τὰ ἄνω μό‐ ρια φερομένη, δῆλον καὶ ἡ φύσις μετὰ τῶν οἰκείων ὀχημάτων, αἵ‐ ματος λέγω καὶ πνεύματος, ἐκεῖσε ὥρμηται. καὶ διὰ τοῦτο ὅσον ἐστέρηνται τῆς ἀπὸ τῆς φύσεως ἐπικουρίας, τὰ ὑποχόνδρια ψυχ‐ | |
45 | ρότερά εἰσι, τὰ δὲ ἄνω ὡς ἐν ἀπολαύσει αὐτῆς τυγχάνοντα, λοι‐ πὸν δὲ καὶ ἡ χολώδης ὕλη ἐκεῖσε ἤθροισται, διὰ τοῦτο θερμότερά εἰσι. Πολλάκις δὲ αὐτὴ ἡ χολὴ παχυτέρα ἐστίν, καὶ διὰ τὴν παχύ‐ τητα οὐκ ἐμεῖται. τότε καὶ εὔκρατον παρέχομεν, ὥστε ἐμεθῆναι | 225 |
3.4(50) | αὐτήν. τὸ γὰρ εὔκρατον κατακερματίζει αὐτὴν καὶ σύγχυσιν ἐν αὐτῇ ποιεῖται καὶ ἐπιπολάζειν αὐτὴν ἀπεργάζεται, καὶ οὕτως ἀπεμεῖται ἡ χολή. οὕτως γὰρ καὶ ἐπὶ τῶν ἔξω ἐπιτηδεύομεν ἐπὶ τῆς ἰλύος· ἡνίκα ἀγγεῖον βουλόμεθα καθᾶραι ἔχον τρυγίαν ἢ σω‐ λῆνας ἔχοντας ἰλύν, ἐπιβάλλομεν ὕδωρ καὶ ἀνατινάσσομεν, καὶ | |
55 | συναναμίγνυται ἡ ἰλὺς τῷ ὕδατι, ὁμοίως καὶ ἡ τρύξ, καὶ οὕτως καθαίρομεν τὰ ἀγγεῖα καὶ τοὺς σωλῆνας. οὕτως οὖν καὶ ἐπὶ τῆς παχυτέρας χολῆς γίνεται· παρέχομεν τὸ εὔκρατον, καὶ ποιεῖ τὴν χύσιν καὶ λεπτύνει αὐτὴν καὶ εὔρουν ἀπεργάζεται, καὶ ὑπερπο‐ λάζουσα ἐμεῖται καὶ παύονται τὰ συμπτώματα. | |
60 | Καὶ ταῦτα μέν, ἐὰν ἔρρωται ἡ δύναμις. εἰ δὲ ἀσθενής ἐστιν ἡ δύναμις καὶ διὰ τὴν ἀσθένειαν μὴ ἐμῆται ἡ χολή, καὶ τροφὰς παρέχομεν, οὐ τὰς βαρυνούσας δέ, ἀλλὰ τὰς φαρμακώδεις, οἷον τυχὸν χυλὸν πτισάνης καὶ μελίκρατον καὶ οἶνον κεκραμένον· αἱ γὰρ τοιαῦται τροφαὶ ἔχουσι καὶ τὸ τρέφον καὶ τὰ φαρμάκου ποι‐ | |
65 | εῖν. ἡ γὰρ πτισάνη καὶ τρέφει, ἀλλὰ καὶ ῥυπτική ἐστι. τὸ δὲ μελίκρατον καὶ αὐτὸ ἔχει τι καὶ τρόφιμον, ἀλλὰ καὶ τμητικὸν | |
καὶ λεπτυντικόν. ὁ δὲ οἶνος καὶ τρέφει καὶ τονεῖ καὶ στύφει. καὶ διὰ τῶν τοιούτων τροφῶν ῥωννυμένη ἡ δύναμις ἐπιγίνεται καὶ ἀπεμεῖ τὴν χολώδη ὕλην, καὶ παύεται ἡ καρδιαλγία. | 226 | |
70 | Ἔστι καὶ ἕτερον σημεῖον κατὰ τὸν Γαληνὸν ἐπὶ τῶν ἐμεῖν μελλόντων, τὸ κραδαίνεσθαι ἐπὶ τῶν τοιούτων τὸ κάτω χεῖλος, διὰ τὸν ὑμένα τὸν ὑπαλείφοντα ἀπὸ τοῦ στομάχου καὶ μέχρι τοῦ κάτω χείλους φέρεσθαι· τοῦ γὰρ στομάχου δακνομένου καὶ ἀνιω‐ μένου, δῆλον καὶ ὁ ὑμὴν οὗτος διὰ τὴν κοινωνίαν ἐξ ἀνάγκης | |
75 | κραδαίνεται ἐπὶ τῶν μελλόντων ἐμεῖν τὸ κάτω χεῖλος. Τούτων δὲ οὕτως ἐχόντων παραδίδωσιν ἡμῖν καὶ τὰ σημεῖα τῆς δι’ αἱμορραγίας γινομένης κριτικῶς κενώσεως. καί φησιν ὅτι σὺν τῇ κεφαλαλγίᾳ καὶ τῇ ταραχῇ καὶ συστροφῇ τῶν ὀφθαλμῶν, ἐπειδὴ ταῦτα κοινὰ ὑπῆρχον σημεῖα ἀμφοτέρων τῶν κενώσεων, ἐὰν | |
80 | μηκέτι ὁρῶσιν ὀρφνώδη [καὶ] τινὰ μελάσματα πρὸ τῶν ὀφθαλμῶν, ἀλλὰ μαρμαρυγάς τινας καὶ πυραυγῆ φαντάσματα ὁρῶσι, τότε γί‐ νωσκε ὅτι δι’ αἱμορραγίας γίνεται ἡ κένωσις. εἰ μὲν γὰρ λεπ‐ τοτάτη τις καὶ ἀτμώδης ποιότης τῆς ὕλης ἐνεχθῇ ἐπὶ τὰ ὀπτικὰ νεῦρα, τότε τὰ πυραυγῆ καὶ τὰς μαρμαρυγὰς καὶ τὰ μελάσματα ὁ‐ | |
85 | ρῶσιν. εἰ δὲ ἐνεχθῇ παχυτέρα ὕλη ἐπὶ τοὺς ὀφθαλμούς, ἐναπολαμ‐ βάνει τοὺς πόρους τῶν ὀπτικῶν νεύρων, καὶ τότε οὐ δύναται δι‐ εξελθεῖν τὸ ὁρατικὸν πνεῦμα, καὶ παντελῆ ποιεῖται ἀορασίαν. εἰ δέ γε πρὸς τούτῳ κνῶνται τὸ ἄκρον τῆς ῥινός, ἔστι δὲ καὶ | |
ἐρυθρὰ τὰ μῆλα τοῦ προσώπου, γίνωσκε ὅτι δι’ αἱμορραγίας γί‐ | 227 | |
90 | νεται ἡ κένωσις. Ἐπὶ τούτων καὶ τὰ ὑποχόνδρια ἀνασπῶνται. καὶ τοῦτο δὲ κοινὸν ὑπῆρχεν. ὁ μέντοι Ἱπποκράτης ὡς ἰδικὸν τέθεικεν αὐτὸ ἐπὶ τῶν αἱμορραγεῖν μελλόντων. ἁπλῶς οὖν καὶ ἐπὶ τούτων ἀνα‐ σπᾶται τὰ ὑποχόνδρια, τυχὸν ἄνευ ὀδύνης καὶ φλεγμονῆς. ἐὰν | |
95 | γὰρ ἁπτομένου σου τὰ ὑποχόνδρια ὦσι μαλθακὰ καὶ ὁμαλὰ καὶ μή‐ τε ὀδύνη σύνεστι μήτε φλεγμονή, ἀλλ’ ἀνασπῶνται, ἔσο γινώσκων δι’ αἱμορραγίας γίνεσθαι τὴν κένωσιν. Ἐκ τοῦ διανασπᾶσθαι τὰ ὑποχόνδρια καὶ τὸν τόπον ἤγουν διὰ ποίας ῥινὸς προγινώσκει ὁ Ἱπποκράτης τὴν αἱμορραγίαν γί‐ | |
3.4(100) | νεσθαι. καί φησιν ὅτι ἐὰν τὸ δεξιὸν ὑποχόνδριον ἀνασπᾶται, γίνωσκε ὅτι ἐκ τοῦ δεξιοῦ μέλλει γενέσθαι μέρους ἡ αἱμορραγία· εἰ δὲ τὸ ἀριστερόν, ἐκ τοῦ ἀριστεροῦ· εἰ δὲ τὰ ἀμφότερα ὑπο‐ χόνδρια ἀνασπῶνται, ἐξ ἀμφοτέρων τῶν ῥινῶν ἡ αἱμορραγία γίνε‐ ται. ἡ γὰρ φύσις ἔστ’ ἂν ἔρρωται καὶ ταῖς οἰκείαις δυνάμεσι | |
105 | κατὰ τὸν οἰκεῖον σκοπὸν κέχρηται, κατ’ εὐθυωρίαν καὶ κατ’ εὐ‐ θὺ τὰς ὕλας πέμπει καὶ ἀποδιώκει, ὥσπερ καὶ ἄριστος τοξότης κατ’ εὐθὺ τοῦ σκοποῦ πέμπει τὸ βέλος, καὶ μὴ δι’ ἀφυΐαν τῇδε κἀκεῖσε περιάγεται. — — — | |
109 | ||
110 | Ἢν δὲ καὶ καρδιωγμὸς τουτέῳ προσγένηται, χολώδης ἔμετος παρέσται [228.1—2 A.]: ἐπειδὴ παράκειται ἡ καλουμένη ἀορτὴ τῷ | |
στομάχῳ, μεταλαμβάνει τῆς δήξεως τῆς περὶ τὸν στόμαχον ἀθροι‐ ζομένης χολῆς. ἔστι δ’ ὅτε ἀναγγέλλεται καὶ αὐτῇ τῇ καρδίᾳ, καὶ διὰ τοῦτο καρδίαν τὸν στόμαχον ὀνομάζουσιν ἐκ τοῦ μεταδί‐ | 228 | |
115 | δοσθαι ἐκ τοῦ σύνεγγυς τὴν δῆξιν τῇ καρδίᾳ. Ἢν δὲ καὶ ῥῖγος ἐπιλάβῃ καὶ τὰ κάτω τοῦ ὑποχονδρίου ψυχ‐ ρὰ ᾖ καὶ τὰ ἑξῆς [228.2—3 A.]: ἰστέον ὅτι ἔστι ῥῖγος τὸ λόγῳ κρίσεως γινόμενον, ὅπερ αὐτὸς ἐν Ἀφορισμοῖς εἶπεν, “ὑπὸ καύ‐ σου ἐχομένῳ ῥίγεος ἐπιγενομένου λύσις”. ἔστι ῥῖγος καὶ τὸ προ‐ | |
120 | ηγούμενον τοῦ πυρετοῦ ὡς ἐν τριταίοις. ἔστι καὶ ῥῖγος τὸ παρ‐ εμπῖπτον, τὸ λόγῳ συμπτώματος γινόμενον. ἐνταῦθα δὲ ῥῖγος λέ‐ γει τὸ ἐπὶ τῇ δήξει τοῦ στομάχου γινόμενον· ἐπὶ γὰρ τῇ ἀθροί‐ σει τῆς χολῆς ἐπὶ τὸν στόμαχον δάκνεται καὶ ἀνιᾶται, καὶ μετα‐ λαμβάνει τῆς δήξεως ἡ ἀορτὴ καλουμένη ἀρτηρία, καὶ συστέλλεται | |
125 | τὸ ἔμφυτον θερμὸν καὶ συννεύει ὡς ἐπὶ τὴν οἰκείαν ἀρχὴν ἐπὶ τὸ βάθος, καὶ ἀμοιροῦντα τὰ ἐπιπολῆς μόρια τῆς ἐλλάμψεως τοῦ ἐμφύτου θερμοῦ περιψύχονται καὶ γίνεται τὸ ῥῖγος. Ἢν δέ τι καὶ πίῃ ἢ φάγῃ ὑπὸ τοῦτον τὸν χρόνον, κάρτα τα‐ χέως ἐμέεται [228.3—4 A.]: παρακελεύεται οὖν ἡμῖν ἀναμιμνήσ‐ | |
130 | κεσθαι τῶν συμβεβηκότων, ὡς πολλάκις τὰ γινόμενα ὠφελήσαντα. τί γάρ; ὅτι οὐκ ἐμεῖται ἡ χολὴ ἢ διὰ πάχος ἢ δι’ ἀσθένειαν τῆς δυνάμεως. καὶ δεῖ καί σε μιμεῖσθαι τοῖς πράγμασι καὶ χρήσασ‐ θαι, εἰ μὲν παχεῖά ἐστιν ἡ ὕλη καὶ διὰ τοῦτο οὐκ ἐμεῖται, τῷ εὐκράτῳ. εἰ δὲ ἀσθενής ἐστιν ἡ δύναμις, δεῖ σε καὶ τροφαῖς | 229 |
135 | χρήσασθαι, ἔστι δ’ ὅτε καὶ στερεωτέραις τροφαῖς χρήσασθαι, οἷά ἐστι μῆλα καὶ σταφυλαὶ καὶ σταφίδες καὶ ῥοόκοκκα. καὶ γὰρ ῥωννυμένη ἡ δύναμις ἐπεγείρεται καὶ ἀποδιώκει καὶ ἀπεμεῖ τὴν τὴν χολώδη ὕλην. Τουτέων δὲ οἷσι μὲν ἂν ὁ πόνος ἄρξηται τῇ πρώτῃ ἡμέρᾳ, | |
140 | τεταρταῖοι μάλιστα πιεζοῦνται καὶ πεμπταῖοι, ἐς δὲ τὴν ἑβδό‐ μην ἀπαλλάσσονται [228.5—6 A.]: ἐνταῦθα ὁ Ἱπποκράτης “πόνον” τὴν κεφαλαλγίαν ἐκάλεσεν εἰπὼν ‘ἢν ἄρξηται πονέειν‘, τυχὸν πονεῖν τὴν κεφαλήν. κεφαλαλγίαν δὲ ὑποτίθεται οὐ μὴν λόγῳ κρί‐ σεως γινομένην—αὕτη γὰρ τὸ μέγιστον μίαν ἡμέραν ἐπικρατεῖ, | |
145 | ὡς αὐτός φησιν ὅτι “ὁκόσοισι κρίσις γίνεται, τουτέοισιν ἡ νὺξ δύσφορος ἡ πρὸ τοῦ παροξυσμοῦ”—, ἀλλὰ κεφαλαλγίαν ὑποτίθεται τὴν λόγῳ συμπτώματος γινομένην, ἥτις ἕως τῆς ἑβδόμης παρεκτεί‐ νεται. τὸ δὲ ἀληθὲς εἰπεῖν, ὅτι καὶ τῇ λόγῳ κρίσεως ἁρμόζει κεφαλαλγίᾳ καὶ τῇ λόγῳ συμπτώματος. καὶ γὰρ λόγῳ συμπτώματός | |
3.4(150) | ἐστιν ἡ τοιαύτη κεφαλαλγία, ἐπειδὴ ἐξ ἀρχῆς ἀπὸ τῆς πρώτης ἡ‐ μέρας λέγει γίνεσθαι τὴν κεφαλαλγίαν, καὶ μάλιστα ἐὰν ἐξ ἀρ‐ χῆς γενομένη ἐν τῇ τρίτῃ παύσηται, τότε καὶ λόγῳ συμπτώματος ἐπέχει. ἀλλὰ ἐπέχει ἡ τοιαύτη κεφαλαλγία, ἐπειδὴ μέχρι τῆς κρίσεως συνεκτείνεται, καὶ οὕτως ἀπαλλάσσονται. ὅτι δὲ μέχρι | 230 |
155 | τῆς ἑβδόμης λέγει παρεκτείνεσθαι τὴν τοιαύτην κεφαλαλγίαν, αὐτὸς ἐπὶ λέξεώς φησιν ὅτι ‘ὁκόσοισιν ἄρξηται ἡ κεφαλαλγία τῇ πρώτῃ ἡμέρᾳ, τεταρταῖοι πιεζοῦνται, ἐς δὲ τὴν ἑβδόμην ἀπαλλάσ‐ σονται‘, ἤγουν αὔξεται αὐτῶν ἡ κεφαλαλγία ἀπὸ τῆς πρώτης ἡμέ‐ ρας καὶ γίνεται προσθήκη ἕως τῆς τετάρτης, καὶ πιεζοῦνται καὶ | |
160 | κρατοῦνται καὶ οὐκέτι ἀναβιβασμὸν δέχονται, ἀλλὰ στάσις γίνε‐ ται καὶ ἀκμὴ μέχρι τῆς ἑβδόμης, καὶ οὕτως ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ λύεται καὶ παύεται. Εἶτα ἔφη ‘ὁκόσοι δὲ τῇ τρίτῃ ἄρξονται πονεῖν τὴν κεφαλὴν πεμπταῖοι πιεζοῦνται καὶ ἀπαλλάσσονται ἢ ἐνναταῖοι ἢ ἑνδεκα‐ | |
165 | ταῖοι‘. ὅθεν τινὲς λέγουσιν ὅτι ‘ἀπροσφόρως τοῦτο εἴρηκεν· ἐὰν ἀπὸ τῆς τρίτης ἄρξωνται, τρεῖς καὶ ἑπτά, δέκα· οὐκοῦν ἐν τῇ δεκάτῃ ἔχουσιν ἀπαλλαγῆναι· καὶ πῶς ἔφη ἢ τῇ θʹ ἢ τῇ ιαʹ ἀπ‐ αλλάσσονται;‘ καὶ λέγομεν ὅτι τοῦτο ἔφη, ἵνα δείξῃ τὴν δεκά‐ την μηδέποτε κρίνουσαν, ἀλλὰ τὴν ἑνδεκάτην ἢ τὴν θʹ κρινούσας. | |
170 | καὶ διὰ τί μὴ μόνης τῆς ιαʹ ἐμνημόνευσεν ἢ μόνης τῆς θʹ, ἀλλὰ τῶν δύο ἐμνημόνευσεν; καὶ λέγομεν τοῦτο παρὰ τὴν σύστασιν τῆς ὕλης ἀπὸ θεωρίας εἴρηκε καὶ τὸν τόνον τῆς δυνάμεως· ἐὰν γὰρ | |
λεπτή ἐστιν ἡ ὕλη καὶ ἐρρωμένη ἡ δύναμις, τῇ θʹ ἀπαλλάσσονται· εἰ δὲ παχυτέρα ἐστὶν ἡ ὕλη καὶ ἀσθενὴς ἡ δύναμις, ὡς ἂν πλείο‐ | 231 | |
175 | νος χρόνου δεομένη τῇ ἑνδεκάτῃ ἔφη παύσασθαι. καὶ διὰ τοῦτο ἀμφοτέρων ἐμνημόνευσεν. Εἶτα λέγει ‘οἳ δ’ ἂν ἄρξωνται πεμπταῖοι πονέεσθαι, τουτέ‐ οισι τῇ ιδʹ κρίνεται ἡ νοῦσοσ‘. καὶ πάλιν ἐνίστανταί τινες λέ‐ γοντες ὅτι ἐὰν ψηφίσῃς ἀπὸ τῆς πρώτης ἡμέρας πέντε καὶ ἑπτά, | |
180 | δώδεκα, εἰς τὴν ιβʹ ἢ τὸ μέγιστον εἰς τὴν ιγʹ κρίνεται ἡ νοῦσος· πῶς οὖν ἔφη ἐν τῇ ιδʹ ἡμέρᾳ κρίνεσθαι τὸ νόσημα; καὶ λέγομεν ὅτι τοῦτο εἴρηκεν, ἵνα δείξῃ μὴ εἶναι κρισίμους μήτε τὴν ιβʹ μήτε τὴν ιγʹ, ἀλλὰ τὴν ιδʹ. ἄλλως τε δὲ παχυτέραν ἔλαβε τὴν ὕ‐ λην καὶ ἐν τῷ μέσῳ δεηθῆναι μιᾶς καὶ δύο ἡμερῶν ἐν τῇ πέψει, | |
185 | καὶ ἐν τῇ ιδʹ ὑπαντῆσαι τὴν κρίσιν. καὶ διὰ τοῦτο τῆς ιδʹ ἐμνη‐ μόνευσεν. Καὶ τὰ ἄλλα κατὰ λόγον αὐτέοισι τῶν πρόσθεν γίγνηται, εἰς τὴν ιδʹ κρίνεται ἡ νοῦσος [228.9—10 A.]: λέγει ὅτι ἐὰν τῇ εʹ ἄρξωνται πονεῖν τὴν κεφαλὴν καὶ μηδὲν πλημμεληθῇ ὑπὸ τοῦ ἀρ‐ | |
190 | ρώστου ἢ ἀμέλεια γένηται ὑπὸ τοῦ ἰατροῦ, τῇ ιδʹ ἀπαλλάσσονται ἡμέρᾳ. “τὰ δὲ ἄλλα κατὰ λόγον” καλεῖ τὰ ἀνωτέρω εἰρημένα, ἵνα ἀρίστη γένηται ἡ κατάκλισις καὶ τὰ οὖρα καὶ τὰ διαχωρήματα, καὶ ἵνα εὔπνους ἐστὶν ὁ ἄνθρωπος καὶ τὰ τοιαῦτα, ὡς ἀνωτέρω εἴρηται, κατὰ λόγον ὑπαντῆσαι, γίνωσκε ὅτι τῇ ιδʹ κρίνεται ἡ | |
195 | νοῦσος καὶ ἀπαλλάσσονται. Γίνεται δὲ τὰ τοιαῦτα τοῖσι μὲν ἀνδράσι καὶ τῇσι γυναιξί [228.10—11 A.]: ταῦτα τὰ πάθη μάλιστα γίνονται, τυχὸν ὁ ἔμε‐ τος, τοῖς ἀνδράσι καὶ ταῖς γυναιξίν. εἰπὼν δὲ “ἀνδράσι καὶ γυναιξὶ” τὴν τελείαν ἡλικίαν ἐδήλωσεν, λέγω δὴ τὴν ἀκμαστικήν· | 232 |
3.4(200) | ἐν γὰρ τῇ ἀκμαστικῇ ἡλικίᾳ ἀθροίζεται ἡ χολή, καὶ διὰ τοῦτο ἐμεῖται. λέγει γὰρ καὶ ἀλλαχοῦ ὅτι “οἱ ἀκμάζοντες τριταίοις ἁλίσκονται”. Τοίσι δὲ νεωτέροισι γίνεται μὲν καὶ τουτέοισι, μᾶλλον δὲ ἐν τοῖσι συνεχέσι πυρετοῖσι, καὶ μάλιστα ἐν τοῖσι γνησίοισι | |
205 | τριταίοισι [228.12—13 A.]: “νεωτέρους”, φησί, τοὺς μειρακιώ‐ δεις τῇ ἡλικίᾳ τυχὸν ἐκάλεσε. τοῖς δὲ μειρακίοις οὐ γίνεται ἔμετος ὡς ἐπίπαν χολῆς. εἰ δὲ καὶ γίνεται, σπανιάκις, ἐπειδὴ ἐπ’ αὐτῶν χολὴ οὐκ ἀθροίζεται, ἀλλὰ τὸ αἷμα μάλιστα πλεονάζει. εἰ δὲ καὶ ἐμοῦσι, σπανίως ποτὲ ἐν τοῖς συνεχέσι πυρετοῖς— | |
210 | “συνεχεῖς” δὲ εἶπε τοὺς συνόχους—καὶ ἐν τοῖσι γνησίοισι τριταίοισι περιπίπτει, ἐπειδὴ ἐπὶ τούτων φλέγμα οὐκ ἀθροίζε‐ ται. Οἷσι δ’ ἂν ἐν τοιούτῳ τρόπῳ πυρετῷ κεφαλὴν ἀλγέουσιν ἀντὶ μὲν τοῦ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι [229.1—2 A.]: | |
215 | ὅπερ λέγει τοιοῦτόν ἐστιν, ὅτι τοιούτῳ τρόπῳ, κατὰ τὸν αὐτὸν τρόπον, τυχὸν περιεστηκῶς ὄντος τοῦ νοσήματος, ὡς ἤδη καὶ ἐπὶ | |
τῆς κατ’ ἔκρουν δι’ ἐμέτων κρίσεως, καὶ ἐνταῦθα καὶ ἐπὶ τῆς αἱμορραγίας περιεστηκότι νοσήματι ὑποτίθεται γίνεσθαι τὰ ση‐ μεῖα τῆς αἱμορραγίας, τυχὸν τὸ συνεῖναι τὴν κεφαλαλγίαν καὶ | 233 | |
220 | μηκέτι ὀρφνώδη ὁρᾶν πρὸ τῶν ὀφθαλμῶν, ἀλλὰ μαρμαρυγὰς καὶ λό‐ φους ἀλεκτρυόνων καὶ πυραυγῆ τινα, ἀλλὰ καὶ τὸ ἀνασπᾶσθαι τὰ ὑποχόνδρια καὶ τὸ κνᾶσθαι τὸ ἄκρον τῆς ῥινὸς καὶ τὸ ἐρυθρὰ εἶναι τὰ μῆλα τοῦ προσώπου, τότε γίνωσκε ὅτι ἡ κατ’ ἔκρουν κρίσις δι’ αἱμορραγίας μέλλει γίνεσθαι. προστίθησι δὲ καὶ τοῦ‐ | |
225 | το ἐνταῦθα, ὅτι ὅτε μέμνηται ὁ Ἱπποκράτης [τῆς] διὰ χολῆς ἔμετον, οὐ τὴν ἄκρατον λέγει χολὴν ἐμεῖσθαι, ἀλλὰ τὴν συμμε‐ μιγμένην μετὰ φλέγματος· τότε γὰρ ἄριστός ἐστιν ὁ ἔμετος. σπανίως δέ ποτε ἐὰν ἐμεθῇ ἄκρατος χολὴ ἅπαξ. ὁ δὲ ἐπίμονος ἔμετος τῆς ἀκράτου χολῆς μεγάλους τοὺς κινδύνους ἐπιφέρει· δή‐ | |
230 | ξεις γὰρ καὶ ἀνίας καὶ ἑλκώσεις ἀπεργάζεται δι’ ὧν παροδεύει μορίων. Τοῖσι δὲ πέντε καὶ τριάκοντα ἐτέων καὶ γεραιτέροισι [229. 7 A.]: φησὶν ὅτι τοῖς παρακμάζουσι τῇ ἡλικίᾳ ὁ ἔμετος τῆς χο‐ λῆς γίνεται, τοῖς δὲ γέρουσιν οὐδόλως. καὶ λέγομεν ὅτι ἡ παρ‐ | |
235 | ακμαστικὴ ἡλικία οὐκ ἔστι γεννητικὴ χολῆς, ἀλλ’ ἡ ἀκμαστική. καὶ λέγομεν ὅτι τὴν προθησαυρισθεῖσαν ἀπὸ τοῦ θέρους ἢ τοῦ θερινοῦ καταστήματος χολὴν ταύτην ἐμοῦσι. Γίνωσκε δὲ ὅτι τινὰ τῶν ἀντιγράφων ἔχει “τοῖσι δὲ πέντε καὶ τριάκοντα”, τινὰ δὲ “τεσσαράκοντα” ἔχει. καὶ διὰ μὲν τοῦ | |
240 | εἰπεῖν “πέντε καὶ τριάκοντα” τὸ πέρας τῆς ἀκμαστικῆς ἐδήλωσεν ἡλικίας, ἀρχὴν δὲ τῆς παρακμαστικῆς· διὰ δὲ τοῦ εἰπεῖν “τεσ‐ σαράκοντα ἐτῶν” τὸ πέρας τῆς παρακμαστικῆς ἐδήλωσεν, ἀρχὴν δὲ τῆς τῶν ὠμογερόντων ἡλικίας ἐμήνυσεν. | 234 |
243 | ||
3.5 | Τοῖσι δὲ παιδίοισι σπασμοὶ γίνονται [229.9 A.]. Ἐνταῦθα γενόμενος ὁ Γαληνὸς λέγει τὴν αἰτίαν καὶ μόνην καθ’ ἣν σπῶνται οἱ παῖδες, λέγων ὅτι σπῶνται οἱ παῖδες διὰ τὴν εὐπάθειαν τῶν νεύρων. εὐπαθῆ γάρ εἰσι τὰ νεῦρα ἐπ’ αὐτῶν | |
5 | καὶ ἑτοίμως τὸ τηνικαῦτα σπῶνται. ἡμεῖς δὲ λέγομεν ὅτι ἐνταῦ‐ θα τὸν σπασμὸν ἐμνημόνευσεν ὁ Ἱπποκράτης, ἐπεὶ ὁ σπασμὸς ὀξύ ἐστι πάθος· ἐνταῦθα δὲ περὶ ὀξέων νοσημάτων αὐτῷ ὁ λόγος. ἡ δὲ αἰτία καθ’ ἣν γίνεται ὁ σπασμὸς τοῖς παιδίοις διάφορός ἐσ‐ τι· γίνεται γὰρ αὐτοῖς ὁ σπασμὸς ἢ διὰ τὴν ἀσθένειαν τῶν ψυχι‐ | |
10 | κῶν δυνάμεων ἢ διὰ τὸ ἀδηφάγα εἶναι ἢ διὰ τὸ κλαυθμυρίζεσθαι αὐτά. Καὶ διὰ μὲν τὴν ἀσθένειαν τῶν ψυχικῶν δυνάμεων οὕτως· τριττῶν γὰρ ὄντων κατὰ γένος ἡμῖν δυνάμεων, ψυχικῶν, ζωτικῶν, | |
φυσικῶν, τὸ διττὸν μέρος καλῶς καὶ ἐρρωμένως διάκειται ἐν τοῖς | 235 | |
15 | παισίν, αἱ ζωτικαὶ καὶ φυσικαί. καὶ αἱ μὲν ζωτικαὶ ὡς δηλοῖ 〈τὸ〉 πλούσιον εἶναι ἐπὶ τῶν παίδων τὸ ἔμφυτον θερμὸν κατὰ τὸ εἰρημένον ἐν Ἀφορισμοῖς, ‘τοῖσι δὲ παιδίοισι πλεῖστόν ἐστι τὸ ἔμφυτον θερμόν‘. ἀλλὰ καὶ αἱ φυσικαὶ δυνάμεις ἐρρωμέναι εἰ‐ σίν, ὡς δηλοῖ τὸ τρέφεσθαι καὶ αὐξάνειν. κατὰ μέντοι τὰς ψυ‐ | |
20 | χικὰς ἀρρώστως διάκεινται τὰ παιδία· οὐ γὰρ λογίζονται δεόν‐ τως, οὔτε μὴν εὐκίνητα κατὰ τὰς πράξεις εἰσί, καὶ μάλιστα κατὰ τοὺς πρώτους καιρούς. διὰ οὖν τὸ ἀκίνητον εὐπαθῆ καὶ εὐεπηρέ‐ αστά εἰσι τὰ νεῦρα ἐπ’ αὐτῶν, καὶ διὰ τοῦτο σπῶνται. Ἀλλὰ καὶ διὰ τὸ ἀδηφάγα εἶναι πάλιν σπῶνται· ὑπὸ γὰρ τῆς | |
25 | ἀδηφαγίας καὶ τῆς ἀπεψίας ἀθροίζουσι χυμοὺς παχεῖς καὶ γλίσ‐ χρους καὶ ψυχροὺς καὶ ὠμούς, καθ’ ἣν εἴωθε τὸ νευρῶδες γένος τρέφεσθαι, καὶ τὸ τηνικαῦτα διὰ τὸ πάχος ἐμφράττονται τὰ νεῦ‐ ρα καὶ οὕτως σπῶνται. Ἀλλὰ καὶ διὰ τὸ κλαυθμυρίζεσθαι αὐτὰ σπῶνται· ἐν γὰρ τῷ | |
30 | κλαυθμυρίζειν κίνησις γίνεται τοῦ ἐγκεφάλου· τῇ οὖν κινήσει χύσις γίνεται τῶν πνευμάτων καὶ τῶν χυμῶν, καὶ φέρονται ἐπὶ τὰ νεῦρα οἱ χυμοὶ καὶ ἐμφράττουσιν αὐτά, καὶ οὕτως σπῶνται. Σπασμὸν δὲ ἐνταῦθα οὐ τὸν ἐπὶ ξηρότητι λέγει γίνεσθαι ἐπὶ τῶν παίδων, ὅστις καὶ ἀνίατός ἐστιν, ἀλλὰ τὸν ἐπὶ πλήθει καὶ | |
35 | ἐμφράξει ὑποτίθεται σπασμόν, ὡς δηλοῖ τὸ ἐπάγειν αὐτὸν “ἢν καὶ ἀγρυπνῶσιν”. ‘ἡ δὲ ἀγρυπνία ξηρότητα ἐντίθησι τῷ σώματι, καὶ ἐπὶ ξηρότητι γίνεται.‘ πρὸς ὅ ἐστιν εἰπεῖν ὅτι ἡ ἀγρυπνία οὐ μόνον ξηραίνει, ἀλλὰ καὶ ὑγραίνει. εἰ μὲν γὰρ ξηρὸν παρα‐ λάβῃ ἡ ἀγρυπνία τὸ σῶμα, τῇ διαφορήσει ἐπὶ πλέον ξηραίνει αὐ‐ | 236 |
40 | τό· εἰ δὲ περιττωματικὸν καὶ ὑγρόν, χύσιν ποιεῖται αὐτῶν τῶν ὑγρῶν, καὶ ὑγραίνει τὸ σῶμα ἡ ἀγρυπνία οὕτως καὶ φυλάττει. ὅτι δὲ περὶ τοῦ ἐπὶ πλήθει καὶ ἐμφράξει σπασμοῦ ὁ λόγος τῷ Ἱππο‐ κράτει δηλοῖ τὸ ἐπάγειν αὐτὸν ‘ἢν καὶ ἡ γαστὴρ ἐπέχεται‘. τοῦ‐ το δὲ τὸ σημεῖον πληρώσεως. ἄλλως τε δὲ φύσει ἀδηφάγα ὄντα τὰ | |
45 | παιδία δίυγρά εἰσι, καὶ διὰ τοῦτο τὸν ἐπὶ πλήθει ὑφίστανται σπασμόν. Ἰστέον δὲ ὅτι εἰ μὲν ἕν ἐστι τὸ σπασθὲν μόριον, μία ἔκ‐ φυσις πέπονθεν· εἰ δὲ διάφορά εἰσι τὰ μόρια τὰ σπασθέντα, δια‐ φόρους δηλοῖ καὶ ἐκφύσεις πεπονθυίας· εἰ δὲ ὅλον τὸ σῶμα ἐσπά‐ | |
3.5(50) | σθη, τότε δηλοῖ τὴν πρώτην ἀρχήν, λέγω δὴ τὸν ἐγκέφαλον, πε‐ πονθυῖαν. δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι γίνεται σπασμὸς καὶ διὰ φόβον. ἀλλ’ οὗτος ὁ φόβος ἢ μέγιστός ἐστιν ἢ ὑφειμένος. καὶ εἰ μὲν μέγας ἐστὶ καὶ φοβερὸς ὁ φόβος, ὥστε ὑπερβαίνειν τὴν αἴσθησιν, ὥσπερ βροντὴ μεγίστη ἢ ἀστραπή, καὶ ἐκπλαγῇ ἡ | |
55 | αἴσθησις, τότε καὶ ἀπόλλυνται οἱ ἐκφοβούμενοι. εἰ δὲ ὑφειμέ‐ νος ἐστὶν ὁ φόβος, σπασμὸν ποιεῖται. — — — | |
57 | Καὶ τὸ χρῶμα μεταβάλλουσι χλωρὸν ἢ πελιδνόν [229.11 A.]: | |
ἰστέον δὲ ὅτι τὰ εἰρημένα τῷ Ἱπποκράτει περὶ τοῦ σπασμοῦ, τὰ | 237 | |
60 | μὲν αἰτίου λόγον ἐπέχουσιν, οἷον ἡ ἐποχὴ τῆς γαστρός, ἡ ἀγρυπ‐ νία, ἡ ἀδηφαγία καὶ ὁ κλαυθμυρισμός, τὰ δὲ σημείου, οἷον τὰ χρώματα. εἰ μὲν γὰρ χύσις γένηται τοῦ αἱματικοῦ χυμοῦ, τότε ἐρυθρὸν χρῶμα γίνεται. εἰ δὲ ὁ φλεγματικὸς χυμὸς χυθῇ, συνανα‐ μίγνυται τῷ αἵματι καὶ χλωρὸν ἀναδέχεται χρῶμα. εἰ δέ γε πι‐ | |
65 | ληθῇ καὶ ἀποσφιγῇ ὁ αἱματικὸς χυμός, ὑποπέλιον γίνεται χρῶμα. εἰ δὲ ἔτι πλέον πιληθῇ ὁ αἱματικὸς χυμὸς καὶ ἀποσφηνωθῇ, τότε μέλαν γίνεται χρῶμα. Οἷά περ ἐπὶ τῇσι φρενίτισι γίνεται [229.15—230.1 A.]: λέ‐ γει ὅτι ἐπὶ πληρώσει σπασμὸς τοῖς παιδίοις συμβαίνει γίνεσθαι | |
70 | τοῖς μέχρι ζʹ ἐτῶν. τὰ δὲ πρεσβύτερα τῶν παίδων καὶ οἱ ἄνδρες, τουτέστιν ἡ μειρακιώδης καὶ ἀκμαστικὴ ἡλικία, τῷ ἐπὶ ξηρότητι σπασμῷ ὡς ἐπίπαν περιπίπτουσιν. εἰ δὲ ἐπὶ σπασμῷ τῷ ἐπὶ ξηρό‐ τητι ἐκεῖνα συμβῇ τὰ ὅμοια σημεῖα ἐπιγενέσθαι ‘οἷά περ ἐπὶ τῶν φρενιτικῶν‘, οἷά εἰσι τὸ δοκεῖν κροκύδας ἐκλέγειν καὶ | |
75 | ἀνασπᾶν ἀπὸ τῶν ἱματίων καὶ καρφολογεῖν καὶ κατὰ τὸ συνεχὲς τὰς χεῖρας ἐπὶ τὸ πρόσωπον ἀπάγειν, ἐὰν ταῦτα ἐπιφανῶσιν ἐπὶ τῷ σπασμῷ τὰ σημεῖα τοῖς ἀνδράσι, τότε γίνωσκε ὅτι καὶ ἐπιλη‐ ψίαις ἐπιπίπτουσι καὶ ἀποπληξίαις καὶ οὕτως ἀπόλλυνται. Καὶ τῶν ἄλλων τεκμαίρεσθαι ξύμπασι τοῖς σημείοισιν ὡς ἐφ’ | |
80 | ἑκάστοισιν ἕκαστα διαγέγραπται [230.2—3 A.]: ἰστέον 〈ὅτι〉 ἄλ‐ λο ἐστὶ τὸ ξυντεκμαίρεσθαι καὶ ἄλλο σημείωσις. τὸ γὰρ ξυντεκ‐ | |
μαίρεσθαι τὸ μετὰ λόγου σημειοῦσθαι. ὁ δὲ λόγος αὐτὴν τὴν οὐ‐ σίαν ἀνιχνεύει τοῦ πράγματος. ἡ δὲ ἁπλῶς σημείωσις τῇ πείρᾳ ἕπεται, μὴ δυναμένης αἰτίαν ἀποδοῦναι τῆς σημειώσεως. θαυμά‐ | 238 | |
85 | σαι δὲ ἔστι τὴν μεγαλόνοιαν τοῦ Ἱπποκράτους, ὅτι διὰ δύο λέξεων τά τε καθόλου συμπεριέλαβε καὶ τὰ κατὰ μέρος· εἰρηκὼς γὰρ ‘τὰ ἐφ’ ἑκάστοισ‘, τὰ καθόλου ἐσήμανεν· εἰρηκὼς δὲ ‘τὰ ἕκαστα‘, τὰ κατὰ μέρος ἐδήλωσε. διὰ δὲ τοῦ ‘ἐφ’ ἑκάστοισ‘ πε‐ ρὶ τῶν καθόλου διηλέχθη οὕτως· διηλέχθη γὰρ περὶ οὔρων, περὶ | |
90 | διαχωρημάτων καὶ ἱδρώτων καὶ ἐμέτων καὶ τῶν τοιούτων. διὰ δὲ τοῦ ἐπάγειν ‘ἕκαστα ἰδίᾳ γέγραπται‘, περὶ τῶν κατὰ μέρος διη‐ λέχθη καὶ ὅτι αἱ διαφοραὶ τούτων ἤδη ἐγράφησαν· παραδέδωκε γὰρ ἡμῖν οὔρου διαφοράς, οἷόν ἐστι τὸ κριμνῶδες, τὸ πιτυρῶδες καὶ νεφελῶδες καὶ ἐναιώρημα καὶ τὰ τοιαῦτα. ἀλλὰ καὶ διαχωρη‐ | |
95 | μάτων διαφορὰς παραδέδωκεν· ἐμνημόνευσε γὰρ τρύζοντος διαχω‐ ρήματος καὶ ὑφαίμου καὶ μέλανος καὶ τῶν τοιούτων. ἀλλὰ καὶ ἱ‐ δρώτων διαφορὰς παραδέδωκεν· ἔφη γὰρ ποῖοι κατὰ φύσιν εἰσὶν ἱδρῶτες καὶ ποῖοι παρὰ φύσιν, καὶ ὅτι οἱ μὲν θερμοί εἰσιν ἱ‐ δρῶτες, οἱ δὲ ψυχροί, καὶ ἢ δι’ ὅλου τοῦ σώματος γίνονται ἢ | |
3.5(100) | ἐν μέρει τοῦ σώματος. ἀλλὰ καὶ περὶ πτυέλου διηλέχθη διαφορᾶς ἀφρώδους καὶ ὑποπύου καὶ τῶν τοιούτων. ἀλλὰ καὶ ἐμέτου ἔφη διαφορὰς χολώδους καὶ φλεγματώδους καὶ συναναμεμιγμένων τού‐ των, καὶ τὰ τοιαῦτα. σκόπει οὖν μεγαλόνοιαν ἀνδρός, πόσα διὰ | |
δύο λέξεων ἐσήμανεν. ἐκ τούτων οὖν ἁπάντων τῶν ἤδη εἰρημένων | 239 | |
105 | σημείων προγνώσῃ τοὺς τεθνηξομένους καὶ σωθησομένους ἐπὶ τῶν ὀξέων νοσημάτων. Χρὴ δὲ τὸν μέλλοντα ὀρθῶς προγινώσκειν τούς τε περιεσομέ‐ νους καὶ τὰ ἑξῆς [230.5 A.]: εἰπὼν “ὀρθῶς προγινώσκειν” ἐσήμα‐ νε τὸ ἀκριβῶς καὶ τὸ ἀεὶ καὶ ὡς ἐπίπαν προγινώσκειν· τὸν γὰρ | |
110 | τοιοῦτον “οὐ λήσῃ ὅπῃ τρέψηται τὸ νόσημα”, ἀλλὰ γινώσκει καὶ τοὺς ἀπολλυμένους καὶ τοὺς περισωζομένους τῇ ἀκριβεῖ προγνώ‐ σει. Τὰ σημεῖα ἐκμανθάνοντα ταῦτα πάντα δύνασθαι κρίνειν [230. 7 A.]: ἀντὶ τοῦ ἐκμελετᾶν τὸ ‘μανθάνειν‘ εἶπεν, ὅτι ‘δεῖ σε | |
115 | ἀεὶ ἐκμελετᾶν καὶ ἔχειν κατὰ νοῦν τὰ σημεῖα ταῦτα τὰ ὑπ’ ἐμοῦ λεχθέντα· ἐὰν γὰρ ἀείσε ἐκμελετᾷς αὐτά, δύνασαι καὶ κρίνειν ποίας εἰσὶ δυνάμεως, εἴτε ἀγαθὰ εἴτε κακά. τὰ ἀγαθὰ ἀγαθά ἐσ‐ τι καὶ τὰ κακὰ κακά ἐστιν‘. Ἐκλογιζόμενον τὰς δυνάμεις αὐτῶν πρὸς ἀλλήλας [230.8 A.]: | |
120 | τὸ λεγόμενον ἐνταῦθα τοιοῦτόν ἐστιν, ὅτι οὐ δεῖ προσέχειν τῷ ἀριθμῷ τὰ σημεῖα, ἀλλὰ τῷ ἀξιώματι καὶ τῇ δυνάμει τῶν σημείων. πολλάκις γὰρ ἓν σημεῖον ἀγαθόν ἐστι, πολλὰ δὲ κακά, καὶ περι‐ γίνεται τὸ ἓν σημεῖον διὰ τὴν ἰσχύν. οὕτως γοῦν πολλάκις εἰσ‐ ερχόμενος εἰς τὸν ἄρρωστον εὑρίσκω αὐτὸν εὔσφυκτον καὶ τῇ εὐ‐ | |
125 | σφυξίᾳ εὔπνουν, πολλὰ δὲ σημεῖα κακὰ ἐν τοῖς κενουμένοις, τυ‐ | |
χὸν δι’ οὔρων καὶ ὑποχωρημάτων καὶ ἱδρώτων, καὶ λέγω ὅτι διὰ τὴν ἰσχὺν τῆς εὐσφυξίας περιγίνεται ὁ ἄνθρωπος. καὶ ἰδοὺ ἓν σημεῖον τὸ κῦρος εἶχε παρὰ τὰ πολλά. ἔστι δ’ ὅτε σημειούμεθα καὶ ἐκ τῶν κενουμένων καὶ ἐκ τῶν ἐνεργειῶν. καὶ ἀναγκαιότεραι | 240 | |
130 | αἱ ἐκ τῶν ἐνεργειῶν σημειώσεις ἤπερ τῶν κενουμένων, ἐπειδὴ αἱ ἐνέργειαι ὑπὸ δυνάμεων ἐπιτελοῦνται. καὶ αἱ δυνάμεις τριτταί εἰσιν, ἢ ψυχικαὶ ἢ ζωτικαὶ ἢ φυσικαί. καὶ αἱ μὲν ψυχικαὶ ση‐ μειώσεις τιμιώτεραί εἰσι καὶ τῷ ἀξιώματι καὶ τῇ δυνάμει τῶν ζωτικῶν. καὶ πάλιν αἱ ζωτικαὶ τιμιώτεραί εἰσι τῶν φυσικῶν. | |
135 | διὰ τοῦτο οὖν ὁ Ἱπποκράτης λέγει ὅτι δεῖ τὰς σημειώσεις οὐ τῷ ἀριθμῷ προσέχειν, ἀλλὰ τῷ ἀξιώματι. Εὖ μέντοι χρὴ εἰδέναι περί τε τῶν τεκμηρίων καὶ τῶν 〈ἄλ‐ λων〉 σημείων [230.11—12 A.]: παρακελεύεται ὁ Ἱπποκράτης τὸν ἰατρὸν καὶ τῷ λόγῳ κεχρῆσθαι καὶ τῇ πείρᾳ. ταῦτα δὲ ἔφη καὶ | |
140 | ὡς δογματικὸς καὶ ὡς ἐμπειρικός· διὰ γὰρ τοῦ εἰπεῖν αὐτὸν ὅτι “χρὴ εἰδέναι καὶ περὶ τῶν τεκμηρίων”, τὸ ἐπιστημονικὸν ἐδήλω‐ σε τοῦ λόγου· διὰ δὲ τοῦ εἰπεῖν “καὶ τῶν ἄλλων σημείων”, τὸ στοχαστικὸν τῆς πείρας ἐδήλωσε. δεῖ οὖν τὸν ἰατρὸν καὶ δογμα‐ τικὸν εἶναι καὶ ἐμπειρικόν. | |
145 | Ἐπειδὴ καὶ ἐν Λιβύῃ καὶ ἐν Δήλῳ καὶ ἐν Σκύθῃσι φαίνεται τὰ προγεγραμμένα ἀληθεύοντα σημεῖα [231.2—3 A.]: ἀποροῦσί τι‐ νες λέγοντες ὅτι ‘πῶς ὁ Ἱπποκράτης, βραχυλόγος ὤν, ἐνταῦθα φαίνεται πολλῷ λόγῳ κεχρημένος· ἤδη γὰρ ἀνωτέρω εἰπὼν ὅτι “ἐν παντὶ ἔτει καὶ πάσῃ ὥρᾳ” ἠδύνατο εἰπεῖν καὶ ‘ἐν πάσῃ χώρᾳ τὰ | |
3.5(150) | αὐτά ἐστι σημεῖα‘ καὶ ἐν τούτῳ ἀρκεσθῆναι, ἀλλὰ πολυλογίᾳ ἐχ‐ ρήσατο καὶ ἑκάστην χώραν ἐμνημόνευσε, Λιβύην καὶ Δῆλον καὶ Σκυθίαν;‘ καὶ λέγομεν ὅτι ἐπίτηδες τοῦτο πεποίηκεν, ἀποκρουό‐ μενος ἀπορίαν μεγίστην· ἵνα γὰρ μήτις ἀπορήσῃ αὐτῷ ὅτι ‘〈τί〉 οὖν; καὶ ἐν τῇ θερμοτάτῃ χώρᾳ καὶ ἐν τῇ ψυχροτάτῃ τὰ αὐτὰ ση‐ | 241 |
155 | μεῖά ἐστι, τὰ ἀγαθὰ ἀγαθὰ καὶ τὰ κακὰ κακά;‘ ταύτην οὖν τὴν ἀπορίαν προανακρουόμενος παραδειγματικῶς ἐμνημόνευσε καὶ τῆς θερμοτάτης χώρας καὶ τῆς ψυχροτάτης καὶ τῆς εὐκράτου, ὅτι ἐπὶ πάσης χώρας τὰ ἀγαθὰ σημεῖα ἀγαθά ἐστι καὶ τὰ κακὰ κακά ἐστι. καὶ διὰ τοῦ μνημονεῦσαι Λιβύης, τὴν θερμοτάτην χώραν ἐδήλωσε, | |
160 | διὰ δὲ τῆς Σκυθίας, τὴν ψυχροτάτην, διὰ δὲ τῆς Δήλου, τὴν εὔ‐ κρατον. Ποθεῖν δὲ χρὴ οὐδενὸς νοσήματος τοὔνομα καὶ τὰ ἑξῆς [231. 6 A.]: ἴσως τις ἀπορεῖ ὅτι ‘ὁ Ἱπποκράτης πάντα προθέμενος παραδοῦναι τὰ ὀξέα νοσήματα, οὔτε γὰρ τοῦ συνόχου ἐμνημόνευσεν | |
165 | οὔτε τοῦ καύσου, καίτοι καὶ αὐτῶν ὀξέων νοσημάτων ὄντων‘. προσαπολογεῖται ὁ Ἱπποκράτης λέγων ὅτι ‘οὐ περὶ τὴν ὀνομασί‐ αν τῶν νοσημάτων σπουδάζω ζητεῖν, ὅτι τοῦ δεῖνος νοσήματος ὀνομαστὶ οὐκ ἐμνημόνευσα, ἀλλὰ δεῖ σκοπεῖν ἐάν τι τῶν ἀναγκαί‐ ων παρέλειπα σημείων· περὶ γὰρ σημείων ὁ λόγος, οὐ περὶ ὀνο‐ | |
170 | μάτων.‘ ἔστι δὲ εἰπεῖν ὅτι καὶ τούτων τῶν νοσημάτων ἐμνημόν‐ | |
ευσε δυνάμει, κἂν μὴ ὀνομαστί. καὶ σύνοχον μὲν ἐμνημόνευσεν, ἡνίκα ἔλεγεν “οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν τεταρταῖοι παύονται”, ὁ δὲ σύνοχος ἐντὸς τῆς τετάρτης κρίνεται. ἀλλὰ καὶ τοῦ καύσου ἐμνημόνευσεν ἐν οἷς ἔλεγεν ὅτι ‘τινὰ τῶν νοσημάτων | 242 | |
175 | τῇ ἑβδόμῃ κρίνεται‘, ὁ δὲ καῦσος τῇ ἑβδόμῃ κρίνεται πάντως. ἢ εἰπὲ ὅτι τοῦτο πεποίηκεν, ἐπειδὴ ἐγίνωσκεν ὅτι οὐ παντὶ ἔθνει ἡ αὐτὴ ὀνομασία ἐστίν, ἀλλ’ ἑτέρως ὠνόμασται καὶ ἀλληνάλλως κέχρηνται τοῖς ὀνόμασι τῶν νοσημάτων· ἄλλως γὰρ παρὰ Σύροις καὶ ἄλλως παρ’ Αἰγυπτίοις καὶ ἄλλως παρὰ Ῥωμαίοις. καὶ διὰ | |
180 | τοῦτο τῶν μὲν ὀνομάτων κατεφρόνησε, τῶν δὲ πραγμάτων καὶ αὐ‐ τῶν τῶν σημείων φροντίδα καὶ σπουδὴν ἐποιήσατο. ἐν οἷς σὺν θεῷ ἥ τε παροῦσα πραγματεία πληροῦται καὶ τὰ σχόλια τοῦ Προγ‐ | |
νωστικοῦ. δόξα τῷ θεῷ. ἀμήν. | 243 |