TLG 0722 005 :: ORIBASIUS :: Libri ad Eunapium (lib. 1–4)

ORIBASIUS Med.
(Pergamenus: A.D. 4)

Libri ad Eunapium (lib. 1–4)

Source: Raeder, J. (ed.), Oribasii synopsis ad Eustathium et libri ad Eunapium [Corpus medicorum Graecorum, vol. 6.3] Leipzig: Teubner, 1926 (repr. Amsterdam: Hakkert, 1964): 317–318, 320–347, 349–393, 396–433, 436–498.

  • *Lib. 1: pp. 317–318, 320–347
  • *Lib. 2: pp. 349–393
  • *Lib. 3: pp. 396–433
  • *Lib. 4: pp. 436–498

Citation: Book — chapter — section — (line)

p

1

.

1

Ἐξ ὧν ἡμῖν διελέχθης, Εὐνάπιε κράτιστε καὶ λογιώτατε, δῆλος γέγονας ἰάσεις βουλόμενος ἐκμαθεῖν ὅσων οἷόντε νοσημάτων ἁπλᾶς καὶ εὐπορίστους, αἷς χρήσαιο ἂν ἔν τε ὁδοιπορίαις καὶ κατ’ ἀγροὺς καὶ ὁπουδήποτε μὴ παρόντος ἰατροῦ, ῥᾳδίως καὶ ὠφελίμως τοῖς ἐξ‐
5αίφνης προσπίπτουσιν ἀνθιστάμενος, καὶ μάλιστα τοῖς δι’ ὀξύτητα πολλὴν μηδὲ ἀναβολὴν ἐπιδεχομένοις, μήτε ὀργάνου τινὸς μήτε σκεύους

p

1

.

2

ἰατρικοῦ προσδεηθεὶς μηδενὸς δυσπορίστου. καί μοι δοκεῖς προσηκόντως ἐπὶ τοῦτο ἐληλυθέναι· γινώσκεις γάρ, οἶμαι, τῶν μὲν κατ’ ἀλήθειαν ἰατρῶν πολλήν τινα νῦν οὖσαν τὴν σπάνην, τῶν δ’ ὑποκρινομένων τὴν τέχνην καὶ ὄνομα μόνον ἰατροῦ κεκτημένων πολύ τι τὸ πλῆθος,
5ἐοικὸς ἐρέταις οὐκ εἰδόσι μέν, ἐπιχειροῦσι δὲ κυβερνᾶν· ὥσπερ γὰρ τῶν ναυτῶν τούτων τινές, οὐκ ἀρκούμενοι τῷ ἐρέσσειν μόνον, ἡνίκα προστάσσει ὁ κυβερνήτης, ἀλλὰ καὶ κυβερνᾶν τολμῶντες πταίουσι πολ‐ λάκις, οὕτως καί τινες φλεβοτομεῖν τε καὶ σικυάζειν καὶ ἀποσχάζειν καὶ τὰ ἄλλα τῆς ὑπηρετικῆς ἐμπειρίας μόνα μεμαθηκότες ἐπιτρέπουσιν
10αὑτοῖς πᾶσαν τὴν ἰατρείαν, οἵτινες οὔτε τὴν ποιότητα τῶν βοηθημά‐ των οὔτε τὴν ποσότητα γινώσκοντες, ἀλλ’ οὐδὲ τὸν καιρὸν οὐδὲ τὴν τάξιν αὐτῶν εὑρίσκοντες, ὅπερ ἴδιον τοῖς κατ’ ἀλήθειαν ἰατροῖς, τοὺς μὲν δυσιάτοις ἢ καὶ ἀνιάτοις πάθεσι περιβάλλουσιν, ἔστι δ’ οὓς καὶ

p

1

.

3

διαφθείρουσιν. διὰ ταῦτα ἐπαινῶ σου τὴν προαίρεσιν καὶ πρὸς τούτοις, ἐπειδὴ πράγματος ἀντέχει δυνατοῦ σοι καὶ ἀναγκαίου καὶ τῆς σῆς παιδεύσεως ἀξίου· τῶν γὰρ ἐν ἰατρικῇ πραγματείᾳ ὅσα μὲν ἱκανῆς δεῖται θεωρίας καὶ τῆς ἐπὶ τῶν ἔργων ἀσκήσεως, ταῦτα ἴδια τοῦ
5τεχνίτου μόνου, τὰ δ’ εὐμεταχείριστα καὶ τοῖς φιλιατροῦσιν ἐφικτά.

p

1

.

4

σὺ δὲ πλέον ἢ προσήκει τοῖς φιλιάτροις ἐπὶ τὴν θεωρίαν τῆς τέχνης ἐλήλυθας· τοσοῦτο ὑπάρξει σοι τὸ δύνασθαι μὴ μόνον ὠφελεῖν αὑτόν τε καὶ ἑτέρους ἔν τισι τῶν παθῶν, ἀλλὰ καὶ τὸ κρίνειν ἐπὶ τῶν μει‐ ζόνων τὴν τῶν ἰατρῶν διαφωνίαν αἱρεῖσθαί τε τὸ κρεῖττον καὶ ὠφε‐

p

1

.

5

λιμώτερον. εἰ μὲν οὖν ἐσῴζετο τὰ τῷ θαυμασίῳ Γαληνῷ γραφέντα
περὶ τῶν εὐπορίστων φαρμάκων, εἶχες ἂν τὸ σπουδαζόμενον ἐξ αὐτῶν· ἐπεὶ δ’ οὔτε ταῦτα ἦλθεν εἰς ἡμᾶς, τά τε γραφέντα Διοσκορίδῃ καὶ Ἀπολλωνίῳ καὶ τοῖς ἄλλοις ἅπασιν εὐπόριστα παντελῶς εἰσιν ἀδιό‐317
5ριστα καὶ οὔτε ἀσφαλῶς οὔτε ἱκανῶς ἔχειν μοι δοκεῖ, διὰ τοῦτο ἑτοί‐

p

1

.

6

μως ὑπήκουσά σου τῇ βουλήσει. γέγραπται δὲ καὶ Ῥούφῳ τῷ μεγάλῳ πραγματεία τις πρὸς τοὺς ἰδιώτας, ἥτις οὐδὲ αὐτὴ μέν, ὅσον γε ἐμὲ γινώσκειν, πᾶσα φέρεται, διδάσκει δὲ μόνα τὰ καὶ τοῖς ἰδιώταις δυνατὰ

p

1

.

7

δρᾶν. ἐγὼ δ’ ἐπὶ πλέον ἐκτεῖναι τὰς ἰάσεις ἔγνωκα, στοχαζόμενος τῆς τε σῆς καὶ τῆς τῶν παραπλησίως σοι φιλιατρούντων ἕξεως· εὔδηλον γὰρ ὡς καὶ συνορᾶν τὰ δέοντα καὶ πράττειν τὰ δόξαντα μᾶλλον δυ‐ νήσῃ τῶν παντάπασιν ἀπείρων ἰατρῶν· ποιήσομαι γοῦν μνήμην ὀλιγάκις
5καὶ φλεβοτομίας καὶ καθάρσεων ὀλίγων καὶ τῶν ἄλλων κενωτικῶν βοηθημάτων καὶ φαρμάκων τινῶν συνθέτων τῶν μάλιστα εὐδοκίμων, εἰδὼς ὡς οὐκ ἀδύνατον ἡμῖν προστάττειν τούτοις τοῖς τρίβαξι ταῦτα ἐνεργεῖν τε καὶ σκευάζειν πλείστοις οὖσιν ἁπανταχοῦ· μεσταὶ γοῦν οὐχ

p

1

.

8

αἱ πόλεις μόνον αὐτῶν εἰσιν, ἀλλὰ καὶ πάντες ἀγροί. πειράσομαι οὖν κατὰ δύναμιν, ὡς ἠβουλήθης, τούς τε σκοποὺς τῶν ἰάσεων καὶ τὰς εὐπορίστους ὅλας συναγαγεῖν ἔκ τε τῶν Γαληνοῦ πραγματειῶν (περι‐ έχεται γὰρ ἐν αὐταῖς καὶ ἡ τῶν εὐπορίστων γνῶσις) ἔκ τε τῶν Ῥούφου
5τοῦ Ἐφεσίου καὶ τῶν τοῖς ἄλλοις γεγραμμένων, ἐκλέγων τὰ χρήσιμα

p

1

.

9

πρὸς τὰ παρόντα καὶ ὧν μάλιστα καὶ αὐτὸς ἐν πείρᾳ γέγονα. δυνα‐ τὸν δὲ ποιήσασθαι τὴν διδασκαλίαν τὴν περὶ τῶν εὐπορίστων ἰάσεων κατὰ τρεῖς τρόπους, καθ’ ἕνα μὲν ἑκάστου τῶν ἁπλῶν τάς τε καθόλου δυνάμεις καὶ τὰς κατὰ μέρος χρήσεις διελθόντα, κατὰ δεύτερον δ’ ἑκά‐
5στου πάθους τὰ ἰάματα καταλέξαντα, καὶ τρίτον, ὅταν ἅμα τῷ μορίῳ κατανοήσας τις τὸ κατ’ αὐτὸ πάθος ἐπὶ τὴν διήγησιν ἀφίκηται τῶν

p

1

.

10

ἰωμένων αὐτό. καὶ διελεύσομαί γε τοὺς τρεῖς τούτους τρόπους οὕτως ὡς εὐπορώτερον ἔσεσθαί σε τῶν ἑκάστοτε πρακτέων οἰόμενος· ἐπεὶ δ’ ἐκέλευσας μνημονεῦσαί με καὶ τοῦ ὑγιεινοῦ μέρους, ἐνταῦθα τὴν
ἀρχὴν ποιήσομαι.318

1

.

1

t

Περὶ παιδίου τροφῆς.

1

.

1

.

1

Τῷ νεογενεῖ παιδίῳ κατ’ ἀρχὰς ἡ τροφὸς διαιτάσθω, πόνοις τε καὶ σιτίοις τοῖς ἁρμόττουσιν εὐγαλακτοτάτην ἑαυτὴν παρασκευάζουσα.

1

.

1

.

2

πονείτω μὲν οὖν εἰς τοὺς ἐναντίους τόπους βαδίζουσα καὶ ὑφαίνουσα καὶ πτίσσουσα καὶ κάδῳ ἱμῶσα· σιτείσθω δὲ πτισάνης τε χυλὸν καὶ ἔτνη πισῶν τε καὶ δολίχων καὶ ἰχθῦς τοὺς μὴ κητώδεις καὶ σκληρο‐

1

.

1

.

3

σάρκους μηδὲ λιμναίους καὶ ὄρνιθας καὶ ἁπαλὰ κρέη. καὶ οἶνον γλυ‐ κὺν καὶ εὐώδη πινέτω, τυρῶν δὲ τραγημάτων καὶ τῶν ἄλλων λαχάνων ἀπεχέσθω, θριδακίνας δ’ ἐσθιέτω μόνας· ἀγαθαὶ γάρ εἰσιν εἰς εὐχυμίαν

1

.

1

.

4

καὶ εἰς ὕπνον ἄγουσαι τὰ παιδία. λαμβάνοι δ’ ἂν καλῶς καὶ φοινίκων· διουρητικοὶ γὰρ ὄντες καθαίρουσι τὸ αἷμα καὶ χρηστὸν τὸ γάλα παρα‐

1

.

1

.

5

σκευάζουσι· πονηρότατα δὲ μίνθη καὶ ὤκιμον, φθείροντα τὸ γάλα. καὶ τῶν ἀφροδισίων δὲ παντελῶς εἰργέσθωσαν· καὶ γὰρ τοῦτο φθείρει

1

.

1

.

6

τὸ γάλα μάλιστα πάντων. εἰς δὲ τὸ πλῆθος τοῦ γάλακτος συντελεῖ μὲν πλέον ἁπάντων ὁ κύτισος ὠμός τε ἐσθιόμενος καὶ ἑφθὸς μετὰ πτισάνης· σὺν γὰρ τῷ πλήθει καὶ ἡδὺ τὸ γάλα ποιεῖ· συντελεῖ δὲ καὶ ἡ τοῦ ἀνήθου κόμη χλωρὰ καὶ τοῦ μαράθου αἱ ῥίζαι παραπλησίως καὶ
5τὰ εὔζωμα σέλινόν τε καὶ σμύρνιον καὶ ἐρέβινθοι· κατασπῶσι δὲ γάλα

1

.

1

.

7

καὶ ἀνεμῶναι προστιθέμεναι. τὸ δ’ ἄριστον γάλα τοῦ μοχθηροῦ δύναταί τις διακρίνειν οὕτως· τὸ μὲν γὰρ ἄριστον καὶ τῇ ὀσμῇ καὶ τῇ γεύσει προσηνὲς καὶ ἡδύ που φανήσεται καὶ λευκὸν καὶ κατὰ σύστασιν ὁμαλῶς τε καὶ μέσως ἔχον παχύτητος καὶ ὑγρότητος· μοχθηρὸν δὲ τὸ τὰ

1

.

1

.

8

ἐναντία τούτων κεκτημένον. ταῦτα μὲν πρὸς τὴν τροφόν· τοῦ δὲ παιδίου καὶ τῶν ἄλλων τροφῶν οἵου τε ὄντος ἤδη προσφέρεσθαι, μηδαμῶς ταῖς προθυμίαις ἐμποδὼν γίνεσθαι, φυσικῶς ὁρμῶντος ἐπὶ τὰ γυμνάσια καὶ τροφάς· οὐ γὰρ ἔσται πλησμονὴ πλείονος τοῦ αἵματος

1

.

1

.

9

εἰς τὴν αὔξησιν ἀπαναλισκομένου. φροντίζειν μὲν τοῦ καιροῦ τῆς τρο‐ φῆς καὶ πάνυ προσήκει, κωλύειν δὲ πρὸ τῶν τρίψεων καὶ τοῦ λουτροῦ σιτεῖσθαι.

1

.

2

t

Δίαιτα τῶν μεταξὺ ἡλικιῶν παιδὸς καὶ γέροντος.

1

.

2

.

1

Τῆς αὐξήσεως τοῦ σώματος ἱκανῶς γεγενημένης, δέος οὐ μικρὸν
πληθώραν συστῆναι καὶ τὰ ἐκ ταύτης νοσήματα, μηκέτι τῆς τροφῆς ἀναλισκομένης πάσης διὰ τὸ τὴν αὔξησιν πεπαῦσθαι· δεῖ οὖν ἐνδεέστερόν τε διαιτᾶσθαι κατὰ τὰς ἡλικίας ταύτας καὶ πάντα τρόπον εὑρίσκειν320
5κενώσεως τῶν περιττῶν· πρὸ τῶν σιτίων οὖν πονείτωσαν διά τε τῶν ἔργων τῶν εἰθισμένων αὐτοῖς· καὶ γὰρ ὠφελιμώτερον τοῦτο καὶ

1

.

2

.

2

ἀναγκαῖον τὸ μὴ ὑπολιπεῖν τὰς οἰκείας πράξεις. ἐσθιέτω δ’ ἕκαστος τὰ εἰωθότα καὶ ὧν εὐπορεῖν οἷός τε, μόνου τοῦ βλάπτοντος ἀπεχό‐ μενος· οἷον δ’ ἐστὶ τοῦτο, [ἐστιν] οὐδὲν ἔσται παρὰ τοῦ ἰατροῦ μαθεῖν, τῆς πείρας αὐτὸν ἱκανῶς διδασκούσης τί μὲν εὔπεπτόν ἐστι, τί δὲ
5δύσπεπτον, καὶ τί μὲν ἐπιτήδειον πρὸς ὑπαγωγὴν γαστρός, τί δὲ

1

.

2

.

3

τοὐναντίον ἀποτελεῖ, καὶ τὰ ἄλλα ὁμοίως. καὶ τῷ πλήθει δὲ τῶν ἐσθιομένων αὐτὸς ἐπιθήσει μέτρον, τῇ τε προθυμίᾳ καὶ τῷ τῆς γαστρὸς ὄγκῳ τὸ αὔταρκες ἐξευρίσκων καὶ τῷ ἔθει προσέχων καὶ πόσα τὰ

1

.

2

.

4

προεκκριθέντα λογιζόμενος διὰ γαστρὸς ἢ δι’ ἱδρώτων. δεῖ δὲ μὴ προσεθίζειν ἑαυτὸν ἑνὶ τρόπῳ διαίτης· ἀνάγκης γάρ ποτε καταλαβούσης ἑτέρᾳ διαίτῃ χρήσασθαι, μεγάλως ἀνιάσεται τῷ ξενισμῷ· κάλλιον οὖν εὔκολον εἶναι πρὸς τὰς μεταβολάς, μὴ μονοειδῶς, ἀλλ’ ἄλλοτε ἄλλως

1

.

2

.

5

διαιτώμενον. εἰ δέ τις ἀμετρότερον ὀρεχθείη ἢ ἄλλως πως ὑπερπλη‐ ρωθείη, ὅτι τάχος ἐξεμείτω πρὸ τῆς τῶν σιτίων διαφθορᾶς καὶ τῇ ὑστεραίᾳ διαιτηθεὶς λεπτότερον ἐπανίτω κατὰ βραχὺ πρὸς τὸ σύνηθες· εἰ γὰρ διαφθαρῆναι φθάσειε τὰ σῖτα, πολλὰ ἂν συμπέσειε δύσκολα.

1

.

2

.

6

κωλύοντος δέ τινος ἐμεῖν, οἷον στήθους ἢ αὐχένος ἐμπαθῶν ὄντων ἢ καὶ φάρυγγος, ῥυείσης μὲν τῆς γαστρὸς προχωρήσει καλῶς· εἰ δὲ μή, κοιμηθῆναι συμφέρει πλέον καὶ θερμοῦ πιεῖν συνεχῶς ὕδατος· τάς τε

1

.

2

.

7

γὰρ δήξεις ἀμβλύνει καὶ διακλύζει τὸ ἔντερον. πεφθέντος δὲ τοῦ σιτίου καὶ μάλιστα τῆς γαστρὸς διαχωρησάσης, λουτρῷ χρῆσθαι καὶ

1

.

2

.

8

προσ〈φορᾶσ〉 ἐλάττονος καὶ πόματος ὑδαροῦ λαμβάνειν. εἰ δ’ ἡ τροφὴ πεφθείη καλῶς, καὶ ἡ γαστὴρ μὴ διαχωρήσῃ μετὰ βάρους καὶ δυσ‐ κινησίας τοῦ σώματος, ἐνυπάρχοι δὲ καὶ ὄκνος τις τῆς γνώμης καὶ ὑπνώδης εἴη, γινώσκειν χρὴ πλησμονὴν εἶναι κατὰ τὰς φλέβας· ὑπερ‐
5εμπιπλάμεναι γὰρ πνευματοῦνται καὶ τείνονται καὶ ἐμφράσσονται καί ποτε καὶ ῥήγνυνται, καὶ τὰ ἄλλα τὰ μέγιστα καὶ πλεῖστα τῶν νοσημά‐ των ὑπὸ τῆς πληθώρας ἀποτελεῖται· διόπερ ὅταν διὰ τὴν πλησμονὴν κοπώδης καὶ ἡ αἴσθησις γίνηται, μέχρι μὲν τῆς πέψεως τῶν ἐν γαστρὶ σιτίων ἡσυχάζειν, μετὰ δὲ τοῦτο γυμνασίοις ἀπαναλίσκειν τὴν ὑπο‐
10τραφεῖσαν πληθώραν· τοῦτο γάρ ἐστι τὸ παρὰ τῶν ἀρχαίων εἰρημένον,
κόπῳ κόπον λύειν.321

1

.

3

t

Περὶ τῶν διαφθειρόντων τὰ σιτία.

1

.

3

.

1

Ὅταν δ’ ἡ γαστὴρ διαφθείρῃ τὰ σιτία, παραχρῆμα μὲν ὑπελθόντων τῶν διαφθειρόντων οὐδὲν ἐπακολουθήσει δύσκολον· μὴ διαχωρούντων δὲ τοῖς πρᾳοτέροις ἐρεθίζειν τῷ τε Διοσπολίτῃ τῷ τὸ νίτρον ἴσον τοῖς ἄλλοις ἔχοντι καὶ τῷ διὰ τῶν ἰσχάδων καὶ τοῦ κνήκωνος καὶ

1

.

3

.

2

τοῖς ὁμοίοις. τοῖς δὲ συνεχῶς φθείρουσι τὰς τροφὰς συμφέρει πρὸ τροφῆς ἐμεῖν οἴνου γλυκέος πίνοντας καὶ φεύγειν μὲν τὰς κνισσώδεις καὶ βρομώδεις προσφορὰς καὶ πάσας τὰς εὐφθάρτους, αἱρεῖσθαι δὲ τὰς

1

.

3

.

3

εὐχύμους. καὶ τὴν γαστέρα δ’ ὑπάγειν ἐκ διαλειμμάτων συμφέρει τοῖς μετρίως κενοῦσιν, ὁποῖόν ἐστιν ἡ πικρὰ φάρμακον· συγχωρήσας γάρ τις ἀθροίζεσθαι τὴν κακοχυμίαν, δυσιάτοις ἢ ἀνιάτοις ἁλώσεται παθή‐ μασι, ποδάγρᾳ καὶ ἀρθρίτιδι καὶ νεφρίτιδι, πολλάκις δὲ καὶ ὀξεῖ νοσή‐
5ματι περιπεσεῖται.

1

.

4

t

Περὶ κόπων διὰ πόνον ἄμετρον.

1

.

4

.

1

Εἰ δὲ διά τινα πόνον ἄμετρον καὶ ἀήθη καὶ σύντονον συστῆναι συμβαίη κόπον, ἡσυχάζειν μὲν συμφέρει καὶ ἀνατρίβεσθαι δαψιλεῖ καὶ γλυκεῖ τῷ ἐλαίῳ μαλακῶς, λούεσθαι δὲ κατ’ ἀρχὰς μὲν εὐθὺς μετὰ τοὺς πόνους θερμότερον καὶ διαιτᾶσθαι λεπτότερον (λύει γὰρ κόπον

1

.

4

.

2

ἔνδεια τροφῆς ὡς οὐδὲν ἕτερον), προσέχειν δὲ μή τις περιοδικὴ κίνη‐ σις γίνοιτο τῷ κοπωθέντι· φέρει γὰρ πυρετοὺς ἀμελησάντων ὡς τὸ πολύ· λύειν μὲν αὐτὴν λεπτοτέρᾳ διαίτῃ καὶ εὐπέπτῳ καὶ εὐχύμῳ χρώμενον μετὰ προσηνοῦς ἀναπαύσεως.

1

.

5

t

Περὶ ἐγκαύσεως διὰ πόνον ἄμετρον.

1

.

5

.

1

Ἐγκαυθεὶς δέ τις ἐν ὥρᾳ θέρους διὰ πόνον ἄμετρον ὡς θερμό‐ τατον καὶ ξηρότατον συστῆναι κατὰ παντὸς τοῦ σώματος, μήλων κερα‐ σίων καὶ κοκκυμήλων καὶ περσικῶν καὶ σικύου ἢ πέπονος ἐσθιέτω καὶ

1

.

5

.

2

κολοκύνθης καὶ σύκων ψυχρῶν καὶ μέλκης ψυχθείσης. ἀλλὰ ταῦτα μὲν κακόχυμα, δυνατὸν δὲ καὶ ἄλλως τὸν αὐχμὸν ψῦξαι τε καὶ ὑγρᾶναι· μετὰ γὰρ τὸ λουτρὸν ὕδατος πιέτω πρῶτον, εἶτ’ οἴνου μετρίως ὑδα‐ ροῦς, κἄπειτα ἐμέσας θριδακίνης μὲν πρῶτον, εἶτα δι’ ὄξους καὶ γάρου
5πόδας ὑείους λαμβανέτω καλῶς ἡψημένους καὶ ἀλεκτορίδων ἢ χηνὸς κοιλίας καὶ πτηνῶν ἤ τινος τῶν ἁπαλοσάρκων ἰχθύος ταγηνιστοῦ.

1

.

5

.

3

γευέσθω δ’ εἰ βούλοιτο καὶ τῶν μὴ κακοχύμων λαχάνων καὶ κολοκύν‐

1

.

5

.

4

θης· μετὰ δὲ ταῦτα πινέτω πάνυ ψυχρῷ κεκραμένον οἶνον. δύναται δὲ καὶ οἰνομέλιτι χόνδρος ἢ οἴνῳ ψυχρῷ ἔγκαυσιν ἄνευ κακοχυμίας

1

.

5

.

5

ἰάσασθαι· τισὶ δ’ ἤρκεσε καὶ πτισάνης χυλῷ ποθεὶς ἱκανῶς ψυχθείς.322

1

.

5

.

6

οἱ μὲν οὖν ἐν ἀσχολίαις ὄντες τοιούτοις τισὶν ἰάθησαν· οἱ δὲ κατὰ προαίρεσιν βιοῦντες, εἰ μὴ γυμνάζοιντο, σπανίως ψυχροῦ δεήσονται, γυμναζόμενοι δέ, ἡνίκα ἂν μέσου θέρους καυσωθῶσι, πηγαῖον πινέ‐ τωσαν ψυχρόν· ἡ γὰρ χιὼν κἂν ἐν τῷ παρόντι μηδὲν φαίνηται
5βλάπτουσα τοὺς νέους, ἀλλ’ ἀναισθήτως καὶ κατ’ ὀλίγον αὐξανομένης τῆς βλάβης· προϊόντος τοῦ χρόνου δέ, τῆς ἡλικίας παρακμαζούσης, δυσίατα καὶ ἀνίατα συνίσταται πάθη κατ’ ἄρθρα καὶ νεῦρα καὶ σπλάγχνα.

1

.

6

t

Περὶ πυκνώσεως τοῦ σώματος.

1

.

6

.

1

Πυκνωθέντος δὲ τοῦ σώματος διὰ ψῦξιν ἢ λουτρὸν στυπτηριῶδες, γνωριεῖς μὲν τὴν διάθεσιν ἐξ ἀχροίας λευκῆς καὶ σκληρότητος τοῦ δέρματος κἀκ τοῦ μὴ ῥαδίως ἐκθερμαίνεσθαι μηδὲ τοὺς ἐξ ἔθους ἱδρῶ‐

1

.

6

.

2

τας προχεῖσθαι. θεραπεύσεις δὲ θερμαίνων γυμνασίοις τε καὶ λουτροῖς καὶ κυλινδεῖσθαι ποιῶν ἐπὶ λίθου τινὸς ἐν τῷ λουτρῷ, τῶν χαλαστι‐ κῶν ἐλαίων ἑνὸς ἐπιχυθέντος αὐτῷ· μηδὲ ψυχρὸν ἄγαν ἔστω τὸ ὕδωρ

1

.

6

.

3

τὸ ἐν τῷ ψυχροδόχῳ, μηδ’ ὅλως ἐγχρονιζέτω κατ’ αὐτό. μέλλων δ’ ἐνδύεσθαι γλυκεῖ καὶ λεπτομερεῖ καὶ παλαιῷ τῷ ἐλαίῳ χριέσθω· κάλ‐ λιστον δ’ ἐστὶ τὸ ἀνήθινον καὶ μάλιστα ἐκ χλωροῦ γεγονὸς ἀνήθου·

1

.

6

.

4

χρησιμώτατον δὲ ταῖς πυκνώσεσι τοῦ δέρματος· ὥσπερ δὲ καὶ τοῖς ἰσχυροῖς κόποις, τὸ διὰ τῆς αἰγείρου ἄκοπον.

1

.

7

t

Περὶ τῶν ἐπὶ σιτίοις γυμνασίων καὶ λουτρῶν βλαψάντων.

1

.

7

.

1

Ἐπὶ πλήθει σιτίων γυμναζομένοις πολλοῖς βλάβαι παρακολουθοῦσιν οὐ σμικραί, κεφαλῆς τε πληρουμένης καὶ ἐμφραττομένου τοῦ ἥπατος· εὐθὺς οὖν θεραπεύσεις τὴν μὲν κεφαλὴν διὰ τῶν περιπάτων, μετὰ τροφὴν μὲν τῶν βραδυτάτων, πρὸ τροφῆς δὲ διὰ τῶν ἐπιεικῶς συν‐

1

.

7

.

2

τονωτέρων, τὸ δ’ ἧπαρ διὰ τῶν ἐκφραττόντων. κάλλιστον δ’ ἐστὶ τὸ

1

.

7

.

3

ὀξύμελι καὶ τὸ ἁπλούστερον διὰ τριῶν πεπέρεων. πίνειν δὲ καὶ ἀψιν‐ θίου κόμης ἀπόβρεγμα καὶ τὸ δι’ αὐτοῦ καὶ ἀνήσου καὶ τῶν πικρῶν ἀμυγδαλῶν δι’ ὀξυμέλιτος, πρὸ λουτροῦ κατειργασμένων τῶν ἐν γαστρί, καὶ τὸ διὰ καλαμίνθης δὲ λαμβάνειν ὁμοίως δι’ ὀξυμέλιτος, φυλαττό‐

1

.

7

.

4

μενον αὐτοῦ τὴν συνεχῆ χρῆσιν τῶν πικροχόλων. πάντων δ’ ἀπέχεσθαι δεῖ τῶν παχυχύμων τε καὶ γλίσχρων ἐδεσμάτων, μέχρις ἂν παύσηται τὸ σύμπτωμα, τοῖς δὲ λεπτύνουσι χρῆσθαι.

1

.

8

t

Περὶ τῶν μὴ γυμναζομένων, εὐωχουμένων δὲ μόνον.

1

.

8

.

1

Πολλοὺς ἀγυμνάστους, εὐωχουμένους δὲ μόνον ἔστιν ἰδεῖν καί
τινας αὐτῶν οὐ πολλάκις νοσοῦντας, ὅταν ὦσιν ἀραιοὶ καὶ εὐδιά‐ πνευστοι. χρὴ οὖν μὴ μετάγειν ἐφ’ ἕτερον ἔθος τοὺς τοιούτους· τῶν323

1

.

8

.

2

δὲ συνεχῶς νοσούντων τὰς νοσοποιοὺς αἰτίας κωλυτέον. εἰσὶ δ’ ἐκ τοῦ σώματος ὁρμώμεναι πλῆθος καὶ κακοχυμία· τῶν μὲν οὖν ταχέως ἀθροι‐ ζόντων πλῆθος ἀφαιρεῖν προσήκει τῶν τροφῶν τῆς ποσότητος μετὰ τοῦ ὀλιγότροφα μᾶλλον ἀντὶ τῶν πολυτρόφων προσφέρειν· τῶν δὲ
5τὴν κακοχυμίαν ἀθροιζόντων, ἐπειδὴ τοὺς μὲν ὁρῶμεν φλέγμα, τοὺς δὲ ξανθὴν χολήν, τοὺς δὲ μέλαιναν ἀθροίζοντας, ἀπέχεσθαι τῶν τρο‐ φῶν ἐκείνων ποιήσομεν, ὅσαι τὸν εἰωθότα πλεονάζειν χυμὸν γεννῶσιν.

1

.

8

.

3

πάντων δὲ τούτων ἡ γαστὴρ εὔκολος παρασκευαζέσθω.

1

.

9

t

Περὶ τῶν ἁρμοττουσῶν κενώσεων τοῖς ὑγιαίνουσιν.

1

.

9

.

1

Τῶν δὲ παλαιῶν τισιν ἐξαρκεῖν ἐδόκει πρὸς ὑγείαν ἐφήμερα κενοῦσθαι διὰ γαστρὸς καὶ οὔρων ἀμέμπτως καὶ ἱκανῶς πρὸς τὸ πλῆ‐ θος τῶν ἐσθιομένων καὶ πινομένων, 〈καὶ γινομένων μὲν τῶν κενώσεων κατὰ λόγον ἐπῄνουν,〉 μὴ γινομένων δὲ συνήργουν τῇ μὲν οὐρήσει
5σκάνδικι καὶ σελίνῳ καὶ μαράθῳ καὶ ἀσπαράγῳ, τῇ δὲ κοιλίᾳ τερεβιν‐ θίνην διδόντες ἐλαίας μέγεθος καταπίνειν εἰς ὕπνον τρεπομένοις· μᾶλ‐

1

.

9

.

2

λον δ’ ὑπάγειν βουλόμενοι νίτρου βραχὺ κατεμίγνυον. ἐπιτήδεια δ’ ὠὰ πρὸς ὑπαγωγὴν γαστρὸς καὶ λαχάνων τεῦτλα καὶ μαλάχαι καὶ κράμβαι καὶ τῶν κογχαρίων ὁ ζωμός· καὶ ἴσως ἐξαρκεῖ ταῦτα, μηδενὸς

1

.

9

.

3

μεγάλου κωλύοντος. εἰσὶ μὴν οἱ καὶ τῶν σφοδροτέρων χρῄζοντες· καὶ ἔστιν οὐρητὰ μὲν ἄνευ τῶν εἰρημένων πετροσέλινον, δαῦκος, ἄνησον, καλαμίνθη καὶ ὀρίγανος καὶ ἀψίνθιον καὶ ἄγρωστις καὶ σκολύμου ῥίζα καὶ κύτισος καὶ ἀδίαντον· ἕκαστον οὖν τούτων ἐν ὕδατι ἀφεψῶντα ἐν
5οἴνῳ πίνειν· καθαίρει γὰρ δι’ οὔρων ταῦτα τὸ αἷμα· καὶ ἔστιν οὐ σμικρὸν ὄφελος, ὡς ἄν τις οἰηθείη· κινητικὰ δὲ τῆς γαστρὸς λινόζωστις ἐν ὕδατι μεθ’ ἁλῶν ἑψηθεῖσα καὶ ἐσθιομένη καὶ τὸ ἀφέψημα αὐτῆς πινόμενον καὶ τῆς ἀκτῆς τὰ φύλλα παραπλησίως καὶ τοῦ πολυποδίου τῆς ῥίζης ὅσον 𐅻 β ἐπιπασσόμεναι ταρίχει καὶ ἐν πτισάνῃ [ἡ] ῥοφού‐

1

.

9

.

4

μεναι. τινὲς δὲ καὶ ἀλόης ἐπὶ δείπνῳ λαμβάνουσιν ὅσον ἐρεβίνθους τρεῖς, καὶ τὸ ἐφήμερα καλῶς αὐτοῖς ἡ γαστὴρ ὑπέρχεται, καθάπερ καὶ

1

.

9

.

5

τοῖς κνήκους ἐμβάλλουσιν εἰς ὄψα. τῶν δ’ εἰρημένων κάλλιστος ἐπί‐ θυμος ἐν οἴνῳ πινόμενος· χρὴ δὲ τὸν πιόντα δειπνῆσαι μὲν συνήθως, ἐνδεέστερον δέ, καὶ οὕτως ἀναπαύεσθαι· κενοῖ γὰρ ἐπιεικῶς· ὁ δὲ σφοδρότερον κενοῦσθαι δεόμενος ἕωθεν ἐπιθύμου πινέτω 𐆃 ϛ ἐν ὀξυ‐

1

.

9

.

6

μέλιτι. τοῦτο δὲ ποιείτω ἦρος ὥρᾳ κατ’ ἀρχάς, πρὶν ζέσαντας καὶ χυθέντας τοὺς τέως συνεστῶτας χυμοὺς τοὺς ἐν χειμῶνι πλεονάσαντας ῥυῆναι πρός τι μόριον τῶν ἐπικαίρων ἤ τι πάθος ἀνήκεστον καὶ κιν‐

1

.

9

.

7

δυνῶδες ἀπεργάσασθαι. συμφέρει δέ ποτε καὶ τοῦ αἵματος κενοῦν ἐφ’ ὧν πληθύνει κατὰ τὴν τοῦ ἦρος ὥραν· ἀλλ’ ἔργον τοῦτο γεγυμνα‐ σμένου φλέβας τέμνειν· πλεῖστοι δ’ εἰσὶν ἁπανταχοῦ τοιοῦτοι καὶ οὐκ ἀπορήσεις τῶν ἐνεργούντων· εἰ δὲ μή, καὶ τὰς κνήμας ἀποσχάζων, ὡς324
5ὁ Περγαμηνὸς Ἀπολλώνιος συνεβούλευε, ποιήσεις τὸ δέον· τοῦτο γὰρ τό τε πᾶν σῶμα κουφίζει καὶ τὴν κεφαλὴν ὀνίνησι μάλιστα καὶ

1

.

9

.

8

περιττῆς ἀκριβείας οὐ δεῖται· γυναιξὶ δὲ καὶ καταμήνια μὴ προχω‐

1

.

9

.

9

ροῦντα καλῶς ἐρεθίζει. τοῖς δὲ κακοχύμοις καὶ διὰ δριμύτητα περιττω‐ μάτων ἐξανθήματα ποιοῦσι περὶ τὸ δέρμα καὶ δακνομένοις ἡνίκα οὐροῦσί τε καὶ ἀποπατοῦσι, τὸ γάλα πίνειν συμφέρει μετὰ μέλιτος καὶ τὸν ὀρρὸν τοῦ γάλακτος, ὃν διακρινοῦμεν ἑψῶντες, ἐπειδὰν ἀναζέσῃ,
5καταρραίνοντες οἶνον ἢ μελίκρατον καὶ ἠθοῦντες· οὕτω γὰρ ὁ τυρὸς

1

.

9

.

10

χωρίζεται. πίνειν δὲ τὸ πρῶτον ἁλῶν μιγνύντας· ποριμώτερον γὰρ αὐτὸν οἱ ἅλες παρασκευάζουσι· τοῦ πρώτου δ’ ὑπελθόντος πίνειν αὐτὸν ἤδη χωρὶς ἁλῶν ἐκ μικρῶν διαλειμμάτων, ἕως ἂν ἡ κάθαρσις

1

.

9

.

11

ἱκανὴ γένηται. τὸ δὲ πλῆθος ἀρκέσει τῷ πίνοντι τοῦ ὀρροῦ 𐆂ο ε τὸ

1

.

9

.

12

μέτριον. ἁρμόττει δὲ τοῖς οὕτω διακειμένοις καὶ ὁ τῶν παλαιῶν

1

.

9

.

13

ἀλεκτρυόνων ζωμὸς πινόμενος. πολλοὺς δ’ ὠφελοῦσι καὶ ἔμετοι κε‐ νοῦντες τοῦ φλέγματος ἱκανῶς· ἀλλ’ οὐ χρὴ τεταγμένως οὐδὲ πάν‐ τως αὐτοὺς ἀεὶ κενοῦν, ὅπως ἂν μὴ δι’ ἀνάγκην τινὰ παραλειφθέντες βλάβην ἐνέγκωσιν· ἀναγκαῖον δὴ τοίνυν ἢ οἰνωθέντας παρὰ τὸ προσ‐
5ῆκον ἐμεῖν ἢ τροφῆς ὑπερπλησθέντας ἢ τῆς ἄλλης πληθώρας τῆς

1

.

9

.

14

κατὰ τὸ σῶμα πᾶν ἀντιλαμβανομένους. σημεῖα δὲ τῆς τοιαύτης ἐστὶ πληθώρας βάρος μετ’ ὄγκου καὶ ἄση καὶ νωθρότης καὶ ὕπνος πλείων τοῦ συνήθους καὶ παλμοὶ τοῦ σώματος φλεβῶν τε ἔντασις καὶ ἄτακτοι φρῖκαι συμμιγεῖς θερμότητι· ταῦτα γὰρ μάλιστα τὰς καθ’ ὅλον τὸ

1

.

9

.

15

σῶμα πλησμονὰς διασημαίνει. καὶ ἐπὶ τούτοις, εἰ ἕλοιτό τις ἐμεῖν, λεπτὸν καὶ εὔρουν παρασκευαζέτω τὸ φλέγμα, ῥαφανῖδας ἐσθίων ἐν τῷ δείπνῳ καὶ πράσον καὶ κρόμμυον ἢ τάριχος ἢ ὀριγάνου ὀλίγον καί

1

.

9

.

16

τι τῶν ἀπὸ θύμου καὶ νάπυος ἀποτριμμάτων. ῥοφείτω δὲ πτισάνας καὶ ἔτνη κρέα τε ἐρίφων ἢ ἀρνῶν ἢ χοίρων ἐσθιέτω ... τὸ μέλι καὶ πλακούντων ἀπογευέσθω· πινέτω δὲ γλυκὺν οἶνον μὴ ἄκρατον, καὶ διιστὰς ἀπὸ τοῦ δείπνου τοσοῦτον ὡς καταστῆναι μὲν τὴν τροφήν,
5μηδέπω δὲ τρέπεσθαι πεττομένην, ἐμεῖν ὕδατος χλιαροῦ ἀθρόου προ‐

1

.

9

.

17

πιόντα καὶ πάλιν ὁμοίως, ἂν δέῃ, ταῦτα ποιοῦντα. καλῶς δὲ καὶ αὐτάρκως ἐμέσας ὀξυκράτῳ προσκλυζέσθω τὸ πρόσωπον καὶ διακλυ‐ ζέσθω τὸ στόμα· καὶ γὰρ ὀφθαλμοῖς τοῦτο καὶ ὀδοῦσιν ὠφέλιμον· σή‐

1

.

9

.

18

πονται γὰρ οἱ ὀδόντες τοῖς ἐμοῦσι καὶ μὴ ποιοῦσιν οὕτως. πινέτω δ’ ἐπὶ τούτοις ὕδωρ θερμότερον καὶ ἀναπαυέσθω τῶν ποδῶν ἀνατρι‐

1

.

9

.

19

βομένων ὑπό τινος πρᾴως. εἰ δέ τις ἐμοίη μετὰ πλείονος δυσκολίας,
παραιτεῖσθαι μὲν ἄμεινον· ἐπειγούσης δέ τινος ἀνάγκης ἐμεῖν ἐπεσθιέτω τοῖς προειρημένοις πέπονος ἢ σικύου σπέρματος μετὰ μέλιτος ἢ ῥίζαν ξηρὰν κόψας τοῦ πέπονος μετὰ μέλιτος· ταῦτα γὰρ εὔκολον ποιεῖ τὸν325

1

.

9

.

20

ἔμετον. τὰ μὲν οὖν περὶ τὰς κενώσεις ἐπὶ τοσοῦτον ἄν τις ὡς πλέον τῶν ἰατρῶν ποιοίη.

1

.

10

t

Περὶ 〈τῆσ〉 ταῖς ὥραις ἁρμοττούσης διαίτης.

1

.

10

.

1

Καλῶς δ’ ἂν ἔχοι καὶ πρὸς τὰς ὥρας ἀφορῶντα διαιτᾶσθαι καὶ χειμῶνος μὲν πλείοσι τοῖς πόνοις χρῆσθαι καὶ ἐσθίειν πλείονα, μάλιστα ὅταν ἡ κατάστασις ᾖ βορεία· νοτίας γὰρ οὔσης, πονεῖν μὲν ὁμοίως, ἐλάττονα 〈δὲ〉 σῖτα καὶ ποτὰ προσφέρεσθαι καὶ ὅλον τὸ σῶμα ξηρὸν
5ποιεῖν ἐν ὑγρᾷ τῇ ὥρᾳ παντοίως, ὥσπερ ἐν τῇ ψυχρᾷ θερμότερον διὰ τοῦ πόνου καὶ ἐδωδῆς κρεῶν θερμῶν ἐσθιομένων καὶ λαχάνων

1

.

10

.

2

δριμυτέρων καὶ οἴνου πλείονος. εἰσβάλλοντος δὲ τοῦ ἦρος, ὃς μέν τις δι’ ἐμέτων, ὃς δὲ διὰ γαστρὸς κενούσθω, καὶ ἄλλος φλέβα τεμὼν ἀφαιρείτω τοῦ αἵματος, ὅπως ἂν ἕκαστος ἔθους καὶ προθυμίας ἔχων τυγχάνῃ· καὶ γὰρ ἰδεῖν ἔστι τοὺς πολλοὺς σύνεσιν ἔχοντας ἐνίοτε τοῦ
5συμφέροντος κελεύοντάς τε τοῖς ἰατροῖς φλεβοτομεῖν ἤ τι ἄλλο ποιεῖν τῶν συμφερόντων αὐτοῖς· οὕτως ἡ φύσις καὶ πρὸς ταῦτα ὁρμὰς ἐν‐

1

.

10

.

3

τίθησι προσηκούσας τοῖς ἀνθρώποις. δίαιτα δ’ ἡ ἄλλη κατ’ ἔαρ εἴη, καὶ τῶν πόνων τι 〈καὶ〉 τῶν τροφῶν ὑφαιροῦσα, τοῖς πόμασι δὲ προσ‐

1

.

10

.

4

τιθεῖσα, διότι καὶ ἡ ὥρα θερμοτέρα τοῦ χειμῶνος. κατὰ δὲ τὸ θέρος ἀνάπαυσις συμφέρει καὶ τῶν πόνων καὶ τῶν τροφῶν ἐλάττωσις καὶ εἴδους εἶναι ψυχροτέρου τὰς τροφὰς τῷ τε ποτῷ δαψιλεῖ χρῆσθαι καὶ

1

.

10

.

5

πάντα ποιεῖν τὰ εἰς ἀνάψυξίν τε καὶ ὑγρότητα συντελοῦντα. κατὰ 〈δὲ〉 τὸ φθινόπωρον, ἐπειδὴ παντοίως ἐστὶν ἀνώμαλον καὶ ἄτακτον καὶ παντοδαπὰς ἐπιφέρον νόσους, πάνυ πεφυλαγμένως χρὴ διαιτᾶσθαι, μήτε περὶ τὰς πέψεις ἐξαμαρτάνοντα καὶ ἀφροδισίων καὶ ψυχροῦ πό‐
5ματος ἐγκρατέστερον γενόμενον καὶ τὸ μὲν κατὰ τὴν ἕω ψυχρὸν τοῦ ἀέρος, κατὰ δὲ τὴν μεσημβρίαν τὸ καυσῶδες ἐκκλίνοντα, καὶ ὀπω‐ ρῶν δὲ μὴ ὑπερεμπιπλᾶσθαι· λυπηρὰ γὰρ οὐ τῷ πλήθει μόνον, ἀλλὰ καὶ τῇ κακοχυμίᾳ καὶ τῷ φύσσαν ἐμποιεῖν· καὶ γὰρ οὖν καὶ αἱ κρά‐ τισται τῶν ὀπωρῶν, σῦκα καὶ βότρυες, πνεῦμα τίκτουσιν, εἰ μή τις
10αὐτῶν λαμβάνει πρὸ τῶν ἄλλων σιτίων, καὶ φθείρουσι τὰς τροφάς·

1

.

10

.

6

προλαμβανόμεναι δ’ οὔτε ἐμφυσῶσιν [καὶ] οὔτε συνδιαφθείρουσιν. ψυ‐ χροτέρου δὲ γενομένου τοῦ ἀέρος, ἀνὰ λόγον τὸ σῶμα θερμαίνειν καὶ326

1

.

10

.

7

πάντα ποιεῖν ὡς προσάγοντος τοῦ χειμῶνος. καλῶς δ’ ἂν ἔχοι μετὰ τὴν ἰσημερίαν καὶ κενώσει τινὶ χρῆσθαι τῶν εἰρημένων, ὅπως ἂν μηδὲν

1

.

10

.

8

περιττὸν κατασχεθὲν 〈ἐν〉 τῷ χειμῶνι γένηται λυπηρόν. οὕτω μὲν καὶ πρὸς τὰς ὥρας ἀφορῶν διαιτῷτο ἄν τις καλῶς.

1

.

11

t

Γερόντων δίαιτα.

1

.

11

.

1

Καὶ οἱ γέροντες, ἐπειδὴ ψυχρᾶς καὶ ξηρᾶς κράσεώς ἐστι θερμαί‐ νεσθαι καὶ 〈ὑγραίνεσθαι, δέονται τῶν θερμαίνειν καὶ〉 ὑγραίνειν δυνα‐

1

.

11

.

2

μένων. καὶ ἀνατριβέσθωσαν δὲ μετὰ τοὺς ὕπνους οἱ γέροντες σὺν

1

.

11

.

3

ἐλαίῳ· ταῦτα γὰρ αὐτῶν ἐπεγείρει τὸν ζωτικὸν τόνον. μετὰ δὲ ταῦτα καὶ περιπάτοις ἀκόποις καὶ αἰώραις χρήσθωσαν κατὰ τὴν ἑαυτῶν δύ‐ ναμιν, οἱ μὲν ἀσθενέστεροι ταῖς αἰωρήσεσιν ἀρκούμενοι μόναις, οἱ δ’ ἰσχυρότεροι καὶ ἀμφοτέροις χρώμενοι· θᾶττον δ’ ὁ ἀσθενέστερος

1

.

11

.

4

ταῦτα δράτω. κάλλιον γοῦν τὸν τοιοῦτον καὶ τρίτον ἐσθίειν κατ’ ὀλίγα· περὶ μὲν τρίτην ὥραν μετὰ μέλιτος καλλίστου 〈ἄρτον〉 ἢ χόνδρον ἐν ὕδατι ἡψημένον, μιγνυμένου μέλιτος, περὶ δ’ ἑβδόμην λουσάμενον ἀριστᾶν, καὶ πρῶτον μὲν τὰ λαπάττοντα τὴν γαστέρα προσφερόμενα,
5ἐφεξῆς δὲ ταῦτα ἃ τοῦ τῶν εὐχύμων ἐστὶ γένους, καὶ τρίτον ἐπὶ τῷ δείπνῳ διάβροχον ἄρτον οἴνῳ κεκραμένῳ λαμβάνειν ἤ τι ἄλλο τῶν

1

.

11

.

5

εὐχυμοτάτων καὶ δυσφθάρτων. οὔτε δ’ οἴνου παχυχύμου προσφέρεσθαι χρὴ τὸν πρεσβύτην οὔτε ἐδέσματα τοιούτου πού τινος 〈γένουσ〉· καὶ γὰρ ὕδερον ἢ λιθίασιν ἐπάγουσι τοῖς ἐπὶ πλέον αὐτοῖς χρησαμένοις γέρουσιν, ἐμφραχθέντος καὶ τοῦ ἥπατος ἢ καὶ τῆς σπληνὸς ἢ νεφρῶν.

1

.

11

.

6

προπόμασι δ’ εἰ βούλοιντο χρήσασθαι τοῖς διὰ μέλιτος κατασκευαζο‐ μένοις χρήσθωσαν, καὶ μάλιστα εἰ λιθιάσει νεφρῶν ἢ ποδάγρᾳ καὶ

1

.

11

.

7

ἀρθρίτιδι καταπονοῖντο. μιγνύειν δ’ ἐπὶ μὲν τῶν ἀρθριτικῶν τῷ οἰνο‐ μέλιτι πετροσέλινον ἀρκέσει μόνον, ἐπὶ 〈δὲ〉 τῶν λιθιώντων καὶ τῆς

1

.

11

.

8

βεττονίκης ἐπεμβάλλειν, ἥτις σαρξίφαγος καλεῖται. χρήσιμον δὲ καὶ τὸ ἁπλοῦν συντιθέμενον πόμα δι’ οἰνομέλιτος καὶ ὀλίγου πεπέρεως καὶ

1

.

11

.

9

πηγάνου. δεῖ μὲν οὖν, ὡς ἔφην, φεύγειν ἀεὶ καὶ τὸν γέροντα τὴν τῶν ἐμφραττόντων προσφοράν· κατά τινα δὲ περίστασιν εἰ προσενέγκοιτο ἐμφραχθέντα, λαμβάνειν εὐθὺς καὶ μάλιστα μὲν τοῦ διὰ καλαμίνθου· εἰ δὲ μή, τοῦ διὰ τριῶν πεπερέων· μηδετέρου δὲ τούτων παρόντος,
5καὶ πεπέρεως λευκοῦ χνοώδους ἐσθίειν σὺν τοῖς ὄψοις 〈καὶ〉 ἐπι‐327

1

.

11

.

10

πάττειν τῷ πώματι. συμφέρει δὲ κατὰ τὸν καιρὸν τοῦτον καὶ κρομ‐ μύου καὶ σκορόδου γεύεσθαι· τῆς γαστρὸς δ’ ὑποκινηθείσης, ἐνίοτε τῆς

1

.

11

.

11

θηριακῆς λαμβάνειν. καὶ ἐπειδὴ ἀθροίζει συνεχῶς ὁ γέρων φλεγμα‐ τώδη περιττώματα διὰ τὸ τῆς φύσεως ἀσθενές, χρεία τῶν τεμνόντων καὶ τῆς λεπτυνούσης διαίτης· μὴ χρονίζειν δ’ ἐν τούτοις, ἀλλ’ εὐθὺς

1

.

11

.

12

ἰέναι μᾶλλον καὶ ἐπὶ τὴν ὑγραίνουσαν δίαιταν. πρὸ πάσης δ’ ὀπώρας αἱρείσθω τὰ πέπειρα σῦκα, τὰς δ’ ἰσχάδας ἐν χειμῶνι· καὶ γάλα δέ, εἰ πέττειν αὐτὸ καλῶς δύναιτο, καὶ μηδὲ ἡτισοῦν ᾖ περὶ τὸ ἧπαρ

1

.

11

.

13

διάθεσις, προσφέρεσθαι μὴ κωλυέσθωσαν. διὰ δὲ τὰ ὀρρώδη καὶ φλεγ‐ ματώδη περιττώματα σελίνῳ καὶ μέλιτι καὶ τῷ οἴνῳ τῷ λεπτῷ τὴν

1

.

11

.

14

οὔρησιν ἐφ’ ἡμέρας προτρεπέτω. τὴν γαστέρα δ’ ἐπεχομένῳ ὑπάγειν ἔλαιον διδόντας πρὸ τῶν σιτίων καταρροφᾶν καί ποτε καὶ κάτωθεν ἐνιέντας· μαλάττει τε γὰρ τὰ περιττώματα καὶ ὄλισθον ἐμποιεῖ· φεύ‐

1

.

11

.

15

γειν δὲ τοὺς δριμεῖς κλυστῆρας ὡς ξηραίνοντας τὸ ἔντερον. ὑπάγει δὲ καὶ τὰ λάχανα πρὸ τῶν ἄλλων σιτίων ἐσθιόμενα γαρελαίῳ καὶ σῦκα καὶ κοκκύμηλα καὶ τὰ ὅμοια τούτοις προεσθιόμενα· χειμῶνος δ’ ἰσχάδες καὶ ἐλαῖαι ἁλμώδεις καὶ ἡψημένα ἢ διαβεβρεγμένα Δαμάσκηνα

1

.

11

.

16

ξηρὰ μελικράτῳ καλὸν ἔχοντι τὸ μέλι καὶ δαψιλές. οὐ μήν, ὥσπερ εἰώθασί τινες, συμβουλεύσαιμι ἂν ἀλόης αὐτῆς λαμβάνειν ἢ τῆς πικρᾶς ἄνευ τινὸς ἀνάγκης μεγάλης· κἂν γὰρ παρὰ μίαν ἡμέραν ἡ γαστὴρ ἐπ’ αὐτῶν ποιοίη, μηδὲν φαρμακῶδες προσφέρειν· ἐπὶ πλέον δ’ ἐπε‐
5χομένης, ἀρκέσει τῇ τρίτῃ διδόναι τῆς λινοζώστεως καὶ τοῦ κνήκου σὺν πτισάνῃ καὶ τερεβινθίνης καρύου Ποντικοῦ μέγεθος, πολλάκις δὲ καὶ δύο καὶ τρία· μετὰ γὰρ τοῦ λαπάττειν καλῶς τόν τε πνεύμονα

1

.

11

.

17

καὶ τοὺς νεφροὺς καὶ τὰ ἄλλα σπλάγχνα διακαθαίρει. καλὸν δὲ καὶ τὸ διὰ τῶν ἰσχάδων τῶν λιπαρῶν καὶ τοῦ κνήκου· ἀφαιρείσθω δ’ ἀμ‐ φοτέρων τὰ ἔξωθεν περικείμενα καὶ ὁμοῦ κοπτέσθω· πολλαπλασίων δ’ ἔσται ἡ ἰσχὰς τῷ σταθμῷ τοῦ κνήκου, καὶ διδόσθω δύο ἢ τριῶν

1

.

11

.

18

ἰσχάδων μέγεθος. ἀμείβειν δὲ δεῖ τὴν χρῆσιν τούτων· τοῦ γὰρ ἑνὸς

1

.

11

.

19

ἡ φύσις ἐν συνηθείᾳ γινομένη καταφρονεῖν εἴωθεν. χρόνον δὲ πλείονα τῶν νέων ἐπιμενέτωσαν οἱ γέροντες ταῖς κλίναις, ὅπως ἂν πεφθείη καλῶς ὑπὸ τῆς ἀλέας τὰ περιττώματα αὐτῶν.

1

.

12

t

Περὶ οἴνου δυνάμεως.

1

.

12

.

1

Χρὴ δὲ γινώσκειν τὸν πεφροντικότα τῆς ὑγείας καὶ περὶ οἴνου δυνάμεως καὶ ἀφροδισίων ὁμοίως· ὁ τοίνυν οἶνος ἀναζωπυρεῖ μὲν τὸ ἐν ἡμῖν θερμόν, καὶ διὰ τοῦτο αἱ πέψεις ἀμείνους γίνονται καὶ τὸ αἷμα χρηστόν, τήν τε τροφὴν διάγει πανταχοῦ πόριμος ὤν· διὸ καὶ
5τοὺς ἐκ νόσων ἰσχνωθέντας εὐτροφεῖς ἀπεργάζεται· ποιεῖ γὰρ καὶ ὀρεκτικοὺς τροφῶν καὶ τὸ μὲν φλέγμα λεπτύνει, τὴν δὲ χολὴν δι’
οὔρων ἐκκαθαίρει, καὶ τῇ ψυχῇ δ’ εὐφροσύνην καὶ ἡδονὴν ἐμποιεῖ καὶ ῥώμην παρέχει· τούτων μὲν οὖν τῶν ἀγαθῶν ὁ μέτρῳ πινόμενος328

1

.

12

.

2

αἴτιος γίνεται· τῶν δ’ ἐναντίων ὁ ἄμετρος. διὰ τοῦτο οἱ μεθυσθέντες παρίενταί τε καὶ παρανοοῦσι καὶ καταφορικοὶ γίνονται· διὸ φεύγειν

1

.

12

.

3

χρὴ τὴν εἰς τοσοῦτον ἀμετρίαν τῆς τοῦ οἴνου πόσεως. διὰ χρόνου δὲ πλείονος ἐπιεικῶς συμφέρει πίνειν· τήν τε γὰρ δι’ οὔρων κάθαρσιν δαψιλῆ κινεῖ καὶ ἱδρῶτας προχεῖ· κάλλιον δ’ ἐπὶ τούτοις καὶ ἐμεῖν

1

.

12

.

4

μελικράτου προσλαβόντας, ὡς μηδὲ μικρὸν ὑπ’ αὐτοῦ βλαβῆναι. κω‐ θωνιζόμενος δέ τις τῆς μὲν ἄλλης τροφῆς μὴ ἄγαν ἐμπιπλάσθω, πίνων δ’ ἐν τῷ μεταξὺ κράμβην ἑφθὴν ἐσθιέτω καὶ τραγημάτων γευέσθω, καὶ μᾶλλον τῶν ἀμυγδαλῶν· ταῦτα γὰρ καὶ τὰς κεφαλαλγίας κουφίζει

1

.

12

.

5

καὶ τοῖς ἐμοῦσιν οὐδαμῶς ἐστι λυπηρά. κάλλιστον δὲ καὶ τοῦ ἀψινθίου τὸ ἀπόβρεγμα πρὸ τῶν ποτῶν λαμβάνειν· πάνυ γάρ ἐστιν ἀκραιπά‐

1

.

12

.

6

λωτον. εἰ δὲ καὶ δάκνοιντό τινες ὑπὸ τοῦ οἴνου, ψυχρὸν ὕδωρ ἐπιρ‐ ροφεῖν, τῇ δ’ ὑστεραίᾳ πάλιν τοῦ ἀψινθίου πίνειν περιπάτοις τε καὶ ἀνατρίψεσι καὶ λουτρῷ καὶ ἐλάττονι τροφῇ χρησάμενον ἀνακομισθῆναι.

1

.

13

t

Περὶ ἀφροδισίων.

1

.

13

.

1

Τὰ δ’ ἀφροδίσια βλαβερὰ μὲν στήθει καὶ πνεύμονι καὶ κεφαλῇ καὶ νεύροις, τρέπει δὲ τὴν γνώμην ἐπὶ τὸ ἥμερον, ὡς μελαγχολίας καὶ μανίας καθιστᾶν καὶ τῶν ἐρώντων τὴν προθυμίαν ἐλαττοῦν, κἂν

1

.

13

.

2

ἑταίρᾳ μιγῶσιν. τοῖς δὲ χρωμένοις μίξεσι φυλάττεσθαι προσήκει πλη‐ σμονὰς καὶ μᾶλλον τὰς ἀπὸ τοῦ οἴνου καὶ ἔνδειαν τὴν ἐπί τε ἐμέτοις καὶ ταῖς κάτω καθάρσεσι γινομένην, καὶ εἴ τινι γαστὴρ αὐτομάτως ῥυῇ· φυλάττεσθαι δὲ καὶ ἀπεψίας καὶ κόπους, καὶ εἴ τι ἄλλο πρὸς μέλλου‐

1

.

13

.

3

σαν νόσον ὕποπτον. ἥκιστα δὲ καὶ ἐν φθινοπώρῳ μίγνυσθαι καὶ ἐν

1

.

13

.

4

ἄλλῃ τινὶ ὥρᾳ νοσήματα ἐπιδήμια φερούσῃ. καιρὸς δ’ ἐπιτήδειος μίξεως ὁ μετὰ τροφὴν πρὸ τῶν ὕπνων· καθυπνοῦντι γὰρ εὐθὺς καθίσταται ὁ κόπος· οὗτος δὲ καιρὸς καὶ εἰς παιδοποιίαν διά τε τὰ ἄλλα καὶ

1

.

13

.

5

ὅτι ἡ γυνὴ κατακοιμηθεῖσα μᾶλλον κατέχει τὴν γονήν. ἐπεὶ δ’ ἐξ ἀφροδισίων ἀραιότερόν τε καὶ ψυχρότερον καὶ ξηρότερον καὶ ἀσθενέ‐ στερον γίνεται τὸ σῶμα, τὰ πυκνοῦντα δηλονότι καὶ θερμαίνοντα καὶ

1

.

13

.

6

ὑγραίνοντα καὶ ῥωννύντα δεῖ προσάγεσθαι. τινὲς δὲ σπέρμα πολὺ θερ‐ μὸν ἀθροίζοντες, εἶτ’ ἐπιγενόμενοι πρὸς ἀφροδίσια καὶ ἀποκρίναντες αὐτό, τό τε σῶμα ἀσθενὲς ἔχουσι καὶ τὸν στόμαχον ἔκλυτον καὶ λεπτύ‐ νονταί τε καὶ ὑγραίνονται καὶ ξηραίνονται καὶ κοιλοφθαλμιῶσιν· ἀπο‐
5σχόμενοι δ’ αὖθις διὰ ταῦτα ἀφροδισίων κεφαλήν τε βαροῦνται καὶ ἀσώδεις γίνονται· κἄπειτα εὐθὺς ὀνειρώξαντες πάσχουσι τὰ αὐτά· δεῖ τοίνυν τῶν μὲν πολυσπέρμων μηδὲν προσφέρεσθαι, τῶν δὲ φθειρόν‐ των αὐτὸ καὶ τροφῶν καὶ φαρμάκων λαμβάνειν καὶ μετὰ λουτρὸν ἀλείφεσθαι τὴν ὀσφὺν ῥοδίνῳ τε ἐλαίῳ καὶ μηλίνῳ καὶ ὀμφακίνῳ·329
10βέλτιον δ’ αὐτὸ παχύτερον ποιοῦντας χρίειν ὡς ἂν μὴ ἀπορρυῇ, κη‐

1

.

13

.

7

ροῦ μιγνύντας καὶ χυλοῦ τινος τῶν ψυχόντων. ποίει δ’ οὕτω κηρ‐ έλαιον· ἐν θυίᾳ ταῖς χερσὶν ἐπὶ πολὺ μαλάξας, τὸν ψύχοντα χυλὸν

1

.

13

.

8

ἐπεγχέας, ἀκριβῶς ἕνωσον ἀναφυράσας ὡς ὅτι πλεῖστον χρόνον. ἔστι δὲ ψύχων χυλὸς ὅ τε [ὁ] τοῦ ἀειζῴου καὶ ὁ τοῦ στρύχνου κοτυληδόνος τε καὶ ψυλλίου· κατὰ μὲν οὖν τὸ θέρος οὗτοι, κατὰ δὲ τὰς ἄλλας ὥρας ἄλλοι τε πολλοὶ καὶ ὁ τῆς θριδακίνης χυλὸς καὶ τὸ λινόσπερμον

1

.

13

.

9

ἑψηθὲν ἐν ὕδατι ψύχοντα ποιεῖ χυλόν. καὶ λεπὶς δὲ μολυβδίνη ταῖς ψόαις ὑποτιθεμένη κωλύει τοὺς ὀνειρωγμούς· καὶ βοτάναι δ’ ὑπο‐ στρωννύμεναι τῶν ψυχουσῶν μετὰ πηγάνου καὶ τῶν ἄκρων τοῦ ἄγνου τῶν ἁπαλῶν τὸ αὐτὸ ποιοῦσι· καὶ σπέρμα τοῦ ἄγνου καὶ τοῦ πηγάνου

1

.

13

.

10

ἐσθιόμενα. φυλάττεσθαι δὲ δεῖ πάνυ σφοδρῶς ψύχειν τὰς ψόας, ὅπως μὴ βλαβεῖεν οἱ νεφροί.

1

.

14

t

Περὶ ὑδάτων.

1

.

14

.

1

Δεῖ δὲ καὶ τῆς τῶν ὑδάτων ἀρετῆς τε καὶ κακίας ἐμπείρους εἶναι· πολύχρηστα γὰρ τὰ ὕδατα σχεδὸν ἁπάντων μᾶλλόν ἐστιν εἰς ἅπασαν

1

.

14

.

2

τὴν δίαιταν. εἰδέναι χρὴ τοίνυν τὸ ἄριστον ὕδωρ ἀποιότατον εἶναι καὶ κατὰ γεῦσιν καὶ κατ’ ὀσμήν· εὐθὺς δὲ τοῦτο καὶ ἥδιστον ὑπάρχει

1

.

14

.

3

τοῖς πίνουσι καὶ ὀφθῆναι καθαρόν. ὅταν δὲ καὶ ὑποχωρῇ τῶν ὑπο‐ χονδρίων ταχέως, μηδὲ ζητεῖν ἕτερον ἄμεινον· τὰ γὰρ ἐν τοῖς ὑπο‐ χονδρίοις χρονίζοντα καὶ τὴν γαστέρα πλήττοντα καὶ ἐμφυσῶντα καὶ βαρύνοντα, τῶν προειρημένων ἀγαθῶν ὑπαρχόντων, ἡμιμόχθηρα νομι‐
5στέον· οὔτε δὲ θερμαίνεται ταχέως οὔτε ψύχεται τὰ τοιαῦτα τῶν ὑδάτων, ἀλλὰ καὶ τὰ ἐν αὐτοῖς ἑψόμενα βραδύτατα καὶ κάκιον ἕψεται.

1

.

14

.

4

βέλτιον μὲν οὖν τῇ πείρᾳ κρίνειν τὸ τοιοῦτον ὕδωρ· ὁ δὲ βουλόμενος καὶ διὰ γνωρισμάτων διαγινώσκειν τοῖς ῥηθησομένοις κρινέτω· τὰ μὲν γὰρ πρὸς ἄρκτους ἐστραμμένα καὶ τὸν ἥλιον ἀπεστραμμένα βραδύπορά τέ ἐστι καὶ ἀτέραμνα καὶ θερμαίνεται καὶ ψύχεται βραδέως· τὰ δὲ
5πρὸς τὰς ἀνατολὰς καὶ διὰ πώρου τινὸς ἢ γῆς ἠθούμενα τάχιστα

1

.

14

.

5

θερμαίνεται καὶ ψύχεται· ταῦτα ἐλπίζειν εἶναι κάλλιστα. καλὰ δὲ καὶ

1

.

14

.

6

ὅσα θέρους μὲν ψυχρότερα, χειμῶνος δὲ θερμότερα. τινὲς δὲ καὶ τῷ σταθμῷ δοκιμάζουσι, τὰ κοῦφα νομίζοντες ἀμείνω· τοῦτο δ’ εἰ μὲν
πρὸς τοῖς ἄλλοις ὑπάρχει τοῖς εἰρημένοις, ἐπαινεῖν· μόνον δ’ οὐκ ἐξ‐330

1

.

14

.

7

αρκεῖ τεκμήριον εἶναι τῶν ἀγαθῶν. ‘κουφότατα δέ‘, ὥς φησιν Ἱππο‐ κράτης, ‘τὰ ὄμβρια καὶ γλυκύτατα καὶ λεπτότατα καὶ λαμπρότατα· διόπερ ὑπὸ τοῦ ἡλίου τὸ λεπτότατον ἕλκεται καὶ κουφότατον· ἀνάγει δ’ οὐκ ἐκ μόνων τῶν ἄλλων ὑδάτων, ἀλλὰ καὶ ἀπὸ τῆς θαλάσσης
5κἀκ τῶν σωμάτων αὐτῶν· διὸ καὶ εὐσηπτότατόν ἐστι πάντων ὡς ἂν

1

.

14

.

8

ὑπὸ διαφόρων καὶ πλειόνων ποιοτήτων συνιστάμενον‘. μή τις δ’ ὑπο‐ λάβῃ κάκιστον εἶναι τὸ εὔσηπτον ὕδωρ· τὸ γὰρ εὐαλλοίωτον πρὸς ἀρετῆς μᾶλλόν ἐστιν ἢ κακίας, ὥστε, ὅταν ἔχῃ τὰ γνωρίσματα τῶν ἀρίστων ὑδάτων, κἂν εὔσηπτον ὑπάρχῃ, κάλλιστον ὑποληπτέον αὐτό.

1

.

14

.

9

τρέπεσθαι μὴν ἀρχόμενον τοῖς πιοῦσιν αἴτιον βράγχων τε καὶ βηχῶν

1

.

14

.

10

καὶ βαρυφωνίας καθίσταται. τούτων δὲ τῶν ὀμβρίων ὑδάτων τὸ θερι‐

1

.

14

.

11

νὸν τοῦ λαιλαπώδους ἄμεινόν ἐστι καὶ τὸ βρονταῖον. τὰ δ’ ἀπὸ κρυ‐ στάλλου τε καὶ χιόνος πονηρότατα· κατὰ γὰρ τὴν πῆξιν τοῦ ὕδατος

1

.

14

.

12

πᾶν τὸ λεπτομερέστερον ἐκθλίβεται. καλῶς δ’ ἂν ἔχοι τά τε ἰλυώδη καὶ δυσώδη καὶ ποιότητας ἀτόπους ἔχοντα ταῖς ἑψήσεσιν ἐπὶ τὸ βέλ‐ τιον τρέποντας οὕτω πίνειν κεραννύντας οἴνῳ, τὰ μὲν στρυφνὰ τῷ γλυκυτέρῳ, τὰ δ’ ἄλλα τῷ στρυφνοτέρῳ· τὰ δέ που καὶ διηθεῖν συμ‐
5φέρει, τὰ ἰλυώδη, τὰ δ’ ἁλυκὰ καὶ ἀλφίτοις ἠθεῖν, τὰ δὲ λίαν ψυχρὰ

1

.

14

.

13

μετὰ τροφὴν πίνειν καὶ μήτε ἀθρόως μήτε χανδὸν μήτε ἄοινα. τινὲς δ’ ἐξευρήκασι βρωτὰ καὶ ποτὰ πρὸς τὰς τῶν ὑδάτων κακίας ἰάματα, καὶ οἱ μὲν ἐρεβίνθων ἀφεψήματα προπίνουσι καὶ αὐτῶν ἐσθίουσιν, οἱ δὲ καυκαλίδας ὡσαύτως μετά τινος ἰχθυδίου ἑφθὰς καὶ μάραθα ὁμοίως,
5οἱ δὲ καὶ τεῦτλα καὶ κολοκύνθας προεσθίουσι μεθ’ ἅλμης οἴνῳ κεκρα‐ μένης.

1

.

15

t

Περὶ ἀέρων.

1

.

15

.

1

Καὶ ἀὴρ δ’ ὑγιεινότατός τε καὶ ἄριστός ἐστιν ὁ καθαρότατος, νο‐ σερὸς δὲ καὶ μοχθηρὸς ὁ ἐξ ἀναθυμιάσεως ἐπιθολούμενος λιμνῶν ἢ

1

.

15

.

2

ἑλῶν ἢ βαράθρου τινὸς δηλητήριον ἀναπέμποντος αὔραν. μοχθηρὸς δὲ καὶ ὁ ἔκ τινων ὀχετῶν ἐκκαθαιρόντων τὰς πόλεις θολούμενος·

1

.

15

.

3

ὁμοίως καὶ ὁ ἐκ λαχάνων τινῶν ἢ ζῴων ἢ κόπρων σηπεδόνων. οὕτω δὲ καὶ ὅστις διὰ ποταμὸν ἢ λίμνην γειτνιῶσαν ὀμιχλώδης ἐστίν, οὐκ ἀγαθός, καὶ ὁ ἐν κοίλῳ δὲ χωρίῳ πανταχόθεν ὑπ’ ὀρῶν περιεχομένῳ καὶ διὰ τοῦτο μὴ καταπνεομένῳ μοχθηρός· οἱ μὲν οὖν οὕτω μοχθηροὶ

1

.

15

.

4

πᾶσαν ἡλικίαν ὁμοίως βλάπτουσιν, ὥσπερ ὁ ἄριστος ὠφελεῖ. ἡ δὲ
κατὰ ποιότητα, θερμότητα λέγω καὶ ψυχρότητα καὶ ξηρότητα καὶ ὑγρότητα, διαφορὰ τῶν ἀέρων οὐχὶ ὁμοίως ἔχει πρὸς ἅπαντας· τοῖς μὲν γὰρ εὐκράτοις σώμασιν ὁ εὔκρατος ἀὴρ ὠφέλιμος, τοῖς δὲ δυσ‐331
5κράτοις ὁ τὴν ἐναντίαν ἔχων κρᾶσιν.

1

.

16

t

Περὶ λουτρῶν.

1

.

16

.

1

Ἐπαινῶ μὲν τὴν ψυχρολουσίαν, οὔ φημι δὲ συμφέρειν αὐτὴν τοῖς κατὰ τὸ προστυχὸν διαιτωμένοις, ἀλλὰ μόνοις τοῖς ἀκριβῶς βιοῦσι καὶ

1

.

16

.

2

πόνοις καὶ σιτίοις κατὰ τὸ ἁρμόττον χρωμένοις. ἀρκεῖ δὲ τοῖς πολλοῖς δεομένοις ποτὲ ψυχθῆναι μειζόνως ἐννήξασθαι ψυχρῷ θέρους ὥρᾳ νέους

1

.

16

.

3

ὄντας καὶ εὐσάρκους προεκθερμανθέντας τρίψεσιν· ἔστωσαν δὲ μήτε ἐξ ἀφροδισίων μήτε ἄλλως κοπώδεις μήτε ἄπεπτοι καὶ ἐμεμηκότες ἢ κατὰ γαστέρα κεκενωμένοι μηδ’ ἠγρυπνηκότες· σφαλερὸν γάρ, εἰ ἄλλως τις

1

.

16

.

4

χρῷτο. τὸ 〈δὲ〉 θερμὸν λουτρὸν κράτιστόν ἐστι καὶ ἀσφαλέστερον κόπους λύον καὶ πληθώρας διαφοροῦν καὶ ἐκθερμαῖνον παρηγοροῦν τε [δὲ] καὶ ἐκμαλάσσον καὶ πνεύματα διαχέον, ἔνθα ἂν στηριχθείη, καὶ

1

.

16

.

5

ὑπνοποιὸν καὶ εὐσαρκίαν παρέχον, ἔτι δὲ καὶ εὐμεταχείριστον παντὶ καὶ ἀνδρὶ καὶ γυναικὶ καὶ παιδίῳ καὶ πρεσβύτῃ καὶ ἰδιώτῃ.

1

.

17

t

Περὶ τροφῆς δυνάμεων.

1

.

17

.

1

Χρὴ δ’ εἴπερ τι ἄλλο καὶ τὰς τῶν τροφῶν δυνάμεις ἐπίστασθαι τὸν τῆς ὑγείας φροντίζοντα· τὰ μὲν οὖν τῆς λεπτυνούσης δυνάμεως ἐκφράττει τε τὰς στενὰς διεξόδους καὶ ἀπορρύπτει τὰ προσπλαττόμενα γλίσχρα τέμνει τε καὶ λεπτύνει τὰ παχέα, συνάγει δὲ τοῖς χρονίσασι
5κατὰ τὴν ἐδωδὴν αὐτῶν ὀρρώδη καὶ χολώδη περιττώματα, κἂν ἔτι μᾶλλον πλεονάσῃ τις, μελαγχολικὸν τὸ αἷμα καθίσταται· χρὴ οὖν ἀπ‐ έχεσθαι τῆς συνεχοῦς αὐτῶν χρήσεως, καὶ μάλιστα τοὺς χολώδεις τὴν κρᾶσιν· ἁρμόζει γὰρ μόνοις τοῖς τὸ φλέγμα καὶ τὸν ὠμὸν καὶ γλίσχρον

1

.

17

.

2

καὶ παχὺν χυμὸν ἠθροικόσιν. τὰ δὲ τῆς παχυνούσης τρόφιμα μὲν ἱκα‐ νῶς ἐστι, κἂν ἔν τε τῇ γαστρὶ καὶ τῷ ἥπατι πεφθῇ προσηκόντως,

1

.

17

.

3

εὔχυμον αἷμα γεννᾷ, σπλῆνα δὲ καὶ ἧπαρ ἐμφράττει. τούτων δέ τινα μέν ἐστι παχύχυμα μόνον, ὡς φακή, τινὰ δὲ γλίσχρα ὡς μαλάχη· τισὶ δ’ ἄμφω συμβέβηκε παχυχύμοις τε εἶναι καὶ γλίσχροις ὥσπερ τοῖς

1

.

17

.

4

ὀστρακοδέρμοις. ἀσφαλεστέρα τοίνυν ἐστὶν ἡ λεπτύνουσα δίαιτα πρὸς φυλακὴν ὑγείας τῆς παχυνούσης μᾶλλον· ὀλιγότροφος δ’ οὖσα τόνον οὐκ ἐντίθησιν οὐδὲ ῥώμην τοῖς σώμασι, καὶ χρή ποτε καὶ τῶν πολυ‐ τρόφων προσφέρεσθαι μετρίως, ἡνίκα τις ἐνδείας ἀντιλαμβάνηται· μά‐
5λιστα δ’ ἂν ἀκινδύνως μεταλαμβάνοιεν αὐτῆς οἱ γυμνασίοις τε προσ‐

1

.

17

.

5

έχοντες καὶ καθεύδοντες ἐφ’ ὅσον ἂν βούλωνται. πάντες δ’ ὅσοι πρὸ τῶν σιτίων οὐχ οἷοί τέ εἰσι γυμνάζεσθαι, φευγέτωσαν τὰς παχυχύμους τροφάς· ἀργοὶ δὲ μηδ’ οὗτοι ταῖς τροφαῖς προσίτωσαν· μέγιστον γὰρ κακὸν εἰς τὴν τῆς ὑγείας φυλακὴν ἡ παντελὴς ἀργία καθέστηκεν,332

1

.

17

.

6

ὥσπερ γε ἡ σύμμετρος κίνησις μέγιστον τῶν ἀγαθῶν. τὰ δὲ μεταξὺ τῶν παχυνόντων καὶ λεπτυνόντων ἐδέσματα κάλλιστα πάντων ἐστὶ σύμμετρον αἷμα γεννῶντα κατὰ σύστασιν· κατάλληλος μὲν οὖν ἡ τοι‐ αύτη τοῖς σώμασι τροφὴ ἡμῶν ἐστι, βλαβερὰ δ’ ἡ κακόχυμος, ἣν ἀεὶ

1

.

17

.

7

χρὴ φεύγειν. φυλάττεσθαι δὲ καὶ τὴν ποικιλίαν τῶν τροφῶν ἄμεινον, μᾶλλον ἐὰν ἐξ ἐναντίων ὦσι δυνάμεων· οὐ γὰρ πέττεται τὰ ληφθέντα προσηκόντως.

1

.

18

t

Ὅσα λεπτύνοντά ἐστιν ἐν τροφαῖς.

1

.

18

.

1

Σκόροδα, κρόμμυα, πράσα, νάπυ, πέπερι, σμύρνιον, πύρεθρον, ὀρί‐ γανον, καλαμίνθη, ὕσσωπον, σισύμβρια, γλήχων, θύμα, θύμβρα χλωρὰ

1

.

18

.

2

προσφερόμενα· ξηρανθέντα γὰρ ἤδη φάρμακά ἐστι· τοῖς δ’ εἰρημένοις ἐφεξῆς ἐστιν εὔζωμα, σέλινα, πετροσέλινα, ὤκιμα, ῥαφανίδες, κράμβαι, τεῦτλα, μάραθα, κορίανον, πήγανον, ἄνηθον, λιβυστικόν, κύμινον καππά‐ ρεως καὶ τερμίνθου καρπός, τὸ τῆς κάρου σπέρμα, ἀνήσου, δαύκου καὶ

1

.

18

.

3

πάντων τῶν εὐωδῶν καὶ δριμέων καὶ θερμῶν ἐπιφανῶς. τῶν δ’ ἰσχυ‐ ρῶς πάνυ λεπτυνόντων ἐστὶ τὸ τοῦ πηγάνου σπέρμα καὶ καννάβεως

1

.

18

.

4

ὡς εἶναι φαρμακώδη λοιπόν. τῶν δὲ Δημητρίων σπερμάτων εἰς λεπτύ‐ νουσαν δίαιταν ἄλυποι κριθαὶ μόναι, δεύτεροι δ’ ἐκ τῶν πυρῶν ἄρτοι κριβανῖται· τῶν δ’ ἄλλων ἀπέχεσθαι πειρᾶσθαι, πλὴν εἰ διὰ μακροῦ

1

.

18

.

5

〈χρόνου〉 πισσοῦ ἢ φακοῦ γεύσασθαί τις ἐθέλοι. πλείστην δ’ ἂν ἔχοις ἐδεσμάτων χρῆσιν εἰς λόγον λεπτυνούσης διαίτης ἀπό τε τῶν πετραίων

1

.

18

.

6

ἰχθύων καὶ τῶν ὀρείων ὀρνίθων τῶν μικρῶν· καθόλου γὰρ πάντα τὰ γεγυμνασμένα τῶν 〈ἀγυμνάστων〉 καὶ τὰ ξηροτέραις τροφαῖς χρώμενα τῶν ὑγροτέραις καὶ τὰ καθαρὸν καὶ λεπτὸν ἀναπνέοντα τὸν ἀέρα

1

.

18

.

7

βελτίω τῶν ἐναντίων. καὶ τῶν ἰχθύων δ’ ἐσθίειν ὅσοι μαλακήν τε ἅμα καὶ ψαθυρὰν ἔχουσι τὴν σάρκα, τῶν δ’ ἤτοι σκληρὰν ἢ γλίσχραν

1

.

18

.

8

ἐχόντων ἀπέχεσθαι παντάπασιν. ἔχεις γνωρίσματα πάσης ζῴου σαρκὸς τό τε ψαθυρὸν καὶ τὸ μαλακόν· οἷς μὲν γὰρ ἂν ὑπάρχῃ τὸ συναμ‐ φότερον, εἰς κόρον ἐσθίειν, τῶν δ’ ἄλλων, οἷς μηδέτερον, ἀπέχεσθαι παντάπασιν· οἷς δὲ θάτερον, ἐσθίειν μέν ποτε, φυλάττεσθαι δ’ εἰς

1

.

18

.

9

κόρον. καὶ ταῖς ἀλεκτορίσι δέ, εἰ γυμνάζοιτό τις, οὐ κωλύω χρῆσθαι καὶ περιστεραῖς καὶ τρυγόσι καὶ μάλιστα ταῖς ὀρείοις· χρὴ δὲ μὴ πρόσφατον, ἀλλ’ ἕωλον ἐργασάμενον ἡμέραν μίαν τοὐλάχιστον οὕτως ἐσθίειν οὐ τρυγόνα μόνον, ἀλλὰ καὶ πέρδικα καὶ πάντα τὰ μετρίως

1

.

18

.

10

σκληρὰν ἔχοντα τὴν σάρκα. καὶ οἱ ταριχευθέντες δὲ τῶν ἰχθύων ἱκα‐
νώτατα λεπτύνουσι [τε] τοὺς παχεῖς καὶ γλίσχρους χυμούς· ἐκλέγεσθαι δὲ τούτων ὅσοι μαλακόσαρκοι, τοὺς δὲ κητώδεις φυλάττεσθαι. δι’ ὄξους μᾶλλον ἄμεινον καὶ ὀξυμέλιτος ἐσκευασμένα προσφέρεσθαι τῶν333

1

.

18

.

11

ἐδεσμάτων τὰ πλεῖστα καὶ προταριχεύειν αὐτῶν ὅσα δυνατόν. ταριχευ‐

1

.

18

.

12

θέντων δὲ καὶ τῶν χοιρείων κρεῶν γεύοιτο ἄν τις. καὶ ὑπὸ τῶν ὀπωρῶν ἥκιστα ἂν βλάπτοιτο τῶν λαπαττουσῶν τὴν κοιλίαν· τὰ δὲ

1

.

18

.

13

βραδυπορώτερα χείρω, καὶ μᾶλλον εἰ σκληρὰ τυγχάνει· ἀλλὰ τούτων μὲν μὴ γεύεσθαι μηδενὸς πλὴν τῶν εἰς ἀπόθεσιν ἐπιτηδείων, οἷάπερ ἐστὶν ἀπίων τε καὶ μήλων καὶ σταφυλῶν οὐκ ὀλίγα γένη· τὰ δὲ μαλακώτερα μᾶλλον ἐσθίειν· ὅσα δὲ σφοδρῶς αὐστηρὰ καὶ στρυφνά, μοχθηρὰ τῇ τοι‐

1

.

18

.

14

αύτῃ διαίτῃ. ἐπιτηδειότερα δὲ πάντων ἐστὶν ἰσχάδες τε καὶ κάρυα καὶ

1

.

18

.

15

πιστάκια καὶ τῶν ἀμυγδαλῶν αἱ ὑπόπικροι. ἐλαίας δ’ οὔτε ἐπαινεῖν

1

.

18

.

16

ἔχοιμι 〈ἂν〉 οὔτε ψέγειν. τῶν δὲ γλυκέων, οὐκ ἐδεσμάτων 〈μόνον〉, ἀλλὰ καὶ πομάτων, τὸ μέλι σχεδὸν μόνον ἀκριβῶς λεπτὸν γεννᾷ χυ‐

1

.

18

.

17

μόν. καὶ τῶν οἴνων δ’ οἱ λεπτοὶ καὶ λευκοὶ τέμνουσι τοὺς παχεῖς

1

.

18

.

18

χυμοὺς καὶ καθαίρουσι δι’ οὔρων. χρησιμώτατον δ’ εἰς λεπτύνουσαν δίαιταν τὸ ὀξύμελι μάλιστα ὑπάρχει.

1

.

19

t

Ὅσα παχύχυμα.

1

.

19

.

1

Οἱ ἰπνῖται τῶν ἄρτων καὶ οἱ μὴ καλῶς ἐσκευασμένοι καὶ τὰ διὰ γλεύκους καὶ σεμιδάλεως πέμματα καὶ λάχανα καὶ τὰ ῥύμματα 〈ἃ〉 ἴτρια προσαγορεύεται καὶ πᾶν ἄζυμον ἐκ πυροῦ πέμμα καὶ οἱ δι’

1

.

19

.

2

αὐτῶν δηλονότι σκευαζόμενοι πλακοῦντες. ἔστι δὲ καὶ ἡ σεμίδαλις

1

.

19

.

3

καὶ ὁ χόνδρος ἱκανῶς παχύχυμα· ἄμυλον μετρίως. καὶ οἱ βολβοὶ δ’ εἰσὶ παχύχυμοι καὶ θέρμοι καὶ τῆς φακῆς ἡ οἷον σάρξ, κύαμοι φρυ‐ γέντες καὶ τὰ καλούμενα μαλάκια, τευθίδες, σηπίαι, πολύποδες, οἱ κητώδεις τῶν ἰχθύων, ἐξ ὧν εἰσιν οἱ θυννοί, μετριώτερον δ’ αὐτῶν

1

.

19

.

4

αἱ πηλαμίδες. ἱκανῶς δὲ παχύχυμα τά τε ὄστρεα καὶ οἱ κήρυκες αἵ τε πορφύραι καὶ αἱ χῆμαι καὶ λεπάδες, κτένες καὶ πίνναι καὶ πάντα ὅσα [τὰ] ὀστρακόδερμα, ἐγχέλυες, κοχλίοι, ἐλάφεια κρέα, αἴγεια, βόεια, λάγεια, χοίρεια, ἥπατα, νεφροί, ὄρχεις, ἐγκέφαλοι, ὁ νωτιαῖος μυελός,
5οὖθαρ, γλῶττα, ἀδένες μετρίως, γάλα τὸ ἐπὶ πλέον ἑψηθέν, τυροὶ πάντες (οἱ δὲ νέοι καὶ ὀξυγαλάκτινοι ἧττον), ὀξύγαλα, πυρίεφθον καὶ τῶν ὠῶν ὅσα μέχρι τελέας πήξεως ἑψοῦσι, μᾶλλον δὲ τὰ ὀπτὰ καὶ ἔτι μᾶλλον τὰ τηγανιστά, φοίνικες, κάστανοι, βολβοί, γογγύλαι, κοκκύ‐

1

.

19

.

5

μηλα, μύκητες, ὕδνα, κῶνος, σῦκα τὰ μὴ καλῶς πέπειρα. τῶν οἴνων οἱ γλυκεῖς αἵματος παχέος εἰσὶ γεννητικοὶ καὶ μᾶλλον ἔτι τὸ καλού‐ μενον σίραιον καὶ ὁ γλεύκινος ὁμοίως καὶ οἱ παχεῖς καὶ μέλανες
οἶνοι.334

1

.

20

t

Ὅσα μέσα τῶν λεπτυνόντων καὶ παχυνόντων.

1

.

20

.

1

Οἱ κάλλιστα κατασκευασθέντες ἄρτοι καὶ αἱ σάρκες τῶν ἀλεκτο‐ ρίδων καὶ φασιανικῶν καὶ περδίκων καὶ περιστερῶν ἀτταγήνων τε καὶ τῶν μικρῶν στρουθίων ἁπάντων, ἔτι τε πετραίων ἰχθύων αἰγιάλου τε πελάγους κωβιῶν τε καὶ σμυραίνων καὶ βουγλώσσων καὶ πάντων ἁπλῶς
5ἰχθύων [αἰγιάλου τε καὶ πελάγους] ὅσοι μήτε γλισχρότητά τινα μήτε δυσωδίαν ἔχουσι κατὰ τὴν ἐδωδήν, σῦκα τὰ πέπανα καὶ λαχάνων ἀγρίων ἡ σέρις (τοῦτο δὲ κοινὸν γένος ἐστὶ πλειόνων· τὰ δὲ κατ’ εἶδος ἕκαστον αὐτῶν ὄνομα κέκτηται παρὰ τοῖς Ἀττικοῖς, οἷον θρι‐ δακίνη καὶ χονδρίλη καὶ γιγγίδια καὶ ἄλλα πολλὰ τούτου τοῦ γένους
10ἐστίν) ὅ τε ἕλειος καὶ ὁ μυακάνθινος καὶ ὁ τῆς χαμαιδάφνης ἀσπά‐ ραγος καὶ ὁ τῆς βρυωνίας, οἶνος ξανθός τε ἅμα καὶ γλυκὺς καὶ διαυ‐ γής, οἷός [τε] ἐστιν ὁ τε Ἀριούσιος καὶ ὁ Λέσβιος καὶ ὁ Φαλερῖνος καὶ ὁ Τμωλίτης· χρηστὸν γὰρ οἱ τοιοῦτοι πάντες αἷμα καὶ σύμμετρον τῷ πάχει γεννῶσιν.

1

.

21

t

Ὅσα γλίσχρον χυμὸν γεννᾷ.

1

.

21

.

1

Τῶν πυρῶν ὅσοι μὲν βαρεῖς καὶ πυκνοὶ καὶ διὰ βάθους ξανθοί, γλίσχροι· ὅσοι δὲ κοῦφοι καὶ ἀραιοὶ καὶ λευκοὶ τὰ ἔνδον, ἧττον γεν‐

1

.

21

.

2

νῶσι γλίσχρον χυμόν. ἔστι δὲ καὶ ἡ σεμίδαλις καὶ ὁ χόνδρος ἱκανῶς

1

.

21

.

3

γλίσχρα· τένοντες καὶ ἀπονευρώσεις καὶ τὰ περὶ τὰ χείλη μόρια, καλ‐ λῶσον, χοίρειον πᾶν κρέας καὶ ἡ τῶν ἀρνῶν σάρξ, τὸ τοῦ σησάμου σπέρμα, βολβοί, φοίνικες οἱ λιπαροί.

1

.

22

t

Ὅσα ὠμὸν χυμὸν γεννᾷ.

1

.

22

1,2

Φοίνικες οἱ χλωροὶ χυμῶν ὠμῶν ἐμπιπλᾶσι τοὺς ἐσθίοντας καὶ ἡ

1

.

22

.

2

(2)

ῥίζα τῆς γογγυλίδος καὶ ἡ σὰρξ τῶν ὀστρακοδέρμων τῶν σκληροσάρκων ἀποβαλοῦσα τὸν ἁλυκὸν χυμὸν ἐκ πλείονος ἑψήσεως καὶ τὰ μαλάκια καλούμενα, πολύποδες, σηπίαι, ὅσα τε ἄλλα τοιαῦτα, πάντα τὰ κητώδη
5τῶν ἐν θαλάττῃ ζῴων (διὸ προταριχεύοντες εἰς χρῆσιν ἄγουσιν αὐτά), κοιλία, ἔντερα, μῆτραι τῶν τετραπόδων καὶ οἱ σκληρότεροι τῶν ἀδέ‐ νων ἀπεπτούμενοι, ὀξύγαλα, τηγανῖται, θέρμοι, σταφυλὴ ἐπισχεθεῖσα
καὶ μὴ διαφθαρεῖσα.335

1

.

23

t

Ὅσα ψυχρὸν χυμὸν γεννᾷ.

1

.

23

.

1

Τοῖς ἄδην σικύων ἐμφορουμένοις ψυχρὸν χυμὸν ἀθροίζειν συμ‐ βέβηκε καὶ ἔτι κοιλίαν ἐσθίουσι καὶ ἔντερα καὶ μήτραν τῶν τετραπό‐ δων ζῴων, ὀξύγαλα, βωλίτας, μῆλα τὰ 〈μήπω〉 πέπειρα, βολβούς.

1

.

24

t

Ὅσα φλέγμα γεννᾷ.

1

.

24

.

1

Φλεγματικὸν δ’ ἁπλῶς χυμὸν γεννᾷ τῶν ζῴων τὰ νευρώδη μόρια, ἐγκέφαλος, πνεῦμα, νωτιαῖος, ἀδένες ἀπεπτούμενοι, ἡ τῶν ἀρνῶν σὰρξ καὶ ἡ τῶν ὀστρακοδέρμων καὶ τῶν μαλακοσάρκων, μῆλα τὰ μήπω πέπειρα.

1

.

25

t

Ὅσα μελαγχολικὸν χυμὸν γεννᾷ.

1

.

25

.

1

Κρέα βόεια καὶ αἴγεια, μᾶλλον τὰ τῶν ταύρων τε καὶ τράγων ἔτι τε μᾶλλον προβάτων, λαγωῶν, τῶν ἀγρίων συῶν, τὰ ταριχευθέντα κρέα τῶν ἐπιγείων ζῴων καὶ οἱ σπλῆνες τῶν ζῴων, τῶν δὲ θαλαττίων θύννοι καὶ φάλαιναι καὶ τὰ κητώδη πάντα, κοχλίαι, κράμβη καὶ τῶν
5δένδρων οἱ βλαστοὶ δι’ ἅλμης τε καὶ ὀξάλμης συντιθέμενοι, ὡς σχίνου

1

.

25

.

2

καὶ τερμίνθου, καὶ τῆς κινάρας ἡ οἷον σάρξ. καὶ ἡ φακὴ μελαγχολι‐ κώτατόν ἐστιν ἔδεσμα· μετ’ αὐτὴν οἱ πιτυρῖται τῶν ἄρτων οἵ τε ἐκ τῆς τίφης καὶ τῶν ἄλλων πονηρῶν σπερμάτων οἵ τε ἁπαλοὶ τυροὶ καὶ ὁ φακὸς καὶ ὁ βῖκος καὶ τῶν οἴνων οἱ παχεῖς καὶ μέλανες.

1

.

26

t

[καὶ] Ὅσα χολώδη χυμὸν γεννᾷ.

1

.

26

1,2

Κεράτια· τῆς κινάρας ὁ χυλὸς λεπτὸς καὶ πικρόχολός ἐστιν· ἄμει‐

1

.

26

.

3

νον οὖν ἀφεψῶντας αὐτὴν ἐσθίειν. καὶ τὸ μέλι ῥᾳδίως ἐκχολοῦται κατὰ τὰ θερμὰ σώματα (πάντες γάρ εἰσιν οἱ γλυκεῖς χυμοὶ ὕλη τῇ ξανθῇ χολῇ) καὶ οἱ γλυκεῖς οἶνοι.

1

.

27

t

Ὅσα περιττωματικά.

1

.

27

.

1

Φάσσαι, χῆνες πλὴν τῶν πτερῶν, σπλάγχνα πάντα, νωτιαῖος, ἐγκέφαλοι, οἱ ἐν τοῖς ἕλεσι καὶ ταῖς λίμναις καὶ τοῖς πεδίοις ὄρνιθες, ἐρέβινθοι, κύαμοι χλωροί, κύαμος Αἰγύπτιος, οἱ νέοι τῶν χοίρων, τῶν προβάτων ἡ σὰρξ καὶ πάντων τῶν νέων ζῴων καὶ τῶν ἀργῶς βιούν‐
5των καὶ τῶν ἰχθύων οἱ ποτάμιοι καὶ οἱ λιμναῖοι καὶ οἱ ἐν ἰλύι διαι‐
τώμενοι καὶ πάντα τὰ κητώδη τῶν ἐν θαλάττῃ ζῴων.336

1

.

28

t

Ὅσα ἀπέριττα.

1

.

28

.

1

Τράχηλοι ζῴων, οὐραί, πτερά, ἡ τῶν ἀγρίων ζῴων σὰρξ καὶ τῶν ἐν ξηροῖς τόποις διαιτωμένων.

1

.

29

t

Ὅσα πολύτροφα.

1

.

29

.

1

Συῶν τῶν ἡμέρων αἱ σάρκες πάντων ἐδεσμάτων εἰσὶ τροφιμώ‐

1

.

29

.

2

ταται· βοῶν ἐγκέφαλοι, ὄρχεις, καρδία, νωτιαῖος καὶ ἄλλος μυελός, τὰ πτερὰ τῶν χηνῶν καὶ μᾶλλον ἀλεκτορίδων καὶ πάντων τῶν πτηνῶν

1

.

29

.

3

αἱ κοιλίαι, κοχλίοι, καὶ μᾶλλον τρὶς ἑψηθέντες, τῶν ὀστρακοδέρμων τὰ σκληρόσαρκα, οἷον πορφύραι, κήρυκες καὶ τὰ ὅμοια, ἀστακοί, πάγουροι, καρκῖνοι, καρίδες, κάραβοι καὶ ὅσα τοιαῦτα καὶ τὰ μαλάκια καλούμενα,

1

.

29

.

4

πολύποδες, σηπίαι, τευθίδες καὶ τὰ παραπλήσια καὶ τῶν σελαχίων νάρκη μὲν καὶ τρυγὼν μετρίως, βάτοι δὲ καὶ λειόβατοι καὶ ῥῖναι μᾶλ‐

1

.

29

.

5

λον, τρίγλαι, κωβιοὶ ἔλαττον· γάλα τὸ μὲν παχύτερον μᾶλλον, τὸ δ’

1

.

29

.

6

ὑγρότερον ἔλαττον. τῶν ἄρτων τροφιμώτατος ὁ σιλιγνίτης, ἐφεξῆς δ’

1

.

29

.

7

ὁ σεμιδαλίτης καὶ τρίτος ὁ συγκομιστός. ἑφθοὶ πυροί, σεμίδαλις, χόνδρος.

1

.

29

.

8

κύαμοι σαρκοῦσι τὴν ἕξιν οὐκ ἐσφιγμένῃ καὶ πυκνῇ σαρκί, ἀλλὰ χαυ‐

1

.

29

.

9

νοτέρᾳ μᾶλλον. ἐρέβινθοι τρέφουσι μᾶλλον, φάσιλοι καὶ ὦχροι τήλεως

1

.

29

.

10

πλέον. δόλιχοι, οὓς λοβοὺς καὶ φασιόλους καλοῦσι, τρέφουσι πισσῶν

1

.

29

.

11

οὐκ ἔλαττον· θέρμοι τρόφιμοι, κάστανα, φακή, οἱ γλυκεῖς φοίνικες,

1

.

29

.

12

σταφίδες αἱ γλυκεῖαι καὶ λιπαραί, γογγυλίς, βολβοὶ τροφιμώτατοι, καὶ

1

.

29

.

13

μᾶλλον δίσεφθοι. μέλι τὸ ἀπαφρισθὲν ἐπιτήδειον πρός τε ἀνάδοσιν

1

.

29

.

14

καὶ θρέψιν γίνεται. ἅπας οἶνος ἀνὰ λόγον τρέφει τῆς παχύτητος· οἱ μὲν οὖν ἐρυθροὶ καὶ παχεῖς καὶ αὐστηροὶ στύφοντες μᾶλλον, τούτων δ’ ἧττον τρέφουσιν οἱ λευκοί τε ἅμα καὶ παχεῖς καὶ αὐστηροί, πάντων

1

.

29

.

15

δ’ ἧττον οἱ λευκοί τε καὶ λεπτοί. καὶ πάντα δὲ τὰ παχύχυμα, εἰ καλῶς πεφθείη καὶ αἱματωθείη, πολύτροφα γίνεται.

1

.

30

t

Ὅσα ὀλιγότροφα.

1

.

30

.

1

Τὰ ἄκρεα τῶν ζῴων, μήτρα, γαστήρ, ἔντερα, οὐραί, ὦτα, πιμελή,

1

.

30

.

2

στέαρ. ἅπαν τὸ γένος τῶν ὀρνίθων ὀλιγότροφόν ἐστι παραβαλλόμενον τῷ

1

.

30

.

3

γένει τῶν πεζῶν, καὶ ἡ τῶν γεγηρακότων ζῴων σὰρξ ὀλιγοτροφωτέρα

1

.

30

.

4

ἐστὶ τῶν ἔτι αὐξανομένων. τῶν δ’ ἰχθύων ἡ τροφὴ αἵματός ἐστι λεπτο‐

1

.

30

.

5

τέρου γεννητική. τῶν ὀστρακοδέρμων τὰ μαλακόσαρκα, οἷα αὐτὰ τὰ

1

.

30

.

6

ὄστρεα, ὀλιγότροφα. ἄρτοι κρίθινοι, τὰ ἐκ κριθῶν ἄλφιτα, ἄρτοι πιτυ‐ ρίαι καὶ οἱ ῥυπαροὶ πάντες καὶ οἱ πλυτοί, ἄμυλον, μᾶζα ἐξ ἀλφίτων, κριθή, βρόμος, κέγχρος, καὶ μᾶλλον ἔλυμος, ὄρυζα, κύαμοι χλωροί, μή‐
κωνος σπέρμα, συκάμινα, ἀμύγδαλα, πιστάκια, κοκκύμηλα, περσικά, ἀρ‐337
5μενιακά, πραικόκκια, ἐλαῖαι, καὶ μάλιστα αἱ δρυπεπεῖς, λεπτοκάρυα, καὶ μᾶλλον τὰ βασιλικὰ κάρυα, σηρικά, κράνα, προῦμνα, βάτινα, κάππαρις, καὶ μάλιστα ἡ ταριχευθεῖσα, τῆς τερμίνθου πάντα, κράμβη, τεῦτλα, ῥάφανος, νάπυ καὶ ἀσπάραγοι πάντες, σταφυλῖνος, δαῦκος, κάρω.

1

.

30

.

7

κρόμμυα δὲ καὶ σκόροδα καὶ πράσα ὠμὰ μὲν οὐδ’ ὅλως τροφὴν δίδω‐

1

.

30

.

8

σιν, ἑψηθέντα δὲ δὶς ἢ τρὶς ὀλιγίστην. ῥοιαὶ δ’ ὀλιγότροφοι, ἄπιοι, κολοκύνθη, σταφίδες αἱ αὐστηραὶ καὶ ἀλιπεῖς.

1

.

31

t

Ὅσα μέσα τῶν ὀλιγοτρόφων καὶ πολυτρόφων.

1

.

31

1,2

Φάσιλοι, ὦχροι, λάθυροι· σῦκα δ’ οὐχ ὁμοίως ταῖς ἄλλαις ὀπώ‐

1

.

31

.

2

(2)

ραις ὀλιγότροφα, σομφώδη δὲ ποιεῖ τὴν σάρκα ὁμοίως σταφυλαῖς· ἔλαττον δὲ τῶν σύκων τρέφουσι χαύνῃ καὶ πλαδαρᾷ σαρκί.

1

.

32

t

Ὅσα εὔχυμα.

1

.

32

.

1

Εὐχυμότατόν ἐστι τὸ ἄριστον γάλα σχεδὸν ἁπάντων ὧν προσ‐ φερόμεθα· ἄριστον δὲ τὸ τῶν εὐεκτούντων ζῴων, ὅταν ἀμελχθῇ πινό‐

1

.

32

.

2

μενον εὐθέως. ὠὰ τρομητὰ καὶ ῥοφητὰ τῶν ἀλεκτορίδων καὶ φασια‐

1

.

32

.

3

νικῶν· ὄρνιθες δὲ καὶ ἰχθύες ὀλίγου δεῖν ἅπαντες εὔχυμοι πλὴν τῶν ἐν ἕλεσι καὶ λίμναις καὶ ποταμοῖς ἑλώδεσι καὶ θολεροῖς διαιτωμένων.

1

.

32

.

4

τῇ δ’ ὀσμῇ καὶ τῇ γεύσει διάγνωσιν ποιεῖσθαι χρὴ τῶν ἰχθύων· καὶ γὰρ δυσώδεις καὶ ἀηδεῖς καὶ βλενώδεις εἰσὶν ὅσοι τὴν δίαιταν ἔχουσιν

1

.

32

.

5

ἐν ὕδατι μοχθηρῷ. αἱ σάρκες τῶν ζῴων, ὅταν καλῶς πεφθῶσιν, αἵμα‐ τός εἰσιν ἀρίστου γεννητικαί, καὶ μάλιστα τῶν εὐχύμων, ὁποῖόν ἐστι

1

.

32

.

6

τὸ γένος τῶν ὑῶν. οὖθαρ εὔχυμον, ἧπαρ, τὰ περὶ τὰ χείλη μόρια,

1

.

32

.

7

πτερὰ καὶ τὰ ἄλλα τὰ ἄκρεα· ἔντερα δὲ καὶ μήτρα καὶ οὐρὰ τῶν σαρκῶν ἧττον εὔχυμα· οἱ δ’ ἀδένες πεφθέντες καλῶς ὁμοίως ταῖς

1

.

32

8,9

σαρξὶν εὔχυμοι. καρδία οὐ κακόχυμος. βελτίους οἱ πόδες τῶν ὑῶν

1

.

32

.

10

τοῦ ῥύγχους καὶ [τοῦ] τῶν ὤτων. τῶν ἀγρίων ζῴων αἱ σάρκες εὐχυ‐

1

.

32

.

11

μότεραι τῆς τῶν ἡμέρων εἰσίν. ἄρτος καθαρὸς καλῶς ἐσκευασμένος

1

.

32

.

12

εὔχυμος· χόνδρος, πτισάνη καλῶς ἡψημένη, κύαμοι. κάστανα οὐ κακό‐ χυμα, σῦκα πέπειρα καὶ σταφυλὴ πέπειρος κρεμασθεῖσα ἄμεμπτος.

1

.

32

.

13

ἰσχάδες ἀναδοθεῖσαι μὲν ταχέως εὔχυμοι, χρονίσασαι δ’ ἐν τῇ γαστρὶ κακόχυμοι γίνονται καὶ φθειρῶν γεννητικαί· μετὰ δὲ καρύων ἐσθιόμεναι κάλλιστόν ἐστιν ἔδεσμα· ὅσοι δὲ μετά τινος ἄλλου τῶν ἐδεσμάτων

1

.

32

.

14

ἐσθίουσι τά τε σῦκα καὶ τὰς ἰσχάδας, οὐ μικρὰ βλάπτονται. θρίδαξ ὡς

1

.

32

.

15

ἐν λαχάνοις αἷμα γεννᾷ καὶ μετὰ ταύτην ἴντυβοι. οἱ εὐώδεις οἶνοι εὔχυμοι· τῶν εὐχυμοτάτων δ’ ἐστὶν ὁ Φαλερῖνος καὶ ὁ Τμωλίτης γλυ‐ κὺς καὶ ὁ Ἀριούσιος.338

1

.

33

t

Ὅσα κακόχυμα.

1

.

33

.

1

Πάντων ἀπέχεσθαι τῶν κακοχύμων ἐδεσμάτων συμβουλεύω, κἂν εὔπεπτά εἰσι· λανθάνει γὰρ ἐν χρόνῳ πλείονι μοχθηρὸς χυμὸς ἐν ταῖς φλεψὶν ἀθροιζόμενος ἐξ αὐτῶν, ὃς ἐπειδὰν ἀφορμῆς ὀλίγης εἰς σῆψιν

1

.

33

.

2

ἐπιλάβηται, πυρετοὺς κακοήθεις ἀπεργάζεται. ἔστι δὲ κακόχυμα τάδε· τῶν προβάτων ἡ σὰρξ καὶ τῶν αἰγῶν· ἡ δὲ τῶν τράγων χειρίστη, ἐφεξῆς δ’ 〈ἡ〉 τῶν κριῶν, εἶθ’ ἡ τῶν ταύρων· ἐν ἅπασι δὲ τούτοις

1

.

33

.

3

τὰ τῶν εὐνουχισθέντων ἀμείνω, τὰ δὲ πρεσβυτικὰ χείριστα. τῶν λαγωῶν ἡ σὰρξ αἵματος μέν ἐστι παχυτέρου γεννητική, βελτίονος δ’ εἰς εὐχυ‐ μίαν ἢ κατὰ βοῦν καὶ πρόβατον· κακόχυμος δ’ οὐδὲν ἧττον τούτων

1

.

33

.

4

ἐστίν. καὶ οἱ τῶν ἐλάφων νεφροὶ κακόχυμοι καὶ οἱ τῶν τελείων ὄρχεις

1

.

33

.

5

πλὴν τῶν ἐν τοῖς ἀλεκτρυόσιν. ἐγκέφαλος, νωτιαῖος, καλλῶσον, σπλήν, ὠὰ τηγανιστά, τυροὶ ἁπαλοί, βωλῖται, ἀμανῖται, τῆλις, φακή, βρόμος·

1

.

33

.

6

ἐρέβινθος οὐκ εὔχυμος· ἡ δ’ ὄλυρα τοσούτῳ πυροῦ χείρων ἐστίν, ὅσῳ τίφης καὶ βρόμου κρείττων· μελίνη, κέγχρος καὶ ὅσα τοιαῦτά ἐστιν,

1

.

33

.

7

οὐκ εὔχυμα. δράκοντες, γαλεώνυμοι, σκορπίοι, τράχουροι, τρίγλαι, ὀρφοί, γλαῦκοι, ζύγαιναι, γόγγροι, φάγροι καὶ ὅσα ἄλλα τῶν ἐν θαλάττῃ ζῴων

1

.

33

.

8

κητώδη, πάντα κακόχυμα. μῆλα τὰ μήπω πέπειρα, ἄπιοι πρὶν πεφθῆ‐ ναι, περσικά, ῥοιαί, μέσπιλα, κράνα, προῦμνα, κεράτια, ὁ τῆς τερμίνθου καρπός, κινάρα, καὶ μᾶλλον ὅταν σκληροτέρα γένηται, σίκυοι πέπονες,

1

.

33

.

9

μηλοπέπονες δ’ ἧττον. κολοκύντη τούτων μὲν ἀμείνων ἐστίν, ἀλλὰ καὶ αὐτὴ διαφθαρεῖσα κατὰ τὴν γαστέρα κακόχυμος ἱκανῶς γίνεται.

1

.

33

.

10

σῦκα δ’ ἧττον τῶν ἄλλων ὡραίων ἐστὶ κακόχυμα, καὶ ἰσχάδες τοῖς πλεο‐ νάζουσιν ἐν αὐταῖς οὐ πάνυ χρηστὸν αἷμα γεννῶσιν, ὅθεν αὐταῖς καὶ

1

.

33

.

11

τὸ τῶν φθειρῶν ἕπεται πλῆθος. τῶν δὲ λαχάνων οὐδὲν μὲν εὔχυμόν ἐστιν, ἐν μέσῳ δὲ τῶν εὐχύμων τε καὶ κακοχύμων θρίδαξ ἐστὶ καὶ

1

.

33

.

12

ἴντυβοι καὶ μετὰ ταῦτα μαλάχη, βλίτον, ἀνδράφαξυς. αἱ δὲ ῥίζαι τῶν λαχανωδῶν φυτῶν κακόχυμοι μὲν ὅσαι δριμεῖαι, καθάπερ ἡ τῶν κρομ‐ μύων καὶ πράσων καὶ σκορόδων καὶ ῥαφανίδων καὶ δαύκων· μέσαι δ’ εὐχύμων τε καὶ κακοχύμων αἱ τῶν γογγυλίδων εἰσὶ καὶ τῆς καλουμέ‐

1

.

33

.

13

νης κάρους. ὤκιμον κακοχυμότατον, γογγυλὶς ἡ ὠμοτέρα, κράμβη,

1

.

33

.

14

βολβοὶ μὴ καλῶς ἑψηθέντες. κρόμμυα δὲ καὶ σκόροδα καὶ πράσα

1

.

33

.

15

δίσεφθα γενόμενα τὴν κακοχυμίαν ἀποτίθεται. κακόχυμα δ’ ἐσχάτως

1

.

33

.

16

πάντων ἐστὶν ἃ καλοῦσιν ἄγρια λάχανα. οἴνων οἱ παχεῖς ἅμα καὶ δυσώδεις καὶ ἀηδεῖς καὶ αὐστηροὶ κακόχυμοι, οἷός ἐστιν ὁ φαῦλος Βιθυνὸς ὁ ἐν μεγάλοις κεραμίοις· ὁ γὰρ ἐν τοῖς μικροῖς οὔτε εὔχυμός ἐστιν οὔτε κακόχυμος.339

1

.

34

t

Ὅσα εὔπεπτα.

1

.

34

.

1

Ἄρτοι καλῶς σκευασθέντες, ἰχθύων οἱ πετραῖοι πάντες, κωβιός,

1

.

34

.

2

νάρκη, τρυγών, ἅπαν τὸ γένος τῶν πτηνῶν· ὀρνίθων ἡ σὰρξ παρα‐ βαλλομένη τῷ γένει τῶν πεζῶν εὐπεπτοτέρα τυγχάνει, καὶ μάλιστα

1

.

34

.

3

πέρδικος, ἀτταγῆνος, περιστερᾶς, ἀλεκτορίδος καὶ φασιανικῶν. τὰ πτερὰ τῶν χηνῶν καὶ μᾶλλον τὰ τῶν ἀλεκτορίδων, καὶ καθόλου κάλλιστα μὲν τὰ τῶν εὐτραφῶν τε καὶ νέων πτερά, χείριστα δὲ τὰ τῶν ἰσχνῶν

1

.

34

.

4

καὶ γεγηρακότων. σιτευθέντων δὲ δι’ ὀρροῦ γάλακτος χηνῶν τὸ ἧπαρ

1

.

34

.

5

καὶ τῶν ὁμοίως τραφέντων ἀλεκτρυόνων οἱ ὄρχεις εὐπεπτότατοι. τὰ κρέα τῶν ὑῶν εἰς πέψιν ἐπιτηδειότερα, τοῖς μὲν ἀκμάζουσι 〈καὶ〉 δια‐ πονουμένοις τὰ τῶν ἀκμαζόντων, τοῖς δ’ ἄλλοις τὰ τῶν ἔτι αὐξανο‐ μένων. τῶν δὲ τελείων βοῶν οἱ μόσχοι βελτίους εἰς πέψιν, καὶ οἱ

1

.

34

.

6

ἔριφοι τῶν αἰγῶν. 〈πάντων τῶν〉 ἔτι αὐξανομένων ἡ σὰρξ εὐπεπτο‐

1

.

34

.

7

τέρα τῆς τῶν ἄλλων. τὸ βασιλικὸν κάρυον πέττεται μᾶλλον τοῦ

1

.

34

8,9

λεπτοκαρύου. βολβοὶ πεφθῆναι ῥᾴους οἱ δίσεφθοι. ὠὰ τρομητὰ καὶ

1

.

34

.

9

(2)

ῥοφητά, θρίδακες, ἴντυβοι, μαλάχη, κολοκύντη ἑφθή, ὅταν μὴ διαφθαρῇ.

1

.

34

10,11

οἱ γλυκεῖς οἶνοι τῶν αὐστηρῶν πέττονται μᾶλλον· ἄμεινον δ’ εἰς τὴν

1

.

34

.

11

(2)

πέψιν ἰστέον εἶναι τῶν ἐξ ἴσης ὑγιεινῶν τὸ ἧπαρ.

1

.

35

t

Ὅσα δύσπεπτα.

1

.

35

.

1

Αἴγεια, βόεια, ἐλάφεια· χειρίστη δ’ ἡ τῶν τράγων σάρξ ἐστι πρὸς πέψιν, ἐφεξῆς δ’ ἡ τῶν κριῶν, εἶθ’ ἡ τῶν ταύρων· καὶ τὰ πρεσβυτικὰ δὲ τῶν ζῴων χείριστα, καὶ τῶν ὑῶν οἱ γηράσαντες ἰνώδη καὶ ξηρὰν

1

.

35

.

2

καὶ διὰ τοῦτο δύσπεπτον ἔχουσι τὴν σάρκα. γαστὴρ δύσπεπτος, ἔν‐ τερα, μήτρα, καλλῶσον, καρδία, ἧπαρ, ὦτα, οὐραί, νεφροί, ἐγκέφαλοι, νωτιαῖος καὶ οἱ τῶν ζῴων ὄρχεις τῶν τελείων, χῆνες πλὴν τῶν πτε‐

1

.

35

.

3

ρῶν. φαττῶν, κιχλῶν, κοττύφων καὶ τῶν μικρῶν στρουθίων σκληρο‐ τέρα ἐστὶν ἡ σάρξ, καὶ μᾶλλον τῆς παλαιᾶς τρυγόνος καὶ νήττης· δυσπεπτοτέρα καὶ ἰνωδεστέρα τούτων ἡ τοῦ ταῶνος καὶ ἡ τῶν ὠτί‐

1

.

35

.

4

δων. αἱ κοιλίαι πᾶσαι τῶν πτηνῶν δύσπεπτοι· ψευδῶς γὰρ ἐπαινοῦσιν

1

.

35

.

5

ἔνιοι τὴν τοῦ στρουθοκαμήλου καὶ αἰθυίης. κοχλίοι δύσπεπτοι, ὀξύγαλα, τυρὸς παλαιός· ὁ δὲ νέος καὶ μάλιστα ὁ ὀξυγαλάκτινος καλλίων.

1

.

35

.

6

πορφυρῶν καὶ κηρύκων καὶ τῶν ἄλλων ὀστρακοδέρμων τὰ σκληρὰν

1

.

35

.

7

ἔχοντα τὴν σάρκα δύσπεπτα· ἀστακοί, πάγουροι, καρκῖνοι, κάραβοι, καρίδες καὶ πάντα τὰ τοιαῦτα, πολύποδες, σηπίαι, τευθίδες καὶ πάντα τὰ καλούμενα μαλακόδερμα, βάτοι, λειόβατοι, ῥῖναι, δράκοντες, κόκκυγες, γαλεώνυμοι, σκορπίοι, τράχουροι, τρίγλαι, ὀρφοί, γλαῦκοι, ζύγαιναι,340
5γόγγροι, ὠὰ ἑφθά, τηγανιστά, τυροὶ ἑφθοί, ἄλφιτα, τίφαι, βρόμος, κύαμοι, δόλιχοι, φάσιλοι, λάθυροι, ἐρέβινθοι, ὄρυζα, θέρμοι, μελίνη, κέγχρος καὶ ὅσα τοιαῦτα, φακός, σήσαμον, κάστανα, μῆλα, ἄπιοι πρὶν πεπανθῆναι, σῦκα τὰ μήπω πέπειρα, σταφυλαὶ ὀξεῖαι καὶ αὐστηραί, φοίνικες πάντες, κεράτια, ὤκιμον, γογγυλὶς ἡ ὠμοτέρα, βολβοὶ οἱ
10ὠμότεροι, σταφυλῖνος, δαῦκος, κάρω καὶ πᾶσαι αἱ ῥίζαι τῶν λαχάνων

1

.

35

.

8

καὶ αὐτὰ τὰ λάχανα πλὴν θρίδακος καὶ ἰντύβου. οἴνων οἱ παχεῖς καὶ νέοι δύσπεπτοι καὶ ὕδωρ πᾶν.

1

.

36

t

Ὅσα εὐστόμαχα καὶ ῥωστικά.

1

.

36

.

1

Φοίνικες αὐστηροί, μῆλα κυδώνια, ἐλαῖαι ἁλμάδες (ἐπιτηδειότεραι δ’ αἱ μετ’ ὄξους συντιθέμεναι), σταφίδες αἱ αὐστηραί, ἡ ἐν τοῖς στεμ‐ φύλοις ἀποτιθεμένη σταφυλή, τὸ βασιλικὸν κάρυον τοῦ λεπτοκαρύου

1

.

36

.

2

μᾶλλον καὶ πολὺ πλέον σὺν ἰσχάσι, κινάραι. γιγγίδιον παραπλήσιόν ἐστι τῷ σκάνδικι· πάνυ δ’ ἐστὶν εὐστόμαχον, καὶ ὠμὸν καὶ ἑφθὸν

1

.

36

.

3

ἐσθιόμενον, μακροτέρας δ’ ἑψήσεως οὐκ ἀνέχεται. νάπυ, ῥάφανος, γογγυλίς, κάρδαμον, πύρεθρον καὶ ὁ βασιλικὸς ἀσπάραγος καὶ ὁ ἕλειος

1

.

36

.

4

καὶ ὀξυμύρσινος καὶ χαμαιδάφνης καὶ ὀξυακάνθης καὶ βρυωνίας. βολ‐

1

.

36

.

5

βοὶ εἰς ὄρεξιν ἐπεγείρουσι καὶ κάππαρις ταριχευθεῖσα. κιτρίου τὸ ἐκ‐

1

.

36

.

6

τὸς ῥώννυσιν ἐν φαρμάκου μοίρᾳ λαμβανόμενον. ὁ αὐστηρὸς οἶνος ῥώννυσι στόμα γαστρὸς καὶ κοιλίαν μάλιστα κατὰ δυσκρασίαν θερμὴν πεπονθυῖαν.

1

.

37

t

Ὅσα κακοστόμαχα.

1

.

37

.

1

Τεῦτλα κακοστόμαχα ὡς καὶ δηγμὸν ἐμποιεῖν, ὅταν πλείονα βρωθῇ.

1

.

37

.

2

ὤκιμον, γογγυλὶς ἡ ὠμοτέρα, βλίτον καὶ ἀνδράφαξυς, εἰ μὴ μετ’ ὄξους

1

.

37

.

3

καὶ γάρου καὶ ἐλαίου προσφέροιντο. τῆλις ἀνατρέπει καὶ σήσαμον.

1

.

37

.

4

γάλα τοῖς μὲν ψυχρὰν ἔχουσι τὴν κοιλίαν ὀξύνεται καὶ τοῖς πυρέτ‐

1

.

37

.

5

τουσιν· πλείονος δ’ εἴ τις τοῦ μέλιτος προσενέγκαιτο, πρὸς ἔμετον

1

.

37

.

6

ὁρμᾷ. πέπων μὴ καλῶς πεφθεὶς χολερικοὺς ἀποτελεῖν εἴωθε, καὶ μη‐

1

.

37

.

7

λοπέπων ὁμοίως. ἐγκέφαλος πᾶς κακοστόμαχος καὶ ναυτιώδης, ὥσπερ

1

.

37

.

8

καὶ ὁ τῶν ὀστῶν μυελός. οἶνος ὁ μέλας καὶ αὐστηρὸς ῥᾳδίως ἀπο‐
ξύνεται καὶ εἰς ἔμετον ὁρμᾷ, καὶ ὁ παχὺς καὶ νέος.341

1

.

38

t

Ὅσα ἄφυσα.

1

.

38

.

1

Πισσοί, φάσιλοι, κύμινον, λιβυστικόν, ἄγνου σπέρμα, καννάβεως ὁ καρπός, κύαμοι φρυγέντες, βολβοὶ οἱ ἐπὶ πλέον ἑψηθέντες ἢ δὶς ἐν ἐλαίῳ μετ’ ὄξους ἐσθιόμενοι, μέλι τὸ κατὰ τὴν ἕψησιν ἀποθέμενον

1

.

38

.

2

ἅπαντα τὸν ἀφρόν. ὀξύμελι φύσας καταρρήγνυσιν· ἄρτοι κρίθινοι.

1

.

38

.

3

μέσοι δ’ ὑπάρχουσι τῶν ἀφύσων καὶ φυσωδῶν φάσιλοι, ὦχροι, λάθυροι.

1

.

39

t

Ὅσα φυσώδη.

1

.

39

.

1

Ἐρέβινθοι, θέρμοι, μελίνη, κέγχρος καὶ ὅσα τοιαῦτα, κύαμοι (λοβοὶ δ’ ἧττον τῶν κυάμων), μᾶζα ἐξ ἀλφίτων, ὀποὶ πάντες, καὶ μᾶλλον οἱ

1

.

39

.

2

Κυρηναϊκοί, σιλφίου ὀπὸς καὶ ἡ ῥίζα. σύκων ὀλιγοχρόνιος ἡ φῦσα γίνεται διὰ τὸ ὑπέρχεσθαι ῥᾳδίως, τὰ δ’ ἀκριβῶς πέπειρα ἐγγύς ἐστι

1

.

39

.

3

τοῦ μηδ’ ὅλως βλάπτειν ὁμοίως ταῖς ἰσχάσιν. οἱ χλωροὶ φοίνικες

1

.

39

.

4

〈φυσώδεισ〉 εἰσί· γογγυλὶς ἡ ὠμοτέρα. γάλα ῥᾳδίως ἐν τῇ γαστρὶ

1

.

39

5,6

πνευματοῦται· βολβοὶ οἱ ὠμότεροι, μέλι τὸ μὴ τελέως ἑψηθέν. οἱ

1

.

39

.

6

(2)

γλυκεῖς οἶνοι φῦσαν βραδύπορον γεννῶσιν οἵ τε γλυκεῖς ἅμα καὶ

1

.

39

.

7

αὐστηροί· γλεῦκος ὁμοίως.

1

.

40

t

Ὅσα ῥύπτει, τέμνει, ἐκφράττει.

1

.

40

.

1

Πτισάνη ῥύπτει· τῆλις, μηλοπέπων, σταφίδες αἱ γλυκεῖαι, κύαμοι,

1

.

40

.

2

ἐρέβινθοι, καὶ μᾶλλον οἱ μέλανες. κάππαρις λεπτομερής ἐστιν ἱκανῶς καὶ ἀπορρύπτει καὶ ἐκφράττει μάλιστα δι’ ὀξυμέλιτος ἢ ὀξελαίου πρὸ

1

.

40

.

3

τῶν ἄλλων ἁπάντων σιτίων ἐσθιομένη. τεύτλων ὁ χυλὸς ῥύπτει, καὶ

1

.

40

.

4

μᾶλλον ὅταν μετὰ νάπυος ἢ ὄξους ἐσθίηται. βολβοὶ λεπτυντικὴν ἔχουσι

1

.

40

.

5

δύναμιν καὶ ἐκφρακτικήν. κρόμμυα καὶ σκόροδα καὶ πράσα λεπτύνει

1

.

40

.

6

καὶ τέμνει τοὺς παχεῖς καὶ γλίσχρους χυμούς, καὶ τὸ ὀρρῶδες τοῦ

1

.

40

.

7

γάλακτος λεπτύνει πάχος χυμῶν. σῦκα ῥύπτει· διὸ καὶ ἀμμώδη πολλὰ

1

.

40

.

8

τῶν νεφρῶν ἐκκρίνει. ἰσχάδες λεπτύνουσι καὶ τέμνουσι καὶ νεφροὺς

1

.

40

.

9

ἐκκαθαίρουσιν. ἀμύγδαλα ῥύπτει καὶ λεπτύνει καθαίρει τε τὰ σπλάγχνα καὶ τὰς ἐκ θώρακος καὶ πνεύμονος ἀναπτύσεις τῶν ὑγρῶν ἐργάζεται.

1

.

40

.

10

πιστάκια χρήσιμα εἰς εὐρωστίαν ἥπατος καὶ κάθαρσιν τῶν ἐμπεφραγ‐

1

.

40

.

11

μένων κατὰ τὰς 〈διεξόδους αὐτοῦ χυμῶν. ῥαφανὶς λεπτομεροῦς ἐστι〉

1

.

40

.

12

δυνάμεως. τὸ μέλι λεπτομερέστατόν ἐστι τὸ γεννώμενον ἐκ θερμῶν καὶ ξηρῶν φυτῶν· διὸ καὶ τὸ μελίκρατον ἐπιτήδειόν ἐστι πρὸς τὴν

1

.

40

.

13

τῶν πτυέλων ἀναγωγήν. ὀξύμελι τὰ μὴ παντάπασι γλίσχρα καὶ παχέα ῥᾳδίως ἀνάγει καὶ τὰ σπλάγχνα ἀλύπως διακαθαίρει· πάνυ δ’ ὠφελεῖ

1

.

40

.

14

καὶ τὰ κατὰ θώρακα καὶ πνεύμονα πάθη. τοῖς παχὺν ἠθροικόσι χυμὸν
οἱ λεπτοὶ τῶν οἴνων χρήσιμοι· ἐὰν δὲ ψυχροὶ τυγχάνωσιν οἱ χυμοί, οἱ λεπτοὶ καὶ παλαιοὶ μετὰ δριμύτητος. ὁ ὑδατώδης οἶνος ἐπιτήδειός ἐστιν εἰς τὴν τῶν ἐκ πνεύμονος ἀναγωγήν, ῥωννὺς καὶ τοὺς χυμοὺς342
5ὑγραίνων καὶ τέμνων μετρίως, καὶ ὁ γλυκὺς δ’ ἐν τοῖς ὀξέσι νοσήμασιν εἰς ἀνάκτησιν ἐπιτήδειος, ἤδη πεπεμμένης τῆς περιπνευμονίας καὶ πλευρίτιδος.

1

.

41

t

Ὅσα ἐμφράττει.

1

.

41

.

1

Γάλα τὸ ὀλίγον μὲν ἔχον τοῦ ὀρροῦ, πολὺ δὲ τοῦ τυρώδους οὐκ ἀσφαλές ἐστι τοῖς ἐν αὐτῷ πλεονάζουσι· βλάπτει μὲν γὰρ καὶ νεφρούς, ὅσοι γε ἐπιτηδείως ἔχουσιν εἰς λίθων γένεσιν, ἐμφράξεις δὲ καὶ καθ’

1

.

41

.

2

ἧπαρ 〈ἐργάζεται〉 τοῖς ἑτοίμως παθεῖν δυναμένοις. ἰσχάδες ἥπατι καὶ σπληνὶ φλεγμαίνουσι βλαβεραὶ καθάπερ τὰ σῦκα, καὶ πάντα δὲ τὰ

1

.

41

.

3

γλυκέα βλάπτει σπλῆνα καὶ ἧπαρ. τὸ μελίκρατον ἀνεπιτήδειον οἷς εἰς ὄγκον ἤρθη τὰ σπλάγχνα σκιρρούμενα καὶ οἰδισκόμενα καὶ φλεγμαί‐

1

.

41

4,5

νοντα. οἱ λιπαροὶ φοίνικες ἐμφρακτικοί. πάντα δ’ ὅσα δι’ ἰτρίων καὶ

1

.

41

.

5

(2)

σεμιδάλεως σκευάζεται, ἐμφρακτικὰ καὶ σπληνὶ αὐξητικὰ καὶ λίθων ἐν

1

.

41

.

6

νεφροῖς ποιητικά· ὁμοίως καὶ ἄλευρον πυροῦ μετὰ γάλακτος. καὶ χόν‐ δρος δ’ ἀνεπιτήδειος τοῖς τε τὸ ἧπαρ εὐέμφρακτον ἔχουσι καὶ τοῖς

1

.

41

.

7

τοὺς νεφροὺς πρὸς λίθων γένεσιν ἐπιτηδείους. οἶνος ὁ γλυκὺς ἐμ‐ φράττει καὶ τὰ σπλάγχνα αὐξάνει.

1

.

42

t

Ὅσα βραδύπορα.

1

.

42

.

1

Πάντα ὅσα δι’ ἰτρίων καὶ σεμιδάλεως σκευάζεται, βραδύπορα· κύαμοι φρυγέντες, οἱ καθαροὶ τῶν ἄρτων, φακὴ τοῦ λέπους ἀφῃρημένη, ἐγ‐ κέφαλος, νωτιαῖος, ἧπαρ, καρδία, πυρίεφθος, ὠὰ ὀπτά, ἑφθά, ταγη‐ νιστά, θέρμοι, φασίολοι, πισσοί, σήσαμον, μῆλα καὶ ἄπιοι μηδέπω πέ‐
5πειρα, κεράτια, οἶνος γλυκύς, καὶ μᾶλλον ὁ αὐστηρὸς καὶ μέλας ἄνευ

1

.

42

.

2

γλυκύτητος καὶ ὁ παχὺς νέος ἅπας· καὶ ὕδωρ πᾶν βραδύπορον.

1

.

43

t

Ὅσα εὔφθαρτά ἐστιν.

1

.

43

1,2

Περσικά, ἀρμενιακά, πραικόκκια· καὶ πᾶσι δὲ τοῖς ὡραίοις ἐδέσμασιν,

1

.

43

.

2

(2)

ὅσα ταῖς κράσεσίν ἐστιν ὑγρά, συμβέβηκε φθείρεσθαι κατὰ γαστέρα,

1

.

43

.

3

ὅταν μὴ φθάσῃ ταχέως ὑπελθεῖν. πάντα ὅσα κακόχυμά ἐστιν, ὑγρὰ δὲ καὶ ὀλισθηρὰ καὶ ὑπεῖναι ῥᾳδίως δυνάμενα ἐσθίεσθαι πρότερον χρὴ τῶν ἄλλων· οὕτω γὰρ αὐτά τε ταχέως ὑπέρχεται καὶ τοῖς ἄλλοις ποδηγεῖ· τὰ δ’ ὕστατα ληφθέντα συνδιαφθείρει καὶ τὰ ἄλλα.

1

.

44

t

Ὅσα δύσφθαρτα.

1

.

44

.

1

Τὰ μικρὰ χημία, πορφύραι καὶ κήρυκες ὅσα τε ἄλλα τῶν ὀστρα‐
κοδέρμων σκληρὰν ἔχει τὴν σάρκα· διδόαμεν τοῖς φθείρουσι τὴν τρο‐ φὴν ὑπὸ κακοχυμίας, ἑψῶντες δὶς καὶ τρὶς ἐν ὕδατι καλλίστῳ μετα‐ τιθέντες εἰς τὸ καθαρόν, ὅταν ἤδη τὸ πρότερον ἁλμυρὸν φαίνηται.343

1

.

44

.

2

καὶ ἀστακοὶ δὲ καὶ πάγουροι καρκῖνοί τε καὶ κάραβοι καὶ καρίδες ὅσα τε ἄλλα τοιαῦτα δύσφθαρτον ἔχει τὴν σάρκα παραπλησίως τοῖς σκλη‐ ροσάρκοις τῶν ὀστρακοδέρμων.

1

.

45

t

Ὅσα ὑπάγει γαστέρα.

1

.

45

.

1

Φακὴ καὶ κράμβη καὶ τῶν θαλαττίων σχεδὸν ἁπάντων τὰ ὀστρα‐ κόδερμα καὶ κοχλίοι σύνθετον ἔχουσι τὴν φύσιν ἐξ ἐναντίων δυνάμεων· αὐτὸ μὲν γὰρ τὸ στερεὸν ἑκάστου σῶμα βραδύπορόν ἐστι καὶ σταλτι‐

1

.

45

.

2

κὸν τῆς γαστρός, ἡ δ’ ὑγρότης ἐρεθίζει πρὸς ἔκκρισιν. εἴ τις οὖν καθεψήσας φακὴν ἢ κράμβην ἢ τἄλλα τὰ εἰρημένα, εἶθ’ ἡδύνας τὸ ἀφέψημα δι’ ἐλαίου καὶ γάρου καὶ πεπέρεως, ἔπειτα δοίη πιεῖν ὅτῳ

1

.

45

.

3

βούλεται, θεάσεται διαχωροῦσαν ἐπὶ τῷ πόματι τὴν κοιλίαν. καὶ τῶν θαλαττίων δ’ ἐχίνων καὶ τῶν κογχαρίων πάντων οἱ ζωμοὶ καὶ τῶν

1

.

45

.

4

παλαιῶν ἀλεκτρυόνων ὑπάγουσιν. τὴν δὲ κράμβην ὑπάγειν βουλόμενοι, πλησίον τῆς κακκάβης κειμένης μετὰ τοῦ ὕδατος ἐν ᾧπερ ἂν ἡψημένη τύχῃ, ἀνασπῶντες εὐθέως ἐμβάλλομεν τῷ γαρελαίῳ· χρὴ δὲ μὴ πάνυ

1

.

45

5,6

καθεψεῖν αὐτήν. ἄρτοι πιτυρίαι ὑπάγουσιν. τήλεως χυλὸς ἑψηθεὶς

1

.

45

.

6

(2)

μετὰ μέλιτος καὶ λαμβανόμενος ἐπιτήδειός ἐστιν ὑπάγειν ἅπαντας τοὺς ἐν τοῖς ἐντέροις μοχθηροὺς χυμούς· ὀλίγον δ’ εἶναι χρὴ τὸ μιγνύμε‐

1

.

45

.

7

νον αὐτῷ [τὸ] μέλι, μή πως γένηται δακνῶδες. ἐλαῖαι ἁλμάδες ὑπά‐

1

.

45

.

8

γουσι μετὰ γάρου πρὸ τῶν σιτίων ἐσθιόμεναι. γάλα τὸ μὲν παχύτερον

1

.

45

.

9

ἧττον, τὸ δ’ ὑγρότερον ὑπάγει μᾶλλον· ὁ δ’ ὀρρὸς τοῦ γάλακτος σφοδρῶς λαπάττει· ἐμβάλλειν δ’ αὐτῷ μέλιτος ἀρίστου τοσοῦτον ὅσον ἡδῦναι χωρὶς 〈ἀνατροπῆς στομάχου, κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ

1

.

45

.

10

τῶν ἁλῶν ὅσον〉 μὴ λυπῆσαι τὴν γεῦσιν. τὰ τῶν πάνυ 〈νέων〉 ζῴων

1

.

45

.

11

κρέα ῥᾷον ὑπέρχεται κατὰ γαστέρα ὁμοίως. τῶν σελαχίων νάρκη τε καὶ τρυγὼν ὑπέρχονται μετρίως καὶ μαλάχη μετρίως καὶ τεῦτλον ὅ τε νεοπαγὴς τυρὸς μετὰ μέλιτος, ἀνδράφαξυς, κολοκύντη, πέπονες, μηλο‐ πέπονες, σῦκα, ἰσχάδες, σταφυλὴ ἡ γλυκεῖα, καὶ μάλιστα ὅταν ὦσιν

1

.

45

.

12

ὑγραί, συκάμινα πρῶτα ληφθέντα. τὸ ὑγρὸν ἔτι κάρυον πρὸς διαχώ‐ ρησιν ἐπιτήδειον, καὶ τὰ ξηρὰ δ’ ὁμοίως προαποβεβρεγμένα πλέον ἔχοντα μέλιτος ἱκανῶς λαπάττει γαστέρα, κἂν μόνα τις αὐτὰ φάγῃ,

1

.

45

.

13

καὶ πολὺ μᾶλλον 〈ἐὰν〉 ἐπιρροφήσῃ τοῦ μελικράτου. πρόδηλον δ’ ὅτι συντελέσει τῇ τῆς γαστρὸς ὑπαγωγῇ μετὰ τὴν προσφορὰν τῶν τοιού‐ των ἐπιπιεῖν οἴνου γλυκέος ὡς καὶ διαλιπεῖν τινα χρόνον καὶ οὐκ

1

.

45

.

14

εὐθέως ἀριστᾶν. μόρα, κεράσια, πραικόκκια, περσικὰ καὶ πάντα τὰ ὑγρὰ καὶ ὑδατώδη, καὶ ὅλως ὅσα μηδεμίαν ἰσχυρὰν ἔχειν φαίνεται344

1

.

45

.

15

ποιότητα τοῖς γευομένοις ἢ ὀσμωμένοις αὐτῶν μέσης πώς ἐστι δυνά‐ μεως τῶν τε ὑπαγόντων καὶ ἐπεχόντων. τὸ μέλι μόνον, εἴ [μή] τις μὴ ἀφεψήσας ἐκλείχοι, καλῶς ὑπάγει, καὶ μελίκρατον τὸ ἐπ’ ὀλίγον

1

.

45

.

16

ἢ μηδ’ ὅλως ἑψηθὲν ὑπέρχεται. οἶνος γλυκὺς συμβάλλεται ἐπὶ τῇ κατὰ

1

.

45

.

17

γαστέρα διεξόδῳ· γλεῦκος ὑπάγει.

1

.

46

t

Ὅσα ἐπέχει γαστέρα.

1

.

46

.

1

Φοίνικες οἱ αὐστηροί, σταφίδες αἱ αὐστηραί, συκάμινα, βάτινα,

1

.

46

.

2

προῦμνα, μῆλα τὰ στύφοντα καὶ ἄπιοι ὁμοίως καὶ ῥοιαί. ἀστακοί, πάγουροι, καρκῖνοι, κάραβοι, καρίδες, ὅσα τε ἄλλα τοιαῦτα τῶν μαλα‐ κοστράκων ἔλαττον μὲν τῶν ὀστρακοδέρμων, ἔχει δ’ οὖν καὶ αὐτὰ τὸν ἁλυκὸν χυμόν, ὃν ἐὰν ἀπόθηται τῷ ὕδατι, ὥσπερ τῶν ὀστρέων καὶ

1

.

46

.

3

τῶν ἄλλων ὀστρακοδέρμων, ἡ σὰρξ ἐπισχετικὴ γίνεται γαστρός. καὶ φακὴ δὲ καὶ κράμβαι δίσεφθοι γενόμεναι καὶ τὸν χυμὸν ἀποθέμεναι γαστρὸς ἐφεκτικαὶ γίνονται· καὶ ξηρᾶναι βουληθέντες ὑγρὰν γαστέρα, ὅταν ἤδη μετρίως ἡψῆσθαι δοκῇ 〈ἡ〉 κράμβη, τὸ πρότερον ὕδωρ ἀπο‐
5χέαντες ἐμβάλλομεν εὐθέως ἐν ἑτέρῳ θερμῷ, κἄπειτα πάλιν ἐν ἐκείνῳ

1

.

46

.

4

καθεψήσαντες ὡς τακερὰν γενέσθαι· χρὴ δὲ μήτε ἀέρος μήτε ὕδατος ψυχροῦ ψαύειν τὸ δὶς ἑψόμενον· οὐκέτι γὰρ ἀκριβῶς γίνεται τακερόν,

1

.

46

.

5

οὐδ’ ἂν ἐπὶ πλεῖστον ἕψῃς. ἀφαιρεθεῖσα δ’ ἡ φακὴ τοῦ λέμματος τὸ ἰσχυρῶς στυπτικὸν ἀπόλλυσι καὶ οὐχ ὁμοίως ξηραίνει τὰ κατὰ τὴν γαστέρα· εἰ μέντοι πτίσας αὐτὴν καὶ δὶς ἑψήσας ἀποχέοις τὸ πρότερον ὕδωρ, εἶτ’ ὀλίγον ὄξους ἢ γάρου μίξας ἐμβάλλοις τι τῶν ἐφεκτικῶν
5γαστρὸς ἄχρι τοῦ μὴ λυπῆσαι τὴν γεῦσιν, ἥδιστόν τε καὶ ὠφελιμώ‐

1

.

46

.

6

τατον ἐργάσῃ φάρμακόν τε ἅμα καὶ σιτίον. ἄλφιτα δι’ οἴνου αὐστηροῦ

1

.

46

.

7

ποθέντα ξηραίνει· ὄρυζα ἐπέχει, ἔλυμον ἤτοι μελίνη, κέγχρος, ταγη‐

1

.

46

.

8

νιστά, λάγεια κρέα· οἶνος αὐστηρὸς καὶ μέλας ἄνευ γλυκύτητος καὶ ὁ λευκὸς καὶ αὐστηρὸς καὶ 〈ὁ〉 κιρρὸς καὶ αὐστηρός.

1

.

47

t

Ὅσα θερμαίνει ἐν τροφαῖς.

1

.

47

.

1

Πυροὶ ἑφθοὶ καὶ οἱ ἀπ’ αὐτῶν ἄρτοι, τίφη, βρόμος, τῆλις, οἱ γλυκεῖς φοίνικες, μῆλα τὰ γλυκέα, σήσαμον, αἱ γλυκεῖαι τῶν σταφυλῶν (διὸ καὶ διψώδεις), αἱ γλυκεῖαι σταφίδες, μαλάχαι μετρίως, σέλινον, σμύρνιον, εὔζωμα, ῥάφανος, γογγυλίς, ῥαφανίς, νάπυ, κάρδαμον, πύρε‐
5θρον, σταφυλῖνος, κάρω, σκόροδον, κρόμμυον, πράσον, τυρὸς ὁ παλαιός,
οἶνος ὁ γλυκὺς μετρίως θερμὸς (διὸ καὶ διψώδης), ὁ κιρρὸς θερμό‐ τερος τοῦ μέλανος· ὁ δὲ ξανθὸς θερμότατός ἐστιν ἄκρως, εἶθ’ ὁ κιρρός, εἶθ’ ὁ ἐρυθρός, εἶθ’ ὁ γλυκύς, εἶθ’ ὁ λευκὸς ἁπάντων ἧττον θερμαίνει· ὁ παλαιότατος ἱκανῶς θερμαίνει.345

1

.

48

t

Ὅσα ψύχει.

1

.

48

.

1

Κριθὴ κατὰ πάντας τρόπους τῆς χρήσεως, κέγχρος, ἔλυμον, ὕδνα, κολοκύνθη ἑφθή, πέπονες, μηλοπέπονες, σίκυες, κοκκύμηλα, συκόμορα, αἱ αὐστηραὶ καὶ ὀξώδεις σταφυλαί, αἱ αὐστηραὶ τῶν σταφίδων, μῆλα

1

.

48

.

2

τὰ στύφοντα καὶ τὰ ὀξέα καὶ τὰ ἄποια· καὶ ἄπιοι δὲ καὶ ῥοιαὶ ὁμοίως

1

.

48

.

3

αἱ τοιαῦται ψύχουσιν. οἱ στύφοντες φοίνικες ψυχρὸν ἔχουσι χυμόν,

1

.

48

.

4

θρίδαξ, ἴντυβοι μετριώτερον, ἀνδράχνη, μήκωνος σπέρμα. ὕδωρ, ὑδα‐ τώδης οἶνος οὐ σαφῶς θερμαίνει· διὸ καὶ τοῖς πυρέττουσιν ἀκινδυνό‐

1

.

48

.

5

τερον δίδοται. οἶνος ὁ λευκὸς καὶ αὐστηρὸς ἥκιστα ὡς ἐν οἴνοις θερ‐ μαίνει, ὁ δὲ λευκὸς ἅμα καὶ αὐστηρὸς καὶ παχὺς καὶ νέος αἰσθητῶς

1

.

48

.

6

ψύχει· ψύχει δὲ καὶ τὸ ὄξος· λεπτομερὲς δ’ ὑπάρχει· διὸ καὶ νεῦρα

1

.

48

.

7

πλέον τῶν ἄλλων τῶν ψυχόντων βλάπτει. μέσα δέ πως τῶν θερμαι‐ νόντων τε καὶ ψυχόντων εἰσὶν ἄρτοι πλυτοί, ἄμυλον, αἱ οἰνώδεις τῶν σταφυλῶν.

1

.

49

t

Ὅσα ξηραίνει.

1

.

49

.

1

Φακή, κράμβη, ἄλφιτα, ἄγνου σπέρμα, ὄροβοι δὶς ἑψηθέντες καὶ

1

.

49

.

2

ἀπογλυκανθέντες πολλάκις ὕδατι· βελτίους δ’ εἰσὶν οἱ λευκοί. καὶ ὅσα ὀπτῶντες ἢ τηγανίζοντες ἐσθίουσι, ξηροτέραν τροφὴν δίδωσι, καὶ ὅσα

1

.

49

.

3

δαψιλῶς ἔχει γάρου καὶ οἴνου, ξηρότερα τῶν οὐκ ἐχόντων ἐστίν. μεγίστη δ’ ἐν τῇ σκευασίᾳ διαφορὰ γίνεται κατὰ τὴν τῶν ἐμβαλλομένων αὐτοῖς δύναμιν σπερμάτων τε καὶ λαχανωδῶν φυτῶν, ἁπάντων μὲν ξηραι‐ νόντων, ἀλλ’ ἤτοι μᾶλλον ἢ ἧττον.

1

.

50

t

Ὅσα ὑγραίνει.

1

.

50

.

1

Πτισάνη, κολοκύντη ἑφθή, πέπονες, μηλοπέπονες, σίκυοι, κάρυα

1

.

50

.

2

χλωρά, σούσινα, κοκκύμηλα, συκάμινα, θριδακίνη, ἴντυβοι· μαλάχη δὲ

1

.

50

.

3

καὶ βλίτα καὶ ἀνδράφαξυς ὑδατωδέστατα λαχάνων ἐστίν. κύαμοι χλω‐

1

.

50

.

4

ροὶ ὑγραίνουσιν, ἐρέβινθοι. ὕδωρ ὑγραίνει καὶ ψύχει· θερμανθὲν δ’ ὑγραίνει καὶ θερμαίνει.

1

.

51

t

Ὅσα κεφαλὴν βλάπτει.

1

.

51

1,2

Συκάμινα, βάτινα κεφαλαλγῆ, φοίνικες πάντες, εὔζωμα, τῆλις. ὁ

1

.

51

.

2

(2)

κιρρὸς καὶ αὐστηρὸς οἶνος κεφαλαλγὴς καὶ γνώμης ἅπτεται μᾶλλον
τοῦ μέλανος καὶ αὐστηροῦ, καὶ οἱ εὐώδεις κεφαλαλγεῖς· ὁ ὑδατώδης γοῦν οὔτε κεφαλῆς οὔτε νεύρων ἅπτεται, ὁ δ’ ὀλιγοφόρος καὶ παύει346
5τὰς κεφαλαλγίας γινομένας διὰ χυμοὺς τοὺς ἐν τῇ γαστρὶ ἀναδοθέντας.

1

.

51

3,4

οἱ παλαιοὶ οὐκ ἐπιτήδειοι κεφαλῇ, εἰ μή τις ἰσχυρὰν ἔχοι πάνυ. τὸ

1

.

51

.

4

(2)

ἀπόβρεγμα τῶν στεμφύλων, ὃ καλοῦσι τρύγα, κεφαλαλγές, καὶ ἡ ἐν τοῖς στεμφύλοις συντιθεμένη σταφυλή.

1

.

52

t

Ὅσα ὀδόντας βλάπτει.

1

.

52

.

1

Γάλα βλάπτει τοὺς ὀδόντας, εἰ συνεχῶς αὐτῷ χρῷτό τις, καὶ τὰ οὖλα. ταῦτα μὲν πλαδαρά, τοὺς ὀδόντας δ’ εὐσήπτους τε καὶ ῥᾳδίως βιβρωσκομένους ἐργάζεται. χρὴ τοίνυν ἐπὶ τῇ τροφῇ τοῦ γάλακτος οἴνῳ κεκραμένῳ διακλύζεσθαι· καὶ βέλτιον δέ, εἰ καὶ μέλι
5ἐπεμβάλοις αὐτῷ.347

2

p

1

Ὅσα μὲν εἰδέναι τέ σε καὶ ποιεῖν δυνατὸν ἦν φυλακῆς ἕνεκα τῆς ὑγιείας εἴρηται· καιρὸς δὲ τάς τε δυνάμεις ἐπελθεῖν τὰς καθόλου τῶν ἁπλῶν καὶ εὐπορίστων φαρμάκων, καὶ τίσι τῶν παθῶν οἷόν τε βοηθεῖν

2

p

2

ἕκαστον τούτων. καὶ μετὰ ταῦτα ὥσπερ ἐπὶ τῶν τροφῶν, οὕτω καὶ ἐπὶ τῶν ἁπλῶν φαρμάκων πράξομεν, τὰς ὕλας ἑκάστης δυνάμεώς τε καὶ ἐνεργείας εἰς ἓν ἀθροίσαντές τε καὶ ἀναγράψαντες· εὐπορεῖν γὰρ ἡμᾶς τῶν ἐπιτηδείων ἰάσεων, ὧν ἂν ἑκάστοτε δεώμεθα, τοῦτο μάλιστα
5πάντων ποιεῖν δυνήσεται.

2

.

1

t

Κατὰ στοιχεῖον.

2

1,alpha

1

Ἄγνου τὰ φύλλα καὶ τὰ ἄνθη καὶ ὁ καρπὸς θερμὰ μέν ἐστι καὶ ξηρὰ τὴν δύναμιν σφοδρῶς, λεπτομερῆ δ’ ἱκανῶς καὶ τὰς ἀφροδισίους ὁρμὰς ἐπέχει· διόπερ οὐ μόνον ἐσθιόμενα καὶ πινόμενα πρὸς ἁγνείαν πεπίστευται συντελεῖν, ἀλλὰ καὶ ὑποστρωννύμενα· καὶ πρὸς ἧπαρ δὲ
5καὶ σπλῆνα σκιρρούμενά τε καὶ ἐμφραττόμενα τὸ σπέρμα μᾶλλον ἁρ‐

2

1,alpha

2

μόττει τοῦ πηγάνου. —Ἀγρώστεως ἡ ῥίζα μετρίως ἐστὶ ψυχρὰ καὶ

2

1,alpha

3

ξηρὰ καὶ διὰ τοῦτο κολλητικὴ τῶν ἐναίμων ἑλκῶν. αὐτὴ δ’ ἡ πόα καταπλαττομένη ψύχει μὲν οὐκ ἰσχυρῶς, ξηρότητος δὲ καὶ ὑγρότητος

2

1,alpha

4

ἐν τῷ μέσῳ καθέστηκεν. τὸ δ’ ἐν τῇ ῥίζῃ δακνῶδές τε καὶ λεπτομερές ἐστι μὲν ὀλίγον· εἴωθε δ’ ἐνίοτε καὶ λίθους θρύπτειν, εἴ τις αὐτὴν

2

1,alpha

5

ἀφεψήσας πίνοι. —Ἀγαρικὸν διαφορεῖ καὶ πάχος τέμνει, διακαθαίρει τε τὰς ἐν τοῖς σπλάγχνοις ἐμφράξεις καὶ διὰ τοῦτο καὶ ἰκτεριῶντας

2

1,alpha

6

ἰᾶται τοὺς ἐπ’ ἐμφράξει τῶν καθ’ ἧπαρ συνισταμένους. ὀνίνησι δὲ καὶ τοὺς ἐπιληπτικοὺς καὶ τὰ ῥίγη τὰ κατὰ περίοδον, ὅσα παχέων ἢ

2

1,alpha

7

γλίσχρων χυμῶν ἐστιν ἔγγονα. —Ἀδίαντον ξηραίνει, λεπτύνει, δια‐ φορεῖ· καὶ γὰρ ἀλωπεκίας δασύνει καὶ χοιράδας καὶ ἀποστήματα δια‐ φορεῖ καὶ λίθους θρύπτει πινόμενον καὶ ταῖς ἐκ θώρακος καὶ πνεύ‐
μονος ἀναγωγαῖς τῶν γλίσχρων καὶ παχέων οὐ σμικρὰ συντελεῖ καὶ349

2

1,alpha

8

ῥεῦμα κοιλίας ἵστησι· μέσον δ’ ἐστὶ κατὰ θερμότητα καὶ ψυχρότητα

2

1,alpha

9

τὴν κρᾶσιν. —Αἰγίλωψ διαφορητικὴν ἔχει δύναμιν· τὰς γοῦν σκλη‐

2

1,alpha

10

ρυνομένας φλεγμονὰς καὶ αἰγίλοπας καὶ ἀλωπεκίας ἰᾶται. —Ἀείζῳον ἑκάτερον, καὶ τὸ μικρὸν καὶ τὸ μέγα, ξηραίνει μὲν πρᾴως, κρατεῖ δ’ ἐν αὐτῷ ἡ ὑδατώδης μᾶλλον οὐσία καὶ ψύχει σφοδρῶς· ταῦτα ἄρα καὶ πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας καὶ πρὸς τὰς ἐκ φλέγματος φλεγμο‐

2

1,alpha

11

νὰς ἁρμόττει. —Αἴρα θερμαίνει καὶ ξηραίνει σφοδρῶς καὶ δραστικῶς

2

1,alpha

12

ὡς ἐγγὺς εἶναι τῶν δριμέων· ξηραίνει δ’ ἱκανῶς. —Αἰγείρου τὰ ἄνθη θερμαίνει μὲν σφοδρῶς, ξηραίνει δὲ μετρίως· ἔστι δὲ καὶ λεπτομερής.

2

1,alpha

13,14

ἡ ῥητίνη δ’ αὐτῆς θερμοτέρας δυνάμεώς ἐστιν. —Ἀκακία ξηραίνει

2

1,alpha

14

(2)

μὲν σφοδρῶς, ψύχει δ’ ἱκανῶς ἐπειδὰν πλυθῇ, μὴ πλυθεῖσα δὲ μετρίως· οὐκ οὖσα γὰρ ὁμοιομερὴς ἔχει τινὰ μόρια παρεσπαρμένα καὶ λεπτο‐

2

1,alpha

15

μερῆ καὶ θερμὰ τὰ κατὰ τὴν πλύσιν ἀποχωροῦντα. —Ἀκαλήφης τὰ φύλλα καὶ ὁ καρπὸς διαφορητικῆς καὶ λεπτομεροῦς ἐστιν ἱκανῶς δυ‐ νάμεως ἄνευ τοῦ θερμαίνειν σφοδρῶς· ἰᾶται γοῦν φύματα καὶ παρω‐ τίδας καὶ τὰ ἐκ θώρακος καὶ πνεύμονος ἀνάγει καὶ τῶν ὑγρῶν τὰ

2

1,alpha

16

παχέα τε καὶ γλίσχρα. ἔχει δέ τι καὶ φυσῶδες, ᾧ καὶ τὰς πρὸς συν‐ ουσίαν ὁρμὰς ἐπεγείρει, καὶ μάλιστα δ’ ὅταν μετὰ γλύκεος πίνηται τὸ

2

1,alpha

17

σπέρμα. —Ἀκάνθης λευκῆς ἡ ῥίζα ξηραίνει μετρίως καὶ στύφει, διὸ καὶ κοιλιακοὺς καὶ στομαχικοὺς ὠφελεῖ καὶ τὰς τοῦ αἵματος ἀναγωγὰς ἐπέχει καὶ τὰ οἰδήματα καταπλαττομένη προσστέλλει καὶ ὀδόντας

2

1,alpha

18

ἀλγοῦντας ὀνίνησιν, εἴ τις διακλύζοιτο τῷ ἀφεψήματι. τὸ δὲ σπέρμα λεπτομεροῦς τε καὶ θερμῆς ἐστι δυνάμεως, ὥστε καὶ τοῖς σπωμένοις

2

1,alpha

19

ἁρμόττει πινόμενον. —Ἀκόρου ἡ ῥίζα θερμὴν ἔχει καὶ ξηρὰν τὴν δύναμιν σφοδρῶς καὶ λεπτομερῆ τὴν σύστασιν· κινεῖ γοῦν οὖρα καὶ

2

1,alpha

20

σπλῆνας ὠφελεῖ σκιρρουμένους. —Ἀλόη θερμαίνει μὲν σφοδρῶς, ξη‐

2

1,alpha

21

ραίνει δὲ καὶ στύφει μετρίως· ἔστι δ’ εὐστόμαχον τὸ φάρμακον, εἴπερ

2

1,alpha

22

τι καὶ ἄλλο, καὶ κόλπων κολλητικόν. ἰᾶται δὲ καὶ τὰ δυσεπούλωτα τῶν ἑλκῶν καὶ μάλιστα τὰ καθ’ ἕδραν τε καὶ αἰδοῖον. ὠφελεῖ δὲ καὶ τὰς φλεγμονὰς αὐτῶν ὕδατι διεθεῖσα καὶ κολλᾷ τραύματα κατὰ τὸν

2

1,alpha

23

αὐτὸν τρόπον. ἁρμόττει δ’ ὡσαύτως χρωμένῳ καὶ πρὸς τὰς ἐν στό‐ ματι καὶ ῥισὶ καὶ ὀφθαλμοῖς φλεγμονάς· καὶ ὅλως ἀποκρούεσθαί τε καὶ
διαφορεῖν ἅμα πέφυκε μετὰ τοῦ καὶ ῥύπτειν ἐπ’ ὀλίγον, εἰς ὅσον350

2

1,alpha

24

ἕλκεσι καθαροῖς ἄλυπον. —Ἅλες παραπλησίαν ἔχουσι δύναμιν οἵ τε ὀρυκτοὶ καὶ οἱ ἐκ τῆς θαλάσσης ἐκ δυοῖν ποιοτήτων ῥυπτικῆς τε καὶ

2

1,alpha

25

στυπτικῆς· ὅτι δ’ ἀμφότεροι καὶ ξηραίνουσι δῆλον. διὸ τὸ μὲν ὑγρὸν τὸ ἐν τῷ σώματι πᾶν ἐκβόσκονται, τὰ δὲ στερεὰ συνάγουσι τῇ στύψει

2

1,alpha

26

καὶ διὰ τοῦτο ταριχεύουσι καὶ ἄσηπτα φυλάττουσι τὰ σώματα. οἱ δὲ κεκαυμένοι τὸ μὲν διαφορητικὸν ἔχουσι μᾶλλον, τὸ πιλεῖν δὲ καὶ συν‐

2

1,alpha

27

άγειν οὐχ ὁμοίως. —Ἁλὸς ἄνθος λεπτομερέστερόν ἐστι τῶν κεκαυμένων

2

1,alpha

28

ἁλῶν δριμύ τε τῇ ποιότητι καὶ διαφορητικὸν ἱκανῶς. —Ἄμεως σπέρμα θερμαίνει καὶ ξηραίνει σφοδρῶς, λεπτομερὲς ὄν· ἔστι δὲ καὶ

2

1,alpha

29

διουρητικὸν καὶ διαφορητικόν. —Ἀμόργη θερμαίνει μέν, οὐ μὴν ἐπι‐ φανῶς δάκνει· εἰ δ’ ἑψηθείη, γίνεται δυνάμεως θερμῆς καὶ ξηρᾶς

2

1,alpha

30

ἱκανῶς. —Ἀμπέλου λευκῆς, ἣν δὴ καὶ βρυωνίαν καλοῦσιν, οἱ βλαστοὶ

2

1,alpha

31

τὴν οὔρησιν κινοῦσι μετρίως. ἡ δὲ ῥίζα ῥυπτικὴν καὶ ξηραντικὴν καὶ λεπτομερῆ δύναμιν ἔχει καὶ συμμέτρως θερμαίνει· διὸ καὶ σπλῆνας

2

1,alpha

32

τήκει σκιρρουμένους, πινομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη. μετὰ δὲ

2

1,alpha

33

σύκων καὶ ψώρας καὶ λέπρας ἰᾶται. ἡ δὲ μέλαινα παραπλήσιός ἐστι

2

1,alpha

34

τὰ πάντα τῇ προειρημένῃ πλὴν ἀσθενεστέρα. —Ἀμύγδαλα τὰ μὲν πικρὰ φανερῶς τῆς λεπτυνούσης ἐστὶ δυνάμεως ὡς ἔφηλίν τε ἀπο‐ καθαίρειν καὶ ταῖς ἐκ θώρακος καὶ πνεύμονος ἀναπτύσεσι τῶν γλίσχρων τε καὶ παχέων χυμῶν ἱκανῶς συντελεῖν· ἀλλὰ καὶ ἐκφράττει καὶ ἐκ‐

2

1,alpha

35

καθαίρει τὸ ἧπαρ καὶ σπλῆνα καὶ κῶλον καὶ νεφρούς. καὶ τὸ δένδρον δ’ αὐτὸ σύμπαν ὁμοίαν ἔχει τὴν δύναμιν, ὥστε καὶ τούτου τὰς ῥίζας

2

1,alpha

36

ἑφθὰς ἐπιπλάττοντες ἀποκαθαίρουσιν ἔφηλιν. τὰ δὲ γλυκέα τῶν ἀμυγ‐

2

1,alpha

37

δάλων ἀσθενέστερα τῶν πικρῶν. —Ἀμμωνιακὸν μαλακτικῆς ἐστι δυ‐ νάμεως ἐπιτεταμένως, ὥστε καὶ τοὺς ἐπὶ τῶν ἄρθρων πώρους διαλύειν

2

1,alpha

38

καὶ σπλῆνας ἐσκιρρωμένους ἰᾶσθαι καὶ χοιράδας διαφορεῖν. —Ἄμωμον ἔοικε τὴν δύναμιν ἀκόρῳ πλὴν ὅσον ξηρότερόν ἐστι τὸ ἄκορον, πεπτι‐

2

1,alpha

39

κώτερον δέ πως τὸ ἄμωμον. —Ἀναγαλλὶς ἑκατέρα, ἥ τε τὸ κυανοῦν ἄνθος ἔχουσα καὶ τὸ φοινικοῦν, ῥυπτικῆς ἱκανῶς εἰσι δυνάμεως, ἔχουσαί τι καὶ ὑπόθερμον καὶ ἑλκτικόν, ὥστε καὶ σκόλοπας ἐπισπᾶσθαι (ὁ δὲ

2

1,alpha

40

χυλὸς αὐτῶν ἐκ ῥινῶν καθαίρει)· καὶ καθόλου ξηραντικὴν ἔχουσι δύ‐ ναμιν ἄδηκτον, ὅθεν καὶ τραύματα κολλῶσι καὶ τοῖς σηπομένοις βοη‐

2

1,alpha

41

θοῦσιν. —Ἀνδράχνη ψυχρὰ μὲν σφοδρῶς ἐστιν, ὑγρὰ δ’ ἱκανῶς, ὀλί‐ γου τινὸς αὐστηροῦ μετέχουσα· διὸ καὶ ἀποκρούεται ῥεύματα καὶ μά‐
λιστα τὰ χολώδη καὶ θερμὰ μετὰ τοῦ μεταβάλλειν αὐτὰ καὶ ἀλλοιοῦν351

2

1,alpha

42

κατὰ τὴν ποιότητα καὶ σφοδρῶς ἐμψύχειν. ταῦτά τοι καὶ τοὺς καυ‐

2

1,alpha

43

σουμένους ὀνίνησιν, εἴπερ τι καὶ ἄλλο τῶν ὑποχονδρίων. αἱμωδίας τέ ἐστιν ἴαμα. καὶ ὁ χυλὸς δ’ αὐτῆς ὁμοίως, ὥστε οὐ μόνον ἔξωθεν ἐπι‐

2

1,alpha

44

τιθέμενος, ἀλλὰ καὶ πινόμενος ἐμψύχει. τοῦτο μέν γε καὶ αὐτῇ τῇ

2

1,alpha

45

βοτάνῃ συμβέβηκεν ὅλῃ βρωθείσῃ. διὰ δὲ τὸ ὑποστύφειν καὶ δυσεν‐ τερικοῖς ἐστιν ἐπιτήδειον ἔδεσμα καὶ γυναικείῳ ῥῷ καὶ αἵματος ἀναγω‐ γαῖς· εἰς ταῦτα μέντοι πολὺ δραστικώτερος αὐτῆς τῆς πόας ὁ χυλός

2

1,alpha

46

ἐστιν. —Ἀνεμῶναι πᾶσαι δριμείας καὶ ῥυπτικῆς εἰσιν ἐπισπαστικῆς τε καὶ ἀναστομωτικῆς δυνάμεως· ὅθεν ἡ τούτου ῥίζα διαμασωμένη φλέγμα προκαλεῖται, καὶ ὁ χυλὸς ἐκ ῥινῶν καθαίρει καὶ τὰς ἐν ὀφθαλμοῖς οὐλὰς λεπτύνει· καὶ τὰ ῥυπαρὰ δὲ τῶν ἑλκῶν καθαίρουσι καὶ λέπρας
5ἀφιστᾶσιν ἔμμηνά τε προκαλοῦν〈ται προστιθέ〉μεναι καὶ γάλα κατα‐

2

1,alpha

47

σπῶσιν. —Ἄνηθον ἱκανῶς θερμαίνει καὶ ξηραίνει, διόπερ εἰκότως ἐναφεψημένον ἐλαίῳ διαφορητικόν τε καὶ ἀνώδυνον καὶ ὑπνοποιὸν

2

1,alpha

48

καὶ πεπτικὸν ὠμῶν καὶ ἀπέπτων ὄγκων ὑπάρχει. καυθὲν δὲ σφοδρῶς θερμαίνει καὶ ξηραίνει καὶ διὰ τοῦτο πλαδαροῖς ἕλκεσιν ἐπιπαττόμενον ὀνίνησι καὶ μάλιστα τοῖς ἐν αἰδοίῳ· τὰ δ’ ἐπὶ τῆς πόσθης χρόνια καὶ

2

1,alpha

49

ἐπουλοῖ καλῶς. ὑγρότερον δὲ δηλονότι καὶ ἧττον θερμόν ἐστι τὸ χλωρόν, ὥστε πεπτικώτερον μέν ἐστι τοῦ ξηροῦ μᾶλλον, διαφορητικὸν

2

1,alpha

50

δ’ ἧττον. —Ἀνθεμὶς ἡ καὶ χαμαίμηλον θερμαίνει καὶ ξηραίνει μετρίως, ἔστι δὲ καὶ λεπτομερὴς καὶ διὰ ταῦτα καὶ διαφορητικὴ καὶ ἀραιωτικὴ καὶ χαλαστική· διὸ καὶ πόνοις ἀρωγόν ἐστιν, εἴπερ τι καὶ ἄλλο, καὶ

2

1,alpha

51

ἀλγημάτων πραϋντικόν. ἀνίησι δὲ καὶ χαλᾷ τὰ συντεταμένα καὶ μαλάττει τὰ μετρίως σκληρά· καὶ πυρετῶν ὁπόσοι χωρὶς σπλάγχνων φλεγμονῆς ἐνοχλοῦσι λυτικὸν ὑπάρχει, καὶ τούτων μάλιστα τῶν ἐπὶ χολώδεσι

2

1,alpha

52

χυμοῖς ἢ πυκνώσει δέρματος συνισταμένων. ἔστι δὲ καὶ ὑποχονδρίῳ

2

1,alpha

53

εὐμενές, εἴπερ τι καὶ ἄλλο. ἐξανθημάτων δὲ διὰ τὴν ὑπερβολὴν τοῦ πυρετοῦ γενομένων ἐν τῇ κεφαλῇ χαμαίμηλον ... εἰ μὲν εἴη χλωρόν,

2

1,alpha

54

ἐναφεψημένον τῷ ἐλαίῳ, εἰ δὲ ξηρόν, ὄξει προνοτισθέν. ἐπιτήδειον δὲ καὶ ἐφ’ ὧν οὔπω τέλεον ἡ ὕλη πέπαυται τῆς ἀναφορᾶς· τήν τε γὰρ οὐσίαν ἐν τῇ κεφαλῇ διαφορεῖ καὶ ἑτέραν οὐκ ἐπισπᾶται, ὅπερ

2

1,alpha

55

οὐδενὶ τῶν ἄλλων συντετύχηκε φαρμάκων. —Ἀνήσου τὸ σπέρμα

2

1,alpha

56

θερμαίνει καὶ ξηραίνει σφοδρῶς (ταῦτα ἄρα καὶ οὐρητικόν ἐστι καὶ διαφορητικόν), ἐμπνευματώσεις τε τὰς κατὰ γαστέρα καθίστησιν. —

2

1,alpha

57

Ἀριστολοχία ἡ μακρὰ μὲν ἕλκη σαρκοῖ καὶ ταῖς τῶν ὑστερῶν πυρίαις352

2

1,alpha

58

χρησιμωτέρα καθέστηκεν· ἐφ’ ὧν δὲ παχὺν χυμὸν ἰσχυρότερον λεπτῦ‐ ναι δεῖ, τῆς στρογγύλης χρεία· διὰ τοῦτο καὶ τὰ δι’ ἔμφραξιν ἢ πάχος

2

1,alpha

59

ἀπέπτου πνεύματος ἀλγήματα θεραπεύει μᾶλλον ἡ στρογγύλη. καὶ σκόλοπας ἀνάγει καὶ σηπεδόνας ἰᾶται καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν καθαίρει

2

1,alpha

60

καὶ ὀδόντας καὶ οὖλα λαμπρύνει· βοηθεῖ δὲ καὶ ἀσθματικοῖς καὶ λύζου‐ σιν ἐπιληπτικοῖς τε καὶ δριμέσι χυμοῖς καὶ ποδαγρικοῖς μεθ’ ὕδατος πινομένη, καὶ ῥήγμασι δὲ καὶ σπάσμασιν, εἴπερ τι καὶ ἄλλο φάρμακον,

2

1,alpha

61

ἐπιτήδειόν ἐστιν. —Ἀρνόγλωσσον ἱκανῶς ψύχει καὶ ξηραίνει καὶ στύφει· διὸ καὶ πρὸς ἕλκη κακοήθη καὶ ῥεύματα καὶ σηπεδόνας ἁρμόττει· καὶ διὰ τοῦτο καὶ πρὸς δυσεντερίας, καὶ αἱμορροΐδας ἵστησι, καὶ εἴ τι δια‐

2

1,alpha

62

καὲς ἐμψύχει καὶ κολλᾷ κόλπους. ἔστι δὲ καὶ τῶν ἄλλων ἑλκῶν προσ‐ φάτων τε ἅμα καὶ παλαιῶν ἴαμα· ξηραίνει γὰρ ἀδήκτως καὶ μετέχει

2

1,alpha

63

ψύξεως μηδέπω ναρκούσης. καὶ ὁ καρπὸς δ’ αὐτοῦ καὶ ἡ ῥίζα παρα‐ πλησίας εἰσὶ δυνάμεως, πλὴν ὅτι ξηροτέρας τε καὶ ἧττον ψυχρᾶς· ἀλλ’

2

1,alpha

64

ὁ μὲν καρπὸς λεπτομερέστερος, αἱ ῥίζαι δὲ παχυμερέστεραι. καὶ αὐτὰ δὲ τὰ φύλλα τῆς πόας ξηρανθέντα λεπτομερεστέρας τε καὶ ἧττον ψυ‐

2

1,alpha

65

χρᾶς γίνεται δυνάμεως. ταῦτα ἄρα ταῖς μὲν ῥίζαις καὶ πρὸς ὀδόντων ἀλγήματα χρῶνται διαμασωμέναις τε καὶ τοῖς διακλύσμασιν αὐτῶν ἐν‐ εψομέναις· πρὸς δὲ τὰς καθ’ ἧπαρ καὶ νεφροὺς ἐμφράξεις καὶ ταύταις

2

1,alpha

66

μέν, ἀλλὰ καὶ τοῖς φύλλοις· καὶ πολὺ μᾶλλον ἔτι τῷ καρπῷ. —Ἄρον ῥυπτικῆς ἐστι δυνάμεως οὐκ ἰσχυρᾶς, ὥσπερ τὸ δρακόντιον· ξηραίνει

2

1,alpha

67

δ’ ἱκανῶς καὶ θερμαίνει. αἱ ῥίζαι δ’ αὐτοῦ τέμνουσιν ἐσθιόμεναι πάχος χυμῶν οὐ μετρίως, ὥστε καὶ ταῖς ἐκ θώρακος ἀναπτύσεσίν εἰσιν ἐπι‐

2

1,alpha

68

τήδειοι. —Ἀρσενικὸν καυστικῆς ἐστι δυνάμεως, ἄκαυστόν τε καὶ κεκαυ‐

2

1,alpha

69

μένον. χρῶνται δ’ αὐτῷ καὶ εἰς τὰς ψιλώσεις τῶν τριχῶν ὡς ἀπο‐ κάοντι, καὶ εἰ χρονίσειέ γε, καὶ αὐτοῦ τοῦ δέρματος ἅπτεται. —

2

1,alpha

70

Ἀρτεμισίαι θερμαίνουσι καὶ ξηραίνουσιν ἱκανῶς· εἰσὶ δὲ καὶ λεπτομερεῖς μετρίως, ὥστε καὶ πρὸς τοὺς ἐν νεφροῖς λίθους ἁρμόττειν μετρίως καὶ

2

1,alpha

71

εἰς πυρίας ὑστερῶν. —Ἀσάρου αἱ ῥίζαι παραπλήσιαι μὲν ταῖς τοῦ ἀκόρου, ἐπιτεταμέναι δὲ μᾶλλον, ὥστε ἐξ ὧν περὶ ἐκείνου προείρηται,

2

1,alpha

72

καὶ περὶ τούτων χρὴ γινώσκειν. —Ἀσπάλαθος ἐξ ἀνομοιομερῶν σύγ‐

2

1,alpha

73

κειται δριμέων τε καὶ στυφόντων· καὶ τοῖς μὲν δριμέσιν ἑαυτοῦ μέρεσι θερμαίνει, τοῖς δὲ στύφουσι ψύχει, ὥστε ξηραίνει κατ’ ἄμφω· καὶ διὰ

2

1,alpha

74

τοῦτο πρός τε σηπεδόνας καὶ ῥεύματα χρήσιμος ὑπάρχει. —Ἀσπά‐ ραγος μυακάνθινος ῥυπτικῆς ἐστι δυνάμεως· οὔτε δὲ θερμαίνει σαφῶς

2

1,alpha

75

οὔτε ψύχει. ταῦτά τοι καὶ νεφρῶν καὶ ἥπατος ἐκφρακτικὸς ὑπάρχει,

2

1,alpha

76

καὶ μάλιστα αἱ ῥίζαι τῆς βοτάνης καὶ τὸ σπέρμα. καὶ μὲν δὴ καὶ353

2

1,alpha

77

ὀδονταλγίας ἰᾶται τῷ ξηραίνειν ἄνευ τοῦ θερμαίνειν. —Ἀσταφὶς ἡ μὲν ἥμερος πεπτική τέ ἐστιν ἅμα καὶ στυπτικὴ καὶ διαφορητικὴ μετρίως· ἡ δ’ ἀγρία δριμεῖα ἰσχυρῶς, ἀποφλεγματίζει τε καὶ ῥύπτει σφοδρῶς,

2

1,alpha

78

ὥστε καὶ πρὸς ψώρας ἁρμόττειν. μετέχει δὲ καὶ καυστικῆς τινος δυ‐

2

1,alpha

79

νάμεως. —Ἀσφοδέλου ἡ ῥίζα χρήσιμος ὥσπερ ἄρου καὶ ἀσάρου καὶ

2

1,alpha

80

δρακοντίου ῥυπτικῆς ὑπάρχουσα δυνάμεως. καυθείσης δ’ αὐτῆς ἡ τέφρα θερμοτέρα καὶ ξηραντικωτέρα καὶ λεπτομερεστέρα καὶ διαφορητικωτέρα

2

1,alpha

81

γίνεται καὶ διὰ τοῦτο καὶ ἀλωπεκίας ἰᾶται. —Ἀτράφαξυς ὑγρὰ μέν ἐστιν ἱκανῶς, ψυχρὰ δὲ μετρίως· στύψεως δ’ οὐ μετέχει, ἀλλ’ ἐστὶν

2

1,alpha

82

ὑδατώδης ὁμοίως τῇ μαλάχῃ. εἰσὶ δ’ ὑγρότεραι μὲν αἱ κηπευόμεναι πολὺ καὶ ψυχρότεραι τῶν ἀγρίων· διὸ καὶ φλεγμοναῖς ταῖς ἀρχομέναις ἐπιτήδειαι, ταῖς ἀκμαζούσαις δὲ καὶ παρακμαζούσαις αἱ ἄγριαι συμ‐

2

1,alpha

83

φορώτεραι. ὁ δὲ καρπὸς ῥυπτικῆς ἐστι δυνάμεως, ὅθεν καὶ πρὸς ἰκτέρους

2

1,alpha

84

τοὺς ἐφ’ ἥπατος ἐμφράξει χρήσιμος ὑπάρχει. —Ἀφρόνιτρον ῥυπτικὴν ἔχει δύναμιν, ὥστε μὴ μόνον ἀποσμᾶν, ἀλλὰ καὶ κνῆσιν ἰᾶσθαι, δια‐

2

1,alpha

85

φορουμένων ὑπ’ αὐτοῦ τῶν ἐργαζομένων αὐτὴν ἰχώρων. —Ἀψίνθιον

2

1,alpha

86

θερμὸν μέν ἐστι μετρίως, ξηρὸν δὲ σφοδρῶς. ὁ δὲ χυλὸς αὐτοῦ πολὺ τῆς πόας θερμότερος· ῥύπτει δὲ καὶ τονοῖ διὰ τοῦτο καὶ τοὺς ἐν τῇ κοιλίᾳ χολώδεις χυμοὺς ἐπί τε τὴν κάτω διαχώρησιν ἀπάγει καὶ δι’

2

1,alpha

87

οὔρων καὶ μᾶλλον τὸ ἐν φλεψὶ χολῶδες καθαίρει. δι’ αὐτὰ δὲ ταῦτα καὶ φλέγματος ἐν τῇ κοιλίᾳ περιεχομένου προσφερόμενον οὐδὲν ὀνί‐ νησιν· ἡ γὰρ στυπτικὴ δύναμις ἐν αὐτῷ τῆς πικρᾶς ἐστιν ἰσχυροτέρα· τῷ δὲ καὶ δριμύτητός τινος μετέχειν πλείονι μέτρῳ θερμόν ἐστιν ἤπερ
5ψυχρόν.

2

1,beta

1

Βάλσαμον ἱκανῶς θερμαίνει καὶ ξηραίνει, ἔστι δὲ καὶ λεπτομερές.

2

1,beta

2

ὁ δ’ ὀπὸς αὐτοῦ λεπτομερέστερος, οὐ μὴν εἰς τοσοῦτόν γε θερμός, εἰς

2

1,beta

3

ὅσον οἴονταί τινες ὑπὸ τῆς λεπτομερείας ἐξαπατώμενοι. ὁ δὲ καρπὸς αὐτοῦ παραπλήσιός ἐστι κατὰ τὴν δύναμιν, ἀπολείπεται δὲ μακρῷ κατὰ

2

1,beta

4

τὸ λεπτομερές. —Βαλαύστιόν ἐστι μὲν ἄνθος ἀγρίας ῥοιᾶς· ἰσχυρῶς δὲ στύφει τὴν γεῦσιν, καὶ ξηραντικῆς δὲ καὶ ψυκτικῆς ἐστι δυνάμεως καὶ παχυμεροῦς, καὶ εἰ παρατρίμμασι καὶ ἕλκεσιν ἐπιπάττοις αὐτό, τάχιστα ἂν ἴδοις εἰς οὐλὴν ἰόντα· διὰ ταῦτά τοι κἀπὶ τῶν ἀναγόντων

2

1,beta

5

αἷμα πάντες αὐτῷ χρῶνται. —Βάτου τὰ φύλλα καὶ οἱ βλαστοὶ δὲ διαμασώμενοι ἄφθας τε καὶ τὰ ἄλλα ἕλκη τὰ ἐν τῷ στόματι θεραπεύ‐354

2

1,beta

6

ουσι, καὶ μέντοι καὶ τραύματα κολλᾷ. ὁ δὲ καρπὸς εἰ μὲν εἴη πέπειρος, ἔχει τι καὶ συμμέτρου θερμότητος· ὁ δ’ ἄωρος ὑπὸ ψυχρᾶς οὐσίας καὶ

2

1,beta

7

γεώδους ἐπικρατεῖται καὶ διὰ τοῦτο σφοδρῶς ξηραντικός ἐστι. ξηραν‐ θεὶς δ’ ἀποτίθεται, ὥσπερ καὶ τὸ ἄνθος αὐτῆς· καὶ ποιοῦσι πρὸς δυσεν‐ τερίας καὶ ῥεύματα γαστρὸς καὶ ἀτονίας καὶ τὰς τοῦ αἵματος πτύσεις.

2

1,beta

8

ἡ δὲ ῥίζα πρὸς τῷ στύφειν ἔτι καὶ λεπτομερής ἐστι καὶ διὰ τοῦτο

2

1,beta

9

τοὺς ἐν νεφροῖς θρύπτει λίθους. —Βδέλλιον μαλακτικῆς ἐστιν ἰσχυρῶς 〈καὶ〉 δραστηρίου δυνάμεως· καὶ χρῶνταί τινες ἐπί τε βρογχοκήλων καὶ ὑδροκήλων ἀσίτου πτυέλῳ δεύοντες ὡς ἐμπλαστῶδες γενέσθαι· καὶ τὰς τῶν ἀπέπτων πνευμάτων διαδρομὰς ἐξιᾶται καὶ πόνους πλευ‐

2

1,beta

10

ρῶν καὶ ῥήγματα. —Βλίτον τὸ λάχανον ὑγρόν τε καὶ ψυχρόν ἐστιν

2

1,beta

11

ἱκανῶς. —Βολβὸς φυσώδης καὶ ἀφροδισιαστικός ἐστιν ἐσθιόμενος·

2

1,beta

12

ἐπιπλαττόμενος δὲ κολλητικὸς γίνεται καὶ ξηραντικός. —Βούτυρον πεπτικῆς ἐστι δυνάμεως, ἔχον ὀλίγον τι τῆς διαφορητικῆς, ὥστε καὶ παρωτίδας καὶ βουβῶνας καὶ τὰς ἐν τῷ στόματι φλεγμονὰς καὶ ἄλλα δὲ μυρία πολλάκις αὐτὸ μόνον ἰᾶται παιδικῶν σωμάτων καὶ γυναικείων.

2

1,beta

13

ἀλλὰ κἀπὶ τῶν φυόντων τοὺς ὀδόντας παιδίων διαχριόμενον συνεχῶς οὐδὲν ἧττον μέλιτος λεπτύνει τὰ οὖλα, καὶ μέντοι καὶ καταποθὲν συν‐ τελεῖ μεγάλως ταῖς ἐκ πνεύμονος ἀναπτύσεσι μετὰ τοῦ συμπέττειν τὰς

2

1,beta

14

φλεγμονάς. —Βούφθαλμον δριμύτερόν ἐστι τῆς ἀνθεμίδος καὶ διὰ τοῦτο καὶ διαφορητικώτερον μέχρι τοῦ καὶ σκληρίας ἰᾶσθαι μιγνύμενον

2

1,beta

15

κηρωτῇ. —Βράθυ τῶν θερμαινόντων ἐστὶ καὶ ξηραινόντων σφοδρῶς καὶ διαφορούντων διὰ λεπτομέρειαν καὶ καταμηνίων ἐστὶν ἀγωγόν, εἴπερ τι ἄλλο, καὶ δι’ οὔρων αἷμα κινεῖ καὶ τὰ ζῶντα τῶν ἐμβρύων

2

1,beta

16

διαφθείρει τά τε νεκρὰ ἐκβάλλει. ἔνιοι δὲ καὶ ἀντὶ κιναμώμου διπλά‐ σιον αὐτὸ βάλλουσιν.

2

1,gamma

1

Γάλα τὸ εὐχυμώτατον πρὸς τὰ δριμέα καὶ δάκνοντα ῥεύματα συμ‐

2

1,gamma

2

φορώτατόν ἐστιν, εὔτρεπτον ὄν, καὶ μάλιστα ὅταν τὸ περιέχον θερμὸν ᾖ, καὶ ἀποβάλλει πολὺ τῆς δυνάμεως, εἰ μή τις αὐτῷ χρῷτο θερμῷ

2

1,gamma

3

τῶν τιτθῶν ἐκχυθέντι. μάλιστα μὲν γυναικὸς εὐεκτούσης τε καὶ καλῶς
διαιτωμένης γάλακτι χρηστέον· εἰ δὲ μή, αἰγὸς ἢ ἵππου ἢ βοὸς ἢ355

2

1,gamma

4

ὄνου ἢ προβάτου. ὁ δ’ ὀρρὸς αὐτοῦ ῥυπτικὴν ἔχει δύναμιν καὶ ὑπ‐ αγωγῆς γαστρὸς ἕνεκα λαμβάνεται καὶ διὰ κλυστήρων ἐνίεται, περιρρύπτων τε καὶ περιπλύνων ἀδήκτως τὰς ἐν τοῖς ἐντέροις δριμύτητας, ἕλκη τε

2

1,gamma

5

δριμέα καὶ ἰχῶρας ἔχοντα κατακλυζομένων. ἐπὶ δὲ δυσεντερικῶν καὶ πάντων τῶν κατὰ γαστέρα δριμέων ῥευμάτων προαφεψημένῳ τῷ γά‐ λακτι διαπύρους κάχληκας ἐμβάλλειν χρὴ καὶ ἑψεῖν τὸ γάλα, μέχρις

2

1,gamma

6

ἂν ἐκδαπανηθῇ τὸ πλεῖστον αὐτοῦ τῆς ὀρρώδους ὑγρότητος· ἐὰν δέ τις σιδηροῦς κυλίνδρους διαπύρους ἐμβάλλῃ, βελτίονα τὴν δύναμιν

2

1,gamma

7

ἀπεργάζεται. τὸ δ’ ὅλον γάλα πρός τε τὰ κατὰ τοὺς ὀφθαλμοὺς ῥεύματα δριμέα ἁρμόττει καὶ πρὸς τὰ ὑποσφάγματα καὶ ὑπώπια· καὶ μέντοι κατὰ τῶν βλεφάρων ἔξωθεν ὑπνοῦν μελλόντων ἐπιτιθέμενον ἅμα ῥοδίνῳ καὶ ὠῷ πέττει τὰς φλεγμονάς· γυναικὸς δ’ ἔστω τὸ γάλα

2

1,gamma

8

πρόσφατον ἐκ τῶν τιτθῶν ἐπισταζόμενον. ἐνίεμεν δ’ αὐτὸ καὶ μήτραις ἡλκωμέναις, καὶ πρὸς πάντα δὲ τὰ παρηγορίας δεόμενα διὰ φλεγμονὴν

2

1,gamma

9

ἢ δῆξιν ἢ κακοήθειαν καλῶς αὐτῷ χρώμεθα. —Γῆ πᾶσα ξηραντικὴν ἔχει δύναμιν, καὶ ὅταν ἀκριβῶς ᾖ πυρώδους ἄμικτος οὐσίας, ἀδηκτό‐ τατα ξηραίνει· συντελεῖ δ’ εἰς τοῦτο αὐτῇ τὸ πεπλύσθαι. καὶ τῆς γεωργουμένης ἡ λιπαρὰ πᾶσα γῆ χρήσιμος εἰς θεραπείαν ἐστὶν ἁπάν‐
5των τῶν ξηρανθῆναι δεομένων μορίων, ὅθεν αὐτῇ κατ’ Ἀλεξάνδρειάν

2

1,gamma

10

τε καὶ Αἴγυπτον χρῶνται. εἶδον γοῦν ὑδερώδεις τε καὶ σπληνώδεις

2

1,gamma

11

ἐνίους χρωμένους τῇ Αἰγυπτίᾳ γῇ καὶ χριομένους. κατὰ δὲ τὸν αὐτὸν τρόπον τὰς παλαιὰς φλεγμονὰς καὶ τὰ χαῦνα τῶν οἰδημάτων ὀνίνησιν ὁ πηλὸς ὁ αὐτός, ὥστε ἐνίους οἶδα καὶ ὅλην τὴν ἕξιν οἰδαλέους ἐξ

2

1,gamma

12

αἱμορροΐδων ἀμέτρου κενώσεως γενομένης ὠφεληθέντας ἐναργῶς. καί τινες ἀλγήματα χρόνια κατά τινα μόρια ἐστηριγμένα τῷ πηλῷ τούτῳ

2

1,gamma

13

τελέως ἐξιάσαντο. ἡ δὲ Λημνία γῆ ἄλλοτε ἄλλῳ τῶν ὑγρῶν ἀνιεμένη φάρμακον ἐπιτήδειον γίνεται πρός τε τὴν τῶν τραυμάτων κόλλησιν

2

1,gamma

14

καὶ τῶν χρονίων ἢ δυσεπουλώτων ἢ κακοήθων ἴασιν. ἡ δὲ Σαμία γῆ καὶ μᾶλλον ὁ Σάμιος ἀστὴρ καλούμενος χρήσιμος εἰς τὰς τοῦ αἵματος πτύσεις, ὅθεν ἂν γινόμεναι τύχωσιν, ὥσπερ καὶ ἡ Λημνία σφραγίς.

2

1,gamma

15

ὠφελοῦσι δὲ καὶ τὰς ἐκ μήτρας αἱμορραγίας καὶ τὰς δυσεντερικὰς

2

1,gamma

16

ἑλκώσεις, πρὶν σηπεδονώδεις γενέσθαι. ἡ δὲ Σαμία καὶ παρηγορεῖ φλεγμονάς, μάλιστα τὰς ἐν τιτθοῖς καὶ ὄρχεσι καὶ πᾶσι τοῖς ἀδενώδεσιν.

2

1,gamma

17

χρὴ δὲ λειοῦν αὐτὴν μεθ’ ὕδατος, εἶθ’ οὕτως μιγνύειν ῥοδίνου τοσοῦ‐ τον ὅσον τὸ μιχθὲν οὐκ ἐάσει ξηρανθῆναι τὸ φάρμακον· ἀγαθὸν γὰρ τὸ οὕτω σκευασθὲν ὅπου μετρίως ψῦξαι βουλόμεθα μετὰ τοῦ παρηγο‐
ρεῖν, ὡς φαίνεσθαι τῆς Σαμίας τὴν δύναμιν εἶναι μετρίως ψυκτικήν.356

2

1,gamma

18

ῥυπτικαὶ δ’ εἰσὶ μετρίως ἥ τε Σελινουσία καὶ ἡ Χία· διὸ καί τινες

2

1,gamma

19

τῶν γυναικῶν ἐπὶ τὸ πρόσωπον αὐταῖς χρῶνται. —Γίγαρτα ξηραίνει μὲν ἱκανῶς, ψύχει δὲ μετρίως καὶ στύφει· διὸ καὶ πᾶσι τοῖς κατὰ

2

1,gamma

20

γαστέρα πάθεσι τοῖς ῥοώδεσιν ἱκανῶς ἁρμόττει. —Γλαύκιον στύφει καὶ ψύχει σαφῶς, ὥστε θεραπεύειν καὶ ἐρυσιπέλατα ὅσα γε μὴ ἰσχυρά.

2

1,gamma

21

—Γλήχων θερμαίνει καὶ λεπτύνει σφοδρῶς· τὰ γοῦν ἐκ θώρακος καὶ πνεύμονος ὑγρὰ παχέα καὶ γλίσχρα ῥᾳδίως ἀναπτύεσθαι ποιεῖ καὶ

2

1,gamma

22

καταμήνια προτρέπει. —Γλυκυρρίζης ὁ χυλὸς τραχύτητας ἐκλεαίνειν

2

1,gamma

23

πέφυκεν, οὐκ ἐν ἀρτηρίᾳ μόνον, ἀλλὰ καὶ ἐν ψωρώδει κύστει. ἔστι δ’ ἡ σύμπασα κρᾶσις αὐτῆς χλιαρά· ἐπεὶ δ’ ὑγρόν ἐστι τῇ κράσει,

2

1,gamma

24

δεόντως ἄδιψόν ἐστι τὸ φάρμακον. —Γλυκυσίδης ἡ ῥίζα, τῆς καὶ παιωνίας, καταμήνια κινεῖ, μέγεθος ἀμυγδάλου σὺν μελικράτῳ πινομένη.

2

1,gamma

25

ἐκκαθαίρει δὲ καὶ ἧπαρ ἐμπεφραγμένον καὶ νεφρούς· τῇ στύψει δὲ τὰ κατὰ γαστέρα ῥεύματα ἵστησιν, ἐν οἴνῳ τινὶ τῶν αὐστηρῶν κατεψη‐

2

1,gamma

26

θεῖσα καὶ ποθεῖσα. ὅλως δὲ ξηραντικὴ τὴν δύναμίν ἐστιν ἰσχυρῶς· ὥστε οὐκ ἀπελπίσαιμι καὶ περιαπτομένην αὐτὴν εὐλόγως πεπιστεῦσθαι

2

1,gamma

27

παιδίων ἐπιληψίας ἰᾶσθαι. ἔστι δ’ ἡ δύναμις αὐτῆς λεπτομερὴς μὲν

2

1,gamma

28

καὶ ξηραντική, θερμὴ δ’ οὐκ ἐπιφανῶς. —Γογγυλίδος τὸ σπέρμα πρὸς ἀφροδίσια παροξύνει, φυσῶδες ὄν· καὶ ἡ ῥίζα δ’ αὐτοῦ φυσώδης ἐστὶ

2

1,gamma

29

καὶ σπέρματος γεννητική. —Γύψος ξηραντικῆς ἐστι καὶ ἐμπλαστικῆς

2

1,gamma

30

δυνάμεως. καυθεῖσα δὲ τὸ μὲν ἐμπλαστικὸν οὐχ ὁμοίως ἔχει, λεπτο‐ μερεστέρα δὲ καὶ ξηραντικωτέρα γίνεται, καὶ μέντοι καὶ ἀποκρουστική, καὶ μάλιστα ὅταν ὀξυκράτῳ δευθῇ.

2

1,delta

1

Δαῦκος ὁ καὶ σταφυλῖνος θερμαντικῆς ἐστι δυνάμεως καὶ λεπτυν‐

2

1,delta

2

τικῆς. ἡ δὲ ῥίζα πρὸς τοῖς εἰρημένοις καὶ φυσῶδές τι κέκτηται καὶ ἀφροδισιαστικόν. τὸ δὲ σπέρμα τὸ μὲν τοῦ ἡμέρου ἔχει τι καὶ αὐτὸ παροξυντικὸν εἰς ἀφροδίσια· τὸ δὲ τοῦ ἀγρίου τελέως ἐστὶν ἄφυσον

2

1,delta

3

καὶ διὰ τοῦτο διουρητικόν τε καὶ καταμηνίων κινητικόν. —Δάφνης τοῦ δένδρου τὰ φύλλα καὶ ὁ καρπὸς ξηραίνει καὶ θερμαίνει σφοδρῶς

2

1,delta

4

καὶ μᾶλλόν γε ὁ καρπός. ὁ δὲ φλοιὸς τῆς ῥίζης ἧττόν ἐστι δριμύς, πικρὸς δὲ μᾶλλον καί τι καὶ στύψεως ἔχει· διὸ καὶ λίθους θρύπτει

2

1,delta

5

καὶ ἡπατικοὺς ὠφελεῖ. πίνεται δὲ σὺν οἴνῳ εὐώδει τριωβόλου σταθμός.357

2

1,delta

6

—Δέρματα παλαιὰ ἀπὸ τῶν καττυμάτων καυθέντα πρὸς τὰ ἐκ τῶν ὑποδημάτων ἕλκη παυσαμένης τῆς φλεγμονῆς ὠφελεῖ· ξηραντικὴ γάρ ἐστιν ἡ τοιαύτη τέφρα καὶ εἰκότως καὶ τὰ πυρίκαυστα τῶν ἑλκῶν καὶ τὰ καλούμενα παρατρίμματα κατὰ τοὺς μηροὺς γινόμενα θεραπεύει.

2

1,delta

7

—Διφρυγὲς μικτῆς ἐστι ποιότητος καὶ δυνάμεως στυφούσης καὶ δρι‐

2

1,delta

8

μείας· διὸ καὶ τῶν κακοήθων ἑλκῶν ἀγαθόν ἐστι φάρμακον. —Δίκτα‐ μνον λεπτομερεστέρας ἐστὶν οὐσίας ἢ κατὰ γλήχωνα, τὰ δ’ ἄλλα παρα‐

2

1,delta

9

πλήσιον αὐτῇ. τὸ δὲ καλούμενον ψευδοδίκταμνον ἀσθενέστερον εἰς

2

1,delta

10

ἅπαντα τοῦ δικτάμνου. —Δρακόντιον δριμύτερόν ἐστι τοῦ ἄρου καὶ

2

1,delta

11

πικρότερον καὶ θερμαντικώτερον καὶ λεπτομερέστερον. ἔχει δέ τινα καὶ στῦψιν βραχεῖαν σὺν τῇ δριμύτητι καὶ πικρότητι· δραστήριον γοῦν

2

1,delta

12

ἐστι φάρμακον ἐν τοῖς μάλιστα. ἡ γοῦν ῥίζα διακαθαίρει τὰ σπλάγχνα, τούς τε παχεῖς καὶ γλίσχρους λεπτύνουσα χυμούς, καὶ τῶν κακοήθων

2

1,delta

13

ἑλκῶν ἄριστόν ἐστι φάρμακον, ἀποκαθαίρει τε καὶ ἀπορρύπτει γεννι‐

2

1,delta

14

κῶς τά τε ἄλλα τὰ ῥύψεως δεόμενα καὶ ἀλφοὺς σὺν ὄξει. τὰ δὲ φύλλα ἕλκεσι καὶ τραύμασι νεοτρώτοις ἁρμόττει, καὶ ὅσῳ γε ἂν ἧττον ᾖ ξηρά, τοσούτῳ μᾶλλον κολλᾷ· τὰ γὰρ ξηρότερα δριμύτερά ἐστιν ἢ

2

1,delta

15

ὡς τραύμασι πρέπειν. —Δρυὸς πάντα τὰ μόρια στυφούσης μετέχει ποιότητος, ἐπὶ πλέον δὲ τοῦ ἔνδον τὸ ὑπὸ τὸν φλοιὸν τοῦ πρέμνου ὑμενῶδες καὶ τὸ ὑπὸ τῷ κελύφει τῆς βαλάνου τὸ περὶ τῇ σαρκὶ τοῦ καρποῦ· διὸ καὶ πρὸς ῥοῦν γυναικεῖον αἵματός τε πτύσεις καὶ δυσεν‐

2

1,delta

16

τερίας καὶ γαστρὸς ῥεύματα χρόνια χρήσιμον εἶναι πεπίστευται. σφο‐ δρότερον δ’ ἔτι στύφει φηγὸς καὶ πρῖνος· τούτων καὶ τῆς δρυὸς τὰ φύλλα καταπλασσόμενα ξηραίνειν οὐκ ἀγεννῶς πέφυκε· κολλᾷ γοῦν καὶ τραύματα καταπλασσόμενα κατὰ τοῦ πέριξ χωρίου παντὸς τοῦ
5τραύματος.

2

1,epsilon

1

Ἐβίσκος ἡ ἀλθαία· ἐστὶ δὲ μαλάχη ἀγρία διαφορητική, χαλαστική,

2

1,epsilon

2

ἀφλέγμαντος, πραϋντική, πεπτικὴ φυμάτων δυσπέπτων. καὶ ἡ ῥίζα δ’ αὐτῆς καὶ τὸ σπέρμα τὰ μὲν ἄλλα ὁμοίως ἐνεργεῖ τῇ πόᾳ, λεπτο‐
μερεστέραν δὲ καὶ ξηραντικωτέραν ἐκείνης καὶ προσέτι ῥυπτικωτέραν ἐπιδείκνυται δύναμιν, ὥστε καὶ ἀλφοὺς ἀπορρύπτει, καὶ τὸ σπέρμα358

2

1,epsilon

3

τοὺς ἐν νεφροῖς λίθους διαιρεῖ. τὸ δὲ τῆς ῥίζης ἀφέψημα καὶ πρὸς δυσεντερίαν καὶ διάρροιαν καὶ πρὸς αἵματος ἀναγωγὴν ὠφέλιμόν ἐστιν,

2

1,epsilon

4

ὡς ἐχούσης τινὰ δύναμιν στυπτικήν. —Ἐλαίας οἱ μὲν θαλλοὶ τοσοῦ‐ τον μετέχουσι ψύξεως ὅσον καὶ στύψεως· ὁ δὲ καρπὸς ὁ ἀκριβῶς πέπειρος θερμὸς συμμέτρως ἐστίν, ὁ δ’ ἄωρός ἐστι στυπτικώτερος καὶ

2

1,epsilon

5

ψυχρότερος. —Τὸ δ’ ἔλαιον τὸ ἐξ αὐτῶν ὑγραντικόν ἐστι συμμέτρως καὶ θερμόν· τὸ δ’ ἐκ δρυπεποῦς μάλιστα τοῦ καρποῦ γλυκὺ γινόμενον· τὸ δ’ ὠμοτριβὲς εἰς ὅσον στύψεως μετείληφεν, εἰς τοσοῦτον καὶ ψύξεως.

2

1,epsilon

6

τὸ δὲ παλαιὸν ἔλαιον τὸ ἐκ τοῦ γλυκέος θερμότερόν τε καὶ διαφορη‐ τικώτερόν ἐστι· καὶ τὸ ἐκ τοῦ ὠμοτριβοῦς δέ, ἐπειδὰν ἀποβάλλῃ τε‐

2

1,epsilon

7

λέως τὴν στῦψιν, ὁμοιοῦται τῷ ἄλλῳ. τὸ δὲ λεπτομερές (τοιοῦτον δ’ ἐστὶ τό τε καθαρὸν καὶ διαυγὲς ὁρῶντι, κἀπειδὰν ὀλίγον ληφθὲν ἐπὶ πλεῖστον ἐκτείνηται τοῦ σώματος ἑαυτῷ μένον συνεχὲς ἀναπίνηταί τε πρὸς τοῦ χρωτός) ἡγεῖσθαι κάλλιστόν τε καὶ τὴν ἐλαίου μάλιστα

2

1,epsilon

8

κεκτημένον ἀρετήν. —Ἐλλέβορος ἑκάτερος ῥυπτικῆς τε ἅμα καὶ θερ‐ μῆς δυνάμεώς ἐστι· διὸ καὶ πρὸς ἀλφοὺς καὶ ψώρας καὶ λέπρας καὶ

2

1,epsilon

9

λειχῆνας ἁρμόττουσιν. καὶ μὲν δὴ καὶ εἰς σύριγγα τετυλωμένην ὁ μέλας καθιέμενος ἐν δύο που καὶ τρισὶν ἡμέραις ἀφίστησιν αὐτῆς τὸν τύλον· καὶ ὀδόντας δὲ σὺν ὄξει διακλυζόμενος ὀνίνησι θερμαίνων καὶ ξηραί‐

2

1,epsilon

10

νων σφοδρῶς. —Ἑλξίνη, ἔνιοι δὲ περδίκιον· ἡ δύναμις αὐτῆς ῥυπτική τε καὶ ἀτρέμα στυπτικὴ μεθ’ ὑγρότητος ὑποψύχρου, ὅθεν ἰᾶται φλεγ‐ μονὰς πάσας ἐν ἀρχῇ τε καὶ ἀναβάσει μέχρι τῆς ἀκμῆς, καὶ μάλιστα

2

1,epsilon

11

τὰς θερμάς· καὶ μὲν δὴ καὶ ἀρχομένοις φυγέθλοις ἐπιπλάττεται. καὶ ὁ χυλὸς δ’ αὐτῆς μετὰ ῥοδίνου πρὸς ὤτων ἀλγήματα φλεγμαινώδη

2

1,epsilon

12

μετρίως ποιεῖ. —Ἔλυμος ἡ μελίνη ξηραντική ἐστιν· ἵστησι γοῦν καὶ

2

1,epsilon

13

τὰ κατὰ γαστέρα ῥεύματα, καθάπερ ὁ κέγχρος. εἰ δ’ ἔξωθεν ἐπι‐

2

1,epsilon

14

πλασθείη, ξηραίνει καὶ ψύχει. —Ἐρέβινθος γάλακτος καὶ σπέρματός

2

1,epsilon

15

ἐστι γεννητικός· προτρέπει δὲ καὶ καταμήνια. εἰσὶ δ’ οἱ κριοὶ καλού‐

2

1,epsilon

16

μενοι τῶν ἄλλων οὐρητικώτεροι. τὸ δ’ ἀφέψημα αὐτῶν καὶ λίθους

2

1,epsilon

17

τοὺς ἐν τοῖς νεφροῖς θρύπτει, καὶ μάλιστα τὸ τῶν μελάνων. τὸ δ’ ἕτερον γένος τῶν ἐρεβίνθων καλοῦνται μὲν ὀροβίαι, δυνάμεως δ’ εἰσὶν ἐπισπαστικῆς, διαφορητικῆς, τμητικῆς, ῥυπτικῆς· εἰσὶ γὰρ θερμοὶ μὲν

2

1,epsilon

18

καὶ μετρίως ὑγροί. μετέχουσι δὲ καὶ πικρότητος, δι’ ἣν καὶ ἧπαρ καὶ σπλῆνα καὶ νεφροὺς ἐκκαθαίρουσι καὶ ψώρας καὶ λειχῆνας ἀπορρύπτουσι καὶ παρωτίδας καὶ διδύμους σκιρρουμένους διαφοροῦσι καὶ τὰ κακοήθη359

2

1,epsilon

19

τῶν ἑλκῶν ἰῶνται μετὰ μέλιτος. —Ἕρπυλλον θερμαντικῆς εἰς τοσοῦ‐

2

1,epsilon

20

τόν ἐστι δυνάμεως ὡς καταμήνια καὶ οὖρα κινεῖν. —Ἔρια τὰ μὲν ῥυπαρὰ τὰ καλούμενα οἰσυπηρὰ ἐπιτιθέμενα κατὰ τῶν τεθλασμένων καὶ συντετριμμένων μορίων συνεργεῖ ταῖς ἐπιβροχαῖς πρὸς τὴν ὠφέ‐ λειαν· τὰ δὲ καθαρὰ καυθέντα δύναμιν ἔχει δριμεῖάν τε καὶ θερμὴν
5ἅμα λεπτομερείᾳ, ὥστε καὶ τὰς πλαδαρὰς σάρκας ἐπὶ τῶν ἑλκῶν ἀπο‐

2

1,epsilon

21

τήκειν τάχιστα. καίεται δὲ καθάπερ καὶ τῶν ἄλλων τὰ πλεῖστα, και‐ νῆς χύτρας πληρουμένης ἐξ αὐτῶν, εἶτα πωμαζομένης ὀπὰς πλείονας

2

1,epsilon

22

ἔχοντι τῷ πώματι. —Εὐπατόριος ἡ πόα λεπτομεροῦς καὶ ῥυπτικῆς καὶ στυπτικῆς καὶ τμητικῆς ἐστι δυνάμεως ἄνευ θερμότητος ἐπιφανοῦς·

2

1,epsilon

23

ὅθεν καὶ τὰς καθ’ ἧπαρ ἐμφράξεις ἀποκαθαίρει. μετέχει δὲ καὶ στύ‐

2

1,epsilon

24

ψεως βραχείας, δι’ ἣν καὶ τόνον ἐντίθησι τῷ σπλάγχνῳ. —Εὐφόρβιον

2

1,epsilon

25

καυστικῆς ἐστι καὶ λεπτομεροῦς δυνάμεως. —Ἐχίδνης αἱ σάρκες ἀρ‐ τυόμεναι ὡς ἐγχέλεις ἐλαίῳ καὶ ἁλσὶ καὶ ἀνήθῳ καὶ πράσῳ καὶ ὕδατι συμμέτρῳ καὶ ἐσθιόμεναι πᾶν ἐκκαθαίρουσι τὸ σῶμα διὰ τοῦ δέρματος

2

1,epsilon

26

οὕτως ὡς τοὺς ἐλεφαντιῶντας ἰᾶσθαι. ἐπεὶ δ’ ἔνιοι τῶν φαγόντων δίψει ἑάλωσαν σφοδροτάτῳ, φεύγειν χρὴ τὰς παρὰ τῇ θαλάσσῃ καὶ

2

1,epsilon

27

τόποις ἁλμυρίδας ἔχουσι διαιτωμένας· ἁλμυρὰν γὰρ ἔχουσι τὴν σάρκα· καλοῦσι δ’ αὐτὰς διψακούς. ἔστιν οὖν ἡ σὰρξ τῶν ἐχιδνῶν ξηραντικὴ δυνάμει μετρίως· ἐπείγεται δέ, ὡς ἔοικεν, ἡ δύναμις αὐτῆς ἐπὶ τὸ δέρμα, διὰ τούτου κενοῦσα τὰ κατὰ τὸ σῶμα περιττώματα δαψιλῆ·
5καὶ τοῦ δέρματος ἀφίσταται καὶ ἀποπίπτει καθάπερ τις λοπὸς ἡ ἐπι‐ δερμὶς ὀνομαζομένη, καθ’ ἣν αἵ τε ψῶραι καὶ αἱ λέπραι καὶ οἱ ἐλέ‐ φαντες γίνονται.

2

1,zeta

1

Ζύμη λεπτομερής ἐστι καὶ μετρίως θερμή· διὰ τοῦτο τοίνυν ἀδή‐ κτως τε καὶ ἀλύπως ἐπισπᾶταί τε ἅμα ἐκ τοῦ βάθους καὶ διαφορεῖ.

2

1,eta

1

Ἡδύοσμος (ἔνιοι 〈δὲ〉 μίνθην) θερμὴ τὴν δύναμίν ἐστι σφοδρῶς· διὰ δὲ τὴν ἐκ τοῦ κηπεύεσθαι προσοῦσαν ὑγρότητα πρὸς ἀφροδίσια

2

1,eta

2

παρορμᾷ μετρίως. ἔχει δέ τι καὶ πικρόν, ᾧ τὰς ἕλμινθας ἀναιρεῖ, καὶ στρυφνὴ δ’ ἐστί. δι’ ὀξυκράτου πινομένη τὰς προσφάτους αἵμα‐

2

1,eta

3

τος ἀναγωγὰς ἐπέχει. καὶ λεπτομεροῦς δ’ ἐστὶν οὐσίας, εἴπερ τις καὶ
ἄλλη.360

2

1,theta

1

Θαψία δριμείας ἐστὶν ἰσχυρῶς καὶ θερμαντικῆς δυνάμεως σὺν ὑγρότητι· ἕλκει τοιγαροῦν ἐκ βάθους βιαίως καὶ αὐτὴ διαφορεῖ τὸ

2

1,theta

2

ἑλχθέν· χρόνῳ δ’ ἐργάζεται πλείονι ταῦτα. —Θέρμος ὁ μὲν ἐσθιό‐ μενος τῶν ἐμπλαστικῶν ἐστι φαρμάκων· ὁ δὲ τὴν σύμφυτον ἔχων

2

1,theta

3

πικρότητα ῥυπτικός τε καὶ διαφορητικὸς ὑπάρχει. ἀναιρεῖ δὲ καὶ ἕλμινθας ἐπιπλαττόμενός τε καὶ μετὰ μέλιτος ἐκλειχόμενος ἢ μετ’

2

1,theta

4

ὀξυκράτου πινόμενος. οὐ μὴν ἀλλὰ καὶ τὸ ἀφέψημα αὐτοῦ τὰς ἕλμιν‐ θας ἐκβάλλειν πέφυκε· καὶ μέν γε καὶ καταντλούμενον ἔξωθεν ὀνίνησιν ἀλφούς, ἀχῶρας, ἐξανθήματα, ψώρας, γαγγραίνας, ἕλκη κακοήθη·

2

1,theta

5

ξηραίνει γὰρ ἀδήκτως. ἐκκαθαίρει δὲ καὶ ἧπαρ καὶ σπλῆνα μετὰ πη‐

2

1,theta

6

γάνου καὶ πεπέρεως. ἐπισπᾶται δὲ καὶ καταμήνια καὶ ἔμβρυα σὺν

2

1,theta

7

μυρσίνῃ καὶ μέλιτι προστιθέμενον. ἔστι δὲ καὶ τὸ ἄλευρον τῶν θέρ‐ μων ἀδήκτως διαφορητικόν· οὐ γὰρ τὰ πελιδνὰ μόνον, ἀλλὰ καὶ χοι‐ ράδας καὶ φύματα σκληρὰ θεραπεύει· ἐν ὄξει δ’ ἑψεῖν αὐτὸ χρὴ τηνι‐

2

1,theta

8

καῦτα ἢ ὀξυμέλιτι ἢ ὀξυκράτῳ. διαφορεῖ δὲ καὶ τὰ πελιδνά, καὶ τὰ ἄλλα ὅσα εἴρηται πρόσθεν καὶ τὸ ἀφέψημα δρᾶν, ἅπαντα καὶ τὸ ἄλευ‐

2

1,theta

9

ρον ἐργάζεσθαι πέφυκεν. —Θεῖον πᾶν ἑλκτικῆς ἐστι δυνάμεως θερ‐ μόν τε ὂν καὶ λεπτομερές, ὡς πρὸς πολλὰ τῶν ἰοβόλων ἀνθίστασθαι.

2

1,theta

10

καὶ ψώρας καὶ λέπρας καὶ λειχῆνας ἰᾶται μετὰ ῥητίνης τερμινθίνης· ἀπορρύπτει γὰρ καὶ τὰ τοιαῦτα πάθη πάντα χωρὶς τοῦ πρὸς τὸ βάθος

2

1,theta

11

ἀποκρούεσθαι. —Θλάσπεως τὸ σπέρμα δριμὺ τὴν δύναμίν ἐστι· τὰ γοῦν ἐντὸς ἀποστήματα ῥήσσει ποτιζόμενον καὶ καταμήνια κινεῖ καὶ ἔμβρυα φθείρει καὶ δι’ ἕδρας ἐνιέμενον ἰσχιάδας ὀνίνησιν, αἱματώδη

2

1,theta

12

κενοῦν. —Θρίδαξ ὑγρὸν καὶ ψυχρόν ἐστιν, οὐ μὴν ἐσχάτως· διὰ τοῦτο πρὸς μὲν τὰς θερμὰς φλεγμονὰς ἁρμόττει καὶ πρὸς τὰ μικρὰ

2

1,theta

13,14

καὶ κοῦφα τῶν ἐρυσιπελάτων· ἔστι δὲ καὶ ἄδιψον ἔδεσμα. τὸ δὲ

2

1,theta

14

(2)

σπέρμα πινόμενον ἐπέχει γονορροίας, ὅθεν καὶ τοῖς ὀνειρώττουσι δίδο‐

2

1,theta

15

ται. —Θύμα θερμαίνει καὶ ξηραίνει σφοδρῶς καὶ τέμνει σαφῶς καὶ διὰ τοῦτο οὖρα καὶ καταμήνια κινεῖ καὶ ἔμβρυα κατασπᾷ καὶ τὰ σπλάγχνα διακαθαίρει πινόμενα ταῖς τε ἐκ θώρακος καὶ πνεύμονος ἀναπτύσεσι συνεργεῖ.

2

1,iota

1

Ἰξὸς ἐκ τοῦ βάθους ἕλκει σφοδρῶς ὑγρότητας, οὐ τὰς λεπτὰς

2

1,iota

2

μόνον, ἀλλὰ καὶ τὰς παχυτέρας, διαχεῖ τε καὶ διαφορεῖ. ἔστι δὲ τῶν οὐκ εὐθὺς ἐκθερμαινόντων φαρμάκων, ἀλλὰ χρόνου δεομένων, ὥσπερ361

2

1,iota

3

ἡ θαψία. —Ἴου τὰ μὲν φύλλα τὴν ὑδατώδη καὶ ὑπόψυχρον οὐσίαν ἐπικρατοῦσαν κέκτηται, καὶ διὰ τοῦτο καὶ καθ’ ἑαυτὰ καὶ μετ’ ἀλφί‐

2

1,iota

4

των ἐπιπλαττόμενα τὰς θερμὰς φλεγμονὰς παρηγορεῖ. —Ἰὸς δριμεῖαν ἔχει ποιότητα, διαφορητικός τε καὶ καθαρτικὸς καὶ σμηκτικὸς ὢν οὐχ

2

1,iota

5

ἁπαλῆς μόνον, ἀλλὰ καὶ σκληρᾶς σαρκός. εἰ δέ τις αὐτοῦ μίξειεν ὀλίγον κηρωτῇ πολλῇ, ῥυπτικὸν ἀδήκτως γίνεται τὸ μιχθὲν ἐξ ἀμφοῖν.

2

1,iota

6

—Ἵππουρις στυπτικὴν μετὰ πικρότητος ἔχει ποιότητα καὶ διὰ τοῦτο

2

1,iota

7

ξηραντικὴν ἰσχυρῶς τε ἅμα καὶ ἀδήκτως. τραύματά τε οὖν τὰ μέγιστα καταπλαττομένη κολλᾷ, κἂν νεῦρα διατετμημένα τύχῃ, καὶ τὰς ἐν‐ τεροκήλας ὀνίνησιν· ἀλλὰ καὶ πρὸς τὰς ἀναγωγὰς τοῦ αἵματος καὶ πρὸς τὸν ῥοῦν τὸν γυναικεῖον καὶ μάλιστα τὸν ἐρυθρόν, ἔτι δὲ δυσ‐
5εντερίας καὶ τἄλλα τὰ κατὰ τὴν γαστέρα ῥεύματα γενναῖόν ἐστι φάρ‐

2

1,iota

8

μακον ἡ πόα πινομένη δι’ ὕδατος ἢ οἴνου. ὁ δὲ χυλὸς αὐτῆς αἱμορ‐ ραγίας τε τὰς ἐκ ῥινῶν ὠφελεῖ καὶ τὰ κατὰ τὴν γαστέρα ῥοώδη πάθη σύν τινι τῶν αὐστηρῶν οἴνων πινόμενος ἢ καὶ δι’ ὕδατος, ἂν πυρέτ‐

2

1,iota

9

τοντες τυγχάνωσιν. —Ἰσάτις ἥμερος, ᾗ οἱ βαφεῖς χρῶνται, ξηραντι‐ κῆς ἰσχυρῶς ἐστι δυνάμεως, οὐδέπω δακνούσης· ἔστι δὲ πικρά τε ἅμα καὶ στυπτική. ταύτῃ τοι καὶ τὰ μεγάλα τραύματα τῶν σκληρῶν σω‐ μάτων κολλᾷ, κἂν ἐν ταῖς τῶν μυῶν ὦσι κεφαλαῖς, καὶ κατὰ τῶν
5αἱμορραγούντων ὠφελίμως ἐπιπλάττεται καὶ τοὺς οἰδηματώδεις ὄγκους ἱκανῶς διαφορεῖ τε ἅμα καὶ προσστέλλει καὶ πρὸς ἅπαντα τὰ κακοήθη

2

1,iota

10

ἕλκη δραστικῶς ἀνθίσταται. —Ἰτέας τοῖς φύλλοις χρήσαιτο ἄν τις

2

1,iota

11

εἰς τραυμάτων ἐναίμων κόλλησιν. ἔστι δ’ αὐτά τε καὶ τὸ ἄνθος αὐτῆς

2

1,iota

12

δυνάμεως ἀδήκτως ξηραντικῆς ἠρέμα καὶ στυφούσης. ἔνιοι δὲ καὶ χυλὸν ἐξ αὐτῶν ποιοῦντες ἄδηκτόν τε καὶ ξηραῖνον ἴσχουσι φάρμακον

2

1,iota

13

εἰς πολλὰ χρήσιμον. καὶ ὁ φλοιὸς δὲ τοῦ δένδρου παραπλήσιος, πλὴν ὅσον ξηρότερος· ἀλλὰ τοῦτόν γε καίουσιν ἔνιοι καὶ χρῶνται τῇ τέφρᾳ

2

1,iota

14

πρὸς ὅσαπερ ἂν ἰσχυρῶς δέωνται ξηραίνειν· τοὺς γοῦν καλουμένους ἥλους τε καὶ τύλους καὶ μυρμηκίας ἐξαίρουσιν αὐτὴν δεύοντες ὄξει δριμεῖ.

2

1,kappa

1,2

Καλαμίνθη θερμὴ καὶ ξηρὰ σφοδρῶς ἐστι καὶ λεπτομερής. πινο‐

2

1,kappa

2

(2)

μένη δ’ αὐτή τε καθ’ ἑαυτὴν ξηρὰ καὶ διὰ μελικράτου θερμαίνει τε σαφῶς καὶ ἱδρῶτας κινεῖ καὶ διαφορεῖ καὶ ξηραίνει τὸ σύμπαν σῶμα.362

2

1,kappa

3

〈διὰ〉 τοῦτο γοῦν αὐτῇ τινες ἐχρήσαντο καὶ πρὸς τὰ κατὰ περίοδον ῥίγη, ἔξωθεν μὲν ἀφέψοντες ἐλαίῳ καὶ συναλείφοντες ὅλον τὸ σῶμα μετὰ τρίψεως γενναίας, ἔσωθεν δὲ λαμβάνοντες, ὡς εἴρηται, καὶ μέν γε καὶ καταπλάττουσί τινες αὐτὴν κατ’ ἰσχίων ἐπὶ τῶν ἰσχιαδικῶν ὡς
5γενναῖον βοήθημα· καὶ γὰρ ἕλκει τὰ ἐκ τοῦ βάθους εἰς τὴν ἐκτὸς ἐπι‐ φάνειαν καὶ θερμαίνει σύμπαν τὸ ἄρθρον ἐπικαίει τε σαφῶς τὸ δέρμα καὶ τὰ καταμήνια πινομένη τε καὶ προστιθεμένη προκαλεῖται πάνυ

2

1,kappa

4

δραστηρίως. ἀγαθὸν δὲ καὶ τῶν ἐλεφαντιώντων τὸ φάρμακον τῷ δια‐ φορεῖν καὶ λεπτύνειν ἰσχυρῶς καὶ τέμνειν τοὺς παχεῖς χυμούς· οὕτω

2

1,kappa

5

δὲ καὶ οὐλὰς μελαίνας λαμπρύνει καὶ ὑπώπια διαφορεῖ. κάλλιον δ’ ἐπὶ τῶν τοιούτων ἕψοντας ἐν οἴνῳ καταπλάσσειν αὐτήν, καὶ χλωρὰν μᾶλλον ἢ ξηράν· ἰσχυροτέρα γὰρ ξηρανθεῖσα γίνεται καὶ καίειν ἑτοι‐

2

1,kappa

6

μοτέρα. καὶ ἀσκαρίδας δὲ καὶ ἕλμινθας ὁ χυλὸς αὐτῆς ἐνιέμενός τε

2

1,kappa

7

καὶ πινόμενος ἀναιρεῖν πέφυκεν. ὀνίνησι δὲ καὶ τοὺς ἀσθματικοὺς καὶ τοὺς ἰκτεριώδεις τῷ ῥύπτειν τε καὶ διακαθαίρειν τὰς κατὰ τὸ ἧπαρ

2

1,kappa

8

ἐμφράξεις. ἔστι δ’ εἰς ἅπαντα τὰ εἰρημένα πρακτικωτέρα ἡ ὄρειος.

2

1,kappa

9

—Καλάμου φραγμίτου ἡ ῥίζα ῥυπτικῆς μετέχει δυνάμεως οὐκ ὀλίγης,

2

1,kappa

10

ἥκιστα δριμείας. τὰ μέντοι φύλλα τὰ χλωρὰ μετρίως ἐμψύχει, μετ‐

2

1,kappa

11

έχοντα καὶ αὐτὰ τῆς ῥυπτικῆς δυνάμεως. ὁ φλοιὸς δ’ αὐτοῦ καυθεὶς λεπτομεροῦς ἱκανῶς καὶ διαφορητικῆς γίνεται δυνάμεως, ἔχων τι καὶ

2

1,kappa

12

ῥυπτικὸν ὡς καὶ θερμαίνειν καὶ ξηραίνειν σφοδρῶς. —Καννάβεως ὁ καρπὸς ἄφυσός τε καὶ ξηραντικὸς εἰς τοσοῦτον ὡς, εἰ πλείων βρωθείη,

2

1,kappa

13

ξηραίνει τὴν γονήν. —Κάπνιος δριμείας ἅμα καὶ πικρᾶς μετέχει ποι‐ ότητος· οὐκ ἀπήλλακται δὲ παντάπασιν οὐδὲ τῆς στρυφνῆς, ὅθεν οὖρά τε χολώδη προτρέπει πολλὰ καὶ τὰς καθ’ ἧπαρ ἐμφράξεις τε καὶ ἀτο‐

2

1,kappa

14

νίας ἰᾶται. λαπάσσει δὲ καὶ γαστέρα ξηρὰ λεία μελικράτῳ ἐμπλασσο‐ μένη, καὶ τονοῖ στόμαχον ξηρὰ ὁμοίως οἴνῳ κεκραμένῳ ἐμπλασσομένη.

2

1,kappa

15

—Καππάρεως τῆς ῥίζης ὁ φλοιὸς ἐκ μαχομένων σύγκειται δυνάμεων· ῥύπτειν μὲν γὰρ δύναται καὶ διακαθαίρειν καὶ τέμνειν καὶ διαφορεῖν τῇ δριμύτητι, συνάγειν δὲ καὶ σφίγγειν τῇ στρυφνότητι· καὶ διὰ τοῦτο σπλῆνας σκιρρώδεις, εἴπερ τι καὶ ἄλλο, καὶ τοῦτο τὸ φάρμακον ὀνί‐
5νησιν, ἔξωθέν τε τοῖς ἐπιτηδείοις καταπλάσμασι μιγνύμενον, εἴσω τε τοῦ σώματος λαμβανόμενον, ἀφεψημένον ὄξει ἢ ὀξυμέλιτι ἢ ξηρὸν
λεῖον ἀναμιγνύμενον αὐτοῖς· κενοῖ γὰρ σαφῶς τοὺς γλίσχρους καὶ παχεῖς χυμοὺς οὕτω ληφθὲν οὐ δι’ οὔρων μόνον, ἀλλὰ καὶ κατὰ363

2

1,kappa

16

γαστέρα. πολλάκις δὲ καὶ αἱματώδη διαχωροῦσιν, ἐφ’ οἷς οἵ τε σπλῆ‐

2

1,kappa

17

νες ὀνίνανται καὶ αἱ κατ’ ἰσχίον ὀδύναι. καὶ μὲν δὴ καὶ καταμήνια κινεῖ καὶ ἀποφλεγματίζει· καταπλαττόμενος δὲ τοῖς κακοήθεσιν ἕλκεσιν ἀγαθὸν φάρμακον, καὶ ὀδόντων δὲ πόνους ὠφελεῖ, ἐνίοτε μὲν ὄξει συνεψηθείς, ἐνίοτε δ’ οἴνῳ, πολλάκις δ’ αὐτὸς μόνος ἐνδακνόμενος.

2

1,kappa

18

καὶ ἀλφοὺς δὲ διαφορεῖ σὺν ὄξει καὶ χοιράδας καὶ ὄγκους σκληροὺς

2

1,kappa

19

διαφορεῖ, τοῖς ἐπιτηδείοις πρὸς ταῦτα φαρμάκοις μιγνύμενος. θαυμα‐ στὸν δ’ οὐδὲν 〈εἰ〉 καὶ τοὺς ἐν ὠσὶ σκώληκας ὁ χυλὸς τῆς πόας ἀναι‐

2

1,kappa

20

ρεῖ διὰ τὴν πικρότητα. —Καρδάμου τὸ σπέρμα καυστικῆς μετέχει δυνάμεως ὥσπερ τὸ νάπυ, καὶ διὰ τοῦτο ἰσχιάδας καὶ κεφαλαίας καὶ ὁτιοῦν ἄλλο τῶν δεομένων φοινίξεως ἐκθερμαίνουσιν αὐτῷ καθάπερ τῷ

2

1,kappa

21

νάπυϊ. —Καρδάμωμον θερμῆς ἐστι σφοδρῶς δυνάμεως ὡς καίειν ἐπι‐

2

1,kappa

22

πλαττόμενον. ἔχει δέ τι καὶ πικρότητος δι’ ἣν τὰς ἕλμινθας ἀναιρεῖ

2

1,kappa

23

καὶ τὰς ψώρας ἰσχυρῶς ἀπορρύπτει σὺν ὄξει. —Κασία θερμαίνει καὶ ξηραίνει σφοδρῶς· ἔστι δὲ καὶ λεπτομερὴς ἱκανῶς καὶ δριμεῖα, βραχύ 〈δέ〉 τι καὶ στῦφον ἔχει· τέμνει τε οὖν ἅμα καὶ διαφορεῖ τὰ κατὰ τὸ

2

1,kappa

24

σῶμα περιττώματα καὶ ῥώμην ἐντίθησι τοῖς ὀργάνοις. ἐπιτήδειος δὲ καὶ πρὸς τὰς τῶν ἐπιμηνίων ἐπισχέσεις ἐστίν, ὅταν ὑπὸ πλήθους τε ἅμα καὶ πάχους τῶν περιττωμάτων αὐτάρκως κενοῦσθαι κωλύηται. —

2

1,kappa

25

Καρύα τὸ δένδρον ἔχει μέν τι κἀν τοῖς βλαστοῖς στυπτικόν, ἐνεργὲς

2

1,kappa

26

δὲ καὶ πλεῖστον ἐν τοῖς τοῦ καρύου λέμμασιν. θλίβοντες γοῦν αὐτὰ καὶ τὸν χυλὸν ὁμοίως τῷ τῶν μόρων καὶ τῷ τῶν βάτων ἕψοντες σὺν

2

1,kappa

27

μέλιτι στομαχικῷ χρώμεθα φαρμάκῳ. τὸ δὲ λέπος τοῦ καρύου τὸ ξηρὸν καυθὲν λεπτομερές τε γίνεται καὶ ξηραντικὸν καὶ ἄδηκτον φάρ‐

2

1,kappa

28

μακον. τὸ δὲ λεπτοκάρυον ψυχρότερον καὶ αὐστηρότερόν ἐστι, τὰ δ’

2

1,kappa

29

ἄλλα παραπλήσιον ὑπάρχει τῷ μεγάλῳ. —Καστόριον θερμαίνει καὶ

2

1,kappa

30

ξηραίνει λεπτομερές τε ἱκανῶς ὑπάρχει. ἔστι δὲ τοῖς μὲν διὰ πλῆθος σπωμένοις ἢ τρέμουσιν ὠφελιμώτατον, τοῖς δὲ διὰ κένωσιν ἐναντιώ‐ τατον· τοῖς δὲ ...... εἴσω τοῦ σώματος λαμβανόμενον ὠφελεῖ, ταῦτα καὶ κατὰ τοῦ δέρματος ἐπιτιθέμενον ἅμα Σικυωνίῳ ἢ παλαιῷ ἐλαίῳ.

2

1,kappa

31

τὰ δὲ πλείονος θερμότητος δεόμενα καὶ ἀνατρίβειν προσήκει δι’ αὐτοῦ.

2

1,kappa

32

ὠφελεῖ δὲ καὶ εἴ τις αὐτὸ ἐπ’ ἀνθράκων θυμιῶν ἕλκοι διὰ τῆς εἰσ‐ πνοῆς, καὶ μάλιστα τὰ κατὰ τὸν πνεύμονα καὶ ἐγκέφαλον ὑγρὰ καὶ

2

1,kappa

33

ψυχρὰ πάθη. τά γε μὴν ληθαργικὰ καὶ καταφορικὰ πάντα πάθη μετὰ πυρετῶν ἄμεινον οὐ τῶν εἰρημένων ἐλαίων τινὶ δεύοντα θεραπεύειν, ἀλλὰ διὰ ῥοδίνου μᾶλλον ἐπιτιθέναι τῇ κεφαλῇ καὶ τῷ αὐχένι. —364

2

1,kappa

34

Κέδρος θερμαίνει καὶ ξηραίνει σφοδρῶς· τὸ δ’ αὐτῆς ἔλαιον σφοδρότατα,

2

1,kappa

35

λεπτομερὲς ἱκανῶς ὑπάρχον. τὰς μὲν ἁπαλὰς σάρκας ἑτοίμως καὶ ἀνωδύνως σήπει, τὰς δὲ σκληρὰς ἐν χρόνῳ πλείονι· καὶ μάλιστα μέν‐

2

1,kappa

36

τοι τὰ τῶν νεκρῶν σώματα ξηραίνει τε καὶ ἄσηπτα φυλάττει. θαυ‐ μαστὸν δ’ οὐδέν, εἰ καὶ φθεῖρας καὶ κονίδας καὶ ἀσκαρίδας καὶ τοὺς

2

1,kappa

37

ἐν τοῖς ὠσὶ σκώληκας ἀναιρεῖν πέφυκεν. ἔμβρυά τε προστιθεμένη τὰ μὲν ζῶντα κτείνει, τὰ δὲ νεκρὰ ἐκβάλλει, περιαλειφομένη τῷ αἰδοίῳ· καὶ διὰ τοῦτο ἀτόκιόν ἐστι φάρμακον τοῖς οὕτω χρωμένοις οὐδενὸς

2

1,kappa

38

δεύτερον. καὶ τοῖς τρήμασι δὲ τῶν ὀδόντων ἐνσταχθεῖσα τὰ μὲν ἀλγή‐

2

1,kappa

39

ματα πραΰνει, θραύει δ’ αὐτούς. —Κενταυρίου τοῦ μεγάλου ἡ ῥίζα

2

1,kappa

40

δριμεῖά τε καὶ θερμὴ καὶ στύφουσα μετὰ γεώδους στύψεώς ἐστι. τῇ μὲν οὖν δριμύτητι προτρέπει καταμήνια καὶ ἔμβρυα νεκρὰ κατασπᾷ καὶ ζῶντα διαφθείρει τε καὶ ἐκβάλλει· τῇ δὲ στύψει κολλᾷ τε τραύ‐

2

1,kappa

41

ματα καὶ τοὺς αἱμοπτοϊκοὺς ὠφελεῖ. δίδονται δ’ αὐτοῖς ὁλκαὶ δύο,

2

1,kappa

42

τοῖς μὲν πυρέττουσι μεθ’ ὕδατος, τοῖς δ’ ἀπυρέτοις μετ’ οἴνου. ὠφελεῖ δὲ καὶ ῥήγματα καὶ σπάσματα καὶ δυσπνοίας καὶ τὰς παλαιὰς βῆχας.

2

1,kappa

43

—Κενταύριον τὸ μικρὸν ἰσχυρῶς ξηραίνει χωρὶς δήξεως· τά τε οὖν μεγάλα τραύματα κολλᾷ καταπλασσόμενα πρόσφατα καὶ τὰ παλαιὰ καὶ

2

1,kappa

44

δυσκατούλωτα τῶν ἑλκῶν ἐπουλοῖ. τὸ δ’ ἀφέψημα τῆς πόας ἐνιᾶσί τινες ἰσχιαδικοῖς, ὡς ἄγον χολώδη καὶ παχέα· καὶ μὲν δὴ καὶ ὅταν

2

1,kappa

45

ἐνεργήσῃ σφοδρῶς αἱματώδη κενοῦν, ὠφελεῖ μᾶλλον. ὁ δὲ χυλὸς αὐτοῦ παραπλησίας ὑπάρχων δυνάμεως τά τε ἄλλα τὰ προειρημένα

2

1,kappa

46

δρᾷ καὶ ἔμβρυα προστιθέμενος κατασπᾷ καὶ καταμήνια ἄγει. —Κηκὶς ἡ μὲν ὀμφακῖτις στρυφνὸν ἱκανῶς ἐστι φάρμακον, οὐσίας γεώδους ψυχρᾶς τὸ πλεῖστον ἔχουσα, δι’ ἣν καὶ ξηραίνει καὶ ἀποκρούεται ῥεύ‐ ματα καὶ συνάγει καὶ σφίγγει καὶ τονοῖ τὰ ἄρρωστα μόρια καὶ πᾶσι
5τοῖς ῥοώδεσι πάθεσι γενναίως ἀνθίσταται· ξηραίνει μὲν οὖν σφοδρῶς,

2

1,kappa

47

ψύχει δ’ ἱκανῶς. ἡ δ’ ἑτέρα κηκὶς ἡ ξανθὴ καὶ χαύνη ξηραίνει μὲν

2

1,kappa

48

καὶ αὐτή, ἀλλ’ ἧττον. καυθεῖσαι δὲ κηκίδες ἰσχαίμου δυνάμεως γίνον‐ ται· χρὴ δὲ διαπύρους ἐπ’ ἀνθράκων ἐργασαμένους αὐτὰς ὄξει ἢ οἴνῳ

2

1,kappa

49

σβεννύναι. —Κηρὸς ἐν τῷ μεταξύ πώς ἐστι τῶν θερμαινόντων τε καὶ ψυχόντων ὑγραινόντων τε καὶ ξηραινόντων, ὅθεν καὶ ὕλη τῶν

2

1,kappa

50

ἄλλων ἐστὶ φαρμάκων. αὐτὸς δὲ καθ’ ἑαυτὸν ἐκ τῶν πεπτικῶν ἂν365

2

1,kappa

51

εἴη τῶν ἀσθενῶν ἔξωθεν ἐπιτιθέμενος. —Κισσὸς ἐξ ἐναντίων σύγ‐ κειται δυνάμεων· στύφει τε γὰρ καὶ ψύχει καὶ δριμὺς καὶ θερμός ἐστιν, ὑδατώδους τε οὐσίας μετέχει χλιαρᾶς ὁ χλωρός· οὗ τὰ φύλλα ἑψη‐ θέντα σὺν οἴνῳ μεγάλων τραυμάτων ἐστὶ κολλητικὰ καὶ τῶν κακοήθων

2

1,kappa

52

ἰατικά· ἐπουλοῖ δὲ καὶ τὰς ἐκπυρώσεις. σὺν ὄξει δ’ ἑψηθέντα τὰ

2

1,kappa

53

φύλλα σπληνικοὺς ὠφελεῖ. τὰ δ’ ἄνθη αὐτοῦ ἰσχυρότερά πώς ἐστιν,

2

1,kappa

54

ὡς μετὰ κηρωτῆς λειούμενα τοῖς πυρικαύστοις ἁρμόττειν. ὁ δὲ χυλός ἐστι μὲν καὶ ἔρρινον, καὶ τὰ χρόνια δὲ τῶν ὤτων ἰᾶται ῥεύματα καὶ τῶν ἑλκῶν τὰ παλαιὰ κατά τε τὰ ὦτα καὶ τὰς ῥῖνας· ἂν δὲ δριμύ‐ τερος φαίνηται, κατὰ μὲν τὴν χρῆσιν ῥοδίνῳ ἐλαίῳ μίγνυται· τὸ δὲ

2

1,kappa

55

δάκρυον αὐτοῦ φθεῖρας κτείνει καὶ τρίχας ψιλοῖ. —Κολοκύνθη ὑγραίνει καὶ ψύχει ἱκανῶς, ὅθεν καὶ τῶν ξεσμάτων αὐτῆς ὁ χυλὸς πρὸς ὠταλ‐

2

1,kappa

56

γίας τὰς κατὰ φλεγμονὴν ἁρμόττει σὺν ῥοδίνῳ χρωμένοις. οὕτω δὲ

2

1,kappa

57

καὶ ὅλη καταπλασσομένη τὰς θερμὰς φλεγμονὰς ἐμψύχει. —Κόμμι ξηραντικῆς τέ ἐστι καὶ ἐμπλαστικῆς δυνάμεως· καὶ δῆλον ὅτι καὶ τρα‐

2

1,kappa

58

χυτήτων ἰατική. —Κονία καυστικὴν μὲν ἔχει θερμότητα, τῷ λεπτο‐

2

1,kappa

59

μερεῖ δὲ τῆς οὐσίας ἀνωδύνως καίει. —Κόνυζα καὶ ἡ μείζων καὶ ἡ

2

1,kappa

60

μικροτέρα θερμαίνουσι καὶ ξηραίνουσι σφοδρῶς· ἀφεψηθεῖσαι γοῦν ἐν

2

1,kappa

61

ἐλαίῳ τῶν κατὰ περίοδον ῥιγῶν ἀλεξιτήριοι γίνονται. τὰ δ’ ἄνθη αὐτῶν σὺν τοῖς φύλλοις τρίψαντές τινες σὺν οἴνῳ ποτίζουσιν ὑπὲρ

2

1,kappa

62

τοῦ καταμήνια κινῆσαι βιαίως καὶ ἔμβρυα ἐκβάλλειν. —Κορίανον ἢ κόριον ἐξ ἐναντίων δυνάμεων σύγκειται, πολὺ μὲν ἔχουσα πικρᾶς οὐσίας, ἥτις λεπτομερής ἐστι γεώδης, οὐκ ὀλίγον δὲ καὶ ὑδατώδους

2

1,kappa

63

ὑγρότητος χλιαρᾶς κατὰ δύναμιν. ἔχει δέ τι καὶ στύψεως ὀλίγον, ἐξ

2

1,kappa

64

ὧν αὐτῶν ἐνεργεῖ ποικίλως. —Κόπροι αἰγῶν (σπύραθοι δ’ ἰδίως ὀνο‐ μάζονται) δριμείας καὶ διαφορητικῆς οὖσαι δυνάμεως τοῖς σκιρρουμέ‐ νοις ὄγκοις ἁρμόττουσιν, οὐκ ἐπὶ σπληνὸς μόνον, ἀλλὰ καὶ ἐπ’ ἄλλων

2

1,kappa

65

μερῶν· ἔγωγε οὖν ἐπὶ γόνατος ἔχοντος ὄγκον χρόνιον ἐχρησάμην αὐταῖς δι’ ὀξυκράτου, καταπλάττεσθαι κελεύσας ἀλεύρων κριθίνων

2

1,kappa

66

ἐπεμβαλλομένων· καὶ θαυμαστῶς ὁ ἄνθρωπος ὤνητο. καὶ κατ’ ἄλλων δὲ μορίων οὗτος ὁ τρόπος ὠφελιμώτατος· δριμυτέρα δ’ ἐστὶν ἢ ὥστε γυναῖκας ἀστείας ἢ παιδία θεραπεύειν ἢ ὅλως τοὺς μαλακοσάρκους.

2

1,kappa

67

καὶ μέντοι καυθεῖσα λεπτομερεστέρα μέν, οὐ μὴν δριμυτέρα σαφῶς
γίνεται· διὸ καὶ πρὸς ἀλωπεκίας ἁρμόττει καὶ πάντα ὅσα ῥυπτόντων δεῖται φαρμάκων, οἷον λέπρας τε καὶ λειχῆνας καὶ ψώρας ὅσα τε ἄλλα366

2

1,kappa

68

τοιαῦτα. τῶν δὲ βοῶν αἱ κόπροι ξηραντικῆς δυνάμεώς εἰσιν· ἔχουσι δὲ καὶ τῆς ἑλκτικῆς, ὡς δηλοῦσιν ὠφελοῦσαι τὰ τῶν μελιττῶν τε καὶ

2

1,kappa

69

σφηκῶν νύγματα. καὶ τοὺς ὑδερικοὺς δέ τις καταχρίων ἐν ἡλίῳ κατέ‐

2

1,kappa

70

κλινεν. τῶν νομάδων δὲ περιστερῶν τῇ κόπρῳ ὡς θερμαίνοντι φαρ‐ μάκῳ συνεχῶς εἰς πολλὰ χρώμεθα μετὰ καρδάμου σπέρματος ἀντὶ

2

1,kappa

71

νάπυος ἐπὶ τῶν φοινιγμοῦ δεομένων. τῇ δὲ τῶν ἀλεκτορίδων χρῶνταί τινες ἐπὶ τῶν ὑπὸ μυκήτων ἐδωδῆς πνιγομένων· καὶ ἐμοῦσιν οἱ λα‐ βόντες φλεγματώδη παχύτατον χυμόν, ἐφ’ ᾧ τελέως παύονται τοῦ

2

1,kappa

72

συμπτώματος. δεῖ δ’ ἐπιπάττεσθαι λελειωμένην αὐτὴν κυάθοις τρισὶν

2

1,kappa

73

ἢ τέτταρσιν ὀξυκράτου τε καὶ ὀξυμέλιτος. ἔστι δὲ τῆς τῶν περιστερῶν

2

1,kappa

74

ἧττον ἡ κόπρος αὕτη θερμή. ἡ δὲ τῶν κροκοδείλων τῶν χερσαίων κόπρος ῥυπτικήν τε καὶ ξηραντικὴν δύναμιν ἔχει, ὡς καὶ τῶν ψάρων,

2

1,kappa

75

ὅταν ὄρυζαν μόνην ἐσθίωσιν. ἡ γοῦν τῶν κροκοδείλων κόπρος ὥσπερ τὴν ἔφηλιν ἀπορρύπτειν πέφυκεν, οὕτω καὶ ἀλφοὺς καὶ λειχῆνας. —

2

1,kappa

76

Κόστος βραχείας μὲν πάνυ τῆς πικρᾶς, πλείστης δὲ τῆς δριμείας καὶ θερμῆς μετέχει ποιότητος, ὡς ἤδη καὶ ἑλκοῦν· διὸ ἔξωθεν ἀνατρίβουσιν αὐτῷ μετ’ ἐλαίου τὸ σῶμα πᾶν πρὸ τῆς εἰσβολῆς ἐπὶ τῶν κατὰ πε‐ ρίοδον ῥιγούντων· οὕτω δὲ κἀπὶ τῶν παραλελυμένων τε καὶ ἰσχιαδι‐
5κῶν, καὶ ὅλως ἐφ’ ὧν ἤτοι τι θερμῆναι πρόκειται μόριον ἢ ἐκ τοῦ

2

1,kappa

77

βάθους εἰς τὴν ἐπιφάνειαν ἑλκῦσαί τινα χυμόν. ἔστι δὲ καὶ οὐρητικὸς καὶ ἐμμήνων ἀγωγὸς καὶ πρὸς ῥήγματα καὶ σπάσματα καὶ πόνους πλευρῶν ἁρμόττει καὶ πλατείας ἕλμινθας ἀναιρεῖ, καὶ πρὸς ἐφήλεις

2

1,kappa

78

αὐτῷ χρῶνται μεθ’ ὕδατος ἢ μέλιτος. ἐνυπάρχει δ’ αὐτῷ τι φυσώδους ὑγρότητος, δι’ ἣν καὶ πρὸς ἀφροδίσια παρορμᾷ μετ’ οἰνομέλιτος. —

2

1,kappa

79

Κοτυληδὼν μικτῆς ἐστι δυνάμεως ὑγρᾶς ὑποψύχρου καί τινος ἀμυδρᾶς στυφούσης καὶ σὺν αὐτῇ βραχείας πικρᾶς, ὅθεν ἐμψύχει καὶ ἀποκρούεται καὶ ῥύπτει καὶ διαφορεῖ· φλεγμονάς τε οὖν τὰς ἐρυσιπελατώδεις καὶ ἐρυσιπέλατα φλεγμονώδη θεραπεύει καὶ κατὰ στομάχου καυσουμένου

2

1,kappa

80

χρήσιμον ἱκανῶς ἐστιν ἐπίπλασμα. —Κράμβη ξηραντικῆς ἐστι δυνά‐ μεως, οὐ μὴν ἤδη γέ πως καὶ δριμείας ἐναργῶς, ἀλλ’ ὥστε καὶ τραύ‐ ματα κολλᾶν καὶ τὰ κακοήθη τῶν ἑλκῶν ἰᾶσθαι καὶ φλεγμονὰς τὰς ἤδη σκληρυνομένας τε καὶ δυσλύτους καὶ τῶν ἐρυσιπελάτων τὰ τοι‐

2

1,kappa

81

αῦτα καὶ ἕρπητας. ἔχει δέ τι καὶ ῥυπτικὸν ἐν ἑαυτῇ καθ’ ὃ καὶ367

2

1,kappa

82

λέπρας θεραπεύει. τὸ δὲ σπέρμα πινόμενον ἕλμινθας ἀναιρεῖ καὶ

2

1,kappa

83

ἐφήλεις τε καὶ φακοὺς ὀνίνησιν. οἱ δὲ καυλοὶ τῆς κράμβης καυθέντες ἰσχυρῶς ξηραίνουσαν ποιοῦσι τέφραν, ὡς ἤδη τι καὶ τῆς καυστικῆς μετέχειν δυνάμεως· κατὰ τοῦτο οὖν αὐτῇ καὶ μιγνύντες στέαρ παλαιὸν εἴς τε τὰ τῶν πλευρῶν ἀλγήματα χρῶνται, καὶ εἴ πού τι τοιοῦτον
5ἕτερον εἴη· διαφορητικὸν γὰρ ἰσχυρῶς ἀποτελεῖ τὸ φάρμακον. —

2

1,kappa

84

Κριθαὶ ξηραίνουσι καὶ ψύχουσι μετρίως, ἔχουσι δέ τι καὶ ῥυπτικὸν

2

1,kappa

85,86

ὀλίγον. τὰ δ’ ἄλφιτα πολὺ τῶν κριθῶν ἐστι ξηραντικώτερα. —Κρίνου

2

1,kappa

87

τὸ ἄνθος λεπτομερές ἐστιν. τὸ δ’ ἐξ αὐτοῦ ἔλαιον διαφορητικῆς τε ἀδήκτου καὶ μαλακτικῆς ἐστι δυνάμεως καὶ ταῖς τῆς μήτρας σκληρό‐

2

1,kappa

88

τησιν ἐπιτήδειον. καὶ ἡ ῥίζα δὲ καὶ τὰ φύλλα καθ’ ἑαυτὰ λειούμενα ξηραίνει καὶ ῥύπτει καὶ διαφορεῖ μετρίως· ἐπὶ γοῦν τῶν κατακαυμάτων ἁρμόττει. τὴν μὲν οὖν ῥίζαν ὀπτήσαντες, εἶθ’ ἅμα ῥοδίνῳ λειώσαντες, ἐπιτιθέασι τοῖς κατακαύμασι μέχρι συνουλώσεως· ἔστι γὰρ καὶ ἄλλως

2

1,kappa

89

ἁπάντων ἑλκῶν εἰς ἐπούλωσιν ἀγαθὸν φάρμακον. οὐ μὴν ἀλλὰ καὶ

2

1,kappa

90

ὑστέρας μαλάττει καὶ καταμήνια προκαλεῖται. τὰ δὲ φύλλα προαφέ‐ ψοντες ἐπιτιθέασι καὶ αὐτὰ μέχρι κατουλώσεως, οὐ τοῖς κατακαύμασι

2

1,kappa

91

μόνον, ἀλλὰ καὶ τοῖς ἕλκεσιν. εἰ δέ τις τῶν φύλλων τὸν χυλὸν ἑψήσαι σὺν ὄξει καὶ μέλιτι πλείονα τὸν χυλὸν ἑκάστου βαλών, εὐδόκιμον ἕξει φάρμακον εἰς πάντα τὰ ξηραίνεσθαι σφοδρῶς δεόμενα χωρὶς τοῦ δάκνεσθαι, καθάπερ ὅσα τραύματα μεγάλα καὶ μάλιστα κατὰ τὰς κεφα‐
5λὰς γίνεται τῶν μυῶν ὅσα τε πλαδαρὰ καὶ χρόνια καὶ δυσεπούλωτα

2

1,kappa

92

τῶν ἑλκῶν ἐστιν. —Κρόκος θερμαίνει μὲν ἱκανῶς, ξηραίνει δὲ μετρίως, καὶ διὰ τοῦτο καὶ πεπτικὸν ἔχει τι, συντελούσης εἰς τοῦτο καὶ τῆς

2

1,kappa

93

βραχείας στύψεως. —Κρόμμυον σφοδρότατα θερμαίνει παχυμεροῦς οὐσίας ὄν, ὅθεν καὶ τὰς αἱμορροΐδας ἀναστομοῖ προστιθέμενον· καὶ σὺν ὄξει καταχριόμενον ἐν ἡλίῳ τοὺς ἀλφοὺς ἀπορρύπτει, καὶ παρατριβό‐

2

1,kappa

94

μενον ἀλωπεκίαις θᾶττον ἀλκυονίου παρορμᾷ τὰς τρίχας. —Κύαμος τῆς μέσης ἐγγυτάτω κράσεώς ἐστιν· μετέχει δέ τινος ἐπ’ ὀλίγον καὶ

2

1,kappa

95

ῥυπτικῆς δυνάμεως καὶ στυπτικῆς. καὶ ἔξωθεν ἐπιτιθέμενος ἀλύπως ξηραίνει, ἐπὶ μὲν ποδαγρικῶν δι’ ὕδατος ἑψόμενος, εἶτα μιγνύμενος ὑείῳ στέατι, ἐπὶ δὲ τῶν κατὰ τὰ νεῦρα θλασμάτων καὶ ἑλκῶν δι’ ὀξυ‐ μέλιτος τὸ ἄλευρον ἐπιτίθεμεν, ἐπὶ δὲ τῶν ἤδη φλεγμαινόντων ἐκ

2

1,kappa

96

πληγῆς σὺν ἀλφίτοις. καὶ διδύμων δ’ ἐστὶ καὶ μαστῶν ἀγαθὸν κατά‐ πλασμα· φιλεῖ γὰρ ταῦτα τὰ μόρια μετρίως ψύχεσθαι φλεγμαίνοντα, καὶ μάλιστα ὅταν ἐκ γάλακτος τυρωθέντος οἱ μαστοὶ φλεγμαίνωσι· καὶ
γὰρ οὖν καὶ τὸ γάλα σβέννυται πρὸς τοῦ τοιούτου καταπλάσματος,368
5ὥσπερ καὶ τὸ τῶν παίδων ἐφηβαῖον ἐπιπλασσόμενον ἀλεύρῳ κυαμίνῳ

2

1,kappa

97

μέχρι πλείονος ἄνηβον διαμένει. —Κυμίνου τὸ σπέρμα θερμαντικῆς

2

1,kappa

98

ἐστι δυνάμεως σφοδρῶς, ἄφυσον, διουρητικόν. —Κυπαρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ σφαιρία τὰ νέα καὶ μαλακὰ μεγάλων τραυμάτων

2

1,kappa

99

ἐν σκληροῖς σώμασίν ἐστι κολλητικά. ἐξ οὗ δῆλον ὡς ξηραντικῆς ἐστι δυνάμεως οὐδὲν ἐπιφανῶς ἐχούσης δριμύ· πλεῖστον δ’ ἔχει τὸ πικρὸν

2

1,kappa

100

καὶ πολὺ πλεῖον ἔτι τὸ στρυφνόν. διὰ τοῦτο τὰς κατὰ βάθος ὑγρό‐ τητας ἐν ταῖς πλαδαραῖς καὶ σηπεδονώδεσι διαθέσεσιν ἀλύπως τε ἅμα

2

1,kappa

101

καὶ ἀσφαλῶς ἐκβόσκεται ἑτέρας οὐκ ἐπισπώμενα. καὶ τοὺς ἐντεροκη‐ λικοὺς δ’ ὠφελεῖ ξηραίνοντα καὶ τόνον ἐντιθέντα τοῖς δι’ ὑγρότητα χαλαροῖς σώμασιν, ὡς ἂν τῆς στύψεως εἰς βάθος διαδυομένης διὰ τὴν

2

1,kappa

102

μεμιγμένην θερμότητα. —Κυπέρου χρήσιμοι μάλιστά εἰσιν αἱ ῥίζαι θερμαίνουσαι καὶ ξηραίνουσαι χωρὶς δήξεως, ὅθεν καὶ δι’ ὑγρότητα πολλὴν ἕλκη δυσεπούλωτα θαυμαστῶς ὀνινᾶσιν· ἔχουσι γάρ τι στυπτι‐

2

1,kappa

103

κὸν καὶ διὰ τοῦτο καὶ τοῖς ἐν στόμασιν ἕλκεσίν εἰσιν ἐπιτήδειοι. καὶ μὴν καὶ τμητικήν τινα δύναμιν ἔχουσι, δι’ ἣν καὶ λιθιῶσιν ἁρμόττουσι

2

1,kappa

104

καὶ οὖρα καὶ καταμήνια κινοῦσιν. —Κυκλάμινος ῥύπτει καὶ τέμνει καὶ διαφορεῖ καὶ ἀναστομοῖ καὶ ἐπισπᾶται· ὁ γοῦν χυλὸς αὐτῆς αἱμορ‐ ροΐδας ἀναστομοῖ καὶ προκαλεῖται βιαίως εἰς ἀπόπατον ἐν κροκύδι

2

1,kappa

105

προστιθέμενος. σφοδρὰ δ’ οὕτως ἐστὶν ἡ δύναμις αὐτοῦ, ὥστε καὶ ἐπὶ τοῦ ἐπιγαστρίου καταχριόμενος κοιλίαν ὑπάγει καὶ ἔμβρυα διαφθείρει

2

1,kappa

106

ἐν πεσσῷ προστιθέμενος. ἡ δὲ ῥίζα τοῦ χυλοῦ μέν ἐστιν ἀσθενεστέρα, σφοδρὰ δ’ ἐστὶ καὶ αὐτή· καὶ γὰρ ἔμμηνα κινεῖ πινομένη τε καὶ προσ‐ τιθεμένη καὶ ἰκτεριῶντας ὀνίνησιν, οὐ μόνον ἐκκαθαίρουσα τὸ σπλάγ‐ χνον, ἀλλὰ καὶ τὴν ἐν ὅλῳ τῷ σώματι χολὴν ἐκκρίνουσα δι’ ἱδρώτων.

2

1,kappa

107

χρὴ δ’ εἶναι τὸ πινόμενον αὐτῆς πλῆθος δραχμαὶ τρεῖς μετὰ γλυκέος

2

1,kappa

108

ἢ μελικράτου. ῥύπτει δὲ καὶ τὸ δέρμα καὶ ἀλωπεκίας καὶ τὰς ἐφη‐

2

1,kappa

109

λίδας, ἅπαντά τε τὰ ἐξανθήματα θεραπεύει. ὀνίνησι δὲ καὶ τοὺς σκλη‐

2

1,kappa

110

ροὺς σπλῆνας, ἐπιπλαττομένη πρόσφατός τε καὶ ξηρά. —Κυτίσου τὰ φύλλα διαφορητικῆς ἐστι δυνάμεως, ἐπιμεμιγμένης ὑδατώδους χλιαρᾶς.

2

1,kappa

111

—Κώνου καρπός, ὃν δὴ καὶ κόκκαλον ὀνομάζουσιν, ὅλος μὲν χλωρός, ἔχει τι μεθ’ ὑγρότητος πικρὸν καὶ δριμύ, καὶ διὰ τοῦτο καὶ τοῖς ἐμ‐ πύοις, ὅσοι τε ἄλλοι δέονται τὰ κατὰ θώρακα καὶ πνεύμονα ῥαδίως

2

1,kappa

112

ἀναπτύειν, ἐπιτήδειός ἐστιν. ὁ δ’ ἐδώδιμος ἐξ αὐτοῦ καρπὸς ἐκλεαίνει
τραχύτητα ἐν ὕδατι βραχείς.369

2

1,lambda

1

Λάπαθον διαφορητικῆς ἐστι μετρίως δυνάμεως. τὸ δ’ ὀξυλάπαθον

2

1,lambda

2

μικτῆς· ἅμα γὰρ τῇ διαφορητικῇ καὶ ἀποκρουστικῆς τι μετέχει. τὸ δὲ σπέρμα αὐτῶν ἔχει τι σαφῶς στυπτικόν, ὡς δυσεντερίας καὶ διαρροίας

2

1,lambda

3

ἰᾶσθαι, καὶ μάλιστα τὸ τοῦ ὀξυλαπάθου. —Λευκοΐου καὶ σύμπας μὲν ὁ θάμνος ῥυπτικῆς ἐστι καὶ λεπτομεροῦς δυνάμεως, ἐπὶ μᾶλλον δ’ αὐτῆς μετέχει τὰ ἄνθη, καὶ τούτων τὰ ξηρότερα μᾶλλον, ὥστε καὶ καταμήνια τὸ ἀφέψημα αὐτῶν προτρέπει καὶ χόρια καὶ ἔμβρυα τε‐

2

1,lambda

4

θνεῶτα προκαλεῖται· καὶ εἰ ποθείη δέ, φθόριόν ἐστι φάρμακον. καὶ εἴ τις αὐτοῦ τὸ σφοδρὸν τῆς δυνάμεως ὕδατος ἐπιμιξίᾳ πολλοῦ πραΰ‐ νειεν, ἕξει πρὸς φλεγμονὴν ἀγαθὸν φάρμακον. οὕτως οὖν τὸ ἀφέψημα αὐτοῦ τὰς ἐν μήτρᾳ φλεγμονὰς ἰᾶται προσαντλούμενον, καὶ μάλιστα

2

1,lambda

5

ὅσαι σκιρρώδεις εἰσίν. ὁ δὲ καρπὸς τῆς αὐτῆς ὢν δυνάμεως πινόμενος ὅσον 𐅻 β ἢ προστιθέμενος καταμήνιά τε κινεῖ καὶ ἔμβρυα τὰ μὲν ζῶντα

2

1,lambda

6

διαφθείρει, τὰ δὲ νεκρὰ ἐκβάλλει. —Λιβανωτὸς θερμαίνει μὲν ἱκανῶς, ξηραίνει δὲ μετρίως· ἔχει δέ τι καὶ ὑποστῦφον ὀλίγον, καὶ μᾶλλον ὁ

2

1,lambda

7

λευκός. ὁ δὲ φλοιὸς αὐτοῦ τὴν στυπτικὴν δύναμιν ἐναργῶς κέκτηται, διὸ καὶ ξηραίνει γενναίως· ἔστι δὲ καὶ παχυμερής, ἥκιστα δριμύτητος

2

1,lambda

8

μετέχων. —Λιβανωτίδες αἱ τρεῖς ὁμοίας εἰσι δυνάμεως, μαλακτικῆς,

2

1,lambda

9

διαφορητικῆς, ῥυπτικῆς τε καὶ τμητικῆς. ὁ δὲ χυλὸς αὐτῶν τῆς ῥίζης καὶ τῆς πόας μέλιτι μιγνύμενος ἀμβλυωπίας, ὅσαι διὰ πάχος ὑγρῶν

2

1,lambda

10

γίνονται, θεραπεύει. —Λίθος αἱματίτης τοσοῦτον ψύξεως μετέχει ὅσον καὶ στύψεως· μόνῳ γοῦν ἐχρησάμην αὐτῷ τραχέων γεγονότων βλε‐

2

1,lambda

11

φάρων, εἰ μὲν ἅμα φλεγμονῇ ταῦτα εἴη γεγονότα, δι’ ὠοῦ τὴν ἄνεσιν ποιούμενος ἢ μᾶλλον ἔτι διὰ τήλεως ἀφεψήματος· εἰ δὲ χωρὶς φλεγ‐

2

1,lambda

12

μονῆς, δι’ ὕδατος. ἄρχου δ’ ἀπὸ μετρίως ὑγροῦ διὰ τῆς μήλης ἐγ‐ χέων· ὅταν δὲ φέρῃ τὴν δύναμιν αὐτοῦ ὁ θεραπευόμενος, παχύτερον αἰεὶ καὶ μᾶλλον ἐργάζου, καὶ τελευτῶν οὕτω παχὺ ποιήσεις, ὡς διὰ μήλης πυρῆνος ὑπαλείφειν καθ’ ὑποβολὴν 〈ἢ〉 ἐκτροπὴν τοῦ βλεφάρου.

2

1,lambda

13

ὁ δ’ αὐτὸς λίθος ὁμοίως ἐπ’ ἀκόνης ἀποτριβόμενος αἵματος πτύσεσιν

2

1,lambda

14

ἁρμόζει καὶ πᾶσιν ἕλκεσιν· ξηρὸς δὲ λειωθεὶς ὡς χνοώδης γενέσθαι

2

1,lambda

15

καταστέλλει τὰ ὑπερσαρκοῦντα. καὶ αὐτὰ δὲ τὰ κατὰ τοὺς ὀφθαλ‐ μοὺς ἕλκη συνουλοῖ μόνος αὐτὸς ἀποτριβόμενος, ὡς εἶπον, ἐγχυματι‐

2

1,lambda

16

ζόμενος ἢ ὑπαλειφόμενος. —Λίθοι οἱ ἐν τοῖς σπόγγοις θρυπτικῆς370

2

1,lambda

17

δυνάμεώς εἰσιν, ὡς τοὺς ἐν κύστει λίθους θρύπτειν. —Λιθάργυρος ξηραίνει μὲν ὡς καὶ τὰ ἄλλα πάντα τὰ μεταλλικὰ καὶ γεώδη καὶ λιθώδη· μετριώτατά γε μὴν τοῦτο ποιεῖ· καὶ κατὰ τὰς ἄλλας δὲ ποι‐ ότητας καὶ δυνάμεις ἐν τῷ μέσῳ πώς ἐστιν, οὔτε θερμαίνουσα σαφῶς
5οὔτε ψύχουσα, καὶ τοῦ ῥύπτειν τε καὶ στύφειν μετρίως μετέχει· διὸ καὶ ὡς ὕλῃ χρώμεθα αὐτῇ, μιγνύντες τοῖς ἰσχυρὰν ἔχουσι δύναμιν ἢ δάκνουσαν ἢ στύφουσαν ἤ τι ἄλλο ποιοῦσαν. [ψυχρότητος δὲ καὶ θερ‐

2

1,lambda

18

μότητος μέσον ἐστίν.] —Λινόσπερμον θερμαίνει μετρίως, ὑγρότητος

2

1,lambda

19

δὲ καὶ ξηρότητος μέσον ἐστίν. —Λίτρον ξηραίνει καὶ διαφορεῖ, καὶ εἰ εἴσω τοῦ σώματος ληφθείη, τέμνει καὶ λεπτύνει τοὺς παχεῖς καὶ γλίσ‐

2

1,lambda

20

χρους χυμοὺς πολὺ μᾶλλον τῶν ἁλῶν. ἀφρόνιτρον δέ, μὴ μεγάλης ἀνάγκης οὔσης, οὐδὲ καταπίνει τις, ὡς ἂν κακοστόμαχον ὄν, 〈ἐπεί τοι μᾶλλόν ἐστι λίτρου τμητικόν〉· ἐπὶ γοῦν μυκήτων ἐχρῆτό τις αὐτῷ

2

1,lambda

21

ἄγροικος καὶ ηὐδοκίμει. λίτρῳ δὲ κεκαυμένῳ καὶ ἀκαύστῳ καὶ ἡμεῖς

2

1,lambda

22

ἐπὶ τῶν τοιούτων χρώμεθα. —Λειχὴν ὁ ἐπὶ τῶν πετρῶν ῥυπτικῆς τε ἅμα καὶ μετρίως ψυκτικῆς καὶ στυφούσης δυνάμεως καὶ ξηραντικῆς

2

1,lambda

23

ἐστιν· οὐδὲν οὖν θαυμαστὸν ἀφλέγμαντον ὑπάρχειν αὐτόν. —Λωτὸς ἥμερος, ὃν καὶ τρίφυλλον ὀνομάζουσι, στυπτικῆς μετρίως ἐστὶ δυνά‐ μεως καὶ ξηραντικῆς, μέσος ὢν κατὰ τὸ θερμαίνειν καὶ ψύχειν. —

2

1,lambda

24

Λωτὸς τὸ δένδρον στύφει μὲν μετρίως· ἔστι δὲ λεπτομερὲς καὶ ξηραν‐

2

1,lambda

25

τικόν. τὰ γοῦν ῥινήματα τῶν ξύλων αὐτοῦ πρός τε ῥοῦν γυναικεῖον

2

1,lambda

26

ἁρμόττει καὶ δυσεντερίας καὶ κοιλιακούς. ἐναφέψεται δὲ ποτὲ μὲν ὕδατι, ποτὲ δ’ οἴνῳ, ὡς ἂν ἡ χρεία κελεύῃ, καὶ οὐκ ἐνίεται δὲ μόνον,

2

1,lambda

27,28

ἀλλὰ καὶ πίνεται. καὶ μὴν καὶ τὰς ῥεούσας τρίχας ἐπέχει. —Λύκιον

2

1,lambda

28

(2)

ξηραντικῆς ἐστι δυνάμεως, ἐξ ἑτερογενῶν οὐσιῶν συγκείμενον, τῆς μὲν ἑτέρας λεπτομεροῦς τε 〈καὶ〉 διαφορητικῆς ἱκανῶς καὶ θερμῆς, τῆς δ’

2

1,lambda

29

ἑτέρας γεώδους ψυχρᾶς ὀλίγης, ἐξ ἧς καὶ τὸ στύφειν ἔχει. διὸ καὶ πρὸς διαφέροντα πάθη χρῶνται τῷ φαρμάκῳ, ὡς ῥυπτικῷ μέν, ὅταν ὡς ἀποκαθαῖρον αὐτὸ τὰ ἐπισκοτοῦντα ταῖς κόραις παραλαμβάνωσιν, ὡς συνακτικῷ δὲ κοιλιακοῖς τε καὶ δυσεντερικοῖς καὶ ῥόῳ γυναικείῳ

2

1,lambda

30

προσφέροντες. χρῶνται δ’ αὐτῷ καὶ πρὸς ὑπώπια καὶ πρὸς τὰς ἐν ἕδρᾳ καὶ στόματι φλεγμονὰς καὶ ἑλκώσεις, ἕρπητάς τε καὶ σηπεδόνας καὶ τὰ κακοήθη τῶν ἑλκῶν καὶ ὦτα πυορροῦντα καὶ παρατρίμματα

2

1,lambda

31

καὶ παρωνυχίας. τὸ δ’ Ἰνδικὸν λύκιον ἰσχυρότερόν ἐστι πρὸς πάντα.371

2

1,mu

1

Μαλάχη ἡ μὲν ἀγρία διαφορητικῆς καὶ μαλακτικῆς ἀτρέμα μετέχει

2

1,mu

2

δυνάμεως· ἡ δὲ κηπευομένη ἀσθενεστέρα ταύτης. ὁ δὲ καρπὸς αὐτῶν εἰς τοσοῦτον ἰσχυρότερός ἐστιν εἰς ὅσον καὶ ξηρότερος. ἡ δ’ ἀναδεν‐ δρομαλάχη, ἡ καὶ ἀλθαία καλουμένη, τοῦ μὲν αὐτοῦ γένους ἐστί, δια‐

2

1,mu

3

φορητικωτέρα δὲ τῶν εἰρημένων. —Μανδραγόρα ψύχει μὲν σφοδρῶς, μετέχει δέ τινος καὶ θερμότητος καὶ κατά γε τὰ μῆλα καὶ ὑγρότητος,

2

1,mu

4

ὅθεν καὶ κωματώδη τὴν δύναμίν ἐστι ταῦτα. τῆς ῥίζης δ’ ὁ φλοιὸς ἰσχυρότατος ὢν οὐ ψύχει μόνον, ἀλλὰ καὶ ξηραίνει· τὸ δ’ ἔνδον ἀσθε‐ νὲς ὑπάρχει. —Μάραθον θερμαίνει μὲν σφοδρῶς, ξηραίνει δὲ μετρίως·

2

1,mu

5

διὰ τοῦτο καὶ γάλακτος γεννητικόν ἐστιν οὐκ ἀγεννῶς. ἔστι δὲ καὶ

2

1,mu

6

οὐρητικὸν καὶ καταμηνίων ἀγωγόν. —Μαστίχη σύνθετος ἐξ ἐναντίων ἐστὶ δυνάμεων, στυπτικῆς 〈καὶ〉 μαλακτικῆς· διὸ στομάχου καὶ κοιλίας καὶ ἐντέρων καὶ ἥπατος φλεγμοναῖς ἁρμόττει, θερμαίνουσα καὶ ξηραί‐

2

1,mu

7

νουσα ἱκανῶς. —Μελάνθιον θερμαίνει μὲν καὶ ξηραίνει σφοδρῶς, λεπτομερὲς ὄν· οὕτω γοῦν καὶ τοὺς κατάρρους ἰᾶται θερμὸν ἐν ὀθονίῳ

2

1,mu

8

προσφερόμενον, ὡς ὀσμᾶσθαι συνεχῶς· καὶ μὲν δὴ καὶ ἀφυσώτατόν

2

1,mu

9

ἐστι πινόμενον. ἀναιρεῖ δὲ καὶ ἕλμινθας, οὐ μόνον ἐσθιόμενον, ἀλλὰ

2

1,mu

10

καὶ κατὰ τῆς γαστρὸς ἐπιτιθέμενον ἔξωθεν. λέπρας δὲ καὶ ἥλους καὶ μυρμηκίας ἐκβάλλει καὶ καταμήνια προτρέπει τὰ διὰ πάχος καὶ γλισ‐

2

1,mu

11

χρότητα χυμῶν ἐπεσχημένα. —Μέλι θερμαίνει τε καὶ ξηραίνει ἱκα‐

2

1,mu

12,13

νῶς· ἔστι δ’ ἁπλῆς ὡς ἔνι μάλιστα δυνάμεως τῆς φυσικῆς. ἑψηθὲν

2

1,mu

13

(2)

δ’ ἧττον γίνεται δριμὺ καὶ ῥυπτικόν, ὅθεν εἰς τὰς τῶν κόλπων αὐτῷ

2

1,mu

14

κολλήσεις χρῶνται. —Μελίλωτον μικτῆς ἐστι δυνάμεως· ἔχει μὲν γάρ τι καὶ ῥυπτικόν, ἀλλὰ καὶ διαφορεῖ καὶ συμπέττει· πλέον γὰρ ἐν αὐτῷ

2

1,mu

15

τὸ τῆς θερμῆς οὐσίας ἐστὶν ἤπερ τὸ τῆς ψυχρᾶς. —Μεσπίλων στρυφ‐ νὸς ἱκανῶς ἐστιν ὁ καρπὸς καὶ μόλις ἐδώδιμος, ἐφεκτικὸς ἰσχυρῶς

2

1,mu

16

γαστρός. —Μήκων πᾶσα ψυκτικῆς ἐστι δυνάμεως· ἡ δὲ κηπευομένη

2

1,mu

17

μετρίως ὑπνῶδες ἔχει τὸ σπέρμα καὶ λευκόν. 〈διὰ〉 ταῦτα ἄρα καὶ τοῖς

2

1,mu

18

ἄρτοις ἐπιπάττουσιν αὐτὸ καὶ σὺν μέλιτι δεύσαντες ἐσθίουσιν. τῆς δ’ ἄλλης, ἧς ἀπορρεῖ τὸ ἄνθος, ἰσχυρότερον ψύχει τὸ σπέρμα, ὥστε οὐκ ἄν τις αὐτῷ μόνῳ χρήσαιτο ἀλύπως, ὥσπερ τῆς κηπευομένης. —

2

1,mu

19

Μηλέας Περσικῆς τὰ φύλλα καὶ οἱ βλαστοὶ τὴν πικρὰν ἔχουσιν ἐπι‐ κρατοῦσαν ποιότητα· διὸ καὶ τὰς ἕλμινθας ἀποκτείνει ποθέντα καὶ
κατὰ τοῦ ὀμφαλοῦ ἐπιτεθέντα· καὶ ὅλως διαφορητικόν ἐστι φάρμακον.372

2

1,mu

20,21

ὁ δὲ καρπὸς αὐτοῦ ὑγρός ἐστι καὶ ψυχρός. —Μῆον θερμαίνει μὲν

2

1,mu

21

(2)

σφοδρῶς, ξηραίνει δ’ ἱκανῶς, διὸ οὖρά τε κινεῖ καὶ καταμήνια· κεφα‐

2

1,mu

22

λαλγὲς δ’ ἐστὶ καὶ φυσῶδες. —Μόλυβδος ὑγρασίαν ἔχει πλείστην ὑπὸ ψύξεως πεπηγυῖαν· εἰ γοῦν τις θυίαν σκευάσας ἐκ μολύβδου μετὰ δοίδυκος μολυβδίνου, βαλὼν εἰς αὐτὴν ὀμφάκινον ἔλαιον ἢ ὕδωρ ἢ ῥόδινον ἤ τι ἄλλο ὑγρόν, τρίβοι ...... τῷ γινομένῳ χυλῷ χρῆσθαι
5εἰς τὰς ἐν ἕδρᾳ μεθ’ ἑλκῶν ἢ στολίδων ἀνεξασμένας φλεγμονὰς εἴς τε τὰς ἐν αἰδοίοις καὶ ὄρχεσι καὶ τιτθοῖς βούλοιτο, ἄριστον ἕξει φάρ‐

2

1,mu

23

μακον. ὁμοίως δὲ καὶ κατὰ τῶν ἄλλων φλεγμονῶν τῶν ἀρχομένων ὅσα τε βουβῶσιν ἢ ποσὶν ἢ τοῖς ἄλλοις ἄρθροις ἐγκατασκήπτει, καὶ μέντοι καὶ τοῖς ἕλκεσι τοῖς κακοήθεσιν, ὥστε καὶ πρὸς τὰ καρκινώδη

2

1,mu

24

χρησάμενος αὐτῷ θαυμάσεις τὸ φάρμακον. εἰ δὲ θέλεις διὰ ταχέων πλεῖστον ἀθροῖσαι τοῦ μολύβδου χυλόν, ἐν ἡλίῳ πειρῶ τρίβειν ἢ ὅλως

2

1,mu

25

ἐν ἀέρι θερμῷ. πολύχρηστον δ’ ἔσται σοι τὸ φάρμακον, εἰ καὶ τῶν στυπτικῶν χυλῶν ἐναποτρίβοις, οἷον ἀειζῴου καὶ κοτυληδόνος καὶ

2

1,mu

26

σέρεως καὶ θριδακίνης καὶ ψυλλίου καὶ ὄμφακος. λεπὶς δὲ μολύβδου λεπτὴ γενομένη καὶ καλῶς ἐπιδεθεῖσα κατὰ γαγγλίου τελέως ἀφανίζει

2

1,mu

27

αὐτό. —Μορέας ὁ καρπὸς ὁ μὲν πέπειρος ὑπάγει γαστέρα, ὁ δ’ ἄωρος ξηρανθεὶς στεγνωτικὸν ἱκανῶς γίνεται φάρμακον, ὥστε καὶ πρὸς δυσεντερικοὺς καὶ κοιλιακοὺς ἁρμόττειν· κόπτεται δὲ καὶ τοῖς ὄψοις

2

1,mu

28

μίγνυται. ὁ δὲ φλοιὸς τῆς ῥίζης τοῦ δένδρου καθαρτικῆς μετέχει δυνάμεως μετά τινος πικρότητος, ὡς καὶ πλατεῖαν ἕλμινθα ἀποκτιννύειν.

2

1,mu

29

—Μυελὸς μαλακτικῆς τῶν σκληρυνομένων καὶ σκιρρουμένων σωμάτων

2

1,mu

30

ἐστὶ δυνάμεως. καλλίστου δ’ ἐπειράθην ἀεὶ τοῦ τῶν ἐλάφων, ἐφεξῆς

2

1,mu

31

δὲ τοῦ τῶν νέων βοῶν. ὁ δὲ τῶν τράγων καὶ ταύρων δριμύτερός ἐστι καὶ ξηραντικώτερος, ὥστε οὐ δύναται διαλύειν σκληρότητας σκιρ‐

2

1,mu

32

ρώδεις. —Μυρρίνη ἐξ ἐναντίων οὐσιῶν σύγκειται, ἐπικρατεῖ δ’ ἐν αὐτῇ τὸ γεῶδες ψυχρόν· ἔχει δέ τι καὶ λεπτομερὲς θερμόν, ὅθεν ἰσχυ‐

2

1,mu

33

ρῶς ξηραίνει. ἔστι δὲ καὶ τὰ φύλλα καὶ ὁ καρπὸς καὶ οἱ βλαστοὶ

2

1,mu

34

καὶ ὁ χυλὸς οὐ πολλῷ τινι διαφέροντα κατὰ τὴν στῦψιν. ἡ μέντοι τῷ στελέχει τε καὶ τοῖς κλάδοις αὐτῆς ἐπίφυσις ὀχθώδης, ἣν ἔνιοι
μυρτίδα καλοῦσιν, εἰς ὅσον ἐστὶ ξηροτέρα τῶν εἰρημένων, εἰς τοσοῦτον373

2

1,mu

35

καὶ στύφει καὶ ξηραίνει σφοδρότερον. ἀποτίθενται δ’ αὐτὴν ἔνιοι κόπτοντες καὶ ἀναλαμβάνοντες οἴνῳ καὶ τροχίσκους ἀναπλάττοντες.

2

1,mu

36

ἔστι δὲ καὶ τὰ ξηρὰ φύλλα τῶν χλωρῶν ξηραντικώτερα.

2

1,nu

1

Νάρδου στάχυς θερμαίνει μὲν μετρίως, ξηραίνει δ’ ἱκανῶς· σύγ‐ κειται δ’ ἐκ στυφούσης αὐτάρκους οὐσίας καὶ δριμείας θερμῆς οὐ πολ‐ λῆς καί τινος ὑποπίκρου βραχείας. εὐλόγως οὖν πρὸς ἧπαρ καὶ στό‐ μαχον ἁρμόττει πινομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη καὶ οὖρα κινεῖ
5καὶ δήξεις ἰᾶται στομάχου καὶ τὰ κατὰ γαστέρα ῥεύματα ξηραίνει καὶ

2

1,nu

2

πρὸς τούτοις ἔτι τὰ κατὰ τὴν κεφαλὴν καὶ τὸν θώρακα. γενναιο‐

2

1,nu

3

τέρα δ’ ἐστὶν ἡ Ἰνδική, μελαντέρα τῆς Συριακῆς οὖσα. ἡ δὲ Κελτικὴ

2

1,nu

4

παραπλησίας μέν ἐστι δυνάμεως τῷ στάχυϊ, οὐρητικωτέρα δέ. —Ναρ‐ κίσσου ἡ ῥίζα ξηραντικῆς ἐστι δυνάμεως, ὡς κολλᾶν τραύματα μέγιστα μέχρι καὶ τῶν περὶ τοὺς τένοντας διακοπῶν. ἔχει δέ τι καὶ ῥυπτικὸν

2

1,nu

5

καὶ ἐπισπαστικόν. —Νυμφαίας ἥ τε ῥίζα καὶ τὸ σπέρμα δύναμιν ἔχει ξηραντικὴν ἄδηκτον· ἐπέχει τοιγαροῦν καὶ τὰ τῆς γαστρὸς ῥεύματα καὶ τὸ σπέρμα τὸ κατὰ τοὺς ὀνειρωγμοὺς καὶ ἄλλως ἀμετρότερον φε‐

2

1,nu

6

ρόμενον· ὀνίνησι δὲ καὶ δυσεντερικούς. ἡ δὲ τὴν λευκὴν ἔχουσα ῥίζαν σφοδροτέρας ἐστὶ δυνάμεως. πίνονται δ’ ἐν οἴνῳ μέλανι αὐστηρῷ. μετέχουσι δέ τι καὶ ῥυπτικῆς δυνάμεως, ὥστε καὶ ἀλφοὺς ἰῶνται δευ‐ όμεναι σὺν ὕδατι, ἀλωπεκίας δὲ σὺν ὑγρᾷ πίττῃ.

2

1,omicron

1

Ὄξος μικτῆς οὐσίας ἐστὶ ψυχρᾶς καὶ θερμῆς, ἀμφοῖν λεπτομερῶν·

2

1,omicron

2

ἐπικρατεῖ δὲ τῆς θερμῆς ἡ ψυχρά. ξηραντικὸν δ’ ἐστὶ σφοδρῶς ὅταν

2

1,omicron

3

ἰσχυρὸν ὑπάρχῃ. —Ὀξυακάνθου ὁ καρπὸς οὐ μόνον ἐσθιόμενος, ἀλλὰ

2

1,omicron

4

καὶ πινόμενος, ἐφεκτικός ἐστιν ἁπάντων ῥοώδων παθῶν. —Ὀποπά‐ ναξ μαλάττει καὶ διαφορεῖ καὶ θερμαίνει σφοδρῶς ξηραίνει τε ἱκανῶς.

2

1,omicron

5

—Ὀπὸς ὁ μὲν Κυρηναῖος, ἁπάντων ἐστὶ θερμότατος καὶ λεπτομε‐

2

1,omicron

6

ρέστατος καὶ διὰ τοῦτο καὶ διαφορητικώτατος. οὐ μὴν ἀλλὰ καὶ οἱ ἄλλοι θερμοί εἰσι καὶ πνευματώδεις ἱκανῶς, τουτέστιν ὅ τε Μηδικὸς

2

1,omicron

7

καὶ ὁ Συριακός. —Ὀρίγανοι πᾶσαι τμητικῆς τε καὶ λεπτυντικῆς καὶ θερμαντικῆς καὶ ξηραντικῆς σφοδρῶς εἰσι δυνάμεως· ἡ δὲ τραγορίγανος

2

1,omicron

8

προσείληφέ τι καὶ στύψεως. —Ὄροβος ξηραίνει μὲν ἱκανῶς, θερμαίνει δὲ μετρίως καὶ τέμνει καὶ ῥύπτει καὶ ἐκφράττει· πλείων δὲ ληφθεὶς374

2

1,omicron

9

αἷμα δι’ οὔρων ἄγει. —Ὄστρακα κηρύκων καὶ πορφυρῶν καυθέντα ξηραντικῆς ἱκανῶς ἐστι δυνάμεως· καὶ τῶν ὀστρέων δὲ τὸ ὄστρακον καυθὲν ὁμοίας ἐστὶ δυνάμεως, ᾧ χρῶμαι πρὸς τὰς ἐκ τραυμάτων χρο‐ νίας καὶ δυσσαρκώτους κοιλότητας, ὅσαι συριγγώδεις εἰσὶ καὶ βαθεῖαι,
5περιτιθεὶς ἔξωθεν αὐτὸ μετὰ παλαιοῦ στέατος ὑείου καὶ εἰς τὸν κόλπον ἐμβαλών τι τῶν τὰ τοιαῦτα σαρκούντων, οἷόν ἐστι καὶ τὸ κεκαυμένον

2

1,omicron

10

διφρυγές, ὃ καλοῦσι σφεκλάριον. ἀλλὰ καὶ λαμπρύνει τοὺς ὀδόντας ἡ τῶν τοιούτων ἁπάντων τέφρα, καὶ τῷ ῥυπτικῷ μὲν τῆς δυνάμεως, καὶ τῷ τῆς οὐσίας δὲ τραχεῖ καθάπερ ἡ κίσσηρις· ἐν μὲν οὖν τῇ τοι‐ αύτῃ χρήσει οὐ πάνυ σφόδρα λειοῦν ἀναγκαῖόν ἐστι τὰ οὕτω καυθέντα,

2

1,omicron

11

τοῖς δὲ κακοήθεσιν ἕλκεσιν ἐπιπάττων ἀκριβῶς προλειώσεις. καὶ τὰ

2

1,omicron

12

ὑπερσαρκοῦντα δὲ μετρίως καθαιρεῖ καὶ προσστέλλει. μετά γε μὴν ἁλῶν πάντα τὰ τοιαῦτα καυθέντα ποιεῖ μὲν καὶ ὀδόντων σμῆγμα δραστικώτερον, ὡς καὶ τὰ πλαδαρὰ τῶν οὔλων ξηραίνειν, ἀλλὰ καὶ τὰ σηπεδονώδη τῶν ἑλκῶν ὠφελεῖ.

2

1,pi

1

Παλιούρου τὰ φύλλα καὶ ἡ ῥίζα στυπτικῆς μὲν οὐκ ἀσαφῶς μετ‐ είληφε δυνάμεως, ὡς καὶ τὴν ῥέουσαν ἐπέχειν γαστέρα, διαφορητικῆς

2

1,pi

2

δ’ εἰς τοσοῦτον, ὡς καὶ τὰ φύματα θεραπεύειν, ὅσα γε μὴ λίαν ὑπάρ‐

2

1,pi

3

χει φλεγμονώδη τε καὶ θερμά. ὁ δὲ καρπὸς τμητικῆς εἰς τοσοῦτον μετέχει δυνάμεως, ὡς καὶ τοὺς ἐν κύστει λίθους θρύπτειν καὶ ταῖς ἐκ

2

1,pi

4

θώρακος καὶ πνεύμονος ἀναπτύσεσι βοηθεῖν. —Πενταφύλλου ἡ ῥίζα ξηραίνει μὲν ἱκανῶς, ἥκιστα δ’ ἐστὶ δριμεῖα, διὸ καὶ πολύχρηστος

2

1,pi

5

ὑπάρχει. —Πεπέρεως τὸ μὲν ἄρτι βλαστάνον τὸ μακρόν ἐστι (διὸ καὶ ὑγρότερον ὑπάρχει), τὸ δ’ οἷον ὀμφαξόκαρπον τὸ λευκόν ἐστι πέπερι, δριμύτερον ὑπάρχον τοῦ μέλανος· ἐκεῖνο γὰρ οἷον ὑπερωπτημένον

2

1,pi

6

ἐστὶν ἤδη καὶ ὑπερεξηρασμένον. ἀμφότερα δ’ ἰσχυρῶς θερμαίνει καὶ

2

1,pi

7

ξηραίνει. —Πετροσελίνου τὸ σπέρμα δριμὺ μετὰ πικρότητός ἐστι·

2

1,pi

8

διὰ τοῦτο καὶ καταμήνια κινεῖ καὶ οὖρα προτρέπει δαψιλῶς. ἔστι δὲ

2

1,pi

9

καὶ ἄφυσον, θερμαῖνον καὶ ξηραῖνον ἰσχυρῶς. —Πήγανον τὸ μὲν ἄγριον σφοδρότατα θερμαίνει καὶ ξηραίνει, καὶ τὸ ἥμερον δὲ σφοδρῶς.

2

1,pi

10,11

ἔστι δ’ οὐ δριμὺ μόνον, ἀλλὰ καὶ πικρόν, τέμνει τε καὶ διαφορεῖ τοὺς375

2

1,pi

12

παχεῖς καὶ γλίσχρους χυμοὺς καὶ δι’ οὔρων κενοῖ. καὶ μὲν δὴ καὶ λεπτομερές ἐστι καὶ ἄφυσον καὶ διὰ τοῦτο πρός τε τὰς ἐμπνευματώ‐ σεις ἁρμόττει καὶ τὰς εἰς ἀφροδίσια προθυμίας ἐπέχει καὶ διαφορεῖ

2

1,pi

13

καὶ ξηραίνει γενναίως. —Πίσσα ἡ μὲν ξηρὰ θερμαίνει τε ἱκανῶς καὶ ξηραίνει, ἡ δ’ ὑγρὰ μετὰ τούτων μετέχει τι καὶ λεπτομεροῦς, ὡς καὶ

2

1,pi

14

τοὺς ἀσθματικοὺς καὶ τοὺς ἐμπύους ὠφελεῖν. πλῆθος δ’ ἐκλείχειν ἀρκεῖ

2

1,pi

15

κυάθου μέλιτος μιγνύντας. ἀλλὰ καὶ ῥυπτικὸν ἔχουσί τι καὶ συμ‐

2

1,pi

16

πεπτικὸν καὶ διαφορητικόν. οὕτω γέ τοι καὶ λεπροὺς ὄνυχας ἐξάγουσι

2

1,pi

17

μιγνύμεναι κηρῷ καὶ λειχῆνας ἀπορρύπτουσιν. συμπέττουσι δὲ καὶ τοὺς

2

1,pi

18

σκληροὺς καὶ ἀπέπτους ὄγκους ἐπεμβαλλόμεναι καταπλάσμασιν. ἰσχυ‐

2

1,pi

19

ροτέρα δ’ εἰς ἅπαντα ἡ ὑγρά. —Πίτυος ὁ φλοιὸς ἐπικρατοῦσαν ἔχει τὴν στυπτικὴν δύναμιν, ὡς καὶ παρατρίμματα καταπλασσόμενος ἰᾶσθαι

2

1,pi

20

κάλλιστα καὶ κοιλίαν ἐπέχειν, εἰ ποθείη· καὶ κατακαύματα δ’ ἐπουλοῖ.

2

1,pi

21

καὶ ὁ τῆς πεύκης δὲ φλοιὸς ὅμοιος μὲν αὐτῷ, μετριώτερος δὲ κατὰ

2

1,pi

22

τὴν δύναμιν. ἐν δὲ τοῖς φύλλοις ἀμφοτέρων τῶν δένδρων δύναμίς

2

1,pi

23

ἐστι κολλητικὴ τραυμάτων. ἡ δὲ λιγνὺς ἡ ἐκ τῶν εἰρημένων πρὸς πτίλα βλέφαρα καὶ μυδῶντας κανθοὺς καὶ περιβεβρωμένους καὶ δακρύ‐

2

1,pi

24

οντάς ἐστι χρήσιμος. —Πλάτανος ὑγροτέρας καὶ ψυχροτέρας ἐστὶν οὐσίας· διὰ τοῦτο τὰ φύλλα τὰ χλωρὰ λειωθέντα καὶ καταπλασθέντα

2

1,pi

25

τὰς ἐν γόνασι φλεγμονὰς ὀνίνησιν. ὁ δὲ φλοιὸς αὐτῆς καὶ τὰ σφαιρία ξηραντικώτερα, ὡς τὸν μὲν 〈ἐν〉 ὄξει καθεψόμενον εἰς ὀδόντων ἀλγή‐ ματα παραλαμβάνεσθαι, τὰ δὲ σφαιρία μετὰ στέατος ἐπὶ τῶν πυρι‐

2

1,pi

26

καύστων ἑλκῶν. —Πομφόλυξ εἰ πλυθείη, σχεδὸν ἁπάντων πρῶτόν ἐστιν ὅσα ξηραίνειν ἀδήκτως πέφυκεν, ὅθεν εἴς τε τὰ καρκινώδη τῶν ἑλκῶν ἐστιν ἐπιτήδειος καὶ πρὸς τὰ ἄλλα τὰ κακοήθη πάντα. —

2

1,pi

27

Πράσιον θερμαίνει καὶ ξηραίνει σφοδρῶς, ἧπάρ τε ἐκφράττει καὶ σπλῆνα καὶ τὰ κατὰ θώρακα καὶ πνεύμονα διακαθαίρει κινεῖ τε ἔμμηνα·

2

1,pi

28

καὶ καταπλασσόμενον ῥύπτει τε καὶ διαφορεῖ· καὶ διὰ ῥινῶν ἰκτερι‐

2

1,pi

29

κοὺς καθαίρει· καὶ πρὸς ὤτων ὀδύνας κεχρονισμένας ποιεῖ. —Πρό‐ πολις θερμαίνει σφοδρῶς καὶ ῥυπτικῆς ἰσχυρῶς ἐστι δυνάμεως ἑλκτικῆς

2

1,pi

30

τε ἱκανῶς ἰσχυρᾶς καὶ λεπτομερὴς τὴν οὐσίαν. —Πτελέας τὰ φύλλα πρόσφατα τραύματα κολλᾷ στυπτικήν τε καὶ ῥυπτικὴν ἔχοντα δύναμιν.

2

1,pi

31,32

ὁ δὲ φλοιὸς ἔτι μᾶλλον, ὥστε καὶ λέπραν ἰᾶται σὺν ὄξει. καὶ αἱ ῥίζαι

2

1,pi

32

(2)

δὲ τῆς αὐτῆς εἰσι δυνάμεως, ὥστε καὶ τῷ ἀφεψήματι καταντλοῦσί τινες

2

1,pi

33

ὅσα πωρώσεως δεῖται κατάγματα. —Πτέρεως ἡ ῥίζα ἀναιρεῖ πλα‐
τεῖαν ἕλμινθα, δραχμῶν τεσσάρων ποθεισῶν ἐν μελικράτῳ· καὶ ἔμβρυα376

2

1,pi

34

τὰ μὲν ζῶντα διαφθείρει, τὰ δὲ νεκρὰ ἐκβάλλει. ὁμοίαν δ’ αὐτῇ καὶ

2

1,pi

35

ἡ θηλυπτερὶς δύναμιν ἔχει. —Πυρέθρου ἡ ῥίζα καυστικὴν ἔχει δύνα‐ μιν, καθ’ ἣν ὀδόντων τε τῶν ἐψυγμένων ὀδύνας ἰᾶται καὶ πρὸς τῶν κατὰ περίοδον ῥιγῶν ἀνατρίβεται μετ’ ἐλαίου καὶ τοὺς ναρκώδεις καὶ

2

1,pi

36

παρειμένους ὠφελεῖ. —Πυρὸς ἔξωθεν ἐπιτιθέμενος μετρίως θερμαίνει, οὐ μὴν οὔτε ὑγραίνειν οὔτε ξηραίνειν ἐπιφανῶς πέφυκεν, ἔχει δέ τι

2

1,pi

37

καὶ γλίσχρον καὶ ἐμφρακτικόν. τὸ δ’ ἐξ αὐτοῦ σκευαζόμενον ἄμυλον ψυχρότερόν τε καὶ ξηραντικώτερον αὐτοῦ γίνεται. καὶ τὸ ἐξ ἄρτου δὲ κατάπλασμα διαφορητικωτέρας ἐστὶ δυνάμεως ἤπερ τὸ ἐκ τῶν πυρῶν, ὡς ἂν καὶ ἁλῶν καὶ ζύμης προσειληφότος τοῦ ἄρτου· δυνά‐

2

1,pi

38

μεως γὰρ ἐπισπαστικῆς τε καὶ διαφορητικῆς ἐστιν ἡ ζύμη. —Πυτία πᾶσα δριμείας ἐστὶ καὶ λεπτυντικῆς καὶ διαφορητικῆς δυνάμεως καὶ

2

1,pi

39

ξηραντικῆς, γάλα δὲ τεθρομβωμένον ἐν κοιλίᾳ διαλύει. καλλίων δ’

2

1,pi

40

αὐτῶν ἐστιν ἡ λαγῴα. διαλύει δὲ καὶ τεθρομβωμένον αἷμα κατὰ κοι‐ λίαν ὁμοίως ποθεῖσα μᾶλλον μὲν ἴσως τῶν ἄλλων ἡ λαγῴα, οὐ μὴν μόνη.

2

1,rho

1

Ῥαφανὶς θερμαίνει σφοδρῶς καὶ ἱκανῶς ξηραίνει. τὸ δὲ σπέρμα δραστικώτερον τοῦ φυτοῦ· διαφορητικωτέρα δ’ ἐστὶν ἐν αὐτοῖς ἡ δύ‐ ναμις, ὥστε καὶ πρὸς ὑπώπια καὶ τὰ ἄλλα πελιδνὰ ὠφελίμως παρα‐

2

1,rho

2

λαμβάνεσθαι. —Ῥῆον μικτῆς ἐστι κράσεως· ἔχει γάρ τι καὶ γεῶδες ψυχρόν· σύνεστι δέ τις αὐτῷ καὶ θερμότης· μετέχει δὲ καὶ λεπτομε‐ ρείας· σπάσματά τε οὖν καὶ ῥήγματα καὶ ὀρθόπνοιαν ὠφελεῖ καὶ πε‐ λίωμα καὶ λειχῆνας ἰᾶται μετ’ ὄξους ἐπαλειφόμενον καὶ αἱμοπτοϊκούς

2

1,rho

3

τε καὶ κοιλιακοὺς καὶ δυσεντερικοὺς ὠφελεῖ. —Ῥητῖναι πᾶσαι ξηραί‐ νουσι καὶ θερμαίνουσι καὶ διαφοροῦσιν, αἱ μὲν πλέον, αἱ δ’ ἔλαττον.

2

1,rho

4

προκέκριται δ’ εἰκότως ἁπασῶν ἡ σχινίνη (μαστίχην δ’ αὐτὴν ὀνομά‐ ζουσι)· πρὸς γὰρ τῷ στύψεως ὀλίγης μετέχειν, ὡς καὶ τὰς κατὰ στό‐ μαχον καὶ γαστέρα καὶ ἧπαρ ἀτονίας ἰᾶσθαι, καὶ φλεγμοναῖς ἁρμόττει· ἔτι καὶ ξηραίνειν ἀλύπως αὐτῇ πάρεστιν· ἥκιστα γάρ ἐστι δριμεῖα καὶ

2

1,rho

5,6

μάλιστα ἡ λεπτομερής. τῶν δ’ ἄλλων ἡ τερμινθίνη πρωτεύει. δια‐

2

1,rho

6

(2)

φορεῖ δὲ μᾶλλον τῆς μαστίχης καὶ ῥύπτει, ὡς καὶ ψώρας ἰᾶσθαι καὶ

2

1,rho

7

τὰ κατὰ βάθος ἕλκειν μᾶλλον τῶν ἄλλων. —Ῥόδων ἡ δύναμις ἐξ ὑδατώδους θερμῆς ἀναμεμιγμένης δυσὶ ποιότησιν ἑτέραις ἐστί, τῇ τε

2

1,rho

8

στυφούσῃ καὶ τῇ πικρᾷ. τὸ δ’ ἄνθος αὐτῶν ἔτι μᾶλλον αὐτῶν τῶν

2

1,rho

9

ῥόδων ῥυπτικόν ἐστι, καὶ δηλονότι διὰ τοῦτο καὶ ξηραντικόν. —Ῥύπος ὁ ἀπὸ τῶν ἀνδριάντων διαφορητικός ἐστι καὶ μαλακτικὸς καὶ ἄπεπτα377

2

1,rho

10

φύματα διαφορεῖ. ὁ δ’ ἐν ταῖς παλαίστραις, ὃν καὶ πάτον ὀνομάζου‐ σιν, ἄριστον ἴαμα φλεγμονῆς τιτθῶν ἐστι· καὶ γὰρ τὸ πυρῶδες αὐτῶν σβέννυσι καὶ τὸ ἐπιρρέον στέλλει καὶ τὸ περιεχόμενον διαφορεῖ.

2

1,sigma

1

Σανδαράκη καυστικῆς ἐστι δυνάμεως ὥσπερ τὸ ἀρσενικόν· εἰκότως οὖν εἴς τε τὰς διαφορητικὰς δυνάμεις αὐτὴν μιγνύουσι καὶ τὰς ῥυπτι‐

2

1,sigma

2

κάς. —Σατύριον ὑγρόν ἐστι καὶ θερμὸν τὴν κρᾶσιν, περιττωματικὴν καὶ φυσώδη τὴν ὑγρότητα κεκτημένον, καὶ διὰ τοῦτο παρορμᾷ πρὸς

2

1,sigma

3,4

ἀφροδίσια. ταὐτὰ δὲ καὶ ἡ ῥίζα αὐτοῦ δρᾷ. —Σέλινον θερμὸν εἰς

2

1,sigma

5

τοσοῦτόν ἐστιν ὡς οὖρα καὶ καταμήνια κινεῖν. ἔστι δὲ καὶ ἄφυσον, καὶ

2

1,sigma

6

μᾶλλον τῆς πόας τὸ σπέρμα. —Σέρις ψυχρᾶς καὶ ξηρᾶς ἐστι κράσεως

2

1,sigma

7

μετρίως. —Σεσέλεως τὸ σπέρμα τῶν θερμαινόντων εἰς τοσοῦτόν ἐστιν

2

1,sigma

8

ὡς ἱκανῶς οὐρητικὸν ὑπάρχειν. διὰ λεπτομέρειαν καὶ πρὸς ἐπιληψίαν

2

1,sigma

9

καὶ ὀρθόπνοιαν ἁρμόττει. —Σήσαμον ἐμπλαστικόν ἐστιν ἅμα καὶ

2

1,sigma

10

μαλακτικὸν καὶ μετρίως θερμόν. τῆς αὐτῆς δυνάμεώς ἐστι καὶ τὸ ἐξ

2

1,sigma

11

αὐτοῦ ἔλαιον καὶ τὸ ἀφέψημα τῆς πόας. —Σίκυος ὁ μὲν ἤδη πέπων λεπτομερεστέρας οὐσίας ἐστίν, ὁ δὲ μὴ τοιοῦτος παχυμερεστέρας· οὐ μὴν ἀλλὰ καὶ ῥυπτικῆς τε καὶ τμητικῆς μετειλήφασι δυνάμεως, ὅθεν οὐρητικοί τέ εἰσι καὶ λαμπρύνουσι τὸ σῶμα, καὶ μᾶλλον εἰ ξηρανθείη

2

1,sigma

12

τὸ σπέρμα, κἄπειτα κόψας τε καὶ σήσας ῥύμματι χρῷτο. κρατεῖ δ’ ἐν αὐτοῖς ἡ ὑγρὰ καὶ ψυχρὰ κρᾶσις ἱκανῶς· εἰ μέντοι τὸ σπέρμα καὶ ἡ ῥίζα ξηρανθείη, οὐκέτι οὐδὲ τῆς ὑγρᾶς ἐστι φύσεως, ἀλλ’ ἤδη τῆς

2

1,sigma

13

ξηραινούσης μετρίως. —Σικύου ἀγρίου τοῦ καρποῦ ὁ χυλός, ὃν ἐλα‐ τήριον ὀνομάζουσιν, οὐχ ἥκιστα δὲ καὶ ὁ τῆς ῥίζης τε καὶ τῶν φύλλων ἐπιτήδειοι τυγχάνουσιν εἰς τὰς ἰάσεις· τὸ μὲν οὖν ἐλατήριον ἔμμηνά

2

1,sigma

14

τε προκαλεῖται καὶ τὰ κυούμενα διαφθείρει προστιθέμενον. ἀγαθὸν δὲ καὶ τοῖς ἰκτερικοῖς ἐγχεόμενον ταῖς ῥισὶ μετὰ γάλακτος· οὕτω δὲ χρω‐

2

1,sigma

15

μένων καὶ κεφαλαίας ἰᾶται. ὁ δὲ τῆς ῥίζης χυλὸς καὶ τῶν φύλλων

2

1,sigma

16

ἀσθενέστερος τοῦ προειρημένου. ἡ δὲ ῥίζα ῥύπτει καὶ διαφορεῖ καὶ

2

1,sigma

17

μαλάττει καὶ ξηραίνει· διαφορητικώτερος δ’ αὐτῆς ὁ φλοιός. —Σιλ‐ φίου θερμότατος μέν ἐστιν ὁ ὀπός, οὐ μὴν ἀλλὰ καὶ τὰ φύλλα καὶ ὁ

2

1,sigma

18

καρπὸς καὶ ὁ χυλὸς καὶ ἡ ῥίζα θερμαίνει γενναίως. ἔστι δὲ φυσωδε‐

2

1,sigma

19

στέρας οὐσίας ἅπαντα καὶ κατὰ τοῦτο καὶ δύσπεπτα· ἔξωθεν μέντοι
ἐπιτιθέμενα δραστηριωδέστερα, καὶ μάλιστα πάντων ὁ ὀπὸς ἑλκτικῆς378

2

1,sigma

20

ἱκανῶς ὑπάρχων δυνάμεως. καὶ μὲν δὴ καὶ καθαιρετικόν τι καὶ ἀπο‐

2

1,sigma

21

τηκτικὸν ἔχει διὰ τὴν προειρημένην αὐτοῦ κρᾶσιν. —Σπόγγος ὁ μὲν κεκαυμένος δριμείας ἐστὶ καὶ διαφορητικῆς δυνάμεως· ποιεῖ γοῦν καὶ πρὸς αἱμορραγίας τὰς ἐκ τραυμάτων δευόμενος ἀσφάλτῳ καὶ καιόμε‐

2

1,sigma

22

νος, ὡς γενέσθαι ξηρός, μὴ παρούσης δ’ αὐτῆς, πίττῃ. καινὸς δ’ ὁ σπόγγος αὐτὸς καθ’ ἑαυτὸν ξηραίνει σαφῶς· εἴσῃ δὲ χρησάμενος ἐπὶ τραύματος αὐτῷ μόνῳ μεθ’ ὕδατος ἢ ὀξυκράτου ἢ οἴνου· κολλήσει

2

1,sigma

23

γὰρ αὐτὰ παραπλήσιως τοῖς ἐναίμοις φαρμάκοις. —Σπονδυλίου ὁ μὲν καρπὸς δριμείας ἐστὶ καὶ τμητικῆς δυνάμεως, ὥστε καὶ πρὸς ἄσθματα

2

1,sigma

24

καὶ πρὸς ἐπιληψίαν ἀγαθόν ἐστι φάρμακον· ὀνίνησι δὲ καὶ τοὺς ἰκτε‐

2

1,sigma

25

ρικούς. καὶ ἡ ῥίζα δ’ ὁμοία οὖσα τὴν δύναμιν ἐπὶ τῶν αὐτῶν ἁρμόττει, προσέτι δὲ καὶ τοὺς ἐκ συρίγγων τύλους ἀφαιρεῖ· χρὴ δὲ περιξύσαντας

2

1,sigma

26

ἐντιθέναι. —Στέαρ τὸ τῶν ὑῶν ὑγρότατόν ἐστι σχεδὸν ἁπάντων τῶν ἄλλων καὶ διὰ τοῦτο τὴν ἐνέργειαν ἐγγύς ἐστιν ἐλαίου, μαλακτικώτε‐ ρόν γε μὴν καὶ πεπτικώτερον ἐλαίου καὶ διὰ τοῦτο τοῖς πρὸς φλεγ‐

2

1,sigma

27

μονὰς ἁρμόττουσι καταπλάσμασι μίγνυται. τοῖς 〈δὲ〉 δακνομένοις τὰ κατὰ τὸ ἀπευθυσμένον ἢ κατὰ τὸ κόλον ἐνίεμεν [δὲ] αἴγειον μᾶλλον στέαρ, διότι πήγνυται ῥᾳδίως διὰ πάχος, ἀπορρεῖ δὲ τὸ ὕειον· ὁμοίως τῷ ἐλαίῳ χρώμεθα παρηγοροῦντες τὰς δήξεις ἐπὶ τῶν δυσεντερικῶν

2

1,sigma

28

τε καὶ τεινεσμωδῶν. τοὺς δὲ κατὰ τὸ βάθος δάκνοντας ἰχῶρας τὸ χήνειον στέαρ μᾶλλον ἀμβλύνει διὰ τὴν λεπτομέρειαν· ἔστι δὲ καὶ θερμότερον τοῦ ὑείου· μεταξὺ δ’ αὐτῶν ἐστι τὸ τῶν ἀλεκτρυόνων.

2

1,sigma

29

ἁπάσης μὲν οὖν πιμελῆς δύναμίς ἐστιν ὑγραντική τε καὶ θερμαντική· ἀλλὰ τὸ μὲν τοῦ ὑὸς μετρίως ἐστὶ θερμόν, τὸ δὲ τῶν ταύρων πολὺ θερμότερον καὶ ξηρότερον, τὸ δὲ μόσχειον ἀπολείπεται τοῦ τῶν ταύ‐ ρων καὶ τῶν ἐρίφων καὶ τῶν αἰγῶν καὶ τῶν τράγων, αὐτὸ δὲ πάλιν
5τὸ τῶν ταύρων τοῦ τῶν λεόντων· διαφορητικώτατον γάρ ἐστι πάν‐ των τῶν ἐν τοῖς τετράποσι· καὶ γὰρ θερμότατόν ἐστι καὶ λεπτομερέ‐ στατον. χρονίζον δὲ πᾶν στέαρ ἑαυτοῦ γίνεται θερμότερόν τε καὶ

2

1,sigma

30

λεπτομερέστερον, ὥστε καὶ διαφορητικώτερον. —Σκάνδιξ θερμαίνει καὶ ξηραίνει σφοδρῶς· οὐρητικὸς οὖν εἰκότως ἐστὶ καὶ τῶν σπλάγ‐

2

1,sigma

31

χνων ἐκφρακτικός. —Σκίλλα τμητικῆς ἱκανῶς ἐστι δυνάμεως, οὐ μὴν

2

1,sigma

32

ἰσχυρῶς γε θερμῆς. ἄμεινον δ’ ὀπτῶντας ἢ ἕψοντας αὐτῇ χρῆσθαι·379

2

1,sigma

33

ἐκλύεται γὰρ οὕτω τὸ σφοδρὸν τῆς δυνάμεως αὐτῆς. —Σκολύμου ἡ ῥίζα θερμὴ καὶ ξηρὰ ἱκανῶς ἐστι, πλῆθος δ’ οὔρων ἄγει δυσωδῶν, εἴ τις αὐτὴν ἐν οἴνῳ καθεψήσας πίνοι· καὶ διὰ τοῦτο καὶ τὰς δυσω‐

2

1,sigma

34

δίας ἰᾶται τῶν μασχαλῶν καὶ ὅλου τοῦ σώματος. —Σκόρδιον ἐκ δια‐ φόρων δυνάμεων σύγκειται· καὶ γὰρ πικρὸν ἔχει τι καὶ στῦφον καὶ δριμύ· διακαθαίρει τε οὖν ἅμα καὶ θερμαίνει τὰ σπλάγχνα καὶ κατα‐ μήνια καὶ οὖρα κινεῖ καὶ σπάσματα καὶ ῥήγματα καὶ πλευρῶν ἀλγήματα
5κατ’ ἔμφραξιν καὶ ψῦξιν ἰᾶται πινόμενον καὶ κολλᾷ μὲν μεγάλα τραύ‐ ματα χλωρὸν ἐμπλασσόμενον, ἀνακαθαίρει δὲ τὰ ῥυπαρὰ καὶ εἰς οὐλὴν

2

1,sigma

35

ἄγει ταῦτα. —Σκόροδον θερμαίνει καὶ ξηραίνει σφοδρότατα καὶ βδέλ‐

2

1,sigma

36

λας ἐκβάλλει ὡς μηδενὸς ἑτέρου δεῖσθαι. —Σμύρνα τῶν ἱκανῶς θερ‐ μαινόντων τε καὶ ξηραινόντων ἐστίν· ἐπιπαττομένη γοῦν τὰ ἐν κεφαλῇ

2

1,sigma

37

τραύματα κολλᾷ· ἀναιρεῖ δὲ καὶ ἕλμινθας καὶ ἔμβρυα κτείνει τε καὶ

2

1,sigma

38,39

ἐκβάλλει· ὑπάρχει δ’ αὐτῇ καὶ τὸ ῥυπτικόν. —Σμύρνιον θερμὸν καὶ

2

1,sigma

40

ξηρὸν σφοδρῶς ἐστι καὶ οὐρητικὸν καὶ ἐμμήνων ἀγωγόν. —Στοιβῆς ὁ καρπὸς καὶ τὰ φύλλα στυπτικὴν ἔχει δύναμιν ἄδηκτον καὶ ξηραί‐ νουσαν ἱκανῶς, δι’ ἧς τὸ μὲν ἀφέψημα αὐτῶν καὶ δυσεντερικοῖς ἐνίεται

2

1,sigma

41

καὶ ὠσὶ πυορροοῦσι καὶ κολλητικὸν ὑπάρχει μεγάλων τραυμάτων. ἐν‐ εργέστερον δὲ ταῦτα ποιεῖ μετ’ οἴνου μέλανος αὐστηροῦ· ξηραίνει γὰρ

2

1,sigma

42

ἰσχυρῶς πάσας τὰς παρὰ φύσιν ὑγρότητας. τὰ δὲ φύλλα χλωρὰ κατα‐ πλασσόμενα δύναμιν ἐφεκτικὴν αἱμορραγίας ἔχει, καὶ τὰς ἐκ πληγῆς

2

1,sigma

43

δὲ συγχύσεις τῶν ὀφθαλμῶν ὀνίνησι καταπλασσόμενον. —Στύραξ θερ‐ μαίνει, μαλάττει, συμπέττει· διὸ καὶ βῆχας καὶ κατάρρους καὶ κορύζας καὶ βράγχους ὀνίνησιν ἔμμηνά τε προτρέπει πινόμενος καὶ προστιθέ‐

2

1,sigma

44

μενος. —Σῦκα ξηρὰ θερμαίνει μετρίως, ἔχει δέ τι καὶ λεπτομερές· ἐξ ἀμφοῖν οὖν τούτων ἱκανὰ συμπέττειν ἐστὶ τοὺς σκληροὺς τῶν

2

1,sigma

45

ὄγκων· εὐθὺς δ’ αὐτοὺς καὶ διαφορεῖ. τὰ δὲ τῶν ἐρινεῶν σῦκα δρι‐ μείας ἐστὶ καὶ διαφορητικῆς δυνάμεως· οὕτω δὲ καὶ τῶν ἡμέρων οἱ

2

1,sigma

46

ὄλυνθοι. —Σχῖνος ἐξ ὑδατώδους οὐσίας ἀτρέμα θερμῆς καὶ γεώδους

2

1,sigma

47

ψυχρᾶς οὐ πολλῆς σύγκειται· ξηραίνει μὲν οὖν ἱκανῶς. ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψυχρότητα διαφορᾷ μέσος πώς ἐστιν, ὁμοίαν δ’ ἐν

2

1,sigma

48

ἅπασιν ἔχει τοῖς ἑαυτοῦ μέρεσι καὶ στῦψιν. καὶ εἰ χυλὸν δ’ ἐκθλίψαις
ἐκ χλωρῶν τῶν φύλλων αὐτοῦ, καὶ οὗτος ὁμοίας ἐστὶ κράσεως, ὅθεν πινόμενος ἰᾶται δυσεντερίας καὶ κοιλιακὰς διαθέσεις καὶ 〈πρὸσ〉 αἵματος πτύσεις καὶ τὰς ἐκ μήτρας αἱμορραγίας καὶ προπτώσεις ἕδρας τε καὶ380

2

1,sigma

49

ὑστέρας ἐπιτήδειός ἐστιν. —Σχοίνου ἄνθος θερμαίνει μετρίως καὶ στύφει μετριώτερον, οὐκ ἀπηλλαγμένον τῆς λεπτομεροῦς φύσεως· διὰ

2

1,sigma

50

ταῦτα καὶ οὐρητικόν ἐστι καὶ καταμηνίων ἀγωγόν. ὠφελεῖ δὲ καὶ τὰς καθ’ ἧπαρ καὶ κοιλίαν καὶ στόμαχον φλεγμονάς.

2

1,tau

1

Τερμίνθου καὶ ὁ φλοιὸς καὶ τὰ φύλλα καὶ ὁ καρπὸς ἔχουσί τι στυπτικόν, ἀλλὰ καὶ θερμαίνουσιν ἱκανῶς· ξηραίνουσι δ’ ὑγροὶ μὲν

2

1,tau

2

ὄντες μετρίως, ξηρανθέντες δ’ ἱκανῶς καὶ ἔτι μᾶλλον. ὁ καρπὸς ταύ‐

2

1,tau

3

της καὶ οὐρητικός ἐστι καὶ σπλῆνας ὀνίνησιν. —Τεῦτλον λιτρώδους τινὸς μετείληφε δυνάμεως· διὸ ῥύπτει καὶ διαφορεῖ καὶ διὰ ῥινῶν

2

1,tau

4

καθαίρει. ἑψηθὲν δὲ τὸ μὲν λιτρῶδες ἀποτίθεται, γίνεται δ’ ἀφλεγ‐

2

1,tau

5

μάντου δυνάμεως ἀτρέμα διαφορητικῆς. ἰσχυρότερον δ’ εἰς τὸ ῥύπτειν καὶ διαφορεῖν ἐστι τὸ λευκόν, ὡς τό γε μέλαν ἔχει τι καὶ στύψεως

2

1,tau

6

καὶ μᾶλλον κατὰ τὴν ῥίζαν. —Τῆλις θερμὴ μέν ἐστιν ἱκανῶς, ξηρὰ δὲ μετρίως, καὶ διὰ τοῦτο τὰς μὲν ζεούσας φλεγμονὰς παροξύνει, τὰς

2

1,tau

7

δ’ ἧττον θερμὰς καὶ ὅσαι σκιρρωδέστεραι διαφορεῖ. —Τιθύμαλλοι πάντες ἐπικρατοῦσαν μὲν ἔχουσι τὴν δριμεῖαν καὶ θερμὴν δύναμιν·

2

1,tau

8

ὑπάρχει δ’ αὐτοῖς καὶ πικρότης. ἰσχυρότατος μὲν οὖν ὁ ὀπός, ἐφεξῆς δ’ ὁ καρπὸς καὶ τὰ φύλλα, μετέχει δὲ καὶ ἡ ῥίζα τῶν εἰρημένων δυνάμεων, ἀλλ’ οὐκ ἐπίσης· αὕτη μὲν οὖν ἑψομένη σὺν ὄξει ὀδόντων ἀλγήματα, καὶ μάλιστα ὅταν βεβρωμένοις αὐτοῖς γίνηται, θεραπεύει.

2

1,tau

9

ὁ δ’ ὀπὸς τὰς τρίχας ἀφαιρεῖ περιχριόμενος· ἐπεὶ δὲ σφοδρός ἐστιν, ἐλαίῳ μίγνυται· καὶ εἰ πολλάκις τοῦτο γίνοιτο, τελέως αἱ ῥίζαι τῶν

2

1,tau

10

τριχῶν ἀπόλλυνται καυθεῖσαι, καὶ ψιλὸν αὐτῶν γίνεται τὸ σῶμα. κατὰ δὲ τὴν αὐτὴν δύναμιν ἀκροχορδόνας καὶ μυρμηκίας καὶ πτερύγια καὶ

2

1,tau

11

θύμους ἀφαιροῦσιν· ἀπορρύπτουσι δὲ καὶ λειχῆνας καὶ ψώρας. —

2

1,tau

12

Τίτανος ἡ μὲν ἄσβεστος καίει σφοδρῶς ὡς ἐσχάραν ποιεῖν· σβεσθεῖσα δὲ παραχρῆμα μὲν ἐσχαροῖ καὶ αὐτὴ μεθ’ ἡμέραν μίαν ἢ δευτέραν,

2

1,tau

13,14

μετὰ δὲ χρόνον οὐδ’ ὅλως· θερμαίνει δὲ καὶ διατήκει τὰς σάρκας. εἰ

2

1,tau

14

(2)

δ’ ἐκπλυθείη, τὴν μὲν δῆξιν ἐναποτίθεται τῷ ὕδατι καὶ ποιεῖ τὴν

2

1,tau

15

καλουμένην κονίαν· ἡ δ’ ἀδήκτως ξηραίνει. καὶ εἰ δὶς ἢ καὶ τρὶς ἢ
καὶ πλεονάκις πλυθείη, τελέως ἄδηκτος γίνεται καὶ ξηραίνει γενναίως381

2

1,tau

16

ἄνευ δήξεως. —Τραγάκανθα παραπλησίαν ἔχει τῷ κόμμει τὴν δύνα‐

2

1,tau

17

μιν, ἐμπλαστικήν τέ τινα καὶ δριμυτήτων ἀμβλυντικήν. καὶ δὴ καὶ

2

1,tau

18

ὁμοίως ἐκείνῳ ξηραίνει. —Τρίβολος ψύχει· ἐπικρατεῖ δ’ ἐν μὲν τῷ χερσαίῳ τὸ στῦφον καὶ ξηραῖνον, ἐν δὲ τῷ ἐνύδρῳ τὸ ὑδατῶδες.

2

1,tau

19

ἀμφότεροι δὲ πρὸς τὰς γενέσεις τῶν φλεγμονῶν καὶ ὅλως πρὸς πάσας

2

1,tau

20

τὰς ἐπιρροὰς ἁρμόττουσιν. τοῦ δὲ χερσαίου λεπτομερὴς ὁ καρπὸς

2

1,tau

21

ὑπάρχων τοὺς ἐν νεφροῖς λίθους θρύπτει πινόμενος. —Τρύχνον τὸ ἐδώδιμον καὶ ἐν τοῖς κήποις φυόμενον ἅπαντες γινώσκουσι καὶ χρῶνται πρὸς ὅσα ψῦξαί τε καὶ στῦψαι δέονται.

2

1,upsilon

1

Ὑδροπέπερι θερμαίνει μέν, ἀλλ’ οὐκ εἰς ὅσον πέπερι, καὶ μέντοι

2

1,upsilon

2

καὶ χλωρὸν ἔτι τὸ βοτάνιον ἅμα τῷ καρπῷ καταπλασθὲν ὑπώπιά τε

2

1,upsilon

3

καὶ τοὺς σκληρυνομένους ὄγκους διαφορεῖ. —Ὑοσκύαμος ἐπιτήδειος πρὸς ἰάσεις, ὁ τὸ σπέρμα καὶ τὸ ἄνθος λευκὸν ἔχων· ψύχει δὲ σφο‐

2

1,upsilon

4

δρῶς. —Ὕσσωπον θερμαίνει καὶ ξηραίνει σφοδρῶς· ἔστι δὲ καὶ λεπτομερές.

2

1,phi

1

Φακοὶ στύφουσι μὲν οὐκ ἰσχυρῶς, θερμότητος δὲ καὶ ψυχρότητος ἐν τῷ μέσῳ καθεστήκασι· ξηραίνουσι δ’ ἱκανῶς. αὐτὸ μὲν οὖν αὐτῶν τὸ σῶμα ξηραίνει τε καὶ ἵστησι τὴν γαστέρα· τὸ δ’ ἀφέψημα προτρέπει.

2

1,phi

2

—Φακὸς ὁ ἐπὶ τῶν τελμάτων ὑγρᾶς ἱκανῶς καὶ ψυχρᾶς ἐστι κράσεως.

2

1,phi

3

—Φοίνικος ὁ καρπὸς καὶ μάλιστα ὁ γλυκὺς οὐκ ὀλίγης μετέχει θερ‐ μότητος· οὐ μόνον δ’ ἔξωθεν ἐπιτιθέμενος τονοῖ καὶ ξηραίνει καὶ συν‐

2

1,phi

4

άγει καὶ πιλοῖ καὶ πυκνοῖ, ἀλλὰ καὶ ὡς σιτίον λαμβανόμενος. —Φῦκος ὑγρόν ἐστι καὶ χλωρόν· ἐξαιρούμενον δὲ τῆς θαλάσσης ἱκανῶς ψύχει καὶ ξηραίνει καὶ στύφει μετρίως.

2

1,chi

1

Χαλβάνη μαλακτικῆς τε καὶ διαφορητικῆς ὑπάρχει δυνάμεως, ξη‐ ραίνουσα μὲν ἱκανῶς, θερμαίνουσα δὲ σφοδρῶς.

2

1,psi

1,2

Ψιμύθιον ἐμπλαστικόν τε καὶ ἐμψυκτικόν ἐστι. τὸ δέ γε φῦκος,

2

1,psi

2

(2)

τὴν ψῦξιν τοῦ ψιμυθίου φυλάττον, λεπτομέρειαν προσείληφεν.382

2

1,omega

1

Ὠῶν τὸ μὲν λευκὸν καὶ λεπτόν, ᾧ καὶ πρὸς τοὺς ὀφθαλμοὺς χρώμεθα, τῶν ἀδηκτοτάτων ἐστὶ φαρμάκων· χρῆσθαι δὲ τοῖς προσ‐

2

1,omega

2,3

φάτοις. τῇ κράσει δ’ ἐστὶ ψυχρότερον ὀλίγῳ τοῦ συμμέτρου. χρηστέον

2

1,omega

3

(2)

οὖν οὐ μόνον ἐπὶ τῶν ὀφθαλμῶν αὐτῷ, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων ὅσα τῶν ἀδηκτοτάτων δεῖται φαρμάκων, ὡς τὰ καθ’ ἕδραν

2

1,omega

4

τε καὶ αἰδοῖον ἕλκη καὶ τὰ κακοήθη πάντα. ἔστι δὲ καὶ ἡ λέκιθος τῶν

2

1,omega

5

ὠῶν ἄδηκτος ἑψηθέντων ἢ ὀπτηθέντων. ὅλῳ δὲ χρώμεθα μιγνύντες ῥόδινον ἐπὶ τῶν κατὰ βλέφαρα καὶ ὦτα καὶ τιτθοὺς φλεγμονῶν, ὅσαι τε πληγέντων αὐτῶν ἢ καὶ ἄλλως γίνονται, καὶ κατὰ τῶν νευρωδῶν δὲ σωμάτων, οἷον ἀγκῶνος καὶ τῶν κατὰ τοὺς δακτύλους τενόντων,
5ἢ ἄρθρων ἐν ποσί τε καὶ χερσί· καὶ πρὸς κατακαύματα δὲ παραχρῆμα ὠμὸν ἐπιτιθέμενον ὠφέλιμόν ἐστιν, εἴτε ἀναλαβὼν ἐρίῳ μαλακῷ τὸ λευκὸν αὐτοῦ μόνον, εἴτε καὶ σὺν τῇ λεκίθῳ πᾶν ἀναδεύσας ἐπιθείης· καὶ γὰρ ἐμψύχει μετρίως καὶ ἀδήκτως ξηραίνει.

2

.

2

t

Ὅσα ἐστὶ μέσα τῶν θερμαινόντων τε καὶ ψυχόντων.

2

.

2

.

1

Ἀδίαντον, ἀσπάραγος μυακάνθινος, βρύον τὸ καὶ σπλάγχνον, γλυκυρρίζης ὁ χυλός, ἔλαιον τὸ γλυκύτατον ἐκ δρυπεποῦς μάλιστα τοῦ καρποῦ γινόμενον, κηρός, κύαμος, στροβίλου τὸ ἐδώδιμον ἀπο‐ βραχὲν εἰς ὕδωρ, λύκιον, λωτὸς ἢ τρίφυλλον, κιτρίου ὁ φλοιός, πτέρεως
5ἡ ῥίζα, σχῖνος, φακή, Χία γῆ, καδμεία, λιθάργυρος.

2

.

3

t

Ὅσα θερμαίνει.

2

.

3

.

1

Ἄγνου τὰ φύλλα καὶ τὸ σπέρμα θερμαίνει μετρίως, ἀκαλήφης ὁ καρπὸς καὶ τὰ φύλλα, ἀμύγδαλα τὰ γλυκέα, ἀναγαλλίδες ἀμφότεραι, ἀλόη, ἀνθεμὶς ἡ καὶ χαμαίμηλον, φακή, ἀψίνθιον (θερμότερος δ’ ὁ χυλός), βάτων ὁ πέπειρος καρπός, γλυκυσίδης ἡ ῥίζα, ἐλαίας καρπὸς
5ὁ πέπειρος, ζύμη, κράμβη, λάδανον, λινόσπερμον, μαλαβάθρου τὸ φύλ‐ λον, νάρδου στάχυς (ἀσθενεστέρα δ’ ἡ Κελτική), οἶνος γλευκίνης, ὄρο‐ βος, πυρὸς ἔξωθεν ἐπιτιθέμενος, ῥητῖναι πᾶσαι (ἡ δὲ πευκίνη πλέον τῆς τερμινθίνης καὶ ταύτης ἔτι μᾶλλον ἡ στροβιλίνη· μέσαι δ’ αὐτῶν εἰσιν ἡ πιτυΐνη τε καὶ 〈ἡ〉 ἐλατίνη· δριμείας δ’ ἐστὶν ἡ κυπαρισσίνη
10δυνάμεως), σήσαμον, σχοίνου ἄνθος, φοινίκων ὁ καρπὸς καὶ μᾶλλον ὁ γλυκύς, ἀμπέλου λευκῆς τῆς καὶ βρυωνίας ἡ ῥίζα, ἀκάνθης λευκῆς ἡ
ῥίζα, ἀριστολοχίαι, ἀσφοδέλου αἱ ῥίζαι καὶ μᾶλλον καυθεισῶν ἡ τέφρα, δαῦκος ὁ καὶ σταφυλῖνος, χαμαιδάφνη, δρακοντίου ἡ ῥίζα μᾶλλον τῆς τοῦ ἄρου, ἔλαιον γλυκὺ παλαιόν, ἐλενίου τῆς πόας ἡ ῥίζα, ἐρέβινθοι,383
15ἕρπυλλον, ἰξός, λιγυστικόν, νάρθηκος σπέρμα, σαγαπηνόν, σατύριον, σέλινον, σέσελι, σίνων, στύραξ, σάρκες ἐχιδνῶν, στέαρ, πιμελή, σίελον.

2

.

3

.

2

ἱκανῶς δὲ θερμαίνει γλήχων, δάφνης τὰ φύλλα καὶ μᾶλλον ὁ καρπός, ἧττον δ’ ὁ φλοιὸς τῆς ῥίζης, δίκταμνον ὁμοίως γλήχωνι, ἐλελίσφακος, ἐρύσιμον, ἔρια κεκαυμένα, ζιγγίβερι, καρδάμωμον, ὀπὸς καὶ πάντων μᾶλλον ὁ Κυρηναϊκός, σίλφιον, τρίχες κεκαυμέναι, ἅλες οἱ χαῦνοι
5μᾶλλον τῶν ἄλλων, αἷμα, χολή, ἀμόργη, ἄνηθον (τὸ δὲ χλωρὸν ἔλαττον), ἀρτεμισίαι ἀμφότεραι, βάλσαμον, ἐλαφόβοσκον, κρόκος, λιβανωτός, μα‐ στίχη Χία, μέλι, οἶνος, πευκέδανον, πίσσα, πόλιον τὸ μικρότερον, μελισσόφυλλον, πράσιον, πρόπολις, σικύου ἀγρίου ὁ χυλός, ὃν ἐλατή‐ ριον καλοῦσι, σκάνδιξ, σκίλλα, σκολύμου ἡ ῥίζα, σμύρνα, τερμίνθου ὁ
10φλοιὸς καὶ τὰ φύλλα καὶ ὁ καρπός, τῆλις, χαμαιλέοντος ἑκατέρου ἡ

2

.

3

.

3

ῥίζα, χαμαιπίτυς, ὤκιμον. σφοδρῶς δὲ θερμαίνει καὶ ἀβρότονον καὶ μᾶλλον τὸ καυθέν, αἶρα, αἰγείρου τὰ ἄνθη καὶ ἡ ῥητίνη, ἄκορον, ἄμωμον, ἀμάρακον, ἄμι, ἄνηθον καυθέν, ἀνήσου σπέρμα, ἄρκευθος καὶ ὁ καρπὸς αὐτῆς, ἀσάρου ἡ ῥίζα, βράθυ, ἐλλέβορος ἑκάτερος, ἐπίθυμον,
5μίνθη, καλαμίνθη, θύμα, καλάμου φραγμίτου ὁ φλοιὸς καυθείς, κάρω, κασία, κέδροι ἀμφότεραι, κνήκου τὸ σπέρμα, κόνυζα, καὶ ἡ μείζων καὶ ἡ μικροτέρα (ἡ γὰρ δυσωδεστέρα ἀσθενεστέρα), κύμινον, λιβανωτοῦ ὁ αἴθαλος, μάραθον, μελάνθιον, μήου αἱ ῥίζαι, πήγανον ἥμερον, ῥοδο‐ δάφνη, οἶνος ὁ ἱκανῶς παλαιός, ὀρίγανοι πᾶσαι, ὀποπάναξ, πετρο‐
10σέλινον, ῥαφανίς, σάμψυχον, σμύρνιον, τρίφυλλον (οἱ δ’ ἀσφάλτιον),

2

.

3

.

4

ὕσσωπον, χαλβάνη, χαμαίδρυς. σφοδρότατα δὲ θερμαίνει ἀδάρκη, εὐφόρβιον, θαψία, κεδρέας τὸ ἔλαιον, κόστος, κρόμμυον, νάπυ, πήγανον ἄγριον, σκόροδον, στρουθίου ἡ ῥίζα, τιθυμάλλων ὁ ὀπός (ἔλαττον δ’ ὁ καρπὸς αὐτῶν καὶ τὰ φύλλα), τὰ καυστικὰ πάντα.

2

.

4

t

Ὅσα ψύχει.

2

.

4

.

1

Μετρίως ψύχει ἀγρώστεως ἡ ῥίζα καὶ ἡ πόα, ἀλσίνη χωρὶς στύ‐ ψεως, ἄπιοι καταπλασσόμεναι, ἀνδράφαξυς ἄνευ στύψεως, ἀκακία ἄπλυ‐ τος, βαλαύστιον, βάτου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ ὁ ἄωρος καρπὸς καὶ τὸ ἄνθος, βρόμος, βρύον θαλάσσιον, γίγαρτα, γλαύκιον, γλυκυρρίζης
5ὁ χυλός, ἐλαίας οἱ θαλλοὶ καὶ ὁ ἄωρος καρπός, ἔλαιον ὠμοτριβές,
ἑλξίνη ἡ καὶ περδίκιον, ἔλυμος ἢ μελίνη καταπλασσομένη, θρίδαξ, ἴου τὰ φύλλα, καλάμου τὰ φύλλα τοῦ φραγμίτου, λειχὴν ὁ ἐπὶ τῶν πετρῶν, κέγχρος, κριθαί, μηλέας ὁ καρπὸς καὶ τὰ φύλλα καὶ οἱ χυλοὶ καὶ οἱ φλοιοὶ πλὴν τῶν γλυκέων (ταῦτα γὰρ [καὶ] ὑδατώδη εὔκρατα), περ‐384
10σικῆς ὁ καρπός, πλάτανος, κιτρίου ἡ σάρξ, τὸ ἀπὸ τοῦ σίτου ἄμυλον, ῥάμνος, ῥόδινον, πάτος ὁ ἀπὸ παλαίστρας, σέρις, τρίβολοι ἀμφότεροι, φοίνικος τῶν κλάδων ὁ χυλὸς καὶ ὁ ἐγκέφαλος καὶ ὁ ἐλάτης αὐτοῦ, Σαμία γῆ, Κιμωλία, λίθος αἱματίτης, Ναξίας ἀκόνης τὸ ἀπότριμμα, μολύβδαινα, μόλυβδος ἄκαυστος καὶ κεκαυμένος, ψιμύθιον, σάνδυξ, τυρὸς

2

.

4

.

2

ὁ μαλακὸς καὶ νεοπαγής. ἱκανῶς δὲ ψύχει ἀκακία πεπλυμένη, ἀρνό‐ γλωσσον καὶ ὁ καρπὸς αὐτοῦ, βλίτον, κηκὶς ὀμφακῖτις, κολοκύντη, μη‐ λέας Ἀρμενιακῆς καρπός, μύκητες, ὄμφακος χυλός, ῥοῦς, σίκυς πέπων, στρύχνον τὸ κηπευόμενον, φακὸς ὁ ἐπὶ τῶν τελμάτων, φῦκος χλωρὸν

2

.

4

.

3

ἔτι καὶ ὑγρὸν ἐξαιρούμενον τῆς θαλάττης, ψυλλίου τὸ σπέρμα. σφοδρῶς δὲ ψύχει ἀείζῳα ἀμφότερα, ἀνδράχνη αὐτή τε καὶ ὁ χυλὸς αὐτῆς, μανδραγόρας, κιτρίου τὸ περὶ τὸ σπέρμα τὸ ὀξύ, ὑοσκύαμος ὁ τὸ

2

.

4

.

4

ἄνθος καὶ τὸ σπέρμα λευκὸν ἔχων. σφοδρότατα δὲ ψύχει κώνειον καὶ μήκωνες πᾶσαι καὶ ὁ ἐξ αὐτῶν ὀπός.

2

.

5

t

Ὅσα ξηραίνει.

2

.

5

.

1

Ξηραίνει δὲ μετρίως ἀγρώστεως ἡ ῥίζα, ἀδίαντον, ἀείζῳα ἀμφό‐ τερα, αἰγείρου τὰ ἄνθη καὶ ἡ ῥητίνη, ἀκάνθης λευκῆς ἡ ῥίζα, ἀκτὴ ἥ τε δενδρώδης καὶ ἡ χαμαιάκτη, ἀμπέλου λευκῆς τῆς καὶ βρυωνίας ἡ ῥίζα, ἀπαρίνη, ἄπιοι καταπλασσόμεναι (μᾶλλον δ’ ἀχράδες), ἀνθεμὶς
5ἢ χαμαίμηλον, ἄρον, ἀρτεμισίαι ἀμφότεραι, κριθαὶ μᾶλλον τοῦ ἀλεύ‐ ρου τῶν κυάμων τοῦ χωρὶς τῶν λεμμάτων (τὰ δ’ ἄλφιτα καὶ τῶν κριθῶν πλέον), κρόκος, λιβανωτός, μάραθρον, οἶνος γλευκίνης, ἀσπά‐ ραγος μυακάνθινος, ἀσπάλαθος, βολβὸς ἐπιπλασσόμενος, ἔλυμος καὶ μελίνη καταπλασσόμενα, ἰσάτις, κόμμι, κράμβη ἐσθιομένη τε καὶ ἔξωθεν
10ἐπιτιθεμένη, κρίνου τὰ φύλλα καὶ ἡ ῥίζα καὶ ἡ θηλύπτερις, τὸ ἀπὸ τοῦ σίτου ἄμυλον, ῥητῖναι πᾶσαι, ὑπερικόν, λιθάργυρος, ὄστρακον (μᾶλλον δὲ τὸ ἐκ τῶν κριβάνων), πυτία, ῥύπος, στέαρ ταύρειον τῶν ἄλλων μᾶλλον, ὠοῦ λέκιθος ὀπτηθεῖσα, σέρεως πάντα τὰ εἴδη, σικύου

2

.

5

.

2

πέπονος τὸ σπέρμα καὶ ἡ ῥίζα ξηρανθεῖσα, τῆλις. ἱκανῶς δὲ ξηραίνει
ἄγνου τὰ φύλλα καὶ τὸ σπέρμα, αἶρα, ἀμάρακον, ἀσπάλαθος, ἀμόργη, ἄνηθον, ἀρνόγλωσσον καὶ ὁ καρπὸς αὐτοῦ, βάλσαμον, γίγαρτα, ἐλα‐ φόβοσκος, κέγχρος, ἀριστολοχία καὶ μᾶλλον ἡ στρογγύλη, ἀσφοδέλου385
5ἡ ῥίζα καὶ μᾶλλον καυθείσης ἡ τέφρα, ἀφάκη μᾶλλον φακῆς, λιβανω‐ τοῦ φλοιός, λύκιον, μαλαβάθρου φύλλα, μαστίχη Χία (ἡ δ’ Αἰγυπτία μᾶλλον), μέλι, κιτρίου ὁ φλοιὸς καὶ τὸ σπέρμα καὶ τοῦ δένδρου τὰ φύλλα, μήου αἱ ῥίζαι, νάρδου στάχυς, νάρδος Κελτική, οἶνος, ὄροβος, ὀποπάναξ, πίσσα, ῥαφανίς, σκολύμου ἡ ῥίζα, σμύρνα, σχῖνος, τερμίνθου
10ὁ φλοιὸς καὶ τὰ φύλλα καὶ ὁ καρπὸς καὶ μάλιστα ξηρανθέντα, φακοί, φῦκος χλωρὸν ἔτι καὶ ὑγρὸν ἐξαιρούμενον τῆς θαλάττης, χαλβάνη.

2

.

5

.

3

σφοδρῶς δὲ ξηραίνει ἀβρότονον καὶ μᾶλλον τὸ καυθέν, ἀκακία, ἄκορον, ἀλόη, ἄμι, ἄνηθον καυθέν, ἄνησον, ἄρκευθος, ἀσάρου ῥίζα, ἀσφοδέλου ἡ ῥίζα καὶ μᾶλλον καυθείσης ἡ τέφρα, ἀψίνθιον, βράθυ, βαλαύστιον, τῶν βατίνων ὁ ἄωρος καρπός (ξηρανθεὶς δὲ μᾶλλον· ὁμοίως καὶ τὸ
5ἄνθος), παιωνίας ἡ ῥίζα, δάφνης τὰ φύλλα καὶ μᾶλλον ὁ καρπός, ἧττον δ’ ὁ φλοιὸς τῆς ῥίζης, δρυὸς ἅπαντα τὰ μόρια καὶ μᾶλλον φηγοῦ καὶ πρίνου, ἐλλέβορος ἑκάτερος, ἐπίθυμον, θύμα, ἰτέας τοῦ φλοιοῦ ἡ τέφρα, καλαμίνθη, καλάμου φραγμίτου ὁ φλοιὸς καυθείς, καρώ, κασία, κέδροι ἀμφότεραι, κόνυζα ἡ μείζων καὶ ἡ μικροτέρα (ἡ
10γὰρ δυσωδεστέρα καὶ ἐν ὑγροῖς χωρίοις γινομένη ἀσθενεστέρα), λευκα‐ κάνθου ἡ ῥίζα, λιβανωτοῦ αἴθαλος, μελάνθιον, κιτρίου τὸ ὑπὸ τὸ σπέρμα τὸ ὀξύ, οἶνος ὁ ἱκανῶς παλαιός, ὄξος ὅταν ἰσχυρὸν ὑπάρχῃ, νυμφαίας ἡ ῥίζα (ἡ δὲ λευκὴν ἔχουσα ῥίζαν σφοδρότερον), ὀρίγανοι πᾶσαι, πάπυρος καυθεῖσα (ἧττον δὲ τῆς τέφρας τοῦ χάρτου), πεντα‐
15φύλλου ἡ ῥίζα, πετροσέλινον, σμύρνιον, πευκεδάνου ἡ ῥίζα, ὁ δ’ ὀπὸς μᾶλλον, πήγανον ἥμερον, πόλιον τὸ μικρότερον, μελισσόφυλλον, πράσιον, ῥοῦς, σάμψυχον, στοιβῆς ὁ καρπὸς καὶ τὰ φύλλα, τρίφυλλον (οἱ δ’ ἀσφάλτιον), ὕσσωπον, χαμαίδρυς, χαμαιλέοντος ἑκατέρου ἡ ῥίζα, χαμαι‐ πίτυς, ἅλες, νίτρα, γύψος (καυθεῖσα δὲ μᾶλλον), καδμεῖαι πᾶσαι καὶ
20πάντα τὰ μεταλλικὰ καὶ λιθώδη, σκωρία πᾶσα (ἡ δὲ τοῦ σιδήρου μάλιστα), κόπρος πᾶσα (ἡ δὲ τῶν χηνῶν καὶ τῶν ἱεράκων ἄχρηστός ἐστι διὰ δριμύτητα καὶ ἡ τῶν ἀετῶν), σάρκες ἐχιδνῶν, σὰρξ κοχλίων, κεφαλαὶ ταριχηρῶν μαινίδων κεκαυμέναι, κέρας ἐλάφου καὶ αἰγὸς κεκαυμένα, καστόριον, ὀστᾶ κεκαυμένα, δέρμα παλαιὸν ἀπὸ τῶν καττυ‐
25μάτων καυθέν, ὀστρέων καὶ πορφυρῶν τὸ ὄστρακον καυθέν, σηπέας ὄστρακον, ἔρια κεκαυμένα, τρίχες κεκαυμέναι, καρκίνων ἡ τέφρα, γάρος,

2

.

5

.

4

ἅλμη τῶν ταριχηρῶν ἰχθύων. σφοδρότατα δὲ ξηραίνει κεδρέας τὸ ἔλαιον, κονία (ξηραντικωτάτη καὶ ῥυπτικωτάτη πασῶν ἐστιν ἥ τε ἐκ τῆς συκίνης τέφρας καὶ [ἡ] τῆς τῶν τιθυμάλλων καὶ σχεδὸν ἤδη τῆς καυστικῆς δυνάμεως)· κράμβης οἱ καυλοὶ καυθέντες ἰσχυρῶς ξηραίνουσαν386
5ποιοῦσι τέφραν ὡς ἤδη τι καὶ καυστικῆς μετέχειν δυνάμεως· νάπυ, πήγανον ἄγριον, σκόροδον.

2

.

6

t

Ὅσα ἀδήκτως ξηραίνει.

2

.

6

.

1

Ἀκαλήφης ὁ καρπὸς καὶ τὰ φύλλα, ἀλόη, ἀμόργη καὶ μᾶλλον ἑψηθεῖσα, ἀναγαλλίδες ἀμφότεραι, ἀρνόγλωσσον· βρόμος καὶ διαφορεῖ καταπλασσόμενος. ἔλαιον γλυκὺ ἄναλον πλυθὲν πάντων μάλιστα· ζύμη ἐπισπᾶται τὰ ἐκ βάθους καὶ διαφορεῖ· θέρμος ὁ πικρὸς καὶ τὸ ἄλευρον
5αὐτοῦ καὶ μετὰ τοῦ διαφορεῖν· ἵππουρις ἰσχυρῶς, ἰσάτις ἰσχυρῶς, ἰτέας τὰ φύλλα καὶ τὸ ἄνθος μετά τινος στύψεως (ἔνιοι δὲ καὶ χυλὸν ἐξ αὐτῶν ποιοῦντες ἄδηκτον ξηραῖνον ἴσχουσι φάρμακον εἰς πολλὰ χρή‐ σιμον· οὐδὲν γὰρ πολυχρηστότερόν ἐστιν ἀδήκτου ξηραίνοντος καὶ στύ‐ φοντος ἠρέμα φαρμάκου)· καρύου λέπος ξηρὸν καυθὲν μετὰ τοῦ λεπτο‐
10μερὲς εἶναι· κάρυα (τὰ Ποντικὰ δὲ κάρυα παραπλησίας ἐστὶ δυνάμεως· μετέχει δ’ οὐσίας ψυχρᾶς)· κέγχρος, κενταύριον τὸ μικρὸν ἰσχυρῶς καὶ ὁ χυλὸς αὐτοῦ, κερασίου τοῦ δένδρου τὸ κόμμι, κρίνου τὰ φύλλα καὶ ἡ ῥίζα καὶ τὸ ἀπ’ αὐτοῦ ἔλαιον, κύαμος ἔξωθεν ἐπιτιθέμενος, κυπα‐ ρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ σφαιρία τὰ νέα καὶ ἁπαλά,
15κυπέρου αἱ ῥίζαι, στροβίλου τὸ ἐδώδιμον ἐν ὕδατι βραχέν, νευράς, νυμφαίας ἡ ῥίζα, σίραιον, πενταφύλλου ἡ ῥίζα, πολυπόδιον, πτέρεως ἡ ῥίζα καὶ θηλυπτέρεως, σμύρνα, σαρκοκόλλα, στοιβῆς ὁ καρπὸς καὶ τὰ φύλλα, τραγάκανθα, γῆ πᾶσα (συντελεῖ δ’ εἰς τοῦτο αὐτῇ τὸ πεπλύ‐ σθαι· δραστικωτέρα δ’ ἐστὶν ἡ Λημνία), καδμεῖαι πλυθεῖσαι, πομφόλυξ
20συνεχῶς πλυθεῖσα, τίτανος σβεσθεῖσα καὶ πλυθεῖσα γενναίως· ὠῶν τὸ λευκὸν καὶ λεπτὸν ἀδηκτότατον· ὁμοίας δὲ φύσεώς ἐστι καὶ ἡ λέκιθος αὐτῶν· ὀπτηθεῖσα δ’ ἧττον παρηγορεῖ.

2

.

7

t

Ὅσα ὑγραίνει.

2

.

7

.

1

Ὑγραίνει δὲ μετρίως ἀλσίνη, βούγλωσσον, γλυκυρρίζης ὁ χυλός, θρίδαξ, ἴου τὰ φύλλα, μηλέας Περσικῆς ὁ καρπός, μύκητες, ῥόδινον

2

.

7

.

2

μᾶλλον ἐλαίου. ἱκανῶς δ’ ἐξυγραίνει ἀνδράχνη, αὐτή τε καὶ ὁ χυλὸς αὐτῆς, ἀτράφαξυς, βλίτον, κολοκύνθη, μηλέας Ἀρμενιακῆς ὁ καρπός,
σίκυος πέπων, φακὸς ὁ ἐπὶ τῶν τελμάτων.387

2

.

8

t

Ὅσα ὑδατώδη ψυχρότητα ἔχει.

2

.

8

.

1

Ἀκακία, ἀλσίνη, ἀνδράχνη, ἀρνόγλωσσον, ἀτράφαξυς, βάτου τὰ φύλλα, βλίτον, βρύον θαλάσσιον, γλαύκιον, θρίδαξ, ἰξός, ἴου τὰ φύλλα, κολοκύντη, κοτυληδών, κώνειον, λεύκη τὸ δένδρον, μαλάχη ἥμερος, μηκώνιον, μῆλα, πραικόκκια, μύκητες, πλάτανος, σίκυς ἐδώδιμος, ὁλό‐
5σχοινος, τρίβολος, φακὸς ὁ ἐπὶ τῶν τελμάτων, ψυλλίου τὸ σπέρμα, μόλυβδος.

2

.

9

t

Ὅσα μέσα τῶν ξηραινόντων καὶ ὑγραινόντων 〈ἐστίν〉.

2

.

9

.

1

Ἀγρώστεως ἡ ῥίζα καταπλασσομένη, ἔλαιον τὸ γλυκύτατον ἐκ δρυπεποῦς μάλιστα τοῦ καρποῦ.

2

.

10

t

Ὅσα ῥωστικά.

2

.

10

.

1

Κασία, κηκὶς ὀμφακῖτις· στοιχὰς ῥώννυσι τά τε σπλάγχνα πάντα καὶ πᾶσαν τοῦ ζῴου τὴν ἕξιν· φοίνικος ὁ καρπὸς ἔξωθέν τε ἐπιτιθέ‐ μενος καὶ ἔσωθεν λαμβανόμενος, ἀψίνθιον.

2

.

11

t

Ὅσα συμπεπτικά.

2

.

11

.

1

Ἄμωμον μᾶλλον ἀκόρου καὶ ἀσάρου ῥίζης, ἀσταφὶς ἥμερος, κηρός, λάδανον, κόλλα ἡ εἰς τὰ βιβλία, κρόκος, λιβανωτός, πίσσα, Αἰγυπτία μαστίχη, ῥόδινον ἔλαιον, σμύρνα, στύραξ, χαλβάνη, χόνδρος, βούτυρον, οἴσυπον, στέαρ ὕειον ἐλαίου μᾶλλον.

2

.

12

t

Ὅσα ἐκπυητικά.

2

.

12

.

1

Χρησιμώτατόν ἐστιν εἰς πύου γένεσιν τῶν καταντλουμένων μὲν ὕδωρ εὔκρατον ἢ ὑδρέλαιον, τῶν δ’ ἐπιβρεχομένων ἔλαιον εὔκρατον, ἐπιπλασμάτων δὲ τό τε πύρινον ἄλευρον δι’ ὑδρελαίου καὶ ἄρτος. ἕψεσθαι δὲ δεῖ συμμέτρως· τὸ μὲν γὰρ ἐπὶ πλεῖστον ἡψημένον ταῖς
5δυσπεπτοτέραις ἁρμόττει φλεγμοναῖς, τὸ δ’ ἐπ’ ἔλαττον ταῖς πάνυ θερμαῖς καὶ ζεούσαις, καὶ τὸ μὲν ἐλαίου πλέον ἔχον ἐπὶ τῶν δυσ‐ πεπτοτέρων, τὸ δ’ ἧττον ἐπὶ τῶν ζεουσῶν. καὶ τὸ μὲν ἐξ ἄρτου κατά‐ πλασμα ταῖς δυσπεπτοτέραις ἁρμόττει φλεγμοναῖς· ἔχει γάρ τι καὶ ζύμης καὶ ἁλῶν ὁ ἄρτος· τὸ δ’ ἐξ ἀλεύρου πυρίνου ταῖς θερμοτέραις.
10αὐτοῦ δ’ αὖ πάλιν τοῦ πυρίνου ἀλεύρου καὶ τοῦ ἄρτου μᾶλλον ὁ καθαρὸς ἐκπυΐσκει· καὶ τῶν φαρμάκων δὲ τῶν ἐπιτιθεμένων τοῖς φλεγ‐ μαίνουσιν ἕλκεσι συντελεῖ πρὸς τὴν ἐκπύησιν, τό τε χοίρειον στέαρ καὶ τὸ μόσχειον καὶ βούτυρον καὶ λιβανωτὸς καὶ πίττα καὶ ῥητίνη διηθεῖσαι δηλονότι μετ’ ἐλαίου τινός. χρὴ δὲ κἀνταῦθα πρὸς μὲν τὰς388
15ζεούσας φλεγμονὰς διὰ ῥοδίνου τήκειν αὐτά, πρὸς δὲ τὰς ἄλλας διά τινος τῶν θερμαινόντων, οἷόν ἐστι τὸ παλαιὸν καὶ τὸ Σικυώνιον.

2

.

13

t

Ὅσα μαλάττει.

2

.

13

.

1

Τῶν μαλακτικῶν φαρμάκων ἐστὶ τό τε αἴγειον στέαρ καὶ τὸ τῆς ἀλεκτορίδος, ἀλλ’ ἀσθενέστερον καὶ τὰς μετρίας μαλάττει σκληρότητας· ἰσχυρότερον δὲ τοῦ μὲν τῶν ἀλεκτορίδων ἐστὶ τὸ χήνειον, τοῦ δὲ τῶν αἰγῶν τὸ τράγειον· ἰσχυρὸν δὲ καὶ τὸ ταύρειον, ἀλλ’ ἧττον τοῦ τρα‐
5γείου. διαφορητικώτερα δὲ τούτων καὶ μαλακτικώτερα τὸ λεόντειον καὶ παρδάλειον καὶ τὸ τῆς ὑαίνης· καὶ μέντοι καὶ ὁ μυελὸς ὁ ἐλάφειος ἱκανῶς μαλάττει, καὶ μετ’ αὐτὸν ὁ μόσχειος· βελτίων δ’ ὁ ἐκ τῶν ὀστῶν τοῦ ἐκ τῆς ῥάχεως. ἐκ ταὐτοῦ δὲ τοῦ γένους ἐστὶ τοῖς εἰρη‐ μένοις, ἀλλ’ ἰσχυρότερα τό τε ἀμμωνιακὸν θυμίαμα καὶ μᾶλλον τὸ
10λιπαρὸν καὶ νέον καὶ ὁ στύραξ καὶ ἡ χαλβάνη καὶ 〈τὸ〉 βδέλλιον τὸ Σκυθικόν, ὃ δὴ καὶ μελάντερόν ἐστι καὶ ῥητινωδέστερον. καλλίω δ’ ἐστὶ τῶν εἰρημένων ὅσα νέα· παλαιούμενα γὰρ δριμύτερα γίνεται καὶ ξηραντικώτερα. οὐ χρὴ δ’ ἔχειν ἁλῶν τὰ μαλακτικά· ξηραίνουσι γὰρ σφοδρῶς οἱ ἅλες. καὶ μὲν δὴ καὶ τὸ Σικυώνιον ἔλαιον ἐκ τοῦ γένους
15ἐστὶ τούτων καὶ τὸ ἀπὸ τοῦ κρίνου καὶ τὸ ἀπὸ τῆς ἐλαίας τὸ γλυ‐ κύτατον ἐκ δρυπεποῦς μάλιστα τοῦ καρποῦ γινόμενον, ἀνθεμὶς ἡ καὶ χαμαίμηλον ὀνομαζομένη καὶ ἀλθαίας καὶ ἀγρίου σικύου ἡ ῥίζα καθ‐ εψηθέντα ἐν ἐλαίῳ ἢ ἐν ὕδατι, καὶ τῆς ἀγρίας μαλάχης τὰ φύλλα, καὶ ὠμὰ καὶ ἑφθά (ἡ δ’ ἀναδενδρομαλάχη ἰσχυροτέρα), καὶ ὁ καρπὸς
20αὐτῶν ἰσχυρότερος· λιβανωτίδες αἱ τρεῖς, μαστίχη Χία, τερμινθίνη καὶ μᾶλλον κολοφωνία ἡ παραπλησία τῇ Χίᾳ μαστίχῃ (ὁμοίως αὐτῇ καὶ ἡ Αἰγυπτία μαστίχη), ὀποπάναξ, ῥύπος ὁ ἀπὸ τῶν ἀνδριάντων, πάτος ὁ ἀπὸ παλαίστρας, γλοιὸς ὁ ἀπὸ λουτρῶν καὶ τὸ βούτυρον.

2

.

14

t

Ὅσα ἐκφρακτικὰ καὶ καθαρτικὰ τῶν πόρων.

2

.

14

.

1

Ἀγαρικόν, ἀκαλήφης τὸ σπέρμα, ἀμύγδαλα πικρὰ καὶ τὸ δένδρον αὐτό, ἀδίαντον, ἄρου αἱ ῥίζαι, γλήχων, δρακόντιον, δαῦκος ὁ καὶ στα‐ φυλῖνος, γεντιανῆς ῥίζα πάνυ, ἑλενίου ἡ ῥίζα, ἐρυσίμου σπέρμα, ἐρέ‐ βινθοι, εὐπατόριος ἡ πόα ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς, ἰσχάδων αἱ
5λιπαραί, θύμα, καλαμίνθη, κοκκυμηλέας κόμμι, λευκακάνθου ἡ ῥίζα, λιβανωτίδες αἱ τρεῖς, μελάνθιον, ὀξυακάνθου ὁ καρπός, πήγανον, πευ‐ κεδάνου ὁ ὀπὸς καὶ ἡ ῥίζα, στοιχάς, χαμαίδρυς, χαμαιπίτυς, ὅσα τε ἄλλα κρατοῦσαν ἐν ἑαυτοῖς ἔχει τὴν πικρὰν ποιότητα· καὶ γὰρ τὸ λίτρον αὐτὸ καὶ τὸ ἀφρόλιτρον καὶ ἁλὸς ἄχνη καὶ ἐλαῖαι, ὅσα τε ἄλλα389
10τοιαῦτα σὺν ἐδέσμασί τε καὶ πόμασι λαμβανόμενα τῆς αὐτῆς δυνάμεώς ἐστιν. εὐθὺς δὲ τούτοις ὑπάρχει πᾶσι καὶ λεπτυντικοῖς εἶναι παχέων τε καὶ γλίσχρων χυμῶν, ὥστε οὐδὲ τῶν ἐκ θώρακός τε καὶ πνεύμονος ἤτοι φλεγμάτων γλίσχρων ἢ πύου τμητικώτερα καὶ λεπτυντικώτερα καὶ πρὸς τὴν ἀναγωγὴν ἐπιτηδειότερα δύναιο ἂν εὑρεῖν ἕτερα πρὸ
15τούτων φάρμακα. τοῖς δ’ αὐτοῖς τούτοις καὶ τὰς καθ’ ἧπαρ ἐμφράξεις ἐκκαθαίρειν ὑπάρχει καὶ τὰς κατὰ σπλῆνα τὰς μετρίας· αἱ γὰρ ἰσχυ‐ ρότεραι τῶν σφοδροτέρων προσδέονται, καππάρεως τῆς ῥίζης τοῦ φλοιοῦ καὶ τῶν τοιούτων.

2

.

15

t

Ὅσα ῥύπτει.

2

.

15

.

1

Ῥύπτει μὲν καὶ ταῦτα ὅσα τοὺς πόρους ἐκφράττει καὶ τέμνει τοὺς παχεῖς χυμούς, καὶ τὰ νῦν δὲ λεχθησόμενα· αἰγεία κόπρος καυ‐ θεῖσα καὶ ἄκαυστος, τῶν ὀστρακοδέρμων πάντων καὶ σηπέας τὰ ὄστρακα, ἐχίνων ἀμφοτέρων καυθέντων ἡ τέφρα, ὀρὸς γάλακτος, μέλι, ἀμπέλου
5ἀγρίας οἱ βότρυες (οἱ δὲ τῆς ἡμέρου ἔλαττον), ἀμπέλου λευκῆς τῆς καὶ βρυωνίας ἡ ῥίζα, ἀμύγδαλα ἐδώδιμα καὶ αὐτὸ τὸ δένδρον, ἀναγαλ‐ λίδες ἱκανῶς ἀμφότεραι, ἀνεμῶναι πᾶσαι, ἀριστολοχία μακρά, ἀρνο‐ γλώσσου τὰ φύλλα καὶ μᾶλλον τὰ ξηρά, ἄρον, ἀσπάραγος μυακάνθινος, ἀσταφὶς ἀγρία, ἀσφοδέλου ἡ ῥίζα, ἀτραφάξυος ὁ καρπός, ἀψινθίου ὁ
10χυλός, βολβὸς ἐπιπλαττόμενος, ἐλλέβορος ἑκάτερος, ἑλξίνη ἡ καὶ περ‐ δίκιον, ἰτέας ὁ καρπός, καλάμου φραγμίτου ἡ ῥίζα σὺν τοῖς φύλλοις ἱκανῶς ἄνευ δριμύτητος καὶ τὰ φύλλα αὐτοῦ καὶ ὁ φλοιὸς καυθεὶς μετρίως, κενταύριον τὸ μικρὸν καὶ ὁ χυλὸς αὐτοῦ, κριθαὶ μετρίως, κρίνου τὰ φύλλα καὶ ἡ ῥίζα λειουμένη μετρίως, κυάμου ἡ σὰρξ μετρίως,
15λειχὴν ὁ ἐπὶ τῶν πετρῶν, λευκοΐου πᾶς ὁ θάμνος, λεύκη τὸ δένδρον, λωτὸς ἢ τρίφυλλον, μῆον, νυμφαίας ἑκατέρας ἡ ῥίζα, πίσσα, πλατάνου ὁ φλοιὸς καυθείς, μελισσόφυλλον, πράσιον καταπλασσόμενον, πρόπολις μετρίως, πτελέας τὰ φύλλα (ὁ δὲ φλοιὸς καὶ ἡ ῥίζα μᾶλλον), πτισάνη, τερμινθίνη πλέον τῆς μαστίχης, σαγαπηνὸν μετρίως, σίκυος πέπων
20(μᾶλλον δ’ αὐτοῦ τῆς σαρκὸς τὸ σπέρμα καὶ ἡ ῥίζα ξηρανθέντα), σικύου ἀγρίου ῥίζα, σμύρνα, στρουθίου ἡ ῥίζα, τεῦτλον, τιθύμαλλοι καὶ
μᾶλλον ὁ ὀπὸς αὐτῶν τοῦ φυτοῦ, φοῦ, χαμαιπίτυς, ἀλκυόνια πάντα, ἀρμενιακόν, γῆ Σελινουσία καὶ Χία καὶ Σαμία μετρίως καὶ ἡ Κρητική· ἰὸς μετὰ πολλῆς κηρωτῆς ἀδήκτως ῥύπτει· καδμεία, κίσσηρις ἄκαυστος390
25καὶ κεκαυμένη, λιθάργυρος μετρίως, ὄστρακον καὶ μᾶλλον τὸ ἐκ τῶν κριβάνων, κέρας ἐλάφου καὶ αἰγὸς κεκαυμένα.

2

.

16

t

Ὅσα οὐρητικά.

2

.

16

.

1

Σελίνου, πετροσελίνου, μαράθου, δαύκου, σμυρνίου, ἀνήσου σπέρμα, ἄμι, ἄσαρον, ἄκορον, ἀσπάραγος βασιλικὸς καὶ ὁ ἕλειος καὶ ὀξυμύρ‐ σινος καὶ ὀξυακάνθινος, βδέλλιον Ἀραβικόν, βρυωνία, χαμαιδάφνη, ἐρέβινθοι καὶ μᾶλλον οἱ κριοί, ἕρπυλλον, θύμα, καρώ, αὐτό τε καὶ τὸ
5σπέρμα αὐτοῦ, καυκαλίς, κόστος, κοτυληδόνος τὰ φύλλα σὺν τῇ ῥίζῃ ἐσθιόμενα, κύμινον, κυπέρου ῥίζαι, μῆον, ναρδοστάχυς, νάρδος Κελτική, πόλιον, πήγανον, σέσελι, σίκυος ὁ ἐδώδιμος, μηλοπέπων, σίνων, σκάνδιξ, σκόρδιον, σταφυλῖνος καὶ μάλιστα τὸ σπέρμα αὐτοῦ, σχοίνου ἄνθος, τερμίνθου ὁ καρπός, τρίφυλλον ἢ καὶ ἀσφάλτιον, ὑπερικοῦ ὁ καρπὸς
10ὅλος, φοῦ, χαμαίδρυς, χαμαιπίτυς. ἀψίνθιον καὶ μάλιστα τὸ ἐν φλεψὶ χολῶδες ἐκκαθαίρει· βράθυ αἷμα δι’ οὔρων κινεῖ· ἡ τοῦ ἐρυθροδάνου ῥίζα οὖρα παχέα καὶ πολλὰ καί ποτε καὶ αἱματώδη κινεῖ· καπνεῖος προτρέπει οὖρα χολώδη πολλά· ὄροβος πλείων ληφθεὶς αἷμα δι’ οὔρων ἄγει· σκολύμου ἡ ῥίζα πλῆθος οὔρων ἄγει δυσωδῶν, εἴ τις αὐτὴν ἐν
15οἴνῳ καθεψήσας πίνοι, καὶ διὰ τοῦτο καὶ τὰς δυσωδίας ἰᾶται τῶν τε μασχαλῶν καὶ ὅλου τοῦ σώματος, καθαίρουσα τὸν τοιοῦτον χυμόν. μελίκρατον, ὀξύμελι, οἶνος λεπτὸς καὶ ὑδατώδης, τὸ ἀπόβρεγμα τῶν στεμφύλων, ὃ τρύγα καλοῦσιν.

2

.

17

t

Ὅσα ἀνακαθαίρει τὸν θώρακα καὶ τὸν πνεύμονα.

2

.

17

.

1

Τὰ ἐκφρακτικὰ πάντα ὅσα ἔμπροσθεν ἀναγέγραπται καὶ προσέτι στρόβιλος ὅλος χλωρός, πιτυΐδες, βούτυρον, καστόριον ἐπ’ ἀνθράκων θυμιώμενον ἑλκόμενόν τε διὰ τῆς εἰσπνοῆς· ὠφελεῖ δὲ μάλιστα τὰ

2

.

17

.

2

κατὰ πνεύμονα καὶ ἐγκέφαλον ὑγρὰ καὶ ψυχρὰ πάθη. νάρδου στάχυς τὰ κατὰ τὴν κεφαλὴν καὶ τὸν θώρακα ῥεύματα ξηραίνει.

2

.

18

t

Ὅσα τοὺς νεφροὺς καθαίρει.

2

.

18

.

1

Τὰ προειρημένα πάντα τμητικὰ καὶ προσέτι ἀρνογλώσσου αἱ ῥίζαι καὶ τὰ φύλλα καὶ μᾶλλον ὁ καρπός, ἀσπάραγος μυακάνθινος καὶ μά‐
λιστα αἱ ῥίζαι καὶ τὸ σπέρμα, παιωνίας ἡ ῥίζα, ἐρέβινθος, ἀμύγδαλα.391

2

.

19

t

Ὅσα ἀραιωτικὰ τοῦ δέρματος.

2

.

19

.

1

Χαμαίμηλον καὶ ἀλθαία καὶ τὸ δι’ αὐτῶν ἔλαιον, οὐχ ἥκιστα δὲ καὶ τὸ δι’ ἀγρίου σικύου· ἀλλὰ καὶ τὸ παλαιὸν ἔλαιον ἐκ τῆς αὐτῆς ἐστιν ἰδέας· ἀβρότονον κεκαυμένον.

2

.

20

t

Ὅσα ἀναστομοῖ τὰ στόματα τῶν ἀγγείων.

2

.

20

.

1

Κυκλάμινος, ἀνεμῶναι πᾶσαι, σκόροδον, κρόμμυον, τῶν ταύρων αἱ χολαί, μύρου ἰρίνου καὶ ἀμαρακίνου ἡ ὑποστάθμη, ἥτις καὶ τὰς αἱμορροΐδας ἀναστομοῖ.

2

.

21

t

Ὅσα πυκνωτικά.

2

.

21

.

1

Ὕδωρ ψυχρόν, ἀείζῳον, ἀνδράχνη, τρίβολος χλωρός, ψύλλιον, φακὸς ὁ ἀπὸ τῶν τελμάτων, καὶ ἁπλῶς ὅσα ψύχει μὴ ξηραίνοντα· διὸ καὶ μανδραγόρας καὶ κώνειον ὑοσκύαμός τε καὶ μήκων· αὐτὰς δὲ λέγω νῦν τὰς πόας, αἷς εἰ μὲν μετρίως χρήσαιτό τις, πυκνωτικώταται ταῖς
5δυνάμεσιν ὑπάρχουσιν, εἰ δ’ ἐπὶ πλέον, οὐ πυκνωτικοὶ μόνον, ἀλλ’ ἤδη καὶ ναρκωτικαί, εἰ δ’ ἐπὶ πλεῖστον, οὐκέτι οὐδὲ ναρκωτικαὶ μόνον, ἀλλ’ ἤδη καὶ νεκρωτικαί.

2

.

22

t

Ὅσα ἑλκτικῆς ἐστι δυνάμεως.

2

.

22

.

1

Ἀνεμῶναι πᾶσαι, ἀναγαλλίδες ἀμφότεραι, δίκταμνον, ἐρέβινθοι, θαψία βιαίως, κυκλάμινος, πρόπολις ἰσχυρῶς, ζύμη, κόπροι πᾶσαι μέν, ἡ δὲ τῆς περιστερᾶς ἱκανῶς ἐστιν ἑλκτική· σαγαπηνὸν καὶ ὁ Κυρηναϊκὸς καὶ ὁ Μηδικὸς ὀπός, σιλφίου ὀπὸς καὶ ἡ ῥίζα, σπάρτου, ᾧ τὰς ἀμπέ‐
5λους δεσμοῦσιν, ὅ τε καρπὸς καὶ ὁ τῶν ῥάβδων χυλὸς γενναίως, τερ‐ μινθίνη μᾶλλον τῶν ἄλλων ῥητινῶν, θεῖον· καὶ καλαμίνθη ἐπισπᾶται καταπλασσομένη, καὶ κόστος λειοτριβούμενος μετ’ ἐλαίου τοὺς ἐκ τοῦ βάθους ἕλκει χυμούς· ἰξὸς ἰσχυρῶς ἕλκει οὐ τὰς λεπτὰς μόνον ὑγρό‐ τητας, ἀλλὰ καὶ τὰς παχυτέρας καὶ ταύτας διαχεῖ τε καὶ διαφορεῖ.

2

.

23

t

Ὅσα διαφορεῖ.

2

.

23

.

1

Ἀβρότονον, ἀγαρικόν, ἀδίαντον, ἀκαλήφης ὁ καρπὸς καὶ τὰ φύλλα ἱκανῶς, ἀκτὴ ἥ τε δενδρώδης καὶ ἡ χαμαιάκτη, ἄμι, ἀνθεμὶς ἢ χαμαί‐ μηλον, ἀνήσου σπέρμα, ἀριστολοχίας ἡ ῥίζα καὶ μᾶλλον ἡ στρογγύλη,
ἀσφοδέλου ἡ ῥίζα καὶ μᾶλλον καυθείσης ἡ τέφρα, ἀτράφαξυς ἠρέμα,392
5βολβός, βούφθαλμον μᾶλλον ἀνθεμίδος, βράθυ, ὅ τινες ἀντὶ κινναμώμου βάλλουσι διπλάσιον, βρύον τὸ καὶ σπλάγχνον, ἔβισκος ἢ ἀλθαία (ἔστι δ’ ἀγρία μαλάχη· καὶ ἡ ῥίζα δὲ καὶ τὸ σπέρμα αὐτῆς ὁμοίως ἐνεργεῖ), ἔλαιον γλυκὺ παλαιόν, ἔλαιον τὸ ἐκ λύχνου, ἑλξίνη, θαψία, καλάμου φραγμίτου φλοιὸς καυθεὶς ἱκανῶς, κασία, κρίνου τὰ φύλλα καὶ ἡ ῥίζα
10λειούμενα καὶ τὸ ἀπ’ αὐτοῦ ἔλαιον, κυτίσου τὰ φύλλα, λάδανον, λα‐ ψάνη καταπλασσομένη, λάπαθον μετρίως, λιβανωτίδες αἱ τρεῖς, λινο‐ ζῶστις, μαστίχη Χία (ἡ δ’ Αἰγυπτία μᾶλλον), μέλι, περσικῆς οἱ βλαστοὶ καὶ τὰ φύλλα, κιτρίου τὸ σπέρμα καὶ τὰ φύλλα, ῥοδοδάφνη κατα‐ πλασσομένη, ὄλυνθοι, ὀποβάλσαμον ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς,
15ὀπὸς ὁ Κυρηναϊκὸς σφοδρότατα, παλιούρου τὰ φύλλα καὶ ἡ ῥίζα, ὀποπάναξ, πήγανον, πίσσα, μελισσόφυλλον, πράσιον καταπλασσόμενον, τὸ ἐξ ἄρτων κατάπλασμα μᾶλλον τοῦ ἐκ τῶν πυρῶν, ζύμη, ῥαφανὶς καὶ τὸ σπέρμα αὐτῆς, τερμινθίνη τῆς μαστίχης πλέον καὶ ταύτης μᾶλ‐ λον ἡ δᾳδίνη, ῥόδινον ἔλαιον, ῥύπος ὁ ἀπὸ τῶν ἀνδριάντων, πάτος
20ὁ ἀπὸ παλαίστρας, σάμψυχον, σικύου ἀγρίου ἡ ῥίζα καὶ τὸ ἐλατήριον, σμύρνα, τῶν ἰσχάδων αἱ λιπαρώτεραι, τὰ τῶν ἐρινεῶν σῦκα, τῶν ἡμέ‐ ρων σύκων οἱ ὄλυνθοι, τεῦτλον χωρὶς τοῦ θερμαίνειν (ἰσχυρότερον δὲ τὸ λευκόν), χαλβάνη, ὤκιμον ἐπιπλασσόμενον, ἅλες (οἱ δὲ κεκαυμένοι τῶν ἀκαύστων μᾶλλον, καὶ τούτων ἔτι μᾶλλον τὸ ἁλὸς ἄνθος), ἁλὸς
25ἄχνη, λίτρα, ἀφρόλιτρα, ἀλκυόνια πάντα, γῆ Σαμία ἡ ἄπλυτος μετρίως, ἰός, τυρὸς ὀξυγαλάκτινος μετρίως, βούτυρον μετρίως, πυτία πᾶσα, κόπρος πᾶσα, ὕσσωπον μετρίως, σάρκες ἐχιδνῶν ἰσχυρῶς ἐπὶ τὸ δέρμα κινοῦσαι τὰ περιττώματα (φθειρῶν γοῦν πλῆθος ἐπὶ τῶν κακοχύμων γεννᾶται), στέαρ λεόντειον ἁπάντων μᾶλλον στεάτων τῶν ἐν τοῖς τετρά‐
30ποσι (τὸ δὲ τῶν ταύρων ἔλαττον), στέαρ χοίρειον ἀδήκτως (ἔλαττον δὲ τὸ μόσχειον, τὸ δὲ χρονίζον στέαρ μᾶλλον ἑαυτοῦ), ὀστᾶ κεκαυμένα
ἱκανῶς, ἔρια κεκαυμένα, ἐχίνων ἀμφοτέρων ἡ τέφρα.393

3

p

1

Ὁ μὲν οὖν πρῶτος τῆς διδασκαλίας εἴρηται τρόπος, νῦν δ’ ὁ δεύτερος λεχθήσεται τῶν παρὰ φύσιν διαθέσεων τὰς εὐπορίστους ἰάσεις ἐξηγούμενος, τῶν τε ἐσχάτως ὀξέων, ἐφ’ ὧν ἀναμένειν τὸν ἰατρὸν οὐκ ἀσφαλές, καὶ τῶν εὐμεταχειρίστων καὶ ἄνευ τεχνίτου τὴν ἐπανόρ‐
5θωσιν δεχομένων.

3

.

1

t

Περὶ τῶν πανδήμων νοσημάτων.

3

.

1

.

1

Πανδήμους καὶ κοινὰς νόσους τὰς πολλοῖς ἅμα συμπιπτούσας

3

.

1

.

2

ὀνομάζουσιν, ὧν ὥσπερ ἡ γένεσις, οὕτω καὶ ἡ αἰτία κοινή· ὕδατος μοχθηροῦ πόσις ταλαιπωρίαι τε ἄμετροι καὶ πόνοι συνήθεις ἐαθέντες ἔνδειαί τε καὶ πλησμοναί, λιμοῦ κατασχόντος ἢ εὐθηνίας γενομένης.

3

.

1

.

3

καὶ χωρίου δὲ φύσις κοινὰ νοσήματα πολλάκις ἐπήνεγκεν, ἐνίοτε μὲν ἑλώδους, ἐνίοτε δ’ ἔχοντος βάραθρον παρακείμενον ἀναθυμίασιν δηλη‐

3

.

1

.

4

τηριώδη καὶ πονηρὰν ἀναπέμπον. ταῦτα μὲν οὖν οὐ συνεχῶς εἴωθε συμπίπτειν· ὁ δὲ περιέχων ἡμᾶς ἀὴρ συνεχῶς ἡμῶν τρέπει τὰς κρά‐ σεις, ἤτοι θερμότερος ἀμέτρως ἢ ψυχρότερος ἢ ξηρότερος ἢ ὑγρότερος γινόμενος· τοῖς μὲν γὰρ ἄλλοις αἰτίοις οὔτε πάντες ἅμα περιπίπτομεν
5οὔτε δι’ ὅλης ἡμέρας ὁμιλοῦμεν, ὁ δὲ περιέχων ἡμᾶς ἀὴρ ἔξωθέν τε

3

.

1

.

5

περικέχυται πᾶσι καὶ ἕλκεται διὰ τῆς εἰσπνοῆς. ἀναγκαῖον οὖν συν‐ διατίθεσθαι ταῖς κατὰ τὴν κρᾶσιν ἐξαλλαγαῖς αὐτοῦ τὰ τῶν ζῴων

3

.

1

.

6

σώματα. ταῦτα οὖν ὁ γινώσκων οὐ προγνώσεται μόνον τὰς γενησο‐ μένας νόσους ἐν ἑκάστῃ τῶν καταστάσεων, ἀλλὰ καὶ κωλύσει γενέσθαι, ταῖς τοῦ περιέχοντος ἀμέτροις κράσεσι τὴν ἐναντίαν ἐπιτεχνώμενος

3

.

1

.

7

δίαιταν. ὅσα μὲν οὖν ἐγγὺς ἤδη τοῦ νοσεῖν ἐστι σώματα νόσον τινὰ διὰ τὴν οἰκείαν δυσκρασίαν, ταῦτα ὑπὸ τῆς ὁμοίας τοῦ περιέχοντος ἡμᾶς κράσεως ἐξελέγχεται· τὰ δ’ ἐναντίως κεκραμένα τῷ περιέχοντι πρὸς τῷ μηδὲν ἀδικεῖσθαι γίνεται βελτίω, τὴν ἀμετρίαν τῆς κράσεως
5[ἐξελέγχεται] τῆς ἐναντίας ἀμετρίας κολαζούσης, καὶ ὁ γινώσκων τοῦτο τὴν ὑγείαν φυλάξει τοῖς σώμασι τἀναντία προσάγων, ποτὲ μὲν ἀνα‐ ψύξεσι χρώμενος, εἰ οὕτως τύχῃ, ποτὲ δὲ θερμάνσεσιν ἢ ἐν ὕδασιν ἐπαγωγαῖς ἀναψύχων καὶ ἀργίαις καὶ τροφῶν ἐνδείαις καὶ πόσεως
πλεονασμοῖς, τῇ δὲ σκέπῃ θερμαίνων καὶ σιτίῳ πλείονι καὶ ποτῷ396

3

.

1

.

8

ἐλάσσονι. καὶ πυρὰν δέ τις ἀνακαίων πολλὰ δύναιτο ἂν μεταβάλλειν ἐπὶ τὸ θερμὸν καὶ ξηρὸν τὸν ἀέρα τέως ὑγρὸν ὄντα, καθάπερ ποιῆσαί φασιν Ἄκρωνα τὸν Ἀκραγαντῖνον.

3

.

2

t

Ἐφημέρων πυρετῶν ἰάσεις.

3

.

2

.

1

Οἱ μὲν πλείους τῶν πυρετοῖς ἁλισκομένων τῆς τοῦ ἰατροῦ παρ‐ ουσίας χρῄζουσιν· εἰσὶ δ’ οἳ δύνανται καὶ ἄνευ τοῦ ἰατροῦ βοηθείας

3

.

2

.

2

τυγχάνειν. ἐπὶ γοῦν τῶν ἐφημέρων, τοὺς μὲν διὰ κόπον πυρέξαντας ἐλαίῳ δαψιλεῖ μαλακῶς ἀνατρίβειν χρὴ καὶ λούειν· τοὺς δὲ διὰ ξηρό‐ τητα τρίβειν μὲν ἔλαττον, λούειν δὲ πλεονάκις· τοὺς δὲ διὰ λύπας καὶ φροντίδας καὶ ἀγρυπνίας ὀλιγάκις μὲν λούειν, πλέονι δ’ ἐλαίῳ καὶ

3

.

2

.

3

χλιαρῷ στῦψιν οὐδὲ ἡντινοῦν ἔχοντι μὴ ἐπὶ πολὺ τρίβειν. τοὺς δὲ δι’ ἔγκαυσιν κατ’ ἀρχὰς μὲν τοῖς ψύχουσιν ἰᾶσθαι μετὰ τοῦ πλείονα

3

.

2

.

4

λούειν, μὴ πολλῷ δὲ τῷ ἐλαίῳ μηδ’ ἐπὶ πολὺ τρίβειν. ῥόδινον δ’ ἔστω τὸ ψῦχον καὶ ὀμφάκινον ἔλαιον χωρὶς ἁλῶν σκευασθέν· ψύχειν δὲ ταῦτα θέντας ἐν ὕδατι ψυχρῷ ἢ χιόνι περιπλάττοντας καὶ δια‐ βρέχειν τὴν κεφαλὴν κατὰ τοῦ βρέγματος, ἐξ ὕψους καταχέοντας δι’
5ἐρίου τὸ ψυχθὲν ἔλαιον· ταῦτα δὲ μέχρι παρακμῆς ποιήσαντας ἐπὶ τὸ

3

.

2

.

5

λουτρὸν ἄγειν. καὶ τοὺς διὰ ψῦξιν δὲ πυρέξαντας ἐν ταῖς παρακμαῖς ἐπὶ τὸ λουτρὸν ἄγειν· κατάρρου δὲ παρακολουθήσαντος, δεῖ μὲν ψύχειν, μὴ

3

.

2

.

6

λούειν δέ, πρὶν πέψιν γενέσθαι. τοὺς δὲ δι’ ἔγκαυσιν, κἂν ᾖ κατάρρους,

3

.

2

.

7

λουστέον. ἐν δὲ τοῖς λουτροῖς τὴν κεφαλὴν ἐφ’ ἑκατέρων ἐπιβρέχειν τοῖς αὐτοῖς οἷς κατ’ ἀρχάς, ψύχουσι μὲν ἐπὶ τῶν διὰ θερμότητα

3

.

2

.

8

παθόντων, θερμαίνουσι δ’ ἐπὶ τῶν διὰ ψῦξιν. σύμμετρα δ’ ἔστω τὰ θερμαίνοντα, οἷον τό τε ἴρινον καὶ νάρδινον μύρον· χρῆσθαι δ’ αὐτοῖς

3

.

2

.

9

ἐν ταῖς παρακμαῖς μετὰ τὸ λουτρόν. τοὺς δὲ διὰ στέγνωσιν πυρέξαντας ὠφελεῖ λουτρὸν γλυκέων ὑδάτων καὶ τρίψεις καὶ γυμνάσια ἀραιωτικὰ καὶ δίαιτα γλυκύχυμος· τὰ δὲ στύφοντα καὶ ψύχοντα καὶ τὰ ἐμπλάτ‐ τοντα τοὺς πόρους καὶ τὸ δέρμα ὑπερξηραίνοντα βλάπτει σφοδρῶς.

3

.

2

.

10

τοὺς δὲ δι’ ἀσιτίαν, τοῦ πρώτου παροξυσμοῦ παρακμάσαντος, εἰσάγον‐ τας εἰς τὸ βαλανεῖον δαψιλὲς ἔλαιον χλιαρὸν καταχέειν καὶ ἀνατρίβειν προσηνῶς ποιεῖν τε χρονίζειν ἐν τῷ τῆς θερμῆς ἐμβάσεως ὕδατι.

3

.

2

.

11

λουσάμενον δ’ ἀναπαύειν ὡς ἀνακτήσασθαι τὴν δύναμιν καὶ πάλιν εἰσαγαγεῖν εἰς τὸ βαλανεῖον· εἶτ’ ἐξελθόντος, μετὰ τὸ πιεῖν εὐθὺς ὕδατος χυλὸν διδόναι πτισάνης καί ποτε καὶ θριδακίνης, εἶθ’ ὕστερον

3

.

2

.

12

τῶν ἁπαλοσάρκων τινὸς ἰχθύων διὰ ζωμοῦ λευκοῦ γεγονότων. κοινὴ δὲ πᾶσιν ἁρμόττει τοῖς εἰρημένοις πυρετοῖς εὔπεπτος δίαιτα μηδαμῶς
ἐμφράττουσα, τοῖς μὲν ἐγκαυθεῖσι καὶ θυμωθεῖσι μετὰ τοῦ ψύχειν καὶ ὑγραίνειν, τοῖς δὲ ψυχθεῖσι μετὰ τοῦ μετρίως θερμαίνειν, τοῖς δὲ397
5λυπηθεῖσι καὶ φροντίσασι καὶ ἀγρυπνήσασι μετὰ τοῦ ὑγραίνειν καὶ

3

.

2

.

13

ὕπνον ἐπάγειν. καὶ τοῖς μὲν κοπωθεῖσιν ἀτροφώτερον ἔστω τὸ εἶδος τῆς διαίτης, τοῖς δὲ ψυχθεῖσι τροφιμώτερον, τοῖς δ’ ἄλλοις τὸ μέσον.

3

.

2

.

14

οἶνον δὲ διδόναι πᾶσι τοῖς εἰρημένοις, εἰ καὶ μὴ κεφαλὴν ἀλγοῖεν, τὸν ὑδατώδη καὶ λεπτόν· τοῖς δὲ στεγνωθεῖσιν, εἰ μὲν μὴ σφοδρῶς τοῦτο πάθοιεν ἄνευ πληθώρας, διδόναι καὶ τούτοις οἶνον· τοὺς δὲ πάνυ

3

.

2

.

15

στεγνωθέντας μετὰ πληθώρας κωλύειν προσφέρεσθαι. καὶ τοῖς θυμω‐ θεῖσι δὲ τοῦ πάθους ἐκτὸς παντελῶς γινομένοις διδόναι, μὴ παυσαμέ‐

3

.

2

.

16

νοις δὲ τελέως οὐκ ἀσφαλὲς προσφέρειν. τοὺς δ’ ἐπὶ βουβῶσι πυρέ‐ ξαντας λούειν, πρότερον τοῦ ἕλκους πρόνοιαν ποιησαμένους, ἐφ’ ᾧ γέγονεν ὁ βουβών, κατὰ τὴν παρακμὴν τοῦ παροξυσμοῦ· κωλύειν δ’ αὐτοὺς οἴνου προσφέρεσθαι, πρὶν τοὺς βουβῶνας λυθῆναι, καὶ λεπτό‐

3

.

2

.

17

τερον διαιτᾶν. ὑπὸ δὲ τοῦ ψυχροῦ πόματος οἱ τοὺς δριμεῖς καὶ καπνώ‐ δεις χυμοὺς ἀθροίζοντες ὀνίνανται πάντες, ὑγιαίνοντές τε καί τινι τῶν ἐφημέρων πυρετῶν ἀρρωστήσαντες, ὅταν ἐν συνηθείᾳ τύχωσιν ὄντες· ὡς ἔν γε τούτῳ τῷ καιρῷ κατάρχεσθαι τοῦ τοιούτου πόματος αὐτοῖς

3

.

2

.

18

οὐκ ἀσφαλές. καὶ τρέφειν δέ τινας τούτων κατὰ τὸν πρῶτον παρ‐ οξυσμὸν ἀναγκαῖον· ἐκχολοῦνται γὰρ ἐπὶ τῶν πικροχόλων φύσεων· 〈ὅταν δὲ〉 φρίττειν ἄρξωνται, διδοὺς εἰς οἶνον κεκραμένον ἄρτου τι προσενέγκασθαι τήν τε φρίκην εὐθὺς παύσεις καὶ τὸν πυρετὸν διώξεις.

3

.

2

.

19

τῆς φρίκης δὲ παυσαμένης καὶ τοῦ πυρετοῦ γινομένου, κατὰ μὲν τὸν καιρὸν τοῦτον μηκέτι τρέφειν· παρακμάσαντος δὲ τοῦ παροξυσμοῦ, παραχρῆμα θρέψεις μὴ περιμείνας τὴν ἀπυρεξίαν· ἐν γὰρ ταῖς αὐχμώ‐ δεσιν ἕξεσιν οὐκ ἂν παύσαιτο σαφῶς ὁ παροξυσμός, πρὶν λουτροῖς καὶ

3

.

2

.

20

ὑγραινούσαις τροφαῖς χρήσασθαι. κατὰ δὲ τὰς πικροχόλους κράσεις καὶ ἀπεψίαι πυρετοὺς ἐξάπτουσι, διαφθειρομένης τῆς τροφῆς ἐπὶ τὸ κνισ‐ σῶδες· κενωθέντων μὲν οὖν τῶν διαφθαρέντων μορίων, λούειν καὶ τρέφειν προσήκει κατὰ τὴν παρακμὴν τοῦ πυρετοῦ τῆς γαστρὸς προ‐

3

.

2

.

21

νοουμένους πρότερον. ἀμέτρου δὲ γενομένης τῆς κενώσεως καὶ καθαι‐ ρουμένης τῆς δυνάμεως, τρέφειν ἄνευ τοῦ λούειν προνοησαμένους καὶ

3

.

2

.

22

νῦν τῶν κατὰ γαστέρα. ἔτι μὲν οὖν διαχωρούσης τῆς γαστρός, δι’ ἐλαίου καὶ ἀψινθίου· δήξεως δέ τινος ἢ πόνου παρακολουθήσαντος, πορφύρας πίλημα θερμὸν καὶ ξηρὸν ἢ βεβρεγμένον ἐν ἐλαίῳ καὶ μύρῳ ναρδίνῳ ἐκπεπιεσμένον σφοδρῶς ἐπιτιθέναι· τοῦ στομάχου δ’ ἀτονοῦν‐
5τος, μικτέον τῷ νάρδῳ μαστίχην λείαν καὶ δεύσαντας ὡς γλοιῶδες

3

.

2

.

23

γενέσθαι, εἶτα βρέξαντας ἐν αὐτῷ τὴν πορφύραν ἐπιτιθέναι. θερμὰ δὲ προσάγειν πάντα τὰ τοιαῦτα· τὸν γὰρ τόνον ἐκλύειν πέφυκε τὰ398

3

.

2

.

24

χλιαρά. τῆς γαστρὸς δ’ ἔτι διαχωρούσης, μηλίνῳ προσφάτῳ χρηστέον

3

.

2

.

25

ἀντὶ τοῦ νάρδου. χρήσαιτο δ’ ἄν τις καὶ κηρωτῇ τοιαύτῃ· κηροῦ καὶ

3

.

2

.

26

νάρδου ἴσον, ἀλόης δὲ καὶ μαστίχης τὸ ὄγδοον. θερμῆς δ’ οὔσης τῆς

3

.

2

.

27

γαστρός, καὶ νῦν ἀντὶ τοῦ νάρδου τῷ μηλίνῳ χρηστέον. ἔστι δὲ καὶ δι’ οἰνάνθης καὶ ὑποκιστίδος καὶ βαλαυστίων καὶ φοινίκων σαρκὸς ἐπι‐

3

.

2

.

28

τήδεια φάρμακα. τροφὴν δὲ διδόναι, ὑπιούσης μὲν ἔτι τῆς γαστρός, ἄλφιτα δι’ ὕδατος μέν, ἐνίοτε δὲ θερμοῦ σφοδρῶς, ἐνίοτε δ’ ἤτοι διὰ

3

.

2

.

29

χυλοῦ ῥοιῶν ἢ ἀπίων ἢ μήλων. μηκέτι δὲ ῥεούσης αὐτῆς, χόνδρος ἐπιτήδειος παραπλησίως ἠρτυμένος πτισάνῃ καὶ ὄξους ἔχων, καὶ οἱ πετραῖοι δ’ ἰχθύες ἐν λευκῷ ζωμῷ καὶ τῶν ὀπωρῶν τις τῶν στυφου‐

3

.

2

.

30

σῶν, μόνη 〈ἢ〉 μετ’ ἄρτου. ταῦτα δὲ καὶ ἐκκρινούσης αὐτῆς ἐπιτήδεια· καὶ μετὰ ταῦτα αἰονᾶν τά τε ὑποχόνδρια καὶ σύμπασαν τὴν γαστέρα.

3

.

2

.

31

κινεῖσθαι δ’ ἀρχομένης τῆς γαστρός, συνεργεῖν διὰ προσθέτων ἢ δι’ ἐνεμάτων βοηθοῦντας καὶ ταῖς ἄλλαις δήξεσι καὶ ταῖς ἐμπνευματώσεσιν, εἰ παρεῖεν· ταῖς μὲν οὖν σφοδραῖς δήξεσι βοηθεῖν ἔλαιον ἐκχέοντας, ἑνωθέντος ἐν αὐτῷ χηνείου στέατος ἢ ἀλεκτορίδος ἢ αἰγὸς ἢ ὑός,
5καὶ κηροῦ τι βραχύ· ταῖς δ’ ἐμπνευματώσεσιν ἔλαιον συνεψήσας πη‐

3

.

2

.

32

γάνου τι καὶ σελίνου σπέρμα καὶ κυμίνου καὶ μαράθρου. κενωθείσης δὲ τῆς γαστρός, διδόναι τροφὴν εὐθὺς χωρὶς τῶν στυφόντων.

3

.

3

t

Τριταίων γνησίων ἰάσεις.

3

.

3

.

1

Εὐπορήσεις δ’ ἰαμάτων καὶ ἐπὶ τῶν διαλειπόντων πυρετῶν, ὡς

3

.

3

.

2

δύνασθαι καὶ χωρὶς ἰατροῦ βοηθεῖν τοῖς κάμνουσιν. ἔστι δ’ ὁ μὲν τρι‐

3

.

3

.

3

ταῖος ὀξύτατός τε ἅμα καὶ οὐ κακοήθης. καὶ ὁ μὲν εἴσω τῶν δώδεκα ὡρῶν παυόμενος ἀκριβὴς καλεῖται τριταῖος, ὁ δ’ ὑπερβαίνων ταύτας

3

.

3

.

4

οὐκ ἀκριβής. ὠφελήσεις οὖν τὸν ἀκριβῆ τριταῖον οὕτως· ἐπεὶ τὴν γένεσιν ἔχει χολῆς πλεοναζούσης τε καὶ κινουμένης, ὑγραίνειν καὶ ψύχειν τὸν κάμνοντα προσῆκε καὶ κενοῦν ἐρεθίζοντας τὴν χολὴν διὰ γαστρὸς καὶ δι’ ἐμέτων. ἀλλὰ τοῦτο μὲν καὶ αὐτομάτως συμβαίνει τοῖς
5ἀκριβέσι τριταίοις· σὺ δὲ καὶ δι’ οὔρων καὶ δι’ ἱδρώτων κένου τὸ χολῶδες, σελίνου τε καὶ ἀνήθου διδοὺς ἀφέψημα πίνειν, καὶ λούειν ἐν ὕδατι θερμῷ καὶ γλυκεῖ· τοῦτο γὰρ οὐ διαφορεῖ μόνον τὴν χολήν, ἀλλὰ καὶ τῇ ποιότητι μεγάλως ὠφελεῖ, ψῦχον καὶ ὑγραῖνον τῇ δυνά‐

3

.

3

.

5

μει. λοῦε δὲ χωρὶς νίτρου χρήσεως, ἔλαιον θερμὸν περιχέων, καὶ οὕτως ἐμβιβάζων καὶ χρονίζειν ἐπιτρέπων ταῖς θερμαῖς ἐμβάσεσιν, ἐφ’ ὅσον ἂν προθυμῶνται· τοὺς δὲ φιλολούτρους κἂν δεύτερον λούσῃς, ὠφε‐

3

.

3

.

6

λήσεις. οἶνον δ’ ἐν ἀρχαῖς μὲν μηδ’ ὅλως ἐπιδιδόναι, μετὰ ταῦτα δὲ λευκὸν καὶ λεπτὸν καὶ ὑδαρῆ τέως καὶ ὀλίγον, ὕστερον δὲ τῆς λύσεως399

3

.

3

.

7

ἤδη τοῦ νοσήματος προσδοκωμένης, καὶ πλείονα. σιτία δὲ τοῖς ἀκριβέσι τριταίοις ἁρμόττει τὰ ψύχοντα καὶ ὑγραίνοντα· λαχάνων μὲν οὖν ἐπι‐ τήδεια βλίτα, ἀτράφαξυς, μαλάχη, θριδακίνη καὶ κολοκύντη, τῶν δ’ ἄλλων κατ’ ἀρχὰς μὲν χυλὸς πτισάνης καὶ ῥόφημα τὸ ἐκ χόνδρου
5μετὰ δὲ ταῦτα τῶν ἰχθύων οἱ πετραῖοι καὶ τῶν πτηνῶν τὰ μαλακό‐ σαρκα καὶ τῶν μὴ τοιούτων τὰ πτερὰ καὶ τῶν χοίρων οἱ πόδες καὶ ἐγκέφαλοι, τῶν δὲ νέων καὶ ἡ σὰρξ δίσεφθος· καὶ ὀπωρῶν δὲ τῶν μὴ δυσπέπτων συγχωρεῖν ἐσθίειν, εἴργειν δὲ παντὸς θερμοῦ καὶ δρι‐

3

.

3

.

8

μέος. τοὺς μὲν οὖν πολλοὺς οὕτω διαιτήσεις, τοὺς δ’ ἄνευ τρυφῆς ζῶντας χυλὸν πτισάνης διδοὺς μέχρι κρίσεως.

3

.

4

t

Τεταρταίου ἰάσεις.

3

.

4

.

1

Ὁ δὲ τεταρταῖος μακρότατός τέ ἐστι καὶ ἀκινδυνότατος ὅσον ἐφ’

3

.

4

.

2

ἑαυτῷ. δεῖ δὲ τοὺς κάμνοντας αὐτῷ κατ’ ἀρχὰς μὲν μήτε ἰσχυροῦ δόσει φαρμάκου συγκινεῖν μήτε κενοῦν σφοδρῶς, διαιτᾶν δὲ τοῖς ἀφύ‐ σοις καὶ τὴν γαστέρα ὑπομαλάττειν τοῖς συνήθεσι, μήτε δὲ χοιρείων λαμβανέτωσαν κρεῶν μήτε ὅλως τῶν γλίσχρων καὶ παχυχύμων ἐδε‐
5σμάτων, ἀπεχέσθωσαν δὲ καὶ τῶν ψυχόντων καὶ ὑγραινόντων πάντων· οἴνῳ δὲ λευκῷ καὶ λεπτῷ θερμαίνοντι χρησάσθωσαν καὶ τῶν πτηνῶν τοῖς μὴ ἐν ἕλεσι καὶ λίμναις διαιτωμένοις καὶ τοῖς εὐπέπτοις καὶ

3

.

4

.

3

μηδὲν ἔχουσι γλίσχρον τῶν ἰχθύων, καὶ ταρίχει δὲ καὶ νάπυϊ. καὶ πέπερι δ’ αὐτοὺς ὠφελήσει λεπτὸν καὶ χνοῶδες ἐπιπαττόμενον ὕδατι

3

.

4

.

4

θερμῷ καὶ πινόμενον. τρίψεων δὲ καὶ περιπάτων μὴ εἰργέσθωσαν·

3

.

4

.

5

λουτροῦ δ’ εἰ δύναιντο παντελῶς ἀπέχεσθαι, κάλλιον. κατ’ ἀρχὰς μὲν οὖν οὕτως· περὶ τὴν ἀκμὴν δὲ λεπτότερόν τε διαιτᾶν καὶ ἐᾶν ἡσυχά‐ ζειν ἐπὶ πλέον αἰονᾶν τε τὰ ὑποχόνδρια καὶ καταπλάττειν τοῖς μαλάσ‐

3

.

4

.

6

σουσι καὶ χαλῶσιν· εἶθ’ οὕτως τοῖς οὐρητικοῖς κεχρῆσθαι. καὶ τῆς παρακμῆς ὑποφαινομένης, καθαίρειν σφοδρότερον τῷ τὴν μέλαιναν κενοῦντι χολήν (αὕτη γὰρ γεννᾷ τὸ νόσημα πλεονάσασα) καὶ διδόναι τῆς θηριακῆς ἐφεξῆς ἤ τι τῶν ἄλλων τῶν πείρᾳ † δεδωκότων, οἷόν
5ἐστι τόδε τὸ πάνυ δοκιμώτατον· ὀποῦ Κυρηναϊκοῦ, πεπέρεως, σμύρνης,

3

.

4

.

7

πηγάνου φύλλων ἀνὰ 𐅻 α· λειωθέντα καὶ μιχθέντα ἀναλαμβάνεται Ἀττικῷ μέλιτι καὶ δίδοται πρὸ ὀλίγου τῆς ἐπισημασίας σὺν ὀξυμέλιτι

3

.

4

.

8

πλῆθος ὀβολῶν δύο. εἴ τις τοῦ τοιούτου φαρμάκου κατ’ ἀρχὰς δοίη, ἁπλοῦν μὲν ὄντα πολλάκις διπλοῦν κατασκευάσει τὸν τεταρταῖον ἢ μείζονά τε καὶ χαλεπώτερον πάντως, διπλοῦν δὲ τυγχάνοντα τριπλοῦν

3

.

4

.

9

ποιήσει. τὰ δὲ κατὰ περίοδον ἰᾶται ῥίγη πάντα ὅσα παχέων καὶ γλί‐ σχρων χυμῶν ἔγγονα τυγχάνει, τό τε ἀγαρικὸν καὶ ἡ καλαμίνθη διὰ μελικράτου πινομένη καὶ ἐνεψηθεῖσα ἐλαίῳ, τοῦ σώματος ὅλου γεν‐ ναίως ἀνατριβομένου, καὶ ὁ κόστος ὁμοίως καὶ πύρεθρον· τοῦτο δὲ400
5καὶ τοὺς ναρκώδεις καὶ τοὺς παρειμένους ὠφελεῖ. παύει δὲ ῥῖγος καὶ ἄγνου σπέρμα ὁμοίως ἐλαίῳ ἑψηθὲν καὶ δαφνίδες καὶ κόκκος Κνίδιος μετ’ ἐλαίου καὶ νίτρου.

3

.

5

t

Ἀμφημερινῶν ἰάσεις.

3

.

5

.

1

Ἀμφημερινὸς δὲ καὶ μακρότατός ἐστι καὶ οὐκ ἀκίνδυνος ὑπὸ

3

.

5

.

2

φλέγματος πλεονεξίας γεννώμενος. δεῖ δ’ αὐτὸν ἰᾶσθαι ὀξυμέλιτί τε χρώμενον μετὰ τὰς πρώτας ἡμέρας καὶ τοῖς οὖρα κινοῦσι δαψιλῶς καὶ

3

.

5

.

3

τοῖς ἄλλοις ἅπασι τοῖς τμητικοῖς. μετὰ δὲ ταῦτα προνοούντων τῆς γαστρός, κἄπειτα ἐμούντων ἀπὸ ῥαφανίδων καὶ τοῖς φλέγμα κενοῦσι

3

.

5

.

4

χρώμενοι καθαρτηρίοις. τὰ δ’ ἄλλα τῆς διαίτης εὔδηλα· θερμαίνειν

3

.

5

.

5

γὰρ ὠφελεῖ καὶ τέμνειν. ἐπεὶ δ’ ἀκμῆς καὶ παρακμῆς ἐμνημονεύσαμεν, εἰδέναι χρὴ τὸν μὲν τεχνίτην πάντας τοὺς καιροὺς τῶν νοσημάτων διαγινώσκειν ἔκ τε τῶν οὔρων μάλιστα καὶ τῶν σφυγμῶν· σοὶ δ’ ἀρ‐ κέσει γνωρίζειν ἐπὶ τῶν κατὰ περίοδον νοσούντων τὴν μὲν ἀκμὴν
5ἐκ τοῦ τοὺς παροξυσμοὺς μένειν ἐπὶ τῶν αὐτῶν χρόνων τε καὶ συμ‐ πτωμάτων, τὰς δὲ παρακμὰς ἐκ τοῦ καὶ τὸν χρόνον ἐλαττοῦσθαι τῶν παροξυσμῶν καὶ τὸ μέγεθος καὶ τὸ πλῆθος τῶν συμπτωμάτων μειοῦσθαι.

3

.

6

t

Περὶ τῶν συντηκτικῶν πυρετῶν.

3

.

6

.

1

Ἐπειδὰν χυμὸς παραπλήσιος τῇ ξανθῇ χολῇ διὰ γαστρὸς ἐκκρί‐ νηται πυρρότερος τῇ χρόᾳ καὶ δυσώδης καὶ γλοιώδης τὴν σύστασιν καὶ ἐλαιώδης ὀφθῆναι, γινώσκειν χρὴ πιμελῆ καὶ νεοπαγῆ σάρκα τήκε‐ σθαι πρὸς τοῦ πυρετοῦ διακαεστάτου καὶ σφοδροτάτου τυγχάνοντος·
5χρονίσαντος δ’ αὐτοῦ, ὡς καὶ τῶν στερεῶν αὐτῶν γίνεσθαι σύντηξιν·

3

.

6

.

2

διὸ καὶ χαλεπώτατός ἐστιν ἁπάντων πυρετῶν ὁ τοιοῦτος. εὔδηλον οὖν ὡς σβεστηρίοις ἰάμασι χρησόμεθα, ψυχρόν τε ἄγαν προσφέροντες ὕδωρ πίνειν καὶ καταπλάσματα ψύχοντα κατὰ τοῦ θώρακος καὶ τῶν ὑποχονδρίων καὶ ἐπιθέματα τοιαῦτα καὶ τροφὰς ψυχούσας.

3

.

7

t

Περὶ λειποθυμιῶν.

3

.

7

.

1

Αὐτὸ μὲν τὸ πρᾶγμα τῆς λειποθυμίας ἕν ἐστιν· αἰτίαι δ’ αὐτοῦ
πλείους, καὶ θεραπεῖαι καθ’ ἑκάστην αὐτῶν ἴδιαι. τοσοῦτον οὖν ὑπὲρ αὐτῶν νῦν ἐροῦμεν, ὅσον ἄν τις μαθὼν ἱκανὸς εἴη τοῖς ἐξαίφνης401

3

.

7

.

2

προσπίπτουσιν ἐνίστασθαι παροξυσμοῖς. τοῖς μὲν οὖν ἐπὶ χολέραις καὶ κοιλίας ῥύσεσι καὶ ταῖς ἄλλαις κενώσεσι ταῖς ἀμέτροις λειποθυμοῦσιν ὕδωρ τε προσραίνειν ψυχρὸν καὶ ἀνατρίβειν τήν τε ῥῖνα καὶ τὸ στόμα τῆς γαστρὸς καὶ σπαράττειν δακτύλων ἢ πτερῶν καθέσει καὶ ἀναγκάζειν
5ἐμεῖν σκέλη τε καὶ χεῖρας διαδεῖν πλείοσι καὶ σφοδροτέροις δεσμοῖς, τὰ ἄνω μὲν ἐν ταῖς κάτωθεν κενώσεσι, τὰ δὲ κάτω ἐν ταῖς ἄνωθεν.

3

.

7

3,4

βοηθεῖ δὲ ταῖς τοιαύταις ἐκλύσεσι καὶ οἶνος ψυχρῷ κεκραμένος. λου‐

3

.

7

.

4

(2)

τρὸν δὲ τοῖς μὲν εἰς τὴν γαστέρα ῥεύμασιν ἐπιτηδειότατον, τοῖς δὲ δι’ αἱμορραγίαν ἢ ἱδρώτων ἀμετρίαν λειποθυμοῦσι πολεμιώτατον (ψύ‐ ξεως γὰρ οὗτοι καὶ στύψεως, οὐ χαλασμοῦ δέονται)· ψυχρῷ δ’ ὕδατι

3

.

7

.

5

κεκραμένος οἶνος αὐτοῖς ἐπιτήδειος. οὔτε δὲ διαδεῖσθαι συμφέρει τού‐ τους οὔτε ἐμεῖν οὔτε ὅλως κινεῖσθαι, ψύχεσθαι δ’ ἁρμόττει καὶ πυ‐ κνοῦσθαι· διὸ πνεύματά τε ψύχοντα κατασκευάσομεν εἰσρεῖν καὶ τὸν ἀέρα τοῦ οἴκου τρέψομεν εἰς ψυχρὰν καὶ στύφουσαν ποιότητα διὰ

3

.

7

.

6

μυρσίνων καὶ ῥόδων καὶ ἑλίκων ἀμπέλων εἰσκομιδῆς. τούτοις μὲν

3

.

7

.

7

βοηθεῖν οὕτως, ἔν γε τῷ παραχρῆμα· τῶν δὲ διὰ πλῆθος λειποθυ‐ μούντων ἀνατρίβειν ἐπὶ πλεῖστον καὶ θερμαίνειν καὶ διαδεῖν τὰ κῶλα, τροφῆς δ’ αὐτοὺς καὶ οἴνου καὶ λουτροῦ εἴργειν, εἰ πυρέττοιεν, διδόναι δὲ μόνον μελίκρατον ἢ ὀρίγανον ἢ ὕσσωπον ἢ γλήχωνα ἢ θύμον συν‐

3

.

7

.

8

εψημένον ἔχον· διδόναι δὲ καὶ ὀξυμέλιτος. ὁμοίως δὲ καὶ τὰς ἐφ’ ὑστέραις ἐκλυομένας θεραπεύομεν χωρὶς τοῦ διδόναι τοῦ ὀξυμέλιτος.

3

.

7

.

9

διαδεῖν δὲ καὶ τρίβειν αὐτῶν τὰ σκέλη καὶ πυρίας προσάγειν, αἷς μὲν ἐκκρίσεις πολλαὶ γίνονται, κατὰ τῶν μαστῶν, αἷς δ’ ἀνέσπασται μήτρα καὶ παρέσπασται, κατὰ βουβώνων καὶ μηρῶν· καὶ ὀσφραντὰ ταῖς μὲν ῥισὶ δυσωδέστατα, ταῖς δὲ μήτραις τὰ εὐώδη καὶ τὰ θερμαίνοντα καὶ

3

.

7

.

10

τὰ χαλῶντα προσάξομεν. δι’ ἀτονίαν δὲ τοῦ στομάχου λειποθυμίας γενομένης, ἐπιπλάσμασι χρησόμεθα κατὰ τοῦ μορίου τονοῦσι διὰ φοι‐ νίκων καὶ οἴνου καὶ ἀλφίτων καὶ κρόκου καὶ ἀλόης καὶ μαστίχης, ἐμ‐ βροχαῖς δὲ ταῖς δι’ ἀψινθίου καὶ μαστιχίνου καὶ μηλίνου καὶ ναρδίνου

3

.

7

.

11

καὶ οἴνου. θέρμης δ’ οὔσης καὶ ἐγκαύσεως, τούτοις μιγνύναι τι τῶν ψυχόντων, ἢ τῆς κολοκύντης ἢ τῆς θρίδακος τὸν χυλὸν καὶ τοῦ στρύ‐

3

.

7

.

12

χνου καὶ τοῦ ὄμφακος. ὠφελεῖ δ’ αὐτοὺς γενναίως καὶ ἡ τῶν ἄκρων

3

.

7

.

13

ἀνάτριψις. ἐπὶ τούτοις ἐὰν βέλτιον διατεθῶσι, τοὺς μὲν ἐγκαιομένους
εὐθὺς ἐπὶ τὸ λουτρὸν ἄγειν, τοῖς δὲ διὰ ψύξεώς τινος αἴσθησιν ἔχουσι τὸ διὰ τριῶν πεπέρεων ἢ καὶ καθ’ ἑαυτὸ τὸ πέπερι δώσεις καὶ ἀψιν‐402

3

.

7

.

14

θίου πίνειν. εἰ δὲ διὰ χυμοὺς μοχθηροὺς καὶ δάκνοντας ἔκλυσις παρακολουθοίη, πίνειν διδοὺς θερμὸν ὕδωρ ἢ ὑδρέλαιον ἐμεῖν ποίει.

3

.

7

.

15

δυσεμὴς δ’ εἴ τις εἴη, θερμαίνειν πρότερον τὰ περὶ τὸν στόμαχον καὶ χεῖρας καὶ πόδας· εἰ δὲ μηδ’ οὕτως ἐμοίη, δακτύλους ἢ πτερὰ καθιέ‐ τωσαν· μηδ’ οὕτως δὲ δυναμένων, ἔλαιον θερμὸν πινέτωσαν· τοῦτο δὲ πολλάκις οὐκ ἔμετον κινεῖ, τὴν γαστέρα δ’ ἐρεθίζει καὶ χρησιμώτατόν
5ἐστι· διὸ κἂν μὴ γίνηται, συνεργεῖν ἡμᾶς ἄμεινον προσθέτοις χρωμέ‐

3

.

7

.

16

νους. βέλτιον δ’ ἐπὶ τούτοις διατεθέντι κόμην ἀψινθίου διδόναι πίνειν ἐν μελικράτῳ συνεψηθεῖσαν καὶ παντοίως ῥωννύναι τὰ μόρια διά τε

3

.

7

.

17

τῶν ἔξωθεν ἐπιτιθεμένων καὶ διὰ τῶν ἔσωθεν λαμβανομένων. οὐ μὴν κατ’ ἀρχὰς οὕτω ποιεῖν προσῆκεν, ἀλλὰ μετὰ τὴν κένωσιν τῶν μοχθη‐

3

.

7

.

18

ρῶν χυμῶν. εἰ δὲ φλέγματος ἀθροισθέντος ἐν στομάχῳ πολλοῦ καὶ ψυχροῦ τὰς ἐκλύσεις συμβαίνει γίνεσθαι, καταιονήσεις τὸ μόριον ἐπὶ πλεῖστον ἐλαίῳ ἀψινθάτῳ καὶ δώσεις μελίκρατον, ὕσσωπον ἤ τι τοι‐ οῦτον ἐνεψήσας, ἢ ὀξυμέλιτος καὶ πεπέρεως· τμητικώτερον γὰρ εἶναι

3

.

7

.

19

χρὴ τὸν σύμπαντα τρόπον τῆς βοηθείας. ὅταν δ’ ἐπὶ ψύξεσιν ἰσχυραῖς λειποψυχήσῃ τις, βοηθήσεις πᾶσι τρόποις ἐκθερμαίνων, οἶνόν τε διδοὺς κεκραμένον θερμῷ καὶ τροφὰς θερμαινούσας καὶ ἀνατρίβων παρὰ πυρί.

3

.

7

.

20

τἀναντία δὲ ποιήσεις ἐπὶ τῶν διὰ πλείονα θερμασίαν λειποψυχούντων, ἐν ἀέρι πνιγώδει διατριψάντων καὶ ἐν λουτρῷ χρονισάντων· τονώσεις οὖν αὐτοὺς ἐν τῷ παραχρῆμα ψυχρὸν ὕδωρ ἐπιδιδοὺς πιεῖν καὶ ῥιπί‐ ζων καὶ καταπνεῖσθαι ποιῶν καὶ ἀνατρίβων τὸν στόμαχον, μετὰ δὲ

3

.

7

.

21

ταῦτα καὶ οἶνον καὶ τροφὰς διδούς. εἰ δὲ διὰ φλεγμονῆς ὑπερβολὴν ἢ κακοήθειαν πυρετῶν λειποθυμοίη τις ἐν ταῖς εἰσβολαῖς μετὰ τοῦ καταψύχεσθαι πόδας, θερμαίνων καὶ ἀνατρίβων σφοδρότερον καὶ δια‐ σφίγγων τὰ ἄκρα κατακοιμᾶσθαί τε κωλύων καὶ πάσης εἴργων προσ‐

3

.

7

.

22

φορᾶς σιτίου καὶ πόματος ἀναρρώσεις. τοῖς δὲ συγκοπῆναι διὰ ξηρό‐ τητα κινδυνεύουσιν ἄρτου τι σὺν οἴνῳ δώσεις ἢ χόνδρου παντάπασιν ὀλίγου· πλείονος γὰρ εἰ ἐπιδοίης ἢ δυσπέπτου σιτίου, συγκοπήσονται

3

.

7

.

23

ταχέως. εἰ δὲ δι’ ἔμφραξιν καιρίου τινὸς μορίου λειποψυχία παρείη, τό τε ὀξύμελι δίδου καὶ μελίκρατον, ἐναφεψηθέντος αὐτῷ γλήχωνος ἢ ὀριγάνου ἢ ὑσσώπου, καὶ τὰς τμητικωτέρας τῶν τροφῶν· ἀνατρι‐ βέσθω δὲ καὶ διαδείσθω καὶ τούτων τὰ κῶλα, καὶ τοῖς διουρητικοῖς δὲ

3

.

7

.

24

χρήσθωσαν. ῥᾷον δ’ ἐπὶ τούτοις διατεθέντες καὶ οἴνου λευκοῦ καὶ

3

.

7

.

25

λεπτοῦ μὴ πάνυ παλαιοῦ πινέτωσαν. εἰ δὲ δι’ ἀθρόαν πύου κένωσιν, ἀρκέσει τούτους τοῖς ὀσφραντοῖς ἀνακτησαμένους ῥοφήμασιν εὐπέπτοις

3

.

7

.

26

ἀνατρέφειν. εἰ δὲ δι’ ἡδονῆς ὑπερβολὴν ἢ λύπης ἢ θυμοῦ ἢ φόβου
ἢ ἐκπλήξεως λειποψυχία συσταίη, τοῖς τε ὀσφραντοῖς καὶ ταῖς τῶν403

3

.

7

.

27

ῥινῶν καταλήψεσιν ἀνακτησαμένους ἐμεῖν ἀναγκάζειν. οἱ δὲ διὰ κω‐ λικὴν διάθεσιν ἤ τινος ἄλλου μορίου μεγίστην ὀδύνην λειποθυμοῦντες διά τε τῶν πυριαμάτων καὶ τῶν ἀνατρίψεων κατασταθήσονται.

3

.

8

t

Πρὸς διαφορουμένους δι’ ἱδρώτων.

3

.

8

.

1

Τῶν δὲ διαφορουμένων τοὺς ἱδρῶτας ἵστησι καταπασσομένη γῆ Σαμία, λιθάργυρος, γύψος, κηκίς, σχιστή, μυρσίνη, ἔλαιον οἰνάνθινον, ῥόδινον, μήλινον, σχίνινον, καταχριόμενα δὲ μάννα καὶ ἄμυλον σὺν ὠοῦ τῷ λευκῷ.

3

.

9

t

Πρὸς καρδιακούς.

3

.

9

.

1

Καρδιακοὺς δ’ ὠφελεῖ καταπλασσόμενα κατὰ τοῦ στομάχου βάτου φύλλα μετὰ κηρωτῆς ὀλίγης ἢ ἄρτου ἢ μυρσίνης φύλλα ἢ ἕλικες ἀμ‐ πέλου ἢ ἀρνόγλωσσον σὺν ἄρτῳ ἢ κηρωτῇ ὀλίγῃ ἢ μῆλα κυδώνια ἢ

3

.

9

.

2

φοίνικες. καὶ ἐνέματα δὲ παραλαμβάνεται ὠφελίμως πτισάνης χυλὸς καθηψημένων ἀκροκωλίων. καταχρίεται δ’ αὐτῶν καὶ τὰ ἄκρα ὠφελί‐ μως κηρωτῇ ὑγρᾷ μετὰ νάπυος λείου.

3

.

10

t

Περὶ βουλίμου.

3

.

10

.

1

Ὁ βούλιμος διὰ κατάψυξιν τοῦ στομάχου συνίσταται καὶ δι’ ἔν‐ δειαν καὶ ἀτονίαν τῆς δυνάμεως ὑπὸ τῆς ἔξωθεν ψύξεως καταπιπτού‐ σης· συνεδρεύει δ’ αὐτῷ πείνη κατ’ ἀρχάς, μὴ παραμένουσα μέχρι

3

.

10

.

2

παντός. τοῖς μὲν οὖν ἐν ὁδοιπορίαις ἢ καὶ ἄλλως πως βουλιμιῶσι διὰ τῶν ὀσφραντῶν βοηθήσομεν, μάλιστα δὲ κρέα 〈ὕεια〉 προσάγοντες ὀπτὰ ταῖς ῥισὶν ἢ ἐρίφεια καὶ τἄλλα τὰ κνισσώδη καὶ διακρατοῦντες τὰ ἄκρα τάς τε τρίχας ἀνασπῶντες καὶ τὰς σιαγόνας διαμοχλεύοντες.

3

.

10

.

3

ἀναρρωθεῖσι δ’ αὐτοῖς ἄρτον ἐν οἴνῳ κεκραμένῳ δώσομεν ἤ τι ἄλλο τῶν ταχέως ἀναλαμβανόντων τὴν δύναμιν.

3

.

11

t

Περὶ χολέρας.

3

.

11

.

1

Τὴν χολέραν δύναιτο ἄν τις κωλύειν, ἐμῶν ὁσάκις ἂν ὑπερπλη‐ ρούμενος τυγχάνῃ πρὸ τῆς προσφορᾶς τῶν σιτίων· καὶ ἤδη δὲ τρε‐ πομένων αὐτῶν, κωλύσειεν ἄν τις τὴν χολέραν, εἰ μελικράτου λαβὼν ἢ χλιαροῦ ὕδατος ἐμοίη, εἶτα πυριάσας ἐλαίῳ τὴν γαστέρα καὶ σκε‐

3

.

11

.

2

πάσας ἐρίοις κατακοιμηθείη χρόνον πλείονα τοῦ εἰωθότος. συστῆναι δ’ αὐτῆς φθασάσης, καὶ κενουμένων ἄνω καὶ κάτω μετὰ συντονίας, οὐ
μόνον τῶν φθαρέντων, ἀλλὰ καὶ ἑτέρας ὕλης τοῦ σώματος συνεφελ‐ κομένης, εἰ μὲν δήξεις σφοδραὶ παρακολουθοῖεν, μελίκρατον πίνοντα404
5κατακεραννύειν, εἰ δ’ εἶεν ἐπιεικεῖς, ἀμβλύνειν αὐτὰς ὕδατι καὶ μὴ

3

.

11

.

3

κωλύειν τὴν ἔκκρισιν τήν γε μὴ ἄμετρον. ὑπερκενώσεως δὲ γενομένης, καὶ σπασθῆναι κινδυνεύοντος τοῦ πάσχοντος καὶ ἀσφύκτου ὄντος καὶ τὰ ἄκρα καταψυχομένου καὶ ψυχρὸν ἱδροῦντος, τοῦ τεχνίτου χρεία·

3

.

11

.

4

μόλις γὰρ ἂν ὁ οὕτω διακείμενος καὶ ὑπόντος ἰατροῦ σωθείη. μὴ παρόντος δέ, πάντα ποιεῖν τὰ ἐνδεχόμενα καὶ ταινίαις μὲν ἢ ἐρίοις τὰ ἄκρα διαδεῖν, ἀνατρίβειν δὲ τὰ κατεψυγμένα μιγνύντα ἐλαίῳ κηροῦ τι καὶ πεπέρεως καὶ λίτρου ἢ ἰρίνῳ μύρῳ μετά τινος τούτων ἢ Σικυω‐

3

.

11

.

5

νίῳ μετὰ καστορίου· ταῦτα γὰρ ἐν τοῖς σπασμοῖς βοηθεῖ. διδόναι δ’ ἐφεξῆς τροφήν, κἂν ἐμέσῃ, πάλιν διδόναι, ἄχρις ἂν κατάσχῃ, καὶ τῇ τροφῇ προσεπιδιδόναι τι τῶν ῥωννύντων τὸν στόμαχον ὀπωρῶν, μήλου,

3

.

11

.

6

ἀπίου ἢ βότρυος ἤ τινος τοιούτου. μάλιστα δ’ οἶνος τοὺς χολεροὺς ὀνίνησιν· ὕπνον γὰρ ἐπάγων πολλάκις ἐλπίδας παρέχει τῆς σωτηρίας.

3

.

11

.

7

θερμότητος δὲ πλείονος περὶ τὰ στέρνα καὶ τὰ ὑποχόνδρια συνούσης, ἐπιψύχειν ῥοδίνῳ ἐμβρεχομένοις ὀθονίοις καὶ ἄλφιτα ἐπιρριπτοῦντας λειότατα μετὰ ῥοδίνου καὶ γλυκέος, διδόναι δ’ αὐτοῖς καὶ τὸν οἶνον ψυχρόν.

3

.

12

t

Περὶ ὀδύνης.

3

.

12

.

1

Ὅταν ἐν ὀδύνῃ τινὶ τυγχάνῃ μόριον, πολυπραγμόνει τὴν πρό‐ φασιν, εἰ διά τι τῶν ἔξωθεν γέγονεν· πολλοὶ γὰρ κατὰ τὸ λεληθὸς ἐν τῷ καθεύδειν ἐβλάβησαν οὐκ ὀλιγάκις ἔν τε ἀθρόαις ἐπιστροφαῖς

3

.

12

.

2

καὶ οὐ καλῶς ἐπεσχηματισμένον τὸ μόριον ἔχοντες. καὶ ψυχόμενα δὲ μέρη τίλμασι καὶ σπάσμασι περιπίπτοντα σφοδροτάταις ὀδύναις ἁλί‐

3

.

12

3,4

σκονται. γίνεται δὲ καὶ ὑπὸ ῥευμάτων ἐπώδυνα μόρια συνεχῶς. ἐὰν

3

.

12

.

4

(2)

οὖν τῶν προειρημένων μηδὲν αἴτιον ᾖ τῆς ὀδύνης, τὴν προηγησαμένην ἐπίσκεψαι δίαιταν τοῦ πάσχοντος, εἰ ἀργοτέρα τοῦ συνήθους, καὶ εἰ ἐνεπίπλατο σιτίων οὐκ εἰωθὼς ἢ τοῖς πολυτρόφοις ἐχρήσατο, καὶ εἰ
5κένωσίς τις εἰωθυῖα γίνεσθαι πρότερον νῦν μὴ γίνοιτο· τούτων γὰρ ἢ πάντων ἤ τινων συμβεβηκότων, πλῆθος αἴτιον εἶναι τῆς ὀδύνης ὑποληπτέον, καὶ χρὴ κενῶσαι διὰ φλεβοτομίας ἢ διὰ καθάρσεως, εἰ

3

.

12

.

5

κακοχυμία φαίνοιτο πλεονάζουσα. μὴ παρόντος δὲ τοῦ ταῦτα δρῶντος, παροχετεύσει χρηστέον, τὴν ὕλην ἀπάγοντας διὰ τῶν πλησίον, οἷον ἐν κεφαλῇ μὲν τῆς ὕλης οὔσης, διὰ ῥινῶν ἢ ὑπερῴας ἢ ἀντισπάσει μετάγοντας εἰς τοὺς ἐναντίους τόπους τὸ πλῆθος, ἀνατρίβων δριμέσι

3

.

12

.

6

φαρμάκοις τὰ κῶλα καὶ διαδέων. ὠφελείας δ’ ἐπὶ τούτοις μὴ γενο‐
μένης, πρόδηλον μὲν ὡς σφήνωσίς ἐστι τοῦ λυποῦντος, καὶ διαφορεῖν405

3

.

12

.

7

αὐτὸ προσήκει φαρμάκοις. διὰ πνεύματος δ’ ἔνστασιν τῆς ὀδύνης συμ‐ βαινούσης, προσκαρτερεῖν χρὴ τοῖς λεπτύνουσιν ἐδέσμασί τε καὶ πόμασι καὶ ἐνέμασιν ἀραιοῦντας τὸ πάσχον σῶμα διά τε πυριῶν καὶ καται‐

3

.

12

.

8

ονήσεων καὶ καταπλασμάτων. αἰτίου δ’ ὄντος ὄγκου παρὰ φύσιν, ἰάσῃ

3

.

12

.

9

δηλονότι τοῦτον. δακνώδους δ’ ὑγροῦ ποιοῦντος τὴν ὀδύνην, πολε‐ μιώτατα τὰ λεπτύνοντα καὶ θερμαίνοντα· κατάλληλα δέ, εἰ μὲν ἰᾶσθαι μέλλοι, τὰ κενοῦντα τὸν λυποῦντα χυμὸν διὰ τῶν ἀδήκτως ῥυπτόντων·

3

.

12

.

10

εἰ δὲ τοῦτο μὴ εἴη δυνατόν, τὰ κατακεράσαι δυνάμενα· καὶ τούτου δ’ ὄντος ἀδυνάτου, τὰ ναρκωτικὰ φάρμακα· τὰ μὲν γὰρ ὄντως ἀνώδυνα φάρμακα λεπτομερῆ τε εἶναι χρὴ καὶ μετρίως θερμά, μηδ’ ἡστινοσοῦν μετέχοντα στύψεως, οἷόν ἐστι τὸ ἀνήθινον ἔλαιον ὑπὲρ τοῦ κενῶσαι
5καὶ συμπέψαι καὶ ὁμαλῦναι πᾶν ὅσον ἐν τοῖς ὀδυνωμένοις ἐστὶ μορίοις.

3

.

12

.

11

τὰ δὲ λεγόμενα μόνον ἀνώδυνα ψύχει πᾶν τὸ σῶμα καὶ ναρκοῖ τὴν αἴσθησιν καταφοράν τε ἐργάζεται, καὶ χρὴ γινώσκειν ὡς ὅμοιόν τι νεκρώσει πάσχοντα τὰ μόρια καὶ τῶν ὀδυνώντων αἰτίων ἀναίσθητα

3

.

12

.

12

γίνεται. καὶ πολλοὶ τῶν συνεχῶς τὰ τοιαῦτα λαμβανόντων εἰς ἀνίατον ψῦξιν ἤγαγον τὰ μόρια· καὶ εἰ βραχεῖ δὲ πλείω ποθείη, θάνατον ἐπιφέρει.

3

.

13

t

Περὶ τῶν ἁπλῶν ἑλκῶν.

3

.

13

.

1

Ἐπειδὴ τὸ ἁπλοῦν ἕλκος διαίρεσίς ἐστι μόνον, εἴ τις συνάγει τὰ διαιρεθέντα δεσμὸν ἐν κύκλῳ περιθείς, συμφυήσεται τὰ διεστῶτα μόρια

3

.

13

.

2

χωρίς τινος ἑτέρας πραγματείας. δεῖ δέ, ὅταν μὲν καθ’ ἕν τι τῶν χειλῶν ἐκτετραμμένον εἴη τὸ ἕλκος εἰς τὸ πλάγιον, ἐκεῖθεν τὴν ἀρχὴν ποιεῖσθαι τῆς ἐπιδέσεως καὶ περιτρέπειν εἰς τἀναντία· κατ’ ἀμφότερα δ’ οὔσης τῆς ἐκτροπῆς, τὴν ἀπὸ δυοῖν ἀρχῶν παραλαμβάνειν ἐπίδεσιν
5καὶ προσάγειν οὕτως τὰ χείλη· μηδενὸς γὰρ τῶν χειλῶν μεταξὺ παρ‐ εμπεσόντος, οἷον τριχὸς ἢ ψάμμου ἢ ἐλαίου ἢ ῥύπου ἤ τινος τοιούτου,

3

.

13

.

3

πάντως συμφυήσεται τὸ ἕλκος. μεγάλου δ’ ὄντος τοῦ ἕλκους, ὡς μὴ δύνασθαι τὰ κεχωρισμένα δι’ ὅλου συναχθῆναι, ἢ ἰχῶρός τινος ἀθροι‐ σθέντος, ἢ ὀδύνης οὔσης, κολληθῆναι τὸ τοιοῦτον ἕλκος οὐχ οἷόν τε διὰ μόνης τῆς συναγωγῆς, καὶ χρεία ξηραίνοντος φαρμάκου τόν τε
5ἠθροισμένον ἐκδαπανῶντος ἰχῶρα καὶ κωλύοντος ἐπιρρεῖν ἕτερον.

3

.

13

.

4

ὑγρῶν μὲν οὖν κάλλιστόν ἐστιν οἶνος· ποιεῖ δὲ καὶ ὀξύκρατον καὶ μελίκρατον· τῶν δ’ ἄλλων κολλᾷ τραύματα δρυὸς φύλλα καταπλασσό‐ μενα καὶ ἰτέας καὶ κράμβης τε ὁ καρπὸς καὶ τὰ φύλλα καὶ ὁ χυλὸς καὶ ὁ φλοιὸς τῆς αὐστηροτέρας καὶ ὀξυτέρας, ἀρνόγλωσσον, πάπυρος

3

.

13

.

5

ὀξυκράτῳ ἢ οἴνῳ βραχεῖσα καὶ ἐν κύκλῳ περιειλουμένη. τὰ πρόσφατα κολλᾷ πίτυος καὶ πεύκης τὰ φύλλα, πτελέας τὰ φύλλα καὶ ὁ φλοιὸς πρόσφατος ὡς ἐπίδεσμος περιειλούμενος, σπόγγος καινὸς μεθ’ ὕδατος ἢ ὀξυκράτου ἢ οἴνου, τυρὸς πρόσφατος προλειωθείς· ἔξωθεν δ’ ἐπι‐406
5τιθέναι δεῖ φύλλα λαπάθου ἢ ἀμπέλου ἢ τεύτλου ἢ θριδακίνης· ὁ δ’

3

.

13

.

6

ὀξυγαλάκτινος τυρὸς καὶ τὰ μείζονα ὁμοίως ἐπιτεθείς. κολλῶσι καὶ ἄπιοι (τὰ δὲ μείζονα τραύματα αἱ ἀχράδες) καὶ ἀναστέλλουσι τὸ ῥεῦμα· ἵππουρις καταπλαττομένη, κἂν νεῦρα διατετμημένα τύχῃ· ἴσατις

3

.

13

.

7

ἡ ἥμερος 〈ἐπὶ〉 τῶν σκληρῶν σωμάτων. κοχλίου σὰρξ λειωθεῖσα κολλᾷ τραύματα μετὰ νεύρου τρώσεως καὶ θλάσεως γεγονότα ἐπὶ σκληρῶν σωμάτων· μιγνύναι δ’ αὐτῇ χρὴ λελειωμένῃ ἄχνην ἀλεύρου λαμβάνοντα ἀπὸ τοίχου πλησιάζοντος μύλῃ· σμύρνη σὺν ὕδατι καταχρισθεῖσα ἢ

3

.

13

.

8

λιβανωτός. γῆς ἔντερα καὶ νεύρων διακοπὰς κολλᾷ· πενταφύλλου

3

.

13

.

9

φύλλα μετὰ μέλιτος· σκόροδα καέντα καταπλασσόμενα. πρὸς δὲ τὰ πρεσβυτικὰ ἕλκη ἀναγαλλὶς ποιεῖ μετὰ κηρωτῆς, κριθαὶ καεῖσαι καὶ

3

.

13

.

10

ψιμύθιον σὺν κηρωτῇ μυρσίνῃ τριπλάσιον. πρὸς δὲ τὰ ἐν κεφαλῇ σμύρναν ξηρὰν ἐπίπασσε καὶ μὴ βρέχε (ταχέως γὰρ συνάγει) ἢ ἀλόην ξηρὰν ἢ ἀριστολοχίαν τρίψας μεθ’ ὕδατος (τοῦτο δὲ καὶ ὀστᾶ ἀνάγει),

3

.

13

.

11

ἢ λιβανωτὸν καὶ σμύρνην ἴσα τρίψας καὶ μετὰ μέλιτος καὶ οἴνου συν‐ εψήσας, ἕως πάχος σχῇ σύμμετρον, εἰς μοτὸν χρίων ἐπιτίθει.

3

.

14

t

Πρὸς τραύματα περιωδυνοῦντα καὶ φλεγμαίνοντα.

3

.

14

.

1

Ῥοιὰν γλυκεῖαν ἑψήσας ἐν οἴνῳ καὶ τρίψας κατάπλασσε. θαυμα‐

3

.

14

.

2

στὸν τοῦτο καὶ πολύχρηστον. πρός τε γὰρ τὰ ἐν κεφαλῇ ἕλκη ποιεῖ καὶ πρὸς τὰ ἐν αἰδοίοις καὶ πρὸς τὰ ἐν ὅλῳ τῷ σώματι περιωδυ‐ νοῦντα καὶ πρὸς ὀφθαλμοὺς φλεγμαίνοντας.

3

.

15

t

Περὶ τῶν κοίλων ἑλκῶν.

3

.

15

.

1

Τὸ κοῖλον ἕλκος ὑγρόν ἐστι καὶ ῥυπαρόν· δεῖται οὖν φαρμάκων τῶν μετρίως ξηραινόντων καὶ ῥυπτόντων. τοιαῦτα δ’ ἐστὶ λιβανωτός τε καὶ κρίθινον ἄλευρον καὶ κυάμινον καὶ ὀρόβινον καὶ ἶρις καὶ ἀρι‐

3

.

15

.

2

στολοχία καὶ καδμεία καὶ πάναξ καὶ πομφόλυξ. ὅταν δὲ μηδὲν ὠφε‐ λήσῃ τὸ προσαγόμενον σαρκωτόν, οὕτω πως ἐπ’ ἄλλο μεταβαίνειν· εἰ μὲν πλείων ὁ ῥύπος εἴη καὶ ὑγρότερον τὸ ἕλκος, εἰδέναι προσῆκεν ὡς ἐνδεέστερον ἐξήρανε τὸ φάρμακον, καὶ ἐπιτείνειν αὐτὸ μέλιτος
5μίξει· εἰ δὲ καθαρὸν καὶ ἄνικμον εὑρεθείη, πλέον ἢ ἐχρῆν ἐξήρανεν,

3

.

15

.

3

ἐλαίου τε αὐτὸ καὶ κηρωτῆς ἀνιέναι μίξει. συμβαίνει δ’ ἐνίοτε τοῦ
φαρμάκου τυγχάνοντος ἰσχυροτέρου συντήκεσθαί τι τῆς σαρκὸς ὡς ῥυπαρὸν καὶ ὑγρὸν φαίνεσθαι [καὶ] τὸ ἕλκος παραπλησίως τοῖς ἐν‐ δεέστερον ξηρανθεῖσιν· ἀλλὰ τοῦτο κοιλότερόν τε συντηκόμενον γίνεται407
5καὶ ὀχθῶδες τοῖς χείλεσιν ἐρυθρόν τε καί τι φλεγμονῆς ἔχον, πολλάκις δὲ καὶ δάκνεται σαφῶς ὁ πάσχων· τὸ δ’ ἕτερον ὑπὸ τῶν ἔλαττον

3

.

15

.

4

ξηραινόντων οὐδὲν ἔχει τούτων παρακολουθοῦν. σαπρότης ξύλων, καὶ μάλιστα ὅσα μετρίας μετέχει στύψεώς τε καὶ ῥύψεως, ὥσπερ καὶ ἡ πτελέα, καθαίρει καὶ ἀναπληροῖ τὰ καθαρὰ τῶν ἑλκῶν· ἀνεμῶναι προσ‐

3

.

15

.

5

τιθέμεναι. πίτυος φλοιὸν ἀποξύσας καὶ τρίψας μετὰ κηρωτῆς εἰς μοτοὺς ἐγχρίων ἐπὶ τῶν κοίλων ἑλκῶν, καὶ μάλιστα τῶν προσφάτων,

3

.

15

.

6

ἐπιτίθει· πληροῖ γὰρ αὐτά. καθαίρει δὲ τὰ ῥυπαρὰ πράσιον μετὰ μέλι‐ τος, ἀριστολοχία σὺν μέλιτι, ἐλαῖαι κολυμβάδες καταπλασθεῖσαι.

3

.

16

t

Περὶ τῶν οὐλῆς δεομένων ἑλκῶν.

3

.

16

.

1

Ξηραίνοντες καὶ στύφοντες τὴν σάρκα τῶν οὐλῆς δεομένων ἑλκῶν εἰς τοσοῦτον ὥστε μὴ μόνον διαφορῆσαι τὸ παρὰ φύσιν περιττὸν ἀλλὰ καὶ τοῦ κατὰ φύσιν ἅψασθαι, τὸ ἐπιπολῆς τοῦ ἕλκους παραπλή‐ σιον δέρματι κατασκευάσομεν καὶ εἰς οὐλὴν ἄξομεν τὸ ἕλκος· ἐπι‐
5τήδεια δ’ εἰς τοῦτο κηκὶς ὀμφακῖτις καὶ τὰ τῆς ῥοιᾶς λέμματα μετρίως

3

.

16

.

2

ξηραίνοντα. ὅσα δὲ χωρὶς τοῦ στύφειν ἀδήκτως ξηραίνει, καὶ ταῦτα εἰς οὐλὴν ἄγει, οἷον σμύρνα, λιθάργυρος, καὶ εἰ καυθείη, ὄστρεον (ἐπι‐ παττόμενα γὰρ ξηραίνει καὶ ταῦτα πολλάκις ἐπούλωσεν), πίτυος φλοιὸς σὺν κηρωτῇ μυρσίνῃ, κισσοῦ ἄνθος μετὰ κηρωτῆς, κρίνου ἡ ῥίζα σὺν

3

.

16

.

3

ῥοδίνῳ. τὰ δὲ παλαιὰ ἐπουλοῖ ἰξὸς σὺν λιβανωτῷ, ἰὸς μετὰ διφρυγοῦς ἴσου καὶ μετὰ κηρωτῆς μυρσίνης.

3

.

17

t

Περὶ τῶν ὑπερσαρκούντων ἑλκῶν.

3

.

17

.

1

Ἡ τῶν ὑπεραυξηθεισῶν σαρκῶν ἐπὶ τῶν ἑλκῶν καθαίρεσις ὑπὸ τῶν ἰσχυρῶς ξηραινόντων φαρμάκων γίνεται, οἷόν ἐστιν Ἀσσίας πέτρας

3

.

17

.

2

ἄνθος. καὶ τὰ ὀστρώδη δὲ πάντα καυθέντα μετρίως καθαιρεῖ τὰ ὑπερ‐ σαρκοῦντα καὶ προσστέλλει, καὶ οἱ ἐχῖνοι δ’ ὁμοίως ἀμφότεροι καυ‐ θέντες σὺν τῷ σώματι παντί, καὶ διφρυγὲς καταπασσόμενον καὶ χαλκοῦ ἄνθος καὶ λεπὶς καταπασσομένη.

3

.

18

t

Πρὸς ἕλκη ἐπιπόλαια καὶ παρατρίμματα καὶ ἀποσύρματα καὶ πρεσβυτικὰ καὶ ἁπαλόχρωτας.

3

.

18

.

1

Λιθαργύρου χρυσίτιδος 𐅻 ν, κηροῦ 𐅻 κ, ῥητίνης ξηρᾶς πευκίνης
𐅻 ιβ, ἐλαίου 𐆂ο α 𐅶· τὴν λιθάργυρον καὶ τὸ ἔλαιον ἑψήσας, μετὰ δὲ ταῦτα τὸν κηρὸν καὶ τὴν ῥητίνην ἐπιβαλών, ὅταν ἐμπλάστρου πάχος λάβῃ, καθελὼν ἀπὸ τοῦ πυρὸς καὶ βαλὼν εἰς θυίαν μαλάξας χρῶ.408

3

.

18

.

2

τὸ δ’ ἀποσυρὲν δέρμα οὐ χρὴ τῶν ἑλκῶν ἀποτέμνειν, ἀλλ’ ἐπάγειν αὐτὸ καὶ ἔξωθεν ἐπιτιθέναι τι τῶν ἐπιτηδείων φαρμάκων· κολλᾶται γὰρ οὕτω ποιησάντων πολλάκις τὸ ἀποσυρὲν δέρμα, κἂν μελανθῆναι φθάσῃ γυμνωθείσης δὲ τῆς σαρκὸς τοῦ δέρματος, δύσκολος ἡ ἐπού‐

3

.

18

.

3

λωσις γίνεται, δακνομένου καὶ ῥυπουμένου τοῦ ἕλκους. ἀφλέγμαντα δὲ τηρεῖ τὰ ἀποσύρματα ῥοῦς ἐρυθρὸς καταπλασσόμενος λεῖος σὺν μέλιτι, σχίνου κόμη καεῖσα καὶ σὺν μέλιτι ἐπιτεθεῖσα.

3

.

19

t

Πρὸς τὰ ἐξ ὑποδημάτων παρατρίμματα.

3

.

19

.

1

Πρὸς δὲ τὰ ἐξ ὑποδημάτων παρατρίμματα πνεύμων ἄρνειός τε

3

.

19

.

2

καὶ χοίρειος καὶ αἴγειος ποιεῖ. δέρμα παλαιὸν ἀπὸ τῶν καττυμάτων καυθὲν τὰ φλεγμαίνοντα μὲν οὐκ ὠφελεῖ, παυσάμενα δὲ τῆς φλεγμο‐ νῆς ὀνίνησι· ξηραντικὴ γάρ ἐστιν ἡ τοιαύτη τέφρα. κρόμμυον σὺν ὀρνι‐

3

.

19

3,4

θείῳ στέατι λείῳ. κηκῖδα καύσας καὶ τρίψας ἐπίπασσε. ἀκακίαν ἐν

3

.

19

.

4

(2)

ὄξει διεὶς ἐπίχριε.

3

.

20

t

Περὶ τῶν πυρικαύτων.

3

.

20

.

1

Τὰ δὲ πυρίκαυτα τῶν μετρίως ῥυπτόντων δεῖται φαρμάκων χωρὶς

3

.

20

.

2

τοῦ θερμαίνειν ἢ ψύχειν ἐπιφανῶς. γῆ τοίνυν Χία καὶ Κιμωλία, καὶ πᾶσα δὲ γῆ κούφη καταχριόμεναι δι’ ὄξους μὴ πάνυ δριμέος ἢ ὕδατος μιγνυμένου ποιοῦσι καλῶς καὶ κωλύουσι φλυκταινοῦσθαι, καὶ ὠὸν ὅλον ὠμὸν παραχρῆμα ἐπιτιθέμενον ἀναλαμβανόμενον ἐρίῳ μαλακῷ· καὶ
5γὰρ ἐμψύχει μετρίως καὶ ἀδήκτως ξηραίνει· ἢ μέλανι γραφικῷ περί‐ χριε· ἢ λιβανωτὸν λευκὸν ὕδατι διεὶς κατάχριε· ἢ φακὸν ἑψήσας καὶ

3

.

20

.

3

λεάνας κατάχριε. πρὸς δὲ τὰ ἤδη πεφλυκταινωμένα ῥοῦν καὶ ἄλφιτον τρίψας μετ’ ὄξους κατάπλασσε· κονίαν ἄσβεστον κηρωτῇ μιγνὺς καὶ εἰς ὀθόνιον εἰλήσας κατάκαυσον, ἕως τέφρα γένηται, καὶ διεὶς ἐλαίῳ

3

.

20

.

4

χρῶ· θαυμαστὸν φάρμακον. πίτυος ἢ πεύκης φλοιὸς καταπλασσόμενος ἐπουλοῖ· πίτυος φλοιὸς λεῖος ἢ ἀδίαντον ξηρὸν λεῖον ἢ μυρρίνης φύλλα κατακεκαυμένα λεῖα· ποιεῖ δὲ τούτων ἕκαστον καὶ μετὰ κηρω‐

3

.

20

.

5

τῆς συντιθέμενον. πρὸς δὲ τὰ ἀφ’ ὕδατος κατακαύματα πρὶν φλυκταίνας γενέσθαι ἅλμην ἐλαιῶν συνεχῶς κατάντλει ἢ αὐτὰς τὰς ἁλμάδας τρί‐ ψας ἐπιτίθει, ἢ στυπτηρίαν σχιστὴν τρίψας μετ’ ὄξους ἐπίχριε, ἢ κόλλῃ
ταυρείᾳ μεθ’ ὕδατος δαψιλοῦς τετηκυίᾳ κατάχριε.409

3

.

21

t

Περὶ ἐξανθημάτων.

3

.

21

.

1

Τὰ δ’ ἐξανθήματα γίνονται παχέων χυμῶν ἐν τῷ δέρματι σφη‐

3

.

21

.

2

νωθέντων, καὶ πλέον εἰς τὴν ἐπιδερμίδα πυκνὴν οὖσαν. χρὴ οὖν αὐτοὺς κενοῦν διὰ τοῦ δέρματος, εἰ μὴ πόρρω περισπᾶν εἰς τὸ βάθος

3

.

21

.

3

ἐπὶ τῷ διὰ γαστρὸς ἢ δι’ ἐμέτων κενῶσαι. καὶ μή τις ὑπολάβῃ συμ‐ βουλεύειν με μηδέποτε καθαίρεσθαι τοὺς τοιούτους διὰ γαστρός· δεῖ γὰρ ἐφ’ ὧν πλῆθος ὑπόκειται χυμῶν καθαίρειν· εἰ γάρ τις μὴ πράξας τοῦτο πρότερον ἐπιχειροίη διαφορεῖν, ἐμφράξει μᾶλλον ἢ κενώσει διὰ

3

.

21

.

4

τοῦ δέρματος τοὺς χυμούς. ἀλλά γε τὴν θεραπείαν τῶν ἐμπεπλασμέ‐ νων τῷ δέρματι χυμῶν διὰ τῶν πυριώντων τε καὶ θερμαινόντων ποι‐ ητέον, καὶ μάλιστα ὅταν πλατέα τυγχάνῃ τὰ ἐξανθήματα· τὰ γὰρ τοι‐ αῦτα δηλοῖ τὸν χυμὸν οὐ θερμὸν καὶ λεπτὸν ὑπάρχειν, ἀλλ’ ἱκανῶς

3

.

21

.

5

ψυχρὸν καὶ παχύν. δάφνης φύλλων ἁπαλῶν καὶ πηγάνου καὶ μάννης

3

.

21

.

6

ἴσον ἑκατέρου τρίψας καὶ διεὶς ἐν ἐλαίῳ κατάχριε. σταφίδα ἀγρίαν φρύξας καὶ τρίψας καὶ λιβανωτὸν μετ’ ἐλαίου διεὶς ἐπάλειφε· σεῦτλον ἁπαλὸν ἑψήσας καὶ τρίψας κατάπλασσε· κηροῦ 𐅻 η, θείου ἴσον, ἁλὸς

3

.

21

.

7

𐅻 ϛ. τὰ ξηρὰ τρίψας καὶ ἐπιχέας ἐλαίου 𐆂ο 𐅶 πάντα ὁμοῦ ἕψε καὶ γενομένῳ ἐμπλάστρῳ χρῶ· προσεδρεύειν δὲ τῇ ἑψήσει· ἀγαθὸν σφόδρα τὸ φάρμακον.

3

.

22

t

Περὶ κνησμῶν.

3

.

22

.

1

Κνησμοὺς δὲ κατασκευάζειν χρή, ὅταν ἐκ τοῦ βάθους προκαλέ‐ σασθαι δέον ᾖ χυμούς, κωλύειν δέ, ὅταν περὶ τὰ κνώμενα μόρια κίν‐ δυνος ᾖ ψώρας ἢ λέπρας ἤ τινα τῶν κακοήθων ἑλκῶν συστῆναι· κωλύσεις δὲ διὰ φαρμάκων ἀποκρουόμενος ἢ διὰ τοῦ καρτερεῖν κνη‐
5σιῶντα καὶ μὴ ψαύειν· παύεσθαι γὰρ πέφυκεν ἡ κνῆσις καὶ οὕτως.

3

.

22

.

2

πρὸς δὲ τοὺς ψωρώδεις κνησμοὺς θαλάσσῃ θερμῇ ἢ ὄξει θερμῷ λοῦε ἢ σικύου ἀγρίου ἀφεψήματι ὁμοίως, ἢ ἀμπέλου παλαιᾶς φλοιὸν φρύξας ἐπ’ ὀστράκου 〈καὶ〉 τρίψας προεπαλείψας τε τὸν ψωριῶντα τόπον βουτύρῳ ἐπίπασσε τοῦτο καὶ κατάδει, χρῶ τε τῷ φαρμάκῳ, μέχρις ἂν

3

.

22

.

3

ὑγιασθῇ. τὸ δ’ ὄπιον μεθ’ ὑγρᾶς κηρωτῆς συναλειφόμενον τοὺς κνη‐ σμοὺς καὶ τὰ ψυδράκια παρηγορεῖ.

3

.

23

t

Περὶ φλυκταινῶν.

3

.

23

.

1

Καὶ τὰς φλυκταίνας δ’ ὀξείᾳ βελόνῃ τιτρᾶν προσήκει καθ’ ὑπόρ‐ ρυσιν, εἶτ’ ἐκθλίβειν πρᾴως τὸ ὑγρόν, τὸ δέρμα προσκείμενον ἐῶντα, κἂν πληρωθῇ μύσαντος τοῦ τρήματος ἡ φλύκταινα, πάλιν αὐτὴν δεῖ
τιτρᾶν ὁμοίως καὶ ἐκθλίβειν καὶ φυλάττειν τὸ δέρμα προσσταλέν, ἄχρις410

3

.

23

.

2

ἂν ἐπουλώσῃ τὸ ὑπ’ αὐτῷ ἡλκωμένον. πρὶν μὲν οὖν ἐκραγῆναι τὰς φλυκτεῖς, ἑφθῷ φακῷ λείῳ μεθ’ ὕδατος κατάπλασσε, ἢ ῥοιᾶς ῥαβδία

3

.

23

.

3

χλιαίνων ἐν τέφρᾳ θερμῇ προστίθει καὶ κατόπτα τοὺς τόπους. ἐὰν δ’ ἐκραγῶσι καὶ ἕλκος γένηται, στέαρ ὕειον τήξας καὶ λιθαργύρου μίξας λείας εἰς ὀθόνιον ἐμπλάσας ἐπιτίθει, ἢ κρίνου ῥίζας ἑψήσας ἐν ὕδατι καὶ τρίψας μετὰ κηρωτῆς ἐπιτίθει.

3

.

24

t

Περὶ τῶν ἀναρρηγνυμένων ἑλκῶν.

3

.

24

.

1

Τινὰ τῶν ἑλκῶν συνουλούμενα πολλάκις μετὰ χρόνον οὐ πολὺν αὖθις φλεγμαίνουσί τε καὶ ἀναρρήγνυνται· παθόντος γὰρ ὀστοῦ τινος ἐνίοτε ἡ ἐπικειμένη σὰρξ ἐπουλοῦται μὲν ῥᾳδίως καὶ ὑγιὴς εἶναι δοκεῖ τελείως, πάλιν δ’ ἰχῶρος ἐπιρρυέντος κατ’ ὀλίγον ἐκ τοῦ φθειρομένου
5κατὰ βάθος ὀστοῦ, φλεγμονή τε καὶ πύον ὑπογίνεται τὴν οὐλὴν ἀνα‐

3

.

24

.

2

ξαῖνον. τίς οὖν ἡ θεραπεία τῶν τοιούτων ἑλκῶν; ξήρανσις ἐπὶ τοσοῦ‐

3

.

24

.

3

τον ὡς ἀποστῆναι τὸ πεπονθὸς ὀστοῦν. ῥᾳδίως οὖν ἀναπλεύσει τὰ ἐγκαθήμενα τῶν ὀστῶν, εἰ μήκωνος ἀγρίας καὶ συκῆς φύλλα λεῖα μετὰ πάλης ἀλφίτου καὶ οἴνου καταπλάσεις ἢ ὑοσκυάμου σπέρμα καὶ χάλ‐

3

.

24

.

4

κανθον ἴσα τρίψας ἐπιθήσεις. πευκεδάνου ἡ ῥίζα λεπίον ὀστῶν ἀφίστησι τάχιστα.

3

.

25

t

Πρὸς τὰ κακοήθη καὶ δυσεπούλωτα καὶ χρόνια τῶν ἑλκῶν.

3

.

25

.

1

Τὰ δὲ κακοήθη καὶ δυσεπούλωτα τῶν ἑλκῶν καὶ χρόνια καὶ σηπεδονώδη Λημνία σφραγὶς ὠφελεῖ μεγάλως· ἡ δὲ χρῆσις γίνεται κατὰ τὸ μέγεθος τῆς τοῦ ἕλκους κακίας· τὸ μὲν γὰρ δυσῶδες καὶ λίαν πλαδαρὸν ἀνέχεται δι’ ὄξους δριμυτάτου τῆς Λημνίας ἀνιεμένης

3

.

25

.

2

εἰς πηλώδη σύστασιν· καὶ δι’ οἴνου δ’ ἢ ὕδατος ἢ ὀξυμέλιτος ἢ ὀξυ‐

3

.

25

.

3

κράτου ἢ μελικράτου, ὅπως ἂν ἡ χρεία κελεύσῃ, ἐπιτήδειόν ἐστιν. εἴ τις θυίαν ἐκ μολύβδου κατασκευάσας μετὰ μολυβδίνου δοίδυκος ῥόδινον ἐμβαλὼν ἢ ὀμφάκινον ἔλαιον ἢ χυλὸν ἀειζῴου ἢ κοτυληδόνος ἢ θρι‐ δακίνης ἢ ψυλλίου ἢ ὄμφακος τρίβοι ὡς ἀνεῖναι χυλόν τινα, ἄριστον
5ἕξει φάρμακον πρὸς τὰ καρκινώδη καὶ κακοήθη τῶν ἑλκῶν πρός τε τὰς ἐν αἰδοίοις καὶ ὄρχεσι καὶ μαστοῖς φλεγμονὰς πρός τε τὰς ἐν

3

.

25

.

4

ἕδρᾳ μεθ’ ἑλκῶν ἢ στολίδων ἀνεξασμένων. κενταύριον τὸ μικρὸν κατα‐ πλασσόμενον πρόσφατον τά τε παλαιὰ καὶ δυσεπούλωτα τῶν ἑλκῶν

3

.

25

.

5

ἐπουλοῖ καὶ τὰ κακοήθη ἰᾶται. κυπαρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ σφαιρία τὰ νέα καὶ ἁπαλὰ τὰς κατὰ βάθος ὑγρότητας ἐν ταῖς
πλαδαραῖς καὶ σηπεδονώδεσι διαθέσεσιν ἀλύπως τε ἅμα καὶ ἀσφαλῶς411

3

.

25

.

6

ἐκβόσκεται. κυπέρου αἱ ῥίζαι τὰ δι’ ὑγρότητα πολλὴν 〈ἑλκύδρια δυσ‐

3

.

25

.

7

επούλωτα θαυμαστῶς ὠφελοῦσιν. κολοκύν〉της ξηρᾶς κεκαυμένης ἡ τέφρα τοῖς ὑγροῖς ἅμα καὶ χωρὶς φλεγμονῆς σηπομένοις ἁρμόττει, καὶ

3

.

25

.

8

μάλιστα τοῖς ἐπὶ πόσθης αἰδοίων· ὁμοίως ἀνήθου ῥίζης. ἀρνόγλωσσον

3

.

25

.

9

πρὸς τὰ κακοήθη καὶ πρὸς ῥεύματα καὶ σηπεδόνας ἁρμόττει. ἴσατις ἥμερος πρὸς πᾶν ἕλκος κακόηθες δραστικῶς ἀνθίσταται, κἂν σήπηται, κἂν ἀναβιβρώσκηται· εἰ δέ ποτε τῆς τοῦ κάμνοντος φύσεως ἰσχυροτέρα φαίνοιτο, μιγνύναι χρὴ τοῖς φύλλοις αὐτῆς λειωθεῖσιν ἢ ἄρτον ἢ
5κρίθινον ἄλευρον ἢ πύρινον ἢ ἄλφιτα κατὰ τὴν ἐπικρατοῦσαν ἑκάστῳ

3

.

25

.

10

διάθεσιν. ὀστράκοις τῶν ὀνομαζομένων ἰδίων ὀστρέων κεκαυμένοις χρώμεθα πρὸς τὰς ἐκ ῥευμάτων χρονίας καὶ δυσσαρκώτους κοιλότητας

3

.

25

.

11

ὅσαι συριγγώδεις εἰσὶ καὶ βαθεῖαι. ἔρια κεκαυμένα τὰς πλαδαρὰς σάρκας

3

.

25

.

12

ἐπὶ τῶν ἑλκῶν ἀποτήκει τάχιστα. πλατάνου φλοιὸς καυθεὶς ἐπιπαττό‐

3

.

25

.

13

μενος τὰ δι’ ὑγρότητα πολλὴν ἕλκη πλαδαρὰ καὶ ῥυπαρὰ ἰᾶται. πευ‐ κεδάνου ἡ ῥίζα τοῖς κακοήθεσιν ἕλκεσιν ἄριστόν ἐστι φάρμακον ἐπι‐

3

.

25

.

14

παττομένη ξηρά· αὕτη γὰρ καθαίρει καὶ σαρκοῖ καὶ ἐπουλοῖ. ἀλόη τὰ δυσεπούλωτα τῶν ἑλκῶν 〈ἰᾶται〉, καὶ μάλιστα τὰ καθ’ ἕδραν τε καὶ

3

.

25

.

15

αἰδοῖον· ὠφελεῖ δὲ καὶ τὰς φλεγμονὰς αὐτῶν ὕδατι διεθεῖσα. παλαιὰ ἕλκη ἰᾶται κηρὸς ἐν ἡλίῳ μαλαχθεὶς καὶ χαλκοῦ λεπίδα λείαν πλείστην ἀναλαβὼν καὶ χρυσοκόλλαν· δεῖ δ’ εἰς ὀθόνιον ἐμπλάσσοντα τιθέναι καὶ

3

.

25

.

16

μὴ ἀφαιρεῖν συνεχῶς τὸ σπληνίον. πρὸς δὲ τὰ Χειρώνεια ποιεῖ χαλ‐

3

.

25

.

17

κοῦ λεπίδος 𐅻 ι, κηροῦ τὸ ἴσον στυπτηρίας 𐅻 β. τὸν κηρὸν θερμάνας καὶ μαλάξας ἀνάλαβε τὰ ξηρὰ λεῖα, καὶ εἰς ὀθόνιον ἐμπλάσας ἐπιτίθει.

3

.

25

.

18

πρὸς δὲ τὰ θηριώδη σίδιον λεῖον καύσας ἐπιτίθει, ἢ στυπτηρίαν σχι‐ στὴν κεκαυμένην λείαν ἐπιτίθει, ἢ ὑσσώπου 𐅻 δ, σταφίδος ἴσον, νίτρου

3

.

25

.

19

𐅻 β· προϋποχρίσας μέλιτι τὸ ἕλκος ἐπίπαττε αὐτὰ λεῖα. τὰ δὲ σηπε‐ δονώδη καὶ νεμόμενα τῶν ἑλκῶν ἰσχυροτάτων δεῖται φαρμάκων, οἷόν ἐστι χαλκῖτις καὶ ἀρσενικὸν καὶ τίτανος· καίει γὰρ παραπλησίως τὰ τοιαῦτα πυρί, καὶ πολλάκις τούτων νικωμένων αὐτῷ πυρὶ χρώμεθα.

3

.

25

20,21

πράσιον ἑφθὸν ἐν οἴνῳ κατάπλασσε. ὄροβον λεῖον μετὰ μέλιτος ἐπι‐

3

.

25

.

22

τίθει. ἐλαίας ἁπαλοῖς φύλλοις ἑφθοῖς ἐν οἴνῳ λείοις ὡσαύτως χρῶ· καταντλητέον δὲ θαλάσσῃ θερμῇ.

3

.

26

t

Πρὸς τοὺς ἐν τοῖς ἕλκεσι σκώληκας.

3

.

26

.

1

Τοὺς δὲ σκώληκας τοὺς ἐν τοῖς σηπεδονώδεσιν ἕλκεσι χυλὸς καλα‐ μίνθης ἀναιρεῖ.

3

.

27

t

Περὶ ἀνθράκων.

3

.

27

.

1

Τοὺς ἄνθρακας μελαγχολικὸν αἷμα γενόμενον καὶ ἀναζέσαν ἐπι‐
φλέξαν τε τὸ δέρμα ποιεῖ· διὸ καὶ σὺν ἐσχάρᾳ γίνονται φλυκταίνης προηγησαμένης τοῦ ἕλκους ὡς ἐπὶ πυρικαύτων πυρετόν τε ὀξύτατον412

3

.

27

.

2

καὶ κίνδυνον ἐπάγει ταχύν. κνησαμένων δ’ ἐνίοτε καὶ πλείους συν‐ ίστανται φλύκταιναι σμικραί, πυκναὶ καὶ συνεχεῖς ὅμοιαι κέγχροις, αἵτινες ῥηγνύμεναι ποιοῦσιν ὁμοίως ἐσχαρῶδες τὸ ἕλκος, τῇ χροιᾷ ποτὲ μὲν τεφρώδους γενομένης τῆς ἐσχάρας, ποτὲ δὲ μελαίνης· ἡ δ’ ἄλλη σὰρξ
5κύκλῳ φλογώδης ἰσχυρῶς καὶ μέλαινα τῇ χροιᾷ γίνεται καὶ στίλβουσα παραπλησίως ἀσφάλτῳ καὶ πίσσῃ· τοιαύτη δ’ ἐστὶν ἡ ἀκριβῶς μέλαινα

3

.

27

.

3

χολή. θεραπεύοντας δὲ τὸ τοιοῦτον πάθος ἀπὸ φλεβοτομίας ἄρχεσθαι

3

.

27

.

4

προσήκει καὶ κενοῦν μέχρι λειποθυμίας. καὶ μὴν καὶ ἀποσχάζειν μετὰ φλεβοτομίαν οὐκ ἀνάρμοστον βαθυτέραις ταῖς ἀμυχαῖς χρωμένους διὰ

3

.

27

.

5

τὸ τοῦ χυμοῦ πάχος. κατὰ δὲ τοῦ πεπονθότος τοῖς ἀποκενουμένοις μετρίως καὶ διαφοροῦσι χρησόμεθα· τοιοῦτον δ’ ἐστὶ τὸ [τὸ] δι’ ἀρνο‐ γλώσσου καὶ φακῆς ἑφθῆς κατάπλασμα προσλαμβάνον ἄρτου κλιβανίτου

3

.

27

.

6

τὸ ἁπαλόν, μήτε ἄγαν 〈καθαροῦ μήτε〉 ῥυπαροῦ. κατ’ αὐτοῦ δὲ τοῦ ἕλκους ἐπιθήσομεν τῶν σφοδρῶν τι φαρμάκων, οἷόν ἐστι τὸ Ἄνδρωνος,

3

.

27

.

7

ἀνιέντες σιραίῳ ἄχρι γλοιώδους συστάσεως. παυσαμένης δὲ τῆς φλο‐

3

.

27

.

8

γώσεως, τοῖς ἄλλοις ἕλκεσιν ὁμοίως εἰς οὐλὴν ἄξομεν τὸ ἕλκος. παλαιὰ κάρυα τὰ ἐλαιώδη πρὸς ἄνθρακας ποιεῖ καὶ κυπαρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ νέα 〈καὶ〉 ἁπαλὰ σφαιρία σὺν ἀλφίτοις καὶ σταφὶς ἐκγιγαρτισμένη καὶ λειωθεῖσα καὶ ἰσχάδες ἑφθαὶ ἐν οἴνῳ κοπεῖσαι.

3

.

28

t

Περὶ καρκίνων.

3

.

28

.

1

Καὶ οἱ καρκῖνοι δ’ ἐκ μελαίνης χολῆς μὴ ζεούσης συνίστανται, κἂν δριμυτέρα τύχῃ, μεθ’ ἕλκους· διὰ τοῦτο κατὰ τὴν χρόαν μελάν‐ τεροι τῶν φλεγμονῶν εἰσι χωρὶς θερμότητος. αἱ φλέβες δὲ πληροῦνται καὶ τείνονται πλέον ἐπ’ αὐτῶν ἢ ἐπὶ τῶν φλεγμονῶν, οὐδ’ αὐταὶ
5παραπλησίως ταῖς φλεγμοναῖς ἐρυθραὶ τυγχάνουσι, κατὰ τὸν χυμὸν δὲ

3

.

28

.

2

τὴν χρόαν ἔχουσιν. διὰ δὲ τὸ πάχος τοῦ χυμοῦ τούτου καὶ ἀνίατος ὁ καρκῖνός ἐστι, μήτε ἀποκρουσθῆναι δυνάμενος μήτε διαφορηθῆναι μήτε ἐπὶ ταῖς καθάρσεσιν ὅλου τοῦ σώματος εἴκων, καὶ τῶν μὲν πρᾳ‐ οτέρων φαρμάκων ἐπιτιθεμένων καταφρονῶν, ὑπὸ δὲ τῶν σφοδροτέρων

3

.

28

.

3

παροξυνόμενος. δυνατὸν μὴν ἔτι τοὺς ἀρχομένους καρκίνους κωλύειν αὔξεσθαι καθαίροντα τὸν μελαγχολικὸν χυμὸν πρὶν ἐν τῷ πεπονθότι μορίῳ στηριχθῆναι· κενώσομεν δ’ ἢ διὰ τῶν ἁπλῶν τινος, οἷόν ἐστι τὸ ἐπί‐ θυμον πλῆθος 𐅻 δ ἐν ὀρῷ γάλακτος ἢ μελικράτῳ διδόμενον ἢ διὰ τῆς

3

.

28

.

4

ἱερᾶς τὸν μέλανα ἐλλέβορον προσλαμβανούσης. ἐπὶ δὲ τοῦ πεπονθότος
τόπου προσφερόμενον ἀλύπως ποιεῖ ἐπὶ τῶν ἡλκωμένων στρύχνου χυλός, ὀθονίου μαλακοῦ διπτύχου ἢ τριπτύχου δευομένου καὶ ἐπι‐413

3

.

28

.

5

τιθεμένου πολλῷ τῷ χυλῷ. δεῖ δὲ καὶ ἔξωθεν κατ’ αὐτοῦ καὶ ἔριον ἁπαλὸν ἐπιβαλεῖν δευόμενον καὶ αὐτὸ τῷ χυλῷ· προνοεῖν δ’ ὅπως

3

.

28

.

6

μὴ ξηρανθῇ ταῦτα, συνεχέστερον ἐπαντλουμένου τοῦ χυλοῦ. χρήσαιτο δ’ ἄν τις δεόντως ἐπὶ τῶν ἡλκωμένων καρκίνων καὶ τῷ διὰ πομ‐ φόλυγος· διαιτάσθω δ’ ὁ πάσχων ἔν τε χυλῷ πτισάνης πλεονάζων καὶ γάλακτος ὀρῷ καὶ λαχάνων μαλάχῃ καὶ ἀτραφάξυϊ βλίτῳ τε καὶ κολο‐
5κύντῃ καὶ τοῖς πετραίοις τῶν ἰχθύων καὶ πᾶσιν ὄρνισι πλὴν τῶν ἑλείων.

3

.

29

t

Περὶ ἐκχυμώματος.

3

.

29

.

1

Σαρκὸς θλασθείσης ὑπό τινος βαρέος ἐμπεσόντος, καὶ τῶν μικρῶν ἐν αὐτῇ φλεβίων διαιρεθέντων, αἷμα προχεῖται κατὰ διαπήδησιν, ὅπερ ἀθροιζόμενον ὑπὸ τῷ δέρματι 〈ποιεῖ τὸ καλούμενον ἐκχύμωμα μὴ

3

.

29

.

2

διαιρεθέντος τοῦ δέρματοσ〉. σκοπὸς οὖν ἡμῖν διαφορῆσαι τὸ θρομ‐ βωθὲν αἷμα, καὶ τοῦτο συντόμως πρὶν μελανθῆναι· κατ’ ἀρχὰς δὲ καὶ τῶν στυπτικῶν τι παραπλέκειν χρὴ τοῖς διαφοροῦσι διὰ τὸ τοὺς χιτῶ‐ νας τῶν φλεβῶν τεθλάσθαι καὶ χρῄζειν πυκνώσεως· μετὰ γὰρ ταῦτα

3

.

29

.

3

καὶ χωρὶς τοῦ στύφειν τοῖς διαφορητικοῖς μόνοις χρησόμεθα. καὶ ἀπο‐ σχάζοντες δ’ ἐν ἀρχῇ τὰ ἐκχυμώματα, οὕτως τὴν ἑξῆς θεραπείαν προσ‐

3

.

29

.

4

άγομεν. εἴδη δ’ ἐστὶ τῶν ἐκχυμωμάτων καὶ τὰ καλούμενα ὑπώπια καὶ τὰ ὑποσφάγματα καὶ ἡ κατὰ τοὺς ὄνυχας ὑποδρομὴ τοῦ αἵματος

3

.

29

.

5

ἐκ πληγῆς γινομένη. δέρμα δὲ προβάτου νεωστὶ ἐκδεδαρμένον τοῖς μεμαστιγωμένοις ἐπιτιθέμενον θεραπεύει παντὸς μᾶλλον ἐν ἡμέρᾳ μιᾷ

3

.

29

.

6

καὶ νυκτί. ὑδροπέπερι ἅμα τῷ καρπῷ καταπλασσόμενον ὑπώπιά τε καὶ τοὺς ἐσκιρρωμένους ὄγκους διαφορεῖ.

3

.

30

t

Περὶ ῥήγματος καὶ σπάσματος.

3

.

30

.

1

Τὰ δὲ ῥήγματα σὺν ἐκχυμώσεσι μὲν γίνεται πάντως· ἰᾶται δ’ αὐτὰ τῶν φαρμάκων τὰ μετρίως θερμαίνοντα· τοιοῦτον δ’ ἐστὶ τὸ διὰ τῶν

3

.

30

.

2

αἰγείρων ἄκοπον καὶ ὅσα τούτοις ὅμοια. δεῖ δ’ ἐπὶ τῶν ἐν βάθει τοῦ σώματος ῥηγμάτων ἐπιτείνεσθαι τὴν δύναμιν τῶν φαρμάκων ὡς δρι‐

3

.

30

.

3

μύτερα καὶ τμητικώτερα προσάγεσθαι. ὠφέλιμος δ’ ἐπὶ τῶν τοιούτων

3

.

30

.

4

καὶ ἡ τῆς σικύας χρῆσις. ἐὰν μὲν 〈οὖν〉 εὐθὺς διαφορηθῆ τὸ ὅλον ἐκχύμωμα, συμφύεται ῥᾳδίως ἡ διαστᾶσα σάρξ· ἐὰν δὲ χρονίσῃ καὶ ῥύπος ὑποτραφῇ, συμφυῆναι τῷ ῥήγματι λοιπὸν ἀδύνατον, παρατί‐ θεται δ’ ἀλλήλοις τὰ χείλη μόνον, ὡς καὶ μικρὰν πρόφασιν ῥᾳδίως
5αὐτὰ διιστάναι, ἐμπίπλασθαί τε τὴν μεταξὺ χώραν αὐτῶν ὑγρότητός
τινος, καὶ τρόπον τινὰ συνεχῶς ἐκχύμωμα γίνεσθαι καὶ παραπλήσιον, ἅτε ἰχῶρα λεπτὸν περιέχον, τοῦ κατ’ ἀρχὰς ἐξ αἵματος συνισταμένου.414

3

.

30

.

5

τὸ δὲ σπάσμα γίνεται διασπωμένων τινῶν ἰνῶν, καὶ παρηγορίας δεῖται

3

.

30

.

6

μόνης ἄχρις ἀνωδυνίας· κολληθῆναι γὰρ αὐτὰς οὐ δυνατόν. ἀριστο‐ λοχία στρογγύλη ῥήγμασι καὶ σπάσμασιν, εἴπερ τι ἄλλο, ἐπιτήδειον· κενταυρίου τοῦ μεγάλου ἡ ῥίζα ὁμοίως καὶ ὁ χυλὸς αὐτῆς, ῥῆον, κόστος, βδέλλιον σὺν ὀξυμέλιτι πινόμενον.

3

.

31

t

Πρὸς στρέμματα καὶ θλάσματα.

3

.

31

.

1

Πρὸς στρέμματα καὶ θλάσματα ποιεῖ ἔρια οἰσυπηρὰ ἢ σπόγγος ὀξελαίῳ βρεχόμενα καὶ ἐπιτιθέμενα, βολβῶν ἑφθῶν τὰ ἁπαλὰ μετὰ μέλιτος ἢ κηρωτῆς, ἅλας λεῖον, ἄλευρον μετὰ μέλιτος, ἄγνου φύλλα

3

.

31

.

2

καὶ ἅλας καὶ νίτρον ὀπτὸν λεῖα μετὰ κηρωτῆς. χρῶ δὲ καὶ καταν‐ τλήσει ὕδατος ἢ θαλάσσης θερμαίνων· μετὰ δὲ τὸ παύσασθαι τὴν φλεγ‐ μονὴν καὶ τοὺς πόνους καὶ ἀνατρίψει χρῶ τῶν ἐστραμμένων μερῶν.

3

.

32

t

Ὅσα σκόλοπας καὶ ἀκίδας καὶ ἀκάνθας ἀνάγει.

3

.

32

.

1

Ἀκίδας καὶ καλάμους καὶ ἀκάνθας, ἔτι δὲ σκόλοπας ἐπισπῶνται ἀναγαλλίδες αἱ δύο, ἀριστολοχία στρογγύλη, ἀμμωνιακὸν δὲ σὺν μέλιτι

3

.

32

.

2

καὶ ὑοσκυάμου καρπὸς λεῖος καταπλασσόμενος. καλάμου ῥίζας κόψας καὶ μέλιτι μίξας εἰς ὀθόνιον ἐμπλάσσων δαψιλῶς ἐπιτίθει καὶ κατάδει· συντόμως ἀνάγει.

3

.

33

t

Πρὸς τὰ περὶ τοὺς ὄνυχας πάθη.

3

.

33

.

1

Τὴν παρωνυχίδα μικρὰν ἔτι οὖσαν καὶ ἀρχομένην κηκὶς μετὰ μέλιτος καταστέλλει καὶ κωλύει συστῆναι· γενομένην δ’ ἤδη τὴν παρὰ

3

.

33

.

2

φύσιν σάρκα σκοπός ἐστι διὰ τῶν ἀδήκτων ἀναλῶσαι καὶ τῆξαι. ποιεῖ

3

.

33

.

3

δὲ πρὸς παρωνυχίδας ὁ τε τῶν ὤτων ῥύπος καὶ τὸ λύκιον. ἐκπυη‐ θεῖσαν δὲ κεντήσας καὶ τὸ ὑγρὸν ἐκχέας, σπογγίον ὕδατι βρέξας ἐπι‐ τίθει, ἢ κατάπλασσε 〈φακῷ〉 μεθ’ ὕδατος λείῳ, ἢ ῥόδοις ξηροῖς ἢ χλωροῖς ἀποβεβρεγμένοις ὕδατι λείοις κατάπλασσε, ἢ ἀλφίτοις λείοις

3

.

33

.

4

μεθ’ ὕδατος. δεῖ δὲ καὶ διαστέλλειν τὴν σάρκα πανταχόθεν ἀπὸ τοῦ

3

.

33

.

5

ὄνυχος ξύσμασιν ὀθονίου. τοὺς δὲ τεθλασμένους ὄνυχας μυρσίνης καὶ

3

.

33

.

6

ῥοιᾶς φύλλοις ἁπαλοῖς λείοις κατάπλασσε. ἐπὶ δὲ τῶν ὑφαίμων ὀνύχων

3

.

33

.

7

ἄλευρον πίσσῃ μίξας ἐπιτίθει. πρὸς τὸ ἀφιστάναι τοὺς πεπονηκότας

3

.

33

.

8

ὄνυχας θεῖον λεῖον ἀναλαβὼν ὑείῳ στέατι ἐπιτίθει. τοὺς δὲ λεπριῶν‐ τας ὄνυχας ἀποστήσεις τούτῳ· ἰξοῦ δρυΐνου, σανδαράκης, τήλεως ἀνὰ

3

.

33

.

9

𐆄 β, κανθαρίδων, θαψίας ἀνὰ 𐆄 α, ὄξους τὸ αὔταρκες. ποιεῖ δὲ πρὸς τοὺς αὐτοὺς τρὺξ ξηρὰ μετὰ κηρωτῆς ἐπιτιθεμένη, ἢ σύκων σὰρξ
κοπεῖσα χωρὶς τῶν κεγχραμίδων· ἢ προϋποχρίσας πίσσῃ τὸν ὄνυχα415

3

.

33

.

10

θείῳ καὶ σανδαράκῃ λείοις ἴσοις κατάπλασσε. χρὴ δ’ ἐπιμελῶς περι‐ ξέειν τὸν ὄνυχα καὶ ὁμαλίζειν καὶ ἐπιδεῖν καὶ τοῖς πρὸς τὰς ἀπο‐ στάσεις τῶν ὀνύχων χρῆσθαι.

3

.

34

t

Πρὸς τὰ ἐν τοῖς δακτύλοις πτερύγια.

3

.

34

.

1

Λιβανωτὸν λεῖον ἐπιτίθει καὶ ἐπίδει, ἢ ὄροβον λεῖον ὡσαύτως,

3

.

34

.

2

ἢ λιβανωτοῦ ἀτόμου 𐅻 α, σανδαράκης τὸ διπλάσιον. λεῖα ἐπιτίθει τῇ ῥίζῃ τοῦ ὄνυχος διασάσσων ἐπιμελῶς καὶ ἄνωθεν ἐπιτιθεὶς ξηρὰ τιλτά.

3

.

34

3,4

τοῦτο ξηραίνει τὰ πτερύγια συντόμως. —Ἄλλο ἀγαθὸν σφόδρα

3

.

34

.

4

(2)

ποιοῦν καὶ πρὸς τὰ κακοηθευόμενα. κηκῖδος καὶ σιδίων ῥοιᾶς ὀξείας καὶ λεπίδος χαλκοῦ ἐρυθροῦ καὶ ἰσχάδων κεκαυμένων τὸ ἴσον τρίψας καὶ μίξας μετὰ μέλιτος καὶ ἐγχριστοῦ πάχος ποιήσας μοτοὺς
5ἐγχρίων ἐπιτίθει δὶς θεραπεύων τῆς ἡμέρας καὶ ἐπιδέων, μὴ λιπαίνων μηδὲ βρέχων τοὺς τόπους· ἐὰν δ’ ὑγρὸν ᾖ, σπόγγιζε ἀποβρέχων ἐν οἴνῳ.

3

.

35

t

Περὶ τῶν ἐν τοῖς ἄρθροις ἑλκῶν.

3

.

35

.

1

Τὰ ἄρθρα ξηρότερα τῶν σαρκωδῶν ἐστι μορίων· διόπερ ἑλκωθέντα

3

.

35

.

2

ξηροτέρων χρῄζει φαρμάκων. καλῶς γοῦν ὁ τοῦ Πολυείδου τροχίσκος ποιεῖ μετ’ οἴνου τριβόμενος ἕως γλοιώδους συστάσεως καὶ τὰ ὁμοίως

3

.

35

.

3

τούτοις ξηραίνοντα. καὶ θαλάττῃ δὲ καὶ ἅλμῃ πολλάκις αἰονήσαντες

3

.

35

.

4

αὐτὰ βέλτιον ἐθεασάμεθα διατιθέμενα. χρηστέον οὖν ἐπὶ τῶν ἄρθρων καὶ τοῖς μᾶλλον οἴνου ξηραίνουσιν.

3

.

36

t

Περὶ αἱμορραγιῶν.

3

.

36

.

1

Αἱμορραγίαις βοήθημά ἐστι τὸ ἐπιτήδειον σχῆμα τοῦ τετρωμένου μορίου· τοιοῦτον δ’ ἐστὶ τὸ ἀνάρροπον μετ’ ἀνωδυνίας· τὸ 〈γὰρ〉

3

.

36

.

2

κατάρροπον καὶ ὀδυνῶδες κινήσειεν ἂν καὶ τὰς οὐκ οὔσας. ἐπὶ τῶν τετρωμένων οὖν καὶ αἱμορραγούντων ἐπίβαλε τὸν δάκτυλον εὐθὺς κατὰ τοῦ στομίου τοῦ αἱμορραγοῦντος ἀγγείου πρᾴως πιέζων καὶ ἀνωδύνως· θρόμβου γὰρ οὕτως ἐπιπαγέντος καὶ ἡ αἱμορραγία συστή‐

3

.

36

.

3

σεται. μὴ ἐπισχεθείσης δ’ αὐτῆς οὕτως, ἰσχαίμοις χρηστέον· κάλλιστα δ’ αὐτῶν τὰ ἐμπλαστικὰ μᾶλλον τῶν ἐσχαρούντων· ἀποπιπτούσης γὰρ

3

.

36

.

4

ἐνίοτε τῆς ἐσχάρας, αἱμορραγῆσαι πάλιν κίνδυνος. ἄριστον δ’ ἐστὶ τὸ καὶ πρὸς τὰς ἐκ μηνίγγων αἱμορραγίας ποιοῦν· λιβανωτοῦ μέρος α, ἀλόης 𐅶, τῷ λευκῷ τοῦ ὠοῦ φυρόμενα ὡς μελιτώδη σύστασιν ἔχειν, εἶτ’ ἀναλαμβανόμενα λαγῴαις θριξὶ ταῖς μαλακωτάταις καὶ τῷ ἕλκει
5παντὶ πλεῖστον ἐπιτιθέμενον· εἶτ’ ἐξ ὀθόνης ἐπιδεσμεῖν χρὴ τὰς μὲν πρώτας ἐπιβολὰς τέσσαρας ἢ πέντε κατ’ αὐτοῦ τοῦ αἱμορραγοῦντος ποιουμένων ἡμῶν, ἐντεῦθεν δ’ ἐπὶ τὴν ῥίζαν νεμομένων· λύειν δὲ διὰ τρίτης, καὶ εἰ μὲν ἀσφαλῶς ἔτι προσέχοιτο τῷ ἕλκει τὸ φάρμακον, αὖθις ἐν κύκλῳ περισχεῖν καὶ ὥσπερ ἐπιτείνειν τὸν ἐκ τῶν τριχῶν416
10μοτὸν καὶ ἐπιδεῖν ὁμοίως· εἰ δ’ αὐτομάτως ὁ μοτὸς ἀποπτύοιτο, πιέζων ἠρέμα τῷ δακτύλῳ τὴν ῥίζαν τοῦ ἀγγείου, ὡς μηδὲν ἐπιρρυῆναι, πρᾴως τοῦτον ἀφαιρεῖν καὶ ἕτερον ἐπιβάλλειν καὶ χρῆσθαι τῷ τρόπῳ

3

.

36

.

5

τούτῳ τῆς θεραπείας, ἄχρις ἂν ἐπιτραφῇ τῷ ἀγγείῳ σάρξ. τὰ δὲ ποιοῦντα τὰς ἐσχάρας γυμνότερον ἐργάζεται τὸ μόριον ἢ κατὰ φύσιν εἶχε, τῆς ἐσχάρας

3

.

36

.

6

ἀποπιπτούσης, καὶ πολλάκις αἱμορραγία δυσεπίσχετος ἠκολούθησεν ἐκπε‐ σούσης αὐτῆς. πλὴν ἔσθ’ ὅτε ἡ χρῆσις τῶν ἐσχαρωτικῶν ἀναγκαία γίνεται καθὰ καὶ τῶν διαπύρων καυτηριῶν, τῆς αἱμορραγίας ἐξ ἀναβρώσεως σηπε‐

3

.

36

.

7

δονώδους συμπιπτούσης. ἴσατις ἡ ἥμερος κατὰ τῶν αἱμορραγούντων ἐπιπλαττομένη καλῶς ἐπέχει· κηκῖδες καυθεῖσαι· δεῖ δ’ αὐτὰς διαπύ‐

3

.

36

.

8

ρους δι’ ὄξους ἢ δι’ οἴνου σβεννύειν. γύψον μιγνὺς ὠοῦ τῷ λευκῷ καὶ λεπτῷ καὶ ἀλεύρου πυρίνου τὸ χνοωδέστατον, ὃ προσιζάνει τοῖς τοίχοις, ποιήσεις φάρμακον πρὸς αἱμορραγίας ἐπιτήδειον· ἀναλαμβά‐ νειν δὲ χρὴ τοῦτο φυραθὲν λαγῴαις θριξὶν ἤ τινι τῶν ὁμοίως μαλα‐

3

.

36

.

9

κῶν. πρὸς δὲ τὰς ἐκ στόματος γινομένας αἱμορραγίας ἢ θύμων ἢ φακῶν ἢ ἀκροχορδόνων ἢ αἱμορροΐδων πράσου φύλλα κόψας ἐπιτίθει ἢ ῥοῦν ἐρυθρὸν ἢ γίγαρτα ἢ ῥοιᾶς κυτίνους κόψας ἐπιτίθει ἢ σπόγγον

3

.

36

.

10

καινὸν βάψας εἰς πίσσαν ὠμὴν κατάκαυσον καὶ λεάνας χρῶ. χρήσιμον

3

.

36

.

11

σφόδρα ἐστὶ τοῦτο. διακλύσματα δὲ ποιεῖ πρὸς τὰς ἐκ στόματος γινο‐ μένας αἱμορραγίας ῥόδων ξηρῶν ἢ χλωρῶν ἀφέψημα ψυχρὸν ἢ ἑλίκων ἀμπέλου ἢ σχίνου φύλλων ἢ μυρσίνης φύλλων ἢ βάτων ἢ μήλων

3

.

36

.

12

κυδωνίων ἢ ῥοῶν ἢ γιγάρτων ἢ φακῶν. τοῖς δ’ αὐτοῖς τούτοις χρη‐

3

.

36

.

13

στέον καὶ ἐγκαθίσμασι ψυχροῖς πρὸς τὰς καθ’ ἕδραν καὶ μήτραν. ἔστω δὲ καὶ ἡ δίαιτα τῶν αἱμορραγούντων στύφουσα καὶ παχύνουσα, οἵα ἐστὶ χόνδρος καὶ ἄλευρον καθαρὸν ἑφθὸν καὶ κοχλίαι καὶ τυρὸς ἁπαλὸς καὶ βολβοὶ κάτεφθοι καὶ ἰχθύες ὀπτοὶ καὶ φοίνικες καὶ οἶνος μέλας
5αὐστηρός, φακή, ἄλφιτα, ὠῶν λέκιθος, ἄπιοι, ἀχράδες, μῆλα κυδώνια,

3

.

36

.

14

οὖα, μέσπιλα καὶ τὰ παραπλήσια. πρὸς δὲ τὰς τῶν ῥινῶν αἱμορραγίας τὰ τῆς πλατάνου σφαιρία ξήραινε καὶ 〈ἐπί〉 τινος τριχίνου παρατρίβων τὸ σπέρμα ἀπόρριπτε, τὰ δὲ κνάφαλα ἀποτίθεσο εἰς ἀγγεῖον ὀστρα‐

3

.

36

.

15

κοῦν καινόν. ἐπὶ δὲ τῆς χρήσεως ταῦτα 〈τὰ〉 ἐριώδη διὰ καλαμίσκου ἐμφύσα· τὸ δὲ μέτωπον καὶ τὴν ῥῖνα κατάπλασσε γύψῳ ἢ πηλῷ

3

.

36

.

16

κεραμικῷ. ποιεῖ δὲ πράσου χυλὸς ἐρίῳ εἰργασμένῳ ἢ μοτῷ ἀναλαμ‐ βανόμενος καὶ ἐντιθέμενος τοῖς μυκτῆρσι καὶ μάννα χυλῷ πράσου

3

.

36

.

17

φυραθεῖσα καὶ ἐντιθεμένη. χρὴ δὲ καὶ ἐλαίας φύλλοις ἁπαλοῖς λείοις
ἔξωθεν τὴν ῥῖνα καταπλάσσειν καὶ κώνειον ἐπὶ μαλακῆς τέφρας θυμιᾶν ἐπὶ τοὺς μυκτῆρας καὶ σπόγγοις ἢ ἐρίοις εἰς ὕδωρ ψυχρὸν ἀπο‐ βεβρεγμένοις ἐμφράττειν τοὺς πόρους ἑκατέρων τῶν ὠτίων καὶ σκέλη417
5καὶ χεῖρας ἀποδεῖν καὶ μέτωπον καὶ κροτάφους ἀνακολλᾶν τοῖς πρὸς

3

.

36

.

18

τὰ ῥεύματα τῶν ὀφθαλμῶν ποιοῦσιν. ἐὰν δέ τινες ὑπίωσι θρόμβοι μενούσης ἔτι τῆς αἱμορραγίας, τούτους μὲν ἐκμύσσεσθαι συνοίσει, ταχέως δὲ πάλιν χρῆσθαι τοῖς ἰσχαίμοις φαρμάκοις καὶ προσπιέζειν τὸν χόν‐ δρον τοῦ μυκτῆρος ὑπ’ αὐτὸ τὸ ὀστοῦν τοῖς δυσὶ δακτύλοις τῆς χει‐
5ρός, τῷ τε μεγάλῳ καὶ τῷ λιχανῷ, ποτίζεσθαι δὲ πρὸς τὰς εἰρημένας αἱμορραγίας, καὶ ἔτι πρὸς τὰς ἐκ τῶν ἐντέρων, πράσου χυλὸν ὡς κυάθους δύο· ἢ δάφνης ἁπαλὰ φύλλα τρίψας ἐν ὀξυκράτῳ πότιζε· ἢ λιβανωτοῦ καὶ δάφνης ἴσα λεάνας πρόσφερε· ἢ ἄλευρον καθαρὸν καὶ λιβανωτὸν καὶ κόμμι ἴσα τρίψας μεθ’ ὕδατος δίδου.

3

.

37

t

Πρὸς οὐλὰς καὶ στίγματα καὶ μώλωπας.

3

.

37

.

1

Οὐλὰς μελαίνας αἴρει βρυωνίας ῥίζης λευκῆς καὶ μελαίνης ἑψη‐ θείσης ἐν ἐλαίῳ ἄχρι χυλώσεως τὸ ἔλαιον ἐπιχριόμενον, καλαμίνθη ἐν

3

.

37

.

2

οἴνῳ ἑφθή, λιθάργυρος πεπλυμένη σὺν ῥοδίνῳ λευκῷ. τὰς δ’ ἐκ λει‐ χήνων οὐλὰς καὶ τὰς ἄλλας ὁμόχρους ποιεῖ ὄνειον στέαρ καταχριό‐ μενον, εὐζώμου σπέρμα λεῖον μετὰ χολῆς αἰγὸς ἢ βοὸς ἢ προβάτου καταχριόμενον, εἶθ’ ὅταν ξηρανθῇ ἀποτριβόμενον, καὶ τοῦ λαχάνου δὲ

3

.

37

.

3

τοῦ εὐζώμου χυλὸς καταχριόμενος σὺν λιθαργύρῳ. στίγματα δ’ ἐξαίρει βατράχιον καταπλασθὲν ἢ καππάρεως φύλλα ἢ ψιμύθιον σὺν ὄξει

3

.

37

.

4

καταχριόμενον. χρόνῳ δ’ αἴρει τοῦτο. μώλωπας δὲ ταχέως ὁμοχρόους ποιεῖ κρίθινον ἔλαιον ἐπαλειφόμενον συνεχῶς.

3

.

38

t

Περὶ νευροτρώτων.

3

.

38

.

1

Νεῦρον τρωθὲν διὰ τὸ περιττὸν τῆς αἰσθήσεως ὀδυνᾶταί τε καὶ

3

.

38

.

2

φλεγμαίνει μειζόνως ἢ τἄλλα. δεῖ οὖν τὴν τοῦ δέρματος τρῶσιν δια‐ τηρεῖν ἀκόλλητον, ἵνα οἱ ἰχῶρες δι’ αὐτῆς ἐκρέοιεν, καὶ φάρμακα τῷ τραύματι προσάγεσθαι τὰ τήν τε ὀδύνην πραΰνοντα καὶ τὴν ἐκροὴν

3

.

38

.

3

ἀναστομοῦντα. τὸ μὲν οὖν θερμὸν ὕδωρ 〈τὸ〉 ταῖς ἄλλαις φλεγμοναῖς ἐπιτηδειότατον εἰδέναι χρὴ πολεμιώτατον εἶναι τούτοις, καὶ κάλλιον

3

.

38

.

4

καταιονᾶν ἐλαίῳ λεπτομερεῖ μηδὲν ἔχοντι στύψεως. τῶν δὲ φαρμάκων ἐπιτήδειός ἐστι ῥητίνη τερμινθίνη καθ’ ἑαυτὴν ἐπὶ παίδων, γυναικῶν καὶ ἁπαλοσάρκων, μετ’ εὐφορβίου δ’ ἐπὶ τῶν ἄλλων, καὶ πρόπολις δὲ καθ’ ἑαυτήν τε καὶ μεθ’ εὐφορβίου μαλαττομένη, κἄν ποτε σκλη‐

3

.

38

.

5

ροτέρα τύχῃ, σύν τινι τῶν λεπτυνόντων ἐλαίων. καὶ καταπλάσμασι
δ’ ἄν τις ἐπὶ τῶν φλεγμαινόντων καὶ σηπομένων νεύρων χρήσαιτο, κρίθινον ἄλευρον ἢ κυάμινον ἢ ὀρόβινον ἑψήσας ἐν κονίᾳ στακτῇ ἢ418

3

.

38

.

6

ὀξυμέλιτι. καὶ κηρωτῇ δὲ χρήσαιτο ἄν τις τοιαύτῃ· κηροῦ 𐆄 γ, εὐφορ‐ βίου 𐆄 α, περιστερᾶς κόπρον ἐπὶ τῶν σκληροτέρων σωμάτων, ἐλαίου

3

.

38

.

7

𐆄 η. ἁρμόττει δὲ καὶ τὸ βασιλικὸν φάρμακον προσλαμβάνον νίτρου ἢ ἀσβέστου ἢ εὐφορβίου ἢ θείου ἀπύρου ἢ ἀγρίας περιστερᾶς κόπρου.

3

.

38

.

8

εἰς λίτραν δὲ τοῦ τετραφαρμάκου 𐆄 α ἐμβαλεῖν τῶν εἰρημένων τινός· ποιεῖ γὰρ καλῶς πρὸς τοὺς νευροτρώτους, καὶ μάλιστα τοὺς νενυγ‐

3

.

38

.

9

μένους. δύναιο δ’ ἂν καὶ κατ’ ἀγρὸν μηδενὸς εὐπορῶν πρόπολιν πρόσφατον καὶ λιπαρὰν ἐπιτιθέναι κατὰ τοῦ τραύματος, ἢ ζύμην 〈μόνην〉 τε καὶ μετὰ τῆς προπόλεως μίξας ἢ τιθυμάλλου ὀπὸν τῇ

3

.

38

.

10

ζύμῃ μίξας. τοῖς καταπλάσμασι δὲ τοῖς δι’ ὀξυμέλιτος ἢ στακτῆς κονίας καὶ ἀλεύρου κυάμων ἢ ὀρόβων ἢ ἐρεβίνθων ἢ θέρμων πικρῶν ἢ κρι‐ θῶν ἢ πάλης ἀλφίτων οὐ μόνον ἐπὶ τῶν φλεγμαινόντων ἤδη, ἀλλὰ

3

.

38

.

11

καὶ κατ’ ἀρχὰς εὐθέως κεχρῆσθαι δεῖ. εἰ δὲ μὴ νυγείη τὸ νεῦρον, ἀλλὰ σαφεῖ τῇ τομῇ τρωθείη, διαιρεθέντος καὶ τοῦ προκειμένου δέρ‐ ματος, ὡς γυμνὸν φαίνεσθαι τὸ νεῦρον καὶ ὄρθιον, οὐκ ἐγκάρσιον διῃρημένον, τῶν προειρημένων δι’ εὐφορβίου καὶ τῶν οὕτω δριμέων
5οὐδενὶ χρήσῃ· γυμνὸν γὰρ ὂν τὸ νεῦρον οὐκ οἴσει τὴν δύναμιν αὐτῶν

3

.

38

.

12

σφοδρὰν οὖσαν. τίτανον οὖν παραλήψῃ πεπλυμένην πλεονάκις ἐν ὥρᾳ

3

.

38

.

13

θερινῇ πλείονι τῷ ἐλαίῳ δευομένην. καλὸν δὲ καὶ τὸ διὰ πομφόλυγος

3

.

38

.

14

καὶ τὸ διὰ μέλιτος ἐν ῥοδίνῳ πλείονι τακέν. δεῖ δὲ μηδὲν τῆς τρώ‐ σεως ψαύειν· αἰσθητικὸν γάρ ἐστι τὸ νεῦρον καὶ τῇ κράσει ψυχρὸν

3

.

38

.

15

καὶ συνεχὲς τῇ κυριωτάτῃ τῶν ἀρχῶν. ἀλλ’ οὐδ’ ἐλαίῳ καταιονᾶν προσήκει τὸ τοιοῦτον ἕλκος (ῥυποῦται γάρ)· ἀποπλύνειν οὖν μόνον

3

.

38

.

16

τοὺς ἰχῶρας δεῖ, μαλακὸν ἔριον ὑπαλείπτρῳ περιελίσσοντας. πάντων

3

.

38

.

17

δὲ κατὰ γνώμην προχωρούντων, ἀκίνδυνον γλυκεῖ διαβρέχειν. μετὰ δὲ τὸ σκεπασθῆναι τὸ γεγυμνωμένον νεῦρον τοῖς μοτοῖς ἔξωθεν περι‐ βάλλειν δεῖ τινι τῶν πρὸς τὰς στενὰς τρώσεις ποιούντων, ἢ τῷ δι’ εὐφορβίου ἢ τῷ διὰ τῆς κόπρου τῶν περιστερῶν συμπεριλαμβάνοντα

3

.

38

.

18

πολὺ καὶ τῶν ὑγιεινῶν μερῶν. τῆς τρώσεως δ’ ἐγκαρσίας γενομένης, ὁ μὲν κίνδυνος τοῦ σπασθῆναι μείζων, τὰ δὲ τῆς θεραπείας καὶ ἐπὶ

3

.

38

.

19

ταύτης ὅμοια. δίαιτα δὲ παραλαμβανέσθω λεπτοτέρα καὶ ἡσυχία καὶ στρωμνὴ μαλακή· θερμῷ ἐλαίῳ πίονι χρῆσθαι κατὰ μασχαλῶν καὶ κε‐ φαλῆς καὶ τραχήλου· τῆς τρώσεως δ’ ἐν σκέλει γενομένης τοὺς βου‐ βῶνας μάλιστα πολλῷ τέγγειν τῷ ἐλαίῳ μέχρι τῆς ῥάχεως καὶ κεφα‐

3

.

38

.

20

λῆς καὶ τραχήλου· θλάσεως δὲ γενομένης τῶν νεύρων, 〈ἐὰν μὲν ἅμα τῷ δέρματι θλασθέντι καὶ ἕλκωσις γένηται τὸ διὰ τῶν κυαμίνων ἀλεύ‐ ρων,〉 καὶ ὀξυμέλιτος ἐπιτήδειον κατάπλασμα· τῇ θλάσει δ’ ὀδύνης συν‐ ούσης, πίττης ὑγρᾶς μιγνύειν· ἐὰν δὲ χωρὶς τοῦ θλασθῆναι τὸ δέρμα

3

.

38

.

21

γένηται, διαφορητικῷ καταντλεῖν ἐλαίῳ θερμῷ συνεχῶς. τοῦ νεύρου δ’ ὅλου διακοπέντος, κίνδυνος μὲν οὐδεὶς ἕψεται, τὸ μόριον δ’ ἀνά‐ πηρον γενήσεται· θεραπεία δ’ ὁμοία παραληφθήσεται τοῖς ἄλλοις ἕλκεσιν.419

3

.

39

t

Τηκτὸν φάρμακον πρὸς νυγέντα νεῦρα·

3

.

39

.

1

ποιεῖ δὲ καὶ πρὸς λυσσοδήκτους· Ὄξους ξ̸ α, πίσσης λιπαρᾶς 𐆃 α, ὀποπάνακος 𐆄 γ· τὸν οὖν ὀποπάνακα λύσας ὄξει ἐπὶ πλεῖον λείου,

3

.

39

.

2

καὶ τὴν πίσσαν τήξας καὶ μίξας ἕψε. τοῦτο τὸ φάρμακον τοῖς νενυγ‐ μένοις νεύροις ἐπιτήδειόν ἐστιν οὐ συγχωροῦν μῦσαι τὸ στόμιον τοῦ νύγματος, ὥσπερ οὐδὲ τῶν λυσσοδήκτων συνουλωθῆναι τὸ ἕλκος· ποιεῖ

3

.

39

.

3

δ’ ἐπὶ μόνων τῶν σκληρῶν σωμάτων. εἰ δ’ ἐπὶ παιδίου νυγέντος ἢ γυναικὸς ἢ ἁπαλοσάρκου χρήσασθαι βουληθείης αὐτῷ, ἔνεστί σοι τήκειν αὐτὸ διά τινος τῶν διαφορούντων, ἀμαρακίνου, ὀποβαλσάμου ἢ ἐλαίου παλαιοῦ.

3

.

40

t

Πρὸς κεχαλασμένα ἄρθρα.

3

.

40

.

1

Ἀκακίας χυλὸς ἀνεθεὶς ὕδατι καὶ καταντλούμενος ἢ βάτου ἢ μυρσίνης ἢ σιδίων ἢ σχίνου ἢ πτελέας τῶν ῥιζῶν τοῦ φλοιοῦ ἀφέψημα ἢ σίδια καταπλασθέντα ἢ μυρσίνης φύλλα σὺν κηρωτῇ μυρσίνῃ ἐπι‐ τιθέμενα.

3

.

41

t

Περὶ φλεγμονῆς.

3

.

41

.

1

Ἡ μὲν ἀρχὴ τῆς φλεγμονῆς ἐστι καθ’ ὃν χρόνον πληροῦται τὸ μόριον αἱματώδους οὐσίας· ἡ δ’ αὔξησις ἡνίκα ἂν τὸ μὲν ἐπιρρέον παύσηται, τὸ 〈δ’〉 ἐν τῷ μορίῳ περιεχόμενον ἀρχὴν λάβῃ τοῦ σήπε‐ σθαι, καὶ θέρμη παρὰ φύσιν καὶ χύσις καὶ πνεῦμα γένηται καὶ
5τάσις τοῦ μορίου πλείων ἢ πρόσθεν· ἡ δ’ ἀκμὴ τοῦ πύου μὲν ἤδη συνισταμένου, μεγίστων δὲ γινομένων τῶν πόνων· παρακμὴ δ’ ἡνίκα

3

.

41

.

2

διαφορούμενον τὸ ῥεῦμα τόν τε ὄγκον καὶ τὴν τάσιν ἐλαττώσῃ. κατὰ μὲν 〈οὖν〉 τὰς ἀρχὰς τῇ ἀποκρουστικῇ χρησόμεθα δυνάμει καθ’ αὑτήν· ἐν δὲ ταῖς 〈αὐξήσεσι ταύτην μὲν ἐλαττοῦν, προστιθέναι δέ τι τοῖς δια‐ φορητικοῖς· ἐν δὲ ταῖσ〉 ἀκμαῖς ἴσαις χρῆσθαι ταῖς δυνάμεσι, τῇ τε

3

.

41

.

3

ἀποκρουστικῇ καὶ τῇ διαφορητικῇ. ὀδύνης δ’ οὔσης σφοδρᾶς, χρεία τῆς

3

.

41

.

4

παρηγορητικῆς δυνάμεως. ἐν δὲ ταῖς παρακμαῖς τῇ διαφορητικῇ μόνῃ

3

.

41

.

5

χρήσασθαι δεῖ μηδενὸς στύφοντος παραπλεκομένου. ἑλξίνη πρὸς πάσας

3

.

41

.

6

φλεγμονὰς ἁρμόττει ἐν ἀρχῇ τε καὶ ἀναβάσει· γλαύκιον ὁμοίως. ἀτρά‐ φαξυς καὶ μαλάχη ταῖς μὲν ἀρχομέναις καὶ αὐξανομέναις καὶ οἷον ζεούσαις αἱ κηπευόμεναι, ταῖς δὲ παρακμαζούσαις καὶ σκληρυνομέναις

3

.

41

.

7

καὶ ἀποψυχομέναις αἱ ἄγριαι συμφορώτεραι. θρίδαξ καὶ κολοκύντη πρὸς τὰς 〈θερμὰς ἐπιπλαττόμεναι ποιοῦσι, καὶ ἀείζῳον πρὸς τὰσ〉 ἐκ ῥεύματος φλεγμονάς, καὶ τρίβολοι ἀμφότεραι· ὁμοίως κράμβη πρὸς τὰς σκληρυνομένας.420

3

.

42

t

Περὶ ῥευματικῆς διαθέσεως.

3

.

42

.

1

Ἐπειδὰν ἐξαίφνης φλεγμαίνῃ τι μόριον ἄνευ τοῦ προηγήσασθαι φανερὰν αἰτίαν, τὸ μὲν ποιῆσαν τὸ πάθος ῥεῦμα καλεῖται, ῥευματικὴ δὲ διάθεσις τὸ πάθος, καὶ χρὴ μάλιστα τῶν τοιούτων φλεγμονῶν τὰς

3

.

42

.

2

ἀρχὰς τῶν ἰάσεων εἶναι χρηστάς. κενοῦν τοίνυν χρὴ πᾶν τὸ σῶμα ταῖς ἐνδεχομέναις κενώσεσιν, αὐτὸ δὲ τὸ φλεγμαῖνον ἐπιβρέχειν τε καὶ καταπλάττειν μὴ τοῖς θερμαίνουσι καὶ ὑγραίνουσιν, ἀλλὰ τοῖς ἀπωθεῖσθαι μὲν τὸ ἐπιρρέον δυναμένοις, τὸ δ’ ἤδη περιεχόμενον ἐν
5τῷ πεπονθότι κενοῦν, τόνον δὲ καὶ ῥώμην ἐντιθέναι τοῖς πεπονθόσι

3

.

42

.

3

μορίοις. καταπλάττειν οὖν τῷ δι’ ἀειζῴου καὶ λεμμάτων ῥοιᾶς ἑφθῶν

3

.

42

.

4

ἐν οἴνῳ καὶ ῥοῦ 〈καὶ〉 ἀλφίτων συγκειμένῳ. ὀδύνης μὲν οὖν σφοδρᾶς οὐκ οὔσης, τούτῳ τε καὶ τοῖς τοιούτοις χρηστέον· σὺν ὀδύνῃ δὲ μεί‐ ζονι τοῦ μορίου ῥευματισθέντος, μηδ’ οὕτως μὲν ὕδωρ θερμὸν ἢ ἔλαιον προσφέρειν ἢ τὰ διὰ τῶν ἀλεύρων καταπλάσματα (πολέμια γὰρ ταῦτα
5πάντα ταῖς ῥευματικαῖς διαθέσεσιν), παραμυθεῖσθαι δὲ τὸ σφοδρὸν τῆς ὀδύνης τῷ διὰ γλυκέος καὶ ῥοδίνου καὶ κηροῦ βραχέος ἐρίοις ῥυπαροῖς ὕσσωπον πολὺν ἔχουσιν ἀναλαμβάνοντα, καὶ προσφέροντα θέρους μὲν ψυχρά, χειμῶνος δὲ χλιαρά, περιλαμβάνοντα καὶ τοὺς ἀνωτέρω τόπους τῶν πεπονθότων χωρίων σπόγγῳ βραχέντι ἢ οἴνῳ αὐστηρῷ ἢ ὀξυ‐

3

.

42

.

5

κράτῳ ψυχρῷ. παραλλαγῆς δ’ ἐπὶ τούτοις γενομένης καὶ πύου μὴ ὑποπίπτοντος, τῷ διὰ χαλκίτεως ἐμπλαστῷ φαρμάκῳ θεραπεύειν ἤ τινι τῶν ὁμοίων τῶν πρὸς τὰ ῥεύματα ποιούντων, καθαρὸν δ’ ἔριον

3

.

42

.

6

οἴνῳ βεβρεγμένον αὐστηρῷ ἔξωθεν ἐπιβάλλειν τοῦ φαρμάκου. τούτῳ μὲν οὖν ἰᾶσθαι τῷ τρόπῳ τὰς ἐπὶ ῥεύμασι φλεγμονάς· τὰς δ’ ἐπί τινι

3

.

42

.

7

προσφάτῳ συνισταμένας ὑγραίνων καὶ θερμαίνων οὐ βλάψεις. εἰς ἐκ‐ πύησιν δ’ αὐτὰς ἄγειν βουλόμενος καὶ ἀλεύρῳ πυρίνῳ καταπλάσεις

3

.

42

.

8

ἑψῶν ἐν ὑδρελαίῳ. κἄν ποτε χρεία γένηται ἀποσχάζειν αὐτάς, ἀδεῶς τοῦτο ποιήσεις· τὰς δ’ ἐπὶ ῥεύμασι φλεγμονὰς ἀποσχάσας, καὶ μάλιστα ἐν ἀρχαῖς, αἴτιος κακοῦ τινος μεγάλου γενήσῃ τῷ ἔχοντι.

3

.

43

t

Περὶ ἀποστημάτων.

3

.

43

.

1

Ἐπὶ τῶν ἀποστημάτων ἐὰν δυνατόν σοι φαίνηται τὸ κωλυθῆναι τὴν ἐκπύησιν, ἄρτον ἑψήσας ἐν ὑδρελαίῳ κατάπλασσε 〈ἢ〉 κρίθινον
ἄλευρον παραπλησίως σκευαζόμενον· καταντλείσθω δ’ ὕδατι τὸ μόριον421

3

.

43

.

2

ἀλθαίας ῥίζης ἐνεψηθείσης. ὅταν δὲ δυσεκπύητος ᾖ καὶ δυσδιαφόρητος 〈ὁ〉 ὄγκος, τῷ διὰ τῶν ἰσχάδων καταπλάσματι χρήσῃ· δεῖ δὲ γλυκείας καὶ λιπαρὰς ἑψῶντας κατατήκειν ἐν ὕδατι καὶ ποιεῖν ὅμοιον τὸ ὕδωρ μέλιτι λεπτῷ καὶ ποτὲ μὲν κρίθινον ἄλευρον μιγνύειν αὐτῷ, ποτὲ δ’
5ἄρτον αὐτόπυρον, καὶ εἰ διαφοροῖτο μὲν ὁ ὄγκος, ἐνδεέστερον δέ, δεῖ ταῖς ἰσχάσι συνεψεῖν ὕσσωπον ἢ ὀρίγανον· εἰ δ’ ἐπιτεῖναι βουληθείης

3

.

43

.

3

μᾶλλον, ἅλας ἐπέμβαλε τῷ ἀφεψήματι. προσέχειν δ’ ἀκριβῶς, μὴ διὰ τὸ ξηραίνεσθαι σφοδρότερον σκιρρῶδες γίνηται τὸ μόριον, κἄν ποτέ τι τοιοῦτον θεάσῃ, συναφεψεῖν τῷ ὕδατι σικύου ἀγρίου ῥίζαν ἢ ἀλ‐

3

.

43

.

4

θαίας ἢ βρυωνίας. ἰσχυρότερον δὲ τούτων ἡ δρακοντίου καὶ διαφορη‐

3

.

43

.

5

τικώτερόν ἐστιν. ἐνίοτε μὲν 〈οὖν〉 τοῦτο μόνον ἐνέψεις· ἐνίοτε δὲ καὶ

3

.

43

.

6

ἰσχάδων ἐπεμβάλλεις καὶ τὸ ἄλευρον ἀναμιγνύεις ἅμα στέατι. δια‐ φορεῖ δὲ καὶ ἀδίαντον ἀποστήματα, καὶ ἀνήθινον ἔλαιον διαφορητικόν

3

.

43

.

7

ἐστι καὶ πεπτικὸν ὠμῶν χυμῶν καὶ ἀπέπτων ὄγκων. πίττα συμπέττει τοὺς σκληροὺς καὶ ἀπέπτους ὄγκους ἅπαντας ἐμβαλλομένη τοῖς κατα‐

3

.

43

.

8

πλάσμασι, καὶ μᾶλλον ἡ ὑγρά. —Φάρμακον σύνθετον τὰ μὲν ἤδη πε‐ πεμμένα τῶν ἀποστημάτων ἀπόνως ἐξιποῦν ὡς πολλάκις εὑρίσκεσθαι ἐπὶ τοῦ σπληνίου πύον (τὰ δὲ 〈μὴ〉 πεπεμμένα εἰς τέλος διαφορεῖ)· λίθου

3

.

43

.

9

πυρίτου 𐅻 ιβ, ἀμμωνιακοῦ λείου ἴσον, κυαμίνου ἀλεύρου 𐅻 ϛ. ἀναλάμ‐ βανε ῥητίνῃ ὑγρᾷ καὶ εἰς δέρμα ἐπιπλάσας ἐπιτίθει· τὸ δὲ σπληνίον

3

.

43

.

10

μὴ ἀφαίρει, μέχρις ἂν αὐτόματον ἀποπέσῃ. δεῖ δὲ μὴ πρὸ πολλοῦ παρασκευάζειν τὸ φάρμακον· ξηραίνεται γὰρ ταχέως.

3

.

44

t

Πρὸς χοιράδας καὶ φύματα.

3

.

44

.

1

Θέρμων πικρῶν ἄλευρον οὐ τὰ πελιδνὰ μόνον, ἀλλὰ καὶ χοιράδας καὶ φύματα θεραπεύει· ὄξει δ’ ἑψεῖν αὐτὸ χρὴ ἢ ὀξυμέλιτι ἢ ὀξυκράτῳ.

3

.

44

.

2

ἰατρὸς δέ τις ἐπὶ σκληρῶν σωμάτων ἐχρῆτο βοείᾳ κόπρῳ σὺν ὄξει πρὸς χοιράδας καὶ τοὺς σκιρρώδεις ὄγκους ἅπαντας καταπλάττων.

3

.

44

.

3

διαφορεῖ δὲ καταπλασσόμενα λεῖα ἀδίαντον, ἀτράφαξυς, ἑλξίνη, ἀλθαίας ῥίζα ἐν οἴνῳ ἑψηθεῖσα, ἀμμωνιακὸν μετὰ μέλιτος μαλαχθὲν καὶ ἐπι‐

3

.

44

.

4

τεθέν, ἰξὸς σὺν ῥητίνῃ καὶ κηρωτῇ, ἰτέας φύλλα σὺν κηρωτῇ. ῥήσσει δὲ φύματα πρόπολις, θέρμοι πικροὶ μετ’ ὄξους καταπλασθέντες, σικύου ἀγρίου ἡ ῥίζα ἀναληφθεῖσα τερεβινθίνῃ, ῥίζα καππάρεως ὁμοίως, νίτρον

3

.

44

.

5

μετὰ ζύμης καὶ σύκων. τὰς δ’ ἐντὸς ἀποστάσεις ῥήσσει θάλασσα μετὰ

3

.

44

.

6

μελικράτου ποθεῖσα. χοιράδας δὲ διαφορεῖ ἄσβεστος μέλιτι ἢ γλοιῷ ἀναληφθεῖσα ἢ ἐλαίῳ ἢ στέατι χοιρείῳ, αἴρινον ἄλευρον μετὰ περι‐ στερᾶς κόπρου καὶ λινοσπέρμου ἐν οἴνῳ ἑψηθέν, ὄλυνθοι ἄγριοι καὶ
ἥμεροι ἑφθοὶ λεῖοι καταπλασσόμενοι, καὶ πᾶσαν συστροφὴν διαφοροῦσιν.422

3

.

45

t

Πρὸς σύριγγας.

3

.

45

.

1

Σπονδυλίου ἡ ῥίζα περιξεομένη καὶ ἐντιθεμένη συρίγγων τύλους

3

.

45

.

2

ἀφαιρεῖ. καὶ ἐλλέβορος μέλας ἐντιθέμενος ἐν δύο καὶ τρισὶν ἡμέραις

3

.

45

.

3

ἀφίστησι τὸν τύλον. ἐκτήκει δὲ καὶ ἰοῦ 𐅻 ιβ, ἀμμωνιακοῦ 𐅻 β· κολ‐ λύρια ποιήσας ἐντίθει ταῖς σύριγξι μετ’ ὄξους ἢ ὕδατος· ἀμόργη ἑψο‐ μένη καὶ ἐγκλυζομένη, σῶρι ὠμὸν ἢ κεκαυμένον μετ’ ὀλίγου κράματος

3

.

45

.

4

καὶ μέλιτος ἐγκλυζόμενον. καὶ σαρκοῖ ὀμφάκιον ἐγκλυζόμενον.

3

.

46

t

Περὶ βουβώνων.

3

.

46

.

1

Ὅταν βουβῶνες ἐπαναστῶσιν, εἰ μὲν πληθωρικὸν εἴη καὶ κακό‐ χυμον πᾶν τὸ σῶμα, δύσκολος ἡ θεραπεία· παραληπτέον δ’ ὅμως τὴν ἐπὶ τῶν ῥευματικῶν διαθέσεων εἰρημένην θεραπείαν· εἰ δ’ ὑγιεινὸν ἀκριβῶς, εὔκολος· θερμαίνειν γὰρ χρὴ καὶ ὑγραίνειν ὅλον τὸ σκέλος,
5ἵνα ἀνώδυνον γένηται, καὶ ἐπιτιθέναι τῷ μὲν ἕλκει τῆς τετραφαρμάκου θερμῆς ἐν μοτῷ λυομένης ῥοδίνῳ ἤ τινι τῶν χαλαστικῶν ἐλαίων, περι‐ ελίττειν δ’ ἐν ὅλῳ τῷ κώλῳ πίλημα ἐλαίῳ θερμῷ βεβρεγμένον ἔξωθέν τε καταπλάττειν τὸ ἕλκος καταπλάσματι θερμῷ ἐξ ἀλεύρου πυρίνου ἢ κριθίνου ἢ ἐξ ἀμφοτέρων σὺν ἐλαίῳ βραχεῖ, τὸν δ’ ἀδένα τὸν φλεγ‐
10μαίνειν ἠργμένον παρηγορεῖν κατ’ ἀρχὰς ἔριον ἐπιτιθέντας διαβραχὲν ἐλαίῳ θερμῷ, μὴ μεθ’ ἁλῶν, ὥς τινες ποιοῦσιν· ὕστερον γὰρ τούτοις χρησόμεθα, τοῦ πεπληγότος κώλου παρηγορηθέντος καὶ ἀνωδύνου γε‐

3

.

46

.

2

νομένου τοῦ ἕλκους. ἐπὶ τούτοις μὲν 〈οὖν〉 ὡς τὸ πολὺ τῶν ἀδένων ἡ φλεγμονὴ λύεται· πολλάκις δὲ καὶ μείζων γίνεται καὶ ἐκπυΐσκεται.

3

.

46

.

3

ὅταν οὖν τὸ οἷον ζέον τῆς φλεγμονῆς παύσηται, τῶν μὲν παρηγορη‐ τικῶν φαρμάκων ἀφίστασθαι, χρῆσθαι δὲ τοῖς διαφορητικοῖς, κατὰ βραχὺ μεταβαίνοντα τῶν διαφορούντων εἰς τὰ ταῖς συστάσεσιν ὑγρὰ ὅσα τοῖς ἐμμότοις ἐστὶν ὅμοια κηρωτοειδῆ· φεύγειν γὰρ ἐπὶ τούτων
5δεῖ τὰς σκληρὰς ἐμπλάστρους· συντείνουσι γὰρ τὰ μόρια καὶ αὖθις

3

.

46

.

4

φλεγμαίνειν ἀναγκάζουσιν. κἂν ἱκανὸν δ’ ᾖ τὸ πύον κατὰ τὸ δια‐ πυῆσαν μόριον, οὐ χρὴ διαιρεῖν εὐθύς, ὥς τινες ποιοῦσιν, ἀλλ’ ἐπι‐

3

.

46

.

5

χειρεῖν διαφορεῖν φαρμάκοις. διαφορεῖ δὲ πάτος ταχέως τὸν ὄγκον

3

.

46

.

6

κατὰ τῶν βουβώνων ἐπιτιθέμενος. τοὺς μὲν οὖν ἐπὶ προσκόμμασι καὶ ἑλκυδρίοις βουβῶνας καὶ πυρετοὺς ἀκινδύνους νομιστέον, κακοὺς δὲ
τοὺς ἄλλους, καὶ μάλιστα τοὺς ἐπὶ πυρετοῖς γινομένους.423

3

.

47

t

Περὶ ἐρυσιπελάτων.

3

.

47

.

1

Παχὺς καὶ δριμὺς χυμὸς ἐπιρρεύσας ἀπεργάζεται τὸ ἐρυσίπελας,

3

.

47

.

2

ποτὲ μὲν χωρὶς ἕλκους, ποτὲ δὲ μεθ’ ἕλκους. θεραπεύειν οὖν αὐτὸ χολαγωγῷ πρότερον χρωμένους καθαρτηρίῳ, εἶθ’ οὕτως ἀποκρουομέ‐

3

.

47

.

3

νους τὸ ἐπιρρέον διὰ τῶν ψυχόντων. δεῖ δὲ μεταβαίνειν ἀπὸ τῶν ψυχόντων ἐπὶ τὰ διαφοροῦντα πρὶν πελιδνὸν ἢ καὶ μέλαν γενέσθαι

3

.

47

.

4

τὸ μόριον. χρῄζει δὲ τὰ ἐρυσιπέλατα ψυχόντων μεθ’ ὑγρότητος ἄνευ στύψεως, οἷόν ἐστιν ἀείζῳον καὶ ἀνδράχνη καὶ ψύλλιον ὅ τε ἀπὸ τῶν τελμάτων φακὸς καὶ κοτυληδὼν στρύχνον τε καὶ ὑοσκύαμος καὶ θρι‐ δακίνη καὶ τεῦτλον καὶ γλαύκιον αἵ τε δι’ ὕδατος πάνυ ψυχροῦ κη‐

3

.

47

.

5

ρωταί. μίγνυται δὲ καὶ ὀποῦ τι τούτοις καὶ χυλοῦ μήκωνος καὶ κω‐ νείου καὶ μανδραγόρου, καὶ γίνεται σύνθετα φάρμακα.

3

.

48

t

Ψύχουσα κηρωτή.

3

.

48

.

1

Τήξαντας ἐλαίῳ κηρὸν ὡς ἔνι μάλιστα καθαρόν, ποιεῖν χρὴ κη‐ ρωτὴν ὑγρὰν καὶ ψύξαντας ἐν θυίᾳ μαλάττειν ταῖς χερσίν, ὕδωρ

3

.

48

.

2

ψυχρὸν παραχέοντας, ὅσον ἂν ἡ κηρωτὴ καταδέξασθαι δύνηται. κάλ‐ λιον δ’ εἶναι τὸ ῥόδινον ἐξ ὀμφακίνου χωρὶς ἁλῶν, καὶ τριπλάσιον ἢ

3

.

48

.

3

τετραπλάσιον εἶναι τοῦ κηροῦ τὸ ῥόδινον. εἰ δὲ καὶ ὄξους βραχύ τι μῖξαι βουληθείης λεπτοῦ καὶ διαυγοῦς, ἔτι καὶ μᾶλλον ὑγρὸν καὶ ψυ‐

3

.

48

.

4

χρὸν ἀποτελέσεις τὸ φάρμακον. τοῦτο δ’ ἐπιτήδειόν ἐστιν οὐ μόνον τοῖς ἐρυσιπέλασιν, ἀλλὰ καὶ τοῖς ἑκτικοῖς πυρετοῖς καὶ φλεγμοναῖς ταῖς

3

.

48

.

5

ἐν αἰδοίοις κατ’ ἀρχὰς πρὶν νομώδη τινὰ διάθεσιν συστῆναι. καὶ ψύχουσαι δὲ πόαι μετ’ ἀλφίτων λεπτῶν ἐμψύχουσιν ἱκανῶς, καὶ φοί‐ νικες λιπαροὶ τοῦ ὑμενοειδοῦς αὐτῶν ἐξαιρεθέντος δι’ ἑψήσεως τακεροὶ γενηθέντες, εἶτα λειωθέντες καὶ ἐπιτεθέντες· ξηρότεροι δ’ εἰ φανεῖεν

3

.

48

.

6

κατὰ τὴν σύστασιν, τῆς προειρημένης κηρωτῆς μίξεις. παυσαμένης δὲ τῆς φλεγμονῆς πρὶν πελιδνὸν 〈γενέσθαι τὸ μόριον, καταπλάττειν δι’ ὠμῆς λύσεως· εἰ δὲ καὶ φθάσειε γενέσθαι πελιδνόν〉, ἀποσχάζοντα κατα‐ πλάττειν οὕτως, καταντλεῖν δὲ δι’ ὕδατος θερμοῦ γλυκέος, ἐνίοτε δὲ
5θαλάττῃ ἢ ἅλμῃ, καί ποτε καὶ τῷ καταπλάσματι μιγνύναι τούτων.

3

.

49

t

Περὶ ἕρπητος.

3

.

49

.

1

Δριμύς ἐστι χυμὸς ὁ καὶ τὸν ἕρπητα ποιῶν, ἀλλ’ ἐὰν μὲν ἄμικτος ἡ χολὴ συρρέουσα τύχῃ, τῇ σφοδρᾷ δριμύτητι τὸν ἐσθιόμενον ἕρπητα συνίστησι μετ’ ἀναβρώσεως τὸ συνεχὲς τοῦ δέρματος ἐπιλαμβάνουσα
(διὸ καὶ ἕρπης ὠνομάσθη τὸ πάθος)· ἐὰν δὲ φλέγματι συμμιγῇ, τὸν424
5ἕτερον ἕρπητα τὸν ὀνομαζόμενον κεγχρίαν ἀποτελεῖ, κέγχροις ὁμοίας

3

.

49

.

2

ἐξοχὰς κατὰ τὸ δέρμα ποιοῦντα. ὁ μὲν οὖν καθαίρων πᾶν τὸ σῶμα πρότερον, εἶθ’ ἑξῆς προσάγων τὰ ἀποκρουστικὰ τοῖς πεπονθόσι μορίοις, οὗτος ἰάσεται τὸν ἕρπητα προσηκόντως· ὁ δ’ εὐθὺς τοῖς ἐπουλοῦσι τὴν ἡλκωμένην ἐπιδερμίδα χρώμενος ταύτην μὲν ἰᾶται, τὴν δ’ ἐφεξῆς

3

.

49

.

3

οὐ κωλύσει διάθεσιν ἔχειν ὁμοίαν τῇ προτέρᾳ. κενώσομεν οὖν τὸ σῶμα πᾶν τοῖς ἐρυσιπέλασιν ὁμοίως, τοῖς δὲ πεπονθόσι τόποις οὐ τὰ αὐτὰ προσάξομεν· ψύχεσθαι μὲν γὰρ δέονται παραπλησίως τοῖς ἐρυσι‐

3

.

49

.

4

πέλασιν, οὐκέτι δὲ καὶ ὑγραίνεσθαι φέρουσιν. κατάλληλα δ’ αὐτοῖς τὰ ψύχοντα καὶ ξηραίνοντα· μήτε οὖν θριδακίνην προσαγέτω τις μήτε φακὸν τὸν ἐπὶ τῶν τελμάτων ὡς ψυχόντων καὶ ὑγραινόντων, ἀλλὰ κατ’ ἀρχὰς μὲν ἕλικας ἀμπέλων καὶ βάτων καὶ ἀρνογλώσσου κατα‐
5πλάττειν, ὕστερον δὲ φακὴν τούτοις μιγνύειν καί ποτε καὶ μέλιτος καὶ ἀλφίτων καὶ τὸ προγεγραμμένον πρὸς τὰς ἐκ ῥευμάτων φλεγ‐ μονὰς κατάπλασμα χωρὶς τοῦ ἀειζῴου· τὰ δ’ ἡλκωμένα τοῖς φαρμά‐ κοις ἐπιχρίειν τοῖς πρὸς ἕρπητας ποιοῦσι τροχίσκοις λυομένοις γλυκεῖ

3

.

49

.

5

ἢ οἴνῳ λεπτῷ καὶ αὐστηρῷ μὴ παλαιῷ ἢ ὀξυκράτῳ ὑδαρεῖ. χρονίων δ’ ὄντων τῶν τοιούτων ἤδη ἑλκῶν, ἐπιτήδειος ὅ τε τοῦ Μούσα καὶ

3

.

49

.

6

ὁ τοῦ Ἄνδρωνος τροχίσκος. τὰ ἐπιπολῆς δὲ μόνον ἑλκώσαντος τοῦ ἕρπητος, εἰ μὴ πάνυ χρόνιος τυγχάνει, μὴ καταχρίειν μηδενὶ τούτων (ἰσχυροτέρα γάρ ἐστι καὶ ξηραίνει πλέον ἢ δεῖ), προσφέρειν δὲ τοῖς τοιούτοις ἕρπησι γλαύκιόν τε καὶ τὰ τούτῳ παραπλήσια, μάλιστα μὲν

3

.

49

.

7

ἀνιέντας ὕδατι· μηδὲν δ’ ἀνύοντος, ὄξους παραπλέκειν. καὶ χυλῷ δ’

3

.

49

.

8

ἀρνογλώσσου 〈ἢ〉 στρύχνου διεὶς ὀνήσεις οὐ μικρῶς. λίνου σπέρμα

3

.

49

.

9

φώξας καὶ ἐν οἴνῳ καὶ ἐλαίῳ ἑψήσας καὶ λεάνας ἐπιτίθει· ἢ γῆν

3

.

49

.

10

Κιμωλίαν στρύχνου χυλῷ διεὶς κατάχριε· ἢ λιθαργύρου 𐅻 δ καὶ πράσου χυλοῦ 𐆂ο 𐅶 καὶ τεύτλου χυλοῦ τὸ ἴσον κατάχριε λεάνας.

3

.

50

t

Περὶ σκίρρων.

3

.

50

.

1

Σκληρὸς οὕτως ἐστὶν ὥσπερ ὀστοῦν· ἔστι δὲ καὶ ἀναίσθητος, καὶ ὅ γε τοιοῦτος ἀνίατος παντάπασιν· ὁ δ’ ἔχων κἂν ἀμυδρὰν γοῦν

3

.

50

.

2

αἴσθησιν ὑπὸ τῶν διαφορούντων θεραπευθήσεται φαρμάκων. ἀλλὰ τὰ διαφοροῦντα καὶ ἀθρόως κενοῦντα χωρὶς τοῦ μαλάττειν ἐν μὲν ταῖς πρώταις ὀλίγαις ἡμέραις ἐλαττοῦν δοκεῖ τὸν ὄγκον· τὸ δ’ ὑπόλοιπον τῆς διαθέσεως ἀνίατον καθίσταται, παντὸς τοῦ λεπτομεροῦς διαφορη‐
5θέντος· διὰ τοῦτο ἐπιτηδειότερα τῶν φαρμάκων ἐστὶν ὅσα μετὰ τοῦ

3

.

50

.

3

μαλάττειν καὶ διαφορεῖν πέφυκεν. μαλακτικὰ μὲν οὖν ἐστιν ἐλάφειον
στέαρ καὶ μυελὸς καὶ ταύρειον καὶ τράγειον καὶ ἄρκειον, ἀμμω‐ νιακόν τε καὶ βδέλλιον καὶ στύραξ, καὶ τούτοις χρησάμενοι μετὰ τὸ λυθῆναι τὴν σκληρότητα διαφορητικὰ προσάξομεν, ὁποῖά ἐστι τῆλις καὶ425

3

.

50

.

4

αἰγεία κόπρος σὺν ὀξυκράτῳ. συντίθεται δὲ φάρμακα παρὰ τῶν ἰατρῶν πρὸς ἀμφοτέρους 〈τοὺσ〉 σκοποὺς ἁρμόττοντα, τόν τε τῆς τοῦ σκίρρου διαλύσεως καὶ τὸν τῆς διαφορήσεως.

3

.

51

t

Περὶ οἰδημάτων.

3

.

51

.

1

Ῥεῦμα φλεγματῶδες τὸ οἴδημα γεννᾷ, χαῦνον ὄγκον καὶ εἴκοντα καὶ βοθρούμενον καὶ τὰς ἐκπιέσεις τῶν δακτύλων· ἔστι δὲ καὶ ἀνώ‐

3

.

51

.

2

δυνος. ἰᾶσθαι δ’ αὐτὸν χρὴ σπόγγον ὀξυκράτῳ βρέχοντα καὶ ἐπιτιθέναι μετ’ ἐπιδέσεως ἠρέμα σφιγγούσης ἐκ τῶν κάτω μὲν ἀρχομένης μερῶν,

3

.

51

.

3

τελευτώσ〈ης δ’〉 εἰς τὰ ἄνω. καινὸν δ’ εἶναι χρὴ τὸν σπόγγον, κἂν μὴ παρῇ τοιοῦτος, ἐκκαθαίρειν τὸν παρόντα νίτρῳ, καὶ μᾶλλον τῇ καλουμένῃ στακτῇ κονίᾳ· μὴ καθισταμένου δ’ ἐπὶ τούτοις τοῦ οἰδή‐

3

.

51

.

4

ματος, βραχὺ τῆς στυπτηρίας μιγνύειν. ἐπιτήδειον δὲ καὶ τὸ ἁπαλώ‐

3

.

51

.

5

τατον ἐλλύχνιον ὑγρότητι τοιαύτῃ δευόμενον καὶ ἐπιτιθέμενον. κάλλιον

3

.

51

.

6

δὲ καὶ τὸ γλαύκιον. καὶ χρονικὸν δ’ οἴδημα προϋπαλείψας ἐλαίῳ τὸ μόριον, εἶτ’ ἐπιθεὶς σπόγγον ἐκ κονίας καὶ σφίγξας βιαιότερον θερα‐

3

.

51

.

7

πεύσεις. ἴσατις ἡ ἥμερος τοὺς οἰδηματώδεις ὄγκους θαυμαστῶς δια‐ φορεῖ τε καὶ προσστέλλει· γῆ λιπαρὰ πᾶσα, καὶ μᾶλλον ἡ Αἰγυπτία.

3

.

52

t

Πρὸς σκίλλας.

3

.

52

.

1

Βδελλίῳ μάλιστα χρῶνταί τινες ἐπί τε βρογχοκηλικῶν καὶ ὑδρο‐ κηλικῶν, ἀσίτου πυάλου δεύοντες 〈ὡσ〉 ἐμπλαστώδη σύστασιν σχεῖν.

3

.

52

.

2

κυπαρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ σφαιρία τὰ νέα καὶ ἁπαλὰ τοὺς ἐντεροκηλικοὺς ὠφελεῖ· καὶ γὰρ ξηραίνει καὶ τόνον ἐντίθησι τοῖς ὑγροτέροις χαλαροῖς σώμασιν.

3

.

53

t

Πρὸς δοθιῆνας.

3

.

53

.

1

Ἐκ παχέων μὲν χυμῶν δοθιῆνες γίνονται· διαφοροῦσι δ’ αὐτοὺς

3

.

53

.

2

καὶ πέττουσι πυροὶ μασώμενοι καὶ ἐπιτιθέμενοι. καὶ μαστίχη δ’ αὐτοὺς

3

.

53

.

3

ὀνίνησιν ἡ Αἰγυπτία. σταφίδας ἐκγιγαρτίσας τρῖψον καὶ μῖξον ἁλὸς

3

.

53

.

4

λείου ἴσον, καὶ καταμίξας ῥητίνην ἐπιτίθει.426

3

.

54

t

Πρὸς ἐπινυκτίδας.

3

.

54

1,2

Σέλινον μετ’ ἀλφίτου κατάπλασσε. κράμβης ... μετὰ κορίου χλω‐

3

.

54

3,4

ροῦ. ἐλαίας φύλλοις ἑφθοῖς μεθ’ ὕδατος χρῶ. σταφίδα ἐκγιγαρτισμένην

3

.

54

.

4

(2)

λείαν μῖξον ἐν σπληνίῳ καὶ καταχρίων ἐπιτίθει· ἀδίαντον τρίψας μετὰ

3

.

54

.

5

μέλιτος. φυλακτέον δὲ τὴν τῶν δριμέων καὶ ὀξέων καὶ ἁλυκῶν προσ‐ φορὰν καὶ πυρίαν καὶ λουτρὸν καὶ ἥλιον.

3

.

55

t

Πρὸς ἀκροχορδόνας καὶ μυρμηκίας καὶ τὰ ὅμοια.

3

.

55

.

1

Διὰ μὲν τῶν ἑλκόντων σφοδρῶς φαρμάκων καὶ ἡ ἀκροχορδὼν

3

.

55

.

2

ἀποσπασθήσεται, διὰ δὲ τῶν σηπόντων νεκρωθήσεται. ἰτέας τοῦ φλοιοῦ ἡ τέφρα κεκαυμένου ἥλους καὶ τύλους ἔτι τε μυρμηκίας καὶ ἀκρο‐

3

.

55

.

3

χορδόνας καὶ πτερύγια καὶ θύμους ἀφαιρεῖ. ἡ τῶν προβάτων κόπρος πρὸς ἀκροχορδόνας καὶ μυρμηκίας καὶ θύμους καὶ δοθιῆνας σκληροὺς

3

.

55

.

4

καὶ ἥλους ποιεῖ ὄξει δευομένη. ὄλυνθοι ἑψηθέντες μὲν τοὺς σκληροὺς ὄγκους διαφοροῦσιν, ὠμοὶ δὲ μυρμηκίας τε 〈καὶ〉 θύμους ἐκβάλλουσιν.

3

.

55

.

5

λεπὶς μολύβδου λεπτὴ καλῆς ἐπιτεθεῖσα κατὰ γαγγλίου τελέως ἀφα‐

3

.

55

.

6

νίζει. τὰ δὲ κονδυλώματα στέλλει ἐλαίας ἄνθη μεθ’ ὕδατος κατα‐ πλασσόμενα, ἀλόη σὺν γλυκεῖ καταχριομένη, πενταφύλλου ῥίζα κατα‐ πλασθεῖσα, κυδώνια ἑφθὰ σὺν ἄρτῳ ἢ ἀλφίτῳ, μυρσίνης φύλλα κεκαυ‐

3

.

55

.

7

μένα σὺν κηρωτῇ, πρόπολις προμαλασσομένη καὶ ἐπιτιθεμένη. αἴρει δὲ τὰ κονδυλώματα καὶ 〈τὰσ〉 συκὰς ἀρσενικὸν καταπλασθέν, ἄσβεστος

3

.

55

.

8

καὶ τρὺξ ἰξῷ ἀναληφθέντα καὶ ὡς σπληνίον ἐπιτεθέντα. τὰς δ’ ὑπερ‐ μεγέθεις συκὰς ἀποβάλλει ὁ ἰὸς σιδήρου σὺν οἴνῳ ἐπιχρισθεὶς γλυκεῖ, ἀνήθου σπέρματος κεκαυμένου ἡ τέφρα καταπλασσομένη, στυπτηρία σχιστὴ λεία σὺν ὄξει, στυπτηρία ἡ ὑγρὰ μετ’ ἄρτου καὶ οἴνου καὶ

3

.

55

.

9

σελίνου. συκὰς δ’ ἀφαιρεθείσας καὶ θύμους καὶ κονδυλώματα ἀποθερα‐ πεύει καὶ οὐκ ἐᾷ πάλιν αὔξεσθαι τέφρα κλημάτων σὺν ὄξει κατα‐ πλασθεῖσα.

3

.

56

t

Πρὸς χείμεθλα.

3

.

56

.

1

Θάλασσαν χλιαρὰν κατάντλει ἢ τεύτλου ἀφεψήματι ἢ φακοῦ ἢ ὀρόβου ἢ ἀσφοδέλου ῥίζης· μετὰ δὲ τὴν κατάντλησιν φακοὺς ἑφθοὺς

3

.

56

2,3

ἐν οἴνῳ λειώσας κατάπλασσε· ἢ τρυγὶ ὀξηρᾷ κατάπλασσε· ἢ βολβὸν

3

.

56

.

3

(2)

πρόσφατον οἴνῳ μίξας κατάπλασσε.

3

.

57

t

Πρὸς τὰς τῶν δακτύλων ῥαγάδας καὶ τῶν ὅλων ποδῶν.

3

.

57

1,2

Πίσσῃ ὑγρᾷ κατάχριε. καρκῖνον ἢ ποτάμιον ἢ θαλάσσιον καύσας

3

.

57

.

2

(2)

ἐπ’ ἀνθράκων ἀπόξεσον τὸ ὄστρακον καὶ μετ’ ἐλαίου τρίψας καὶ πά‐427

3

.

57

.

3

χος μέλιτος ποιήσας, προαποσμήξας τὰς ῥαγάδας ἔνσταζε. ποιεῖ δὲ καὶ σκίλλης τὸ ἐντὸς ἐν ἐλαίῳ ζεσθὲν καὶ τερμινθίνῃ συλλεανθὲν καὶ

3

.

57

.

4

κέρας αἴγειον καυθὲν καὶ ἀναληφθὲν στέατι αἰγείῳ. δεῖ δὲ προπερι‐ καθαίρειν τοὺς τύλους καὶ οὕτω χρῆσθαι τοῖς φαρμάκοις.

3

.

58

t

Περὶ λεύκης, ἀλφοῦ, λέπρας καὶ ψώρας.

3

.

58

.

1

Φλεγματικὸν αἷμα καὶ γλίσχρον ποιεῖ τὴν λεύκην, ὅταν τρέψῃ

3

.

58

.

2

χρόνῳ πλείονι τὴν χρόαν 〈καὶ〉 ἐπὶ τὸ λευκότερον ἀλλοιώσῃ. τῶν δ’ ἀλφῶν ἡ γένεσις ὁμοειδὴς μέν ἐστιν, οὐ μὴν δι’ ὅλου τῆς σαρκὸς πεπονθυίας, ἀλλ’ ἐπιπολῆς τοῦ δέρματος, ἐκ τοῦ φλεγματικοῦ μὲν

3

.

58

.

3

χυμοῦ λευκοὶ γινόμενοι, μέλανες δ’ ἐκ τοῦ μελαγχολικοῦ. τὴν λέπραν δ’ ὁ γεννῶν χυμὸς ἄχρι βάθους διήκει, τῆς ψώρας ἐπιπολαιοτέρας

3

.

58

.

4

οὔσης. ἐὰν τοίνυν πεπλυμένην τὴν τίτανον, εἶτ’ ἐξηραμμένην ἔχῃς, ὕδωρ μιγνὺς τοσοῦτον ὡς πάχος γενέσθαι σύμμετρον εἰς ἐπίχρισιν θεραπεύσεις, ἀλφοὺς μὲν ἐπιχρίων ὑγροτέρῳ μᾶλλον, ψώρας δὲ παχυ‐

3

.

58

.

5

τέρῳ, παχυτάτῳ δὲ τὰς λέπρας. δρακοντίου ἡ ῥίζα σὺν ὄξει κατα‐ πλασσομένη ἀλφοὺς ἰᾶται, καὶ ἐλλέβορος ἑκάτερος θέρμων τε πικρῶν ἀφέψημα καταντλούμενον καὶ τὸ ἄλευρον αὐτῶν καταπλασσόμενον δι’ ὄξους ἢ μέλιτος, καππάρεως τῆς ῥίζης ὁ φλοιὸς σὺν ὄξει, κρίνου ῥίζα
5μετὰ μέλιτος, κρόμμυον σὺν ὄξει καταχριόμενον ἐν ἡλίῳ, κροκοδείλου χερσαίου κόπρος ὁμοίως καὶ ἡ τῶν ψαρῶν, ὅταν ὄρυζαν μόνην ἐσθίωσι,

3

.

58

.

6

σηπίας ὄστρακα καυθέντα. πρὸς δὲ ψώρας ποιεῖ σταφὶς ἀγρία, ἐλλέ‐ βορος ἑκάτερος, θέρμοι πικροί, ὡς εἴρηται πρόσθεν, καρδάμωμον μετ’ ὄξους, κρίνου ἡ ῥίζα μετὰ μέλιτος, ῥητίνη τερμινθίνη καὶ θεῖον (πεῖραν

3

.

58

.

7

τούτου εἰλήφαμεν), ἐρέβινθοι, αἰγεία κόπρος. τὰς δὲ λέπρας ἀφιστᾶσιν ἀνεμῶναι προστιθέμεναι, ἐλλέβορος ἑκάτερος, ἀμπέλου λευκῆς ἡ ῥίζα.

3

.

59

t

Περὶ λειχήνων.

3

.

59

.

1

Μιχθέντων ἰχώρων λεπτῶν καὶ δριμέων παχεῖ χυμῷ οἱ λειχῆνες συνίστανται, ῥᾳδίως εἰς ψώραν καὶ λέπραν μεταπίπτοντες· διὸ τῶν

3

.

59

.

2

ἰσχυρῶς ξηραινόντων χρῄζουσι φαρμάκων. ἀγρίους δὲ καλοῦσι λειχῆνας τοὺς ὑπὸ τῶν μετρίως ξηραινόντων οὐδὲν ὀνιναμένων, ὑπὸ δὲ τῶν

3

.

59

.

3

σφοδρῶς παροξυνομένους. χρὴ οὖν ἐπὶ τούτων φάρμακα παραλαμβά‐

3

.

59

.

4

νειν δραστικὰ μὲν ἱκανῶς, χωρὶς δὲ τοῦ δάκνειν σφοδρῶς. ἐρέβινθοι ποιοῦσι πρὸς λειχῆνας, ἐλλέβορος ἑκάτερος, κοκκυμηλέας τὸ κόμμι ἐπὶ παιδός, λειχὴν ὁ ἐπὶ τῶν πετρῶν, πίσσα μιγνυμένη κηρωτῇ, θεῖον μετὰ ῥητίνης (τοῦτο πεῖραν δέδωκε), σίαλον ἀνθρώπου ἐπὶ παιδός
5(δεῖ δὲ συνεχῶς τῷ δακτύλῳ μετὰ τοῦ σιάλου τὸ πεπονθὸς ἀνατρί‐
βειν δέρμα), κροκοδείλου χερσαίου κόπρος καὶ ἡ τῶν ψαρῶν, ὅταν428

3

.

59

.

5

ὄρυζαν μόνην ἐσθίωσιν. πρὸς δὲ τοὺς ἐπὶ γενείου προσφάτους λειχῆνας ἢ ἄλλου μέρους προσώπου πυροὺς πολλοὺς λαμβάνων ἐπί τινος ἄκμονος ἐπιτίθει τοὺς πυρούς, καὶ τὸ ἀπορρέον ἐξ αὐτῶν ὑγρὸν ἔτι θερμὸν

3

.

59

6,7

λαμβάνων ἐπίχριε τοὺς λειχῆνας. πολλοὶ τούτῳ μόνῳ ἰάθησαν. ἢ

3

.

59

.

7

(2)

μαλάχης ἀγρίας τὸν καρπὸν ἁπαλὸν συλλέγων καὶ κόπτων τὸν χυλὸν

3

.

59

.

8

ἀποτίθου, καὶ τούτῳ συνεχῶς ἐπίχριε. χρονιζόντων δὲ τῶν λειχήνων, χρῶ τοῖς ὑπογεγραμμένοις· ἄγνου φύλλα τρίψας, ὄξος ἐπιβαλὼν ὀλί‐

3

.

59

.

9

γον κατάπλασσε· ἢ καππάρεως τὰ φύλλα τρίψας μετ’ ὄξους ἐπιτίθει.

3

.

60

t

Τροχίσκος πρὸς λειχῆνας.

3

.

60

.

1

Κόλλης τεκτονικῆς 𐅻 β, λιβάνου 𐅻 β, ὄξους 𐆂ο 𐅶· ἔν τισιν ἴσα ἔχει· ὄξει διαλύων ἐπίχριε.

3

.

61

t

Περὶ ἐμφυσημάτων.

3

.

61

.

1

Πνεῦμα φυσῶδες παχὺ καὶ ἀτμῶδες ὕλη τῶν ἐμφυσημάτων 〈ἐστίν〉· συνεργεῖ δ’ εἰς τὸ μὴ διαπνεῖσθαι τὸ πνεῦμα ἡ τῶν σωμάτων πύκνω‐ σις· ὅθεν καὶ σκοπὸς τῆς θεραπείας ἀραίωσις μὲν τῶν πεπυκνωμένων καὶ λέπτυνσις τοῦ πεπαχυσμένου πνεύματός ἐστι διὰ τῶν λεπτομερῶν

3

.

61

.

2

φαρμάκων. τῶν μυῶν δὲ διὰ θλάσιν ἐμπεφυσημένων, τὸ μὲν διαφορεῖν καὶ ἐπ’ αὐτῶν ἀναγκαῖον· δριμέων δ’ ὄντων ὡς τὸ πολὺ τῶν δια‐ φορητικῶν, ἀγανακτεῖν συμβαίνει τοὺς μῦς καὶ τὰς ὀδύνας ἐπιτείνεσθαι.

3

.

61

3,4

χρὴ τοίνυν μεμῖχθαι τοῖς διαφορητικοῖς τὰ παρηγοροῦντα. ἔστι δὲ

3

.

61

.

4

(2)

παρηγορητικὸν μὲν ἐπὶ τῆς τοιαύτης διαθέσεως τῶν μυῶν τό τε ἕψημα καὶ ὕσσωπον μετ’ ἐλαίου βραχέος· διαφορητικὸν δ’ ὄξος καὶ νίτρον

3

.

61

.

5

καὶ στακτὴ κονία. χρηστέον οὖν κατ’ ἀρχὰς μὲν τῷ ἑψήματι μετ’ ἐλαίου βραχέος καὶ οἴνου ὁμοίως βραχέος, ἀναλαμβάνοντας οἰσυπηροῖς ἐρίοις θερμόν, καὶ φροντίζειν ὅπως ἂν ἀεὶ ἡ θερμότης παραμένῃ·

3

.

61

.

6

ψύχεσθαι γὰρ οὐ χρὴ τὰ μόρια. παρηγορηθέντος δὲ τοῦ κάμνοντος, παραμιγνύναι τοῦ ὄξους καὶ τοῦ νίτρου καὶ μετὰ ταῦτα καὶ τῆς κονίας τῆς στακτῆς, εἶθ’ ὕστερον διαφορητικοῖς φαρμάκοις χρῆσθαι εἰς ἀπο‐ κατάστασιν, οἷόν ἐστι καὶ τὸ ὑποτεταγμένον· γλοιὸν ἀποζέσας ἤθησον
5πρῶτον ὡς καθαρὸν γενέσθαι, καὶ πάλιν ἐμβαλὼν τῇ κακάβῃ λείαν ἄσβεστον τίτανον ὡς ἄλευρον ἐπίπαττε μέχρι πηλώδους συστάσεως.

3

.

62

t

Πρὸς ἐλεφαντιῶντας.

3

.

62

.

1

Θαυμάσιόν ἐστι τοῖς ἐλεφαντιῶσι βοήθημα ἡ τῶν ἐχιδνῶν ἐδωδή· χρὴ δ’ ἐσθίειν ταύτας ὧδε σκευάζοντας· πρῶτον μὲν ἀποκοπτομένης
τῆς κεφαλῆς καὶ τῆς οὐρᾶς ἄχρι δακτύλων τεττάρων, εἶτα τῶν ἔνδον ἐξαιρεθέντων, καὶ τοῦ δέρματος ἀφαιρεθέντος, ὕδατί τε τοῦ σώματος429
5αὐτῶν περιπλυθέντος, ἐν λοπάδι ταῖς ἐγχέλυσι παραπλησίως σκευ‐ άζοντας διὰ λευκοῦ ζωμοῦ· γίνεται δ’ οὗτος, ὕδατος μὲν δαψιλοῦς ἐπεμβληθέντος, ἐλαίου δὲ βραχέος καὶ σὺν αὐτῷ πράσου καὶ ἀνήθου.

3

.

62

.

2

πρόδηλον δ’ ὅτι μέχρι τοσούτου τὰς σάρκας τῶν ἐχιδνῶν ἑψεῖν προσ‐

3

.

62

.

3

ήκει, μέχρις ἂν ἀκριβῶς γένοιντο ἁπαλαί. καὶ αὐτὸ δὲ τὸ δι’ αὐτῶν σκευαζόμενον φάρμακον, ὃ καλοῦσι θηριακήν, ἐπιτήδειόν ἐστι πίνεσθαι δαψιλῶς τοῖς οὕτω κάμνουσι, καὶ εἰ βούλοιτό τις αὐτῷ καὶ τὸ δέρμα χρίεσθαι· ταῦτα γὰρ ποιούντων, ἔσθ’ ὅτε λέπος ἀφίσταται τοῦ δέρ‐

3

.

62

.

4

ματος, ὁποῖον ἐπὶ τῶν ὄφεων τὸ καλούμενον γῆρας. χρώμεθα δ’ ἐπ’ αὐτῶν καὶ τοῖς ἁλσὶ τῆς θηριακῆς καὶ τῇ καλαμίνθῃ· ἀγαθὸν γὰρ καὶ τοῦτο, μὴ μόνον γενναίως διαφοροῦν τοὺς λεπτοὺς χυμούς, ἀλλὰ καὶ λεπτῦνον ἰσχυρῶς καὶ τέμνον τοὺς παχεῖς 〈τοὺσ〉 τοῦτο τὸ νόσημα

3

.

62

.

5

γεννῶντας. οὐ μὴν ἁπλῶς ἐφ’ ἕκαστον τούτων ἐρχόμεθα, προκαθαί‐ ρομεν δὲ πάντως, ἔστι δ’ ὅτε καὶ φλεβοτομοῦμεν.

3

.

63

t

Περὶ τῶν δηλητηρίων καὶ τῶν ἰοβόλων.

3

.

63

.

1

Περὶ τῶν δηλητηρίων οὔτε ἀδιορίστως γράφειν ἀσφαλές, οὔτε ἑκάστου λέγοντας τὰς ἐπαγομένας βλάβας γράφειν οὔτε τὰς θερα‐ πείας· παράσχοι γὰρ ἂν ἡ τοιαύτη διδασκαλία τοῖς μοχθηροῖς ἀφορμὴν κακουργίας· ὅσα δὲ κοινῶς βοηθεῖν πεπίστευται τοῖς θανάσιμον εἰλη‐

3

.

63

.

2

φόσι φάρμακον, ταῦτα γράψαι καλῶς ἂν ἔχοι. κελεύειν δὲ χρὴ τοὺς εἰληφότας ἐμεῖν εὐθύς, ἀνυπερθέτως προλαμβάνοντας συνεχῶς πλεῖστον ὑδρέλαιον, καὶ πάλιν παντοδαπὰ σιτία λαβόντας εἰς κόρον αὖθις ἐμεῖν· ἢ γὰρ συνεκκενωθήσεται τὸ φάρμακον ἢ ἐπικραθὲν ἀμβλυτέραν ἕξει

3

.

63

.

3

δύναμιν. εἰ δ’ ἐγκαίοιντο τὴν γαστέρα μετὰ τὸν ἔμετον, ὑδροροδίνῳ

3

.

63

.

4

ποτίσας αὖθις ἐμεῖν κέλευε. δίδου δὲ καὶ τῆς θηριακῆς μετ’ οἴνου δυναμένης καὶ μόνης ἀντιβαίνειν τοῖς δηλητηρίοις· μὴ παρούσης δ’ αὐτῆς, ἀρκευθίδας ἐννέα καὶ πηγάνου εἴκοσι φύλλα λειώσας πότιζε, ἢ χαμαιπίτυος βοτάνης μετ’ οἴνου, καὶ ὕπνου μὲν παντελῶς εἴργων,
5ψηλαφίᾳ δὲ τῶν ἄκρων χρώμενος· κἂν ὑποβιβασθῆναι τὸ δηλητήριον προσδοκηθῇ διὰ τοῦ δάκνεσθαι καὶ ἐρεθίζεσθαι τὴν κάτω γαστέρα, κλυστῆρσι δὴ δριμέσι χρῆσθαι, μέλι δαψιλὲς καὶ ἀφρόνιτρον ἢ ἕτερόν
τι τῶν ὑπακτικωτέρων μιγνύς.430

3

.

64

t

Κοινὸν πρὸς πάντα θανάσιμα φάρμακον.

3

.

64

.

1

Χαλβάνης 𐅻 δ, σμύρνης 𐅻 α· ταῦτα τρίψας καὶ διεὶς οἴνῳ γλυκεῖ

3

.

64

.

2

πότιζε. —Ἄλλο. πηγάνου φύλλα κ, κάρυα βασιλικὰ β, ἁλὸς χόνδρον α, ἰσχάδας β· ταῦτα ἐσθίειν δίδου, καὶ ὑπ’ οὐδενὸς βλαβήσεται θανα‐

3

.

64

.

3

σίμου φαρμάκου. ποιεῖ δὲ καὶ ὀρίγανος, ὄρνιθος καθηψημένης καὶ συν‐ τακείσης ζωμός, ὀποβάλσαμον σὺν γάλακτι γυναικείῳ ἢ ὕδατι.

3

.

65

t

Πρὸς τοὺς ὑπὸ μυκήτων πνιγομένους.

3

.

65

.

1

Τοὺς δ’ ὑπὸ μυκήτων πνιγομένους ... ὀξύμελι μετὰ νίτρου πινό‐ μενον, καὶ ὀρνίθων τῶν κατοικιδίων ἄφοδος μετ’ ὀξυμέλιτος· δίδου

3

.

65

.

2

δὲ τρίψας μεθ’ ὕδατος. δίδου δὲ καὶ ῥαφανίδας ὅτι πλείστας ὀπτὰς ἐσθίειν, ἢ τρύγα οἴνου καύσας καὶ τρίψας μεθ’ ὕδατος δίδου πίνειν.

3

.

66

t

Πρὸς γάλα τυρωθέν.

3

.

66

.

1

Ὄξει πότιζε, ἢ γλυκεῖ πότιζε, ἢ πυτίαν ὡς πλείστην μεθ’ ὕδατος κρηναίου δίδου, ἢ σίλφιον καὶ θεῖον ἴσα τρίψας δι’ ὀξυκράτου πότιζε.

3

.

67

t

Πρὸς βδέλλας.

3

.

67

1,2

Ὄξει ὡς δριμυτάτῳ πότιζε ἢ ὀξάλμῃ. χρηστέον δὲ καὶ τοῖς τὴν

3

.

67

.

3

κοιλίαν λύουσι· συνεκτρέχειν γὰρ εἰώθασι τοῖς διαχωρήμασιν. ποιεῖ δὲ καὶ χυλὸς ἀναγαλλίδος πινόμενος, καὶ θύμος λεῖος σὺν ὄξει δριμεῖ

3

.

67

.

4

πινόμενος. ἡμεῖς δὲ διὰ σκορόδων βρῶσιν ἐκβάλλοντες αὐτὰς οὐδενὸς τῶν εἰρημένων χρῄζομεν.

3

.

68

t

Πρὸς τὰς τῶν σφηκῶν καὶ μελισσῶν πληγάς.

3

.

68

.

1

Μαλάχης φύλλα τρίψας ἐπιτίθει, ἢ σησάμου φύλλα, καὶ αὐτὸ τὸ σήσαμον κατάπλασσε.

3

.

69

t

Πρὸς σκολοπένδρας.

3

.

69

.

1

Ὀξάλμῃ δριμείᾳ θερμῇ κατάντλει, καὶ τέφραν μετ’ ὄξους κατά‐ πλασσε.

3

.

70

t

Πρὸς μυγαλᾶς.

3

.

70

.

1

Σκόροδα συντρίψας σὺν τοῖς λεπίσμασι καὶ κύμινον ἴσον ὄγκῳ διεὶς ἐλαίῳ κατάπλασσε τὸ δῆγμα καὶ συνάλειφε τοὺς κύκλῳ τόπους.

3

.

70

.

2

ἂν δ’ ἐκραγῇ καὶ ἕλκος γένηται, ὀξάλμῃ κατάντλει καὶ κριθὴν κατα‐ καύσας κατάπλασσε ἐπὶ τὰ ἕλκη· οὐκ ἐκραγήσεται δέ, εἰ μὴ κύουσα δάκνῃ μυγαλῆ.431

3

.

71

t

Πρὸς κυνοδήκτους καὶ ἀνθρωποδήκτους καὶ πιθη‐ κοδήκτους.

3

.

71

.

1

Σπόγγον ὄξει δεύσας ἐπιτίθει· ἢ μαράθρου ῥίζαν κόψας μετὰ μέλιτος ἐπιτίθει· ἢ Ἰλλυρικὴν λείαν μετὰ μέλιτος, ἢ σῦκον ἢ ἀμύγδαλα

3

.

71

.

2

πικρὰ τρίψας ἐπιτίθει· ἢ λιθάργυρον καὶ ἅλας λεάνας ἐπιτίθει. πρὸς

3

.

71

.

3

δὲ τὰ ἤδη πεπυωμένα ὄροβον λεῖον μετὰ μέλιτος ἐπιτίθει. πρὸς δὲ τὰ φλεγμαίνοντα λιθαργύρῳ λείῳ μεθ’ ὕδατος κατάχριε.

3

.

72

t

Πρὸς λυσσοδήκτους.

3

.

72

.

1

Καρκίνους ζῶντας ἐπὶ λοπάδος θεὶς ἐξ ἐρυθροῦ χαλκοῦ καίειν δεῖ ἄχρις οὗ τεφρωθῶσιν ὡς εὐκόλως λειοῦσθαι· καίειν δὲ δεῖ μετὰ Κυνὸς ἐπιτολήν, ὄντος ἡλίου μὲν 〈ἐν〉 Λέοντι, τῆς δὲ σελήνης ὀκτωκαιδεκα‐ ταίας, καὶ ποιεῖν φάρμακον, τῆς μὲν τῶν καρκίνων τέφρας ἐμβάλλοντα
5μοίρας ι, γεντιανῆς δὲ μοίρας ε καὶ λιβανωτοῦ μοῖραν μίαν. καὶ δίδου πίνειν ἐξ αὐτοῦ τοῖς λυσσοδήκτοις καθ’ ἑκάστην ἡμέραν ἄχρι τῆς μ, ἐπιπάσσων ὕδατι κοχλιάριον ἓν εὐμέγεθες· εἰ δὲ μεθ’ ἡμέρας τινὰς

3

.

72

.

2

τοῦ δηχθῆναι προνοῇ τοῦ δεδηγμένου, δύο κοχλιάρια δίδου. κατὰ δὲ τοῦ τραύματος χρῶ φαρμάκῳ λαμβάνοντι μίαν μὲν λίτραν τῆς Βρυτίας πίττης, δριμυτάτου δ’ ὄξους ξέστην Ἰταλικὸν καὶ ὀποπάνακος οὐγγίας

3

.

72

3,4

τρεῖς. τούτοις εἴ τις χρῷτο, σώσει τοὺς λυσσοδήκτους ἀεί. ἡ ξηρὰ δὲ

3

.

72

.

4

(2)

καλαμίνθη πρὸς τὰ τῶν ἰοβόλων δήγματα ποιεῖ, ῥᾳδίως ἐκ τοῦ βάθους

3

.

72

.

5

ἐπισπωμένη πρὸς ἑαυτὴν πᾶσαν τὴν περικειμένην ὑγρότητα. καὶ τὸ κέστρον δ’ ἐπιπαττόμενον τοῖς ἕλκεσι βοηθεῖ πᾶσι τοῖς τῶν θηρίων

3

.

72

.

6

δήγμασι, καὶ τὸ εἰς ὀθόνιον ὁμοίως. πινόμενα δὲ πηγάνου ἀγρίου σπέρμα, πυτία νεαροῦ [καὶ] λαγωοῦ, σεύτλου ῥίζης χυλός, ταῦτα σὺν οἴνῳ λαμβανόμενα.

3

.

73

t

Πρὸς τὸ λαμβάνειν ἐχίδνας ἀλύπως.

3

.

73

.

1

Δρακοντίου τῆς ῥίζης χυλῷ ἐάν τις συγχρίσῃ τὰς χεῖρας, λαμβάνοι

3

.

73

.

2

ἂν ὁ τοιοῦτος ἐχίδνας ἀλύπως. ἀλλὰ τί ταῦτα γράφομεν πρὸς σὲ
πεπειραμένον τῆς δι’ ἐχιδνῶν θηριακῆς καὶ γινώσκοντα σαφῶς ὡς ἐναργῆ καὶ διὰ ταχέων βοηθεῖ τοῖς ὑπὸ τῶν ἰοβόλων δηχθεῖσι καὶ τοῖς προσενεγκαμένοις τι δηλητήριον, ἥ γε ἄριστα κατασκευασθεῖσα, δηλον‐432
5ότι μετ’ ἐπιμελείας τῆς πολλῆς καὶ ἐμπειρίας ἀκριβεστάτης, καὶ τῶν ἐμβαλλομένων τὴν οἰκείαν τε ἀρετὴν ἐχόντων καὶ μήτε διὰ χρόνον μήτε διὰ γένος ἀσθενῶν ὑπαρχόντων, ὡς ἥ γε ὑπὸ τῶν πολλῶν δι’ ἐμπειρίαν κατασκευαζομένη τε καὶ πιπρασκομένη χρυσίου μόνον ὄνομα κέκτηται πόρρω τῆς εἰρημένης ἐνεργείας οὖσα, τῷ τὰ μὲν διὰ τὸ
10ἀγνοεῖσθαι, τὰ δὲ διὰ τὸ τίμια τυγχάνειν πολλὰ τῶν ἁπλῶν μὴ βάλ‐

3

.

73

.

3

λεσθαι φαρμάκων. ἀλλ’ αὐτός γε οὐκ ἀπορήσεις τῆς καλλίστης θηρια‐ κῆς, οὐδ’ οἱ παραπλησίως σοι φιλιατροῦντες· λήψεσθε δ’ ἀεὶ παρ’ ἡμῶν τε καὶ τῶν ὁμοίως ἡμῖν σκευαζόντων· διόπερ οὐδὲ τὴν γραφὴν αὐτὴν νυνὶ ἐγράψαμεν, δυσχερεστάτην αὐτῆς εἰδότες τὴν ἀρίστην κατα‐
5σκευήν, ὥστε οὐδὲ τοὺς ἰατροὺς πάντας ταύτης εὐτυχηκέναι τῆς ἐμ‐
πειρίας.433

4

p

1

Συμπληρουμένου καὶ τοῦ περὶ τῶν διαθέσεων λόγου, καιρὸς ἤδη τῶν πεπονθότων τόπων τὰς ἰάσεις διελθεῖν, ἀπὸ τῶν περὶ τὴν κεφα‐ λὴν συνισταμένων παθῶν ἀρξάμενον.

4

.

1

t

Περὶ κεφαλαλγιῶν καὶ σειρίων.

4

.

1

.

1

Τὰς μὲν ἐπὶ ταῖς ἐγκαύσεσι κεφαλαλγίας ἰᾶσθαι προσήκει ἀνάλῳ ῥοδίνῳ πᾶν καταβρέχοντα τὸ βρέγμα, φειδόμενον τοῦ ὄπισθεν τῆς κεφαλῆς μέρους τοῦ κατὰ τὸ ἰνίον· οὔτε γὰρ ἐγκαίεται ῥᾳδίως, καὶ

4

.

1

.

2

ἐνταῦθα οὔσης τῆς ἀρχῆς τοῦ νωτιαίου, παρακολουθήσει τις βλάβη. μὴ

4

.

1

.

3

παρόντος δὲ τοῦ ῥοδίνου, τῷ ὀμφακίνῳ ἐλαίῳ χρήσῃ. παραλήψῃ δὲ τὸ χαμαιμήλινον ἐπί τε τῶν παίδων καὶ τῶν γυναικῶν καὶ τῶν ἁπα‐

4

.

1

.

4

λοσάρκων, ἐφ’ ὧν δεῖ μὲν ἐμψύξεως, οὐ μὴν σφοδροτέρας. ψύχειν δὲ δεῖ ταῦτα καὶ οὕτω προσφέρειν ἱστάντας ἐν ὕδατι ψυχρῷ καί, εἰ παρείη, χιόνι περιπλάττοντας τὸ ἀγγεῖον· ἀπορίας δ’ οὔσης τούτων

4

.

1

.

5

συμπλέκειν ὄξους τῷ ῥοδίνῳ μέρος τέταρτον. σφοδρῶς δ’ ἐγκεκαυ‐ μένης τῆς κεφαλῆς, χυλὸν ἀειζῴου ἢ ἀνδράχνης ἢ θριδακίνης ἢ ψυλ‐ λίου ἢ ὀμφάκιον σταφυλῶν ἀώρων, μιγνύς ποτε καὶ χύλισμα τῶν

4

.

1

.

6

ξεσμάτων τῆς κολοκύντης. τὰς δ’ ἐπὶ ταῖς ψύξεσιν ἰάσῃ καταιονῶν τὸ

4

.

1

.

7

βρέγμα πηγανίνῳ ἢ δαφνίνῳ ἐλαίῳ. σφοδροτέρας δ’ εἴ ποτε θερμα‐ σίας δεηθείη, εὐφόρβιον ἐπεμβαλεῖν τῷ ἐλαίῳ βραχύ· καὶ ἀλείψεις δὲ ναρδίνῳ μύρῳ καὶ ἀμαρακίνῳ τὸ μέτωπον, χρίσεις 〈δέ〉 τινι τῶν θερ‐

4

.

1

.

8

μαινόντων καὶ τῶν ῥινῶν καὶ τῶν ὤτων τοὺς πόρους. τινὲς δὲ καὶ

4

.

1

.

9

τὰ τῶν ποδῶν ἴχνη καὶ τὴν ἕδραν χρίουσιν. χρονιζούσης δὲ τῆς κεφα‐ λαλγίας διὰ θερμὴν ἢ ψυχρὰν δυσκρασίαν, ξυρᾶν δεῖ τὴν κεφαλὴν καὶ χρῆσθαι 〈ἐν〉 τούτοις ἐμπλαστοῖς τε καὶ κηρωτοειδέσι φαρμάκοις, ψύ‐ χοντας μὲν τὰς θερμὰς δυσκρασίας διὰ τῶν ἰωμένων τὰ ἐρυσιπέλατα,
5θερμαίνοντας δὲ τὰς ψυχρὰς διὰ τῶν θερμαινόντων, ὁποῖόν ἐστι καὶ τὸ ἁπλοῦν δι’ εὐφορβίου, μίαν μὲν ἔχον οὐγγίαν τοῦ εὐφορβίου,

4

.

1

.

10

τρεῖς δὲ κηροῦ, καὶ ἐλαίου 𐆃 α. ἐπὶ δὲ τῶν διὰ δριμὺν χυμὸν κεφαλ‐
αλγούντων κατὰ τὸ στόμα τῆς γαστρὸς ἀθροιζόμενον καὶ ἀτμοὺς εἰς τὴν κεφαλὴν ἀναπέμποντα μάλιστα μὲν δι’ ἐμέτων κενοῦν προσήκει436

4

.

1

.

11

τὸν λυποῦντα χυμόν· εἰ δ’ ὁ πάσχων ἐμεῖν μὴ δύναται, τρέφειν αὐτὸν τάχιστα χρὴ εὐπέπτῳ καὶ εὐστομάχῳ τροφῇ καὶ συμμέτρῳ τῇ ποσότητι, τῇ δ’ ὑστεραίᾳ διδόναι πιεῖν ἀψίνθιον καὶ τοῦ λοιποῦ διαιτᾶν αὐτοὺς οὕτως ὡς πέττοντας ἀκριβῶς, περὶ δὲ τρίτην ὥραν ἢ τετάρτην ἄρτου
5τι προσφέρεσθαι, τοσοῦτον ὡς αὔταρκες διάστημα σχεῖν ἄχρι τῆς ὥρας

4

.

1

.

12

τοῦ λουτροῦ. εἰ δὲ μή τις δύναιτο καθ’ ἑαυτὸν ἐσθίειν ἄρτον, ἐλαιῶν ἢ σταφυλῶν ἢ φοινίκων ἤ τινος τοιούτου προσφερέσθω, τὸ κάλλιον

4

.

1

.

13

ἐκ τῆς πείρας αἱρούμενος. κακίστη δὲ διάθεσις ἐπὶ μοχθηροῖς συν‐ ίσταται χυμοῖς, ἐπειδὰν ἀναποθῶσιν οἱ χυμοὶ εἰς τοὺς χιτῶνας τῆς

4

.

1

.

14

γαστρός, οὓς κενοῦν χρὴ τῇ διὰ τῆς ἀλόης πικρᾷ. εἰ δὲ θερμότης ἅμα φυσώδει πνεύματι τὴν κεφαλαλγίαν ἐργάζοιτο, κατ’ ἀρχὰς μὲν διὰ τῶν ψυχόντων τῇ ἀποκρουστικῇ θεραπείᾳ χρησόμεθα μόνῃ· μετὰ δὲ ταῦτα προσπλέξομέν τι τοῖς ἀποκρουστικοῖς τῶν παρηγορεῖν καὶ συμ‐
5πέττειν δυναμένων, εἶτα προσθήσομέν τι καὶ τῶν διαφορητικῶν, ἐλατ‐ τοῦντες κατ’ ὀλίγον τὴν ἀποκρουστικὴν δύναμιν ὡς πλεῖστον μὲν γενέσθαι τὸ λεπτῦνον καὶ διαφοροῦν, ἔλαττον δὲ τὸ συμπέττον καὶ παρηγοροῦν, βραχύτατον δὲ τὸ ἀποκρουστικόν· πολλάκις γὰρ σφήνωσις γίνεται κατὰ τοὺς πόρους ἀτμώδους πνεύματος ἢ καὶ χυμῶν παχέων
10καὶ γλίσχρων οὕτως ὡς μόλις ἐν πλείονι χρόνῳ λύεσθαι τὴν γεγο‐

4

.

1

.

15

νυῖαν ἔντασιν. εἰ δὲ δι’ ὑπερβολὴν πυρετῶν συσταίη κεφαλαλγία μὴ δηλοῦσα κρίσιν, ψύχων τῇ τε ποιότητι καὶ τῇ δυνάμει τῶν προσαγο‐ μένων ἰάσῃ δι’ ἐλαίου καὶ ὀξυροδίνου καὶ κωδυῶν ἐνεψηθεισῶν ἐλαίῳ.

4

.

1

.

16

καὶ τὴν δι’ οἴνου πόσιν ἄμετρον κεφαλαλγίαν τοῖς ψύχουσι θερα‐ πεύσεις· θερμοὶ γάρ εἰσιν οἱ τὴν κεφαλὴν ἀνιῶντες ἀτμοί· ῥόδινον δ’

4

.

1

.

17

ἀρκεῖ μὴ πάνυ ψυχρὸν προσαγόμενον. συμφέρει δὲ καὶ ἡσυχία καὶ ὕπνος τῇ τε ἑσπέρᾳ λουσάμενον τροφαῖς εὐχύμοις χρῆσθαι μὴ θερ‐ μαινούσαις, οἷαί εἰσι πτισάνης χυλὸς καὶ ῥόφημα χόνδρου καὶ ὠὰ ῥοφητὰ γάρου χωρὶς καὶ θριδακίνη ψύχουσά τε καὶ εὐχυμοτάτη τυγ‐
5χάνουσα καὶ κράμβη (ξηραίνει γὰρ τοὺς ἀτμούς), ὁμοίως δὲ καὶ φακή.

4

.

1

.

18

πινέτω δὲ πάντως μὲν ὕδωρ· εἰ δ’ ἀνατρέποιτο τὸν στόμαχον, ῥοιᾶς

4

.

1

.

19

ἐπιλαμβανέτω καὶ μήλου ἑφθοῦ ἢ ἀπίου. ὕπνου δ’ ἐπὶ τούτοις γενο‐ μένου, τῇ ἑξῆς λούειν αὐτόν, θερμὸν ὕδωρ καταχέοντας πολλάκις, μετὰ τοῦτο δὲ πάλιν ὑπνώσαντα ἢ ἡσυχάσαντα λούειν δεύτερον καὶ

4

.

1

.

20

τρέφειν ὁμοίως. εἰ δ’ ἄμεινον διατεθείη καὶ μὴ φέρῃ τὴν ὑδροποσίαν, οἶνον ὑδατώδη πίνειν ἐπιτρέπειν ὑδαρέστερον· τρεφέσθωσαν δ’ ἰχθύων πετραίων καὶ τῶν ἁπαλοσάρκων καὶ περιστερῶν νεοττῶν ἡψημένων χωρὶς γάρου καὶ οἴνου κατὰ τοὺς ἁπαλοὺς ζωμοὺς ἐξ ὕδατος μόνου
5καὶ ἀνήθου καὶ πράσου βραχέος σκευαζομένους καὶ ἁλῶν συμμέτρων437

4

.

1

.

21

ἐπεμβαλλομένων μετὰ τὴν ἕψησιν τὴν αὐτάρκη. ἀπομείναντος δέ τινος λειψάνου τῶν ἀτμῶν ἢ χυμῶν, παραμενούσης δὲ τῆς σφηνώσεως καὶ ὀδύνης, τὸ μὲν ῥόδινον μηκέτι προσφέρειν, χαμαιμηλίνῳ δὲ χρῆσθαι θερμῷ μετρίως καὶ ὕστερον ἰρίνῳ· καὶ τούτῳ μετὰ ταῦτα μιγνύειν ποτὲ μὲν

4

.

1

.

22

ἀμαρακίνου, ποτὲ δὲ νάρδου. τὴν δ’ ἐπὶ πληγῆς κεφαλαλγίαν ἢ κατα‐ πτώσεως γινώσκειν μὲν μηδὲ φλεγμονῆς διαφέρειν· εἰ δ’ εἴσω τοῦ κρανίου διαδοθῇ τὰ τῆς φλεγμονῆς, οὐκ ἀκίνδυνον τὴν τοιαύτην κεφαλ‐

4

.

1

.

23

αλγίαν νομιστέον. χρὴ οὖν ἀπὸ φλεβοτομίας καὶ κλυστήρων ἐπὶ τού‐ των τὴν ἀρχὴν τῆς θεραπείας ποιεῖσθαι καὶ πυριᾶν διὰ σπόγγων καὶ πίλημα ἐκ μαλακῶν ἐρίων ἐλαίῳ θερμῷ δεδευμένον ἐπιτιθέναι καὶ

4

.

1

.

24

τἄλλα ποιεῖν ὅσα ἐπὶ φλεγμοναῖς. ἐπὶ δὲ τῶν σειριώντων παίδων ὠφελίμως κατὰ τοῦ βρέγματος ἐπιτίθεται κολοκύνθης ξέσματα ἢ σικύου τοῦ πέπονος τὸ παρακείμενον τῇ σαρκὶ δέρμα ἢ στρύχνου τοῦ κη‐ παίου τῶν φύλλων ὁ χυλὸς μετὰ ῥοδίνου.

4

.

2

t

Περὶ κεφαλαίας.

4

.

2

.

1

Τὴν χρονίαν καὶ δύσλυτον κεφαλαλγίαν καὶ παροξυνομένην σφο‐ δρῶς ἐπὶ μικραῖς αἰτίαις, οὕτως ὡς μήτε ψόφον μήτε μείζονα φωνὴν

4

.

2

.

2

φέρειν μήτε αὐγὴν σφοδροτέραν, κεφαλαίαν καλοῦσιν. καὶ δεῖ σκοπεῖ‐ σθαι πότερον πλῆθός ἐστι τὸ ποιοῦν αὐτὴν ἢ ἔμφραξις ἢ φλεγμονή τις· εὑρήσεις γὰρ τὰς μὲν μετὰ βάρους ὀδύνας πλῆθος δηλούσας, τὰς δὲ μετὰ δήξεως ἢ ἀτμῶν ἢ χυμῶν δριμύτητα, τὰς δὲ μετὰ σφυγμοῦ
5... διὰ φλεγμονὴν ὑμενώδους σώματος, μετὰ δὲ βάρους διὰ πλῆθος

4

.

2

.

3

εἴσω τῶν ὑμένων κατεχόμενον. ἐὰν μὲν οὖν πλῆθος εὕρῃς αἴτιον χυ‐ μῶν ἢ ἀτμῶν, εἰ μὲν διὰ τὴν τοῦ παντὸς σώματος πλησμονήν, τὸ πᾶν σῶμα κενώσας ἰάσῃ τὴν κεφαλαλγίαν, εἰ δὲ διὰ τὴν ἀσθένειαν † παρηγορουμένης, ἀντισπᾶν τὴν ὕλην εἰς ὅλον τὸ σῶμα, καὶ οὕτως
5ἰάσῃ τὸ μόριον· κλύσμασι μὲν οὖν ἀντισπάσεις καὶ διαδέσεσι καὶ τρί‐

4

.

2

.

4

ψεσι τῶν κάτω μερῶν πολλάκις, καί ποτε δι’ αἵματος κενῶν. θερα‐ πεύσεις δὲ τὸ μόριον, ἡνίκα μὲν κέχρησαι τοῖς ἀντισπαστικοῖς, διὰ τῶν ἀποκρουστικῶν αἰονήσεων, μετὰ δὲ ταῦτα διὰ τῶν κενούντων, εἶτα διὰ τῶν ῥωννύντων· ἀποκρούεται μὲν οὖν τὸ ὀμφάκινον ἔλαιον καὶ
5ῥόδινον καὶ ὀξυρόδινον καὶ τὸ διὰ κωδυῶν καὶ θαλλῶν ἁπαλῶν ἐλαίας

4

.

2

.

5

καὶ κισσοῦ κορύμβων ἡδυόσμου τε χλωροῦ σκευαζόμενον. προσάγειν
δὲ ταῦτα χλιαρὰ μέν, ψυχροτέρου καὶ ὠμοτέρου τοῦ πλήθους ὄντος,438

4

.

2

.

6

ψυχρὰ δέ, θερμοτέρου καὶ χολωδεστέρου. διαφορεῖ δὲ τὸ θερμὸν ἔλαιον, καὶ μᾶλλον τὸ παλαιόν, καὶ τὸ ἀνήθινον καὶ τὸ Σικυώνιον.

4

.

2

.

7

εἰ δὲ παχύτερον εἴη τὸ πλῆθος, σπονδύλιον ἢ ἕρπυλλον ἐνεψῶν τῷ ἐλαίῳ ἢ γλήχωνος κόμην ἢ καλαμίνθην ἢ ἡδύοσμον κενώσεις αὐτό.

4

.

2

.

8

ταῦτα δὲ καὶ τόνον ἐντίθησι τῷ μορίῳ, διὸ καὶ μέχρι παντελοῦς

4

.

2

.

9

ἰάσεως χρῆσθαι αὐτοῖς προσήκει. καὶ χρείας γενομένης καὶ καθαίρειν διά τε ῥινῶν καὶ πταρμοῖς, καὶ ἐν τοῖς λουτροῖς δ’ ἀνατρίβειν δεῖ τὴν κεφαλὴν ξηραῖς σινδόσι, καὶ διαπάττειν ἁλσί τε καὶ νίτρῳ καὶ νάπυϊ χωρὶς ἐλαίου.

4

.

3

t

Περὶ ἡμικραίρας.

4

.

3

.

1

Καὶ τὸ ἥμισυ δὲ τῆς κεφαλῆς ὀδυνῶνταί τινες δι’ ἐπιρροὴν ἀτμῶν ἢ χυμῶν ἢ ἀμφοτέρων· καθαίρειν οὖν αὐτοὺς ἢ φλεβοτομεῖν δεῖ πρό‐ τερον καὶ οὕτω τοῖς τοπικοῖς χρῆσθαι βοηθήμασι, ἀνατρίβοντα διά τε σινδόνων καὶ διὰ δακτύλων τῆς χειρὸς τὸ ἥμισυ μέρος τοῦ μετώπου,
5καὶ μάλιστα τὸ κατὰ τὸν κροταφίτην μῦν πρὸ τῶν παροξυντικῶν

4

.

3

.

2

ὡρῶν· μετὰ δὲ τὸν παροξυσμὸν τοῖς ἡμικρανικοῖς, θερμασίας μὲν οὔσης αἰσθήσεως ἐν ταῖς ὀδύναις, τοῖς ἔχουσί τι ψυκτικόν, μὴ παρούσης δὲ ταύτης, τοῖς θερμαίνουσιν ἱκανῶς· μεμίχθω δ’ ἑκατέροις τῶν τονούν‐

4

.

3

.

3

των τι διὰ τοῦ στύφειν. κάλλιστον δ’ ἐστὶ χρῖσμα θερμαῖνον τὸ δι’ εὐφορβίου μὲν ἔχον 𐆄 α, κηροῦ δὲ γ, ἐλαίου δὲ λίτραν τινὸς τῶν λεπτομερῶν· χρίειν δὲ τούτῳ τὸ ἥμισυ μέρος τοῦ μετώπου μετὰ τοῦ

4

.

3

.

4

κροταφίτου μυός. χρησιμώτατον δ’ ἐστὶ πρὸς τὰς ψυχρὰς διαθέσεις, ὡς πολλάκις ἅπαξ χρισθὲν πρὸ τοῦ βαλανείου τῆς ὅλης ὀδύνης ἀπαλ‐

4

.

3

.

5

λάττειν. ὠφελεῖ δὲ τοὺς οὕτω πάσχοντας καὶ εἰς τὸ οὖς ἐγχεόμενον χλιαρὸν ἔλαιον, εὐφορβίου βραχέος ἐμβεβλημένου, ὡς ἀρκεῖν εἰς λίτραν μίαν τοῦ ἐλαίου 𐆄 𐅶 τοῦ εὐφορβίου.

4

.

4

t

Περὶ σεισοκεφάλου.

4

.

4

.

1

Στοιχάδα δι’ ὕδατος ἢ ὑδρομέλιτος δίδου πίνειν, καὶ ἀπαλλάσσονται.

4

.

5

t

Περὶ ἀλωπεκίας καὶ ὀφιάσεως.

4

.

5

.

1

Ἀλωπεκία καὶ ὀφίασις κοινὴν τὴν αἰτίαν τῆς γενέσεως ἔχουσαι

4

.

5

.

2

κοινῆς καὶ τῆς ἰάσεως δέονται. κέκληται δ’ ὀφίασις μὲν διὰ τὸ ὄφει τὸ σχῆμα παραπλήσιον ἔχειν, ἀλωπεκία δὲ διὰ τὸ τὴν ἀλώπεκα τοι‐

4

.

5

.

3

αύτῃ διαθέσει συνεχῶς ἁλίσκεσθαι. διὰ [τὸ] μοχθηρίαν δ’ ὑγρῶν συν‐ ίσταται, καὶ τὸ εἶδος τῆς μοχθηρίας ἡ χροία τοῦ δέρματος τῆς κεφαλῆς καταμηνύει σοι· λευκοτέρα μὲν γὰρ οὖσα φλεγματικωτέραν αὐτὴν δη‐439

4

.

5

.

4

λώσει, μελαντέρα δὲ μελαγχολικωτέραν, ὠχροτέρα δὲ πικρόχολον. καὶ κενοῦν χρὴ τὴν κακοχυμίαν ἢ τοῖς δι’ ἀλόης καὶ κολοκυνθίδος κατα‐ ποτίοις ἢ τῇ ἱερᾷ τῇ ἀναγραφησομένῃ, εἰ μὲν ὁ μελαγχολικὸς πλεο‐ νάζοι χυμός, μέλανα ἐλλέβορον αὐτῇ μιγνύντας, εἰ δὲ πικρόχολος,
5σκαμμωνίαν, εἰ δὲ τὸ φλέγμα, μηδὲν μιγνύντας, καθαίροντας δ’ ἅπαν τὸ σῶμα καὶ τὴν κεφαλὴν κενοῦντας τοῖς ἀποφλεγματισμοῖς, οὕτω προσφέρειν τὰ τοπικὰ βοηθήματα τὰ διαφορητικὰ τῆς κακοχυμίας ὄντα

4

.

5

.

5

καὶ λεπτομεροῦς οὐσίας. εἰ δὲ πρὸς τῷ διαφορεῖν καὶ ἐπισπᾶσθαι τὸ

4

.

5

.

6

αἷμα δύναιτο, καθάπερ ἡ θαψία, κάλλιστον ἂν εἴη τὸ τοιοῦτον. ξυρῶν‐ τας δὲ τὴν κεφαλὴν καὶ ἀνατρίβοντας σκοπεῖν· εἰ γὰρ μετ’ ὀλίγην τρῖψιν ἐρυθραίνοιτο τὸ μέρος, εὐίατον ὑπολαμβάνειν τὴν διάθεσιν· εἰ δὲ μετὰ τὴν προσφορὰν τοῦ φαρμάκου μήποτε διὰ σφοδρότητα περαι‐
5τέρω τοῦ προσήκοντος ἐξεθέρμηνε τὸ δέρμα (δῆλον δ’ ἐστὶ τοῦτο ξανθότερον τὴν χρόαν ὀφθέν), ἐπικαυθῆναι γὰρ κίνδυνος τὸ δέρμα πολλάκις τῷ αὐτῷ χρησαμένων ἡμῶν—ἀλλ’ ἢ μεταβαίνειν ἐπί τι χρὴ τῶν μαλακωτέρων, ἢ τῷ αὐτῷ χρωμένους ἐκλύειν χρὴ τὴν δύνα‐

4

.

5

.

7

μιν αὐτοῦ κηρωτῆς ἢ στέατος μίξει. προσαγέσθω δ’ ἐν ἀέρι θερμῷ πάντως τὰ τοιαῦτα βοηθήματα χωρὶς αὔρας ἐν ἡλίῳ, χειμῶνος δ’ ὄντος

4

.

5

.

8

ἐν λουτρῷ. τῶν δ’ ἁρμοττόντων φαρμάκων ταῖς τοιαύταις διαθέσεσι θερμότατόν ἐστι τὸ εὐφόρβιον, καὶ μετ’ αὐτὸ θαψία καὶ νάπυ καὶ κάρδαμον· καθ’ ἕτερον δὲ τρόπον οὐδενὸς ἔλαττον ἢ λιμνῆστις, εἶτα τὸ ἀδάρκιον καὶ τὸ βερενίκειον ἀμφότεροί τε οἱ ἐλλέβοροι καὶ τὸ τοῦ
5εὐζώμου σπέρμα καὶ τὸ δάφνινον ἔλαιον ἀλκυόνιά τε ἀμφότερα κεκαυ‐ μένα καὶ αἱ ῥίζαι τοῦ καλάμου καὶ ὁ φλοιὸς καυθέντα, καὶ πίττα δὲ καὶ κεδρία ἥ τε τῶν μυῶν κόπρος καὶ χήνειον στέαρ τά τε πικρὰ τῶν

4

.

5

.

9

ἀμυγδάλων ὁλοκαυτωθέντα. τούτων τοῖς μὲν ἰσχυροῖς ὑγρὰν κηρωτὴν μιγνύειν, τὰ δ’ ἀσθενέστερα δεύειν ἐλαίῳ δαφνίνῳ ἢ ὑγρᾷ πίσσῃ· καὶ τὰς μὲν χρονίας καὶ δυσιάτους τοῖς ἰσχυροῖς θεραπεύειν, τὰς δ’ ἀρχο‐ μένας καὶ εὐιάτους τοῖς ἀσθενεστέροις.

4

.

6

t

Περὶ ῥεουσῶν τριχῶν.

4

.

6

.

1

Ῥύσις γίνεται τριχῶν, ἀραιωθέντος τε τοῦ δέρματος καὶ τῆς τρε‐

4

.

6

.

2

φούσης αὐτὰς αἰτίας οὐκ ἐπιρρεούσης. σκοπὸς οὖν ἐστι τῆς ἰάσεως
ἐπισπάσασθαι μὲν αἷμα, πυκνοῦν δ’ ἠρέμα καὶ σφίγγειν τὸ κεχαυνω‐ μένον δέρμα διά τινων φαρμάκων· τοιαῦτα δ’ ἐστὶ τό τε λάδανον καὶ τὸ σχίνινον ἔλαιον αὐτοφυῶς· ἑλκτικῆς γάρ ἐστιν ἄμφω καὶ συνακτικῆς440
5δυνάμεως, ὥστε ἐπινοῆσαι ἀδύνατόν ἐστιν ἄμεινον φάρμακον πρὸς ῥεού‐ σας τρίχας τοῦ μιχθέντος ἔκ τε τοῦ λαδάνου καὶ τοῦ σχινίνου ἐλαίου.

4

.

6

.

3

δῆλον δ’ ὡς ξυραμένοις μὲν παχύτερον χρὴ προσφέρειν τὸ φάρμακον,

4

.

6

.

4

ἐν χρῷ δὲ κειραμένοις ὑγρότερον. πολλῆς δ’ οὔσης τῆς ῥύσεως καὶ ἀραιότητος ὑποπτευομένης μείζονος, χρησίμως μιχθείη ἂν ἀντὶ τοῦ σχινίνου τῷ λαδάνῳ τὸ μύρσινον ἔλαιον· μιχθείη δ’ ἂν δεόντως ποτὲ

4

.

6

.

5

καὶ τὸ νάρδινον μύρον ἐπὶ ψυχρᾶς ἡλικίας καὶ ὥρας χειμερινῆς. πρὸ δὲ τῆς τοῦ φαρμάκου χρήσεως ἀνάτριψις παραλαμβανέσθω τῆς κεφαλῆς.

4

.

6

.

6

συμβαίνει δ’ ἡ ῥύσις τῶν τριχῶν πλεονάκις μὲν τοῖς νοσοῦσι, καὶ χρεία διαίτης τούτοις ἀναληπτικῆς, ὡς χωρὶς φαρμάκων τοὺς πολλοὺς ὑγιά‐ ζεσθαι τελείως· ἔστι δ’ ὅτε καὶ χωρὶς νόσου ῥυΐσκονται, ἐφ’ ὧν τοῖς

4

.

6

.

7

εἰρημένοις χρησόμεθα. ἀκτὴν καύσας μετὰ κηρωτῆς μῖξον καὶ χρῶ· τοῦτο αὔξει καὶ πυκνὴν ποιεῖ τὴν τρίχα ὥστε μὴ ῥεῖν. μελάνθιον καύσας καὶ μεθ’ ὕδατος τρίψας [καύσας] κατάπλαττε, ἔνθα [δὲ] ἂν

4

.

6

.

8

βουληθῇ μάλιστα ἀναφυῆναι τρίχας, μάλιστα δ’ ἐπ’ ὀφρύων. ἐκ πυρι‐ καύτου τρίχας ἀναφυῆναι [τὰς τρίχας] συκῆς φύλλα λειοτριβηθέντα καὶ καταπλασθέντα ποιεῖ.

4

.

7

t

Περὶ τῶν φθειρόντων τὰς τρίχας ἢ † καλλίτριχας.

4

.

7

.

1

Τρεῖς εἰσι τῶν φθειρόντων τὰς τρίχας διαφοραί, τὰ ψίλωθρα, τὰ λεπτύνοντα, τὰ παντελῶς ἀφανίζοντα. ἀλλὰ ταῦτα μὲν ἐπισφαλῆ τὴν χρῆσιν ἔχει (πολλάκις γὰρ οὐ μόνον τὰ χρισθέντα μόρια ψιλοῖ καὶ ἄτριχα τοῦ λοιποῦ ποιεῖ, σὺν αὐτοῖς δὲ καὶ πᾶν τὸ σῶμα ψιλοῦται
5καὶ διαμένει τοιοῦτον)· τἄλλα δ’ ἀμφότερα τὴν χρῆσιν παρέχει ἀσφαλῆ.

4

.

7

.

2

τῶν μὲν οὖν ψιλούντων ἀσφαλῶς ἥ τε κονία στακτὴ χρήσιμος καὶ ἀρσενικὸν καὶ σανδαράκη καὶ τίτανος ἄσβεστος, τῶν σφοδρῶν δηλονότι

4

.

7

.

3

θραυομένων τῇ τῶν ἀσθενεστέρων μίξει. τὰ δὲ λεπτύνοντα τὰς τρίχας ῥυπτικὰ κατὰ δύναμίν ἐστιν, ὧν μέτρια μὲν κριθὴ καὶ κυάμων καὶ ὀρόβων ἄλευρον ἀφρόνιτρόν τε καὶ λίτρον, ἰσχυρὰ δὲ τὰ μεγάλας καὶ σκληρὰς τρίχας λεπτύνοντα, κεκαυμένον τὸ λίτρον καὶ τῶν κεραμίδων
5καὶ τοῦ κριβάνου τὰ ὄστρακα καὶ κίσσηρις ἄκαυστος καὶ κεκαυμένη κηρύκων τε καὶ πορφυρῶν καὶ τῶν ἄλλων ὀστρέων κεκαυμένα τὰ ὄστρακα (τὸ δὲ τῆς σηπίας καὶ ἄκαυστον) ἀλκυόνιά τε καὶ ἐλλέβοροι

4

.

7

.

4

καὶ ἡ τῆς βρυωνίας ῥίζα. βουλόμενος δ’ αὐτὰ ποιεῖν εὐώδη μίξεις
κυπέρου καὶ μελιλώτου καὶ ῥόδων ξηρῶν καὶ ἀμώμου καὶ σχοίνου ἄν‐441

4

.

7

.

5

θους. κνίδης ἀγρίας τὸν καρπὸν τρίψας ἐλαίῳ ἀνάτριβε, καὶ ἀπορρυ‐

4

.

7

.

6

ήσονται αἱ τρίχες. μέλιτι ἀπέφθῳ δρωπάκιζε ὃν ἂν βούλῃ τόπον, καὶ

4

.

7

.

7

οὐκέτι φυήσονται. —Ψίλωθρον· λειοποιήσας ἀσβέστου μέρη β, ἀρσενικοῦ μέρος α, ταῦτα βαλὼν εἰς θυΐαν μολυβδίνην καὶ ὕδωρ ἐπιχέας 〈ἢ〉 πτισάνης χυλόν, τρῖβε· καὶ ὅταν μέλαν γένηται, θερμήνας κατάχριε.

4

.

7

.

8

ὄρυζαν, κυάμους ἐρειχθέντας, πτισάνην ἕψει ἐν ὕδατι, καὶ τούτῳ χρη‐ σάμενος ἀντὶ ὕδατος καὶ μίξας ἀρσενικὸν καὶ ἄσβεστον, ἕψει τὸ ψίλω‐ θρον κατὰ συνήθειαν· καὶ μετὰ ταῦτα μιγνύεις σμύρνης 𐆄 α, μαστί‐ χης 𐆄 α, κισσήρεως ὠμῆς 𐆄 𐅶.

4

.

8

t

Ὥστε πολιὰς μὴ γενέσθαι.

4

.

8

.

1

Λαβὼν κολοκύνθην ἀγρίαν τρύπησον καὶ κάθαρον τὰ ἔσω μάλα, εἶτα πλήρωσόν τε αὐτὴν ἐλαίου δαφνίνου καὶ πρόσβαλε ὑοσκύαμον ἀρσενικὸν μὴ τρίψας· ἄφες ἡμέραν μίαν καὶ ἄλειφε χρησίμως ἅπαξ

4

.

8

.

2

τοῦ ἐνιαυτοῦ. ἐπὶ παιδίων ποιεῖ καλὰς καὶ πυκνὰς τὰς τρίχας καρύου

4

.

8

.

3

λέπυρον καὲν καὶ τριβὲν οἴνῳ καταχριόμενον, λωτοῦ τοῦ δένδρου τὰ

4

.

8

.

4

φύλλα, ἀπόπατος καμήλου καεὶς καὶ σὺν ἐλαίῳ χρισθείς. ξανθὰς ποιεῖ τὰς τρίχας θέρμων λέπη ἀποβραχέντα σὺν νίτρῳ ἡμέρας ι καὶ μετὰ

4

.

8

.

5

ταῦτα σμώμενα, λωτοῦ τοῦ δένδρου πρισμάτων ἀφέψημα. μελαίνας δὲ ποιεῖ σμώμενα κηκῖδος ἀπόβρεγμα καὶ χαλκάνθου καὶ σιδίων, λάδα‐

4

.

8

.

6

νον μετὰ μυρσίνου ἀλείμματος. βράδιον πολιοῖ ἔλαιον τὸ ἐξ ἀγρίας ἐλαίας καθ’ ἡμέραν ἀλειφόμενον, μᾶλλον δ’ εἰ μυρσίνην τις αὐτῷ

4

.

8

.

7

ἐναποβρέξει. βράδιον δ’ αὔξεσθαι ποιεῖ τὰς ἐπὶ τῶν ἀνήβων τρίχας καταχριόμενον ἀμπέλου δάκρυον σὺν ἐλαίῳ καὶ τὸ ἀπὸ τοῦ χλωροῦ κλήματος καιομένου ἱδρούμενον ὑγρόν, κυάμινον ἄλευρον καταπλασσό‐ μενον.

4

.

9

t

Περὶ πιτυριάσεως.

4

.

9

.

1

Ἡ πιτυρίασις ὑπὸ μοχθηρῶν χυμῶν συνίσταται· σκοπὸς οὖν ἐστιν ἐνδαπανῆσαι τούτους διὰ τῶν ῥυπτόντων καὶ διαφορούντων φαρμάκων

4

.

9

.

2

προκαθαίροντας τὸ σῶμα, εἰ μεστὸν εἴη κακοχύμου. βουλόμενοι δέ
τινες ῥωννύναι τὴν κεφαλὴν ἔμιξαν τοῖς εἰρημένοις τῶν στυφόντων τι.442

4

.

10

t

Πρὸς πίτυρα.

4

.

10

.

1

Πιτύρων χοίνικος ἥμισυ βρέξας ἐν ὕδατος κοτύλαις β καὶ μετὰ ταῦτα ἐπιτρίψας καὶ διηθήσας τὸν χυλὸν ἕψησον μετ’ ὄξους ἡμικοτυ‐ λίου, μέχρις οὗ πάχος λάβῃ οἴνου, καὶ τούτῳ τὴν κεφαλὴν ἀπόσμα, εἶτα κλύζε ἐν ὕδατι σεύτλου ἐνεψομένου ἢ τήλεως ἢ θέρμων· χρίσματι
5δ’ ἰρίνου μύρου χρῶ. τούτῳ χρηστέον ὡς ἐπιτηδειοτέρῳ καὶ δραστικῷ

4

.

10

.

2

φαρμάκῳ. γῆς Κιμωλίας, θείου ἀπύρου τὸ ἴσον τρίψας μετ’ ὄξους ἐν βαλανείῳ ἀπόσμα καὶ θερμῷ ὕδατι ἀπόπλυνε· τούτῳ καὶ καταχρίειν δεῖ, μὴ μόνον ἐν βαλανείῳ χρῆσθαι· πάσας γὰρ ἔχει τὰς δυνάμεις ὧν

4

.

10

.

3

δεῖται τὸ πάθος. λιθαργύρου, πηγάνου, ἐλαίου, ὄξους κοτύλης τέταρτον

4

.

10

.

4

τρίψας τὴν κεφαλὴν κατάχριε. δέδωκεν ἡμῖν τοῦτο πεῖραν ἱκανῶς.

4

.

11

t

Περὶ φθειριάσεως.

4

.

11

.

1

Τίκτεται πολλάκις ἐν τῇ κεφαλῇ φθειρῶν πλῆθος ἀθρόως, ἐν τῷ βάθει τοῦ δέρματος περιττῶν ὑγρῶν καὶ μετρίως θερμῶν συστάντων· δεῖ τοίνυν προσάγειν ξηραίνοντα φάρμακα καὶ κενοῦν καὶ ἕλκειν

4

.

11

.

2

πεφυκότα. κεδρία φθεῖρας καὶ κονίδας ἀναιρεῖ, καὶ κισσοῦ τὸ δάκρυον

4

.

11

.

3

ὁμοίως. σταφίδος ἀγρίας μέρη β, σανδαράκης καὶ νίτρου ἀνὰ μέρος α· σὺν ὄξει καὶ ἐλαίῳ ἄλειφε τὴν κεφαλήν· ἢ ὀξυλαπάθου ῥίζας σὺν ἐλαίῳ ὁμοίως· ἢ ἐλλέβορον λευκὸν καὶ σταφίδα ἀγρίαν καὶ νίτρον ἴσα· ἐν βαλανείῳ μετ’ ἐλαίου χρῶ, ἢ θαλάττῃ ἢ ἅλμῃ ἀκράτῳ μετ’
5ὄξους κατάντλει.

4

.

12

t

Περὶ ἀχώρων καὶ κηρίων.

4

.

12

.

1

Ὁ καλούμενος ἀχὼρ ἐν τῷ τῆς κεφαλῆς συνίσταται δέρματι λεπτὰς πάνυ κατατρήσεις ἔχων, δι’ ὧν ἀπορρεῖ λεπτὸς ἰχὼρ γλίσχρος μετρίως.

4

.

12

.

2

ὅμοιον δ’ ἐστὶν αὐτῷ πάθος καὶ τὸ καλούμενον κηρίον τὰς κατατρή‐

4

.

12

.

3

σεις μείζονας ἔχον ὑγρὸν περιεχούσας μελιτῶδες. σκοπός ἐστιν οὖν κενῶσαι τοὺς ποιοῦντας τὸ πάθος χυμούς, ἐπιρρέοντας δ’ αὐτοὺς ἔτι [δὲ] κωλῦσαι, κενοῦντας τὴν κεφαλὴν καὶ πρὸ ταύτης τὸ πᾶν σῶμα,

4

.

12

.

4

ὡς ἐπὶ τῶν ἀλωπεκιῶν εἴρηται. μικρᾶς δ’ οὔσης τῆς διαθέσεως, ἤρκεσε πολλάκις τὰ τοπικὰ βοηθήματα· τοιαῦτα δ’ ἐστὶ τὰ τέμνοντα

4

.

12

.

5

καὶ διαφοροῦντα τὸ πάχος τοῦ χυμοῦ. ἔνια δὲ τῶν φαρμάκων ἰᾶται τοὺς ἀρχομένους ἀχῶρας, ὅταν ἀπέριττον ᾖ τὸ σῶμα, στυπτικὴν 〈ἔχοντα

4

.

12

.

6

δύναμιν〉· εἰσὶ δὲ τοιαῦτα 〈μυρσίνη〉 καὶ ὁ τῆς πίτυος φλοιός. τινὰ
δὲ τοῖς ἐπιπολαίοις καὶ μετρίοις βοηθεῖ, διαφοροῦντα μὲν καὶ ῥύπτοντα χωρὶς αἰσθητῆς θερμασίας, οὐ μὴν ἐρεθιστικὸν ἔχοντά τι· τοιοῦτον δ’443

4

.

12

.

7

ἐστὶ τὸ τεῦτλον καὶ ἡ κεκαυμένη κιμωλία. τινὰ δ’ οὕτω σφοδρὰ τὴν δύναμίν ἐστιν, ὡς δύνασθαι κενοῦν τοὺς παχεῖς πάνυ καὶ γλίσχρους χυμοὺς αἰτίους γενομένους ἀχώρων, κἂν ἤδη σκιρρώδεις ὦσι, διαλύειν αὐτάς· τοιαῦτα δ’ ἐστὶ χαλκίτης καὶ τρὺξ οἴνου καὶ τίτανος ἄσβεστος.

4

.

12

.

8

τὸ δ’ ὄξος χρησιμώτατόν ἐστιν ἐν παντὶ καιρῷ πρὸς ἀχῶρας, τέμνον καὶ διαφοροῦν καὶ ἀποκρουόμενον· δεῖ δ’ ἀκριβῶς ὀξὺ τυγχάνειν αὐτὸ καὶ μηδ’ ἡντινοῦν ἔχειν οἴνου ποιότητα· τούτῳ γὰρ ἀναμιγνὺς ἄλλοτε

4

.

12

.

9

τῶν μεταλλικῶν ἐξιάσῃ τοὺς ἀχῶρας. ἄρχεσθαι δὲ προσῆκεν ἀπ’ ἀσθε‐

4

.

12

.

10

νεστέρων, καὶ μάλιστα ὅταν σὺν ὀδύνῃ τυγχάνωσιν. εἰς τοῦτο γοῦν χρήσιμος Κρητικὴ καὶ Σαμία γῆ πομφόλυξ τε καὶ σπόδιον καὶ λιθάρ‐

4

.

12

.

11

γυρος. μηδὲν δ’ ἀνυόντων τούτων, τὸ διὰ χάρτου ξηρὸν ἐπίχριε δεύ‐ σας ὄξει· μὴ παρόντος δὲ τοῦ διὰ χάρτου καθ’ αὑτὸν χάρτην καύσας

4

.

12

.

12

καὶ δεύσας ὄξει χρήσῃ δεόντως ἐπὶ τῶν σκληροσάρκων. ὅταν δὲ φλεγ‐ μονώδης ᾖ ἀχὼρ ἢ μετ’ ὀδύνης, δῆλον ὡς παρηγορήσεις αὐτὸν πρό‐ τερον πεπτικῷ καὶ μαλακτικῷ καὶ ὑγρῷ φαρμάκῳ καὶ ἀδήκτῳ, οἷα τὰ ἑδραστικά ἐστιν.

4

.

13

t

〈Περὶ τῶν ἐν ὀφθαλμῷ ἐπιπολαίων παθῶν.〉

4

.

13

.

1

Τὰς τῶν ὀφθαλμῶν ταράξεις ὑπό τε καπνοῦ γινομένας καὶ ἐγ‐ καύσεως ἢ κόνεως, ἢ ἀτενὲς ἐνιδόντων αὐγῇ, παύσεις ῥᾳδίως ἐκστὰς μὲν τοῦ καπνοῦ καὶ τὴν κεφαλὴν σκέπων, ὡς μὴ καθικνοῖτο ὁ ἥλιος,

4

.

13

.

2

καὶ εἰς σκιὰν πορευόμενος, ἀπονίπτων δὲ τῶν ὄψεων τὴν κόνιν πρό‐ τερον μὲν χλιαρῷ ὕδατι θερμῷ καὶ γλυκεῖ, ψυχρῷ δ’ ὕστερον, καὶ τὴν αὐγὴν ἀποστρεφόμενος καὶ ἐπιμύων τοῖς ὀφθαλμοῖς· ἐπὶ τούτοις γὰρ καθίσταται μηδενὸς ἑτέρου προσδεηθέντος, ἀλλ’ ἢ μόνον ἐνδεέστερον

4

.

13

.

3

διαιτηθέντος. ποτῷ δὲ καὶ πλείονι χρῆσθαι διὰ τὰς ἐγκαύσεις· εἰ γὰρ ὕπνος ἐπιλάβοι βαθύτερος καὶ ὀφθαλμία προσδοκηθεῖσα, πεφθήσεται

4

.

13

.

4

διὸ μηδὲ τῶν λουτρῶν ἀπέχεσθαι, διαιτᾶσθαι δ’ ἀκριβέστερον. ὀφθαλ‐ μίας τινὸς ἀρχομένης καὶ ἡσυχάζειν, ἐπιχρίειν δὲ τὰ βλέφαρα τῶν διὰ ῥόδων ἢ κρόκου φαρμάκῳ τινί· παρὰ γὰρ τοῖς πολλοῖς ἀπορία τού‐

4

.

13

.

5

των οὐκ ἔστι. τὰς δὲ λήμας καὶ τὰς ἐν νυκτὶ γινομένας κολλήσεις διακαθαίρει τε καὶ ἀνίησι καλῶς τὸ ὀξύκρατον καὶ καθ’ ἑαυτὸ ὕδωρ ψυχρὸν καὶ τῶν ξηρῶν τι τῶν ὀφθαλμῶν ἀποδακρύειν πρᾴως ποιοῦν·

4

.

13

.

6

ὠφελεῖ δὲ καὶ γαστρὸς ὑπαγωγή.

4

.

14

t

Πρὸς φλεγμονὴν καὶ ὀδύνην ὀφθαλμῶν.

4

.

14

.

1

Φλεγμονῆς δὲ καὶ ὀδύνης κατεχούσης τοὺς ὀφθαλμούς, ἰατροῦ μὲν
ἔργον ἴασις τούτων, μὴ παρόντος δέ, τέως ποιεῖν αὐτὸν τὰ ἐνδεχόμενα μέχρι τῆς τοῦ ἰατροῦ παρουσίας, ἵνα μή τι χαλεπώτερον συμπέσῃ.444

4

.

14

.

2

σιτίων δ’ οὖν ἀπέχεσθαι καὶ ἡσυχίαν ἄγειν ἁρμόττει καὶ τὴν αὐγὴν ἐκκλίνειν καὶ μήτε τοῖς ψόφοις μήτε ἄλλῃ τινὶ κινήσει τὰς ὀδύνας ἐπιτείνειν καὶ τοὺς πόδας ψηλαφᾶν καὶ διαδεῖν ἐνίοτε τὰ ἄκρα· περι‐

4

.

14

.

3

σπαστικὰ γὰρ ταῦτα τῶν ὀδυνῶν. ποιεῖ δὲ πρὸς φλεγμονὰς καὶ ἴου τὰ φύλλα ἐπιτιθέμενα καὶ γάλα γυναικεῖον πρόσφατον σὺν ὠῷ 〈καὶ〉 ῥοδίνῳ ἔξωθεν ἐπιτιθέμενον.

4

.

15

t

Πρὸς ῥεῦμα ὀφθαλμῶν.

4

.

15

.

1

Ῥεύματος δ’ ἐνοχλοῦντος, ἀνακόλλημα ποιεῖν κατὰ τοῦ μετώπου,

4

.

15

.

2

λιβανωτὸν λεῖον μετὰ γύρεως ὠοῦ τῷ λευκῷ μιγνύντα. καὶ μετέωρον ἔχειν τὴν κεφαλὴν συμφέρει καὶ ἡσυχάζειν καὶ διαδέσμοις χρῆσθαι τῶν

4

.

15

.

3

ἄκρων. ἁλμυροῦ δ’ ὄντος καὶ δριμέος τοῦ ῥεύματος, ἐγχέοντα γλυ‐ καίνειν τῷ γάλακτι καὶ τῷ λευκῷ τοῦ ὠοῦ τάς τε λήμας ἀφαιρεῖν

4

.

15

.

4

εὐαφῶς καὶ μαλακῇ σπογγιᾷ. μεγάλης δ’ οὔσης τῆς ἐπιφορᾶς μετὰ περιωδυνίας, κατάπλασσε οὕτως· ῥόδων ξηρῶν 𐅻 δ, κρόκου 𐅻 α· ἀναλάμβανε μελιλώτων ἀφεψήματι 〈ἢ〉 γλυκεῖ.

4

.

16

t

Πρὸς τὰς τῶν πρεσβυτέρων ἀμβλυωπίας.

4

.

16

.

1

Τὰς δὲ τοῖς πρεσβύταις εἰωθυίας συμβαίνειν ἀμβλυωπίας παρα‐ μυθήσῃ τρίψεσι καὶ αἰωρήσεσι καὶ συμμετρίᾳ τροφῶν καὶ δριμυφαγίᾳ καὶ τῆς κεφαλῆς κτενισμοῖς καὶ τοῦ ἀψινθίου πόσει πρὸ τῶν σιτίων καὶ τοῦ ἀπὸ θύμου καὶ ὀριγάνεως καὶ ὀξυμέλιτι σκιλλητικῷ καὶ ὑπ‐

4

.

16

.

2

αλείψεσι τοῖς ὀξυδέρκοις ἐπαγγειλαμένοις. συμφέρει δὲ καὶ πταρμοὺς κινοῦν τι καθ’ ἡμέραν, χρίειν δὲ τὸ φαρύγγεθρον καὶ ἀποχρέμπτεσθαι τοῦ φλέγματος.

4

.

17

t

Πρὸς 〈τὰσ〉 ἐπὶ τῶν βλεφάρων κριθάς.

4

.

17

.

1

Τὰς δὲ κριθὰς τὰς ἐπὶ τῶν βλεφάρων πυριῶν κηρῷ λευκῷ δια‐

4

.

17

.

2

φορήσεις οὕτω. χρὴ δὲ τήκοντα τὸν κηρὸν προσφέρειν καὶ θερμῇ τῇ

4

.

17

.

3

μήλῃ προσάπτεσθαι. διαφορεῖ δὲ καὶ χαλβάνη μετ’ ὀλίγου νίτρου τιθεμένη.

4

.

18

t

Πρὸς τοὺς νυκταλωπιῶντας.

4

.

18

.

1

Τοὺς δὲ νυκταλωπιῶντας ἧπαρ τράγειον ὀπτήσας τὸν ἐν τῇ ὀπ‐
τήσει συντηκόμενον ἰχῶρα συναγαγὼν ἔγχριε, καὶ αὐτὸ τὸ ἧπαρ ἐσθίειν445

4

.

18

2,3

δίδου. καὶ ὀνίδα πρόσφατον χυλίσας ὑπάλειφε. νυκταλωπίασις δ’

4

.

18

.

3

(2)

ἐστίν, ὅταν τὴν ἡμέραν ἀμέμπτως βλέπωσι, τῆς δὲ νυκτὸς προσαγούσης χείρω.

4

.

19

t

Πρὸς 〈τὰ〉 διὰ πληγὴν ὕφαιμα τῶν ὀφθαλμῶν.

4

.

19

.

1

Τὰ δὲ διὰ πληγὴν ὕφαιμα τοῦ ὀφθαλμοῦ κατ’ ἀρχάς, ἔτι φλεγ‐ μονῆς οὔσης, περιστερᾶς αἷμα θερμὸν ἢ τρυγόνος διακαθαίρει καὶ πυρίαι διὰ σπόγγων, ἁλῶν ὀλίγων τῷ ὕδατι μεμιγμένων, εἰ μὴ χιτὼν ἀνεξεσμένος εἴη· τοιούτου δέ τινος συμβάντος, τῷ ὕδατι μόνῳ πυριᾶν.

4

.

19

.

2

καλῶς δ’ ἂν ἔχοι καὶ ἔριον ὠοῦ μετὰ ῥοδίνου δεύσαντος κοῦφον ἐπι‐

4

.

19

.

3

βάλλειν τῷ ὀφθαλμῷ. καὶ στοιβῆς δὲ χλωρὰ φύλλα καταπλασσόμενα

4

.

19

.

4

ὠφελεῖ, καὶ φύλλα κράμβης καταπλασσόμενα. χρονισάντων δ’ αὐτῶν, ἂν ἐπιμένῃ αἱμάλωψ, ὑσσώπου κόμην λείαν λαβὼν εἰς λινοῦν ῥάκος, καθιεὶς εἰς ζέον ὕδωρ προσάπτου τῷ ὀφθαλμῷ, καὶ ἀκολουθεῖ τὸ αἷμα,

4

.

19

.

5

ὥστε 〈ἐκ〉πιεζῆσθαι τοῦ ὀθονίου. συστάντων δ’ οἰδημάτων ἀπὸ τῆς πληγῆς, πυριᾶν τῷ σπόγγῳ συνεχῶς· εἶτα καινὸν σπόγγον ὀξυκράτῳ

4

.

19

.

6

βρεχόμενον ἐπιτιθέναι· παλαιῶν δὲ γενομένων, νάπυ τριβόμενον μεθ’ ὕδατος προστιθέναι συνεχῶς καὶ ἀφαιρεῖν.

4

.

20

t

Πρὸς τριχιῶντα βλέφαρα.

4

.

20

.

1

Εἰ δὲ τριχιῶσι βλέφαρα καὶ τριχολαβίδι τίλλουσι τὰς τρίχας, μι‐ κρὸν ὕστερον ὀδυνῶνται, μειζόνως ὑποφυομένων αὐτῶν καὶ νυσσουσῶν.

4

.

20

.

2

πρὶν οὖν βλάβην τινὰ παρασχεῖν ἀμείνους αἱ κολλήσεις αἱ πρὸς τὰς

4

.

20

.

3

κατὰ φύσιν διά τε πίσσης καὶ κόμμεως. καλὸν δὲ καὶ τοῦτο ἔχειν παρεσκευασμένον· μαστίχην καὶ κηρὸν καὶ λιβανωτὸν καὶ ξηρὰν πίσσαν ἑνῶσαι μασσόμενα ὡς ὅτι μάλιστα καὶ ποιήσαντας τροχίσκους ἀποτίθε‐

4

.

20

.

4

σθαι. τῆς δὲ χρείας καλούσης, μηλωτίδος πεπυρωμένης τήκειν τοῦ φαρμάκου καὶ κολλᾶν.

4

.

21

t

Πρὸς τὰς ἐκ χιόνος ὀφθαλμίας.

4

.

21

.

1

Πυρῆνα μήλης καθέντες εἰς σκόροδον ὡς χρωσθῆναι τῷ χυλῷ

4

.

21

.

2

ἐγχρίομεν. πυροὺς ἐπὶ διαπύρων σιδήρων ὀπτήσαντες σὺν οἴνῳ κατα‐
χρίομεν τὰ βλέφαρα.446

4

.

22

t

Πρὸς πτίλους καὶ τρίχας μὴ ἔχοντας.

4

.

22

.

1

Μυόχοδον καὶ κόπρος τράγου· ταῦτα καὶ μίλφους ὠφελεῖ καὶ ἀνάγει τρίχας.

4

.

23

t

Πρὸς τὰ ἐν τοῖς ὀφθαλμοῖς ἕλκη.

4

.

23

.

1

Κρόκον βρέξας γάλακτι γυναικὸς καὶ τρίψας μίξας τε κόμμεως λευκοῦ σύμμετρον, ὥστε συστῆναι τὸν κρόκον, ἀναπλάσας κολλύριον χρῶ μετὰ γάλακτος γυναικὸς ἐνστάζων.

4

.

24

t

Πρὸς λευκώματα καὶ ἀμαυρώσεις καὶ ἀρχομένην ὑπό‐ χυσιν καὶ ἀμβλυωπίαν καὶ ἀχλὺν καὶ ἐπικαύματα καὶ ὀξυ‐ δέρκειαν καὶ πτερύγια καὶ βαφὴν λευκώματος.

4

.

24

.

1

Λευκώματα ταχέως ἰᾶται νίτρον μετ’ ἐλαίου λειωθὲν ἐπιμελῶς καὶ ἐγχριόμενον· ἢ σηπέας ὄστρακον λεῖον φυράσας μέλιτι κατάκαυσον

4

.

24

2,3

καὶ λείῳ ὑπάλειφε. λεπτύνει δὲ καὶ ὁ χυλὸς ἀνεμώνης ἁπάσης. —Ἀμαύ‐

4

.

24

.

3

(2)

ρωσιν δὲ πᾶσαν καὶ ἀρχομένην ὑπόχυσιν θεραπεύει γυπὸς χολῆς μέρη δύο, πρασίου χυλοῦ καὶ μέλιτος Ἀττικοῦ ἀνὰ μέρος ἕν· ἢ μαράθρου χυλὸς καὶ ταυρεία χολὴ ὑγρὰ ἴσα μετὰ διπλασίονος μέλιτος· ἢ χολὴ ἀρκεία

4

.

24

.

4

μεθ’ ὕδατος διπλασίου. —Καπνίου χυλὸς ὀξυδερκής ἐστιν ἐπισπώ‐

4

.

24

.

5

μενος οὐκ ὀλίγον δάκρυον. —Λιβανωτίδος τῆς τε ῥίζης καὶ τῆς πόας ὁ χυλὸς μέλιτι μιγνύμενος ἀμβλυωπίας ὅσαι διὰ πάχος ὑγρῶν γίνονται

4

.

24

6,7

θεραπεύει. ποιεῖ καὶ πρασίου χυλὸς μετὰ μέλιτος. —Θρίδακος ἀγρίας

4

.

24

.

7

(2)

ὀπὸς ἄργεμά τε καὶ ἀχλύας ἀποκαθαίρει καὶ πρὸς ἐπικαύματα ποιεῖ

4

.

24

.

8

μετὰ γυναικείου γάλακτος ὑπαλειφόμενος. —Ὀξυδερκές· ῥοῶν τῶν κόκκων χυλὸν ἐκπιέσας βάλε εἰς ἄγγος Ἀττικὸν καὶ ὀθονίῳ περιδήσας θὲς εἰς ἥλιον, ἕως ἂν πάχος σχῇ μέλιτος, καὶ ἴσον πρὸς ἴσον βάλε τῷ χυλῷ μέλι καὶ ἀνελόμενος εἰς ὀστράκινον ἀγγεῖον φύλασσε· παλαιού‐

4

.

24

.

9

μενον γὰρ βέλτιον γίνεται. ὅταν δὲ καθεύδειν μέλλωσιν, ὑπόχριε

4

.

24

.

10

τούτῳ κούφως τοὺς ὀφθαλμούς. τοῦτο ζῳγράφοις καὶ δακτυλιο‐

4

.

24

.

11

γλύφοις καὶ χρυσοχόοις ἁρμόττει καὶ πρεσβύταις. —Ἄλλο· ὑαίνης χολὴν μετὰ μέλιτος Ἀττικοῦ μίξας χρῶ· τοῦτο ἀμβλυωπίας ἀναστέλλει καὶ
τὰς ἀρχομένας ὑποχύσεις διασκίδνησι· βέλτιον δὲ παλαιούμενον γίνεται.447

4

.

24

.

12

—Πτερυγίου δὲ μεγάλου μὲν ὄντος καὶ σκληροῦ γεγονότος, χειρουρ‐ γίας ἐστὶν ἡ ἴασις καὶ τοῦ ἰατροῦ χρεία· τὸ δὲ μικρὸν καὶ μαλακὸν

4

.

24

.

13

θεραπεύσεις αἰγείρου ὀπῷ μετὰ διπλασίονος μέλιτος ἐγχρίων. καὶ σηπίας δ’ ὄστρακον καυθὲν καὶ μιχθὲν ἁλσὶν ἀνορύκτοις ἀποτήκει τὰ

4

.

24

.

14

κατὰ τοὺς ὀφθαλμοὺς πτερύγια. —Βάψεις δὲ τὰ λευκώματα ῥοιᾶς γλυκείας σάρκα τρίψας, παραστάζων ὕδατος ὀλίγου καὶ ποιῶν λεῖον πολλάκις καὶ ἐγχρίων· ἢ ὑοσκυάμου χυλῷ ἐφ’ ἡμέρας ιε τοῦτο βάπτε, καὶ ἀφανῆ ποιεῖ ἐπ’ ἐνιαυτόν.

4

.

25

t

Καλλιβλέφαρον·

4

.

25

.

1

μάλιστα δὲ ποιεῖ νηπίοις καὶ τοῖς ἁπαλοσάρκοις· στίμμεως 𐅻 ιϛ, μο‐ λύβδου 𐅻 η, κρόκου [ἀνὰ] 𐅻 α, ῥόδων ἄνθους, σμύρνης, νάρδου Ἰνδι‐ κῆς, πεπέρεως λευκοῦ, λιβάνου ἄρρενος ἀνὰ 𐅻 α, φοινίκων ὀστᾶ λ· πάντα βαλὼν εἰς ἄγγος κεραμεοῦν ὄπτα φιλοπόνως, εἶτα τρίψας ἐν
5θυΐᾳ ἐπίβαλε ὀποβαλσάμου κοχλιάρια β, καὶ ἀνακόψας 〈καὶ〉 ξηράνας χρῶ.

4

.

26

t

Πρὸς τὰς ῥήξεις τῶν ὀφθαλμῶν.

4

.

26

.

1

Λίθον αἱματίτην διεὶς ἐπ’ ἀκόνης γάλακτι γυναικείῳ πολλάκις ὑπόχριε τῆς ἡμέρας. ἄγνου φύλλα τρίψας μεθ’ ὕδατος καὶ ἀλφίτου κατάπλασσε.

4

.

27

t

Πρὸς βλέφαρα παχέα καὶ ὕφαιμα καὶ κεγχραμίδων ὑπόπλεα.

4

.

27

.

1

Ἐκστρέφων τὸ βλέφαρον ἀπολέαινε μήλῃ θερμῇ, ἢ φύλλῳ συκῆς καὶ μέλιτι ὑπάλειφε, ἢ οἶνον αὐστηρὸν μέλιτι μιγνὺς ὑπάλειφε.

4

.

28

t

Πρὸς ψωροφθαλμίαν.

4

.

28

.

1

Ῥοιᾶς γλυκείας καὶ ὀξείας χυλὸν ἑψήσας, ἕως λάβῃ μέλιτος πά‐ χος, ὑπόχριε.

4

.

29

t

Πρὸς τὰ λεπρώδη βλέφαρα.

4

.

29

.

1

Τὰ δὲ λεπρώδη τῶν βλεφάρων ὑγιάζει συκῆς ὀπὸς καταχριόμενος.

4

.

29

.

2

ἁλὸς ἄχνῃ λείᾳ χρῶ.448

4

.

30

t

Πρὸς σκληρὰ βλέφαρα καὶ δυσκίνητα.

4

.

30

.

1

Μυελὸν μόσχειον καὶ κηρὸν ἴσα τήξας μετὰ ῥοδίνου κατάπλασσε· ἢ τερεβινθίνης μέρη ἑπτά, λιθαργύρου μέρος ἓν μετὰ κηροῦ καὶ ἐλαίου τήξας εἰς ὀθόνιον κατάπλασσε.

4

.

31

t

Πρὸς τὰ ἐν τοῖς ὀφθαλμοῖς ἐμπίπτοντα.

4

.

31

.

1

Ὕδατι ἢ γάλακτι ἐγχυματίζων διάκλυζε ἢ μέλιτι ἢ ἐλαίῳ ἔγχριε, ὥστε δάκρυον ἐκκριθῆναι, ἢ διαβλέπειν κέλευε εἰς ὕδωρ ἢ εἰς οἶνον.

4

.

31

.

2

τὰ δ’ ἐγκαθήματα ῥητίνῃ προσφάτῳ ψαύων, ἀφαίρει τριχὶ μάλιστα μὲν

4

.

31

.

3

ἀνθρωπίνῃ, εἰ δὲ μή, ὑείᾳ. τὰ δ’ ἐμπεπηγότα καταλαβὼν τὸν ὀφθαλ‐

4

.

31

.

4

μὸν ἔξαιρε λαβιδίῳ. τὰ δ’ ὑπὸ τὸ βλέφαρον ἐκστρέφων ἔξαιρε καὶ γάλακτι διάκλυζε.

4

.

32

t

Πρὸς τὰς ἐν τοῖς βλεφάροις καὶ ὀφρύσι φθειριάσεις.

4

.

32

.

1

Τὰς δὲ φθειριάσεις τὰς ἐν τοῖς βλεφάροις καὶ ὀφρύσι θεραπεύει σὺν μέλιτι ἢ οἴνῳ καταχριόμενα σανδαράχη, σταφὶς ἀγρία.

4

.

33

t

Πρὸς αἰγίλωπας καὶ χαλάζια.

4

.

33

.

1

Αἰγίλωπας θεραπεύει, ἐφ’ ὧν μὲν διὰ βάθους 〈μὴ〉 ἔφθαρται τὸ ὀστέον, ἀνθεμίδος φύλλα μασηθέντα καὶ ἐπιτεθέντα ἢ αἰγίλωπος τοῦ ἐν τοῖς σιτίοις χυλὸς σὺν ἀλεύρῳ σιτινίῳ καταπλασσόμενος, ἀρνογλώσσου

4

.

33

.

2

φύλλα μασηθέντα καὶ ἐπιτεθέντα. μετὰ δὲ τὸ ἀναστομωθῆναι καρύων βασιλικῶν τὰ ἐντὸς μασησάμενος ἐπιτίθει ἢ λίβανον καὶ περιστερᾶς κόπρον λείαν μίξας ἐπιτίθει μέχρι ἀπουλώσεως (λιθοῦται δὲ καὶ

4

.

33

.

3

ἐπιμένει)· ἢ πρόπολις καὶ τερμινθίνη μετὰ χόνδρου ἐν σπληνίῳ, ἢ

4

.

33

.

4

στυπτηρία σχιστὴ καὶ ὅτι πλείστῃ τερεβινθίνῃ ἀναληφθεῖσα. —Χαλάζια δὲ διαφοροῦσιν ὄλυνθοι ἑφθοὶ καταπλασθέντες 〈ἢ〉 τὰ τῆς συκῆς φύλλα.

4

.

34

t

Περὶ τῶν συμβαινόντων περὶ τὰ ὦτα παθῶν. —Περὶ δυσηκοΐας καὶ κωφώσεως.

4

.

34

.

1

Χυμός τις ἐν τοῖς ἀκουστικοῖς πόροις σφηνωθεὶς τὰς δυσηκοΐας καὶ κωφώσεις συνίστησι· δεῖ οὖν ἐφ’ ἡμέρας πλείους κλύζειν ὄξει

4

.

34

.

2

λευκῷ καὶ ὕδατι ἴσοις ἐζεσμένοις σὺν λείῳ νίτρῳ, καὶ μετὰ ταῦτα
πάλιν κλύζειν ὕδατι θερμῷ μόνῳ καὶ οὕτως ἐγχυματίζειν τοῖς πρὸς τὰς δυσηκοΐας ἀναγεγραμμένοις τοῖσδε· μέλανος ἐλλεβόρου ῥίζαν λείαν μετ’ ὄξους καὶ μέλιτος τρίψας ἄχρι τῆς ἀκοῆς ἐντίθει, καὶ ἔα τὸ φάρ‐449
5μακον ἐφ’ ἡμέρας ε· ἢ καρδάμου τὸ ἱκανὸν καὶ νίτρου βραχὺ σύκων σαρκίοις ἄνευ τῶν κεγχραμίδων ἀναλαβὼν ποίει κολλύριον ἁρμόττον τῷ πόρῳ τῷ τῆς ἀκοῆς· κομίζου δ’ αὐτὸ τριταῖον· τοῦτο ἄγει ῥύπον ἱκανὸν καὶ παραχρῆμα κουφίζει.

4

.

35

t

Περὶ τῶν κατὰ τὰ ὦτα ὀδυνῶν.

4

.

35

.

1

Τὰς δ’ ὀδύνας τῶν ὤτων, εἰ μὲν ἀπὸ ψύξεως γένοιντο, τὰ θερ‐ μαίνοντα θεραπεύει τάχιστα· κρόμμυον οὖν ἢ σκόροδον ἀποζεσθὲν ἐλαίῳ καὶ ἐγχυθὲν ἰᾶται, καὶ εὐφορβίου δ’ ὀλίγιστον ἐλαίῳ πολλῷ

4

.

35

.

2

μιχθὲν ἢ πεπέρεως ἀκριβῶς λελειωμένου. ὠφελεῖ δὲ καὶ τὸ ἀμαρά‐ κινον καὶ ἡ ἀρίστη νάρδος καὶ πηγάνινον ἐκ λεπτομεροῦς καὶ μὴ στύφοντος ἐλαίου.

4

.

36

t

Περὶ ὕδατος περιεχομένου κατὰ τὰ ὦτα.

4

.

36

.

1

Εἰ δ’ ὕδωρ περιέχοιτο κατὰ τὸν ἀκουστικὸν πόρον, συνεχῶς ἔλαιον ἐγχεῖν προσῆκεν, ἐγκλύζοντας αὐτὸ καὶ δι’ ἐρίου μαλακοῦ σπογγί‐

4

.

36

.

2

ζοντας καὶ πάλιν ἐγχέοντας. παρηγορεῖ δ’ αὐτοὺς ὠοῦ τὸ λευκὸν καὶ λεπτὸν καὶ γάλα γυναικεῖον· πάντα δ’ ἔστω θερμὰ τὰ προσφερόμενα.

4

.

36

3,4

καὶ τὸ χήνειον δὲ στέαρ ἱκανῶς αὐτοὺς ὠφελεῖ. εἰ δέ τις καὶ ἐφ’

4

.

36

.

4

(2)

ἑνὶ ποδὶ τῷ κατὰ τὸ πάσχον οὖς ἅλλοιτο, παρεγκλίνων πως ἑαυτόν,

4

.

36

.

5

ἐκκρίνεται ῥᾳδίως. ἄκρως δὲ καὶ ὁ διὰ τοῦ στόματος ἐκμυζηθμὸς ἐπι‐

4

.

36

.

6

σπᾶται. φλεγμονῆς δ’ οὔσης τινός, νάρδινον μύρον ἐγχεῖν μετὰ βρα‐

4

.

36

.

7

χυτάτου βασιλικοῦ. μεγάλης δ’ οὔσης τῆς ὀδύνης, ἀναγκαῖον τοῖς ναρ‐ κοῦσι τὴν αἴσθησιν χρῆσθαι, γυναικείῳ γάλακτι μιγνύντας καὶ τοῦ ὠοῦ τῷ λευκῷ μήκωνος ὀπόν, μιγνύειν δὲ καὶ καστορίου πρὸς μὲν τὰς

4

.

36

.

8

σφοδροτέρας ὀδύνας ἴσον, πρὸς δὲ τὰς κουφοτέρας διπλάσιον. ὑγρὸν δ’ ἔστω τὸ ἐκ τοῦ γλεύκους ἕψημα, καὶ ἐν τῇ χρήσει δὲ τῷ ἑψήματι ἀνιέσθω· παρασκευάζεσθαι δ’ ἄμεινον ἐκ πολλοῦ μεμιγμένον τὸ φάρ‐

4

.

36

.

9

μακον. χρὴ δὲ μηδ’ ὅλως ψαύειν τοῦ ἀκουστικοῦ πόρου κατὰ τὸν καιρὸν τῆς ὀδύνης, πυριᾶν δὲ διὰ μηλωτίδος ἐρίῳ μαλακωτάτῳ, τὸ δὲ
φάρμακον ἐμβάλλειν οὕτω πως· ἔστω κεχλιασμένον ἐν ὠτικῷ τε ἐγχυτῆρι, καὶ τὴν μηλωτίδα βάπτων ἐπιτίθει μαλακὸν ἔριον· τῇ δ’ ἀρχῇ τοῦ450
5πόρου καὶ παντὶ τῷ ὠτίῳ πυριᾷς, ὡς εἴρηται, νάρδῳ μιχθέντος ὀλι‐

4

.

36

.

10

γίστου τῆς τετραφαρμάκου. θέρους δὲ καθεστῶτος ἢ θερμασίας ἀντι‐ λαμβανομένου τοῦ κάμνοντος, κατὰ τὸ πάσχον διὰ ῥοδίνου ἡ πυρία

4

.

36

.

11

γινέσθω. καὶ παχὺν δὲ χυμὸν ἢ γλίσχρον ἢ πνεῦμα φυσῶδες ὑπονο‐

4

.

36

.

12

ήσας ἐσφηνῶσθαι μίξεις τι καὶ τῶν ἐκφραττόντων. τεχνικῶς δ’ ἂν στοχάσαιο τοιοῦτόν τι τυγχάνειν τὸ αἴτιον, τά τε προηγούμενα τοῦ πόνου καὶ τὰ παρόντα πολυπραγμονήσας· διὰ μὲν γὰρ ψῦξιν προ‐ ηγησαμένην πνεῦμα φυσῶδες συνίσταται, διὰ δὲ δίαιταν κακόχυμον καὶ

4

.

36

.

13

πνευματώδη, βάρους τε τῆς κεφαλῆς ὄντος, παχεῖς αἴτιοι χυμοί. καὶ ἐπειδὰν τοιοῦτόν τι παρακολουθοίη, λίτρον καὶ ἀφρόλιτρον τοῖς ὠτι‐ κοῖς μίξεις φαρμάκοις καὶ λευκὸν καὶ μέλανα ἐλλέβορον ἀμύγδαλά τε πικρὰ καὶ ἀριστολοχιῶν τὴν παροῦσαν καὶ σικύου ἀγρίου καὶ βρυωνίας
5ῥίζαν ἄρου τε καὶ δρακοντίου καὶ κασίαν καὶ κενταύριον τὸ μικρόν· διαρρύπτει γὰρ ταῦτα τοὺς πόρους καὶ λεπτύνει τὰ ἐμπεφραγμένα.

4

.

36

.

14

τὰς δ’ ἐπιεικεῖς καὶ μὴ σφυγματώδεις φλεγμονὰς ἱκανὸν ἰᾶσθαι καὶ ὀξυρόδινον χλιανθὲν καὶ γλαύκιον ἐπ’ ἀκόνης ἰατρικῆς ἀποτριβόμενον μετ’ ὄξους.

4

.

37

t

Περὶ τῶν ἐν ἐπιφανείᾳ ὠτίου φλεγμονῶν καὶ οἰδημάτων.

4

.

37

.

1

Τὰς δ’ ἐν τῇ ἐπιφανείᾳ ὠτίου φλεγμονὰς καὶ τὰ οἰδήματα καὶ τὰ ἐρυθήματα δι’ ἐπιρροὴν ἢ πληγὴν γεγονότα φακὸν ἑψήσας ἐν ὕδατι κατάπλασσε τρίψας μετὰ μέλιτος· ἢ στέαρ χήνειον καὶ βούτυρον καὶ σμύρναν μίξας ἐπιτίθει.

4

.

38

t

Πρὸς τὰ ἡλκωμένα ὦτα καὶ πυορροοῦντα.

4

.

38

.

1

Τὰ δ’ ἡλκωμένα τῶν ὤτων καὶ πυορροοῦντα θεραπεύσεις γλαυ‐ κίῳ μετ’ ὄξους· ὅταν δὲ μετὰ ῥεύματος, τοῖς τροχίσκοις, οἷός ἐστιν

4

.

38

.

2

ὅ τε Ἄνδρωνος καὶ ὁ Πολυείδους. κἂν πυορροῇ χωρὶς ὀδύνης μὴ

4

.

38

.

3

σφοδρῶς, τοῖς αὐτοῖς θεραπεύσεις. μηδὲν δ’ ἐνεργούντων αὐτῶν, τῷ σφοδρῷ χρησόμεθα σιδήρου σκωρίαν χνοώδη ποιήσαντες καὶ καθεψή‐ σαντες ἐν ὄξει δριμυτάτῳ μέχρι γλοιώδους καὶ μελιτώδους συστάσεως.

4

.

38

.

4

πρὸς δὲ τὰ ἐκ πληγῆς ἡλκωμένα ἄρτου θερμοῦ τὸ ἐντὸς τρίψας μετὰ
μέλιτος ἐπιτίθει· ἢ σμύρναν τρίψας μετ’ οἴνου παλαιοῦ ἐπίχριε· ἢ κοχλιῶν τὰ ἐντὸς τρίψας καὶ σμύρναν μίξας τὸ ἥμισυ μέρος ἐπιτίθει.451

4

.

38

.

5

μήτε δ’ ἐπίδει ταῦτα μήτε συνεχῶς ἀφαίρει τὰ ἐπιτιθέμενα.

4

.

39

t

Πρὸς τὰ τεθλασμένα καὶ κεκλασμένα καὶ τὰς αἱμορραγίας τῶν ὤτων καὶ τὸν ἐξαίφνης ἦχον, καὶ εἰ ἐμπέσῃ τι λιθάριον ἢ κύαμος ἤ τι τοιοῦτον ἢ ζῷόν τι εἰς αὐτά.

4

.

39

.

1

Τὰ δὲ τεθλασμένα τῶν ὤτων σμύρναν, μάνναν, λιβανωτόν, γῆν μέλαιναν, ᾗ σμῶνται, καλῶς ἑνώσας, κηρωτῆς ποιῶν πάχος, κατάπλασσε, μηδενὶ τρόπῳ ἐρεθίζων· ἢ θεῖον ἄπυρον ἢ λιβανωτὸν μετὰ πίσσης

4

.

39

.

2

ὑγρᾶς εἰς σπληνίον ἐπιτίθει. —Ἐφ’ ὧν δὲ κέκλασται τὰ ὦτα, κερα‐ μικῆς γῆς τὰ ἐντὸς πληρώσας, ὅταν ξηρανθῇ, στρύχνον μετὰ ψιμυθίου

4

.

39

.

3

ἐπάλειφε, μέχρι καταστῇ. —Αἱμορραγίας δ’ ἐξ ὤτων γινομένης, ὥστε μὴ ἐνθρομβοῦσθαι, πράσου τὸν χυλὸν καὶ ὄξος μίξας ἐγχυμάτιζε· ἢ

4

.

39

.

4

ῥοιᾶς ἐν ὄξει ἡψημένης τὸν χυλὸν ἐκθλίψας ἐγχυμάτιζε. ἐφέξεις δὲ τὴν αἱμορραγίαν βάτων καὶ κηκίδων ἐν ὄξει ἡψημένων τὸν χυλὸν

4

.

39

.

5

ὁμοῦ μίξας καὶ ἐγχυματίσας. —Ἐπὶ δὲ τῶν ἐξαίφνης ἤχων ὄξος μετὰ ῥοδίνου ἔγχει ἢ κύμινον καὶ ἔλαιον, μέλιτος ποιήσας πάχος, ἢ σικύου

4

.

39

.

6

ἀγρίου τὸν χυλὸν τῆς ῥίζης. εἰ δ’ ἐπιμένει, κατακλίνας τὸν πάσχοντα καὶ λίτρον ὠμὸν λεῖον ἐμπλάσας εἰς τὸ οὖς, ὄξος δριμὺ χλιαρὸν ἔγχει.

4

.

39

.

7

ἐπὶ δὲ τῶν μετὰ νόσον ἤχων ἀψινθίου ἀφεψήματι πυριάσας ὀξυρό‐ δινον ἔγχει, ἢ ῥαφάνου χυλὸν μετὰ ῥοδίνου, ἢ πράσου χυλὸν μετὰ γάλακτος γυναικείου ἢ ῥοδίνου, ἢ σικύου ἀγρίου φύλλα λειώσας καὶ

4

.

39

.

8

χυλίσας ἐγχυμάτιζε. —Λιθαρίου δ’ ἢ κυάμου ἤ τινος τοιούτου παρ‐ εμπεσόντος εἰς τὸ οὖς, εἰλίξας περὶ μηλωτίδα ἔριον βάψον εἰς τερε‐

4

.

39

.

9

βινθίνην ἢ εἴς τι τῶν ἐχεκόλλων καὶ καθεὶς πρᾴως ἐπισπῶ. μὴ ὑπα‐ κούσαντος δέ, πταρμικὸν εἰς τὰς ῥῖνας ἐνιεὶς τὸ στόμα ἔμφραττε καὶ τοὺς ῥώθωνας· κατὰ γὰρ τὴν γινομένην ἔντασιν ἐκφυσᾶται τὸ ἐμπεσόν.

4

.

39

.

10

ποίει δὲ συνεχῶς τοῦτο, μέχρις ἂν ἐκπέσῃ τὸ ἐνόν· ἐμμείναντος γάρ,

4

.

39

.

11

εἰ ἐπιφλεγμήνειε τὸ οὖς, σπασμοὶ συμπεσοῦνται. ζῴου δέ τινος ἐμπε‐ σόντος, σκαμμωνίαν διεὶς ὄξει ἢ ἀψινθίου χυλὸν ἢ πευκέδανον, ἢ θεῖον
καὶ νίτρον μετὰ χυλοῦ ῥαφάνου ἔνσταζε.452

4

.

40

t

Πρὸς τοὺς ἐν ὠσὶ σκώληκας καὶ τὰ λοιπὰ τὰ εἰσδυόμενα εἰς αὐτά.

4

.

40

.

1

Πρὸς σκώληκας δὲ τοὺς ἐν ὠσὶ καὶ τὰ λοιπὰ τὰ εἰς τὸν πόρον τῆς ἀκοῆς εἰσδυόμενα ὀξέλαιον ἔνσταζε ἢ καππάρεως χυλὸν ἢ καλα‐ μίνθης χυλὸν ἢ ἐλλέβορον λευκὸν μετ’ οἴνου ἐγχυμάτιζε.

4

.

41

t

Πρὸς ῥύπον τὸν ἐν ὠσί.

4

.

41

.

1

Νίτρον ὀπτὸν ἔμπλασον εἰς τὸ οὖς καὶ ὄξος ἐπίσταζε, καὶ ἔριον ἐνθεὶς ἔασον διὰ νυκτός· τῇ δ’ ὑστεραίᾳ κλύσον ὕδατι καὶ ἐλαίῳ θερμῷ.

4

.

42

t

Πρὸς ὦτα κάθυγρα.

4

.

42

.

1

Μίσυ καύσας ἐν ὀθονίῳ καὶ λειώσας ἐμφύσα, ἢ κηκῖδα λειώσας καὶ καύσας παραπλησίως χρῶ, ἢ στυπτηρίαν ὀπτήσας καὶ λειώσας ἔλαιον προσεγχέας ἐμφύσα.

4

.

43

t

Πρὸς τὰς ἐν ὠσὶν ὑπερσαρκώσεις.

4

.

43

.

1

Τὰς δ’ ὑπερσαρκώσεις τὰς ἐν ὠσὶν ἀφαιρεῖ ταχέως τρὺξ μετ’ ἀσβέστου καὶ κονίας στακτῆς λεία, γλοιώδης δι’ ἐρίου καὶ μηλωτίδος προστεθεῖσα.

4

.

44

t

Περὶ παρωτίδων.

4

.

44

.

1

Οὐχ ὡς ἐπὶ τῶν ἄλλων μορίων φλεγμαινόντων χρώμεθα τοῖς ἀποκρουστικοῖς, οὕτω καὶ ἐπὶ τῶν παρωτίδων, τοὐναντίον τοῖς ἑλκτι‐ κοῖς, σπεύδοντες τὸν λυποῦντα χυμὸν ἐκ τοῦ βάθους ἐπισπᾶσθαι πρὸς τὸ δέρμα καὶ συνεργεῖν τῇ φύσει δι’ ἀποσκημμάτων ἰωμένῃ τὸν πυ‐

4

.

44

.

2

ρετόν. ἱκανὴν δ’ ὁρμὴν τῆς φύσεως ἐχούσης, ἡσυχάζομεν ἡμεῖς τὸ πᾶν ἐπιτρέποντες αὐτῇ, παρηγοροῦντες μόνον καὶ συμπέττοντες τοὺς συνδεδομένους χυμούς, ἐκπυηθέντας δ’ αὐτοὺς διαφορεῖν σπουδάζοντες.

4

.

44

3,4

σκληρία δ’ εἰ φαίνοιτο, μίξομεν τὰ μαλακτικὰ τοῖς ἑλκτικοῖς. τὰς

4

.

44

.

4

(2)

μέντοι μετρίας παρωτίδας, ἐφ’ ὧν μήτε πλῆθός ἐστι τὸ ἐπιρρέον μήτε ὀδύνη βίαιος μήτε ἐκπυήσεως προσδοκία, ῥᾳδίως ἰασόμεθα, πυρίᾳ δι’ ἅλμης καὶ καταπλάσμασι καὶ φαρμάκοις διαφορητικωτέροις, οἷά εἰσιν
5ἥ τε Μνασέου καὶ ἡ διὰ χυλοῦ, καὶ τούτων μαλακώτεραι αἱ κηρωτο‐453

4

.

44

.

5

ειδεῖς, καὶ διὰ βουτύρου καὶ οἰσύπου. κήρυκες κεκαυμένοι καὶ πορ‐ φύραι καὶ ὄστρεα ἐπὶ τῶν ἤδη σκιρρουμένων καὶ χρονιζουσῶν παρ‐ ωτίδων ἐπιτήδεια· γίνεται γὰρ ἄλυπόν τε καὶ ἄδηκτον φάρμακον, οὐ μόνον εἴ τις μέλιτι δεύσειεν αὐτῶν τὴν τέφραν, ἀλλὰ πολὺ μᾶλλον
5εἰ παλαιὸν στέαρ ὑὸς ἄναλον ἐξινίσας μίξειεν· ἀλυπότατα γὰρ τοῦτο διαφορεῖ πάσας τὰς χρονιζούσας φλεγμονάς, κἂν ἐκ ῥευματικῆς ὦσι

4

.

44

.

6

διαθέσεως. ἁρμόττει δ’ ἐπὶ τῶν ἤδη σκιρρουμένων καὶ ἰσχὰς ἡψημένη ἐν θαλάττῃ ἢ ἅλμῃ ὁμοίως καὶ θέρμων πικρῶν τὸ ἄλευρον ἑψηθὲν μετὰ μέλιτος, ὀλίγης ἀσβέστου μιγείσης, καταπλασσόμενον.

4

.

45

t

Περὶ τῶν τῆς ῥινὸς παθῶν, ὀζαινῶν καὶ πολύπων.

4

.

45

.

1

Κοινὴ θεραπεία ὀζαινῶν καὶ πολύπων ξηρᾶναι πρῶτον καὶ ῥῶσαι τὴν κεφαλήν, ἐπιτιθέντας κατ’ αὐτῆς ἢ τὴν δι’ ἀνεμώνης ἢ τὴν διὰ κοχλιῶν, ἧς ἡ σύνθεσίς ἐστιν αὕτη· σμύρνης, λιβάνου ἀνὰ 𐆄 α, κο‐ χλίους ὁλοκλήρους ε, ὠῶν τὰ λευκὰ β, ὁλμοκοπήσας καὶ μίξας ἅπαντα,
5κατάχριε ἐπιτιθεὶς ὀθόνῃ καὶ ἐῶν ἐφ’ ἡμέρας θ· καὶ οὕτω τοῖς τοπι‐

4

.

45

.

2

κοῖς χρῶ. —Ἐπὶ τοίνυν τῶν πολύπων τῷ διὰ τῶν ῥοιῶν χρησό‐

4

.

45

.

3

μεθα· πάνυ γὰρ ἄκρως ἐνεργεῖ. λαμβανέσθωσαν δ’ ἴσαι κατὰ τὸ μέγε‐ θος καὶ τὸν ἀριθμὸν αἵ τε αὐστηραὶ καὶ ὀξεῖαι καὶ γλυκεῖαι· κοπέ‐ σθωσάν τε καὶ συνθλάσθωσαν ὅλαι πρόσφατοι καὶ πέπειροι, καὶ ὁ χυλὸς αὐτῶν ἐκθλιβέσθω καὶ ἐν ἀγγείῳ κατατιθέσθω κασσιτερίνῳ, πρό‐
5τερον ἐπ’ ὀλίγον ἡψημένος, εἰ φαίνοιτο τοῦ προσήκοντος ὑγρότερος.

4

.

45

.

4

τὸ δ’ ὑπολειφθὲν αὐτῶν στερεὸν κόπτειν ἀκριβῶς καὶ λειοῦν πάλιν ἐν θυΐᾳ καὶ ἀναπλάσσειν κολλυρίοις ὅμοια ἁρμόζειν δυνάμενα τῇ ῥινὶ τοῦ πάσχοντος· ἐναρμόζεται γὰρ τῷ πόρῳ τῆς ῥινός, ἐν ᾧ ὁ πολύ‐ πους ἐστίν· ἄνευ γὰρ δήξεως καὶ συμπαθείας ταὐτὸν ἐργάζεται τοῖς

4

.

45

.

5

δριμέσι φαρμάκοις ἐν πλείονι χρόνῳ τὸν πολύπουν ἀναλίσκων. ἐὰν μὲν οὖν ὑγρότερος καὶ πλαδαρώτερος ὁ πολύπους σοι φανῇ, τῶν αὐστηρῶν ῥοιῶν πλέον ἐμβαλεῖς· ἐὰν δὲ σκληρότερος, τῶν γλυκειῶν.

4

.

45

.

6

δυσφορίαν δὲ τοῦ κολλυρίου παρέχοντος ἢ εἰ διὰ παντὸς ἐγκαίοιτο, διακόπτειν χρὴ τὴν χρῆσιν, καὶ καθ’ ὃν καιρὸν οὐκ ἐντίθεται, τῷ ἐκ‐ τεθλιμμένῳ χυλῷ χρηστέον, τόν τε πεπονθότα τόπον διαχρίοντα καὶ τὸν ἔνδον τοῦ στόματος, καθ’ ἃ μέρη συντέτρηται πρὸς τὸν οὐρανί‐

4

.

45

.

7

σκον ἡ ῥίς, ἢ πτεροῖς ἢ ἐρίῳ περιβεβλημένῳ μηλωτίδι. καὶ τὸ διφρυγὲς

4

.

45

.

8

δὲ δαπανᾷ πολύπουν ἐν πλείονι χρόνῳ. εἰ δέ τινι δι’ ἁπαλότητα καὶ
αὐτὰ δακνώδη φαίνοιτο, ῥόδα λεῖα προσάγειν· θαυμαστῶς γὰρ ὠφελεῖ454

4

.

45

.

9

τὰ μαλακὰ καὶ ὑγρὰ σώματα. δῆλον δ’ ὡς συνεχῶς δεῖ τὰ τοιαῦτα πάντα προσάγειν· ἐκκλύζεται γὰρ ὑπὸ τῆς ὑγρότητος.

4

.

46

t

Πρὸς τὰ ἐν τοῖς πόροις τῆς ῥινὸς ἕλκη.

4

.

46

.

1

Τὰ δ’ ἐν τοῖς πόροις τῆς ῥινὸς ἕλκη θεραπεύουσιν ὅ τε Ἄνδρωνος καὶ ὁ Πολυείδους ἀνιέμενος δι’ οἴνου, ποτὲ μὲν γλυκέος, ποτὲ δ’

4

.

46

.

2

αὐστηροῦ, πολλάκις δὲ καὶ δι’ ὄξους. ἐὰν μὲν οὖν δριμὺ μόνον ὑγρὸν ἐπιρρεύσῃ τοῖς πόροις, δυσίατα μὲν ἕλκη συνίσταται, χωρὶς δ’ ὀσμῆς μοχθηρᾶς· ἐὰν δὲ μετὰ δριμύτητος καὶ σηπεδονῶδες ᾖ τὸ ἐπιρρέον,

4

.

46

.

3

αἱ ὄζαιναι γίνονται. θεραπεύσεις δ’ αὐτὰς καλαμίνθης χυλὸν ἐγχυμα‐ τίζων ἢ μέλι ἐνιεὶς ταῖς ῥισὶ καὶ διαστήσας πταρμοῖς τε τὰς ἐφελ‐ κίδας ἐκβάλλων, εἶτ’ ἐλλέβορον λευκὸν ποιῶν ἀνασπᾶν τὸν πάσχοντα ὡς πλεῖστον τῇ ῥινί, καὶ μετὰ ταῦτα διαχρίων ἀμόργῃ μετὰ μέλιτος.

4

.

46

4,5

διάχριε δὲ τοὺς πόρους χαλκίτιδι ἢ χαλκάνθῳ μετὰ μέλιτος. ἐὰν δὲ

4

.

46

.

5

(2)

παλαιὰ ᾖ, καὶ ὄξος δριμὺ πρόσβαλε.

4

.

47

t

Περὶ κατάρρου καὶ κορύζης.

4

.

47

.

1

Τοὺς ἀπὸ τῆς κεφαλῆς κατάρρους ἀμεληθέντας πολλῶν αἰτίους κακῶν γίνεσθαι συμβαίνει· τὸ μὲν οὖν φλεγμῆναι τὸν γαργαρεῶνα καὶ τὰς ἀντιάδας ἐπ’ αὐτοῖς μέτριον, τὸ δὲ βραγχώδη συστῆναι χρονίαν διάθεσιν οὐ μικρόν· αἷμά τε γὰρ ἤδη τινὲς ἔπτυσαν ἐκ κατάρρου καὶ
5πύον ἀνήνεγκαν καὶ φθινώδεις ἐγένοντο καὶ τὴν φωνὴν ἐβλάβησαν.

4

.

47

.

2

χρὴ οὖν ἰᾶσθαι παντοίως τὸν κατάρρουν τῷ τε ἐνδεέστερον ταῖς τρο‐ φαῖς χρῆσθαι καὶ τῷ πίνειν ἔλαττον, ἰρίνου τε ὑποστάθμῃ καταχρίειν τὸ βρέγμα καὶ ἐπιβρέχειν ἀφεψήματι πηγάνου καὶ δαφνίνῳ ἐλαίῳ·

4

.

47

.

3

πέττει γὰρ ταῦτα καὶ παχύνει τὸν κατάρρουν· συνεργεῖν δὲ καὶ τῇ σκέπῃ καὶ μὴ καθεύδειν ὕπτιον· τοῖς γὰρ οὕτω κλινομένοις ῥᾳδίως

4

.

47

.

4

εἰς ἀρτηρίαν τὸ ὑγρὸν συνδίδοται. δεῖ δὲ καὶ ἀνακογχυλιάζεσθαι συν‐ εχῶς τοῖς στύφουσιν, ἢ ῥόδα ἐν ὕδατι ἀφεψῶντα ἢ ῥοῦν ἢ σχῖνον ἢ

4

.

47

.

5

ὀξύκρατον. οὐ χεῖρον δὲ καὶ εἰς τὴν ῥῖνα παροχετεύειν τὸν κατάρρουν, ὀσφραντοῖς μὲν τῷ μελανθίῳ καὶ τῷ ἀνήσῳ, ἐγχύτοις δὲ καὶ τῷ μελαν‐ θίῳ μὲν μετ’ ὄξους τετριμμένῳ, καὶ τεύτλου δὲ καὶ ἀναγαλλίδος χυλῷ·

4

.

47

.

6

ῥυὲν γὰρ ἐνταῦθα τὸ ὑγρὸν ῥύεται τοῦ κινδύνου τὸν πνεύμονα. τὰ δὲ τῆς κορύζης μικρὰ ἐνοχλήσαντα ῥᾳδίως καθίσταται τῷ τε ἰρίνῳ καὶ τῷ δαφνίνῳ χρισαμένων, καὶ λύγου σπέρματι ἐν ἐλαίῳ ἑψηθέντι
καὶ πηγάνῳ καὶ τῇ σκέπῃ καὶ περὶ τὴν δίαιταν ἐνδείᾳ.455

4

.

48

t

Πρὸς πταρμοὺς συνεχεῖς καὶ κορύζας.

4

.

48

.

1

Μελάνθιον ξηρὸν ἐνδήσας εἰς ὀθόνιον καὶ διατρίψας χερσὶ τοῦτο ἐν τῷ ὀθονίῳ τὴν ὀσμὴν ἐπὶ πλέον ἀνασπᾶν κέλευε. ἢ θύμον στέατι φυράσας εἰς τέφραν ἔγκρυψον, καὶ ὅταν ὀπτηθῇ, συντρίψας κέλευε τὴν ὀσμὴν ἀνασπᾶν τοῖς μυκτῆρσιν. ἢ σμύρναν διεὶς ἐν οἴνῳ εὐώδει
5διάχριε τοὺς μυκτῆρας παχυτάτῳ.

4

.

49

t

Πρὸς ὑπώπια.

4

.

49

.

1

Τὰ ὑπώπια πυριᾶν δεῖ μελιλώτου καὶ τήλεως ἀφεψήματι, εἶτ’

4

.

49

.

2

ἀνιέντα κολλύριον τὸ Νείλου διάρροδον τῷ ἀφεψήματι χρίειν. μετὰ δὲ ταῦτα μόνης τῆς τήλεως ἀφέψημα πυριᾶν τό τε διάσμυρνον κολ‐

4

.

49

.

3

λύριον ἐπιχρίειν. τούτῳ τῷ τρόπῳ θεραπεύσεις καὶ τὰ ὑπώπια, ἐὰν μὴ χρόνια τυγχάνῃ παντάπασιν· ἐφ’ ὧν χρῆσθαι δεῖ τοῖς γενναίως διαφοροῦσι τοῖς ἀναγραφησομένοις.

4

.

50

t

Πρὸς τὰ ἀρχόμενα ὑπώπια.

4

.

50

.

1

Νεαλὴς τυρὸς καταπλασσόμενος θεραπεύει ἢ κυάμινον ἄλευρον μετὰ μέλιτος δευθὲν ἢ ὠοῦ λέκιθος μετὰ μέλιτος ὁμοίως· τὰ δὲ κε‐ χρονικότα καὶ ἤδη μελανθέντα ῥάφανος καταπλασσομένη (ἀφαιρεῖν δ’ αὐτήν, ὅταν ἄρξηται δάκνειν) καὶ ἄρου ῥίζα τεθεῖσα καὶ μιγεῖσα

4

.

50

.

2

μέλιτι καταπλασσομένη. τὰ δὲ μετὰ φλεγμονῆς ὑπώπια πυριῶν ὕδατι

4

.

50

.

3

θερμῷ κατάπλασσε ἑφθῇ φακῇ λείᾳ μετὰ μέλιτος. εἰ δὲ μετὰ διακοπῆς εἴη, τῇ μὲν διαιρέσει τῶν ἐναίμων τι ἐπιτίθει, τὰ δ’ ἔξωθεν κατά‐ πλασσε τοῖς ποιοῦσι πρὸς τὰ χωρὶς διακοπῆς.

4

.

51

t

Περὶ ἰόνθων.

4

.

51

.

1

Ὄγκος σκληρὸς καὶ μικρός ἐστι καλούμενος ἴονθος ἐν τῷ κατὰ

4

.

51

.

2

πρόσωπον δέρματι συνιστάμενος. τῶν μαλαττόντων καὶ διαφορούντων χρῄζων βοηθημάτων, μέλιτος Ἀττικοῦ κύαθον ὄξους δριμυτάτου τὸ ἴσον μίξας, χρῖε ἐπιμελῶς τοὺς ἰόνθους τῷ δακτύλῳ παρατρίβων, ἢ σχιστὴν λεάνας ἐπιμελῶς ἀναλάμβανε τερεβινθίνῃ καὶ μαλάξας ἐπιτίθει.

4

.

51

.

3

πρὸς δὲ τοὺς κεχρονισμένους καὶ τετυλωμένους σάπωνος Γαλλικοῦ 𐅻 δ, ἀμμωνιακοῦ 𐅻 α ὕδατι διαλύσας ποίει κηρωτῆς πάχος καὶ ἐπι‐

4

.

51

.

4

χρίσας καὶ διαστήσας ὥραν μίαν ἀπόνιπτε χλιαρῷ. —Ἄλλο· νίτρου, κόμμεως λευκοῦ τὸ ἴσον ὄξει διαλύσας καὶ τρίψας ἐπιμελῶς ἀνάπλασσε τροχίσκους καὶ ξήραινε ἐν σκιᾷ, ἐπὶ 〈δὲ〉 τῆς χρήσεως ὄξει διαλύων

4

.

51

.

5

ἐπίχριε· ὅταν δὲ ξηρανθῇ, σάπωνι ἀπόσμηχε. ποιεῖ τοῦτο καὶ πρὸς
τὰς ὀχθώδεις διαθέσεις καὶ πρὸς 〈τοὺσ〉 ἐπὶ τοῦ προσώπου κνησμούς.456

4

.

52

t

Πρὸς τὰς ἐπὶ τοῦ γενείου συκώδεις ἐπαναστάσεις.

4

.

52

.

1

Λιθαργύρου, μίσυος ὠμοῦ ἴσα τρίψας κατάχριε, ἢ κόλλαν τεκτο‐

4

.

52

.

2

νικὴν μετὰ μίλτου κατάχριε. —Ἄλλο σφόδρα γενναῖον· ἐλατηρίου, ἁλῶν ὀρυκτῶν ἴσα μίξας κατάπλασσε, παραπτόμενος πυρῆνι μήλης

4

.

52

.

3

καθύγρου, ὥστε τὸ φάρμακον προσκαθίσαι. μετὰ δὲ τὴν τοῦ φαρμάκου

4

.

52

.

4

ἐπίθεσιν χρηστέον λινοσπέρματι λειωθέντι μεθ’ ὕδατος. καθύγρων δ’ ὄντων τῶν ἑλκῶν, ἀφ’ ὧν ὕδωρ καθαρὸν ἀπορρεῖ, χρηστέον τῷ

4

.

52

.

5

Ἄνδρωνος τροχίσκῳ. πρὸς δὲ τὰ ἐπὶ τῶν γενείων ἐξανθήματα σίδηρον πεπυρακτωμένον ἐπίβαλε ξύλῳ παλιούρου καὶ τὸ ἐπιγινόμενον ὑγρὸν λαβὼν κατάχριε, ἢ μύρτα λειώσας οἴνῳ κατάχριε, ἢ χάλκανθον ὄξει λειώσας κατάχριε.

4

52(bis)

t

Πρὸς ἔφηλιν, σπίλους, φακούς.

4

52(bis)

1

Ἀμπέλου ἀγρίας οἱ βότρυες ἐφήλεις καὶ σπίλους ὅσα τε τοιαῦτα

4

52(bis)

2

κατὰ τοῦ δέρματος ἐπιπολῆς γίνεται, θεραπεύσουσιν. ἀμύγδαλα πικρὰ ἔφηλιν ἀποκαθαίρει καὶ αἱ ῥίζαι τούτου τοῦ δένδρου ἑφθαὶ κατα‐

4

52(bis)

3,4

πλασσόμεναι. κόστος πρὸς ἐφήλεις ποιεῖ μεθ’ ὑγρομέλιτος. κράμβη

4

52(bis)

4

(2)

πρὸς ἐφήλεις καὶ φακοὺς ὅσα τε ἄλλα δεῖται μετρίας ῥύψεως. σηπίας ὄστρακα καυθέντα πρὸς ἐφήλεις καὶ φακοὺς ποιεῖ.

4

.

53

t

Πρόσωπα λαμπρύνοντα καὶ τετανοῦντα καὶ στιλπνοῦντα καὶ εὔχροιαν παρέχοντα καὶ ὑφ’ ἡλίου μὴ ὑποκαίεσθαι καὶ τὴν γενομένην ἐπίκαυσιν ἰᾶσθαι.

4

.

53

.

1

Σίκυος ἐδώδιμος καὶ ὁ ἤδη πέπων λαμπρύνει τὸ σῶμα, καὶ μάλιστα εἰ ξηράνας τις τὸ σπέρμα κἄπειτα κόψας τε καὶ σήσας ῥύμματι χρῷτο.

4

.

53

.

2

κροκοδείλου χερσαίου κόπρος λαμπρόν τε καὶ τετανὸν ἐργάζεται τὸ

4

.

53

.

3

πρόσωπον· ὁμοία δ’ ἐστὶν αὐτῇ καὶ ἡ τῶν ψαρῶν, ὅταν ὄρυζαν μόνην

4

.

53

4,5

ἐσθίωσιν· ἀπορρύπτουσιν οὖν καὶ ἔφηλιν. —Σικύου ἀγρίου τὰς ῥίζας

4

.

53

.

5

(2)

κόψας φῶξον, καὶ ἑψήσας δι’ ὕδατος τρῖψον λεῖα καὶ κατάπλασσε·

4

.

53

.

6

τετανὸν ποιεῖ καὶ λευκὸν τὸ πρόσωπον. ὁμοίως καὶ βρυωνίας ῥίζαι ἐν ἐλαίῳ ἑψηθεῖσαι καὶ χριόμεναι στιλπνὸν ποιοῦσι τὸ πρόσωπον.

4

.

53

.

7

ὀρόβινον οἴνῳ εὐώδει λειώσας κατάπλασον· ἢ σεμιδάλεως χυλὸν κατα‐ στήσας ἀπόχεε τὸ ὑγρόν, καὶ τῇ ὑποστάθμῃ πρόσμιξον ὠοῦ τὸ λευκόν, ποιῶν μέλιτος πάχος· καὶ τούτῳ χρῖε τὸ πρόσωπον ἐν ἡλίῳ μέλλων

4

.

53

.

8

διατρίβειν· ἀπὸ δὲ τοῦ ἡλίου γενόμενος πρόσκλυζε ψυχρῷ πολλῷ.457

4

.

53

9,10

ποιεῖ καὶ γῆ Χία χριομένη καὶ μαστίχη. εὔχρουν τὸ πρόσωπον καὶ

4

.

53

.

10

(2)

πᾶν τὸ σῶμα ποιῆσαι· πελεκήματα κυπαρίσσου καὶ πρίνου ἐν τῷ αὐτῷ

4

.

53

.

11

ζέσας τῷ ἀποζέματι ἄλειφε πᾶν τὸ σῶμα. πρὸς δὲ τὸ ὑφ’ ἡλίου μὴ ὑποκαίεσθαι καὶ τὴν γινομένην ἐπίκαυσιν ἰᾶσθαι βολβὸν λευκὸν μετὰ μέλιτος λεῖον κατάχριε.

4

.

54

t

Πρὸς τὰς ἐν ταῖς μασχάλαις δυσωδίας καὶ τοὺς τράγους.

4

.

54

.

1

Διάχριε σμύρναν μετὰ στυπτηρίας, ἢ κροκομάγματι ἢ πρίσμασι

4

.

54

.

2

μετὰ στυπτηρίας καὶ οἴνου εὐώδους. δίδου δὲ σκολύμου ῥίζαν ἡψη‐ μένην πίνειν.

4

.

55

t

Πρὸς τὰς ἐν τῷ στόματι δυσωδίας.

4

.

55

.

1

Στόματι δ’ εὐωδίαν παρέξεις ἴριν ἀποβρέχων οἴνῳ εὐώδει παλαιῷ καὶ διακλυζόμενος συνεχῶς καὶ κατέχων ἐν τῷ στόματι χρόνον τινά.

4

.

55

.

2

τὰς δ’ οὔσας ἐν τῷ στόματι δυσωδίας περιαιρεῖ οἶνος ἄκρατος μετὰ

4

.

55

.

3

σμύρνης διακλυζόμενος καὶ σχοίνου ἄνθος παρατριβόμενον. διαμασῶνται δέ τινες ἴριν, ἄνησον ἤ τι τοιοῦτον.

4

.

56

t

Πρὸς χείλη κατερρωγότα.

4

.

56

.

1

Κηκῖδα, ὀμφακῖτιν λείαν ἀναλάμβανε τερεβινθίνῃ ἢ ὑσσώπῳ ἢ

4

.

56

.

2

μέλιτι καὶ ἐπίχριε. πρὸς δὲ τὰς βαθυτέρας ἐπιρρήξεις ἐπάλειφε αἰγείῳ τεθεραπευμένῳ λίπει ἢ μυελῷ βοείῳ ἢ στέατι χηνείῳ.

4

.

57

t

Περὶ τῶν κατὰ τοὺς ὀδόντας παθῶν. —Πρὸς σειομένους ὀδόντας.

4

.

57

.

1

Ὅταν διὰ γῆρας οἱ ὀδόντες σείωνται, βραχείας τῆς βοηθείας τυγχάνουσι διὰ τῶν στυφόντων καὶ τὰ οὖλα σφιγγόντων τὰ περὶ τοὺς

4

.

57

.

2

ὀδόντας. ὅταν δὲ δι’ ἄλλην αἰτίαν σείωνται, τεκμαίρεσθαι χρὴ δι’ ὑγρότητα πολλὴν χαλᾶσθαι τὸ νεῦρον τὸ καθῆκον εἰς τὰς ῥίζας αὐτῶν καὶ χρῄζειν φαρμάκων τῶν ξηραινόντων· στυπτηρίαν οὖν στρογγύλην

4

.

57

.

3

μεθ’ ἁλὸς διπλοῦ περίπλασσε τοῖς ὀδοῦσιν, ἢ πτελέας φλοιὸν ἐν οἴνῳ

4

.

57

.

4

ἑψήσας διακράτει. ἀλλὰ καὶ τὰ τρήματα τῶν ὀδόντων δι’ ἐπιρροὴν ὑγρῶν δριμέων ἀποτελεῖται· δῆλον οὖν ὅτι καὶ ταῦτα χρῄζει τῶν

4

.

57

.

5

ξηραινόντων τὴν κακοχυμίαν. πολλῆς μὲν οὖν οὔσης τῆς ὑγρότητος, τῆς κεφαλῆς προνοήσομεν ἢ καὶ τοῦ σώματος παντός· ἐλάττονος δ’ οὔσης, τοῖς τοπικοῖς ἀρκεσθησόμεθα βοηθήμασιν, ἐν ἀρχαῖς μὲν διὰ τῶν ἀποκρουομένων ἀναστέλλοντες τὸ ἐπιρρέον (πολλάκις γὰρ πρὸ458
5τῆς φλεγμονῆς διὰ τούτων ὑγιὴς ὁ πάσχων γίνεται)· φλεγμονῆς δ’

4

.

57

.

6

ἐπισυμβάσης, τοῖς ἀδήκτως θερμαίνουσι καὶ κενοῦσι χρησόμεθα. τῆς ὀδύνης δὲ μηδ’ ἐπὶ τούτοις εἰξάσης, τὰ σφοδρῶς θερμαίνοντα προσ‐ άξομεν, οἷόν ἐστι τό τε πέπερι καὶ τρὺξ κεκαυμένη καὶ πύρεθρον καὶ

4

.

57

7,8

εὐφόρβιον. ἐντιθέναι δὲ τούτων τι δεῖ τῷ τρήματι, καί ποτε καὶ τοῖς

4

.

57

.

8

(2)

ναρκωτικοῖς ἐπὶ τῶν ἀγρυπνούντων διὰ σφοδρὰν ὀδύνην χρῆσθαι.

4

.

58

t

Πρὸς βεβρωμένους ὀδόντας καὶ μύλας καὶ πεπελιδνω‐ μένους καὶ ὀδυνωμένους.

4

.

58

.

1

Πρὸς βεβρωμένους ὀδόντας κηκῖδα λείαν λυκίῳ ἢ τερμινθίνῃ

4

.

58

.

2

ἀναλαβὼν περίπλαττε, περικαθάρας πρότερον πεπέρει· ἢ κάχρυ ὀπίῳ ἀναλαβὼν ἐντίθει εἰς τὸ βρῶμα, ἢ πύρεθρον μετὰ σμύρνης, ἢ ὀπὸν

4

.

58

.

3

Κυρηναϊκὸν καὶ πέπερι ἴσα μετὰ χαλβάνης. πρὸς δὲ βεβρωμένην μύλην μελάνθιον φώξας καὶ τρίψας μετ’ ὄξους δριμέος κατάπλασσε τὸ βρῶμα,

4

.

58

.

4

καὶ οὐκέτι βρωθήσεται. ἐλλεβόρου μέλανος ἡλίκον ὀρόβιον σὺν μέλιτι

4

.

58

.

5

ἑφθῷ ἐπιτίθει. —Καὶ τοὺς πεπελιδνωμένους δὲ διὰ τῶν ξηραινόντων, ὡς ἂν ἐξ ἐπιρροῆς ὑγρῶν μοχθηρῶν τοῦτο πάσχοντας, ὁμοίως θερα‐

4

.

58

.

6

πεύσεις τοῖς βεβρωμένοις. —Ὀδυνωμένων δ’ ὀδόντων χωρὶς φλεγ‐ μονῆς οὔλων, ποτὲ μὲν αὐτὸ τὸ σῶμα τὴν ὀδύνην ἔχει, ποτὲ δὲ τὸ καταφυόμενον νεῦρον· σφοδροτέρων οὖν δέονται φαρμάκων, εἴτε ἀπο‐ κρούεσθαί τις εἴτε διαφορεῖν βούλοιτο τὸ τῆς ὀδύνης αἴτιον, εἴτε
5χυμὸς εἴτε φυσῶδες πνεῦμα εἴη· διὸ καὶ τὰ πλεῖστα αὐτῶν δι’ ὄξους σκευάζεται δριμυτάτου.

4

.

59

t

Πρὸς ὀδόντων ἀλγήματα καὶ περὶ τῶν ἐψυγμένων καὶ τῶν σειομένων.

4

.

59

.

1

Ἀρνογλώσσου ῥίζαι διαμασώμεναί τε καὶ διακλυζόμεναι ἀφεψη‐ θεῖσαι, ἢ μυρσίνης κλωνία μετ’ ὄξους ἀνεζεσμένα, ἢ πενταφύλλου ῥίζα καθεψηθεῖσα ἐν οἴνῳ, ἢ κηκὶς ἐν ὄξει ἱκανῶς ἑψηθεῖσα, ἢ ἐλλέβορος

4

.

59

.

2

μέλας σὺν ὄξει διακλυζόμενος, ἢ καππάρεως ῥίζης φλοιός. ἐπὶ δὲ τῶν ἐψυγμένων πυρέθρου ῥίζα, οἴνου τρὺξ θερμή, ὕσσωπον, σταφὶς ἀγρία, γλήχων μετ’ ὀξυμέλιτος, ὑοσκυάμου τὸ σπέρμα καὶ φύλλα σὺν ὄξει ἢ

4

.

59

.

3

ὀνείῳ γάλακτι διακλυζόμενα· τοῦτο καὶ τοὺς σειομένους στερεοῖ. πυριά‐ σεις δ’ ἔξωθεν μὲν δι’ ἁλῶν πεφωγμένων ἢ κέγχρων εἰς μαρσίπιον.459

4

.

59

.

4

αὐτὸν δὲ τὸν ὀδόντα πυριάσεις ὀριγάνου ξηροῦ κλωνίον εἰς ζεστὸν ἔλαιον βάπτων, τῷ πονοῦντι ὀδόντι ἄνωθεν ἐπερείδων.

4

.

60

t

Ἀποφλεγματισμοὶ ὀδονταλγίας.

4

.

60

.

1

Σταφὶς ἀγρία διαμασηθεῖσα ἰδίᾳ καὶ μετὰ γλήχωνος, ἢ σκορόδων πυρῆνας πέντε, μυρσίνης μελαίνης φύλλα ὀλίγα σὺν ὄξει κινῶν σπάθῃ δᾳδίνῃ ἕψε μέχρις ἡμίσους καὶ δίδου διακλύζεσθαι καὶ διακρατεῖν, εἶτα χανόντας ἐᾶν ἀπορρεῖν τὸ φλέγμα.

4

.

61

t

Πρὸς τὸ ὀδόντα καὶ μύλην ἀπόνως ἆραι.

4

.

61

.

1

Ἀλεύρου 𐅻 α φυράσας ἐν ὀπῷ τιθυμάλλου ἐπίθες κατὰ τοῦ ὀδόν‐

4

.

61

.

2

τος, καὶ ἐπάνω κισσοῦ φύλλα, καὶ ἐάσας ὥραν α ἆρον αὐτό· αὐτομά‐ τως γὰρ θρυβήσεται.

4

.

62

t

Πρὸς τοὺς ἠσθενηκότας ἢ μύλας καὶ τοὺς τριβομένους καὶ τοὺς αἱμωδιῶντας.

4

.

62

.

1

Μέλι καὶ κηρὸν ἐν ἡλίῳ ἴσα θερμῷ ὕδατι ἀνεὶς πίσσης τὸ ἥμισυ πρόσμιξον καὶ δίδου διαμασᾶσθαι· ἐὰν δ’ 〈ᾖ〉 ξηρόν, 〈βραχὺ ἔλαιον

4

.

62

2,3

πρόσμιξον.〉 καλὸν δὲ καὶ ξηρὰ μαστίχη μασωμένη. τοὺς δὲ τριβομένους

4

.

62

.

3

(2)

ὀδόντας, ὡς ἂν ὑπὸ μαλακότητος τοῦτο πάσχοντας, σκληροτέρους ἀπο‐

4

.

62

.

4

τελεῖν χρὴ διὰ τῶν στυφόντων. αἱμωδίας δ’ ἴαμά ἐστιν ἀνδράχνη, αὐτή τε καὶ ὁ χυλὸς αὐτῆς, ἢ ἔλαιον διακρατούμενον.

4

.

63

t

Πρὸς τὰ ὀδοντοφυοῦντα βρέφη.

4

.

63

.

1

Ἐπὶ δὲ τῶν ὀδοντοφυούντων βρεφῶν, ἐὰν ὦσιν ἐπαλγεῖς, κυνείῳ

4

.

63

.

2

γάλακτι περίχριε ἢ λαγωοῦ ἐγκεφάλῳ· ποιεῖ καὶ ἐσθιόμενος. ἐὰν δὲ δυσχερῶς ὀδοὺς ἐκφύηται, κύπερον μετὰ βουτύρου καὶ σουσίνου χρῖε κατὰ τῆς ἐκφύσεως.

4

.

64

t

Προφυλακτικὸν ὀδονταλγίας καὶ ῥῶσις καὶ εὐπρέπεια ὀδόντων.

4

.

64

.

1

Τιθυμάλλου ῥίζας ἑψήσας ἐν οἴνῳ μέχρις ἡμίσους δὶς τοῦ μηνὸς

4

.

64

.

2

διακλύζου, καὶ οὐδέποτε ὀδονταλγήσεις. ἄριστα δὲ πρός τε φυλακὴν ἀλγημάτων καὶ ῥῶσιν καὶ εὐπρέπειαν τὰ ὑπογεγραμμένα σμήγματα· λαγωοῦ κεφαλὴν καύσας καὶ λεάνας σμήχου· ἢ ἅλας καὶ μέλι λεάνας, μέχρι κηρωτοειδὲς γένηται, καθαρῷ ὀθονίῳ δήσας καῦσον, εἶτα μίξας460
5ἴριν ὀλίγην σμήχου.

4

.

65

t

Λαμπρυντικὰ ὀδόντων καὶ τὰ πλαδαρὰ τῶν οὔλων ξηραίνοντα.

4

.

65

.

1

Λαμπρυντικὰ δ’ ὀδόντων ἐστὶν ὀστρέων καὶ κηρύκων καὶ πορφυρῶν καυθέντων ἡ τέφρα μὴ πάνυ λειουμένη, κίσσηρις, κριβάνων ὄστρακα

4

.

65

.

2

ὁμοίως. μεθ’ ἁλῶν δὲ καυθέντων ποιεῖ μὲν καὶ τῶν ὀδόντων σμῆγμα

4

.

65

.

3

δραστικώτερον, καὶ τὰ πλαδαρὰ δὲ τῶν οὔλων ξηραίνει. σηπίας ὄστρακα

4

.

65

.

4

ἄκαυτα κοπτόμενα ὁμοίως ὀδόντας λαμπρύνει. κέρας ἐλάφου τε καὶ αἰγὸς λαμπρύνει τε τοὺς ὀδόντας καὶ τὰ πλαδαρὰ τῶν οὔλων ξηραίνει.

4

.

66

t

Περὶ τῶν κατὰ τὰ οὖλα παθῶν τὰ διὰ φλεγμονὴν ὀδυ‐ νώμενα καὶ τὰ ῥευματιζόμενα καὶ τὰ βεβρωμένα καὶ περὶ ἐπουλίδων.

4

.

66

.

1

Οὔλων δὲ διὰ φλεγμονὴν ὀδυνωμένων, ἄριστόν ἐστι σχίνινον

4

.

66

.

2

εὔκρατον κατὰ θερμότητα διακρατούμενον. ἔστω δὲ νέον καὶ ἐν διπλώ‐ ματι θερμαινέσθω· ἀποκρούεται γὰρ ἄνευ τραχύτητος καὶ διαφορεῖ

4

.

66

.

3

χωρὶς δήξεως, ὧν μάλιστα χρεία τοῖς φλεγμαίνουσιν. ποιεῖ δὲ καὶ τὰ πρὸς ὀδονταλγίας ἀναγεγραμμένα, ἰδιαίτερον δ’ ὄξος ἐναφηψημένης

4

.

66

.

4

ὑοσκυάμου ῥίζης. ἐπὶ δὲ τῶν ῥευματιζομένων καὶ περιβεβρωμένων μετ’ ἐξοιδήσεώς τε καὶ ὀδύνης καὶ ὑπονεμομένων ἄκρως ποιεῖ πυρία ἥδε· μηλωτίδι ἔριον περιειλήσας εἰς ζεστὸν ἔλαιον ἀπόβαπτε καὶ προσάγαγε τοῖς οὔλοις, ἕως ἐξομαλισθῇ καὶ λευκὰ τὰ κύκλῳ γένηται· οὕτω γὰρ
5ἵσταταί τε ἡ νομή, καὶ ἐξ ὑγιοῦς τῆς σαρκὸς τὸ περιβρωθὲν τρέφεται.

4

.

66

.

5

μετὰ δὲ ταῦτα χρῶ προστρίμματι τῇ κηκῖδι λειοτάτῃ ὡς ὀξύβαφον

4

.

66

.

6

μετὰ σμύρνης ὡς κυάμου τὸ μέγεθος, λείοις ξηροῖς. —Ἐπὶ δὲ τῶν ἐπουλίδων προσάπτου χαλκάνθου καὶ μυρσίνης ἴσα μετ’ ὀλίγης σχιστῆς.

4

.

67

t

Περὶ τῶν αἱμασσομένων οὔλων.

4

.

67

.

1

Αἱμασσομένοις δ’ οὔλοις ἄκρως ποιεῖ ὑγρὰ στυπτηρία μετὰ διπλοῦ

4

.

67

.

2

ἀλόης συναπτομένης· ἢ σχιστῇ καὶ μυρσίνῃ λειοτάτοις παράτριβε·
στυφθέντων δέ, μέλιτι χρῖε.461

4

.

68

t

Περὶ τῶν ἐν τῷ στόματι παθῶν, φλεγμονῆς καὶ ἄφθας.

4

.

68

.

1

Ἐπὶ δὲ τῆς ἐν τῷ στόματι φλεγμονῆς, ὅταν μὲν πᾶν τὸ σῶμα φαίνηται πληθωρικὸν ἢ κακόχυμον, φλεβοτομίᾳ δεόντως χρώμεθα καὶ

4

.

68

.

2

καθάρσει καὶ κλυστῆρσι καὶ ἀσιτίαις· εἰ δὲ μηδέτερον εἴη τούτων, ἐπὶ τῶν τοπικῶν ἴασιν εὐθὺς ἀφικνούμεθα, κατ’ ἀρχὰς μὲν ἀναστέλλοντες διὰ τῶν στυφόντων καὶ ψυχόντων, οἷόν ἐστι τὸ διὰ μόρων, προσλαβὸν ὄμφακος ἢ ῥόδων ἄνθος ἢ αὐτὰ τὰ ῥόδα ξηρά, βαλαύστιόν τε καὶ
5κύτινοι καὶ κηκῖδες ὀμφακίτιδες καὶ στυπτηρία καὶ ῥοῦς καὶ γλαύκιον

4

.

68

.

3

καὶ ἀφέψημα μυρσίνης καὶ σχιστῆς (καὶ ἀρκεῖ τὸ διὰ μόρων τὸ τοῦ κρόκου καὶ τῆς σμύρνης προσειληφὸς εἰς τὸ πέψαι τὴν φλεγμονήν)·

4

.

68

.

4

συμπεφθείσης δ’ αὐτῆς ἤδη, καὶ τῶν διαφορούντων μίγνυμεν, τὸ ἀφρόλιτρον καὶ τὸ λίτρον ἢ τὸ θεῖον ἄπυρον, ὅπερ ἐστὶν ἁπάντων

4

.

68

.

5

ἰσχυρότερον. ἐνίοτε δὲ σίραιον ἢ μελίκρατον αὐτῷ μίγνυμεν, ἐνηψη‐ μένου ὀριγάνου ἢ ὑσσώπου ἢ γλήχωνος ἢ θύμου ἢ θύμβρας ἢ καλα‐ μίνθης· ἐπενοήθη γὰρ τὰ μέσα φάρμακα ταῖς δυνάμεσιν, ὥστε ἐπὶ τῆς

4

.

68

.

6

χρείας μιγνύειν τὰ ἁρμόττοντα. κατὰ μέντοι τὰς ἀκμὰς τῶν φλεγ‐ μονῶν ὀλιγάκις μὲν χρῆσθαι δεῖ τοῖς στοματικοῖς φαρμάκοις, διακλύ‐ σμασι δὲ καὶ ἀνακογχυλίσμασι παρηγορητικωτέροις πέττειν τὴν φλεγ‐ μονήν, οἷόν ἐστι τό τε διὰ τῶν ἰσχάδων καὶ τὸ διὰ τῶν πιτύρων
5ἀφέψημα καὶ τὸ σχίνινον ἔλαιον ἐπὶ διπλοῦ σκεύους χλιαινόμενον.

4

.

68

.

7

ἀλλὰ καὶ αὐτὸ τὸ στοματικὸν ἐν ταῖς ἀκμαῖς ἀνακογχυλίσασθαι δύναταί τις μιγνύμενον ὑδαρεῖ τε μελικράτῳ καὶ θερμῷ σιραίῳ· μὴ παρόντων

4

.

68

.

8

δὲ τούτων, ὕδατι θερμῷ. τούτων μεμνημένος ῥᾳδίως ἐκ τῆς παρούσης

4

.

68

.

9

ὕλης εὐπόριστον συντιθέναι δυνήσῃ φάρμακον. τῶν δ’ ἑλκῶν τῶν ἐν τοῖς στόμασιν ὅσα μέν ἐστι πλαδαρά, τῶν ξηραινόντων ἰσχυρῶς δεῖται φαρμάκων, οἷον τοῦ διφρυγοῦς, καθ’ ἑαυτό τε καὶ μετὰ μέλιτος ἢ

4

.

68

.

10

οἰνομέλιτος· ἀγαθὸν δὲ καὶ τὸ τοῦ Μούσα καὶ ὁ τοῦ ῥοῦ χυλὸς καὶ

4

.

68

.

11

ὀμφάκιον (τὰ 〈γὰρ〉 ἁπλούστερα τῶν ἐν τοῖς στόμασιν ἑλκῶν ἱκανὰ θερα‐ πεύειν ἐστὶ τὰ στοματικά, τό τε διὰ μόρων καὶ βάτων καὶ τἄλλα).

4

.

68

.

12

ὅσα δ’ ἱκανῶς ὑγρὰ τῶν ἐν τοῖς στόμασιν ἑλκῶν πλησίον ἐστὶν ὀστῶν καὶ κίνδυνος σφακελίσαι, σφοδροτάτων δεῖται φαρμάκων, καὶ δεῖ λεαί‐ νοντας τῶν εἰρημένων τροχίσκων τινὰ ξηρὸν ἐπιτιθέναι τὸ φάρμακον· διὰ γὰρ τὴν ὑγρότητα καὶ θερμότητα τῶν ἐν τῷ στόματι μορίων
5ταχέως ἐπιγίνεται σηπεδών· διὸ καὶ τοῖς ἰσχυροτάτοις φαρμάκοις

4

.

68

.

13

ἀναγκαζόμεθα χρῆσθαι πολλάκις ὑπ’ αὐτῶν. ἰσχυρότερα δ’ ἐστὶν ὅσα
τὴν καλουμένην ἐσχάραν ἐργάζεται παραπλησίως τοῖς καυτηρίοις. —462

4

.

68

.

14

Τὰς δ’ ἐπιπολῆς ἑλκώσεις ἐν τοῖς στόμασι γινομένας ἄφθας ἀναφέ‐ ρουσι· γίνονται δὲ τοὐπίπαν αὗται τοῖς βρέφεσιν, ἐπὶ τοῖς μετρίως

4

.

68

.

15

στύφουσιν ἰώμεναι τὰ πολλά, ποτὲ μὲν καὶ χρονίζουσαι ἢ δύσλυτοι

4

.

68

.

16

καὶ τῷ χρόνῳ σηπεδονῶδες ἴσχουσαί τι τὴν καλουμένην νομήν. ἐπὶ μὲν οὖν τῶν βρεφῶν, ὅσα ψωμίζουσιν αἱ τροφοί, φακὴν μετὰ βρα‐ χέος ἄρτου καὶ μυελοῦ μοσχείου ἢ ἐλαφείου διδόναι χρή· μιγνύειν δὲ τῇ τροφῇ καὶ μήλων κυδωνίων καὶ τῶν ἄλλων ὅσα στύφει τῶν ἀπίων
5καὶ οὔων καὶ μεσπίλων, καί ποτε καὶ θριδακίνης μιγνύειν τῷ ψωμί‐

4

.

68

.

17

σματι, διαπύρου τῆς ἄφθης ὑπαρχούσης· εἰ δὲ μηδέποτε δύναιτο ψω‐

4

.

68

.

18

μίζεσθαι, τὴν τροφὸν ἐπὶ τοῖς τοιούτοις διαιτᾶν. καὶ μέντοι καὶ δια‐ χρίειν τὰ βρέφη φαρμάκοις, ὑπερύθρων μὲν οὐσῶν τῶν ἀφθῶν, ἐν ἀρχῇ μὲν τοῖς μετρίως ψύχουσί τε καὶ στύφουσιν, ἐφεξῆς δὲ τοῖς δια‐ φοροῦσιν ἀδήκτως, ὑποξάνθων δέ, τοῖς αὐτοῖς μέν, ἀλλὰ μᾶλλον τοῖς
5ψύχουσιν· εἰ δ’ ὑπόλευκοι καὶ φλεγματικώτεροι τυγχάνοιεν, τοῖς ῥυπτι‐

4

.

68

.

19

κοῖς· εἰ δὲ μέλαιναι, τοῖς διαφοροῦσι γενναιότερον. ἐπὶ δὲ τῶν τελείων καὶ σκληρὰ σώματα ἐχόντων ἤρκεσε μίσυϊ χρῆσθαι μετ’ οἴνου στύφοντος, εἰ δ’ ὑπορύπαρος ἡ ἄφθα γένοιτο, σὺν οἰνομέλιτι τρίβειν· τοῖς δ’ ἰσχυροτέροις ἢ κατὰ τὸ μίσυ φαρμάκοις χρῄζουσι, σὺν οἴνῳ τε καὶ

4

.

68

.

20

οἰνομέλιτι χρήσιμον. τὰ μὲν δὴ τοιαῦτα δραστήρια· μέτρια δὲ καὶ μάλιστα πρὸς τὰς ἀρχομένας διαθέσεις ὀμφάκιον σὺν οἰνομέλιτι καὶ

4

.

68

.

21

ῥοῦς ὁμοίως. ἐπὶ δὲ τῶν παιδίων ἀρκεῖ καὶ τὸ τῶν ῥόδων ἄνθος καὶ αὐτὰ τὰ ῥόδα ξηρά.

4

.

69

t

Περὶ τῶν τοῦ κίονος παθῶν.

4

.

69

.

1

Φλεγμαίνοντος τοῦ κίονος, τῶν ἀναστελλόντων βοηθημάτων χρεία·

4

.

69

.

2

στυπτικῆς οὖν αὐτὰ δεῖ δυνάμεως εἶναι. μετρίας μὲν οὔσης ἐπιρροῆς,

4

.

69

.

3

μετρίως στυφούσης, σφοδροτέρας δέ, τῆς στρυφνῆς. διακλύσματα μὲν οὖν μέτρια τά τε διὰ τῶν φοινίκων ἐστὶν ἐναφεψομένων ποτὲ μὲν ὕδατι μόνῳ, ποτὲ δὲ καὶ βραχέος μέλιτος ἐμβεβλημένου, καὶ ῥόδων, ἑλίκων ἀμπέλου καὶ βάτου, σχίνων καὶ τερμίνθων καὶ κύπρου καὶ ὑπο‐
5κιστίδος· τούτων δ’ ἰσχυρότερα τό τε τῆς μυρσίνης ἀφέψημα καὶ τὸ τῶν στρυφνῶν κυδωνίων μήλων ἀκρεμόνων τε πρίνου καὶ φηγῶν βαλανίων τε αὐτῶν μεσπίλων τε καὶ κρανίων καρπῶν· γενναιότατον

4

.

69

.

4

δὲ κηκίδων τε καὶ ῥοῦ καὶ βαλαυστίων καὶ κυτίνων σιδίων. τούτων ἑκάστου κατὰ μόνας 〈ἢ〉 μετ’ ἀλλήλων ἑψηθέντων, ἀνακογχυλιάζεσθαι

4

.

69

.

5

δεῖ τῷ ὕδατι ξηροῖς τε λειωθεῖσι προσάπτεσθαι τοῦ γαργαρεῶνος, ἀτρέμα πως προσάγοντας πρός τε τὴν ἄνω χώραν καὶ τὴν ἐκτός, ὡς ἐπὶ τὴν
γλῶσσαν· ἐμβεβλήσθω δὲ κοχλιαρίῳ λελειωμένα ξηρὰ τὰ φάρμακα· διὰ γὰρ τῶν τοιούτων εἰς τὴν κατὰ φύσιν ἐπανάγειν προσήκει τὸν463

4

.

69

.

6

γαργαρεῶνα παντὶ τρόπῳ καὶ μὴ σπεύδειν ἐκτέμνειν. ὅταν δ’ ἰσχνὸς καὶ ἱμαντώδης γένηταί ποτε (τοιοῦτον δ’ αὐτὸν ἐργάζεται χρόνος

4

.

69

.

7

μακρός), τηνικαῦτα ἀφαιρεῖν, μετὰ τὴν τομὴν δ’ ἀεὶ τῷ διφρυγεῖ μόνῳ παραχρῆμά τε καὶ μέχρι συνουλώσεως χρῆσθαι· τὴν γὰρ οὐλὴν ἀκρι‐ βῶς ἐσφιγμένην ἐργάζεται καὶ τούτου τοῦ μορίου καὶ πάντων τῶν ἡλκωθέντων.

4

.

70

t

Περὶ τῶν κατὰ παρίσθμια φλεγμονῶν.

4

.

70

.

1

Τὰς δὲ κατὰ τὰ παρίσθμια φλεγμονὰς καὶ ἀντιάδας ἀναπιέζειν δεῖ φαρμάκῳ τινὶ τῶν ὠφελῆσαι δυναμένων προχρίσαντας τοὺς δακτύ‐ λους· μάλιστα γὰρ ἐπὶ τῶν ἀδένων τῶν τῇδε φλεγμαινόντων τρόπος οὗτος τῆς θεραπείας ἁρμόττει· χαῦνοι γὰρ ὄντες καὶ σηραγγώδεις οἱ
5τόποι ῥᾳδίως τε δέχονται τὸ ῥεῦμα καὶ προπετέστεροι γίνονται καὶ

4

.

70

.

2

πνευματοῦνται. ὅταν δ’ ἐπὶ προσήκοντι τῷ χρόνῳ τά τε τῆς φλεγ‐ μονῆς εἴδη πέττηται, καί τινος ὑγροῦ γλίσχρου πλήρεις ὦσιν οἱ ἀδένες, προσμιγνύντες τῷ στοματικῷ φαρμάκῳ νίτρον ἢ ἅλας ἤ τι τῶν τοι‐

4

.

70

.

3

ούτων κενώσομεν τὸ φλέγμα. τῆς μέντοι φάρυγγος αὐτῆς φλεγμαι‐ νούσης, οὔτε φαρμάκῳ τοιούτῳ χρηστέον οὔτε ἀναπιεσμῷ διὰ τὴν ἁπαλότητα τῶν σαρκῶν.

4

.

71

t

Περὶ συνάγχης.

4

.

71

.

1

Ὅταν δ’ ὑπὸ συνάγχης πνίγωνταί τινες, γινώσκειν μὲν ὡς ἐπι‐ κίνδυνός ἐστιν ἡ διάθεσις, καὶ πλέον εἴσω τῆς φλεγμονῆς ἐρειδούσης, ὡς μηδὲν ἔξω διασημαίνειν· καὶ ἔτι μᾶλλον εἰ ἀμφότερα τὰ παρίσθμια

4

.

71

.

2

φλεγμαίνει, καὶ εἰ ὁ γαργαρεὼν συμπάσχοι. προσήκει δ’ ὡς ὅτι τάχιστα

4

.

71

.

3

κενῶσαι διὰ φλεβοτομίας τὸ πᾶν σῶμα. μὴ παρόντος δὲ τοῦ τὴν φλέβα τεμεῖν δυναμένου, σχάσαντες τὰς κνήμας συγχωρεῖν ὡς ὅτι πλεῖστον ἀπορρεῖν· χρῆσθαι δὲ καὶ κλυστῆρσι δριμέσι καὶ ἐν ἀσιτίᾳ φυλάττειν τὸν ἄνθρωπον ἄρρωστον, ὡς μετὰ ταῦτα περιλαμβάνειν τὸν τράχηλον
5ἑλκτικὴν δύναμιν ἔχοντι φαρμάκῳ· τῆς γὰρ σφηνωθείσης ἐν τοῖς μορίοις ὕλης ἑλκυσθείσης, ὡς οἰδήσαντα ἔξω, πᾶσα ἐλπὶς τοῦ σωθῆναι

4

.

71

.

4

τὸν ἄνθρωπον. καὶ ἀνακογχυλιάζειν δὲ τῷ τῆς πτισάνης χυλῷ συμ‐ φέρει λεπτοτέρῳ μετὰ μέλιτος καὶ τῷ τῶν ἰσχάδων ἀφεψήματι καὶ τοῦ ὑσσώπου καὶ τοῦ ὀριγάνου καὶ πράσου· διαφοροῦνται γὰρ οἱ ἐν

4

.

71

.

5

τοῖς μορίοις σφηνωθέντες γλίσχροι καὶ παχεῖς χυμοί. ποιεῖ δ’ ἄκρως πρὸς συνάγχην κυνεία κόπρος λευκὴ ξηρανθεῖσα λειωθεῖσά τε καὶ

4

.

71

.

6

σησθεῖσα, μέλιτι δευομένη καὶ διαχριομένη. γενναιότερον τούτου φάρ‐
μακον ἐπὶ συνάγχης οὐκ ἄν τις εὕροι· χρὴ δ’ ὀστᾶ μόνον φαγεῖν τοὺς464

4

.

71

.

7

κύνας. λίνα πλείονα καὶ μάλιστα τῶν ἀπὸ τῆς θαλαττίας πορφύρας εἰ περιβαλὼν ἐχίδνης τραχήλῳ πνίξειας αὐτὴν τὴν ἔχιδναν, εἶτα περι‐ άπτοις ἓν ἐκ τῶν λίνων τῷ τραχήλῳ, θαυμαστῶς ὅπως ὀνίνησι παρ‐ ίσθμιά τε καὶ ὅσα περὶ τράχηλον ἐκβλαστάνει.

4

.

72

t

Πρὸς τὰ καταπινόμενα ὀστᾶ καὶ ἀκάνθας.

4

.

72

.

1

Τὰ δὲ καταπινόμενα ὀστέα ἢ ἀκάνθας καὶ ἐμπηγνύμενα τῷ στο‐ μάχῳ κομίζουσι σπόγγιον ἢ κρεάδινον ἐντετμημένον ἐνάψας λίνῳ καὶ ἀναγκάσας καταπίνειν καὶ μετὰ ταῦτα ἀνασπάσας ἀθρόως διὰ τοῦ

4

.

72

.

2

ἀπηρτημένου λίνου· εἴωθε γὰρ συνεφέλκεσθαι τὸ ἐμπεπηγός. δεῖ δὲ καὶ ἄρτου ἁπαλοῦ τὸ ἐντὸς διδόναι καταπίνειν καὶ σῦκα ξηρὰ μεμα‐ σημένα.

4

.

73

t

Περὶ τῶν στοματικῶν φαρμάκων τῶν φλεγμαινόντων παρισθμίων ἢ σταφυλῆς 〈ἤ〉 τινος ἄλλου μέρους.

4

.

73

.

1

Διὰ μόρων ἁπλοῦν· τῶν μόρων τοῦ χυλοῦ κοτύλας πέντε προ‐ εψήσας ἄχρι γλοιώδους συστάσεως, πρόσβαλλε μέλιτος λίτραν μίαν καὶ

4

.

73

.

2

ἕψε μέχρι μελιτώδους συστάσεως. ἐπὶ δὲ τῆς χρήσεως ἐν μὲν ταῖς ἀρχαῖς μίγνυε, καθάπερ εἴρηται, τὰ ἀποκρουστικά, κατὰ δὲ τὰς ἀκμὰς τὰ πέττοντα καὶ παρηγοροῦντα, κατὰ δὲ τὰς παρακμὰς τὰ διαφοροῦντα.

4

.

73

.

3

κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ διὰ τοῦ χυλοῦ τῶν λεμμάτων τῶν καρύων ποιήσεις στοματικὸν φάρμακον, καὶ διὰ τοῦ γλεύκους ἐξ αὐστη‐ ρῶν σταφυλῶν, καὶ ἀπὸ τοῦ χυλοῦ τῶν ῥοιῶν καὶ τῶν ἄλλων τῶν

4

.

73

.

4

αὐστηρῶν καρπῶν τῶν ἐχόντων χυλόν. παχεῖ μὲν οὖν φανέντι τῷ χυλῷ μέλι μιγνύειν εὐθέτως προσῆκεν, εἰ δ’ ὑγρότερον εἴη, προ‐

4

.

73

.

5

εψηθέντι. δέχεται δ’ ὁ μὲν τῶν ἀπίων καὶ τῶν μήλων χυλὸς ἔτι τε τῶν πλείστων ὀπωρῶν ἴσον ἑαυτῶν τὸ μέλι, τῶν στρυφνῶν δ’ ἱκανῶς, οἷόσπερ ἐστὶν ὁ τῆς κρανείας καρπός, ἐνίοτε μὲν διπλάσιον, 〈ἔστι δ’

4

.

73

.

6

ὅτε καὶ τριπλάσιον〉. τοῖς μὲν οὖν μὴ φέρουσι τὰς φαρμακώδεις ποιό‐ τητας ἐπὶ μὲν τῶν μετρίων φλεγμονῶν παρισθμίων ἢ σταφυλῆς ἢ ἄλλου τινὸς μέρους ἀρκοῦσι τῶν εἰρημένων ἄρτι καρπῶν οἱ χυλοὶ καὶ

4

.

73

.

7

ὁ ῥοῦς ὁ ἐπὶ τὰ ὄψα· πρὸς δὲ τὰς μείζονας τῶν ῥοιῶν χρὴ τῶν αὐστηρῶν τὸν χυλὸν ἢ τῶν κυδωνίων μήλων καὶ ἀμφοτέρων κατὰ

4

.

73

.

8

τὴν εἰρημένην ἀναλογίαν μῖξαι μέλιτος, καὶ γίνεται σύμμετρον. κάλλιον

4

.

73

.

9

δὲ καὶ σφοδρότερον ἂν τὰς ὅλας κόψας ῥοιὰς ἐνεψήσαις γλεύκει. δεῖ δὲ μὴ μόνον ἀποκρουστικὸν ἔχειν φάρμακον, ἀλλὰ καὶ διαφορητικόν, εἰ σκιρρούμενόν τι φαίνοιτο· τοῖς εἰρημένοις οὖν μέσοις ἐμβαλεῖς ἑψο‐ μένοις γλήχωνος ἢ ὑσσώπου ἢ ὀριγάνου ἢ θύμων ἢ καλαμίνθης διη‐465
5θήσας· οὕτω γὰρ ἕξεις ἐπιτήδειον φάρμακον.

4

.

74

t

Πρὸς τὰς ἐν στόματι σηπεδόνας.

4

.

74

.

1

Χάρτου κεκαυμένου μέρη γ, ἀρσενικοῦ μέρος α· λείοις χρῶ· ἄνω‐

4

.

74

.

2

θεν δὲ τιλτὸν προσεπιτίθει βάψας εἰς ῥόδινον καὶ ἐκθλίψας. —Πρὸς μεγάλας σηπεδόνας τὰς ἐν τῷ στόματι καὶ τὰς ἐν ἄλλῳ μέρει τοῦ σώματος· χαλκίτεως μέρος ἕν, κονίας ἀσβέστου τὸ ἴσον, ἀρσενικοῦ τὸ

4

.

74

.

3

ἥμισυ· λεῖα μίξας χρῶ. ἐὰν δὲ ξηραίνηται τὸ στόμα, καὶ τὸ σίελον μὴ δύνηται καταπίνεσθαι, σῦκα ἑψήσας ἐν οἴνῳ αὐστηρῷ ἀκράτῳ δίδου θερμὸν καταρροφεῖν· ἐὰν δὲ μὴ δύνηται, παρέγχει κατ’ ὀλίγον.

4

.

75

t

Περὶ τῶν ἐν τῇ τραχείᾳ ἀρτηρίᾳ ἑλκῶν.

4

.

75

.

1

Τὰ ἐν ταῖς τραχείαις ἀρτηρίαις συνιστάμενα ἕλκη 〈εἰσ〉 τὸν ἔνδον αὐτῶν χιτῶνα θεραπεύομεν ἔξωθέν τι τῶν ξηραινόντων ἐπιτιθέντες φαρμάκων ὕπτιόν τε κατακλίνοντες, εἶτα διδόντες ὑγρὸν φάρμακον

4

.

75

.

2

τὸ πρὸς τὰ ἕλκη. τοιαῦτα ἐν τῷ στόματι κατέχειν καὶ βραχύ τι παραρρεῖν ἐᾶν εἰς τὴν ἀρτηρίαν παρακελεύομεν.

4

.

76

t

Πρὸς φωνῆς ἀποκοπήν.

4

.

76

1,2

Χυλὸν κράμβης μετὰ μέλιτος ἑψήσας δίδου ἐκλείχειν. —Ἄλλο·

4

.

76

.

2

(2)

ποιεῖ δὲ καὶ πρὸς βῆχας· λινοσπέρμου κεκαυμένου καὶ σεσησμένου, σταφίδων λιπαρῶν χωρὶς τῶν γιγάρτων, στροβίλων πεφωγμένων, κα‐ ρύων Ποντικῶν κεκαθαρμένων ἴσα λεάνας καὶ μέλιτι ἀπέφθῳ ἀναλα‐

4

.

76

.

3

βὼν δίδου κοχλιάριον ὑπὸ γλώττης. —Πρὸς τὰς τῆς φωνῆς ἀπο‐ κοπάς· γλυκυρρίζης 𐅻 η, σμύρνης 𐅻 κδ, τερεβινθίνης 𐅻 ϛ, τραγακάνθης 𐅻 λη· ἕκαστον τῶν ξηρῶν κόπτε κατ’ ἰδίαν καὶ σῆθε· τὴν δὲ ῥητίνην εἰς ὅλμον βαλὼν κόπτε καταπάσσων τὰ ξηρά· εἶθ’ ἑνώσας ἀνάπλαττε

4

.

76

.

4

κυάμου Αἰγυπτίου μέγεθος καὶ ξήραινε ἐν σκιᾷ. ἐπὶ δὲ τῆς χρήσεως δίδου αβ ὑπὸ τὴν γλῶτταν κατέχειν καὶ τὸ τηκόμενον παραπέμ‐

4

.

76

.

5

πειν. δεῖ δὲ τὸ φάρμακον ταχέως ἀναπλάττειν καὶ ἐν τῷ κόπτε‐
σθαι· ξηραίνεται γὰρ τάχιστα.466

4

.

77

t

Περὶ βηχὸς καὶ δυσπνοίας καὶ κατάρρου καὶ κορύζης καὶ βράγχου καὶ τῶν ἐκ θώρακος καὶ πνεύμονος πτύσεων.

4

.

77

.

1

Βηχὸς αἴτιόν ἐστιν ὑγρὸν τὸ καταφερόμενον ἀπὸ τῆς κεφαλῆς, ὡς ἐν κατάρροις, ἢ τὸ ἐν ταῖς τραχείαις ἀρτηρίαις περιεχόμενον, ὡς

4

.

77

.

2

ἐν πλευρίτισι καὶ περιπνευμονίαις. γίνονται δὲ καὶ τραχύτητες φάρυγγος καὶ ἀρτηρίας τῆς τραχείας αἴτια βηχός, καὶ τὰ παρεμπίπτοντα πινόν‐ των ἢ ἐσθιόντων καὶ δυσκρασία ψυχρὰ τῶν ἀναπνευστικῶν ὀργάνων.

4

.

77

.

3

βήττουσι δὲ μετρίως οἱ διὰ δυσκρασίαν βήττοντες καὶ οὐδὲν ἀνάγουσιν, οὕτω δὲ καὶ ἀβιάστως ὡς μὴ μόνον κατέχειν δύνασθαι καὶ κωλύειν αὐτὴν τὴν κατοχὴν τοῦ πνεύματος, ἀλλὰ καὶ ἰᾶσθαι πολλάκις αὐτήν, τῇ τῆς ἀναπνοῆς ἐπισχέσει τὰ κατεψυγμένα τῶν μορίων ἐκθερμαί‐

4

.

77

.

4

νοντας. σημεῖα δὲ τῶν οὕτω βηττόντων ἐστὶ τὸ κατὰ τὰς ἀθρόας εἰσπνοὰς ἐρεθίζεσθαι, δηλονότι τῆς ψύξεως ἐπιτεινομένης· ὅτε οὖν πρᾴως τε εἰσπνέωσι καὶ ἐν οἴκῳ θερμῷ διατρίβωσιν, ἢ μικρὸν ἢ οὐδ’

4

.

77

.

5

ὅλως βήττουσιν. αἱ δὲ μετὰ γαργαλισμοῦ συνιστάμεναι βῆχες ἐνδεί‐ κνυνται σαφῶς ἀπὸ τῆς κεφαλῆς συνδεδόσθαι τὸ ῥεῦμα εἰς ἀρτηρίαν

4

.

77

.

6

τε καὶ πνεύμονα. μηδενὸς μὲν οὖν ἀναπτυομένου, λεπτὸν εἶναι χρὴ γινώσκειν τὸ καταφερόμενον· ἀναπτυομένου δὲ τινός, τὸ ἐναντίον.

4

.

77

.

7

ἰασόμεθα δὲ τὴν μὲν ἐπὶ λεπτῷ ῥεύματι γινομένην βῆχα καὶ τὴν ἐπὶ τραχύτητι παχύνοντες τῇ διὰ κωδυῶν ἤ τινι τῶν ἀνωδύνων καλου‐ μένων φαρμάκων, τὴν δὲ διὰ πάχος, [καὶ ἐπὶ τραχύτητι] καὶ γλίσχρον

4

.

77

.

8

χυμὸν ἐγκείμενον διὰ τῶν λεπτυνόντων. κενταυρίου τοῦ μεγάλου ἡ

4

.

77

.

9

ῥίζα δυσπνοίαις καὶ ταῖς πεπαλαιωμέναις ἁρμόζει βηξίν. μελάνθιον κατάρρους ἰᾶται θερμὸν ἐν ὀθονίῳ προσαγόμενον, ὡς συνεχῶς ὀσμᾶ‐

4

.

77

.

10

σθαι. στύραξ βῆχας, κατάρρους καὶ κορύζας καὶ βράγχους ὀνίνησιν ἐκ‐

4

.

77

.

11

λεικτόν. στρόβιλον βαλών, ὅταν ᾖ λιπαρὸς μάλιστα, τουτέστιν ἐν κύκλῳ πολλὴν ἔχων ἐμπερικεχυμένην τὴν ἰδίαν ῥητίνην, ἕψησον ἐν ὕδατι μετὰ πρασίου προσφάτου, εἶτα τῷ ἀφεψήματι μιγνὺς μέλι συμμέτρως ἕψησον πάλιν τοῦτο μέχρι μελιτώδους συστάσεως, καὶ χρῶ πρὸς τὰς
5ἐκ θώρακος καὶ πνεύμονος πτύσεις.

4

.

78

t

Περὶ ἀναγωγῆς καὶ θρομβώσεως αἵματος.

4

.

78

.

1

Ὁ πρῶτος κίνδυνός ἐστι τῆς τοῦ αἵματος ἀναγωγῆς κατ’ αὐτὴν τὴν ἄμετρον κένωσιν. βοηθεῖν οὖν ἐκ τοῦ παραυτίκα τοῖς πάσχουσι δυνήσῃ διὰ τῶν ὑπογεγραμμένων· τὴν γὰρ ὅλην διάθεσιν ἰατρῶν ἔργον

4

.

78

.

2

ἰᾶσθαι. ἀνδράχνη ἐσθιομένη ποιεῖ (δραστικώτερος δ’ ὁ χυλὸς αὐτῆς πινόμενος), βαλαύστιον, βάτου ὁ καρπὸς καὶ τὸ ἄνθος, δρυὸς τὸ ὑπὸ τῷ φλοιῷ τοῦ πρέμνου τὸ ὑμενῶδες καὶ τὸ ὑπὸ τῷ κελύφει τῆς βαλάνου· μάλιστα δ’ ἑψῶντες αὐτῷ χρῶνται· φηγοῦ δὲ καὶ πρίνου467

4

.

78

.

3

δραστικώτερα. ἀλθαίας τῆς ῥίζης ἀφέψημα, ἡδύοσμος πρὸς τὰς προσ‐ φάτους, κενταυρίου τοῦ μεγάλου 𐅻 β διδόμεναι τοῖς μὲν πυρέττουσι μεθ’ ὕδατος, τοῖς δ’ ἀπυρέτοις μετ’ οἴνου ῥοιῶν, σχίνου τῶν φύλλων

4

.

78

4,5

ὁ χυλός· Σάμιος ἀστὴρ πρὸς πᾶσας ὁμοίως καὶ Λημνία σφραγίς. πρὸς

4

.

78

.

5

(2)

δ’ αἵματος θρομβώσεις ποιεῖ πυτία ποθεῖσα, 〈καὶ μάλιστα ἡ λαγῴα.

4

.

78

.

6

διαχεῖ δὲ θρόμβους καὶ ἡ συκίνη κονία μεθ’ ὕδατος ποθεῖσα〉 καὶ θύμος ἢ θύμβρα μετ’ ὄξους.

4

.

79

t

Πρὸς ἀσθματικοὺς καὶ ἐμπυϊκούς.

4

.

79

.

1

Ἀριστολοχία στρογγύλη μεθ’ ὕδατος πινομένη ἀσθματικοὺς βοηθεῖ· κενταυρίου τοῦ μεγάλου ἡ ῥίζα, σπονδυλίου ὁ καρπὸς καὶ ἡ ῥίζα,

4

.

79

.

2

καλαμίνθη, ὕσσωπον, ἶρις, μελάνθιον. ὄνων τῶν ὑπὸ ταῖς ὑδρίαις ξέστην βαλὼν εἰς ἄγγος κεραμεοῦν φρῦγε ἐπ’ ἀνθράκων· λευκανθέντας δὲ τρῖβε καὶ μέλιτι ἑφθῷ ἀναλαβὼν δίδου μύστρον ἓν ἐκλείχειν πρὸ

4

.

79

.

3

τροφῆς. —Ἄλλο· σκίλλης ὠμῆς τὸν χυλὸν ἔκθλιβε, καὶ μίξας αὐτῷ μέλιτος τὸ ἴσον ἕψε ἐπ’ ἀνθράκων καὶ δίδου πρὸ τροφῆς.

4

.

80

t

Πρὸς πλευριτικοὺς καὶ πρὸς πλευρῶν ὀδύνας.

4

.

80

.

1

Ἐπὶ τῶν πλευριτικῶν, τῶν θερμασμάτων μὴ λυόντων τὴν ὀδύνην, κένου τὸ πᾶν σῶμα καὶ πυρίᾳ τῇ ἀκινδυνοτάτῃ χρῶ τῇ ἀδήκτῳ καὶ

4

.

80

.

2

ὑγρᾷ, οἵα ἐστὶν ἥ τε δι’ ὕδατος γλυκέος καὶ ἐλαίου ἐν κύστεσιν. δώσο‐ μεν δὲ τοῖς οὕτω κάμνουσι φάρμακα τῆς λεπτυνούσης δυνάμεως, ὅσα μέτρια φλεγμαινόντων ἔτι τῶν πεπονθότων, ὅσα δ’ ἰσχυρότερα κατὰ τὰς παρακμὰς τῶν φλεγμονῶν, ἢ καὶ τελέως αὐτῶν πεπαυμένων.

4

.

80

.

3

μέτριος μὲν οὖν ἐν τοῖς τοιούτοις ἐστὶν ὅ τε τῆς πτισάνης χυλὸς καὶ τὸ μελίκρατον· ἰσχυρότερον δὲ τὸ τῆς ἀκαλήφης σπέρμα, καὶ ὅταν ἐμβληθῇ τι βραχὺ μέλιτι τῶν δριμειῶν βοτανῶν, ὀριγάνου καὶ ὑσσώπου

4

.

80

.

4

καὶ καλαμίνθης καὶ γλήχωνος καὶ ἴρεως. πλευρῶν δ’ ὀδύνας ἄνευ πυρε‐

4

.

80

.

5

τῶν βδέλλιον ἰᾶται καὶ κόστος. κράμβης καυλῶν καυθέντων τῇ τέφρᾳ μιγνύντες στέαρ [τὸ] παλαιὸν εἰς τὰ τῶν πλευρῶν ἀλγήματα χρώμεθα,
καὶ εἴ τι τοιοῦτον· διαφορητικὸν γὰρ ἰσχυρῶς ἐστι τὸ φάρμακον.468

4

.

81

t

Πρὸς θώρακος ἀλγήματα χρόνια.

4

.

81

.

1

Πρὸς ἀλγήματα χρόνια τὰ ἐν θώρακι χωρὶς πυρετῶν συνεψεῖν τήλει χρὴ λιπαροὺς φοίνικας, ἐκθλίψαντας δὲ τὸν χυλόν, εἶτα μέλιτι μίξαντας δαψιλεῖ, κἄπειτα ἑψήσαντας αὐτὰ ἐπ’ ἀνθράκων ἄχρι πάχους συμμέτρου χρῆσθαι πρὸ πολλοῦ τῶν σιτίων.

4

.

82

t

Πρὸς τιτθοὺς καὶ τὸ ἐν αὐτοῖς γάλα.

4

.

82

.

1

Πάτος φλεγμαινόντων τιτθῶν βοήθημά ἐστι δραστικώτατον ἐπι‐ τιθέμενον· ἂν δὲ ξηρότερόν σοι φαίνηται, κυπρίνῳ μάλαττε ἢ ῥοδίνῳ.

4

.

82

.

2

καὶ πρὸς τὸ ἐκ τοκετῶν δὲ σβέσαι τὸ γάλα τυρωθὲν κατὰ τοὺς μαστοὺς

4

.

82

.

3

χρήσιμον ἱκανῶς ἐστιν. ὠῷ ὅλῳ ὠμῷ χρώμεθα μιγνύντες ῥόδινον, οὐ μόνον ἐπὶ τῶν τιτθῶν φλεγμαινόντων, ἀλλὰ καὶ ἐπ’ ἄλλων πλειόνων

4

.

82

.

4

μορίων. ῥύπος ὁ ἐν ταῖς παλαίστραις ἴαμά ἐστι τιτθῶν· καὶ γὰρ τὸ πυρῶδες αὐτῶν σβέννυσι καὶ τὸ ἐπιρρέον ἀναστέλλει καὶ τὸ περιεχό‐

4

.

82

.

5

μενον διαφορεῖ. κυάμων ἄλευρον μαστῶν καὶ διδύμων ἀγαθόν ἐστι κατάπλασμα· φιλεῖ γὰρ ταῦτα τὰ μόρια μετρίως ψύχεσθαι φλεγμαίνοντα,

4

.

82

.

6

καὶ μάλιστα ὅταν τυρωθῇ τὸ γάλα. τὸ τῆς Ναξίας ἀκόνης ἀπότριμμα τιτθούς τε παρθένων κωλύει πρὸ ὥρας ἐμφυσᾶσθαι καὶ παίδων ὄρχεις.

4

.

82

.

7

〈τὰς σπαργανώσεις τῶν μαστῶν〉 ἀποκαθίστησι φακὸς ἑψηθεὶς ἐν θαλάσσῃ

4

.

82

.

8

καταπλασσόμενος ἢ ἡδύοσμος σὺν ἀλφίτῳ ἢ ἅλμη πυριωμένη. σβέννυσι δὲ μετὰ ταῦτα ἄλευρον κυάμινον καθ’ ἑαυτὸ καὶ σὺν ἀλφίτῳ κατα‐ πλασθέν, κιμωλία σὺν ὄξει καταχριομένη ἢ ὕδατι, γάλα γυναικεῖον μετὰ κωνείου χυλοῦ ἢ κωνείου τὰ φύλλα καταπλασσόμενα, ἅλμη πυριω‐

4

.

82

.

9

μένη. τοὺς δὲ χονδριῶντας παύει ἅλμη πυριωμένη, ἡδύοσμον σὺν ἀλφίτῳ καταπλασθέν, κρόκος σὺν γάλακτι καταχριόμενος, ἄλευρον κυάμινον καθ’ ἑαυτὸ καὶ σὺν ἀλφίτῳ καταπλασθέν, κυδώνια ἑφθὰ σὺν

4

.

82

.

10

μέλιτι. οὐκ ἐᾷ δὲ τὸ ἐπὶ τῶν τιθηνουσῶν γάλα τυροῦσθαι κηροῦ δέκα τὸν ἀριθμὸν κεγχριαῖα τὸ μέγεθος καταπινόμενα.

4

.

83

t

Περὶ τῶν τοῦ στόματος τῆς γαστρὸς παθῶν.

4

.

83

.

1

Τοῖς τὴν κυνώδη καλουμένην ὄρεξιν ἔχουσι, τουτέστι τοῖς ἀπαύ‐ στως λιμώττουσιν, οἶνον χρὴ διδόναι δαψιλῆ τῶν ἱκανῶς θερμαινόν‐ των ὡς μέγα ἴαμα· τοιοῦτοι δ’ εἰσὶν οἱ κιρροὶ τὴν χρόαν ἢ ἐρυθροὶ χωρὶς τοῦ στύφειν· αἱ γὰρ λιμώδεις ὀρέξεις διὰ ψυχρότητα τοῦ στο‐

4

.

83

.

2

μάχου συνίστανται· καὶ εἰκότως ὁ τοιοῦτος οἶνος αὐτὰς παύει. χρὴ
δ’ αὐτοῖς, ὅταν ἐπὶ τὸ ἄριστον ἀφίκωνται, πρῶτον μὲν διδόναι τὰ λιπαρὰ καὶ ἐλαιώδη τῶν ἐδεσμάτων, καὶ τὰ ἄλλα δὲ πάντα δι’ ἐλαίου πολλοῦ σκευάζοντα μηδὲν αὐστηρὸν ἢ στρυφνὸν ἔχοντα, μετὰ δὲ ταῦτα469
5οἶνον, κἂν μηδέπω διψῶσι, κελεύειν προσφέρεσθαι· πραΰνεται μὲν γὰρ αὐτοῖς εὐθέως ὁ λιμὸς ἐπὶ τῇ τοιαύτῃ διαίτῃ, πλείονι δὲ χρόνῳ οὕτω

4

.

83

.

3

πραττόντων παύεται. τοῖς δὲ λύζουσι διδόναι χρὴ πήγανον μετ’ οἴνου λεπτοῦ ἢ λίτρον ἐν μελικράτῳ ἢ σέλινον ἢ κύμινον ἢ σκιλλιτικὸν ὄξος

4

.

83

.

4

ἢ καλαμίνθην ἢ ἄσαρον ἢ νάρδον Κελτικήν, ἰδίᾳ ἕκαστον καὶ ὁμοῦ. τὸ δὲ καστόριον τοῖς ὑπὸ πλήθους λύζουσιν [ἢ] ἐπὶ ψυχροῖς καὶ γλίσχροις χυμοῖς δίδου πίνειν δι’ ὀξυκράτου· καὶ κατὰ τοῦ δέρματος δ’ ἐπι‐

4

.

83

.

5

τιθέμενον ὠφελεῖ ἅμα Σικυωνίῳ ἢ παλαιῷ ἐλαίῳ. ὅταν δ’ ὑπὸ πληρώ‐ σεως ὑγρῶν γένηται λυγμός, τοὐπίπαν δ’ οὕτως συνίσταται, βιαίας

4

.

83

.

6

δεῖται κενώσεως· τοῦτο δὲ πταρμὸς ἐργάζεται. αἱ δὲ ναυτίαι γίνονται πρὸς ἔμετον ὁρμώσης τῆς γαστρός, ποτὲ μὲν πλήθους βαρύνοντος

4

.

83

.

7

αὐτήν, ποτὲ δὲ δήξεως ἢ ὅλως μοχθηρῶν χυμῶν. τινὲς δὲ σπαράττον‐ ται μέν, ἐμοῦσι δ’ οὐδέν, ἐφ’ ὧν οὔτε πολύς ἐστιν ὁ λυπῶν χυμὸς οὔτε κατὰ τὴν εὐρυχωρίαν τῆς γαστρός, ἀλλ’ ἐν αὐτοῖς περιέχεται τοῖς χιτῶσιν, ἐνίοις μὲν ὡς ὕδωρ ἐν σπόγγῳ, ἐνίοις δ’ ἐμπεπλασμένος

4

.

83

.

8

δυσαπολύτως. ἡ δ’ ἴασις ἐν τοῖς τρισίν ἐστι κειμένη κεφαλαίοις, πέψει

4

.

83

.

9

τε καὶ ἐπικράσει καὶ κενώσει. πέττονται μὲν οὖν οἱ φλεγματωδέστεροι καὶ ὠμοὶ τῇ τε ἡσυχίᾳ καὶ ἀσιτίᾳ καὶ ὕπνῳ· τῶν δ’ ἄλλων τοὺς μὲν λεπτοὺς τὴν σύστασιν, μετρίως δ’ ἐσφηνωμένους ἔμετοι ἐκβάλλουσι, ποτὲ μὲν ἐπὶ τῷ τῆς πτισάνης χυλῷ γενόμενοι ἢ μελικράτῳ, ποτὲ δ’
5ἐφ’ ὕδατι μόνῳ· ὅσοι δὲ γλίσχροι τέ εἰσι καὶ παχεῖς δυσλύτως ἐμ‐

4

.

83

.

10

πεπλασμένοι τῇ γαστρί, τῶν λεπτυνόντων χρῄζουσι τοὺς χυμούς. ἔνθα δ’ ὑγρότης, ἡ δι’ ἀλόης πικρὰ χρησίμως ἐκκαθαίρει ταύτην, τὰ στύ‐ φοντα δὲ βλάπτει γενναίως, ὥσπερ πάλιν ἐφ’ ὧν ὑγρότης πολλὴ χωρὶς κακίας χυμῶν, ὅταν οἷον πλάδος τις ᾖ τῷ ποσῷ λυποῦσα μόνον,
5τὰ στύφοντα μὲν ὠφελιμώτατα γίνεται, τὸ δὲ δι’ ἀλόης φάρμακον εἰς

4

.

83

.

11

μαρασμὸν ἄγει πάντως τοὺς χρησαμένους. μίξειε δ’ ἄν τις τοῖς στύ‐ φουσι καὶ τῶν θερμαινόντων ψυχρᾶς διαθέσεως αἰσθανόμενος· ἱκανὸν δὲ γνώρισμα τοῦ ψυχροτέραν τὴν διάθεσιν εἶναι τὸ ἄδιψον· ὅταν γὰρ μήτε διψώδης ὁ κάμνων ᾖ μήτε καύματος αἰσθάνηται κατὰ τὸ τῆς

4

.

83

.

12

κοιλίας στόμα, δῆλόν ἐστιν οὐκ εἶναι θερμὴν τὴν διάθεσιν. αἱ δὲ φλεγ‐ μοναὶ τοῦ στόματος τῆς κοιλίας καὶ τοῦ ἥπατος δέονται τῆς τῶν στυφόντων παραπλοκῆς· ἐὰν γὰρ διὰ τῆς χαλαστικῆς μόνης ἀγωγῆς

4

.

83

.

13

θεραπεύῃ τις, κίνδυνον ἐπάξει περὶ τῆς ζωῆς. δεῖ τοίνυν εἴτε ἔλαιον εἴη τὸ ἐπαντλούμενον τοῖς πεπονθόσι τόποις εἴτε κατάπλασμα, παρα‐ πλέκειν τι τῶν στυφόντων, οἷον ἀψίνθιον ἢ νάρδινον μύρον ἢ μήλινον470

4

.

83

.

14

ἢ κυδώνιον ἑψήσαντας. —Κηρωτὴ ᾗ συνεχῶς χρώμεθα· κηροῦ λευκοῦ 𐆄 α, νάρδου χειμῶνος μὲν 𐅻 η, θέρους δὲ 𐅻 ζ, ἀλόης, μαστίχης

4

.

83

.

15

ἀνὰ 𐅻 α. εἰ δὲ πλείονος δέοιτο στύψεως, ἀτονίας οὔσης, ὡς μηδὲ τῶν

4

.

83

.

16

τροφῶν κρατεῖν, προσμιγνύσθω καὶ ὀμφακίου τὸ ἴσον. μιγνύσθω δ’ ἐν τῇ κηρωτῇ πρῶτον τὸ ὀμφάκιον, εἶθ’ οὕτως τὰ ἄλλα· μιγνύειν δ’ ὥσπερ ὀμφάκιον, οὕτω καὶ ἀψινθίου χυλόν, ἔστι δ’ ὅτε καὶ ἄμφω, καὶ

4

.

83

.

17

τρίτον γε ἐπ’ αὐτοῖς τῆς ὑποκιστίδος καὶ οἰνάνθης καὶ ῥοῦ χυλόν. παραύξειν δὲ χρὴ τῆς κηρωτῆς τὸ πλῆθος ἀνάλογον τῷ τῶν ἄλλων ἀριθμῷ φαρμάκων· χρονιζούσης δὲ τῆς φλεγμονῆς καὶ σκληρυνομένης ἤδη, ποικιλώτερα φάρμακα προσφέρειν χρὴ καὶ τῶν ἀρωμάτων ἔχοντα
5καὶ τῶν μαλακτικῶν καὶ τῶν διαφορητικῶν, ὁποῖόν ἐστι τὸ διὰ

4

.

83

.

18

μελιλώτου σκευαζόμενον. ὁ χλωρὸς ἴασπις ὠφελεῖ τόν τε στόμαχον καὶ τὸ τῆς γαστρὸς στόμα περιαπτόμενος, καὶ πεῖράν γε ἱκανὴν δέδωκε, καὶ χρὴ ποιοῦντας ὁρμαθὸν ἐξάπτειν τοῦ τραχήλου συμμέ‐

4

.

83

.

19

τρως οὕτως ὡς ψαύειν τοὺς λίθους τοῦ στόματος τῆς γαστρός. ἐπὶ δὲ τῶν θερμῶν τοῦ στομάχου δυσκρασιῶν καὶ καυσουμένων μετ’ ἐκ‐ λύσεως ἢ λειποψυχίας ἤ τινος ἀνορεξίας ἐξ οἱασδήποτε προφάσεως πλὴν πυρετοῦ ψυχρὸν ὕδωρ δίδου μετ’ ὄμφακος χυλοῦ ἢ μήλων
5κυδωνίων ἀφέψημα ἢ ἕλικος ἀμπέλου ἢ σικύου σπερμάτια ὡς ὀκτὼ λεῖα μετὰ ψυχροῦ ἢ κλωνίον ἡδυόσμου λεάνας δὸς πιεῖν· ἐπιτίθει δ’ ἔξωθεν ἐπὶ τὸν στόμαχον κύστιν πληρώσας ὕδατος ψυχροῦ ἢ χιόνα

4

.

83

.

20

ἐπίβαλλε ἢ κολοκύντης ξέσματα. —Ἐκκαιομένοις δ’ ἄδιψον

4

.

83

.

21

καταπότιον· σικύου ἡμέρου σπέρματος 𐅻 η, τραγακάνθης 𐅻 ϛ. λύε τὴν τραγάκανθαν ὠῶν ὠμῶν προσφάτων τῷ λευκῷ, καὶ ὅταν διαλυθῇ, τρίψας ἐπιμελῶς ἐπίβαλλε τοῖς λοιποῖς, καὶ μίξας ἀνάπλαττε κατα‐ πότια, καὶ ξηράνας ἐν σκιᾷ δίδου ἓν ὑπὸ τὴν γλῶτταν κατέχειν καὶ

4

.

83

.

22

τὸ διαλυόμενον ὑγρὸν καταπίνειν. καὶ τοῦτο καὶ τὸ μετὰ τοῦτο ψυκτι‐ κόν τε ἅμα καὶ τονωτικὸν πλαδῶντός ἐστι στομάχου διάθεσιν ἔχοντος

4

.

83

.

23

ὑγρὰν καὶ θερμήν. —Ἄλλο· ῥόδων χλωρῶν τῶν φύλλων 𐅻 ϛ, γλυ‐ κυρρίζης 𐅻 δ, νάρδου Ἰνδικῆς 𐅻 δ ... ὕδατι ψυχρῷ ἐρεβίνθου τὸ μέ‐

4

.

83

.

24

γεθος· ἐπὶ δὲ τῶν κατεψυγμένων καὶ ἐπὶ τῶν διὰ πάχος τοῦ φλέγ‐ ματος θερμαίνεσθαί τε καὶ τέμνεσθαι δεομένων χρήσιμόν ἐστι τόδε·

4

.

83

.

25

μαράθρου ῥίζης φλοιοῦ 𐆄 ϛ, ὄξους ξ̸ α, ἀλόης 𐆄 γ. αἱ ῥίζαι σὺν ὄξει ἕψονται, εἶθ’ ὅταν ἑφθαὶ γένωνται, ἐκθλιβεῖσαι ῥίπτονται, καὶ ἐπιχεῖται τὸ μέλι καὶ ἕψεται, εἶτ’ ἐπιπάσσεται ἡ ἀλόη· δίδου κοχλιάρια γ σὺν

4

.

83

.

26

ὕδατι· τινὲς ἄνευ ἀλόης σκευάζουσιν. ἐπὶ δὲ τῶν ἀποξυνόντων τὴν τροφὴν χρήσιμον τόδε τὸ φάρμακον· πεπέρεως 𐅻 δ, ἀνήθου σπέρματος471

4

.

83

.

27

𐅻 α, κυμίνου 𐅻 δ. λειώσας δίδου εἰς κοίτην κοχλιάριον 〈ἓν〉 ἐν οἴνῳ

4

.

83

.

28

κεκραμένον. ἐπὶ δὲ τῶν γεννώντων χολὴν μέλαιναν καὶ φυσωμένων τὸν στόμαχον ἐπιτίθει, καὶ μάλιστα ἐν ταῖς ἐπιτάσεσι, σπόγγους ὄξει δριμυτάτῳ βεβρεγμένους· μετὰ δὲ τούτους εἰ ἐπιμένοιεν, στυπτηρίαν

4

.

83

.

29

ὑγρὰν μετὰ χαλκοῦ λείου μέλιτι ἀναλαμβάνων ἐπιτίθει. τῷ δὲ δια‐ τεινομένῳ καὶ πνευματουμένῳ τὸν στόμαχον καλαμίνθης ἀπόζεμα ἐξ‐ ῃθριασμένου τοῦ ὕδατος μίξας ὀλίγον μέλιτος καὶ πεπέρεως 𐅻 α δίδου.

4

.

84

t

Πρὸς ἀνατροπὰς στομάχου.

4

.

84

.

1

Πρὸς δὲ τὰς ἀνατροπὰς τοῦ στομάχου ῥοιᾶς ὀξείας τῶν πυρήνων

4

.

84

.

2

χυλοῦ μέρη τρία, ἡδυόσμου χυλοῦ μέρος ἕν. βαλὼν εἰς κεραμεοῦν ἀγγεῖον· ἕψε κινῶν συνεχῶς, καὶ ὅταν συστραφῇ, ἄρας ἀπόθου· ἐν δὲ τῇ χρήσει δίδου πρὸ τροφῆς μύστρον ἕν.

4

.

85

t

Περὶ πνευματώσεως.

4

.

85

.

1

Ἡ τῶν πνευμάτων ἐν γαστρὶ γένεσις χυμῶν ἢ σιτίων εἰς ἀτμοὺς διαλυομένων ὑπὸ θερμότητος συνίσταται χλιαρᾶς. ἡ μὲν γὰρ ψῦξις τῷ μὴ πεφυκέναι λεπτύνειν καὶ διαλύειν οὐ γεννᾷ πνεύματος 〈οὐδέν. ἡ δὲ σφοδρὰ θερμότης οὐ λεπτύνουσα καὶ διαλύουσα μόνον, ἀλλὰ καὶ
5διαφοροῦσα κωλύει τὴν σύστασιν τοῦ πνεύματοσ〉· ἡ δ’ ἐλάττων θερμότης [οὐ λεπτύνουσα καὶ διαλύουσα μόνον, ἀλλὰ καὶ διαφοροῦσα κωλύει τὴν σύστασιν τοῦ πνεύματος· ἡ δ’ ἐλάττων θερμότης] χεῖ μὲν καὶ μεταβάλλει τὴν τροφήν, ἐλλιπέστερον δέ, κἀντεῦθεν ἡ γένεσις τῶν

4

.

85

.

2

πνευμάτων. λεπτύνειν οὖν αὐτὰ διὰ τῶν θερμαινόντων φαρμάκων ἀφεψῶντας προσῆκεν ἐλαίῳ τοῦ κυμίνου καὶ σελίνου καὶ σπονδυλίου καὶ δαύκου σπέρματα· ψύξεως δὲ προσούσης τῇ διαθέσει, πήγανον καὶ δαφνίδας καὶ μελάνθιον καὶ μάραθρον ἐνεψεῖν τῷ ἐλαίῳ καὶ μιγνύειν
5ἄσφαλτον καὶ ἔλαιον δάφνινον· ἐὰν δέ τις καὶ φλεγμονὴ συνῇ ταῖς ὀδύναις, ἀντὶ τῶν θερμαινόντων χρήσῃ τοῖς χαλαστικοῖς, ἄνηθον ἐν‐

4

.

85

.

3

εψῶν καὶ μιγνὺς στέαρ ὄρνιθος ἢ χηνός. ποιεῖ δὲ πρὸς πνευματου‐ μένους καὶ πολίου δεσμίδιον καθεψόμενον καὶ ποτιζόμενον ἢ καλα‐

4

.

85

.

4

μίνθης ἀφέψημα μιγνυμένου μέλιτος ὀλίγου καὶ πεπέρεως 𐅻 α. ταῦτα μὲν οὖν σφοδρᾶς ὀδύνης ἐμπεσούσης πρακτέον· ἐπὶ δὲ τῆς μετρίας

4

.

85

.

5

ἀρκέσουσι καὶ πυρίαι διὰ κέγχρου καὶ ἡ διὰ τῶν ὠμολίνων. σικύα δ’ εὐμεγέθης περιλαμβάνουσα τὸν ὀμφαλὸν ἀθρόως πολλάκις ἀπαλλάττει

4

.

85

.

6

τοὺς πάσχοντας τοῦ συμπτώματος. ὠφελεῖ δὲ καὶ τὸ καστόριον αὐτοὺς
πινόμενον δι’ ὀξυκράτου καὶ ἔξωθεν σὺν ἐλαίῳ Σικυωνίῳ τιθέμενον,472

4

.

85

.

7

κἂν μετὰ στρόφου τυγχάνωσιν αἱ ἐμπνευματώσεις. 〈καὶ ὕειος δ’ ἀστρά‐ γαλος καυθεὶς καὶ ποθεὶς στρόφους καὶ ἐμπνευματώσεισ〉 ἰᾶται, καὶ ἀριστολοχία στρογγύλη δι’ ἔμφραξιν ἢ παχύτητα πνεύματος ὀδύνας

4

.

85

.

8

θεραπεύει. τὰς δὲ δι’ ἔμφραξιν τῆς κοίλης ὀδύνας ἢ διὰ παχύτητα γινομένας οἶνος ἀκρατέστερος μετὰ τροφὴν ὀνίνησιν· ὕπνου δ’ ἐπι‐ γενομένου, καὶ τελείως αὐτὰς ἀποπαύει.

4

.

86

t

Περὶ κωλικῶν.

4

.

86

.

1

Οἷς ἂν ἐν τῷ κώλῳ καὶ τοῖς ἐντέροις ἐνίζῃ τις δακνώδης χυμός, βλάπτονται μὲν ὑπὸ τῶν θερμῶν τροφῶν καὶ φαρμάκων καὶ ἀσιτοῦντες παροξύνονται, διατίθενται δ’ ἄμεινον τοῖς κατακεραστικοῖς χρώμενοι.

4

.

86

.

2

δεῖ οὖν περικλύζειν ἐνέματι πρότερον μελικράτου ἢ χυλῷ πτισάνης καὶ τροφὰς εὐχύμους καὶ δυσφθάρτους παραλαμβάνειν, φεύγειν δὲ τὰ λεπτύνοντα καὶ θερμαίνοντα· χρὴ γὰρ ἢ κενῶσαι τὸν χυμὸν ἢ κατα‐ κεράσαι· μηδετέρου δὲ τούτων δυνατοῦ γενομένου, καταφεύγειν ἐπὶ
5τὴν τῶν ναρκωτικῶν χρῆσιν· τοὺς γὰρ ἐν τοιαύτῃ διαθέσει οὐ μόνον τὸ ναρκοῦν τὴν αἴσθησιν ἐπικουφίζει τῆς ὀδύνης, ἀλλὰ καὶ τὸ παχύ‐ νειν τὴν λεπτότητα τῶν ὑγρῶν καὶ ἐμψύχειν τὴν θερμότητα μεγάλως

4

.

86

.

3

ὠφελεῖ. παχέων δ’ ὄντων καὶ γλίσχρων χυμῶν τῶν τῆς ὀδύνης αἰτίων, μηδαμῶς προσφέρειν τὰ ναρκωτικά· κουφίζονται μὲν γὰρ ἐπὶ τῇ χρή‐ σει τούτων, ναρκούμενοι τῆς αἰσθήσεως μόνης, πάλιν δ’ ἴσχουσι κάκιον,

4

.

86

.

4

παχυνομένων ἐπὶ πλέον τῶν χυμῶν καὶ δυσεκκρίτων γινομένων. θερα‐ πεύσομεν οὖν τούτους οὐδὲ τοῖς σφοδρῶς θερμαίνουσιν (αὔξονται γὰρ ὑπὸ τούτων αἱ ὀδύναι, χεομένων τῶν χυμῶν καὶ πνευματουμένων), ἀλλὰ τοῖς ἄνευ τοῦ θερμαίνειν σφοδρῶς τέμνουσι καὶ τοῖς ἀφύσοις.

4

.

86

.

5

ἐπεὶ δὲ τὸ σκόροδον πάντων ἐστὶν ἀφυσότατον, εἰ μὴ παρείη πυρετός, τούτου τε προσοίσομεν καὶ τοῦ θηριακοῦ φαρμάκου, γενναίως ὠφε‐ λοῦντες τὴν τοιάνδε διάθεσιν· πυρετοῦ δ’ ὄντος, τῇ διὰ τῶν κέγχρων πυρίᾳ χρησόμεθα καὶ ἐνεψήσαντες ἐλαίῳ λεπτομερεῖ τῶν ἀφύσων τι
5σπερμάτων, εἶτα διηθήσαντες καὶ μίξαντες τῷ ἐλαίῳ στέαρ χηνὸς ἢ

4

.

86

.

6

ὄρνιθος ἀνάλογον ἐνήσομεν. μὴ παυσαμένης δ’ ἐπὶ τούτοις τῆς ὀδύ‐

4

.

86

.

7

νης, καὶ πάλιν ἐνίεμεν μίξαντες τῷ ἐλαίῳ καστορίου τε καὶ ὀπίου, μέγεθος ἑκατέρου μὴ μεῖζον κυάμου εἰς κοτύλην τοῦ ἐλαίου. δύναιτο δ’ ἄν τις ἀναλαμβάνων ἐκ τοῦ φαρμάκου τούτου κροκύδα μέχρι πλεί‐ στου κατὰ τὸν δακτύλιον ἐντιθέναι· δεῖ δ’ ἀποδεσμεῖν ἰσχυρὸν νῆμα

4

.

86

.

8

τῆς κροκύδος, ἵνα, ὅταν δέῃ, ῥᾳδίως λαμβάνηται. λύκων κόπρος διδο‐ μένη, καὶ μάλιστα ἡ λευκὴ μεθ’ ὕδατος ἢ οἴνου λεπτοῦ κατὰ τὴν σύστασιν, ἄκρως ὠφελεῖ τοὺς κωλικούς, οὐ μόνον ἐν παροξυσμοῖς, ἀλλὰ
καὶ 〈ἐν〉 διαλείμμασιν· ἢ γὰρ παύει τελέως τὸ νόσημα ἢ πρᾳότερον473

4

.

86

.

9

καὶ διὰ χρόνου γίνεσθαι παρασκευάζει. βέλτιον δέ, εἰ μὴ πεπτωκυῖαν ἐπὶ τῆς γῆς εὕροιμεν τὴν κόπρον, ἀλλ’ ἐπί τινος θάμνου καὶ βοτάνης.

4

.

86

.

10

καὶ ὀστᾶ δ’ εὑρίσκεται διαφυγόντα τοῦ ζῴου τὴν πέψιν, ἅτινα λεῖα διδόμενα πίνειν ὀνίνησι τοὺς κωλικούς· δεῖ δὲ καθαριωτέροις διδόντας

4

.

86

.

11

ἁλῶν καὶ πεπέρεως μιγνύειν ἤ τινος τῶν ἡδέων. θαυμαστῶς δ’ ὅπως καὶ περιαπτομένη ταῖς λαγῶσιν ὠφελεῖ σαφῶς· χρὴ δ’ ἐκ λυκοβρώτου γενομένῳ ῥάμματι τὸ περιάπτον ἐξαρτᾶν, ἐν δέρματι τὴν κόπρον ἐλαφείῳ βαλόντας· μὴ εὐπορούντων δ’ ἐρίων ἐκ λυκοβρώτων, καὶ τὸ

4

.

86

.

12

ἄρτημα γίνεσθαι ἐξ ἱμάντος ἐλαφείου. καὶ κόρυδος δὲ τὸ στρουθίον ὠφελεῖ τοὺς αὐτοὺς ζωμῷ λαμβανόμενος.

4

.

87

t

Πρὸς δυσεντερικοὺς καὶ κοιλιακούς.

4

.

87

.

1

Λημνία σφραγὶς καὶ ἤδη νεμομένην ἰᾶται δυσεντερίαν πινομένη τε καὶ ἐνιεμένη· δεῖ δὲ προαποκλύζειν τὴν ἕλκωσιν μελικράτῳ πρῶτον ἀκρατεστέρῳ, κἄπειτα τῇ ἅλμῃ, καὶ μετὰ ταῦτα τὴν Λημνίαν ἐνιέναι

4

.

87

.

2

[γῆν] δι’ ἀρνογλώσσου χυλοῦ· πινέσθω δὲ δι’ ὑδαροῦς ὀξυκράτου. γάλα τὸ τυρῶδες (γίνεται δὲ τοιοῦτον κοχλάκων διαπύρων ἐμβληθέντων εἰς αὐτὸ καὶ ἑψόμενον, ἄχρις 〈ἂν〉 ἀναλωθῇ τοῦ ὀροῦ τὸ πλεῖστον) κάλλιστόν ἐστιν ἴαμα δυσεντερικοῖς καὶ πᾶσι τοῖς κατὰ γαστέρα ῥεύμασι δριμέσιν.

4

.

87

.

3

κυνείαν δὲ κόπρον λείαν τῷ οὕτω σκευασθέντι γάλακτι μίξας φάρμακον ποιήσεις ἄκρως ὠφελοῦν δυσεντερικούς· δεῖ δὲ τὸν κύνα μηδὲν ἕτερον φαγεῖν ἢ ὀστᾶ· γενήσεται γὰρ ἡ κόπρος οὔτε δυσώδης καὶ λευκή.

4

.

87

.

4

ξηραίνει δὲ τὰ κατὰ τὴν κοιλίαν ῥεύματα καὶ ὠὰ δι’ ὄξους ἑψηθέντα καὶ βρωθέντα· εἰ δὲ καὶ μῖξαι βουληθείης τῶν πρὸς δυσεντερικὴν ἢ κοιλιακὴν διάθεσιν ἁρμοττόντων ταγηνίσας τε ἐπ’ ἀκάπνου πυρὸς δοίης

4

.

87

.

5

προσενέγκασθαι, μεγάλως ὀνήσεις τὸν ἄνθρωπον· χρησιμώτατον δ’ ἐστὶ πρὸς τὴν χρῆσιν ὀμφάκιον, ῥοῦς ἐρυθρὸς καὶ χυλὸς αὐτοῦ, τέφρα κοχλιῶν ὅλων ὀπτηθέντων, σίδια, κηκίς, γίγαρτα, μέσπιλα, μύρτα, κράνα.

4

.

87

.

6

κοχλιῶν καυθέντων μετὰ τῶν ὀστρέων τῆς τέφρας μέρη δ, κηκῖδος β καὶ πεπέρεως ἓν χνοώδη ποιήσας ταῦτα τοῖς τε ὄψοις ἐπιπάττων

4

.

87

.

7

δίδου ἐν ὕδατι ἢ οἴνῳ λευκῷ καὶ ὑδαρεῖ πίνειν. γενναίως ὠφελεῖ

4

.

87

.

8

τοῦτο δυσεντερίας, ὅσαις οὐδέπω σηπεδονῶδες γέγονε τὸ ἕλκος. ἀν‐

4

.

87

.

9

δράχνης ὁ χυλὸς ἐπιτήδειος δυσεντερικοῖς πινόμενος. ἁρμόττει δὲ καὶ

4

.

87

.

10

ἀρνόγλωσσον καὶ βάτου ὁ καρπὸς καὶ τὰ φύλλα. ἀλθαίας τῆς ῥίζης

4

.

87

.

11

τὸ ἀφέψημα πρός τε δυσεντερίαν καὶ διάρροιαν ὠφέλιμόν ἐστιν. καὶ ἵππουρις γενναῖόν ἐστι φάρμακον δι’ ὕδατος ἢ οἴνου πινομένη, καὶ
ὁ χυλὸς αὐτῆς ὁμοίως.474

4

.

88

t

Πρὸς διάρροιαν καὶ κοιλιακοὺς καὶ στομαχικοὺς καὶ νεφριτικούς.

4

.

88

.

1

Τὰς διαρροίας ἰᾶται ἀδίαντον, παλιούρου τὰ φύλλα, ῥίζα πίτυος, πεύκης φλοιός, 〈φακὴ δίσ〉εφθος, τοῦ προτέρου ὕδατος ἀποχυθέντος.

4

.

88

.

2

γίγαρτα πᾶσι τοῖς κατὰ γαστέρα καὶ 〈ἔντερα〉 ῥοώδεσι πάθεσι βοηθεῖ ἱκανῶς· νάρδου στάχυς, ὀξυακάνθου ὁ καρπὸς ἐσθιόμενός τε καὶ πινό‐

4

.

88

3,4

μενος. ἄκανθα λευκὴ κοιλιακοὺς καὶ στομαχικοὺς ὠφελεῖ. μορέας ὁ

4

.

88

.

4

(2)

ἄωρος 〈καρπὸσ〉 ξηρανθεὶς στεγνωτικὸν ἱκανῶς γίνεται φάρμακον, ὥστε καὶ πρὸς δυσεντερίας ἁρμόττειν καὶ κοιλιακὰς διαθέσεις καὶ τὰς ἄλλας ὅσαι ῥοώδεις· κόπτεται δὲ καὶ τοῖς ὄψοις μίγνυται, καθάπερ ὁ τῆς

4

.

88

.

5

ῥοῦ καρπός, ἢ εἴ τις ἐθέλοι, δι’ ὕδατος ἢ οἴνου πίνεται. μᾶλλον δ’ ἐστὶν ἐμφρακτικώτερα ὁμοίως τὰ βάτινα ξηραινόμενα καὶ ἀποτιθέμενα.

4

.

89

t

Πρὸς ἕλμινθας.

4

.

89

.

1

Τοὺς μὲν στρογγύλους ἕλμινθας ἱκανὸν ἀποκτεῖναι ἀψίνθιον, ἀβρό‐ τονον, καλαμίνθη, καρδάμωμον, κράμβης σπέρμα καὶ ἡδύοσμος, θέρμος πικρὸς ἐπιπλαττόμενός τε καὶ ἐκλειχόμενος μετὰ μέλιτος ἢ μετ’ ὀξυ‐ κράτου πινόμενος, μελάνθιον οὐκ ἐσθιόμενον μόνον, ἀλλὰ καὶ κατα‐
5πλασσόμενον τῆς γαστρὸς ἔξωθεν, περσικῆς λεῖα φύλλα κατὰ τὴν κοι‐

4

.

89

.

2

λίαν τιθέμενα. τὰς δ’ ἀσκαρίδας ἐνιέμενα ἀναιρεῖ καλαμίνθης ὁ χυλὸς

4

.

89

.

3

καὶ ἡ κεδρία. τὰς δὲ πλατείας ἀναιρεῖ μορέας τῆς ῥίζης ὁ φλοιός, πτέρεως ἡ ῥίζα 𐅻 δ ἐν μελικράτῳ λαμβανομένη καὶ χαμαιλέοντος λευ‐

4

.

89

.

4

κοῦ ἡ ῥίζα πλῆθος ὀξυβάφου μετ’ οἴνου αὐστηροῦ. ἀναιρεῖ δ’ αὐτὰς καὶ κόστος.

4

.

90

t

Περὶ εἰλεοῦ.

4

.

90

.

1

Χαλεπόν ἐστιν ὁ εἰλεὸς τὸ πάθος, καὶ σπανίως ἐσώθη περιπεσών

4

.

90

.

2

τις αὐτῷ. μάλιστα δ’ ὁ δυσώδης καλούμενος ὀλέθριος, καθ’ ὃν ἤτοι κόπρος ἐμεῖται ἢ δυσώδης ἐστὶν ἡ ἐκπνοή, πολλάκις δ’ ἐρυγὴ τοιαύτη

4

.

90

.

3

γίνεται, καί ποτε καὶ πᾶν ἀποτελεῖται τὸ σῶμα δυσῶδες. θαυμαστῶς δὲ ποιεῖ πρὸς αὐτούς, κἂν ἐμῶσι κόπρον, εἰς ἔλαιον ... φαγεῖν θερ‐ μοὺς τοὺς ψωμούς. σωθήσεται γάρ, κἂν ἤδη πνίγηται.

4

.

91

t

Πρὸς τοὺς πυκνὰ ἐμοῦντας.

4

.

91

.

1

Πρὸς δὲ τοὺς πυκνὰ ἐμοῦντας καὶ μὴ κατέχοντας ῥοῦν καὶ κύμι‐ νον τρίψας ἐν τῷ αὐτῷ δὸς πιεῖν 〈ἐν〉 ὀξυμέλιτος κυάθοις ϛ ὁλκὴν
μίαν· ἢ ἀμπέλου φύλλα ἢ ἕλικας χυλίσας μετ’ ἀλφίτων δίδου πιεῖν.475

4

.

92

t

Πρὸς τὰς τῆς ἕδρας διαθέσεις, φλεγμονὰς καὶ προπτώσεις.

4

.

92

.

1

Ἑψήσας κηκῖδα τὴν ξανθὴν καὶ λειώσας κατάπλασσε τὰς ἐν ἕδρᾳ φλεγμονὰς καὶ προπτώσεις, ἰσχυροτέρου μὲν χρῄζων τοῦ βοηθήματος

4

.

92

.

2

ἐν οἴνῳ, πρᾳοτέρου δ’ ἐνεψῶν ὕδατι. καὶ ὁ χυλὸς δὲ τῆς σχίνου ποιεῖ

4

.

92

.

3

πρός τε τὰς τῆς ἕδρας καὶ τῆς ὑστέρας προπτώσεις. —Ἄλλο· πίτυος φλοιοῦ 𐅻 η, κυπαρίσσου σφαιρίων ξηρῶν 𐅻 β, μολυβδαίνης 𐅻 β·

4

.

92

.

4

προαπονίψας ἐν οἴνῳ στρυφνῷ λείοις κατάπλασσε.

4

.

93

t

Πρὸς τὰς τῆς ἕδρας πυρώδεις ὀδύνας.

4

.

93

.

1

Πρὸς δὲ τὰς πυρώδεις ὀδύνας τῆς ἕδρας ὠοῦ ὀπτοῦ λέκιθον λει‐ ώσας ἐν οἴνῳ λευκῷ καὶ ῥοδίνῃ κηρωτῇ ἀναλαβὼν διάχριε καὶ ἐμ‐

4

.

93

.

2

πλαστῷ χρῶ. —Κατάπλασμα· ἄρτου καθαροῦ λελειωμένου καὶ ἡψη‐

4

.

93

.

3

μένου ὕδατι ῥοδίνῳ προσλαμβάνοντος καὶ ὠοῦ λεκίθου ὀπτοῦ. ῥόδων 𐅻 γ, ὠῶν ὀπτῶν λεκίθους β οἴνῳ λευκῷ λειώσας καὶ ῥοδίνῃ κηρωτῇ ἀναλαβὼν ἐπίχριε.

4

.

94

t

Πρὸς τοὺς τῆς ἕδρας κνησμούς.

4

.

94

.

1

Πρὸς δὲ τοὺς κνησμοὺς γῆν Κιμωλίαν λειώσας ἀναλάμβανε κηρωτῇ

4

.

94

.

2

μυρσίνῃ καὶ χρῶ· καὶ ἡ κηρωτὴ δ’ ὁμοίως ποιεῖ.

4

.

95

t

Πρὸς τὰς ἐν δακτυλίῳ καὶ αἰδοίῳ ῥαγάδας καὶ αἱμορροΐδας.

4

.

95

.

1

Πρὸς δὲ τὰς ἐν δακτυλίῳ καὶ αἰδοίῳ ῥαγάδας καὶ αἱμορροΐδας σποδοῦ, ξυσμάτων, ὀθονίου κεκαυμένου καὶ ἀμύλου ἴσα λεάνας καὶ

4

.

95

.

2

ἐλαίας φύλλων χυλὸν μίξας κατάχριε. αἱμορροΐδας δὲ πλεοναζούσας ἐφίστησιν ἀλόη καταπλασθεῖσα ἢ λεπὶς σιδήρου, μόλυβδος κεκαυμένος,

4

.

95

.

3

ὀξυκράτου προσάντλησις καὶ τῶν στυμμάτων. ἀναστομοῖ δ’ αἱμορροΐδας

4

.

95

.

4

μύρτων τὸ ἐσθιόμενον, ἀμαράκινον ἢ ἴρινον περιχριόμενον. ἐπέχει δὲ

4

.

95

.

5

παραχρῆμα ἀκακίας κιρρᾶς 𐅻 δ, μολυβδίνης 𐅻 δ, τραγακάνθης 𐅻 β· καθ’ ἓν λειώσας καὶ μίξας καὶ δεύσας ὕδατι ἔμπλασσε εἰς ὀθόνιον καὶ ἐπι‐

4

.

95

.

6

τίθει. αἱμορροΐδας αἴρει θαυμαστῶς κωνείου ξηροῦ 𐅻 β, ὑοσκυάμου χυλίσματος 𐅻 δ, στυπτηρίας σχιστῆς 𐅻β, χαλκάνθου 𐅻 β, σινωπίδος

4

.

95

.

7

𐅻 α, ψιμυθίου 𐅻α, κηρωτῇ ῥοδίνῃ ἀναληφθέντα, καὶ ῥοιᾶς ὀξείας

4

.

95

.

8

λέπη λεῖα σὺν ὄξει ἐπιπλασθέντα. ἐὰν δὲ καὶ ἐνδοτέρω ὦσιν, ὡς μα‐476

4

.

95

.

9

ζίον ἐντίθει. ποιεῖ δὲ καὶ τοῦτο θαυμαστῶς· σανδαράκης, ἀρσενικοῦ,

4

.

95

.

10

σχιστῆς ἀνὰ 𐅻 η· ἐπίχριε παρεσχηματισμένον. ἀπονεκροῖ καὶ ἀποπίπτει

4

.

95

.

11

ἐν ἡμιωρίῳ ἀποξηραινομένη καὶ ἀπὸ τῆς βάσεως ἀποκλειομένη. ἐνίεται δὲ στακτή· κύκλῳ δὲ χρίεται κηρωτή, καὶ γίνεται ἐν ἡλίῳ ἢ παρὰ πυρί.

4

.

96

t

Περὶ τῶν ἐν ἥπατι παθῶν.

4

.

96

.

1

Φλεγμονῆς οὔσης περὶ τὸ ἧπαρ ὀδύνη τε συνεδρεύσει καὶ πυρετὸς πάντως· πληθωρικοῦ δ’ ὄντος τοῦ σώματος, κενοῦν τε ἅμα καὶ περισπᾶν τὸ περιττὸν τοῦ αἵματος τέμνων φλέβα τὴν ἐν ἀγκῶνι τῆς δεξιᾶς χειρός, καὶ ὡς ἔδεσμα μὲν πτισάνην δίδου κατ’ ἀρχάς, ὡς φάρ‐

4

.

96

.

2

μακον δ’ ὀξύμελι κεκραμένον ὑδαρέστερον καὶ ἀφέψημα σελίνου. μετὰ ταῦτα δ’ ἤδη πεττομένης τῆς φλεγμονῆς, καὶ ἀσάρῳ χρήσῃ καὶ Κελ‐ τικῇ νάρδῳ καὶ πετροσελίνῳ ἢ σχίνου ἄνθει, τοῖς ὑπάγουσι δ’ ἀκαλήφῃ καὶ λινοζώστει καὶ ἐπιθύμῳ, κατὰ 〈δὲ〉 τὰς παρακμὰς καὶ πολυποδίῳ.

4

.

96

.

3

δεῖ δὲ κενοῦν καὶ διὰ κλυστῆρος, ἐν ἀρχαῖς μὲν μελικράτῳ μεθ’ ἁλῶν καὶ λίτρου, παρακμῆς δ’ ἐνεστώσης μιγνύειν ὕσσωπον ἢ ὀρίγανον ἢ κολοκυνθίδα· χρεία γάρ ἐστι τῷ σπλάγχνῳ ῥᾳδίως σκιρρουμένῳ τῶν

4

.

96

.

4

ῥυπτόντων. ὅταν δ’ ὀδύνη χωρὶς πυρετοῦ συμπέσῃ, χρὴ γινώσκειν ἔμ‐ φραξιν περὶ τὸ σπλάγχνον σφοδρὰν ὑπὸ παχέων καὶ γλίσχρων χυμῶν

4

.

96

.

5

γινομένην. ἀρχόμενον οὖν σκίρρον ἰάσεταί τις 〈χρονίωσ〉, χρονίσαντα δ’ οὐδαμῶς· ὑδεριῶσι γὰρ οἷς ἂν σκιρρωθῇ, καὶ 〈ἐν〉 πλείονι χρόνῳ διαφθείρονται· τοὺς δ’ οὖν θεραπευθῆναι δυναμένους διὰ τῶν θερμαι‐ νόντων καὶ λεπτυνόντων ἰασόμεθα φαρμάκων, ἐπιμιγνύντες αὐτοῖς τὰ

4

.

96

.

6

μαλάττοντα. τῆς δ’ ἀτονίας τοῦ ἥπατος δυσκρασίαι μέν εἰσιν αἰτίαι, δυσφωρατόταται δ’ ἱκανῶς καὶ ποικίλας καὶ χαλεπωτάτας ἐπάγουσαι

4

.

96

.

7

συμπτωμάτων ἰδέας, μηδὲ τοῖς τεχνίταις αὐτοῖς εὐμεταχειρίστους. ἄγνου σπέρμα σκιρρούμενον ἧπαρ ὠφελεῖ καὶ ἐμφραττόμενον, ἀρνογλώσσου ξηροῦ αἱ ῥίζαι καὶ ὁ καρπὸς καὶ τὰ φύλλα, μυάκανθα, καὶ μάλιστα τὸ σπέρμα καὶ αἱ ῥίζαι, δάφνης τῆς ῥίζης ὁ φλοιὸς πινόμενος τριώβολον
5ἐν οἴνῳ εὐώδει, εὐπατόριον μετὰ τοῦ τόνον ἐντιθέναι τῷ μορίῳ, θέρ‐ μων πικρῶν ἀφέψημα μετὰ πεπέρεως καὶ πηγάνου πινόμενον καὶ τὸ ἄλευρον αὐτῶν καταπλασσόμενον, κάπνιος μετὰ τοῦ τόνον ἐντιθέναι, νάρδου στάχυς πινομένη καὶ ἔξωθεν ἐπιτιθεμένη, ἶρις, πιστακίου ὁ

4

.

96

.

8

καρπός, πράσιον, ἀμύγδαλα. δρακοντίου ἡ ῥίζα διακαθαίρει τὰ σπλάγ‐ χνα πάντα καὶ λεπτύνει τοὺς παχεῖς καὶ γλίσχρους χυμούς· ἀγαρικόν·

4

.

96

.

9

ἀνθεμὶς ἢ χαμαίμηλον εὐμενές ἐστιν ὑποχονδρίοις πάντων μάλιστα.

4

.

96

.

10

κιχόρια καὶ σέρις ταῖς θερμαῖς τοῦ ἥπατος δυσκρασίαις ἄκρως ἁρμότ‐

4

.

96

.

11

τουσι τόνον τε ἐντιθέασι τῷ μορίῳ καὶ διαρρύπτουσιν αὐτό. δίδου τοίνυν κιχορίου χυλίσματος ἢ σέρεως κύαθον α μεθ’ ὕδατος κυάθων477

4

.

96

.

12

τριῶν, μέλιτος Ἀττικοῦ ἐπιβαλὼν κοχλιάριον α. χρήσιμος δ’ οὐ μόνον ὁ χυλὸς αὐτῶν πρόσφατός τε καὶ ἐξηρασμένος, ἀλλὰ 〈καὶ〉 τὰ φύλλα

4

.

96

.

13

ξηρὰ κοπτόμενα μετ’ ἐπιμελείας, εἶτ’ ἐπιπαττόμενα ποτῷ. κἂν ἀφε‐

4

.

96

.

14

ψήσας δέ τις αὐτὰ πίνοι, καλῶς ἐνεργεῖ. θερμῆς δ’ οὐκ οὔσης δυσ‐ κρασίας, ἀλλ’ ἐμφράξεως μόνης, αἱ πόαι πινόμεναι δι’ οἴνου λευκοῦ

4

.

96

.

15

καὶ λεπτοῦ μεγάλως ὠφελοῦσιν. ἧπαρ λύκου λειοῦται μετ’ ἀκριβείας

4

.

96

.

16

καὶ δίδοται 𐅻 α μετ’ οἴνου γλυκέος. τοῦτο πεῖραν ἱκανὴν δέδωκε καὶ πάσαις ἁρμόττει ταῖς δυσκρασίαις, ὡς ἰδιότητι τῆς οὐσίας ἐνερ‐

4

.

96

.

17

γοῦν, καὶ οὐ κατά τινα ποιότητα. πυρετῶν δ’ ὄντων οὐκ ἀμυδρῶν, αὐτὸ δι’ ὕδατος διδόναι, καὶ ἔτι κάλλιον διά τινος τῶν εἰρημένων

4

.

96

.

18

χυλῶν, οἷός ἐστιν ὁ τῆς σέρεως. καὶ τὸ Φίλωνος δὲ φάρμακον θαυ‐ μαστῶς ὅπως ἐνίοτε δοθὲν ἅπαξ ἰάσατο θερμὴν δυσκρασίαν ἥπατος. —

4

.

96

.

19

Σύνθετον ἐκφράττον· ἀμυγδάλων πικρῶν 𐅻 γ, κυμίνου 𐅻 α, σελίνου

4

.

96

20,21

σπέρματος 𐅻 α· δίδου πίνειν κοχλιάριον 〈ἓν〉 ἐν οἴνῳ. —Ἄλλος

4

.

96

.

21

(2)

τροχίσκος· ἀνήσου, σελίνου σπέρματος, ἀσάρου, ἀμυγδάλων πικρῶν

4

.

96

.

22

κεκαθαρμένων, ἀψινθίου ἀνὰ 𐅻 δ. ὕδατι ἀναλαβὼν ἀνάπλαττε τροχί‐

4

.

96

.

23

σκους ἔχοντας ἀνὰ 𐅻 α. ἀπυρέτοις μετ’ οἴνου κεκραμένου δίδου, πυρέττουσι δὲ μεθ’ ὑδρομέλιτος.

4

.

97

t

Περὶ ὑδέρου.

4

.

97

.

1

Γίνεται μὲν ὕδερος ἢ διὰ ψῦξιν ὑπερβάλλουσαν τοῦ ἥπατος ἢ διὰ πλῆθος αἵματος ψυχροῦ καθ’ ὅλον τὸν ὄγκον πλεονάσαντος, ἤ τινων ἑτέρων μερῶν ἰσχυρῶς κατεψυγμένων καὶ συνδιαθεῖναι τὸ ἧπαρ ἑαυτοῖς δυναμένων· ἄνευ γὰρ τοῦ καταψυγῆναι τὸ ἧπαρ οὐδαμῶς ἂν
5ὕδρωψ συσταίη· συνδιατίθεται δὲ τὸ ἧπαρ σπληνὶ καταψυγέντι καὶ κοιλίᾳ καὶ ἐντέροις, καὶ μάλιστα τοῖς κατὰ νῆστιν πνεύμονί τε καὶ

4

.

97

.

2

νεφροῖς καὶ διαφράγματι. συνίσταται δὲ καὶ δι’ ἄμετρον αἱμορροΐδων

4

.

97

.

3

κένωσιν καὶ ῥοῦν γυναικεῖον καὶ καταμηνίων ἐπίσχεσιν. διαφοραὶ δ’ εἰσὶ τῶν ὑδρώπων τρεῖς· ὁ μὲν ἀσκίτης καλεῖται, καθ’ ὃν ὑγροῦ λεπτοῦ πληροῦται τὰ κάτω ἀγγεῖα πάντα τοῦ θώρακος· ἄλλος δ’ ἐστί τις τυμπανίτης, πνεύματος τὰ προειρημένα χωρία μεστὰ ποιῶν· ὁ δὲ τρίτος
5ὑποσαρκίδιος μὲν ὀνομάζεται, πᾶν δὲ διοιδίσκεται τὸ σῶμα κατ’ αὐτὸν

4

.

97

.

4

νεκρῷ παραπλήσιον γινόμενον. ἔστι δ’ ἡ θεραπεία τῶν ὑδερικῶν οὐ παντάπασιν εὔκολος καὶ χρῄζουσα τῆς τοῦ τεχνίτου παρουσίας· λεχθή‐ σεται δ’ ὅμως τινὰ πρὸς ἴασιν ἐπιτήδεια τῶν δυναμένων καὶ ὑπὸ σοῦ

4

.

97

.

5

πράττεσθαι. βόλβιτον βοὸς ἀγελαίας ξηρὸν ἀκριβῶς λειώσας ἕψε ἐν ὀξυκράτῳ καθάπερ τὴν ὠμὴν λύσιν, καὶ θείου τέταρτον μέρος προσ‐ εμπλάσας ὅλῳ τῷ τῆς γαστρὸς ἐπίβαλλε κύτει· ἢ σπυράθους αἰγὸς ἐν478

4

.

97

.

6

οὔρῳ παιδὸς ἢ αἰγὸς γλοιοῦ ποιῶν πάχος κατάπλαττε. διὰ γαστρὸς

4

.

97

.

7

ἄκρως αὐτοὺς καθαίρει. δίδου δὲ καὶ πίνειν καθεψῶν τὴν ῥίζαν τῆς καλαμίνθης ἢ σελίνου ἢ ἄρου ῥίζης φλοιὸν ἐν οἴνῳ· ἢ σίκυον ἄγριον οἴνῳ ἀναβρέξας αὐστηρῷ ἡμέρας τρεῖς δίδου κύαθον ἕνα προστιθεὶς κατὰ βραχὺ ἕως κυάθων τριῶν· ἢ λεπίδος 𐅻 α ἄρτου τῷ ἐντὸς ἀνα‐

4

.

97

8,9

λαβὼν καταπότια ποιῶν δίδου. σφοδρῶς ὕδωρ ἄγει. —Ἐπίθεμα·

4

.

97

.

9

(2)

τήλεως 𐆄 δ, κριθίνου ἀλεύρου 𐆄 γ, κόπρου περιστερᾶς 𐆄 δ, ῥητίνης

4

.

97

.

10

φρυκτῆς 𐆃 α, κηροῦ 𐆃 α, ἀξουγγίας παλαιᾶς 𐆃 α. τὰ τηκτὰ τήξας κατάχεε τῶν ἄλλων προλελειωμένων ἐν ὄξει καὶ χρῶ.

4

.

98

t

Περὶ ἰκτέρου.

4

.

98

.

1

Οἱ μὲν ἐπὶ λόγῳ κρίσεως ἴκτεροι συνιστάμενοι ῥᾳδίως καθίστανται, λουτρῶν γλυκέων ὑδάτων παραληφθέντων καὶ τρίψεων μετ’ ἐλαίου τῶν διαφορητικῶν τινος, οἷόν ἐστι τὸ χαμαιμήλινον καὶ τὸ ἀνήθινον

4

.

98

.

2

καὶ τὸ ἀπὸ τῶν κρίνων καὶ τὸ ἀμαράκινον. τοὺς δ’ ἐπ’ ἐμφράξει τοῦ ἥπατος συστάντας προεκφράξας τις τὸ σπλάγχνον, εἶτα χολαγωγῷ χρησάμενος φαρμάκῳ, ῥᾳδίως ἰάσεται τὸν πάσχοντα καὶ ταχέως.

4

.

98

.

3

ἁρμόττει δὲ καὶ τοῖς ἐπὶ φλεγμονῆς τοῦ ἥπατος ἰκτεριῶσι πάντα ὅσα

4

.

98

.

4

τὰς φλεγμονὰς ἰᾶται. καρπὸς ἀτραφάξυος ὠφελεῖ τοὺς ἰκτεριῶντας, καλαμίνθη, κυκλαμίνου ἡ ῥίζα· καὶ γὰρ ἐκκαθαίρει τὸ σπλάγχνον καὶ τὴν ἐν ὅλῳ τῷ σώματι χολὴν ἐκκρίνει δι’ ἱδρώτων· χρὴ δ’ εἶναι τὸ

4

.

98

.

5

πινόμενον ἄχρι 𐅻 γ μετὰ γλυκέος ἢ μελικράτου. χρὴ δὲ καὶ συνεργεῖν

4

.

98

.

6

τοῖς ἱδρῶσιν. —Ἄλλο· ἐρεβίνθων ξέστης εἷς, ἀδιάντου δέσμιον χειρο‐ πληθές, ἀσπαράγων ἑλείων τῶν ῥιζῶν χειροπληθές, ὕδατος κοτύλη· καὶ καθεψήσας καὶ διυλίσας τὸ ὑγρὸν δίδου πυρέττουσι δι’ ὕδατος,

4

.

98

.

7

ἀπυρέτοις 〈δὲ〉 δι’ οἴνου. καὶ τῶν ἀπὸ τῶν πετρῶν δ’ ἢ κεραμίδων

4

.

98

.

8

πότιζε λειχῆνας δι’ ὑδρομέλιτος. πρασίου χυλὸν διὰ ῥινῶν ἴκτερον

4

.

98

.

9

καθαίρει, ἐλατήριον ὁμοίως ἐγχεόμενον ταῖς ῥισὶ μετὰ γάλακτος. ὅταν δὲ τὸ μὲν ἄλλο σῶμα κατὰ φύσιν ἔχῃ, οἱ δ’ ὀφθαλμοὶ μένωσιν ὠχροί, δίδου ἐν βαλανείῳ ὄξους δριμυτάτου κοχλιάριον διὰ τῶν μυκτήρων
ἀνέλκειν· ἀπορρεῖ γὰρ χολῶδες πολύ· ἢ μελάνθιον ἐν ὄξει δριμεῖ δια‐479
5βρέχων πρὸ μιᾶς, εἶτα τῇ ὑστεραίᾳ σὺν ὄξει πάλιν λειῶν καὶ ἐγχέων εἰς τὴν ῥῖνα διὰ τῶν μυκτήρων ποίει ἀναρροφήν· ἐνίοτε δ’ ἐν ἐλαίῳ

4

.

98

.

10

παλαιῷ λειῶν τὸ μελάνθιον. —Ἄλλο πάνυ πεπειραμένον· ῥαφάνων χλωρῶν σὺν τοῖς φύλλοις τὸν χυλὸν λαβὼν δίδου κύαθον ἕνα ἢ δύο νήστει ἐν λουτρῷ, εἰς τὴν θερμὴν ἐμβαίνειν μέλλοντι, καὶ ὄψει τὴν

4

.

98

.

11

χολὴν προχεομένην. —Ἄλλο πολλὴν δεδωκὸς πεῖραν· ἀφρονίτρου 𐅻 β βρέχων ἐν οἴνῳ Ἀμιναίῳ 𐆂υ β, καὶ ἐξαιθριάσας ὅλην τὴν νύκτα δὸς νήστει πιεῖν ἐφ’ ἡμέρας τρεῖς ἢ τέσσαρας.

4

.

99

t

Περὶ τῶν τοῦ σπληνὸς παθῶν.

4

.

99

.

1

Φλεγμήνας ὁ σπλὴν τάχιστα σκιρροῦται, τοῦ ἐν ταῖς φλεψὶν αἵματος σφηνωθέντος διὰ παχύτητα· χρεία τοίνυν λεπτυνόντων φαρμάκων [ὧν] ἄνευ τοῦ σαφῶς θερμαίνειν, ἐν οἷς βραχύ τι παραπλέκειν δεῖ τῶν στυφόντων, ἵνα τονούμενον τὸ μόριον σῴζῃ τὴν οἰκείαν ἐνέργειαν·
5τοιοῦτον δ’ ἐστὶν αὐτοφυῶς ἁλὸς ἄνθος ἰώμενον σκίρρους σπληνῶν

4

.

99

.

2

ἐπιτιθέμενον ἐν κύστει. χρηστέον δ’ ἐπ’ αὐτοῦ καὶ τοῖς ἰσχυροτέροις

4

.

99

.

3

φαρμάκοις· ἀνέχεται γὰρ αὐτῶν ἀλύπως. καππάρεως τῆς ῥίζης ὁ φλοιὸς οὐδενὸς ἔλαττον ὠφελεῖ σκιρρουμένους σπλῆνας ἔξωθέν τε ἐπιτιθέμενος καὶ πινόμενος ἐν ὄξει ἢ ὀξυμέλιτι λεῖος, ξηρὸς κοπτό‐ μενος (κενοῖ γὰρ οὕτω ποθεὶς παχεῖς καὶ γλίσχρους χυμούς, ἔσθ’
5ὅτε δὲ καὶ αἱματώδεις οὐ δι’ οὔρων μόνον, ἀλλὰ καὶ διὰ γαστρός), καὶ τοῦ μικροῦ κενταυρίου ὁ χυλὸς ἔξωθέν τε ἐπιτιθέμενος καὶ πινό‐ μενος, κυκλάμινος καὶ πρόσφατος ἐπιπλαττομένη καὶ ξηρά, λευκοΐων αἱ ῥίζαι μετ’ ὄξους, ἄκορον, ἀμμωνιακόν, κόπρος αἰγεία καταπλαττο‐ μένη δι’ ὀξυκράτου μετὰ κριθίνων ἀλεύρων, ἀμπέλου λευκῆς ἡ ῥίζα
10πινομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη μετὰ σύκων, πικρῶν θέρμων ἀφέ‐ ψημα μετὰ πηγάνου καὶ πεπέρεως πινόμενον, τὸ δ’ ἄλευρον αὐτῶν

4

.

99

.

4

καταπλαττόμενον. σιδήρου διαπύρου πολλάκις ἐναποσβεσθέντος ὕδατι, πυρέσσουσι μὲν καθ’ αὑτὸ δίδου πίνειν τὸ ὕδωρ, ἀπυρέτοις δὲ μετ’

4

.

99

.

5

οἴνου. κατάπλασσε δὲ τέφρᾳ ἐκ χαλκείου μετ’ ὄξους [δριμέος ἐπι‐ τίθει] ἢ καππάρει ἐν ὄξει βεβρεγμένῃ λείᾳ ἀνειλημμένῃ κηρωτῇ κυπρίνῃ,

4

.

99

.

6

ἢ τρύγα ὄξους δριμέος ἐπιτίθει. —Κατάπλασμα· τήλεως 𐆄 δ, κρι‐ θίνων ἀλεύρων 𐆄 γ, καρδαμώμου σπέρματος 𐆄 α, σύκων λιπαρῶν 𐆃 α,

4

.

99

.

7

περιστερεῶνος βοτάνης 𐆄 α. ἀποβρέξας τὰ σῦκα ὄξει δριμυτάτῳ καὶ
εὐτόνως κόψας ἐν ὅλμῳ ἐπίβαλλε τὰ λοιπὰ καὶ ἑνώσας χρῶ.480

4

.

100

t

Περὶ τῶν ἐν νεφροῖς καὶ κύστει παθῶν καὶ πρὸς λιθιῶντας.

4

.

100

.

1

Τὸ ὀρῶδες περίττωμα τὸ λεπτὸν τὸ τῷ αἵματι κατὰ τὰς φλέβας

4

.

100

.

2

ἀναμεμιγμένον ἕλκειν εἰς αὑτοὺς οἱ νεφροὶ πεφύκασιν. ἐπειδὰν οὖν οἱ πόροι, δι’ ὧν ἕλκεται τοῦτο, πλέον τοῦ προσήκοντος εὐρυνθῶσι, συνδιηθεῖσθαί τι τῷ λεπτῷ καὶ τῆς παχυτέρας ὕλης εἰκός, εἶτ’ ἐὰν τύχωσι πυρωδεστέρας τε καὶ δριμυτέρας οἱ νεφροὶ κράσεως, ἀναγκαῖόν
5ἐστι τὴν παχυτέραν ὕλην θερμαινομένην τε καὶ ξηραινομένην εἰς ἰδέαν

4

.

100

.

3

ψάμμων τε καὶ πωροειδῶν λίθων συνίστασθαι. τοῖς θρύπτουσιν οὖν καὶ τέμνουσι χρῆσθαι δεῖ φαρμάκοις ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς (ἡ γὰρ πλείων θερμότης συνίστησι μᾶλλον ξηραίνουσα)· τοιαῦτα δ’ ἐστὶν αἵ τε τῶν βασιλικῶν ἀσπαράγων ῥίζαι καὶ τοῦ βάτου καὶ ὕαλος
5ἡ κεκαυμένη ἀγρώστεώς τε ἡ ῥίζα καὶ ἀδίαντον καὶ τὸ βδέλλιον καὶ δάφνης τῆς ῥίζης ὁ φλοιὸς καὶ ἀλθαίας τὸ σπέρμα καὶ ἐρεβίνθων οἱ κριοί, καὶ μάλιστα οἱ μέλανες, κεράσου τε τοῦ δένδρου καὶ κοκκυ‐ μηλέας τὸ κόμμι καὶ κυπέρου ἡ ῥίζα καὶ παλιούρου ὁ καρπὸς καὶ τριβόλου οἵ τε ἀπὸ τῶν σπόγγων λίθοι καὶ τὸ διὰ τῆς σκίλλης

4

.

100

.

4

ὄξος. μαλάχης ἀγρίας ῥίζαν καὶ πηγάνου ἀγρίου ῥίζαν 〈καὶ〉 σελίνου

4

.

100

.

5

ἕψε μετ’ οἴνου. τὸ ὑγρὸν ἐκθλίψας δίδου κυάθους β καὶ ὕδατος τὸ

4

.

100

.

6

ἴσον. οἱ μὲν οὖν ἐν τοῖς νεφροῖς λίθοι συνίστασθαι πεφύκασιν ἐπὶ τῶν

4

.

100

.

7

παρακμαζόντων, οἱ δ’ ἐν ταῖς κύστεσιν ἐπὶ τῶν παίδων. —Ἄλλο κατάπλαστον πρὸς λιθιῶντας· βαλσάμου καρποῦ, λίθου τοῦ ἐν τοῖς σπόγγοις, γλήχωνος ξηρᾶς, μαλάχης ἀγρίας τοῦ σπέρματος ξηροῦ ἴσα κόψας σήσας δίδου κοχλιάριον μετ’ οἴνου κεκραμένου κυάθους β.

4

.

100

.

8

ἡ κατὰ νεφροὺς φλεγμονὴ καὶ κύστιν ἐξαίρετον ἔχει τὴν θερα‐

4

.

100

.

9

πείαν· τὸ γὰρ ὀρῶδες περίττωμα δι’ αὐτῶν ἐκκαθαίρεται, διόπερ εἰ μὲν εἴη δριμὺ καὶ χολῶδες τοῦτο κατὰ πᾶν τὸ σῶμα, τῶν διουρητι‐ κῶν οὐδενὶ χρῆσθαι προσήκει (βλάψει γὰρ τὰ τοιαῦτα τοὺς δακνώδεις ἐπάγοντα χυμοὺς τοῖς φλεγμαίνουσι μορίοις)· εἰ δὲ μηδὲν τοιοῦτον εἴη
5μηδὲ κακόχυμον ὑπάρχοι τὸ σῶμα πᾶν, τοῦ μελικράτου διδόναι πίνειν ὑδαρεστέρου· λύει γὰρ τὰς φλεγμονὰς ἀδήκτως κενοῦν τοὺς ἐσφηνω‐

4

.

100

.

10

μένους χυμούς· καὶ γὰρ τέμνει καὶ λεπτύνει καὶ ἀραιοῖ. τὰ δ’ ἐπὶ μέλιτος εἰρημένα παραδείγματος ἕνεκα δυνατὸν ἔσται σοι μεταφέρειν

4

.

100

.

11

ἐπὶ πάντα τὰ λεπτύνοντα καὶ τέμνοντα χωρὶς δήξεως. ὥσπερ δὲ πᾶσι τοῖς μορίοις φλεγμαίνουσιν, οὕτω καὶ τούτοις ἄμεινον ἦν ἡσυχάζειν· ἐπεὶ δ’ ἀδύνατον οὐρητικοῖς οὖσιν αὐτοῖς ὀργάνοις, ὀλίγιστον διδόναι

4

.

100

.

12

δεῖ τὸ ποτόν, ὅπως ὡς δυνατὸν πλείονα χρόνον ἡσυχάζῃ. σκεπτέον δὲ μή ποτε τὸ πᾶν σῶμα μεστὸν 〈ᾖ〉 δριμέων περιττωμάτων· τούτου
γὰρ τυγχάνοντος, κἂν ἐπὶ τὴν κύστιν καὶ τοὺς νεφροὺς ὑγρὰ φέρηται, μᾶλλον ἀνιάσει· πλέον δὲ διδόντων τὸ ποτόν, ἧττον, ἀμβλυνομένης481
5ὑπ’ αὐτοῦ τῆς δριμύτητος, καὶ μάλιστα μιγνύντων ἡμῶν τῶν τὰς δήξεις

4

.

100

.

13

ἀμβλυνόντων. ἐν δὲ τῷ καιρῷ τῶν φλεγμονῶν καταπλάσματά τε καὶ φάρμακα προσάγειν χρὴ καὶ αἰονήσεις δι’ ἐλαίου τε καὶ τῶν ἄλλων

4

.

100

.

14

ὅσα φλεγμονὴν λύει. —Πρὸς φλεγμονώδη διάθεσιν τῶν νεφρῶν

4

.

100

.

15

καὶ τῆς κύστεως· λινοσπέρμου 𐅻 β, ἀμύλου 𐅻 α. δίδου ἐν ὕδατι

4

.

100

.

16

κοχλιάριον σύμμετρον πιεῖν. ἀλγήματα περὶ λαγόνας καὶ ἐκ διαλειμ‐ μάτων ἀνώμαλοι φρῖκαι πυρετοί τε ἐπὶ τούτοις ἄτακτοι σημαίνουσιν ἐν νεφροῖς ἀπόστασιν, ἧς πεφθείσης πύον δι’ οὔρων ἐκκριθὲν ἕλκος ἀποτελεῖ ταχείας χρῇζον τῆς βοηθείας· εἰ γὰρ μὴ εὐθὺς ἀπουλωθείη,

4

.

100

.

17

δύσκολον τὴν ἴασιν ἔχει. διορίζειν δὲ τῶν ἐν νεφροῖς ἑλκῶν τὰ κατὰ τὴν κύστιν ἔκ τε τῆς θέσεως καὶ τῆς ἐνεργείας καὶ τῆς ἰδιότητος αὐτῶν τῆς οὐσίας καὶ τῆς δυνάμεως· ἐκ μὲν τῆς θέσεως, κύστεως μὲν πασχούσης εἰς κτένα καὶ ὑπογάστριον αἴσθησις γίνεται τῆς ὀδύνης,
5νεφρῶν δὲ κατὰ τὰς ψόας ὀπίσω· ἐκ δὲ τῆς ἐνεργείας, κύστεως μὲν τὴν αἰτίαν ἐχούσης δυσουρία καὶ στραγγουρία διοχλεῖ, ἀκώλυτοι δ’ εἰσὶν αἱ οὐρήσεις τῶν νεφρῶν πεπονθότων· ἐκ δὲ τῆς τοῦ σώματος ἰδιότητος σάρκες μὲν ἰνώδεις ἐκ νεφρῶν διαχωροῦσι, λεπίδες δ’ ὑμε‐ νώδεις τῆς κύστεως ἡλκωμένης· ἐκ δὲ τῆς δυνάμεως, κύστεως μὲν
10ἰσχυρῶς ἀλγούσης ἐπὶ ταῖς ἑλκώσεσι, νεφρῶν δ’ ἀμυδρῶς, καὶ ὥσπερ

4

.

100

.

18

ἐγκειμένου ταῖς ψόαις βάρους αἴσθησιν ἐχόντων. καὶ ἐν τοῖς οὐρητι‐ κοῖς δὲ πόροις συνίσταταί ποτε ἕλκος, καὶ πύον οὐρεῖται καὶ αἷμα·

4

.

100

.

19

κεῖνται δ’ οὗτοι μεταξὺ νεφρῶν τε καὶ κύστεως. αἰδοίου δ’ ἑλκωθέντος,

4

.

100

.

20

πύον καὶ αἷμα διαχωρεῖ καὶ χωρὶς οὔρων. —Πρὸς τὰ ἐν νεφροῖς καὶ κύστει ἀποστήματα· λινοσπέρμου, σικύου σπέρματος, μήκωνος

4

.

100

.

21

λευκοῦ σπέρματος, τραγακάνθης ἀνὰ 𐅻 β, ἀμύλου 𐅻 δ. τροχίσκους

4

.

100

.

22

ἀνάπλαττε καὶ δίδου. —Πρὸς τὰ ἐν κύστει ἕλκη μετὰ φλεγ‐ μονῆς· στροβίλια κ, σικύου ἡμέρου σπέρματος κόκκους μ, ἀμύλου, νάρ‐

4

.

100

.

23

δου ἀνὰ 𐅻 α, σελίνου σπέρματος 𐅻 ε. ἐν ὕδατος ξ̸ ἕψεται ἡ νάρδος καὶ τὸ σέλινον, εἶτα τοῦ ἀφεψήματος μίγνυται τοῖς προγεγραμμένοις

4

.

100

.

24

κύαθοι β. —Ἀντίδοτος πρὸς πυορροοῦντας· ἀμυγδάλων πικρῶν 𐅻 β, σικύου σπέρματος 𐅻 δ, μήκωνος λευκῆς σπέρματος 𐅻 δ, τραγα‐ κάνθης 𐅻 β, μαλάχης σπέρματος 𐅻 β, μύρτων μελαινῶν 𐅻 β, ἀμώμου 𐅻 δ, στροβίλων 𐅻 δ, ὠῶν λεκίθων ὀπτῶν β, μέλιτος ξ̸ α. ἡ δόσις

4

.

100

.

25

κοχλιαρίου τὸ 𐅶 μετὰ συγκεραστοῦ. —Πρὸς τοὺς αἱμορραγοῦν‐ τας ἀπὸ κύστεως· σχιστῆς 𐅻 α, τραγακάνθης 𐅻 β, κόμμεως ὀβολὸς

4

.

100

.

26

εἷς. ἐν γλυκεῖ δίδου.482

4

.

101

t

Πρὸς τὰς τοῦ αἰδοίου καὶ τῆς ἕδρας καὶ τῆς μήτρας καὶ τῆς κύστεως ἑλκώσεις.

4

.

101

.

1

Τὰ δ’ ἐν αἰδοίοις ἕλκη 〈καὶ τὰ〉 κατὰ τὴν ἕδραν χωρὶς φλεγμο‐ νῆς ὄντα ξηραινόντων πάνυ δεῖται φαρμάκων, οἷά ἐστι τό τε διὰ τοῦ κεκαυμένου χάρτου, ἄνηθον κεκαυμένον καὶ ξηρὰ κολοκύντη κεκαυμένη.

4

.

101

.

2

τοῖς δ’ ἀνίκμοις καὶ προσφάτοις τῶν ἑλκῶν καὶ ἡ ἀλόη φάρμακον

4

.

101

.

3

ἀγαθὸν ἐπιπαττομένη ξηρὰ χνοώδης. πάντων δ’ αὐτῶν ἀνωδυνώτατόν τε καὶ οὐδενὸς ἧττον δραστήριον ὁ πομφόλυξ ἐστίν· εἰ δ’ ὑγρότερα

4

.

101

.

4

τύχῃ τὰ ἕλκη, πίτυος φλοιὸς καθ’ ἑαυτὸν καὶ λίθος αἱματίτης· εἰ δὲ

4

.

101

.

5

καὶ βάθος αὐτοῖς τι συνῇ, τοῖς εἰρημένοις μάννης μικτέον. αἱ δὲ κατὰ τὴν μήτραν ἢ κύστιν ἑλκώσεις, τῶν αὐτῶν δεόμεναι φαρμάκων, ὀργά‐ νων χρῄζουσι τῶν εἴσω παραπεμψόντων αὐτά· διὸ τῶν τηκτῶν καλου‐ μένων φαρμάκων ἐπιτηδειότερα τὰ ξηρά, οἷός ἐστι κρόκος καὶ πομ‐
5φόλυξ καὶ ἀλόη μιγνύμενα ῥοδίνῳ, εἴτε ἀρνογλώσσου εἴτε ἑτέρου τοι‐ ούτου χυλῷ.

4

.

102

t

Πρὸς τὰς τοῦ ὀσχέου καὶ τοῦ αἰδοίου διαθέσεις.

4

.

102

.

1

Πρὸς τοὺς 〈τοῦ〉 ὀσχέου καὶ τοῦ αἰδοίου πόνους βουτύρῳ καὶ ῥητίνῃ ἴσοις χρῶ· ἢ λινόσπερμον μεθ’ ὕδατος ἑψήσας καὶ μίξας σμύρ‐

4

.

102

.

2

νης ὅσον δέκατον μέρος καὶ ῥητίνης τὸ ἴσον κατάπλασσε. πρὸς δὲ τὸ αἰδοῖον οἰδοῦν ἀμπέλου φύλλα τριάκοντα, λιβανωτοῦ 𐅻 α, ψιμυθίου

4

.

102

.

3

𐅻 ε τρίψας κατάπλασσε. χρῶ δὲ καὶ καταντλήσει θαλάσσῃ ψυχρᾷ καὶ

4

.

102

.

4

ἀναπαύσει καὶ ἀναδέσει τοῦ καυλοῦ. ἐὰν δ’ ἀφ’ ἱδρώτων ἕλκη ἐν

4

.

102

.

5

ὀσχέῳ γένηται, κηκῖδα λείαν ἢ στυπτηρίαν ἐπίπασσε. πρὸς δὲ τὰ ἐν αἰδοίοις φυόμενα θύμια ἐλατήριον ἐπίπασσε, ἀπίου σπέρματα τρίψας ἐπιτίθει ἢ μαινίδων 〈κε〉 κεφαλὰς τρίψας ἐπίπασσε καὶ τραγείᾳ χολῇ

4

.

102

.

6

περίχριε. ῥαγάδας δὲ τὰς ἐν αἰδοίοις ὠφελεῖ ῥητίνη φρυκτὴ σὺν ῥοδίνῳ τριβεῖσα, 〈ἄχρις οὗ γλοιωθῇ, μιγνυμένης καὶ ὠοῦ λεκίθου ὀπτῆς, κισ‐ σοῦ φύλλων ξηρῶν κεκαυμένων ἡ τέφρα τριβεῖσα〉 σὺν ἐλαίῳ ἐν θυΐᾳ μολυβδίνῃ.

4

.

103

t

Πρὸς τὰς τῶν διδύμων φλεγμονάς.

4

.

103

.

1

Σταφίδας ἐκγιγαρτισμένας καὶ κύμινον τρίψας ἐπιτίθει· ἢ ἄλευρον κρίθινον ἑψήσας ἐν μελικράτῳ ἢ ἀμπέλου φύλλα ἁπαλὰ μετ’ ἀλφίτου πάλης ἐπιτίθει, ἢ κύμινον τρίψας μετὰ βουτύρου καὶ ῥητίνης ἴσων

4

.

103

.

2

τακέντων. πρὸς δὲ τοὺς διδύμους ἀφθῶντας γῇ Κιμωλίᾳ μεθ’ ὕδατος
προκαταχρίσας ἔασον καταξηρανθῆναι, καὶ κατανίψας ὕδατι θερμῷ μυρ‐483

4

.

103

.

3

σίνην ξηρὰν λείαν καὶ σμυρνίου μικρὸν τρίψας κατάπλαττε. τὰς δ’ ἐκ‐ σαρκώσεις τὰς ἐπὶ τῶν διδύμων τέφρα κληματίνη σὺν νίτρῳ καὶ ὕδατι φυραθεῖσα ἰᾶται καταπλασσομένη.

4

.

104

t

Περὶ πριαπισμοῦ.

4

.

104

.

1

Ὁ πριαπισμός ἐστιν αὔξησις αἰδοίου μόνιμος εἰς μῆκός τε καὶ κύκλον ὀγκουμένου χωρὶς ὁρμῆς τῆς εἰς ἀφροδίσια· φυσῶδες δ’ ἐστὶ πνεῦμα δηλονότι τὸ ἐξογκοῦν τὸ μόριον τικτόμενον ἐξ ὑγρῶν

4

.

104

.

2

γλίσχρων καὶ παχέων ὑπὸ θερμότητος μετρίας. πρόδηλον οὖν ὡς οὐ δεῖ τὰ μόρια θερμαίνειν, ἀλλὰ ψύχειν ἐπιεικῶς τῇ ῥοδίνῃ κηρωτῇ [τῇ] μεθ’ ὕδατος ἀνακοπτομένῃ καὶ διὰ τοῦ χαμαιμήλου, τῷ τε αἰδοίῳ καὶ ταῖς ψόαις ἐπιτιθέντα· τὰ δ’ ἐν διαίτῃ καὶ φαρμάκοις προσάγειν τῆς
5λεπτυνούσης δυνάμεως ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς, προσάγειν δὲ καὶ τὰ φυσικῶς ἐνεργοῦντα διὰ τῆς πείρας εὑρημένα τήν τε νυμ‐ φαίαν πίνειν διδόναι καὶ τοῦ ἄγνου τὸ σπέρμα καὶ πήγανον χλωρὸν τοῖς ὄψοις μιγνύντα· τοῦτο δὲ κατ’ ἀρχὰς μὴ διδόναι (θερμαίνει γὰρ ἱκανῶς), ἀλλ’ ὕστερον μετὰ τὴν χρῆσιν τῶν ἄλλων λεπτυνόντων· κε‐
10νώσει δὲ χρώμενον δι’ ἐμέτων τοῦτο ποιεῖν· αἱ γὰρ διὰ τῆς κάτω γαστρὸς ῥευματίζουσι πολλάκις τὰ γειτνιῶντα μόρια.

4

.

105

t

Ὅσα τὰς εἰς συνουσίαν ὁρμὰς ἐπεγείρει καὶ ἐντάσεις ποιεῖ.

4

.

105

.

1

Ἀκαλήφης καρπός, βολβός, γογγυλίδος σπέρμα, δαύκου ἡ ῥίζα καὶ μετρίως τὸ σπέρμα, ἡδύοσμος, κόστος παρορμᾷ μετ’ οἰνομέλιτος, σατύριον, εὔζωμον, ἐρέβινθοι, κύαμοι, πολύποδες, κῶνος, ὁρμίνου σπέρμα,

4

.

105

.

2

ἄνησον, ἄρου ῥίζα ἑφθὴ ἐσθιομένη. τὰ περὶ τοὺς νεφροὺς τῶν σκίγ‐

4

.

105

.

3

κων ὡς ἐντατικὰ τῶν αἰδοίων πίνεται. πέρδικος ὠὰ εἰς συνουσίαν

4

.

105

.

4

διεγείρει. πράσου σπέρμα ἐν οἴνῳ ἀκράτῳ πινόμενον, ἀλώπεκος ὄρχεις ξηροὶ πινόμενοι πλῆθος κοχλιαρίου ἀβλαβῆ καὶ ἀδιάψευστον τὴν ἔν‐ τασιν ποιοῦνται.

4

.

106

t

Ὅσα ἐπέχει τὰς ἀφροδισίας ὁρμάς.

4

.

106

.

1

Ἄγνου τὸ σπέρμα πεφρυγμένον καὶ ἄφρυκτον, καὶ τὰ φύλλα δὲ καὶ τὰ ἄνθη τὰς ἀφροδισίας ὁρμὰς ἐπέχειν πεπίστευται, οὐκ ἐσθιόμενα

4

.

106

.

2

μόνον καὶ πινόμενα, ἀλλὰ καὶ ὑποστρωννύμενα. πήγανον ὁμοίως

4

.

106

3,4

ἐπέχει. τὸ τῶν φακῶν ἀφέψημα παύειν φασὶ τὰς ἐντάσεις. ἀνδράχνη

4

.

106

.

4

(2)

ἐσθιομένη, θρίδακος σπέρμα πινόμενον.484

4

.

107

t

Πρὸς γονόρροιαν καὶ τοὺς ὀνειρωγμούς.

4

.

107

.

1

Θρίδακος σπέρμα πινόμενον ἐπέχει γονορροίας· ὅθεν καὶ τοῖς

4

.

107

.

2

ὀνειρώττουσι δίδοται. οὕτω δὲ καὶ τῆς ἀγρίας καννάβεως ὁ καρπός, εἰ

4

.

107

.

3

πλείω ποθείη, ξηραίνει τὴν γονήν. μολύβδου πλάτυσμα ταῖς ψόαις

4

.

107

.

4

ὑποτιθέμενον τοὺς ὀνειρώττοντας ὀνίνησιν. νυμφαίας ἡ ῥίζα καὶ τὸ σπέρμα ἐπέχει σπέρμα κατὰ τοὺς ὀνειρωγμούς, καὶ ἄλλως ἀμετρώτερον φερόμενον ἐν οἴνῳ μέλανι αὐστηρῷ πινόμενον· ἀνήθου σπέρμα.

4

.

108

t

Πρὸς ἐνουροῦντας.

4

.

108

.

1

Κύστιν αἰγείαν ἢ προβάτου κεκαυμένην πότιζε δι’ ὀξυκράτου·

4

.

108

.

2

ἑσπέρας διψῶντας κοιμᾶσθαι. ποιεῖ δὲ καὶ ἀετοῦ ἐγκέφαλος, ὅσον ἐρέβινθος μετὰ χηνείου στέατος ἴσου, κόμμεως τοῦ αὐτοῦ, καταπινό‐

4

.

108

.

3

μενα ἢ συμφυραθέντα ἀλφίτῳ καὶ ἐσθιόμενα. λαγωοῦ ὄρχιν ἐπιζέσας

4

.

108

.

4

εἰς οἶνον εὐώδη δὸς πιεῖν, καὶ ἀπαλλάσσεται. καλαμίνθην καὶ σμύρναν

4

.

108

.

5

ἐν οἴνῳ δὸς πιεῖν πρὸ τοῦ δείπνου. καταχριέσθω δὲ καὶ τὸ αἰδοῖον κιμωλίᾳ μετὰ περδικίου χυλοῦ.

4

.

109

t

Πρὸς τὰς τῆς ὑστέρας διαθέσεις.

4

.

109

.

1

Πρὸς τοὺς τῆς ὑστέρας πνιγμοὺς ἁρμόζει πινόμενον ἀγαρικοῦ 𐅻 α ἐν οἴνῳ, ἀρνογλώσσου καρπὸς καὶ ὁ χυλὸς σὺν οἴνῳ, ὄνυξ ὁ ἐκ

4

.

109

.

2

κογχύλης πινόμενος, ὄξος σκιλλιτικὸν καταρροφούμενον. ὀσφραινόμενον δὲ διεγείρει τὰς πνιγομένας ἄσφαλτος, καστόριον, χαλβάνη, πίσσα ὑγρά, κεδρέα, ἐλλύχνια ἁπτόμενα καὶ ἀποσβεννύμενα, τρίχες καεῖσαι,

4

.

109

.

3

πήγανον, σίλφιον, κρόμμυον, σκόροδον. ὑποθυμιᾶται δὲ πρὸς τὰ αὐτὰ γαγάτης λίθος, ὄνυξ ὁ ἀπὸ τῶν πορφυρῶν, ἄσφαλτος, καστόριον,

4

.

109

.

4

χαλβάνη, σίλφιον, κέρας ἐλάφου. προστίθεται δὲ κατὰ τοῦ δακτυλίου πήγανον σὺν μέλιτι ἐρίῳ ἀναληφθέν.

4

.

110

t

Περὶ ἐμμήνων κινήσεως.

4

.

110

.

1

Προτρέψαι βουλόμενος τὰ καταμήνια, πρὸ ἡμερῶν τριῶν ἢ τεσσάρων τῆς προθεσμίας τῆς κινήσεως φλέβα τεμὼν ἢ ἀποσχάζων κένου τοῦ αἵματος βραχὺ θατέρου τῶν ποδῶν, καὶ μετὰ μίαν ἡμέραν ἀπὸ τοῦ ἑτέρου πάλιν κένωσον ὁμοίως, λεπτυνούσῃ διαίτῃ χρώμενος, νῦν τε

4

.

110

.

2

καὶ πρὸ πέντε ἢ ἓξ ἡμερῶν τῆς θεραπείας ἀρχόμενος. μετὰ δὲ τὴν ἀπὸ τοῦ σφυροῦ κένωσιν δίδου καστόριον μετὰ γλήχωνος ἢ καλαμίν‐

4

.

110

.

3

θης· κινεῖ γὰρ ἄκρως. προτρέπει δὲ καταμήνια καλῶς καὶ γλήχων καὶ
καλαμίνθη ἑψόμενα σὺν μελικράτῳ, καὶ ξηρὰ δὲ κοπέντα καὶ χνοώδη485

4

.

110

.

4

γενόμενα, τῷ μελικράτῳ καταπασσόμενα. προστιθεμένη δὲ καλαμίνθη

4

.

110

.

5

δραστικῶς ἐνεργεῖ. ταύτης δὲ τῆς πόσεως καιρός ἐστιν ἐπιτήδειος μετὰ

4

.

110

.

6

τὸ λουτρὸν ἀπομασσομέναις ἔτι. δραστικώτερα δὲ καὶ εὐτονώτερα τού‐

4

.

110

.

7

των ἐστὶ τό τε δίκταμνον καὶ τὸ βράθυ παραπλησίως διδόμενα. χρη‐ σίμως δὲ δίδοται κατὰ τὸν καιρὸν τοῦτον καὶ ἡ πικρά, τῆς μὲν ἀλόης

4

.

110

.

8

𐅻 ρ, τῶν δ’ ἄλλων ἀνὰ 𐅻 ϛ. κινεῖ καὶ ἀμπελόπρασον, ὅταν ὑπὸ ψυχροῦ καὶ παχέος ἴσχηται χυμοῦ, ἐρέβινθοι, θέρμων πικρῶν ἀφέψημα σὺν μυρσίνῃ καὶ μέλιτι προστιθέμενον καὶ τὸ ἄλευρον καταπλασσό‐

4

.

110

.

9

μενον, θύμα, καππάρεως τῆς ῥίζης ὁ φλοιός, κασία, ὅταν ὑπὸ πλήθους τε ἅμα καὶ πάχους τῶν περιττωμάτων ἐπέχηται, κενταυρίου τοῦ μεγά‐ λου ἡ ῥίζα, κενταυρίου μικροῦ ὁ χυλὸς προστιθέμενος, μάραθρον, μελάν‐

4

.

110

.

10

θιον, ὅταν διὰ γλισχρότητα καὶ πάχος χυμῶν ἐπέχηται, πετροσέλινον, πράσον, σέλινον, σκόροδον, σμύρνιον, στύραξ πινόμενος καὶ προστι‐

4

.

110

.

11

θέμενος, ῥάφανος ἐσθιομένη, ἀδίαντον, ἄμωμον. ἐγκαθίσματα δ’ ἄγει ἀφεψόμενα μεθ’ ὕδατος ἀκτῆς τὰ φύλλα, ἀρτεμισία, δίκταμνον, δάφνη,

4

.

110

.

12

κόνυζα. καταπλάσσεται δὲ πρὸς λόχια καὶ ἔμμηνα κινεῖ ἀρτεμισία

4

.

110

.

13

πολλὴ κατὰ τῶν ὑποχονδρίων. ἐπιτεταμένως δ’ ἄγει, ὥστε καὶ ἔμβρυα ἐκβάλλειν, αἴρινον ἄλευρον πράσου χυλῷ φυραθέν, κυκλαμίνου χυλὸς σὺν ἐλατηρίῳ καὶ αἰρίνῳ ἀλεύρῳ, μυελὸς ἐλάφειος, χαλβάνη, ἀμμω‐ νιακὸν καὶ ἔλαιον ἴσα· ὀποπάνακος ὀβολοῦ κολλύριον ποιήσας ὑπόθες.

4

.

110

.

14

ἀκίνδυνόν ἐστι καὶ πεπειραμένον· ἐκβάλλει δὲ μηνῶν τριῶν ἢ τεσσάρων.

4

.

110

.

15

Ἐκβόλια· βράθυ καὶ τὰ ζῶντα τῶν ἐμβρύων διαφθείρει καὶ τὰ

4

.

110

.

16

νεκρὰ ἐκβάλλει. καὶ τοῦ μεγάλου κενταυρίου ἡ ῥίζα τὰ αὐτὰ δρᾷ, καὶ καλαμίνθης ὁ χυλὸς πινόμενός τε καὶ προστιθέμενος, σμύρνα καὶ κεδρέα

4

.

110

.

17

προστιθεμένη· καὶ αὐτὸ δὲ τὸ κατὰ τὰς συνουσίας σπέρμα περιαλειφό‐ μενον τῷ αἰδοίῳ (καὶ διὰ τοῦτο ἀτόκιόν ἐστι φάρμακον) οὕτω χρω‐

4

.

110

.

18

μένοις οὐδενὸς δεύτερον. θέρμων πικρῶν τὸ ἀφέψημα σὺν μυρσίνῃ καὶ μέλιτι προστιθέμενον καὶ τὸ ἄλευρον αὐτῶν καταπλασσόμενον ἐκ‐

4

.

110

.

19

βάλλει. κενταυρίου τοῦ μικροῦ ὁ χυλὸς προστιθέμενος ἐκβάλλει, κυκλα‐ μίνου ὁ χυλὸς χριόμενος κατὰ τοῦ ὑπογαστρίου· καὶ γὰρ φθόριόν

4

.

110

.

20

ἐστιν ἰσχυρὸν ἐν πεσσῷ σὺν μέλιτι προστιθέμενον. ἐλατήριον τὰ κυού‐

4

.

110

.

21

μενα φθείρει προστιθέμενον. καστορίου μετὰ γλήχους ἢ καλαμίνθης

4

.

110

.

22

ἐπειράθην ἐκβαλόντος ἀεὶ χόρια κατεσχημένα. κράμβης χυλὸς μετ’
αἰρίνου ἀλεύρου προστιθέμενος.486

4

.

111

t

Περὶ ῥοῦ γυναικείου.

4

.

111

.

1

Οὐκ ἴδιον πάθος ἐστὶ τῆς μήτρας ὁ καλούμενος γυναικεῖος ῥοῦς,

4

.

111

.

2

ἀλλ’ ἐκ τοῦ παντὸς σώματος ἡ κένωσις δι’ αὐτῆς γίνεται. συμβαίνει δὲ τοῦτο ἐπὶ τῶν ἁπαλοσάρκων καὶ φλεγματωδεστέρων ὡς ἐπὶ πολύ.

4

.

111

.

3

κενοῦται δὲ λευκὸν ἀπὸ φλέγματος, ὠχρὸν δ’ ἐνίοτε τῆς πικρᾶς χολῆς

4

.

111

.

4

πλεοναζούσης, καὶ ὑδατῶδες ἐνίοτε. διὸ καὶ πολλάκις ἤρκεσεν εἰς ἴασιν

4

.

111

.

5

ἡ ἐκ τοῦ παντὸς σώματος κένωσις τοῦ πλεονάζοντος χυμοῦ. σκοπὸς δ’ ἐστὶ τῆς ὅλης θεραπείας ξηραίνειν ἄνευ τοῦ σφοδρῶς θερμαίνειν τό τε σύμπαν σῶμα καὶ τὰ περὶ τὴν μήτραν χωρία· διὸ καὶ χρήσαιτο

4

.

111

.

6

ἄν τις ἐκ διαλειμμάτων ἐπ’ αὐτῶν τοῖς στύφουσιν. ἐκκαθαίρειν οὖν τὸ σῶμα προσήκει διά τε γαστρὸς καὶ οὔρων καὶ διαφορεῖν ἀραιοῦντα διὰ τοῦ δέρματος ἀνατρίβοντά τε τὴν πᾶσαν ἐπιφάνειαν καὶ χρίοντα

4

.

111

.

7

τοῖς ἐπιτηδείοις. ποιεῖ δὲ καὶ πρὸς ῥοῦν ἀνδράχνη αὐτή τε ἐσθιομένη καὶ ὁ χυλὸς αὐτῆς πινόμενος, βάτου καρπὸς καὶ τὸ ἄνθος, δρυὸς τὸ ὑπὸ τῷ φλοιῷ τοῦ πρέμνου ὑμενῶδες καὶ τὸ ὑπὸ τῷ κελύφει τῆς βαλάνου· μάλιστα δ’ ἕψοντες αὐτοῖς χρῶνται· τὰ δὲ τοῦ φηγοῦ καὶ

4

.

111

.

8

πρίνου δραστικώτερα. ἵππουρις, καὶ μάλιστα τὸν ἐρυθρόν, ὠφελεῖ πινο‐

4

.

111

.

9

μένη δι’ ὕδατος ἢ οἴνου. ὁλοσχοίνου ὁ καρπὸς φρυγεὶς πινόμενος

4

.

111

.

10

μετ’ οἴνου τὸν ἐρυθρὸν ἐπέχει. Σάμιος ἀστήρ, Λημνία σφραγίς, σχίνου τῆς ῥίζης ἀφέψημα, ἐλάφου κέρας κεκαυμένον σὺν ὀξυκράτῳ, μήκωνος μελαίνης σπέρμα σὺν οἴνῳ, ῥόδων ἄνθος σὺν ὀξυκράτῳ, σπύραθοι αἰγὸς σὺν λιβανωτῷ προστιθέμεναι (δεῖ δ’ ἐνειλεῖν ἐν ἐρίοις αὐτάς), λύκιον
5σὺν γάλακτι προστιθέμενον, καὶ κηκῖδος τὸ ἐντὸς μετὰ λιβάνου καὶ

4

.

111

.

11

ὕδατος ὁμοίως. καὶ εἰς ἐγκαθίσματα δὲ καὶ εἰς ἐπιθέματα κατὰ τοῦ ὑπογαστρίου προχωρεῖ τὰ στύφοντα.

4

.

112

t

Πρὸς φλεγμονὰς ὑστέρας καὶ ἀλγήματα καὶ ἑλκώσεις καὶ ὀδαξησμοὺς καὶ κνησμοὺς κόλπων καὶ προπτώσεις καὶ ὅσα περὶ τὰς συλλήψεις καὶ τὰ ἔμβρυα.

4

.

112

.

1

Πρὸς φλεγμονὰς ὑστέρας καὶ ἀλγήματα ἀφεψόμενα εἰς ἐγκαθί‐ σματα ὠφελοῦσιν ἀρτεμισίαι ἀμφότεραι, δάφνη, ἶρις, κασία, κενταυρίου μεγάλου ῥίζα, λευκοΐων ἄνθη ξηρά, μάλιστα ἐπὶ τῶν χρονίων, μαλάχη, μελίλωτον, κρίνων ἄνθη, σῦκα ξηρὰ μετὰ τήλεως ἢ πτισάνης, τῆλις,

4

.

112

.

2

λινόσπερμον. ὑποθυμιώμενα δ’ ὠφελεῖ ἄγνου σπέρμα, κασία, βδέλλιον,

4

.

112

.

3

λάδανον, σμύρνα. προστιθέμενα δ’ ὠφελεῖ ἀλθαίας ῥίζα ἑφθὴ ἐν μελι‐ κράτῳ, μαλαχθεῖσα στέατι χοιρείῳ νεαρῷ, καὶ τερεβινθίνη, τήλεως χυλὸς μιγεὶς στέατι χοιρείῳ ἢ βουτύρῳ προσφάτῳ, κρίνου ῥίζα ὀπτὴ σὺν ῥοδίνῳ καὶ τὰ ἄνθη σὺν κηρωτῇ καὶ μυελῷ καὶ στέατι, ὕσσωπον487

4

.

112

.

4

σὺν βουτύρῳ καὶ μελικράτῳ. —Πρὸς τὰς ἑλκώσεις τῆς μήτρας ἁρμόζει ἀμόργη περιχριομένη ἑφθὴ μετὰ κηρωτῆς ἢ λύκιον ὁμοίως ἢ χυλὸς

4

.

112

.

5

ἀκακίας. —Ὀδαξησμοὺς δὲ μήτρας παύει καὶ κνησμοὺς κόλπων ἀν‐ δράχνης χυλὸς ἐγχυματιζόμενος, λινόσπερμον ἑφθὸν ἐν μελικράτῳ,

4

.

112

.

6

τῆλις ὁμοίως, τραγάκανθα σὺν ὕδατι. —Τὰς δὲ τῆς μήτρας προπτώ‐ σεις στέλλει ἀκακίας χύλισμα ἢ βάτου χυλὸς ἢ σχίνου ἢ ῥοὸς ἐρυθροῦ χυλὸς διαχριόμενος, ἴου φύλλα καταπλασσόμενα, ἀριστολοχία λεία ἐν πεσσῷ μετά τινος τῶν στυφόντων καὶ τὸ ἀπόζεμα αὐτῆς εἰς ἐγκάθισμα
5καὶ ὑπατμισμόν, ἢ κηκῖδος ἀφέψημα ἢ σιδίων ἢ σχίνου εἰς ἐγκάθισμα.

4

.

112

.

7

—Πρὸς δὲ τὰς συλλήψεις συνεργεῖ σταφυλίνου καρπὸς πινόμενος καὶ

4

.

112

.

8

ἡ ῥίζα ἐσθιομένη. προστιθέμενα δὲ συνεργεῖ ἄμι μετὰ μυελοῦ πρὸ τῆς συνόδου, λαγωοῦ πυτία σὺν βουτύρῳ, ἀλώπεκος ἀφόδευμα μετὰ ῥοδί‐

4

.

112

.

9

νου πεσσῷ προστιθέμενον· καὶ ὑποχριομένη δὲ συγγινέσθω. ἀρτεμισίαν

4

.

112

.

10

λείαν πρόσθες, καὶ συλλήψεται. χηνὸς στέαρ καὶ ῥητίνην τερεβινθίνην διαχριέσθω ἐφ’ ἡμέρας δύο, τῇ δὲ τρίτῃ συγγινέσθω, καὶ συλλήψεται

4

.

112

.

11

ἄρρεν. λινοζώστεως σπέρμα ἢ χυλὸς ἀντὶ πεσσοῦ, καὶ τῆς μὲν ἄρρενος τὸ σπέρμα μετὰ τὴν σύλληψιν εὐθὺς προστιθέμενον ἀρρενοτοκεῖν φασι

4

.

112

.

12

παρασκευάζειν, τῆς δὲ θηλείας λινοζώστεως θηλυτοκεῖν. φυλάσσειν δ’ ἱστορεῖται τὸ συλληφθὲν καὶ πηγνύμενον προστεθεὶς ὁ ἐν τῇ Σαμίᾳ γῇ

4

.

112

.

13

εὑρισκόμενος λίθος, ἀετίτης λίθος περιαπτόμενος, μαλάχης ἀγρίας ῥίζα

4

.

112

.

14

ὁμοίως. τηρεῖ δὲ καὶ ἡ σιδηρῖτις βοτάνη τὰ ἔμβρυα περιαπτομένη.

4

.

113

t

Πρὸς δυστοκίαν.

4

.

113

.

1

Λίθον ἴασπιν τῷ μηρῷ περιάπτειν δεῖ, ἢ κυκλαμίνου ῥίζαν ξηρὰν

4

.

113

.

2

ὁμοίως. ἀδίαντον λεῖον μετ’ οἴνου καὶ ἐλαίου πινόμενον ὠφελεῖ, καὶ

4

.

113

.

3

πταρμικοῦ προσαγωγὴ τοῖς ῥώθωσιν. δίκταμνον δι’ οἴνου ἢ ὕδατος πότιζε, ἢ βόλβους πικροὺς τρίψας διὰ γλυκέος, ἢ ὕειον γάλα ἐν μελι‐

4

.

113

.

4

κράτῳ πινέτω. γλήχωνος εἰς ὕδωρ δεσμίδιον βαλὼν ποίει περικαθίσαι τὴν γυναῖκα.

4

.

114

t

Πρὸς ἀσυλληψίαν.

4

.

114

.

1

Πρὸς δὲ τὸ μὴ συλλαβεῖν ποιεῖ πτέρεως ῥίζα μετὰ γλυκέος πινο‐
μένη, καὶ θηλυπτέρεως ὁμοίως, ἰτέας ἄνθη καὶ τὰ φύλλα, κράμβης ἄνθη μετ’ οἴνου, μετὰ σύλληψιν· προστίθεται δὲ πρὸς τὸ μὴ συλλαμ‐ βάνειν πρὸ τῆς συνόδου ἡδύοσμον λεῖον, καὶ τὸ αἰδοῖον δὲ τοῦ ἀνδρὸς488

4

.

114

.

2

τῷ χυλῷ περιχρισθέν. κράμβης ἄνθος λεῖον ἐν πεσσῷ μετὰ τὴν σύλ‐ ληψιν οὐκ ἐᾷ πήγνυσθαι· πελεκίνου σπέρμα πρὸ τῆς συνουσίας ἐγ‐ κλυζέσθω.

4

.

115

t

Πρὸς κοιλίαν κατερρωγυῖαν καὶ μαστοὺς καὶ μηροὺς καὶ ἰσχία καὶ ἐξόμφαλα.

4

.

115

.

1

Κοχλίον θαλάσσιον τὸν ὑπόμακρον καύσας καὶ λειώσας πρόσβαλλε

4

.

115

.

2

ὠοῦ τὸ λευκὸν ἢ ὄνειον γάλα 〈καὶ〉 κατάχριε. —Ἄλλο· διαφανὲς κόψας καὶ τρίψας δι’ ὄξους, ὅταν εἰς βαλανεῖον εἰσέρχηται, κατάχριε

4

.

115

.

3

πρὶν ἀλείψασθαι ἐφ’ ἡμέρας κ, καὶ θεραπεύσεται. —Πρὸς δὲ τὸ κοι‐ λίαν ἢ ὑποχόνδριον μὴ ῥυτιδοῦσθαι ἐν τοκετῷ κιμωλίας καὶ μάννης ἑκάστου ἴσον ἀναλάμβανε ὠοῦ τῷ λευκῷ καὶ κατάχριε μετὰ κηρωτῆς

4

.

115

.

4

κυπρίνης. —Πρὸς τὰ ἐν τοῖς ἰσχίοις ἐμφυσήματα· ἄρτου τὸ

4

.

115

.

5

ἐντὸς καὶ μελαντηρίαν συμφύρας ἐπιτίθει· τοῦτο καθίστησιν. —Πρὸς ἐξόμφαλα· κηκίδια καύσας τρῖψον μεθ’ ὕδατος καὶ κατάπλασσε. —

4

.

115

.

6

Ὀμφαλὸν ἐκ τοκετοῦ μέγαν καὶ καλὸν ποιῆσαι· λαβὼν βύσμα ἀπὸ ληκύθου βίβλινον περιείλησον ὀθονίῳ, εἶτα μάνναν ὠοῦ τῷ λευκῷ ἀναλαβὼν κατάχρισον καὶ ἔνθες τὸν ὀμφαλὸν καὶ ἐπίδει προστυπῶν.

4

.

116

t

Περὶ ποδάγρας καὶ ἀρθρίτιδος καὶ ἰσχιάδος.

4

.

116

.

1

Ἐπὶ τῶν ποδαγρικῶν καὶ τῶν ἄλλων τῶν ῥευματικῶν παθῶν πάντως μὲν ἀσθενῆ τὰ μόρια χρὴ τυγχάνειν τὰ τὸ ῥεῦμα δεχόμενα.

4

.

116

.

2

δυνατὸν μὴν ἀπερίττου τοῦ σώματος ὄντος μηδαμῶς ὑπὸ ῥεύματος ἐνοχλεῖσθαι τὰ μέρη, διότι μηδ’ ἐστὶν ὅλως περιττόν, ὅπερ δὴ καὶ τῶν παθῶν τὴν γένεσιν ἐπὶ τὰ μόρια φερόμενον συνίστησιν· εἰ δὲ μηδέποτε ἐπιρρέοι τοῦτο, δῆλον ὡς οὐδὲ τὰ πάθη συστήσεταί ποτε.

4

.

116

.

3

κωλύειν οὖν χρὴ τὴν ἐπίρροιαν διὰ τοῦ τὸ σῶμα παρασκευάζειν ἀπέ‐ ριττον γυμνασίοις τε συμμέτροις καὶ ταῖς τῶν τροφῶν εὐπεψίαις, φεύ‐ γοντας ἀργίαν καὶ τὰς ὑπὲρ κόρον ἐδωδὰς καὶ τὰς ἀμέτρους οἰνο‐ ποσίας, καὶ μάλιστα πρὸ τροφῆς· βλάπτουσι γὰρ τὸ νευρῶδες, καθάπερ

4

.

116

.

4

καὶ αἱ συνουσίαι. καὶ εἰς ποδάγρας γένεσιν οὐ μετρίως συντελεῖ καὶ ἡ τῶν ἀφροδισίων χρῆσις· διόπερ κατὰ τὸν παλαιὸν χρόνον ὀλίγοι

4

.

116

.

5

παντελῶς ἐποδάγρουν. τοὺς δ’ οὖν ἁλισκομένους θεραπεύειν, κενοῦν πρότερον, εἶτα τοῖς τοπικοῖς βοηθήμασιν ἀποκρουόμενον μὲν χειρῶν καὶ ποδῶν ῥευματιζομένων, τοῦ δὲ κατ’ ἰσχίον ἄρθρου ῥευματισθέντος, φυλαττόμενον τὴν ἀπόκρουσιν· βάθος γὰρ ἱκανὸν ἔχοντος αὐτοῦ, συν‐
5ελαύνεται ῥᾳδίως εἴσω τὸ λυποῦν περίττωμα, καὶ γίνεται χρεία βοη‐

4

.

116

.

6

θημάτων ἐπὶ τῶν ἰσχιαδικῶν. ὅταν δὲ πλῆθος αἵματος μόνον αἴτιον
ᾖ τῆς ὀδύνης τοῦ ἰσχίου, φλὲψ τμηθεῖσα κατὰ σφυρὸν ἢ κατὰ τὴν ἰγνύαν ἤρκεσεν ἰάσασθαι τάχιστα τὴν ὀδύνην, ὡς ἐάν γέ τις πρὸ τῆς κενώσεως τοῦ παντὸς σώματος δριμέσι χρήσηται κατὰ τοῦ ἰσχίου φαρ‐489
5μάκοις, σφηνώσας τὸ πλῆθος δυσιατότατον κατασκευάσει τὴν διάθεσιν,

4

.

116

.

7

παχύνας καὶ τρόπον τινὰ κατοπτήσας τὴν ὕλην. ἐφ’ ὧν οὖν δι’ ἁμάρ‐ τημα τοιοῦτον σφήνωσις γέγονε, σικύαν τῷ ἰσχίῳ προσακτέον μεγί‐ στην καὶ κάθαρσιν διὰ κλυστήρων τῆς κολοκυνθίδος καὶ τῶν τοιούτων

4

.

116

.

8

ἐνιέντων. γινώσκειν μὲν οὖν τοὺς σωφρόνως βιοῦντας μὲν καὶ διαι‐ τωμένους καὶ μὴ σφόδρα χρονίσαντας ἐν τοῖς ποδαγρικοῖς πάθεσι δυνατὸν εἶναι κουφίζεσθαι τοῦ πάθους, κενουμένους ἦρος ὥρᾳ κατ’ ἀρχάς, ἢ διὰ φλεβοτομίας ἢ διὰ καθάρσεως, τοὺς δ’ οἰνουμένους καὶ
5ἀδδηφαγοῦντας οὐδὲν ὑπὸ τῶν κενώσεων ὀνιναμένους· πάλιν γὰρ ἐν τάχει πλῆθος ὠμῶν χυμῶν ἀθροίζουσιν ἀκολάστως διαιτώμενοι. —

4

.

116

.

9

Κατὰ τὰς ἀρθρίτιδας δέ, ἐφ’ ὧν ἂν πῶροι συστῶσιν, εἰς τὴν ἀρχαίαν κατάστασιν ἐλθεῖν τὸ ἄρθρον ἀδύνατον· ἀλώπεκας ζώσας, οἱ δὲ τε‐ θνεώσας, ἕψουσιν ἐν ἐλαίῳ, τινὲς δ’ ὑαίνας, καὶ ποιοῦντες διαφορη‐ τικὸν τὸ ἔλαιον εἰς πτύελόν τε ἐμβάλλοντες τοὺς ἀρθριτικοὺς ἐμβι‐
5βάζουσι, πᾶν τὸ σῶμα καλύπτοντες καὶ χρονίζειν ποιοῦντες. μεγάλως ὠφελοῦσιν, ἐκκενοῦντες πᾶσαν τὴν νοσοποιὸν ὕλην· ἀλλ’ ἡ μοχθηρὰ

4

.

116

.

10

δίαιτα πάλιν αὐτοὺς πληροῖ. —Κυάμινον ἄλευρον ἑψηθὲν ἐν ὕδατι

4

.

116

.

11

καὶ προσλαβὸν ὑείου στέατος καλῶς ποιεῖ πρὸς φλεγμονάς. λευκοΐων αἱ ῥίζαι μετ’ ὄξους τὰς σκιρρουμένας ἐν τοῖς ἄρθροις φλεγμονὰς

4

.

116

.

12

ἰῶνται. τυρὸς δριμύτατος καὶ χρονιώτατος, ἀφεψήματι κρέως ὑείου δευθεὶς καὶ ἑνωθεὶς ἐν θυΐᾳ καλῶς, τοὺς ἐν τοῖς ἄρθροις πώρους ἐν‐ τιθέμενος διαλύει· ῥηγνυμένου γὰρ τοῦ δέρματος ἄνευ τομῆς, ἀλύπως

4

.

116

.

13

ἀναπλεῖ καθ’ ἑκάστην ἡμέραν τὰ μόρια τοῦ πώρου. —Ἄλλο· πλα‐ τάνου φύλλα χλωρὰ λειωθέντα καὶ καταπλασθέντα τὰς ἐν γόνασι

4

.

116

.

14

φλεγμονὰς ὀνίνησιν. —Ποδαγρικοῖς καὶ ἀρθριτικοῖς ἀνώδυνον ἐπίθεμα κατ’ αὐτοὺς τοὺς παροξυσμοὺς χρωμένων· ὀποῦ μή‐ κωνος, κρόκου ἀνὰ 𐅻 δ λειώσας μετὰ γάλακτος βοείου ἢ αἰγείου καὶ ἄρτου τὸ ἐντὸς ἐπιβαλὼν τρῖβε φιλοπόνως ὥστε εὐαφὲς γενέσθαι· καὶ
5μαλάξας παραπτόμενος ῥοδίνῳ χρῶ καταπλάσματι ἐπιρρίπτων καὶ

4

.

116

.

15

ἔξωθεν φυλακῆς χάριν φύλλα σεύτλου ἢ θριδακίνης. ἔστι δ’ ὅτε τὸ ὄπιον καὶ τὸν κρόκον μετὰ γάλακτος λειώσαντες ἀναλαμβάνομεν

4

.

116

.

16

κηρωτῇ διὰ ῥοδίνου καὶ εἰς ὀθόνιον ἐμπλάσαντες ἐπιτίθεμεν. —Τοὺς δ’ ἰσχιαδικοὺς θέρμων πικρῶν ἀλεύρῳ καταπλάσσουσιν ὄξει ἢ ὀξυμέλιτι

4

.

116

.

17

ἢ ὀξυκράτῳ ἕψοντες. καὶ καλαμίνθῃ δὲ καταπλάττουσί τινες ὡς γενναίῳ

4

.

116

.

18

βοηθήματι. καππάρεως τῆς ῥίζης ὁ φλοιὸς τὰς κατ’ ἰσχίον ὀδύνας
ὀνίνησιν, ἔξωθεν τοῖς ἐπιτηδείοις καταπλάσμασι μιγνύμενος ἔσωθέν τε490

4

.

116

.

19

προσλαμβανόμενος. γάρος καὶ ἡ ἀπὸ τῶν ταριχηρῶν ἰχθύων ἅλμη ἐν‐ ιεμένη τοῖς ἰσχιαδικοῖς τοὺς ὀχλοῦντας χυμοὺς ἐπισπᾶται καὶ διὰ τῶν ἐντέρων ἐκκενοῖ· μάλιστα δὲ τῇ τῶν ταριχηρῶν σιλούρων καὶ τῇ τῶν

4

.

116

.

20

μαινίδων χρῶνται. θλάσπεως σπέρμα δι’ ἕδρας ἐνιέμενον ὀνίνησι τῇ αἱματώδει κενώσει· ὁμοίως καὶ κενταυρίου τοῦ λεπτοῦ.

4

.

117

t

Περὶ ὧν δεῖ προσαναφέρειν τῷ ἰατρῷ.

4

.

117

.

1

Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον ἰῷτο ἄν τις καὶ ὁ τὴν ἰατρικὴν οὐκ εἰδώς· δεῖ δὲ καὶ τῶν ἄλλων φροντίδα ἔχειν καὶ σημαίνειν τῷ ἰατρῷ τὰ συμβαίνοντα, πρὶν γενέσθαι μέγα τι καὶ δυσίατον ἢ ἀνίατον πάθος. προδηλοῦται γὰρ τὰ πολλὰ πόρρωθεν· ἦχοι γοῦν καὶ ψόφοι καὶ σπα‐
5σμοὶ μορίων τινῶν χείλους τε τοῦ κάτω τρόμοι καὶ ἀφωνία καὶ λήθη καὶ δυσώδεις δοκήσεις καὶ ὕπνοι βαθεῖς παρὰ τὸ εἰωθὸς ἢ ἐπιπόλαιοι καὶ φαντασιώδεις καὶ ἐφιάλται συνεχῶς πνίγοντες πρὸς ἀφροδίσιά τε ἄμετρα ὁρμή, συνεχῶς καὶ οὐχ ἅπαξ ἢ δὶς προσπίπτοντα, ἀποπληξίαν τινὰ γενήσεσθαι προσημαίνει καὶ ἐπιληπτικὸν τρόπον ἢ παραπληγικὸν

4

.

117

.

2

ἢ μελαγχολικὸν ἢ μανιώδη. χρὴ οὖν διδάσκειν τὸν ἰατρὸν καὶ παρα‐ καλεῖν ὡς ὅτι τάχιστα βοηθεῖν· ἴσως γὰρ οὗτος ἢ φλέβα τεμὼν ἢ καθαρτήριον δοὺς ἢ καὶ ἀμφοτέροις χρησάμενος ἢ καί τισιν ἑτέροις

4

.

117

.

3

τοῖς ἁρμόζουσιν εἴργει τὴν γένεσιν αὐτῶν. καὶ τῶν ὑποχύσεων δὲ τῶν ἐν ὀφθαλμοῖς ἀμβλυωπία τε προηγοῦνται καὶ τὰ προηγούμενα τῶν ὀφθαλμῶν οἱονεὶ κωνώπια ἢ τρίχες ἢ ἕτερον καὶ πόνος τῆς κε‐

4

.

117

.

4

φαλῆς. καὶ ταῦτα οὖν διδάσκειν τὸν ἰατρόν· χρήσαιτο γὰρ 〈ἂν〉 οὗτος

4

.

117

.

5

καθάρσει καὶ διαίτῃ ἁρμοττούσῃ καὶ τοῖς ἄλλοις τοῖς ὠφελοῦσιν. κόποι δ’ αὐτόματοι καὶ ὕπνοι βαθεῖς ἢ φαντασιώδεις ἢ ἀγρυπνίαι ἱδρῶτές τε μετὰ τοὺς ὕπνους καὶ δίψα παρὰ τὸ εἰωθὸς καὶ σιτίων ἀποστροφή,

4

.

117

.

6

πυρετώδη πάντα. διὸ δὴ καὶ ταῦτα μαθὼν ὁ ἰατρὸς ποιήσει τὰ προσ‐

4

.

117

.

7

ήκοντα. καὶ τὰ περὶ θώρακα δὲ συμπίπτοντα εἰ μὴ ἀνενέγκοι τις τῷ

4

.

117

.

8

ἰατρῷ, κίνδυνος αἱμοπτοϊκὸν ἢ ἐμπυϊκὸν γενέσθαι. καὶ μέλαν δ’ οὖρον νεφρῶν ἔσθ’ ὅτε λιθίασιν προσημαίνει, καὶ μᾶλλον ἐπὶ πρεσβυτῶν· ἀλλ’ εἰ μάθοι ὁ ἰατρός, ἐξευρήσει τινὰ προφυλακτικά, διά τε τῶν οὐρητι‐ κῶν καθαίρων τοὺς νεφρούς, κελεύων μὴ κατά τι τείνεσθαι, μὴ γυμνά‐

4

.

117

.

9

ζεσθαι, χρώμενον ἱππασίᾳ καὶ ὀχήματι μηδὲ ἐπὶ πολὺ ἵστασθαι. δεῖ δὲ μηδὲ τῶν ἀλγημάτων, ὅταν περί τι ἄρθρον γένηται τοῦ ποδός, ἀμε‐ λῶς ἔχειν· κἂν γὰρ ἅπαξ συμπέσῃ ῥᾳθυμησάντων, ἐπανέρχεται πάλιν, κἂν ἐπὶ πολὺ διαλείπῃ, σὺν κακῷ μείζονι καὶ δυσιάτῳ· θεραπεύειν οὖν

4

.

117

.

10

ἐν ἀρχαῖς ἄμεινον, ὅτε καὶ ἡ ἴασις ῥᾳδία. καὶ τὰς πολλάκις δὲ γινο‐ μένας ἀπεψίας καὶ διαρροίας ὑποπτεύειν καὶ τὰς ἐμπνευματώσεις κατα‐ μηνύειν τε τῷ ἰατρῷ· παρασιωπησάντων γὰρ τὰ χαλεπώτατα συμ‐ πίπτει, οἷόν ἐστι καὶ τὸ φυσῶδες καλούμενον πάθος, ὅπερ, φόβου καὶ

4

.

117

.

11

λύπης ἀλόγου προσγενομένης, μελαγχολία καλεῖται. πλεῖστα δὲ καὶ ἄλλα διὰ τὴν ἀμέλειαν εἰς ἀνήκεστον κακὸν προῆλθε· διὸ χρὴ περὶ μηδενὸς μήτε μικροῦ μήτε μεγάλου τῶν συμβαινόντων παρὰ τὸ εἰωθὸς491

4

.

117

.

12

ἀποσιωπᾶν. —Ἐπεὶ δὲ συνθέτων φαρμάκων ἐγένετο μνήμη, τὰς γρα‐ φὰς αὐτῶν ἐφεξῆς διαγράψομαι.

4

.

118

t

Συμμετρία κηροῦ πρὸς ἔλαιον.

4

.

118

.

1

Εἰ μὲν οἷα τὰ καλούμενα πρὸς τῶν ἰατρῶν ἄκοπα χρίσματα βού‐ λοιο ποιῆσαι, τετραπλάσιον ἐμβαλεῖς τοῦ κηροῦ τὸ ἔλαιον· εἰ δ’ οἵαν ἐπὶ τῶν καταγμάτων τὴν ὑγρὰν κηρωτὴν ἐργαζόμεθα, διπλάσιον· εἰ δ’ ἐμπλαστρῶδες ποιῆσαι βουληθείης τὸ φάρμακον, τῷ κηρῷ μίξεις
5ἴσον τοὔλαιον, ἐὰν τὸ περιέχον ᾖ σύμμετρον, ἐὰν δ’ ὅ τε κηρὸς πα‐ λαιὸς ᾖ καὶ αὐχμηρὸς τό τε περιέχον 〈ψυχρόν〉, ὀλίγῳ πλεῖον, ὥσπερ γε καὶ ἐὰν ὅ τε κηρὸς λιπαρὸς 〈ᾖ〉 καὶ τὸ περιέχον θερμόν, ἔλαττον

4

.

118

.

2

ὀλίγῳ. τὸ δ’ ὀλίγον τοῦτο δωδέκατον ἔστω μέρος ἐφ’ ἑκατέρου τοῦ μέσου· καὶ γὰρ ια καὶ ιβ καὶ ιγ οὐγγίας ἐλαίου ποτὲ μίξεις τῇ λίτρᾳ τοῦ κηροῦ.

4

.

119

t

Τὸ πάνυγρον.

4

.

119

.

1

Στέατος ὑείου προσφάτου καὶ ἐξινισμένου 𐆄 κδ, κηροῦ 𐆄 κδ, λιθαρ‐ γύρου 𐆄 ϛ, ψιμυθίου 𐆄 ϛ· τὰ τηκτὰ κατὰ τῶν ξηρῶν· χρόνῳ δὲ συν‐ ίσταται.

4

.

120

t

Τετραφάρμακον βασιλικόν.

4

.

120

1,2

Κηροῦ, φρυκτῆς, πίσσης ξηρᾶς, στέατος ταυρείου ἀνὰ 𐆃 α. πρὸς

4

.

120

.

2

(2)

δὲ τὸ τάχιον συμπέψαι καὶ σαρκῶσαι προσβάλλομεν αὐτῷ καὶ λιβα‐ νωτόν, ποτὲ μὲν γ, ποτὲ δὲ δ.

4

.

121

t

Τὸ διὰ χυλῶν.

4

.

121

.

1

Λιθαργύρου 𐆃 β, κηροῦ 𐆄 η, ἐλαίου 𐆃 ϛ, τήλεως, λινοσπέρματος ἐβίσκου τῆς καὶ ἀλθαίας (καλεῖται δὲ καὶ ἀγρία μαλάχη ἡ ἀλθαία) ψυλλίου ἀγρίου, σικύου, πτισάνης, ἑψηθέντων τῶν τοιούτων τοῦ χυλοῦ

4

.

121

.

2

𐆃 β. ἕψε μέχρις ἀμολύντου καὶ χρῶ.

4

.

122

t

Τὸ Μνασέου μάλαγμα.

4

.

122

.

1

Λιθαργύρου 𐆃 γ, ἐλαίου παλαιοῦ 𐆃 β, κηροῦ 𐆃 α, ὀξυγγίου παλαιοῦ
𐆃 α, φρυκτῆς 𐆄 ϛ.492

4

.

123

t

Τὸ διὰ μέλιτος.

4

.

123

.

1

Κηροῦ 𐆃 α, στέατος χηνείου 𐆄 ϛ, ἐλαίου παλαιοῦ 𐆃 α, λιθαργύρου 𐆃 α, τερεβινθίνης 𐆄 β (οἱ δὲ μίαν), μέλιτος 𐆃 α.

4

.

124

t

Ἡ διὰ χαλκίτεως φοινικίνη Γαληνοῦ.

4

.

124

.

1

Χοιρείου στέατος παλαιοῦ καὶ ἀνάλου 𐆃 β, ἐλαίου παλαιοτάτου

4

.

124

.

2

𐆃 γ, λιθαργύρου 𐆃 ϛ, χαλκίτεως 𐆄 γ. τὴν χαλκῖτιν κόψας καὶ σήσας λεπτοτάτῳ κοσκίνῳ βαλὼν εἰς θυΐαν μετὰ τῶν τριῶν λιτρῶν τοῦ ἐλαίου τρῖβε ἐπιμελῶς, μέχρις ἂν λειότατον γένηται, εἶτ’ ἐπέμβαλλε τὴν λιθάργυρον λεπτοτάτῳ κοσκίνῳ καὶ αὐτὴν σεσησμένην καὶ προλελειω‐
5μένην ἱκανῶς ἐν ἑτέρᾳ θυΐᾳ καὶ συλλείου ἐπὶ πλείονα χρόνον τῇ χαλ‐ κίτιδι, καὶ μάλιστα ἐν ἡλίῳ, ὅπως τὸ ἔλαιον ὑγρὸν διαμένῃ. ἐπι‐ βάλλεται αὐτοῖς τελευταῖον τὸ στέαρ, καὶ συλλειώσας ἐπιμελῶς βαλὼν εἰς κακκάβην ἕψε κινῶν σπάθῃ φοινικίνῃ ἀφῃρημένῃ τοῦ φλοιοῦ τοῦ χλωροῦ 〈τοῦ〉 ἔξωθεν αὐτῆς, ἵνα δυνηθῇ τῆς οἰκείας ὑγρότητος μετα‐

4

.

124

.

3

διδόναι τῷ φαρμάκῳ. ἀρκέσει δ’ εἰς τὴν ἕψησιν εἷς τῶν φοινίκων κλάδος ὡς τῷ μὲν ἁδροτέρῳ μέρει τοῦ ξύλου χρῆσθαι εἰς τὴν τῆς σπάθης γένεσιν, τῷ δ’ ἑτέρῳ, ὅπερ ἦν τῇ σπάθῃ συνεχές, καὶ αὐτῷ ἐξεσμένῳ καὶ κεκαθαρμένῳ ὡς λευκῷ γενέσθαι χρήσασθαί τε δυνηθῆναι
5εἰς τὸ ἐμβληθῆναι τῷ φαρμάκῳ, εἰς λεπτὰ διῃρημένου καὶ κατακεκομ‐

4

.

124

.

4

μένου αὐτοῦ. ἐμβληθήσεται δὲ κατ’ ἐκεῖνον τὸν καιρὸν καθ’ ὃν ἂν

4

.

124

.

5

ἤδη τὸ φάρμακον εἰς σύστασιν ἥκῃ κηρωτῆς συμμέτρου. καὶ αὐτῆς δὲ τῆς σπάθης ἀποκόπτειν χρὴ τὸ ἤδη ὑπὸ τοῦ φαρμάκου ἀνεξηρασμένον καὶ τοῦτο μὲν ῥίπτειν, τῷ δὲ καταλοίπῳ μέρει χρῆσθαι, ὅπως ἀπολάβῃ

4

.

124

.

6

τὸ φάρμακον τῆς ὑγρότητος αὐτῆς. τοῦτο δὲ χρὴ ποιεῖν καὶ δὶς καὶ

4

.

124

.

7

τρίς, εἰ ὁρῴης ἀναξηραινομένην τὴν σπάθην. φανερὸν δ’ ἐστὶν ὡς χρὴ τὸν κλάδον τοῦ φοίνικος πρόσφατον εἶναι καὶ αὐτῆς τῆς ἡμέρας

4

.

124

.

8

κεκόφθαι ὅπως ἔγχυλος εἴη. ὅταν δ’ ἑψόμενον τὸ φάρμακον ἀμόλυν‐ τον γένηται, αὐτῷ μὲν ἐμπλάστρῳ χρήσῃ κατά τε τῶν ἐναίμων τραυ‐ μάτων καὶ τῶν δυσεπουλώτων καὶ ἐπὶ κόλπων, ἐλαίῳ δὲ διατήκων

4

.

124

.

9

ἐπὶ τῶν φλεγμαινόντων. βραχὺ δ’ ἔστω πλέον τοῦ ἐλαίου τὸ φάρ‐ μακον ἐν τῷ διατήκειν.

4

.

125

t

Τὸ διὰ πομφόλυγος.

4

.

125

.

1

Πομφόλυγος, λιθαργύρου, ψιμυθίου ἀνὰ 𐆄 δ, λαδάνου 𐆄 α, ἀκα‐ κίας 𐅻 β, ἐλαίου μυρσίνου 𐆄 η, κηροῦ Τυρρηνικοῦ τὸ ἀρκοῦν, ὠῶν
χωρὶς τῶν λεκίθων.493

4

.

126

t

Τὸ διὰ μελιλώτων.

4

.

126

.

1

Νάρδου Κελτικοῦ 𐅻 ι, κυπέρου, καρδαμώμου, ἴρεως, σμύρνης, ἀμ‐ μωνιακοῦ θυμιάματος ἀνὰ 𐅻 η, μελιλώτου 𐅻 κε, τερμινθίνης 𐅻 ν, κηροῦ

4

.

126

.

2

νέου 𐅻 ρ, κυπρίνου κοτύλης 𐅶, ὄξους τὸ ἱκανόν. τινὲς ἀμμωνιακοῦ θυμιάματος 𐅻 ρ.

4

.

127

t

Τροχίσκος ὁ Μούσα.

4

.

127

.

1

Σχιστῆς, ἀλόης, σμύρνης, χαλκάνθης ἀνὰ 𐅻 β, λιβάνου [ἀνὰ] 𐅻 η, κυτίνων 𐅻 ι, ἀριστολοχίας 𐅻 ιβ, καὶ κηκίδων ὀμφακίνων 𐅻 η, γλυκέος τὸ αὔταρκες.

4

.

128

t

Ὁ Πολυείδους.

4

.

128

.

1

Σιδίων 𐅻 ιϛ, σμύρνης 𐅻 η, ἀλόης 𐅻 η, σχιστῆς 𐅻 ε, λιβάνου 𐅻 α, χαλκάνθης 𐅻 γ, χολῆς ταυρείας 𐅻 ϛ· οἴνῳ γλυκεῖ ἀναλάμβανε.

4

.

129

t

Τὸ διὰ χάρτου ξηρὸν πρὸς νομάς.

4

.

129

.

1

Χάρτου κεκαυμένου, χαλκοῦ κεκαυμένου, μολύβδου κεκαυμένου καὶ πεπλυμένου, λεπίδος στομώματος, ἑκάστου τὸ ἴσον, θείου ἀπύρου τὸ ἥμισυ· λείου.

4

.

130

t

Ῥοδίνου σκευασία.

4

.

130

.

1

Τὸ ῥόδινον χωρὶς στυμμάτων σκευάζεσθαι προσήκει, ῥόδων μόνων ἐμβαλλομένων εἰς ἔλαιον ὀμφάκινόν τε καὶ ὠμοτριβὲς χωρὶς ἁλῶν γεγονός, διότι θερμαίνοντες οἱ ἅλες ἀνεπιτήδειον αὐτὸ ποιοῦσιν.

4

.

131

t

Τὸ διὰ τῆς αἰγείρου ἄκοπον.

4

.

131

.

1

Τῶν ἀνθῶν τῆς αἰγείρου μεμυκότων ἔτι μόδιος Ἰταλικὸς ἐμβάλ‐ λεται εἰς ἔλαιον τῶν λεπτομερῶν καὶ μὴ στυφόντων 𐆃 ιεκ· κάλλιον δ’ εἰ καὶ μετρίως ἐνθλασθὲν τὸ ἄνθος ἐμβληθείη, εἰ δὲ καὶ καθ’ ἑκάστην ἡμέραν κινοῖτο, καὶ μάλιστα ὅταν ἥλιος ᾖ θερμὸς ἐν οἴκῳ
5θερμῷ, θᾶττον ἂν οὗτος καὶ μᾶλλον ἡ τῆς αἰγείρου ποιότης τε καὶ δύναμις εἰς τοὔλαιον μετέλθοι, ὥστε σε μετὰ δύο που καὶ τρεῖς μῆνας ἐκθλίψαντα τὸ ἄνθος αὐτὸ μὲν ἀπορρίψαι, τὸ δ’ ἔλαιον ἔχειν διαττή‐

4

.

131

.

2

σαντα δι’ ὀθόνης ἀδήκτως διαφορητικόν. καὶ μέντοι καὶ κηρὸν καὶ ῥητίνην ἔξεστιν ἐμβαλεῖν· ἱκανὸν δὲ τοῦ μὲν κηροῦ τὸ τέταρτον μέρος,

4

.

131

.

3

τῆς δὲ ῥητίνης τὸ δωδέκατον ἐμβάλλειν. παχύτερον δ’ εἴ ποτε γένοιτο
τὸ ἐκθλιφθὲν ἔλαιον, ἱκανὸν καὶ τὸ πέμπτον μέρος μίγνυσθαι τοῦ494

4

.

131

.

4

κηροῦ, καί ποτε καὶ τὸ ἕκτον. ἑψεῖν δ’ ἄμεινον ἐπ’ ἀγγείου διπλοῦ ἢ

4

.

131

.

5

πάντως ἐπὶ πυρὸς ἀσθενοῦς, οἷόν ἐστι τὸ τῶν ἀνθράκων. τοῦτο τὸ φάρμακον ἐπιτήδειόν ἐστι πρὸς ἅπαντας τοὺς κόπους, τούς τε αὐτο‐

4

.

131

.

6

μάτους καὶ τοὺς οὐκ αὐτομάτους, διαφοροῦν τοὺς κατὰ τὰς σάρκας τε καὶ τὸ δέρμα χυμοὺς τοὺς μὴ παντάπασιν παχεῖς καὶ γλίσχρους.

4

.

132

t

Περὶ τῶν ἄλλων διαφορητικῶν ἐλαίων.

4

.

132

.

1

Καὶ τὸ ἐκ τοῦ χαμαιμήλου δ’ ἔλαιον διαφορεῖ καθ’ αὑτό τε καὶ μᾶλλον ἐπεμβληθέντος ὁμοίως κατὰ τὴν αὐτὴν συσταθμίαν κηροῦ τε

4

.

132

.

2

καὶ ῥητίνης. διαφορητικὸν δ’ ἐστὶ καὶ τὸ ἀνήθινον ἔλαιον, εἴτε κατὰ

4

.

132

.

3

μόνας, εἴτε σὺν κηρωτῇ καὶ ῥητίνῃ χρῷτό τις. ἑψεῖν δ’ ἐπ’ ἀγγείου

4

.

132

.

4

διπλοῦ τὸ ἀνήθινον· ἄμεινον δ’ εἰ καὶ χλωρὸν εἴη τὸ ἄνηθον. καὶ ῥίζας δὲ τοῦ τεύτλου λευκοῦ καθεψήσας ἐν ἐλαίῳ καὶ ποιήσας, ὡς εἴρηται, διαφορητικὸν ἕξεις φάρμακον, ὥσπερ καὶ τοῦ σικύου τοῦ ἀγρίου τὴν ῥίζαν καὶ τῆς ἀλθαίας καὶ τῆς βρυωνίας.

4

.

133

t

Τροχίσκος ὁ Ἄνδρωνος.

4

.

133

.

1

Σχιστῆς, σμύρνης ἀνὰ 𐅻 δ, χαλκάνθης 𐅻 β, λιβάνου 𐅻 η, κυπέρου 𐅻 ι, ἀριστολοχίας 𐅻 ιβ (ἔνιοι η), καὶ κηκίδων ὀμφακίνων 𐅻 η, γλυκέος τὸ αὔταρκες.

4

.

134

t

Ἡ διὰ κωδυῶν Γαληνοῦ.

4

.

134

.

1

Ἐμβάλλειν εἰς τὸν ἕνα ξέστην τοῦ ὕδατος χρὴ κωδύας ι· προ‐ εμβρέχειν δ’ αὐτάς, ἂν μὲν ὦσιν ὑγρότεραί τε καὶ μαλακώτεραι, πρὸ μιᾶς ἡμέρας καὶ νυκτός, ἂν δὲ ξηρότεραι καὶ σκληρότεραι, πλείονι χρόνῳ τῆς μιᾶς ἡμέρας. ἄμεινόν γε μὴν τὰς μηδέπω σκληρὰς λαμβά‐
5νειν μηδὲ τὰς λίαν μαλακάς, παραιτεῖσθαι δὲ καὶ τὰς ἐξ ὑγρῶν λίαν

4

.

134

.

2

χωρίων· ἐμβάλλειν δὲ καὶ τὰς δέκα κωδύας, ὡς εἶπον, τὰς μέσας κατὰ τὸ μέγεθος· δυνατὸν δὲ καί τινας μὲν μείζονας, τινὰς δ’ ἐλάττονας

4

.

134

.

3

ἐμβάλλειν· σωθήσεται γὰρ καὶ οὕτως ἡ ἀναλογία. τῆς δ’ ἑψήσεως ὅρος ἔσται σοι, μέχρις ἂν ὅλαι τακεραὶ γένωνται· καὶ οὕτως ἐκθλιβέσθωσαν

4

.

134

.

4

καὶ ῥιπτέσθωσαν αἱ κωδύαι. τῷ δ’ ὕδατι μιγνύσθω μέλιτος ἥμισυ μέτρον καὶ ἐπ’ ἀκάπνου πυρὸς ἑψέσθω μέχρι συστάσεως Ἀττικοῦ μέλιτος· ἐν

4

.

134

.

5

ὀμβρίῳ δ’ ὕδατι ποιεῖσθαι τὴν ἕψησιν ἢ πηγαίῳ. χρῆσις δ’ αὐτοῦ τοῖς ὕπνου δεομένοις ἐστίν, οἷς καὶ τὴν δι’ ὀπίου συντεθειμένην πολλάκις ἀναγκαζόμεθα διδόναι· χρῄζουσι δὲ μάλιστα τοῦ φαρμάκου οἷς ἀπὸ κεφαλῆς εἰς τραχεῖαν ἀρτηρίαν καταρρεῖ ῥεῦμα λεπτόν, οὐκ ἐπιτρέπον

4

.

134

.

6

κοιμᾶσθαι διὰ τὰς ἑπομένας βῆχας. ἐπὶ τῶν τοιούτων οὖν καὶ τὴν495

4

.

134

.

7

σκευασίαν τοῦ φαρμάκου δι’ ἑψήματος χρὴ ποιεῖσθαι. αὐτάρκης δ’ ἕψησις εἰς τὰ τοιαῦτά ἐστιν, ὅταν εἰς τὸ ἥμισυ τοῦ ὕδατος ἑψηθῶσιν

4

.

134

.

8

αἱ κωδύαι. μιγνύναι δ’ ἑψομένῳ τῷ τοιούτῳ φαρμάκῳ καὶ γλυκυρρίζης

4

.

134

.

9

ῥίζαν· ἂν δὲ περιέχηται κατὰ τὸν πνεύμονα καταρρεῦσαν ἐκ τῆς κε‐

4

.

134

.

10

φαλῆς πλῆθος, ἡ διὰ τοῦ μέλιτος σκευασία βελτίων. πρὸς τὸ κατεπ‐ εῖγον οὖν ἱστάμενος, εἰς ὕπνον τρεπομένου τοῦ κάμνοντος, ἤτοι τοῦ διὰ μέλιτος ἢ τοῦ δι’ ἑψήματος δώσεις, καί ποτε καὶ μιγνὺς ἄμφω.

4

.

134

.

11

ἡ δὲ σύμμετρος δόσις ἔστω σοι δυοῖν κοχλιαρίων ἀξιολόγων τὸ μέγεθος· αὐξήσεις δ’ αὐτὴν ἢ μειώσεις, ἀποβλέπων εἴς τε τὸ τοῦ σώματος μέ‐ γεθος καὶ τὴν ἡλικίαν καὶ τὴν ὥραν τοῦ ἔτους καὶ τὸ χωρίον· ἐν ἅπασι γὰρ τούτοις ἐπὶ μὲν τὸ ψυχρότερον ῥέπουσι δώσεις ἐλάχιστον,

4

.

134

.

12

ἐπὶ δὲ τὸ θερμότερον δώσεις πλεῖστον. ὅτι δὲ καὶ πρὸς τὸ τοῦ κατάρρου ποσόν τε καὶ ποιὸν ἀποβλέπων ἢ πλεῖον ἢ ἔλαττον δώσεις, εὔδηλον.

4

.

135

t

Ἀνώδυνον τὸ μυστήριον πρὸς βηχικούς, φθισικούς, κοι‐ λιακούς, δυσεντερικούς, καταρροϊζομένους.

4

.

135

.

1

Κρόκου, καστορίου, ἀσάρου, ὑοσκυάμου σπέρματος, ὀπίου, στύρακος ἀνὰ 𐅻 δ μέλιτι ἀναλαβὼν χρῶ· ἔνιοι ὑοσκυάμου τὸ ἥμισυ.

4

.

136

t

Ἡ Φίλωνος.

4

.

136

.

1

Κρόκου 𐅻 ε, πυρέθρου, εὐφορβίου, νάρδου στάχυος ἀνὰ 𐅻 α, πε‐ πέρεως λευκοῦ 𐅻 κ, ὑοσκυάμου 𐅻 κ, ὀπίου 𐅻 ι.

4

.

137

t

Ἡ πικρὰ Γαληνοῦ.

4

.

137

.

1

Ἀλόης 𐅻 ρ, κινναμώμου, νάρδου στάχυος, ξυλοβαλσάμου, μαστίχης,

4

.

137

.

2

ἀσάρου, κρόκου ἀνὰ 𐅻 ϛ. ἐγὼ δ’ ἀλόης μὲν 𐅻 Ϟ, κρόκου δὲ 𐅻 ε βαλὼν

4

.

137

.

3

οὕτως αὐτῷ χρῶμαι. ἡ δόσις 𐅻 α ἐν ὕδατι.

4

.

138

t

Τὰ διὰ τῆς ἀλόης Γαληνοῦ καταπότια καθαρτικά.

4

.

138

.

1

Κολοκυνθίδος μέρος α, ἀλόης καὶ σκαμμωνίας ἑκατέρων β, ἀψινθίου χυλοῦ μέρος α.

4

.

139

t

Ἡ ἱερά.

4

.

139

.

1

Σικυωνίας τῶν ἐντὸς 𐅻 κ, χαμαίδρυος, ἀγαρικοῦ ἀνὰ 𐅻 ι, σαγα‐ πηνοῦ, ὀποπάνακος ἀνὰ 𐅻 η, πετροσελίνου, ἀριστολοχίας στρογγύλης, πεπέρεως λευκοῦ ἀνὰ 𐅻 γ, κινναμώμου, στάχυος, κρόκου, σμύρνης,
πολίου ἀνὰ 𐅻 δ· μέλιτι δεύσας τὸ πλεῖστον δίδου 𐅻 δ.496

4

.

140

t

Ὁ Διοσπολίτης.

4

.

140

.

1

Κυμίνου, πεπέρεως μακροῦ ἢ λευκοῦ, πηγάνου, νίτρου, πάντων

4

.

140

.

2

ἴσων, καὶ γίγνεται ὑπακτικώτερος γαστρός. ὅταν δὲ λάβῃ τῶν μὲν

4

.

140

.

3

ἄλλων ἴσων, τοῦ νίτρου δὲ τὸ ἥμισυ, οὐχ ὁμοίως ὑπάγει. ἐμβρεχέσθω δὲ τὸ κύμινον ὄξει δριμυτάτῳ, κἄπειτα εὐθέως τριβέσθω ἢ πρότερον

4

.

140

.

4

φρυγέσθω μετρίως ἐν ἀγγείῳ κεραμείῳ τελέως ὠπτημένῳ. ἔστω δὲ

4

.

140

.

5

καὶ τὰ τοῦ πηγάνου φύλλα προεξηρασμένα συμμέτρως. τούτοις τοῖς τέσσαρσιν ἐνίοτε μὲν ἀναμίγνυται μέλι προαπηφρισμένον, ἐνίοτε δ’ οὐδέν, ἀλλὰ μόνα ξηρὰ πτισάνης ἐμβάλλεται χυλῷ, καὶ ὅτῳπερ ἂν

4

.

140

.

6

τῶν ἄλλων ἐδεσμάτων μάλιστα πρέπειν δοκῇ. λαμβάνεται δὲ καὶ καθ’ ἑαυτὸ τὸ φάρμακον τοῦτο πρὸ τροφῆς τε καὶ μετὰ τροφήν· καὶ ἔστιν ἥδιον ἐν τῇ τοιαύτῃ χρήσει τὸ τῷ μέλιτι μιγνύμενον.

4

.

141

t

Τὸ διὰ τριῶν πεπέρεων τὸ ἁπλοῦν.

4

.

141

.

1

Εἰς 𐅻 ν ἑκάστου τῶν τριῶν πεπέρεων ἀρκεῖ μιγνύειν ἀνήθων καὶ θύμων καὶ ζιγγιβέρεως ἑκάστου 𐅻 η· ἐμβάλλειν δὲ τῶν βοτανῶν τὴν κόμην ἅμα τοῖς ἄνθεσιν ἀποκρίνοντα τὸ ξυλῶδες· εἶτα πάντων ἅμα κοπέντων τε καὶ σησθέντων λεπτῷ κοσκίνῳ τὸ κάλλιστον ἀπηφρισμένον

4

.

141

.

2

ἐπιμελῶς μιγνύσθω μέλι. διδόναι δ’ αὐτὸ δεῖ καὶ δὶς καὶ πλεονάκις ἑκάστῃ ἡμέρᾳ καὶ ἕωθεν καὶ πρὸ τροφῆς καὶ μετὰ τροφὴν καὶ καθυ‐

4

.

141

.

3

πνοῦν μελλόντων. τὸ δὲ πλῆθος ἑκάστης δόσεως ἔστω κοχλιαρίου μεστόν, μικροῦ μὲν ἐπὶ μικρῶν σωμάτων, μεγίστου δ’ ἐπὶ μεγίστων.

4

.

142

t

Τὸ διὰ καλαμίνθης.

4

.

142

.

1

Καλαμίνθης καὶ γλήχους καὶ πετροσελίνου καὶ σεσέλεως ἑκάστου 𐅻 ιβ, σελίνου σπέρματος, θύμου, κορύμβων ἀνὰ 𐅻 δ, λιβυστικὸν 𐅻 ϛ,

4

.

142

.

2

πεπέρεως 𐅻 μη. τὰ μὲν ξηρὰ καὶ σκληρὰ τῶν βοτανῶν ἀπορρίπτειν, λαμβάνειν δὲ τὰ ἄκρα τῶν βοτανῶν σὺν τοῖς εὐθαλέσι φύλλοις καὶ τοῖς ἄνθεσι, κόπτειν δ’ ἅμα πάντα καὶ διαττᾶν λεπτοτάτῳ κοσκίνῳ·

4

.

142

.

3

μιγνύειν δὲ τὸ κάλλιστον μέλι ἀκριβῶς ἀπηφρισμένον. ἡ δὲ χρῆσις αὐτοῦ γινέσθω μετὰ τὴν ἑωθινὴν ἀνάτριψιν πρὸ τῶν γυμνασίων καὶ

4

.

142

.

4

λουτρῶν. ἔξεστι δὲ καὶ χωρὶς τοῦ μῖξαι τὸ μέλι ξηρῷ τῷ φαρμάκῳ χρῆσθαι παραπλησίως ἁλσίν· ἔξεστι δὲ καὶ εἰς πτισάνην ἐμβαλεῖν ἢ εἰς

4

.

142

.

5

ὄξος ἤ τι τοιοῦτον ἀντὶ πεπέρεως. καὶ τὸ 〈σὺν τῷ〉 μέλιτι δὲ δυνατὸν

4

.

142

.

6

ἀναμιγνύναι τοῖς ἐδέσμασιν. μετὰ μέντοι τὴν τροφὴν μηδὲ λαμβάνειν
μήτε τοῦτο μήτε ἄλλο τι φάρμακον ἀνάδοσιν ἰσχυροτέραν ἐργαζόμενον.497

4

.

143

t

Τὸ διὰ τοῦ χυλοῦ τῶν μήλων.

4

.

143

.

1

Τὸ διὰ τοῦ χυλοῦ τῶν μήλων ἐπιτήδειόν ἐστι τοῖς τε ἀνορέκτοις

4

.

143

.

2

καὶ τοῖς μὴ καλῶς πέττουσιν. ἔστι δ’ ἡ σκευασία τοιαύτη· τῶν κυδωνίων μήλων, τῶν μειζόνων καὶ ἡδέων, τοῦ χυλοῦ λαβόντας ξέστας δύο χρὴ μῖξαι μὲν μέλιτος ὡς καλλίστου τὸ ἴσον, ὄξους δὲ ξέστην α, καὶ ταῦτα ἐπ’ ἀνθράκων διακεκαυμένων ἑψήσαντα μετρίως καὶ ἀπαφρίσαντα μῖξαι
5ζιγγιβέρεως μὲν 𐆄 γ, πεπέρεως δὲ τοῦ λευκοῦ 𐆄 β, καὶ οὕτω πάλιν ἐπὶ τῶν διακεκαυμένων ἀνθράκων ἑψῆσαι μέχρι μελιτώδους συστάσεως.

4

.

143

.

3

τοῦτο τὸ φάρμακον οὐ μόνον τοῖς ἄτονον ἔχουσι τὴν γαστέρα, ἀλλὰ

4

.

143

.

4

καὶ τοῖς τὸ ἧπαρ, ὠφέλιμόν ἐστιν. εὔδηλον δ’ ὅτι μάλιστα μὲν αὐτὸ

4

.

143

.

5

νῆστιν προσφέρεσθαι χρὴ πλῆθος ὅσον μύστρον. βλάπτει δ’ οὐδέν, οὐδ’

4

.

143

.

6

ἂν μετὰ τροφὴν αὐτό τις λαμβάνῃ. καλῶς δ’ ἂν προσφέροιτο, καὶ εἰ

4

.

143

.

7

προηριστηκώς τις εἴη, εἶτα δειπνεῖν μέλλων λάβοι. κάλλιστος δὲ καιρὸς

4

.

143

.

8

ὁ πρὸ [τοῦ] δυοῖν ἢ τριῶν ὡρῶν τῆς τροφῆς. τοῖς μέντοι δύσκρατον ἔχουσι κατὰ θερμότητα τὴν γαστέρα καὶ τοῖς ὁπωσοῦν χολῆς πληρου‐ μένοις ἀφελὼν τό τε ζιγγίβερι καὶ τὸ πέπερι τὸν χυλὸν τῶν μήλων δίδου μετ’ ὄξους τε καὶ μέλιτος, ἑψήσας μόνον ἐν τῇ προγεγραμμένῃ
5συμμετρίᾳ.

4

.

144

t

Ὀξυμέλιτος σκευασία.

4

.

144

.

1

Μέλι τὸ κάλλιστον ἐπ’ ἀνθράκων ἀπαφρίσαντας καὶ ἐπεμβαλόντας τοσοῦτον ὄξους, ὡς γευομένου μήτε ἄγαν ὀξὺ φαίνεσθαι μήτε γλυκύ, καὶ τοῦτο αὖθις ἑψεῖν ἐπ’ ἀνθράκων, ὡς ἑνωθῆναι τὰς ποιότητας αὐτῶν ἀκριβῶς καὶ μὴ φαίνεσθαι γευομένοις ὠμὸν τὸ ὄξος, εἶτ’ ἀπο‐
5θεμένους που μιγνύειν ἐπὶ τῆς χρήσεως ὕδωρ, οὕτω κεραννύντας ὡς

4

.

144

.

2

οἶνον. βέλτιον μὲν οὖν ἐστι ταῖς τῶν λαμβανόντων αἰσθήσεσι κρίνειν

4

.

144

.

3

τὸ σύμμετρον. τὴν δὲ πρώτην αὐτοῦ κρᾶσιν, ὡς ἂν μάλιστα τοῖς πλείστοις ἁρμόσειε, κατὰ τάδε ποιεῖσθαι χρή· ὄξους ἑνὶ μέρει διπλάσιον

4

.

144

.

4

μιγνύσθω τοῦ τὸν ἀφρὸν ἀφῃρημένου μέλιτος. δι’ ὕδατος δ’ εὐθέως ἐξ ἀρχῆς οὕτω σκευάζειν· ὀξυμέλιτι μιγνύσθω τετραπλάσιον ὕδατος

4

.

144

.

5

καλλίστου, κἄπειτα ἑψείσθω μετρίως, ἕως ἂν ὁ ἀφρὸς ἐφίστηται. σκευ‐ άζεται δὲ καὶ κατ’ ἀρχὰς εὐθέως τῶν τριῶν μιχθέντων· ἔσται δ’ ἓν μὲν ὄξους μέρος, δύο δὲ μέλιτος, ὕδατος δὲ τέσσαρα· καὶ ταῦτα ἑψεί‐ σθω μέχρι τοῦ τρίτου μέρους ἢ τετάρτου, τὸν ἀφρὸν ἀφαιρούντων

4

.

144

.

6

ἡμῶν. εἰ δ’ ἰσχυρότερον αὐτὸ ποιῆσαι βούλοιο, τοσοῦτον ἐμβαλεῖς
ὄξους ὅσον μέλιτος.498