TLG 0724 001 :: STEPHANUS :: Commentarii in priorem Galeni librum therapeuticum ad Glauconem

STEPHANUS Med. Phil., fiq Stephanus Alexandrinus Med.
(Atheniensis Alexandrinus: A.D. 6/7)

Cf. et STEPHANUS Med. (0736)
Cf. et THEOPHILUS Protospatharius et STEPHANUS Atheniensis Med. (0746)
Cf. et THEOPHILUS Protospatharius, DAMASCIUS et STEPHANUS Atheniensis Med. (0728)

Commentarii in priorem Galeni librum therapeuticum ad Glauconem

Source: Dietz, F.R. (ed.), Scholia in Hippocratem et Galenum, vol. 1. Königsberg: Borntraeger, 1834 (repr. Amsterdam: Hakkert, 1966): 233–344.

Citation: Volume — page — (line)

1

.

233

(1t)

ΣΤΕΦΑΝΟΥ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΚΑΙ ΙΑΤΡΟΥ
2tΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΗΝ ΤΟΥ ΠΡΟΣ ΓΛΑΥΚΩΝΑ
3tΓΑΛΗΝΟΥ ΘΕΡΑΠΕΥΤΙΚΗΝ
4Ὅτι μὲν οὐ τὴν κοινὴν μόνον ἁπάντων ἀνθρώπων
5φύσιν, ὦ Γλαύκων, ἐπίστασθαι χρὴ τὸν ἰατρὸν, ἀλλὰ καὶ τὴν ἰδίαν ἑκάστου, πάλαι τε πρὸς Ἱπποκράτους ὀρθῶς εἴρηται καὶ ἡμῖν δὲ ἐπ’ αὐτῶν, ὡς οἶσθα, τῶν ἔργων τῆς τέχνης ἱκανῶς ἐσπούδασται. — Τὸ προοίμιον δύο ταῦτα ὑποτείνεται, πρῶτον μὲν,
10πόθεν ἡ τῆσδε συγγραφῆς ὑπόθεσις γέγονεν, ὅτι Γλαύ‐ κων ὁ τὴν αἰτίαν ποιησάμενος. δεύτερον δὲ δείκνυσι, ποῖα μὲν ἑρμηνεύεσθαι τῷ λόγῳ δυνατὸν, ποῖα δὲ ἀδύ‐ νατον. τὰ μὲν οὖν κοινὰ τῷ λόγῳ δυνατὸν παραδιδόναι, τὰ δ’ ἴδια οὐκέτι. τίς γὰρ δύναται τὸ ποσὸν καὶ τὸ
15ποιὸν τῆς ἐν ἑκάστῳ ἰδιότητος φωρᾶσαι; τινὲς μὲν οὖν ὑπέλαβον, αὐτὸν τὴν κοινὴν φύσιν ἐνταῦθα λέγειν τῶν
ἀνθρώπων τὴν ὑγρὰν καὶ θερμὴν λέγοντες, ὅτι ἐν ἐπι‐233

1

.

234

κρατείᾳ τοῦ ὑγροῦ καὶ θερμοῦ ὁ ἄνθρωπος ἔχει τὴν φύ‐ σιν. οὗτοι δὲ δοκοῦσί μοι τῶν ὑπ’ αὐτοῦ τοῦ συγγρα‐ φέως εἰρημένων ἔν τε ταῖς περὶ κράσεων καὶ ταῖς ἄλ‐ λαις αὐτοῦ ἁπάσαις πραγματείαις ἐπιλελῆσθαι. σχεδὸν
5γὰρ ἀποφαίνεται πανταχοῦ τὰς τῶν ἀνθρώπων κράσεις, ὅτι εἶναι τέσσαρας μὲν ἁπλᾶς, τέσσαρας δὲ συνθέτους, καὶ πρός γε τούτων ἁπασῶν τὴν εὔκρατον. καὶ ἔστιν εὑ‐ ρεῖν ταύτας ἁπάσας ἐπὶ τῶν ἀνθρωπείων σωμάτων. τί δήποτ’ οὖν τὰς λοιπὰς παρέντες τὴν θερμὴν καὶ ὑγρὰν
10εἰρήκασιν, ἣν καὶ μοχθηρὰν ὑπολαμβάνει, καὶ σηπεδονω‐ δῶν αὐτὴν ἀποφαίνεται νοσημάτων αἰτίαν εἶναι. ἡμεῖς δὲ λέγομεν, ὅτι τῆς φύσεως ὄνομα παρά τε τῷ Ἱπποκράτει, καὶ παρὰ τῷ Γαληνῷ κατὰ τεσσάρων φαίνεται σημαινο‐ μένων. σημαίνει γάρ ποτε τὴν κράσιν ὅταν λέγῃ· τῶν
15φύσεων αἱ μὲν πρὸς θέρος, αἱ δὲ πρὸς χειμῶνα εὖ ἢ κακῶς πεφύκασι· ποτὲ δὲ τὴν μορίων κατασκευὴν, ὥσπερ ὅταν λέγῃ· τινὰς εἶναι τὴν φύσιν στενοθώρακας, καὶ ἄλ‐ λους ὅσοι τὰ σκέλη οἷον ἐλαφρότερα καὶ πρὸς τὴν ἀνα‐ λογίαν τῶν ἄλλων λεπτότερα ἔχουσι. σημαίνει δέ
20ποτε καὶ τὴν τῶν σωμάτων διοικητικὴν δύναμιν, ὅταν λέγῃ ὁ Ἱπποκράτης· φύσιες νούσων ἰητροί. σημαίνει δὲ καὶ τὴν ὁρμὴν τῶν ψυχῶν, ὅταν λέγῃ, φύσιες ζώων ἀδί‐ δακτοι. ἐνταῦθα τοίνυν τὸ τῆς φύσεως ὄνομα φέρει οὐ κατὰ τῆς κράσεως, οὐδὲ κατὰ τῆς τῶν ψυχῶν ὁρμῆς,
25ἀλλὰ κατὰ τῶν λοιπῶν δύο. ἔστι γὰρ εὑρεῖν τῷ ὄντι κοι‐ νήν τινα δύναμιν ἐπὶ πάντων ἀνθρώπων, οἷον τὴν ἀλλοι‐ ωτικὴν καὶ τὴν ἀποκριτικὴν καὶ τὴν καθεκτικὴν καὶ τὴν ἑλκτικὴν, ἀλλὰ μὴν καὶ τὴν εὐαισθητικὴν καὶ τὴν κινητι‐ κὴν, καὶ πᾶς ἄνθρωπος πάσας ἔχει τὰς δυνάμεις, καὶ
30οὐχὶ παῖς μὲν ἔχει, ἀκμάζων δὲ οὐκ ἔχει, γέρων δὲ οὐκ ἔχει, ἀλλὰ πάντες ὁμοίως αὐτὰς ἔχει ἐν θέρει καὶ ἐν πάσῃ ὥρᾳ καὶ χώρᾳ καὶ ἐν πάσῃ καταστάσει, ὥστε καὶ τὰς ὑπὸ τούτων γινομένας ἐνεργείας ἔχουσι. καὶ λέγονται ταῦτα εἶναι κοινὰ πάντων ἀνθρώπων ἅπασιν ὁμοίως
35ὑπάρχοντα. ἀλλὰ μὴν καὶ τὴν τῶν μορίων κατασκευὴν234

1

.

235

πάντες ὁμοίως ἔχουσιν. οὐ γάρ ἐστιν ὅστις οὐκ ἔχει κε‐ φαλήν τε καὶ χεῖρα καὶ πόδας. οὐδὲ γὰρ εἴ τις τέρας ἐτέχθη, παρὰ τοῦτο τὸν καθόλου λόγον αἰτιᾶσθαι χρὴ, ὡς οὐχὶ ὑγιῶς εἰρημένον. ἅπαντες γοῦν οἱ κατὰ τὴν φύ‐
5σιν ἔχοντες τὰς χεῖρας καὶ τοὺς πόδας, καὶ ἁπλῶς ὅλον τὸ σῶμα διῃρημένον ἔχουσι τοῖς αὐτοῖς μορίοις, καὶ οὐ διαφέρουσι. αὕτη μὲν οὖν ἐστιν ἡ κοινὴ φύσις. ἔστι δὲ καὶ ἐν ἑκάστῳ ἰδία διαφορά. ἡ μὲν ἐν τῷ Πλάτωνι ἀλ‐ λοιωτικὴ διαφέρει τῆς ἐν τῷ Δίωνι διαφορᾷ τινι ἀῤῥή‐
10τῳ καὶ λόγῳ ὑποπεσεῖν μὴ δυναμένῃ. καὶ χρὴ διὰ τού‐ των ἰδίων ὑποχωροῦντας διὰ τὴν περὶ αὐτὰς δυσχέρειαν περὶ τῶν κοινῶν ποιεῖσθαι τὸν λόγον, ἵνα οὕτως ἐξ αὐ‐ τῶν ἐπὶ τὰ κατὰ μέρος ἐφαρμόζοντες τὸν λόγον, μὴ πάντα σφαλλώμεθα.
14
15Οὐ μὴν γράφειν γε δυνατὸν ὥσπερ τὴν κοινὴν, οὕτω καὶ τὴν ἰδίαν ἑκάστου, ἀλλ’ ὑπεναντίως ἔχει τὰ γράμ‐ ματα πρὸς τὰς πράξεις ἄλλοθί τε πολλαχόθι καὶ οὐχ ἥκιστα ἐν τοῖς νῦν ὑπ’ ἐμοῦ προκειμένοις. —
18 Διὰ μὲν τῶν εἰρημένων ἀνωτέρω τὴν κατὰ μέρος ηὔ‐
20ξησε χρείαν, διὰ δὲ τῶν νῦν λεγομένων τὴν τούτων θή‐ ραν τε καὶ κατάληψιν, ὡς ἀδύνατον οὖσαν ὑποπεσεῖν τῷ λόγῳ, δηλοῖ καί φησιν, ὑπεναντίως ἔχειν ὥσπερ τὰ κοινὰ πρὸς τὰ κατὰ μέρος, οὕτω καὶ τὰ γράμματα πρὸς τὰς πράξεις. ἐν μὲν γὰρ τῷ πράττειν τὰ τῆς τέχνης ἔργα καὶ
25μεταχειρίζεσθαι τὰ κατὰ μέρος ζητοῦμεν. εἰσιόντες γοῦν παρά τινι τῶν ἀῤῥώστων, οὐ τὴν κοινὴν θεραπεύομεν, ἀλλὰ τὴν ἰδίαν αὐτοῦ φύσιν. ἐν δὲ τοῖς λόγοις τὰ κατὰ μέρος ἀδύνατον μὲν λέγειν τε καὶ ἑρμηνεύειν, τῇ δὲ περὶ τῶν κοινῶν ὑπάγομεν αὐτὰ διδασκαλίᾳ· καὶ τοῦτό ἐστιν
30οὐ μόνον ἐν τῷ περὶ πυρετῶν λόγῳ, ἀλλὰ κἀν τοῖς ἄλ‐ λοις παθήμασι. καὶ γὰρ καὶ περὶ ἐκείνων μὲν τοῖς ἔργοις τὸ μερικὸν θεραπεύομεν, ἐν δὲ τοῖς λόγοις τὸ καθόλου
διδάσκομεν.235

1

.

236

Ἠξίωσας μὲν γὰρ ἡμᾶς ἰαμάτων τινά σοι καθόλου μέ‐ θοδον ὑποτυπώσασθαι καὶ τὰ ἑξῆς. —
2 Ἐνταῦθα πιστώσασθαι μᾶλλον τὸν ἑαυτοῦ λόγον βου‐ λόμενος, ὅτι δὴ τὰ κατὰ μέρος ἐστὶν ἀδύνατον ἑρμηνεύειν
5τὸν λόγον, καὶ ταῦτα ἐπήγαγεν, ἐν ᾧ δείκνυσι μὲν ἑαυ‐ τὸν αἰτήσαντα θεραπευτικὴν αὑτῷ διὰ συντόμων γρά‐ ψειν μέθοδον. ἀλλ’ ἐπειδὴ ταύτην, φησὶν, οὐκ ἐνδέχεται προβῆναι, εἰ μὴ διὰ τεττάρων τούτων, ποσότητός τε καὶ ποιότητος, καὶ τρόπου χρήσεως καὶ τοῦ καιροῦ, χρὴ δη‐
10λονότι καὶ τούτους κατορθῶσαι. ἡ μὲν οὖν ποιότης ἀπὸ τῆς διαθέσεως εἴδους λαμβάνεται. εἰ μὲν θερμὸν τὸ νό‐ σημα, ψυχόντων ἡμῶν, εἰ δὲ ψυχρὸν, θερμαινόντων, ὥσπερ γε καὶ εἰ ξηρὸν, ὑγραινόντων, καὶ εἰ ὑγρὸν, ξηραι‐ νόντων. ἀλλ’ οὐκ ἀρκεῖ ταῦτα μόνον ἡμᾶς εἰδέναι,
15ἀλλὰ καὶ τὸ ποσὸν χρὴ μετρῆσαι τῶν προσαγομένων βοη‐ θημάτων, ὅπερ οὐκέτι ἀπὸ τοῦ εἴδους, ἀλλ’ ἀπὸ τοῦ ποσοῦ τῆς διαθέσεως καὶ τοῦ κατὰ αὐτὴν μεγέθους λαμ‐ βάνεται. ἐγνωκὼς γὰρ εἰ τύχει, ὅτι δεῖ ψύξαι, εἰ μὴ εἰδείημεν καὶ τὸ μέτρον ὁπόσον δεῖ ψύξαι, σφάλλεσθαι
20μὲν περὶ τὴν ἴασιν ἀναγκαῖον. ὡς ὅσοι γε τὸ ποσὸν ἠγνό‐ ησαν, ἢ ἀτελέστερον ἐχρήσαντο τοῖς βοηθήμασιν, ἤγουν καὶ εἰς ἐναντίαν τὸ σῶμα φέροντες τὴν δυσκρασίαν ἔλα‐ θον. χρὴ δὲ καὶ τὸν τρόπον εἰδέναι τῆς χρήσεως, οἷον εἰ τύχει, στομάχῳ πάσχοντι πῶς δεῖ προσάγειν τὰ βοηθή‐
25ματα, ἔσωθεν ἢ ἔξωθεν. πολλάκις γὰρ ἀθεράπευτος ὢν ὁ στόμαχος οὐκ ἀνέχεταί τινος τῶν προσφερομένων φαρ‐ μάκων ἔνδοθεν. ἐπὶ τούτου γοῦν ἀγαπῶμεν ἔξωθεν προσάγειν τὴν ἴασιν· ἀλλὰ καὶ δυσεντερία, ἕλκος δὲ αὕτη ἐν ἐντέροις, ποτὲ μὲν διὰ τῶν κάτω, ποτὲ διὰ τῶν
30ἄνω τὸν τρόπον ἡμῖν τῆς χρήσεως ὑπαγορεύει. τοῦ μὲν γὰρ ἕλκους ἐν τοῖς λεπτοῖς ἐντέροις ὄντος, διὰ τῶν ἀνω‐ τερικῶν βοηθημάτων τὴν θεραπείαν ποιούμεθα· κάτω δὲ ἐν τοῖς παχέσιν ὑπάρχοντος, τοῖς κατωτερικοῖς χρώμεθα. καί ἐστιν οὐχ ὁ τυχὼν οὗτος σκοπός. ἁπάντων μὲν τοι‐
35ούτων ἐστὶ δυσδιαγνωστότατος ὁ καιρὸς, ὀξύτατος ὢν,236

1

.

237

καθὰ καὶ Ἱπποκράτης ἐν ἀφορισμοῖς ἀπεφήνατο εἰρηκὼς, ὁ δὲ καιρὸς ὀξύς. τῷ γὰρ ἀεὶ ῥεῖν τὰ ἡμέτερα σώματα, καὶ ἄλλοτε ἄλλως ἔχειν, ἀνάγκη καὶ τὰ βοηθήματα ἐπ’ αὐτῶν διάφορα εἶναι, καὶ ἄλλα καθ’ ἕκαστον καιρόν. οὐ
5δυνάμεθα γοῦν τὸν καιρὸν, ὀξύτατον ὄντα, καταλαβεῖν, οὐδ’ ἄν τις αὐτῷ συμπαρομαρτῆσαι δυνήσαιτο, ὥστε τὸ πρόσφορον εὐκαίρως προσαγαγεῖν βοήθημα. καὶ διὰ τοῦτο τὰς ἀποτυχίας ὁρῶμεν γινομένας οὐ μόνον τοῖς ἰδιώταις, ἀλλὰ καὶ τοῖς ἀρίστοις ἰατροῖς. ἀλλ’ οἱ μὲν
10ἰδιῶται παρὰ τὴν ἑαυτῶν ἀπειρίαν πταίουσι, οἱ δὲ τεχνῖ‐ ται διὰ τὴν τοῦ πράγματος ἀκαταληψίαν. τεσσάρων τοί‐ νυν τούτων ὄντων σκοπῶν, οἱ μὲν δύο κοινοί τε καὶ εὐ‐ διάγνωστοι καὶ τοῖς ἰδιώταις, ὅ τε τρόπος τῆς χρήσεως καὶ ἡ ποιότης. τίς γὰρ οὐκ οἶδεν ὅτι τὸ θερμὸν δεῖ ψύ‐
15χειν, καὶ τὸ ψυχρὸν θερμαίνειν; ἀλλὰ καὶ ὁ τρόπος τῆς χρήσεως, εἰ καὶ τῆς ποιότητός ἐστι δυσκολώτερος, ἀλλὰ οὐ πάντη δυσφώρατος. τὰ δὲ λοιπὰ δύο ἴδιά τε καὶ δυσδιάγνωστα, ὅ τε καιρὸς καὶ ἡ ποσότης καὶ οὐκ ἐν‐ δέχεταί τινα πάθος τι κωλῦσαι, μὴ τούτοις τοῖς σκοποῖς
20χρησάμενον. ἐν αὐτοῖς γὰρ ἤδη τοῖς ἔργοις τὴν τέχνην αὐτῶν ἐξ ἀνάγκης δεόμεθα. εἰ τοίνυν ἀναγκαῖόν ἐστι διὰ τούτων ποιεῖσθαι τὰς θεραπείας, καὶ δίχα τούτων οὐκ ἐνδέχεται τὴν ἴασιν ἐπιτελεσθῆναι, ἐπεὶ ἑκάστου ἰδία ἐστὶ, τὰ δὲ ἴδια γράφειν ἐστὶ δυσχερὲς, ἐξ ἀνάγκης ἐπὶ
25τὰ κοινὰ τρεπόμεθα, καὶ ταῦτα διδάσκομεν προηγουμέ‐ νως εἰς τὰς θεραπείας οὐδὲν ἡμῖν συμβαλλόμενα, κατὰ δεύτερον δὲ λόγον. ἐκεῖνα γὰρ τοῖς κατὰ μέρος ἐφαρμό‐ ζοντες, ὀλιγάκις ἀποτυγχάνομεν.
28 Καὶ μὲν δὴ καὶ μέγα τὸ ποσὸν εὐστόχως συναρμοσθὲν εἰς
30δύναμιν ὁ αὐτὸς ἀνὴρ ἔγραψε καὶ τὰ ἑξῆς. —
30 Καλῶς προστέθειται τῷ λόγῳ τὸ εὐστόχως. στοχαστικὸν δέ ἐστι τὸ ποσόν. καὶ οὐκ ἄν τις δύναιτο σταθμίσασθαι τοῦτο κατὰ ἀκρίβειαν, ἀλλὰ ἕκαστος ὡς ἂν ἔχῃ φρονή‐
σεως, οὕτω πλησίον τοῦ ἀκριβοῦς ἀφικνεῖται. καὶ ταύτῃ237

1

.

238

πολλοὶ τῶν ἰατρῶν τῶν πέλας διήνεγκαν τῶν ἀφρο‐ νεστέρων ἐκείνων, ὄντες ἀμείνονες τοῦ ποσοῦ καταστοχά‐ ζεσθαι· τῶν δ’ εἰς δύναμιν ἐπὶ τῶν βοηθημάτων παραληπτέον, ἢ ἐπὶ τῆς τοῦ κάμνοντος δόσεως, ἢ ἐπὶ
5τοῦ ἰατρεύοντος. ἐπὶ μὲν τῶν βοηθημάτων οὕτως, ὅταν προσάγωμεν σώματι νοσοῦντι ἢ τροφὴν ἢ φάρμακον, χρὴ τούτων ἐξετάζειν οὐ τὸν ὄγκον, ἀλλὰ τὴν δύναμιν * ..... καὶ ἐν μικροῖς πολλήν. ἀμέλει γοῦν τῶν ἑρπε‐ τῶν ἰὸς ἐλάχιστος μὲν τῷ ὄγκῳ, μέγιστος δὲ τῇ δυνάμει·
10ἕρπει γοῦν αὐτίκα περὶ τὴν καρδίαν, παρὰ ἧπαρ, παρ’ ἐγκέφαλον, καὶ ταῖς ἀρχαῖς τὸ ὅλον συνδιαφθείρει. λά‐ χανα πολὺν μὲν ὄγκον ἔχει, δύναμιν δὲ ἐλαχίστην· σφόδρα γὰρ ὀλίγην παρέχει τῷ σώματι τροφήν. διὰ τοῦτο πολλοὶ τῶν ἰδιωτῶν θαυμάζουσι.
14
15Ἱπποκράτης μὲν καὶ τοῦτο πρῶτος ἁπάντων ὧν ἴσμεν γέγραφεν καὶ τὰ ἑξῆς. —
16 Ἀτέχνους μέν φησι τοὺς ἀλόγως μετιόντας τὴν τέχνην, καθὰ καὶ ὁ Πλάτων ἐμφαίνει λέγων· τέχνην δ’ ἐγὼ οὐ καλῶ, ὃ ἂν εἴη ἄλογον πρᾶγμα, τεχνίτας δὲ, τοὺς
20ταῖς Ἱπποκρατείαις μεθόδοις κατὰ τῶν νοσημάτων ὁπλι‐ ζομένους. ἔχουσι τοίνυν οἱ τεχνῖται πλέον τῶν ἀτέχνων ἐκ τῆς τοιαύτης διαγνώσεως, καθὰ καὶ ὁ Ἱπποκράτης ἐν προγνωστικῷ δείκνυσι λέγων· προγινώσκων γὰρ καὶ προ‐ λέγων παρὰ τοῖς νοσέουσι τά τε παρόντα καὶ τὰ προγε‐
25γονότα καὶ τὰ μέλλοντα ἔσεσθαι, πιστεύοιτ’ ἂν γινώσκειν τὰ τῶν νοσεόντων πράγματα. ἐκ δὲ τούτων ἐν ἐκείνοις ἀποδείκνυσι καὶ τὴν θεραπείαν ἄριστα αὐτῷ προβησο‐ μένην. ἀλλὰ πόθεν αὐτῷ ἡ διάγνωσις ἔσται; ἢ δηλονότι ἐκ τοῦ εὐμεθόδως τῇ τέχνῃ χρήσασθαι. τὸ δὲ εὐμεθόδως
30οὐδ’ ἕτερόν ἐστιν ἢ κατὰ διαίρεσιν ὀρθὴν, ὥστε τὰ
γένη λαβόντα καὶ τῶν οἰκείων διαφορῶν εἰς εἴδη τέμ‐238

1

.

239

νοντα, οὕτως εἴς τι καταντᾷ ἄτομον, ὃ μηκέτι τομὴν ἐπι‐ δέχεται. τοῦτο καὶ Μνησίθεος πεποίηκε, φιλοσοφίαν τε καὶ τὴν ἄλλην παιδείαν ἠκριβωμένος, καὶ κατὰ τὴν ἰα‐ τρικὴν δὲ τὰ πρωτεῖα φέρων. οὗτος πρώτως ἐπεχεί‐
5ρησε μεθ’ Ἱπποκράτην μεθόδῳ τὴν ἰατρικὴν συστήσα‐ σθαι, τοιαύτῃ διαιρέσει χρώμενος. καὶ εἰ δοκεῖ, τὴν ἐκεί‐ νου διαίρεσιν εἰς μέσον παραγάγωμεν. ἔλεγε τοίνυν ὁ Μνησίθεος, ὅτι ὁ ἰατρὸς ἢ τοῖς ὑγιαίνουσι φυλάττει τὴν ὑγείαν, ἢ τοῖς νοσήσασι θεραπεύει τὰς νόσους. ἀλλὰ τὴν
10μὲν ὑγείαν φυλάττει διὰ τῶν ὁμοίων, τὴν δὲ νόσον ἀναι‐ ρεῖ διὰ τῶν ἐναντίων, καὶ διὰ παντὸς τὰς αἰτίας τῶν νοσημάτων ἐκκόπτει. αὗται δὲ αἰτίαι ἢ τῷ πολλῷ πλεο‐ νάζουσι ἢ τῷ ποιῷ. τὸ δὲ ποσὸν ἢ ἐν πνεύμασιν ἢ ἐν ὑγροῖς θεωρεῖται, καὶ τὸ ποιὸν αὖθις ἢ δακνῶδές ἐστιν
15ἢ ἁλμῶδες ἢ ὀξῶδες ἢ δριμὺ ἢ θερμὸν ἢ ψυχρόν. ἀλλὰ καὶ τούτων ἕκαστον αὖθις αἰτίων γίνεται. ἢ γὰρ οἱ χυμοὶ τοιοῦτοι γεγόνασιν, ἢ ὑπὸ τῆς ἐξαρχῆς φύσεως, ἀντο‐ χηθείσης κατὰ τὴν πρώτην σύμπηξιν τοῦ ζώου, ἢ ὑπό τινος ἐπικτήτου κράσεως πλημμεληθείσης ὕστερον. *
20 Καὶ γὰρ ὥρα τρέπει τὰς τῶν χυμῶν ἰδέας. τίς γοῦν ἀγνοεῖ, ὅτι τοῦ θέρους ὁ καιρὸς εὔφορός ἐστι χολῆς, φλέγματος δὲ ὁ χειμὼν, καὶ μήν γε καὶ αἵματος τὸ ἔαρ, μελαγχολικοῦ δὲ χυμοῦ τὸ φθινόπωρον. ἀλλὰ μὴν καὶ ἡ χώρα ταὐτὰ δύναται ταῖς ὥραις καὶ ἡλικίαις, καὶ τὸ
25τῆς διαίτης εἶδος τοιοῦτον ἢ τοῖον ὑπάρχον. ἀλλὰ μὴν καὶ οἱ πόνοι τρέπουσι τοὺς χυμούς. οὗτοι δὲ συνίστανται ἢ περὶ ψυχὴν ἢ περὶ σῶμα, * τῆς δὲ ψυχῆς, ἢ λα‐ γνείαις ἀλόγοις χρώμενοι. καὶ γὰρ καὶ ἀφροδισίων κατά‐ κορος χρῆσις, τὸ τῆς ψυχῆς ὑποκείμενον πνεῦμα διαφο‐
30ροῦσα, λέγοιτ’ ἂν εἶναι ψυχηγὸς πόνος. ἀλλὰ μὴν καὶ
φροντίδες καὶ λύπαι τὰς εἰρημένας τῶν χυμῶν ἐργά‐239

1

.

240

ζονται ποιότητας. καὶ οὗτος ὁ Μνησίθεος διαιρῶν ἐπὶ ταῦτα κατήντησε μεθ’ ἃ λοιπὸν οὐκ ἔστι διελθεῖν. ἀλλ’ ἐπειδὴ πρὸς φιλόσοφον διαλεγόμενος τὸν Γλαύκωνα, γέ‐ νους ἐμνημόνευσε καὶ διαφορῶν καὶ εἰδῶν ἀτόμων, ἐν
5οἷς ἐκεῖνος διεπέπλαστό γε καὶ ἐσπαργάνωτο, καὶ ταῦτα σχεδὸν εἰπεῖν ἐτρέφετο, παρὰ Πλάτωνος αὐτὰ μανθάνων, διὰ τοῦτό φησιν, ὅτι τὴν τούτων ὑπόμνησιν ἐποιήσαμεν, οὐχ ἵνα σε διδάξω τὰ σά. τοῦτο γὰρ ἂν εἴη γελοῖον· ἀλλ’ ὅτι [μὴ] καὶ πρὸς τὴν τῶν διδασκομένων ἐπαγ‐
10γελίαν ἡ τοιαύτη διαιρετικὴ χρησιμεύει μέθοδος, καὶ ὅτι δι’ αὐτῆς κατ’ αὐτῆς πταισμάτων αἱ τῶν ἰατρῶν ἀπο‐ τυχίαι γίνονται, ὧν ἠξίους μαθεῖν τὰς αἰτίας. νῦν γοῦν ἄκουε, φησίν. ἡ τῶν διαιρέσεων διαφωνία καὶ ἡ τῶν πολλῶν ἰατρῶν ἀποτυχία ἐκ τοῦ μοχθηροῦ τῆς διαιρέ‐
15σεως γίνεται κατὰ τρόπους τρεῖς, τινῶν μὲν ἀρκεσθέντων τοῖς πρώτοις γένεσι, μηκέτι αὐτὰ τεμόντων εἰς ἕτερα εἴδη κατὰ μέρος, ὥσπερ οὖν καὶ οἱ μεθοδικοὶ πεποιή‐ κασι, στεγνὸν μόνον καὶ ῥοῶδες καὶ ἐπιπεπλεγμένον ἀξιοῦντες εἰδέναι καὶ μηκέτι ταῦτα διαιροῦντες. τινὲς
20μὲν τὰ γένη διεῖλον· ἀτελῶς μέντοι προῆλθεν αὐτοῖς ἡ διαίρεσις, καὶ οὐδὲ μέχρι τῶν ἀτόμων, ὥσπερ οὖν οἱ περὶ τὸν Ἐρασίστρατον φαίνονται πεποιηκότες. ἄλλοι δὲ καὶ ἄλλως διεῖλον, ἀντιθέντες οὐσιώδεσι διαφοραῖς τὰς ἀπὸ συμβεβηκότων, ὥσπερ ἀμέλει καὶ Ἀρχιγένης ἐποίη‐
25σεν. ἐκεῖνος γὰρ ἔλεγεν, ὅτι τῶν πυρετῶν οἱ μέν εἰσι σφοδροὶ, οἱ δὲ χρόνιοι· ἔστι δὲ τὸ μὲν σφοδρὸν τῆς οὐ‐ σίας τῶν πυρετῶν οἰκεῖον· τῆς γὰρ θερμότητός ἐστι χα‐ ρακτηριστικόν, ἥτις ἐστὶν οὐσία τοῦ πυρετοῦ· τὸ δὲ χρό‐ νιον συμβεβηκός· συμβέβηκε γὰρ τοῖς πυρετοῖς ἢ ἐπὶ πο‐
30λὺν ἢ ἐπ’ ὀλίγον ἐκτείνεσθαι χρόνον. ἔλεγε τοίνυν ὅτι τῶν πυρετῶν οἱ μέν εἰσι σφοδροὶ, οἱ δὲ χρόνιοι, δέον τῷ μὲν σφοδρῷ τὸ ἀμυδρὸν ἀντιτιθέναι, τῷ δὲ χρονίῳ τὸ ὀλιγοχρόνιον. οὕτως οὖν περὶ τὰς διαιρέσεις σφαλλό‐
μενοι καὶ τὴν τῶν αἱρέσεων συνεστήσαντο διαφωνίαν.240

1

.

241

Ὅστις δὲ καὶ τὰ κατὰ φύσιν ἅπαντα καὶ τὰ παρὰ φύσιν εἰς τὴν τοιαύτην ἀνάγων μέθοδον, ἐξ ἁπάντων τούτων τῶν κατὰ τὴν διαίρεσιν ἀνενδεῆ λαμβάνοι τὴν ἔνδειξιν, μόνος ἂν οὗτος εἰς ἀνθρωπίνην δύναμιν ἀναμάρτητος
5εἴη περὶ τὰς ἰάσεις καὶ τὰ ἑξῆς. —
5 Ἡμεῖς τοίνυν τὴν τοῦ Μνησιθέου παραδεδώκαμεν διαίρεσιν, καὶ τῶν κακῶν περὶ τούτων ἀπεδείξαμεν τὴν μοχθηρίαν. φέρε καὶ τὴν κατ’ αὐτὸν τὸν συγγραφέα πα‐ ραδώσωμεν, δι’ ἧς ἀξιοῖ πάντα κατὰ φύσιν, καὶ πάντα
10παρὰ φύσιν εἰδέναι, καὶ ἀφ’ ἑκάστου τινὰ λαβεῖν ἔνδει‐ ξιν. τὰ μὲν οὖν κατὰ φύσιν ἢ στοιχεῖά ἐστιν ἢ κράσεις ἢ χυμοὶ ἢ μόρια ἢ δυνάμεις ἢ ἐνέργειαι ἢ ἡλικίαι. ἀλλὰ μὴν καὶ ὧραι καὶ χῶραι καὶ νεώτεραι καταστάσεις. τούτων δ’ ἕκαστον ὑποδιαιρεῖται. τῶν γὰρ στοιχείων τὸ
15μὲν θερμὸν, τὸ δὲ ψυχρὸν, τὸ δὲ ξηρὸν, τὸ δὲ ὑγρόν. καὶ τῶν κράσεων ἐννέα διαφοροὶ, τέσσαρες μὲν ἁπλαῖ, τέσσαρες δὲ σύνθετοι, καὶ πρὸς τούτοις ἡ εὔκρατος. καὶ τῶν χυμῶν ὁ μέν ἐστιν αἱματικὸς, ὁ δὲ φλεγματικὸς, ὁ δὲ ξανθοχολικὸς, ὁ δὲ μελαγχολικός. καὶ τῶν μορίων τὰ
20μὲν ἄρχει, τὰ δὲ ἄρχουσιν ὑπηρετεῖ, τὰ δὲ συμφύτους μόνον ἔχει δυνάμεις, τὰ δὲ συμφύτους ἅμα καὶ ἐπιῤ‐ ῥύτους. τὰ μέν ἐστιν ὁμοιομερῆ, τὰ δὲ ὀργανικά· καὶ τῶν ὁμοιομερῶν τὰ μὲν ἐνεργὰ, τὰ δὲ χρειώδη. καὶ πάλιν τῶν ὀργανικῶν, τὰ μὲν ἐνεργὰ, τὰ δὲ χρειώδη.
25 Καὶ τῶν δυνάμεων αἱ μέν εἰσι φυσικαὶ, αἱ δὲ ψυχι‐ καί. καὶ τῶν ψυχικῶν, αἱ μέν εἰσιν αἰσθητικαὶ, αἱ δὲ κι‐ νητικαὶ, αἱ δὲ ἡγεμονικαί. καὶ τῶν αἰσθητικῶν, ἡ μὲν ὀπτικὴ, ἡ δὲ ἀκουστικὴ, ἡ δὲ ὀσφραντικὴ, ἡ δὲ γευστικὴ, ἡ δὲ ἁπτική. αἱ μὲν κινητικαὶ τοῖς κινουμένοις διαιρεῖ‐
30ται μορίοις. τοσαῦται γάρ εἰσι κατ’ εἶδος αἱ κινητικαὶ δυνάμεις, ὅσα καὶ τῶν κινουμένων μόρια. * καὶ αὕτη μὲν ἡ τῶν ψυχικῶν δυνάμεων διαίρεσις. τῶν δὲ φυσικῶν, ἡ μέν ἐστι ζωτικὴ ἡ ἐκ καρδίας ὁρμωμένη καὶ διὰ τῶν
ἀρτηριῶν ἐπὶ παντὶ σώματι χορηγουμένη, αἱ δὲ τῷ ὄντι241

1

.

242

φυσικαί. καὶ τούτων αἱ μὲν πρῶται, αἱ δὲ δεύτεραι. καὶ τῶν πρώτων ἡ μὲν διαπλαστικὴ, ἡ δὲ γεννητικὴ, ἡ δὲ αὐξητική. τῶν δὲ δευτέρων, αἵτινες καὶ ταῖς πρώταις ὑπηρετοῦσιν, ἡ μὲν ἑλκτικὴ, ἡ δὲ καθεκτικὴ, ἡ δὲ ἀλλοι‐
5ωτικὴ, ἡ δὲ ἀποκριτική. ἡ τῶν ἐνεργειῶν ὑποδιαίρε‐ σις ἡ αὐτή ἐστι τῇ τῶν δυνάμεων· ὅσαι γὰρ δυνάμεις, τοσαῦται καὶ ἐνέργειαι. Τῶν δὲ ἡλικιῶν ἡ μὲν παιδικὴ, ἡ δὲ ἀκμαστικὴ, ἡ δὲ παρακμαστικὴ, ἡ δὲ γεροντική. καὶ τῶν ὡρῶν ἡ μὲν ἐα‐
10ρινὴ, ἡ δὲ θερινὴ, ἡ δὲ φθινοπωρινὴ, ἡ δὲ χειμερινή. καὶ τῶν χωρῶν ἡ μέν ἐστι θερμοτέρα, ἡ δὲ ψυχροτέρα, ἡ δὲ ξηροτέρα, ἡ δὲ ὑγροτέρα. καὶ τῶν καταστάσεων ὁμοίως. καταστάσεις δὲ λέγομεν τὰς μερικὰς τοῦ ἀέρος μεταβολὰς, αἵτινες οὐκ ἐξ ἀνάγκης σύμφωνοι γίνονται τῇ
15ὥρᾳ. ἐπεί τοι πολλάκις ἐστὶν εὑρεῖν ἐν θέρει χειμερινὴν κατάστασιν καὶ ἐν χειμῶνι θερινὴν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. αὕτη μὲν οὖν ἡ τῶν κατὰ φύσιν διαίρεσις. Μεταβῶμεν δὲ λοιπὸν ἐπὶ τὸ ἕτερον τμῆμα τὸ τῶν παρὰ φύσιν. ταῦτα γὰρ κατὰ γένος εἰσὶ τρία· τὰ μὲν
20γὰρ ποιεῖ, τὰ δὲ γίνεται· τὰ δὲ ἕπεται. ποιεῖ μὲν τὰ αἴτια, γίνεται καὶ τὰ νοσήματα, ἕπεται δὲ τὰ συμπτώ‐ ματα. τῶν δὲ αἰτίων, τὰ μέν ἐστι προκαταρκτικὰ, τὰ δὲ προηγούμενα, τὰ δὲ συνεκτικά. καὶ τῶν νοσημάτων, τὰ μέν ἐστιν ὁμοιομερῆ, τὰ δὲ ὀργανικὰ, τὰ δὲ κοινά. καὶ
25τῶν ὁμοιομερῶν τὰ μὲν ἁπλᾶ, τὰ δὲ σύνθετα, καὶ τὰ μὲν κατὰ ψιλὴν ποιότητα, τὰ δὲ μεθ’ ὕλης ἐπιῤῥύτου. καὶ τῶν ὀργανικῶν τὰ μὲν παρὰ τὴν διάπλασιν, τὰ δὲ παρὰ τὸν ἀριθμὸν, τὰ δὲ παρὰ τὸ μέγεθος, τὰ δὲ παρὰ τὴν σύνθεσιν. καὶ τῶν παρὰ τὴν διάπλασιν, τὰ μὲν παρὰ
30τὸ σχῆμα, τὰ δὲ παρὰ τὸν πόρον, τὰ δὲ παρὰ τὴν κοι‐ λότητα, τὰ δὲ παρὰ τὴν τραχύτητα, τὰ δὲ παρὰ τὴν λει‐
ότητα. καὶ τῶν παρὰ τὸν ἀριθμὸν, τὰ μὲν ἐλλείπει, τὰ242

1

.

243

δὲ πλεονάζει, καὶ τῶν ἐλλειπόντων τὰ μὲν ὅλα ἐλλεί‐ πει, τὰ δὲ μέρη. καὶ τῶν πλεοναζόντων τὰ μὲν ἐκ τοῦ γένους τῶν κατὰ φύσιν, τὰ δὲ ἐκ τοῦ γένους τῶν παρὰ φύσιν. καὶ τῶν παρὰ τὸ μέγεθος, τὰ μὲν ἐνδεῖ, τὰ
5δὲ ὑπερβάλλει. καὶ τῶν παρὰ τὴν θέσιν, τὰ μὲν γίνονται ἐκ τῆς κατὰ φύσιν θέσεως τῶν μορίων ἐξαλλαττομέ‐ νης, τὰ δὲ τῆς πρὸς ἄλληλα κοινωνίας παραβλαπτομέ‐ νης. αὕτη καὶ τῶν νοσημάτων ἡ διαίρεσις. τῶν δὲ συμ‐ πτωμάτων, τὰ μὲν ἐν βλάβαις ἐνεργειῶν θεωρεῖται ὥσπερ
10ἀπεψία καὶ ἀμβλυωπία καὶ ἥτις ἄλλη βλάβη, τὰ δὲ ἐν διαθέσει σωμάτων, ὥσπερ ὅταν ἄχροια καταλάβῃ τὸ σῶμα, ὥσπερ ἐπὶ τῶν ἰκτέρων, καὶ ἥτις ἄλλη διάθεσις, τὰ δὲ ἐν ἐκκρινομένοις καὶ ἐπεχομένοις, ὥσπερ ἐν διαῤ‐ ῥοίαις καὶ ἐπισχέσει γαστρὸς, ἐν ἰσχουρίαις τε καὶ τῷ
15καλουμένῳ διαβήτῃ. τῆς δὲ βλάβης τῶν ἐνεργειῶν ἡ μέν ἐστι παντελὴς, ἡ δὲ ἀμυδρὰ, ἡ δὲ πλημμελής. καὶ εἰς τοῦτο ἡμῖν ἡ τοῦ συγγραφέως τελευτάτω διαίρεσις, ἀρξαμένη ἀπὸ τῶν γενικωτάτων, προελθοῦσα δὲ ἐπὶ τὰ ἄτομα διὰ μέσων τῶν ὑπ’ ἀλλήλων εἰδῶν, ἃ γένη μέν
20ἐστι τῶν μετὰ ταῦτα, εἴδη δὲ τῶν πρὸ αὐτῶν, καὶ διὰ τοῦτο καὶ τῆς τῶν παραλλήλων προσηγορίας τετύχηκεν.
21 Ἀρξώμεθα οὖν ἀπὸ τῶν πυρετῶν, ἐπειδὴ καὶ σὺ τῆς τούτων ἰάσεως μάλιστα ἠξίου σοι τὴν μέθοδον λεχθῆ‐ ναι καὶ τὰ ἑξῆς. —
24
25 Ἐντεῦθεν λοιπὸν ἄρχεται τὸ ὑπὸ τοῦ Γλαύκωνος αἰ‐ τηθὲν ποιεῖν. καὶ πρῶτόν γε τῆς θεραπείας τὴν μέθοδον παραδίδωσι τῶν ἐφημέρων πυρετῶν. ἐφημέρους δὲ κα‐ λοῦσι πυρετοὺς τοὺς ἐπὶ τῷ πνεύματι θερμαινομένους, οἵτινές εἰσιν ἁπλούστατοι καὶ εὐηθέστατοι, καὶ μιᾶς ἡμέ‐
30ρας χρόνον εἰς γένεσιν ἔχοντες ἀρκοῦντα. γίνονται δὲ οὗ‐ τοι ἢ ὑπὸ σωματικῶν κινήσεων ἢ ὑπὸ ψυχικῶν, σωματι‐ κῶν μὲν, ἐν κόποις καὶ στεγνώσεσι καὶ μέθαις, ψυχικῶν δὲ, ἔν τε φροντίσι καὶ λύπαις καὶ θυμοῖς καὶ
τοῖς τοιούτοις. ἐκ τούτων γὰρ ἁπάντων συντριβόμενον243

1

.

244

[τὸ πνεῦμα] καὶ δριμύτερον ἑαυτοῦ γινόμενον, μεταδίδωσι τῇ καρδίᾳ τῆς θερμασίας καὶ ἀνάπτει πυρετόν. εἰσὶν οὖν ἅπαντες οὗτοι, ὡς εἰρήκαμεν, εὐήθεις, ὥσπερ οὖν καὶ ἐπὶ βουβῶσι. δεῖται δὲ ὁ λόγος ὁ ἐπὶ τούτων προσδιορισμοῦ.
5τῶν γὰρ ἐπὶ βουβῶσι πυρετῶν οἱ μέν εἰσιν ἐφήμεροι, γί‐ νονται δὲ, προηγησαμένης τινὸς αἰτίας ἐναργοῦς κατὰ τὸ σῶμα, οἷον ἢ προσπταίσαντός τινος, ἢ ἄλλως ἕλκος ἔχον‐ τος. ἐπειδὴ γὰρ ἀεὶ τὰ ὀδυνώμενα ῥευματίζεται, σπουδά‐ ζουσιν αἱ ὕλαι φέρεσθαι παρὰ τὸ ἡλκωμένον, εἶτα
10κατὰ τὴν πάροδον ἐντυγχάνουσαι τῷ ἀσθενεστέρῳ τῶν μορίων κατασκήπτουσιν εἰς αὐτὸ, καὶ κακοῦσι, καὶ εἰς ὄγκον αἴρουσι. καλεῖται δὲ τὸ τοιοῦτον βουβών· πολλά‐ κις δὲ, πλήθους ὄντος ἐν τῷ σώματι, καὶ κινδυνεύοντος ἀποπνίξαι τὴν δύναμιν, ἡ φύσις οἷον ἀπομάχεται, καὶ
15διαλακτίζει, βουλομένη αὐτὸ ἀπωθεῖσθαι. ἐπειδὴ τοί‐ νυν οὐ δύναται διὰ τῶν αἰσθητῶν ἐκκρίσεων τὴν κένωσιν αὐτοῦ ποιήσασθαι, πέμπει αὐτὸ περὶ τὰ ἀσθενέστερα τῶν μορίων, τὰς ἀδένας λέγω, ὥσπερ εἴ τινές εἰσι πολέ‐ μιοι πόλιν πολιορκοῦντες, ἣν φυλάττουσι διάφοροι στρα‐
20τηγοὶ, διώκονται μὲν ὑπὸ τῶν ἰσχυροτέρων, ἐπιτίθεν‐ ται δὲ τοῖς ἀσθενεστέροις, ὑφ’ ὧν οὐκέτι δύνανται διώ‐ κεσθαι. οὕτω καὶ οἱ χυμοὶ, διωκόμενοι ὑπὸ τῆς ἐῤῥωμέ‐ νης δυνάμεως, ἐπὶ τὰ ἀσθενέστερα τῶν μορίων ἔρχονται, τοὺς ἀδένας λέγω, οἵτινες οὐ μόνῳ τῷ τῆς ἀσθενείας
25λόγῳ ἐπιτηδείως ἔχουσι πρὸς τὴν τῶν ὑλῶν ὑποδοχὴν, ἀλλὰ καὶ διὰ τὴν οἰκείαν ἀραιότητα. χαῦνοι γὰρ ὄντες καὶ τοὺς πόρους ἀναπεπταμένους ἔχοντες, ἑτοίμως εἰσδέ‐ χονται τὸ πλῆθος εἰς ἑαυτούς. οὗτοι τοίνυν οἱ ἐπὶ τῷ πλήθει γινόμενοι πυρετοὶ οὐκ εἰσὶν εὐήθεις, ἀλλ’ ἐκ τῶν
30ἐπὶ σήψεσι πυρετῶν γινόμενοι κίνδυνον ἐπιφέρουσιν, οὐ τὸν τυχόντα. καὶ χρὴ προσέχειν ἀκριβῶς τὸν νοῦν, μή‐ πως λάθωμεν τοὺς ἐπὶ σήψει πυρέττοντας ἀφυλάκτως διαιτῶντες, ἐκ τοῦ νομίζειν ἐφήμερον αὐτοὺς ἔχειν πυρε‐ τὸν, τῆς τοιαύτης ἀπάτης γινομένης ἐκ τῆς ὑπὸ βουβῶ‐
35νος κοινωνίας ἐπί τε τῶν ἐπὶ σήψει καὶ τῶν ἐφημέρων,244

1

.

245

ὡς εἰρήκαμεν, γινομένων. τοὺς τοίνυν ἐφημέρους πυρε‐ τοὺς οὐκ ἔστι χαλεπὸν θεραπεῦσαι, ἀλλὰ καὶ πάνυ ῥᾴ‐ διον. εὐθὺς γὰρ μετὰ τὴν τοῦ παροξυσμοῦ παρακμὴν, λουτροῖς μὲν κελεύομεν αὐτοὺς χρήσασθαι κἀπὶ τὴν συνή‐
5θη δίαιταν αὐτοὺς ἀπάγομεν. οἱ δὲ μεθοδικοὶ οὐχ οὕτως πως, ἀλλὰ τούτους παραλαβόντες κελεύουσιν ἐπὶ τρεῖς ἡμέρας ἀσιτεῖν, φυλάττεσθαι τὸν διὰ τρίτης ἀξιοῦντες παροξυσμόν. ὑπολαμβάνουσι γὰρ ἅπαντα σχεδὸν τὰ νο‐ σήματα διὰ τρίτης παροξύνειν. οὗτοι τοίνυν μέγιστα τοὺς
10οὕτω κάμνοντας βλάπτουσι, δριμυτέρους αὐτοὺς ἑαυτῶν ἀποτελοῦντες, καὶ τῇ ἀπὸ τοῦ πυρετοῦ δριμύτητι τὴν ἀπὸ τῆς ἀσιτίας ἐπιτιθέντες δυσκρασίαν. οὐ μόνον δὲ τοῦτο πταίουσιν, ἀλλ’ ἵνα τι δόξωσι ποιεῖν, εἰ μὴ μάτην ἀνιέναι περὶ τὸν κάμνοντα, καταιονήσεσί τε χρῶνται
15ἀκαίροις, καὶ ἐμβροχαῖς καὶ καταπλάσμασιν, ὑφ’ ὧν οὐ‐ δὲν μόνον ὁ κάμνων ὀνίναται, ἀλλὰ καὶ βλάπτεται, καὶ διὰ τοῦτό φησιν ὑπ’ αὐτῶν ὁ Γαληνὸς χειροποίητον γί‐ γνεσθαι τὸ νόσημα.
18 Τὰ μὲν δὴ τῆς θεραπείας τοῖς τοιούτοις πυρετοῖς πρό‐
20χειρα, τὰ δὲ τῆς διαγνώσεως ἀκριβείας πλείονος δεῖται καὶ τὰ ἑξῆς. —
21 Ἡ διάγνωσις ὁδός ἐστιν ἐπὶ θεραπείαν, καὶ δίχα ταύ‐ της οὐκ ἐνδέχεταί ποτε κατορθῶσαι τρόπον ἰάσεως. οὐ‐ κοῦν ἀναγκαῖον [εἰπεῖν] ἐφήμερον πυρετὸν τὸν μέλλοντα
25θεραπεύειν πρότερον τὴν αὐτοῦ διάγνωσιν εἰπεῖν. πρό‐ χειρον μὲν οὖν εἰπεῖν, ὅτι οἱ μὲν ἐφήμεροι ὑπὸ προκα‐ ταρκτικῆς αἰτίας γίνονται, οἱ δὲ ὑπὸ σήψει οὐκέτι, καὶ ταύτῃ διακρῖναι τούτους ἀπ’ ἐκείνων. ἀλλ’ ἐπειδὴ συμβαίνει πολλάκις τὸν ἐπὶ σήψει πυρετὸν εἰσβάλλειν
30σύν τινι τῶν προκαταρκτικῶν αἰτιῶν, ὡς ἐκ τούτου πολ‐ λάκις ἀπατωμένους τοὺς ἀγυμνάστους τῶν ἰατρῶν ὑπο‐ λαμβάνειν ἐφήμερον εἶναι τὸν πυρετὸν, κἀντεῦθεν ἀφυ‐ λάκτως διαιτῶντας μεγάλως πταῖσαι, καὶ κίνδυνον οὐ τὸν
τυχόντα τῷ κάμνοντι περιποιῆσαι, διὰ τοῦτο κάλλιόν245

1

.

246

ἐστιν ἅπασαν ἀκριβῶς τῶν ἐφημέρων τὴν φύσιν παρα‐ στῆσαι διὰ τῶν καλουμένων σημείων τῶν τε παρόντων καὶ τῶν προγεγονότων. τούτων δὲ τὰ μέν ἐστι μέγιστα καὶ κυριώτατα, τὰ δὲ δευτέραν ἔχει τὴν φύσιν. καὶ χρὴ
5κάλλιστα μὲν τοῖς μεγίστοις πιστεύειν, ἤδη δὲ προστι‐ θέναι καὶ τὴν τῶν ἐλαχίστων ψῆφον. ταῦτα γὰρ προστι‐ θέμενα βεβαιοῖ τὰ μείζονα. μέγιστα δ’ ἐστὶ σημεῖα, ὅσα ἀπὸ τῶν ἀρχῶν λαμβάνεται. ἀρχαὶ δὲ τρεῖς, ὡς πολλάκις μεμαθήκαμεν, ἐγκέφαλος, καρδία καὶ ἧπαρ. ὁ μὲν οὖν
10ἐγκέφαλος οὐ πάνυ μεγάλως ἡμῖν εἰς τὴν τοῦ πυρε‐ τοῦ συμβάλλεται διάγνωσιν, καρδία δὲ καὶ ἧπαρ, καὶ ταῦτ’ εἰκότως, εἴ γε καρδίας μὲν ἴδιον πάθος ὁ πυρετός. δηλοῦται δὲ ταύτης ἡμῖν ἡ διάθεσις διὰ τῶν σφυγμῶν. ἀλλὰ καὶ τῶν χυμῶν ἐστιν ἡ θερμασία τῶν ἐν ταῖς φλε‐
15ψὶ καὶ τῷ ἥπατι, οἵτινες δηλοῦνται διὰ τῶν οὔρων. οὐ‐ κοῦν τὰ μέγιστα σημεῖα ἐν πυρετοῖς οὖρά τέ ἐστι καὶ σφυγμοί. τὰ δὲ λοιπὰ κατάκλισις, καὶ κατακλίσεως δια‐ φοραὶ, ὅσα περὶ τὸ πρόσωπον φαίνεται τετραγῳδημένα κατὰ τὸ προγνωστικὸν ὑφ’ Ἱπποκράτους, ἀναπνοὴ καὶ ὁ
20ταύτης ἀριθμὸς, καὶ εἴ τις ἐνέργεια κατά τι μόριον βέβλαπται, καὶ τὰ ἐκκενούμενά τε καὶ ἐπεχόμενα, καὶ εἴ τι μόνον ὄγκον ἔχει ἤ τινα ὀδύνην. ταῦτα πάντα δεῖ προσθεῖναι τῇ ἀπὸ τῶν μεγίστων διαγνώσει. οὐκοῦν χρὴ τὰ μὲν οὖρα κατὰ τὸν ἐφήμερον πυρετὸν ὑπόστασιν
25λευκὴν, λεῖαν καὶ ὁμαλὴν καὶ τῇ τῶν ὑγιαινόντων ὁμοίαν, ὀλίγον δὲ μόνον κατὰ τὸ χρῶμα καὶ τὴν σύστασιν παρα‐ τετράφθαι διὰ τὴν ἀπὸ τοῦ πυρετοῦ θερμασίαν δριμύ‐ τερά πως γεγονότα καὶ μηδὲν σήψεως ἔχοντα σημεῖον. ἔστι δὲ τοῦτο ἡ ἀνωμαλία τῆς ὑποστάσεως. τοιαῦτα μὲν
30οὖν ἔστω τὰ οὖρα. ἀλλὰ καὶ ὁ σφυγμὸς μέγας μένει καὶ ταχύτερος καὶ πυκνότερος διὰ τὴν θερμασίαν, ὁμαλὸς μέντοι καὶ μηδεμίαν ἐνδεικνύμενος ἀνωμαλίαν μηδὲ τὴν συστολὴν ἐπιταχύνων, ὃ μάλιστα τῶν ἐπὶ σήψει ἐστὶν ἴδιον, ἐπειγομένης τῆς δυνάμεως διὰ τῆς συστολῆς ἐκκρῖ‐
35ναι τὰ σηπεδονώδη καὶ λιγνυώδη περιττώματα. εἰ δὴ καὶ246

1

.

247

ἔχοιεν ἀνωμαλίαν οἱ σφυγμοὶ, μετρία τις αὕτη γενέσθω. γίγνονται δέ ποτε διὰ τοὺς ἐπὶ στεγνώσει γινομένους ἐφημέρους. ἐπὶ τούτων γὰρ ἀποκεκλεισμένων τῶν πόρων καὶ μηκέτι τῶν εἰωθότων διαφορεῖσθαι κενουμένων, ἡ
5δύναμις ὑπ’ αὐτῶν βαρουμένη ποιεῖ τινα κατὰ τὸν σφυγ‐ μὸν ἀνωμαλίαν. ταῦτα μὲν οὖν ἐστι τὰ μέγιστα. εἰ δὲ καὶ πάντα τὰ εἰρημένα αὐτοῖς συμβαίνοιεν, τηνικαῦτα χρὴ βεβαιοῦν τὴν διάγνωσιν, ἐπειδὰν μὲν ἐπιστημονικω‐ τέρα γένοιτο αὕτη, εἰ καὶ τὸν πυρετὸν ὁ κάμνων εἴποι
10γεγενῆσθαι αὐτῷ ὑπό τινος προκαταρκτικῆς αἰτίας ἢ τῆς τῶν περὶ αὐτόν. καὶ χρὴ τηνικαῦτα θαῤῥοῦντα εὐθέως μετὰ τὴν λύσιν τοῦ παροξυσμοῦ ἐπὶ τὸ λουτρὸν ἀπάγειν. οὐ μὴν οὐδὲ ἐν αὐτῇ τῇ λύσει τοῦ νοσήματος ἀμελητέον τῆς διαγνώσεως, ἀλλὰ δὴ κἀν τῷ λουτρῷ, καὶ μετὰ τὸ
15λουτρὸν, προσέχειν τοῖς σημείοις, ἐν μὲν τῷ λουτρῷ, εἰ μή τις αὐτοῖς γίνεται φρίκη. αὕτη γὰρ ἐπὶ τῶν ἐπὶ σή‐ ψει πέφυκε γίνεσθαι, σηπεδονωδῶν περιττωμάτων ὑπὸ τῆς τοῦ λουτροῦ ἀλέας * χρωμάτων καὶ φερομένων περὶ τὰ αἰσθητικὰ μόρια καὶ δακνόντων αὐτὰ καὶ ταύτῃ τῇ
20φρίκῃ ποιούντων. ἀλλὰ καὶ μετὰ τὸ λουτρὸν ἐπιθεῖναι δεῖ τοὺς δακτύλους τῇ ἀρτηρίᾳ καὶ πυνθάνεσθαι αὐτῆς, μή τινα τῶν παρὰ φύσιν ἔχει διάθεσιν τὸ σῶμα. εἰ γὰρ ἀληθῶς τῆς τῶν ἐφημέρων ἐστὶ φύσεως ὁ πυρετὸς, οὐδένα παρὰ φύσιν ἐνδείξεται τρόπον ὁ σφυγμὸς, ἀλλὰ
25κατὰ πάντα τὸν τῶν ὑγιαινόντων φυλάξει ῥυθμὸν, οὐχ ὥσπερ ἐπὶ τριταίων καὶ τεταρταίων καὶ πάντων τῶν ἐπὶ σήψει. ἐπ’ ἐκείνων γὰρ οὐδ’ ἐν τῷ διαλείμματί ἐστιν εὑ‐ ρεῖν τὸν σφυγμὸν ἐοικότα πάντῃ τῷ κατὰ φύσιν, ἀλλὰ πάντως ἔχοντά τι σημεῖον σήψεως. ἐπὶ μέντοι τῶν ἐφη‐
30μέρων σὺν τῇ τοῦ παροξυσμοῦ λύσει καὶ τὰ νοσοποιὰ αἴτια παύεται, καὶ οὐδὲν λείψανον ἔτι μένει τῆς τὸν πυρετὸν ἐργασαμένης. ἀλλὰ καί τισιν αὐτῶν νοτίδες χρησταὶ φαίνονται, καί τισιν ἱδρῶτες. καὶ ἄξιον ζητήσεως,
πόθεν, τοῦ πυρετοῦ ἐπὶ πνεύμασιν ὄντος, ἱδρὼς ἐκκρίνε‐247

1

.

248

ται; καὶ λέγομεν ὅτι τὸ πνεῦμα τὸ ἤδη θερμανθὲν ἐκ‐ κρινόμενον, καὶ εὑρίσκον περὶ τὴν ἐπιφάνειαν χυμόν τινα, λεπτύνει τοῦτον καὶ εἰς ἱδρῶτας ἀναλύει καὶ ἑαυτῷ συ‐ νεκκρίνεσθαι ποιεῖ. τινὲς δὲ λέγειν ἐπεχείρησαν, ὅτι τὸ
5πνεῦμα ἐπείγεται μὲν διαφορηθῆναι, εἶτα πυκνότερον τῇ ἐπιφανείᾳ ἐντυγχάνον στέγεται καὶ εἰς τὴν τοῦ ὕδατος ἐπανέρχεται φύσιν, κἀντεῦθεν ἱδρὼς ἐκκρίνεται. τοῦτο δέ ἐστιν ἀνόητον, πρῶτον μὲν ὅτι τὸ τοιοῦτον σύμπτωμα οὐ πνεῦμα, ἀλλ’ ἀτμὸς πέφυκεν ὑπομένειν. ἔπειτα δὲ καὶ
10δῶμεν τὸ πνεῦμα δύνασθαι τρέπεσθαι εἰς ὕδωρ, ἀλλὰ τραπὲν οὐκέτι δυνήσεται ἐκκριθῆναι. εἰ γὰρ οὕτως ἐπυ‐ κνώθησαν οἱ πόροι, ὡς πνεύματι μὴ εἶναι βατοὶ, πολλῷ μᾶλλον οὐ συγχωρήσουσι τῷ ὑγρῷ ἐξιέναι· παχύτερον γὰρ ἀεὶ τοῦ πνεύματος τὸ ὑγρὸν, ὥστε ταύτην μὲν οὐ
15παραδεκτέον τὴν ἐξήγησιν, τὴν δὲ ὑφ’ ἡμῶν εἰρημένην. διαφέρει καὶ νοτὶς ἱδρῶτος τῷ ποσῷ· ἱδρὼς μὲν γάρ ἐστιν ὁ πολὺς, αἱ νοτίδες δὲ ὀλίγαι. χρὴ οὖν προσέχειν ἅπασι τούτοις τοῖς σημείοις μετὰ βαλανεῖον. καὶ μέντοι καὶ τὰ οὖρα πάλιν ἐπισκέπτεσθαι καὶ προσέχειν, εἰ πολ‐
20λῷ κρείττονα νῦν γεγόνασι· πάντως δὲ δηλονότι εἴ τι σύμπτωμα κατὰ τὸν πυρετὸν ἐγένετο, τοῦτο καὶ νῦν λυ‐ θήσεται. καὶ ὃ ἐπὶ πᾶσι τούτοις κολοφωνεῖ, τοῦ κά‐ μνοντος εὐφορία. αὕτη γὰρ μάλιστα τὴν τοῦ ἐφημέρου πυρετοῦ διάγνωσιν βεβαιοῖ. ἐπὶ γὰρ τῶν ἐπὶ σήψει πάν‐
25τως ἄλυς τις γέγονε, καὶ σηπεδονωδῶν τινων σπερ‐ μάτων φερομένων ἐπὶ τὸ στόμα τῆς γαστρὸς καὶ τὸ τοι‐ οῦτον ἐργαζομένων σύμπτωμα. εἰ τοίνυν ταῦτα τὰ εἰρη‐ μένα ὑφ’ ἡμῶν σύμφωνα εἴη, καὶ συνφθέγγονται ἀλλήλοις ἐνδεικνύμενα τὴν τοῦ ἐφημέρου πυρετοῦ φύσιν, χρὴ θαῤ‐
30ῥοῦντας λούειν καὶ τρέφειν τὴν συνήθη δίαιταν. δοτέον δ’ αὐτοῖς καὶ οἶνον, μετροῦντας τούτου τὸ μέτρον πρὸς τὸ τοῦ κάμνοντος ἔθος, καὶ τὴν παροῦσαν χρείαν. τοῦτο γάρ ἐστιν ὅ φησιν, ὅσον τοῖς παροῦσι μέτριον. Ἡμεῖς δ’ ὡς οἶσθα πειρώμεθα λέγειν αὐτοῖς τὸ προηγη‐
35σάμενον αἴτιον, οὐ περιμείναντες ἔρεσθαι τὸν κάμνοντα. —248

1

.

249

Τῶν νοσοποιῶν αἰτίων, ὡς ἐν τοῖς προλαβοῦσιν εἰρή‐ καμεν, τὰ μέν ἐστι προκαταρκτικὰ, τὰ δὲ προηγούμενα, τὰ δὲ συνεκτικά. δεῖ τὸν ἰατρὸν εἰδότα προαγορεύειν * .... τὰ δὲ προκαταρκτικὰ παρὰ τῶν καμνόντων πυν‐
5θάνεσθαι. νυνὶ δὲ καὶ αὐτῶν, ὡς ἐνδέχεται, βούλεται παραδοῦναι διάγνωσιν ἡμῖν ὁ Γαληνὸς, ὅπως ἂν αὐτὰ προαγορεύοντες εὐκλεεῖς τε γινώμεθα, καὶ μήτε ὑπὸ τῶν ἀῤῥώστων ἀπατώμενοι περὶ τὰς θεραπείας ἀποτυγχάνω‐ μεν. ἀλλὰ τῶν προκαταρκτικῶν τὰ μέν ἐστι ψυχικὰ, τὰ
10δὲ σωματικά. οὐκοῦν πρότερον παραδῶμεν τὴν τῶν ψυ‐ χικῶν διάγνωσιν. ἔστι δὲ ταῦτα θυμὸς, λύπη, φροντὶς, ἀγρυπνία. χρὴ δὲ ἐκεῖνο πρότερον εἰπεῖν, ὅτι ταῦτα ἐπὶ τὸν κάμνοντα περιέχουσιν. ἀμέλει τοι πολλάκις πολλοὶ πυρέττοντες, ἐπιθυμοῦνται ἢ λυποῦνται ἢ φροντίζουσιν
15ἢ ἀγρυπνοῦσιν· ἢ τοίνυν ἔτι δρᾷ ταῦτα τὰ αἴτια, ἢ ταῦτα μὲν οἴχεται, ἡ δὲ ἀπ’ αὐτῶν διάθεσις ἐν τῷ σώματι μέ‐ νει. εἰ μὲν τῶν αἰτίων παρόντων τὴν ἐπίσκεψιν ποιού‐ μεθα, οὐδὲν ἔσται χαλεπὸν διαγινώσκειν αὐτὰ τῶν σφυ‐ γμῶν ἁπτόμενον· οὗτοι γὰρ ἡμῖν τὰ τῆς καρδίας πα‐
20ραδιδόασιν. ἑκάστου δὲ τούτων ἐν τῷ περὶ σφυγμῶν ἐμάθομεν τὴν διαφοράν. εἴρηται γὰρ ἐν ἐκείνοις, τίς μὲν ὁ τῶν θυμουμένων, τίς δὲ ὁ τῶν λυπουμένων σφυγμὸς, καὶ τίς μὲν ὁ τῶν πεφροντικότων, τίς δὲ ὁ τῶν ἀγρυ‐ πνησάντων. οὐ μὴν ἀρκεῖσθαι μόνον χρῆσθαι τοῖς
25σφυγμοῖς, ἀλλὰ καὶ τοῖς ἄλλοις δεῖ χρῆσθαι σημείοις, ὅσα Ἱπποκράτης ἐν τῷ προγνωστικῷ κατέλεξεν ἀπὸ χρώ‐ ματος, ἀπὸ κατακλίσεως, ἀπὸ τῆς ἀναπνοῆς καὶ τῶν ταύτης εἰδῶν· εἰ δὲ τὰ αἴτια πεπαυμένα εἴη, μένει λείψανον ἀπ’ αὐτῶν πάντως ἐν τῷ σώματι ὥστε μετρίως
30ἐκ τῶν σφυγμῶν διαγινώσκεσθαι· εἰ δὲ μὴ οὗτοι ἡμῖν ἀρκέσειεν, χρὴ τοῖς λοιποῖς τὴν διάγνωσιν ποιήσασθαι.
31 Κοινῶς μὲν γὰρ ἅπασι τὰ οὖρα πυῤῥότερα. —
32 Ἐν τῇ περὶ κρίσεων πραγματείᾳ ὁ περὶ τῶν χρωμά‐
των διώρισται λόγος. καὶ ἀκριβῶς ἐν ἐκείνοις εἴρηται, τί249

1

.

250

μέν ἐστι τὸ πυῤῥὸν, τί δὲ τὸ ἐρυθρὸν, τί δὲ τὸ ξανθὸν, τί δὲ τὸ ὠχρὸν, καὶ τί δὲ τὰ τούτων ὑφειμένα, τῇ προ‐ σθήκῃ τῆς ὑπὸ προθέσεως δηλούμενα, ὑπόπυῤῥον, ἢ ἄλλως λέγεται καὶ ὑπόξανθον καὶ ὕπωχρον, ἐρυθρόν τε
5καὶ ὑπέρυθρον. ἐνταῦθα μέντοι πρὸς εἰσαγομένους ὁ παρὼν γέγραπται λόγος, ὁλοσχερέστερον ἅπαντα ταῦτα τὰ προειρημένα πυῤῥὰ καλεῖ, καί φησι πυῤῥὰ εἶναι τὰ οὖρα κοινῶς πᾶσιν, οὐ τοῖς τὸν ἐφήμερον πυρέξασι πυρετὸν ἁπλῶς, ἀλλὰ ὅσοι πυρέττουσιν ἢ ἐπὶ θυμῷ ἢ
10ἐπὶ τοῖς εἰρημένοις ψυχικοῖς πάθεσιν. ἐπεί τοι μετὰ μι‐ κρὸν μαθησόμεθα, ὅτι τοῖς ἐπὶ πυκνώσει πυρέττουσι καὶ τοῖς ἐπὶ βουβῶσιν οὐ πυῤῥότερα τὰ οὖρά ἐστιν, ἀλλὰ μᾶλλον λευκότερα.
13 Πρόσεστι δὲ τοῖς μὲν διὰ λύπην δριμύτης μᾶλλον ἢ πλῆ‐
15θος θερμασίας· ὡς τοῖς γε διὰ θυμὸν ἔμπαλιν. ἀλλὰ καὶ ἡ ἰσχνότης τοῦ σώματος ἐπιδηλοτέρα τοῖς λυπη‐ θεῖσιν ἢ φροντίσασι· καὶ ἡ τῶν ὀφθαλμῶν κοιλότης καί τις ἀήθης ἄχροια. —
18 Διορίζει μὲν ἐνταῦθα λύπην τοῦ θυμοῦ. ὃ βούλε‐
20ται δὲ εἰπεῖν, τοιοῦτόν ἐστιν, ὅτι ἐπ’ ἀμφοτέρων μέν ἐστι καὶ θερμότης καὶ ξηρότης, ἀλλ’ ἐπὶ μὲν τῶν λυ‐ πουμένων ἡ μὲν ξηρότης πλείων, ἡ δὲ θερμότης ἐλάτ‐ των, ἐπὶ δὲ τῶν θυμουμένων, ἀνάπαλιν * .... δρι‐ μύτερα μὲν διὰ τὴν ξηρότητα, θερμότερα δὲ διὰ τὴν
25θερμασίαν· ἐπὶ μέντοι τῶν θυμουμένων οὐκ ἔστιν οὕτως εὑρεῖν, ἀλλὰ θερμὰ μέν ἐστιν, οὐ μὴν δριμέα, τουτέστιν οὐ ξηρά. τινὲς δὲ καὶ ἄλλως ἐξηγήσαντο, λέγοντες, ὅτι ἐπὶ τῶν λυπουμένων τὰ οὖρα ἐκκρινόμενα τὴν τοῦ κά‐ μνοντος αἴσθησιν * ἀνθρωπίαν καὶ δάκνει μᾶλλον, ἧττον
30δὲ θερμαίνει, θερμαίνει δὲ ὅμως, ἐπὶ δὲ τῶν θυμουμένων ἀνάπαλιν· ἐν αὐτῷ μὲν τῷ ἐκκρίνεσθαι μᾶλλον μὲν θερ‐ μαίνει τὸ δακνῶδές τε καὶ δριμὺ οὐκ ἔχει. καί ἐστιν ἐξή‐
γησις αὕτη ἀληθὴς, ὥστε τὰς δύο παραληπτέον· ἀλλ’250

1

.

251

ἐπειδὴ πολλὴν ἐν τούτοις τοῖς σημείοις κοινωνίαν εὗρε, θυμοῦ τε καὶ λύπης, ἔτι δὲ καὶ δι’ ἄλλων ἐπιδηλοτέ‐ ρων σημείων παραδίδωσιν αὐτῶν τὴν διαφοράν. ἐπὶ μὲν γὰρ τῶν λυπουμένων ἰσχνότης, φησὶ, γίνεται τοῦ παντὸς
5σώματος καὶ μάλιστα τῶν ὀφθαλμῶν. ἐπειδὴ γὰρ ἐν τούτοις πολὺ περιέχεται πνεῦμα, τὸ πάλαι αὐτοὺς εἰς ὄγκον αἶρον, τοῦτο τοίνυν ὑπὸ τῆς λύπης διαφορηθὲν συμπίπτειν αὐτοὺς ποιεῖ. ἐπὶ δὲ τῶν θυμουμένων, οὐκ ἔστι τοῦτο εὑρεῖν, ἀλλὰ μᾶλλον καὶ τὸ σῶμα φαίνε‐
10ται ὀγκωδέστερον, τῆς φύσεως ἔξω τὴν τροπὴν ποιουμέ‐ νης μετά τινος συντονίας, ταύτῃ δὲ δηλονότι ἑπομένων τοῦ τε πνεύματος καὶ τοῦ αἵματος. ἀλλὰ μὴν ἐπὶ τῶν λυπουμένων ἐστὶν εὑρεῖν ὠχρότερον καὶ ἁπλῶς ἄχρουν τὸ σῶμα. τῷ γὰρ τὴν ἔμφυτον θερμασίαν εἰς τὸ βάθος συν‐
15νεύειν καὶ καταλιμπάνειν τὰ ἐπιπολῆς, ἐξ ἀνάγκης τῇ ἀπουσίᾳ τοῦ αἵματος ἄχροια γίνεται, ὅπερ ἐπὶ τῶν θυ‐ μουμένων οὐκ ἔστι διὰ τὴν εἰρημένην ἐπ’ αὐτῷ αἰτίαν.
17 Ταῦτα μὲν δὴ καὶ τῶν ἄλλως ὁπωσοῦν φροντισάντων κοινά. μάλιστα δὲ τοῖς ὀφθαλμοῖς διορίζειν χρὴ καὶ
20τὰ ἑξῆς. —
20 Λύπην μὲν οὖν ἤδη [προσήκει] διώρισε τοῦ θυ‐ μοῦ τῇ τε εἰρημένῃ διαφορᾷ, ἐπὶ τῶν οὔρων τε καὶ μέν‐ τοι καὶ τῇ ἰσχνότητι καὶ τῇ κοιλότητι ὀφθαλμῶν, καὶ τῇ ἀχροίᾳ. ταῦτα γίνεται καὶ ἐπὶ τῶν πεφροντικότων. τίνι
25οὖν ταῦτα διορισόμεθα; αὐτὸς μὲν αὐτὸ παρεσιώπησεν, εἰρηκὼς τοσοῦτον μόνον, ὅτι τοῖς ὀφθαλμοῖς αὐτὰ διορί‐ ζειν, ὅπως δὲ χρὴ διορίζειν, μηκέτι προσθείς. ἡμεῖς δ’ αὐτὸ προσθῶμεν, ὅτι ἐπὶ τῶν λυπουμένων ἐστὶν εὑρεῖν τοὺς ὀφθαλμοὺς οἷον ἠρεμοῦντάς τε καὶ ἀκινητίζον‐
30τας, ἐπὶ δὲ τῶν φροντισάντων κινουμένους τε καὶ πε‐ ριφερομένους. ἀγγέλλουσι μὲν γὰρ ἡμῖν οἱ ὀφθαλ‐
μοὶ τὰ τῆς ψυχῆς πάθη, θύραι ὄντες τοῦ ἐγκεφά‐251

1

.

252

λου, ἐν ᾧ κατοικεῖ ἡ ψυχὴ, καί ἐστιν αἰσχρὸν, ἐπὶ μὲν τῶν ὑγιαινόντων τοὺς φυσιογνώμονας ἀπὸ τῆς τῶν ὀφθαλμῶν διαθέσεως ἐπιγινώσκειν, ὁποῖά τέ ἐστι τὰ τῆς ψυχῆς ἤθη, ἡμᾶς δὲ ἐν ταῖς νόσοις ὄντας μὴ προαγο‐
5ρεύειν, ὅπου καὶ ἐναργέστατα καὶ σφόδρα κατάδηλοι γί‐ νονται τούτων αἱ τροπαὶ συναμειβομένων ταῖς διαθέσεσι τῆς ψυχῆς. τὸ δὲ ὁπωσοῦν φροντισάντων προσέθηκεν, ἐπειδὴ διάφοροι φροντίδος αἰτίαι. ὁ μὲν γὰρ ἐπὶ χρή‐ μασι ποιεῖται τὰς φροντίδας, ὁ δὲ ἐπὶ παισὶν, ὁ δὲ ἐπὶ
10τῇ τῶν κρειττόνων θεωρίᾳ, καὶ ἁπλῶς ἵνα γενικώτερον αὐτὰ διαστειλώμεθα, οὕτως εἴπωμεν· ἡ φροντὶς ἢ διὰ τὰ κρείττονα γίνεται [ἢ διὰ τῶν χειρόνων] ἢ διὰ τὰ ἔτι χείρονα, καὶ ἁπλῶς εἰπεῖν μοχθηρά. καὶ χρὴ γινώ‐ σκειν, ὅτι ἡ μὲν τῶν χειρόνων φροντὶς, σὺν τῷ σώματι
15καὶ τὴν ψυχὴν καταβάλλει, [ἡ δὲ τῶν κρειττόνων φρον‐ τὶς τὴν ψυχὴν ἀνάγει τε καὶ αὔξει,] καὶ ῥωμαλεωτέραν, ὡς εἰπεῖν, αὐτὴν αὑτῆς ἀπεργάζεται. ταῦτα οὖν διο‐ ριστέον καὶ * φροντίδι λυπουμένων.
18 Τοὺς δὲ ἐπ’ ἀγρυπνίᾳ πυρέξαντας διορίζει μὲν καὶ τὸ
20τῆς ἀχροίας εἶδος καὶ τὰ ἑξῆς. —
20 Τὴν ἀγρυπνίαν ἀπὸ τῶν εἰρημένων διορίζειν τινὰ, οὐ χαλεπόν. ἔχει μὲν γάρ τι κοινὸν πρὸς αὐτὰ τὴν χροίαν, ἀλλὰ καὶ διαφέρον, ὅτι μετὰ τοῦ ὕποιδον εἶναι τὸ σῶμα, γίνεται ἡ τοιαύτη ἄχροια· γίνεται δ’ αὕτη διὰ τὸ μὴ
25πεπέφθαι καλῶς τὰ σιτία. ἐμάθομεν γὰρ πολλάκις, ὅτι κατὰ τοὺς ὕπνους ἡ φύσις ἐν τῷ βάθει συννεύσασα καὶ σχολάζουσα τοῖς σιτίοις, ἄμεινον καὶ τὰς πέψεις ἐργάζε‐ ται καὶ τὰς θρέψεις. ἐνταῦθα τοίνυν τῇ ἀγρυπνίᾳ ἐξ ἀνάγκης ἕπεται ἀπεψία, ταύτῃ δὲ ἀτροφία, ὅθεν οὐδὲ
30τὸ εὐανθές ἐστι τοῦ αἵματος ἐπὶ τῆς ἐπιφανείας ἰδεῖν. ἀλλὰ καὶ ὑπὸ τῆς ἀπεψίας περιττώματα ἀναλυόμενα εἰς πνεύματα, καταλαμβάνοντα τὴν ἕξιν, ὑδαλεωτέραν
αὐτὴν ἀπεργάζεται. οὗτοι δὲ καὶ τὰ βλέφαρα δυσκίνητα252

1

.

253

ἔχουσι, διὰ τὸ πεπληρῶσθαι κατὰ τῆς περιττωματικῆς ὑγρότητος. καὶ χρὴ προσέχειν ἀκριβῶς τὸν νοῦν. ἐνταῦθα μὲν τὰ βλέφαρα δυσκίνητα λέγομεν εἶναι, ἐπὶ δὲ τῶν λυπουμένων οὐ τὰ βλέφαρα, ἀλλὰ τὴν ἔνδον τὴν κόρην.
5ἔστι τοίνυν ἐπὶ τούτων τὰ βλέφαρα, ὡς εἰρήκαμεν, ὑγρό‐ τερα, ἐπὶ δὲ τῶν προειρημένων, θυμοῦ καὶ λύπης, ξηρά. ἔστι μέντοι τι κοινὸν εὑρεῖν ἐπί τε τῶν ἀγρυπνούντων καὶ τῶν λυπουμένων καὶ τῶν φροντιζόντων, τὴν τῶν ὀφθαλμῶν κοιλότητα. ἀλλὰ ἐπὶ μὲν τῶν λυπουμένων καὶ
10τῶν πεφροντικότων τὴν αἰτίαν εἰρήκαμεν. ἐπὶ δὲ τῶν ἀγρυπνούντων ἐστὶν ἡ αὐτή. πῶς; διὰ γὰρ τὴν ἀπὸ τῆς ἀγρυπνίας ξηρότητα, δαπανᾶται αὐτοῖς καὶ τὸ ὀπτι‐ κὸν πνεῦμα. ἐπὶ δὲ τῶν θυμουμένων οὐκ ἔστι τοῦτο εἰ‐ πεῖν. τοὐναντίον γὰρ πολλοὶ καὶ προπετεστέρους ἔχουσι
15τοὺς ὀφθαλμοὺς, ὥσπερ οὖν καὶ τὸ ὅλον σῶμα εὐτονώ‐ τερον καὶ θερμότερον. ἀλλὰ μὴν καὶ οἱ σφυγμοὶ ἐπὶ τούτων οὐκ εἰσὶ μικρότεροι, ὡς ἐπὶ τῶν εἰρημένων ἁπάν‐ των. ἐπ’ ἐκείνων μὲν γὰρ ἡ τῆς δυνάμεως ἀσθένεια μι‐ κρότητος αἰτία γίνεται, ἐπὶ δὲ τοῦ θυμοῦ τοὐναντίον καὶ
20συντονία δυνάμεώς ἐστιν· ὅθεν ἀνάγκη τὸν σφυγμὸν μέγαν γίνεσθαι, συμβαλλομένης εἰς τὸ μέγεθος αὐτῷ καὶ τῆς θερμασίας. ἐκεῖνο δὲ χρὴ μόνον εἰπεῖν ὅτι τινὲς τῶν θυμουμένων ὠχροὶ γίνονται καὶ τρομώδεις, οὐ τοῦ θυμοῦ τὴν τοιαύτην αὐτοῖς ἐργαζομένου διάθεσιν, ἀλλά
25τινος φόβου συμπεπλεγμένου τῷ θυμῷ, ὃς καταβάλλων τὴν δύναμιν τήν τε ἄχροιαν καὶ τὸν τρόμον ποιεῖ.
26 Τῶν δὲ ἐπὶ κόποις πυρεττόντων τὸ δέρμα ξηρότερον ἤπερ ἄλλῳ τινὶ τῶν ἐφημέρων πυρετῶν καὶ τὰ ἑξῆς. —
28 Πληρώσας τὸν περὶ ψυχικῶν παθῶν λόγον, καὶ πα‐
30ραδοὺς ἑκάστου αὐτῶν τὴν ἰδιότητα, μεταβαίνει λοιπὸν ἐπὶ τὰ σωματικὰ πάθη καὶ λέγει, πῶς χρὴ διαγινώσκειν ὑπὸ κόπου γεγονότα πυρετόν. ἐπὶ τούτων τοίνυν φαίνε‐ ται τὸ δέρμα ξηρότερον ὑπὸ τῆς ἀμέτρου κινήσεως δια‐ φορηθέν. εἰ μὲν οὖν ὁ κόπος εἴη πολὺς, ἄχρι τῆς παρακ‐
35μῆς ἡ τοιαύτη φαίνεται ξηρότης· εἰ δὲ μέτριος ὁ κόπος,253

1

.

254

ἡ μὲν ξηρότης ἄχρι τῆς ἀκμῆς. τὸ ἐντεῦθεν δὲ ὑπὸ τῆς θερμασίας ἀναλυομένης τῆς ὑγρότητος, ἐκκρίνεται δὲ διὰ ἱδρώτων, ποιεῖ αὐτὸ ὑγρότερον καὶ μαλακώτερον. ἀλλὰ καὶ ἐπὶ τῶν σφυγμῶν ἐστιν εἰπεῖν τινα διαφοράν. ἐπὶ
5μὲν γὰρ τοῖς ἀμέτροις κόποις καταλυομένης τῆς δυνάμεως, μικρὸς ὁ σφυγμὸς γίνεται, ἐπὶ δὲ τοῖς συμμέτροις μέγας, τῆς τε θερμασίας παρούσης καὶ τῆς δυνάμεως οὐκ ἀδυνατούσης αὐτὸν ποιῆσαι.
8 Οἱ δὲ ἐπὶ πυκνώσει τοῦ δέρματος γινόμενοι πυρετοὶ,
10πυκνοῦται δὲ τοῦτο ἢ ψυχόμενον καὶ τὰ ἑξῆς. —
10 Γίνεται δὲ πυρετὸς ἐφήμερος, στεγνωθέντος ποτὲ τοῦ δέρματος, ἀλλ’ οὐκ ἐπὶ πάσης κράσεως. ἐφ’ ὧν μὲν γάρ ἐστι τὸ διαπνεόμενον ἀτμῶδες καὶ χρηστὸν, τοῦτο συνα‐ γόμενον οὐ πυρετὸν, ἀλλὰ πληθώραν γεννήσει. τοῦτο δὲ
15γίνεται ἐπὶ τῶν θερμοτέρων καὶ ξηροτέρων. ἐφ’ ὧν δὲ τὸ διαπνεόμενον καπνῶδές ἐστι καὶ δριμὺ, τοῦτο, πυκνω‐ μένου τοῦ δέρματος, καὶ μηκέτι διαφερόμενον συνάγεταί τε καὶ θερμαίνεται, καὶ συνεκθερμαίνει ἑαυτῷ πᾶσαν τὴν ὕλην ἐπιτηδείως ἔχουσαν εἰς τὸ ἐξαφθῆναι. γεννᾷ
20οὖν καὶ τοὺς ἐπὶ σήψει πυρετοὺς, εἰ πλῆθος εἴη χυμοῦ ἐν τῷ σώματι, σαπῆναι δυνάμενον. εἰ δὲ μὴ, ποτὲ τὸ πνεῦμα θερμαινόμενον ἐφήμερον ἐργάζεται πυρετόν. * .... ἡ δὲ πύκνωσις αὕτη γίνεται ὑπὸ ποιότητος ἤτοι ἁπλῆς ἢ συνθέτου· ὑπὸ μὲν ἁπλῆς, ἢ ψύξεως ἢ
25ξηρότητος. καὶ γὰρ ἐν χειμῶνι καὶ ψυχρᾷ καταστάσει ἔστιν ἰδεῖν τὸ τοιοῦτον γινόμενον. ἀλλὰ καὶ ξηροτριβία καὶ ἔκκαυσις, ξηραίνουσα τὸ δέρμα, πυκνότερον αὐτὸ ποιεῖ. ἐνίοτε δὲ οὐκ ἔστιν ἐπὶ ποιότητος ἁπλῆς, ἀλλὰ σύνθετος ἡ πυκνοῦσα τὸ δέρμα, ὥσπερ ἐπὶ τῶν στυφόν‐
30των ἔχει. ταῦτα γὰρ ψυχρά τε ἅμα καὶ ξηρὰ τὴν φύσιν ὑπάρχει. καὶ πολλοὶ πολλάκις ἀλειψάμενοί τινι τῶν στυ‐ φόντων ἐλαίων, ἢ εἰς ὕδωρ στυπτηριῶδες, τὴν τοιαύ‐
την ὑπέμειναν διάθεσιν. διαγνώσεις τούτων τοίνυν διττὰς254

1

.

255

ἡμῖν παραδίδωσιν ὁ Γαληνός· οὐδὲ γὰρ ἂν ἡ τού‐ των πύκνωσις—μίαν μὲν ἀπὸ τῆς ἁφῆς, ὥσπερ εἰ λα‐ βὼν ῥοῦν καὶ ἀναλύσας ὕδατι, τρίψαις τὰς χεῖρας· εὑ‐ ρεθήσονται μὲν τηνικαῦτα πεπυκνωμένοι οἱ δάκτυλοι,
5τῶν ἐν αὐτοῖς πόρων οἷον συναχθέντων τε καὶ πυκνω‐ θέντων. ἐπὶ μὲν οὖν τῶν κόπων ἐστὶν εὑρεῖν τὸ δέρμα ξηρότερόν τε ἅμα καὶ ἄνικμον. ἐπὶ δὲ τῶν στεγνωθέντων οἷον πεπιλημένον τε καὶ πεπυκνωμένον. μία μὲν οὖν αὕτη τούτων διάγνωσις.
10 Δευτέρα δὲ κατὰ τὸν νόμον τὸν Ἱπποκράτειον προ‐ βαίνουσα, ὅτι ἐπὶ τῶν Ἱπποκράτους χρόνων οὔπω ἡ περὶ τῶν σφυγμῶν ἠκρίβωτο θεωρία, οὐδ’ ἀπ’ αὐτῶν τὰς τῶν πυρετῶν ἐποίουν σημειώσεις, ἀλλ’ ἐπιτιθέντες τὴν χεῖρα κατά τε τῶν ἄλλων μορίων τοῦ σώματος, καὶ μάλιστα
15κατὰ τοῦ θώρακος, ὃς οἰκητήριόν ἐστι τῆς καρδίας, ἧς ἴδιόν ἐστι πάθος ὁ πυρετὸς, ἐσπούδαζον ποιεῖσθαι τὰς διαγνώσεις. ἐπὶ τοίνυν τούτων τῶν πυκνωθέντων ἐπιβαλ‐ λόντων ἡμῶν τὴν χεῖρα, πρῶτον μὲν ἡ θερμασία μικρὰ φαίνεται, διὰ τὸ μὴ συγχωρεῖσθαι πρὸς τοὐκτὸς ἰέναι,
20τῶν πόρων ἀποκεκλεισμένων. χρονισάντων μέντοι, καὶ ταύτῃ τὸ δέρμα θερμηνάντων, καὶ ἀραιότερον αὐτὸ πε‐ ποιηκότων, τῇ πολυχρονίᾳ τῆς χειρὸς ἐπιβολῇ ἐπαναδί‐ δωσιν ἡ θερμασία καὶ μείζων φαίνεται, καὶ ἐλέγχεται τηνικαῦτα οἵα ἐστίν.
24
25Οὐ μὴν οὐδὲ πυῤῥὰ τὰ οὖρα τοῖς τοιούτοις, οὐδὲ ὁ τοῦ σώματος ὄγκος συμπέπτωκεν. —
26 Πυῤῥὰ νῦν φησι τὰ ὠχρά. οὐκ ἔστιν οὖν τοῖς τοιού‐ τοις ὠχρὰ τὰ οὖρα, ἐπειδὴ τὸ εἰωθὸς ὑγρὸν διαφορεῖ‐ σθαι διὰ τῶν ἀδήλων πόρων, νῦν οὐκέτι διαφορούμενον
30συνάγεταί τε καὶ φέρεται παρὰ τὰς ἀρτηρίας καὶ τὰς φλέβας, καὶ τῷ οὔρῳ συνεκκρινόμενον, τῷ πλήθει κολά‐ ζει αὐτοῦ τὸ χρῶμα, ὅπερ αὐτῷ ἐκ τῆς ἐπιμιξίας τῆς χολῆς ὑπῆρχε. καὶ χρή γε τοῦτο γινώσκειν, ὅτι ἀραιου‐
μένου ὄντος τοῦ δέρματος, καὶ πολλῆς τῆς διαφορήσεως255

1

.

256

γινομένης, ἐλάττονά ἐστι τὰ οὖρα. εἰ δὲ τὸ δέρμα πυκνότερον εἴη, τοὐναντίον γίνεναι πλείονα τὰ οὖρα. καὶ διὰ ταύτην τὴν αἰτίαν θέρους μέν ἐστιν ὀλίγα τὰ οὖρα, χειμῶνος δὲ πλείονα, καίτοι ἐν μὲν τῷ θέρει πλείονι
5πόματι χρώμεθα, ἐν δὲ τῷ χειμῶνι ἐλάττονι. ἀλλὰ τῇ διαφορήσει τὸ τοιοῦτον συμβαίνει, ὡς εἰρήκαμεν. οὐκοῦν ἐπὶ τούτων πλείονα μὲν αὐτοῖς ἐστι τὰ οὖρα ἤπερ τοῖς ἄλλοις ἐφημέροις ἐπὶ ἄλλῳ τινι τῶν αἰτίων γινομένοις. ἀλλ’ οὐδὲ τὸ σῶμα ἐπὶ αὐτῶν ἔστιν εὑρεῖν ἰσχνὸν, πολλάκις
10δὲ καὶ ὀγκωδέστερον, τῆς διαφορήσεως γινομένης, ὥστε μηδὲ τὴν τῶν ὀφθαλμῶν ἐν αὐτοῖς κοιλότητα δια‐ φαίνεσθαι. οὐκοῦν οὐδὲ οἱ σφυγμοὶ μειωθήσονται, τῆς δυνάμεως ἐῤῥωμένης, διὰ τὸ μὴ σεσυλῆσθαι τῇ διαφο‐ ρήσει ταύτῃ τὸν τόνον.
14
15Οὗτοι μόνοι πάντων τῶν πυρετῶν στεγνόν εἰσι πάθος. —
15 Τοῦτο οὐκ ἀκαίρως προσέθηκεν ὁ Γαληνὸς, ἀλλὰ πρὸς τοὺς μεθοδικοὺς ἀποτεινόμενος, οἵ γε πάντα τὰ πάθη ἔλεγον εἶναι ἢ στεγνὸν ἢ ῥοῶδες ἢ ἐπιπεπλεγμένον, ὥσπερ ἐν τῷ περὶ αἱρέσεων εἴρηκεν. ἅπαντα μὲν πυρε‐
20τὸν στεγνὸν πάθος ὑπελάμβανον εἶναι. διό φησι πρὸς αὐτοὺς, ὅτι εἰ δεῖ πυρετὸν καλεῖν στεγνὸν νόσημα, μόνον τοῦτον δεῖ καλεῖν τὸν ἐπὶ πυκνώσει διὰ δέρματος γι‐ γνόμενον.
23 Τοῖς δὲ ἐπὶ βουβῶσι πυρετοῖς ἐφημέροις οἱ σφυγμοὶ μέ‐
25γιστοι γίνονται. —
25 Τοὺς δὲ ἐπὶ βουβῶσι πυρετοὺς ἔξεστι διαγινώσκειν πρῶτον μὲν ἀπὸ τῶν σφυγμῶν. ἐπὶ γὰρ τούτων διὰ τὸ πλῆθος τῆς θερμασίας μεγάλοι γίνονται οἱ σφυγμοὶ καὶ παχεῖς καὶ πυκνοί. ὅτι δὲ ὁ βουβὼν οὐδὲν ἕτερόν ἐστιν ἢ
30φλεγμονή τινος τῶν ἀδένων, οὐδένα οἶμαι ἀγνοεῖν. ἐπὶ γὰρ τούτων, ὡς ἀνωτέρω εἰρήκαμεν, ὅταν ἢ ἕλκος ἢ ἄλλη τις ὀδύνη γένηται, ἐπεγείρεται μὲν ἡ φύσις, οἷον ἐπειγο‐ μένη τῷ πάσχοντι μορίῳ ἐπαμῦναι, καὶ πρὸς αὐτὸ φέ‐
ρεται, σὺν αὐτῷ δὲ δηλονότι, τὸ ἑαυτῆς ὄχημα, τό, τε256

1

.

257

αἷμα καὶ τὸ πνεῦμα, καὶ ταῦτα τοῖς ἀδέσιν ἐντυγχάνοντα ὡς ἀσθενεστέροις, ἐκεῖσε κατασκήπτει καὶ φλεγμονὴν αὐτοῖς ἐμποιεῖ. καλεῖται δὲ τὸ τοιοῦτον βουβών. ἐπὶ τού‐ των τοίνυν ἐπὶ τὴν ἀκμὴν ἔστιν ἰδεῖν νοτίδας τὸ δέρμα
5διαβρεχούσας θερμὰς καὶ ἡδείας. τοιοῦτος γάρ ἐστιν ὁ αἱματικὸς χυμὸς, ὅστις τὴν ἐν αὐτοῖς ἐποίησε φλεγμονήν. ὅταν δὲ λέγωμεν ἡδεῖαν ἰκμάδα, τὴν ἧττον μοχθηρὰν λέ‐ γομεν. οὐδὲ γὰρ ἐνδέχεται πυρετῷ οὕτως ἡδεῖαν αὐτὴν εἶναι, ὡς εἰ καὶ χωρὶς πυρετοῦ ἐγεγόνει, ἀλλ’ ὅτι, ὡς ἐν
10πυρετοῖς, τὸ δακνῶδες καὶ δριμὺ ταύτης κεκόλασται. ἔστι δὲ ἐπὶ τῶν τοιούτων καὶ τὸ πρόσωπον ἐρυθρότερον· ἑκάτερον δὲ τούτων ποιεῖ τὸ αἷμα, ἀλλὰ τὸ μὲν ἔρευθος τῷ χρόνῳ μαθεῖ, τὸν δ’ ὄγκον τῇ στάσει.
13 Καὶ τὰ οὖρα ὑπόλευκα. —
14
15 Ζητητέον δὲ διὰ ποίαν αἰτίαν ἐπὶ τούτων λευκὰ γί‐ νονται τὰ οὖρα. ὁ μὲν οὖν Ἀγγελεύας [ἀγγεῖα] φησὶ φέρεσθαι ἐπὶ τὴν κύστιν, δι’ ὧν μεταδιδόναι τὴν ὕλην ἐκ τῆς τῶν ἀδένων τροφῆς. λευκότης δ’ αὕτη δηλονότι. ἕκαστον γὰρ τῶν μορίων πρὸς τὴν ἑαυτοῦ φύσιν ἀλλοιοῖ
20καὶ τὴν ὑποκειμένην αὐτῷ τροφήν. αὕτη τοίνυν, φησὶ, φερομένη παρὰ τὴν κύστιν καὶ μεμιγμένη τῷ οὔρῳ, λευ‐ κὸν αὐτὸ ποιεῖ. τοῦτο δὲ πολλαχῶς ἔστιν ἀνατρέψαι, πρῶτον μὲν, ὅτι εὕρημά τι ζητεῖ παρ’ ἡμῶν ἐν ταῖς ἀνα‐ τομαῖς μὴ φαινόμενον. οὐδὲ γὰρ φαίνεται κοινὰ τοῖς
25βουβῶσιν ἀγγεῖα πρὸς τὴν κύστιν. ἀλλ’ εἰ καὶ τοῦτο δῶ‐ μεν, οὐ δυνήσεται τὸ σμικρὸν ἐκεῖνο τῆς τῶν ἀδένων τροφῆς μέρος, ὅλον χρῶσαι τὸ οὖρον. κἀκεῖνο δὲ αὐτὸν ἐρησόμεθα, τὰ ἀγγεῖα ταῦτα πότερον ἀναστομοῦνται ἐπὶ τὴν κύστιν ἢ οὔ; εἰ μὲν οὖν οὐκ ἀναστομοῦνται, οὐδὲν
30οἴσει παρ’ αὐτὴν, ὥστε οὐδὲ τῷ εἰρημένῳ χρώματι χρώσει τὸ οὖρον. εἰ δὲ ἀναστομοῦνται, καὶ αἷμα ἐπι‐
φέρει, καὶ συμβαίνει τὸ οὖρον οὕτως ἐρυθρὸν γίνεσθαι257

1

.

258

τῇ τοῦ αἵματος ἐπιμιξίᾳ. τὸ δὲ πάντων ἀπορώτατον· χρὴ προσθεῖναι, ὅτι τὰ οὖρα λευκὰ φαίνεται, οὐ μόνον ἐφ’ ὧν ἡ φλεγμονὴ παρὰ τοὺς ἐν τοῖς μηροῖς ἐστιν ἀδέ‐ νας, ἀλλὰ κἀπὶ τῶν ἐν μασχάλῃ ἐχόντων τινὰ ὄγκον, καὶ
5περὶ τὰ ὦτα, καὶ περὶ τῶν ἄλλων ἁπάντων ἀδένων ὁμοίως. τί οὖν ἐχρῆν πρὸς ταῦτα λέγειν; ἡμεῖς τοίνυν φαμὲν, ὅτι συμβαίνει τὰ οὖρα τοιαῦτα εἶναι διὰ τὸ τὴν χολὴν φερομένην περὶ τοὺς ἀδένας τούτους μίγνυσθαι τῷ αἵματι τῷ ἐν αὐτοῖς ἐσφηνωμένῳ, καὶ λοιπὸν κατὰ στέ‐
10ρησιν ταύτης τὰ οὖρα λευκὰ φαίνεται, ὥσπερ εἴ ποτε κἀπὶ τῶν κεφαλαλγούντων ὁρῶμεν τὰ οὖρα λευκὰ γιγνό‐ μενα, διὰ τὸ τὴν χολὴν ὡς λεπτομερεστέραν ἄνω φέ‐ ρεσθαι πᾶσαν, ὡς μηδὲ χρωννύναι λοιπὸν τὸ οὖρον. κἀν‐ ταῦθα τοίνυν ἐστὶ τοῦτο εἰπεῖν, ὅτι τῆς χολῆς ἀπουσίᾳ
15τὰ οὖρα τὴν τοῦ ὀῤῥώδους περιττώματος δείκνυσι φύσιν. λευκὸν δὲ τοῦτό ἐστι κατὰ φύσιν. ἐκεῖνο μέντοι χρὴ προ‐ σθεῖναι τὸ ἐν τοῖς ἔργοις τῆς τέχνης ἡμῖν πολλάκις ὀφ‐ θὲν, ὅτι τινῶν πυρεξάντων τὸν ἐπὶ βουβῶσιν ἐφήμερον πυρετὸν, φαίνεται τὰ οὖρα χολωδέστερα. τοῦτο δὲ γίνε‐
20ται, ὅταν καὶ τὸ ὅλον σῶμα θερμότερον καὶ ξηρότερον εὑρεθείη καὶ χολωδέστερον, καὶ αὐτὸς ὁ ἐν τοῖς ἀδέσιν ὄγκος ἐρυσιπελατώδης, αἵματος χολωδέστερον αὐτοῖς πεποιηκότος.
23 Κοινὸν δὲ τοῖς τοιούτοις ἅπασι πυρετοῖς τοῖς ἐφημέροις
25ἡ ὁμαλότης τοῦ σφυγμοῦ. —
25 Τὴν ὁμαλότητα τὴν ἐν τῷ σφυγμῷ κοινὴν ἐπὶ πάν‐ των εὑρίσκεσθαι πυρετῶν, ἐπεὶ οὔπω κατελύθη ἐπὶ τούτων ἡ δύναμις, ἀλλ’ ἔτι ἐῤῥωμένη ἐστὶ, ὥστε καὶ ἐῤ‐ ῥωμένη οὖσα ὁμαλοὺς ποιήσεται τοὺς σφυγμούς. —
29
30Παντελῶς γὰρ ἐξ αὐτῶν ὀλίγοι τινὲς τὴν κατὰ μίαν πλη‐ γὴν ἀνωμαλίαν ἐμφαίνουσιν. —
31 Τοῦτό φησι διὰ τοὺς ἐπὶ πυκνώσει τοῦ δέρματος γι‐
νομένους πυρετούς· ἐπὶ τούτων γὰρ ἀποκλειόμενα τὰ258

1

.

259

εἰωθότα διαφορεῖσθαι τὴν δύναμιν βαρεῖ, καὶ ταύτῃ τὴν κατὰ μίαν πληγὴν ἀνωμαλίαν ἀπεργάζεται.
2 Θεραπεύειν δὲ χρὴ λουτρῷ μὲν ἅπαντας. —
3 Ἀκολούθως ὁ συγγραφεὺς παραδοὺς ἡμῖν τὴν τοῦ
5ἐφημέρου πυρετοῦ διάγνωσιν, καὶ τὴν τῶν ποιούντων αὐ‐ τὸν αἰτίων ἀπ’ ἀλλήλων διάκρισιν, μεταβαίνει λοιπὸν ἐπὶ τὸν τῆς θεραπείας τρόπον, ὃς καὶ κοινός ἐστι καὶ διάφορος, εἴ γε καὶ οἱ ἐφήμεροι αὐτοὶ κοινὸν μὲν ἔχουσι τὸ ἐπὶ πνεύματι θερμαινομένῳ ἀνάπτεσθαι, διάφορον δὲ,
10τὴν τῶν αἰτιῶν ἐναλλαγήν. κἀπὶ τῆς θεραπείας λου‐ τρὸν μὲν ἐπὶ πάντων παραλαμβάνομεν. πρὸς δὲ τὰς ποι‐ ούσας τῶν πυρετῶν αἰτίας τὸν τρόπον τῆς χρήσεως ἐναλ‐ λάττοντες, οὕτως ἑκάστῳ κατάλληλον ποιούμεθα τὴν ἴασιν. Ἀλλ’ ἐπειδὴ τοῦ λουτροῦ τὴν μνήμην ἐποιησάμεθα,
15φέρε ὀλίγα περὶ αὐτοῦ διαλεχθῶμεν, τελεωτάτην μὲν ἔχοντες τὴν περὶ αὐτοῦ θεωρίαν ἐν τοῖς τῆς θεραπευτι‐ κῆς μεθόδου γράμμασι, βραχέα δὲ, ὅσα πρὸς εἰσαγομέ‐ νους εἰπεῖν, ἀναμιμνήσκοντες. Ζητήσωμεν οὖν τῆς τῶν λουτρῶν διαφορᾶς τὰ
20μέρη, καὶ τῶν μερῶν ἑκάστου τὴν δύναμιν. τῶν τοίνυν λουτρῶν τὰ μέν ἐστι θειώδη, τὰ δὲ στυπτηριώδη, τὰ δὲ ἁπλῶς ἄλλην τινὰ μοχθηρὰν ἔχοντα ποιότητα, τὰ δὲ τῶν ποτίμων ὑδάτων. ἐνταῦθα τοίνυν περὶ τῶν ποτίμων ἡμῖν ὁ λόγος γενέσθω, ἃ πέφυκε τὰ μὲν τραχέα ὁμαλύνειν,
25τὰ δὲ περιττώματα διαφορεῖν, τὰς δὲ συγκράσιας σβεννύναι, καὶ τὰς δυνάμεις ἀναῤῥωννύναι. τοῦ δὲ βαλα‐ νείου τρία ἐστὶ τὰ μέρη· πρῶτος μὲν γάρ ἐστιν ὁ θερ‐ μὸς ἀὴρ, καὶ δεύτερος, ἡ τοῦ θερμοῦ ὕδατος δεξαμενὴ, καὶ τρίτη ἡ τοῦ ψυχροῦ. καί τινες ἀμεθόδως ὑπελάμβα‐
30νον, ὅτι μία δύναμίς ἐστιν ἡ τοῦ βαλανείου, ὥστε καὶ ἐξαπατᾶσθαι, ὅτι θερμὴν καὶ ὑγρὰν ἔχει καθόλου τὴν
δύναμιν. ἡμεῖς μέντοι τῇ τῶν θερμῶν διαφορᾷ προσέ‐259

1

.

260

χοντες, διάφορον αὐτοῦ καὶ τὴν δύναμιν ἀποφαινόμεθα. ὁ μὲν γὰρ θερμὸς ἀὴρ διαφορεῖ μᾶλλον, ἧττον δὲ ὑγραί‐ νει· ἡ δὲ θερμὴ κολυμβήθρα, τοὐναντίον μᾶλλον μὲν ὑγραίνει, ἧττον δὲ διαφορεῖ, διαφορεῖ δ’ ὅμως. τὸ δὲ
5ψυχρὸν ὕδωρ τήν τε γενομένην δυσκρασίαν ἀπὸ τοῦ λου‐ τροῦ παραμυθεῖται καὶ σβέννυσι· καὶ μέντοι καὶ πυκνοῖ τοὺς πόρους, ὥστε μὴ συγχωρῆσαι ταῖς δυνάμεσιν ἀπο‐ πτῆναι. τούτων τοίνυν οὕτως εἰρημένων, οὐδὲν ἂν εἴη χαλεπὸν ἐφαρμόσαι ταῖς διαφόροις αἰτίαις τοῦ ἐφημέρου
10διαφόρου λουτροῦ χρῆσιν.
10 Ἀλλὰ τοὺς ἐπὶ πυκνώσει τοῦ δέρματος ἢ ἐπὶ βουβῶσιν, οὐδ’ εἰ ἐν τῷ ἀέρι τοῦ βαλανείου χρονίσαι κελεύσειας, οὐδὲν βλάψεις. —
13 Καὶ τοῦτο εἰκότως. δέονται γὰρ οὗτοι διαφορήσεως
15πλείονος, εἰ μὲν ἐπὶ πυκνώσει, ὅτι διὰ τὴν πύκνωσιν ταύτην τὰ εἰωθότα διαφορεῖσθαι ἔνδον ἐναποκεκλεῖ‐ σθαι τῷ σώματι. εἰ δὲ ἐπὶ βουβῶσιν, ὅτι πλῆθός ἐστιν αἵματος, ἐξ οὗ καὶ τὴν ἐπίῤῥοιαν εἰς τὸν βουβῶνα γεγε‐ νῆσθαι, ὡς μικρῷ ἀνωτέρω εἰρήκαμεν.
19
20Τοὺς δ’ ἄλλους ἅπαντας ὅτι τάχιστα τοῦ ἀέρος ἀπάγειν. —
20 Τοὺς θυμωθέντας φησὶ, τοὺς λυπηθέντας, τοὺς ἀγρυ‐ πνήσαντας, τοὺς φροντίσαντας, ἐπειδὴ κοινὸν ἐπὶ πάν‐ των τούτων ἐστὶν ἡ ξηρότης, καὶ δέονται οὗτοι τοῦ ὑγρανθῆναι. ἐπιτρέψωμεν αὐτοῖς ἐνδιατρίψαι τῷ θερμῷ
25ὕδατι, δυναμένῳ τὰ γεννηθέντα ὑπὸ τοῦ πυρετοῦ κα‐ πνώδη περιττώματα διαφορῆσαι, καὶ μέντοι καὶ χρηστὴν ἀντ’ ἐκείνων ἐνθεῖναι ὑγρότητα.
27 Ἐλαίῳ χλιαρῷ τε καὶ πολλῷ καὶ μαλακαῖς χερσὶν ἐπι‐ τρίβειν ἐπιπλέον, μάλιστα μὲν τοὺς κοπωθέντας. —
29
30 Εἰδέναι χρὴ, ὅτι τὸ ἔλαιον χαλαστικὴν ἅμα καὶ δια‐ φορητικὴν ἔχει δύναμιν, ἀλλ’ οὕτως μὲν ἁπλῶς τοὺς τοῦ
σώματος πόρους [ἐμπλάττει]· ἐντεῦθεν ἀπολαμβάνει260

1

.

261

τε αὐτοὺς καὶ κωλύει τὴν διαφόρησιν τῷ γλίσχρῳ τῆς οὐ‐ σίας. μετὰ δὲ ἀνατρίψεως μετρίας θερμαίνεται καὶ ἀντι‐ θερμαίνει τὸ σῶμα, καὶ ἀραιοῦν ἐπὶ διαφόρησιν τὰ πε‐ ριττώματα προτρέπεται. ἐπειδὴ τοίνυν ἐπὶ τῶν κεκοπω‐
5μένων μετρία τις γίγνεται φλεγμονώδης διάθεσις, ἔν τε τοῖς μυσὶ καὶ τοῖς ἄρθροις, ὡς δηλοῖ καὶ ἡ μετὰ τοὺς κόπους ὀδύνη, διὰ ταύτην τὴν αἰτίαν κέχρηται τῇ ἀλοιφῇ τοῦ ἐλαίου χλιαρᾷ. τὸ γὰρ τοιοῦτον μάλιστα πέφυκε χαλᾷν, καὶ μέντοι καὶ μαλάττειν ἐπὶ πλείονα χρόνον.
10ἀλλὰ καὶ μαλακὰς βούλεται τὰς ἀνατριβούσας εἶναι χεῖ‐ ρας. καὶ γὰρ αἱ σκληραὶ σκληραίνειν τε καὶ ξηραίνειν καὶ ἀνιᾷν πεφύκασιν. οὕτως μὲν ἐπὶ τῶν κοπωθέντων δα‐ ψιλῶς χρηστέον τῷ ἐλαίῳ, τοῦ χαλάσαι μόνον χάριν. κατὰ δεύτερον δὲ λόγον ἐπὶ τῶν στεγνωθέντων αὐτῷ
15χρώμεθα, δυναμένῳ τοὺς πόρους διανοῖξαι καὶ διαφορῆ‐ σαι τὰ περιττώματα. διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ περὶ τῶν ἐπὶ βουβῶσιν, ἔνθα πλῆθος ὑπῆρχε, μετρίας δεῖται διαφορήσεως.
18 Καὶ λούειν δὲ πολλάκις, εἰς ὅσον ἐγχωρεῖ, τοὺς τοιούτους. —
19
20 Τοὺς τοιούτους φησὶ τοὺς προσεχῶς εἰρημένους, τοὺς κοπωθέντας δηλαδὴ καὶ στεγνωθέντας καὶ τοὺς ἐπὶ βου‐ βῶσι πυρέξαντας. οὗτοι γὰρ δέονται ἐπὶ πλείονα χρόνον τῷ λουτρῷ. καλῶς γὰρ προσέθηκε τῷ λόγῳ τὸ εἰς ὅσον ἐγχωρεῖ. δυνάμεως γὰρ ἀντιπραττούσης, οὐκ ἂν παραλη‐
25φθείη οὐχ ὅτι λουτρὸν, ἀλλ’ οὐδὲ τῶν ἄλλων οὐδὲν βοηθημάτων.
26 Ἐσθίειν δὲ τοὺς μὲν ἐπὶ κόποις ἐνδέχεται πολλάκις. —
27 Ἀκολούθως μετὰ τὸ λουτρὸν ἐπὶ τὸν τρόπον μεταβαί‐ νει τῆς διαίτης. καὶ ταύτην αὖθις ἐμμεθόδως ὁρίζει. τοῖς
30μὲν κεκοπωμένοις, ἐπειδὴ πλεῖον ἢ προσῆκε διεφορή‐ θησαν, ἀντεισαγαγεῖν βούλεται τὸ λοιπὸν καὶ πολλάκις αὐτοῖς παρέχει. τοῖς δὲ στεγνωθεῖσι καὶ ἐπὶ βου‐ βῶσι πυρέξασιν οὐκέτι, διότι πλῆθός ἐστιν ἐφ’ ἑκα‐
τέρου τούτων.261

1

.

262

Ἀλλὰ καὶ οἶνον πίνειν, εἰς ὅσον ἂν καὶ τούτου κρατεῖν δύνανται. —
2 Ἐπειδὴ καὶ ἀναθρέψειν βούλεται τοὺς κεκοπωμένους, ἀσθενοῦς ἐπ’ αὐτῶν ὑπαρχούσης τῆς δυνάμεως, ἐπι‐
5νοεῖ τὸν οἶνον δυνάμενον τάχιστα μὲν ἐν γαστρὶ χυλο‐ ποιηθῆναι, τάχιστα δὲ ἐν ἥπατι εἰς αἷμα μεταβληθῆναί τε καὶ θρέψαι ὅλον τὸ σῶμα. τὸ δὲ τοῦ οἴνου μέτρον ἀπὸ τῶν συστοίχων ἁπάντων λαμβάνω, καὶ πρῶτον ἀπὸ τῆς δυνάμεως. εἰ μὲν γὰρ αὐτὴ ἀσθενὴς εἴη, ἧτ‐
10τον δώσομεν αὐτῇ τὸν οἶνον· εἰ δ’ ἰσχυρὰ, πλείονα ὅσον καὶ πέψαι δύναται. ἀλλὰ καὶ ἀπὸ τῆς ἡλικίας· εἰ μὲν γὰρ γεροντικὴ, πλείονος δεῖται· εἰ δὲ τῶν ἀκμαζόντων, ἥττονος· καὶ ἡ μὲν θερμοτέρα κράσις, ἐλάττονος· ἡ δὲ ψυχροτέρα, πλείονος· ἀλλὰ μὴν καὶ ἀπὸ τοῦ ἔθους· εἰ
15μὲν γὰρ οἰνοπότης ἐν τῷ καιρῷ τῆς ὑγείας ἐτύγχανε, πλείονα αὐτὸν δώσομεν· εἰ δ’ οὐχ ὑπῆρχε τοιοῦτος, ἔλατ‐ τον· καὶ ἐν θέρει μὲν ἧττον, ἐν χειμῶνι δὲ πλεῖον, καὶ μᾶλλον ἐν Σκυθίᾳ πλεῖον, ἐν Αἰθιοπίᾳ δὲ ἧττον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.
19
20Τοὺς δ’ ἐπὶ βουβῶσι πυρέξαντας εἴργειν οἴνου. —
20 Ἐπὶ τούτων γὰρ ὁ αἱματικὸς χυμὸς ἐκ τῆς τοῦ οἴ‐ νου δόσεως διπλασιαζόμενος ἔτι πλείονα δὴ ὄγκον ἐργάζεται.
23 Τῶν στεγνωθέντων δὲ ἢ ψυχθέντων τοὺς μὲν ἐπ’ ὀλίγον
25τοῦτο παθόντας ἥκιστά τε πληθωρικοὺς οὐ χρὴ κωλύ‐ ειν οἴνου. —
26 Ἐπὶ δὲ τῶν στεγνωθέντων ἀκριβέστερον δεῖ προσέχειν, εἰ δεῖ καὶ τῷ οἴνῳ κεχρῆσθαι ἢ οὐ δεῖ πάμπαν. δεῖ‐ ται δὲ ὁ λόγος προσδιορισμοῦ. εἰ μὲν γὰρ εἴη πολλὴ ἡ
30στέγνωσις καὶ τὸ σῶμα πληθωρικὸν, οὐ δώσομεν τὸν οἶνον. εἰκὸς γάρ ἐστιν ὑπ’ αὐτοῦ τὰς ὕλας χυθείσας δι‐ πλασιασθῆναι καὶ τοῖς μορίοις ἐπελθεῖν, καὶ πλήθει ἔμ‐
φραξιν ἐργάσασθαι. εἰ δ’ ὀλίγη εἴη ἡ στέγνωσις, καὶ262

1

.

263

μηδὲ πλῆθος χυμοῦ ὑποκέοιτο, τηνικαῦτα δώσομεν τὸν οἶνον, ἵνα τῇ ἀμετρίᾳ τῆς θερμότητος τούς τε πόρους ἀραιώσῃ, καὶ ῥώσῃ τὴν δύναμιν ἥτις ῥωσθεῖσά γε μᾶλλον ἐπιτίθεται τοῖς αὐτὰ λυμαινομένοις αἰτίοις.
4
5Τοὺς δ’ ἐπ’ ἀγρυπνίαις ἤ τινι πάθει ψυχικῷ πυρέξαν‐ τας ἐπὰν λούσῃς, ὑγραινούσῃ τε καὶ εὐχύμῳ τροφῇ διαιτᾷν. —
7 Ἐπὶ πάντων μὲν χρὴ δηλονότι παραλαμβάνειν δί‐ αιταν εὔχυμον. αὐτὸς μέντοι κατ’ ἐξαίρετον αὐτῆς ἐπὶ
10τῶν ψυχικῶν παθῶν ἐμνημόνευσεν, εἰδὼς ὅτι ταῦτα μά‐ λιστα καταβάλλει τὸ σῶμα, καὶ οὐδέν ἐστιν οὕτως δυνά‐ μενον κωλῦσαι τὰς φυσικὰς δυνάμεις, ὡς ἡ τῶν ψυχικῶν παθῶν ἀμετρία. καὶ διὰ ταύτην τὴν αἰτίαν, ὅσοι μὲν ἔξω τούτων εἰσὶν, ἀφροντιδέστεροι ὄντες καὶ τῶν ἄλλων
15ψυχικῶν παθῶν ἀπηλλαγμένοι, πάντα τὰ προσφερόμενα αὐτοῖς πέττουσί τε καὶ μεταβάλλουσι, καὶ περιγινόμενοι αὐτῶν κέρδος ἐξ αὐτῶν οὐκ ὀλίγον τῷ σώματι πορίζον‐ ται. ὅσοι μέντοι ἢ λυποῦνται ἢ φροντίζουσιν, οὗτοι καὶ τὰ λίαν εὔπεπτα οὐ πέττουσιν ἢ σὺν χρόνῳ καὶ μόγις.
20ἐπειδὴ τοίνυν ἐπὶ τῶν ἐφημέρων πυρετῶν, τῶν διὰ ψυ‐ χικὸν πάθος γεγενημένων, οἱ χυμοὶ δριμύτεροι γεγόνασι καὶ ἡ τοῦ σώματος ἕξις ὅλη ξηροτέρα, διὰ τοῦτο βούλε‐ ται τροφὴν αὐτοῖς παρέχειν εὔχυμόν τε καὶ ὑγρὰν καὶ δυναμένην μεταβάλλειν, οὐ μόνον κατὰ ποιότητα, ἀλλὰ
25καὶ κατὰ ποσότητα.
25 Οἶνον δὲ μάλιστα τοῖς ἀγρυπνήσασιν ἀδεῶς διδόναι. —
26 Ἐπειδὴ κατὰ τὴν ἀγρυπνίαν τό τε ὅλον σῶμα ἐξήραν‐ ται, καὶ μέντοι καὶ συμβαίνει πολλάκις ἀπεψίαν γίνε‐ σθαι, ἑξῆς πολλὰ τίκτεσθαι περιττώματα. διὰ τοῦτο
30τὸν οἶνον ἐπὶ τούτων ἀδεέστερον δίδωσιν, ὡς ἂν δυνάμε‐ νον καὶ τὸ ἐξηρασμένον ὑγρᾶναι σῶμα, καὶ τὰ περιττώ‐ ματα προτρέψασθαι πρὸς ἔκκρισιν, τῷ τὰς φυσικὰς
ἐκροὰς εὐροωτέρας ποιῆσαι. φυλακτέον δὲ μᾶλλον ἐπὶ263

1

.

264

τούτων κεφαλαλγίαν. ὁ γὰρ οἶνος ταχέως εἰς ἀτμοὺς με‐ ταβαλλόμενος καταλαμβάνει τὸν πεπονθότα τόπον καὶ πληροῖ καὶ διατείνει καὶ τὴν ὀδύνην ἐπαύξει, καὶ μάλι‐ στα ὅτι αὐτὴ ἡ ὀδύνη συμπράττει τῇ ἐπὶ τὸ πεπον‐
5θὸς μόριον αὐτοῦ φορᾷ, πεφυκότων, ὡς πολλάκις μεμα‐ θήκαμεν, τῶν ὀδυνωμένων ῥευματίζεσθαι. ταύτην μέντοι τὴν κεφαλαλγίαν οὐ μόνον ἐπὶ ἠγρυπνηκότων, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων φυλακτέον, ἐφ’ ὧν τὴν τοῦ οἴ‐ νου παραλαμβάνομεν πόσιν.
9
10Ἀλλὰ καὶ τοῖς ὀργισθεῖσιν ἢ λυπηθεῖσιν ἢ φροντίσασιν οἶνον διδόναι. —
11 Ὀργὴν μέν φησι τὸν μέτριον θυμόν. ὅτι δὲ χρὴ ἐπὶ τούτων καὶ τῶν λυπηθέντων καὶ τῶν πεφροντικότων τὸν οἶνον διδόναι, δυνάμενον ὑγρανθῆναι καὶ ἐπιτῆξαι τὴν
15ὑπ’ αὐτῶν προσγινομένην τῷ σώματι ξηρότητα, οὐδεὶς ἂν ἀμφιβάλλοι.
16 Τοῖς θυμωθεῖσι δὲ, ἡνίκα ἂν παντελῶς ἔξω τοῦ πάθους ὦσι, πρότερον δ’ οὐκ ἀσφαλὲς οἴνῳ χρῆσθαι. —
18 Καὶ τοῦτο εἰκότως· εἴ γε ὁ θυμὸς ζέσις τίς ἐστι τοῦ
20περικαρδίου αἵματος καὶ συμπράττει δηλονότι τῇ ζέσει ταύτῃ ἡ τοῦ οἴνου πόσις.
21 Πειρᾶσθαι δὲ καὶ τὸ ἐναντίον ἀντεισάγειν ἀεὶ τῷ λυ‐ πήσαντι. —
23 Ἐπειδὴ κοινόν ἐστιν ἐπ’ ὀργῆς καὶ θυμοῦ καὶ φρον‐
25τίδος καὶ λύπης, αὐτὸ τοῦτο τὸ λυπεῖσθαι. πάντες γὰρ οὗτοι ἔχουσί τινα λύπην, οἱ μὲν θυμωθέντες, ὅτι ἠδί‐ κηνται, οἱ δὲ φροντίσαντες, ὅτι αὐτοῖς οὐκ ἀπέβη τὸ ζητούμενον, οἱ δὲ λυπηθέντες αὐτόθεν. διὰ ταύτην τὴν αἰτίαν καὶ κοινὴν αὐτοῖς ἀντεισάγει θεραπείαν, τὴν ἀπὸ
30τῆς ἡδονῆς. αὕτη γὰρ χέουσα τοὺς ἐν τῷ σώματι χυμοὺς, καὶ μάλιστα τὸν αἱματικὸν, εἰς ἅπαντά τε τὰ μόρια ἐκ‐
τείνει καὶ τῇ τούτου παρουσίᾳ τὸ ὅλον ὑγραίνει σῶμα,264

1

.

265

καὶ μέντοι καὶ τῶν προκειμένων ἀπαλλάττει παθῶν. χρὴ δὲ καταστοχάζεσθαι τῆς τοῦ κάμνοντος φύσεως καὶ πρό‐ σφορον αὐτῷ ποιεῖσθαι τὴν θυμηδίαν, εἰ μέν τις εἴη φιλολόγος καὶ φιλοΐστωρ, ἐκδιηγούμενον κατορθώματα
5τῶν ἱστοριῶν, ἢ ἕτερα ἐπὶ τοῦτον λέγοντα· εἰ δὲ φιλοσό‐ φοις ἐντραφεὶς μαθήμασι, φιλοσόφους ἀνερευνοῦντα λογι‐ σμοὺς, καὶ φιλοσόφων ἐκδιηγούμενον κατορθώματα. εἰ δὲ θεᾷ σχολάζων, αὐτὸν μὲν οὐδὲν τοιοῦτον ἐπὶ τούτου λέ‐ γειν, ἄλλους δὲ παρασκευάζειν τὴν τοιαύτην ποιεῖσθαι
10διήγησιν. πολλάκις δὲ καὶ παρ’ αὐτὰς τὰς θέας αὐ‐ τῶν ἀποστελοῦμεν. καὶ ἁπλῶς πρὸς τὸν τοῦ κάμνοντος τρόπον καὶ τὴν τῆς ἡδονῆς ἐπινοητέον διαφοράν.
12 Τῶν δὲ ἄλλων πυρετῶν οἱ μὲν ἐπὶ φλεγμοναῖς, οἱ δ’ ἐπὶ χυμοῖς ἀνάπτονται. —
14
15 Εἰρήκαμεν ὅτι τῶν πυρετῶν οἱ μὲν ἐπὶ πνεύμασι γί‐ νονται, οἱ δὲ ἐπὶ ὑγροῖς, οἱ δὲ ἐπὶ στερεοῖς. διείλεκται δὲ πρότερον περὶ τῶν ἐπὶ πνεύμασι συνισταμένων, καὶ παραδέδωκεν αὐτῶν τὰς διαγνώσεις καὶ τὰς θεραπείας. μεταβαίνει λοιπὸν ἐπὶ τοὺς ἐπὶ χυμοῖς. περὶ γὰρ ἑκτι‐
20κῶν οὐδὲν ποιήσεται λόγον ἐν τούτοις, ἐπειδὴ καὶ ὁ Γλαύκων τῶν ὡς ἐπὶ πολὺ γινομένων νοσημάτων ᾔτησεν αὐτῷ γραφῆναι τὴν ἴασιν. ὁ δ’ ἑκτικὸς οὐκ ἔστι τῶν ὡς ἐπὶ τὸ πολὺ γινομένων. τῶν τοίνυν ἐπὶ χυμοῖς οἱ μὲν ἐν τῷ παντὶ σώματι τὸν χυμὸν ἔχουσι σηπόμενον, καὶ συ‐
25νεχεῖς γίνονται· οἱ δὲ ἐν ἑνὶ μορίῳ ἔμφραξιν ἐργαζόμενοί τινων πόρων, ὅθεν καὶ περιοδίζοντες γίνονται πυρετοὶ, καὶ φλεγμονὴν ἢ ἄλλον τινὰ ὄγκον ποιοῦνται. καὶ πάλιν τῶν πυ‐ ρετῶν οἱ μέν εἰσι διαλείποντες, οἱ δὲ συνεχεῖς· διαλείποντες μὲν ὅσοι τὴν ὕλην ἔχουσι τῶν ἀγγείων ἐκτός· συνεχεῖς δὲ
30ὅσοι τὴν ὕλην ἔσω τῶν ἀγγείων ἔχουσι. τούτων δὲ αὐτῶν πά‐ λιν οἱ μετὰ τῶν συμπτωμάτων εἰσβάλλουσιν, οἱ δὲ χωρὶς συμπτωμάτων. οὐκοῦν ἐνταῦθα οὐ διαλέξεται περὶ τῶν
ἐπὶ φλεγμοναῖς γινομένων πυρετῶν, ἀλλὰ περὶ τῶν ἄλ‐265

1

.

266

λων, καὶ πρότερον περὶ τῶν διαλειπόντων, ὕστερον δὲ περὶ τῶν συνεχῶν· καὶ πάλιν πρότερον περὶ τῶν χωρὶς συμπτωμάτων. διαλέξεται δὲ καὶ περὶ τῶν συμπτωμάτων ἐν τοῖς ἑξῆς. οἱ τοίνυν διαλείποντες πυρετοὶ ἢ ἐπὶ φλέγ‐
5ματι σηπομένῳ γίνονται καὶ ποιοῦσι τὸν καλούμενον ἀμφημερινὸν πυρετὸν, ἢ ἐπὶ τῇ ξανθῇ χολῇ καὶ ποιοῦσι τὸν τριταῖον, ἢ ἐπὶ τῷ μελαγχολικῷ χυμῷ καὶ ποιοῦσι τὸν τεταρταῖον. καὶ τούτων ἔχει παραδοῦναι διαγνώσεις τε καὶ θεραπείας. καὶ πρότερόν γε περὶ τριταίου, ἐπειδὴ
10οὗτός ἐστι τῶν ἄλλων εὐηθέστερός τε καὶ ἐπιεικέστερος, καὶ μέντοι καὶ τοῖς ἀνθρώποις ὡς ἐπὶ τὸ πλεῖστον συμβαίνων.
12 Καί εἰσιν οἱ μὲν ἐπὶ φλεγμοναῖς, οἷον συμπτώματά τινα τῶν φλεγμαινόντων μορίων. —
14
15 Ἐπειδὴ ὁ πυρετὸς αὐτὸς οὐδέν ἐστι σύμπτωμα. οὔτε γὰρ ἐν ἐκκρινομένοις καὶ ἐπεχομένοις ἔχει τὴν φύσιν, οὔτε ἐν διαθέσει σωμάτων, οὐ μὴν οὐδὲ βλάβη ἐστὶν ἐνεργείας, ἀλλὰ μᾶλλον αὐτὸς βλάπτει τὴν ἐνέργειαν, νό‐ σημα ὄν. διὰ δὲ τοῦτο νῦν οὐκ ἠξίωσεν αὐτὸν ἁπλῶς εἰπεῖν
20σύμπτωμα, ἀλλ’ οἷον σύμπτωμα. οὐ γάρ ἐστι σύμπτωμα, ἀλλ’ ὅτι καθάπερ σύμπτωμα τοῖς νοσήμασιν ἀκολουθεῖ. οὕτω καὶ ταῖς φλεγμοναῖς ἐνταῦθα ὁ πυρετὸς ἕπεται δίκην συμπτώματος. ἐπὶ μέντοι τῶν ἄλλων πυρετῶν, τῶν προηγου‐ μένως γινομένων, οὐκέτι ἕπεται, ἀλλ’ αὐτὸς πρῶτος γίνε‐
25ται, ἄλλα δέ τινα αὐτῷ συμπτώματα πάντως ἀκολουθεῖ.
25 Τούτων δέ τινες μὲν ἄνευ συμπτωμάτων, οἵπερ δὴ καὶ ἐπιεικέστατοί εἰσι. —
27 Ζητητέον πῶς φησιν ἐνταῦθά τινας τῶν πυρετῶν εἶ‐ ναι δίχα συμπτώματος. οὐδὲν γάρ ἐστι νόσημα, ὃ μὴ
30βλάπτει τὴν ἐνέργειαν, ἐπείτοι καὶ οὗτός ἐστιν ὁ τοῦ νο‐ σήματος ὅρος, διάθεσις παρὰ φύσιν βλάπτουσα τὴν ἐνέρ‐ γειαν. ἔστι δὲ ἡ βλάβη τῆς ἐνεργείας, σύμπτωμα. πῶς
οὖν αὐτὸς ἐνταῦθα λέγει πυρετούς τινας εἶναι δίχα συμ‐266

1

.

267

πτωμάτων; πρὸς τοῦτό φαμεν, ὅτι τῶν συμπτωμάτων τινά ἐστιν εἰδοποιὰ τῶν νοσημάτων καὶ συνεισβάλλει πάντως αὐτοῖς καὶ καλεῖται ὑπὸ τῶν ἐμπειρικῶν παθο‐ γνωμονικὰ, ὡς ἂν τῆς τῶν παθῶν ἰδέας χαρακτηρίζοντα
5τὴν φύσιν αὐτῶν, ὥς τ’ ἐπὶ τῆς πλευρίτιδος ἥ τε βὴξ καὶ ὁ πυρετὸς καὶ ἡ δύσπνοια καὶ τὸ νυγματῶδες ἄλγημα. τινὰ δὲ ἐξ ὑστέρου ἐπιφαίνεται ἀλλότρια, περὶ ὧν ἐν‐ ταῦθα λέγειν αὐτὸν ἐροῦμεν, ἅτε ἐξ ἀνάγκης ἐπιφαι‐ νομένων. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν, ὅτι τῶν πυρετῶν οἱ
10μὲν μετὰ συμπτωμάτων εἰσβάλλουσιν, οἱ δὲ δίχα συμπτω‐ μάτων. συμπτώματα δὲ λέγομεν οὐ τὰ τυχόντα, ἀλλὰ ὅσα οὕτως ἐστὶ μοχθηρὰ καὶ κακοήθη, ὡς τῇ ἀπηνείᾳ κατα‐ βάλλειν μὲν τὴν δύναμιν, περιέλκειν δὲ ἅπασαν ἐφ’ ἑαυτῷ τὴν τέχνην τῷ σφοδρῷ τῆς ἐνοχλήσεως. ἐνταῦθα
15τοίνυν περὶ τῶν πυρετῶν διαλέξεται, οἷς οὐδὲν τοιοῦ‐ τον σύνεστι σύμπτωμα, ὕστερον δὲ καὶ περὶ τῶν λοι‐ πῶν διαλέξεται.
17 Ἐν οἷς μάλιστα εἰ οἷόν τε κατὰ τὴν πρώτην ἡμέραν δια‐ γνωστέον οἷός τίς ἐστιν ὁ πυρετός. —
19
20 Εἰσιόντας παρὰ τὸν ἄῤῥωστον ἐν τῇ πρώτῃ τῶν ἡμερῶν δεῖ ζητεῖν εὐθέως, εἰ χρόνιόν ἐστι τὸ νόσημα ἢ ὀξύ. τοῦτο γὰρ ἡμῖν συμβάλλεται, εἰς τὸ τυπῶσαι τὸ εἶ‐ δος τῆς διαίτης. εἰ γὰρ πλησίον ἐστὶν ἡ ἀκμὴ, ὅπερ ἐπὶ τῶν ὀξέων γίνεται, λεπτότερον διαιτήσομεν, ἢ καὶ ἐπὶ
25ἀσιτίᾳ φυλάξομεν, ἵνα μὴ τροφὴν δόντες μερίσωμεν τὴν δύναμιν εἴς τε τὴν τῆς τροφῆς κατεργασίαν καὶ εἰς τὴν τοῦ νοσήματος ἐπιμέλειαν. καὶ εἰ μὲν τῆς τροφῆς κα‐ ταφρονήσασα πρὸς τὸ νόσημα ἀγωνίσηται, συμβαίνει ταύτην ἀπεπτηθεῖσαν ὕλην γίνεσθαι τοῦ πυρετοῦ κἀν‐
30τεῦθεν ἰσχυρότερον γεγονὸς τοῦτο ἐπιθέσθαι τῇ δυνάμει καὶ καταβάλλειν ταύτην. εἰ δὲ περὶ τὴν τῆς τροφῆς κα‐
τεργασίαν ἀπασχοληθείη τὸ νόσημα, ἅτε μηκέτι τὸν ἀγω‐267

1

.

268

νιζόμενον ἔχον, ἰσχυρότερον αὐτοῦ γίνεται καὶ κακοῖ τὴν φύσιν. εἰ δὲ πόῤῥω εἴη ἡ ἀκμὴ, ἁδρότερον διαιτήσομεν, ἵνα μὴ τῷ χρόνῳ ὑπὸ τῆς ἀσιτίας καταλυθεῖσα ἡ δύνα‐ μις ἀτονωτέρα ἑαυτῆς περὶ τὸν καιρὸν τῆς ἀκμῆς γένηται,
5ὅτε μάλιστα ὁ τῆς φύσεώς ἐστιν ἀγὼν πρὸς τὸ νόσημα. καὶ τοῦτο Ἱπποκράτης προσεσχηκὼς, εἶπεν· οἷσι μὲν οὖν αὐτίκα ἡ ἀκμὴ, λεπτῶς διαιτᾷν· οἷσι δὲ ὕστερον, ἐς ἐκεῖνο καὶ πρὸ ἐκείνου σμικρὸν ἀφαιρετέον· ἔμπροσθεν δὲ πιωτέρως διαιτᾷν, ὡς ἂν ἐξαρκέσῃ ὁ νοσέων.
9
10Καὶ πότερον τῶν διαλειπόντων καλουμένων ἢ τῶν συ‐ νεχῶν. —
11 Διαλείπων μέν ἐστι πυρετὸς ὁ διάλειμμα καθαρὸν ἔχων. γίνεται δὲ τοῦτο, τῆς ὕλης ἔξω τῶν ἀγγείων οὔσης. συνεχὴς δὲ, ὁ μηδεμίαν ἀνακωχὴν παρέχων τῇ φύσει. γί‐
15νεται δὲ οὕτω, τῆς ὕλης ἔσω τῶν ἀγγείων οὔσης. τὸ μὲν οὖν χρόνιον ἢ ὀξὺ ζητητέον διὰ τὸ τῆς διαίτης εἶδος, ὡς εἰρήκαμεν, τὸ δὲ διαλείποντα εἶναι πυρετὸν ἢ συνεχῆ, διὰ τὸν καιρὸν τῆς αὐτῆς. χρὴ εἰδέναι ὅτι δεῖται μὲν ἡ δύναμις ἀεὶ τροφῆς ἀναπληρούσης αὐτὴν τὴν τοῦ διαπε‐
20φορημένου βάσιν. ἀλλὰ ταύτην μάλιστα δοτέον, ὅτε δύ‐ ναται αὐτὴν πέψαι καὶ κατεργάσασθαι. πέττει δὲ, ὅτε καθαρά ἐστι, καὶ οὐδὲ ὑπὸ τῆς τοῦ πυρετοῦ θερμασίας ἐνοχλεῖται. οὐκοῦν ἐν τῷ λείμματι δοτέον αὐτήν. ἐν τῷ γὰρ παροξυσμῷ εἰ δῶμεν, ἡ μὲν δύναμις καταβέβληται
25ὑπὸ τῆς τοῦ πυρετοῦ δυσκρασίας, καὶ οὐ δύναται αὐτῆς περιγενέσθαι. ἡ δὲ μὴ πεφθεῖσα τροφὴ ὕλη γίνεται τοῦ πυρετοῦ. καὶ τοῦτό ἐστιν, ὅ φησιν Ἱπποκράτης ἐν ἀφορισμοῖς· τοὺς δὲ παροξυσμοὺς ὑποστέλλεσθαι χρή. τὸ προστιθέναι γὰρ βλάβη. δοτέον τοίνυν τὴν τροφὴν ἐν
30τοῖς λείμμασιν. ἀλλὰ ταῦτα μέν ἐστιν εἰπεῖν ἐπὶ τῶν διαλειπόντων. ἐπὶ δὲ τῶν συνεχῶν, τί ἄν τις καὶ δράσαι; οὐ γὰρ ἔνεστιν εὑρεῖν ἐπὶ τούτων ἀνετικὸν καιρὸν, ἀλλὰ συνεχὴς ὁ πυρετός ἐστιν. ὅμως κἀπὶ τούτων, ἐπειδὴ
γίνεται μειοπυρεξία διάλειμμα μιμουμένη, τηνικαῦτα τὴν268

1

.

269

τροφὴν δοτέον, οὐχ ὅτε ἐπὶ παροξύνουσιν, ἐπεὶ τὰ εἰρη‐ μένα πάντως συμβήσεται.
2 Παντελῶς γὰρ ὀλίγοι πυρετοὶ τῆς τετάρτης ἡμέρας δέον‐ ται πρὸς ἀκριβῆ διάγνωσιν. —
4
5 Τοῦτό φησι διὰ τοὺς συνθέτους. τοὺς μὲν γὰρ ἁπλοῦς ἐνδέχεται κατὰ τὴν πρώτην ἡμέραν διαγινώσκειν· ἀλλ’ ἐπειδὴ σύνθετοί τινές εἰσιν, οἳ κατὰ τὴν πρώτην ἡμέραν οὕτω τυγχάνουσιν εἰσβάλλοντες, ἐνίοτε δὲ οὐδὲ κατ’ αὐ‐ τὴν τὴν δευτέραν, ἐπὶ τούτων ἀνάγκη περιμένειν τὴν τρί‐
10την ἢ τὴν τετάρτην ἡμέραν ἐνίοτε πρὸς τὴν τῆς διαγνώ‐ σεως ἀκρίβειαν.
11 Μακρότερον δὲ καὶ σαφέστερον ἑτέρωθι πάντα λέλεκται. —
12 Ἐνταῦθα, φησὶ, βραχέα σοι διαλέξομαι περὶ τῆς τῶν τοιούτων πυρετῶν διαγνώσεως. τὴν δὲ τελεωτέραν περὶ
15αὐτῶν θεωρίαν ἔχομεν ἐν τῷ δευτέρῳ λόγῳ τῆς περὶ κρίσεως κἀν τῷ περὶ διαφορᾶς πυρετῶν. χρὴ μέντοι γι‐ νώσκειν ὅτι τῶν ἐνταῦθα σημειώσεων οὐδέν ἐστι τελειό‐ τερον. πᾶσαν γὰρ τὴν περὶ αὐτῶν ἀνελλιπῶς ἐν τούτοις παραδέδωκε τέχνην.
19
20Τοὺς μὲν οὖν μετὰ ῥίγους εἰσβάλλοντας οὐκ ἂν ἀπὸ τρόπου τῶν κατὰ περίοδον ἐνοχλούντων ὑπολάβοις εἶναι. —
22 Εἰσελθὼν παρὰ τὸν ἄῤῥωστον εὐθὺς κατὰ τὴν πρώ‐ την ἡμέραν εὗρον αὐτὸν ῥίγει συνεχόμενον. ἐγένετό μοι
25τοῦτο γνώρισμα, τοῦτον τοιοῦτον εἶναι πυρετὸν ἐπὶ σήψει· τῶν γὰρ χωρὶς σήψεως οὐδεὶς ἐπιφέρει ῥῖγος· ἀλλὰ διαλείποντα. πλὴν οὐκ ἀρκεῖ μοι ταῦτα μόνον μαθεῖν, ἀλλὰ καὶ ὕστερον ζητῶ τὸ τοῦ πυρετοῦ εἶδος, πότερον τριταῖός ἐστιν ἢ τεταρταῖος ἢ ἀμφημερινός. ὁ μὲν οὖν
30τριταῖος ἔχει τὸ ῥῖγος ἐξ ἀρχῆς σφοδρότερον, αἴσθησις δὲ ἐπ’ αὐτῷ γίνεται, οἷον νύττοντός τινος καὶ κεντοῦντος, ὅπερ γίνεται διὰ τὴν τοῦ χυμοῦ λεπτομέρειαν καὶ δριμύ‐
τητα. ὁ δὲ τεταρταῖος κατὰ τὰς ἀρχὰς ἰσχυρὸν οὐκ ἔχει269

1

.

270

τὸ ῥῖγος, ἐπειδὴ ψυχρός ἐστιν ὁ χυμὸς καὶ γεώδης καὶ δυσκίνητος. προιόντος μέντοι τοῦ χρόνου, ἐπειδὴ λεπτύ‐ νεται ὑπὸ τῆς τοῦ πυρετοῦ θερμασίας, ἰσχυρότερον αὐ‐ τοῖς γίνεται. καὶ οἱ μὲν ἰδιῶται ταράττονται ἐπὶ τού‐
5των καὶ νομίζουσι χαλεπώτερον αὐτοῖς γίνεσθαι τὸ νό‐ σημα, τοῦ ῥίγους ἐπιταθέντος. ὁ μέντοι τεχνίτης τοῖς Ἱπποκράτους ὀφθαλμοῖς προσέχων ἀποφαίνεται προκό‐ πτειν ἐπὶ τὸ κρεῖττον τὸν πυρετόν· μὴ γὰρ ἂν γεγενῆ‐ σθαι σφοδρὸν ἐπὶ τεταρταίου ῥῖγος, εἰ μὴ πέψεως
10φανῇ σημεῖον.
10 Σὺν τῷ μηδ’ εὐθὺς ἀπ’ ἀρχῆς τὰ πολλὰ τὸν πυρετὸν τοῦτον εἰσβάλλειν, ἀλλ’ ἑτέρων προηγησαμένων συμ‐ πίπτειν. —
13 Τὰ πολλὰ προσέθηκεν, ἐπειδὴ ὁ τεταρταῖος ἔστιν ὅτε
15καθ’ ἑαυτὸν εἰσβάλλει, μὴ προηγησαμένων ἑαυτοῦ τῶν πλανήτων πυρετῶν. τοῦτο δὲ γίνεται, ὅταν ὁ σπλὴν ἀτο‐ νήσας περὶ τὴν ἑλκτικὴν τοῦ μελαγχολικοῦ ἐνέργειαν, ἐάσῃ τοῦτον συναναφέρεσθαι τῷ αἵματι. κἀντεῦθεν πλεο‐ νάσαντος αὐτοῦ καὶ σαπέντος, γίνεται τεταρταῖος. ὡς ἐπὶ
20τὸ πλεῖστον δὲ πλανῆται αὐτῶν προηγοῦνται. διὰ τοιαύ‐ την αἰτίαν ὁ μελαγχολικὸς χυμὸς διττὴν ἔχει τὴν γένεσιν· γίνεται γὰρ ἢ ἀπὸ τυργώδους αἵματος ἢ ἀπὸ τῆς ξανθῆς χολῆς ὑπεροπτωμένης. ἐπειδὴ τοίνυν οὐχ ὁμοτίμως ἅπασα ἡ ξανθὴ χολὴ ὑπεροπτᾶται, ἀλλὰ τὸ μὲν αὐτῆς θᾶττον,
25τὸ δὲ βραδύτερον, καὶ ἁπλῶς ἡ ὑπερόπτησις αὕτη ἄτα‐ κτος γίνεται, διὰ τοῦτο περὶ τὴν μεταβολὴν ἄτακτοι καὶ οἱ πυρετοὶ γίνονται, μηδεμίαν τάξιν φυλάττοντες, ἀλλά ποτε μὲν περὶ τὴν ἕω εἰσβάλλουσιν, ἄλλοτε δὲ περὶ τὴν ἑσπέραν, καί ποτε μὲν διὰ δύο, ποτὲ δὲ διὰ τριῶν * ....
30καθ’ ἑκάστην ὡς ἂν ἡ μεταβολὴ τοῦ ξανθοχολικοῦ χυ‐ μοῦ ἡ ἐπὶ τὸ μέλαν τύχῃ γεγονυῖα.
31 Ὁ δ’ ἀμφημερινὸς οὐδὲ χωρὶς τοῦ τὸ στόμα τῆς γαστρὸς πεπονθέναι τὰ πολλὰ συνίσταται. —
33 Ὁ ἀμφημερινὸς πυρετὸς, ἐπειδὴ ἐπὶ φλέγματι σηπο‐
35μένῳ γίνεται, τοῦτο δὲ τὸ φλέγμα μάλιστα συνάγεται270

1

.

271

περὶ τὴν γαστέρα καὶ τὸν στόμαχον, ἔνθα καὶ ἡ πρώτη πέψις ἐστί. τὸ φλέγμα, διὰ ταύτην τοίνυν τὴν αἰτίαν, ἐν τῷ στομάχῳ τῆς γαστρὸς καὶ τῇ γαστρὶ πλεονάζον, ὅταν τύχῃ ποτὲ σαπὲν, ἀμφημερινὸν ἐπάγει πυρετόν. αὐτὸ δὲ
5τὸ στόμα μόνον εἶπε τῆς γαστρὸς, οὐχ ὡς ἐν τῇ γαστρὶ μὴ ὄντος τοῦ φλέγματος, ἀλλ’ ὅτι ἐν ἀμφοτέροις ὄντος αὐτοῦ, τὸ στόμα μᾶλλον αἰσθάνεται διὰ τὸ τῆς αἰ‐ σθήσεως ἀκριβές.
8 Εἰ δὲ μετὰ βραχέος ἄρξεται τοῦ ῥίγους, τότε δεῖ καὶ
10μᾶλλον τοῖς ἄλλοις γνωρίσμασι τὸν νοῦν προσέχειν καὶ τὰ ἑξῆς. —
11 Ὃ βούλεται εἰπεῖν, τοιοῦτόν ἐστιν, ὅτι εἰ μὲν σφο‐ δρὸν εἴη τὸ ῥῖγος, ὑποπτεύειν δεῖ, τῷ τοιούτῳ τριταῖον προηγεῖσθαι. εἰ δὲ μὴ εἴη σφοδρὸν, οὔπω χρὴ τριταῖον
15ὑπολαβεῖν. ἐνδέχεται γὰρ τοῦτο γενέσθαι καὶ διὰ τεταρ‐ ταῖον καὶ διὰ ἀμφημερινόν. καὶ γὰρ καὶ ἐπὶ τούτων γί‐ νεταί τις ψύξις, ἣν νῦν ἐκάλεσε μέτριον ῥῖγος. ἀλλὰ κἀπὶ τῶν ἡμιτριταίων γίνεται τὸ τοιοῦτον. ῥῖγος μὲν γὰρ ὅλως ἐπ’ αὐτῶν γίνεται διὰ τὸν ξανθοχολικὸν χυμόν. κο‐
20λάζεται μὲν τούτου ἡ σφοδρότης διὰ τὴν τοῦ φλέγματος ἐπιμιξίαν. ἔστι δ’ ὅτε κἀπὶ τῶν συνεχῶν γίνεται μικρό‐ τερον ῥῖγος, ὡς ἐπὶ καύσωνος. συμβαίνει γὰρ ἐνίοτε τὴν χολὴν, λεπτομερεστάτην οὖσαν, μὴ δύνασθαι πᾶσαν ἐν τοῖς ἀγγείοις στέγεσθαι· ἐκπίπτει δὲ αὐτῆς ὀλίγον ἔξω
25τῶν ἀγγείων, καὶ τοῦτο ποιεῖ μέτριον ῥῖγος, ὥστε οὐκ ἀρκέσει σοι ἡ τοῦ ῥίγους σμικρότης εἰς ἀκριβῆ διά‐ γνωσιν, ἀλλὰ δεῖ προσέχειν λοιπὸν τοῖς ἄλλοις ση‐ μείοις. τὰ δ’ ἄλλα σημεῖα λαμβάνεται ἢ ἀπὸ τῶν κατὰ φύσιν ἢ ἀπὸ τῶν παρὰ φύσιν, ἢ ἀπὸ τῶν
30προηγησαμένων ἢ ἀπὸ τῶν συνεισβαλλόντων. ἀπὸ μὲν τῶν κατὰ φύσιν, ζητούντων [ἡμῶν] τὴν τοῦ κάμνοντος κράσιν, εἰ ξηροτέρα, καὶ τὴν ἡλικίαν, εἰ ἀκμαστική. αὕτη γὰρ τοῦ τοιούτου χυμοῦ ἐστιν εὔφορος· καὶ τὴν ὥραν εἰ θέρος, καὶ τὴν χώραν εἰ θερμὴ καὶ ξηρὰ, καὶ
35τὴν κατάστασιν ὁμοίως. ἀλλὰ καὶ τὰ παρὰ φύσιν ζητη‐271

1

.

272

τέον ἐστὶ, τὸ ποσὸν τῆς θερμασίας καὶ τὸ ποιόν. καὶ τὸ μὲν ποσὸν, ἐπειδὴ ἡ ὕλη, εὐέξαπτος οὖσα, πολλὴν ἀνάπτει τὴν θερμασίαν· τὸ δὲ ποιὸν ὅτι δεῖ ταύτην εἶναι δριμεῖαν, καὶ διαβρωτικήν. ἀλλὰ καὶ αἱ τῶν ἀρτηριῶν κι‐
5νήσεις δηλοῦσι. μέγιστοι γὰρ ἐπ’ αὐτῶν οἱ σφυγμοὶ καὶ σφοδρότεροι καὶ ταχεῖς καὶ πυκνοί. καὶ τοῦτο εἰκότως, εἴ γε καὶ θερμότης ἐστὶ τὴν χρείαν κατεπείγουσα. καὶ ἡ δύναμις οὐ καταβέβληται διὰ τὸ τοῦ χυμοῦ κοῦφον καὶ ἐπίλειον· οὐ μὴν οὐδὲ ἀνώμαλοι. ἡ γὰρ ἀνωμαλία δυνά‐
10μεώς ἐστιν ἀσθενοῦς ἔγγονος, πλὴν τῆς πυρεκτικῆς. εἰρή‐ καμεν δὲ ἐν τῷ περὶ σφυγμῶν, ὅτι πυρεκτικὴν ἀνωμαλίαν καλεῖ ὁ Γαληνὸς τὸ τὰ πέρατα τῆς διαστολῆς εἶναι τα‐ χύτερα τῶν μέσων. κατὰ μὲν γὰρ τὸ ἔσω πέρας ἐπιτα‐ χύνει πρὸς τὴν διαστολὴν ἐπειγομένη, ἵνα καταψύξῃ τὴν
15ἀπὸ τοῦ πυρετοῦ δυσκρασίαν, κατὰ δὲ τὸ ἔξω ἔτι μᾶλλον ἐπιταχύνει, ἐπειγομένη τε πρὸς τὴν συστολὴν, δι’ ἔκκρι‐ σιν τῶν ἐκ τοῦ πυρετοῦ γεννηθέντων λιγνυωδῶν περιτ‐ τωμάτων, καὶ ἵνα δευτέραν ποιήσηται διαστολήν. ἀλλὰ καὶ δίψα αὐτοῖς ἐστι πολλὴ καὶ χολώδης ἔμετος. οὕτω μὲν
20οὖν ἀπὸ τῶν κατὰ φύσιν καὶ τῶν παρὰ φύσιν καὶ τῶν συνεισβαλλόντων διέγνωμεν τὸν τριταῖον· ἔτι δὲ ἀπὸ τῶν προηγησαμένων τὸν βίον, εἰ φροστιστικὸς ἢ ἀγρυπνητικὸς ἢ ἀσιτίαις εἰωθὼς χρῆσθαι ἢ γυμνασίοις πλείοσι. ταῦτα γὰρ πάντα πρὸς τὴν τοῦ ξανθοχολικοῦ χυμοῦ γένεσιν
25συμφύτως ἔχει, ὃς τὸν προκείμενον εἰς ἐπίσκεψιν ἀνά‐ πτει πυρετόν. ἐπὶ δὲ τούτοις ἅπασι δεῖ καί τινα στοχα‐ στικὴν προστιθέναι διάγνωσιν, αὐτὴν μὲν καθ’ ἑαυτὴν οὐκ ἀρκοῦσαν τὸ ἀκριβὲς παραδοῦναι, συνεισφέρουσα μέντοι τοῖς εἰρημένοις σημείοις. δεῖ γὰρ προσέχειν, εἰ κατ’ ἐκεῖνον
30τὸν καιρὸν ἐγένετο τριταϊκῶν νοσημάτων ἐπιδημία. ὥσπερ γὰρ ἐν ταῖς τοῦ ἐνιαυτοῦ ὥραις ἄλλοτε ἄλλοι τῶν καρ‐ πῶν εὐφοροῦσιν, οὕτως ἡ τῶν νοσημάτων ἐστὶν εὐφορία. εἰ τοίνυν εὔφορος ἢ τριταϊκὰ νοσήματα, σημεῖον καὶ
τοῦτο τὸ τίθεσθαι τοῦ καὶ τὸ παρὸν ἡμῖν νόσημα τοιοῦ‐272

1

.

273

τον εἶναι, οἷον καὶ τὰ κοινά. δηλοῖ γὰρ ὅτι κοινή τίς ἐστιν αἰτία, ἡ τοῦ ἀέρος ἀλλοίωσις, ἀλλ’ ὅτι καθόλου ὃ τὴν τοιαύτην εἰργάσατο τροπὴν, ἐφ’ ᾗ τὸν τριταῖον συνέβη γενέσθαι. ἐκ τοίνυν τῶν κοινῶν καὶ τὰ κατὰ μέρος
5γινώσκομεν.
5 Δίψος δὲ αὐτὸν ἔχει σφοδρόν. —
6 Τὸ δίψος γίνεται διὰ τὸ θερμὸν καὶ ξηρὸν τοῦ χυ‐ μοῦ, ἱδρὼς δὲ ἐπὶ τούτοις ἀκολουθεῖ, ἐπειδὴ λεπτὸς ὢν ὁ χυμὸς ῥᾳδίως ἀναλύεται καὶ φερόμενος περὶ τὴν ἐπι‐
10φάνειαν, ἱδρῶτί τε αὐτὴν διαβρέχει καὶ τοῦ μερικοῦ πα‐ ροξυσμοῦ τὸν κάμνοντα ἀπαλλάττει.
11 Ὁ δὲ τεταρταῖος, χρὴ γὰρ καὶ τούτου τὰ γνωρίσματά σοι γράψαι, καὶ τὰ ἑξῆς. —
13 Παραδεδωκὼς ἡμῖν τὴν τῶν τριταίων πυρετῶν διά‐
15γνωσιν, βούλεται λοιπὸν καὶ τὴν τῶν τεταρταίων παρα‐ δοῦναι. εἰκότως δὲ μετὰ τοὺς τριταίους οὐ περὶ ἀμφη‐ μερινῶν, ἀλλὰ περὶ τεταρταίων διαλέγεται, ἐπειδὴ τοῖς τριταίοις οὗτοι πολλὰ κοινωνοῦσι, πρῶτον μὲν κατὰ τὸ ῥῖγος, ἔπειτα καὶ ὅτι ἑκάτερος τῶν πυρετῶν ἐστιν ἀκίν‐
20δυνος. τὸ δ’ ἀληθέστερον, ὅτι ὁ μὲν ἀμφημερινὸς πυρε‐ τὸς ἐπὶ φλέγματι γίνεται, ψυχρῷ καὶ ὑγρῷ τὴν φύσιν ὑπάρχοντι, ὁ δὲ τριταῖος ἐπὶ τῷ χολώδει, θερμῷ ὄντι καὶ ξηρῷ. καί εἰσιν αἱ ποιότητες αὐτῶν κατὰ διάμετρον ἀλλήλαις ἐναντίαι. ὁ μέντοι μελαγχολικὸς χυμὸς, εἰ καὶ
25τῇ ψύξει διαφέρει, τῇ γοῦν ξηρότητι κοινωνεῖ. καὶ ταῦτα μὲν ὕθλος ἐστὶ λήρων σοφιστῶν, λογικῆς ἐχομένων ζητή‐ σεως. μεταβῶμεν δὲ λοιπὸν ἐπὶ τὴν τούτων διάγνωσιν καὶ ποιησώμεθα ταύτην ὁμοίως ἀπὸ τῶν κατὰ φύσιν, ἀπὸ τῶν παρὰ φύσιν, ἀπὸ τῶν προηγησαμένων ἁπάντων,
30ἀπὸ τῶν παρόντων. ἔστω τοίνυν ἐπὶ τούτων ἡ μὲν φύσις τοῦ κάμνοντος μελαγχολικωτέρα, ἡ δὲ ἡλικία παρακμα‐ στικὴ καὶ ἡ ὥρα τοῦ ἔτους φθινόπωρον, ἐν τούτῳ γὰρ ὁ μελαγχολικὸς γεννᾶται χυμὸς διὰ τοιαύτην αἰτίαν· ἐν μὲν
τῷ θέρει τὸ λεπτομερὲς ἀεὶ διαφορεῖται, ἐπιλαβὸν δὲ273

1

.

274

τὸ φθινόπωρον καὶ τῇ ψύξει πυκνῶσαν τὴν ἐπιφάνειαν ἀπέκλεισεν. ἐκωλύθη δὲ δηλονότι τὰ δυσδιαφόρητα καὶ παχέα, ἃ μελαγχολικὰ μᾶλλόν ἐστιν ἤ τινος τῶν ἄλλων χυμῶν. ἀλλὰ καὶ τὸ χωρίον ἐστὶ ψυχρὸν καὶ ξηρὸν,
5καὶ ἡ παροῦσα δὲ τοῦ ἀέρος κατάστασις ἀνώμαλος. κα‐ λῶς γὰρ περὶ τούτου τῷ Ἱπποκράτει διώρισται· ὅτε μὲν θάλπος, ὅτε δὲ ψύχος ποιέει, φθινοπωρινὰ τὰ νοσήματα προσδέχεσθαι χρή. ἀναγκαῖον γάρ ἐστι τηνικαῦτα τὰ μὲν λεπτομερῆ ὑπὸ τοῦ θάλπους διαφορεῖσθαι, τὰ δὲ παχέα
10στέγεσθαι ὑπὸ τοῦ κρύους. καὶ ταῦτα σηπόμενα τὸν τε‐ ταρταῖον ἐπάγει πυρετόν. ταῦτα μὲν οὖν τὰ κατὰ φύσιν. ζητητέον δὲ καὶ τὰ παρὰ φύσιν, οἷον τὸ ῥῖγος. ἔστι γὰρ ἐπὶ τούτων οὐ τὸ νυγματῶδες, ἀλλὰ τὸ ὀστοκοπῶδες, βα‐ ρουμένων καὶ οἷον θλιβομένων τῶν ὀστῶν ὑπὸ τῆς τοῦ
15χυμοῦ βαρύτητος. ζητητέον δὲ καὶ τὰ προηγησάμενα. ταῦτα γὰρ ἅπαντά σοι τὴν τοῦ τεταρταίου φύσιν ἀκρι‐ βῶς ἐνδείξεται.
17 Ἱκανῶς γὰρ ἀραιοὶ καὶ βραδεῖς αὐτῶν οἱ σφυγμοὶ γί‐ νονται. —
19
20 Ἀραιοὶ μὲν γίνονται διὰ τὴν ψύξιν, βραδεῖς δὲ διὰ τὴν τῆς δυνάμεως ἀσθένειαν, βαρουμένης ὑπὸ τῆς τοῦ χυμοῦ παχύτητος.
22 Σώζεται δὲ ὅμως καὶ τότε ἡ ἴδιος βραδύτης τε καὶ ἀραιότης. —
24
25 Ὃ βούλεται εἰπεῖν, τοιοῦτόν ἐστιν, ὅτι εἰ καὶ κατὰ τὴν ἀνάβασιν καὶ κατὰ τὴν ἀκμὴν ταχύτεροι καὶ πυκνό‐ τεροι γίνονται οἱ σφυγμοὶ ἐπὶ τούτων, ἀλλ’ οὐκ ἀφίσταν‐ ται τῆς ἰδίας αὐτῶν ἀραιότητος καὶ βραδύτητος, ἀλλ’ ὅσῳ μὲν ἐπὶ τῶν παροξυσμῶν πυκνοῦνται καὶ ταχύ‐
30νονται. καὶ δύναιτο ἄν τις αὐτοὺς λέγειν τοιούτους γεγε‐ νῆσθαι, τοῖς κατὰ τὰς ἀρχὰς τῶν τεταρταίων παραβάλ‐ λων. οὐ μὴν ὁμοία ἐστὶν αὐτῶν ἡ πυκνότης ἢ ἡ ταχύ‐ της τῆς ἐπὶ τῶν τριταίων γινομένης, ἀλλὰ ἀπολείπε‐
ται πολλῷ.274

1

.

275

Τὴν γὰρ κοινὴν ἁπάντων τῶν πυρετῶν ἐν μιᾷ προσβολῇ τῆς ἀρτηρίας ἀνωμαλίαν ἐναργεστάτην ἐστὶν εὑρεῖν ἐν τούτῳ. —
3 Ἄξιον ζητῆσαι, τί δήποτε ἡ πυρεκτικὴ ἀνωμαλία, ἔν
5τε τοῖς τριταίοις ὑπάρχουσα κἀν τοῖς τεταρταίοις, ἐπὶ τῶν τεταρταίων μάλιστά ἐστιν εὐδιάγνωστος. καὶ λέγομεν ὅτι ἐπὶ μὲν τῶν τριταίων, διὰ τὸ τῆς διαστολῆς ὅλης τάχος τὸ τῶν πυρετῶν ἴδιον λανθάνει τὴν αἴσθησιν. πολ‐ λῆς γὰρ οὔσης τῆς θερμότητος, καὶ τὰ μέσα τῆς διαστο‐
10λῆς ἐστι ταχύτερα, ὥστε τὰ πέρατα μὴ πολλῷ τῶν μέσων εἶναι θάττονα. ἐνταῦθα μέντοι ἐπειδὴ οὐκ ἔστιν ἡ θερμασία τοσαύτη, οὐκ ἀνάγκη γενέσθαι τὴν ὅλην δια‐ στολὴν ταχεῖαν, ὥστε, βραδυτέρας οὔσης καὶ ἐν χρόνῳ πλείονι κινουμένης, εὐδιάγνωστον ἔσται τὸ τῆς πυρεκτι‐
15κῆς ἀνωμαλίας σημεῖον.
15 Πολλῷ γάρ τινι τήν τε ἀρχὴν τῆς κινήσεως καὶ τὸ τέλος ὠκύτερον εὑρήσεις τῶν μέσων. —
17 Σημειωτέον ἐνταῦθα, ὃ κἀν τῷ πρὸς Τεύθραν περὶ τῶν σφυγμῶν ἐλέγομεν, ὅτι ἡ τῶν πυρετῶν ἴδιος
20ἀνωμαλία ἐστὶν αὕτη, τὸ τὰ πέρατα τῆς διαστολῆς εἶναι ταχύτερα τῶν μέσων, καὶ μᾶλλον τοῦ ἐντὸς τὸ ἐκτός. ἀλλὰ τοῦτον τὸν λογισμὸν πολλάκις εἰρήκαμεν, οὐχ ὥσπερ τινὲς ἔλεγον, τὸ ἔξωθεν μόνον εἶναι τῆς διαστολῆς. καὶ ἐν ἐκείνοις ὑπεσχόμεθα δεῖξαι τὸν Γαληνὸν τοῖς ὑφ’
25ἡμῶν εἰρημένοις συμφωνοῦντα. ἐνταῦθα γοῦν ταυτόν φη‐ σιν ἐναργῶς οὕτως, ὡς ἂν μηδένα λαθεῖν.
26 Ἀλλὰ καὶ τὰ τῆς θερμασίας γνωρίσματα διαφερόντως αὐτοῖς ἔχει. —
28 Ὥσπερ ἐσημειοῦτο τὸν τριταῖον ἀπὸ τοῦ ποιοῦ καὶ
30τοῦ ποσοῦ τῆς θερμασίας, οὕτως καὶ τὸν τεταρταῖον. φησὶ γὰρ ὅτι τὸ δριμὺ καὶ διακαὲς, ὅπερ ὑπῆρχε τοῖς τριταίοις, οὐκ ἔστιν ἐπὶ τούτοις εὑρεῖν. ψυχρὸς γάρ ἐστιν
ὁ τὸν τεταρταῖον ποιῶν χυμός.275

1

.

276

Καὶ εἰ σπλὴν μέγας εἴη καὶ ἄτακτοι πυρετοὶ προη‐ γήσαντο. —
2 Τὴν μὲν αἰτίαν, δι’ ἣν ἄτακτοι πυρετοὶ προηγοῦνται τοῦ τεταρταίου, φθάσαντες εἰρήκαμεν. ὁ δὲ σπλὴν γίνε‐
5ται μέγας, ὅταν ὁ μελαγχολικὸς πλεονάσῃ χυμὸς τοσοῦ‐ τον, ὥστε καὶ τὸν σπλῆνα πολλὴν αὐτοῦ μοῖραν ἕλκοντα, καὶ αὐξανόμενον ὑπ’ αὐτοῦ, ὅμως ἔτι καταλιμπάνειν ἐν τῷ σώματι πολὺ αὐτοῦ μέρος, ἐφ’ ᾧ σηπομένῳ γίνεται ὁ τοιοῦτος πυρετός. καὶ μεθ’ ἱδρῶτος παύεται, τοῦτο
10σημεῖόν ἐστι διακριτικὸν οὐ τεταρταίου ἀπὸ τριταίου. ἐδείξαμεν γὰρ καὶ ἐπ’ ἐκείνων γίνεσθαι τὸν ἱδρῶτα, ἀλλὰ τεταρταίων πρὸς ἀμφημερινούς. ἐπὶ μὲν γὰρ τῶν ἀμφημερινῶν ἢ οὐδ’ ὅλως γίνονται ἱδρῶτες, ἢ εἰ καὶ γέ‐ νοιντο, σφόδρα ὀλίγοι. παχὺς γὰρ ὢν ὁ χυμὸς καὶ χολώ‐
15δης, οὐ πέφυκεν ἀναλύεσθαι εἰς ἱδρῶτας. ὁ μέντοι ξαν‐ θοχολικὸς, ἅτε λεπτομερὴς ὢν, ῥᾳδίως ἀναλύεται, καὶ δεύτερος μετ’ ἐκεῖνον ὁ μελαγχολικὸς, ἐπειδὴ τὸ ξηρὸν ἔχει ἐμβαλλόμενον αὐτῷ εἰς τοῦτο. ἀμέλει τοι πολὺς μέν ἐστιν ἐπὶ τῶν τριταίων, ἥττων δὲ ἐπὶ τῶν τεταρ‐
20ταίων καὶ ἀμφημερινῶν.
20 Παυσαμένων δὲ τοῦ πυρέττειν, εἰ τὸ τοῦ πυρετοῦ ση‐ μεῖον ἔτι παραμένοι. —
22 Τεχνικώτατα ὁ συγγραφεὺς οὐδένα τῶν τοῦ παροξυ‐ σμοῦ καιρῶν παραλιμπάνει. λαμβάνει γοῦν τὰς σημειώ‐
25σεις ἀπὸ τῆς ἀρχῆς, ζητῶν ἐν αὐτῇ τὸ ῥῖγος ὁποῖον ἐγένετο, ἀλλὰ καὶ ἀπὸ τῆς ἀναβάσεώς τε καὶ τῆς ἀκμῆς, τοὺς σφυγμοὺς εἰρηκὼς ἐν τούτοις εἶναι τοῖς καιροῖς πυκνοτέρους τε καὶ ταχυτέρους, ἀλλὰ μὴν καὶ ἀπὸ τῆς παρακμῆς μεθ’ ἱδρῶτος αὐτοὺς ἀποφηνάμενος παύεσθαι.
30νῦν δὲ ἀπὸ τοῦ διαλείμματος ἐπάγει διάγνωσιν. εἰ γὰρ παρείη αὐτοῖς, φησὶ, πυρεκτικὴ ἀνωμαλία, καὶ πε‐ παυμένη τοῦ πυρέττειν, εἶεν ἂν οὗτοι τεταρταῖοι πυ‐ ρετοί. ἀλλὰ τοῦτο μέν ἐστι κοινὸν τριταίοις τε καὶ τε‐
ταρταίοις καὶ ἀμφημερινοῖς. ἐκείνῳ δὲ μάλιστα δεῖ προ‐276

1

.

277

προσέχειν τὸν νοῦν, ὅτι οἱ σφυγμοὶ ἐπὶ τούτων ἐν τῷ ὑγιαίνειν ὄντων, ὑπομένουσι δὲ τοιοῦτον ἐκ τῆς τοῦ πλεονάζοντος χυμοῦ ποιότητος.
3 Ἀμφημερινὸν δὲ πυρετὸν τοῖσδ’ ἂν μάλιστα γνωρίσαις·
5ὑγροτέραν γὰρ εἶναι χρὴ τὴν θερμασίαν. —
5 Μετὰ τὴν τοῦ τριταίου καὶ τεταρταίου διάγνωσιν, ἑπόμενον λοιπόν ἐστι καὶ τὸν ἀμφημερινὸν εἰς μέσον ἀγαγόντας διαγνῶναι ἀκριβῶς. καὶ ἦν μὲν ἕτοιμον εἰ‐ πεῖν, πάντα ἐπὶ τούτου τὰ ἐναντία δεῖ ζητεῖν τοῖς ἐπὶ
10τῶν τριταίων εἰρημένοις. εἴ γε ἐκεῖνοι ἐπὶ θερμῷ καὶ ξηρῷ χυμῷ συνέβαινον, οὗτοι δὲ ἐπὶ τῷ φλέγματι, ψυχρῷ ὄντι καὶ ὑγρῷ. οὐδὲν δὲ ἄτοπον σαφοῦς ἕνεκα διδασκα‐ λίας καὶ τὰ κατὰ μέρος προσθεῖναι τῆς μεθόδου ἐχόμενα, λέγω δὲ, τῶν τε κατὰ φύσιν καὶ τῶν παρὰ φύσιν, τῶν
15τε προηγησαμένων καὶ τῶν παρόντων, ἅπερ κατὰ τὴν λέξιν ἐστὶν εὑρεῖν ἐναργῶς ἐκτεθειμένα. χρὴ τοίνυν ἐπὶ τούτῳ εἶναι τὸ ποιὸν τῆς θερμασίας ὑγρότερον, μετά τινος δριμύτητος, ἀλλ’ ὑγρότερον μὲν * ... δρι‐ μύτερον δὲ διὰ τὴν προσγινομένην αὐτῇ σηπεδόνα.
19
20Οὐ κατὰ τὴν πρώτην ἐπιβολὴν εὐθὺς ὑποπιπτούσης, ἀλλ’ ἐγχρονιζούσης τῆς χειρός. —
21 Ἐπὶ τούτων γὰρ ἡ θερμασία διὰ τὸ πάχος τοῦ χυμοῦ κρύπτεται κατὰ τὸ βάθος καὶ οὐ διελέγχεται τῇ ἁφῇ, οἵα ἐστὶ κατὰ τὴν πρώτην προσβολήν. χρονιζούσης μέντοι
25τῆς χειρὸς, καὶ τῇ θερμότητι καὶ τῇ ὁμιλίᾳ τὸ σῶμα θερμαινούσης καὶ ἀραιούσης ἅμα τοὺς πόρους καὶ τὴν ὕλην λεπτυνούσης, * τῇτε ἐπαναδιδόσει τὴν ἑαυ‐ τῆς κακίαν.
28 Καπνώδη γὰρ θερμασίαν ἀτμῷ πολλῷ συμμιγῆ δόξαις. —
29
30Ὥσπερ γὰρ ἐπὶ τῶν ὑγρῶν ξύλων ὁρῶμεν, ὅτι ταῦτα
τῇ φλογὶ ἐπιβαλλόμενα πρῶτον καταπνίγει αὐτὴν, καὶ277

1

.

278

νικᾷν ἐθέλει μᾶλλον ἢ νικᾶσθαι· διὸ καὶ καπνὸς ἐξ αὐ‐ τῶν ἀναδίδοται, τοῦ πυρὸς οἷον καταπνιγομένου. οὕτως κἀπὶ τῶν ἀμφημερινῶν ἐστιν ἰδεῖν τὴν θερμασίαν τοιαύ‐ την ὑπάρχουσαν, ὑπὸ τῆς πολλῆς ὑγρότητος οἷον κατα‐
5βαπτιζομένου τοῦ ἐμφύτου θερμοῦ.
5 Ἀλλὰ καὶ οἱ σφυγμοὶ τούτοις μικρότεροι τῶν ἐν τεταρ‐ ταίοις εἰσὶ πλέον ἢ ἐκεῖνοι. —
7 Ὃ βούλεται εἰπεῖν, τοῦτό ἐστιν, ὅτι οἱ μὲν τεταρ‐ ταῖοι μικρότερον ἔχουσι τὸν σφυγμὸν τῶν τριταίων, οἱ δὲ
10ἀμφημερινοὶ τῶν τεταρταίων, [ἤ πως οἱ τεταρταῖοι τῶν τριταίων]. ὑποκείσθω γὰρ, εἰ τύχει, δύο δακτύλοις εἶναι τὸν σφυγμὸν ἐπὶ τῶν τεταρταίων μικρότερον τοῦ ἐπὶ τῶν τριταίων, εὑρεθήσεται ὁ τοῦ ἀμφημερινοῦ τοῦ ἐπὶ τῶν τεταρταίων μικρότερος, οὐ δύο μόνοις, ἀλλὰ
15τρισὶν ἢ τέτρασι δακτύλοις, ὥστε καὶ ἐκ τούτων συνάγε‐ σθαι τὸν τῶν ἀμφημερινῶν σφυγμὸν μικρότερον εἶναι τοῦ τῶν τεταρταίων, * .... εἰ καὶ ψυχρός ἐστιν ὁ χυ‐ μὸς καὶ γεώδης, ἀλλ’ οὐ πολὺς, ὥστε καταλῦσαι τὴν δύ‐ ναμιν. ἐπὶ δὲ τῶν ἀμφημερινῶν, ἐπειδὴ καὶ ψυχρός ἐστι
20καὶ ὑγρὸς, καὶ μέντοι καὶ πολὺς τῷ τε ποσῷ καὶ τῷ ποιῷ καταβαπτίζων αὐτὴν, ἐξ ἀνάγκης μικρότερον ποιεῖ τὸν σφυγμόν.
22 Ἀραιότεροι δ’ αὖ πάλιν οἱ ἐν τοῖς ἀμφημερινοῖς τῶν ἐν τριταίοις. —
24
25 Ἀσαφῶς ἑρμηνεύεται τὸ χωρίον. ἡμεῖς δὲ αὐτὸ σαφη‐ νίσομεν. ἀραιὸς μὲν γάρ ἐστιν ὁ σφυγμὸς ἐπί τε τῶν ἀμφημερινῶν καὶ τῶν τεταρταίων, ὡς πρὸς τριταῖον πα‐ ραβαλλόμενος. ἀλλὰ πολλῷ μὲν μᾶλλόν ἐστιν ἀραιότερος ὁ τῶν τεταρταίων, ὀλίγον δὲ ὁ τῶν ἀμφημερινῶν. δύο
30γὰρ, εἰ τύχει, δακτύλοις τοῦ ἀμφημερινοῦ ἀραιοτέρου ὄντος τοῦ τῶν τριταίων, ὡς ἐπὶ τῶν τεταρταίων ἐστὶ δύο δακτύλοις καὶ αὖθις ἀραιότερος τοῦ τῶν ἀμφημερινῶν,
ὡς πάλιν συνάγεσθαι τὸν τῶν τεταρταίων σφυγμὸν ἀραι‐278

1

.

279

ότερον εἶναι τοῦ τῶν τριταίων κατὰ τὴν παροῦσαν ὑπό‐ θεσιν τέτρασι δακτύλοις. ἄμεινον δ’ ἂν εἴη προσθεῖναι καὶ τὴν αἰτίαν. ἐπειδὴ γὰρ οἱ τεταρταῖοι τῶν ἀμφημερι‐ νῶν μείζονα τὸν σφυγμὸν ἔχουσι, διὰ τοῦτο ἡ φύσις ἀρ‐
5κεσθεῖσα τῷ εἰσενεχθέντι ἀέρι, ὑπὸ τοῦ μεγέθους τῆς διαστοτῆς ἀραιότερον ἐποίησε τὸν σφυγμόν. ἐπὶ δὲ τῶν ἀμφημερινῶν, * ὁ καὶ κατὰ τὸ μέγεθος καὶ πυκνότητα οἱ μὲν τεταρταῖοι τῶν ἀμφημερινῶν μείζονα μὲν τὸν σφυγμὸν ἔχουσιν, ἀραιότερον δὲ, οἱ δ’ ἀμφημερινοὶ τῶν
10τεταρταίων μικρότερον μὲν, πυκνότερον δὲ τοσοῦτον, ὅσον τοῦτόν φησιν οἱ τῶν τεταρταίων, ἀλλὰ τῶν ἀμφη‐ μερινῶν· ἡ δὲ βραδύτης ἐπὶ ἀμφοτέρων ἐστὶν ἡ αὐτή.
12 Ἧττον δὲ διψώδης ὁ πυρετὸς οὗτος. —
13 Ὁ μὲν τριταῖος σφοδρὸν ἔχει τὸ δίψος, ἐπειδὴ τὰς
15δύο ποιότητας ἐκέκτητο τὰς συμβαλλομένας εἰς τὸ τοι‐ οῦτον σύμπτωμα, θερμότητός φημι καὶ ξηρότητος. δεύ‐ τερος δὲ μετ’ ἐκεῖνον ἐστὶ διψώδης ὁ τεταρταῖος, ἐπειδὴ καὶ ἡ ξηρότης αὐχμὸν ἐμποιοῦσα δίψαν οἶδ’ ἐπάγειν, ὁ δὲ φλεγματικὸς οὐδὲν τοιοῦτον ἐκτήσατο σύμπτωμα.
19
20Καὶ ἡ γλῶσσα καὶ τὸ σύμπαν σῶμα ξηρότατον μὲν ἐν τριταίοις, ὑγρότατον δ’ ἐν τούτοις ἐστὶ τοῖς πυρετοῖς. —
21 Ἐπὶ τῶν ἀμφημερινῶν ἥ τε γλῶττα καὶ ὅλον τὸ σῶμά ἐστιν ὑγρότερα διὰ δύο αἰτίας, ὅτι τε πολὺ φλέγμα ἐκ τῶν προηγησαμένων ἁπάντων ἐπὶ τούτων πλεονάζει, καὶ
25ὅτι τοῦτο ὑπὸ τῆς τοῦ πυρετοῦ θερμασίας χεόμενον, ὅτι μάλιστα οἱ σμικρότεροι, ἐπὶ τῆς παιδικῆς ἡλικίας καὶ τῆς γεροντικῆς ὀφείλει ὁ τοιοῦτος μάλιστα γίνεσθαι πυρετός· ἀλλ’ ἐπὶ μὲν τῆς γεροντικῆς, ἐπειδὴ τὸ φλέγμα ἀθροίζεται ἐν αὐτῇ διὰ τὰς συνεχεῖς ἀπεψίας ὑπὸ
30τῆς ἀσθενοῦς γινομένης δυνάμεως· ἐπὶ δὲ τῆς παιδικῆς,279

1

.

280

εἰ καὶ θερμοτέρα ἡ φύσις ἐστὶ καὶ ὑγροτέρα, ἀλλ’ οὖν διὰ τὴν ἀδδηφαγίαν συνάγεται αὐτῇ ὠμότερα περιττώ‐ ματα, ἐφ’ οἷς σηπομένοις ὁ ἀμφημερινὸς γίνεται.
3 Καὶ λουτροῖς συνεχέσι καὶ μάλιστα τοῖς ἐπὶ τροφῇ. —
4
5 Τὰ γὰρ μετὰ τὴν τροφὴν βαλανεῖα, τὰ μὲν κατὰ τὴν ἐπιφάνειαν διαφορεῖ περιττώματα, τὸ δὲ ἐν τῇ γαστρὶ καὶ ἥπατι, κατέργαστον αἴτιον ὂν, ἕλκει, τῆς τοῦ λου‐ τροῦ θερμασίας τῷ τάχει τῆς ἀναδόσεως συντελούσης, κἀντεῦθεν ἡ τῶν * ἡμῶν αὐτῶν γίνεται γένεσις. ἀμέ‐
10λει τοι καὶ διὰ ταύτην τὴν αἰτίαν ἡμεῖς ἐπὶ τῶν ἔργων τῆς τέχνης, εἴ τινα βουληθείημεν ὑγραίνειν, μᾶλλον αὐτῷ τὰ ἑσπερινὰ λουτρὰ ἐπιτάττομεν.
12 Οὐ μὴν οὐδὲ παύουσι τὰς παρακμὰς τούτων τῶν πυρε‐ τῶν οἱ ἱδρῶτες. —
14
15 Ἐπὶ μὲν τῶν ἀμφημερινῶν, ἐπειδὴ πλῆθός ἐστι ἐν τῷ βάθει πολὺ τῆς σηπεδονώδους ὕλης, ἔστι δὲ καὶ κολλώ‐ δης ὁ τοιοῦτος χυμὸς, ἱδρῶτες μὲν οὐ γίνονται· μένοντα δὲ ἐν τῷ βάθει τὰ περιττώματα, τὸν δεύτερον αὖθις ἀνάπτει παροξυσμὸν, ὅθεν οὐκ ἔστιν ἐπ’ αὐτῶν εὑρεῖν
20καθαρὸν διάλειμμα, οἷον ἐπὶ τριταίων τε καὶ τεταρταίων ὁρᾶται γινόμενον, ἐφ’ ὧν ἱδρὼς πολὺς γεγονὼς τὸν ἤδη γεγονότα παροξυσμὸν ἔλυσεν.
22 Ὅθεν οὐδ’ εἰς ἀπυρεξίαν ἔρχονται σαφῆ, πλὴν ὀλίγων δή τινων. —
24
25 Ἐφ’ ὧν γάρ ἐστι τὸ φλέγμα ὀλίγον καὶ οὐδὲ παχὺ πάνυ, ἔστι δὲ καὶ οὐ τοῦ σώματος ἕξις ἀραιοτέρα, ἐπὶ τούτων συμβαίνει καὶ ἱδρῶτας γενέσθαι καὶ καθαρὸν διάλειμμα. ὃ δὲ ἡμεῖς ἐν τοῖς τῆς τέχνης ἔργοις ἑωρά‐ καμεν, εἰπεῖν εἰρημένον ἤδη καὶ τοῖς παλαιοτέροις,
30ἐπ’ αὐτῶν δὲ καὶ κατὰ τὸ σπάνιον ὅτι γίνεται πολλάκις ἀμφημερινὸς πυρετὸς ἐπὶ φλέγματι σηπομένῳ ἢ κατὰ
τὴν γαστέρα ἢ κατὰ τὰ ἔντερα. καὶ παύεται ὁ τοιοῦτος280

1

.

281

ἐντὸς τετάρτης ἢ πέμπτης ἡμέρας, κλυσμάτων μόνον κε‐ νωσάντων τὸ τοιούτου πυρετοῦ αἴτιον.
2 Τὰ δὲ οὖρα τὰ μὲν ἐπὶ προήκουσιν αὐτοῖς γιγνόμενα τοὺς καιροὺς τῆς ὅλης νόσου διδάσκει. —
4
5 Ἀνωτέρω ἔλεγεν, ὅτι μέγιστά ἐστι σημεῖα πυρετῶν οἵ τε σφυγμοὶ καὶ τὰ οὖρα. ἔν τε τῇ σημειώσει τῶν τρι‐ ταίων καὶ τῶν τεταρταίων καὶ τῶν ἀμφημερινῶν οὐδα‐ μοῦ τὴν ἀπὸ τῶν οὔρων παρείληφε διάγνωσιν. ἐνταῦθα γοῦν αὐτὴν ταύτην τάττει καί φησιν, ὅτι ταῦτα μὲν δύ‐
10ναται ἐνδείκνυσθαι καὶ τὸν τῆς καθόλου νόσου καιρὸν, οὐ μὴν ἀλλὰ τὸ εἶδος τοῦ πυρετοῦ· πλείονα μὲν ἄπεπτα [εἰ] εἴη παντελῶς, τὴν ἀρχὴν ἐμφαίνει τοῦ νοσήματος· εἰ δὲ ἀμυδρὸν ἔχει πέψεως σημεῖον, τὴν ἀνάβασιν. εἰ δὲ ὑπόστασιν ἔχει λευκήν τε καὶ λεῖαν καὶ ὁμαλὴν, τὴν ἀκ‐
15μήν. εἰ δὲ τελειότητα ἔχει πέψεως, τὴν παρακμήν. ἀλλὰ ταύτην μὲν προϊόντος τοῦ χρόνου ἔστιν ἰδεῖν. κατὰ τὴν πρώτην ἡμέραν εὐθὺς φαινόμενα δείκνυσιν ἡμῖν, ὁποῖός τίς ἐστιν ὁ προκείμενος πυρετός.
18 Τοῖς μὲν ἀμφημερινοῖς ἢ λεπτὰ καὶ λευκὰ ἢ παχέα καὶ
20θολερά. —
20 Λευκὰ μὲν καὶ λεπτὰ φαίνεται τὰ οὖρα διὰ τὰς ἐμ‐ φράξεις, ἐπειδὴ τὸ παχύτερον, μὴ δυνάμενον δι’ οὔρων κενοῦσθαι, μόνῳ τῷ ὑδατώδει συγχωρεῖ διηθεῖσθαι. καὶ ἔστι τὰ τοιαῦτα οὖρα λεπτὰ μὲν διὰ τὴν ἔμφραξιν, λευ‐
25κὰ δὲ διὰ τὸ τοῦ ὀῤῥώδους χυμοῦ χρῶμα. ἀεὶ δὲ ἡ δύ‐ ναμις, ἐπικειμένη ταῖς ἐμφράξεσιν, ἐκφράξει τινὰ ἀγγεῖα, καὶ συνεκκρίνεται καί τινα τῶν παχέων ὑγρῶν τοῖς οὔ‐ ροις, κἀντεῦθεν θολερὰ φαίνονται τὰ οὖρα καὶ παχέα, ἀλλὰ μὴν καὶ ἐρυθρά. τὸ γὰρ παχὺ τοῦτο ἐμπεφραγμέ‐
30νον πάντως ἐκκέκαυται ὑπὸ τῆς ἐν αὐτῷ γινομένης σήψεως.
31 Τοῖς δὲ τριταίοις ἢ πυῤῥὰ ἢ ὑπόξανθα. —
32 Ἐπὶ δὲ τῶν τριταίων τὰ οὖρά ἐστι ξανθά τε καὶ ὑπό‐
πυῤῥα, τῷ τοῦ ξανθοχολικοῦ χρώματι σύμφωνα.281

1

.

282

Τοῖς δὲ τεταρταίοις πολυειδῆ μὲν, ἀλλ’ ἄπεπτα πάντα. —
1 Ἐπὶ δὲ τῶν τεταρταίων ἄλλοτε μὲν ἄλλα ἔστιν εὑρεῖν, ἐπειδὴ ὁ τεταρταῖος αὐτὸς ἐκ διαφόρων ἔχει χυμῶν τὴν γένεσιν, ἢ τοῦ τρυγώδους αἵματος, ὡς εἰρήκαμεν, ἢ τῆς
5ξανθῆς χολῆς ὑπεροπτωμένης. ὁποῖα δ’ ἂν εἴη τὰ οὖρα, πάντως ἄπεπτά ἐστι. παραχρῆμα γὰρ ὁ χυμὸς οὐκ ἂν ἥξοι ἐν τῇ ἀλλοιωτικῇ δυνάμει, παχύς τε ὢν καὶ δυσαλλοίωτος.
8 Τοὺς συνεχεῖς δ’ ἂν γνωρίζοις μάλιστα μὲν ἐκ τοῦ μηδὲν
10αὐτοῖς παρεῖναι σημεῖον, ὧν εἴπομεν. —
10 Παραδεδωκὼς τὴν τῶν διαλειπόντων πυρετῶν διάγνω‐ σιν, βούλεται λοιπὸν καὶ τὴν τῶν συνεχῶν παραδοῦναι. ῥᾷστον μὲν οὖν αὐτοὺς γνωρίσαι, τῷ μηδὲν αὐτοῖς πα‐ ρεῖναι τῶν σημείων, ἃ τοῖς διαλείπουσιν ἀκολουθεῖ.
15ταῦτα δέ ἐστι ῥῖγος, ἱδρῶτες, διάλειμμα καθαρόν. τού‐ των μὲν οὐδὲν τοῖς συνεχέσι πυρετοῖς ἐστιν εὑρεῖν συν‐ τρέχον, ὅμως καὶ διὰ σημείων ἄλλων τινῶν ἐνδέχεται τὴν τούτων φύσιν λαβεῖν, πρὸς τὸ μηδὲ τὸ μέγεθος αὐτῶν ἀνεπίσκεπτον καταλιπεῖν.
19
20Καὶ εἰ μὴ παύοιτο δὲ τῶν τεττάρων καὶ εἴκοσιν ὡρῶν ἐντὸς ὁ πυρετός. —
21 Χρὴ γινώσκειν, ὁ μὲν τριταῖος οὐδέποτε τῶν δύο καὶ δέκα ὡρῶν ἔξω παρατείνει τὸν μερικὸν παροξυσμὸν, ὁ δὲ ἀμφημερινὸς τῶν ἑκκαίδεκα, ὁ δὲ τεταρταῖος τῶν εἰ‐
25κοσιτεσσάρων. ταῦτα λέγομεν ἐπὶ τῶν γνησίων, ἐπεὶ πολ‐ λάκις ἐστὶν εὑρεῖν νόθον τριταῖον, καὶ τὴν εἰκοστὴν τε‐ τάρτην ὥραν ὑπερβαίνοντα· ἀλλ’ ἐπὶ τῶν γνησίων ἡμῖν ὁ λόγος γενέσθω. τούτων γὰρ ἐγνωσμένων, οὐδέν ἐστι χαλεπὸν καὶ τοὺς μὴ τοιούτους διαγινώσκειν. εἰ τοίνυν
30ὑπερβαίνει τὰς εἴκοσι τέσσαρας ὥρας κατέχων, πρὸς τῷ μηδὲν τῶν εἰρημένων ὑπάρχειν τοῖς διαλείπουσι πα‐ ρεῖναι, ἴσθι τὸν τοιοῦτον μὴ εἶναι διαλείποντα, ἀλλὰ
συνεχῆ.282

1

.

283

Εἰ δὲ καὶ ἀνώμαλον ποιήσαιτο τὴν αὔξησιν, οὗτος μέν γε καὶ πρὸς τοῖς ἄλλοις. —
2 Τοῦτο τὸ σημεῖον οὐχ ἁπλῶς συνεχῶν ἐστι γνώρισμα, ἀλλ’ ὅτι ἐπὶ πολὺν ἐκτανθήσεται χρόνον τὸ νόσημα.
5τὰ γὰρ τῆς αὐξήσεως τῶν τοιούτων πυρετῶν ἀνώμαλα, ἐπὶ χυμοῖς φιλεῖ διαφόροις καὶ ποικίλοις γίγνεσθαι, ἐφ’ ὧν πλείονα χρόνον ἡ φύσις δηλονότι χρῆται εἰς ἀκριβῆ πέψιν τε καὶ κατεργασίαν.
8 Καὶ μὲν δὴ καὶ εἰ τὸ ἴδιον τῶν πυρετῶν σημεῖον ἐν τοῖς
10σφυγμοῖς ἐναργὲς ἔχοιεν. —
10 Τοῦτό φησιν οὐχ ὡς τῶν διαλειπόντων ἐστερημένων τῆς πυρεκτικῆς ἀνωμαλίας, ἀλλ’ ὅτι ἐπὶ τούτων μάλιστα φαίνεται, διὰ τὸ μηδὲ διαπνεῖσθαι καθ’ ἑκάστην ἡμέραν τὰ τοῦ παροξυσμοῦ αἴτια, ἀλλ’ ἔνδον ἐν τῷ βάθει κε‐
15κρυμμένα ἐνοχλεῖν τε καὶ καταλύειν τὴν δύναμιν. ἀμέλει τοι καὶ πλείων ἐπὶ τούτων ὡσαύτως, φησὶ, γίνεται ἀταξία τε καὶ ἀνωμαλία καὶ ἀρυθμία, ἐπιδεικνύμενα δῆλον ὅτι συνεχὴς ὁ πυρετὸς, ἀλλὰ καὶ ὅτι μέγεθος ἀξιόλογον ἔχει.
19
20Εἰ δὲ καὶ τοιοῦτοι μείναντες ἐν τῇ τρίτῃ τῶν ἡμερῶν. —
20 Τοῦτο τὸ σημεῖον οὐκέτι καθόλου πάντων ἐστὶ συνεχῶν γνώρισμα πυρετῶν, ἀλλὰ μόνον τῶν καύσων καὶ τούτων τῶν χρονίων. εἰ γὰρ ἐπὶ τούτων, διὰ τρίτης ἐπιπαροξυ‐ νόντων, πέψεως σημεῖον μήπω φανῇ, τὸν τοιοῦτον ἀνάγ‐
25κη πυρετὸν εἰς χρόνου μῆκος ἐκταθῆναι.
25 Εἰ δὲ καὶ ἡ τετάρτη τῶν ἡμερῶν ὁμοία φαίνοιτο τῇ τρίτῃ. —
27 Ὁμοίαν φησὶν εἶναι τὴν τρίτην τῇ [τε] τετάρτῃ, οὐ κατὰ μέγεθος τοῦ παροξυσμοῦ. τοῦτο γὰρ ἐπὶ τῶν καύ‐
30σων οὐ γίνεται, ἀλλὰ μᾶλλον ἡ πέμπτη τῆς τρίτης ἐστὶν
ὁμοία, ὥστε οὐ κατὰ τὸν παροξυσμὸν τοῦτό φησιν, ἀλλὰ283

1

.

284

καὶ κατὰ τὴν ἐν τοῖς διαχωρήμασί τε καὶ τοῖς οὔροις ἀπεψίαν.
2 Καὶ ὁ πυρετὸς οἷον σμυχόμενος εἴη. —
3 Τουτέστι περὶ τὸ βάθος ἔχων, οὐδὲ ῥᾳδίως ὡς ἐκ‐
5λάμπειν δυνάμενος περὶ τὴν ἐπιφάνειαν. τοῦτο δὲ γίνε‐ ται ὑπὸ τῆς τοῦ φλέγματος ἐπιμιξίας, ψυχροῦ τὴν φύσιν ὑπάρχοντος καὶ δυσεξάπτου καὶ μᾶλλον ὑποτυφωμέ‐ νου. διὸ καὶ χρόνιόν ἐστι δεομένης τῆς τοῦ χυμοῦ τοῦ τοιούτου παχύτητος πλειόνων ἡμερῶν εἰς πέψιν.
9
10Καὶ τὸ πρόσωπον ἥ τε σύμπασα τοῦ σώματος ἕξις. —
10 Καὶ τοῦτο γνώρισμα πλήθους ἐστὶ χυμῶν, καὶ πολυ‐ χρονίου πυρετοῦ σημεῖον. γίνεται δὲ ἐπὶ τούτων τὸ ὅλον σῶμα οὐκ ἰσχνὸν πρὸς τὴν τοῦ πυρετοῦ ἀναλογίαν, ἀλλὰ μᾶλλον ὀγκώμενον, τῷ τοὺς πάλαι οἷον πεπηγότας χυ‐
15μοὺς νῦν ὑπὸ τῆς τοῦ πυρετοῦ θερμασίας χεομένους καὶ ἀναλυομένους εἰς πνεύματα πλείονα τόπον ἐπιλαμβάνειν καὶ τὸ ὅλον διαιρεῖν σῶμα.
17 Ἐν μὲν οὖν τοῖς διαλείπουσιν ὀξύτατός τε ἅμα καὶ ἐπι‐ εικέστατος ὁ τριταῖος. —
19
20 Ὀξύτατος μέν ἐστιν ὁ τοιοῦτος πυρετὸς διὰ τὴν λε‐ πτομέρειαν τῆς ἐργαζομένης αὐτὸν ὕλης, ἑτοιμότατα δυ‐ ναμένης πεφθῆναι καὶ λεπτυνθῆναι· ὅτι δὲ ὀξύτατος, καὶ ἐπιεικέστατός ἐστιν· οὐδὲ γὰρ φθάνει καταλῦσαι τὴν δύναμιν αὐτῆς, θᾶττον ἀφιστάμενος, ἄλλως τε καὶ ὡς
25πολλάκις εἰρήκαμεν κουφότατος ὢν, οὐ βαρύνει αὐτήν.
25 Μακρότατος δὲ καὶ ἀκίνδυνος ὅσον ἐφ’ ἑαυτῷ ὁ τε‐ ταρταῖος. —
27 Μακρότατος δὲ διὰ τὸ πάχος τοῦ μελαγχολικοῦ χυ‐ μοῦ, πλείονος εἰς πέψιν δεομένου χρόνου· ἀκίνδυνον δὲ
30διὰ τὸ μῆκος τὸ τῶν διαλειμμάτων. μίαν γὰρ ἡμέραν ἐν
τῷ πυρετῷ καμοῦσα ἡ φύσις, τὰς λοιπὰς δύο ἀναπαύει284

1

.

285

τε καὶ τὸν οἰκεῖον ἀνακτᾶται τόνον. καλῶς δὲ προσέθηκε τῇ λέξει τὸ, ὅσον ἐφ’ ἑαυτῷ. συμβαίνει γὰρ ἐνίοτε τὸν χρόνον ἀποκαμεῖν τὴν δύναμιν· ἄλλως τε ἐν τοῖς χρονίοις νοσήμασιν ὡς τὰ πολλὰ οἱ κάμνοντες πλημελοῦσι περὶ
5τὴν δίαιταν, ἀπολιγωρήσαντες πρὸς τὴν ὑπὸ ἰατρῶν ἐπιταττομένην αὐτοῖς ἀκρίβειαν. κἀκ τῆς τοιαύτης πλη‐ μελείας εἰκός ἐστι κίνδυνον οὐ σμικρὸν ἀκολουθῆσαι, οἷον οὐκ ἂν λέγοιτο γίνεσθαι κατὰ τοῦ τεταρταίου φύσιν, ἀλλὰ κατά τι τῶν ἔξωθεν αὐτῷ κατὰ τύχην
10συμβεβηκότων.
10 Ὁ δὲ ἀμφημερινὸς μακρὸς καὶ οὐκ ἀκίνδυνος. —
11 Εἰκότως μακρὸς μέν ἐστιν, ὅτι καὶ τὸ φλέγμα παχὺ καὶ δυσδιαφόρητον ἐφ’ ᾧ γίνεται, οὐκ ἀκίνδυνον δὲ, ὅτι, τῆς συνεχείας τῶν παροξυσμῶν μηδεμίαν ἡμέραν τελείαν
15διδούσης ἀνάπαυσιν τῇ δυνάμει, κίνδυνον ἀπειλεῖ φθορᾶς. καθ’ ἑκάστην γὰρ ὁ τοιοῦτος εἰσβάλλων ἀνακωχὴν ἀρκοῦ‐ σαν οὐ παρέχει τὴν φύσιν, ἀλλὰ καὶ ὅτι τὸ στόμα τῆς γαστρὸς ἐπὶ τούτων πεπονθὸς, συνεχεῖς ἀπειλεῖ συγκο‐ πάς. εἰ δὲ πρὸς τοῖς εἰρημένοις οὐδὲ παύεται ταχέως,
20ἀλλὰ εἰς χρόνου μῆκος ἐκτείνεται, εἰκότως ἐξ ἁπάντων τούτων ἔχει τὸ ἐπικίνδυνον.
21 Τοῦτο μὲν δὴ κοινὸν ἁπάντων ἐστὶ πυρετῶν. —
22 Φησὶ δ’ ἁπάντων τῶν πυρετῶν τόδ’ εἶναι τὸ λεπτό‐ τατον τῆς διαίτης εἰς τὸν τῆς ἀκμῆς ἀποτίθεσθαι χρόνον.
24
25Οὐδὲν γὰρ χεῖρον ἐντεῦθεν ἄρξασθαι, διοριζέσθω σοι κατ’ ἀρχάς. —
26 Τὴν διαίρεσιν ἀνωτέρω εἰρήκαμεν, ὅτι τῶν πυρετῶν οἱ μὲν ἐπὶ πνεύμασιν, οἱ δὲ ἐπὶ ὑγροῖς, οἱ δὲ ἐπὶ στε‐ ρεοῖς, καὶ τῶν ἐπὶ χυμοῖς, οἱ μὲν χωρὶς συμπτωμάτων,
30οἱ δὲ μετὰ συμπτωμάτων, καὶ τούτων οἱ μὲν συνεχεῖς, οἱ δὲ διαλείποντες, νῦν ὕστερόν τι βούλεται προσθεὶς τε‐ λειοτάτην αὐτὴν ποιήσασθαι. ὥσπερ γὰρ οὐδὲν τῶν ὄντων
ἐκφεύγει τὴν τοῦ νοθεύεσθαι φύσιν, κατ’ εἶδος λέγω·285

1

.

286

κἂν γὰρ μὴ πάντα τὰ κατὰ μέρος νοθεύηται, ἀλλ’ οὖν οὐκ ἐνδέχεται πάντως τὸ εἶδος μὴ εὑρεθῆναί τι νοθευό‐ μενον. οὕτως εἰ τύχει δύο ἐναντίων ὄντων τοῦ τε λευκοῦ καὶ τοῦ μέλανος, ἑκάτερον νοθεύεται τῇ τοῦ ἑτέρου ἐπι‐
5μιξίᾳ καὶ ἔστιν εὑρεῖν ἀκριβὲς λευκὸν, καὶ ἕτερον λευκὸν, οὐκ ἀκριβὲς δὲ, τῷ μεμίχθαι αὐτῷ μοῖράν τινα τοῦ μέλανος μετρίαν, ἥτις διὰ βραχύτητα λανθάνει τὴν αἴσθησιν. οὕτω δὴ κἀπὶ τῶν ἄλλων ἁπάντων ἔχει. ὥσπερ οὖν ἐπὶ τούτων εἰρήκαμεν, οὕτω κἀν τοῖς πυρετοῖς ὁρᾶται γινό‐
10μενον. ἀκριβεῖς μὲν γὰρ λέγονται καὶ γνήσιοι πυρετοὶ καὶ ἀμιγεῖς. ὅσοι δέ τινα οὐσίαν ἔχουσιν ἀλλοιοτέραν ἐπιμεμιγμένην, οὗτοι νόθοι εἰσί. καὶ χρὴ διὰ πολλοῦ πε‐ ποιῆσθαι τὴν τούτων διάγνωσιν, εἰδότας ὅτι τὸ τῆς θε‐ ραπείας διάφορον οὐκ ἔστιν ὀλίγον.
14
15Ὁ μὲν γὰρ ἀκριβὴς τριταῖος τὸ μακρότατον ἐν ἑπτὰ πε‐ ριόδοις κρίνεται. —
16 Τοῦτο διέταξεν Ἱπποκράτης. οὕτως ἡ τῶν πραγμά‐ των ἔχει ἀλήθεια. τῶν γὰρ ἀκριβῶς τριταίων ἔσχατος ὅρος ἐστὶν ἡ τεσσαρεσκαιδεκάτη ἡμέρα. καὶ ἐσωτέρω μὲν
20ταύτης ἐνδέχεται κριθῆναι τὸν τριταῖον, ἐξωτέρω δὲ προ‐ βαίνειν ἀδύνατον ἀκριβὲς καὶ γνήσιον. ὅτι δὲ ἡ τῶν ἑπτὰ περιόδων συνδρομὴ τεσσαρεσκαίδεκα μόνας ἡμέρας ἀποτελεῖ, ἔξεστι γνῶναι λογισαμένῳ τὰς περι‐ όδους. ἔστι γὰρ ἡ μὲν πρώτη περίοδος τρίτη τῶν ἡμε‐
25ρῶν· ἡ δὲ δευτέρα, πέμπτη· ἡ δὲ τρίτη, ἑβδόμη· ἡ δὲ τετάρτη, ἡ ἐννάτη· ἡ δὲ πέμπτη, ἡ ἑνδεκάτη· ἡ δὲ ἕκτη, ἡ τρισκαιδεκάτη, καὶ παρέσται ἡ τεσσαρεσκαιδεκάτη, τὸ λοιπὸν τῆς ἑβδόμης οὖσα περιόδου.
28 Σπλήν τε μέγιστος ἐξήρθη καὶ ὑποχόνδριον διεφυσᾶτο. —
30
30 Τοῦτο συνέβαινε γίνεσθαι διὰ τὰς συνεχεῖς ἀπεψίας, ἐξ ὧν ὁσημέραι τικτομένου φλέγματος, καὶ εἰς πνεύματα ἀναλυομένου παχέα, ὅ τε σπλὴν ηὔξετο καὶ τὸ ὅλον δὲ σῶμα τοιοῦτον ἦν.
33 Καί τις ἤδη καὶ ὕποιδος ἦν ἄχροια περί τε τὸ πρόσω‐
35πον καὶ οὐχ ἥκιστα τοῖς σκέλεσιν. —286

1

.

287

Ἄχροια μὲν, διὰ τὸ μηκέτι τὸν αἱματικὸν ἐπανθεῖν χυμὸν, βαπτομένου τοῦ χρώματος αὐτῶν ὑπὸ τῆς τοῦ φλέγματος ἐπιμιξίας· ὕποιδος δὲ, διὰ τὴν τῶν φυσωδῶν καὶ παχέων πνευμάτων περιουσίαν, ἅπερ ἐγένετο μὲν καὶ
5κατὰ τὸ σύμπαν σῶμα, μάλιστα δὲ διεφαίνετο περί τε τὸ πρόσωπον καὶ τὰ σκέλη, ἀλλὰ περὶ μὲν τὸ πρόσωπον, διὰ τὸ τοῦ μορίου ἀσαρκότερον· περὶ δὲ τὰ σκέλη, τινὲς μὲν ἐπεχείρησαν εἰπεῖν, ὅτι συγγένειαν ἔχουσι ταῦτα πρὸς τὰ ὑποχόνδρια, ὡς δηλοῖ τῶν ἐπὶ τῶν ὑδερικῶν
10παρεγχύσεων ταῦτα οἰδίσκεσθαι. κἀνταῦθα τοίνυν φασὶ, τῶν ὑποχονδρίων διαφυσωμένων, οἰδαίνει. ἡμεῖς δὲ λέ‐ γομεν, ὅτι τὰ σκέλη ὡς ἀτιμότερα ὄντα καὶ πόῤῥω τοῦ ἐμφύτου τὴν θέσιν ἔχοντα τὰς ἑαυτῶν δυνάμεις οὐ πάνυ τι ἐῤῥωμένας ἔχει. καὶ συμβαίνει μὲν τηνικαῦτα τὸ ὅλον
15σῶμα πάσχειν, ἐξαιρέτως ταῦτα, διὰ τὴν φυσικὴν αὐτῶν ἀσθένειαν, ὡς καὶ τὸ λόγῳ τροφῆς εἰς αὐτὰ φερόμενον ἀναπτεῖσθαί τε καὶ εἰς πνεύματα μεταβαλλόμενον καὶ ἐξαίρει αὐτά. ἀλλά τινες ζητοῦσι, τί δήποτε μὴ κἀπὶ τῶν χειρῶν τὸ αὐτὸ τοῦτο συμβαίνει, εἴ γε καὶ αὗται
20τοῖς σκέλεσίν εἰσιν ὁμογενεῖς. κῶλα γάρ εἰσιν οἵ τε πό‐ δες καὶ χεῖρες. καὶ λέγομεν ὅτι αἱ χεῖρες ὡς γειτνιάζου‐ σαι τῇ καρδίᾳ, θερμαίνονται ὑπ’ αὐτῆς, καὶ διὰ τοῦτο τὸ τοιοῦτον οὐχ ὑπομένουσι σύμπτωμα.
23 Ὥστε δεῖσαί τε ἡμᾶς ἀμφὶ τῷ μειρακίῳ καὶ δεηθῆναι
25μειζόνων βοηθημάτων. —
25 Ἐφοβήθημέν φησιν ἐπὶ τοῦ τοιοῦτον πυρέξαντος πυρετὸν, μήπως εἰς ὕδερον αὐτῷ μεταπέσῃ τὸ πάθος, τῆς τοῦ παντὸς κράσεως σώματος αὐτῷ καταψυχομέ‐ νης, καὶ τῆς δυνάμεως ὑπὸ τοῦ μήκους τοῦ πυρετοῦ
30καταβαλλομένης.
30 Ἦν μὲν δὴ τοῦ ἔτους τὸ μεταξὺ Πλειάδων τε δύσεως καὶ τῆς προγεγενημένης ἰσημερίας. —
32 Ἐνταῦθα εἰς μέσον φέρει τὴν τοῦ μειρακίου διήγησιν
τοῦ τὸν νόθον τριταῖον πυρέξαντος, ἵνα δι’ αὐτοῦ τό τε287

1

.

288

πρᾶγμα διδάξῃ, καὶ τὴν διδασκαλίαν σαφεστέραν ποιή‐ σηται. χρὴ εἰδέναι ὅτι ἰσημερίαι εἰσὶ δύο, ἡ μὲν κατὰ τὸ ἔαρ, ἡ δὲ κατὰ τὸ φθινόπωρον γινομένη. ἐνταῦθα τοίνυν κατὰ τὸ φθινόπωρον γεγενημένην φησὶ, προγεγε‐
5νημένην δὲ αὐτὴν εἶπεν ὡς πρὸς τὴν τῶν πλειάδων δύ‐ σιν. ἀλλ’ ἵνα μὴ εἰς μακρὸν ἐκτρεπώμεθα λόγον, ζητοῦν‐ τες, τί μέν εἰσι πλειάδες, ποία δὲ αὐτῶν ἡ δύσις, ποία δὲ ἀνατολὴ, καὶ ταύτῃ τοὺς ἀκροωμένους συγχέωμεν, το‐ σοῦτον εἰπόντες μεταβῶμεν ἐπὶ τὸ προκείμενον, ὅτι ὁ
10πυρετὸς οὗτος ἤρξατο περὶ τὰ μέσα τοῦ φθινοπώρου, ὥστε τέως ἀπὸ τῆς ὥρας τοῦ ἔτους νοθεύεσθαι. ἔδει γὰρ αὐτὸν, εἴπερ ἔμελλεν εἶναι γνήσιος, ἐν θέρει πεποιῆσθαι τὴν ἀρχήν.
13 Ἤρξατο δὲ μετὰ φρίκης ὁ πυρετὸς τῷ μειρακίῳ. —
14
15 Καὶ τοῦτο σημεῖον τοῦ νόθον εἶναι τὸν τριταῖον, τοῖς μὲν ἀκριβέσι τριταίοις ῥίγους ἰσχυροῦ συνόντος ἀεὶ, τοῖς δὲ ἀμφημερινοῖς περιψύξεως, ὧν ἀμφοτέρων μέση ἐστὶν ἡ φρίκη.
18 Περὶ αὐτὴν σχεδὸν τὴν ἕω, ὥστε μήτε τῇ θερμασίᾳ τρι‐
20ταίῳ τι δόξαι ἐοικέναι. —
20 Κἀντεῦθεν νοθεύεται. ἔδει γὰρ αὐτὸν, γνήσιον ὄντα, κατὰ τὸ μέσον τῆς ἡμέρας εἰσβάλλειν, ὅτε κατὰ κορυφὴν ἡμῶν ὁ ἥλιος ὑπάρχων, ἐκθερμαίνῃ τὰ τῇδε καὶ τὸν τοι‐ οῦτον ἀπογεννᾷ χυμὸν, ὑφ’ οὗ γνήσιος πέφυκε γίνεσθαι
25τριταῖος. ἦν δὲ κατάδηλος αὐτοῦ καὶ ἡ θερμασία, μὴ τοσοῦτον ἔχουσα τὸ πυρῶδες καὶ δριμὺ, ὥσπερ οἱ γνήσιοι αὐτὸ ἔχουσιν. ἀλλ’ οὐδὲ ὁ σφυγμὸς τούτων μέγιστος καὶ παχύτατος καὶ πυκνότατος, ὡς τοῖς ἀκριβέσι τριταί‐ οις, ἀλλὰ πάντα μὲν μειώμενα ἔχων τῇ τοῦ φλέγματος
30ἐπιμιξίᾳ, ὥστε οὐδὲ χολὴ ἐπὶ τούτου ἐμεῖται, διὰ τὸ μηδὲ μόνην χολὴν πλεονάζειν, ἀλλὰ σὺν τῷ φλέγματι ἱδρῶτες μὲν, βραχεῖς δὲ ἐγένοντο, οὐ μὴν τοσοῦτοι, ὅσοι
ἐπὶ τῶν εἰλικρινῶν τριταίων.288

1

.

289

Τῆς γὰρ ἐπιούσης νυκτὸς ὀλίγον πρὸ τῆς ἡμέρας νοτίδες ἐγίγνοντο. —
2 Ἐκ τούτων δὲ δῆλον ὅτι ὁ μὲν πρῶτος παροξυσμὸς γέγονεν ὡρῶν τριάκοντα ἑπτά· ὁ δὲ δεύτερος, ὡρῶν εἴ‐
5κοσι τεσσάρων. ἔδει δέ γε, ὡς ἔφην, ὑπεργνήσιος τρι‐ ταῖος, ὡς ἀνωτέρω εἰρήκαμεν, ἐξωτέρω τῆς δύο καὶ δε‐ κάτης ὥρας μὴ προβῆναι τοῦτον τὸν παροξυσμὸν, τοῦ δευτέρου γενέσθαι χρονιώτερον, ἢ ὅτι πλείων ἔτυχεν οὖσα ἐπὶ τούτου ἡ ὕλη, ἢ ὅτι τὸ μειράκιον ἐπλημμέλησέ
10τι ἢ ἐν αὐτῷ τῷ πυρετῷ, ὡς μήπω τῆς φύσεως αὐτοῦ ἐγνωσμένης ἢ καὶ πρὸ τοῦ πυρετοῦ.
11 Ἦν δὲ τὸ μειράκιον ἡλικίᾳ μὲν ἀμφὶ τὰ ὀκτωκαίδεκα ἔτη. —
13 Ἐνταῦθα δείκνυσιν, ὅτι ἀπὸ τῆς κράσεως καὶ ἀπὸ
15τῆς ἡλικίας καὶ ἀπὸ τῆς ἄλλης διαγωγῆς τῷ τοιούτῳ μειρακίῳ ὁ φλεγματικὸς ἐπλεόναζε χυμός. καὶ ἀποροῦσί τινες λέγοντες, τί δήποτε μὴ δεῖν ταῦτα ἢ μᾶλλον ὑπο‐ λαμβάνειν νόθον ἀμφημερινὸν, καὶ οὐχὶ νόθον τριταῖον; καὶ λέγομεν, ὅτι κωλύει τὸ διὰ τρίτης εἰσβεβληκέναι τὸν
20παροξυσμὸν, ὡς εἴ γε καθ’ ἑκάστην ἡμέραν εἰσέβαλεν, ὑπελάβομεν ἂν μᾶλλον ἔχειν τὸ κῦρος τὸν ἀμφημερινὸν ἤπερ τὸν τριταῖον.
22 Συνεισέβαλλε δὲ αὐτῷ καὶ ὁ σφυγμὸς σκληρός. —
23 Τοῦτο μάλιστα ἐγένετο ὑπὸ τῆς τοῦ χυμοῦ ψύξεως,
25τῇ τοιαύτῃ ποιότητι πηγνυούσης τὸ τῆς ἀρτηρίας σῶμα, καὶ σκληρὸν ἐργαζομένης τὸν σφυγμόν. ἀμέλει περὶ μὲν τὴν πρώτην καὶ δευτέραν ἡμέραν, ἐπειδὴ οὔπω κινηθεὶς ἦν ὁ τοιοῦτος χυμὸς, ὀλίγῳ τινὶ σκληρὸς ἦν ὁ σφυγμός· ὕστερον δὲ λυθέντος αὐτοῦ καὶ χυθέντος ὑπὸ τῆς πυρε‐
30τοῦ θερμασίας, σκληρότερος ὁ σφυγμὸς ἐγένετο. ἔστι δὲ εἰπεῖν, ὅτι καὶ ἀπὸ τῆς τῶν ὑποχονδρίων διατάσεως ἔσχε
τὸ σκληρόν τε καὶ τεταμένον.289

1

.

290

Καὶ τοιοῦτος παρέμενεν ἄχρι τῆς κατὰ τὸ ἔαρ ἰσημερίας. —
1 Ἐνταῦθα δὲ λοιπὸν ἤρξατο μαλάττεσθαι, καὶ ἐπὶ τὴν τοῦ νοσήματος ἀνάβασιν ἰέναι. καὶ μείνας κατὰ τὴν ἀνά‐ βασιν τεσσαράκοντα ἡμέρας ἀπηλλάγη τοῦ πυρετοῦ οὐ
5κριτικῶς· οὐδὲ γὰρ ἀθρόως, ἢ ἀγωνιστικῶς ἐλύθη τὸ νόσημα, ἀλλὰ κατὰ βραχὺ συνεπέφθη, ὡς ἐκ τῶν σημείων ἐνῆν μαθεῖν. οἵ τε γὰρ σφυγμοὶ ἐνηλλάττοντο, καὶ ὁ πα‐ ροξυσμὸς μετριώτερος ἐγένετο, καὶ πέψεως ἐν τοῖς οὔ‐ ροις ἐφαίνετο χρηστὰ σημεῖα, καὶ ὑπόστασις λευκὴ καὶ
10λεῖα καὶ ὁμαλή.
10 Τοιοῦτος ὁ ἐναντιώτατος τῷ ἀκριβεῖ τριταίῳ. —
11 Ἐναντιώτατόν φησι τὸν γνήσιον καὶ νόθον. ἐπεὶ τῷ τριταίῳ γνήσιος ἀμφημερινός ἐστιν ἐναντιώτατος, ὡς ἂν τοῦ μὲν ὑπὸ χυμοῦ θερμοῦ καὶ ξηροῦ γινομένου, τοῦ
15δὲ ὑπὸ φλέγματος, ψυχρὰν καὶ ὑγρὰν ἔχοντος τὴν φύσιν. ἀλλὰ νῦν τὸν ὑφηγημένον πυρετόν φησιν ὡς νόθον ἐναν‐ τιώτατον εἶναι τῷ ἀκριβεῖ τριταίῳ, πολλῶν ἄλλων δηλο‐ νότι νόθων ὑπαρχόντων, παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον τῆς τοῦ φλέγματος ἐπιμιξίας, καὶ τούτων οὖν πάντων
20μάλιστα τῶν νενοθευμένων.
20 Οὐκοῦν οὐδὲ χρόνιοι ὁμοίως τεταρταίῳ καὶ ἀμφημερινῷ οἱ οὐκ ἀκριβεῖς. —
22 Ὁ μὲν τριταῖος νοθευόμενος χρονιώτερος γίνεται, τε‐ ταρταῖος δὲ καὶ ἀμφημερινὸς οὐχ οὕτως, ἀλλὰ ὅσον νο‐
25θεύεται, τοσοῦτον καὶ τὸ τοῦ χρόνου μῆκος ἐπὶ τούτων μειοῦται. καὶ τοῦτο εἰκότως. ὁ μὲν γὰρ τριταῖος ἐπὶ ξαν‐ θῆς χολῆς λεπτομεροῦς γινόμενος νοθεύεται δηλονότι παχυμεροῦς ταύτης γινομένης. ὑπὲρ δὲ τῶν τεταρταίων καὶ τῶν ἀμφημερινῶν, ἐπειδὴ φύσει παχεῖά ἐστιν ἡ ὕλη,
30εἰ μέλλει νοθεύεσθαι· νοθεύεται γὰρ ὑπὸ χολῆς λεπτο‐ μεροῦς ἐπιμιξίας, κἀντεῦθεν οὐδὲ τοσαύτης δεομένης πέ‐ ψεως, εἰς ὀλίγον ἐξ ἀνάγκης παρατείνει χρόνον.
32
Ταῦτα μὲν ἐν τοῖς κατὰ περίοδον πυρέττουσι σκοπεῖσθαι. —290

1

.

291

Ἐπὶ τῶν ἄλλων διαλειπόντων φησὶ τὰ εἰρημένα ση‐ μεῖα τὸν τῆς ἐκβάσεως προμαντεύεσθαι καιρὸν, οἷον εἰ τὸ ῥῖγος ἐπὶ τριταίῳ κλονῶδες, ὀλιγοχρόνιος ὁ τοιοῦτος πυρετός· εἰ μὴ κλονῶδες, ἀλλὰ μᾶλλον φρικῶδες, πολυ‐
5χρόνιος, κἀπὶ τῶν ἄλλων κατὰ τὸν αὐτὸν τρόπον. ἐπὶ δὲ τῶν συνεχῶν, τούτους γάρ φησιν ἄλλους πυρετοὺς, ἐπειδὴ ῥῖγος οὐκ ἔστιν οὐδ’ ἱδρῶτες οὐδὲ διάλειμμα, πό‐ θεν σκοπήσω τὸ μῆκος τοῦ χρόνου; ἐπὶ τούτων δεῖ προ‐ σέχειν τοῖς οὔροις καὶ τοῖς διαχωρήμασι, καὶ ταῖς περὶ
10ταῦτα πέψεσιν, ἢ θᾶττον ἢ βραδύτερον φαινομέναις. εἰ μὲν γὰρ φαίνοιντο θᾶττον, ὀξύτερον ἔσται τὸ νόσημα. εἰ δὲ βραδύτερον, χνονιώτερον. ἐπισκοπεῖν δὲ καὶ τὴν ὅλην ἕξιν τοῦ σώματος, εἰ ἀραιόν ἐστι καὶ πυκνόν. τὰ μὲν γὰρ πυκνὰ μονιμωτέρους οἶδε ποιεῖν τοὺς πυρετοὺς, τῷ
15στέγειν ἐν ἑαυτοῖς τὰ τούτων αἴτια, τὰ δὲ ἀραιὰ τοὐναν‐ τίον. χρὴ δὲ προσέχειν καὶ τῇ θερμασίᾳ. εἰ μὲν γὰρ πολλὴ καὶ εὐκίνητος, ὀξὺ τὸ νόσημα· εἰ δ’ οἷον ὑποτυ‐ φωμένη καὶ δυσκίνητος, χρόνιος. προστίθει δὲ τούτοις καὶ τὰ ἀπὸ τῶν σφυγμῶν καὶ τῶν στοιχείων ἁπάντων.
20ὥρᾳ μὲν γὰρ θέρους εἰσβάλλοντος τοῦ πυρετοῦ, δεῖ προσ‐ δοκᾷν καὶ ταχεῖαν ἀπαλλαγήν· φθινοπώρου δὲ ἢ χειμῶ‐ νος, μακρὰν καὶ τῶν ἄλλων ὁμοίως.
22 Παρῄνηται μὲν οὖν, ὡς ἄν τινι δόξῃ τὸ πᾶν, οὐ μὴν πρός γε τὴν ἀλήθειαν ὧδ’ ἔχει. —
24
25 Ὃ βούλεται εἰπεῖν, τοιοῦτόν ἐστιν, ὅτι δύναται μὲν καὶ τὰ εἰρημένα προαγορεῦσαι τὴν τοῦ νοσήματος ἔκ‐ βασιν, ἅμα καὶ τὸν χρόνον. ἀλλὰ καὶ τὸ πάντων τούτων κεφαλαιωδέστερον οὔπω εἰρήκαμεν, πρᾶγμα ῥηθῆναι μὲν εὐκόλως δυνάμενον, γνωσθῆναι δὲ καὶ κατορθωθῆναι πο‐
30λυχρονίου καὶ μακρᾶς πείρας δεόμενον, τὴν ποσότητα λέγω. δεῖ γὰρ σκοπεῖν οὐ μόνον τὸ τοῦ νοσήματος εἶδος, ἀλλὰ καὶ τὸ ποσόν. ἐκ γὰρ τούτου δυνησόμεθα μανθά‐ νειν, εἴτε σωτήριον τοῦ νοσήματος, εἴτε ὀλέθριον. μι‐ κροῦ γὰρ ὄντος τοῦ νοσήματος, ὁ κάμνων σωθήσεται·
35μεγάλου δὲ, τεθνήσεται. ἀλλὰ καὶ τούτων ἑκάτερον ὁπότε291

1

.

292

γενήσεται, ἐξ οὐδενὸς ἄλλου μαθεῖν ἐστιν ἢ ἐκ τῆς περὶ τὸ ποσὸν ἀκριβοῦς γνώσεως. οὐκοῦν χρὴ τὴν δύναμιν ἀεὶ τῷ νοσήματι ἀντεξετάζειν καὶ σκοπεῖν ὁπότερον .... εἰ μὲν γὰρ ἡ δύναμις ἀσθενὴς, ἐκ τούτου στοχαζομέ‐
5νους ἡμᾶς δεῖ προλέγειν, ὅτι οὐ δύναται ἀντισχεῖν ἄχρι τῆς ἀκμῆς, ἀλλὰ ἀπαυδήσασα πρὸς τὴν τοῦ νοσήματος ἰσχὺν ἀπολείπεται· εἰ δὲ τοὐναντίον αὐτὴ μὲν εἴη εὔ‐ ρωστος, τὸ δὲ νόσημα ἀσθενὲς, δυνήσεται διατελέσαι καὶ διαρκέσαι πρὸς τὸν ἀγῶνα καὶ περιγενομένη καὶ ἑαυτὴν
10σῶσαι καὶ τὸν ἄνθρωπον.
10 Οὐ μικρᾶς δεῖται τοῦτο τριβῆς τά τ’ ἄλλα καὶ τῷ μήτε γραφῆναι μήθ’ ὅλως διδαχθῆναι λόγῳ δύνασθαι τὸ ποσὸν ἑκάστου. —
13 Ἡ περὶ τὸ ποσὸν θεωρία, φησὶ, πολλῆς καὶ συνεχοῦς
15δεῖται μελέτης ἐν τῇ τοῖς ἔργοις τῆς τέχνης τριβῇ, ὡς ἂν καὶ διὰ ταύτης μόνης κατορθοῦσθαι δυναμένης, καὶ τῷ λόγῳ ἀδυνάτως ἑρμηνευθῆναι· καὶ μέντοι ὅτι καὶ χρή‐ σιμός ἐστιν, εἰς ἃ εἰρήκαμεν. τοῦτο γάρ ἐστιν, ὅ φησι, τά τ’ ἄλλα, ἢ ὅτι κατὰ τὴν ἑαυτῆς φύσιν ἐστὶ δυσχερὴς,
20ὥστε προτρεπτικόν ἐστι τῷ τοιούτῳ οὐδενὶ, εἰς τὸ ποσὸν τρίβεσθαι διὰ τὸ χρήσιμον τὸ ἑαυτοῦ, καὶ τὸ περὶ τοὺς λόγους ἀκατόρθωτον. ἤδη γὰρ φθάσαντες εἰρήκα‐ μεν ἐν τῇ ἀρχῇ τοῦδε τοῦ συγγράμματος, ὅτι τὸ ποσὸν ἴδιον ἑκάστου, τὰ δ’ ἴδια γράφειν ἀδυνατοῦντες, διὰ τὸ
25ἄπειρα εἶναι, ἐξ ἀνάγκης ἐπὶ τὰ κοινὰ τρεπόμεθα, κἂν ᾖ τῇ χρείᾳ δεύτερα.
26 Καὶ εἴ τι ἄρα τὸ ἡμέτερόν ἐστιν, οὐχ ὑπ’ ἄλλου τινὸς εἰς τοσοῦτον ἀκριβείας ἥκει. —
28 Τὸ χωρίον εἴ γε ἔστιν ὁμοίως τοῖς παλαιοῖς ἐξηγη‐
30ταῖς, οὐκ οἶδα. τὰς δὲ ἐκείνων ἐάσαντες φλυαρίας, τὸ ἀληθὲς εἴπωμεν. ὃ γὰρ βούλεται εἰπεῖν, τοιοῦτόν ἐστιν, ὅτι εἴπερ ἄρα διεπρέψαμεν καὶ περιφανεῖς κατὰ τὴν
ἰατρικὴν τέχνην γεγόναμεν, ἐξ οὐδενὸς ἡμῖν ἄλλου τοῦτο292

1

.

293

προσεγένετο ἢ τοῦ περὶ ποσὸν ἠκριβῶσθαι. διὰ δὲ τοῦ εἰπεῖν εἰ ἄρα μετριότητος ἤθους κέχρηται, μὴ βου‐ λόμενος ἑαυτῷ τῆς εὐδοκιμήσεως καὶ τῆς παρὰ τῶν πολ‐ λῶν ἐπαίνου εἶναι μαρτυρία.
4
5Τὸν μὲν οὖν ἀκριβῆ τριταῖον, ὡς ἂν ὑπὸ τῆς ξανθῆς χο‐ λῆς δυναστευόμενον, ὑγραίνειν τε καὶ ψύχειν. —
6 Μετὰ τὴν τῶν πυρετῶν διάγνωσιν, διαλειπόντων τε καὶ συνεχῶν, νόθων τε καὶ γνησίων, ἑπόμενόν ἐστι λοι‐ πὸν καὶ θεραπείαν παραδοῦναι. προτιμάσθω δὲ τῇ τάξει
10ταύτῃ τριταῖος, ὥσπερ οὖν κἀν τῇ διαγνώσει τετίμηται. ἀλλὰ δεῖ τὴν θεραπείαν ποιεῖσθαι, δύο τινῶν σκοπῶν ἐχόμενον. χρὴ γὰρ ἐπὶ τῶν ἐπὶ χυμοῖς πυρετῶν, ὕλης τε πλεοναζούσης καὶ ποιότητος, τὴν μὲν ὕλην κενοῦν, τὴν δὲ ποιότητα ἀλλοιοῦν, τῷ δὲ ἐλλείποντι διδόναι. ἀμέλει τοι
15ἐπὶ μὲν τῶν τριταίων, ἐπειδὴ μάλιστα ποιότης ἐστὶν ἡ λυμαινομένη, πρὸς ταύτην ἐνιστάμεθα ψύχοντές τε καὶ ἐνυγραίνοντες, ἧττον δὲ κενοῦμεν· ἐπὶ δὲ τῶν ἀμφη‐ μερινῶν, μᾶλλον πρὸς τὴν ὕλην ἀπομαχόμεθα τῆς ποι‐ ότητος, οὐ πάνυ τι * δυναστεύουσι διὰ τὸ ψυχρὸν
20εἶναι καὶ ὑγρὸν αὐτὸν τὸν χυμόν.
20 Τὰ γὰρ ἐναντία τῶν ἐναντίων ἰάματα. —
21 Τοῦτο δὲ τὸ κῶλόν ἐστιν Ἱπποκράτους, καὶ πάν‐ των μᾶλλον ἀληθείας ἐχόμενον. ἵνα δὲ μή τις ἡμᾶς σο‐ φιστὴς παρακρούσηται λέγων, ὅτι τὰ ἐναντία τοῖς ἐναν‐
25τίοις οὐ θεραπεύεται, ἀλλὰ μᾶλλον ἀναιρεῖται. καὶ γὰρ τὸ θερμὸν ὑπὸ τοῦ ψυχροῦ, καὶ τὸ ψυχρὸν ὑπὸ τοῦ θερμοῦ φθείρεται. πῶς ἂν λέγοιτο, τὰ φθειρόμενα θε‐ ραπεύεσθαι; διὰ τῶν τοιούτων δεῖ ἐκεῖνο προσθεῖναι, ὅτι τὰ ἐναντία ἐναντίων λέγεται ἰάματα ὡς πρὸς τὸ
30ὑποκείμενον αὐτοῖς σῶμα. τὸ γὰρ σῶμά ἐστι θεραπευό‐ μενον. οὕτως καταχρώμενοι πολλάκις λέγομεν καὶ τὴν νό‐ σον ἐναντίαν εἶναι τῇ ὑγείᾳ, καὶ τὸ ἀκριβὲς σκοποῦσι
νόσος ἂν εἴη ἐναντία, τῇ μὲν θερμῇ ψυχρὰ λέγοιτο ἐναν‐293

1

.

294

τία εἶναι· ἀλλὰ δηλονότι ταῦτα λέγομεν, πρὸς τὸ ὑπο‐ κείμενον ἀποβλέποντες σῶμα, ἐπειδὴ συμβαίνει αὐτῷ σώζεσθαι μὲν ὑπὸ τῆς ὑγείας, φθείρεσθαι δὲ ὑπὸ τῆς νόσου. ὅτι δὲ φθορὰ σωτηρίας ἐναντίον, οὐδεὶς ἂν, οἶμαι,
5τῶν νοῦν ἐχόντων ἀμφιβάλλοι.
5 Προτρέπειν οὖν χρὴ τὸν εἰς τὴν γαστέρα συῤῥέοντα κε‐ νοῦσθαι δι’ ἐμέτων. —
7 Ὃ βούλεται εἰπεῖν, τοιοῦτόν ἐστιν, ὅτι δεῖ τὴν κένω‐ σιν ποιεῖσθαι ἢ αἰσθητὴν ἢ ἀναίσθητον. ἔστι δὲ αἰσθητὴ
10μὲν κένωσις, ἡ διὰ γαστρὸς, ἡ δι’ ἐμέτων ἢ δι’ οὔρων, δι’ αἱμοῤῥαγίας. ἀναίσθητος δὲ ἡ διὰ τῶν ἀδήλων πό‐ ρων. ὁρίσει δέ σοι τῶν τοιούτων ἕκαστον ἡ τοῦ χυμοῦ ῥοπὴ, τρεπομένη ποτὲ μὲν ἐν τῷ στόματι τῆς γαστρὸς, ὅτε καὶ χρὴ δι’ ἐμέτων αὐτὴν κενοῦσθαι, ποτὲ δὲ μᾶλ‐
15λον ἐπὶ τὰ ἔντερα βρίθουσα, ἐνίοτε δὲ εὐκολωτέρως δι’ οὔρων κενουμένη, πολλάκις δὲ καὶ ἐπιτηδειότητα ἔχουσα εἰς τὸ διαφορηθῆναι διὰ τῆς ἐπιφανείας καὶ τῶν κατὰ αὐτὴν πόρων.
18 Ἀλλὰ τὴν μὲν γαστέρα μαλακοῖς κλύσμασι κενοῦν. —
19
20 Ἐπὶ τῶν τριταίων ἐπειδὴ πολλὴ ξηρότης ἐστὶ, χρὴ κατακλύσματα παραλαμβάνειν, ὑγραίνειν καὶ μαλάττειν μᾶλλον δυνάμενα, οὐ ξηραίνειν. ἐπιτεινομένη γὰρ ἐκ τῶν τοιούτων ἡ δυσκρασία μᾶλλον τῷ σώματι λυμαίνεται.
23 Τὰ δ’ οὖρα προτρέπειν σελίνου τε καὶ ἀνήθου τοῖς πό‐
25μασιν ἐναποβρέχοντα. —
25 Ὥσπερ τῶν καθαιρόντων φαρμάκων ἄλλα πρὸς ἄλλον χυμὸν οἰκειότατον ἔχοντα ἕκαστον ἕλκειν, οἷον, εἰ τύ‐ χει, σκαμμωνία μὲν τὴν ξανθὴν χολὴν, ἐπίθυμον δὲ τὸν μελαγχολικὸν χυμὸν, καὶ τὸ φλέγμα κολοκυνθὶς, οὕτω καὶ
30τῶν φαρμάκων ἕκαστον πρός τι τῶν τοῦ σώματος μορίων ἔχει φυσικὴν ἢ συμπάθειαν ἢ ἀντιπάθειαν. ἐπεὶ πόθεν
αἱ κανθαρίδες περιϊοῦσαι τὸν οἰσοφάγον καὶ στόμα294

1

.

295

καὶ γαστέρα καὶ μεσαραϊκὰς φλέβας καὶ ἧπαρ καὶ νε‐ φροὺς καὶ οὐρητῆρας, τὴν κύστιν ἑλκοῖ; πόθεν δὲ τὸν πνεύμονα μόνον λαγωὸς θαλάσσιος; ὥσπερ οὖν ταῦτα φυσικὴν ἀντιπάθειαν ἔχει, οὕτω καὶ ἄλλα πέφυκε, τὰ
5μὲν δι’ οὔρων, τὰ δὲ διὰ γαστρὸς κενοῦντα περιττώματα. καὶ καλεῖται δὲ ὅσα δι’ οὔρων τὰς ὕλας κενοῖ, διουρη‐ τικά. καὶ χρὴ ἐπὶ τῶν τριταίων αὐτοῖς κεχρῆσθαι, συ‐ λῶντας δι’ αὐτῶν κατὰ βραχὺ τὴν τῶν πυρετῶν διάθεσιν.
8 Καὶ ἤν σοι πέψεως σημεῖα προφαίνηται, θαῤῥῶν ἤδη
10καὶ τοῦ ἀψινθίου διδόναι. —
10 Τὸ ἀψίνθιον δύο δυνάμεις ἔχει, τὴν μὲν στυπτικὴν, τὴν δὲ καθαρτικήν. εἰ μὲν οὖν, ἔτι τοῦ χυμοῦ ἀπέπτου ὄντος, προσενέγκοιμεν αὐτὸ, τῇ στύψει μᾶλλον πυκνοῖ τὰς ὕλας, ὥστε μάχην τινὰ γενέσθαι, τῆς μὲν καθαρτι‐
15κῆς αὐτοῦ δυνάμεως ἀποκρῖναι βουλομένης τὸν χυμὸν, τῆς δὲ στυπτικῆς κατεχούσης· κἀντεῦθεν ἔσω ταλαιπωρεῖ ἡ φύσις, ὑπὸ ἑκατέρου τούτων ἐνοχλουμένη. εἰ δὲ μετὰ τὴν πέψιν παράσχωμεν τὸ ἀψίνθιον, τηνικαῦτα ἥ τε κα‐ θαρτικὴ ἐνέργεια καὶ ἡ στυπτικὴ οὐκ ἀντιπράττει, μᾶλ‐
20λον δὲ συμβάλλει. θλίβουσα γὰρ ἐκπυρηνίζει, ὥσπερ ταῖς χερσὶ σπογγίαν θλίψαντες τὰ ἐν αὐτῇ περιεχόμενα πρὸς τὸ ἐκτὸς ἀποῤῥεῦσαι ποιήσαιμεν ὑγρά.
22 Καὶ μᾶλλον εἰ τῆς κόμης αὐτοῦ λαμβάνων ὅσον αὔταρ‐ κες ἀποβρέχοις. —
24
25 Χρὴ γινώσκειν ὅτι βοτανῶν τινων μὲν εὑρεῖν ἔστι τὰς ῥίζας δραστικωτέρας, τινῶν δὲ τοὺς κλῶνας, ἄλλων δὲ τὰ σπέρματα, ὥσπερ οὖν ἄλλων τὰ φύλλα. ἐπὶ τοίνυν τοῦ ἀψινθίου ἡ κόμη δραστικωτέρα, ὡς ἂν λεπτομερε‐ στέρα τῶν ῥιζῶν ὑπάρχουσα. χρὴ δὲ αὐτὴν παρέχειν ἢ
30ὕδατι προαποβρέχοντας καὶ ἀποξύνοντας, ἢ καὶ τὴν οὐσίαν αὐτὴν κόψαντας καὶ μίξαντας ὕδατι θερμῷ ἢ
μελικράτῳ, ἢ ὡς ἂν ὑπαγορεύῃ πρὸς τὸ παρὸν ἡ χρεία.295

1

.

296

Λουτρὰ δὲ θερμὰ δι’ ὕδατος ποτίμου τὸ μὲν κενοῖ τῆς χολῆς ἀπάγοντα. —
2 Τῶν μὲν εἰρημένων ἕκαστον βοηθημάτων εἰ καὶ τὴν ὕλην ἐκένου, καὶ ταύτην κατὰ συμβεβηκὸς ἔψυχε τῇ τοῦ
5θερμαίνοντος ἀπουσίᾳ, ἀλλ’ ἑτέραν ἐνετίθει θερμὴν ποιότητα. τὸ μέντοι λουτρὸν καὶ τὴν ὕλην κενοῖ, καὶ τὴν ποιότητα οὐκ αὔξει, τὴν θερμήν τε καὶ ξηράν. τοὐ‐ ναντίον δὲ καὶ σβέννυσιν αὐτὴν τῷ ψύχειν τε καὶ χρη‐ στὴν ἐντιθέναι τοῖς πόροις ὑγρότητα. ἤδη δὲ φθάσαντες
10εἰρήκαμεν ἐν τοῖς προλαβοῦσιν, ὅσα περὶ λουτροῦ δυνά‐ μεως καὶ τῶν αὐτοῦ μερῶν ἔδει ῥηθῆναι.
11 Ὑγραίνει γὰρ καὶ ψύχει κατὰ δύναμιν, ὅσα τοιαῦτα λουτρά. —
13 Καλῶς προσέθηκε τὸ κατὰ δύναμιν, ἐπειδὴ καὶ
15τὰ θαλάττια καὶ τὰ νιτρώδη καὶ τὰ ἁλμυρὰ λουτρά· καὶ τὰ μὲν τὴν πρόχειρον φαντασίαν ὑγρά ἐστιν, οὐ μὴν ὑγραίνει, τοὐναντίον δὲ ξηραίνει. ἡ μέντοι τῶν ποτίμων ὑδάτων χρῆσις καὶ τὴν φαντασίαν ἅμα καὶ τὴν δύναμιν ὑγραίνουσαν ἔχει. ἐξεταζέσθω δὲ δηλονότι ἡ δύναμις ἐκ
20τῆς ἐνεργείας.
20 Ἀλλ’ ὅτι μάλιστα θερμὸν περιχέοντας ἐμβιβάζειν τε τῷ ὕδατι καὶ διαβρέχεσθαι. —
22 Τοῦτο γὰρ δύναται καὶ τοὺς πόρους ἀραιῶσαι, καὶ ταύτην διαφορῆσαι τὴν ὕλην, καὶ μέντοι καὶ τὰ στε‐
25ρεὰ μόρια ὑγρᾶναι.
25 Καὶ εἴ γε θέλοιεν νήχεσθαι ἐν αὐτῷ, συγχωρεῖν, εἰς ὅσον δύνανται. —
27 Καλῶς προσέθηκε τὸ, εἰ θέλοιεν. δεῖ γὰρ χαρίζεσθαί τι καὶ τῇ τοῦ κάμνοντος ἡδονῇ· καὶ παραλαμβάνει τὸν
30τοιοῦτον μὲν ἐπὶ κολυμβήθρας εὐρυτέρας, ὅπως ἂν εὐ‐
ρυχωρίαν ἡ φύσις ἔχουσα εἰς τὸ νήχεσθαι καὶ ἀποτεί‐296

1

.

297

νεσθαι πρὸς τὸ ἡδὺ, καὶ μᾶλλον ἀπολάβοι τῆς τοῦ ὕδα‐ τος ποιότητος, ψυχομένη τε καὶ ὑγραινομένη.
2 Τοὺς δὲ φιλολουτροῦντας οὐδ’ εἰ δὶς τῆς ἡμέρας λούειν ἐθέλοις, οὐκ ἂν ἁμαρτάνοις. —
4
5 Ἱπποκράτης ἀπὸ τῶν ἐθῶν ἔνδειξιν [ἔλαβεν], ὥστε τὸ μὲν πρῶτον λουτρὸν παραλαμβανέσθω διὰ τὴν διά‐ θεσιν, τὸ δὲ δεύτερον διὰ τὴν ἀπὸ τοῦ ἔθους ἔνδειξιν.
7 Εἰ δὲ καὶ πέψεως σημεῖα τῆς νόσου φαίνοιτο, κἂν εἰ πλεονάκις λούοις, οὐκ ἂν ἁμάρτοις. —
9
10 Ἱκανὸν ὂν φαίνεται τὸ λουτρὸν ἐπὶ τῶν τριταίων, καὶ πρὸ πέψεως παραλαμβάνον. καὶ ἄξιον τῆς ζητήσεως, πῶς οὐκ ἐπιτείνει τὰς ἐμφράξεις. ἐν γὰρ τοῖς βαλανείοις εἰώθασιν οἱ χυμοὶ χεόμενοι καὶ ἐπὶ ταύταις τοὺς πυρε‐ τοὺς ἐπιτείνειν. λέγομεν τοίνυν ὅτι ἐπὶ τῶν τριταίων
15πυρετῶν, ἐπειδὴ μᾶλλον ἡ ποιότης ἤπερ ἡ ὕλη λυμαίνε‐ ται, διὰ τοῦτο καὶ πρὸ πέψεως τὸ λουτρὸν παρέλαβεν. ὅτι δὲ πρὸ πέψεως κελεύει λούεσθαι, αὐτὸς ἐδήλωσεν ἐπάγων, ὅτι μετὰ τὴν πέψιν πλεονάκις τοῦ δὶς λούειν, οὐκ ἂν ἁμάρτοις. τηνικαῦτα γὰρ αἱ ὕλαι, πεφθεῖσαι
20καὶ λεπτυνθεῖσαι ῥᾷον ἐκκρίνονται δι’ ἱδρώτων, ἀραιω‐ θέντων τῶν πόρων.
21 Οἴνου δὲ πρὶν μὲν πέττεσθαι τὸ νόσημα παντάπασιν εἴργειν. —
23 Εἰκότως ἐμνημόνευσε μετὰ τὸ λουτρὸν τῆς χρήσεως
25τοῦ οἴνου, ἐπειδὴ τηνικαῦτα δίψης αὐτοῖς προσγενομένης ἐκ τῆς τοῦ βαλανείου θερμασίας, παρέχειν ποτὸν, οὐχ ὕδωρ· τοῦτο γὰρ ἐμβραδύνον τοῖς ὑποχονδρίοις ἄλ‐ λως βλάπτει· ἀλλ’ οἶνον, ἐπειδὴ δύναται οὗτος θᾶττον ἀναδιδόμενος, τάς τε ἐκκρίσεις προτρέπειν ἁπάσας καὶ
30τὰς δυνάμεις ῥωννύναι καὶ τοὺς χυμοὺς εἰς εὐκρασίαν μεταφέρειν, αὐτός τε εἰς αἷμα μεταβαλλόμενος, καὶ τοὺς
ἀχρήστους μετακοσμῶν. ἀλλὰ χρὴ τοῦτον διδόναι οὐ πρὸ297

1

.

298

τοῦ καιροῦ τῆς πέψεως. τηνικαῦτα γὰρ χέων τὰς ὕλας, ἐπιτείνει τὰς ἐμφράξεις· ἀλλὰ μᾶλλον μετὰ τὰς πέψεις, ἵνα τὰ εἰρημένα ἐργάσηται. χρὴ δὲ προνοεῖσθαι, ὅπως ἂν εἴη λεπτὸς καὶ εὐανάδοτος, καὶ πολλὴν ὕδατος ἐπι‐
5μιξίαν ἔχων, καὶ μὴ παλαιὸς, μηδὲ φύσει θερμὸς, καὶ τὸ χρῶμα λευκὸς μᾶλλον ἢ μέλας. —
6 Σιτία δὲ ὅσα ὑγραίνει τε καὶ ψύχει, πάντα χρήσιμα τρι‐ ταίοις ἀκριβέσι. —
8 Καὶ τοῦτό φησιν, ἡ ποιότης ἔστω σύμφωνος τῇ τοῦ
10τριταίου πυρετοῦ ἐναντιώσει, ψυχρᾶς οὖσα δυνάμεως. ἀλλὰ τὸ μὲν ποιὸν οὕτως ἡμῖν εἴρηται.
11 Τὸ δὲ ποσὸν ἐν αὐτοῖς τοσοῦτον ὅσον πλεῖστον καλῶς πέψαι δύνανται. —
13 Ἕκαστον πέψαι δύναται, μήτε βαρυνομένης αὐτῷ τῆς
15γαστρὸς, μήτε ἀπεπτούσης, ἐπεὶ συμβήσεται πάλιν, περιττωμάτων γενομένων ἐκ τῶν ἀπεψιῶν, διὰ περι‐ όδου τινὸς καὶ κύκλῳ τὸν πυρετὸν αὐξάνεσθαι.
17 Τῶν δ’ ἄλλων, ὅ τε πτισάνης χυλός. —
18 Ἡ πτισάνη χρησιμώτατόν ἐστιν ἐπὶ τούτων βοή‐
20θημα, δυναμένη τὸν πυρετὸν ψύχειν, καὶ ὑγραίνειν, καὶ τὴν ὕλην ἐκφράττειν. ἔχει γὰρ ῥυπτικὴν τὴν δύναμιν καὶ τρέφουσαν τὰς δυνάμεις.
22 Καὶ τὰ διὰ τοῦ χόνδρου ῥοφήματα. —
23 Χόνδρον ἐκάλουν οἱ παλαιοὶ τὸν ἅλικα. χρὴ δὲ
25τοῦτον παραλαμβάνειν, ἐφ’ ὧν ἡ θερμασία πολλὴ κατὰ τὴν γαστέρα ἐστὶ καὶ βουλόμεθα αὐτὸν ἐν ταύτῃ χρονί‐ σαντα, μάχεσθαι πρὸς τὴν δυσκρασίαν, καὶ μάλιστα εἰ τὸ στόμα τῆς γαστρὸς εἴη ῥᾳδίως ἐκχολούμενον. δύναται γὰρ ὡς παχὺς καὶ δύσφραστος κατασβέσαι τὴν ἐν
30αὐτῷ θερμότητα· φυλάττεσθαι μέντοι μὴ γαστρός ἐστιν ἐπὶ τούτων ἐπίσχεσις. οἶδε γὰρ τὸ τοιοῦτον ῥόφημα
μᾶλλον αὐτὴν ἐπέχειν.298

1

.

299

Καὶ οἱ πετραῖοι τῶν ἰχθύων. —
1 Τῶν ἰχθύων οἱ μέν εἰσιν αἰγιαλοὶ, οἱ δὲ πε‐ τραῖοι, οἱ δὲ πελάγιοι. τούτων δὲ ἄριστοι μέν εἰσιν οἱ πετραῖοι, ἐπειδὴ τὰ κύματα ταῖς πέτραις προσρηγνύ‐
5μενα κινεῖσθαι συνεχῶς αὐτοὺς ποιεῖ, καὶ τὴν περιττω‐ ματικὴν αὐτῶν δαπανᾷν ψυχρότητα. οἱ δὲ αἰγιάλιοι χεί‐ ριστοι, ἐπειδὴ τρέφονται τροφὴν ἰλυώδη, καὶ μάλιστα εἰ παράκειται πόλις ἐν τοῖς αἰγιαλοῖς, δεχομένης αὐτῆς τὰ περιττώματα καὶ τοὺς ὀχετούς. οἱ δὲ πελάγιοι μεσωτά‐
10την ἔχουσι τὴν φύσιν, οὔτε οὕτως μοχθηρὰν, ὡς αἰγιάλιοι, οὔτε οὕτως ἀπέριττον, ὡς πετραῖοι, τῶν μὲν τὸ ἰλυ‐ ῶδες οὐκ ἔχουσι, τῶν δὲ τὴν ἐν κινήσει γυμνασίαν ἐξέκλιναν.
13 Καὶ τῶν πτηνῶν τὰ μαλακόσαρκα. —
14
15 Τοὺς κατοικιδίους ὄρνεις φησὶ καὶ τοὺς φασιανούς. χρὴ δὲ ταῦτα μικρὰ παραλαμβάνειν, ὡς ἂν ὑγροτέρας ἔτι καὶ εὐπέπτου τῆς σαρκὸς αὐτῶν ὑπαρχούσης.
17 Καὶ τῶν μὴ τοιούτων τὰ πτερά· καὶ μὲν δὴ καὶ ἀλεκ‐ τρυόνων τοὺς ὄρχεις διδόναι. —
19
20 Καὶ τῶν μὴ τοιούτων φησὶ, τουτέστι τῶν μὴ μαλα‐ κοσάρκων, ἀλλά γε τῶν τελείων. ἀπορήσαντες γὰρ πολ‐ λάκις τῶν μικρῶν, τὰ πτερὰ τῶν τελείων προσάγομεν, ἐπειδὴ ταῦτα διὰ τὴν κατὰ τὴν πτῆσιν γυμνασίαν ἐστὶν ἀπέριττα. χρὴ δὲ ἐκεῖνο γινώσκειν, ὃ κατὰ τὴν πεῖραν ἡμῖν εὕρηται·
25τῆς μὲν οὖν γαστρὸς πολλὴν ἐχούσης θερμασίαν, μᾶλλον τὰ πτερὰ προστάττομεν, ὡς ἂν νευρωδέστερα ὄντα, καὶ δυσχερῶς φθειρόμενα. εἰ δὲ ἡ ἔμφυτος θερμασία ὀλίγη εἴη, τηνικαῦτα μᾶλλον τὰς κοιλίας παρέχομεν, ὡς ἂν σαρκωδεστέρας καί τινα χρηστὴν ἐχούσας θερμότητα.
30δοτέον δὲ καὶ τοὺς τῶν ἀλεκτρυόνων ὄρχεις, εὐχύμους τε ὄντας καὶ τροφίμους, καὶ τὸ περιττωματικὸν ἐλάχιστον
ἔχοντας.299

1

.

300

Καὶ τῶν συῶν τοὺς πόδας τε καὶ τοὺς ἐγκεφάλους. —
1 Τοὺς πόδας παραλαμβάνει τῶν συῶν, ἐπειδὴ γυμνα‐ ζόμενοι κατὰ τὴν βάδισιν, οὗτοι ἀπέριττοί εἰσιν. ἀλλὰ καὶ τοὺς ἐγκεφάλους χρὴ προσφέρειν φυλαττομένους, μή
5τινος ὁ στόμαχος ἀσώδης εἴη. οἶδε γὰρ τὸ τοιοῦτον ἔδε‐ σμα καὶ κινεῖν τὸν στόμαχον. —
6 Ἀλλὰ καὶ ὠὰ συγχωρεῖν ῥοφεῖν καὶ μάλιστα τὰς λε‐ κίθους. —
8 Τὰ ὠὰ ὅσα ἧττον ἕψεται, τοσοῦτον εὐπεπτότερα γί‐
10νονται· μᾶλλον δὲ ἑψόμενα, ἐπειδὴ κατὰ τὴν ἕψησιν τὸ ἐν αὐτοῖς λεπτομερὲς δαπανᾶται καὶ παχύνεται καὶ δυσ‐ πεπτότερα γίνονται. διὰ τοῦτο γάρ ἐστιν ὅ φησιν, ὠὰ συγχωρεῖν ῥοφᾷν. οὐ γὰρ ἁπλῶς ῥοφᾶσθαι δύνανται τὰ ψυχρότερα, καὶ ἧττον ἡψημένα ὄντα. τούτων δὲ τῶν
15ὠῶν τὸ μὲν λευκόν ἐστι ψυχρότερον καὶ μᾶλλον δυσπε‐ πτότερον, τὸ δὲ λεκιθῶδες εὐπεπτότερον, ὅθεν πρὸς τὸν τρόπον τῆς διαθέσεως ἑκατέρῳ προσφορῶς χρώμεθα.
17 Ἐν δὲ τοῖς οὐκ ἀκριβέσι προνοεῖσθαι χρὴ μάλιστα. —
18 Θεραπεύσας τοὺς γνησίους τριταίους, βούλεται λοι‐
20πὸν καὶ τῶν νόθων τὴν ἴασιν ἡμῖν παραδοῦναι. καὶ χρὴ, φησὶν, ἐπὶ τούτων τεχνικῶς προσέχειν τὸν νοῦν, ἐπειδὴ τῶν γνησίων εἰσὶ χρονιώτεροι, καί ἐστιν ἐπὶ τούτων ἄπορος ἡ θεραπεία. εἴτε γὰρ θρέψομεν διὰ τὴν δύναμιν, αὔξομεν τὸ νόσημα, εἴτε μὴ θρέψομεν διὰ τὸ νόσημα, καταβαλοῦμεν τὴν
25δύναμιν. χρὴ τοίνυν ἐπὶ τούτων τὴν δύναμιν τῷ νοσήματι παραβάλλοντας σκοπεῖν, ὁπότερον αὐτῶν μεῖζον, καὶ πρὸς τὸ κατεπεῖγον ἵστασθαι, μὴ θατέρου παντάπασιν ἀμελοῦντας.
27 Ἐν δὲ τοῖς οὐκ ἀκριβέσι τριταίοις οὐδὲ λούειν εὐθὺς κατ’ ἀρχὰς ἀγαθόν. —
29
30Ἐπειδὴ γὰρ ἐπὶ τούτων ἐστὶ περιττὸν φλέγμα, δέος μὴ διὰ τῶν βαλανείων, ὅσον ἐν αὐτῷ λεπτομερέστατον ἕστηκε,
κενώσαντες τὸ λοιπὸν δυσδιαφόρητον ποιήσωμεν. ἄλλως300

1

.

301

τε καὶ συμβαίνει, χύσεως γινομένης ἐν τοῖς λουτροῖς, ἀναμίγνυσθαι τὰ χρηστὰ τοῖς ἀχρήστοις, καὶ οὕτως ἐν τῷ παντὶ σώματι διαφθείρεσθαι χυμούς. ἀλλ’ ἡνίκα ἂν ἴδῃ τε καὶ φαίνηται τὰ σημεῖα τῆς πέψεως, τουτέστιν ἐν
5τῇ ἀκμῇ τῆς πέψεως, ποτὲ καὶ λελεπτυσμένος ὁ χυ‐ μὸς ἑτοίμως ὑπακούει πρὸς κένωσιν.
6 Οὐδὲ καθ’ ἡμέραν τρέφειν, ἀλλ’ ἀρκεῖ παρὰ μίαν. —
7 Τοῦτό φησιν, ἐπειδὴ φλέγμα περιττὸν αὐτοῖς ἐναπο‐ κείμενον, δύναται ἐν ταῖς ἡμέραις ταῖς ἐν μέσῳ καταστῆ‐
10ναι, ἀσιτίαν δὲ παραλαμβάνομεν εἰς αἷμα μεταβαλλό‐ μενον, τροφῆς λόγον ἀποσώζειν τοῖς μορίοις. χρὴ δὲ σκοπεῖν εἰ ἀντέχει πρὸς τοῦτο ἡ δύναμις, ἢ καὶ συνήθως εἶχεν ὁ κάμνων ἐν τῷ ὑγιαίνειν συνεχῶς ἐσθίειν. ἐπὶ τούτων γὰρ οὐκ * ἐνδέχεται παρὰ μίαν αὐτῶν τρέ‐
15φοντες, λεπτομερεστέραν τροφὴν παρέχοντες, ἵνα διὰ τῆς λεπτότητος τὸ ποσὸν κολάσωμεν.
16 Ἡσυχία δὲ καὶ θάλψις τῶν καθ’ ὑποχόνδριον αὐτοῖς συμφέρει. —
18 Οἶδε γὰρ ἡ κίνησις εἰς τὰ ἐκτὸς τὴν φύσιν ἐπά‐
20γειν αὐτὴν, ἀπὸ τῆς τοῦ χυμοῦ πέψεως. δεῖ τοίνυν ἐπὶ τούτων ἡσυχίαν παραλαμβάνειν, ἀλλὰ καὶ θάλψιν τὴν διὰ καταπλασμάτων τῶν δυναμένων πέττειν τὸν ἐν τῇ γαστρὶ περιεχόμενον φλεγματικὸν χυμὸν, καὶ μέντοι καὶ χαλᾷν τὴν ἀπὸ τοῦ φλέγματος ἐγγενομένην τῇ γαστρὶ διάτασιν.
24
25Καὶ ῥοφήματα τὰ εὔπεπτα. —
25 Ἐὰν γάρ τι τῶν δυσπέπτων παρασχῶμεν, κίνδυνος πρῶ‐ τον μὲν ἐπὶ τούτων κάμνειν τὴν δύναμιν· ἔπειτα καὶ ἀπὸ τῆς ἀπεψίας εἰς φλέγμα μεταβαλλούσης τοὺς χυμοὺς, ὁ
προκείμενος χυμὸς αὐξανόμενος, χρονιώτερος γίνεται.301

1

.

302

Καὶ κλύσματα τῆς κάτω γαστρὸς μὴ πάνυ μαλακά. —
1 Δεῖ γὰρ ἐπὶ τούτων κλύσμασι χρῆσθαι δριμυτέροις, ἵνα τὸν χυμὸν χολώδη ὄντα καὶ γλίσχρον ἐκμοχλεύσῃ καὶ κενώσῃ.
3 Καὶ εἰ αἵματος ἀφαιρέσεως δέοιντο, μηδὲ τοῦτο παρα‐
5λιπεῖν. —
5 Δεῖται γὰρ ὁ κάμνων δηλονότι φλεβοτομίας, εἰ πλῆ‐ θος εἴη καὶ εἰ ἀκίνδυνος τὴν ἡλικίαν, καὶ μάλιστα εἰ κατὰ ἐαρινὴν ὥραν ὁ πυρετὸς αὐτῷ συσταίη. δύναται γὰρ ἡ φύσις τοῦ λοιποῦ ῥᾷον περιγενέσθαι.
9
10Ἀλλά τι καὶ τοῦ τμητικωτέρου καὶ θερμοτέρου τρόπου προσεπιλαμβανέσθω. —
11 Ἵνα τῇ μὲν θερμότητι τὸ ψυχρὸν τοῦ χυμοῦ κολά‐ σωμεν, τῇ δὲ τμητικῇ δυνάμει τὸ παχὺ καὶ κολλῶδες αὐτοῦ λεπτύνωμεν καὶ εὔκριτον ποιήσωμεν.
14
15Μάλιστ’ ἂν ἁρμόσειεν αὐτοῖς ὁ τῆς πτισάνης χυλός. —
15 Ἡ πτισάνη, ὅσον μὲν ἐπιρύπτει, συμβάλλεται τοῖς τοιούτοις πυρετοῖς, ἀλλ’ ἐπειδὴ ψύχουσα καὶ ὑγραίνουσα τὴν ὕλην αὐτῶν ἐπαύξει, τουτέστι τὸ φλέγμα, συμφωνοῦσα τῇ αὐτοῦ κράσει, διὰ τοῦτο τοιαύτας ἐν αὐτῇ ποιότητας
20καθαιροῦμεν τῇ τοῦ πεπέρεως ἐπιμιξίᾳ, καὶ εἴ τι ἄλλο τις ἐπινοεῖν δύναται, θερμαίνειν τε ἅμα καὶ τέμνειν δυνάμενον.
22 Καὶ τἄλλα δὲ ὅσα οὖρα κινεῖ πλὴν τῶν ἄκρως θερμαι‐ νόντων τε καὶ ξηραινόντων. —
24
25 Ἐπεὶ πολὺ θερμαίνοντα καὶ ξηραίνοντα τὸν πυρετὸν ἐπαύξει τῇ ἑαυτῶν δριμύτητι. καὶ ἄλλως εἰκός ἐστι ταῦτα δαπανῶντα τὸ τοῦ φλέγματος ὑγρὸν καταλιπεῖν ἐν τῷ σώματι καὶ ὑπόλοιπον γεῶδές τε καὶ πολὺ τὴν φύσιν ὑπάρχον.
29
30Μάλιστα δὲ τοῦ ἀψινθίου διδόναι συνεχέστατα μετὰ τὴν
ἑβδόμην ἡμέραν. —302

1

.

303

Τὸ ἀψίνθιον ἐπὶ τούτων παρακελεύεται δίδοσθαι, ἐπειδὴ πέφυκε ῥωννύναι τὸν στόμαχον, ἀσθενῆ δηλονότι ἐν τοῖς ὑποκειμένοις ὄντα πυρετοῖς. εἰ γὰρ μὴ τοιοῦτος ἦν, πόθεν ἐν αὐτῷ συνηθροίζετο τὸ φλέγμα τοσοῦτον,
5ὥστε καὶ τὸν τριταῖον νοθεύεσθαι; παρέχει μέντοι αὐτὸ μετὰ τὴν ἑβδόμην ἡμέραν διὰ τὰς εἰρημένας ἔμ‐ προσθεν αἰτίας περὶ αὐτοῦ, εἰς ὅσα λυμαινόμενον πρὸ τῆς τοῦ χυμοῦ πέψεως.
8 Καί τι τῶν ἐπιεικῶν ὑπηλάτων χρῆσθαι. —
9
10 Ὑπήλατα καλοῦσιν ἀρχαῖοι, ὅσα δύναται μετρίας ποι‐ εῖσθαι κενώσεις διὰ γαστρὸς, οἷόν ἐστι τὸ πολυπόδιον καὶ τὸ ἀλύπιον, ἥ τε λινοζῶστις. ἀλλὰ ταῦτα μὲν ἁπλᾶ, ἔστι δέ τινα καὶ σύνθετα, οἷον ἄλλαι τινὲς σκευασίαι, αἷς ἐπιβάλλονται σκαμμωνία καὶ κολοκυνθὶς καὶ ἀγαρι‐
15κὸν καὶ ἐλατήριον.
15 Ὁ δ’ ἐπὶ σιτίοις ἔμετος ἐς τοσοῦτον ἄρα τοῖς ἐν τῷδε πυρετῷ χρονίζουσι χρήσιμος. —
17 Τοῖς παλαιοῖς ἐπινενόηνται οἱ μὲν πρὸ τῶν σιτίων βιαιότεροι, καὶ σπαραγμὸν ἐμποιοῦντες οὐκ ὀλίγον· οἱ
20δὲ μετὰ τὰ σιτία τὸ δραστήριον οὐκ ἔχοντες, οὐ πολλὴν βίαν ἐπάγουσι. χρὴ τοίνυν ἐπὶ τῶν ἀμφημερινῶν παρα‐ λαμβάνειν τοὺς μετὰ τὰ σιτία. ποιήσομεν δὲ αὐτοὺς δη‐ λονότι χρήσασθαι λεπτύνουσι σιτίοις, καὶ μεταδεδωκότες ἢ μελίκρατον ἢ οἰνόμελι κελεύσομεν ἐμεῖν. ἀναφέρεται
25γὰρ πρῶτον μὲν τὰ δοθέντα σιτία, συναναφέρεται δὲ αὐτοῖς καί τις χυμὸς ἀπὸ τοῦ στόματος λεπτυνθείς. ὑπ’ αὐτῷ μὲν οὖν τῷ βοηθήματι τοῦ πυρετοῦ ἀπαλλαγῆ‐ ναι, κενωθέντος τοῦ φλέγματος, ἐφ’ ὧν τὸν πυρετὸν νο‐ θεύεσθαι καὶ παρεκτείνειν εἰς μῆκος χρόνου συνέβαινεν.
29
30Ἑξῆς δὲ περὶ τῶν τεταρταίων ἐροῦμεν. —
30 Μετὰ τὴν τοῦ τριταίου, νόθου τε καὶ ἀκριβοῦς, θε‐
ραπείαν, ἑπόμενόν ἐστι λοιπὸν ἐπὶ τὸν τεταρταῖον ἐλθεῖν,303

1

.

304

διαγνωσθέντα μὲν ἤδη διὰ τῶν προλαβόντων, μόνης δὲ ἰάσεως δεόμενον. χρὴ τοίνυν ἐπὶ τούτων, ἐπειδὴ κατὰ τὴν ἀρχὴν ἄπεπτος ὢν ὁ χυμὸς θηριώδης ἐστὶ, μὴ ἀπομά‐ χεσθαι πρὸς αὐτὸν, ἐπεὶ μᾶλλον ἀγριούμενον ἐπιτί‐
5θεται τῷ κάμνοντι, ἀλλὰ παρηγορικωτέρῳ τρόπῳ κεχρῆ‐ σθαι. δεῖ τοίνυν ἐπὶ τούτων μὴ παρέχειν τὰ κενωτικὰ τοῦ μελαγχολικοῦ χυμοῦ φάρμακα. οὔπω γὰρ ἐπέφθη, παχὺς καὶ ἄπεπτος ὢν χυμός. καὶ δέος ἐστὶ μὴ τὸ κα‐ θάρσιον δυνηθῇ τὸν συνήθη καὶ οἰκεῖον αὐτῷ κενῶσαι
10χυμὸν τραπὲν κατὰ τὸν χρηστὸν, καὶ διττῶς βλαβῇ τὸ σῶμα, τῇ τε ἀπουσίᾳ τοῦ χρηστοῦ, καὶ τῇ παρουσίᾳ τοῦ λυποῦντος. ἀλλ’ ἐπειδὴ ψυχρός ἐστι καὶ ξηρὸς ὁ τοιοῦ‐ τος χυμὸς, τοῖς τε θερμαίνουσι καὶ ὑγραίνουσιν ἐπὶ τού‐ του κεχρῆσθαι. ταῦτα γὰρ τῇ μὲν θερμότητι λεπτύνοντα,
15τῇ δὲ ὑγρότητι χέοντα, εὐόλισθον αὐτὸν ποιοῦντα ταχέως αὐτοῦ ποιεῖται τὴν κένωσιν.
16 Εἰ μή τι ἄρα πάνυ σφόδρα φαίνοιτο πλεονάζον αἷμα. —
17 Ἐπειδὴ καταρχὰς ἀπηγόρευσε τὴν κένωσιν γενέσθαι, προσδιορίζεται λέγων, ὅτι δεῖ ποτε καὶ, τοῦ νοσήματος
20ἔτι ἀπέπτου ὄντος, φλεβοτομεῖν, ὅταν εἴη πολὺ τὸ αἷμα. χρὴ δὲ προσέχειν ἀκριβῶς τὸν νοῦν. εἰ μὲν γὰρ μέλαν εἴη τὸ κενούμενον, θαῤῥοῦντας ἀδεέστερον δεῖ κενοῦν ἐπὶ πλέον· εἰ δὲ ξανθότερον, στέλλειν. * χρὴ γάρ ἐστι τοῦτο καὶ δέος ἐπ’ αὐτοῦ κενωθέντος καταλυθῆναι τὴν
25δύναμιν. τέμνειν δὲ φλέβα τὴν κατ’ ἴξιν τοῦ σπληνὸς, τουτέστι τὴν κατὰ τὴν ἀριστερὰν χεῖρα κατ’ εὐθὺ τετα‐ μένην τοῦ μορίου τούτου. καὶ χρὴ διαιρεῖν, οὐ τὴν ὠμι‐ αίαν φλέβα. αὕτη γὰρ τὰ ἀπὸ κεφαλῆς μᾶλλον κενοῖ, καὶ διὰ τοῦτο ἐπὶ τῶν ὀφθαλμιώντων, ἢ ἄλλως τὴν κε‐
30φαλὴν ἀλγούντων, ἤ τι τῶν ἄνω μερῶν ὀδυνωμένων, ἐκείνην τέμνομεν. ἐπὶ δὲ τῶν κάτω, οὐ ταύτην, ἀλλὰ τὴν μασχαλιαίαν, δι’ ἧς τὰ κάτω δύναται κενοῦσθαι. ἐν ἀπο‐ ρίᾳ δὲ ταύτης γινόμενοι, ἐπὶ τὴν μέσην τρεπώμεθα, ἥτις
ἐκ συνόδου τῆς τε ὠμιαίας γίνεται. καὶ ἀγαπήσομεν304

1

.

305

τηνικαῦτα τὴν κένωσιν ἀπὸ παντὸς σώματος ποιήσασθαι, τῶν τε ἄνω καὶ τῶν κάτω.
2 Καὶ δίαιταν ἐφεξῆς ἄφυσον καὶ χρηστὴν διαιτᾶσθαι. —
3 Οἶδε γὰρ τὰ φυσώδη περιττώματα τῷ σπληνὶ παρατι‐
5θέμενα αἴρειν τε αὐτὸν καὶ ἀπεψίας αἰτία γίνεσθαι, ἥτις τὰ μεγάλα τῷ σώματι λυμαίνεται· οὐδὲ λέγειν δέον.
6 Μαλάττοντας τὴν γαστέρα, καθ’ ὅσον οἷόν τε διὰ τῶν συνήθων. —
8 Χρή φησιν ἐπὶ τῶν τοιούτων ὑπάγειν ἀεὶ τὴν γα‐
10στέρα, μὴ φαρμακεύοντας αὐτὴν, ἐφ’ ὅσον ἐνδέχεται. οἶδε γὰρ ἡ φαρμακεία δηλητηριώδη τινὰ τοῖς σπλάγ‐ χνοις ἐντιθέναι ποιότητα καὶ κακίαν, ἀλλὰ διὰ τῶν συ‐ νήθων. συνήθη δὲ καλεῖται ἐδέσματα, οἷον γάλα καὶ μέλι καὶ τὰ δι’ ἐλαίου καὶ γάρου ῥοφήματα καὶ λαχάνων ὅσα
15δύναται τὴν γαστέρα μαλάττειν. εἰ δὲ συνοίδαμεν, ὅτι οὐδὲν ἡμῖν ἀξιόλογον ἐπὶ τούτοις ἀποβαίνει, τηνικαῦτα λοιπὸν ἐξ ἀνάγκης ἐπὶ τὰ φαρμακώδη τρεπώμεθα, κλύ‐ σμασι κεχρημένοι καὶ πρῶτον μὲν μαλακοῖς, ἵνα πάλαι τὸν χυμὸν ξηρὸν ὄντα ὑγραίνωμεν, ὕστερον δὲ καὶ δραστηρί‐
20οις, ἐπειδὴ τὸ τοῦ χυμοῦ πάχος οὐκ ὀλιγάκις τινὸς βίας δεῖται καὶ μοχθηρίας εἰς ἀποκένωσιν.
21 Χοιρείων δὲ εἴργειν αὐτοὺς κρεῶν καὶ πάντων ὅσα γλίσ‐ χρα καὶ βραδύπορα. —
23 Καθόλου γὰρ βούλεται πᾶσαν ἐπὶ τούτων τὴν δίαιταν
25εἶναι λεπτομερῆ, οὐ παχέων καὶ γλίσχρων χυμῶν γεννητι‐ κὴν, ἐπειδὴ ταῦτα τὰς ἐκκρίσεις ἐπέχει, καὶ τῷ μελαγχο‐ λικῷ χυμῷ προστιθέμενα διπλασιάζει τὸν πυρετόν.
27 Καὶ τῶν ψυχόντων καὶ τῶν ὑγραινόντων ἐδεσμάτων ἁπάντων, οἴνῳ δὲ χρῆσθαι. —
29
30 Τοῦτο ἅμα δεῖ νοῆσαι, οὐ διῃρημένως. ἐὰν γὰρ αὐτὸ διελόντες εἴπωμεν, ὅτι δεῖ τῶν ψυχόντων αὐτοὺς εἴργειν,
καὶ τῶν ὑγραινόντων πάλιν, ὅσον μὲν ἐπὶ τοῖς ψύχουσιν305

1

.

306

ἀληθής ἐστιν ὁ λόγος, ὅσον δὲ ἐπὶ τοῖς ὑγραίνουσιν οὐ‐ κέτι. ἐλέγομεν γὰρ ὅτι δεῖ τὸν χυμὸν, ξηρὸν ὄντα, ὑγραί‐ νειν. ἀλλὰ τὸ ὅλον τοῦτο δεῖ αὐτοὺς ἀπέχειν τῶν ἅμα ψυχόντων καὶ ὑγραινόντων. εἰ δέ τι τῶν ὑγραινόντων εἴη
5τοῦ ψύχειν χωρὶς, οὐκ ἂν ἀπὸ τρόπου τοῦτο αὐτοῖς προ‐ ταχθείη. ἀμέλει παρέχει τούτοις οἶνον λευκὸν καὶ λε‐ πτὸν, καὶ ὑγραίνειν δυνάμενον, διὰ τὸ πάσας αὐτῶν προ‐ τρέψασθαι τὰς φυσικὰς ἐκροάς.
8 Καὶ τῶν πτηνῶν τοῖς εὐχύμοις καὶ οὐχ ἑλείοις. —
9
10 Ἃ γὰρ ἐν τοῖς ἑλείοις διατρίβουσι, περιττωματι‐ κωτέραν ἔχει τὴν σάρκα, ὡς ἀεὶ τροφὴν ἑλωδεστέραν ἐκ τοῦ ὕδατος τρεφόμενα.
12 Καὶ ἰχθύων τοῖς εὐπέπτοις τε καὶ μαλακοσάρκοις καὶ μηδὲν γλίσχρον ἔχουσιν. —
14
15 Τοὺς μὲν μαλακοσάρκους τῶν ἰχθύων αἱρεῖται, διὰ τὸ ῥᾷον αὐτοὺς πέττεσθαι. χρὴ δὲ τούτων αἱρεῖσθαι τοὺς ἔχοντας ἀπέριττον τὴν σάρκα καὶ μὴ γλίσχραν, οἷον τρί‐ γλαι μὲν σκληραὶ, καὶ ὀνίσκοι οὐδὲν γλίσχρον ἔχουσι. κέφαλοι δὲ καὶ σηπίαι, γλίσχρων εἰσὶ γεννητικοὶ χυμῶν.
19
20Καὶ ταρίχει δὲ καὶ νάπυϊ χρῆσθαι. —
20 Ἄξιον ζητήσεως, πῶς αὐτὸς ἁπανταχοῦ τὰ ταριχηρὰ μελαγχολικὰ λέγων εἶναι, καὶ αὐτὰ προστάττει. φησὶ γὰρ, ὅτι τοὺς ἅλας αὐτοῖς ἐπιπάττοντες τὴν μὲν ὑγρότητα τὴν ἐν αὐτοῖς δαπανῶμεν, τὴν δὲ λοιπὴν αὐτῶν οὐσίαν ἐῶ‐
25μεν, ξηράν τε καὶ ἄνικμον οὖσαν, καὶ εἰς μελαγχολικὸν χυμὸν ἐπιτηδείαν μεταβληθῆναι. πῶς οὖν τοῖς τεταρ‐ ταΐζουσι παρέχει, τοῦ τοιούτου πεπληρωμένοις χυμοῦ; καὶ λέγομεν ὅτι νῦν οὐχ ὡς τροφὴν, ἀλλ’ ὡς φάρμακον ταῦτα προσάγει. διὸ καὶ νάπυ μίγνυσιν αὐτῶν τῇ
30ἐδωδῇ. χρὴ δὲ αὐτοῖς κεχρῆσθαι δι’ ἡμερῶν, ἵνα καὶ τῇ λεπτότητι λεπτύνῃ καὶ τῇ οὐσίᾳ μηδεμίαν ἀξιόλογον
προσθήκην ποιήσηται.306

1

.

307

Καὶ δι’ ἡμερῶν τινων τὸ διὰ τριῶν πεπέρεων προσ‐ λαμβάνειν. —
2 Αἱ γὰρ τοιαῦται τῶν ἀντιδότων, τῇ θερμότητι λε‐ πτύνουσαι τοὺς χυμοὺς, οὐκ ὀλίγα συμβάλλονται.
4
5Τρίψεων δὲ καὶ περιπάτων καὶ λουτρῶν καὶ τῶν ἄλλων τῶν συνήθων μὴ παντελῶς εἴργειν. —
6 Ἐπειδὴ δυνατόν ἐστι, διὰ τῶν κινήσεων τούτων ἀραιοῦντα τὸ δέρμα, καὶ τὴν ὕλην λεπτύνοντα, μέρος τι τοῦ χυμοῦ διαφορεῖν. εἰ δὲ δύναιντο τοῦ λουτροῦ
10ἀπέχεσθαι, μεγάλως αὐτοῖς τοῦτο συμβάλλεται, ἐπειδὴ τὸ βαλανεῖον, ὡς καὶ ἀνωτέρω εἰρήκαμεν, συμβαίνει τὰ χρηστὰ τοῖς ἀχρήστοις συμμιγέντα, τῶν ὅλων ποιήσα‐ σθαι διαφθορὰν ἤγουν τὰ λεπτομερῆ διαφορηθέντα τὸ παραλειπόμενον δυσέκκριτον ἀπεργάσασθαι.
14
15Εἰ δ’ ἐν ἀκμῇ μάλιστα δοκοίη τοῦ νοσήματος εἶναι ὁ κάμνων, τότε χρὴ διαιτᾷν μὴ λεπτότερον. —
16 Ἀεὶ γὰρ τοῦτο παρακελευόμεθα, τὸ τῆς διαίτης λε‐ πτότατον εἰς τὴν ἀκμὴν φυλάττειν, φησὶν, ἵνα μὴ περὶ τὴν πέψιν ἡ φύσις ἀπασχολοῖτο, τοῦ νοσήματος ἀμελοῦσα.
20χρὴ τοίνυν τηνικαῦτα λεπτῶς διαιτᾷν ἤπερ ἔμπρο‐ σθεν καὶ ὄπισθεν. ἔμπροσθεν μὲν γὰρ ἁδρότερον διαι‐ τῶμεν, διὰ τὸ μὴ καταβληθῆναι τὴν δύναμιν, τῷ μήκει τοῦ χρόνου ταλαιπωρεῖσθαι μέλλουσαν, ὄπισθεν δὲ ταλαιπωρηθεῖσαν ἤδη πάλιν ἀνακτήσασθαι βουλόμενοι,
25παχυμερεστέρᾳ διαίτῃ χρώμεθα.
25 * Εὐθὺς δὲ ἡσυχάζειν εἰς μακρὸν κελεύειν. —
26 Ἐπειδὴ γὰρ ἤδη προπαρεσκεύασται ὁ χυμὸς, καὶ προ‐ λελεπτυσμένος ἑτοίμως ὑπακούει τοῖς κενωτικοῖς φαρμά‐
κοις, δεῖ οὖν τοῖς δυναμένοις αὐτὴν καθαίρειν. τοιοῦ‐307

1

.

308

τον δέ ἐστι τὸ ἐπίθυμον, καὶ ὅσα τὸν μελαγχολικὸν οἶδε τοῦ σώματος ἀπείργειν χυμόν.
2 Τηνικαῦτα δὲ συνεχῶς καὶ μηδενὸς κωλύοντος ἐλλέβο‐ ρον λευκὸν διδόναι. —
4
5 Συνεχῶς ἐπὶ τούτων παρακελεύεται παρέχειν τὸν ἐλ‐ λέβορον, ἐπειδὴ κατὰ ἀκμὴν ὁ μελαγχολικὸς χυμὸς πε‐ πεμμένος καὶ λεπτυνθεὶς ἀπὸ παντὸς τοῦ σώματος ἐς τὴν γαστέρα συῤῥεῖ, καὶ δέος ἐστὶ, μὴ κακῶς ὤσῃ τὸ στόμα τῆς γαστρὸς καὶ λειποθυμίαν ἢ συγκοπὴν ἐργάση‐
10ται. χρὴ τοίνυν συνεχῶς τῇ τοῦ ἐλλεβόρου κενώσει κεχρῆ‐ σθαι. τὸν δὲ ἐλλέβορον ἐνδέχεται διαφόροις τρόποις πα‐ ρέχειν, ποτὲ μὲν ἀποζεννύντες αὐτὸν ἐν ὕδατι, τὸ ἀπόζεμα διδόναι. ἔστι δὲ ὅτε αὐτοῦ τοῦ ἐλλεβόρου τὴν οὐσίαν κόπτοντες παρέχομεν ἢ λεπτομερεστέραν ἢ
15παχυμερεστέραν, ἧττον μέντοι βουλόμενοι κενῶσαι, λε‐ πτομερεστέραν· φθάνει γὰρ ταχέως συνεκκριθῆναι τῷ χυμῷ τὸ φάρμακον, ἐμβραδύνον δὲ τὴν αὐτοῦ μᾶλλον ἐνέργειαν ἐνδείκνυται. ἔστι δὲ ὅτε τοὺς τοῦ ἐλλεβόρου κλόνους λαβόντες, ἐπήγνυμεν αὐτοὺς ῥαφανίσι, καὶ
20ταύτας ἐῶμεν ἐν ὀξυμέλιτι βρέχεσθαι μίαν ἢ δευτέραν ἡμέραν, καὶ ὕστερον ἀφαιροῦντες τὸν ἐλλέβορον παρέχο‐ μεν αὐτοῖς τὰς ῥαφανίδας ἐσθίειν, ἐμπεριεχομένης ταῖς ῥαφανίσι τῆς τοῦ ἐλλεβόρου ποιότητος.
23 Τοῦ τε διὰ τῶν ἐχιδνῶν φαρμάκου πίνειν διδόναι. —
24
25 Τὴν θηριακήν φησι τὴν συνήθη τούτοις παρέχεσθαι. αὕτη γὰρ λεπτύνουσα δύναται, εἴ τι λείψανόν ἐστι τοῦ χυμοῦ τούτου, ἐκκρῖναι καὶ διαφορῆσαι καὶ μετασυγκρῖ‐ ναι. χρῆσθαι δὲ μὴ μόνῃ ταύτῃ, ἀλλὰ καὶ ταῖς ἄλλαις ἀντιδότοις, ὅσαι πρὸς τοὺς πυρετοὺς εὐδόκιμοι ὦσιν.
30ἐπινενόηται γοῦν αὐτῷ τοιοῦτον ὅ τι φάρμακον ὀποῦ κυρηναϊκοῦ λέγεσθαι. ὅτι δὲ καὶ ἄλλος ἐστὶν ὀπὸς
κυρηναϊκὸς ὁ καλούμενος μηδικὸς, εὔδηλον.308

1

.

309

Ὅσοι δὲ κατ’ ἀρχὰς τῶν τοιούτων τι φάρμακον ἔδοσαν καὶ τὰ ἑξῆς. —
2 Ὥσπερ ἀπ’ ἀρχῆς κατὰ βραχὺ τὴν μείωσιν ἐποιησά‐ μεθα, ἀχρὶς οὗ καταντήσαντες εἰς τὴν ἀκμὴν, εἰς ἀσιτίαν
5ἐλήξαμεν, οὕτω δὴ μετὰ τὴν ἀκμὴν οὐκ ἀθρόως ἀνάγειν αὐτοὺς ἐπὶ τὴν ἁδροτέραν δίαιταν, ἀλλὰ κατὰ βραχὺ καθ’ ἑκάστην ἡμέραν ὀλίγον προστιθέντας, ἵν’ οὕτως ἐκ προσαγωγῆς ἐθίσωμεν τὴν φύσιν ἀνέχεσθαι σιτίων πα‐ χέων καὶ δυναμένων τρέφειν τὸ σῶμα. οἶδε γὰρ ἡ ἀθρόα
10μεταβολὴ ταράττειν τὴν δύναμιν, ἄλλως τε καὶ ὅτι ἀσθε‐ νὴς οὖσα ὑπὸ τῆς προγεγενημένης τοῦ πυρετοῦ δυσκρα‐ σίας καὶ τῆς περὶ τὸ νόσημα μάχης, οὔπω δύναται τὰ ἰσχυρότερα τῶν σιτίων κατεργάσασθαι. καὶ χρὴ αὐτὴν ἐκβιβάζειν εἰς τὸ ὑγιεινὸν ἔθος κατὰ βραχὺ, τῷ ἀναλη‐
15πτικῷ κεχρημένους τρόπῳ.
15 Αἵματος δ’ ἀφαίρεσις διά τε τὸ μέγεθος τοῦ νοσήματος καὶ οἷς πολὺ πλέον ἔρευθός ἐστι τοῦ κατὰ φύσιν. —
17 Χρὴ γὰρ ἐπὶ τούτων διελόντας τὴν φλέβα, διάπνοιάν τε ἐργάσασθαι, ὡς ἐκ τούτου τὴν τοῦ σηπεδόνος παῦσαι
20κακοήθειαν, καὶ μέντοι καὶ τοῦ αἵματος ἀφελόντας μέ‐ ρος, ἐπιτρέψαι τῇ φύσει, οἱ τῆς φλεβοτομίας ἀπαγο‐ ρεύοιεν τοῦτο σκοποὶ, οἷον ὁ ὄγκος τοῦ σώματος, φλέβες τεταμέναι, δύναμις εὔρωστος, ἡλικία ἀκμαστικὴ, καὶ ὅσα ἄλλα δεῖ ζητεῖν ἐπὶ τῆς τοῦ αἵματος ἀφαιρέσεως.
24
25Ὑγραὶ δὲ δίαιται πᾶσι τοῖς ὀξέσι πυρετοῖς συμφέρουσιν. —
25 Ὅ γε νόμος τοῦ Ἱπποκράτους παρακελευομένου τῷ θερμῷ καὶ ξηρῷ νοσήματι τὴν ψυχρὰν καὶ ὑγρὰν ἀντιτι‐ θέναι δίαιταν. ἀλλὰ τὴν μὲν ὑγρὰν ὠνόμασεν, ὡς ἂν ἀσφαλεστέραν αὐτῆς εἰδὼς τὴν χρῆσιν, τὴν μέντοι ψυχρὰν,
30ἐπειδὴ τὸ σφαλερὸν πολὺ ἔχοι, παρεσιώπησε, δεομέ‐ νην προσδιορισμῶν. δεῖ γὰρ τὰ ψυχρὰ παρέχειν μετὰ
τὴν τοῦ νοσήματος πέψιν, δυνάμεως ἰσχυρᾶς ὑποκειμένης,309

1

.

310

ἔθους ὑπαγορεύοντος, μηδενὸς τῶν κυρίων μορίων ἀσθε‐ νοῦς ὑπάρχοντος. καὶ πάντα ταῦτα ζητείσθω κοινῶς ἐπί τε τῶν ἐχόντων ἁπάντων, καὶ μάλιστα τῆς τοῦ ψυ‐ χροῦ ὕδατος πόσεως, ἀγωνιστικωτάτης οὔσης ἐν τοῖς τοι‐
5ούτοις πυρετοῖς.
5 Τῶν δὲ μετὰ συμπτωμάτων πυρετῶν οὐκέθ’ ἁπλῶς οὕ‐ τως, ἀλλὰ μετρῆσαι χρή. —
7 Διειλεγμένος ἤδη περὶ πυρετῶν, νόθων τε καὶ γνη‐ σίων, νῦν ποιεῖ τὸ πάλαι ὑποδεχόμενον. αὐτὸς γὰρ ἀνω‐
10τέρω ὑπέσχετο, πρῶτον μὲν τῶν πυρετῶν τῶν ἄνευ συμ‐ πτωμάτων παραδώσειν τὴν θεραπείαν, ὕστερον δὲ καὶ τῶν μετὰ συμπτωμάτων. εἰρήκαμεν δὲ ἐν ἐκείνοις, ὅτι συμπτώματα νῦν φησιν, οὐ τὰ συνεισβαλλόμενα τοῖς νο‐ σήμασιν ἐξ ἀνάγκης, ἀλλὰ τὰ ἐπιφαινόμενα· δύνανται
15καὶ γενέσθαι καὶ μὴ γενέσθαι. χαλεπὸν μέντοι οὕτως ἐστὶν, ἐὰν γένηται, ὥστε τὸν ἰατρὸν ἀποστῆναι μὲν τῶν νοσημάτων, αὐτοῖς δὲ τὴν ὅλην προσενεγκεῖν ὠφέλειαν, καίτοι τῶν ἰατρῶν ἀεὶ τὰ νοσήματα προηγουμένως ἐθε‐ λόντων ἰᾶσθαι, ὧν θεραπευομένων, συνθεραπεύεται καὶ
20τὰ νοσήμασι γινόμενα συμπτώματα. ἀλλὰ διὰ τὴν τού‐ των κακοήθειαν ἀναγκάζονται πολλάκις, ὡς εἰρήκαμεν, ἀφέντες τὰ νοσήματα, τὸ πολὺ τῆς σπουδῆς περὶ τὴν τῶν συμπτωμάτων ἐπιδείξασθαι παραμυθίαν. χρὴ δ’ ἔτι γινώσκειν, ὅτι μὲν ἡ τοῦ νοσήματος θεραπεία συμφωνεῖ
25τῇ τοῦ συμπτώματος ἀναιρέσει, καὶ τηνικαῦτα ὁ ἰατρὸς ἀγαπᾷ δι’ ἑνὸς βοηθήματος δυναμένου πρὸς ἑκάτερα ἀνθίστασθαι, ποτὲ δ’ ἀλλήλοις ἐναντιοῦται. καὶ τὸ τῶν συμπτωμάτων ἀναιρετικὸν αὐξητικὸν γίνεται τοῦ νοσήμα‐ τος ἢ τὸ ἐναντίον. καὶ δεῖ τηνικαῦτα παραβάλλειν ἀλλή‐
30λοις * τοῦ τε νοσήματος καὶ τοῦ συμπτώματος, καὶ πρὸς τὸ κατεπεῖγον ἵστασθαι. κατεπείγει δὲ δηλονότι τὸ μᾶλ‐ λον καταλύον τὴν δύναμιν, κἀκείνου μὲν φροντίζειν, οὐ μὴν τοῦ ἑτέρου καταφρονεῖν.
33 Φέρε γὰρ εἴ τις πυρέττοι μὴ τῆς καλουμένης πληθωρι‐
35κῆς διαθέσεως παρούσης. —310

1

.

311

Πληθωρική ἐστι διάθεσις, ἡ τῶν τεσσάρων χυμῶν αὔξησις. ἔστι δ’ ὅτε καὶ τὴν τοῦ αἵματος ἀμετρίαν οὕ‐ τως ὀνομάζουσιν. συμβαίνει δ’ ἐνίοτε πληθωρικῷ τινι ἀνθρώπῳ πυρετὸν γενέσθαι, κακωθέντι τὸν στόμαχον ἢ
5ὑπὸ ἐμέτου μοχθηρῶν χυμῶν, τῇ διόδῳ κακούντων αὐτὸν, ἤγουν καὶ ὑπὸ διαφορᾶς σιτίων ἐξ ἀπεψίας διαφθαρέν‐ των· δηλονότι τὸν στόμαχον δάκνοντα, δυσφορεῖν τε καὶ ἀλύειν αὐτὸν ποιεῖ. τί οὖν ἐνταῦθα χρὴ πρότερον θερα‐ πεῦσαι, πότερον * ..... ἢ τὸ πλῆθος κενωτέον; ἀλλ’
10οὐκ ἐνδέχεται τοῦτο δίχα βλάβης ἐργάσασθαι, θεραπευ‐ θέντος τοῦ στομάχου. οὔκουν ἄμεινον, ἐπὶ τὴν τούτου θεραπείαν πρῶτον ἐλθόντας, οὕτως ὕστερον τὰ τοῦ πλή‐ θους κενωτικὰ παρασχεῖν.
13 Ἀλλὰ καὶ εἰ σπώμενός τις ἅμα καὶ κενώσεως αἵματος
15εἴη χρήζων καὶ τὰ ἑξῆς. —
15 Ὅτι μὲν ὁ σπασμὸς κίνησίς ἐστιν ἀπροαίρετος ἐν προαιρετικοῖς ὀργάνοις γινόμενος, καὶ ὅτι μήκους ἀφαί‐ ρεσιν τὰ σπώμενα τῶν μορίων ὑπομένει, πολλάκις εἰρή‐ καμεν. ἀλλὰ καὶ ὅτι τὸ τοιοῦτον σύμπτωμα ἢ ὑπὸ πλη‐
20ρώσεως ἢ ὑπὸ κενώσεως γίνεται, οὐδεὶς ἀγνοεῖ. νῦν οὖν ὑποκείσθω γεγενημένος ὑπὸ πλήθει ὁ σπασμὸς, οὐκοῦν ἡ τούτου θεραπεία διὰ τῆς ἐναντιώσεως γίνεται, ὅ ἐστιν ἡ κένωσις. ἀλλ’ οὐ χρὴ τοσαύτην ποιήσασθαι τὴν κένω‐ σιν, ὅσον ὑπαγορεύει τὸ πλῆθος, ἀλλὰ δεῖ μέτριον κε‐
25νῶσαι, ἐάσαντες τὸ λοιπὸν τῶν σπασμῶν. δυναμένου διὰ τῆς ἀμέτρου κενώσεως ξηραίνειν τε καὶ διαφορεῖν τοσοῦτον, ὅσον ἡ τοῦ παραλελειμμένου πλήθους ἀνα‐ λόγως ἐνδείκνυται, καὶ μάλιστα ὅτι κενώσαντες ἀμέτρως, εἰκός ἐστι καταβληθῆναι τὴν δύναμιν ὑπό τε τοῦ συμ‐
30πτώματος καὶ τῆς ἀμέτρου κενώσεως ἐνοχλουμένην.
30 Οἷον δὲ σύμπτωμα καὶ τὴν τοῦ περιέχοντος ἀέρος ὑπο‐
λογιστέον κράσιν. —311

1

.

312

Καλῶς προσέθηκε τὸ, οἷον σύμπτωμα, ἐπειδὴ ὁ πε‐ ριέχων ἡμᾶς ἀὴρ, οὐκ ἐν τῷ σώματι περιεχόμενος, ἀλλ’ ἔξωθεν θεωρούμενος, τὰς ὑπ’ αὐτοῦ λαμβανομένας ἐν‐ δείξεις ἡμῖν εἰς τὴν κένωσιν παρέχεται. χρὴ τοίνυν μήτε
5θερμοῦ τούτου καὶ ξηροῦ τυγχάνοντος, μήτε ψυχροῦ καὶ ὑγροῦ, τὴν κένωσιν ποιεῖσθαι. τούτων γὰρ ἑκατέρα τῶν κράσεων οὐκ ὀλίγα λυμαίνεται τοῖς σώμασιν. ἀλλ’ ἡ μὲν θερμὴ καὶ ξηρὰ συγκοπὴν ἐπάγουσα διὰ τῆς ἐμμέτρου διαφορήσεως, ἡ δὲ ψυχρὰ καὶ ὑγρὰ, καταψύχουσα τὸ
10σῶμα καὶ μάλιστα ἐν ταῖς εἰσβολαῖς τῶν παροξυσμῶν, πνίγος ἀπειλεῖ. ἐπειδὴ γὰρ ἐμάθομεν, ὅτι κατὰ τὸν καιρὸν τοῦτον τὸ σῶμα περιψύχεται, ἅτε τῆς φύσεως ἐν τῷ βάθει συννευούσης, καὶ σὺν αὐτῇ τῶν ἐν αὐτῇ ὀχη‐ μάτων, τοῦ πνεύματός φημι καὶ τοῦ αἵματος, ἐν οἷς τὸ
15ἔμφυτον περιέχεται, διὰ τοῦτο προστιθέμενον τῇ ψύ‐ ξει ταύτῃ ἡ ἀπὸ τῆς κενώσεως τῆς ἀμέτρου ψύξις καὶ ἡ ἀπὸ περιέχοντος, εἰς τοσοῦτον καταψύχει πολλάκις τὸν ἄνθρωπον, ὡς μηκέτι ἂν δυνηθῆναι ἀνενεγκεῖν μηδὲ ἀνανεῦσαι μηδὲ τὴν ἀρχαίαν ἀνακτήσασθαι θερμό‐
20τητα, καὶ κίνδυνον πολλάκις ἐπήγαγε τῇ τοιαύτῃ δυσκρασίᾳ.
20 Κατὰ ταὐτὰ δὲ καὶ τὰς σχέσεις τοῦ σώματος χρὴ σκοπεῖν. —
22 Σχέσεις καλεῖ τοῦ σώματος τήν τε πυκνότητα καὶ τὴν μαλακότητα καὶ τὴν σκληρότητα τῶν σαρκῶν. χρὴ
25ἐπὶ τούτων τοίνυν ζητεῖν, εἰ αἱ σάρκες σκληραί εἰσι καὶ πυκναὶ καὶ μαλακαὶ καὶ ἀραιαί. εἰ μὲν γὰρ εἶεν μα‐ λακαὶ, ῥᾳδίως ἐπὶ τούτων αἱ ἀτμίδες ἐκ τοῦ βάθους φε‐ ρόμεναι, τιτρώσκουσί τε αὐτὰς καὶ διαφορεῖσθαι. οὔ‐ κουν δηλονότι καὶ μετριωτέρας οἱ τοιοῦτοι δέονται κε‐
30νώσεως. εἰ δὲ εἶεν σκληραὶ, τοὐναντίον συμβαίνει, καὶ διὰ ταύτην τὴν αἰτίαν ἐπὶ τῶν παίδων φαμὲν εὐδιαφό‐ ρητον εἶναι τὴν ἕξιν, οὐχ ὅτι πάντως ἀραιοτέρους ἔχουσι
τοὺς κατὰ τὸ δέρμα πόρους, ἀλλ’ ὅτι μαλακὴ τούτοις312

1

.

313

ἐστὶν ἡ σὰρξ καὶ κρυώδης, ὑπὸ τῆς ἀμέτρου ὑγρότητος τοιαύτη γενομένη.
2 Ὁμοίως δὲ καὶ ὅσοι παχεῖς ὑπερβαλλόντως ἢ ἰσχνοὶ καὶ τὰ ἑξῆς. —
4
5 Παχεῖς ἐνταῦθά φησιν οὐ τοὺς εὐσάρκους, ἀλλ’ ὅσοι πλήθει πιμελῆς καλύπτονται, ψυχρότητος ἀεὶ φιλού‐ σης ἀπογεννᾷν τοιαύτην παχύτητα. δῆλον οὖν ἐστιν, ὡς κενωθέντες οὗτοι ἀμετρότερον εἰς ἔσχατον ἔρχονται ψύ‐ ξεως, καὶ μάλιστα ὅτι συμβαίνει, τοῦ αἵματος κενωθέν‐
10τος, τὰς ἐπικειμένας τοῖς ἀγγείοις σάρκας ἐπιπεσούσας κατ’ αὐτῶν, σύμπτωσίν τε τῶν φλεβῶν ἐργάσασθαι καὶ ταύτην πνιγμοῦ κίνδυνον ἐπάγειν. ἄξιον ζητήσεως, πῶς ἐπὶ τῶν ἰσχνῶν ἀπαγορεύει τὴν κένωσιν, καίτοι πολλάκις αὐτὸς ἀποφηνάμενος, ὅτι πολλῷ αἱματικώτεροι τῶν ἄλ‐
15λων εἰσὶν οἱ ἰσχνοὶ, καὶ ὅσον ἐπὶ τούτων μᾶλλον ἀνέχον‐ ται τῆς ἀθρόας κενώσεως. καὶ λέγομεν, ὅτι ἐνταῦθα ἰσ‐ χνούς φησιν οὐ τοὺς ἐπ’ ὀλίγον, ἀλλὰ τοὺς ὑπερβαλλόν‐ τως. τοῦτο γὰρ ἐν τῇ λέξει προστέθειται, καὶ δῆλον ὅτι οἱ μὲν παχεῖς ὑπὸ τῆς κενώσεως βλάπτονται ὡς ψυχό‐
20μενοι, οἱ δὲ ἰσχνοὶ ὡς ξηραινόμενοι. οὔτε γὰρ οἱ παῖδες οὔτε οἱ γέροντες ἀλύπως αὐτὰς φέρουσιν, οἱ μὲν παῖδες διὰ τὸ τῆς δυνάμεως ἀσθενὲς, οἱ δὲ γέροντες διὰ τὸ ψυχρὸν καὶ ξηρὸν τῆς κράσεως.
23 Τὰς δ’ ἀπὸ τῶν συμπτωμάτων τε καὶ νοσημάτων ἐνδεί‐
25ξεις οὐχ ἁπλῶς, ἀλλὰ κατὰ τὴν ἐργαζομένην ἕκαστον αἰτίαν χρὴ σκοπεῖν. —
26 Τεχνικωτάτῃ μεθόδῳ χρώμενος ὁ Γαληνὸς, ἐνταῦθα τά τε συμπτώματα καὶ τὰ νοσήματα θεραπεύει, τὰς ποι‐ ούσας αὐτὰ ζητῶν αἰτίας. συμβαίνει γὰρ ἐνίοτε τοῦ
30νοσήματος ἑνὸς ἢ συμπτώματος πολλὰς εἶναι διαφόρους αἰτίας, καὶ δῆλον ὅτι τὴν ποιήσασαν αἰτίαν ἀκριβῶς εἰ‐ δότα, καὶ πρὸς ἐκείνην ἐνιστάμενον, οὕτω κατάλληλον
ποιεῖσθαι τὴν τῶν βοηθημάτων προσφοράν.313

1

.

314

Λειποθυμοῦσι γὰρ ἐπί τε χολέραις καὶ διαῤῥοίαις καὶ δυσεντερίαις. —
2 Ἡ λειποθυμία οὐδὲν ἕτερόν ἐστιν ἢ ἀθρόα διαφόρη‐ σις τοῦ ζωτικοῦ τόνου. γίνεται δ’ αὕτη κατὰ γένος μὲν
5τριχῶς, κατὰ εἶδος δὲ, ὑπὸ πολλῶν αἰτίων. γίνεται γὰρ ἢ διὰ πλῆθος τῷ βάρει πνίγον τὴν δύναμιν ἢ διὰ κένω‐ σιν ἄμετρον, συναισθάνειν ποιοῦσαν τοῖς ἀχρήστοις καὶ τὰ χρηστὰ, ἢ δι’ ἀθρόαν μεταβολὴν κράσεως. καὶ πρότερον τὰς τῆς ἀμέτρου κενώσεως αἰτίας ἐκτίθεται
10κατὰ μέρος, ὕστερον δὲ τῶν λοιπῶν ἐφάπτεται. χολέρα δέ ἐστι χολῆς κένωσις, ἄνωθέν τε καὶ κάτωθεν. διάῤῥοια δὲ γαστρὸς φορὰ, ποικιλλομένη πάλιν καὶ αὕτη ταῖς ποι‐ ούσαις αἰτίαις. ἢ γὰρ ἐπὶ διαφθορᾷ γίνεται τῶν σιτίων ἢ ἐπὶ ἐμφράξει τῶν πρώτων φλεβῶν. ἀνάγκη γὰρ τότε,
15τῆς ἀναδόσεως μηκέτι γινομένης, ὑπάγεσθαι τὴν τροφήν. ἐνίοτε δὲ τῶν εἰρημένων οὐδέν ἐστιν. ἀπὸ δὲ τῶν τοῦ παντὸς σώματος εἰς τὴν γαστέρα συῤῥεόντων ὁ χυμὸς κενοῦται δι’ ἐντέρων, ὥστε πρὸς τὴν διάφορον αἰτίαν διάφορον δεῖ προσάγειν καὶ τὴν θεραπείαν.
19
20Καὶ λειεντερίαις καὶ γυναικείῳ ῥῷ καὶ τραύμασιν, αἱμοῤ‐ ῥοΐσι τε καὶ ἀναγωγαῖς αἵματος καὶ ταῖς διὰ ῥινῶν. —
21 Λειεντερία ἐστὶ ταχεῖα διέξοδος τῶν σιτίων, τοιούτων φερομένων, ὁποῖα κατεπόθη. γίνεται δὲ αὕτη ἢ ἐπὶ ἐσχάτῃ καταπτώσει τῆς καθεκτικῆς δυνάμεως, τῆς γαστρὸς
25ἀτονησάσης, ἢ κατὰ τὴν ἔνδον ἑαυτῆς ἐπιφάνειαν ἕλκω‐ σιν ἐπιπόλαιον ἐχούσης σύμφορον. τηνικαῦτα γὰρ τὰ σιτία, τοῦ τῆς γαστρὸς σώματος ἁπτόμενα, ἀνιᾷ τε αὐτὸ καὶ δάκνει καὶ εἰς κίνησιν ὀδυνηρὰν ἀνάγει, ὥστε μηκέτι κατέχεσθαι, ἀλλ’ εὐθέως ὥσπερ διὰ σωλῆνός τι‐
30νος ἀψύχου ἐκκρίνεσθαι, ὅθεν καὶ οἱ ἰδιῶται σωλῆνα τὸ πάθος ὀνομάζουσιν.
31 Καὶ λοχείαις καθάρσεσιν ἀμέτροις. —
32 Χρὴ γινώσκειν ὅτι περὶ τὸ ἔμβρυόν εἰσι τρεῖς ὑμένες,
ὁ μὲν καλούμενος ἀμνειὸς, ὁ δὲ ἀλλαντοειδής. ἔστι δὲ314

1

.

315

καὶ τρίτος ἄλλος, ὃν καλοῦσι χόριον· ὠνόμασται δὲ οὕ‐ τως, ἐπειδὴ πολλαὶ φλέβες καὶ ἀρτηρίαι κατ’ αὐτόν εἰσιν ὥσπερ ἐν χορῷ τινι συνεληλυθυῖαι, καὶ δι’ αὐτοῦ τρέ‐ φεται τὸ ἔμβρυον. τοῦτο τοίνυν τὸ χόριον πολλάκις μὲν
5σὺν τοῖς βρέφεσι κατάγεται, πολλάκις δὲ καὶ μετὰ τὴν ἀποκύησιν ὕστερον κατασπᾶται· εἴτε δ’ οὕτως, εἴτ’ ἐκεί‐ νως, ἀνάγκη αὐτὸ κατενεχθῆναι, ἐπεὶ σηπόμενον κιν‐ δύνους οὐκ ὀλίγους ἐπιφέρει τῇ γυνῇ. τηνικαῦτα τοίνυν αἷμα πολὺ ἐν τοῖς κατὰ τὴν μήτραν ἀγγείοις περιεχόμε‐
10νον, ὃ καὶ κομίζεται μὲν ἀπὸ τοῦ παντὸς σώματος εἰς τροφὴν τοῦ ἐμβρύου, κατενεχθέντος δὲ τούτου, μάτην ἐν αὐτοῖς περιεχόμενον συμβαίνει κενοῦσθαι, καὶ καλεῖ‐ ται τὸ τοιοῦτον λοχεία κάθαρσις, ἥτις ἀμετροτέρα γινο‐ μένη πολλάκις λειποθυμίας ποιεῖ· ἐπήνεγκε δέ ποτε καὶ
15ἀπεψία, .... ἀνάγκῃ γεννήσασα πολλὰ περιττώματα, καὶ ταῦτα ἐνίοτε δακνώδη. συμβαίνει δ’ αὐτὰ ἢ ἐπι‐ σχεθέντα ἢ ἐνεχθῆναι. εἰ μὲν οὖν ἐπέχοιτο ταῦτα, τῷ βά‐ ρει καὶ τῇ δήξει ποιεῖ τὴν λειποθυμίαν· εἰ δὲ φέροιντο, τῇ ἀμέτρῳ κενώσει τὸ τοιοῦτον ἐργάζονται.
19
20Καὶ ὑστερικῆς δὲ πνίξεως ἁπάσης λειποθυμία προη‐ γεῖται. —
21 Φησὶ προηγεῖσθαι τὴν λειποθυμίαν, καίτοι ἡ πνὶξ πρῶτον γίνεται, καὶ οὕτως ἡ λειποθυμία ἀκολουθεῖ. καὶ λέγομεν ὅτι ἐνταῦθα καταχρηστικῶς ἐκάλεσε τὴν ὑστερι‐
25κὴν ἄπνοιαν. διαφέρει γὰρ ἡ ἄπνοια πνιγὸς ὑστερικῆς, εἴ γε ἡ μὲν ἄπνοια γίνεται ἐπὶ σπέρματος περιου‐ σίᾳ σηπομένου, καί τινας μοχθηρὰς ἀναθυμιάσεις πέμ‐ ποντος παρὰ τὴν καρδίαν καὶ μάλιστα ψυχρὰς, καὶ κα‐
τασβεννύντος αὐτὴν, ὥστε καὶ ἄπνοιαν ἐργάσασθαι. συμ‐315

1

.

316

βαίνει δὲ ἐνίοτε, καὶ μελαγχολικὰς ἐξ αὐτοῦ φερομένας ἀναθυμιάσεις ἐπὶ τὸν ἐγκέφαλον ἀνατρέχειν καὶ ποιεῖν μελαγχολικὰ συμπτώματα. τοιοῦτον μέν ἐστιν ἡ ὑστερικὴ ἄπνοια· ἡ δὲ πνὶξ γίνεται ἐπὶ σπασμῷ, τῆς μήτρας ἀνε‐
5σπασμένης καὶ θλιβούσης κατὰ τὸ συνεχὲς ἔντερά τε καὶ γαστέρα καὶ διάφραγμα καὶ ἀναπνευστικὰ, οὐχ ὥσπερ τινὲς ὑπέλαβον, ὅτι τινὰ μόρια παρελθοῦσα ἡ μήτρα περὶ τὸν θώρακα γίνεται, μᾶλλον δὲ ἐν αὐτῷ τῷ θώ‐ ρακι ὡς ἀπολαβοῦσα αὐτὸν ποιήσει τὸν πνιγμόν. τοῦτο
10γὰρ ἀνόητόν ἐστιν· ἐπὶ τοίνυν τῆς ὑστερικῆς ἀπνοίας προηγεῖται πάντως λειποθυμία. καὶ γὰρ οὐδὲν ἕτερόν ἐστιν ἄπνοια ἢ λειποθυμίας ἐπίτασις. καὶ ἀνάγκη τὸ μετριώτερον τοῦ χαλεπωτέρου πάθους ἀεὶ προηγεῖσθαι, ὥστε πρότερον μὲν λειποθυμοῦσιν, ὕστερον δὲ, τοῦ πά‐
15θους ἐπικρατοῦντος, καὶ ἡ ἄπνοια ἕπεται. ταῖς δὲ πνί‐ ξεσιν, ἃς καὶ ἀναδρομὰς καλοῦσιν, ὡς εἰρήκαμεν, ἡ λει‐ ποθυμία ἕπεται.
17 Προηγεῖται δὲ ἀποπληξίας. —
18 Ἡ γὰρ ἀποπληξία παντελὴς ἀναισθησία καὶ ἀκινησία
20τοῦ σώματος οὖσα, προηγουμένην αὐτοῖς ἔχει τὴν λει‐ ποθυμίαν, ἐφ’ ἧς ἔστι καὶ μετρίως αἰσθάνεσθαι. ἀμέλει τοι πολλάκις ἡ λειποθυμία, ἢ μᾶλλον οἱ λειποθυμοῦντες, ὥσπερ ἐκ βάθους τινὸς ἀκούειν ὑπολαμβάνουσι τῶν λε‐ γομένων, καίτοι σφόδρα βοῶνται, ὡς ἀτρέμα λαλούντων
25αἰσθάνεσθαι.
25 Καὶ κακοήθους ἐπιληψίας καὶ διαφορήσεων καὶ συγκο‐ πῶν καὶ μαρασμῶν. —
27 Ἐπιληψία πάλιν ἐστὶ σπασμὸς τοῦ παντὸς σώματος μετὰ βλάβης τῶν ἡγεμονικῶν ἐνεργειῶν, ἀλλ’ οὐ παντε‐
30λοῦς. ἔστι δὲ καὶ κακοήθης ἡ τοιαύτη, ὅταν συνεχῶς γί‐ νηται, ὡς ἀνίστασθαι καὶ καταπίπτειν, ἐφ’ ὧν συμβαίνει, τὴν δύναμιν καταλυθεῖσαν τὸ τῆς λειποθυμίας ὑποστῆ‐
ναι πάθος.316

1

.

317

Ἀλλὰ καὶ συμβάλλει καταβολαῖς πυρετῶν οὐκ ὀλίγαις καὶ μάλισθ’ ὅταν ἄκρως ᾖ ξηρόν. —
2 Ἐν ταῖς ἀρχαῖς τῶν παροξυσμῶν συμβαίνει ποτὲ λειποθυμίαν γενέσθαι κατὰ δύο τρόπους, ἢ τῷ ἀμέ‐
5τρῳ καὶ ἀθρόῳ τῆς δυσκρασίας, ἢ καὶ ὅτι τηνικαῦτα συῤῥέοντες εἰς τὸ βάθος οἱ χυμοὶ πνιγμὸν καὶ λειποθυ‐ μίαν ἐπιφέρουσιν.
7 Καὶ καυσώδει καὶ κακοήθει πυρετῷ συνεισέβαλέ ποτε. —
8 * Συνεισβάλλει ποτὲ ὁ καῦσος, τῇ ἀμετρίᾳ τῆς δια‐
10φορήσεως γινομένης λαύρου τοῦ πυρετώδους θερμοῦ, τὴν λειποθυμίαν ἐπάγει, εἰ καὶ μάλιστα κατὰ τὴν ἀρχὴν τοῦ παροξυσμοῦ διὰ τὴν εἰρημένην αἰτίαν.
12 Καὶ ὅσοι διὰ μέγεθος φλεγμονῆς ἥπατος ἢ κοιλίας ἢ στομάχου πυρέσσουσι. —
14
15 Οἱ φλεγμονὰς, φησὶν, ἔχοντες ἔν τινι τούτων τῶν μο‐ ρίων ἐν ταῖς ἀρχαῖς τῶν παροξυσμῶν, λειποθυμοῦσιν εἰ‐ κότως. συῤῥέοντες γὰρ οἱ χυμοὶ καὶ θλίβοντες τὸ ἔμφυ‐ τον θερμὸν, ἤδη θλιβόμενον ὑπὸ τῆς φλεγμονῆς, τῷ διπλασιασμῷ τῆς θλίψεως τὴν λειποθυμίαν ἐργάζονται,
20μάλιστα δὲ οἷς πλῆθος ὠμῶν χυμῶν καὶ ἀπέπτων. τη‐ νικαῦτα γὰρ ἡ δύναμις ἂν ἐπιχειρήσαι τούτους ἀπώ‐ σασθαι, διὰ τὸ γλίσχρον αὐτῶν καὶ παχὺ μὴ ἀνεχομένων ὑπακούειν, ὥστε καταλυθεῖσα ἐξ ἀνάγκης λειποθυμήσει.
23 Καί τις ἔμφραξις ἐπικαίρου μορίου. —
24
25Λειποθυμοῦσι δὲ καὶ ὅσοις τὸ στόμα τῆς γαστρὸς ἄῤ‐ ῥωστον. —
26 Ἐπὶ τούτων γὰρ διὰ τὴν φυσικὴν ἀσθένειαν ἀπὸ τοῦ παντὸς σώματος εἰς τὸ στόμα τῆς γαστρὸς οἱ χυμοὶ
συῤῥέοντες, πρὸς τὴν ἑαυτῶν φύσιν καὶ τὴν λειποθυμίαν317

1

.

318

ἐργάζονται. εἰ μὲν γὰρ εἶεν οὗτοι παχεῖς ἢ γλίσχροι, τῇ θλίψει καταλύουσι τὴν δύναμιν· εἰ δὲ δριμεῖς ἢ δακνώ‐ δεις ἤ τινα ἄλλην μοχθηρὰν ἔχοντες ποιότητα, διὰ τὴν τοιαύτην δυσκρασίαν τὰς συγκοπὰς ἐπιφέρουσιν.
4
5Καὶ μὲν δὴ καὶ ψυχικῶν παθῶν ἰσχύϊ λειποθυμοῦσί τινες. —
6 Χρὴ εἰδέναι ὅτι τὰ ψυχικὰ πάθη, εἰ μὲν ἐπιγένοιντο σφόδρα ἀσθενεῖ δυνάμει, καταλύοντα αὐτὴν, θάνατον ἐπάγει, φθάνοντα τὴν λειποθυμίαν. εἰ δὲ ὁπωσοῦν ἡ
10δύναμις ἀντέχοι, ἀσθενὴς δὲ ἡ αἰτία εἴη, τὴν λειποθυ‐ μίαν ἐργάζεται. ἡ μὲν οὖν λύπη τῇ ἀμέτρῳ ψύξει καὶ τῷ τοὺς χυμοὺς εἰς τὸ βάθος συννεύειν καὶ καταπνί‐ γειν τὴν φύσιν, ποιεῖ τὴν λειποθυμίαν, ἡ δὲ ἡδονὴ τῇ φύσει σκεδαννύουσα καὶ διαφοροῦσα τὸ ἔμφυτον θερμόν.
14
15Καὶ θυμωθέντες ἐλειποθύμησαν. —
15 Ἄξιον ζητῆσαι, πῶς αὐτὸς ἑαυτῷ δοκεῖ ἐναντιοῦσθαι. φησὶ γὰρ ἐν ἑτέροις, ὅτι θυμωθεὶς οὐδεὶς ἀπέθανε, καὶ τοῦτο εἰκότως. ἐπὶ γὰρ τοῦ θυμοῦ ἡ δύναμις συντονωτέρα ἑαυτῆς μᾶλλον γίνεται, ὥσπερ ἔφαμεν, τὸν λυπήσαντα
20ἀντιλυπῆσαι σπουδάζουσα. καὶ διὰ τοῦτο καὶ φέρεται τηνικαῦτα ἔξω τὸ ἔμφυτον θερμὸν, οἷον δι’ ἑαυτοῦ σπου‐ δάζον ἀμύνασθαι τὸν πολέμιον. ἐνταῦθα δὲ τὴν λειπο‐ θυμίαν ἐπὶ τῷ θυμῷ γίνεσθαί φησι. λέγομεν τοίνυν, ὅτι ἐπὶ τῶν θυμουμένων, ἐπειδὴ τὸ πνεῦμα καὶ τὸ ἔμφυτον
25θερμὸν ἔξω ῥέπει, εἰ μὲν εἶεν ἰσχυροὶ τὴν δύναμιν, ἀντέχουσι καὶ οὐ λειποθυμοῦσιν· εἰ δὲ εἶεν ἀσθενεῖς, ὥστε μηκέτι μὴ δύνασθαι τὸν τῆς δυνάμεως τόνον * οἷον, τοιοῦτο λειποθυμοῦσι, καὶ μάλιστα ὅταν ἀραιοὶ τύχωσιν ὄντες τὴν ἕξιν. διὰ τοιαύτην αἰτίαν τοὺς
30μέν ἐστι τῶν θυμουμένων εὑρεῖν ἐρυθροτέρους, τοὺς δὲ ὠχροὺς καὶ τρομώδεις, τρομώδεις μὲν διὰ τὴν ἀσθένειαν τῆς
δυνάμεως, μηκέτι δυναμένης ὀχεῖν τὰ μόρια, ἀλλ’ ἀτάκτως318

1

.

319

αὐτὰ κινούσης· ὠχρὰ δὲ, διὰ τὸ συνεζεύχθη τῷ θυμῷ καί τινα φόβον, οἷον τοιοῦτον αὐτοῖς ἀπεργάζεται χρῶμα. ἔστι δὲ κἀκεῖνο εἰπεῖν, ὅτι ὁ θυμὸς λειποθυμίαν ποιῶν εἰς θάνατον οὐδέποτ’ ἄγει· μέτριος μὲν γὰρ οὐδὲ λειπο‐
5θυμίαν, μὴ δυνάμενος μηδὲ αὐτὴν τείνεσθαι. εἰ γὰρ ἔχοι τὸ ποιοῦν, οὕτως ἀνάγκη καὶ τὸ γινόμενον ἔχειν. ἀλλὰ μὴν ἡ τῆς λειποθυμίας ἐπίτασις οὐδὲν ἄλλο ἐστὶν, εἰ μὴ θάνατος. οὐκ ἄρα ἐστὶ θάνατος ἐπὶ τῶν λυ‐ πουμένων, ὥστε τὸν λόγον ἀληθῆ εἶναι τὸ, θυμωθεὶς
10οὐδεὶς ἀπέθανε, κἂν τύχῃ λειποθυμήσας.
10 Ἀλλὰ καὶ νοτίδες ἔσθ’ ὅτε μὴ κατὰ καιρὸν τοῖς οὕτως ἔχουσιν ἐπιφαίνονται. —
12 Τοῖς οὕτως ἔχουσι, φησὶν, ἐν τοῖς ἀσθενοῦσι τὴν δύναμιν, καὶ ψυχικοῦ πάθους ὑπομένουσιν ἀμετρίαν· ἐπὶ
15τούτων γὰρ ἀρκοῦσι καὶ μετρίαν νοτίδα ἐπάγειν λει‐ ποθυμίαν. εἰ δὲ εἶεν ἰσχυρότεροι, οὐκέτι νοτίδες ἰσχυραὶ τοῦτο ποιῆσαι, ἀλλὰ ἱδρώτων ἀμετρίᾳ τῇ κενώσει τὴν λειποθυμίαν ἐπάγουσιν.
18 Ἀλλὰ καὶ διὰ μέγεθος ὀδύνης ἐκλύσεις γίνονται δήξεών
20τινων ἢ στρόφων. —
20 Οἶδε γὰρ ἡ τῆς ὀδύνης ἀμετρία διαλύειν τὴν δύναμιν.
21 Ἢ εἰλεῶν ἢ κωλικῆς διαθέσεως ἐξαίφνης ἐμπεσού‐ σης. —
23 Εἰλεός ἐστιν ἔμετος κόπρου· γίνεται δὲ ὑπὸ φλεγ‐
25μονῆς ἀπολαβούσης τὰ ἔντερα καὶ μὴ συγχωρούσης τῇ κόπρῳ τὴν συνήθη ὁδὸν πορεύεσθαι. καὶ ἔστι τὸ τοιοῦ‐ τον σημεῖον τοῦ πάθους ἐπικίνδυνον καὶ ὀλιγάκις σωτή‐ ριον. καταλύει γὰρ τὴν δύναμιν τῇ τε ἀμετρίᾳ τῆς ὀδύ‐ νης καὶ τῇ ποιότητι τῆς κόπρου τὸν στόμαχον καὶ τὰ
30πεπτικὰ ὄργανα ἐπιθολούμενα· ὅτι δὲ καὶ αἱ κωλικαὶ
ὀδύναι σφοδρόταταί εἰσιν, οὐ δέομαι λέγειν. γίνονται δὲ319

1

.

320

δὲ ὑπὸ φλέγματος παχέος, μεταξὺ τῶν δύο χιτώνων τοῦ * καύσου περιεχομένου, καὶ ἀναλυομένου εἰς πνεῦμα, καὶ στρόφους δὲ καὶ διατάσεις ἀμέτρους ἐπιφέροντος.
4
5Ἀλλὰ καὶ νεῦρον τρωθὲν καὶ μυὸς κεφαλὴ λειποθυμίαν ἤνεγκεν. —
6 Ὅτι καὶ ῥοωδέστερα τῶν ἄλλων αὐτοῦ τυγχάνει μερῶν· γίνονταί ποτε ἕλκη ἐν τοῖς τοιούτοις.
8 Τὰς γὰρ ἐν τοῖς πάθεσι συνεδρευούσας οὐχ οἷόν τε χω‐
10ρὶς ἐκείνων ἰάσασθαι. —
10 Χρή φησιν ἐπὶ τούτων τὰ κῶλα δεσμεῖν τουτέστι χεῖ‐ ράς τε καὶ σκέλη· ἀλλ’ ἐπὶ μὲν τῶν κάτωθεν γενομένων κενώσεων, τὰς χεῖρας δεσμοῦμεν, ἵνα τῇ ὀδύνῃ τὰς ὕλας ἐκεῖσε προσκαλεσώμεθα, καὶ οἷον ἀντισπάσαντες ἀπὸ τῶν
15κάτω ἐπὶ τὰ ἄνω τὴν κένωσιν εἴρξωμεν. εἰ δὲ διὰ τῶν ἄνω ἡ κένωσις γένηται, τοὐναντίον τὰ σκέλη χρὴ δεσμεῖν, εὖ εἰδότας, ὅτι εἰ κατὰ τῶν αὐτῶν χωρίων τοὺς δεσμοὺς ἐπιβάλλομεν, ὅθεν ἡ κένωσις γίνεται, οὔτε οὐδὲν ὠφελήσομεν, ἀλλὰ καὶ μᾶλλον προσεπιβλάψομεν τὸν
20κάμνοντα, τὰς αἱμοῤῥαγίας αὐξάνοντες.
20 Τὸ δὲ σύμπαν ἀντισπᾷν ἢ ἐπὶ τὰ κοινὰ τοῖς πεπονθόσιν. —
21 Ἐνταῦθα γενικούς τινας ἐκτίθεται τρόπους τῆς ἀντι‐ σπάσεως. χρὴ γάρ φησι τὴν ἀντίσπασιν ποιεῖσθαι ἢ ἐπὶ τὰ πέμψαντα ἢ ἐπὶ τὰ κοινωνοῦντα, οἷον, εἰ τύχει, κοι‐
25νωνίαν ἔχουσιν οἱ τιτθοὶ πρὸς τὰς μήτρας διά τινων φλεβῶν, αἵτινες τὸ πάλιν συναγόμενον ἐν ταῖς ὑστέραις αἷμα, κατὰ τὴν κύησιν εἰς τροφὴν τοῦ ἐμβρύου χορηγού‐ μενον, νῦν ἐπὶ τοὺς τιτθοὺς μεταφέρουσιν, ὅπως ἂν εἰς γάλακτος ἰδέαν μεταβάλλοι τὸ καὶ πάλιν ἔξω γεγονὸς
30καὶ τρέφοιτο τὸ παιδίον. εἰ τοίνυν εἴη κατὰ τὴν ὑστέραν ἡ κένωσις, τοῖς τιτθοῖς τὰς σικύας προσβάλλοντες κωλύ‐
ομεν αὐτὴν γενέσθαι. αὕτη μὲν οὖν ἐστιν ἡ διὰ τῶν κοι‐320

1

.

321

νωνούντων μερῶν γινομένη ἀντίσπασις. ἐπὶ δὲ τὰ πέμ‐ ψαντα ποιησώμεθα ταύτην, ὅταν τὰ ὑποδεξάμενα κυριώ‐ τερα εἴη τῶν ἀποστειλάντων. εἰ γὰρ ἀνάπαλιν ἔχει, τὰ μὲν πέμψαντα κύρια, τὰ δ’ ὑποδεξάμενα ἀτιμότερά τε
5καὶ ἀκυρότερα, οὐκέτι τὴν ἀντίσπασιν ἀπὸ τοῦ σκοποῦ τούτου λαμβάνομεν.
6 Τὰς δὲ διὰ τῶν ῥινῶν ἥπατι καὶ σπληνὶ κατὰ τὴν αἱμοῤ‐ ῥαγοῦσαν ῥῖνα. —
8 Ζητητέον, τί δήποτε ἔκ τε τοῦ δεξιοῦ μυκτῆρος ἢ
10ἀριστεροῦ φερομένου τοῦ αἵματος, τὸ μὲν ἐκ τοῦ δεξιοῦ τοῦ ἥπατος εἶναι λέγομεν, τὸ δὲ ἐκ τοῦ ἀριστεροῦ τοῦ σπληνός. πᾶσαι γὰρ αἱ κομίζουσαι φλέβες τὸ αἷμα ἐκ τοῦ ἥπατος φέρονται. οὐ γὰρ δὴ, ὥς τινες ὑπελάμβανον ἐκ τοῦ ἐγκεφάλου δύο καταφέρεσθαι φλέβας. τοῦτο γὰρ
15ἐκ τῆς ἀνατομῆς διελέγχεται. πῶς οὖν λέγομεν, ὅτι κατ’ εὐθυωρίαν φέρεσθαι τὸ αἷμα, κατὰ ἴξιν, ὥς φησιν Ἱπ‐ ποκράτης; οὐδὲ γὰρ φαίνεται, οὐδὲ ἀπ’ αὐτοῦ τοῦ ἥπα‐ τος φερομένη κατὰ εὐθεῖαν φλέβα ἐπὶ τὸν δεξιὸν μυ‐ κτῆρα, ἀλλὰ ἀποσχίδες τινὲς οὖσαι, ὧν ἕκαστον τῶν μο‐
20ρίων κατὰ τὸ δεξιὸν ἀπολαύει. τοῦτο τοίνυν ἐπιλυ‐ σόμεθα τοῦτον τὸν τρόπον. Ἰστέον ὅτι ἐκ τριῶν τινων σύγκειται τὸ ἡμέτερον σῶμα, ὡς πολλάκις εἰρήκαμεν, λέγω δὲ, στερεῶν, ὑγρῶν καὶ πνευμάτων. καὶ ταῦτα λα‐ βοῦσα ἡ φύσις τὸ ὅλον συντέθεικε σῶμα, καὶ τοῦτο καὶ
25γυῖα, καὶ ἔτεμε κατά τινα γραμμὴν διορίζουσαν αὐτοῦ τὰ δύο μέρη, ἥτις φαίνεται κατά τε τὸ χεῖλος καὶ τὸ στέρνον. τοῦτο δὲ ἐποίησεν, ἵνα μὴ, τοῦ ἑνὸς πάσχοντος μέρους, συμπάσχοι τὸ μέρος πᾶν, καὶ διὰ τοῦ μέ‐ ρους ἡ τοῦ παντὸς ἐνέργεια βλάπτοιτο. ἀμέλει ἐπὶ τῶν
30ἡμιπλήγων ὁρῶμεν τοῦτο γινόμενον. τῶν γὰρ ἀριστερῶν πολλάκις παραλυθέντων μερῶν, τὰ δεξιὰ ὑγιαίνει, ἢ τὸ ἀνάπαλιν. τὰ τρία τοίνυν ταῦτα, λέγω δὲ τὰ στερεὰ καὶ ὑγρὰ καὶ τὰ πνεύματα, συμπάσχουσιν ἄλληλα, καὶ τοῦ ἑνὸς κινουμένου, καὶ τὰ ἄλλα συγκινεῖται. καὶ τοῦτό ἐστιν ὃ
35Ἱπποκράτης ἔλεγε· —σύμπνοια μία καὶ σύῤῥοια μία,321

1

.

322

καὶ πάντα συμπαθέα—τὴν μὲν σύμπνοιαν ἐπὶ τῶν πνευμάτων λαμβάνων, τὴν δὲ σύῤῥοιαν ἐπὶ τῶν ὑγρῶν, καὶ τὰ συμπαθέα ἐπὶ τῶν στερεῶν, καὶ τὴν σύμπνοιαν δὲ μίαν καὶ τὴν σύῤῥοιαν μίαν τῶν δεξιῶν πρὸς τὰ δεξιὰ,
5καὶ τῶν ἀριστερῶν πρὸς τὰ ἀριστερά. ἐπειδὴ οὖν μεμα‐ θήκαμεν εἶναι πνεῦμα ἐν τῷ ἡμετέρῳ σώματι, καὶ χρὴ γινώσκειν, ὅτι τοῦτο ἐν παντὶ μορίῳ τοῦ σώματός ἐστι, καὶ οὐδέν ἐστιν, ὃ μὴ μετέχει τούτου, ἀλλὰ φοιτᾷ καὶ διὰ σαρκὸς καὶ δι’ ὀστέου. λεπτομερέστατον γάρ ἐστιν,
10ὡς μηδὲν ἄβατον αὐτῷ εἶναι. διὰ πάντων τοίνυν φοιτῶν ἑαυτῷ, συνεχὲς [δὲ] τὸ μὲν ἐν τοῖς δεξιοῖς τῶν ἐν τοῖς δεξιοῖς, τὸ δὲ ἐν τοῖς ἀριστεροῖς τῶν ἐν τοῖς ἀρι‐ στεροῖς. ἐὰν τοίνυν ἐν τῷ σπληνὶ τύχῃ τις οὖσα διάθεσις, ἡ ἐν αὐτῷ δύναμις ἀποκριτικὴ ἐπανίσταται, τὸ λοιπὸν
15ἀπελάσαι. συνάγεται οὖν πρὸς ἑαυτὴν ὁ σπλὴν καὶ οἷον συστέλλεται· αὕτη γὰρ τῆς ἀποκριτικῆς ἡ ἐνέργεια· καὶ συναγόμενος κινεῖται, καὶ κινούμενος συγκινεῖται ἑαυτῷ τὸ πνεῦμα, ἅτε λεπτομερὲς ὑπάρχον τὴν ἄνω διώκει φο‐ ρὰν, καὶ πρόεισιν ἅμα μὲν διὰ τῶν ἀγγείων, ἅμα δὲ καὶ
20διὰ τῶν ἀδήλων πόρων. καὶ διερχόμενον τὸ πνεῦμα, εὐ‐ ρύνει τὰς ὁδοὺς, εἶτα γενόμενον περὶ τὰ ἀριστερὰ μέρη τοῦ ἐγκεφάλου, τὸν ἀριστερὸν μυκτῆρα ἀραιόν τε καὶ εὐ‐ ρύτερον ποιεῖ καὶ ἑτοιμότερον εἰς αἱμοῤῥαγίαν. ὁ τοίνυν χυμὸς, ἐλαυνόμενος ὑπὸ τῆς ἐν τῷ σπληνὶ δυνάμεως ἀπο‐
25κριτικῆς, παλινδρομεῖ ἐπὶ τὸ ἧπαρ· ἔπειτα ἡ ἐν τῷ ἥπατι δύναμις, οὐκ ἀνεχομένη φέρειν αὐτὸν, ἀπελαύνει. ὁ δὲ διὰ τῶν φλεβῶν ἀναφέρεται, καὶ φερόμενος περὶ τὴν κεφαλὴν εὑρίσκει τὸν ἀριστερὸν μυκτῆρα ἀνεῳγμένον, καὶ δι’ αὐτοῦ ἐκκρίνεται. ὁμοίως δὲ κἀπὶ τοῦ ἥπατος ἔχει.
30ὅταν γὰρ ἐν αὐτῷ ἡ διάθεσις οὖσα τύχῃ, τὸ ἐν αὐτῷ πνεῦμα κινούμενον καὶ ἐπὶ τὰ ἄνω φερόμενον, τὸν δεξιὸν αὑτῷ μυκτῆρα παρασκευάζει. χρὴ τοίνυν τὸν βουλόμενον ἀντισπᾷν τὴν ῥινῶν αἱμοῤῥαγίαν, ἐπὶ μὲν τοῦ μυκτῆρος δεξιοῦ, τῷ ἥπατι τὴν σικύαν ἐπιτιθέναι, ἐπὶ δὲ τοῦ ἀρι‐
35στεροῦ τῷ σπληνὶ, ἐπὶ δὲ τῶν ἀμφοτέρων, ἀμφοτέροις·
τὸ γὰρ πνεῦμα ἐκ τῶν ἄνω κάτω φερόμενον, συνορμᾷν322

1

.

323

ἑαυτῷ ποιεῖ τοὺς χυμοὺς, καὶ ταύτῃ κωλύει τὴν διὰ ῥι‐ νῶν κένωσιν.
2 Ἰᾶται δὲ καὶ ὁ οἶνος ὕδατι ψυχρῷ κεκραμένος τὰς ἐπὶ ταῖς ἀθρόαις κενώσεσιν ἐκλύσεις. —
4
5 Ἐπειδὴ τῇ ἀμέτρῳ διαφορήσει λειποθυμία γίνεται, δηλονότι δεόμεθα τροφῶν, αἵτινες τὸ λοιπὸν ἀντεισάξουσι τῷ σώματι. ἀλλ’ εἰ μὲν αὗται αἱ τροφαὶ ἑαυτὰς πέττειν τε καὶ μεταβάλλειν ἐπεφύκεσαν, καὶ προστίθεσθαι τῷ σώματι, ἐκείνας ἂν ἐπελεξάμεθα εἰς τὰ παρόντα τὰς μά‐
10λιστα θρέψαι, οἷόν ἐστι τὸ χοίριον κρέας καὶ ἄρτος καὶ ὅσα τροφιμώτατα τῶν ἐδεσμάτων ἐστίν. ἀλλ’ ἐπειδὴ δύναμίς ἐστιν ἡ τὰς εἰρημένας ἁπάσας ἐνεργείας διοι‐ κοῦσα, καὶ ταύτης χωρὶς οὐκ ἂν ἡ τροφὴ προστεθείη τῷ σώματι, δῆλον ὅτι πρὸς τὸν αὐτὸν τόνον καὶ τὴν τροφὴν
15προσάξομεν. οὐκοῦν ἐπειδὴ νῦν ἀσθενὴς ὑπόκειται, δεό‐ μεθα οὐ τῶν τροφιμωτάτων· ταῦτα γὰρ δύσπεπτά τέ εἰσι καὶ οὐκ εἴκοντα εὐχερῶς τῇ ἀλλοιωτικῇ δυνάμει· ἀλλὰ τῶν δυναμένων ταχέως μὲν πεφθῆναι καὶ ἀκαμάτως, ταχέως δὲ ἀναδοθῆναι. παρέχομεν οὖν αὐτῷ
20τὸν οἶνον, δυνάμενον μὲν τάχιστα ἀλλοιωθῆναι καὶ ἀνα‐ πληρῶσαι τὴν βάσιν τοῦ διαπεφορημένου. χρὴ δὲ κιρνᾷν αὐτὸν ὕδατι ψυχρῷ, ὅπως ἂν καὶ τῇ ψύξει συναγάγῃ καὶ διεσκορπισμένας τὰς δυνάμεις καὶ τόνον περιποιήσῃ τῷ σώματι. εἰ δὲ καὶ ἀπὸ τοῦ παντὸς σώματος ἐπὶ τὴν γα‐
25στέρα σύῤῥοια γίνοιτο, τηνικαῦτα μάλιστα συμβάλλεται ἡ τῷ ψυχρῷ ὕδατι κεκραμένου οἴνου χρῆσις. ἀναδιδόμενος γὰρ ὁ τοιοῦτος οἶνος συναναφέρει ἑαυτῷ καὶ τὰς ὕλας καὶ ποιεῖ αὐτὰς τὴν ἐναντίαν ὁδὸν φέρεσθαι, ὥστε κω‐ λῦσαι τὴν ἐπὶ τὴν γαστέρα φοράν.
29
30Ἔστω δὲ καὶ οἶνος ἐπὶ μὲν τοῖς εἰς τὴν γαστέρα ῥεύμασι θερμός τε καὶ λεπτός. —
31 Ὁ γὰρ τοιοῦτος εὐχερῶς ἀναδιδόμενος ἅπαντα τοῖς
ἐπὶ τὴν γαστέρα φερομένοις ῥεύμασι καὶ τῇ βίᾳ τῆς ἀνα‐323

1

.

324

δόσεως συναναφέρει ἑαυτῷ, κινούμενα πλημμελῶς τε καὶ ἀτάκτως.
2 Ἐπὶ δὲ ταῖς αἱμοῤῥαγίαις παχύς τε καὶ μέλας καὶ στρυφ‐ νός. —
4
5 Χρὴ δὲ ὡς ἐπὶ τὸ πλεῖστον φυλάττεσθαι, παρούσης αἱμοῤῥαγίας, οἶνον διδόναι. εἰ δὲ ἄρα χρεία γένοιτο, μὴ δυναμένων ἡμῶν ἄλλως ἀνακτήσασθαι τὴν δύναμιν, εἰ μὴ διὰ τῆς τοῦ οἴνου χρήσεως, δοτέον αὐτὸν παχύν τε καὶ στρυφνὸν, ἵνα τῷ μὲν πάχει παχύτερον τὸ αἷμα ποιήσῃ
10καὶ δύσρουν, τῇ δὲ στύψει πυκνώσῃ τοὺς πόρους, ὥστε πανταχόθεν κωλῦσαι τὴν τοῦ αἵματος ἔκκρισιν. ἔστω δὲ, φησὶ, καὶ ὁ οἶνος μέλας, ἐπειδὴ τῶν οἴνων οἱ μέλανές εἰσι φύσει παχύτεροι.
13 Καὶ ταῦτα καὶ τὰ ψύχοντα καὶ ἐφ’ ὧν ἐπιπολῆς καὶ τὰ
15ἑξῆς. —
15 Ἐπὶ μὲν τῶν μορίων τούτων, ἐπειδὴ φύσει νευρώδη ἐστὶ καὶ οὐδὲν ἐξ αὐτῶν ἔχει πρόβλημα, κωλῦον τὴν τοῦ ψυχροῦ ἐπὶ τὸ βάθος φορὰν, κωλύειν τοῖς ψύχουσι χρῆ‐ σθαι, δηλονότι γενομένης ἐξ ἑνὸς τούτων τῆς κενώσεως,
20ἢ τῆς μήτρας ἐπὶ τοῦ γυναικείου καταμηνίου, ἢ τοῦ στο‐ μάχου ἐπὶ τῆς χολέρας, ἢ τῆς γαστρὸς ἐπὶ τῆς διαῤῥοίας, ἢ τοῦ θώρακος ἐπὶ τοῦ αἵματος ἀναγωγῆς ἢ πύου. κέ‐ χρηται μέντοι τοῖς στύφουσι μόνοις, ἵνα διὰ τούτων πυκνώσῃ τοὺς πόρους, εἴρξῃ τὴν κένωσιν. ἐπὶ δὲ τῆς
25κεφαλῆς πρὸς τούτοις προστίθησι καὶ τὰ ψύχοντα, ἐπειδὴ ταύτης ὀστοῦν προβέβληται, μὴ συγχωροῦν τοῖς ψύχουσιν ἀμέσως ὁμιλεῖν αὐτῷ τῷ ἐγκεφάλῳ καὶ λυ‐ μαίνεσθαι.
28 Καὶ κατὰ τοὺς μυκτῆρας φλεβῶν εἴη τις ἐῤῥωγυῖα, τῶν
30ἐπεχόντων τὸ αἷμα φαρμάκων ἐπιτιθέναι. —
30 Ἐφ’ ὧν ἐστι τοῦ ἀγγείου ῥῆξις, ὡς διὰ τούτου γίνε‐ σθαι τὴν αἱμοῤῥαγίαν, ἐπὶ τούτων χρὴ τοῖς καλουμένοις
ἰσχαίμοις φαρμάκοις κεχρῆσθαι. ταῦτα δὲ συστέλλει τὰς324

1

.

325

αἱμοῤῥαγίας, ἢ τὸ στύφειν τε καὶ πυκνοῦν, ὃ ποιεῖ τὸ ὀξύκρατον καὶ ἡ τοῦ ψυχροῦ ὕδατος χρῆσις, ἢ τὸ παρεμ‐ πλάττειν, ὥσπερ τὸ διὰ τοῦ πομφόλυγος καὶ ἀμύλης καὶ ψιμμιθίου καὶ λιβανωτοῦ καὶ ἀλόης καὶ ὠοῦ τὸ λευκὸν,
5ἢ τὸ καίειν τε καὶ ἐσχαροῦν, ὡς τὰ διὰ τῆς χαλκίτεως, καὶ μίσυϊ καὶ χαλκάνθῳ, ἐφ’ ὧν ἐσχάρα γεγονυῖα τόν τε πόρον ἀπολαμβάνει, δι’ οὗ τὸ αἷμα φέρεται καὶ τὴν αἱ‐ μοῤῥαγίαν ἀνίστησι. καὶ χρὴ δηλονότι πρὸς τὴν χρείαν ἑκάστῳ τούτων κεχρῆσθαι. λέγειν δὲ νῦν οὐκ εὔκαιρον
10τὴν ἐπιδέξιον ἑκάστου χρῆσιν.
10 Λουτρὰ δὲ τοῖς μὲν εἰς τὴν γαστέρα ῥεύμασιν ἐπι‐ τηδειότατα. —
12 Ταῦτα γὰρ ἐπὶ τὰ ἐκτὸς ἕλκοντα τὴν ὕλην, οἷον ἀν‐ τίσπασιν ἐργάζεται, καὶ κωλύει τὰ ὑγρὰ διὰ γαστρός τε
15καὶ ἐντέρων ἐκκρίνεσθαι. χρὴ δὲ εἰδέναι, ὅτι ἐφ’ ὧν ἐστι πλῆθος ὕλης ἐν τῷ σώματι περιεχόμενον, ἐπ’ ἐκείνων τὰ βαλανεῖα μᾶλλον προτρέπει τὴν γαστέρα. χέοντα γὰρ τὰς ὕλας καὶ εὐροωτέρας αὐτὰς ποιεῖ καὶ δυναμένας πάσας ἐπὶ τοὺς ἀδήλους προτρέψασθαι πόρους, τὰς ὑπολοίπους
20ἐν τῷ βάθει ποιεῖ φέρεσθαι διὰ γαστρὸς καὶ ἐντέρων. ἐπίσχεσιν δὲ ἡμεῖς παύομεν διὰ βαλανείου χρήσεως τῷ καθεῖναι αὐτοὺς εἰς τὴν κολυμβήθραν, καὶ ἐπαναγαγεῖν εἰς εὐκρασίαν, ᾗ χαίρουσιν αἱ δυνάμεις. τηνικαῦτα παρ’ αὐτὰ ῥωσθεῖσαι κατὰ συμβεβηκὸς ἐπανίστανται καὶ τὰς
25ἐπεχομένας φυσικὰς ἐκροὰς συνήθως ποιοῦνται. τοῦτο δὲ γίνεται, ὅταν ἐπὶ τῇ τῆς ἀποκριτικῆς δυνάμεως [ὡς] ἀσθενείᾳ, ἡ τῆς γαστρὸς ἐπίσχεσις γένοιτο.
27 Τὰς δ’ αἱμοῤῥαγίας δεινῶς παροξύνει. —
28 Τῷ θερμαίνειν δηλονότι καὶ καίειν τὰς ὕλας.
29
30Καὶ ὅσοι διὰ πλῆθος ἱδρῶτος λειποθυμοῦσι. —
30 Καὶ τοῦτο εἰκότως. εἰ γὰρ καὶ φύσει τῇ ἀμετρίᾳ
τῶν ἱδρώτων ἡ λειποθυμία ἐγένετο, πέφυκε δὲ τούτους325

1

.

326

ἐπιτείνειν τὰ βαλανεῖα, δῆλον ὅτι ἐναντιώτατα ἂν εἴη τούτοις.
2 Ἀλλὰ μηδὲ διαδεῖν τὰ κῶλα. —
3 Χρὴ γὰρ ἐπὶ τούτων ἡσυχίαν μάλιστα παραλαμβάνειν,
5εἰδότας ὅτι καὶ ἡ τυχοῦσα κένωσις, θερμαίνουσα τού‐ τους, δύναται μάλιστα τοὺς ἱδρῶτας ἐπιτείνειν καὶ κίν‐ δυνον ἐπάγειν.
7 Τοῖς δ’ ἐπὶ πλήθεσιν οὐκέθ’ ὁμοίως. —
8 Παραμυθησάμενος τὴν ἐπὶ ταῖς ἀμέτροις κενώσεσι
10γενομένην λειποθυμίαν, μεταβαίνει λοιπὸν ἐπὶ τὴν ἑπο‐ μένην λειποθυμίαν, εἴ γε καὶ ἡ ποιήσασα αἰτία καθά‐ παν ἐναντίως ἔχει. χρὴ οὖν ἐπὶ τούτων τὰ κῶλα ἰσχυρῶς ἀνατρίβειν, τουτέστι πόδας καὶ χεῖρας, ἵνα ἀπὸ τοῦ βά‐ θους ἐπὶ τὴν ἐπιφάνειαν τὸ πλῆθος ἐπισυρώμεθα, καὶ
15ταύτῃ τὸ βάθος ἐλευθερώσωμεν. χρὴ δὲ τὰ κῶλα οὐ μό‐ νον ἀνατρίβειν, ἀλλὰ καὶ θερμαίνειν, ὡς ἂν τῆς θερμό‐ τητος πεφυκυίας ἐπισπᾶσθαι τὰ ῥεύματα. καὶ μέντοι καὶ διαδεῖν, καὶ τῆς ὀδύνης αὐτὸ δυναμένης ποιεῖν· καὶ τροφῆς ἀπέχειν. καὶ γὰρ ἄτοπόν ἐστιν ἐπὶ πλῆθος πλῆθος
20ἐπισωρεύειν περιττωμάτων, ὑπὸ τῆς δοθείσης τροφῆς γεννωμένων. δεῖ δὲ εἴργειν αὐτοὺς καὶ τῆς τοῦ οἴνου πό‐ σεως, τρέφοντος τε αὐτοῦ, καὶ ταύτῃ πλῆθος ἐμποιοῦν‐ τος, καὶ μέντοι καὶ τῇ θερμότητι χέοντος τὰς ὕλας, καὶ πλείονας εἶναι ποιοῦντος.
24
25Καὶ λουτρῶν, εἰ πυρέττοιεν. —
25 Καλῶς προσέθηκε τὸν προσδιορισμόν. εἰ γὰρ μὴ πυ‐ ρέττοιεν, οὐ παντάπασιν αὐτοὺς εἴρξομεν λούσασθαι, ἀλλ’ ἐπιτρέψομεν αὐτοὺς ἐν τῷ βαλανείῳ εἰσελθόντας ἐνδιατρίψασθαι τῷ ἀέρι, δυναμένῳ καὶ διαφορεῖν, καὶ
30ἀπὸ τοῦ βάθους ἐπὶ τὴν ἐπιφάνειαν τὸ πλῆθος ἐφέλκεται.
30
Ἀρκεῖ δ’ αὐτοῖς μελικράτου διδόναι πόμα. —326

1

.

327

Μελίκρατον παρέχει, ἵνα λεπτύνῃ τὸν χυμὸν τὸν ὑπο‐ κείμενον καὶ εὔρουν αὐτὸν ποιήσῃ. ἀμέλει τοι καὶ μί‐ γνυσιν αὐτὸν, ὅσα θερμῆς καὶ λεπτυντικῆς ἐστι δυνά‐ μεως, οἷον θύμον, φλισκούνιον, ὕσσωπον, ὀρίγανον.
4
5Ἐπιτήδειον δὲ καὶ ὀξύμελι. —
5 Καὶ τοῦτο γὰρ οἶδε λεπτύνειν τοὺς χυμοὺς καὶ εἰς ἔκκρισιν προτρέπεσθαι.
7 Καὶ τὰς ἐφ’ ὑστέραις πεπονθυίαις ἐκλυομένας ὡσαύτως ἰᾶσθαι. —
9
10 Τὴν αὐτήν φησι παραλαμβάνειν θεραπείαν ἐπὶ τῶν γινομένων λειποθυμιῶν καὶ διὰ τὰς τῶν ὑστερῶν ἀνα‐ δρομὰς, οἵαν κἀπὶ τοῦ πλήθους παρέλαβον. δῆλον γὰρ ὅτι καὶ αὐταὶ ἀνέδραμον, σπώμεναι διὰ πλῆθος, πλη‐ ρῶσαν τὰ ἀρτήματα αὐτῶν. φυλάττεσθαι δὲ ἐπὶ τούτων
15τὴν τοῦ ὀξυμέλιτος χρῆσιν. ὑστεραλγὲς γάρ ἐστι τοῦτο, φησὶν Ἱπποκράτης, καὶ βλάπτει [οὐ] τὴν βλάβην, οὐ τὴν τυχοῦσαν, τὸ μόριον τοῦτο, νευρωδέστερον ὄν. τὸ γὰρ ὄξος, ξηρὸν καὶ ψυχρὸν ὑπάρχον τὴν κράσιν, ἐναντιοῦται τῇ μήτρᾳ, ὁμοίως κεκραμένῃ προστιθέμενον, καὶ δι‐
20πλασιάζον αὐτῆς τὴν δυσκρασίαν.
20 Δεῖν καὶ τρίβειν σκέλη μᾶλλον ἢ χεῖρας. —
21 Βουλόμεθα γὰρ ἀνεσπασμένην τὴν μήτραν κατάγειν· ὥς γε δεῖ τὰ κάτω μόρια τρίβειν, ἵνα τῇδε τὰς ὕλας ἐπισυρόμενοι, καὶ τὴν μήτραν σὺν αὐταῖς εἰς τὸν οἰκεῖον
25ἐπισπασώμεθα τόπον. τοῦτο δὲ αὐτὸ ποιοῦσι καὶ σικύαι προσαγόμεναι τοῖς βουβῶσιν, ἕλκειν πεφυκυῖαι ὠμὸν χυμὸν, ἀλλὰ δὴ καὶ αὐτὰ τὰ μόρια. καὶ ἄλλως τε καθὼς προείρηται, τῇ ῥοπῇ τῶν χυμῶν ἀκολουθεῖ καὶ ἡ μήτρα. πλὴν ἐκεῖνο χρὴ προσδιορίσασθαι, ὅτι τῆς μήτρας καθ’
30ἓν μόριον αὐτῆς παρεσπασμένης καὶ παρακεκλεισμένης,
καὶ κατὰ τὸν ἕνα βουβῶνα θετέον τὴν σικύαν. * προ‐327

1

.

328

σαγομένη δὲ τύχη ἀνεσπασμένη, ὥστε ὅλην αὐτὴν ὁμοτί‐ μως ἄνω γενέσθαι, τηνικαῦτα τοῖς δύο μορίοις τὰς σι‐ κύας [μὴ] ἐπιβάλλομεν.
3 Καὶ ταῖς μὲν ῥισὶν ὀσφραντὰ δυσωδέστατα. —
4
5 Ἐντεῦθεν ὁρμώμενοί τινες ἐπιχειροῦσι λέγειν, ὅτι καὶ αὐτὸς ὁ Γαληνὸς φαίνεται δοξάζων, τὴν μήτραν εἶναι ζῶον, καί φασιν αὐτῷ ἑαυτὸν ἐναντιοῦσθαι. πανταχοῦ γὰρ ἀπαγορεύει τὸ δόγμα τοῦτο καὶ διαλόγων αὐτό. φαί‐ νεται δὲ οὕτως ὁ Πλάτων ἐν Τιμαίῳ λέγων· ζῶόν ἐστιν
10ἐκ τοῦ τινα δύναμιν ὀρεκτικὴν ἔχειν τοῦ σπέρματος, οὗ μὴ τυχοῦσα, ἁπανταχοῦ ἀλύεται τοῦ σώματος, ἐπιζη‐ τοῦσα τὸ ἐραστόν· εἶτα γενομένη ποτὲ περὶ τὸν θώρακα, πνιγμοὺς ἐπιφέρει. ἀλλὰ τοῦτο μὲν ἐν τοῖς προλαβοῦσιν ἤδη ἐλέξαμεν. φασὶ δὲ οὗτοι κατὰ τὸν Ἀριστοτελικὸν
15λόγον, ὅτι ὅσα ἢ τῶν πέντε αἰσθήσεων ἢ τέσσαρα ἢ τριῶν ἢ δύο καὶ μιᾶς αἰσθήσεως μόνης μετέχει, ταῦτα λέγει εἶναι ζῶα, καὶ ὅσα μὲν τὴν πρώτην αἴσθησιν ἔχει, καὶ ταῦτα καὶ τὰς λοιπὰς ἁπάσας ἐξ ἀνάγκης κέκτηται. πρώτη δ’ ἐστὶν ἡ ὅρασις. ταύτῃ πάντως ἀκούει, καὶ
20ὀσφραίνεται καὶ γεύεται καὶ ἅπτεται· οὐ μὴν ὅσα ἀκούει, ταῦτα πάντως ὁρᾷ, ἀλλὰ τὰ μὲν τὴν αἴσθησιν τὴν ἀκουστικὴν, τὴν δὲ ὄψιν οὐ πάντως. ἔστι δέ τινα, ἃ οὐδὲ τὴν ἀκουστικὴν ἔχει, ἀλλὰ τὰς μετ’ αὐτὴν, ὄσφρησιν καὶ γεῦσιν καὶ τὴν ἁφὴν, τινὰ δὲ τὰς δύο μόνας, ὥσπερ
25αἱ θαλάττιαι χῆμαι. σπόγγοι δὲ τὴν ἁπτικὴν ἔχουσι μόνην. εἰ τοίνυν καὶ ἡ μήτρα τὴν ὀσφραντικὴν ἔχει, δηλονότι ἔχοι ἂν καὶ τὴν γαστέρα, ὥστε καὶ τρεῖς ἔχουσα αἰ‐ σθήσεις, κυρίως λέγεσθαι, καὶ εἶναι ζῶον. ὅτι δὲ τὴν ὀσφραντικὴν ἔχει, δῆλον ἐκ τοῦ καὶ αὐτὴν ἀνωτέρω μὲν
30ἰοῦσαν, ὡς αὐτός φησιν ἐν τῷ θώρακι, τῶν δυσωδῶν προ‐ σφερομένων ἰωμένην φεύγειν τε καὶ καταλιμπάνειν αὐτὰ,
προστρέχειν δὲ τοῖς εὐώδεσι κάτωθεν προσαγομένοις. αὕτη328

1

.

329

μὲν ἡ τούτων ἀπορία, δριμεῖα δή τις οὖσα καὶ οὐκ εὔλυτος· ἡμεῖς δὲ τὴν αὐτὴν ἐπιλυσώμεθα τῷδε τῷ τρόπῳ. χρὴ εἰδέναι, ὅτι εἰ τὴν ὀσφραντικὴν εἶχεν ἡ μήτρα, κάτω‐ θεν ἂν αὐτῶν προσφερομένων ᾐσθάνετο. νῦν δὲ ἄνωθεν
5προσφέρεται. καὶ πῶς δύναται, διὰ τοσούτων παρϊόντα μορίων, φέρεσθαι περὶ τὴν μήτραν; ἀλλ’ εἴποιμεν ἂν ὅτι κατὰ τὸν θώρακα οὔπως αὐτὸν ἀντιλαμβάνεται, ὅπερ ἐν τοῖς προλαβοῦσιν ὑφ’ ἡμῶν ἐδείχθη ἀδύνατον. πῶς γὰρ δύναται ἔντερα καὶ γαστέρα καὶ διάφραγμα καὶ
10τἄλλα τὰ τῇδε μόρια ὑπερβᾶσα, κατὰ τὸν θώρακα γενέ‐ σθαι; λέγομεν τοίνυν, ὅτι ὁ ἐγκέφαλος, αἰσθανόμενος τῶν δυσωδῶν, ἀνιᾶται πρὸς αὐτῶν καὶ συστέλλεται, καὶ σὺν αὐτῷ τὸ ὀσφραντικὸν πνεῦμα· κατὰ τὸ συνεχὲς τῇ ἀνίᾳ ταύτῃ καὶ τὰ λοιπὰ μόρια συστελλόμενα, οὕτω τῇ
15συστολῇ ταύτῃ ὠθεῖται, καὶ οἷον ἐκθλίβει τε καὶ ἀπε‐ λαύνει καὶ κατωτέρω τὴν μήτραν προτρέπεται. ἀλλ’ εἴποι τις ἂν, τί δήποτε μὴ προσάγομεν ἄλλα τινὰ θερμὰ καὶ δυσώδη; καὶ λέγομεν, ὅτι μάλιστα τούτοις τοῖς εἴδεσι τὰ κύρια τῶν μορίων φυσικῶς χαίρουσιν, ἐπειδὴ σὺν τῷ
20θερμαίνειν ἔχει τινὰ καὶ συμπεπτικὴν δύναμιν, πεφυ‐ κυῖαν ἐγείρειν καὶ τῇ λεπτομερείᾳ τῇ ἐν αὐτοῖς ἐκθερα‐ πεύειν τε καὶ ἐκνοσηλεύειν πάθη.
22 Καὶ ψυχρὸν ὕδωρ τοῖς διακαιομένοις τὸν στόμαχον. —
23 Ἐν καιρῷ φησιν, εἰ μὴ τὸ μόριον ἀσθενὲς ὑπάρχει,
25μήτε φλεγμονὴ κατά τι τῶν κυρίων, μηδὲ ἄπεπτον πλῆθος χυμῶν. ταύταις γὰρ ἁπάσαις ταῖς διαθέσεσιν οὐ μετρίως λυμαίνεται.
27 Ὀνίνησι δὲ μεγάλως τοὺς τοιούτους στομάχους καὶ ἡ τῶν ἀκρωτηρίων τρίψις. —
29
30Ὅσοι δὲ μοχθηρῶν χυμῶν δακνόντων τὸ στόμα τῆς γα‐ στρὸς ἐκλύονται. —
31 Ἐπειδὴ καὶ μοχθηρία χυμοῦ δηλητηριώδει τινὶ ποιό‐
τητι προσκαθημένη τῷ στόματι τῆς γαστρὸς, ἐπάγει λει‐329

1

.

330

ποθυμίαν. χρὴ πρῶτον μὲν τοῦτο κατακεραστικῷ τρόπῳ ποιῆσαι πραϋτέραν. καὶ τοῦτο ποιήσει τὸ θερμὸν ὕδωρ, κατακιρνῶν μὲν ὡς ὕδωρ, ὡς δὲ θερμὸν διαλύον καὶ δι‐ αχέον, ὥστε εὔκριτον ποιήσηται. προσήκει διδόναι καὶ
5ὑδρέλαιον, ἵνα τῇ ἀπὸ τοῦ ἐλαίου ἄσῃ κινήσαντες ἔμετον, κενώσωμεν τὸ λυποῦν αἴτιον.
6 Εἰ δὲ δυσεμεῖς εἶεν, θάλπειν χρὴ πρότερον. —
7 Εἰ μὴ δύναιντο, φησὶν, ἐμεῖν, τῶν χυμῶν ἔτι πα‐ χέων ὄντων καὶ μὴ δυναμένων ἑτοίμως ἀνενεχθῆναι, χρὴ
10ἐπὶ τῶν τοιούτων θαλπόντων τὸν στόμαχον διαλύειν τε αὐτοὺς καὶ εἰς ἔκκρισιν ἐπιτηδείους ποιεῖν. θάλπειν δὲ καὶ τὰ κῶλα, ἐπειδὴ πέφυκε τὸ στόμα τῆς γαστρὸς τούτοις θερμαινομένοις συνθερμαίνεσθαι. εἴποι δ’ ἂν ὅτι καὶ μέρος τῆς ὕλης ἐπὶ τὰ κῶλα προσκαλεσάμενοι,
15δώσομεν τῇ ἀποκριτικῇ δυνάμει τὸ λοιπὸν ῥᾳδίως ἀπώσασθαι.
16 Εἴωθε δὲ πολλάκις τὸ ἔλαιον οὐκ εἰς ἔμετον μόνον ὁρμᾷν. —
18 Τοῦτο ποιεῖ διὰ τὴν ἐπιμιξίαν τῶν ἄλλων τῇ δή‐
20ξει διανιστάντων τὴν ἀποκριτικὴν δύναμιν καὶ τῇ λεπτο‐ μερείᾳ τρεπομένων τὰς κρίσεις.
21 Μάλιστα δὲ τοῖς προσθέτοις βαλάνοις τοῦτο πειρᾶ‐ σθαι δρᾷν. —
23 Πρόσθετα καλεῖται τὰ ὑπὸ τῶν ἰατρῶν σκευαζόμενα
25βαλάνια μετρίως ἐρεθίζειν δυνάμενα. φεύγει δὲ ἐπὶ τούτων τὴν τῶν ἐνετήρων χρῆσιν, εἰδὼς ὅτι ἐκ τούτων ἀναπέμπεταί τις ἀεὶ μοχθηρὰ ποιότης περὶ τὸν στόμα‐ χον, καὶ κακοῖ αὐτόν. ἀμέλει ἐφ’ ὧν ἐστιν ἀσθενὴς ὁ
στόμαχος, μέλλοντες ἐνετῆρι κεχρῆσθαι, πρῶτον παρέ‐330

1

.

331

χομεν εὔκρατον ὕδωρ πίνειν, ἵνα τοῦτο πρὸ πάντων τῇ ἀπὸ τοῦ κλύσματος ποιότητι μὴ συγχωρῇ αὐτῇ ἀμέσως ὁμιλεῖν τῷ στομάχῳ. νῦν δὲ καὶ μᾶλλον εὔκαιρον φεύ‐ γειν τοὺς ἐνετῆρας, ἐπειδὴ ὑπόκειται ἡ λειποθυμία γε‐
5νομένη ἐπὶ μοχθηρᾷ ποιότητι χυμῶν καὶ δέος ἐστὶ, μὴ διπλασιασθῇ αὕτη ἐκ τῆς ὑπὸ τοῦ κλύσματος ἀναθυμιά‐ σεως ποιότητος.
7 Φλέγματος δὲ πολλοῦ καὶ ψυχροῦ κατὰ τὸ στόμα τῆς γαστρὸς ἠθροισμένου, καταντλεῖν μὲν ἐπὶ πλεῖστον. —
9
10 Τῷ μὲν ἐλαίῳ καταιονῶν τούτους, τὸ δὲ τῇ αὐτοῦ θερμότητι χαλάσαν καὶ χέαν τὸν χυμὸν, εὐροώτερον ἐργάσηται. προσπλέκει δὲ καὶ ἀψινθίου, ἵνα τὸ στόμα τῆς γαστρὸς, ἀεὶ δεόμενον τονοῦσθαι, καὶ ἐκ τούτου φυ‐ λάξῃ τὸν τόνον.
14
15Τοῖς δὲ διὰ μέγεθος φλεγμονῆς ἢ διὰ κακοήθειαν σφοδροῦ πυρετοῦ λειποθυμοῦντας. —
16 Ἡ φλεγμονὴ πολλάκις μὲν ἐν κυρίῳ μορίῳ γινομένη, ποιεῖ τὴν λειποθυμίαν. πολλάκις κἂν ἐν ἀκύρῳ γένηται τόπῳ, διὰ τὸ οἰκεῖον μέγεθος ἀμετρίαν ὀδύνης ἐπάγουσα,
20διαλύει τὸν κάμνοντα καὶ λειποθυμίαν ποιεῖ. ἀλλὰ μὴν καὶ πυρετοὶ κακοήθεις εἰσὶν, ὅτε συνεισβάλλουσιν ἑαυ‐ τοῖς ἔχουσι λειποθυμίαν, ἥτις γίνεται τῷ λόγῳ τοῦ συῤ‐ ῥεῖν τοὺς χυμοὺς πάντας εἰς τὸ βάθος καὶ καταπνίγειν τὴν δύναμιν. χρὴ τοίνυν ἐπὶ τούτων τὰ κῶλα τρίβειν καὶ
25θάλπειν καὶ διαδεῖν, ἵνα διὰ τούτων ἁπάντων ἀπὸ τοῦ βάθους ἐπὶ τὴν ἐπιφάνειαν τὴν ὕλην ἐπισυρώμεθα.
26 Ἐγρηγορέναι τε κελεύων.
27 Ὅτι κατὰ τοὺς ὕπνους εἰς τὸ βάθος αὐλίζονται πάν‐ τες οἱ χυμοὶ, ἔστι γε καὶ ἐξ ἄλλων πιστώσασθαι πολλῶν,
30μᾶλλον δὲ ἐκ τοῦ καθεύδοντας τὴν ἐπιφάνειαν περιψύ‐ χεσθαι, ὡς καὶ πλειόνων τηνικαῦτα δεῖσθαι περιβλημά‐
των, ἢ εἰ ἐγρηγορότες ἐτύγχανον. τούτου τοίνυν δειχθέν‐331

1

.

332

τος, ἐξ ἀνάγκης ἡ σύῤῥοια διπλασιασθεῖσα κατὰ τὸ βάθος ἔκ τε τῶν ὕπνων κἀκ τῆς τοῦ παροξυσμοῦ εἰσβο‐ λῆς τῷ πλήθει καταπνίξει τὴν φύσιν. διὸ κάλλιστόν ἐστιν, ἐξεγείρειν αὐτοὺς νίπτοντας καὶ ἐγρηγορότας
5παρασκευάζοντας.
5 Καὶ σιτίου δὲ παντὸς ἀπέχεσθαι καὶ πόματος. —
6 Καὶ τοῦτο εἰκότως. οὐ γὰρ ἐγεγόνει φλεγμονῆς μέγε‐ θος οὐδὲ κακοήθης πυρετὸς, εἰ μὴ πλῆθος ἄμετρον ὑπῆρχε χυμῶν, ἐφ’ ᾧ τρέφειν ἀλογώτατον, αὐξάσης ἀεὶ
10τῆς τροφῆς τὴν τῶν χυμῶν περιουσίαν.
10 Καὶ τοὺς διὰ ξηρότητα δὲ συγκοπτομένους ἐν ταῖς τῶν παροξυσμῶν ἀρχαῖς. —
12 Περὶ τῶν θερμοτέρων καὶ ξηροτέρων κράσεων πάσας τὰς αἰτίας μεμαθήκαμεν ἐν τῇ θεραπευτικῇ μεθόδῳ, τε‐
15λεώτερον περὶ τούτου θεωρίαν ἐν ἐκείνοις ἀποδεδωκότος τοῦ συγγραφέως. ὅτι δὲ καὶ λειποθυμοῦσί τινες ἐξ αὐτῶν, ἐν ἐκείνοις εἴρηται, καὶ νῦν οὐδὲν ἧττον λέγεται. διπλα‐ σιασθεῖσα γὰρ ξηρότης ὑπό τε τῆς κράσεως τῆς φυσικῆς τοῦ κάμνοντος καὶ τῆς τοῦ πυρετοῦ δυσκρασίας, κατα‐
20βάλλει τὴν δύναμιν. χρὴ τοίνυν αὐτοῖς παρέχειν τροφὴν ὑγραίνουσάν τε ἅμα καὶ δυναμένην παραμυθεῖσθαί τε καὶ κατασβεννύειν πολὺν αὐχμόν. ποιεῖν δὲ τοῦτο ἐνίοτε μὲν πρὸ δύο ἢ τριῶν ὡρῶν τῆς τοῦ παροξυσμοῦ εἰσβολῆς, πολλάκις καὶ κατὰ αὐτὴν τὴν ἀρχήν. τοῦτο γάρ ἐστι μά‐
25λιστα τὸ τοῦ Γαληνοῦ εὕρημα, ἐφ’ ᾧ καὶ μεγάλα σεμνύ‐ νεται, μηδενὸς τῶν πρὸ αὐτοῦ τὸ τοιοῦτον ἀποφηναμένου, ἀλλὰ καὶ Ἱπποκράτους ἀπαγορεύοντος· τοὺς δὲ παροξυ‐ σμοὺς ὑποστέλλεσθαι χρή· τὸ προστιθέναι γὰρ βλάβη. κελεύει δὲ τοῦτο μετὰ τὴν τροφὴν, κρατεῖσθαι τούς τε
30πόδας καὶ τὰς χεῖρας, εἰδὼς ὅτι πολλὴν ἔχει κοινωνίαν ταῦτα πρὸς τὸν στόμαχον, ὥστε καὶ θερμαινομένοις αὐ‐
τοῖς ἐκεῖνον συνθερμαίνεσθαι, καὶ πέττειν τὴν προσε‐332

1

.

333

νεγκαμένην τροφὴν, καὶ ταχέως ἀποπέμπειν ἐπὶ τὸ ἧπαρ καὶ τὸ λοιπὸν σῶμα.
2 Μετρίας δὲ τῆς συγκοπῆς προσδοκωμένης, οὐδ’ οἴνου δεῖ. —
3 Εἰ μεγάλην ἔσεσθαι προσδοκῶμεν τὴν λειποθυμίαν,
5κάλλιον αὐτοῖς παρασχεῖν οἶνον ἢ μετὰ χόνδρου ἢ μετὰ ἄρτου· τὸν μὲν οἶνον οὐκέτι δώσομεν, μίξομεν δὲ τῷ χόνδρῳ τὸν ἄρτον μετὰ τῶν στυφουσῶν ὀπωρῶν τινος. αὗται μὲν τῇ ὑγρότητι τὴν ξηρότητα παραμυθήσονται, τῇ δὲ στύψει τὴν δύναμιν ῥώσουσιν, ἐφ’ οἷς δηλονότι τοῦ
10παροξυσμοῦ εὐφορώτερον εἰσβάλλοντος, ὥστε μὴ λειπο‐ θυμίαν ἐπάγειν, χρὴ λοιπὸν ταῖς μὲν τροφαῖς ταῖς εἰρημέναις κεχρῆσθαι, μηκέτι δὲ αὐταῖς προσπλέκειν τὰς ὀπώρας, ἐπειδὴ συνήγαγέ τις ἐξ αὐτῶν μοχθηρὰ κα‐ κοχυμία, δυναμένη τοὺς πυρετοὺς ἐπαυξάνειν τε καὶ δι‐
15πλασιάζειν.
15 Ταῦτα μὲν δὴ πράττειν, εἰ προγνοίης τὸ μέλλον ἔσε‐ σθαι. —
17 Κάλλιον μέν ἐστι τὸν ἐσόμενον προεωρακότας χει‐ μῶνα προπαρασκευάσασθαί τε πρὸς αὐτὸν καὶ τὸ σῶμα
20δυσπαθὲς ἀπεργάσασθαι, ὡς μὴ ῥᾷον εἶξαι τῷ προσδο‐ κωμένῳ συμπτώματι. τοῦτο δὲ γενήσεται διὰ τῆς εἰρημέ‐ νης ἀγωγῆς. εἰ δὲ ἐν αὐτῷ γενώμεθα τῷ κινδύνῳ, χρὴ τηνικαῦτα θερμὸν οἶνον παρέχειν, ἵνα τῷ τάχει τῆς ἀνα‐ δόσεως θρέψῃ τε καὶ ῥώσῃ τὰς δυνάμεις ἁπάσας. προ‐
25σπλέξομεν δὲ καὶ τῷ οἴνῳ μικρόν τι χόνδρου ἢ ἄρτου, ἵνα τὴν τροφὴν ἑδραιοτέραν ποιήσωμεν. ὁ γὰρ οἶνος, ὥσπερ τάχιστα τρέφει, οὕτω καὶ θᾶττον διαφορεῖται, καὶ διὰ τοῦτο προσπλέκομεν αὐτῷ τὰ εἰρημένα, τὴν τῆς τροφῆς κάθεξιν ἀσφαλεστέραν τε καὶ χρονιωτέραν
30μηχανώμενοι.
30 Γνωριοῦμεν δὲ τὰς τοιαύτας ἐμφράξεις ταῖς τ’ ἄλλαις
ἀνωμαλίαις τῶν σφυγμῶν. —333

1

.

334

Τοῦτο διαγνωστικὸν ἐν τῷ μέσῳ κατέσπειρε θεώρημα, πολλῆς ἀληθείας ἐχόμενον. γίνονται γὰρ ἐπὶ ταῖς ἐμφρά‐ ξεσι πᾶσαι μὲν ἀνωμαλίαι, μάλιστα δὲ ὅσαι δυνάμεώς εἰσιν οἰκείας. τοῖς γὰρ ἐμφράξασιν αἰτίοις ἡ δύναμις
5ἐπικειμένη, καί ποτε μὲν νικῶσα, ποτὲ δὲ νικωμένη, εἰ μὲν νικηθείη, μικρόν τε καὶ ἀμυδρὸν ἐργάσεται τὸν σφυγμόν· εἰ δὲ νικήσαι, μέγαν τε καὶ σφοδρόν. καὶ τοῦτο πολλάκις γενόμενον ἀνώμαλον ἐν πλείοσι πληγαῖς ποιή‐ σει τὴν τῆς ἀρτηρίας κίνησιν. σκοπεῖν δὲ χρὴ, μὴ πλη‐
10θωρικὴ παρείη διάθεσις. ἔστι γὰρ ἡ εἰρημένη ἀνωμαλία καὶ ταύτης κοινή. διακρίνομεν δ’ αὐτὴν δηλονότι τοῖς ἤδη παραδεδομένοις ἡμῖν περὶ πλήθους σημείοις.
12 Γίνονται δὲ καὶ διαλείποντες ἐπὶ ταῖς μεγάλαις τῶν τοι‐ ούτων διαθέσεων. —
14
15 Ὅτι μὲν διαλείπων ἐστὶ σφυγμὸς, ὅταν, προσδοκω‐ μένης κινήσεως, ἡσυχία γένηται, φθάσαντες ἤδη * τὰ τὸ περὶ σφυγμῶν βιβλίον εἰρημένα. ἐνδέχεται δὲ τοῦτο λαβεῖν ὡς κοινὸν τῆς ἐμφράξεως καὶ πλήθους, ἐπειδὴ ἐφ’ ἑκατέρου τούτων ἡ δύναμις ἀσθενοῦσα, καὶ οἷον ἐξ‐
20ασθενήσασα πρὸς τὴν τῆς ἀρτηρίας κίνησιν, διαναπαύ‐ σασθαι σπουδάζει καὶ διαλείποντα ποιεῖ τὸν σφυγμόν. ἐνδέχεται δὲ αὐτὸν νοῆσαι καὶ ὡς διακριτικὸν τῆς τε πληρωτικῆς διαθέσεως καὶ τῆς ἐμφράξεως, ἐπειδὴ μᾶλλον οἱ διαλείποντες ἐπὶ τῆς πληθώρας γίνονται, ὡς
25ἂν καὶ μᾶλλον τῆς ἐμφράξεως βαρούσης τὴν δύναμιν, εἴ γε ἡ μὲν ἔμφραξις ἐν ἑνὶ μορίῳ περιέχεται, τὸ δὲ πλῆθος ἐν ὅλῳ τῷ σώματι περινοστοῦν ὅλην καταβάλλει τὴν δύναμιν.
28 Ἀπόχρη δὲ τούτοις ἐν μὲν τῷ παραυτίκα τοῖς ὀσφραντι‐
30κοῖς ἀνακτήσασθαι. —
30 Ἐπειδὴ, τῶν παρὰ φύσιν ὑγρῶν κενουμένων ἔν τε
ταῖς ὑδερικαῖς παρακεντήσεσι καὶ ταῖς τῶν ἀποστη‐334

1

.

335

μάτων λειποθυμίαις, καὶ σὺν τοῖς ἀχρήστοις, πολὺν ἐκκρίνεσθαι ζωτικὸν τόνον. χρὴ τούτους, ἐν αὐτῇ μὲν λειποθυμίᾳ ἔτι ὄντας, ὀσφρητικοῖς ἀνακτᾶσθαι, τὰ εὑρισκόμενα κατὰ καιρὸν αὐτοῖς, οἷον ῥόδα ἢ κρίνα, ἢ
5κατὰ τὴν Ἀλεξάνδρειαν λωτάρια. καὶ χρὴ γινώσκειν ὅτι καὶ τοῦτο κάλλιστα τοῖς παλαιοῖς εἴρηται, ὅτι τοῦ ἡμε‐ τέρου σώματος ἐκ τριῶν οὐσιῶν συγκειμένου, τῆς τε ὑγρᾶς καὶ τῆς στερεᾶς καὶ τῆς ἀερώδους, ἑκάστη τούτων ἐκ τοῦ αὐτῆς ὑγιοῦς τε καὶ οἰκείου τρέφεται, τὰ μὲν στε‐
10ρεὰ διὰ τῆς στερεᾶς τροφῆς, τὰ δ’ ὑγρὰ τῇ τῶν πομά‐ των προσθήκῃ, τὰ δὲ πνεύματα διὰ τῆς τοῦ ἀέρος εἰ‐ σφορᾶς. καὶ τοῦτό ἐστιν, ὃ Ἱπποκράτης ἔφασκεν, ἴσχοντα, ἰσχόμενα καὶ ἐνορμῶντα, καὶ ἄλλως· πνεύματος τροφὴ, ῥῖνες, στόμα, βρόγχος. ἀναπνεῖ γὰρ ἡ μὲν καρδία διὰ
15στόματος καὶ ῥινὸς, ἐγκέφαλος δὲ, ἐπειδὴ καὶ οὗτος ἐδεί‐ χθη ἀναπνοῇ χρώμενος, διὰ μυκτήρων μόνον. κἀντεῦθεν ἡ προσθήκη τοῦ αἵματος αὔξει τὸ ἔμφυτον θερμὸν, ἀερῶδες ὑπάρχον. διὰ τοῦτο τοίνυν τὰ ὀσφραντικὰ τοῖς μυκτῆρσι προσάγομεν, ἵνα οἱ ἐξ αὐτῶν ἀποῤῥέοντες
20ἀτμοὶ, λεπτομερεῖς τε ὄντες καὶ ἐπιτήδειοι εἰς πνεύματος ἀρίστου οὐσίαν μεταβληθῆναι, ἀντὶ τοῦ διαφορηθέντος ζωτικοῦ πνεύματος ἀντεισάγωσιν. ἄλλως δὲ καὶ τῇ στύ‐ ψει δύνανται συνάγειν τε καὶ σφίγγειν τὸ ἐν ἡμῖν πνεῦμα, ὥστε κατὰ μὲν τὴν οὐσίαν τὴν ἑαυτῶν αὐτίκα τὸ πνεῦμα
25τρέφουσι, κατὰ δὲ τὴν στυπτικὴν ποιότητα διαλύεσθαι * μὲν χωροῦν τε, ἀποκλείουσί τε καὶ τονοῦσι, καὶ ῥωμαλεωτέραν ἐργάζονται. ταῦτα μὲν οὖν ἐν αὐτῇ τῇ λειποθυμίᾳ δεῖ προσάγειν. ὕστερον δὲ, ταύτης πεπαυ‐ μένης, τροφαῖς εὐπέπτοις ἀναγκαῖόν ἐστι τὴν διαπεφο‐
30ρημένην ἀναλαμβάνειν δύναμιν, ῥοφήματα διὰ χόνδρου οἴνῳ μεμιγμένῳ προσάγοντες, καὶ ὅσα τῆς ὁμοίας ἐστὶ δυνάμεως.
32 Εἰ δὲ καὶ διὰ λύπην ἢ χαρὰν ἢ φόβον ἢ θυμὸν ἢ ἔκ‐
πληξιν ἐκλυθεῖεν. —335

1

.

336

Ἐπὶ τῶν ψυχικῶν παθῶν ἡ λειποθυμία γίνεται, ἢ διαφορηθέντος τοῦ ζωτικοῦ τόνου, ὡς ἐπὶ τῶν θυμουμέ‐ νων τε καὶ ἀθρόως ἡδομένων, ἢ καταπνιγέντος τε καὶ καταψυχθέντος, ὡς ἐπὶ τῶν λυπουμένων τε καὶ φοβου‐
5μένων, ἢ ἀπὸ πατάγου, ὃ συμβαίνει ἀπὸ τῶν ἀθρόως ἐντυχόντων τινὶ τῶν φοβερῶν. ἀποπαγέντων γὰρ αὐτῶν, οἷον ἀκίνητον μένει τὸ πνεῦμα, μὴ δυνάμενον μηκέτι φέ‐ ρεσθαι ἢ ἐντὸς, ὡς ἐπὶ τοῦ φόβου τε καὶ λύπης, ἢ ἐκτὸς, ὡς ἐπὶ τοῦ θυμοῦ τε καὶ τῆς ἡδονῆς. ἐπὶ τούτων
10γοῦν, ἐπειδὴ πανταχόθεν, εἴτε πιλούμενον εἴτε χεόμενον, ἐλλείπει τὸ πνεῦμα, κάλλιόν ἐστι τοῖς ὀσφραντιτοῖς αὐ‐ τοὺς ἀνακτήσασθαι, διὰ τὴν εἰρημένην περὶ αὐτῶν αἰτίαν· ἐμεῖν δὲ πάντας ἀναγκάζειν τοὺς μὲν ἐπὶ τῇ ἡδονῇ, ἵνα ἀντισπάσωμεν καὶ ἔνδον τὴν φύσιν προσκαλεσώμεθα,
15καὶ συγχωρήσωμεν αὐτὴν διὰ τῆς ἐπιφανείας ἐκρεῖν· τοὺς δ’ ἐπὶ λύπῃ, ἵνα κενώσωμεν τὸ περιεχόμενον ἐν τῷ στόματι τῆς γαστρὸς, ἀπὸ τῆς συννεύσεως τῶν χυμῶν πληρωθέντι. τὰ αὐτὰ χρὴ νοεῖν ἐπί τε τοῦ θυμοῦ καὶ φόβου. καὶ γὰρ καὶ ὁ θυμὸς ὁμοίως τοῖς ἡδομένοις ἐπι‐
20φέρει τὸν θάνατον, διὰ τῶν ἐκτὸς παρασυλῶν τὴν δύ‐ ναμιν, καὶ ὁ φόβος παραπλησίως τῇ λύπῃ, εἰς τὸ βάθος συνάγων τὴν φύσιν, ἄλλως τε διὰ τοὺς ἔκπληξιν ὑπομεί‐ ναντας, ὁ ἔμετος οὐδὲν τῶν εἰρημένων ποιῶν, οἷα καὶ ἀνακαλεῖται τὴν δύναμιν, νύττων τε αὐτὴν καὶ ἐρεθίζων,
25καὶ οἷον ἐξ ὕπνου βαθέως ἐγείρων.
25 Αἱ δὲ ἐπὶ τοῖς κωλικοῖς πάθεσιν ἢ τοῖς εἰλεοῖς ἤ τινι τῶν οὕτω μεγάλας ἐπιφερόντων ὀδύνας ἑπόμεναι λει‐ ποθυμίαι. —
28 Ἡ μὲν κωλικὴ διάθεσις γίνεται, φλέγματος ἐν τῷ
30κόλπῳ περιεχομένου μεταξὺ τῶν δύο τοῦ ἐντέρου χιτώ‐336

1

.

337

νων, ὅπερ ἂν λυόμενον καὶ διατεῖνον στρόφους τε ἐμποιῇ καὶ ἀμέτρους ὀδύνας, καὶ ταύτῃ λειποθυμίαν ἐπιφέρει. τοῦτο δὲ, φησὶ, γίνεται καὶ ὑπὸ φλεγμονῆς, ἀπολαβούσης τὰ ἔντερα καὶ οὐκέτι συγχωρούσης τῇ κόπρῳ τὴν συνήθη
5ὁδὸν φέρεσθαι. ἀμέλει καὶ ἐπὶ τῶν ὀλεθρίων εἰλεῶν ἔστιν ἰδεῖν καὶ κόπρον ἑπομένην. γίνονται δὲ ἐπὶ τούτων στρόφοι τε καὶ ἄμετρος ὀδύνη. χρὴ τοίνυν ἐπὶ τούτων ἀμφοτέρων, εἰ μὲν ἀσθενὴς ἡ δύναμις ὑπόκειται, καὶ τὴν τῆς ὀδύνης ἀμετρίαν μὴ φέρουσα διαλύοιτο πρὸς αὐτῆς,
10τοῖς ναρκωτικοῖς χρῆσθαι, ἃ τὴν ὀδύνην παύει, οὔτι τὴν διάθεσιν ἀνελεῖν. ἀλλ’ ἐπειδὴ ἐκ τῆς ψύξεως τῶν βοηθη‐ μάτων τούτων εἰκός ἐστι δύσκρατον τὸν τόπον γεγονότα πάλιν ἐπηρεάζεσθαι, διὰ τὴν ἐκ τῆς δυσκρασίας αὐτῷ προσγενομένην ἀσθένειαν, ἄμεινόν ἐστι μετὰ τὴν τῆς ὀδύ‐
15νης παῦσιν τοῖς θερμαίνουσι καὶ κατασυγκρίνειν δυναμέ‐ νοις ἀνασκευάσαι καὶ ἐκμοχλεῦσαι τοῦ μορίου τὸ πάθος. οἷον οὖν μὴ ἐχρήσαντο τούτοις, εἰς ὕστερον οἱ τοιοῦ‐ τοι αἴτιοι γεγόνασι τοῦ συνεχέστερον ῥευματίζεσθαι τὸ κῶλον. χρὴ δὲ ἐπ’ αὐτῶν καὶ τρίβειν τὰ σκέλη καὶ τὰς
20χεῖρας, ἵνα ἀπὸ τοῦ βάθους ἐπὶ τὰ ἐκτὸς προτρεπώ‐ μεθα τὰς ὕλας.
21 Ἡ δ’ ἐξ ἥπατος μὲν ὁρμωμένη, θρεπτικὴ δ’ ὀνομαζομένη, ταῖς αἱματώδεσι διαχωρήσεσι. —
23 Ἕν τι τῶν κατὰ τὸ ἧπαρ γινομένων παθῶν ἐστιν ἡ
25καλουμένη ἀτονία, ἥτις ἐπὶ ψύξει γίνεται τοῦ ἥπατος, χωρὶς ὄγκου τινός. αὕτη δὲ ἡμῖν γνωρίζεται ἐκ τῶν δια‐ χωρήσεων. ἐκκρίνεται γὰρ ἐπὶ τούτων πρῶτον μὲν ὑδα‐ τώδη τὰ διαχωρήματα, πλύμασι κρεῶν νεοσφαγῶν ὅμοια, ὕστερον δὲ παχέα· καὶ τοῦτο εἰκότως. ἐπειδὴ γὰρ ἀτονεῖ
30τὸ ἧπαρ, οὐκέτι τὴν οἰκείαν ἐνέργειαν ἀμέμπτως ἐπιτε‐ λεῖ, καὶ οὐκέτι ἐκ τούτου αἱματοποιήσει τελέως ἢ οὐχὶ ἡμίπεπτον αὐτὸν ποιήσασα, ἀφίησιν ὀῤῥωδέστερόν τε καὶ ὑδατώδη, καὶ μόνον τὸ τοῦ αἵματος ἔχον χρῶμα. ὕστερον δὲ, ἐπειδὴ τοῦ χυμοῦ μέρος παχύτερον ὂν οὐκ ἐκκρίνεται,
35ἀλλ’ ἐναπομείνει κατὰ τὸ ἧπαρ, τῷ χρόνῳ τούτου ση‐337

1

.

338

πομένου τε καὶ ὑπεροπτωμένου, πυρετούς τε ἐπάγει, καὶ πολὺ γεγονὸς ἐκ τῆς κατὰ βραχὺ συναγωγῆς ἐκκρίνεται, τῇ τοῦ ἐλαίου τρυγὶ παραπλήσιον, ἣν ἀμόργην ὀνομάζουσιν.
3 Οἷον εἴ τις ἀλγοίη τὴν κεφαλὴν, εἰ μὲν ἀσώδης εἴη καὶ
5καρδιώττοι. —
5 Ἐπειδὴ κεφαλῆς ἄλγημα σύμπτωμά ἐστι, καὶ πολλά‐ κις ἰσχυρὸν γενόμενον πρὸς ἑαυτὸν τὴν ἅπασαν ἐπιστρέ‐ φει τέχνην, φέρε καὶ τούτου παραδῶμεν τὴν θεραπείαν, ζητήσαντες αὐτοῦ πρότερον τὴν ποιητικὴν αἰτίαν, καὶ
10οὕτω πρὸς ἐκείνην ἁρμοσάμενοι. γίνεται γὰρ οὐ καθ’ ἕνα τρόπον, ἀλλὰ πολλαχῶς, ἤτοι κατὰ ἰδιοπάθειαν, ἢ ὑπὸ πλήθους ἢ ὑπὸ ποιότητος δριμείας καὶ δακνώ‐ δους, ἢ ὑπὸ πολλῶν ἀτμῶν ἢ ὑπὸ φλεγμονῆς. εἰ μὲν οὖν κατὰ συμπάθειαν κεφαλαλγία γένοιτο, τοῦ στομάχου
15πολλάκις ἢ γαστρὸς ἀναθυμιάσεις ἐπ’ αὐτὴν πεμπόντων, ἐκείνην κενώσαντες συνθεραπεύομεν καὶ τὴν κεφαλήν. κε‐ νοῦμεν δ’ ἐξ αὐτῶν ἢ φλέγμα ἢ χολήν. καὶ εἰ μὲν φλέγμα, διὰ τῆς ἄσης, ἥτις ὑγρότητα σηπεδονώδη πέφυκεν ἔσεσθαι. εἰ δὲ εἴη χολὴ, δηλοῦται διὰ τοῦ καρδιωγμοῦ·
20καρδιωγμὸς δέ ἐστιν ἡ τοῦ στόματος τῆς γαστρὸς ὀδύνη τε καὶ δῆξις. καρδίαν γὰρ ἐκάλουν οἱ παλαιοὶ τὸ στόμα τῆς γαστρὸς, ὡς ἂν εἰς συμπάθειαν ἄγον τὴν καρδίαν. οὕτω μὲν οὖν, εἰ συμπάθοι ἡ κεφαλή· εἰ δὲ ἴδιον ἔχει πάθος, τοῖσδε χρὴ διακρίνειν. εἰ μὲν γὰρ εἴη πλῆθος,
25βάρος ἐστὶ καὶ διάτασις· εἰ δὲ πνεῦμα πολὺ, διάτασις μὲν, οὐ μὴν βάρος· εἰ δὲ φλεγμονὴ, διάτασίς τε καὶ βά‐ ρος, ἀλλὰ σφυγματώδης ὀδύνη τοῦ τε πλήθους καὶ τοῦ πνεύματος αὐτὴν διορίζουσα. εἰ δὲ ποιότης εἴη μόνη, οὔτε βάρος οὔτε τάσις ἐστὶν οὔτε σφυγματώδης ὀδύνη,
30ἀλλὰ δῆξις μόνη. εἰ δὲ ποιότης αὐτῇ περιέχεται, ποτὲ μὲν ἐνοχλεῖ, οὐ τῷ πλήθει λυποῦσα, ἀλλὰ τῇ δριμύτητι,
ποτὲ δὲ ἐν ἀτμοῖς ἢ πνεύμασι δακνωδεστέροις τὴν φύσιν.338

1

.

339

χρὴ τοίνυν διεγνωκόσι τὴν ποιοῦσαν αἰτίαν καὶ πρὸς αὐτὴν ἁρμοσαμένην τὴν τῆς κεφαλαλγίας ποιεῖσθαι θεραπείαν.
2 Τὴν δ’ ἐπ’ ἀσθενείᾳ τοῦ μορίου τὸ μὲν πάντῃ τοῦ σώ‐ ματος ἀντισπᾷν. —
4
5 Ἐπειδὴ τρία τῶν ἐπὶ τὴν κεφαλὴν φερομένων ῥευμά‐ των ἐστὶν αἴτια, πλῆθός τε περιεχόμενον ἐν τῷ παντὶ σώματι καὶ πυρετὸς θερμότατος διαλύων καὶ χέων τοὺς χυμοὺς εἰς ἀτμοὺς, καὶ πέμπων παρ’ αὐτὴν ἀναθυμιάσεις, εἴτε κατὰ τὴν τῆς κεφαλῆς ἀσθένειαν κατὰ πρώτην γε‐
10νομένη φύσιν, * εἴτε ὕστερον ἔκ τινος πλημμεληθεὶς ἐπίκτητος ἀποτελεσθεῖσα. τὴν μὲν ἐπὶ τῷ πλήθει νῦν οὐκ ἀξιοῖ θεραπείαν, ἑτοίμως θεραπεύεσθαι δυναμέ‐ νην διὰ τῶν τὸ πλῆθος κενούντων βοηθημάτων· τὰς δὲ λοιπὰς δύο προχειρίζεται, καὶ πρότερόν γε τὴν ἐπὶ τῇ
15ἀσθενείᾳ. πέφυκε γὰρ ἀεὶ πάντως ἀῤῥωστία τόπου, ῥευ‐ μάτων εἰς ἑαυτὴν ἐπισπαστικὴ γίνεσθαι. χρὴ τοίνυν διτ‐ τὴν ποιεῖσθαι τὴν ἴασιν, τὸ μὲν ἀπάγοντα τοῦ μο‐ ρίου τὸ περιττὸν, τὸ δὲ καὶ τὴν ἐν αὐτῷ δυσκρασίαν, ὑφ’ ἧς ἡ ἀσθένεια ἐγένετο, μεταβάλλοντα καὶ ταύτην
20εἰς εὐκρασίαν μετάγοντα. οὐκοῦν πρότερον ἀντισπάσει χρῆσθαι, δεσμοῦντες τὰ κῶλα, καὶ τρίβοντες, καὶ κλύ‐ σμασι δριμυτέροις ὑποβιβάζοντες τὴν ὕλην. ταῦτα γὰρ ἅπαντα διδάξει τε καὶ παιδαγωγήσει αὐτὴν ἐπὶ τὰ κάτω φοράν. συνεργεῖν δὲ χρὴ τὸ τηνικαῦτα καὶ διὰ τῶν ἄνω‐
25θεν αὐτὴν ὠθούντων καὶ συνεκθλίβοντας. τοῦτο δὴ ποιή‐ σομεν διὰ τοῦ προσάγειν τῇ κεφαλῇ κατὰ τὸν τῆς ἀντι‐ σπάσεως καιρὸν τὰ στύφοντα. ἐπὰν δὲ παυσώμεθα τὸν χυμὸν ἀντισπῶντες, ἐπειδὴ πάντως ἤθροισταί τι κατὰ τὴν κεφαλὴν παχύτερον, τῶν στυπτικῶν φαρμάκων τὸ
30μὲν λεπτομερέστερον ἐκκρινόντων τοῦ χυμοῦ, ὅσον δ’ ἦν αὐτοῦ παραλειπόμενον παχὺ, τοῦτο κατεσχηκότων, ἀναγ‐ καῖον κεχρῆσθαι τοῖς διαφοροῦσι καὶ τοῖς παράγουσιν, ἵνα καὶ τοῦτο κενώσωμεν. ὕστερον λοιπὸν ἐπειδὰν τοῦ
παρόντος ἀπαλλάξωμεν πάθους τὸν πεπονθότα τόπον,339

1

.

340

χρησώμεθα καὶ δυναμένοις ἐντιθέναι τῇ κεφαλῇ τόνον, ὅπως ἂν μηκέτι τῷ αὐτῷ πάθει ἁλῷ.
2 Ἀλλὰ καὶ σπονδύλιον ἢ ἕρπυλλον ἐναφέψοις ἢ γλήχωνος κόμην. —
4
5 Ταῦτα γὰρ ἅπαντα θερμαίνουσάν τε καὶ λεπτυντικὴν ἔχει δύναμιν, συμβαλλόμενα εἰς τὸ κενῶσαι καὶ διαφορῆ‐ σαι τὸ περιεχόμενον. σημειώσασθαι δὲ χρὴ ὅτι τῷ ἡδυ‐ όσμῳ καὶ τῷ σισυμβρίῳ ἐχρήσατο, τονῶσαι βουλόμενος, καὶ μέντοι καὶ διαφορῆσαι. ἀλλ’ ἀνωτέρω μὲν χλωροῖς
10αὐτοῖς ἐχρήσατο, ὡς ἂν τῆς στυπτικῆς ἔτι μετέχωσι δυ‐ νάμεως, ἐνταῦθα δὲ ξηροῖς. ξηρανθέντα μὲν γὰρ ταύτην ἀποτίθενται, ἐνεργεστέραν δὲ λοιπὸν ἔχει τὴν λεπτομερῆ καὶ διαφορητικὴν δύναμιν. ὅμως οὐδὲ ξηρανθέντα πάντῃ ἀπήλλακται τῆς τονούσης δυνάμεως, ὥστε πρὸς ἀμφό‐
15τερα νῦν αὐτοῖς χρήσασθαι συμφέρει, πρός τε τὸ κενῶσαι τὸ περιττὸν καὶ πρὸς τὸ ῥῶσαι τὴν δύναμιν.
16 Καὶ ἢν ἀγάγῃς τὸν ἄνθρωπον ἐπὶ λουτρὸν, ἀνατρίβειν ξηραῖς σινδόσι τὴν κεφαλήν. —
18 Αὗται γὰρ τραχύνουσαι τὴν κεφαλὴν, δύνανται βιαίως
20ἐκμοχλεῦσαι τοὺς ἐν αὐτῇ περιεχομένους [χυμοὺς], κἂν ὦσι παχεῖς. ἀμέλει χρὴ τούτων ἐπιπάττειν τὴν κεφαλὴν ἁλσὶ καὶ νίτρῳ, ξηραίνειν τε καὶ λεπτοποιεῖν δυναμένοις. καὶ μηδὲ διαβρέχειν ἐλαίῳ τὴν κεφαλήν. οὐ γὰρ ὑγρᾶναι πρὸς τὸ παρὸν, ἀλλὰ ξηρᾶναι μᾶλλον ἡμῖν ἐστιν ὁ σκοπός.
24
25Τῆς δ’ ἐπὶ μεγέθει τῶν πυρετῶν τῆς μὲν ἰαμάτων δεο‐ μένης. —
26 Τὴν κεφαλαλγίαν ἔλεγε τριχῶς γίνεσθαι, ἢ διὰ πλῆ‐ θος τοῦ παντὸς σώματος, ὅπερ οὐ χαλεπόν φησι θερα‐ πεῦσαι, κενώσαντας τὸ σῶμα, ἢ ἐπὶ τῇ ἀσθενείᾳ τῆς
30κεφαλῆς. καὶ ταύτην ἐθεράπευσεν ἢ ἐπὶ θερμασίᾳ πυρε‐ κτικῇ, τοὺς χυμοὺς χεούσῃ καὶ πεμπούσῃ τούτους περὶ τὴν κεφαλήν. καὶ ταύτην ὑστάτως νῦν ἰᾶται τῷ
λόγῳ, προσάγων τῷ μορίῳ τὰ ψύχοντα, ἵνα τε παύσῃ340

1

.

341

τὴν ἀπὸ τῶν ἀτμῶν θερμὴν δυσκρασίαν, καὶ ἵνα τονώσας τὴν κεφαλὴν ἀποκρούσηται τὰ μέλλοντα πρὸς αὐτὴν φέ‐ ρεσθαι περιττώματα.
3 Τῆς δὲ κρίσιμον αἱμοῤῥαγίαν ἢ ἔμετον δηλούσης. —
4
5 Ἐπειδὴ περὶ κεφαλαλγίας ἦν ὁ λόγος αὐτῷ, γίνε‐ ται δὲ αὕτη ποτὲ ὡς ἀγαθὸν σημεῖον, προηγούμενον κρίσεως, καὶ ὅσον οὔπω δηλοῦσα τὸν τῆς φύσεως ἀγῶ‐ να. διὰ τοῦτο παρακελεύεται, μὴ κωλύειν ταύτην, εἴγε οὐδὲ σύμπτωμά ἐστιν, ἀλλὰ σημεῖον ἀγαθόν. συμπτωμά‐
10των δὲ ὑπέσχετο θεραπείαν παραδώσειν. οὐκοῦν τὴν τοι‐ αύτην κεφαλαλγίαν ἰασόμεθα. διακόψομεν γὰρ οὕτω τὴν κρίσιν καὶ τὴν τῆς φύσεως ὁρμὴν τὴν κατὰ τοῦ νοσήμα‐ τος. κρίσις δέ ἐστιν ἡ ἀθρόα μεταβολὴ ἐν ταῖς νόσοις ἐπὶ τὸ κρεῖττον. εἰ γὰρ ἐπὶ τὸ χεῖρον γένοιτο παντελῶς
15* γεγονυίας, εἰ δ’ ὀλεθρίως ἢ ἐπικινδύνως, τὴν τοιαύτην οὐκέτι κρίσιν ἁπλῶς, ἀλλὰ ἀτελῆ κρίσιν ὀνομάζομεν, ὥσπερ καὶ τἄλλα τὰ πρὸ τῶν κρίσεων, ἃ τοὺς μὲν πολ‐ λοὺς ἐκφοβεῖ, χρηστὸν δέ τι δηλοῖ. τὰ ἄλλα φησὶ συμ‐ πτώματα τὰ πρὸ τῆς κρίσεως οἷον ἀγρυπνίαν, δίψος,
20ῥιπτασμὸν, παραφροσύνην, ἄλυν καὶ ὅσα τοιαῦτα, τοὺς μὲν ἰδιώτας φοβεῖ, τῷ δὲ τεχνίτῃ προδηλοῖ τὴν τῆς φύ‐ σεως νίκην. καὶ τοῦτό ἐστιν ὅ φησιν Ἱπποκράτης· μηδὲ φοβεῖσθαι λίην τὰ μοχθηρὰ γινόμενα παρὰ λόγον. κάλ‐ λιστον δέ τοι γνωρίζειν σῶμα ταραττόμενον δύνασθαι
25ὑπὸ τῆς φύσεως παρασκευαζομένης. οὐκ ἄκαρπόν σοι, φησὶν, ἔσται τὸ διαγινώσκειν, ὅτι ἡ παροῦσα ταραχὴ τὴν κρίσιν προαγορεύει καὶ τὸν τῆς φύσεως ἀγῶνα. τηνικαῦτα γὰρ ἱκανῶς μὲν γενομένης τῆς κρίσεως, οὐδὲν καινο‐ τομήσεις, ἐλλειπέστερον δὲ ἢ ἀμετρότερον γενομένης, ἢ
30συνεργήσεις ἢ κωλύσεις.
30 Σκεπτέον δὲ πρῶτον μὲν τὸ τῶν πυρετῶν εἶδος. —
31 Ἐνταῦθα βούλεταί σοι παραδοῦναι καὶ τὰ σημεῖα, δι’ ὧν γενήσει διαγνωστικὸς, ὅτι τὸ νόσημα οὐ λυθήσεται,
ἀλλὰ μᾶλλον κριθήσεται, ὅτι τῶν πυρετῶν οἱ μὲν λύονται,341

1

.

342

κατὰ βραχὺ συμπεττομένης τῆς ὕλης, καὶ τοῦ μὲν αὐτῆς διὰ τῶν ἀδήλων πόρων διαφορουμένου, τοῦ δὲ κατὰ τῶν οὔρων ὑπόστασιν ἐκκρινομένου· οἱ δὲ ἀθρόως κρίνονται. τοὺς μὲν οὖν κρινομένους ἀνάγκη θερμούς τε εἶναι καὶ
5διακαεῖς καὶ ὀξέως κινουμένους. ἐπὶ τούτων γὰρ λε‐ πτοὶ ὄντες ὁρμῶσι, καὶ εὐκίνητοι τὴν φύσιν ὑπάρχοντες ἐπαγείρουσι δύναμιν, καὶ ἐρεθίζουσιν αὐτὴν, ὥστε ἀθρόαν αὐτῶν ἔκκρισιν ποιήσασθαι. εἰ δὲ εἶεν οὕτω παχεῖς καὶ γλίσχροι, καὶ ὁ πυρετὸς αὐτοῖς οὐκ ἄγαν σφοδρὸς, τη‐
10νικαῦτα λύεσθαι μᾶλλον ἢ κρίνεσθαι τοσούτοις χρὴ προσδοκᾷν.
11 Δεύτερον δὲ εἰ σωτήριον εἴη τὸ νόσημα. —
12 Τοῦτο τὸ σημεῖον οὐχ ἁπλῶς κρίσεώς ἐστι μόνης προγνωστικὸν, ἀλλὰ καὶ ἀγαθῆς κρίσεως. διαγνωσόμεθα
15δὲ, εἰ τὸ νόσημα σωτήριόν ἐστι, παραβάλλοντες δηλονότι τὸν τόνον τῆς δυνάμεως τῷ μεγέθει τοῦ νοσήματος. ἰσχυ‐ ροτέρου μὲν γὰρ ὄντος τοῦ παρὰ φύσιν, ὀλέθριον αὐτό φαμεν εἶναι· τῆς δὲ δυνάμεως μᾶλλον ἰσχυρᾶς οὔσης, καὶ τοῦ νοσήματος οὐ πάνυ μεγάλου τυγχάνοντος, σωτήριον
20ἂν εἴη τὸ σημεῖον τοῦ τοιούτου νοσήματος.
20 Τρίτον ἐπὶ τοῖσδε τὸν καιρὸν τῆς ὅλης νόσου σκοπεῖν. —
21 Εἰρήκαμεν πολλάκις, ὅτι καθάπερ αἱ ἡλικίαι τέτρα‐ σιν ὁρίζονται καιροῖς, οὕτω καὶ τὰ νοσήματα, ἀρχῇ τε καὶ ἀναβάσει καὶ ἀκμῇ καὶ παρακμῇ· καὶ ὅτι κατὰ μὲν
25τὴν ἀρχὴν ἄπεπτός ἐστιν ἡ ὕλη πάντως, κατὰ δὲ τὴν ἀνάβασιν ἤρξατο μὲν πέττεσθαι, οὐ μὴν τελείως πέττε‐ ται· ἐν δὲ τῇ ἀκμῇ τέλειά ἐστι πέψεως σημεῖα. τούτων τοιούτως ἡμῖν εἰρημένων, χρὴ γινώσκειν ὅτι καθάπερ τις ἀθλητὴς οὐ σπουδάζει εὐθὺς ἀπ’ ἀρχῆς καταβάλλειν τὸν
30ἀνταγωνιστὴν, ἔτι τῆς ἐκείνου δυνάμεως ἐῤῥωμένης· κίν‐ δυνος γὰρ οὕτως οὐ καταβαλεῖν, ἀλλὰ καταβληθῆναι τὴν δύναμιν, ἀλλὰ πρότερον αὐτὸν μαλάττει τε καὶ διαλύει, καὶ ἀτονώτερον ποιήσας, οὕτως ὕστερον ἐπιτίθεται, προ‐
παρασκευάσας αὐτὸν εὐάλωτον εἰς τὸ πάθος, οὕτω καὶ342

1

.

343

ἡ φύσις οὐκ ἀνέχεται ποιήσασθαι τὸν τοῦ νοσήματος ἀγῶνα, τῆς ὕλης ἀπέπτου τυγχανούσης ἔτι, μηδὲ εἰκού‐ σης αὐτῇ, βουλομένη τὰς ἐκκρίσεις ποιήσασθαι, ἀλλὰ πρότερόν ἐστι καλὸν αὐτὴν ἐκπέμπειν τε καὶ λεπτύνειν,
5καὶ εὐροωτέραν ἐργασαμένην, οὕτως ὕστερον ἐπανίστα‐ σθαι, καὶ ἀθρόας ἀπωθεῖσθαι ἢ διὰ γαστρὸς ἢ δι’ ἐμέ‐ των ἢ δι’ ἱδρώτων. ταῦτα δὲ δηλονότι γίνονται κατὰ τὸν τῆς ἀκμῆς καιρὸν, ἐν ᾧ καὶ ἡ τελεία πέψις ἐστὶ τοῦ νο‐ σήματος, ἐνίοτε δὲ καὶ κατὰ τὴν ἀνάβασιν σύμπτωμά τι
10γεγονὸς βίαιον, προαρπάζει τὴν φύσιν. καὶ ἔστιν ἡμῖν καὶ τοῦτο σημεῖον τοῦ, εἰ γένοιτο κρίσις, μὴ ἀγαθὴν αὐτὴν εἶναι νομίζειν μηδὲ τελείαν, παραβαθέντος τοῦ τῆς φύ‐ σεως νόμου.
13 Δυσφορία προηγεῖται κρίσεως ἁπάσης. —
14
15 Ἐκ τῆς τῶν χυμῶν κινήσεώς τε καὶ ζητήσεως ἀτά‐ κτως κινουμένων, καὶ * ἄλλο ἐπ’ ἄλλων φερομένων μο‐ ρίων, καί ποτε περὶ τὸν στόμαχον, ἐφ’ ὃν συμβαίνει τοὺς τοιούτους δυσφορεῖν. καὶ τοῦτό ἐστιν, ὅ φησιν Ἱπ‐ ποκράτης· ὁκόσοισι κρίσις γίνεται, τουτέοισιν ἡ νὺξ δύσ‐
20φορος ἡ πρὸ τοῦ παροξυσμοῦ. σημεῖον δὲ τίθεται τῆς παρούσης κρίσεως καὶ τὴν τῆς ἡμέρας φύσιν. εἰδέναι γὰρ χρὴ ὅτι τῶν ἡμερῶν εἰσί τινες μεγίστην ἔχουσαι δύναμιν, ὡς ἐν τοῖς περὶ κρισίμων ἡμερῶν ὑπομνήμασιν ἔδειξεν, οἷον ἑβδόμη καὶ ἐννάτη καὶ ἑνδεκάτη καὶ τεσσαρεσκαιδε‐
25κάτη· αὗται γὰρ κρίνειν πεφύκασιν· εἰσὶ δὲ καὶ ἄλλαι, μὴ τοιαύτην ἔχουσαι τὴν ἰσχὺν, ὥσπερ ἕκτη καὶ ὀγδόη. γινώσκειν μὲν, ὅτι κατὰ τὰς εἰρημένας, κἂν οὐ με‐ γάλη γένοιτο ταραχὴ, δύναται τελεία γενέσθαι κρίσις, ἐπικυρουμένης τῆς κρίσεως ὑπὸ τῆς κατὰ τὴν ἡμέραν
30ἰσχύος. ἐν δέ γε τῇ ἕκτῃ καὶ τῇ ὀγδόῃ, εἰ μέλλει τελεία γενέσθαι κρίσις, χρὴ πάντως πολλὴν ταραχὴν γενέσθαι, ὅπου πολλάκις οὐδ’ ἐπὶ ταῖς ἀμέτροις ταραχαῖς ἠκολού‐
θησε τελεία κρίσις, ἀλλ’ ἤτοι ἀτελῶς ἢ κακῶς ἔκρινε. τὸ343

1

.

344

δὲ κακῶς δύο σημαίνει· ἢ γὰρ ἐπὶ ὀλέθρῳ τοῦ κάμνον‐ τος, ἤγουν μετὰ κινδύνων, οἷον λειποθυμίας καὶ συγκο‐ πῆς, ἢ καὶ τῶν τοιούτων ἁπάντων, ὅσα βραχεῖαν ἡμῖν σωτηρίας ἐν τοῖς νοσήμασιν ἐλπίδα παρέχει.
4
5Φέρε δὴ καὶ τὴν ἡμέραν εἶναι κατὰ τὸ τῆς ταραχῆς μέγεθος. —
5 Τὰ μὲν εἰρημένα πάντα σημεῖα ἢ προγνωστικὰ μελ‐ λούσης ἐτύγχανον κρίσεως, ἢ διαγνωστικὰ παρούσης. τὰ δὲ νῦν μέλλοντα λέγεσθαι καὶ τὸν τρόπον ἡμῖν δηλώ‐ σουσι κρίσεως, οἷον εἰ διὰ γαστρὸς ἢ δι’ ἱδρώτων ἢ δι’
10ἐμέτων ἢ δι’ αἱμοῤῥαγίας ἔσται. ἀλλὰ περὶ μὲν τῶν ἄλλων διαβαίνειν οὐκ εὔκαιρον. ἐπεὶ δὲ περὶ κεφαλαλγίας ἦν ὁ λόγος, ἥτις κοινόν ἐστι σύμπτωμα, προαγορεύσουσα ἔμετόν τε καὶ τὴν διὰ ῥινῶν αἱμοῤῥαγίαν, χρὴ διακρίνειν καὶ τοῦτο. διακρίνομεν δὲ αὐτὸ τοῖς εἰρημένοις ὑπ’ αὐτοῦ
15σημείοις. καὶ πρῶτόν γε διαγνῶμεν, εἰ ὅλως κριτικὸν σημεῖον ἡ κεφαλαλγία ἢ σύμπτωμα. τοῦτο δὲ μαθησό‐ μεθα ἐκ τῶνδε· πρῶτον μὲν, εἰ μὴ συνέβαλε τῇ ἀρχῇ τοῦ νοσήματος ἡ κεφαλαλγία, ἀλλὰ νῦν ἐπεφάνη πρὸ τῆς τα‐ ραχῆς. εἰ γὰρ εἴη τοῦτο, σημεῖον ἂν εἴη κρίσεως, καὶ οὐ
20σύμπτωμα. Ἱπποκράτης μέντοι φησὶν ὅτι πολλάκις συν‐ εισέβαλε κεφαλαλγία τῇ ἀρχῇ τοῦ νοσήματος, καὶ ὁμοίως παρὰ τὴν ἀκμὴν ἐγένετο κρίσεως σημεῖον, ἐπιταθεῖσα δηλονότι. καί ἐστιν ἡ μετὰ ταραχῆς κεφαλαλγία, σύμ‐ πτωμα δὲ νῦν κατὰ τὴν ἀκμὴν ἐπιταθῆναι, σημεῖον κρι‐
25τικόν. ἐπὶ τούτοις δεῖ σκοπεῖν, εἰ τὸ ὑποχόνδριον αὐτοῖς ἀνέσπασται. τοῦτο γὰρ τῆς φύσεως γίνεται, οἷον συνε‐ πωθούσης διὰ τῆς ἄνω φορᾶς τὰ περιττὰ, καὶ ὥσπερ αὐτὰ ἀπώσασθαι βουλομένης, συνεκπίπτει δὲ πολλά‐ κις τῷ ὠθουμένῳ, καὶ οἷον αὐτῷ συνεπόμεθα. οὕτω καὶ
30ἡ φύσις ἀπομαχομένη διὰ τῶν ἄνω τὸν περιττεύοντα χυ‐
μὸν ἀπελάσαι συναγωνίζεται.344