TLG 0722 004 :: ORIBASIUS :: Synopsis ad Eustathium filium

ORIBASIUS Med.
(Pergamenus: A.D. 4)

Synopsis ad Eustathium filium

Source: Raeder, J. (ed.), Oribasii synopsis ad Eustathium et libri ad Eunapium [Corpus medicorum Graecorum, vol. 6.3] Leipzig: Teubner, 1926 (repr. Amsterdam: Hakkert, 1964): 3–313.

  • Synopsis operis: p. 3
  • Pinaces et synopsis ad Eustathium: pp. 4–313

Citation: Book — chapter — section — (line)

synops

1

t

ΣΥΝΟΨΙΣ ΤΩΝ ΟΡΙΒΑΣΙΟΥ ΕΝΝΕΑ ΛΟΓΩΝ ΠΡΟΣ ΤΟΝ ΥΙΟΝ ΑΥΤΟΥ ΕΥΣΤΑΘΙΟΝ

synops

1

.

1

Ἐν τῷ πρώτῳ διδάσκει ὅσα προφυλακτικὰ ἐν γυμνασίοις, κενώ‐ σεσι καθολικαῖς καὶ μερικαῖς ἀνδρῶν τε καὶ γυναικῶν, περὶ ἀφροδι‐ σίων, ἀέρων, ἱδρώτων, λουτρῶν αὐτοφυῶν τε καὶ τεχνικῶν, καταπλα‐ σμάτων, δρωπάκων, σιναπισμῶν, φοινισμῶν· ἐν δὲ τῷ δευτέρῳ περὶ
5τῆς κατ’ εἶδος ὕλης ἐν κράσει, δυνάμει, ἐνεργείᾳ, συστάσει, καὶ ποῖα ποίοις ἥρμοσται διαθέσεσι, ἔτι δοκιμασίας τῶν ἁπλῶν φαρμάκων καὶ συμμετρίας ἐν μίξει καὶ ἑψήσει καὶ περὶ σταθμῶν καὶ μέτρων καὶ περὶ κοπτῶν πλατυσμάτων· ἐν δὲ τῷ τρίτῳ περὶ τῶν ἐν χρήσει δοκίμων κηρῶν, ἐμπλάστρων, μαλαγμάτων, καταπλασμάτων, τροχίσκων, ξηρίων,
10κολλυρίων, ξηροκολλυρίων, ἀνακολλημάτων, σμηγμάτων, δρωπάκων, διαχρισμάτων ὀδόντων, ἀνδτιδότων, καθαρτηρίων, θυμιαμάτων· ἐν δὲ τῷ τετάρτῳ περὶ τροφῶν λεπτοχύμων, εὐχύμων, θερμῶν, ὑγρῶν, τρο‐ φίμων, εὐαναδότων, εὐπέπτων, εὐστομάχων, ἀφύσων, ῥυπτικῶν, ἐκ‐ φρακτικῶν, τμητικῶν, παχυτέρων, δυσφθάρτων, ὑπομαλακτικῶν καὶ τῶν
15ἐναντίων καὶ μέσων καὶ περὶ ἑψήσεως ῥοφημάτων, ζωμῶν, πομάτων, γαλακτοποσίας καὶ ὑδάτων· ἐν δὲ τῷ πέμπτῳ περὶ κυουσῶν, τρε‐ φουσῶν, βρεφῶν ἀγωγῆς καὶ πάσης ἡλικίας καὶ διορθώσεως ὀδόντων, ἀκοῆς, ὀφθαλμῶν, καθαιρέσεως σαρκῶν, ἀναθρέψεως καὶ διαγνώσεις κράσεων καὶ ἰάσεις· ἐν δὲ τῷ ἕκτῳ σημειώσεις καὶ θεραπείας καὶ
20προγνώσεις πυρετῶν συμπτωμάτων, ἐν οἷς λέγει περὶ λειποθυμίας, συγκοπῆς, ὀδύνης, λυγμοῦ, ἀνορεξίας, βουλιμίας, ναυτίας, ἐμέτων, κυ‐ νικῆς ὀρέξεως, ἀγρυπνίας, καταφορᾶς, συντήξεως, δίψους· ἐν δὲ τῷ ἑβδόμῳ περὶ θεραπείας παντοίων ἑλκῶν, αἱμορραγίας, οὐλῶν, νευρο‐ τρώτων, ῥευμάτων, γαγγραίνης, ἀποστημάτων, χοιράδων, συρίγγων,
25μυρμήκων, ἐλεφαντιάσεως· ἐν δὲ τῷ ὀγδόῳ ὅσα κατὰ τὸν ἐγκέφαλον, κεφαλήν, ὀφθαλμούς, μυκτῆρας, μασχάλας, γένεια· ἐν δὲ τῷ ἐννάτῳ ὅσα περὶ θώρακα, σπλάγχνα ἕως αἰδοίων συνίσταται, καὶ περὶ γυναι‐
κείων παθῶν καὶ ποδάγρας καὶ ἀρθρίτιδος καὶ ἰσχιάδος.

1

p

t

ΟΡΙΒΑΣΙΟΥ ΠΡΟΣ ΕΥΣΤΑΘΙΟΝ ΤΟΝ ΥΙΟΝ ΑΥΤΟΥ ΣΥΝΟΨΙΣ καὶ ἐκλογαὶ ὑγιειναὶ προφυλακτικαί τε καὶ σύνθετοι ἔτι δὲ
5σημειωτικαί τε καὶ θεραπευτικαὶ καὶ ἀνατομικαὶ ἀπὸ δια‐ φόρων ἀρχαίων.

1

p

1

Κελεύσαντος Ἰουλιανοῦ ποτε τοῦ θειοτάτου αὐτοκράτορος συν‐ αγαγεῖν με τῶν ἀρίστων ἰατρῶν [τε] ὅσα χρήσιμα καὶ ἀναγκαῖα πρὸς τὴν κτῆσιν τῆς ὑγείας, προθύμως συνήγαγον ἐν ἑβδομήκοντα βίβλοις.

1

p

2

καὶ ἐπειδὴ νῦν ἠβουλήθης, υἱὲ γλυκύτατε Εὐστάθιε, σύνοψιν αὐτῶν γενέσθαι, ἐποίησα καὶ τοῦτο ἀόκνως, συνορῶν οὐ σοὶ μόνον χρησιμώ‐ τατον γενήσεσθαι κατὰ τὰς ἀποδημίας, ἀλλὰ καὶ τοῖς ἄλλοις τοῖς μὴ παρέργως τὴν ἰατρικὴν ἐκμαθοῦσιν· ὅσοι γὰρ ἐν ταῖς κατὰ πλάτος
5ἰατρικαῖς πραγματείαις σπουδαίως ἐγυμνάσαντο, τὴν σύνοψιν ταύτην ἕξουσι πρὸς εὐκολίαν τῆς ἀναλήψεως τῶν πρακτέων, διότι τοῖς συν‐ τόμως ῥηθεῖσιν κεφαλαιωδῶς ἐντυγχάνοντες εἰς ὑπόμνησιν ἔρχονται τῶν ὅλων ὑπὲρ ἑκάστης γνώσεως, καὶ συμβήσεται χωρὶς τοῦ φορτίον

1

p

3

ἐπάγεσθαι βαρὺ τὰ τῆς χρείας ἱκανῶς ἔχειν. γραφήσεται δὲ μόνον ἰάματα τῶν παθῶν εὐμεταχείριστά τε καὶ εὔπορα, καὶ ὅσα διὰ φαρ‐ μακείας καὶ διαίτης τὸ δέον ποιεῖν εἴωθεν· χειρουργίας δὲ μνήμην οὐ ποιήσομαι, τὸ δυσμεταχείριστον αὐτῆς, μάλιστα ἐν ἀποδημίαις, παραι‐
5τούμενος· χρεία γὰρ ἐπ’ αὐτῇ τοὐπίπαν μηχανημάτων τε καὶ ὀργά‐ νων οὐδαμῶς εὐπορίστων, ὥσπερ ἐπὶ καταγμάτων πολλάκις καὶ ἐκβο‐

1

p

4

λῆς ἄρθρων. τούτων [δὲ] καὶ ὅσα δυνατὸν διὰ μόνων τῶν χειρῶν ἀπευθύνειν ποιοῦσιν ἄριστα παιδοτρίβαι τε καὶ ἀθλητικοὶ ἄνδρες.

1

p

5

ταῦτά τε οὖν καὶ ὅσα ἕτερα διὰ τῆς τῶν χειρῶν ἐργασίας ἔχει τὴν ἴασιν, ἄμεινον ὑπὸ τῶν τριβάκων δρᾶται· διὸ τούτοις ἐπιτρέψαντες ταῦτα, τῶν ἐπειγόντων ἡμεῖς καὶ μὴ δεχομένων ὑπέρθεσιν τὰς ἰάσεις
διὰ φαρμακείας καὶ διαίτης καταλέξομεν.

1

.

1

t

Περὶ τρίψεως παρασκευαστικῆς.

1

.

1

.

1

Πρὸ τῶν γυμνασίων θερμαίνειν μετρίως τὸ σῶμα χρὴ τρίψει χρωμένους τῇ διὰ σινδόνων, κἄπειτα δι’ ἐλαίου τρίβειν γυμναῖς ταῖς χερσίν, ἄχρις ἂν θερμανθείη καλῶς καὶ μαλαχθείη τὸ σῶμα, ἐπανθήσειέ τε ἔρευθος εὐανθὲς καὶ εἰς ὄγκον ἀχθείη.

1

.

2

t

Περὶ γυμνασίων.

1

.

2

.

1

Κίνησίς ἐστι σφοδρὰ τὸ γυμνάσιον· ὅρος δὲ τῆς σφοδρότητος ἡ

1

.

2

.

2

τῆς ἀναπνοῆς ἐπὶ τὸ δασύτερον ἀλλοίωσις. τὰ δὲ γυμνάσια δυσπαθῆ τε παρασκευάζει τὰ ὀργανικὰ μόρια καὶ εὔτονα πρὸς τὰς ἐνεργείας τήν τε ὁλκὴν ἰσχυροτέραν τῆς τροφῆς καὶ τὴν ἀλλοίωσιν ἑτοιμοτέραν καὶ τὴν ὄρεξιν βελτίονα διὰ τὴν γινομένην θερμότητα· ἐκκαθαίρει δὲ
5καὶ τοὺς πόρους καὶ κενοῖ τὰ περιττώματα διὰ τὴν τοῦ πνεύματος

1

.

2

.

3

ἰσχυρὰν κίνησιν. ἐπειδὴ οὖν τῇ ἀναδόσει συνεργεῖ, χρὴ μήτε πλῆθος ὠμῶν καὶ ἀπέπτων σιτίων μήτε χυμῶν κατὰ τὴν κοιλίαν ἢ ἐν τοῖς ἐντέροις περιέχεσθαι· κίνδυνος γὰρ αὐτοῖς ἑλχθῆναι πρὸς ἅπαντα τὰ

1

.

2

.

4

τοῦ ζῴου μόρια πρὶν χρηστοῖς γενέσθαι πεφθεῖσιν. δῆλον οὖν ὡς καὶ

1

.

2

.

5

πρὸ τῶν σιτίων αὐτὰ παραλαμβάνεσθαι χρή. γνωρίσματα δὲ τῆς εὐκαι‐ ρίας τῶν οὔρων ἡ χρόα· τὸ μὲν γὰρ ὑδατῶδες ἄπεπτον ἔτι σημαίνει τὸν ἐκ τῆς γαστρὸς ἀναδοθέντα χυμόν, τὸ δὲ πυρρὸν καὶ χολῶδες ἐκ πολλοῦ κατειργάσθαι, τὸ δὲ μετρίως ὠχρὸν ἄρτι πέψεως γεγενημένης

1

.

2

.

6

σημεῖόν ἐστιν. τηνικαῦτα γοῦν ἄγειν ἐπὶ τὰ γυμνάσια προαποθέμε‐ νον τό τε ἐν τῇ κύστει καὶ ἐν τῇ γαστρὶ περίττωμα.

1

.

3

t

Περὶ τῶν εἰδῶν τοῦ γυμνασίου.

1

.

3

.

1

Τὸ μὲν δὴ κοινὸν ἁπάντων γυμνασίων ἐστὶ θερμότητος αὔξησιν ἐξ αὐτῶν τοῖς ζῴοις ἐργάσασθαι, τὰ δὲ διὰ τῶν καθ’ ἕκαστον. τὸ μὲν εὔτονον γυμνάσιον, τουτέστι τὸ βιαίως ἄνευ τάχους διαπονοῦν, εἰς εὐτονίαν παρασκευάζει τούς τε μῦς καὶ τὰ νεῦρα· τοιαῦτα δ’ ἐστὶ τό
5τε σκάπτειν καὶ τὸ φορτίον ἀράμενον μέγιστον ἢ μένειν κατὰ χώ‐

1

.

3

.

2

ραν ἢ προβαίνειν μικρά· καὶ οἱ ἀνάντεις δὲ περίπατοι τούτου τοῦ γένους εἰσὶ καὶ τὸ ἀναρριχᾶσθαι διὰ σχοινίου καὶ πλεῖστα ἄλλα ὁμοι‐

1

.

3

.

3

ότροπα. τὰ δὲ ταχέα χωρὶς εὐτονίας καὶ βίας ἐστίν· δρόμοι δ’ εἰσὶ ταῦτα καὶ σκιαμαχίαι καὶ ἀκροχειρισμοί· καὶ τὸ διὰ κωρύκου τε καὶ

1

.

3

.

4

τῆς μικρᾶς σφαίρας γυμνάσιον σύνθετόν ἐστιν ἐξ εὐτόνου καὶ ταχέος· ὅσα γὰρ εὔτονα τῶν γυμνασίων ἐστί, τούτοις ὡς σφοδροῖς ἄν τις

1

.

3

.

5

χρῷτο κινήσεις ταχείας προστιθείς. ἔτι τῶν γυμνασίων τὰ μὲν ὀσφὺν μᾶλλον ἢ χεῖρας ἢ σκέλη διαπονεῖ, τὰ δὲ τὴν ῥάχιν ἢ τὸν θώρακα

1

.

3

.

6

μόνον ἢ τὸν πνεύμονα. γυμνάζεσθαι δὲ χρή, μέχρις ἂν εἰς ὄγκον αἴρηται τὸ σῶμα καὶ εὐανθὲς ὑπάρχῃ, καὶ αἱ κινήσεις ἕτοιμοί τε καὶ

1

.

3

.

7

ὁμαλεῖς καὶ εὔρυθμοι γίνωνται. ἐν τούτῳ δὲ καὶ ἱδρῶτα θεάσῃ θερμὸν ἀτμῷ συμμιγῆ· παύεσθαι δὲ τηνικαῦτα πρῶτον ἐπειδὰν ἕν τι τῶν εἰρη‐ μένων ἀλλοιωθῇ, οἷον εἰ φανείη συστελλόμενος ὁ τοῦ σώματος ὄγκος, αὐτίκα παύειν· ὡσαύτως δὲ καὶ εἰ τὸ τῆς χρόας εὐανθὲς μαραίνοιτο,
5παύεσθαι· καὶ μὲν δὴ καὶ τὸ τῶν κινήσεων ἐπειδὰν ἐνδιδόναι που φαίνηται, καταπαύειν αὐτίκα· καὶ εἰ περὶ τὸν ἱδρῶτα γίνοιτό τις ἢ κατὰ τὸ πλῆθος ἢ κατὰ τὴν ποιότητα μεταβολή· ἐὰν γὰρ ἐλάττων ἢ ψυχρότερος γίνηται, καταπαύειν περιχέαντα τὸ ἔλαιον, ἀποθεραπεύειν δὲ τοὐντεῦθεν, εἶθ’ ἑξῆς τῇ ἀποθεραπευτικῇ τρίψει χρῆσθαι, ὡς εἰώθασιν
10οἱ παιδοτρίβαι ποιεῖν.

1

.

4

t

Περὶ τῆς ἰδίως τρίψεως.

1

.

4

.

1

Τῶν τρίψεων ἡ μὲν σκληρὰ δύναται δεῖν, ἡ μαλακὴ δὲ λύειν· ὥστε ὅσα μὲν ἐκλύεται πέρα τοῦ μέτρου σώματα, σκληρῶς ἀνατριπτέον, ὅσα δ’ ἔσφιγκται, μαλακῶς· εἰ δέ τι συμμέτρως ἔχει, τοῦτο εὔδηλον ὡς οὔτε μαλακῶς οὔτε σκληρῶς, ἀλλ’ ὅσον οἷόν τε, τὰς ὑπερβολὰς

1

.

4

.

2

ἑκατέρας φυλαττόμενον. ἡ δὲ πολλὴ τρῖψις τὴν ἰσχνότητα ποιεῖ,

1

.

4

.

3

καὶ ἡ μέση κατὰ ποσότητα τὴν ἀνάθρεψιν. αἱ δὲ τρεῖς διαφοραὶ τῶν κατὰ ποιότητα τρίψεων ταῖς τρισὶ διαφοραῖς τῶν κατὰ ποσότητα τρί‐ ψεων ἐπαλλαττόμεναι συζυγίας ἀποτελοῦσιν ἐννέα.

1

.

5

t

Περὶ ἀναφωνήσεως. Ἐκ τῶν Ἀντύλλου.

1

.

5

.

1

Ἐν ταῖς ἀναφωνήσεσιν ἡ μὲν εὐμέλεια καὶ χρηστοφωνία οὐδὲν ἂν συμβάλλοιτο πρὸς ὑγείαν, ὁ δὲ τῶν βαρυτέρων φθόγγων ἦχος χρήσιμος, ὥστε τοῦτον ἀσκητέον· οὕτω γὰρ πλεῖστος ἀὴρ εἰς τὸ σῶμα κατ’ ἀναπνοὴν ἑλκόμενος διαστέλλει τόν τε θώρακα καὶ τὴν κοιλίαν
5καὶ τοὺς καθ’ ὅλου τοῦ σώματος πόρους ἀνευρύνει καὶ διίστησι. διό‐ περ ἐν αὐταῖς 〈ταῖσ〉 ἀναγνώσεσι τῶν πλεοναζόντων ὑγρῶν ποιεῖται τὰς ἐκκρίσεις, τοῖς μὲν συντονώτερον ἀναγινώσκουσι μᾶλλον καὶ δι’
ἱδρώτων, τοῖς δ’ ἐπιεικέστερον ἐντεινομένοις διὰ τῆς ἀδήλου γινο‐ μένης διαπνοῆς καθ’ ὅλον τὸν ὄγκον· συμβαίνει δὲ διὰ τὸν λεπτυσμὸν
10πολλῶν περιττωμάτων ἀναχρεμπτομένων καὶ πτυέλων καὶ μύξης καὶ

1

.

5

.

2

φλέγματος ἔκκρισιν γίνεσθαι καὶ ἀπανάλωσιν. τοῖς γε μὴν ἀναθερμα‐ σίας δεομένοις διὰ ψυχρότητα τίς ἂν ἄλλη προσφορωτέρα γένοιτο

1

.

5

.

3

βοήθεια τῆς κατὰ τὴν ἀναπνοὴν ἐνεργείας; δεῖ τοίνυν ἀναγινώσκειν πολλάκις ἀνιέντας τὸ σῶμα ἅπαν, καὶ κεχυμένης τῆς σαρκὸς εἰς ἀραίω‐ σιν, διιστάντας ἐπίτηδες τήν τε ἀρτηρίαν καὶ τὰς ἄλλας διεξόδους τοῦ πνεύματος κατὰ τὰς βαρυτάτας τῆς φωνῆς φθέγγεσθαι ἀπηχήσεις.

1

.

5

.

4

χρηστέον δὲ ταῖς τῆς φωνῆς ἐνεργείαις οὔτε εἰκῆ οὔτε ἀπερισκέπτως, ἀλλὰ μήτε φαύλων καὶ διεφθαρμένων μεστοὺς ὄντας ὑγρῶν μήτε ἐπὶ μεγάλαις τοῦ στομάχου καὶ φανεραῖς ἀπεψίαις πρὸς τὴν διὰ τῆς φωνῆς γυμνασίαν ἀφικνεῖσθαι, ὅπως ἂν μὴ πλείων ἀνάδοσις τῶν διεφθαρ‐
5μένων ἀτμῶν εἰς τὸ σῶμα γένηται.

1

.

6

t

Περὶ ἀφροδισίων. Ἐκ τῶν Ῥούφου.

1

.

6

.

1

Ἐξ ἀφροδισίων ὠφέλειαί εἰσιν αἵδε· πλησμονὴν κενῶσαι καὶ ἐλα‐ φρὸν παρασχεῖν τὸ σῶμα καὶ εἰς αὔξησιν προτρέψαι καὶ ἀνδρωδέστερον ἀποφῆναι· κατὰ δὲ τὴν ψυχὴν συνεστηκότα τε λογισμὸν διαλύει καὶ ὀργῆς ἀκράτου ἐπανίησιν· διὸ καὶ τῶν μελαγχολικῶν ὥς τι καὶ ἕτερον

1

.

6

.

2

ἴαμα ἐπιτηδειότατον μίσγεσθαι. καθίστησι δ’ εἰς τὸ ἐμφρονέστερον καὶ τοὺς ἄλλον τρόπον ἐκμανέντας καὶ τοῖς ἀπὸ φλέγματος νοσήμασι κρά‐

1

.

6

.

3

τιστόν ἐστιν. οἱ δὲ καὶ εὐσιτότεροι ἀντὶ ἀσίτων ἐγένοντο· οἱ δὲ καὶ

1

.

6

.

4

ὀνειρωγμῶν συχνῶν ἀπηλλάγησαν. φύσεις δ’ ἐπιτήδειοι πρὸς ἀφρο‐ δίσια αἱ θερμότεραι καὶ ὑγρότεραι καὶ πλέον τῶν ἄλλων εἰς λαγνείαν εὔφοροι· ἥκιστα δὲ δίαιτα μὲν ἡ ξηραίνουσα καὶ ψύχουσα, ἡλικία δ’

1

.

6

.

5

ἡ τοῦ γέροντος, ὥρα δ’ ἡ τοῦ φθινοπώρου. χρὴ τοίνυν τὴν δίαιταν ὑγρὰν καὶ θερμὴν παρέχειν· εἴη δ’ ἂν πόνων τε μετριότης καὶ σιτίων

1

.

6

.

6

ὥσπερ δ’ οἱ μέτριοι πόνοι ἁρμόττουσιν, οὕτω καὶ οἱ αὐτῶν τῶν ἀφρο‐ δισίων· προτρέπουσι γὰρ εἰς τὸ ἔργον καί τινα ῥᾳστώνην τῷ ἐθισμῷ

1

.

6

.

7

παρέχουσιν. δεῖ δέ, εἴπερ τινὸς ἄλλου, καὶ τροφῆς περιουσίας, ὥστε τὰ πολύτροφα τῶν ἐδεσμάτων εἴη ἂν ἐπιτήδεια· ἰχθύων δ’ οἱ πολύ‐ ποδες (καὶ γὰρ καὶ ἄλλως πεπίστευνται ἐρεθίζειν) καὶ ὅσα μαλάχια· λαχάνων δὲ τὸ ὅρμινον καὶ τὸ ἐρύσιμον καὶ τὸ εὔζωμον καὶ ἡ γογγυλίς
5(καὶ ταῦτα δ’ ὡς φάρμακα)· ὀσπρίων δὲ κύαμοί τε καὶ ἐρέβινθοι καὶ ὦχροι καὶ δόλιχοι καὶ πισσοί, πνεύματος ὑποπιμπλάντες καὶ τῷ ἀφθόνῳ

1

.

6

.

8

τῆς τροφῆς. καὶ τὸ πήγανον τοίνυν, ὅτι πνεῦμα συμπέσσει καὶ ἀφα‐

1

.

6

.

9

νίζει, διὰ τοῦτο καὶ τὰς μίξεις ἀμβλύνει. μεγάλως δ’ ἐπαινῶ καὶ τοὺς βότρυς· ὑγραίνουσί τε γὰρ καὶ πνεύματος ἐμπιπλᾶσι τὸ αἷμα, ὃ δὴ

1

.

6

.

10

ἐξορμᾷ πρὸς ἀφροδίσια. τῷ μέλλοντι δ’ ἀφροδισιάζειν πλησμονὰς προσφάτους φυλακτέον καὶ ἀπεψίας καὶ μέθας καὶ ἐνδείας· κακὸν δὲ

1

.

6

.

11

καὶ ἐπὶ περιττώμασι μίσγεσθαι, καὶ πρὸ γυμνασίων καὶ λουτρῶν. κάλ‐ λιστον οὖν ἐπὶ σίτῳ μίσγεσθαι μὴ ἐμπλησθέντα· καὶ γὰρ καὶ πρὸς τὴν ἰσχὺν συμφέρει, καὶ ψύξεις αἱ ἐπιγινόμεναι ἧσσον γίνονται· ἐπὶ πόνοις

1

.

6

.

12

δὲ πονηρὸν ἀφροδισιάζειν. καὶ κόπους φυλακτέον καὶ ἐμέτους γεγενη‐ μένους καὶ καθάρσεις ὡσαύτως καὶ διάρροιαν ἐξαπιναίαν· τὴν κεχρο‐

1

.

6

.

13

νισμένην δ’ ἐπιξηραίνουσιν. καὶ τὰς σφοδρὰς ἐπιθυμίας οὐκ ἐπαινῶ, ἀλλὰ κελεύω τότε δὴ πλέον ἀντέχειν, καὶ μάλιστα οἷς νόσημά τί ἐστιν.

1

.

7

t

Περὶ φλεβοτομίας. Ἐκ τῶν Γαληνοῦ.

1

.

7

.

1

Οὐ μόνον πλήθους ὄντος, ἤτοι 〈τοῦ〉 πρὸς τὴν δύναμιν ἢ τοῦ κατὰ τὸ καλούμενον παρέγχυμα, φλεβοτομία μεγάλως ὀνίνησιν, ἀλλὰ καὶ χωρὶς πλήθους ἀρχομένην φλεγμονήν, ἤτοι διὰ πληγὴν ἢ ὀδύνην

1

.

7

.

2

ἢ δι’ ἀτονίαν μορίων. καὶ εἰ ἔσεσθαι μέλλει μέγα νόσημα, φλεβοτομή‐ σομεν πάντως, κἂν μηδὲν ᾖ τῶν τοῦ πλήθους γνωρισμάτων, ἐπισκο‐

1

.

7

.

3

ποῦντες ἡλικίαν τε καὶ ὥραν καὶ δύναμιν. πότερον δ’ ἐπὶ τὴν φλε‐ βοτομίαν ἀφιξόμεθα πάντως ἐφ’ ἑκατέρου πλήθους, ὅταν φαίνηται ταῦτα ἐπί τινος τῶν ἔτι τὰ συνήθη πραττόντων, ἢ οὐκ ἀναγκαῖον, ὅταν μηδεμία προσδοκία μεγάλου νοσήματος ᾖ; γνωστέον καθόλου
5φλεβοτομίαν ἐπὶ πάντων τῶν μεγάλων νοσημάτων ἀναγκαίαν εἶναι

1

.

7

.

4

παραχρῆμα προσαγομένην. τοῖς δὲ μηδὲν τοιοῦτον πεπονθόσιν ἁπάν‐ των τε τῶν μορίων τοῦ σώματος ἄμεμπτον ἔχουσι κατασκευὴν δύο εἰσὶν ὁδοὶ τῆς κενώσεως, διὰ φλεβοτομίας μὲν εἰ ἀκρατεῖς εἶεν τῇ διαίτῃ, χωρὶς δὲ ταύτης εἰ ἐγκρατεῖς· ἔνεστι γὰρ καὶ τρίψει πολλῇ καὶ
5λουτροῖς καὶ περιπάτοις καὶ ταῖς ἄλλαις κινήσεσιν, ἔτι δὲ χρίσμασι δια‐ φορητικοῖς ταχέως ἐκκενῶσαι τοῦ πλήθους, εἰ μὴ ἄρα σοι δόξειέ ποτε παχέος αἵματος εἶναι καὶ μελαγχολικοῦ πλεονεξία· τηνικαῦτα γὰρ χρὴ φλεβοτομεῖν· τῶν δ’ ὠμῶν χυμῶν ἐπικρατούντων, πρὶν μὲν ἄρξασθαι

1

.

7

.

5

νοσεῖν, εὐλαβῶς ἀποκενώσεις· ἤδη δὲ πυρεττόντων, οὐδ’ ὅλως. εἰ δέ τινες εὐάλωτοι μὲν εἶεν νοσήμασι, μηδέπω δὲ μηδὲν παρείη σύμπτωμα,

1

.

7

.

6

φλεβοτομεῖν χρὴ τούτους κατὰ τὴν ἀρχὴν τοῦ ἦρος. καὶ ὅσοι δὲ καθ’ ἕκαστον ἔτος ἐν θέρει νοσοῦσι νοσήματα πληθωρικά, καὶ τούτους χρὴ
φλεβοτομεῖν εἰσβάλλοντος ἦρος· ὡσαύτως δὲ καὶ ὅσοι κατὰ τὸ ἔαρ ἁλίσκονται τοῖς τοιούτοις νοσήμασιν· συμφέρει γὰρ τοῦτο ποιεῖν πρὶν
5ἄρξασθαι τὸ θέρος ἐν τοῖς τελευταίοις τοῦ ἦρος.

1

.

8

t

Περὶ ἐπαφαιρέσεως.

1

.

8

.

1

Ἐφ’ ὧν μὲν κενώσεως χρεία πολλῆς, οὐκ ἰσχυρὰ δ’ ἡ δύναμις, ἐπὶ τούτων προσήκει ταμιεύεσθαι τὴν κένωσιν καὶ τὴν πρώτην ἀφαί‐ ρεσιν ἐλλιπεστέραν ποιησάμενον ἐπαφαιρεῖν αὖθις· εἰ δὲ βούλει, καὶ τρίτον, ὥσπερ ἀμέλει καὶ ἐπὶ τῶν πλῆθος ἐχόντων ὠμοτέρων χυμῶν.

1

.

8

.

2

ὅταν δ’ ᾖ ζέοντος αἵματος πλῆθος ἀνάπτον ὀξύτατον πυρετόν, ἀθρόας ἐστὶ κενώσεως χρεία, καὶ χρὴ πειρᾶσθαι κενοῦν ἄχρι λειπο‐ θυμίας, ἐπισκεψάμενον τὴν ῥώμην τῆς δυνάμεως, ὥστε ἐνίων οἶδα κοτύλας ἓξ ἀφελὼν εὐθέως, ὥστε καὶ διὰ τῆς νυκτὸς οὐκ ὀκνήσεις

1

.

8

.

3

τέμνειν ἐνίοτε φλέβα. προσέχειν μέντοι καλῶς ἔχει τῇ καθαιρέσει τῶν σφυγμῶν, ἐφαπτόμενον αὐτῶν ἔτι ῥέοντος τοῦ αἵματος, ὅπως μή ποτε λάθῃς σαυτὸν ἀντὶ λειποθυμίας θάνατον ἐργασάμενος.

1

.

9

t

Περὶ μέτρου κενώσεως αἵματος.

1

.

9

.

1

Μέγεθος νοσήματος καὶ ῥώμη δυνάμεως οἱ πρῶτοι σκοποὶ φλε‐ βοτομίας εἰσίν, οὓς αὐξανομένους μὲν ἐνδείκνυσθαι πλείονα κένωσιν, μὴ αὐξανομένους δὲ καθαιρεῖν εἰς τοσοῦτον τὴν ποσότητα τῆς κενώ‐

1

.

9

.

2

σεως εἰς ὅσον ἐμειώθησαν οὗτοι. συνεπισκέπτεσθαι δ’ ἐφεξῆς ὁποία τίς ἐστιν ἡ φύσις τἀνθρώπου· τοὺς μὲν γὰρ μεγάλας ἔχοντας φλέβας ἰσχνούς τε μετρίως καὶ μὴ λευκοὺς μηδ’ ἁπαλοσάρκους ἀφειδέστερον κενώσεις, τοὺς δ’ ἐναντίους φειδομένως· αἷμά τε γὰρ ὀλίγον ἔχουσι

1

.

9

.

3

καὶ εὐδιαφόρητοι τυγχάνουσιν. κατὰ τὸν αὐτὸν οὖν λόγον οὐδὲ τοὺς παῖδας φλεβοτομήσεις ἄχρι τεσσαρεσκαιδεκαετοῦς ἡλικίας· μετὰ δὲ ταύ‐ την, ἐὰν ἠθροικότες ὦσι πλῆθος αἵματος, καὶ ἡ ὥρα τοῦ ἔτους ἐαρινή, καὶ τὸ χωρίον εὔκρατον, καὶ ἡ τοῦ παιδὸς φύσις εὔαιμος, ἀφαιρήσεις

1

.

9

.

4

αἵματος· ἔτι δὲ μᾶλλον, εἰ νόσημά τι σφοδρὸν ἐφεδρεύοι. κενώσεις δὲ τὸ πλεῖστον ἄχρι κοτύλης τὸ πρῶτον· ἐὰν δέ σοι φαίνηται τὰ τῆς

1

.

9

.

5

δυνάμεως ἰσχυρά, προσθήσεις κατὰ τὴν ἐπαφαίρεσιν ἥμισυ. καὶ τοίνυν καὶ τοὺς ἑβδομηκοντούτεις κενώσεις τῶν δυνάμεων ἰσχυρῶν ὑπαρχου‐

1

.

9

.

6

σῶν. προσέχειν δὲ χρὴ καὶ τῇ μεταβολῇ τοῦ αἵματος κατά τε χρόαν καὶ σύστασιν, καὶ μάλιστα ὅταν φλεγμονῆς χάριν ἡ φλεβοτομία παρα‐
ληφθῇ.

1

.

10

t

Ποίας τμητέον φλέβας;

1

.

10

.

1

Ἀντισπάσεως ἕνεκα τὰς κατ’ εὐθεῖαν τῶν αἱμορραγούντων τέμνε φλέβας· σπληνὸς δὲ πάσχοντος τὴν κατὰ τὸν παράμεσον δάκτυλον

1

.

10

.

2

φλέβα διαίρει τῆς ἀριστερᾶς χειρὸς ἢ τῶν ἐν ἀγκῶνι τὴν ἔνδον. καὶ

1

.

10

.

3

ἐπὶ πλευριτικῶν δὲ τὴν κατ’ εὐθὺ τοῦ πάσχοντος διαίρει. καὶ ὀδύνας ὀφθαλμῶν ἰσχυροτάτας ὠφελεῖ θαυμαστῶς ἡ κατ’ εὐθὺ φλὲψ διαιρε‐ θεῖσα ἡ ὠμιαία κατ’ ἀγκῶνα· [οἱ] τρεῖς γὰρ οὗτοι τόποι τῆς κατ’

1

.

10

.

4

ἀγκῶνα φλεβοτομίας εἰσίν, ὅ τε ἔνδον καὶ ὁ ἔξω καὶ ὁ μέσος. ὁ μὲν οὖν ἔνδον ἐπὶ τῶν τὰ κάτω τοῦ τραχήλου πεπονθότων ὠφέλιμος· ὁ δ’ ἐκτὸς 〈ἐπὶ〉 τῶν κατὰ τὸ πρόσωπον καὶ τὴν κεφαλήν· ὁ μέσος δ’

1

.

10

.

5

ἀμφοτέρων. ἁμαρτηθείσης δὲ τῆς φλεβοτομίας, κατὰ μὲν τὴν μέσην φλέβα νευρίον ὑποκείμενον 〈διαιρεῖται, κατὰ δὲ τὴν ἔνδον ἀρτηρία ὑποκειμένη〉, καὶ χρὴ φυλάττεσθαι τέμνειν ταύτην ἄνευ μεγάλης ἀνάγ‐ κης· τὴν δ’ ὠμιαίαν φλέβα κατὰ πάντα τρόπον ἀκίνδυνον τέμνειν.

1

.

10

.

6

ἤδη μέντοι κἀπὶ ταύτης τινὲς ὠδυνήθησαν μέχρι πολλοῦ χρόνου· τῶν δ’ οὕτω παθόντων οὐδεὶς ἅπαξ διῃρέθη, δὶς δὲ καὶ τρὶς ἐπικαθέντων ἐπειδὰν ἀποτύχωσιν· μεγίστης δ’ ἅπαξ γενομένης διαιρέσεως, οὐδεὶς οὔτε ἐφλέγμηνεν οὔτε ὠδυνήθη. διὸ χρὴ ταύτην μὲν τέμνειν ἀφειδῶς,
5μετὰ πολλῆς δ’ ἀσφαλείας τὴν μέσην, ἀποχωρεῖν δὲ πειρᾶσθαι τῆς κάτω.

1

.

10

.

7

ὥσπερ δὲ τὰ εἰρημένα μόρια ταῖς κατ’ ἀγκῶνα φλεβοτομίαις ὠφελεῖται, κατὰ τὸν αὐτὸν τρόπον ὅσα κατωτέρω τούτων ἐστί, ταῖς κατ’ ἰγνύαν καὶ σφυρά, τουτέστι τὰ κατ’ ἰσχίον καὶ κύστιν καὶ μήτραν· νεφροὶ δ’

1

.

10

.

8

ἐπαμφοτερίζουσιν. χρὴ δ’ ἐπὶ μὲν τῶν ἀρχομένων φλεγμονῶν ἀντι‐ σπαστικῶς ποιεῖσθαι τὴν φλεβοτομίαν, ἐπὶ δὲ τῶν κεχρονισμένων μά‐ λιστα μὲν ἐξ αὐτῶν τῶν πεπονθότων μορίων· εἰ δὲ μή, ἐκ τῶν πλη‐

1

.

10

.

9

σίον. ἐφ’ ὧν δὲ σωμάτων οὐδὲν μὲν πάσχει μόριον οὐδέπω, φθάνομεν δὲ κενοῦν ἦρος εἰσβάλλοντος, πᾶσα φλὲψ ὁμοτίμως εἰς ἀφαίρεσιν ἐπι‐ τήδειός ἐστιν.

1

.

11

t

Τίς καιρὸς φλεβοτομίας;

1

.

11

.

1

Ἐν πάσῃ μὲν ἡμέρας ὥρᾳ φλεβοτομήσεις, πάσῃ δὲ νυκτός, σκο‐ πὸν ἔχων ἐπὶ τῶν πυρεττόντων τὴν παρακμὴν τῶν κατὰ μέρος παρ‐
οξυσμῶν, ἐπὶ δὲ τῶν χωρὶς πυρετῶν δεομένων τοῦ βοηθήματος τὸ μέγεθος τῆς διαθέσεως, ἐφ’ ᾗ τῆς φλεβοτομίας ἐστὶ χρεία· μηδενὸς δὲ
5τοιούτου κατεπείγοντος ἢ κωλύοντος, ἄμεινόν ἐστιν ἕωθεν φλεβοτομεῖν προεγρηγορήσαντας χρόνον ὡς μιᾶς ὥρας· καὶ λούειν δέ τινας ἄμεινον καὶ προπεριπατήσαντας ἐνίους· τινὰς δὲ καὶ μετὰ τὸ πρᾶξαί τινα τῶν

1

.

11

.

2

συνήθων ἔργων. ὅ γε μὴν τῆς ἐπαφαιρέσεως καιρός, ἐφ’ ὧν μὲν ἁπλῶς κενῶσαι βουλόμεθα, καὶ κατὰ τὴν αὐτὴν ἡμέραν γινέσθω· ἐφ’ ὧν δ’ ἀντισπάσαι, κἂν δύο ταῖς ἐφεξῆς ἡμέραις γένηται, βέλτιόν ἐστιν.

1

.

12

t

Περὶ ἀρτηροτομίας.

1

.

12

.

1

Ἀρτηρίας δὲ διαιροῦσιν οἱ ἰατροί, τὰς μὲν ἐν τοῖς κροτάφοις ἐπὶ τοῖς ἐν ὀφθαλμοῖς ῥεύμασιν ὅσα θερμὰ καὶ πνευματώδη, τὰς δ’ ὄπισθεν τῶν ὤτων ἐπὶ τῶν σκοτωματικῶν, καὶ μάλιστα ὅσοι χρονίοις νοσήμασι

1

.

12

.

2

κεφαλῆς θερμοῖς καὶ πνευματώδεσι κάμνουσιν. ἤδη δὲ καὶ δι’ ἄλλα πάθη περὶ κεφαλὴν συνιστάμενα χρόνια κέχρηνταί τινες ἀρτηροτομίαις τῶν ὤτων ὄπισθεν· ἄλλας δὲ διαιρεῖν ἀρτηρίας ὀκνοῦσι διὰ τὸ δυσ‐ επίσχετον τῆς αἱμορραγίας, καὶ ὅτι τῆς διαιρέσεως εἰς οὐλὴν ἰούσης
5ἀνεύρυσμα γίνεται.

1

.

13

t

Περὶ σικυάσεως.

1

.

13

.

1

Οὔτε ἐν ἀρχῇ τῶν παθῶν, οὔτε πληθωρικῶν ὄντων, σικύαις χρη‐ σόμεθα, ἀλλ’ ὅταν προκενωθῇ πᾶν τὸ σῶμα, καὶ μηκέτι ἐπιρρέῃ μηδὲν τῷ μορίῳ, χρεία τε γένηται κινῆσαί τι καὶ μοχλεῦσαι καὶ πρὸς τὸ

1

.

13

.

2

ἐκτὸς ἑλκύσαι. φυλάττεσθαι δὲ δεῖ σικύαν προσάγειν πλησίον μαστῶν. ἐμπίπτοντες γὰρ εἰς αὐτὰς ἐνίοτε καὶ ἐνοιδοῦντες σφόδρα δυσχερῆ τὴν ἄρσιν ποιοῦνται, καὶ τότε χρὴ σπόγγοις ἐκ θερμοῦ περιλαμβάνειν τὰς σικύας· ἀνίενται γάρ· εἰ δὲ μηδ’ οὕτως ἀνεθεῖεν, τρυπᾶν αὐτᾶς δεῖ.

1

.

14

t

Περὶ ἐγχαράξεως. Ἐκ τῶν Ἀπολλωνίου.

1

.

14

.

1

Τὸ φλέβα διελεῖν πολλάκις τοῦ ἔτους οὐκ ἐπιτήδειον νομίσας, ὅτι ἅμα τῷ αἵματι πολὺ συνεκκρίνεται τὸ ζωτικὸν πνεῦμα, τού‐
του δ’ ἀναλισκομένου πυκνότερον ὅ τε ὅλος ὄγκος καταψύχεται, καὶ πάντα τὰ φυσικὰ ἔργα χείρω γίνεται, ἐδοκίμασα οὖν ἀπὸ τῶν ἀκυρο‐

1

.

14

.

2

τάτων, οἷον τῶν σκελῶν, τὴν ἀφαίρεσιν ποιεῖσθαι. ἄριστον δὲ τὸ βοήθημα εἰς τε τήρησιν ὑγείας καὶ εἰς ἀνάκτησιν, ὁπότε παρατραπείη· ὠφελεῖ δ’ ἡ ἐγχάραξις καὶ ὀφθαλμοὺς χρονίως ῥευματιζομένους καὶ τὰς ἄλλας περὶ κεφαλὴν διαθέσεις καὶ τὰς περὶ θώρακα καὶ συνάγχας·
5τὰς δὲ σφηνώσεις τὰς ἐπί τισι μορίοις γινομένας λύειν χρὴ διὰ τοπι‐ κῆς ἐγχαράξεως.

1

.

15

t

Περὶ βδελλῶν. Ἐκ τῶν Ἀντύλλου.

1

.

15

.

1

Τὰς δὲ βδέλλας χρὴ λαβόντας φυλάττειν ἡμέραν μίαν αἷμα ὀλί‐

1

.

15

.

2

γον εἰς διατροφὴν ἐμβάλλοντας. ἐπὶ δὲ τῆς χρείας τὸ βδελλιζόμενον μέρος προεκνιτρούσθω καὶ καταχριέσθω αἵματι ἢ πυριάσθω· τὰς δὲ βδέλλας ἐμβλητέον εἰς ὕδωρ χλιαρὸν καθαρόν, εἶτα λαβόντας αὐτὰς καὶ σπόγγῳ περιλαβόντας τὸ γλινῶδες ἀποκαθαίρειν καὶ οὕτω προσ‐

1

.

15

.

3

άγειν. ἐμφῦσαι δ’ οὐ παύονται ἕλκουσαι, μέχρις ἂν προσπάσσωμεν

1

.

15

.

4

ἅλας τοῖς στόμασιν αὐτῶν ἢ σποδόν. μετὰ δὲ τὸ πεσεῖν πυριατέον σπόγγοις τὸ μόριον, καὶ εἰ αἱμορραγοίη, κηκῖδα κεκαυμένην ἢ σπόγγον καινὸν ἀποβάψαντα εἰς πίσσαν ὑγρὰν καὶ καύσαντα 〈ἐπιπάσσειν καὶ〉 ἐπιτιθέναι χάρτην ὄξει βεβρεγμένον.

1

.

16

t

Περὶ καθάρσεως. Ἐκ τῶν Γαληνοῦ.

1

.

16

.

1

Τοὺς ὑγιεινὰ τὰ σώματα ἔχοντας ἐργῶδες καθαίρειν· καὶ γὰρ ἰλιγγιῶσι καὶ στροφοῦνται, καὶ δυσχερῶς αὐτοῖς ἡ κάθαρσις προχωρεῖ,

1

.

16

.

2

καὶ πρὸς τούτοις ἔτι ταχέως ἐκλύονται. τοὺς δ’ ὑγιαίνοντας, νοσή‐ σαντας δ’ ἂν εἰ μὴ κενωθεῖεν, φθάνειν χρὴ κενοῦν εἰσβάλλοντος τοῦ ἦρος, τὰ δ’ ἐπιληπτικὰ καὶ ἀσθματικὰ τῶν φλεγματωδῶν, ἀρθριτικὰ δὲ τὰ μὲν ἅμα θερμασίᾳ πολλῇ τῶν πικροχόλων, τὰ δὲ σὺν ὄγκοις

1

.

16

.

3

ψυχροῖς τῶν φλεγματικῶν. χρὴ δὲ προλεπτύνειν καὶ τέμνειν τοὺς
παχεῖς καὶ γλίσχρους χυμοὺς καὶ τοὺς πόρους, δι’ ὧν οὗτοι μεταλαμ‐ βάνονταί τε καὶ ἕλκονται πρὸς τῶν καθαρτικῶν φαρμάκων, ἀναστομοῦν,

1

.

16

.

4

εἰ ἡ κάθαρσις ἀρίστη μέλλοι γίνεσθαι κατὰ πάντα. ἐν ἀρχῇ μὲν οὖν τοὺς ὀρώδεις τε καὶ λεπτοὺς κενώσεις χυμούς, ἀναμενεῖς δὲ πέψιν ἐπὶ τῶν παχέων καὶ γλίσχρων, οἷοι τὴν φύσιν ὅ τε τοῦ φλέγματος καὶ ὁ τῆς μελαίνης χολῆς· ἐπὶ δὲ τῶν ἤδη νοσούντων ἐν μὲν τοῖς χρονίοις
5ἀεὶ 〈δεῖ〉 τὸν πεπασμὸν ἀναμένειν· ἐν δὲ τοῖς ὀξέσιν, ὅταν ὀργᾷ, καὶ κατ’ ἀρχὰς οἷόν τε φαρμακεῦσαι μετ’ εὐλαβείας πολλῆς, ἐν κινήσει τε τῶν χυμῶν ὄντων καὶ φορᾷ καὶ ῥύσει· τοὺς δὲ καθ’ ἕν τι μόριον ἐστηριγ‐ μένους οὔτε ἄλλῳ τινὶ βοηθήματι χρὴ κινεῖν οὔτε φαρμακεύειν πρὶν

1

.

16

.

5

πεφθῆναι, ἐν ᾧ δὴ καιρῷ καὶ κρίσις γίνεται. τῶν δὲ καθαιρόντων φαρμάκων κακούντων τὸ στόμα τῆς γαστρός, ἡ μῖξις ἐπενοήθη τῶν εὐωδῶν, ὅπως μὴ μόνη μηδ’ ἀκραιφνὴς ἡ δύναμις αὐτῶν ἅπτηται τοῦ στόματος τῆς γαστρός.

1

.

17

t

Ὅσα κάτω καθαίρει τῶν ἐν τῇ χρήσει.

1

.

17

.

1

Μέλας ἐλλέβορος καθαίρει κάτω χολώδη καὶ φλεγματώδη· διδό‐ ναι δὲ μιγνύντα σκαμμωνίαν· εἰ δὲ πρᾳότερον βούλει καθῆραι, ἐλλέ‐ βορον ἐξαρκεῖ κόψαντα ξηρῶν τῶν ῥιζῶν ἐπιπάσαι γλυκεῖ οἴνῳ ἢ ὀξυ‐ μέλιτι ὅσον δραχμὰς δύο καὶ ἑψήσαντα ἐν φακῇ ἢ ἐν πτισάνῃ ἢ ἐν
5ζωμῷ ὄρνιθος ῥοφῆσαι, τῆς δὲ σκαμμωνίας μίσγειν ὅσον τριώβολον

1

.

17

.

2

πρὸς δραχμὴν τοῦ ἐλλεβόρου. ἄμεινον δὲ τῷ ἐλλεβόρῳ προσμίσγειν

1

.

17

.

3

ἀνήσου καὶ πετροσελίνου καὶ δαύκου ὥσπερ χάριν ἡδύσματος. ὁ δὲ Κνίδιος κόκκος καθαίρει μὲν φλέγμα καὶ χολὴν καὶ ὑδατώδη πολλά.

1

.

17

.

4

ἔστι δὲ πυρώδης καὶ ὀξύτατος καθῆραι. διδόναι δὲ πλῆθος ὅσον κόκ‐

1

.

17

.

5

κους τριάκοντα· εἰ δὲ πρᾳότερον ἐθέλοις, εἴκοσιν. ἀφελεῖν δὲ τὰ περι‐ κάρπια καὶ διδόναι τὰ ἐντὸς τρίψαντα μετὰ μέλιτος καὶ ἀλφίτου ἢ

1

.

17

.

6

ἐν μελικράτῳ πιεῖν· ἄμεινον δ’ εἰ μετ’ οἴνου πίνοι. ἐπὶ δὲ τῇ πόσει

1

.

17

.

7

βραχὺ ἐλαίου καταρροφῆσαι, ὡς μὴ καίῃ τὴν φάρυγγα. λαμβάνειν δὲ

1

.

17

.

8

καὶ μέλιτι ἑφθῷ περιπλάσσων τοὺς κόκκους κεκομμένους. τῆς δὲ λινο‐
ζώστεως εἰ μὲν ἑψήσας ἁπαλῶν τῶν φύλλων ἐσθίοις, ἐκκοπροῖ ἱκανῶς·

1

.

17

.

9

εἰ δὲ τὸ ἀφέψημα κεράσας οἴνω πίνοις, τοῦτο ἰσχυρότερον. πολυπόδιον δ’ ἄγει φλέγμα καὶ χολὴν καὶ τὰ ὑδατώδη· διδόναι δὲ τῆς ῥίζης ὅσον

1

.

17

.

10

δραχμὰς β ἐπιξέων μελικράτῳ ἢ ὕδατι. κάκιον δ’ οὐδὲν καὶ ἐπὶ τάριχος

1

.

17

.

11

ξύσαντα φαγεῖν πρὸ τοῦ ἀρίστου. καθαίρει δὲ καὶ ἐν πτισάνῃ καὶ ἐν

1

.

17

.

12

ζωμῷ ὄρνιθος ἡ ῥίζα ἑψηθεῖσα οὐ λυπηρῶς. σικυωνία δ’ ἢ κολοκυν‐ θὶς καθαίρει φλέγμα καὶ χολὴν ἄκρατον· διδόναι δ’ ὅσον 𐅵 α τῆς ἐν‐ τεριώνης ἐν μελικράτῳ· πρᾳότερον δὲ καθῆραι βουλόμενος τὸ μὲν σπέρμα τῆς σικυωνίας ἐκβάλλειν, ἐγχέας δ’ οἴνου γλυκέος εἰς τὸν

1

.

17

.

13

φλοιὸν ἕψει ἐπὶ μαλακῆς τέφρας, ἔστ’ ἂν καλῶς θερμανθῇ. τοῦτο διδόναι πίνειν οἷς τε ἄγειν οὐκ ἰσχυρῶς δεῖ, καὶ οἷς κατὰ τὸ δέρμα

1

.

17

.

14

ἐξανθήσεις πελιδναὶ γίνονται. ἡ δ’ ἀλόη ὀξὺ μὲν καθαρτικὸν οὐκ ἔστι, στομάχῳ δ’ εὐμενέστατον· ἀρκεῖ δ’ ὅσον δραχμὰς β μετὰ μελικράτου

1

.

17

15,16

πιεῖν. ἄγει δὲ φλέγμα καὶ χολήν. ἀγαθὸν δὲ καὶ εἰ ἐφ’ ἡμέρᾳ λαμ‐

1

.

17

.

16

(2)

βάνεις ἀπὸ δείπνου· διαχωρεῖ γὰρ καὶ τὰ σιτία οὐκ ἀφανίζει· πρὸς δὲ

1

.

17

.

17

καὶ ἄδιψόν ἐστι καὶ εὔσιτον. τρίψαντα δ’ ἐν χυλῷ κράμβης πλάσσειν τὰ μὲν ἡλίκα ἐρεβίνθους, τὰ δὲ κυάμοις ἴσα, καὶ τούτων λαμβάνειν

1

.

17

.

18

καὶ δύο καὶ τρία, ὅπως καὶ χρῄζει κενοῦσθαι. ἐπιτήδειον δὲ καὶ μετὰ ῥητίνης καταπότιον σκευασθὲν καὶ μεθ’ ἑφθοῦ μέλιτος· καλῶς

1

.

17

.

19

δ’ ἂν καὶ σκαμμωνίᾳ μίσγοιτο. ἐπίθυμον δὲ μελάνων ἐστὶ καὶ φλεγματωδῶν ἀγωγόν· δίδου δὲ κόψας καὶ διασήσας μετ’ οἴνου γλυκέος πλῆθος 𐅵 β, καὶ ἐπὶ πλέον μετὰ μέλιτος τῶν ἁλῶν προσ‐

1

.

17

.

20

μίσγων. συμφέρει δὲ τοῖς φυσώδεσι καὶ ὑποχονδριακοῖς καὶ ἀπέ‐

1

.

17

.

21

πτοις καὶ οἷς τὸ ἧπαρ βαρύνεται καὶ τοῖς δυσπνοϊκοῖς. ἀγαρικὸν δὲ καθαίρει φλέγμα καὶ χολήν, ἀλλ’ οὐκ ὀξέως· πλῆθος δὲ 𐅵 β διδόναι

1

.

17

.

22

ἐπιπάσσοντα μελικράτῳ ἢ ὀξυμέλιτι. εὐφόρβιον δὲ καθαίρει μὲν ὑδα‐ τώδη πολλὰ καὶ χολώδη· ἔστι δ’ ὀξύτατον ὧν οἶδα καὶ πυρωδέστατον, ὃ τοῖς μὲν ὑδεριῶσι καὶ κωλικοῖς καὶ ὅσοι ψυχροτέρας ἔχουσι τὰς

1

.

17

.

23

κοιλίας ἁρμόζει, τοῖς δ’ ἄλλοις ταρακτικὸν ἰσχυρῶς καὶ διψῶδες. μίσ‐ γειν δὲ τῶν εὐωδῶν αὐτῷ σπερμάτων· πίνειν δ’ ἐν μελικράτῳ ὅσον

1

.

17

.

24

τριώβολον. κνίκος δὲ καθαίρει μὲν φλέγμα καὶ χολήν· οὐ μὴν ἰσχυρῶς.

1

.

17

.

25

δεῖ δὲ τοῦ σπέρματος τετριμμένου πιέσαντα τὸν χυλὸν μίσγειν ζωμῷ ὄρνιθος καὶ ῥοφᾶν· οἱ δ’ ἀνήσῳ καὶ μέλιτι καὶ ἀμυγδάλοις μίσγοντες

1

.

17

.

26

τοῖς ἰκτερικοῖς καταπότια ποιοῦσιν ἁρμόζοντα. πλῆθος δὲ τούτου 𐅵 δ

1

.

17

.

27

ἀρκοῦσιν. ἡ δὲ σκαμμωνία οὐδενὸς μὲν τῶν ἐλατηρίων λείπεται οὔτε εἰς ὀξύτητα οὔτε εἰς ἰσχύν· καρδιαλγὴς δὲ καὶ δύσοσμος καὶ ἀτερπὴς καὶ ἄγαν διψώδης· ὅθεν οὐ πονηρῶς ἔνιοι ἀλόῃ μίσγοντες προσφέ‐ ρουσιν· οἱ δὲ θύμου κόμῃ καὶ ἁλσίν· οἱ δὲ καῖ τοῖς εὐώδεσι σπέρμασιν.

1

.

17

28,29

ἄγει δὲ φλέγμα καὶ χολὴν ἰσχυρῶς ἄκρατον ὅσον 𐅵 α. τῷ δὲ πλεῖον

1

.

17

.

29

(2)

πιόντι τοῦ φαρμάκου, εἰ μὲν ἔμετοι προσίσταιντο, τοῦτο μὲν σέλινον ἀποβάπτοντα εἰς ὄξος μασήσασθαι, τοῦτο δ’ ἐλαίαν λευκὴν ἁλμάδα, τοῦτο δ’ ἁλῶν χόνδρον ἐνθεῖναι τῷ στόματι· ταῦτα γὰρ κωλύει τοὺς
5ἐμέτους, καὶ προσέτι κορίανον ὀσφραινόμενον καὶ γλήχων καὶ καλα‐

1

.

17

.

30

μίνθη. κάλλιον δὲ καὶ ἀναπαύειν βραχὺ ἐν τῇ κλίνῃ θάλποντα τὴν γαστέρα καὶ ἄκρους τοὺς πόδας, ὡς τό γε εὐθὺς περιπατεῖν πολλοῖς

1

.

17

.

31

ἐμέτους καὶ καρδιωγμοὺς καὶ ἰλίγγους παρέσχεν. ὅταν δ’ ἐν τῇ κατα‐ στάσει σφῶν αὐτῶν γένωνται, τότε ἤδη πρὸς τὸν περίπατον ἄγειν κελεύοντα ὑποκινεῖν ἡσυχῇ· τοῦτο γὰρ μᾶλλον ἐρεθίζει ἢ εἰ ὀξέως

1

.

17

.

32

βαδίζοι. ληγούσης δὲ τῆς καθάρσεως, κατακλίναντα ἡσυχάζειν ἐγρηγο‐

1

.

17

.

33

ρικῶς· μᾶλλον γὰρ συνδίδωσιν. τηνικαῦτα δὲ καὶ ἐπιρροφεῖν κατ’ ὀλί‐ γον μεταξὺ θερμοῦ ὕδατος· καὶ γὰρ τοὺς δηγμοὺς ἀποπλύνει καὶ τὰς

1

.

17

.

34

ἐκκρίσεις παρορμᾷ. μὴ καθαιρομένων δέ, μελικράτου τε ἐπιρροφεῖν καὶ νίτρου τετηκότος ἐν ὕδατι· βέλτιον δὲ καὶ βάλανον προσθέσθαι δι’ ἁλῶν καὶ νίτρου.

1

.

18

t

Ῥούφου· πῶς ἄν τις καλῶς ἐμέσειε.

1

.

18

.

1

Ἐπειδὴ τοῖς συντόνως ἐμοῦσι πολλὰ ἄτοπα παρακολουθεῖν εἴωθε καλῶς ἔχει τρόπους εἰπεῖν καθ’ οὓς ἔνεστιν εὐπετῶς ἐμεῖν· καὶ γὰρ φλέγμα κενοῖ καὶ κεφαλὴν ἐπικουφίζει, καί ποτε καὶ προθυμότερον

1

.

18

.

2

φαγόντα ἀπεπτῆσαι καὶ οἴνου πλείονος λαβόντα βλαβῆναι κωλύει. ἔστω δὴ τὰ προσφερόμενα μὴ στρυφνὰ καὶ ξηρά, ἀλλὰ τὰ μὲν τοῦ γλυκυ‐

1

.

18

.

3

τέρου τρόπου καὶ ὑγροτέρου, τὰ δὲ τοῦ δριμυτέρου. δοκεῖ δ’ ἐν τού‐ τοις ῥαφανὶς εὐδοκιμεῖν καὶ εὔζωμον καὶ τάριχος παλαιὸν καὶ ὀρίγανις

1

.

18

.

4

χλωρὰ καὶ κρομμύου ὀλίγον καὶ πράσου. συνεργεῖ δὲ τοῖς ἐμέτοις καὶ τῶν ὀσπρίων αἵ τε πτισάναι μέλιτος ἔχουσαι καὶ τὰ ἀπὸ τῶν κυάμων ἔτνη καὶ τὰ πίονα τῶν κρεῶν· ἀλλ’ ὅπως μὴ μόνον τοὺς χυλοὺς αὐτῶν

1

.

18

.

5

λαμβάνοις, ἀλλ’ ὅλους τοὺς ὄγκους καταπίνειν. μὴ τοίνυν μηδὲ περὶ τὴν μάσησιν ἱκανῶς διάτριβε μέλλων ἐμεῖν· τῇ δ’ ἑψήσει μαλακὰ πάντα

1

.

18

.

6

ἔστω. δῆλον δ’ ὅτι καὶ τῶν οἴνων [ὡς ὅτι] τοὺς γλυκυτέρους αἱρετέον (οὗτοι γὰρ ἐπιπολαστικώτεροι) καὶ χλιαρωτέρῳ χρῆσθαι τῷ ποτῷ.

1

.

18

.

7

χρὴ δὲ καὶ ἀμύγδαλα εἰς μέλι βάπτοντας ἐσθίειν καὶ πλακοῦντος γεύ‐ εσθαι τηνικαῦτα καὶ πέπονος σικύου τὸ σπέρμα βρέξαντα καὶ λεάναντα

1

.

18

.

8

μετὰ μέλιτος προσφέρεσθαι. ποιεῖ δὲ καὶ ἡ ῥίζα τοῦ σικύου τετριμμένη μετὰ μέλιτος· οἱ δ’ ἰσχυροτέρῳ βουλόμενοι χρῆσθαι ναρκίσσου βολβὸν

1

.

18

.

9

ἑψήσαντες ὕδατι τούτῳ κεραννύουσι τὸν οἶνον. προτρέπει δ’ ἐμεῖν καὶ

1

.

18

.

10

ἴρινον μύρον, εἴ τις διαχρίσας τοὺς δακτύλους ἐρεθίζοι. ἐμετικὸν δὲ

1

.

18

.

11

καὶ τὸ μὴ ἀνεῖναι καὶ διαλιπεῖν. ἐπὶ τοῖς ἐμέτοις τό τε στόμα δια‐ κλύζειν καὶ τὴν ὄψιν ἀπονίπτειν ὀξυκράτῳ ὑδαρεῖ· καὶ γὰρ τοῖς ὀδοῦσι συμφέρει καὶ διακουφίζει τὴν κεφαλήν.

1

.

19

t

Περὶ κλυσμῶν. Ἐκ τῶν Ῥούφου.

1

.

19

.

1

Τῶν ἐνιεμένων διὰ κλυστῆρος οἱ μέν εἰσιν ἁπαλοί, οἱ δὲ δριμεῖς· τῶν δ’ ἁπαλῶν ὕδωρ μὲν αὐτὸ καθ’ ἑαυτὸ ποιεῖ κομιδῆς ἕνεκα κοπρίων ἐν συνεχέσι πυρετοῖς καὶ κακοήθεσι, καὶ ἐφ’ ὧν ἐκ μακρᾶς ἀσθενείας ἀναλαμβανόντων δυσχερεῖς αἱ ἄφοδοι γίνονται, καὶ ἐφ’ ὧν δ’ ἀνειλή‐
5σεις τῶν πνευμάτων γίνονται· θερμότερον δ’ ἐνήσομεν, ὡς πνευμα‐

1

.

19

.

2

τοῦντος τοῦ χλιαροῦ καὶ κατὰ μίαν ἔκθλιψιν. τήλεως δ’ ἀφέψημα ἐπὶ γυναικῶν ἐνιέμεν καὶ ἐπὶ τῶν τρυφερῶν· ὁμοίως δὲ καὶ μαλάχης, καὶ μάλιστα ἐφ’ ὧν ξηρότης ἐστίν· ἐφ’ ὧν δὲ καὶ δήξεις εἰσί, λινο‐

1

.

19

.

3

σπέρμου. ὁ δὲ τῶν πιτύρων χυλός, ἔτι δὲ τράγου ἄρτου τε καὶ χόν‐ δρου καὶ τρόφιμόν τι ἔχουσι, καὶ γίνεται πολλάκις χρεία μετὰ τὸ κενῶσαι τὰ σκύβαλα τροφῶδές τι προσπαραθεῖναι· ἁρμόζει δὲ καὶ ταῖς

1

.

19

.

4

ἐπιπολαίοις τῶν ἐντέρων ἑλκώσεσιν ἡ τοιαύτη ἔνεσις. ἁρμόζει δ’ ἐπὶ

1

.

19

.

5

τούτων καὶ πτισάνη προσλαβοῦσα χοίρειον στέαρ. ὁ δὲ τοῦ σεύτλου χυλὸς καὶ τὸ ἀφέψημα ἁρμόζει ἐνιέμενα πρὸς εἱλιγμοὺς τῶν ἐντέρων καὶ παλμούς· διαλύει δὲ καὶ σκύβαλα καὶ τοῖς διηνεκέσιν ὀδαξισμοῖς

1

.

19

.

6

ἀντιβαίνει. ἀνδράχνης δὲ χυλὸς χρήσιμος ἐπὶ τῶν ἐκπυρώσεων τῶν τε ἄλλως παρακολουθουσῶν, καὶ ἐφ’ ὧν δι’ ἔκκρισιν σκληρῶν σκυβάλων διακριθέντων διαταθεὶς ὁ σφιγκτὴρ ἐρυσιπελατώδη διάθεσιν ἀνεδέξατο·

1

.

19

.

7

προσμίγνυται δ’ ἐπὶ τῶν τοιούτων καὶ ὠόν. καὶ ἔλαιον ἐπὶ πάσης φλεγ‐ μονῆς καθ’ ἑαυτὸ ἁρμόζει, καὶ ἐφ’ ὧν γίνονται στρόφοι διὰ πνεύματα· διαλυτικώτερον δὲ μᾶλλον τῶν πνευμάτων ἐστὶ πηγάνου ἀφέψημα ἢ

1

.

19

.

8

κυμίνου ἢ ἀνήθου ἢ δαφνίδων καὶ τοῖς ἀπὸ ψυγμοῦ πυρέττουσιν. γάλα δ’ ἐνίεται ἑλκώσεως οὔσης καὶ φλεγμονῆς περὶ τὰ ἔντερα, νεφρούς, κύστιν, ὑστέραν· προσλαμβάνει δὲ τονώσεως χάριν καὶ μέλι καὶ χήνειον στέαρ ἢ ὕειον· ὑδρελαίῳ δ’ ἐπὶ διατάσεων ἐν κατοχῇ κοπρίων· ὁμοίως
5δὲ καὶ ἄσφαλτον, ὅταν ἀπὸ ψύξεως συμβαίνωσιν· τὸ δὲ βούτυρον ἐφ’ ὧν διὰ φλεγμονὴν ἀπευθυσμένου κατέχεται 〈τὰ〉 σκύβαλα, καὶ ῥυπαρῶν ἑλκώσεων οὐσῶν περὶ τὸ ἔντερον· μαλάχης δὲ χυλὸς καὶ ἀφέψημα ἐπὶ μακρῶν στρόφων καὶ φλεγμονῶν περὶ τὰ ἔντερα καὶ ἕδρας συμπασχού‐

1

.

19

.

9

σης. μελίκρατον δ’ ἐνίεται, ὅταν ἀπαθῆ μὲν ᾖ τὰ μόρια, δυσμάλακτον

1

.

19

.

10

δὲ τὸ κοπρίον. οἴνῳ δὲ καὶ ἐλαίῳ ἢ χυλῷ πτισάνης ἢ μαλάχης κλύ‐ ζομεν τοὺς ὀπὸν μήκωνος εἰληφότας· οἶνον δὲ μετὰ ῥοδίνου καὶ λέ‐ κιθον ὠῶν εἰς γλυκὺ ἢ ῥόδινον ἐναφηψημένον ἐπὶ τῶν τεινεσμωδῶς

1

.

19

.

11

ὀχλουμένων ἐν ἀρχῷ. ὑδρόμελι δ’ ἢ φακοῦ ἀφέψημα μετὰ μέλιτος ἐνίεμεν ἢ ὀρόβου ὁμοίως ἢ πτισάνης χυλὸν μετὰ ῥοδίνου, ἀποστήματος

1

.

19

.

12

ῥαγέντος ἐν τῷ κώλῳ. μέτρον δὲ τῶν ἐνιεμένων τὸ μὲν πλεῖστόν

1

.

19

.

13

εἰσι τρεῖς κοτύλαι, τὸ δ’ ἔλαττον μία. πολλάκις δὲ καὶ δὶς ἐνίεμεν καὶ τρίς, καὶ μάλιστα ἐφ’ ὧν ἕλκωσις καὶ φλεγμονὴ περὶ τὸ ἀπευθυ‐

1

.

19

.

14

σμένον ὑπάρχουσα ἐπέχει τὰ ὑπερκείμενα σκύβαλα. τοῖς δὲ δριμέσι χρώμεθα ἐπί τε ἰσχιαδικῶν καὶ ὀρθοπνοϊκῶν μὴ ἀπὸ στομάχου θλιβο‐ μένου τοῦ πνεύματος· ὀνησιφόροι δ’ οἱ αἱμαγωγοί, οἷον γάρος σιλούρου,

1

.

19

.

15

ἅλμη καὶ θάλασσα. ἔστι δὲ καὶ σκευαστὸς τοιόσδε· μέλιτος κοτύλης ἥμισυ, ὕδατος κοτύλαι δύο, ἁλῶν ὁλκαὶ τρεῖς, ἐλαίου κοτύλης τέταρτον·

1

.

19

.

16

παραπλέκουσι δέ τινες καὶ ὠὰ δύο. τοῖς δὲ τοὺς θανασίμους μύκητας φαγοῦσιν ἐνίεται νίτρον καὶ ἀψίνθιον καὶ ῥαφάνου χυλὸς καὶ πηγάνου ἀφέψημα· ἐπὶ δὲ παραλύσεως τοῦ ἀπευθυσμένου ἐντέρου ἅλμη· τοῖς δ’ ἀσκαρίδας γεννῶσιν ἅλμη ἢ κενταυρίου ἀφέψημα ἢ ἀψινθίου ἢ θέρμων ἢ
5ἀλόη ἢ κεδρία μετά τινος τῶν ἀφεψημάτων· τοῖς δ’ ἕλμινθας γεννῶσι θέρμων ἀφέψημα ἢ ἀπόβρεγμα ἢ ῥοῦς ἢ ἅλμη· τεινεσμώδεσι δὲ προθυ‐ μίαις ὑπερβαλλούσαις ἅλμη ὀλίγη· ἀκρατήτῳ δ’ αἵματος ῥύσει δι’ ἕλκω‐ σιν ἐντέρου πολυγόνου χυλὸς ἢ ἀρνογλώσσου ἢ μύρτων μελάνων ἐν

1

.

19

.

17

οἴνῳ ἑψηθέντων. προσμίγνυμεν δ’ ἐπὶ τῶν προειρημένων καὶ λίβανον

1

.

19

.

18

ἢ ἀκακίαν ἢ ὑποκυστίδα ἢ σίδιον ἢ στυπτηρίαν. ἑλκώσεσι δ’ ἐντέρων ἀρρευματίστοις γάλα ἐνίεμεν αἴγειον ἢ βόειον καὶ λυκίου 𐅵 β ἢ γῆς Σαμίας 𐅵 δ· ῥευματιζομέναις δὲ καὶ πλαδώσαις ἑλκώσεσι χάρτου κεκαυ‐ μένου ἢ σχίνου τέφραν ἢ τοῦ διὰ χάρτου μεθ’ ὕδατος ἢ ἀφέψημά τι
5τῶν στυφόντων.

1

.

20

t

Περὶ βαλάνων.

1

.

20

.

1

Χρώμεθα δὲ βαλάνοις πολλάκις σκυβάλων ἐκκρίσεως ἕνεκεν, καὶ ἐφ’ ὧν τὸ ἐνεθὲν διὰ κλυστῆρος οὐκ ἐκκρίνεται· πλάσσεται δὲ βαλάνια

1

.

20

.

2

ἐξ ἁλὸς ὀπτοῦ καὶ μέλιτος καὶ νίτρου. καὶ θύμος δὲ τῷ ἀπηφρισμένῳ

1

.

20

.

3

μέλιτι μίσγεται. πλάσσεται δὲ καὶ ἐκ ῥητίνης τερεβινθίνης καὶ νίτρου, καί ποτε καὶ κόκκου Κνιδίου συμμέτρου· δήξεις δ’ ἐγείρει· διὸ χριστέον

1

.

20

.

4

τὰ μέρη ἐλαίῳ. ἔτι δὲ καὶ πύρεθρον ἢ πέπερι ἐλαίῳ παραπλέκεται

1

.

20

.

5

καὶ ἁρμόζει παραλυτικοῖς καὶ ταῖς ὑπὸ ψύξεως ἐμπνευματώσεσιν. κεν‐ ταύριον δὲ παραπλέκεται πίσσῃ καὶ κηρωτῇ καὶ ἔστιν ἐπιτήδειον παρ‐

1

.

20

6,7

έσεσιν αἰδοίου. ἐπὶ δὲ τῶν νηπίων καὶ χόνδρος ἁλὸς ἐντίθεται. ἀνα‐

1

.

20

.

7

(2)

πλάσσεται δὲ καὶ σῦκον μετὰ νίτρου ἢ σταφὶς μετὰ νίτρου καὶ κυμίνου.

1

.

21

t

Περὶ τῶν κενωτικῶν τῆς κεφαλῆς.

1

.

21

.

1

Τοὺς ἐν τῇ κεφαλῇ χυμοὺς διὰ τῶν πτυσμάτων κενοῦμεν, εἰ μὲν
ἐπὶ βραχὺ τοῦτο πρᾶξαι βουληθείημεν, ἀναμιγνύντες μαστίχῃ πέπερι, πλέον δὲ κενῶσαι βουλόμενοι, πύρεθρον ἢ σταφίδα τὴν ἀγρίαν μα‐

1

.

21

.

2

σᾶσθαι κελεύοντες. καὶ ἀνεμώνης δὲ πάσης ῥίζα διαμασωμένη φλέγμα

1

.

21

.

3

προκαλεῖται, καὶ καππάρεως τῆς ῥίζης ὁ φλοιός. ὀρῶδες μὲν οὖν περίττωμα διὰ τῶν τοιούτων κενοῦται· τὸ παχὺ δὲ καὶ φλεγματῶδες ἀνακογχυλιζόμενον νάπυ μετ’ ὀξυμέλιτος ἢ σίραιον ὀρίγανον ἢ ὕσσω‐ πον ἀφηψημένον ἔχον· ἐγὼ δὲ μίγνυμι τοῦτο τῷ μετ’ ὀξυμέλιτος

1

.

21

.

4

νάπυϊ. εἰ δὲ καὶ ὑπὸ μύξης ἐκκαθαίρεσθαι δέοι τὸν ἐγκέφαλον, προ‐ τρέψομεν αὐτήν, ἐρεθίζοντες φαρμάκοις δριμέσιν, ὧν ἔνια καὶ πταρμὸν

1

.

21

.

5

κινεῖ. καθαίρει μὲν οὖν διὰ ῥινὸς ἀναγαλλίδος ἑκατέρας ὁ χυλὸς ἀν‐ εμώνης τε πάσης καὶ τεύτλου χυλός· καὶ σικύου ἀγρίου φύλλων ὁ χυλὸς ἐγχεῖται ταῖς ῥισίν, αὐτός τε καθ’ ἑαυτὸν καὶ μετὰ τεύτλων ἀφεψήματος ἢ χυλοῦ· πταρμὸς δ’ ἐπὶ τοῖς ὠμοῖς χυμοῖς τοῖς κατὰ
5θώρακα καὶ πνεύμονα καὶ κεφαλὴν μέρεσι περιεχομένοις οὐ συμφέρει.

1

.

21

.

6

διάχριστον δὲ στόματός ἐστι τοιόνδε· σάπωνα διεὶς τεύτλου χυλῷ χρῖε

1

.

21

.

7

τὰ κατὰ τὸν οὐρανίσκον καὶ τὸν κίονα, καὶ καλῶς ποιεῖ. τὸ δ’ αὐτὸ

1

.

21

.

8

καὶ ἔρρινόν ἐστιν. εὐπορίστῳ δὲ πολλάκις ἐχρησάμην ἐγχεομένῳ τῇ ῥινὶ μελανθίῳ, ποτὲ μὲν ὄξει δριμεῖ διαβρέχων πρὸ μιᾶς ἡμέρας, εἶτα τῇ ὑστεραίᾳ σὺν ὄξει πάλιν λειῶν καὶ ἐγχέων εἰς τὴν ῥῖνα· ἐνίοτε δ’

1

.

21

.

9

ἐλαίῳ παλαιῷ τὸ αὐτὸ μελάνθιον λειῶ καὶ ὁμοίως χρῶμαι. οὕτω μὲν οὖν αὐτῷ χρῆται καὶ Ἀρχιγένης ἐπ’ ἐμφράξει μυκτήρων· τῷ δὲ προ‐ τέρῳ τῷ διὰ τοῦ ὄξους ὁ Κρίτων ἐπὶ τῶν ἰκτερικῶν.

1

.

22

t

Ὅσα ἐμμήνων ἀγωγά.

1

.

22

.

1

Τὰ διουρητικὰ πάντα, κράμβης ῥίζης τὸ ἀφέψημα πινόμενον, περ‐ σέας ῥίζα καὶ πήγανον καὶ χρυσάνθεμον καὶ δίκταμνον καὶ εὐζώμου

1

.

22

.

2

σπέρμα. κινεῖ δὲ καὶ τὰ πρόσθετα τῷ στόματι τῆς ὑστέρας προσαγό‐ μενα, ὥσπερ πήγανον λεῖον μετὰ μέλιτος ἢ ἀνήθου τῆς ῥίζης κεκαυ‐ μένης ἡ σποδιὰ μετὰ μέλιτος ἢ πράσου χυλὸς ἢ σκόροδον λεῖον προσ‐
τιθέμενον ἢ σμύρνα λεία ἐν οἴνῳ ἢ λαγωοῦ πυτία.

1

.

23

t

Ἱδρωτικά.

1

.

23

.

1

Τῶν δ’ ἱδρωτικῶν ἐστι χαμαίμηλον ξηρὸν λεῖον ἐπιπασσόμενον ἐλαίῳ, τῆς ἐπιφανείας εὐτόνως ἀνατριβομένης, σέσελι, πύρεθρον, κάχρυ, ἄνησον ὁμοίως ἐπιπασσόμενα ἐλαίῳ, νίτρον ὀπτὸν μὴ πάνυ λεπτὸν σὺν τῷ ἐλαίῳ, ἁλὸς ἄνθος συγκιρνώμενον ἐλαίῳ, ὀπὸς Κυρηναϊκὸς
5ὕδατι διειμένος εἰς ἀνάτριψιν τοῦ σώματος παραλαμβανόμενος καὶ πινόμενος ὅσον ἐρεβίνθου μέγεθος.

1

.

24

t

Περὶ ἀέρων. Ἐκ τῶν Γαληνοῦ.

1

.

24

.

1

Ἄριστος ἀήρ ἐστιν ὁ ἀκριβῶς καθαρός· εἴη δ’ ἂν οὗτος ὁ μήτε ἐκ λιμνῶν ἢ ἑλῶν ἀναθυμιάσεως ἐπιθολούμενος μήτε ἔκ τινος βαρά‐

1

.

24

.

2

θρου δηλητήριον αὖραν ἀναπέμποντος. οὕτω καὶ ὅστις ἔκ τινος ὀχε‐ τοῦ τῶν ἐκκαθαιρόντων μεγάλην πόλιν ἐπιθολοῦται, μοχθηρός ἐστι· καὶ μὴν καὶ ὅστις ὁμιχλώδης ἐστίν, οὐκ ἀγαθός ἐστιν, ὥσπερ γε καὶ ὅστις 〈ἂν〉 ἐν κοίλῳ χωρίῳ πανταχόθεν ὄρεσιν ὑψηλοῖς περιεχόμενος
5μηδεμίαν αὖραν δέχηται.

1

.

25

t

Ἐκ τῶν Γαληνοῦ. Περῖ πυριάσεων καὶ αἰονήσεων καὶ καταπλασμάτων καὶ σικυῶν.

1

.

25

.

1

Ἀραιοῦν εἰώθασιν αἱ πυρίαι τὸ δέρμα καὶ εὐδιάπνευστον ἐργά‐ ζεσθαι καὶ τὸ κατὰ τὴν φλεγμονὴν αἷμα λεπτύνειν τε καὶ διαφορεῖν καὶ εἰ περιουσία πολλή τις εἴη καθ’ ὅλον τὸ σῶμα, πλέον ἐπὶ τὸ θερ‐ μαινόμενον μέρος ἑλκυσθήσεται τοῦ διαφορουμένου, καὶ χρὴ πρὸ τῶν

1

.

25

.

2

πυριάσεων κενοῦν τὸ ὅλον σῶμα. αἱ μὲν οὖν ὑγραὶ πυρίαι φλεγμο‐ ναῖς ἁρμόττουσιν ὑπὸ χολωδεστέρων χυμῶν γεγονυίαις, αἱ δὲ ξηραὶ ταῖς ὑπὸ λεπτοῦ καὶ ὑδατώδους αἵματος, καὶ αἱ μὲν ἄδηκτοι πυρίαι τοῖς δακνώδεσιν ἁρμόττουσι χυμοῖς, αἱ δὲ δακνώδεις, ἐπειδὴ λεπτύ‐

1

.

25

.

3

νουσι, τοῖς παχέσι καὶ γλίσχροις. καὶ θερμαίνειν δ’ ὑποχόνδρια αἰονή‐ σεσιν ἢ καταπλάσμασιν οὐ διὰ παντὸς ἀσφαλές, ἀλλ’ ἐπ’ ἐκείνων μό‐ νων τῶν ἀρρώστων ἐφ’ ὧν οὐδέν ἐστι περιττὸν ἐν ὅλῳ τῷ σώματι,

1

.

25

.

4

τοῖς δ’ ἄλλοις ἅπασι κακὸν ἔσχατον. καὶ ἐν ἀρχῇ δὲ φερομένων ἔτι τῶν ῥευμάτων ἐπὶ τὸ πεπονθός, ἀποκρούεσθαι βέλτιόν ἐστιν. εἰ δ’ ἥ
τε φορὰ παύσαιτο διὰ τῶν ἀποκρουστικῶν, ἥ τε γενομένη πύκνωσις τοῖς πεπονθόσι κατέχοι τὰ παχύτερα, καιρὸς ἤδη χαλᾶν ὑπὲρ τοῦ κε‐
5νῶσαι τὰ περιεχόμενα· μάλιστα δ’ ὅταν εἰς ἧπαρ ἢ γαστέρα κατασκήπτῃ

1

.

25

.

5

τὰ περιττά, τοῖς στύφουσι κεχρῆσθαι· κύρια γὰρ τὰ μόρια. καὶ ἐπει‐ δὰν δὲ καιρὸς ἤδη διαφορεῖν τὰ στηριχθέντα, καὶ τότε δεῖται στύφε‐ σθαι τὰ μόρια ταῦτα, ὥστε ἀφεψήσαντα ἀψίνθιον ἐλαίῳ αἰονᾶν δεῖ ἢ

1

.

25

.

6

μηλίνῳ ἢ σχινίνῳ ἢ μαστιχίνῳ. ὡσαύτως δὲ καὶ τὰ καταπλάσματα σύνθετον ἐχέτω τὴν δύναμιν ἔκ τε τῆς χαλαστικῆς λεπτομεροῦς καὶ

1

.

25

.

7

πικρᾶς καὶ στυφούσης. κώλου δὲ πάσχοντος ἢ τῶν ἄλλων ἐντέρων ἢ τῶν καθ’ ὑποχόνδρια μυῶν ἢ περιτοναίου, μικτέον οὐδαμῶς ἐστι τὰ στύφοντα, καθάπερ οὐδὲ κύστεως ἢ μήτρας, ὅταν, ὡς εἴρηται, μήτε

1

.

25

.

8

ἐπιρρέῃ μηδὲν ἔτι, μήτε πλῆθος ᾖ περιττὸν ἐν ὅλῳ τῷ σώματι. καὶ σικύαις δὲ προκενωθέντος τοῦ ὅλου σώματος χρησόμεθα, οὐκ ἐν ἀρχῇ τῶν παθῶν.

1

.

26

t

Ἐκ τῶν Λύκου. Περὶ καταπλασμάτων.

1

.

26

.

1

Διαχέαι τὰ συνεστῶτα καὶ ἐκτῆξαι ἱκανώτατον τὸ ἐπίπλασμα τοῦτο καὶ σκόλοπας ἐξάγει καὶ σκίρρους ὠφελεῖ καὶ θλάσματα τὰ ἐν πέλμασιν· δεῖ δὲ ζύμην συμμαλάττειν αὐτάρκει ἐλαίῳ καὶ χρῆσθαι αὐτῷ· σφοδρότερον δὲ βουλόμενος ποιεῖν αὐτὸ νίτρον προσμίξεις σύμμετρον.

1

.

26

.

2

εἰ δὲ καὶ ὄξει διαλύσας τὴν ζύμην καὶ ἑψήσας παχύνοις, ἐπιτηδειό‐ τατον ἔσται πρὸς τοὺς ἐν σπληνὶ καὶ ἥπατι σκίρρους· εἰ δὲ καὶ θύμον καὶ γλήχωνα καὶ ἀψίνθιον μίξαις τῇ ζύμῃ, κάλλιστον ποιήσεις φάρμα‐

1

.

26

.

3

κον. σῦκα δὲ λιπαρὰ εὖ μάλα κόπτεται σὺν τῷ σπέρματι, ὡς μηδὲ ὁτιοῦν ἀργὸν ἀφίεσθαι μέρος, καὶ τούτῳ μίγνυται μύρου ἰρίνου βραχύ.

1

.

26

.

4

ποιεῖ δὲ πρὸς τὰς σκληρότητας τῶν νεύρων καὶ τὰ ἠγκυλωμένα τῶν ἄρθρων καὶ τὰ πέρα τοῦ μετρίου ἐκτεταμένα καὶ πρὸς σκίρρους, μά‐

1

.

26

.

5

λιστα τοὺς τῶν σπληνῶν καὶ ἥπατος. προσλαβὸν δὲ νίτρον ὀλίγον ῥήσσει κόλπους καὶ σκόλοπας ἀνάγει· εἰ δὲ μίξαις τοῖς σύκοις οὕτω πεποιημένοις γλήχωνος ἢ ὀριγάνου ἢ θύμου κόμης ἢ ἀψινθίου λεπτό‐

1

.

26

.

6

τατον σήσας, ὑδρωπικοῖς ἁρμόσει. καὶ ἐψηθεῖσι δὲ τοῖς σύκοις ἱκανῶς ὡς διαχεῖσθαι δύνασθαι καὶ λειωθεῖσιν ἕψε πάλιν μετὰ 〈τοῦ〉 ὕδατος ἐν
ᾧ ἡψήθησαν, μίγνυέ τε κρίθινον ἄλευρον ἢ πύρινον, καὶ αὖθις ἕψε

1

.

26

.

7

μέχρι συστάσεως· ἁρμόζει δὲ φύμασι τοῖς μὴ ῥᾳδίως πεπαινομένοις. εἰ

1

.

26

.

8

δὲ βούλει λίπος ἐμβαλεῖν, βούτυρον μίγνυε. εἰ δὲ πηγάνου φύλλα τριφθέντα λεῖα μιχθείη, τὰς ἐν τοῖς ἐντέροις ὀδύνας γινομένας ὑπὸ πνεύματος ὀνίνησιν, καὶ κύμινον ὁμοίως· μιγνύσθω δὲ καὶ ἔλαιον.

1

.

27

t

Περὶ λουτρῶν.

1

.

27

.

1

Ἐπαινῶ μὲν τὴν ψυχρολουσίαν, οὔ φημι δὲ συμφέρειν αὐτὴν τοῖς κατὰ τὸ προστυχὸν διαιτωμένοις, ἀλλὰ μόνοις τοῖς ἀκριβῶς βιοῦσι καὶ

1

.

27

.

2

πόνοις καὶ σιτίοις κατὰ τὸ ἁρμόττον χρωμένοις. ἀρκεῖ δὲ τοῖς πολλοῖς δεομένοις ποτὲ ψυχθῆναι μειζόνως ἐννήξασθαι ψυχρῷ θέρους ὥρᾳ νέ‐

1

.

27

.

3

ους ὄντας καὶ εὐσάρκους καὶ προεκθερμανθέντας τρίψεσιν. ἔστωσαν δὲ μήτε ἐξ ἀφροδισίων μήτε ἄλλως κοπώδεις μήτε ἄπεπτοι καὶ ἐμεμη‐ κότες ἢ κατὰ γαστέρα κεκενωμένοι μηδὲ ἠγρυπνηκότες· σφαλερὸν δ’

1

.

27

.

4

εἰ ἄλλως τις χρῷτο. τὸ δὲ θερμὸν λουτρὸν κράτιστόν ἐστι καὶ ἀσφα‐ λέστερον κόπους λύον καὶ διαφοροῦν πληθώρας καὶ ἐκθερμαῖνον παρ‐ ηγοροῦν τε καὶ μαλάσσον καὶ πνεῦμα διαχέον, ἔνθα ἂν στηριχθῇ, καὶ

1

.

27

.

5

ὑπνοποιὸν καὶ εὐσαρκίαν παρέχον. ἔστι δὲ καὶ εὐμεταχείριστον παντί, καὶ ἀνδρὶ καὶ γυναικὶ καὶ παιδίῳ καὶ πρεσβύτῃ καὶ ἰδιώτῃ.

1

.

28

t

Ἐκ τῶν Ἀντύλλου. Περὶ λουτρῶν ἐξ ἐπιτηδεύσεως.

1

.

28

.

1

Τὰ δ’ ἐξ ἐπιτηδεύσεως λουτρὰ θερμαίνοντα μὲν παρασκευάζομεν, ἢ ψῦξιν παῦσαι βουλόμενοι ἢ λῦσαι κόπον ἢ σπασμὸν παραμυθήσασθαι καὶ ἀλγήματα καὶ ἀναθρέψεως ἕνεκα· γίνεται δὲ θερμαίνοντα ὕδατα γλήχωνος ἐνεψηθείσης ἢ ὀριγάνου ἢ ὑσσώπου ἢ θύμου ἢ θύμβρας ἢ
5δάφνης φύλλων ἢ πυρέθρου ῥίζης καὶ τῶν παραπλησίων· ἐμβαλοῦμεν

1

.

28

.

2

δὲ καὶ ἔλαιον. διαφορητικὰ δὲ ποιήσομεν ἰσχνᾶναι βουλόμενοι πᾶν τὸ σῶμα· γίνεται δὲ διαφορητικὰ ἢ ἅλας ἐμβαλλόντων ἢ αὐτὴν θάλασσαν

1

.

28

.

3

ἢ νίτρον. καὶ μέλι δὲ μιγνύμενον διαφορητικὸν ποιεῖ τὸ ὕδωρ καὶ

1

.

28

.

4

κλημάτων τέφρα ἢ ἀρκευθίδων ἀφέψημα. μαλάξεως δὲ χάριν ἐπὶ φλεγ‐

1

.

28

.

5

μονῆς καὶ σκληρίας. ἐπὶ μὲν οὖν τῶν φλεγμαινόντων μαλάχης ἀφέψημα ἐμβαλοῦμεν καὶ λινοσπέρμου καὶ τήλεως, ἐπὶ δὲ τῶν ῥευματικῶν φλεγ‐ μονῶν ἀρνόγλωσσον ἢ πολύγονον ἐγκαθέψομεν ἢ σίδια ἢ ῥόδα ἢ βά‐

1

.

28

.

6

των ἄκρα. ἐπὶ δὲ τῶν σπασμὸν προσδοκώντων χρώμεθα μὲν καὶ τοῖς ἐπὶ τῶν χωρὶς ῥευμάτων φλεγμονῶν, μάλιστα δ’ ὀνίνησιν ὑδρέλαιον,

1

.

28

.

7

μαλάχης καὶ τήλεως καθεψομένων. ἐπὶ δὲ σκληρίας χωρὶς φλεγμονῆς

1

.

28

.

8

τοῖς αὐτοῖς χρησόμεθα τοῖς ἐπὶ τῶν διαφορήσεως δεομένων. ψύχει δὲ καὶ στύφει λουτρὰ τὰ τὰς στυφούσας καὶ ψυχούσας ὕλας ἔχοντα.

1

.

29

t

Περὶ τῶν αὐτοφυῶν λουτρῶν.

1

.

29

.

1

Τῶν αὐτοφυῶν λουτρῶν τὰ μέν ἐστι νιτρώδη, τὰ δ’ ἁλμυρά, τὰ δὲ στυπτηριώδη, τὰ δὲ θειώδη, τὰ δ’ ἀσφαλτώδη, τὰ δὲ χαλκανθώδη,

1

.

29

.

2

τὰ δὲ σιδηρίζοντα, τὰ δὲ σύνθετα ἐκ τούτων. πάντων μὲν οὖν τῶν αὐτοφυῶν ὑδάτων ἡ δύναμίς ἐστι ξηραντικὴ καὶ θερμαντικὴ ἐπίπαν

1

.

29

.

3

καὶ μάλιστα ἁρμόζει τοῖς καθύγροις καὶ ψυχροῖς. ἤδη δὲ τὰ μὲν νι‐ τρώδη καὶ ἅλας ἔχοντα κεφαλῇ κατάλληλα καὶ θώρακι ῥευματιζομένῳ καὶ στομάχῳ καθύγρῳ καὶ ὑδρωπικοῖς· τὰ δὲ στυπτηριώδη αἵματος ἀναγωγαῖς καὶ ἐμετικῷ στομάχῳ καὶ γυναιξὶν ἀτάκτως καθαιρομέναις

1

.

29

.

4

καὶ συνεχῶς ἐκτιτρωσκούσαις. τὰ θειώδη δὲ νεύρων μαλακτικὰ καὶ θερμαντικὰ καὶ πόνων παρηγορητικά, στόμαχον δ’ ἐκθηλύνει καὶ ἀνα‐

1

.

29

.

5

τρέπει. τὰ δ’ ἀσφαλτώδη κεφαλήν τε συμπληροῖ καὶ τὰ αἰσθητήρια

1

.

29

.

6

κακοῖ, θερμαίνει δ’ ἐμμόνως καὶ μαλάσσει σὺν χρόνῳ. τὰ δὲ χαλκαν‐ θίζοντα στόματι καὶ παρισθμίοις καὶ σταφυλῇ καὶ ὄμμασι διαφερόντως

1

.

29

7,8

ἐπιτήδεια. τὰ δὲ σιδηρίζοντα στομάχῳ καὶ σπληνὶ χρήσιμα. δεῖ δὲ

1

.

29

.

8

(2)

τὰς εἰς τὸ ὕδωρ ἐμβάσεις ἀθορύβως ποιεῖσθαι, ὅπως ἡ δύναμις ἀνιε‐ μένῳ τῷ σώματι προσιοῦσα ἐγκαταδύηται.

1

.

30

t

Περὶ δρώπακος.

1

.

30

.

1

Ὁ δρώπαξ τοῖς χρονίοις μάλιστα νοσήμασιν ἁρμόττει· δεῖ δὲ με‐ μῖχθαι αὐτῷ ὑπὲρ μὲν τοῦ θερμᾶναι περιττότερον πύρεθρον, κάχρυ, ἄσφαλτον, εἰ δὲ ξηρᾶναι δέοι, θεῖον ἄπυρον, ἅλας, τέφραν κληματίνην,
εἰ δ’ ἀμύξαι, λιμνῆστιν, εὐφόρβιον.

1

.

31

t

Περὶ σιναπισμοῦ.

1

.

31

.

1

Καὶ ὁ σιναπισμὸς δὲ σφοδρότερος ὢν τοῦ δρώπακος τοῖς χρο‐ νίοις πάθεσιν ἁρμόττει· δεῖ δ’ αὐτῷ χρῆσθαι ἐπὶ μὲν τῶν ἀργοτέρων διαθέσεων καὶ [ἀμέτρων] μερῶν τῶν κατασάρκων καὶ δυσαισθήτων βιαίως· μέτρον δὲ τῆς ἰσχύος ἔστω τὸ ἀνιαθῆναι μὲν ἰσχυρῶς τὸν κάμνοντα,
5μελαντέραν δὲ τὴν σάρκα γενέσθαι καὶ ὑψηλοτέραν τῆς πέριξ, καὶ μετὰ λουτρὸν φλυκταινωθῆναι πρᾴως τὸ δέρμα· ἐπὶ δὲ τῶν εὐερεθίστων διαθέσεων καὶ μερῶν πρᾴως χρῆσθαι τῷ νάπυϊ, μέτρον ποιουμένους

1

.

31

.

2

τὸ ποσῶς ἐρυθροτέραν γενέσθαι τὴν σάρκα. σκευασία δὲ τοῦ νάπυος τοιάδε ἐστίν· πρὸ μιᾶς ἡμέρας τὰς ἰσχάδας χρὴ ὕδατι ἀποβρέξαι χλιαρῷ καὶ τῇ ἑξῆς ἡμέρᾳ γενναίως ἀποθλίψαντα ἰσχυρῶς αὐτὰς λεαίνειν, εἶτα δριμὺ νάπυ λαβόντα, ὁποῖόν ἐστι τὸ Συριακὸν καὶ τὸ Αἰγύπτιον, τρί‐
5βειν κατ’ ἰδίαν, παραχέοντα κατ’ ὀλίγον τοῦ ἀποβρέγματος, ἔπειτα μάζας ποιῆσαι λείας, τὴν μὲν τῶν ἰσχάδων, τὴν δὲ τοῦ νάπυος, εἶτα μίσγειν, εἰ μὲν σφοδρῶς βουλόμεθα σιναπίζειν, δύο μέρη τοῦ νάπυος πρὸς ἓν τῶν ἰσχάδων, εἰ δὲ μέσως, ἴσον ἑκατέρου, εἰ δ’ ἀνειμένως, τὸ

1

.

31

.

3

μὲν τοῦ νάπυος τρίτον, τὸ δὲ τῶν ἰσχάδων δίμοιρον. μετὰ δὲ τὴν ἄρσιν τοῦ νάπυος καὶ τὴν τοῦ λουτροῦ χρῆσιν, ἐὰν ὀδύνη σφοδρὰ ᾖ καὶ ἔρευθος καὶ φλύκταιναι, ὀθόνην βρέξαντες εἰς ὑδρορρόδινον ἐπι‐ θήσομεν· τὸ δ’ ὕδωρ ἔστω μαλάχης ἀπόζεμα ἢ χυλὸς τήλεως· καὶ μετὰ

1

.

31

.

4

ταῦτα κηρωτῇ ῥοδίνῃ μετὰ ψιμυθίου χρησόμεθα. γνωστέον δ’ ὅτι, εἰ

1

.

31

.

5

ὄξει τὸ νάπυ ἐμβραχείη, ἀμυδρότερον ἔσται τὸ κατάπλασμα. αἰγῶν δὲ σπύραθοι μετ’ ὄξους καταπλασσόμεναι ἀνυσιμώτεραί εἰσι τοῦ νάπυος, μάλιστα δ’ ἰδίως ἐπὶ τῶν ἰσχιαδικῶν ποιοῦσιν ἄκρως.

1

.

32

t

Περὶ τῆς εἰς ἔλαιον ἐμβάσεως.

1

.

32

.

1

Αἱ εἰς ἔλαιον ἐμβάσεις ἐπιτήδειοι τοῖς χρονίως μετὰ περιψύξεως

1

.

32

.

2

πυρέσσουσι καὶ τοῖς κεκοπωμένοις καὶ ἰσχουροῦσιν. δεῖ δὲ τὸ μὲν πέμπτον μέρος τοῦ ἐλαίου πυρὶ θερμαίνειν, τὸ δὲ λοιπὸν ἐν ταῖς τῶν βαλανείων ἐμβάσεσιν· αὐτάρκως γὰρ θερμὸν οὐ γίνεται ἐν τοῖς
βαλανείοις.

1

.

33

t

Περὶ ὑδρελαίου.

1

.

33

.

1

Οἱ εἰς ὑδρέλαιον καθιέμενοι, εἰ ἀσθενεῖς εἶεν, διὰ τῆς ἐνδρομίδος ἐμβιβαζέσθωσαν. ἀναμικτέον δὲ τὸ ἔλαιον ἀκριβῶς τῷ ὕδατι· ἔστω δὲ μὴ ἔλαττον τοῦ ἕκτου.

1

.

34

t

〈Ἐκ τῶν〉 Γαληνοῦ. Περὶ τῶν μετασυγκριτικῶν βοηθημάτων.

1

.

34

.

1

Πάντων τῶν ἐπὶ πλεῖστον χρονιζόντων παθῶν, ὅταν μηδὲν ἀνύῃ τὰ βοηθήματα, τὴν μετασυγκριτικὴν ὑπὸ τῶν μεθοδικῶν ὀνομαζομένην θεραπείαν ἅπαντες σχεδὸν εἰώθασι ποιεῖσθαι· ἐγὼ δ’ ἐφ’ ὧν ἤτοι δυσκρασία τις ὑγρὰ καὶ ψυχρὰ τοῖς πάσχουσι μορίοις ἐστί, τὰ διὰ νάπυος
5καὶ θαψίας καὶ τῶν ὁμοίων αὐτοῖς προσφέρω φάρμακα· ταῖς ξηραῖς

1

.

34

.

2

δὲ καὶ θερμαῖς οὐ προσφέρω. πολλάκις δ’ οὐκ ἀνύουσι τὸ δέον οἱ μὴ διαγινώσκοντες τὰς διαθέσεις, ὅτι τοῖς πλείστοις τῶν ἀνθρώπων αἱ ψυχραὶ καὶ ὑγραὶ διαθέσεις ἐνοχλοῦσι μοχθηρῶς διαιτωμένοις.

1

.

35

t

Ὅσα φοινίσσει.

1

.

35

.

1

Καρδάμου τὸ σπέρμα φοινίσσει καὶ θερμαίνει καθάπερ τὸ νάπυ·

1

.

35

.

2

ἐλενίου ῥίζα ὁμοίως. τῇ κόπρῳ τῶν νομάδων περιστερῶν πάνυ συν‐ εχῶς χρῶμαι, καὶ μετὰ καρδάμου δὲ σπέρματος κεκομμένου καὶ διηθη‐ μένου ἀντὶ νάπυος χρῶμαι ἐπ’ ἰσχιάδος καὶ ἡμικραίρας σκοτωμάτων τε καὶ κεφαλαίας καὶ κατὰ πλευρὰς ἢ ὠμοπλάτας ἢ τένοντας ἢ ψόας
5ἀλγημάτων χρονίων, καὶ πρὸς τούτοις ἐπὶ νεφριτικῶν καὶ κωλικῶν διαθέσεων καὶ ποδαγρικῶν καὶ ἀρθριτικῶν, ὅταν γε μηδέπω σύστασις
ᾖ πώρων.

2

.

1

t

Ὅσα μέσα ἐστὶ τῶν θερμαινόντων καὶ ψυχόντων.

2

.

1

.

1

Ἀδίαντον, ἀσπάραγος ὁ μυακάνθινος, βρύον τὸ καὶ σπλάγχνον, γλυκυρρίζης ὁ χυλός, ἔλαιον τὸ γλυκύτατον ἐκ δρυπεποῦς μάλιστα τοῦ καρποῦ γινόμενον, κηρός, κύαμος, λύκιον, λωτὸς ἢ τρίφυλλον, κιτρίου ὁ φλοιός, πτέρεως ἡ ῥίζα, στροβίλου τὸ ἐδώδιμον, σχῖνος,
5φακή, Χία γῆ καὶ Σαμία, καδμεία, λιθάργυρος.

2

.

2

t

Ὅσα θερμαίνει.

2

.

2

.

1

Ἄγνου τὰ φύλλα καὶ τὸ σπέρμα μετρίως, ἀκαλήφης ὁ καρπὸς καὶ τὰ φύλλα, ἀμύγδαλα γλυκέα, ἀναγαλλίδες ἀμφότεραι, ἀτρακτυλὶς ἢ κνίκος ἄγριος, ἀφάκη, τῶν βάτων ὁ πέπειρος καρπός, γλυκυσίδης ἡ ῥίζα, ἐλαίας καρπὸς ὁ πέπειρος, ζύμη, ἠρύγγιον, ῥητῖναι πᾶσαι,
5σόγχος ξηρανθείς, σχοίνου ἄνθος, φοινίκων ὁ καρπός, κοχλιῶν κεκαυ‐ μένων ἡ τέφρα, κυνοκράμβη πάνυ, βατραχίου ἡ ῥίζα καὶ ἡ σύμπασα πόα, γλήχων, δάφνης φύλλα καὶ μᾶλλον ὁ καρπός, ἧττον δ’ ὁ φλοιὸς τῆς ῥίζης, δίκταμνον, ψευδοδίκταμνον, ἐλελίσφακον, ἐρύσιμον, ἔρια κε‐ καυμένα, ζιγγίβερι, θαψία, καρδάμωμον, ὀποί, τρίχες κεκαυμέναι, βρυω‐
10νίας ἡ ῥίζα, ἀριστολοχίαι, ἀσφοδέλου ῥίζαι, δαῦκος, χαμαιδάφνη, δρα‐ κοντίου ἡ ῥίζα, ἔλαιον ῥαφάνινον, ἐρέβινθοι, ἰξός, καυκαλίς, λιγυστικόν, νάρθηκος σπέρμα, σαγαπηνόν, σατύριον, σέλινον, σίον, σίνων, στύραξ, ὑδροπέπερι, ὑπερικόν, ἅλες, θεῖον, αἷμα, χολή, οὖρον, σίελον, σάρκες
ἐχιδνῶν, στέαρ, ἅλμη ταριχηρῶν ἰχθύων.

2

.

3

t

Ὅσα θερμαίνει τῆς πρώτης ἀποστάσεως.

2

.

3

.

1

Ἀλόη, ἀνθεμίς, ἄρον, ἀψίνθιον, ἀγαρικόν, λάδανον, λινόσπερμον, 〈μαλαβάθρου〉 φύλλον, νάρδου στάχυς, νάρδος Κελτική, οἶνος γλεύκι‐ νος, ὀρός, πυρός, σῦκα ξηρά.

2

.

4

t

Ὅσα 〈θερμαίνει〉 τῆς δευτέρας ἀποστάσεως.

2

.

4

.

1

Ἀμόργη, ἄνηθον (τὸ δὲ χλωρὸν ἔλαττον), ἀρτεμισίαι, βάλσαμον, ἐλαφόβοσκον, κάλαμος ἀρωματικός, κρόκος, λιβανωτός, μαστίχη Χία, μέλι, οἶνος, πίσσα, μελισσόφυλλον, πράσιον, πρόπολις, σικύου ἀγρίου χυλός, σκάνδιξ, σκίλλα, σκολύμου ῥίζα, σμύρνα, τερμίνθου ὁ φλοιὸς καὶ
5τὰ φύλλα καὶ ὁ καρπός, τῆλις, χαμαιλέοντος ἑκατέρου ἡ ῥίζα, χαμαι‐ πίτυς, ὤκιμον.

2

.

5

t

Ὅσα 〈θερμαίνει〉 τῆς τρίτης ἀποστάσεως.

2

.

5

.

1

Ἀβρότονον καὶ μᾶλλον καυθέν, αἶρα, αἰγείρου τὰ ἄνθη καὶ ἡ ῥητίνη, ἄκορον, ἄμωμον, ἀμάρακον, ἄμι, ἄνηθον καυθέν, ἄνησον, ἄρκευ‐ θος, ἀσάρου ῥίζα, βράθυ, ἐλλέβορος ἑκάτερος, ἐπίθυμον, μίνθη, καλα‐ μίνθη, θύμα, καλάμου φραγμίτου ὁ φλοιὸς καυθείς, κάρω, κασία, κέδροι
5ἀμφότεραι, κνίκου τὸ σπέρμα, κόνυζαι, κύμινον, λιβανωτοῦ ὁ αἴθαλος, μάραθον [μάρον], μελάνθιον [θεῖον], μήου αἱ ῥίζαι, μῶλυ 〈ἢ〉 πήγανον ἄγριον, ῥοδοδάφνη, οἶνος ὁ παλαιός, ὀρίγανοι πᾶσαι, ὀποπάναξ, πετρο‐ σέλινον, πήγανον, ῥαφανίς, σάμψυχον, σμύρνιον, ὕσσωπον, χαμαίδρυς, χαλβάνη.

2

.

6

t

Ὅσα 〈θερμαίνει〉 τῆς τετάρτης ἀποστάσεως.

2

.

6

.

1

Ἀδάρκη, ἀμπελόπρασον, εὐφόρβιον, κεδρίας τὸ ἔλαιον, κόστος, κρόμμυον, λεπίδιον, νάπυ, σκόροδον, στρουθίου ἡ ῥίζα, τιθυμάλλων οἱ
ὀποί, τὰ καυστικὰ πάντα.

2

.

7

t

Ὅσα ψύχει μετρίως.

2

.

7

.

1

Ἄγρωστις μετρίως, ἀλσίνη χωρὶς στύψεως, ἄπιοι μετρίως κατα‐ πλασσόμεναι, βαλαύστιον, βάτου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ ὁ ἄωρος καρπὸς καὶ τὸ ἄνθος, βρόμος μετρίως, βρύον θαλάσσιον, γλαύκιον με‐ τρίως, δορύκνιον πάνυ, ἐλαίας οἱ θαλλοὶ καὶ ὁ ἄωρος καρπός, ἔλαιον
5μύρσινον, σησάμινον, βαλάνινον, ἑλξίνη ἣ καὶ περδίκιον μετρίως, ἔλυ‐ μος, ἴου τὰ φύλλα, καλάμου φραγμίτου φύλλα μετρίως, κώνειον ἄκρως, λειχὴν ὁ ἐπὶ τῶν πετρῶν, μήκωνες πᾶσαι, μηλέας ὁ καρπὸς καὶ τὰ φύλλα καὶ οἱ χυλοὶ καὶ οἱ φλοιοὶ πλὴν τῶν γλυκέων, περσικῆς ὁ καρ‐ πός, κιτρίου ἡ σάρξ, μύκητες ἱκανῶς, ὄμφακος ὁ χυλὸς ἱκανῶς, τὸ
10ἀπὸ τοῦ σίτου ἄμυλον μετρίως, ῥόδινον μετρίως, πάτος ὁ ἀπὸ παλαί‐ στρας, σόγχος ὁ μὴ ξηρός, τρίβολοι ἀμφότεροι, φοίνικος τῶν κλάδων ὁ χυλός, Σαμία γῆ μετρίως, Κιμωλία γῆ, Ναξίας ἀκόνης τὸ ἀπότριμμα, μολύβδαινα μετρίως, μόλυβδος, ψιμύθιον, σάνδυξ μετρίως, τυρὸς ὁ μαλακὸς καὶ νεοπαγὴς μετρίως.

2

.

8

t

Ὅσα ψύχει τῆς πρώτης ἀποστάσεως.

2

.

8

.

1

Ἀκακία ἄπλυτος, ἀτράφαξυς ἄνευ στύψεως, γίγαρτα, κέγχρος, κριθαί, πλάτανος, ῥάμνος, σέρις.

2

.

9

t

Ὅσα 〈ψύχει〉 τῆς δευτέρας 〈ἀποστάσεωσ〉.

2

.

9

.

1

Ἀκακία πεπλυμένη, ἀρνόγλωσσον, βλίτον, κηκὶς ὀμφακῖτις, κολο‐ κύνθη, ῥοῦς, σίκυς πέπων, στρύχνον τὸ κηπευόμενον, φακὸς ὁ ἐπὶ τῶν τελμάτων, φῦκος χλωρὸν ἀπὸ τῆς θαλάσσης ἐξαιρούμενον, ψυλλίου τὸ σπέρμα.

2

.

10

t

Ὅσα 〈ψύχει〉 τῆς τρίτης 〈ἀποστάσεωσ〉.

2

.

10

.

1

Ἀείζῳα ἀμφότερα, ἀνδράχνη, μανδραγόρας, κιτρίου τὸ ὀξύ, πο‐ λύγονον, ποταμογείτων, ὑοσκύαμος ὁ καὶ τὸ ἄνθος καὶ τὸ σπέρμα
λευκὸν ἔχων.

2

.

11

t

Ὅσα 〈ψύχει〉 τῆς τετάρτης 〈ἀποστάσεωσ〉.

2

.

11

.

1

Ὀπὸς μήκωνος.

2

.

12

t

Ὅσα ξηραίνει ἀδήκτως.

2

.

12

.

1

Ἀκαλήφης ὁ καρπὸς καὶ τὰ φύλλα, ἀμόργη, ἀναγαλλίδες ἀμφό‐ τεραι, ἀρνόγλωσσον, βρόμος, ἔλαιον γλυκὺ ἄναλον πλυθὲν πάντων μάλιστα, ἐρείκη· ζύμη ἐπισπᾶταί τε τὰ ἐκ βάθους καὶ διαφορεῖ· θέρμος ὁ πικρός, ἵππουρις ἰσχυρῶς, ἰσάτις ἰσχυρῶς, ἰτέας τὰ φύλλα καὶ τὸ
5ἄνθος μετά τινος στύψεως (ἔνιοι δὲ καὶ χυλὸν ἐξ αὐτῶν ποιοῦντες ἀδήκτως ξηραῖνον ἴσχουσι φάρμακον εἰς πολλὰ χρήσιμον· οὐδὲν γὰρ πολυχρηστότερόν ἐστιν ἀδήκτως ξηραίνοντος καὶ στύφοντος ἠρέμα φαρμάκου)· καρύου λέπος καυθὲν μετὰ τοῦ λεπτομερὲς εἶναι, κέγχρος, κενταύριον τὸ μικρὸν ἰσχυρῶς, κεράσου τὸ κόμμι, κρίνον, κύαμος ἔξω‐
10θεν ἐπιτιθέμενος, κυπαρίσσου πάντα, κυπέρου αἱ ῥίζαι, στροβίλου τὸ ἐδώδιμον ἐν ὕδατι βραχέν, νυμφαίας ἡ ῥίζα, σίραιον πάνυ, πεντα‐ φύλλου ἡ ῥίζα, πολυπόδιον, σμύρνα, σαρκοκόλλα, στοιβή, τραγάκανθα, γῆ πᾶσα, καδμεία· Ἀσσίας πέτρας ἄνθος τὰς πλαδαρὰς σάρκας ἐκτήκει· πομφόλυξ συνεχῶς πλυθεῖσα, τίτανος σβεσθεῖσα καὶ πλυθεῖσα γενναίως,
15ὠῶν τὸ λευκὸν καὶ λεπτόν· ὁμοίας δὲ φύσεώς ἐστι καὶ ἡ λέκιθος αὐτῶν.

2

.

13

t

Ὅσα ἁπλῶς ξηραίνει.

2

.

13

.

1

Ἄγνου τὰ φύλλα καὶ τὸ σπέρμα, ἀγρώστεως ἡ ῥίζα μετρίως, ἀδίαντον, ἀείζῳα ἀμφότερα, αἰγείρου τὰ ἄνθη καὶ ἡ ῥητίνη, ἀκταὶ [αἱ] ἀμφότεραι· ἀμάραντος καὶ ῥεύματα ξηραίνει πινομένη· βρυωνίας ἡ ῥίζα, ἀναγύρου τὰ ξηρὰ φύλλα, ἄπιοι καταπλασσόμεναι μετρίως, ἀρι‐
5στολοχίαι, ἀσπάραγος μυακάνθινος, ἀσπάλαθος, ἀσφοδέλου ἡ ῥίζα, καὶ μᾶλλον καυθείσης ἡ τέφρα, βαλαύστιον πάνυ, τῶν βάτων ὁ ἄωρος
καρπός, βολβὸς ἐπιπλασσόμενος, παιωνίας ἡ ῥίζα, δάφνης τὰ φύλλα σφοδρῶς, καὶ μᾶλλον ὁ καρπός, δρυὸς πάντα τὰ μόρια καὶ φηγοῦ καὶ πρίνου, ἔλαιον δάφνινον, δᾴδινον, ἔλυμος καταπλασσομένη, ἠρύγγιον,
10ἰσάτις, ἰτέας τοῦ φλοιοῦ ἡ τέφρα ἰσχυρῶς, καννάβεως ὁ καρπός, κάρ‐ δαμον, καυκαλίς, δαῦκος, κονία, καὶ μᾶλλον ἡ ἀπὸ συκίνης τέφρας, κράμβη (οἱ δὲ καυλοὶ καυθέντες αὐτῆς ἰσχυρῶς ποιοῦσι ξηραίνουσαν τέφραν), κρῆθμον, κρίνου τὰ φύλλα καὶ ἡ ῥίζα, λειχὴν ὁ ἐπὶ τῶν πε‐ τρῶν, λιγνὺς πᾶσα, λωτός, νυμφαίας ἡ ῥίζα, ὀμφάκιον, πλατάνου ὁ
15φλοιὸς καὶ τὰ σφαιρία μετρίως, πολυπόδιον, ἄμυλον, ἅλες, νίτρα, γύψος (καυθεῖσα 〈δὲ〉 μᾶλλον), καδμεῖαι πᾶσαι καὶ πάντα τὰ μεταλλικὰ καὶ λιθώδη καὶ γεώδη, ὄστρακον τὸ ἐκ τῶν κριβάνων, πυτία, κόπρος πᾶσα (ἡ δὲ τῶν χηνῶν ἄχρηστος διὰ πολλὴν δριμύτητα), ῥύπος, σάρ‐ κες ἐχιδνῶν, κεφαλαὶ ταριχηρῶν μαινίδων κεκαυμέναι, κέρας ἐλάφου
20καὶ αἰγὸς κεκαυμένα, καστόριον, ὀστᾶ κεκαυμένα ἰσχυρῶς, τρίχες, σηπέας ὄστρακον, ἔρια κεκαυμένα, καρκίνων ἡ τέφρα, γάρος ἱκανῶς καὶ ἅλμη.

2

.

14

t

Ὅσα ξηραίνει 〈τῆσ〉 πρώτης ἀποστάσεως.

2

.

14

.

1

Ἀνθεμίς, ἀρκεύθου ὁ καρπός, καρώ, κριθαί, ἄλφιτα, κρόκος, λιβα‐ νωτός, μάραθρον, ῥοδοδάφνη, οἶνος γλεύκινος, σικύου πέπονος τὸ σπέρμα καὶ ἡ ῥίζα ξηρανθεῖσα, τῆλις.

2

.

15

t

Ὅσα 〈ξηραίνει τῆσ〉 δευτέρας ἀποστάσεως.

2

.

15

.

1

Αἶρα, ἀμάρακον, ἄσφαλτος, ἄνηθον, βάλσαμον, γίγαρτα, γιγγίδιον, ἐλαφόβοσκον, κάλαμος ἀρωματικός, λιβανωτοῦ φλοιὸς καὶ τὸ σπέρμα, μαστίχη, μέλι, κιτρίου ὁ φλοιὸς καὶ τὸ σπέρμα καὶ τοῦ δένδρου τὰ φύλλα, μήου αἱ ῥίζαι, νάρδου στάχυς, νάρδος Κελτική, οἶνος, ὄροβος,
5ὀποπάναξ, πίσσα, ῥάμνος, ῥαφανίς, σκάνδιξ, σκολύμου ἡ ῥίζα, σμύρνα, σχῖνος, τερμίνθου ὁ καρπὸς καὶ τὰ φύλλα, φακοί, φῦκος χλωρὸν ἔτι καὶ ὑγρόν, φύλλον, χαλβάνη.

2

.

16

t

Ὅσα 〈ξηραίνει〉 τῆς τρίτης 〈ἀποστάσεωσ〉.

2

.

16

.

1

Ἀβρότονον, καὶ μᾶλλον τὸ καυθέν, ἀκακία, ἄκορον, ἀλόη, ἄμι, ἄνηθον καυθέν, ἀνήσου σπέρμα, ἄρκευθος, ἄσαρον, ἀψίνθιον, βράθυ, ἐλλέβοροι, ἐπίθυμον, θύμα, καλαμίνθη, καλάμου φραγμίτου ὁ φλοιὸς καυθείς, καρώ, κασία, κέδροι, κόνυζαι, λιβανωτοῦ αἰθάλη, μελάνθιον,
5κιτρίου τὸ ὑπὸ τὸ σπέρμα, οἶνος ὁ ἱκανῶς παλαιός, ὄξος, ὀρίγανοι, πενταφύλλου ἡ ῥίζα, πετροσέλινον, σμύρνιον, πήγανον ἥμερον, πράσιον, ῥοῦς, σάμψυχον, σέριφον, ὕσσωπον, χαμαίδρυς, χαμαιλέοντος ἑκατέρου ἡ ῥίζα, χαμαιπίτυς.

2

.

17

t

Ὅσα 〈ξηραίνει〉 τῆς τετάρτης 〈ἀποστάσεωσ〉.

2

.

17

.

1

Ἀμπελόπρασον, κεδρίας τὸ ἔλαιον, νάπυ, πήγανον ἄγριον, σκό‐ ροδον.

2

.

18

t

Ὅσα μέσα τῶν ξηραινόντων καὶ ὑγραινόντων ἐστίν.

2

.

18

.

1

Ἀγρώστεως ἡ ῥίζα καταπλασσομένη, ἔλαιον τὸ γλυκύτατον.

2

.

19

t

Ὅσα ὑγραίνει 〈τῆσ〉 πρώτης ἀποστάσεως.

2

.

19

.

1

Ἀλσίνη, βούγλωσσον, γλυκυρρίζης ὁ χυλός, θρίδαξ μετρίως, ἴου τὰ φύλλα μετρίως, μηλέας Περσικῆς ὁ καρπός, μύκητες, ῥόδινον, σατύ‐ ριον, στρατιώτης ὁ ἐν τοῖς ποταμοῖς καὶ ταῖς λίμναις.

2

.

20

t

Ὅσα 〈ὑγραίνει〉 τῆς δευτέρας 〈ἀποστάσεωσ〉.

2

.

20

.

1

Ἀνδράχνης ὁ καρπὸς σὺν τῇ πόᾳ, ἀτράφαξυς, βλίτον, κολοκύνθη, μηλέας Ἀρμενιακῆς ὁ καρπός, σίκυος πέπων, φακὸς ὁ ἐπὶ τῶν τελ‐
μάτων.

2

.

21

t

Ὅσα ὑδατώδη ψυχρότητα ἔχει.

2

.

21

.

1

Ἀκακία, ἀλσίνη, ἀνδράχνη, ἀρνόγλωσσον, ἀτράφαξυς, βάτου τὰ φύλλα, βλίτον, βρύον θαλάσσιον, γλαύκιον, δορύκνιον, θρίδαξ, ἰξός, ἴου τὰ φύλλα, κολοκύνθη, κοτυληδών, κώνειον, λεύκη τὸ δένδρον, μαλάχη ἥμερος, μήκων, μῆλα, πραικόκκια, μύκητες, σίκυς ἐδώδιμος, σόγχος,
5ὁλόσχοινος, τρίβολος, φακὸς ὁ ἐπὶ τῶν τελμάτων, ψυλλίου τὸ σπέρμα, μόλυβδος.

2

.

22

t

Ὅσα λεπτομερῆ.

2

.

22

.

1

Ἀβρότονον κεκαυμένον, ἄγνος, σκάνδιξ, αἰγείρου τὰ ἄνθη, ἀκα‐ λήφης ὁ καρπὸς καὶ τὰ φύλλα, ἄκορον, ἄμωμον, ἀσάρου ἡ ῥίζα, βρυωνία, ἀνθεμίς, ἀπαρίνη, ἀριστολοχίαι, ἀρνόγλωσσον ξηρόν, ἀσφοδέλου ἡ ῥίζα, καὶ μᾶλλον καυθείσης ἡ τέφρα, βάλσαμον, βράθυ πάνυ, βάτου
5ἡ ῥίζα, γλυκυσίδης ἡ ῥίζα, δίκταμνον, δρακοντίου ἡ ῥίζα, ἔλαιον πα‐ λαιόν, κίκινον, ἐλαφόβοσκον, εὐφόρβιον, ζύμη, ἰτέας ὀπός, καλαμίνθη, κάλαμος ἀρωματικός, καλάμου φραγμίτου ὁ φλοιὸς καυθείς, κασία, καρπήσιον, κέγχρος, κεδρίας τὸ ἔλαιον, κοκκυμηλέας τὸ κόμμι, μαστίχη, μελάνθιον, ὀπὸς Κυρηναϊκός, ὀποβάλσαμον, πήγανον, πίσσα, πιστακίου
10καρπός, πρόπολις, τερεβινθίνη, ῥόδινον ἔλαιον, σαγαπηνόν, σάμψυχον, σέσελι, σικύου σπέρμα, σῦκα ξηρὰ μετρίως, σχοίνου ἄνθος, τέφρα, τίτα‐ νος, ὕσσωπον, ἅλες, ἁλὸς ἄνθος, νίτρον, ἀλκυόνιον τὸ τρίτον, ἀρσενι‐ κὸν καυθέν, γύψος καυθεῖσα, θεῖον, καδμεία, κίσηρις κεκαυμένη, κονία, πέτρας Ἀσσίας ἄνθος, μελαντηρία, μίσυ, χαλκοῦ ἄνθος, χρυσοκόλλα,
15σάνδυξ, φῦκος, στέαρ λέοντος καὶ παρδάλεως καὶ ὑαίνης πάνυ, καστό‐ ριον, σηπέας ὄστρακον, ἔρια καυθέντα.

2

.

23

t

Ὅσα παχυμερῆ.

2

.

23

.

1

Ἀρνογλώσσου ἡ ῥίζα, βαλαύστιον, γίγαρτα, ζιγγίβερ, κρόμυον, σίκυς,
λεπίδες πᾶσαι, σῶρι, στυπτηρίαι.

2

.

24

t

Ὅσα ῥωστικά.

2

.

24

.

1

Κασία, κηκὶς ὀμφακῖτις, στοιχάς, φοίνικος ὁ καρπός, ἀψίνθιον.

2

.

25

t

Ὅσα συμπεπτικά.

2

.

25

.

1

Ἄμωμον, σταφὶς ἥμερος, κηρός, λάδανον, κόλλα ἡ εἰς τὰ βιβλία, κρόκος, λιβανωτός, πίσσα, Αἰγυπτία μαστίχη, ῥόδινον ἔλαιον, σμύρνα, στύραξ, χαλβάνη, χόνδρος, βούτυρον, οἴσυπος, στέαρ ὕειον.

2

.

26

t

Ὅσα ἐκπυητικά.

2

.

26

.

1

Ὕδωρ εὔκρατον καταντλούμενον, ὑδρέλαιον, ἔλαιον εὔκρατον, πύρινον ἄλευρον, ἄρτος πύρινος, χόνδρος, χοίρειον στέαρ καὶ μόσχειον, βούτυρον, λιβανωτός, πίσσα, ῥητίνη.

2

.

27

t

Ὅσα μαλάσσοντα.

2

.

27

.

1

Αἴγειον στέαρ καὶ τὸ τῆς ἀλεκτορίδος καὶ χήνειον καὶ ταύρειον καὶ τράγειον, μυελὸς ἐλάφειος, μόσχειος, ἀμμωνιακόν, στύραξ, χαλβάνη, βδέλλιον, ἔλαιον Σικυώνιον καὶ τὸ κρίνινον, ἔλαιον τὸ γλυκύτατον, ἀνθεμίς, ἀλθαίας ῥίζα, ἀγρίου σικύου ῥίζα, τῆς ἀγρίας μαλάχης τὰ
5φύλλα, ἀναδενδρομαλάχη, μαστίχη Χία, τερεβινθίνη, κολοφωνία, ὀπο‐ πάναξ, ῥύπος ὁ ἀπ’ ἀνδριάντων, πάτος, βούτυρον.

2

.

28

t

Ὅσα σκληρύνει.

2

.

28

.

1

Ἀείζῳον, ἀνδράχνη, ψύλλιον, ὁ ἐπὶ τῶν τελμάτων φακός, στρύ‐

2

.

28

.

2

χνον. σκληρύνεται δ’ ἢ διὰ ξηρότητα, καὶ ὑγραίνειν τὰ τοιαῦτα χρή, ἢ διὰ πλῆθος, καὶ κενοῦν αὐτά, ἢ διὰ πῆξιν, ἅτινα θερμαίνοντας με‐ τρίως διαλύειν προσήκει καὶ μαλάσσειν τοῖς εἰρημένοις· τὰ γὰρ σφοδρῶς
ξηραίνοντα πήγνυσι μᾶλλον.

2

.

29

t

Ὅσα ὑγρασίαν ἕλκει διὰ στόματος.

2

.

29

.

1

Πύρεθρον, λάπαθον, κάππαρις, πίονα σῦκα, δᾴδινον, μέλι, μήκων, ἀψίνθιον, ὀρίγανον, ῥάφανος, σταφὶς ἄνευ γιγάρτων καὶ ἡ ἑτέρα ὁμοίως, κάχρυ, νάπυ, λευκὸς ἐλλέβορος, ἐλατήριον, θύμος, ἅλες, ὀμφά‐ κιον, ἄνησον, πέπερι, κόκκος Κνίδιος, δαφνίδες, βάλσαμον, ἀνεμώνη,
5ἀμμωνιακόν, τρὺξ ξηρὰ κεκαυμένη.

2

.

30

t

Ὅσα διὰ ῥινῶν ἄγει.

2

.

30

.

1

Ἐλατήριον, πέπερι, τεύτλων χυλός, κυκλαμίνου ὁ φλοιὸς τῆς ῥίζης, μέλι, θλάσπι, κόκκος Κνίδιος, ἀναγαλλίς, ἀνεμώνη, ἐλλέβορος λευκός, ὀμφάκιον, πράσιον, φύλλα κισσοῦ ἁπαλά.

2

.

31

t

Ὅσα ἀπ’ ὀφθαλμῶν ἄγει.

2

.

31

.

1

Μέλι, ὕσσωπον, ἔλαιον παλαιόν, ἀναγαλλίς, δάφνινον ἔλαιον, νάρδος, κασία, κόστος, ὀπὸς μήκωνος, σαγαπηνόν, δαῦκος, σέλινον, ῥοιά, ἀμύγδαλα, πράσιον, ἐλλέβορος ὁ λευκός, ἀνεμώνη, πήγανον, καστόριον, λίθος αἱματίτης, στέαρ χήνειον, χολή, σμύρνα, χαλκῖτις,
5θεῖον, στυπτηρία σχιστή, σηπέας ὄστρακον, φλοιὸς λιβάνου, σκίλλα, ἀμμωνιακόν, ἰχὼρ ἥπατος, ὀμφάκιον.

2

.

32

t

Ὅσα δι’ ὤτων ἄγει.

2

.

32

.

1

Μέλι, πέπερι, βοὸς χολὴ ἢ ταύρου, λινόζωστις, τεύτλου χυλός, καππάρεως τῶν ῥιζῶν, κόκκος Κνίδιος, ἐρινεοῦ ὁ ὀπός, βδέλλιον, κασία, χαλβάνη, ἐλλέβορος λευκός, ὀμφάκιον.

2

.

33

t

Ὅσα ἐκφρακτικὰ καὶ διακαθαρτικά.

2

.

33

.

1

Ἀναγύρου τὰ φύλλα ξηρὰ καὶ ὁ τῆς ῥίζης φλοιός, ἀγαρικόν, ἀκαλήφης τὸ σπέρμα, ἀμύγδαλα πικρὰ καὶ τὸ δένδρον αὐτό, ἀδιάντον, ἄρου αἱ ῥίζαι, γλήχων, δρακόντιον, δαῦκος, γεντιανῆς ῥίζα πάνυ, ἐρέ‐ βινθοι, εὐπατόριος ἄνευ θερμότητος, θύμα, ἰσχάδων αἱ λιπαραί, καλα‐
5μίνθη, κασία, κοκκυμηλέας κόμμι, μελάνθιον, πήγανον, σίκυος πέπων,
σπονδυλίου ὁ καρπὸς καὶ ἡ ῥίζα, στοιχάς, χαμαίδρυς, ὅσα τε ἄλλα κρατοῦσαν ἐν ἑαυτοῖς ἔχει τὴν πικρὰν ποιότητα· εὐθὺς δὲ τούτοις ὑπάρχει καὶ λεπτυντικοῖς εἶναι.

2

.

34

t

Ὅσα ῥύπτει.

2

.

34

.

1

Αἰγεία κόπρος καυθεῖσα καὶ ἄκαυστος, τῶν ὀστρακοδέρμων πάν‐ των τὰ ὄστρακα, σηπέας ὄστρακα, ἐχίνων ἀμφοτέρων καυθέντων ἡ τέφρα, ὀρὸς γάλακτος, μέλι, βρυωνίας ῥίζα, ἀμύγδαλα ἐδώδιμα καὶ αὐτὸ τὸ δένδρον, ἀναγαλλίδες, ἀνεμῶναι πᾶσαι, ἀριστολοχία μακρά,
5ἀρνογλώσσου τὰ φύλλα καὶ μᾶλλον τὰ ξηρά, ἄρον, ἀσπάραγος μυακάν‐ θινος, ἀσταφὶς ἀγρία, ἀσφοδέλου ἡ ῥίζα, ἀτραφάξυος ὁ καρπός, ἀψιν‐ θίου χυλός, βολβὸς ἐπιπλαττόμενος, ἐλλέβορος ἑκάτερος, ἑλξίνη ἡ καὶ περδίκιον, ἰτέας ὀπός, καλάμου φραγμίτου ἡ ῥίζα σὺν τοῖς φύλλοις ἱκανῶς ἄνευ δριμύτητος, κενταύριον τὸ μικρὸν καὶ ὁ χυλὸς αὐτοῦ,
10κράμβη, κρῆθμον, κριθαὶ μετρίως, κρίνου τὰ φύλλα καὶ ἡ ῥίζα λειού‐ μενα μετρίως, κυάμου ἡ σὰρξ μετρίως, λαμψάνη καταπλασσομένη, λει‐ χὴν ὁ ἐπὶ τῶν πετρῶν, λευκοΐου πάντα, μῆον, πλατάνου ὁ φλοιὸς τῆς ῥίζης μετρίως, πράσιον καταπλασσόμενον, πρόπολις μετρίως, πτε‐ λέας τὰ φύλλα, ὁ δὲ φλοιὸς καὶ ἡ ῥίζα μᾶλλον, πτισάνη, τερμινθίνη
15πλέον τῆς μαστίχης, σαγαπηνὸν μετρίως, σικύου πέπονος πάντα, σικύου ἀγρίου ῥίζα, σμύρνα, τεῦτλον, τιθύμαλλοι, φοῦ, χαμαιπίτυς, ἀλκυόνια πάντα, γῆ Χία καὶ Σαμία μετρίως καὶ ἡ Κρητική, καδμεία, κίσηρις ἄκαυστος καὶ κεκαυμένη, λιθάργυρος μετρίως, σμύρις ἱκανῶς, τὸ ἐκ τῶν κριβάνων ὄστρακον, κέρας ἐλάφου καὶ αἰγὸς κεκαυμένα.

2

.

35

t

Ὅσα οὐρητικά.

2

.

35

.

1

Σέλινον, πετροσέλινον, μάραθρον, δαῦκος, σμύρνιον, ἀνήσου σπέρμα, ἄμι, ἄσαρον, ἄκορον, ἀσπάραγος ὁ βασιλικὸς καὶ ὀξυμύρσινος, βδέλλιον, βρυωνία, ἐρέβινθοι, θύμα, κάλαμος ἀρωματικός, καρώ, καρπήσιον, καυ‐ καλίς, κόστος, κύμινον, κυπέρου ῥίζαι, λιγυστικόν, μῆον, νάρδου στάχυς
5καὶ Κελτική, πήγανον, πόλιον, σέσελι, σίκυος ἐδώδιμος, μηλοπέπων, σκάνδιξ, σκόρδιον, σταφυλῖνος, σχοίνου ἄνθος, τερμίνθου ὁ καρπός,
ἀψίνθιον· βράθυ αἷμα δι’ οὔρων κινεῖ· ἐρυθροδάνου ἡ ῥίζα οὖρα πα‐ χέα καὶ πολλὰ καί ποτε καὶ αἱματώδη κινεῖ· κάπνιον χολώδη ἄγει πολλά· ὄροβος πλείων ληφθεὶς αἷμα δι’ οὔρων ἄγει· σκολύμου ἡ ῥίζα
10πλῆθος οὔρων ἄγει δυσωδῶν, εἴ τις αὐτὴν ἐν οἴνῳ καθεψήσας πίνοι, καὶ τὰς δυσωδίας δ’ ἰᾶται· μελίκρατον, ὀξύμελι, οἶνος λεπτὸς καὶ ὑδα‐ τώδης.

2

.

36

t

Ὅσα δι’ οὔρων ἐκ σπληνὸς ἄγει.

2

.

36

.

1

Τιθυμάλλου σπέρμα τοῦ χαρακίου, μελάνθιον, κύμινον, θύμον, ἀμπέλου ἀγρίας ἡ ῥίζα, καππάρεως ἡ ῥίζα, σκόρδιον, κύτισος, δρακόν‐ τιον, ἀριστολοχίας ῥίζα, ὀρίγανος, πόλιον, κολοκυνθὶς ἀγρία, βρυωνία, κυκλάμινος, ἀνδράχνη, σκορπίου θαλασσίου πνιγέντος οἴνῳ τὸ ἀπό‐
5βρεγμα.

2

.

37

t

Ὅσα ἐξ ἥπατος ἄγει.

2

.

37

.

1

Ἄγνου σπέρμα, δαύκου τὰ φύλλα, μάραθρον, βάλσαμον, κάπνιος, ἄνησον, φοίνικος ὀστοῦν, δάφνης φύλλα, ἀψίνθιον, σμύρνιον, ἀναγαλλί‐ δες, ἡδύοσμον, οἰνάνθη, ὀπὸς σιλφίου, ἠρύγγιον, κριθῶν ἀπόβρεγμα, ἀγαρικόν, ἄσαρον.

2

.

38

t

Ὅσα ἀπὸ νεφρῶν ἄγει.

2

.

38

.

1

Σελίνου σπέρμα, πέπερι, σταφυλῖνος, πράσον, κνίκος, βρυωνίας τῶν ῥιζῶν ὁ φλοιός, ἄγρωστις, σηπίας ὠά, θεῖον, ἐρέβινθοι λευκοί.

2

.

39

t

Ὅσα ἀνάγει τὰ ἐκ θώρακος.

2

.

39

.

1

Τὰ ἐκφρακτικὰ πάντα, στρόβιλος ὅλος χλωρός, πιτυΐδες, βούτυρον, καστόριον ἐπ’ ἀνθράκων θυμιώμενον καὶ ἑλκόμενον διὰ τῆς εἰσπνοῆς· ὠφελεῖ γὰρ μάλιστα τὴν κατὰ πνεύμονα καὶ ἐγκέφαλον ὑγρὰν καὶ

2

.

39

.

2

ψυχρὰν δυσκρασίαν. νάρδου στάχυς τὰ κατὰ τὴν κεφαλὴν καὶ τὸν

2

.

39

.

3

θώρακα ῥεύματα ξηραίνει. ἀνάγει δ’ ἐκ πνεύμονος ἐκλεικτὰ διδόμενα καὶ καταπότια κνίδης σπέρμα, δαύκου καὶ λίνου καὶ μήκωνος μελαί‐ νης, θύμος, ῥαφανῖδος χυλός, νάπυ, ἄνησον, σήσαμον, ἐρύσιμον, σκίλλα, ὄροβοι, σικύου σπέρμα, πέπερι, πήγανον, πόλιον, ἄρον, δρακόντιον,
5κόστος, νάρδος, θεῖον, σμύρνα, δαφνίδων τὸ ἐντός, καππάρεως ῥίζης
ὁ φλοιός, ἀμύγδαλα πικρά, γλυκυσίδη, καστόριον, ἀβρότονον, στύραξ, βδέλλιον, σίλφιον, σταφὶς ἄνευ γιγάρτων, στροβίλια, ὀμφάκιον, ἀριστο‐ λοχία, χαλβάνη, πράσιον, ἠρυγγίου ῥίζα.

2

.

40

t

Ὅσα τοὺς νεφροὺς ἐκκαθαίρει.

2

.

40

.

1

Τὰ τμητικὰ πάντα, ἀρνογλώσσου ξηροῦ αἱ ῥίζαι καὶ τὰ φύλλα καὶ ὁ καρπός, ἀσπάραγος μυακάνθινος, γλυκυσίδης ῥίζα, ἐρέβινθοι, ἀμύγδαλα.

2

.

41

t

Ὅσα ἀραιωτικὰ τοῦ δέρματος.

2

.

41

.

1

Χαμαίμηλα, ἀλθαία, σικύου ἀγρίου ῥίζα, ἔλαιον παλαιόν, ἀβρότονον κεκαυμένον.

2

.

42

t

Ὅσα ἀναστομωτικά.

2

.

42

.

1

Τὰ δριμέα πάντα, ἀνεμῶναι πᾶσαι, σκόροδον, κρόμμυον, ταύρου χολή, ἰρίνου καὶ ἀμαρακίνου ὑποστάθμη.

2

.

43

t

Ὅσα πυκνωτικά.

2

.

43

.

1

Ὕδωρ ψυχρόν, ἀείζῳον, ἀνδράχνη, τρίβολος χλωρός, ψύλλιον, φακὸς ὁ ἐπὶ τῶν τελμάτων, καὶ ἁπλῶς ὅσα ψύχει μὴ ξηραίνοντα.

2

.

44

t

Ὅσα σηπτικά.

2

.

44

.

1

Ἀρσενικόν, σανδαράκη, χρυσοκόλλα, πιτυοκάμπη, κεδρία, μέλας ἐλλέβορος.

2

.

45

t

Ὅσα καθαιρετικά.

2

.

45

.

1

Ἐλατήριον, σικύου ἀγρίου ῥίζα, ὤχρα, μανδραγόρας, Ἀσσίας πέ‐ τρας ἄνθος. τὰ ὀστρεώδη πάντα καυθέντα καθαιρεῖ τὰ ὑπερσαρκοῦντα μετρίως, ἐχῖνοι ὁμοίως ἀμφότεροι καυθέντες σὺν τῷ σώματι παντὶ καὶ ὁ αἱματίτης λίθος ξηρὸς λειωθεὶς ὡς χνοώδης γενέσθαι, ἰός τε καὶ
5κύανος καὶ ἡ τοῦ χαλκοῦ λεπὶς καὶ χρυσοκόλλα.

2

.

46

t

Ὅσα ἐπουλοῖ.

2

.

46

.

1

Στυπτηρία, κηκὶς ὀμφακῖτις, χαλκὸς κεκαυμένος καὶ μάλιστα ὁ
πεπλυμένος, τὰ τῆς ῥοιᾶς λέμματα ξηρά, σκωρία μολύβδου, λιθάργυρος, μολύβδαινα, μόλυβδος κεκαυμένος, κήρυκες, τὰ ὀστρεώδη πάντα, πορ‐ φύραι, ὕελος, κίσηρις, σπεκλάριον, γύψος κεκαυμένη, ψιμύθιον, πομφό‐
5λυξ, σπόδιον, χρυσοκόλλα, στίμμι κεκαυμένον, διφρυγές, σαρκοκόλλα (ταῦτα τὰ προειρημένα κἂν ἐπιπάττῃ τις τοῖς ἕλκεσιν, ἐπουλούντων καλῶς πειράσεται)· μετὰ δὲ τοῦ δάκνειν χάλκανθος κεκαυμένη, καδ‐ μεία, λεπὶς χαλκοῦ καὶ σιδήρου στομώματος ὅ τε ἰὸς καὶ ἡ ἄσβεστος κεκαυμένη καὶ πεπλυμένη.

2

.

47

t

Ὅσα ἑλκοῖ ἐπιπολαίως.

2

.

47

.

1

Κυνοσβάτου φύλλα, τεύτλου, σκόροδον, γλήχων, ὕσσωπον, ὀρίγανον, σηπίας ὄστρακον, ἀσφοδέλου ἡ ῥίζα, σελίνου σπέρμα καὶ τῶν ἁλυκῶν καὶ δριμέων καὶ πικρῶν.

2

.

48

t

Ὅσα καυστικά.

2

.

48

.

1

Κανθαρίς, διφρυγές, τρὺξ κεκαυμένη ὄξους, ἀνεμώνη ἡ τὸ φοινι‐ κοῦν ἄνθος ἔχουσα, σκόροδον, τέφρα συκίνη, νίτρον ὀπτόν, χαλκὸς κεκαυμένος, στυπτηρία, κήρυκος ὄστρακον κεκαυμένον, κεφαλαὶ μαινί‐ δων, ἀρσενικόν, κάχρυ, σταφὶς ἀγρία, κόκκος Κνίδιος, πυρέθρου ῥίζα,
5νάπυ· τίτανος ἡ μὲν ἄσβεστος σφοδρῶς, καὶ ἡ σβεσθεῖσα δ’ ἐσχαροῖ, ἡ χρονία δ’ οὐκέτι, θερμαίνει δ’ ἔτι καὶ διατήκει τὰς σάρκας.

2

.

49

t

Ὅσα ἑλκτικά.

2

.

49

.

1

Ἀνεμῶναι πᾶσαι, ἀναγαλλίδες ἀμφότεραι, δίκταμνον, ἐρέβινθοι, θαψία, κυκλάμινος, ναρκίσσου ἡ ῥίζα, πρόπολις ἰσχυρῶς, ζύμη, κόπροι πᾶσαι, σαγαπηνόν, ὀποὶ ὅ τε Κυρηναϊκὸς καὶ ὁ Μηδικός, σιλφίου ὀπὸς καὶ ἡ ῥίζα, σπάρτου ὅ τε καρπὸς καὶ ὁ τῶν ῥάβδων χυλὸς γενναίως,
5τερμινθίνη μᾶλλον τῶν ἄλλων ῥητινῶν, θεῖον, κόπρος βοῶν, καὶ μᾶλ‐ λον τῶν ὀρόβους ἐσθιόντων, καλαμίνθη καταπλασσομένη, κόστος· ἰξὸς ἰσχυρῶς ἕλκει.

2

.

50

t

Ὅσα διαφορητικά.

2

.

50

.

1

Ἀβρότονον κεκαυμένον, ἀγαρικόν, ἀδίαντον, αἰγίλωψ, ἀκαλήφης
ὁ καρπὸς καὶ τὰ φύλλα ἱκανῶς, ἀκτέα, ἀνθεμίς, ἀνήσου σπέρμα, ἀρι‐ στολοχίας ἡ ῥίζα, ἀσφοδέλου ἡ ῥίζα καὶ μᾶλλον καυθείσης ἡ τέφρα, ἀτράφαξυς, βολβός, βράθυ, βρύον τὸ καὶ σπλάγχνον, δαῦκος ἡ πόα,
5ἔβισκος ἢ ἀλθαία, ἔλαιον γλυκὺ παλαιὸν καὶ τὸ ῥαφάνινον, θαψία, καλάμου φραγμίτου ὁ φλοιὸς καυθεὶς ἱκανῶς, κράμβη, κρίνου τὰ φύλλα καὶ ἡ ῥίζα, κυτίσου τὰ φύλλα, λάδανον, λινόζωστις, μαλάχη ἀγρία, μαστίχη Χία, μέλι, περσικῆς οἱ βλαστοὶ καὶ τὰ φύλλα, ῥοδο‐ δάφνη, ὄλυνθοι, ὀποβάλσαμον, ὀπὸς Κυρηναϊκὸς σφοδρότατα, παλιού‐
10ρου τὰ φύλλα καὶ ἡ ῥίζα, πήγανον, πίσσα, πράσιον, τερμινθίνη, ῥόδι‐ νον ἔλαιον, ῥύπος ὁ ἀπὸ τῶν ἀνδριάντων, πάτος, σάμψυχον, σικύου ἀγρίου ἡ ῥίζα, σμύρνα, τῶν ἰσχάδων αἱ λιπαραί, τὰ τῶν ἐρινεῶν μᾶλ‐ λον, τεῦτλον χωρὶς τοῦ θερμαίνειν (ἰσχυρότερον δὲ τὸ λευκόν), χαλ‐ βάνη, ἅλες (οἱ κεκαυμένοι μᾶλλον, 〈καὶ τούτων ἔτι μᾶλλον〉 ἁλὸς ἄνθος),
15λίτρον, ἀλκυόνια πάντα, γῆ Σαμία, κύανος ἁπαλός, τυρὸς ὀξυγαλάκτινος μετρίως, βούτυρον, πυτία πᾶσα, κόπρος πάνυ, οἴσυπος μετρίως, σάρκες ἐχιδνῶν ἰσχυρῶς, στέαρ λεόντειον τῶν ἄλλων μᾶλλον, ὀστᾶ κεκαυμένα, ἔρια κεκαυμένα, ἐχίνων ἀμφοτέρων ἡ τέφρα.

2

.

51

t

Ὅσα στύφει.

2

.

51

.

1

Ἀγριελαία, ῥόδα, σχῖνος, ἀχράδος τὸ φυτόν, σέλινον, ἀείζῳον, μήκων, κύτισος, ἀλόη, ἀκαλήφη, γίγαρτα, ἄπιοι, κρόκος, ἀλθαία, τέρμινθος, βάλανος, ὑοσκύαμος, κισσός, νυμφαία, φοίνικες, ὠοῦ τὸ χλωρὸν ὀπτόν, παλίουρος, ἱππούρεως ῥίζα, αἷμα πεπηγός, κύπερος,
5οἰνάνθη, κράμβη ἐξεψηθεῖσα, πυτία λαγωοῦ, σπόγγος κεκαυμένος, ῥάμνος.

2

.

51

.

2

πολλὰ δὲ καὶ ἄλλα ἐστὶ στύφοντα πᾶσιν ὄντα γνώριμα.

2

.

52

t

Ὅσα γάλα γεννᾷ.

2

.

52

.

1

Εὔζωμον, μάραθρον, ἄνηθον (λέγω δὲ τὰς πόας ἔτι χλωρὰς καὶ
ὑγράς), σμύρνιον ὁμοίως, σέλινον, σήσαμον, σικύου σπέρμα, κάχρυ, σμύρνα, πολυπόδιον, γλαυκὸς ἐγκέφαλος, ὑγρὸν μάραθρον, βρυωνίας ῥίζα, κρῆθμον, κύμινον.

2

.

53

t

Ὅσα πρὸς ἐπίσχεσιν ἐμμήνων ποιεῖ.

2

.

53

.

1

Πινόμενα μὲν βράθυ, μῆον, ἶρις, πήγανον, καλαμίνθη, γλήχων,

2

.

53

.

2

δίκταμνον, ἄσαρον, κόστος, κασία, ἀριστολοχίαι. μίσγεται δ’ ἑκάστῳ ἢ πυρῶν ἀφέψημα ἢ μαράθρων ἑφθῶν ὕδωρ ἢ πτισάνης χυλός· κατα‐ πλάσσεται δὲ μάραθρον, μελάνθιον, σμύρνα, κριθῶν βεβρεγμένων χύ‐ λισμα, μυὸς ἄφοδος, ἀνδράχνη, στέαρ χήνειον, πτελέας τὰ φύλλα,

2

.

53

.

3

κηρός, θεῖον, ταύρου χολή. προσθετὰ δὲ στέαρ ἐλάφου πρόσφατον, ὄνου καὶ χηνός, τρὺξ ξηρὰ κεκαυμένη, ἅλες, ἔλαιον, κύπερος, ἀφρό‐ νιτρον, στύραξ, ἀψίνθιον, ἀρτεμισία, σάμψυχον, ἐλλέβορος μέλας, κόκκος Κνίδιος, λινόζωστις, κύμινον, τῆλις, σταφὶς ἐκγιγαρτισθεῖσα, κεδρίδες.

2

.

54

t

Ὅσα γεννητικὰ σπέρματος καὶ προκλητικά.

2

.

54

.

1

Τῶν ἐδεσμάτων τὰ τρόφιμα καὶ φυσώδη, φάρμακα δ’ ὅσα πνευ‐

2

.

54

.

2

ματώδη καὶ θερμά. βολβοὶ μὲν οὖν ἐρέβινθοί τε καὶ κύαμοι καὶ σῦκον ἐδέσματα πολύσπερμα· [καὶ] σκίγκος δὲ καὶ σατύριον φάρμακα· τροφαὶ δ’ ἅμα καὶ φάρμακα τὸ εὔζωμον τό τε τῆς λύγου σπέρμα.

2

.

55

t

Ὅσα ἐπέχει σπέρμα.

2

.

55

.

1

Ὅσα ψύχειν πέφυκεν ἐδέσματά τε καὶ φάρμακα, παχύνοντα καὶ πηγνύντα ἐπέχει τὸ σπέρμα, οἷον θριδακίναι καὶ βλίτα, ἀτράφαξυς, κολοκύνθη, μόρα, μηλοπέπονες, σίκυες· ὅσα δὲ ξηραίνει, τὴν ἀρχὴν οὐδὲ ἐπιτρέπει γεννᾶσθαι τὸ σπέρμα, κἂν θερμὰ τὴν φύσιν ὑπάρχῃ,
5καθάπερ τὸ πήγανον· εἰ δὲ μὴ θερμαίνοι, πολὺ μᾶλλον, ὡς ἡ νυμφαία.

2

.

56

t

Περὶ ἐκλογῆς τῶν ἁπλῶν φαρμάκων.

2

.

56

1,2

Ἀγαρικὸν ἄμεινον τὸ κτηδόνας ἔχον εὐθείας. —Ἀκακίας ἐκλέγου

2

.

56

.

3

τὸ ἠρέμα κιρρὸν καὶ εὐῶδες. —Ἀλόης ἐκλέγου τὴν λιπαρὰν καὶ ἄλι‐ θον, στίλβουσαν, ὑπόξανθον, εὔθρυπτον, ἡπατίζουσαν, ῥᾳδίως δ’ ὑγραι‐
νομένην, ἐπιτεταμένην τῇ πικρίᾳ, τὴν δὲ μέλαιναν καὶ δυσκάτακτον

2

.

56

.

4

ἀπεκλέγου. —Ἐγκριτέον ἀμμωνιακὸν θυμίαμα τὸ ἄξυλον καὶ λιβα‐ νωτίζον τοῖς χόνδροις, καθαρόν, πυκνόν, μηδεμίαν ἔχον ῥυπαρίαν,

2

.

56

.

5

καστορίζον τῇ ὀσμῇ, πικρὸν τῇ γεύσει. —Ἄμωμον ἐκλέγου τὸ πρόσ‐ φατον καὶ λευκὸν ἢ ὑπέρυθρον, οὐ πεπιεσμένον ἢ συμπεπλεγμένον, λελυμένον δὲ καὶ διακεχυμένον, σπέρματος πλῆρες ὁμοίου βοτρυδίοις, βαρὺ σφόδρα καὶ εὐῶδες, δίχα εὐρῶτος καὶ δριμύττον τὴν γεῦσιν,

2

.

56

.

6

ἁπλοῦν τὴν χρόαν καὶ μὴ ποικίλον. δολοῦσι δέ τινες αὐτὸ τῇ ἀμω‐ μίδι ἐμφερεῖ οὔσῃ· ἀεὶ δὲ τὰ θραύσματα παραιτοῦ ἐκλεγόμενος τοὺς

2

.

56

.

7

ἀπὸ μιᾶς ῥίζης κλάδους. —Ἀσπάλαθος καλός ἐστιν ὁ βαρὺς καὶ μετὰ τὸ φλοϊσθῆναι ὑπέρυθρος ἢ πορφυρίζων, πυκνός, εὐώδης, πικρίζων τῇ

2

.

56

.

8

γεύσει. —Ἄσφαλτός ἐστι καλὴ ἡ πορφυροειδῶς στίλβουσα, εὔτονος ἐν τῇ ὀσμῇ καὶ βαρεῖα· ἡ δὲ μέλαινα φαύλη· δολοῦται γὰρ πίττης μιγνυ‐

2

.

56

.

9

μένης. —Ἀψίνθιόν ἐστι βέλτιον τὸ ἐν Πόντῳ καὶ Καππαδοκίᾳ γεν‐ νώμενον· δολοῦται δὲ τὸ χύλισμα ἀμόργῃ ἑψηθείσῃ καὶ μιγνυμένῃ. —

2

.

56

.

10

Βδέλλιον δόκιμόν ἐστι τὸ τῇ γεύσει πικρόν, ταυροκολλῶδες, λιπαρὸν διὰ βάθους καὶ εὐμάλακτον, ἀμιγὲς ξύλων καὶ ῥυπαρίας, εὐῶδες ἐν

2

.

56

.

11

τῇ θυμιάσει, ἐοικὸς τῷ ὄνυχι. —Ἐλλέβορον μέλανα ἐκλέγου τὸν εὔτρο‐ φον, λεπτὴν ἔχοντα τὴν ἐντεριώνην, δριμὺν ἐν τῇ γεύσει καὶ πυρώδη· τοιοῦτος δ’ ἐστὶν ὁ ἐν τῷ Ἑλικῶνι καὶ Παρνασῷ καὶ Αἰτωλίᾳ φυόμε‐

2

.

56

12,13

νος. —Εὐφόρβιον ἐκλέγου τὸ διαυγὲς καὶ δριμύ. —Ἰξὸς καλός ἐστιν

2

.

56

.

13

(2)

ὁ [ἐν τῷ Ἑλικῶνι] λεῖος, πρασίζων τῷ χρώματι κατὰ τὸ ἐντός, ἐκτὸς δ’ ὑπόξανθος, μηδὲν ἔχων τραχὺ ἢ πιτυρῶδες· συνάγεται δ’ ἐκ δρυὸς τῆς ἐχούσης ὅμοια τὰ φύλλα 〈πύξῳ〉 καὶ ἐκ μηλέας καὶ ἀπίου καὶ ἐξ

2

.

56

.

14

ἄλλων δένδρων. —Ἰχθυοκόλλα καλή ἐστιν ἡ λευκή, ὑπόπαχυς, οὐ

2

.

56

.

15

ψωρώδης, τάχιστα τηκομένη. —Κάλαμός ἐστιν ἀρωματικὸς κάλλιστος ὁ κιρρός, πυκνογόνατος καὶ εἰς πολλοὺς σκινδαλάμους θραυόμενος, γέμων ἀραχνίων τὴν σήραγγα ὑπολεύκων· ἐν δὲ τῇ διαμασήσει γλίσχρος,

2

.

56

.

16

στυπτικός, ὑπόδριμυς. —Καρδάμωμον ἄριστον τὸ ἐκ τῆς Ἀρμενίας

2

.

56

.

17

κομιζόμενον· ἐκλέγου δὲ τὸ δύσθραυστον, πλῆρες, μεμυκός. —Κασίαν ἐκλέγου τὴν ἔγκιρρον, εὔχρουν, κοραλλίζουσαν, στενήν, λίαν μακρὰν καὶ παχεῖαν, τοῖς συριγγίοις πλήρη, δηκτικὴν ἐν τῇ γεύσει καὶ στύ‐ φουσαν μετὰ ποσῆς πυρώσεως ἀρωματιζούσης, οἰνίζουσαν· ἡ δ’ ἐμπόρ‐
5φυρος καὶ παχεῖα ἡ γιζηρὰ καλουμένη, ῥοδίζουσα τῇ ὀσμῇ μάλιστα

2

.

56

.

18

πρὸς τὴν ἰατρικὴν χρῆσιν εὔθετος. —Κηρὸς ἄριστός ἐστιν ὁ κιρρὸς

2

.

56

.

19

καὶ ὑπολίπαρος, εὐώδης, καθαρός, ὁ Ποντικός. —Λάδανον κράτιστόν ἐστι τὸ εὐῶδες, ὑπόχλωρον, εὐμάλακτον, λιπαρόν, ἀμέτοχον ἄμμου ἢ 〈ψαφαρίασ〉, ῥητινῶδες· τοιοῦτον δ’ ἐστὶ τὸ ἐν Κύπρῳ γεννώμενον.

2

.

56

.

20

—Κόλλα, ἣν ἔνιοι ξυλοκόλλαν καλοῦσι, καλλίστη ἐστὶν ἡ Ῥοδιακή·

2

.

56

.

21

ἔστι δὲ λευκή, διαυγής· ἡ δὲ μέλαινα χείρων. —Κόμμι διαφέρει τὸ σκωληκοειδές, ὑελίζον, διαυγές, ἄξυλον, εἶτα τὸ λευκόν· τὸ δὲ ῥητι‐

2

.

56

.

22

νῶδες καὶ ῥυπαρὸν ἄχρηστον. —Κόστος καλλίων ἐστὶν ὁ Ἀραβικός, λευκὸς ὢν καὶ κοῦφος καὶ πλείστην ἔχων καὶ ἡδεῖαν τὴν ὀσμήν· δευ‐ τερεύει δ’ ὁ Ἰνδικός, 〈ἁδρὸς ὢν καὶ μέλας καὶ κοῦφος ὡς νάρθηξ· τρίτος δ’ ἐστὶν ὁ Συριακὸς βαρύσ〉, τὴν χρόαν ὢν πυξώδης, πληκτικὸς

2

.

56

.

23

τῇ ὀσμῇ. ἄριστος δ’ ἐστὶν ὁ πρόσφατος, λευκός, πλήρης διόλου, πυκνός,

2

.

56

.

24

ξηρός, ἀτερηδόνιστος, ἄβρωμος τῇ γεύσει, δηκτικὸς καὶ πυρώδης. δο‐ λοῦσι δ’ αὐτὸν ἔνιοι ῥίζας ἑλενίου μιγνύντες· εὐχερὴς δ’ ἡ διάγνωσις· οὔτε γὰρ πυροῖ τὴν γεῦσιν τὸ ἑλένιον οὔτε εὐωδίαν εὔτονον καὶ

2

.

56

.

25

πληκτικὴν παρέχει. —Κρόκος κράτιστός ἐστιν ὁ Κωρύκιος, πρόσφατος δὲ καὶ εὔχρους, ὀλίγον τὸ λευκὸν ἔχων ἐπὶ τῆς ἕλικος, ἐπιμήκης, ὁλο‐ μελής, ἄθραυστος, ἀλιπής, πλήρης, βάπτων ἐν τῇ διέσει τὰς χεῖρας εὐχερῶς, οὐκ εὐρωτιῶν, ἐπακτικὸς ἐν τῇ ὀσμῇ καὶ δριμύς· ὁ γὰρ μὴ

2

.

56

.

26

τοιοῦτος ἢ παλαιός ἐστιν ἢ ἀποβέβρεκται. πρὸς δὲ τὸ εὐλέαντον εἶναι

2

.

56

.

27

δεῖ ἐν ἡλίῳ ψύχειν ἢ ἐπ’ ὀστράκου καινοῦ στρέφειν. —Κροκόμαγμα δὲ γίνεται ἐκ τοῦ κροκίνου μύρου τῶν ἀρωμάτων ἐκπιεσθέντων καὶ ἀναπλασσομένων· ἔστι δ’ αὐτοῦ καλὸν τὸ εὐῶδες, μέσως κατάσμυρνον, βαρύ, μέλαν, ἄξυλον, ἐν τῷ διεθῆναι κροκῶδες τὴν χρόαν, ὑπόπικρον,

2

.

56

.

28

βάπτον ἰσχυρῶς τοὺς ὀδόντας καὶ τὴν γλῶτταν. —Κύπερος ἀρίστη ἐστὶν ἡ βαρυτάτη καὶ πυκνή, ἁδρὰ καὶ δύσθραυστος, τραχεῖα, εὐώδης

2

.

56

29,30

μετά τινος δριμύτητος. —Ἴου τὸ μήλινον χρήσιμόν ἐστιν. —Λίβανος

2

.

56

.

30

(2)

πρωτεύει ὁ ἄρρην, στρογγύλος, ἄτμητος λευκὸς καὶ τμηθεὶς ἔνδοθεν

2

.

56

.

31

λιπαρός. δολοῦται δ’ ἢ πιτυΐνῃ ῥητίνῃ ἢ κόμμει· εὐχερὴς δ’ ἡ διά‐ γνωσις· τὸ μὲν γὰρ κόμμι οὐκ ἐκφλογοῦται θυμιώμενον, ἡ δὲ ῥητίνη

2

.

56

.

32

εἰς καπνὸν ἐκτύφεται. —Λιβάνου φλοιὸς διαφέρει ὁ παχὺς καὶ λιπα‐

2

.

56

.

33

ρός, εὐώδης, πρόσφατος, λεῖος καὶ μηδὲ πυρώδης ἢ ὑμενώδης. δολοῦ‐ ται δὲ μιγνυμένου φλοιοῦ στροβίλου ἢ πίτυος· ἔλεγχος δὲ τὸ πῦρ· οἱ μὲν γὰρ ἄλλοι θυμιαθέντες οὐκ ἀνάπτονται, ὁ δὲ τοῦ λιβανωτοῦ

2

.

56

34,35

ἀνάπτεται μετ’ εὐωδίας. καίεται δ’ ὡς λιβανωτός. —Μαλαβάθρου

2

.

56

.

35

(2)

φύλλον καλόν ἐστι τὸ πρόσφατον καὶ ὑπόλευκον ἐν τῷ μελανίζοντι, ἄθραυστον, ὁλόκληρον, πληκτικὸν τῇ ὀσμῇ καὶ ἐπιδιαμένον τῇ εὐωδίᾳ, ναρδίζον τῇ γεύσει μηδὲ ἁλμυρίζον· τὸ δὲ χεῖρόν ἐστι λελεπτοκοπη‐

2

.

56

.

36

μένον, εὐρωτιῶσαν ἔχον τὴν ἀποφοράν, φαῦλον. —Μελίλωτος κρά‐ τιστος ὁ Ἀττικὸς καὶ ὁ ἐν Κυζίκῳ γεννώμενος, κροκίζων καὶ εὐώδης.

2

.

56

.

37

—Μήκωνος ὀπὸς κράτιστός ἐστιν ὁ πυκνὸς καὶ βαρὺς ἔν τε τῇ ὀσμῇ καρωτικός, πικρὸς ἐν τῇ γεύσει εὐχερῶς τε διειμένος τῷ ὕδατι, λεῖος, λευκός, οὐ τραχὺς οὔτε θρομβοειδὴς οὔτε συστρεφόμενος ἐν τῷ διη‐ θεῖσθαι, οὐ σκληρός, ἔν τε τῷ ἡλίῳ τεθεὶς διαχεόμενος καὶ πρὸς λύχνον

2

.

56

.

38

ἐξαπτόμενος, οὐ ζοφώδης τῇ φλογί. δολοῦσι δ’ αὐτὸν γλαυκίῳ μι‐ γνύντες ἢ κόμμει ἢ θρίδακος ἀγρίας χυλῷ· ἔστι δ’ ὁ μὲν ἐκ τοῦ γλαυκίου κροκίζων ἐν τῇ ἀνέσει, ὁ δ’ ἐκ τῆς θρίδακος ἐξίτηλος τῇ ὀσμῇ καὶ τραχύτερος, ὁ δ’ ἐκ τοῦ κόμμεως ἄτονος καὶ διαυγής. —

2

.

56

.

39

Μυελῶν κράτιστός ἐστιν ὁ ἐλάφειος, εἶτα μόσχειος, εἶτα ταύρειος, εἶτα αἴγειος, εἶτα προβάτειος· καλὸς δ’ ἐστὶ θέρους τοῦ συνεγγίζοντος τῷ

2

.

56

.

40

φθινοπώρῳ· ἐν γὰρ τοῖς ἄλλοις καιροῖς αἱμαλωπιᾷ. θεραπεύεται δ’ ὁ πρόσφατος μαλαχθεὶς παραχεομένου ὕδατος, εἶτα δι’ ὀθονίου διυλισθεὶς ὡσαύτως τε πλυθείς, ἄχρις ἂν τὸ ὕδωρ καθαρὸν γένηται, κἄπειτα ἐν διπλώματι τακείς, καὶ ἀρθείσης πτερῷ τῆς ἐπινηχομένης ῥυπαρίας καὶ

2

.

56

.

41

διυλισθείσης εἰς θυίαν. μετὰ δὲ τὸ παγῆναι ἀποτίθεται ἐν ὀστρακίνῳ

2

.

56

.

42

καινῷ ἀγγείῳ, ἀποξυομένης ἐπιμελῶς τῆς ὑποστάθμης. εἰ δ’ ἀθερά‐ πευτον ἀποθέσθαι βούλει, ποίει πάντα ὡς ἐπὶ τοῦ ὀρνιθείου καὶ χη‐

2

.

56

.

43

νείου στέατος. —Νάρδου στάχυς καλλίων ἐστὶν ὁ πρόσφατος, κοῦφος, πολύκομος, ξανθὸς τῇ χρόᾳ, εὐώδης ἄγαν καὶ μετὰ τοῦ κυπερίζειν ἐν τῇ ὀσμῇ μικρὸν ἔχουσα τὸν στάχυν, πικρὸς τῇ γεύσει καὶ τῇ γλώσσῃ

2

.

56

.

44

ἀναξηραντικός, ἐπιμένων τῇ εὐωδίᾳ. διαπιπράσκεται δὲ καὶ ἀποβε‐ βρεγμένος, ὅπερ γινώσκεται ἐκ τοῦ λευκὸν εἶναι τὸν στάχυν καὶ αὐχμη‐

2

.

56

.

45

ρὸν καὶ μὴ ἔχειν τὸν χνοῦν. —Ὀμφάκιον ἐκλέγου τὸ ξανθὸν καὶ

2

.

56

.

46

εὔθρυπτον, στῦφον ἱκανῶς καὶ [μὴ] δάκνον τὴν γλῶτταν. —Ὄνυξ καλός ἐστιν ὁ ἀπὸ τῆς Ἐρυθρᾶς κομιζόμενος, ὑπόλευκος ὢν καὶ λιπα‐

2

.

56

.

47

ρός. —Πάνακος ῥίζαι βελτίους εἰσὶν αἱ ξηραὶ καὶ λευκαί, τεταναὶ καὶ

2

.

56

.

48

ἄβρωτοι, πυρώδεις ἐν τῇ γεύσει καὶ ἀρωματίζουσαι. τοῦ δ’ ὀποῦ δια‐ φέρει ὁ πικρότατος ἐν τῇ γεύσει, ἔνδοθεν λευκός, ἔξωθεν κροκίζων,

2

.

56

.

49

λεῖος, λιπαρός, εὔθρυπτος, τάχιστα διιέμενος, βαρύοσμος. —Πεπέρεως ἐκλέγου τὸ βαρύτατον καὶ πλῆρες, μέλαν, μὴ σφόδρα ῥυσόν, πρόσ‐

2

.

56

.

50

φατον καὶ μὴ πιτυρῶδες. —Πευκεδάνου ὀπὸς καλλίων ἐστὶν ὁ βα‐

2

.

56

.

51

ρύοσμος, ἔγκιρρος, θερμαίνων τὴν γεῦσιν. —Πολίου τὸ ὀρεινὸν χρή‐

2

.

56

.

52

σιμον. —Ῥητίνη τερμινθίνη καλή ἐστιν ἡ διαυγεστέρα, ὑαλίζουσα τῷ

2

.

56

.

53

χρώματι, εὐώδης. —Σμύρνα πρωτεύει ἡ Τρωγλοδυτικὴ καλουμένη ὑπόχλωρος καὶ διαυγίζουσα· τῆς δὲ Μιναίας καλουμένης ἐκλέγου τὴν νέαν, ψαθυράν, κούφην, ὁμόχρουν πανταχόθεν καὶ θλασθεῖσαν ἔνδοθεν ἔχουσαν λευκὰς ὀνυχοειδεῖς διαφύσεις, μικρόβωλόν τε καὶ πικράν, εὐώδη,

2

.

56

.

54

δριμεῖαν· ἡ δὲ βαρεῖα καὶ τῇ χρόᾳ πισσώδης ἄχρηστος. —Σμύρνα

2

.

56

.

55

στακτὴ καλὴ εὐώδης λίαν ἐστὶ καὶ ἀμιγὴς ἐλαίου. —Στύραξ διαφέρει ὁ ξανθὸς καὶ λιπαρὸς καὶ ῥητινώδης, θρόμβους ἔχων ὑπολεύκους, ἐπι‐ διαμένων τῇ εὐωδίᾳ ὡς ὅτι πλεῖστον καὶ ἐν τῷ μαλάσσεσθαι ἀνιεὶς

2

.

56

.

56

ὑγρασίαν μελιτώδη. καίεται δὲ καὶ φώγνυται καὶ ὀπτᾶται καὶ αἰθα‐

2

.

56

.

57

λοῦται ὡς λίβανος. —Τραγάκανθά ἐστι δάκρυον τῆς ῥίζης ἀποτμη‐ θείσης ἐπισυνιστάμενον, ἧς διαφέρει ἡ διαυγὴς καὶ λεία καὶ ἰσχνή,

2

.

56

.

58

καθαρά, ὑπόγλυκυς. —Ὑοσκύαμος ἐπιτήδειος εἰς χρῆσίν ἐστιν ὁ τὰ λευκὰ ἄνθη ἔχων καὶ σπέρμα λευκόν· εἰ δὲ μὴ παρείη οὗτος, χρηστέον

2

.

56

.

59

τῷ ξανθῷ· τὸν δὲ μέλανα ἀποδοκιμάζειν χρή. —Χαλβάνη ἐστὶ καλλίστη
ἡ λιβανοειδής, χονδρώδης καὶ καθαρά, ἄξυλος, ἔχουσα δέ τι καὶ τοῦ σπέρματος καὶ τοῦ νάρθηκος μεμιγμένον, ὀσμῇ βαρεῖα, οὔτε ἄγαν ὑγρὰ

2

.

56

60,61

οὔτε κατάξηρος. —Ἁλὸς ἄχνης ............. —Ἁλὸς ἄνθος

2

.

56

.

62

παραληπτέον ................ —〈Ἀρμενικόν〉 προκριτέον τὸ λεῖον καὶ τὴν χρόαν κυανοῦν, ὅμαλόν τε καὶ ἄλιθον καὶ εὔχρουν. —

2

.

56

.

63

Ἀρσενικὸν ἄριστον ἡγητέον τὸ πλακῶδες καὶ χρυσίζον τάς τε πλάκας

2

.

56

.

64

λεπιζομένας ἔχον. —Τῆς δ’ Ἀμπελίτιδος γῆς τὴν μέλαιναν προκρι‐

2

.

56

.

65

τέον, πευκίνοις ἄνθραξι μακροῖς ἐμφερῆ, στίλβουσαν. —Διφρυγοῦς προκριτέον τὸ τῇ γεύσει ἔγχαλκον, στῦφόν τε καὶ ἀναξηραῖνον ἱκανῶς

2

.

56

.

66

τὴν γλῶσσαν. —Θεῖον ἄριστον τὸ ἄπυρον καὶ λαμπυρίζον τῇ χρόᾳ, διαφανές τε καὶ ἄλιθον· τοῦ δὲ πεπυρωμένου τὸ χλωρὸν καὶ εὐλιπές.

2

.

56

.

67

—Ἰνδικὸν ἄριστόν ἐστι τὸ κυανοειδές τε καὶ ἔγχυλον λεῖον. —

2

.

56

.

68

Καδμεία ἀρίστη ἐστὶν ἡ βοτρυῗτις καλουμένη, βαρεῖα μέσως, ἔχουσα τὴν ἐπιφάνειαν βοτρυώδη, χρώματι σποδοειδής, θλασθεῖσα δ’ ἔνδοθεν ἔντεφρος καὶ ἰώδης· δευτέρα δ’ ἐστὶν 〈ἡ〉 ἔξωθεν μὲν κυανίζουσα, ἔν‐

2

.

56

.

69

δοθεν δὲ διαφύσεις ἔχουσα ἐμφερεῖς ὀνυχίτῃ λίθῳ. —Κίσηριν προ‐ κριτέον τὴν κούφην καὶ πολύκενον, σχιστήν τε καὶ ἄλιθον, ἔτι δὲ ψα‐

2

.

56

.

70

θυράν τε καὶ λευκήν. —Λιθάργυρος καλλίων ἐστὶν ἡ χρυσῖτις καλου‐

2

.

56

.

71

μένη καὶ ἀποστίλβουσα. —Λίθον Ἄσσιον παραληπτέον τὸν κισηροειδῆ τὴν χρόαν, χαῦνόν τε καὶ κοῦφον, ἔτι δὲ καὶ εὐθρυβῆ, διαφύσεις τε

2

.

56

.

72

μηλίνας ἔχοντα διὰ βάθους. —Λίθος αἱματίτης ἄριστός ἐστιν ὁ εὐθρυ‐ βὴς μὲν ὡς ἐν αὐτῷ, σκληρὸς δὲ καὶ κατακορής, ὁμαλός, ἀνεπίμικτος.

2

.

56

.

73

—Λίθου Γαγάτου προκριτέον τὸν ταχέως ἐξαπτόμενον καὶ ἀσφαλτί‐

2

.

56

.

74

ζοντα ἐν τῇ ὀσμῇ. —Τοῦ δὲ Μάγνητος λίθου ἄριστός ἐστιν ὁ τὸν

2

.

56

.

75

σίδηρον εὐχερῶς ἕλκων καὶ τὴν χρόαν κυανίζων, πυκνός. —Μελαν‐ τηρία διαφέρει ἡ θειόχρους, λεία, ὁμαλή, καθαρὰ καὶ ἐν τῷ θιγεῖν

2

.

56

.

76

〈ὕδατοσ〉 μελαινομένη ταχέως. δύναμιν δ’ ἔχει καὶ καῦσιν τὴν αὐτὴν

2

.

56

.

77

τῷ μίσυϊ. —Μίλτος ἡ Σινωπικὴ κρατίστη ἡ πυκνὴ καὶ βαρεῖα, ἡπατί‐

2

.

56

.

78

ζουσα, ἄλιθος, ὁμόχρους, πολύχυτος ἐν τῇ ἀνέσει. —Μίσυ παραλη‐ πτέον τὸ Κύπριον, χρυσοφανές, σκληρὸν καὶ ἐν τῷ θραυσθῆναι χρυσί‐

2

.

56

.

79

ζον καὶ ἀποστίλβον ἀστεροειδῶς. καῦσιν τὴν αὐτὴν ἔχει τῇ χαλκίτιδι δίχα τοῦ ψωρικοῦ τῆς κατασκευῆς. —Μολύβδαινα καλή ἐστιν ἡ λιθαρ‐

2

.

56

.

81

γυροειδής, ξανθή, ὑποστίλβουσα καὶ κιρρὰ ἐν τῷ λειοτριβεῖσθαι. πλύ‐

2

.

56

.

82

σιν δὲ καὶ καῦσιν ἔχει τὴν αὐτὴν λιθαργύρῳ. —Νίτρον προκριτέον

2

.

56

.

83

τὸ κοῦφον καὶ ῥοδωπὸν ἢ λευκὸν τὴν χρόαν, κατατετρημένον. ἀφρὸς δὲ νίτρου ἄριστος εἶναι δοκεῖ ὁ κουφότατος καὶ πλακώδης, εὔθρυπτος

2

.

56

.

84

καὶ ἐμπόρφυρος ἢ ἀφρώδης. καίεται δ’ ὁμοίως ἁλσίν. —Πομφόλυξ ἀρίστη ἐστὶν ἡ Κυπρία, ἐν δὲ τῷ ὄξει φυραθεῖσα ἀποφορὰν ἔχει χαλ‐ κοῦ, χρόαν δ’ ἰάζουσαν ποσῶς, ἔτι δὲ βορβορίζουσα τῇ γεύσει καὶ ἐπ’

2

.

56

.

86

ἄνθρακος διαπύρου ἐπιτεθεῖσα. —Σανδαράκην προκριτέον τὴν κατα‐ κορῆ καὶ πυρρὰν καὶ εὐανθῆ, καθαρὰν καὶ κινναβαρίζουσαν τῇ χρόᾳ,

2

.

56

.

87

ἔτι δὲ θειώδη ἀποφορὰν ἔχουσαν. —Στίμμι κράτιστόν ἐστι τὸ στίλβον καὶ λαμπυρίζον ἐν τῇ θραύσει, γεῶδες ἢ λιπαρὸν εὐχερῶς τε θραυ‐

2

.

56

.

88

όμενον. —Στυπτηρία ἀρίστη ἐστὶν ἡ σχιστή, πρόσφατος καὶ λευκὴ

2

.

56

.

89

ἄγαν καὶ ἄλιθος. —Σῶρι προκριτέον τὸ Αἰγύπτιον, καὶ ἐν τῷ θραυ‐ σθῆναι μελάντερον φαινόμενον, κατατρήσεις πολλὰς ἔχον καὶ ὑπολί‐

2

.

56

.

90

παρον, ἔτι δὲ στῦφον. —Τρύγα παραληπτέον μάλιστα τὴν ἀπ’ οἴνου

2

.

56

.

91

Ἰταλικοῦ παλαιοῦ ἢ ὁμοίου τούτῳ. —Χαλκὸς κεκαυμένος καλός ἐστιν

2

.

56

.

92

ὁ ἐρυθρὸς καὶ ἐν τῇ τρίψει κινναβαρίζων. πλύνεται ὡς ἡ καδμεία, τετράκις τῆς ἡμέρας ἀλλασσομένου τοῦ ὕδατος.

2

.

57

t

Περὶ συμμετρίας κηροῦ πρὸς ἔλαιον.

2

.

57

.

1

Εἰ μὲν οἷα τὰ καλούμενα ἄκοπα χρίσματα βούλοιο ποιῆσαι, τετρα‐ πλάσιον ἐμβαλεῖς τοῦ κηροῦ τὸ ἔλαιον· εἰ δ’ οἵαν ἐπὶ τῶν καταγμά‐ των τὴν ὑγρὰν κηρωτὴν ἐργαζόμεθα, διπλάσιον· εἰ δὲ τὸ φάρμακον ἐμπλαστῶδες ποιῆσαι βουληθείημεν, τότε τῷ κηρῷ μίξομεν ἴσον τὸ
5ἔλαιον, ἐὰν τὸ περιέχον ᾖ σύμμετρον, ἐὰν δ’ ὅ τε κηρὸς παλαιὸς ᾖ καὶ αὐχμηρὸς τό τε περιέχον ψυχρόν, ὀλίγῳ πλέον, ὥσπερ γε καὶ ἐὰν

2

.

57

.

2

ὅ τε κηρὸς λιπαρὸς ᾖ καὶ τὸ περιέχον θερμόν, ἔλαττον ὀλίγῳ. τὸ δ’ ὀλίγον τοῦτο δωδέκατον ἔστω μέρος ἐφ’ ἑκατέρου τοῦ μέσου· καὶ γὰρ
οὐγγίας ια καὶ ιγ ἐλαίου ποτὲ μίξεις τῇ λίτρᾳ τοῦ κηροῦ.

2

.

58

t

Περὶ σταθμῶν καὶ μέτρων.

2

.

58

.

1

Τὸ Ἰταλικὸν κεράμιον ἔχει ξέστας μη, ὁ ξέστης 〈τοῦ οἴνου〉 ἔχει 𐆃 α 𐆄 η, ὁ ξ̸ τοῦ μέλιτος ἔχει 𐆃 β, ὁ χοῦς ἔχει ξ̸ ϛ, ὁ ξ̸ κοτύλας μὲν ἔχει β, κυάθους δὲ ιβ. ἡ μνᾶ ἔχει οὐγγίας κ, ἡ οὐγγία ἔχει γράμματα κδ, ἡ δραχμὴ ἤτοι ὁλκὴ ἔχει γράμματα γ, ὁ ὀβολὸς ἔχει

2

.

58

.

2

γράμματος 𐅶. ὀξύβαφόν ἐστι κοτύλης τέταρτον, ὅ ἐστι κύαθος εἷς 𐅶, ἡ χήμη ἡ μεγάλη ἔχει κυάθους δ, ἡ δὲ μικρὰ χήμη κοτύλης ἐστὶ δω‐ δέκατον, τῷ δὲ σταθμῷ 〈λίτρασ〉 δωδέκατον, μύστρον τὸ μέγα κοτύλης

2

.

58

3,4

ἐστὶ τρίτον. δάκτυλοι πλήρεις ἁρπάζουσι 𐅻 β. ὁ κύαμος ὁ Αἰγύπτιος

2

.

58

.

4

(2)

ἔχει ὀβολοὺς δ, ὁ δ’ Ἀλεξανδρῖνος ὀβολοὺς γ, ὁ δ’ Ἑλληνικὸς ὀβολοὺς β,

2

.

58

.

5

τὸ Ποντικὸν κάρυον ἔχει ὀβολοὺς ιϛ. πᾶσα δραχμὴ ἔχει ὀβολοὺς ϛ, ὁ δ’ ὀβολὸς χαλκοῦς η· ὁ ὀβολὸς ἔχει κεράτια γ, τὸ γράμμα ὀβολοὺς β. Ἀδαμαντίου. Περὶ σταθμῶν καὶ μέτρων.

2

.

58

.

6

Ὁ σταθμὸς βάρει μετρούμενος κρίνεται, τὸ δὲ μέτρον ἀγγείου

2

.

58

.

7

κοιλότητι· ἔχει δὲ τὰ μέτρα οὕτως. τὸ Ἰταλικὸν κεράμιον ἔχει ξ̸ μη, χοῦς η, κοτύλας Ϟϛ, χήμας ρμδ, μύστρα μεγάλα σπη, ὀξύβαφα τπδ, κυάθους φοϛ, χήμας μικρὰς ͵αρνβ· ὁ μὲν γὰρ χοῦς ξ̸ ἔχει ϛ, ὁ δὲ ξέστης κοτύλας ἔχει β· ἡ δὲ κοτύλη χήμας μεγάλας α 𐅶, μύστρα με‐
5γάλα γ, ὀξύβαφα δὲ δ, κυάθους δὲ ϛ, χήμας μικρὰς ἤτοι μύστρα

2

.

58

.

8

μικρὰ ιβ. πάλιν ὁ ξέστης τοῦ οἴνου ὁ Ἰταλικὸς μέτρῳ μὲν οὐγγίας ἔχει κδ, σταθμῷ δὲ 𐆃 α 𐆄 η, ὁ δὲ ξέστης τοῦ μέλιτος ἄγει σταθμῷ

2

.

58

.

9

𐆃 β. ὅτι δὲ τὸ ὀξύβαφον ἐν μέτρῳ κατὰ σταθμὸν ἔχει γρα. ιβ, ὅ ἐστι 𐆄 𐅶, ὁ Διοσκορίδης δηλοῖ ἐν τῷ τετάρτῳ λέγων κατὰ τὸ ρϞγ οὕτως· «τοῦ ἐπιθύμου δοτέον ὀξυβάφου πλῆθος πρὸς ὁλκὴν τεσσάρων

2

.

58

.

10

δραχμῶν». δῆλον γὰρ ὡς ἡ δραχμὴ ἔχει γράμματα γ. ἡ μὲν οὖν τῶν μέτρων τῶν ὑγρῶν διαίρεσις τοῦτον ἔχει τὸν τρόπον, ἡ δὲ τῶν

2

.

58

.

11

σταθμῶν οὕτως. ἡ Ἀττικὴ καὶ Αἰγυπτία μνᾶ ἔχει 𐆄 ιϛ, ἡ δὲ Ῥωμαϊκὴ
μνᾶ 𐆄 ἐστὶν κ, ἡ λίτρα ἐστὶν 𐆄 ιβ, ἡ οὐγγία ἐστὶ γρ. κδ, 〈ἡ δραχμὴ〉 γρα. ἐστὶ τριῶν, ὀβολῶν ἕξ, ὁ ὀβολὸς ἔχει κεράτια γ, γρα. 𐅶. ὁ κύα‐ μος ὁ Αἰγύπτιος ἔχει ὀβολοὺς δ, ὁ δ’ Ἀλεξανδρῖνος ὀβολοὺς γ, ὁ δ’
5Ἑλληνικὸς ὀβολοὺς β, τὸ Ποντικὸν κάρυον ἔχει ὀβολοὺς ιϛ, ὁ δ’

2

.

58

.

12

ὀβολὸς ἔχει χαλκοῦς η. ὁ Πλούταρχος ἐν τῷ Λυσάνδρῳ· «κινδυνεύει δὲ καὶ τὸ παράπαν ἀρχαῖον οὕτως ἔχειν· ὀβελίσκοις χρωμένων νομί‐ σμασι σιδηροῖς, ἐνίων δὲ χαλκοῖς, ἀφ’ ὧν παραμένει τὸ πλῆθος ἔτι καὶ νῦν τῶν κερμάτων ὀβολοὺς καλεῖσθαι, δραχμὴν δὲ τοὺς ἓξ ὀβο‐
5λούς· τοσούτους γὰρ ἡ χεὶρ περιεδράττετο.»

2

.

59

t

Περὶ τῶν κοπτῶν καλουμένων πλατυσμάτων.

2

.

59

.

1

Τὰ κοπτὰ καλούμενα πλατύσματα εἰ μὲν μέτριον βουληθείη τις ποιῆσαι φάρμακον ἐπουλωτικὸν τῶν δυσιάτων ἑλκῶν, τὸ τέταρτον μέρος ὀφείλει προσβάλλειν τῷ κηρῷ τῶν μεταλλικῶν· εἰ δ’ ἰσχυρότε‐ ρον, τὸ τρίτον, δηλονότι τοῦ κηροῦ μαλαττομένου ἐν ἡλίῳ ἢ παρὰ
5πυρὶ ἢ ἐν ὕδατι θερμῷ, καὶ οὕτω μιγνυμένων τῶν μεταλλικῶν.

2

.

60

t

Ἐκ τῶν Ἀντύλλου. Περὶ ἑψήσεως τῶν ἐμβαλλομένων εἰς τὰς ἐμπλάστρους φαρμάκων.

2

.

60

.

1

Ἐν ταῖς ἑψήσεσι τῶν φαρμάκων ἡ λιθάργυρος ἐν ἐλαίῳ καθέψε‐ ται· δεῖ δὲ λεάναντας τὴν λιθάργυρον αὖθις σὺν τῷ ἐλαίῳ λειοτριβεῖν ὥστε γλοιωθῆναι, ἔπειτα οὕτως ἑψεῖν ἐπὶ μαλακοῦ πυρὸς ἀδιαλείπτως.

2

.

60

.

2

κατ’ ἀρχὰς μὲν οὖν ἀνοιδαίνει καὶ πομφολυγοῦται· πλησίον δ’ ἤδη τῆς αὐτάρκους ἑψήσεως γενομένη 〈τῷ χρώματι τρυγωδεστέρα γίνεται· τὸ δὲ μέτρον ἀπολαμβάνει τῆς ἑψήσεως, ὅταν ἐκ τῆς οἰδήσεως κατα‐

2

.

60

.

3

σταλῇ καὶ ἀμόλυντος γένηται. —Ὁμοίως δὲ τῇ λιθαργύρῳ καὶ ἡ μολύβδαινα ἕψεται· μέτρον δὲ τῆς ἑψήσεωσ〉 οὐ μόνον τὸ ἀμόλυντον, ἀλλὰ καὶ τὸ μεταβάλλειν ἐκ τοῦ ῥυπώδους χρώματος ἐπὶ τὸ κιρρὸν

2

.

60

.

4

καὶ σφόδρα εὐανθές. —Χαλκὸς δ’ ἕψεται οὐ κατ’ ἀρχὰς ἐμβαλλόμε‐ νος, ἀλλ’ ἡμιέφθου τῆς ἐμπλάστρου τυγχανούσης· μέτρον δὲ τῆς ἑψή‐ σεως, ἐὰν 〈μὴ〉 πάνυ ὀλίγον ἐμβάληται, κρατῆσαι τῷ χρώματι καὶ

2

.

60

.

5

κιρρὰν ποιῆσαι τὴν ἔμπλαστρον. —Σῶρι δὲ καὶ διφρυγὲς ἐμβάλλεται μὲν καὶ αὐτὰ μέσα τῆς ἑψήσεως· μέτρον δὲ διφρυγοῦς μὲν ὅπερ καὶ λεπίδος, κρατῆσαι τῷ χρώματι· σῶρι δ’ οὐδὲν ἴδιον ἔχει μέτρον· τὸ

2

.

60

.

6

πάντων δ’ ἀμόλυντον ὑπάρχειν τὴν ἔμπλαστρον. —Χαλκῖτις δ’ ἕψε‐ ται ὁμοίως χαλκῷ, καὶ μετρεῖταί γε ἡ ἕψησις αὐτῆς τῷ ποσῶς πυρρο‐

2

.

60

.

7

τέραν καὶ φοινικοτέραν ποιῆσαι τὴν ἔμπλαστρον. —Χαλκοῦ ἄνθος

2

.

60

.

8

ὁμοίως χαλκῷ· μέτρον δ’ αὐτοῦ τὸ κοινὸν τῆς ἑψήσεως. —Χάλκαν‐ θον ἐμβάλλεται κατὰ τὸ μέσον τῆς ἑψήσεως· ἑψόμενον δὲ φαιδροτέραν ποιεῖ τὴν χρόαν τῆς ἐμπλάστρου· εἰ δ’ ἔχει καὶ τὰ ἄλλα μὴ ἀντι‐

2

.

60

.

9

πράσσοντα, μέλαιναν ποιεῖ τὴν ἔμπλαστρον. —Μίσυ ἐπὶ τέλει μὲν

2

.

60

.

10

ἐμβάλλεται, ἴδιον δὲ μέτρον οὐδὲν παρέχεται. —Ἀρσενικὸν καὶ σαν‐

2

.

60

.

11

δαράκη βάλλονται ἐπὶ τέλει τῆς ἑψήσεως. —Μόλυβδος κεκαυμένος

2

.

60

.

12

μεσούσης τῆς ἑψήσεως ἐμβάλλεται. —Ψιμύθιον ἐμβάλλεται εἰς μὲν τὰς λευκὰς ἐμπλάστρους ἐπὶ τέλει (συντηρεῖ γὰρ οὕτω τὸ χρῶμα καὶ μᾶλλον λευκαίνει), εἰς δὲ τὰς μελαίνας κατ’ ἀρχάς· ἑψόμενον γὰρ ἐπὶ

2

.

60

.

13

πλέον μέλαν γίνεται. —Ἰὸς εἰς τὰς χλωρὰς ἐμπλάστρους ἐμβάλλεται μετὰ τὴν ἕψησιν· ἐφ’ ὧν δ’ οὐδὲ τὴν ἀρχὴν ἐμβάλλεται τῇ χύτρᾳ, ἀλλὰ σὺν ὄξει λειοτριβηθέντος αὐτοῦ καὶ μένοντος ἐν θυίᾳ κατερᾶται

2

.

60

.

14

τὰ ἄλλα. ἐν δὲ ταῖς μηλίναις ἡμιέφθου τῆς σκευασίας οὔσης ἐμβάλλε‐ ται· μετρίας γὰρ τυχὼν ἑψήσεως μηλίνην ποιεῖ τὴν χρόαν· ἐπὶ δὲ τῶν διπροσώπων μετὰ τὰς ἀρχὰς εὐθὺς ἐνέψομεν τὸν ἰόν· ὑπερ‐ τεινόμενος γὰρ κατὰ τὴν ἕψησιν πρῶτον μὲν μήλινον ἐπάγει, διπρό‐

2

.

60

.

15

σωπον δ’ ὂν κιρρὸν ἀπεργάζεται τὸ χρῶμα. —Στυπτηρία ἐμβάλλεται τὰ πολλὰ μετὰ τὴν ἕψησιν· ἴδιον δὲ τῆς ἑψήσεως οὐδὲν ἔχει μέτρον.

2

.

60

16,17

—Μίλτος ἐμβάλλεται ἐπὶ τέλει. —Καδμεία καὶ πομφόλυξ ἐμβάλλον‐

2

.

60

.

18

ται κατ’ ἀρχάς. —Ἅλας καὶ νίτρον ἐμβάλλεται κατὰ μέσην τὴν ἕψησιν· θεῖον ἐπὶ τέλει· ἡ δ’ ἕψησις αὐτοῦ μελαίνει τὰς ἐμπλάστρους.

2

.

60

19,20

—Γῆ πᾶσα καὶ λίθοι ἐμβάλλονται ἐπὶ τέλει τὰ πολλά· καὶ ἡ κίσηρις

2

.

60

.

21

δ’ ἐπὶ τέλει βάλλεται. —Τὸ δ’ ἔλαιον, ἐὰν μὲν ἐν ἀρχαῖς ἐμβληθῇ ῥητίνῃ τινὶ ἢ πίσσῃ ὑγρᾷ, ἀσύστατον ποιεῖ τὴν ἔμπλαστρον· δεῖ οὖν μετὰ τὸ συστῆναι ἐκεῖνα ἑψόμενα οὕτως ἐμβάλλειν τὸ ἔλαιον· τὰ δ’

2

.

60

.

22

ἄλλα λίπη τὰ ἄναλα περὶ μέσην ἐμβάλλειν τὴν ἕψησιν χρή. —Τῶν δὲ μύρων ἴρινον μὲν ἕψησιν φέρει, κύπρινον δὲ καὶ ῥόδινον ἧσσον,
τὰ δ’ ἄλλα οὐδ’ ὅλως· διόπερ ἐπὶ τέλει τῆς ἑψήσεως ἐμβλητέα ἐστίν.

2

.

60

.

23

—Κηρὸς οὐχ ἑψεῖται κατ’ ἰδίαν μόνος (κατακαίεται γὰρ) οὔτε μετὰ ῥητίνης ὑγρᾶς ἢ πίσσης ὑγρᾶς (ἀσύστατος γὰρ μένει), ἀλλ’ ἐπεμβάλ‐ λεται ἢ ἐλαίῳ καθαρῷ ἢ ἐλαιώδει μετά τινος τῶν μεταλλικῶν ἑψη‐ θέντι ἢ ῥητίνῃ ἢ πίσσῃ προεψηθείσῃ καὶ πρότερον συστάσῃ· τῶν
5ἄλλων τῶν ἐχόντων ἐμβληθῆναι πρότερον ὁ κηρὸς ἐμβάλλεται. —

2

.

60

.

24

Ἡ ῥητίνη 〈ἡ〉 ξηρὰ ἐμβάλλεται μετὰ κηροῦ· ἡ δ’ ὑγρὰ πρότερον τῶν ἄλλων πάντων αὐτὴ καθ’ αὑτὴν ἑψεῖται, εἰ μὴ σφόδρα ὀλίγη παρα‐

2

.

60

.

25

λαμβάνοιτο. —Πίσσα μὲν ἐμβάλλεται πρὸ τῶν ἄλλων· μέτρον δὲ τῆς μὲν ὑγρᾶς ἑψομένης τὸ συστῆναι, τῆς δὲ ξηρᾶς, μάλιστα εἰ σὺν

2

.

60

.

26

ὄξει ἕψοιτο ὡς μηκέτι πομφολυγίζειν μηδὲ ἀνοιδαίνειν. —Ἄσφαλ‐ τος ἕψεται ἐμβαλλομένη κατ’ ἀρχάς· οὐ δεῖ δὲ λειοτριβεῖν αὐτήν, ἐπεὶ τραχύτητας ἴσχει κεγχραμίσιν ὁμοίας· δεῖ οὖν θρύπτειν αὐτὴν εἰς ἁδρὰ καὶ ἑψεῖν ἐν ὄξει μὴ κινοῦντα, ἕως μηκέτι πομφολυγίζῃ. —

2

.

60

.

27

Πρόπολιν μαλάσσειν δεῖ καὶ ἑψεῖν· ὑπὸ γὰρ τῆς ἑψήσεως οὐδ’ ὅλως

2

.

60

.

28

συγχέεται. —Ἀμμωνιακὸν περὶ μέσην ἔμβαλλε τὴν ἕψησιν· δεῖ δέ, εἰ μὲν δύναιτο λεανθῆναι, λεπτὸν ἐμπάσσειν· εἰ δὲ μή, σὺν ὑγρῷ τινι λειοτριβεῖν, ἐὰν μὲν ἔναιμος ἡ ἔμπλαστρος ᾖ, σὺν ὄξει ἢ σὺν οἴνῳ, ἐὰν δὲ μαλακή, οἷαί εἰσιν αἱ δακτυλικαί, σὺν ὕδατι, καὶ γλοιώσαντας

2

.

60

.

29

οὕτως ἐγχεῖν διεψυγμένων τῶν ἄλλων, ἵνα μὴ ἀναζέωσιν. —Ὀπο‐ πάναξ ἐμβάλλεται πολὺ ὕστερον ἀμμωνιακοῦ· παντελῶς δ’ ὀλίγης

2

.

60

.

30

ἑψήσεως χρῄζει. δεῖ δὲ καὶ τοῦτον προλεαίνειν σὺν οἴνῳ ἢ σὺν ὄξει.

2

.

60

.

31

—Χαλβάνη ἕψησιν οὐδ’ ὅλως φέρει, ἀλλὰ διὰ τὸ ἀμόλυντον γενέσθαι τὴν ἔμπλαστρον αἴρειν ἀπὸ τοῦ πυρὸς δεῖ καὶ μαλάξαντας αὐτὴν

2

.

60

.

32

ἐμβάλλειν. —Σαγαπηνὸν κόπτεται ἐν ὅλμῳ καὶ ἁπαλὸν γενόμενον συμμαλάσσεται τῇ ἐμπλάστρῳ μετὰ τὸ χωρισθῆναι τοῦ πυρός. —

2

.

60

33,34

Ἀλόη ἐμπάσσεται μετὰ τὴν ἕψησιν. —Ὀπὸς μήκωνος ἐμβρέχεται

2

.

60

.

34

(2)

πρὸ μιᾶς ἡμέρας ἐν ὕδατι ὀλίγῳ, εἶτα λεαίνεται ἐν θυίᾳ, κἄπειτα

2

.

60

.

35

οὕτως αὐτοῦ καταχεῖται ἡ ἔμπλαστρος. —Θαψία ἐμπάσσεται τελευ‐

2

.

60

.

36

ταία. —Βδέλλιον λειοτριβηθὲν ἐμπάσσεται μετὰ τὸ ἀρθῆναι τὴν ἔμ‐ πλαστρον ἐκ τοῦ πυρός· εἰ δὲ λιπαρὸν τυγχάνον μὴ δύναιτο λειω‐ θῆναι, παραπλησίως τῷ σαγαπηνῷ κόψαντες αὐτὸ καὶ ποιήσαντες
ἐμπλαστῶδες οὕτω συμμαλάξομεν τῇ ἐμπλάστρῳ μετὰ τὴν ἕψησιν. —

2

.

60

37,38

Λιβανωτὸς καὶ μάννα ἐπὶ τέλει τῆς ἑψήσεως ἐμπάσσεται. —Σμύρνα

2

.

60

.

38

(2)

λειωθεῖσα ἢ σὺν ὀλίγῳ μέλιτι ἢ σὺν ὄξει ἢ ὕδατι, ἐὰν ὑγρὸν ἐπι‐ δέχηται ἡ ἔμπλαστρος, οὕτως ἐμβάλλεται συντετελεσμένης τῆς ἑψή‐

2

.

60

.

39

σεως. —Σπερμάτων δὲ καὶ ῥιζῶν καὶ βοτανῶν οὐδὲν ἕψησιν ὑπο‐
μένει· λεανθέντων οὖν καὶ μενόντων ἐν θυίᾳ καταχυτέον τὰ τηκτά.

3

t

1

Περιέχει συνθέσεις φαρμάκων τῶν ἐν χρήσει ἡμῖν.

3

.

1

t

Πυοποιά. τὸ βασιλικὸν ἢ τετραφάρμακον.

3

.

1

1,2

Κηροῦ, στέατος ταυρείου, φρυκτῆς, πίσσης ἴσα. ἐὰν θέλῃς αὐτὸ

3

.

1

.

2

(2)

τάχιον συμπέψαι καὶ σαρκῶσαι, συμπλέκεις λιβάνου μέρος ἓν πρὸς μέρη τοῦ βασιλικοῦ ιβ, ποτὲ δὲ καὶ ιγ.

3

.

2

t

Πυοποιὸς ἐννεαφάρμακος ἄκρως ποιοῦσα καὶ εἰς τὰς κενὰς συντρήσεις τὰς περὶ θώρακα καὶ σύριγγας μετὰ τὸ ἐκτυλωθῆναι· ποιεῖ δὲ καὶ πρὸς τὰς ἐν μήτρᾳ

3

.

2

.

1

σκληρίας καὶ τὰ ἕλκη τὰ ἐν αὐτῇ θεραπεύει ἀνειμένη. Κηροῦ, μυελοῦ ἐλαφείου, στέατος χηνείου, ταυρείου, βουτύρου, τερμινθίνης, μέλιτος,

3

.

2

.

2

ῥοδίνου ἐλαίου, κικίνου, πάντα ἴσα. τινὲς δ’ ἀντὶ τοῦ ῥοδίνου καὶ τοῦ κικίνου ἐνέβαλον σούσινον, ὅπερ ἐστὶν ἔλαιον κρίνινον γενόμενον ὡς

3

.

2

.

3

τὸ ῥόδινον ἀπὸ φύλλων κρίνων. ἀνακαθαίρει, ἐπουλοῖ, σαρκοῖ.

3

.

3

t

Ἡ διὰ καδμείας ἐπουλωτική.

3

.

3

.

1

Καδμείας κεκαυμένης καὶ οἴνῳ κατεσκευασμένης, χαλκίτεως ὀπτῆς ἀνὰ 𐆃 α, κηροῦ 𐆃 β, κολοφωνίας 𐆃 β, ἐλαίου μυρσίνου 𐆃 α, οἴνου

3

.

3

.

2

Ἰταλικοῦ τὸ αὔταρκες. τρῖβε χαλκῖτιν, καδμείαν τῷ οἴνῳ ὥστε ὑγρᾶς κηρωτῆς ἔχειν σύστασιν, τὸ δὲ κηρὸν καὶ τὴν ῥητίνην τήξας ἐν χύτρᾳ ὀστρακίνῃ παράχει τὰ μεταλλικὰ μετὰ τοῦ οἴνου, καὶ πάντα λειώσας ἐν θυίᾳ χρῶ μαλάξας, πρὸς μὲν τὰ χρόνια ἀκράτῳ, πρὸς δὲ τὰ πρόσ‐
5φατα μετὰ κηρωτῆς ῥοδίνης.

3

.

4

t

Ἀτταλικὴ λευκὴ ποιοῦσα πρὸς ἕλκη γερόντων καὶ ἁπαλοχρώτων καὶ τῶν ἐχόντων ὑγρὰ τὰ ἕλκη· καὶ ἀντικνήμια ἰᾶται καὶ ἀποσύρματα κάλλιστα καὶ γο‐

3

.

4

.

1

νάτων ἐφ’ ὧν ὁ περιόστεος γυμνός ἐστιν. Λιθαργύρου 𐅻 ρ, ψιμυθίου 𐅻 ρ, κηροῦ λευκοῦ 𐅻 ν, τερμινθίνης 𐅻 κε, λιβανωτοῦ 𐆄 γ (οἱ δὲ 𐆄 δ),

3

.

4

.

2

στυπτηρίας σχιστῆς 𐅻 ϛ, πεπέρεως 𐅻 γ, ἐλαιοῦ παλαιοῦ 𐆂ο β, ὕδατος 𐆂ο β. ἕψε τὰ μεταλλικὰ ἐν ἡλίῳ μέχρις ἀμολύντου, καὶ οὕτω βαλὼν κηρὸν καὶ ῥητίνην ἑνώσας ἐπίβαλλε τὸ λιβανωτὸν μὲν πρῶτον, δευτέ‐

3

.

4

.

3

ραν δὲ στυπτηρίαν καὶ τελευταῖον τὸ πέπερι. τινὲς δ’ ἀντὶ πεπέρεως κύπερον βάλλουσιν.

3

.

5

t

Γαληνοῦ φοινικίνη.

3

.

5

.

1

Χοιρείου παλαιοῦ καὶ ἀνάλου στέατος 𐆃 β, λιθαργύρου 𐆄 γ, ἐλαίου

3

.

5

.

2

παλαιοτάτου 𐆃 γ, χαλκίτεως 𐆄 δ. τὴν χαλκῖτιν κόψας καὶ σήσας λεπτο‐ τάτῳ κοσκίνῳ, βαλὼν εἰς ἴγδιν μετὰ τῶν τριῶν λιτρῶν τοῦ ἐλαίου ἐπιμελῶς τρῖβε, ἕως λειοτάτη γένηται, εἶτ’ ἐπέμβαλλε τὴν λιθάργυρον λεπτοτάτῳ κοσκίνῳ καὶ αὐτὴν σεσησμένην καὶ προλελειωμένην ἐπι‐
5μελῶς εἰς ἴγδιν καὶ συλλείου ἐπὶ πλείονα χρόνον τῇ χαλκίτιδι, καὶ μάλιστα ἐν ἡλίῳ, ὅπως τὸ ἔλαιον ὑγρὸν διαμένῃ· ἐπιβάλλεται δ’ αὐτοῖς τελευταῖον τὸ στέαρ ἄγον 𐆃 β μετὰ τὸ ἐξυμενισθῆναι, καὶ συλλειώσας ἐπιμελῶς, βαλὼν εἰς κακκάβην ἕψει κινῶν σπάθῃ φοινικίνῃ ἀφῃρη‐ μένῃ τοῦ φλοιοῦ τοῦ χλωροῦ τοῦ ἔξωθεν αὐτῆς, ἵνα δυνηθῇ τῆς οἰκείας

3

.

5

.

3

ὑγρότητος μεταδιδόναι τῷ φαρμάκῳ. ἀρκέσει δ’ εἰς τὴν ἕψησιν τῶν φοινίκων εἷς κλάδος, ὡς τῷ μὲν ἁδροτέρῳ μέρει τοῦ ξύλου χρῆσθαι εἰς τὴν τῆς σπάθης γένεσιν, τῷ δ’ ἑτέρῳ, ὅπερ ἦν τῇ σπάθῃ συνεχές, καὶ αὐτῷ ἐξεσμένῳ ὡς λευκῷ γενέσθαι χρήσασθαί τε δυνηθῆναι εἰς τὸ
5ἐμβληθῆναι τῷ φαρμάκῳ, εἰς λεπτὰ διῃρημένου καὶ κατακεκομμένου

3

.

5

.

4

αὐτοῦ. ἐμβληθήσεται δὲ κατ’ ἐκεῖνον τὸν καιρὸν καθ’ ὃν ἂν ἤδη τὸ φάρμακον εἰς σύστασιν ἥκῃ κηρωτῆς συμμέτρου· ἐὰν γὰρ ἀπ’ ἀρχῆς ἐμβάλῃς αὐτά, καταναλίσκεται διὰ τῆς ἑψήσεως ὁ χυλὸς αὐτῶν, ὃν

3

.

5

.

5

βουλόμεθα διαμένειν ἐπὶ πλεῖον διὰ τὴν στύψιν αὐτοῦ. καὶ αὐτῆς δὲ τῆς σπάθης ἀποκόπτειν χρὴ τὸ ἤδη ὑπὸ τοῦ φαρμάκου ἀνεξηρασμένον, καὶ τοῦτο μὲν ῥίπτειν, τῷ δὲ καταλοίπῳ μέρει χρῆσθαι, ὅπως ἂν ἀπο‐

3

.

5

.

6

λάβῃ τὸ φάρμακον τῆς ὑγρότητος αὐτῆς. τοῦτο δὲ χρὴ ποιεῖν καὶ δὶς

3

.

5

.

7

καὶ τρίς, εἰ ὁρῴης ἀναξηραινομένην τὴν σπάθην. φανερὸν δ’ ἐστὶν ὡς χρὴ τὸν κλάδον τοῦ φοίνικος πρόσφατον εἶναι καὶ αὐτῆς 〈τῆσ〉 ἡμέρας

3

.

5

.

8

κεκόφθαι, ὅπως ἔγχυλος εἴη. ὅταν δ’ ἑψόμενον τὸ φάρμακον ἀμό‐ λυντον γένηται, αὐτῷ μὲν ἐμπλάστρῳ χρήσῃ κατά τε τῶν ἐναίμων τραυμάτων καὶ τῶν δυσεπουλώτων καὶ ἐπὶ κόλπων, ἐλαίῳ δὲ διατήκων ἐπὶ τῶν φλεγμαινόντων πάντων χρῶ, ἐν ποδάγραις, ἀρθρίτισιν, ἐν
5παντὶ καιρῷ καθ’ ὃν οὐκ εἰσὶν ὀδύναι σφοδραί, ἐν βουβῶσιν, ἐν φύμα‐ σιν, ἐν κατάγμασιν, ἐν χειμέθλαις, ἐν κατακαύμασιν, ἐν ῥευματικαῖς

3

.

5

.

9

διαθέσεσιν ἁπάσαις. ἐν τῷ λύεσθαι δ’ ἡ συμμετρία τοῦ φαρμάκου τοι‐ άδε ἔστω· βραχὺ πλεῖον ἔστω τὸ φάρμακον τοῦ ἐλαίου, καὶ μᾶλλον τοῦ θέρους, ὡς εἶναι δέκα μὲν οὐγγίας τοῦ φαρμάκου, ἐννέα δὲ τοῦ ἐλαίου.

3

.

6

t

Χλωρὰ λιτὴ

3

.

6

.

1

θεραπεύουσα κοῖλον ἕλκος ἀπερίστατον τακεῖσα ῥοδίνῳ. Κηροῦ,

3

.

6

.

2

φρυκτῆς ἀνὰ 𐆃 α, ἰοῦ 𐆄 β, ἐλαίου 𐆂ο β. ποιεῖ πρὸς τοὺς ἁπαλόχρω‐

3

.

6

.

3

τας. —Τὸ δίχρωμον. Χαλκοῦ κεκαυμένου, στυπτηρίας σχιστῆς, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ 𐆄 α, κηροῦ, κολοφωνίας, στέατος χοιρείου

3

.

6

.

4

ἀνὰ 𐆃 α. ὄξει τὰ ξηρὰ λείου.

3

.

7

t

Τὸ πεντάθετον.

3

.

7

1,2

Κηροῦ, ταυρείου, φρυκτῆς, πίσσης, τιτάνεως ἴσα. ἡ ἔκλυσις· τοῦ

3

.

7

.

3

φαρμάκου 𐆄 δ, κηροῦ 𐆄 δγ, ἐλαίου 𐆃 α. ἀνάκοπτε οἴνῳ ἢ ὄξει ἢ ὕδατι πρὸς τὴν χρείαν.

3

.

8

t

Τὸ δι’ ὑοσκυάμου ἤτοι ψιτάκιον.

3

.

8

.

1

Φρυκτῆς, κηροῦ, στέατος χοιρείου, ὑοσκυάμου χυλοῦ ἴσα.

3

.

9

t

Τὸ μυρσινάτον.

3

.

9

.

1

Λιθαργύρου 𐆄 ϛ, κηροῦ 𐆃 α, ἐλαίου μυρσινάτου 𐆃 β, οἴνου τὸ

3

.

9

.

2

ἀρκοῦν. —Ἄλλο. Λιθαργύρου 𐆄 α, μολύβδου κεκαυμένου 𐆄 α, Συρια‐ κοῦ 𐆄 β, ἐλαίου μυρσινάτου 𐆃 α.

3

.

10

t

Λευκὸν πρὸς τὰ κατακαύματα.

3

.

10

.

1

Λιθαργύρου, ψιμυθίου, θείου ἀπύρου ἀνὰ 𐆄 ϛ, κηροῦ 𐆄 δ, ἐλαίου μυρσινάτου τὸ ἀρκοῦν.

3

.

11

t

Τὸ κοπτόν.

3

.

11

1,2

Ἰοῦ 𐆄 α, λεπίδος χαλκοῦ 𐆄 α, τερμινθίνης 𐆄 β, κηροῦ 𐆄 ε. ὁλμο‐

3

.

11

.

2

(2)

κοπητέον τὸν κηρὸν μετὰ τῆς ῥητίνης, καὶ ἑνώσας τὸν ἰὸν ἔμπασσε, καὶ χρῶ πλατύσματι ἰσομεγέθει τῷ ἕλκει καὶ ἐπίλυε παρὰ μίαν.

3

.

12

t

Ἡ ἄφρα ἔναιμος πρὸς τὰς μεγάλας διαθέσεις, μάλιστα πρὸς τὰς ἐν τῇ κεφαλῇ σύριγγας, κόλπους, κατάγματα ἁρμόζει καὶ ἡπατικοῖς καὶ σπληνικοῖς· ἀφλέγμαντα κολλᾷ· ποιεῖ καὶ ἐπὶ χόνδρων διακεκομμένων καὶ ὀστῶν
5θαυμαστῶς· ἔτι ποιεῖ πρὸς ἐπιφορὰς καὶ κόλπους (κολλᾷ γὰρ μεγάλως) καὶ ἐπὶ τῶν ἀποστημάτων, ὅταν κομισάμενος τὸ ὑγρὸν ταύτην ἐπιθῇς·

3

.

12

.

1

ἔστι δὲ καὶ ἴσχαιμος καλή, καὶ μάλιστα ἐφ’ αἷμα ἀναγόντων. ἔμπλασσε δ’ εἰς ὀθόνια δύο, ἓν μὲν ἐπὶ τὸ στῆθος καὶ τὰς πλευρὰς ἐπιτιθείς,

3

.

12

.

2

ἕτερον δ’ ἐπὶ τὸ μετάφρενον· παραδόξως ἐπέχει τὸ αἷμα. ποιεῖ καὶ πρὸς τὰ κυνόδηκτα καὶ ἀνθρωπόδηκτα καὶ ὅλως ἀφλέγμαντός ἐστι καὶ

3

.

12

3,4

ἐνίκησε τὰς τραυματικὰς πάσας. λύε χειμῶνος δι’ ἡμερῶν τριῶν. Κηροῦ,

3

.

12

.

4

(2)

πίσσης, ἀσφάλτου, πιτυΐνης ὑγρᾶς ἀνὰ 𐆃 α, μάννης 𐆄 ϛ, ψιμυθίου 𐆄 δ, χαλκάνθου 𐆄 δ, ὀποπάνακος 𐆄 β, ἐλαίου ἡμίναν α (οἱ δ’ ἡμίλιτρον),

3

.

12

.

5

ὄξους 𐆂ο β. κηρόν, ἄσφαλτον ἰδίᾳ, ἔλαιον, ὄξους ὀλίγον εἰς χύτραν
βάλλων τῆκε, εἶτ’ ἐπίβαλλε τὴν πίσσαν καὶ τὴν ῥητίνην· ὅταν δ’ ἡμί‐ εφθος ᾖ, ἄρας τὴν χύτραν καὶ διαψύξας ποσῶς ἔμπασσε τὸ χάλκανθον διεθὲν ὄξει ἐκ τῶν δύο κοτυλῶν κατὰ μικρόν, μὴ ὑπερζέσῃ· ἅπαν δ’

3

.

12

.

6

ἐγχέας ἐλαφρῶς ὑπόκαιε κινῶν. ὅταν δ’ ἀμόλυντος ᾖ, ἄρας ἀπὸ τοῦ πυρὸς ἔγχει τὸν ὀποπάνακα πρὸ μιᾶς βεβρεγμένον εἰς μέρος τοῦ ὑπο‐ λειπομένου ὄξους ὥστε διαχυθῆναι, εἶτ’ ἔμπασον τὸ ψιμύθιον καὶ τὴν μάνναν ὁμοῦ λελειωμένα ἱκανῶς, καὶ μακρὸν χλιάνας, ἕως ἑνωθῇ,
5φυλασσόμενος μὴ προσκαῇ ὁ ὀποπάναξ καὶ ἡ μάννα, κατάχει εἰς θυίαν καὶ ἐάσας ψυγῆναι ἀναμάλασσε.

3

.

13

t

Πόλλητος γεράνειος. Ποιεῖ πρὸς τὰ πεπαχυσμένα ἢ κεχαλασμένα, καὶ ἐφ’ ὧν κίνδυνος πάρεσιν γενέσθαι, καὶ πρὸς τὰ ῥεύματα τὰ εἰς ἄρθρον φερόμενα, ἐφ’ ὧν καὶ οἴδησις συμβαίνει, καὶ πρὸς τὰ ὄλισθον ἔχοντα μόρια καὶ πρὸς
5τὰ ἠγκυλωμένα ἢ συνδεδεμένα, καὶ εἰ ὑπὸ βίας κινηθείη ἐκτοποῦντα, ὡς ἐξάκουστον γίνεσθαι ψόφον. ὠφέλιμον δ’ ἐστὶ καὶ ὅταν ἐν ἀγκῶσιν ἢ γόνασιν ἢ ἄλλῳ τινὶ μορίῳ ἀργὸν ὑγρὸν περιέχηται ἢ πνεῦμα· καὶ γάγγλια δ’ ἰᾶται καὶ πᾶσαν συστροφὴν καὶ στεατώματα καὶ ἀθηρώματα καὶ πᾶν ἀργὸν ὑγρὸν ἢ πνεῦμα συστὰν [περιέχηται] ἐν χιτῶσιν· ποιεῖ
10δὲ καὶ πρὸς ἀνευρύσματα, καὶ χοιράδας καὶ φύματα μαλάσσει καὶ πάντα τὰ ἐσκληρυμμένα κατατίτρησι καὶ ἐξιποῖ καὶ ῥήσσει καὶ λεπτύνει

3

.

13

.

1

καὶ κολλᾷ καὶ τὰ παρειμένα τονοῖ. —Σκευάζεται δ’ οὕτως· ἀνδριάν‐ τος χαλκοῦ τοῦ ξέσματος τὸ ῥυπῶδες καὶ ἰῶδες, ὅπερ τοῖς ἐξαλειφο‐ μένοις συνίσταται, 𐆄 κδ, κηροῦ τὸ αὐτό, σάνδυκος 〈τὸ〉 ἥμισυ καὶ σανδαράκης τὸ αὐτό, τερεβινθίνης τὸ αὐτό (ἐὰν δὲ σκληρότερον ᾖ
5τὸ ξέσμα, τότε τὸ αὐτὸ τῷ ξέσματι τῆς τερεβινθίνης ἐμβαλεῖς), γερά‐ νου πάντα τὰ πτερὰ κεκαυμένα τὸν τρόπον τοῦτον· εἰς καινὴν χύτραν κεραμίαν ἐμβαλὼν τὰ πτερὰ ὅλα καὶ τὸ πῶμα πηλῷ περιπλάσας μετὰ πάσης τῆς χύτρας, ἔμβαλε τὴν χύτραν εἰς κάμινον, ἕως ὁ μὲν πηλὸς
ἐκπυρωθῇ, εὑρεθῇ δὲ τὰ πτερά, ἀναπωμασθείσης τῆς χύτρας, καυθέντα καὶ

3

.

13

.

2

ἑνωθέντα. ταῦτα λείου χνοώδη, εἶτα τὸν κηρὸν τήξας ἐπ’ ἀνθράκων ἅμα τῇ ῥητίνῃ ἔμπασσε εἰς αὐτὸν τὴν σανδαράκην καὶ τὴν σάνδυκα λεῖα καὶ ἀνακίνει, ἕως ἂν καλῶς ἀναμιχθῇ, μετὰ ταῦτα δ’ ἐμβαλὼν εἰς ὅλμον τὸ ξέσμα κόπτε εὖ μάλα, ὡς ἀναμιχθῆναι μετὰ τοῦ κηροῦ
5τὰ ἀναμεμιγμένα καταχεόμενα, εἶτ’ ἔμπασσε τὰ πτερὰ λεῖα εἰς τὸν ὅλμον καὶ κόπτε ἐρρωμένως, ἄχρις ἂν καλῶς ἀναμιχθῇ καὶ ἐμπλαστῶδες γένηται τὸ φάρμακον.

3

.

14

t

Ἡ διὰ δικτάμνου.

3

.

14

.

1

Δικτάμνου μέρη κη, 〈χαμαιπίτυος μέρη η〉, χαμαίδρυος μέρη ιβ, χαμαιμήλου μέρη ιδ, τριφύλλου μέρη δ, πρασίου μέρη ιβ, σφάγνου μέρη ε, πενταφύλλου μέρη δ, ἀρτεμισίας μέρη δ, κυπέρου μέρη ζ, ἀριστολοχίας ἁδρᾶς μέρη λε, ἴρεως μέρη ζ, πολίου μέρη ιβ, κενταυρίου
5μέρη ιβ, γεντιανῆς μέρη ιβ, λιβανωτοῦ μέρη ϛ, γαγάτου μέρη ζ, λιθαργύρου μέρη ρν, ἐλαίου παλαιοῦ μέρη μη, κηροῦ μέρη ιβ, ῥητίνης πιτυΐνης ξηρᾶς μέρη λβ, κολοφωνίας μέρη ν, τερεβινθίνης μέρη ιδ, γῆς ἀμπελίτιδος μέρη κβ (ἢ ἀντὶ γῆς ἀμπελίτιδος πίττης ξηρᾶς μέρη ιβ), ἀμμωνιακοῦ θυμιάματος μέρη λε, λεπίδος χαλκοῦ μέρη ιη, χαλκοῦ
10κεκαυμένου μέρη ιη, προπόλεως μέρη ιβ, διφρυγοῦς μέρη η, μίλτου μέρη ιβ, ψιμυθίου μέρη ιβ, ἀλόης μέρη ιϛ, χαλκίτεως μέρη ι, χαλκάνθου μέρη κδ, λιβάνου λευκοῦ μέρη ιβ, σμύρνης μέρη ζ, χαλβάνης μέρη κε,

3

.

14

.

2

ὀποπάνακος μέρη ζ. προαναζέσαντα τὸ ἔλαιον ἐπὶ μαλθακοῦ πυρὸς ἐμβάλλειν δεῖ τὴν λιθάργυρον λειοτάτην κατὰ βραχὺ κινοῦντα, ἕως τὴν χρόαν μεταβάλῃ καὶ ἐπὶ ποσὸν συστῇ, εἶτ’ ἐπεμβάλλειν τὴν πίσσαν ἢ τὴν ἀμπελῖτιν γῆν, καὶ ὅταν ἀρχὴν λάβῃ τοῦ συστρέφεσθαι, τὸν
5κηρὸν ἐμβάλλειν καὶ μετ’ αὐτὸν τὴν πιτυΐνην καὶ τὴν κολοφωνίαν, εἶτα τὸ ἀμμωνιακὸν τετριμμένον, μετὰ δὲ ταῦτα τὴν λεπίδα τοῦ χαλκοῦ καὶ τὸν χαλκόν, εἶτα τὴν μίλτον καὶ τὸ διφρυγές, ἐφεξῆς δὲ τὴν χαλκῖτιν καὶ τὸ χάλκανθον καὶ 〈τὸ〉 ψιμύθιον, εἶτα τὸν λιβανωτὸν
καὶ τὴν σμύρναν καὶ τὴν ἀλόην, ἐπὶ πᾶσι δὲ τὴν τερεβινθίνην καὶ

3

.

14

.

3

τὴν χαλβάνην καὶ τὸν ὀποπάνακα. καὶ ταῦτα πάντα ἀναμιχθέντα καθαίρει προσηκόντως τοῦ πυρός, καὶ οὕτως ἔμπασσε τὰς βοτάνας λείας κινῶν τῇ

3

.

14

.

4

σπάθῃ, τελευταῖον δ’ ἐμβάλλειν τὸ χαμαίμηλον. χρῶ δὲ τῷ φαρμάκῳ πρὸς τὰ νεότρωτα καὶ τὰ παλαιὰ ἕλκη καὶ πρὸς τὰ ἰοβόλα καὶ λυσσόδηκτα καὶ σκορπιόδηκτα καὶ πρὸς κονδυλώματα καὶ γάγγλια καὶ χοιράδας καὶ φακοὺς καὶ παρωτίδας καὶ φύματα καὶ σύριγγας καὶ τὰ

3

.

14

.

5

Χειρώνεια καὶ τὰ κακοήθη ἕλκη. ἀνάγει καὶ ὀστέα καὶ σκόλοπας καὶ ἀκίδας καὶ τοὺς κόλπους προσίστησι, καθαιρεῖ, σαρκοῖ, ἐπουλοῖ καὶ τὰς φλεγμονὰς διαλύει, πρός τε τὰ ἐν θώρακι πάντα καὶ τὰς περὶ τὰ σπλάγχνα διαθέσεις καὶ σκληρίας καὶ σκίρρους καὶ τοὺς ὑδέρους καὶ
5τὰ ἠγκυλωμένα τῶν ἄρθρων καὶ τῶν ὀστῶν τὰ κατάγματα καὶ τῶν ἑλκῶν τὰ δυσίατα καὶ τὰ νομώδη καὶ πρὸς νεῦρα διακεκομμένα καὶ θλάσματα καὶ σηπεδόνας καὶ ἀποσκήμματα καὶ χείμεθλα καὶ ἄνθρακας

3

.

14

.

6

καὶ ὅσα μαλάξεως δεῖται. καὶ τῶν ὀφθαλμῶν τὰ ῥεύματα ἐπιτιθέμενον τῷ μετώπῳ ἵστησιν, ἀνεθὲν δὲ ῥοδίνῳ πρός τε τὰ πυορροοῦντα ὦτα

3

.

14

.

7

καὶ τὰ ἐν αἰδοίοις καὶ ἕδρᾳ. ὑποθυμιᾶν δ’ αὐτὸ καὶ ταῖς διὰ ψῦξιν κεκακωμέναις μήτραις καὶ ταῖς δυστοκούσαις· ἐξαγάγοις δ’ ἂν εὐμενῶς τὸ ἔμβρυον ζῶν οὐδὲν κακώσας καὶ τὰ καλούμενα δεύτερα, εἴπερ

3

.

14

.

8

ἐπέχοιτο. βοηθεῖ δὲ καὶ ταῖς περιοδικαῖς νόσοις σπληνίον ἐπιτεθὲν τῷ μετώπῳ πρὸ τῆς λήψεως. καὶ τὰς ἐχίδνας καὶ πάντα τὰ ἰοβόλα ἐν οἴκῳ ὑποθυμιώμενον ἐξελαύνει.

3

.

15

t

Ἡ διὰ λινοσπέρμου ἐκ τῶν Πόλλητος. Πρὸς τὰ ἐν θώρακι πάθη ἁρμόττει καὶ μαλάσσει καὶ διαφορεῖ, τὰς φλεγμονὰς τῶν νευρωδῶν σωμάτων πραΰνει· ποιεῖ δὲ καὶ πρὸς τοὺς παροξυσμοὺς τῶν ποδαγρῶν καὶ τὰ ἠγκυλωμένα τῶν ἄρθρων

3

.

15

.

1

διαλύει. Λινοσπέρμου μέρη β, ἀλεύρου κριθίνου μέρη γ, ῥητίνης κολοφωνίας μέρη λ, κηροῦ μέρη δ, ῥητίνης κυπαρισσίνης μέρη β, θλά‐ σπεως μέρος α, χαμαιμήλου τὸ ἴσον καὶ τῆς κυπαρίσσου τῶν σφαιρίων

3

.

15

.

2

τῶν χλωρῶν τῶν μεμυκότων τὸ αὐτό, ἐλαίου παλαιοῦ μέρη β. τήξας τὸν κηρὸν μετὰ τῆς ῥητίνης ἐπ’ ἀνθράκων ἐπέμβαλλε τὸ ἔλαιον καὶ ἀνακίνει τῇ σπάθῃ· μιχθέντων δὲ τούτων καλῶς, ἄρας ἀπὸ τοῦ πυρὸς ἔμπασσε 〈τὰ σφαιρία〉 τῆς κυπαρίσσου λεπτά, προσέχων ὡς μὴ τὸ
5φάρμακον ἀναζέσαν καὶ ἀνοιδῆσαν ὑπερεκβάλλῃ τῆς χύτρας, ἔπειτα τὸ ἄλευρον, εἶτα τὸ λινόσπερμον, εἶτα τὸ θλάσπι καὶ τὸ χαμαίμηλον, καὶ μετὰ ταῦτα πάλιν εἰς τὸ πῦρ ἐπιθεὶς ἀνακίνει, ἕως ἂν καλῶς μιχθῇ, ἑνωθέντων δ’ ἐπὶ τέλει τὴν ῥητίνην τὴν κυπαρισσίνην ἔμβαλλε, καὶ τακείσης ταύτης μετέρα τὸ φάρμακον καθ’ ὕδατος εἰς θυίαν, εἶτα
10μάλασσε καὶ χρῶ.

3

.

16

t

Πόλλητος ἡ διὰ περιστερεῶνος ἤτοι διὰ τῆς ἱερᾶς βοτάνης

3

.

16

.

1

ποιοῦσα πρὸς κεφαλαλγίαν παλαιὰν καὶ πρόσφατον καὶ πρὸς ἡμικραίραν ἐπιτιθεμένη κατὰ τοῦ μετώπου καὶ τῶν κροτάφων· ποιεῖ δὲ καὶ πρὸς ὀδονταλγίας καὶ ὀφθαλμῶν ῥεύματα καὶ πρὸς δυσουρίας κατὰ τοῦ ἤτρου ἐπιτιθεμένη καὶ πρὸς σκορπιοπλήκτους καὶ πρὸς φλεγμονὰς
5τῶν νευρωδῶν μορίων. Τῆς ἱερᾶς βοτάνης ἤτοι περιστερεῶνος μέρη θ, ῥητίνης κολοφωνίας μέρη κδ, κηροῦ μέρη δ, ἐλαίου μέρη β.

3

.

17

t

Ἐλεφαντίνη ἤτοι διὰ δορυκνίου ποιοῦσα πρὸς ἄρθρα ἠγκυλωμένα καὶ τοὺς πώρους τῶν καταγ‐ μάτων· μαλάσσει γὰρ καὶ λύει τὰς ἡμαρτημένας προσφύσεις τάς τε χοιράδας τὰς δυσμεταβλήτους καὶ τὰ σκιρρώματα [καί] τὰ δύσπεπτα
5καὶ δυσπαθῆ· διαχυτικὸν γάρ ἐστι καὶ μαλακτικὸν καὶ διαφορητικὸν ἐνεργὸν πάνυ· εἰ καὶ τμῆμα ἐλέφαντος ἐνθείης τῷ φαρμάκῳ περιπλάσας ἕως ἡμερῶν δέκα, μαλθάξαις ἂν ὥστε κάμπτεσθαι· πλείονι δὲ χρόνῳ

3

.

17

.

1

μείναντα λεπτότερον ἴδοις ἂν ὥσπερ ἱμάντα. —Τὸ δὲ φάρμακον σκευάσειας ἂν οὕτως· δορυκνίου προσφάτου χλωροῦ ἢ ξηρανθέντος ἐν σκιᾷ μέρη ι, μανδραγόρου τῆς ῥίζης, εἴτε χλωρᾶς εἴτε ξηρᾶς, μέρη η, πάνακος ῥίζης μέρη ϛ, ῥητίνης κολοφωνίας μέρη κ, ῥητίνης
5ὑγρᾶς πιτυΐνης μέρη δ, ὀποπάνακος μέρη β, τερεβινθίνης μέρη ιβ, βδελλίου μέρη η, κηροῦ μέρη ιβ, ὄξους λευκοῦ κοτύλη ἢ καὶ πλέον, ἐὰν δέχηται

3

.

17

.

2

τὸ φάρμακον. τὸ δὲ δορύκνιον ἐὰν ᾖ χλωρόν, ὅλον ἀπὸ ῥιζῶν ἀνα‐ σπασθὲν ἐμβάλλειν εἰς ὅλμον χρὴ καὶ κόπτειν εὐτόνως παραστάζοντα κατὰ βραχὺ τοῦ ὄξους· τὰ αὐτὰ δὲ ποιήσεις προσεμβάλλων καὶ τὴν τοῦ μανδραγόρου ῥίζαν· τὴν δὲ ῥίζαν τοῦ πάνακος κόψας καὶ σήσας
5ἰδίᾳ ἔμβαλλε, καὶ ἐπ’ αὐτῷ τὸ βδέλλιον, εἶτα προκαταθραύσας αὐτὸ ἐν τῷ ὅλμῳ παραστάζων τοῦ ὄξους κόπτε εὐτόνως ὡς ἐμπλαστῶδες γενέσθαι, καὶ ἀναμίξας τὰς προπαρασκευασθείσας βοτάνας κόπτε· τὰς δὲ ῥητίνας καὶ τὸν κηρὸν προεψήσας ἐπὶ μαλακοῦ πυρός, ἕως ἂν ἐμπλαστῶδες καὶ ἀμόλυντον γένηται, ἔμβαλλε τὸν ὀποπάνακα προ‐
10τετριμμένον καὶ διαλελυμένον ὄξει καὶ ταῦτα ἐπικατάχει τοῖς ἐν τῷ ὅλμῳ κοπεῖσιν· κόπτε δὲ φιλοπόνως, ἄχρις ἂν ἑνωθῇ πᾶν τὸ φάρ‐ μακον· μετὰ ταῦτα δ’ ἐξελὼν καὶ ταῖς χερσὶν εὐτόνως μαλάξας εἰς ἀγγεῖον κεραμεοῦν καινὸν ἢ χαλκοῦν ὄξει προϋγράνας ἔνθες τὸ φάρ‐ μακον, ἵνα ἀδιάπνευστον μένῃ καὶ μὴ χρονίσαν καὶ ξηρανθὲν
15ἀσθενέστερον γένηται.

3

.

18

t

Ἡ δι’ οἰνάνθης.

3

.

18

.

1

Τὴν οἰνάνθην βοτάνην χρὴ λαβόμενον ἀκμαίαν ἔαρος ὥρῃ ῥιζόθεν ἐξερύσαντα χυλὸν ἐξ αὐτῆς ποιεῖσθαι καὶ ξηραίνειν ἐν ἡλίῳ, μετὰ δὲ ταῦτα λαβόμενον ῥητίνης τῆς κολοφωνίας μέρη η ἐπὶ τοῖσι τεσσαρά‐ κοντα, πρὸς δὲ καὶ τῆς ὑγρῆς ῥητίνης τῆς πιτυΐνης μέρη η, κηροῦ
5μέρη η, ἐλαίου μέρη δ καὶ τοῦ χυλοῦ τῆς βοτάνης τετριμμένου λείου

3

.

18

.

2

καὶ διασεσησμένου μέρη ϛ. τὰς ῥητίνας ἅμα τῷ ἐλαίῳ προεψήσας ἐπὶ πυρὸς μαλθακοῦ, ἐπὴν ᾖ ξηρότερον καὶ πέλας τοῦ θρύπτεσθαι, τότε προσ‐ λαβὼν τὸν κηρόν ... τακέντος καὶ ἀναμιχθέντος πειρηθείης μαλθακω‐ τέρου τοῦ φαρμάκου ... τὸν χυλὸν ἐπέμβαλε κινῶν τῇ σπάθῃ. ἐπὴν

3

.

18

.

3

δὲ συμμιγὲς καὶ ἀμόλυντον γένηται, κατακεράσας εἰς ὕδωρ ψυχρόν, ἔστ’ ἂν ἀποψυχθῇ, καὶ μαλθάξας εὐτόνως χρήσαιο πρὸς τὰ ὁκόσα καθῆραι ἢ λευκῆναι ἢ λεπτύναι ἢ διαφορῆσαι ἢ πληρῶσαι ἢ ἐπουλῶσαι
χρή, καὶ πρὸς χοιράδας καὶ φύματα καὶ παρωτίδας καὶ τὰ νεότρωτα καὶ
5τὰ παλαιὰ ἕλκεα πληγάς τε καὶ κρούσματα καὶ τὰ ἐν τοῖς στόμασιν

3

.

18

.

4

οἰδήματα καὶ τὰ ἐν θώρακι καὶ σπλάγχνοις, καὶ μάλιστα ἡπατικοῖς ἢ στομαχικοῖς καὶ σπληνικοῖς· ἄριστον καὶ φλεγμασίης πάσης διακωλυτι‐

3

.

18

.

5

κόν, εἰ καὶ μύες φλεγμαίνοιεν· πρὸς δὲ καὶ λειοποιητικόν, καὶ τοῖς ποδαγρικοῖς παροξυσμοῖς, καὶ ῥευμάτων ἀναξηραντικὸν καὶ τοῖς ἰκτέρῳ κάμνουσιν ἐπιτιθέμενον ἐπὶ τὸ στέρνον ὀνήϊστον· ἄγει γὰρ αὐτοῖς ἱδρῶτας τὴν χροιὰν χολοειδέας.

3

.

19

t

Ἡ δι’ ἀνεμώνης Ἀφροδίτη.

3

.

19

.

1

Τῶν ἀνθέων τῆς ἀνεμώνης κεκαθαρμένων ξηρῶν λαβὼν 𐆄 η βάλλε ὄξους .. 𐆂ο γ καὶ ἔασον βρέχεσθαι ἡμέραν καὶ νύκτα. μετὰ δὲ ταῦτα ἀναφυράσας αὐτὰ ταῖς χερσὶν ἔκθλιβε κατὰ βραχύ, ἄχρις ἂν πάντα τὸν χυλὸν ἐκθλίψῃς, εἶτα ῥητίνης κολοφωνίας λαβὼν 𐆄 μη, τῆς δ’
5ὑγρᾶς πιτυΐνης 𐆄 δ, κηροῦ 𐆄 δ καὶ τοῦ χυλοῦ τῶν ἀνθέων 𐆂ο β, ἐλαίου

3

.

19

.

2

𐆄 δ. τὴν κολοφωνίαν ἅμα τῷ ἐλαίῳ ἑψήσας πρᾴως πυρὶ μαλακῷ, κινῶν τῇ σπάθῃ, μέχρις ἂν πειρωμένῳ σοι σκληροτέρα φαίνηται μᾶλλον ἢ δεῖ, μετὰ δὲ ταῦτα ἐπεμβάλλειν τὴν ὑγρὰν ῥητίνην καὶ πάλιν ἕψε, ἄχρις ἂν σκληροτέρα γένηται, εἶτ’ ἐπέμβαλλε τὸν κηρόν· ὅταν δὲ
5κινῶν ἑνώσῃς αὐτὰ καὶ ἄχρις ἀμολύντου καταστήσῃς, καθελὼν τὴν χύτραν τοῦ πυρὸς κίνει τὸ φάρμακον τῇ σπάθῃ, ἕως ἂν τοῦ ζέματος λήξῃ· μετὰ δὲ ταῦτα ἔγχει τὸν χυλὸν κατ’ ὀλίγον παντελῶς, ἵνα μὴ ἀνοιδήσῃ καὶ ὑπερπέσῃ τῆς χύτρας· οὕτω γὰρ μιγνύμενον ποικιλόχροον ἂν

3

.

19

.

3

γένοιτο. πειρᾶσθαι δὲ τοῦ φαρμάκου χρὴ ἀποστάζοντα ἐπὶ μαρμάρου ἤ τινος λείου καὶ στεγανοῦ, ψυγὲν δὲ δοκιμάζειν εἰ ἀμόλυντόν τε εἴη καὶ μὴ προσιζάνον τῷ χρώματι μολύνοι τὴν χρόαν πορφυρᾶν ἐπιτεταμένως.

3

.

19

.

4

οὕτω δ’ ἔχον προλειήνας εἰς θυίαν κατέρα τὸ φάρμακον· ἀποψυγὲν δ’ ἀναμάλασσε ταῖς χερσὶν οὕτως ὡς μὴ ἐκπίπτειν τοῦ φαρμάκου τὸν χυλόν, ἀλλὰ κατὰ βραχὺ ἀναλαμβάνειν τὸν ἐκθλιβόμενον ὡς παντὶ τῷ φαρμάκῳ ἀναληφθέντα ἑνωθῆναι καὶ γενέσθαι εὐανθὲς καὶ εὔτονον.

3

.

19

.

5

χρῶ δ’ αὐτῷ πρὸς τὰ ἔναιμα καὶ θλάσματα τῆς σαρκὸς καὶ πρὸς τὰ κακοήθη τῶν ἑλκῶν καὶ πρὸς τὰ παλαιὰ καὶ ὀχθώδη καὶ συκώδη καὶ δυσκατούλωτα καὶ πρὸς τὰ τῶν ἰοβόλων δήγματα καὶ τὰ ἐπὶ τῶν ὀνύχων πτερύγια καὶ νεῦρα πεπαχυμμένα, εἰ καὶ ἐν ἄρθροις ἢ καὶ
5χρόνια εἴη καὶ ἐπώδυνα ἢ καὶ διὰ φλεγμονὴν δυσκίνητα μετ’ ἀλγη‐ δόνος τυγχάνοι, πρός τε σύριγγας καὶ χοιράδας καὶ τῶν ὀστῶν τὰ ψιλώματα καὶ γάγγλια καὶ δοθιῆνας καὶ στεατώματα καὶ νομὰς καὶ κόλπους καὶ τῶν κωλικῶν τὰς ἐμπνευματώσεις καὶ τὰ ὑπὸ ψύξεως ὀδυνώμενα καὶ τὰ πυρίκαυτα καὶ πρὸς σπλάγχνα καὶ ὑποχόνδρια καὶ
10στόμαχον καὶ τὰ ἐν θώρακι, τά τε ἄλλα καὶ τὰ ἀποστήματα, καὶ οἷς

3

.

19

.

6

αἱμορραγία γίνεται διὰ ῥινῶν πολλὴ καὶ δυσχερῶς στέλλεται. τούτοις δὲ δεῖ ἐπιτιθέναι πτυγμάτιον κατὰ τοῦ στομάχου, κάλλιον δὲ ποιήσεις

3

.

19

.

7

καὶ κατὰ τοῦ μετώπου. πρὸς δὲ τὰ ῥεύματα τῶν ὀφθαλμῶν σπληνίον

3

.

19

.

8

κατὰ τοῦ μετώπου ἐπιτιθέμενον στέλλει. ἀνιεμένη δὲ ῥοδίνῳ ἀγαθὴ πρὸς τὰ ἐν ἀρχῷ καὶ πόσθῃ καὶ τἄλλα ἐν οἷς ἀνιεμένων φαρμάκων χρεία.

3

.

20

t

Αἱμηρή.

3

.

20

.

1

Λίθος ἔστι πυκνός, βαρύς, λεῖος, χροιὴν ὅλος αἱμηρός, μονόχροος, ὃν Μηδικὸν καλέουσι· καυθεὶς οὕτως ὡς φλογερὸς γενέσθαι, εἶτ’ ἀποψυχθεὶς λευκὸς ἂν φαίνοιτο, τριφθεὶς δὲ καὶ λειωθεὶς εὖ μάλα χροιὴν ἀμείβεται· οὔτε γὰρ ἔτι λευκὸς ὁ τέως ἀρχῆθεν πάμπαν αἱμηρός, βραχὺ δέ τι

3

.

20

.

2

παρηλλαγμένος ἐπὶ τὸ ῥοδοχροώτερον. τὸν λίθον τουτονὶ τρίψας καὶ διασήσας, ἔπειτα προσμίξας ὠοῦ τῆς ἀλεκτορίδος τὸ λευκόν, ἔμπαλιν

3

.

20

.

3

καλῶς λειήνας χρίοις τῶν παιδίων τὰ ἕλκη τὰ ἀστόμωτα. καὶ μήν γε καὶ τὰ ἑρπηστικὰ ἐπιστήσειας ἂν καὶ ξηράνειας καὶ καθήραις ὁμαλά τε

3

.

20

.

4

καὶ λεῖα θείης καὶ κατουλώσειας. τεύξειας δ’ ἂν ἐξ αὐτοῦ φάρμακον ἄριστον τῆς ῥητίνης τῆς κολοφωνίας λαβόμενος μέρη δ ἐπὶ τοῖς εἴκοσι καὶ τῆς ἄλλης τῆς ὑγρᾶς μέρη δ, κηροῦ μέρη δ, ἐλαίου μέρη γ καὶ τοῦ

3

.

20

.

5

λίθου τοῦ αἱμηροῦ μέρη ϛ. τὴν κολοφωνίαν ἅμα τῷ ἐλαίῳ ἐπὶ πυρὸς μαλθακοῦ πρᾴως ἑψήσας, ἔπειτα ἐπενδασάμενος τὸν κηρόν, τακέντος ἐμπάσας τὸν λίθον, μετὰ δὲ ταῦτα, ἐπὰν πειρωμένῳ σκληρότερον 〈φαίνηται〉 μᾶλλον ἢ δεῖ, ἐπενδάσασθαι τὴν ῥητίνην τὴν ὑγρὰν
5ἀνακινῶν τῇ σπάθῃ, ἕως ἀμόλυντον καὶ εὐμιγὲς καταστήσῃς, ὅπως ἐν

3

.

20

.

6

χρῷ προσίσχηται καρτερῶς ὡς οἷόν τε. δύναμιν δ’ ἔχει τὸ φάρμακον
τοῦτο καθαρτικήν, ξηραντικήν, ἀνασπαστικήν, διαφορητικήν, λεπτυντικήν, διαχυτικήν, κολλητικήν, λευκαντικήν, ἐπουλωτικήν, φλεγμασίης πάσης διαλυτικὴν καὶ τῶν κατισχνωμένων κάρτα θρεπτικήν· ἀγαθὸν δὲ καὶ
5πρὸς πλευρῆς ἄλγος καὶ τοῖς ὑπὸ στομάχου βαρυνομένοις δι’ ἀτονίην αὐτοῦ νυκτὸς ὅλης ἱδρώσσουσιν· ἀναλγέα τε γὰρ καὶ ἧσσον ἱδρωτικὰ θείη καὶ τοῦ βάρεος ἐπελαφρίσαι καὶ τὰ περὶ τὸ ἦτρον καὶ τὸν κτένα ἐπι‐

3

.

20

.

7

κεχαλασμένα ἢ ἐξῳδηκότα ἰήσαιτο. τὰς δ’ ἀκροχορδόνας πλατύνει καὶ διαχεῖ καὶ διαφορεῖ καὶ πληγὰς καὶ κρούσματα ἀναλγέα τίθησι καὶ τὰ

3

.

20

.

8

φύματα ἐκπυΐσκει τε καὶ ῥήσσει. ἀγαθὸν δὲ καὶ νεοτρώτοις καὶ παλαι‐ οῖς ἕλκεσι καὶ χοιράσι καὶ τοῖς ὑπὸ ψύξεως ἢ ἐπιρροῆς κεκακωμένοις ἀνεθὲν ῥοδίνῳ, πρός τε ὦτα πυορροοῦντα καὶ τὰ ἐν αἰδοίοις καὶ ἕδρῃ ἕλκεα κράτιστον.

3

.

21

t

Ἡ δι’ ἰτεῶν, ἣν ὁ Μέγης εὗρεν, ἀδήκτως ξηραίνουσα καὶ ποιοῦσα πρὸς ἅπαντα

3

.

21

.

1

τὰ ῥεύματα. Ἰτέας φύλλα λαβὼν χλωρὰ τεθηλότα, κόψας ἐν ὅλμῳ καὶ μετὰ ταῦτα ἐμβαλὼν εἰς χύτραν ὀστρακίνην καινὴν ἐπέμβαλλε οἴνου παλαιοῦ λευκοῦ τοσοῦτον ὅσον αὔταρκες βρέξαι καὶ κατασχεῖν τὰ κεκομμένα, ἑψήσας δ’ ἐπὶ πυρὸς μαλθακοῦ ἐπὶ πλείονα χρόνον,
5μετὰ δὲ ταῦτα πάλιν ἐμβαλὼν εἰς τὸν ὅλμον καὶ συγκόψας πάνυ, ὀθόνην ὑποτείνας πυκνήν, ἐνιεὶς εἰς αὐτὴν τὰ κεκομμένα καὶ ἀποθλί‐

3

.

21

.

2

ψας διαπηδῶντα τὸν χυλόν. μετὰ δὲ ταῦτα λαβὼν τῆς ῥητίνης τῆς κολοφωνίας 𐆄 κδ, κηροῦ 𐆄 δ, ἐλαίου 𐆄 β καὶ τοῦ τῆς ἰτέας χυλοῦ 𐆂ο α κατασκευασθέντος οὕτως, τὴν ῥητίνην μετὰ τοῦ ἐλαίου ἑψήσας πυρὶ μαλακῷ, ἄχρις ἂν πειρωμένῳ καὶ ἀνατρίβοντι στερεὰ φανῇ καὶ

3

.

21

.

3

ἐγγὺς τοῦ θρύπτεσθαι, μετὰ ταῦτα ἐπεμβάλλειν τὸν κηρόν. ἐπειδὰν δὲ καλῶς ἔχειν φανῇ, λαβὼν ἀπὸ τοῦ πυρὸς τὴν χύτραν ἐπεμβάλλειν

3

.

21

.

4

εἰς αὐτὴν τῆς ἰτέας τὸν χυλὸν κατ’ ὀλίγον πάνυ. ἔπειτα ἐπιθέντα εἰς

3

.

21

.

5

τὸ πῦρ ἕψειν χρὴ πρᾴως, ὅπως μὴ ἐκφλογωθεῖσα καυθῇ. μιχθέντος δὲ τοῦ φαρμάκου τὸν τρόπον τοῦτον, εἰς ἀγγεῖον λίθινον λεῖον ἢ χαλκοῦν χρίσας ἐπίσταξον μέρος τοῦ χυλοῦ, ἔπειτα εἰς αὐτὸ καταχέας
τὸ φάρμακον, ἀποξύσας καὶ ἀναμαλάξας χρῶ.

3

.

22

t

Τὸ διὰ κηρύκων διαφοροῦν ἀδήκτως.

3

.

22

.

1

Λιθαργύρου 𐅻 ιϛ, κηρύκων τέφρας 𐅻 ιζ, ψιμυθίου 𐅻 κ, ἐλαίου παλαιοῦ 𐆂ο α, ῥητίνης τερεβινθίνης 𐅻 ιγ, λιβάνου 𐅻 η, ὕδατος 𐆂υ δ.

3

.

23

t

Πρὸς ἀλωπεκίας.

3

.

23

.

1

Εὐφορβίου, θαψίας ἀνὰ 𐅻 β, θείου ἀπύρου 𐅻 δ, ἐλλεβόρου λευκοῦ

3

.

23

2,3

ἢ μέλανος 𐅻 α. τούτοις μίγνυε κηροῦ 𐅻 ϛε. δαφνίνῳ ἐλαίῳ τήξας

3

.

23

.

3

(2)

παλαιῷ χρῶ τούτῳ ὡς ἰσχυροτάτῳ φαρμάκῳ ἐπὶ τῶν κεχρονισμένων

3

.

23

.

4

καὶ δυσθεραπεύτων. θαψίας δὲ μὴ παρούσης, τοσοῦτον σταθμὸν μίξεις

3

.

23

.

5

ἤτοι καρδαμώμου σπέρματος ἢ εὐζώμου. κἂν δάφνινον δὲ μὴ ᾖ, ὑγρὰν πίσσαν ἔμβαλλε.

3

.

24

t

Ἀδαμαντίου πρὸς ἀλωπεκίας. —Ἡ δι’ ἰτεῶν ἔναιμος.

3

.

24

1,2

Σκόρδων τέφραν μετὰ μέλιτος χρῖε. —Τὴν δὲ διὰ τῶν ἰτεῶν

3

.

24

.

2

(2)

ἔνδοξόν τε καὶ πολύχρηστον οὖσαν καὶ αὐτὴν ὁμοίως ταῖς προειρημέναις ὁ Κρίτων οὕτως γράφει· «ἡ δι’ ἰτεῶν ἁρμόζουσα πρὸς τὰ ἔναιμα καὶ ἄρθρα λελυμένα καὶ πρὸς σύριγγας ἐντιθεμένη καὶ πρὸς πλαδαρὰς

3

.

24

.

3

σάρκας, καὶ μάλιστα τὰς ἐπὶ τοῖς ἀκρωτηρίοις· ποιεῖ καὶ πρὸς ἐρυσι‐

3

.

24

.

4

πέλατα καὶ πρὸς ἄλλας πλείστας διαθέσεις δίχα κατακαυμάτων. μίσυος, χαλκίτεως, ἰοῦ, ψιμυθίου, κηκίδων ἀτρήτων, στυπτηρίας σχιστῆς καὶ στρογγύλης, μελαντηρίας ἀνὰ 𐆄 ϛ, κηροῦ, ῥητίνης πιτυΐνης, πίσσης, ἀσφάλτου, ἰτέας φύλλων ἀνὰ 𐆃 α, ἐλαίου 𐆂ο β καὶ 𐆄 δ, χαλκάνθου

3

.

24

.

5

𐆄 ϛ, σιδίων 𐆄 ϛ, ὄξους ξ̸ ϛ. μετὰ τοῦ ὄξους τὰς ἰτέας προαποβρέξας ἡμέρας τρεῖς, ἕως λειφθῶσι ξ̸ β, εἶτα προλελειωμένῳ ἰῷ καὶ ψιμυθίῳ καὶ μελαντηρίᾳ ἐπίβαλλε τὰ φύλλα λελειωμένα ἐπιμελῶς καὶ συλλειοτρίβει, εἶτα τὰ ξηρὰ λεῖα ἕνωσον, εἶτα τὰ τηκτὰ ἐπικατάχει καὶ ἑνώσας χρῶ.»

3

.

25

t

Πρὸς ἡλκωμένους καρκίνους πρᾳότατον.

3

.

25

.

1

Λιθαργύρου, κηροῦ, στέατος χοιρείου ἀνᾶ 𐆃 α, λεκίθους ὠῶν

3

.

25

.

2

ὀπτῶν ι, ἐλαίου 𐆂υ η. τὴν λιθάργυρον τρῖβε μεθ’ ὕδατος συμμέτρου παραχέων τι καὶ τοῦ ἐλαίου, εἶτα τὰς λεκίθους συλλέαινε, τὸ δὲ στέαρ ἐξινίσας τῆκε σὺν τῷ κηρῷ καὶ τῇ λειουμένῃ λιθαργύρῳ, συνεπιβαλὼν

3

.

25

.

3

καὶ τὸ λοιπὸν τοῦ ἐλαίου. ἡ χρῆσις τοῦ μὲν ἀνεθέντος σὺν ῥοδίνῳ

3

.

25

.

4

διὰ μότου ἐρεοῦ ἢ λινοῦ, ὡς ἂν ἁρμόττειν δοκῇ. ἀνωδύνου δ’ ὄντος τοῦ ἕλκους, παραπλεκέσθω σμύρνης, ἴρεως, ἀριστολοχίας ἀνὰ 𐆄 γ, ὃ

3

.

25

.

5

καὶ τοῖς ἀνελκώτοις ἁρμόττει. —Ἀδαμαντίου πρὸς φαγεδαινικὰ

3

.

25

.

6

ἕλκη. Χλωρὰν ἀλθαίαν ἢ ξηρὰν ἀναλαβὼν στέατι τραγείῳ χρῶ. εἰ δὲ πάνυ ὑγρὰ εἴη τὰ ἕλκη, προϋποθεὶς μότα ξηρὰ ἐπιτίθει τὸ στέαρ μετὰ τῆς ἀλθαίας. κέχρησο δὲ καὶ ταῖς ἀγωγαῖς τοῦ λε κεφαλαίου.

3

.

26

t

Πρὸς καρκίνους πάνυ πολλὴν καὶ νομώδη διάβρωσιν ἔχοντας. Οἵοις δὲ καρκίνοις πολλὴ καὶ νομώδης ἐστὶν ἡ διάβρωσις, θαυ‐

3

.

26

.

1

μαστὸν ὡς δραστηρίως βοηθεῖ τόδε. Οἴνου Ἀδριανοῦ καλοῦ ξ̸ κ, ῥοὸς βυρσοδεψικῆς 𐆃 α, κυπαρίσσου σφαιρίων 𐆃 α, κηκῖδος ὀμφακίτιδος

3

.

26

.

2

ἀτρήτου 𐆄 ϛ, κασίας σπουδαίας 𐆄 ϛ. θλασθέντα βρέχεται ἐφ’ ἡμέρας

3

.

26

.

3

δ καὶ ἕψεται, μέχρι ζέσῃ τρίτον ἢ τέταρτον. κινεῖν δὲ χρὴ σπάθῃ κυπαρισσίνῃ, εἶτα ταῦτα μὲν ἐκθλιφθέντα ἀναιρεῖται, εἶθ’ ἕψεται, ἕως

3

.

26

.

4

μέλιτος σύστασιν λάβῃ, καὶ τότε ἐν ὑελῷ ἀγγείῳ ἀποτίθεται. ἡ χρῆσις ἀκράτου μὲν ἐπὶ τῶν νεμομένων· εἰ δὲ παχύτερον εἴη ποτέ, ἀνυγραίνειν αὐτὸ οἴνῳ χρή, μάλιστα ἐπὶ γυναικῶν καὶ γυναικείου κόλπου. ἔστι δὲ

3

.

26

.

5

καὶ τῶν ὀδυνῶν παρηγορητικὸν γάλακτι ἀνιέμενον τοῦτο, καὶ τὰς ἄλλας νομὰς ἰᾶται θαυμαστῶς.

3

.

27

t

Πρὸς ἐντέρων ὀλισθήσεις.

3

.

27

.

1

Κυπαρίσσου σφαιρίων τῶν μικρῶν καὶ ἁπαλῶν, σιδίων ῥοιᾶς ἀνὰ

3

.

27

.

2

𐆄 γ, μέλανος οἴνου ὅσον ἐξαρκεῖ. ἕψε ἐπιβαλὼν τὸν οἶνον μέχρι παντελοῦς διαλύσεως, εἶτα μετεράσας εἰς θυίαν καὶ τρίψας ἐπιμελῶς
ἀναλάμβανε στέατι ὑείῳ παλαιῷ ὥστε ἐμπλάστρου ἔχειν πάχος, ἔπειτα ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει, προαναθλίψας τὸ ἔντερον· ἔξωθεν δὲ

3

.

27

.

3

τοῦ φαρμάκου μαλακὸν σπόγγον ἐπιτίθει. τὰς δὲ λύσεις ποιοῦ διὰ τριῶν ἢ τεσσάρων ἡμερῶν.

3

.

28

t

Ἀδαμαντίου πρὸς ἐντεροκηλικούς.

3

.

28

.

1

Κηκῖδας, ἅλικα, κνίδης ῥίζας ἴσα ἑψήσας οἴνῳ πρωτείῳ στύφοντι λείου, ἕως γένηται κηρωτῆς πάχος, καὶ κατάπλαττε κατὰ τοῦ περι‐ τοναίου, λύων δι’ ἡμερῶν ἑπτὰ ἕως ἀποθεραπείας· ἀνάσπα δὲ καὶ

3

.

28

.

2

προστύπου τὴν ὀλίσθησιν πρότερον. —Ἄλλο τοῦ αὐτο. Σταφίδων

3

.

28

.

3

ἐκγιγαρτισμένων 𐆃 α, κυμίνου χνοώδους 𐆄 ϛ, νίτρου 𐆄 γ. ὁμοίως χρῶ. εἰ δὲ δέοι διὰ τὰς ἀπὸ τῆς περισφίγξεως περιτάσεις χρίειν, κηρωτῇ

3

.

28

.

4

Σικυωνίᾳ μαστίχην Χίαν ἐπίπασσε. —Ἀδαμαντίου βρογχοκηλικόν. Κηκίδων 𐆄 α, λίθου πυρίτου 𐅻 γ, πυρέθρου 𐅻 β, νίτρου 𐅻 α, τερ‐ μινθίνης 𐅻 β, σιλφίου 𐅻 α, σανδαράκης 𐅻 β, κηροῦ 𐆄 γ, πίσσης 𐆄 γ,

3

.

28

.

5

ἀξουγγίου παλαιοῦ 𐆄 β, στυπτηρίας ὑγρᾶς 𐆄 α. τὰ ξηρὰ οἴνῳ ἀθαλάσσῳ καὶ

3

.

28

.

6

ἑψήματι λειώσας ἐπίβαλλε τὰ τηκτά. —Πρὸς βρογχοκήλας καὶ ὑγρο‐ κήλας. Βδέλλιον πτυάλῳ ἀσίτου δεύσας ὡς ἐμπλαστώδη σύστασιν ἔχειν

3

.

28

.

7

χρῶ. —Πρὸς ἐντεροκηλικούς. Κυπαρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ σφαιρία τὰ νέα καὶ ἁπαλά· λειώσας ἔμπλασσε καὶ

3

.

28

.

8

ἐπιδέσμει. τινὲς δ’ οἴνῳ ἑψήσαντες πρότερον τὰ αὐτὰ ποιοῦσιν. μάλιστα δὲ ποιεῖ τοῖς δι’ ὑγρότητα σώμασι χαλαροῖς. ξηραίνει γὰρ καὶ

3

.

28

.

9

τόνον ἐντίθησιν. —Πρὸς ὑγροκήλας. Σταφίδων χωρὶς τῶν γιγάρ‐ των 𐅻 η, ἄμεως 𐅻 κ, νίτρου ἐρυθροῦ 𐅻 ι, τερμινθίνης 𐅻 η, μέλιτος

3

.

28

.

10

παχυτέρου 𐅻 ιϛ. ἕψε τὸ μέλι καὶ τὴν ῥητίνην, ἕως ἐμπλαστῶδες γένηται, τὰ δὲ ξηρὰ χνοώδη τῇ σταφίδι λειοτάτῃ συλλειώσας ἐπίβαλλε τὸ μέλι, ἔπειτα μαλάξας καὶ ἑνώσας χρῶ, ἀναλαβὼν τὸν ὄσχεον

3

.

28

.

11

ταινιδίῳ. ἡσυχαζέτω δ’ ὁ πάσχων μὴ λουόμενος· τὰς δὲ λύσεις παρὰ
μίαν ποιοῦ, ἔπειτα σπόγγοις ἀποπυρία, καὶ πάλιν νεαρὸν ἐπιτίθει.

3

.

29

t

Ἀδαμαντίου πρὸς μελικηρίδας καὶ τὰ ὅμοια.

3

.

29

.

1

Κηροῦ 𐆄 β, τερεβινθίνης 𐆄 β, λεπίδος χαλκοῦ 𐆄 β, νίτρου 𐆄 α, θείου ἀπύρου 𐆄 α, καννάβεως ἀγρίας ῥίζης ξηρᾶς 𐅻 λε (εἰ δὲ μή, ἀριστολοχίας στρογγύλης τὸ αὐτό), κόπρου περιστερᾶς 𐅻 λε, ἐλαίου

3

.

29

.

2

παλαιοῦ 𐆃 α. ἐναφέψει τῷ ἐλαίῳ τὰς ῥίζας.

3

.

30

t

Ὁ κόραξ πρὸς νομάς.

3

.

30

.

1

Λιβάνου 𐆄 β, ἰοῦ 𐆄 δ, τερμινθίνης 𐆄 η, χαλκάνθου 𐅻 ιϛ, κηροῦ 𐆄 η, κηκῖδος 𐆄 η, ταυρείου στέατος 𐆄 η, μέλιτος 𐆄 η, 〈ἐλαίου μυρσίνου

3

.

30

.

2

𐆄 η,〉 ὄξους τὸ ἀρκοῦν πρὸς ἐκλείωσιν. μετὰ τὸ βληθῆναι τὰ ἄλλα ἐπεμβάλλεται ὁ λίβανος καὶ καταχεῖται κατὰ τοῦ κακκάβου.

3

.

31

t

Πρὸς βρογχοκήλας τὸ δι’ ἁλῶν,

3

.

31

.

1

ἐφ’ ὧν καὶ διαφορῆσαι δεῖ. Ἁλῶν κοινῶν πεφρυγμένων 𐆃 α

3

.

31

.

2

τέφρας πρασίων 𐆃 α, ψιμυθίου 𐆃 α, ἐλαίου παλαιοῦ 𐆃 α. ἕψε ἕως ἀμολύντου.

3

.

32

t

Πρὸς φλεγμονὰς ἕδρας.

3

.

32

.

1

Ὠοῦ ὀπτοῦ λέκιθος, ὀπίου ὀβολός, κρόκου ὀβολός, μέλιτος τὸ ἀρκοῦν.

3

.

33

t

Ἐντατικόν.

3

.

33

.

1

Σατυρίου 𐅻 β, εὐζώμου σπέρματος 𐅻 δ, πυρέθρου 𐅻 δ, κάγχρυος 𐅻 γ, αἰδοίου ἐλαφείου 𐅻 β, σκίγκου οὐρᾶς 𐅻 β, εὐφορβίου 𐅻 α, τερμινθίνης 𐆄 α, κηροῦ 𐅻 δ, ὠὰ στρουθῶν τρωγλιτῶν γ, ἀσκαλαβώτας

3

.

33

.

2

γ, ἐλαίου δᾳδίνου ἢ ἰρίνου 〈τὸ ἀρκοῦν〉. βρέχονται ζῶντες ἐν ὄξει οἱ ἀσκαλαβῶται ἕως ἡμερῶν μ, τεθέντος τοῦ ἀγγείου ἐν κοπρίᾳ καὶ
χωσθέντος.

3

.

34

t

Καταγματική.

3

.

34

.

1

Πίσσης Βρυττίας 𐆃 α 𐆄 δ, λιθαργύρου 𐆃 α 𐆄 δ, λιβάνου 𐆄 η, τερμινθίνης 𐆄 η, στέατος ταυρείου 𐆃 α 𐆄 δ χαλβάνης 𐆄 α, ὀποπάνακος

3

.

34

.

2

𐆄 α, κηροῦ 𐆄 δ, ἐλαίου παλαιοῦ 𐆃 α, ὄξους 𐆄 ε. —Πρὸς ἁπαλό‐

3

.

34

.

3

χρωτας καὶ δυσελκεῖς. Κηροῦ 𐆃 α, ῥοδίνου 𐆃 α, ψιμυθίου 𐆄 η, ἁλὸς ἀμμωνιακοῦ 𐆄 δ, λεπίδος Κυπρίας 𐆄 β, λιβανωτοῦ 𐆄 α, σχιστῆς

3

.

34

.

4

𐆄 α, ἰοῦ 𐆄 α, σιδίων 𐆄 α, ἀσβέστου 𐆄 α. —Ἄλλο ἀντὶ μὲν ἰοῦ ἔχον θείου τὸ διπλάσιον, ὁμοίως δὲ καὶ λεπίδος τὸ ἥμισυ.

3

.

35

t

Πρὸς φαγέδαιναν.

3

.

35

.

1

Ψιμυθίου 𐆄 β, θείου ἀπύρου 𐆄 β, λεπίδος 𐆄 α, ἰοῦ 𐆄 α, λιβάνου 𐆄 α, σιδίων 𐆄 α, ἁλὸς ἀμμωνιακοῦ 𐆄 β, στυπτηρίας σχιστῆς 𐆄 α,

3

.

35

.

2

ἀσβέστου 𐆄 α, κηροῦ 𐆃 α, ῥοδίνου 𐆃 α. τὸν κηρὸν καὶ τὸ ῥόδινον τήξας ψῦξον, τὰ λοιπὰ λείου, τὴν δὲ κηρωτὴν ζέσας πρόσβαλλε καὶ

3

.

35

.

3

πάλιν ἐπιμελῶς λείου. ἐν τῇ χρήσει πλάτυσμα ποιοῦ ἴσον τῇ ἑλκώσει, ἐπιτίθει δ’ ἐπάνω σπόγγον ἐξ ὕδατος ψυχροῦ καὶ ἐπίδει ἐπιτεταμένως

3

.

35

.

4

ἀλλάσσων τῷ φαρμάκῳ. —Ἀδαμαντίου πρὸς φαγεδαίνας καὶ παλαιὰ καὶ δυσεπούλωτα. Βολβοῦ σκίλλης ἑνὸς τὸ ἁπαλώτατον εἰς ἐλαίου ξ̸ α βαλὼν ἕψε, ἕως ἀποτριτωθῇ, καὶ τῷ ἐλαίῳ χρῶ περι‐

3

.

35

.

5

χρίων πτερῷ τὸ ἕλκος χωρὶς τοῦ διαμοτῶσαι. τὸ αὐτὸ καθαιρεῖ, σαρκοῖ, ἀπουλοῖ, τὸ δὲ μεῖζον, οὐδὲ μυῖα ἐπικαθέζεται τῷ ἕλκει

3

.

35

.

6

τούτου ἐπιχρισθέντος. —Ἄλλο τοῦ αὐτοῦ πρὸς φαγεδαινικὰ ἕλκη. Σταφυλίνου φύλλα λεῖα ἐπιτίθει μετὰ μέλιτος, κάλλιον μέν, εἰ

3

.

35

.

7

ἀγρίου, εἰ δὲ μή, ἡμέρου. —Ἄλλο πρὸς πάντα τὰ κακοήθη ἕλκη καὶ φαγεδαινικ. Ὀποῦ Κυρηναϊκοῦ, ὄνυχος ὄνου κεκαυμένου, καρ‐
κίνων ποταμίων κεκαυμένων ἀνὰ 𐆄 α, μολύβδου κεκαυμένου, σχίνου,

3

.

35

.

8

καδμείας, λιβάνου ἀνὰ 𐅻 𐅶. τὸν μὲν οὖν ὄνυχα λείου γάλακτι ὀνείῳ, τοὺς δὲ καρκίνους ὕδατι, τὸν δὲ μόλυβδον καὶ τὴν καδμείαν λείου μετ’ ὀξυρροδίνου ἰδίᾳ, εἶτα λειωθέντα ἐπιβαλὼν τὸν ὀπὸν καὶ τὸν λίβανον μετὰ μυρσίνου ἐλαίου ὀλίγου, μίξας ὁμοῦ πάντα καὶ
5ποιήσας ὡς ἀνακόλλημα, καταβρέχων ὀθόνιον ἐπιτίθει καὶ ξηραινό‐

3

.

35

.

9

μενον ἄλλασσε συνεχῶς μολυνόμενον μόνον τοῖς ἰχῶρσιν. —Πρὸς ἕλκη κακοήθη καὶ δυσεπούλωτα καὶ χρόνια καὶ σηπεδονώδη καὶ πλαδαρ. Λημνία σφραγὶς τὰ τοιαῦτα ἕλκη ὠφελεῖ μεγάλως προσκομιζομένη κατὰ σύστασιν πηλώδη· ἀλλ’ εἰ μὲν εἴη τὸ ἕλκος
5δυσῶδες καὶ πάνυ πλαδαρὸν καὶ ῥυπαρόν, ἄνιε αὐτὴν ὄξει δριμυτάτῳ, εἰ δὲ μή, δι’ οἴνου ἢ ὕδατος ἢ ὀξυκράτου ἢ ὀξυμέλιτος ἢ μελικράτου,

3

.

35

.

10

ἢ ὅπως ἂν ὑποφαίνῃ τὸ πρόσφορον τῆς χρήσεως. —Πρὸς ἕλκη καρκινώδη καὶ κακοήθη καὶ πρὸς τὰς ἐν αἰδοίοις καὶ ὄρχεσι καὶ ἕδρᾳ καὶ μαστοῖς φλεγμονάς, ἔτι δὲ ῥαγάδας, στολίδας, ἀναξέσεις ἕδρας. Ἐν μολυβδίνῃ θυίᾳ καὶ δοίδυκι μολυβδίνῳ τρίβων
5ποίει γλοιῶδες, τρῖβε δ’ ἢ ῥόδινον ἢ ἔλαιον ὀμφάκινον ἢ χυλὸν ἀειζῴου ἢ κοτυληδόνος ἢ θριδακίνης ἢ ψυλλίου ἢ ὄμφακος σταφυλῆς

3

.

35

.

11

καὶ περίχριε. —Ἄλλο. Κενταύριον τὸ μικρὸν πρόσφατον καταπλασσό‐ μενον τὰ δυσεπούλωτα ἐπουλοῖ καὶ τὰ κακοήθη τῶν ἑλκῶν ἰᾶται. —

3

.

35

.

12

Ἄλλο πρὸς τὰ κάθυγρα ἕλκη. Κυπαρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ σφαιρία τὰ νέα καὶ ἁπαλὰ τὰς ὑγρότητας τῶν πλαδαρῶν ἑλκῶν καὶ σηπεδονωδῶν ἀλύπως καὶ ἀσφαλῶς ἐκβόσκεται καταπλασσό‐

3

.

35

.

13

μενα ἢ καθ’ ἑαυτὰ ἢ οἴνῳ ἀποζεννύμενα. κέχρησο δὲ καὶ τῇ εἰρημένῃ

3

.

35

.

14

κατὰ τὸ κε καὶ κϛ κεφάλαιον ἀγωγῇ. —Ἄλλο πρὸς τὰ κάθυγρα ἕλκη. Κυπέρου ῥίζαι τὰ δι’ ὑγρότητα δυσεπούλωτα θαυμαστῶς

3

.

35

.

15

ὠφελοῦσιν. κολοκύνθης ξηρᾶς κεκαυμένης ἡ τέφρα τοῖς μὴ φλεγμαί‐ νουσι μέν, καθύγροις δὲ καὶ σηπομένοις ἁρμόζει, καὶ μάλιστα τοῖς ἐν

3

.

35

16,17

πόσθῃ αἰδοίου. τὸ δ’ αὐτὸ ποιεῖ καὶ ἀνήθου ῥίζης ἡ τέφρα. —Πρὸς

3

.

35

.

17

(2)

ἕλκη κακοήθη καὶ ῥευματιζόμενα καὶ σηπεδονώδη. Ἀρνό‐

3

.

35

.

18

γλωσσον κατάπλασσε χλωρὸν ἢ κόψας ξηρὸν ἐπίπασσε. —Ἄλλο πρὸς τὰ αὐτ. Ἰσάτις ἥμερος δραστικῶς ἀνθίσταται τοῖς τοιούτοις ἕλκεσι

3

.

35

.

19

σηπομένοις καὶ ἀναβιβρωσκομένοις. εἰ δ’ ἰσχυροτέρα φαίνοιτο ἡ ἰσάτις τῆς τοῦ κάμνοντος ἕξεως, μιγνύναι χρὴ τοῖς φύλλοις αὐτῆς ἢ ἄρτον

3

.

35

.

20

ἢ κρίθινον ἢ πύρινον ἄλευρον ἢ ἄλφιτα. —Πρὸς τὰ Χειρώνεια

3

.

35

.

21

ἕλκη. Λεπίδος χαλκοῦ 𐅻 ι, κηροῦ 𐅻 ι, στυπτηρίας σχιστῆς 𐅻 β. τὸν κηρὸν θερμάνας καὶ μαλάξας ἀνάμιξον τὰ ξηρὰ καὶ ἀνάλαβε λειότατα

3

.

35

.

22

καὶ εἰς ὀθόνιον ἐμπλάσας ἐπιτίθει. —Πρὸς ἕλκη θηριώδη. Σίδιον

3

.

35

.

23

καύσας λεῖον ἐπίπασσε ἢ αὐτὸ λειώσας ἐπιτίθει· ἢ στυπτηρίαν σχιστὴν

3

.

35

.

24

κεκαυμένην λείαν ἐπίπασσε. —Ἄλλο πρὸς τὰ αὐτ. Ὑσσώπου 𐅻 δ,

3

.

35

.

25

σταφίδων 𐅻 δ, νίτρου 𐅻 β. λεῖα ποιήσας ἐπίπαττε προϋποχρίσας

3

.

35

.

26

μέλιτι τὸ ἕλκος. —Πρὸς ἕλκη σηπεδονώδη καὶ νεμόμενα χαλκῖτις, ἀρσενικόν, τίτανος ἢ καθ’ ἑαυτὰ ἢ ἅμα ἐπιπασσόμενα ποιεῖ.

3

.

35

.

27

ἢ πράσιον ἑφθὸν γενόμενον ἐν οἴνῳ κατάπλασσε, ἢ ὄροβον λεῖον μετὰ μέλιτος ἐπιτίθει, ἢ ἐλαίας φύλλοις ἁπαλοῖς ἑφθοῖς ἐν οἴνῳ

3

.

35

.

28

λειώσας ὡσαύτως χρῶ· κατάντλει δ’ ὕδατι θαλαττίῳ θερμῷ. —Πρὸς σκώληκας τοὺς ἐν ἕλκεσι τοῖς σηπεδονώδεσι γινομένους. Χυλὸν καλαμίνθης ἔγχει ἢ αὐτὴν τὴν καλαμίνθην χλωρὰν λειώσας

3

.

35

.

29

κατάπλασσε. —Πρὸς χρονίας καὶ δυσσαρκώτους καὶ συριγ‐ γώδεις κοιλότητας ἑλκῶν ἐκ ῥευμάτων. Ὀστρείων ὀστᾶ καύσας

3

.

35

.

30

λειώσας ἐπίπαττε. πευκεδάνου ῥίζα ἐπιπάττεται ξηρὰ γενομένη χνοώδης·

3

.

35

.

31

αὕτη γὰρ ἐκκαθαίρει καὶ σαρκοῖ καὶ ἐπουλοῖ. —Πρὸς ἕλκη πλα‐ δαρ. Ἔρια κεκαυμένα λεῖα ἐπιπαττόμενα τὰς πλαδαρὰς σάρκας ἐπὶ

3

.

35

.

32

τῶν ἑλκῶν ἀποτήκει τάχιστα. πλατάνου φλοιὸς καυθεὶς καὶ λεῖος ἐπι‐ παττόμενος τὰ δι’ ὑγρότητα πολλὴν ἕλκη πλαδαρὰ καὶ ῥυπαρὰ ἰᾶται.

3

.

35

.

33

Πρὸς ἕλκη δυσεπούλωτα. Ἀλόη τὰ δυσεπούλωτα τῶν ἑλκῶν ἰᾶται τὰ καθ’ ἕδραν καὶ αἰδοῖον μάλιστα, ὠφελεῖ δὲ καὶ τὰς φλεγμονὰς

3

.

35

.

34

αὐτῶν ὕδατι διεθεῖσα. —Πρὸς ἕλκη παλαι. Τὰ παλαιὰ ἕλκη ἰᾶται κηρὸς ἐν ἡλίῳ μαλαχθεὶς καὶ ἀναλαβὼν λεπίδα χαλκοῦ χνοώδη ὡς

3

.

35

.

35

ἔνι μάλιστα πλείστην ἢ χρυσοκόλλαν. δεῖ δ’ εἰς ὀθόνην ἐμπλάσσοντα
τιθέναι καὶ μὴ ἀφαιρεῖν συνεχῶς.

3

.

36

t

Πρὸς στίγματα καὶ οὐλάς.

3

.

36

.

1

Κηκῖδος ὀμφακίτιδος, μελαντηρίας, ἔτι δὲ σιδίων ῥοιᾶς χυλίζοντας παραχεῖν ἀμπελοπράσων χλωρῶν χυλόν, ἕως ἂν ἁπαλωτάτης κηρωτῆς σχῇ πάχος· ἐκνιτρώσαντες δὲ καὶ ἀποσμήξαντες τὸ πρόσωπον, ἢ καὶ

3

.

36

.

2

ὅ τι τοῦ σώματος μέρος ἐγράφομεν ... ταυτί μοι τὰ στίγματα σεύτλου ἀφεψήματι νίτρῳ τε ὀπτῷ καὶ ὀροβίνῳ σμήγματι ἀπορρύ‐ πτεται· ἢν δὲ τῷ μέλανι τῷδε, ἐν ᾧ στίζονται, ἄνθος χαλκοῦ μίξῃ τις, ἀεὶ διαρκέσει· ἐξαλείψεις δὲ τὰ στίγματα καὶ τὰς οὐλὰς ἐκνιτρώσας

3

.

36

.

3

τὸν τόπον. καταπλάσσων τὰ στίγματα ἐφ’ ἡμέρας πέντε ῥητίνῃ, τῇ δ’ ἑξῆς ἐκλύσας, βελόνης κατακέντησον στιγμαῖς πυκνοτάταις ὡς ἀμύξαι συμμέτρως τοὺς τόπους· ἀμύξας δὲ τὸ αἷμα τρῖψον καὶ διαλιπὼν ὅσον ἡμιώριον, εἶτα σπογγίσας ἐντίθει τὸ φάρμακον ἐφ’ ἑκάστου τῶν
5στιγμάτων· τῇ τριταίᾳ δὲ πάλιν αὐτὸ λύσας τῶν ἐπιδέσμων ἐλευθέρου.

3

.

36

.

4

διὰ μὲν οὖν τὴν τοῦ φαρμάκου χρῆσιν μελανία τις ὀλιγοχρόνιος ἐπι‐ γενήσεται, οὔτε δ’ ἕλκος οὔτε οὐλή τις, καὶ τὸ μελανθὲν ἀφανισθή‐

3

.

36

.

5

σεται ἐν οὐδὲ ὅλαις ἡμέραις εἴκοσιν. τὴν δὲ τοῦ φαρμάκου σύνθεσιν οὕτω ποίει· κηροῦ, νίτρου, ἀφρονίτρου, ἀσβέστου κονίας, λιβανωτοῦ ἴσα τρίψας ἐπίχει μέλιτος ἑνὸς τῶν προειρημένων τὸ διπλάσιον, δηλαδὴ συντηκομένου τοῦδε τῷ κηρῷ.

3

.

37

t

Πρὸς ὄνυχας ψωρώδεις.

3

.

37

.

1

Ἰξοῦ δρυΐνου 𐆄 β, τηλίνου ἀλεύρου 𐆄 β, θαψίας χυλοῦ 𐆄 β, κανθαρίδων 𐆄 α, σανδαράκης 𐆄 β, ὄξους τὸ ἀρκοῦν.

3

.

38

t

Ἡ δι’ ἁλῶν ποιοῦσα πρὸς ἀποστήματα, χοιράδας καὶ πάντα ὅσα σιδήρου χρῄζει.

3

.

38

.

1

Ἅλατος ἀμμωνιακοῦ, μολυβδαίνης, ἐλαίου, κονίας κληματίνης στακτῆς

3

.

38

.

2

ἀνὰ 𐆃 α, περιστερῶν κόπρου 𐆄 γ. βαλὼν εἰς θυίαν τὸ ἅλας καὶ τὴν κονίαν λείου, ἕως λυθῇ τὸ ἅλας, εἶτ’ ἐπίβαλλε μολύβδαιναν, ἔλαιον καὶ τὴν κόπρον καὶ συλλειώσας παντελῶς, ἕως γλοιοῦ γένηται πάχος, καὶ βαλὼν εἰς κάκκαβον ἕψε μαλθακῷ πυρί, ἕως ἀμόλυντον γένηται,
5καὶ ἀναλαβὼν χρῶ.

3

.

39

t

Πρὸς ἡλκωμένους καρκίνους πρᾳότατον.

3

.

39

.

1

Λιθαργύρου, κηροῦ, στέατος χοιρείου ἀνὰ 𐆃 α, λεκίθους ὠῶν

3

.

39

.

2

ὀπτῶν ι, ἐλαίου 𐆂υ η. τὴν λιθάργυρον τρῖβε μεθ’ ὕδατος συμμέτρου παραχέων τι καὶ τοῦ ἐλαίου, εἶτα τὰς λεκίθους συλλέαινε, τὸ δὲ στέαρ ἐξυμενίσας τῆκε σὺν τῷ κηρῷ, λειουμένῃ τῇ λιθαργύρῳ προσεπιβαλὼν

3

.

39

.

3

τὸ λοιπὸν τοῦ ἐλαίου. ἡ χρῆσις τοῦ μὲν ἀνεθέντος ῥοδίνου διὰ μότου

3

.

39

.

4

ἐρεοῦ ἢ πεσσοῦ τοῦ δι’ ἐρίου ὡς ἂν ἁρμόττῃ. ἀνωδύνου δ’ ὄντος τοῦ ἕλκους, παραπλεκέσθω σμύρνης, ἴρεως, ἀριστολοχίας ἀνὰ 𐅻 γ, ὃ καὶ

3

.

39

.

5

τοῖς ἀνελκώτοις ἁρμόττει. οἷς δὲ πολλὴ καὶ νομώδης ἐστὶν ἡ διά‐ βρωσις, θαυμαστὸν ὡς δραστηρίως βοηθεῖ τόδε· Ἀδριανοῦ καλουμένου ξ̸ κ, ῥοὸς βυρσοδεψικῆς, κυπαρίσσου σφαιρίων 𐆃 α, κηκῖδος ὀμφακί‐

3

.

39

.

6

τιδος ἀτρήτου 𐆄 ϛ, κασίας σποδοῦ 𐆄 ϛ. τὰ σφαιρία θλασθέντα βρέχεται ἐφ’ ἡμέρας δ καὶ ἕψεται, ἄχρι ζέσῃ τρίτον ἢ τέταρτον, κινοῦντος

3

.

39

.

7

σπάθῃ κυπαρισσίνῃ· εἶτα ταῦτα μὲν ἐκθλιφθέντα ἀναιρεῖται, ἕψεται δέ,

3

.

39

.

8

ἕως μέλιτος σύστασιν λάβῃ, καὶ ἐν ὑελῷ ἀγγείῳ ἀποτίθεται. ἡ χρῆσις ἀκράτου μὲν ἐπὶ τῶν νεμομένων· εἰ δὲ παχύτερον εἴη ποτέ, ἀνυγραίνειν

3

.

39

.

9

αὐτὸ οἴνῳ χρή, μάλιστα ἐπὶ γυναικείου κόλπου. ἔστι δὲ καὶ τῶν ὀδυνῶν παρηγορητικὸν γάλακτι ἐνιέμενον τοῦτο, καὶ τὰς ἄλλας νομὰς ἰᾶται θαυμαστῶς.

3

.

40

t

Κηρωταὶ καὶ ἐμβροχαί. Κηρωτὴ ποιοῦσα πρὸς παρωτίδας καὶ φύματα πάντα καὶ δοθιῆνας.

3

.

40

1,2

Ἐλαίου, κηροῦ, σάπωνος, στακτῆς, νίτρου ἀνὰ 𐆃 α. τῆκε τὸν κηρὸν ἐν

3

.

40

.

2

(2)

τῷ ἐλαίῳ· λελειώσθω δ’ ὁ σάπων μετὰ τῆς στακτῆς ἐν θυίᾳ, εἶτα τὸ νίτρον εἰς τὴν θυίαν βαλέσθω, καὶ τὰ ἐν τῇ θυίᾳ βαλὼν εἰς κακκάβην ἐπιτίθει ταύτην.

3

.

41

t

Πρὸς βουβωνοκηλικούς.

3

.

41

.

1

Ταυροκόλλης, σιδίων ἀνὰ 𐅻 α, λιβάνου, ὑποκιστίδος χυλοῦ ἀνὰ

3

.

41

.

2

𐆄 α. ἀναλάμβανε γλυκεῖ.

3

.

42

t

Κηρωτὴ ἄλλη διὰ τεσσάρων.

3

.

42

1,2

Κηροῦ, ταυρείου, φρυκτῆς, ἀξουγγίου ἴσα. —Ὁ Ἀζανίτης. Κηροῦ,

3

.

42

.

2

(2)

πιτυΐνης, ὑσσώπου, χοιρείου στέατος, φρυκτῆς ἀνὰ 𐆃 α, ταυρείου 𐆄 ϛ,
πίσσης 𐆄 ϛ.

3

.

43

t

Χαλαστικόν.

3

.

43

.

1

Κηροῦ, φρυκτῆς, πιτυΐνης, στέατος χοιρείου ἀνὰ 𐆃 α, πίσσης, ὑσσώπου, μυελοῦ ἐλαφείου ἀνὰ 𐆄 γ.

3

.

44

t

Ὑποχονδριακὴ ἀνηθίνη.

3

.

44

.

1

Ἐλαίου 𐆃 β, θαλάσσης 𐆃 α, ἀνήθου 𐆄 ϛ, σκίλλης 𐆄 δ, στέατος προσφάτου 𐆃 α, κηροῦ 𐆃 α.

3

.

45

t

Ἐπὶ καυσουμένων.

3

.

45

.

1

Ἐπὶ δὲ καυσουμένων καὶ ἐπὶ καταγμάτων ὕδατος ποτίμου ἀντὶ ἅλμης καὶ ἀγχούσης 〈𐆄 α〉.

3

.

46

t

Πρὸς ἐρυσιπέλατα ἐπίχριστον.

3

.

46

.

1

Ψιμυθίου 𐅻 η, θείου ἀπύρου 𐅻 β, ὀπίου 𐅻 δ, ὄξους τὸ ἀρκοῦν.

3

.

47

t

Ἐπιβροχὴ κεφαλῆς.

3

.

47

.

1

Ναρδίνου μύρου 𐆄 η, ἰρίνου 𐆄 η, ὀποβαλσάμου 𐆄 β, στακτῆς 𐆄 β, κεδρίας Λακωνικῆς 𐆄 β.

3

.

48

t

Ἄλλη ἐπὶ κρουσμάτων καὶ πληγῶν ὥστε ἀφλέγμαντα μεῖναι.

3

.

48

.

1

Ἐλαίου μέρη δ, ὄξους μέρος α, ξύλα ἀνήθου δέσμην, ὥστε κινεῖν ἑψόμενον ἐν θερμοσποδιᾷ, ἕως ἀφεψηθῇ τὸ ὄξος, εἶτ’ ἐπίβαλλε κηροῦ, ἕως γλοιῶδες γένηται.

3

.

49

t

Πρὸς καρδιακούς.

3

.

49

.

1

Κηρὸν τήξας μετ’ οἰνανθίνου πρόσβαλλε ῥοῦν Συριακὸν καὶ χρῖε ὅλον.

3

.

50

t

Πρὸς ποδαγρούς.

3

.

50

.

1

Παλαιότατον ἔλαιον ἕψε, ἕως οὗ σύστασιν λάβῃ ἐμπλαστώδη, καὶ ἐπιπάσας λειότατον νίτρον καὶ ἀναλαβὼν χρῶ ἐμπλάσας εἰς ὀθόνην.

3

.

51

t

Ἡ χεὶρ τὸ κηρωτεῖον.

3

.

51

.

1

Κηροῦ 𐆄 ε, ταυρείου 𐆄 δ, βουτύρου 𐆄 γ, ὑσσώπου 𐆄 β, τερμινθίνης

3

.

51

.

2

𐆄 α. τῆκε.

3

.

52

t

Ἐπιβροχὴ κεφαλῆς,

3

.

52

.

1

ᾗ ἐχρησάμεθα. Ἰρίνου 𐆄 ε, νάρδου 𐆄 δ, ὀποβαλσάμου 𐆄 β, δαφνίνου 𐆄 β, στακτῆς 𐆄 β.

3

.

53

t

Πρὸς ἑρπηστικὰ ἕλκη καὶ ἐρυσίπελας.

3

.

53

1,2

Ἡδυόσμου, θείου, ψιμυθίου, ἀκακίας ἴσα. γλυκεῖ ἀναλάμβανε· ἐπὶ

3

.

53

.

3

δὲ τῆς χρείας ὄξει χρῶ. τοῦτο ἐσκεύασα πολλάκις.

3

.

54

t

Πρὸς ἀχῶρας.

3

.

54

1,2

Λιθαργύρου 𐅻 κ, ἀσβέστου 𐅻 κ, ὄξους 𐆂ο α. ἐκλειώσας τῷ ὄξει

3

.

54

.

2

(2)

ἐπιμελῶς ἐπίβαλλε 𐆄 α ἐλαίου καὶ ἀναλαβὼν χρῶ.

3

.

55

t

Χρῖσμα πρὸς νευρικὰς συμπαθείας.

3

.

55

.

1

Ἐλαίου τηλίνου 𐆃 β, κηροῦ 𐆄 δ, τερμινθίνης 𐆄 γ, ὑσσώπου 𐆄 γ.

3

.

56

t

Μάλαγμα Μνασέου.

3

.

56

.

1

Ἐλαίου 𐆃 α, κηροῦ 𐆃 α, λιθαργύρου 𐆃 γ, στέατος ὑείου 𐆃 α, φρυκτῆς 𐆄 ϛ.

3

.

57

t

Τὸ Ἀμυθάωνος πρὸς τὰς τῶν ὑποχονδρίων διαθέσεις. Λύει πᾶσαν σκληρίαν, ποιεῖ καὶ πρὸς τὰ δυσκίνητα τῶν ἄρθρων.

3

.

57

.

1

Ἀμμωνιακοῦ θυμιάματος 𐆄 λϛ, κηροῦ 𐆄 λϛ, τερμινθίνης, βδελλίου,

3

.

57

.

2

χαλβάνης ἀνὰ 𐆄 η, λιβάνου, σμύρνης, κυπρίνου ἀνὰ 𐆄 δ. βρέχεται σμύρνα, λιβανωτός, βδέλλιον οἴνῳ, τὸ δ’ ἀμμωνιακὸν ὄξει διαλύεται, πάντα δὲ κόπτεται, τοῦ ὑπέρου χριομένου τῷ κυπρίνῳ μέχρι παντελοῦς διαλύσεως.

3

.

58

t

Τὸ διὰ σπερμάτων πρὸς τὰ ἐντὸς πάντα.

3

.

58

.

1

Ἀμμωνιακοῦ 𐅻 η, τήλεως, πάνακος, ἴρεως, νίτρου, στέατος ταυρείου τεθεραπευμένου ἀνὰ 𐅻 κε, μέλιτος 𐅻 η 𐅶, ὄξους 𐆂ο α, κυπρί‐
νου ὀλίγον.

3

.

59

t

Τὸ διὰ πτισάνης.

3

.

59

.

1

Τήλεως, λινοσπέρμου, πτισάνης ἀνὰ 𐆂ο λ, μελιλώτου 𐆄 β,

3

.

59

.

2

ἀναδενδρομαλάχης ἐβίσκου 〈𐆃 β〉. τούτων ἑψηθεισῶν ἐν ὕδατι ἀπὸ τοῦ χυλοῦ 𐆃 γ, ἐλαίου παλαιοῦ 𐆃 γ, πάλιν ἕψε, ἕως λειφθῇ τὸ ἔλαιον, καὶ πρόσβαλλε τῷ ἐλαίῳ ταυρείου 𐆄 ϛ, φρυκτῆς 𐆄 ϛ, κηροῦ 𐆃 δ 𐅶, χαλβάνης 𐆄 α.

3

.

60

t

Ληξιπύρετον.

3

.

60

.

1

Κηροῦ 𐆄 ϛ, στέατος ταυρείου νεαροῦ 𐆄 γ, ῥοδίνου 𐆄 ιβ, λινο‐

3

.

60

.

2

σπέρμου χυλοῦ ὅσον ἂν ἐπιδέχηται. τὰ τηκτὰ τῆκε καὶ κατέρα καὶ κίνει τῇ χειρὶ καὶ ἐπίβαλλε κατὰ βραχὺ τοῦ χυλοῦ, τὸν δὲ χυλὸν οὕτω ποίει.

3

.

60

.

3

τὸ λινόσπερμον πλῦνε ἐπιμελῶς καὶ λαβὼν ὕδατος ξ̸ γ εἰς μίαν

3

.

60

.

4

λινοσπέρμου ζέσον δίς, καὶ οὕτω χρῶ. ποιεῖ πρὸς καυσουμένους ἔτι τε καὶ διψώδεις ὄντας καὶ πρὸς φλεγμονὰς ἥπατος καὶ σπληνός.

3

.

61

t

Μάλαγμα τὸ διὰ τήλεως.

3

.

61

.

1

Κηροῦ 𐆄 η, τερμινθίνης 𐆄 ϛ, ὑσσώπου 𐆄 δ, τηλίνου ἀλεύρου 𐆃 α 𐆄 δ, ἐνίοτε δὲ καὶ φρυκτῆς 𐆃 α.

3

.

62

t

Ἐπίθεμα στομάχου πολύχρηστον.

3

.

62

.

1

Κηροῦ 𐆃 α, νάρδου 𐆃 α, ἀλόης, μαστίχης, ἀψινθίου ἀνὰ 𐆄 δ, κασίας, στύρακος, σχοίνου ἄνθους ἀνὰ 𐆄 γ.

3

.

63

t

Ἡ τοῦ κουρέως πρὸς σπληνικούς, ἡπατικούς, ἰσχια‐ δικούς.

3

.

63

.

1

Πίσσης ξηρᾶς 𐆃 δ, κηροῦ, πιτυΐνης, ἀμμωνιακοῦ, δαφνίδων, στέατος ταυρείου ἀνὰ 𐆃 β, νίτρου ἐρυθροῦ 𐆃 β, ἀλεύρου τηλίνου ξ̸ α, χαμαιλέοντος μέλανος τῆς ῥίζης λειοτάτης ξ̸ α, κυμίνου λειοτάτου
ξ̸ α 𐅶.

3

.

64

t

Τὸ διὰ ψιχῶν πρὸς πᾶσαν σκληρίαν.

3

.

64

.

1

Χυλοῦ τήλεως, λινοσπέρμου, ἀλθαίας ἀνὰ 𐆃 α, τερμινθίνης 𐆃 α, λιθαργύρου 𐆃 β, ψιχῶν 𐆃 γ, φρυκτῆς 𐆃 β, ἐλαίου 𐆃 α, ἴρεως, ἰοῦ, ἀριστολοχίας στρογγύλης ἀνὰ 𐆄 β, μελιλώτου, μάννης, ἁλὸς ἄνθους ἀνὰ 𐆄 γ.

3

.

65

t

Ἡ διὰ φοινίκων.

3

.

65

.

1

Τήλεως, λινοσπέρμου ἀνὰ 𐆃 α, μελιλώτου, χαμαιμήλου ἀνὰ 𐆄 γ, φοινίκων 𐆃 β, οἴνου εὐώδους ξ̸ η, ὕδατος 𐆃 α, ἄρτου καθαροῦ 𐆃 β, λιθαργύρου 𐆃 β, ψιμυθίου 𐆃 β, ἐλαίου 𐆃 ε, κηροῦ 𐆃 α, κολοφωνίας 𐆃 α,

3

.

65

.

2

τερμινθίνης 𐆃 α. ἕψε ἕως ἀμολύντου.

3

.

66

t

Ἐπίθεμα στομαχικοῖς, ἡπατικοῖς καὶ πρὸς τὰς τῶν ὑποχονδρίων φλεγμονὰς καὶ πρὸς πᾶσαν νευρικὴν συμπά‐ θειαν.

3

.

66

.

1

Κηροῦ 𐅻 ρ, ἀμμωνιακοῦ 𐅻 ρ, μελιλώτου 𐅻 ιβ, κρόκου 𐅻 ιβ, σμύρνης 𐅻 ιβ, ἐλαίου κυπρίνου 𐆃 α.

3

.

67

t

Ἄλλο βασιλικὸν ἐπιγραφόμενον.

3

.

67

.

1

Ποιεῖ πρὸς τὰς εἰρημένας διαθέσεις καὶ πᾶσαν νευρικὴν συμπά‐ θειαν. Κηροῦ μναῖ γ, ἀμμωνιακοῦ μναῖ β, ῥητίνης φρυκτῆς μνᾶ α, μελιλώτου μνᾶς ἥμισυ, προπόλεως, σμύρνης, στύρακος, νάρδου Κελτικῆς, κυπέρου Ἰνδικῆς, ἴρεως Ἰλλυρικῆς, καρδαμώμου, πάνακος ἀνὰ 𐅻 κε,
5κρόκου 𐅻 κ, κασίας, μαστίχης Χίας, ὀποβαλσάμου, ἀμώμου ἀνὰ 𐅻 ιϛ, οἴνου Ἰταλικοῦ εὐώδους ὅσον ἐξαρκεῖ, νάρδου Ἀσιανῆς ἀρωματικῆς

3

.

67

.

2

𐆃 α. τὰ ξηρὰ φυράσας οἴνῳ σκεύαζε κατὰ τρόπον.

3

.

68

t

Κυφοειδὴς πρὸς ἡπατικοὺς καὶ πρὸς τὰ ἐν θώρακι πάντα.

3

.

68

.

1

Σταφίδων σαρκὸς 𐅻 κε (οἱ δὲ 𐅻 ρ), κρόκου 𐅻 α (οἱ δὲ τριώ‐
βολον), καλάμου 𐅻 β, βδελλίου 𐅻 β, κινναμώμου τριώβολον, κασίας τριώβολον, νάρδου τριώβολον, σχίνου 𐅻 β, σμύρνης 𐅻 δ, τερμινθίνης 𐅻 δ (οἱ δὲ 𐅻 ιϛ), ἀσπαλάθου ῥινήματος ὀβολοὶ ιβ, μέλιτος 𐅻 ιϛ, οἴνου

3

.

68

.

2

τὸ ἀρκοῦν. δύναται δὲ καὶ θυμιᾶσθαι τὸ φάρμακον.

3

.

69

t

Τὸ διὰ τῆς οἰνάνθης ἐπίθεμα πρακτικῶς ἐνεργοῦν πρὸς τὰς τοῦ στομάχου ἀνορεξίας καὶ καῦμα καὶ

3

.

69

.

1

ἔκλυσιν. Οἰνάνθης ξηρᾶς, κηκῖδος, ἀκακίας, ῥόδων ξηρῶν, ὀμφακίου, στυπτηρίας στρογγύλης, ἀλόης ἀνὰ 𐆄 β, ἐλαίου μυρσίνου, κηροῦ, πίσσης

3

.

69

.

2

ἀνὰ 𐆄 α, ῥοὸς Συριακῆς 𐆄 δ. οἴνῳ Ἀμιναίῳ κατάρραινε τὰ ξηρά.

3

.

70

t

Ἐκ τῶν Γαληνοῦ πρὸς φλεγμονὰς τὰς ἐν τῷ στόματι τῆς γαστρός.

3

.

70

.

1

Κηροῦ Ποντικοῦ ἢ Τυρρηνικοῦ ἢ τοῦ τυχόντος πλυθέντος χειμῶνος

3

.

70

.

2

μὲν 𐅻 η, θέρους δὲ 𐅻 ζ, νάρδου μύρου 𐆄 α. τηκέσθω ὁ κηρὸς ἐν διπλώματι, κἄπειτα ξυσθεῖσαν τὴν κηρωτὴν μίγνυε ἐκλελειωμένῃ ἀκριβῶς

3

.

70

.

3

ἀλόῃ καὶ μαστίχῃ ἀνὰ 𐅻 α. εἰ δὲ πλείονος δέοιτο στύψεως ἀτονίας οὔσης ὡς μηδὲ τῶν τροφῶν κρατεῖν, προσμιγνύσθω καὶ ὀμφακίου 𐆃 α·

3

.

70

.

4

μιγνύσθω δὲ πρῶτον τὸ ὀμφάκιον, εἶθ’ οὕτως τὰ ἄλλα. μίγνυε δ’ ἐνίοτε καὶ ἀψινθίου χυλὸν καί ποτε καὶ ἀμφότερα, ὥσπερ γε καὶ

3

.

70

.

5

ὑποκιστίδος ἢ οἰνάνθης, καὶ μέντοι καὶ ῥοῦ χυλόν. παραύξειν δ’ ἀεὶ χρὴ τῆς ναρδίνης κηρωτῆς τὸ πλῆθος ἀνάλογον τῷ τῶν ἄλλων φαρμάκων ἀριθμῷ.

3

.

71

t

Μάλαγμα σπληνικὸν λίαν γενναῖον.

3

.

71

.

1

Μυροβαλάνου ἀλεύρου 𐆄 γ, νίτρου 𐆄 δ, κηροῦ 𐅻 ϛ, τερεβινθίνης

3

.

71

.

2

𐅻 η, ὄξους τὸ αὔταρκες. τοῦτο ὑπεκτήκει.

3

.

72

t

Μάλαγμα τὸ διὰ δαφνίδων σπληνικοῖς, ὑδρωπικοῖς.

3

.

72

.

1

Διαλύει πᾶσαν σκληρίαν, ἀναπίνει τὰς ἐν βάθει ἀποστάσεις. Κηροῦ, πιτυΐνης, πίσσης Βρυττίας ξηρᾶς, νίτρου ἐρυθροῦ, δαφνίδων ξηρῶν, ἀμμωνιακοῦ θυμιάματος, στέατος μοσχείου κατειργασμένου ἀνὰ 𐆃 α.

3

.

72

.

2

τὰ τηκτὰ τήκεται καὶ τοῖς ξηροῖς ἐπιβάλλεται καὶ ἀνακόπτεται.

3

.

73

t

Μάλαγμα τὸ Ἀπολλοφάνους.

3

.

73

.

1

Κηροῦ, ἀμμωνιακοῦ θυμιάματος, βδελλίου, ἴρεως Ἰλλυρικῆς ἀνὰ

3

.

73

.

2

𐅻 η, ῥητίνης τερμινθίνης, μάννης λιβάνου ἀνὰ 𐅻 μ. ἰρίνῳ κόπτεται.

3

.

74

t

Πρὸς ἰσχιαδικούς.

3

.

74

.

1

Πηγάνου ἀγρίου σπέρματος, σιλφίου, δαφνίδων, ἀφρονίτρου, ἀβροτόνου, κολοκυνθίδος, καρδαμώμου, ἄμεως ἀνὰ 𐅻 δ, πηγάνου χλωροῦ μνᾶς ὄγδοον, κηροῦ τὸ αὐτό, πίσσης τὸ αὐτό, τερμινθίνης τὸ αὐτό, ἀμμωνιακοῦ τὸ αὐτό, στέατος τὸ αὐτό, χαλβάνης 𐅻 ϛ, ὀποπά‐

3

.

74

.

2

νακος 𐅻 δ, θείου ἀπύρου 𐅻 δ. τοῦτο τὸ φάρμακον ἰσχυρῶς ἐστι θερμαντικὸν καὶ ἕλκειν δύναται τοὺς ἐν βάθει λυποῦντας χυμούς.

3

.

75

t

Ἐκ τῶν Φιλουμένου τὸ Μνασέου κλειδίον.

3

.

75

.

1

Κηκῖδος ὀμφακίτιδος, ὑποκιστίδος, στυπτηρίας στρογγύλης, ἀκακίας, ῥοῦ τοῦ ἐπὶ τὰ ὄψα, σιδίων ξηρῶν, σελίνου σπέρματος ἀνὰ 𐆄 α, ἰξοῦ δρυΐνου 𐅻 δ, ἀμμωνιακοῦ 𐅻 δ, πίσσης ξηρᾶς 𐅻 β, κηροῦ 𐅻 δ, ἐλαίου

3

.

75

.

2

μυρσίνου ἢ σχινίνου 𐆄 δ. δεῖ δὲ τὰς κηκῖδας καὶ τὰ σίδια ἕψειν οἴνου 𐆂υ θ, μέχρι λειφθῇ τὸ τρίτον μέρος, εἶτα κόψαι καὶ σῆσαι πρὸς τὰ λοιπὰ σὺν τῷ οἴνῳ, τὸ δ’ ἀμμωνιακὸν ὄξει λειαίνειν μέχρι μελιτώ‐ δους συστάσεως, τὸν ἰξὸν δὲ μετὰ βραχέος ἐλαίου μαλάσσειν, εἶτα τὴν
5πίσσαν ἅμα καὶ τὸν κηρὸν συντετηκότα μετὰ τοῦ ὑπολειπομένου ἐλαίου
ἐπιχεῖν πᾶσι καὶ λεαίνειν, ἔπειτα κόπτειν ἐν ὅλμῳ, μέχρις ἑνωθῇ.

3

.

76

t

Ἐκ τῶν Γαληνοῦ ἐπίρριμμα ψῦχον.

3

.

76

.

1

Ἐκθλίψαντες ὑγρὸν ψύχοντός τινος, οἷον θρίδακος ἢ στρύχνου ἢ ὀξαλίδος, ἐμβάλλομεν μετ’ ἀνδράχνης, εἶτα κόψαντες ἐκπιέζομεν· στήσαντες δὲ τὸ ἀγγεῖον ἐν ὕδατι ψυχρῷ ἢ χιόνι μίγνυμεν ἀλφίτου

3

.

76

.

2

λεπτοῦ ὀλίγον καὶ ἀναδεύσαντες ἐπιρριπτοῦμεν. δεῖ δ’ αὐτὸ συνεχῶς ἀμείβειν, ἄχρις ἂν ὁ κάμνων αἴσθηται ψύξεως.

3

.

77

t

Περὶ καταπλασμάτων. —Κατάπλασμα τὸ διὰ ζύμης

3

.

77

.

1

δυνάμενον διαχέαι τὰ συνεστῶτα καὶ ἐκτῆξαι ἱκανώτατον. ἐπίπλασμα τοῦτο ἐπιτήδειόν ἐστιν· καὶ γὰρ δοθιῆνας ὠφελεῖ καὶ ἐκπυήματα σχολαίτερον πρὸς τὴν μεταβολὴν ἰόντα καὶ σκόλοπας ἐξάγει καὶ

3

.

77

.

2

σκίρροις ἐπαρκεῖ καὶ θλάσμασι τοῖς κατὰ πέλματα. ποιήσεις δὲ πολυειδεῖς εἰσιν αὐτοῦ· ἢ γὰρ αὐτῷ ἐλαίῳ συμμαλάττεται, ἐξαρκοῦν τοῦτο πρὸς δοθιῆνας καὶ τὰς σχολαίας ἐκπυήσεις, ἢ καὶ νίτρον που λεπτὸν συμμί‐ γνυται αὐτῷ, ὅπου δριμυτέρου ἐπιθέματος χρῄζομεν ἐπὶ τῶν σφόδρα
5στερεῶν σκίρρων, ἢ ἔστιν ὅτε διαχέοντες τὴν ζύμην αὖθις συνιστῶμεν,

3

.

77

.

3

ἕψοντες αὐτήν, ἔλαιον ὀλίγον ἢ ἴρινον μύρον προσμίξαντες. ἔστι δὲ τοῦδε καὶ ἄλλος μεταχειρισμός· ὄξει διαλύεται ἡ ζύμη ὡς εἶναι χυλοῦ τὸ πάχος (τοῦτο τοῖς κατὰ τὸ ἧπαρ καὶ τὸν σπλῆνα σκίρροις ἐπιτή‐

3

.

77

.

4

δειόν ἐστιν), ἢ κόμη ἀψινθίου ἢ ἶρις ἢ ἀβρότονον ἢ θύμον ἢ γλήχων, ταῦτα πάντα μετὰ τῆς ζύμης τοῖς κατὰ τὸ σπλῆνα σκίρροις καὶ τοῖς κατὰ τὸ ἧπαρ ἐπαρκεῖ.

3

.

78

t

Περὶ τοῦ ἐξ ἄρτου.

3

.

78

.

1

Τὸ δ’ ἐξ ἄρτου κατάπλασμα παναρκέστατόν ἐστιν· πάσαις γὰρ σχεδὸν ἁρμόζει φλεγμοναῖς. αἱ ποιήσεις δ’ αὐτοῦ πολλαὶ πάνυ· ἢ γὰρ ψυχρῷ ὕδατι βραχεὶς καὶ συνεργασθεὶς ῥοδίνῳ ὁ ἄρτος ἐπιπλάττεται (οὕτω δ’ ἐπιτήδειός ἐστι ταῖς ἐρυσιπελατώδεσι φλεγμοναῖς) 〈ἢ ἀντὶ
5τοῦ ὕδατος δι’ ὀξυκράτου σκευάζεται (μᾶλλον γὰρ οὕτως ἐφαρμόττει ταῖς ἐρυσιπελατώδεσι φλεγμοναῖσ)〉 ἢ θερμῷ ὕδατι βρέχεται καὶ συμμαλάττεται
ἐλαίῳ, εἶτ’ ἐπιπλάττεται θερμὸς ὁ ἄρτος ἁρμόζων ταῖς σκληροτέραις καὶ οὐ ζεούσαις φλεγμοναῖς· ἢ ἀντὶ τοῦ ἐλαίου τὸ βούτυρον ἐμβαλεῖς

3

.

78

.

2

καὶ ποιήσεις χρησιμώτερον πρὸς τὰς αὐτὰς διαθέσεις. γίνεται δὲ συνεχῶς καὶ τοῦτο· 〈ὕδατι διαλύεται ὁ ἄρτος ὡς χυλοῦ σύστασιν σχεῖν, καὶ τούτῳ〉 μίγνυται ἔλαιον ἢ βούτυρον, εἶθ’ ἕψεται μέχρι συστάσεως· τοῦτο ὧν ἐγὼ οἶδα πάντων ἄμεινον πρὸς φλεγμονὰς τὰς

3

.

78

.

3

ἐπὶ τραύμασι καὶ πρὸς τὸ τάχιον ἐκπυῆσαι τὰ τούτου δεόμενα. ὅπῃ δὲ νεῦρον ἢ νευρῶδές τι διατεθλασμένον, ἐνταῦθα ἐγὼ καὶ πίττης ὑγρᾶς βραχὺ μιγνὺς οἶδα μετρίως λυσιτελὲς ἀποφήνας τὸ ἐπίπλασμα.

3

.

78

4,5

τοῦτο δὲ καὶ ταῖς ποδαγρικαῖς φλεγμοναῖς ἐπιτήδειόν ἐστιν. —Ἄλλη

3

.

78

.

5

(2)

σκευασία. Ταῖν χεροῖν διατρῖψαι τὰ ἔνδοθεν τοῦ ἄρτου χρὴ τοῦ χθιζοῦ· ἐπειδὰν δ’ ἀμμῶδες γένηται, καὶ μέλιτι ἐμπλάσσειν χρὴ τὸ ἄλευρον καὶ ἕψοντα εἰς τὸ μέτριον συνιστᾶν πάχος, καὶ εἰ φαίνοιτο

3

.

78

.

6

καλῶς ἔχειν, ἔλαιον ἐπιχέοντα ἀναμιγνύναι. τοῦτο ἐπιτήδειόν ἐστι ταῖς καθ’ ὑποχόνδρια φλεγμοναῖς· ἄμεινον δ’ εἰ τῷ μέλιτι ὀλίγον

3

.

78

.

7

ὕδωρ μεμιγμένον εἴη· τὸ γὰρ ἐν τῇ ἑψήσει διαχεῖται. καὶ τὸ ἐκ πυρῶν δὲ καὶ πάλης καὶ τὸ ἐξ ἀλεύρων πυρίνων κατάπλασμα σχεδὸν τὰ αὐτὰ δύναται ποιεῖν, τὰς αὐτὰς ἐπιδεχόμενον σκευασίας.

3

.

79

t

Περὶ τοῦ ἐκ πιτύρων.

3

.

79

.

1

Τὰ πίτυρα ὧδε χρὴ σκευάζειν· πολλάκις πιλεῖν αὐτὰ προσήκει ὡς λεπτότατα γενέσθαι ἢ ἐν ὅλμῳ κόπτοντα καὶ διασήσαντα τὸ αὐτὸ ποιεῖν· χρῆσθαι δ’ αὐτοῖς ἐπὶ σκίρρων πάντῃ τε ἄλλου σώματος συνισταμένων καὶ ἐφ’ ἥπατος καὶ σπληνός· παρασκευάζειν δ’ αὐτὸ δι’
5ὀξυμέλιτος ἢ καὶ τοῦ ἀμμωνιακοῦ μιγνύντας καὶ θερμὸν ἐπιπλάττοντας.

3

.

79

.

2

λῷον δ’ ἂν εἴη, εἴ τις ἐξ ἑτέρου ἕτερον ἐπιθείη, ὡς μὴ ἐκλείπειν τὴν

3

.

79

.

3

θάλψιν ποτέ. καὶ ὁπότε δ’ οἱ ὄρχεις φλεγμαίνοιεν, ὠφελιμώτατον

3

.

79

.

4

γίνεται τοῦτο· σκευαζέσθω δὲ χωρὶς ὄξους. ἁρμόζοι δ’ ἂν τὸ κατά‐

3

.

79

.

5

πλασμα τοῦτο καὶ δοθιῆσι καὶ τοῖς ἄλλοις φύμασι τοῖς σκληροῖς. πάνυ δὲ καὶ πρὸς τὰ ἰοβόλα συμφέρει ὄξει δευόμενα τὰ πίτυρα ἐξ ἑτέρων
ἕτερα ἐπιτιθέμενα.

3

.

80

t

Περὶ τοῦ ἐκ σύκων.

3

.

80

.

1

Πολυειδεστάτη ἐστὶ τοῦ ἐπιπλάσματος τοῦδε ἡ μεταχείρισις καὶ ἐπαρκὴς εἰς πολλά· ἤτοι γὰρ εὖ μάλα κόπτεται ὡς μηδ’ ὁτιοῦν ἀργὸν ἀφεῖσθαι μέρος, μήτε οὖν αὐτοῦ τοῦ σύκου μήτε, εἰς ὅσον ἀνυστόν, τοῦ σπέρματος, καὶ τῷ οὕτω πεποιημένῳ προσηνείας ἕνεκα μύρου

3

.

80

.

2

ἰρίνου οὐ πολὺ μίγνυται αὐτῷ. ποιεῖ δὲ πρὸς τὰς σκληρότητας τῶν νεύρων καὶ τὰ ἠγκυλωμένα τῶν ἄρθρων καὶ τὰ πέρα τοῦ μετρίου ἐκ‐ τεταμένα καὶ πρὸς σκίρρους, καὶ μάλιστα τοὺς τῶν σπληνῶν· ὠφελεῖ

3

.

80

.

3

δὲ καὶ τοὺς τοῦ ἥπατος. προσλαβὸν δὲ νίτρον ὀλίγον ῥήττει τε κόλ‐

3

.

80

.

4

πους καὶ σκόλοπας ἀνάγει. εἰ δ’ ὁμοίως κοπείη τὰ σῦκα καὶ προσλάβοι γλήχωνος ἢ ὀριγάνου ἢ θύμου κόμης ἢ ἀψινθίου, εἰς τὸ λεπτότατον εἰργασμένα, ὑδρωπικοῖς ἁρμόττει καταπλασσόμενον κατά τε τῶν ὑπο‐

3

.

80

.

5

χονδρίων πάντων καὶ τῆς ὀσφύος καὶ τοῦ νώτου παντός. —Ἄλλη ποίησις. Ἕψεται ὅσον εὐπετῶς διαχεῖσθαι μάλα λίαν τὰ σῦκα, κἄπειτα λειοῦται ὁμοῦ τινι μέρει τοῦ ὕδατος ἐν ᾧ ἥψηται, εἶτα κρί‐ θινον ἄλευρον ἢ πύρινον ἢ καὶ ἄρτος μίγνυται αὐτοῖς καὶ συνεργάζεται

3

.

80

.

6

ὡς μάλιστα, καὶ ἕψεται αὖθις ἄχρι συστάσεως καταπλάσματος. ἁρμόζει δὲ φύμασι τοῖς μὴ ῥᾳδίως πεπαινομένοις καὶ παρωτίσιν, ἃς ἐκπυΐσκεσθαι

3

.

80

.

7

χρή, καὶ δοθιῆσιν. λίπει δ’ εἴ τις ἐθέλει χρῆσθαι, βούτυρον μιγνύειν· εἰ δὲ καὶ πηγάνου φύλλα τριφθέντα λεῖα μιχθείη, τὰς ἐν τοῖς ἐντέροις ὀδύνας ὑπὸ πνεύματος γινομένας ὀνίνησιν· λίπος δὲ μιγνύσθω ἢ ἔλαιον ἔνθα κύμινον ἢ πήγανον ἐνήψηται.

3

.

81

t

Ἄκοπα. —Ἄκοπον τὸ δεκάμοιρον.

3

.

81

.

1

Νάρδου στάχυος, φύλλου, εὐφορβίου, πεπέρεως, κόστου, ἀδάρκης ἀνὰ 𐆄 α, μαστίχης 𐆄 α, ὀποβαλσάμου 𐆄 ϛ, νάρδου 𐆃 α, κηροῦ 𐆄 γ.

3

.

82

t

Τὸ πεντάμοιρον.

3

.

82

.

1

Στύρακος 𐆄 α, μαστίχης 𐆄 β, κηροῦ λευκοῦ 𐆄 γ, ὀποβαλσάμου 𐆄 δ,
νάρδου 𐆄 ε.

3

.

83

t

Ἄκοπον χρῖσμα τὸ διὰ καστορίου πρὸς παραλύσεις καὶ τὰς κεχρονισμένας διαθέσεις.

3

.

83

.

1

Ὑσσώπου 𐆄 γ, τερμινθίνης 𐆄 γ, μυελοῦ ἐλαφείου 𐆄 δ, ἀμμωνιακοῦ, χαλβάνης, καστορίου, πεπέρεως λευκοῦ, εὐφορβίου, ἀδάρκης, νίτρου ἀφροῦ, ὀποπάνακος ἀνὰ 𐆄 β, ἐλαίου στυρακίνου 𐆄 α, ἐλαίου ἰρίνου

3

.

83

.

2

𐆄 θ, ἐλαίου παλαιοῦ 𐆄 δ, κηροῦ 𐆃 α. σκεύαζε.

3

.

84

t

Ἄλλο ἁπλοῦν.

3

.

84

.

1

Βούτυρον καὶ ῥητίνη ἢ κολοφωνία, κηρὸς λευκὸς νέος ἴσα τῷ σταθμῷ τηκόμενα.

3

.

85

t

Πρὸς τὰς κατεψυγμένας διὰ γῆρας ἕξεις.

3

.

85

1,2

Λουόμενος ῥύμματι πυροῦντι χρήσθω τῷδε. καλαμίνθην καὶ τὸ

3

.

85

.

2

(2)

σάμψυχον καὶ τὸ ὕσσωπον καὶ δαφνίδας καὶ τὴν τῶν στεφανωμάτων λιβανωτίδα καὶ λίθον πυρίτην καὶ ἅλας καὶ τρύγα κεκαυμένην καὶ νίτρον καὶ κίσηριν τὸ κατὰ λόγον ἑκάστου καὶ βραχὺ νάπυος καὶ τῆς

3

.

85

.

3

ἀγρίας σταφίδος καὶ κόκκου Κνιδίου. ἀπὸ δὲ τοῦ λουτροῦ ἀκόπῳ χρήσθω τῷδε.

3

.

86

t

Ἄκοπον μετὰ λουτρόν.

3

.

86

.

1

Μύρον νάρδινον καὶ ἀμαράκινον καὶ Κομμαγηνόν, ἑκάστου μνᾶς τέταρτον, σικύου ἀγρίου ῥίζης καὶ βρυωνίας, ἑκατέρου μνᾶς ἥμισυ, κάχρυ καὶ πύρεθρον καὶ εὐφόρβιον καὶ ζιγγίβερι καὶ ἀλκυόνιον ξηρὸν καὶ κόστον ἄγοντα ἀνὰ 𐅻 δ, πέπερι δὲ μακρὸν καὶ φύλλα ξηρὰ
5ῥοδοδάφνης ἑκατέρου 𐅻 β, μίαν δὲ θείου ἀπύρου καὶ μίαν χυλοῦ θαψίας.

3

.

86

.

2

λείοις πᾶσιν εὖ μάλα τὰ μύρα καταχεῖται καὶ ἐπὶ πολὺ συντρίβεται.

3

.

86

.

3

τούτῳ καὶ πάρετοί τινες γενόμενοι κατέστησαν.

3

.

87

t

Πρὸς ἄχροιαν καὶ πελιώματα.

3

.

87

.

1

Καλόν ἐστιν ἔλαιον ἐνεψηθείσης αὐτῷ βρυωνίας ῥίζης ἐπὶ μακρόν·

3

.

87

.

2

τοῦτο καὶ τετανὸν ἐργάζεται τὸ σῶμα. αἴρει δὲ τὰ πελιώματα βολβῶν

3

.

87

.

3

λείων 𐅻 ϛ, πνεύμονος τράγου κεκαυμένου 𐅻 ϛ, στρουθίου 𐅻 η. τοῦτο
κατάπλασσε προπυριῶν ἀφεψήματι ῥαφάνων ἢ ἀψινθίῳ.

3

.

88

t

Ἐκ τῶν Ῥούφου χρῖσμα ἐντεῖνον ἐνεργότερον.

3

.

88

.

1

Σμύρνης, θείου, κνήκου τοῦ ἐντὸς ἀνὰ 𐅻 α, μελανθίου 𐅻 β καὶ πυρέθρου ἄγον ὀβολοὺς β καὶ κόκκους πεπέρεως μέλανος λ, Κνιδίους

3

.

88

2,3

δὲ κ καθαρούς. κόψας ὁμοῦ λέαινε ἅμα σκίλλῃ καταγούσῃ 𐅻 α· ἐπὴν

3

.

88

.

3

(2)

δὲ καλῶς ἔχῃ, τήξας κηροῦ βραχὺ σὺν ἐλαίῳ κικίνῳ καὶ μέλιτι ἐπι‐

3

.

88

.

4

χέων τρῖβε. πλῆθος δ’ ἔστω τοῦ μέλιτος καὶ τοῦ ἐλαίου ἑκατέρου

3

.

88

.

5

𐆂ο α. ἔνιοι δὲ τῷ χρίσματι τούτῳ καὶ τῆς ἕδρας παράπτονται, πρὸ δὲ τῆς μίξεως ὀθόνῃ πρὸς τὸ ἀκριβῶς ἐκμάσσεσθαι.

3

.

89

t

Ἰσχιαδικόν.

3

.

89

.

1

Κυπρίνου ἐλαίου, ἀξουγγίου ἐλαίου παλαιοῦ ἀνὰ 𐆃 α, κηροῦ 𐆄 ϛ, θείου ἀπύρου 𐅻 ιε, ἀδάρκης 𐅻 ι, νίτρου 𐅻 ιβ, πεπέρεως 𐅻 ιϛ, πυρέθρου 𐅻 ι, πηγάνου ἁπαλοῦ 𐅻 η, ὀριγάνου 𐅻 ιϛ, δαφνίδων 𐅻 ιβ, εὐφορβίου

3

.

89

.

2

𐅻 ιβ. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν.

3

.

90

t

Τὸ διὰ κισσοῦ

3

.

90

.

1

ποιοῦν πρὸς κόπους καὶ πᾶσαν νεύρων ἢ μυῶν συμπάθειαν. Τήλεως 𐆃 α, δαφνίδων κόκκοι ρ, κυπαρίσσου σφαιρία κ, βράθυος 𐆃 α, λιβανω‐ τίδος 𐆃 α, ἐλαίου Σαβίνου ἢ παλαιοῦ 𐆃 ι, κηροῦ 𐆃 α, τερμινθίνης 𐆄 ϛ,

3

.

90

.

2

πιτυΐνης 𐆃 α, ὀποῦ κισσοῦ 𐆄 δ, ὕδατος ξ̸ γ. τὰς βοτάνας κόψας βρέχε εἰς ὕδωρ ἡμέρας τρεῖς, εἶτ’ ἐπεμβαλὼν τὸ ἔλαιον ἕψε ἀρκούντως καὶ διυλίσας ἐπέμβαλλε τὰ τηκτά, τὸν δ’ ὀπὸν τοῦ κισσοῦ λείου μετὰ τάχους καὶ ψύξας κατάχει τὰ τηκτὰ εἰς θυίαν καὶ ἀνελόμενος χρῶ.

3

.

91

t

Ἰσχιαδικὸν σύγχρισμα δραστικόν.

3

.

91

.

1

Εὐφορβίου 𐆄 ε, πεπέρεως 𐆄 ϛ, ὀποπάνακος 𐆄 ϛ, ἀδάρκης 𐆄 ε, καστορίου 𐆃 α, σαμψύχου 𐆄 β, κυκλοπάνακος 𐆄 ϛ, στρουθίου 𐆄 δ,
πυρέθρου 𐆄 δ, ἐλαίου κυπρίνου 𐆃 δ, ἐλαίου ἰρίνου 𐆃 γ, ἐλαίου Σικυωνίου 𐆃 γ, ἐλαίου δαφνίνου 𐆃 γ, κηροῦ 𐆃 β, ὑσσώπου ὑγροῦ,

3

.

91

.

2

τερμινθίνης ἀνὰ 𐆃 β. —Ἰσχιαδικὸν παρὰ τοῦ Εὐτονίου ἀρχιη‐ τρο. Ἐλαίου παλαιοῦ ξ̸ α, σικύου ἀγρίου σφαιρία ε ἕψε ἐν τῷ ἐλαίῳ, ἕως φρυγῶσιν· κηροῦ 𐆄 ϛ, πυρέθρου 𐆄 α, θείου ἀπύρου 𐆄 ϛ, τερμινθίνης 𐆄 ϛ, εὐφορβίου 𐆄 β, σταφίδος ἀγρίας 𐆄 α, κάχρυος 𐆄 α, θαψίας 𐆄 α,
5δικτάμνου 𐆄 β, ἀδάρκης 𐆄 α.

3

.

92

t

Τὸ μετασυγκριτικόν.

3

.

92

.

1

Ὀποπάνακος, ἀμμωνιακοῦ, τερμινθίνης, καστορίου, ὑσσώπου, εὐφορβίου, χαλβάνης, ἀδάρκης ἀνὰ 𐆄 β, πεπέρεως λευκοῦ, μυελοῦ ἐλαφείου ἀνὰ 𐆄 α, δαφνίνου, στυρακίνου ἀνὰ 𐆄 δ, ἰρίνου 𐆄 ϛ, κηροῦ,

3

.

92

.

2

ἐλαίου παλαιοῦ, ἀμαρακίνου ἀνὰ 𐆃 α. τούτων δὲ τὸν μὲν ὀποπάνακα ὄξει δεῖ λειοτριβεῖν ἐν θυίᾳ, μέχρι γλοιοῦ πάχος ἔχῃ, τὸν δὲ κηρὸν καὶ τὸ ἔλαιον τήξας πρόσβαλλε τὸ ἀμμωνιακὸν σεσησμένον, εἶτα τὰ λοιπὰ τῶν τηκτῶν, μετὰ τοῦτο δέ, ἀρθείσης ἀπὸ τοῦ πυρὸς τῆς χύτρας,
5προσέμπασσε τὰ ξηρὰ κατὰ τῶν ἐν τῇ θυίᾳ καὶ συνεκλεάνας ἀπόθου.

3

.

93

t

Τροχίσκοι. —Ὁ Ἀνδρώνειος τροχίσκος.

3

.

93

.

1

Χαλκάνθου 𐅻 β, σμύρνης 𐅻 β, λιβάνου 𐅻 δ, σχιστῆς 𐅻 δ, σιδίων

3

.

93

.

2

𐅻 η, ἀριστολοχίας 𐅻 η. οἴνῳ αὐστηρῷ ἀναλαμβάνων χρῶ, ὄξει δια‐ λύων δ’ ἐπίχριε.

3

.

94

t

Ὁ Μούσα.

3

.

94

.

1

Στυπτηρίας σχιστῆς, ἀλόης, σμύρνης ἀνὰ 𐅻 ϛ, κρόκου 𐅻 γ, κρο‐ κομάγματος 𐅻 γ, χαλκοῦ κεκαυμένου 𐅻 ϛ, χαλκάνθου 𐅻 ϛ, ῥοιᾶς

3

.

94

.

2

κυτίνων 𐅻 ϛ. οἰνομέλιτι ἀναλάμβανε.

3

.

95

t

Ὁ Ἄρης πρὸς ὑπώπια, λειχῆνας, σπίλους, ὑπερσαρκώ‐ ματα, σύριγγας καὶ ἄλλα πολλά.

3

.

95

.

1

Σινωπίδος, ἰοῦ ξυστοῦ, λιβάνου ἄρρενος, στυπτηρίας σχιστῆς ἴσα, ὄξους τὸ ἀρκοῦν.

3

.

96

t

Ὁ τῆς Ἥρης πρὸς νομὰς πάσας, μάλιστα δὲ τὰς ἐν αἰδοίοις καὶ στόματι.

3

.

96

1,2

Κρόκου 𐅻 η, στυπτηρίας 𐅻 ρ, σμύρνης 𐅻 η. ἄνιε ὀξυμέλιτι καὶ

3

.

96

.

2

(2)

πτύγμα βρέχων χρῶ.

3

.

97

t

Τροχίσκος ὁ διὰ χάρτου πρὸς νομάς.

3

.

97

.

1

Χάρτου κεκαυμένου 𐅻 λβ, τιτάνου, ἀρσενικοῦ, σανδαράκης ἀνὰ 𐆄 α. ἀρνογλώσσου χυλῷ ἀναλάμβανε.

3

.

98

t

Τροχίσκος πρὸς ἀλφούς, λεύκας, λέπρας, λειχῆνας.

3

.

98

.

1

Ἐλλεβόρου λευκοῦ, πεπέρεως μακροῦ, κάχρυος, ἀλκυονίου, θείου ἀπύρου, σανδαράκης, καλάμου ἀρωματικοῦ, ἀδάρκης ἴσα λεῖα σήσας ἐν ὄξει λείου καὶ ποίει τροχίσκους, ἀνατρίψας δὲ τὰ μέρη ῥάκει καὶ χρίσας ἔα ἡλιοῦσθαι ἐπὶ πολύ.

3

.

99

t

Τροχίσκος ὁ κροκώδης.

3

.

99

.

1

Σμύρνης 𐅻 β, καστορίου 𐅻 β, κρόκου 𐅻 γ, ὀποῦ μήκωνος, σελίνου σπέρματος, ὑσσώπου, στύρακος ἀνὰ 𐅻 α, ὑοσκυάμου σπέρματος ἀνὰ

3

.

99

.

2

𐅻 ϛ. ὕδατι ἀναλαβὼν ποίει τροχίσκους τριωβολιαίους.

3

.

100

t

Λειχηνικὸς τροχίσκος.

3

.

100

.

1

Χαλκίτεως, μίσυος, θείου ἀπύρου, χαλκάνθου, λιβάνου ἀνὰ 𐅻 δ,

3

.

100

.

2

συκῆς φύλλων χλωρῶν 𐅻 ϛ. ὄξει ἀναλάμβανε.

3

.

101

t

Τροχίσκος πρὸς δυσεντερικούς, αἱμοπτοϊκούς, ῥοῦν γυναικεῖον.

3

.

101

.

1

Ὑποκιστίδος χυλοῦ, γῆς Σαμίας, κηκῖδος ὀμφακίτιδος, ἀκακίας

3

.

101

.

2

κιρρᾶς ἀνὰ 𐅻 η. ἀναλάμβανε ὕδατι ὀμβρίῳ. ἡ χρῆσις· ἐπὶ μὲν δυσεν‐ τερικῶν ἐνίεται μετὰ χυλοῦ ὀρύζης ἢ φακῆς ἤ τινος τοιούτου· ἐπὶ δ’ αἱμοπτοϊκῶν ἐν κυάθῳ ψυχροῦ ὕδατος τοῦ φαρμάκου 𐅻 α. ἐπὶ δὲ ῥοῦ γυναικείου ὁμοίως ἐνίεται μετά τινος χυλοῦ ἢ προστίθεται ἐν κροκίδι
5ἐρίου ἀνεθεὶς χυλῷ στρύχνου ἢ πολυγόνου ἢ ἀρνογλώσσου ἤ τινος τοιούτου.

3

.

102

t

Τροχίσκος ὁ Πασίωνος.

3

.

102

.

1

Λεπίδος χαλκοῦ 𐅻 ιβ, χαλκοῦ κεκαυμένου, ἁλὸς ἀμμωνιακοῦ,

3

.

102

.

2

στυπτηρίας στρογγύλης, ἰοῦ ξυστοῦ, λιβάνου ἀνὰ 𐅻 η. τρῖβε χαλκόν, ἅλας, ἰόν, λεπίδα, στυπτηρίαν, ὄξος ἐπιβαλὼν ἐν ἡλίῳ· ὅταν δὲ παν‐ τελῶς λειωθῇ, ἐπίβαλλε τὸν λίβανον καὶ τρίψας ἱκανῶς, ὅτε συστραφῇ, ποίει τροχίσκους· ἐπὶ δὲ τῆς χρήσεως ὄξει διαλύων ἐπίχριε.

3

.

103

t

Ποδαγρικὸς ὁ Πρόκλου. Ἰᾶται ποδάγραν καὶ ἰσχιάδα καὶ καθόλου πάσας ἀρθρίτιδας καὶ πόνους πάντας ἐπ’ ἐνιαυτὸν πινόμενος, καὶ πᾶσαν αἴσθησιν ἀκριβεστέραν ἀπεργάζεται, καθαίρων πρᾴως δι’ οὔρων, καὶ τὸ ὅλον σῶμα ὑγιεινό‐
5τερον κατασκευάζει· ἰᾶται καὶ ἐπιληψίας, σκίρρους ἥπατος καὶ σπληνός.

3

.

103

.

1

Χαμαίδρυος 𐆄 θ, κενταυρείου λευκοῦ ἐγκάρπου 𐆄 η, ἀριστολοχίας μακρᾶς ὀρεινῆς 𐆄 ζ, γεντιανῆς ἀτρήτου 𐆄 ϛ, ὑπερικοῦ 𐆄 ε, πετροσε‐

3

.

103

.

2

λίνου 𐆄 γ, φοῦ 𐆄 γ, ἀγαρικοῦ 𐆄 α, μέλιτος 𐆂ο β. κόπτε καὶ σῆθε ἰδίᾳ ἕκαστον καὶ μίξας μάλασσε τῷ μέλιτι καὶ κόψας πλάσσε τροχίσκους

3

.

103

.

3

ἀνὰ 𐅻 α. ἡ δὲ χρῆσις καὶ πόσις εὐπέπτῳ περὶ ὥραν τρίτην μετὰ τὸ διακεχωρηκέναι τὴν γαστέρα· ἀνιέσθω δ’ ὕδατι θερμῷ κυάθοις δυσί,

3

.

103

.

4

καὶ λαβὼν βαδιζέτω ἢ αἰωρείσθω. ἡ δ’ ἀρχὴ τῆς πόσεως μὴ ἐν θέρει

3

.

103

.

5

γενέσθω, ἀλλ’ ἔν τινι τῶν ἄλλων ὡρῶν. διάστημα δὲ πρὸς τὸ λουτρὸν ἢ τὴν τροφὴν ὧραι τρεῖς ἔστωσαν· ἀπεπτήσαντι δὲ πάντως φυλακτέα μὲν ἡ πόσις, ἀναπληρούσθω δ’ ὁ τῶν τοῦ ἐνιαυτοῦ ἡμερῶν ἀριθμός.

3

.

103

.

6

ἔστω δ’ ἡ δίαιτα εὔχυμος, εὔπεπτος, μὴ πλησμονὴν ἐργαζομένη. κράμβην δ’ ἐσθίειν τοῖς ἀρθριτικοῖς παραινῶ· ἔχει γάρ τι ἀντιπαθές· οἴνῳ δὲ συμμέτρῳ χρῆσθαι δεῖ καὶ συμμέτρως κεκραμένῳ μετὰ τὴν τροφήν.

3

.

104

t

Ὁ δι’ ἠλέκτρου τροχίσκος. Ποιεῖ πρὸς αἱμοπτοϊκούς, βήττοντας χρονίως, φθισικούς, ἀνα‐ φορικούς, ἐμπυϊκούς, κοιλιακούς, δυσεντερικούς, ἐμπνευματουμένους·

3

.

104

.

1

ἔστι δὲ καὶ ὠτικὴ ἀγαθή. Ψυλλίου κεκαθαρμένου 𐅻 μ (οἱ δὲ κ), Ἰλλυ‐ ρικῆς μαστίχης, ἠλέκτρου ῥινήματος, κρόκου ἀνὰ 𐅻 λ, ὀπίου 𐅻 ιε.

3

.

104

.

2

ψύλλιον βαλὼν εἰς ὕδωρ θερμὸν ἔα βρέχεσθαι καὶ ὅταν γλίσχρον καὶ κολλῶ‐ δες γένηται τὸ ὕδωρ, ἔκθλιβε τὸ ὑγρόν· ἐκ τούτου σκευάσας τὸ φάρ‐ μακον ἀνάπλαττε τροχίσκους καὶ δίδου τριώβολον εἰς ὕπνον ἀπερχο‐ μένοις· ἔστωσαν δὲ τοῦ ὕδατος ξ̸ γ.

3

.

105

t

Τροχίσκος ὁ διὰ τῆς ἀκακίας πρὸς ποδαγρικοὺς καὶ ἀρθριτικοὺς καὶ φλεγμονὰς καὶ τὰ κνησμώδη

3

.

105

.

1

πάντα κατ’ ἀρχὰς καταχριόμενος. Ἀκακίας μελαίνης καὶ ξανθῆς ἀνὰ 𐆄 δ, κόλλης τεκτονικῆς (ἄμεινον δ’ ἰχθυοκόλλης) 𐆄 δ, ἀμμωνιακοῦ θυμιάματος 𐆄 β, ἀλόης 𐆄 β, γλαυκίου 𐆄 β, λιβανωτοῦ ἄρρενος, ἐλλεβόρου

3

.

105

.

2

λευκοῦ καὶ μέλανος ἀνὰ 𐆄 α. ὄξει σκιλλητικῷ ἀναλάμβανε καὶ ποίει τροχίσκους. ἐπὶ δὲ τῆς χρείας τῷ αὐτῷ ὄξει ἄνιε καὶ κατάχριε καὶ ἔα ξηραίνεσθαι καὶ ἀπόπεμπε εἰς τὸ βαλανεῖον, καὶ ὅταν ἐπανέλθῃ, τῇ αὐτῇ χρήσει χρῶ.

3

.

106

t

Τροχίσκος ἡμικρανικός.

3

.

106

.

1

Καρδάμου σπέρματος 𐅻 δ, πηγάνου φύλλων χλωρῶν 𐅻 δ, ὀπίου

3

.

106

.

2

𐅻 α. ὄξει.

3

.

107

t

Ξηρία. —Ξηρίον ἀπουλωτικόν.

3

.

107

.

1

Ὀστρέων κεκαυμένων 𐅻 β, μάννης 𐅻 α, καδμείας ὀβολοὺς δ.

3

.

107

.

2

λείοις χρῶ καὶ πρὸς νομάς.

3

.

108

t

Ἄλλο ἀπουλωτικὸν

3

.

108

.

1

ποιοῦν καὶ πρὸς τὰ κακοήθη καὶ πρὸς νομάς. Πίτυος φλοιοῦ 𐅻 ϛ,

3

.

108

.

2

κέρατος ἐλαφείου κεκαυμένου 𐅻 δ, ἰοῦ ξυστοῦ 𐅻 β. λείοις χρῶ.

3

.

109

t

Κεφαλικόν. Ἀφίστησι λεπίδας, ἀνάγει ὀστᾶ διεφθορότα καὶ τὰ κοῖλα σαρκοῖ.

3

.

109

.

1

Ἴρεως 𐅻 δ, πάνακος 𐅻 δ, ἀριστολοχίας 𐅻 β, λιβάνου 𐅻 β, μάννης

3

.

109

.

2

𐅻 β. πάντα κόψας καὶ σήσας χρῶ κατ’ ἰδίαν καὶ μετὰ μέλιτος.

3

.

110

t

Ἄλλο ἐσχαρωτικὸν καὶ τύλων ἐκκοπτικὸν καταπασσόμενον καὶ προστριβόμενον πυρῆνι μήλης· ἔστι δὲ καὶ

3

.

110

1,2

κατασταλτικόν. Χαλκίτεως ὠμῆς 𐅻 η, καδμείας 𐅻 δ. ἀναλαμβάνεται

3

.

110

.

2

(2)

ὄξει δριμυτάτῳ καὶ ξηραίνεται καὶ λεαίνεται.

3

.

111

t

Σηπτὸν ἀνώδυνον.

3

.

111

.

1

Ἀρσενικοῦ, χαλκίτεως, σανδαράκης ἀνὰ 𐅻 δ, τιτάνου 𐅻 η.

3

.

112

t

Ἡ Ῥοδιακὴ καταστέλλουσα τὰ ὑπερσαρκοῦντα.

3

.

112

.

1

Κηκῖδος ὀμφακίτιδος 𐅻 θ, λεπίδος χαλκοῦ 𐅻 ε, χαλκάνθου 𐅻 γ,

3

.

112

.

2

στυπτηρίας σχιστῆς 𐅻 δ. τὴν ἡμίσειαν κηκῖδα καῦσον καὶ σβέσον οἴνῳ.

3

.

113

t

Τὸ διὰ χάρτου.

3

.

113

.

1

Χάρτου κεκαυμένου 𐆄 ϛ, ἀρσενικοῦ, σανδαράκης, τιτάνου ἀνὰ

3

.

113

.

2

𐅻 δ. εἰ δὲ τροχίσκους ποιῆσαι βούλει, χυλῷ ἀρνογλώσσου ἢ οἴνῳ
αὐστηρῷ ἀναλάμβανε.

3

.

114

t

Πρὸς νομάς.

3

.

114

.

1

Χαλκίτεως, μίσυος, λεπίδος, κηκῖδος ἴσα.

3

.

115

t

Καυστικὸν ἄδηκτον ἀλλοτριοῦν παραχρῆμα.

3

.

115

1,2

Ἀσβέστου 𐆄 α, φέκλης 𐅻 α, νίτρου 𐆄 𐅶. λεάνας ἕψε ἐν στακτῇ

3

.

115

.

2

(2)

συκίνῃ 〈ἢ〉 ὄξει, ἕως δὶς ἢ τρὶς ζέσῃ· ἐχέτω δὲ πρὸ τοῦ ἕψεσθαι

3

.

115

.

3

γλυκέος πάχος. εἰ δ’ ἐμπλαστῶδες βούλει γενέσθαι, ἰξῷ ἀναλάμβανε ἀνεθέντι ἀτμῷ ὕδατος θερμοῦ.

3

.

116

t

Ἀνθηρὰ ἐκ τῶν Φιλουμένου πρὸς τὰ ἐν τῷ στόματι ἕλκη.

3

.

116

.

1

Σανδαράκης, ἴρεως ἀνὰ 𐅻 δ, κυπέρου 𐅻 η, κρόκου, σμύρνης, στυπτηρίας σχιστῆς ἀνὰ 𐅻 β, ῥόδων ἄνθους 𐅻 α.

3

.

117

t

Κολλύρια. —Τὸ Λιβυανόν.

3

.

117

.

1

Στίμμεως κεκαυμένου καὶ πεπλυμένου 𐅻 ιβ, καδμείας κεκαυμένης καὶ πεπλυμένης 𐅻 ιβ, ψιμυθίου κεκαυμένου καὶ πεπλυμένου 𐅻 ιϛ, ἀμύλου 𐅻 ιϛ, σποδίου 𐅻 η, ἀστέρος Σαμίου 𐅻 η, μολύβδου κεκαυμένου καὶ πεπλυμένου 𐅻 η, 〈τραγακάνθης 𐅻 η〉, σμύρνης 𐅻 η, ὀπίου πεφω‐
5σμένου 𐅻 η, κόμμεως 𐅻 α· πρὸς τὴν ἀνάληψιν ὠῶν προσφάτων κ τὸ λευκόν, ὕδωρ ὄμβριον.

3

.

118

t

Σύλλουτρον τὸ Ἀπολλιναρίου.

3

.

118

.

1

Ψιμυθίου 𐅻 κδ, καδμείας 𐅻 η, χαλκοῦ κεκαυμένου 𐅻 ιβ, σμύρνης 𐅻 β, ἀλόης 𐅻 β, κρόκου 𐅻 β, ἀκακίας 𐅻 δ, τραγακάνθης 𐅻 η, ἀμύλου 𐅻 ϛ, ὀπίου 𐅻 ιβ, κόμμεως 𐅻 ι, ὕδωρ ὄμβριον.

3

.

119

t

Κύκνος ξανθὸς Βάσσου

3

.

119

.

1

πρὸς ῥεύματα καὶ περιωδυνίας καὶ ἑλκώσεις δι’ ὠοῦ ἢ ὕδατος. Καδ‐ μείας κεκαυμένης καὶ πεπλυμένης 𐅻 λβ, ψιμυθίου πεπλυμένου 𐅻 ιϛ, σποδίου 𐅻 ιϛ, ὀπίου πεφωσμένου 𐅻 η, ἀκακίας κιρρᾶς, ἀμύλου, κόμ‐
μεως, τραγακάνθης ἀνὰ 𐅻 δ, ὕδωρ ὄμβριον.

3

.

120

t

Τὸ δι’ ἐρείκης.

3

.

120

.

1

Ἐρείκης καρποῦ, σμύρνης, ὀπίου ἀνὰ 𐅻 β, χαλκοῦ κεκαυμένου 𐅻 α, κόμμεως 𐅻 ϛ, ἀκακίας 𐅻 ϛ, καδμείας 𐅻 ϛ, ὕδωρ ὄμβριον.

3

.

121

t

Τὸ οὐράνιον πρὸς ἕλκη, φλυκταίνας, ῥήξεις, ἐπικαύματα, προπτώσεις, σταφυλώματα, ὑποπύους, διαβρώσεις, νομάς, ἄνθρακας καὶ πρὸς πάσας τὰς μεγάλας

3

.

121

.

1

διαθέσεις, μάλιστα δὲ τρυφεροφθάλμοις καὶ χαροποῖς. ἐν ἀρχαῖς ὑδαρεστέρως ἐγχυμάτιζε· ὅταν δὲ λεπτὸν καὶ δηκτὸν ᾖ καὶ πυρῶδες τὸ ῥεῦμα, χρῶ μετὰ γάλακτος· ὅταν δ’ ἀνακαθαρθῇ, καὶ παχὺ ῥεῦμα

3

.

121

.

2

διαλῦσαι θέλῃς, δι’ ὕδατος. Γῆς Σαμίας ὠπτημένης 𐆄 γ, σποδίου πεπλυμένου 𐆄 α, καδμείας κεκαυμένης καὶ πεπλυμένης 𐆄 β, στίμμεως πεπλυμένου 𐆄 β, λεπίδος πεπλυμένης 𐆄 δ, ὀπίου 𐅻 ϛ, κόμμεως 𐆄 δ, ὕδωρ ὄμβριον.

3

.

122

t

Κολλύριον τὸ ἀχάριστον πρὸς τὰς μεγίστας ἐπιφοράς.

3

.

122

.

1

Ποιεῖ μάλιστα ἐπὶ τῶν ἀγροικοτέρων. Καδμείας 𐅻 ιϛ, ἀκακίας 𐅻 η, χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 η, ὀπίου 𐅻 δ, ἐρείκης

3

.

122

2,3

καρποῦ 𐅻 δ, σμύρνης 𐅻 δ, κόμμεως 𐅻 ϛ. ὕδατι ἀναλάμβανε. ἡ χρῆσις

3

.

122

.

4

διὰ γάλακτος γυναικείου· ἡ κρᾶσις μέση. ὅταν δ’ οὐδὲ ᾖ ἐπιφορά, ἀλλ’ ἡ διάθεσις περὶ τοὺς ὀφθαλμοὺς ᾖ, ἀπέχεσθαι δεῖ τοῦ κολλυρίου.

3

.

123

t

Τὸ διὰ λιβάνου πρὸς ῥεύματα καὶ χημώσεις.

3

.

123

.

1

Καδμείας κεκαυμένης καὶ πεπλυμένης 𐅻 κ, λιβάνου 𐅻 κ, ψιμυθίου

3

.

123

.

2

πεπλυμένου 𐅻 μ, ὀπίου 𐅻 ϛ, κόμμεως 𐅻 ϛ. ὕδατι ὀμβρίῳ.

3

.

124

t

Κύκνος πρὸς ἕλκη παντοῖα, ἐπιφοράς, περιωδυνίας, ὑποπύους ὀφθαλμούς.

3

.

124

.

1

Σποδίου πεπλυμένου 𐅻 δ, γῆς Σαμίας, ἀμύλου, ἀκακίας, ὀπίου

3

.

124

2,3

ἀνὰ 𐅻 δ, τραγακάνθης 𐅻 β. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ.

3

.

125

t

Λιβυανὸν πρὸς φλύκτεις, ἐπικαύματα, ῥήξεις, κοιλώ‐ ματα, πρὸς ὑποπύους ὀφθαλμούς, χημώσεις, σταφυλώματα, πρὸς περιωδυνίας καὶ διαθέσεις·

3

.

125

.

1

καὶ οὐλὰς ἀποσμήχει. Καδμείας κεκαυμένης καὶ πεπλυμένης 𐅻 ιϛ, ψιμυθίου 𐅻 γ, σμύρνης 𐅻 ιβ, στίμμεως κεκαυμένου καὶ πεπλυμένου 𐅻 ιβ, μολύβδου κεκαυμένου καὶ πεπλυμένου 𐅻 η, ὕδωρ· καὶ πρὸς τῇ ἀναλήψει ὠῶν κ τὸ λευκόν. ἐν ἄλλῳ καὶ ὀπίου 𐅻 β.

3

.

126

t

Τὸ διὰ κέρατος ἐλάφου πρὸς ἕλκη, φλύκτεις·

3

.

126

.

1

καὶ οὐλὰς ἀποσμήχει. Κέρατος ἐλαφείου κεκαυμένου 𐅻 δ, λιβάνου 𐅻 δ, μολύβδου κεκαυμένου καὶ πεπλυμένου 𐅻 β, 〈λεπίδος χαλκοῦ 𐅻 β,〉 ὀπίου 𐅻 α, κόμμεως 𐅻 δ, ὕδωρ ὄμβριον.

3

.

127

t

Δημοσθένους τὸ Νείλου διάρροδον.

3

.

127

.

1

Ῥόδων ἁπαλῶν 𐅻 δ, κρόκου 𐅻 β, μήκωνος ὀβολός, νάρδου ὀβολός,

3

.

127

.

2

κόμμεως 𐅻 α, ὕδωρ. ποιεῖ δὲ πρὸς χημώσεις καὶ προπτώσεις καὶ φλυκταίνας καὶ ἕλκη προέχοντα καὶ ῥυπαρὰ καὶ πρὸς περιωδυνίας καὶ τραχέα βλέφαρα.

3

.

128

t

Τὸ Μηδικόν.

3

.

128

.

1

Γλαυκίου 𐅻 δ, σαρκοκόλλης 𐅻 δ, κρόκου 𐅻 α, τραγακάνθης 𐅻 β.

3

.

128

.

2

λεάνας ἐν ὕδατι τὰ ἄλλα, ὅταν καλῶς ἔχῃ, προβεβρεγμένην τὴν τρα‐ γάκανθαν συλλέανον καὶ ἀναπλάσας χρῶ πολλάκις ὑπαλείφων παχυτέρῳ.

3

.

129

t

Τὸ σποδιακὸν ποιοῦν πρὸς φλεγμονὰς καὶ ῥεύματα.

3

.

129

.

1

Λιβάνου, στίμμεως ἀνὰ 𐅻 ρ, καδμείας, ψιμυθίου ἀνὰ 𐅻 κδ, Σαμίας

3

.

129

.

2

γῆς ἀστέρος 𐅻 γ, μήκωνος 𐅻 γ, κόμμεως 𐅻 ιε. λέαινε ἐν θαλλείας χυλῷ, ποίει δὲ τὸν χυλὸν οὕτως· τὰ ἁπαλώτατα φύλλα τῆς ἐλαίας πλυθέντα κόψας ἐν ὅλμῳ, σύμμετρον ὕδατος παραχέων, δι’ ὀθονίου
καθαροῦ ἀπόθλιψον.

3

.

130

t

Νάρδινον.

3

.

130

.

1

Καδμείας 𐅻 ιβ, χαλκοῦ κεκαυμένου 𐅻 γ, στίμμεως 𐅻 κ, νάρδου

3

.

130

.

2

Συριακῆς 𐅻 δ, ἀκακίας 𐅻 ι, κόμμεως 𐅻 κ, κρόκου 𐅻 β. λέαινε ὀμβρίῳ ὕδατι.

3

.

131

t

Κολλύρια μήτε ἐμπλάσσοντα μήτε παχύνοντα τὰ ὑγρά, ἀλλὰ χέοντα καὶ ἐκκρίνοντα, οἷά ἐστι τὸ ἀρωματικὸν καὶ τὸ Χιακόν· ἔστι δὲ τὸ μὲν

3

.

131

.

1

ἀρωματικὸν τοιόνδε· Πομφόλυγος 𐅻 ε, χαλκοῦ κεκαυμένου 𐅻 β, σμύρνης 𐅻 γ, λίθου αἱματίτου 𐅻 δ, πεπέρεως λευκοῦ κόκκοι ιη, κρόκου

3

.

131

.

2

𐅻 β, κόμμεως 𐅻 γ. οἴνῳ Χίῳ ἢ Φαλερίνῳ χρῶ.

3

.

132

t

Τὸ δὲ Χιακόν·

3

.

132

.

1

Σποδίου 𐅻 γ, χαλκοῦ κεκαυμένου 𐅻 γ, κρόκου 𐅻 α, σμύρνης 𐅻 δ, μηκωνίου 𐅻 δ, πεπέρεως λευκοῦ κόκκοι ιβ, κόμμεως 𐅻 α. λέαινε οἴνῳ Χίῳ ἀθαλάσσῳ ἢ Ἀμηναίῳ.

3

.

133

t

Ξηρὸν πρὸς τοὺς ψωρώδεις κανθούς.

3

.

133

1,2

Χαλκίτεως 𐅻 ε, καδμείας 𐅻 ε. λεῖα ἐντίθεται εἰς ἀγγεῖον κερα‐

3

.

133

.

2

(2)

μεοῦν, καὶ βάλλεται τὸ χυτρίδιον εἰς ὄξος κεκραμένον, ὥστε ἔξω μὲν βρέχεσθαι τὴν χύτραν, ἔσωθεν δ’ αὐτῆς μὴ παραρρυῆναι τὸ ὑγρόν, καὶ ἀφίεται ἡμέρας ζ, εἶτα ξηραίνεται.

3

.

134

t

Κολλύριον τὸ διακεντητόν.

3

.

134

.

1

Καδμείας 𐅻 δ, ἰοῦ 𐅻 α, μίσυος ὀπτοῦ τριώβολον, πεπέρεως λευκοῦ

3

.

134

.

2

𐅻 γ, κόμμεως 𐅻 β. ποιεῖ δὲ πρὸς ἀμβλυωπίας καὶ πρὸς ἀρχομένας ὑποχύσεις καὶ λεπτύνει· ἔστι δὲ θερμόν.

3

.

135

t

Ἡ Ἐρασιστράτου πάγχρηστος, ὑγρά, θαυμαστή, ποιοῦσα πρὸς φλεγμονὰς τῶν ὀφθαλμῶν καὶ πρὸς τὰς ἀρχομένας ὀφθαλ‐
μίας καὶ βλέφαρα τραχέα, καὶ σχεδὸν περὶ πᾶσαν ὀφθαλμίαν τῶν ἐνεργῶν· ἐχρῆτο δ’ αὐτῇ καὶ πρὸς αἰδοῖα ἡλκωμένα καὶ ὦτα πυορροοῦντα
5καὶ παρίσθμια καὶ σταφυλὰς καὶ ἐπὶ τοῦ σώματος ἄλλως οὐχ ὑγιαζό‐ μενα ἕλκη καὶ μελανίας τὰς ἐπὶ τῶν ἑλκῶν καὶ τὰ ἐν τοῖς μυκτῆρσι

3

.

135

.

1

γινόμενα πάθη καὶ τὰ ἐν τῷ στόματι. Ἔστι δὲ χαλκοῦ κεκαυμένου 𐅻 β, σμύρνης 𐅻 α, μίσυος ὀπτοῦ 𐅻 α, πεπέρεως ὀβολοὶ ιβ, κρόκου τριώ‐

3

.

135

.

2

βολον. οἴνῳ Χίῳ λεαίνεται, εἶτα μίγνυται γλυκέος 𐆂ο α, καὶ πάλιν λεαί‐ νεται, ἕως μιγῇ τὸ φάρμακον, εἶτ’ εἰς χαλκοῦν ἀναληφθὲν ἀγγεῖον ἕψεται ἐπὶ μαλακοῦ πυρός, μέχρι γένηται ἰξῶδες, εἶτα μεταχεῖται εἰς χαλκῆν πυξίδα καὶ τελέως ἔχει πρὸς τὰς εἰρημένας χρείας.

3

.

136

t

Κολλύριον πρὸς τὰ καθαρὰ ἕλκη καὶ ἀκάθαρτα καὶ τὰ νεμόμενα καὶ τὰς ὑπεροχάς,

3

.

136

.

1

ἔτι δὲ παλαιὰς διαθέσεις καὶ τραχέα βλέφαρα καὶ συκώσεις καὶ ἐκτροπὰς καὶ ἥλους καὶ σταφυλώματα καὶ ῥεῦμα πᾶν καὶ περιωδυνίας καὶ ψωρ‐ οφθαλμίας· ποιεῖ δὲ καὶ τὰς οὐλὰς λείας· ποιεῖ δὲ καὶ πρὸς τὰς ἀνθρα‐ κώσεις καὶ τὰς πυώσεις (παραδιηθείη γὰρ 〈ἂν〉 τὸ πύον), καὶ καθόλου
5κάλλιστον πρὸς πάντα τὰ ἐν ὀφθαλμοῖς. Ἔστι δὲ σποδίου 𐅻 γ, χαλ‐ κάνθου 𐅻 β, κρόκου 𐅻 α, σμύρνης ὀβολοὶ δ, μηκωνίου ὀβολοὶ δ, πεπέ‐ ρεως λευκοῦ κόκκοι ιβ, κόμμεως 𐅻 α, οἴνου Χίου αὐστηροῦ ἢ Ἀμη‐ ναίου τὸ ἱκανόν.

3

.

137

t

Ἄλλο πρὸς τὰ καθαρὰ ἕλκη καὶ ἤδη δεόμενα πληρώσεως καὶ ἀπουλώσεως, τὸ τοῦ Κλέωνος λεγόμενον, ᾧ καὶ ἡμεῖς χρώμενοι εὐαρεστοῦμεν· πάνυ γὰρ βαθύτατα ἕλκη πληροῖ τάχιστα καὶ κατουλοῖ συντόμως λεπταῖς καὶ ἀδήλοις οὐλαῖς καὶ ἀφλέγ‐

3

.

137

.

1

μαντα τὰ ἕλκη διατηρεῖ. Ἔστι δὲ σποδίου 𐅻 α, μολύβδου κεκαυμένου μετὰ θείου ἀπύρου καὶ πεπλυμένου 𐅻 δ, λεπίδος στομώματος πεπλυ‐

3

.

137

.

2

μένης 𐅻 α καὶ τριώβολον, κόμμεως 𐅻 β. ὕδατι λεάνας καὶ ἀναπλάσας
χρῶ μετὰ γάλακτος ἢ ὠοῦ τοῦ λευκοῦ.

3

.

138

t

Κολλύριον τὸ Δίωνος.

3

.

138

.

1

Σποδίου 𐅻 δ (οἱ δὲ 𐅻 α), φλοιοῦ λιβάνου ὀβολόν, σμύρνης ὀβο‐ λόν, λεπίδος χαλκοῦ ὀβολόν, ἀκακίας, νάρδου Ἰνδικῆς, μηκωνίου πεφω‐

3

.

138

.

2

σμένου ἀνὰ ὀβολόν, κόμμεως 𐅻 δ, ὕδωρ ὄμβριον. ἔγχριε δι’ ὠοῦ.

3

.

139

t

Κολλύριον τὸ καλούμενον πεπιεσμένον, ἄριστον πρὸς οὐλὰς καὶ τὰ ὑπερσαρκώματα καὶ πρὸς τραχέων βλεφά‐ ρων ἀποκάθαρσιν καὶ πρὸς τὰς ἐκτροπὰς καὶ λιθιάσεις καὶ χαλάζια καὶ σκιρρώδεις διαθέσεις καὶ πτερύγια καὶ ἐγκανθίδας καὶ ψωροφθαλ‐
5μίας καὶ ὑμένων παχύτητας καὶ ῥεύματος πολλοῦ καὶ παχέος ἀπο‐ κάθαρσιν καὶ πρὸς τὸ ὑδαρὲς καὶ πολὺ ἐπέχειν ῥεῦμα· ἀποτήκει τε γὰρ καὶ ἀποκαθαίρει ἀσφαλῶς, λεπτύνει καὶ σμήχει δάκνον ἱκανῶς,

3

.

139

.

1

ἀσύγχυτόν τε τηρεῖ τὸν ὀφθαλμὸν ἥδιστον καὶ προσηνέστατον. Ἔστι δὲ τοιόνδε· χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου ὀβολοὶ δ, κρόκου 𐅻 α, σμύρνης ὀβολοὶ γ, νάρδου Ἰνδικῆς ὀβολοὶ β, κινναμώμου ὀβολοὶ β, μήκωνος ὀβολοὶ β, πεπέρεως κόκκοι ιε, κόμμεως ὀβολοὶ γ, οἴνου Χίου

3

.

139

.

2

τὸ ἱκανόν. εἰ δέ ποτε προσβάλλῃς σποδίου 𐅻 δ, γίνεται πρὸς πᾶν ῥεῦμα καὶ ὀφθαλμίαν ἄριστον.

3

.

140

t

Κολλύριον πρὸς ἀνθρακώσεις τὸ λεγόμενον ἀνίκητον.

3

.

140

.

1

Σποδίου πεπλυμένου 𐅻 δ, μηκωνίου 𐅻 α, ὑοσκυάμου χυλίσματος 𐅻 α, ἀκακίας 𐅻 α, νάρδου ὀβολοὶ β, χαλκοῦ ἐρυθροῦ ὀβολοὶ β, λιβάνου

3

.

140

.

2

ἀτόμου αἰθάλης ὀβολοὶ δ, κόμμεως 𐅻 γ, κωνείου χυλίσματος 𐅻 α. ἔστι δὲ καὶ περίχριστον.

3

.

141

t

Πρὸς ἄνθρακας.

3

.

141

.

1

Μηκωνίου, ἀκακίας, ὑοσκυάμου ἢ μίσυος, μυρίκης καρποῦ ἑκάστου

3

.

141

.

2

ἴσον. λεάνας καὶ διεὶς οἴνῳ παχεῖ ἐπίχριε τούς τε ἐπὶ τῶν ὀφθαλμῶν
ἄνθρακας καὶ περὶ τὰ ἄλλα μέρη.

3

.

142

t

Κολλύριον πρὸς φθίσιν.

3

.

142

.

1

Ἀμμωνιακοῦ 𐅻 α, κροκομάγματος 𐅻 δ, κρόκου 𐅻 β, ἰοῦ 𐅻 α.

3

.

142

.

2

ὕδατι ἀναλάμβανε.

3

.

143

t

Πρὸς ὑποχύσεις.

3

.

143

.

1

Μαράθρου χλωροῦ χυλὸν μίξας μέλιτι ἴσον ἴσῳ ἅμα ζέσον, ἕως

3

.

143

.

2

ὅτε μέλιτος σχῇ πάχος. τοῦτο καὶ πτερύγια ἀφαιρεῖ. ἡμεῖς δὲ μάλιστα

3

.

143

.

3

χρώμεθα τῇ ὑπογεγραμμένῃ. ἐπὶ πολλῶν γὰρ τὸ δέον ἐποίησεν. Καυ‐

3

.

143

.

4

καλίδος χυλοῦ, χαμαίδρυος, κορωνόποδος ἑκάστου ἴσον. λεάνας ποίει

3

.

143

.

5

κολλύρια. ἐνίοτε δὲ καὶ ὀθόννης χυλοῦ ἓν μέρος ἔμιξαν· ταύτην δὲ τὴν ὀθόννην τινὲς καλοῦσι χελιδόνιον μέγα, ὡς ὁ Διοσκορίδης φησίν.

3

.

143

.

6

φυλάττεσθαι δὲ χρὴ τὸ μικρὸν χελιδόνιον, ὃ καλοῦσι καὶ πυρὸν ἄγριον·

3

.

143

.

7

δριμὺ γάρ ἐστι καὶ ἑλκοῖ, ὡς καὶ ὁ Γαληνὸς μαρτυρεῖ. ἀδηκτότερον δ’ ἐστὶ τὸ πρότερον τὸ πρὸς ὑποχύσεις.

3

.

144

t

Ἀρχιγένους ὀξυδορκικώτατον.

3

.

144

.

1

Ὀνίσκου τοῦ ἰχθύος λίπος τὸ ἐν τῇ κοιλίᾳ λαβὼν ἀπόστησον 𐆄 γ,

3

.

144

2,3

σκαμμωνίας 𐆄 𐅶. τούτοις λείοις μίσγεται κεδρίας 𐆄 α. ἐγχρίεσθαι δὲ

3

.

144

.

3

(2)

δεῖ ἢ ἐν βαλανείῳ ἢ ἐν ἡλίῳ ἐκπύρῳ.

3

.

145

t

Δημοσθένους κολλύριον πρὸς τὰς παλαιὰς διαθέσεις.

3

.

145

.

1

Λυκίου 𐅻 γ, χαλκοῦ κεκαυμένου 𐅻 ιβ, καδμείας 𐅻 ιβ, μηκωνίου

3

.

145

.

2

𐅻 ϛ, κρόκου 𐅻 ιβ, ἀκακίας 𐅻 ιβ. λέαινε ὕδατι.

3

.

146

t

Ἀνακόλλημα ῥεύματος ἐφεκτικὸν Κλέωνος.

3

.

146

1,2

Γῆς Σαμίας μέρος α, σμύρνης μέρος α, μάννης μέρος α. ἀναλάμ‐

3

.

146

.

2

(2)

βανε ὠοῦ τῷ λευκῷ, ἔπειτα ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει κατὰ τῶν
κροτάφων καὶ τοῦ μετώπου.

3

.

147

t

Ξηρὸν καλλιβλέφαρον ποιοῦν νηπίοις μάλιστα.

3

.

147

.

1

Στίμμεως 𐅻 ιϛ, μολύβδου κεκαυμένου 𐅻 η, λεπίδος, κρόκου, ῥόδων ἄνθους, σμύρνης, νάρδου Ἰνδικῆς, λιβάνου ἄρρενος, πεπέρεως λευκοῦ

3

.

147

.

2

ἀνὰ 𐅻 α, φοινίκων ὀστᾶ λ. πάντα βαλὼν εἰς ἄγγος κεραμεοῦν ὄπτα φιλοπόνως, ἔπειτα εἰς θυίαν ἐξεράσας καὶ τρίψας ἐπίβαλλε ὀποβαλσάμου κοχλιάρια β, ἔπειτα ἀνακόψας καὶ ξηράνας χρῶ.

3

.

148

t

Ξηρίον πρὸς ψωροφθαλμίαν καὶ σύκωσιν καὶ σηπεδόνας καὶ ὑπερσαρκώματα.

3

.

148

.

1

Καδμείας 𐅻 ι, χαλκίτεως 𐅻 κ, πεπέρεως κόκκοι ιε, νάρδου Κελ‐

3

.

148

.

2

τικῆς 𐅻 α. τρῖβε καδμείαν καὶ χαλκῖτιν μετ’ οἴνου, καὶ ὅταν ξηρανθῇ, ἐπίβαλλε νάρδον καὶ τὸ πέπερι καὶ ποιήσας χνοῶδες χρῶ.

3

.

149

t

Ὑγρὰ πρὸς τὰς συκώδεις ἐπαναστάσεις καὶ πάσης σαρκὸς ἐξοχὴν καὶ πρὸς ἐγκανθίδας.

3

.

149

.

1

Μίσυος ὀπτοῦ 𐅻 ϛ, χαλκάνθου 𐅻 δ, μέλιτος Ἀττικοῦ 𐆂υ ι.

3

.

150

t

Ἄλλο πρὸς τύλους καὶ πᾶσαν ἐξοχήν.

3

.

150

.

1

Χαλκοῦ κεκαυμένου 𐅻 β, μίσυος κεκαυμένου 𐅻 α, σμύρνης, κρόκου ὄμφακος ἀνὰ 𐅻 α, οἴνου Χίου 𐆂υ η, μέλιτος Ἀττικοῦ 𐆄 ϛ.

3

.

151

t

Πρὸς ὀξυδορκίαν καὶ ἀπογλαύκωσιν.

3

.

151

.

1

Πέρδικος χολῆς μέρος α, μέλιτος Ἀττικοῦ μέρη γ, κενταυρίου χυλοῦ μέρος α.

3

.

152

t

Οὐλὰς ὀφθαλμῶν ἆραι.

3

.

152

.

1

Λαγωοῦ χολὴν μετὰ μέλιτος λειώσας ἔγχριε.

3

.

153

t

Ἀνακολλήματα τριχῶν.

3

.

153

.

1

Κηροῦ, πίσσης, λιθοκόλλης ἀνὰ 𐅻 α ὁμοῦ τήξας ἀπόθου· ἐν δὲ τῇ χρήσει μηλωτίδος τὸ ἄκρον πυρώσας παράπτου τῷ φαρμάκῳ καὶ
τὸ διαλυόμενον αἴρων ἀνακόλλα τὰς τρίχας.

3

.

154

t

Πρὸς κριθὰς καὶ χαλάζια.

3

.

154

.

1

Σαγαπηνὸν μετ’ ὄξους τρίψας χρῶ.

3

.

155

t

Πρὸς αἰγίλωπας.

3

.

155

.

1

Λιβάνου 𐅻 η, σμύρνης 𐅻 η, λαδάνου 𐅻 δ, κηροῦ 𐅻 η, σχιστῆς 𐅻 δ,

3

.

155

.

2

ἀφρονίτρου 𐅻 δ, πυτίας λαγωοῦ 𐅻 δ. κόπτεται τὸ φάρμακον καὶ μαλάσσεται ἰρίνου μύρου ὑποστάθμῃ.

3

.

156

t

Πρὸς περιωδυνίας ὀφθαλμῶν κατάπλασμα.

3

.

156

1,2

Ῥόδων ξηρῶν 𐅻 δ, ὀπίου 𐅻 α, κρόκου 𐅻 α. ἀναλάμβανε μελι‐

3

.

156

.

2

(2)

λώτου ἀφεψήματι ἐν γλυκεῖ.

3

.

157

t

Πρὸς περιωδυνίας ἐπίχρισμα.

3

.

157

.

1

Ἀλόης, λυκίου, ῥόδων χλωρῶν, κρόκου, ὀπίου, σμύρνης ἑκάστου

3

.

157

.

2

τὸ ἴσον. οἴνῳ φυράσας ἀνάπλασσε τροχίσκους καὶ ξήραινε ἐν σκιᾷ. ἐν δὲ τῇ χρήσει γλυκεῖ διαλύων ἐπίχριε τοὺς ὀφθαλμοὺς καὶ τὸ μέτωπον καὶ τοὺς κροτάφους.

3

.

158

t

Διάρροδον Διαγόρου τὸ μέγα καλούμενον

3

.

158

.

1

πρὸς περιωδυνίας, φλυκταίνας, ἐπικαύματα, σταφυλώματα, προπτώσεις, ὑποπύους ὀφθαλμούς, ῥεύματα παλαιά, ὀφθαλμίας, δυσεπαλλάκτους διαθέσεις. Ῥόδων χλωρῶν χωρὶς τῶν λοβῶν 𐅻 οβ, καδμείας 𐅻 κδ, κρόκου 𐅻 ϛ, ὀπίου 𐅻 γ, στίμμεως 𐅻 β, χαλκοῦ 𐅻 β, νάρδου Ἰνδικῆς
5𐅻 α, σμύρνης 𐆄 γ, κόμμεως 𐅻 κδ, ὕδωρ ὄμβριον.

3

.

159

t

Κροκῶδες παιδικὸν ἐπιγραφόμενον

3

.

159

.

1

πρὸς ἐπιφορὰς καὶ περιωδυνίας καὶ τὰς ἐκ πληγῶν διαθέσεις. Σποδοῦ

3

.

159

.

2

πομφόλυγος 𐅻 ιϛ, κρόκου 𐅻 ιϛ, ὀπίου 𐅻 ιϛ, τραγακάνθης 𐅻 η. ὕδατι
ὀμβρίῳ καὶ πρὸς τῇ ἀναλήψει ὠῶν τεσσάρων τὸ λευκόν.

3

.

160

t

Τὸ Ἀσκληπιάδειον τὸ Πακκιανὸν πρὸς περιωδυνίας, ῥεῦμα λεπτὸν καὶ πολύ, ἐπικαύματα, φλυκταίνας, ὑμένων ἐπαναστάσεις, τραχώματα, κεχρονισμένας διαθέσεις· καὶ τοὺς

3

.

160

.

1

ὑπὸ πολλῶν ἐγχρίσεων βλαβέντας παραχρῆμα ὠφελεῖ. Καδμείας, χαλκοῦ, κρόκου, λεπίδος χαλκοῦ ἀνὰ 𐅻 ιβ, σμύρνης, λίθου αἱματίτου, ῥόδων ξηρῶν, νάρδου Ἰνδικῆς, ὀπίου ἀνὰ 𐅻 δ, πεπέρεως λευκοῦ κόκκοι κ,

3

.

160

.

2

κόμμεως 𐅻 ιβ, οἴνου Χίου τὸ αὔταρκες. ἡ χρῆσις δι’ ὠοῦ.

3

.

161

t

Πρὸς τὴν ἀχλὺν τῶν ὀμμάτων

3

.

161

.

1

ἐγχεῖν δεῖ τοῖς ὀφθαλμοῖς ἐφ’ ἑκάστης ἡμέρας ὧδε πεποιημένον ἐπὶ μῆνα καὶ ἡμέραν. Μάραθρα βάλλειν χλωρὰ εἰς ἄγγος κεραμεοῦν ἔξω‐ θεν πίσσῃ κεχρισμένον καὶ ὕδωρ ὄμβριον, ἔπειτα ἐξελόμενον τὰ μάρα‐ θρα ἔχειν ἀποκείμενον.

3

.

162

t

Σμήγματα καὶ δρώπακες. —Σμῆγμα ὁ Ἀσκληπιός.

3

.

162

.

1

Ἁλῶν κοινῶν, ἁλῶν ἀμμωνιακῶν, ἁλῶν Καππαδοκικῶν πεφωγ‐ μένων, κισήρεως, ἀφρονίτρου λευκοῦ, δαφνίδων ξηρῶν ἀνὰ 𐆃 α, ἐλλε‐ βόρου λευκοῦ, στρουθίου, σταφίδος ἀγρίας, νάπυος Ἀλεξανδρίνου, θείου ἀπύρου, πυρέθρου, φέκλης, σχίνου ἄνθους, κυπέρου ἀνὰ 𐆄 ϛ, σαμψύχου,
5στυπτηρίας σχιστῆς, κηκῖδος, κόμμεως, λιβανωτοῦ, ἀλκυωνίου, πεπέρεως, κάχρυος, σικύου ἀγρίου ῥίζης, χαμαιλέοντος, ἴρεως, πρασίου ξηροῦ ἀνὰ

3

.

162

.

2

𐆄 γ. κόψας καὶ σήσας χρῶ.

3

.

163

t

Σμῆγμα ξηραῖνον κεφαλήν.

3

.

163

.

1

Κιμωλίας 𐅻 β, νίτρου, βρυωνίας, σικύου ἀγρίου φλοιοῦ τῆς ῥίζης

3

.

163

.

2

ξηροῦ, κυαμίνου ἀλεύρου, θερμίνου ἀνὰ ἡμίξεστον. λεῖα μετρήσας ἕνωσον. χρῶ δ’ ἐν λουτρῷ· σπουδαίως βοηθεῖ.

3

.

164

t

Σάπων ἀποκρουστικός.

3

.

164

.

1

Βαλαυστίων 𐆄 α, ἀλόης, κηκῖδος, στυπτηρίας, λιβάνου, φύλλου,
σιδίων, κόστου, ῥοιῶν λέπους ἀνὰ 𐆄 α, νάρδου στάχυος 𐆄 α σαρκο‐ κόλλης 𐆄 α, σάπωνος Γαλλικοῦ 𐆄 ϛ, θέρμων πικρῶν ἀπόζεμα ὅσον

3

.

164

.

2

αὔταρκες. ἔνιοι δὲ προστιθέασι σμύρνης 𐆄 α, κυτίνων 𐆄 α.

3

.

165

t

Δρώπαξ Γάλλος.

3

.

165

.

1

Κολοφωνίας τῆς λιβανωτιζούσης 𐆃 δ, πιτυΐνης 𐆃 δ καὶ τῆς ξυλώ‐ δους καλουμένης, ἐν Ἰταλίᾳ μόνῃ γινομένης 𐆃 δ, ἀποχύματος πίσσης ξηρᾶς 𐆃 δ, κηροῦ 𐆃 δ, φρυκτῆς 𐆃 ιε, πίσσης Βρυττίας 𐆃 β, νίτρου 𐆃 α ἀσφάλτου, χαλβάνης, ἀδάρκης, πυρέθρου ἀνὰ 𐆄 ϛ, ὀποπάνακος, εὐφορ‐
5βίου, ἐλλεβόρου λευκοῦ, πεπέρεως ἀνὰ 𐆄 δ, θείου ἀπύρου 𐆄 γ, καστο‐ ρίου, ἀμμωνιακοῦ, σταφίδος ἀγρίας ἀνὰ 𐆄 β, ἐλαίου Σικυωνίου 𐆃 α, ὀποβαλσάμου 𐆄 ϛ.

3

.

166

t

Ἄλλο ἁπλοῦν.

3

.

166

.

1

Κηροῦ 𐆃 α, 〈πίσσης ξηρᾶς 𐆃 𐅶, πίσσησ〉 Βρυττίας 𐆃 α, πιτυΐνης 𐆃 α, φρυκτῆς 𐆃 α 𐆄 γ.

3

.

167

t

Ψίλωθρον.

3

.

167

.

1

Ὄρυζαν, κυάμινον ἄλευρον, πτισάνην ἕψε ἐν ὕδατι καὶ τῷ χυλῷ τούτων χρησάμενος ἀντὶ ὕδατος μίσγε ἀρσενικοῦ 𐆄 α, ἀσβέστου 𐆃 α καὶ μετὰ ταῦτα μίγνυε σμύρνης 𐆄 α, μαστίχης 𐆄 α, κισήρεως ὀπτῆς 𐆄 𐅶, ὀποβαλσάμου κοχλιάρια β.

3

.

168

t

Πρὸς ῥυτίδωσιν ἐκ τῶν Ῥούφου σμῆγμα.

3

.

168

.

1

Συνεχῶς σμηχόμενον τὸ ῥυσὸν σῶμα τούτῳ τείνεται. Σύκοις ἅμα πίοσι βρυωνία κόπτεται καὶ ἄλευρον ὀρόβου κεκαυμένον, σηπίας ὄστρακα, μέλιτος ἐπισταζομένου βραχέος.

3

.

169

t

Σμῆγμα λαμπρυντικὸν καὶ χνοῦν ἀφαιροῦν.

3

.

169

.

1

Κυάμων ἀλεύρου χο β, κισήρεως καθαρᾶς χο β, σεμιδάλεως χο β, ἀφρονίτρου λευκοῦ χο β, μαράθρου ἑψηθέντος εἰς πτισάνην καὶ ἀπο‐ πλυθέντος ὕστερον ὀξυμέλιτι, εἶτα κοπέντος καὶ σησθέντος χο β, σάπω‐

3

.

169

.

2

νος Γαλλικοῦ 𐆃 β. μίγνυε τὸν σάπωνα εἰς τὰ λοιπὰ ἐπιθρύβων ταῖς
χερσὶ καὶ κέχρησο ἐν βαλανείῳ.

3

.

170

t

Στοματικά. —Φιλαγρίου πρὸς τὰς ἐν τῷ στόματι ἀναβρώσεις.

3

.

170

.

1

Σχίνου καρποῦ μηδέπω μελανθέντος 𐅻 δ, κηκῖδος 𐅻 δ, κόστου 𐅻 α, φύλλου 𐅻 α.

3

.

171

t

Ἀνθηρὰ πρὸς τὰ ἐν τῷ στόματι ἕλκη.

3

.

171

.

1

Σανδαράκης, ἴρεως ἀνὰ 𐅻 δ, κυπέρου 𐅻 η, κρόκου, σμύρνης, στυπτηρίας σχιστῆς ἀνὰ 𐅻 β, ῥόδων ἄνθους 𐅻 α.

3

.

172

t

Σμῆγμα εὐῶδες ὀδόντων,

3

.

172

.

1

ἵνα καὶ λευκοὶ ὦσι καὶ μὴ βιβρώσκωνται. Νίτρου, σηπίας ὀστράκου,

3

.

172

.

2

σμύρνης ἀνὰ 𐆄 α. λείοις χρῶ.

3

.

173

t

Τὸ διὰ μόρων ὡς Γαληνός.

3

.

173

.

1

Μέλιτος 𐆃 α, τῶν μόρων τοῦ χυλοῦ 𐆂ο ε, κρόκου 𐆄 α 𐅶, σμύρνης 𐆄 α 𐅶, 〈στυπτηρίας σχιστῆς τριώβολον〉 ὀμφακίου 𐆄 α, οἴνου αὐστηροῦ

3

.

173

2,3

𐆂ο ε. εἰ δὲ μὴ ἔχεις ὀμφάκιον, ἀντὶ αὐτοῦ ῥοῦ χυλὸν ἔμβαλλε. προ‐

3

.

173

.

3

(2)

έψεσθαι δὲ χρὴ τὸν χυλὸν αὐτὸν καθ’ ἑαυτὸν μόνον, ἄχρι γλοιοῦ σχῇ πάχος, εἶθ’ οὕτως προσβάλλειν τὸ μέλι, καὶ ἐπειδὰν ἤδη μέλλῃς αἴρειν τὴν κακκάβην ἀπὸ τοῦ πυρός, ἐπιμιγνύειν τὰ λοιπὰ καὶ μετὰ τὸ θεῖναι

3

.

173

.

4

κάτω τὴν κακκάβην κινεῖν, ἄχρι πάντα ἑνωθῇ καλῶς. ἡ μὲν οὖν τοῦ μέσου τῇ δυνάμει φαρμάκου συμμετρία τε καὶ ἕψησις ἁρμόττουσα ταῖς μετρίαις φλεγμοναῖς καὶ ταῖς τῶν μειζόνων ἀκμαῖς, εἴτε πρὸς ἀρχάς τε καὶ αὐξήσεις αὕτη ἁρμόττον φάρμακον εἴρηται· πρὸς δὲ τὰς σκλη‐
5ρουμένας φλεγμονάς, ὅταν ἤδη παύηται μὲν ἡ ἀκμή, καὶ μηκέτι ἐπιρρέῃ μηδέν, ἥκῃ δὲ τοῦ διαφορεῖν ὁ καιρός, ἐπιμίγνυσθαι προσήκει τῷ στο‐ ματικῷ φαρμάκῳ τῶν διαφορητικῶν ἔνια· ἀρκεῖ δὲ τῇ προειρημένῃ τοῦ
μέσου συμμετρίᾳ μιχθῆναι λίτρου 𐅻 δ, 〈θείου 𐅻 δ〉.

3

.

174

t

Ἡ διὰ τοῦ βησασᾶ στοματικὴ διάχριστος ἔνδοξος πρὸς συνάγχας τὰς ἀπηλπισμένας.

3

.

174

.

1

Ἀνήσσου σπέρματος, 〈σελίνου σπέρματος, ἄμεως σπέρματοσ〉, σχίνου ἄνθους, στυπτηρίας σχιστῆς, ἴρεως, βησασᾶ, ὅ τινες ἁρμαλᾶ καλοῦσι, κινναμώμου, σμύρνης τρωγλίτιδος, ἀριστολοχίας μακρᾶς, κασίας, κροκο‐ μάγματος, ῥόδων ξηρῶν ἀνὰ 𐆄 α, κόστου, χελιδόνων νοσσιᾶς σποδοῦ
5προσφάτου ἀνὰ 𐆄 γ, κρόκου 𐆄 α, νάρδου Ἰνδικῆς, ἀμώμου ἀνὰ 𐆄 𐅶,

3

.

174

.

2

κηκῖδας η. λείοις σὺν μέλιτι χρῶ· ἐπὶ δὲ τῆς χρείας ἄνιε μέλιτι.

3

.

174

.

3

καρκῖνοι ποτάμιοι ἐν ὕδατος ψυχροῦ 𐆂ο α λειωθέντες καὶ διηθούμενοι συναγχικῶν ἀναγαργάρισμα κρατιστόν ἐστιν· παχέα γὰρ ἄγει συχνὰ ὥστε ἐπικουφίζειν αὐτίκα.

3

.

175

t

Πρὸς συνάγχην.

3

.

175

.

1

Κυνείαν κόπρον λευκὴν λαβὼν ξήρανον καὶ λεάνας σῆσον καὶ ἔχε

3

.

175

.

2

ἕτοιμον· ἐπὶ δὲ τῆς χρείας ἄνιε μέλιτι καὶ διάχριε. ἰσχυρότερον τού‐ του τοῦ φαρμάκου οὐδὲν ἔγνων οὔτε ἐπὶ συναγχικῶν οὔτε ἐπὶ παρ‐

3

.

175

.

3

ισθμίων μεγάλῃ φλεγμονῇ καὶ ἀντιάδων κινδυνευόντων πνιγῆναι. ὅταν δ’ ὀστᾶ βεβρωκότες ὦσιν οἱ κύνες, λευκή τ’ ἐστὶν ἡ κόπρος καὶ ἀρίστη.

3

.

176

t

Πρὸς κιονίδα κεχαλασμένην.

3

.

176

.

1

Μέλιτος 𐆃 α, στυπτηρίας ὑγρᾶς 𐆃 α, ῥόδων ἄνθους 𐆃 α, ὑποκι‐

3

.

176

.

2

στίδος χυλοῦ 𐆄 ε. ἕψε στυπτηρίαν μέλιτι, εἶτα τὰ ξηρὰ ἔμβαλλε καὶ

3

.

176

.

3

οὕτω χρῶ· ἕψε δ’ ἐπ’ ὀλίγον. καλόν ἐστιν ὄντως τοῦτο τὸ φάρμακον, καὶ δεῖ χρῆσθαι τρισὶ τρόποις αὐτῷ· εἷς μὲν γὰρ τρόπος χρήσεώς ἐστι, καὶ μάλιστα ἐν ἀρχῇ, διαλύοντος τὸ φάρμακον ἢ δι’ ὕδατος θερμοῦ ἢ δι’ ὑδρομέλιτος ἀνακογχυλίζεσθαι· καὶ γὰρ παρηγορητικόν ἐστι τοῦτο
5καὶ τὸ δέον ἀνύει· μεταξὺ δὲ τῆς τοιαύτης χρήσεως καὶ ἀκράτῳ φαρ‐ μάκῳ χρῆσθαι προσήκει, τοῦτο μὲν διαχρίοντας τοῖς δακτύλοις, τοῦτο δὲ διὰ κοχλιαρίου προσαπτόμενον μετὰ τοῦ ἀναπιέζειν καὶ ἅμα πρὸς τοὐκτὸς ἄγειν τὴν κιονίδα· συμφέρει γὰρ ὡς ὅτι μάλιστα πρὸς τὴν
γλῶτταν αὐτὴν ἐπιρρέπειν ἀποχωροῦσαν τῆς εὐθύτητος.

3

.

177

.

1

Εἰ λίνα πλείονα, καὶ μάλιστα τῶν ἀπὸ τῆς θαλαττίας πορφύρας, περιβαλὼν ἐχίδνης τραχήλῳ πνίξειας αὐτοῖς τὴν ἔχιδναν, εἶτα περι‐ άπτοις ἕκαστον λίνον τῷ τραχήλῳ, θαυμαστῶς ὅπως ὀνίνησι παρίσθμιά

3

.

177

.

2

τε καὶ ὅσα περὶ τράχηλον ἐκβλαστάνει. Γαληνὸς ἐπαινεῖ τοῦτο.

3

.

178

t

Ὀδόντων προφυλακτικόν.

3

.

178

.

1

Κέρατος ἐλαφείου κεκαυμένου καὶ πεπλυμένου μέρος α, μαστίχης

3

.

178

.

2

Χίας ἥμισυ, κυπέρου τρίτον. κόψας εὖ μάλα καὶ σήσας χρῶ.

3

.

179

t

Πρὸς σειομένους ὀδόντας.

3

.

179

.

1

Στυπτηρίαν στρογγύλην μεθ’ ἁλὸς διπλοῦ περίπλαττε τοῖς ὀδοῦσιν,

3

.

179

.

2

ἢ πτελέας φλοιὸν ἐν οἴνῳ ἑψήσας διακράτει.

3

.

180

t

Πρὸς χείλη κατερρωγότα.

3

.

180

.

1

Κηκῖδα ὀμφακῖτιν λείαν ἀναλάμβανε τερμινθίνῃ ἢ ὑσσώπῳ ἢ μέλιτι

3

.

180

.

2

καὶ ἐπίχριε. πρὸς δὲ τὰς βαθυτέρας ἐπιρρήξεις ἐπάλειφε λίπει αἰγείῳ τεθεραπευμένῳ ἢ βοείῳ ἢ μυελῷ βοείῳ ἢ στέατι χηνείῳ.

3

.

181

t

Φιλαγρίου πρὸς τὰς ἐν τῷ στόματι ἀναβρώσεις.

3

.

181

.

1

Σχίνου καρποῦ μηδέπω μελανθέντος, κηκῖδος ἀνὰ 𐅻 δ, κόστου, φύλλου ἀνὰ 𐅻 α.

3

.

182

t

Ἀντίδοτοι πρὸς κωλικούς.

3

.

182

.

1

Λύκου κόπρον ἐπότιζέ τις κωλικούς, οὐ μόνον ἐν τοῖς παροξυ‐ σμοῖς, ἀλλὰ καὶ ἐν τοῖς διαλείμμασιν, ὅσοι γε χωρὶς φλεγμονῆς ἔπασχον.

3

.

182

.

2

εἶδόν τινας αὐτῶν μηκέτι ἁλόντας τῷ παθήματι, τοὺς δ’ ἁλόντας οὐδέποτε αὖθις ἰσχυρῶς παθόντας, ἀλλ’ οὐδὲ μετ’ ὀλίγον χρόνον.

3

.

182

.

3

ἐλάμβανε δὲ τὴν λευκοτέραν κόπρον, ἥτις ὀστοφαγούντων ἀποκρίνεται·

3

.

182

.

4

ἐθαύμασα δ’ αὐτῆς ὅτι καὶ περιαπτομένη πολλάκις ἐναργῶς ὠφέλησεν.

3

.

182

.

5

ἐλάμβανε δ’ οὗτος τὴν κόπρον οὐδὲ πεπτωκυῖαν ἐπὶ τὴν γῆν· οὐ χαλεπῶς δὲ γίνεται τοῦτο· φύσιν γὰρ ἔχει τὸ ζῷον καθάπερ ὁ κύων, ἐπαίρων τὸ ἕτερον τῶν ὀπισθίων σκέλος οὐρεῖν καὶ ἀποπατεῖν πρός

3

.

182

.

6

τι τῶν ἐξεχόντων τῆς γῆς. εὑρίσκεται δ’ ἐν ταῖς κόπροις αὐτῶν καὶ αὐτῶν τῶν ὀστῶν μόρια, καὶ ταῦτα κόπτων καὶ λειῶν ἐδίδου πίνειν

3

.

182

.

7

τοῖς κωλικοῖς. ἐπὶ δὲ τῶν καθαριωτέρων ἐμίγνυε ἁλός τι καὶ πεπέ‐

3

.

182

.

8

ρεως, ἐδίδου δ’ ἐν οἴνῳ λεπτῷ, ἔστι δ’ ὅτε καὶ ἐν ὕδατι. τὸ δ’ οὖν περιαπτόμενον τῆς κόπρου ταῖς λαγόσι περιῆπτεν ἄρτημα ἔχον, μάλιστα μὲν ἀπὸ βοὸς ἢ προβάτου λυκοβρώτου γεγονός· εἰ δὲ μή, ἐκ δέρματος

3

.

182

.

9

ἐλαφείου, περιελιττομένου τοῦ ἱμάντος ταῖς λαγόσιν. καὶ αὐτὸ δὲ τὸ

3

.

182

.

10

περιέξον ἐκέλευσεν εἶναι ἐκ δέρματος ἐλαφείου. —Ἡ Φίλωνος πρὸς κωλικοὺς ἀνώδυνος. Κρόκου 𐅻 ε, πυρέθρου 𐅻 δ, εὐφορβίου 𐅻 α, νάρδου στάχυος 𐅻 α, πεπέρεως λευκοῦ 𐅻 κ, ὑοσκυάμου 𐅻 κ, ὀπίου

3

.

182

.

11

𐅻 ι. τοῦτο τὸ φάρμακον ἔνδοξόν ἐστιν.

3

.

183

t

Ἡ τρίγωνος ἀναξηραντικὴ ἀνώδυνος.

3

.

183

.

1

Ὑοσκυάμου σπέρματος 𐅻 δ, 〈σελίνου σπέρματος 𐅻 δ〉, ἀνήσου 𐅻 β,

3

.

183

.

2

ὀπίου 𐅻 α. σὺν ὕδατι ἀνάπλαττε τροχίσκους τέταρτον. δίδου σὺν ψυχρῷ πρωῒ καὶ ἑσπέρᾳ ἕνα.

3

.

184

t

Πρὸς τοὺς ἐκκαιομένους καταπότιον ἐκ τῶν Διοσκορίδους.

3

.

184

1,2

Σικύου ἡμέρου σπέρματος 𐅻 η, τραγακάνθης 𐅻 δ. διάλυε τὴν

3

.

184

.

2

(2)

τραγάκανθαν ὠῶν ὠμῶν προσφάτων τῷ λευκῷ, καὶ ὅταν διαλυθῇ, τρίψας ἐπιμελῶς καὶ μίξας ἀνάπλασσε καταπότια καὶ ξήραινε ἐν σκιᾷ καὶ δίδου ἓν ὑπὸ τὴν γλῶσσαν κατέχειν καὶ τὸ διαλυόμενον ὑγρὸν
5καταπίνειν.

3

.

185

t

Πρὸς τεταρταίους Γαληνοῦ.

3

.

185

.

1

Ὀποῦ Κυρηναϊκοῦ, πεπέρεως, σμύρνης, πηγάνου φύλλων ἀνὰ 𐅻 α.

3

.

185

.

2

λειώσας καὶ μίξας ἀναλάμβανε καὶ χρῶ πρὸ τῆς ἐπισημασίας ἐν ὀξυ‐ μέλιτι διδοὺς ὀβολοὺς β μόνους.

3

.

186

t

Πρὸς λυσσοδήκτους.

3

.

186

.

1

Καρκίνων ποταμίων ἡ τέφρα θαυμασίως ἐπὶ τῶν λυσσοδήκτων ὠφελεῖ, καὶ μόνη μέν, ἀλλὰ καὶ μετὰ γεντιανῆς τε καὶ λιβανωτοῦ, ὡς εἶναι τοῦ λιβανωτοῦ μὲν μίαν μοῖραν, πέντε δὲ τῆς γεντιανῆς καὶ

3

.

186

.

2

τῶν καρκίνων δέκα. καίεσθαι δὲ τοὺς καρκίνους οὕτως· κατὰ λοπάδα ἐξ ἐρυθροῦ χαλκοῦ ζῶντας ἐπιτιθέντας τοὺς καρκίνους καίειν δεῖ, μέχρις οὗ τεφρωθῶσιν ὡς εὐκόλως λειοῦσθαι· καίειν δὲ μετὰ Κυνὸς ἐπιτολήν, ἡνίκα ἐν Λέοντι μὲν ὁ ἥλιος, ὀκτωκαιδεκαταία δ’ ἡ σελήνη. πίνειν δὲ
5καθ’ ἑκάστην ἡμέραν τὸ φάρμακον τοῦτο τοὺς λυσσοδήκτους ἄχρι τῆς

3

.

186

.

3

τεσσαρακοστῆς, ἐπιπάσσων ὕδατος κοχλιάριον εὐμέγεθες· εἰ δ’ οὐκ ἐξ ἀρχῆς, ἀλλὰ μεθ’ ἡμέρας τινὰς τοῦ δηχθῆναι προνοῇ τοῦ δεδηγμένου,

3

.

186

.

4

δύο κοχλιάρια καθ’ ἡμέραν ἐπίπασσε. χρῆσθαι δὲ κατ’ αὐτοῦ τοῦ τραύ‐ ματος τῷ διὰ τῆς Βρυττίας πίττης φαρμάκῳ, μίαν μὲν λαμβάνοντι τῆς πίττης λίτραν, ἕνα δ’ ὄξους δριμυτάτου ξέστην Ἰταλικόν, ὀποπάνακος

3

.

186

.

5

δὲ 𐆄 γ. τούτοις Αἰσχρίων ἐχρῆτο, καὶ οὐδεὶς οὐδέποτε ἀπέθανεν.

3

.

187

t

Πρὸς τοὺς ἀπὸ μυκήτων πνιγομένους.

3

.

187

.

1

Ἐπὶ 〈τῶν ἀπὸ〉 μυκήτων πνιγομένων καλῶς ποιεῖ τὸ ἀφρόνιτρον, καὶ

3

.

187

.

2

νίτρον δὲ κεκαυμένον καὶ ἄκαυστον ὁμοίως. ἀλεκτορίδων κόπρῳ ἐπί τινων ὑπὸ μυκήτων ἐδωδῆς πνιγομένων ἐχρησάμην ἐπιπάττων λελειωμένην κυάθοις τρισὶν ἢ τέτταρσιν ὀξυκράτου τε καὶ ὀξυμέλιτος, καὶ προφανῶς ὠφέλησε διὰ ταχέων· ἤμεσαν γὰρ ὀλίγον ὕστερον οἱ πνιγόμενοι φλεγ‐
5ματώδη παχύτατον χυμόν, ἐφ’ ᾧ τελέως ἐπαύσαντο τοῦ συμπτώματος.

3

.

187

.

3

καὶ καλαμίνθης δὲ χυλὸς ἢ ἀπόζεμα πινόμενον θεραπεύει.

3

.

188

t

Πρὸς ἐπιληπτικοὺς τὸ διὰ σκίλλης.

3

.

188

.

1

Μελιτηρὸν ἀγγεῖον οὐκέτι ἔχον μέλι παρασκευάσας ἐπίβαλλε σκίλ‐ λαν εἰς λεπτὰ διαθρύψας ταῖς χερσίν, εἶτα πωμάσας στεγανῷ πώματι καὶ περιθεὶς ἔξωθεν ὅλῳ τῷ στόματι τοῦ ἀγγείου [τὸ] δέρμα καὶ δήσας ἀκριβῶς ἐν χωρίῳ κατατίθημι πρὸς μεσημβρίαν μὲν ἐστραμμένῳ, σκε‐
5πομένῳ δ’ ἀπὸ τῶν βορείων πνευμάτων ὡς μηδ’ ὅλως ὑπ’ αὐτῶν

3

.

188

.

2

καταπνεῖσθαι. ποιῶ δὲ τοῦτο κατὰ τὴν τοῦ Κυνὸς ἐπιτολὴν ἐν τεσ‐ σαράκοντα ἡμέραις· ἀτρέμα δέ πως ἔν τισιν αὐτῶν ὑπαλλάττων τοῦ κεραμίου τὴν θέσιν, θερμαίνεσθαι κατὰ πᾶν μέρος ὁμοίως αὐτὸ βουλό‐ μενος, εἶτα μετὰ τὸν χρόνον τῶν τεσσαράκοντα ἡμερῶν εὑρίσκω λύσας
5τὸ ἀγγεῖον ἡψημένῳ παραπλήσιον τὸ σῶμα τῆς σκίλλης, ἐξερρυηκότα δὲ τὸν χυλὸν αὐτῆς, ὃν ἀνελόμενος ἡδύνω μέλιτι καλλίστῳ καὶ δίδωμι τούτου καθ’ ἑκάστην ἡμέραν κοχλιάριον μεστόν, τοῖς μὲν παιδίοις

3

.

188

.

3

μικρόν, τοῖς δὲ τελείοις μέγα. καὶ μέντοι καὶ τὸ σωματῶδες τῆς σκίλ‐ λης κόψας, λειώσας, μετὰ μέλιτος δίδωμι κοχλιάριον ἕν, ὥσπερ εἴρηται.

3

.

188

.

4

δευτέραν δύναμιν τοῦτο τοῦ πρόσθεν ἔχειν γίνωσκε.

3

.

189

t

Πρὸς φωνῆς ῥῶσιν τροχίσκος.

3

.

189

.

1

Νάπυος πεφρυγμένου καὶ σεσησμένου λεπτοτάτῳ κοσκίνῳ μέρη γ,

3

.

189

.

2

πεπέρεως λεπτοτάτου μέρος α. μέλιτι ἀναλαμβάνεται ἀπέφθῳ, καὶ

3

.

189

3,4

γίνονται τροχίσκοι ὀβολιαῖοι. ἕνα τροχίσκον κατεσθίειν δεῖ. δῆξιν καὶ

3

.

189

.

4

(2)

πύρωσιν οὐκ ὀλίγην ἀνίστησιν, ἀλλὰ τὴν ἀρτηρίαν ποιεῖ λείαν εἶναι.

3

.

190

t

Ἄλλο.

3

.

190

.

1

Ὑπὸ τῇ γλώσσῃ κρατεῖται κυάμου μέγεθος ὥστε καταπίνειν ἐπὶ σχολῆς τὸ τηκόμενον, καὶ σφόδρα τὴν ἀρτηρίαν λεαίνει τε καὶ ἀνδρειοῖ.

3

.

190

.

2

ποιεῖται δ’ οὕτως. γλυκυρρίζης 𐅻 ιβ, κασίας 𐅻 δ, κρόκου, σμύρνης, φύλλου, νάρδου Κελτικῆς, λιβανωτοῦ, ὑποκιστίδος χυλοῦ, λυκίου, κόμ‐

3

.

190

.

3

μεως ἀνὰ 𐅻 β. τὰ μὲν κόπτεται, τὰ δὲ τρίβεται, καὶ μέλιτι Ἀττικῷ
πάντα καταμίγνυται, συμμιχθείσης αὐτῷ τερμινθίνης 𐅻 β.

3

.

191

t

Ἡ δι’ ὀπωρῶν πρὸς δυσεντερικοὺς καὶ κοιλιακούς.

3

.

191

.

1

Ῥοιαὶ ὁλόκληροι κ, μῆλα κυδώνια κ, ῥόδων ξηρῶν ξ̸ α, προύμνων ἀγρίων ξ̸ β, οὔων ἐπετείων ξ̸ β, ἄπιοι Ταρεντῖναι κ, μῆλα Σκαυδιανὰ λ, ῥοῦ Συριακοῦ ξ̸ γ, γλεύκους Ἀμιναίου ἀφηψημένου εἰς τὸ τρίτον ξ̸ μη.

3

.

191

.

2

ἕψε ὁμοῦ, ἕως σχῇ μέλιτος πάχος, καὶ ἀποτίθεσο ἐν ὀστρακίνῳ καινῷ.

3

.

192

t

Ἀντίδοτος ἡ Κοΐντου ἀνώδυνος.

3

.

192

.

1

Στύρακος, ἀσάρου, ὀπίου, ὑοσκυάμου σπέρματος, καστορίου ἴσα· μέλιτι ἀναλάμβανε.

3

.

193

t

Ὁ Διοσπολίτης.

3

.

193

.

1

Ἐνίοτε μὲν ἐξ ἁπάντων ἴσων σκευάζεται, κυμίνου τε καὶ πεπέρεως μακροῦ ἢ λευκοῦ καὶ πηγάνου καὶ νίτρου, καὶ ἔστι μᾶλλον οὕτως ὑπακτικώτερος γαστρός· ἐνίοτε δὲ τῶν μὲν ἄλλων ἴσον ἑκάστου μίγνυ‐

3

.

193

.

2

ται, λίτρου δ’ ἥμισυ. ἐμβρεχέσθω δὲ τὸ κύμινον ὄξει δριμυτάτῳ, κἄπειτα

3

.

193

.

3

εὐθὺς τριβέσθω· πρότερον φρυγέσθω μετρίως. ἔστω δὲ καὶ τὰ τοῦ

3

.

193

.

4

πηγάνου φύλλα προανεξηρασμένα συμμέτρως. τούτοις τοῖς τέτταρσιν ἐνίοτε μὲν ἀναμίγνυται μέλι προαπηφρισμένον, ἐνίοτε δ’ οὐδέν, ἀλλὰ μόνα χωρὶς τοῦ μέλιτος ἀποτεθέντα πτισάνης ἐμβάλλεται χυλῷ, ἢ ὅτῳπερ ἂν τῶν ἐδεσμάτων δόξῃ.

3

.

194

t

Τὸ διὰ τριῶν πεπέρεων τὸ ἁπλοῦν.

3

.

194

.

1

Εἰς 𐅻 ν [ἐστι τοιόνδε] ἑκάστου τῶν τριῶν πεπέρεων ἀρκεῖ μιγνύ‐ ειν ἀνήσου τε καὶ θύμου καὶ ζιγγιβέρεως ἑκάστου 𐅻 η.

3

.

195

t

Τὸ διὰ καλαμίνθης.

3

.

195

.

1

Καλαμίνθης καὶ γλήχους καὶ πετροσελίνου καὶ σεσέλεως ἑκάστου 𐅻 β, σελίνου σπέρματος 𐅻 δ, θύμου κορύμβων 𐅻 δ, λιβυστικοῦ 𐅻 ιϛ,
πεπέρεως 𐅻 μη, μέλι τὸ κάλλιστον ἀπηφρισμένον.

3

.

196

t

Τὸ διὰ τοῦ χυλοῦ τῶν κυδωνίων.

3

.

196

.

1

Μήλων κυδωνίων τοῦ χυλοῦ λαβόντας ξ̸ β χρὴ μῖξαι μέλιτος μὲν ὡς ὅτι καλλίστου τὸ ἴσον μέτρον, ὄξους δὲ ξ̸ α, καὶ ταῦτα ἐπ’ ἀνθρά‐ κων διακεκαυμένων προεψήσαντα μετρίως καὶ ἀπαφρίσαντα μῖξαι ζιγγι‐ βέρεως 〈𐆄 γ, πεπέρεως λευκοῦ 𐆄 β〉 καὶ πάλιν ἐπὶ τῶν κεκαυμένων
5ἀνθράκων ἑψῆσαι μέχρι μελιτώδους συστάσεως.

3

.

197

t

Ἡ Ζηνοφίλου ἀντίδοτος πρὸς κύστιν ἡλκωμένην καὶ νεφροὺς καὶ λίθους θραύουσα ἡ παρὰ τοῦ θεοῦ.

3

.

197

.

1

Κασίας σύριγγος 𐆄 α, σαρξιφάγου 𐆄 δ, βετονίκης, κυπέρου, πετρο‐ σελίνου, κόστου ἀνὰ τριώβολον, λύγου σπέρματος, λινοσπέρμου πεφωγ‐ μένου ἀνὰ 𐆄 β, φύλλου, νάρδου στάχυος, ἀσάρου, δικτάμνου, δαφ‐ νίδων, ὠκίμου σπέρματος ἀνὰ 𐆄 α, στροβιλίων 𐆄 ϛ, ζιγγιβέρεως 𐆄 𐅶,

3

.

197

.

2

σελίνου σπέρματος 𐆄 α, μέλιτος 𐆃 β. δίδου ἐν λουτρῷ ἢ πρὸ λουτροῦ δι’ οἰνομέλιτος ἢ χρυσαττικοῦ κυάμου τὸ μέγεθος.

3

.

198

t

Καθαρτήρια. —Γαληνοῦ ἡ πικρά.

3

.

198

.

1

Ἀλόης 𐅻 ρ, κινναμώμου, νάρδου στάχυος, ξυλοβαλσάμου, μαστίχης,

3

.

198

.

2

ἀσάρου, κρόκου ἀνὰ 𐅻 ϛ. ἐγὼ δ’ ἀλόης μὲν 𐅻 Ϟ, κρόκου δὲ 𐅻 ε βαλὼν

3

.

198

.

3

οὕτως αὐτῷ χρῶμαι. ἡ δόσις ἐστὶ 𐅻 α.

3

.

199

t

Ὑπακτικὴ γαστρὸς ἢ καθαρτική.

3

.

199

.

1

Ζιγγιβέρεως, σκαμμωνίας ἀνὰ 𐆄 α, ἁλῶν ἀμμωνιακῶν 𐆄 δ, ἀλόης 𐆄 δ, ὄξους, γάρου ἀνὰ 𐆂ο α.

3

.

200

t

Κοκκάρια ὑγιεινά, στομαχικά, γαστρὸς ὑπακτικὰ μάλιστα·

3

.

200

.

1

περιγράφει δὲ καὶ τύπους. Ἀλόης 𐆄 α, ἀψινθίου χυλοῦ 𐆄 γ, σκίλλης

3

.

200

.

2

ἐγκαρδίου 𐆄 α. τὴν σκίλλαν ἐμβαλὼν ζύμῃ καὶ ὀπτήσας ὥστε ἑψηθῆναι, τὴν σκίλλαν ἐξελὼν καὶ ἐξινιάσας στάθμισον καὶ βαλὼν εἰς ὅλμον εὐτόνως κόψον, ἐπεμβαλὼν τὸν χυλὸν τοῦ ἀψινθίου, καὶ τὴν ἀλόην λελειωμένην προσεμπάσας ἀναλάμβανε μαλάξας ὥστε ἑνωθῆναι, καὶ
5ποιήσας ζύμην ἀνελοῦ καὶ ἀποθέμενος πλάσσε κοκκάρια ἐρεβίνθου τὸ μέγεθος καὶ δίδου τοῖς ἀπὸ νόσου μακρᾶς δυσαναλήπτως ἔχουσιν.

3

.

201

t

Ἄλλο.

3

.

201

.

1

Σκαμμωνίας 𐆄 α, ἀλόης 𐆄 α, κολοκυνθίδος ἐντεριώνης 𐆄 𐅶, βδελ‐

3

.

201

.

2

λίου 𐅻 γ, μαστίχης, ἀψινθίου χυλοῦ, κράμβης χυλοῦ ἀνὰ 𐅻 β. ἀνα‐ λάμβανε ὀροβιαῖα καὶ δίδου ἢ ιϛιθκα τοῖς ἔχουσιν ὑγιεινῶς,

3

.

201

.

3

νοσοῦσι δ’ ἢ ζθιαιγιε ἑξῆς ἡμερῶν εζθ. ἐὰν δὲ θέλῃς φλεγμαγωγὰ ποιῆσαι ἢ εὐτονώτερα, πρόσβαλλε τῇ ζύμῃ εὐφορβίου 𐅻 α εἰς τὸ πᾶν.

3

.

202

t

Καθαρτικὸν καλούμενον κοπτάριον.

3

.

202

.

1

Σεμιδάλεως 𐅻 α, κωνείου 𐅻 δ, πεπέρεως 𐅻 β, σκαμμωνίας 𐅻 γ.

3

.

202

2,3

ἀναλάμβανε μέλιτι Ἀττικῷ. ἡ τελεία δόσις 𐅻 β. χρῶ καὶ ἐπ’ ἰκτερικῶν.

3

.

203

t

Πάστιλλος καθαίρων.

3

.

203

.

1

Σκαμμωνίας 𐅻 δ, εὐφορβίου 𐅻 δ, πεπέρεως 𐅻 β, φύλλου 𐅻 β,

3

.

203

.

2

μέλιτος 𐆃 α. ἡ δόσις 𐆄 α.

3

.

204

t

Κοκκία.

3

.

204

1,2

Σκαμμωνίας 𐆄 α, ἀλόης 𐅻 δ, εὐφορβίου 𐅻 δ. ἀναλάμβανε ὕδατι

3

.

204

.

2

(2)

ὀροβιαῖα καὶ δίδου ζθιαιγιειζιθκα.

3

.

205

t

Καθαρτικὸν κωλικὸν ὑποκαθαῖρον.

3

.

205

.

1

Εὐφορβίου, κυπέρου, πετροσελίνου, ἴρεως ἴσα.

3

.

206

t

Τὸ συμβιωτάριον.

3

.

206

.

1

Σκαμμωνίας 𐆄 β, πεπερέως, ζιγγιβέρεως, ἁλῶν, πετροσελίνου ἀνὰ 𐆄 α.

3

.

207

t

Ἐλεφαντιώντων καθαρτικόν.

3

.

207

.

1

Κολοκυνθίδας δύο συμμέτρους τῷ μεγέθει περίγλυψον, καὶ πῶμα ποιήσαντα, τὸ σπέρμα πᾶν ἐκκενώσαντα τὴν ἐντεριώνην ἐᾶσαι δεῖ καὶ γεμίσαι ἐλαίῳ, τῷ ἰδίῳ πώματι πωμάσαι νύκτα τε ἐᾶσαι μίαν· τῇ δ’ ἑξῆς τοῦ ἐλαίου κενωθέντος ἑψῆσαι δεῖ τὰς κολοκυνθίδας ἐν ὕδατι,
5ἄχρι τακερωθῶσιν, εἶτ’ αὐτὰς μὲν ῥῖψαι, τοῦ δ’ ἐλαίου τῷ ὕδατι παρα‐ χυθέντος προσεμβάλλειν μέλανος ἐλλεβόρου τριώβολον, σκαμμωνίας δὲ 𐅻 α, συνεψῆσαι δὲ τούτοις πολτάριον ἐκ σεμιδάλεως, ἔπειτα ἀπ’ αὐτοῦ τῷ πάσχοντι δοῦναι λιτῶς προδιῃτημένῳ μέγεθος καρύων Ποντικῶν κδ καὶ ποτὸν ὕδωρ.

3

.

208

t

Τὸ διὰ τοῦ ζωμοῦ τοῦ παλαιοῦ ἀλεκτρυόνος καθαρτήριον.

3

.

208

.

1

Ἐξελεῖν δεῖ τὰ ἐντός, ἔπειτα ἐμβαλεῖν ἅλας ὥστε ἐμπεπλῆσθαι καὶ καταρράψαντας ἑψεῖν ὕδατι πολλῷ βραχὺ μὲν ἐλαίου ἔχοντι, δαψιλὲς δ’ ἀνήθου καὶ πράσου· συντακέντων δ’ αὐτῶν, ἡδὺς καὶ εὐστό‐

3

.

208

.

2

μαχος μέν, καθαρτικώτατος δ’ ὁ ζωμὸς γίνεται. διδόσθω δὲ διηθη‐ μένος τὸ ἐλάχιστον 𐆂ο β, ἵνα ἄκρως ποιεῖ πρὸς τὰς κεχρονισμένας καταφοράς.

3

.

209

t

Διάχρισμα ἕδρας πρὸς ἔκδοσιν φυσῶν.

3

.

209

.

1

Πήγανον μέλιτι ἑφθῷ συλλειοτριβεῖται ὥστε ἔγχυλον γενέσθαι καὶ

3

.

209

.

2

ἐσωτάτω διαχρίεται τῆς ἕδρας. πρακτικώτατον δ’ ἐστίν, εἰ προσλάβοι

3

.

209

.

3

κυμίνου βραχὺ καὶ νίτρου ἢ κυκλαμίνου χυλοῦ. καὶ κροκύδι δ’ † ἀνά‐
λατος παρεντίθεται· φῦσαι γὰρ ὑπεξίασιν ἱκαναὶ πάνυ καὶ κουφίζουσαι.

3

.

210

t

Ῥούφου ἱερά.

3

.

210

.

1

Σικυωνίας ἤτοι κολοκυνθίδος ἐντεριώνης 𐅻 κ, χαμαίδρυος 𐅻 ι, ἀγαρικοῦ 𐅻 ι, σαγαπηνοῦ 𐅻 η, ὀποπάνακος 𐅻 η, πετροσελίνου, ἀριστο‐ λοχίας στρογγύλης, πεπέρεως λευκοῦ ἀνὰ 𐅻 ε, κινναμώμου ἢ τοῦ διπλοῦ κασίας σύριγγος, 〈νάρδου〉 στάχυος, κρόκου, σμύρνης, πολίου

3

.

210

.

2

ἀνὰ 𐅻 δ. πάντα ταῦτα μίξας, λεπτὰ ποιήσας, μέλιτι δεύσας ἀπόθου καὶ τὸ πλεῖστον δίδου 𐅻 δ.

3

.

211

t

Καθαρτικὸν Λύκου.

3

.

211

.

1

Σκαμμωνία μεθ’ ἁλῶν ὅτι λευκοτάτων λειοῦται ἐφ’ ἱκανόν, ἔπειτα

3

.

211

.

2

ἕψεται ἐν πυξίδι μολυβδίνῃ ἐν διπλώματι. τρόπος δὲ τῆς διπλῆς ἑψή‐ σεως ὅδε· πύξις μολυβδῆ ἐστι, τὸ δ’ ἐπίθεμα αὐτῆς ἢ τρῆμα ἢ αὐλὸν ἔχειν ὀφείλει· ἐνταῦθα ἡ μετὰ τῶν ἁλῶν λελειωμένη βάλλεται σκαμ‐ μωνία, καὶ ἐγκαθίσταται τὸ ἀγγεῖον τοῦτο λοπάδι 〈ἐρεγμοῦ πλήρει.

3

.

211

.

3

ἕψεται δ’ ὁ ἐρεγμὸς ἔχων τὴν μολυβδῆν πυξίδα, ὀξυκράτου ἐπιχυ‐ θέντος καὶ οὐχ ὕδατος, ὅ τε〉 ἐρεγμὸς ἕψεται, καὶ ἡ σκαμμωνία ἱκανῶς

3

.

211

.

4

ἑψήσεως ἔχει. ἐπειδὰν δὲ τοῦτο γένηται, ἀποψῦξαι ἐν τῇ πυξίδι τὸ φάρμακον χρὴ καὶ αὖθις λειοῦν, [καὶ] ἢ αὐτὸ καθ’ ἑαυτὸ ἢ πεπέρεως

3

.

211

.

5

λευκοῦ μίξαντα τοσοῦτον ὅσον ἡδῦναι τὸ φάρμακον ἱκανῶς. οὕτως εἰ μεταχειρίσαιο, ἡ σκαμμωνία οὔτε τῷ στόματι οὔτε τῷ στομάχῳ ἀηδὴς γίνεται καὶ καθαίρει οὐδὲν μεῖον.

3

.

212

t

Ἄλλο καθαρτικὸν πρὸς τοὺς ἐλεφαντιῶντας.

3

.

212

.

1

Λαβὼν κολοκυνθίδα καλὴν ἔμβρεχε εἰς ἔλαιον νύκτα καὶ ἡμέραν, εἶτ’ ἀποχέας τὸ ἔλαιον ἕψε ἐν κυθριδίῳ καινῷ τὴν κολοκυνθίδα μεθ’ ὕδατος, ἕως ἂν καταλειφθῇ κρασίδιον, καὶ πρόσβαλλε σεμιδάλεως ὅσον ἐξαρκεῖ ἀναλαβεῖν τὸ ὕδωρ, καὶ ὅταν ἑψηθῇ, μίγνυε ἐλλεβόρου μέλανος
5𐅻 α, σκαμμωνίας 𐅻 α καὶ ἀνακινήσας καρφίῳ ἀνήθου ἀνάπλασσε, ὡς
ἔστι θερμόν, Ποντικοῦ καρύου μέγεθος καὶ δίδου καταπίνειν.

3

.

213

t

Διάχρισμα καθαρτικὸν κινοῦν γαστέρα.

3

.

213

.

1

Στυπτηρία σὺν μέλιτι συλλεανθεῖσα ἕψεται, ἕως οὗ κιρρὰ γένηται,

3

.

213

.

2

καὶ ἐκ τούτου διαχρίουσι τὴν ἕδραν. καλεῖται δὲ χεζανάγκη τὸ φάρ‐ μακον, ῥᾳδίως δὲ πολλὰ μέν, οὐκ ἀπόνως δὲ προβιβάζει.

3

.

214

t

Θυμιάματα. —Πολτάριον ἤτοι θυμιατόν.

3

.

214

.

1

Ῥόδων νεαρῶν 𐆃 β (εἰ δὲ ξηρῶν, 𐆃 α), φύλλου, κρόκου, κασίας ἀνὰ 𐆄 𐅶, στύρακος 𐆄 α, ἀμώμου 𐆄 α, ὀνύχων 𐆄 α, σμύρνης 𐆄 β, βδελ‐ λίου 𐆄 α, καρποβαλσάμου 𐆄 α, ἀκακίας 𐆄 β, ὀποβαλσάμου 𐆄 β.

3

.

215

t

Ἄλλο.

3

.

215

.

1

Φύλλου 𐆄 ε, ἀμώμου ἀνὰ γρ. η, καρυοφύλλων γρ. ϛ, νάρδου

3

.

215

.

2

στάχυος γρ. ε, στύρακος γρ. ι, ῥόδων 𐆄 𐅶, σμύρνης 𐆄 α. λείου τὴν σμύρναν οἴνῳ καὶ πάντα ἀναμαλάξας ἀνάπλασσε μετὰ βραχέος ὀπο‐ βαλσάμου.

3

.

216

t

Θυμίαμα.

3

.

216

.

1

Κόστου, ἀμώμου, σμύρνης, κασίας ἀνὰ 𐆄 α, στύρακος, ἀκακίας, βδελλίου, ὀνύχων, βρύων, λαδάνου ἀνὰ 𐆄 β, ῥόδων κεκαθαρμένων 𐆄 κθ.

3

.

217

t

Ῥούφου ἡ ἁπλῆ.

3

.

217

.

1

Κολοκυνθίδος ἐστὶ 𐅻 β, πρασίου, χαμαίδρυος, στοιχάδος ἀνὰ 𐅻 ι, γεντιανῆς, ἀγαρικοῦ ἀνὰ 𐅻 ιβ, βδελλίου, νάρδου στάχυος, κρόκου, κινναμώ‐ μου ἀνὰ 𐅻 η, κασίας, σχίνου ἄνθους, πεπέρεως λευκοῦ, πεπέρεως μακροῦ,

3

.

217

.

2

σκίλλης ὀπτῆς ἀνὰ 𐅻 ϛ, κενταυρίου τῆς ῥίζης 𐅻 δ. λεῖα πάντα κατα‐ μίγνυται διεθέντι τῷ βδελλίῳ ἀφεψήματι πάνακος καὶ μέλιτι καθέφθῳ.

3

.

218

t

Ξηρόμυρον τὸ Ἀραβικόν.

3

.

218

.

1

Φύλλου, ἀμώμου, κόστου, ζαρναβοῦ ἀνὰ 𐆄 α, καρποβαλσάμου 𐆃 α.

3

.

219

t

Θυμίαμα ὑπνοποιόν.

3

.

219

.

1

Στύρακος, ἀμώμου, κόστου, ἀμμωνιακοῦ θυμιάματος, βδελλίου Σκυ‐

3

.

219

.

2

θικοῦ, μανδραγόρου ῥίζης, ὀποῦ μήκωνος 〈ἴσα〉. θυμία ἐπὶ τῶν κυπαρισσίνων ξύλων.

3

.

220

t

Κῦφι τὸ σεληνιακόν.

3

.

220

.

1

Βδελλίου 𐆄 ζ, ἑλενίου 𐆄 ζ, σχίνου ἄνθους 𐆄 β, σφάγνου 𐆄 ε, ἀρκευ‐ θίδας μικρὰς ν, ἀσπαλάθου 𐆄 𐅶, καρδαμώμου 𐆄 ε, κασίας σύριγγος 𐆄 ε, νάρδου στάχυος 𐆄 β, κυπέρου 𐆄 θ, ἀσφοδέλου ῥίζης 𐆄 δ, κυπαρίσσου σπέρματος 𐆄 γ, βράθυος 𐆄 δ, νάρδου Κελτικῆς 𐆄 γ, κόστου 𐆄 β, σμύρ‐
5νης 𐆄 ζ, ἰσχάδων λιπαρῶν 𐆃 β, σταφίδων ἐκγιγαρτισμένων 𐆃 β, στρο‐ βιλίων 𐆄 γ, τερμινθίνης 𐆃 α, ῥόδων ξηρῶν 𐆄 γ, στύρακος 𐆄 ζ, φοινί‐
κων λιπαρῶν 𐆃 α, μέλιτος 𐆃 ε, οἴνου εὐώδους τὸ ἀρκοῦν.

4

.

1

t

Ὅσα λεπτύνοντα ἐν τροφαῖς.

4

.

1

.

1

Σκόρδα, κρόμμυα, κάρδαμα, πράσα, νάπυ, πέπερι, σμύρνιον, πύρε‐ θρον, ὀρίγανος, καλαμίνθη, ὕσσωπον, σίον, σισύμβριον, γλήχων, θύμα, θύμβρα χλωρὰ προσφερόμενα· ξηρανθέντα γὰρ ἤδη φάρμακα καὶ οὐκέτι τροφαί· καθόλου γὰρ πᾶν τὸ ξηρότερον ἰσχυρότερον τοῦ τεθηλότος
5ἐστί, καὶ ὅσα κατὰ λόφους ἢ ἐν χωρίοις ἀνυδροτέροις ηὐξήθη τῶν ἐν

4

.

1

.

2

πεδίοις ἢ κήποις ἢ τέλμασιν ἰσχυρότερα. ταῦτα μὲν οὖν ὑπὲρ πάντων χρὴ γινώσκειν κοινῇ· τοῖς δ’ εἰρημένοις ἐφεξῆς ἐστιν εὔζωμα, σία, σέ‐ λινα, πετροσέλινα, ὤκιμα, ῥαφανίδες, κράμβαι, τεῦτλα, σκόλυμον, ἠρύγ‐ γιον, κορίαννον, ἀκαλήφη, μάραθρον, πήγανον, ἄνηθον, λιβυστικόν, κύ‐
5μινον, καππάρεως καὶ τερμίνθου καρπός, τὸ τῆς καρώου σπέρμα, ἀνήσου, σίνωνος, ἄμεως, δαύκου, σεσέλεως, τορδύλου καὶ πάντων τῶν εὐωδῶν

4

.

1

.

3

καὶ δριμέων καὶ θερμῶν ἐπιφανῶς. τῶν ἰσχυρῶς δὲ λεπτυνόντων ἐστὶ τὸ τοῦ πηγάνου σπέρμα καὶ καννάβεως, ὡς εἶναι φαρμακώδη λοιπόν.

4

.

1

.

4

τῶν δὲ Δημητρίων σπερμάτων εἰς λεπτύνουσαν δίαιταν ἄλυποι κριθαὶ μόναι, δευτεροειδεῖς δ’ οἱ ἐκ τῶν πυρῶν ἄρτοι κριβανῖται· τῶν δ’ ἄλλων ἀπέχεσθαι πειρᾶσθαι, πλὴν εἰ διὰ μακροῦ χρόνου πισσοῦ ἢ

4

.

1

.

5

φακοῦ γεύεσθαί τις ἐθέλοι. πλείστην δ’ ἂν ἔχοις, εἰ βούλοιο, καὶ ἄφθονον ἐδεσμάτων χρῆσιν εἰς λόγον λεπτυνούσης διαίτης ἀπό τε τῶν πετραίων ἰχθύων καὶ τῶν ὀρεινῶν ὀρνίθων τῶν μικρῶν· τὰ γὰρ ἐν τοῖς ὄρεσι διαιτώμενα ζῷα πάντα ξηρότερά τε καὶ θερμότερα ταῖς
5κράσεσιν ὑπάρχει, καὶ ἡ σὰρξ αὐτῶν ἥκιστα φλεγματώδης ἐστὶ καὶ

4

.

1

.

6

γλίσχρα. ψᾶρας οὖν καὶ κίχλας καὶ κοττύφους καὶ πέρδικας ἐσθίειν·

4

.

1

.

7

καὶ οἱ πυργῖται καλούμενοι στρουθοί, καὶ ὅσοι κατὰ τὰς ἀμπέλους
διαιτῶνται, καὶ τῶν περιστερῶν αἱ ἐκ τῶν πύργων ἀμείνους τῶν κατοικιδίων εἰσί, καὶ καθόλου πάντα τὰ ἐγγεγυμνασμένα τῶν ἀγυμνά‐ στων, καὶ τὰ ξηροτέραις τροφαῖς χρώμενα τῶν ὑγροτέραις, καὶ τὰ

4

.

1

.

8

καθαρὸν καὶ λεπτὸν ἀναπνέοντα τὸν ἀέρα βελτίω τῶν ἐναντίων. καὶ ἰχθύων δὲ τῶν πετραίων ἐσθίειν ἰουλίδος καὶ φυκίδος καὶ κοττύφου καὶ κίχλης καὶ σκάρου, καὶ ἁπλῶς ἁπάντων ὅσοι μαλακήν τε ἅμα καὶ ψαθυρὰν ἔχουσι τὴν σάρκα· τῶν δ’ ἤτοι σκληρὰν ἢ γλίσχραν ἐχόντων

4

.

1

.

9

ἀπέχεσθαι παντάπασιν. μαλακὴ μὲν οὖν ἡ τῶν ὀνίσκων σάρξ, ἀλλ’ ἧττον ψαθυρὰ τῆς τῶν πετραίων· τῶν μέντοι τριγλῶν ψαθυρὰ μέν,

4

.

1

.

10

οὐ μὴν καὶ μαλακή. ταῦτα οὖν ἔχειν ἄμφω τὰ γνωρίσματα περὶ παντὸς ζῴου σαρκός, τὸ μαλακόν τε καὶ ψαθυρόν, καὶ τούτοις προσ‐ έχων τὸν νοῦν, ᾧ μὲν ἂν ὑπάρχῃ τὸ συναμφότερον, εἰς κόρον ἐσθίειν, τῶν δ’ ἄλλων ᾧ μὲν μηδέτερον, ἀπέχεσθαι παντάπασιν, ᾧ δὲ θάτερον
5μόνον, ἐσθίειν μέν ποτε καὶ τοῦδε τῶν ἄλλων ἀπορήσαντα, φυλάττεσθαι δ’ εἰς κόρον, ὥστε καὶ ὀνίσκων καὶ τριγλῶν καὶ τῶν ἄλλων πελαγίων ἰχθύων ἐξέσται σοι προσφέρεσθαι μὴ παρόντων πετραίων, καὶ μᾶλλον

4

.

1

.

11

ὅσοι διὰ νάπυος ἐσθίονται, καθάπερ ὁ σκορπίος. ἔστι δὲ δή τινα γένη ζῴων οἷς ὑπάρχει μὲν τὸ ἕτερον ὧν εἶπον γνωρισμάτων, ἀλλὰ διὰ τὴν ἀμετρίαν θατέρου φυλάττεσθαι χρὴ καὶ τὴν τούτων ἐδωδήν· αἱ μὲν γὰρ ἐγχέλυες καὶ τὰ πλεῖστα τῶν μαλακίων τε καὶ σελαχίων,
5καίτοι μαλακὴν ἔχοντα τὴν σάρκα, διὰ τὸ γλίσχρον καὶ φλεγματῶδες αὐτῆς ἱκανῶς ἐστι βλαβερά· τοῖς δὲ λεπτυνούσῃ διαίτῃ χρῆσθαι δεο‐ μένοις ἐπιτήδεια ἐκ τῶν σελαχίων ἐστὶν ἡ νάρκη καὶ ἡ τρυγὼν μόνα,

4

.

1

.

12

καὶ χρῆσθαι δέ ποτε καὶ τούτοις ἐγχωρεῖ μὴ παρόντων πετραίων. τῆς

4

.

1

.

13

δ’ αὐτῆς ἐστι δυνάμεως τά τε βούγλωττα καὶ ἡ ψῆττα. καὶ τοῖς ἀλεκτρυόσι δέ, εἰ γυμνάζοιτό τις, οὐ κωλύω κεχρῆσθαι καὶ περιστεραῖς καὶ τρυγόσι, καὶ μάλιστα ταῖς ἐν ὄρεσι διαιτωμέναις· χρὴ δὲ μὴ πρόσ‐ φατον, ἀλλ’ ἕωλον ἐργασαμένους ἡμέραν μίαν τοὐλάχιστον οὕτως

4

.

1

.

14

ἐσθίειν πάντα τὰ μετρίως σκληρὰν ἔχοντα τὴν σάρκα. καὶ οἱ ταριχευ‐ θέντες δὲ τῶν ἰχθύων ἱκανώτατα λεπτύνουσι καὶ τέμνουσιν· ἐκλέγε‐ σθαι δὲ καὶ τούτων ὅσοι φύσει μαλακόσαρκοι· τοὺς δὲ κητώδεις φυ‐

4

.

1

.

15

λάττεσθαι. ταριχευθέντων γέ τοι καὶ τῶν χοιρείων κρεῶν γεύοιτο ἄν

4

.

1

.

16

τις ἀσφαλῶς. καὶ ὑπὸ τῶν ὀπωρῶν δ’ ἥκιστα ἄν τις λυποῖτο τῶν

4

.

1

.

17

λαπαττουσῶν τὴν κοιλίαν. τὰς μαλακωτέρας οὖν μᾶλλον ἐσθίειν τῶν σκληροτέρων καὶ βραδυπόρων, οὐ μὴν εἰς κόρον γε οὐδενός· ὅσα δὲ

4

.

1

.

18

σφοδρῶς αὐστηρὰ καὶ στρυφνά, μοχθηρὰ τῇ τοιαύτῃ διαίτῃ. ἐπιτη‐ δειότερα δὲ πάντων εἰσὶν ἰσχάδες, κάρυα καὶ πιστάκια καὶ τῶν ἀμυγ‐

4

.

1

.

19

δαλῶν αἱ ὑπόπικροι· ἐλαίας δ’ οὔτε ἐπαινεῖν ἔχοιμι ἂν οὔτε ψέγειν.

4

.

1

.

20

τῶν δὲ γλυκέων οὐκ ἐδεσμάτων μόνον, ἀλλὰ καὶ πομάτων τὸ μέλι μόνον, ὡς ἔπος εἰπεῖν, ἀκριβῶς λεπτοῦ τὴν σύστασίν ἐστι χυμοῦ γεν‐

4

.

1

.

21

νητικόν. καὶ τῶν οἴνων δ’ οἱ λευκοὶ καὶ λεπτοὶ τέμνουσί τε τοὺς

4

.

1

.

22

παχεῖς χυμοὺς καὶ καθαίρουσι δι’ οὔρων. καὶ μὲν δὴ καὶ ὁ τοῦ γά‐ λακτος ὀρὸς ἐκ τῶν λεπτυνόντων ἐστίν. χρησιμώτερον δ’ εἰς λεπτύ‐ νουσαν δίαιταν τὸ ὀξύμελι μάλιστα ὑπάρχει.

4

.

2

t

Ὅσα παχύχυμα.

4

.

2

.

1

Οἱ ἰπνῖται τῶν ἄρτων καὶ οἱ μὴ καλῶς ἐσκευασμένοι παχύχυμοι καὶ ὁ καλούμενος τράγος καὶ τὰ διὰ γλεύκους καὶ σεμιδάλεως πέμματα καὶ λάγανα καὶ τὰ ῥύμματα ἅπερ ἴτρια προσαγορεύεται καὶ πᾶν ἄζυμον ἐκ πυροῦ πέμμα καὶ οἱ δι’ αὐτῶν δηλονότι σκευαζόμενοι πλακοῦντες.

4

.

2

.

2

ἔστι δὲ καὶ ἡ σεμίδαλις καὶ ὁ χόνδρος ἱκανῶς παχύχυμα· ἄμυλον με‐

4

.

2

.

3

τρίως. καὶ οἱ βολβοὶ δ’ εἰσὶ παχύχυμοι καὶ θέρμοι καὶ τῆς φακῆς ἡ οἷον σάρξ, κύαμοι φρυγέντες, σησάμου σπέρμα, ἐρυσίμου σπέρμα, τὰ καλούμενα μαλάκια, τευθίδες, σηπίαι, πολύποδες, οἱ κητώδεις τῶν

4

.

2

.

4

ἰχθύων. ἱκανῶς δὲ παχύχυμα τά τε ὄστρεα, οἱ κήρυκες, αἵ τε πορ‐ φύραι, χῆμαι, λεπάδες, κτένες, πίνναι, καὶ πάντα ἁπλῶς τὰ ὀστρακό‐ δερμα, ἐγχέλυες, κοχλίοι, ἐλάφεια κρέα, αἴγεια, βόεια, λάγεια, χοίρεια, ἧπαρ, νεφροί, ὄρχεις, ἐγκέφαλοι, νωτιαῖος μυελός, οὖθαρ, ἀδένες,
5γλῶττα μετρίως, γάλα τὸ ἐπὶ πλέον ἑψηθέν, τυροὶ πάντες (οἱ δὲ νέοι καὶ ὀξυγαλάκτινοι ἧττον), ὀξύγαλα, πυρίεφθον, καὶ τῶν ὠῶν ὅσα μέχρι τελέας πήξεως ἕψουσι (μᾶλλον δὲ τὰ ὀπτά, καὶ ἔτι μᾶλλον τὰ τηγα‐ νιστά), φοίνικες, κάστανα, βάλανοι, βολβοί, γογγύλαι, μύκητες, ἄρου ῥίζαι, ὕδνα, κῶνος, σῦκα τὰ μὴ καλῶς πέπειρα, κιτρίου σάρξ, σίκυος

4

.

2

.

5

τοῖς πλεονάσασι τῇ ἐδωδῇ αὐτῶν. τῶν οἴνων οἱ γλυκεῖς αἵματος πα‐ χέος εἰσὶ γεννητικοί, καὶ μᾶλλον ἔτι τὸ καλούμενον σίραιον, καὶ ὁ γλευκίνης ὁμοίως, καὶ οἱ παχεῖς καὶ μέλανες οἶνοι.

4

.

3

t

Ὅσα μέσα τῶν λεπτυνόντων καὶ παχυνόντων εἰσίν.

4

.

3

.

1

Οἱ κάλλιστα κατασκευασθέντες ἄρτοι, καὶ 〈αἱ〉 σάρκες τῶν ἀλε‐
κτορίδων τε καὶ ἀλεκτρυόνων, ὀρνίθων τε 〈καὶ〉 φασιανικῶν καὶ περ‐ δίκων καὶ περιστερῶν, ἀτταγήνων τε καὶ τρυγόνων καὶ κιχλῶν, κοττύ‐ φων τε καὶ τῶν μικρῶν στρουθίων ἅμα πάντων, ἔτι τε πετραίων
5ἰχθύων, αἰγιαλείων τε καὶ πελαγίων, κωβιῶν τε καὶ σμυραίνων καὶ βουγλώσσων, καὶ πάντων ἁπλῶς ἰχθύων ὅσοι μήτε γλισχρότητά τινα μήτε δυσωδίαν ἔχουσι κατὰ τὴν ἐδωδήν, σῦκα τὰ πέπανα, λαχάνων ἀγρίων ἡ σέρις (τοῦτο δὲ κοινόν τι γένος ἐστὶ πλειόνων, τὰ δὲ κατ’ εἶδος ἕκαστον αὐτῶν ἴδιον ὄνομα κέκτηται παρὰ τοῖς Ἀττικοῖς, οἷον
10θριδακίνη καὶ χονδρίλη, γιγγίδια, καὶ ἄλλα μυρία τούτου τοῦ γένους ἐστίν), ὅ τε ἕλειος καὶ ὁ μυακάνθινος καὶ ὁ τῆς χαμαιδάφνης ἀσπά‐ ραγος καὶ ὁ τῆς βρυωνίας, οἶνος ὁ ξανθός τε ἅμα καὶ γλυκὺς καὶ διαυγής, οἷός ἐστιν ὅ τε Ἀριούσιος καὶ ὁ Λέσβιος καὶ ὁ Φαλερῖνος καὶ ὁ Τμωλίτης· χρηστὸν γὰρ οἱ τοιοῦτοι πάντες αἷμα καὶ σύμμετρον
15τῷ πάχει γεννῶσιν.

4

.

4

t

Ὅσα γλίσχρον χυμὸν γεννᾷ.

4

.

4

.

1

Τῶν πυρῶν ὅσοι μὲν βαρεῖς καὶ πυκνοὶ καὶ διὰ βάθους ξανθοί, γλίσχροι· ὅσοι δὲ κοῦφοι καὶ ἀραιοὶ καὶ λευκοὶ τὰ ἔνδον, ἧττον τοι‐

4

.

4

2,3

οῦτοι· καὶ ἡ σεμίδαλις δὲ καὶ ὁ χόνδρος ἱκανῶς γλίσχρα. τένοντες

4

.

4

.

3

(2)

καὶ ἀπονευρώσεις καὶ τὰ περὶ τὰ χείλη μόρια, καλλῶσον, χοίρειον πᾶν κρέας καὶ ἡ τῶν ἀρνῶν σάρξ, τὸ τοῦ σησάμου σπέρμα, βολβοί, φοίνι‐ κες οἱ λιπαροί.

4

.

5

t

Ὅσα ὠμοὺς χυμοὺς γεννᾷ.

4

.

5

.

1

Φοίνικες χλωροὶ χυμῶν ὠμῶν ἐμπιπλῶσι τοὺς ἐσθίοντας, ὡς δυσεκ‐

4

.

5

.

2

θερμάντοις ἁλίσκεσθαι ῥίγεσιν. καὶ ἡ ῥίζα τῆς γογγυλίδος, ὅταν πλεο‐ νάσῃ τις ἐπὶ τῇ ἐδωδῇ αὐτῆς, καὶ ἡ σὰρξ τῶν ὀστρακοδέρμων τῶν σκληροσάρκων ἀποβαλοῦσα τὸν ἁλυκὸν χυμὸν ἐκ πλείονος ἑψήσεως, καὶ τὰ μαλάκια καλούμενα, πολύποδες, σηπίαι, ὅσα τε ἄλλα τοιαῦτα,
5πάντα τὰ κητώδη τῶν ἐν θαλάττῃ ζῴων, κοιλία, ἔντερα, μῆτραι τῶν τετραπόδων καὶ οἱ σκληρότεροι τῶν ἀδένων ἀπεπτούμενοι, ὀξύγαλα,
τηγανῖται, θέρμοι, σταφυλὴ ἐπισχεθεῖσα καὶ μὴ διαχωρηθεῖσα.

4

.

6

t

Ὅσα ψυχροὺς χυμοὺς γεννᾷ.

4

.

6

.

1

Τοῖς ἄδην σικύων ἐμφορουμένοις ψυχρὸν χυμὸν ἀθροίζειν συμ‐ βέβηκεν οὐκ εὐπετῶς ἐπιδέξασθαι δυνάμενον τὴν εἰς αἷμα χρηστὸν

4

.

6

.

2

ἀλλοίωσιν. κοιλία καὶ ἔντερα καὶ μῆτραι τῶν τετραπόδων ζῴων, ὀξύγαλα, βωλῖται, μῆλα τὰ μὴ πέπειρα, βολβοί.

4

.

7

t

Ὅσα φλέγμα γεννᾷ.

4

.

7

.

1

Φλεγματικὸν δ’ ἁπλῶς χυμὸν γεννᾷ τῶν ζῴων τὰ νευρώδη μόρια, ἐγκέφαλος, πνεύμων, νωτιαῖος, ἀδένες ἀπεπτούμενοι, ἡ τῶν ἀρνῶν σάρξ, βωλῖται, ἀμανῖται, καὶ ἡ σὰρξ τῶν ὀστρακοδέρμων, μῆλα τὰ μὴ πέπειρα.

4

.

8

t

Ὅσα μελαγχολικὸν χυμὸν γεννᾷ.

4

.

8

.

1

Κρέα βόεια, αἴγεια, καὶ μᾶλλον τὰ τῶν τράγων καὶ ταύρων, ἔτι δὲ μᾶλλον ὄνεια, καμήλεια, ἀλωπέκεια, κυνῶν, λαγωῶν, τῶν ἀγρίων ὑῶν, τὰ ταριχευθέντα κρέα τῶν ἐπιγείων ζῴων καὶ οἱ σπλῆνες τῶν ζῴων, τῶν δὲ θαλαττίων θύννης καὶ φαλαίνης, φώκης, κυνός, δελφῖνος
5καὶ τῶν κητωδῶν ἁπάντων, κοχλίαι, κράμβαι, καὶ τῶν δένδρων οἱ βλαστοὶ δι’ ἅλμης τε καὶ ὀξάλμης συντιθέμενοι, σχίνου λέγω καὶ τερ‐

4

.

8

.

2

μίνθου καὶ βάτου καὶ κυνοσβάτου, καὶ τῆς κινάρας ἡ οἷον σάρξ. καὶ ἡ φακὴ δὲ μελαγχολικώτατόν ἐστιν ἔδεσμα, καὶ μετὰ ταύτην οἱ πιτυ‐ ρῖται τῶν ἄρτων οἵ τε ἐκ τῆς τίφης καὶ τῶν ἄλλων τῶν μοχθηρῶν σπερμάτων οἵ τε ἁπαλοὶ τυροὶ καὶ φακὸς καὶ βῖκος καὶ τῶν οἴνων οἱ
5παχεῖς καὶ μέλανες.

4

.

9

t

Ὅσα χολώδη χυμὸν γεννᾷ.

4

.

9

1,2

Κεράτια· τῆς κινάρας ὁ χυλὸς λεπτὸς καὶ πικρόχολός ἐστιν· ἄμει‐

4

.

9

.

3

νον δ’ ἀφέψοντας αὐτὴν ἐσθίειν. καὶ τὸ μέλι ῥᾳδίως ἐκχολοῦται κατὰ τὰ θερμὰ σώματα (πάντες γάρ εἰσιν οἱ γλυκεῖς χυμοὶ ὕλη τῇ ξανθῇ
χολῇ) καὶ οἱ γλυκεῖς οἶνοι.

4

.

10

t

Ὅσα περιττωματικά.

4

.

10

.

1

Φάτται, χῆνες πλὴν τῶν πτερῶν, σπλάγχνα πάντα, νωτιαῖος, ἐγκέφαλος, οἱ ἐν τοῖς ἕλεσι καὶ ταῖς λίμναις καὶ τοῖς πεδίοις ὄρνιθες, ἐρέβινθοι, κύαμοι χλωροί, κύαμος Αἰγύπτιος, οἱ νέοι τῶν χοίρων, τῶν προβάτων ἡ σὰρξ καὶ πάντων τῶν νέων ζῴων, καὶ τῶν ἀργῶς βιούν‐
5των καὶ τῶν ἰχθύων οἱ ποτάμιοι καὶ οἱ λιμναῖοι καὶ οἱ ἐν ἰλύι διαι‐ τώμενοι καὶ πάντα τὰ κητώδη τῶν ἐν θαλάττῃ ζῴων.

4

.

11

t

Ὅσα ἀπέριττα.

4

.

11

.

1

Τράχηλοι ζῴων, οὐραί, πτερά, ἡ τῶν ἀγρίων ζῴων σὰρξ καὶ τῶν ἐν ξηροῖς τόποις διαιτωμένων.

4

.

12

t

Ὅσα πολύτροφα.

4

.

12

.

1

Συῶν ἡμέρων αἱ σάρκες πάντων ἐδεσμάτων εἰσὶ τροφιμώταται·

4

.

12

.

2

βοῶν ἐγκέφαλοι, ὄρχεις, καρδία, νωτιαῖος καὶ ὁ ἄλλος μυελὸς καὶ πτερὰ τῶν χηνῶν, καὶ μᾶλλον ἀλεκτορίδων, καὶ πάντων τῶν πτηνῶν

4

.

12

.

3

αἱ κοιλίαι, κοχλίοι, καὶ μᾶλλον δίσεφθοι γενόμενοι. τῶν ὀστρακοδέρμων τὰ σκληρόσαρκα, οἷον χῆμαι, πορφύραι, κήρυκες, ὅσα τε ἄλλα τοιαῦτα, πλείονα τροφὴν δίδωσιν· ἀστακοί, πάγουροι, καρκῖνοι, καρῖδες, κάραβοι, καὶ ὅσα ἄλλα τοιαῦτα, μαλάκια, οἷον πολύποδες, σηπίαι, τευθίδες καὶ

4

.

12

.

4

τὰ τοιαῦτα. τῶν σελαχίων νάρκη μὲν καὶ τρυγὼν μετρίως, βάτοι καὶ

4

.

12

.

5

λειόβατοι καὶ ῥῖναι μᾶλλον, τρίγλαι, κωβιοὶ ἔλαττον. γάλα τὸ μὲν

4

.

12

.

6

παχύτερον μᾶλλον, τὸ δ’ ὑγρότερον ἔλαττον. τῶν ἄρτων τροφιμώ‐ τατος ὁ σιλιγνίτης, ἐφεξῆς δ’ ὁ σεμιδαλίτης, καὶ τρίτος ὁ συγκομιστός.

4

.

12

7,8

ἑφθοὶ πυροί, σεμίδαλις, χόνδρος. κύαμοι σαρκοῦσι τὴν ἕξιν οὐκ ἐσφιγ‐

4

.

12

.

9

μένῃ καὶ πυκνῇ σαρκί, ἀλλὰ χαυνοτέρᾳ μᾶλλον. ἐρέβινθοι κυάμων τρέ‐

4

.

12

.

10

φουσι μᾶλλον, φάσιλοι καὶ ὦχροι τήλεως πλέον. δόλιχοι, οὓς λοβοὺς

4

.

12

.

11

καὶ φασιόλους καλοῦσι, τρέφουσι πισσῶν οὐκ ἔλαττον. θέρμοι τρόφι‐ μοι, κάστανα, φακή, οἱ γλυκεῖς φοίνικες, σταφίδες αἱ γλυκεῖαι καὶ

4

.

12

.

12

λιπαραί, βάλανοι, γογγυλίς, ἣν καὶ βουνιάδα καλοῦσιν. βολβοὶ τροφι‐

4

.

12

.

13

μώτατοι, καὶ μᾶλλον δίσεφθοι. μέλι τὸ ἀπαφρισθὲν ἐπιτήδειον πρός

4

.

12

.

14

τε ἀνάδοσιν καὶ θρέψιν γίνεται· μελίκρατον τὸ καλῶς ἑψηθέν. ἅπας οἶνος ἀνὰ λόγον τρέφει τῆς παχύτητος· οἱ μὲν οὖν ἐρυθροὶ καὶ παχεῖς
πάντων οἴνων εἰσὶν εἰς αἵματος γένεσιν ἐπιτηδειότατοι, ἐφεξῆς δ’ αὐτῶν οἱ μέλανες καὶ παχεῖς καὶ στύφοντες, τούτων δ’ ἧττον τρέφου‐
5σιν οἱ λευκοί τε ἅμα καὶ παχεῖς καὶ αὐστηροί, πάντων δ’ ἧττον οἱ

4

.

12

.

15

λευκοὶ καὶ λεπτοί. καὶ πάντα δὲ τὰ παχύχυμα, εἰ καλῶς πεφθείη καὶ αἱματωθείη, πολύτροφα γίνεται.

4

.

13

t

Ὅσα ἐλάττονα τροφὴν δίδωσιν.

4

.

13

.

1

Τὰ ἄκρεα τῶν ζῴων, μήτρα, γαστήρ, ἔντερα, οὐρά, ὦτα, πιμελή,

4

.

13

.

2

στέαρ. ἅπαν τὸ γένος τῶν ὀρνίθων ὀλιγοτροφώτερόν ἐστι παραβαλ‐

4

.

13

.

3

λόμενον τῷ γένει τῶν πεζῶν, καὶ ἡ τῶν γεγηρακότων ζῴων σὰρξ

4

.

13

.

4

ὀλιγοτροφωτέρα τῶν ἔτι αὐξανομένων. τῶν δ’ ἰχθύων ἡ τροφὴ αἵμα‐ τός ἐστι λεπτοτέρου γεννητική, ὡς μήτε τρέφειν δαψιλῶς καὶ διαφο‐

4

.

13

.

5

ρεῖσθαι θᾶττον. τῶν δ’ ὀστρακοδέρμων τὰ μαλακόσαρκα, οἷα τὰ ὄστρεα, ὀλιγότροφα. ἄρτοι κρίθινοι, ὅπως ἂν σκευασθῶσιν, ὀλιγότροφοι πάντες

4

.

13

.

6

εἰσί, τὰ ἐκ κριθῶν ἄλφιτα τούτοις ὁμοίως. ἄρτοι πιτυρίαι καὶ οἱ ῥυπαροὶ πάντες 〈καὶ〉 οἱ πλυτοί, ἄμυλον, μᾶζα ἐξ ἀλφίτων, κριθή, βρόμος, κέγχρος, καὶ μᾶλλον ἔλυμος, ὄρυζα, κύαμοι χλωροί, μήκωνος σπέρμα, ὅρμινα, συκάμινα, ὁ τῶν κυνοσβάτων καρπός, ἀρκευθίδες, μύρτα,
5ἀμύγδαλα, πιστάκια, κοκκύμηλα, περσικά, ἀρμενιακά, πραικόκκια, ἐλαῖαι, καὶ μάλιστα αἱ δρυπεπεῖς, λεπτοκάρυα, καὶ μᾶλλον τὰ βασιλικὰ κάρυα, σηρικά, κράνα, προῦμνα, βάτινα, μιμαίκυλα, ζίζυφα, διόσπυρα, ἁλικάκ‐ καβα, κάππαρις, καὶ μάλιστα ἡ ταριχευθεῖσα, τῆς τερμίνθου πάντα, κράμβη, τεῦτλα, λάπαθον, 〈ὀξυλάπαθον,〉 ἀνδράχνη, στρύχνον, ῥάφανος,
10νάπυ, κάρδαμον, πύρεθρον καὶ οἱ ἀσπάραγοι πάντες, σταφυλῖνος, δαῦ‐

4

.

13

.

7

κος, κάρω. κρόμμυα δὲ καὶ σκόροδα καὶ πράσα καὶ ἀμπελόπρασα ὠμὰ μὲν οὐδ’ ὅλως τροφὴν δίδωσιν, ἑψηθέντα δὲ δὶς ἢ τρὶς ὀλιγίστην.

4

.

13

.

8

ῥοιαὶ ὀλιγότροφοι· ἄπιοι δέ, καὶ μάλιστα αἱ μεγάλαι, ἔχουσί τι τρό‐

4

.

13

.

9

φιμον. κολοκύνθη ὀλιγότροφος, σταφίδες αἱ αὐστηραί τε καὶ ἀλιπεῖς.

4

.

13

.

10

μέσα δέ πώς ἐστι τῶν ὀλιγοτρόφων τε καὶ πολυτρόφων φάσιλοι, ὦχροι,

4

.

13

.

11

λάθυροι, ἄρακοι. καὶ σῦκα οὐχ ὁμοίως ταῖς ἄλλαις ὀπώραις ὀλιγό‐ τροφα, σομφώδη δὲ ποιεῖ τὴν σάρκα ὁμοίως σταφυλαῖς· ἔλαττον δ’

4

.

13

.

12

αὗται τῶν σύκων τρέφουσι χαύνῃ καὶ πλαδαρᾷ σαρκί. πάντα ὅσα τῶν
ἐδεσμάτων φαρμακώδη τινὰ ἔχει ποιότητα σφοδράν, ὅταν ἀπόθηται ταύτην ὀπτήσεσιν ἢ ἑψήσεσιν ἢ τέγξεσιν, ὀλίγην τροφὴν δίδωσι τοῖς σώμασι, πρότερον οὐδ’ ὅλως διδόντα.

4

.

14

t

Ὅσα εὔχυμα.

4

.

14

.

1

Εὐχυμότατόν ἐστι τὸ γάλα σχεδὸν πάντων ὧν προσφερόμεθα· ἄριστον δὲ τὸ τῶν εὐεκτούντων ζῴων, ὅταν ἀμελχθῇ πινόμενον εὐθέως.

4

.

14

2,3

ὠὰ τρομητὰ καὶ ῥοφητά. ὄρνιθες καὶ ἰχθύες ὀλίγου δεῖν ἅπαντες

4

.

14

.

3

(2)

εὔχυμοι πλὴν τῶν ἐν ἕλεσι καὶ λίμναις καὶ ποταμοῖς ἰλυώδεσι διαιτω‐ μένων, καὶ μάλιστα ὅταν ἐκ πόλεως ῥέῃ τὸ ὕδωρ ἐκκαθαῖρον ἀποπά‐ τους τε καὶ βαλανεῖα 〈καὶ μαγειρεῖα〉 καὶ τὰ τῶν πλυνόντων τὴν

4

.

14

.

4

ἐσθῆτα ῥύμματα. ἀσφαλὲς οὖν ἀεὶ προσφέρεσθαι τῶν ἰχθύων τοὺς ἐκ τῆς ἀμίκτου θαλάσσης ὕδατι γλυκεῖ, οἷοί εἰσιν οἱ πελάγιοι καὶ οἱ πετραῖοι· καὶ γὰρ εἰς εὐχυμίαν καὶ εἰς ἡδονὴν πολὺ προὔχουσι τῶν

4

.

14

.

5

ἄλλων. εἰ δέ τι τῶν ἐν ἑκατέροις τοῖς ὕδασι διαιτωμένων εἴη, καθά‐ περ γε κέφαλοι καὶ ὁ λάβραξ, ὀνίσκος τε καὶ κωβιός, σμύραινά τε καὶ καρκῖνοι καὶ ἐγχέλυες, ἀναπυνθάνεσθαι μὲν χρὴ πρότερον, ὅθεν εἴη τεθηραμένα, μετὰ δὲ ταῦτα τῇ τε ὀσμῇ καὶ τῇ γεύσει τὴν διάγνωσιν
5αὐτῶν ποιεῖσθαι· καὶ γὰρ δυσώδεις καὶ ἀηδεῖς καὶ βλενώδεις εἰσὶν

4

.

14

.

6

ὅσοι τὴν δίαιταν ἔχουσιν ἐν ὕδατι μοχθηρῷ. καὶ μέντοι καὶ λίπος

4

.

14

.

7

αὐτοῖς ὑπάρχει πολὺ πλέον ἢ τοῖς ἄλλοις, καὶ σήπονται ταχέως. καὶ παρὰ τὰς ἐπιχωρίους δὲ τροφὰς ἀμείνους τε καὶ χείρους ἑαυτῶν οἱ ἰχθύες γίνονται, διαγινωσκόμενοι ῥᾳδίως ὀσμῇ τε καὶ γεύσει, καθάπερ αἱ τρίγλαι· μοχθηρόταται γὰρ αὐτῶν αἱ τὴν καρκινάδα σιτούμεναι, τῶν

4

.

14

.

8

δ’ ἄλλων ἡ σὰρξ σκληροτέρα μέν, οὐ κακόχυμος δέ. κίθαρος καὶ ῥόμ‐ βος καὶ ἥπατος καὶ βούγλωσσον καὶ [ἡ] ψῆττα καὶ σαυρὸς μέσοι πώς εἰσι τῶν ἁπαλοσάρκων καὶ σκληροσάρκων· ἡ τροφὴ δ’ αὐτῶν καλλίστη τοῖς γε μὴ γυμναζομένοις ἐστὶ καὶ τοῖς ἀσθενέσι καὶ τοῖς ἐκνοσηλευο‐

4

.

14

.

9

μένοις. ἡ ψαθυρὰ καὶ μαλακὴ τροφὴ πρὸς ὑγείαν ἐπιτηδειοτάτη ἐστὶ

4

.

14

.

10

καὶ εὐχυμοτάτη πάντων ἐστίν. αἱ σάρκες τῶν ζῴων, ὅταν καλῶς πε‐ φθῶσιν, αἵματός εἰσιν ἀρίστου γεννητικαί, καὶ μάλιστα τῶν εὐχύμων, οἷόν ἐστι τὸ γένος τῶν ὑῶν· κάλλιστον γὰρ δὴ τὸ τούτων κρέας εἰς ἡδονήν τε καὶ πέψιν ἐστί, καὶ μάλιστα τὸ τῶν μέσων κατὰ τὴν ἡλικίαν
5ὑῶν· χεῖρον γὰρ τό τε τοῦ παλαιοτάτου καὶ τὸ τοῦ μετὰ τὴν ἀπο‐ κύησιν εὐθέως ἐσθιομένου· ὑγρότατόν τε γὰρ ὑπερβαλλόντως ἐστὶ τὸ

4

.

14

.

11

τῶν ἀρτιγενῶν καὶ φλέγμα γεννᾷ πλεῖστον. οὖθαρ εὔχυμον, ἧπαρ, τὰ

4

.

14

.

12

περὶ τὰ χείλη μόρια, πτερὰ καὶ τὰ ἄλλα τὰ ἄκρεα. ἔντερά τε καὶ μήτρα καὶ οὐρὰ τῶν σαρκῶν ἧττον εὔχυμα· οἱ δ’ ἀδένες πεφθέντες

4

.

14

.

13

καλῶς διδόασιν ὁμοίαν τροφὴν ἐγγὺς τῇ κατὰ σάρκα. καρδία οὐ κα‐

4

.

14

.

14

κόχυμος. βελτίους οἱ πόδες τῶν ὑῶν εἰσι τοῦ ῥύγχους καὶ τῶν ὤτων· τῶν δ’ ἄλλων ζῴων, καθ’ ὅσον αἱ σάρκες εἰς ἀρετὴν τροφῆς ἀπολεί‐ πονται τῶν ὑῶν, κατὰ τοσοῦτον καὶ τῶν ἀκρέων ἐν ὑσὶ μορίων εἰσὶ

4

.

14

.

15

χείρω τὰ κατ’ ἐκεῖνα τὰ ζῷα. οἱ ἐγκέφαλοι τῶν πτηνῶν πολὺ βελ‐

4

.

14

.

16

τίους εἰσὶ τῶν ἐν τοῖς πεζοῖς. τῶν ἀγρίων ζῴων ἡ σὰρξ εὐχυμοτέρα

4

.

14

.

17

τῆς τῶν ἡμέρων ἐστίν. ἄρτος καθαρὸς καλῶς ἐσκευασμένος εὔχυμος,

4

.

14

.

18

χόνδρος, πτισάνη καλῶς ἡψημένη, κύαμοι· κάστανα οὐ κακόχυμα, σῦκα

4

.

14

.

19

πέπειρα καὶ σταφυλὴ πέπειρος· κρεμασθεῖσα δ’ ἄμεμπτος. ἰσχάδες ἀναδοθεῖσαι μὲν ταχέως εὔχυμοι, χρονίσασαι δ’ ἐν γαστρὶ κακόχυμοι γίνονται καὶ φθειρῶν γεννητικαί· μετὰ δὲ καρύων ἐσθιόμεναι κάλλιστον ἔδεσμα· ὅσοι δὲ μετά τινος ἄλλου τῶν ἐδεσμάτων ἐσθίουσι τὰ σῦκα

4

.

14

.

20

καὶ τὰς ἰσχάδας, οὐ μικρὰ βλάπτονται. θρίδαξ, ὡς ἐν λαχάνοις, αἷμα

4

.

14

.

21

γεννᾷ, καὶ μετ’ αὐτὴν οἱ ἴντυβοι. οἱ εὐώδεις οἶνοι εὔχυμοι· τῶν εὐχυμοτάτων δ’ ἐστὶ Φαλερῖνος, καὶ μᾶλλον ὁ γλυκύτερος, καὶ Ἀριούσιος καὶ ὁ κιρρὸς Τμωλίτης ὁ γλυκύς.

4

.

15

t

Ὅσα κακόχυμα.

4

.

15

.

1

Τῆς κακοχυμίας οὐχ ἓν εἶδός ἐστιν· ἡ μὲν γὰρ ψυχροτέρα 〈τε καὶ φλεγματικωτέρα〉 τυγχάνει, ἡ δὲ θερμοτέρα τε καὶ χολωδεστέρα,

4

.

15

.

2

ἄλλη δ’ ὑδατωδεστέρα, καθάπερ ἄλλη μελαγχολικωτέρα. πάντων δ’ ἀπέχεσθαι τῶν κακοχύμων ἐδεσμάτων συμβουλεύω, κἂν εὔπεπτα ᾖ· λανθάνει γὰρ ἐν χρόνῳ πλείονι μοχθηρὸς ἐν ταῖς φλεψὶ χυμὸς ἀθροι‐ ζόμενος ἐξ αὐτῶν, ὃς ἐπειδὰν ἀφορμῆς ὀλίγης εἰς σῆψιν ἐπιλάβηται,

4

.

15

.

3

πυρετοὺς κακοήθεις ἀπεργάζεται. ἔστι δὲ κακόχυμα τάδε· τῶν προ‐ βάτων ἡ σὰρξ καὶ τῶν αἰγῶν ὁμοίως μετὰ δριμύτητος, ἡ δὲ τῶν τρά‐ γων χειρίστη, ἐφεξῆς δ’ ἡ τῶν κριῶν, εἶθ’ ἡ τῶν ταύρων· ἐν ἅπασι δὲ τούτοις τὰ τῶν εὐνουχισθέντων ἀμείνω, τὰ δὲ πρεσβυτικὰ χείριστα.

4

.

15

.

4

τῶν λαγωῶν δ’ ἡ σὰρξ αἵματος μέν ἐστι παχυτέρου γεννητική, βελ‐
τίονος δ’ εἰς εὐχυμίαν ἢ κατὰ βοῦν καὶ πρόβατον· κακόχυμος δ’

4

.

15

.

5

οὐδὲν ἧττον τούτων ἐστὶ καὶ ἡ τῶν ἐλάφων. νεφροὶ κακόχυμοι καὶ τῶν ἐπὶ πλέον ηὐξημένων οἱ ὄρχεις πλὴν τῶν ἐν τοῖς ἀλεκτρυόσιν.

4

.

15

.

6

ἐγκέφαλος, νωτιαῖος, καλλῶσον, σπλήν (ἧττον δ’ ὁ τῶν ὑῶν), πάντα σπλάγχνα τῶν ζῴων, ὠὰ ταγηνιστά, τυροὶ παλαιοί, βωλῖται ἀμανῖται (τῶν γὰρ ἄλλων βωλιτῶν ἀσφαλέστερον μηδὲ ἐσθίειν), τῆλις, φακή,

4

.

15

7,8

τίφαι· βρόμος ὅ τε ἀπὸ τούτων ἄρτος οὐκ εὔχυμος. ἐρέβινθος οὐκ

4

.

15

.

8

(2)

εὔχυμος· ἡ δ’ ὄλυρα τοσοῦτον πυροῦ χείρων ἐστὶν ὅσον τίφης καὶ

4

.

15

.

9

βρόμου κρείττων· μελίνη, κέγχρος, καὶ ὅσα τοιαῦτα οὐκ εὔχυμα. δρά‐ κοντες, κόκκυγες, γαλεώνυμοι, σκορπίοι τε καὶ τράχουροι, τρίγλαι, ὀρφοί, γλαῦκοι, καὶ ὅσα ἄλλα τῶν ἐν θαλάττῃ ζῴων κητωδῶν, πάντα

4

.

15

.

10

κακόχυμα. καὶ οἱ ὡραῖοι καρποὶ καλούμενοι πάντες κακόχυμοι, σῦκα δ’ ἧττον τῶν ἄλλων ὡραίων· αἱ δ’ ἰσχάδες τοῖς πλεονάζουσιν ἐν αὐταῖς οὐ πάνυ χρηστὸν αἷμα γεννῶσιν· ὅθεν αὐταῖς καὶ τὸ τῶν

4

.

15

.

11

φθειρῶν ἕπεται πλῆθος. μῆλα τὰ μήπω πέπειρα, ἄπιοι πρὶν πεφθῆναι, ὁ τῆς τερμίνθου καρπὸς κακόχυμος, κινάρα, καὶ μᾶλλον ὅταν σκληρο‐

4

.

15

.

12

τέρα γένηται, σίκυοι πέπονες, 〈μηλοπέπονεσ〉 δ’ ἧττον. κολοκύνθη τούτων μὲν ἀμείνων ἐστίν, ἀλλὰ καὶ αὕτη διαφθαρεῖσα κατὰ τὴν

4

.

15

.

13

γαστέρα κακόχυμος ἱκανῶς γίνεται. τῶν δὲ λαχάνων οὐδὲν μὲν εὔχυ‐ μόν ἐστιν, ἐν μέσῳ δ’ εὐχύμων τε καὶ κακοχύμων θρίδαξ ἐστὶ 〈καὶ〉 ἴντυβοι καὶ μετὰ ταῦτα μαλάχη, εἶτ’ ἀτράφαξυς καὶ ἀνδράχνη καὶ

4

.

15

.

14

βλίτον καὶ λάπαθον. αἱ δὲ ῥίζαι τῶν λαχανωδῶν φυτῶν κακόχυμοι μὲν ὅσαι δριμεῖαι, καθάπερ 〈ἡ〉 τῶν κρομμύων καὶ πράσων καὶ σκόρδων καὶ ῥαφανίδων καὶ δαύκου· μέσαι δ’ εὐχύμων καὶ κακοχύμων αἵ τε τῶν ἄρων εἰσὶ καὶ τῶν γογγυλίδων ἃς βουνιάδας ὀνομάζουσι, καὶ τῆς

4

.

15

.

15

καλουμένης καρώου. ὤκιμον κακοχυμότατον, γογγυλὶς ἡ ὠμοτέρα,

4

.

15

.

16

κράμβη, βολβοὶ μὴ καλῶς ἑψηθέντες. κρόμμυα δὲ καὶ σκόρδα καὶ πράσα καὶ ἀμπελόπρασα δίσεφθα γενόμενα τὴν κακοχυμίαν ἀποτίθεται.

4

.

15

.

17

κακόχυμα δ’ ἐστὶ πάντα ἐσχάτως ἃ καλοῦσιν ἄγρια λάχανα, θριδακίνη,

4

.

15

.

18

χονδρίλη, σκάνδιξ, γιγγίδιον, σέρις, κιχώριον. οἴνων οἱ παχεῖς ἅμα καὶ δυσώδεις καὶ ἀηδεῖς καὶ αὐστηροί, οἷός ἐστιν ὁ φαῦλος Βιθυνὸς ὁ ἐν τοῖς μεγάλοις κεραμίοις· ὁ γὰρ ἐν τοῖς μικροῖς οὔτε εὔχυμός ἐστιν οὔτε κακόχυμος, ἀλλὰ μέσος.

4

.

16

t

Ὅσα εὔπεπτα.

4

.

16

.

1

Ἄρτοι καλῶς σκευασθέντες, ἰχθύων οἱ πετραῖοι πάντες, κωβιός,

4

.

16

.

2

νάρκη, τρυγών. παντὸς γένους τῶν πτηνῶν ὀρνίθων ἡ σὰρξ παρα‐ βαλλομένη τῷ γένει τῶν πεζῶν εὐπεπτοτέρα τυγχάνει, καὶ μάλιστα πέρδικος, ἀτταγῆνός τε καὶ περιστερᾶς, ἀλεκτορίδος τε καὶ ἀλεκτρυόνος

4

.

16

.

3

καὶ φασιανικῶν. τὰ πτερὰ τῶν χηνῶν εὔπεπτα, καὶ μᾶλλον τὰ τῶν ἀλεκτορίδων, καὶ καθόλου κάλλιστα μὲν τὰ τῶν εὐτραφῶν τε καὶ νέων

4

.

16

.

4

πτερά, χείριστα δὲ τὰ τῶν ἰσχνῶν καὶ γεγηρακότων. τῶν σιτευθέντων δι’ ὀροῦ γάλακτος χηνῶν τὸ ἧπαρ καὶ τῶν ὁμοίως τραφέντων ἀλεκ‐

4

.

16

.

5

τρυόνων οἱ ὄρχεις εὐπεπτότατοι. τὰ κρέα τῶν ὑῶν εἰς πέψιν ἐπι‐ τηδειότερα. τῶν δὲ τελείων βοῶν οἱ μόσχοι βελτίους εἰσὶν εἰς πέψιν,

4

.

16

.

6

〈καὶ〉 οἱ ἔριφοι τῶν αἰγῶν. πάντων 〈τῶν〉 ἔτι αὐξανομένων ἡ σὰρξ εὐπεπτοτέρα τῆς τῶν παρακμαζόντων ἐστί, καὶ τῶν ἐν ξηροῖς τόποις

4

.

16

.

7

διαιτωμένων εὐπεπτοτέρα τῆς τῶν ἄλλων. τὸ βασιλικὸν κάρυον πέτ‐

4

.

16

.

8

τεται μᾶλλον τοῦ λεπτοκαρύου. βολβοὶ πεφθῆναι ῥᾴους οἱ δίσεφθοι.

4

.

16

.

9

ὠὰ τρομητὰ καὶ ῥοφητά, θρίδακες, ἴντυβοι, μαλάχη, κολοκύνθη ἑφθή,

4

.

16

.

10

ὅταν μὴ διαφθαρῇ. οἱ γλυκεῖς οἶνοι τῶν αὐστηρῶν πέττονται μᾶλλον.

4

.

16

.

11

ἄμεινον δ’ εἰς τὴν πέψιν ἰστέον εἶναι τῶν ἐξίσης ὑγιεινῶν τὸ ἥδιον.

4

.

17

t

Ὅσα δύσπεπτα.

4

.

17

.

1

Αἴγεια, βόεια, ἐλάφεια· χειρίστη δὲ τῶν τράγων ἡ σὰρξ πρὸς πέ‐ ψιν, ἐφεξῆς δ’ 〈ἡ τῶν〉 κριῶν, εἶθ’ ἡ 〈τῶν〉 ταύρων· καὶ τὰ πρεσβυ‐

4

.

17

.

2

τικὰ δὲ τῶν ζῴων χείριστα, καὶ τῶν ὑῶν αὐτῶν οἱ γηράσαντες. γαστὴρ δύσπεπτος, ἔντερα, μήτρα, καλλῶσον, καρδία, ἧπαρ, ὦτα, οὐραί, νεφροί, σπλάγχνα πάντα, ἐγκέφαλος, νωτιαῖος καὶ οἱ τῶν τελείων ζῴων ὄρχεις,

4

.

17

.

3

ἅπαν αἷμα, χῆνες πλὴν τῶν πτερῶν. φαττῶν, κιχλῶν, κοττύφων καὶ
ἡ τῶν μικρῶν στρουθίων σκληροτέρα ἐστὶ σάρξ, καὶ ἔτι μᾶλλον τρυ‐

4

.

17

.

4

γόνος καὶ νήττης, καὶ πλέον ἡ τοῦ ταῶνος καὶ ἡ τῶν ὠτίδων. αἱ κοιλίαι πᾶσαι τῶν πτηνῶν δύσπεπτοι· ψευδῶς γὰρ ἐπαινοῦσιν ἔνιοι τὴν τοῦ στρουθοκαμήλου καὶ αἰθυίης ὥς τι φάρμακον πεπτικόν· οὔτε αὐταὶ γὰρ πέττονται ῥᾳδίως, οὔτε ἄλλων σιτίων πεπτικόν εἰσι φάρ‐

4

.

17

.

5

μακον. κοχλίοι δύσπεπτοι, ὀξύγαλα, καὶ μάλιστα τοῖς ψυχρὰν ἔχουσι τὴν κοιλίαν, τυρὸς παλαιός· ὁ δὲ νέος καὶ μάλιστα ὀξυγαλάκτινος

4

.

17

.

6

καλλίων. πορφυρῶν καὶ κηρύκων καὶ τῶν ἄλλων ὀστρακοδέρμων τὰ

4

.

17

.

7

σκληρὰν ἔχοντα τὴν σάρκα δύσπεπτα. ἀστακοί, πάγουροι, καρκῖνοι, κάραβοι, καρίδες καὶ πάντα τὰ τοιαῦτα, πολύποδες, σηπίαι, τευθίδες καὶ πάντα τὰ καλούμενα μαλακόδερμα, βάτοι, λειόβατοι, ῥῖναι, δρά‐ κοντες, κόκκυγες, γαλεώνυμοι, σκορπίοι, τράχουροι, τρίγλαι, ὀρφοί,
5γλαῦκοι, ζύγαιναι, σάλπαι, γόγγροι, φάγροι, λάμιαι, ἀετοί, ὠὰ ὀπτά,

4

.

17

.

8

ἑφθά, ταγηνιστά, πυροὶ ἑφθοί, ὁ καλούμενος τράγος. τὸ κρίμνον δυσ‐

4

.

17

.

9

πεπτότερον ἀλφίτου. τίφαι, βρόμος καὶ οἱ ἀπ’ αὐτῶν ἄρτοι, κύαμοι, ὦχροι, δόλιχοι, φάσιλοι, λάθυροι, ἄρακοι, ἐρέβινθοι, ὄρυζα, θέρμοι, μελίνη, κέγχρος, καὶ ὅσα τοιαῦτα, φακός, βῖκος, σήσαμον, ἐρύσιμον, κάστανα, βάλανοι, μῆλα καὶ ἄπιοι καὶ σῦκα πρὶν πεπανθῆναι, σταφυλαὶ
5ὀξεῖαι καὶ αὐστηραί, φοίνικες πάντες, κεράτια, κίτριον (εἰ δ’ ὡς φαρ‐ μάκῳ τις χρῷτο, τὸ ἔξωθεν αὐτοῦ συντελέσει πρὸς πέψιν, ὥσπερ καὶ

4

.

17

.

10

ἄλλα πολλὰ τῶν δριμέων), ὤκιμον, γογγυλὶς ἡ ὠμοτέρα, βολβοὶ ὠμό‐ τεροι, σταφυλῖνος, δαῦκος, κάρω καὶ πᾶσαι αἱ ῥίζαι τῶν λαχάνων, καὶ

4

.

17

.

11

αὐτὰ τὰ λάχανα πάντα πλὴν θρίδακος καὶ ἰντύβου. οἴνων οἱ παχεῖς

4

.

17

.

12

καὶ νέοι δύσπεπτοι. δύσπεπτον δὲ καὶ ὕδωρ πᾶν.

4

.

18

t

Ὅσα εὐστόμαχα.

4

.

18

.

1

Φοίνικες οἱ αὐστηροί, μῆλα κυδώνια, ἐλαῖαι ἁλμάδες (ἐπιτηδειό‐ τεραι 〈δ’〉 αἱ μετ’ ὄξους συντιθέμεναι), σταφίδες αὐστηραί, ἡ ἐν τοῖς στεμφύλοις ἀποτιθεμένη σταφυλή, τὸ βασιλικὸν κάρυον τοῦ λεπτοκα‐

4

.

18

.

2

ρύου μᾶλλον, καὶ πολὺ πλέον σὺν ἰσχάσιν. τὰ ἀκανθώδη πάντα με‐
τρίως ἐστὶν εὐστόμαχα, τουτέστι σκόλυμος, ἀτρακτυλίς, λευκάκανθα, δίψακος, κνῆκος, τραγάκανθα, ἀτραγὶς ἥ τε τιμωμένη μειζόνως ἢ

4

.

18

.

3

προσήκει κινάρα, σισάρου ῥίζα ἑφθή. τὸ γιγγίδιον παραπλήσιόν ἐστι τῷ σκάνδικι· πάνυ δ’ ἐστὶν εὐστόμαχον, καὶ ὠμὸν καὶ ἑφθὸν ἐσθιόμενον·

4

.

18

.

4

μακροτέρας δ’ ἑψήσεως οὐκ ἀνέχεται. νάπυ, ῥάφανος, γογγυλίς, κάρ‐ δαμον, πύρεθρον καὶ ὁ βασιλικὸς ἀσπάραγος καὶ ὁ ἕλειος καὶ ὀξυμύρ‐

4

.

18

.

5

σινος καὶ χαμαιδάφνης, ὀξυακάνθης τε καὶ βρυωνίας. βολβοὶ εἰς ὄρεξιν

4

.

18

.

6

ἐπεγείρουσιν, κάππαρις ταριχευθεῖσα. κιτρίου τὸ ἐκτὸς ῥώννυσιν ἐν

4

.

18

.

7

φαρμάκου μοίρᾳ λαμβανόμενον. ὁ αὐστηρὸς οἶνος ῥώννυσι στόμα

4

.

18

.

8

γαστρὸς καὶ κοιλίαν μάλιστα κατὰ δυσκρασίαν θερμὴν πεπονθυῖαν. ὡς δ’ ἐν φαρμάκοις ἀψίνθιον, ἀλόη.

4

.

19

t

Ὅσα κακοστόμαχα.

4

.

19

.

1

Ἀρκευθίδες δάκνουσι τὸν στόμαχον, κεδρίαι 〈δὲ〉 μᾶλλον. μιμαί‐

4

.

19

.

2

κυλον, ἀμάραντον, ἄγνου σπέρμα, τεῦτλα κακοστόμαχα, ὡς καὶ δηγμὸν

4

.

19

.

3

ἐμποιεῖν ὅταν πλείονα βρωθῇ· λάπαθον ὁμοίως. ὤκιμον, γογγυλὶς ἡ ὠμοτέρα, βλίτον, ἀτράφαξυς, εἰ μὴ μετ’ ὄξους καὶ γάρου καὶ ἐλαίου

4

.

19

4,5

προσφέροιτο. τῆλις ἀνατρέπει, καὶ σήσαμον ὁμοίως. γάλα τοῖς μὲν

4

.

19

.

5

(2)

ψυχρὰν ἔχουσι τὴν κοιλίαν ὀξύνεται, τοῖς δὲ θερμὴν κνισοῦται· εἰκό‐

4

.

19

.

6

τως οὖν βλαβερόν ἐστι καὶ τοῖς πυρέττουσιν. εἴ τις τοῦ μέλιτος

4

.

19

.

7

πλείονος προσενέγκοιτο, πρὸς ἔμετον ὁρμᾷ. πέπων μὴ καλῶς πεφθεὶς χολερικοὺς ἀποτελεῖν εἴωθεν· καὶ γὰρ καὶ πρὶν διαφθαρῆναι εἰς ἔμε‐ τον ἐπιτήδειός ἐστι, καὶ πλείων βρωθείς, ἐὰν μή τις αὐτῷ τι τῶν εὐχύμων ἐδεσμάτων ἐπιφάγῃ, κινήσει πάντως ἔμετον· καὶ μηλοπέπων

4

.

19

.

8

ὁμοίως. ἐγκέφαλος πᾶς κακοστόμαχος καὶ ναυτιώδης, ὥσπερ καὶ ὁ

4

.

19

.

9

τῶν ὀστῶν μυελός. οἶνος μέλας καὶ αὐστηρὸς ῥᾳδίως ἀποξύνεται καὶ

4

.

19

.

10

εἰς ἔμετον ὁρμᾷ, καὶ ὁ παχὺς καὶ νέος. ὡς δ’ ἐν φαρμάκοις ἀβρό‐ τονον, σέριφον, ἀφρόνιτρον.

4

.

20

t

Ὅσα κεφαλὴν βλάπτει.

4

.

20

.

1

Συκάμινα, βάτινα κεφαλαλγῆ, μιμαίκυλα, ἀρκευθίδες, κεδρίδες,
καννάβεως σπέρμα, μήου αἱ ῥίζαι, φοίνικες πάντες, εὔζωμον, τῆλις,

4

.

20

.

2

λίνου σπέρμα. ὁ κιρρὸς καὶ αὐστηρὸς οἶνος κεφαλαλγὴς καὶ γνώμης ἅπτεται μᾶλλον τοῦ μέλανος καὶ αὐστηροῦ, καὶ οἱ εὐώδεις κεφαλαλγεῖς· ὁ δ’ ὑδατώδης οὔτε κεφαλαλγὴς οὔτε τῶν νεύρων ἅπτεται· ὁ δ’ ὀλι‐ γοφόρος καὶ παύει τὰς κεφαλαλγίας τὰς γινομένας διὰ χυμοὺς τοὺς

4

.

20

.

3

ἐν γαστρί. γάλα οὐκ ἐπιτήδειον κεφαλῇ, εἰ μή τις ἰσχυρὰν ἔχοι πάνυ.

4

.

20

.

4

τὸ ἀπόβρεγμα τῶν στεμφύλων, ὃ καλοῦσι τρύγα, κεφαλαλγές, καὶ ἡ ἐν τοῖς στεμφύλοις ἀποτιθεμένη σταφυλή.

4

.

21

t

Ὅσα ἄφυσα.

4

.

21

.

1

〈Πισσοί, φασίολοι〉, κύμινον, λιβυστικοῦ ἡ ῥίζα καὶ τὸ σπέρμα,

4

.

21

2,3

ἄγνου σπέρμα· καννάβεως ὁ καρπὸς καὶ ἀπὸ φυσωδῶν ἄφυσος. κύαμοι

4

.

21

.

3

(2)

ἑψηθέντες καὶ φρυγέντες, βολβοὶ οἱ ἐπὶ πλέον ἢ καὶ δὶς ἑψηθέντες

4

.

21

.

4

ἐν ἐλαίῳ καὶ γάρῳ μετ’ ὄξους ἐσθιόμενοι, μέλι τὸ ἀπαφρισθέν. ὀξύ‐

4

.

21

.

5

μελι δὲ καὶ φύσας καταρρήγνυσιν. ἄρτοι κρίθινοι, ὅπως ἂν σκευασθῶ‐

4

.

21

.

6

σιν, ἥκιστα φυσώδεις εἰσίν. μέσοι δ’ ὑπάρχουσι τῶν ἀφύσων καὶ φυ‐ σωδῶν φάσιλοι, ὦχροι, λάθυροι, ἄρακοι.

4

.

22

t

Ὅσα φυσώδη.

4

.

22

.

1

[Πισσοί, φασίολοι,] κύαμοι, λάθυροι, φακός, τυρός, ἐρέβινθοι, θέρ‐

4

.

22

.

2

μοι, φάσιλοι, ὦχροι, μελίνη, κέγχρος, καὶ ὅσα τοιαῦτα. κυάμων δὲ τοῦ ἔτνους φυσώδους ὄντος, ἔτι μᾶλλον ὅτε ὁλοκλήρους τις αὐτοὺς ἢ

4

.

22

.

3

ὁπωσοῦν ἄλλως ἑψήσας χρῷτο. μᾶζα ἐξ ἀλφίτων φυσώδης· φυραθεῖσα δὲ καὶ τριφθεῖσα μέχρι πλείονος διαχωρεῖ μᾶλλον κάτω, καὶ μάλιστα

4

.

22

.

4

μέλιτος προσλαβοῦσα. ζύθος, ὀποὶ πάντες, καὶ μᾶλλον ὁ Κυρηναϊκός,

4

.

22

.

5

σατύριον, σιλφίου ὀπὸς καὶ ἡ ῥίζα. σύκων ὀλιγοχρόνιος ἡ φῦσα γίνε‐ ται διὰ τὸ ὑπέρχεσθαι ῥᾳδίως· τὰ δ’ ἀκριβῶς πέπειρα ἐγγύς ἐστι τοῦ

4

.

22

.

6

μηδ’ ὅλως βλάπτειν ὁμοίως ταῖς ἰσχάσιν. οἱ χλωροὶ φοίνικες φυσώ‐

4

.

22

.

7

δεις εἰσὶν ὥσπερ τὰ σῦκα· γογγυλὶς ἡ ὠμοτέρα. γάλα ῥᾳδίως ἐν τῇ

4

.

22

.

8

γαστρὶ πνευματοῦται. βολβοὶ ὠμότεροι, μέλι τὸ μὴ τελέως ἑψηθέν.

4

.

22

.

9

οἱ γλυκεῖς οἶνοι φῦσαν βραδύπορον γεννῶσιν· οἱ δὲ γλυκεῖς ἅμα καὶ αὐστηροὶ οὔτε ἀναδιδόμενοι οὔτε ὑπερχόμενοι, ἀλλ’ ἐπιπλέοντες ἐν τῇ

4

.

22

.

10

ἄνω γαστρὶ πνευματοῦσι ταύτην. γλεῦκος φυσῶδές ἐστιν.

4

.

23

t

Ὅσα ῥύπτει, τέμνει, ἐκφράττει.

4

.

23

.

1

Πτισάνη ῥύπτει, τῆλις, μηλοπέπων, πέπων, σταφίδες αἱ γλυκεῖαι, κύαμοι, ἐρέβινθοι, καὶ μᾶλλον οἱ μέλανες, οἳ καὶ τοὺς ἐν νεφροῖς λί‐

4

.

23

.

2

θους θρύπτουσιν ἐναργῶς. κάππαρις λεπτομερὴς ἱκανῶς ἐστιν· ἡ γοῦν ταριχευθεῖσα ἀπορρύπτει τε καὶ ὑπάγει τὰ κατὰ τὴν γαστέρα φλέγ‐ ματα καὶ τὰς κατὰ σπλῆνα καὶ ἧπαρ ἐμφράξεις καθαίρει, χρῆσθαι δ’ εἰς ταῦτα προσῆκεν αὐτῇ δι’ ὀξυμέλιτος ἢ ὀξελαίου πρὸ τῶν ἄλλων

4

.

23

.

3

ἁπάντων σιτίων. ὁ ἐν τοῖς τεύτλοις χυλὸς ῥυπτικός ἐστι καὶ τὰς κατὰ τὸ ἧπαρ ἐμφράξεις λύει, καὶ μᾶλλον ὅταν μετὰ νάπυος ἢ ὄξους

4

.

23

4,5

ἐσθίηται· ὁμοίως λάπαθον. ἀκαλήφη λεπτομερῆ δύναμιν ἔχει. ἄρου

4

.

23

.

5

(2)

καὶ ἀσφοδέλου ῥίζα καὶ βολβοὶ δύναμιν ἔχουσι λεπτυντικήν τε καὶ ἐκφρακτικήν· διὸ καὶ τὸν ἀσπάραγον τοῦ ἀσφοδέλου τοῖς ἰκτεριῶσι

4

.

23

.

6

διδόασί τινες ὡς μέγιστον ἴαμα. κρόμμυα, σκόροδα καὶ πράσα καὶ ἀμπελόπρασα λεπτύνει καὶ τέμνει τοὺς ἐν σώματι παχεῖς καὶ γλίσχρους χυμούς· ἑψηθέντα μέντοι δὶς ἢ τρὶς ἀποτίθεται τὴν δριμύτητα, λεπτύνει

4

.

23

7,8

δ’ ὅμως ἔτι. τὸ ὀρῶδες τοῦ γάλακτος λεπτύνει πάχος χυμῶν. σῦκα

4

.

23

.

8

(2)

ῥύπτει· διὸ καὶ ψαμμώδη πολλὰ τοῖς νεφριτικοῖς ἐπὶ ταῖς ἐδωδαῖς

4

.

23

.

9

αὐτῶν ἐκκρίνεται. ἰσχάδες λεπτύνουσι καὶ τέμνουσιν, ὅθεν καὶ νεφροὺς

4

.

23

.

10

ἐκκαθαίρουσιν. ἀρκευθίδες ἐκκαθαίρουσι τὰ καθ’ ἧπαρ καὶ νεφροὺς καὶ

4

.

23

.

11

λεπτύνουσι τοὺς παχεῖς καὶ γλίσχρους χυμούς. ἀμύγδαλα ῥύπτει καὶ λεπτύνει καθαίρει 〈τε〉 τὰ σπλάγχνα καὶ τὰς ἐκ θώρακος καὶ πνεύ‐

4

.

23

.

12

μονος ἀναπτύσεις τῶν ὑγρῶν ἐργάζεται. πιστάκια χρήσιμα εἰς εὐρω‐ στίαν ἥπατος καὶ κάθαρσιν τῶν ἐμπεφραγμένων κατὰ τὰς διεξόδους

4

.

23

13,14

αὐτοῦ χυμῶν. ῥαφανὶς λεπτομεροῦς ἐστι δυνάμεως. μέλι λεπτομε‐

4

.

23

.

14

(2)

ρέστατόν ἐστι τὸ γενόμενον ἐκ θερμῶν καὶ ξηρῶν φυτῶν· διὸ καὶ τὸ

4

.

23

.

15

μελίκρατον ἐπιτήδειόν ἐστι πρὸς τὴν τῶν πτυάλων ἀναγωγήν. ὀξύμελι τὰ μὴ παντάπασι γλίσχρα καὶ παχέα ῥᾳδίως ἀνάγει, καὶ τὰ σπλάγχνα δ’ ἀλύπως διακαθαίρει· πάνυ δ’ ὠφελεῖ καὶ τὰ κατὰ θώρακα καὶ

4

.

23

.

16

πνεύμονα πάθη. τοῖς παχὺν ἠθροικόσι χυμὸν οἱ λεπτόταται τῶν οἴνων χρήσιμοι· ἐὰν δὲ καὶ ψυχροὶ τυγχάνωσιν οἱ χυμοί, οἱ λεπτοὶ καὶ παλαιοὶ μετὰ δριμύτητος· ὁ δ’ ὑδατώδης οἶνος ἐπιτήδειός ἐστιν εἰς τὴν τῶν ἐκ πνεύμονος ἀναγωγήν, ῥωννὺς καὶ τοὺς χυμοὺς ὑγραί‐
5νων καὶ τέμνων μετρίως· καὶ ὁ γλυκὺς δ’ οἶνος ἐν τοῖς ὀξέσι νοσή‐ μασιν εἰς ἀνάπτυσιν ἐπιτήδειος ἤδη πεπεμμένης τῆς περιπνευμονίας καὶ πλευρίτιδος.

4

.

24

t

Ὅσα ἐμφράττει.

4

.

24

.

1

Γάλα τὸ μὲν ὀροῦ πλεῖστον ἔχον ἀκινδυνότατόν ἐστι, κἂν διὰ παντὸς αὐτῷ τις χρῷτο· τὸ δ’ ὀλίγον μὲν ἔχον τούτου, πολὺ δὲ τοῦ τυρώδους, οὐκ ἀσφαλές ἐστι τοῖς ἐν αὐτῷ πλεονάζουσιν· βλάπτει μὲν γὰρ καὶ νεφρούς, ὅσοι γε ἐπιτηδείως ἔχουσιν εἰς λίθων γένεσιν, ἐμφράξεις

4

.

24

.

2

δὲ καὶ καθ’ ἧπαρ ἐργάζεται τοῖς ἑτοίμως παθεῖν δυναμένοις. ἰσχάδες ἥπατι καὶ σπληνὶ φλεγμαίνουσι βλαβεραὶ καθάπερ τὰ σῦκα, οὐ κατ’ ἰδίαν τινὰ δύναμιν ἐξαίρετον, ἀλλὰ τῷ κοινῷ λόγῳ πάντων τῶν γλυ‐ κέων· πάντα γὰρ τὰ γλυκέα βλάπτει σπλῆνα καὶ ἧπαρ· ἐμπεφραγμένοις
5δὲ καὶ σκιρρουμένοις αὐταὶ μὲν καθ’ ἑαυτὰς οὐδὲν οὔτε εἰς ὠφέλειαν οὔτε εἰς βλάβην ἐργάζονται μέγα, μιγνύμεναι δὲ τοῖς τέμνουσι καὶ

4

.

24

.

3

ῥύπτουσι φαρμάκοις οὐ μικρὸν ὄφελός εἰσιν. τὸ μελίκρατον ἀνεπιτή‐ δειον οἷς εἰς ὄγκον ἤρθη τὰ σπλάγχνα σκιρρούμενα καὶ οἰδισκόμενα καὶ φλεγμαίνοντα, ταχέως τοῦ μέλιτος εἰς χολώδη χυμὸν μεταβάλλε‐

4

.

24

.

4

σθαι πεφυκότος. μήκωνος σπέρμα ἐπισχετικόν ἐστι τῶν ἐκ τοῦ θώ‐

4

.

24

.

5

ρακος. οἱ λιπαροὶ φοίνικες καὶ γλυκεῖς ἐμφρακτικοί, καὶ μᾶλλον οἱ

4

.

24

.

6

χλωροί, πάντα δ’ ὅσα δι’ ἰτρίων καὶ σεμιδάλεως σκευάζεται, ἐμφρα‐ κτικὰ καὶ σπληνὸς αὐξητικὰ καὶ λίθων ἐν νεφροῖς ποιητικά· ὁμοίως

4

.

24

.

7

καὶ ἄλευρον πυροῦ μετὰ γάλακτος. καὶ χόνδρος δ’ ἀνεπιτήδειος τοῖς γε τὸ ἧπαρ εὐέμφρακτον ἔχουσι, καὶ τοῖς τοὺς νεφροὺς πρὸς λίθων

4

.

24

.

8

γένεσιν ἐπιτηδείους. οἶνος ὁ γλυκὺς ἐμφράττει καὶ τοὺς ὄγκους τῶν σπλάγχνων αὐξάνει.

4

.

25

t

Ὅσα βραδύπορα.

4

.

25

.

1

Πάντα ὅσα δι’ ἰτρίων καὶ σεμιδάλεως σκευάζεται, βραδύπορα·
κύαμοι φρυγέντες, οἱ καθαροὶ τῶν ἄρτων, φακὴ τοῦ λέπους ἀφῃρη‐ μένη, ἐγκέφαλος, νωτιαῖος, ἧπαρ, καρδία, πυρίεφθος, ὠὰ ἑφθά, καὶ μᾶλλον ὀπτά, καὶ ἔτι μᾶλλον τηγανιστά, θέρμοι, φάσιλοι, πισσοί, σήσα‐
5μον, ἐρύσιμον, βάλανοι, μῆλα καὶ ἄπιοι [οἱ] μηδέπω πέπειροι, κεράτια, οἶνος γλυκύς, καὶ μᾶλλον ὁ αὐστηρὸς καὶ μέλας ἄνευ γλυκύτητος, καὶ

4

.

25

.

2

ὁ παχὺς καὶ νέος πᾶς· καὶ ὕδωρ πᾶν βραδύπορόν ἐστιν.

4

.

26

t

Ὅσα εὔφθαρτά ἐστιν.

4

.

26

1,2

Περσικά, ἀρμένια καὶ πραικόκκια· καὶ πᾶσι δὲ τοῖς ὡραίοις ἐδέ‐

4

.

26

.

2

(2)

σμασιν, ὅσα καὶ ταῖς κράσεσιν ὑγρά ἐστι, συμβέβηκε φθείρεσθαι κατὰ γαστέρα, ὅταν μὴ φθάσῃ ταχέως ὑπελθεῖν· διόπερ προεσθίειν αὐτὰ χρὴ τῶν ἄλλων· οὕτως γὰρ αὐτά 〈τε〉 ταχέως ὑπέρχεται καὶ τοῖς
5ἄλλοις ποδηγεῖ· τὰ δ’ ὕστατα βρωθέντα συνδιαφθείρει καὶ τὰ ἄλλα.

4

.

27

t

Ὅσα δύσφθαρτα.

4

.

27

.

1

Τὰ μικρὰ χημία, πορφύραι, κήρυκες, ὅσα τε ἄλλα τῶν ὀστρακο‐ δέρμων σκληρὰν ἔχει τὴν σάρκα, [καὶ] διδόαμεν τοῖς διαφθείρουσι τὴν τροφὴν ὑπὸ κακοχυμίας ἕψοντες δὶς καὶ τρὶς ἐν ὕδατι καλλίστῳ, μετα‐ τιθέντες εἰς τὸ καθαρόν, ὅταν ἤδη τὸ πρότερον ἁλμυρὸν φαίνηται.

4

.

27

.

2

καὶ ἀστακοὶ καὶ πάγουροι, καρκῖνοι τε καὶ κάραβοι καὶ καρίδες, ὅσα τε ἄλλα τοιαῦτα δύσφθαρτον ἔχει τὴν σάρκα παραπλησίως τοῖς σκλη‐ ροσάρκοις τῶν ὀστρακοδέρμων.

4

.

28

t

Ὅσα ἐν σιτίοις ὑπάγει γαστέρα.

4

.

28

.

1

Φακὴ καὶ κράμβη καὶ τῶν θαλαττίων σχεδὸν ἁπάντων τὰ ὀστρα‐ κόδερμα καλούμενα σύνθετον ἔχει τὴν φύσιν ἐξ ἐναντίων δυνάμεων· αὐτὸ μὲν γὰρ τὸ στερεὸν ἑκάστου σῶμα βραδύπορόν ἐστι καὶ σταλτικὸν

4

.

28

.

2

τῆς γαστρός, ἡ δ’ ὑγρότης ἐρεθίζει πρὸς ἔκκρισιν. εἴ τις οὖν καθε‐ ψήσας φακὴν ἢ κράμβην ἤ τι τῶν θαλαττίων ζῴων ὧν εἶπον, εἶθ’ ἡδύνας τὸ ἀφέψημα δι’ ἐλαίου καὶ γάρου καὶ πεπέρεως, ἔπειτα δοίη πιεῖν ὅτῳ βούλεται, θεάσεται διαχωροῦσαν ἐπὶ τῷ πόματι τὴν κοιλίαν.

4

.

28

.

3

καὶ τῶν θαλαττίων οὖν ἐχίνων καὶ τῶν κογχαρίων πάντων οἱ ζωμοὶ

4

.

28

.

4

καὶ τῶν παλαιῶν ἀλεκτρυόνων ὑπάγουσιν. τὴν δὲ κράμβην ὑπάγειν βουλόμενοι, πλησίον κειμένης τῆς κακκάβης μετὰ τοῦ ὕδατος ἐν ᾧπερ ἂν ἡψημένη τύχῃ, ἀνασπῶντες εὐθέως ἐμβάλλομεν τῷ γαρελαίῳ·

4

.

28

.

5

χρὴ δὲ μὴ πάνυ καθεψεῖν αὐτήν. ἄρτοι πιτυρῖται ὑπάγουσι διά τε τὸ ἐν τῇ γαστρὶ πολὺ ποιεῖν περίττωμα καὶ διὰ τὸ ῥυπτικῆς δυνάμεως

4

.

28

.

6

μετέχειν τὸ πίτυρον. τήλεως χυλὸς ἑψηθεὶς μετὰ μέλιτος καὶ λαμ‐ βανόμενος ἐπιτήδειός ἐστιν ὑπάγειν ἅπαντας τοὺς ἐν τοῖς ἐντέροις μοχθηροὺς χυμοὺς καὶ τῷ ῥυπτικῷ παρορμᾶν τὸ ἔντερον ἐπὶ τὴν ἔκ‐ κρισιν· ὀλίγον δ’ εἶναι χρὴ τὸ μιγνύμενον αὐτῷ μέλι, μή πως γένηται

4

.

28

.

7

δακνῶδες. ἐλαῖαι ἁλμάδες ὑπάγουσι γαστέρα μετὰ γάρου πρὸ τῶν

4

.

28

.

8

σιτίων ἐσθιόμεναι. ὥσπερ τοῖς ὀστρακοδέρμοις, οὕτω καὶ τοῖς κοχλίοις χυλός ἐστι γαστρὸς ὑπακτικός, καὶ διὰ τοῦτό τινες ἀρτύοντες αὐτοὺς δι’ ἐλαίου καὶ οἴνου καὶ γάρου τῷ γενομένῳ ζωμῷ χρῶνται πρὸς

4

.

28

.

9

διαχώρησιν. γάλα τὸ μὲν ὑγρότερον ὑπάγει μᾶλλον, τὸ δὲ παχύτερον

4

.

28

.

10

ἧττον. ὁ δ’ ὀρὸς τοῦ γάλακτος σφοδρῶς λαπάττει· ἐμβάλλειν δ’ αὐτῷ χρὴ μέλιτος ἀρίστου τοσοῦτον ὅσον ἡδῦναι χωρὶς ἀνατροπῆς στομάχου· κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τῶν ἁλῶν ὅσον μὴ λυπῆσαι τὴν γεῦ‐

4

.

28

.

11

σιν· εἴ γε μὴν μᾶλλον ἐθέλοις ὑπάγειν αὐτόν, ὡς πλεῖστον ἔμβαλλε

4

.

28

.

12

τῶν ἁλῶν λειοτάτων. τῶν πάνυ νέων ζῴων τὰ κρέα ῥᾷον ὑπέρχεται

4

.

28

.

13

κατὰ γαστέρα, καὶ τὰ ἄκρεα αὐτῶν ὁμοίως. τῶν σελαχίων νάρκη τε

4

.

28

14,15

καὶ τρυγὼν ὑπέρχονται μετρίως· μαλάχη μετρίως. τεῦτλον, λάπαθον,

4

.

28

.

15

(2)

κνίδη ἡ καὶ ἀκαλήφη ὅ τε νεοπαγὴς τυρὸς μετὰ μέλιτος, ἀτράφαξυς, βλίτον, κολοκύνθη, πέπονες, μηλοπέπονες, σῦκα, ἰσχάδες, σταφυλαὶ

4

.

28

.

16

γλυκεῖαι, καὶ μάλιστα ὅταν ὦσιν ὑγραί. συκάμινα καθαρᾷ μὲν ἐμπε‐ σόντα γαστρὶ καὶ πρῶτα ληφθέντα διεξέρχεται τάχιστα καὶ τοῖς σιτίοις ὑφηγεῖται· δεύτερα δ’ ἐφ’ ἑτέροις ἢ καὶ μοχθηρὸν εὑρόντα χυμὸν ἐν

4

.

28

.

17

αὐτῇ, διαφθείρεται τάχιστα ταῖς κολοκύνθαις ὁμοίως. τὸ ὑγρὸν ἔτι κάρυον πρὸς διαχώρησιν ἐπιτήδειον, ἀλλὰ καὶ τῶν ἤδη ξηρῶν προ‐ αποβεβρεγμένων ὕδατι παραπλησία γίνεται τοῖς χλωροῖς ἡ δύναμις.

4

.

28

.

18

κοκκύμηλα τὰ ὑγρὰ ὑπάγει· τὰ δὲ ξηρὰ αὐτῶν μελικράτῳ βεβρεγμένα πλέον ἔχοντι μέλιτος ἱκανῶς λαπάττει γαστέρα, κἂν μόνα τις αὐτὰ

4

.

28

.

19

φάγῃ, καὶ πολὺ μᾶλλον, ἐὰν ἐπιρροφῇ τοῦ μελικράτου· πρόδηλον δ’ ὅτι συντελεῖ τῇ τῆς γαστρὸς ὑπαγωγῇ τὸ μετὰ τὴν προσφορὰν αὐτῶν μένειν ἐπί τινα χρόνον πιόντας γλυκέος οἴνου καὶ οὐκ εὐθέως ἀριστᾶν.

4

.

28

.

20

μόρα, κεράσια, πραικόκκια, περσικὰ καὶ πάντα τὰ ὑγρὰ καὶ ὑδατώδη,

4

.

28

.

21

καὶ ὅλως ὅσα μηδεμίαν ἰσχυρὰν ἔχειν φαίνεται ποιότητα τοῖς γευομέ‐ νοις ἢ ὀσμωμένοις αὐτῶν, ἐὰν ἐπιτηδείως ἡ γαστὴρ ἔχῃ πρὸς τὴν κάτω διαχώρησιν, ὑπέρχεται ῥᾳδίως· εἰ δὲ μή, μένει καὶ αὐτὰ μετέωρα, μηδὲν εἰς ἔκκρισιν αὐτὴν ὠφελοῦντα διὰ τὸ μηδεμίαν ὑπάρχειν δριμεῖαν

4

.

28

.

22

ἢ λιτρώδη ποιότητα. καὶ μέση πώς ἐστιν ἡ τοιαύτη τῶν ἐδεσμάτων ὕλη τῆς τε τῶν προτρεπόντων τὴν γαστέρα καὶ τῶν ἐπεχόντων, βραχύ τι ῥέπουσα πρὸς τὸ ἕτερον, ὅταν γε μὴ πάνυ τύχῃ νωθρᾶς γαστρὸς εἰς ἀπόκρισιν ἢ ἰσχυρᾶς εἰς ἀνάδοσιν· ἐνίοτε γὰρ ἐπέχει γαστέρα διὰ
5τοῦτο καὶ τὸ μελίκρατον οἷς ἀναδίδοσθαι φθάνει ταχέως· τότε γὰρ οὐ μόνον οὐ προτρέπει τὴν γαστέρα πρὸς ἔκκρισιν, ἀλλὰ καὶ τοῖς μιχθεῖσι σιτίοις εἰς ἀνάδοσιν ὑφηγεῖται· εἰ δὲ μὴ φθάσειεν ἀναδοθῆναι

4

.

28

.

23

ταχέως, ἐρεθίζει πρὸς ἔκκρισιν ἔχον τι δριμύ. καὶ μόνον δ’ αὐτὸ τὸ

4

.

28

.

24

μέλι εἴ τις μὴ ἀφεψήσας ἐκλείχοι, καλῶς ὑπάγει. τὸ δ’ ἐπ’ ὀλίγον ἢ

4

.

28

.

25

μηδ’ ὅλως ἑψηθὲν μελίκρατον ὑπέρχεσθαι φθάνει πρὶν ἀναδοθῆναι. τὸ

4

.

28

.

26

δ’ ὀξύμελι ξέει τὸ ἀσθενέστερον ἔντερον. οἶνος γλυκὺς συλλαμβάνει

4

.

28

.

27

τι βραχὺ τῇ κατὰ γαστέρα διεξόδῳ. γλεῦκος ὑπάγει, καὶ ὠὰ πρόσ‐ φατα μετὰ πολλοῦ γαρελαίου πρῶτα ῥοφούμενα.

4

.

29

t

Μέσα καθαρτικῶν καὶ ὑπακτικῶν.

4

.

29

.

1

Λινόζωστις καθ’ ἑαυτὴν ἢ μετὰ λαχάνων κομιζομένη καὶ ἐσθιομένη,

4

.

29

.

2

πρότερον μετὰ τοῦ ζωμοῦ ῥοφουμένη· πολυπόδιον ὁμοίως. τὸ ἀλύ‐ πιον ὁμοίως· τὸ δὲ σπέρμα πινόμενον ὅσον κοχλιάριον καθαίρει μέ‐

4

.

29

.

3

λαιναν. ὁμοίως καὶ σπέρμα κνήκου κοπτόμενον καὶ χυλιζόμενον σὺν ὑδρομέλιτι ἢ ζωμῷ ὄρνιθος ἢ μιγὲν ἀμυγδάλοις καὶ νίτρῳ καὶ ἀνήσῳ καὶ μέλιτι καὶ ἰσχάσιν.

4

.

30

t

Ὅσα ἐπέχει γαστέρα.

4

.

30

.

1

Φοίνικες οἱ αὐστηροί, σταφίδες αἱ αὐστηραί, συκάμινα, βάτινα

4

.

30

.

2

(ὁ δὲ τῶν κυνοσβάτων καρπὸς μᾶλλον), μύρτα, ἄγρια κοκκύμηλα, ἃ

4

.

30

.

3

καὶ προῦμνα καλοῦσιν. μῆλα τὰ μὲν στύφοντα ἐπέχει, τὰ δ’ ὀξέα, παχὺν μὲν εὑρόντα χυμὸν ἐν τῇ γαστρὶ τέμνοντα τοῦτον, ὑπάγει καὶ διὰ τοῦτο ὑγραίνει τὰ διαχωρήματα, καθαρὰν δ’ εὑρόντα τὴν κοιλίαν ἐπέχει μᾶλλον αὐτήν· τὰ δὲ γλυκὺν ἔχοντα τὸν χυμὸν ἄνευ μὲν δρι‐
5μύτητος 〈ἀναδίδοται μᾶλλον, μετὰ δὲ δριμύτητοσ〉 ὑπέρχεται μᾶλλον·

4

.

30

.

4

τὰ δ’ ὑδατώδη καὶ ἄποια ἀηδῆ ἐστι καὶ οὐδὲν ὠφέλιμον ἔχοντα. ὅσα δ’ ἐπὶ μήλων εἴρηται, ταῦτα καὶ ἐπὶ ῥοιῶν καὶ ἀπίων εἰρῆσθαι νόμιζε.

4

.

30

.

5

εἰ προεψήσας τις τὸ γάλα τὸν ὀρὸν ἐκδαπανήσειεν, οὐδ’ ὅλως ὑπάγει· κοχλάκων δὲ διαπύρων τοσούτων ἐμβληθέντων 〈ὡσ〉 ἐκδαπανῆσαι τὸν ὀρόν, ἐπέχει τοῦτο οὕτω σκευασθέν, καὶ δίδομέν γε αὐτὸ τοῖς ὑπὸ

4

.

30

.

6

δριμέων δακνομένοις περιττωμάτων τὰ κατὰ τὴν γαστέρα. τῶν κοχλά‐ κων δ’ οὐχ ἧττον, ἀλλὰ καὶ μᾶλλον, ἐμβαλλόμενοι κυκλίσκοι σιδηροῖ διάπυροι ταὐτὸν ἐργάζονται· τυροῦταί γε μὴν ῥᾳδίως ἐν τῇ γαστρὶ τὸ οὕτω σκευασθὲν γάλα· διὸ καὶ μίγνυμεν αὐτῷ μέλιτός τε καὶ ἁλῶν·

4

.

30

.

7

ἀσφαλέστερον δὲ καὶ ὕδατος ἐπεγχεῖν. καὶ μὴ θαυμάσῃς, εἰ τὸν ὀρὸν ἐκδαπανήσαντες αὖθις ὕδατος ἐπεγχέομεν· οὐ γὰρ τὴν ὑγρότητα τοῦ ὀροῦ φεύγομεν, ἀλλὰ τὴν δριμύτητα, καθ’ ἣν ὑπάγει τὴν γαστέρα.

4

.

30

.

8

ἀστακοί, καρκῖνοι, πάγουροι, καρίδες, κάραβοι, ὅσα τε ἄλλα τοιαῦτα τῶν μαλακοστράκων, ἔλαττον μὲν τῶν ὀστρακοδέρμων, ἔχει δ’ οὖν 〈καὶ〉 αὐτὰ τὸν ἁλυκὸν χυμόν, ὃν ἐὰν ἐναπόθηται τῷ ὕδατι, ὥσπερ τῶν ὀστρέων καὶ τῶν ἄλλων ὀστρακοδέρμων, ἡ σὰρξ ἐπισχετικὴ γίνεται

4

.

30

.

9

γαστρός. καὶ φακὴ δὲ καὶ κράμβη δίσεφθοι γενόμεναι καὶ τὸν χυμὸν ἀποθέμεναι γαστρὸς ἐφεκτικαὶ γίνονται, καὶ ξηρᾶναι βουληθέντες ὑγρὰν γαστέρα, ὅταν ἤδη μετρίως ἡψῆσθαι δοκῇ ἡ κράμβη, τὸ πρότερον ὕδωρ ἀποχέοντες ἐμβαλοῦμεν εὐθέως ἐν ἑτέρῳ θερμῷ, κἄπειτα πάλιν

4

.

30

.

10

ἐν ἐκείνῳ καθεψήσομεν ὥστε τακερὰν γενέσθαι. χρὴ δὲ μήτε ἀέρος μήτε ὕδατος ψυχροῦ ψαύειν τὸ δὶς ἑψόμενον· οὐκέτι γὰρ ἀκριβῶς

4

.

30

.

11

γίνεται τακερόν, οὐδ’ ἂν ἐπὶ πλεῖστον ἕψῃς. ἀφαιρεθεῖσα δ’ ἡ φακὴ τοῦ λέμματος τὸ ἰσχυρῶς στυπτικὸν ἀπόλλυσι καὶ οὐχ ὁμοίως ξηραίνει τὰ κατὰ τὴν γαστέρα ῥεύματα· εἰ μέντοι πτίσας αὐτὴν καὶ δὶς ἑψήσας ἀποχέοις τὸ πρότερον ὕδωρ, εἶτ’ ὀλίγον ἁλῶν ἢ γάρου συμμίξας ἐμ‐
5βάλλοις τι τῶν ἐφεκτικῶν γαστρὸς ἄχρι τοῦ μὴ λυπῆσαι τὴν γεῦσιν,

4

.

30

.

12

ἥδιστόν τε καὶ ὠφελιμώτατον ἐργάσῃ φάρμακόν τε καὶ σιτίον. ἄλφιτα

4

.

30

.

13

δι’ οἴνου αὐστηροῦ ποθέντα ξηραίνει. ὄρυζα ἐπέχει, ἔλυμον ἤτοι μελίνη, κέγχρος, τηγανιστὰ πάντα, λάγεια κρέα, οἶνος ὁ αὐστηρὸς καὶ μέλας ἄνευ γλυκύτητος καὶ ὁ λευκὸς καὶ αὐστηρὸς καὶ ὁ κιρρὸς καὶ αὐστηρός.

4

.

31

t

Ὅσα θερμαίνει.

4

.

31

.

1

Πυροὶ ἑφθοὶ καὶ οἱ ἀπ’ αὐτῶν ἄρτοι, τίφη, βρόμος, τῆλις, ἀρκευ‐ θίδες, οἱ γλυκεῖς φοίνικες, μῆλα τὰ γλυκέα, σήσαμον, ἐρύσιμον (διὸ καὶ

4

.

31

.

2

διψώδη), καννάβεως σπέρμα, αἱ γλυκεῖαι τῶν σταφυλῶν (διὸ καὶ

4

.

31

.

3

διψώδεις), αἱ γλυκεῖαι σταφίδες, μαλάχαι μετρίως, σέλινον, σμύρνιον,

4

.

31

.

4

εὔζωμον, ῥάφανος, γογγυλίς, ῥαφανίς, νάπυ, κάρδαμον, πύρεθρον [ὅσα]

4

.

31

5,6

δριμέα καὶ θερμά. σταφυλῖνος, δαῦκος, κάρω θερμαίνει σαφῶς. σκόρο‐

4

.

31

.

6

(2)

δον, κρόμμυον, πράσον, ἀμπελόπρασον ἱκανῶς ἐστι δριμέα· ἑψηθέντα

4

.

31

.

7

δὲ δὶς ἢ τρὶς ἀποτίθεται τὴν δριμύτητα. τυρὸς ὁ παλαιὸς θερμὸς καὶ

4

.

31

.

8

διὰ τοῦτο διψώδης. οἶνος ὁ γλυκὺς μετρίως, ὁ δὲ κιρρὸς θερμότερος τοῦ μέλανος· ὁ δὲ ξανθὸς θερμότατός ἐστιν ἄκρως, εἶθ’ ὁ κιρρός, εἶθ’ ὁ ἐρυθρός, εἶθ’ ὁ γλυκύς, εἶθ’ ὁ λευκὸς ἁπάντων ἧττον θερμαίνει· ὁ παλαιότατος δ’ ἱκανῶς θερμός.

4

.

32

t

Ὅσα ψύχει.

4

.

32

.

1

Κριθὴ κατὰ πάντας τρόπους τῆς χρήσεως, κέγχρος, ἔλυμος, ὕδνα, κολοκύνθη ἑφθή, πέπονες, μηλοπέπονες, σίκυες, κοκκύμηλα, συκόμορα, αἱ αὐστηραὶ καὶ ὀξεῖαι σταφυλαί, αἱ αὐστηραὶ τῶν σταφίδων.

4

.

32

.

2

μῆλα τὰ μὲν στύφοντα ψυχρὸν ἔχει καὶ γεώδη τὸν χυμόν, τὰ δ’ ὀξέα ψυχρὸν καὶ λεπτομερῆ· ῥέπει δὲ πρὸς τὸ ψυχρὸν καὶ τὰ τελέως ἄποια

4

.

32

3,4

καὶ οἷον ὑδατώδη. τὰ αὐτὰ περὶ ἀπίων καὶ ῥοιῶν ὑπολάμβανε. οὐκ

4

.

32

.

4

(2)

ὀλίγοι δ’ εἰσὶ καὶ ἄλλοι τῶν δένδρων καρποὶ ψύχοντες, καὶ μάλιστα

4

.

32

.

5

ὅσους οὐδὲ εἰς ἀπόθεσιν ἀγαγεῖν ἔστιν. οἱ στύφοντες φοίνικες ψυχρὸν

4

.

32

.

6

ἔχουσι χυμόν. θρίδαξ, ἴντυβοι μετριώτερον, ἀνδράχνη, μήκωνος σπέρμα· τοῦτο καὶ ὑπνωτικόν ἐστιν, εἰ δὲ πλεῖον ληφθείη, καὶ καταφορικόν· ὠφελεῖ δὲ τοὺς ἀπὸ κεφαλῆς λεπτῷ ῥεύματι καταρροϊζομένους· βέλ‐

4

.

32

.

7

τιον δ’ ἐστὶ τὸ λευκότερον. μύρτα ψύχει μέν, ἀλλ’ οὐχ ἅμα τῇ στύ‐

4

.

32

.

8

ψει· ἔχει γάρ τι καὶ δριμύτητος. στρύχνον δραστήριον ψῦξιν στύ‐

4

.

32

9,10

φουσαν ἔχει. ὕδωρ, ὑδατώδης οἶνος οὐ σαφῶς θερμαίνει· διὸ καὶ τοῖς

4

.

32

.

11

πυρέττουσιν ἀκινδυνότερον δίδοται. οἶνος ὁ λευκὸς καὶ αὐστηρὸς ἥκιστα, ὡς ἐν οἴνοις, θερμαίνει, ὁ δὲ λευκὸς ἅμα καὶ αὐστηρὸς καὶ παχὺς καὶ

4

.

32

.

12

νέος αἰσθητῶς ψύχει. 〈ψύχει δὲ〉 καὶ τὸ ὄξος· λεπτομερὲς δ’ ὑπάρχει· διὸ καὶ τὰ νεῦρα πλέον τῶν ἄλλων ψυχόντων βλάπτει διαδυόμενον

4

.

32

.

13

εἰς βάθος. μέσα δέ πως θερμαινόντων καὶ ψυχόντων ἐστὶν ἄρτοι πλυτοί, ἄμυλον, αἱ οἰνώδεις τῶν σταφυλῶν.

4

.

33

t

Ὅσα ξηραίνει.

4

.

33

.

1

Φακὴ καὶ κράμβη παραπλησίως ἀλλήλοις ξηραίνουσι καὶ διὰ τοῦτο τὴν ὄψιν ἀμβλύνουσι, πλὴν εἰ τύχοι ποτὲ ὑγρότερος ὢν ὁ σύμπας ὀφθαλμός· ἧττον δὲ τῆς κράμβης ὁ ἀσπάραγος αὐτῆς ξηραίνει. τῶν δ’ ἄλλων λαχάνων ξηρότερος ὁ καυλός ἐστιν· ἔμπαλιν δὲ ῥαφανίδος
5καὶ γογγυλίδος νάπυός τε καὶ καρδάμου καὶ πυρέθρου καὶ πάντων

4

.

33

.

2

ὅσα δριμέα τὸν ἀσπάραγον 〈ὑγρότερον〉 εἶναι συμβέβηκεν. ἄλφιτα

4

.

33

.

3

ξηραίνει, ἄγνου σπέρμα. ὄροβοι δὶς ἑψηθέντες [ἢ] 〈καὶ ἀπογλυκαν‐ θέντεσ〉 πολλάκις δι’ ὕδατος ἔδεσμα ξηραντικὸν γίνονται· βελτίους δ’

4

.

33

.

4

εἰσὶν οἱ λευκοί. καὶ ὅσα ὀπτῶντες ἢ τηγανίζοντες ἐσθίουσι, ξηροτέραν τροφὴν δίδωσιν, ὅσα δ’ ἐν ὕδατι προεψήσαντες, ὑγροτέραν· ὅσα δ’ ἐν ταῖς λοπάσιν ἀρτύοντες, ἐν τῷ μεταξὺ τούτων ἐστί, καὶ ὅσα μὲν ἔχει δαψιλῶς οἴνου καὶ γάρου, ξηρότερα τῶν οὐκ ἐχόντων ἐστίν· τὰ δὲ
5τούτων μὲν ἐνδεέστερον, ἤτοι δὲ σίραιον ἔχοντα πλέον ἢ κατὰ τὸν ἁπλοῦν καὶ λιτὸν καὶ λευκὸν ζωμὸν ἥψηται, τὰ πολλὰ τῶν προειρη‐ μένων ἐστὶν ὑγρότερα· τὰ δ’ ἐξ ὕδατος μόνου καὶ τούτων ἐστὶν ὑγρό‐

4

.

33

.

5

τερα. μεγίστη δ’ ἐν τῇ σκευασίᾳ διαφορὰ γίνεται κατὰ τὴν τῶν ἐπεμβαλλομένων αὐτοῖς δύναμιν σπερμάτων τε καὶ λαχανωδῶν φυ‐
τῶν, ἁπάντων μὲν ξηραινόντων, ἀλλ’ ἤτοι μᾶλλον ἢ ἧττον.

4

.

34

t

Ὅσα ὑγραίνει.

4

.

34

.

1

Πτισάνη, κολοκύνθη ἑφθή, πέπονες, μηλοπέπονες, σίκυοι, κάρυον

4

.

34

.

2

τὸ χλωρόν, κοκκύμηλα, συκόμορα. συκάμινα τὰ μὴ διαφθαρέντα ὑγραίνει

4

.

34

.

3

μὲν πάντως, ψύχει δ’ οὐ πάντως, εἰ μὴ ψυχρὰ ληφθείη. θριδακίνη

4

.

34

.

4

ὑγραίνει, ἴντυβοι ταύτης ἀσθενέστερον, ἀνδράχνη· μαλάχη δὲ καὶ βλίτον

4

.

34

.

5

καὶ ἀτράφαξυς ὑδατωδέστατα λαχάνων ἐστίν. ὑγροὶ δ’ εἰσὶν οὐκ ὀλίγοι καὶ ἄλλων δένδρων καρποί, καὶ μάλιστα ὅσους οὐδὲ εἰς ἀπόθεσιν ἀγα‐

4

.

34

.

6

γεῖν ἔστιν. ὑγραίνει καὶ τὸ τῆς θριδακίνης καὶ τὸ τῆς μήκωνος σπέρμα.

4

.

34

7,8

κύαμοι χλωροί, ἐρέβινθοι χλωροί. ὕδωρ ὑγραίνει καὶ ψύχει· θερμανθὲν

4

.

34

.

8

(2)

δ’ ὑγραίνει καὶ θερμαίνει.

4

.

35

t

Περὶ ἑψήσεως ῥοφημάτων.

4

.

35

.

1

Πτισάνη προσηκόντως σκευασθήσεται, ὅταν ἐπὶ πλεῖστον ἀνοιδή‐ σασα τύχῃ κατὰ τὴν ἕψησιν καὶ μετὰ ταῦτα διὰ μαλακοῦ πυρὸς ἄχρι

4

.

35

.

2

πολλοῦ χυλωθῇ. μίγνυται δ’ αὐτῇ κατ’ ἐκεῖνον τὸν καιρὸν ὄξος, ὅταν οἰδήσῃ τελέως· ἑφθῆς δ’ ἀκριβῶς γενομένης ἐπεμβάλλειν χρὴ τοὺς ἅλας λεπτοὺς οὐ πολὺ πρὸ τῆς ἐδωδῆς· ἔλαιον δ’ εἰ κατ’ ἀχρὰς ἐμ‐

4

.

35

.

3

βάλλοις, οὐ βλάψεις τὴν ἕψησιν. οὐ μὴν ἄλλο τι χρὴ μιγνύειν ὅτι μὴ

4

.

35

.

4

πράσου βραχὺ καὶ ἀνήθου, καὶ ταῦτα εὐθὺς ἐν ἀρχῇ. —Ἡ δὲ φακο‐ πτισάνη σκευάζεται καλῶς πλείονος πτισάνης ἐμβαλλομένης καὶ ἀρτυο‐ μένης ὁμοίως, πλὴν ὅτι θύμβρας ἢ γληχοῦς ἐμβαλεῖν αὐτῇ χρή. —

4

.

35

.

5

Ἥδιστον δ’ ἐστὶν ἔδεσμα κολοκύνθη μετὰ ταρίχους ἐν πατέλλῃ σκευ‐

4

.

35

.

6

ασθεῖσα. —Τοῖς δ’ ἀσθενῶς κάρτα ἔχουσι καὶ μὴ δυναμένοις προσ‐ δέχεσθαι παχυτέραν ὕδατος τροφὴν ἀποβρέχειν κράτιστον καὶ ἑψεῖν

4

.

35

.

7

καὶ τρίβειν τὴν τροφήν. ἀποβρέχοι μὲν οὖν ἄν τις τὸ ἄλφιτον καὶ τὸ καπυρὸν τῶν ἄρτων· πλείστην δ’ ἀφιᾶσι δύναμιν οἱ ἄρτοι ὡς θερ‐

4

.

35

.

8

μότατοι κλασθέντες καὶ ἀποβραχέντες. τῶν δ’ ἀφεψομένων ἔτι μᾶλλον

4

.

35

.

9

τὸ πόμα κρεῖττον καὶ τροφιμώτερόν ἐστιν. τοῖς δὲ πυρέττουσι δεῖ τὴν κριθὴν μὴ περιπτίσσειν, ἀλλὰ πλύναντας ἑψεῖν τῷ ὕδατι· πρό‐
τερον δὲ χλιάναντα ἀποχεῖν, καὶ ἄλλο ἐπιχέοντα ὕδωρ ἑψεῖν· ἕψοιτο δ’ ἂν καλῶς, εἰ δέκα κοτύλας ὕδατος εἰς μίαν τῆς κριθῆς ἐπιχέαις·
5ἕψεται δέ, ἕως ἂν ἡ κριθὴ ῥαγῇ· εἶτ’ ἀπηθήσας τὸ λεπτότατον ὕδωρ,

4

.

35

.

10

μίσγων μέλιτι 〈ἢ〉 αὐτὸ καθ’ ἑαυτὸ δίδου. τοῦτο καὶ τὴν κοιλίαν

4

.

35

.

11

εὔλυτον ποιεῖ καὶ οὐρεῖται καὶ τρέφει ἱκανῶς. δίδοται δὲ καὶ ἡ εἰς τὸ ἄλφιτον κριθὴ φρυχθεῖσα, ἣν καὶ κάχρυδα καλοῦσιν· δεῖ δὲ πρὸ τοῦ ἀλεσθῆναι αὐτὴν ἀποτρίψαι κούφως τὸ προκεκαυμένον ἄχυρον καὶ

4

.

35

.

12

ἀποβρέξαντας ἑψεῖν· τὴν γὰρ κοιλίαν μᾶλλον ἐφίστησιν ἐκείνου. ἀφέ‐ ψοι δ’ ἄν τις καὶ πᾶσαν σχεδὸν τροφὴν ὁμοίως, ὁποίαν ἄν τινα ὑπο‐

4

.

35

.

13

λαμβάνῃ οἰκείαν τῷ κάμνοντι εἶναι. τὰ δ’ ὑποτριβόμενα παχύτερα μὲν τῶν διαβρεγμάτων φαίνεται εἶναι καὶ τῶν ἑψομένων καὶ ἰσχυρό‐ τερα· ὑποτρίβοιτο δ’ ἂν σχεδὸν πᾶσα τροφὴ ὡσαύτως εἰς τὰ διδόμενα

4

.

35

.

14

πόματα. δεῖ δὲ τοὺς μὲν ἄρτους ξηροὺς καὶ τοὺς προσφάτους βρέ‐

4

.

35

.

15

ξαντας τρίβειν διέντα ὕδατι καὶ ἠθεῖν δι’ ὀθονίου. μίσγοις δ’ ἂν αὐτοῖς πρὸς τὸ τὴν λευκότητα μὴ ἐμφαίνεσθαι τὴν ἀπὸ τοῦ ἄρτου τοῦ σικύου σπέρμα φώξας καὶ ἀμύγδαλα καὶ στροβίλους καὶ οὖα, καὶ μεθ’ ἑνὸς ἑκάστου καὶ μετά τινων ἢ πάντων ἀνήσου τε ἢ μαράθρου
5σπέρματος μίσγων, τοῖς μὲν οὖν πυρέσσουσιν ἐν μελικράτῳ, τοῖς δ’

4

.

35

.

16

ἄνευ πυρετῶν οἴνου παραχέων. ἡ δὲ κέγχρος καὶ ἡ μελίνη τριβομένη μάλιστα πεφωγμένα ἁρμόσειεν ἂν καὶ περιλελεπισμένα οἷς αἱ κοιλίαι

4

.

35

.

17

ἐκχολοῦνται, καὶ οἷς λεπταὶ καὶ πολλαὶ ὑποχωρήσεις γίνονται. δεῖ δὲ τρίβοντα διιέναι ὕδατι μὴ ἔλασσον ὀξυβάφου εἰς δέκα ὕδατος ὀξύβαφα καὶ ἐκχυλίσας διὰ πυκνοῦ ὀθονίου, ἐπιχέων οἴνου αὐστηροῦ τὸ μέτριον,

4

.

35

.

18

ἑψήσας πρόσφερε νήστει. ἁρμόσει δ’ ὑποτρίβειν τῇ κέγχρῳ τὰ Εὐβοϊκὰ κάρυα σὺν τῷ λέμματι τῷ ἐντὸς μὴ πολλὰ συνεκχυλιζόμενα μετὰ τῆς

4

.

35

.

19

κέγχρου. βρόμος δ’ εὐπεπτότατον πάντων τῶν ὀσπρίων, καὶ τὸ ῥόφημα κάλλιστόν ἐστιν, ἕψεται δὲ τῇ πτισάνῃ τὸν αὐτὸν τρόπον, κοτύλη ἐν ὕδατος κοτύλαις δέκα.

4

.

36

t

Ὅσα ἀντὶ ἐλαίου ὑποτρίβειν χρή.

4

.

36

.

1

Ὑποτρίβειν εἰς πᾶν ῥόφημα ἀντὶ ἐλαίου πλὴν εἰς φακὴν τὸ τοῦ

4

.

36

.

2

σικύου σπέρμα ὠμόν. διηθῶν μίσγε τῇ πτισάνῃ καὶ τοῖς λοιποῖς ἑψή‐
μασιν ἢ τοῦ κώνου [ἢ] τὸ κάρυον ἢ τὰ Ποντικὰ ἢ τὰ Θάσια κάρυα

4

.

36

.

3

ἢ τὰ ἀμύγδαλα. τοῖς δὲ κατὰ κοιλίαν ἐνοχλουμένοις ἀντὶ ἐλαίου ὑπο‐ τρίβειν τὴν λευκὴν μήκωνα ἡσυχῇ φώξαντα σὺν τῷ ἐλύτρῳ· ὑποτρίβειν δὲ χρὴ πρὸς τὰς κοιλίας καὶ τὰ κάστανα σὺν τῷ ἐντὸς λέμματι.

4

.

37

t

Σκευασίαι τροφῶν.

4

.

37

.

1

Ἕψοις δ’ ἂν καὶ σεμίδαλιν τεταρτημόριον ἐν δέκα κοτύλαις ὕδα‐

4

.

37

.

2

τος μετ’ ἐλαίου μετρίου καὶ ἀνήθου προπλύνας τὴν σεμίδαλιν. ἕωλος ἄρτος ἀποβρεχέσθω ὕδατι θερμῷ ἄλλῳ καὶ ἄλλῳ συνεχῶς ἀποχεομένῳ·

4

.

37

.

3

μὴ πᾶν δὲ τοῦ ἄρτου μέρος, ἀλλὰ τὸ ἔνδοθεν. μέτρον δὲ τῆς δια‐ βροχῆς οὐ τὸ ἀνοιδῆσαι μόνον, ἀλλὰ καὶ τὸ ἀποπνεῦσαι τῆς ζύμης

4

.

37

.

4

καὶ μηδὲν ἐκείνης ὀδωδέναι. πτισάνης δ’ ἑψέσθω ἓν μέρος εἰς πεν‐ τεκαίδεκα ὕδατος, ὑπολειπομένου δὲ κατὰ τὴν ἕψησιν τοῦ πέμπτου

4

.

37

.

5

μέρους καὶ διηθουμένου. καὶ ἴτριον δὲ καὶ ἄρτον ξηρὸν ἕψοις ἂν λεπτὸν γενόμενον σφόδρα καὶ τριβόμενον· ἑψέσθω δ’ ἐν ὕδατι καθα‐

4

.

37

.

6

ρωτάτῳ ἐπὶ πλεῖστον ὥστε ἑνωθῆναι. ἐχέτω δ’ ὀλίγον ἁλῶν καὶ ἔστω

4

.

37

.

7

ἀνέλαιον. γίνεται δὲ καὶ ἀπὸ μαλάχης ῥόφημα, τῶν φύλλων ἑψομέ‐ νων τῶν νεαρῶν χωρὶς τῶν ἰνῶν, ἔπειτα τριβομένων ἐν θυίᾳ καὶ

4

.

37

.

8

αὖθις ἑψομένων ὕδατι καὶ ἁλὶ καὶ ἐλαίῳ. τὰ δ’ ὠὰ ἑψεῖν δεῖ ἐν ὕδατι κινοῦντας ἀδιαπαύστως αὐτά· οὐ γὰρ συνίσταται τὰ κινούμενα οὐδὲ

4

.

37

.

9

παχύνεται· βέλτιον δ’ ἐν ὀξυκράτῳ ἑψεῖν· ἔτι γὰρ μᾶλλον ὑγρὰ διαμένει.

4

.

38

t

Περὶ μελικράτου.

4

.

38

.

1

Τὸ μελίκρατον οὐ πάνυ τι τοῖς πικροχόλοις ὠφέλιμόν ἐστιν· ἐκ‐

4

.

38

.

2

χολοῦται γὰρ ἐν αὐτοῖς. συμφέρει τοίνυν ὑδαρέστερον ἐπὶ τῶν τοιού‐

4

.

38

.

3

των φύσεων δίδοσθαι τὸ μελίκρατον. ἀνεπιτήδειον δὲ καὶ τοῖς ἔχουσιν

4

.

38

.

4

ἐν πείσει τὰ σπλάγχνα. σκευάζειν δὲ δεῖ τὸ μελίκρατον, κἂν ὀκτα‐ πλάσιον μιγνύντας ὕδωρ τοῦ μέλιτος, καὶ οὕτως ἕψοντας, ἄχρις ἂν

4

.

38

.

5

ἀφρίζον παύσηται. προσήκει δ’ αἴρειν ἀπ’ αὐτοῦ συνεχῶς τὸν ἀφρὸν
εὐθὺς ἅμα τῷ γεννᾶσθαι.

4

.

39

t

Περὶ ποτημάτων τοῖς ἀρρωστοῦσι χρησίμων.

4

.

39

.

1

Πότημα δὲ τοῖς πυρέττουσιν ἄριστον μὲν μελίκρατον ἢ ὀξύμελι·

4

.

39

2,3

καὶ τὸ ὕδωρ δ’ ἀδηκτότατον τῷ πυρέσσοντι. τὰ δ’ ἀποβρέγματα στύ‐

4

.

39

.

3

(2)

ψιν ἔχοντα μάλιστα μὲν πρὸς τὰς ἐκταράξεις τῶν κοιλιῶν εἴη ἂν οὐκ ἀνάρμοστα, καὶ πρὸς τοὺς ἐμέτους δέ, οἷς ἥ τε τοῦ μέλιτος καὶ τοῦ

4

.

39

.

4

ὀξυμέλιτος προσάντης ἐστίν. ἀποβρέχοιτο δ’ ἂν καθ’ ὥραν τά τε ἠρινὰ γλυκύμηλα τμηθέντα λεπτά, ἔστ’ ἂν εὖ μάλα τὸ ὕδωρ χρώσῃ, ἢ τῶν

4

.

39

.

5

κυδωνίων μήλων τὰ πέπονα τέμνοντα ὡσαύτως ἀποβρέχειν. διδόναι δὲ μάλιστα τοῖς χολεμετοῦσι τὸ ἀπὸ τῶν μήλων καὶ πρὸς τὰς κοιλίας.

4

.

39

6,7

καὶ ἀπίους δ’ ἀποβρέχειν, ὅσαι στρυφναὶ καὶ γλυκεῖαί εἰσιν. τὰ δ’

4

.

39

.

7

(2)

ἁπαλὰ μύρτα βραχέντα γλυκεῖ οἴνῳ ἀηδὲς μὲν τῇ πόσει, ἄδηκτον δὲ

4

.

39

.

8

καὶ λεῖον τὸ πόμα. ἀποβρέχεται δὲ καὶ τὰ γίγαρτα ἐρειχθέντα· μᾶλ‐ λον δὲ τὸ ἀφέψημα αὐτῶν χρησιμώτερόν ἐστιν, οὐδεμίαν δριμύτητα οὐδ’ ὀξύτητα ἔχον.

4

.

40

t

Ῥούφου. Περὶ γαλακτοποσίας.

4

.

40

.

1

Τῷ δὲ γαλακτοποτοῦντι τῶν ἄλλων σιτίων ἀφεκτέον ἐστίν, ἔστ’

4

.

40

.

2

ἂν πεφθῇ τε καὶ διαχωρήσῃ κάτω. ἄμεινον οὖν ἕωθεν πίνειν νεό‐ βδαλτον καὶ ἀσιτεῖν ἐπ’ αὐτῷ καὶ τῶν πόνων τῶν ἄγαν ἀφαιρεῖν τηνικαῦτα, ὅτι πονοῦσιν ἀνάγκη ὀξύνεσθαι· ἀλλ’ ἡσυχῇ περιπατῆσαι ἄμεινον καὶ μεταξὺ ἀγρύπνως ἀναπαύεσθαι (οὕτω γὰρ ποιοῦντι τὰ
5πρῶτα διαχωρεῖ), διαχωρήσαντος δ’ ἄλλο πίνειν, καὶ εἰ τοῦτο διαχω‐

4

.

40

.

3

ρήσαι, ἄλλο. κατ’ ἀρχὰς μὲν οὖν καθαίρει χρηστῶς, οὐδὲν μὲν πολὺ τοῦ ἄλλου ὄγκου, ὅσα δ’ ἐν τῇ κοιλίᾳ ἔσω ἐστίν· μετὰ δ’ αὐτὸ ἤδη εἰσέρχεται εἰς τὰς φλέβας καὶ τρέφει κάλλιστα καὶ οὐκέτι διαχωρεῖ.

4

.

40

.

4

τοῖς δὲ χολώδεσι ῥεύμασι, καὶ ὅσαι συντήξεις ἐπὶ γαστέρα συννεύουσιν, ἑψῶντα διδόναι τοῦ γάλακτος· ἑψεῖν δὲ τὸ μὲν πρῶτον ἡσυχῇ καὶ ἐπ’ ὀλίγον, ὡς μέρος μέν τι διαχωρῆσαι, μέρος δέ τι σχεθῆναι, μετὰ δ’ ἔτι μᾶλλον καὶ μᾶλλον ἑψεῖν, φυλαττόμενον μήτε κατακαίειν μήτε

4

.

40

.

5

τυρὸν ἐξ αὐτοῦ ποιεῖν. φυλακὴ δ’ ἀρίστη μαλακῶς τε ἑψεῖν καὶ τῇ κινήσει τὸ ἐφιστάμενον ἀποξύειν πάντοθεν· κινεῖν δὲ νάρθηκι λείῳ καὶ λεπτῷ, καὶ ἤν τι ἐφίζῃ τοῖς χείλεσι τοῦ ἐχίνου, καὶ τοῦτο σπόγγῳ

4

.

40

.

6

καθαίρειν· πολλάκις γὰρ ἐνθένδε καὶ τὸ ἄλλο διεφθάρη. ἑψεῖν οὖν, ὡς εἴρηται, τὸ γάλα, μέχρι παχύτερόν τε ὁμαλῶς καὶ γλυκύτερον τοῦ
ὠμοῦ γένηται.

4

.

41

t

Περὶ ὑδάτων.

4

.

41

.

1

Δεῖ δὲ καὶ τῆς τῶν ὑδάτων ἀρετῆς τε καὶ κακίας ἐμπείρους εἶναι· πολύχρηστα γὰρ τὰ ὕδατα σχεδὸν ἁπάντων μᾶλλόν ἐστιν εἰς ἅπασαν

4

.

41

.

2

τὴν δίαιταν. εἰδέναι χρὴ τοίνυν τὸ ἄριστον ὕδωρ ἀποιότατον εἶναι κατὰ γεῦσιν καὶ κατ’ ὀσμήν· εὐθὺς δὲ τοῦτο καὶ ἥδιστον ὑπάρχει τοῖς

4

.

41

.

3

πίνουσι καὶ ὀφθῆναι καθαρόν. ὅταν δὲ καὶ ὑποχωρῇ τῶν ὑποχονδρίων ταχέως, μηδὲ ζητεῖν ἕτερον ἄμεινον· τὰ γὰρ ἐν τοῖς ὑποχονδρίοις χρονίζοντα καὶ τὴν γαστέρα πλήττοντα καὶ ἐμφυσῶντα καὶ βαρύνοντα, τῶν προειρημένων ἀγαθῶν ὑπαρχόντων, ἡμιμόχθηρα νομιστέον· οὔτε
5γὰρ θερμαίνεται ταχέως οὔτε ψύχεται τὰ τοιαῦτα τῶν ὑδάτων, ἀλλὰ

4

.

41

.

4

καὶ τὰ ἐν αὐτοῖς ἑψόμενα βραδύτατα καὶ κάκιον ἕψεται. βέλτιον μὲν οὖν τῇ πείρᾳ κρίνειν τὸ τοιοῦτον ὕδωρ· ὁ δὲ βουλόμενος καὶ διὰ γνωρισμάτων διαγινώσκειν τοῖς ῥηθησομένοις κρινέτω· τὰ μὲν γὰρ πρὸς ἄρκτους ἐστραμμένα καὶ τὸν ἥλιον ἀπεστραμμένα βραδύπορά τέ
5ἐστι καὶ ἀτέραμνα καὶ θερμαίνεται καὶ ψύχεται βραδέως· τὰ δὲ πρὸς ἀνατολὰς διὰ πώρου τινὸς ἢ γῆς ἠθούμενα τάχιστα θερμαινόμενα καὶ

4

.

41

.

5

ψυχόμενα, ταῦτα ἐλπίζειν εἶναι κάλλιστα. καλὰ δὲ καὶ ὅσα θέρους

4

.

41

.

6

μὲν ψυχρότερα, χειμῶνος δὲ θερμότερα. τινὲς δὲ καὶ σταθμῷ δοκιμά‐ ζουσι, τὰ κοῦφα νομίζοντες ἀμείνω· τοῦτο δ’ εἰ μὲν πρὸς τοῖς ἄλλοις ὑπάρχει τοῖς εἰρημένοις, ἐπαινεῖν· μόνον δ’ οὐκ ἐξαρκεῖ τεκμήριον

4

.

41

.

7

εἶναι τῶν ἀγαθῶν. ‘κουφότατα δέ‘, ὥς φησιν Ἱπποκράτης, ‘τὰ ὄμβρια καὶ γλυκύτατα καὶ λαμπρότατα καὶ λεπτότατα, διόπερ ὑπὸ τοῦ ἡλίου τὸ κουφότατον ἕλκεται καὶ λεπτότατον· ἀνάγει δ’ οὐκ ἐκ μόνων τῶν ἄλλων ὑδάτων, ἀλλὰ καὶ ἀπὸ τῆς θαλάσσης κἀκ τῶν σωμάτων αὐτῶν·
5διὸ καὶ εὐσηπτότατόν ἐστι πάντων, ὡς ἂν ὑπὸ διαφόρων καὶ πλειόνων

4

.

41

.

8

ποιοτήτων συνιστάμενον‘. μή τις δ’ ὑπολάβῃ κάκιστον εἶναι τὸ εὔση‐ πτον ὕδωρ· τὸ γὰρ εὐαλλοίωτον πρὸς ἀρετῆς μᾶλλόν ἐστιν ἢ κακίας, ὥστε ὅταν ἔχῃ τὰ γνωρίσματα τῶν ἀρίστων ὑδάτων, κἂν εὔσηπτον

4

.

41

.

9

ὑπάρχῃ, κάλλιστον ὑποληπτέον. 〈τρέπεσθαι μὴν ἀρχόμενον τοῖς πιοῦ‐

4

.

41

.

10

σιν αἴτιον〉 βράγχων τε καὶ βηχῶν καὶ βαρυφωνίας καθίσταται. τού‐ των δὲ τῶν ὀμβρίων ὑδάτων τὸ θερινὸν τοῦ λαιλαπώδους ἄμεινόν

4

.

41

.

11

ἐστι καὶ τὸ βρονταῖον. τὰ δ’ ἀπὸ κρυστάλλων καὶ χιόνος πονηρότατα· κατὰ γὰρ τὴν πῆξιν τοῦ ὕδατος πᾶν τὸ λεπτομερέστερον ἐκθλίβεται.

4

.

41

.

12

καλῶς δ’ ἂν ἔχοι τά τε ἰλυώδη καὶ δυσώδη καὶ τὰ ποιότητας ἀτόπους
ἔχοντα ταῖς ἑψήσεσιν ἐπὶ τὸ βέλτιον τρέποντας οὕτως πίνειν καὶ κεραν‐ νύντας οἴνῳ, τὰ μὲν στρυφνὰ τῷ γλυκυτέρῳ, τὰ δ’ ἄλλα τῷ στρυφνο‐ τέρῳ· τὰ δέ που καὶ ἠθεῖν συμφέρει, τὰ ἰλυώδη καὶ ἁλυκά, καὶ ἀλφί‐
5τοις ἠθεῖν, τὰ δ’ ἄγαν ψυχρὰ μετὰ τροφὴν πίνειν καὶ μήτε ἀθρόως

4

.

41

.

13

μήτε χανδὸν μήτε ἄοινα. τινὲς δ’ ἐξευρήκασι βρωτὰ καὶ ποτὰ πρὸς τὰς τῶν ὑδάτων κακίας ἰάματα, καὶ οἱ μὲν ἐρεβίνθων ἀφεψήματα προ‐ πίνουσι καὶ αὐτῶν ἐσθίουσιν, οἱ δὲ καυκαλίδας ὡσαύτως μετά τινος ἰχθυδίου ἑφθὰς καὶ μάραθρα ὁμοίως, οἱ δὲ τεῦτλα καὶ κολοκύνθας
5προεσθίουσι μεθ’ ἅλμης [ἐν] οἴνῳ κεκραμένης.

5

.

1

t

Περὶ τῶν συμβαινόντων ταῖς κυούσαις.

5

.

1

.

1

Τῶν συμπιπτόντων ταῖς κυούσαις ἐπειδὴ ταῦτα μάλιστα ἐνοχλεῖ, τὸ περισσαίνειν καὶ συνεχῶς ἐμεῖν καὶ πτυελίζειν καὶ καρδιώσσειν καὶ

5

.

1

.

2

ἀσιτεῖν, οὐ χεῖρον καὶ πρὸς ταῦτα ὑποθήκας γράψαι. περίπατοι, σιτία μήτε ἄγαν στρυφνὰ μήτε ἄγαν γλυκέα καὶ οἶνοι κιρροὶ καὶ εὔοσμοι, πενταετεῖς μάλιστα, ἁρμόττουσι καὶ τὸ μέτριον ποτόν. ταῦτα πάντα τοῦ περισσαίνειν καὶ τοῦ ἐμεῖν ἰάματά ἐστιν· ὡς δὲ φάρμακα, πολύ‐
5γονον μὲν τὴν πόαν ἐν ὕδατι ἕψοντα πίνειν καὶ ἄνηθον ὡσαύτως καὶ τῆς Ποντικῆς ῥίζης· καλεῖται δ’ ἐπιχωρίως ῥᾶ. τοῦτο καὶ ἐπὶ τῷ σίτῳ καὶ πρὸ τοῦ σίτου λαμβάνειν· ἔξωθεν δ’ οἰνάνθην καὶ βαλαύστιον καὶ κυτίσου καὶ σμυρνίου κόμην καὶ μαράθρου σπέρμα, κοινῇ τε καὶ ὡς ἂν μίσγειν ἐθέλοι, μετὰ φοινίκων καὶ οἴνου παλαιοῦ καταπλάσσειν

5

.

1

.

3

τὸ προκάρδιον. τοὺς δὲ καρδιωγμοὺς ἐπικουφίζει τό τε ἐπιρροφεῖν θερμοῦ ὕδατος καὶ τὸ ἡσυχῇ περιπατῆσαι καὶ τὸ σκεπάζειν τὸ ὑπο‐

5

.

1

.

4

χόνδριον ἐρίῳ μαλακῷ. τὰς δ’ ἀποσίτους προτρέποι ἂν ἐσθίειν τά τε

5

.

1

.

5

ποικίλα σιτία καὶ τὰ πρὸς ἡδονὴν καὶ ἄμυλον ξηρόν. καὶ μᾶλλον ἂν

5

.

1

.

6

τοῦτο συνενέγκαι ταῖς ἐπιθυμούσαις γῆν ἐσθίειν. εὔσιτοι δὲ καὶ οἱ πόνοι

5

.

1

.

7

καὶ αἱ μακρότεραι ἀποδημίαι. ἥτις δ’ εἰθίσθη ἀταλαιπώρως διαιτᾶσθαι,

5

.

1

.

8

κύουσα αὕτη οὐ χρηστῶς ἤνεγκε τὰς ἐξαπιναίους κινήσεις. καὶ τὸ δριμέων δέ ποτε ἀπογεύεσθαι, καὶ μάλιστα νάπυος, ἐπιτήδειον τῇ

5

.

1

.

9

ἀποσίτῳ. πρὸς δὲ τὰ οἰδήματα τῶν ποδῶν ἐξαίρετα ἀνθήλην ὄξει βεβρεγμένην ἐπιδεῖν καὶ φύλλα κράμβης πλατέα ἐπιτιθέναι καὶ γῆν Κιμωλίαν μετ’ ὄξους ἐπιχρίειν καὶ στυπτηρίαν μετ’ ὄξους ὡσαύτως.

5

.

1

.

10

ἀγαθὸν δὲ καὶ τῶν Μηδικῶν καλουμένων μήλων ἑψήσασαν ἐν ὕδατι
κατανίζειν τοὺς πόδας.

5

.

2

t

Περὶ τιτθῆς.

5

.

2

.

1

Αἱρεῖσθαι χρὴ τιτθὴν μηδὲ ὁτιοῦν νόσημα ἔχουσαν, μήτε ἄγαν

5

.

2

.

2

νεωτέραν μήτε ἄγαν πρεσβυτέραν. ἔστω δ’ ἡ μὲν νεωτάτη ἐτῶν κε

5

.

2

.

3

[καὶ κθ], ἡ δὲ πρεσβυτάτη ἐτῶν λε. καὶ στῆθος μέγα ἐχέτω καὶ τιτθοὺς

5

.

2

.

4

μεγάλους καὶ θηλὰς μήτε μεμυκυίας μήτε ἀπεστραμμένας. ἔστω δὲ

5

.

2

.

5

καὶ τὸ ἄλλο σῶμα μήτε πίων ἰσχυρῶς μήτε ὑπέρλεπτος. μέγα δ’ ἐστὶ τῷ παιδίῳ καὶ τὸ τὴν τιτθὴν μὴ πάλαι τετοκυῖαν εἶναι καὶ ἄρρεν

5

.

2

.

6

μᾶλλον. φυλασσέσθω δὲ καὶ τὰ πάνυ ξηραίνοντα καὶ τὰ ἁλυκὰ καὶ δριμέα καὶ στρυφνὰ καὶ ὀξέα καὶ πικρὰ καὶ ἰσχυρῶς θερμαίνοντα καὶ τὰ πάνυ δύσοσμα καὶ τὰς ἐπισήμους εὐωδίας τε καὶ ἀρτύσεις καὶ τὰ

5

.

2

.

7

ἄλλα τὰ δριμέα. ἀπεχέσθω δ’ ἡ τιτθὴ καὶ λαγνειῶν καὶ πονείτω ἀπὸ

5

.

2

.

8

τῶν χειρῶν καὶ τῶν ὤμων. ἀλεσάτω οὖν καὶ ὑφηνάτω καὶ ἐπ’ ἀγκάλης ἔχουσα τὸ παιδίον περιελθέτω· φέρειν δ’ ἐπ’ ἀγκάλης τρί‐ μηνα καὶ τετράμηνα.

5

.

3

t

Περὶ τοῦ τῆς τροφοῦ γάλακτος.

5

.

3

.

1

Γάλα δὲ βέλτιστόν ἐστι τὸ σύμμετρον πάχει καὶ πλήθει, χρόᾳ, ὀσμῇ, γεύσει· χρήσιμον δ’ ἐστὶ καὶ τὸ ἐπὶ τοῦ ὄνυχος ἐπισταζόμενον τοῦ μεγάλου δακτύλου, ὑπὸ τὴν αὐγὴν θεωρούμενον, ὅταν ἐν τῷ ἀποκλίνειν τὸν ὄνυχα μήτε ταχέως μήτε βραδέως ἀπορρέῃ, χρήσιμον.

5

.

3

.

2

δοκιμάζειν δὲ καὶ οὕτως· ἐγχέαντα τὸ ὄγδοον μόριον τοῦ γάλακτος εἰς ἀγγεῖον ὑέλινον ἐμβάλλειν ταμίσου τὸ σύμμετρον καὶ διαθλῖψαι τοῖς δακτύλοις, εἶτ’ ἐάσαντα ἕως παγῇ, θεωρεῖν εἰ ἔλαττον τὸ τυρῶδες τοῦ ὀρώδους· τὸ γὰρ τοιοῦτον γάλα ἄχρηστον, τὸ δ’ ἐναντίον δύσ‐
5πεπτον· ἄριστον δὲ τὸ σύμμετρα ἔχον ἀμφότερα.

5

.

4

t

Πῶς διορθωτέον τὰς κακίας τοῦ γάλακτος.

5

.

4

.

1

Τὰς δὲ κακίας τοῦ γάλακτος διορθοῦν χρὴ ὧδε· εἰ μὲν τύχοι παχύτερον, ἐμέτοις ἐξελεῖν δεῖ τοῦ φλέγματος· ἄριστοι δ’ οἱ ἐπὶ τῷ

5

.

4

.

2

ὀξυμέλιτι. δεῖ δὲ καὶ τοῖς πόνοις λεπτῦναι 〈τοῖσ〉 πρὸ τῶν σιτίων.

5

.

4

.

3

ἐνταῦθα δήπου καὶ ὀρίγανον καὶ ὕσσωπον καὶ ἡ θύμβρα καὶ ὁ σκάν‐ διξ καὶ ὁ θύμος ἐπιτήδεια, καὶ ῥαφανὶς ὀλίγη καὶ τάριχος παλαιὸν

5

.

4

.

4

μετ’ ὀξυμέλιτος. εἰ δέ που γένοιτο δριμύτερόν τε καὶ λεπτότερον, ἐνταῦθα τῶν μὲν πόνων κουφίζειν τῶν πολλῶν, εὐωχεῖν δὲ τὴν τιτθὴν ῥοφήμασί τε καὶ κρέασι χοίρων καὶ σίραιον διδόναι πίνειν καὶ οἶνον γλυκύν· εἰ δ’ ἧσσον γένηται, τῶν τε ῥοφημάτων προσφέρειν
5καὶ δαψιλέστερον διαιτᾶν καὶ οἶνον διδόναι πίνειν γλυκὺν καὶ ἀνα‐

5

.

4

.

5

τρίβειν στῆθος καὶ τιτθούς. ταῖς δ’ ἂν καὶ σικύα προσβαλλομένη

5

.

4

.

6

παράσχοι τὸ δέον. τὰ δὲ φάρμακα οἷς ἄγουσι γάλα ὅτι μὲν ἀνύει τι, οἶδα· οὐ μὴν συνεχῶς χρῆσθαι αὐτοῖς κελεύω· συντήκει γὰρ βιαιότερον· ἔστι δὲ μαράθρου τε ῥίζα καὶ ὁ καρπὸς ἡψημένα ἐν πτισάνῃ καὶ κυτίσου φύλλα ἐν οἴνῳ μέλανι ἢ πτισάνῃ καὶ μελάνθιον ἐν γλυκεῖ καὶ

5

.

4

.

7

ἄνηθον καὶ σταφυλίνου ῥίζα καὶ ὁ καρπός. χρὴ δὲ θερμῷ προαιονή‐

5

.

4

.

8

σαντας οὕτως προσφέρειν. πᾶν μέντοι τὸ πονηρὸν γάλα, καὶ εἰ παχὺ εἴη ἢ δριμύ, καὶ εἰ δυσῶδες, προαμέλξασαν οὕτω προστίθεσθαι τὸ

5

.

4

.

9

παιδίον· τὸ δὲ δριμὺ μηδέποτε ἀσίτῳ διδόναι. τὰς δὲ δυσωδίας κἂν οἶνος εὐώδης κἂν σιτίον ἡδὺ διορθοῦν δύναιτο.

5

.

5

t

Κομιδὴ παιδίου.

5

.

5

.

1

Πρώτην τροφὴν εἰσφέρειν δεῖ τῷ νεογενεῖ παιδίῳ τοῦ μέλιτος, μετὰ δὲ τοῦτο τοῦ γάλακτος διδόναι δὶς τῆς ἡμέρας ἢ τρὶς τὸ πλεῖ‐ στον· ὅταν δ’ αὐτό τε πρόθυμον ᾖ λαμβάνειν καὶ ἐλπίδας παρέχῃ

5

.

5

.

2

εἰς πέψιν, τηνικαῦτα ἤδη καὶ σιτίον διδόναι μὴ ἐμπιπλᾶσαν. εἰ δέ που λαθόντα πληρωθείη, ὑπνωδέστερά τε εὐθὺς γίνεται καὶ νωθρότερα, καὶ ὄγκος ἐν γαστρὶ ἔνεστι καὶ φῦσα, καὶ οὐρεῖ ὑδατωδέστερα, οἷς χρὴ

5

.

5

.

3

τεκμαιρομένην μηδὲν διδόναι, ἔστ’ ἂν καταναλώσῃ. ἀρκεῖ δ’ ἔτη δύο τρέφειν τῷ γάλακτι, τὸ δ’ ἐντεῦθεν μεταβάλλειν πρὸς σιτία.

5

.

6

t

Περὶ τῶν γινομένων ἐξανθημάτων τῷ παιδίῳ.

5

.

6

.

1

Ὅσα δὲ τῷ παιδίῳ ἐξανθεῖ κατὰ τὸ δέρμα, χρὴ τὸ μὲν αὐτίκα ἀσμένην δέχεσθαι· ὅταν δ’ ἀπανθήσῃ καλῶς, τηνικαῦτα ἤδη θεραπεύειν, τοῖς μὲν λουτροῖς προσεμβάλλουσαν μυρσίνης ἢ σχίνου ἢ ῥόδων, εἶτα ῥοδίνῳ ἢ σχινίνῳ χρωμένην καὶ κηρωτῇ ἐψιμμιθιωμένῃ, καὶ ῥύπτειν

5

.

6

.

2

δέ που τοῖς νίτροις μαλακώτερον· οὐ γὰρ οἴσει τὰ ἰσχυρότερα. κάλ‐
λιστον δὲ καὶ τὴν τιτθὴν διαιτᾶσθαι τῷ γλυκυτέρῳ τρόπῳ, κάλλιστον δὲ καὶ τὸ παιδίον αὐτὸ διαιτῆσαι μήτε ἐμπιπλάντας μήτε αὖ σφόδρα

5

.

6

.

3

ἐνδεῶς. ἐὰν δ’ ἐφιστῆται ἡ κοιλία τοῦ παιδίου, τότε μέλιτος ἐπι‐ χέοντα συνεψεῖν τῇ τροφῇ· ἐὰν δὲ μηδὲ οὕτως ὑπακούῃ, τῆς τερμιν‐ θίνης παρεμβάλλειν ὅσον ἐρέβινθον· παρυγραινομένης δὲ τῆς κοιλίας κέγχρον μάλιστα προσφέρειν.

5

.

7

t

Περὶ βηχὸς παιδίου καὶ κορύζης.

5

.

7

.

1

Εἰ δέ ποτε βὴξ ἢ κόρυζα συμβαίη τῷ παιδίῳ, τοὺς μελιτισμοὺς καλουμένους παραληπτέον· χρὴ τοίνυν λούσασαν αὐτὸ πολλῷ θερμῷ καὶ κατὰ κεφαλῆς χρῖσαι μέλιτι πολλῷ κἄπειτα τῷ δακτύλῳ τὴν γλῶτταν πρᾴως πιέσαι· ἐμεῖ γὰρ φλέγμα πολύ.

5

.

8

t

Περὶ ὀδαξησμοῦ.

5

.

8

.

1

Εἰ δέ τις ὀδαξησμὸς παρείη τῷ παιδίῳ, πυρίᾳ χρηστέον καὶ ἀφθόνῳ ἀλείμματι δι’ ἐλαίου ἀπέφθου συντακέντος ὀλίγου κηροῦ.

5

.

9

t

Περὶ ὀδοντοφυΐας.

5

.

9

.

1

Ὀδοντοφυΐαι γίνονται μὲν περὶ ἕβδομον μῆνα· συμβαίνουσι δὲ τότε φλεγμοναὶ τῶν τε οὔλων καὶ σιαγόνων καὶ τενόντων καί ποτε

5

.

9

.

2

καὶ σπασμοί. χρὴ οὖν τηνικαῦτα μηδὲν διδόναι τῷ παιδίῳ μασήσεως δεόμενον, τῷ δακτύλῳ δὲ συνεχῶς παρὰ τὸ λουτρὸν τὰ οὖλα ψηλα‐ φᾶν καὶ μαλάσσειν ὀρνιθείῳ στέατι ἢ ἐγκεφάλῳ λαγωοῦ, τῶν δ’ ὀδόντων ἤδη παρακυψάντων χρῆσθαι τρυφερῶν ἐρίων καθαρῶν ἐπι‐
5βολῇ τραχήλου καὶ κεφαλῆς καὶ σιαγόνων ἐμβροχῇ τε τῶν αὐτῶν δι’ ἐλαίου γλυκέος καὶ θερμοῦ παρενσταζομένου καὶ τοῖς ἀκουστικοῖς

5

.

9

.

3

πόροις. χρὴ δὲ τηνικαῦτα τὸ παιδίον εὐσταλέστερον διαιτᾶν καὶ λούειν θερμῷ, καὶ εἰ μὲν διάρροιαν ἔχοι, πειρᾶσθαι συνάγειν τὴν γαστέρα τοῖς ἐπιθέμασιν, οἷα μάλιστα ἵστησι, τὸ κύμινον ἐμπάσσοντας ἐρίῳ ἢ

5

.

9

.

4

τὸ ἄνησον ἢ τὸ σέλινον. ἀγαθὸν δὲ καὶ σπέρμα ῥόδων προσμίσγειν

5

.

9

.

5

καὶ τὸ ὅλον θερμῶς ξηραίνειν. εἰ δὲ μηδὲν ὑπίοι κάτω, ἐρεθίζειν πρᾴως τῷ μέλιτι, πλάσσοντας ὡς βαλάνιον, ἢ μίνθῃ τετριμμένῃ μετὰ

5

.

9

.

6

μέλιτος διαχρίειν. δοκεῖ δὲ κάλλιστα βοηθεῖν τοῖς σπασμοῖς τῶν παι‐ δίων ἡλιοτρόπιον ἑψόμενον 〈ἐν〉 ὕδατι, εἰ λούοιτο ἐν τούτῳ τὸ παιδίον.

5

.

9

.

7

ὠφελεῖ δὲ καὶ ἰρίνῳ χρῖσαι ἢ κυπρίνῳ καὶ τῷ Σικυωνίῳ καὶ τὸ σύμ‐

5

.

9

.

8

παν θερμαίνειν. ἐπεὶ δ’ ἀνατελλόντων τῶν ὀδόντων δάκνει τοὺς δακτύλους καὶ τιτρώσκει, καλῶς ἂν ἔχοι κατέχειν ἴρεως ῥίζαν

5

.

9

9,10

ἐζεσμένην μὴ πάνυ ξηράν. τοῦτο καὶ τοῖς ἕλκεσι προσβοηθεῖ. καὶ τὸ

5

.

9

.

11

βούτυρον μετὰ μέλιτος διαχριόμενον ὀνίνησιν. 〈τοὺς δ’ ὀδαξησμοὺς τῶν οὔλων σὰρξ ταρίχου παλαιοῦ ὀνίνησιν.〉

5

.

10

t

Πρὸς ἄφθας.

5

.

10

.

1

Γίνεται δὲ τῷ παιδίῳ καὶ ἕλκος τὸ καλούμενον ἄφθα, τὸ μὲν ὑπόλευκον, τὸ δ’ ὑπέρυθρον, τὸ δ’ αὖ μέλαν οἷον ἐσχάρα· κάκιστον

5

.

10

.

2

δὲ τὸ μέλαν καὶ θανατωδέστατον. βοηθεῖ δ’ ἶρις μετὰ μέλιτος, καὶ εἰ ξηρὰν ἐμφυσᾶν ἐθέλοις, καὶ ῥόδων φύλλα κεκομμένα καὶ τὸ ἄνθος τῶν ῥόδων καὶ κρόκος καὶ ὀλίγον σμύρνης καὶ ἡ κηκὶς καὶ ὁ λιβανω‐ τὸς καὶ ὁ φλοιὸς τοῦ λιβάνου, ὁμοῦ τε καὶ ἰδίᾳ ἕκαστον, μέλιτι δευό‐
5μενα· ἐπὶ δὲ τούτοις μελίκρατόν τε καὶ ῥοιᾶς γλυκείας ὁ χυλός.

5

.

11

t

Πρὸς τὰ τῶν μηρῶν παρατρίμματα.

5

.

11

.

1

Τὰ δὲ κατὰ μηροὺς ἐκτρίμματα μυρσίνῃ ξηρᾷ διαπάσσειν καὶ κυπέρῳ καὶ ῥόδοις.

5

.

12

t

Πρὸς τὰς τῶν ὤτων ὑγρότητας.

5

.

12

.

1

Τὰς δὲ τῶν ὤτων ὑγρότητας ξηραίνειν ἢ ἔριον ἀπὸ στυπτηρίας ἐντιθεῖσαν ἢ οἴνου ἢ μελικράτου παλαιοῦ ἐνστάζουσαν ἢ κρόκον μετ’ οἴνου τρίψασαν.

5

.

13

t

Περὶ σειριάσεως.

5

.

13

.

1

Σειρίασίς ἐστι φλεγμονὴ τῶν περὶ τὸν ἐγκέφαλον καὶ μήνιγγας μερῶν· παρακολουθεῖ δὲ τοῦ βρέγματος κοιλότης καὶ τῶν ὀφθαλμῶν

5

.

13

.

2

μετ’ ὠχριάσεως καὶ ξηρότητος τοῦ σώματος. βοηθεῖ δ’ αὐτοῖς ὠοῦ τὸ ἐρυθρὸν μετὰ ῥοδίνου τιθέμενον κατὰ τοῦ βρέγματος ἐν τρόπῳ πτύγ‐
ματος συνεχῶς ἀλλασσόμενον.

5

.

14

t

Δίαιτα νηπίων καὶ τῶν ἐφεξῆς ἡλικιῶν ἄχρι τῶν παρακμαζόντων.

5

.

14

.

1

Τοὺς νηπίους καὶ ἀπὸ τοῦ γάλακτος γεγονότας ἐπ’ ἀνέσει τε ἐᾶν καὶ ἱλαρότητος γυμνασίᾳ καὶ τροφὰς αὐτοῖς προσφέρειν ἐλαφρῶς· ἀπὸ δὲ τῶν ἓξ καὶ ἑπτὰ ἐτῶν τούς τε παῖδας καὶ τὰς κόρας γραμ‐ ματισταῖς παραδιδόναι πραέσι καὶ φιλανθρώποις (οὗτοι γὰρ μετ’ ἀνέ‐
5σεως καὶ χαρᾶς διδάσκουσιν· ἡ δ’ ἄνεσις τῶν ψυχῶν εἰς εὐτροφίαν σώματος μεγάλα συμβάλλεται)· τοὺς δὲ δωδεκαετεῖς τῶν παίδων πρός τε γραμματικοὺς φοιτᾶν ἤδη καὶ γεωμέτρας καὶ τὸ σῶμα γυμνάζειν

5

.

14

.

2

ἀναγκαῖον. ἀπὸ δὲ τῶν τεσσαρεσκαιδεκαετῶν μέχρι τῶν τριῶν ἑβδο‐ μάδων ἁρμόσει μαθημάτων ἄσκησις καὶ φιλοσόφων λόγων κατήχησις καὶ γυμνάσια πλείονα παραλαμβάνειν διὰ τὴν ἰσχὺν τοῦ σώματος, ὅπως καὶ ψυχῇ καὶ σώματι πονοῦντες ταῖς ὁρμαῖς κωλύωνται χρῆσθαι ταῖς

5

.

14

3,4

εἰς ἀφροδίσια. συναιρετέον δὲ καὶ τὸν οἶνον ἐπὶ τούτων. τοῖς δ’ ἀκμά‐

5

.

14

.

4

(2)

ζουσιν ἁρμόζει δίαιτα τελεία καὶ ψυχῆς καὶ σώματος· διὸ γυμνασίοις χρηστέον πᾶσι, μάλιστα δ’ οἷς ἕκαστος εἴθισται, καὶ τροφαῖς ἱκαναῖς

5

.

14

.

5

τρέφεσθαι καὶ εὐτρόφοις. τοῖς δὲ παρακμάζουσιν ἁρμόζει δίαιτα ὑφει‐ μένη καὶ ψυχῆς καὶ σώματος· τὰ γὰρ γυμνάσια, ὁποῖά ποτε ἂν ᾖ, κατὰ λόγον τούτων ὑφαιρετέον, καὶ τὰς τροφὰς ἐκ προσαγωγῆς συσταλτέον, τῆς ἕξεως αὐτῶν ἀρχὴν ψύξεως λαμβανούσης.

5

.

15

t

Περὶ κόπων τῶν ἐπὶ γυμνασίοις.

5

.

15

.

1

Ὁ ἑλκώδης κόπος ἐπὶ πλήθει γίνεται περιττωμάτων λεπτῶν τε ἅμα καὶ δριμέων· ὁ δὲ τονώδης, ἐν ᾧ τείνεσθαι δοκεῖ τὰ μόρια, ... περίττωμα μὲν οὐδὲν ὅτι καὶ ἄξιον λόγου ἔγκειται τοῖς σώμασι, κατὰ δὲ τοὺς μῦς καὶ τὰ νεῦρα διάθεσίς τις ἐγγίνεται, καθ’ ἣν τείνεσθαι

5

.

15

.

2

δοκοῦσι, κἂν μηκέτι τείνωνται. ὁ δὲ φλεγμονώδης, καθ’ ὃν ὥσπερ τεθλασμένων ἢ φλεγμαινόντων αἰσθανόμεθα τῶν μορίων, τηνικαῦτα συμπίπτειν εἴωθεν, ὅταν ἐκθερμανθέντες ἱκανῶς οἱ μύες ἐπισπάσωνταί

5

.

15

.

3

τι τῶν περικεχυμένων ἑαυτοῖς περιττωμάτων. ἔστι δὲ καὶ ἄλλη διά‐ θεσις τετάρτη, ἧς ἡ μὲν γένεσις ἐν τῷ ξηρανθῆναι τοὺς μῦς περαιτέρω τοῦ προσήκοντος, ὥστε ἀποδύντων αὐχμηρὸν καὶ προσεσταλμένον

5

.

15

.

4

φαίνεσθαι τὸ σῶμα καὶ πρὸς τὰς κινήσεις ὀκνεῖν. τὴν δ’ ἴασιν ὁ μὲν ἑλκώδης κόπος ἔχει τὴν διαχώρησιν τῶν περιττωμάτων διὰ τρί‐ ψεώς τε πολλῆς καὶ μαλακῆς σὺν ἐλαίῳ πολλῷ μηδεμίαν ἔχοντι

5

.

15

.

5

στύψιν. ὁ δ’ ἕτερος, ὁ τονώδης, τὸν σκοπὸν τῆς ἰάσεως ἔχει τὴν χάλασιν· χαλᾶται δὲ τὸ συντεταμένον τρίψει μὲν ὀλίγῃ τε ἅμα καὶ μαλακῇ δι’ ἐλαίου γλυκέος εἰληθεροῦς, ἀναπαύσει δὲ πάσῃ καὶ ἡσυχίᾳ καὶ λουτροῖς εὐκράτοις καὶ διατριβῇ πλείονι κατὰ τὸ θερ‐
5μὸν ὕδωρ, ὥστε εἰ καὶ δὶς καὶ τρὶς αὐτὸν λούεις, ὀνήσεις μειζόνως.

5

.

15

.

6

ὁ δὲ δὴ τρίτος τῶν κόπων τῆς ἰάσεως τρεῖς ἔχει τοὺς σκοπούς, κένωσιν τοῦ περιττοῦ καὶ ἀνάπαυσιν τοῦ συντεταμένου καὶ ἀνάψυξιν

5

.

15

.

7

τοῦ φλεγμονώδους. ἔλαιόν τε οὖν πολὺ χλιαρὸν αἵ τε τρίψεις μαλακώ‐ ταται καὶ ἡ ἐν τοῖς εὐκράτοις ὕδασι πολυχρονιωτάτη διατριβὴ τοὺς τοιούτους ἰᾶται κόπους· οὕτω δὲ καὶ ἡσυχία πολλὴ καὶ ἀλείμματα

5

.

15

.

8

συνεχῆ. ἡ δὲ τετάρτη διάθεσις δεῖται κατὰ μὲν τὴν πρώτην ἡμέραν οὐδενὸς ἐξηλλαγμένου παρὰ τὸ πρόσθεν ὅτι μὴ θερμοτέρου τοῦ ὕδα‐ τος, ὡς συναγαγεῖν ἀτρέμα καὶ θερμᾶναι καὶ τονῶσαι τὸ δέρμα, κατὰ δὲ τὴν δευτέραν ἀποθεραπευτικοῦ γυμνασίου· ἐκπηδάτωσαν εὐθέως ἐν

5

.

15

.

9

τοῖς λουτροῖς ἐκ τῆς ψυχρᾶς δεξαμενῆς. εὐχύμου δὲ πάντες οἱ κεκοπωμένοι δέονται τροφῆς.

5

.

16

t

Περὶ στεγνώσεως.

5

.

16

.

1

Ἡ δὲ στέγνωσις γίνεται μὲν δι’ ἔμφραξιν ἢ πύκνωσιν τῶν πόρων· διαγινώσκεται δ’ εὐθὺς μὲν ἀποδύντων ἀχροίᾳ τε λευκῇ καὶ σκληρό‐ τητι καὶ πυκνώσει τοῦ δέρματος, κατὰ δὲ τὸ γυμνάζεσθαι τῷ δυσεκ‐

5

.

16

.

2

θερμάντῳ. ἡ δ’ ἴασις τῆς τοιαύτης διαθέσεως θέρμανσίς ἐστιν· συν‐ τονωτέροις οὖν γυμνασίοις χρηστέον καὶ βαλανείοις θερμοτέροις· ἐν δὲ τῇ ψυχρᾷ κολυμβήθρᾳ διατριβὴ μὴ πολυχρόνιος γινέσθω, μηδὲ

5

.

16

.

3

αὐτὸ τὸ ὕδωρ ἄγαν ἔστω ψυχρόν. ἐνδύεσθαι δὲ μέλλοντες ἀλειφέσθω‐

5

.

16

.

4

σάν τινι τῶν μετρίως θαλπόντων ἐλαίῳ γλυκεῖ καὶ λεπτομερεῖ. τὰς πυκνώσεις δὲ τοῦ δέρματος ἱκανῶς ἰᾶται καὶ τὸ ἀνήθινον ἔλαιον, καὶ μάλιστα εἰ χλωρὸν εἴη τὸ ἄνηθον, καὶ τὸ αἰγείρινον ἔλαιον.

5

.

17

t

Περὶ τῶν αὐτομάτων κόπων.

5

.

17

.

1

Ἐπειδὴ διὰ κακοχυμίαν γίνεται δριμέων περιττωμάτων ὁ ἑλκώ‐ δης κόπος, εἰ μὲν ὀλίγη παντάπασιν ἡ κακοχυμία εἴη, γυμνάσιον ἀρκέ‐
σει τὸ ἀποθεραπευτικόν, εἰ δὲ μείζων καὶ διὰ βάθους, οὐκέτι τὸν τοιοῦτον οὔτε ἐπὶ γυμνάσιον ἄξομεν οὔτε ἐπὶ κίνησιν ὅλως οὐδεμίαν,
5ἡσυχάσαι δὲ καὶ ὑπνῶσαι κελεύσαντες ἐν ἀσιτίᾳ φυλάξομεν ὅλην τὴν ἡμέραν, εἶτ’ εἰς ἑσπέραν ἀλείψαντες λιπαρῶς καὶ λούσαντες εὐκράτῳ θερμῷ, τροφὴν εὔχυμόν τε καὶ ῥοφηματώδη δώσομεν ὀλίγην· οὐκ ἀφέξομεν δ’ αὐτοὺς οὐδὲ οἴνου· πέττει γὰρ τοὺς ἡμιπέπτους χυμούς,

5

.

17

.

2

εἴπερ τι ἄλλο, καὶ οἶνος. εἰ μὲν οὖν ἐπὶ τοῖς εἰρημένοις κατασταίη τὸ σύμπτωμα, πρὸς τὰ συνήθη κατ’ ὀλίγον ἐπανάγειν τὸν ἄνθρωπον· εἰ δὲ καὶ κατὰ τὴν ἑξῆς ἡμέραν ἔτι παραμένοι, σκεπτέον ἤδη περὶ βοηθήματος ἰσχυροτέρου· σὺν μὲν γὰρ ἰσχυρᾷ τῇ δυνάμει δυοῖν θάτε‐
5ρον, ἢ φλεβοτομεῖν 〈ἢ καθαίρειν προσήκει, διορισαμένους ὁποτέρου δεῖ μᾶλλον· σὺν ἀσθενεῖ δὲ φλεβοτομεῖν μὲν〉 οὐδαμῶς, ὑποκαθαίρειν δὲ

5

.

17

.

3

μετρίως. εἰ δ’ ὠμοὶ χυμοὶ πάμπολλοι τύχοιεν ὄντες, μήτε φλεβοτο‐ μεῖν μήτε καθαίρειν μήτε γυμνάζειν, ἀλλὰ μηδὲ κινεῖν ὅλως μηδὲ λούειν· φυλακτέον δ’ αὐτοὺς ἐν ἡσυχίᾳ πάσῃ καὶ δοτέον ἐδέσματά τε καὶ πόματα καὶ φάρμακα λεπτύνοντα καὶ τέμνοντα ἄνευ τοῦ θερμαί‐

5

.

17

.

4

νειν ἐπιφανῶς. διαιτᾶν οὖν αὐτοὺς ἐπ’ ὀξυμέλιτι, βραχύ τι καὶ πτι‐

5

.

17

.

5

σάνης, ἐνίοτε δὲ καὶ μελικράτου διδόντα. ἐπεὶ δὲ καὶ τὸ ὑποχόνδριον ἅπασι τοῖς τοιούτοις ἐπῆρταί τε καὶ ἐμπεφύσηται, καὶ ῥᾳδίως, ὅτιπερ ἂν προσάρωνται, πνευματοῦνται, βέλτιον ἂν εἴη διδόναι τι σὺν τῇ τροφῇ πεπέρεως· ἄμεινον δὲ καὶ τῷ Διοσπολιτικῷ χρῆσθαι φαρμάκῳ

5

.

17

.

6

καὶ τῷ διὰ τριῶν πεπέρεων τῷ ἁπλῷ. καὶ ὀξύμελι δὲ χρησιμώτατον

5

.

17

.

7

αὐτοῖς ἐστιν. ποτῷ δὲ χρήσθωσαν ἀπομέλιτι, καὶ μάλιστα ὅταν ὀξυνθῇ, καὶ τῶν οἴνων τοῖς ὠξυσμένοις ἀτρέμα καὶ τῶν ἐδεσμάτων τοῖς λεπτύ‐ νουσιν ἄνευ τοῦ θερμαίνειν, οἵαπέρ ἐστι καὶ ἡ κάππαρις, εἰ δι’ ὀξυμέ‐

5

.

17

.

8

λιτος ἢ δι’ ὀξελαίου λαμβάνοιτο. ὁ δὲ τονώδης κόπος ὅταν ἄνευ γυμ‐ νασίων συνιστῆται, πλῆθος ἐνδείκνυται διατεῖνον τὰ στερεὰ τοῦ ζῴου

5

.

17

.

9

μόρια. δῆλον δέ, ὅταν αἵματος ᾖ πλῆθος, ἄριστον ἤτοι φλέβα τέμνειν

5

.

17

.

10

ἢ ἀποσχάζειν τὰ σφυρά. ὁ δὲ φλεγμονώδης αὐτόματος κόπος οὐδὲ ὡρῶν ὀλίγων, μή τί γε δυοῖν ἢ τριῶν ἡμερῶν ἀνέχεται βραδυτῆτος, ἀλλ’ αὐτίκα πυρετὸν ἐπάγει σφοδρότατον, ἢν μή τις φθάσας ἀποχέῃ

5

.

17

.

11

τοῦ αἵματος. κάλλιον δέ, εἰ ἐγχωροίη, δὶς ἀφαιρεῖν ἐν ἡμέρᾳ μιᾷ, τὸ μὲν πρότερον οὕτω κενοῦντας ὡς 〈μὴ〉 λειποθυμῆσαι τὸν ἄνθρωπον·

5

.

17

.

12

τὸ δὲ δεύτερον οὐδὲ τὴν λειποθυμίαν φοβεῖσθαι προσήκει. μὴ φλεβο‐ τομηθέντες δ’ οἱ οὕτω διακείμενοι τύχης ἀγαθῆς εἰς τὸ σωθῆναι
δέονται.

5

.

18

t

Δίαιτα γερόντων.

5

.

18

.

1

Τὸ γῆράς ἐστι μὲν ξηρὸν καὶ ψυχρόν· ἐπανόρθωσις δ’ αὐτοῦ διὰ τῶν θερμαινόντων τε καὶ ὑγραινόντων γίνεται· τοιαῦτα δ’ ἐστὶ θερμὰ λουτρὰ γλυκέων ὑδάτων καὶ οἴνου πόσις, ὅσαι τε τῶν τροφῶν ὑγραί‐

5

.

18

.

2

νουσί τε ἅμα καὶ θερμαίνουσιν. χρὴ δὲ καὶ ἀνατρίβεσθαι τοὺς γέρον‐ τας ἅμα λίπει μετὰ τοὺς ὕπνους, ἐφεξῆς δὲ περιπατεῖν τε καὶ

5

.

18

.

3

αἰωρεῖσθαι χωρὶς κόπου. τροφὴν δὲ διδόναι τοῖς ἀσθενεστέροις τρίτον, περὶ μὲν τρίτην ὥραν ἄρτου βραχὺ μετὰ μέλιτος Ἀττικοῦ, καὶ μετὰ ταῦτα ἑβδόμην ὥραν τριψαμένοις καὶ γυμνασαμένοις τὰ πρέποντα γυμνάσια γέρουσι καὶ λουσαμένοις πρῶτα μὲν ὅσα λαπάσσει γαστέρα
5προσφέρειν, ἐφεξῆς δ’ ἰχθύων ἢ ὀρνίθων κἄπειτα ἐπὶ τῷ δείπνῳ τῶν

5

.

18

.

4

εὐχυμοτάτων καὶ δυσφθάρτων. οὐ κωλύω δ’ οὐδὲ τοῖς σκευαζομένοις διὰ μέλιτος οἴνοις χρῆσθαι, καὶ μάλιστα ὅσοις ὑποψία τις τῶν γερόν‐ των ἐστὶν ἐν νεφροῖς λίθων γενέσεως ἢ καὶ ποδάγρας· ἐπεμβάλλειν

5

.

18

.

5

δ’ αὐτῷ τηνικαῦτα πετροσελίνου. εἰ δέ ποτε φλέγματος ἐν γαστρὶ γεννηθέντος [εἰ] ἐξ ἀνάγκης ἑλοίμεθά τινα τῶν τεμνόντων αὐτό,

5

.

18

.

6

μετιέναι χρὴ ταχέως ἐπὶ τὴν ὑγραίνουσαν δίαιταν. διδόναι δ’ αὐτοῖς καὶ πέπειρα σῦκα πρὸ τῆς ἄλλης τροφῆς καὶ κατὰ τὸν χειμῶνα τὰς ἰσχάδας μηδενὸς συμπτώματος αἰσθανομένοις κατὰ τὸ δεξιὸν ὑποχόν‐

5

.

18

.

7

δριον. ἐπεὶ δὲ τά τε ὀρώδη καὶ φλεγματώδη περιττώματα κατὰ τὸ τῶν πρεσβυτέρων ἀθροίζεται σῶμα, τὴν οὔρησιν ἐφ’ ἡμέρᾳ προτρέπειν χρὴ ὑπάγειν τε τὴν γαστέρα δι’ ἐλαίου μάλιστα, καταρροφοῦντας αὐτὸ

5

.

18

.

8

πρὸ τῶν σιτίων. εὔδηλον δ’ ὅτι καὶ τὰ λαχανώδη πάντα πρὸ τῶν

5

.

18

.

9

σιτίων ἐσθίειν χρὴ δι’ ἐλαίου τε καὶ γάρου. ἐπὶ πλέον δ’ ἐπισχεθείσης

5

.

18

.

10

τῆς γαστρός, καὶ ἡ λινοζῶστις αὐτάρκης ἐστὶ καὶ κνῆκος. ποιεῖ δὲ καὶ τερμινθίνη· λαμβάνειν δ’ αὐτῆς ἐνίοτε μὲν καρύου Ποντικοῦ τὸ μέγε‐

5

.

18

.

11

θος, ἐνίοτε δὲ δυοῖν ἢ τριῶν. ἐγχεῖν δὲ καὶ ἔλαιον διὰ κλυσμοῦ τοῖς
ἐπεχομένοις χρησιμώτατον.

5

.

19

t

Πρὸς τοὺς μὴ δυναμένους πλησιάζειν.

5

.

19

.

1

Χρίειν δεῖ λίπει συνεχεῖ τὰ αἰδοῖα μῖγμα ἔχοντι τῆς τοῦ ναρκίσ‐ σου ῥίζης μέρος βραχὺ ἢ κόκκου τοῦ Κνιδίου ἢ πυρέθρου ἢ σταφίδος

5

.

19

.

2

τῆς ἀγρίας ἢ σπέρματος τῆς κνίδης ἢ τῆς ἄγνου. ὀρθιάζεται δὲ καὶ

5

.

19

.

3

ὅστις ὀποῦ Κυρηναϊκοῦ κέγχρου μέγεθος ἐντίθεται. κατεσθίειν δὲ πρὸ τῆς τροφῆς ὠπτημένους βολβοὺς τοὺς ἐρυθῶντας τοὺς μικροὺς ἅμα ἁλσὶ καὶ ἐλαίῳ ἢ μάραθρα πεφρυγμένα ἅμα ταρίχῳ ἢ σκίλλης βραχὺ μεμαρασμένης.

5

.

20

t

Πρὸς ἐρρυτιδωμένον σῶμα.

5

.

20

.

1

Ἀρρυτίδωτον δὲ ποιεῖ σῶμα καὶ ἄλευρα ὀρόβων ἀμπέλῳ μιχθέντα

5

.

20

.

2

τῇ λευκῇ. —Ἄλλο σμῆγμα συνεχῶς σμηχόμενον. Σῦκα πίονα ἅμα βρυωνίᾳ κόπτεται καὶ ἄλευρα ὀρόβων κεκαυμένα ἢ σηπίας ὄστρακα μέλιτος ἐπισταζομένου βραχέος.

5

.

21

t

Ὥστε ἡδὺ πνέειν.

5

.

21

.

1

Ὅπως δὲ πνέῃ τὸ σῶμα ἡδύ, τῇ ἁφῇ καταμίσγειν κόμην κυπα‐

5

.

21

.

2

ρίσσου ξηρὰν κόψαντας ἢ πίτυος φλοιόν. μεμνῆσθαι δ’ ὅπως τοῦ ὄρθρου μετὰ τὴν στολὴν μικρὸν ἀπογεύσωνται κασίας ἢ βράθυος.

5

.

22

t

Ὥστε ἀναθερμαίνειν τὴν ἕξιν.

5

.

22

.

1

Ἐπειδὴ δὲ δεῖ καὶ τῇ ἕξει ἀμῦναι, ῥύμματι λουόμενος πυροῦντι χρῆσθαι τῷδε· καλαμίνθην καὶ σάμψυχον καὶ ὕσσωπον καὶ δαφνίτιδας καὶ λιβανωτίδα καὶ λίθον πυρίτην καὶ ἅλας καὶ τρύγα τὴν κεκαυμένην καὶ νίτρον καὶ κίσηριν τὸ κατὰ λόγον ἑκάστου καὶ βραχὺ νάπυος καὶ

5

.

22

.

2

ἀγρίας σταφίδος καὶ κόκκου Κνιδίου. ἀπὸ δὲ τοῦ λουτροῦ ἀκόπῳ χρήσθω θερμαίνοντι.

5

.

23

t

Πρὸς ἄχροιαν.

5

.

23

.

1

Τὴν δὲ τοῦ σώματος ἄχροιαν μειοῖ βίος εὐφρόσυνος καὶ ἡ προσ‐ ηνὴς βρώμη· τῇ δὲ βρώμῃ καταμιγνύειν ῥαφανῖδας καὶ πράσα καὶ

5

.

23

.

2

τὸν χλωρὸν ἐρέβινθον. εὔχροιαν δ’ ἐργάζεται καὶ τῆς γλυκείας ῥοιᾶς

5

.

23

.

3

ὁ χυλὸς ῥοφούμενος. καλὸν δ’ ἐστὶ καὶ ἔλαιον ἐνεψηθείσης ἐπὶ μακρὸν

5

.

23

4,5

αὐτῷ βρυωνίας ῥίζης. τοῦτο καὶ τετανὸν ἐργάζεται τὸ σῶμα. τοῖς δὲ

5

.

23

.

5

(2)

ῥύμμασι μιγνύειν κόλλικας γεγονυίας ἔκ τινος τῶν ῥυπτόντων ἀλεύ‐

5

.

23

.

6

ρου καὶ βολβοῦ τῆς ναρκίσσου καὶ βρυωνίας ῥίζης. εὖ δὲ χρώζει ὅτῳ ἔστιν εὐπορία, ῥίζα τε τῆς πικρᾶς ἀμυγδαλῆς καὶ ὁ καρπὸς ἐν ὕδατι ἑψηθέντα ᾧ χρῆται λουτρῷ.

5

.

24

t

Πρὸς τὰ πελιώματα.

5

.

24

.

1

Κωλύειν μὲν συνίστασθαι πελιώματα τοῖς γέρουσι παχεῖαν ἐρ‐ γαζομένους τὴν δορὰν καὶ δυσπαθῆ καὶ τὴν ἕξιν εὖ μάλα θερμήν.

5

.

24

.

2

ὅπως δὲ θᾶττον ἀπογένηται, ἁλσὶ μὲν χρῆσθαι ἐν τοῖς βαλανείοις κατὰ τὸ μελανθέν, παρ’ αὐτὰ δὲ πυριᾶν σπόγγοις δευθεῖσιν εἰς ἀφέ‐ ψημα τῆς ῥαφάνου ἢ τοῦ ἀψινθίου.

5

.

25

t

Ὀδόντων φυλακτικά.

5

.

25

.

1

Οἱ ὀδόντες οὐκ ἀπογενήσονται, ἤν τις ταῦτα ποιῇ· φυλάσσεσθαι πρῶτον δεῖ διαφθορὰς σιτίων, φυλάσσεσθαι δὲ καὶ συνεχῶς ἐμεῖν· ὑφορᾶσθαι δὲ καὶ ἐδωδὰς ὅσαι μὴ σύμφοροι ὀδοῦσι, σῦκα ξηρὰ καὶ μέλι ἑφθὸν τῷ σκληρὸν ἄγαν εἶναι καὶ φοίνικας ὅσοι δύσθρυπτοι, καὶ

5

.

25

.

2

πάντα ὅσα τῆς κόλλης ἔχει, καὶ τὰ καταγνύμενα μόλις. ὀλέκει ὀδόν‐ τας καὶ τὰ αἱμωδίαν ἐμποιοῦντα 〈καὶ τὰ κατάψυχρα καὶ τὰ σαπρὰ

5

.

25

.

3

πάντα〉. δεῖ δὲ καὶ μετὰ τὰ δεῖπνα ἐκκαθαίρειν τοὺς ὀδόντας.

5

.

26

t

Ὥστε μὴ βαρυηκοεῖν.

5

.

26

.

1

Πρὸς δὲ τὸ μὴ ἀκούειν βαρὺ πρῶτον ἐκκαθαίρειν τὰ ῥύπη τὰ ἐν τῷ πόρῳ, παρὰ χρόνον δὲ καθιέναι λίνον εἰς αὐτὸν καταβαφὲν δρώ‐ πακι καὶ προσπιεσθὲν ἐξέλκειν (ἄκρα γὰρ τοῦ πόρου ἐκκάθαρσις γίνεται καὶ ἅμα τῆς ἀκοῆς πρόκλησις), μετὰ δὲ ταῦτα οἷον ὀρόβου μέγεθος
5περισχεθὲν βῦσαι τὸν πόρον ἐφ’ ἡμέραν, κἄπειτα ἐξελόμενον χρίειν ἐφ’ ἡμέρας πέντε ἐλαίῳ ἀμυγδαλίνῳ ἢ ναρδίνῳ ἢ χαμαιμηλίνῳ ἢ

5

.

26

.

2

λίπει χηνῶν καὶ ὀλίγῃ χολῇ βοείᾳ. πάλιν δὲ μετὰ χρόνον νάπυ καὶ σῦκα τρίψας πεποιημένον ἐκ τούτου κολλύριον ἐντιθέναι ἐφ’ ὥρας δύο, κἄπειτα ἐξελέσθαι μὲν τοῦτο, ἐγχεῖν δ’ ἔλαιον ἀπεζεσμένον ἐν κοιλώ‐ ματι ἀσφοδέλου ῥίζης.

5

.

27

t

Πρὸς ἀχλὺν ὀμμάτων.

5

.

27

.

1

Ὅπως δὲ μὴ ἀχλὺν ἔχῃ τὰ ὄμματα, ὅτε δύνουσι καθ’ ὕδατος ψυχροῦ, μακρὸν ἀναβλέπειν (προσδίδοται γὰρ ἔνθεν ἰσχὺς τῇ ὁράσει)·

5

.

27

.

2

μὴ λείπεσθαι δὲ μηδὲ ἀναγνώσεως τόν γε ἔμπειρον. καὶ δυσόρατα βιαζέσθωσαν βλέπειν, ὑφοράσθωσαν δ’ οἶνον τὸν παχὺν καὶ γλυκὺν καὶ τροφὰς ὅσαι ἄνω πολὺ μένουσι, καὶ ὅσαι δύσπεπτοι καὶ ὑγρὰ γεννῶ‐ σιν ἀργὰ καὶ παχέα, καὶ τὰ εὔζωμα καὶ τὰ πράσα, καὶ πάντα ὧν ἡ

5

.

27

.

3

δριμύτης ἄνω αἴρεται. φυλάσσεσθαι δὲ καὶ κατάκλισιν ὑπτίαν ἐπὶ μα‐ κρὸν καὶ κρύος καὶ ἀνέμους τοὺς ἐναντίους καὶ καπνὸν καὶ κόνιν.

5

.

27

.

4

ἐγχεῖν δὲ τοῖς ὀφθαλμοῖς ἑκάστης ἡμέρας ὧδε πεποιημένον ὕδωρ ἐπὶ μῆνα καὶ ἡμέραν· μάραθρα βάλλειν χλωρὰ εἰς ἄγγος κεραμεοῦν ἔξωθεν πίσσῃ κεχρισμένον καὶ ὕδωρ ὄμβριον, ἔπειτα ἀποκείμενον ἔχειν ἐξελό‐ μενον τὰ μάραθρα.

5

.

28

t

Περὶ πλησμονῆς.

5

.

28

.

1

Μέγιστον ἐν σιτίοις ἁμαρτάνεται περὶ πλησμονήν· εἰ γάρ τινι καὶ πέψει χρηστῶς ἡ κοιλία, ἀλλ’ αἱ φλέβες ὑπερεμπιπλάμεναι πονοῦσί τε καὶ διατείνονται καὶ ῥήγνυνται καὶ ἀποφράττονται καὶ πνεύματος μεσταὶ γίνονται· καὶ πάνυ πείθου τὰ κάκιστα τῶν νοσημάτων πλησμονὴν

5

.

28

.

2

εἶναι. τὸ δὲ τῆς γαστρὸς πλήρωμα καὶ ἐκένωσεν ἔστιν ὅπῃ ἄνω τὸ ὑπερβάλλον καὶ κάτω διαχωρῆσαν· ὅλως δ’ ἀσθενέστερον τοῦ κατὰ τὰς φλέβας ἐστίν· οὐ μὲν οὐδὲ τοῦτο αἱρετέον, ἀλλ’ ἤν τις πλείω προσ‐ ενέγκηται, αὐτίκα χρὴ ἐμέσαι· κίνδυνος γὰρ πέψαντι ἐμπλῆσαι τὰς
5φλέβας, καὶ μᾶλλον εἰ συνεχῶς τις περὶ τὴν τροφὴν ἀκολασταίνων

5

.

28

.

3

μηδεμίαν κένωσιν ἐξευρίσκοι. ἐμεῖν μὲν οὖν χρὴ πρὶν διαφθαρῆναι τὰ σιτία· εἰ δέ τινα κωλύματα εἴη πρὸς τὸν ἔμετον, εἰ μὲν ῥυῇ γαστήρ, πολλάκις ὠφέλησεν· εἰ δὲ μή, ἀλλὰ κοιμηθῆναί γε ἐπὶ πλεῖστον καὶ
ποτὸν ὕδωρ θερμὸν πιεῖν πυκνά, πέψαντα δ’ ἱκανῶς, μάλιστα εἰ καὶ
5διαχωρήσαι, λούεσθαι καὶ πυριᾶσθαι καὶ σιτίον ἐσθίειν ὀλίγον καὶ

5

.

28

.

4

πόμα ὑδαρὲς πίνειν. εἰ δὲ μήτε διεχώρησέ τι μήτε ἔπεψε ταχύ, πρὸς δὲ καὶ τὸ ἄλλο σῶμα βαρὺ καὶ δυσκίνητον καὶ ὑπνῶδες εἴη, καί τινες παράλογοι ὄκνοι τὴν γνώμην ἔχοιεν (ταῦτα γὰρ σημαίνει κατὰ φλέβας πλησμονήν, πόνοι δὲ κοπώδεις ἐπὶ τούτοις γίνονται), μέχρι μὲν τὰ
5ἐν γαστρὶ ἐκπέψωσιν, ἀτρεμεῖν συμφέρει, μετὰ δὲ ταῦτα πόνοις κενοῦν.

5

.

29

t

Δίαιτα τοῖς ἐν ἀσχόλῳ βίῳ τυγχάνουσιν. Ἐκ τῶν Γαληνοῦ.

5

.

29

.

1

Τὸν ἐν ἀσχόλῳ βίῳ τυγχάνοντα χρὴ σκοπεῖν, εἴτε γυμνάζεσθαι κατὰ τὸν ἔμπροσθεν βίον ἔθος ἔχοι εἴτε ἀγύμναστος λούεσθαι, καὶ εἰ μὴ γυμναζόμενος μετρίως φέρει τὸ τοιοῦτον ἔθος ὡς μὴ νοσεῖν συνε‐ χῶς, εὐδιάπνευστος ὤν. τὴν γὰρ τοιαύτην φύσιν τοῦ σώματος οὐ χρὴ

5

.

29

.

2

μετάγειν ἐφ’ ἕτερον ἔθος, οὐδ’ ὅλως ὅσαι διὰ πολλοῦ νοσοῦσιν. εἰ δὲ συνεχῶς τις φαίνοιτο νοσῶν, εἰ μὲν πληθωρικός, σκοπὸς ἔστω σοι παρ’ ὅλην τὴν ὑγιεινὴν δίαιταν ὅπως ἀεὶ συμμέτρους ἕξει τοὺς χυμούς, εἰ

5

.

29

.

3

δὲ διὰ κακοχυμίαν, ὅπως ἀρίστους. τῶν μὲν οὖν πληθώραν ἀθροιζόν‐ των τοὺς μὲν ἄντικρυς εἰς τὸ βαλανεῖον εἰσιόντας ἔπειτα τρίψει τε κεχρῆσθαι καί τι βραχὺ κεκονίσθαι πρότερον· ὅσοι δ’ ἔφθανον τὰ τοιαῦτα ποιεῖν, ἐπ’ ὀλίγον μὲν αὐξῆσαι καὶ αὐτὰ ταῦτα συμβουλεύσομεν,

5

.

29

.

4

ἀφελεῖν δέ τι καὶ τῶν τροφῶν καὶ τὰς ὀλιγοτρόφους προσφέρεσθαι. τῶν δὲ κακοχυμίαν ἀθροιζόντων οὐχ εἷς ἐστιν ὁ σκοπός, ὅτι μηδὲ τῆς κακοχυμίας ἰδέα μία· τινὲς μὲν γὰρ ψυχροτέραν καὶ φλεγματικωτέραν ἀθροίζουσι, τινὲς δὲ θερμοτέραν τε καὶ χολωδεστέραν, ἔνιοι δ’ ὑδα‐

5

.

29

.

5

τωδεστέραν, ὥσπερ ἄλλοι μελαγχολικωτέραν ἀθροίζουσιν. ἀφεκτέον οὖν ἑκάστῳ σιτίων τε καὶ ποτῶν ὅσα πέφυκε γεννᾶν ἑτοίμως τὸν

5

.

29

.

6

ἀθροιζόμενον αὐτοῖς χυμόν. ἐπὶ πάντων δὲ τούτων βοήθημα κοινὸν γαστρὸς ὑπαγωγή.

5

.

30

t

Περὶ τῶν διαφθειρόντων τὰ σιτία.

5

.

30

.

1

Διαφθορᾶς τῶν σιτίων ἐν τῇ γαστρὶ γινομένης, οἷς μὲν ὑπέρχεται τὰ διεφθαρμένα, μέγιστον ἐφόδιον εἰς ὑγείαν ἔχουσιν, οἷς δ’ οὐχ ὑπέρ‐

5

.

30

.

2

χεται, διὰ τῶν ἀλύπως ὑπαγόντων ἐρεθιστέον. τοῖς δ’ οὕτω διακειμέ‐
νοις συμφέρουσι καὶ πρὸ τροφῆς ἔμετοι δι’ οἴνου πόσεως γλυκέος γινόμενοι· συμβουλεύειν δ’ αὐτοῖς χρὴ μηδὲν κνισῶδες ἢ βρωμῶδες ἢ

5

.

30

.

3

ὅλως εὔφθαρτον σιτίον προσφέρεσθαι, τὰ εὔχυμα δ’ ἐκλέγεσθαι. τοῖς δ’ οὕτως ἔχουσιν ἐκ διαλειμμάτων χρόνου συμμέτρου τῆς γαστρὸς ὑπαγωγαὶ συμφέρουσι διὰ τῶν μετρίως καθαιρόντων.

5

.

31

t

Ἐκ τῶν Διοκλέους. Ὁδοιποροῦσι δίαιτα.

5

.

31

.

1

Πρὸς τὰς πορείας ῥᾷστα ἄν τις ἀπαλλάττοι λαπαρὸς ὢν καὶ μὴ συντόνως πορευόμενος, ἔτι δὲ τοῦ μὲν θέρους ταινίᾳ μαλακῇ πλάτος ἓξ ἢ ἑπτὰ δακτύλων ἐχούσῃ, μῆκος δὲ μὴ ἔλαττον πέντε πηχῶν,

5

.

31

.

2

κατειλημένος τὴν ὀσφὺν ἄχρι τῶν λαγόνων. καὶ ἡ βακτηρία δὲ χρη‐ σίμη γίνεται παρὰ τὰς πορείας· ἐν μὲν γὰρ τοῖς κατάντεσι προβαλ‐ λόμενος ἴσχει τὸ σῶμα προπετὲς γινόμενον καθάπερ τις κοντός, ἐν δὲ τοῖς ἀνάντεσιν ἐπερειδόμενος ῥᾷον ἂν ποιήσαι τὴν εἰς τὸ πρόσ‐

5

.

31

.

3

αντες κίνησιν τοῦ σώματος. ἔτι δ’ ἧττον ἂν σφάλλοιτό τις τρισὶν

5

.

31

.

4

ἐπερειδόμενος ἢ δυοῖν. δι’ ἀναπαύσεως μὲν οὖν γινομένης τῆς πορείας, ἄλειμμα καὶ σμικρὰ σίτου προσφορὰ τῶν θερινῶν τινος καὶ πόμα μέτριον ἁρμόττει ταύτην τὴν ὥραν καὶ μετὰ τὸ ἄριστον ἀνάπαυσις 〈πρὸ τοῦ〉 προέρχεσθαι, συνείρειν δ’ ἀναγκαζομένῳ καὶ διψῶντι λεπτὸν

5

.

31

.

5

ἄλφιτον ἐφ’ ὕδατι μεθ’ ἁλὸς μετρίου πίνειν. τὰ δὲ καύματα καὶ τοὺς ἡλίους εὐλαβεῖσθαι δεῖ μηδὲν γυμνὸν ἡλιούμενον τοῦ σώματος, ἀλλὰ σκεπασάμενον, ὅπως ἰδίῃ καὶ μὴ σκληρύνηται ξηραινόμενον παρὰ τὴν πορείαν· οὕτω γὰρ ἂν ὅ τε κόπος ἥττων συμβαίνοι, καὶ τῶν προειρη‐

5

.

31

.

6

μένων παθῶν οὐδὲν ἂν γένοιτο ὁμοίως. τοῦ δὲ χειμῶνος ψύχους ὄντος πρὸ τῆς πορείας λαπαχθέντα καὶ ἀλειψάμενον σιτίων τῶν χει‐ μερινῶν [μὴ] πολύ τι καὶ πόμα μικρὸν ἁρμόττει λαβεῖν καὶ εἱλίξασθαι ταινίᾳ μακροτέρᾳ, μὴ μόνον τὴν ὀσφύν, ἀλλὰ καὶ τὴν ῥάχιν καὶ τὸ

5

.

31

.

7

στῆθος εὖ καὶ καλῶς. διαναπαυόμενον δ’ ἐν τῇ τοιαύτῃ παρηγορίᾳ, γινομένου ψύχους ἱκανοῦ, μήτε ἀλείφεσθαι μήτε σιτίον μήτε πόμα λαμβάνειν βέλτιόν ἐστι, μηδ’ ἂν ὁπωσοῦν παρῇ, πυριᾶν, εἰ μὴ μέλλοι

5

.

31

.

8

τις αὐτοῦ καταμένειν. μετὰ δὲ τὰς πορείας τὰς μακρὰς καὶ τοὺς ἄλλους πόνους τοὺς ἰσχυρούς, κἂν μὴ κοπιᾷ τις, δεῖ θεραπεύειν αὑτὸν
καθάπερ τοὺς κοπιῶντας· ἧττον γὰρ ἂν οὕτως ἀποβαίνοι τι δυσχερές.

5

.

32

t

Ἐκ τῶν Ἐρασιστράτου. Τίνα συμβάλλεται τοῖς ἀπο‐ δημοῦσι πρὸς μεταβολὰς τῶν ὑδάτων.

5

.

32

.

1

Πρὸς τὰ νιτρώδη τῶν ὑδάτων καὶ ἁλυκίδα τινὰ ἔχοντα οἶνον εὐώδη τε καὶ διουρητικὸν ὡς βέλτιστον πλείω μιγνύναι τῷ πινομένῳ, καὶ ἀκρατέστερον ποιοῦντα τὸ πᾶν ὑγρὸν μὴ πολὺ λαμβάνειν, πρὸς δὲ τὰ δυσέκκριτα τῶν ὑδάτων οἶνόν τε οἷος εἴρηται νῦν μιγνύειν καὶ
5μέλι βέλτιστον καὶ τούτων ἀμφοτέρων πλείω τὴν μῖξιν ποιεῖσθαι καὶ τὸ πᾶν ὑγρὸν μὴ πολὺ λαμβάνειν· οὕτω γὰρ ἥκιστα ἄν τις ὑπὸ τῆς τῶν ὑδάτων κακίας ἐνοχλοῖτο, ὅταν αὐτῷ τῷ ὕδατι μιγνύῃ χυλοὺς συνήθεις τε καὶ πλείους ἐναντιουμένους τῇ τοῦ ὕδατος κακίᾳ καὶ τὸ

5

.

32

.

2

πᾶν ὑγρὸν μὴ πλεῖον προσφέρηται. συμμεταβάλλειν δὲ καὶ τὰ ἐν τῇ

5

.

32

.

3

διαίτῃ προσφερόμενα ἁρμοζόντως πρὸς τὴν τοῦ ὕδατος 〈κακίαν. οὐ μόνον δὲ τὴν τοῦ ὕδατοσ〉 μεταβολὴν ἐπιβλέπειν δεῖ τοὺς ἀποδη‐ μοῦντας, ἀλλὰ καὶ τὴν τοῦ ἀέρος καὶ τὴν τῶν προσφερομένων ἁπάν‐ των· τὰ γὰρ μέλλοντα νοσοποιεῖν ἢ ἐν τῷ πλήθει τῆς τροφῆς τὴν
5αἰτίαν λήψεται ἢ ἐν τῇ κακοχυμίᾳ ἢ ἐν τοῖς ἀπὸ τῆς ἀναπνοῆς γινομένοις.

5

.

33

t

Ἐκ τῶν Διεύχους. Πλωϊζομένων δίαιτα.

5

.

33

.

1

Πρὸς τοὺς συμβαίνοντας ἐμέτους τοῖς πλωϊζομένοις, τοῖς μὲν ἀπὸ πρώτης γινομένοις οὔτε ῥᾴδιον οὔτε χρήσιμον ἀντιτάσσεσθαι·

5

.

33

.

2

πάντα γὰρ ὡς ἐπὶ πολὺ εἴωθεν ὠφελεῖν. δεῖ δὲ μετὰ τὸν ἔμετον μὴ πολλὰ μηδὲ τὰ τυχόντα βρώματα προσφέρεσθαι, ἀλλ’ ἢ τῷ φακῷ χρῆσθαι ὀξηρῷ καὶ κατέφθῳ γληχοῦς μικρὸν ἔχοντι ἢ ἄρτῳ κατατε‐ θρυμμένῳ ἐν οἴνῳ ὑδαρεῖ καὶ εὐώδει· τῷ δὲ ποτῷ χρῆσθαι βραχεῖ,
5καὶ τούτῳ ἢ οἰναρίῳ παντελῶς ὑδαρεῖ ἢ ὀξειδίῳ τῷ ἀπὸ τοῦ μέλιτος.

5

.

33

.

3

τοὺς δὲ φακοὺς ἑψῆσαι δεήσει, κἄπειτα, ὅταν μαλακοὶ γένωνται, τρί‐ βειν λείους, εἶτα ξηρᾶναι κἄπειτα οὕτως συνθεῖναι εἰς κεραμεοῦν ἄγγος.

5

.

33

.

4

ἐπὶ πλείω δὲ χρόνον πλειόνων γενομένων ἐμέτων τῇ ὑποστολῇ τῆς τροφῆς σφοδροτέρᾳ χρηστέον καὶ τῷ ποτῷ βραχεῖ ἢ τῷ ὀξειδίῳ τῷ ἀπὸ τοῦ μέλιτος μεθ’ ὕδατος, θύμου ἐν αὐτῷ ἀποβεβρεγμένου, ἢ γλήχωνι καὶ ὕδατι μετ’ ἀλφίτου πάλης ἢ τῷ οἰναρίῳ τῷ εὐώδει μετὰ

5

.

33

.

5

πάλης ὑδαρεῖ ὡσαύτως. πρὸς δὲ τὰς δυσχερεῖς ὀσμὰς τὰς ἐν τοῖς
πλοίοις ἢ μῆλα δέοι ἂν ὀσφραίνεσθαι τὰ κυδώνια ἢ τὸν θύμον ἢ τὸν

5

.

33

.

6

γλήχωνα. δεῖ δὲ καὶ βλέπειν ὅτι ἥκιστα εἰς τὴν θάλασσαν, ἕως εἰς

5

.

33

.

7

τὸν ἐθισμὸν ἔλθῃ τῆς ἐν τῷ πλοίῳ διατριβῆς. καὶ τοῖς ὕδασι δὲ προσ‐ έχειν, ὅπως μήτε θολερὰ μήτε δυσώδη μήτε ἁλυκὰ ἔσται.

5

.

34

t

Περὶ μέθης.

5

.

34

.

1

Τοῖς μέθῃ κατεσχημένοις ἔμετος ἁρμόσει παραχρῆμα γινόμενος.

5

.

34

.

2

δεῖ δὲ καὶ δαψιλὲς ὕδωρ ἐπιπίνοντας καὶ μελίκρατον ἐμεῖν ὡς πλεῖστά τε ἀπορρίψωσι καὶ τὰς δήξεις ἀμβλύνωσι, μετὰ δὲ τοὺς ἐμέτους ἐμβάσει τε χρῆσθαι καὶ σὺν ἀλείμματι δαψιλεῖ, τὸν δὲ λοιπὸν χρόνον ἡσυχάζειν ἐν σκέπῃ κοιμωμένους ἐπὶ πλεῖστον χρόνον ἕως ἂν ἐξοινί‐
5σωσιν.

5

.

35

t

Περὶ τῶν ἀμέτρως πεπλησιακότων.

5

.

35

.

1

Τοῖς δ’ ἀμέτρως πεπλησιακόσιν ἁρμόζει σκέπη, ἀλέα, ἡσυχία, ὕπνοι ἱκανοί, ἕως ἂν ἐκ μὲν τῆς συντονίας ἄνεσιν λάβῃ τὸ σῶμα, ἐκ δὲ τῆς ἀτονίας ἀνακτήσωνται ἑαυτούς.

5

.

36

t

Περὶ τῶν κατεψυγμένων.

5

.

36

.

1

Καταψύξεως δ’ ἱκανῆς γενηθείσης κατακλίνειν ἐν τόποις θερμοῖς αὐτούς, συναλείφοντας κυπρίνῳ ἢ ἰρίνῳ, μετὰ δὲ ταῦτα σμικρὸν ἀνα‐ θερμανθέντων διδόναι πέπερι καὶ σμύρναν μετ’ οἴνου λευκοῦ εὐώδους παλαιοῦ ἢ ὀπὸν Κυρηναϊκὸν μετ’ οἴνου ἢ ὄξους ἢ πύρεθρον ἢ καστό‐
5ριον μετ’ ὄξους· τροφὴν δὲ προσφέρειν θερμοτέραν καὶ σύμμετρον.

5

.

37

t

Περὶ τῶν ἐγκεκαυμένων.

5

.

37

.

1

Ἐγκαύσεως δὲ γενομένης κατακλίνεσθαι μὲν ἐν τόποις εὐπνόοις, προσκλύζεσθαι δὲ τό τε πρόσωπον καὶ τὰς χεῖρας καὶ τὰ σκέλη ψυχροῖς ὕδασιν, προσδίψους δὲ γεγονότας πίνειν ψυχρὸν ὕδωρ, οἷς σύνηθες.

5

.

37

.

2

ταῦτα δὲ ποιεῖν ἐκ τοῦ κατ’ ὀλίγον καὶ μὴ ἀθρόως· τροφὴν δὲ λαμ‐
βάνειν ὀλίγην εὐδιοίκητον, ὑγροτέραν μᾶλλον ἢ σιτωδεστέραν.

5

.

38

t

Ἐκ τῶν Γαληνοῦ. Περὶ φλέγματος ἐν τῇ γαστρὶ πλεονάζοντος.

5

.

38

.

1

Εἴ τινι περιτετύχηκάς ποτε τὰς τῶν τροφίμων σιτίων προσφορὰς ἀποστρεφομένῳ καὶ δεινῶς ἀποσίτῳ καί, εἰ βιάζοιτο προσφέρεσθαι, ναυτιώδει γινομένῳ, μόνα δέ, εἴπερ ἄρα, τὰ δριμύτερα προσιεμένῳ, χαίροντι δὲ μηδὲ ἐπὶ τούτοις, ἀλλ’ ἐμφυσωμένῳ καὶ διατεινομένῳ τὴν
5γαστέρα καὶ ναυτιῶντι καὶ βραχὺ ταῖς ἐρυγαῖς ἐπικουφιζομένῳ μόναις, διαφθείροντι δ’ ἔστιν ὅτε καὶ αὐτὰ τὰ λαμβανόμενα σιτία, καὶ μάλιστα τὴν εἰς ὀξύτητα διαφθοράν, πάντως ἔγνως τὰ βοηθήματα κεφάλαιον

5

.

38

.

2

ἔχοντα τῆς ἰάσεως ἀπορρύψαι τῆς γαστρὸς τὸ φλέγμα. ἐγὼ γοῦν οἶδά ποτέ τινα τῶν οὕτω διακειμένων ἐπὶ ταῖς δι’ ὀξυμέλιτος ῥαφανῖσι πλῆθος μὲν ἄπιστόν τι φλέγματος παχυτάτου ἐμέσαντα, παραχρῆμα δ’ ὑγιᾶ τελέως ἀποδειχθέντα.

5

.

39

t

Ἐκ τῶν Γαληνοῦ. Τί ποιητέον ἐν ταῖς δυσκράτοις καταστάσεσιν.

5

.

39

.

1

Σκοπεῖν ἐν ἁπάσαις ταῖς καταστάσεσι δεῖ τὴν ἡλικίαν καὶ τὴν φύσιν ἑκάστου τῶν ἀνθρώπων ὅπως ἔχει σχέσεως πρὸς τὴν κατά‐ στασιν· αἱ μὲν γὰρ ὅμοιαι καταστάσεις νοσώδεις εἰσίν, αἱ δ’ ἐναντίαι συμφέρουσι, καὶ τοῖς μὲν εὐκράτοις σώμασιν αἱ μὲν εὔκρατοι καταστά‐

5

.

39

.

2

σεις ὑγιειναί, βλαβεραὶ δ’ αἱ δύσκρατοι. ἀλλ’ ὥσπερ οὐδεμία τῶν δυσκράτων καταστάσεων ἀγαθὴ τοῖς εὐκράτοις ἐστίν, οὕτως οὐδὲ με‐ γάλως βλαβερὰ καθάπερ τοῖς δυσκράτοις· ὅσα γὰρ ἐγγὺς ἤδη τοῦ νοσεῖν ἐστι σώματα νόσον τοιάνδε διὰ τὴν οἰκείαν δυσκρασίαν, ταῦτα
5ὑπὸ τῆς ὁμοίας τοῦ περιέχοντος ἡμᾶς ἀέρος δυσκρασίας ἐξελέγχεται· τὰ δ’ ἐναντίως κεκραμένα τῷ περιέχοντι πρὸς τῷ μηδὲν ἀδικεῖσθαι γίνεται βελτίω, τὴν ἀμετρίαν τῆς κράσεως τῆς ἐναντίας ἀμετρίας κολα‐

5

.

39

.

3

ζούσης. ἐὰν οὖν τοῦτό τις γινώσκῃ, τὴν ὑγίειαν φυλάξει τοῖς σώμασι τἀναντία διαιτήματα προσάγων.

5

.

40

t

Ἐκ τῶν Γαληνοῦ. Περὶ σαρκὸς καθαιρέσεως.

5

.

40

.

1

Ὅταν εἰς πολυσαρκίαν ἄμετρον ἐκτραπῇ τὸ σῶμα, τήκειν αὐτὸ
καὶ καθαιρεῖν χρή· δέδεικται δ’ ἡ θερμοτέρα καὶ ξηροτέρα κρᾶσις

5

.

40

.

2

ἰσχνὸν ἐργαζομένη τὸ σῶμα. τοιαύτην οὖν σοι ποιητέον ἐστὶ τὴν τῶν παχέων, εἰ μέλλοι γενήσεσθαι σύμμετρος· μεμάθηκας δ’ ὡς ὀξέα γυμ‐ νάσια καὶ δίαιτα λεπτύνουσα καὶ φάρμακα τὰ τοιαῦτα καὶ τῆς ψυχῆς αἱ φροντίδες ἀποφαίνουσι τήν τε κρᾶσιν ὅλην ξηροτέραν καὶ δι’ αὐτὴν

5

.

40

.

3

τὸ σῶμα λεπτότερον. τὰ μὲν οὖν τῆς λεπτυνούσης διαίτης πρόδηλα· φάρμακα δὲ τὰ σφοδρότερα πηγάνου τὸ σπέρμα, καὶ μᾶλλον τοῦ ἀγρίου σὺν αὐτοῖς 〈τοῖσ〉 κορύμβοις, ἀριστολοχία στρογγύλη καὶ τὸ λεπτὸν κενταύριον ἥ τε γεντιανὴ καὶ τὸ πόλιον, ὅσα τε τῶν οὐρητι‐
5κῶν ἰσχυρά, καθάπερ τὸ πετροσέλινον· ἕκαστον γὰρ τῶν τοιούτων, καὶ αὐτὸ καθ’ ἑαυτὸ καὶ σὺν ἀλλήλοις πάντα, λεπτῦναί τε τοὺς χυ‐ μοὺς ἱκανὰ καὶ κενῶσαι, ἀλλὰ καὶ οἱ διὰ τῶν κεκαυμένων ἐχιδνῶν

5

.

40

.

4

ἅλες ἱκανῶς λεπτύνουσι, καὶ αὐτὴ δ’ ἡ θηριακή. διαφορεῖ δὲ καὶ λεπτύνει συγχριόμενον ἔλαιον ἐνηψημένης σικύου ἀγρίου ῥίζης καὶ ἀλθαίας καὶ γεντιανῆς καὶ πάνακος ῥίζης καὶ ἀριστολοχίας, καὶ τὸ

5

.

40

.

5

πόλιον δὲ καὶ τὸ κενταύριον. δεῖ δὲ τὴν τροφὴν οὐκ εὐθὺς ἐπὶ λου‐

5

.

40

.

6

τροῖς διδόναι, ἀλλὰ κοιμᾶσθαι πρότερον ἐπιτρέπειν. κάλλιον δ’ εἶναι καὶ τὸ ὕδωρ τὸ ἐν τῷ λουτρῷ τῶν διαφορητικῶν· εἰ μὲν αὐτοφυὲς ἔχομεν, οἷόν ἐστι τὸ ἐν τῇ Μυτιλήνῃ, εἰ δὲ μή, ἁλὸς ἄνθος θαλασσίῳ

5

.

40

.

7

ὕδατι μιγνύειν καὶ οἴνοις χρῆσθαι τοῖς λευκοῖς καὶ λεπτοῖς. καὶ ἡ ξηροτριβία δὲ δι’ ἐκμαγείων παχυτέρων λεπτύνειν ἱκανή· δεῖ δὲ μὴ πρὸς λόγον τῶν γυμνασίων, ἐλάττους δὲ προσφέρειν τὰς τροφάς.

5

.

40

.

8

ὠφελεῖ δὲ καὶ ἡλίωσις τοὺς κατασάρκους· χρὴ δὲ μή τι προπίνειν αὐτούς, καὶ μονοσιτεῖν δ’ ἄμεινον, καὶ ἀνατρίβειν δὲ τὸ σῶμα νίτρῳ

5

.

40

.

9

καὶ ἁλσὶ τραχυτέροις. τὸ μὲν οὖν πολὺ νίτρον ἐν λουτροῖς λεπτύνει,

5

.

40

.

10

τὸ δ’ ὀλίγον ἐρεθισμός ἐστιν εἰς εὐτροφίαν. λεπτύνει δὲ καὶ τὸ οὕτω μεμιγμένον· πεπέρεως καὶ πετροσελίνου διπλοῦν, ἀσάρου δὲ καὶ ἀνή‐

5

.

40

.

11

σου ἥμισυ. τοῦτο δὲ καὶ οὐρηθῆναι ἀγαθὸν καὶ εἰς διαχώρησιν.

5

.

41

t

Πῶς ἀνατρέφειν χρὴ τοὺς κατισχνωθέντας.

5

.

41

.

1

Ὅσους δ’ ἀνατρέφειν βουλόμεθα καταλελεπτυσμένους, οἶνον μὲν
δώσομεν τὸν παχύν, ἐδέσματα δὲ τὰ παχύχυμα, καὶ γυμνάσια δὲ τὰ βραδέα καὶ τρῖψιν μετρίαν καὶ ἁπλῶς εἰπεῖν ἅπαντα τοῖς προειρη‐

5

.

41

.

2

μένοις τὰ ἐναντία. ἐπιτήδειον δ’ ἐστὶν αὐτοῖς καὶ τὸ πιττοῦσθαι δι’

5

.

41

.

3

ἡμερῶν τριῶν ἢ τεσσάρων. εἰ δὲ νήστεις λούοιντο, πρὸ τοῦ λουτροῦ χρὴ σινδόνι ἀνατρίβειν τὸ σῶμα μέχρις ἂν φοινιχθῇ, κἄπειτα σκληρίᾳ

5

.

41

.

4

μὴ πολλῇ πιλοῦντα τὸ δέρμα πυκνὸν καὶ σκληρὸν ἐργάζεσθαι. δεῖ δὲ καὶ ὀξυθυμίας ἐμποιεῖν τοῖς ἀχροοῦσί τε καὶ ἀτροφοῦσι καὶ συγκι‐ νήσεις ψυχικάς.

5

.

42

t

Πῶς ἄν τις ἰάσαιτο κατισχνωθέντα μόρια.

5

.

42

.

1

Τῶν δὲ γινομένων ἐν μέρεσί τισιν ἰσχνοτήτων αἱ πλεῖσται διὰ πολυχρόνιον ἡσυχίαν αὐτῶν ἢ καταγματικὸν ἐπιδέσεως τρόπον εἰς τὸ

5

.

42

.

2

πάθημα τοῦτο ἔρχονται. χρὴ οὖν ῥωννύναι μὲν τὴν ἐν τῷ μορίῳ δύναμιν, ἐπισπᾶσθαι δ’ αἷμα δαψιλές, τρίψεσί τε χρωμένους μετρίαις ἐπιτηδείαις τε κινήσεσι καὶ καταχύσει θερμοῦ ὕδατος μετρίᾳ· ταῦτα δὲ ποιεῖν, μέχρις ἂν ἐρυθρὸν γενόμενον μετεωρισθῇ, καὶ πρὶν ἂν

5

.

42

.

3

πέσῃ παύεσθαι. δεῖ δὲ καί τῳ τῶν πιττωτῶν φαρμάκῳ χρῆσθαι κατὰ τοὺς εἰρημένους σκοπούς· ὅταν δ’ αἴσθησις ᾖ ψυχροτέρου τοῦ μορίου,

5

.

42

.

4

σινδόσι τε ἀνατρίβειν αὐτὸ καί τινι φαρμάκῳ θερμαίνοντι. ἐχρησάμην δ’ ἐνίοτε καὶ θαψίᾳ, ποτὲ μὲν μετὰ μέλιτος ἐπιχρίων, ἔστι δ’ ὅτε καὶ διὰ κηρωτῆς.

5

.

43

t

Διάγνωσις ἀρίστης κράσεως.

5

.

43

.

1

Εὔκρατός ἐστιν ἄνθρωπος ὃς ἂν τῷ σώματι φαίνηται μέσος ἀκρι‐ βῶς ἁπάντων τῶν ἄκρων, ἰσχνότητός τε καὶ παχύτητος, μαλακότητός τε καὶ σκληρότητος, καὶ θερμότητος καὶ ψυχρότητος, καὶ ὑγρότητος καὶ ξηρότητος, καὶ συνελόντι φάναι τάς τε φυσικὰς ἐνεργείας καὶ τὰς
5ψυχικὰς ἀμέμπτως ἔχει, μέσος δ’ ἐστὶ καὶ ψιλοῦ τριχῶν καὶ δασέος, καὶ μέλανος καὶ λευκοῦ τὴν χρόαν, καὶ τρίχας ἔχει παῖς μὲν ὢν πυρ‐
ροτέρας μᾶλλον ἢ μελαντέρας, ἀκμάζων δ’ ἔμπαλιν.

5

.

44

t

Διάγνωσις τῶν δυσκράτων σωμάτων.

5

.

44

.

1

Ὅσα δὲ σώματα τοῦ συμμέτρου θερμότερα τυγχάνει, τούς τε

5

.

44

.

2

ὀδόντας φύει θᾶττον αὐξηθήσεταί τε ὁμοίως. φανεῖται δὲ δήπου καὶ ἁπτομένοις θερμότερα καὶ πιμελῆς ἧττον ἔχοντα, τῇ χρόᾳ δ’ ἐξέρυθρα καὶ μελανότριχα καὶ μετρίως δασέα καὶ εὐρείας ἔχοντα τὰς φλέβας.

5

.

44

.

3

εἰ δ’ ἅμα τις εἴη πιμελώδης τε καὶ παχὺς καὶ τὰς φλέβας εὐρείας ἔχοι, δι’

5

.

44

.

4

ἔθος οὗτος, οὐ φύσει πιμελώδης ἐγένετο. ψυχροτέρας δὲ κράσεως ση‐ μεῖα τὸ ψυχρὸν ἁπτομένοις, τὸ ἄτριχον, τὸ πιμελῶδες· ἡ χρόα δὲ τοῖς τοιούτοις ἅμα ταῖς θριξὶ πυρροτέρα· πολλῆς δὲ τῆς ψύξεως οὔσης,

5

.

44

.

5

πελιδνή πώς ἐστι καὶ μολυβδόχρους. καὶ στενὰς δ’ ἔχουσι τὰς φλέβας· εἰ δέ τις στενὰς μὲν ἔχει τὰς φλέβας, ἰσχνὸς δ’ ὑπάρχει, οὐδὲ οὗτος

5

.

44

.

6

ἐξ ἀνάγκης τοιοῦτος, ἀλλὰ δι’ ἔθος ἐγένετο. ἡ δὲ ξηρὰ σκληροτέρα

5

.

44

.

7

τέ ἐστι καὶ ἰσχνοτέρα τῆς εὐκράτου καὶ δασεῖα. ἡ μὲν οὖν σκληρότης ἀχώριστός ἐστι τελέως τῆς ξηρᾶς κράσεως· ἡ δ’ ἰσχνότης οὐ μόνον ἕπεται ταῖς συμφύτοις κράσεσιν, ἀλλὰ καὶ ταῖς ἐπικτήτοις ἐξ ἔθους

5

.

44

.

8

μακροῦ γενομένη. σημεῖον δὲ τῆς ξηρότητος καὶ τὸ δυσκίνητον καὶ

5

.

44

.

9

ξηρὸν καὶ αὐχμηρὸν ὑπὸ τῶν ξηραινόντων γίνεσθαι τὸ σῶμα. ἡ ὑγρὰ δὲ τὰ μὲν ἄλλα παραπλήσιός ἐστι τῇ εὐκράτῳ, μαλακωτέρα δὲ καὶ

5

.

44

.

10

πολυσαρκοτέρα. καὶ ταύτης ἀχώριστός ἐστιν ἡ μαλακότης ὥσπερ γε καὶ ἡ παχύτης, οὐ τῇ συμφύτῳ μόνον ἑπομένη κράσει, ἀλλὰ κἂν ἐξ

5

.

44

.

11

ἔθους τινὸς μακροῦ λάβῃ τὴν σύστασιν. ἴδιον δ’ ἐστὶν ὑγρότητος καὶ

5

.

44

.

12

τὸ βαρύνεσθαι τὸ σῶμα ὑπὸ τῶν ὑγραινόντων. ἡ δὲ θερμὴ καὶ ξηρὰ δασεῖα μὲν ἐσχάτως ἐστί, τὰς δὲ τῆς κεφαλῆς τρίχας εὐαυξεστάτας καὶ μελαίνας καὶ πολλὰς ἔχει κατὰ τὴν νέαν ἡλικίαν, ἐπὶ δὲ προϊόντι

5

.

44

.

13

τῷ χρόνῳ καὶ φαλάκρωσις ἀκολουθεῖ. καὶ αἱ φλέβες δ’ εὐρεῖαι τυγχά‐ νουσιν, ὥσπερ δὴ καὶ αἱ ἀρτηρίαι μεγάλαι τέ εἰσιν ἅμα καὶ σφοδρό‐

5

.

44

.

14

τατα σφύζουσιν. καὶ δὴ καὶ σύντονον καὶ διηρθρωμένον καὶ μυῶδες καὶ ἀπίμελον ὅλον τὸ σῶμα, καὶ τὸ δέρμα σκληρότερόν τε καὶ μελάν‐

5

.

44

.

15

τερον. ψυχρᾶς δ’ οὔσης καὶ ὑγρᾶς, ὁ μὲν θώραξ στενός ἐστι καθόλου, καὶ πᾶν τὸ σῶμα ψιλὸν τριχῶν, ἁπαλὸν καὶ λευκὸν τὸ δέρμα καὶ ὑπόπυρρον ταῖς θριξί, καὶ μάλιστα ἐν νεότητι, καὶ οὐ φαλακροῦνται

5

.

44

.

16

γηρῶντες. εὐθὺς δὲ καὶ δειλοὶ καὶ ἄτολμοι καὶ ὀκνηροὶ καὶ ἀδήλους ἔχοντες τὰς φλέβας καὶ παχεῖς καὶ πιμελώδεις καὶ νεύροις καὶ μυσὶν

5

.

44

.

17

ἄρρωστοι καὶ ἀδιάρθρωτοι καὶ βλαισοὶ γίνονται. τῆς ψυχρότητος δὲ καὶ τῆς ὑγρότητος ἐπὶ πλέον αὐξηθείσης, ἡ χρόα ἅμα ταῖς θριξὶ

5

.

44

.

18

πυρρά, κἂν ἐπὶ πλεῖστον αὐξηθῶσι, πελιδνή. ἡ δὲ θερμὴ καὶ ὑγρὰ κρᾶσις μαλακωτέρα καὶ πολυσαρκοτέρα τῆς ἀρίστης κράσεώς ἐστιν· ἐπὶ πλεῖστον δ’ αὐξηθεῖσα τοῖς σηπεδονώδεσιν ἑτοίμως ἁλίσκεται νοσήμα‐

5

.

44

.

19

σιν. εἰ δ’ ὀλίγῳ μὲν ὑγροτέρα, παμπόλλῳ δ’ εἴη θερμοτέρα, μαλακώ‐ τεροι μὲν ὀλίγῳ τῶν συμμέτρων οἱ τοιοῦτοι καὶ σαρκωδέστεροι, λασιώ‐ τεροι δ’ οὐκ ὀλίγῳ, καὶ μὲν δὴ καὶ ἁπτομένοις οὐκ ὀλίγῳ θερμότεροι.

5

.

44

.

20

εἰ δὲ τὸ ψυχρὸν ἅμα τῷ ξηρῷ κατ’ ἴσον αὐξηθείη, φύσει σκληρὸν καὶ ἰσχνὸν ἔχουσι τὸ σῶμα καὶ λευκὸν ἄμυόν τε καὶ ἄναρθρον καὶ ἄχρουν καὶ ἄτριχον ἁπτομένοις τε ψυχρόν· ἡ πιμελὴ δ’ ὁμοίως αὐτοῖς, καίτοι γε ἰσχνοῖς οὖσι, παρέσπαρται τῇ σαρκί· τὰ δὲ τῶν τριχῶν τῆς χρόας
5ἀνὰ λόγον τῷ μέτρῳ τῆς ψυχρότητος· τὸ δὲ τῆς ψυχῆς ἦθος ἄτολμον

5

.

44

.

21

καὶ δειλὸν καὶ δύσθυμον. συλλήβδην δ’ εἰπεῖν, ἐπὶ τῶν κατὰ συζυγίαν κράσεων ἀεὶ τῆς ἐπικρατούσης ποιότητος ἐπικρατήσει τὰ γνωρίσματα.

5

.

45

t

Περὶ διαπλάσεως τῆς κεφαλῆς.

5

.

45

.

1

Ἡ μὲν μικρὰ κεφαλὴ μοχθηρᾶς ἐγκεφάλου κατασκευῆς ἴδιον ση‐ μεῖον· ἡ μεγάλη δ’ οὐκ ἐξ ἀνάγκης ἀγαθῆς. εἰ μὲν γὰρ διὰ ῥώμην ἐγένετο τῆς ἐγχωρίου δυνάμεως ὕλην χρηστήν τε καὶ πολλὴν δη‐ μιουργούσης, ἀγαθὸν σημεῖον· εἰ δὲ διὰ τὸ μόνης τῆς ὕλης πλῆθος,

5

.

45

.

2

οὐκ ἀγαθόν. διοριστέον οὖν αὐτά ἐστι τῷ σχήματι καὶ τοῖς ἀπ’ αὐτῆς πεφυκόσιν· τῷ σχήματι μέν, εἰ εὔρυθμος (ἀεὶ γὰρ ἀγαθὸν τοῦτο ση‐ μεῖον), τοῖς πεφυκόσι δέ, εἰ ἄριστα διάκειται, καὶ τὸ νευρῶδες αὐτῶν σύμπαν εὐτραφές τέ ἐστι καὶ εὔτονον, καὶ εἰ δριμὺ δεδορκότες εἶεν

5

.

45

.

3

οἱ ὀφθαλμοί. αἱ δὲ φοξαὶ ἐλλείπουσαν ἔχουσι τὴν κατ’ ἰνίον ἢ μέτω‐

5

.

45

.

4

πον ἐξοχὴν ἢ περαιτέρω τοῦ προσήκοντος ηὐξημένην. ὡς τὸ πολὺ μὲν οὖν, ὥσπερ τὴν μεγάλην, οὕτω καὶ ταύτας εὑρήσομεν μεμπτάς· ἐν δὲ τῷ σπανίῳ καὶ τούτων γίνονταί τινες ἀγαθαί, τῆς διαπλαττού‐
σης δυνάμεως ἰσχυρᾶς ὑπαρχούσης.

5

.

46

t

Ἐγκεφάλου κράσεως γνωρίσματα.

5

.

46

.

1

Ὁ μὲν εὔκρατος ἐγκέφαλος μετρίως ἔχει ταῖς ψυχικαῖς ἐνεργείαις καὶ τοῖς περιττώμασιν ἥκιστά τε βλαβήσεται πρὸς ἁπάντων τῶν ἔξω‐

5

.

46

.

2

θεν. τοῖς τοιούτοις αἱ τρίχες τῆς κεφαλῆς βρέφεσι μὲν οὖσιν ὑπόπυρ‐ ροι, παισὶ δ’ ὑπόξανθοι, τελειουμένοις δὲ γίνονται ξανθαί, μεταξύ πως οὖσαι τῶν τε ἀκριβῶς οὔλων καὶ τῶν ἁπλῶν· οὐ μὴν οὐδὲ φαλακροῦν‐

5

.

46

.

3

ται ῥᾳδίως. εἰ δὲ θερμότερος εἴη τοῦ μέτρου, ἐρυθρότερα καὶ θερμό‐ τερα τὰ περὶ τὴν κεφαλὴν ἔσται σύμπαντα, καὶ αἰσθηταὶ μὲν ἐν τοῖς ὀφθαλμοῖς αἱ φλέβες, αἱ δὲ τρίχες τούτοις γενηθεῖσι ταχέως ἐπὶ τῆς κεφαλῆς φύονται, καὶ πολλῷ μὲν οὖσι θερμοτέροις μέλαιναι καὶ ἰσχυ‐
5ραὶ καὶ οὖλαι, μὴ πολλῷ δ’ ὑπόξανθοι μὲν τὸ πρῶτον, εἶτα μελαί‐

5

.

46

.

4

νονται· προϊούσης δὲ τῆς ἡλικίας φαλακροῦνται. περιττώματα δὲ τού‐ τοις ἔστιν ὅτε βραχέα ἀμέμπτως ὑγιαίνουσιν· πληροῦνται δὲ καὶ βαρύ‐ νονται τὴν κεφαλὴν ὑπὸ τῶν θερμαινόντων ἐδεσμάτων τε καὶ πομά‐

5

.

46

.

5

των καὶ ὀσμῶν καὶ τῶν ἔξωθεν προσπιπτόντων. βραχέσιν ὕπνοις αἱ τοιαῦται κράσεις ἀρκοῦνται πρὸς τῷ μηδὲ βαθεῖς αὐτοὺς γίνεσθαι.

5

.

46

.

6

ψυχροτέρου δ’ ἢ προσῆκεν ἐγκεφάλου γνωρίσματα περιττώματα πλείω κατὰ τὰς οἰκείας ἐκροὰς καὶ τρίχες εὐθεῖαί τε καὶ πυρραὶ καὶ μόνιμοι, καὶ ῥᾳδίως ὑπὸ τῶν ψυχρῶν αἰτίων βλάπτονται καὶ κατάρροις καὶ κορύζαις συνεχῶς ἁλίσκονται, καὶ αἱ τῶν ὀφθαλμῶν φλέβες ἀόρατοι,

5

.

46

.

7

καὶ ὑπνωδέστεροί πώς εἰσιν. ξηροτέρου δ’ ἐγκεφάλου γνωρίσματα τὸ ἀπέριττον ἐν ταῖς ἐκροαῖς, καὶ τὸ τῶν αἰσθήσεων ἀκριβές, ἀγρυπνη‐ τικοί τέ εἰσι καὶ τρίχας ἰσχυροτάτας μὲν καὶ τάχιστα φύουσι γενη‐

5

.

46

.

8

θέντες οὔλας τε μᾶλλον ἔχουσιν· φαλακροῦνται δ’ ἐν τάχει. ὑγρο‐ τέρου δ’ αἱ τρίχες ἁπαλαί, καὶ οὐδ’ ὅλως φαλακροῦνται, καὶ αἱ αἰσθήσεις ἀχλυώδεις εἰσί, καὶ περιττωμάτων πλῆθος, καὶ ὕπνοι πολλοὶ

5

.

46

.

9

καὶ βαθεῖς. θερμοῦ δὲ καὶ ξηροῦ τυγχάνοντος, ἀπέριττοί τέ εἰσι καὶ ἀκριβεῖς ταῖς αἰσθήσεσι καὶ ἀγρυπνητικώτατοι καὶ φαλακροῦνται τα‐

5

.

46

.

10

χέως. ἡ πρώτη μέντοι γένεσις αὐτοῖς τῶν τριχῶν ταχίστη τέ ἐστι καὶ εὐτραφεστάτη, μελανότριχές τε καὶ οὐλότριχές εἰσι καὶ θερμοὶ ψαυόν‐

5

.

46

.

11

των τῆς κεφαλῆς ἐρυθροί τε περὶ τὸν τῆς ἀκμῆς χρόνον. εἰ δ’ ὑγρό‐ της προσείη τῇ θερμότητι, βραχὺ μὲν ὑπερβαλλουσῶν ἀμφοῖν τὸ σύμ‐ μετρον, εὔχροια καὶ θερμότης, καὶ ἐν τοῖς ὀφθαλμοῖς φλέβες μεγάλαι,
περιττώματα πλείω μετρίως πεπεμμένα, καὶ τρίχες εὐθεῖαι καὶ ὑπό‐
5ξανθοι, καὶ οὐ φαλακροῦνται ῥᾳδίως· πληροῦνται δὲ καὶ βαρύνονται

5

.

46

.

12

τὴν κεφαλὴν ὑπὸ τῶν θερμαινόντων. ὅταν δ’ ἐπὶ πλεῖστον ὑγρότητος καὶ θερμότητος ἥκωσι, νοσώδης ἡ κεφαλὴ γίνεται καὶ ῥᾳδίως ὑπὸ τῶν θερμαινόντων τε καὶ ὑγραινόντων βλαπτομένη· οὐ μὴν οὐδὲ ἐγρη‐ γορέναι δύνανται μέχρι πλείονος καὶ ταῖς αἰσθήσεσιν οὐκ ἀκριβεῖς

5

.

46

.

13

εἰσιν. αἱ ψυχραὶ δ’ ἅμα καὶ ξηραὶ κράσεις ἐγκεφάλου ψυχρὰν καὶ ἄχρουν ἀποτελοῦσι τὴν κεφαλήν· εἰσὶ δ’ αἱ τοιαῦται κράσεις καὶ ἄφλεβοι τοὺς ὀφθαλμοὺς καὶ ὑπὸ τῶν ψυχρῶν αἰτίων ἑτοίμως βλά‐

5

.

46

.

14

πτονται· διὸ καὶ ἀνωμάλως ὑγιαίνουσιν. αἱ δ’ αἰσθήσεις αὐτοῖς ἐν νεότητι μὲν ἀκριβεῖς εἰσι καὶ ἄμεμπτοι τὰ πάντα, προϊοῦσι δ’ ἀπο‐ μαραίνονταί τε ταχέως καὶ συλλήβδην εἰπεῖν ταχύγηροι τὰ περὶ τὴν κεφαλὴν ἅπαντά εἰσιν· αἱ τρίχες δ’ αὐτοῖς γενηθεῖσι μὲν ἀνέρχονται

5

.

46

.

15

μόγις, ἄτροφοι δὲ καὶ πυρραί. αἱ δ’ ὑγραὶ καὶ ψυχραὶ κράσεις ἐγκε‐ φάλου κωματώδεις ἐργάζονται καὶ ὑπνηλοὺς καὶ φαύλους ταῖς αἰσθή‐ σεσι καὶ περιττωματικοὺς εὐψύκτους τε καὶ εὐπληρώτους τὴν κεφαλὴν εὐαλώτους τε κατάρροις καὶ κορύζαις· οὐ μὴν φαλακροῦνταί γε οἱ
5τοιοῦτοι.

5

.

47

t

Γαστρὸς κράσεως γνωρίσματα.

5

.

47

.

1

Γαστρὸς γνωρίσματα τῆς μὲν φύσει ξηροτέρας, εἰ ταχέως διψώδεις γίνοιντο, καὶ ὀλίγον αὐτοῖς ἀρκοίη τὸ ποτόν, καὶ βαρύνοιντο τῷ πλείονι καὶ κλύδωνας ἔχοιεν, εἰ ἐπιπολάζοι τὸ περιττεῦον αὐτοῖς, ἐδέσμασί τε χαίροιεν ξηροτέροις· ὑγροτέρας δέ, εἰ μήτε διψώδεις
5γίνοιντο καὶ τὸ πλέον ὑγρὸν ἀλύπως φέροιεν ἐδέσμασί τε χαίροιεν

5

.

47

.

2

ὑγροτέροις. ἡ θερμοτέρα δὲ φύσει γαστὴρ πέττειν μὲν ἀμείνων ἢ ὀρέγεσθαι, καὶ μᾶλλον ὅσα σκληρὰ καὶ δυσαλλοίωτα, χαίρουσα δὲ τοῖς θερμοῖς ἐδέσμασί τε καὶ πόμασιν, οὐδ’ ὑπὸ τῶν ψυχρῶν οὐδὲν βλά‐

5

.

47

.

3

πτεται κατά 〈γε〉 τὴν ἔμμετρον χρῆσιν. ἡ δὲ ψυχροτέρα φύσει γαστὴρ ὀρεχθῆναι μὲν ἀγαθή, πέψαι δ’ οὐκ ἀγαθή, καὶ μάλιστα ὅσα δυσαλ‐ λοίωτα καὶ ψυχρὰ τῶν ἐδεσμάτων ἐστίν· ὀξύνεται γοῦν ἑτοίμως ἐν αὐτῇ· καὶ χαίρει μὲν τοῖς ψυχροῖς, βλάπτεται δὲ ῥᾳδίως ἀμετρότερον

5

.

47

.

4

χρησαμένων. αἱ μέντοι διὰ νόσον ἐν τῇ γαστρὶ δυσκρασίαι ταύτῃ δια‐
φέρουσι τῶν ἐμφύτων, ᾗ τῶν ἐναντίων ἐπιθυμοῦσιν, οὐ τῶν ὁμοίων.

5

.

47

.

5

εἰ μὲν οὖν πέττει καλῶς ἡ γαστήρ, εὔκρατος, εἰ δ’ οὐ πέττει, δύσκρατος· ἀλλ’ εἰ μὲν κνισώδεις ἢ καπνώδεις ἐργάζοιτο τὰς ἐρυγάς, ἄμετρον αὐτῇ καὶ πυρῶδες τὸ θερμόν, εἰ δ’ ὀξείας, τὸ ἐναντίον. οὕτω καὶ τὰ μὲν δυσκατέργαστα καλῶς πεττόντων ἄμετρον· ἀσθενὲς δὲ τῶν ταῦτα

5

.

47

.

6

μὲν ἀπεπτούντων, ἰχθῦς δὲ πεττόντων. ἐπισκέπτεσθαι δ’ εἰ μὴ διά τινα χυμὸν ἑτέρωθεν ἐπιρρέοντα τὸ σύμπτωμα γίνεται· τοῖς μὲν γὰρ φλεγματώδεσιν ὀξυρεγμιώδεις γίνονται, τοῖς δὲ χολώδεσι κνισώδεις καὶ

5

.

47

.

7

βορβορώδεις ἤ τινες ἀλλόκοτοι ποιότητες. κοινὰ δὲ συμπτώματα ναυτίαι, ἀλλ’ εἰ μὲν ἐμπλέοιεν οἱ μοχθηροὶ χυμοὶ τῷ κύτει τῆς γαστρός, ἐπιπολάζουσιν ἐμούμενοι· σπαράττουσι δὲ μάτην ἐπὶ κεναῖς ἐμέτων ναυτίαις οἱ τῷ σώματι τῆς γαστρὸς περιεχόμενοι κατὰ τοὺς
5χιτῶνας αὐτῆς.

5

.

48

t

Πνεύμονος διάγνωσις.

5

.

48

.

1

Οὐ μόνον ἡ κοιλία διψώδεις τε καὶ ἀδίψους ἐργάζεται καὶ ψυχροῦ

5

.

48

.

2

καὶ θερμοῦ πόματος ὀρεκτικούς, ἀλλὰ καὶ τὰ κατὰ τὸν θώρακα. καὶ μὲν δὴ καὶ πίνοντες οὐκ αὐτίκα παύονται, καὶ τὸ ψυχρὸν ποτὸν ἵστησιν

5

.

48

.

3

αὐτῶν μᾶλλον τὸ δίψος ἤπερ τὸ πολὺ θερμόν. ἀναψύχει δ’ αὐτοὺς καὶ ὁ ψυχρὸς ἀὴρ εἰσπνεόμενος, οὐδὲν ἐπικουφίζων τοὺς ἐκ γαστρὸς διψώδεις· οὕτω δὲ καὶ οἱ ἐναντίως ἔχοντες ὑπὸ τῆς ψυχρᾶς εἰσπνοῆς

5

.

48

.

4

αἰσθητῶς ἀνιῶνται. καὶ μέγιστόν ἐστι γνώρισμα τοῦτο τῆς ἐν πνεύ‐ μονι ψυχρότητος, ἀλλὰ καὶ φλέγμα ἀναχρεμπτόμενοι μετὰ βηχὸς

5

.

48

.

5

ἀναπτύουσιν. αἱ ξηρότητες δὲ τοῦ πνεύμονος ἀπέριττοί τέ εἰσι καὶ καθαραὶ τῷ φθέγματι, καθάπερ αἱ ὑγρότητες περιττωματικαί, καὶ ἀλαμπῆ μὲν ἐργάζονται καὶ βραγχώδη τὴν φωνήν· ἐντρέχει δ’ αὐτοῖς περίτ‐ τωμα μεῖζόν τε καὶ ὀξύτερον φθέγξασθαι προελομένοις.

5

.

49

t

Κράσεως καρδίας γνωρίσματα.

5

.

49

.

1

Καρδίας δὲ τῆς μὲν θερμοτέρας σημεῖα μέγεθος ἀναπνοῆς καὶ σφυγμοῦ τάχος καὶ πυκνότης ἐστὶ μετ’ εὐτολμίας τε καὶ μανιώδους

5

.

49

.

2

θρασύτητος. ἔστι δὲ λάσιος αὐτοῖς ὁ θώραξ, καὶ μάλιστα τὰ στέρνα,
καὶ τῶν καθ’ ὑποχόνδριον ὅσα τούτοις πλησίον ὡς ἐπὶ πολύ, καὶ τὸ

5

.

49

.

3

σύμπαν σῶμα θερμόν, πλὴν εἰ μὴ μεγάλως ἀντιπράττοι τὸ ἧπαρ. καὶ μήν γε καὶ ἡ τοῦ θώρακος εὐρύτης θερμότητος γνώρισμα, πλὴν εἰ

5

.

49

.

4

μὴ κἀνταῦθά ποτε μεγάλως ὁ ἐγκέφαλος ἀντιπράξειεν. ἡ δὲ ψυχρο‐ τέρα καρδία σφυγμοὺς ἔχει σμικροτέρους τῶν συμμέτρων, δειλοί τέ εἰσι τὴν φύσιν οἱ τοιοῦτοι καὶ ἄτολμοι καὶ μελληταί, καὶ ψιλόν ἐστιν

5

.

49

.

5

αὐτοῖς τὸ στέρνον. ἡ δὲ ξηροτέρα καρδία τοὺς σφυγμοὺς ἐργάζεται σκληροὺς καὶ τὸν θυμὸν οὐχ ἕτοιμον, ἄγριον δὲ καὶ δυσκατάπαυστον· ὡς τὰ πολλὰ δὲ καὶ ὅλον τὸ σῶμα ξηρότερον, εἰ μὴ τὰ καθ’ ἧπαρ

5

.

49

.

6

ἀντιπράττοι. ὑγροτέρας δὲ σημεῖα σφυγμοὶ μαλακοὶ καὶ τὸ ἦθος εὐκί‐ νητόν τε πρὸς ὀργὴν καὶ εὐκατάπαυστον καὶ τὸ σύμπαν ὑγρότερον

5

.

49

.

7

σῶμα, πλὴν εἰ μὴ τὰ καθ’ ἧπαρ ἀντιπράττοι. θερμῆς δὲ καὶ ξηρᾶς οἱ σφυγμοὶ σκληροὶ καὶ μεγάλοι καὶ ταχεῖς καὶ πυκνοί, καὶ 〈αἱ〉 ἀνα‐

5

.

49

.

8

πνοαὶ μεγάλαι τε καὶ ταχεῖαι καὶ πυκναί. ἁπάντων οὗτοι λασιώτατοι τὰ κατὰ τὸ στέρνον εἰσὶ καὶ τὸ ὑποχόνδριον, εἰς δὲ τὰς πράξεις ἄοκνοι καὶ θυμικοὶ καὶ θρασεῖς καὶ τυραννικοὶ τοῖς ἤθεσιν· καὶ γὰρ ὀξύθυμοι

5

.

49

.

9

καὶ δυσκατάπαυστοι. εἰ δ’ ὑγρότης ἐπικρατήσειεν ἅμα θερμότητι, λάσιοι μὲν ἧττον οὗτοι τῶν προειρημένων, ἕτοιμοι δ’ εἰς τὰς πράξεις· οὐ μὴν ἄγριος ὁ θυμός, ἀλλ’ εἰς ὀργὴν μόνον ἕτοιμοι, καὶ οἱ σφυγμοὶ

5

.

49

.

10

μεγάλοι καὶ μαλακοὶ καὶ ταχεῖς καὶ πυκνοί. ὑγροτέρας δ’ οὔσης καὶ ψυχροτέρας οἱ μὲν σφυγμοὶ μαλακοί, τὸ δ’ ἦθος ἄτολμον καὶ δειλὸν καὶ ὀκνηρόν· εἰσὶ δὲ ψιλοὶ τριχῶν οὗτοι τὰ στέρνα καὶ ἥκιστα μηνιῶ‐

5

.

49

.

11

σιν, ὥσπερ γε καὶ εἰς ὀργὴν 〈οὐχ〉 ἕτοιμοι. ἡ ψυχρὰ δὲ καὶ ξηρὰ καρδία τοὺς μὲν σφυγμοὺς σκληροτέρους ἐργάζεται καὶ μικρούς· ἀορ‐ γητότατοι δὲ πάντων οὗτοι· ὀργισθέντες δὲ φυλάττουσι τὴν μῆνιν· εἰσὶ δὲ καὶ ἄτριχοι τὰ στέρνα μάλιστα πάντων.

5

.

50

t

Ἥπατος κράσεως διάγνωσις.

5

.

50

.

1

Ἥπατος θερμοῦ μὲν γνωρίσματα φλεβῶν εὐρύτης, ἡ ξανθὴ χολὴ πλείων, ἐν τῷ χρόνῳ δὲ τῆς ἀκμῆς καὶ ἡ μέλαινα, θερμότερον αὐτοῖς τὸ αἷμα, καὶ διὰ τοῦτο καὶ τὸ σύμπαν σῶμα, πλὴν εἰ μὴ τὰ κατὰ τὴν
καρδίαν ἀντιπράττοι, δασύτης τῶν καθ’ ὑποχόνδριά τε καὶ γαστέρα·
5ψυχροτέρου δὲ στενότης φλεβῶν, φλέγμα πλέον, αἷμα ψυχρότερον, ἡ σύμπασα τοῦ σώματος ἕξις ψυχροτέρα, χωρὶς εἰ μή τι πρὸς τῆς καρ‐ δίας θερμαίνοιτο, ψιλὰ τριχῶν ὑποχόνδρια καὶ γαστήρ· ξηροτέρου δὲ τὸ μὲν αἷμα παχύτερόν τε καὶ ὀλιγώτερον, καὶ αἱ φλέβες ξηρότεραι,

5

.

50

.

2

καὶ ἡ σύμπασα τοῦ σώματος ἕξις ξηροτέρα. τοῦ δ’ ὑγροτέρου γνω‐ ρίσματα τὸ μὲν αἷμα πλέον τε καὶ ὑγρόν, αἱ φλέβες δὲ μαλακώτεραι· οὕτω δὲ καὶ τὸ σύμπαν σῶμα, πλὴν εἰ μὴ τὰ κατὰ τὴν καρδίαν ἀντι‐

5

.

50

.

3

πράττοι. θερμοῦ δ’ ἅμα καὶ ξηροῦ σημεῖα λασιώτατον ὑποχόνδριον καὶ αἷμα παχύτερόν τε ἅμα καὶ ὀλιγώτερον, ἡ πικρὰ χολὴ πλείστη (κατὰ δὲ τὴν ἀκμὴν καὶ ἡ μέλαινα), φλεβῶν εὐρύτης καὶ σκληρότης, οὕτω δὲ καὶ τὸ σύμπαν σῶμα θερμὸν καὶ ξηρόν· ἡ μὲν γὰρ ἀπὸ καρ‐
5δίας ὁρμωμένη θερμότης νικῆσαι δύναται τὴν ἐξ ἥπατος ὁρμωμένην ψυχρότητα, καθάπερ γε καὶ ἡ ψυχρότης τὴν θερμότητα· τὴν ξηρότητα δ’ οὐχ οἷόν τε πρὸς τοὐναντίον ὑπὸ τῆς καρδίας ὑγροτέρας γενομέ‐

5

.

50

.

4

νης ἀχθῆναι. δῆλον δ’ ὡς, ἐπειδὰν ἐς ταὐτὸν συνδράμωσι τῶν ἀρχῶν ἀμφοτέρων αἱ κράσεις, ὅλον ἀκριβῶς τὸ σῶμα κατ’ ἐκεῖνο διατίθεται.

5

.

50

.

5

τὸ δ’ ὑγρὸν ἅμα καὶ θερμὸν ἧπαρ ἧττον μὲν τοῦ θερμοῦ καὶ ξηροῦ τὰ καθ’ ὑποχόνδριον ἐργάζεται λάσια, πλεῖστον δ’ αἷμα καὶ φλέβας μεγάλας καὶ τὴν ἕξιν ὑγρὰν καὶ θερμήν, εἰ μὴ τὰ κατὰ τὴν καρδίαν

5

.

50

.

6

ἀντιπράττοι. εἰ δ’ ἐπὶ πλεῖον ἀμφοτέραις ταῖς ποιότησιν ἐκτραπείη τοῦ κατὰ φύσιν, ἑτοίμως ἁλίσκονται τοῖς σηπεδονώδεσι καὶ κακοχύμοις νοσήμασιν· ἔτι δὲ μᾶλλον, εἰ ἐπὶ πλεῖστον μὲν αὐξηθείη τὸ ὑγρόν, ἐπ’

5

.

50

.

7

ὀλίγον δὲ τὸ θερμόν, καὶ κακόχυμοι γίνονται. τὸ δ’ ὑγρόν τε καὶ ψυχρὸν ἄτριχον μὲν ἔχει τὸ ὑποχόνδριον, αἷμα δ’ ἐργάζεται φλεγματικώτερον ἅμα φλεβῶν στενότητι, καὶ τὸ σύμπαν σῶμα παραπλησίως ἔχει, εἰ μὴ

5

.

50

.

8

πρὸς καρδίας ἐπὶ τἀναντία μετάγοιτο. τὸ δὲ ψυχρὸν ἅμα καὶ ξηρὸν ὀλίγαιμόν τε καὶ στενόφλεβον ἐργάζεται τὸ σῶμα καὶ ψυχρότερον ὑπο‐ χόνδριόν τε ψιλόν, εἰ μὴ κἀνταῦθα νικήσειεν ἡ καρδία.

5

.

51

t

Διόρθωσις τῶν θερμῶν δυσκρασιῶν.

5

.

51

.

1

Ἐπεὶ δὲ ταῖς θερμαῖς δυσκρασίαις πλεονάζει τὸ χολῶδες, κάτω
μὲν ὑπιόντος αὐτοῦ, πρόδηλον ὡς οὐδὲν χρὴ περιεργάζεσθαι· πρὸς δὲ τὴν ἄνω γαστέρα φερομένου, δι’ ἐμέτων ἐκκενοῦν μετὰ 〈τὰ γυμνάσια

5

.

51

.

2

πρὸ τῆς τροφῆς ἀφ’ ὕδατοσ〉. γυμνάζεσθαι δ’ αὐτοὺς βέλτιον οὐκ ὀξὺ καὶ σύντονον γυμνάσιον, ἀλλὰ σχολαίτερόν τε καὶ μαλακώτερον· τινὲς δὲ τῶν σφόδρα θερμῶν οὐδ’ ὅλως χρῄζουσιν, ἀλλ’ ἀρκεῖ περίπατος καὶ λουτρὸν αὐτοῖς· οὗτοι δὲ καὶ τοῖς μετὰ τροφὴν λουτροῖς χαί‐

5

.

51

.

3

ρουσιν. οἱ δὲ μετὰ ξηρότητος δέονται διαίτης ὑγραινούσης διά τε τῶν ὑγραινόντων ἐδεσμάτων καὶ λουτρῶν καὶ ἀποχῆς γυμνασίων συντόνων καὶ πολλῶν, ὥστε θέρους ὥρᾳ καὶ θᾶττον λούεσθαι, καὶ μετὰ τροφὴν

5

.

51

.

4

αὖθις τὸ δεύτερον [τὸ δ’ ὑγρόν]. ὀνίνησι τούτους καὶ ἡ τοῦ ψυχροῦ

5

.

51

5,6

πόσις. ἐναντιώτατα ταῖς ξηραῖς κράσεσιν ἀφροδίσια· φείδεσθαι δ’ αὐτοὺς

5

.

51

.

6

(2)

χρὴ μάλιστα κόπων τε καὶ ἐγκαύσεων καὶ φροντίδων καὶ ἀγρυπνιῶν.

5

.

51

.

7

αἱ δ’ ὑγραὶ τῇ φύσει ἐν τῇ τῶν παίδων ἡλικίᾳ ῥευματικοῖς τε καὶ πληθωρικοῖς ἁλίσκονται νοσήμασι, καὶ πρὸς τούτοις τοῖς σηπεδονώδεσιν.

5

.

51

.

8

δέονται τοίνυν γυμνασίων τε πλειόνων ἀκριβοῦς τε τῆς ἐν γαστρὶ πέψεως· διὸ καὶ πρὸ τροφῆς δὶς καὶ τρὶς οὗτοι λουόμενοι καὶ τοῖς

5

.

51

.

9

αὐτοφυέσι θερμοῖς ὕδασι χρώμενοι μάλιστα ὠφελοῦνται. καὶ τῶν ἀπορροιῶν δὲ προνοεῖν χρὴ διά τε λουτρῶν καὶ γυμνασίων πολλῶν

5

.

51

.

10

πρὸ τροφῆς ἐκκρίσεών τε δι’ οὔρων καὶ γαστρός. οὐδὲν δὲ κωλύει καὶ ἀποφλεγματισμοῖς ποτε χρῆσθαι καὶ καθάρσεσιν εὐχύμοις τε ἐδέ‐ σμασι καὶ οἴνου πόσει τὴν οὔρησιν κινοῦντος.

5

.

52

t

Διόρθωσις τῶν ψυχρῶν δυσκρασιῶν.

5

.

52

.

1

Τῶν δὲ ψυχρῶν δυσκρασιῶν τρεῖς εἰσι διαφοραί, ὧν χειρίστη μέν ἐστιν ἡ ξηρὰ κρᾶσις· ὃ γὰρ ἐν χρόνῳ τοῖς γηρῶσι γίνεται, τοῦτο εὐθὺς

5

.

52

.

2

ἐξ ἀρχῆς ὑπάρχει τούτοις. ὑγραίνειν τε οὖν αὐτοὺς χρὴ καὶ θερμαί‐ νειν· ἔσται δὲ τοῦτο γυμνασίοις τε συμμέτροις καὶ τροφαῖς ὑγραῖς τε
καὶ θερμαῖς οἴνου τε πόσει τῶν θερμοτέρων ὕπνοις τε πλείοσι, προ‐ νοουμένων ἡμῶν ὅπως τὰ καθ’ ἑκάστην ἡμέραν ἐν τῷ σώματι γεννώ‐

5

.

52

.

3

μενα περιττώματα ἐκκενοῦται πάντα. τὰ δ’ ἀφροδίσια πάντας τοὺς ξηροτέρους βλάπτει, καὶ μάλιστα τοὺς πρὸς τῇ ξηρότητι καὶ ψυχρούς·

5

.

52

.

4

μόνοις δ’ ἐστὶν ἀβλαβῆ τοῖς θερμοῖς καὶ ὑγροῖς. μοχθηραὶ δ’ αἱ μεθ’ ὑγρότητος ψυχραὶ κράσεις εἰσί, καὶ μάλιστα αὗται τοῖς ῥευματικοῖς ἁλίσκονται νοσήμασιν, ὀνίνησι δ’ αὐτοὺς ἀλουσία τε καὶ γυμνάσια

5

.

52

.

5

πλείονα καὶ δίαιτα λεπτοτέρα καὶ χρίσματα μετρίως θερμότερα. ὅσοι δὲ ψυχρότεροι μέν εἰσι φύσει, συμμέτρως δ’ ἔχουσι τῆς κατὰ τὸ ξηρόν τε καὶ ὑγρὸν κράσεως, ἐπεγείρειν τε αὐτῶν καὶ ῥωννύναι τὴν θερμα‐ σίαν, ἐν δὲ τῇ καθ’ ὑγρότητα καὶ ξηρότητα τῆς ὅλης διαίτης ἰδέᾳ τὸ
5μέσον ἐκλέγειν.

5

.

53

t

Ἴασις τῶν ξηρῶν δυσκρασιῶν ἐπὶ γαστρὸς ὡς ἐπὶ παραδείγματος.

5

.

53

.

1

Τῆς ξηρᾶς δυσκρασίας ἡ μέν ἐστιν ἐν τῷ τὰ ἐκ τῆς στερεᾶς οὐσίας ὁμοιομερῆ σώματα γενέσθαι ξηρότερα, ἥτις δὴ καὶ ἀνίατός ἐστιν· ἡ δὲ τῶν ἐξ ὑγροπαγοῦς οὐσίας 〈συνεστώτων, ὁποῖόν ἐστι πιμελὴ καὶ σάρξ, ἐκτακέντων, καὶ τρίτη γε〉 πρὸς ταύταις τῆς οἰκείας ὑγρότητος, ἐξ ἧς
5τρέφεται τὰ μόρια, τελέως ἀπολομένης· περιέχεται δ’ αὕτη κατὰ πάντα

5

.

53

.

2

τοῦ ζῴου τὰ μόρια δροσοειδῶς ἐν αὐτοῖς παρεσπαρμένη. ταύτην δ’ ἐνθεῖναι τοῖς μορίοις οὐχ οἷόν τε ἄνευ τροφῆς, καὶ διὰ τοῦτο χαλε‐

5

.

53

.

3

πωτάτη τῶν τοιούτων διαθέσεων ἡ ἴασίς ἐστιν. ἄλλη δὲ ξηρότης

5

.

53

.

4

ἐστὶν ἡ κατὰ τὰς μικρὰς ἀρτηρίας τε καὶ φλέβας συνισταμένη. ταύτας τὰς ξηρότητας θεραπεύειν προσῆκεν ὑγραινούσῃ [τε] τροφῇ πληροῦντα

5

.

53

.

5

τῆς οἰκείας ὑγρότητος ἕκαστον τῶν ὁμοιομερῶν. λουτρὸν οὖν ἐπι‐ τήδειον εὔκρατον, ἐνδιατρίβοντος τοῦ κάμνοντος πλέον τῷ ὕδατι· μετὰ

5

.

53

.

6

δὲ τὸ λουτρὸν εὐθέως γάλα διδόναι ὄνειον νεόβδαλτον. δεῖ δὲ καὶ μέλιτος ὀλίγον χλιαροῦ μιγνύειν τῷ γάλακτι, καὶ μετὰ τοῦτο ἐᾶν ἡσυ‐ χάζειν ἄχρι τοῦ δευτέρου λουτροῦ· τρίβειν δὲ τηνικαῦτα μετρίως τε
ἅμα καὶ λιπαρῶς, εἰ ἀκριβῶς κατείργασται τὸ δοθὲν γάλα, ταῖς ἐρυγαῖς

5

.

53

.

7

καὶ τῷ τῆς γαστρὸς ὄγκῳ τεκμαιρομένους. σύμμετρος δ’ ἀπὸ τοῦ πρώτου λουτροῦ πρὸς τὸ δεύτερον ὡρῶν ἰσημερινῶν τεσσάρων ἢ πέντε χρόνος, εἰ τὸ τρίτον ἔτι μέλλοις λούειν αὐτόν· εἰ δὲ μή, πλειόνων.

5

.

53

.

8

καὶ μὲν δὴ καὶ ἐπαλείφειν αὐτὸν ἐλαίῳ πρὶν ἀμφιέννυσθαι καθ’ ἕκα‐

5

.

53

.

9

στον λουτρόν. εἰ μὲν οὖν ἥδοιτο τῷ γάλακτι, καὶ μετὰ τὸ δεύτερον λουτρὸν δώσομεν· εἰ δὲ μή, πτισάνην ἀκριβῶς καθηψημένην ἢ χόν‐ δρον ὡς πτισάνην ἐσκευασμένον, εἶτ’ αὖθις ἡσυχάσαντα πρὸς τὸ τρίτον

5

.

53

.

10

ἄξομεν λουτρὸν ἢ ἄντικρυς ἐπὶ τὸ δεῖπνον. ἄρτος δ’ ἔστω παρεσκευ‐ ασμένος καλῶς πεποιημένος κριβανίτης καθαρός· ὄψον δὲ τῶν πετραίων

5

.

53

.

11

ἰχθύων ἢ ὀνίσκος ἐκ λευκοῦ ζωμοῦ. συνελόντι δὲ φάναι τὸ κεφάλαιον τῆς τροφῆς, εὔπεπτος ἔστω καὶ τρόφιμος ἥκιστά τε γλίσχρος καὶ

5

.

53

.

12

περιττωματικός. πόμα δ’ οἶνος ὑδατώδης ἔστω καὶ λευκός, καθαρός,

5

.

53

.

13

ὀλιγοφόρος, βραχεῖαν ἔχων τὴν στύψιν. μεγίστης μὲν οὖν ξηρότητος ἴασίς ἐστιν αὕτη· αἱ δὲ μέτριαι τῆς οὕτως ἀκριβοῦς οὐ δέονται διαί‐

5

.

53

.

14

της, καὶ ἁδροτέρως δ’ ἐγχωρεῖ διαιτᾶν. ὑποκείσθω δὲ παραπλησία μὲν

5

.

53

.

15

ξηρότης τῇ πρόσθεν· ἐζεύχθω δ’ αὐτῇ ψυχρότης. ἐπιμίξομεν τοῖς ἔμ‐ προσθεν τὴν τῶν θερμαινόντων ὕλην καὶ προσθήσομεν τοῖς εἰρημένοις ἐν μὲν τῇ τοῦ γάλακτος χρήσει τὸ μέλι πλέον, οἶνον δ’ ἧττον ὑδαρῆ

5

.

53

.

16

δώσομεν τοῦ πρόσθεν. ἀλλὰ καὶ αὐτὰ τὰ ἐδέσματα θερμότερα δοτέον, οὐ μόνον ταῖς φυσικαῖς κράσεσιν, ἀλλὰ καὶ ταῖς προσφάτοις ποιότησιν.

5

.

53

17,18

καὶ ναρδίνῳ μύρῳ συνεχῶς ὑπαλειπτέον ἢ μαστιχίνῳ. τῆς ψύξεως δ’

5

.

53

.

18

(2)

οὔσης πολλῆς ἅμα τῇ ξηρότητι, πρῶτον μὲν αὐτὴν χαλεπωτάτην νό‐ μιζε καὶ δυσεπανόρθωτον· τοῖς δ’ αὐτοῖς χρῆσθαι καὶ καθ’ ἑαυτὸ μέλιτι

5

.

53

.

19

ἀπέφθῳ ἀπηφρισμένῳ· τὸν δ’ οἶνον αἱρεῖσθαι παλαιότερον. ἄριστον δὲ φάρμακον ἐπὶ τῶν τοιούτων πάντων ᾧ συνεχῶς οἱ πιττωταὶ χρῶνται, καὶ χρίειν αὐτῷ δεῖ τὴν γαστέρα καὶ ἀποσπᾶν θερμὸν ἔτι τυγχάνον.

5

.

53

.

20

ὠφελεῖ δὲ τοὺς τοιούτους καὶ παιδίον εὔσαρκον συγκοιμώμενον ὡς

5

.

53

.

21

ψαύειν ἀεὶ τῶν κατ’ ἐπιγάστριον. μιγνύσθω δ’ ἑξῆς τῇ ξηρότητι θερ‐ μότης μετρία· ἐπὶ ταύτης τὴν πρώτην ἀγωγὴν φυλάξαι, ὡς μέλιτος μὲν μηδ’ ὅλως γεύεσθαι, τὸν δ’ οἶνον ἥκιστα παλαιὸν προσφέρεσθαι.

5

.

53

.

22

χλιαρὰ δὲ τὰ ἐδέσματα καὶ γαλακτώδη προσοίσομεν καὶ τὴν κοιλίαν

5

.

53

.

23

ἐπαλείψομεν ὀμφακίνῳ τε καὶ μηλίνῳ. ψύχειν δὲ τούτους ἀγωνιστι‐ κώτερον οὐκ ἀκίνδυνον πυρεκτικῆς πως οὔσης τῆς τοιαύτης κατα‐

5

.

53

.

24

στάσεως, ὅταν πλεονάζῃ τὸ θερμόν. ὑποκείσθω δὴ πάλιν ἐπικρατεῖν μὲν ἡ θερμὴ δυσκρασία, μεμῖχθαι δ’ αὐτῇ τὴν ὑγρότητα· τὴν τοιαύτην

5

.

53

.

25

δυσκρασίαν ὕδατος ψυχροῦ πόσει ἀδεέστερον θεραπεύσομεν. ἐπιτήδειος δὲ καὶ ἡ τῶν στυφόντων ἐδεσμάτων χρῆσις· ἔστω δὲ καὶ ταῦτα χωρὶς

5

.

53

.

26

τοῦ θερμαίνειν αὐστηρά. τῆς δ’ ὑγρᾶς δυσκρασίας μόνης συνισταμένης τὰ ξηραίνοντα τῶν ἐδεσμάτων ἄνευ τοῦ θερμαίνειν ἢ ψύχειν ἰσχυρῶς

5

.

53

.

27

βοηθεῖ, καὶ πρὸς τούτοις ἔνδεια τῶν συνήθων ποτῶν. τῆς δὲ μετὰ ψύξεως ὑγρᾶς δυσκρασίας ἄριστα ἰάματα τὰ δριμέα σύμπαντα· μιγνύσθω

5

.

53

.

28

δ’ αὐτοῖς καὶ τὰ στύφοντα χωρὶς τοῦ ψύχειν σαφῶς. ἄριστον δ’ ἅμα καὶ τούτοις ὀλίγον τὸ πόμα, καὶ τοῦτο τῶν θερμαινόντων ἰσχυρῶς

5

.

53

.

29

οἴνων. τῶν μὲν οὖν ἐπὶ ταῖς ποιότησι δυσκρασιῶν τοιαῦταί τινές εἰσιν ἰάσεις· ἐπεὶ δὲ πολλάκις καὶ περιεχόμενον ὑγρὸν ἐν τῷ κύτει τῆς γαστρὸς ἢ ἀναποθὲν ὑπὸ τῶν χιτώνων αὐτῆς τὰς δυσκρασίας ἐρ‐

5

.

53

.

30

γάζεται, καλῶς ἂν ἔχοι καὶ περὶ τούτων εἰπεῖν. ἡ μὲν οὖν προτέρα διάθεσις εἰ μὲν ἅπαξ συσταίη, δι’ ἐμέτων καθαρθεῖσα καθίσταται ῥᾳδίως· εἰ δ’ αὖθις ἐξ ἑτέρου τινὸς ἢ ἑτέρων ἐπιρρέει μορίων, ἀκριβοῦς δεῖται διαγνώσεως, ἡ θεραπεία δ’ αὐτοῖς ἐπακολουθήσει· τὴν μὲν γὰρ σύμ‐
5πασαν θεραπείαν τῷ πεπονθότι χρὴ προσάγειν, προνοεῖσθαι δὲ τῶν δεχομένων τοσοῦτον μόνον, ὡς μὴ ῥᾳδίως δέχοιτο τὰ ἐπιρρέοντα· γένοιτο δ’ ἂν τοῦτο διά τε τῶν στυφόντων καὶ διὰ τῶν εἰς εὐεξίαν

5

.

53

.

31

ἀγόντων τὸ πᾶν σῶμα. τὰς δ’ ἐν χιτῶνι τῆς γαστρὸς κακοχυμίας διὰ τῶν καθαιρόντων μετρίως, οἷόν ἐστιν ἀλόη καὶ τὸ δι’ αὐτῆς σκευαζό‐

5

.

53

.

32

μενον φάρμακον ἡ πικρά. γλίσχρου δ’ ἅμα φλέγματος ἐμπεπλασμένου τῇ γαστρί, δοτέον αὐτοῖς πρότερον ὅσα τέμνει τοῦτο, κἄπειτα οὕτως

5

.

53

33,34

καθαρτέον. εἰ δ’ ἐπιτηδείως ἔχοι, διὰ ῥαφανίδων ἐμείτω. εἰ δὲ μήτε

5

.

53

.

34

(2)

γλίσχρος μήτε παχὺς εἴη ὁ χυμός, ἀρκεῖ καὶ ὁ ἀπὸ τοῦ χυλοῦ τῆς πτισάνης ἔμετος καὶ ὁ ἀπὸ τοῦ μελικράτου· πίνειν δὲ καὶ ἀψινθίου

5

.

53

.

35

χυλὸν ἐν μελικράτῳ. ἀνὰ λόγον δὲ χρὴ καὶ τὰς ἐν τοῖς ἄλλοις μέρεσι γινομένας δυσκρασίας ἰᾶσθαι, τὰς ἐπιτηδείους ἐκροὰς εὑρίσκοντα τοῖς ὑγροῖς· εἰ δὲ μήτε κοιλότητα μήτε ἐκροὴν ἔχοι τὸ μόριον αἰσθητήν, ἀτμοῖς καὶ ἱδρῶσιν ἐκκενῶσαι χρὴ τοὺς πλεονάζοντας ἰχῶρας ἢ χυμοὺς
5ἐν αὐτῷ, καθάπερ γε κἂν πνεῦμα φυσῶδες ᾖ τὸ περιεχόμενον.

6

.

1

t

Ὅτι τὰ κρίσιμα σημεῖα ἐν ἀρχῇ φαινόμενα μοχθηρά.

6

.

1

.

1

Πέψεως μὲν οὐκ ἔστιν ὅτε κακῶς ἐπιφαίνεται σημεῖα, τὰ κρίσιμα δ’ ἔστιν ὅτε κακῶς· οὔτε γὰρ ἐν ταῖς ἀρχαῖς οὔτε ἐν ταῖς ἀναβά‐ σεσιν, ἀλλ’ ἐν ταῖς ἀκμαῖς αὐτὰ φαίνεσθαι χρή.

6

.

2

t

Πῶς ἐνεστῶσαν ἀρίστην κρίσιν διαγινώσκειν χρή.

6

.

2

.

1

Εἰ μὲν ὅ τε πυρετὸς λύοιτο κρινομένῳ τῷ κάμνοντι καὶ τῶν ἄλλων ἀπαλλάττοιτο συμπτωμάτων εὐχρούστερός τε γίνοιτο πρὸς λό‐ γον τῆς κενώσεως εὐσφυκτότερός τε καὶ ἰσχυρότερος ἐν ταῖς ἐπανα‐ στάσεσιν, αὕτη μὲν ἡ ἀρίστη κρίσις ἐστίν· εἰ δέ τι τούτων ἐλλείποι,
5τοσοῦτον ἀποδεῖ τῆς ἀρίστης ἡλίκη τοῦ λείποντος ἡ δύναμις.

6

.

3

t

Πῶς ἐσομένην κρίσιν προγινώσκειν χρή.

6

.

3

.

1

Εἰ μὲν ἐπιτείνοιντο καὶ προλαμβάνοιεν οἱ παροξυσμοὶ καὶ σφο‐ δρότεροι γίνοιντο πολλῷ καὶ διὰ τρίτης ἀπαντῷεν, ἐν τάχει τὸ νόσημα κριθήσεσθαι δηλοῦσιν· εἰ δ’ ἀργῶς κινοῖντο καὶ τὴν αὐτὴν ὥραν εἰσ‐ βάλλοιεν, ἐφ’ ἑκάστης τε γίνοιντο ἡμέρας, μετὰ πλείονα χρόνον ἔσεσθαι

6

.

3

.

2

σημαίνουσι τὴν κρίσιν. καὶ τῶν ἐπὶ ῥίγεσι σφοδροῖς πυρεττόντων οὐχ οἷόν τε λύσιν γενέσθαι πρὸ τοῦ πραϋνθῆναι τὸ ῥῖγος· τούτου γὰρ μηδὲν ἐνδιδόντος ἀδύνατόν ἐστιν ἤδη τὴν ἀκμὴν ἀπειληφέναι τὸ νό‐
σημα, καὶ δῆλον ὅτι πολὺ μᾶλλον οὐδὲ τὴν παρακμὴν ἐλπίζειν χρή.

6

.

4

t

Περὶ τῆς ἀπὸ τῶν οὔρων σημειώσεως.

6

.

4

.

1

Οὖρον ἄριστόν ἐστι τὸ τοῖς τῶν ὑγιαινόντων ὁμοιότατον· τοιοῦτον

6

.

4

.

2

δ’ ἐστὶ τὸ ὑπόπυρρόν τε ἅμα καὶ ὑπόξανθον. εὐθὺς δὲ τοῦτο καὶ πάχους συμμέτρως ἔχει· οὔσης γὰρ τριττῆς διαφορᾶς τῶν θολερῶν οὔρων (ἢ γὰρ οὐρηθέντα τοιαῦτα καθίσταται μετ’ ὀλίγον, ἢ μένει παραπλήσια μέχρι παντός, ἢ καθαρὰ μὲν ἐκκρίνεται, μετὰ ταῦτα δ’
5ἀναθολοῦται), μοχθηρὸν μὲν τὸ τρίτον εἰρημένον, ἐπιεικὲς δὲ τὸ πρῶ‐

6

.

4

.

3

τον, ἐν μέσῳ δ’ ἀμφοῖν ἐστι τὸ δεύτερον. τὸ δ’ ἐσχάτως ἄπεπτον, ὅπερ ἐστὶ τὸ ὑδατῶδες ἀκριβῶς, οἷον ἀπεγνωσμένης πέψεως σύμπτωμα τοῦ φλεβώδους γένους ὑπάρχει· ὅταν δὲ καὶ ταχέως διεξέρχηται, ὁ

6

.

4

.

4

καλούμενος διαβήτης γίνεται. ἀλλὰ τοῦτο μὲν ἀπέπτων οὔρων τὸ χείριστόν ἐστιν, ἐφεξῆς δ’ αὐτῷ τὸ λευκὸν οὕτως καὶ λεπτὸν οἷόνπερ τὸ ὕδωρ· τούτῳ δ’ ἐγγύς ἐστιν ἕτερον οὖρον ἐν πολλαῖς νόσοις φαι‐ νόμενον ὡς οἴνου δοκεῖν ἱκανῶς λεπτοῦ 〈καὶ λευκοῦ〉 ἔχειν τὴν χρόαν·
5τὸ δ’ ὕπωχρον ἐφεξῆς ἐστι τούτῳ, τὸ δ’ ὠχρόν, εἴη μὲν ἂν ἤδη τοῦτο καὶ ὑπόπυρρον, πέπεπται δ’ ἤδη τῆς χρόας ἕνεκα· χρὴ δ’ αὐτὸ καὶ τῷ πάχει τοσοῦτον ἀποκεχωρηκέναι τοῦ ὑδατώδους, εἰ μέλλοι πεπέφθαι

6

.

4

.

5

καλῶς, ὅσον καὶ τῷ χρώματι. εἰ δὲ τὴν κατὰ φύσιν χρόαν ἀκριβῶς φυλάττον ὑπόστασιν λευκὴν καὶ λείαν καὶ ὁμαλὴν καὶ πολλὴν ποιοῖτο, πέψεως μὲν ἂν εἴη ἀκριβοῦς γνωρίσματα, πλείονα δὲ τὸν ὠμὸν χυμὸν

6

.

4

.

6

ἐκκαθαίρεσθαι δηλοῖ. κἂν παχύτερον δ’ ᾖ μετρίως καὶ ἔχῃ τινὰ ὑπό‐ στασιν, οὐ πάντως ἤδη πέπεπται· εἰ γὰρ ἤτοι κριμνώδεις ἢ πεταλώδεις ἢ πιτυρώδεις ἢ μελαίνας ἢ πελιδνὰς ἢ χλωρὰς ἢ δυσώδεις ὑποστάσεις ἔχοι, πρὸς τῷ πᾶν τὸ τοιοῦτον ἄπεπτον εἶναι καὶ ἄλλως ὀλέθριον

6

.

4

.

7

ὑπάρχει. τὰ δ’ εὔχροά τε ἅμα καὶ ἤτοι τὰς ὑποστάσεις λευκὰς καὶ λείας καὶ ὁμαλὰς ἢ νεφέλας τινὰς ὁμοίας ἢ ἐναιωρήματα ποιούμενα πάντων ἐστὶν οὔρων τὰ χρηστότατα, καὶ μάλιστα μὲν ὧν ἡ ὑπόστασις εἴη τοιαύτη, δεύτερα δ’ ὧν ἂν ἐναιώρημα, τρίτα δ’ ὧν αἱ νεφέλαι.

6

.

4

.

8

καὶ ἁπλῶς 〈τὰ〉 τοῖς οὔροις ἐμφερόμενα χρηστῶς ὅσῳπερ ἂν ὑφίζῃ κάτω, τοσούτῳ βελτίω γίνεται.

6

.

5

t

Περὶ πτυσμάτων.

6

.

5

.

1

Ὅσα μὲν ὑπόξανθά τέ ἐστι καὶ ὑπόπυρρα 〈καὶ ὕπωχρα〉 καὶ ὕπαφρα
καὶ λεπτά, μόνης ἀπεψίας ὑπάρχει γνωρίσματα, κακὸν δ’ οὐδὲν ἐπί‐ σημον ἐνδείκνυται· τὰ δ’ ἀκράτως ξανθὰ καὶ πυρρὰ καὶ ἀφρώδη καὶ χλωρὰ καὶ γλίσχρα καὶ στρογγύλα, καὶ τούτων ἔτι μᾶλλον τὰ μέλανα
5μοχθηρά· πλὴν γὰρ τοῦ αἵματος ὅστις ἂν τῶν ἄλλων χυμῶν ἄκρατος ᾖ, μοχθηρὰν ἐνδείκνυται τὴν διάθεσιν, ἐπὶ θερμότητι φλογώδει τὴν

6

.

5

.

2

γένεσιν ἔχων. τὰ μὲν οὖν αἱματώδη τε καὶ φλεγματώδη πτύσματα

6

.

5

.

3

μέτρια· τὰ δὲ τῆς ξανθῆς ἢ μελαίνης 〈χολῆσ〉 χαλεπά. προσεπισκέπτεσθαι δὲ δεῖ καὶ τὸν τῆς ἀναγωγῆς αὐτῶν πρῶτον τρόπον· εἰ γὰρ εὐπετῶς ἀναπτύοιτο, πρόδηλον ὡς τὰ τοιαῦτα μέν ἐστιν ἀγαθά, τὰ δ’ ἐναντία

6

.

5

.

4

μοχθηρά. τελέας μὲν οὖν ἐστι πέψεως γνώρισμα τὸ πτύελον ὅταν ᾖ λεῖόν τε καὶ λευκὸν καὶ ὁμαλὲς καὶ τῇ συστάσει μήτε ὑγρὸν μήτε

6

.

5

.

5

ὑπέρπαχυ, παντελοῦς δ’ ἀπεψίας τὸ μηδ’ ὅλως ἀναπτυόμενον. εἰ δὲ πτύοιτο μέν, ἀλλὰ λεπτὸν ἔτι, πέψεως ἀμυδρᾶς ἐστι σημεῖον· εἰ δ’ ἀκράτως εἴη πυρρὸν ἢ ξανθόν, οὐκ ἀγαθόν· εἰ δὲ πελιδνὸν καὶ ἰῶδες ἢ μέλαν, ὀλεθριώτατον.

6

.

6

t

Περὶ ἐφημέρων πυρετῶν.

6

.

6

.

1

Τῶν ἐφημέρων πυρετῶν ἴδιον καὶ ἀχώριστον σημεῖόν ἐστιν ἡ τῶν

6

.

6

.

2

οὔρων πέψις ἐν τῇ πρώτῃ τῶν ἡμερῶν. καὶ τὸ τῆς θερμασίας

6

.

6

.

3

δ’ ἡδὺ τῶν τοιούτων πυρετῶν ἴδιον καὶ ἀχώριστόν ἐστιν. μετὰ δὲ τὴν πρώτην λύσιν τοῦ πυρετοῦ πιστοτέραν ἕξεις τὴν διάγνωσιν· ἥ τε γὰρ τῶν ἀρτηριῶν κίνησις ἐν τῷδε καθάπαξ ὁμοιοῦται τῇ τῶν ὑγιαινόν‐

6

.

6

.

4

των, οὐδενὸς τῶν ἄλλων πυρετῶν εἰς τὸ κατὰ φύσιν ἐπανιόντος. καὶ

6

.

6

.

5

ἡ τοῦ κάμνοντος δ’ εὐφορία μέγιστον καὶ αὐτὴ σημεῖόν ἐστιν. εὐάλω‐ τοι τοῖς τοιούτοις πυρετοῖς εἰσιν ἐφ’ ὧν αἱ ἀπόρροιαι τοῦ σώματός εἰσιν οὐκ ἀτμώδεις, ἀλλὰ καὶ δριμύ τι καὶ οἷον καπνῶδες ἔχουσιν·

6

.

6

.

6

οὗτοι δ’ εἰσὶ θερμοὶ καὶ ξηροὶ τὴν κρᾶσιν καὶ ὅλως πικρόχολοι. τοὺς μὲν οὖν ἐπὶ κόπῳ πυρέξαντας λιπαρῶς τε ἅμα καὶ μαλακῶς ἀνατρί‐
βειν καὶ λούειν, τοὺς δ’ ἐπὶ ξηρότητι τρίβειν μὲν ἔλαττον τούτων, λούειν δὲ πλέον· τοὺς δ’ ἐπὶ φροντίσι καὶ λύπαις καὶ ἀγρυπνίαις καὶ
5θυμοῖς λούειν μὲν μὴ πολλάκις, ἐλαίῳ δὲ πολλῷ χλιαρῷ ἥκιστα μετέ‐ χοντι στύψεως ἀνατρίβειν βραχέα καὶ λούειν ὡς ἔθος· τοὺς δ’ ἐπ’ ἐγκαύσεσιν εὐθέως μὲν ἐξ ἀρχῆς χρὴ τοῖς ψύχουσιν ἐξιᾶσθαι καὶ λου‐ τροῖς πλείοσιν, ἥκιστα δ’ ἐλαίῳ δαψιλεῖ καὶ τρίψει· τὰ δὲ ψύχοντα

6

.

6

.

7

ῥόδινον ἔστω καὶ ἔλαιον ὀμφάκινον χωρὶς ἁλῶν ἐσκευασμένον· ψύχοντα δ’ αὐτὰ σφοδρῶς καταχεῖν δεῖ κατὰ τοῦ βρέγματος καὶ λούειν παρα‐

6

.

6

.

8

κμάσαντος τοῦ πυρετοῦ. εἰ δέ τις ψυχθεὶς πυρέξειε, καὶ τοῦτον λούειν ἐν ταῖς παρακμαῖς· εἰ δ’ ἅμα κατάρρῳ πυρέττοιεν, πρὶν πεφθῆναι λούειν οὐ χρή· τοὺς δ’ ἐπ’ ἐγκαύσει καὶ τούτων παρόντων λουστέον· τοὺς δ’ ἐπὶ ψύξει τοῖς θερμαίνουσι μετρίως διαβρέχειν τὴν κεφαλήν,

6

.

6

.

9

οἷόν ἐστι τό τε ἴρινον καὶ τὸ νάρδινον. ἐφ’ ὧν δ’ ἡ στέγνωσις πυρε‐ τὸν ἐργάζεται, τούτοις ἁρμόττει λουτρὰ γλυκέων ὑδάτων εὐκράτων

6

.

6

.

10

καὶ τρῖψις ἀραιωτικὴ καὶ γυμνάσια καὶ δίαιτα γλυκύχυμος. εἰ δὲ καὶ δι’ ἀσιτίαν γένοιτο πυρετός, τοῦ πρώτου παροξυσμοῦ παρακμάσαντος εἰσάγειν εἰς τὸ βαλανεῖον αὐτοὺς καὶ χλιαρὸν ἔλαιον πλεῖστον κατα‐ χεῖν, ἀνατρίβειν δὲ πρᾳότατα καὶ τὸ πλεῖστον τοῦ χρόνου ἐν τῇ θερμῇ
5δεξαμενῇ διατρίβειν· ἐξελθόντα δὲ καὶ ἀναλαβόντα τὴν δύναμιν εἰσάγειν εἰς τὸ λουτρόν, καὶ μετὰ ταῦτα πιόντα θερμὸν ὕδωρ διδόναι πτισάνης χυλόν, ἐνίοτε δὲ καὶ θριδακίνης καὶ τῶν ἁπαλοσάρκων ἰχθύων ἐν λευκῷ

6

.

6

.

11

ζωμῷ. κοινὸν δὲ πάντων εἶδος ἔστω τῆς διαίτης εὔχυμον, εὔπεπτον, οὐδαμόθεν κατὰ τοὺς πόρους ἰσχόμενον· οἶνον δὲ διδόναι τὸν ὑδατώδη

6

.

6

.

12

καὶ ὄψει καὶ δυνάμει. δεῖ δὲ κατὰ τὴν πρώτην εἰσβολὴν ἐνίοτε τοῦ πρώτου παροξυσμοῦ τούτων τινὰς τρέφειν, ἐφ’ ὧν ἡ δυσκρασία τοῦ

6

.

6

.

13

σώματος ἐπὶ τὸ θερμὸν καὶ ξηρὸν ἐκτρεπομένη πυρετοὺς ἀπάπτει. οἱ δ’ ἐπὶ βουβῶσι πυρέξαντες οὐδὲ πυνθάνονται τῶν ἰατρῶν ὅ τι χρὴ ποιεῖν, ἀλλὰ τοῦ ἕλκους, ἐφ’ ᾧπερ, ἂν ὁ βουβὼν γένηται, προνοη‐ σάμενοι λούονται κατὰ τὴν παρακμὴν τοῦ γενομένου παροξυσμοῦ.

6

.

6

.

14

εἴργειν δ’ αὐτοὺς οἴνου προσήκει πρὶν τοὺς βουβῶνας λυθῆναι, καὶ
λεπτότερον διαιτᾶν.

6

.

7

t

Γαληνοῦ τῶν ἐπὶ σηπεδόνι πυρετῶν διάγνωσις.

6

.

7

.

1

Τῶν ἐπὶ σήψει πυρετῶν διάγνωσις τὸ μηδὲν τῶν προκαταρκτικῶν

6

.

7

.

2

αἰτίων ἡγήσασθαι. καὶ τὸ ἀπὸ ῥίγους δ’ ἄρξασθαι τὸν πυρετόν, οὔτε ἐγκαύσεως οὔτε ἐμψύξεως ἰσχυρᾶς προηγησαμένης, ἴδιόν ἐστι καὶ αὐτὸ τῶν ἐπὶ σηπεδόνι πυρετῶν, ὥσπερ καὶ τὸ τῆς θλίψεως τῶν σφυγμῶν (οὕτως δ’ ὀνομάζουσιν, ὅταν ἀρχομένου τοῦ παροξυσμοῦ μικροὺς ἱκα‐
5νῶς ἔχωσι καὶ ἀνωμάλους αὐτούς)· ἴδιον γάρ ἐστιν ἐξαίρετον τοῦτο

6

.

7

.

3

τῶν τοιούτων πυρετῶν. μέγιστον δὲ γνώρισμα τῶν ἐπὶ σήψει πυρετῶν ἐστι καὶ ἡ τῆς θερμασίας ποιότης· καπνώδης γάρ ἐστιν ὡς διαγινώσκειν

6

.

7

.

4

τῇ ἁφῇ. ἴδιόν ἐστι μάλιστα τῶν τοιούτων πυρετῶν καὶ ἡ τῶν οὔρων

6

.

7

.

5

ἀπεψία, καὶ ἡ ἀμυδρὰ δὲ πέψις. μέγα δὲ καὶ ἀξιόλογον γνώρισμα πέψεως ἐν τοῖς πρώτοις οὔροις οὐδέποτε φαίνεται κατὰ τοὺς τοιού‐ τους πυρετούς.

6

.

8

t

Ἴασις τῶν ἐπὶ σηπεδόνι πυρετῶν.

6

.

8

.

1

Τῶν δυνάμεων ἰσχυρῶν ὑπαρχουσῶν τὸν ἐπὶ σηπεδόνι πυρέσσοντα φλεβοτομητέον αὐτίκα χωρὶς ἀπεψίας τῆς κατὰ γαστέρα· τῆς δυνά‐ μεως δ’ ἀσθενοῦς ὑπαρχούσης ἢ κωλυούσης τῆς ἡλικίας, οὐ φλεβοτο‐

6

.

8

.

2

μήσεις. μετὰ δὲ τὴν κένωσιν τοῦ αἵματος ἐκκαθαίρειν χρὴ τὰ σεσηπότα δι’ οὔρων καὶ γαστρὸς καὶ ἱδρώτων· εἰ δ’ αὐτόματά ποτε τὴν ὁρμὴν ἐπὶ τὸ στόμα τῆς γαστρὸς ποιήσαιτο, καὶ δι’ ἐμέτων· ἄλλως δ’ οὐ

6

.

8

.

3

χρὴ παρὰ φύσιν ἐρεθίζειν. ἐκλεκτέον δ’ ὕλας ὅσαι χωρὶς τοῦ θερμαί‐ νειν καὶ ξηραίνειν ἱκαναὶ τὰς εἰρημένας κενώσεις ἐργάζεσθαι, καθάπερ ὅ τε τῆς πτισάνης χυλὸς καὶ τὸ μελίκρατον ὀξύμελί τε καὶ ἀπόμελι καὶ ἡ τοῦ σελίνου ῥίζα· μὴ διαχωρούσης δὲ τῆς κοιλίας, κλύζειν μελι‐

6

.

8

.

4

κράτῳ δι’ ἐλαίου. τὸ δ’ ὅλον σῶμα πρὶν μὲν κενῶσαι μανοῦν οὐ χρή· κενώσαντα δ’ ἐγχωρεῖ μανοῦν φαρμάκῳ χλιαρὰν ἔχοντι τὴν θερμασίαν,

6

.

8

.

5

ὁποῖόν ἐστι τὸ διὰ τοῦ χαμαιμήλου. ἐν τούτῳ τῷ καιρῷ καὶ οἶνος
πινόμενος ὑδατώδης ἁπάσας κινεῖ τὰς ἐκκρίσεις, καὶ λουτρὸν εὔκρατον ἐκ γλυκέος ὕδατος, ἀλλ’ ὅταν ἀνθίστηται τὸ μέγεθος τοῦ πυρετοῦ, οὔτε οἴνῳ χρηστέον οὔτε λουτρῷ οὔτε ἀλείμμασιν ἀραιωτικοῖς, ἀλλὰ
5τὸ ψυχρὸν ὕδωρ ἐν τούτοις τοῖς πυρετοῖς πινόμενον ἐπιτηδειότατον,

6

.

8

.

6

εἰ μή τι καὶ τοῦτο κωλύει. εἰ μὲν οὖν αἱ δυνάμεις ἰσχυραὶ πᾶσαι τύχοιεν οὖσαι, καὶ ὁ πυρετὸς διακαέστατος, καὶ τὰ τῆς πέψεως ἐναργῆ σημεῖα, τὸ ψυχρὸν διδόναι θαρροῦντα· εἰ δὲ καὶ εὔσαρκος εἴη, καὶ ἡ κατάστασις θερμὴ καὶ ξηρά, κἂν εἰς κολυμβήθραν ἑαυτὸν ἐμβάλλῃ ψυ‐
5χράν, οὐ βλαβήσεται· μετρίου δ’ ὑπάρχοντος τοῦ πυρετοῦ καὶ τῶν δυνάμεων οὐκ ἰσχυρῶν ἅμα τοῖς τῆς πέψεως σημείοις ὠφελεῖ τοὺς τοιούτους τὰ βαλανεῖα καὶ ἡ τοῦ οἴνου πόσις, ὅσα τε τῶν ἀλειμμάτων μανωτικά.

6

.

9

t

Τριταίων διάγνωσις.

6

.

9

.

1

Ὁ μὲν τριταῖος πυρετὸς ἔκγονος ὑπάρχων τῆς ξανθῆς χολῆς κινουμένης εὐθὺς κατ’ ἀρχὰς ῥῖγος οὐκ ἀγεννὲς ἐπιφέρει διαφέρον τοῦ τεταρταϊκοῦ ῥίγους τῷ κεντεῖσθαι δοκεῖν καὶ τιτρώσκεσθαι τὸν χρῶτα· ἐν δὲ τοῖς τεταρταίοις ἡ εἰσβολὴ κατάψυξιν ἔχει σφοδροτέραν·
5τῶν δ’ ἀμφημερινῶν οὐδὲ προηγεῖται ῥῖγος, ἀλλὰ περιψύχονται μόνον.

6

.

9

2,3

ἔστι δ’ ἐν τοῖς τριταίοις καὶ τάξις ἀκριβὴς τῶν σφυγμῶν. ἐπιφέρει

6

.

9

.

3

(2)

δὲ δίψος κατὰ τὰς ἀκμὰς σφοδρὸν ὁ τριταῖος καὶ διακαίει τὸν ἄν‐ θρωπον, καὶ μικρὸν ὕστερον παρακμάζει, καὶ τὸ θερμὸν ὁμαλῶς ἐκτέ‐ ταται πάντῃ· εἰ δ’ ἐπιβάλλοις τὴν χεῖρα, κατὰ μὲν τὴν πρώτην ἐπι‐
5βολὴν ἀπαντᾷ θερμασία πολλὴ καὶ δριμεῖα καὶ οἷον μετ’ ἀτμοῦ τινος

6

.

9

.

4

ἀναφερομένη, νικᾶται δ’ ὀλίγον ὕστερον ὑπὸ τῆς χειρός. πιόντος δὲ τοῦ κάμνοντος αὐτίκα δὴ μάλα πλῆθος ἄνεισιν ἀτμοῦ θερμοῦ διὰ τοῦ δέρματος ἀγγέλλον ἱδρῶτας· ἔμετος δ’ ἐπιφαίνεται χολῆς, ἢ γαστήρ

6

.

9

.

5

που κατέρρηξε, καὶ οὐροῦσι χολώδη. ἐπὶ τούτοις εἰς ἀπυρεξίαν παύεται τὸν σύμπαντα χρόνον τοῦ παροξυσμοῦ ὡρῶν οὐ πλειόνων δυοκαίδεκα

6

.

9

.

6

ποιησάμενος. τὸν μὲν οὖν ἐντὸς τῶν δυοκαίδεκα ὡρῶν παυόμενον
ἀκριβῆ τριταῖον ὠνομάσαμεν· ὅστις δ’ ἂν ἔχῃ πολυχρονιώτερον τούτου τὸν παροξυσμόν, ἐκεῖνον ἁπλοῦν τριταῖον ὠνομάσαμεν· ὅστις δ’ ἂν ἐπὶ πλεῖστον μὲν ἐκτεταμένον τὸν παροξυσμόν, ὀλίγον δὲ τὸ διάλειμμα,
5τοῦτον αὖ πάλιν ὠνομάσαμεν ἐκτεταμένον τριταῖον.

6

.

10

t

Θεραπεία τριταίου.

6

.

10

.

1

Τὸν ἀκριβῆ τριταῖον, ὡς ἂν ὑπὸ ξανθῆς χολῆς γινόμενον, ὑγραί‐ νειν τε δεῖ καὶ ψύχειν καὶ τὸ μὲν εἰς τὴν γαστέρα συρρέον κενοῦν δι’ ἐμέτων τε καὶ κάτω, καὶ τοῖς οὔροις δὲ καὶ τοῖς ἱδρῶσι ποδηγεῖν.

6

.

10

.

2

τὴν μὲν οὖν γαστέρα μαλακοῖς κλύσμασι κινεῖν· τὰ δ’ οὖρα προτρέπειν σελίνου τε καὶ ἀνήθου τοῖς πόμασιν ἐναποβρέχοντα, καὶ ἤν σοι σημεῖα πέψεως φαίνηται, θαρρῶν ἤδη καὶ τοῦ ἀψινθίου διδόναι· λουτρὰ δὲ δι’ ὕδατος θερμοῦ ποτίμου, καὶ μήτε νίτρου μήτε ἁλῶν μήτε νάπυος
5ἐν τοῖς λουτροῖς προσπάττειν, ἀλλ’ ὅτι μάλιστα θερμὸν ἔλαιον περιχέας

6

.

10

.

3

ἐμβιβάζειν. τοὺς δὲ φιλολούτρους οὐδ’ εἰ δὶς λούοις, ἁμαρτάνοις ἄν· εἰ δὲ καὶ πέψεως σημεῖα τῆς νόσου φαίνοιτο, κἂν εἰ πλεονάκις λούοις,

6

.

10

.

4

οὐκ ἂν ἁμάρτοις. οἴνου δέ, πρὶν μὲν πέττεσθαι τὸ νόσημα, παντάπασιν εἴργειν, ἀρξαμένου δὲ πέττεσθαι λεπτὸν καὶ ὑδαρῆ καὶ ὀλίγον τήν γε

6

.

10

.

5

πρώτην διδόναι· σιτία δ’ ὅσα ὑγραίνει καὶ ψύχει χρήσιμα. ἀπέχειν δὲ μέλιτος καὶ νάπυος καὶ ταρίχου καὶ τῶν δριμέων πάντων καὶ οἴνων τῶν φύσει θερμῶν.

6

.

11

t

Θεραπεία νόθων τριταίων.

6

.

11

.

1

Λούειν ἐπὶ τῶν νόθων τριταίων οὐκ ἀγαθὸν κατ’ ἀρχάς, ἀλλ’ ἡνίκα ἂν ἤδη φαίνηται τὰ σημεῖα τῆς πέψεως, οὐδὲ καθ’ ἡμέραν τρέ‐

6

.

11

.

2

φειν, ἀλλ’ ἀρκεῖ παρὰ μίαν. ἡσυχία δὲ καὶ θάλψις τῶν καθ’ ὑπο‐ χόνδριον αὐτοῖς συμφέρει καὶ ῥοφήματα εὐπεπτότατα καὶ κλύσματα τῆς κάτω γαστρὸς μὴ πάνυ μαλακά, καὶ εἰ αἵματος ἀφαιρέσεως χρεία,

6

.

11

.

3

μηδὲ τοῦτο παραλιπεῖν. ἡ δ’ ὅλη τῆς διαίτης κατάστασις οὐ ψύχουσα καὶ ὑγραίνουσα τὸ σύμπαν, ἀλλά τι καὶ τοῦ γε τμητικωτέρου τρόπου

6

.

11

.

4

προσεπιλαμβανέσθω. μάλιστα δ’ ἂν ἁρμόσειεν αὐτοῖς ὁ τῆς πτισάνης χυλὸς ἐμβαλλομένου πεπέρεως ἢ ὑσσώπου ἢ ὀριγάνου καὶ στάχυος

6

.

11

.

5

νάρδου. καὶ μελικράτῳ δὲ πεπέρεως ἐμβάλλων καὶ συνέψων δίδου πίνειν, καὶ τὰ ἄλλα δ’ ὅσα οὔρησιν κινεῖ πλὴν τῶν σφοδρῶς θερμαι‐

6

.

11

.

6

νόντων τε καὶ ξηραινόντων· μάλιστα δὲ τοῦ ἀψινθίου διδόναι μετὰ

6

.

11

.

7

τὴν ἑβδόμην ἡμέραν. καὶ μὲν δὴ καὶ ὀξύμελι πολλοὺς ὤνησε πινόμε‐ νον καί τι τῶν ἐπιεικῶν ὑπηλάτων· ὁ δ’ ἐπὶ τοῖς σιτίοις ἔμετος τοῖς ἐν τούτῳ τῷ πυρετῷ χρονίζουσι χρησιμώτατος.

6

.

12

t

Τεταρταίων διάγνωσις.

6

.

12

.

1

Ὁ τεταρταῖος τὴν εἰσβολὴν ποιεῖται μετὰ πολλῆς καταψύξεως ἅτε 〈ἐκ〉 ψυχροῦ χυμοῦ, τῆς μελαίνης χολῆς, τὴν γένεσιν ἔχων, ἀλλὰ καὶ τὸ θερμὸν καὶ διακαὲς οὐκ ἔχει τοῦ πυρετοῦ καθάπερ ὁ τριταῖος·

6

.

12

2,3

ἀλλ’ οὐδὲ χολῆς ἔμετος παρακολουθεῖ. ἐπὶ τούτοις εἰ λευκὰ καὶ λεπτὰ

6

.

12

.

4

καὶ ὑδατώδη 〈τὰ〉 οὖρα τυγχάνοι, τεταρταῖος ἂν εἴη ὁ πυρετός. ἐξ‐ αίρετον δ’ ἂν εἴη τεταρταίου γνώρισμα μέγας καὶ ἀραιὸς σφυγμός.

6

.

13

t

Θεραπεία τεταρταίου.

6

.

13

.

1

Τοὺς τεταρταῖον νοσοῦντας πρᾴως ἄγειν, μήτε φάρμακον μηδὲν ἰσχυρὸν προσάγοντας μήτε κένωσιν, εἰ μή τι ἄρα φαίνοιτο πλεονάζον αἷμα, ἡνίκα χρὴ φλεβοτομεῖν· δίαιταν δ’ ἄφυσον καὶ χρηστὴν προσάγειν καὶ μαλάττειν τὴν γαστέρα διὰ τῶν συνήθων· εἰ δὲ μηδὲν ἀνύει ταῦτα,
5κλύσμασι χρῆσθαι, κατ’ ἀρχὰς μὲν μαλακοῖς, ὕστερον δὲ καὶ δριμυτέ‐ ροις· χοιρείων δὲ κρεῶν εἴργειν αὐτοὺς καὶ πάντων ὅσα γλίσχρα καὶ βραδύπορα καὶ τῶν ψυχόντων καὶ ὑγραινόντων ἐδεσμάτων ἁπάντων· οἴνῳ δὲ χρῆσθαι λεπτῷ καὶ λευκῷ καὶ συμμέτρως θερμῷ· ταρίχει δὲ καὶ νάπυϊ χρῆσθαι καὶ δι’ ἡμερῶν τινων τοῦ διὰ τριῶν πεπέρεων

6

.

13

.

2

λαμβάνειν ἢ τοῦ Διοσπολιτικοῦ φαρμάκου. καὶ εἰ πεπέρεως δὲ μόνου

6

.

13

.

3

σὺν ὕδατι λαμβάνοιεν καθ’ ἑκάστην ἡμέραν, ὀρθῶς ἂν ποιοῖεν. εἰ δ’ ἐν ἀκμῇ τοῦ νοσήματος ὁ κάμνων εἴη, τότε χρὴ διαιτᾶν μὲν λεπτό‐ τερον, εὐθὺς δὲ καὶ ἡσυχάζειν κελεύειν ἐς μακρὸν καὶ τῶν σπλάγχνων προνοεῖν διὰ τῶν μαλαττόντων καὶ χαλώντων· ἐφεξῆς δὲ τοῖς οὐρητικοῖς
5φαρμάκοις χρῆσθαι, καὶ εἰ τὰ τῆς πέψεως φαίνοιτο σημεῖα, καθαίρειν τηνικαῦτα τοῖς τοὺς μελαγχολικοὺς χυμοὺς κενοῦσιν, οὐχ ἅπαξ μόνον, ἀλλὰ καὶ πλεονάκις· μετὰ δὲ σφοδρὰν κάθαρσιν καὶ τοῦ δι’ ἐχιδνῶν φαρμάκου διδόναι καὶ τῶν ἄλλων ὅσα πρὸς τοὺς τοιούτους ἐπαινεῖται πυρετούς, ἐν οἷς ἐστι καὶ τὸ σύνηθες ἡμῖν ἁπάντων δοκιμώτατον ὀποῦ
10Κυρηναϊκοῦ λαμβάνειν.

6

.

14

t

Ἀμφημερινοῦ διάγνωσις.

6

.

14

.

1

Ὁ δ’ ἀμφημερινὸς οὐδαμῶς μετὰ ῥίγους εἰσβάλλει κατὰ τὴν πρώ‐ την ἡμέραν εὐθύς, ἀλλὰ καὶ προήκοντος τοῦ χρόνου περίψυξις μᾶλλον ἢ ῥῖγος γίνεται· δυσεκθέρμαντος δ’ ἐστὶ καὶ πολυχρόνιον ἔχει τὴν ἀνάβασιν, οὐ μὴν οὐδὲ διακαίει τοὺς κάμνοντας οὐδὲ πολὺ καὶ πυκνὸν

6

.

14

.

2

ἀναπνεῖν ἀναγκάζει οὐδ’ ἐκφυσᾶν ἢ πίνειν ψυχρόν. γίνονται δὲ καὶ

6

.

14

.

3

φλεγματώδεις ἔμετοι. καὶ ὅσα διὰ γαστρὸς ἐκκενοῦται, ψυχρότερα καὶ

6

.

14

.

4

ὠμότερα καὶ ὑδατωδέστερα ἐν τούτοις τοῖς πυρετοῖς εὑρήσεις. καὶ

6

.

14

.

5

ἱδροῦσιν ἥκιστα περὶ τὰς πρώτας ἡμέρας. οὐδ’ εἰς ἀπυρεξίαν ἔρχονται, καὶ ὠχρόλευκος δὲ τούτοις ἡ χρόα· τὰ δ’ οὖρα λεπτὰ καὶ λευκὰ ἢ παχέα καὶ θολερὰ ἢ ἐρυθρά.

6

.

15

t

Θεραπεία ἀμφημερινῶν.

6

.

15

.

1

Θεραπεύοντες δ’ ἀμφημερινὸν ὀξυμέλιτί τε χρώμεθα τὰς πρώτας

6

.

15

.

2

ἡμέρας καὶ τοῖς οὖρα προτρέπειν καλῶς δυναμένοις. καὶ τὸ σύμπαν

6

.

15

.

3

σοι τῆς διαίτης εἶδος τμητικὸν ἔστω. περὶ δὲ τὴν ἀκμὴν χρὴ προ‐ νοεῖσθαι τῆς γαστρός, μάλιστα δὲ τοῦ στόματος αὐτῆς, κἄπειτα καὶ ἐμεῖν ἀπὸ ῥαφανίδων καὶ σιτίων κελεύειν καὶ τοῖς φλέγμα κενοῦσιν
ὑπηλάτοις χρῆσθαι.

6

.

16

t

Περὶ συνεχῶν πυρετῶν.

6

.

16

.

1

Οἱ συνεχεῖς ὁμογενεῖς πυρετοὶ καλοῦνται ἑκάστῳ τῶν διαλειπόν‐ των, τριταίῳ μὲν ἀκριβεῖ ὁ ἀκριβὴς καῦσος, ἀμφημερινῷ δ’ ὁ καθ’ ἑκάστην ἡμέραν παροξυνόμενος, εἰς ἀπυρεξίαν δὲ μὴ παυόμενος, οὕτω δὲ καὶ τεταρταίῳ ὁ διὰ τετάρτης· ὅ τε γὰρ ἀκριβὴς καῦσος τἄλλα
5πάντα φυλάττων ἀκριβοῦς τριταίου γνωρίσματα μόνῳ τῷ μὴ μετὰ ῥίγους εἰσβάλλειν μήτε εἰς ἀπυρεξίαν παύεσθαι διενήνοχεν, ὅ τε καθ’ ἑκάστην ἡμέραν παροξυνόμενος ὁμοίως πάντα ἔχει τὰ γνωρίσματα τοῖς ἀκριβέσιν ἀμφημερινοῖς, τῷ μὴ παύεσθαι δ’ εἰς ἀπυρεξίαν διαφέρει τοῦ

6

.

16

.

2

ὁμογενοῦς ἀμφημερινοῦ [ὁμογενής ἐστιν αὐτοῖς]. κατὰ ταὐτὰ δὲ καὶ ὁ διὰ τετάρτης μὲν παροξυνόμενος, εἰς ἀπυρεξίαν δὲ μὴ παυόμενος

6

.

16

.

3

ὁμογενής ἐστι τῷ τεταρταίῳ. συνεχὴς μὲν οὖν ἐστι πυρετὸς ὁ εἰς ἀπυρεξίαν πρὶν τελέως λυθῆναι μὴ παυόμενος· ὅταν δὲ μηδὲ παρακμή τις φαίνηται, τοῦ γένους μέν ἐστι καὶ οὗτος τῶν καυσωδῶν, ὀξύτητι δ’ αὐτῶν διενήνοχεν.

6

.

17

t

Θεραπεία συνεχῶν πυρετῶν.

6

.

17

.

1

Τῶν συνεχῶν πυρετῶν ἴασίς ἐστι φλεβοτομία ἄχρι λειποθυμίας· μὴ φλεβοτομηθέντες δ’ οἱ τοιούτῳ πυρετῷ πυρέττοντες εἰς ἔσχατον

6

.

17

.

2

ἥκουσι κίνδυνον. εἰ δὲ διά τι κωλυθείημεν κενῶσαι διὰ φλεβοτόμου, τοῖς ἄλλοις δεῖ χρῆσθαι βοηθήμασι τοῖς ἐκφράττουσι καὶ τὸ πλῆθος

6

.

17

.

3

κενοῦσι καὶ πραΰνουσι τὸ ζέον τῶν πυρετῶν. ὅταν δέ ποτε ἐπ’ αὐτῶν ἴδῃς τὰ τῆς πέψεως τῶν χυμῶν σημεῖα, καὶ μήτε κυρίῳ μορίῳ φλεγ‐ μονώδης ὄγκος ἢ οἰδηματώδης σκιρρώδης εἴη, μήτε τι μόριον ψυχρὸν ὡς εἰς αὐτὸ κατασκῆψαι τὴν βλάβην, θαρρῶν διδόναι τὸ ψυχρόν, καὶ
5μάλιστα εἰ ψυχροπότης ὁ κάμνων εἴη.

6

.

18

t

Καύσων διάγνωσις.

6

.

18

.

1

Τοῖς καύσοις παρακολουθεῖ συμπτώματα γλῶσσα μὲν ξηρὰ καὶ τραχεῖα καὶ μέλαινα, δῆξις δὲ τῆς γαστρὸς καὶ ὑποχωρήματα ὠχρὰ
καὶ δίψα σφοδρὰ καὶ ἀγρυπνία, ποτὲ δὲ καὶ παραφροσύνη.

6

.

19

t

Καύσων θεραπεία.

6

.

19

.

1

Τῶν δύο τούτων ἀναγκαῖόν ἐστιν ἐπὶ τῶν καύσων τὸ ἕτερον γε‐ νέσθαι, εἰ μέλλοι λυθήσεσθαι τελέως, ἢ ἐκκριθῆναι τοὺς χολώδεις χυμοὺς

6

.

19

.

2

ἢ σβεσθῆναι. ἐκκρίνονται μὲν οὖν ἢ δι’ ἱδρώτων ἢ δι’ ἐμέτων ἢ διὰ τῆς κάτω γαστρός. σβέννυνται δὲ διὰ ψυχροῦ πόσεως, ᾗ διαπαντὸς

6

.

19

.

3

ἐθεραπεύσαμεν ἡμεῖς τοὺς καύσους. διαιτᾶν δὲ τοὺς καυσουμένους οὔτε ἐφ’ ὕδατος μόνου προσῆκεν οὔτε ἐπὶ μελικράτου μόνου, ἀλλ’ ὑδαρὲς μελίκρατον ἑφθὸν διδόναι· δεῖ γὰρ τοὺς οὕτω νοσοῦντας ἐπὶ μόνων

6

.

19

.

4

τῶν πομάτων διαιτᾶσθαι. λουτρὸν δὲ τοῖς καυσωδῶς νοσοῦσιν ἐκείνοις ἁρμόσει μόνοις ὅσοι χωρὶς ὄγκου φλεγμονώδους ἢ ἐρυσιπελατώδους· ἐὰν δὲ καὶ πέψεως ἔχωσι γνωρίσματα, πολὺ μᾶλλον αὐτοῖς ἁρμόσει,

6

.

19

.

5

τοῖς δὲ δι’ ἁλυκὸν χυμὸν καυσωδῶς νοσοῦσιν οὐχ ἁρμόσει. τούτους δὲ καὶ χυλῷ πτισάνης τρέφειν προσήκει.

6

.

20

t

Ἐπ’ ἐρυσιπελατώδει διαθέσει πυρετοῦ θεραπεία.

6

.

20

.

1

Ἐν πυρετοῖς ἐπ’ ἐρυσιπελατώδει διαθέσει συνισταμένοις ἀπέχεσθαι μὲν χρὴ βαλανείου τὸ σύμπαν· ὕδατι δὲ ψυχρῷ κατὰ μὲν τὴν ἀκμὴν τοῦ νοσήματος χρηστέον ἀγωνιστικῷ, τουτέστι ψυχροτάτῳ· ἐν ἀρχῇ δ’ οὐ χρηστέον, ἀλλ’ ἔξωθεν ἐπιτιθέναι χρὴ τὰ ψύχοντα, καὶ εἰ μηδὲν

6

.

20

.

2

ἀνύει, καὶ εἴσω τοῦ σώματος ἀναγκάζειν λαμβάνειν. μάλιστα δ’ αὐτῶν

6

.

20

.

3

ἁρμόττουσιν αἱ ὑγραὶ θριδακίναι. ἔξωθεν δὲ καὶ αὐτὸς μὲν ὁ τῆς θρι‐ δακίνης χυλὸς ἐπιτήδειος, ἀλλὰ καὶ ἀειζῴου, ὅσα τε ἄλλα ψύχοντα.

6

.

20

.

4

κάλλιστον δ’ ᾧ μάλιστα χρώμεθα· τὸ γὰρ ὑγρὸν ἐκθλίψαντες τῶν ψυ‐ χόντων τινὸς ἐμβάλλομεν ὅλμῳ μετ’ ἀνδράχνης, εἶτα κόψαντες ἐκ‐ πιέζομεν, ἐνστήσαντες δὲ τὸ ἀγγεῖον ὕδατι ψυχρῷ μίγνυμεν ἐπὶ τῆς χρήσεως ὀλίγον ἀλφίτου λεπτοῦ καὶ ἀναδεύσαντες ὀθόνιον δίπτυχον
5ἐπιτείνομεν ἔξωθεν αὐτὸ κατὰ τῶν ὑποχονδρίων, οὐκ ἐῶντες χρονί‐

6

.

20

.

5

ζειν, ἀλλ’ ἕτερον ψυχρὸν ἐπιτιθέντες. μίγνυμεν δ’ ἐνίοτε ἔλαιον ὀμ‐
φάκινον ἢ ῥόδινον.

6

.

21

t

Περὶ τῶν ἑκτικῶν πυρετῶν.

6

.

21

.

1

Ὁ ἑκτικὸς πυρετὸς οὐκ ἐν τοῖς ὑγροῖς καὶ τῷ πνεύματι συνίσταται

6

.

21

.

2

μόνῳ, ἀλλ’ ἤδη κἀν τοῖς στερεοῖς. ἀνώδυνος δ’ ἐστί, καὶ νομίζουσιν οἱ πυρέττοντες μηδὲ πυρέττειν ὅλως· οὐδὲ γὰρ αἰσθάνονται τῆς θερ‐

6

.

21

.

3

μασίας, ἁπάντων αὐτοῖς ὁμοίως ἐκτεθερμασμένων τῶν μορίων. διττὸν δ’ ἐστὶν εἶδος τῶν ἑκτικῶν πυρετῶν· οἱ μὲν γὰρ ἐπὶ καυσώδεσι πυρε‐ τοῖς ὡς τὰ πολλὰ γίνονται, ἤτοι μηκυνθεῖσιν εἰς τοσοῦτον ὡς ἐκδα‐

6

.

21

.

4

πανῆσαι τῷ χρόνῳ τὴν ἰκμάδα τοῦ τῆς καρδίας σώματος, ἢ καὶ με‐ νούσης ἔτι συχνῆς· οἱ δ’ ἔτι μενούσης τῆς ὑγρότητος γινόμενοι τὸ

6

.

21

.

5

σῶμα τῆς καρδίας καταλαμβάνοντες ἐντεῦθεν ἀνάπτονται. ἡ μὲν δὴ μία γένεσις αὐτῶν εἴρηται· κατάλοιπος δ’ ἐστίν, ὅταν ἐξ ἀρχῆς εὐθέως εἰσβάλλωσι τὴν πρώτην γένεσιν ὁμοίαν ποιησάμενοι τοῖς ἐφημέροις ἐπὶ λύπῃ καὶ θυμῷ καὶ κόπῳ πλείονι μετ’ ἐγκαύσεως ἅμα γενομένῳ.

6

.

21

.

6

τούτους μὲν οὐ χαλεπόν ἐστιν ἰάσασθαι· τοὺς δ’ ἐξ αὐτῶν εἰς μαρα‐

6

.

21

.

7

σμὸν ἀφικνουμένους οὐ δυνατὸν ἰάσασθαι. ὁ μὲν δὴ συνεμπίπτων τῷ μαρασμῷ πυρετὸς ἑκτικὸς ἑτοιμότατός ἐστι γνωσθῆναι· ὀφθαλμούς τε γὰρ κοίλους ἀμέτρως θεάσῃ καὶ λήμας κατ’ αὐτοὺς ἐμφερομένας ξηρὰς

6

.

21

.

8

καί τινα αὐχμώδη διάθεσιν. ἀπόλωλε δὲ καὶ τῆς χρόας αὐτῶν τὸ ζω‐

6

.

21

.

9

τικὸν ἄνθος, καὶ τὸ μέτωπον ξηρὸν καὶ περιτεταμένον. καὶ μέντοι καὶ μύουσιν ὡς τὰ πολλὰ καθάπερ ὑπνώττοντες· ἔστι δ’ οὐχ ὕπνος τὸ

6

.

21

.

10

πάθος, ἀλλ’ ἐγρηγόρσεως ἀδυναμία. καὶ κρόταφοι συμπεπτωκότες εἰσίν·

6

.

21

.

11

καὶ τί γὰρ ἄλλο ἢ ὀστᾶ καὶ δέρμα μόνον εἰσίν; καὶ εἰ γυμνώσας ἐπι‐ σκέπτοιο τὰ κατὰ τὴν γαστέρα, δόξει σοι μήτε τῶν ἐντέρων μήτε τῶν σπλάγχνων μηδὲν ἀποσῴζεσθαι, καὶ τὸ ὑποχόνδριον δ’ ἀνεσπάσθαι

6

.

21

12,13

σφοδρῶς. καὶ τὸ δέρμα δ’ αὐτοῖς ἐσχάτως καρφαλέον ἐστίν. ὁ σφυγ‐

6

.

21

.

13

(2)

μὸς ἰσχνὸς καὶ σκληρὸς καὶ πυκνός, ἡ δὲ θερμασία κατὰ μὲν τὴν πρώ‐ την ἐπιβολὴν ἀμαυρά, μετ’ ὀλίγον δὲ τό τε δριμὺ καὶ διαβρωτικὸν

6

.

21

.

14

ἐνδείκνυται. μέχρι μὲν οὖν τοῦ σῴζεσθαί τι τῆς ὑγρασίας ἑκτικὸς μόνον ὁ πυρετός ἐστιν· ὅταν δ’ εἰς κίνδυνον ἥκῃ τοῦ μηκέτι εἶναι τῆς τοι‐
αύτης ὑγρότητος μηδέν, ἀκριβὴς ἤδη μαρασμὸς συνίσταται.

6

.

22

t

Ἑκτικῶν πυρετῶν θεραπεία.

6

.

22

.

1

Οἱ ἑκτικῷ πυρετῷ νοσοῦντες εὐθὺς ἐξ ἀρχῆς τρέφεσθαι δέονται διὰ τὸ δακνῶδες τῶν χυμῶν· μέγιστον δ’ ἴαμα ἡ ὑγραίνουσα δίαιτα.

6

.

22

.

2

χρὴ οὖν ὅτι μάλιστα διά τε πτισάνης χυλοῦ καὶ χόνδρου ῥοφημάτων θρέψαντα καὶ ἄρτου τι προσεπιδιδόντα θεραπεῦσαι πόσει ψυχροῦ τὸν κάμνοντα μεμετρημένως, οὐκ ἀγωνιστικῶς, ὅταν μήτε φλεγμονή τις

6

.

22

.

3

αὐτῷ συνῇ μήτε σῆψις χυμῶν. καὶ εἰ μεγάλην ἔσεσθαι στοχάζοιο βλά‐ βην, ἐπέχειν μὲν δεῖ τὴν δόσιν τοῦ ψυχροῦ, τοῖς δ’ ἔξωθεν ἐπιτιθε‐

6

.

22

.

4

μένοις ψυκτηρίοις ἰάμασι χρῆσθαι. καὶ βαλανεῖα δὲ τοῖς οὕτω κάμνου‐ σιν ἐπιτήδεια κατὰ πάντα καιρόν.

6

.

23

t

Περὶ ἡμιτριταίων.

6

.

23

.

1

Τοῦ μὲν τριταίου μετὰ ῥίγους εἰσβάλλοντος, τοῦ δ’ ἀμφημερινοῦ χωρὶς ῥίγους, ὁ μικτὸς ἐξ ἀμφοῖν φρίκην ἐπιφέρει, ῥίγους μὲν ἔλαττόν τι πρᾶγμα, μεῖζον δὲ περιψύξεως, ὅπερ κεραννυμένων γίνεται τῶν

6

.

23

.

2

ἄκρων. οὐκοῦν οὐδ’ ἄπο τρόπου τοὔνομα τῷ τοιούτῳ πυρετῷ τὸν

6

.

23

.

3

ἡμιτριταῖον ἐπέθεντο. διττὸς δ’ ὁ τρόπος τῆς γενέσεως αὐτῶν, ἤτοι συνελθόντων εἰς ἕνα καιρὸν τῶν δύο παροξυσμῶν, ἢ εὐθέως ἐξ ἀρχῆς

6

.

23

.

4

ἀνακεκραμένων ἀλλήλοις ἀμφοτέρων. ὅταν μὲν οὖν ὁ τριταῖος ἐπι‐ κρατῇ, φρικωδέστερος ὁ πυρετὸς γίνεται καί τι καὶ ῥίγους προσλαμ‐

6

.

23

.

5

βάνει κατὰ τὴν ἐπισημασίαν· εὐθὺς δ’ ὁ τοιοῦτος θερμότερός ἐστι καὶ καυσωδέστερος καί τινα χολῆς ἔμετον ἢ διαχώρησιν ἢ ἰκμάδα φέρει. θατέρου δὲ τοῦ φλεγματώδους πλεονεκτοῦντος, ἐπικρατοῦσι μὲν αἱ ψύξεις τῶν ἄκρων, ὀλίγαι δ’ εἰσὶν αἱ φρῖκαι· οὐ μὴν οὐδὲ διψώδεις

6

.

23

.

6

εἰσὶν οὐδὲ καυσώδεις. ἐπειδὰν δ’ ἴσοι κατὰ τὸ μέγεθος ὑπάρχωσιν ὅ τε τριταῖος διαλείπων καὶ ὁ ἀμφημερινὸς συνεχής, ἡ μὲν εἰσβολὴ τοῦ

6

.

23

.

7

παροξυσμοῦ μετὰ φρίκης γίνεται. καὶ ἡνίκα μὲν ἂν ὁ ἐκ τοῦ φλεγ‐ ματώδους ἐπικρατήσῃ, συστολαὶ γίνονται καὶ φρῖκαι· εἰ δ’ ὁ θερμότερος

6

.

23

.

8

ἐπικρατήσειεν, ἀθρόως ἐκθερμαίνονται. τοιοῦτος μέν τίς ἐστιν ὁ ἀκρι‐ βὴς ἡμιτριταῖος ἐξ ἰσοσθενοῦς κράσεως δυοῖν πυρετοῖν γινόμενος, τρι‐ ταίου διαλείποντος καὶ ἀμφημερινοῦ συνεχοῦς· ὁ δ’ οὐκ ἀκριβὴς ἤτοι τὸν χολώδη χυμὸν πλείονα κέκτηται ἢ τὸν φλεγματώδη.

6

.

24

t

Περὶ τῶν πανδήμων νοσημάτων.

6

.

24

.

1

Πανδήμους καὶ κοινὰς νόσους τὰς πολλοῖς ἅμα συμπιπτούσας ὀνο‐

6

.

24

.

2

μάζουσιν, ὧν ὥσπερ ἡ γένεσις, οὕτω καὶ ἡ αἰτία κοινή. κοινά τε οὖν ἐδέσματα πονηρὰ τίκτουσι νοσήματα κοινὰ καὶ ὕδατος μοχθηροῦ πόσις ταλαιπωρίαι τε ἄμετροι καὶ πόνοι συνήθεις ἐλλειφθέντες ἔνδειαί τε

6

.

24

.

3

καὶ πλησμοναί, λιμοῦ κατασχόντος ἢ εὐθηνίας γενομένης. καὶ χωρίου δὲ φύσις κοινὰ νοσήματα πολλάκις ἐπήνεγκεν, ἐνίοτε μὲν ἑλώδους, ἐνίοτε δ’ ἔχοντος βάραθρον παρακείμενον ἀναθυμίασιν δηλητηριώδη καὶ

6

.

24

.

4

πονηρὰν ἀναπέμπον. ταῦτα μὲν οὖν 〈οὐ〉 συνεχῶς εἴωθε συμπίπτειν· ὁ δὲ περιέχων ἡμᾶς ἀὴρ συνεχῶς ἡμῶν τρέπει τὰς κράσεις, ἤτοι θερ‐ μότερος ἀμέτρως ἢ ψυχρότερος ἢ ξηρότερος ἢ ὑγρότερος γινόμενος· τοῖς μὲν γὰρ ἄλλοις αἰτίοις οὔτε πάντες ἅμα περιπίπτομεν οὔτε δι’
5ὅλης ἡμέρας ὁμιλοῦμεν, ὁ δὲ περιέχων ἡμᾶς ἀὴρ ἔξωθέν τε περικέ‐

6

.

24

.

5

χυται πᾶσι καὶ ἕλκεται διὰ τῆς εἰσπνοῆς. ἀναγκαῖον οὖν συνδιατί‐ θεσθαι ταῖς κατὰ τὴν κρᾶσιν ἐξαλλαγαῖς αὐτοῦ τὰ τῶν ζῴων σώματα.

6

.

24

.

6

ταῦτα οὖν ὁ γινώσκων οὐ προγνώσεται μόνον τὰς γενησομένας νόσους ἐν ἑκάστῃ τῶν καταστάσεων, ἀλλὰ καὶ κωλύσει γενέσθαι, ταῖς τοῦ

6

.

24

.

7

περιέχοντος ἀμέτροις κράσεσι τὴν ἐναντίαν ἐπιτεχνώμενος δίαιταν. ὅσα μὲν οὖν ἐγγὺς τοῦ νοσεῖν ἐστι σώματα νόσον τινὰ διὰ τὴν οἰκείαν δυσκρασίαν, ταῦτα ὑπὸ τῆς ὁμοίας τοῦ περιέχοντος ἡμᾶς κράσεως ἐξ‐ ελέγχεται· τὰ δ’ ἐναντίως κεκραμένα τῷ περιέχοντι πρὸς τῷ μηδὲν
5ἀδικεῖσθαι γίνεται βελτίω, τὴν ἀμετρίαν τῆς κράσεως τῆς ἐναντίας ἀμετρίας κολαζούσης, καὶ ὁ γινώσκων τοῦτο τὴν ὑγείαν φυλάξει τοῖς σώμασι τἀναντία προσάγων, ποτὲ μὲν ἀναψύξεσι χρώμενος, εἰ οὕτως
τύχοι, ποτὲ δὲ θερμάσμασιν, ὕδατος μὲν ἐπαγωγαῖς ἀναψύχων καὶ ἀρ‐ γίαις καὶ τροφῶν ἐνδείαις καὶ πόσεως πλεονασμοῖς, τῇ δὲ σκέπῃ θερ‐

6

.

24

.

8

μαίνων καὶ πόνοις καὶ σιτίῳ πλείονι καὶ ποτῷ ἐλάσσονι. καὶ πυρὰν δέ τις ἀνακαίων πολλὰ δύναιτο ἂν μεταβαλεῖν ἐπὶ τὸ θερμὸν καὶ ξηρὸν τὸν ἀέρα τέως ὑγρὸν ὄντα, καθάπερ ποιῆσαί φασιν Ἄκρωνα τὸν Ἀκραγαντῖνον.

6

.

25

t

Ἐκ τῶν Ῥούφου. Περὶ λοιμῶν.

6

.

25

.

1

Πάντα ἂν γένοιτο ἐν λοιμῷ τὰ δεινότατα, καὶ οὐδὲν ἀποκεκρι‐ μένον ὥσπερ καθ’ ἕκαστον νόσημα· καὶ γὰρ παραφροσύναι γένοιντο ἂν καὶ χολῆς ἔμετοι καὶ ὑποχονδρίων ἐντάσεις καὶ πόνοι καὶ ἱδρῶτες πολλοὶ καὶ ψύξεις ἀκρέων καὶ διάρροιαι χολώδεις, λεπταί, φυσώδεις,
5καὶ οὖρα ὑδατώδη, λεπτά, χολώδη, μέλανα, ὑποστάσεις κακὰς ἔχοντα, καὶ ἐναιωρήματα οἷα δὴ κάκιστα, ἀπὸ ῥινῶν στάξεις, καύματα ἐν θώ‐ ρακι, γλῶσσαι καταπεφρυγμέναι, διψώδεις, ἀσηροί, ἄγρυπνοι, σπασμοὶ

6

.

25

.

2

βίαιοι καὶ ἄλλα πολλὰ πονηρά. καὶ ἑλκούμενα γένοιντο δ’ ἂν ἐν

6

.

25

.

3

λοιμῷ. καὶ τῶν δεινῶν τι οὐ δεινόν, καὶ τῶν οὐ δεινῶν δεινόν. εἰ δέ τις συνίδοι μέλλοντα ἥξειν λοιμὸν προσέχων ταῖς τε ὥραις πονηραῖς οὔσαις καὶ τοῖς ἐπιτηδεύμασιν εἰς ὑγείαν οὐ συμφέρουσι ζῴοις τε ἄλλοις

6

.

25

.

4

προαπολλυμένοις—ὅταν ταῦτα ἐνθυμηθῇς, προσέτι κἀκεῖνα ἐνθυμοῦ, ποταπὴ μὲν ἡ παροῦσα ὥρα, ποταπὸν δὲ τὸ σύμπαν ἔτος· ἐντεῦθεν γὰρ τὰς διαίτας εὑρήσεις ποιεῖσθαι κάλλιστα, οἷον δὴ τῆς μὲν ὥρας, εἴπερ ἦν ὀρθῶς γινομένη, ξηρᾶς ὑπαρχούσης, ἀλλὰ νῦν ὑγρᾶς γεγε‐
5νημένης, ἀνάγκη ταῖς διαίταις ἐπιξηραίνειν, ἵνα τὸ ὑπερβάλλον ὑγρὸν

6

.

25

.

5

ἀναλίσκηται. ἐπιμελητέον δὲ καὶ γαστρός· οἷς δ’ ἂν ἡ ἄνω κοιλία φλέγμα ἔχῃ, ἐμέτοις κενοῦν, οἷς δ’ ἂν τὸ αἷμα ὑπερβάλλῃ, φλέβα

6

.

25

.

6

τέμνειν. ἀγαθὴ δὲ καὶ ἡ διὰ τῶν οὔρων κάθαρσις καὶ ὅσαι ἄλλαι καὶ

6

.

25

.

7

ἡ κατὰ πᾶν τὸ σῶμα. εἰ δὲ καυσούμενος ὁ κάμνων εἴη, καὶ ἡ φλὸξ
ἄχρι στήθους ἀνίοι, οὐκ ἂν εἴη ἄπο τρόπου ψυκτήριά τε τοῖς στήθεσι προσάγειν καὶ τὸ πόμα ψυχρὸν προσφέρειν, μὴ κατὰ μικρὰ προσφέρων

6

.

25

.

8

(ἀνακαίει γὰρ πλέον), ἀλλ’ ἀθρόον ὥστε σβέσαι τὴν φλόγα. εἰ δ’ ὁ καῦσος ἔχοι τὰ ἔνδον, ἄκρεα δὲ ψυχθείη, καὶ τὸ δέρμα ἐπιπολῆς ψυχρόν, καὶ ὑποχόνδριον συντείνοιτο, καὶ ἡ γαστὴρ τὰς συντήξεις τὰς μὲν ἄνω πέμποι, τὰς δ’ αὖ κάτω, ἀγρυπνία τε ἐνείη καὶ παραφροσύνη
5καὶ γλώσσης τραχύτητες, τούτοις θερμασμάτων δεῖ, ὥστε ἑλκυσθῆναι τὸ θερμὸν πάντῃ τοῦ σώματος, καὶ εἰ δή τινι ἄλλῳ τρόπῳ οἷόν τε ἀνάγειν τὸ θερμὸν κάτωθεν πρὸς τὰ ἔξω.

6

.

26

t

Περὶ τῶν ἐπὶ πλήθει χυμῶν ὠμῶν συγκοπτομένων.

6

.

26

.

1

Ἄρχονταί τινες πυρέττειν πάμπολύ τι πλῆθος ὠμῶν χυμῶν ἠθροι‐

6

.

26

.

2

κότες ἅμα τῷ κεκακῶσθαι τὸ στόμα τῆς γαστρός. ἐμπεφύσηταί τε τούτοις τὸ ὑποχόνδριον ἐν ὄγκῳ τε μείζονι τοῦ κατὰ φύσιν τὸ στόμα τῆς γαστρός ἐστι, καὶ ἡ χροιὰ τοῖς μὲν ἐπὶ τὸ λευκότερόν τε καὶ

6

.

26

.

3

οἰδαλεώτερον ἐκτρέπεται, ἔστι δ’ οἷς ἐπὶ τὸ μελάντερον. οὐδενὶ τῶν τοιούτων αἵματος ἀφαίρεσις ἄνευ μεγίστης εἴωθε γίνεσθαι βλάβης, καί‐ τοι δέονταί 〈γε〉 κενώσεως, ἀλλ’ οὔτε φλεβοτομίαν οὔτε κάθαρσιν

6

.

26

.

4

φέρουσιν· οἱ δὲ καὶ χωρὶς τούτων ἐξαίφνης συγκόπτονται. θεραπεύειν οὖν αὐτοὺς χρὴ διὰ τρίψεως, ἄρχεσθαι δ’ εὐθέως ἐν ἀρχῇ τῆς νόσου προσήκει, τὸ μὲν πρῶτον ἀπὸ τῶν σκελῶν ἄνωθεν κάτω διὰ σινδόνων μετρίως τραχυτέρων, ἐφεξῆς δὲ καὶ ὅλας τὰς χεῖρας ἄνωθεν κάτω.

6

.

26

.

5

ἐπειδὰν δ’ ἱκανῶς τὰ κῶλα φαίνηται θερμά, καὶ φόβος ᾖ κοπώδους συναισθήσεως, ἐλαίῳ χαλαστικῷ χρηστέον, ἀπέχεσθαι δὲ τῶν στυφόντων· χειμῶνος δ’ ὄντος καὶ διαφορητικῷ χρηστέον, οἷόν ἐστι τὸ Σικυώνιον

6

.

26

.

6

ἔλαιον καὶ τὸ χαμαιμήλινον. τρίψαντας δ’ ἐπὶ πλεῖστον τὰ κῶλα μετὰ ταῦτα χρὴ τὸ μὲν ἔλαιον ἀπομάττειν, ἰέναι δ’ ἐπὶ τὴν ῥάχιν ὅλην καὶ ταύτην ἀνατρίβειν ὁμοίως, εἶτ’ αὖθις ἐπὶ τὰ σκέλη μετιέναι, καὶ ἐκ τούτων αὖθις ἐπὶ τὰς χεῖρας, εἶτ’ ἐπὶ τὴν ῥάχιν, ὅλης τῆς

6

.

26

.

7

ἡμέρας τοῦτο πράττοντας. ἐπιτηδειότατον τούτοις ἐστὶ μελίκρατον, ἐνεψηθέντος ὑσσώπου, καὶ χρὴ μήτε σιτίον αὐτοῖς μήτε ῥόφημα μήτε
ὕδωρ διδόναι μήτε ἐπιτρέπειν ὅλως πιεῖν δαψιλές, ἀλλ’ ἀρκεῖσθαι τῷ μελικράτῳ μόνῳ κατὰ τὰς τρεῖς πρώτας ἡμέρας, ἐκ διαδοχῆς τρίβοντας.

6

.

26

.

8

εἰ δὲ τόνου μετρίως ἔχοι, καὶ μὴ καλῶς τὰ κατὰ γαστέρα διεξίοι, κλύζε θαρρῶν· εἰ δὲ πλείων τοῦ δέοντος ἡ ὁρμὴ τῶν περιττῶν ἐπὶ τὴν γαστέρα γίνοιτο, τὴν μὲν πρώτην ἐπὶ πλέον ἑψεῖν τὸ μελίκρατον (ἧττον γὰρ ὑπάγει), φερομένης δ’ ἐπὶ πλέον, μηδὲ οὕτως μὲν ἱστάναι,
5διδόναι δ’ ἀντὶ μελικράτου πτισάνης χυλόν· εἰ δ’ ἔτι μένοι φερόμενα,

6

.

26

.

9

τῷ ἐκ χόνδρου ῥοφήματι τρέφειν. ἐὰν δὲ δι’ ἀρρωστίαν ἐκ τοῦ σφυγ‐ μοῦ καταμάθωμεν καταπεπτωκυῖαν τὴν δύναμιν, ἄρτον ἐξ οἴνου διδόναι κεκραμένου προσήκει, μήτε γαστρὸς μήτε ἥπατος φλεγμαινόντων, ὡς εἴ γε φλεγμαίνοιεν, ὠμῶν χυμῶν πεπληρωμένου τοῦ σώματος ἀνέλ‐

6

.

26

.

10

πιστός ἐστιν ὁ κάμνων. ἐὰν δ’ αἴσθῃ ποτὲ παχεῖς εἶναι ἱκανῶς τοὺς

6

.

26

.

11

χυμούς, ὀξύμελι δίδου διὰ παντὸς ἀντὶ τοῦ μελικράτου. εἰ μὲν δὴ θέρος εἴη, καὶ ψυχροπότης ὁ κάμνων, ψυχρὸν τούτῳ διδόναι τὸ

6

.

26

.

12

ὀξύμελι, χειμῶνος δ’ ὄντος θερμόν. ἐναντιώτατα τούτοις ἐστὶ βαλανεῖα.

6

.

26

.

13

εἰ δὲ συγκοπτομένων ἤδη κληθείης, ἀφλεγμάντων ὧν εἶπον μορίων ὄντων, διδόναι μὲν ἄρτου μὴ πολὺ δι’ οἴνου, εὐθέως δ’ ἐπὶ τὴν τρῖ‐

6

.

26

.

14

ψιν ἰέναι καὶ χρῆσθαι κατὰ τὸν εἰρημένον τρόπον. ἐφ’ ὧν δὲ διὰ ξανθὴν χολὴν ἀδικήσασαν τὸ στόμα τῆς γαστρὸς ἡ συγκοπὴ γίνεται, ψυχρὸν χρὴ προσφέρειν τὸ ποτόν, παραλαμβάνοντα τὸν οἶνον λεπτὸν καὶ παλαιὸν καὶ κιρρόν.

6

.

27

t

Περὶ τῶν ἐπὶ λεπτοῖς χυμοῖς συγκοπτομένων.

6

.

27

.

1

Τοὺς δ’ ἐπὶ λεπτοῖς χυμοῖς συγκοπτομένους θεραπευτέον ἐναντίως

6

.

27

.

2

τοῖς προειρημένοις, τρέφοντας κατὰ βραχὺ συνεχῶς. καὶ τούτους δ’ ἀνιάτως ἔχειν 〈νομιστέον〉, ὅταν ἧπαρ αὐτῶν ἢ κοιλία φλεγμαίνῃ,

6

.

27

.

3

καμνούσης ἤδη τῆς δυνάμεως. ἐπὶ τῶν τοιούτων διαθέσεων ἡ νεκρώ‐

6

.

27

.

4

δης ἐν τῷ προσώπῳ κατάστασις ἐν τάχει γίνεται. τὸ μὲν δὴ τρέφειν ἀναγκαῖον· ἀναγκαῖον δὲ καὶ τὸ πυκνοῦν τὴν ἐπιφάνειαν, ὥσπερ τῶν

6

.

27

.

5

προτέρων ἀραιοῦν. καὶ ψυχρὸν τὸν ἀέρα ποιητέον, καὶ ἀλειπτέον

6

.

27

.

6

αὐτοὺς τοῖς στύφουσι, καὶ τροφὰς δοτέον οὐ πάνυ διαρρεούσας. δοτέον οὖν ἄρτον τε καὶ τὰ διὰ χόνδρου ῥοφήματα καὶ ὀπώρας αὐστηρὰς καὶ

6

.

27

.

7

δυσφθάρτους, αὐτάς τε καθ’ ἑαυτὰς καὶ μετ’ ἄρτου. δοτέον δὲ τού‐ τοις καὶ ὠά, καὶ μάλιστα τὰς λεκίθους αὐτῶν· δοτέον δὲ καὶ ἐγκεφά‐

6

.

27

.

8

λους ὑείους. ἀναγκαῖος τούτοις ὁ ὑδατώδης οἶνος εὐθὺς ἐξ ἀρχῆς ἐπὶ τοῖς σιτίοις λαμβανόμενος.

6

.

28

t

Περὶ τῶν ἄλλων προφάσεων ἐφ’ αἷς συγκοπαὶ γίνονται.

6

.

28

.

1

Εἰσὶ δὲ καὶ ἄλλαι προφάσεις, ἐφ’ αἷς συγκόπτονται, τέσσαρες, ἄλγημα σφοδρόν, ἀγρυπνία καὶ κένωσις ἄμετρος· τετάρτην δέ, εἰ βού‐

6

.

28

.

2

λει, προστίθει τὴν δυσκρασίαν τῶν ἀρχῶν. τάχιστα μὲν οὖν ἀπώλειαι γίνονται τῆς καρδίας παθούσης, ἐφεξῆς δὲ τοῦ ἐγκεφάλου, βραδὺ δὲ τοῦ ἥπατος.

6

.

29

t

Περὶ ὀδύνης.

6

.

29

.

1

Ἡ μὲν οὖν ναρκώδης ὀδύνη διὰ ψυχρὰν γίνεται διάθεσιν· ὁ δὲ

6

.

29

.

2

σφυγματώδης πόνος ἴδιός ἐστι μεγάλης φλεγμονῆς. ἐὰν δ’ ὡς ὑπὸ σκόλοπος ἐμπεπαρμένου ἢ ὡς ὑπὸ τρυπάνου τιτρᾶσθαι νομίζῃ, παχέος

6

.

29

.

3

ἐντέρου τὸ εἶδος τῆς ὀδύνης ἐστίν. ὁ δὲ νυγματώδης συνίσταται περὶ

6

.

29

.

4

τοὺς ὑμένας. ὁ δὲ διαΐσσων πόνος συμβαίνει ταῖς σφοδροτάταις οὐχ ἑτεροκρανίαις μόνον, ἀλλὰ καὶ ταῖς κεφαλαίαις· ἔστι δὲ διαΐσσων, ὅταν ὥσπερ ἀπὸ ῥίζης ἀρχόμενος τοῦ πρωτοπαθοῦντος μορίου φέρηται τα‐

6

.

29

.

5

χέως εἰς τὰ παρακείμενα. διατείνοντες δ’ εἰσὶν ἑκατέρωσε τῶν νεύρων

6

.

29

.

6

οἱ πόνοι, διότι καὶ τείνεται πρὸς ἄμφω τὰ πέρατα· ἥκιστα δ’ εἰς

6

.

29

.

7

πλάτος ἐκτεταμένους ἔχει τοὺς πόνους τὰ νεῦρα. τονώδεις τε καὶ ναρκώδεις ἐπιφέρει τοὺς πόνους ὁ ὑπὸ τῷ δέρματι τεταγμένος ὑμήν, οἱ δὲ μεταξὺ τῆς σαρκὸς οἷον διασπῶντας· εἰσὶ γὰρ πολλοὶ καὶ ἀνω‐

6

.

29

.

8

μάλως ἐμφυόμενοί τε καὶ περιλαμβάνοντες αὐτήν. οἱ δὲ τῶν περι‐ κειμένων τοῖς ὀστοῖς ὑμένων βύθιοί τέ εἰσιν αὐτῶν τε τῶν ὀστῶν

6

.

29

.

9

ἐπάγουσι φαντασίαν ὡς ὀδυνωμένων. ὅταν οὖν μηδὲν ἔξωθεν τῆς
ὀδύνης αἴτιον φαίνηται γινόμενον, ἐπίσκεψαι τὴν προηγησαμένην δίαι‐ ταν, εἰ εἴη ἀργοτέρα παρὰ τὸ ἔθος, ἢ σιτίοις ἐχρήσατο πλείοσιν ὁ ἄνθρωπος ἢ πολυτρόφοις, ἢ συνήθης ἔκκρισις ἐπεσχέθη· εἰ γάρ τι
5τούτων ἢ καὶ πάντα φαίνοιτο, πλῆθος αἴτιόν ἐστι τῆς ὀδύνης, καὶ ὅτι τάχιστα κένωσον τὸν ἄνθρωπον· οὕτως γὰρ ἐξέσται σοι μετὰ πάσης ἀσφαλείας τοῖς ἀποκρουομένοις τὰ ῥεύματα κατὰ τῶν ὀδυνωμένων

6

.

29

.

10

χρῆσθαι μερῶν. εἰ μὲν οὖν αἵματος πλῆθος εἴη τὸ διατεῖνον, φλέβα τμητέον αὐτίκα μεγάλην τὴν ἐγγὺς τοῦ πάσχοντος μέρους· κακοχυμίας δὲ μόνης ἐνοχλούσης, καθαρτέον· συνελθόντων δ’ ἀμφοῖν, ἀμφοτέραις

6

.

29

.

11

χρήσῃ ταῖς κενώσεσι, φλεβοτομήσας πρότερον. εἰ δὲ τούτων γενομένων ἔτι μένοι τὸ ἄλγημα, δῆλον μὲν δήπου κατὰ τὸ πεπονθὸς μόριον ἐσφηνῶσθαι τὸ λυποῦν· εὔδηλος δὲ καὶ ἡ θεραπεία τοῖς διαφορητικοῖς

6

.

29

.

12

ἐσομένη φαρμάκοις. ὡσαύτως δὲ καὶ τὰς διὰ φυσῶδες πνεῦμα γινο‐ μένας ὀδύνας ἰασόμεθα προσλιπαροῦντες ἐπ’ αὐτῶν μᾶλλον τοῖς λεπτύ‐ νουσιν ἐδέσμασι καὶ πόμασιν ἐνέμασί τε καὶ καταπλάσμασι καὶ καταιονή‐

6

.

29

.

13

σεσί τε καὶ πυριάσεσιν, ἀραιοῦντες τὸ περιέχον αὐτὸ σῶμα. εἰ δ’ ὄγκος βαρύνων ἢ θλῶν ὀδύνην ἐργάζοιτο, τὸν ὄγκον ἰατέον· εἰ δὲ καὶ διὰ δακνῶδες ὑγρόν, ἐναντιώτατα τούτοις ἐστὶ τὰ λεπτύνοντα καὶ

6

.

29

.

14

θερμαίνοντα. ἄνηθον οὖν ἐναφηψημένον ἐλαίῳ ἀνώδυνον καὶ ὑπνο‐ ποιὸν ὑπάρχει, καὶ μᾶλλον τὸ χλωρὸν τοῦ ξηροῦ.

6

.

30

t

Περὶ συντήξεως.

6

.

30

.

1

Ὅταν ἐκκρίνηταί τι διὰ γαστρὸς οὐκ ἐκ τῶν ἐδηδεσμένων καὶ πεπεμμένων, ἀλλ’ ἐκ τοῦ σώματος εἰς αὐτὴν καταρρέοντος χυμοῦ, παραπλησίου μὲν ὄντος τῇ συνεχῶς ἐμουμένῃ τε καὶ διαχωρουμένῃ ξανθῇ χολῇ, διαφέροντος δ’ αὐτῆς τῇ τε δυσωδίᾳ καὶ τῷ πυρρότερον
5φαίνεσθαι τὸ διαχώρημα καὶ πάχος ἔχειν γλοιῶδες, ἐνίοτε δὲ καὶ ἐλαιῶδες, τότε πιμελὴ καὶ σὰρξ νεοπαγὴς ὑπὸ πυρετοῦ διακαοῦς ἀνα‐ λύεται καὶ τήκεται· 〈χρονίζοντος δὲ τοῦ πάθους καὶ αὐτῶν ἀποτή‐

6

.

30

.

2

κεταί〉 τι τῶν στερεῶν. ἐπὶ τούτου τοῦ πονηροτάτου πυρετοῦ ψυχροῦ πόσις ἐστὶν ἀπὸ πηγῆς ψυχροτάτης ἴαμα (τοιαῦτα δ’ εἶναι χρὴ καὶ τὰ καταπλάσματα καὶ ἐπιθέματα ψύχοντα κατὰ τοῦ θώρακος ἐπι‐ τιθέμενα καὶ τῶν ὑποχονδρίων) καὶ ἐμψύχουσαι τροφαὶ διδόμεναι.

6

.

31

t

Ἐκ τῶν Γαληνοῦ. Περὶ ἀγρυπνούντων ἐν πυρετοῖς.

6

.

31

.

1

Ὑπερβαλλόντως δ’ ἀγρυπνούντων σκέλη καὶ χεῖρας δεσμεῖν ἐν ἐκείνῳ τῷ χρόνῳ καθ’ ὃν ἐπὶ τὸν ὕπνον εἰώθεσαν τρέπεσθαι καὶ κε‐ λεύομεν ἐγρηγορέναι, διοίγειν τέ ποτε, εἰ μύσειεν, ἀναγκάζομεν τὰ βλέφαρα, μέχρις ἂν ἱκανῶς κάμωσιν, εἶτ’ ἐξαίφνης λύομεν τοὺς δεσμοὺς
5καὶ τὸν λύχνον αἴρομεν, ἡσυχίαν δὲ πολλὴν εἶναι κελεύομεν.

6

.

32

t

Ἡροδότου. Περὶ ἀγρυπνούντων.

6

.

32

.

1

Ἰσχυρῶς ἐγκειμένης ἀγρυπνίας ἐν ἀνέσει τοῦ παροξυσμοῦ, προσ‐ κλυστέον τὸ πρόσωπον ἀφεψήματι κωδυῶν μελαινῶν καὶ ὀσφραντέον μήκωνος λευκῆς κέλυφος φώξας καὶ τρίψας καὶ μανδραγόρου ῥίζης

6

.

32

.

2

λεάνας ἴσον μετ’ οἴνου καὶ ῥοδίνου μάλαγμα ποιήσας. καταπλαστέον δὲ τὸ μέτωπον ἑρπύλῳ μετὰ μελιλώτου ἐν γλυκεῖ ἡψημένῃ· τούτῳ δὲ

6

.

32

.

3

καὶ ἐν παροξυσμοῖς χρηστέον. ἢ λείας τὰς κωδύας ἀναλαμβάνοντες

6

.

32

.

4

ἄρτῳ μετὰ ῥοδίνου ἢ κηρωτῆς καταπλάσσομεν. καὶ ἡ τροφὴ δὲ περι‐ εργοτέρα πως ἔστω· συμβαλλέσθω γὰρ τοῖς ῥοφήμασι κωδύας λευκῆς σπέρματος ὅσον κοχλιάρια τρία· τοῖς δὲ λαχάνοις συνηδυνέσθω μήκω‐ νος μελαίνης, εἰ μὲν εἴη, φύλλα χλωρὰ ὅσον τοῖς τρισὶ δακτύλοις λα‐
5βεῖν· εἰ δὲ μή, τρεῖς ἢ τέσσαρες κωδύαι ξηραὶ συναφεψηθεῖσαι ἐξ‐

6

.

32

.

5

αιρείσθωσαν. εἰ δὲ μηδ’ οὕτως κατενεχθεῖεν, περιχριέσθωσαν ὀπῷ μήκωνος ἢ μανδραγόρου χυλῷ.

6

.

33

t

Ἡροδότου. Περὶ καταφορᾶς.

6

.

33

.

1

Ἀποσπογγίζειν δεῖ τὸ πρόσωπον ὀξυκράτῳ γαλακτώδει καὶ δια‐

6

.

33

.

2

κρατεῖν εὐτόνως τὰ ἄκρα. ὀσφραντὰ δὲ προσαγέσθω τὰ τμητικὴν ἔχοντα δύναμιν, καὶ ἐν ταῖς ἀνέσεσι σικυαζέσθωσαν ἐνεργῶς κατὰ μετα‐

6

.

33

.

3

φρένου καὶ ῥάχεως. ἐπιμενούσης δὲ τῆς νόσου, καὶ πταρμικὰ ἐν ἀνέσει

6

.

33

.

4

τῶν παροξυσμῶν προσαγέσθω. ἔστω δὲ καὶ ἡ τῶν σιτίων ὕλη τμητικὴ καὶ διαιρετική.

6

.

34

t

Περὶ κυνώδους ὀρέξεως.

6

.

34

.

1

Τοῖς τὴν καλουμένην ὄρεξιν κυνώδη νοσοῦσιν οἶνον χρὴ διδόναι δαψιλῆ τῶν ἱκανῶς θερμαινόντων ὡς μέγα ἴαμα· τοιοῦτοι δ’ εἰσὶν οἱ

6

.

34

.

2

κιρροὶ τὴν χρόαν ἢ ἐρυθροὶ χωρὶς τοῦ στύφειν. χρὴ δ’ αὐτοῖς, ὅταν ἐπὶ τὸ ἄριστον ἀφίκωνται, πρῶτον μὲν διδόναι τὰ λιπαρά, καὶ τὰ ἄλλα δὲ πάντα δι’ ἐλαίου πολλοῦ σκευάζοντα, μηδὲν αὐστηρὸν ἢ στῦφον ἔχοντα· μετὰ δὲ ταῦτα τῶν εἰρημένων οἴνων, κἂν μηδέπω
5διψῶσι, κελεύω προσφέρεσθαι· πλέονι γὰρ χρόνῳ πραττόντων οὕτως παύεται.

6

.

35

t

Περὶ ἀνορεξίας.

6

.

35

.

1

Εἰ μὲν διὰ μοχθηροὺς χυμοὺς ἡ ἀνορεξία γίνοιτο, δοτέον αὐτοῖς ἐκεῖνα τῶν ἐδεσμάτων τε καὶ πομάτων ἃ τοὺς τοιούτους χυμοὺς ἤτοι γε ἀπορρύψαντα δι’ ἐμέτων ἢ διὰ τῆς κάτω κοιλίας ἐκκρίνειν πέφυκεν

6

.

35

.

2

ἢ ἐπικεράσαντα βελτίους ἐργάζεσθαι. τοὺς δὲ δι’ ἀρρωστίαν δυνάμεως ἀνορέκτους, ἐπειδὴ πᾶσα δύναμις ἀρρωστεῖ διὰ δυσκρασίαν τῶν μορίων, χρὴ τὸ τῆς δυσκρασίας εἶδος διὰ τῶν ἐναντίων ἰᾶσθαι.

6

.

36

t

Περὶ βουλίμου.

6

.

36

.

1

Τοὺς βουλιμιῶντας ἐν ταῖς ὁδοῖς ἢ ἄλλως πως ἀνακτησόμεθα τοῖς τε ἄλλοις ὀσφραντοῖς καὶ ὑείοις κρέασιν ὀπτοῖς καὶ ἐριφείοις, καὶ καθόλου πᾶσι τοῖς ὀσμὴν κνισώδη ἔχουσι, τά τε ἄκρα αὐτῶν διακρα‐ τοῦντες καὶ ἐγείροντες αὐτούς, τάς τε σιαγόνας νύσσοντες καὶ τρίχας

6

.

36

.

2

ἢ ὦτα ἀνατείνοντες. ἀνακτηθεῖσι δ’ ἄρτον ἐν κράματι ἢ ἄλλο τι τῶν
εὐαναδότων δίδου.

6

.

37

t

Περὶ δίψους ἀμέτρου.

6

.

37

.

1

Τὴν μὲν πάνυ μικρὰν δίψαν γίνεσθαι νομιστέον διὰ ξηρότητα τῶν μορίων ἢ θερμότητα, δι’ ὧν φέρεται τὸ ὑγρὸν ἐκ τοῦ στόματος εἰς τὴν κοιλίαν, καὶ ἴαμα τῆς μὲν ξηρότητός ἐστιν ὕπνος, τῆς δὲ θερμό‐

6

.

37

.

2

τητος ἐγρήγορσις. ἔνιοι μέντοι διψώδεις ἐξ οἴνου γίνονται διὰ τὴν τῶν ἐδηδεσμένων θερμότητα, καὶ ἴαμα τούτων ἐστὶ τὸ ψυχρὸν πόμα.

6

.

37

.

3

μοχθηρῶν δ’ ἐπιθυμοῦσι πομάτων, ὥσπερ καὶ σιτίων ἀναλόγως τῇ κρατούσῃ κακοχυμίᾳ. δίψεσι δ’ ἀπαύστοις καταληφθέντας ... ἐξ ὧνπερ καὶ ἀπέθανον. οἶδα δέ ποτε φαγόντας ἐχίδνας διψάδας καὶ οἴνου παλαιοῦ μεθυσθέντας, καὶ τοὺς ἐν τῷ πλοίῳ τοῦ ὕδατος ἐπιλιπόντος,
5ὧν ὅσοι τῆς θαλάσσης ἐτόλμησαν πιεῖν ἀπέθανον.

6

.

38

t

Φιλουμένου. Περὶ δίψης.

6

.

38

.

1

Παρηγορεῖν πέφυκε τὸ ἐν πυρετῷ δίψος ἐμβροχὴ τῆς κεφαλῆς

6

.

38

.

2

ψυχροτάτου ἐλαίου ἢ ῥοδίνου μετὰ κατακρουνισμοῦ γινομένη. κάλλιστα δὲ ποιεῖ πρὸς δίψος τὸ τῆς μελαίνης θρίδακος σπέρμα διαμασηθὲν καὶ ἡ γλυκύρριζα λεγομένη καὶ τὸ τοῦ σικύου σπέρμα διακρατηθὲν ἐν τῷ στόματι.

6

.

39

t

Διοσκορίδους. Ἄδιψον καταπότιον.

6

.

39

.

1

Σικύου ἡμέρου σπέρματος 𐅻 η, τραγακάνθης 𐅻 δ· διάλυε τὴν τρα‐ γάκανθαν ὠῶν ὠμῶν προσφάτων τῷ λευκῷ, καὶ ὅταν διαλυθῇ, ἐπί‐ βαλλε τρίψας τοῖς λοιποῖς, καὶ μίξας ἀνάπλαττε καταπότια, καὶ ξή‐ ραινε ἐν σκιᾷ, καὶ δίδου ἓν ὑπὸ τὴν γλῶτταν κατέχειν καὶ τὸ δια‐

6

.

39

.

2

λυόμενον ὑγρὸν καταπίνειν. δίδου δὲ καὶ ἀπόβρεγμα καταρροφεῖν ἢ μήλων κυδωνίων ἢ ἀπίων ἢ μεσπίλων ἢ ἑλίκων ἀμπέλου ἢ ῥοᾶς
χυλοῦ ἢ ὄμφακος χυλοῦ.

6

.

40

t

Περὶ ναυτίας.

6

.

40

.

1

Ὅταν χωρὶς τοῦ προσενεχθῆναί τι ναυτιώδης ὁ κάμνων γένηται, πρόδηλον οἶμαι λογίσασθαι μοχθηροὺς χυμοὺς ἀνιᾶν τὴν γαστέρα.

6

.

40

.

2

τινὲς δὲ σπαράττονται μέν, ἐμοῦσι δ’ οὐδέν, ἐν αὐτοῖς τοῖς χιτῶσιν

6

.

40

.

3

ἀναπεπωμένου τοῦ χυμοῦ. φλεγματώδεις μὲν 〈οὖν〉 ὄντας τοὺς χυμοὺς πέττειν χρὴ ἐν ἡσυχίᾳ φυλάττοντας τὸν ἄνθρωπον καὶ ἀσιτίᾳ καὶ ὕπνοις· τοὺς δὲ λεπτοτέρους ἔμετος ἐκβάλλει, ποτὲ μὲν ἐπὶ τῷ τῆς πτισάνης χυλῷ γενόμενος ἢ μελικράτῳ· ὅσοι δὲ γλίσχροι τέ εἰσι καὶ
5παχεῖς, τῶν λεπτυνόντων χρῄζουσιν.

6

.

41

t

Ἐκ τῶν Φιλουμένου. Πῶς χολημεσίαν θεραπευτέον.

6

.

41

.

1

Τοῖς χολημετοῦσι κατάπλασμα προσενεκτέον διὰ φοινίκων ἢ σιδίων ἢ κηκῖδος ἡψημένων ἐν οἴνῳ ἢ ὀξυκράτῳ, συλλελειωμένων ἄρτῳ· καὶ ἀκακία δὲ καὶ ὑποκιστὶς καὶ βαλαύστιον καὶ ῥοῦς συμπλεκέσθω τῷ

6

.

41

.

2

καταπλάσματι, καὶ σικύα δὲ προσβαλλομένη μεγάλως ὠφελεῖ μετὰ

6

.

41

3,4

φλογὸς πολλῆς. τὴν δὲ τροφὴν πολλάκις κατὰ βραχὺ δώσομεν. ἐπὶ

6

.

41

.

4

(2)

δὲ τῶν χολὴν μέλαιναν ἐμούντων καὶ φυσωμένων τὸν στόμαχον σπόγ‐ γους ὄξει δριμυτάτῳ θερμῷ βεβρεγμένους ἐντίθει, ἢ κισσοῦ φύλλοις ἑφθοῖς ἐν οἴνῳ κατάπλασσε.

6

.

42

t

Ἐκ τῶν Γαληνοῦ. Περὶ λυγμοῦ.

6

.

42

.

1

Ὁ λυγμὸς γίνεται διὰ πλήρωσιν ἢ κένωσιν ἢ δριμέων χυμῶν δακνόντων τὸν στόμαχον, ὧν ἐμεθέντων παύεται· πολλοὶ δὲ καὶ τὸ διὰ τριῶν πεπέρεων λαβόντες, ἐὰν εὐθέως ἐπιπίωσιν οἶνον, λύζουσιν.

6

.

42

.

2

ὅτι δὲ καὶ διαφθείραντες τροφήν τινες λύζουσι, τῶν γινωσκομένων

6

.

42

.

3

ἐστίν· καὶ ῥιγώσαντες δὲ πολλοὶ λύζουσιν. ἔμετον 〈μὲν〉 οὖν εὑρή‐ σομεν αὔταρκες ἴαμα τῶν διὰ πλῆθος ἢ δῆξιν λυζόντων, θερμασίαν δὲ

6

.

42

.

4

τῶν διὰ ψῦξιν. ὅταν δ’ ὑπὸ πληρώσεως ὑγρῶν γένηται λυγμός, βιαίας
δεῖται κενώσεως· τοῦτο δ’ ὁ πταρμὸς ἐργάζεται· τοὺς δ’ ἐπὶ κενώσει

6

.

42

.

5

λυγμοὺς οὐκ ἰᾶται πταρμός. διδόναι δὲ τοῖς λύζουσι πήγανον μετ’ οἴνου ἢ ζιγγίβερι ἢ καλαμίνθην ἢ νάρδον Κελτικήν.

6

.

43

t

Πῶς ἐπιμελητέον γλώσσης τραχύτητος.

6

.

43

.

1

Ὑγραίνειν δεῖ τὴν τραχύτητα τῆς γλώσσης ποιοῦντας διακρατεῖν λινοσπέρμου ἀφέψημα τοὺς κάμνοντας ἐν τῷ στόματι· βέλτιον δ’ ἐν‐

6

.

43

.

2

εργεῖ μύσκλον τῷ λινοσπέρμῳ ἐγκαθηψημένον. καὶ τὸν δάκτυλον δ’ ἐκ τούτου τοῦ χυλοῦ προβρέξαντες καὶ τὴν γλῶσσαν ἀνατρίψαντες ἀποκλυζέσθωσαν ὕδατι καθαρῷ ἢ σπόγγῳ περιμασσέσθωσαν, εἶτα ῥοδίνῳ

6

.

43

.

3

ἐπαλειφέσθωσαν. καὶ αὐτὸ δὲ τὸ ῥόδινον μέλιτι συμμιγὲν σπουδαίως

6

.

43

.

4

ἐνεργεῖ, καὶ ὁ τῆς ἀνδράχνης χυλὸς κρατηθείς. καὶ ῥοῦς ὁ ἐπὶ τὰ ὄψα μελικράτῳ μιγεὶς καλῶς ποιεῖ καὶ δαμασκηνοῦ καὶ μυσκλίου τὰ ὀστέα διακρατούμενα καὶ θριδακίνης καυλίον.

6

.

44

t

Θεραπεία τῆς περὶ τὸ ἱερὸν ὀστέον ἑλκώσεως.

6

.

44

.

1

Ἡνίκα μὲν ἄρχεται ἐνερευθὴς ὁ τόπος γίνεσθαι, κύκλον ἐξ ἐρίου ποιήσαντες εὐμεγέθη ὑποθήσομεν τῷ τόπῳ, μετὰ ταῦτα ῥοδίνην ἢ μυρσίνην κηρωτὴν ποιήσαντες ἔχουσαν λιθάργυρον ἢ ψιμύθιον ἐπι‐

6

.

44

.

2

θήσομεν. φλεγμονῆς δὲ γενομένης ἄρτῳ καταπλαστέον μετὰ στρύχνου

6

.

44

.

3

ἢ πολυγόνου ἢ ἀρνογλώσσου ἢ ἁπαλῆς κράμβης. εἰ δὲ νομώδης ἕλ‐ κωσις εἴη, φακῇ καταπλασσέσθω μετὰ σιδίων.

6

.

45

t

Περὶ λειποθυμίας τῆς ἐπὶ κενώσεσιν.

6

.

45

.

1

Τοῖς διὰ κένωσιν λειποθυμοῦσιν ὕδωρ ψυχρὸν προσραίνειν καὶ τοὺς μυκτῆρας ἐπιλαμβάνειν καὶ ἀνατρίβειν τὸ στόμα τῆς γαστρὸς καὶ κελεύειν ἐμεῖν, ἀλλὰ καὶ χεῖρας καὶ σκέλη διαδεῖν· εἶναι δὲ δεῖ τοὺς δεσμοὺς πλείονας καὶ σφοδροτέρους, ἄνω μὲν ἐπὶ τοῖς κάτω, κάτω δ’

6

.

45

.

2

ἐπὶ τοῖς ἄνω. ἰᾶται δὲ καὶ οἶνος ψυχρῷ κεκραμένος τὰς ἐπὶ ταῖς

6

.

45

.

3

ἀθρόαις κενώσεσιν ἐκλύσεις, εἰ μηδὲν κωλύει. λουτρὰ δὲ τοῖς μὲν ἐπὶ τὴν γαστέρα ῥεύμασιν ἐπιτηδειότατα, τὰς δ’ αἱμορραγίας δεινῶς παρ‐

6

.

45

.

4

οξύνει. καὶ ὅσοι διὰ πλῆθος ἱδρώτων, καὶ τούτοις ἐναντιώτατα· καὶ

6

.

45

.

5

γὰρ στύφειν καὶ ψύχειν αὐτῶν τὸ δέρμα δεῖ, οὐ χαλᾶν. καὶ τὸν οἶνον μάλιστα τούτοις ψυχρὸν διδόναι.

6

.

46

t

Περὶ τῶν ἐπὶ πλήθει λειποθυμούντων.

6

.

46

.

1

Τῶν ἐπὶ πλήθει δὲ λειποθυμούντων ἀνατρίβειν τὰ κῶλα χρὴ καὶ θερμαίνειν καὶ διαδεῖν, οἴνου δὲ καὶ τροφῆς ἀπέχειν καὶ λουτρῶν, εἰ

6

.

46

.

2

πυρέττοιεν. ἀρκεῖ δ’ αὐτοῖς μελικράτου τε διδόναι πόμα θύμον ἢ ὀρίγανον ἢ γλήχωνα ἢ ὕσσωπον ἐναφηψημένον ἔχον· ἐπιτήδειον δὲ καὶ ὀξύμελι.

6

.

47

t

Θεραπεία ἐφ’ ὧν στάξις παρηκολούθησεν.

6

.

47

.

1

Ἐπειδὴ ἡ μὲν στάξις δηλοῖ πλῆθος ἐν ὅλῳ τῷ σώματι ἢ ἐν τῇ κεφαλῇ κατ’ ἔκθλιψιν γινομένη διὰ πύκνωσιν, ἡ δὲ πλείων ἔκκρισις ἱκανή ἐστι καὶ χαλάσαι καὶ μειῶσαι τὸ πλῆθος, κατὰ λόγον δ’ ἐστὶ ποιεῖσθαι αὐτὴν ἐκεῖθεν ὅθεν ἡ φύσις ὥρμησεν (οἰκειότερόν ἐστιν ἢ
5δι’ ἑτέρων), ταῦτα ἐννοήσας ἐτόλμησα ἐπὶ τῶν τεταρταίων ἀποστάξεων

6

.

47

.

2

διὰ στοιβῆς, ὡς ἔθος, τρῶσαι τὰ ἐν τοῖς μυξωτῆρσιν ἀγγεῖα. δεῖ δὲ
μὴ ἀρκεῖσθαι ὀλίγῃ ῥύσει, ἀλλὰ πρὸς δύναμιν ἀφαιρεῖν.

7

.

1

t

Περὶ τῶν ἁπλῶν ἑλκῶν.

7

.

1

.

1

Ἐπειδὴ τὸ ἁπλοῦν ἕλκος διαίρεσίς ἐστι μόνον, εἴ τις συναγάγοι τὰ διαιρεθέντα δεσμὸν ἐν κύκλῳ περιθείς, συμφυήσεται τὰ διεστῶτα

7

.

1

.

2

μόρια χωρίς τινος πραγματείας. δεῖ δέ, ὅταν μὲν καθ’ ἕν τι τῶν χειλῶν ἐκτετραμμένον εἴη τὸ ἕλκος εἰς τὸ πλάγιον, ἐκεῖθεν τὴν ἀρχὴν ποιεῖσθαι τῆς ἐπιδέσεως καὶ περιτρέπειν εἰς τἀναντία· κατ’ ἀμφότερα 〈δ’ οὔσης τῆς ἐκτροπῆς, τὴν ἀπὸ δυοῖν ἀρχῶν παρα〉λαμβάνειν ἐπί‐
5δεσιν καὶ προσάγειν οὕτως τὰ χείλη· μηδενὸς γὰρ τῶν χειλῶν μεταξὺ παρεμπεσόντος, οἷον τριχὸς ἢ ψάμμου ἢ ἐλαίου ἢ ῥύπου ἤ τινος

7

.

1

.

3

τοιούτου, πάντως συμφυήσεται τὸ ἕλκος. μεγάλου δ’ ὄντος τοῦ ἕλκους, ὡς μὴ δύνασθαι τὰ κεχωρισμένα δι’ ὅλου συναχθῆναι, ἢ ἰχῶ‐ ρός τινος ἀθροισθέντος, ἢ ὀδύνης οὔσης, κολληθῆναι τὸ τοιοῦτον ἕλκος οὐχ οἷόν τε διὰ μόνης τῆς συναγωγῆς, καὶ χρεία ξηραίνοντος φαρμάκου
5τόν τε ἠθροισμένον ἐκδαπανῶντος ἰχῶρα καὶ κωλύοντος ἐπιρρεῖν ἕτε‐

7

.

1

.

4

ρον. ὑγρῶν μὲν οὖν κάλλιστόν ἐστιν οἶνος· ποιεῖ δὲ καὶ ὀξύκρατον καὶ μελίκρατον· τῶν δ’ ἄλλων κολλᾷ τραύματα δρυὸς φύλλα κατα‐ πλασσόμενα καὶ ἰτέας καὶ κράμβης μηλέας τε ὁ καρπὸς καὶ τὰ φύλλα καὶ ὁ χυλὸς καὶ ὁ φλοιὸς τῆς αὐστηροτέρας καὶ ὀξυτέρας, ἀρνόγλωσσον,

7

.

1

.

5

πάπυρος ὀξυκράτῳ ἢ οἴνῳ βραχεῖσα ἐν κύκλῳ περιειλουμένη. τὰ δὲ
πρόσφατα κολλᾷ πίτυος καὶ πεύκης τὰ φύλλα καὶ ὁ φλοιὸς πρόσφατος ὡς ἐπίδεσμος περιειλούμενος, σπόγγος καινὸς μεθ’ ὕδατος ἢ ὀξυκράτου ἢ οἴνου, τυρὸς πρόσφατος προλειωθείς· ἔξωθεν δ’ ἐπιτιθέναι δεῖ φύλλα
5λαπάθου ἢ ἀμπέλου ἢ τεύτλου ἢ θριδακίνης· ὁ δ’ ὀξυγαλάκτινος τυρὸς

7

.

1

.

6

καὶ τὰ μείζονα τραύματα. ἀχράδες δὲ καὶ ἀναστέλλουσι τὸ ῥεῦμα· ἵππουρις καταπλαττομένη, κἂν νεῦρα διατετμημένα τύχῃ· ἴσατις ἡ ἥμερος ἐπὶ τῶν σκληρῶν σωμάτων, κἂν ἐν ταῖς τῶν μυῶν ᾖ κεφαλαῖς· κυπαρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ νέα τῶν σφαιρίων καὶ

7

.

1

.

7

μαλακὰ ἐπὶ τῶν σκληρῶν σωμάτων. 〈κοχλίου σὰρξ λειωθεῖσα κολλᾷ τραύματα μετὰ νεύρου τρώσεως καὶ θλάσεως γεγονότα ἐπὶ σκληρῶν σωμάτων·〉 μιγνύναι δὲ χρὴ αὐτῇ λελειωμένῃ ἄχνην ἀλεύρου λαμβά‐ νοντα ἀπὸ [τοῦ] τοίχου πλησιάζοντος μύλῃ· σμύρνα σὺν ὕδατι κατα‐

7

.

1

.

8

χρισθεῖσα ἢ λιβανωτός. γῆς ἔντερα καὶ νεύρων διακοπὰς κολλᾷ· πεντα‐

7

.

1

.

9

φύλλου φύλλα μετὰ μέλιτος· σκόροδα καέντα καταπλασσόμενα. πρὸς δὲ τὰ πρεσβυτικὰ ἕλκη ἀναγαλλὶς ποιεῖ μετὰ κηρωτῆς, κριθαὶ καυθεῖσαι

7

.

1

.

10

καὶ ψιμύθιον σὺν κηρωτῇ μυρσίνῃ τριπλασίονι. πρὸς δὲ τὰ ἐν κεφαλῇ σμύρναν ξηρὰν ἐπίπασσε καὶ μὴ βρέχε (ταχέως γὰρ συνάγει), ἢ ἀλόην ξηρανθεῖσαν ἢ ἀριστολοχίαν τρίψας μεθ’ ὕδατος (τοῦτο καὶ ὀστᾶ ἀνάγει),

7

.

1

.

11

ἢ λιβανωτὸν καὶ σμύρναν ἴσα τρίψας καὶ μετὰ μέλιτος καὶ οἴνου συν‐

7

.

1

.

12

εψήσας, ἕως πάχος σχῇ σύμμετρον, εἰς μοτὸν χρίων ἐπιτίθει. πρὸς δὲ τὰ τραύματα τὰ περιωδυνοῦντα καὶ φλεγμαίνοντα ῥοὰν γλυκεῖαν ἑψή‐

7

.

1

.

13

σας οἴνῳ καὶ τρίψας κατάπλασσε. θαυμαστὸν τοῦτο καὶ πολύχρηστον πρός τε γὰρ τὰ ἐν κεφαλῇ ἕλκη ποιεῖ καὶ πρὸς τὰ ἐν αἰδοίοις, καὶ πρὸς τὰ ἐν ὅλῳ τῷ σώματι περιωδυνοῦντα καὶ πρὸς ὀφθαλμοὺς φλεγ‐ μαίνοντας.

7

.

2

t

Περὶ τῶν κοίλων ἑλκῶν.

7

.

2

.

1

Τὸ κοῖλον ἕλκος ὑγρόν ἐστι καὶ ῥυπαρόν· δεῖται οὖν τῶν μετρίως ξηραινόντων καὶ ῥυπτόντων· τοιαῦτα δ’ ἐστὶ λιβανωτός τε καὶ κρίθινον
ἄλευρον καὶ κυάμινον καὶ ὀρόβινον καὶ ἶρις καὶ ἀριστολοχία καὶ κα‐

7

.

2

.

2

δμεία καὶ πάναξ καὶ πομφόλυξ. ὅταν δὲ μηδὲν ὠφελήσῃ τὸ προσ‐ αγόμενον σαρκωτικὸν φάρμακον, οὕτω πως ἐπ’ ἄλλο μεταβαίνειν· εἰ μὲν πλείων ὁ ῥύπος εἴη καὶ ὑγρότερον τὸ ἕλκος, εἰδέναι προσήκει ὡς ἐνδεέστερον ἐξήραινε τὸ φάρμακον, καὶ ἐπιτείνειν αὐτὸ μέλιτος μίξει·
5εἰ δὲ καθαρὸν καὶ ἄνικμον εὑρεθείη, πλέον ἢ ἐχρῆν ἐξήραινεν, ἐλαίου

7

.

2

.

3

τε αὐτὸ καὶ κηρωτῆς ἀνιέναι μίξει. συμβαίνει δ’ ἐνίοτε τοῦ φαρμάκου τυγχάνοντος ἰσχυροτέρου συντήκεσθαί τι τῆς σαρκὸς ὡς ῥυπαρὸν καὶ ὑγρὸν φαίνεσθαι τὸ ἕλκος παραπλησίως τοῖς ἐνδεέστερον ξηρανθεῖσιν· ἀλλὰ τοῦτο κοιλότερόν τε καὶ συντηκόμενον γίνεται καὶ ὀχθῶδες τοῖς
5χείλεσιν ἐρυθρότερόν τε καὶ φλεγμονὴν ἔχον, πολλάκις δὲ καὶ δάκνεται σαφῶς ὁ πάσχων· τὸ δ’ ἕτερον ὑπὸ τῶν ἔλαττον ξηραινόντων οὐδὲν

7

.

2

.

4

ἔχει τούτων παρακολουθοῦν. σαπρότης τοίνυν ξύλων, καὶ μάλιστα ὅσα μετέχει μετρίας στύψεώς τε καὶ ῥύψεως, ὥσπερ καὶ ἡ πτελέα, καθαίρει

7

.

2

.

5

καὶ ἀναπληροῖ τὰ καθαρὰ τῶν ἑλκῶν· ἀνεμῶναι προστιθέμεναι. πίτυος φλοιὸν ἀποξύσας καὶ τρίψας μετὰ κηρωτῆς τοὺς μοτοὺς ἐγχρίων ἐπὶ τῶν κοίλων ἑλκῶν, καὶ μάλιστα τῶν προσφάτων, ἐπιτίθει· πληροῖ γὰρ

7

.

2

.

6

αὐτά. καθαίρει δὲ τὰ ῥυπαρὰ πράσιον μετὰ μέλιτος, ἀριστολοχία σὺν μέλιτι, ἐλαῖαι κολυμβάδες καταπλασθεῖσαι.

7

.

3

t

Περὶ τῶν οὐλῆς δεομένων ἑλκῶν.

7

.

3

.

1

Ξηραίνοντες καὶ στύφοντες τὴν σάρκα τῶν οὐλῆς δεομένων ἑλκῶν εἰς τοσοῦτον ὥστε μὴ μόνον διαφορῆσαι τὸ παρὰ φύσιν περιττόν, ἀλλὰ καὶ τοῦ κατὰ φύσιν ἅψασθαι, τὸ ἐπιπολῆς τοῦ ἕλκους παραπλήσιον δέρματι κατασκευάσομεν καὶ εἰς οὐλὴν ἄξομεν τὸ ἕλκος· ἐπιτήδειον
5δ’ εἰς τοῦτο κηκὶς ὀμφακῖτις καὶ τὰ τῆς ῥοιᾶς λέμματα μετρίως ξηραί‐

7

.

3

.

2

νοντα. καὶ ὅσα δὲ χωρὶς τοῦ στύφειν ἀδήκτως ξηραίνει, καὶ ταῦτα εἰς οὐλὴν ἄγει, οἷον σμύρνα, λιθάργυρος, καὶ εἰ καυθείη, ὄστρεον (ἐπιπαττόμενον γὰρ ξηρὸν καὶ τοῦτο πολλάκις ἐπούλωσεν), πίτυος φλοιὸς σὺν κηρωτῇ μυρσίνῃ, κισσοῦ ἄνθος μετὰ κηρωτῆς, κρίνου ῥίζα

7

.

3

.

3

σὺν ῥοδίνῳ. τὰ δὲ παλαιὰ ἐπουλοῖ ἰξὸς σὺν λιβάνῳ, ἰὸς μετὰ διφρυ‐
γοῦς ἴσου καὶ μετὰ κηρωτῆς μυρσίνης.

7

.

4

t

Περὶ τῶν ὑπερσαρκούντων ἑλκῶν.

7

.

4

.

1

Ἡ τῶν ὑπεραυξηθεισῶν σαρκῶν ἐπὶ τῶν ἑλκῶν καθαίρεσις ὑπὸ τῶν ἰσχυρῶς ξηραινόντων γίνεται φαρμάκων, οἷόν ἐστιν Ἀσσίας πέτρας

7

.

4

.

2

ἄνθος. καὶ τὰ ὀστρεώδη πάντα καυθέντα μετρίως καθαιρεῖ τὰ ὑπερ‐ σαρκοῦντα καὶ προσστέλλει καὶ οἱ ἐχῖνοι δ’ ὁμοίως ἀμφότεροι καυθέντες σὺν τῷ σώματι παντί, καὶ διφρυγὲς καταπασσόμενον. καὶ χαλκοῦ ἄν‐ θος καὶ λεπίδα κατάπασσε.

7

.

5

t

Πρὸς ἕλκη ἐπιπόλαια καὶ παρατρίμματα καὶ ἀποσύρματα καὶ πρεσβυτικὰ καὶ ἁπαλόχρωτας.

7

.

5

.

1

Λιθαργύρου χρυσίτιδος 𐅻 ν, κηροῦ 𐅻 κ, ῥητίνης ξηρᾶς πευκίνης 𐅻 ιβ, ἐλαίου κοτύλη α· τὴν λιθάργυρον καὶ τὸ ἔλαιον ἑψήσας, μετὰ δὲ ταῦτα τὸν κηρὸν καὶ τὴν ῥητίνην ἐπεμβαλών, ὅταν ἐμπλάστρου πάχος

7

.

5

.

2

λάβῃ, καθελὼν ἀπὸ τοῦ πυρὸς καὶ βαλὼν εἰς θυίαν μαλάξας χρῶ. τὸ δ’ ἀποσυρὲν δέρμα οὐ χρὴ τῶν ἑλκῶν ἀποτέμνειν, ἀλλ’ ἐπάγειν αὐτὸ καὶ ἔξωθεν ἐπιτιθέναι τι τῶν ἐπιτηδείων φαρμάκων· κολλᾶται γὰρ οὕτω πολλάκις τὸ ἀποσυρὲν δέρμα, κἂν μελανθῆναι φθάσῃ· γυμνωθεί‐
5σης δὲ τῆς σαρκὸς τοῦ δέρματος, δύσκολος ἡ ἐπούλωσις γίνεται, δακνο‐

7

.

5

.

3

μένου καὶ ῥυπουμένου τοῦ ἕλκους. ἀφλέγμαντα δὲ τηρεῖ τὰ ἀποσύρ‐ ματα ῥοῦς ἐρυθρὸς καταπλασσόμενος λεῖος σὺν μέλιτι, σχίνου. κόμη

7

.

5

.

4

καυθεῖσα καὶ σὺν μέλιτι ἐπιτεθεῖσα. πρὸς δὲ τὰ ἐξ ὑποδημάτων παρα‐

7

.

5

.

5

τρίμματα πνεύμων ἄρνειός τε καὶ χοίρειος καὶ αἴγειος ποιεῖ. τὸ ἀπὸ τῶν καττυμάτων δέρμα καυθὲν φλεγμαίνοντα μὲν οὐκ ὠφελεῖ, παυσά‐ μενα δὲ τῆς φλεγμονῆς ὀνίνησιν· ξηραντικὴ γάρ ἐστιν ἡ τοιαύτη τέφρα.

7

.

5

.

6

κρόμμυον σὺν ὀρνιθείῳ στέατι λεῖον. κηκῖδα καύσας καὶ τρίψας ἐπί‐

7

.

5

.

7

πασσε. ἀκακίαν ἐν ὄξει διεὶς ἐπίχριε.

7

.

6

t

Πρὸς τὰ πυρίκαυστα.

7

.

6

.

1

Τὰ δὲ πυρίκαυστα τῶν μετρίως ῥυπτόντων δεῖται φαρμάκων χωρὶς

7

.

6

.

2

τοῦ θερμαίνειν ἢ ψύχειν ἐπιφανῶς. γῆ τοίνυν Χία καὶ Κιμωλία, καὶ πᾶσα δὲ κούφη γῆ καταχριομένη δι’ ὄξους μὴ πάνυ δριμέος ἢ ὕδατος μιγνυμένου ποιοῦσι καλῶς καὶ κωλύουσι φλυκταινοῦσθαι, καὶ ὠὸν ὅλον ὠμὸν παραχρῆμα ἐπιτιθέμενον ἀναλαμβανόμενον ἐρίῳ μαλακῷ· καὶ
5γὰρ ἐμψύχει μετρίως καὶ ἀδήκτως ξηραίνει· ἢ μέλαν γραφικὸν περί‐ χριε· 〈ἢ λιβανωτὸν λευκὸν ὕδατι διεὶς κατάχριε·〉 καὶ φακὸν ἑψήσας καὶ λεάνας κατάπλασσε· ἄλευρον λεπτὸν ὠοῖς ὠμοῖς μίξας ἐπιτίθει·

7

.

6

.

3

ἐλαίας ἁλμάδας μετ’ ἀλφίτων λεάνας κατάπλασσε. πρὸς δὲ τὰ ἤδη πεφλυκταινωμένα ῥοῦν καὶ ἄλφιτα τρίψας μετ’ ὄξους κατάπλασσε· κονίαν ἄσβεστον κηρωτῇ μιγνὺς καὶ εἰς ὀθόνιον ἐμπλάσσων ἐπιτίθει.

7

.

6

.

4

τὰ δ’ ἡλκωμένα πράσοις λείοις κατάπλασσε· ἢ ἀνδράχνην τρίψας μετ’ ἀλφίτων κατάπλασσε· 〈ἢ φακῷ ἑφθῷ λείῳ μετὰ μέλιτος κατάπλασσε.〉

7

.

6

.

5

περιστερᾶς κόπρον εἰς ὀθόνην εἰλήσας κατάκαυσον, ἕως τέφρα γένηται,

7

.

6

.

6

καὶ διεὶς ἐλαίῳ χρῶ· θαυμαστὸν φάρμακον πίτυος ἢ πεύκης φλοιὸς ἢ ἀδίαντον ξηρὸν λεῖον ἢ μυρσίνης φύλλα κατακεκαυμένα λεῖα· ποιεῖ δὲ

7

.

6

.

7

τούτων ἕκαστον καὶ μετὰ κηρωτῆς συντιθέμενον. πρὸς δὲ τὰ ἀφ’ ὕδατος κατακαύματα πρὶν φλυκταίνας γενέσθαι ἐλαιῶν ἁλμάδων ὕδωρ συνεχῶς κατάντλει, καὶ αὐτὰς τὰς ἁλμάδας τρίψας ἐπιτίθει, ἢ στυπτη‐ ρίαν σχιστὴν τρίψας μετ’ ὄξους ἐπίχριε, ἢ χολῇ ταυρείᾳ μεθ’ ὕδατος
5δαψιλοῦς τετηκυίᾳ κατάχριε, ἤ, ὡς Ἀδαμάντιος ἐθεράπευε, βολβοὺς κρίνων μετὰ ῥοδίνου τρίψας καὶ ποιήσας γλοιῶδες κατάχριε.

7

.

7

t

Πρὸς ἐξανθήματα.

7

.

7

.

1

Ἐξανθήματα γίνεται παχέων χυμῶν ἐν τῷ δέρματι σφηνωθέντων

7

.

7

.

2

καὶ πλέον κατὰ τὴν ἐπιδερμίδα πυκνὴν οὖσαν. χρὴ οὖν αὐτοὺς κενοῦν διὰ τοῦ δέρματος καὶ μὴ πόρρω περισπᾶν εἰς τὸ βάθος ἐπὶ τῷ διὰ

7

.

7

.

3

γαστρὸς ἢ ἐμέτων κενῶσαι. καὶ μή τις ὑπολαμβάνῃ συμβουλεύειν με μηδέποτε καθαίρεσθαι τοὺς τοιούτους διὰ γαστρός· δεῖ γὰρ ἐφ’ ὧν πλῆθος ὑπόκειται χυμῶν καθαίρειν· εἰ γάρ τις μὴ πράξας τοῦτο πρό‐ τερον ἐπιχειροίη διαφορεῖν, ἐμφράξει μᾶλλον ἢ κενώσει διὰ τοῦ δέρ‐

7

.

7

.

4

ματος τοὺς χυμούς. ἀλλὰ τήν γε θεραπείαν τῶν ἐμπεπλασμένων τῷ δέρματι χυμῶν διὰ τῶν ἐκ πυριώντων τε καὶ θερμαινόντων ποιητέον, καὶ μάλιστα ὅταν πλατέα τυγχάνῃ ὄντα ἐξανθήματα· τὰ γὰρ τοιαῦτα δηλοῖ τὸν χυμὸν οὐ θερμὸν καὶ λεπτὸν ὑπάρχειν, ἀλλ’ ἱκανῶς ψυχρὸν

7

.

7

.

5

καὶ παχύν. δάφνης οὖν φύλλων ἁπαλῶν καὶ πηγάνου καὶ μάννης

7

.

7

.

6

ἴσον ἑκάστου τρίψας 〈καὶ διεὶς ἐν ἐλαίῳ κατάχριε. σταφίδα ἀγρίαν φώξας καὶ τρίψασ〉 καὶ λιβανωτὸν μετ’ ἐλαίου διεὶς ἐπάλειφε· σεῦτλον ἁπαλὸν ἑψήσας καὶ τρίψας κατάπλασσε· κηροῦ 𐅻 η, θείου ἴσον, ἁλὸς 𐅻 ϛ.

7

.

7

.

7

τὰ ξηρὰ τρίψας καὶ ἐπιχέας ἐλαίου κοτύλης ἥμισυ πάντα ὁμοῦ ἕψει, καὶ γενομένων ἐμπλαστῶν χρῶ· προσεδρεύειν δὲ χρὴ τῇ ἑψήσει· ἀγα‐ θὸν σφόδρα τὸ φάρμακον.

7

.

8

t

Περὶ κνησμῶν.

7

.

8

.

1

Κνησμοὺς κατασκευάζειν μὲν χρή, ὅταν ἐκ τοῦ βάθους προκαλέ‐ σασθαι δέον ᾖ χυμούς, κωλύειν δέ, ὅταν περὶ τὰ κνώμενα μόρια κίν‐ δυνος ᾖ ψώρας ἢ λέπρας ἤ τινα τῶν κακοήθων ἑλκῶν συστῆναι· κω‐ λύσεις δ’ ἢ διὰ φαρμάκων ἀποκρουόμενος ἢ διὰ τοῦ καρτερεῖν κνη‐
5στιῶντα καὶ μὴ ψαύειν· παύεσθαι γὰρ πέφυκεν ἡ κνῆσις καὶ οὕτως.

7

.

8

.

2

πρὸς δὲ τοὺς ψωρώδεις κνησμοὺς θαλάσσῃ θερμῇ ἢ ὄξει θερμῷ λοῦε 〈ἢ〉 σικύου ἀγρίου ἀφεψήματι ὁμοίως, ἢ ἀμπέλου παλαιᾶς φλοιὸν φρύξον ἐπ’ ὀστράκου, καὶ τρίψας προεπαλείψας τε τὸν ψωριῶντα τόπον βουτύρῳ ἐπίπλασσε τούτῳ καὶ κατάδει, χρῶ τε τῷ φαρμάκῳ,

7

.

8

.

3

μέχρις ἂν ὑγιασθῇ. τὸ δ’ ὄπιον μεθ’ ὑγρᾶς κηρωτῆς συναλειφόμενον τοὺς κνησμοὺς καὶ τὰ ψυδράκια παρηγορεῖ.

7

.

9

t

Περὶ φλυκταινῶν.

7

.

9

.

1

Καὶ τὰς φλυκταίνας δ’ ὀξείᾳ βελόνῃ τιτρᾶν προσήκει καθ’ ὑπόρ‐ ρυσιν, εἶτ’ ἐκθλίβειν πρᾴως τὸ ὑγρόν, ἐῶντα τὸ δέρμα προσκείμενον, κἂν πληρωθῆ μύσαντος τοῦ τρήματος ἡ φλύκταινα, πάλιν αὐτὴν δεῖ τιτρᾶν ὁμοίως καὶ ἐκθλίβειν καὶ φυλάττειν τὸ δέρμα προσσταλέν, ἄχρις

7

.

9

.

2

ἂν ἐπουλωθῇ τὸ ὑπ’ αὐτῷ ἡλκωμένον. πρὶν μὲν οὖν ἐκραγῆναι τὰς φλυκτεῖς ἑφθῷ φακῷ λείῳ μεθ’ ὕδατος κατάπλασσε, ἢ ῥοιᾶς ῥαβδία

7

.

9

.

3

χλιαίνων ἐν τέφρᾳ θερμῇ τίθει καὶ κατόπτα τοὺς τόπους. ἐὰν δ’ ἐκ‐ ραγῶσι καὶ ἕλκος γένηται, στέαρ ὕειον τήξας μετὰ φακῆς λείας εἰς ὀθόνιον ἐμπλάσας ἐπιτίθει, ἢ κρίνου ῥίζας ἑψήσας ἐν ὕδατι καὶ τρίψας μετὰ κηρωτῆς ἐπιτίθει.

7

.

10

t

Περὶ ἀναρρηγνυμένων ἑλκῶν.

7

.

10

.

1

Τινὰ δὲ τῶν ἑλκῶν συνουλωμένα πολλάκις μετὰ χρόνον οὐ πολὺν αὖθις φλεγμαίνει τε καὶ ἀναρρήγνυται. παθόντος γὰρ ὀστοῦ τινος ἐνίοτε ἡ ἐπικειμένη σὰρξ ἐπουλοῦται μὲν ῥᾳδίως καὶ ὑγιὴς εἶναι δοκεῖ τελέως, πάλιν δ’ ἰχῶρος ἐπιρρυέντος κατ’ ὀλίγον ἐκ τοῦ φθειρομένου
5κατὰ βάθος ὀστοῦ, φλεγμονή τε καὶ πύον ὑπογίνεται τὴν οὐλὴν ἀνα‐

7

.

10

.

2

ξαῖνον. τίς οὖν ἡ θεραπεία τῶν τοιούτων ἑλκῶν; ξήρανσις ἐπὶ το‐

7

.

10

.

3

σοῦτον ὡς ἀποστῆναι τὸ πεπονθὸς ὀστοῦν. ῥᾳδίως οὖν ἀναπλεύσει τὰ ἐγκαθήμενα τῶν ὀστῶν, εἰ μήκωνος ἀγρίας καὶ συκῆς φύλλα λεῖα μετὰ πάλης ἀλφίτου καὶ οἴνου καταπλάσεις ἢ ὑοσκυάμου σπέρμα καὶ

7

.

10

.

4

χάλκανθον ἴσα τρίψας ἐπιθήσεις. πευκεδάνου ἡ ῥίζα λεπίδας ὀστέων ἀφίστησιν ἐν τάχει.

7

.

11

t

Περὶ κακοήθων ἑλκῶν.

7

.

11

.

1

Τὰ δὲ κακοήθη καὶ δυσεπούλωτα καὶ χρόνια καὶ σηπεδονώδη τῶν ἑλκῶν Λημνία σφραγὶς ὠφελεῖ μεγάλως· ἡ δὲ χρῆσις γίνεται κατὰ τὸ μέγεθος τῆς τοῦ ἕλκους κακίας· τὸ μὲν γὰρ δυσῶδες καὶ λίαν πλαδα‐ ρὸν καὶ ῥυπαρὸν ἀνέχεται δι’ ὄξους δριμυτάτου τῆς Λημνίας ἀνιεμένης

7

.

11

.

2

εἰς πηλώδη σύστασιν· καὶ δι’ οἴνου δ’ ἢ ὕδατος ἢ ὀξυμέλιτος ἢ ὀξυ‐ κράτου ἢ μελικράτου, ἢ ὅπως ἂν ἡ χρεία κελεύῃ, ἐπιτήδειόν ἐστιν.

7

.

11

.

3

εἴ τις θυίαν ἐκ μολύβδου κατασκευάσας μετὰ δοίδυκος μολυβδίνου ῥόδινον ἐμβαλὼν ἢ ὀμφάκινον ἔλαιον ἢ ἀειζῴου χυλὸν ἢ κοτυληδόνος ἢ θριδακίνης ἢ ψυλλίου ἢ ὄμφακος τρίβοι ὡς ἀνεῖναι χυλόν τινα, ἄριστον ἕξει φάρμακον πρὸς τὰ καρκινώδη καὶ κακοήθη τῶν ἑλκῶν
5καὶ πρὸς τὰς ἐν αἰδοίοις καὶ ὄρχεσι καὶ μαστοῖς φλεγμονὰς πρός τε

7

.

11

.

4

τὰς ἐν ἕδρᾳ μεθ’ ἑλκῶν ἢ στολίδων ἀνεξασμένων. κενταύριον τὸ μικρὸν καταπλασσόμενον πρόσφατον τὰ παλαιὰ καὶ δυσεπούλωτα τῶν

7

.

11

.

5

ἑλκῶν ἀπουλοῖ καὶ τὰ κακοήθη ἰᾶται. κυπαρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ σφαιρία τὰ νέα καὶ ἁπαλὰ τὰς κατὰ βάθος ὑγρότητας ἐν ταῖς πλαδαραῖς καὶ σηπεδονώδεσι διαθέσεσιν ἀλύπως τε ἅμα καὶ

7

.

11

.

6

ἀσφαλῶς ἐκβόσκεται. κυπέρου ῥίζαι τὰ δι’ ὑγρότητα πολλὴν ἑλκύδρια

7

.

11

.

7

δυσεπούλωτα θαυμαστῶς ὠφελοῦσιν. κολοκύνθης ξηρᾶς κεκαυμένης ἡ τέφρα τοῖς ὑγροῖς ἅμα καὶ χωρὶς φλεγμονῆς σηπομένοις ἁρμόττει, καὶ

7

.

11

.

8

μάλιστα τοῖς ἐπὶ πόσθης αἰδοίων· ὁμοίως καὶ ἀνήθου ῥίζης. ἀρνό‐ γλωσσον πρὸς τὰ κακοήθη καὶ πρὸς ῥεύματα καὶ σηπεδόνας ἁρμόττει.

7

.

11

.

9

ἴσατις ἡ ἥμερος πρὸς πᾶν ἕλκος κακόηθες δραστηρίως ἀνθίσταται, κἂν σήπηται κἂν ἀναβιβρώσκηται· εἰ δέ ποτε τῆς τοῦ κάμνοντος φύσεως ἰσχυροτέρα φαίνοιτο, μιγνύναι χρὴ τοῖς φύλλοις αὐτῆς λειωθεῖσιν ἢ ἄρτον ἢ κρίθινον ἄλευρον ἢ πύρινον ἢ ἄλφιτα κατὰ τὴν ἐπικρατοῦσαν

7

.

11

.

10

ἐν ἑκάστῳ διάθεσιν. ὀστράκοις χρώμεθα πρὸς τὰς ἐκ ῥευμάτων χρονίας

7

.

11

.

11

καὶ δυσσαρκώτους κοιλότητας ὅσαι συριγγώδεις εἰσὶ καὶ βαθεῖαι. ἔρια κεκαυμένα τὰς πλαδαρὰς σάρκας ἐπὶ τῶν ἑλκῶν ἀποτήκει τάχιστα.

7

.

11

.

12

πλατάνου φλοιὸς καυθεὶς καὶ ἐπιπαττόμενος τὰ δι’ ὑγρότητα πολλὴν

7

.

11

.

13

ἕλκη πλαδαρὰ καὶ ῥυπαρὰ ἰᾶται. πευκεδάνου ῥίζα τοῖς κακοήθεσιν ἕλκεσιν ἄριστόν ἐστι φάρμακον ἐπιπαττομένη ξηρά· αὕτη γὰρ καὶ

7

.

11

.

14

καθαίρει καὶ σαρκοῖ καὶ ἀπουλοῖ. ἀλόη τὰ δυσεπούλωτα τῶν ἑλκῶν ἰᾶται, καὶ μάλιστα τὰ καθ’ ἕδραν τε καὶ αἰδοῖον· ὠφελεῖ δὲ καὶ τὰς

7

.

11

.

15

φλεγμονὰς αὐτῶν ὕδατι διεθεῖσα. παλαιὰ δ’ ἕλκη ἰᾶται κηρὸς ἐν ἡλίῳ μαλαχθεὶς καὶ χαλκοῦ λεπίδα πλείστην ἀναλαβὼν ἢ χρυσοκόλλαν· δεῖ δ’ εἰς ὀθόνιον ἐμπλάσσοντα τιθέναι καὶ μὴ ἀφαιρεῖν συνεχῶς τὸ σπλη‐

7

.

11

.

16

νίον. πρὸς δὲ τὰ Χειρώνεια ποιεῖ χαλκοῦ λεπίδος 𐅻 ι, κηροῦ τὸ ἴσον,

7

.

11

.

17

στυπτηρίας 𐅻 β. τὸν κηρὸν θερμάνας καὶ μαλάξας ἀνάλαβε τὰ ξηρὰ

7

.

11

.

18

λεῖα, καὶ εἰς ὀθόνιον ἐμπλάσας ἐπιτίθει. πρὸς δὲ τὰ θηριώδη σίδιον λεῖον καύσας ἐπιτίθει, ἢ στυπτηρίαν σχιστὴν κεκαυμένην λείαν ἐπιτίθει.

7

.

11

.

19

ὑσσώπου 𐅻 δ, σταφίδος ἴσον, νίτρου 𐅻 β· προϋποχρίσας μέλιτι τὸ ἕλκος

7

.

11

.

20

ἐπίπαττε αὐτὰ λεῖα. τὰ δὲ σηπεδονώδη καὶ νεμόμενα τῶν ἑλκῶν ἰσχυροτάτων δεῖται φαρμάκων, οἷόν ἐστι χαλκῖτις καὶ ἀρσενικὸν καὶ τίτανος· καίει γὰρ παραπλησίως τὰ τοιαῦτα πυρί, καὶ πολλάκις τού‐

7

.

11

.

21

των νικωμένων καὶ αὐτῷ 〈τῷ〉 πυρὶ χρώμεθα. πράσιον ἑφθὸν ἐν

7

.

11

22,23

οἴνῳ κατάπλασσε. ὄροβον λεῖον μετὰ μέλιτος ἐπιτίθει. ἐλαίας ἁπα‐

7

.

11

.

23

(2)

λοῖς φύλλοις ἑφθοῖς ἐν οἴνῳ λείοις ὡσαύτως χρῶ· καταντλητέον δὲ

7

.

11

.

24

θαλάσσῃ θερμῇ. τοὺς δὲ σκώληκας τοὺς ἐν τοῖς σηπεδονώδεσιν ἕλκεσι
χυλὸς καλαμίνθης ἀναιρεῖ.

7

.

12

t

Πρὸς ἄνθρακας.

7

.

12

.

1

Τοὺς δ’ ἄνθρακας μελαγχολικὸν τὸ αἷμα γενόμενον καὶ ἀναζέσαν ἐπιφλέξαν τε τὸ δέρμα ποιεῖ· διὸ καὶ σὺν ἐσχάρᾳ γίνονται, φλυκταίνης προηγουμένης τοῦ ἕλκους ὡς ἐπὶ τῶν πυρικαύστων· πυρετόν τε ὀξύ‐

7

.

12

.

2

τατον καὶ κίνδυνον ἐπάγει ταχύν. κνησαμένων δ’ ἐνίοτε καὶ πλείους συνίστανται φλύκταιναι σμικραί, πυκναὶ καὶ συνεχεῖς ὅμοιαι κέγχροις, αἵτινες ῥηγνύμεναι ποιοῦσιν ὁμοίως ἐσχαρῶδες τὸ ἕλκος, τῇ χροιᾷ ποτὲ μὲν τεφρώδους 〈γενομένης τῆς ἐσχάρας, ποτὲ δὲ μελαίνησ〉· ἡ
5δ’ 〈ἄλλη〉 σὰρξ κύκλῳ φλογώδης ἰσχυρῶς καὶ μέλαινα τῇ χροιᾷ γίνεται καὶ στίλβουσα παραπλησίως ἀσφάλτῳ καὶ πίσσῃ· τοιαύτη δ’ ἐστὶν ἡ

7

.

12

.

3

ἀκριβῶς μέλαινα χολή. θεραπεύοντας δὲ τὸ τοιοῦτον πάθος ἀπὸ φλε‐

7

.

12

.

4

βοτομίας ἄρχεσθαι προσήκει καὶ κενοῦν μέχρι λειποθυμίας. καὶ μὴν καὶ ἀποσχάζειν μετὰ φλεβοτομίαν οὐκ ἀνάρμοστον βαθυτέραις ταῖς

7

.

12

.

5

ἀμυχαῖς χρωμένους διὰ τὸ τοῦ χυμοῦ πάχος. κατὰ δὲ τοῦ πεπονθότος τοῖς ἀποκρουομένοις μετρίως καὶ διαφοροῦσι χρησόμεθα· τοιοῦτον δ’ ἐστὶ τὸ δι’ ἀρνογλώσσου καὶ φακῆς ἑφθῆς κατάπλασμα προσλαμβάνον

7

.

12

.

6

ἄρτου κλιβανίτου τὸ ἁπαλόν, μήτε ἄγαν καθαροῦ μήτε ῥυπαροῦ. κατ’ αὐτοῦ δὲ τοῦ ἕλκους ἐπιθήσομεν τῶν σφοδρῶν τι φαρμάκων, οἷόν

7

.

12

.

7

ἐστι τὸ Ἄνδρωνος, ἀνιέντες σιραίῳ ἄχρι γλοιώδους συστάσεως. παυ‐ σαμένης δὲ τῆς φλογώσεως, τοῖς ἄλλοις ἕλκεσιν ὁμοίως εἰς οὐλὴν

7

.

12

.

8

ἄξομεν τὸ ἕλκος. παλαιὰ κάρυα τὰ ἐλαιώδη πρὸς ἄνθρακας ποιεῖ καὶ κυπαρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ νέα καὶ ἁπαλὰ σφαιρία σὺν ἀλφίτοις καὶ σταφὶς ἐκγιγαρτισμένη καὶ λειωθεῖσα καὶ ἰσχάδες ἑφθαὶ ἐν οἴνῳ κοπεῖσαι.

7

.

13

t

Πρὸς καρκίνους.

7

.

13

.

1

Καὶ οἱ καρκῖνοι δ’ ἐκ μελαίνης χολῆς ζεούσης συνίστανται, κἂν δριμυτέρα τύχῃ, μεθ’ ἕλκους· διὰ τοῦτο κατὰ τὴν χρόαν μελάντεροι τῶν φλεγμονῶν εἰσι χωρὶς θερμότητος. αἱ φλέβες δὲ πληροῦνται καὶ
τείνονται πλέον ἐπ’ αὐτῶν ἢ ἐπὶ τῶν φλεγμονῶν, οὐδὲ αὐταὶ παρα‐
5πλησίως ταῖς φλεγμοναῖς ἐρυθραὶ τυγχάνουσαι, κατὰ τὸν χυμὸν δὲ τὴν

7

.

13

.

2

χρόαν ἔχουσαι. διὰ δὲ τὸ πάχος τοῦ χυμοῦ τούτου καὶ ἀνίατος ὁ καρκῖνός ἐστι, μήτε ἀποκρουσθῆναι δυνάμενος μήτε διαφορηθῆναι μήτε ἐπὶ ταῖς καθάρσεσιν ὅλου τοῦ σώματος εἴκων, καὶ τῶν μὲν πρᾳοτέρων φαρμάκων ἐπιτιθεμένων καταφρονῶν, ὑπὸ δὲ τῶν σφοδροτέρων παρο‐

7

.

13

.

3

ξυνόμενος. δυνατὸν μὴν τοὺς ἀρχομένους καρκίνους κωλύειν αὔξεσθαι καθαίροντας τὸν μελαγχολικὸν χυμὸν πρὶν ἐν τῷ πεπονθότι μορίῳ στηριχθῆναι· κενώσομεν δ’ ἢ διὰ τῶν ἁπλῶν τινος, οἷόν ἐστι τὸ ἐπί‐ θυμον πλῆθος 𐅻 δ ἐν ὀρῷ γάλακτος ἢ μελικράτῳ διδόμενον, ἢ διὰ

7

.

13

.

4

τῆς ἱερᾶς τὸν μέλανα ἐλλέβορον προσλαμβανούσης. ἐπὶ δὲ τοῦ πεπον‐ θότος τόπου προσφερόμενον ἀλύπως ποιεῖ ἐπὶ τῶν ἡλκωμένων στρύ‐ χνου χυλός, ὀθονίου μαλακοῦ διπτύχου ἢ τριπτύχου δευομένου ἐπι‐

7

.

13

.

5

τιθεμένου πολλῷ τῷ χυλῷ. δεῖ δ’ ἔξωθεν κατ’ αὐτοῦ καὶ ἔριον ἁπαλὸν περιβάλλειν δευόμενον καὶ αὐτὸ τῷ χυλῷ, προνοεῖν δ’ ὅπως μὴ ξη‐

7

.

13

.

6

ρανθῇ ταῦτα, συνεχέστερον ἐπαντλουμένου τοῦ χυλοῦ. χρήσαιτο δ’ ἄν τις δεόντως ἐπὶ τῶν ἡλκωμένων καρκίνων καὶ τῷ διὰ πομφόλυγος· διαιτάσθω δ’ ὁ πάσχων ἔν τε χυλῷ πτισάνης πλεονάζων καὶ γάλακτος ὀρῷ καὶ λαχάνων μαλάχῃ καὶ ἀτραφάξυϊ βλίτῳ τε καὶ κολοκύνθῃ καὶ
5τοῖς πετραίοις τῶν ἰχθύων καὶ πᾶσιν ὄρνισι πλὴν τῶν ἑλείων.

7

.

14

t

Πρὸς σαρκοθλάσματα καὶ ἐκχυμώματα.

7

.

14

.

1

Σαρκὸς θλασθείσης ὑπό τινος βαρέος ἐμπεσόντος, καὶ τῶν σμικρῶν ἐν αὐτῇ φλεβίων διακριθέντων, αἷμα προχεῖται κατὰ διαπήδησιν, ὅπερ ἀθροιζόμενον ὑπὸ τῷ δέρματι ποιεῖ τὸ καλούμενον ἐκχύμωμα μὴ

7

.

14

.

2

διαιρεθέντος τοῦ δέρματος. σκοπὸς οὖν ἐστιν ἡμῖν διαφορῆσαι τὸ θρομβωθὲν αἷμα, καὶ τοῦτο συντόμως πρὶν μελανθῆναι· κατ’ ἀρχὰς δὲ καὶ τῶν στυπτικῶν τι παραπλέκειν χρὴ τοῖς διαφοροῦσι διὰ τὸ τοὺς χιτῶνας τῶν φλεβίων τεθλάσθαι καὶ χρῄζειν πυκνώσεως· μετὰ γὰρ
5ταῦτα καὶ χωρὶς τοῦ στύφειν τοῖς διαφορητικοῖς μόνοις χρησόμεθα.

7

.

14

.

3

καὶ ἀποσχάζοντες δ’ ἐν ἀρχῇ τὰ ἐκχυμώματα, οὕτως τὴν ἑξῆς θερα‐

7

.

14

.

4

πείαν προσάγομεν. εἶδος δ’ ἐστὶ τῶν ἐκχυμωμάτων καὶ τὰ καλούμενα ὑπώπια καὶ τὰ ὑποσφάγματα καὶ ἡ κατὰ τοὺς ὄνυχας ὑποδρομὴ τοῦ

7

.

14

.

5

αἵματος ἐκ πληγῆς γινομένη. δέρμα προβάτου νεωστὶ ἐκδεδαρμένου τοῖς μεμαστιγωμένοις περιτεθὲν θεραπεύει παντὸς μᾶλλον ἐν ἡμέρᾳ

7

.

14

.

6

μιᾷ καὶ νυκτί. ὑδροπέπερι ἅμα τῷ καρπῷ καταπλασσόμενον ὑπώπιά τε καὶ τοὺς ἐσκιρρωμένους ὄγκους διαφορεῖ.

7

.

15

t

Περὶ ῥήγματος καὶ σπάσματος.

7

.

15

.

1

Τὰ ῥήγματα σὺν ἐκχυμώσεσι μὲν γίνεται πάντως· ἰᾶται δ’ αὐτὰ τῶν φαρμάκων τὰ μετρίως θερμαίνοντα· τοιοῦτον δ’ ἐστὶ τὸ διὰ τῶν

7

.

15

.

2

αἰγείρων ἄκοπον καὶ ὅσα τούτῳ ὅμοια. δεῖ δ’ ἐπὶ τῶν ἐν βάθει τοῦ σώματος ῥηγμάτων ἐπιτείνεσθαι τὴν δύναμιν τῶν φαρμάκων ὡς δρι‐

7

.

15

.

3

μύτερα καὶ τμητικώτερα προσάγεσθαι. ὠφέλιμος δ’ ἐπὶ τῶν τοιούτων

7

.

15

.

4

καὶ ἡ τῆς σικύας χρῆσις. ἐὰν μὲν οὖν εὐθὺς διαφορηθῇ τὸ ὅλον ἐκ‐ χύμωμα, συμφύεται ῥᾳδίως ἡ διαστᾶσα σάρξ· ἐὰν δὲ χρονίσῃ, καὶ ῥύπος ὑποτραφῇ, συμφυῆναι τὰ ῥήγματα λοιπὸν ἀδύνατον, παρατίθεται δ’ ἀλλήλοις τὰ χείλη μόνον, ὡς καὶ μικρὰν πρόφασιν ῥᾳδίως αὐτὰ διιστᾶν,
5ἐμπίπλασθαί τε τὴν μεταξὺ χώραν αὐτῶν ὑγρότητός τινος καὶ τρόπον τινὰ συνεχῶς ἐκχύμωμα γίνεσθαι παραπλήσιον τῷ κατ’ ἀρχάς, πλὴν ὅτι θᾶττον ἐκείνου διαφορούμενον, ἅτε ἰχῶρα λεπτὸν περιέχον, τοῦ

7

.

15

.

5

κατ’ ἀρχὰς ἐξ αἵματος συνισταμένου. τὸ δὲ σπάσμα γίνεται διασπω‐ μένων τινῶν ἰνῶν, καὶ παρηγορίας δεῖται μόνης ἄχρις ἀνωδυνίας·

7

.

15

.

6

κολληθῆναι γὰρ αὐτὰς οὐ δυνατόν. ἀριστολοχία στρογγύλη ῥήγμασι καὶ σπάσμασιν, εἴπερ τι καὶ ἄλλο, ἐπιτήδειον· κενταυρίου τοῦ μεγάλου ἡ ῥίζα ὁμοίως καὶ ὁ χυλὸς αὐτῆς, ῥῆον, κόστος, βδέλλιον σὺν ὀξυμέλιτι πινόμενον.

7

.

16

t

Πρὸς στρέμματα καὶ θλάσματα.

7

.

16

.

1

Πρὸς στρέμματα καὶ θλάσματα ποιεῖ ἔρια οἰσυπηρά, σπόγγος,
ὀξελαίῳ βρεχόμενα καὶ ἐπιτιθέμενα, βολβῶν ἑφθῶν τὰ ἁπαλὰ μετὰ μέλιτος ἢ κηρωτῆς, ἅλας λεῖον καὶ ἄλευρον μετὰ μέλιτος, ἄγνου

7

.

16

.

2

φύλλα καὶ ἅλας καὶ νίτρον ὀπτὸν λεῖον μετὰ κηρωτῆς. χρῶ δὲ καὶ καταντλήσει ὕδατος θαλάσσης θερμαίνων· μετὰ δὲ τὸ παύσασθαι τὴν φλεγμονὴν καὶ τοὺς πόνους καὶ ἀνατρίψει χρῶ τῶν ἐστραμμένων μερῶν.

7

.

17

t

Ὅσα σκόλοπας, ἀκίδας, ἀκάνθας ἀνάγει.

7

.

17

.

1

Ἀκίδας καὶ καλάμους καὶ ἀκάνθας, ἔτι δὲ καὶ σκόλοπας ἐπισπῶν‐ ται ἀναγαλλίδες αἱ δύο, ἀριστολοχία, ἀμμωνιακὸν σὺν μέλιτι, ὑοσκυάμου

7

.

17

.

2

καρπὸς λεῖος καταπλασσόμενος. καλάμου ῥίζας κόψας καὶ μέλιτι μίξας εἰς ὀθόνιον ἐμπλάσσων δαψιλῶς ἐπιτίθει καὶ κατάδει· συντόμως ἀνάγει.

7

.

18

t

Περὶ παρωνυχιῶν.

7

.

18

.

1

Τὴν παρωνυχίαν μικρὰν οὖσαν ἔτι καὶ ἀρχομένην κηκὶς μετὰ μέλιτος καταστέλλει καὶ κωλύει συστῆναι· γενομένην δ’ ἤδη τὴν παρὰ

7

.

18

.

2

φύσιν σάρκα σκοπός ἐστι διὰ τῶν ἀδήκτων ἀναλῶσαι καὶ τῆξαι. ποιεῖ

7

.

18

.

3

δὲ πρὸς παρωνυχίας ὅ τε τῶν ὤτων ῥύπος καὶ τὸ λύκιον. ἐκπυηθεῖσαν δὲ κεντήσας καὶ τὸ ὑγρὸν ἐκχέας, σπογγίον ὕδατι βρέξας ἐπιτίθει, ἢ κατάπλασσε φακῷ μεθ’ ὕδατος λείῳ, ἢ ῥόδοις χλωροῖς ἢ ξηροῖς ἀπο‐ βεβρεγμένοις ὕδατι λείοις κατάπλασσε, ἢ ἀλφίτῳ λείῳ μεθ’ ὕδατος.

7

.

18

.

4

δεῖ δὲ καὶ διαστέλλειν τὴν σάρκα πανταχόθεν ἀπὸ τοῦ ὄνυχος ξύσμασιν

7

.

18

.

5

ὀθονίου. τοὺς δὲ τεθλασμένους ὄνυχας μυρσίνης καὶ ῥοιᾶς φύλλοις

7

.

18

.

6

ἁπαλοῖς λείοις κατάπλασσε. ἐπὶ δὲ τῶν ὑφαίμων ὀνύχων ἄλευρον

7

.

18

.

7

πίσσῃ μίξας ἐπιτίθει. πρὸς τὸ ἀφιστάναι τοὺς πεπονηκότας ὄνυχας

7

.

18

.

8

θεῖον λεῖον ἀναλαβὼν ὑείῳ στέατι ἐπιτίθει. τοὺς δὲ λεπριῶντας ὄνυχας ἀποστήσεις τούτῳ· ἰξοῦ δρυΐνου, σανδαράκης, τήλεως ἀνὰ 𐆄 β, κανθα‐

7

.

18

.

9

ρίδων, θαψίας ἀνὰ 𐆄 α, ὄξους τὸ αὔταρκες. ποιεῖ δὲ πρὸς τοὺς αὐτοὺς τρὺξ ξηρὰ μετὰ κηρωτῆς ἐπιτιθεμένη ἢ σύκων σὰρξ κοπεῖσα χωρὶς τῶν κεγχραμίδων· ἢ προϋποχρίσας πίσσῃ τὸν ὄνυχα θείῳ καὶ σανδαράκῃ

7

.

18

.

10

λείοις ἴσοις κατάπλασσε. χρὴ δ’ ἐπιμελῶς περιξέειν τόν τε ὄνυχα καὶ ὁμαλίζειν καὶ ἐπιδεῖν καὶ τοῖς πρὸς τὰς ἀποστάσεις τῶν ὀνύχων χρῆσθαι.

7

.

18

.

11

πρὸς δὲ τὰ ἐν τοῖς δακτύλοις πτερύγια λιβανωτὸν λεῖον ἐπιτίθει καὶ
ἐπίδει, ἢ ὄροβον λεῖον ὡσαύτως, ἢ λιβανωτοῦ ἀτόμου 𐅻 α, σανδαράκης

7

.

18

.

12

τὸ διπλάσιον. λεῖα ἐπιτίθει τῇ ῥίζῃ τοῦ ὄνυχος διασάσσων ἐπιμελῶς,

7

.

18

.

13

καὶ ἄνωθεν ἐπιτίθει ξηρὰ τιλτά. τοῦτο ξηραίνει τὰ πτερύγια συντόμως.

7

.

18

.

14

Ἄλλο ἀγαθὸν σφόδρα ποιοῦν καὶ πρὸς τὰ κακοηθευόμενα· κηκῖδος καὶ σιδίων ῥοιᾶς ὀξείας καὶ λεπίδος ἐρυθροῦ χαλκοῦ καὶ ἰσχάδων κεκαυ‐ μένων τὸ ἴσον τρίψας καὶ μίξας μετὰ μέλιτος καὶ ἐγχριστοῦ πάχος ποιήσας μοτοὺς ἐγχρίων ἐπιτίθει δὶς θεραπεύων τῆς ἡμέρας καὶ ἐπι‐
5δέων, μὴ λιπαίνων μηδὲ βρέχων τοὺς τόπους· ἐὰν δ’ ὑγρὸν ᾖ, σπογ‐ γίζειν ἀποβρέχων τὸν σπόγγον ἐν οἴνῳ.

7

.

19

t

Περὶ τῶν ἐν ἄρθροις ἑλκῶν.

7

.

19

.

1

Τὰ ἄρθρα ξηρότερα τῶν σαρκωδῶν ἐστι μορίων· διόπερ ἑλκω‐

7

.

19

.

2

θέντα ξηροτέρων χρῄζει φαρμάκων. καλῶς γοῦν ὁ τοῦ Πολυείδους τροχίσκος ποιεῖ μετ’ οἴνου τριβόμενος ἕως γλοιώδους συστάσεως, καὶ

7

.

19

.

3

τὰ ὁμοίως τούτῳ ξηραίνοντα. καὶ θαλάττῃ δὲ καὶ ἅλμῃ πολλάκις

7

.

19

.

4

αἰονήσαντες αὐτὰ βέλτιον ἐθεασάμεθα διατιθέμενα. χρηστέον οὖν ἐπὶ τῶν ἄρθρων καὶ τοῖς μᾶλλον ξηραίνουσιν.

7

.

20

t

Περὶ αἱμορραγιῶν.

7

.

20

.

1

Αἱμορραγίαις βοήθημά ἐστι τὸ ἐπιτήδειον σχῆμα τοῦ τετρωμένου μορίου· τοιοῦτον δ’ ἐστὶ τὸ ἀνάρροπον μετ’ ἀνωδυνίας· τὸ γὰρ κατάρ‐

7

.

20

.

2

ροπον ὀδυνῶδες, καὶ κινήσειεν ἂν καὶ τὰς οὐκ οὔσας. ἐπὶ τῶν τετρω‐ μένων οὖν καὶ αἱμορραγούντων ἐπίβαλε τὸν δάκτυλον εὐθὺς κατὰ τοῦ στομίου τοῦ αἱμορραγοῦντος ἀγγείου πρᾴως πιέζων καὶ ἀνωδύνως·

7

.

20

.

3

θρόμβου γὰρ οὕτως ἐπιπαγέντος, ἡ αἱμορραγία στήσεται. μὴ ἐπι‐ σχεθείσης δ’ αὐτῆς οὕτως, ἰσχαίμοις χρηστέον· κάλλιστα δ’ αὐτῶν ἐστι τὰ ἐμπλαστικὰ μᾶλλον τῶν ἐσχαρούντων· ἀποπιπτούσης γὰρ ἐνίοτε

7

.

20

.

4

τῆς ἐσχάρας, αἱμορραγῆσαι πάλιν κίνδυνος. ἄριστον δ’ ἐστὶ τὸ καὶ πρὸς τὰς ἐκ μηνίγγων αἱμορραγίας ποιοῦν· λιβανωτοῦ μέρος ἕν, ἀλόης ἥμισυ, τῷ λευκῷ τοῦ ὠοῦ φυρόμενα ὡς μελιτώδη σύστασιν ἔχειν, εἶτ’ ἀναλαμβανόμενα λαγῴαις θριξὶ ταῖς μαλακωτάταις καὶ τῷ ἕλκει παντὶ
5πλεῖστον ἐπιτιθέμενον· ἔπειτα ἐξ ὀθόνης ἐπιδεσμεῖν δεῖ τὰς μὲν πρώ‐ τας ἐπιβολὰς τέσσαρας ἢ πέντε κατ’ αὐτοῦ τοῦ αἱμορραγοῦντος ποιου‐ μένων ἡμῶν, ἐντεῦθεν δ’ ἐπὶ τὴν ῥίζαν νεμομένων· λύειν δὲ διὰ
τρίτης, καὶ εἰ μὲν ἀσφαλῶς ἔτι προσέχοιτο τῷ ἕλκει τὸ φάρμακον, αὖθις ἐν κύκλῳ περισχεῖν καὶ ὥσπερ ἐπιτείνειν τὸν ἐκ τῶν τριχῶν
10μοτὸν καὶ ἐπιδεῖν ὁμοίως· εἰ δ’ αὐτομάτως ὁ μοτὸς ἀποπτύοιτο, πιέζων ἠρέμα τῷ δακτύλῳ τὴν ῥίζαν τοῦ ἀγγείου ὡς μηδὲν ἐπιρρυῆναι, πρᾴως τοῦτον ἀφαιρεῖν καὶ ἕτερον ἐπιβάλλειν καὶ χρῆσθαι τῷ τρόπῳ τούτῳ

7

.

20

.

5

τῆς θεραπείας, ἄχρις ἂν ἐπιτραφῇ τῷ ἀγγείῳ σάρξ. τὰ δὲ ποιοῦντα τὰς ἐσχάρας γυμνότερον ἐργάζεται τὸ μόριον ἢ κατὰ φύσιν εἶχε, τῆς ἐσχάρας ἀποπιπτούσης, καὶ πολλάκις αἱμορραγία δυσεπίσχετος ἠκολού‐

7

.

20

.

6

θησεν ἐκπιπτούσης αὐτῆς. πλὴν ἔστιν ὅτε ἡ χρῆσις τῶν ἐσχαρωτικῶν ἀναγκαία γίνεται καθὰ καὶ τῶν διαπύρων καυτηριῶν, τῆς αἱμορραγίας

7

.

20

.

7

ἐξ ἀναβρώσεως σηπεδονώδους συμπιπτούσης. ἴσατις 〈ἡ〉 ἥμερος κατὰ τῶν αἱμορραγούντων ἐπιπλαττομένη καλῶς ἐπέχει, καὶ κηκῖδες καυ‐

7

.

20

.

8

θεῖσαι· δεῖ δ’ αὐτὰς διαπύρους δι’ ὄξους ἢ οἴνου σβεννύειν. γύψον μιγνὺς ὠοῦ τῷ λευκῷ καὶ λεπτῷ καὶ ἀλεύρου πυρίνου τὸ χνοωδέστα‐ τον, ὃ προσιζάνει τοῖς τοίχοις, ποιήσεις φάρμακον πρὸς αἱμορραγίας ἐπιτήδειον· ἀναλαμβάνειν δὲ χρὴ καὶ τὸ οὕτως φυραθὲν λαγῴαις θρι‐

7

.

20

.

9

ξὶν ἤ τινι τῶν ὁμοίως μαλακῶν. πρὸς δὲ τὰς ἐκ στόματος γινομένας αἱμορραγίας ἢ θύμων ἢ φακῶν ἢ ἀκροχορδόνων ἢ αἱμορροΐδων πράσου φύλλα κόψας ἐπιτίθει, ἢ ῥοῦν ἐρυθρὸν ἢ γίγαρτα ἢ ῥοιᾶς κυτίνους κόψας ἐπιτίθει· ἢ σπόγγον καινὸν βάψας εἰς πίσσαν ὠμὴν κατάκαυσον

7

.

20

10,11

καὶ λεάνας χρῶ. χρήσιμον σφόδρα ἐστὶ τοῦτο. διακλύσματα δὲ ποιεῖ

7

.

20

.

11

(2)

πρὸς τὰς ἐκ στόματος αἱμορραγίας ῥόδων χλωρῶν ἢ ξηρῶν ἀφέψημα ψυχρὸν ἢ ἑλίκων ἀμπέλου ἢ σχίνου φύλλων ἢ βάτου ἢ μήλων κυδω‐

7

.

20

.

12

νίων ἢ ῥοιῶν ἢ γιγάρτων ἢ φακῶν. τοῖς δ’ αὐτοῖς τούτοις χρηστέον

7

.

20

.

13

καὶ ἐγκαθίσμασι ψυχροῖς πρὸς τὰς καθ’ ἕδραν καὶ μήτραν. ἔστω δὲ καὶ ἡ δίαιτα τῶν αἱμορραγούντων στύφουσα καὶ παχύνουσα, οἵα ἐστὶ χόνδρος καὶ ἄλευρον καθαρὸν ἑφθὸν καὶ κοχλίαι καὶ τυρὸς ἁπαλὸς καὶ βολβοὶ κάθεφθοι καὶ ἰχθύες ὀπτοὶ καὶ φοίνικες καὶ οἶνος μέλας
5αὐστηρός, φακή, ἄλφιτα, ὠῶν ὀπτῶν λέκιθοι, ἄπιοι, ἀχράδες, μῆλα

7

.

20

.

14

κυδώνια, οὖα, μέσπιλα καὶ τὰ παραπλήσια. πρὸς δὲ τὰς ἐκ τῶν ῥινῶν αἱμορραγίας τὰ τῆς πλατάνου σφαιρία ξήραινε καὶ ἐπί τινος τριχίνου
παρατρίβων τὸ σπέρμα ἀπόρριπτε, τὰ δὲ κνάφαλα ἀποτίθεσο εἰς ἀγγεῖον

7

.

20

.

15

ὀστρακοῦν καινόν. ἐπὶ δὲ τῆς χρήσεως ταῦτα τὰ ἐριώδη διὰ καλαμίσκου ἐμφύσα· τὸ δὲ μέτωπον καὶ τὴν ῥῖνα κατάπλασσε γύψῳ ἢ πηλῷ

7

.

20

.

16

κεραμικῷ. ποιεῖ δὲ καὶ πράσου χυλὸς ἐρίῳ εἰργασμένῳ ἢ μοτῷ ἀναλαμ‐ βανόμενος καὶ ἐντιθέμενος τοῖς μυκτῆρσι, καὶ μάννα χυλῷ πράσου

7

.

20

.

17

φυραθεῖσα καὶ ἐντιθεμένη. χρὴ δὲ καὶ ἐλαίας φύλλοις λείοις ἁπαλοῖς ἔξωθεν τὴν ῥῖνα καταπλάσσειν καὶ κώνειον ἐπὶ μαλακῆς τέφρας θυμιᾶν ὑπὸ τοὺς μυκτῆρας καὶ σπόγγοις ἢ ἐρίοις εἰς ὕδωρ ψυχρὸν ἀπο‐ βεβρεγμένοις ἐμφράττειν τοὺς πόρους ἑκατέρων τῶν ὠτίων καὶ σκέλη
5καὶ χεῖρας ἀποδεῖν καὶ μέτωπον καὶ κροτάφους ἀνακολλᾶν τοῖς πρὸς

7

.

20

.

18

τὸ ῥεῦμα τῶν ὀφθαλμῶν ποιοῦσιν. ἐὰν δέ τινες ὑπολειφθῶσι θρόμβοι μενούσης ἔτι τῆς αἱμορραγίας, τούτους μὲν ἐκμύσσεσθαι συνοίσει, ταχέως δὲ πάλιν χρῆσθαι τοῖς ἰσχαίμοις φαρμάκοις καὶ προσπιέζειν τὸν χόνδρον τοῦ μυκτῆρος ὑπ’ αὐτὸ τὸ ὀστοῦν τοῖς δυσὶ δακτύλοις τῆς χειρός, τῷ
5τε μεγάλῳ καὶ τῷ λιχανῷ, ποτίζεσθαι δὲ πρὸς τὰς εἰρημένας αἱμορρα‐ γίας, καὶ ἔτι πρὸς τὰς ἐκ τῶν ἐντέρων, πράσου χυλὸν ὡς κυάθους δύο· ἢ δάφνης ἁπαλὰ φύλλα τρίψας ἐν ὀξυκράτῳ πότιζε· ἢ λιβανωτοῦ καὶ δάφνης ἴσα λεάνας ἐν οἴνῳ μέλανι ἰσοκρατεῖ πότιζε· ἢ ὀπτοῦ ὠοῦ λέκιθον μεθ’ ὕδατος συμμέτρου λεάνας πρόσφερε· ἢ ἄλευρον κα‐
10θαρὸν ὠμὸν καὶ λιβανωτὸν καὶ κόμμι ἴσα τρίψας μεθ’ ὕδατος δίδου.

7

.

21

t

Πρὸς οὐλὰς μελαίνας καὶ λειχῆνας καὶ στίγματα.

7

.

21

.

1

Οὐλὰς μελαίνας αἴρει βρυωνίας ῥίζης λευκῆς καὶ μελαίνης ἑψη‐ θείσης ἐν ἐλαίῳ ἄχρι χυλώσεως τὸ ἔλαιον ἐπιχριόμενον, καλαμίνθη

7

.

21

.

2

ἐν οἴνῳ ἑφθή, λιθάργυρος πεπλυμένη σὺν ῥοδίνῳ λευκῷ. τὰς δ’ ἐκ λειχήνων οὐλὰς καὶ τὰς ἄλλας ὁμοχρόους ποιεῖ ὄνειον στέαρ κατα‐ χριόμενον, εὐζώμου σπέρμα λεῖον μετὰ χολῆς αἰγὸς καὶ βοὸς καὶ προ‐ βάτου καταχριόμενον [σὺν λιθαργύρῳ], 〈εἶθ’ ὅταν ξηρανθῇ ἀποτριβό‐
5μενον, καὶ〉 τοῦ λαχάνου δὲ τοῦ εὐζώμου χυλὸς καταχριόμενος σὺν

7

.

21

.

3

λιθαργύρῳ. στίγματα δ’ ἐξαίρει βατράχιον καταπλασθὲν ἢ καππάρεως φύλλα ἢ ψιμύθιον σὺν ὄξει καταχριόμενον· χρόνῳ δ’ αἴρει τοῦτο.

7

.

21

.

4

μώλωπας δὲ ταχέως ὁμοχρόους ποιεῖ κρίνινον ἔλαιον ἐπαλειφόμενον
συνεχῶς.

7

.

22

t

Περὶ νευροτρώτων.

7

.

22

.

1

Νεῦρον τρωθὲν διὰ τὸ περιττὸν τῆς αἰσθήσεως ὀδυνᾶταί τε καὶ

7

.

22

.

2

φλεγμαίνει μειζόνως ἢ τἄλλα. δεῖ οὖν τὴν τοῦ δέρματος τρῶσιν δια‐ τηρεῖν ἀκόλλητον, ἵνα οἱ ἰχῶρες δι’ αὐτῆς ἐκρέοιεν, καὶ φάρμακα τῷ τραύματι προσάγεσθαι τὰ τὴν ὀδύνην πραΰνοντα καὶ τὴν ἐκροὴν ἀνα‐

7

.

22

.

3

στομοῦντα. τὸ μὲν οὖν θερμὸν ὕδωρ τὸ ταῖς ἄλλαις φλεγμοναῖς ἐπι‐ τηδειότατον εἰδέναι χρὴ πολεμιώτατον εἶναι τούτοις, καὶ κάλλιον

7

.

22

.

4

καταιονᾶν ἐλαίῳ λεπτομερεῖ μηδὲν ἔχοντι στύψεως. τῶν δὲ φαρμά‐ κων ἐπιτήδειός ἐστι ῥητίνη ἡ τερμινθίνη, καθ’ ἑαυτὴν μὲν ἐπὶ παι‐ δίων καὶ γυναικῶν καὶ τῶν ἁπαλοσάρκων, μετ’ εὐφορβίου δ’ ἐπὶ τῶν ἄλλων, καὶ πρόπολις δὲ καθ’ ἑαυτήν τε καὶ μετ’ εὐφορβίου μαλαττο‐
5μένη, κἄν ποτε σκληροτέρα τύχῃ, σύν τινι τῶν λεπτομερῶν ἐλαίων.

7

.

22

.

5

καὶ καταπλάσμασι δ’ ἄν τις ἐπὶ τῶν φλεγμαινόντων καὶ σηπομένων νεύρων χρήσαιτο, κρίθινον ἄλευρον 〈ἢ〉 κυάμινον ἢ ὀρόβινον ἑψήσας

7

.

22

.

6

ἐν κονίᾳ στακτῇ ἢ ὀξυμέλιτι. καὶ κηρωτῇ δὲ χρήσαιτο ἄν τις τοιαύτῃ· κηροῦ 𐆄 ϛ, εὐφορβίου 𐆄 α, ἢ περιστερᾶς κόπρον ἐπὶ τῶν σκληροτέρων

7

.

22

.

7

σωμάτων, ἐλαίου 𐆄 ιβ. ἁρμόττει δὲ καὶ τὸ βασιλικὸν φάρμακον προσ‐ λαμβάνον νίτρου ἢ ἀσβέστου ἢ εὐφορβίου ἢ θείου ἀπύρου ἢ ἀγρίας

7

.

22

.

8

περιστερᾶς κόπρου. εἰς λίτραν δὲ τοῦ τετραφαρμάκου 𐅻 μίαν ἐμβαλεῖν τῶν εἰρημένων τινός· ποιεῖ γὰρ καλῶς πρὸς τοὺς νευροτρώτους, καὶ

7

.

22

.

9

μάλιστα τοὺς νενυγμένους. δύναιο δ’ ἂν κατ’ ἀγρὸν μηδενὸς εὐπορῶν πρόπολιν πρόσφατον καὶ λιπαρὰν ἐπιτιθέναι κατὰ τοῦ τραύματος, ἢ ζύμην μόνην τε καὶ μετὰ τῆς προπόλεως μίξας ἢ τιθυμάλλου ὀπὸν τῇ

7

.

22

.

10

ζύμῃ μίξας. τοῖς καταπλάσμασι δὲ τοῖς δι’ ὀξυμέλιτος καὶ στακτῆς κονίας καὶ ἀλεύρου κυάμων ἢ ὀρόβων ἢ ἐρεβίνθων ἢ θέρμων πικρῶν ἢ κριθῶν ἢ πάλης ἀλφίτων οὐ μόνον ἐπὶ τῶν φλεγμαινόντων ἤδη,

7

.

22

.

11

ἀλλὰ καὶ κατ’ ἀρχὰς εὐθέως κεχρῆσθαι δεῖ. εἰ δὲ μὴ νυγείη τὸ νεῦ‐ ρον, ἀλλὰ σαφεῖ τῇ τομῇ τρωθείη, διαιρεθέντος καὶ τοῦ προκειμένου δέρματος, ὡς γυμνὸν φαίνεσθαι τὸ νεῦρον καὶ ὄρθιον, οὐκ ἐγκάρσιον
διῃρημένον, τῶν προειρημένων δι’ εὐφορβίου καὶ τῶν οὕτως δριμέων
5οὐδενὶ χρήσῃ· γυμνὸν γὰρ ὂν τὸ νεῦρον οὐκ οἴσει τὴν δύναμιν αὐτῶν

7

.

22

.

12

σφοδρὰν οὖσαν. τὴν τίτανον οὖν παραλήψῃ πεπλυμένην πλεονάκις ἐν

7

.

22

.

13

ὥρᾳ θερινῇ πλείονι τῷ ἐλαίῳ δευομένην. καλὸν δὲ καὶ τὸ διὰ πομ‐

7

.

22

.

14

φόλυγος καὶ τὸ διὰ μέλιτος ἐν ῥοδίνῳ πλείονι τακέν. δεῖ δὲ μηδὲν τῆς τρώσεως ψαύειν· αἰσθητικὸν γάρ ἐστι τὸ νεῦρον καὶ τῇ κράσει

7

.

22

.

15

ψυχρὸν καὶ συνεχὲς τῇ κυριωτάτῃ τῶν ἀρχῶν. ἀλλ’ οὐδ’ ἐλαίῳ καται‐ ονᾶν προσήκει τὸ τοιοῦτον ἕλκος (ῥυποῦται γάρ)· ἀποπλύνειν οὖν μόνον τοὺς ἰχῶρας δεῖ, μαλακὸν ἔριον ὑπαλείπτρῳ περιελίττοντας.

7

.

22

.

16

πάντων δὲ κατὰ γνώμην προχωρούντων, ἀκίνδυνον γλυκεῖ διαβρέχειν.

7

.

22

.

17

μετὰ δὲ τὸ σκεπασθῆναι τὸ γεγυμνωμένον νεῦρον τοῖς μοτοῖς περι‐ βάλλειν ἔξωθεν δεῖ τινι τῶν πρὸς τὰς στενὰς τρώσεις ποιούντων, ἢ τῷ δι’ εὐφορβίου, ἢ τῷ διὰ τῆς κόπρου τῶν περιστερῶν συμπεριλαμ‐

7

.

22

.

18

βάνοντα πολὺ τῶν ὑγιῶν μερῶν. τῆς τρώσεως δ’ ἐγκαρσίας γενομένης, ὁ μὲν κίνδυνος τοῦ σπασθῆναι μείζων, τὰ δὲ τῆς θεραπείας καὶ ἐπὶ

7

.

22

.

19

ταύτης ὅμοια. δίαιτα δὲ παραλαμβανέσθω λεπτοτέρα καὶ ἡσυχία καὶ στρωμνὴ μαλακή, θερμῷ τε ἐλαίῳ πλείονι χρῆσθαι κατὰ μασχαλῶν καὶ κεφαλῆς 〈καὶ τραχήλου· τῆς τρώσεως δ’ ἐν σκέλει γενομένης, τοὺς βουβῶνας μάλιστα πολλῷ τέγγειν τῷ ἐλαίῳ καὶ τὴν ῥάχιν μέχρι τρα‐

7

.

22

.

20

χήλου καὶ κεφαλῆσ〉. καὶ θλάσεως δὲ γενομένης τῶν νεύρων, ἐὰν μὲν ἅμα τῷ δέρματι θλασθέντι καὶ ἕλκωσις γένηται, τὸ διὰ τῶν κυαμίνων ἀλεύρων καὶ ὀξυμέλιτος ἐπιτήδειον κατάπλασμα· τῇ θλάσει δ’ ὀδύνης συνούσης, πίττης ὑγρᾶς μιγνύειν· ἐὰν δὲ χωρὶς τοῦ θλασθῆναι τὸ

7

.

22

.

21

δέρμα γένηται, διαφορητικῷ καταντλεῖν ἐλαίῳ θερμῷ συνεχῶς. τοῦ νεύρου δ’ ὅλου διακοπέντος, κίνδυνος μὲν οὐδεὶς ἕψεται, τὸ μόριον δ’ ἀνάπηρον γενήσεται· θεραπεία δ’ ὁμοία παραληφθήσεται τοῖς ἄλλοις

7

.

22

.

22

ἕλκεσιν. —Τηκτὸν φάρμακον πρὸς νυγέντα νεῦρα· ποιεῖ δὲ καὶ πρὸς λυσσοδήκτους· ὄξους ξ̸ α, πίσσης λιπαρᾶς 𐆃 α, ὀποπάνακος 𐆄 γ· τὸν ὀποπάνακα λύσας ὄξει ἐπὶ πλεῖον λείου, καὶ τὴν πίσσαν τήξας καὶ

7

.

22

.

23

μίξας ἕψει. τοῦτο τὸ φάρμακον τοῖς νενυγμένοις νεύροις ἐπιτήδειόν ἐστιν οὐ συγχωροῦν μῦσαι τὸ στόμιον τοῦ νύγματος, ὥσπερ οὐδὲ τῶν
λυσσοδήκτων συνουλωθῆναι τὸ ἕλκος· ποιεῖ δ’ ἐπὶ μόνων τῶν σκληρῶν

7

.

22

.

24

σωμάτων. εἰ δ’ ἐπὶ παιδίου νυγέντος ἢ γυναικὸς ἢ ἁπαλοσάρκου χρή‐ σασθαι βουληθείης αὐτῷ, ἔνεστί σοι τήκειν αὐτὸ διά τινος τῶν δια‐ φορούντων, ἀμαρακίνου ἢ ὀποβαλσάμου ἢ ἐλαίου παλαιοῦ.

7

.

23

t

Πρὸς ἄρθρα κεχαλασμένα.

7

.

23

.

1

Ἀκακίας χυλὸς ἀνεθεὶς ὕδατι καὶ καταντλούμενος ἢ βάτου ἢ μυρσίνης ἢ σιδίων ἢ σχίνου ἢ πτελέας τῶν ῥιζῶν τοῦ φλοιοῦ ἀφέψημα ἢ σίδια καταπλασθέντα ἢ μυρσίνης φύλλα σὺν κηρωτῇ μυρσίνῃ ἐπι‐ τιθέμενα.

7

.

24

t

Περὶ φλεγμονῆς.

7

.

24

.

1

Ἡ μὲν ἀρχὴ τῆς φλεγμονῆς ἐστι καθ’ ὃν χρόνον πληροῦται τὸ μόριον αἱματώδους οὐσίας· ἡ δ’ αὔξησις ἡνίκα ἂν τὸ μὲν ἐπιρρέον παύσηται, τὸ δ’ ἐν τῷ μορίῳ περιεχόμενον ἀρχὴν λάβῃ τοῦ σήπεσθαι, καὶ θέρμη παρὰ φύσιν καὶ χύσις καὶ πνεῦμα γένηται καὶ τάσις τοῦ
5μορίου πλείων ἢ πρόσθεν· ἡ δ’ ἀκμὴ τοῦ πύου μὲν ἤδη συνισταμένου, μεγίστων δὲ γινομένων τῶν πόνων· παρακμὴ δ’ ἡνίκα διαφορούμενον

7

.

24

.

2

τὸ ῥεῦμα τόν τε ὄγκον καὶ τὴν τάσιν ἐλαττώσῃ. κατὰ μὲν οὖν τὰς ἀρχὰς τῇ ἀποκρουστικῇ δυνάμει χρησόμεθα καθ’ ἑαυτήν· ἐν δὲ ταῖς αὐξήσεσι ταύτην μὲν ἐλαττοῦν, προστιθέναι δέ τι τοῖς διαφορητικοῖς, ἐν δὲ ταῖς ἀκμαῖς ἴσαις χρῆσθαι ταῖς δυνάμεσι, τῇ τε ἀποκρουστικῇ

7

.

24

.

3

καὶ τῇ διαφορητικῇ. ὀδύνης δ’ οὔσης σφοδρᾶς, χρεία τῆς παρηγορη‐

7

.

24

.

4

τικῆς δυνάμεως. ἐν δὲ ταῖς παρακμαῖς τῇ διαφορητικῇ μόνῃ χρησόμεθα

7

.

24

.

5

μηδενὸς στύφοντος παραπλεκομένου. ἑλξίνη πρὸς τὰς φλεγμονὰς

7

.

24

.

6

ἁρμόττει ἐν ἀρχῇ τε καὶ ἀναβάσει· γλαύκιον ὁμοίως. ἀτράφαξυς καὶ μαλάχη ταῖς μὲν ἀρχομέναις καὶ αὐξανομέναις καὶ οἷον ζεούσαις αἱ κηπευόμεναι, ταῖς δὲ παρακμαζούσαις καὶ σκληρυνομέναις καὶ ἀπο‐

7

.

24

.

7

ψυχομέναις αἱ ἄγριαι συμφορώτεραι. θρίδαξ καὶ κολοκύνθη πρὸς τὰς θερμὰς ἐπιπλαττόμεναι ποιοῦσι, καὶ ἀείζῳον πρὸς τὰς ἐκ ῥεύματος φλεγμονάς, καὶ τρίβολοι ἀμφότεροι ὁμοίως, καὶ κράμβη πρὸς τὰς
σκληρυνομένας.

7

.

25

t

Περὶ ῥευματικῆς διαθέσεως.

7

.

25

.

1

Ἐπειδὰν ἐξαίφνης φλεγμαίνῃ τι μόριον ἄνευ τοῦ προηγήσασθαι φανερὰν αἰτίαν, τὸ μὲν ποιῆσαν τὸ πάθος ῥεῦμα καλεῖται, ῥευματικὴ δὲ διάθεσις τὸ πάθος, καὶ χρὴ μάλιστα τῶν τοιούτων φλεγμονῶν τὰς

7

.

25

.

2

ἀρχὰς τῶν ἰάσεων εἶναι χρηστάς. κενοῦν τοίνυν χρὴ πᾶν τὸ σῶμα ταῖς ἐνδεχομέναις κενώσεσιν, αὐτὸ δὲ τὸ φλεγμαῖνον ἐπιβρέχειν τε καὶ καταπλάττειν μὴ τοῖς θερμαίνουσι καὶ ὑγραίνουσιν, ἀλλὰ τοῖς ἀπωθεῖσθαι μὲν τὸ ἐπιρρέον δυναμένοις, τὸ δ’ ἤδη περιεχόμενον ἐν
5τῷ πεπονθότι κενοῦν, τόνον δὲ καὶ ῥώμην ἐντιθέναι τοῖς πεπονθόσι

7

.

25

.

3

μορίοις. καταπλάττειν οὖν τῷ δι’ ἀειζῴου καὶ λεμμάτων ῥοιᾶς ἑφθῶν

7

.

25

.

4

ἐν οἴνῳ καὶ ῥοῦ καὶ ἀλφίτων συγκειμένῳ. ὀδύνης μὲν οὖν σφοδρᾶς οὐκ οὔσης, τούτῳ τε καὶ τοῖς τοιούτοις χρηστέον· σὺν ὀδύνῃ δὲ μείζονι τοῦ μορίου ῥευματισθέντος, μηδὲ οὕτως μὲν ὕδωρ θερμὸν ἢ ἔλαιον προσφέρειν ἢ τὰ διὰ τῶν ἀλεύρων καταπλάσματα (πολέμια γὰρ ταῦτα
5πάντα ταῖς ῥευματικαῖς διαθέσεσιν), παραμυθεῖσθαι δὲ τὸ σφοδρὸν τῆς ὀδύνης τῷ διὰ γλυκέος καὶ ῥοδίνου καὶ κηροῦ βραχέος ἐρίοις ῥυπαροῖς οἴσυπον πολὺν ἔχουσιν ἀναλαμβάνοντα, καὶ προσφέροντα θέρους μὲν ψυχρά, χειμῶνος δὲ χλιαρά, περιλαμβάνοντα καὶ τοὺς ἀνωτέρω τόπους τῶν πεπονθότων χωρίων σπόγγῳ βραχέντι οἴνῳ αὐστηρῷ ἢ ὀξυκράτῳ

7

.

25

.

5

ψυχρῷ. παραλλαγῆς δ’ ἐπὶ τούτοις γενομένης καὶ πύου μὴ ὑπο‐ πίπτοντος, τῷ διὰ χαλκίτεως ἐμπλαστῷ φαρμάκῳ θεραπεύειν ἤ τινι τῶν ὁμοίων τῶν πρὸς τὰ ῥεύματα ποιούντων, καθαρὸν δ’ ἔριον οἴνῳ

7

.

25

.

6

βεβρεγμένον αὐστηρῷ ἔξωθεν ἐπιβάλλειν τοῦ φαρμάκου. τούτῳ μὲν οὖν ἰάσῃ τῷ τρόπῳ τὰς ἐπὶ ῥεύματι φλεγμονάς· τὰς δ’ ἐπί τινι προ‐

7

.

25

.

7

φάσει συνισταμένας ὑγραίνων καὶ θερμαίνων οὐ βλάψεις. εἰς ἐκπυήσεις δ’ αὐτὰς ἄγειν βουλόμενος καὶ ἀλεύρῳ πυρίνῳ καταπλάσεις ἑψῶν ἐν

7

.

25

.

8

ὑδρελαίῳ. κἄν ποτε χρεία γένηται ἀποσχάζειν αὐτάς, δεόντως τοῦτο ποιήσεις· τὰς δ’ ἐπὶ ῥεύμασι φλεγμονὰς ἀποσχάσας, καὶ μάλιστα ἐν ἀρχαῖς, αἴτιος κακοῦ τινος μεγάλου γενήσῃ τῷ πάσχοντι.

7

.

26

t

Περὶ τῶν ἐν ῥευματικαῖς διαθέσεσιν ἐκπυηθέντων.

7

.

26

.

1

Ῥευματικῆς δ’ οὔσης τῆς διαθέσεως καὶ ἐκ μηδενὸς τῶν προδήλων αἰτίων συστάσης, καταπλάττειν μὲν ἀναγκαῖον ἅπαξ ἢ δίς που· καὶ
ἄμεινον εἰς τὰ παρόντα τὸ ἐκ τῶν κριθῶν ἄλευρον, παραπλέκειν δ’ ὅμως τι καὶ τούτοις ὄξους ἢ οἴνου· διελόντα δὲ καὶ κενώσαντα τὸ
5πύον φυλάσσεσθαι μὲν τοῦ λοιποῦ προσφέρειν ἔλαιον ἢ ὕδωρ, ἀλλ’ εἰ καὶ ἀπονίψαι πώποτε δέοι τὸ τραῦμα, μελικράτῳ τε καὶ ὀξυκράτῳ

7

.

26

.

2

καὶ οἴνῳ καὶ οἰνομέλιτι χρηστέον. καὶ εἰ μὲν ἔτι φλεγμαίνοι, τὸ διὰ τῆς φακῆς κατάπλασμα· μὴ φλεγμαίνοντος δὲ τῶν ἄλλων τινὶ φαρ‐ μάκων τῶν ἐμπλαστῶν ἐπὶ ταῖς τοιαύταις τομαῖς χρώμεθα, καὶ οὐχ

7

.

26

.

3

ἥκιστα τῷ διὰ χαλκίτεως. ἐπιτίθει δὲ κατ’ αὐτοῦ σπογγίον ἢ ἔριον

7

.

26

.

4

οἴνῳ βρέχων στρυφνῷ. τῷ δὲ τραύματι μηδὲν τῶν λιπαινόντων φαρ‐ μάκων προσφέρειν, οἷον τὸ τετραφάρμακόν ἐστιν· ἀκριβῶς γὰρ δεῖται ξηραίνεσθαι.

7

.

27

t

Ἐκ τῶν Γαληνοῦ. Περὶ γαγγραίνης καὶ σφακέλου.

7

.

27

.

1

Γαγγραίνας τὰς διὰ μέγεθος φλεγμονῆς νεκρώσεις ὀνομάζουσιν

7

.

27

.

2

οὐκ ἤδη γεγενημένας, ἀλλὰ γινομένας ἔτι. καὶ εἰ μὴ ταχέως τις τὴν τοιαύτην διάθεσιν ἰάσαιτο, νεκροῦται ῥᾳδίως τὸ παθὸν οὕτως μόριον

7

.

27

.

3

ἐπιλαμβάνει τε τὰ συνεχῆ καὶ ἀποκτείνει τὸν ἄνθρωπον. ὅταν δὲ τελέως ἀναίσθητα γένηται τὰ οὕτω παθόντα σώματα, τὸ πάθος οὐκέτι

7

.

27

.

4

γάγγραιναν, ἀλλ’ ἤδη σφάκελον ὀνομάζουσιν. συμβαίνει δὲ τοῦτο τὸ πάθος καὶ τοῖς ὀστοῖς, ὅταν ἡ περικειμένη σὰρξ αὐτοῖς μοχθηροὺς

7

.

27

.

5

ἰχῶρας γεννῶσα διαβρέξῃ τούτοις αὐτὰ καὶ διασήψῃ. τελέως μὲν οὖν νεκρωθὲν μόριον τάχιστα χρὴ περικόπτειν καθ’ ὃ ψαύει τοῦ πλησιά‐ ζοντος ὑγιοῦς· τὴν δὲ γάγγραιναν θεραπεύειν χρὴ κενούντων ὅσον πλεῖστον τοῦ κατὰ τὸ πάσχον μόριον αἵματος· ἢ γὰρ φλέβα τεμόντας
5κενῶσαι δεῖ τὸ ἐφθαρμένον αἷμα, ὅταν περὶ αὐτὸ τὸ μόριον φλὲψ μεγάλη ᾖ, ἢ ὅλον τὸ δέρμα διαιροῦντας πολλαῖς καὶ βαθείαις ἀμυχαῖς καὶ ἐάσαντας ἀπορρυῆναι τὸ αἷμα τῶν φαρμάκων ἐπιτιθέναι τι τῶν πρὸς τὰ σηπόμενα χρησίμων· ἔστι δὲ ταῦτα δι’ ὀξυμέλιτος ἄλευρον

7

.

27

.

6

ὀρόβων ἢ αἰρῶν ἢ τὸ τῶν κυάμων. προσάγειν δὲ σφοδρότερον βου‐ λόμενος ἁλῶν ἐπεμβάλλειν ἢ τροχίσκον τὸν Ἄνδρωνος ἤ τινα τῶν

7

.

27

.

7

ὁμοίων. ποιεῖ πρὸς γαγγραίνας καὶ παλαιὰ κάρυα τὰ ἐλαιώδη· ἀνακα‐ θαίρει δ’ αὐτὰς ἀκαλήφη καὶ ὀπὸς τιθυμάλλου ἐν καιρῷ καὶ μέτρῳ

7

.

27

.

8

προσαγόμενος. ὠφελεῖ δ’ αὐτὰς καὶ θέρμων πικρῶν ἀφέψημα καταν‐ τλούμενον.

7

.

28

t

Περὶ ἀποστημάτων.

7

.

28

.

1

Ἐπὶ δὲ τῶν ἀποστημάτων ἐὰν μὴ δυνατόν σοι φαίνηται τὸ κω‐ λυθῆναι τὴν ἐκπύησιν, ἄρτον ἑψήσας ἐν ὑδρελαίῳ κατάπλασσε ἢ κρί‐ θινον ἄλευρον παραπλησίως σκευαζόμενον· καταντλείσθω δ’ ὕδατι τὸ

7

.

28

.

2

μόριον ἀλθαίας ῥίζης ἐνεψηθείσης. ὅταν δὲ δυσεκπύητος ᾖ καὶ δυσ‐ διαφόρητος ὁ ὄγκος, τῷ διὰ τῶν ἰσχάδων καταπλάσματι χρήσῃ· δεῖ δὲ γλυκείας καὶ λιπαρὰς ἕψοντας κατατήκειν ἐν ὕδατι καὶ ποιεῖν ὅμοιον τὸ ὕδωρ μέλιτι λεπτῷ καὶ προσβάλλειν κρίθινον ἄλευρον, καὶ
5εἰ διαφοροῖτο μὲν ὁ ὄγκος, ἐνδεέστερον δέ, ταῖς ἰσχάσι συνεψεῖν ὕσσω‐ πον ἢ ὀρίγανον· εἰ δ’ ἐπιτεῖναι βουληθείης μᾶλλον, ἅλας ἐπέμβαλλε

7

.

28

.

3

τῷ ἀφεψήματι. πρόσεχε δ’ ἀκριβῶς, μὴ διὰ τὸ ξηραίνεσθαι σφοδρότε‐ ρον σκιρρῶδες γένηται τὸ μόριον, κἄν ποτέ τι τοιοῦτον θεάσῃ, συν‐

7

.

28

.

4

αφεψεῖν τῷ ὕδατι σικύου ἀγρίου ῥίζαν ἢ ἀλθαίας ἢ βρυωνίας. ἰσχυ‐

7

.

28

.

5

ροτέρα δὲ τούτων ἡ τοῦ δρακοντίου καὶ διαφορητικωτέρα ἐστίν. ἐνίοτε μὲν οὖν τοῦτο μόνον ἀφέψεις· ἐνίοτε δὲ καὶ τῶν ἰσχάδων ἐμβάλλεις

7

.

28

.

6

καὶ τὸ ἄλευρον ἀναμιγνύεις ἅμα στέατι. διαφορεῖ δὲ καὶ ἀδίαντον ἀποστήματα, καὶ τὸ ἀνήθινον δ’ ἔλαιον διαφορητικόν ἐστι καὶ πεπτι‐

7

.

28

.

7

κὸν ὠμῶν χυμῶν καὶ ἀπέπτων ὄγκων. πίττα συμπέττει τοὺς σκληροὺς καὶ ἀπέπτους ὄγκους ἅπαντας ἐμβαλλομένη τοῖς καταπλάσμασι, καὶ

7

.

28

.

8

μᾶλλον ἡ ὑγρά. —Φάρμακον σύνθετον τὰ μὲν ἤδη πεπεμμένα τῶν ἀποστημάτων ἀπόνως ἐξωθοῦν ὡς πολλάκις εὑρίσκεσθαι ἐπὶ τοῦ σπληνίου πύον (τὰ δὲ μὴ πεπεμμένα εἰς τέλος διαφορεῖ)· λίθου πυρίτου 𐅻 ιβ,

7

.

28

.

9

ἀμμωνιακοῦ λείου ἴσον, κυαμίνου ἀλεύρου 𐅻 ϛ. ἀναλάμβανε ῥητίνῃ ὑγρᾷ καὶ εἰς δέρμα ἐπιπλάσας ἐπιτίθει· τὸ δὲ σπληνίον μὴ ἀφαίρει,

7

.

28

.

10

μέχρις ἂν αὐτόματον ἀποπέσῃ. δεῖ δὲ μὴ πρὸ πολλοῦ σκευάζειν τὸ φάρμακον· ξηραίνεται γὰρ ταχέως.

7

.

29

t

Πρὸς χοιράδας καὶ φύματα.

7

.

29

.

1

Θέρμων πικρῶν ἄλευρον οὐ τὰ πελιδνὰ μόνον, ἀλλὰ καὶ χοιράδας
καὶ φύματα θεραπεύει· ὄξει δ’ ἑψεῖν αὐτὸ χρὴ ἢ ὀξυμέλιτι ἢ ὀξυκράτῳ.

7

.

29

.

2

ἰατρός τις ἐπὶ σκληρῶν σωμάτων ἐχρῆτο βοείᾳ κόπρῳ σὺν ὄξει πρὸς

7

.

29

.

3

χοιράδας καὶ τοὺς σκιρρώδεις ὄγκους ἅπαντας καταπλάττων. δια‐ φορεῖ δὲ φύματα καταπλασσόμενα λεῖα ἀδίαντον, ἀτράφαξυς, ἑλξίνη, ἀλθαίας ῥίζα ἐν οἴνῳ ἑψηθεῖσα, ἀμμωνιακὸν μετὰ μέλιτος μαλαχθὲν καὶ ἐπιτεθέν, ἰξὸς σὺν ῥητίνῃ καὶ 〈κηρῷ, ἰτέας τὰ φύλλα ἀναληφθέντα〉

7

.

29

.

4

κηρωτῇ. ῥήσσει δὲ φύματα πρόπολις, θέρμοι πικροὶ μετ’ ὄξους κατα‐ πλασθέντες, σικύου ἀγρίου ἡ ῥίζα ἀναληφθεῖσα τερμινθίνῃ, καππάρεως

7

.

29

.

5

ῥίζα ὁμοίως, νίτρον μετὰ ζύμης ἢ σύκων. τὰς δ’ ἐντὸς ἀποστάσεις

7

.

29

.

6

ῥήσσει θάλασσα μετὰ μελικράτου ποθεῖσα. χοιράδας δὲ διαφορεῖ ἄσβεστος μέλιτι ἢ γλοιῷ ἀναληφθεῖσα ἢ ἐλαίῳ ἢ στέατι χοιρείῳ, αἴρινον ἄλευρον μετὰ περιστερᾶς κόπρου καὶ λινοσπέρμου ἐν οἴνῳ ἑψηθέν, ὄλυνθοι ἄγριοι καὶ ἥμεροι ἑφθοὶ λεῖοι καταπλασσόμενοι, καὶ πᾶσαν συστροφὴν
5διαφοροῦσιν.

7

.

30

t

Πρὸς σύριγγας.

7

.

30

.

1

Σπονδυλίου ἡ ῥίζα περιξεομένη καὶ ἐντιθεμένη συρίγγων τύλους

7

.

30

.

2

ἀφαιρεῖ. καὶ ἐλλέβορος μέλας ἐντιθέμενος ἐν δύο καὶ τρισὶν ἡμέραις

7

.

30

.

3

ἀφίστησι τὸν τύλον. ἐκτήκει δὲ καὶ ἰοῦ 𐅻 β, ἀμμωνιακοῦ 𐅻 β κολλυριο‐ ποιηθέντα καὶ ἐντεθέντα ταῖς σύριγξι μετ’ ὄξους ἢ ὕδατος, ἀμόργη ἡψημένη καὶ ἐγκλυζομένη, σῶρι ὠμὸν ἢ κεκαυμένον μετ’ ὀλίγου κρά‐

7

.

30

.

4

ματος καὶ μέλιτος ἐγκλυζόμενον. καὶ σαρκοῖ ὀμφάκιον ἐγκλυζόμενον.

7

.

31

t

Περὶ βουβώνων.

7

.

31

.

1

Ὅταν βουβῶνες ἐπαναστῶσιν, εἰ μὲν πληθωρικὸν εἴη καὶ κακό‐ χυμον πᾶν τὸ σῶμα, δύσκολος ἡ θεραπεία· παραληπτέον δ’ ὅμως τὴν ἐπὶ τῶν ῥευματικῶν διαθέσεων εἰρημένην· εἰ δ’ ὑγιεινὸν ἀκριβῶς, εὔκολος· θερμαίνειν γὰρ χρὴ καὶ ὑγραίνειν ὅλον τὸ σκέλος, ἵνα ἀνώ‐
5δυνον γένηται, καὶ ἐπιτιθέναι τῷ μὲν ἕλκει τῆς τετραφαρμάκου θερ‐ μῆς ἐν μοτῷ λυομένης ῥοδίνῳ ἤ τινι τῶν χαλαστικῶν ἐλαίων, περι‐ ελίττειν δὲ χρὴ ὅλῳ τῷ κώλῳ πίλημα ἐλαίῳ 〈θερμῷ〉 βεβρεγμένον
ἔξωθέν τε καταπλάττειν τὸ ἕλκος καταπλάσματι θερμῷ ἐξ ἀλεύρου πυρίνου ἢ κριθίνου ἢ ἐξ ἀμφοτέρων σὺν ἐλαίῳ βραχεῖ, τὸν δ’ ἀδένα
10τὸν φλεγμαίνειν ἠργμένον παρηγορεῖν κατ’ ἀρχὰς ἔριον ἐπιτιθέντας διάβροχον ἐλαίῳ θερμῷ, μὴ μεθ’ ἁλῶν, ὥς τινες ποιοῦσιν· ὕστερον γὰρ τούτοις χρησόμεθα, τοῦ τε παντὸς κώλου παρηγορηθέντος καὶ

7

.

31

.

2

ἀνωδύνου γενομένου τοῦ ἕλκους. ἐπὶ τούτοις μὲν οὖν ὡς ἐπὶ τὸ πολὺ τῶν ἀδένων ἡ φλεγμονὴ λύεται· πολλάκις δὲ καὶ μείζων γίνεται καὶ

7

.

31

.

3

ἐκπυΐσκεται. ὅταν οὖν τὸ ζέον τῆς φλεγμονῆς παύσηται, τῶν μὲν παρηγορητικῶν φαρμάκων ἀφίστασθαι, χρῆσθαι δὲ τοῖς διαφορητικοῖς, κατὰ βραχὺ μεταβαίνοντα τῶν διαφορούντων εἰς τὰ ταῖς συστάσεσιν ὑγρὰ ὅσα τοῖς ἐμμότοις ἐστὶν ὅμοια κηρωτοειδῆ· φεύγειν γὰρ ἐπὶ τού‐
5των δεῖ τὰς σκληρὰς ἐμπλάστρους· συντείνουσι γὰρ τὰ μόρια καὶ αὖθις

7

.

31

.

4

φλεγμαίνειν ἀναγκάζουσιν. κἂν ἱκανὸν δ’ ᾖ πύον κατὰ τὸ διαπυῆσαν μόριον, οὐ χρὴ διαιρεῖν εὐθύς, ὥς τινες ποιοῦσιν, ἀλλ’ ἐπιχειρεῖν δια‐

7

.

31

.

5

φορεῖν φαρμάκοις. διαφορεῖ δὲ πάτος ταχέως τὸν ὄγκον κατὰ τῶν

7

.

31

.

6

βουβώνων ἐπιτιθέμενος. τοὺς μὲν οὖν ἐπὶ προσκόμμασι καὶ ἑλκυδρίοις βουβῶνας καὶ πυρετοὺς ἀκινδύνους νομιστέον, κακοὺς δὲ τοὺς ἄλλους, καὶ μάλιστα τοὺς ἐπὶ πυρετοῖς γινομένους.

7

.

32

t

Περὶ ἐρυσιπέλατος.

7

.

32

.

1

Παχὺς καὶ δριμὺς χυμὸς ἐπιρρεύσας ἐργάζεται τὸ ἐρυσίπελας, ὁτὲ

7

.

32

.

2

μὲν χωρὶς ἕλκους, ὁτὲ δὲ μεθ’ ἕλκους. θεραπεύειν οὖν αὐτὸ χολαγωγῷ πρότερον χρωμένους καθαρτηρίῳ, εἶθ’ οὕτως ἀποκρουομένους τὸ ἐπιρ‐

7

.

32

.

3

ρέον διὰ τῶν ψυχόντων. δεῖ δὲ μεταβαίνειν ἀπὸ τῶν ψυχόντων ἐπὶ

7

.

32

.

4

τὰ διαφοροῦντα πρὶν πελιδνὸν ἢ καὶ μέλαν γενέσθαι τὸ μόριον. χρῄ‐ ζει δὲ τὰ ἐρυσιπέλατα ψυχόντων μεθ’ ὑγρότητος ἄνευ στύψεως, οἷόν ἐστιν ἀείζῳον καὶ ἀνδράχνη καὶ ψύλλιον ὅ τε ἀπὸ τῶν τελμάτων φακὸς καὶ κοτυληδὼν στρύχνον τε καὶ ὑοσκύαμος καὶ θριδακίνη καὶ

7

.

32

.

5

γλαύκιον αἵ τε δι’ ὕδατος πάνυ ψυχροῦ κηρωταί. μίγνυται δὲ καὶ ὀπίου τι τούτοις καὶ χυλοῦ μήκωνος καὶ κωνείου καὶ μανδραγόρου, καὶ

7

.

32

.

6

γίνεται σύνθετα φάρμακα. —Ψύχουσα κηρωτ· τήξαντας ἐλαίῳ κηρὸν ὡς ἔνι μάλιστα καθαρόν, ποιεῖν χρὴ κηρωτὴν ὑγρὰν καὶ ψύξαντας ἐν θυίᾳ μαλάττειν ταῖς χερσίν, ὕδωρ ψυχρὸν παραχέοντας, ὅσον ἂν ἡ

7

.

32

.

7

κηρωτὴ καταδέξασθαι δύνηται. κάλλιον δ’ εἶναι τὸ ἔλαιον ῥόδινον ἐξ
ὀμφακίνου χωρὶς ἁλῶν, καὶ τριπλάσιον εἶναι τοῦ κηροῦ τὸ ῥόδινον.

7

.

32

.

8

εἰ δὲ καὶ ὄξους βραχύ τι μῖξαι βουληθείης λεπτοῦ καὶ διαυγοῦς, ἔτι

7

.

32

.

9

δὴ καὶ μᾶλλον ὑγρὸν καὶ ψυχρὸν ἀποτελέσει τὸ φάρμακον. τοῦτο δ’ ἐπιτήδειόν ἐστιν οὐ μόνον τοῖς ἐρυσιπέλασιν, ἀλλὰ καὶ τοῖς ἑκτικοῖς πυρετοῖς καὶ φλεγμοναῖς ταῖς ἐν αἰδοίοις κατ’ ἀρχὰς πρὶν νομώδη

7

.

32

.

10

τινὰ διάθεσιν συστῆναι. καὶ ψύχουσαι δὲ πόαι μετ’ ἀλφίτων λεπτῶν ἐμψύχουσιν ἱκανῶς, καὶ φοίνικες δὲ λιπαροὶ τοῦ μὲν ὑμενώδους αὐτοῖς ἐξαιρεθέντος δι’ ἑψήσεως τακεροὶ γενηθέντες, εἶτα λειωθέντες καὶ ἐπι‐ τεθέντες· ξηρότεροι δ’ εἰ φανεῖεν κατὰ τὴν σύστασιν, τῆς προειρημένης

7

.

32

.

11

κηρωτῆς μίξεις. παυσαμένης δὲ τῆς φλεγμονῆς πρὶν πελιδνὸν γενέσθαι τὸ μόριον, καταπλάττειν δι’ ὠμῆς λύσεως· εἰ δὲ καὶ φθάσειε γενέσθαι πελιδνόν, ἀποσχάζοντα καταπλάττειν οὕτως, καταντλεῖν δὲ δι’ ὕδατος θερμοῦ γλυκέος, ἐνίοτε δὲ θαλάττῃ ἢ ἅλμῃ, καί ποτε καὶ τῷ κατα‐
5πλάσματι μιγνύναι τούτων.

7

.

33

t

Περὶ ἕρπητος.

7

.

33

.

1

Δριμύς ἐστι χυμὸς ὁ καὶ τὸν ἕρπητα ποιῶν, ἀλλ’ ἐὰν ἄμικτος ἡ χολὴ συρρεύσασα τύχῃ, τῇ σφοδρᾷ δριμύτητι τὸν ἐσθιόμενον ἕρπητα συνίστησι μετ’ ἀναβρώσεως τὸ συνεχὲς τοῦ δέρματος ἐπιλαμβάνουσα (διὸ καὶ ἕρπης ὠνομάσθη τὸ πάθος)· ἐὰν δὲ φλέγματι συμμιγῇ, τὸν
5ἕτερον ἕρπητα τὸν ὀνομαζόμενον κεγχρίαν ἀποτελεῖ, κέγχροις ὁμοίας

7

.

33

.

2

ἐξοχὰς κατὰ τὸ δέρμα ποιοῦντα. ὁ μὲν οὖν καθαίρων πᾶν τὸ σῶμα πρότερον, εἶθ’ ἑξῆς προσάγων τὰ ἀποκρουστικὰ τοῖς πεπονθόσι μορίοις, οὗτος ἰᾶται τὸν ἕρπητα προσηκόντως· ὁ δ’ εὐθὺς τοῖς ἐπουλοῦσι τὴν ἡλκωμένην ἐπιδερματίδα χρώμενος ταύτην μὲν ἰᾶται, τὴν δ’ ἐφεξῆς

7

.

33

.

3

οὐ κωλύσει διάθεσιν ἔχειν τὴν ὁμοίαν τῇ προτέρᾳ. κενώσομεν οὖν τὸ σῶμα πᾶν ὡς ἐν τοῖς ἐρυσιπέλασιν ὁμοίως, τοῖς δὲ πεπονθόσι τόποις οὐ τὰ αὐτὰ προσάξομεν· ψύχεσθαι μὲν γὰρ δέονται παραπλησίως τοῖς

7

.

33

.

4

ἐρυσιπέλασιν, οὐκέτι δὲ καὶ ὑγραίνεσθαι φέρουσιν. κατάλληλα δ’ αὐτοῖς τὰ ψύχοντα καὶ ξηραίνοντα· μήτε οὖν θριδακίνην προσαγέτω τις μήτε φακὸν τὸν ἐπὶ τῶν τελμάτων μήτε ἀνδράχνην ἢ ἀείζῳον ἤ τι τῶν οὕτως ψυχόντων ἢ ὑγραινόντων, ἀλλὰ κατ’ ἀρχὰς μὲν ἕλικας ἀμπέλου καὶ
5βάτου καὶ ἀρνογλώσσου καταπλάττειν, ὕστερον δὲ φακὴν τούτοις μιγ‐ νύειν καί ποτε καὶ μέλιτος καὶ ἀλφίτων καὶ τὸ προγεγραμμένον πρὸς
τὰς ἐκ ῥευμάτων φλεγμονὰς κατάπλασμα χωρὶς τοῦ ἀειζῴου· τὰ δ’ ἡλκωμένα τοῖς φαρμάκοις ἐπιχρίειν τοῖς πρὸς ἕρπητας ποιοῦσι τρο‐ χίσκοις λυομένοις γλυκεῖ ἢ οἴνῳ λεπτῷ καὶ αὐστηρῷ μὴ παλαιῷ ἢ

7

.

33

.

5

ὀξυκράτῳ ὑδαρεῖ. χρονίων δ’ ὄντων ἤδη τῶν τοιούτων ἑλκῶν, ἐπι‐

7

.

33

.

6

τήδειος ὅ τε τοῦ Μούσα καὶ ὁ τοῦ Ἄνδρωνος τροχίσκος. τὰ ἐπι‐ πολῆς δὲ μόνον ἑλκώσαντος τοῦ ἕρπητος, εἰ μὴ πάνυ χρόνιος τυγχάνει, μὴ καταχρίειν μηδενὶ τούτων (ἰσχυρότερα γάρ ἐστι καὶ ξηραίνει πλέον ἢ δεῖ), προσφέρειν δὲ τοῖς τοιούτοις ἕρπησι γλαύκιόν τε καὶ τὰ τούτῳ
5παραπλήσια, μάλιστα μὲν ἀνιέντα ὕδατι· μηδὲν δ’ ἀνύοντος, ὄξους

7

.

33

.

7

παραπλέκειν. καὶ χυλῷ δ’ ἀρνογλώσσου ἢ στρύχνου διεὶς [οἴνῳ] ὀνή‐

7

.

33

.

8

σεις οὐ μικρῶς. λίνου σπέρμα φώξας καὶ ἐν οἴνῳ καὶ ἐλαίῳ ἑψήσας

7

.

33

.

9

καὶ λεάνας ἐπιτίθει· ἢ γῆν Κιμωλίαν στρύχνου χυλῷ διεὶς κατάχριε·

7

.

33

.

10

ἢ λιθαργύρου 𐅻 δ καὶ πράσου χυλοῦ κοτύλης ἥμισυ καὶ τεύτλου χυλοῦ τὸ ἴσον κατάχριε λεάνας.

7

.

34

t

Περὶ σκίρρων.

7

.

34

.

1

Σκληρὸς οὕτως ἐστὶν ὥσπερ ὀστοῦν ὁ σκίρρος· ἔστι δὲ καὶ ἀναί‐ σθητος, καὶ ὅ γε τοιοῦτος ἀνίατος παντάπασιν· ὁ δ’ ἔχων ἀμυδρὰν

7

.

34

.

2

γοῦν αἴσθησιν ὑπὸ τῶν διαφορούντων θεραπεύεται φαρμάκων. ἀλλὰ τὰ διαφοροῦντα καὶ ἀθρόως κενοῦντα χωρὶς τοῦ μαλάττειν ἐν μὲν ταῖς πρώταις ὀλίγαις ἡμέραις ἐλαττοῦν δοκεῖ τὸν ὄγκον· τὸ δ’ ὑπό‐ λοιπον τῆς διαθέσεως ἀνίατον καθίσταται, παντὸς τοῦ λεπτομεροῦς
5διαφορηθέντος· διὰ τοῦτο οὖν ἐπιτηδειότερα τῶν φαρμάκων ἐστὶν ὅσα

7

.

34

.

3

μετὰ τοῦ μαλάττειν διαφορεῖν πέφυκεν. μαλακτικὰ μὲν οὖν ἐστιν ἐλάφειον στέαρ καὶ μυελὸς καὶ ταύρειον καὶ τράγειον καὶ ἄρκειον στέαρ, ἀμμωνιακόν τε καὶ βδέλλιον καὶ στύραξ, καὶ τούτοις χρησάμενοι μετὰ τὸ λυθῆναι τὴν σκληρότητα διαφορητικὰ προσάξομεν, ὁποία ἐστὶ τῆλις

7

.

34

.

4

καὶ αἰγεία κόπρος σὺν ὀξυκράτῳ. συντίθεται δὲ φάρμακα παρὰ τῶν ἰατρῶν πρὸς ἀμφοτέρους τοὺς σκοποὺς ἁρμόττοντα, τόν τε τῆς τοῦ σκίρρου διαλύσεως καὶ τὸν τῆς διαφορήσεως, οἷόν ἐστι καὶ τὸ Γαλήνειον· πέρνης χοιρείας παλαιᾶς λίπους, ἀμμωνιακοῦ θυμιάματος, τυροῦ βοείου
5ἢ αἰγείου παλαιοῦ, στέατος ταυρείου, ἀποχύματος 𐆃 α, μυελοῦ ἐλα‐ φείου 𐆄 η, ὑσσώπου 𐆄 γ, κυπρίνου 𐆄 ϛ, οἴνου Αἰγυπτίου κοτύλης ἥμισυ.

7

.

34

.

5

λέξομεν δὲ καὶ ἐν τῷ ἐννάτῳ περὶ τῶν ἐν ποδάγραις σκίρρων.

7

.

35

t

Περὶ οἰδημάτων.

7

.

35

.

1

Ῥεῦμα φλεγματῶδες τὸ οἴδημα γεννᾷ, χαῦνον ὄγκον καὶ εἴκοντα καὶ βοθρούμενον κατὰ τὰς πιέσεις τῶν δακτύλων· ἔστι δὲ καὶ ἀνώδυ‐

7

.

35

.

2

νος. ἰᾶσθαι δ’ αὐτὸν χρὴ σπόγγον ὀξυκράτῳ βρέχοντα καὶ ἐπιτιθέναι μετ’ ἐπιδέσεως ἠρέμα σφιγγούσης ἐκ τῶν κάτω μὲν ἀρχομένης μερῶν,

7

.

35

.

3

τελευτώσης δ’ εἰς τὰ ἄνω. καινὸν δ’ εἶναι χρὴ τὸν σπόγγον, κἂν μὴ παρῇ τοιοῦτος, ἐκκαθαίρειν τὸν παρόντα νίτρῳ, καὶ μᾶλλον τῇ καλου‐ μένῃ στακτῇ κονίᾳ· μὴ καθισταμένου δ’ ἐπὶ τούτοις τοῦ οἰδήματος,

7

.

35

.

4

βραχύ τι στυπτηρίας μιγνύειν. ἐπιτήδειον δὲ καὶ τὸ ἁπαλώτατον

7

.

35

.

5

ἐλλύχνιον ὑγρότητι τοιαύτῃ δευόμενον καὶ ἐπιτιθέμενον. καλὸν δὲ καὶ

7

.

35

.

6

τὸ γλαύκιον. κεχρονικὸς δ’ οἴδημα προϋπαλείψας ἐλαίῳ τὸ μόριον, εἶτ’ ἐπιθεὶς σπόγγον ἐκ κονίας καὶ σφίγξας βιαιότερον θεραπεύσεις.

7

.

35

.

7

ἴσατις ἡ ἥμερος τοὺς οἰδηματώδεις ὄγκους θαυμαστῶς διαφορεῖ τε καὶ προσστέλλει· γῆ λιπαρὰ πᾶσα, καὶ μᾶλλον ἡ Αἰγυπτία.

7

.

36

t

Περὶ τερμίνθου.

7

.

36

.

1

Εἶδος φύματος ἡ τέρμινθός ἐστιν· ἐπίκειται δὲ τῷ ἕλκει ἀνωτάτω φλύκταινα μέλαινα, ἧς ἐκραγείσης τὸ ὑποκάτω ὅμοιον ἀποσεσυρμένῳ ἐστίν· τούτου δὲ διαιρεθέντος, πύον εὑρίσκεται.

7

.

37

t

Περὶ ἐπινυκτίδος.

7

.

37

.

1

Αἱ δ’ ἐπινυκτίδες ἑλκύδριά ἐστιν ἀπὸ ταὐτομάτου ἐξανθοῦντα,

7

.

37

.

2

φλυκταινοειδῆ, ὑπέρυθρα, ὧν ῥηγνυμένων ἰχὼρ ὕφαιμος ἀπορρεῖ. ταῦτα μὲν ἡμέρας οὐ πάνυ ἐνοχλεῖ, νυκτὸς δ’ ἐπώδυνά ἐστι μᾶλλον ἢ κατὰ

7

.

37

.

3

τὸ ἕλκος. ὀπὸν σιλφίου ὕδατι διεὶς ἐπιτίθει· ξηραίνει ἄνευ δήξεως.

7

.

37

4,5

ἢ κώνειον λεάνας ἐπιτίθει. ἢ κράμβην ὠμὴν μεθ’ ὕδατος ἐπιτίθει.

7

.

38

t

Περὶ συνδέσμων τμηθέντων.

7

.

38

.

1

Σύνδεσμος ὁ μὲν ἐξ ὀστοῦ διήκων εἰς ὀστοῦν ἀκινδυνότατός ἐστι, καὶ ξηραίνων αὐτὸν ὁποίοις βούλει φαρμάκοις οὐδὲν βλάψεις· ὁ δ’ εἰς μῦν ἐμφυόμενος, ὅσον ἀκινδυνότερός ἐστι τένοντος καὶ νεύρου, τοσοῦτον
τῶν ἄλλων συνδέσμων σφαλερώτερος, ἢν μὴ χρηστῶς θεραπεύηται.

7

.

39

t

Περὶ θύμου.

7

.

39

.

1

Θύμος ἐστὶν ἕλκος ὑπερσαρκοῦν τραχείᾳ καὶ ψαθυρᾷ σαρκί· γίνε‐

7

.

39

.

2

ται δ’ ἔν τε ἕδρᾳ καὶ αἰδοίοις. καὶ τὸ μὲν εὔηθες καὶ πολλάκις αὐτό‐ ματον ἀποπῖπτον, τὸ δὲ κακοηθέστερον καὶ ὀδύνην παρέχον· τινὰ δὲ καὶ ἀνίατά ἐστιν.

7

.

40

t

Περὶ σύκων.

7

.

40

.

1

Σῦκα ὀνομάζουσι βλαστήματα ἑλκώδη, στρογγύλα, ὑπόσκληρα, ἐν‐ ερευθῆ, οἷς ἀκολουθεῖ καὶ ὀδύνη· φύεται δὲ ταῦτα τὸ μὲν πλεῖστον

7

.

40

.

2

ἐν κεφαλῇ κἀν τῷ ἄλλῳ σώματι. ἄριστον δ’ ἐπὶ τούτοις φάρμακόν ἐστι στυπτηρία σχιστὴ καὶ χαλκοῦ ἄνθος ὀπτὸν καὶ ταυροκόλλα ἴσα

7

.

40

3,4

μετὰ λεπίδος χαλκοῦ διπλασίας. τρίβων μετ’ ὄξους καταχρίειν. ἀγαθὸν

7

.

40

.

4

(2)

δὲ καὶ τῶν μαινίδων αἱ κεφαλαὶ κεκαυμέναι καὶ βολβοὶ ἑφθοὶ καὶ τέφρα μετ’ ὄξους ὁμοῦ μεμιγμένη.

7

.

41

t

Πρὸς δοθιῆνας.

7

.

41

.

1

Ἐκ παχέων μὲν χυμῶν οἱ δοθιῆνες γίνονται· διαφοροῦσι δ’ αὐτοὺς

7

.

41

.

2

καὶ πέττουσι πυροὶ μασώμενοι καὶ ἐπιτιθέμενοι. καὶ μαστίχη δ’ αὐτοὺς

7

.

41

.

3

ὀνίνησιν Αἰγυπτία. σταφίδας ἐκγιγαρτισμένας τρῖψον, καὶ μίξας ἁλὸς

7

.

41

.

4

λείου ἴσον κατάπλασσε τοῦτο· ἢ διαχεῖ ἢ ῥήσσει. ἰσχάδας ἑφθὰς τρί‐ ψας καὶ ὕδωρ παραχέας χρῶ, ἢ ταῖς ἰσχάσι μίξας ῥητίνην ἐπιτίθει.

7

.

42

t

Πρὸς ἐπινυκτίδας.

7

.

42

1,2

Σέλινον μετ’ ἀλφίτου τρίψας κατάπλασσε. κράμβης φύλλα τρίψας

7

.

42

.

3

ἐπιτίθει. ὑοσκυάμου φύλλα τρίψας μετὰ μέλιτος ἐπιτίθει· στρύχνον

7

.

42

.

4

καθ’ ἑαυτὸν καὶ μετὰ κορίου χλωροῦ. ἐλαίας φύλλοις ἑφθοῖς μεθ’

7

.

42

.

5

ὕδατος χρῶ. σταφίδας ἐκγιγαρτισμένας λείας μῖξον καὶ σπληνίῳ κατα‐

7

.

42

.

6

χρίων ἐπιτίθει· ἀδίαντον τρίψας μετὰ μέλιτος. φυλακτέον δὲ τὴν τῶν δριμέων καὶ ὀξέων καὶ ἁλυκῶν προσφορὰν καὶ πυρίαν καὶ λουτρὸν καὶ ἥλιον.

7

.

43

t

Πρὸς ἀκροχορδόνας καὶ μυρμηκίας καὶ τὰ ὅμοια.

7

.

43

.

1

Διὰ μὲν τῶν σφοδρῶς ἑλκόντων φαρμάκων ἥ τε μυρμηκία καὶ

7

.

43

.

2

ἀκροχορδὼν ἀποσπασθήσεται, διὰ δὲ τῶν σηπόντων νεκρωθήσεται. ἰτέας τοῦ φλοιοῦ κεκαυμένου ἡ τέφρα ἥλους καὶ τύλους ἔτι τε μυρμηκίας

7

.

43

.

3

ἐξαίρει σὺν ὄξει δριμεῖ δευθεῖσα. μελάνθιον ἥλους 〈καὶ〉 μυρμηκίας καὶ

7

.

43

.

4

ἀκροχορδόνας καὶ πτερύγια καὶ θύμους ἀφαιρεῖ. καὶ ἡ τῶν προβάτων κόπρος πρὸς ἀκροχορδόνας καὶ μυρμηκίας καὶ θύμους καὶ δοθιῆνας

7

.

43

.

5

σκληροὺς καὶ ἥλους ποιεῖ ὄξει δευομένη. ὄλυνθοι ἑψηθέντες μὲν σκλη‐ ροὺς ὄγκους διαφοροῦσιν, ὠμοὶ δὲ καὶ μυρμηκίας τε καὶ θύμους ἐκ‐

7

.

43

.

6

βάλλουσιν. τὰ δὲ κονδυλώματα στέλλει ἐλαίας ἄνθη μεθ’ ὕδατος κατα‐ πλασσόμενα, ἀλόη σὺν γλυκεῖ καταχριομένη, πενταφύλλου ῥίζα κατα‐ πλασθεῖσα, κυδώνια ἑφθὰ σὺν ἄρτῳ ἢ ἀλφίτῳ, μυρσίνης φύλλα κεκαυ‐

7

.

43

.

7

μένα σὺν κηρωτῇ, πρόπολις προμαλασσομένη καὶ ἐπιτιθεμένη. αἴρει δὲ τὰ κονδυλώματα καὶ τὰς συκὰς ἀρσενικὸν καταπλασθέν, ἄσβεστος καὶ

7

.

43

.

8

τρὺξ ἰξῷ ἀναληφθέντα καὶ ὡς σπληνίον ἐπιτιθέμενα. τὰς δ’ ὑπερ‐ μεγέθεις συκὰς ἀποβάλλει ἰὸς σιδήρου σὺν οἴνῳ ἐπιχρισθεὶς γλυκεῖ, ἀνήθου σπέρματος κεκαυμένου ἡ τέφρα καταπλασσομένη, στυπτηρία 〈σχιστὴ λεία σὺν ὄξει, στυπτηρία〉 ὑγρὰ μετ’ ἄρτου καὶ οἴνου καὶ

7

.

43

.

9

σελίνου. συκὰς δ’ ἀφαιρεθείσας καὶ θύμους καὶ κονδυλώματα ἀποθερα‐ πεύει καὶ οὐκ ἐᾷ πάλιν αὔξεσθαι τέφρα κλημάτων σὺν ὄξει κατα‐ πλασθεῖσα.

7

.

44

t

Πρὸς γάγγλια.

7

.

44

.

1

Μολυβδοῦν δισκάριον παχύτερον ὡς οἱ σπόνδυλοι μεῖζον τοῦ γαγγλίου ἐπιτίθει· τῷ βάρει γὰρ διαλύει αὐτὸ ἐν χρόνῳ πλείονι.

7

.

45

t

Πρὸς χείμεθλα.

7

.

45

.

1

Θαλάσσῃ χλιαρᾷ κατάντλει ἢ τεύτλου ἀφεψήματι ἢ φακοῦ ἢ ὀρόβου ἢ ἀσφοδέλου ῥίζης· μετὰ δὲ τὴν κατάντλησιν φακὴν ἑφθὴν ἐν

7

.

45

.

2

οἴνῳ λειώσας κατάπλασσε· ἢ σῦκα λεῖα μετ’ ἐλαίου χλιάνας ἐπιτίθει·

7

.

45

3,4

ἢ στυπτηρίαν καὶ ἄλευρον ἴσα τρίψας ἐν οἴνῳ κατάπλασσε· ἢ τρυγὶ

7

.

45

.

5

ἀποξήρῳ κατάπλασσε· ἢ βολβὸν πρόσφατον ἐν οἴνῳ μίξας κατάπλασσε.

7

.

46

t

Πρὸς τὰς τῶν δακτύλων ῥαγάδας καὶ τῶν ὅλων ποδῶν.

7

.

46

1,2

Πίσσῃ ὑγρᾷ κατάχριε. καρκῖνον ποτάμιον ἢ θαλάσσιον καύσας ἐπ’

7

.

46

.

2

(2)

ἀνθράκων ἀπόξεσον τὸ ὄστρακον καὶ μετ’ ἐλαίου τρίψας καὶ πάχος

7

.

46

.

3

μέλιτος ποιήσας, προαποσμήξας τὰς ῥαγάδας ἔνσταζε. ποιεῖ δὲ καὶ σκίλλης τὸ ἐντὸς ἐλαίῳ ζεσθὲν καὶ τερμινθίνῃ συλλεανθὲν καὶ κέρας

7

.

46

.

4

αἴγειον καυθὲν καὶ ἀναληφθὲν στέατι αἰγείῳ. δεῖ δὲ προπερικαθαίρειν τοὺς τύλους καὶ οὕτω χρῆσθαι τοῖς φαρμάκοις.

7

.

47

t

Πρὸς αἰδοῖα ἡλκωμένα.

7

.

47

.

1

Καταντλήσεις διὰ τῶν στυφόντων ἢ ἐγχύσεις, οἷον βάτου, μυρσίνης

7

.

47

.

2

κυτίνων ῥοιᾶς ἀγρίας, ἀγριελαίας ἀφέψημα. τοῖς δ’ αὐτοῖς καὶ λείοις κατάπλασσε· περίχριε δὲ καὶ Λημνίᾳ σφραγίδι ἢ ἀλόῃ μετὰ μέλιτος

7

.

47

.

3

διεθείσῃ. πρὸς δ’ ὄσχεον σφοδρῶς κνησμώδη καὶ ἀκράτητον χρήσῃ τρυγὶ κεκαυμένῃ ἄχρι κούφης ἐπιδήξεως ἢ στυπτηρίᾳ ὑγρᾷ ἢ μίσυϊ λείῳ.

7

.

48

t

Περὶ λεύκης, ἀλφοῦ, λέπρας, ψώρας.

7

.

48

.

1

Φλεγματικὸν αἷμα καὶ γλίσχρον ποιεῖ τὴν λεύκην, ὅταν τρέψῃ χρόνῳ πλείονι τὴν χρόαν καὶ ἐπὶ τὸ λευκότερον ἀλλοιώσῃ. τῶν δ’ ἀλφῶν ἡ γένεσις ὁμοειδὴς μέν ἐστιν, οὐ μὴν δι’ ὅλου τῆς σαρκὸς πεπονθυίας, ἀλλ’ ἐπιπολῆς τοῦ δέρματος καὶ ἐκ τοῦ φλεγματικοῦ χυ‐

7

.

48

.

2

μοῦ. τὴν λέπραν δ’ ὁ γεννῶν χυμὸς ἄχρι βάθους διήκει, τῆς ψώρας

7

.

48

.

3

ἐπιπολαιοτέρας οὔσης. ἐὰν τοίνυν πεπλυμένην τὴν τίτανον, εἶτ’ ἐξ‐ ηρασμένην ἔχῃς, ὕδωρ μιγνὺς τοσοῦτον ὡς πάχος γενέσθαι σύμμετρον εἰς ἐπίχρισιν, θεραπεύσεις ἐπ’ ἀλφοῦ μὲν ἐπιχρίων ὑγροτέρῳ μᾶλλον,

7

.

48

.

4

ἐπὶ ψώρας δὲ παχυτέρῳ, παχυτάτῳ δὲ τὰς λέπρας. δρακοντίου ῥίζα σὺν ὄξει καταπλασσομένη ἀλφοὺς ἰᾶται καὶ ἐλλέβορος ἑκάτερος, θέρ‐ μων πικρῶν ἀφέψημα καταντλούμενον καὶ τὸ ἄλευρον αὐτῶν κατα‐ πλασσόμενον δι’ ὄξους ἢ ὀξυμέλιτος, καππάρεως τῆς ῥίζης ὁ φλοιὸς
5σὺν ὄξει, κρίνου ῥίζα μετὰ μέλιτος, κρόμμυον σὺν ὄξει καταχριόμενον ἐν ἡλίῳ, κροκοδείλου χερσαίου κόπρος ὁμοίως καὶ ἡ τῶν ψαρῶν,

7

.

48

.

5

ὅταν ὄρυζαν μόνην ἐσθίωσιν, ἢ σηπίας ὄστρακα καυθέντα. πρὸς δὲ ψώρας ποιεῖ σταφὶς ἀγρία, ἐλλέβορος ἑκάτερος, θέρμοι πικροί, ὡς εἴρηται, καρδάμωμον μετ’ ὄξους, κρίνου ῥίζα μετὰ μέλιτος, ῥητίνη τερμινθίνη καὶ θεῖον (τούτου πεῖραν εἰλήφαμεν), ἐρέβινθοι, αἰγεία

7

.

48

.

6

κόπρος. τὰς δὲ λέπρας ἀφιστᾶσιν ἀνεμῶναι προστιθέμεναι, ἐλλέβορος, ἀμπέλου λευκῆς ῥίζαι.

7

.

49

t

Περὶ λειχήνων.

7

.

49

.

1

Μιχθέντων ἰχώρων λεπτῶν καὶ δριμέων ἑτέροις παχυχύμοις οἱ λειχῆνες συνίστανται, ῥᾳδίως εἰς ψώραν καὶ λέπραν μεταπίπτοντες·

7

.

49

.

2

διὸ τῶν ἰσχυρῶς ξηραινόντων χρῄζουσι φαρμάκων. ἀγρίους δὲ καλοῦσι λειχῆνας τοὺς ὑπὸ μὲν τῶν μετρίως ξηραινόντων οὐδὲν ὀνιναμένους,

7

.

49

.

3

ὑπὸ δὲ τῶν σφοδρῶν παροξυνομένους. χρὴ οὖν ἐπὶ τούτων φάρμακα παραλαμβάνειν δραστήρια μὲν ἱκανῶς, χωρὶς δὲ τοῦ δάκνειν σφοδρῶς·

7

.

49

.

4

ὅπερ ἐρέβινθοι ποιοῦσι πρὸς λειχῆνας, ἐλλέβορος ἑκάτερος, κοκκυμηλέας τὸ κόμμι ἐπὶ παιδίων, λειχὴν ὁ ἐπὶ τῶν πετρῶν, πίσσα μιγνυμένη κηρωτῇ, θεῖον μετὰ ῥητίνης (τοῦτο πεῖραν ἔδωκεν), σίελον ἀνθρώπου ἐπὶ παιδίου (δεῖ δὲ συνεχῶς τῷ δακτύλῳ μετὰ τοῦ σιέλου τὸ πεπονθὸς
5ἀποτρίβειν δέρμα), κροκοδείλου χερσαίου κόπρος καὶ ἡ τῶν ψαρῶν,

7

.

49

.

5

ὅταν ὄρυζαν μόνην ἐσθίωσιν. πρὸς δὲ τοὺς ἐπὶ γενείου προσφάτους λειχῆνας ἢ ἄλλου μέρους τοῦ προσώπου πυροὺς πολλοὺς λαμβάνων ἐπί τινος ἄκμονος διαπύρου ἐπιτίθει, καὶ τὸ ἀπορρέον ἐξ αὐτῶν ὑγρὸν

7

.

49

.

6

ἔτι θερμὸν λαμβάνων ἐπίχριε τοὺς λειχῆνας. πολλοὶ τούτῳ μόνῳ

7

.

49

.

7

ἰάθησαν. ἢ μαλάχης ἀγρίας τὸν καρπὸν ἁπαλὸν συλλέγων καὶ κόπτων

7

.

49

.

8

τὸν χυλὸν ἀποτίθου καὶ τούτῳ συνεχῶς ἐπίχριε. χρονιζόντων δὲ τῶν λειχήνων, χρῶ τοῖς ὑπογεγραμμένοις· ἄγνου φύλλα τρίψας καὶ ὄξος

7

.

49

.

9

ἐπιβαλὼν ὀλίγον κατάπλασσε· ἢ καππάρεως φύλλα τρίψας μετ’ ὄξους

7

.

49

.

10

ἐπιτίθει. —Τροχίσκος πρὸς λειχῆνας· κόλλης τεκτονικῆς 𐅻 δ, λιβάνου

7

.

49

.

11

𐅻 β, ὄξους κοτύλης ἥμισυ· ἔν τισιν ἴσα ἔχει. ὄξει διαλύων ἐπίχριε.

7

.

50

t

Περὶ ἐμφυσήματος.

7

.

50

.

1

Πνεῦμα φυσῶδες παχὺ καὶ ἀτμῶδες ὕλη τῶν ἐμφυσημάτων ἐστίν· συνεργεῖ δ’ εἰς τὸ μὴ διαπνεῖσθαι τὸ πνεῦμα τῶν σωμάτων ἡ πύκνωσις· ὅθεν καὶ σκοπὸς τῆς θεραπείας ἀραίωσις μὲν τῶν πεπυκνωμένων καὶ λέπτυνσις τοῦ πεπαχυμμένου πνεύματός ἐστι διὰ τῶν λεπτομερῶν

7

.

50

.

2

φαρμάκων. τῶν μυῶν δὲ διὰ θλάσιν ἐμπεφυσημένων, τὸ μὲν διαφορεῖν καὶ ἐπ’ αὐτῶν ἀναγκαῖον· δριμέων δ’ ὄντων ὡς τὸ πολὺ τῶν δια‐ φορητικῶν, ἀγανακτεῖν συμβαίνει τοὺς μῦς καὶ τὰς ὀδύνας ἐπιτείνεσθαι.

7

.

50

.

3

χρὴ τοίνυν μεμῖχθαι τοῖς διαφορητικοῖς τὰ παρηγοροῦντα, κατ’ ἀρχὰς μὲν πλεονάζειν τὰ παρηγορητικά, μετὰ ταῦτα δὲ παρακμῆς γενομένης

7

.

50

.

4

τὰ διαφοροῦντα. ἔστι δὲ παρηγορητικὰ μὲν ἐπὶ τῆς τοιαύτης διαθέσεως τῶν μυῶν τό τε ἕψημα καὶ ὕσσωπον μετ’ ἐλαίου βραχέος· διαφορητικὰ

7

.

50

.

5

δ’ ὄξος καὶ νίτρον καὶ στακτὴ κονία. χρηστέον οὖν κατ’ ἀρχὰς τῷ ἑψήματι μετ’ ἐλαίου βραχέος καὶ οἴνου ὁμοίως βραχέος, ἀναλαμβάνοντα οἰσυπηροῖς ἐρίοις θερμά, καὶ φροντίζειν ὅπως ἂν ἡ θερμότης παραμένῃ·

7

.

50

.

6

ψύχεσθαι γὰρ οὐ χρὴ τὰ μόρια. παρηγορηθέντος δὲ τοῦ κάμνοντος, παραμιγνύναι τοῦ ὄξους καὶ τοῦ νίτρου καὶ μετὰ ταῦτα καὶ τῆς κονίας στακτῆς, εἶθ’ ὕστερον διαφορητικοῖς ἐμπλάστροις χρῆσθαι εἰς ἀποκατά‐ στασιν, οἷόν ἐστι καὶ τὸ ὑποτεταγμένον· γλοιὸν ἀποζέσας διήθησον
5πρῶτον ὡς καθαρὸν γενέσθαι, καὶ πάλιν ἐμβαλὼν τῇ κακάβῃ λείαν ἄσβεστον τίτανον ὡς ἄλευρον ἐπίπαττε μέχρι πηλώδους συστάσεως.

7

.

51

t

Πρὸς ἐλεφαντιῶντας.

7

.

51

.

1

Θαυμάσιόν ἐστι τοῖς ἐλεφαντιῶσι βοήθημα ἡ τῶν ἐχιδνῶν ἐδωδή· χρὴ δ’ ἐσθίειν ταύτας ὧδε σκευάζοντας· πρῶτον ἀποκοπτομένης τῆς κεφαλῆς καὶ τῆς οὐρᾶς ἄχρι δακτύλων τεσσάρων, εἶτα τῶν ἔνδον ἁπάντων ἐξαιρεθέντων, καὶ τοῦ δέρματος ἀφαιρεθέντος, ὕδατί τε τοῦ
5σώματος αὐτῶν περιπλυθέντος, ἐν λοπάδι ταῖς ἐγχέλυσι παραπλησίως σκευάζοντας διὰ λευκοῦ ζωμοῦ· γίνεται δ’ οὗτος ὕδατος μὲν δαψιλοῦς ἐπεμβληθέντος, ἐλαίου δὲ βραχέος καὶ σὺν αὐτῷ πράσου καὶ ἀνήθου.

7

.

51

.

2

πρόδηλον δ’ ὅτι μέχρι τοσούτου τὰς σάρκας τῶν ἐχιδνῶν ἑψεῖν προσ‐

7

.

51

.

3

ήκει, μέχρις ἂν ἀκριβῶς γενηθῶσιν ἁπαλαί. καὶ αὐτὸ δὲ τὸ δι’ αὐτῶν σκευαζόμενον φάρμακον, ὃ καλοῦσι θηριακήν, ἐπιτήδειόν ἐστι πίνεσθαι δαψιλὲς τοῖς οὕτω κάμνουσι, καὶ εἰ βούλοιτό τις αὐτῷ καὶ τὸ δέρμα χρίεσθαι· ταῦτα γὰρ πάντα ποιούντων, ἔσθ’ ὅτε λέπος ἀφίσταται τοῦ

7

.

51

.

4

δέρματος, ὁποῖον ἐπὶ τῶν ὄφεων τὸ καλούμενον γῆρας. χρώμεθα δ’ ἐπ’ αὐτῶν καὶ τοῖς ἁλσὶ τῆς θηριακῆς καὶ τῇ καλαμίνθῃ· ἀγαθὸν γὰρ καὶ τοῦτο, μὴ μόνον γενναίως διαφοροῦν τοὺς λεπτοὺς χυμούς, ἀλλὰ καὶ λεπτῦνον ἰσχυρῶς καὶ τέμνον τοὺς παχεῖς τοὺς τοῦτο τὸ νόσημα

7

.

51

.

5

γεννῶντας. οὐ μὴν ἁπλῶς ἐφ’ ἕκαστον τούτων ἐρχόμεθα, προκαθαί‐
ρομεν δὲ πάντως, ἔστι δ’ ὅτε καὶ προφλεβοτομοῦμεν.

8

.

1

t

Περὶ μνήμης ἀπωλείας καὶ τῶν ἄλλων ἀγρυπνητικῶν τε καὶ καταφορικῶν.

8

.

1

.

1

Ἐπὶ δὲ τῆς ἀπολωλυίας ἢ μεγάλως βεβλαμμένης μνήμης εἰ μὲν ψυχρὰ δυσκρασία πάντως ἐστί, καὶ θερμαίνειν αὐτὴν προσῆκεν, οὐ μὴν ἐξ ἀνάγκης ξηραίνειν, ὥσπερ οὐδὲ ὑγραίνειν· ἀλλὰ εἰ μὲν μεθ’ ὑγρό‐ τητος, ξηραίνειν, εἰ δὲ μετὰ ξηρότητος, ὑγραίνειν, εἰ δ’ ἐν τῷ μέσῳ

8

.

1

.

2

τούτων, ἐν αὐτῇ τῇ καταστάσει φυλάττειν. τοὺς δὲ ληθαργικοὺς καὶ φρενιτικοὺς φλεβοτομεῖν χρὴ κατ’ ἀρχὰς εὐθύς, καὶ τοῦτο μὲν κοινὸν ἀμφοτέροις τοῖς νοσήμασιν (κοινὸν δὲ καὶ τὸ κατὰ τὴν ἀρχὴν ὀξυρρό‐ δινον προσφέρειν), τὰ δ’ ἐφεξῆς ἐναντία· πραΰνειν μὲν γὰρ προσήκει

8

.

1

.

3

τὰ μετὰ τῶν ἀγρυπνιῶν, ἐπεγείρειν δὲ τὰ μετ’ ἀκινησίας. εἰκότως οὖν ἀκμαζόντων αὐτῶν, τοῖς μὲν ἀγρυπνητικοῖς καὶ παρακοπτικοῖς νοσήμασι τὰς διὰ μήκωνος κωδυῶν ἐπιβροχὰς προσοίσομεν ὀσφρανοῦμέν τε καὶ διαχρίσομεν ἤτοι τὰ πτερύγια τῆς ῥινὸς ἐκ τῶν ἔνδον μερῶν

8

.

1

.

4

ἢ τὸ μέτωπον. ἐπὶ δὲ τῶν ἐναντίων παθῶν ἐπεγεῖραι καὶ τεμεῖν καὶ θερμᾶναι προσήκει τὸ πάχος τοῦ λυποῦντος χυμοῦ. ἐναφέψοντες οὖν ὄξει θύμον καὶ γλήχωνα καὶ ὀρίγανον ὅσα τε ἄλλα τοιαῦτα τῇ ῥινὶ τῶν οὕτως διακειμένων προσοίσομεν· μετὰ δὲ ταῦτα καὶ τὸν οὐρανίσκον
5ἰσχυροῖς καὶ δριμέσι φαρμάκοις χρίσομεν· ἑξῆς δὲ καὶ τοῖς πταρμικοῖς χρησόμεθα καὶ κατὰ τῆς κεφαλῆς ἐπιθήσομεν ὁμοίας δυνάμεις φαρμά‐

8

.

1

.

5

κων ἄχρι τοῦ νάπυος. ἀλλὰ καὶ ταῖς σικύαις ἐπ’ ἀμφοτέρων χρονι‐
ζόντων χρησόμεθα καὶ τῷ καστορίῳ.

8

.

2

t

Περὶ ἐφιάλτου.

8

.

2

.

1

Οὐκ ἔστιν ὁ καλούμενος ἐφιάλτης δαίμων κακός, ἀλλ’ ὁ μέν τις νόσος ἰσχυρά, ὁ δ’ ὑποφήτης ἱερὸς καὶ θεράπων Ἀσκληπιοῦ· προοίμια

8

.

2

.

2

δ’ ἐφιάλτου ταῦτα· πνίξ, ἀφωνία, βάρος. φυλακτέον οὖν τὸ δεινὸν ἀρχόμενον· χρονίσαν γὰρ καὶ συνεχῶς νυκτὸς ἐπιπῖπτον νόσημά τι τῶν μεγάλων, ἀποπληξίαν ἢ μανίαν ἢ ἐπιληψίαν ἀγγέλλει, ὅταν ἐπὶ τὴν κεφαλὴν φέρηται ἡ αἰτία· ὅσα γὰρ οἱ ἐπιληπτικοὶ μεθ’ ἡμέραν,

8

.

2

.

3

ταῦτα οἱ ἐφιαλτικοὶ πάσχουσι κοιμώμενοι. χρὴ οὖν τέμνοντα φλέβα καὶ καθάρσεις παραλαμβάνοντα κενοῦν ὅλον τὸ σῶμα τοῦ πάσχοντος· μάλιστα δὲ βοηθεῖ τούτοις μέλας ἐλλέβορος, εἰ δραχμῇ μιᾷ ὀποῦ σκαμμωνίας μίσγεις ὀβολοὺς τρεῖς καί τινα τῶν εὐωδῶν, ἄνησον, δαῦ‐

8

.

2

.

4

κον, πετροσέλινον. καὶ ἡ διὰ τῆς σικυωνίας δ’ ἱερὰ μεγάλως βοηθεῖ·

8

.

2

.

5

ἡ δὲ δίαιτα ἔστω λεπτή, καὶ τὰ φυσώδη φυλάττεσθαι χρή. βοηθεῖ δ’ αὐτοῖς καὶ ὁ τῆς παιωνίας καρπός· κόκκους δὲ πεντεκαίδεκα τοὺς μέλανας τρίψας μεθ’ ὕδατος πίνειν συνεχῶς.

8

.

3

t

Περὶ ἐπιληψίας.

8

.

3

.

1

Τοὺς ἐμπεσόντας εἰς ἐπιληψίαν λιπαρῶς τε ἐμβρέχειν τὰ σπώμενα καὶ διαστρεφόμενα μέρη διακρατεῖν τε καὶ ἀπευθύνειν, ἔπειτα διαστή‐ σαντας τὸ στόμα ἐπικαθεῖναι δάκτυλον ἢ πτερὸν κεχρισμένον ἐλαίῳ ἰρίνῳ πρὸς τὸ κομίσασθαι φλέγμα· χρὴ δὲ καὶ τοῖς ὀσφραντοῖς τὴν
5αἴσθησιν ἐρεθίζειν, οἷον πευκεδάνῳ, Κυρηναϊκῷ ὀπῷ, ἀσφάλτῳ, κεδρίᾳ,

8

.

3

.

2

πίσσῃ. μετὰ δὲ τοὺς παροξυσμούς, εἰ μηδὲν κωλύει, φλεβοτομίᾳ χρη‐

8

.

3

.

3

στέον ἀπ’ ἀγκῶνος. μηδὲν δ’ ὑπείκοντος τοῦ παροξυσμοῦ, τὰ μὲν ἄκρα σιναπισμῷ καταληπτέον, σικύαν δὲ κολλητέον τοῖς ὑποχονδρίοις.

8

.

3

.

4

μὴ γενομένης δὲ μηδὲ πρὸς ταῦτα ἀνοχῆς, ὀλίγη μὲν ἐλπίς· ὅμως δὲ θαρσαλέως ὁ ἰατρὸς καστόριον βιαζόμενος ἐγχείτω καὶ ὀπὸν Κυρηναϊκὸν μετὰ μέλιτος καὶ ὄξους, καὶ δι’ ἕδρας ἐνιέτω κενταυρίου ἀφέψημα ἢ

8

.

3

.

5

κολοκυνθίδος. τοὺς δ’ ἀναστάντας ἐκ τῆς ἐπιληψίας μετὰ τὴν ἀνάληψιν

8

.

3

.

6

τῇ διὰ τῆς ἱερᾶς καθάρσει χρηστέον. τοιαύτη μὲν δή τίς ἐστιν ἡ τῆς προσφάτου καὶ ὀξείας ἐπιληψίας θεραπεία· ἐφεξῆς δ’ ὅσα πρὸς ἀνασκευὴν

8

.

3

.

7

τῆς κεχρονισμένης παραδώσομεν. χρὴ τοίνυν τοὺς πάσχοντας ἐν ὑδρο‐ ποσίᾳ μὲν μακρᾷ συνέχειν, ἐγχειροῦντας δὲ τῇ θεραπείᾳ φλεβοτομεῖν, εἰ μηδὲν κωλύει, καὶ διαλιπόντας τέσσαρας ἢ πέντε ἡμέρας ἀναλαμ‐ βάνειν τὸ σωμάτιον καὶ οὕτως καθαρτικῷ ὑποκενοῦν, μάλιστα μὲν δι’

8

.

3

.

8

ἐλλεβόρου μέλανος ἢ κολοκυνθίδος, εἴτε οὖν καὶ διὰ σκαμμωνίας. δεῖ δὲ τοῦ μὲν ἐλλεβόρου δίχα τῆς ἐντεριώνης κεκομμένου καὶ σεσησμένου ἐμπάσσειν μελικράτου κυάθοις πέντε ἢ ἓξ 〈ἢ〉 μέλιτι ἀπέφθῳ ἀναλαμ‐

8

.

3

.

9

βάνειν μετ’ ὀλίγου πεπέρεως. τῆς δὲ κολοκυνθίδος τὸ σπέρμα ἐκ‐ βαλόντας πληροῦν αὐτὴν ἔχουσαν τὴν ἐντεριώνην δεῖ γλυκέος καὶ ἐᾶν ὅλην τὴν νύκτα, ἕωθεν δὲ κεράσαντα τὸ γλυκὺ διδόναι πίνειν· μετὰ

8

.

3

.

10

δὲ τὴν αὐτάρκη κάθαρσιν λούειν αὐτούς. τῇ δὲ τρίτῃ σικυαστέον ὑπο‐ χόνδριά τε καὶ μετάφρενον μετ’ ἀμυχῶν, εἶτα διαστήσαντας ἱκανὰς ἡμέρας καὶ ἀναλαμβάνοντας τὸ σωμάτιον τῆς διὰ κολοκυνθίδος ἱερᾶς προσάγειν, εἶτα μετὰ τοῦτο σικυαστέον κεφαλὴν καὶ ἰνίον, ταῖς δ’ ἑξῆς
5καταπλάττειν αὐτὴν ἄρτῳ ἡψημένῳ μὲν μελικράτῳ, συλλελειωμένῳ δὲ πικροῖς ἀμυγδάλοις ἢ ἑρπύλλῳ ἢ ἡδυόσμῳ ἢ καλαμίνθῃ ἢ πηγάνῳ, καὶ τοῦτο ποιητέον ἐπὶ τρεῖς ἡμέρας, καὶ μετὰ τοῦτο ξυράμενον τὴν κεφαλὴν καταχρίειν πευκεδάνου ὀπῷ ἐν ὄξει διειμένῳ, ᾧ σπονδύλιον ἐνήψηται· διαστήσαντα δὲ πάλιν καὶ ἀναλαβόντα τὸ σωμάτιον διδόναι
10τῆς διὰ κολοκυνθίδος ἀντιδότου ὀβολοὺς ἐννέα ἐν μελικράτῳ, καὶ διαστήσαντα ἡμέρας πάλιν διδόναι τῆς ἀντιδότου 𐅻 γ, εἶτα πταρμικοῖς χρῆσθαι, καὶ μετὰ πέντε ἢ δέκα ἡμέρας καστόριον διδόναι ἐν μελι‐ κράτῳ· καὶ διαστήσαντα πάλιν κλύζειν τῷ διὰ κενταυρίου, καὶ ἐφεξῆς ἀποφλεγματισμοῖς χρῆσθαι καὶ ἐρρίνοις, εἶτα τῷ σιναπισμῷ κατὰ τῆς

8

.

3

.

11

κεφαλῆς. δεῖ δὲ καὶ δριμυφαγίαις ἐν καιρῷ χρῆσθαι. —Ἐκ τῶν

8

.

3

.

12

Γαληνο. Πρὸς ἐπιληπτικούς. Τοὺς ἐπιληπτικοὺς ὀνίνησιν ὀξύμελι καθ’ ἑκάστην λαμβανόμενον, καὶ μάλιστα ἐὰν διὰ σκίλλης σκευασθῇ.

8

.

3

.

13

ὠφελεῖ δ’ αὐτοὺς καὶ κάππαρις σύνθετος συνεχῶς ἐσθιομένη καὶ τάρι‐

8

.

3

.

14

χος. ἔστι δὲ καὶ φάρμακον διὰ σκίλλης ὠφελιμώτατον τοιόνδε· τῶν μελιτηρῶν ἀγγείων παρασκευάσας τι καὶ εἰς λεπτὰ τὴν σκίλλαν δια‐ θρύψας ταῖς χερσὶ καὶ βαλὼν εἰς τὸ ἀγγεῖον πωμάσας τε στεγανῷ
πώματι καὶ περιθεὶς ὅλῳ τῷ στόματι τοῦ ἀγγείου δέρμα καὶ δήσας
5ἀκριβῶς ἐν χωρίῳ κατάθου πρὸς μεσημβρίαν μὲν ἐστραμμένῳ, σκεπο‐

8

.

3

.

15

μένῳ δ’ ἀπὸ τῶν βορείων πνευμάτων. γινέσθω δ’ ἐν τῇ τοῦ Κυνὸς

8

.

3

.

16

ἐπιτολῇ· ἡμέραι δ’ εἰσὶ τεσσαράκοντα. ἀτρέμα δέ πως ὑπαλλάττειν χρὴ τὴν θέσιν τοῦ ἀγγείου· λύσας γὰρ μετὰ τὸν εἰρημένον χρόνον εὑρίσκεις τὸ σῶμα τῆς σκίλλης ἡψημένῳ παραπλήσιον, ἐξερρυηκότα δὲ καὶ τὸν χυλὸν αὐτῆς, ὃν ἀνελόμενον ἡδύνειν χρὴ μέλιτι καλλίστῳ, καὶ
5διδόναι τούτου καθ’ ἑκάστην ἡμέραν κοχλιάριον ἓν μεστόν, τοῖς μὲν

8

.

3

.

17

παιδίοις μικρόν, τοῖς δὲ τελείοις μέγα. καὶ μέντοι καὶ τὸ σωματῶδες τῆς σκίλλης κόψας ἀκριβῶς καὶ λειώσας μετὰ μέλιτος δίδου κοχλιάριον

8

.

3

.

18

ἕν· δεύτερον δ’ ἐστὶ τοῦτο τῇ δυνάμει. εἰ δὲ πρωτοπαθοῦντος τοῦ στομάχου γίνοιτο τὸ πάθος, κελεύειν χρὴ εὐπεψίας προνοοῦντα τὸν πάσχοντα περὶ τρίτην ὥραν ἄρτον ἐπιμελῶς ἐσκευασμένον προσφέρεσθαι

8

.

3

.

19

ἐξ οἴνου κεκραμένου τῶν ἠρέμα στυφόντων καὶ λευκῶν. δίδου δὲ τού‐

8

.

3

.

20

τοις καὶ τοῦ δι’ ἀλόης φαρμάκου δίς που καὶ τρὶς ἑκάστου ἔτους. οἶδα δέ ποτε παιδίον οὐδ’ ὅλως ἐπιληφθέν, ἐξ ὅτου τῆς ῥίζης τῆς γλυκυ‐

8

.

3

.

21

σίδης ἐφόρει μέγα καὶ πρόσφατον ἐξαρτώμενον τοῦ τραχήλου. καὶ τὸ ἀγαρικὸν δὲ τοὺς ἐπιληπτικοὺς ὀνίνησι σέσελί τε καὶ τοῦ σπονδυλίου ὁ καρπὸς καὶ ἡ ῥίζα καὶ ἀριστολοχία στρογγύλη μεθ’ ὕδατος πινο‐

8

.

3

.

22

μένη. βοηθεῖ δὲ μεγάλως τούτοις καὶ ἡ ἀπόσχασις τῶν σκελῶν συν‐ εχῶς γινομένη.

8

.

4

t

Περὶ σκοτωματικῶν.

8

.

4

.

1

Τοὺς σκοτωματικοὺς ἐν ἐπιτάσει μὲν γινομένους διεγερτέον τοῖς τε ἐπιτηδείοις ὀσφραντοῖς χρωμένους καὶ τρίψεσι τῶν ἄκρων καὶ τοῖς τοιούτοις· ἐν ἀνέσει δὲ τυγχάνοντας πρὸς ἀνασκευὴν τοῦ πάθους φλε‐ βοτομητέον πρῶτον, εἶτα καθαρτέον τῇ ἱερᾷ, καὶ διαστήσαντας κλυ‐

8

.

4

.

2

στῆρι δριμεῖ χρηστέον κενταυρίου ἢ κολοκυνθίδος ἀφεψήματι. μετὰ δὲ τὰς τοιαύτας κενώσεις ἀμυκτέον τοπικῶς τὴν κεφαλὴν σικύας κατὰ τοῦ ἰνίου μετὰ ἐγχαράξεως τιθέντας, καὶ μετὰ ταῦτα τοῖς ἀποφλεγμα‐
τισμοῖς καὶ πταρμικοῖς.

8

.

5

t

Περὶ ἀποπληξίας. Ἐκ τῶν Φιλουμένου.

8

.

5

.

1

Τῶν ἑαλωκότων ἀποπληξίᾳ ἐλαίῳ πολλῷ λιπαίνειν τεθειωμένῳ καὶ τὴν κεφαλὴν ἐπιβρέχειν ῥοδίνῳ σπονδυλίου ἐνηψημένου μελίκρατόν τε ἐνστάζειν καὶ ὀσφραντὰ προσάγειν, καστόριον ἢ ὀποπάνακα καὶ

8

.

5

.

2

χαλβάνην. δεῖ δὲ βιαίως διανοίγοντας τὸ στόμα καθιέναι δάκτυλον ἢ πτερὸν ἐλαίῳ διαβραχὲν ἐπὶ τῷ σμηχθῆναι, εἴ τι περιττὸν ἐγκείμενον

8

.

5

.

3

εἴη, καὶ διαχρίειν τὴν ἕδραν τοῖς ἐπαγωγοῖς τῶν πνευμάτων. εἰ δὲ μηδὲν ἀνύοι ταῦτα, χρῆσθαι κλύσμασι δριμυτέροις, ἅλμην καὶ μέλι

8

.

5

.

4

μίσγοντας. τούτων πραχθέντων φλέβα τέμνειν χρή· μετὰ δὲ τὴν φλε‐ βοτομίαν πάλιν τοῖς διεγερτικοῖς χρησόμεθα.

8

.

6

t

Περὶ μελαγχολίας.

8

.

6

.

1

Ὅταν ὅλον τὸ σῶμα μελαγχολικὸν ἔχῃ τὸ αἷμα, τὴν ἀρχὴν τῆς θεραπείας ἀπὸ φλεβοτομίας ποιεῖσθαι προσῆκεν· ὅταν δὲ κατὰ μόνον

8

.

6

.

2

τὸν ἐγκέφαλον, οὐ χρῄζει φλεβοτομίας ὁ κάμνων. ἔστι δέ τις καὶ τρίτη διαφορὰ μελαγχολίας, ὅταν ὥσπερ ἐπιληψία τὴν ἀρχὴν ἀπὸ τῆς κοιλίας ἴσχῃ· καλοῦσι δ’ ἔνιοι τῶν παλαιῶν ὑποχονδριακὸν νόσημα τὴν

8

.

6

.

3

τοιαύτην διάθεσιν. ἐὰν μὲν οὖν ἄρξηται πρῶτα τὰ κατὰ τὴν γαστέρα συμπτώματα, καὶ μείζοσιν αὐτοῖς γενομένοις ἀκολουθήσῃ τὰ μελαγχο‐ λικὰ πάθη, κουφίζηταί τε ταῖς διαχωρήσεσι καὶ τοῖς ἐμέτοις καὶ ταῖς εὐπεψίαις καὶ ταῖς ἐρυγαῖς ὁ ἄνθρωπος, ὑποχονδριακὸν μὲν ὀνομάζο‐
5μεν καὶ φυσῶδες τὸ νόσημα, σύμπτωμα δ’ εἶναι φήσομεν αὐτοῦ τὴν δυσθυμίαν καὶ τὸν φόβον· ὅταν δὲ τὰ μὲν τῆς μελαγχολίας ἴδια συμ‐ πτώματα φαίνηται μεγάλα, κατὰ δὲ τὴν κοιλίαν ἤτοι μηδὲν ἢ σμικρό‐ τατον, ἐγκέφαλον ἡγητέον ἐπὶ τούτων πρωτοπαθεῖν, ἠθροισμένης ἐν

8

.

6

.

4

αὐτῷ μελαίνης χολῆς. δεῖ δὲ τὴν τοιαύτην μελαγχολίαν διά τε λου‐ τρῶν συνεχῶν καὶ διαίτης εὐχύμου τε καὶ ὑγρᾶς ἐκθεραπεύειν χωρὶς ἑτέρου βοηθήματος, ὅταν γε μήπω διὰ χρόνου μῆκος δυσεκκένωτος ὁ λυπῶν ᾖ χυμός, ἡνίκα ποικιλωτέρας τε καὶ ἰσχυρὰς προσάγειν χρὴ

8

.

6

.

5

τὰς ἰάσεις. ἀρχόμενον οὖν θεραπεύειν τὸ πάθος προσήκει· χρονίσαν

8

.

6

.

6

γὰρ καὶ αὐξηθὲν δυσμεταχείριστον γίνεται. καθαίρειν τοίνυν πρώτοις χρὴ
ἐπιθύμῳ ἢ ἀλόῃ· τούτων γὰρ εἰ καὶ ὀλίγον ἐφ’ ἑκάστης ἡμέρας λαμ‐

8

.

6

.

7

βάνει, ὠφελεῖ τὰ μέτρια καὶ ἡσυχῇ ὑπάγει. καθήραντα γοῦν, ὡς εἴρηται, διδόναι τοῦ ἀψινθίου, νῦν μὲν τῆς πόας βρέχων ἐν ὕδατι, καὶ ἑψῶν ὅσον κυάθους δύο, νῦν δὲ τοῦ χυλοῦ ὅσον ἡμίδραχμον διατήκων ὕδατι

8

.

6

.

8

συνεχῶς· καὶ ὄξους δ’ ἐπιρροφεῖν ὡς δριμυτάτου βραχύ, καθεύδειν δὲ μέλλοντα καὶ τὰ πολλὰ τῶν ὄψων εἰς τοῦτο ἀποβάπτοντα ἐσθίειν·

8

.

6

.

9

ἄμεινον δὲ μεμῖχθαι τῷ ὄξει σκίλλης καὶ πολίου καὶ τῆς λεπτῆς ἀριστο‐

8

.

6

.

10

λοχίας. ὅταν δ’ ἐντύχῃς ἀρχομένῳ μὲν τῷ νοσήματι, συνεστῶτι δὲ τῷ σώματι, οὐ χεῖρον καὶ φλέβα ἐν ἀγκῶνι τεμεῖν, μετὰ δὲ τὴν φλεβο‐ τομίαν ἀνακομίσαντας κάτω καθαίρειν τῷ διὰ σικυωνίας καὶ τῷ διὰ

8

.

6

.

11

τοῦ μέλανος ἐλλεβόρου· ἀγαθὸν δὲ καὶ τὸ διὰ τοῦ ἐπιθύμου καὶ τῆς ἀλόης· μίσγειν δὲ καὶ εὐφορβίου συμφέρει καὶ τοῖς ὀροῖς κατακλύζειν.

8

.

6

.

12

ἴασις δὲ τοῦ νοσήματος καὶ αἱ διουρητικαὶ δυνάμεις· ἀγαθαὶ δὲ καὶ αἱ

8

.

6

.

13

διὰ τῶν ἱδρώτων καθάρσεις. χρὴ δὲ καὶ τῶν ὑποχονδρίων φροντίδα ποιεῖσθαι καὶ πυριᾶν μὲν αὐτὰ διαβρέχοντας πηγάνου ἀφεψήματι καὶ ἀνήθου καὶ ἀψινθίου καὶ γλήχωνος καὶ ἄγνου σπέρματος καὶ δάφνης τοῦ καρποῦ (ταῦτα γὰρ καὶ τοὺς πόνους παρηγορεῖ καὶ τὰς φύσας

8

.

6

.

14

μειοῖ), ἑψεῖν δ’ ἐν ἐλαίῳ καὶ καταπλάττειν. ἐχέτω δὲ καὶ τούτων τι τὰ καταπλάσματα καὶ τῶν πρὸς τὰς φύσας τὸ σέλινον ἢ τὸ ἄνησον

8

.

6

.

15

ἢ τὸ κύμινον. οὐ χεῖρον δὲ καὶ κύπερον καὶ ἶριν καὶ λιβανωτίδα ἐμβαλεῖν εἰς τὸ κατάπλασμα, ἐᾶν δ’ ἐπὶ πολὺ προσκεῖσθαι αὐτὰ καὶ

8

.

6

.

16

δι’ ἡμέρας, καὶ ἐδηδοκότι καὶ ἀσίτῳ. ὅταν δ’ ἀφέλῃς, ἄλλο τι σκέ‐

8

.

6

.

17

πασμα ἐπίβαλλε ἢ ἔριον πλατύ. καὶ σικύαις δὲ χρῆσθαι πρὸς μὲν τὰ πνεύματα κούφαις, πρὸς δὲ τοὺς πόνους καὶ τὰς φλεγμονὰς ἀπο‐ σχάζων· προϊόντας δὲ τῇ θεραπείᾳ μηδὲ τοῦ νάπυος ἐπιλανθάνεσθαι· χρῆσθαι δὲ καὶ τοῖς δριμέσι σμήγμασι καὶ δρώπαξι κατά τε 〈τοῦ〉 μετα‐
5φρένου καὶ τῆς γαστρός.

8

.

7

t

Περὶ μανίας. Ἐκ τῶν Φιλουμένου.

8

.

7

.

1

Θεραπεία τῆς μανίας ἐστὶν ἡ αὐτὴ 〈τῇ〉 τῆς μελαγχολίας· μάλιστα δ’ αὐτοὺς ὠφελεῖ ἱππομαράθρου ἡ ῥίζα καὶ τὸ σπέρμα πινόμενον ἐν ὕδατι καὶ βρυωνίας ῥίζης 𐅻 α μεθ’ ὕδατος καθ’ ἡμέραν.

8

.

8

t

Περὶ τῶν ἐρώντων.

8

.

8

.

1

Τοὺς δι’ ἔρωτας δυσθυμουμένους καὶ ἀγρυπνοῦντας ἀγνοοῦντές
τινες τὴν διάθεσιν ἀλουσίαις τε καὶ ἀσιτίαις καὶ λεπτῇ διαίτῃ κατέτη‐ κον, ἐφ’ ὧν ἐξευρόντες ἡμεῖς τὸν ἔρωτα ἐπί τε λουτρὰ καὶ οἰνοποσίαν αἰωρήσεις τε καὶ θεάματα καὶ ἀκούσματα τὴν διάνοιαν ἀπηγάγομεν,
5ἐνίοις δὲ καὶ φόβον ἐπηρτήσαμεν· οἱ γὰρ σχολάζοντες ἀεὶ τῷ ἔρωτι

8

.

8

.

2

δυσέκνιπτον ἔχουσι τὸ πάθος. χρὴ οὖν καὶ φιλονεικίας πρός τινας

8

.

8

.

3

ἐπεγείρειν κατὰ τὰς ὑποθέσεις ὧν προῄρηνται βίων ἕκαστοι. παρακο‐ λουθεῖ δὲ τοῖς ἐρῶσι τάδε· ὀφθαλμοὶ κοῖλοι καὶ οὐ δακρύουσι, φαινό‐ μενοι δ’ ὡσὰν ἡδονῆς πεπληρωμένοι εἰσίν· κινεῖται δ’ αὐτοῖς καὶ τὰ βλέφαρα θαμινά, τῶν τε ἄλλων τοῦ σώματος μερῶν συμπιπτόντων,
5μόνοι οὗτοι τοῖς ἐρῶσιν οὐ συμπίπτουσιν.

8

.

9

t

Περὶ λυκανθρωπίας.

8

.

9

.

1

Οἱ τῇ λυκανθρωπίᾳ κατεχόμενοι νυκτὸς ἐξίασι τὰ πάντα λύκους

8

.

9

.

2

μιμούμενοι καὶ μέχρις ἡμέρας περὶ μνήματα διατρίβουσιν. γνωριεῖς δὲ τὸν οὕτω πάσχοντα διὰ τῶνδε· ὠχροὶ τυγχάνουσι καὶ ὁρῶσιν ἀδρανὲς καὶ ξηροὺς τοὺς ὀφθαλμοὺς ἔχουσι καὶ οὐδὲ δακρύουσιν· θεάσῃ δ’ αὐτῶν κοίλους τοὺς ὀφθαλμοὺς καὶ τὴν γλῶσσαν ξηροτάτην, καὶ
5σίελον οὐδ’ ὅλως προχωροῦν αὐτοῖς· εἰσὶ δὲ καὶ διψώδεις καὶ τὰς

8

.

9

.

3

κνήμας διὰ τὸ πολλάκις προσπταίειν ἀνιάτως ἡλκωμένας ἴσχουσιν. τοι‐ αῦτα μὲν αὐτῶν τὰ γνωρίσματα· γινώσκειν δὲ χρὴ εἶδος μελαγχολίας εἶναι τὴν λυκανθρωπίαν, ἣν θεραπεύσεις κατὰ τὸν χρόνον τῆς ἐπι‐ σημασίας τέμνων φλέβα καὶ κενῶν τοῦ αἵματος ἄχρι λειποθυμίας καὶ

8

.

9

.

4

διαιτῶν τὸν κάμνοντα εὐχύμοις τροφαῖς. κεχρήσθω δὲ τοῖς λουτροῖς γλυκέσιν· εἶτ’ ὀρῷ γάλακτος χρησάμενος ἐπὶ τρεῖς ἡμέρας κάθαιρε τῇ διὰ τῆς κολοκυνθίδος ἱερᾷ, καὶ δεύτερον καὶ τρίτον· μετὰ δὲ τὰς καθάρσεις καὶ τῇ διὰ τῶν ἐχιδνῶν θηριακῇ χρήσῃ καὶ τὰ ἄλλα παρα‐

8

.

9

.

5

λήψῃ ὅσα ἐπὶ τῆς μελαγχολίας εἴρηται. ἐπερχομένης δ’ ἤδη τῆς νόσου τοῖς ὕπνους ἐμποιεῖν εἰωθόσιν ἐπιβρέγμασι χρήσῃ· καὶ ὀπίῳ δὲ χρῖσον ὦτα καὶ μυκτῆρας εἰς ὕπνον τρεπομένοις.

8

.

10

t

Περὶ φλεγμονῆς ἐγκεφάλου. Ἐκ τῶν Φιλουμένου.

8

.

10

.

1

Φλεγμαίνων ὁ ἐγκέφαλος οἰδεῖ πολλάκις οὕτως ὥστε καὶ τὰς ἐν κεφαλῇ ῥαφὰς διίστασθαι. καὶ ὀδύνη δὲ μεγίστη καὶ διαρκὴς παρέπεται καὶ ἄση πολλή, ἔρευθός τε κατὰ τοῦ προσώπου πολὺ συνίσταται, καὶ
τὰ ὄμματα προπετῆ γίνεται, καὶ οἰδεῖ τὸ πρόσωπον καὶ ἡ κεφαλὴ

8

.

10

.

3

πᾶσα. φλεβοτομεῖν οὖν τούτους χρὴ καὶ κενοῦν ἀπ’ ἀγκῶνος· δεῖ δὲ καὶ ἀπὸ ῥινὸς καὶ τῶν ὑπὸ τὴν γλῶσσαν ἀγγείων κενοῦν τοῦ αἵματος.

8

.

10

.

4

χρῶ δὲ καὶ ταῖς πρὸς τὰς φλεγμονὰς κατὰ τῆς κεφαλῆς διαβροχαῖς καὶ καταπλάσμασι τοῖς ἀνυγραίνουσί τε καὶ πεπαίνειν δυναμένοις.

8

.

11

t

Περὶ ἐρυσιπέλατος ἐν ἐγκεφάλῳ.

8

.

11

.

1

Γίνεται ἐρυσίπελας ἐν ἐγκεφάλῳ, καὶ πάσχει ὁ κάμνων τάδε· ἀλγεῖ τὴν κεφαλὴν πᾶσαν καὶ δοκεῖ φλόγας ἐν αὐτῇ εἶναι, καὶ τὸ πρόσωπον τοῦ πάσχοντος ψυχρόν ἐστι καὶ ὕπωχρον, καὶ ξηραίνεται τὸ

8

.

11

.

2

στόμα. φλεβοτομητέον οὖν τὸν οὕτω πάσχοντα, καὶ μάλιστα τὰς ἐπὶ τῆς γλώσσης φλέβας διαιρεῖν, καὶ πρόσφερε τὰ ψύχοντα, οἷς καὶ ἐπὶ τῶν ἄλλων ἐρυσιπελάτων χρώμεθα.

8

.

12

t

Περὶ λυσσοδήκτων.

8

.

12

.

1

Οἱ δηχθέντες ὑπὸ λυσσῶντος κυνὸς ἐμπίπτουσιν εἰς τὸν ὑδροφό‐

8

.

12

.

2

βον. σημεῖα δὲ τοῦ λυσσῶντος κυνὸς τάδε· ἄφωνοι τὸ ἐπίπαν εἰσὶ καὶ ἔκφρονες, ὥστε μηδὲ τοὺς οἰκειοτάτους γνωρίζειν, ἀπόσιτοι δὲ καὶ διψώδεις μέν, οὐ ποτικοὶ δέ, καὶ ἀσθμαίνουσιν ἐπὶ πολὺ καὶ τὰ ὦτα

8

.

12

.

3

κλίνουσιν· σίελον δὲ καὶ δαψιλὲς καὶ ἀφρῶδες ἀφιᾶσιν. τοὺς δηχθέντας οὖν αὐτίκα θεραπεύεσθαι πάσῃ τῇ νενομισμένῃ θεραπείᾳ, κἂν μικρὸν καὶ ἐπιπόλαιον ᾖ τὸ ἕλκος, καὶ γυμνοῦν πάντοθεν καίειν τε καυτη‐ ρίοις σιδηροῖς (τηρεῖν γὰρ δεῖ τὸ ἕλκος καὶ μὴ ἄγειν εἰς οὐλὴν ταχέως),
5ἀπονίζειν δ’ ἑψῶντας ἐν τῷ ὕδατι τὴν ἀνθεμίδα καὶ τὴν τοῦ ἀγρίου λαπάθου ῥίζαν, πίνειν δὲ τὸ λύκιον καὶ τὸν ὀπὸν τοῦ σιλφίου (τού‐ του δὲ καὶ εἰς τὸ ἕλκος ἐντιθέναι), πίνειν δὲ καὶ χαμαίδρυν καὶ σκόρ‐ διον καὶ γεντιανῆς ῥίζαν καὶ πόλιον καὶ ποταμίων καρκίνων ἕψημα, ἀνήθου πολὺ μίσγων· καθαίρειν δὲ τῷ διὰ σικυωνίας καθαρτικῷ καὶ
10διδόναι ἐφ’ ἡμέρᾳ τούτου τοῦ φαρμάκου οὐκ εἰς κάθαρσιν ὅσον κυά‐

8

.

12

.

4

μου μέγεθος. τὸ δ’ ὑγρὸν ἔστω ἐλελισφάκου ἀφέψημα ἢ τῆς σιδηρί‐ τιδος τῆς Ἡρακλείας, ἣν καὶ ἄλυσσον ὀνομάζουσι διὰ τὸ καὶ μόνην

8

.

12

.

5

αὐτὴν ὠφελεῖν. δοίη δ’ ἄν τις ὠφελίμως καὶ τοῦ δι’ ἐχίδνης· παρα‐

8

.

12

.

6

λαμβάνειν δὲ καὶ οὐρητικά. χρῆσθαι δὲ δεῖ καὶ τῇ προσφορᾷ τοῦ ἥπατος τοῦ δακόντος κυνός· μὴ θαρρεῖν δὲ μόνῃ, ἀλλὰ διὰ πάντων

8

.

12

.

7

ἐπιχειρεῖν θεραπεύειν. Ἀπολλώνιος δ’ ὁ Περγαμηνὸς ἱστορηκέναι φησὶ πολλοὺς σεσωσμένους τοὺς ὑδροφόβῳ ληφθέντας δι’ ἄλλην τινὰ κατασκευὴν ἁλόντας τῷ πάθει, τῶν δὲ διὰ δῆξιν λυσσῶντος κυνὸς οὐδένα σωθῆναι.

8

.

13

t

Περὶ παραλύσεως.

8

.

13

.

1

Πάντων μὲν ἅμα τῶν νεύρων ἀπολεσάντων τὴν αἴσθησίν τε καὶ κίνησιν, ἀποπληξία τὸ πάθος ὀνομάζεται· κατὰ θάτερον δὲ μέρος, ἤτοι τὸ δεξιὸν ἢ τὸ ἀριστερόν, εἰ συμβαίη τοῦτο, παράλυσις καλεῖται, τοῦ

8

.

13

.

2

μέρους ἐκείνου δηλονότι καθ’ ὃ συνέστηκεν. συμβαίνει δὲ τὸ πάθος ὑγρῶν γλίσχρων καὶ παχέων ἐμφραττόντων τὰ νεῦρα, δι’ ὧν αἱ κατὰ

8

.

13

.

3

προαίρεσιν κινήσεις ἀποτελοῦνται. πρόδηλον οὖν ὡς ἐκκενῶσαι δεῖ τὸν τοιοῦτον χυμόν· ἐκκενωθήσεται δὲ τοῦ καθαρτηρίου τῆς ἱερᾶς

8

.

13

.

4

ποθείσης. δεῖ οὖν ἀπὸ δραχμῆς ἀρξάμενον διδόναι τοῦ φαρμάκου χω‐ ρὶς μέλιτος ἐπεμβάλλοντα πεπέρεως χνοώδους (βουλόμεθα γὰρ ἀναδο‐ θῆναι τὸ φάρμακον, οὐ καθῆραι), καὶ διὰ τρίτης πάλιν δοθῆναι τὴν δραχμὴν ἢ καὶ πλέον, εἶτα διαστήσας ἡμέρας τέσσαρας αὖθις διδόναι
5δύο ὁμοίως, καὶ πάλιν τρεῖς δραχμὰς διδόναι· διαστήσαντα δὲ μετὰ ταῦτα τὴν τελείαν διδόναι δόσιν 𐅻 δ, καὶ τοῦ μέλιτος ἐπεμβάλλοντα

8

.

13

.

5

καὶ τῶν ἁλῶν ὅσον κοχλιάριον· μιγνύναι δὲ καὶ νῦν πέπερι. ἐὰν μὲν οὖν ἐπὶ τῇ τοιαύτῃ δόσει καθαρθῇ τελέως ὁ θεραπευόμενος· εἰ δὲ μή, ἀλλὰ καὶ πέντε 𐅻 διδόναι· ἔστι δ’ οἷς καὶ ἕξ, ἐὰν ἀκμάζοντες κατὰ

8

.

13

6,7

τὴν ἡλικίαν ὦσιν. δίαιτα δὲ λεπτύνουσα ἔστω. ἐπὶ δὲ τὸ τὴν ἔμφρα‐

8

.

13

.

8

ξιν ἐσχηκὸς μόριον ἐπίβαλλέ τι τῶν διαφορητικῶν φαρμάκων. χρὴ δὲ τῶν μὲν κατὰ πρόσωπον παραλελυμένων ἀποφλεγματισμοῖς τε χρῆσθαι συνεχέσι παραύξοντας τὴν ἰσχὺν αὐτῶν καὶ πταρμοὺς κινεῖν καὶ τῆς κεφαλῆς προνοεῖν παντοίως· ἐφ’ ὧν δ’ οὐδὲν τῶν κατὰ πρόσωπον
5πέπονθεν, ἀρκεῖ προσφέρειν τὰ φάρμακα τῷ κατ’ ἰνίον τε καὶ τοὺς πρώτους σπονδύλους· χρῆσθαι δὲ καὶ ἐπὶ τούτων ἀποφλεγματισμοῖς.

8

.

14

t

Περὶ ῥίγους ἀνεκθερμάντου.

8

.

14

.

1

Ἐφ’ ὑαλώδει πάνυ ψυχρῷ φλέγματι γίνεται τὸ τοιοῦτον ῥῖγος
ἄνευ πυρετοῦ, καὶ χρὴ ἀδεῶς κεχρῆσθαι τοῖς θερμαίνουσιν ἐπὶ τούτων καὶ τέμνουσι πάχος χυμῶν ἐδέσμασί τε καὶ πόμασι καὶ φαρμάκοις τοι‐

8

.

14

.

2

ούτοις. δεῖ δ’ ἐν ἀρχῇ διδόναι τούτοις καὶ τὸ διὰ τριῶν πεπέρεων, εἶτα τὸ διὰ καλαμίνθης, εἶτα τὸ δι’ ὀποῦ Κυρηναϊκοῦ καὶ καστορίου.

8

.

15

t

Περὶ σπασμῶν.

8

.

15

.

1

Ὅταν εὐθὺς ἐξ ἀρχῆς ἢ οὐ μετὰ πολὺ τῆς ἀρχῆς τοῦ νοσήματος ἀρξάμενοι γίνεσθαι σπασμοὶ διαμένωσιν, ὑπὸ πληρώσεως ἴσχουσι τὴν γένεσιν· ὅταν δὲ μεθ’ ἱδρῶτας πολλοὺς ἢ ἐμέτους ἢ διαχωρήσεις ἢ αἱμορραγίας ἢ ἀγρυπνίας ἢ λιμὸν ἢ κινήσεις πολλὰς καὶ σφοδράς, ἐπὶ

8

.

15

.

2

κενώσεσιν ἕπονται. καὶ ὅταν τινὶ τῶν ὑγιαινόντων ἐξαίφνης σπασθῆναι

8

.

15

.

3

συμβῇ, ἀναγκαῖον ἐπὶ πληρώσει γεγονέναι. εἰ δ’ ἐκ πυρετῶν διακαῶν ξηρανθείη ὅλον τὸ σῶμα καὶ τὰ νεῦρα, κἄπειτα διὰ τὴν ξηρότητα

8

.

15

.

4

σπασθείη, μέγιστον δὴ τοῦτο τὸ κακόν ἐστι καὶ σχεδὸν ἀνίατον. ὅταν μὲν οὖν εἰς τὸ πρόσω τείνηται τὰ μόρια τοῦ σώματος, ἐμπροσθότονος· ὅταν δ’ εἰς τοὐπίσω, ὀπισθότονος· τέτανος δέ, ὅταν ἰσοσθενῶς ἐφ’

8

.

15

.

5

ἑκάτερα. τοὺς μὲν οὖν ἐπὶ ξηρότητι σπασμοὺς οὐκ ἂν ἰάσαιο· τοὺς δὲ διὰ πλῆθος ἢ φλεγμονὴν γινομένους σπασμοὺς ἰάσῃ τὸ μὲν πλῆθος κενῶν, τὴν δὲ φλεγμονὴν τοῖς ἰδίοις αὐτῆς βοηθήμασιν ἐκθεραπεύων.

8

.

15

6,7

γίνεται δὲ σπασμὸς καὶ ὅταν σπαραχθῶσι σφοδρότερον ἐμοῦντες. βοηθεῖ

8

.

15

.

7

(2)

δὲ τοῖς σπωμένοις ἀκανθίου ῥίζα, καὶ ἀκάνθης τῆς λευκῆς τὸ σπέρμα

8

.

15

.

8

πινόμενον, καὶ τῆς Αἰγυπτίας ἀκάνθης. καὶ κενταυρίου δὲ τοῦ λεπτοῦ τὸν χυλὸν ἔνιοι διδόασι πίνειν, ὅταν διὰ πλήρωσιν ὁ σπασμὸς γένηται.

8

.

15

.

9

μὴ μόνον δὲ πίνειν δίδου, ἀλλὰ καὶ ἔξωθεν ἐπίχριε κατὰ τοῦ δέρμα‐ τος καστόριον ἅμα σικυωνίῳ.

8

.

16

t

Περὶ τετάνου. Ἐκ τῶν Φιλουμένου.

8

.

16

.

1

Ἐπὶ τῶν τετανικῶν κύστιν πλατεῖαν θερμὸν ἔχουσαν ἔλαιον τοῖς τένουσιν ἐπιτιθέναι χρή, ἵνα ὅλα θαλπόμενα προσηνῶς ἐπὶ τἀναντία

8

.

16

.

2

τῆς τάσεως δύνηται φέρειν. τὸ ὅλον γοῦν ἐναγωνιστέον ταῖς ἐμβρο‐ χαῖς καὶ τοῖς πιλήμασι, πρῶτον μὲν δι’ ἐλαίου γλυκέος, ἔπειτα δι’

8

.

16

.

3

ἐλαίου πηγανίνου τε καὶ Σικυωνίου. πλέον δ’ ἀνύει τὰ καταπλάσματα διὰ τήλεως, λινοσπέρμου, κριθίνου ἀλεύρου, μέλι δαψιλὲς καὶ ἔλαιον ἔχοντα· περιλαμβανέτω δὲ καὶ αὐχένας καὶ σιαγόνας ἑκατέρας καὶ

8

.

16

.

4

ῥάχιν ὅλην μέχρι τῶν ψοῶν. καὶ σικύαι δὲ μετ’ ἀμύξεως παραληπτέαι· κολλάσθωσαν δὲ κατὰ τραχήλου καὶ ῥάχεως ἑκατέρωθεν καὶ κατὰ τῶν

8

.

16

.

5

τοῦ στέρνου μυωδῶν καὶ κατὰ τῶν ὑποχονδρίων. ἐπὶ δὲ τῶν χρονι‐ σάντων καὶ ταῖς εἰς ἔλαιον ἐμβάσεσι χρηστέον, καὶ δὶς τῆς ἡμέρας, εἰ

8

.

16

.

6

τὰ τῆς δυνάμεως ἐπιτρέποι. πηγάνινον ἔλαιον τερεβινθίνης ἐκτακείσης θερμὸν προσηνῶς δι’ ἕδρας ἐνιέμενον θαυμαστῶς ὀνίνησιν αὐτούς.

8

.

16

.

7

προποτίζειν δ’ αὐτοὺς ὀπὸν Κυρηναϊκόν, ἀλλ’ ἐπεὶ διαλυθεὶς δάκνει

8

.

16

.

8

τὴν κατάποσιν, περιπλαστέον μέλιτι ἑφθῷ ὀρόβου τὸ μέγεθος. καὶ ἡ ῥίζα δὲ τοῦ σιλφίου πασθεῖσα μελικράτῳ δίδοται συμφερόντως, καὶ ἡ

8

.

16

.

9

σμύρνα ὁμοίως καὶ ὑσσώπου ἀφέψημα. πάντων δ’ ὠφελιμώτατον τὸ καστόριον· διόπερ καὶ δύο κοχλιάρια δοτέον μετὰ μελικράτου μεμερι‐ σμένως, οὐχ ὑφ’ ἕν.

8

.

17

t

Περὶ κεφαλαλγιῶν.

8

.

17

.

1

Τὰς δι’ ἔγκαυσιν ἤ τινα θερμότητα κεφαλαλγίας ἰᾶται τὰ ψυκτι‐ κὴν ἔχοντα δύναμιν ἄνευ τοῦ στύφειν· ἄριστα δ’ αὐτῶν ἐστιν ὅσα λεπτομερέστερα ταῖς οὐσίαις ἐστίν· διὸ κατ’ ἀρχὰς οὐδὲν ἄμεινον τοῦ ῥοδίνου τοῦ χωρὶς ἁλῶν κατεσκευασμένου ψυχροτάτου κατὰ τοῦ βρέγ‐

8

.

17

.

2

ματος διαβρεχομένου· ἔστω δὲ μὴ παλαιὸν τὸ ῥόδινον. ἐφεξῆς δὲ τῷ ῥοδίνῳ τὸ χαμαιμήλινόν ἐστιν ἔλαιον ἐφ’ ὧν μετρίαν δεῖ τὴν ἔμψυξιν ἐργάσασθαι· ἐπειδὰν δὲ σφοδρῶς ψῦξαι βουληθῶμεν τὸ ῥόδινον, μιγνύναι αὐτῷ προσήκει χυλὸν ἀειζῴου ἢ ἀνδράχνης ἢ θριδακίνης καὶ ὄμφακος
5σταφυλῶν, μήκωνος δὲ καὶ μανδραγόρου χυλὸν φυλάττεσθαι· οὐκ

8

.

17

.

3

ἀβλαβῶς γὰρ ἐμψύχει. ἀνάγκης δέ ποτε καταλαβούσης ὀλίγον αὐτῶν

8

.

17

.

4

μιγνύναι χρή. Ἐρασίστρατος δέ φησιν μεγίστην εἶναι προφυλακήν, ὅταν εἰς πυρίαν εἰσέλθῃ τις· σπογγίον τῶν πυκνῶν καὶ κοίλων βρέξας

8

.

17

.

5

εἰς ὕδωρ καὶ ἐκπιέσας σφόδρα ἐπιτίθει κατὰ τῆς κεφαλῆς. ἐπὶ δὲ τῆς κατὰ ψῦξιν κεφαλαλγίας πηγανίνῳ ἐλαίῳ χρήσῃ· σφοδροτέρας δ’ εἴπερ

8

.

17

.

6

δεηθείη τῆς θερμασίας, ἐπεμβάλλειν εὐφορβίου βραχὺ τῷ ἐλαίῳ. ἀλεί‐
φειν δὲ δεῖ μύρῳ ἰρίνῳ καὶ ἀμαρακίνῳ· καὶ τὸ δάφνινον δ’ εἰς τὰ παρόντα χρήσιμον· διαχρίειν δὲ τούτοις τὸ μέτωπον καὶ τῶν ῥινῶν

8

.

17

.

7

καὶ τῶν ὤτων τοὺς πόρους. ταῦτα μὲν οὖν ἐπὶ τῶν προσφάτων κε‐ φαλαλγιῶν· ἐπὶ δὲ τῶν χρονιζουσῶν ἀναγκαῖον γίνεται ξύραντα τὴν κεφαλὴν φάρμακα προσφέρειν ἐμπλαστώδη τε καὶ κηρωτοειδῆ· τῇ δὲ

8

.

17

.

8

τρίχας ἐχούσῃ σμικροτάτας τοῖς ὑγροτέροις. τὴν δ’ ὕλην τῶν φαρ‐ μάκων χρὴ μεταφέρειν, τὴν μὲν ψύχουσαν ἀπὸ τῶν τὰ ἐρυσιπέλατα ἰωμένων, τὴν δὲ θερμαίνουσαν διὰ τῶν θερμαινόντων, οἷον τὸ δι’

8

.

17

.

9

εὐφορβίου. ἀρκεῖ δὲ 𐆄 α ἐμβάλλειν ἐν ἐλαίου γλυκέος 𐆃 α καὶ κηροῦ 𐆄 γ.

8

.

17

.

10

τὴν δ’ ἐπὶ στομάχῳ κεφαλαλγίαν ἰάσῃ κενῶν τὴν γαστέρα ὡς ὅτι τάχιστα δι’ ἐμέτων· μηδενὸς δ’ ἐμουμένου, κἂν σπαραχθῶσι, κατακιρ‐

8

.

17

.

11

νᾶν χρὴ τὴν μοχθηρὰν κακοχυμίαν δι’ εὐχύμου τροφῆς. χειρίστη δὲ γίνεται διάθεσις ἐπὶ μοχθηροῖς χυμοῖς ἀναποθεῖσι δυσεκνίπτως

8

.

17

.

12

εἰς τοὺς χιτῶνας τῆς γαστρός, ὧν ἄριστον βοήθημά ἐστιν ἡ πικρά. ὀδυνώδους δ’ ἐπικρατούσης θερμότητος, ἀποθεραπείᾳ χρηστέον ἐκ τῆς τῶν ψυχόντων δυνάμεως γινομένῃ· μετὰ δὲ ταῦτα τῶν παρηγορικῶν τε καὶ πεπτικῶν φαρμάκων μιγνύναι χρὴ τοῖς ἀποκρουστικοῖς, εἶτα

8

.

17

.

13

τῶν διαφορητικῶν τι καὶ λεπτυνόντων προσθετέον. τῆς δ’ ἐπὶ μεγέθει πυρετῶν γινομένης κεφαλαλγίας ἰάματά ἐστιν αἱ ψυχραὶ ποιότητές τε καὶ δυνάμεις, δι’ ἐλαίου τε καὶ ὀξυρροδίνου καὶ μήκωνος [καὶ] κω‐

8

.

17

.

14

δυῶν ἐπιβροχαί. τοῖς δ’ ἐξ οἴνου κεφαλαλγοῦσι χρεία κενώσεως καὶ

8

.

17

.

15

τῆς ἐμψυχούσης δυνάμεως. ῥόδινον οὖν ἤ τι τοιοῦτον ἀρκεῖ προσ‐ φερόμενον, ὕπνος τε καὶ ἡσυχία καὶ εἰς ἑσπέραν λουτρὸν καὶ τροφαῖς

8

.

17

.

16

ταῖς εὐχύμοις 〈χρῆσθαι〉, μὴ θερμαινούσαις δέ. ἐπὶ δὲ τῆς διὰ κατά‐ πτωσιν ἢ πληγὴν κεφαλαλγίας, ἐπειδὴ φλεγμονή τις συνίσταται, φλε‐ βοτομίᾳ χρηστέον· εἰ δέ τι κωλύει, διὰ κλυστῆρος τὴν κένωσιν ποιη‐ σόμεθα.

8

.

18

t

Περὶ κεφαλαίας.

8

.

18

.

1

Ἐπὶ τῆς κεφαλαίας τὰ μὲν μετὰ βάρους ἀλγήματα πλῆθος δηλοῖ, τὰ δὲ μετὰ δήξεως ἢ ἀτμῶν ἢ χυμῶν δριμύτητα, τὰ δὲ μετὰ σφυγμοῦ
φλεγμονήν, τὰ δὲ μετὰ τάσεως, εἰ μὲν ἄνευ βάρους καὶ σφυγμοῦ, πνεύματος ἀπέπτου καὶ φυσώδους πλῆθος, εἰ δὲ μετὰ σφυγμοῦ, φλεγ‐
5μονὴν ὑμενώδους σώματος, εἰ δὲ μετὰ βάρους, πλῆθος ἐντὸς τῶν

8

.

18

.

2

ὑμένων ἰσχόμενον. εἰ μὲν οὖν πλῆθος εἴη περιεχόμενον ἀτμῶν ἢ χυ‐ μῶν, ἐπισκοπεῖσθαι πότερον διὰ τὴν τοῦ μέρους ἀρρωστίαν ἢ διὰ τὴν ἐν παντὶ τῷ σώματι πλησμονήν, ἣν ἰάσῃ ταῖς τοῦ ὅλου σώματος κε‐ νώσεσιν· τὴν δ’ ἐπ’ ἀσθενείᾳ τοῦ μορίου ἰάσῃ, τὸ μέν τι πάντῃ τοῦ
5σώματος ἀντισπῶν, τὸ δέ τι ταῖς τοῦ μέρους ἰάσεσιν.

8

.

19

t

Περὶ ἡμικραίρας.

8

.

19

.

1

Θεραπεύειν ἐγχειρῶν τις ἡμικραίραν ἐπισκεψάσθω πρότερον ὁποίας δεῖται καθάρσεως ἢ φλεβοτομίας ὁ κάμνων, εἶθ’ οὕτως ἐπὶ τὰ τῆς κεφαλῆς αὐτῆς ἀφικόμενος βοηθήματα διά τε τῶν δακτύλων τῆς ἑαυ‐ τοῦ χειρὸς καὶ διὰ σινδόνων ἀνατρίβων τὸ ἥμισυ μέρος τοῦ μετώπου
5ἐκθερμαινέτω πρὸ τῶν παροξυντικῶν ὡρῶν· μετὰ δὲ τὸν παροξυσμὸν τοῖς καλουμένοις ἡμικρανικοῖς φαρμάκοις χρήσθω, θερμασίας μὲν πολ‐ λῆς ἐν ταῖς ὀδύναις αἰσθόμενος τοῖς ἔχουσί τι ψυκτικόν, ἄνευ δὲ ταύ‐ της τοῖς ἱκανῶς ἐκθερμαίνουσιν· μεμίχθω δ’ ἑκατέροις τῶν τονούντων

8

.

19

.

2

τι, στυπτικὴν ἔχον δηλονότι ποιότητα. ὀνίνησι δὲ τούτους καὶ εἰς τὸ οὖς ἐγχεόμενον ἔλαιον χλιαρὸν ἐμβεβλημένου βραχέος εὐφορβίου εἰς 𐆃 α 𐆄 𐅶.

8

.

20

t

Πρὸς σεισοκεφάλους. Ἐκ τῶν Διοσκορίδου.

8

.

20

.

1

Στοιχάδα βοτάνην δι’ ὕδατος ἢ ὑδρομέλιτος δίδου πίνειν, καὶ ἀπαλλάσσονται.

8

.

21

t

Πρὸς σειριῶντα παιδία. Τοῦ αὐτοῦ.

8

.

21

.

1

Κατὰ τοῦ βρέγματος ἐπιτιθέναι χρὴ ἡλιοτροπίου τοῦ σκορπιούρου καλουμένου φύλλα, κολοκύνθης ξέσματα, σικύου πέπονος τὸ περικεί‐ μενον τῇ σαρκὶ δέρμα, στρύχνου κηπαίου τῶν φύλλων τὸν χυλὸν μετὰ
ῥοδίνου.

8

.

22

t

Περὶ ἀλωπεκίας καὶ ὀφιάσεως.

8

.

22

1,2

Διὰ μοχθηρίαν ὑγρῶν ἀλωπεκίαι συνίστανται καὶ ὀφιάσεις. ὁποία

8

.

22

.

2

(2)

δ’ ἐστὶν ἡ μοχθηρία τῶν ὑγρῶν διὰ τῆς χρόας τοῦ τῆς κεφαλῆς δέρ‐ ματος γνώσῃ, καὶ δώσεις καθαρτήριον τοῦ πλεονάζοντος χυμοῦ κενω‐

8

.

22

.

3

τικόν, ἐκ τῆς χρόας τὸν πλεονάζοντα τεκμαιρόμενος. ἐγὼ δ’ ἀεὶ διὰ τῆς ἱερᾶς καθαίρω, προσβάλλων ἐνίοτε μὲν ἐλλεβόρου μέλανος, εἰ μελαγχολικώτερον δέοι κενῶσαι χυμόν, ἐνίοτε δὲ σκαμμωνίας, εἰ πι‐

8

.

22

.

4

κρόχολον, εἰ δὲ φλεγματικόν, οὐδὲν ἔμιξα. μετὰ δὲ τὴν τοῦ ὅλου σώματος κάθαρσιν ἀποφλεγματισμὸν παραληπτέον, εἶθ’ οὕτω χρῆσθαι τοπικοῖς βοηθήμασι, τουτέστι τοῖς διαφοροῦσι μετρίως, οἷόν ἐστι τὸ

8

.

22

.

5

εὐφόρβιον καὶ ἡ θαψία κηρωτῇ μιγνύμενα. ξυρᾶν δὲ δεῖ τὰς τρίχας καὶ ἀνατρίβειν ὀθόνῃ τὸ πεπονθὸς δέρμα καὶ οὕτω σκεπάζειν τῷ φαρμάκῳ, ἐκ τῆς τρίψεως ἐρεύθους ἐπιγενομένου.

8

.

23

t

Ὅσα ἁπλᾶ πρὸς ἀλωπεκίας καὶ ὀφιάσεις.

8

.

23

.

1

Εὐφόρβιον μὲν πάνυ θερμόν, ἧττον δ’ αὐτοῦ θαψία, εἶτα νάπυ καὶ κάρδαμον καὶ ἀδάρκη, τούτων ἐφεξῆς στρούθιον καὶ ὁ τοῦ νίτρου ἀφρὸς καὶ τὸ βερενίκειον, καὶ ἐλλέβοροι ἀμφότεροι καὶ τὸ δάφνινον ἔλαιον καὶ τὰ ἀλκυόνια καὶ αἱ ῥίζαι τοῦ καλάμου καὶ ὁ φλοιὸς καυ‐
5θέντα ἄμφω καὶ ἡ ὑγρὰ πίττα καὶ ἡ κεδρία ἄρκτου 〈τε〉 στέαρ.

8

.

23

.

2

τούτοις κέχρησο, τοῖς μὲν ἰσχυροῖς κηρωτὴν μιγνύς, τὰ δ’ ἀσθενῆ δαφνίνῳ ἐλαίῳ.

8

.

24

t

Περὶ ῥεουσῶν τριχῶν.

8

.

24

.

1

Οὔτε ἐπειράθην οὔτε ἐπινοῶ κρεῖττον ἔσεσθαι φάρμακον ἐπὶ ῥεουσῶν τριχῶν τοῦ μιχθέντος ἔκ τε τοῦ λαδάνου καὶ τοῦ σχινίνου· εἰ δὲ πολλὴ ῥύσις εἴη δι’ ἀραιότητα τοῦ δέρματος μεγάλην, οὐκ ἀνε‐ πιτήδειον πρὸς τὰ παρόντα καὶ μύρσινον ἀντὶ σχινίνου μίγνυσθαι τῷ

8

.

24

.

2

λαδάνῳ. πρόδηλον δ’ ὅτι προηγεῖσθαι δεῖ τρῖψιν τε τῆς κεφαλῆς καὶ

8

.

24

.

3

τῶν πολλῶν τριχῶν ἀφαίρεσιν. τῶν δ’ ἐκ νόσου ῥεουσῶν τριχῶν τῆς

8

.

24

.

4

ἀναληπτικῆς διαίτης ἐστὶ χρεία. λωτὸς δὲ τὸ δένδρον ῥεούσας τρίχας

8

.

24

.

5

ἐπέχει. καὶ ἀβροτόνου ἡ τέφρα μετά τινος τῶν ἐλαίων βραδέως ἀνιόντα

8

.

24

.

6

γένεια προκαλεῖται. τὴν δὲ χωρὶς νόσου ῥύσιν ἰᾶται κράμβη ξηρὰ

8

.

24

.

7

λεία μεθ’ ὕδατος καταπλασσομένη ἢ λωτοῦ ῥίζα ὁμοίως. —Πρὸς τὸ μὴ ἀπορρεῖν τρίχας, ὃ ἐπαινεῖ ὁ Γαληνός· λάδανον ἀποβρέχων ἐν οἴνῳ λέαινε ἐναλλὰξ παρεπιχέων μύρσινον ἔλαιον καὶ οἶνον ὡς μέλιτος ἔχειν πάχος, καὶ χρῖε τὴν κεφαλὴν πρὸ βαλανείου καὶ μετὰ βαλανεῖον.

8

.

24

.

8

βέλτιον δ’ ἐστὶ καὶ ἀδιάντου τὸ ἥμισυ μέρος τοῦ λαδάνου προσβάλλειν

8

.

24

.

9

καὶ χρῆσθαι μετὰ τοῦ μυρσίνου ἢ μετὰ νάρδου. —Ἐκ πυρικαύτου τρίχας φῦσαι· συκῆς φύλλα λειοτριβηθέντα κατάπλασον τὸν τόπον.

8

.

24

.

10

πρὸς δὲ τὰς ἐκ τῶν ὀφρύων τρίχας κεδρίαν καύσας τῇ αἰθάλῃ κατάχριε.

8

.

25

t

Ὅσα λεπτυντικά ἐστι τριχῶν.

8

.

25

1,2

Κριθαί, κύαμοι, ὄροβοι, ἀφρόνιτρον, νίτρον. τὰ δὲ σφοδρότερα

8

.

25

.

2

(2)

τάδε· τῶν κεραμίδων τὰ ὄστρακα καὶ τὰ τοῦ κριβάνου, κίσηρις ἄκαυ‐ στος, ἀλκυόνια, ἐλλέβοροι, βρυωνίας ῥίζα καὶ ἡ τοῦ δρακοντίου καὶ

8

.

25

.

3

ἀριστολοχία καὶ κάχρυ. εὐώδη δ’ αὐτὰ ποιῆσαι βουλόμενος μίξεις κυπέρου καὶ μελιλώτου καὶ ῥόδων ξηρῶν καὶ σχίνου ἄνθους ἴρεώς τε καὶ στάχυος, νάρδου τε τῆς Ἰνδικῆς καὶ τῆς Κελτικῆς καὶ μαράθρου φύλλων καὶ ἀμώμου καὶ κόστου.

8

.

26

t

Περὶ πιτυριάσεως.

8

.

26

.

1

Ἡ πιτυρίασις διὰ μοχθηροὺς γίνεται χυμούς· πρόδηλον οὖν ὅτι

8

.

26

.

2

διαφορητικά τε καὶ ῥυπτικὰ προσακτέον ἐστὶ φάρμακα. πιτύρων χοί‐ νικος ἥμισυ βρέξας ἐν ὕδατος κοτύλαις δύο, μετὰ δὲ ταῦτα τρίψας καὶ διηθήσας τὸν χυλὸν ἕψησον μετ’ ὄξους ἡμικοτυλίου, μέχρις οὗ πάχος οἴνου λάβῃ, καὶ τούτῳ τὴν κεφαλὴν ἀπόσμα, εἶτα κλύζε ὕδατι σεύτλου
5ἐναφηψημένου ἢ τήλεως ἢ θέρμων· χρίσματι δὲ χρῶ ἰρίνου μύρου

8

.

26

3,4

ὑποστάθμῃ. τοῦτο τὸ φάρμακον διαφορητικόν ἐστιν ἀδήκτως. πρὸς δὲ

8

.

26

.

4

(2)

τὰς χρονιζούσας πιτυριάσεις χαλκάνθου, θείου ἀπύρου, ἀφρονίτρου τὸ ἴσον οἴνῳ ἀναλύσας ἀναλάμβανε ἐλαίῳ σχινίνῳ, καὶ ποιήσας γλοιοῦ πάχος ὑπάλειφε τὰς τρίχας.

8

.

27

t

Πρὸς φθειριάσεις.

8

.

27

.

1

Σταφίδος ἀγρίας μέρη δύο, σανδαράκης καὶ νίτρου ἀνὰ μέρος ἕν· σὺν ὄξει καὶ ἐλαίῳ ἄλειφε τὴν κεφαλήν.

8

.

28

t

Πρὸς ἀχῶρας καὶ κηρία.

8

.

28

.

1

Ἐν τῷ δέρματι τῆς κεφαλῆς ταῦτα συνίσταται λεπτοῖς τρήμασι κατατετρημένα, νοτίδα λεπτὴν καὶ ἁλμυρὰν ἔχοντα· τὸ δὲ κηρίον

8

.

28

.

2

μείζονας ἔχει τὰς κατατρήσεις. δῆλον οὖν ὅτι κενῶσαι δεῖ τοὺς ἐργα‐ ζομένους τὸ πάθος χυμούς· εἰ δ’ ἐπιρρέοιεν ἔτι, κωλῦσαι πρότερον τὴν ἐπιρροὴν τῇ τε τῆς κεφαλῆς κενώσει καὶ πρὸ αὐτῆς ὅλου τοῦ σώματος, ὡς ἐπὶ τῶν ἀλωπεκιῶν εἴρηται· ἁρμόσει δὲ τοπικὰ φάρμακα

8

.

28

.

3

τὰ τέμνοντα. ἔνια μὲν οὖν τῶν φαρμάκων τοὺς ἀρχομένους ἀχῶρας ἰᾶται, ὅταν ἀπέριττον ᾖ τὸ ὅλον σῶμα, στυπτικήν τε καὶ ἀποκρουστι‐ κὴν ἔχοντα δύναμιν, οἷά ἐστι μυρσίνη τε καὶ μύρτα καὶ ὁ τῆς πίτυος φλοιὸς βάτος τε καὶ συκάμινος· ἔνια δ’ ἀπειλὴν μεγάλην ἐχόντων
5τῶν ἀχώρων ἐνίσταται ταῖς αὐξήσεσιν, ἅμα μὲν ἀποκρουόμενα τὸ ἐπιρρέον, ἅμα δὲ καὶ συμπέττοντα καὶ διαφοροῦντα τὸ περιεχόμενον, μικτῆς ὄντα δυνάμεως, οἷον τό τε μύρσινόν ἐστι καὶ τὸ ῥόδινον σχῖνός τε καὶ κύπερος καὶ οἱ φακοί· ἔνια δὲ ..., διαφορητικῆς ὄντα καὶ ῥυπτικῆς δυνάμεως ἄνευ θερμασίας αἰσθητῆς, οἷόν ἐστι τὸ τεῦτλον
10καὶ ἡ κεκαυμένη κιμωλία· ἄλλα δ’ ἰσχυρότατα ταῖς δυνάμεσίν ἐστιν, ὡς καὶ τοὺς ὑπὸ παχέων καὶ γλίσχρων ὑγρῶν γεγονότας ἀχῶρας δύνασθαι κενοῦν, ὁποῖόν ἐστιν ἅλες καὶ χαλκῖτις καὶ ἡ κεκαυμένη τρὺξ τοῦ οἴνου καὶ ἡ σανδαράκη καὶ ἡ ἀκατάσβεστος τίτανος καὶ αἱ

8

.

28

.

4

χολαὶ τῶν θερμῶν καὶ ξηρῶν ζῴων. ὄξος δ’ ἐπιτηδειότατόν ἐστιν ἐν παντὶ καιρῷ πρὸς ἀχῶρας τὸ δριμύτατον· τούτῳ γὰρ δεύων ἄλλοτε

8

.

28

.

5

ἄλλο τῶν μεταλλικῶν ἰάσῃ τοὺς ἀχῶρας. ἐὰν δὲ φλεγμονώδης ἀχὼρ ᾖ, δῆλον ὡς πρότερον τὸ φλεγμονῶδες παύσεις τῷ παρύγρῳ καλου‐

8

.

28

.

6

μένῳ φαρμάκῳ. ἔστι δ’ ἐπιτήδεια καὶ ἁπλᾶ τάδε· μήκωνος ἀγρίας καὶ

8

.

28

.

7

ὑοσκυάμου τὰ φύλλα τρίψας μετ’ οἴνου κατάπλασσε· ἢ σκωρίαν σιδή‐

8

.

28

.

8

ρου καὶ ῥόδων τὸ ἴσον τρίψας μετ’ οἴνου ἐπιτίθει. ἔνιοι δ’ ἀναλαμ‐ βάνουσι κηρωτῇ ῥοδίνῃ.

8

.

29

t

Πρὸς τὰ τῆς κεφαλῆς ἑλκύδρια.

8

.

29

.

1

Μολυβδαίνης καὶ μήκωνος φύλλων τὸ ἴσον τρίψας μετ’ οἴνου ἀναλάμβανε μυρσίνῳ ἐλαίῳ, ὥστε κηρωτῆς ἔχειν πάχος, καὶ τούτῳ

8

.

29

.

2

ὑπαλείφων χρῶ. —Ἄλλο· καλαμίνθης ἁπαλῆς τὰ φύλλα καὶ ψιμυθίου τὸ ἴσον τρίψας καὶ διαλύσας κωδυῶν ἀφεψήματι ἀναλάμβανε μυρσίνῳ ἐλαίῳ, ὡς γλοιοῦ ἔχειν πάχος, καὶ χρῶ πρὸς τὰ ῥηγνύμενα τῶν ψυδρακίων καὶ ἐπώδυνα.

8

.

30

t

Πρὸς δυσωδίαν κεφαλῆς.

8

.

30

.

1

Βαλάνου μυρεψικῆς ἀποπίεσμα καὶ νάρδου ἴσα τρίβειν ἐν τῷ αὐτῷ πάχος ποιῶν μέλιτος· ἄλειφε σμηξάμενος τὴν κεφαλὴν μετ’ οἴνου παλαιοῦ.

8

.

31

t

Πρὸς τὰς τῆς ῥινὸς δυσωδίας.

8

.

31

.

1

Σμύρνης, ἀκακίας, ἀμώμου ἀνὰ 𐅻 α κόψας καὶ σήσας ἀναλάμβανε μέλιτι ἑφθῷ· ἐκ τούτου κέλευε προσκολλᾶσθαι τῷ ἄκρῳ τῆς ῥινὸς διαφράγματι.

8

.

32

t

Πρὸς ὑπώπια.

8

.

32

.

1

Τὸ Νείλου κολλύριον διάρροδον ὕδατι διεὶς ἐπίχριε, ἀφεψήματι πυριῶν μελιλώτου τε καὶ τήλεως, κατ’ ἀρχὰς μὲν ἀμφοτέρων, μετὰ

8

.

32

.

2

δὲ ταῦτα ἀπὸ τήλεως μόνης καὶ τῷ διὰ σμύρνης κολλυρίῳ. ὅταν δὲ μὴ δράσῃ ταῦτα, τὸ διὰ σάνδυκος κολλύριον χρήσιμον.

8

.

33

t

Πρὸς ἐκχυμώματα κεχρονισμένα

8

.

33

.

1

ῥάφανος καταπλασσομένη ποιεῖ· ἀφαίρει δ’ αὐτήν, ὅταν ἄρξηται

8

.

33

.

2

δάκνειν. ἢ ῥαφάνου χυλῷ μετὰ ψιχῶν κατάπλασσε.

8

.

34

t

Πρὸς χείλη κατερρωγότα.

8

.

34

.

1

Ὠοῦ τὸν ἐντὸς ὑμένα ὡς σπληνίον ἐπιτίθει· τὸ δ’ αὐτὸ ποιεῖ καὶ

8

.

34

.

2

τὰ ἀράχνια τὰ ἐν τοῖς δοκοῖς τὰ λευκά. τὰς δὲ βαθυτέρας ἐπιρρήξεις ἐνάλειφε στέατι βοείῳ ἢ αἰγείῳ ἢ μυελῷ βοείῳ καὶ ῥητίνῃ.

8

.

35

t

Πρὸς ἐφήλεις σπίλους φακούς. Ἐκ τῶν Γαληνοῦ.

8

.

35

.

1

Ἀμπέλου ἀγρίας οἱ βότρυες ἐφήλεις καὶ σπίλους, ὅσα τε τοιαῦτα

8

.

35

.

2

κατὰ τοῦ δέρματος ἐπιπολῆς γίνεται, θεραπεύουσιν. ἀμύγδαλα πικρὰ ἔφηλιν ἀποκαθαίρει καὶ αἱ ῥίζαι τούτου τοῦ δένδρου ἑφθαὶ κατα‐

8

.

35

3,4

πλασσόμεναι. κόστος πρὸς ἔφηλιν μεθ’ ὕδατος καὶ μέλιτος· κράμβη

8

.

35

.

4

(2)

πρὸς ἐφήλεις καὶ φακούς, ὅσα τε ἄλλα δεῖται μετρίας ῥύψεως, καὶ σηπίας ὄστρακον καυθὲν τὰ αὐτὰ ποιεῖ.

8

.

36

t

Περὶ ἰόνθων. Ἐκ τῶν Γαληνοῦ.

8

.

36

.

1

Ἐν τῷ κατὰ πρόσωπον δέρματι γίνεται καὶ ὁ καλούμενος ἴονθος

8

.

36

.

2

ὄγκος σμικρὸς καὶ σκληρός. χρεία οὖν ἐπ’ αὐτοῦ φαρμάκων μαλαττόν‐

8

.

36

.

3

των τε καὶ διαφορούντων. —Πρὸς ἰόνθους· μέλιτος Ἀττικοῦ κύα‐ θος εἷς, ὄξους δριμυτάτου τὸ ἴσον· μίξας ἐπιμελῶς ἐπίχριε τοὺς ἰόν‐

8

.

36

.

4

θους τῷ δακτύλῳ καὶ παράτριβε. —Ἄλλο· σχιστὴν λεάνας ἐπιμελῶς ἀναλάμβανε τερεβινθίνῃ καὶ μαλάξας ἐπιτίθει.

8

.

37

t

Περὶ τῶν ἐπὶ τοῦ γενείου συκωδῶν ἐπαναστάσεων. Ἐκ τῶν Γαληνοῦ.

8

.

37

1,2

Λιθαργύρου, μίσυος ὠμοῦ τὸ ἴσον τρίψας κατάπλασσε. —Ἄλλο·

8

.

37

.

2

(2)

λιβάνου 𐅻 β, λιθαργύρου 𐅻 δ, ἁλῶν ὀρυκτῶν 𐅻 β, σανδαράκης 𐅻 β· λείοις κατάπλασσε.

8

.

38

t

Πὸς τὰς τῶν μασχαλῶν δυσωδίας.

8

.

38

1,2

Στυπτηρίας ὑγρᾶς μέρη β, σμύρνης μέρος α. ἐν οἴνῳ διαλύσας χρῶ.

8

.

39

t

Περὶ ὀφθαλμίας. Ἐκ τῶν Γαληνοῦ.

8

.

39

.

1

Φλεγμονὴ τοῦ περιοστέου τε καὶ περικρανίου καλουμένου χιτῶνός ἐστιν ἡ ὀφθαλμία· ἀποκρουστικὰ δὲ παραληπτέον ἐπ’ αὐτῆς φάρμακα

8

.

39

.

2

τὰ μὴ τραχύνοντα, τουτέστι μὴ σφοδρὰν ἔχοντα τὴν στῦψιν. ὡς τὸ πολὺ οὖν ἀρκεῖ τὸ λευκὸν τοῦ ὠοῦ μετὰ τῶν ἐπιτηδείων φαρμάκων ἐκθεραπεύειν τὰς ὀφθαλμίας, τῶν καλουμένων μονημέρων κολλυρίων, ἐπὶ δὲ τῆς ὑστέρας ἡμέρας τῷ καλουμένῳ ναρδίνῳ πρὸς ἀποκατά‐

8

.

39

.

3

στασιν καὶ τόνωσιν ἐπαλείψασθαι. ἐφ’ ὧν μὲν οὖν ἐπικρατεῖ τὰ στύ‐ φοντα, πλεῖστον εἶναι δεῖ τὸ λευκὸν τοῦ ὠοῦ, βραχύτατον δὲ τοῦ φαρμάκου· ἐφ’ ὧν δὲ τὰ πεπτικὰ πλεονάζει, βραχὺ παχυτέρῳ χρηστέον.

8

.

39

.

4

πυρίᾳ δὲ χρηστέον διὰ σπόγγου, μετρίως μὲν ὀδυνωμένοις ἅπαξ ἢ δὶς τῆς ἡμέρας· εἰ δὲ σφοδρότερον, ἄμεινόν ἐστι καὶ τρὶς καὶ τετράκις καὶ πλεονάκις χρῆσθαι· ἡ πυρία δὲ δι’ ἀφεψήματος γινέσθω μελιλώτου τε καὶ τήλεως.

8

.

40

t

Περὶ τῶν ἐν ὀφθαλμοῖς φλεγμονῶν.

8

.

40

.

1

Πλήθους μὲν ὑποκειμένου φλεβοτομητέον ἢ καθαρτέον, ἢ κλυστέον ἢ ἀσιτίαν παραληπτέον καὶ οὕτως ταῖς ὑπαλείψεσι χρηστέον διὰ τῶν ἀποκρούεσθαι δυναμένων τὴν ἐπιφοράν· μὴ ὄντος δὲ πλήθους, ἀλλ’ 〈εἰ〉 διά τινα διάθεσιν μετρίαν περὶ τοὺς ὀφθαλμοὺς οὖσαν ῥευμάτιον
5φέροιτο, χρηστέον ἐν ἀρχῇ ὑπαλείψει πραΰνοντας τὸν ἐρεθισμὸν τοῖς φαρμάκοις καὶ τὸν ῥευματισμὸν στέλλοντας, οἷόν ἐστι τὸ Νείλου

8

.

40

.

2

διάρροδον καὶ τὸ Μηδικὸν καὶ τὸ νάρδινον. ἐὰν δὲ περὶ τὴν κεφαλὴν μόνην πλεονάζῃ τὰ ὑγρά, σφηνώσεως οὔσης, σικύας δεῖ προσβάλλειν τῷ ἰνίῳ καὶ κατασχάζειν τὸ δέρμα ἢ βδέλλας προσβάλλειν, κατὰ δὲ τὸν ἀλγοῦντα ὀφθαλμὸν τοῖς περὶ τὸν κρόταφον τόποις συνεχέστερον
5τοῦ ὠοῦ τῷ λευκῷ ἢ τῷ γάλακτι ἐγχυματίζειν καὶ ἀποπραΰνειν διὰ τούτων τὰ ἀλγήματα, ἐφ’ ὧν δὲ θερμὸν καὶ πυρῶδές ἐστι τὸ ῥεῦμα καὶ δριμὺ ἢ ἁλμυρόν, καὶ καταπλάσματι χρῆσθαι τῷδε· ἄρτου καθαροῦ τὸ ἐντὸς βρέχε ὕδατι καὶ λεαίνων ὀλίγον ῥοδίνου πρόσμισγε καὶ ἐπι‐

8

.

40

.

3

τίθει τῷ ἄνω βλεφάρῳ. ἢ κωδυῶν ἀφεψήματι πάλην ἀλφίτων ἐνεψῶν

8

.

40

.

4

κατάπλασσε ὀλίγον ῥοδίνου παραμιγνύς. περιχρίειν δὲ τὰ βλέφαρα

8

.

40

.

5

τῷ διὰ ῥόδων ἀφεψήματι κωδυῶν διείς. παρακολλήμασι δὲ καὶ ἐπι‐ χρίστοις χρηστέον, ὅταν τὰ περὶ τὸ μέτωπον καὶ τοὺς κροτάφους ἀγγεῖα κυρτούμενα διατείνηται· τῆς δ’ ἐπιφορᾶς διὰ τῶν ἐν βάθει

8

.

40

.

6

γινομένης ἀγγείων, ἀφεκτέον τούτων. εἰ δ’ ἐπ’ ἀπέπτῳ πλήθει

8

.

40

.

7

γένοιτο φλεγμονή, καθαρτηρίῳ κενοῦν ἀθρόως δεῖ. καὶ τὸ λουτρὸν δ’ ἐπιτήδειον τούτοις ἐνδούσης τῆς φλεγμονῆς, καταπλάσμασί τε θερ‐

8

.

40

.

8

μοῖς κατ’ ἀρχὰς χρηστέον. πάχους δ’ ὄντος τοῦ τὴν ὀφθαλμίαν ποι‐ οῦντος, θεραπεύειν πρὸ πάντων μὲν τὴν κοιλίαν εὔλυτον ποιοῦντα, τὰς ὑπαλείψεις δὲ φαρμάκοις μήτε ἐμπλάσσουσι μήτε παχύνουσι τὰ ὑγρά, ἀλλὰ διαχέειν τε καὶ ὑγραίνειν καὶ ἐκκρίνειν δυναμένοις, οἷόν
5ἐστι τὸ Χιακόν· περιίστασθαι δ’ ἐπὶ τούτων τὰ ἀνώδυνα καταπότια καὶ ὀσφραντὰ καὶ καταπλάσματα καὶ περίχριστα φάρμακα, θᾶττον δὲ λούειν αὐτοὺς καὶ ὀρὸν γάλακτος διδόναι.

8

.

41

t

Περὶ τῶν ἐν ὀφθαλμοῖς ὀδυνῶν. Ἐκ τῶν Γαληνοῦ.

8

.

41

.

1

Ὅταν δ’ ὀδύναι γίνωνται σφοδρότεραι κατ’ αὐτούς, ἐπισκέπτου κατὰ τίνα διάθεσιν ὀδυνᾶσθαι συμβαίνει τὸν ὀφθαλμὸν ἐν ταῖς φλεγ‐ μοναῖς· ἤτοι γὰρ ἐπὶ τῷ δάκνεσθαι σφοδρῶς ὑπὸ τῆς τῶν ἐπιρρεόν‐ των δριμύτητος ἢ διὰ τὸ τείνεσθαι καὶ πεπληρῶσθαι τοὺς χιτῶνας ἢ
5δι’ ἔνστασίν τινα παχέων ὑγρῶν ἢ χυμῶν ἢ πνευμάτων φυσωδῶν αἱ

8

.

41

.

2

ὀδύναι γίνονται κατ’ αὐτοὺς σφοδραί. τὰς μὲν οὖν δήξεις διὰ τῶν καθαρτηρίων κενοῦντας θεραπεύειν καὶ τοῦ ὠοῦ τὸ ὑγρὸν ἐγχέοντας· προπεπεμμένης δὲ τῆς φλεγμονῆς ἤδη καὶ ἀπερίττου τοῦ σώματος ὄντος,

8

.

41

.

3

ἐπιτηδειότατα τούτοις ἐστὶ λουτρά. τὰς δ’ ἐπὶ πληρώσει φλεγμονὰς διά τε κενώσεως αἵματος καὶ γαστρὸς ὑπαγωγῆς καὶ τρίψεως τῶν κάτω μορίων ἰᾶσθαι προσῆκεν· τὰς δ’ ἐνστάσεις προκενώσαντα τὸ πᾶν σῶμα, καὶ μέντοι καὶ ἀντισπάσαντα κάτω τὴν ῥοπὴν τῶν χυμῶν, ἑξῆς

8

.

41

.

4

αὐτοῖς τοῖς τοπικοῖς τοῖς διαφοροῦσι θεραπεύειν. πυριατέον οὖν αὐτοὺς

8

.

41

.

5

καὶ τὸ τῆς τήλεως ἐγχυτέον ἀφέψημα. ἐφ’ ὧν δ’ ἡ ἔνστασίς ἐστιν αἵματος παχέος ἐν τοῖς τῶν ὀφθαλμῶν φλεβίοις ἄνευ πληθωρικῆς διαθέσεως ἐν ὅλῳ τῷ σώματι, οἴνου χρῆσθαι πόσει διαθερμαίνειν τε
δυναμένου καὶ κενοῦν καὶ ἐκφράττειν.

8

.

42

t

Περὶ χημώσεως. Ἐκ τῶν Δημοσθένους.

8

.

42

.

1

Χήμωσιν λέγουσιν, ὅταν ὑπὸ φλεγμονῆς ἰσχυρᾶς ἀμφότερα τὰ βλέφαρα ἐκτραπῇ, ὡς μόλις ὑπὸ τῶν βλεφάρων τοὺς ὀφθαλμοὺς καλύπτεσθαι· θεραπεύειν δ’ αὐτὴν φλεβοτομίᾳ, καθαρτικῷ δὲ καὶ τῷ διὰ ῥόδων κολλυρίῳ μετὰ γάλακτος ἢ ὠοῦ τῷ λευκῷ περιχρίειν τὰ

8

.

42

.

2

βλέφαρα, τῷ δ’ αὐτῷ καὶ κροτάφους καὶ μέτωπον. κεκενωμένου δὲ τοῦ σώματος, ἐπὶ πλέον, ἐὰν ἀνέχωνται, πυριᾶν διὰ σπόγγων, καὶ καταπλάσμασι χρηστέον ἀλεύρῳ τε καθαρῷ καὶ πάλῃ ἀλφίτου ἐν ὑδρο‐ μέλιτι ἡψημένῃ, συνεχῶς τε ἀλλάσσειν τὰ καταπλάσματα, καὶ σέριν δὲ
5καὶ στρύχνον μιγνύναι τῇ πάλῃ τοῦ ἀλφίτου, καὶ κατ’ ἀρχὰς μὲν μὴ ὑπαλείφεσθαι (ἀρκεῖ δὲ μόνῳ τῷ ἐγχυματισμῷ τοῦ γάλακτος), μετὰ δὲ τὴν ὑστέραν ἡμέραν τοῖς πρὸς τὰς φλεγμονὰς χρῆσθαι, μάλιστα

8

.

42

.

3

τῷ διαρρόδῳ. ἐνδούσης δὲ τῆς φλεγμονῆς, κενοῦν τε διὰ καθαρτηρίου καὶ ὑπαλείφειν τοῖς δριμυτέροις.

8

.

43

t

Περὶ φλυκταινῶν.

8

.

43

.

1

Θεραπεύειν δὲ τὰς φλυκταίνας δέον οὕτως, πρὸ πάντων μὲν φυλαττομένους λαλιὰν πλείω, πταρμούς, θυμούς, κατοχὴν πνεύματος, συστέλλειν δὲ καὶ τὸ ποτὸν καὶ τὸ σιτίον ὡς μάλιστα, κενώσει δὲ

8

.

43

.

2

χρῆσθαι μὴ δριμεῖ κλύσματι καὶ διαιτᾶσθαι ἐν τόποις σκοτεινοῖς. τοὺς δ’ ἐπιδέσμους καὶ τὰ πτύγματα παραιτεῖσθαι δεῖ, καταπλάσμασι δὲ

8

.

43

.

3

χρῆσθαι κουφοτάτοις καὶ ὑποστύφουσιν. κολλύριον δ’ ἁρμόζει τὸ Νείλου διάρροδον διὰ γάλακτος ἐγχεόμενον.

8

.

44

t

Πρὸς τὰς ἐν ὀφθαλμοῖς φλυκταίνας. Ἐκ τῶν Γαληνοῦ.

8

.

44

.

1

Τῶν διαφορητικῶν φαρμάκων χρῄζουσιν αἱ ἐν ὀφθαλμοῖς φλύ‐

8

.

44

.

2

κταιναι. αἱ μὲν οὖν πρόσφατοι καὶ ἔτι φλεγμαίνουσαι τοῖς διὰ σμύρ‐ νης καὶ λιβανωτοῦ καὶ κρόκου καθίστανται· αἱ δὲ χρονιώτεραι καὶ τῶν
διαφορητικωτέρων τι προσλαμβάνουσιν.

8

.

45

t

Περὶ ἀνθρακώσεως.

8

.

45

.

1

Κατ’ ἀρχὰς δεῖ κενοῦν, κλυστῆρι πρῶτον, εἶτα τῷ γάλακτι ἀπέφθῳ συμμέτρως καθαίρειν, εἶτα σπόγγῳ πυριάσαντα καταπλάσσειν ἀλεύρῳ ὀροβίνῳ ἢ πυρίνῳ χρὴ ἐν μελικράτῳ ἑφθῷ, ἐνιότε δὲ καὶ ἶριν λεπτὴν προσεμπλάσσοντα, καὶ γάλακτι ἐκκλύζειν τὸν ὀφθαλμόν· ἐὰν δὲ νέμηται
5τὰ ἕλκη, φακῷ καταπλάσσειν μετὰ μέλιτος ἢ μήλων κυδωνίων ἑφθῶν· ἐπὶ πλέον δὲ νεμομένων, ἐλαίας φύλλοις ἑφθοῖς ἢ σιδίοις ἐν οἴνῳ

8

.

45

.

2

ἡψημένοις λείοις μετὰ μέλιτος. ἐπισταθείσης δὲ τῆς νομῆς καὶ τῆς ἐσχάρας ἐκπεσούσης διὰ τῆς ἐπιθέσεως τοῦ φαρμάκου τοῦ εἰρησομένου καὶ καθαρῶν τῶν ἑλκῶν γενομένων, καταπλάσσειν λεκίθοις ὀπταῖς

8

.

45

.

3

λείαις μετὰ κρόκου καὶ μέλιτος μέχρι κατουλώσεως. τὸ δὲ φάρμακόν ἐστι τόδε· σποδίου 𐅻 δ, κρόκου ὀβολοὶ γ, λίθου σχιστοῦ 𐅻 δ, σμύρνης

8

.

45

.

4

μὴ ἄγαν πεφωγμένης ὀβολοὶ γ. λεάνας οἴνῳ Ἀμιναίῳ, ἕως ἂν ξηρανθῇ, μίσγε γλυκέος Κρητικοῦ παλαιοῦ, καὶ συλλεάνας ὑγρὸν ἀνελοῦ εἰς πυξίδα κεραμιαίαν καὶ ὑπάλειφε.

8

.

46

t

Περὶ μυδριάσεως.

8

.

46

.

1

Ὅταν ἡ κόρη τῷ μὲν χρώματι μηδὲν ἀλλοιοτέρα γένηται, πλα‐ τυτέρα δὲ πολλῷ τοῦ κατὰ φύσιν, καί ποτε μὲν ὁλοσχερῶς ἐμποδίζῃ τὸ ὁρᾶν, ποτὲ δ’ ἐπὶ πολύ, καὶ τὰ ὁρώμενα αὐτοῖς πάντα δοκῇ μι‐

8

.

46

.

2

κρότερα εἶναι, θεραπεύειν δεῖ αὐτὴν φλεβοτομοῦντας ἀπ’ ἀγκῶνος ἢ καθαίροντας· εἰ δὲ μή, τὰς γοῦν ἐν τοῖς κανθοῖς διαιρεῖν φλέβας, εἶτα σικύαν τῷ ἰνίῳ προσβάλλειν καὶ θαλάσσῃ προσαντλεῖν τὸ πρόσωπον καὶ τοὺς ὀφθαλμούς· εἰ δὲ μὴ παρείη θάλασσα, ἅλμῃ ἢ ὀξυκράτῳ.

8

.

46

.

3

φαρμάκοις δὲ χρηστέον τοῖς καὶ πρὸς φλυκταίνας ἁρμόζουσιν.

8

.

47

t

Περὶ φθίσεως ὀφθαλμῶν καὶ ἀτροφίας.

8

.

47

.

1

Φθίσις ἐστὶ τῆς κόρης στενουμένης καὶ ἀμαυροτέρας καὶ ῥυσοτέρας

8

.

47

.

2

γινομένης· τὰ δ’ ὁρώμενα ἐπὶ τούτοις μείζονα φαίνεται. διαφέρει δ’ ἡ φθίσις τῆς ἀτροφίας τούτῳ· ἡ μὲν γὰρ φθίσις στενωτέραν ποιεῖ τὴν κόρην, ἡ δ’ ἀτροφία ὅλον τὸν ὀφθαλμὸν μικρότερον καὶ ταπεινότερον.

8

.

47

.

3

θεραπεύειν δὲ τούτους χρὴ γυμνάζοντας τὰ ἄνω μέρη καὶ τρίβοντας ἐπιμελῶς τὴν κεφαλὴν καὶ τὸ πρόσωπον καὶ τοὺς ὀφθαλμοὺς καὶ
ὕδατι προσαντλοῦντας τὸ πρόσωπον καὶ χρίοντας τὴν κεφαλὴν μύρῳ τινὶ θερμαίνοντι, ὑπαλείφειν δὲ τοὺς ὀφθαλμοὺς ἀραιοῦντι δριμυτέρῳ
5φαρμάκῳ, οἷόν ἐστι τὸ ὑποτεταγμένον· ἀμμωνιακοῦ 𐅻 α, κροκομάγμα‐

8

.

47

.

4

τος 𐅻 δ, κρόκου 𐅻 β, ἰοῦ 𐅻 α. λεάνας ἐν ὕδατι ἀναπλάσας χρῶ.

8

.

48

t

Περὶ νυκτάλωπος.

8

.

48

.

1

Νυκτάλωπα δὲ λέγουσιν, ὅταν συμβῇ τὴν μὲν ἡμέραν βλέπειν, δυομένου δ’ ἡλίου ἀμαυρότερον ὁρᾶν, νυκτὸς δὲ γενομένης οὐδ’ ὅλως

8

.

48

.

2

ὁρᾶν. θεραπεύειν οὖν χρὴ τούτους κενοῦντας ἀπ’ ἀγκῶνος καὶ τῶν κανθῶν καὶ ἑξῆς καθαίροντας ἢ κενοῦντας κλυστῆρι, εἶτ’ ἀποφλεγμα‐ τίζειν κελεύοντας ἢ πταρμοὺς κινεῖν· διδόναι δὲ πρὸ τροφῆς ὕσσωπον

8

.

48

.

3

πίνειν ἢ πήγανον. ἐὰν δὲ μὴ ὑπακούῃ, πάλιν δοτέον τὸ διὰ τῆς σκαμμωνίας καὶ 〈τοῦ〉 καστορίου καθαρτικόν· ἐγχρίειν δὲ μέλιτι ἀπη‐ φρισμένῳ καὶ καμμύειν πιεζοῦντα καὶ συνέχοντα τὰ ὑγρά· ἢ στυπτη‐ ρίας Αἰγυπτίας κεκαυμένης μέρη δύο, ἁλὸς ὀρυκτοῦ μέρος ἕν· λεῖα
5μετὰ μέλιτος ἐπαλείφειν.

8

.

49

t

Ῥούφου. Περὶ γλαυκώματος καὶ ὑποχύματος.

8

.

49

.

1

Γλαύκωμα καὶ ὑπόχυμα οἱ μὲν ἀρχαῖοι ἕν τι ἡγοῦντο εἶναι· οἱ δ’ ὕστερον τὰ μὲν γλαυκώματα τοῦ κρυσταλλοειδοῦς ὑγροῦ πάθος ἐνόμιζον, τρεπομένου καὶ μεταβάλλοντος ἐκ τῆς οἰκείας χρόας πρὸς τὸ γλαυκόν, τὰ δ’ ὑποχύματα ὑγρῶν παρέμπτωσιν πηγνυμένων μεταξὺ

8

.

49

.

2

τοῦ ῥαγοειδοῦς καὶ τοῦ κρυσταλλοειδοῦς. ἔστι δὲ πάντα τὰ γλαυκώματα

8

.

49

.

3

ἀνίατα, τὰ δ’ ὑποχύματα ἰατὰ οὐ πάντα. θεραπεύειν δὲ τοὺς ὑπο‐ χύσει πειραζομένους αἵματος ἀπ’ ἀγκῶνος ἀφαιρέσει καὶ καθάρσει καὶ κενώμασι δριμυτέροις, καθάπερ τοῖς διὰ κενταυρίου ἀφεψήματος ἢ σικύου πικροῦ, καὶ κοιλίας λύσει συνεχεστέρᾳ, καὶ σικύας τῷ ἰνίῳ

8

.

49

.

4

προσβάλλειν μετὰ κατασχασμοῦ. δεῖ δὲ καὶ ὑδροποτεῖν παρ’ ὅλην τὴν

8

.

49

.

5

δίαιταν, καὶ κεχρῆσθαι τροφαῖς λεπτυνούσαις. συνοίσει δὲ χρόνου

8

.

49

.

6

διελθόντος καὶ ἀποφλεγματισμὸς διά τινων ἡμερῶν. φαρμάκοις δὲ χρηστέον τὸ μὲν πρῶτον ἁπλοῖς, καθάπερ μέλιτι καὶ ἐλαίῳ καὶ μαρά‐ θρου χυλῷ, ὕστερον δὲ καὶ τοῖς συνθέτοις, οἷόν ἐστι καὶ τόδε· σαγα‐
πηνοῦ 𐅻 β, ὀποῦ Κυρηναϊκοῦ, ἐλλεβόρου λευκοῦ ἀνὰ 𐅻 ϛ (οἱ δὲ 𐅻 ε),
5πηγάνου ἀγρίου 𐅻 α, ἀφρονίτρου 𐅻 ϛ (οἱ δὲ 𐅻 ε), μέλιτος κοχλιάρια η.

8

.

49

7,8

ἢ 〈καυκαλίδοσ〉 χυλοῦ, χαμαίδρυος, κορωνόποδος, ἑκάστου ἴσον· λεάνας

8

.

49

.

8

(2)

ποίει κολλύρια.

8

.

50

t

Περὶ ἀμαυρώσεως καὶ ἀμβλυωπίας.

8

.

50

.

1

Ἀμαύρωσίς ἐστι παντελὴς ὡς ἐπὶ τὸ πολὺ τοῦ ὁρᾶν παραποδισμὸς χωρὶς φανεροῦ πάθους περὶ τὸν ὀφθαλμόν, ἀμβλυωπία δ’ ἀμυδρότης

8

.

50

.

2

τοῦ ὁρᾶν ὑπό τινος ἀδήλου αἰτίας γενομένη. θεραπεία δ’ ἁρμόζει κοινῶς πᾶσι τοῖς ἀμαυρωθεῖσιν ἄμφω τὰς ὄψεις ἀπ’ ἀγκῶνος φλεβο‐ τομία καὶ ἀπὸ κανθῶν κένωσις, ἔπειτα περισπᾶν τὰ ὑγρὰ ἐπὶ τοὺς κάτω τόπους διὰ κενώματος· μετὰ ταῦτα δὲ καὶ σικύαν προσβάλλειν
5ἰνίῳ καὶ βδέλλας τοῖς κροτάφοις καὶ τρίβεσθαι τὰ κάτω μέρη ὑδρο‐

8

.

50

.

3

ποτεῖν τε καὶ τροφαῖς εὐδιαφορήτοις χρῆσθαι. προϊόντος δὲ τοῦ χρό‐ νου, καὶ τοῖς πταρμοῖς χρηστέον καὶ νήστεσιν ἐμέτοις καὶ ὑπαλείψεσι, τὸ μὲν πρῶτον διὰ μέλιτος καὶ ἐλαίου ἴσων, ἔπειτα τῷ ὑπογεγραμμένῳ συνθέτῳ. κρόκου ὀβολοὶ β, χολῆς ὑαίνης 𐅻 α, πεπέρεως κόκκοι πε,
5νάρδου μαράθρου χυλοῦ ἀνὰ 𐅻 ιϛ, ἀμμωνιακοῦ θυμιάματος 𐅻 α, ἰοῦ

8

.

50

.

4

𐅻 α, μέλιτος κοτύλαι δ. λεῖα πάντα ποιήσας ἐπίχεε τοῦ μαράθρου τὸν χυλόν, ἔπειτα λεάνας ἀναξήρανον, καὶ τότε τὸ μέλι μίξας καὶ

8

.

50

.

5

ἀνελόμενος εἰς πυξίδα χαλκῆν χρῶ. πρὸ δὲ τοῦ ἐγχρίειν ἀποπυρία, σπόγγῳ τοὺς ὀφθαλμοὺς εἰς θερμὴν θάλασσαν βάπτων.

8

.

51

t

Περὶ στραβισμοῦ.

8

.

51

.

1

Αἱ ἐκ γενετῆς στραβότητες τῶν νηπίων θεραπεύονται προσωπείου περιθέσει, ὅπως εἰς τὸ εὐθὺ βλέπωσι, καὶ τοῦ λύχνου δὲ τιθεμένου

8

.

51

.

2

ἀντικρὺ καὶ μὴ ἐκ πλαγίου παραφαίνοντος. καὶ ὅταν ἔτι πρὸς τὴν ῥῖνα συννεύσωσι τοὺς ὀφθαλμούς, κροκύδας φοινικίνας παρακολλᾶν καὶ τοῖς πρὸς τοὺς κροτάφους κανθοῖς, ὅπως πρὸς ταύτας ἀτενίζοντες
διορθῶσι τοὺς ὀφθαλμούς.

8

.

52

t

Περὶ ἐκπιεσμοῦ.

8

.

52

1,2

Ἐκπιέζονται οἱ ὀφθαλμοὶ ἐνίοτε ὥστε διαμένειν ἐξέχοντας. τοὺς

8

.

52

.

2

(2)

μὲν οὖν ὑπ’ ἀγχόνης ἐκπιεσθέντας ἀπ’ ἀγκῶνος φλεβοτομεῖν· εἰ δ’

8

.

52

.

3

ἄλλως γένοιτο, φαρμακεύειν ἐλλεβόρῳ μέλανι ἢ σκαμμωνίᾳ. τὰς δ’ ἐκ τῶν ὠδίνων ἐκθλίψεις τῶν ὀφθαλμῶν πολλάκις μὲν καὶ αἱ ἐν τοῖς τοκετοῖς ἐπιγινόμεναι καθάρσεις λύουσιν, ὅθεν δεῖ συνεργεῖν ταύταις.

8

.

52

.

4

ἐπὶ δὲ τῶν ἀνδρῶν μετὰ τὴν φλεβοτομίαν εἰ μὴ κατασταίησαν, σικύαν τῷ ἰνίῳ προσβάλλειν, ἐπιτιθέναι δ’ ἔριον μέλιτι κεχρισμένον ἢ κροκύδα

8

.

52

.

5

μεθ’ ὕδατος ἄνωθέν τε πτύγμα ἐπιδεῖν ἡσυχῆ. συμφέρει δὲ τούτοις καὶ θάλασσα ψυχρὰ προσαντλουμένη τῷ προσώπῳ καὶ σέρεως χυλὸς καὶ πολυγόνου μετὰ μηκωνείου ἐπιχριόμενος, καὶ τἄλλα ὅσα δύναται στέλλειν καὶ συνάγειν.

8

.

53

t

Περὶ συγχύσεως.

8

.

53

.

1

Τὰς μὲν ἐκ πληγῆς συγχύσεις φλεβοτομίᾳ τε ἀπ’ ἀγκῶνος ... καὶ αἵματος νεοσφαγοῦς, μάλιστα μὲν τρυγόνος, εἰ δὲ μή, καὶ περιστερᾶς, ἐκπληροῦν ὅλον τὸν ὀφθαλμόν, εἶτ’ ἐπιτιθέναι ἔριον μαλακόν, βρέξαντας

8

.

53

.

2

εἰς ὠὸν ἀνακεκομμένον μετ’ οἴνου καὶ ῥοδίνου, καὶ ἐπιδεῖν. τῇ δ’ ἑξῆς τὸ αὐτὸ ποιεῖν, καὶ τῇ τρίτῃ ἀποπυριᾶν καὶ γάλακτι ἐγχυματίζειν καὶ καταπλάττειν τοῖς ἐπιτηδείοις, εἶθ’ ὑπαλείφειν τοῖς πρὸς τὰς παλαιὰς διαθέσεις, οἷόν ἐστι τὸ Χιακόν.

8

.

54

t

Περὶ μυωπιάσεως.

8

.

54

.

1

Μυωπίαι λέγονται οἱ ἐκ γενετῆς τὰ μὲν ἐγγὺς βλέποντες, τὰ δ’

8

.

54

.

2

ἐξ ἀποστάσεως οὐχ ὁρῶντες. ἀνίατος δ’ ἐστὶν ἡ τοιαύτη διάθεσις.

8

.

54

.

3

ἐναντία δὲ πάσχουσιν οἱ γηρῶντες τοῖς μύωψιν· τὰ γὰρ ἐγγὺς μὴ ὁρῶντες τὰ πόρρω βλέπουσιν.

8

.

55

t

Περὶ δακρυρροούντων.

8

.

55

.

1

Ὑπαλείφειν δεῖ τοὺς δακρυρροοῦντας τοῖς ἐμπλαστικοῖς καὶ ψύ‐
χουσι καὶ στύφουσι φαρμάκοις καὶ προσκλύζεσθαι τῷ ὀξυκράτῳ.

8

.

56

t

Περὶ ἐγκανθίδων.

8

.

56

.

1

Ἐγκανθὶς δ’ ἐστὶ σαρκὸς αὔξησις ἐκ τοῦ μεγάλου κανθοῦ γινομένη,

8

.

56

.

2

τοῦ τόπου ἑλκωθέντος. ἡ μὲν οὖν ἀκακοήθης ἀναλγής ἐστι, μαλακή, ὑπόσομφος, ἡ δὲ κακοήθης σκληρά, ἀνώμαλος, νυγματώδεις πόνους

8

.

56

.

3

ἔχουσα. δεῖ δὲ τὰς κακοήθεις ἀπαγορεύειν, τὰς δ’ ἀκακοήθεις θερα‐ πεύειν, τὰς μὲν μικρὰς φαρμάκοις ξηροῖς, ὡς τῷ διὰ χαλκίτεως καὶ καδμείας ψωρικῷ, τὰς δὲ μείζονας τῇ χειρουργίᾳ.

8

.

57

t

Περὶ φθειριάσεως.

8

.

57

.

1

Θεραπεύειν χρὴ τούτους πρότερον ἐκκαθαίροντας τοὺς φθεῖρας, εἶτα θαλάσσῃ προσκλύζοντας χλιαρᾷ, εἶτα προσαπτομένους τοῦ ταρσοῦ τῷ ὑπογεγραμμένῳ φαρμάκῳ· στυπτηρίας σχιστῆς μέρη β, σταφίδος

8

.

57

.

2

ἀγρίας μέρος α· λείοις χρῶ.

8

.

58

t

Περὶ ἐμπεφραγμένων μυξωτήρων. Ἐκ τῶν Ἀρχιγένους.

8

.

58

.

1

Ὅταν ἐμπεφραγμένος μυξωτὴρ τύχῃ, σαφῶς ἐνστάντος ἀέρος, τινάξαι τὴν κοιλίαν πρῶτον πειράθητι, εἶτα πρόσαγε βδέλλας κατὰ τῆς ῥινός· μετὰ δὲ τὴν τρίτην ἡμέραν σπληνίῳ ἀπὸ τοῦ μεσοφρύου ἄχρι τοῦ μήλου κατειλήφθω τοῦτο τῆς ῥινὸς τὸ μέρος τῶν διαφορεῖν

8

.

58

.

2

ἐπαγγελλομένων ἐμπλάστρων. ἡμέρας δὲ δεκάπεντε ἡ χρῆσις γινέσθω· μετὰ ταῦτα τῇ δι’ ἀλόης πικρᾷ ὑπαχθείσης τῆς κοιλίας 〈ἢ〉 τῇ ἱερᾷ τῇ διὰ κολοκυνθίδος, εἶτ’ ἀποφλεγματισμῷ χρηστέον, καὶ μετὰ ταῦτα μαλάσσοντι φαρμάκῳ τὴν ῥῖνα περιβλητέον καὶ τὸ μέτωπον, εἶτα
5πταρμικοῖς χρηστέον, καὶ μετὰ τοῦτο σιναπιστέον τὴν κεφαλὴν ἄχρι

8

.

58

.

3

μετώπου, καὶ ἀπολουστέον. καὶ ὀσφραντὸν δὲ προσαγέσθω καστόριον

8

.

58

.

4

ὄξει πεφυραμένον. μετὰ δὲ τοὺς πταρμοὺς τούτους εἰ ἔτι τινὸς δέοι, παραληπτέος καὶ ὁ ἀπὸ τῶν ῥαφανίδων ἔμετος δι’ ὀξυμέλιτος ἡδυσμένος.

8

.

58

.

5

τῇ δ’ ἑξῆς ἀψινθίου χυλοῦ ὅσον κοχλιαρίου ἥμισυ χρήσιμον προποτι‐

8

.

58

.

6

σθῆναι ἢ ὑσσώπου ἢ τραγοριγάνου. ἁρμόσει δὲ καὶ μαλάγματος ἐπί‐

8

.

58

.

7

θεσις, ἕως ὅτου κορυφώσειεν ἰόνθους. ταῦτα καὶ δὶς καὶ πλεονάκις
πρακτέον πρὸς τὰς ἀπειθεστέρας διαθέσεις.

8

.

59

t

Περὶ τῶν ἀπαγχομένων. Ἐκ τῶν Θεοφράστου.

8

.

59

.

1

Τῶν ἀπαγχομένων ἀνάκλησις γίνεται ὄξους ἐγχύσει καὶ πτερίδος

8

.

59

.

2

ἢ κνίδης καρπῷ ἐν ὄξει τριφθέντι δριμυτάτῳ καὶ καθιεμένῳ. ἐργωδῶς

8

.

59

.

3

δὲ καταδέξονται, ἀλλὰ καταβιάζονται. διαλυομένων δὲ τῶν περὶ τὸν

8

.

59

.

4

τράχηλον ἐρυθημάτων, εὐθὺς ἀναβλέπουσι καὶ ἀνίενται. ἔχει δέ τι παραπλήσιον αὐτῶν τὸ ἀνακαλεῖσθαι καὶ ναυαγῶν καὶ ὅλως τῶν ἐκ‐
πνιγομένων· ἀναζωπυρεῖται γὰρ τούτων τὸ θερμόν.

9

.

1

t

Περὶ αἵματος ἀναγωγῆς ἐκ κατάρρου.

9

.

1

.

1

Τοὺς μὲν ἐπὶ κατάρρῳ πτύσαντας αἷμα φλεβοτομῶν εὐθὺς ἐν ἀρχαῖς ἢ κλύσματι δριμεῖ χρησάμενος, εἶτα τρίψας τὰ σκέλη καὶ τὰς χεῖρας ἐπὶ πλεῖστον ἅμα φαρμάκῳ θερμαίνοντι καὶ διαδήσας ξυρήσας τε τὴν κεφαλὴν ἐπιθήσεις τὸ διὰ τῆς κόπρου τῶν ἀγρίων περιστερῶν
5φάρμακον, ὡρῶν τε τριῶν μεταξὺ γενομένων ἐπὶ τὸ βαλανεῖον ἄγε καὶ λοῦε ἄνευ τοῦ ψαῦσαι λίπος τῆς κεφαλῆς, εἶτα σκεπάσας αὐτὴν συμμέτρῳ πίλῳ τρέφε ῥοφήματι μόνῳ αὐστηρῶν ὀπωρῶν ἔχοντι, εἶθ’ ὑπνοῦν μέλλοντι τὸ διὰ τῶν ἐχιδνῶν δίδου φάρμακον νεωστὶ κατε‐ σκευασμένον, καὶ κατὰ τὴν δευτέραν ἡμέραν τὰ ἄλλα πάντα τοῦ
10σώματος τρίψας πλὴν κεφαλῆς καὶ ἐν ἡσυχίᾳ φυλάξας αὖθις εἰς ἑσπέ‐

9

.

1

.

2

ραν δίδου τὸ δι’ ἐχιδνῶν. σταλέντος δ’ ἐπὶ τούτῳ τοῦ κατάρρου, τῇ τρίτῃ τῶν ἡμερῶν ἕωθεν δίδου μέλιτος ἡψημένου μικρὸν ἐφ’ ἡσυχίας τε φύλαττε καὶ πᾶν ἀπότριβε τὸ σῶμα τροφήν τε δίδου πτισάνης χυλὸν σὺν ἄρτῳ βραχεῖ, κἄπειτα τῇ τετάρτῃ τῶν ἡμερῶν ἕωθεν μὲν
5τοῦ δι’ ἐχιδνῶν φαρμάκων διδόναι ἅμα συχνῷ μέλιτι, τῇ κεφαλῇ δὲ τοῦ αὐτοῦ φαρμάκου πάλιν ἐπιθείς, εἶτα λούσας καὶ θρέψας μετρίως ἐκκάθαιρε λοιπὸν σφοδρότερον τὸν πνεύμονα τῇ πέμπτῃ τῶν ἡμερῶν, εἶτ’ αὖθις καὶ αὖθις ἐκ διαλειμμάτων χρῶ κατὰ μὲν τῆς κεφαλῆς τῇ συνήθει κηρωτῇ τῇ διὰ θαψίας, τὴν δ’ ὅλην τοῦ σώματος ἐπιμέλειαν

9

.

1

.

3

ἀναθρεπτικὴν ποιοῦ. τοὺς δ’ ἐπὶ ψύξει τῶν ἀναπνευστικῶν ὀργάνων αἷμα πτύοντας φλεβοτομήσεις παραχρῆμα ἐπαφαιρήσεις τε δὶς κατὰ τὴν αὐτὴν ἡμέραν καὶ κατὰ τὴν ὑστεραίαν ὁμοίως δίς, εἶτα τρίψει
τῶν κώλων καὶ δεσμοῖς ἐν τῇ πρώτῃ χρησάμενος εἰς ἑσπέραν δώσεις·
5τὸ διὰ σπερμάτων· ἐν δὲ τῇ δευτέρᾳ μετὰ τὴν ἐπαφαίρεσιν ἐπιθήσεις παντὶ τῷ θώρακι τῆς διὰ τῆς θαψίας κηρωτῆς, εἶτ’ ἄρας αὐτὴν εἰς ἑσπέραν, ὅπως μὴ θερμανθῇ περαιτέρω τοῦ προσήκοντος, ἐν τῇ τρίτῃ πάλιν ἐπιθεὶς ὥραις που τρισὶ λοῦε τὸν ἄνθρωπον καὶ τρέφε τρισὶν ἐφεξῆς ἡμέραις ῥοφήμασι, τῇ τρίτῃ δὲ πρὸς τῷ χυλῷ τῆς πτισάνης

9

.

1

.

4

δίδου καὶ ἰχθύν τινα τῶν εὐπέπτων ἁπλῶς ἠρτυμένον. δίδου δ’ ὁμοίως εἰς ἑσπέραν τοῦ διὰ σπερμάτων φαρμάκου ἔν τε τῇ δευτέρᾳ καὶ τῇ τρίτῃ τῶν ἡμερῶν· ὑπνοποιόν τε γάρ ἐστι καὶ ἀνώδυνον καὶ ξηραν‐

9

.

1

.

5

τικόν. ἤδη οὖν τῶν τε μορίων ἐν εὐκρασίᾳ γενομένων καὶ τῆς φλεγ‐ μονῆς παυσαμένης, ἀνακαθαίρειν ἐπιτεταμένως δυνήσῃ, καὶ μετὰ τοῦτο χρήσασθαι τῷ διὰ τῶν ἐχιδνῶν φαρμάκῳ, μεθ’ ὃ τῇ τε γαλακτοποσίᾳ

9

.

1

.

6

καὶ τῇ ἄλλῃ τροφῇ δεόντως ἂν χρήσαιο. οὕτως μὲν τοὺς κατ’ αὐτὴν τὴν πρώτην ἡμέραν ἑαυτοὺς ἐγχειρίσαντας 〈ἂν〉 ἰάσαιο· οὐ μὴν τούς γε μετὰ δύο ἡμέρας ἢ τρεῖς ἅπαντας, ἀλλ’ ἐνίοτε αὐτῶν τινες ἀνίατον

9

.

1

.

7

ἔσχον τὸ ἕλκος. χαλεπωτέραν δ’ ἔχει τὴν ἴασιν τὰ ἐν τῷ πνεύμονι συνιστάμενα τῶν ἑλκῶν, καὶ χρὴ παραχρῆμα τέμνειν τὴν ἐν ἀγκῶνι φλέβα τὴν ἔνδον ἐπαφαιρεῖν τε δίς που ἢ καὶ τρὶς τρίβειν τε καὶ διαλαμβάνειν ὅλα τὰ κῶλα δεσμοῖς· ἐπειδὰν δὲ ταῦτα πραχθῇ, πρῶτον
5μὲν ὀξύκρατον ὑδαρές τε καὶ χλιαρὸν διδόναι πίνειν, ὅπως, εἴ τις εἴη θρόμβος ἐν τῷ σπλάγχνῳ, διαλυθεὶς ἐκβληθείη, καὶ τοῦτο οὐδὲν κω‐ λύει καὶ δὶς καὶ τρὶς ἐργάσασθαι· μετὰ δὲ ταῦτα διδόναι τῶν ἐμπλατ‐ τόντων τε ἅμα καὶ τῶν στυφόντων φαρμάκων, ἤτοι δι’ ὑδαροῦς ὀξυ‐ κράτου τὴν πρώτην ἢ δι’ ἀφεψήματος μήλων ἢ μύρτων ἤ τινος ἄλλου
10τῶν στυπτικῶν, εἰς ἑσπέραν τε πάλιν ὁμοίως διδόναι τὸ φάρμακον,

9

.

1

.

8

εἴργοντα πάσης τροφῆς. κάλλιστον δὲ καὶ τῇ ὑστεραίᾳ ἐπαφαιρεῖν αὖθις ὀλίγον καὶ τροφαῖς καὶ φαρμάκοις ὁμοίως χρῆσθαι μέχρι τετάρ‐ της ἡμέρας, καὶ βρέχοντα κύκλῳ τὸν θώρακα, θέρους μὲν μηλίνῳ καὶ

9

.

1

.

9

ῥοδίνῳ, χειμῶνος δὲ νάρδῳ. χρῶ δὲ κατ’ αὐτοῦ καὶ τοῖς ἐμπλαστικοῖς

9

.

1

.

10

φαρμάκοις, οἷά ἐστι τὰ δι’ ἀσφάλτου καὶ ὄξους. μόνοι δ’ ἀνιάτως μοι δοκοῦσιν ἔχειν οἱ διὰ κακοχυμίαν ἀναβρωθέντες.

9

.

2

t

Περὶ ἀναγωγῆς αἵματος.

9

.

2

.

1

Ὁ πρῶτος κίνδυνός ἐστι τῆς τοῦ αἵματος ἀναγωγῆς κατ’ αὐτὴν
τὴν ἄμετρον κένωσιν. βοηθεῖν οὖν ἐκ τοῦ παραυτίκα τοῖς πάσχουσι δυνήσῃ διὰ τῶν ὑπογεγραμμένων· τὴν γὰρ ὅλην διάθεσιν ἰατρῶν ἔργον ἰάσασθαι. ἀνδράχνη ἐσθιομένη ποιεῖ (δραστικώτερος δ’ ὁ χυλὸς αὐτῆς

9

.

2

.

2

πινόμενος), βαλαύστιον, βάτου ὁ καρπὸς καὶ τὸ ἄνθος, δρυὸς τὸ ὑμενῶδες τὸ ὑπὸ τῷ φλοιῷ τοῦ πρέμνου καὶ τὸ ὑπὸ τῷ κελύφει τῆς βαλάνου· μάλιστα δ’ ἑψῶντες αὐτῷ χρῶνται· φηγοῦ δὲ καὶ πρίνου

9

.

2

.

3

δραστικώτερα. ἀλθαίας τῆς ῥίζης ἀφέψημα, ἡδύοσμον πρὸς τὰς προσ‐ φάτους, κενταυρίου τοῦ μεγάλου 𐅻 β διδόμεναι τοῖς μὲν πυρέσσουσι μεθ’ ὕδατος, τοῖς δ’ ἀπυρέτοις μετ’ οἴνου, ῥήου, σχίνου τῶν φύλλων

9

.

2

4,5

ὁ χυλός. Σάμιος ἀστὴρ πρὸς πᾶσαν ὁμοίως καὶ Λημνία σφραγίς. πρὸς

9

.

2

.

5

(2)

δ’ αἵματος θρομβώσεις ποιεῖ πυτία ποθεῖσα, καὶ μάλιστα ἡ λαγῴα.

9

.

2

.

6

διαχεῖ δὲ θρόμβους καὶ ἡ συκίνη κονία μεθ’ ὕδατος ποθεῖσα καὶ θύμος ἢ θύμβρα μετ’ ὄξους.

9

.

3

t

Περὶ ἐμπύων. Ἐκ τῶν Γαληνοῦ.

9

.

3

.

1

Ἐμπύους καλοῦσι τοὺς κατὰ θώρακα καὶ πνεύμονα πύον ἀθρόον ἔχοντας· περιέχεται δὲ μετὰ τὴν ῥῆξιν ἐν τῇ μεταξὺ θώρακός τε καὶ πνεύμονος χώρᾳ τὸ πύον, ὅπερ εἰ μὴ διὰ ταχέων ἀναπτυσθῇ, φθινώ‐

9

.

3

.

2

δεις ἀποτελοῦνται· πυρέττουσι δ’ ἀεὶ λεπτῶς ἑκτικὸν πυρετόν. ῥήγνυται δὲ τὸ πύον, τὸ μὲν ἄνω, τὸ δὲ κάτω· καὶ τῶν κάτω τὸ μὲν εἰς κοι‐ λίαν καὶ ἔντερα μεταλαμβάνεται, τὸ δ’ εἰς κύστιν τῆς μεταλήψεως δι’ ἀγγείων τινῶν γινομένης· ὅσα δ’ ἄνω ῥήγνυται, κινδυνωδέστερά ἐστιν.

9

.

3

.

3

δεῖ δὲ πρῶτον μὲν τῇ πέψει τοῦ ἐμπυήματος συνεργεῖν διά τε σπόγ‐ γων πυριῶντας καὶ καταπλάσματα προσάγοντας ἐξ ἀλεύρων κριθῆς, προσμιγνυμένων καὶ ἰσχάδων ἑφθῶν, ὀλίγου δὲ ῥητίνης καὶ περιστερᾶς κόπρου καὶ νίτρου καὶ ἐβίσκου· ταῦτα γὰρ λεπτύνει καὶ διαφορεῖ.

9

.

3

4,5

συνεργεῖ δὲ τῇ ῥήξει καὶ ἡ ἐπὶ τὸ ἀπαθὲς πλευρὸν κατάκλισις. καταρ‐

9

.

3

.

5

(2)

ροφείτωσαν δ’ ἐκ διαστημάτων μελίκρατον καὶ χυλὸν πτισάνης μετὰ

9

.

3

.

6

μέλιτος· οἱ δ’ εὐτονώτεροι προποτιζέσθωσαν ὕσσωπον ἢ θύμον. συν‐ εργεῖ δὲ πρὸς τὴν ῥῆξιν καὶ ταριχοφαγία καὶ τῆς διὰ κολοκυνθίδος

9

.

3

.

7

ἱερᾶς καταπότια πρὸς κοίτην λαμβανόμενα. ἀρξαμένου δ’ ἐκκρίνεσθαι
τοῦ πύου, διδόναι ὕσσωπον ἐν μελικράτῳ ἑψηθὲν καὶ καταπλάττειν

9

.

3

.

8

γῦριν ἐν μελικράτῳ καὶ ἐλαίῳ ἑψηθεῖσαν. δυσανακαθάρτου δὲ τῆς ἑλκώσεως οὔσης, μελικράτῳ συνεχέστερον χρηστέον, ἐνηψημένων δυοῖν

9

.

3

.

9

ἢ τριῶν ἀστραγάλων ἴρεως. χρήσιμος δὲ καὶ τῆς γλυκείας ῥίζης ὁ χυλὸς λεαινόμενός τε καὶ σησάμῳ συμπλεκόμενος.

9

.

4

t

Περὶ φθίσεως.

9

.

4

.

1

Φθίσις ἐστὶν ἕλκος ἐν πνεύμονι· γίνεται δ’ ἐπί τε τοῖς ἐμπύοις καὶ τοῖς ῥευματικοῖς χρονίζουσι καὶ ἐπὶ ταῖς τοῦ αἵματος πτύσεσιν, ὅταν τῆς αἱμορραγίας ἐπισχεθείσης μήτε κολληθῇ τὸ ἕλκος μήτε εἰς

9

.

4

.

2

οὐλὴν ἔλθῃ. θεραπεύειν δὲ χρὴ πρὸς τὸ εὐανάγωγα ταῖς βηξὶ γίνεσθαι

9

.

4

.

3

τὰ παρακείμενα καὶ ἕτερα μὴ ἐπισυλλέγεσθαι. κεφαλωτὸν οὖν ἁρμόζει πράσον μάλιστα ἐν πτισάνῃ συντακέν, ἤδη δὲ καὶ ἑτέροις ῥοφήμασι

9

.

4

.

4

συνεψηθὲν ἢ πόλτοις. καὶ καθ’ ἑαυτὸ δὲ δὶς ἡψημένον λαμβανέσθω

9

.

4

.

5

τὸ δὲ πινόμενον ὕδωρ ὄμβριον ἔστω καὶ ἐφ’ ἱκανὸν καθηψημένον

9

.

4

.

6

καταπλάσματα δὲ παραληπτέον ἐν ταῖς ἀρχαῖς τῶν ἀνέσεων τὰ διὰ λινοσπέρμου καὶ γύρεως δι’ ἀφεψήματος τήλεως ἢ μαλάχης ἐλαίου τε

9

.

4

.

7

καὶ μέλιτος· παραμιγνύσθω δ’ αὐτοῖς καὶ τὰ τῆς ἀλθαίας φύλλα.

9

.

4

.

8

χρόνου δὲ παρελθόντος, ἐπὶ τὰς κηρωτὰς μεταβατέον τὰς διὰ βου‐ τύρου καὶ δαφνίνου καὶ κυπρίνου καὶ ἴρεως· μετὰ δὲ ταῦτα μαλάγματι χρηστέον, τὸ μὲν πρῶτον τῷ διὰ τεσσάρων ἐκ κηροῦ καὶ τερεβινθίνης καὶ ἴρεως καὶ ὑσσώπου ἴσων, μετὰ δὲ ταῦτα ἐμπλάστρῳ τῇ Μνασέου·

9

.

4

.

9

ῥευματιζομένων δὲ τῶν τόπων, τὴν δι’ ἰτεῶν προσακτέον. τῶν δὲ φαρμάκων ἁπλούστατον μέν ἐστι μελίκρατον καθ’ ἑαυτὸ 〈καὶ〉 σὺν ἀμύλῳ· ἐπιτήδειον δὲ καὶ ἴρεως, δύο ἢ τρεῖς ἀστράγαλοι συνεψηθέντες

9

.

4

.

10

τῷ μελικράτῳ μετὰ γλυκείας ῥίζης. βηχὸς δὲ χαλεπῆς ἐνερειδούσης, θύμος λεῖος καὶ ὕσσωπος ἀναλαμβάνεται μέλιτι ἀπέφθῳ μεγέθει ψη‐

9

.

4

.

11

φίων καὶ ὑπὸ τῇ γλώττῃ διακρατεῖται. ἁρμόσειε δ’ ἂν καὶ ἡ Μιθριδάτου

9

.

4

.

12

ἐκ διαστημάτων λαμβανομένη καὶ ἡ δι’ ἐχιδνῶν. συμφορώτατον δὲ φθίσει καὶ ἡ γαλακτοποσία.

9

.

5

t

Περὶ ἀσθματικῶν.

9

.

5

.

1

Τοῖς λεγομένοις ἀσθματικοῖς ἁρμόσει τὰ τέμνοντα φάρμακα χωρὶς
τοῦ θερμαίνειν σφοδρῶς, καὶ διὰ τοῦτο αὐτοὺς κάλλιστα ὀνίνησιν ὄξος τε σκιλλιτικὸν αὐτή τε ἡ σκίλλα καὶ τὸ διὰ τοῦ τοιούτου ὄξους ὀξύμελι.

9

.

5

.

2

συνενέγκοι δ’ 〈ἂν〉 τῷ ὀρθοπνοϊκῷ κίσηρις μετὰ νίτρου καὶ τρὺξ οἰνηρὰ

9

.

5

.

3

κεκαυμένη μετὰ σχίνου ἄνθους καὶ ἀρσενικὸν μετ’ ἀλκυονίου. Φίλιππος δέ φησιν ἐγνωκέναι τινὰ ὃς δύο μέρη κισήρεως καὶ μέρος ἓν ἀφρο‐ νίτρου κόπτων καὶ σήθων προσέπασσε τῷ ἀλείμματι, ἔπειτα ἀνέτριβε, καὶ πυρρὸς καὶ αἱματώδης ἐγίνετο, καὶ τοῦτο ποιῶν ἆσθμα, βῆχα καὶ

9

.

5

.

4

πυώδη διάθεσιν ἀπετρίβετο. τὰ δὲ μείζω τῶν ἰαμάτων κάθαρσις μὲν συνεχεστέρα ἀπὸ φαρμάκων ἰσχυροτέρων καὶ ἔμετοι ἀπὸ ῥαφανίδων

9

.

5

.

5

καὶ μαλάγματα ὅσα ἑλκοῖ καὶ ἕλκει ἰχῶρας. καὶ ἀριστολοχία δ’ ἡ στρογγύλη μεθ’ ὕδατος πινομένη ἀσθματικοῖς βοηθεῖ· κενταυρίου τοῦ μεγάλου ἡ ῥίζα, σπονδυλίου ὁ καρπὸς καὶ ἡ ῥίζα, καλαμίνθης ὁ καρ‐

9

.

5

.

6

πὸς καὶ ὕσσωπος καὶ ἶρις, μελάνθιον. ὄνων τῶν ὑπὸ ταῖς ὑδρίαις ξέστην βαλὼν εἰς ἄγγος κεραμεοῦν φρῦγε ἐπ’ ἀνθράκων· λευκανθέντας δὲ τρῖβε καὶ μέλιτι ἑφθῷ ἀναλαβὼν δίδου μύστρον ἐκλείχειν πρὸ

9

.

5

.

7

τροφῆς. —Ἄλλο· σκίλλης ὠμῆς τὸν χυλὸν ἔκθλιβε καὶ μίξας αὐτῷ μέλιτος τοσοῦτον ἕψε ἐπ’ ἀνθράκων καὶ δίδου μύστρον πρὸ τροφῆς καὶ μετὰ τροφήν.

9

.

6

t

Περὶ τῶν ἐν καρδίᾳ παλμῶν.

9

.

6

.

1

«Οἶδά τινα» φησὶ Γαληνός «κατ’ ἐνιαυτὸν ἦρος ὥρᾳ πάσχοντα τὸ τοῦ παλμοῦ σύμπτωμα τῆς καρδίας· κἀπειδὴ τρισὶν ἔτεσιν ἐπειράθη φλε‐ βοτομίας ὠφελούσης, ἔφθασεν ἐπὶ τοῦ τετάρτου φλεβοτομηθεὶς πρὶν ἁλῶναι τῷ συμπτώματι, καὶ οὕτως ἔπραττε κατὰ τὸ ἑξῆς πλειόνων
5ἐτῶν.»

9

.

7

t

Περὶ πλευρίτιδος.

9

.

7

.

1

Ἡ ἀκριβὴς πλευρῖτις ἐν πρωτοπαθείᾳ τοῦ ὑπεζωκότος γίνεται·

9

.

7

.

2

διὸ μέχρι κλειδὸς καὶ ὑποχονδρίων ὁ πόνος ἐξικνεῖται. εἰ μὲν οὖν εἰς κλεῖν ὁ πόνος διατείνει, φλεβοτομίας χρεία, εἰ δ’ εἰς ὑποχόνδριον, καθάρσεως· εἰ μέντοι μέτριον εἴη τὸ ἄλγημα καὶ μὴ νυγματῶδες, οὐ

9

.

7

.

3

μεγάλης δεῖται βοηθείας. δώσομεν οὖν τοῖς οὕτω κάμνουσι φάρμακα τῆς λεπτυνούσης δυνάμεως, μέτρια μὲν ἐπὶ τῶν φλεγμαινόντων, ὅσα

9

.

7

.

4

δ’ ἰσχυρότερα κατὰ τὰς παρακμὰς τῶν φλεγμονῶν. μέτριος μὲν οὖν ἐστιν ὅ τε τῆς πτισάνης χυλὸς καὶ τὸ μελίκρατον· ἰσχυρότερον δὲ τὸ τῆς ἀκαλήφης σπέρμα, καὶ ὅταν ἐμβληθῇ τι τῶν δριμειῶν βοτανῶν, οἷον ὀριγάνου καὶ ὑσσώπου καὶ καλαμίνθης γληχοῦς τε καὶ ἴρεως.

9

.

8

t

Πρὸς πλευρῶν ὀδύνας.

9

.

8

.

1

Πλευρῶν δ’ ὀδύνας ἄνευ πυρετῶν βδέλλιον ἰᾶται καὶ κόστος.

9

.

8

.

2

κράμβης καυλῶν καυθέντων τῇ τέφρᾳ μιγνύντες στέαρ παλαιὸν εἰς τὰ τῶν πλευρῶν ἀλγήματα χρώμεθα, καὶ εἴ τι τοιοῦτον ἕτερον· διαφορη‐ τικὸν γὰρ ἰσχυρῶς ἐστι τὸ φάρμακον.

9

.

9

t

Πρὸς τιτθούς.

9

.

9

.

1

Πάτος φλεγμαινόντων τιτθῶν βοήθημά ἐστι δραστικώτατον ἐπι‐ τιθέμενον· ἐὰν δὲ ξηρότερόν σοι φαίνηται, κυπρίνῳ μάλαττε ἢ ῥοδίνῳ.

9

.

9

.

2

καὶ πρὸς τὸ ἐκ τοκετῶν δὲ σβέσαι τὸ γάλα τυρωθὲν κατὰ τοὺς μαστοὺς

9

.

9

.

3

χρήσιμον ἱκανῶς ἐστιν. ὠῷ ὅλῳ 〈ὠμῷ〉 χρώμεθα μιγνύντες ῥοδίνῳ, οὐ μόνον ἐπὶ τιτθῶν φλεγμαινόντων, ἀλλὰ καὶ ἐπ’ ἄλλων πλειόνων

9

.

9

.

4

μορίων. ὁ ῥύπος ὁ ἐν ταῖς παλαίστραις ἴαμα φλεγμονῆς ἐστι τιτθῶν· καὶ γὰρ τὸ πυρῶδες αὐτῶν σβέννυσι καὶ τὸ ἐπιρρέον ἀναστέλλει καὶ

9

.

9

.

5

τὸ περιεχόμενον διαφορεῖ. κυάμων ἄλευρον μαστῶν καὶ διδύμων ἀγαθόν ἐστι κατάπλασμα· φιλεῖ γὰρ ταῦτα τὰ μόρια μετρίως ψύχεσθαι

9

.

9

.

6

φλεγμαίνοντα, καὶ μάλιστα ὅταν τυρωθῇ τὸ γάλα. τὸ τῆς Ναξίας ἀκόνης ἀπότριμμα τιτθούς τε παρθένων κωλύει πρὸ ὥρας ἐμφυσᾶσθαι

9

.

9

.

7

καὶ παιδίων ὄρχεις. χοῖρον ἐκτεμὼν κατάχριε τῷ αἵματι τοὺς μαστούς,

9

.

9

.

8

καὶ οὐκ αὔξονται. τὰς σπαργανώσεις τῶν μαστῶν ἀποκαθίστησι φακὸς ἑψηθεὶς ἐν θαλάσσῃ καὶ καταπλασσόμενος ἢ ἡδύοσμον σὺν ἀλφίτῳ

9

.

9

.

9

καταπλασθέν, ἅλμη πυριωμένη. σβέννυσι δὲ μετὰ ταῦτα ἄλευρον κυάμι‐ νον καθ’ ἑαυτὸ σὺν ἀλφίτῳ καταπλασθέν, κιμωλία σὺν ὄξει καταχριο‐ μένη, γάλα γυναικεῖον μετὰ κωνείου χυλοῦ, κωνείου φύλλα κατα‐

9

.

9

.

10

πλασσόμενα, ἅλμη πυριωμένη. 〈τοὺς δὲ χονδριῶντας μασθοὺς παύει ἅλμη πυριωμένη,〉 ἡδύοσμον σὺν ἀλφίτῳ καταπλασθέν, κρόκος σὺν γάλακτι καταχριόμενος, ἄλευρον κυάμινον καθ’ ἑαυτὸ καὶ σὺν ἀλφίτῳ

9

.

9

.

11

καταπλασθέν, κυδώνια ἑφθὰ σὺν μέλιτι. οὐκ ἐᾷ δὲ τὸ ἐπὶ τῶν τιθη‐ νουσῶν γάλα τυροῦσθαι 〈κηροῦ〉 δέκα τὸν ἀριθμὸν κεγχριαῖα τὸ μέγεθος καθ’ ἡμέραν καταπινόμενα.

9

.

10

t

Περὶ τῶν τοῦ στόματος τῆς γαστρὸς παθῶν.

9

.

10

.

1

Τοῖς τὴν κυνώδη καλουμένην ὄρεξιν ἔχουσι, τουτέστι τοῖς ἀπαύ‐ στως λιμώττουσιν, οἶνον διδόναι χρὴ δαψιλῆ τῶν ἱκανῶς θερμαινόν‐ των ὡς μέγα ἴαμα· τοιοῦτοι δ’ εἰσὶν οἱ κιρροὶ τὴν χρόαν ἢ ἐρυθροὶ χωρὶς τοῦ στύφειν· αἱ γὰρ λιμώδεις ὀρέξεις διὰ ψυχρότητα τοῦ στο‐

9

.

10

.

2

μάχου συνίστανται. εἰκότως οὖν ὁ τοιοῦτος οἶνος αὐτὰς παύει· χρεία δ’ αὐτοῖς, ὅταν ἐπὶ τὸ ἄριστον ἀφίκωνται, πρῶτον διδόναι τὰ λιπαρὰ καὶ ἐλαιώδη τῶν ἐδεσμάτων, καὶ τὰ ἄλλα δὲ πάντα δι’ ἐλαίου πολλοῦ σκευάζοντα καὶ μηδὲν αὐστηρὸν καὶ στρυφνὸν ἔχοντα, μετὰ δὲ ταῦτα
5τὸν οἶνον, κἂν μηδέπω διψῶσι, κελεύειν προσφέρεσθαι· πραΰνεται μὲν γὰρ αὐτοῖς εὐθέως ὁ λιμὸς ἐπὶ τῇ τοιαύτῃ 〈διαίτῃ〉, πλείονι δὲ χρόνῳ

9

.

10

.

3

πραττόντων οὕτω καταπαύεται. τοῖς δὲ λύζουσι διδόναι χρὴ πήγανον μετ’ οἴνου ἢ νίτρον ἐν μελικράτῳ ἢ σέλινον ἢ κύμινον ἢ σκιλλιτικὸν ὄξος ἢ καλαμίνθην ἢ ἄσαρον ἢ νάρδον Κελτικήν, ἰδίᾳ ἕκαστον καὶ

9

.

10

.

4

ὁμοῦ. καστόριον τοῖς ὑπὸ πλήθους λύζουσιν ἐπὶ ψυχροῖς καὶ γλίσχροις χυμοῖς δίδου πίνειν δι’ ὀξυκράτου· καὶ κατὰ τοῦ δέρματος δ’ ἐπι‐

9

.

10

.

5

τιθέμενον ὠφελεῖ ἅμα Σικυωνίῳ ἢ παλαιῷ ἐλαίῳ. ὅταν δ’ ὑπὸ πλη‐ ρώσεως ὑγρῶν γένηται λυγμός, τοὐπίπαν δ’ οὕτω συνίσταται, βιαίας

9

.

10

.

6

δεῖται κενώσεως· τοῦτο δὲ πταρμὸς ἐργάζεται. αἱ δὲ ναυτίαι γίνονται
πρὸς ἔμετον ὁρμώσης τῆς γαστρός, ποτὲ μὲν πλήθους βαρύνοντος

9

.

10

.

7

αὐτήν, ποτὲ δὲ δήξεως ἢ ὅλως μοχθηρῶν χυμῶν. τινὲς δὲ σπαράττον‐ ται μέν, ἐμοῦσι δ’ οὐδέν, ἐφ’ ὧν οὔτε πολύς ἐστιν ὁ λυπῶν χυμὸς οὔτε κατὰ τὴν εὐρυχωρίαν τῆς γαστρός, ἀλλ’ αὐτοῖς περιέχεται τοῖς χιτῶσιν, ἐνίοις μὲν ὡς ὕδωρ ἐν σπόγγῳ, ἐνίοις δ’ ἐμπεπλασμένος δυσ‐

9

.

10

.

8

απολύτως. ἡ δ’ ἴασις ἐν τρισίν ἐστι κειμένη κεφαλαίοις, πέψει καὶ

9

.

10

.

9

ἐπικράσει καὶ κενώσει. πέττονται μὲν οὖν οἱ φλεγματωδέστεροι καὶ ὠμοὶ τῇ τε ἡσυχίᾳ καὶ ἀσιτίᾳ καὶ ὕπνῳ· τῶν δ’ ἄλλων τοὺς λεπτοὺς τὴν σύστασιν καὶ μετρίως ἐσφηνωμένους ἐκβάλλειν ἐμέτοις, ποτὲ μὲν ἐπὶ τῷ τῆς πτισάνης χυλῷ γενομένοις ἢ μελικράτῳ, ποτὲ δ’ ἐφ’ ὕδατι
5μόνῳ· ὅσοι δὲ γλίσχροι τέ εἰσι καὶ παχεῖς δυσλύτως ἐμπεπλασμένοι τῇ

9

.

10

.

10

γαστρί, τῶν λεπτυνόντων χρῄζουσι τοὺς χυμούς. ἔνθα δ’ ὑγρότης μοχθηρὰ διέβρεξε τοὺς χιτῶνας τῆς γαστρός, ἡ διὰ τῆς ἀλόης πικρὰ χρησίμως ἐκκαθαίρει ταύτην, τὰ δὲ στύφοντα βλάπτει γενναίως, ὥσπερ πάλιν ἐφ’ ὧν ὑγρότης πολλὴ χωρὶς κακίας χυμῶν, ὅταν οἷον πλάδος
5τις ᾖ τῷ ποσῷ λυποῦσα μόνῳ, τὰ στύφοντα μὲν ὠφελιμώτατα γίνεται, τὸ δὲ διὰ τῆς ἀλόης φάρμακον εἰς μαρασμὸν ἄγει πάντως τοὺς χρη‐

9

.

10

.

11

σαμένους. μίξειε δ’ ἄν τις τοῖς στύφουσι καὶ τῶν θερμαινόντων ψυχρᾶς τῆς διαθέσεως αἰσθανόμενος· ἱκανὸν δὲ γνώρισμα τοῦ ψυχροτέραν τὴν διάθεσιν εἶναι τὸ ἄδιψον· ὅταν γὰρ μήτε διψώδης ὁ κάμνων ᾖ μήτε καύματος αἴσθηται κατὰ τὸ τῆς κοιλίας στόμα, δῆλόν ἐστιν οὐκ εἶναι

9

.

10

.

12

διάθεσιν θερμήν. αἱ δὲ φλεγμοναὶ τοῦ στόματος τῆς κοιλίας καὶ τοῦ ἥπατος δέονται τῆς τῶν στυφόντων παραπλοκῆς· ἐὰν γὰρ διὰ τῆς χαλαστικῆς ἀγωγῆς μόνης θεραπεύῃ τις, κίνδυνον ἐπάξει περὶ τῆς

9

.

10

.

13

ζωῆς. δεῖ τοίνυν, εἴτε ἔλαιον εἴη τὸ ἐπαντλούμενον τοῖς πεπονθόσι τόποις εἴτε κατάπλασμα, παραπλέκειν τι τῶν στυφόντων, οἷον ἀψίν‐

9

.

10

.

14

θιον ἢ νάρδινον μύρον ἢ μήλινον ἢ κυδώνιον ἑψήσαντα. —Κηρωτὴ ᾗ συνεχῶς χρώμεθα· κηροῦ λευκοῦ 𐆄 α, νάρδου χειμῶνος μὲν 𐆄 α,

9

.

10

.

15

θέρους δὲ 𐅻 ζ, ἀλόης, μαστίχης ἀνὰ 𐅻 α. εἰ δὲ πλείονος δέοιτο στύ‐ ψεως, ἀτονίας οὔσης, ὡς μηδὲ τῶν τροφῶν κρατεῖν, προσμιγνύσθω καὶ

9

.

10

.

16

ὀμφακίου τὸ ἴσον. μιγνύσθω δ’ ἐν τῇ κηρωτῇ πρῶτον ὀμφάκιον, εἶθ’ οὕτω τἄλλα· μιγνύειν δ’ ὥσπερ τὸ ὀμφάκιον, οὕτω καὶ ἀψινθίου χυ‐ λόν, ἔστι δ’ ὅτε καὶ ἄμφω, καὶ τρίτον γε ἐπ’ αὐτοῖς τῆς ὑποκιστίδος

9

.

10

.

17

καὶ οἰνάνθης καὶ ῥοῦ χυλόν. παραύξειν δὲ τῆς κηρωτῆς τὸ πλῆθος ἀνάλογον τῷ τῶν ἄλλων φαρμάκων ἀριθμῷ· χρονιζούσης δὲ τῆς φλεγ‐ μονῆς καὶ σκληρυνομένης ἤδη, ποικιλώτερα φάρμακα προσφέρειν χρὴ καὶ τῶν ἀρωμάτων ἔχοντά τι καὶ τῶν μαλακτικῶν καὶ τῶν διαφορη‐

9

.

10

.

18

τικῶν, οἷόν ἐστι καὶ τὸ διὰ μελιλώτου σκευαζόμενον. ὁ χλωρὸς ἴασπις ὠφελεῖ τὸν στόμαχον καὶ τὸ στόμα τῆς γαστρὸς περιαπτόμενος, καὶ πεῖράν γε ἱκανὴν δέδωκε, καὶ χρὴ ποιοῦντας ὁρμαθὸν ἐξάπτειν τοῦ

9

.

10

.

19

τραχήλου συμμέτρως οὕτως ὡς ψαύειν τοῦ στόματος τῆς γαστρός. ἐπὶ δὲ τῶν θερμῶν τοῦ στομάχου δυσκρασιῶν καὶ καυσουμένων μετ’ ἐκλύ‐ σεως ἢ ὀλιγοψυχίας ἤ τινος ἀνορεξίας ἐξ οἱασδήποτε προφάσεως πλὴν πυρετοῦ ψυχρὸν ὕδωρ δίδου μετ’ ὄμφακος χυλοῦ ἢ μήλων κυδωνίων
5ἀφέψημα ἢ ἕλικος ἀμπέλου ἢ σικύου σπερμάτια ὡς ὀκτὼ λεῖα μετὰ ψυχροῦ, ἢ κλωνίον ἡδυόσμου λεάνας δὸς πίνειν· ἐπιτίθει δ’ ἔξωθεν ἐπὶ τὸν στόμαχον κύστιν πληρώσας ὕδατος ψυχροῦ ἢ χιόνα ἐπίβαλλε

9

.

10

.

20

ἢ κολοκύνθης ξέσματα. —Ἐκκαιομένοις ἄδιψον καταπότιον·

9

.

10

.

21

σικύου ἡμέρου σπέρματος 𐅻 η, τραγακάνθης 𐅻 ϛ. λύε τὴν τραγάκαν‐ θαν ὠῶν ὠμῶν προσφάτων τῷ λευκῷ, καὶ ὅταν διαλυθῇ, τρίψας ἐπι‐ μελῶς ἐπίβαλλε τοῖς λοιποῖς, καὶ μίξας ἀνάπλαττε καταπότια, καὶ ξηράνας ἐν σκιᾷ δίδου ὑπὸ τὴν γλῶσσαν κατέχειν, καὶ τὸ διαλυόμενον

9

.

10

.

22

ὑγρὸν καταπινέτω. καὶ τοῦτο καὶ τὸ μετὰ τοῦτο καταψυκτικόν τε ἅμα καὶ τονωτικὸν πλαδῶντός ἐστι στομάχου διάθεσιν ἔχοντος ὑγρὰν

9

.

10

.

23

καὶ θερμήν. —Ἄλλο· ῥόδων χλωρῶν τῶν φύλλων 𐅻 ϛ, γλυκυρρίζης

9

.

10

.

24

𐅻 δ, νάρδου Ἰνδικῆς 𐅻 δ. οἴνῳ γλυκεῖ ἀναλάμβανε καὶ ποίει καταπότια καὶ δίδου ὑπὸ τὴν γλῶτταν κατέχειν, ἢ διαλύων ὕδατι ψυχρῷ ἐρε‐

9

.

10

.

25

βίνθου τὸ μέγεθος. ἐπὶ δὲ τῶν κατεψυγμένων καὶ ἐπὶ τῶν διὰ πάχος τοῦ φλέγματος θερμαίνεσθαί τε καὶ τέμνεσθαι δεομένων χρήσιμόν ἐστι

9

.

10

.

26

τόδε· μαράθρου ῥίζης φλοιοῦ 𐆄 ϛ, ὄξους ξ̸ α, ἀλόης 𐆄 α. αἱ ῥίζαι σὺν τῷ ὄξει ἕψονται, εἶθ’ ὅταν ἑφθαὶ γένωνται, 〈ἐκθλιβεῖσαι ῥίπτονται, καὶ ἐπιχεῖται τὸ μέλι καὶ ἕψεται〉, εἶτ’ ἐπιπάσσεται ἡ ἀλόη· δίδου

9

.

10

.

27

κοχλιάρια τρία σὺν ὕδατι· τινὲς ἄνευ ἀλόης σκευάζουσιν. ἐπὶ δὲ τῶν ἀποξυνόντων τὴν τροφὴν χρήσιμον τόδε τὸ φάρμακον· πεπέρεως

9

.

10

.

28

𐅻 α, ἀνήθου σπέρματος 𐅻 α, κυμίνου 𐅻 δ. λειώσας δίδου εἰς κοίτην

9

.

10

.

29

κοχλιάριον ἓν ἐν οἴνῳ κεκραμένον. ἐπὶ δὲ τῶν γεννώντων χολὴν μέλαιναν καὶ φυσωμένων τὸν στόμαχον ἐπιτίθει, καὶ μάλιστα ἐν ταῖς ἐπιτάσεσι, σπόγγους ὄξει δριμυτάτῳ βεβρεγμένους· μετὰ δὲ τούτους εἰ ἐπιμένοιεν, στυπτηρίαν ὑγρὰν μετὰ χαλκοῦ 〈κεκαυμένου ἢ χαλκάνθου〉

9

.

10

.

30

λείου μέλιτι ἀναλαμβάνων ἐπιτίθει. τῷ δὲ διατεινομένῳ καὶ πνευμα‐ τουμένῳ τὸν στόμαχον καλαμίνθης ἀπόζεμα ἐξῃθριασμένου τοῦ ὕδατος

9

.

10

.

31

μίξας ὀλίγον μέλιτος καὶ πεπέρεως δίδου. πρὸς δὲ τὰς ἀνατροπὰς τοῦ στομάχου ῥοᾶς ὀξείας τῶν πυρήνων χυλοῦ μέρη γ, ἡδυόσμου

9

.

10

.

32

χυλοῦ μέρος α. βαλὼν εἰς κεραμεοῦν ἀγγεῖον ἕψε κινῶν συνεχῶς, καὶ ὅταν συστραφῇ, ἄρας ἀπόθου· ἐν δὲ τῇ χρήσει δίδου πρὸ τροφῆς μύστρον ἕν.

9

.

11

t

Περὶ πνευματώσεως ἐν γαστρί.

9

.

11

.

1

Ἡ τῶν πνευμάτων ἐν γαστρὶ γένεσις χυμῶν ἢ σιτίων εἰς ἀτμοὺς διαλυομένων ὑπὸ θερμότητος συνίσταται χλιαρᾶς. ἡ μὲν γὰρ ψῦξις τῷ μὴ πεφυκέναι λεπτύνειν καὶ διαλύειν οὐ γεννᾷ πνεύματος οὐδέν· ἡ δὲ σφοδρὰ θερμότης οὐ λεπτύνουσα καὶ διαλύουσα μόνον, ἀλλὰ καὶ
5διαφοροῦσα κωλύει τὴν σύστασιν τοῦ πνεύματος· ἡ δ’ ἐλάττων θερμότης χεῖ μὲν καὶ μεταβάλλει τὴν τροφήν, ἐλλιπέστερον δέ, κἀντεῦθεν ἡ

9

.

11

.

2

γένεσις τῶν πνευμάτων. λεπτύνειν οὖν αὐτὰ διὰ τῶν θερμαινόντων φαρμάκων προσῆκεν, ἀφεψῶντας ἐν ἐλαίῳ κυμίνου καὶ σελίνου καὶ σπονδυλίου καὶ δαύκου σπέρμα· ψύξεως δὲ προσούσης τῇ διαθέσει, πήγανον καὶ δαφνίδας καὶ μελάνθιον καὶ μάραθρον ἐνεψεῖν τῷ ἐλαίῳ
5καὶ μιγνύειν ἄσφαλτον καὶ ἔλαιον δάφνινον· ἐὰν δέ τις καὶ φλεγμονὴ συνῇ ταῖς ὀδύναις, ἀντὶ τῶν θερμαινόντων χρήσῃ τοῖς χαλαστικοῖς, τὸ

9

.

11

.

3

ἄνηθον ἐνεψῶν καὶ μιγνὺς στέαρ ὄρνιθος καὶ χηνός. ποιεῖ δὲ πρὸς τοὺς πνευματουμένους καὶ πολίου δεσμίδιον καθεψώμενον καὶ πινό‐
μενον ἢ καλαμίνθης ἀφέψημα μιγνυμένου μέλιτος ὀλίγου καὶ πεπέ‐

9

.

11

.

4

ρεως 𐅻 α. ταῦτα μὲν οὖν ὀδύνης σφοδρᾶς ἐμπεσούσης προσακτέον· ἐπὶ δὲ τῆς μετρίας ἀρκέσουσι καὶ πυρίαι διὰ κέγχρου καὶ ἡ διὰ τῶν ὠμο‐

9

.

11

.

5

λίνων. σικύα δ’ εὐμεγέθης περιλαμβάνουσα τὸν ὀμφαλὸν ἀθρόως πολ‐

9

.

11

.

6

λάκις ἀπαλλάττει τοὺς πάσχοντας τοῦ συμπτώματος. ὠφελεῖ δὲ καὶ τὸ καστόριον αὐτοὺς πινόμενόν τε δι’ ὀξυκράτου καὶ ἔξωθεν σὺν ἐλαίῳ Σικυωνίῳ τιθέμενον, κἂν μετὰ στρόφου τυγχάνωσιν αἱ ἐμπνευ‐

9

.

11

.

7

ματώσεις. καὶ ὕειος δ’ ἀστράγαλος καυθεὶς καὶ ποθεὶς στρόφους καὶ

9

.

11

.

8

ἐμπνευματώσεις ἰᾶται, καὶ ἀριστολοχία στρογγύλη. τὰς δὲ δι’ ἔμφραξιν τῆς κοιλίας ὀδύνας ἢ διὰ παχύτητα γινομένας αἵματος ἢ διὰ ψῦξιν οἶνος πινόμενος ἀκρατέστερος μετὰ τροφὴν ὀνίνησιν· ὕπνου δ’ ἐπι‐ γενομένου, καὶ τελείως αὐτὰς ἀποπαύει.

9

.

12

t

Περὶ τῶν παρὰ φύσιν τῆς γαστρὸς ἐκκρίσεων.

9

.

12

.

1

Ἐν ταῖς παρὰ φύσιν τῆς γαστρὸς ἐκκρίσεσιν, ὅταν μὲν ἰσχυραὶ προθυμίαι συμβαίνωσιν, ἐκκρίσεις δὲ γίνωνται πιμελώδεις μὲν τὰ πρῶτα καὶ μυξώδεις, ὕστερον δὲ καὶ ξυσματώδεις, εἶτα καὶ βραχέος αἵματος ἔκκρισις ἐπεσταγμένου τῷ διαχωρήματι, οὐκ ἀναμεμιγμένου, περὶ τὸ
5ἀπευθυσμένον ἔντερον ἡ διάθεσις ἐνερριζῶσθαι φαίνεται, καὶ καλεῖται τεινεσμὸς τὸ πάθος· ὅταν δ’ ἄνευ τοῦ προηγήσασθαι πιμελώδεις ἐκ‐ κρίσεις ἐπὶ ταῖς χολώδεσιν εὐθέως αἱ ξυσματώδεις γίνωνται, μετὰ δήξεως μὲν πάντως, ἐνίοτε δὲ καὶ μετὰ στρόφων, φαίνηται δ’ ἀναμε‐ μιγμένα τοῖς διαχωρουμένοις τὰ αἱματώδη, τηνικαῦτα τεκμαιρόμεθα
10τῶν λεπτῶν κάτωθεν ἐντέρων τὴν τάσιν εἶναι· 〈ἐὰν δ’ ἡ〉 κάτω τάσις ἐλάττων ᾖ, τὰ δὲ πιμελώδη τε καὶ αἱματώδη φαίνηται μὴ μεμιγμένα τοῖς διαχωρήμασιν, ἐν τοῖς παχέσιν ἐντέροις τὴν διάθεσιν εἶναι τεκμαι‐

9

.

12

.

2

ρόμεθα· δυσεντερικαί τε διαθέσεις κυρίως ἄμφω καλοῦνται. συμβαίνει δέ ποτε πολλοῦ αἵματος ἔκκρισιν γενέσθαι μόνου· ταύτην ἔνιοι τῶν

9

.

12

.

3

ἰατρῶν αἱματηρὰν ὀνομάζουσι δυσεντερίαν. τούτων δ’ ἔξωθέν ἐστιν ἄλλη τις διάθεσις ἐν τοῖς κατὰ γαστέρα τόποις καὶ τὰ ἔντερα, καθ’
ἣν μετὰ τὴν προσφορὰν τῶν σιτίων ἡ διαχώρησις αὐτοῖς γίνεται ταχέως οὐδεμίαν ἐσχηκότων μεταβολήν, ἀλλ’ ὠμῶν καὶ ἀτρίπτων καὶ
5ἀχυλώτων διαχωρούντων, καὶ πάντες ὠνόμασαν τὸ πάθος λειεντερίαν.

9

.

12

.

4

ταύτην τὴν διάθεσιν ἢ δι’ ἕλκωσιν ἐπιπολῆς γίνεσθαί φαμεν καθ’ ὅλον τὸ ἔντερον, ἢ δι’ ἀτονίαν τῆς κοιλίας οὐ δυναμένης ἀνασχέσθαι

9

.

12

.

5

τῶν σιτίων. πολλάκις δὲ καὶ ἀτονοῦντος τοῦ ἥπατος ἐκκρίνεται διὰ

9

.

12

.

6

γαστρὸς οἷον κρεῶν νεοσφαγῶν ἀποπλύματι παραπλήσιον. ἔστι δὲ καὶ ἑτέρα ἰδέα ἐκκρίσεως ὑδαρεστέρα, πεττούσης μὲν ἀκριβῶς τῆς γαστρός,

9

.

12

.

7

τῆς ἀναδόσεως δὲ μὴ γινομένης. ἐκκρίνεται μήν ποτε καὶ αἷμα μελάν‐ τερον τοῦ κατὰ φύσιν καὶ στιλπνόν, μὴ πέττοντος καλῶς τοῦ ἥπατος τὴν ἀναδιδομένην τροφήν.

9

.

13

t

Τεινεσμοῦ θεραπεία.

9

.

13

.

1

Κατ’ ἀρχὰς εὐθέως ἐμβρεκτέον ἐλαίῳ μυρσίνῳ ἢ ῥοδίνῳ μετ’ οἴνου τό τε ἦτρον καὶ τοὺς βουβῶνας καὶ τὸν περίνεον, εἶτα δοτέον αἰγείου γάλακτος κοτύλης μὴ ἔλαττον νεοβδάλτου· δοτέον δὲ μὴ

9

.

13

.

2

ἀθρόως, ἀλλὰ μεμερισμένως. τῇ δ’ ἑξῆς τὸ ἐξικμασθὲν διδόσθω γάλα· ἡψήσθω δὲ μέχρι ἡμίσους ἢ διμοίρου, τῆς ἐφισταμένης λάμπης ἀφαι‐

9

.

13

.

3

ρουμένης. πρὸς τοὺς κάτω δὲ τόπους ἐμβροχὴ δι’ ἐλαίου γινέσθω

9

.

13

.

4

κύμινον λεῖον ἢ σέλινον ἐμπεπασμένον ἔχοντος. ἐνιέσθω δ’ εἰς τὸ ἀπευθυσμένον πτισάνης χυλὸς ῥόδων ἐνηψημένων ἢ γάλα ἢ χόνδρος

9

.

13

.

5

ἢ φακῆς καὶ σιδίων. βιαιοτέρας δ’ οὔσης φλεγμονῆς, ἔλαιον γλυκὺ προσηνῶς θερμὸν ἐνεθὲν καὶ κατασχεθὲν ὥραις πλείοσι τὴν περιωδυνίαν

9

.

13

.

6

ἔλυσεν. καὶ πυρία δὲ παραληπτέα κατὰ μὲν ἤτρου διὰ σακκίου πεφρυγ‐ μένην κέγχρον ἢ ἅλας ἔχοντος, εἰς δὲ τὴν ἕδραν διὰ σπόγγων ἢ ἀκακίαν τεθλιμμένην ἢ μυρσίνης ἢ βάτου ἢ σιδίων ἀφεψήματα.

9

.

14

t

Δυσεντερίας ἴασις.

9

.

14

.

1

Ἐὰν μὲν αὐτὸ τοῦτο μόνον ἕλκωσις ᾖ, μηδενὸς ἐπιρρέοντος ἔτι, διὰ μιᾶς ἐνέσεως ἰσχυροῦ φαρμάκου ῥύπτεταί τε καὶ θεραπεύεται τοὐπίπαν· εἰ δὲ μή, δευτέρας γοῦν προστεθείσης, οὐκέτι δέονται τρί‐

9

.

14

.

2

της. ἀπὸ μὲν οὖν τῆς ξανθῆς χολῆς εἰ γένοιτο δυσεντερία, ἰώμεθα τοὐπίπαν αὐτήν· εἰ δ’ ἀπὸ μελαίνης χολῆς, ἀνίατός ἐστιν, οὐδὲν δια‐
φέρουσα καρκίνου τοῦ μεθ’ ἑλκώσεως.

9

.

15

t

Πρὸς δυσεντερικοὺς καὶ κοιλιακούς.

9

.

15

.

1

Λημνία σφραγὶς καὶ ἤδη νεμομένην ἰᾶται δυσεντερίαν πινομένη τε καὶ ἐνιεμένη· δεῖ δὲ προαποκλύζειν τὴν ἕλκωσιν μελικράτῳ πρῶτον ἀκρατεστέρῳ, κἄπειτα ἅλμῃ, καὶ μετὰ ταῦτα τὴν Λημνίαν ἐνιέναι δι’

9

.

15

.

2

ἀρνογλώσσου χυλοῦ· πινέσθω δὲ δι’ ὑδαροῦς ὀξυκράτου. γάλα τὸ τυρῶδες (γίνεται δὲ τοιοῦτον κοχλάκων διαπύρων ἐμβληθέντων εἰς αὐτὸ καὶ ἑψόμενον, ἄχρις ἂν ἀναλωθῇ τοῦ ὀροῦ τὸ πλεῖστον) κάλλι‐ στόν ἐστιν ἴαμα δυσεντερικοῖς καὶ πᾶσι τοῖς κατὰ γαστέρα ῥεύμασι

9

.

15

.

3

δριμέσιν. κυνείαν δὲ κόπρον λείαν τῷ οὕτω σκευασθέντι γάλακτι μίξας φάρμακον ποιήσεις ἄκρως ὠφελοῦν δυσεντερικούς· δεῖ δὲ τὸν κύνα μηδὲν ἕτερον ἢ ὀστᾶ φαγεῖν· γενήσεται γὰρ οὕτως ἡ κόπρος οὔτε

9

.

15

.

4

δυσώδης καὶ λευκή. ξηραίνει δὲ τὰ κατὰ τὴν κοιλίαν ῥεύματα καὶ ὠὰ δι’ ὄξους ἑψηθέντα καὶ βρωθέντα· εἰ δὲ καὶ μῖξαι βουληθείης τῶν πρὸς δυσεντερικὴν καὶ κοιλιακὴν διάθεσιν ἁρμοττόντων ταγηνίσας τε ἐπ’ ἀκάπνου πυρὸς δοίης προσενέγκασθαι, μεγάλως ὀνήσεις τὸν ἄν‐

9

.

15

.

5

θρωπον. χρησιμώτατον δ’ ἐστὶ πρὸς τὴν χρῆσιν ὀμφάκιον, ῥοῦς ἐρυ‐ θρὸς καὶ ὁ χυλὸς αὐτοῦ, τέφρα κοχλιῶν ὅλων ὀπτηθέντων, σίδια,

9

.

15

.

6

κηκίς, γίγαρτα, μέσπιλα, μύρτα, κράνα. κοχλιῶν καυθέντων μετὰ τῶν ὀστράκων τῆς τέφρας μέρη δ, κηκῖδος μέρη β, πεπέρεως μέρος α· χνοώδη ποιήσας ταῦτα τοῖς τε ὄψοις ἐπιπάττων δίδου ἐν ὕδατι

9

.

15

.

7

ἢ οἴνῳ λευκῷ καὶ ὑδαρεῖ πίνειν. γενναίως ὠφελεῖ τοῦτο δυσεν‐

9

.

15

.

8

τερίας, ὅσαις οὐδέπω σηπεδονῶδες ἐγεγόνει τὸ ἕλκος. ἀνδράχνης

9

.

15

.

9

χυλὸς ἐπιτήδειος δυσεντερικοῖς πινόμενος. ἁρμόττει δὲ καὶ ἀρ‐

9

.

15

.

10

νόγλωσσον καὶ βάτου ὁ καρπὸς καὶ τὰ φύλλα. ἀλθαίας τῆς ῥίζης

9

.

15

.

11

τὸ ἀφέψημα πρός τε δυσεντερίαν καὶ διάρροιαν ὠφέλιμόν ἐστιν. καὶ ἵππουρις γενναῖόν ἐστι φάρμακον δι’ ὕδατος ἢ οἴνου πινομένη, καὶ ὁ

9

.

15

.

12

χυλὸς αὐτῆς ὁμοίως. τὰς διαρροίας ἰᾶται ἀδίαντον, παλιούρου τὰ φύλλα, ῥίζα πίτυος, πεύκης φλοιός, φακὴ δίσεφθος, τοῦ προτέρου

9

.

15

.

13

ὕδατος ἀποχυθέντος. γίγαρτα πᾶσι τοῖς κατὰ γαστέρα καὶ ἔντερα πά‐ θεσι ῥοώδεσιν ἱκανῶς βοηθεῖ· νάρδου στάχυς, ὀξυακάνθου ὁ καρπὸς

9

.

15

.

14

ἐσθιόμενός τε καὶ πινόμενος. ἄκανθα λευκὴ κοιλιακοὺς καὶ στομαχικοὺς

9

.

15

.

15

ὠφελεῖ. μορέας ὁ ἄωρος καρπὸς ξηρανθεὶς στεγνωτικὸν ἱκανῶς γίνεται φάρμακον, ὥστε καὶ πρὸς δυσεντερίας ἁρμόττειν καὶ κοιλιακὰς διαθέ‐ σεις καὶ τὰς ἄλλας ὅσαι ῥοώδεις· κόπτεται δὲ καὶ τοῖς ὄψοις μίγνυ‐ ται, καθάπερ ὁ τῆς ῥοῦ καρπός, ἢ εἴ τις ἐθέλοι, δι’ ὕδατος ἢ οἴνου

9

.

15

.

16

πίνεται. μᾶλλον δ’ ἐστὶν ἐφεκτικώτερα τὰ βάτινα ὁμοίως ξηραινόμενα καὶ ἀποτιθέμενα.

9

.

16

t

Περὶ εἰλεοῦ.

9

.

16

.

1

Χαλεπόν ἐστιν ὁ εἰλεὸς τὸ πάθος, καὶ σπανίως ἐσώθη περιπεσών

9

.

16

.

2

τις αὐτῷ. μάλιστα δ’ ὁ δυσώδης καλούμενός ἐστιν ὀλέθριος, καθ’ ὃν ἤτοι κόπρος ἐμεῖται, ἢ δυσώδης ἐστὶν ἡ ἐκπνοή, πολλάκις δ’ ἡ ἐρυγὴ τοιαύτη γίνεται, καί ποτε καὶ πᾶν ἀποτελεῖται τὸ σῶμα δυσῶδες.

9

.

16

.

3

θαυμαστῶς δὲ ποιεῖ πρὸς αὐτούς, κἂν ἐμῶσι κόπρον, εἰς ἔλαιον καὶ ὕδωρ ἄνηθον ἑψηθὲν καὶ ποθέν· μετὰ δὲ τὸ πιεῖν ἄρτον εἰς θερμὸν ὕδωρ ἐμβαλὼν εὐθὺς δὸς φαγεῖν θερμοὺς τοὺς ψωμούς· σωθήσεται

9

.

16

.

4

γάρ, κἂν ἤδη πνίγηται. πρὸς δὲ τοὺς πυκνὰ ἐμοῦντας καὶ μὴ κατέ‐ χοντας ῥοῦν καὶ κύμινον τρίψας ἐν τῷ αὐτῷ δὸς πιεῖν 〈ἐν〉 ὀξυμέ‐ λιτος κυάθοις ϛ 𐅻 α· ἢ ἀμπέλου φύλλα ἢ ἕλικας χυλίσας μετ’ ἀλφίτου δὸς πιεῖν.

9

.

17

t

Πρὸς τὰς τῆς ἕδρας διαθέσεις.

9

.

17

.

1

Ἑψήσας κηκῖδα τὴν ξανθὴν καὶ λειώσας κατάπλασσε τὰς ἐν ἕδρᾳ φλεγμονὰς καὶ προπτώσεις, ἰσχυροτέρου μὲν χρῄζων τοῦ βοηθήματος

9

.

17

.

2

ἐν οἴνῳ, πρᾳοτέρου δ’ ἐνεψῶν ὕδατι. καὶ ὁ χυλὸς δὲ τῆς σχίνου ποιεῖ

9

.

17

.

3

πρός τε τὰς τῆς ἕδρας καὶ τὰς τῆς ὑστέρας προπτώσεις. —Ἄλλο· πίτυος φλοιοῦ 𐅻 η, κυπαρίσσου σφαιρίων ξηρῶν 𐅻 β, μολυβδαίνης 𐅻 β·

9

.

17

4,5

προαπονίψας οἴνῳ στρυφνῷ λείοις κατάπλασσε. πρὸς δὲ τὰς πυρώδεις

9

.

17

.

5

(2)

ὀδύνας τῆς ἕδρας ὠοῦ ὀπτοῦ λέκιθον λειώσας οἴνῳ λευκῷ καὶ ῥοδίνῃ

9

.

17

.

6

κηρωτῇ ἀναλαβὼν διάχριε καὶ ἔμπλασσε. —Κατάπλασμα· ἄρτου
καθαροῦ λελειωμένου ὕδατι καὶ ῥοδίνῳ προσλαμβάνοντος καὶ ὠοῦ

9

.

17

.

7

λεκίθου ὀπτῆς. —Ἄλλο· ῥόδων ξηρῶν 𐅻 γ, ὠῶν ὀπτῶν λεκίθους β

9

.

17

.

8

οἴνῳ λευκῷ λειώσας καὶ ῥοδίνῃ κηρωτῇ ἀναλαβὼν διάχριε. πρὸς δὲ τοὺς κνησμοὺς γῆν Κιμωλίαν λειώσας ἀναλάμβανε κηρωτῇ μυρσίνῃ καὶ

9

.

17

9,10

χρῶ· καὶ ἡ κηρωτὴ δ’ ὁμοίως ποιεῖ. πρὸς δὲ τὰς ἐν δακτυλίῳ καὶ

9

.

17

.

10

(2)

αἰδοίοις ῥαγάδας σποδοῦ, ξυσμάτων ὀθονίων κεκαυμένων καὶ ἀμύλου

9

.

17

.

11

ἴσον λεάνας καὶ ἐλαίας φύλλων χυλὸν μίξας κατάχριε. αἱμορροΐδας δὲ πλεοναζούσας ἐφίστησιν ἀλόη καταπλασθεῖσα ἢ λεπὶς σιδήρου, μό‐

9

.

17

.

12

λυβδος κεκαυμένος, ὀξυκράτου προσάντλησις καὶ τῶν στυμμάτων. ἀνα‐ στομοῖ δ’ αἱμορροΐδας μυττωτὸν ἐσθιόμενον, ἀμαράκινον ἢ ἴρινον περι‐

9

.

17

.

13

χριόμενον. ἐπέχει δὲ παραχρῆμα ἀκακίας κιρρᾶς 𐅻 δ, τραγακάνθης 𐅻 β·

9

.

17

.

14

καθ’ ἓν λειώσας καὶ μίξας καὶ δεύσας ὕδατι ἔμπλασσε εἰς ὀθόνιον

9

.

17

.

15

καὶ ἐπιτίθει. αἱμορροΐδας δ’ αἴρει θαυμαστῶς κωνείου ξηροῦ 𐅻 β, χαλκάνθου 𐅻 β, σινωπίδος 𐅻 α, ψιμυθίου 𐅻 α, κηρωτῇ ῥοδίνῃ ἀναλη‐

9

.

17

16,17

φθέντα, καὶ ῥοᾶς ὀξείας λέπη λεῖα σὺν ὄξει ἐπιπλασθέντα. ἐὰν δ’ ἐν‐

9

.

17

.

18

δοτέρω ὦσιν, ὡς μαζίον ἐντίθει. ποιεῖ δὲ καὶ τοῦτο θαυμαστῶς· σαν‐

9

.

17

.

19

δαράκης, ἀρσενικοῦ, σχιστῆς ἀνὰ 𐅻 η· ἐπίχριε παρεσχηματισμένον. ἀπο‐ νεκροῖ καὶ ἀποπίπτει ἐν ἡμιωρίῳ ἀποξηραινομένη καὶ ἀπὸ τῆς βάσεως

9

.

17

.

20

ἀποκυλιομένη. ἀνίεται δὲ στακτῇ· κύκλῳ δὲ χρίεται κηρωτῇ, καὶ γίνε‐ ται ἐν ἡλίῳ ἢ παρὰ πυρί.

9

.

18

t

Περὶ τῶν ἐν ἥπατι παθῶν.

9

.

18

.

1

Φλεγμονῆς οὔσης περὶ τὸ ἧπαρ ὀδύνη τε συνεδρεύει καὶ πυρετὸς πάντως· πληθωρικοῦ δ’ ὄντος τοῦ σώματος, κενοῦν τε ἅμα [τε] καὶ περισπᾶν τὸ περιττὸν τοῦ αἵματος τέμνων φλέβα τὴν ἐν ἀγκῶνι τῆς δεξιᾶς χειρός, καὶ ὡς ἔδεσμα μὲν πτισάνην δίδου κατ’ ἀρχάς, ὡς φάρ‐

9

.

18

.

2

μακον δ’ ὀξύμελι κεκραμένον ὑδαρέστερον καὶ ἀφέψημα σελίνου. μετὰ ταῦτα δ’ ἤδη πεττομένης τῆς φλεγμονῆς, καὶ ἀσάρῳ χρήσῃ καὶ Κελτικῇ νάρδῳ καὶ πετροσελίνῳ καὶ σχίνου ἄνθει, καὶ τοῖς ὑπάγουσι δ’ ἀκα‐ λήφῃ καὶ λινοζώστει καὶ ἐπιθύμῳ, κατὰ δὲ τὰς παρακμὰς καὶ τῷ

9

.

18

.

3

πολυποδίῳ. δεῖ δὲ κενοῦν καὶ διὰ κλυστήρων, ἐν ἀρχαῖς μὲν μελι‐ κράτῳ μεθ’ ἁλῶν καὶ νίτρου, παρακμῆς δ’ ἐνεστώσης μιγνύειν ὕσσωπον ἢ ὀρίγανον ἢ κολοκυνθίδα· χρεία γάρ ἐστι τῷ σπλάγχνῳ ῥᾳδίως

9

.

18

.

4

σκιρρουμένῳ τῶν ῥυπτόντων. ὅταν δ’ ὀδύνη χωρὶς πυρετοῦ συμπέσῃ, χρὴ γινώσκειν ἔμφραξιν εἶναι περὶ τὸ σπλάγχνον σφοδρὰν ὑπὸ παχέων

9

.

18

.

5

καὶ γλίσχρων χυμῶν γινομένην. ἀρχόμενον οὖν σκίρρον ἰάσαιτο ἄν τις χρονίως, χρονίσαντα δ’ οὐδαμῶς· ὑδεριῶσι γὰρ οἷς ἂν σκιρρωθῇ, καὶ ἐν πλείονι χρόνῳ διαφθείρονται· τοὺς δ’ οὖν θεραπευθῆναι δυνα‐ μένους διὰ τῶν θερμαινόντων καὶ λεπτυνόντων ἰασόμεθα φαρμάκων,

9

.

18

.

6

ἐπιμιγνύντες αὐτοῖς τὰ μαλάττοντα. τῆς δ’ ἀτονίας τοῦ ἥπατος δυσ‐ κρασίαι μέν εἰσιν αἰτίαι, δυσφωρατόταται δ’ ἱκανῶς καὶ ποικίλας καὶ χαλεπωτάτας ἐπάγουσαι συμπτωμάτων ἰδέας, μηδὲ τοῖς τεχνίταις αὐτοῖς

9

.

18

.

7

εὐμεταχειρίστους. ἄγνου σπέρμα σκιρρούμενον ἧπαρ ὠφελεῖ καὶ ἐμ‐ πεφραγμένον, ἀρνογλώσσου ξηροῦ αἱ ῥίζαι καὶ ὁ καρπὸς καὶ τὰ φύλλα, μυάκανθα, καὶ μάλιστα τὸ σπέρμα καὶ αἱ ῥίζαι, δάφνης ῥίζης ὁ φλοιὸς πινόμενος τριώβολον ἐν οἴνῳ εὐώδει, εὐπατόριον μετὰ τοῦ τόνον ἐν‐
5τιθέναι τῷ μορίῳ, θέρμων πικρῶν ἀφέψημα μετὰ πηγάνου καὶ πεπέ‐ ρεως πινόμενον καὶ τὸ ἄλευρον αὐτῶν καταπλασσόμενον, κάπνιος μετὰ τοῦ τόνον ἐντιθέναι, νάρδου στάχυς πινομένη καὶ ἔξωθεν ἐπιτιθεμένη,

9

.

18

.

8

ἶρις, πιστακίου ὁ καρπός, πράσιον, ἀμύγδαλα. δρακοντίου ἡ ῥίζα δια‐ καθαίρει τὰ σπλάγχνα πάντα καὶ λεπτύνει τοὺς παχεῖς καὶ γλίσχρους

9

.

18

.

9

χυμούς· ἀγαρικόν· ἀνθεμὶς ἢ χαμαίμηλον εὐμενές ἐστιν ὑποχονδρίοις

9

.

18

.

10

πάντων μάλιστα. κιχόρια καὶ σέρις ταῖς θερμαῖς τοῦ ἥπατος δυσκρα‐ σίαις ἄκρως ἁρμόττουσι· τόνον τε γὰρ ἐντιθέασι τῷ μορίῳ καὶ διαρρύ‐

9

.

18

.

11

πτουσιν αὐτό. δίδου τοίνυν κιχορίου χυλίσματος ἢ σέρεως κύαθον ἕνα μεθ’ ὕδατος κυάθων τριῶν, μέλιτος Ἀττικοῦ ἐπιβαλὼν κοχλιάριον ἕν.

9

.

18

.

12

χρήσιμος δ’ οὐ μόνον ὁ χυλὸς αὐτῶν πρόσφατός τε καὶ ἐξηρασμένος,
ἀλλὰ καὶ τὰ φύλλα ξηρὰ κοπτόμενα μετ’ ἐπιμελείας, εἶτ’ ἐπιπαττό‐

9

.

18

13,14

μενα ποτῷ. κἂν ἀφεψήσας δέ τις αὐτὰ πίνοι, καλῶς ἐνεργεῖ. θερμῆς

9

.

18

.

14

(2)

δ’ οὐκ οὔσης δυσκρασίας, ἀλλ’ ἐμφράξεως μόνης, αἱ πόαι πινόμεναι δι’

9

.

18

.

15

οἴνου λευκοῦ καὶ λεπτοῦ μεγάλως ὠφελοῦσιν. ἧπαρ λύκου λειοῦται

9

.

18

.

16

μετ’ ἀκριβείας καὶ δίδοται 𐆂υ α μετ’ οἴνου γλυκέος. τοῦτο πεῖραν ἱκανὴν δέδωκε καὶ πάσαις ἁρμόττει ταῖς δυσκρασίαις, ὡς ἰδιότητι τῆς

9

.

18

.

17

οὐσίας ἐνεργοῦν, καὶ οὐ κατά τινα ποιότητα. πυρετῶν δ’ ὄντων οὐκ ἀμυδρῶν, βέλτιον αὐτὸ δι’ ὕδατος διδόναι, καὶ ἔτι κάλλιον διά τινος

9

.

18

.

18

τῶν εἰρημένων χυλῶν, οἷός ἐστιν ὁ τῆς σέρεως. καὶ τὸ Φίλωνος δὲ φάρμακον θαυμαστῶς ὅπως ἐνίοτε δοθὲν ἅπαξ ἰάσατο θερμὴν δυσκρα‐

9

.

18

.

19

σίαν ἥπατος. —Σύνθετον ἐκφράττον· ἀμυγδάλων πικρῶν 𐅻 γ,

9

.

18

.

20

κυμίνου 𐅻 α, σελίνου σπέρματος 𐅻 α· δίδου πίνειν κοχλιάριον ἓν ἐν

9

.

18

.

21

οἴνῳ. —Τροχίσκος· ἀνήσου, σελίνου σπέρματος, ἀσάρου, ἀμυγδάλων

9

.

18

.

22

πικρῶν κεκαθαρμένων, ἀψινθίου ἀνὰ 𐅻 δ. ὕδατι ἀναλαβὼν ἀνάπλαττε

9

.

18

.

23

τροχίσκους ἔχοντας ἀνὰ 𐅻 α. ἀπυρέτοις μετ’ οἴνου κεκραμένου δίδου, πυρέττουσι δὲ μεθ’ ὑδρομέλιτος.

9

.

19

t

Περὶ ἥπατος ἀτονίας.

9

.

19

.

1

Δυσκρασίαι μὲν αἰτίαι τῆς ἀτονίας τοῦ ἥπατός εἰσι, διαθέσεις δ’

9

.

19

.

2

ἐν αὐτῷ διαφόρους ἐργάζονται. αἱ μὲν οὖν θερμαὶ δυσκρασίαι κατο‐ πτῶσι τούς γε προϋπάρχοντας ἐν αὐτῷ χυμούς· αἱ δὲ ψυχραὶ παχὺν μὲν καὶ δύσρουν καὶ δυσκίνητον ἐργάζονται τὸν ἤδη περιεχόμενον ἐν αὐτῷ, φλεγματικὸν δὲ καὶ ὠμὸν καὶ ἡμίπεπτον τὸν ἀναφερόμενον.

9

.

19

.

3

καὶ ἡ μὲν ξηρὰ δυσκρασία ξηροτέρους καὶ παχυτέρους ἐργάζεται τοὺς

9

.

19

.

4

χυμούς· ἡ δ’ ὑγρὰ λεπτομερεστέρους καὶ ὑδατωδεστέρους. θερμῆς μὲν οὖν οὔσης τῆς δυσκρασίας, συντήξεις γίνονται πρῶτον μὲν τῶν χυμῶν, εἶτα δὲ καὶ τῆς σαρκὸς αὐτῆς τοῦ ἥπατος, καὶ κενοῦται διὰ γαστρὸς δυσώδης πάνυ χολὴ παχεῖα κατακορὴς τῇ χρόᾳ· ψυχρᾶς δὲ τῆς δυσ‐
5κρασίας οὔσης, οὔτε συνεχεῖς ἐκκρίσεις οὔτε πολλαὶ γίνονται, χρονίζει
δὲ τὸ πάθος, καὶ δι’ ἡμερῶν τινων καταρρήσσει ἡ γαστὴρ αὐτοῖς ἀθροώτερον· ἡ δ’ ἰδέα τῶν ἐκκρινομένων ὡς αἵματος σεσηπότος ἐστίν,

9

.

19

.

5

ὥσπερ τις ἰλὺς αἵματος παχέος. ἐπὶ δὲ τῆς ξηροτέρας δυσκρασίας ξη‐ ρότερα τὰ ἐκκρινόμενα, καὶ ἐπὶ τῆς ὑγροτέρας ὑγρότερα.

9

.

20

t

Περὶ ἥπατος σκίρρου.

9

.

20

.

1

Ἀρχόμενον μὲν ἥπατος σκίρρον ἰασάμεθα πολλάκις, ἐκταθέντα δ’ εἰς πλείους ἡμέρας οὔτε αὐτὸς ἠδυνήθην οὔτε ἄλλον τινὰ εἶδον

9

.

20

.

2

ἰάσασθαι δυνηθέντα. πᾶσι μὲν οὖν τοῖς οὕτω παθοῦσιν ὕδερος ἕπεται·

9

.

20

.

3

διαφθείρονται δ’ οἱ πλείους ἐν χρόνῳ μακροτέρῳ. ἐπιτείνειν δὲ χρὴ κατὰ τὴν θεραπείαν ταῖς φλεγμοναῖς αὐτοῦ τὴν μῖξιν τῶν μαλακτι‐ κῶν· ἦν δ’ ἐκεῖνα 〈τὰ〉 δι’ ἀψινθίου κόμης καὶ νάρδων ἀμφοτέρων, ἔτι δὲ κρόκου καὶ οἰνάνθης καὶ μύρου τοῦ διὰ νάρδου στάχυος καὶ

9

.

20

.

4

μαστιχίνου καὶ σχινίνου. τούτοις οὖν ἀμμωνιακὸν καὶ βδέλλιον οἵ τε μυελοὶ καὶ τὰ στέατα μιγνύμενα τὸν γεννώμενον σκίρρον ἐν ἥπατι ἰάσαντο μετὰ τῆς προσηκούσης διαίτης καὶ τῶν πινομένων φαρμάκων σκοπὸν ἐχόντων ἐκφράξαι καὶ διαρρύψαι τὸ σπλάγχνον· ἔστι δὲ
5πάντα ταῦτα καὶ τῶν ἐν νεφροῖς λίθων θρυπτικά· μιγνύναι δὲ χρὴ τοῖς τοιούτοις καὶ τῶν οὐρητικῶν τι.

9

.

21

t

Περὶ καχεξίας.

9

.

21

.

1

Τὴν ἀρχὴν τῶν ὑδρωπικῶν παθῶν καχεξίαν καλεῖν εἰθίσμεθα· θεραπεύειν δ’ αὐτὴν χρὴ φλεβοτομοῦντας μεμερισμένως, ἄχρι τρίτης

9

.

21

.

2

καὶ τετάρτης ἡμέρας ποιοῦντας τὴν ἀφαίρεσιν. ἔστω δὲ τὸ πᾶν πλῆθος μήτε τριῶν κοτυλῶν πλεῖον μήτε δυοῖν ἔλαττον ἐφ’ ὧν ἢ αἱμορροΐδος ἀποκοπείσης 〈ἢ καταμηνίου καθάρσεωσ〉 ἡ διάθεσις συνέστη· ἐπὶ γὰρ τῶν δι’ ἑτέρας προφάσεις ἐμπεσόντων εἰς τὸ πάθος σπανίως φλεβο‐
5τομητέον τῆς δυνάμεως πάνυ προτρεπούσης· πρό τε τοῦ φλεβοτόμου πάντας τοὺς κατασχεθέντας τῷ πάθει τούτῳ καθαρτέον τῇ διὰ τῆς

9

.

21

3,4

κολοκυνθίδος ἱερᾷ. ἡ δὲ δίαιτα ἔστω λεπτὴ καὶ ξηραίνουσα. καὶ χρῆσις

9

.

21

.

4

(2)

παραλαμβανέσθω αὐτοφυῶν ὑδάτων στυπτηριωδῶν καὶ νιτρωδῶν μᾶλ‐ λον, εἶτα θειωδῶν· τὸ δ’ ἄλλο λουτρὸν σπανίως παραλαμβανέσθω.

9

.

21

.

5

θαυμαστῶς δ’ ὀνίνησιν αὐτοὺς καὶ προποτισμὸς ἐνδελεχὴς ἀψινθίου
καὶ κοτταβισμοὶ καὶ δρώπακες.

9

.

22

t

Περὶ ὑδέρων.

9

.

22

.

1

Γίνεται μὲν ὕδερος ἢ διὰ ψῦξιν ὑπερβάλλουσαν τοῦ ἥπατος ἢ διὰ πλῆθος χυμοῦ ψυχροῦ καθ’ ὅλον τὸν ὄγκον πλεονάσαντος, ἤ τινων ἑτέρων μερῶν ἰσχυρῶς κατεψυγμένων καὶ συνδιαθεῖναι τὸ ἧπαρ ὁμοίως ἑαυτοῖς δυναμένων· ἄνευ γὰρ τοῦ καταψυγῆναι τὸ ἧπαρ οὐδαμῶς ἂν
5ὕδρωψ συνέστη· συνδιατίθεται δὲ τὸ ἧπαρ σπληνὶ καταψυγέντι καὶ κοιλίᾳ καὶ ἐντέροις, καὶ μάλιστα τοῖς κατὰ νῆστιν πνεύμονί τε καὶ

9

.

22

.

2

νεφροῖς καὶ διαφράγματι. συνίσταται δὲ καὶ δι’ ἄμετρον αἱμορροΐδος

9

.

22

.

3

κένωσιν καὶ ῥοῦν γυναικεῖον καὶ καταμηνίων ἐπίσχεσιν. διαφοραὶ δ’ εἰσὶ τῶν ὑδρώπων τρεῖς· ὁ μὲν γὰρ ἀσκίτης καλεῖται, καθ’ ὃν ὑγροῦ λεπτοῦ πληροῦται τὰ χωρία τὰ κάτω τοῦ θώρακος· ἄλλος δ’ ἐστί τις τυμπανίας, πνεύματος τὰ προειρημένα χωρία μεστὰ ποιῶν· ὁ δὲ τρίτος
5ὑποσαρκίδιος μὲν ὀνομάζεται, πᾶν δὲ διοιδίσκεται τὸ σῶμα κατ’ αὐτὸν

9

.

22

.

4

νεκρῷ παραπλήσιον γινόμενον. ἔστι δ’ ἡ θεραπεία τῶν ὑδερικῶν οὐ παντάπασιν εὔκολος καὶ χρῄζουσα τῆς τοῦ τεχνίτου παρουσίας· λεχθή‐ σεται δ’ ὅμως τινὰ πρὸς ἴασιν ἐπιτήδεια τῶν δυναμένων καὶ ὑπὸ σοῦ

9

.

22

.

5

πράττεσθαι. βόλβιτον βοὸς ἀγελαίας ξηρὸν ἀκριβῶς λειώσας ἕψε ἐν ὀξυκράτῳ καθάπερ τὴν ὠμὴν λύσιν, καὶ θείου τέταρτον μέρος προσ‐ εμπλάσας ὅλῳ τῷ τῆς γαστρὸς ἐπίβαλλε κύτει· ἢ σπυράθους αἰγὸς ἐν

9

.

22

.

6

οὔρῳ παιδὸς ἢ αἰγὸς γλοιοῦ ποιῶν πάχος κατάπλαττε. διὰ γαστρὸς

9

.

22

.

7

ἄκρως αὐτοὺς καθαίρει. δίδου δὲ καὶ πίνειν καθεψῶν τὴν ῥίζαν τῆς καλαμίνθης ἢ σελίνου ἢ ἄρου ῥίζης φλοιὸν ἐν οἴνῳ· ἢ σίκυον ἄγριον οἴνῳ ἐναποβρέξας αὐστηρῷ ἡμέραις τρισὶ δίδου κύαθον ἕνα προστι‐ θεὶς κατὰ βραχὺ ἕως κυάθων τριῶν· ἢ λεπίδος 𐅻 α ἄρτου τῷ ἐντὸς

9

.

22

8,9

ἀναλαβὼν καταπότια ποιῶν δίδου. σφοδρῶς ὕδωρ ἄγει. —Ἐπίθεμα·

9

.

22

.

9

(2)

τήλεως 𐆄 δ, κριθίνου ἀλεύρου 𐆄 γ, κόπρου περιστερᾶς 𐆄 δ, ῥητίνης

9

.

22

.

10

φρυκτῆς 𐆃 α, κηροῦ 𐆃 α, ἀξουγγίας παλαιᾶς 𐆃 β. τὰ τηκτὰ τήξας
κατάχει τῶν ἄλλων προλελειωμένων ἐν ὄξει καὶ χρῶ.

9

.

23

t

Περὶ σπληνός.

9

.

23

.

1

Φλεγμήνας ὁ σπλὴν τάχιστα σκιρροῦται, τοῦ ἐν ταῖς φλεψὶν αἵματος σφηνωθέντος διὰ παχύτητα· χρεία τοίνυν λεπτυνόντων φαρ‐ μάκων ἄνευ τοῦ σαφῶς θερμαίνειν, οἷς βραχὺ παραπλέκειν δεῖ τι τῶν στυφόντων, ἵνα τονούμενον τὸ μόριον σῴζῃ τὴν οἰκείαν ἐνέργειαν·
5τοῦτο δ’ ἐστὶν αὐτοφυῶς ἁλὸς ἄνθος ἰώμενον σκίρρους σπληνῶν ἐπι‐

9

.

23

.

2

τιθέμενον ἐν κύστει. χρηστέον δ’ ἐπ’ αὐτοῦ καὶ τοῖς ἰσχυροτάτοις

9

.

23

.

3

φαρμάκοις· ἀνέχεται γὰρ αὐτῶν ἀλύπως. καππάρεως τῆς ῥίζης ὁ φλοιὸς οὐδενὸς ἔλαττον ὠφελεῖ σκιρρουμένους σπλῆνας ἔξωθέν τε ἐπιτιθέμενος καὶ πινόμενος 〈ἐν ὄξει ἢ ὀξυμέλιτι λεῖος, ξηρὸς κοπτό‐ μενοσ〉 (κενοῖ γὰρ οὕτω ποθεὶς παχεῖς καὶ γλίσχρους χυμούς, ἔσθ’
5ὅτε δὲ καὶ αἱματώδεις οὐ δι’ οὔρων μόνον, ἀλλὰ καὶ διὰ γαστρός), καὶ τοῦ μικροῦ κενταυρίου ὁ χυλὸς ἔξωθέν τε ἐπιτιθέμενος καὶ πινό‐ μενος, κυκλάμινος καὶ πρόσφατος ἐπιπλαττομένη καὶ ξηρά, λευκοΐων αἱ ῥίζαι μετ’ ὄξους, ἄκορον, ἀμμωνιακόν, κόπρος αἰγεία καταπλαττο‐ μένη δι’ ὀξυκράτου μετὰ κριθίνων ἀλεύρων, ἀμπέλου λευκῆς ἡ ῥίζα
10πινομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη μετὰ σύκων, θέρμων πικρῶν ἀφέ‐ ψημα μετὰ πηγάνου καὶ πεπέρεως πινόμενον, τὸ δ’ ἄλευρον αὐτῶν

9

.

23

.

4

καταπλαττόμενον. σιδήρου διαπύρου πολλάκις ἐναποσβεσθέντος ὕδατι, πυρέσσουσι μὲν καθ’ ἑαυτὸ δίδου πίνειν τὸ ὕδωρ, ἀπυρέτοις δὲ μετ’

9

.

23

.

5

οἴνου. κατάπλασσε δὲ τέφρᾳ ἐκ χαλκείου μετ’ ὄξους ἢ καππάρει ἐν ὄξει βεβρεγμένῃ λείᾳ ἀνειλημμένῃ κηρωτῇ κυπρίνῃ, ἢ τρύγα ὄξους

9

.

23

.

6

δριμέος ἐπιτίθει. —Κατάπλασμα· τήλεως 𐆄 δ, κριθίνων ἀλεύρων 𐆄 γ, καρδαμώμου 𐆄 α, σύκων λιπαρῶν 𐆃 α, περιστερεῶνος βοτάνης

9

.

23

.

7

𐆄 α. ἀποβρέξας τὰ σῦκα ὄξει δριμυτάτῳ καὶ εὐτόνως κόψας ἐν ὅλμῳ ἐπίβαλλε τὰ λοιπὰ καὶ ἑνώσας χρῶ.

9

.

24

t

Περὶ τῶν ἐν νεφροῖς καὶ κύστει παθῶν.

9

.

24

.

1

Τὸ ὀρῶδες περίττωμα τὸ λεπτὸν τὸ τῷ αἵματι κατὰ τὰς φλέβας
ἀναμεμιγμένον ἕλκειν εἰς ἑαυτοὺς οἱ νεφροὶ πεφύκασιν. ἐπειδὰν οὖν οἱ πόροι, δι’ ὧν ἕλκεται τοῦτο, πλέον τοῦ προσήκοντος εὐρυνθῶσι, συνδιηθεῖσθαί τι τῷ λεπτῷ καὶ τῆς παχυτέρας ὕλης εἰκός, εἶτ’ ἐὰν
5τύχωσι πυρωδεστέρας τε καὶ δριμυτέρας οἱ νεφροὶ κράσεως, ἀναγκαῖόν ἐστι τὴν παχυτέραν ὕλην θερμαινομένην τε καὶ ξηραινομένην εἰς ἰδέαν

9

.

24

.

3

ψάμμων τε καὶ πωροειδῶν λίθων συνίστασθαι. τοῖς θρύπτουσιν οὖν καὶ τέμνουσι χρῆσθαι δεῖ φαρμάκοις ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς (ἡ γὰρ πλείων θερμότης συνίστησι μᾶλλον ξηραίνουσα)· τοιαῦτα δ’ ἐστὶν αἵ τε τῶν βασιλικῶν ἀσπαράγων ῥίζαι καὶ τοῦ βάτου καὶ ὕαλος
5ἡ κεκαυμένη ἀγρώστεώς τε ἡ ῥίζα καὶ τὸ ἀδίαντον καὶ τὸ βδέλλιον καὶ δάφνης τῆς ῥίζης ὁ φλοιὸς καὶ ἀλθαίας τὸ σπέρμα καὶ ἐρεβίνθων οἱ κριοί, καὶ μάλιστα οἱ μέλανες, κεράσου τε τοῦ δένδρου καὶ κοκκυ‐ μηλέας τὸ κόμμι κυπέρου τε ἡ ῥίζα καὶ παλιούρου ὁ καρπὸς καὶ τρι‐ βόλου ὁ καρπὸς οἵ τε ἀπὸ τῶν σπόγγων λίθοι καὶ τὸ διὰ τῆς σκίλλης

9

.

24

.

4

ὄξος. μαλάχης ἀγρίας ῥίζαν καὶ πηγάνου ἀγρίου ῥίζαν καὶ σελίνου

9

.

24

.

5

ῥίζαν ἕψε μετ’ οἴνου. τὸ ὑγρὸν ἐκθλίψας δίδου κυάθους δύο καὶ ὕδα‐

9

.

24

.

6

τος τὸ ἴσον. οἱ μὲν οὖν ἐν τοῖς νεφροῖς λίθοι συνίστασθαι πεφύκασιν ἐπὶ τῶν παρακμαζόντων, οἱ δ’ ἐν ταῖς κύστεσιν ἐπὶ τῶν παιδίων. —

9

.

24

.

7

Κατάπλαστον πρὸς λιθιῶντας· βαλσάμου καρποῦ, λίθου τοῦ ἐν τοῖς σπόγγοις, γλήχωνος ξηρᾶς, μαλάχης ἀγρίας τοῦ σπέρματος ξηροῦ

9

.

24

.

8

ἴσα κόψας σήσας δίδου κοχλιάριον μετ’ οἴνου κεκραμένου κυάθων β.

9

.

24

.

9

ἡ κατὰ τοὺς νεφροὺς φλεγμονὴ καὶ κύστιν ἐξαίρετον ἔχει τὴν θερα‐ πείαν· τὸ γὰρ ὀρῶδες περίττωμα δι’ αὐτῶν ἐκκαθαίρεται, δι’ ὅπερ εἰ μὲν εἴη δριμὺ καὶ χολῶδες τοῦτο κατὰ πᾶν τὸ σῶμα, τῶν διουρητι‐ κῶν οὐδενὶ χρῆσθαι προσήκει (βλάψει γὰρ τὰ τοιαῦτα τοὺς δακνώδεις
5ἐπάγοντα χυμοὺς τοῖς φλεγμαίνουσι μορίοις)· εἰ δὲ μηδὲν τοιοῦτον ᾖ, μηδὲ κακόχυμον ὑπάρχῃ τὸ σῶμα πᾶν, τοῦ μελικράτου διδόναι πίνειν ὑδαρεστέρου· λύει γὰρ τὰς φλεγμονὰς ἀδήκτως κενοῦν τοὺς ἐσφηνω‐

9

.

24

.

10

μένους χυμούς· καὶ γὰρ τέμνει καὶ λεπτύνει καὶ ἀραιοῖ. τὰ δ’ ἐπὶ μέλιτος εἰρημένα παραδείγματος ἕνεκα δυνατόν ἐστι μεταφέρειν ἐπὶ

9

.

24

.

11

πάντα τὰ λεπτύνοντα καὶ τέμνοντα χωρὶς δήξεως. ὥσπερ δὲ πᾶσι
τοῖς μορίοις φλεγμαίνουσιν, οὕτω καὶ τούτοις ἄμεινον ἦν ἡσυχάζειν· ἐπεὶ δ’ ἀδύνατον ἡσυχάζειν οὐρητικοῖς οὖσιν αὐτοῖς ὀργάνοις, ὀλίγιστον διδόναι δεῖ τὸ ποτόν, ὅπως ὡς δυνατὸν πλείονα χρόνον ἡσυχάζῃ.

9

.

24

.

12

σκεπτέον δὲ μή ποτε τὸ πᾶν σῶμα μεστόν ἐστι δριμέων περιττωμάτων· τούτου γὰρ τυγχάνοντος, κἂν ἐπὶ τὴν κύστιν καὶ τοὺς νεφροὺς ὑγρὰ φέρηται, μᾶλλον ἀνιάσει· πλεῖον δὲ διδόντων τὸ ποτόν, ἧττον, ἀμ‐ βλυνομένης ὑπ’ αὐτοῦ τῆς δριμύτητος, καὶ μάλιστα μιγνύντων ἡμῶν

9

.

24

.

13

τῶν τὰς δήξεις ἀμβλυνόντων. ἐν δὲ τῷ καιρῷ τῶν φλεγμονῶν κατα‐ πλάσματά τε καὶ φάρμακα προσάγειν χρὴ καὶ αἰονήσεις δι’ ἐλαίου τε

9

.

24

.

14

καὶ τῶν ἄλλων ὅσα φλεγμονὰς λύει. —Πρὸς φλεγμονώδεις δια‐

9

.

24

.

15

θέσεις τῶν νεφρῶν καὶ τῆς κύστεως· λινοσπέρμου 𐅻 β, ἀμύλου

9

.

24

.

16

𐅻 α. δίδου ἐν ὕδατι κοχλιάριον σύμμετρον πίνειν. ἀλγήματα περὶ λα‐ γόνας καὶ ἐκ διαλειμμάτων ἀνώμαλοι φρῖκαι πυρετοί τε ἐπὶ τούτοις ἄτακτοι σημαίνουσιν ἐν νεφροῖς ἀπόστασιν, ἧς πεφθείσης πύον δι’ οὔρων ἐκκριθὲν ἕλκος ἀποτελεῖ ταχείας χρῇζον τῆς βοηθείας· εἰ γὰρ

9

.

24

.

17

μὴ εὐθὺς ἀπουλωθῇ, δύσκολον τὴν ἴασιν ἔχει. διορίζειν δὲ τῶν ἐν νεφροῖς ἑλκῶν τὰ κατὰ τὴν κύστιν ἔκ τε τῆς θέσεως καὶ τῆς ἐνεργείας καὶ τῆς ἰδιότητος αὐτῶν τῆς οὐσίας καὶ τῆς δυνάμεως· ἐκ μὲν τῆς θέσεως, κύστεως μὲν πασχούσης εἰς κτένα καὶ ὑπογάστριον αἴσθησις
5γίνεται τῆς ὀδύνης, νεφρῶν δὲ κατὰ τὰς ψόας ὀπίσω· ἐκ δὲ τῆς ἐν‐ εργείας δυσουρία μὲν καὶ στραγγουρία διοχλεῖ τῆς κύστεως τὴν αἰτίαν ἐχούσης, ἀκώλυτοι δ’ εἰσὶν αἱ οὐρήσεις τῶν νεφρῶν πεπονθότων· ἐκ δὲ τῆς τοῦ σώματος ἰδιότητος σάρκες μὲν ἰνώδεις ἐκ νεφρῶν δια‐ χωροῦσι, λεπίδες δ’ ὑμενώδεις τῆς κύστεως ἡλκωμένης· ἐκ δὲ τῆς
10δυνάμεως, κύστεως μὲν ἰσχυρῶς ἀλγούσης ἐπὶ ταῖς ἑλκώσεσι, νεφρῶν δ’ ἀμυδρῶς, καὶ ὥσπερ ἐγκειμένου ταῖς ψόαις βάρους αἴσθησιν ἐχόντων.

9

.

24

.

18

καὶ ἐν τοῖς οὐρητικοῖς δὲ πόροις συνίσταταί ποτε ἕλκωσις, καὶ πύον οὐρεῖται καὶ αἷμα· κεῖνται δ’ οὗτοι μεταξὺ νεφρῶν τε καὶ κύστεως.

9

.

24

.

19

αἰδοίου δ’ ἑλκωθέντος, πύον καὶ αἷμα διαχωρεῖται καὶ χωρὶς οὔρων.

9

.

24

.

20

Πρὸς τὰ ἐν νεφροῖς καὶ κύστει ἀποστήματα· λινοσπέρμου, σικύου σπέρματος, μήκωνος λευκῆς σπέρματος, τραγακάνθης ἀνὰ 𐅻 β,

9

.

24

21,22

ἀμύλου 𐅻 δ. τροχίσκους ἀνάπλαττε καὶ δίδου. —Πρὸς τὰ ἐν κύστει

9

.

24

.

22

(2)

ἕλκη μετὰ φλεγμονῆς· στροβίλια κ, σικύου ἡμέρου σπέρματος κόκ‐

9

.

24

.

23

κους μ, ἀμύλου, νάρδου ἀνὰ 𐅻 α, σελίνου σπέρματος 𐅻 ε. ἐν ξέστῃ ὕδατος ἕψεται νάρδος, σέλινον, εἶτα τοῦ ἀφεψήματος μίγνυνται τοῖς

9

.

24

.

24

προγεγραμμένοις κύαθοι β. —Πρὸς τοὺς αἱμορραγοῦντας ἀπὸ

9

.

24

.

25

κύστεως· σχιστῆς 𐅻 α, τραγακάνθης 𐅻 β, κόμμεως ὀβολοὶ ε. ἐν γλυ‐ κεῖ δίδου.

9

.

25

t

Περὶ σκληρίας νεφρῶν. Ἐκ τῶν Ῥούφου.

9

.

25

.

1

Ὅσαι δὲ σκληρότητες κατὰ νεφροὺς γίνονται, ὀδύνας μὲν οὐκέτι παρέχουσι, δοκεῖ δ’ ὥσπερ τι βάρος αὐτοῖς ἐκ τῶν κενεώνων κρέμασθαι, καὶ ναρκώδεις μέν εἰσιν ἰσχίων, ἀκρατεῖς δὲ σκελῶν, οὐροῦσι δ’ ὀλίγα·

9

.

25

.

2

τὴν δ’ ὅλην ἕξιν τοῖς ὑδατουμένοις μάλιστα ἐοίκασιν. τούτους ἁπα‐ λύνειν κηρωταῖς καὶ μαλάγμασι καὶ τρίψεσι καὶ πυριάμασι καὶ οὐρητικὰ προσφέρειν καὶ τὴν γαστέρα ἀποκλύζειν.

9

.

26

t

Περὶ ἀτονίας νεφρῶν.

9

.

26

.

1

Ἔστι δὲ καὶ ἥδε ἡ νόσος νεφρῶν· οὐ δύνανται οὖρα ἴσχειν, ἀλλ’ εὐρύτεροι ὄντες χαλῶσί τι τοῦ αἵματος ἐκ τῆς φλεβὸς καὶ ἄλλας

9

.

26

.

2

παχύτητας ἐῶσιν. τούτοις συμφέρει σῖτα στρυφνὰ καὶ οἶνοι μέλανες καὶ τῶν οὐρητικῶν ἀπέχεσθαι καὶ λαγνεύειν ὅτι ἥκιστα καὶ πίνειν τὰ τῶν αἱμορραγιῶν φάρμακα, μάλιστα πολυγόνου χυλὸν καὶ τραγάκανθαν ἐν οἴνῳ βεβρεγμένην καὶ συμφύτου τῆς ῥίζης τὸ ἀφέψημα, ἐπιτιθέναι
5δὲ καὶ τῇ ὀσφύι ἔξωθεν τὰ πρὸς τοὺς ῥοῦς καὶ τὰς πτύσεις τοῦ αἵμα‐ τος, μετὰ δὲ ταῦτα ἀνατρέφειν γάλακτι ὀνείῳ καὶ σιταρίοις καὶ κρέα‐

9

.

26

.

3

σιν. εἰ δὲ κατὰ περίοδον αἵματος οὔρησις γίνεται, πρινὴ μὲν κενω‐ θῆναι τοῦ αἵματος βαρεῖς κατ’ ὀσφὺν καὶ ἐπώδυνοί εἰσιν, κενωθέντες

9

.

26

.

4

δ’ ὑποκουφίζονται. χρὴ οὖν φλέβα τέμνειν ἐν ἀγκῶνι ὀλίγον πρὸ τῆς περιόδου, διαιτᾶν δ’ ὥστε πληθώραν μὴ ἐγγίνεσθαι.

9

.

27

t

Περὶ ψωριώσης κύστεως.

9

.

27

.

1

Ὅταν πιτυρώδη λέμματα μετὰ τῶν οὔρων ἐκκρίνηται, σημαίνει ψωριᾶν τὰς φλέβας ἢ τὴν κύστιν· διορισθήσεται δὲ [καὶ] τῇ λεπτότητι καὶ τῷ πάχει τῶν οὔρων· τὰ μὲν γὰρ λεπτὰ πεπονθέναι τὰς φλέβας
ἐνδείξεται, τὰ δ’ οὐ λεπτὰ τὴν κύστιν.

9

.

28

t

Περὶ φλεγμονῆς κύστεως. Ἐκ τῶν Ῥούφου.

9

.

28

.

1

Χαλεπώτερον καὶ θανατωδέστερόν ἐστι φλεγμονὴ κύστεως· πυ‐ ρέττουσί τε γὰρ ὀξέως καὶ ἀγρυπνοῦσι καὶ παραπαίουσι καὶ ἐμοῦσι

9

.

28

.

2

χολώδη ἄκρατα καὶ οὐρεῖν οὐ δύνανται. τούτων, ἢν δύνῃ, φλέβα τέμνειν, μὴ εἰς μακρὰν 〈δὲ〉 τέμνειν, καὶ τοῖς ἐπιβρέγμασι συνεχῶς

9

.

28

.

3

θερμαίνειν. ἡψήσθω δὲ τῷ ἐλαίῳ πήγανον καὶ ἄνηθον καὶ ἀλθαίας ῥίζα, καὶ ἡ κοιλία ὑποκλυζέσθω μαλακῷ κλύσματι· ἄμεινον δ’ εἰ καὶ μήκωνα συνεψῶν τῷ ἐλαίῳ καὶ χηνὸς στέαρ διατήκων ἢ ὄρνιθος ἐγ‐

9

.

28

.

4

χέοις. ἐγὼ δέ ποτε καὶ ὀποῦ μήκωνος ἡμιωβόλιον μετὰ σμύρνης καὶ κρόκου ὀλίγον διαλύσας εἰς ἔλαιον ὑπέθηκα, ὥσπερ τοὺς πεσσοὺς ταῖς γυναιξί, καὶ παραχρῆμα ἥ τε ὀδύνη ἐπαύσατο, καὶ ἐκοιμήθη ὁ ἄνθρω‐

9

.

28

.

5

πος. καὶ πυρίαις δὲ χρῆσθαι συμφέρει καὶ εἰς ὕδωρ θερμὸν ἐγκαθίζειν· ἔστω δ’ ἀφέψημα λινοσπέρμου καὶ τήλεως τὸ ὕδωρ, καὶ κηρωτὰς δ’ ἐπιτιθέναι δι’ ὑσσώπου καὶ καστορίου πεποιημένας.

9

.

29

t

Περὶ ῥήξεως ἀγγείου ἐν κύστει.

9

.

29

.

1

Ὀξεῖα νόσος ἐστὶν ἐν κύστει καὶ ῥῆξις ἀγγείου· τοῦ δ’ αἵματος

9

.

29

.

2

τὸ μὲν ἔξω διαδίδοται, τὸ δ’ εἴσω πήγνυται. πρὸς μὲν οὖν τὴν αἱμορ‐ ραγίαν προσάξεις ταὐτὰ ὅσα καὶ ἐπὶ τῶν ἄλλων αἱμορραγιῶν, πίνειν

9

.

29

.

3

τε διδοὺς τὰ ἐπιτήδεια φάρμακα καὶ ἔξωθεν ἐπιβάλλων. οἷς δὲ πήγνυται τὸ αἷμα ἐν τῇ κύστει, τὰ μὲν πρῶτα πειρᾶσθαι λύειν αὐτὸ φαρμάκοις τῆς τε ἀρτεμισίας διδόντα πίνειν καὶ τοῦ ἑλιχρύσου καὶ τοῦ ὀποῦ τοῦ Κυρηναϊκοῦ καὶ τοῦ σιλφίου καὶ τῆς κονύζης καὶ τοῦ ἀψινθίου καὶ
5ῥαφανῖδος τοῦ σπέρματος καὶ βάτου χυλοῦ καὶ σελίνου χυλοῦ, ἐν ὄξει κεραννύων ἕκαστον, 〈ἢ〉 λαγωοῦ πυτίαν ἢ νεβροῦ ἢ ἐρίφου διεὶς οἴνῳ· μετὰ δὲ ταῦτα εἰ μὴ λύοιτο, τέμνειν κάτωθεν τὸν περίνεον ὥσπερ τῆς λιθιώσης κύστεως καὶ κομισάμενον τοὺς θρόμβους τἄλλα ὡς τὰ αἱμορ‐ ραγικὰ πειρᾶσθαι θεραπεύειν.

9

.

30

t

Περὶ τῶν ἐν κύστει φυμάτων.

9

.

30

.

1

Ὅσα δ’ ἐν κύστει φύματα πεπανθῆναι χρῄζει, τὸ μὲν κράτιστόν ἐστιν ἔτι ἀρχομένων πειρᾶσθαι διαλύειν, ἵνα μὴ εἰς ἔμπυον τραπῇ· εἰ
δ’ ἀδύνατον εἴη πεπαίνειν, ἐν οἷς καὶ τοὺς νεφροὺς ἔφαμεν, καὶ προσέτι καρδάμῳ καὶ ἀλεύρῳ ὀροβίνῳ μετὰ μέλιτος καὶ περιστερῶν
5κόπρῳ μετ’ ἰσχάδων καὶ τοῖς πυριάμασιν.

9

.

31

t

Περὶ τῶν ἐν κύστει ἑλκῶν.

9

.

31

.

1

Τῶν δ’ ἑλκῶν τῶν ἐν τῇ κύστει θεραπεία ἡ αὐτὴ τοῖς κατὰ νε‐ φροὺς ἕλκεσιν· μέγιστα δὲ κἀνταῦθα αἱ γαλακτοποσίαι καὶ ἡ ὑπόλοιπος

9

.

31

.

2

χρηστὴ δίαιτα. παρηγορεῖν δὲ καὶ φαρμάκοις, τοῦτο μὲν ἄνωθεν τῷ ἤτρῳ περιβάλλοντας κηρωτὰς διά τε ὑσσώπου πλυτοῦ καὶ βουτύρου καὶ στύρακος καὶ χηνείου στέατος, τοῦτο δ’ εἰς τὸν οὐρητῆρα ἐγχέον‐ τας ὕδωρ καὶ γάλα καὶ ῥόδινον θερμαίνοντας, τοῦτο δὲ καὶ εἰς τὸ
5ἔντερον ἐγχέοντας πτισάνης χυλὸν καὶ βούτυρον καὶ σικύου σπέρμα

9

.

31

.

3

μετὰ γάλακτος τετριμμένον, ἐπιστάζοντας ἑκάστῳ τοῦ ῥοδίνου. κλύζειν δ’ ἐν γόνασι κλίνοντας· οὕτω γὰρ ἀφίστανται αἱ κύστεις καὶ χαλῶσι

9

.

31

.

4

τὸ ἔντερον, ὥστε εὐπετῶς δέξασθαι τὸ κλύσμα. πυκνὰ δὲ καὶ εἰς θερ‐ μὸν ἐγκαθίζειν, καὶ τὰ ἄλλα ὅσα εἴρηται περὶ τῶν ἐν νεφροῖς ποιεῖν.

9

.

32

t

Περὶ διαβήτου. Ἐκ τῶν Γαληνοῦ.

9

.

32

.

1

Ἐμοὶ δοκοῦσιν οἱ νεφροὶ πεπονθέναι καὶ κατὰ τὸ πάθος ὅ τινες μὲν ὕδερον εἰς ἀμίδα, τινὲς δὲ διάρροιαν εἰς οὖρα, τινὲς δὲ διαβήτην, ἔνιοι δὲ δίψακον ὀνομάζουσι, σπανιώτατα γινόμενον· διψῶσί τε γὰρ ἀμέτρως οἱ ἐν τῷ πάθει τούτῳ τυγχάνοντες καὶ πίνουσί τε δι’ αὐτὸ
5τοῦτο δαψιλῶς οὐροῦσί τε τὸ ποθὲν ἐν τάχει τοιοῦτον οἷον ἐπόθη.

9

.

32

.

2

ἀτονίαν δ’ ἄν τις αἰτιάσαιτο τῶν νεφρῶν.

9

.

33

t

Διαβήτου ἴασις. Ἐκ τῶν Ῥούφου.

9

.

33

.

1

Μέγιστον ἴαμα τῇ νόσῳ πιόντα ἐξεμεῖν αὐτίκα, πίνειν δ’ ὡς ψυ‐ χρότατον, καὶ τῇ ἄλλῃ δὲ διαίτῃ ὡς ψυχροτάτῃ χρῆσθαι, τῶν τε ἡψη‐ μένων λαχάνων ἐσθίοντα καὶ κυκεῶνα πίνοντα καὶ πτισάνης χυλὸν ῥοφοῦντα· οὐρητικὸν δὲ μηδὲν προσφέρειν, ἀντισπᾶν δὲ καὶ εἰς ἱδρῶτας.

9

.

33

.

2

ἄριστον δ’ εἰ ἐν πίθῳ πυριῷτο ὑπερέχων ἄνω τὴν κεφαλήν, ὥστε τὸ μὲν ἄλλο σῶμα θερμαίνεσθαι, ψυχρὸν δ’ ἕλκειν ἀέρα, καὶ τὰ ἄλλα

9

.

33

.

3

ὥσπερ καῦσον θεραπεύειν. τήν τε οὖν πάλην τοῦ ἀλφίτου φυράσας ὄξει καὶ ῥοδίνῳ κατάπλαττε τὸ ὑποχόνδριον, καὶ φύλλα ἀμπέλου τρίψας ἁπαλὰ καὶ κοτυληδόνος καὶ ἑλξίνης καὶ ἀνδράχνης, καὶ ὅσα ἄλλα, προπότιζέ τε πολυγόνου χυλὸν συνεχῶς καὶ ἑλένιον ἐν οἴνῳ

9

.

33

.

4

μέλανι καὶ φοινίκων ἀπόβρεγμα καὶ μύρτων καὶ ἀπίων. κατ’ ἀρχὰς

9

.

33

.

5

δὲ καὶ φλέβα ἐν ἀγκῶνι τέμνειν. χρησόμεθα δ’ ἐνίοτε καὶ τοῖς ναρ‐ κωτικοῖς φαρμάκοις.

9

.

34

t

Περὶ τῶν ἐν αἰδοίοις καὶ ἕδρᾳ ἑλκῶν.

9

.

34

.

1

Τὰ δ’ ἐν αἰδοίοις ἕλκη καὶ τὰ κατὰ τὴν ἕδραν χωρὶς φλεγμονῆς ὄντα ξηραινόντων πάνυ δεῖται φαρμάκων, οἷά ἐστι τό τε διὰ τοῦ κεκαυμένου χάρτου καὶ ἄνηθον κεκαυμένον ξηρὸν καὶ κολοκύνθη κεκαυ‐

9

.

34

.

2

μένη. τοῖς δ’ ἀνίκμοις καὶ προσφάτοις τῶν ἑλκῶν καὶ ἡ ἀλόη φάρ‐

9

.

34

.

3

μακον ἀγαθὸν ἐπιπαττομένη ξηρὰ χνοώδης. πάντων δ’ αὐτῶν ἀνω‐ δυνώτατόν τε καὶ οὐδενὸς ἧττον δραστήριον ὁ πομφόλυξ ἐστίν· εἰ δ’ ὑγρότερα τύχοι τὰ ἕλκη, πίτυος ὁ φλοιὸς καθ’ ἑαυτὸν καὶ λίθος αἱμα‐

9

.

34

.

4

τίτης· εἰ δὲ καὶ βάθος αὐτοῖς τι συνῇ, τοῖς εἰρημένοις μάννης μικτέον.

9

.

34

.

5

αἱ δὲ κατὰ μήτραν ἢ κύστιν ἑλκώσεις, τῶν αὐτῶν δεόμεναι φαρμάκων, ὀργάνων χρῄζουσι τῶν εἴσω παραπεμψόντων αὐτά· διὸ τῶν τηκτῶν καλουμένων φαρμάκων ἐπιτηδειότερα τὰ ξηρότερα, οἷός ἐστι κρόκος καὶ πομφόλυξ καὶ ἀλόη μιγνύμενα ῥοδίνῳ εἴτε ἀρνογλώσσου εἴτε ἑτέρου
5τοιούτου χυλῷ.

9

.

35

t

Πρὸς τὰς τῶν διδύμων καὶ τοῦ αἰδοίου διαθέσεις.

9

.

35

.

1

Πρὸς τοὺς τοῦ ὀσχέου καὶ τοῦ αἰδοίου πόνους βουτύρῳ καὶ ῥητίνῃ ἴσοις χρῶ· ἢ λινόσπερμον μεθ’ ὕδατος ἑψήσας καὶ μίξας σμύρνης ὅσον

9

.

35

.

2

δέκατον μέρος καὶ ῥητίνης ἴσον κατάπλασσε. πρὸς δὲ τὸ οἰδοῦν αἰδοῖον ἀμπέλου φύλλα τριάκοντα, λιβανωτοῦ 𐅻 α, ψιμυθίου 𐅻 ε τρίψας κατά‐

9

.

35

.

3

πλασσε. χρῶ δὲ καταντλήσει θαλάσσῃ ψυχρᾷ καὶ ἀναπαύσει καὶ ἀναδέσει

9

.

35

.

4

τοῦ καυλοῦ. ἐὰν δ’ ἀφ’ ἱδρώτων ἕλκη ἐν ὀσχέῳ γένηται, κηκῖδα λείαν

9

.

35

.

5

ἢ στυπτηρίαν ἐπίπασσε. πρὸς δὲ τὰ ἐν αἰδοίοις φυόμενα θύμια ἐλα‐ τήριον ἐπίπασσε, ἀπίου σπέρμα τρίψας ἐπιτίθει ἢ μαινίδων εἰκοσιπέντε

9

.

35

.

6

κεφαλὰς τρίψας ἐπίπασσε καὶ τραγείᾳ χολῇ περίχριε. ῥαγάδας δὲ τὰς ἐν αἰδοίοις ὠφελεῖ ῥητίνη φρυκτὴ σὺν ῥοδίνῳ τριβεῖσα, ἄχρις οὗ γλοιωθῇ, μιγνυμένης καὶ ὠοῦ λεκίθου ὀπτῆς, κισσοῦ φύλλων ξηρῶν κεκαυμένων ἡ τέφρα τριβεῖσα ἐλαίῳ ἐν θυίᾳ μολυβδίνῃ.

9

.

36

t

Πρὸς τὰς τῶν διδύμων φλεγμονάς.

9

.

36

.

1

Σταφίδας ἐκγιγαρτισμένας καὶ κύμινον τρίψας ἐπιτίθει· ἢ ἄλευρον κρίθινον ἑψήσας ἐν μελικράτῳ ἢ ἀμπέλου φύλλα ἁπαλὰ τρίψας μετ’ ἀλφίτου πάλης ἐπιτίθει, ἢ κύμινον τρίψας μετὰ βουτύρου καὶ ῥητίνης

9

.

36

.

2

ἴσων τακέντων. πρὸς δὲ τοὺς ἀφθῶντας διδύμους γῇ Κιμωλίᾳ μεθ’ ὕδατος προκαταχρίσας ἔασον ξηρανθῆναι, καὶ κατανίψας ὕδατι θερμῷ

9

.

36

.

3

μυρσίνην ξηρὰν λείαν καὶ σμυρνίου μικρὸν τρίψας κατάπλασσε. τὰς δ’ ἐκσαρκώσεις τὰς ἐπὶ τῶν διδύμων τέφρα κληματίνη σὺν νίτρῳ καὶ ὕδατι φυραθεῖσα ἰᾶται καταπλασσομένη.

9

.

37

t

Περὶ γονορροίας καὶ σατυριασμοῦ.

9

.

37

.

1

Γονόρροια σπέρματος ἀπόκρισις ἀκούσιός ἐστι συνεχῶς γινομένη χωρὶς τῆς κατὰ τὸ αἰδοῖον ἐντάσεως· ἐπὶ δὲ τοῦ σατυριασμοῦ πάλλει τὸ αἰδοῖον, ὥσπερ εἰ καὶ ἕτερόν τι τοῦ σώματος πάλλοι, καὶ εἰ μὴ παύσαιτο ὁ παλμὸς τοῦ αἰδοίου, κατασκήπτειν εἴωθεν εἰς πάρεσιν τῶν

9

.

37

.

2

σπερματικῶν ἀγγείων ἢ σπασμόν. σύντονον δ’ ἐστὶ τὸ αἰδοῖον ἐν τοῖς σατυριασμοῖς διὰ παντός, καὶ ἀπόλλυνται ὀξέως οἱ οὕτω παθόντες· τελευτῶντες δὲ φυσῶνται γαστέρα καὶ ἱδροῦσι ψυχρόν, ὁποῖα κατα‐

9

.

37

.

3

λαμβάνει καὶ τοὺς ἐπὶ τοῖς ἄλλοις σπασμοῖς ἀπολλυμένους. ἔστι δὲ

9

.

37

.

4

τὸ νόσημα σπάνιον μὲν καὶ γυναιξὶ δὲ συμβαῖνον. ὅταν οὖν πάλλῃ τὸ αἰδοῖον, τέμνειν χρὴ τὴν φλέβα καὶ δίαιταν ἐφεξῆς λεπτήν τε καὶ

9

.

37

.

5

ἄοινον διαιτᾶν, καὶ καθῆραι μὲν μηδέποτε, ἰσχνοῦν δ’ ἡσυχῇ. ἄριστον δὲ τεῦτλον καὶ μαλάχη καὶ τῆς λινοζώστιδος ὀλίγον τούτοις μιγνύμε‐

9

.

37

.

6

νον καὶ τῶν κογχαρίων ὁ ζωμός. οὐ κάκιον δὲ καὶ ἁπλῶς κλύζειν· τὰς δ’ οὐρητικὰς δυνάμεις φυλακτέον· ἐπιφέρειν δὲ καὶ τῇ ὀσφύι τῶν ψυχόντων, οἷον στρύχνου χυλὸν ἢ ἀνδράχνης ἢ ὑοσκυάμου ἢ κωνείου.

9

.

37

.

7

ἀναγκαῖον δὲ καὶ τὸν καυλὸν καὶ τὸν περίνεον τῶν πραϋνόντων ψυκτηρίων τινὶ καταχρίειν, οἷον λιθαργύρῳ καὶ κιμωλίᾳ καὶ ψιμυθίῳ,

9

.

37

.

8

ὄξει δὲ διιέναι πάντα ἢ ὕδατι ἢ οἴνῳ γλυκεῖ ἢ σιραίῳ. ὕπτιον δ’

9

.

37

.

9

ἀναπαύεσθαι βλαβερόν. πίνειν δὲ χρὴ φάρμακα τὴν τῆς νυμφαίας ῥίζαν καὶ ἶριν καὶ ἀδίαντον· τοῦ δὲ πηγάνου συμφέροι ἂν καὶ τῷ γονορροϊκῷ καὶ τῷ σατυριῶντι.

9

.

38

t

Περὶ ὀνειρώξεως.

9

.

38

.

1

Τοὺς δ’ ὀνειρωγμοὺς κωλύειν χρὴ διαίτῃ τε ἐνδεεστέρᾳ καὶ ἧσσον

9

.

38

.

2

θερμαινούσῃ καὶ κόπων φυλακῇ. προσωφελοῖ δ’ ἂν καὶ στρωμνὴ ψυ‐ χροτέρα καὶ κλίσις σώματος ἐπὶ δεξιὰ ἢ ἀριστερά, καὶ ὅσα φάρμακα ψυχρὰ ὑποχριόμενα τῇ ὀσφύι, [προσωφελεῖ δὲ καὶ τάδε] ὁποῖά ἐστι τό τε κορίαννον καὶ τὸ σέλινον καὶ τὸ κώνειον καὶ τὸ ψιμύθιον καὶ
5ἡ ἀνδράχνη· πάντα δὲ μετ’ ὄξους ἀμείνω.

9

.

39

t

Περὶ πριαπισμοῦ.

9

.

39

.

1

Ὁ πριαπισμός ἐστιν αὔξησις αἰδοίου μόνιμος εἰς μῆκός τε καὶ κύκλον ὀγκουμένου χωρὶς ὁρμῆς τῆς πρὸς τὰ ἀφροδίσια· φυσῶδες δ’ ἐστὶ πνεῦμα δηλονότι τὸ ἐξογκοῦν τὸ μόριον τικτόμενον ἐξ ὑγρῶν

9

.

39

.

2

γλίσχρων καὶ παχέων ὑπὸ θερμότητος μετρίας. πρόδηλον οὖν ὡς οὐ δεῖ τὰ μόρια θερμαίνειν, ἀλλὰ ψύχειν ἐπιεικῶς τῇ ῥοδίνῃ κηρωτῇ μεθ’ ὕδατος ἀνακοπτομένῃ καὶ διὰ τοῦ χαμαιμήλου, τῷ τε αἰδοίῳ καὶ ταῖς ψόαις ἐπιτιθέντα· 〈τὰ〉 δ’ ἐν διαίτῃ καὶ φαρμάκοις προσάγειν τῆς
5λεπτυνούσης δυνάμεως ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς, προσάγειν δὲ καὶ τὰ φυσικῶς ἐνεργοῦντα διὰ τῆς πείρας εὑρημένα καὶ τήν τε νυμ‐ φαίαν πίνειν διδόναι καὶ τοῦ ἄγνου τὸ σπέρμα καὶ πήγανον χλωρὸν τοῖς ὄψοις μιγνύντα· τοῦτο δὲ κατ’ ἀρχὰς μὴ διδόναι (θερμαίνει γὰρ ἱκανῶς), ἀλλ’ ὕστερον μετὰ τὴν χρῆσιν τῶν ἄλλων λεπτυνόντων· κε‐
10νώσει δὲ χρώμενον δι’ ἐμέτων τοῦτο ποιεῖν· αἱ γὰρ διὰ τῆς κάτω γαστρὸς ῥευματίζουσι πολλάκις τὰ γειτνιῶντα μόρια.

9

.

40

t

Περὶ αἱμορροΐδων.

9

.

40

.

1

Οἷς ἂν μᾶλλον τοῦ δέοντος αἱμορραγῶσιν, ὑδατοῦσθαι τὴν ἕξιν

9

.

40

.

2

συμβαίνει καὶ τὰς ὀρέξεις εἶναι πονηροτέρας καὶ ἀποσίτους. τῶν δ’ οὕτω διακειμένων καὶ αἱ θεραπεῖαι ἐργώδεις· κίνδυνος γὰρ ἐπι‐ σχεθέντος ποτὲ τοῦ αἵματος ....., λάβρου τῆς αἱμορραγίας οὔσης

9

.

40

.

3

κατ’ ἔνδειαν καὶ ἀσθένειαν παθεῖν τι. διὰ τοῦτο πλειόνων οὐσῶν τῶν

9

.

40

.

4

αἱμορροΐδων μίαν ὑπολείπεσθαι χρὴ καθάρσεως ἕνεκα. ἄλλαι δ’ εἰσὶν ἀνωτέρω καὶ μὴ φαινόμεναι, δυσιατότεραι οὖσαι· αἱ δὲ τυφλαὶ ἀπο‐ κρίνουσι μὲν αἱματῶδες οὐδέν, ἐπώδυνοι δὲ μᾶλλον ἐκείνων εἰσίν.

9

.

40

.

5

κυκλαμίνου χυλὸς αἱμορροΐδας ἀναστομοῖ καταχριόμενος.

9

.

41

t

Πρὸς τὰς τῆς ὑστέρας διαθέσεις.

9

.

41

.

1

Πρὸς τοὺς ἀπὸ τῆς ὑστέρας πνιγμοὺς ἁρμόζει πινόμενον ἀγαρικοῦ 𐅻 α ἐν οἴνῳ, ἀρνογλώσσου καρπὸς καὶ χυλὸς σὺν οἴνῳ, ὄνυξ ὁ ἐκ

9

.

41

.

2

κογχυλίου πινόμενος, ὄξος σκιλλιτικὸν καταρροφούμενον. ὀσφραινόμενα δὲ διεγείρει τὰς πνιγομένας ἄσφαλτον, καστόριον, χαλβάνη, πίσσα ὑγρά, κεδρία, ἐλλύχνια ἁπτόμενα καὶ ἀποσβεννύμενα, τρίχες καεῖσαι,

9

.

41

.

3

πήγανον, σίλφιον, κρόμμυον, σκόροδον. ὑποθυμιᾶται δὲ πρὸς ταὐτὰ γαγάτης λίθος, ὄνυξ ὁ ἀπὸ τῶν πορφυρῶν, ἄσφαλτον, καστόριον,

9

.

41

.

4

χαλβάνη, σίλφιον, κέρας ἐλάφου. προστίθεται δὲ κατὰ τοῦ δακτυλίου πήγανον σὺν μέλιτι ἐρίῳ ἀναληφθέν.

9

.

42

t

Περὶ ὑπερκαθάρσεως.

9

.

42

.

1

Πρῶτον μὲν διασφίγγειν τὰ ἄκρα προσήκει, διδόναι δὲ πίνειν

9

.

42

.

2

αὐταῖς ὀξύκρατον. καὶ προσαντλήματι δὲ κεχρήσθω τῷ ὀξυκράτῳ καὶ ψίχας ἐν τῷ ὀξυκράτῳ λαμβανέτω ἢ χόνδρον πλυτὸν ἢ ὄρυζαν ἢ ὠὸν

9

.

42

.

3

ἁπαλὸν ψυχρόν. ἐν τόπῳ δὲ φαρμάκων πρὸς τὴν αἱμορραγίαν διδόσθω πίνειν βαλαύστιον μετ’ ὀξυκράτου ἢ ὑποκιστίδος ἢ ἀκακίας χυλὸν ἢ τῆς Σαμίας γῆς ἀστέρα· πάντων δὲ κρατεῖ σήσαμος ὀξυκράτῳ βρεχό‐

9

.

42

.

4

μενος, ἄχρις οὗ γένηται ἁπαλός, εἶτ’ ἐσθιόμενος. καὶ τὸ ῥῆον δὲ

9

.

42

.

5

ποιεῖ μετ’ ὀξυκράτου. καὶ προστιθέμενον δὲ διὰ τοῦ γυναικείου κόλπου στέλλει τὰς αἱμορραγίας, ὡς ὁ τῆς ὑποκιστίδος χυλὸς καὶ ὁ τῆς ἀκα‐

9

.

42

.

6

κίας μετ’ ὄξους καὶ μάννης λεανθέντες. ἀρήγει δὲ θαυμαστῶς καὶ
σπόγγος καινὸς ὑγροπίσσῃ δευόμενος, εἶτα καιόμενος καὶ λεῖος προσ‐

9

.

42

.

7

τιθέμενος. καὶ φελλὸς δ’ ἐκ τῶν κεραμίων τῶν παλαιοτέρων καίεται, μέχρις ἀνθρακωθῇ, εἶτα τρίβεται, καὶ τὸ μὲν τῷ ποτῷ ἐπιπάσσεται, τὸ

9

.

42

.

8

δ’ ἐν πεσσῷ ὑποτίθεται. συλλαμβάνει δ’ εἰς ἐποχὴν τοῦ αἵματος καὶ τὰ ἔξωθεν ἐπιτιθέμενα, μάλιστα δὲ τὸ διὰ τῆς ταυροκόλλης· ταυρο‐ κόλλα γὰρ καλὴ καὶ διαυγὴς ἐν ὀξυκράτῳ βρέχεται μέχρι διαλυθείη, ἔπειτα εἰς ῥάκος λινοῦν ἐμπλάσσεται καὶ κατακολλᾶται τοῦ τε ἤτρου

9

.

42

.

9

καὶ τῆς ὀσφύος. ἐνεργοὶ δὲ πρὸς τοῦτο καὶ αἱ κολλητικαὶ ἔμπλαστροι.

9

.

43

t

Μὴ κυϊσκομέναις θεραπεία.

9

.

43

.

1

Διαιτᾶν δὲ χρὴ τὰς μὲν γυναῖκας μήτε ἀπόνως μήτε ταλαιπώρως·

9

.

43

.

2

καὶ λουτρὰ μήτε συνεχῆ μήτε διὰ πλείστου, σῖτα δὲ καὶ ποτὰ ἀρκεῖ

9

.

43

.

3

ἐκ τῶν παρόντων τὰ εὐπεπτότατα. τό γε μὴν μέγιστον μὴ περιορᾶν πιαινόμενον τὸ σῶμα, μήτε τοῦ ἀνδρὸς μήτε τῆς γυναικός· οὔτε γὰρ ὁ πίων ἀνὴρ ἐπιτήδειος εἰς παιδοποιίαν διὰ τὸ μὴ ἁρμόζειν τοῖς

9

.

43

.

4

αἰδοίοις καὶ ὀλίγον σπέρμα ἀφεῖναι τοὺς πίονας, οὐδὲ τὸ ἄγαν δὲ

9

.

43

.

5

λεπτυνθῆναι κυητήριον. δῆλον δ’ ὡς εἰ καὶ ὕδωρ ἢ ἕτερόν τι ἐκκρί‐

9

.

43

.

6

νοιτο, ὡς ἄτεκνον φυλάσσεσθαι. φυλακτέα δὲ καὶ τὰ ἀπὸ χιόνων ὕδατα,

9

.

43

.

7

καὶ ὅσα ἄλλα σκληρά, καὶ τὰ ἁλμυρὰ καὶ νιτρώδη. καὶ τὰ διαχωροῦντα

9

.

43

.

8

πλέον κωλύει κυῆσαι δι’ ἀσθένειαν. ὠφελοῖ δ’ ἂν πάντα τὰ θερμαί‐

9

.

43

.

9

νοντα καὶ ἡσυχῇ πνευματοποιοῦντα. οἴνους τε οὖν πρὸ ὑδροποσίας ἐπαινεῖν καὶ λαχάνων τὸ ὅρμινον καὶ τὸ ἐρύσιμον καὶ τὸ εὔζωμον, καὶ εἴ τι ἄλλο προτρέπει μίσγεσθαι· πήγανον δὲ καὶ μίνθην πάντων

9

.

43

.

10

μᾶλλον φυλακτέον. χρὴ δὲ πλησίον ἡκούσης τῆς καθάρσεως τὴν μὲν ἔναιμον καὶ δαψιλέστερον διῃτημένην ἀφαιροῦσαν τῆς προσφορᾶς, τὴν δ’ ἀναιμοτέραν προστιθεῖσαν καί τι τῶν ἐρεθιστικῶν εἰς κάθαρσιν λαμ‐ βάνουσαν, οἷά ἐστι τά τε εὐώδη λάχανα καὶ τὰ δριμέα· ταῦτα γὰρ
5καὶ 〈εἰσ〉 τὴν ὑστέραν ἄγει, καὶ μάλιστα σκάνδιξ, καὶ τὸ κρῆθμον καὶ

9

.

43

.

11

τὸ μάραθον καὶ τὸ σέλινον καὶ τὸ σμύρνιον. εἰ δὲ διὰ κακοχυμίαν τινὰ μὴ κυΐσκοιτο, ταύτην ἐκκαθαίρειν ἢ κατακιρνᾶν τῇ χρηστῇ διαίτῃ.

9

.

43

.

12

εἰ δὲ διὰ ψυχρότητα τῆς ὑστέρας μὴ γίνοιτο σύλληψις, τά τε ἄλλα ἐκπονοῦσαν καὶ πυρίαις πάσαις πυριωμένην ἀνακαλεῖσθαι τὸ θερμόν.

9

.

43

.

13

καὶ οὐδὲν ἄπο τρόπου καστόριον πίνειν, καὶ τῶν εὐωδῶν σπερμάτων τό τε κύμινον καὶ τὸ ἄνησον καὶ γληχοῦς κόμην καὶ ἀρκευθίδων καρ‐

9

.

43

.

14

πὸν ἑκάστῳ πεπέρεως μίσγουσαν. κάλλιον δὲ χρῆσθαι τῷδε τῷ φαρ‐ μάκῳ· ἐπίθυμον, εὐφόρβιον καὶ πέπερι καὶ δαύκου σπέρμα καὶ πετρο‐

9

.

43

.

15

σελίνου σπέρμα, πάντα τρίψας ὅσον 𐅻 β δοῦναι πιεῖν. τοῦτο καὶ τὰ κατὰ γαστέρα ἄγει καλῶς καὶ τὴν ὑστέραν θερμαίνει, ὥστε πολλαῖς

9

.

43

.

16

ἤδη καὶ καταμήνια ἔρρηξε τέως οὐ καθαιρομέναις. εἰ δὲ μὴ ἐξαρκεῖ καθῆραι κάτω, ἐμέτοις 〈χρῆσθαι〉· τὸ γὰρ [κάτω] φλέγμα κενοῦν πάν‐

9

.

43

.

17

τας τρόπους συμφέρει. αἱ δ’ αὐτῶν τῶν ὑστερῶν πυρίαι τοῦτο μὲν

9

.

43

.

18

ἀτμοὶ ἔστωσαν, τοῦτο δὲ θερμὸν ὕδωρ. τοὺς μὲν οὖν ἀτμοὺς καλῶς δέχεσθαι καθίζουσαν ἐπὶ δίφρου, τὸ δ’ ὕδωρ προσκλύζεσθαι ἑψοῦσαν ἐν αὐτῷ ἐλελίσφακον καὶ ἀρτεμισίαν καὶ πήγανον καὶ κύπερον καὶ γλήχωνα καὶ ἄκορον καὶ τὰ εὐώδη σπέρματα, καταπλάττειν δὲ καὶ τὸ

9

.

43

.

19

ἦτρον τούτων ἑκάστῳ· ἀγαθὸν δὲ καὶ τὸ τοῦ Πολυάρχου ἐπίθεμα.

9

.

43

.

20

αἵ γε μὴν τρίψεις τοῦ ἤτρου καὶ τῆς ὀσφύος οὐδενὸς ἧσσον συμφέ‐ ρουσι, καὶ προσθετὰ δὲ προστιθέναι τῇ ὑστέρᾳ τῶν θερμαινόντων· τὰ δὲ προσθετὰ ἔστω διὰ σμύρνης καὶ πηγάνου καὶ χαλβάνης καὶ καστορίου

9

.

43

.

21

πεποιημένα. χρὴ δὲ προπυριαθεῖσαν μελικράτῳ ἢ θαλάσσῃ ποτὲ μὲν καταντλεῖν αὐτήν, ποτὲ δὲ δι’ ὄξους συγκεκραμένου προστίθεσθαι τὰ φάρμακα, κατειλοῦσαν ὀθονίῳ λεπτῷ ἢ ἐρίῳ μαλακῷ, ὅπως μή τι τὸν

9

.

43

.

22

χρῶτα δάκνῃ καὶ ἑλκοῖ προσκαθίζοντα. τεκμηριοῖ δὲ τὰς ψυχροτέρας τῶν ὑστερῶν ἡ τοῦ ἐμμήνου ἐπίσχεσις καὶ δίαιτα οὐ χρηστὴ ὑπὸ παχύτητος καί τι ναρκῶδες γινόμενον περί τε ἦτρον καὶ ὀσφὺν καὶ

9

.

43

.

23

σκέλη. αἳ δ’ ἂν εἰς τέλος ἐψυγμέναι ὦσιν, οὐδ’ ἀφροδισίων ἐφίενται.

9

.

43

.

24

περὶ μὲν οὖν τὰς ψύξεις οὕτω χρὴ ποιεῖν· περὶ δὲ τὰς θερμοτέρας τῶν ὑστερῶν τεκμαίρεσθαι μὲν ὧδε· τῷ τε ἄλλῳ σώματι θερμοτέρῳ ὄντι καὶ τοῖς καταμηνίοις ὀλίγοις καὶ σὺν πόνῳ καὶ τῷ ἑλκοῦν τὰ

9

.

43

.

25

αἰδοῖα τῆς γυναικός, εἰ ξηρότερα ὑπὸ πολλῆς θέρμης εἴη, σιτία ὑγρό‐ τερα συμφέρει· μάλιστα δ’ ἂν ἁρμόσειε λαχάνων θριδακίναι καὶ μαλά‐ χαι καὶ βλίτον καὶ κολοκύνθη καὶ σίκυος πέπων καὶ ἀτράφαξυς καὶ ἀνδράχνη, καὶ πάντα ὅσα ὑγρότερά ἐστιν ἐν ὅλῃ τῇ διαίτῃ· δεῖ δὲ καὶ
5τῇ κύστει καὶ τῇ ὀσφύι καὶ τῷ ἐπισείῳ προσάγειν ψυκτήρια κατα‐

9

.

43

.

26

πλάσσοντα καὶ τοῖς χυλοῖς ἐπιχρίοντα. ὅταν δὲ δῆλον γένηται τοῖς καταμηνίοις χρηστῶς ἰοῦσι, τηνικαῦτα ἤδη μίσγεσθαι ληγούσης τῆς

9

.

43

.

27

καθάρσεως. ὅταν δ’ ὑγροτάτῳ καιρῷ τῶν ὑστερῶν οὐ κυΐσκωνται, δίαιτα μὲν ξηρὰ ἁρμόζει πόνοι τε τῶν ἄνω πλείους τρίψεις τε καὶ ἔμετοι πλείους· ξηρὸν δὲ καὶ μετριότης σίτου καὶ ἡ δίαιτα πᾶσα ξηροτέρα.

9

.

43

.

28

εὖ δ’ ἂν ἔχοι καὶ τὴν ὑστέραν στρυφνοῖς φαρμάκοις συγκρατύνειν, οἷά [τε] ἐστι σχίνου τε ἀφέψημα καὶ μύρτων καὶ ῥόδων καὶ ῥοῦ, ἔτι τε

9

.

43

.

29

ῥοιᾶς ἄνθους καὶ βάτου τῶν ἁπαλῶν καὶ κηκῖδος. ἢν δ’ ὑπὸ χυμῶν παχυτέρων κωλύηται κυΐσκειν, σκέψαι τὸν χυμόν, καὶ εἰ μέν τις εἴη τῶν δακνόντων, καθῆραι τὴν γυναῖκα ὡς ἑκάστῳ χυμῷ οἰκεῖόν ἐστι, κἄπειτα τῷ ὀρῷ τοῦ γάλακτος κατακλύσαι, καὶ ἐπὶ τούτοις ἐξευρεῖν

9

.

43

.

30

δίαιταν χρηστοτέραν. τοὺς δὲ φλεγματώδεις καὶ ὑδατώδεις πόνοις καὶ

9

.

43

.

31

ἱδρώτων ἐκβολαῖς καὶ ἐμέτων τιμωρεῖσθαι. ἀρκέσει δὲ καὶ τοῦ καστο‐

9

.

43

.

32

ρίου πίνειν καὶ τοῖς θυμιάμασι πυριᾶσθαι. ἐπεὶ δὲ καὶ πνεύματα ἐν τῇ ὑστέρᾳ ἐνόντα κωλύει κυΐσκεσθαι, πρῶτον μὲν ἐνδεέστερον διαιτᾶν, ἔπειτα προσφέρειν κύμινον καὶ ἄνησον καὶ σελίνου σπέρμα καὶ πηγάνου καὶ ἄνηθον καὶ τῶν ἀρωμάτων τὰ πολλά, καὶ τὰ μὲν διδόναι πιεῖν,

9

.

43

.

33

τὰ δὲ σκευάζοντα προστιθέναι. τὰς δὲ μεμυκυίας ὑστέρας στομοῦν χρὴ προσκλύζοντας τοῖς εὐώδεσι καὶ πυριῶντας, καὶ προσθέτοις φαρμάκοις, πρότερον δὲ μαλακὰ προσκλύσματα ἑψεῖν τήν τε μαλάχην καὶ τὸ λινό‐ σπερμον καὶ τὸ βούκερας ἐπιχέων ἐλαίου χρηστοῦ, ἔστι δ’ ὅτε καὶ
5μέλιτος· ἐπὶ δὲ τοῖς μαλακοῖς καὶ τῶν ἰσχυροτέρων τήν τε ἀρτεμισίαν καὶ τὴν κόνυζαν καὶ τὴν καλαμίνθην καὶ τὸν γλήχωνα καὶ τὴν ἀνθε‐ μίδα· τὰ δὲ πρόσθετα ἔστω ῥητίνη τερμινθίνη καὶ νίτρον καὶ σύκου

9

.

43

.

34

τὸ λιπαρὸν καὶ κασία καὶ ὀρὸς πίσσης. αἷς δὲ κέχηνε τὸ στόμα πλέον τοῦ καιροῦ, δίαιτα μὲν ξηροτέρα καὶ πυρίαι ξηραὶ φάρμακά τε ξηρά, ὑφ’ ὧν τὸ κεχηνὸς μύσει, καὶ στύμματα δὲ κύτινοι ῥοιῶν καὶ σχῖνος

9

.

43

.

35

καὶ ῥίζα βάτων καὶ μύρτα. τὰς δὲ διαστροφὰς πυρίαις ἐξευθύνειν· μάλιστα γὰρ ἐπὶ ταῖς πυρίαις εὐάγωγον καὶ τοῖς μαλακοῖς προσθέτοις.

9

.

43

.

36

καὶ μῖξις δ’ ἡ ἐξόπισθεν μάλιστα δοκεῖ κυΐσκεσθαι.

9

.

44

t

Ἄπνου θεραπεία.

9

.

44

.

1

Ὅσαι μὲν διὰ πλησμονὴν καὶ ἐπίσχεσιν αἵματος ἀπνοοῦσι, φλέβα τέμνειν αὐτίκα χρὴ (εὐθὺς γὰρ ἀναπνέουσιν) καὶ τὰ ἄλλα ἐνδεέστερον διαιτᾶν· εἰ δὲ τύχοιεν κατὰ πολλὴν ψῦξιν καὶ ἀσθένειαν τοῦ ἐν τῇ καρδίᾳ θερμοῦ ἁλισκόμεναι τῇ νόσῳ, τὰς κενώσεις φυλάττεσθαι, μή τι

9

.

44

.

2

ἄρα κενοῦντες ἐπὶ πλέον καταψύξωμεν. ἄμεινον οὖν ἐστιν ἐγεῖραι τὸ θερμὸν ἐκ προσαγωγῆς ἐξ ἅπαντος τρόπου, ἵνα τῇ τῆς διαψύξεως ἐπιθυμίᾳ σπάσωσι τὸν ἔξωθεν ἀέρα, εἰς ὅπερ ἀφικόμεναι θεραπείας οὐδεμιᾶς ἑτέρας δεηθήσονται.

9

.

45

t

Ἐκ τῶν Φιλουμένου. Περὶ ὑστερῶν πνιγός.

9

.

45

.

1

Περὶ τὴν πρώτην συναίσθησιν, ἢ καὶ ἤδη κατειλημμένης τῇ ὑστε‐ ρικῇ πνιγί, διαδέσμοις τὰ ἄκρα χρὴ καταλαμβάνειν καὶ τρίβειν ἰγνύας ἰσχυρῶς, μετὰ δὲ τῶν διαδέσμων καὶ κνήμας καὶ ὅλα τὰ σκέλη, ὀσφραντά

9

.

45

.

2

τε τῇ ῥινὶ τὰ δυσώδη προσφέρειν. καὶ σικύας δὲ κολλᾶν προσήκει βουβῶσι καὶ μηροῖς καὶ ὑπογαστρίῳ· ἐνιέναι δὲ δεῖ καὶ διὰ κλυστῆρος ἐν τοῖς μηκυνομένοις καὶ τὰ τῶν πνευμάτων ἀγωγὰ τῷ δακτυλίῳ καὶ τῷ κόλπῳ τῷ γυναικείῳ προστιθέναι, οἷόν ἐστι τόδε· πήγανον λειοτρι‐
5βεῖται σὺν μέλιτι καὶ προσλαμβάνει βραχὺ κυμίνου καὶ νίτρου, καὶ

9

.

45

.

3

χρίεται δαψιλὲς καθ’ ἑκατέρων τῶν τόπων. καὶ εἰς αὐτὴν δὲ τὴν ὑστέραν τὰ εὐωδέστερα τῶν μύρων ἐγχεόμενα κατασπᾶν αὐτὴν πέφυκε.

9

.

45

.

4

σὺν τούτῳ δὲ καὶ ἐμβοάτω τις αὐταῖς τραχυτέρᾳ τῇ φωνῇ· ὕστερον

9

.

45

.

5

δὲ καὶ πταρμικὰ παραλαμβανέσθω. ἀνενεχθείσης δ’ ἀπὸ τοῦ παροξυ‐ σμοῦ φλεβοτομητέον, εἰ μή τι κωλύει· βέλτιον δ’ ἀπὸ σφυροῦ ποιεῖσθαι

9

.

45

.

6

τὴν ἀφαίρεσιν. διαστήσαντες δ’ ὅσον ἑπτὰ ἡμέρας τῆς διὰ κολοκυνθίδος ἱερᾶς δώσομεν, εἶτα χρησόμεθα τῇ τοῦ καστορίου δόσει· πολλάκις γὰρ τοῦτο μόνον ἀπήλλαξε τῆς διαθέσεως τὴν καμοῦσαν· κιρνάσθω δὲ τὸ

9

.

45

.

7

μελίκρατον δι’ ἀρτεμισίας ἀφεψήματος. καὶ πεσσοὶ δὲ μαλακτικοὶ καὶ
τὰ ἐγκαθίσματα δέοντως ἂν παραλαμβάνοιτο.

9

.

46

t

Περὶ γυναικείου ῥοῦ.

9

.

46

.

1

Χωρὶς τοῦ πεπονθέναι τὴν μήτραν ὁ καλούμενος ῥοῦς γυναικεῖός ἐστιν, ὅλου τοῦ σώματος ἐκκαθαιρομένου καὶ κενουμένου διὰ τῆς ὑστέ‐ ρας· τοιοῦτον δ’ ἐστὶ τὴν ἰδέαν τὸ ἐκκενούμενον οἷον καὶ τὸ πλεο‐ νάζον, τὸ μὲν ἐρυθρὸν ἰχὼρ αἵματος, ἕτερον δὲ λευκὸν ἀπὸ φλέγματος,

9

.

46

.

2

ὠχρὸν δ’ ἄλλο πικρόχολον, ὁτὲ δ’ ὑδατῶδες. εἰ δ’ αἷμα καθαρὸν ὡς ἐν φλεβοτομίᾳ φέροιτο, προσέχειν ἀκριβῶς μή τις ἀνάβρωσις γέγονεν

9

.

46

.

3

ἐν τῇ μήτρᾳ. χρὴ οὖν τοῖς ξηραίνουσι βοηθεῖν, ὑγροῦ τοῦ πάθους ὄντος χωρὶς τοῦ θερμαίνειν ἐπιφανῶς, καὶ τρίψεις ὅλου τοῦ σώματος παραλαμβάνειν καὶ χρίσεις διὰ μέλιτος ἱκανῶς ἑψηθέντος καὶ διουρητικὰ φάρμακα διδόναι, οἷόν ἐστιν ὕδωρ ἐνεψηθέντος αὐτῷ ἀσάρου καὶ σε‐
5λίνου· κενοῦν δὲ διὰ γαστρὸς ὅλον τὸ σῶμα.

9

.

47

t

Πρὸς ῥοῦν γυναικεῖον θεραπεία· ὅσα ἁπλᾶ.

9

.

47

.

1

Ἀνδράχνη ἐσθιομένη καὶ ὁ χυλὸς αὐτῆς πινόμενος, βαλαύστιον, βάτου ὁ καρπὸς καὶ τὸ ἄνθος, δρυὸς τὸ ὑπὸ τῷ φλοιῷ τοῦ πρέμνου

9

.

47

.

2

τὸ ὑμενῶδες καὶ τὸ ὑπὸ τῷ κελύφει τῆς βαλάνου. ἵππουρις μάλιστα τὸν ἐρυθρὸν 〈ὠφελεῖ〉 ῥοῦν πινομένη δι’ ὕδατος ἢ οἴνου· ὑποκιστίς.

9

.

47

.

3

σχίνου ὁ καρπὸς φρυγεὶς καὶ μετ’ οἴνου πινόμενος τὸν ἐρυθρὸν ῥοῦν ἐπέχει· Σάμιος ἀστήρ, Λημνία σφραγίς.

9

.

48

t

Περὶ φλεγμονῆς ὑστέρας.

9

.

48

.

1

Ἐμβροχῇ πρῶτον χρηστέον δι’ οἰνορροδίνου, εἶτα τῇ τρίτῃ δι’ ἐλαίου καθαροῦ· πιλήματα δὲ νενοτισμένα τὰ μὲν τῇ ὀσφύι, τὰ δὲ τῷ ἤτρῳ ἐπερρίφθω δίχα ἐπιδέσεως, καὶ μετὰ τὴν τρίτην φλεβοτομία

9

.

48

.

2

παραλαμβανέσθω· γινέσθω δ’ ἀπ’ ἀγκῶνος ἡ ἀφαίρεσις. τροφὴ δ’ ἔστω

9

.

48

.

3

χόνδρος ἐκ μελικράτου καὶ ἄρτος διάβροχος καὶ ὠὸν ῥοφητόν. ἀνέσεως δὲ γενομένης, καταπλάσμασι χρηστέον· γίνεται δ’ ἀνώδυνον κατάπλασμα καὶ ὕπνου ποιητικόν, εἴ τις κωδύας ἐν μελικράτῳ ἑψήσας αὐτὰς μὲν
ἐκβάλλοι, προσμίξας δὲ τὸ ἔλαιον τὰ τοῦ καταπλάσματος ἐμπλάσειεν.

9

.

48

.

4

εἰ δ’ ἀγανακτοίη πρὸς τὰς θερμασίας ἡ φλεγμονὴ διαθέσεις ἐρυσιπε‐ λατώδεις ἔχουσα, τούτων μὲν τῶν καταπλασμάτων ἀποχωρεῖν προσήκει,

9

.

48

.

5

χρῆσθαι δὲ τῷ διὰ τῶν ὠῶν καὶ τοῦ μελιλώτου. τὸ μὲν οὖν μελίλω‐ τον ἐν γλυκεῖ ἕψεται καὶ λειοῦται· τῶν δ’ ὠῶν αἱ λέκιθοι συλλειοτρι‐

9

.

48

.

6

βοῦνται, καὶ προσπλέκεται ῥόδινον ἢ μήλινον. παρακμῆς δὲ φαινο‐ μένης, ἀποχωρεῖν μὲν τῶν ψυκτικῶν, ἐπὶ κηρωτὴν δὲ μεταβαίνειν προσήκει· παρ’ ὅλην δὲ τὴν θεραπείαν καὶ τοῖς ἐγκαθίσμασι χρηστέον.

9

.

49

t

Περὶ τῶν ἐν μήτρᾳ ἀποστημάτων.

9

.

49

.

1

Εἰ ἡ φλεγμονὴ τῆς μήτρας εἰς ἐμπύημα τρέποιτο, συνεργητέον ἐστὶ τῇ ἐκπυήσει διὰ τήλεως καὶ λινοσπέρμου, καὶ μᾶλλον τοῦ κριθίνου

9

.

49

.

2

ἀλεύρου. τούτοις δὲ σῦκον ἑφθὸν παραπλεκέσθω, ποτὲ δὲ καὶ περι‐

9

.

49

.

3

στερᾶς ἄφοδος. καὶ συνεχέστερον τὰ ἐγκαθίσματα παραλαμβανέσθω·

9

.

49

.

4

πεσσοὶ δ’ ὑποτιθέσθωσαν οἱ θερμαίνειν καὶ ἐρεθίζειν δυνάμενοι. γνω‐ στέον δὲ τὴν σύρρηξιν γίνεσθαι, ποτὲ μὲν διὰ τοῦ στομίου τῆς ὑστέρας, ποτὲ δὲ διὰ τῆς κύστεως· πλειστάκις δ’ εἰς ἀπευθυσμένον συρρήγνυται.

9

.

50

t

Περὶ τῶν ἐν μήτρᾳ ἑλκῶν.

9

.

50

.

1

Δεόντως θεραπευθείη ἂν τὰ ἐν μήτρᾳ ἕλκη διά τε ἐγκαθισμάτων

9

.

50

.

2

καὶ ἐμβροχῶν καὶ καταπλασμάτων. ἰδιαίτερον δ’ ὠφελεῖ τὸ τοιόνδε φάρμακον· κρόκος κάλλιστος λεαίνεται μετὰ γυναικείου γάλακτος, εἶτ’ ἀναλαμβάνεται κηρῷ Τυρρηνικῷ διειμένῳ μετὰ ῥοδίνου καὶ χηνείου

9

.

50

.

3

στέατος· ἐπιχρίεται δ’ εἰς κροκύδα. τούτου δ’ ἐστὶ σπουδαιότερον καὶ πρὸς περιωδυνίας ἁρμόζον σκευαζόμενον οὕτως· κωδύαι μήκωνος ἐν γλυκεῖ βρέχονται κεκραμένῳ ἡμέρας δύο ἢ τρεῖς, ἔπειτα ἕψονται, μέχρι τακερωθῶσιν αὐτάρκως· μετὰ δὲ τοῦτο δεῖ λαβεῖν ῥόδων ἄνθους ἢ
5φύλλων κεκομμένων καὶ σεσησμένων 𐅻 ε καὶ κρόκου 𐅻 γ καὶ κοινῇ

9

.

50

.

4

συλλεαίνειν, παραμιγνυμένου τοῦ τῶν κωδυῶν ἀφεψήματος. κηροῦ δὲ Τυρρηνικοῦ 𐅻 β τῆξαι δεῖ σὺν ἴσῳ ῥοδίνῳ καὶ καταχέαι τῶν ἐν τῇ θυίᾳ καὶ συμμαλάξαι ἔχειν τε ἐν κασσιτερίνῳ ἀγγείῳ τὸ φάρμακον·
ἐπὶ δὲ τῆς χρήσεως ἀνιέναι ἐν ῥοδίνῳ καὶ προστιθέναι ἐν πεσσῷ.

9

.

51

t

Περὶ τῶν ἐν μήτρᾳ καρκινωμάτων.

9

.

51

.

1

Ἀνίατα μέν ἐστι ταῦτα· παρηγορεῖν δ’ αὐτὰ καὶ τοὺς πόνους μετριωτέρους ποιεῖν προσήκει διὰ τῶν ἐγκαθισμάτων τῶν διὰ τήλεως

9

.

51

.

2

καὶ μαλάχης ἀφεψημάτων. λίαν δὲ πέφυκε παρηγορεῖν ἐν αὐτοῖς προσαγόμενον τοῖς παροξυσμοῖς, εἴ τις μαλάχης τῆς ἀλθαίας τὰ φύλλα τακερώσας ἐν μελικράτῳ λειώσειε παραπλέκων ψίχας ὀλίγας καὶ ῥόδι‐

9

.

51

.

3

νον μετ’ ἰσχάδων μελιλώτου τε καὶ πηγάνου. ἐνίοτε τὰ σκληρὰ δια‐

9

.

51

.

4

λύει. μετὰ δὲ ταῦτα κηρωτὰς προσακτέον τὰς παρηγορεῖν δυναμένας.

9

.

51

.

5

κουφίζει δ’ αὐτὰς καὶ γάλα γυναικεῖον ἐγχυματιζόμενον καὶ χυλὸς ἀρνογλώσσου θερμὸς καὶ πεσσοὶ διὰ κρόκου καὶ ὀπίου καὶ ὑσσώπου καὶ γυναικείου γάλακτος σκευαζόμενοι.

9

.

52

t

Πρὸς ῥαγάδας ἐν μήτρᾳ.

9

.

52

1,2

Ἶριν μετὰ μέλιτος καὶ τερμινθίνης συμμαλάξας προστίθει. καὶ

9

.

52

.

2

(2)

ἐγκάθισμα δ’ ἁρμόσει τὸ διὰ πτισάνης εἰς χυλὸν παχὺν λελυμένης ἢ

9

.

52

.

3

τὸ διὰ σύκων ἀφέψημα. μετὰ δὲ τὸ ἁπαλυνθῆναι τοὺς τύλους ἁρμόσει τὸ διὰ καδμείας ἀνιέμενον ῥοδίνῳ.

9

.

53

t

Περὶ φίμου ἐν ὑστέρᾳ.

9

.

53

.

1

Γίνεται φίμος περὶ τὸ στόμα τῆς ὑστέρας ἢ δι’ ἕλκωσιν προ‐ ηγησαμένην ἢ διὰ φλεγμονὴν σκιρρωθεῖσαν· θεραπεύειν δὲ δεῖ ἐγκα‐ θίσμασί τε μαλάσσοντα τοῖς δι’ ὑδρελαίου καὶ τήλεως ἀφεψήμασιν

9

.

53

.

2

καταπλάσσοντά τε ὡσαύτως καὶ πεσσοὺς μαλακτικοὺς προσάγοντα. εἰ δ’ ἐγχρονίζοι τὰ τῆς διαθέσεως, χρηστέον ὑπατμισμοῖς καὶ θυμιάμασι

9

.

53

.

3

τοῖς δι’ ἀρωμάτων. λύει δὲ τὸν φίμον καὶ ὁ δι’ ὑσσώπου καὶ νίτρου καὶ ῥητίνης τερμινθίνης πεσσός.

9

.

54

t

Περὶ ἐμπνευματώσεως μήτρας.

9

.

54

.

1

Ἐμπνευματοῦται ἡ μήτρα ποτὲ μὲν πνεύματος ἐν τῇ εὐρυχωρίᾳ τοῦ κύτους ἀπολαμβανομένου (συμβαίνει δὲ διογκοῦσθαι τὸ ἦτρον),
ποτὲ δὲ καὶ ὅλον τὸ ὑπογάστριον οὐκ ἔλασσον ἢ ἐπὶ τυμπανίτου

9

.

54

.

2

ὕδρωπος. βοηθεῖν δὲ χρὴ εὐθὺς κατ’ ἀρχὰς τῇ πασχούσῃ· χρονίσαν

9

.

54

.

3

γὰρ ἀνίατον γίνεται τὸ πάθος. ἐν ἀρχῇ τοίνυν, εἰ μηδὲν κωλύει, φλεβοτομίαν παραληπτέον ἢ κάθαρσιν τὴν διὰ τῆς κολοκυνθίδος ἱερᾶς, εἶτα καταπλάσματα δι’ ἰσχάδων, ὑσσώπου, νίτρου, πηγάνου καὶ σικύας μετὰ κατασχασμοῦ καὶ τὸ Πολυάρχου μάλαγμα· ἐγκάθισμα δὲ τὸ δι’
5ἀφεψήματος ἐβίσκου καὶ ἰσχάδων καὶ πεσσοὺς σκευαζομένους διὰ τερ‐ μινθίνης, χαλβάνης, σμύρνης, ἴρεως καὶ ὑσσώπου.

9

.

55

t

Περὶ προπτώσεως ὑστέρας.

9

.

55

.

1

Καταστέλλειν δὲ δεῖ τὴν προπεσοῦσαν ὑστέραν πρότερον κλύσμασι χρησάμενον πρὸς τὴν κομιδὴν τῶν σκυβάλων· ὡσαύτως δὲ καὶ εἰ ἐν κύστει περίττωμα συνειλεγμένον εἴη, καὶ τοῦτο διὰ καθετῆρος ἐκληπτέον· εἶτα σχηματίζειν τὴν πάσχουσαν ἐπὶ κλίνης ὑπτίαν ἀνάρροπον συν‐
5ηγμένας ἔχουσαν τὰς ἰγνύας καὶ ἐν διαστάσει τὰ σκέλη, ἔπειτα λαβεῖν σύστρεμμα ἐρίου ἁπαλοῦ καὶ σχήματι καὶ πάχει ἀνάλογον τῷ κόλπῳ τῷ γυναικείῳ περιβάλλειν τε λεπτῷ ὀθονίῳ καὶ καταβάπτειν εἰς χύλι‐ σμα ὑποκιστίδος ἢ ἀκακίας οἴνῳ διειμένον προστιθέναι τε τῇ ὑστέρᾳ καὶ δίχα βίας ἀναβιβάζειν πᾶν τὸ προπεπτωκός, ἄχρις οὗ ὁ ὄγκος
10ὅλος ἐν τῷ κόλπῳ γένηται, καὶ σκεπάζειν ἔξωθεν σπόγγῳ τὸ ἦτρον ἀποτεθλιμμένῳ ἐξ ὀξυκράτου κατακλίνειν τε τὴν ἄνθρωπον ἐκτεταμένα καὶ συνηρμοσμένα ἔχουσαν ἀλλήλοις τὰ σκέλη ἢ τὸ ἕτερον κατὰ τοῦ

9

.

55

.

2

ἑτέρου κείμενον. μετὰ δὲ τοῦτο σικύας παραληπτέον μετὰ φλογὸς

9

.

55

.

3

πλείονος ἄνω πρὸς ὀμφαλὸν καθ’ ἑκατέραν λαγόνα. τῇ δὲ τρίτῃ τῶν ἡμερῶν, ἐγκειμένου τοῦ ἐρίου, ἐγκαθιζέτω ἡ γυνὴ εἰς οἶνον μέλανα αὐστηρὸν ποσῶς κεχλιασμένον ἢ εἰς ἀφέψημα βάτου ἢ σμύρνης ἢ

9

.

55

.

4

σιδίων. μετὰ δὲ ταῦτα τὸ μὲν ἐγκείμενον ἔριον αἰρέσθω, ἕτερον δ’ ἐντιθέσθω τῷ αὐτῷ νενοτισμένον φαρμάκῳ, καταπλάσματά τε ἔξωθεν ἐπιρριπτέσθω κατὰ τοῦ ὑπογαστρίου τὰ διὰ φοινίκων καὶ ἀλφίτων ἢ φακῆς ἢ σιδίων· διὰ τρίτης δὲ πάλιν τὰ αὐτὰ γενέσθω, μέχρι πεῖσμα
5βέβαιον λάβωμεν περὶ τοῦ μένειν τὰ κατεσταλμένα σώματα.

9

.

56

t

Περὶ ποδάγρας, ἀρθρίτιδος καὶ ἰσχιαδικῶν θεραπεία.

9

.

56

.

1

Τῆς ἰάσεως ὁ σκοπὸς τούτων κοινός ἐστι πρὸς τὰ φλεγμαίνοντα· διαφορηθῆναι γὰρ χρὴ τὸ ῥυὲν εἰς τοὺς τόπους, εἰ μὲν λεπτὸν εἴη, ἐν ἐλάττονι χρόνῳ, παχὺ δ’ ὑπάρχον ἢ γλίσχρον ἐν πλείονι, καὶ πολύ γε ἔτι μᾶλλον, εἰ γλίσχρον ἅμα τε εἴη καὶ παχύ, δεήσεται χρόνου

9

.

56

.

2

μακροτέρου. πορρωτέρω μέντοι τῶν τεσσαράκοντα ἡμερῶν οὐκ ἂν ἐκταθείη τῆς φλεγμονῆς ἡ θεραπεία, τοῦ τε ἰατροῦ δηλονότι πράττον‐

9

.

56

.

3

τος ὀρθῶς ἅπαντα καὶ τοῦ κάμνοντος εὐπειθοῦς ὑπάρχοντος. ἐνίοτε μὲν οὖν ὁ κατασκήπτων χυμὸς αἱματικός ἐστιν, ὡς τὸ πολὺ μέντοι φλεγματώδης ἢ μικτός· ἀκριβέστερον δέ τις ἑρμηνεύων οὐ φλεγματώδη χυμόν, ἀλλὰ τὸν ἰδίως ὠμὸν ὀνομαζόμενον ἐπικρατεῖν ὡς τὸ πολὺ
5φήσει κατὰ τὰς ἀρθρίτιδας· ἔστι δὲ παχὺς οὗτος ὅμοιός που ὑάλῳ κεχυμένῃ τῷ πάχει, χρονίζων δ’ ἐν τοῖς ἄρθροις οὐ μόνον παχύτερος,

9

.

56

.

4

ἀλλὰ καὶ γλισχρότερος γίνεται. τῶν τε οὖν πώρων ἡ γένεσις ἐκ τού‐ του, κἀπειδὰν γένωνται, μηκέτι ἐλπίσῃς εἰς τὴν ἀρχαίαν κατάστασιν

9

.

56

.

5

ἀκριβῶς ἐπανελθεῖν δύνασθαι τὸ ἄρθρον. ἀρχὴ δ’ ἔστω σοι τῆς θερα‐ πείας ἡ τοῦ λυποῦντος χυμοῦ κένωσις, εἰ μὲν πληθωρικὸν εἴη τὸ σῶμα, φλεβοτομίας ἁπάντων πρώτης παραλαμβανομένης, εἶτα καθάρ‐ σεως, ἐφ’ ᾗ τῶν τοπικῶν φαρμάκων ἐν καιρῷ καὶ τάξει προσηκούσῃ,
5ἐπὶ μὲν τῶν χειρῶν καὶ ποδῶν ἀποκρουστικοῖς τοῦ ῥεύματος χρωμέ‐ νων ἡμῶν, ἐπὶ δὲ τῆς κατ’ ἰσχίον διαρθρώσεως φυλαττομένων τοῦτο δρᾶν· ἐν βάθει γὰρ οὔσης αὐτῆς συνελαύνεται τὸ ἐκ τῶν περιεχόντων

9

.

56

.

6

ἀγγείων καὶ μυῶν αἷμα πρὸς ἐκείνην. παρηγορικῶν οὖν ἐν ἀρχῇ χρεία φαρμάκων ἐστὶν ἐπὶ τῆς κατ’ ἰσχίον ὀδύνης, οὔτε τῶν ψυχόν‐ των σφοδρῶς οὔτε τῶν θερμαινόντων ἰσχυρῶς, ὁποίων ὕστερον δεῖται.

9

.

56

.

7

τοὺς μὲν οὖν γαστριμάργους καὶ κακῶς διαιτωμένους οὐδὲ ἐπιχειρεῖν δεῖ θεραπεύειν· ὅσοι δ’ εὐπειθεῖς εἰσιν, ὀνήσεις αὐτοὺς μέγιστα κατὰ τὴν ἀρχὴν τοῦ ἦρος προκενώσας μὲν πρῶτον, ἐφεξῆς δ’ ἐπὶ γυμνάσια

9

.

56

.

8

καὶ δίαιταν ὑγιεινὴν ἀγαγών. οὐκ ὀλιγάκις δ’ ὑπὸ πλήθους αἵματος γινομένης τῆς ἰσχιάδος θεραπεύομεν αὐτὴν τάχιστα τῶν κατὰ τὴν

9

.

56

.

9

ἰγνύαν ἢ παρὰ τὰ σφυρὰ φλεβῶν τεμνομένων. ἐὰν δέ τις πρὶν κενῶσαι
τὸ πᾶν σῶμα δριμέσι φαρμάκοις ἐπ’ ἰσχιάδι χρήσηται κατὰ τοῦ πεπον‐ θότος μορίου, δυσιατοτάτην ποιεῖ τὴν διάθεσιν, σφηνουμένου τοῦ πλή‐

9

.

56

.

10

θους αὐτόθι. ὠφελοῦσι δὲ καὶ οἱ ἔμετοι τοὺς ἰσχιαδικοὺς μᾶλλον τῶν

9

.

56

.

11

διὰ τῆς κάτω γαστρὸς κενώσεων. ἐφ’ ὧν δὲ σφήνωσις γένοιτο σφοδρὰ καὶ δύσλυτος διά τι τῶν δριμέων φαρμάκων, σικύα βοηθεῖ μέγιστα καὶ ὁ διὰ τῶν καθαρτικῶν γινόμενος κλυσμός, οἷός ἐστιν ὁ διὰ τῆς κολοκυνθίδος.

9

.

57

t

Πρὸς ποδαγρικὰς ἄρθρων ῥευματικὰς διαθέσεις καὶ σκίρρους.

9

.

57

1,2

Ἀριστολοχία πινομένη μεθ’ ὕδατος ὠφελεῖ. κυάμινον ἄλευρον

9

.

57

.

3

ἑψηθὲν καὶ προσλαβὸν ὑείου στέατος καλῶς ποιεῖ. ὡς δ’ Ἀδαμάντιος ἔλεγε, κραμβῶν ξηρῶν ῥιζῶν καὶ καυλῶν κεκαυμένων τέφρα μεθ’ ὑείου στέατος καλλίστως ποιεῖ, ὀδυνωμένων μὲν νεαροῦ ἀνάλου, δια‐

9

.

57

.

4

φορήσεως δὲ δεομένων μετὰ παλαιοῦ ἁλισθέντος. ἀλώπεκας ὅλας ἕψοντες ἐν ἐλαίῳ τινὲς ἀρθριτικοὺς θεραπεύουσιν, οἱ μὲν ζώσας ἐμ‐ βάλλοντες μεγίστῳ λέβητι, οἱ δὲ καὶ τεθνεώσας· ὁμοίως δὲ καὶ τὰς ὑαίνας ἕψουσιν, ποιοῦντες διαφορητικὸν ἔλαιον, εἶτα πυέλους αὐτῷ
5πληροῦντες ἐνεβίβαζον αὐταῖς ὅλους τοὺς ἀρθριτικούς, ἐνδιατρίβειν χρόνῳ τινὶ συχνῷ κελεύοντες, ἐκ τούτου τε συνέβαινεν οὐ μόνον τοὺς

9

.

57

.

5

περὶ τὰ ἄρθρα ὄγκους, ἀλλὰ καὶ τὸ σύμπαν σῶμα κενοῦσθαι. περὶ δὲ τῶν πώρων εἴρηται μὲν καὶ ἐν τῷ ἑβδόμῳ, ῥηθήσεται δὲ καὶ νῦν.

9

.

58

t

Θεραπεία τῶν ἐν ἀρθρίτισι σκίρρων.

9

.

58

.

1

Λευκοΐων αἱ ῥίζαι μετ’ ὄξους τὰς σκιρρουμένας ἐν τοῖς ἄρθροις

9

.

58

.

2

φλεγμονὰς ἰῶνται. τυρῷ τῷ δριμυτάτῳ καὶ χρονιωτάτῳ ἐπ’ ἀρθριτικοῦ πώρους ἔχοντος ἐν τοῖς ἄρθροις ἐχρησάμην ὑείου κρέως ταριχηροῦ ἀφεψήματι δεύσας, καὶ ἐν θυίᾳ καλῶς λειώσας ἐπιμελῶς ἐπέθηκα κατὰ τῶν πώρων, καὶ μεγάλως ὠφέλησεν· διαρρηγνυμένου γὰρ αὐτομάτως
5αὐτῶν τοῦ δέρματος ἄνευ τομῆς ἀνέπλεεν ἀλύπως ἑκάστης ἡμέρας

9

.

58

.

3

μόρια τῶν πώρων. πλατάνου φύλλα χλωρὰ λεανθέντα τὰς ἐν γόνασι

9

.

58

.

4

φλεγμονὰς ὀνίνησιν. εὐφόρβιον λεῖον μετ’ ἐλαίου μιγνὺς τετηκότα κηρὸν προσάγων πολλάκις ἐχρησάμην ἐπὶ γόνατι κατὰ ψῦξιν ὀδυνω‐
μένῳ καὶ ἐπ’ ἄλλων μορίων, καὶ ἀνώδυνοι ταχέως ἐγένοντο.

9

.

59

t

Πρὸς σκίρρους τὸ Φιλαγρίου ἐν τῷ ε τῶν ποδαγρικῶν.

9

.

59

.

1

Πευκεδάνου ῥίζης, Ἀσσίου λίθου ἄνθους (εἰ δὲ μὴ παρείη, ἁλῶν ἀμμωνιακῶν), προπόλεως λιπαρᾶς ἀνὰ 𐆄 β, ἀμμωνιακοῦ θυμιάματος 𐆄 α, ἐρίων οἰσυπηρῶν κεκαυμένων 𐆄 α, ἀριστολοχίας στρογγύλης, κισή‐ ρεως, κυνείας κόπρου, ἰοῦ ξυστοῦ, λεπίδος χαλκοῦ, μίσυος ἀνὰ 𐅻 ιη,
5καστορίου γρ ιβ, σμύρνης 𐆄 γ, ἰξοῦ δρυΐνου 𐆄 γ, κηροῦ 𐆄 ιβ𐅶ʹʹ, πιτυΐνης 𐆄 ιβ𐅶ʹʹ, πίττης βρυττίας 𐆄 ιη γρ ιβ, ἐλαίου παλαιοῦ τὸ ἀρκοῦν, ὄξους δριμυτάτου τὸ ἀρκοῦν.

9

.

60

t

Ποδάγρας προφυλακτικόν.

9

.

60

.

1

Οἱ ἅλες σὺν ἐλαίῳ λειοτριβούμενοι πάντας τοὺς προφυλαττομένους ἐμπεσεῖν εἰς τὸ ποδαγρικὸν πάθος ὀνινᾶσι μεγάλως, εἰ μὴ πάνυ ξηρὰν ἔχοιεν δυσκρασίαν· δεῖ δὲ χρῆσθαι. αὐτῷ ἕωθέν τε καὶ εἰς ἑσπέραν χρωμένους διὰ παντὸς τοῦ βίου· καὶ μετὰ τὰς παρακμὰς δὲ τῶν

9

.

60

.

2

φλεγμονῶν αὐτῷ χρηστέον. —Ἄλλο πρὸς ποδαγρικούς· παλαι‐ ότατον ἔλαιον ἕψε, ἕως οὗ σύστασιν λάβῃ ἐμπλαστώδη, καὶ ἐπιπάσας λειότατον νίτρον ἀναλαβὼν χρῶ ἐμπλάσας ὀθόνῃ.

9

.

61

t

Πρὸς ἰσχιαδικούς.

9

.

61

.

1

Θέρμων πικρῶν ἀλεύρῳ καταπλάττουσι τοὺς ἰσχιαδικοὺς ὄξει ἢ

9

.

61

.

2

ὀξυμέλιτι ἢ ὀξυκράτῳ ἕψοντες. καλαμίνθῃ καταπλάσσουσί τινες τοὺς

9

.

61

.

3

ἰσχιαδικοὺς ὡς γενναίῳ βοηθήματι. καππάρεως τῆς ῥίζης ὁ φλοιὸς τὰς κατ’ ἰσχίον ὀδύνας ὀνίνησι πινόμενός τε καὶ ἔξωθεν τοῖς ἐπιτη‐

9

.

61

.

4

δείοις καταπλάσμασι μιγνύμενος. κόστῳ μετ’ ἐλαίου τοὺς παραλελυ‐

9

.

61

.

5

μένους καὶ ἰσχιαδικοὺς ἀνατρίβειν ὠφέλιμον. γάρος καὶ ἡ ἀπὸ τῶν

9

.

61

.

6

ταριχηρῶν ἰχθύων ἅλμη ἐνίεται τοῖς ἰσχιαδικοῖς. θλάσπεως σπέρμα δι’

9

.

61

.

7

ἕδρας ἐνιέμενον ὀνίνησι τῷ αἱματώδη κενοῦν. κενταυρίου τοῦ μικροῦ τὸ ἀφέψημα ἐνιᾶσί τινες ὡς ἄγον χολώδη, καὶ ὅταν αἱματώδη κενώσῃ,

9

.

61

.

8

μᾶλλον ὠφελεῖ. τινὰ δὲ καὶ ποτήματα πεπείραται ὡς τελείως ἀπαλ‐

9

.

61

.

9

λάττοντα τῆς διαθέσεως. ἁπλούστατον μὲν τὸ διὰ τεσσάρων· χαμαί‐
δρυος 𐆃 α, γεντιανῆς 𐆄 θ, ἀριστολοχίας στρογγύλης 𐆄 θ, πηγάνου σπέρ‐

9

.

61

.

10

ματος ξηροῦ ξ̸ α. κόψαντα δεῖ καὶ σήσαντα διδόναι καθ’ ἑκάστην ἡμέραν κοχλιαρίου πλῆθος ἁδροῦ νήστει τε καὶ εὐπέπτῳ μεθ’ ὕδατος

9

.

61

.

11

ψυχροῦ κυάθων β ἐπ’ ἐνιαυτόν. τὸ δὲ διὰ τῶν ἑπτὰ τοιόνδε ἐστίν· ὑπερικοῦ 𐆄 α, κενταυρίου 𐆄 γ, χαμαιπίτυος 𐆄 γ, γεντιανῆς 𐆄 ε, ἀρι‐ στολοχίας στρογγύλης 𐆄 α, ἀγαρικοῦ 𐆄 γ, πετροσελίνου 𐆄 α, μέλιτος

9

.

61

.

12

Ἀττικοῦ 𐆃 ε. ἡ δόσις 𐅻 α μεθ’ ὕδατος κυάθων τριῶν· ἡ δὲ λοιπὴ
χρῆσις ἡ αὐτή.