TLG 0723 001 :: LEO :: De natura hominum synopsis LEO Phil. De natura hominum synopsis Citation: Section — (line) | ||
t | ΛΕΟΝΤΟΣ ΙΑΤΡΟΥ ΣΥΝΟΨΙΣ ΕΙΣ ΤΗΝ ΦΥΣΙΝ ΤΩΝ ΑΝΘΡΩΠΩΝ | |
1 | Τί ἐστι ψυχή; οὐσία ἀσώματος, λογική, νοερὰ καὶ ἀθάνατος. τί ἐστιν ἄνθρωπος; ζῷον λογικόν, 〈θνητόν〉, νοῦ καὶ ἐπιστήμης δεκτικόν. τί ἐστι ζῷον; οὐσία ἔμψυχος αἰσθητική. πόθεν ἄνθρωπος; παρὰ τὸ ἔναρθρον ἔχειν φωνὴν [Ἠ] τῶν ἄλλων ζῴων ἀνάρθρως καὶ ἀσημάντως | |
5 | φωνούντων. καὶ ἄλλως· παρὰ τὸ ἀθρεῖν καὶ λογίζεσθαι, ἅπερ ὄπωπε, τουτέστιν ἅπερ βλέπει· ἢ παρὰ τὸ ἄνω βλέπειν· ἢ παρὰ τὸ δρῶ, τὸ βλέπω, ἄδρωπος καὶ ἄνθρωπος· ἢ παρὰ τὸ ἄνω ῥέπειν, ἀνάρροπος. πόθεν ἔμβρυον; παρὰ τὸ ἔσω βρύειν, ὡς ἐνάλιον ζῷον παραπλήσιον· ἢ διὰ τὸ ἔνδοθεν τὴν βορὰν ἔχειν· ἢ διὰ τὸ ἔνδον εἶναι βροτόν. πόθεν | |
---|---|---|
10 | μήτρα; παρὰ τὸ μήτηρ εἶναι τοῦ γεννωμένου. νηδύς, ὅτι μεθ’ ἡδύτητος ἐνεργεῖ· ἢ ἐκ τοῦ διανεν[εμ]ῆσθαι, ὅ ἐστι σεσωρεῦσθαι καὶ πεπληρῶσθαι. νάειν γὰρ τὸ ῥέειν. καὶ τὸ δυς, ὅτι στερεῖται παιδοποιίας καὶ ὅτι δυστοκεῖ. δελφύς, ὅτι ἀδελφοποιός ἐστιν. ὑστέρα δέ, ὅτι ὕστερον ἐνεργεῖ τῶν ἄλλων μορίων κατὰ τὰς φυσικὰς δυνάμεις· ἢ ὅτι ἐσχάτη τῶν ἐντέρων | |
15 | καὶ τῆς γαστρὸς κεῖται. πόθεν τρέφεται τὸ ἔμβρυον; καὶ πόθεν ἀναπνεῖ; τρέφεται ἀπὸ τοῦ ὀμφαλοῦ, ἀναπνεῖ δὲ ἐκ τοῦ στόματος καὶ τῶν ῥινῶν. πόθεν ὀμφαλός; παρὰ τὸ ὀμπνεῖν, ὅ ἐστιν ἀναπνεῖν. ἐν δὲ τῇ γενέσει τοῦ ζῴου 〈λέγεται〉 πρῶτον τοσοῦτον πήγνυσθαι σὺν τῇ γαστρί, ἵνα χορηγῇ τὴν τροφήν· εἶτα ἡ καρδία. πῶς κεῖται ἐν τῇ μήτρᾳ τὸ ἔμβρυον; | |
20 | τὰ μὲν τετράποδα ζῷα ἐκτεταμένα κεῖνται· ὁ δὲ ἄνθρωπος τὴν ῥῖνα μέσον τῶν γονάτων ἔχει, τοὺς δὲ ὀφθαλμοὺς ἐπὶ ἀμφοτέροις τοῖς γόνασι, τὰ δὲ ὦτα ἐκτός. πληρωθὲν δὲ κατὰ ὡρισμένον χρόνον, ἐγείρεται πρῶτον ἡ κεφαλὴ καὶ σὺν τὰ βαρύτερα μέρη ῥέπει κάτω τὴν κατὰ φύσιν κύησιν. μετὰ δὲ τὴν τοῦ ὀμφαλοῦ ἐκπλήρωσιν τρέφεται καὶ ἀναπνεῖ ἐκ τοῦ στό‐ | 16 |
25 | ματος. τί ἐστι γάλα; αἷμα ὑπὸ φύσεως λευκαινόμενον ἐν τοῖς μαστοῖς τῶν μητέρων. πόθεν μαστοί; παρὰ τὸ μασητοί, ἀφ’ ἧς καὶ τὸ μάσημα. πόθεν μαῖα; παρὰ τὸ μῶ τὸ ζητῶ, ἐκ τῆς τῶν γυναικῶν γαστρὸς ζητοῦσα τὸ βρέφος. πόθεν βρέφος; παρὰ τὸ δέεσθαι φορβῆς, ὅ ἐστι τροφῆς. | |
2 | Ἡ δὲ ψυχὴ ἀρχῆθεν σὺν τῷ σώματι ἐξυφαίνεται καὶ ταῖς ἐνερ‐ γείαις συναύξεται σὺν τῷ σώματι, σύμφυτον ἔχουσα τὴν θρεπτικὴν καὶ αὐξητικὴν δύναμιν. προϊόντος δὲ καὶ ἔτι αὐξανομένου, ἡ αἰσθητικὴ χάρις ἐξανθεῖ. διὰ γὰρ τὸ βραχὺ οὐ χωροῦσιν αὗται αἱ αἰσθήσεις. | |
5 | ἀνδρωθέντος δὲ ὥσπερ καὶ φυτὸν ἀντὶ καρποῦ, ἡ λογικὴ δύναμις ἄρχεται τῇ τῶν ὀργάνων αὐξήσει. | |
3 | Πόθεν στοιχεῖον; παρὰ τὸ συστοιχεῖν ἀλλήλοις καὶ ἐφαρμόζειν τῆς ἐξ ἁπάντων εὐαρμόστου ποιότητος. διότι δὲ οὔκ εἰσιν ἄμικτα καὶ εἰλικρινῆ, διὰ τοῦτο ἑνοῦνται πρὸς ἄλληλα· ἤτοι τὸ πῦρ, θερμὸν καὶ ξηρὸν ὄν, μίγνυται διὰ μὲν τὴν ξηρότητα τῇ γῇ, διὰ δὲ τὴν θερμότητα | |
5 | τῷ ἀέρι· καὶ τῶν ἄλλων ὡσαύτως ἕκαστον. ταῦτα δὲ ἀναλύονται εἰς ὕλας καὶ εἴδη, καὶ τοὺς συγγενεῖς ἡμῶν διὰ μέσου τῶν ἄλλων γεννῶσι χυμούς· αἷμα, φλέγμα, χολὴν ξανθὴν καὶ μέλαιναν. ἀναλογεῖ γὰρ τὸ μὲν αἷμα, θερμὸν ὂν καὶ ὑγρόν, τῷ ἀέρι, ἡ δὲ ξανθὴ χολὴ τῷ πυρί, ἡ δὲ μέλαινα τῇ γῇ, τὸ δὲ φλέγμα τῷ ὕδατι. ἐπεὶ δὲ ταῦτα ῥέουσι καὶ | |
10 | αὐξάνουσιν, ἀνάγκη καὶ τὰ σώματα τούτοις περιπίπτειν· μεταβάλλονται δὲ ἀλλοιούμενοι κατὰ ποιότητα 〈καὶ ποσότητα〉 καὶ ἡλικίαν. καὶ τοῖς μὲν νέοις πλεονάζει τὸ αἷμα, προσεοικὸς τῷ ἦρι· τοῖς δὲ ἀκμάζουσιν ἡ ξανθὴ χολή, τῷ θέρει· τοῖς δὲ παρακμάζουσιν ἡ μέλαινα, καὶ τῷ φθινο‐ πώρῳ· τοῖς γέρουσι δὲ τὸ φλέγμα, καὶ τῷ χειμῶνι. | |
4 | Τί ἐστιν ὄρεξις; τροφῆς καὶ ποτοῦ ἐπιζήτησις· καὶ ἄλλως· μύζησις καὶ κατάψυξις τῶν ἐν τῇ γαστρὶ ὀρεκτικῶν μορίων καὶ φλεβῶν, μετὰ | |
ψυχικῆς συναισθήσεως γινόμενον. | 18 | |
5 | Ἴδιον τὸ πολιοῦσθαι μόνον τοῦ ἀνθρώπου, ὥσπερ καὶ τὸ γελᾶν. πόθεν πολιά; παρὰ τὸ λευκὴ εἶναι· τὸ δὲ λευκόν, πολιόν. ἢ ὅτι παλαιὰ ἐν γήρᾳ γίνεται τῇ ἀσθενείᾳ τῆς ἐμφύτου θερμασίας. | |
6 | Τίς ἡ χρεία ἰατροῦ; τὸ πρόσφορον ἑκάστου ἐξευρεῖν νοσούντων καὶ ὑγιαινόντων. | |
7 | Ἴδιον ἐξαίρετον τῷ ἀνθρώπῳ τὸ μετὰ θάνατον ἀνίστασθαι καὶ ἀθάνατον εἶναι διὰ τὴν τῆς ψυχῆς ἀθανασίαν, ὥσπερ διὰ τὴν τοῦ σώματος ἀσθένειαν πολυπάθεια. | |
8 | Τί ἐστιν τέχνη; μέθοδος ἐνεργοῦσα τῷ βίῳ τὸ συμφέρον. τί ἐστιν ἐπιστήμη; κατάληψις ἀσφαλὴς καὶ ἀμετάπτωτος ὑπόληψις. | |
9 | Πόσαι δυνάμεις ἐνεργοῦσιν ἐν τῷ ἡμετέρῳ σώματι; καθόλου τρεῖς, ψυχικαί, φυσικαὶ καὶ ζωτικαί. αὗται δὲ αἱ τρεῖς ἐκ τριῶν ὁρμῶνται μορίων, ἐγκεφάλου, καρδίας καὶ ἥπατος. τί ἐστιν ἐνέργεια; δυνάμεως ἀποτέλεσμα. τί ἐστι νοῦς; ἡγεμονικὸν ψυχῆς ἄϋλον καὶ ἀσώματον· ὃς | |
5 | ὑπάρχει ψυχῆς ὀφθαλμός, ἐνεργῶν πᾶσαν αἴσθησιν καὶ κίνησιν. 〈τ〉ί ἐστι φαντασία; τύπωσις τοῦ ἡγεμονικοῦ δι’ ἧς γίνεται [ἡ] τῶν ἀφανῶν καὶ ἀμελετήτων πραγμάτων ἐξ ἐπινοίας τινὸς ἀμυδρὰ ἔλλαμψις. διάνοιά ἐστι νοὸς οἰκεία κίνησις, δι’ αὐτοῦ ἐνεργοῦσα καὶ κρίνουσα. μνήμη ἐστὶ νοὸς φυλακὴ τῶν τηρηθέντων ἢ ἐνεργηθέντων ἢ ἀκουσθέντων. λογισμός | |
10 | ἐστι φύσις ἐπινοητικὴ καὶ ἀποτελεστικὴ πάντων τῶν ὄντων. νοῦς λέγεται παρὰ τὸ νέεσθαι, ὁ πάντοτε κινούμενος. | |
10 | [Τί ἐστιν ἐπιθυμία; ἐμψύχου ὁρμὴ πρός τι τῶν φιλουμένων.] τί ἐστιν φωνή; ὃ ψόφον δι’ ἀκοῆς ἐμποιεῖ. τί ἐστι σφυγμός; κίνησις καρδίας καὶ ἀρτηριῶν τῆς ζωτικῆς δυνάμεως κατὰ διαστολὴν καὶ συστολὴν τοῦ πνεύμονος. | |
11 | Πόθεν ὁρμῶνται αἱ φυσικαὶ δυνάμεις; οὐδὲν ἀλλαχοῦ ἢ ἐξ ἥπατος, ἐπεὶ διὰ τῆς ἐργασίας αὐτοῦ τρέφεται ἅπαν τὸ σῶμα. τί ἐστι θυμός; ζέσις τοῦ περὶ τὴν καρδίαν αἵματος πρὸς ὄρεξιν ἀντιλυπήσεως τῶν παροξυνάντων κινούμενος. τί ἐστιν ἐπιθυμία; ἐμψύχου ὁρμὴ πρός | |
5 | τι τῶν φιλουμένων. τί ἐστι λογισμός; ἀόρατος κίνησις καὶ ταραχὴ | |
πραγμάτων. τί ἐστι σοφία; γνῶσις θείων καὶ ἀνθρωπίνων πραγμάτων. σωφροσύνη ἐστὶν ἐπικράτεια τῶν ἐπιθυμιῶν. τί τὸ ἀποτέλεσμα τῆς ἡδονῆς; χαρὰ καὶ λύπη. | 20 | |
12 | Μνήμη ἐστὶ φαντασία αἰσθήσεως καὶ νοήσεως. ἀνάμνησίς ἐστι μνήμης ἐξιτήλου γενομένη〈σ〉 ἀνάκτησις. λήθη ἐστὶ μνήμης ἀποβολή. ἔθος ἐστὶ φύσις ἐπίκτητος. | |
13 | Σκελετός ἐστιν ἡ ὅλη σύνταξις τῶν ὀστῶν. σκελετὸς δὲ ὁ ἀπεξη‐ ραμμένος τόπος. γόμφωσίς ἐστι συνάρθρωσις κατὰ σύμπηξιν ὡς ἐπὶ τῶν ὀδόντων. ἡ ῥαφὴ σύνθεσις ὡς ἐπὶ τῶν τῆς κεφαλῆς ὀστῶν. ὁ δὲ γιγγλισμὸς σύνθεσις ὡς ἐπὶ τῶν τῆς ῥάχεως σπονδύλων καὶ τῆς τοῦ | |
5 | πήχεως πρὸς τὸν βραχίονα διαρθρώσεως· ἀρθρώδης σύνταξις ἡ φυσική· ἡ δὲ σύμφυσις ἕνωσις ὀστῶν φυσική. καὶ ἡ ἐπίφυσις ἕνωσίς ἐστιν ἑτέρου ὀστοῦ κατὰ ἕτερον· ἡ δὲ ἀπόφυσις τοῦ σύμπαντος ὀστοῦ μέρος ὑπάρχει. | |
14 | Πόθεν ὑμήν; παρὰ τὸ ὡς ὕφασμα εἶναι λεπτόν, ὡς ὁ τὸν ἐγκέ‐ φαλον περιέχων. | |
15 | Τί ἐστιν ἀναπνοή; κίνησις ἀπροαίρετός τε καὶ φυσικὴ ἐν προαι‐ ρετικοῖς μορίοις γινομένη. διαφέρει τῇ ἐπιληψίᾳ καὶ τῷ σπασμῷ τὸ παρὰ φύσιν καὶ κατὰ φύσιν. | |
16 | Τί ἐστιν ἐπίπλοον; πιμελώδης χιτὼν πανταχόθεν τῇ γαστρὶ περικείμενος χάριν τοῦ μὴ διαπνεῖσθαι τὸ ἔμφυτον θερμόν, τὸ κατεργα‐ ζόμενον ἐν αὐτῇ τὰς τροφάς· καὶ τὸ λεγόμενον περιτόναιον αὐτῷ τε καὶ τοῖς ἐντέροις περιτέταται, περισφίγγον αὐτὰ καὶ διαθερμαῖνον. δι’ ἣν | |
5 | αἰτίαν ὁ χυλὸς τῆς γαστρός ἐστι λευκός, ὅτι καὶ ἡ γαστὴρ λευκή ἐστι καὶ τὸ ληφθὲν παρ’ αὐτῆς εἰς ἑαυτὴν ἐξομοιοῖ. ἀνέρχεται γὰρ ἐν ἥπατι διὰ τῶν μεσαραϊκῶν φλεβῶν. | |
17 | Πόθεν σκύβαλον; παρὰ τὸ τοῖς κυσὶ βαλλόμενον. περίττωμά ἐστι τὸ περιττεῦον τῆς τροφῆς καὶ ἄχρηστον. τίς ἡ τοῦ ἐγκεφάλου τροφὴ καὶ ποταπή; ἢ λεπτὴ καὶ καθαρά, ἵνα μὴ τὰ ὄργανα τῆς ψυχῆς ἐπιθολώσῃ ἤτοι τὸν ἐγκέφαλον, τὰ νωτιαῖα καὶ τὰ νεῦρα; | |
18 | Τίς ἡ τοῦ ὕπνου χρεία; ἵνα μὴ τῷ συντόνῳ κόπῳ ἡ τοῦ σώματος ἕξις ἀμβλύνεται. πέμπονται γὰρ ἀτμοὶ ἐκ τῆς ἑψήσεως τῆς τροφῆς, ἐπειδὴ φύσις ἐστὶν ἄνω φέρεσθαι τοὺς ἀτμούς, εἴτε ἄχρηστοί εἰσιν εἴτε χρηστοί. πόθεν ὕπνος; παρὰ τὸ τὰς φρένας ὑπονοστεῖν ἤτοι τὰς | |
5 | αἰσθήσεις. ὕπνος γάρ ἐστιν ἡσυχία καὶ παῦλα τῶν ψυχικῶν ἐνεργειῶν. πῶς γίνεται ἡ χάσμη; ἐκ διαστάσεως τῶν μυῶν καὶ τῶν νεύρων γίνεται [δὲ]· ἢ πνευματούμενα διίστανται ὡς ἀσκοὶ ἢ θερμαινόμενα διαλύονται. | 22 |
19 | Λύπη ἐστὶ διάθεσις ψυχῆς ἡδονῶν ἐστερημένη. Πόθεν λύπη; παρὰ τὸ λυώπη· λύει γὰρ εἰς δάκρυα τοὺς ὦπας. χαρὰ δὲ ἡ τῶν κατα‐ θυμίων ἐκπλήρωσις. τὸ δὲ δάκρυον δάκνυον, τῆς καρδίας δακνομένης. πῶς γίνεται δάκρυον; βρασμώδης στενοχωρία τοῖς ἔνδοθεν ἐπιγίνεται | |
5 | σπλάγχνοις, ἐξ ἧς ἀναθυμίασις πλείστη ὑγρῶν πρὸς τὸν ἐγκέφαλον γίνεται. ὁ δὲ στεναγμὸς στενοχωρουμένων τῶν ἀναπνευστικῶν ὑπὸ τῇ βίᾳ τῆς ὁλκῆς τοῦ πνεύματος καὶ † ὑπὸ τὴν τῶν πεμπόντων δια‐ στολήν. † χαρά ἐστιν ὅσα τῆς λύπης ἐναντία προείρηται· παρὰ τὸ τὰ γυῖα λύειν, τουτέστι τὰ μέλη. | |
20 | Ποῖα λέγονται ὁμοιομερῆ καὶ ποῖα ἀνομοιομερῆ; τὰ ἁπλᾶ ὁμοιομερῆ· τὰ δὲ ὄργανα ἀνομοιομερῆ. τί ἐστιν ὑγεῖα; ἡ εὐκρασία τῶν ὁμοιομερῶν καὶ ἡ συμμετρία τῶν ὀργάνων· σύνθεσις καὶ διάπλασις κατὰ φύσιν· καὶ εὐκρασία καὶ συμμετρία τῶν χυμῶν. παρὰ τὸν ἀριθμὸν τὸ | |
5 | πλεονάζον ἐστὶν ἢ ἐλλεῖπον ἐν τοῖς μέρεσι· τοῦτο δὲ καὶ παρὰ τὸ μέγεθος, τὸ δὲ κολόβωμα παραπλήσιον αὐτοῦ ἐστιν· τὸ δὲ παρὰ τὸ σχῆμα, ὡς ἐπὶ βλαισῶν καὶ ῥαιβῶν καὶ οἱ καλούμενοι στραβισμοί· τὸ δὲ παρὰ τὴν θέσιν, οἷον ἔντερον ἐν ὀσχέῳ ἢ μηρὸν ἔξω κοτύλης. τὰ γὰρ ἐν ἡμῖν μέλη ἢ πρὸς τὸ ζῆν ἢ πρὸς τὸ εὖ ζῆν γεγόνασι· καὶ πρὸς τὸ ζῆν ἐγκέφαλος, | |
10 | καρδία, κοιλία, ἧπαρ καὶ πνεύμων· ὧν παθόντων τελευτᾷ τὸ ζῷον. τὰ δ’ ἄλλα πρὸς τὸ εὖ ζῆν· ὅσα ἀφαιρούμενα, οὐ θνῄσκει τὸ ζῷον. | |
21 | Τὰ ζῷα αἰσθήσεις ἔχουσιν, ἐνίας ἔνια· ὁ δὲ ἄνθρωπος πάσας. ἑκάστη αἴσθησις τὰ ἴδια κρίνει· ἡ ὄψις τὰ χρώματα, ὡς ἀχρωμάτιστος οὖσα καὶ λεπτή· καὶ καθάπερ ὕδωρ ἐπιδέχεται πᾶσαν χρόαν· ἡ ὄσφρησις τοὺς ἀτμούς· ἡ ἀκοὴ τὸν ἀέρα· ἡ γεῦσις τοὺς χυμούς· ἡ δὲ ἁφὴ τὸ θερμὸν | |
5 | ψυχρὸν ξηρὸν ὑγρόν. | |
22 | Αἴσθησίς ἐστιν ἐνέργεια ψυχικῆς δυνάμεως· αἰσθητήριον δὲ ὄργανον δι’ οὗ ἡ ἐνέργεια· αἰσθητὸν δὲ τὸ τῇ αἰσθήσει ὑποπῖπτον· | |
αἰσθητικὸν δὲ τὸ αἰσθανόμενον ζῷον. | 24 | |
23 | Πόθεν μέρος; παρὰ τὸ μερίζεσθαι καὶ διαφέρειν ἕτερον ἑτέρου· μέλη δὲ ἐκ μεταφορᾶς τοῦ μέλους τῶν μουσῶν, ἐπεὶ καὶ τὰ μέλη ἁρμονίας ἔχουσι· μόρια δὲ ὡς ὅριά τινα διῃρημένα· χωρία δὲ ὡς καὶ αὐτὰ αὐξούμενα κατὰ τὰς τρεῖς διαστάσεις καὶ ὡς περιεκτικά· τόπος δὲ κατὰ δύο μόνας | |
5 | διαστάσεις, ὅπερ ἐστὶ πλάτος καὶ μῆκος. | |
24 | Τὴν κεφαλὴν ὁ θεὸς ἐφ’ ὑψηλοτάτου τόπου τοῦ σώματος θεὶς ἐν αὐτῇ τὰς πλείστου ἀξίας τῶν αἰσθήσεων καθιδρύσατο· καὶ οὕτω περὶ βραχὺ χωρίον στενοχωρούμεναι, οὐδὲν ἑτέρα τῇ ἑτέρᾳ ἐμποδίζει. | |
25 | Κεφαλὴ λέγεται παρὰ τὸ κάρφεσθαι, ὅ ἐστι ξηραίνεσθαι· ξηρὰ γὰρ καὶ ὀστώδης ἐστίν· ἢ ἀπὸ τῆς κυφότητος· ἢ κελυ[σ]φὴν διὰ τὸ σκέπειν τὸν ἐγκέφαλον· κάραν δὲ ἐκ τοῦ 〈τε〉τριχῶσθαι· κέρας γὰρ ἡ θρίξ. ἢ κρᾶτα ἐκ τοῦ κράτους· ἢ κρανίον ἐκ τοῦ κραίνειν καὶ βασιλεύειν | |
5 | τοῦ ὅλου σώματος. | |
26 | Ἔστι δὲ ὁ ἐγκέφαλος 〈λευκόσ〉, [ὁ] μαλθακός, ὥσπερ ἐξ ἀφροῦ τινος πεπηγώς, ὑγρὸς καὶ ψυχρός. πόθεν ἐγκέφαλος; παρὰ τὸ ἐγκεῖσθαι τῇ κεφαλῇ· ἔστι δὲ ἄναιμος καὶ ἄφλεψ· ἥδεται ταῖς θερμαῖς καταστάσεσι μᾶλλον ἢ ταῖς ψυχραῖς. μύξα ἐστὶν ἀποκάθαρμα τοῦ ἐγκεφάλου· μύξα δὲ | |
5 | παρὰ τὸ ἐκ μυκτήρων ἀποκρίνεσθαι. ὁ δὲ ἐγκέφαλος λέγεται καὶ μυελὸς ἀπὸ τοῦ ἐν μυχῷ εἱλεῖσθαι ἢ αὐλίζεσθαι. οἱ δὲ σκέποντες ὑμένες αὐτὸν μήνιγγες λέγονται διὰ τὸ μένειν ἐν αὐτοῖς τὸν ἐγκέφαλον. | |
27 | Ἔχει δὲ ἡ κεφαλὴ σχήματα δύο, τό τε κατὰ φύσιν καὶ τὸ φοξόν· τὸ κατὰ φύσιν ἔχει τρεῖς ἐν ἑαυτῷ ῥαφάς, τὴν κατὰ τὸ μῆκος εὐθεῖαν, τὴν ὄπισθεν λαμβδοειδῆ καὶ τὴν ἔμπροσθεν στεφανιαίαν· καὶ ἑτέρας δύο λεπιδοειδεῖς. τὸ δὲ φοξὸν ἀπόλλυσι τὴν λαμβδοειδῆ. τὸ δὲ θῆλυ μίαν | |
5 | ἔχει ῥαφὴν κυκλοτέρως ἀνειμένην. | |
28 | Πόθεν μέτωπον; οἷον ὑπέρωπον, τὸ ὑπεράνω τῶν ὠπῶν. πόθεν βρέγμα; ὅτι δίυγρος καὶ ἁπαλός ἐστι. τὸ δὲ μέσον κορυφή, ὅτι τῆς κάρας ἐστὶν ὀροφή. τὸ δὲ ὄπισθεν ἰνίον ἀπὸ τοῦ ἐν τῇ καταβάσει 〈τῇ ἀπὸ τῆς κορυφῆς κάτω ἰέναι〉 ἢ ἀπὸ τούτου ἐξέρχεσθαι τὰς ἶνας | |
5 | ἤτοι τὰ νεῦρα. ὅθεν ἶνες; παρὰ τὸ 〈παρέχειν τὸ〉 εἶναι καὶ συνεστάναι τῷ σώματι. οἱ δὲ κρόταφοι ἐκ τοῦ κρούεσθαι τὴν ἁφὴν παλλόμενοι. κορσωτὴρ ὁ τὰς τρίχας ἀποκείρων· κόρση ἡ κεφαλή. | 26 |
29 | Τῆς κεφαλῆς εἰσιν ἓξ ὀστᾶ· τὰ λεπιδοειδῆ δύο, ἃ καὶ λιθοειδῆ καλοῦνται, τὸ ὄπισθεν ἰνίον, τὰ δύο βρέγματα καὶ τὸ μέτωπον. τούτων δὲ τῶν ἓξ ὀστῶν τὰ μὲν τοῦ βρέγματος χαυνότατα καὶ ἀσθενέστατά εἰσι· πυκνότατον καὶ ἰσχυρότατον τὸ κατ’ ἰνίον· μέσον δὲ ἀμφοῖν τὸ | |
5 | κατὰ μέτωπον· τὸ δὲ λιθοειδές ἐστι κατά τι τοιοῦτον τὸ μανόν. ἡ δὲ παρεγκεφαλὶς ὁμοφυής ἐστι καὶ ὁμόχρους. αἱ δὲ τῆς κεφαλῆς ῥαφαὶ τὰς ἀναφερομένας ἀναθυμιάσεις ἐξατμίζουσι. | |
30 | Δύο δὲ ὑμένες φυλάσσουσι τὸν ἐγκέφαλον, παχεῖα καὶ λεπτή, διὰ τὸ μὴ ἀνιᾶσθαι τὸν ἐγκέφαλον ὑπὸ τῆς τοῦ ὀστοῦ προσψαύσεως. ὁμιλεῖ δὲ ἡ παχεῖα τῷ ὀστῷ, ἡ δὲ λεπτὴ τῷ ἐγκεφάλῳ ὁμοίως τῇ ῥοιᾷ ἔσωθεν καὶ ἔξωθεν. | |
31 | Ἡ μὲν οὖν μικρὰ κεφαλὴ μοχθηρᾶς ἐγκεφάλου κατασκευῆς ἴδιον σημεῖον ἀεί· ἡ δὲ μεγάλη οὐκ 〈ἀεὶ〉 ἀγαθὴ φύσει· † οὐτώσω † τοιαύτην γὰρ χρείαν παρέχουσι τῷ ἐγκεφάλῳ οἱ μύες οἵαν τῷ ἡνιόχῳ ὁ χαλινὸς ἐν τῷ ἅρματι. ὥσπερ γὰρ ἐπ’ ἐκείνου ἐστὶ μὲν ὁ ἡνίοχος, εἰσὶ δὲ καὶ αἱ ἡνίαι, | |
5 | καὶ μετὰ τὰς ἡνίας ὁ χαλινὸς ἠρτημένος μὲν ἀπὸ τῶν ἡνιῶν, συνδεδεμένος δὲ τοῖς ἵπποις, εἰσὶ καὶ αὐτοὶ οἱ ἵπποι· οὕτως καὶ ἐπὶ τοῦ ἡμετέρου σώματος. ἡνίοχος μὲν αὐτὸς ὁ ἐγκέφαλος, ἡνία δὲ αὐτὰ τὰ νεῦρα, χαλινοὶ δὲ αὐτοὶ οἱ μύες, ἵπποι δὲ αὐτὰ τὰ λοιπὰ μόρια. οἱ μύες χρείαν χαλινοῦ τῷ ἐγκεφάλῳ παρέχουσι· πρὸς γὰρ τὴν τοῦ περιεχομένου φύσιν καὶ τὸ | |
10 | περιέχον δεδημιούργηται. | |
32 | Ὅθεν μῦς; παρὰ τὸ μύειν ἐν ταῖς ἐνεργείαις καὶ καλύπτειν πρὸς τὴν ἰδίαν ἀρχήν. ὅθεν νεῦρα; παρὰ τὸ νεύειν πρὸς ἑαυτά. μῦς ἐστι μίγμα σαρκὸς καὶ νεύρου 〈...〉 ἔκ τε προαιρετικῆς καὶ συνδε[κ]τικῆς 〈...〉 ὡς ἐπὶ στοιβῆς ἀναπαύεσθαι καὶ ἵνα καθυγραίνονται διὰ τῆς σαρκὸς ἐν ταῖς | |
5 | ἀμέτροις κινήσεσι. | |
33 | Διατί ἡ κεφαλὴ οὐ γέγονεν ἐν ἑτέρῳ σχήματι, ἀλλὰ σφαιροειδής; ἓν μὲν διὰ τὸ μὴ εὐπαθεῖν ἑτοίμως ἐπὶ πάσῃ προφάσει· ἄλλο ὅτι τὸ | |
κυκλικὸν σχῆμα πολυχωρότατον τῶν πολυγώνων. ὁ δὲ Πλάτων λέγει, ὅτι ἡ ψυχὴ ἐκ τοῦ οὐρανοῦ καταβᾶσα ὅμοιον ἐκείνου οἴκημα ἑαυτῇ | 28 | |
5 | κατεσκεύασε. | |
34 | Ὁ τοίνυν μέγας καὶ εὔρυθμος ὀφθαλμὸς δηλοῖ καὶ ἐξ ὕλης γεγονέναι χρηστῆς, εἶναι δὲ καὶ εὔκρατος· εἰ δὲ μέγας μὲν εἴη, ἀλλὰ ἄρυθμος, σημαίνει γεγονέναι ἐκ πλήθους μέν, ἀλλὰ μοχθηροῦ καὶ δυνάμεως ἀσθένεια〈ν〉, ὥσπερ καὶ ἡ κεφαλὴ ἐν τούτοις θεωρεῖται ἥ τε | |
5 | φοξὴ καὶ μεγάλη καὶ ἡ μικρὰ καὶ στρογγύλη. εἰ δὲ μικρὰ μὲν εἴη καὶ εὔρυθμος, ἐξ ὕλης ἐνδεούσης καὶ εὐχρήστου· εἰ δὲ μικρὰ καὶ ἄρυθμος, σημαίνει ἔνδειαν ὕλης καὶ δυνάμεως ἀσθένειαν. ταῦτα περὶ τῆς τῶν ὀφθαλμῶν καὶ τῆς κεφαλῆς κράσεως καὶ σχήματος καὶ μεγέθους· ζήτει δὲ καὶ τὰς τῶν χρωμάτων αἰτίας καὶ τὰ νοσήματα τῶν τε χιτώνων καὶ τῶν | |
10 | ὑγρῶν, τὸν ἀριθμὸν καὶ τὰς χρείας καὶ ἐνεργείας. | |
35 | Δεῖ εἰδέναι, ὅτι ἀπὸ τοῦ ἐγκεφάλου φέρονται δύο νεῦρα τὰ ὀπτικὰ προσαγορευόμενα· διαφέρει δὲ ταῦτα τῶν ἄλλων νεύρων, ὅτι τὰ ἐν τῷ παντὶ σώματι ναστά ἐστι καὶ ἄκοιλα· τὰ δὲ τῶν ὀφθαλμῶν αὐλοειδῆ καὶ τετρημένα διὰ τὸ κατέρχεσθαι πολὺ ἐν τοῖς ὀφθαλμοῖς τὸ | |
5 | ψυχικὸν πνεῦμα καὶ ἀνεμποδίστως· ἐμβάλλουσι δὲ εἰς τὰς τῶν ὀφθαλμῶν θαλάμας, ὅπερ ἐστὶ τὸ ἔσω τούτων ἐν ᾧ οἱ χιτῶνες ἑνοῦνται· παρὰ γὰρ τὸ θάλπειν θάλαμός ἐστι καὶ θάλπιμος· ἐξ οὗ καὶ οἱ νέοι θαλ〈αμ〉εύονται καὶ θάλ〈λ〉ουσι. διασχίζονται δὲ ἐν τοῖς θαλάμοις ὥσπερ τις, λαβὼν πάπυρον, ταύτην εἰς λεπτὰ κατατεμὼν ἀναπλέκει τε πάλιν καὶ ποιεῖ | |
10 | χιτῶνα τὸν λεγόμενον ἀμφιβληστροειδῆ ὁμοίως ἀμφιβλήστρῳ· ὄργανον δὲ τοῦτο θηρευταῖς ἰχθύων. μετὰ τοῦτον δὲ δεύτερος λεγόμενος ῥαγο‐ ειδής, ῥαγὶ σταφυλῆς ἐοικὼς κατὰ τὸ σχῆμα· καὶ καθάπερ ἐπ’ αὐτῆς ὁρῶμεν τὰ μὲν ἔσω δασύτερα, τὰ δὲ ἔξω λεῖα, οὕτως καὶ ἐπὶ τοῦ ῥαγοει‐ δοῦς ἔστιν ἰδεῖν. ἐκπέφυκε δὲ οὗτος ἐκ τῆς λεπτῆς προσαγορευομένης | |
15 | μήνιγγος ἐξιούσης διὰ τῶν τοῦ ἐγκεφάλου ῥαφῶν τῶν εἰρημένων τῆς τε στεφανιαίας καὶ τῆς λαμβδοειδοῦς. | |
36 | Ἔστι δὲ ἡ χρεία τῶν εἰρημένων χιτώνων τοιαύτη· ὁ ἀμφιβλη‐ στροειδὴς στήριγμά ἐστιν ἔνδοθεν τοῦ παντὸς σώματος τοῦ ὀφθαλμοῦ· | |
ὁ δὲ ἐπιπεφυκὼς [ὁ] ἔξωθεν· 〈μ〉εταξὺ δὲ τούτων εἰσὶν ὁ μὲν κερατοειδὴς πρὸς τὸν ἐπιπεφυκότα ἔξωθεν, ὁ δὲ ῥαγοειδὴς πρὸς τὸν ἀμφιβληστροειδῆ | 30 | |
5 | ἔσω. χρεία δὲ τοῦ μὲν ῥαγοειδοῦς ἔχοντος τὸ τρῆμα τῆς κόρης, δι’ οὗ τὸ ὀπτικὸν ἔξεισι φῶς· συμβάλλεται δὲ καὶ ἄλλως περιθάλπων τὸ κρυστα‐ λοειδὲς ὑγρόν· διὸ καὶ δασὺς ἐγγίνεται καὶ σπογγώδης, ἵνα μή 〈τι〉 λυμαίνηται τῆς κόρης καὶ διὰ τὸ δυνηθῆναι φλέβας ὑποδέξασθαι πλείονας· ἔξωθεν δὲ πυκνός ἐστι διὰ τὸ μὴ συγχωρεῖν διαφορεῖσθαι τὸ πνεῦμα· 〈ἀ〉λ‐ | |
10 | λὰ καὶ κατὰ τὸ χρῶμα παραμυθεῖται τὰς ἐκ τῶν ἀμέτρων διακρίσεων καὶ συγκρίσεων βλάβας. κρίνεται δὲ ὑπὸ τῶν ἄγαν μελάνων καὶ λευκῶν συγκείμενος· κυανῷ χρώματι εἰς παραμυθίαν καὶ συμμετρίαν ἄγει τὸν ὀφθαλμόν. ὁ δὲ κερατοειδὴς ἐγένετο, ἵνα σφίγγῃ καὶ ἀποφράττη τὸ στόμα τῆς κόρης, ἵνα μὴ τὰ ὑγρὰ ἐκχέοιντο· τὸ δὲ πνεῦμα διὰ τὴν αὐτὴν | |
15 | καθαρότητα ἔξω φέρεται ἀνεμποδίστως. διὰ ταύτην τὴν αἰτίαν καὶ ὁ ἐπιπεφυκώς, περιλαμβάνων τὸν κερατοειδῆ, μοῖράν τινα κυκλοτερῆ ἀφίησι· παχυνομένου αὐτοῦ ἐν τοῖς λευκώμασιν τοῦ κερατοειδοῦς, λευκοῦ ὄντος, λευκαίνεται. φαίνεται δὲ μέλας οὐ διὰ τὴν οἰκείαν φύσιν, ἀλλ’ ὑποκειμένου αὐτῷ τοῦ ῥαγοειδοῦς. εἰσὶ γὰρ οἱ δύο λευκοί, ὅ τε | |
20 | κερατοειδὴς καὶ ὁ ἐπιπεφυκώς· μέλανες δὲ οἱ δύο, ὅ τε ἀμφιβληστροειδὴς καὶ ὁ ῥαγοειδής. | |
37 | Εἰσὶ δὲ τρία ὑγρά· πρῶτόν ἐστι τὸ ὑαλῶδες, ὅπερ ἔγκειται κατὰ μέσον τοῦ ὀπτικοῦ πόρου· ὅθεν αἱ διεσπαρμέναι ἶνες ποιοῦσι τὸν ἀμφιβληστροειδῆ ὁμοίως ὑάλῳ κεχυμένον κατά τε χρῶμα καὶ σύστασιν. χρεία δὲ τούτου διττή· ὑπέστρωται τῷ κρυσταλοειδεῖ ὑγρῷ καὶ τρέφει | |
5 | αὐτό· εἶτα τὸ κρυσταλοειδὲς τὸ ἥμισυ μέρος ἔχον κατ’ αὐτό, τὸ δὲ ἥμισυ πρὸς τὸ ὠειδές, ὅπερ ἐπιτέγγει αὐτὸ συνεχῶς ὑπὸ τῶν ἐνεργειῶν ξηραινόμενον· καὶ πρόβολος αὐτῷ ἐστιν, ἵνα μὴ ἀμέσως ὁμιλοῦν τῷ ἔξωθεν ἀέρι βλάπτεται παρ’ αὐτοῦ· ἔστι δὲ τοῦτο λεπτὸν καὶ ἀερῶδες ὡς ἡ τοῦ ᾠοῦ λεπτὴ ὑγρότης, ἐξ οὗ καὶ τὸ ὄνομα. τὸ δὲ κρυσταλοειδές | |
10 | ἐστι κρυστάλῳ ὅμοιον καὶ μέσον κείμενον τῶν δύο ὑγρῶν καὶ τῶν τεσσάρων χιτώνων· διότι καὶ πρωτουργὸν μόριόν ἐστι τῆς ὀπτικῆς δυνάμεως. | |
38 | Τὸ δὲ ὀπτικὸν πνεῦμα τὸ ἐν τοῖς ὀφθαλμοῖς φέρεται ἀπ’ ἐγκε‐ φάλου καὶ διττὴν ἀποτελεῖ τὴν ἐνέργειαν ἢ τὴν χρείαν, ἵνα πληροῖ τὸν | |
ὀφθαλμὸν καὶ ἁδρύνῃ αὐτὸν καὶ ἵνα ἐξακοντιζόμενον ἐκ τῆς κόρης γινώσκωμεν τὰ τῶν αἰσθητῶν σώματα καὶ χροιάς. καὶ οἱ μικρὰν ἔχοντες | 32 | |
5 | τὴν κόρην ἐκ γενετῆς † μὲν † ὁράσεως ὀξυωπεστάτης, ὅτι τὸ πνεῦμα ἰσχυρῶς ἐξακοντίζεται διὰ τοῦ στενοῦ τρήματος τῆς κόρης καὶ οὐδαμῶς χεῖται, ὅπερ ἐπὶ τῆς μεγάλης γίνεται κόρης. | |
39 | Γλαυκὸς δὲ ὀφθαλμὸς γίνεται ἢ διὰ τὴν ὀλιγότητα ἢ διὰ τὴν καθαρότητα τῆς ὠειδοῦς ὑγρότητος ἢ διὰ τὴν ὑπερβάλλουσαν καθαρό‐ τητα τοῦ κρυσταλοειδοῦς· τὰ δὲ ἐναντίως ἔχοντα μέλα[ι]να αὐτόν. τὸ δὲ πολὺ ὑγρόν, εἰ καὶ καθαρόν ἐστι, μέλα[ι]να τὸν ὀφθαλμόν, ὥσπερ ἐπὶ | |
5 | λίμνης ὑδάτων βαθέων εἰ καὶ καθαρῶν ὄντων τὸ βάθος αὐτῶν ὁρᾶν οὐ δυνάμεθα· οὐδ’ εἰ τεθολωμένον ὡσαύτως, κἂν ὀλίγον ᾖ· ἴσως ὅτι γλαυκός ἐστιν, εἰ καὶ προπετὴς καὶ ἐξέχων, ὁ μετέχων [καὶ] καθαρότητος· τὰ δὲ τούτων μέσα οἱ μέσοι ποιοῦσι. πολυφωτότατός ἐστιν ὁ γλαυκὸς τοῦ μέλανος. | |
40 | Εἰ δὲ περὶ ὀφθαλμῶν 〈τὰ〉 οὐσιωδῶς ὑπάρχοντα καὶ [πῶς] κατὰ συμβεβηκὸς εἴπομεν, καὶ 〈πῶσ〉 ὁ μὲν ἀμφιβληστροειδὴς καὶ ὁ ἐπιπεφυκὼς καὶ ὁ ῥαγοειδὴς ἔχουσι φλέβας, ὁ δὲ κερατοειδὴς ἄφλεβός ἐστι διὰ τὴν χρείαν αὐτοῦ, καὶ ὅτι τὰ εἰρημένα πάντα διὰ τὴν τοῦ ὀργάνου χρείαν | |
5 | γεγόνασι—τὰ μὲν τέγγει, τὰ δὲ τρέφει, τὰ δὲ περιέχει, τὰ δὲ ἀσφαλίζεται, τὰ δὲ τὴν κόρην φυλάττει—, τὴν ὑπέρσοφον σοφίαν τοῦ θεοῦ ἄξιον ἐκπλαγῆναι καὶ συνετῶς μετὰ τοῦ προφήτου ἐπεύξασθαι τὸ φύλαξόν με, κύριε, ὡς κόρην ὀφθαλμοῦ. | |
41 | Συνίσταται ὁ ὀφθαλμὸς ἐκ τεσσάρων χιτώνων, ὑγρῶν δὲ τριῶν διαφερόντων. ὀφθαλμὸς δὲ † παρέχει † ἀπὸ τοῦ ὀφθῆναι παρέχει〈ν〉 ἅπαντα. κόρη δὲ οἷον χόρη, ἐκ τοῦ δι’ αὐτῆς χεῖσθαι τὸ ὀπτικὸν πνεῦμα· ὢψ δὲ παρὰ τὸ ὀπὴν ἔχειν· ὀπή ἐστιν ὁ τετρημένος τόπος· 〈δ〉έρξις δὲ ἡ | |
5 | βλέψις, ὡς τὸ δέρκεσθαι, οἷον τὸ βλεπόμενον διέρχεται ὡς δορκάς. 〈ἡ〉 δὲ ὄψις ἅψις τίς ἐστι καὶ ψαῦσις τῶν ὁρατῶν. πόθεν βλέφαρον; παρὰ τὸ προφαίνεσθαι ἢ διὰ τὸ αἴρεσθαι αὐτὸ ἐν τῷ ὁρᾶν· ταρσὸς δὲ διὰ τὸ ἄσαρκον εἶναι, ὥσπερ καὶ ὁ ταρσὸς ἤτοι ὁ πούς. αἱ δὲ περὶ αὐτὸ τρίχες βλεφαρίδες προσαγορεύονται· οὐ μόνον γὰρ κόσμον παρέχουσιν, ἀλλὰ | |
10 | καὶ τὰ προσπίπτοντα τοῖς ὀφθαλμοῖς ἔξωθεν ἀποκρούονται. ἐρεθίζουσι γὰρ τὸ βλέφαρον μύει〈ν〉· αἱ δὲ ὑπεράνω τούτων [των] τῶν βλεφάρων ἐξοχαί, ἐν αἷς αἱ τρίχες ἵστανται, ὀφρύες καλοῦνται· παρὰ τὸ τοὺς ὦπας φρουρεῖν. μεγάλοι δὲ ὄντες ἐντὸς ὀξυωπέστατοί εἰσιν, ἐκτὸς δὲ θυμικοὶ καὶ ἀβέβαιοι· 〈τ〉οὺς δὲ μεγαλοφθάλμους καὶ ἀτενὲς ὁρῶντας λιροφθάλ‐ | 34 |
15 | μους τινὲς ὠνόμασαν, παρὰ τὸ λίαν τινὶ προ〈σ〉κεῖσθαι ἢ λίαν ὁρᾶν. | |
42 | Πόσοι εἰσὶν οἱ μύες οἱ κινοῦντες τὸν ὀφθαλμόν; ἕξ εἰσι τῷ ἀριθμῷ· δύο μὲν οἱ περιστρέφοντες τὸν ὀφθαλμόν, ἀπὸ τοῦ μεγάλου κανθοῦ ἀρχόμενοι καὶ εἰς τὸν μικρὸν λήγοντες· οἱ δὲ τέσσαρες κινοῦσιν αὐτὸν κατ’ εὐθές, ὁ μὲν εἷς ἀνατείνων, ὁ δὲ ἄλλος κατασπῶν, καὶ ὁ μὲν | |
5 | ἐπὶ δεξιὰ κινῶν, ὁ δὲ ἐπ’ ἀριστερά· ἔστι δὲ καὶ ἕτερος, ὅστις καὶ αὐτὸς στηρίζει τὸν ὀφθαλμόν. | |
43 | 〈Ὅ〉ρασίς ἐστιν ἡ γινομένη διὰ τῶν ὀφθαλμῶν ἐνέργεια. τεσσά‐ ρων μάλιστα πρὸς ἐναργῆ διάγνωσιν ἡ ὄψις χρῄζει· ἀβλαβοῦς αἰσθη‐ τηρίου, συμμέτρου κινήσεως καὶ διαστήματος ἀέρος καθαροῦ καὶ λαμπροῦ φωτός. | |
44 | Διατί λέγονται ῥῖνες καὶ μυκτῆρες; ῥῖνες μὲν διὰ τὸ ῥεῖν τὰ ἐξ ἐγκεφάλου ὑγρά· μυκτῆρες δὲ ἐκ τοῦ μυκτηρίζειν ἢ ἐκ τοῦ μύξας ἐξιέναι δι’ αὐτῶν. εἰσὶ δὲ νευρώδεις καὶ χονδρώδεις, ἀντιληπτικοὶ ὀσμῶν· γίνεται δὲ καὶ δι’ αὐτῶν ἀναπνοὴ καὶ εἰσπνοὴ θύραθεν. 〈ὄ〉σφρησίς ἐστιν ὁρμή | |
5 | τινος φυσικῆς ἐνεργείας ἡ ἀποτελουμένη διὰ τοῦ ἐν ταῖς ῥισὶ πνεύματος, διὰ τῶν ἐμπροσθίων κοιλιῶν τοῦ ἐγκεφάλου εἰς τὰ ἰσθμοειδῆ ὀστέα, δι’ αὐτοῦ τὴν αἴσθησιν λαμβάνων, οὐ διὰ νεύρου. εἰσὶ δὲ αἱ ῥῖνες πο‐ λύσχημαι· αἱ μὲν γάρ εἰσι καμπύλαι, αἱ δὲ πλατεῖαι, αἱ δὲ στρογγύλαι, αἱ δὲ σιμαί, αἱ δὲ ὀξεῖαι, αἱ δὲ μεγάλαι, αἱ δὲ μικραί. καὶ εὐειδίαν καὶ | |
10 | δυσειδίαν παρέχουσι τῷ προσώπῳ. | |
45 | Τὰ δὲ μάγουλα καὶ μῆλα λέγονται· ὀστᾶ δέ εἰσι κυφοειδῆ τοῖς κροτάφοις συμπεφυκότα· τούτων δὲ μόριά εἰσι καὶ 〈τὰ〉 τῶν ὀδόντων φατνία 〈πλὴν〉 τῶν τομέων. μάγουλα δὲ παρὰ τὸ μαλὸς καὶ τὸ οὖλον ἢ διὰ τὸ ἐρυθρὸν τοῦ μήλου. ταῦτα καὶ σιαγόνες λέγονται, ὅτι σείονται | |
5 | περιαγόμεναι. | 36 |
46 | Λέγεται δὲ καὶ ἄνω γένυς 〈καὶ ἡ κάτω〉 καὶ τὴν μὲν κάτω πάντα τὰ ζῷα κινεῖ, τὴν δὲ ἄνω ὁ κροκόδειλος. γένυς δὲ εἴρηται ἐκ τοῦ τὰ γένη διαχωρίζειν τῶν ἀρρένων καὶ τῶν θηλειῶν καὶ τελείων καὶ ἀτελῶν ἢ ὅτι γεννᾷ ὀδόντας καὶ τρίχας. | |
47 | Πόθεν ὦτα; παρὰ τὸ δέχεσθαι τὴν ὄπα, τουτέστι τὴν φωνήν· εἰσὶ δὲ χονδρώδη καὶ νευρώδη· ἔστι δὲ τὸ οὖς κατὰ μὲν τὸ εἶδος στρογγυ‐ λοειδὲς καὶ κενὸν διὰ τὸ〈ν〉 ἦχον· πόρον δὲ οὐκ ἔχει πρὸς τὸν ἐγκέφαλον τὸ ὀστοῦν τοῦτο καὶ διὰ τοῦτο τὸν ἦχον ἀποδιδοῖ πρὸς τὸν τοῦ στόματος | |
5 | οὐρανόν, κἀκεῖθεν τεινομένη φλὲψ εἰς τὸν ἐγκέφαλον διακομίζει τὸν ψόφον. διὰ δὲ τὰς τραχείας φωνὰς καὶ ἤχους † τοῦ ἑλικοειδοῦς † ἐσχημά‐ τισται· καὶ λέγεται ἡ κοιλότης αὐτοῦ κυψέλη καὶ κυβέλη. ὁ δὲ ἐν αὐτῷ ῥύπος κυψελὶς ὀνομάζεται· ἡ δὲ τοῦ ὠτὸς ἀποτελεύτησις λοβὸς καλεῖται. τὰ ὑποκάτω τοῦ ὠτὸς γνάθοι λέγονται καὶ χαλινοί· ἐκ τοῦ γνάθον | |
10 | γνάψαι καὶ κάμψαι· χαλινοὶ δέ, ὅτι δι’ αὐτῶν χαίνειν γίνεται. 〈τ〉ὰ δὲ χείλη οἷον ἐχείλη, τὰ θυροῦντα καὶ κλείοντα τὸ στόμα. ἢ ἐκ τοῦ τὸν χιλὸν λαμβάνειν· χιλὸς δὲ ἡ τροφή. σαρκώδη καὶ φλεβώδη εἰσί, μύας ἔχοντα τέσσαρας, δι’ ὧν ἡ κίνησις αὐτῇ τῇ διαλέκτῳ καὶ τῇ μεταλήψει τῆς τροφῆς. αἱ δὲ τρίχες τοῦ ἄνω χείλους μύσταξ καλοῦνται ἐκ τοῦ | |
15 | μεστοῦσθαι τριχῶν. | |
48 | Πώγων δέ, ὅτι πῆξιν ἡλικίας τοῖς ἀρχομένοις δηλοῖ ἐν τῇ τῶν ἰούλων ἐκφύσει· ὑπήνη δὲ αἱ ὑποκάτω τῶν γενείων τρίχες· 〈π〉αρειὰν δὲ καλοῦσι τοῦτο τὸ μέρος καὶ τὸ πρόσωπον ὅλον· καὶ παρειὰν παρὰ τὸ περατοῦσθαι. πρόσωπον δὲ ἐκ τοῦ πρόσω τοὺς ὦπας φέρεσθαι· καὶ | |
5 | δεικνύουσι τὰ κατὰ ψυχὴν πάθη εἴτ’ ἐν χαρᾷ ἢ λύπῃ· καρδίας γὰρ εὐφραινομένης θάλλει πρόσωπον· ἐν δὲ λύπῃ σκυθρωπάζει. οὕτω δὲ καὶ χαρακτηρίζεται ἄνθρωπος· τοὺς γὰρ μέγα ἔχοντας μέτωπον βραδυνοή‐ τους φησὶν εἶναι καὶ λέγειν μὴ προχειροτάτους· τοὺς δὲ μικρομετώπους τοὔμπαλιν· τὸ δὲ πλατύτερον σχῆμα ἐκστατικῶν σύμβολον τίθενται, τὸ | |
10 | δὲ κυκλοτερὲς μικροψύχων καὶ θυμικῶν· αἱ δὲ ὀφρύες αἱ ἐπ’ εὐθείας κείμεναι χρηστὸν καὶ πρᾶον καὶ συμπαθὲς ἦθος σημαίνουσιν· αἱ δὲ προσεπικεκαμμέναι καὶ τῇ ῥινὶ προσεπικείμεναι καὶ καμπυλώδεις [εἰσὶ] | |
στυφὸν ἦθος καὶ βλοσυρὸν καὶ καταπληκτικόν. αἱ δὲ πρὸς τοὺς κροτάφους ἐπικεκλιμέναι εἴρωνας δηλοῦσι καὶ ἀπατεῶνας καὶ χλευαστάς. γινώσκων | 38 | |
15 | ταῦτα ἀνδρὶ θυμώδει μὴ συναυλίζου μηδὲ συνδείπνει βασκάνῳ· εἴωθε γὰρ ὁ μὲν μισῶν ἀποστρέφειν τὸ πρόσωπον, ὁ δὲ φιλῶν ἐπιβλέπειν καὶ ἐπιχαίρειν καὶ μειδιᾶν. 〈τ〉ινὲς δὲ καὶ τοὺς ἀραιοὺς ἔχοντας ὀδόντας ὀλιγώτερον ζῆν τῶν πυκνοὺς ἐχόντων ἐχαρακτήρισαν. | |
49 | Τὸ στόμα τομεῖ ἔοικε· τμητικὸν γάρ ἐστιν ὧν λαμβάνομεν· γλῶσσα πολλὰς ἐνεργείας καὶ χρείας ἔχουσα μανὴ πέφυκεν εἶναι καὶ σομφώδης, ὡς διὰ τοῦτο θᾶττον ἀντιλαμβάνεσθαι τῆς γεύσεως τῶν χυμῶν· ἔστι δὲ καὶ πλατεῖα καὶ στενὴ τῷ μεγέθει καὶ μέση· καὶ ἡ μὲν | |
5 | πλατεῖα, γεμίζουσα τὸ στόμα, ἀργὴν τὴν ὁμιλίαν καὶ ἄναρθρον ποιεῖ· ἡ δὲ στενὴ καὶ μικρά, ἐπερείδεσθαι πρὸς τοὺς ὀδόντας μὴ σώζουσα, φαύλην τὴν λαλιὰν ἀποδίδωσιν· ἡ μέση δὲ κατὰ τὸ μέγεθος τούτων ἀπήλλακται τῶν παθῶν καὶ ἔστι βελτίστη. | |
50 | Ἡ δὲ ἐπιγλωττὶς ταύτης μέρος ἐστὶ τὸ ὕπερθεν· συμπέφυκε τῷ οἰσοφάγῳ· ἥτις ἐπιπωματίζει τὴν τραχεῖαν ἀρτηρίαν διερχομένων τῶν σιτίων. ἀρτηρία δὲ λέγεται ἐκ τοῦ τηρεῖν τὸν ἀέρα, ἀερωτηρ〈ία〉· γλῶσσα δὲ ἤτοι κλῶσσα ἐκ τοῦ κλώθεσθαι ἔνθεν κἀκεῖθεν. ὀδόντες | |
5 | λέγονται οἱ διαιροῦντες τροφὴν καὶ κατεργαζόμενοι αὐτήν· συνεργοῦσι δὲ καὶ τῇ διαρθρώσει τῆς φωνῆς· καί εἰσιν οἱ μὲν τέμνοντες τὰ σιτία, οἱ δὲ λεαίνοντες οἱ καὶ μύλαι λεγόμενοι καὶ μυλῖται. ἐκ τοῦ ἔδω, τὸ ἐσθίω. τριακονταδύο εἰσὶ τῷ ἀριθμῷ, ἑξκαίδεκα καθ’ ἑκατέραν τὴν γένυν οὕτως· τέσσαρες ἔμπροσθεν, οἱ τομεῖς λεγόμενοι, πάντες 〈μονόριζοι· | |
10 | ἑκατέρωθεν δὲ αὐτῶν δύο, οἱ κυνόδοντες,〉 μονόριζοι καὶ οὗτοι· εἶτα οἱ γομφίοι τούτων ἑξῆς ἀνὰ πέντε· τρίριζοι μὲν οἱ ἐν τῇ ἄνω γένυ〈ϊ〉, δυοῖν δὲ ῥιζῶν οἱ ἐν τῇ κάτω. εὕρηνται δὲ καὶ τετράριζοι· γομφ〈ί〉οι· ἐπικεκαμμέναι γάρ εἰσιν αἱ συνέχουσαι αὐτοὺς σιαγόνες. | |
51 | Διαφέρουσι γοῦν τῶν ἄλλων ὀστῶν οἱ ὀδόντες ἐν τῷ αἰσθάνε‐ σθαι, αἰσθητικῶν νεύρων φερομένων ἐν τοῖς φατνώμασιν, ἐν οἷς ῥιζοῦνται, ἐν τῷ θερμαίνεσθαι καὶ ψύχεσθαι καὶ γεύεσθαι. καὶ οἱ μὲν κογχωτοί εἰσιν, οἱ δὲ καρχαρόδοντες, οἷον λέοντος καὶ τῶν ὁμοίων· τὰ δὲ τῶν | |
5 | ζῴων ἀμφόδοντα, οἷον ἀνθρώπου καὶ τῶν ὁμοίων· τὰ δὲ συνόδοντα, | |
οἷον πρόβατα καὶ ὅμοια· τὰ δὲ χαυλιόδοντα, οἷον χοίρου καὶ τῶν ὁμοίων· ἢ μυλίτας ἢ σωφρονιστῆρας, διὰ τὸ φύεσθαι αὐτοὺς ἐν τῷ ἄρχεσθαι φρονεῖν. | 40 | |
52 | Ἡ δὲ συνέχουσα αὐτοὺς σὰρξ οὖλον ὠνόμασται, διὰ τὸ τρυ‐ φερὸν αὐτῆς καὶ ἁπαλὸν ἢ παρὰ τὸ εἱλεῖν, ἢ ὅτι οὐλὴν ἔχει τὴν τῶν φυομένων ὀδόντων· οὐλὴ γὰρ τὸ ὑγιασθὲν τραῦμα. φατνία γὰρ παρὰ τὸ φαγεῖν, φάγνη καὶ φάτνη. | |
53 | Ὁ γαργαρεὼν κιονὶς καὶ σταφυλὴ λέγεται· γαργαρεὼν διὰ τὸν γινόμενον παρ’ αὐτοῦ ἦχον· σταφυλὴ δὲ ἀπὸ τοῦ τὸ ἄκρον αὐτῆς φαίνεσθαι ὅμοιον ῥαγί· κιονὶς δὲ ἢ παρὰ τὴν τῶν ὑγρῶν χύσιν ἢ παρὰ τὸ κίονος ἔχειν τύπον. ὁ δὲ οὐρανίσκος ἐν τῷ ἀνωτάτω μέρει τοῦ στό‐ | |
5 | ματός ἐστιν, ἐκ τῆς πρὸς τὸν οὐρανὸν ὁμοιότητος ὄνομα λαβών· τὰ δὲ παρ’ αὐτῷ μόρια ὑπερῴα λέγεται, ἐκ τῶν ὑψωμάτων ὑπὲρ τὴν ἔραν μετεωρισμένων, ἥ ἐστιν ἡ γῆ. τοῦτο δὲ καὶ φάρυγξ καλεῖται, παρὰ τὸ φέρω· ἐξ ἧς τὸ πνεῦμα φέρεται· τὸν δὲ ἀνθερεῶνα, ὃν καὶ λάρυγγα καλοῦμεν, ἡ ἐπιγλωττίς ἐστι καὶ εἴρηται. πλήν ἐστιν νευρώδης καὶ | |
10 | μυώδης, ἐοικὼς κισσοφύλλῳ· λαιμὸς δὲ καὶ λάρυ〈γ〉ξ τοῖς ὀνόμασι διαφέρουσι μόνον· λαιμὸν διὰ τὸ ἀπολαυστικὸν εἶναι. | |
54 | Ἡ δὲ ὑποκειμένη τῷ λάρυγγι ἀρτηρία τραχεῖα ὠνόμασται, ἐκ τοῦ πνεύμονος ἀνερχομένη, ὡς πόρος οὖσα αὐτοῦ· ὄνομα δὲ αὐτῇ τὸ τραχεῖα ὡς χονδρώδη σώματα ἔχουσα. δέδενται δὲ ὑμέσι χρησιμεύουσι τῇ φωνῇ. καὶ [τῶν ἀνερχομένων ἐκ τοῦ πνεύμονος ὑγρῶν] βρόγχος, | |
5 | ἐκ τῆς τῶν ὑγρῶν διαβροχῆς τῶν ἀνερχομένων ἐκ τοῦ πνεύμονος· ἐξ οὗ βρέγμα καὶ βρόχος καλεῖται. 〈ὕ〉λη φωνῆς τὸ πνεῦμά ἐστιν. οἰσοφάγος δὲ ἐκ τοῦ οἴω, τὸ κομίζω· ἔστι δὲ νευρώδης καὶ οἷον ἐντεροειδής, † ἐγγὺς πλήρης † τῆς τραχείας ἀρτηρίας· τὰ δὲ παρίσθμια σαρκία εἰσὶ τοῦ φάρυγγος μυώδη καὶ νευροειδῆ· λέγονται δὲ οὕτως διὰ τὸ στενὸν τοῦ | |
10 | ἐν ᾧ εἰσι τόπου· ἰσθμὸς δέ ἐστιν ὁ στενὸς τόπος· ἡ γὰρ μεταξὺ χώρα τοῦ οἰσοφάγου καὶ τῆς τραχείας ἀρτηρίας ἰσθμὸς καλεῖται· καὶ ἀντιάδες διὰ τὸ ἀντικεῖσθαι ἀλλήλοις· ἡ πᾶσα τοῦ στόματος χώρα ἡ μὲν ἔξωθεν λέγεται φάρυγξ, ἡ δὲ ἔσω λέγεται λάρυ〈γ〉ξ. | |
55 | Φωνητικὰ ὄργανα ταῦτα· γαργαρεών, λάρυγξ, τραχεῖα ἀρτηρία, πνεύμων, θώραξ καὶ τὰ παλινδρομοῦντα νεῦρα. διαλεκτικὰ δέ· | |
γλῶσσα, ὀδόντες, [καὶ] χείλη, ῥίς, οὐρανίσκος καὶ ὁ γαργαρεών. φωνή ἐστι πλῆξις ἀέρος ἢ ἀὴρ πεπληγμένος. χρείαν 〈καὶ ἐνέργειαν〉 ἔχει ὁ | 42 | |
5 | γαργαρεών, χρείαν μὲν ἐν τῇ τοῦ ἀέρος μεταβολῇ, ἐνέργειαν δὲ ἐν τῷ πλήττειν τὴν φωνήν. | |
56 | 〈Τ〉ὴν ἀβίαστον ἀναπνοὴν αἱ φρένες ἐργάζονται, ὅ ἐστι καὶ διάφραγμα. 〈ὑ〉μήν ἐστι περιζωννύων ὅλον τὸ σῶμα, διαχωρίζων τὰ θρεπτικὰ μόρια ἀπὸ τῶν ἀ〈να〉πνευστικῶν. εἰ δὲ συντεταμένη ἡ ἀνα‐ πνοή, τότε καὶ οἱ μεσοπλεύριοι μύες ἐνεργοῦσιν. γενεσιουργὰ αἴτια τῆς | |
5 | ἀναπνοῆς τέσσαρα δεῖ ζητεῖν· ποιητικὸν ὑλικὸν ὀργανικὸν τελικόν· καὶ ποιητικὸν μὲν ἡ δύν〈αμ〉ις τῆς ψυχῆς ἡ κινοῦσα τοὺς μύας τοῦ σώματος· ὑλικὸν δὲ τὸ εἰσπνεόμενον καὶ ἐκπνεόμενον πνεῦμα· τελικὸν δὲ ἡ χρεία τοῦ εἰσάγεσθαι καὶ ἐξάγεσθαι· ὀργανικὸν τὸ διάφραγμα καὶ οἱ μύες οἱ ὑψηλοὶ καὶ οἱ μεσοπλεύριοι. | |
57 | Τὸ στῆθος λέγεται καὶ στέρνον καὶ θώραξ· στέρνον διὰ τὸ στερεὸν καὶ στῆθος παρὰ τὸ αὐτό, διότι ἕστηκεν ἀσάλευτον· θώραξ δέ, οἷον ὦρος καὶ φύλαξ τοῦ θερμοῦ ἢ σιτίωθος ἐκ τοῦ ὠθεῖν τὰ σιτία ἢ θεώραξ ἀπὸ τοῦ πᾶν πρᾶγμα κινεῖσθαι. τὸν οἴνου ἐμπιπλάμενον | |
5 | θωρήξασθαι ἔλεγον, ὡς καὶ Ἱπποκράτης θώρηξιν τὴν πολυποσίαν λέγων. ἔστιν οὖν ὁ θώραξ νευρώδης καὶ μυώδης καὶ φλεβώδης καὶ ἀρτηριώδης, ὀργανικὸν μόριον συνδετικὸν ταῖς ὠμοπλάταις καὶ ταῖς κατακλεῖσι καὶ ταῖς πλευραῖς· κάτωθεν δὲ τῶν μαστῶν ἐν τῇ μέσῃ συμπέφυκεν αὐτῷ ὁ ξιφοειδὴς χόνδρος, ἐν ᾧ καὶ τὸ διάφραγμα. ἔστι μὲν | |
10 | ὁ θώραξ οἰκητήριον τῆς καρδίας· σύγκειται δὲ ὄπισθε μὲν ἡ ῥάχις, ἔμπροσθεν δὲ τὸ στέρνον, ἑκατέρωθεν δὲ αἱ πλευραί. ἔχει δὲ κοιλίας δύο, ἃς καὶ ἡ φύσις ἐποίησεν ὡς δεξαμενὰς εἰς ὑποδοχὴν καὶ φυλακὴν πνεύματος, ἵνα ἐν καιρῷ εὑρίσκῃ ἀναψυχὴν ἡ καρδία, ὡς ἐπὶ τῶν ἀνα‐ φωνιστῶν ὅταν μέλη συντίθενται καὶ οὐ βούλονται ἀναπνεῖν διὰ τὸ | |
15 | μὴ ἐκπεσεῖν τῆς τοῦ ῥυθμοῦ ἁρμονίας. τοιαύτη τοῦ θώρακος ἡ οὐσία, ἐνέργεια καὶ χρεία. | |
58 | Ὁ τράχηλος λέγεται καὶ τένων καὶ αὐχήν· καὶ τὸ μὲν ἔμπροσθεν αὐτοῦ κατακλεῖδες λέγονται, τὸ δὲ ὄπισθεν τένων, ἐξ οὗ καὶ τενάντιον· τράχηλος ἐκ τοῦ τρέχειν τὴν τροφὴν οἷον τρόχιλος· αἱ δὲ κατακλεῖδες, | |
ὅτι κλείουσι τὰ πρὸς τὸ στέρνον ταῖς ὠμοπλάταις διαρθρούμενα· ἡ | 44 | |
5 | γὰρ κλεὶς διὰ μόνου τοῦ θώρακος ἐγένετο διάστασιν. διὸ καὶ μόνος ὁ ἄνθρωπος τῶν ἄλλων ζῴων ἔχει κλεῖν. ἔστι δὲ ὁ τράχηλος ὅλος ὀστώ‐ δης· [ὁ] σπονδύλους ἀπὸ τοῦ ἰνίου ἔχων ὑπὸ μυῶν καὶ νεύρων καὶ συνδέσμων συνεχομένους· κατὰ μὲν τὸν τράχηλον ἑπτά, κατὰ δὲ τὸν νῶτον δυοκαίδεκα, κατὰ δὲ τὴν ὀσφὺν πέντε ὡς εἶναι πάντας εἴκοσι καὶ | |
10 | τέσσαρας· ἐσφιγμένοι δέ εἰσι πρὸς ἀλλήλους καὶ τεθειμένοι, συμβολὰς ἔχοντες καὶ ἀποφύσεις ἀκανθώδεις· ἡ δὲ συμβολὴ τούτων γιγγλισμὸς λέγεται. τὰ δὲ ὑποκάτω τῶν ὠμοπλατῶν μετάφρενα. ἡ δὲ ῥάχις ῥῆξίς τίς ἐστι, τὰ δεξιὰ τῶν εὐωνύμων διαχωρίζουσα ἢ διὰ τὴν τραχύτητα, οἷον τράχις καὶ ῥάχις· ὦμοι δὲ παρὰ τὸ ὑπομένειν τὰ βάρη τῶν φορτίων | |
15 | εἴρηνται· τὸ μέρος ἐν ᾧ ὠμοπλάται νῶτος, ἐπειδὴ τῶν ἄλλων νοτίζεται μᾶλλον καὶ ἱδρὼς ἐν αὐτῷ καταρρεῖ· καὶ ψόη παρὰ τὸ ψαύω. | |
59 | Αἱ πλευραὶ αἱ μέν εἰσι μακραί, αἱ δὲ κονδαί· ἃς καὶ κονδοπλεύρια λέγουσιν ἢ νόθους πλευράς· εἰσὶ δὲ νόθοι πέντε· συμφύονται δὲ τῷ δια‐ φράγματι καὶ ἀλλήλαις, εἰς χόνδρον τὸ πέρας αὐτῶν ἔχουσαι· αἱ δὲ λοιπαὶ τῶν πλευρῶν καὶ οἱ τῆς ῥάχεως σπόνδυλοι καὶ τὸ στέρνον τοῦ | |
5 | θώρακός εἰσιν ὀστᾶ· 〈δώ〉δεκα ἑκατέρωθεν αἱ πλευραὶ καθάπερ καὶ οἱ σπόνδυλοι· διήρθρωνται γὰρ ἑκάστη πρὸς ἕνα· τὰ δὲ τοῦ στέρνου συνήρθρωνται μὲν ἀλλήλοις, ἑπτὰ δὲ τὸν ἀριθμόν εἰσιν, ὅσαι αἱ πρὸς αὐτὸ[ν] διαρθρούμεναι πλευραί. | |
60 | Ταύταις δὲ ταῖς ἑπτὰ ὑποζωννύει καὶ ὑπαλείφει τις ὑμὴν κοινός, ὃς ἀπὸ τῆς χρείας ὀνομάζεται ὑπεζωκώς· ἡ δὲ χρεία αὐτοῦ ἵνα μὴ ἀμέσως ὁ πνεύμων ὁμιλῇ τῶν ὀστῶν καὶ ἀνιᾶται. εἰσὶ δὲ καὶ κατὰ τὰς λοιπὰς πλευρὰς μέσον μύες λεγόμενοι μεσοπλεύρια καὶ φρένες, διὰ τὸ | |
5 | αὐτοὺς φλεγμήναντας φρενιτιᾶν τοὺς ἀνθρώπους. ὑπεζωκὼς δὲ ὑμὴν καὶ διάφραγμα αὐτός ἐστιν ὁ ὑποζωννύων καὶ διαχωρίζων. πόθεν πλευραί; παρὰ τὸ πολυευραί, πλάτος καὶ χώραν πολλὴν κατέχουσαι, ἢ πολυωραὶ οὖσαι, ὡς φυλάσσουσαι καὶ περιέχουσαι τὴν καρδίαν καὶ τὸν πνεύμονα, καὶ ἐκ τοῦ ὠρεῖν καὶ φυλάττειν, ἐξ οὗ θυρωρὸς καὶ κηπω‐ | |
10 | ρός. οὕτως μὲν ἡ ῥάχις, τὸ στέρνον καὶ αἱ πλευραὶ συνδέδενται καὶ συνήρθρωνται, ἵνα πρός τε κίνησιν καὶ κάμψιν καὶ ἀνακλασμὸν καὶ σύντονον βάδισιν καὶ δρόμον καὶ κάθισμα ἀλλήλαις ἄλληλαι 〈αἱ〉 ἁρμονίαι συνέρχονται. | 46 |
61 | Καὶ γὰρ οἷον πλέγμα ἐστὶν ὁ πνεύμων συγκείμενος ἐκ τεσσάρων· ἐκ τῆς τραχείας ἀρτηρίας καὶ ἐκ τῆς λείας καὶ φλεβὸς παχείας καὶ τῆς ἀφρώδους σαρκὸς αὐτοῦ· πνεύμων δὲ ἐκλήθη, ὅτι δοχεῖόν ἐστι τοῦ πνεύματος. τρέφεται δὲ ὑπὸ αἵματος καθαροῦ· τὸ δὲ τρέφον αὐτὸν | |
5 | αἷμα εἰς τὴν δεξιὰν κοιλίαν τῆς καρδίας προπέττεται καὶ λεπτύνεται· οὐκ ἠδύνατο γὰρ αὐτὸς τὸ παχὺ αἷμα πέψαι καὶ εἰς οἰκείαν τροφὴν ἀναλῶσαι διὰ τὸ ἀεικίνητον αὐτοῦ καὶ τὰς πρὸς ἀναπνοὴν ἀσχολίας. πᾶσα δὲ ψῦξις καὶ δυσκρασία καὶ παχεῖα ἀναθυμίασις ἑλκοῖ τὸν πνεύμονα διὰ τὸ τῆς οὐσίας αὐτοῦ εὐπαθές. τὰ γοῦν νεῦρα ὑπὸ παχέος καὶ γλίσ‐ | |
10 | χρου φλέγματος τρεφόμενα ἑτοίμως ὑπὸ τῆς ψυχρότητος καὶ πλήττεται καὶ ἐμφράττεται. | |
62 | Ἡ μὲν γὰρ φλὲψ χορηγεῖ τροφὴν τῷ νεύρῳ καὶ τῇ ἀρτηρίᾳ καὶ τοῖς λοιποῖς μορίοις τοῦ σώματος· 〈ἡ〉 δὲ ἀρτηρία μεταδίδωσι τῇ φλεβὶ καὶ τοῖς ἄλλοις θερμασίαν φυσικοῦ καὶ ζωτικοῦ πνεύματος· τὸ δὲ νεῦρον αἴσθησιν παρέχει αὐταῖς τε καὶ τῷ παντὶ σώματι. | |
63 | Ἔστι δὲ ἡ καρδία νευρώδης καὶ μυώδης καὶ φλεβώδης· ἐξ αὐτῆς καὶ ἀρτηρίαι καὶ δύο κοιλίαι κατ’ ἀμφότερα μέρη αὐτῆς, ἐν αἷς γεννᾶται τὸ ἔμφυτον θερμὸν [αὐτῆς] καὶ τὸ ζωτικὸν πνεῦμα· ἐξ αὐτῆς καὶ ἡ μεγάλη [ἀορτὴ] ἀρτηρία καὶ πρῶτος στέλεχος τῶν ἄλλων ἀρτη‐ | |
5 | ριῶν. 〈ζ〉ωτικὸς τόνος ἐστὶν ἡ τοῦ σφυγμοῦ κίνησις. τέτακται δὲ ἐν αὐτῷ ἡ τοῦ θυμοῦ δύναμις· τὸ σχῆμα αὐτῆς κωνοειδές, οἷον στρόβιλος. | |
64 | Πυρωδεστέρα γὰρ οὖσα πάντων τῶν ἐν σώματι μορίων καὶ τοῦ πυρὸς ἔλαχεν ἔχειν σχῆμα· ὥσπερ γὰρ ἐκεῖνο ἐκ πλατυτέρας [ἔλαχε] βάσεως ἀρχόμενον, ἀεὶ στενούμενόν τε καὶ εἰς ὀξὺ κορυφούμενον. ἡ καρδία καὶ κραδία παρὰ τὸ κραδαίνω τὸ 〈σ〉είω· ἀεικίνητος γάρ ἐστιν ἡ | |
5 | καρδία. | |
65 | Ἀδήλους πόρους τὴν διαπνοὴν παντὸς τοῦ σώματος λέγομεν. | |
ἀπὸ τοῦ στέρνου μέχρι τῆς ἥβης καὶ τῶν ταύτης μερῶν ἐπιγάστριον καλεῖται τὸ πᾶν, ὅπερ εἰς τρία διαιρεῖται· τὸ μὲν οὖν ὑπογάστριον τὸν ὀμφαλὸν καλοῦμεν· τὸ δὲ ἄνωθεν αὐτοῦ μετέωρον ἐπιγάστριον καλεῖται, | 48 | |
5 | ἐπειδὴ ἐπίκειται τῇ γαστρί· τὸ δὲ ὑποκάτω ὑπογάστριον· τὸ δὲ τοῦ ὀμφαλοῦ κατωτέρω ἦτρον προσαγορεύομεν· τὸ δὲ ὑποκάτω τῶν διδύμων περίνεον. ὅσα μὲν οὖν εἰς ἐπιγάστριον διῃρέθη, τὸν στόμαχον περιέχουσι καὶ γαστέρα τὴν ἄνω, δεξιώτερα τὸ ἧπαρ καὶ τὸν σπλῆνα ἐν τοῖς ἀριστεροῖς· ὅθεν ἀμφότερα σπλάγχνα καλοῦνται, διὰ τὸ διασπᾶν | |
10 | τὴν τροφήν. | |
66 | Ἔστι δὲ ὁ στόμαχος νευρῶδες ὄργανον ὀρέξεως καὶ [καὶ] κατα‐ πόσεως. λέγεται δὲ στόμαχος οἷον σιτόμαχος ἢ ἐκ τοῦ στόμα ἢ μάσταξ, διὰ τὸ τὴν μάστακα δέχεσθαι ἤτοι τὴν τροφήν. οὕτως μὲν οὖν ἡ ὄρεξις γίνεται, ἣν καὶ πεῖναν ὠνόμασε· τὸ τούτου ἀνάπαλιν, ἡ θρέψις οὕτως· | |
5 | ἐκ τοῦ στομάχου ἡ γαστήρ· ἐκ τῆς γαστρὸς αἱ μεσαραϊκαὶ φλέβες· ἐκ τούτων τὸ ἧπαρ· ἐξ αὐτοῦ πᾶσαι αἱ φλέβες· καὶ πρὸ αὐτῶν ἡ κοίλη φλέψ· ἐξ αὐτῶν δὲ αἱ σάρκες καὶ οἱ μύες· ἐκ τούτων τὸ δέρμα· καὶ οὕτως ἵσταται τῆς ὁρμῆς μέχρι διαπνευσθῇ· καὶ τὸ ἀνάπαλιν ἐκ τοῦ δέρματος μέχρι τοῦ στομάχου καὶ τῆς γαστρός. ταῦτα δὲ ἐπ〈αν〉έστησαν τὸ | |
10 | ζῷον καὶ διὰ τὴν βίαν τῆς φύσεως τροφὰς ἑαυτῷ ἐπενόησε καὶ οὕτως ἡ ὄρεξις γίνεται. τὸν δὲ χειμῶνα διεισδῦνον πρὸς τὸ βάθος τὸ θερμὸν διὰ τὴν τοῦ περιέχοντος ψῦξιν, πᾶσαν τὴν ὑγρότητα δαπανῶν, πλείονα τὴν ὄρεξιν ἀπεργάζεται. προσάρματα δὲ λέγονται τὰ προσφερόμενα σίτου· ἐξ οὗ καὶ ἄρτος, παρὰ τὸ αἴρειν, ὅ ἐστι προσφέρειν. | |
67 | Τὸ δὲ ἧπαρ οὐσία ἐστὶν ἐρυθρὰ καὶ σαρκώδη〈σ〉, φλέβα ἔχουσα τεταμένην ἐν τοῖς δεξιοῖς μέρεσιν, 〈ἐ〉ν ᾧ γεννᾶται τὸ αἷμα. ἔστι γοῦν φύσει θερμὸν τοῦτο τὸ σπλάγχνον διὰ τὸ αἵματος 〈εἶναι〉 γεννητικὸν καὶ τῶν ἄλλων χυμῶν. καὶ ἐν μὲν τοῖς σιμοῖς αὐτοῦ μύας ἔχει ὑποκει‐ | |
5 | μένους συνεργοὺς εἰς τὴν τοῦ αἵματος πέψιν· ἐν δὲ τοῖς κυρτοῖς αὐτοῦ ἡ κοίλη φλὲψ δίχα μεριζομένη ἄνω καὶ κάτω ἑτέρα· καὶ ἡ μὲν ἄνω διὰ τῆς κλειδὸς περιε〈ρ〉χομένη περιλαμβάνει αὐτὴν ἔσωθέν τε καὶ ἔξωθεν· εἶτα ἀνιοῦσα αὖθις συμφύεται ἐπὶ τὰς [ἀς]καρωτίδας καὶ ἀποσχίζεται, | |
ποιοῦσα τὰς 〈σ〉φαγίτιδας φλέβας δι’ ὧν τὰ πλεῖστα μόρια τοῦ σώματος | 50 | |
10 | ἐπαρδεύεται. λέγεται δὲ ἧπαρ παρὰ 〈τὸ〉 ἐπῆρθαι καὶ κυρτοῦσθαι ἢ παρὰ τὸ ἀρδεύειν τὸ σῶμα ὅλον αἵματι. | |
68 | Ἄντικρυς δὲ τοῦ ἥπατος ὁ σπλὴν κεῖται, φλεβώδης ὢν καὶ ἀρτηριώδης καὶ ἀνισόπλατος· ἀραιός ἐστι· σομφός· ἔστι δὲ καὶ ψυχρὸς καὶ ὀξώδης ὑπὸ τῆς φύσεως πρὸς τὸ διεγείρειν τὸν στόμαχον εἰς ὄρεξιν· ἕλκει δὲ καὶ ἐκ τοῦ ἥπατος καὶ τὸ τρυγωδέστερον τοῦ αἵματος εἰς οἰκείαν | |
5 | τροφήν. διὸ καὶ σπλὴν λέγεται, παρὰ τὸ ἐπισπᾶσθαι εἰς ἑαυτὸν τὰ φαυλισθέντα τῶν ὑγρῶν. | |
69 | Ἡ δὲ κοιλία νευρώδης οὖσα καὶ διχίτωνος καὶ ἐκ τῆς κοιλότητος τὸ ὄνομα λαβοῦσα ἢ ἀπὸ τοῦ λεαίνειν καὶ χυλοῦν τὴν τροφήν· καὶ γαστὴρ παρὰ τὸ γῶ, τὸ λαμβάνω, τὸ μὲν ἄνω μέρος ἔχουσα στενὸν καὶ ὀρθὸν καὶ κόλπον μικρόν· διὸ καὶ ῥᾳδίως εἰς ἔμετον ὁρμᾷ· λέγεται | |
5 | δὲ καὶ ἄνω κοιλία, ἡ δὲ κάτω πλατεῖά ἐστι καὶ μεγαλόκοιλος ὡς συναγο‐ μένης ἐκεῖ τῆς τροφῆς· μετέχει δὲ καὶ πολλῶν νεύρων αἰσθητικῶν ἡ γαστὴρ καὶ μάλιστα κατὰ τὸ στόμα αὐτῆς. τί ἐστιν ὄρεξις; ἔργον στο‐ μάχου καὶ γαστρὸς μετὰ ψυχικῆς συναισθήσεως γινόμενον. ἄλλο ἐστὶν ἀνάχρεμψις καὶ ἄλλο ἀπόχρεμψις· καὶ ἀνάχρεμψίς ἐστιν, ἡνίκα δι’ | |
10 | ὑπερῴας ἔλθῃ τὸ ἐμούμενον ἢ ἀποπτυόμενον ἐκ τοῦ στομάχου καὶ τῆς γαστρός· ἀπόχρεμψις δὲ ἐπὶ τῇ καθάρσει τοῦ λάρυγγος καὶ τῆς τραχείας ἀρτηρίας. | |
70 | Μετὰ δὲ τὴν γαστέρα καὶ τὰ ἔντερα κυκληδὸν μέχρι τῆς ἥβης καὶ τῆς ἕδρας· ἐν ᾗ ὁ μῦς τοῦ σφιγκτῆρος τῆς ἐξόδου τὴν αἴσθησιν δίδωσιν. ἔστι δὲ καὶ νευρώδη καὶ φλέβας ἔχοντα καὶ χιτῶνας· δέκα τριῶν πηχῶν ὄντα, τῇ ἰδίᾳ πήχει ἕκαστον μετρούμενα· εἰσὶ δὲ ἐννέα τάξεις | |
5 | ἐντέρων· ὑπὸ πιμελωδῶν χιτώνων περισκεπόμενα καὶ περικρατούμενα καὶ οὕτως ἕκαστον προσαγορευόμενα· στόμαχος, κοιλία, πυλωρός, δωδεκαδάκτυλον, λεπτόν, τυφλόν, κόλον, νῆστις, ἀρχὸν καὶ ἀπευ‐ θυσμένον. ἐκ τούτων τὰ μὲν διακριτικά εἰσι τῆς τροφῆς, τὰ δὲ παρο‐ δευτικά. | |
71 | Ὁ δὲ περὶ τὴν ἕδραν μῦς, ὃν καὶ σφιγκτῆρα ὀνομάζουσιν ἢ πρωκτόν, συνέχει τοῦ ἀπευθυσμένου τὸ ἔσχατον· ἐξ οὗ καὶ [καὶ] τὰ πνεύματα καὶ τὰ περιττ[ουντ]ὰ ὠθοῦνται. καὶ σφιγκτὴρ λέγεται, ὅτι | |
περισφίγγει καὶ οἷον δεσμοῖ, ἵνα μὴ ἄκοντες προίεμεν ἐν οἷς οὐ δεῖ | 52 | |
5 | 〈καὶ ὅτε οὐ δεῖ〉· πρωκτὸς δὲ οἷον προακτός, παρὰ τὸ προ〈ί〉εσθαι τὸ περίττωμα. ἐπεὶ δὲ διὰ τῶν ἐντέρων φέρονται δριμεῖς χυμοὶ ἐκ περιττω‐ μάτων, ἐπετήδευσεν ἡ φύσις πιμελώδη χιτῶνα καὶ φλεγματικὴν ὕλην καὶ περιεγάνωσεν αὐτὰ καὶ τὴν γαστέρα οἷον πρόβολον καὶ ἀπάντημα 〈πρὸς τὸ〉 μὴ δάκνεσθαι καὶ ὀδυνᾶσθαι. | |
72 | Τρεῖς γάρ εἰσι πέψεις ἐν τῷ σώματι καὶ τρεῖς ἐκκρίσεις περιτ‐ τωμάτων· ἡ ἐν γαστρί, περίττωμα ἔχουσα τὴν κόπρον· ἣ καὶ λέγεται διὰ τὸ χεῖσθαι παρὰ τοῦ πόρου ἢ οἷον κόπος· βαρεῖ γὰρ τὸ περιττὸν καὶ κοποῖ· ἑτέρα πέψις ἡ τοῦ ἥπατος, περίττωμα ἔχουσα τὸ ὀρῶδες | |
5 | καὶ τὸ λεπτόν· τούτῳ δὲ ὄνομα οὖρον· τὸ δὲ τῆς τρίτης πέψεως ἤγουν τῆς ἐξομοιώσεως περίττωμα καλεῖται ἱδρὼς καὶ καθαίρεται διὰ τῶν ἀδήλων πόρων· τὸ δὲ οὖρον διὰ νεφροῦ καὶ οὐρητήρων. ἔντερα δὲ λέγεται ἀπὸ τοῦ εἱλεῖσθαι, οἷον ἔντελα, τὰ ἐντὸς εἱλούμενα, ἢ δι’ αὐτῶν ῥεῖν τὰ τῆς τροφῆς περισσά. μετὰ δὲ ταῦτα ἐν ᾧ αἱ νόθοι πλευραὶ ἀπο‐ | |
10 | τελευτῶσι λαγὼν λέγεται καὶ κενεὼν καὶ λαπάρα ὁ τόπος. τὰ μὲν γὰρ πλησίον τῶν πλευρῶν ὀστέα λαγόνων ὀστᾶ λέγονται· τὰ δὲ ἐπὶ τὴν βάσιν ὄπιθέν τε καὶ κάτωθεν ἰσχίων ὀστᾶ. τὰ δὲ εἰς τὸ πρόσω μέρος ἐντεῦθεν ἀνατεινόμενα λεπτὰ ὄντα καὶ διατετρημένα καὶ συμφυόμενα κατὰ τὸ πέρας ἀλλήλων ἥβης καλέουσιν ὀστᾶ. κατὰ γὰρ τὸν τῆς ἥβης | |
15 | χρόνον αἱ τρίχες ἐκεῖσε φύονται· ὅντινα τόπον ἥβην καὶ ἦτρον ἐκάλεσαν. ἦτρον, ἔντερον, ἐκ τοῦ ἵημι, τὸ πέμπω, ἵητρον καὶ ἐν συγκοπῇ ἦτρον· ἐφήβαιον δὲ διὰ τὸ βαίνειν τὰς τρίχας ἐκεῖ ὀλίγας τε καὶ μικράς, ἐκ τοῦ μόνον βῆναι· βαιὸς γὰρ ὁ μικρός. ὁ δὲ τῆς ἥβης χρόνος ἀόριστος διὰ τὴν ἀνισότητα τοῦ ἐν τοῖς ἡβάσκουσιν ἐμφύτου θερμοῦ. λαγὼν δὲ λέγεται | |
20 | παρὰ τὸ λῆγον· ἐκεῖσε γὰρ λήγουσιν αἱ πλευραί. κατωτέρω λαγῶνος βουβῶνας καλοῦσι, τὰ ἔνθεν κἀκεῖθεν τῆς βαλάνου καὶ τῶν διδύμων· τὸ δὲ τῆς βαλάνου ἐξ ἴσης κύστιν λέγουσι διὰ τὸ ἐκεῖσε εἶναι τὴν οὐροδόχον κύστιν. κοινωνία γὰρ ἔρχεται δύο πόρων ἀπὸ τὴν ὀσφὺν φυσικῶν ὑπονόμων τοῦ ἀπευθυσμένου καὶ τῆς οὐροδόχου κύστεως. ἐπεὶ δὲ τὸ | |
25 | λεγόμενον ἀρχὸν ἔντερον ὑπόκειται αὐτῇ, φλεγμαινούσης πολλάκις | |
αὐτῆς, ἐπίσχεσις γίνεται τῆς κόπρου καὶ τοῦ οὔρου. βουβῶνας δὲ ὠνόμασε τοὺς εἰρημένους τόπους ἀπὸ τοῦ συμβαίνοντος οἰδήματος ἐν αὐτοῖς, ἐκ τοῦ βῶ, τὸ βαίνω· ἡ δὲ κύστις ἀπὸ τοῦ κεύθειν τὸ οὖρον. μέχρι γὰρ τῆς ὀσφύος αἱ μεσαραϊκαὶ φλέβες φέρονται. ὀσφὺς λέγεται ὁ | 54 | |
30 | τόπος ἐν ᾧ κεῖνται οἱ νεφροί· ἔστι δὲ ἡ οὐσία αὐτῶν ἀδενώδης καὶ ψαφαρά, ὁμοίως τοῖς ὄρχεσιν. αἴτιοι δέ εἰσιν οὗτοι οἱ νεφροὶ καὶ τῆς κατὰ τὴν συνουσίαν ὀρέξεως καὶ τῆς τοῦ αἵματος καθάρσεως, τὸ ὀρῶ‐ δες αὐτοῦ ἕλκοντες καὶ εἰδοποιοῦντες εἰς οὔρου κατασκευήν. νεφροὶ δὲ παρὰ τὸ νείφεσθαι τῷ οὔρῳ, ὅ ἐστι βρέχεσθαι. ἡ γὰρ ὀσφὺς οἷον ἰσοφὺς | |
35 | ἡ ἴση πρὸς τὰ ἄνω καὶ τὰ κάτω πεφυκυῖα τοῖς ὀστοῖς. σπόνδυλοι γάρ εἰσι πέντε τὸν ἀριθμόν, παχύτατοι τῶν ἄλλων καὶ μέγιστοι· τὸ δὲ τρῆμα τὸ ἔνδοθεν στενὸν ἔχουσι· διότι καὶ ὁ νωτιαῖος μυελὸς κατὰ τὴν ὀσφὺν ἰσχνός ἐστι. τὰς ἀποφύσεις δὲ οὗτοι οἱ σπόνδυλοι ἄνω νευούσας ἔχουσι. λέγεται δὲ ἰσχίον· ἰσχναίνεται γὰρ καὶ οἷον λεπτύνεται, ὡς πρὸς | |
40 | τὸ ἀνεστηκὸς τοῦ ὅλου σώματος τοῦτο τὸ μόριον. | |
73 | Τὸ δὲ ἄκρον τῆς ὀσφύος μέσον ὡς πρὸς τὴν ἕδραν ἀνώτερον ἱερὸν ὀστέον καλεῖται· ἱερὸν δὲ τὸ μέγα· ἢ ὅτι ἱερούργουν αὐτὸ τοῖς δαίμοσι κατὰ τὸ παλαιὸν ἕτεροι. αἱ δὲ εἰς τὰ πλάγια ἀποφύσεις εἰσὶ μεγάλαι τε καὶ πλατεῖαι, ἔχουσαι κοιλότητα〈σ〉 καθ’ ἃς ἐπιβέβηκε τὰ τῶν | |
5 | λαγόνων ὀστᾶ. ὑπόκειται δὲ τούτῳ τῷ ὀστῷ ἕτερον χονδρῶδες πλατὺ μικρόν, κόκκυξ ὀνομαζόμενον ἐκ μεταφορᾶς τῆς κοκκυζούσης ὄρνιθος, ὅτι τὸ πνεῦμα διερχόμενον προσκρούει ἐν αὐτῷ καὶ ψοφέει· ἢ ἐκ τοῦ κόλαξ, κόλος. ἕδρα δὲ παρὰ τὸ ἑδραῖον καὶ ἰσχυρὸν ἢ παρὰ τὸ ἕζω, τὸ καθέζομαι, ἐξ οὗ καὶ καθέδρα. | |
74 | Τὰ περὶ τοὺς διδύμους καὶ αὐτὴν τὴν βάλανον σώματα προσ‐ αγορεύουσιν αἰδοῖα, διὰ τὸ αἰδούμεθα γυμνῶσαι αὐτά, ἢ καὶ βάλανος, ὅτι βαλάνῳ ἔοικε· ψωλὴ δὲ παρὰ τὸ ἐμφυσᾶσθαι κατὰ τὴν ὄρεξιν τῶν ἀφροδισίων ἢ παρὰ τὸ ψῶ, τὸ ἅπτομαι καὶ κνήθω· κνησμός ἐστι τὰ | |
5 | τῆς ἡδονῆς. σηραγγῶδες νεῦρον διὰ τὸ ποτὲ μὲν αὔξει, ποτὲ δὲ λήγει σηρούμενον καθάπερ σήραγγες· καυλὸς δὲ ὡς ἐπίμηκες. τὸ δὲ περικαλύπ‐ τον αὐτὴν δέρμα πόσθη καὶ πρόσθεμα καλεῖται· ἢ διὰ τὸ ἔμπροσθεν | |
εἶναι. | 56 | |
75 | Ἔστι δὲ νευρώδης μετὰ μυῶν τῇ οὐσίᾳ τε ἔχει καὶ φλέβας καὶ ἀρτηρίας. τὸ δὲ περιέχον αὐτοὺς τοὺς ὄρχεις δέρμα † νυὸν † ὄσχεον ὠνομάσθη † εἰς † τοὺς ὄρχεις καὶ παραστάτας καὶ τὰ σπερματικὰ ἀγγεῖα καὶ τὸν ἐρυτροειδῆ χιτῶνα καὶ τοὺς δαρτούς. ταῦτα πάντα ὑπὸ τοῦ | |
5 | ὀσχέου περιέχεται. ὄρχεις ὠνομάσθησαν [ἐκ τοῦ] παρὰ τὸ πρὸς τὰ ἀφροδίσια παρέχειν τὴν ὄρεξιν ἢ οἷον ἔρχεις, εἰς οὓς ἔρχεται ἡ γονή· οἱ δὲ παραστάτες οἱ καὶ κρεμαστῆρες λεγόμενοι ἐκφύσεις εἰσὶ τοῦ νωτιαίου μυελοῦ μήνιγγος, σὺν φλεψὶν ἀρτηριώδεσιν ἐν τοῖς διδύμοις καθή‐ κουσαι δι’ ὦν τοῦ σπέρματος εἰς τὸ αἰδοῖον γίνεται πρόεσις. σπέρμα οὖν | |
10 | λέγεται διὰ τὸ συνεσπαρμένην ἔχον ἐν ἑαυτῷ τὴν τῆς δυνάμεως τελειότητα. | |
76 | Τὰ σπερματικὰ τοίνυν ἀγγεῖα φλέβες εἰσὶν ἀπὸ τῆς κοίλης φλεβὸς ἐρχόμενα ἥτις ἐπίκειται τῇ ῥάχει ἄνωθεν ἕως κάτω· δι’ ὧν φλεβῶν οἱ δίδυμοι τρέφονται. ὅσα γὰρ ἐκ σπέρματος γεννᾶται, ἐκ τούτου καὶ τρέφεται, καὶ τὸ περιττεῦον αὐτοῖς γίνεται γονή. τὰ ἀποκρινόμενα ἢ διὰ | |
5 | τὸ βάρος ἐκκρίνονται ἢ διὰ δριμύτητα ἀνιόντα τὰ μόρια· ἀνέρχεται δὲ ἡ γονὴ πρῶτον πρὸς τὴν κεφαλὴν καὶ κατέρχεται διὰ δύο φλεβῶν καὶ δύο ἀρτηριῶν εἰς τὸ ὄσχεον καὶ ἐμπίπτει εἰς ἑκάτερον τῶν διδύμων μία φλὲψ καὶ μία ἀρτηρία πλήρης σπέρματος καὶ ἐν τούτοις τελείως ἀπο‐ σπερματοῦται καὶ διὰ τοῦ κιρσοειδοῦς παραστάτου ἀπὸ τοὺς διδύμους | |
10 | μετακομίζεται εἰς τὴν βάλανον καὶ οὕτως ἐκκρίνεται. ὅτι δὲ πρώτως εἰς τὴν κεφαλὴν ἀνέρχεται ἡ γονή, δῆλον ἐντεῦθεν· εἰ γάρ τις ἐκτέμ〈ν〉ει τὰς φλέβας τὰς παρὰ τὰ ὦτα τὰς καρωτίδας, ἄγονον ἀπομένει τὸ ζῷον. χιτὼν δέ ἐστιν νευρώδης ὅλος, εἰς ὃν διέρχονται τὰ τῆς γονῆς ἀγγεῖα, ὁ λεγόμενος ἐρυτρός, κατὰ τοὺς βουβῶνας καὶ αὐτὸς κείμενος καὶ τοὺς ὄρχεις ἀνα‐ | |
15 | βαστῶν. ἐρυτρὸς δὲ ὀνομάζεται παρὰ τὸ ἐρύκω, τὸ βοηθῶ. | |
77 | Καὶ αἱ γυναῖκες δὲ αὐταὶ πάντα τὰ αὐτὰ τοῖς ἀνδράσιν ἔχουσι μόρια, ἀλλ’ ἔνδον καὶ οὐκ ἔξω· περισσότερον δὲ ταύταις μόριον, ἐν ᾧ βρεφουργεῖται τὰ ζῷα, ἤγουν ἡ μήτρα· ἔχει δὲ δύο κοιλίας, δεξιὰν καὶ ἀριστεράν· ἐν αἷς ζωοῦται τὰ ἔμβρυα. φησὶ γὰρ καὶ Ἱπποκράτης· τὰ μὲν | |
5 | ἄρρενα ἐν τοῖς δεξιοῖσ[σ]ι, τὰ δὲ θήλεα ἐν τοῖσιν ἀριστεροῖσι. λέγουσι δέ | |
τινες [ὅτι] τὴν ἀρρενότητα τοῖς ἀνδράσιν ἐν τοῖς ὄρχεσιν ἔχειν. | 58 | |
78 | Τὸ δέρμα, χρείας ἕνεκεν μόνης γεγενημένον, δέρμα καλεῖται διὰ τὸ ὡς τέρμα· τῷ σώματι ἔξωθεν ἐπιβέβληται παντί· ἢ οἷον δέμας, ὅτι | |
δεσμός ἐστι τοῦ σώματος καὶ τῆς ψυχῆς ὡς ταύτης δώμημα. | 60 |