TLG 0722 003 :: ORIBASIUS :: Eclogae medicamentorum ORIBASIUS Med. Eclogae medicamentorum Citation: Chapter — section — (line) | ||
1t | Περὶ κεφαλαλγίας. | |
1.1 | Εἰ μὲν ἐν πυρετοῖς κεφαλαλγεῖν συμβαίνει, φλεβοτομεῖν ἐν τῇ πρώτῃ ἀνέσει ἢ τῇ δευτέρᾳ εἰ μήτε ἡλικία μήτε ὥρα κωλύοι, ἤ τι ἄλλο τοιοῦτον. καὶ μᾶλλον ἀφαιρετέον, οἷς ἀφανὲς τὸ ἄλγημα ἐφαί‐ νετο αἰφνίδιον οὐκ ἐπ’ εὐλόγοις αἰτίοις, οἷον αἵματος ἱκανῇ ῥύσει ἢ | |
5 | κοιλίας. εἰ δ’ ὕστερον μεθ’ ἑβδόμην εἰσβάλλοι ἡ κεφαλαλγία, σικυα‐ στέον ἀπ’ ἰνίου ἢ αὐχένος, ἢ βδέλλας προσθετέον κατὰ μηνίγγων. παρηγορητέον δὲ καὶ τὴν κεφαλὴν ταῖς δι’ ἐλαίου ἐμβροχαῖς καθ’ αὑτὸ ἢ πέμπτον ὄξους μετειληφότος· παρηγορεῖ δὲ καὶ τὸ ἀνηθέλαιον | |
---|---|---|
1.2 | καὶ τὸ πηγάνινον καὶ τὸ ἀμυγδάλινον. καταπλάσματα δ’ ἁρμόζει με‐ τώπῳ καὶ κροτάφοις προσαγόμενα ἄρτος δι’ ὀξυκράτου καὶ ῥοδίνου, ἔσθ’ ὅτε σὺν ἀμυγδάλοις ἢ ῥόδοις, ἤτοι ξηροῖς ἢ ἁπαλοῖς σὺν ἡδυό‐ σμῳ, ἢ ἁλῶν ἢ γλήχωνος μισγομένων τῷ ἄρτῳ μετὰ περσικοῦ φύλλων. | |
5 | ποιεῖ δὲ καὶ ὤκιμον λεῖον σὺν ὄξει καὶ ῥοδίνῳ, ἢ κισσοῦ κόρυμβοι ἐν ὄξει καὶ ῥοδίνῳ ἢ ἑρπύλλῳ δι’ ὕδατος ἑψηθέντι καὶ προσλαβόντι πύ‐ ρινον ἄλευρον, ἢ καρδάμωμον φρυγὲν καὶ λεανθὲν ὄξει καὶ ῥοδίνῳ, ἢ ζύμη μετὰ ῥοδίνου, ἢ ἶρις ξηρὰ μετ’ ὄξους. συνεχῶς δ’ ἀλλασσέσθω | |
1.3 | ἕκαστον τούτων· ἀπρακτεῖ γὰρ χρονίσαντα. ἐπίχριστα δὲ μετ’ ὄξους ἀλόη ἢ ἀμμωνιακὸν ἢ μαστίχη ἢ ἄρτος κεκαυμένος ἢ κροκόμαγμα καὶ κηκὶς ἴσα μετ’ ὄξους. ἐπὶ δὲ τῶν ἄνευ πυρετῶν κηκὶς καὶ κροκόμαγμα μετ’ οἴνου ἐπιχρίεται, ἢ δαφνίδων ἑξάγια β καὶ πηγάνου φύλλων 𐆄 β, | |
5 | νάπυος 𐅻 β, ἢ σμύρνης καὶ ἀλόης καὶ λιβάνου καὶ καστορίου καὶ | |
1.4 | εὐφορβίου ἴσα μετ’ ὄξους. —Μάλαγμα πρὸς κεφαλαλγίαν. | |
Κηροῦ 𐅻 ιζ, ἀμυγδαλίνου ἐλαίου 𐆄 γ, ἰοῦ ξυστοῦ, Κιμωλίας, χαλκίτεως ἀνὰ 𐅻 δ, κισήρεως 𐅻 γ, χαλκοῦ κεκαυμένου, λεπίδος στομώματος ἀνὰ 𐅻 β. ἐὰν δὲ δοκῇ σκληρότερον εἶναι, ἀμυγδαλίνῳ ἐλαίῳ μάλασσε. — | 185 | |
1.5 | Πρὸς δὲ τὴν λεγομένην ἡμικρανίαν ποίει οὕτως. Τερεβιν‐ θίνης, χαλκοῦ κεκαυμένου, κολοφωνίας, μίσυος ὠμοῦ ἐξ ἴσου· ἐμπλά‐ | |
1.6 | στρῳ χρῶ. —Ἄλλο. Νάπυος 𐅻 δ, κηροῦ, τερεβινθίνης ἀνὰ 𐅻 β, | |
1.7 | ἐλαίου παλαιοῦ 𐅻 α. —Κατάπλασμα εἰς ἡμικρανίαν. Δαφνίδων λείων 𐅻 β, πηγάνου φύλλων 𐅻 β, νάπυος 𐅻 α. ὕδατι διεὶς κατάπλασσε. — | |
1.8 | Τροχίσκος ὁ διὰ τῆς θαψίας πρὸς ἡμικρανίαν. Χυλοῦ θα‐ ψίας 𐅻 ιϛ, σμύρνης 𐅻 η, ὀποπάνακος 𐅻 ϛ, εὐφορβίου 𐅻 ϛ, νίτρου 𐅻 δ, ὀποῦ Παρθικοῦ 𐅻 δ, πεπέρεως 𐅻 β, σαγαπηνοῦ 𐅻 β. λείου δι’ ὄξους καὶ χρῶ, μετὰ δ’ ἓξ ὥρας λοῦε. εἰ δὲ βούλῃ ὑφειμένῳ χρῆσθαι, κη‐ | |
1.9 | ρωτῇ ἴσῃ ἀναλαβὼν ἔμπλασσε καὶ ἔα νυχθήμερον. —Τροχίσκος ἡμικρανικὸς ὁ διὰ κανθαρίδων. Κηροῦ 𐅻 α, ὀξυγγίου παλαιοῦ 𐅻 α, κανθαρίδων 𐅻 α, σκόρδων 𐅻 α. λειώσας ὁμοῦ ἀναλάμβανε τῇ κη‐ ρωτῇ, ἐμπλάσας τε ἐπίθες ἑσπέρας καὶ ἔα διανυκτερεῦσαι, ὄρθρου δ’ | |
5 | ἀφελὼν τὸ φάρμακον ῥῆξον τὴν φλύκταιναν καὶ θεράπευε παρύγρῳ | |
1.10 | φαρμάκῳ. —Ἀναγαργάρισμα πρὸς κεφαλαλγίαν φλέγμα κρατούμενον περὶ κεφαλὴν κενῶσαι. Νάπυος ἐκλελειωμένου καὶ κεχυλισμένου 𐆄 ιδ, σταφίδος ἀγρίας 𐅻 δ, πυρέθρου 𐅻 δ, πεπέρεως 𐅻 δ. κόψας καὶ σήσας μῖξον καὶ ἐν ἡλίῳ ἀνακογχυλίζου. | |
2t | Πρὸς ἐπιληπτικούς. | |
2.1 | Σκίλλης ὀπτῆς τὸ ἐντὸς λείου καὶ ἀνήσσου ἀν’ ὀξύβαφον καὶ σελίνου ὀξύβαφα γ. ἐκ τούτου δίδου καρύου μικροῦ τὸ μέγεθος μετ’ ὀξυμέλιτος. προπεριπατείτωσαν δὲ καὶ μετὰ τὸ πιεῖν, εἰ δύναιντο, ἄνω | |
2.2 | καὶ κάτω διατρεχέτωσαν. —Ἄλλο. Φύλλα ἁπαλὰ ἐλαίας κε μετὰ καστορίου τριωβόλου σὺν ὀξυμέλιτι. βοηθεῖ δὲ καὶ καθ’ αὑτὸ τὸ καστό‐ | |
2.3 | ριον. —Ἄλλο ἐπιληπτικοῖς καὶ τοῖς περιοδικῶς σπωμέ‐ νοις ἢ εἰλεωδεῶς ὀχλουμένοις ἢ χρονικῶς κεφαλαλγοῦ‐ σιν. Καστορίου, ἀβροτόνου, πάνακος, πυρέθρου, κρόκου ἀνὰ 𐅻 η, πη‐ γάνου ἀγρίου σπέρματος, σμύρνης, πεπέρεως λευκοῦ ἀνὰ 𐅻 δ. λειώσας | |
5 | ὄξει σκιλλίνῳ καὶ πλάσας τροχίσκους δραχμιαίους δίδου ἀπυρέτοις μὲν ἐν ὀξυμέλιτι, πυρέσσουσι δ’ ἐν ἀνέσει ἢ διαλείμματι δι’ ὑδρομέλιτος ἐπὶ τρεῖς ἡμέρας. ποιεῖ καὶ ἀρθριτικοῖς, ἄγει καὶ ἔμμηνα ἐννάκις, ὡς εἴρηται, ποτιζόμενον. ἐλέγχει ἐπιληπτικοὺς θυμιώμενα ἄσφαλτος ἢ γαγάτης λίθος ἢ κέρας ἐλάφειον ἢ αἴγειον, ἐσθιόμενον δ’ ἧπαρ | |
10 | τράγειον. | 186 |
3t | Πρὸς πιτυριάσεις. | |
3.1 | Κιμωλίαν βρέξας ὕδατι καὶ μαλάξας καὶ προσβαλὼν νίτρον σμῆχε σεύτλου χυλῷ καὶ χρῖε. λιβανωτὸν καὶ σμύρναν τρίψας ἐλαίῳ [καὶ] μετὰ ταῦτα κατάχριε σταφίδι ἀγρίᾳ ἢ φρυκτῇ μετ’ οἴνου λείᾳ. | |
4t | Πρὸς ἀλωπεκίας. | |
4.1 | Ἀλκυόνιον τὸ τραχύτερον καύσας καὶ λύχνου ἐλαίῳ λειώσας ἐπί‐ χριε. βασιλικὰ κάρυα καύσας ἐπίχριε σὺν μέλιτι. ἢ μῦν ζῶντα καύσας ἐπίχριε σὺν μέλιτι. πεπέρεως, προβατείας κόπρου ξηρᾶς, ἐρυσίμου, εὐζώμου σπέρματος ἀνὰ 𐅻 δ, ἐλλεβόρου λευκοῦ 𐅻 γ, μυῶν ἀφόδου 𐅻 γ. | |
5 | ἀναλάμβανε χολῇ ταυρείᾳ ἢ τραγείᾳ ἢ ὑείᾳ. κηκῖδας καύσας λείου σὺν οἴνῳ καὶ ἐπίχριε. λεπίδος στομώματος λειώσας μετ’ ὄξους καὶ ἐλαίου παλαιοῦ ἐπίχριε. καλάμου φύλλα κεκαυμένα μετ’ ἀρκείου στέατος διπλασίονος. πρὸ παντὸς δὲ φαρμάκου καὶ πρὸ πάσης ῥώσεως ἀνάτριβε συνεχῶς ἤτοι νίτρῳ ἢ βολβῷ ἢ ἐπὶ βραχὺ κρομμύῳ | |
10 | ὡς μὴ ἑλκωθῆναι, καὶ ξύρα τὸν τόπον συνεχῶς. | |
5t | Πρὸς ῥεούσας τρίχας. | |
5.1 | Λάδανον καὶ ἀδίαντον, ὃ καλοῦσι πολύτριχον, ἐπίχριε σὺν οἴνῳ καὶ μυρσίνῳ πρὸ βαλανείου καὶ μετὰ βαλανεῖον· ἢ ἀλόην σὺν οἴνῳ μέλανι αὐστηρῷ ἢ σμύρναν καὶ λάδανον σὺν οἴνῳ καὶ μυρσίνῳ. ἢ σπυράθους καύσας ἐπ’ ὀστράκου λείου μετ’ ἐλαίου καὶ προξυρήσας | |
5 | ἐπίχριε. | |
6t | Πρὸς φθεῖρας τὰς ἐν τῇ κεφαλῇ. | |
6.1 | Σανδαράχην μετ’ ἐλαίου ἢ κισσοῦ χυλὸν σὺν μέλιτι ἢ σινωπίδα μετ’ ὄξους. ἢ κεδρίᾳ ἢ ὑγρᾷ πίσσῃ μετὰ στυπτηρίας ἢ δαφνίδων πιέ‐ σματι ἢ ἐλαίῳ ῥαφανίνῳ. εἰς δὲ τὸ ὅλον σῶμα σταφὶς ἀγρία σὺν ἐλαίῳ ἐπιχριομένη. | |
7t | Πρὸς ἀχῶρας. | |
7.1 | Οἱ ἀχῶρες ἕλκη εἰσὶν ἐν τῇ κεφαλῇ γεννῶντα ὑγρασίαν μυξώδη, συμβαίνει δὲ καὶ ἐπὶ τοῦ γενείου καὶ ἐπὶ τοῦ ἐφηβαίου κατὰ τὸν τῶν τριχῶν τόπον. χρηστέον οὖν τούτῳ· λιθαργύρου 𐅻 ιϛ, πηγάνου φύλ‐ λων 𐅻 γ, σταφίδος ἀγρίας 𐅻 δ, χαλκάνθου 𐅻 β. μυρσίνῳ ἐλαίῳ ἀναλα‐ | |
5 | βὼν γλοιώδη ἐπίχριε. | 187 |
8t | Σμήγματα πυκνοῦντα κεφαλήν. | |
8.1 | Νίτρου 𐆃 α, δαφνίδων 𐆃 β, σταφίδος ἀγρίας 𐆃 α, σικύου ἀγρίου ῥίζης 𐆄 ϛ. σμάσθω ἐν βαλανείῳ μὴ ἀλειψάμενος, κατὰ δὲ τῶν ὀφθαλμῶν κατεχέτω ὀθόνιον πολύπτυχον ἢ σπόγγον. | |
9t | Περὶ τῶν ἐν ὀφθαλμοῖς παθῶν. | |
9.1 | Ἄλειμμα τὸ λεγόμενον ὑγείδιον, ὅ τινες Ἀμμωνίου ἐκάλεσαν, ποιοῦν πρὸς ἀρχομένας ὀφθαλμίας καὶ ἐπικαύματα καὶ κοιλώματα καὶ πρὸς πᾶν ἕλκος καὶ ὑποπύους, συγχύσεις, χημώσεις, προπτώσεις καὶ πρὸς τὰ χρόνια μυοκέφαλα, σταφυλώματα, ὀνύχια. ποιεῖ δὲ καὶ πρὸς | |
5 | τὰς ὑφ’ ὑδατίδων γινομένας φλεγμονάς, ἀνακαθαίρει τε καὶ ἀναπληροῖ καὶ ἀπουλοῖ· τοὺς δὲ μὴ δυναμένους διά τινα αἰτίαν, ἤτοι διὰ πόνον κεφαλῆς ἢ δι’ ὀφθαλμοῦ, κοιμηθῆναι ἄγει εἰς ὕπνον γεννικῶς ὡς ὑπνωτικὸν φάρμακον· χρῶ δ’ ἢ μετ’ ὠοῦ ἢ γάλακτος ἢ ὕδατος μέσῃ κράσει ἢ παχυτέρῳ. καδμείας 𐅻 ιϛ, ψιμυθίου 𐅻 ϛ, καστορίου 𐅻 ϛ, νάρ‐ | |
10 | δου Ἰνδικῆς 𐅻 δ, στίμμεως 𐅻 μ, ἀλόης 𐅻 ϛ, κασσίας 𐅻 δ, λεπίδος 𐅻 ε, χαλκοῦ κεκαυμένου 𐅻 ιϛ, ῥόδων ἄνθους 𐅻 η, λυκίου Ἰνδικοῦ 𐅻 γ, λί‐ θου σχιστοῦ 𐅻 δ 𐅶, κρόκου 𐅻 ϛ, μολύβδου κεκαυμένου καὶ πεπλυμένου 𐅻 η, ὀπίου δραχμαὶ γ, ἀκακίας 𐅻 μ, κόμμεως 𐅻 μη, ὕδωρ ὄμβριον· δε‐ δοκιμασμένον ἄγαν. | |
10t | Πρὸς ὤτων ἀλγήματα. | |
10.1 | Ἀλγημάτων μὲν ὄντων ἐν πυρετοῖς, καταπλαστέον ὠμαῖς λύσεσιν ἐπιτιθέντα ἄνωθεν μαρσίππους ἁλῶν πεφρυγμένων, κατὰ δὲ τοὺς τῶν ἀλγημάτων παροξυσμοὺς πυριατέον σπόγγοις δι’ ὑδρελαίου μέχρις ἀπο‐ νίας (πάντων γὰρ μᾶλλον οὗτοι παρηγοροῦσιν), καὶ πάλιν καταπλα‐ | |
5 | στέον, εἴς τε τὸν πόρον ἐγχυματιστέον ἔλαιον ᾧ ἐναφήψηται γῆς ἔντερα ἢ ὄνοι οἱ ὑπὸ τὰς ὑδρίας ἢ ἀράχναι. ἐγχυματιστέον δ’ ὑοσκυά‐ μου σπέρμα τετριμμένον μετὰ ῥοδίνου ἢ δαφνίδων πίεσμα ἢ χυλῷ κονύζης ἢ πολίου ἢ παρθενίου μετ’ ἴσου ῥοδίνου κεχλιασμένῳ, ἢ κεν‐ ταυρίου χυλόν, ἢ χολῇ βοείᾳ μετὰ χυλοῦ ῥοιᾶς γλυκείας ἡψημένῃ, ἢ | |
10 | ὀπὸς μήκωνος μετὰ γυναικείου γάλακτος, ἢ χυλῷ πυρήνων ῥοιᾶς μετὰ | |
10.2 | μέλιτος. —Πρὸς ὦτα πυορροοῦντα. Σχιστῆς, κρόκου, κηκῖδος ἴσα σὺν οἴνῳ αὐστηρῷ ἐγχυμάτιζε χλιαρῷ. πρὸς δ’ ὀδύνας μεγίστας καὶ πύον ἀμύγδαλα πικρὰ λελεπισμένα κ, ἀφρονίτρου, λιβάνου, ὀπίου ἀνὰ 𐅻 γ, κρόκου 𐅻 δ, χαλβάνης 𐅻 β, σμύρνης α. ὄξει λείου καὶ ἔν‐ | |
5 | σταζε, ὀδύνης μὲν οὔσης ῥοδίνῳ διείς, πυορροούντων δ’ οἰνομέλιτι ἢ | |
ὀξυμέλιτι, δυσηκοΐας δ’ οὔσης ὄξει. πρὸς δὲ σκωληκιῶντα πόρον ἔγ‐ κλυζε ἀφέψημα ἀψινθίου ἢ κενταυρίου ἢ πρασίου. ἢ καππάρεως φύλ‐ λων χυλὸς ἢ τοῦ καρποῦ ἢ κεδρέα ἢ ἐλλέβορος λευκὸς ἢ οὖρον ἀν‐ | 188 | |
10.3 | θρώπου παλαιόν, ἕκαστον σὺν μέλιτι. —Ὑπερσαρκήματα ἐν ὠσίν. Ἔγκλυζε νίτρῳ δι’ ὕδατος θερμοῦ. διάψα λεπίδι χαλκῇ μετὰ | |
10.4 | σανδαράχης ἴσοις· ἐσχαρωθέντα μέλιτι ἀνακαθαίρειν. —Θλάσεις ὤτων. Ἄρτου θερμοῦ τὸ ἐντὸς σὺν μέλιτι ὁλμοκοπήσας κατάπλασσε· φλεγμονῆς δὲ γενομένης, χόνδρῳ σὺν ὄξει ἑφθῷ κατάπλασσε. ὕδατος ἐναποληφθέντος εἰς τὸ οὖς, ἔνσταζε χυλὸν κρομμύου ἢ διὰ καλάμου | |
5 | ἐκμύζα ὡς διὰ σίφωνος. ζῴου ἐμπεσόντος εἰς ἀκοήν, ἔνσταζε πρὸς τὸ ἀναβιβασθῆναι αὐτὸ μαλάχης χυλὸν ἢ κενταυρίου ἀφέψημα μετ’ ὄξους, ἢ ἀψινθίου χυλόν, ἢ ὀπὸν σκαμμωνίας σὺν νίτρῳ καὶ ὕδατι θερμοῖς, ἢ νίτρον σὺν χυλῷ ἀψινθίου καὶ ὄξει, ἢ πράσου χυλὸν μετὰ μέλιτος, ἢ θεῖον ἄπυρον σὺν οὔρῳ παιδίου. ψηφίδος ἐμπεσούσης, ἢ μηλωτίδι | |
10.5 | ἀνάσπα διὰ ῥητίνης ἢ ταυροκόλλης ἢ δρώπακος. —Θλάσεις ὤτων. Σάνδυκος, ἐλαίου ἀνὰ 𐆃 α, ὕδατος 𐆄 ϛ. ἕψε, ἕως συστῇ, καὶ ἔμπλασσε. δυσηκοΐαις αἰγὸς οὖρον καὶ χολὴν ἐγχυμάτιζε· χρονίαις ὀδύναις καὶ ἑλκώσεσιν ὤτων ἐψιλωμένου χόνδρου κυκλαμίνου χυλοῦ ἢ λινοσπέρμου | |
5 | μέρη δύο, μέλιτος Ἀττικοῦ μέρος ἕν. ἕψε, ἕως μέλιτος σχῇ πάχος, καὶ ἔνσταζε χλιαρόν. | |
11t | Πρὸς τὰ τῆς ῥινὸς ἕλκη. | |
11.1 | Διάχριε τὰς ῥῖνας τῷ Ἀνδρωνείῳ τροχίσκῳ ἢ τῷ Μούσα σὺν γλυκεῖ (κεῖνται ἐν τοῖς στοματικοῖς) ἢ ψιμυθίῳ σὺν οἴνῳ ἢ Σαμίᾳ γῇ ἢ μολύβδου σκωρίᾳ ἢ λιθαργύρου καὶ ψιμυθίου καὶ μολύβδου σκωρίᾳ ἴσοις μετ’ οἴνου καὶ ἐλαίου ἢ ἀμόργῃ ἢ σανδαράχῃ μετ’ ἐλαίου. — | |
11.2 | Πρὸς σαρκώματα, ὀζαίνας, αἰγίλωπας. Χρῶ δ’ ἐπ’ ὀζαινῶν οὕτως. δοὺς τῷ πάσχοντι ὕδωρ καταρροφῆσαι καὶ κρατεῖν ἐν τῷ στό‐ ματι ἐμφύσα διὰ σύριγγος τὸ φάρμακον. χαλκοῦ ἐρυθροῦ ῥινήματος μέρος α, ἁλῶν ἀμμωνιακῶν μέρη β, στυπτηρίας στρογγύλης μέρη γ, | |
5 | ὄξους δριμυτάτου μέρη ιβ. λειοτριβήσας ὁμοῦ καὶ βαλὼν εἰς σκεῦος ἐρυθροῦ χαλκοῦ ἐν ἡλίῳ ξήραινε ἐν τοῖς ὑπὸ Κύνα καύμασι, κινῶν ῥάβδῳ ἐρυθροῦ χαλκοῦ, ἕως ξηρανθῇ· ἀποτίθεσο δ’ ἐν κεραμιαίῳ τεύχει. ποιεῖ δὲ καὶ πρὸς νομὰς καὶ σηπεδόνας πάσας ξηρόν· ἐμπλασ‐ σόμενον δὲ μετὰ κηρωτῆς ῥοδίνης ἕλκη ἀναπληροῖ. | |
12t | Πρὸς πολύπους. | |
12.1 | Πολύπους ἐξεσθίει προηλκωθέντας δρακοντίου ῥίζα ἐμπαστὴ ἢ | |
χυλὸς αὐτῆς ἐπιχριόμενος, κυπαρίσσου σφαιρία λειωθέντα σύκου σαρκὶ καὶ ἐντεθέντα, ἐλελίσφακος καταπαστή, ὀπὸς σιλφίου μετὰ χαλκάνθου ἢ ἰοῦ. κυνεία λευκὴ ὄξει λειωθεῖσα καὶ ἐγχυματιζομένη ἢ καταχριομένη | 189 | |
5 | ποιεῖ ἄκρως. προσέτι δὲ τῶν καυστικῶν ἐστι καὶ τοῦτο· ἀσβέστου ζώσης 𐅻 β, χαλκίτεως 𐅻 α, τρυγὸς κεκαυμένης 𐅻 α, νίτρου 𐅻 α· μετὰ στακτῆς κονίας πτερῷ διάχριε. | |
13t | Πρὸς αἰγίλωπας. | |
13.1 | Αἰγίλωπας ἰᾶται, ἐφ’ ὧν μὴ διὰ βάθους τὸ ὀστέον ἔφθαρται, μασηθέντα καὶ ἐπιτιθέμενα ἀρνογλώσσου φύλλα ἢ ἀνθεμίδος ἢ μαλάχης σὺν χολῇ ταυρείᾳ. ποιεῖ ἄριστα σμύρνα οἴνῳ λειωθεῖσα χυλώδης ὡς κολλύριον ἢ χυλὸς αἰγίλωπος τοῦ ἐν τῷ σίτῳ, ἐπάνω τιθεμένων ὀθο‐ | |
5 | νίων ξηρῶν. ἀλλασσέσθω δ’ ἕκαστον τρὶς τῆς ἡμέρας. ποιεῖ δὲ καὶ μαλάχης φύλλα μεθ’ ἅλατος μασηθέντα. ὅταν δ’ ἀναστομωθῇ, μόνα τὰ φύλλα ποιεῖ ἄχρις ἀπουλώσεως. | |
14t | Πταρμικά. | |
14.1 | Ἐλλέβορος λευκὸς ἢ καστόριον ἢ πέπερι ἢ στρούθιον ἢ ὁμοῦ πάντα· οὐ χρὴ δ’ ἐμφυσᾶν, ἀλλὰ πτερῷ διαχρίειν ὡς ἐσωτάτω τῆς | |
14.2 | ῥινός. —Πλεονάζοντας πταρμοὺς παῦσαι. Ἐγχυμάτιζε ῥόδι‐ νον ἢ νάρδινον ἢ γλυκὺ ἔλαιον· ὀσφραντὰ δὲ παύει πταρμὸν ἄνισον ἢ ὤκιμον. | |
15t | 〈Περὶ〉 αἱμορραγίας ῥινός. | |
15.1 | Χαλκῖτιν λεάνας ἀνάλαβε ἐλλυχνίῳ δεδευμένῳ ὕδατι ἢ πριαπίσκῳ καὶ ἐντίθει τοῖς μυκτῆρσιν· ἢ ὠοῦ ὄστρακον καύσας μίσγε αὐτῷ κηκῖ‐ δος τὸ ἥμισυ καὶ ὡσαύτως χρῶ· ἢ λυκίῳ Ἰνδικῷ διάψα· ἢ ὀνίδα καύσας τὴν [αὐτὴν] σποδὸν ἐμφύσα· ἢ χυλίσας τὴν ὀνίδα ἔνσταζε τὸν | |
5 | χυλόν· ἢ μυλίτου λίθου ἐκ πυρᾶς σβεσθέντος ὄξει τὴν ἀτμίδα ὀσφραι‐ νέσθω. τὰ δ’ ὦτα ἐμφρασσέσθω καὶ τὸ μέτωπον ἔμβρεχε σπόγγοις ἐξ ὕδατος ψυχροῦ· ἁρμόζει δὲ καὶ διασφίγγειν τὰ ἄκρα ἀποδεσμῷ καὶ σικύαν τῷ ἰνίῳ κολλᾶν μεθ’ αἵματος ἀφαιρέσεως, ἔσθ’ ὅτε καὶ φλεβο‐ | |
15.2 | τομεῖν καὶ ὀξυπαγῆ δὲ τῷ μετώπῳ ἐπιχρίειν. —Ἄλλο ἄκρως ποιοῦν. Ῥοδοειδοῦς σκεύασμα. 〈ῥοϊδαρίου καὶ〉 ὤχρας τὸ ἴσον ἀνεὶς | |
ἔνσταζε εἰς τὸ ἀντικείμενον οὖς. | 190 | |
16t | Πρὸς τὰ ἐν στόματι αἱμασσόμενα οὖλα. | |
16.1 | Σχιστῆς 𐅻 η, λιβάνου καὶ μαστίχης ἀνὰ 𐅻 δ, πεπέρεως 𐅻 α. ἀνα‐ | |
16.2 | λαβὼν ἔμπασσε. —Πρὸς τὰ αἱμασσόμενα καὶ ῥευματιζόμενα οὖλα. Ὠμὸν τάριχον ἐν χύτρᾳ καύσας λείου τὴν σποδιὰν καὶ παρά‐ | |
16.3 | πτου. —Ἄλλο. Σχιστῆς καὶ βαλαυστίου καὶ σμύρνης ἀνὰ 𐅻 β, κηκῖ‐ δος 𐅻 α, πεπέρεως 𐅶. χρῶ. | |
17t | Πρὸς παρουλίδας. | |
17.1 | Παρουλίς ἐστι φλεγμονὴ περί τι μέρος τῶν οὔλων, ἥτις μὴ λυ‐ θεῖσα ἐκπυΐσκεται, ποτὲ δὲ φλεβοτόμῳ διαιρεθεῖσα διαστέλλεται μότῳ ἢ ξύσματι ὀθόνης. χρῶ δ’ οὕτω ξηρῷ· θείου ἀπύρου, πεπέρεως, στυ‐ πτηρίας σχιστῆς ἴσα. | |
18t | Πρὸς τὰς τῶν οὔλων διαβρώσεις καὶ πλάδους. | |
18.1 | Γάλα ὄνειον ἢ βόϊνον ἤτοι αἴγειον, ἐλαίας φύλλων ἀφέψημα, πλατάνου φύλλων ἐν ὄξει ἡψημένων· ξηρὰ δὲ προσαπτόμενα ἰὸς σι‐ | |
18.2 | δήρου, κύτινοι. —Πρὸς ἐπουλίδας. Ἐπουλίς ἐστιν ἀπὸ φλεγμονῆς ὑπερσάρκωμα κατὰ τὸν ἐσώτατον γομφίον, ἔσθ’ ὅτε μετὰ πυρετοῦ καὶ ὀδύνης· χρείαν οὖν ἔχει καταστολῆς. χρηστέον τοίνυν ἰῷ ξυστῷ, καθ’ αὑτὸν ἢ μετὰ κηκῖδος, ἢ σώρει κεκαυμένῳ ἢ στυπτηρίᾳ πάσῃ ἢ λεπίδι | |
5 | χαλκῇ καθ’ αὑτὴν ἢ μετ’ ὄξους λειωθείσῃ ἐφ’ ἱκανὰς ἡμέρας καὶ ξη‐ ρανθείσῃ. | |
19t | Πρὸς παρισθμίων φλεγμονὴν ἡ διὰ μόρων. | |
19.1 | Μόρων χυλὸς 𐆂ο ιβ. ἕψε, ἕως παχυνθῇ· εἶτα προσλαμβάνει οἴνου αὐστηροῦ ξ̸ α καὶ γλυκέος Κρητικοῦ, ὃν ἡμεῖς σταφιδίτην καλοῦμεν ἐπιχωρίως, ξ̸ α, μέλιτος ξ̸ α, σμύρνης 𐅻 δ, κρόκου, ὀμφακίου, σχιστῆς | |
19.2 | ἀνὰ 𐅻 β. ἕψε ἕως συστάσεως. —Περὶ φλεγμονῆς ἐν παρισθμί‐ οις καὶ κιονίδι. Εἰ μὲν ἐν πυρετῷ φλεγμαίνοι παρίσθμια καὶ κιονίς, ἀναγαργαρίσματα ἁρμόζει δι’ ἀφεψήματος πιτύρων ἢ ῥόδων ἢ φοινί‐ κων ἢ φακῆς· ἐνδούσης δὲ τῆς φλεγμονῆς ἢ ἀκμαζούσης, μικτέον | |
5 | αὐτοῖς τὸ μέλι, ὃ ἐν ἀρχαῖς οὐ δεῖ ποιεῖν οὐδὲ ἐν ἐπιδόσεσιν, ὡς μὴ τῇ δριμύτητι ἐφέλκεσθαι ῥεύματα. εἰ δ’ ἐκπυηθέντα ῥαγείη, γαργαρι‐ στέον μελικράτῳ μετὰ φακοῦ ἀφεψήματος ἢ ῥόδων, ἐπιμένοντας μέχρι | |
παντελοῦς λύσεως. ἢ στοματικὴν διαλύειν καὶ διδόναι γαργαρίζειν. — | 191 | |
19.3 | Πρὸς τὰ ἐν παρισθμίοις λοιμικὰ ἕλκη. Χρηστέον τοῖς προ‐ γεγραμμένοις, ἰδίως δὲ τῇ τε διὰ μόρων μεθ’ ὕδατος θερμοῦ. ἢ ὑδρό‐ μελι ἔχον ἄνθος ῥόδων ἢ κόστον ἢ ῥοῦν ἢ ῥᾶ ξηρὸν ἐμπασσόμενον. πειρᾶσθαι δὲ μηδ’ ὅλως χειραπτεῖν ἢ εὐαφῶς πάνυ παράπτεσθαι. | |
5 | Ὠνήσει δὲ καὶ ὁ Ἀνδρώνειος τροχίσκος, μετὰ δὲ τοὺς ἐρεθισμοὺς τούτῳ γαργαρίζειν. γλυκείᾳ ῥίζῃ διειμένῃ. | |
20t | Πρὸς ἄφθας. | |
20.1 | Κηκίδων ἀφέψημα καὶ μέλιτος τὸ ἴσον ἕψε ἕως μελιτώδους συ‐ | |
20.2 | στάσεως καὶ μετὰ πάσης πραότητος διάτριβε. —Ἄλλο. Ποιεῖ καὶ πρὸς τὸν λεγόμενον βάτραχον. Ἰοῦ ξυστοῦ, κηκῖδος, λεπίδος χαλκοῦ, χαλκίτεως ἴσα παράπτου. ἔστι δὲ σὺν γλυκεῖ καὶ διάκλυσμα. | |
21t | Πρὸς ἀντιάδας. | |
211,2 | Κηκῖδος 𐅻 η, μίσυος 𐅻 β, ἁλῶν ὀπτῶν 𐅻 β· ξηρῷ χρῶ. —Ἄλλο. | |
21.3 | Ὀμφακίῳ ξηρῷ λείῳ παράπτου. —Τὸ Μούσα ἰατρεῖον πρὸς τὰ ἐν στόματι. Σχιστῆς, ἀλόης, σμύρνης, χαλκάνθου ἀνὰ 𐅻 ϛ, κυτί‐ νων 𐅻 δ, κρόκου 𐅻 γ. ἔνιοι καὶ κροκόμαγμα 𐅻 β. εἰ δὲ μὴ παρείη κροκόμαγμα, κρόκου ἄλλας 𐅻 β, καὶ σμύρνης ἄλλην 𐅻 α. λείου σὺν | |
5 | οἰνομέλιτι καὶ χρῶ οὕτως. | |
22t | Πρὸς βάτραχον ὑπογλώσσιον. | |
22.1 | Μίσυος, ἰοῦ ξυστοῦ ἴσα ξηρά· διάτριβε τοὺς ὑπὸ τὴν γλῶσσαν τόπους. τῶν δὲ τελείων προδιαίρει τὰς ὑπὸ τὴν γλῶσσαν φλέβας, κατὰ δὲ τοῦ ἀνθερεῶνος χρηστέον τῇ ἀνθηρᾷ ἢ τῷ σφαιρίῳ ἢ τῷ δι’ | |
22.2 | ὠῶν παρύγρῳ. —Στοματικὴ διάχριστος. Ὄμφακος ἤδη διαυγά‐ ζοντος, λευκῆς σταφυλῆς χυλοῦ 𐆂ο α, μέλιτος 𐆂ο α. ἑψήσας πράως κά‐ ταγε εἰς ποσὸν πάχος, εἶτα μίξας σμύρνης, κασσίας, ὀμφακίου, κρόκου ἀνὰ 𐅻 β, πάλιν ἕψε ὡς σύστασιν διαχρίστου λαβεῖν. | |
23t | Στοματικὴ ἀνθηρὰ πρὸς πάντα. | |
23.1 | Κυπέρου 𐅻 η, σμύρνης, κροκομάγματος, σχιστῆς, ἴρεως ἀνὰ 𐅻 β, | |
23.2 | σανδαράχης 𐅻 γ, κρόκου 𐅻 α. πάντα λεῖα μίξας χρῶ. —Τροχίσκος ὁ Ἀνδρώνειος πρὸς κιονίδα. Κυτίνων ῥοᾶς, ἀριστολοχίας ἀνὰ | |
𐅻 θ, κηκίδων 𐅻 δ ἢ η, ἀλόης 𐅻 δ, λιβάνου, σχιστῆς, χαλκάνθου ἀνὰ 𐅻 δ, | 192 | |
23.3 | σμύρνης 𐅻 β. λείου διὰ γλυκέος καὶ χρῶ διὰ γλυκέος. —Ὀδόντων σμήγματα. Ἀριστολοχίας ῥίζης, ἐλαφείου κέρατος κεκαυμένου, μα‐ | |
23.4 | στίχης ὀλίγον. ἑνώσας χρῶ. —Πρὸς βρώματα ὀδόντων. Βρώ‐ ματι ὀδόντων ἐντίθει στύρακα ἀναλαβὼν εὐφορβίῳ ἢ πέπερι μετὰ χαλβάνης ἢ τὸ ἐντὸς τῆς κηκῖδος μετὰ μέλιτος ἢ ὀποπάνακα ἢ ὀπὸν σιλφίου ἢ τὴν διὰ δύο πεπέρεων ἢ τὴν Φιλώνειον ἢ θεῖον ἄπυρον | |
5 | μετ’ ἴσου πεπέρεως· ἐγὼ δὲ μᾶλλον πύρεθρον ἢ σταφίδα ἀγρίαν ἐν‐ | |
23.5 | θεῖναι προέκρινα μετὰ κατοχῆς. —Πρὸς ὀζοστόμους. Ἁλὸς ἀμ‐ μωνιακοῦ, ἴρεως, κυπέρου ἴσα· διατρίψας ἐφ’ ἱκανὸν τὰ οὖλα διακλυ‐ ζέσθω οἴνῳ εὐώδει. | |
24t | Πρὸς χείλη ἐρρωγότα. | |
24.1 | Ἀμόργῃ ἑφθῇ διάχριε· ποιεῖ γὰρ τὸ δέον τάχιστα. ἤδη δὲ καὶ τοῦτο ὠφελεῖ· στέατος χηνείου, μέλιτος, τερεβινθίνης ἴσα, ῥόδων ἄν‐ θους, ὑσσώπου, ῥοδίνου ἀνὰ βραχύ. | |
25t | Διάχρισμα ἀποφλεγματίζον. | |
25.1 | Ὀριγάνου, σινάπεως, ὑσσώπου, πεπέρεως, θύμου, πυρέθρου ἴσα. κόψας καὶ σήσας μέλιτι φυρῶν διάχριε τὴν ὑπερῴαν· ὕστερον δὲ καὶ τὰ παρίσθμια νάπυος διπλοῦν. | |
26t | Πρὸς 〈κό〉ρυζαν, κατασταγμὸν καὶ κατάρρους. | |
26.1 | Ἴρινον μύρον ἔνσταζε ταῖς ῥισίν. ἀφλέγμαντον ἐπιτιθέναι κατὰ τοῦ μετώπου, οἷον τὴν Ἱκεσίου ἢ τὴν ὀξηρὰν ἢ τὴν Ἀθηνᾶν ἢ τὴν βάρβαρον· ἐπιχρίειν δ’ ἔνδοθεν τοὺς μυκτῆρας λιβανωτῷ καὶ σμύρνῃ συλλελειασμένοις μετ’ οἴνου καὶ ἐλαίου ὡς ἔχειν πάχος μέλιτος. ἢ με‐ | |
5 | λάνθιον κεκομμένον ἐν ὀθονίῳ ἀποδεθὲν ὀσφραινέσθωσαν, ἢ πέπερι ἢ κύμινον· γαργαριζέσθωσαν δὲ σκυβελίτην θερμὸν ἢ πρότροπον. τὸ διὰ ὑσσώπου καὶ σύκων καὶ στροβίλων ἀφέψημα μετ’ ἴρεως ῥοφείτωσαν. — | |
26.2 | Ἄλλο πρὸς κατάρρουν. Στύρακος 𐅻 δ, σμύρνης, ὀπίου, χαλβάνης ἀνὰ 𐅻 α. γλυκεῖ ἀναλαβὼν ποίει ὀροβιαῖα καταπότια καὶ δίδου εἰς | |
26.3 | κοίτην β ἢ γ ἢ δ, καὶ ἐπιρροφείτω γλυκέος κεκραμένου 𐆂υ β. —Ἄλλο. Ὁρμίνου σπέρματος, μήκωνος μελαίνης σπέρματος, λινοσπέρμου πε‐ | |
φωγμένου ἴσα μέλιτι ἑφθῷ ἀναλαβὼν δίδου νήστει διαμασᾶσθαι. | 193 | |
27t | Ἀρτηριακὴ | |
27.1 | πρὸς τραχύτητα βρόγχου καὶ βῆχα διαίμους τε πτύσεις. ἀμύγδαλα πικρὰ λελεπισμένα κε, λινοσπέρμου πεφωγμένου 𐅻 δ, τραγακάνθης 𐅻 β, στροβίλων κόκκοι λ, ὠοῦ ὠπτημένου τὴν λέκιθον. ἡ τραγάκανθα ὕδατι βρέχεται, τὸ δ’ ὅλον γλυκεῖ ἀναλαμβάνεται. εἰ δ’ ἡ φωνὴ ἐγκέκοπται, | |
27.2 | μέλιτι μῖξον ἀντὶ γλυκέος, μάλιστα ἐφ’ ὧν ἀναχθῆναί τι δεῖ. —Ἡ διὰ κωδυῶν ποικίλη. Κωδύας μήκωνος χρονίας ρκ βάλε εἰς ὕδα‐ τος ξεστία γ, καὶ ἔασον βραχῆναι ἡμέρας γ, καὶ ἑψήσας ὡς λειφθῆναι τὸ τρίτον τὰς μὲν κωδύας ῥῖψον, τῷ δ’ ὕδατι μῖξον μέλιτος ξ̸ α, καὶ | |
5 | ἑψήσας ἕως μελιτώδους συστάσεως πρὸς τὸ ἐπαίρειν ἔμπασον κρόκου, σμύρνης, ἀκακίας, ὑποκιστίδος χυλοῦ ἀνὰ 𐅻 α. δίδου εἰς ὕπνον ἔλ‐ | |
27.3 | λειγμα. —Ἄλλο. Στέατος ὀρνιθείου προσφάτου 𐅻 γ 𐅶, μέλιτος 𐆂ο α. ἕψε κινῶν πηγάνου κλωνίοις ἕως συστῇ. δίδου δὲ νήστεσι καὶ μετὰ τροφὴν καὶ εἰς νύκτα. | |
28t | Περὶ βηχός. | |
28.1 | Ἡ βὴξ ῥευματισμός ἐστιν ἀρτηρίας τραχείας καὶ θώρακος· ἐὰν δὲ χρονίσῃ, καὶ πνεύμονος. ἁρμόζει δὲ καταρροφεῖν ἐπ’ αὐτῇ τὸ δι’ | |
28.2 | ὑσσώπου καὶ ἴρεως καὶ στροβίλων ἀφέψημα συνεχῶς. —Ἄλλο τὸ διὰ στύρακος. Ἀμώμου, κασσίας ἀνὰ 𐆄 β, στύρακος 𐆄 α 𐅶, ναρδο‐ στάχυος 𐆄 α 𐅶, κρόκου 𐆄 α, πεπέρεως λευκοῦ 𐅻 α, μέλιτος ξ̸ α. δίδου | |
28.3 | κοχλιάριον. —Ἄλλο βηχικὸν πραΰτερον. Μέλιτος 𐆄 γ, βουτύρου προσφάτου 𐆄 γ, κυμίνου 𐅻 γ, λινοσπέρμου 𐅻 β. προαπαφρίσας τὸ μέλι | |
28.4 | μίγνυε τὸ βούτυρον μετὰ τῶν λοιπῶν καὶ πάλιν ἕψε ὁμοῦ. —Βῆχα ξηρόν. Βῆχα ξηρὸν ἰᾶται ὕδατος ζέοντος καταρρόφησις· διὰ παχύ‐ τητα γὰρ φλέγματος μὴ ἀνάγοντες τοῖς ὑγραίνουσι ποσῶς βοηθοῦν‐ | |
28.5 | ται. —Πρὸς βῆχας καὶ φθίσεις ἰσόσταθμος. Φύλλου, πετρο‐ σελίνου, ὑσσώπου, ῥόδων ξηρῶν, ἀνήσσου, ὀπίου, κρόκου, κόστου, ὑοσκυάμου σπέρματος, σμύρνης τρωγλοδύτιδος, ναρδοστάχυος, ἴρεως ἀνὰ 𐅻 α, μέλιτος τὸ ἀρκοῦν. ἡ δόσις κυάμου μέγεθος εἰς νύκτα. | |
29t | Δυσπνοϊκοῖς, ἀσθματικοῖς, ὀρθοπνοϊκοῖς. | |
29.1 | Κατάπλασμα διὰ σύκων καὶ αἰρίνου ἀλεύρου καὶ κριθίνου ἔχον καὶ ῥητίνην καὶ κηρὸν καὶ μέλι· ἐμπασσέσθω δ’ αὐτῷ καὶ ἶρις καὶ μάννα. οὐκ ἄχρηστος δὲ καὶ ὠμήλυσις μετὰ ῥητίνης καὶ κηροῦ καὶ | |
ἴρεως καὶ μάννης. ἀσθματικοῖς πόμα δίδοται πολίου, ἀβροτόνου, καστο‐ | 194 | |
5 | ρίου, χαμαιπίτυος, ἀμμωνιακοῦ θυμιάματος ἴσα. μέλιτι ἀναλαβὼν δίδου κυάμῳ ἴσον. ἔδοσάν τινες ἀφρονίτρου κοχλιάριον α ἐν τρισὶ κυάθοις μελικράτου. καστορίου, πεπέρεως, ἀμμωνιακοῦ θυμιάματος, ἀφρονίτρου | |
29.2 | ἴσα. δίδου ἐν μελικράτῳ 𐅻 α. —Ἄλλο. Καστορίου, ἀμμωνιακοῦ θυ‐ μιάματος ἀνὰ 𐅻 η, πεπέρεως κόκκους μ. γλυκεῖ ἀναλαβὼν δίδου κυάμῳ | |
29.3 | ἴσον σὺν μελικράτῳ κυάθοις γ. —Ἄλλο. Σκίλλης ὀπτῆς 𐆄 ϛ. στρου‐ θίου 𐆄 β, μέλιτος 𐆃 α. δίδου μύστρου πλῆθος νήστει ἐκλείχειν. — | |
29.4 | Ἄλλο δυσπνοϊκοῖς. Σινάπεως 𐅻 α, νίτρου ἀφροῦ 𐅻 γ, ἐλατηρίου ἡμιωβόλιον. λεάνας ὕδατι πλάσσε τὸ πᾶν εἰς καταπότια, δίδου δὲ β ἐφ’ ἡμέρας β πρωῒ καὶ δείλης· καθαίρονται γὰρ ἀλύπως. καὶ ἐν πα‐ ροξυσμῷ μὲν δοθὲν δυσπνοοῦσιν αὐτὴν καταπαύει τὴν διάθεσιν, ἐξ | |
5 | ἐπιμονῆς δὲ καὶ λύει διδόμενον παρὰ δυσὶν ἡμέραις τοῖς ἰσχυροτέροις. ἐπὶ δὲ τῶν πνιγομένων δίδου ἀφρονίτρου 𐅻 γ, μεθ’ ὑδρομέλιτος 𐆂υ γ. καὶ μετὰ καρδάμου ἐνίοτε ἢ καρδαμώμου παραχρῆμα βοηθεῖ. ποιεῖ ἡ δύναμις καὶ ἐπ’ ἰσχιαδικῶν. ἀψινθίου, θείου ἀπύρου ἴσα. κόψας καὶ ἐκλεάνας δίδου μετὰ μέλιτος. | |
30t | Περὶ αἱμοπτυϊκῶν. | |
30.1 | Αἱμοπτυϊκοῖς δίδοται χυλὸς πρόσφατος πολυγόνου ἢ ἀρνογλώσσου ἢ βάτου ἢ κηκίδων ἢ ὠκίμου ἢ ἡδυόσμου κατ’ ἰδίαν μετ’ ὄξους βρα‐ χέος. ἢ ῥᾶ Ποντικὸν λεῖον ἐμπάσσειν τῷ ποτῷ ἢ Σάμιον ἀστέρα ἢ Λημνίαν σφραγίδα μετὰ τοῦ Σαμίου ἢ κοράλλιον ἢ ἐλαίας ἡψημένης | |
5 | χυλὸν ἢ ἀκακίαν ἢ ὑποκιστίδα ἢ βαλαύστιον ἢ πράσιον ἢ ῥοῦν ἢ κη‐ κῖδα λείαν ἢ ἐρυθρόδανον ἢ κόμμι ἢ τραγάκανθαν μετὰ μήκωνος με‐ λαίνης ἢ πυτίαν λαγωοῦ ἢ ἐλαφείαν ἢ μοσχείαν ἢ πράσου σπέρμα ὅσον τοῖς τρισὶ δακτύλοις κατασχεῖν μετ’ ἴσου μήκωνος σπέρματος ἢ | |
30.2 | ὄμφακος ξηροῦ κοχλιάριον. —Τροχίσκος ὁ διὰ κοραλλίου. Λιβάνου ἄρρενος 𐅻 η, γῆς Σαμίας, βαλαυστίων, κοραλλίου ἀνὰ 𐅻 δ, ἀμύλου, Λημνίας σφραγίδος ἀνὰ 𐅻 β, ὀπίου ὑοσκυάμου σπέρματος ἀνὰ | |
30.3 | 𐅻 α. ἀναλάμβανε χυλῷ ἀρνογλώσσου. —Αἱμοπτυϊκοῖς. Κοραλλίου, Σαμίου ἀστέρος ἴσα. δίδου κοχλιάρια γ μετ’ ὀξυκράτου κυάθους γ | |
30.4 | κατὰ μέρος. —Ἡ δι’ ἰτεῶν. Κηροῦ, πιτυΐνης, πίσσης, ἀσφάλτου ἀνὰ 𐆃 α, μελαντηρίας, χαλκίτεως, χαλκάνθου, μίσυος, ψιμυθίου, κηκί‐ δων, ἰοῦ ξυστοῦ, κυτίνων, ῥοός, σχιστῆς στυπτηρίας καὶ στρογγύλης ἀνὰ 𐆄 γ, λεπίδος 𐆄 γ, ὄξους 𐆂ο ϛ, ἐλαίου τὸ ἀρκοῦν, ἰτέας φύλλων | |
5 | ἁπαλῶν 𐆃 α. ἑψήσας ἐν ὄξει τὰ φύλλα καὶ ἐκθλίψας ῥῖψον καὶ λείου | |
τὰ ξηρὰ ἐν αὐτῷ, ἕως ὅλον ἀναλωθῇ, εἶτ’ ἐπίβαλλε τὰ τηκτὰ ἐν τῇ θυΐᾳ· ἐπιτίθει δὲ τοῖς αἱμοπτυϊκοῖς κατὰ τοῦ θώρακος καὶ τῶν μετα‐ φρένων. ἔτι δὲ καὶ ἐνάρθροις καὶ πρὸς παλαιὰ ἕλκη καὶ καταγματικὰ πρός τε κεφαλαλγίας, ὀφθαλμῶν ῥευματισμόν. ἔστι δὲ καὶ ἔμμοτος ἀγα‐ | 195 | |
30.5 | θή, τὸ δ’ ὅλον ξηραντικὴ καθέστηκεν. —Ἡ δι’ αἰρῶν ἀναξηραν‐ τικὴ ποιοῦσα καὶ πρὸς σπλῆνα καὶ χοιράδας μαλάσσουσα. Πίσσης 𐆃 β, κηροῦ 𐆄 η, τερεβινθίνης ἢ πιτυΐνης 𐆄 θ, ἀσφάλτου 𐆄 β, αἰρίνου ἀλεύρου ξ̸ α, ὅ ἐστιν 𐆄 ιδ, ἐλαίου παλαιοῦ 𐆄 ε, οἴνου ὀλίγον. | |
31t | Πρὸς φθισικούς. | |
31.1 | Φθισικοῖς ἔλλειγμα. Μέλιτος Ἀττικοῦ 𐆃 α, φοινίκων 𐆄 δ, στα‐ φίδων λιπαρῶν 𐆄 β, στύρακος 𐆄 α, κρόκου, ἴρεως, ὑοσκυάμου σπέρμα‐ | |
31.2 | τος, τραγακάνθης ἀνὰ 𐅻 δ, στροβίλων 𐅻 ϛ, ἀμύλου 𐆄 α 𐅶. —Ἄλλο. Μέλιτος ξ̸ α, οἴνου σκυβελίτου ξ̸ α. ἕψεται ὁμοῦ μέχρι συστάσεως κι‐ νούμενον γλυκυρρίζης κλάδῳ, εἶτα μίγνυται σμύρνης ὀβολός, κρόκου | |
31.3 | ὀβολοὶ β. δίδοται νήστει κοχλιάρια β. —Ἄλλο κάλλιστον. Σκίλλαν ὀπτήσας ἕως ἀνθρακώσεως τῶν ἔξω λεπισμάτων, εἶτα τὸ ἐγκάρδιον αὐτῆς λειοῦν μιγνύντα τῷ ἐγκαρδίῳ αὐτῆς μέλιτος μέρη ϛ. δίδου νήστει. — | |
31.4 | Ἄλλο κάλλιον. Ὀρόβινον ἄλευρον χυλῷ σκίλλης ἀναλαβὼν ξήραινε, ἐν δὲ τῇ χρήσει κόψας τοὺς ἀρτίσκους μέλιτι μιγνὺς πρόσφερε νή‐ | |
31.5 | στει. —Ἄλλο. Βουτύρου προσφάτου, τερεβινθίνης, μέλιτος ἴσα. δίδου | |
31.6 | νήστει. —Ἄλλο. Ὀρόβου, ἴρεως, γλυκυρρίζης, ἀμυγδάλων πικρῶν | |
31.7 | ἴσα. μέλιτι ἀναλαβὼν δίδου. —Ἡ διὰ κωδυῶν μετὰ τροφὴν δίδο‐ | |
31.8 | σθαι ἁρμόζει, ἀναγέγραπται δ’ ἐν τοῖς πρὸς κατάρρουν. —Ἡ διὰ πρασίου. Πρασίου κόμης 𐆃 α ἕψεται ἐν ὕδατος κυάθοις ϛ, καὶ ὅταν [δὲ] τὸ τρίτον λειφθῇ τοῦ ὕδατος, μίγνυε αὐτῷ μέλιτος ξ̸ α, καὶ ἕψε | |
31.9 | ἕως μελιτώδους συστάσεως. ἡ δόσις κοχλιάρια β ἢ γ. —Ποιεῖ δ’ ἐπὶ τῶν φθισικῶν καλῶς πολλὰ τῶν ἐν τοῖς βηχικοῖς καὶ πρὸς κατάρρους ἀναγεγραμμένα. | |
32t | Περὶ ἐμπυϊκῶν. | |
32.1 | Ἐμπυϊκοὶ καλοῦνται οἷς ἂν ἀπόστημα γενόμενον ἐν τῷ ὑπεζω‐ κότι τὰς πλευρὰς ὑμένι συρραγῇ· κοινότερον δὲ καὶ οἷς ἀπ’ ἄλλου τινὸς μέρους τοῦ θώρακος ἀναφορὰ ὑγροῦ γίνοιτο ἐκ συρρήξεως ἀπο‐ στήματος. τοῖς οὖν ἀνάγουσι πύον ἁρμόζει ἃ καὶ τοῖς φθισικοῖς, καὶ | |
5 | μάλιστα τὸ δι’ ὀρόβου. —Ἔλλειγμα ἀνακαθαῖρον ἐμπυϊκούς. Καρδαμώμου 𐅻 η, σαγαπηνοῦ 𐅻 δ, σμύρνης 𐅻 α, καστορίου 𐅻 β, ὀπίου 𐅻 β, πεπέρεως λευκοῦ 𐅻 α. ἐν ὕδατι πλάσσε τροχίσκους ἄγοντας 𐅻 γ, | |
32.2 | καὶ δίδου ἕνα μεθ’ ὕδατος. —Τὸ δι’ ὀρόβου. Ὀρόβου πεφωγμέ‐ νου καὶ ἐρηριγμένου 𐅻 η, κωναρίων 𐅻 η, ἀμύλου 𐅻 ϛ, πεπέρεως 𐅻 δ, πηγάνου χυλοῦ 𐅻 α, μέλιτος ἀπέφθου. κοινότερον δ’ ἁρμόζει τὰ ἐπὶ | 196 |
32.3 | τῶν φθισικῶν. —Τὸ μέγα διὰ πρασίου. Ναρδοστάχυος 𐆄 α, πε‐ πέρεως λευκοῦ 𐆄 α, πρασίου χυλοῦ 𐆄 α, μέλιτος ξ̸ α, οἴνου Ἀμιναίου ξ̸ α. τὸν χυλὸν σὺν τῷ οἴνῳ καὶ τῷ μέλιτι ἕψε καὶ σύστασιν ἔχοντι ἐπίπασσε τὰ ξηρὰ λεῖα. | |
33t | Πρὸς περιπλευμονικούς. | |
33.1 | Προποτιστέον τοὺς περιπλευμονικοὺς σύκων ἀφεψήματι μεθ’ ὑσ‐ σώπου ἢ ἴρεως ἀφεψήματι ἢ μελικράτου ἢ ἴριδι λείᾳ ἐμπασσομένῃ· ἔστω δὲ τῆς ἴρεως κοχλιάρια β. ἐπιτιθέναι δὲ καθ’ ὅλου τοῦ θώρακος καὶ τῶν πλευρῶν κυπρίνην κηρωτὴν ἔχουσαν ἴρεως ἐμπεπασμένης ἢ | |
5 | κηρωτὴν διὰ πηγανίνου ἐλαίου καὶ ἴρεως ξηρᾶς ἢ τὸ διὰ κηροῦ καὶ ῥητίνης μυελοῦ τε καὶ βουτύρου καὶ ὑσσώπου καὶ ἴρεως ξηρᾶς καὶ ναρδίνου μύρου ἴσων. | |
34t | Περὶ πλευρίτιδος. | |
34.1 | Πλευρῖτίς ἐστι πυρετὸς ὀξὺς καὶ συνεχὴς ἐπὶ φλεγμονῇ τοῦ ὑπε‐ ζωκότος τὰς πλευρὰς ὑμένος. ἔξωθεν οὖν ἐπιτίθεται αὐτοῖς ἐν ἀρχαῖς ἔριον ἐλαίῳ πηγανίνῳ βραχὲν ἢ ἔριον τεθειωμένον ἐμβραχὲν ἢ ἔριον ἐκ πισσελαίου ἐμπεπασμένου βραχέος θείου· μετὰ δὲ διατρίτον κατά‐ | |
5 | πλασμα γῦρις μετὰ λινοσπέρμου καὶ μέλιτος καὶ πηγανίνου ἐλαίου (ἔστω δὲ πάνυ κοῦφον καὶ λαγαρόν), ἢ τὸ 〈δι’〉 αἰρίνου ἀλεύρου μετὰ κηροῦ καὶ ἀσφάλτου καὶ μέλιτος καὶ ἐλαίου. δεῖ δὲ μιγνύειν τοῖς κα‐ | |
34.2 | ταπλάσμασι πυρέθρου ἢ νάπυος ἢ κάχρυος ἢ καρδαμώμου. —Ἔνεμα πλευριτικοῖς. Ἔλαιον πηγάνινον ἔχον τερεβινθίνης καὶ βουτύρου. — | |
34.3 | Διὰ στόματος. Διὰ στόματος δὲ ψηφία μέλιτος κατέφθου κατα‐ | |
34.4 | πινέτωσαν. —Ἔλλειγμα. Ἀμυγδάλων πικρῶν, λινοσπέρμου, στροβι‐ λίων, ἀμύλου ἴσον μετὰ μέλιτος ἀπέφθου. εἰ δ’ ἀνὰ κύαθον μίξῃς, πρόσβαλε πεπέρεως κόκκους λ, σμύρνης 𐅻 β, κρόκου 𐅻 α. λείου καὶ ἀναλάμβανε μέλιτι ἀπέφθῳ 𐆃 α. προσθείη δ’ ἄν τις καὶ πεπέρεως | |
34.5 | κόκκους ιε. —Ἀντίδοτος πλευριτικὴ ἐπὶ χρονισάντων. Δαφνίδων 𐅻 η, πηγάνου ἀγρίου σπέρματος 𐅻 η, ἀριστολοχίας μακρᾶς 𐅻 ϛ, σμύρνης 𐅻 δ, γεντιανῆς 𐅻 δ, μέλιτος ἀπέφθου 𐆃 α. ἡ δόσις καρύου | |
34.6 | Ποντικοῦ τὸ μέγεθος. —Ἄλλη. Ἑλενίου 𐅻 ιϛ, πηγάνου σπέρματος | |
34.7 | 𐅻 δ, σμύρνης 𐅻 α, μέλιτος 𐆃 α. —Ἐπίθεμα πλευριτικὸν τὸ δυσῶδες. Πιτυΐνης 𐆃 α, κηροῦ 𐆄 ϛ, πηγάνου χλωροῦ 𐆄 ϛ, κυπρίνου 𐆄 ϛ, θείου ἀπύρου, ὀποπάνακος, σαγαπηνοῦ ἀνὰ 𐅻 δ. ἐγὼ δὲ καὶ χαλβά‐ | 197 |
34.8 | νης 𐅻 δ. —Ἄλλο ἐπίθεμα χρονίων ἀλγημάτων πλευρᾶς. Κηροῦ, πιτυΐνης, πίσσης ἀνὰ 𐆃 α, δαφνίδων λελεπισμένων 𐆃 α, ἀμμω‐ νιακοῦ θυμιάματος 𐆄 ϛ, χαλβάνης 𐆄 δ, πυρέθρου 𐆄 β, νίτρου 𐆄 β, ἰοῦ ξυστοῦ 𐆄 α, εὐφορβίου 𐆄 α, ἐλαίου δαφνίνου 𐆄 α ἢ κοινοῦ παλαιοτά‐ | |
34.9 | του 𐆄 δ. —Ἀντίδοτος ἀθανασία ἀνώδυνος, πλευριτική. Κασσίας 𐅻 η, νάρδου στάχυος, ἀμώμου, κρόκου, ὀπίου, στύρακος, κό‐ στου, σμύρνης ἀνὰ 𐅻 δ, μέλιτος κόκκον α. | |
35t | Περὶ συνάγχης. | |
35.1 | Συνάγχης εἴδη δύο· τὸ μὲν γὰρ ἄνευ φλεγμονῆς ὑπὸ νύκτα συμ‐ βαίνει, τὸ δὲ σὺν φλεγμονῇ. ἐπὶ μὲν οὖν τῶν μετὰ φλεγμονῆς παρα‐ λαμβάνειν τὰ πράως στύφοντα γαργαρίσματα, οἷον ἀφέψημα ῥόδων ἢ φακῆς, ῥοός, ἑλίκων ἀμπέλου, μυξῶν, ὑδρομέλιτι ῥόδων ἄνθος ἐμπάσ‐ | |
5 | σοντα, μόρων χυλὸν σὺν ὑδρομέλιτι, ἀκρέμονας ἀμπέλου ἢ βάτου· εἰ δέ τις ἀναδορὰ γένοιτο, ἄρτου ἀπόβρεγμα θερμὸν ἢ πυρῶν ἀφέψημα ἢ ἄμυλον ἀνέντα ὕδατι θερμῷ· εἰ δὲ προσάγοι ἀπόστασις, πιτύρων ἀφέψημά τι μετὰ σύκων καὶ ὑσσώπου ἢ ἀβροτόνου. εἰ δέ πως ἑλκοῖτο, κροκίον μιγνύειν τῷ μελικράτῳ ἢ κόστου ἢ γλυκυρρίζης ἀφέψημα· ἐν | |
10 | δὲ παρακμαῖς χυλὸς πτισάνης λεπτός. διάχριστος δ’ ἡ διὰ μόρων ἢ ῥοὸς ἀπόβρεγμα κατακόρως κεχρωσμένον τῇ γεύσει ἐμφαῖνον τὴν στῦψιν· μεθ’ ὑδρομέλιτος δ’ ἀφέψεται ἕως συστάσεως. ἢ ῥοὸς χυλὸς μέλιτι μίγνυται τριπλασίονι καὶ ἑψηθεὶς ἕως συστάσεως διαχρίεται | |
35.2 | ἁρμοδίως ἐν παρακμῇ, μάλιστα εἰ καὶ ὑσσώπου ἔχοι. ἐπὶ δὲ τῶν ἄνευ φλεγμονῆς τὰ δριμύτερα, οἷον ὑδρόμελι ἔχον ὑσσώπου ἀφέψημα ἢ ὀριγάνου ἢ νάπυ χυλωθὲν συνήθως καὶ μιγὲν μελικράτῳ ἢ ἀφέψημα κασσίας ἢ ἀγαρικοῦ ἢ γεντιανῆς ἐν μελικράτῳ, σύκων μεθ’ ὑσσώπου | |
5 | ἀφέψημα· ἐπανίσταται γὰρ ἡ σὰρξ καὶ καταλαμβάνει τὴν βυθιωτέραν | |
35.3 | θλῖψιν. —Διάχρισμα συνάγχης. Πίσσα ὑγρὰ μετὰ νίτρου καὶ παλαιοῦ ἐλαίου ἢ ἀψίνθιον μετὰ νίτρου καὶ μέλιτος ἢ ἀμμωνιακὸν | |
35.4 | διειμένον μέλιτι. —Ἀναγαργάρισμα. Πηγάνου χυλὸς μετὰ γάλακ‐ τος ἢ ὀμφάκιον μεθ’ ὑδρομέλιτος, γλυκυρρίζης καὶ λευκοΐου σπέρμα ἑψηθέντα σὺν ὑδρομέλιτι ἢ μετὰ γάρου καὶ μέλιτος τὸ νάπυ ἢ κυκλα‐ μίνου εἰς πολλὰ τμηθείσης ἐν γλυκεῖ τὸ ἀφέψημα διαχρίειν, ἢ ὀπῷ | |
5 | Κυρηναϊκῷ διειμένῳ μετ’ ἐλαίου, ἢ τῇ διὰ μόρων στοματικῇ διειμένῃ | |
μετ’ ἐλατηρίου. | 198 | |
36t | Περὶ ἐπιληψίας. | |
36.1 | Τοὺς ἐμπεσόντας εἰς ἐπιληψίαν διαβρέχειν λιπαρῶς τὰ σπώμενα καὶ διαστρεφόμενα μέρη διακρατεῖν τε καὶ ἀπευθύνειν, εἶτα διαστή‐ σαντας τὸ στόμα ἐπικαθεῖναι δάκτυλον ἢ πτερὸν κεχρισμένον ἐλαίῳ πρὸς τὸ κομίσασθαι φλέγμα· τούτου γὰρ ἡ πλησμονή, ἅτε γλίσχρα | |
5 | καὶ κολλώδης ὑπάρχουσα, χρόνῳ περὶ τὴν κεφαλὴν ἀθροισθεῖσα τὰ νεῦρα ἀποθλίψασα καὶ μὴ διατρέχειν ἐν αὐτοῖς τὸ ψυχικὸν πνεῦμα | |
36.2 | ἐναφιεῖσα, τὴν κατάπτωσιν εἰργάσατο. χρὴ οὖν τοῖς ὀσφραντοῖς τὴν αἴσθησιν ἐρεθίζειν. δεῖ οὖν πευκεδάνῳ, Κυρηναϊκῷ ὀπῷ, ἀσφάλτῳ, κεδρίᾳ, πίσσῃ προσάγειν· μετὰ δὲ τοὺς παροξυσμούς, εἰ μηδὲν κωλύοι, φλεβοτομεῖν ἀπ’ ἀγκῶνος. μηδὲν δ’ ὑπείκοντος τοῦ παροξυσμοῦ, τὰ | |
5 | μὲν ἄκρα σιναπισμῷ καταληπτέον σικύαν τε κολλητέον τοῖς ὑποχον‐ δρίοις. μὴ γενομένης δὲ μηδὲ πρὸς ταῦτα ἀνοχῆς, ὀλιγίστη μὲν ἐλπίς, ὅμως δὲ θαρσαλέως ὁ ἰατρὸς καστόριον βιαζόμενος ἐγχείτω καὶ ὀπὸν Κυρηναϊκὸν μετὰ μέλιτος καὶ ὄξους καὶ δι’ ἕδρας ἐνιέτω κενταυρίου | |
36.3 | ἀφέψημα ἢ κολοκυνθίδος. τοὺς δὲ διαναστάντας ἐκ τῆς ἐπιληψίας | |
36.4 | μετὰ τὴν ἀνάληψιν τῇ διὰ τῆς ἱερᾶς καθάρσει χρηστέον. αὕτη μὲν οὖν τίς ἐστιν ἡ τῆς προσφάτου καὶ ὀξείας ἐπιληψίας θεραπεία· ἐφε‐ ξῆς δ’ ὅσα πρὸς ἀνασκευὴν τῆς κεχρονισμένης παραδώσομεν. χρὴ τοί‐ νυν τοὺς πάσχοντας ἐν ὑδροποσίᾳ μὲν μακρᾷ συνέχειν, ἐγχειροῦντας | |
5 | δὲ τῇ θεραπείᾳ καὶ φλεβοτομεῖν, εἰ μηδὲν κωλύοι, καὶ διαλιπόντας τέσσαρας ἢ ε ἡμέρας ἀναλαβεῖν τὸ σωμάτιον καὶ εἶθ’ οὕτως καθαρ‐ τικῷ ὑποκενοῦν, μάλιστα δι’ ἐλλεβόρου μέλανος ἢ κολοκυνθίδος, εἴτ’ | |
36.5 | οὖν καὶ διὰ σκαμμωνίας. δεῖ δὲ τοῦ μὲν ἐλλεβόρου δίχα τῆς ἐντεριώ‐ νης κεκομμένου καὶ σεσησμένου ἐμπάσσεσθαι μελικράτου κυάθοις ε ἢ | |
36.6 | ἓξ ἢ μέλιτι ἀπέφθῳ ἀναλαμβάνειν μετ’ ὀλίγου πεπέρεως. τῆς δὲ κολο‐ κυνθίδος τὸ σπέρμα ἐκβαλόντας πληροῦν αὐτὴν ἔχουσαν τὴν ἐντεριώ‐ νην δεῖ γλυκέος καὶ ἐᾶν ὅλην τὴν νύκτα, ἕωθεν δὲ κεράσαντα τὸ γλυκὺ διδόναι πιεῖν· μετὰ δὲ τὴν αὐτάρκη κάθαρσιν λούειν μὲν αὐ‐ | |
5 | τούς, τῇ δὲ τρίτῃ σικυαστέον ὑποχόνδριά τε καὶ μετάφρενα μετ’ ἀμυ‐ χῶν, εἶτα διαστήσαντας ἱκανὰς ἡμέρας καὶ ἀναλαβόντας τὸ σωμάτιον τῇ διὰ κολοκυνθίδος ἱερᾷ προσάγειν· εἶτα μετὰ τοῦτο σικυαστέον κε‐ φαλὴν καὶ ἰνίον, τῇ δ’ ἑξῆς καταπλάττειν αὐτὴν ἄρτῳ διειμένῳ μὲν μελικράτῳ, συλλελειωμένῳ δὲ πικροῖς ἀμυγδάλοις ἢ ἑρπυλλίῳ ἢ ἡδυό‐ | |
10 | σμῳ ἢ καλαμίνθῃ ἢ πηγάνῳ, καὶ τοῦτο ποιητέον ἐπὶ τρεῖς ἡμέρας, μετὰ δὲ ταῦτα ξυράμενον τὴν κεφαλὴν καταχρίειν πευκεδάνου ὀπὸν ἐν ὄξει διειμένον, ἢ σπονδύλιον ἐνεψεῖν, διαστήσαντα δὲ πάλιν καὶ | |
ἀναλαβόντα τὸ σωμάτιον διδόναι τῆς διὰ κολοκυνθίδος ἀντιδότου ὀβολοὺς θ ἐν μελικράτῳ καὶ διαστήσαντα ἡμέρας πάλιν διδόναι τῆς | 199 | |
15 | ἀντιδότου 𐅻 γ, εἶτα πταρμικοῖς χρῆσθαι καὶ μετὰ πέντε ἢ ι ἡμέρας καστόριον διδόναι ἐν μελικράτῳ καὶ διαστήσαντα πάλιν κλύζειν τῷ διὰ κενταυρίου καὶ κολοκυνθίδος, εἶτα τὴν ἱερὰν αὖθις διδόναι καὶ ἐφεξῆς ἀποφλεγματισμοῖς χρῆσθαι καὶ ἐρρίνοις, εἶτα τῷ σιναπισμῷ χρῆσθαι κατὰ τῆς κεφαλῆς. δεῖ δὲ καὶ δριμυφαγίαις ἐν καιρῷ χρῆσθαι. | |
37t | Περὶ καρδιακῶν. | |
37.1 | Πῶς σημειώσῃ καρδιακόν; ὅταν ἐν ὀξεῖ πυρετῷ καὶ καυσώδει σφυγμὸν εὕρω πυκνὸν καὶ ἀμυδρὸν καὶ τῶν ἄκρων κατάψυξιν καὶ ἱδρῶτας περὶ τὸ πρόσωπον καὶ μέχρι στήθους ψυχροὺς καὶ κολλώδεις καὶ τὴν ἀποφορὰν τοῦ χρωτὸς γεώδη ἀποβάλλουσαν καὶ τοῦ περὶ | |
5 | τὴν καρδίαν σφυγμοῦ σφοδρότητα καὶ μέγεθος καὶ πρὸς τούτοις ἀπο‐ | |
37.2 | ρίαν καὶ ἀλυσμόν, τὸν τοιοῦτον καρδιακὸν εἶναι λέγω. ἀέρος οὖν ψυχροῦ ἐπεισόδῳ καὶ ῥιπισμῷ βοηθητέον, ἀποσπογγιστέον τε τὸ πρόσ‐ ωπον ὀξυκράτῳ ψυχρῷ, καὶ καταβρογχιζέτωσαν, καὶ ὀσφραντὰ ποικίλα προσφερέσθωσαν, τὰ δ’ ἐπιβόλαια ἀφαιρείσθω, καὶ τὸ ἐπιβεβλημένον | |
37.3 | δ’ ἔστω κοῦφον καὶ τριβακόν. ταῦτα καὶ τὰ λοιπὰ τῆς τοιαύτης θερα‐ πείας Γαληνὸς ἐδίδαξεν ἐν τοῖς περὶ λειποθυμίας θαυμαστῶς Πρὸς | |
37.4 | Γλαύκωνα. τοῖς δ’ ἐξιδροῦσι μέρεσιν ἐμπαστέον μυρσίνῃ λείᾳ ἢ Κιμω‐ λίᾳ ἢ οἰνάνθῃ ἢ ἠλέκτρῳ, μάλιστα θώρακι καὶ τραχήλῳ καὶ μασχάλαις | |
37.5 | καὶ ὑποχονδρίοις καὶ βουβῶσιν. ὁμοίως δὲ βοηθεῖ ἐμπασσόμενα σίδια μετὰ μάννης, ἢ κηκὶς καθ’ αὑτήν τε καὶ σὺν ἀσβέστῳ, ἢ Σαμία γῆ μετὰ κόμμεως, ἢ τρὺξ οἴνου κεκαυμένη· τὰ δ’ ἄκρα ἤτοι μέχρι γονά‐ των καὶ ἀγκώνων ἢ μέχρι μασχαλῶν καὶ βουβώνων καταπαστέον | |
5 | τρυγὶ κεκαυμένῃ ἢ καὶ ἀσβέστῳ ἢ πυρέθρῳ ἢ πεπέρει· ἢ βολβοῖς λείοις καταχριέσθωσαν μετὰ πεπέρεως ἀπὸ βραχιόνων μέχρι δακτύλων, καὶ ἀπὸ μηρῶν ὁμοίως, περιτιθεμένων αὐτοῖς λεπτῶν ταινιδίων. | |
37.6 | ἁρμόζει δὲ καὶ νάπυ καὶ πύρεθρον καὶ ἀδάρκη. τροφαὶ δ’ ἄρτος ἐξ ὕδατος ψυχροῦ ἢ ἐξ οἴνου καὶ ὕδατος κεκραμένου, πόδες ὕειοι, ἀγκύ‐ | |
37.7 | λαι, ῥύγχη, πτηνά· ψυχρὰ δὲ καὶ ταῦτα προσφερέσθω. τῇ δὲ κεφαλῇ καὶ μετώπῳ μηδὲν ἐμπάσσειν, ἀλλ’ ἐπιχρίειν ἀκακίαν μετὰ κόμμεως | |
37.8 | δι’ ἀφεψήματος ῥόδων χυλοῦ ἐπιχριομένην. κατάπλασμα τοῖς ὑποχον‐ δρίοις διὰ φοινίκων, μήλων καὶ ῥόδων καὶ οἰνάνθης, ἀκακίας, ὑπο‐ | |
37.9 | κιστίδος καὶ στυπτηρίας. εἰ δέοι ποτὲ κλυστῆρος, ἀφέψημα λινοσπέρ‐ μου καὶ πτισάνης καὶ ἁλὸς συμμέτρου καὶ μέλιτος, ἢ ὕδωρ καθ’ αὑτὸ | |
ἢ ὑδρόμελι ἢ ὑδρέλαιον. | 200 | |
38t | Πρὸς ἀτονίαν καὶ ἀνορεξίαν στομάχου. | |
38.1 | Ἀνορεξίας οὔσης καὶ ἀτονίας ἐν στομάχῳ, ὀσφραντὰ δεῖ προσ‐ άγειν ἤλεκτρον, ἡδύοσμον, γλήχωνα, ὕσσωπον, καταπλάσσειν δὲ τὸ διὰ φοινίκων καὶ μήλων καὶ ἀλφίτων· πρὸς δὲ τὴν ἀτονίαν σὺν τούτοις καὶ μαστίχης καὶ οἰνάνθης καὶ ἀψινθίου ἐπιμιγνύναι. μετὰ δὲ τὸ ῥω‐ | |
5 | σθῆναι ποσῶς ποτίζειν ἀψινθίου ἀπόβρεγμα κυάθους β ἢ ἀλόης 𐅻 α ἢ τὴν πικράν· ἔστι δ’ ἡ πικρὰ ἥδε· ἀλόης 𐅻 ρ, ἀσάρου, κρόκου, νάρ‐ δου στάχυος, κινναμώμου, ξυλοβαλσάμου, μαστίχης ἀνὰ 𐅻 ϛ· δίδου | |
38.2 | κοχλιάριον μεστὸν μεθ’ ὕδατος κυάθοις γ ἢ ὑδρομέλιτι. —Πρὸς δηγμὸν στομάχου, στόματος καὶ κοιλίας. Ἀνδράχνην καθεψή‐ σας ὕδατι ὡς λειφθῆναι τὸ τρίτον, κοτύλην πρόσφερε πιεῖν ψυχρῷ ἢ γαλακτώδει· ἢ ἀδίαντον, ὃ καὶ πολύτριχον καλεῖται, ὁμοίως εἰς ἀπο‐ | |
5 | τρίτωσιν ἑψήσας, μίξας ῥοιᾶς ὀξείας χυλὸν καὶ βραχὺ ἐμπάσας ἡδυό‐ | |
38.3 | σμου πότιζε. ἢ ῥόδων ἄνθος λεῖον ἐμπάσας ὕδατι πότιζε. —Πρὸς ῥευματισμὸν στομάχου. Κατάπλασμα διὰ μέλιτος καὶ ἀλφίτου [καὶ] πάλης καὶ φοινίκων καὶ ὀμφακίου καὶ μήλων, καὶ μάλιστα κυ‐ δωνίων ἀκακίας τε καὶ οἰνάνθης καὶ ἀλόης καὶ σιδίων καὶ ὑγρᾶς | |
5 | στυπτηρίας· ἢ ὑφαιρεῖν τὸ μέλι τε καὶ τὸ ἄλφιτον μιγνύειν τε κηρωτῇ | |
38.4 | ῥοδίνῃ. —Πρὸς λυγμόν. Πρὸς δὲ λυγμὸν στομάχου ἀπὸ ψύξεως ἐπιτιθέναι ἔλαιον διὰ πηγάνου καὶ κυμίνου καὶ ἀψινθίου ἐν ἐρίῳ. λυγμὸν δι’ ἔνδειαν γεγονότα τροφὴ ἀποικονομεῖ. λυγμὸν δι’ ὑπερπλή‐ ρωσιν ἔμετος ἀπαλλάσσει καὶ τῶν ἄκρων διάδεσις καὶ κατοχὴ πνεύ‐ | |
5 | ματος ἔντασίς τε καὶ ἀναφώνησις μετὰ πλείονος κραυγῆς καὶ σύντονος καὶ μακρὸς περίπατος καὶ ταχεῖα μετεώρισις, καὶ ἔτι μᾶλλον ἱππασία σικύαι τε μετὰ πλείονος φλογὸς τῷ τε στήθει καὶ τῷ μεταφρένῳ κολλώμεναι. λυγμὸν τὸν ἐπὶ πυρετοῖς τὰ αὐτά πως βοηθήματα παύει. λυγμὸς ἐπὶ καταφοραῖς ἢ τετάνοις ἢ συγκοπαῖς γινόμενος ἐγγὺς τὸν | |
10 | θάνατον σημαίνει. προποτίζειν οὖν συνεχῶς μελικράτῳ ἢ ὕδατι ψιλῷ μετρίως θερμῷ· ἢ καστόριον σὺν μελικράτῳ κυάθοις β πλῆθος τριω‐ βόλου. | |
39t | Χολῇ ὀχλουμένοις τὸν στόμαχον. | |
39.1 | 〈Οἱ〉 ὑπὸ μελαίνης χολῆς ὀχλούμενοι ἐν πυρετοῖς τὸν στόμαχον δηγμὸν ἰσχυρὸν ὑπομένουσι μετ’ ἰλίγγου τῆς κεφαλῆς καὶ ἱδρώτων ψυχρῶν, ἔτι δ’ ἐκλύσεως καὶ μικρότητος καὶ ἀμυδρότητος σφυγμῶν. καταπλάσσειν μὲν οὖν τοῖς προειρημένοις διὰ φοινίκων καὶ κενοῦν | |
5 | διὰ κλυστῆρος ποτίζειν τε σέρεως χυλόν, τῷ δὲ ποτῷ ἡδύοσμον | |
ἐμπάσσειν. | 201 | |
40t | Πρὸς τὰς κυνώδεις ὀρέξεις. | |
40.1 | Κυνώδεις καὶ ἐπιτεταμένας ὀρέξεις τροφῆς ἔχοντας καταπλάττειν ὠμηλύσει, κἂν μὴ ἀπαιτῇ τὰ σπλάγχνα· ποτὸν δ’ ἀθρόον διδόναι, ῥό‐ φημα διὰ μέλιτος πόλτου δι’ ἐλαίου πλείονος ἢ στέατος χηνείου ἢ ὀρνιθείου· λαχάνων δὲ σεῦτλον, μαλάχην, κολοκύνθην μετ’ ἐλαίου καὶ | |
5 | γάρου, καὶ τὰ καταπίμελα πτηνά, ἰχθύας λιπαρούς, ἄρτους ἐζυμωμέ‐ νους, παρεμπλέκειν τε συνεχῶς τῷ ποτῷ τὴν τροφήν. εἰ δὲ καὶ ὀπώ‐ ρας ἐνδέχοιτο διδόναι, ἁρμόζει πέπειρα περσικά, ἄπιοι, χωρὶς ἐμβάμ‐ ματος πέπονες. εἰ δὲ ῥευματίζοιτο τὴν κοιλίαν, τὰ διὰ γάλακτος ῥοφήματα ἄριστα. | |
41t | Πρὸς θλῖψιν στομάχου. | |
41.1 | Αἱ μετὰ τροφὴν θλίψεις στομάχου γίνονται περὶ τὰς πέψεις καὶ ἀναδόσεις τῆς τροφῆς, ἐφ’ ὧν χρηστέον διαδέσεσι, ψηλαφίαις, αἰώραις, ἐπ’ ἐνίων δὲ καὶ ἐγκαθίσμασι καὶ ποδῶν καταιονήσεσι 〈καὶ〉 ἐμβροχαῖς. εἰ δ’ ἐπὶ σπλάγχνου τινὸς φλεγμονῇ συμβαίνοι, ἐκείνην πρότερον | |
5 | ἀποικονομητέον διά τε ἐμβροχῶν καὶ καταπλασμάτων· συνηθέστερον δὲ τοῖς τὸ ἧπαρ παρὰ φύσιν διακειμένοις ἐπιγίνεται μετὰ πυρώσεως παντὸς τοῦ σώματος, μάλιστα δὲ χειρῶν καὶ ποδῶν, καὶ ἐρεύθους προσώπου. | |
42t | Πρὸς σιαλισμὸν στομάχου. | |
42.1 | Ὄξος σκίλλινον ἢ ἁλμάδων ἐλαιῶν ζωμὸς ἢ θαλλίων ἀφέψημα ἢ κηκίδων ὀμφάκων ἢ ὀμφάκιον ὕδατι διειμένον ἢ στυπτηρία σχιστὴ ὡσαύτως· πάντων δὲ μᾶλλον ποιεῖ ἀλόη διειμένη ὕδατι· καὶ τὰ ἁπαλὰ δὲ φύλλα τῆς ἐλαίας διαμασηθέντα πάνυ ἁρμόζει. | |
43t | Πρὸς τοὺς μὴ κατέχοντας τὴν τροφήν, οὓς οἱ παλαιοὶ ἰδίως στομαχικοὺς προσηγόρευον. | |
43.1 | Κατάπλασμα. Μέλιτι μιγνύσθω τήλινον ἄλευρον καὶ μαλάχης σπέρμα λεῖον ξηρόν· εἰ δὲ κοπῆναι μὴ δύνηται ἡψημένον, καὶ βραχὺ ἔλαιον ποιεῖ ἴσα μαλάγματι. —Ἄλλο. Αἴρινον ἄλευρον καὶ ἐρύσιμον μετὰ μέλιτος ἔχοντος ἀντὶ τοῦ ἐλαίου πίσσαν ὑγράν. | |
44t | Πρὸς τὰς καθημερινὰς ναυτίας καὶ τοὺς ἐμέτους καὶ τοὺς ἀποξυσμοὺς τῆς τροφῆς. | |
44.1 | Κοριάνδρου σπέρματος 𐅻 α ὡς ἄλφιτον ἐμπάσας ὕδατι πότιζε, ἢ | |
θριδακίνης λευκῆς σπέρμα κοχλιάρια δύο, ἢ μαστίχης Χίας τετριμμένης κοχλιάριον α· καὶ μασᾶσθαι δ’ αὐτὴν καὶ ἀποπτύειν πρὸ τῆς πόσεως συμφέρει. ἕλκους ἐν στομάχῳ ἢ κοιλίᾳ ὄντος, ἀπέχεσθαι μὲν δριμυ‐ | 202 | |
5 | φαγίας πάσης, ἐπίθεμά τε διὰ φοινίκων καὶ κυδωνίων μήλων καὶ ἀλφίτων, κηρωτήν τε ἐπιτιθέναι διά τε μηλίνου ἢ ῥοδίνου ἔχουσαν ἀμμωνιακὸν καὶ λίβανον, ἔμπλαστροι ἥ τε Ἱκεσίου καὶ ἡ δι’ ἰτεῶν τό τε Νειλέως ἐπίθεμα· ἔστι δὲ τὸ Νειλέως τοῦτο· κηροῦ 𐆃 α, ἀμμωνιακοῦ θυμιάματος 𐆃 α, κρόκου 𐅻 δ, ῥοδίνου ἢ ναρδίνου 𐆃 β. ὄξει λείου κρό‐ | |
10 | κον καὶ ἀμμωνιακόν. | |
45t | Περὶ ἐμπνευματώσεως στομάχου. | |
45.1 | Πνευματοῦται ὁ στόμαχος ἤτοι τῇ κοιλίᾳ συνδιατιθέμενος ἢ τῷ κόλῳ, καὶ σοφίζεται τοὺς πολλοὺς διὰ τὸ τὰς ἐκ τῆς πνευματώσεως ὀδύνας εἰς αὐτὸν ἐρείδειν ὡς αὐτὸς προηγουμένην ἀναδεδεγμένος πεῖσιν. εἰ μὲν οὖν μετὰ τροφὴν συμβαίνοι, προχειρότατόν ἐστι βοή‐ | |
5 | θημα ἔμετος τῆς τροφῆς. ἐπιθετέον δ’ ἔξωθεν ἔριον ἐλαίῳ δεδευμένον, ἐν ᾧ ἡψήθη κύμινον καὶ πήγανον καὶ ἀψίνθιον. προσεμπεπάσθω δὲ σελίνου σπέρμα ἢ σίνωνος· ποτίζειν δ’ ἀλόης 𐅻 α ἢ καστορίου 𐅻 α, παρ’ ὅλον τε τὸν χρόνον τῆς θεραπείας ὑδροποσία ὀνίνησιν, ἔσθ’ ὅτε | |
45.2 | αὐτοτελὲς βοήθημα ὑπάρχον. —Κηρωτή. Κηρωτὴ στομαχική. κηροῦ 𐆄 ι, ἀμμωνιακοῦ θυμιάματος 𐆄 ι, κολοφωνίας 𐆄 δ, κρόκου, κυπέρου, ἴρεως, καρδαμώμου, λιβάνου, ἀλόης ἀνὰ 𐅻 δ, ναρδίνου ἢ μηλίνου ἢ | |
45.3 | ῥοδίνου 𐆄 ϛ. ὄξει λείου τὸ ἀμμωνιακὸν ἢ οἴνῳ. —Πρὸς ἀτονίαν στομάχου. Ῥοιὰς ὡρίμους ε ἢ ϛ ὅλας κόψας ἐπίχεε ὕδατος ξ̸ γ ὀμβρίου καὶ ἕψει εἰς ἀποτρίτωσιν, εἶτ’ ἐκθλίψας καὶ ῥίψας ἕψει πάλιν τὸ ὕδωρ ἕως συστάσεως, καὶ δίδου ἐξ αὐτοῦ τῷ ἀσθενοῦντι κοχλιά‐ | |
5 | ριον α ἢ β ἢ γ, ἀπυρέτοις μετ’ οἴνου, πυρέσσοντι δὲ μεθ’ ὕδατος. — | |
45.4 | Ἄλλο πρὸς ἀτονίαν στομάχου. Ῥοιὰς ὀξείας καὶ γλυκείας καὶ σέρεως χυλοῦ ἴσα μίξας προσέμπασον βραχὺ ἡδυόσμου καὶ πότιζε, καταρροφεῖν δ’ ἐκ διαλειμμάτων βραχέων· ἢ οἰνάνθην λείαν ἔμπασσε τῷ ποτῷ μετὰ στάχυος νάρδου. ἁρμόζει δὲ καὶ σέριν ἐσθίειν καὶ καυ‐ | |
45.5 | λὸν θριδακίνης. —Τὸ διὰ καλαμίνθης ὀξύπορον. Πεπέρεως 𐆃 α, λιγυστικοῦ 𐆄 δ, γλήχωνος, καλαμίνθης ἀνὰ 𐆄 γ, ζιγγιβέρεως 𐆄 β, πετρο‐ | |
45.6 | σελίνου 𐆄 α 𐅶, θύμου 𐆄 α, μέλιτος ξ̸ γ. —Τὸ διὰ τριῶν πεπέρεων· ποιεῖ καὶ πρὸς τριταίους, τεταρταίους καὶ ἀμφημερινούς. Πεπέρεως μέλανος 𐆄 δ, πεπέρεως λευκοῦ 𐆄 β, πεπέρεως μακροῦ 𐆄 α, ναρδοστάχυος, κινναμώμου, ἄμεως, καρώου, ὑσσώπου, σεσέλεως, δαύκου, πετροσελίνου | |
5 | ἀνὰ 𐆄 α, ζιγγιβέρεως 𐅻 δ· τινὲς δὲ καὶ ἑλενίου 𐆄 α, μέλιτος ἀπέφθου | |
45.7 | 𐆃 γ. χρῶ. —Τὸ Διοσπολίτης πεπτικόν. Ζιγγιβέρεως 𐆄 γ, πε‐ πέρεως λευκοῦ, κυμίνου, νίτρου, πηγάνου χλωροῦ ἀνὰ 𐆄 α, ὄξους καὶ μέλιτος τὸ ἀρκοῦν. τῷ ὄξει λειοῦται κύμινον, ζιγγίβερι, νίτρον· ἔνιοι | 203 |
45.8 | δὲ νίτρον οὐ βάλλουσιν. —Ἄλλο πεπτικόν. Ἁλῶν ξ̸ α 𐅶, σιλφίου 𐆄 β, πεπέρεως 𐆄 β, πετροσελίνου 𐆄 α 𐅶, σεσέλεως, καρώου, γλήχωνος, ἄμεως, ζιγγιβέρεως, σταφυλίνου σπέρματος, σίνωνος ἀνὰ 𐆄 α, λιγυστι‐ | |
45.9 | κοῦ 𐅻 ϛ, σελίνου ῥίζης 𐅻 α. —Πεπτικὸν κάλλιον τοῦ Διοσπο‐ λίτου. Κυμίνου Θηβαϊκοῦ 𐆄 β, καρδαμώμου, πεπέρεως, ἀσάρου, ζιγγι‐ βέρεως, πετροσελίνου ἀνὰ 𐆄 α, πηγάνου σπέρματος 𐅻 δ, ὄξους 𐆂ο α, | |
45.10 | μέλιτος 𐆂ο β. —Ἄλλο ὀξύπορον. Πηγάνου φύλλων χλωρῶν 𐅻 λβ, κυμίνου 𐅻 ιγ, λιγυστικοῦ, καρώου, σελίνου σπέρματος, πεπέρεως, ζιγγι‐ | |
45.11 | βέρεως, ἑλενίου, νίτρου ἀνὰ 𐅻 η. —Κηρωτὴ στομαχική. Ἀψιν‐ θίου, ἀλόης, μαστίχης, στύρακος, κηροῦ, νάρδου μύρου ἢ ῥοδίνου. — | |
45.12 | Καυσουμένοις στόμαχον χρονίως. Γλυκυρρίζης ἀφέψημα ἢ τὴν ῥίζαν ἐμπάσσοντα δοτέον ποτῷ, ἢ ἑλίκων ἀμπέλου ἀφέψημα ἢ ἀπό‐ βρεγμα, ἢ ἀνδράχνης χυλόν· μεθ’ ὕδατος δὲ χυλίζεται. οἱ δὲ χολὴν μέλαιναν γεννῶντες πινέτωσαν γλήχωνος ἀφέψημα ἢ ὕδωρ ἐν ᾧ | |
45.13 | σίδηρος ἐσβέσθη. —Πρὸς δηγμὸν στομάχου. Γάλα γυναικεῖον θηλαζόμενον, σόγχου χυλὸς μετὰ μήκωνος ἢ ἀμύγδαλα πικρὰ ἢ σικύου | |
45.14 | σπέρμα προσενεκτέον. —Τὸ διὰ κυδωνίων πεπτικόν. Ὀξυμέλι‐ τος, χυλοῦ κυδωνίων ἀνὰ ξ̸ β, πεπέρεως, ζιγγιβέρεως ἀνὰ 𐆄 ϛ. ἔνιοι καὶ πετροσελίνου 𐆄 β. βέλτιον δὲ γίνεται σκιλλίνου ὄξους λαβόν. τινὲς | |
45.15 | δὲ τὰ κυδώνια τῷ ὄξει καθεψήσαντες οὕτως σκευάζουσιν. —Τὸ διὰ κιτρίου πρὸς βραδυπεψίας. Ὄξους 𐆂ο γ, κιτρίου σαρκὸς 𐆃 α, ὑσ‐ σώπου, πηγάνου, ὀριγάνου ἀνὰ δεσμίδιον. νυχθήμερα ε βραχέντα ἐν τῷ ὄξει ἑψεῖται ἕως μελιτώδους συστάσεως καὶ ἐκπιασθέντα ῥίπτεται, | |
5 | τῷ δ’ ὄξει μίγνυται μέλιτος ξ̸ α, καὶ πάλιν ἑψεῖται ἕως μελιτώδους συστάσεως· ὅταν δ’ εὖ ἔχῃ, ἐμπάσσεται ἀσάρου, μήου, πεπέρεως λευ‐ | |
45.16 | κοῦ ἀνὰ 𐆄 β 𐅶. ἡ δόσις πρωῒ καὶ εἰς κοίτην. —Διὰ μαστίχης ἐπίθεμα. Τερεβινθίνης, μαστίχης ἀνὰ 𐆄 δ 𐅶, ταυρείου στέατος καὶ | |
45.17 | κηροῦ ἀνὰ 𐆄 θ, μέλιτος, νάρδου μύρου ἀνὰ 𐆃 α. —Ἐπίθεμα τὸ διὰ με‐ λιλώτου. Μελιλώτων 𐆄 η, ἀμμωνιακοῦ 𐆄 γ, βδελλίου 𐆄 γ, μυροβαλάνου, οἰνάνθης ἀνὰ 𐆄 β, κρόκου, σμύρνης, λιβάνου, κυπέρου, ἴρεως, καρθα‐ μώμου, κασσίας, νάρδου Κελτικῆς, ἀλόης ἀνὰ 𐆄 α, κηροῦ 𐆃 α, τερεβιν‐ | |
5 | θίνης 𐆄 ιϛ, νάρδου μύρου 𐆃 α. εἰ δὲ δέοι ποτέ, καὶ ὀποβαλσάμου 𐆄 β· | |
45.18 | ὄξει ἢ οἴνῳ. —Ἡ πανθεία. Τηλίνου ἀλεύρου ξ̸ α, ἀλθαίας σπέρμα‐ τος ξ̸ α, ψυλλίου ξ̸ α, στέατος χηνείου προσφάτου 𐆃 α, κρόκου, φύλλου, ἀλόης, χαμαιμήλου ἀνὰ 𐆄 γ, μελιλώτου, βερενικαρίου νίτρου, ῥόδων ξηρῶν, ἀμώμου, στύρακος, σμύρνης, κυπέρου ἀνὰ 𐆄 β, λίθου Ἀσσίου | |
5 | ἄνθους, καρθαμώμου, ναρδοστάχυος ἀνὰ 𐆄 α 𐅶, λιβάνου, ἀφρονίτρου λείου, κόστου ἀνὰ 𐆄 α. κόψας σήσας λείου, εἶτα μίσγε τὸ χήνειον. ἐπὶ δὲ τῆς χρήσεως τοῦ φαρμάκου 𐆄 δ, κηροῦ 𐆄 η, ῥοδίνου 𐆃 γ, λινο‐ | 204 |
45.19 | σπέρμου χυλοῦ 𐆄 η. —Ἀνηθίνη κηρωτή. Ἐλαίου ξ̸ α, ὕδατος ξ̸ 𐅶, στέατος 𐆄 ϛ, κηροῦ 𐆄 δ, ἀνήθου 𐆄 δ, χαμαιμήλου 𐆄 γ, σκίλλης 𐆄 γ, | |
45.20 | ἀγχούσης 𐆄 α 𐅶. —Ἡ γλυκεῖα ἀντίδοτος. Ἀλόης 𐆄 ζ, ἴρεως 𐆄 β, μαστίχης 𐆄 α 𐅶, νάρδου Κελτικῆς 𐆄 α 𐅶, πεπέρεως 𐅻 δ, ζιγγιβέρεως 𐅻 δ, | |
45.21 | ὄξους 𐆄 ζ, ῥιζῶν μαράθου φλοιοῦ 𐆃 γ, μέλιτος ξ̸ α. —Ὀξύπορον Ἀρχιγένους. Πεπέρεως λευκοῦ 𐅻 γ, ἄμεως, λιγυστικοῦ, σελίνου σπέρματος, ἀμυγδάλων πικρῶν πεφωγμένων ἀνὰ τριώβολον, καρδαμώ‐ μου, ἀνήσσου, ζιγγιβέρεως, καρώου ἀνὰ 𐅻 δ, σιλφίου 𐅻 δ, νεκταρέας 𐅻 α. | |
5 | μέλιτι ἀναλαβὼν μετὰ δεῖπνον δίδου καρύου Ποντικοῦ τὸ μέγεθος δι’ ὕδατος 𐆂υ β. ποθείσης δ’ αὐτῆς οὔτε ὀξυρεγμία οὔτε ἄλλη τις διαφθορὰ ἢ στρόφος ἀπαντᾷ. νεκταρέα ἐστὶν ἑλένιον. | |
46t | Περὶ πταρμῶν. | |
46.1 | Ἐνοχλοῦσι πταρμοὶ πλεονάκις ἐμπίπτοντες ἐν πυρετοῖς· καὶ γὰρ πληροῦσι τὴν κεφαλὴν καὶ ἐλέγχουσιν ἐνίοις τὴν δύναμιν καὶ αἷμα ἐκ | |
46.2 | ῥινῶν ἄγουσιν. ἀντιβαίνειν οὖν αὐτοῖς δεῖ· κατέχει δ’ ἐπιφερόμενον πταρμὸν διάτριψις τῆς ῥινὸς καὶ τοῦ μετώπου καὶ ὀμμάτων, χάσμη τε καὶ τῆς ὑπερῴας τρῖψις σπουδαία, ἐρυγή, ἔντασις εἰς λαγόνα, με‐ τεωρισμὸς τῆς κεφαλῆς, ἐπιστροφὴ ἐπὶ πλευράν, ψηλαφία τῶν ἄκρων, | |
5 | μασητήρων μυῶν λιπασμὸς καὶ θερμοῦ ἐλαίου εἰς ὦτα ἔγχυσις, πιλή‐ ματος θερμοῦ ὑπόθεσις τῷ ἰνίῳ, ὀσφραντὰ μῆλον, ἄλφιτον οἵ τε ἐκ | |
46.3 | θαλάσσης σπόγγοι καινοί. γινομένης δ’ ὀσμῆς καὶ μὴ διεξιόντος τοῦ πταρμοῦ, ἀνάπαυσις τοῦ τραχήλου ἐπιτηδευέσθω καὶ συνεχὴς τῶν δριμειῶν ὀσμῶν πεῖρα καὶ ἄνεσις τῆς διανοίας· τὸ γὰρ φιλότιμον | |
46.4 | περί τι δυσοδεῖ περὶ αὐτό. ἐρεθίζει πταρμὸν αἰφνίδιός πως ἐξ ὕπνου ἔγερσις, καπνός, κονιορτός, ὀσμὴ δριμυτέρα, οἷον πέπερι, νάπυ, καστό‐ ριον, στρουθίου ῥίζα, χαμελαία, ἰὸς ξυστός, ἀριστολοχία στρογγύλη. | |
47t | Περὶ λειποθυμίας. | |
47.1 | Ἡ μὲν ἐν πυρετοῖς διὰ πρόδηλον αἰτίαν συμβαίνουσα λειποθυμία, ὥσπερ εἰπεῖν ἔκκρισιν ἢ ἐπανάστασιν, κίνησιν, φόβον, ὀδύνην, βοήθειαν ἔχει τὴν περιγραφὴν τῶν αἰτίων τούτων· οὔτε γὰρ ἐξανίστασθαι αὐ‐ τοῖς ἐπιτρεπτέον, οὔτε ἐνδοτέον ταῖς ἀθρόαις ἐκκρίσεσιν, τά τε ἀλγή‐ | |
5 | ματα παρηγορητέον, ἀλλὰ καὶ τῶν φόβων τὰς ποιητικὰς αἰτίας λυτέον | |
διὰ παραινέσεων, διασφίγγειν τε τὰ ἄκρα καὶ σικύας προσβάλλειν τοῖς ἐμπροσθίοις μέρεσι καὶ ὀπισθίοις τοῦ στομάχου, ἐπὶ πλευράν τε κατα‐ κλιτέον, δινουμένην τε τὴν κεφαλὴν ἐπιθέσει χειρὸς εὐαφοῦς μετὰ θλίψεως πιεστέον, ὀσφραντά τε προσφέρειν καὶ διανοίγειν ἐπὶ μέγα | 205 | |
10 | τὸ στόμα· προκαταληφθέντες γὰρ ἀναλαμβάνονται, μηδὲ εἰς πεῖραν | |
47.2 | τῆς λειποθυμίας ἐλθόντες. τοὺς δ’ ἐν βαλανείῳ λειποθυμεῖν ἀρχομέ‐ νους ταχέως ἐκβιβάζειν, μήτε καταδύσει μήτε πολλῇ καταχύσει χρω‐ μένους· λειποθυμοῦντας δ’ ἐξακτέον ταχέως, καὶ τὸ μὲν σῶμα κούφῳ τινὶ καλύπτειν, τὸ δὲ πρόσωπον σπόγγῳ ἐκ ψυχροῦ ἀποσπογγίζειν, ἢ | |
5 | καταρραίνειν ψυχρῷ τρίβειν τε τὸ πρόσωπον ἀνατρίβειν τε εὐτόνως τοὺς πόδας· δοτέον δὲ καὶ ψυχρὸν διάκλυσμα, ἔσθ’ ὅτε καὶ καταρρο‐ | |
47.3 | φῆσαι. λυτικὸν δὲ λειποθυμίας καὶ τὸ ἐπὶ πλεῖστον ὅσον διανοίγειν τὸ στόμα, ἢ εἰ μὴ δύναιντο, ἡμῶν καθέντων τοὺς δακτύλους ἐνδοτέρω τῶν ὀδόντων πρὸς τοῖς χαλινοῖς· ἀνοικτικὸν καὶ τὸ παραπιέζειν καὶ | |
47.4 | τοὺς ἀκουστικοὺς πόρους καὶ τὰ λεγόμενα λιθοειδῆ ὀστᾶ. τοὺς δ’ εὐτελεστέρους καὶ ῥαπιστέον καὶ ἐκτιλτέον τὰς τρίχας. ἐμβόησις δ’ | |
47.5 | ἑνὸς μὲν ὠφελεῖ, πολλῶν δὲ κατὰ τὸ αὐτὸ βλάπτει. τὰς μέντοι μετὰ σφοδρὰν λειποθυμίαν ἢ εἰς θερμὸν ἢ εἰς ψυχρὸν καθέσεις ὡς αἰτίας θανάτου φοβεῖσθαι· ἢ γὰρ χαλασμῷ τῶν σωμάτων ἐκκρινόμενον τὸ ὑποκείμενον θερμὸν ἀπόλλυται, ἢ πηγνύμενον ὑπὸ ψύξεως ἀποσβέν‐ | |
5 | νυται. | |
48t | Περὶ τῶν κατὰ τὸ ἧπαρ παθῶν. | |
48.1 | Ὅσοις πόνος ἐν τοῖς δεξιοῖς μέρεσιν ὑπὸ τὸ δεξιὸν ὑποχόνδριον παρέπεται καὶ ὄγκος καὶ βάρος ὥσπερ τινὸς ἐξηρτημένου καὶ κατα‐ τείνοντος καὶ συναίσθησις μέχρι κλειδὸς τῆς καταλλήλου καὶ ὠμοπλά‐ της οὖρά τε ὕφαιμα καὶ ὑπόχλωρα καὶ ἀνορεξία καὶ ἄχροια ποσὴ καὶ | |
5 | ἀμεταληψία τῆς τροφῆς, ἐπιστήσῃ ταῦτα συμβαίνειν φλεγμαίνουσι τὸ | |
48.2 | ἧπαρ. ὅσοις μέντοι καὶ πυρετοὶ καὶ φρῖκαι παρακολουθοῦσιν ὄγκος τε εἴκων μετὰ τῶν ἄλλων τῶν προειρημένων, οὗτοι ἀπόστημα ἐν | |
48.3 | ἥπατι ἔχουσιν. εἰ μέντοι τὰ οὖρα ἐπιφάνειαν ἔχοι ὑγροῦ ἢ καὶ τὰ διαχωρήματα, ἢ μετὰ τῆς τροφῆς ἀνεμηθείη, ἢ ὑγρὸν ὑπὸ τὸ ὑπο‐ γάστριον ἐν ταῖς ἀνακλίσεσιν ἢ ἦχος ἢ κλυδὼν ἐπιφαίνοιτο, εἰδέναι | |
48.4 | χρὴ ἐρρῆχθαι τὸ ἀπόστημα. εἰ δὲ σκληρία πολυχρόνιος καὶ ὄγκος ὑποπίπτοι καὶ δοκοίη αὐτοῖς ὥσπερ τι βάρος ἐξηρτῆσθαι τοῦ δια‐ φράγματος, καὶ δύσπνοια καὶ κακόχροια καὶ ἀνορεξία παρακολουθοῖ, | |
48.5 | ἐσκιρρωμένου ἥπατος σημεῖα. φλεγμονῆς οὖν ὑποκειμένης ἢ ἀλγη‐ μάτων, κοινὸν κατάπλασμα διὰ λινοσπέρμου καὶ τήλεως καὶ κριθίνου ἀλεύρου ἢ πυρίνου, ἤτοι πάντων ἤ τινων ἢ ἑνός, καὶ ἀψινθίου καὶ | |
μαστίχης. τὸ δ’ ὑγρὸν μελίκρατον ἔστω μετ’ ἐλαίου. ἰδίως δὲ ποιεῖ | 206 | |
5 | ἐφ’ ἥπατος ἀγρίας μαλάχης ῥίζα μελικράτῳ ἑψηθεῖσα καὶ λειοτριβη‐ | |
48.6 | θεῖσα μιγεῖσά τε τοῖς προειρημένοις. εἰ δὲ μείζων εἴη ἡ φλεγμονὴ τοῦ ἥπατος, μικτέον τῷ καταπλάσματι χαμελαίαν ἢ χαμαίπιτυν ἢ πό‐ λιον ἢ ἄσαρον ἢ μῆον ἢ ἠρυγγίου ῥίζαν ἢ σπέρμα ἢ δαῦκον. ποιεῖ δὲ καὶ τὰ σῦκα ἑψώμενα καὶ συλλεαινόμενα. θερμότερον δὲ γίνεται | |
5 | κατάπλασμα, εἰ προσλάβοι πιτυΐνης ῥητίνης 𐆄 γ ἢ πίσσης ξηρᾶς τὸ | |
48.7 | αὐτό. —Ἡπατικαὶ ἀντίδοτοι. Ἡ πικρὰ ἡπατική. Ἀλόης 𐅻 ρ, ξυλοβαλσάμου, ἀμώμου, ἀσάρου, ναρδοστάχυος, κρόκου, μαστίχης ἀνὰ | |
48.8 | 𐅻 ϛ. δίδου 𐅻 α ἢ κοχλιάριον μεθ’ ὕδατος θερμοῦ 𐆄 γ. —Ἡ δι’ ὀξυ‐ μέλιτος πικρὰ ποιοῦσα στομαχικοῖς, κολικοῖς, ὑστερι‐ καῖς, ὑδρωπικοῖς. Μαράθου ῥίζης φλοιοῦ 𐆃 γ, ὄξους, εἰ παρείη, Αἰγυπτίου, εἰ δὲ μή γε, κοινοῦ 𐆂ο ζ. ἕψε τὰς ῥίζας εἰς ἀποτρίτωσιν καὶ | |
5 | ῥίψας αὐτὰς μῖξον τῷ ὄξει μέλιτος ξ̸ α ἢ 𐆃 β 𐅶, καὶ πάλιν ἕψε ἕως συστάσεως μελιτώδους· ἐπάρας δὲ καὶ ψύξας ἔμπασον ἴρεως Ἰλλυρικῆς 𐆄 β, ἀλόης 𐆄 η, μαστίχης Χίας 𐆄 α, ζιγγιβέρεως, κασσίας, νάρδου Κελ‐ τικῆς ῥιζῶν ἢ τῆς κόμης, ἑλενίου ἀνὰ 𐆄 α, πεπέρεως 𐅻 δ (ἐν ἄλλοις οὐχ εὗρον πέπερι)· εἰ δὲ παρείη, μήου 𐆄 α· εἰ δὲ μὴ παρείη, οὐκ | |
10 | ἐμποδίζει. τινὲς καὶ ὀποῦ Παρθικοῦ· ἐγὼ δ’ οὐδέπω τὸν ὀπὸν ἔμιξα. ἡ δόσις κοχλιάριον ἐν ὕδατι ἢ ὑδρομέλιτι 𐆂υ δ, καὶ ἐπιρροφείτω ὕδα‐ | |
48.9 | τος 𐆂υ α. —Ἡπατικὸν ξηρίον χρονίαις διαθέσεσιν. Καστορίου, πετροσελίνου, κυπέρου, πεπέρεως λευκοῦ. ἡ δόσις κοχλιάριον ἓν ἐν | |
48.10 | μελικράτου 𐆂υ γ. —Ἡπατικὸν ξηρίον. Ἀνήσσου, γεντιανῆς, ἀμυγδά‐ λων πικρῶν, ἀψινθίου ἴσα. κοχλιάριον ὕδατι θερμῷ δίδου. κόστου, | |
48.11 | τήλεως, ἄμεως ἴσα. κοχλιάριον ἕν. —Τοῖς ἐψυγμένοις ἧπαρ. Ὀριγάνου κοχλιάριον ἐν μελικράτῳ, ἢ πρασίου κοχλιάριον ἓν ἢ ἀφέ‐ | |
48.12 | ψημα αὐτοῦ, ἢ πελεκίνου κοχλιάριον ἕν. —Τὸ διὰ λυκείου ἥπα‐ τος κάλλιστον· ἐξόχως γὰρ ποιεῖ. Γεντιανῆς, χαμαιπίτυος, πρασίου, σελίνου, πετροσελίνου, χολῆς ἀρκείας, νάπυος, σκολοπενδρίου, μίλτου, πάνακος ῥίζης, ἐρυθροδάνου, κράμβης σπέρματος, ἀριστολοχίας | |
5 | μακρᾶς, πεπέρεως λευκοῦ, νάρδου στάχυος, κόστου, εὐζώμου σπέρμα‐ τος, ἠρυγγίου ῥίζης, πολίου, ἐχίου, εὐπατορίου, ἀρκευθίδων ἴσα ἀνα‐ λάμβανε μέλιτι ἀπέφθῳ. δίδου Ποντικοῦ καρύου τὸ μέγεθος. ἔνιοι καὶ | |
48.13 | λυκείου ἥπατος καὶ ἑλενίου ἴσα, καὶ ἡμεῖς οὕτως. —Ἀντίδοτος ἡπατικοῖς, σπληνικοῖς, ἰκτερικοῖς, πρὸς θώρακος πόνους, ὑποχόνδρια διῳδηκότα καὶ μετέωρα, καὶ πρὸς τοὺς μο‐ λυβδώδεις τὴν χροιάν. Κρόκου 𐅻 ι, σχοίνου ἄνθους 𐅻 δ, κασσίας, | |
5 | ναρδοστάχυος ἀνὰ 𐅻 β, σμύρνης, κινναμώμου, κόστου ἀνὰ 𐅻 α, μέλιτος ἀπέφθου τὸ ἀρκοῦν. ἀποτίθεσο ἐν ἀργυρῷ σκεύει, δίδου δ’ Αἰγυπτίου κυάμου τὸ μέγεθος διεὶς ὕδατι καὶ μέλιτι ἢ οἰνομέλιτος κυάθοις γ | |
48.14 | καὶ ὕδατος 𐆂υ θ. —Πρὸς ἧπαρ σκιρρωθέν. Σκιρρωθέντος ἥπατος πότημα ἀναγαλλίδος τῆς τὸ κυανοῦν ἄνθος ἐχούσης· πότιζε μελι‐ κράτῳ· εἰ δ’ ἐνδεδωκότα ἐστὶ τὰ πυρεκτικά, ὀξυμέλιτι. ἢ σκίλλης ὀπτῆς ὁμοίως τριώβολον· ὀπτᾶται δ’ ἡ σκίλλα ἐν καμίνῳ, ἕως ἀνθρακωθῇ | 207 |
48.15 | αὐτῆς τὰ ἐξώτερα, καὶ δίδοται τοῦ ἐγκαρδίου. —Περὶ ἀποστά‐ σεως ἐν ἥπατι θεραπείας. Ἀποστάσεως δ’ οὔσης ἐν ἥπατι, συν‐ εργεῖ τῇ συρρήξει καταπλάσματα διὰ λινοσπέρμου, τήλεως, κριθίνου, παραμιγνυμένης αὐτοῖς ῥητίνης, μάννης, πίσσης, ἀλθαίας ῥιζῶν, περι‐ | |
5 | στερᾶς κόπρου, σπυράθων, πολίου (σπύραθοι δ’ εἰσὶν αἰγεία κόπρος). — | |
48.16 | Ἡπατικὸν κάλλιστον. Καπνοῦ τοῦ ἐν ταῖς κριθαῖς φυομένου ἀφέψημα ἀποτριτωθέν. κιχορίου καὶ χαμαίδρυος ἀφέψημα ὁμοίως τῆς | |
48.17 | ῥίζης πότιζε. —Περὶ συρρήξεως ἥπατος. Συρρήξεως δὲ γενο‐ μένης ἐν ἥπατι, ἔμπλαστροι ἀναξηραντικαί, ἥ τε Ἱκεσίου, ἡ δι’ ἰτεῶν, προπαραληφθεισῶν τῶν μαλακτικῶν ἐμπλάστρων ὡς τῆς Μνασέου. — | |
48.18 | Ἐπίθεμα ἡπατικόν. Κηροῦ, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ 𐆃 α, τερε‐ βινθίνης 𐆄 δ, μελιλώτου 𐆄 β, κρόκου 𐆄 α, νάρδου μύρου 𐆄 ε. τὸ ἀμμω‐ νιακὸν ὄξει ἢ οἴνῳ λεάνας μίσγε τὰ λοιπὰ τοῖς τηκτοῖς. ἀναληφθέντι | |
48.19 | χρῶ. —Ἄλλο ἐπίθεμα κάλλιστον. Κηροῦ, τερεβινθίνης ἀνὰ 𐆄 ι, νίτρου, τήλεως, δαφνίδων, σαμψύχου ἀνὰ 𐆄 ϛ, πεπέρεως 𐆄 α, ἰρίνου μύρου τὸ ἀρκοῦν, οἴνου 𐆂υ α. τὰ ξηρὰ φυρᾶται τῷ οἴνῳ, τῇ δ’ ἐπι‐ ούσῃ μίγνυται τοῖς τηκτοῖς. ἡ δὲ χρῆσις μετὰ διπλασίονος κηρωτῆς | |
48.20 | ναρδίνης (ἐν ἄλλῳ ἀντιγράφῳ νίτρου 𐆄 β). —Ἁπλᾶ καὶ σύνθετα πι‐ νόμενα πρὸς ἡπατικούς. Ἡπατικοὺς πότιζε ἀναγαλλίδος χυλόν, ἀγαρικοῦ ἀφέψημα ἢ χαμαιπίτυος ἢ ἀδιάντου ἢ ἀκόρου ἢ σφονδυλίου ῥίζαν σὺν οἴνῳ· ἢ ἄμωμον ἢ κασσίαν ἢ ἐλελίσφακον σὺν πικροῖς | |
5 | ἀμυγδάλοις ἐν μελικράτῳ ἢ ἄσαρον σὺν ὕδατι ἢ γεντιανῆς 𐅻 α ἢ γλυκυρρίζης χυλοῦ 𐅻 α μεθ’ ὕδατος ἢ τῆς ῥίζης ἀφέψημα ἢ ἀριστο‐ λοχίας ὁμοίως ἢ δάφνης ῥίζης τριώβολον ἐν μελικράτῳ ἢ ἠρυγγίου 𐅻 α μετὰ σταφυλίνου σπέρματος ἢ ἑρπύλλου ἀφέψημα ἢ ῥᾶ Ποντι‐ κοῦ ἀπυρέτοις ἢ ἠριγέροντος ἀπόζεμα ἢ πολίου ὁμοίως ἢ σινωπίδος | |
48.21 | 𐅻 α. —Ἡπατικὸν χρονίαις περιωδυνίαις καὶ σκληρίαις. Κόστου, τήλεως, πεπέρεως, ξηροῦ πηγάνου κόμης, πίσσης ξηρᾶς ἴσα. | |
48.22 | πότιζε κοχλιάριον α ὕδατι ἢ ὑδρομέλιτι ἢ οἴνῳ. —Ἄλλο ἡπατι‐ κόν. Κρόκου 𐅻 δ, ἀμμωνιακοῦ θυμιάματος 𐅻 λβ. τὸν κρόκον ὕδατι βρέξας καὶ λεάνας καὶ ἐπιβαλὼν τὸ ἀμμωνιακὸν ἀνάλαβε καὶ πλάσσε | |
48.23 | τροχίσκους. δίδου ὕδατι 𐅻 α ἢ τριώβολον. —Ἡπατικόν. Ἀλόης 𐅻 β, γλαυκίου 𐅻 δ. δίδου ξηρὸν ἀπυρέτοις οἴνῳ κεκραμένῳ εὐθυλούτροις | |
μύστρον α, πυρέσσουσι μελικράτῳ. | 208 | |
49t | Περὶ σπληνός. | |
49.1 | Ὅσοις ὑπὸ τὸ ἀριστερὸν ὑποχόνδριον ἄλγημα καὶ διάτασις καὶ κάρος καὶ ἀνορεξία καὶ τῆς γλώσσης ξηρότης μετὰ φρικιῶν καὶ πυρε‐ τῶν παρακολουθεῖ καὶ ἐν ταῖς ἐπιστροφαῖς βάρος ὥσπερ ἀποσπωμένου τινός, σπληνικοὶ καλοῦνται. καὶ σκιρροῦται δέ ποτε σπλὴν ὥστε ὄγκον | |
5 | ὑποπίπτειν μείζονα μετὰ σκληρότητος καὶ ἀντιτυπίας, ὥστε δοκεῖν λίθον αὐτοῖς ἐκκρέμασθαι· δραμόντες δ’ ἢ κοπιάσαντες ἄλλως πως ὀδυνῶνται ἕλκη τε δυσαλθῆ ἴσχουσι, καὶ μάλιστα περὶ τὰ σκέλη, καὶ κακόχροια τοῦ σώματος ἐπὶ τὸ μελάντερον· χρονίζοντες δὲ καὶ ὑδρω‐ | |
49.2 | πιῶσιν. ἐμβροχαὶ οὖν προσαγέσθωσαν φλεγμαίνοντος σπληνὸς ὀξέλαιον ἐν οἰσυπηροῖς ἐρίοις, καταπλάσματα δὲ δι’ ὀξυμέλιτος καὶ ἀλεύρου κριθίνου μετ’ ἀψινθίου καὶ μυροβαλάνου ἢ διὰ καππάρεως ῥίζης λείας (ἔστω δὲ τοῦ καταπλάσματος τέταρτον) ἢ καππάρεως ὁμοίως ἢ μυρο‐ | |
5 | βαλάνου τὸ ἴσον ἢ κυκλαμίνου ὁμοίως ἢ ἀλθαίας ῥίζης ἐν ὀξυμέλιτι λεανθείσης καὶ ἑψηθείσης. κηρωτὴ δὲ διαδεχομένη τὸ κατάπλασμα | |
49.3 | μυροβάλανον ἐχέτω. —Ποτήματα σπληνικά. Ποτήματα διδόσθω ἀμμωνιακοῦ μέρη δύο μεθ’ ἑνὸς μέρους καστορίου· μίξας πότιζε σὺν ὀξυκράτῳ 𐅻 α· ἢ μυρίκης καρποῦ ἢ φύλλων ἢ ἀνθῶν ἢ κισσοῦ κόκ‐ κοι ιε μετ’ ὀξυκράτου ἢ πολίου σπέρματος ἢ ὁρμίνου σπέρματος μετ’ | |
5 | ὀξυμέλιτος ἢ ἑρπύλλου ὀξύβαφον· ἢ ὕδωρ χαλκέως, ἐν ᾧ τὸν σίδηρον βάπτουσιν, ἢ λιβάνου ὀβολοὺς δύο μετὰ μαράθου σπέρματος κοχλιάριον μετ’ οἴνου, ἢ ἀμμωνιακοῦ θυμιάματος 𐅻 α, μετ’ ὀξυμέλιτος 𐆂υ γ. — | |
49.4 | Πότημα σπληνικόν. Μυρίκης καρποῦ 𐅻 δ, πεπέρεως 𐅻 δ, ναρδο‐ στάχυος 𐅻 β, ἀμμωνιακοῦ θυμιάματος 𐅻 β. ἡ δόσις 𐅻 α· ὀξυμέλιτι λειοῦ‐ | |
49.5 | ται 〈ἢ〉 ὄξει σκιλλητικῷ. —Ἄλλο. Πάνακος ῥίζης, ἀμμωνιακοῦ θυ‐ μιάματος, καππάρεως ῥίζης φλοιοῦ, στρουθίου, σκίλλης ὀπτῆς τὸ ἐντός. δίδου ἴσα ὀβολοὺς δ ἢ ε ἢ δραχμὴν α. ποιεῖ δὲ καὶ ἀσθματικοῖς καὶ | |
49.6 | ὑδρωπικοῖς. —Ἄλλο. Κυπέρου 𐅻 ιβ, ἄγνου σπέρματος 𐅻 η· κόψας καὶ | |
49.7 | σήσας πότιζε δι’ ὕδατος ἐν ᾧ σίδηρος πολλάκις ἐσβέσθη. —Ἄλλο πότημα. Στρουθίου καὶ καππάρεως ῥίζης, δικτάμνου, σταφυλίνου, πάνακος ῥίζης, σταφυλίνου σπέρματος ἴσα· δίδου μετ’ ὀξυμέλιτος ἢ | |
49.8 | ὕδατος. —Τροχίσκος σπληνικός. Κυκλαμίνου 𐅻 κ, βρυωνίας 𐅻 η, δικτάμνου 𐅻 β, σκίλλης ὀπτῆς 𐅻 η, καππάρεως ῥίζης φλοιοῦ 𐅻 ϛ, στρουθίου ῥίζης 𐅻 ϛ. ποίει τροχίσκους τριωβολιαίους ἐν ὀξυμέλιτι | |
49.9 | κυάθους γ καὶ δίδου καταπότια εἰς ἄπεφθον ἐμβάψας μέλι. —Ἐπί‐ θεμα τὸ διὰ σπυράθων σπληνικοῖς, ὑδρωπικοῖς καὶ ἧπαρ ἐσκιρρωμένοις. Κυπρίνου ἢ παλαιοτάτου ἐλαίου 𐆃 γ, κηροῦ 𐆃 β 𐅶, σπυράθων αἰγός, δαφνίδων λελεπισμένων, ἴρεως Ἰλλυρικῆς ἀνὰ ἡμίνα, | |
5 | τερεβινθίνης 𐆃 α, νάπυος, νίτρου, κυπέρου, πυρέθρου, ῥεφάνου σπέρ‐ | |
ματος, καππάρεως ῥίζης φλοιοῦ ἀνὰ 𐆄 γ, κολοκυνθίδος ἐντεριώνης 𐆄 α, τήλεως 𐆄 α. ἔσθ’ ὅτε τὰ ξηρὰ ἀναλαμβάνεται τοῖς τηκτοῖς ὄξει φυρα‐ θέντα (ἐγὼ κολοκυνθίδος 𐆄 β ἔβαλον)· εἰ δ’ ἡ κοιλία ῥέοι, μηδ’ ὅλως βάλλειν. ἡ δ’ αἰγεία κόπρος ξηρὰ μὲν οὖσα κόπτεται καὶ σήθεται, | 209 | |
49.10 | ἁπαλὴ δὲ καὶ πρόσφατος ὄξει συλλεαίνεται. —Διὰ δαφνίδων. Κηροῦ, πίσσης, πιτυΐνης, ταυρείου στέατος, ἀμμωνιακοῦ θυμιάματος, νίτρου, δαφνίδων ἀνὰ 𐆃 β, κάχρυος 𐆄 γ. τὰ τηκτὰ ἐπίβαλε τοῖς ἄλλοις λείοις. διαφορεῖ, ἐπισπᾶται, ποιεῖ τε καὶ πρὸς ἰσχιάδας καὶ ἡμικρανίαν. | |
49.11 | κάχρυος μὴ παρόντος, βάλε πύρεθρον. —Ἄλλο ἡμέτερον. Κηροῦ, πιτυΐνης, πίσσης ξηρᾶς, δαφνίδων λελεπισμένων 𐆃 ἀνὰ α, νίτρου, χαλ‐ βάνης ἀνὰ 𐆄 ϛ, ἰοῦ ξυστοῦ 𐆄 α, εὐφορβίου 𐆄 α, δαφνίνου ἐλαίου 𐆄 δ. ποιεῖ καὶ πρὸς κύστιν ἀλγοῦντας, ἧπαρ ἐσκιρρωμένον καὶ σπλῆνα, | |
49.12 | ἄρθρα ἐπ’ ἀλγήμασι, καὶ ἔμμηνα ἄγει ῥᾷον. —Τὸ διὰ μελιλώτου. Τερεβινθίνης 𐆃 β, κηροῦ 𐆃 α 𐅶, μελιλώτου 𐆄 θ, ἀμμωνιακοῦ θυμιάματος 𐆄 β, βδελλίου 𐆄 δ 𐅶, μυροβαλάνου, οἰνάνθης ἀνὰ 𐆄 γ, κρόκου, κυπέρου, καρδαμώμου, ἴρεως, ἀμώμου, κασσίας Κελτικῆς ἀνὰ 𐆄 α 𐅶, νάρδου μύ‐ | |
5 | ρου 𐆃 β. ἐνίοτε καὶ ὀποβαλσάμου βάλλω 𐆄 β. | |
50t | Περὶ ἰκτέρου. | |
50.1 | Συνίσταται ἴκτερος τῆς διακριτικῆς τοῦ πνεύματος δυνάμεως ἠτο‐ νηκυίας καὶ χωρίζειν καὶ διαπέμπειν εἰς ἃ προσήκει οὐ δυναμένης, κατάρχειν δὲ τῆς τοιαύτης κατασκευῆς δύναται καὶ τῆς ἀπ’ ἄκρων διατεινούσης ἐπὶ τὰ ὅλα καὶ τῆς ἐν μέρει θέσεως. πεπλανῆσθαι δ’ | |
5 | ὑποληπτέον τοὺς οἰομένους ἥπατος διάθεσιν εἶναι, ἐπεὶ πολλοὺς τῶν ἰκτερικῶν ἰδεῖν ἔστι μηδ’ ὅλως τὸ ἧπαρ ἐν αἰσθήσει τινὶ ἔχοντας, ἐνίους δ’ ὑπὸ σπληνὸς καί τινας ὑπὸ στόματος κοιλίας ἐνοχλουμένους. εἰσὶ δὲ τοῦ πάθους διαφοραὶ δύο· οἱ μὲν γὰρ λεκιθώδεις εἰσὶ τὴν χροιὰν καὶ ἔκλευκοι, οἱ δὲ μελαντέραν καὶ χαλεπωτέραν ἔχουσιν. — | |
50.2 | Θεραπεία. Αἷμα τοίνυν, ὅπως δ’ ἂν ἔχωσιν, ἀφαιρετέον ἀπ’ ἀγκῶ‐ νος σύμμετρον, εἰ μὴ φθάσειεν ἰσχνωθῆναι καὶ ἐγγὺς καχεξίας γενέσθαι, τῆς ἡλικίας ἀπαιτούσης μετ’ ἐπαφαιρέσεως. ἐπιτήδειος δὲ καὶ ὁ κλυ‐ στήρ· ἐπιτομὴ δὲ γένοιτο πάντων ἤδη τῆς ἱερᾶς κάθαρσις· εἰ δέ τι | |
5 | ὑποπίπτοι φλεγμαῖνον, καὶ σικύαι καὶ ἐμβροχαὶ καὶ καταπλάσματα καὶ | |
50.3 | μαλάγματα. —Ποτὰ ἁπλᾶ. Σελίνου ἀπόζεμα πότιζε τοὺς ἰκτερικοὺς ἢ ἀδιάντου (εἰς ἀποτρίτωσιν δ’ ἑψείσθω) ἢ ἀψινθίου ἀφέψημα· ἢ ἀψίν‐ θιον ἔμπασσε τῷ ποτῷ, ἢ ἐρυθρόδανον ἔμπασσε ὠοῖς ῥυτοῖς. ἄκρως δὲ ποιεῖ ῥεφάνων χυλὸς ποτιζόμενος μετ’ οἴνου ἀκράτου (ἔστω δὲ | |
5 | τοῦ τε χυλοῦ καὶ τοῦ οἴνου ἴσον· ἡ δόσις κυάθου α ἢ β τὸ πλῆθος), ἢ ἀφρόνιτρον μετ’ οἰνομέλιτος. κυνὸς δ’ αἷμα ἔδοσάν τινες ἰκτερικοῖς | |
καὶ πάνυ ηὐδοκίμησαν, λαπάθου τε ἀπόζεμα εἰς ἀποτρίτωσιν ποθὲν καλῶς ποιεῖ. φυλάσσεσθαι δὲ χρὴ τὴν συνέχειαν τῶν ποτῶν. ποτίζεται δὲ καὶ χυλὸς κιχωρίου 𐆂υ α ἢ δύο ἢ γ μετ’ οἴνου ἢ ἑρπύλλου ἀφέψημα | 210 | |
50.4 | ἀποτριτωθέν. —Τοὺς δ’ ἐφ’ ἥπατος φλεγμονῇ ἰκτερικοὺς ποτίζειν διὰ προσφάτου οἰνομέλιτος, ἀφεψήματος ἀριστολοχίας λεπτῆς ἢ ὑπε‐ ρικοῦ ἢ ἀδιάντου ἢ ἐρεβίνθων λευκῶν. ἢ ἐρυθροδάνου τριώβολον ἢ στρουθίου βραχὺ μετὰ σύκου ξηροῦ ἐσθιέτωσαν ἢ φοίνικος. ἢ θείου | |
5 | ἀπύρου 𐅻 α ἐν ὠοῖς ῥοφείτωσαν ἢ σταφυλῖνον αὐτόν, τουτέστι τὴν ῥίζαν ἐν οἴνῳ ἑψεῖν εἰς ἀποτρίτωσιν καὶ κιρνῶντα τοῦ οἴνου κύαθον α πρὸς ε ὕδατος· ἢ κέρατος ἐλαφείου ῥινήματος 𐅻 α μετ’ οἴνου 𐆂υ α καὶ ὕδατος κυάθους β ἢ καλαμίνθης χυλὸν ἢ ὀρόβων ἄλευρον μεθ’ ὕδατος. — | |
50.5 | Ἀντίδοτοι. Ἥ τε πικρὰ καὶ ἡ δι’ ὀξυμέλιτος πικρὰ καὶ ὁ δι’ ἀμυγ‐ δάλων πικρῶν καὶ ἀσάρου καὶ ἀνήσσου σπέρματος καὶ σελίνου καὶ ἀψινθίου ἴσων τροχίσκος. πρὸς ἰκτερικοὺς χρῶ τοῖς ἡπατικοῖς· δίδου δὲ καὶ κιννάμωμον ὅσον τρισὶ δακτύλοις κατέχειν ἐν οἰνομέλιτος 𐆂υ α | |
50.6 | ὕδατι κεκραμένου. —Ἄλλο. Ἀγρώστεως 𐅻 γ μετ’ ἀψινθίου 𐅻 α. — | |
50.7 | Ἄλλο. Ὀροβίνου ἀλεύρου 𐅻 α, κρόκου Κελτικῆς ἀνὰ ἥμισυ ὀβολοῦ. — | |
50.8 | Ἄλλο. Σμύρνης κυαμιαῖον μέγεθος, πεπέρεως κόκκους κε, ἴσου τε | |
50.9 | κινναμώμου. —Ἄλλο. Ἐρεβίνθων ὀξύβαφον, μαράθου δεσμίδιον | |
50.10 | ἑψήσας ὡς τακῆναι δίδου τὸν χυλὸν μετ’ οἰνομέλιτος. —Ἰκτερικὸν ποτόν. Ὀρόβου, Κελτικῆς νάρδου, κέρατος ἐλαφείου ῥινήματος ἀνὰ 𐅻 ϛ, πεπέρεως λευκοῦ 𐅻 α 𐅶, λιβάνου 𐅻 α. μέλιτι ἀναλαβὼν πότιζε | |
50.11 | οἰνομέλιτι ἢ ὑδρομέλιτι καρύου Ποντικοῦ τὸ μέγεθος. —Πότημα. Στρουθίου κόκκους β, ἐρυθροδάνου κόκκους α, ὕδατος 𐆂υ γ. δίδου νήστει, | |
50.12 | καὶ περιπατείτω ταχέως. —Ἄλλο. Σκόρδου ἀγλῖθας γ λείας μετ’ οἴνου Ἰταλικοῦ ἡμίνης πότιζε ἐν βαλανείῳ, ἀρξάμενον δ’ ἱδροῦν κάθιε εἰς τὴν ἔμβασιν· τοῦτο κάλλιστον. ἐναπειλημμένης δὲ χολῆς περὶ τοὺς ὀφθαλ‐ μοὺς καὶ τὴν κεφαλήν, ἐλατήριον ἡλίκον ὀρόβου γάλακτι γυναικείῳ | |
5 | διείς, ὕπτιον δὲ κατακλίνας ἐν τῷ χείλει τῆς ἐμβάσεως τοῦ βαλανείου ἔνσταζε ταῖς ῥισὶ καὶ εὐθέως κάθιε εἰς τὴν ἔμβασιν τὸν θεραπευό‐ μενον, καὶ καταδύειν μὲν τὴν κεφαλὴν μὴ ἐπίτρεπε, καταχύσει δὲ χρῆσθαι. μετὰ δὲ τὸ λουτρὸν ἀναληπτικῶς διαιτᾶν ἐγχεῖν τε ταῖς ῥισὶν ὡσαύτως τὸ ἐλατήριον, καὶ ἐν ἡλίῳ καθεζομένου, ἢ κυκλαμίνου | |
10 | χυλὸν ἢ πρασίου χυλὸν ἢ μελανθίου χυλὸν ὡσαύτως. | |
51t | Περὶ ὑδρωπικῶν. | |
51.1 | Ἐπὶ τοῦ ὕδρωπος πρὸ πάντων πυρετοῦ ὄντος ἐπιμέλειαν ποιή‐ σομαι καιροῦ τοῦ δέοντος τροφῆς καὶ τῶν ἄλλων βοηθημάτων ἐκλεγό‐ μενος. διουρητικὰ οὖν ποτήματα ἁρμόζει ὑδρωπικοῖς ἅτινα μὴ συνεχῶς | |
μηδὲ ἐφεξῆς, ἀλλ’ ἐκ διαλειμμάτων δοτέον, ἀφέψημα σελίνου ῥιζῶν | 211 | |
5 | ἢ νάρδου ἢ ἀσάρου. ἔστι δὲ καὶ πολυμίγματον τοῦτο· βαλσάμου, νάρ‐ δου, κασσίας, κυμίνου, γλυκυρρίζης, ὑπερικοῦ, ἀμώμου, σμυρνίου, πε‐ τροσελίνου, καλάμου ἀρωματικοῦ, πεπέρεως, σεσέλεως, σπονδυλίου ἴσα. ποιεῖ δὲ καὶ ἕκαστον καθ’ αὑτό. δίχα δὲ βάρους τὴν οὔρησιν κινεῖ σκίλλα ὀπτή· ὀπτᾶται δὲ καὶ μετὰ μέλιτος λεαινομένη ὡς ἔλλειγμα | |
10 | δίδοται. ἐναφεψηθείη δ’ ἂν καὶ τοῖς πινομένοις ὕδασιν. ὑδραγωγὰ δὲ προσφέρειν μετὰ τῆς λοιπῆς ἀγωγῆς ἐκ διαλειμμάτων, ἀφέψημα στρου‐ θίου ἢ τιθυμάλλου ἢ κόκκον Κνίδιον λεπτὸν ἢ πολυπόδιον ἢ τὴν λεγομένην ἄποιον, ἥν τινες χαμαιρέφανον καλοῦσιν, ἢ μύουρον. τὴν μέντοι συνεχῆ χρῆσιν τῶν τε ὑδραγωγῶν καὶ τῶν διουρητικῶν ὡς ἀναι‐ | |
51.2 | ρετικωτάτην παραιτητέον. —Πότημα ὑδραγωγόν. Φοινίκων πα‐ τητῶν 𐆄 δ, κόκκου Κνιδίου 𐅻 β, ἀλόης, νίτρου βερενικαρίου ἀνὰ 𐅻 α. ἡ δόσις 𐅻 α 𐅶 σὺν οἰνομέλιτι. εὐφορβίου, νίτρου ἀνὰ 𐅻 δ, τηλίνου ἀλεύρου 𐅻 η. ἡ τελεία δόσις 𐅻 δ σὺν οἰνομέλιτι. ἡ δι’ ὀξυμέλιτος πικρὰ | |
5 | κατὰ βραχὺ κενοῖ μηδὲν τῶν δυνάμεων ὑποκόπτουσα· κεῖται ἐν τοῖς | |
51.3 | ἡπατικοῖς. —Πότημα ἁπλοῦν. Σκίλλης τοῦ ἐντὸς 𐆃 β, οἴνου αὐστηροῦ ξεστία γ. ἑψήσας εἰς ἀποτρίτωσιν δίδου ἐκ τοῦ οἴνου καθ’ ἡμέραν ἀπὸ μύστρου ἀρξάμενος κατὰ πρόσθεσιν ἑκάστης ἡμέρας ἕως 𐆄 α. πλέον δὲ μὴ προχωρείτω ὁ σταθμός. τινὲς δὲ καὶ τῆς σκίλλης | |
51.4 | βραχὺ διδόασιν. —Καταπότια Διοκλέους. Μαράθου σπέρματος, καππάρεως ῥίζης φλοιοῦ, σικύου σπέρματος, καρδαμώμου, ἠρυγγίου ῥίζης ἀνὰ ὀξύβαφον, περιστερᾶς κόπρου ὀξύβαφα δύο. λειάνας πλάσσε | |
51.5 | καταπότια κυαμιαῖα καὶ δίδου τρία καθ’ ἡμέραν. —Πεσσὸς γυναι‐ ξὶν ὑδρωπικαῖς. Ἀνήσσου, κυμίνου, καρδαμώμου, νίτρου, ἀριστο‐ λοχίας, γλήχωνος, τήλεως, σύκων τοῦ ἐντὸς ἴσα σὺν οἴνῳ ἀναληφθέντα | |
51.6 | προστίθεται. —Καταπλάσματα. Αἴρινον ἄλευρον μετ’ ἀψινθίου καὶ σύκων καὶ ὑσσώπου καὶ ὀριγάνου ἐν ὀξυμέλιτι, ἢ βόλβιτα ξηρὰ μετ’ ὀξυμέλιτος, ἢ βολβὸν μετὰ μέλιτος, ἢ βόλβιτα ξηρὰ μετ’ ὀξυκρά‐ του ἢ ὀξυμέλιτος (ἐχέτω δὲ καὶ τέταρτον θείου ἀπύρου), ἢ σπυρά‐ | |
5 | θους αἰγὸς ἐν οὔρῳ παιδὸς ἀφθόρου, ἢ κυάμινον ἄλευρον καὶ ὀρόβι‐ νον μετ’ ὀξυμέλιτος ἢ ἅλμης. τὰς δὲ τῶν σκελῶν οἰδήσεις ἄρτον βρέξας καὶ λειώσας σὺν αὐτῷ ἁλὸς λειοτάτου καὶ ἐμπλάσας ἐπίχριε ἐῶν ἕως ὡρῶν δ, ἀπορρεύσαντος δ’ ὑδατώδους ἀποσπογγίσας καὶ | |
51.7 | ἀπομάξας ἐπάλειφε μηλίνῳ ἢ μυρσίνῳ ἢ σχινίνῳ ἐλαίῳ. —Ἄλλο κατὰ τὰ μέσα καταπλασσόμενον· ποιεῖ καὶ σπληνικοῖς καὶ κοιλιακοῖς καὶ δυσεντερικοῖς. Ῥοῦ βυρσοδεψικῆς, γύρεως σιτί‐ νης ἢ αἰρίνης, ἢ κυαμίνου ἀλεύρου ἀνὰ ξ̸ α, λιβάνου, σχιστῆς ἀνὰ 𐆄 γ· | |
51.8 | σὺν ὀξυμέλιτι κατάπλασσε. —Τὸ πολυάρχειον. Κηροῦ Ποντικοῦ 𐆃 α, μύρου νάρδου 𐆃 α, τερεβινθίνης, ἀμώμου ἀνὰ 𐆄 β, μαστίχης Χίας, φολιάτου ἀνὰ 𐆄 δ, ναρδοστάχυος, πεπέρεως, κόστου, κασσίας, λιβανω‐ τοῦ, σμύρνης, βδελλίου, ἀλόης, φύλλου, κυπέρου, μελιλώτου, κινναμώ‐ | 212 |
5 | μου, ξυλοκασσίας ἀνὰ 𐆄 δ, ὀποβαλσάμου 𐆄 β· οἴνῳ Φαλερίνῳ τὰ ξηρὰ φυραθέντα πάλιν ξηραίνεται, καὶ τότε λειωθέντα ξηρὰ ἀναλαμβάνεται τοῖς τηκτοῖς καὶ ὁλμοκοπεῖται· ἐπὶ τέλει δ’ ἄβροχον ἐμπάσσεται τὸ φύλλον, εἶτα τὸ φολιάτον, καὶ ὕστατον τὸ ὀποβάλσαμον. ἐπὶ μὲν οὖν ὑδρωπικῶν καὶ σπληνικῶν ἀκράτῳ χρηστέον, ἐπὶ δὲ στομαχικῶν καὶ | |
10 | κοιλιακῶν καὶ ἡπατικῶν καὶ δυσεντερικῶν μικτέον αὐτῷ διπλασίονα | |
51.9 | κηρωτήν. τινὲς καὶ ἡδυχρόου μάγματος 𐆄 α 𐅶 βάλλουσιν. —Τὸ διὰ | |
51.10 | σπυράθων κεῖται ἐν τοῖς σπληνικοῖς. —Ἰπωτήριον ὑδρωπι‐ κοῖς, σπληνικοῖς, ἰσχιαδικοῖς, ἀρθριτικοῖς. Κολοφωνίας, κηροῦ, πίσσης βρυτίας, νίτρου, θείου ἀπύρου ἀνὰ 𐅻 ιβ, στυπτηρίας φορίμης, λιβάνου, ἐλαίου παλαιοῦ ἀνὰ 𐆄 ϛ. ἐμοὶ δοκεῖ ἐπὶ μὲν ὑδρω‐ | |
5 | πικῶν ὑφαιρεῖν τοῦ νίτρου τὸ 𐅶 διὰ τὸ μὴ ταχέως φοινίσσειν, ἐπὶ | |
51.11 | δὲ τῶν ἄλλων παθῶν ὡς ἔχει. —Ὑδρωπικῶν ἐμπνευματου‐ μένων. Ἄρτου ξ̸ α, κυμίνου ξ̸ τὸ δ, σαμψύχου 𐆄 γ, πυρέθρου 𐆄 β, εὐφορβίου 𐆄 α. σὺν οἰνομέλιτι κατάπλασσε τήν τε ῥάχιν πᾶσαν ἕως τῶν συνωμίδων καὶ ἰσχίων καὶ τὸ ἐπιγάστριον ἕως μασθῶν· ἐπίλυε | |
5 | δὲ παρὰ μίαν καὶ πάλιν κατάπλασσε. ποίει ἐντὸς ε ἢ ϛ καταπλασμά‐ | |
51.12 | των· ἐγὼ στρουθίον ἀντ’ εὐφορβίου ἔβαλον. —Ἄλλο κάλλιστον. Στέατος χοιρείου παλαιοῦ, δαφνίδων, ἁλῶν κοινῶν. κατάπλασσε συχνῶς. | |
52t | Περὶ χολέρας. | |
52.1 | Χολέρα ἐστὶν ὅταν ἐξ ἀπεψίας ἔμετος χολωδῶν καὶ ὀξωδῶν καὶ κνισωδῶν πλειόνων γένηται, καὶ ἡ κάτω κοιλία ὅμοια διαχωρῇ, δίψος τε παρακολουθῇ καὶ ἐφίδρωσις καὶ τῶν σφυγμῶν ἐκκοπὴ καὶ μυῶν τῶν ἐν ἀγκῶσι καὶ μηροῖς καὶ γαστροκνήμαις συνολκή τε καὶ τάσις. | |
52.2 | ἀπερατέον οὖν εὐθέως τὸ διεφθορὸς ὕδατος χλιαροῦ ποθέντος· τό τε γὰρ ὑδρόμελι πνευματοῦν ἐπιτείνει τοὺς στρόφους, τὸ δ’ ὑδρέλαιον ἐρεθίζει τοὺς ῥευματισμούς. συνεργητέον δὲ καὶ τῇ διὰ κοιλίας ἐκ‐ | |
52.3 | κρίσει. ὅταν δ’ ἡ μὲν ἔκκρισις παύσηται, συντήξεως δ’ ᾖ τὰ ἐκκρινό‐ μενα, οἷον ξυσματώδη, γλοιώδη, μυξώδη, ἰσχνότης τε τῆς τοῦ σώματος περιοχῆς γίνηται, μάλιστα τῆς γαστρὸς συμπιπτούσης, τοῦ τε σφυγμοῦ μειουμένου καὶ πυκνουμένου ἀμετρότερον, σκέπειν τε καὶ θάλπειν τὴν | |
5 | κοιλίαν λιπαίνειν τε τὰ κῶλα καὶ τοὺς μυώδεις τόπους καταπλάσσειν τε τὸ διὰ φοινίκων [μήλων] μετ’ οἰνάνθης καὶ ἀκακίας καὶ ὑποκιστί‐ | |
δος καὶ ῥοῦ καὶ σιδίων διδόναι τε καταρροφεῖν ὕδατος ψυχροῦ κατὰ κύαθον· ἐπιεικῶς δ’ ἔστω ψυχρόν· τό τε γὰρ ἀθρόον ἀπεμεῖται, καὶ τὸ πάνυ ψυχρὸν ἔσθ’ ὅτε πλῆξαν ἀποστρέφει τὸ ἔμφυτον θερμὸν ἢ | 213 | |
52.4 | φλεγμονὴν ἀπεργάζεται. ἐμπεπάσθω τε τῷ ῥοφουμένῳ ὕδατι οἰνάν‐ θης, ἢ ἐμβρεχέσθω ἢ ἕλικες ἀμπέλου ἢ ῥόδα ἁπαλά. ἢ χυλὸν δοτέον ῥοᾶς βραχὺ [ἢ] ἡδυόσμου ἐμπάσσοντα. βέλτιον δ’ ὁ τῆς ὀξυγλύκου | |
52.5 | ῥοιᾶς χυλός. δριμυτέρων δ’ ὄντων τῶν ἐκκρινομένων, σικύου σπέρμα βραχὲν καὶ λεπισθὲν καὶ τριφθὲν διδόσθω μεθ’ ὕδατος 𐆂υ γ, ἔσθ’ ὅτε | |
52.6 | καὶ μετ’ ἀμύλου. ἀκατασχέτου δὲ τῆς φορᾶς οὔσης καὶ τοῦ σφυγμοῦ θρυπτομένου καὶ περιψύξεως καταλαμβανούσης καὶ περιιδρώσεως, ἐνί‐ οτε καὶ λυγμῶν, ἐπ’ οἶνον ἐλθετέον στύφοντα μετρίως ἄνοσμον σὺν χόνδρῳ ἢ μετὰ ψιχῶν, καὶ ἐκ διαλειμμάτων καταρροφεῖν διδόναι ἢ | |
52.7 | ἄλφιτον τῷ κράματι ἐμπάσσοντα διδόναι ὁμοίως κατὰ ῥόφημα. εἰ δ’ ἀποστρέφοιτο τὰ σιτώδη, τῶν ὡραίων τι ἀποχυλίζοντες τὸ σαρκῶδες ἀποπτυέτωσαν· ἁρμόζει δ’ ἀποχυλίζειν ὠμὸν μέσπιλον, κυδώνιον, ὀπτὸν κρουστούμινον, σταφυλήν, μάλιστα μὲν τὴν ἀπὸ τῶν στεμφύ‐ | |
5 | λων, ἤδη δὲ καὶ κρεμαστὴν σὺν τοῖς γιγάρτοις· ὀσφραντὰ δὲ κυδώνιον | |
52.8 | μῆλον, ῥόδα, οἶνος, μήκων. πρὸς δὲ τὰς συνολκὰς ῥάκη θερμὰ ἁπαλὰ ἐλαιοβραχῆ τοῖς μυσὶ περιτιθέναι, κηρωτάς τε ὑγρὰς ἐχούσας τι καὶ | |
52.9 | καστορίου καὶ Σικυωνίου. τοὺς δὲ σιαγονίτας μύας τὸ καλύπτειν ἐρίοις καὶ ἀσῶδες καὶ ἱδρωτοποιοῦν· ἐπαφαῖς οὖν αὐτοὺς μαλακτέον. διδό‐ ναι τὰ ἐν τροφῇ ὑῶν πόδας, νεοττοὺς περιστερῶν καὶ ἀλεκτορίδων, πέρδικας, κίχλας, φάσσας. | |
53t | Περὶ κοιλιακῶν. | |
53.1 | Κοιλιακὴ διάθεσις ἰδίως ἔσθ’ ὅτε λεῖα καὶ κάθυγρα ἐκδίδοται διαχωρήματα, ἀτονούσης τῆς γαστρὸς ἀναδιδόναι αὐτά. κατάπλασμα οὖν λινόσπερμον μετὰ φοινίκων ἀκροχλίαρον ἐπιτιθέναι, μικτέον τε καὶ ἀκακίας καὶ ὑποκιστίδος. ἄκρως δὲ ποιεῖ καὶ σχῖνος καὶ βάτος | |
5 | συνεψωμένη τῷ ὀξυμέλιτι, πάνυ δ’ ἐπιτήδειον ἐμπνευματώσεως οὔσης κυμίνου προσλαβὸν καὶ ἀνήθου καὶ πηγάνου· πάντα καταπαστέον. — | |
53.2 | Κατάπλασμα· ὠμὴ λύσις δι’ ὀξυμέλιτος. Εἰ δ’ ἐπισχεῖν θέλοιμεν τὰ φερόμενα, συνεμβαλοῦμεν μῆλα κυδώνια, στυπτηρίαν ὑγράν, ἀκακίαν, | |
53.3 | κηκῖδα, ὑποκιστίδα, ὁτὲ μέν τινα τούτων, ὁτὲ δὲ πάντα. —Κηρωταὶ διὰ μυρσίνου ἢ σχινίνου μετά τινος τῶν στυφόντων, οἷον κηκῖδος, σιδίων. — | |
53.4 | Ἐπιθέματα ἄκρως ποιοῦντα τό τε διὰ δαφνῶν καὶ τὸ διὰ σπερμάτων, κείμενα τὸ μὲν ἐν τοῖς ὑδρωπικοῖς, τὸ δ’ ἐν τοῖς σπληνικοῖς. ἔστι δὲ τοιοῦτον· κηροῦ, τερεβινθίνης ἀνὰ 𐆃 α, ταυρείου στέατος, κυπρίνου, | |
μέλιτος ἀνὰ 𐆄 ϛ, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ 𐆄 γ, μελιλώτου, βράθυος, | 214 | |
5 | Κελτικῆς νάρδου, καρδαμώμου, δαφνίδων, σαμψύχου, σελίνου σπέρμα‐ τος, ἀνήσσου, νίτρου, ἴρεως, κυπέρου, κασσίας, κρόκου, λιβάνου, σμύρνης, στύρακος, πάνακος ἀνὰ 𐆄 α 𐅶, ὄξους ἢ οἴνου 𐆂ο α. μὴ ὄντος πάνακος, | |
53.5 | ὀποπάνακα ἔβαλον. ἐπὶ μὲν οὖν ὑδρωπικῶν καὶ σπληνικῶν ἀκράτῳ χρηστέον· ἐπὶ δὲ τῶν λοιπῶν ἀνετέον οὕτως. τοῦ φαρμάκου 𐆃 α, κη‐ ροῦ, κολοφωνίας ἀνὰ 𐆄 ϛ, ναρδίνου 𐆄 η, οἴνου βραχύ· οἱ δ’ ὄξους. ὀποβαλσάμου δὲ προσλαβὸν ἔοικε πολυαρχείῳ· ἐχέτω δὲ 𐆄 β. καὶ τὸ | |
5 | Κηφισοφῶντος, δρώπαξ δ’ ἔχων ἀσφάλτου καὶ θείου καὶ ἀδάρκης. — | |
53.6 | Πότημα. Ἀρνογλώσσου σπέρμα μεθ’ ὕδατος ἢ κράματος, ἢ σίδια ῥοιᾶς· ἐπ’ ὀλίγον δὲ στομάχου ἅπτεται· ἀλεκτορίδων δὲ κοιλία ξηρὰ ἐμπασ‐ σομένη τῷ ποτῷ, ὡσαύτως στρουθοκαμήλου, λαγωοῦ πυτία ἢ ἐρίφου. ἁρμόσαι δ’ ἂν καὶ τὰ διουρητικὰ μεταρρευματισμὸν ποιούμενα, σέλινον, | |
5 | ἀδίαντον καὶ τὰ τούτοις ἐοικότα, αἵ τε ἀντίδοτοι, καὶ πάντων μᾶλλον | |
53.7 | ἡ θηριακή. —Πότημα πρὸς κοιλιακούς. Ῥοιῶν γ συμμέτρων ἕψεται σίδια, ἐπὶ μὲν τῶν πυρεσσόντων ὕδατι ὀμβρίῳ, ἐπὶ δ’ ἀπυρέ‐ των οἴνῳ 𐆂υ ϛ, μέχρι τὸ τρίτον λειφθῇ, καὶ δίδου πρὸ τροφῆς 𐆂υ β. — | |
53.8 | Ἄλλο. Ῥοιὰν περιγλύψας πλήρωσον οἴνου καὶ ἐλαίου καὶ βαλὼν ἁλὸς ὀλίγον λείου καὶ ἑψήσας εἰς τὸ τρίτον ἐπίβαλε ὠὸν καὶ συγκι‐ νήσας ἕνωσον ἑψῶν ἕως συστάσεως, δίδου τε ἐσθίειν ἐπὶ τρεῖς ἡμέρας | |
53.9 | ἐπιδιδῶν ἀκράτου βραχέος. —Ὁ δι’ ἠλέκτρου τροχίσκος δυσ‐ εντερικοῖς· ἔστι καὶ πρὸς αἱμοπτυϊκοὺς ἔξοχον· ποιεῖ καὶ πρὸς στομαχικούς, φθισικούς, βήσσοντας, ἐμπυϊκούς, κύστιν ῥευματιζομένους, κοιλιακοὺς πινόμενος. Ψυλλίου 𐅻 με, μαστίχης Χίας 𐅻 λ, ἠλέκτρου, | |
5 | ἴρεως, κρόκου ἀνὰ 𐅻 λ, ὀπίου 𐅻 ιε. ἑψήσας μέρος τοῦ ψυλλίου χύλιζε καὶ τῷ χυλῷ συλλέαινε τὸ ἤλεκτρον καὶ τὴν μαστίχην, εἶτα τὸ ὑπό‐ λοιπον ψύλλιον ὡσαύτως χυλίσας λείου ὁμοίως, τοῦ δ’ ὄντος τοῦ χυλοῦ ἐπίβαλλε τὴν ἰλλυρίδα καὶ λέαινε, εἶτα τὸ ὄπιον, ἐπὶ τέλει δὲ τὸν κρόκον ὡς μετὰ μίαν πλασθῆναι, πλάσσε δὲ τροχίσκους τριωβολι‐ | |
10 | αίους καὶ ἄλλους δραχμιαίους καὶ χρῶ ἐπὶ πᾶσι τοῖς προειρημένοις. χρηστέον δὲ καὶ τῷ κροκώδει, ἐπιρριπτέσθω δὲ τῇ κοιλίᾳ κηρωτὴ διὰ νάπυος ἢ τὸ διὰ τοῦ νάπυος μάλαγμα ἢ αὐτὸ τὸ νάπυ ἐν ἀρχῇ, ἐμπάσσειν τε τῷ ποτῷ ὄμφακα ξηρὸν κοπέντα καὶ σησθέντα· ἔστω δ’ | |
53.10 | Ἀμιναίας σταφυλῆς. —Πότημα κοιλιακοῖς. Ἀκάνθης Αἰγυπτίας, ῥοιᾶς χυλοῦ ἀνὰ 𐅻 η, ἀκακίας χυλοῦ 𐅻 ϛ, πεπέρεως 𐅻 γ, κηκῖδος 𐅻 δ, σμύρνης 𐅻 β, κυμίνου, πεπέρεως, ῥοὸς Συριακῆς, βαλαυστίου ἀνὰ 𐆄 α 𐅶, σιδίων 𐆄 α, σιλφίου 𐅻 δ. κόψας καὶ σήσας βρέξον ἐν ὄξει καὶ λειοτρι‐ | |
5 | βήσας δίδου ἐξ αὐτοῦ ἤτοι ξηροῦ 𐅻 α, ἐμπάσσων τῷ ποτῷ, ἢ φυρῶν | |
53.11 | ὀξυμέλιτι, πρωῒ καὶ ἑσπέρας. —Τὸ κλειδίον πρὸς πᾶσαν κοι‐ | |
λιακὴν διάθεσιν. Κηκῖδος ὀμφακίνης 𐅻 η, ὀπίου 𐅻 δ. ὕδατι πλάσας | 215 | |
53.12 | δίδου ὀροβιαῖα καταπότια γ μετὰ χυλοῦ ῥοὸς ἢ μύρτου. —Ἄλλο κοιλιακοῖς. Ὠόν, μέλι, οἶνος, σιδίων βραχὺ καὶ πεπέρεως· ἀπὸ τηγά‐ | |
53.13 | νου δίδου. —Ἡ Πολυειδοῦς σφραγὶς κοιλιακοῖς, δυσεν‐ τερικοῖς, τεταρταΐζουσιν, ὀφθαλμοῖς ῥευματιζομένοις· ἔστι καὶ ἀνώδυνος. Ὑοσκυάμου λευκοῦ σπέρματος 𐅻 δ, ἀνήσσου 𐅻 β, σελίνου σπέρματος 𐅻 δ, μήκωνος 𐅻 α, ὀπίου 𐅻 α. λεάνας μεθ’ ὕδατος | |
5 | μὴ πάνυ ψυχροῦ πλάσσε τροχίσκους ὀβολιαίους, καὶ δίδου ἕνα μεθ’ | |
53.14 | ὕδατος μὴ πάνυ ψυχροῦ. —Ὁ διὰ σπερμάτων. Ἀνήσσου, ἄμεως, μαράθου σπέρματος ἀνὰ δραχμαὶ ι, σελίνου σπέρματος 𐅻 ι, πετροσελί‐ νου, ὀπίου ἀνὰ 𐅻 β, ὑοσκυάμου σπέρματος 𐅻 α 𐅶. πλάσσε τροχίσκους. | |
54t | Περὶ δυσεντερικῶν. | |
54.1 | Δυσεντερία ἕλκωσις τῶν ἐντέρων ἐστὶ νομώδης, ἐφ’ ἧς ἀποκρί‐ σεις γίνονται χολώδεις ποικίλαι, εἶτα πρὸς ὀλίγον αἱματώδεις καὶ χολώδεις καὶ ἐπὶ τέλει ἰχωρώδεις, ὁποῖαι ἀπὸ τῶν νεκρωθέντων σω‐ | |
54.2 | μάτων εἰώθασι ῥεῖν. καταπλαστέον οὖν τοῖς ἐπὶ τῶν κοιλιακῶν κατα‐ πλάσμασι, καὶ μάλιστα εἰ φλεγμαίνοιεν. θρεπτέον δὲ μετὰ ε ἡμέραν αἰγείῳ γάλακτι κερασθέντι μέλιτι μόνῳ, ἀρκούμενον ἐπὶ δύο ἢ τρεῖς ἡμέρας, εἶτα μέλι μὲν μὴ μιγνύειν, αὐτὸ δὲ τὸ γάλα ἑψεῖν εἰς ἥμισυ | |
5 | καὶ διδόναι τροφήν· μετὰ δ’ ἡμέρας γ πάλιν εἰς ἀποτρίτωσιν ἑψῶντα διδόναι· προσεπιδοῦναι μέντοι καὶ ἄρτον διάβροχον, ἤτοι καὶ πόλτους | |
54.3 | μετὰ γάλακτος ἐσκευασμένους δοτέον. λαχάνων δ’ οὐ πολλὴ μὲν αἵρεσις, ὅμως δοτέον αὐτοῖς ἀπογεύεσθαι σέρεως ἑφθῆς καὶ ἀρνο‐ γλώσσου καὶ κράμβης διέφθου δυσὶν ὕδασιν ἑψουμένης· βέλτιον δ’ εἰ τὸ δεύτερον ὀξυκράτῳ κερασθείη. σάρκες δ’ οὐ πάνυ ἁρμόζουσι τοῖς | |
5 | δυσεντερικοῖς, ἐν χρονισμῷ δ’ ἀναγκαῖον εἰς αὐτὰς συνδραμεῖν· αἱρε‐ τέον οὖν τήν τε τῶν πτηνῶν καὶ τὴν τῶν ἀγριμαίων. ὀπώρας δὲ φειδὼ ἔστω· εἰ δ’ ἄρα ἀποκάμοι ὁ στόμαχος ὑπὸ τῆς ξηρότητος, συγχωρητέον ἄπιον ἑφθὴν καὶ κυδώνιον ἑφθὸν σταφυλήν τε τὴν ἐκ χύτρας καὶ τὴν ἐκ τῶν στεμφύλων· καρύων δὲ καὶ μεσπίλων καὶ κρά‐ | |
54.4 | νων ἀβλαβῶς ἂν δοθείη. ποτὸν ἐν ἀρχαῖς ὕδωρ ὄμβριον ἢ πηγαῖον, ἐνδέχεται δ’ ἐναφεψεῖν τῷ ὕδατι ὀπώραν τινὰ στύφουσαν εὐστομαχίας ἕνεκα, μάλιστα ῥοιάν, γίγαρτα τεθλασμένα· ὕστερον δὲ κεκμηκότος τοῦ στομάχου οἶνον δοτέον Σαβῖνον, Ἀλβανόν, Σουρρεντῖνον, Καίκουβον· | |
5 | ἐφεκτικώτεροι δὲ Σουρρεντῖνος, Σιγνῖνος, καὶ τούτων μᾶλλον Μαρσι‐ | |
54.5 | κός. —Ἐνέματα δυσεντερικῶν. Ἁρμόζει τοῖς δυσεντερικοῖς διὰ τοὺς ἐνοχλοῦντας τεινεσμοὺς πτισάνης χυλὸς μετὰ στέατος ὑείου· | |
βέλτιον δὲ ποιεῖ αἰγείου ἢ τράγου προσλαβόν. εὐθετώτερον δὲ χόν‐ δρου ἢ ὀρύζης χυλοὶ ἢ πυρίνης πτισάνης. ἔσθ’ ὅτε δ’ ἀνενδότου οὔσης | 216 | |
5 | τῆς πρὸς τὴν ἔκδοσιν προθυμίας ἅλμη ἐνεθεῖσα ἀπήλλαξε τελέως πά‐ σης ὀχλήσεως· ἀρκοῦσι δ’ ἁλῶν 𐅻 ϛ ἐν κοτύλῃ θερμοῦ ὕδατος. εἰ δ’ αἷμα ἀποστάζοιεν, ἐνετέον χυλὸν πολυγόνου ἢ ἀρνογλώσσου μετ’ ἀκα‐ κίας ἢ λυκίου ἢ ὑποκιστίδος ἢ βαλαυστίου ἢ σιδίων. εἰ δ’ ἐπείγοι, καὶ ἴσχαιμόν τι ἐνετέον, οἷον τέφραν οἰσυπηρῶν ἐρίων ἢ σπόγγου καινοῦ | |
10 | βραχέντος πίσσῃ ὑγρᾷ ἢ αἵματι βοείῳ καυθέντι ἢ ὀθονίου τέφρᾳ προ‐ βραχέντος στυπτηρίᾳ διαλελυμένῃ καὶ ξηρανθέντος ἢ ὀνίδος χυλῷ, μάλιστα μὲν αὐτομάτως ὑγρᾶς ἐνιέναι, ἢ μετὰ χυλοῦ πολυγόνου ἢ ἀρνογλώσσου βραχείσης καὶ ἀποχυλισθείσης. νομῆς δ’ οὔσης ἰσχυρᾶς, ἐπὶ τὰ ἐσχαροῦντα ἔρχεσθαι· ἔστι δὲ ταῦτα ξηρά τε καὶ τροχίσκοι ἐνιέ‐ | |
54.6 | μενα. —Τροχίσκος Μάγνου τοῦ Ἐφεσίου. Ἀρσενικοῦ 𐅻 ζ, σανδαράχης 𐅻 η, χάρτου κεκαυμένου 𐅻 λ, ἀσβέστου 𐅻 β, λιβανωτοῦ 𐅻 ε. λεαίνεται οἴνῳ μυρτίτῃ καὶ πλάσσονται τροχίσκοι ἀνὰ 𐅻 γ ἢ δ ἢ β. ἐνίεται δὲ πρὸς ἡλικίαν καὶ δύναμιν μετ’ ἀφεψήματος βάτου ἢ σιδίων | |
54.7 | ἢ μύρτων συγκαθηψημένων μετὰ φακῆς ἀφεψήματος. —Τροχίσκοι Φαυστίνειοι, ὧν ὁ μὲν λαμβάνει χάρτου κεκαυμένου 𐅻 λ, ἀσβέστου 𐅻 κε, σανδαράχης 𐅻 ι, ἀρσενικοῦ 𐅻 ιβ. τὸ ἔνεμα φακῆς καὶ μύρτων ἀφεψήματι ὡς ἐπὶ τοῦ Ἀνδρομάχου 𐅻 β· εἰ δὲ χρονία εἴη ἡ διάθεσις, | |
5 | καὶ ἁλῶν 𐅻 β. ὁ δ’ ἕτερος ἀσβέστου 𐅻 ι, σανδαράχης 𐅻 ϛ, ἀρσενικοῦ 𐅻 η, χάρτου κεκαυμένου 𐅻 λ. ἀνάπλασσε δι’ οἴνου ἀνὰ 𐅻 δ. ἐνίεται καὶ οὗτος ἀφεψήματι φακῆς καὶ μύρτων, τῆς μὲν φακῆς δι’ ὕδατος τακε‐ ρωθείσης, τῶν δὲ μύρτων δι’ οἴνου· πλῆθος δὲ μέχρι κυάθων η ἢ θ. — | |
54.8 | Ὁ τοῦ Ἀνδρομάχου τροχίσκος δόκιμος. Ἀρσενικοῦ 𐅻 ιβ, χάρτου κεκαυμένου, ἀσβέστου ἀνὰ 𐅻 ιε, σανδαράχης 𐅻 ϛ, ὑποκιστίδος 𐅻 ϛ, στυπτηρίας σχιστῆς 𐅻 δ, λεπίδος χαλκῆς 𐅻 δ. λείου οἴνῳ μυρτίτῃ, ὃν χρὴ οὕτως ἑψεῖν. μύρτων μελάνων ξ̸ β· ἕψει οἴνῳ αὐστηρῷ Ἰτα‐ | |
5 | λικῷ ἢ Ἀμιναίῳ ξ̸ γ, ἕως ἥμισυ λειφθῇ. λείου τὰ ξηρὰ οἴνῳ. ἐπὶ πάν‐ των δὲ τῶν τροχίσκων ὕστατον τὴν ἄσβεστον ἐπίβαλλε. οἱ μέντοι τροχίσκοι ἔστωσαν 𐅻 γ, οἱ δὲ δύο, οἱ δ’ ἑνός. ἐνίεται δὲ δι’ ὕδατος ἀφεψήματος φακῆς καὶ ῥόδων καὶ μύρτων δι’ οἴνου, ἴσων κιρνωμένων τοῦ τε οἴνου καὶ τοῦ τῆς φακῆς ἀφεψήματος· ἔστω δὲ τὸ πᾶν Ἰτα‐ | |
54.9 | λικὸς ξ̸. δίδοται τελείοις μὲν 𐅻 γ ἢ δ, παιδίοις δὲ 𐅻 β. —Τροχί‐ σκος ἁπάντων ἀμείνων, ὧν ἐπιστάμεθα, προσαγορευόμε‐ νος Νυμφοδότου. σύγκειται μὲν παρὰ τῶν Φαυστιανῶν, διαφωνεῖ | |
δ’ ἡ τοῦ ἀρσενικοῦ συσταθμία, πρακτικώτερος δ’ ἐπὶ τῶν ἔργων ἐφάνη. | 217 | |
5 | ἔστι δ’ οὗτος· χάρτου κεκαυμένου 𐅻 λ, ἀρσενικοῦ 𐅻 η, ἀσβέστου 𐅻 ι, σανδαράχης 𐅻 ϛ, οἴνου αὐστηροῦ ξ̸ γ. ἕψεται καθ’ αὑτὸν ὁ οἶνος, ἕως λειφθῇ τὸ τρίτον, καὶ οὕτως μίγνυται τοῖς ξηροῖς ἐν θυΐᾳ, καὶ λειαί‐ νεται μέχρι συστάσεως, καὶ πλάσσονται τροχίσκοι ἀνὰ 𐅻 δ. ἡ χρῆσις δ’ αὐτῶν πρὸς δύναμιν, ἡ δ’ ἔνεσις δι’ οἴνου τε καὶ ὕδατος, τῷ μὲν | |
10 | ὕδατι φακῆς καὶ ῥόδων ξηρῶν ἐναφηψημένων, τῷ δ’ οἴνῳ μύρτων, ὥστε τὸ πᾶν ἐξ ἀμφοτέρων πλῆθος κοτύλης γενέσθαι. πρὸ μιᾶς δ’ ἐμβρεχέσθω ὁ στόμαχος μυρσίνῳ τε καὶ οἴνῳ παλαιοτέρῳ· τὸ γὰρ φάρμακον εἴωθεν αὐτοῦ καθάπτεσθαι. καὶ πρὸ τῆς ἐνέσεως δὲ ψω‐ μοὺς ὅσον δύο ἢ τρεῖς 〈τῷ〉 πάσχοντι δοτέον, πυρετοῦ μὲν ὄντος | |
15 | σφοδροῦ, ἐξ ὕδατος ψυχροῦ ἢ γαλακτώδους, μικροῦ δ’ ὄντος καὶ εὐκα‐ ταφρονήτου ἢ μηδ’ ὅλως παρόντος, κράματι τὸν ἄρτον ἐμβρεκτέον. εἰ δὲ μετὰ τὴν ἔνεσιν ἐκκαίοιτο ἢ καὶ ἀνατρέποιτο ὁ στόμαχος, δοτέον τεθαρρηκότως αὐτῷ ψυχρὸν καὶ παραθετέον θριδακίνης θυρσάριον δι’ ὄξους μετ’ ἄρτου καθαροῦ καὶ ἐλαίας λευκὰς δι’ ὄξους ὁμοίως. ἐπὶ | |
20 | δὲ τῶν ἅμα τῷ ἐνίεσθαι τὸ φάρμακον ἐκβαλλόντων καὶ κρατεῖν τοῦ ἐνέματος οὐ δυναμένων προενιέναι ἅλμην· τινὲς δ’ ἁλὸς ἀμμωνιακοῦ κοχλιάριον α ἢ μικρῷ πλεῖον συγκαταμιγνύουσι τῷ φαρμάκῳ· ἡμεῖς δὲ τοῦ ζωμοῦ τῶν ἁλμάδων ἐλαιῶν τῶν λευκῶν ὅσον 𐆂υ ϛ προενίεμεν καὶ διαστήσαντες ἡμιώριον ἢ μικρῷ πλεῖον ἐνίεμεν τὸν τροχίσκον, καὶ | |
25 | κατέχουσιν αὐτό, καὶ τὸ φάρμακον μᾶλλον ἐνεργεῖ γυμνοῖς τοῖς ἕλκεσι προσπίπτον. καὶ καθ’ αὑτὴν δ’ ἡ τῶν κολυμβάδων ἐλαιῶν ἅλμη μιᾶς | |
54.10 | κοτύλης πλῆθος ἐνιεμένη θερμὴ πρακτικῶς βοηθεῖ. —Τροχίσκος κατωτερικὸς Πρισκιανοῦ. Ἀρσενικοῦ, σανδαράχης, χάρτου κεκαυ‐ μένου ἀνὰ 𐅻 ιβ, ἀσβέστου 𐅻 η. τὸ τέλειον ἔνεμα 𐅻 γ, τὸ μέσον β 𐅶 ... β πρὸς δύναμιν· ἐν δὲ τῇ ἐνέσει προθεραπεία ἡ αὐτὴ ἡ ἐπὶ τοῦ | |
54.11 | Νυμφοδότου προειρημένη. —Ἐπίθεμα δυσεντερικοῖς. Στυπτη‐ ρίας ὑγρᾶς, ἀκακίας, κηκῖδος, σιδίων, πίτυος φλοιοῦ ἀνὰ 𐅻 α 𐅶, κηροῦ 𐆄 β, μυρσίνου ἢ σχινίνου ἢ μηλίνου 𐆃 α. πλὴν τῆς στυπτηρίας τὰ ξηρὰ κόψας καὶ σήσας ἕψε ἐν οἴνῳ καὶ λειοτριβήσας ἐπίβαλλε ἐν τῇ θυΐᾳ | |
5 | τὴν στυπτηρίαν, ἐπὶ τέλει δὲ τὴν ἀκακίαν καὶ συλλειώσας ἀναλάμβανε | |
54.12 | τῇ κηρωτῇ. —Πότημα δυσεντερικοῖς, καὶ μάλιστα κοιλια‐ κοῖς χρονίοις. Ἄμεως 𐅻 η, βαλαυστίων, κηκῖδος ἀνὰ 𐅻 δ, πεπέρεως 𐅻 β. δίδου κοχλιάριον μετ’ ὠοῦ ῥοφητοῦ ἢ μεθ’ ὕδατος, ἀπυρέτοις δὲ | |
54.13 | μετὰ κράματος. —Τροχίσκος ποτιζόμενος πρός τε κοιλια‐ κοὺς καὶ δυσεντερικοὺς διδόμενος μεθ’ ὕδατος θερμοῦ 𐆂υ γ δραχμῆς μιᾶς πλῆθος. Ἀνήσσου, σελίνου, ἄμεως, ὑποκιστίδος χυλοῦ, βαλαυστίων, ὑοσκυάμου λευκοῦ σπέρματος ἀνὰ 𐅻 η, ὀπίου 𐅻 δ· ἐν | |
54.14 | ἄλλῳ τὸ ὄπιον ἴσον. —Τροχίσκος ὁ Ἄνδρωνος ἐνιέμενος δυσεντερικοῖς 𐅻 α ἢ β πλῆθος. Σιδίων, ἀριστολοχίας στρογγύλης, | |
κηκῖδος ἀνὰ 𐅻 η, στυπτηρίας σχιστῆς, λιβανωτοῦ, ἀλόης ἀνὰ 𐅻 δ, σμύρ‐ νης, χαλκάνθου ἀνὰ 𐅻 β. λέαινε μετὰ γλυκέος Κρητικοῦ καὶ ἀποτίθεσο | 218 | |
5 | ἐν χαλκῷ ἀγγείῳ. ποιεῖ δὲ πρὸς νομάς, γαγγραίνας, ὦτα πυορροοῦντα ἄνθρακάς τε, ἔτι τε ἕλκη παλαιὰ καὶ νεμόμενα, ῥυπαρά τε καὶ ἕρπη‐ | |
54.15 | τας καὶ τὰ ὅμοια. —Κοιλιακοῖς, δυσεντερικοῖς ποτήματα. Νάρδος πινομένη στεγνοῖ κοιλίαν, σμύρνης καλῆς κυαμιαῖον μέγεθος στερεὸν καταπινόμενον, σπέρμα ἀγρίου λαπάθου ὕδατι ἐπιπασθέν, λα‐ γωοῦ πυτίας τριώβολον σὺν ὕδατι, κέρατος ἐλαφείου κεκαυμένου καὶ | |
5 | πεπλυμένου κοχλιάρια β σὺν τραγακάνθῃ, ἢ αὐτὴ ἡ τραγάκανθα, ἢ ῥοῦς ἢ κηκὶς ὀμφακίνη ἢ σίδια ἢ βάτου ῥιζῶν ἀφέψημα ἀποτριτωθὲν ἢ λάδανον σὺν οἴνῳ αὐστηρῷ ἢ ἀκακίας χυλὸς ἢ ὑποκιστίδος ἢ λύκιον Ἰνδικὸν ἢ Σάμιος ἀστὴρ ἢ βαλαύστιον. ἔστι δ’ ἔνια αὐτῶν κακοστό‐ μαχα· διὸ μετὰ περισκέψεως διδόσθω, μήτε πυρέσσουσι μήτε ὀδυνω‐ | |
54.16 | μένοις· πρὸς δὲ καὶ εὐτονοῦσι τὸν στόμαχον. —Ἐνέματα ἐπὶ τῶν μηδέπω νεμομένων ἑλκώσεων. Πυρῶν χυλοῦ ἢ τράγου ἢ χόν‐ δρου ἢ πτισάνης ἢ ὀρύζης μετὰ στέατος τραγείου ἢ αἰγείου ἢ γάλακτι λίαν θερμῷ ἢ μετ’ ἀμύλου. συμπλεκέσθω δ’ ἑκάστῳ ἐνέματι ἀφέψημα | |
5 | μύρτων ἢ ῥόδων ἢ σιδίων ἢ φακοῦ ἢ βαλαυστίου· συνηψήσθω δὲ τοῖς | |
54.17 | χυλοῖς ἢ σχῖνος ἢ βάτος ἢ μυρσίνη ἢ ἀκακία. —Δυσεντερικοῖς τροχίσκος κατωτερικός. Ἄρτου Ἀλεξανδρίνου 𐅻 λβ, ἀρσενικοῦ 𐅻 ια, ἀσβέστου 𐅻 η, σανδαράχης 𐅻 η. τὴν σανδαράχην σὺν τῷ ἀρσενικῷ λείου ἐφ’ ἱκανὰς ἡμέρας σὺν οἴνῳ, εἶτα τὴν ἄσβεστον, εἶτα τὴν τοῦ | |
5 | ἄρτου σποδιάν· πλάσας δὲ τροχίσκους ὡς ἐπὶ τοῦ Νυμφοδότου δί‐ | |
54.18 | δου. —Ἄλλο δυσεντερικοῖς. Ἀσβέστου, ἀρσενικοῦ, στυπτηρίας σχιστῆς ἀνὰ 𐅻 η, ἀκακίας 𐅻 γ, χαλκοῦ κεκαυμένου, ὀπίου, βαλαυστίου ἀνὰ 𐅻 α. λείου ἐν οἴνῳ, ἔνιε δὲ 𐅻 β τελείοις μετ’ οἴνου καὶ ὀρύζης | |
54.19 | χυλοῦ. —Τροχίσκος ὁ Φιλάδελφος πρὸς δυσεντερίας καὶ αἱμορραγίας. Σανδαράχης, ἀρσενικοῦ ἀνὰ 𐆄 α 𐅶, τιτάνου 𐅻 γ. λείου οἴνῳ αὐστηρῷ καὶ ποίει τροχίσκους ἀνὰ 𐅻 δ καὶ γ 〈καὶ〉 δύο καὶ ἔνιε | |
54.20 | πρὸς δύναμιν μετ’ οἴνου μυρτίτου. —Ὑποθετὸν δυσεντερικόν. Κρόκου 𐆄 β, ὀπίου 𐅻 δ, λιβάνου 𐆄 α 𐅶, σμύρνης 𐆄 α, καστορίου 𐆄 δ. ἀναλάμβανε οἴνῳ αὐστηρῷ καὶ ποιήσας κολλύρια λεπτὰ ὑποτίθει. — | |
5421,22 | Ἄλλο. Βάλσαμον μετὰ κροκύδος παράθες τῷ δακτυλίῳ. —Ἀνωτε‐ | |
54.22(2) | ρικὸν ξηρὸν κοιλιακοῖς, δυσεντερικοῖς. Στυπτηρίας καὶ μα‐ στίχης Χίας ἴσα· ἕκαστον λειώσας καὶ σήσας λείου ἅμα μίσγων ἐπιμε‐ λῶς· δίδου δ’ ἐν ὠῷ ῥοφητῷ μετρίως ὑδαρεῖ κοχλιαρίου πλῆθος ἢ 𐅻 α, | |
5 | τελείοις δὲ 𐅻 β ἐφ’ ἡμέρας γ. ὅτε δὲ μέλλῃ ῥοφᾶν, ἁλὸς χόνδρον | |
ὑπὸ τὴν γλῶσσαν τιθέτω. | 219 | |
55t | Περὶ λειεντερίας. | |
55.1 | Λειεντερία, ὡς αὐτὸ τὸ ὄνομα ἐμφαίνει, ἐκλεασμός τις ἐντέρων ἐστίν, ὁποῖος ἂν γένηται ἀπ’ οὐλῆς, ἀποτελεῖται δὲ τὰ μὲν πολλὰ δυσεντερίας προηγησαμένης καὶ βαθείας ἑλκώσεως οὐλῆς ἐπιγινομένης· ἐνίοτε δὲ καὶ ἀπὸ ῥευματισμοῦ ἑτέρου τῶν ἐντέρων. παρακολουθεῖ δὲ | |
5 | τοῖς ἑαλωκόσιν ἔκδοσις σκυβάλων ἀκατεργάστων καὶ αὐτὸ μόνον τὸ δοκεῖν περιεπτισμένων, ὥστε δηλοῦσθαι τὴν ληφθεῖσαν τροφήν. ἐκ | |
55.2 | ταύτης οὖν διορισθήσεται τῆς κοιλιακῆς διαθέσεως ἡ λειεντερία. ἐκ παντὸς τοίνυν τρόπου ἀνακλητέον τήν τε πεπτικὴν ἐνέργειαν καὶ τὴν καθεκτικὴν δύναμιν τῶν πεπονθότων, διαγωγῇ τῇ τε ἐπὶ κοιλιακῶν καὶ δυσεντερικῶν εἰρημένῃ· συνεχέστεραι δὲ τούτοις ἁρμόζουσι δριμυ‐ | |
5 | φαγίαι καὶ ἔμετοι ἀπὸ δείπνου, δρωπακισμοί τε πρῶτον χειρῶν καὶ σκελῶν, εἶτα θώρακος καὶ κοιλίας φοινιγμοί τε οἱ διὰ μαλαγμάτων | |
55.3 | καὶ διὰ νάπυος. —Καταπότια. Σιδίων, σμύρνης ἀνὰ 𐅻 η, στυπτη‐ ρίας σχιστῆς, ὑποκιστίδος χυλοῦ ἀνὰ 𐅻 δ. δίδου ὀροβιαῖα μεγέθη πέντε ἢ ζ. | |
56t | Περὶ τεινεσμοῦ. | |
56.1 | Τεινεσμὸς προηγεῖται τῶν πλείστων δυσεντεριῶν, ἔστι δ’ οὗτος προθυμία πρὸς ἔκδοσιν ἀπαραίτητος οὐδὲν ἐξάγουσα εἰ μὴ ἄρα ὀλίγα οἰνωπά, καὶ μετὰ ταῦτα μυξώδη, ἃ σχεδὸν τῆς ἐπιτεταμένης προθυμίας γίνεται παραίτια, οἰδηματώδης δὲ φλεγμονὴ ἐντόπιος γινομένη ἔμφασιν | |
5 | παρέχει κοπρίου ἐγκειμένου καὶ ἐπιζήτησιν ἐκδόσεως. δῆλον δ’ ὡς περὶ τὸ ἀπολῆγον τοῦ ἀπευθυσμένου ἐντέρου γίνεται ἡ πεῖσις ἐν ᾧ ἡ | |
56.2 | ἐκκριτικὴ δύναμις ἐγκάθηται. ἁρμόζει δέ, εἰ ἐνδέχοιτο, φλεβοτομία, εἰ δὲ μή γε, ἀσιτία ἄχρι τῆς διατρίτου, ὠμαί τε λύσεις θερμαὶ ἐπιτιθέ‐ | |
56.3 | μεναι κατ’ ὀσφύος καὶ ἤτρου, ἢ λάδανον μετὰ νάρδου. μετὰ δὲ τὰς ἀποκρίσεις ἐγκαθιζέτωσαν στυμμάτων ἀφεψήματι καὶ ἀγαθίδας διὰ στυμμάτων θερμῶν προστιθέσθωσαν τῇ ἕδρᾳ, ἢ πίτυρα ἐν ἀποδέσμῳ δι’ ὀξυκράτου θερμοῦ ἢ ὠμὴν λύσιν ἢ σίδια ἡψημένα καὶ λελειοτριβη‐ | |
56.4 | μένα κατ’ ἰδίαν, εἶτα καὶ μετὰ μαλάχης ῥίζης. μάλιστα δὲ ποιεῖ ἡ τῆς ἀγρίας μαλάχης ῥίζα ἑψηθεῖσα καὶ λειοτριβηθεῖσα ἐπ’ ὀστράκῳ τε | |
56.5 | πεπυρωμένῳ θερμανθεῖσα. εἰ δ’ ἐν βάθει τὰ τῶν ἐρεθισμῶν καὶ τῆς φλεγμονῆς τύχοι ὄντα, ἐνετέον σιτώδεις χυλοὺς μετὰ στυμμάτων ἡψη‐ | |
μένους ὥσπερ τοὺς ἄνευ νομῆς δυσεντερικούς. | 220 | |
57t | Περὶ ἑλμίνθων. | |
57.1 | Ἕλμινθες ἐν πυρετοῖς περὶ μὲν τὰς ἀρχὰς γενόμεναι τὴν ὑπό‐ στασιν ἐξ ὑποκειμένης διαφθορᾶς ἔχουσι, περὶ δὲ τὰς ἀκμὰς ἐκ πο‐ νηρίας νόσου, περὶ δὲ τὰς παρακμὰς ἐκ μεταβολῆς τῶν ὅλων ἐπὶ τὸ κρεῖττον, αἳ δὴ καὶ τάχιον ἀποκρίνονται. παρέπεται δὲ δηγμὸς στο‐ | |
5 | μάχου καὶ κοιλίας καὶ βῆχες σμικραὶ διερεθίζουσαι ἄνευ φλέγματος ὕπνοι τε μετὰ παλμῶν καὶ ἐξαναστάσεων ἀλόγων, σφυγμὸς ἀνώμαλος· τοῖς δὲ παιδίοις καὶ μάσησις μετὰ προβολῆς τῆς γλώττης· πρὸς βραχὺ δὲ ταῦτα καὶ ἐκ διαστημάτων. ἔνια δὲ μετὰ κραυγῆς ἐξανίσταται καὶ ταχὺ πάλιν καταφέρεται· τὰ δὲ καὶ τρίζουσι τοὺς ὀδόντας· τισὶ δὲ | |
57.2 | προστρέχουσαι τῷ στομάχῳ ναυτιῶν καὶ δηγμῶν αἰτίαι γίνονται. ἐν μὲν οὖν ἀρχῇ τῆς νόσου τοῖς ἐπιεικεστέροις χρηστέον βοηθήμασι, καὶ μάλιστα φλεγμονῶν περὶ τὰ μέσα ὑπαρχουσῶν. καταπλαστέον οὖν θερμίνῳ μετ’ ἴσου λινοσπέρμου ἡψημένῳ μεθ’ ὑδρομέλιτος· ἔσθ’ ὅτε | |
5 | καὶ βρυωνίας ῥίζαν συνεμβλητέον λείαν ἢ ἀψίνθιον πληρωτέον τε τὸν | |
57.3 | ὀμφαλὸν χολῇ ταυρείᾳ ἢ μελανθίῳ διειμένῳ γάλακτι γυναικείῳ. εἰ δ’ ἐπείγοι τὰ τῶν ἑλμίνθων, προποτιστέον ἀψινθίῳ ἢ σερίφῳ ἢ ἐμπαστέον εἰς κυάθους γ ὕδατος μύστρου πλῆθος ἀλεύρου θερμίνου ἢ εὐζώμου σπέρματος ἢ κράμβης ἢ ἀρνογλώσσου ἢ καρδάμου ἢ ῥοᾶς ὀξείας ῥίζης | |
5 | λείας ἢ ῥίνημα ἐλαφείου κέρατος ἢ μίλτου Σινωπικῆς κοχλιάριον ἓν ἢ καυλῶν κράμβης χυλὸν ἢ ἀρνογλώσσου ἢ ῥαφάνου χυλόν, παιδίοις 𐆂υ α πλῆθος, τελείοις δὲ 𐆂υ γ. τινὲς δὲ καὶ ἔλαιον τοὺς ἀνεχομένους | |
57.4 | ποτίζουσιν. τοὺς δὲ παῖδας ποτιστέον μύρτων ἀφεψήματι μεθ’ ἡδυό‐ | |
57.5 | σμου· τοὺς δὲ τελείους ἀψινθίου. τοὺς δὲ μετὰ κοιλίας ῥεύματος ἐνο‐ χλουμένους ὑφ’ ἑλμίνθων προποτιστέον τῷ τοῦ ἀρνογλώσσου χυλῷ· ἐπ’ ἴσης γὰρ πρὸς ἑκάτερον σύμπτωμα ἐνεργεῖ. καταπλαστέον δὲ τού‐ τους μιγνύοντας ὠμαῖς λύσεσι καὶ ἀψίνθιον καὶ πτέριν καὶ θέρμινον | |
5 | καὶ ἀβρότονον καὶ Σαντονικόν, ἤδη δὲ καὶ σίδια καὶ ἀκακίαν καὶ βα‐ λαύστια καὶ κηκῖδα· παυσαμένου γὰρ τοῦ ῥεύματος, παύεται, ὡς εἰκός, | |
57.6 | καὶ ἡ τῶν ἑλμίνθων γένεσις. —Περὶ πλατείας ἕλμινθος. Καὶ ἡ πλατεῖα ἕλμινς πλεονάζει μὲν ἐπὶ πυρετῶν, γίνεται δὲ καὶ ἐν μακραῖς νόσοις· ἔστι δ’ ἡ πλατεῖα ὡς εἰπεῖν τοῦ ὑπεζωκότος ὑμένος μεταβολὴ ἔνδοθεν τῶν ἐντέρων ἐπί τι σῶμα ζῳῶδες, ἐπιφέρων δηγμοὺς τοῦ | |
5 | στομάχου συνεχεῖς καὶ πρὸς τὰ σιτία ἀνεπίστατον ὁρμήν· τὰ δὲ λαμ‐ βανόμενα οὐ κατατάσσεται, ἀλλὰ ταχέως ἐκκοπροῦται. παρέπεται δ’ αὐτοῖς ἰσχνότης τοῦ σώματος καὶ ἀδυναμία μετὰ νωχαλείας συναίσθησίς τε λιμώδης· τὸ δ’ ἀψευδέστερον σημεῖον· τοῖς διαχωρήμασι συναπο‐ | |
κρίνεταί τινα ἐμφερῆ σπέρματι κολοκύνθης. ἡ δὲ θεραπεία σύμφωνος· | 221 | |
10 | προποτισμοὶ γὰρ οἱ διὰ τῶν δριμέων καὶ σκορδοφαγία καὶ τὸ διὰ τῆς πτέρεως φάρμακον καὶ τὸ διὰ χαλκάνθου καὶ τὸ διὰ τῆς ὀξείας ῥοιᾶς ῥίζης· ἢ γὰρ ἐκκρίνεται ὅλη δι’ ὅλου ἄπιστον ὄψιν μεγέθους χάριν παρέχουσα ἢ κατὰ μέρη ἀποκρίνεται, ἀπολυθεῖσα μέντοι οὐκέτι συνί‐ | |
57.7 | σταται. —Περὶ ἀσκαρίδων. Αἱ δ’ ἀσκαρίδες εἶδός εἰσιν ἑλμίνθων συνιστάμεναι περὶ τὰ ἔσχατα τοῦ ἀπευθυσμένου ἐντέρου καὶ τὰ πρῶτα τοῦ σφιγκτῆρος ἐπιφέρουσαι τῷ τόπῳ τούτῳ κνησμὸν ἰσχυρόν· ποιη‐ τικαὶ δὲ τοῦ πάθους αἰτίαι φαῦλαι τροφαὶ καὶ ψύξεις καὶ διαφθοραὶ | |
5 | σιτίων. κενωτέον οὖν ἅλμῃ δριμείᾳ ἢ ἀφεψήματι κενταυρίου ἢ ἀψιν‐ θίου, θερμοτέροις τε καὶ μετὰ τὸ κενωθῆναι ὑποχριστέον τοὺς πεπον‐ θότας τόπους, ἁπλοῖς μὲν ἀκακίᾳ, ὑποκιστίδι ἢ ῥοὸς χυλῷ μεθ’ ὑγρᾶς στυπτηρίας, συνθέτοις δὲ τῷ τε Ἀνδρωνείῳ τροχίσκῳ καὶ τῇ Πολυει‐ δοῦς σφραγίδι καὶ τῷ οἰσυπηρῷ. τοὺς δὲ τελειοτέρους ἐνετέον τοῖς | |
10 | δριμυτέροις καὶ ἐγχυματιστέον κεδρίαν. ἔστω δὲ δι’ οὗ ἐνίεμεν κερά‐ τινος κλυστήρ, τουτέστιν αὐλίσκος πάντοθεν διατετρημένος καὶ πρὸς τῇ βάσει εὐθύτρητος· ὃν ἐνθέντες ὑπὲρ τὸν σφιγκτῆρα πληροῦμεν κεδρίᾳ ὡς τὴν παρένθεσιν τῆς κεδρίας καὶ κατὰ τὰ πλάγια γίνεσθαι, εἶτ’ ἠρεμεῖν κελεύομεν, πολλάκις δὲ τοῦτο ποιοῦμεν. ἢ κρέας ἁλιστὸν | |
15 | ὑπολίπαρον ἁρμόσαι δυνάμενον ἐνθέντες ἐπιδέσει χρώμεθα ἐφ’ ὅσον | |
57.8 | ἂν ὑπομένωσι χρόνον, καὶ αὐτὸ δὲ πολλάκις ποιοῦμεν. —Σύνθετα βοηθήματα πρὸς ἕλμινθας στρογγύλους. Ἑλενίου, ἀμμωνια‐ κοῦ θυμιάματος, πεπέρεως (ἐν ἄλλῳ πτέρεως) ἀνὰ 𐅻 α 𐅶. μετ’ ὀξυ‐ μέλιτος θερμοῦ δίδου καὶ διαστήσας πότιζε εὐφορβίου 𐅻 α ἢ β τοῖς | |
57.9 | τελείοις. —Ἄλλο. Πεπέρεως ὀξύβαφον, νίτρου 𐅻 β. δίδου ἐν κοτύλῃ ὕδατος προκεκενωμένῳ· βέλτιον δ’ εἰ προσλάβοι σκαμμωνίαν ὀλίγην. — | |
57.10 | Ἁπλᾶ βοηθήματα. Πρὸς ἕλμινθας στρογγύλας πότιζε ὑσσώπου ἀφέψημα, πρὸς δὲ πλατεῖαν (ἐπιχωρίως κηρίαν καλοῦσιν) νίτρου, καρ‐ δαμώμου, πεπέρεως ἴσα πότιζε. παραχρῆμα ἄγει. | |
58t | Περὶ πνευματώσεως. | |
58.1 | Πνευματώσεως ἀρχὴ τροφὴ κακῶς διῳκημένη· παρέπεται δὲ τοῖς ἐμπνευματωθεῖσι βάρος στομάχου καὶ διάτασις, ἐρυγαί τε διάκενοι πρὸς ὀλίγον κουφίζουσαι, ἐποχή τε πνευμάτων διὰ κοιλίας εἰς ἔντερα παραπεμπομένων· ὑποπίπτει δὲ καὶ ὄγκος κατὰ τὴν κοιλίαν ὑπόχαυ‐ | |
5 | νος εἴκων πρὸς τὰς τῶν χειρῶν ἐπιθέσεις † ἀλεας τελέως ἐνδίδωσιν. τισὶ δ’ αὐτῶν καὶ ἀλγήματα καὶ ναυτίαι παρέπονται καὶ κεφαλῆς αἴσθησις. εἰ δὲ πρὸ τῆς παντελοῦς ἀποκαταστάσεως τραφεῖεν, προσ‐ εμφυσῶνται τὰ μέρη καὶ διατείνονται ἐπὶ πλεῖον, ὀδύνης φερομένης πολλάκις μέχρι κλειδὸς καὶ ὠμοπλάτης καὶ ῥάχεως καὶ παντὸς τοῦ | |
10 | νώτου σὺν τῷ καὶ τὰς ἐρυγὰς ἐπέχεσθαι, ὥς τινας καὶ πνιγμῷ δοκεῖν | 222 |
58.2 | παραπλήσιόν τι πάσχειν. πρὸ δὲ τῶν καταπλασμάτων σικύας προσβάλ‐ λειν πολλάκις μετὰ πλείονος φλογός, ἤ τε τροφὴ σιτώδης ἔστω, καὶ μετὰ πολὺν τῆς προσφορᾶς χρόνον προσφερέσθωσαν ποτόν, τρῖψις τε μετὰ τὰ σιτία τῶν ἄκρων ἐπιτελείσθω, ὑπαγέσθω τε ἡ κοιλία. προσα‐ | |
5 | γέσθωσαν δ’ αἵ τε προειρημέναι κηρωταὶ καὶ τὰ μαλάγματα. εἰ δ’ | |
58.3 | ἐπιτρέποιεν οἱ καιροί, ἐμβιβαστέον αὐτοὺς εἰς ἔλαιον. προκοπῆς δὲ γενομένης, προσφερέσθωσαν πτηνὰ ἐξ ὕδατος καὶ ἰχθύας τοὺς ἁπαλο‐ | |
58.4 | σάρκους. οἱ δ’ ἐν ἀναλήψει ἀναληπτικῶς ἀγέσθωσαν, σιναπιζέσθωσάν τε καὶ μετὰ πολλοῦ πυρὸς σικυαζέσθωσαν καὶ καταγυμνασίαν μετιέτω‐ | |
58.5 | σαν. εἰ διατενὲς εἴη τὸ σύμπτωμα, καὶ ἐν παροξυσμῷ καταπλαστέον τῷ διὰ τοῦ νάπυος, καὶ μετ’ ὀλίγον προποτιστέον ἀλόης 𐅻 α ἢ καστο‐ ρίου 𐅻 α. καὶ τρῖψιν τε ἐν τοῖς παροξυσμοῖς προσενεκτέον τῷ στο‐ μάχῳ καὶ τῇ κοιλίᾳ διὰ μύρου ναρδίνου ἢ μηλίνου· λυθέντων δὲ τῶν | |
5 | ἀλγημάτων, προσακτέον αὐτοὺς ἐπί τε αἰώραν καὶ ἀλείμματα. ἁρμο‐ ζόντως δὲ δίδοται εἰς νύκτα τοῖς μὴ προπιοῦσιν ἄλλο τι φάρμακον τῆς διὰ δύο πεπέρεων ὀροβιαῖον μέγεθος· εἰ δ’ εὐτονοῖεν, κυάμου Αἰγυπτίου. ὑδροποτείτωσαν· πολλάκις γὰρ ὑδροποσία τὰς εἰς τὸ πάθος | |
58.6 | διωρθώσατο εὐεμπτωσίας. ἀλείμμασί τε πλέον ἢ βαλανείοις χράσθωσαν. ἐπεχομένης δὲ τῆς κοιλίας, ἀνυπερθέτως χρηστέον κλυσμῷ· μετὰ δὲ τοὺς παροξυσμοὺς λουστέον καὶ οἴνου σύμμετρον δοτέον. ἐν διαλείμ‐ μασί τε περιπατείτωσαν οἱ εὔτονοι μὴ ἔλαττον σταδίων λ, οἱ δ’ ἀσθε‐ | |
5 | νέστεροι ἔλαττον, καὶ σκίλλινον ὄξος ῥοφείτωσαν, πρό τε τῆς τροφῆς | |
58.7 | καὶ μετὰ τὸ τραφῆναι εἰς κοίτην. οἱ δ’ ὑπὸ πλείονος τροφῆς ἐμπνευ‐ ματούμενοι, οὐ δυνάμενοι δ’ ἔλαττον λαβεῖν, διαιρείτωσαν αὐτήν, ἐπ’ ἀρίστῳ τὸ τρίτον λαμβάνοντες, τὸ δὲ δίμοιρον ἐν τῷ δείπνῳ, τήν τε τῶν ὀπωρῶν καὶ τῶν λαχάνων προσφορὰν ἀεὶ δι’ ὑπονοίας ἐχέτω‐ | |
5 | σαν, τήν τε πολυποσίαν, βλαβεροῦ ὄντος τοῦ πλήθους τῶν ὑγρῶν. — | |
58.8 | Ὄξους σκιλλητικοῦ σκευασία. Σκίλλης κεκαθαρμένης καὶ διαμε‐ μερισμένης 𐆃 ε, ὄξους ξ̸ με. τίθει ἐν ἡλίῳ θερινῷ ἡμέρας μ καὶ μετὰ ταῦτα χρῶ. | |
59t | Περὶ εἰλεοῦ. | |
59.1 | Εἰλεὸς πάθος ὀξύτατον καὶ ἐπώδυνον ἐντέρων συνιστάμενον ἐπὶ βραδυπεψίαις ἢ ψύξεσιν, ἐπειδὰν τὰ φθαρέντα μείνῃ· συνίσταται δὲ καὶ ἐπὶ σπάσμασι καὶ ῥήγμασι καὶ θλάσμασι καὶ ταῖς τῶν ἐντέρων εἰς | |
59.2 | ὄσχεον κατολισθήσεσι καὶ ἐπὶ δηλητηρίοις φαρμάκοις. τὰ μὲν οὖν παι‐ δία πυριατέον ἐλαιοβραχέσιν ἐρίοις συναφεψωμένου τῷ ἐλαίῳ κυμίνου ἢ πηγάνου ἢ ἀνήθου· ὁτὲ δὲ καὶ ἐμπαστέον τὴν κοιλίαν κυμίνῳ λείῳ, εἶτ’ ἐπιθετέον τὸ ἔριον. μὴ παρηγορούμενα δὲ καταπλαστέον ὠμῇ | |
5 | λύσει μετὰ κυμίνου ἢ σελίνου καὶ ἀνήσσου ἢ πηγάνου σπέρματος, ξηροβαλανιστέον τε μέλιτι καὶ κυμίνῳ καὶ πηγάνου σπέρματι καὶ νίτρῳ. ἐγκαθιστέον δ’ αὐτοὺς εἰς ὑδρέλαιον, μετὰ δ’ ἀσιτίαν πόλτοις τρεφέσθωσαν. ἁρμόζουσι δὲ καὶ 〈αἱ〉 διὰ τῶν φακῶν 〈καὶ〉 κύστεων πυρίαι· ἔστι δ’ ὅτε καὶ διὰ σπόγγων ἐξ ὑδρελαίου προσοιστέον. πυρια‐ | 223 |
10 | τέον τε καὶ τὴν ἕδραν διά τε τῶν σπόγγων καὶ δι’ ἀγαθίδων. χρη‐ στέον τε καὶ τρίψεσι τῶν μερῶν μετὰ πολλοῦ λίπους δι’ εὐαφῶν χειρῶν. κηρωταὶ δ’ ἐπιτήδειοι διά τε κυπρίνου καὶ πηγανίνου καὶ ἀνηθίνου. ἐνέμασί τε χρηστέον δι’ ἐλαίου συναφεψηθέντων αὐτῷ κυ‐ | |
59.3 | μίνου καὶ πηγάνου. περὶ δὲ μειράκια ἢ τοὺς ἀκμάζοντας συστάντος τοῦ πάθους, φλεβοτομητέον ἀνυπερθέτως ἐπαφαιροῦντας ἤτοι ἑσπέρας ἢ τῇ ἑξῆς, συστολῇ τε χρηστέον ἄχρι διατρίτου. εἰ δὲ κωλυθείη μὲν φλεβοτομῆσαι, ταῖς μετὰ κατασχασμοῦ σικύαις ἐντὸς τῆς πρώτης δια‐ | |
5 | τρίτου χρηστέον. διασφιγκτέον δὲ πάντας προανατετριμμένων τῶν ἄκρων τοῖς θερμαντικοῖς. ἐνετέον δὲ τούτους τὸ διὰ κυμίνου καὶ πη‐ γάνου ἔλαιον ἢ τὸ δι’ ἀψινθίου ἔχον καὶ ἁλῶν ἢ ὀποπάνακος 𐅻 α ἢ μετὰ νίτρου 𐅻 α ἀσφάλτου 𐅻 δ καὶ ἐλαίου πηγανίνου 𐆄 γ ἢ ε καὶ ὕδατος 𐆄 α ἢ χαλβάνης 𐅻 δ. κλυσμοὶ δ’ ἁρμόζουσι διὰ ῥιζῶν σικύου | |
10 | ἀγρίου [ῥιζῶν] ἀφεψήματος μετὰ 𐅻 α σμύρνης καὶ μέλιτος καὶ ἐλαίου ἢ σικύου ἀγρίου ῥιζῶν καὶ ἀψινθίου ὁμοῦ ἑψηθέντων ἢ τήλεως ἀφέψημα μεθ’ ἁλῶν καὶ μέλιτος καὶ ἐλαίου. βάλανος ἀρίστη ἡ διὰ μέλιτος καὶ κυμίνου καὶ νίτρου καὶ πηγάνου σπέρματος ξηροῦ. τὰ δὲ δι’ ἐλαίου ἐνέματα πρὸ τροφῆς ἐνετέον, καὶ μάλιστα τὸ δι’ ἀσφάλτου· | |
15 | εἰ δ’ ἐπείγοι, καὶ μετὰ τροφὴν πολὺ ὠφελεῖ, καὶ αἱ σικύαι δὲ καθ’ ὅλου τοῦ ἐπιγαστρίου κολλώμεναι πολλαί, πολλάκις μόναι, 〈πολλάκισ〉 δὲ κατασχαζόμεναι ἐν τοῖς ἀλγοῦσι τόποις ἐπιτεθεῖσαι, καθ’ ὧν καὶ τῇ ἑξῆς κολλητέον σικύας, μεθ’ ἃς μαλάγμασι χρηστέον τῷ τε διὰ | |
59.4 | δαφνίδων καὶ τῷ διὰ σπερμάτων καὶ τῷ Κηφισοφῶντος. —Πότημα. Ἀψινθίου καὶ κυμίνου ἴσον, ἢ πάνακος μεθ’ ὕδατος ἢ καστορίου ἢ ἀνήσσου καὶ πεπέρεως ἴσον. δίδου 𐅻 α 𐅶 μετ’ ὀξυμέλιτος, καὶ ἀνήθου ἀφέψημα σύνηθες καὶ πρόσφορόν ἐστιν. μετὰ δὲ τὸ πιεῖν ἄρτον εἰς | |
5 | θερμὸν ζέον ἐμβαλὼν εὐθέως δίδου φαγεῖν τοὺς ψωμούς· σωθήσεται γάρ, κἂν ἤδη πνίγηται. ἐναφεψείσθω δ’ ἄνηθον ὕδατι καὶ ἐλαίῳ· θαυ‐ μαστῶς γὰρ ποιεῖ πρὸς αὐτοὺς τοῦτο πινόμενον, κἂν ἐμῶσι κόπρον. μὴ ἐνδιδούσης δὲ τῆς διαθέσεως, ποτίζειν τῇ 〈θηρι〉ακῇ ἢ τῇ διὰ δ〈υοῖν π〉επέρεων ἢ ταῖς 〈εἰρη〉μέναις κολικαῖς ἢ 〈τῇ〉 Φιλωνείῳ· ἢ | |
10 | ἐνετέον 〈τ〉οῖς ἀνωδύνοις κολικοῖς ἐνέμασιν. τοὺς 〈δ’〉 ἀπὸ σπασμά‐ των ἢ ῥηγμάτων φλεβοτομεῖν ................................ | |
......................................................... | 224 | |
61t | 〈Περὶ κολικῶν.〉 | |
61.1 | ..... Τὸ διὰ μελιλώτου. Μελιλώτου 𐆄 θ, βδελλίου 𐆄 θ, ἀμμωνια‐ κοῦ θυμιάματος 𐆄 θ, μυροβαλάνου, οἰνάνθης, καρδαμώμου ἀνὰ 𐆄 γ, κρόκου, κυπέρου, ἴρεως, ἀμώμου, ἀλόης, νάρδου Κελτικῆς, κασσίας ἀνὰ 𐆄 α 𐅶, κηροῦ 𐆃 α 𐅶, τερεβινθίνης 𐆃 β, μηλίνου ἢ ῥοδίνου ἢ ναρδίνου | |
5 | 𐆃 β. οἴνῳ ὀλίγῳ τὰ ξηρὰ σεσησμένα ὁλμοκοπεῖται. ἐνίοτε ἐπιβάλλομεν | |
61.2 | καὶ ὀποβαλσάμου 𐆄 β καὶ λιβάνου 𐆄 α. —Πόμα. Κολικοῖς, ἐμπνευ‐ ματουμένοις, δυσπεπτοῦσιν ἐπιτετευγμένον πόμα. Ἀψιν‐ θίου, γλήχωνος, πεπέρεως λευκοῦ, κυμίνου ἀγρίου, δαφνίδων λελεπι‐ σμένων ἴσα. ξηρὸν πότιζε κοχλιάριον ἢ μύστρου πλῆθος ἐν ὕδατι | |
61.3 | θερμῷ 𐆂υ γ νήστει. —Ἔνεμα ἀνώδυνον κολικόν. Πίσσης ὑγρᾶς 𐅻 γ, κεδρίας 𐅻 β, ὀπίου 𐅻 α. ἑνώσας ἔνιε ὅσον τὸν λιχανὸν δάκτυλον μέχρι τῆς τοῦ πρώτου κονδύλου καμπῆς μολῦναι μετ’ ἐλαίου πηγανί‐ νου 𐆂ο α καὶ κατ’ ἔνεσιν μίγνυε βουτύρου 𐆄 α καὶ τερμινθίνης 𐆄 α 𐅶· | |
61.4 | ὑποκάθηται γὰρ καὶ διακρίνεται. —Κατωτερικὸν κάλλιστον, ᾧ ἐγὼ ἐχρησάμην καὶ εὐδοκίμησα. Καστορίου 𐅻 δ, κρόκου 𐅻 β, ναρδοστάχυος 𐅻 β, νίτρου 𐅻 β, ὀπίου 𐅻 γ, πηγάνου 𐅻 δ, σμύρνης 𐅻 δ. ἀναλάμβανε μέλιτι ἑφθῷ, ἐπὶ δὲ τῆς χρήσεως λαβὼν καρύου Ποντι‐ | |
5 | κοῦ τὸ μεγέθος ἄνιε οἴνου κράσει καὶ ἐπίβαλλε πηγανίνου ἐλαίου κρᾶσιν, ἵνα ὦσι κράσεις δύο, καὶ οὕτως χρῶ πρὸς κοίτην προλούων | |
61.5 | τὸν ἄνθρωπον κάμνοντα. —Κοκκία ὑποθετὰ ἀνώδυνα κολι‐ | |
61.6 | κοῖς. Καστορίου, ὀπίου, σμύρνης, λιβάνου ἴσα ὑποτίθεμεν. —Φύσας ἐπὶ τῶν κολικῶν προκαλέσασθαι. Μίσυ ὀπτὸν μετὰ μέλιτος τὴν ἕδραν ἐπίχριε καὶ θαυμάσεις. | |
62t | Περὶ νεφριτικῶν. | |
62.1 | Ὀξέως παθόντων τῶν νεφρῶν, φλεβοτομεῖν ἀπ’ ἀγκῶνος καὶ ἐπαφαιρεῖν σικυάζειν τε καὶ καταπλάσσειν, ἥ τε κοιλία ὑπαγέσθω ἁπα‐ λοῖς ἐνέμασι διά τε ἐλαίου καὶ ἀφεψήματος τήλεως ἢ μαλάχης καὶ ἀρτεμισίας. ποτίζειν δ’ ἀφεψήματι φοῦ ἢ ἀσάρου ἢ μήου· πλεῖον δ’ | |
5 | ἔστω τὸ πόμα, τό τε ὕδωρ καθαρὸν καὶ πηγαῖον, γάλα δὲ καὶ ὡς τροφὴν καὶ ὡς φάρμακον προσφέρεσθαι· ἐγκαθίσματα δὲ καὶ ἐν ταῖς ἀκμαῖς ἐπιτήδεια καὶ λουτρὰ ἐν παρακμαῖς. τὰ δὲ καταπλάσματα ῥη‐ τίνην ἐχέτω, καὶ ἀφαιρεθέντων αὐτῶν κηρώματα ἐπιτιθέσθω. ἐπεχο‐ μένων δὲ τῶν οὔρων διὰ τὸ ἄνω που λίθοις ἐμπεφράχθαι, πυριατέον | |
10 | καταπλάσμασι καὶ ποτιστέον τοῖς θρύπτουσι λίθους, μήου ἀφεψήματι· | |
ἢ ἡμιονῖτιν, ἣν καὶ πριονῖτιν καλοῦσιν, ἢ σαρξιφαγές· καὶ ἐσθιόμενον | 225 | |
62.2 | δ’ ὠφελεῖ τὸ σίον ἢ ἀγρώστεως καὶ τριβόλου ἀφέψημα. —Νεφρι‐ τικὸν πόμα. Ἀνήσσου, σελίνου, πετροσελίνου, ναρδοστάχυος, πεπέ‐ ρεως λευκοῦ καὶ μέλανος καὶ μακροῦ ἀνὰ 𐅻 ι, κινναμώμου, σμύρνης, ὀπίου ἀνὰ 𐅻 δ, καστορίου, δαύκου, σίνωνος ἀνὰ 𐅻 β, ὑοσκυάμου λευκοῦ | |
5 | σπέρματος 𐅻 α, ῥέου, σαρξιφάγου, βεττονικῆς, κασσίας, κυμίνου Σπα‐ νοῦ, σικύου σπέρματος λελεπισμένου ἀνὰ 𐆄 α, μέλιτος Ἀττικοῦ τὸ ἀρ‐ κοῦν. πότιζε νῆστιν καρύου Ποντικοῦ τὸ μέγεθος δι’ ὕδατος θερμοῦ. — | |
62.3 | Ὁ διὰ φυσαλίδων τροχίσκος πρὸς τὰς ἐν νεφροῖς καὶ κύστει διαθέσεις καὶ πύον οὐροῦντας ἢ μυξώδη ἢ αἷμα πρός τε ψώρας κύ‐ στεως καὶ ἑλκώσεις. Σικύου σπέρματος λελεπισμένου 𐅻 ιβ, σελίνου σπέρματος, ὑοσκυάμου σπέρματος λευκοῦ ἀνὰ 𐅻 ϛ, κασσίας 𐅻 δ, κωνείου | |
5 | σπέρματος ἐπτισμένου, ὀπίου, μαράθου σπέρματος, λαπάθου ἡμέρου σπέρματος, στροβιλίων πεφρυγμένων, κρόκου, ἀμυγδάλων πικρῶν λελε‐ πισμένων, καρύων Ποντικῶν λελεπισμένων ἀνὰ 𐅻 γ. τινές φασι καὶ βοτάνης φυσαλίδος Ῥωμαϊστὶ οὐισικαρίας καλουμένης εἴς τε στεφάνους πλεκομένης κόκκους κε. λειοτριβήσας ἅπαντα γλυκεῖ Κρητικῷ πλάσσε τρο‐ | |
10 | χίσκους· πότιζε δ’ ἀπυρετοῦσι μὲν ἐν κυάθοις τρισὶ γλυκέος Κρητικοῦ, πυρέσσοντας δ’ ὕδατι θερμῷ. ἡ δόσις 𐅻 α ἢ β· ἐνίεται καὶ διὰ καθε‐ | |
62.4 | τῆρος. —Πρὸς λιθιῶντας ἀντίδοτος διουρητική. Κρόκου 𐅻 η, σμύρνης 𐅻 ε, σχοινάνθου 𐅻 δ, κασσίας, ναρδοστάχυος, κόστου ἀνὰ 𐅻 β, πεπέρεως λευκοῦ, μακροῦ, πολίου, ἀσάρου ἀνὰ 𐅻 α 𐅶, ἀγαρικοῦ 𐅻 α 𐅶, γλυκυρρίζης χυλοῦ 𐅻 α 𐅶, νήσσης θηλείας αἵματος 𐅻 β, ὀποβαλ‐ | |
5 | σάμου 𐅻 α. ἀναλάμβανε μέλιτι ἀπέφθῳ διπλάσιον καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος μετ’ οἰνομέλιτος. ἐν ἀντιγράφῳ δὲ καὶ ταῦτα προσέκειτο· ῥόδων ξηρῶν, μήου, ἀκόρου ἀνὰ 𐅻 α. τοῖς πύον οὐροῦσι νάρθηκας καύσας καὶ λειοτριβήσας πότιζε τὴν σποδιὰν μετὰ γλυκέος Κρητικοῦ ὅσον τοῖς τρισὶ δακτύλοις λάβοις. πρὸς δὲ τὰς διαίμους | |
10 | οὐρήσεις πότιζε τὰ μαλακὰ κάρυα μετὰ γλυκέος Κρητικοῦ· τὸ αὐτὸ | |
62.5 | καὶ πρὸς δηγμούς. —Σύγχρισμα νεφριτικόν. Κυπρίνου 𐆃 γ, κηροῦ 𐆃 β, τερεβινθίνης 𐆃 α, κενταυρίου, σατυρίου, σμύρνης, πεπέρεως, εὐφορβίου ἀνὰ 𐆄 γ, κυπέρου, πυρέθρου, γλήχωνος ἀνὰ 𐆄 α. μετὰ τὸ | |
62.6 | ἀναλαβεῖν ἀλλήλοις μίγνυε ὀποβαλσάμου 𐆄 δ. —Ἁπλᾶ πινόμενα. Ἐχίνου ἄνθος, φοῦ, μῆον, ἄσαρον, ἄκορον καθ’ αὑτὸ ἕκαστον καὶ μετ’ ἀλλήλων ἐμπασσόμενα ὕδατι ἢ ἀφηψημένα· ἀγαθὸν καὶ τὸ πετροσέ‐ | |
62.7 | λινον. —Πρὸς ἕλκωσιν νεφρῶν καὶ κύστεως. Κωναρίων ἡμίναν, φυσαλίδας ι, κάρυα βασιλικὰ ι, κρόκου, λαπάθου σπέρματος ἀνὰ 𐅻 η, ὀπίου 𐅻 γ, σικύου σπέρματος 𐅻 γ, σελίνου σπέρματος 𐅻 γ, | |
62.8 | μέλιτος ἀπέφθου τὸ ἀρκοῦν. ἡ δόσις τριώβολον. —Κονδῖτον νε‐ φριτικὸν πρὸς νεφρῶν χρονίους πόνους καὶ κύστεως καὶ δυσουρίας | |
καὶ ἰσχουρίας καὶ στραγγουρίας καὶ ψύξεις τῶν μερῶν· ἐκκρίνει δὲ καὶ πώρους καὶ λίθους θρύπτει καὶ πρὸς τὰς ἄλλας διαθέσεις τῶν | 226 | |
5 | αὐτῶν τόπων ποιεῖ καλῶς. σαρξιφάγου 𐅻 β, βεττονικῆς 𐅻 α, πετροσε‐ λίνου Μακεδονικοῦ γρ ϛ, ναρδοστάχυος γρ γ, φύλλου, ῥέου ἀνὰ γρ γ, | |
62.9 | ἐρυσίμου γρ ϛ, πεπέρεως γρ ιβ, μέλιτος ξ̸ α, οἴνου καλοῦ ξ̸ δ. —Ἄλλο κονδῖτον νεφριτικόν. Οἴνου ξ̸ ιβ, μέλιτος ξ̸ β, πεπέρεως 𐅻 ιβ, σαρξιφάγου, ναρδοστάχυος, πετροσελίνου, κασσίας ἀνὰ 𐅻 β. | |
63t | Περὶ τῶν ἐν κύστει παθῶν. | |
63.1 | Ἰσχουρίας ὑπαρχούσης ἐν κύστει ἢ δυσουρίας διὰ φλεγμονὴν ἢ αἱμορραγίαν, φλεβοτομία χρησίμη, καὶ καταπλάσσειν ὥσπερ τοὺς νεφριτικούς. θρόμβων δ’ αἵματος ἐμφρασσόντων τὴν δίοδον, ὀξυμέλιτι ποτιστέον ἢ κονίᾳ ἐλαίῳ κεκραμένῃ ἢ τῇ Μιθριδατείῳ ἢ τῇ δι’ ἐχιδ‐ | |
5 | νῶν θηριακῇ ἢ τῇ δι’ αἱμάτων. λιτὰ δὲ ποτίζειν ἀφέψημα ἀδιάντου ἢ σίου ἢ πριονίτιδος ἢ ἀρτεμισίας ἢ σικύου ἀγρίου σπέρματος, πυριᾶν | |
63.2 | δὲ δι’ ὀξάλμης ἢ διὰ στακτῆς κονίας. αἱμορραγούσης δὲ κύστεως, δια‐ δεῖν τὰ ἄρθρα καὶ ποτίζειν ὡς τοὺς αἱμοπτυϊκούς, ἐπιτιθέναι δ’ ἔξω‐ θεν φοίνιξιν ἀνειλημμένον ῥοῦν ἢ χυλὸν αὐτοῦ ἢ λύκιον ἢ ἀκακίαν. | |
63.3 | φλεγμονῆς δ’ ὑπαρχούσης, μὴ καθετηρίζειν, ὀλιγοποσίᾳ τε καὶ ὀλιγο‐ σιτίᾳ θεραπεύειν κοιλίας τε κενώσει καὶ καταπλάσμασι καὶ τοπικαῖς | |
63.4 | σικύαις ἐνέμασί τε δι’ ἕδρας δι’ ἐλαίου πηγανίνου. οἷς δ’ ἐπέσχηται ἡ τοῦ οὔρου ἔκκρισις ἄνευ φλεγμονῆς τῆς ἐκκριτικῆς ἐνεργείας ἀνατρα‐ πείσης, κεντριστέον ὥσπερ ἀναμιμνῄσκοντας τὴν ἐνέργειαν ἐγκαθίσμασι, νίτρῳ τε παραπτομένους τοῦ πόρου ἢ ἀφρονίτρῳ ἢ κόρεσι τεθλασμέ‐ | |
5 | ναις. εἰ δὲ μὴ ὑπακούοι, καθετηριστέον αὐτούς· διουρητικοῖς δὲ μὴ | |
63.5 | προποτίζειν ὡς μὴ τῷ ἀπωθισμῷ προσδιατείνοιτο ἡ κύστις. ταῖς δ’ ἀπὸ ψύξεως στραγγουρίαις ἢ δυσουρίαις ἐπαμύνειν διὰ τῶν ἀρωματι‐ κῶν προποτισμῶν, καὶ μάλιστα τῇ θηριακῇ, καὶ τέττιξι ξηροῖς ἐμπασσο‐ μένοις ὕδατι θερμῷ σὺν ὀλίγῃ νάρδῳ. εἰ δ’ ὥρα παρείη αὐτῶν, ἐσθιό‐ | |
5 | μενοι ὀπτοὶ ὠφελοῦσιν· μάλιστα καὶ τὸ σίον δ’ ἁρμόζει. δίαιτα δὲ διὰ [τε] θηραίου Κρητικοῦ, δι’ οἰνομέλιτος, χόνδρου ῥοφημάτων, πτισάνης, ἀσπαράγων, μαλάχης, καρίδων καὶ τῶν ἄλλων ἰχθύων, γάλακτος ἢ ἐριφείου [ἢ] κρέως καὶ ὀρνιθείου γάλακτι πεποτισμένου. λουτῷ δὲ σπανίως χρηστέον· ἐπ’ οὐδεμιᾶς γὰρ περιστάσεως ἁρμόζει τὸ λουτρόν. — | |
63.6 | Πρὸς λιθιῶντας. Τοὺς λιθιῶντας ποτίζειν σικύου σπέρμα ἢ σελίνου ἢ σταφυλίνου ἢ δαύκου ἢ σίον τὸ παρὰ τὰ ὕδατα φυόμενον, ἢ ταύτῃ τῇ ἀντιδότῳ λαμβανούσῃ ἀσάρου, σχοίνου ἄνθους, κασσίας καὶ κιννα‐ μώμου ἴσον. αἱμορραγούσης κύστεως μετὰ τῶν ἄλλων βοηθημάτων | |
5 | ἱκανῶς βοηθοῦσι σικύαι κατὰ κενεώνων καὶ ἰσχίων κολλώμεναι, ἐπίθεμα πρὸς τὸ αὐτὸ διὰ φοινίκων καὶ ἀκακίας καὶ ὑποκιστίδος καὶ σιδίων καὶ στυπτηρίας. ποιεῖ δ’ ἄκρως καὶ σπόγγος ὑγρᾷ πίσσῃ δευθεὶς καὶ καυθεὶς ἀναληφθείς τε τοῖς φοίνιξιν ἢ διὰ χυλοῦ ἀρνογλώσσου δι’ ἕδρας ἐνεθείς. — | 227 |
63.7 | Ἐγκάθισμα εἰς τὸ αὐτό. Ὀξύκρατον ἢ ἀφέψημα σχίνου ἢ βάτου ἢ σιδίου ἢ ῥοὸς βυρσοδεψικῆς. θρόμβους αἵματος ἐν κύστει διαλύει πινόμενα σιλφίου ὀπὸς ἢ τὰ φύλλα αὐτοῦ λεαινόμενα καὶ πινόμενα. αἱμορραγούσης κύστεως ποτίζειν τῷ ῥᾶ τῷ Ποντικῷ ἢ Σαμίᾳ γῇ ἢ | |
5 | σφραγίδι Λημνίᾳ, καὶ τὰ σύνθετα ὅσα τοῖς αἱμοπτυϊκοῖς δίδοται προσ‐ ενεκτέον. πρὸς ἑλκώσεις κύστεως κατάπλασμα διὰ φοινίκων ἢ σταφί‐ δων μετὰ κηκῖδος καὶ στυπτηρίας καὶ σιδίων καὶ ἀκακίας καὶ ὑπο‐ κιστίδος· θερμὰ δ’ ἐπικείσθω, ἔσθ’ ὅτε καὶ φακοῦ ἐπιτιθεμένου τῷ καταπλάσματι. ταῦτα δ’ ἤτοι φοίνιξιν ἀναλαμβανέσθω ἢ σὺν αἰρίνῳ | |
10 | ἀλεύρῳ ὀξυμέλιτι ἡψήσθω. εἰ δ’ ἄνευ νομῆς φλεγμαίνοι, ὠμῇ λύσει καταπλάσσειν ἐγκαθίζειν τε καὶ πυριᾶν. νεμομένης δὲ τῆς ἑλκώσεως, ἐνιέναι τῇ κύστει διὰ καθετῆρος τὸ διὰ χάρτου. εἰ δὲ μένει δρίμυξις ἐξ ἑλκώσεως, ἐνιέναι γάλα μετ’ ἀμύλου ἢ πομφόλυγος ἢ τοῦ ἀστέρος | |
63.8 | κολλυρίου ἢ τοῦ διὰ φυσαλίδος τροχίσκου. —Πρὸς δηγμοὺς κύ‐ στεως. Δηγμοὶ περὶ τὴν κύστιν εἰ μὴ ἐπὶ προηγουμένῃ ἑλκώσει γίνοιντο, διὰ τὸ χολῶδες ἄκρατον ὑπάρχειν τὸ συνειλεγμένον περίτ‐ τωμα ἀποτελοῦνται· χρονίζοντες δὲ δασύνουσι καὶ ἑλκοῦσι τὰ μέρη. | |
5 | ἁρμόζει τοίνυν συνεχῶς μὲν ἀποπυριᾶν, πλέον δὲ προσφέρεσθαι πο‐ τὸν καὶ ἀπουρεῖν ἀναγκάζειν αὐτοὺς πυκνά. προποτίζειν δ’ αὐτοὺς σικύου σπέρματι λελεπισμένῳ ἢ ἀμυγδάλοις πικροῖς ἢ ἀμύλῳ μετὰ γάλακτος ἑφθοῦ ἢ μετὰ φοινικοβαλάνων ἀφεψήματος ἢ γλυκέσιν οἴνοις. | |
63.9 | προσλαμβανέσθωσαν δὲ καὶ οἱ καρυωτοὶ φοίνικες. —Πρὸς τοὺς ἐν πυρετοῖς δυσουριῶντας. Οἱ δ’ ἐν πυρετοῖς δυσουριῶντες ἐμβρε‐ χέσθωσαν τό τε ἦτρον καὶ τὸ περίνεον μέχρι τῶν ἰσχίων πηγανίνῳ ἐλαίῳ ἢ Σικυωνίῳ ἢ παλαιῷ, ἐπεχομένης τε τῆς κοιλίας ἐνιέσθωσαν | |
5 | τήλεως ἢ μαλάχης ἀφεψήματι. ἐγκαθιζέσθωσαν δ’ εἰς ὑδρέλαιον ἢ τή‐ λεως ἀφεψήματι. ἁρμόζουσι δ’ ἐπειγούσης τῆς διαθέσεως καὶ σικύαι μετ’ ἀμύξεως, κηρωτὴ δὲ πρὸς τὰ αὐτὰ ἐπιτηδειοτάτη. ἀγρίας μαλάχης ῥίζαι ἑψῶνται Σικυωνίῳ ἐλαίῳ μετ’ ὀλίγου ὕδατος, ἕως ξηραὶ γένων‐ ται, καὶ αὐταὶ μὲν ῥίπτονται, τὸ δ’ ἔλαιον μίγνυται χυλῷ πηγάνου | |
10 | ὡς εἶναι τοῦτο τέταρτον, καὶ κηροῦ καὶ καστορίου τὸ ἀρκοῦν. πότιμα δὲ τοῖς οὕτω διακειμένοις ἁρμόζει διουρητικά, ἀφέψημα πετροσελίνου ἢ μαράθου ῥίζης ἢ σταφυλίνου ἢ μήου ἢ ἀκόρου ἢ κρήθμου ἢ ἀσάρου | |
63.10 | ῥίζης ἢ δαύκου Κρητικοῦ ἤ τινος ὁμοίου. —Πρὸς ἕλκωσιν κύ‐ στεως. Ἡλκωμένοις κύστιν δοτέον σικύους καὶ πέπονας χωρὶς ἐμβάμ‐ ματος καὶ τὰ σπέρματα αὐτῶν, σῦκα ξηρὰ καὶ καρυωτοὺς φοίνικας καὶ θάσια πεφρυγμένα, οἴνους δὲ Θηραίους, Σκυβελίτας, προτρόπους, | |
5 | μελαμψιθίους λευκούς, † θεατὰς Ἰταλικοὺς ἢ γλυκεῖς Ἀλβανούς, Φαλε‐ ρίνους, καὶ πάντων μᾶλλον Καίκουβον καὶ χρυσαττικὸν θερινόν. — | 228 |
63.11 | Πρὸς παράλυσιν κύστεως. Οἱ παραλυθέντες τὴν κύστιν οἱ μὲν ἀπροαιρέτως ἐκκρίνουσι τὸ οὖρον, καὶ ὅσον ἐπὶ τούτῳ ἔχουσιν ἀκιν‐ δυνότερον, οἱ δ’ οὐκ ἀποκρίνουσιν, ἀλλὰ κατέχοντες διατείνονται τὴν κύστιν καὶ τὴν ὀσφὺν καὶ τὸ ἦτρον καὶ ἐν οἰδήματι τοὺς μηροὺς | |
5 | ἔχουσι καὶ μὴ ἐξουρήσαντες νεκροῦνται τὰ ὑποκείμενα καὶ οὐκ εἰς μακρὰν τελευτῶσιν· ὅθεν ἀνυπερθέτως αὐτοὺς καθετηριστέον καὶ συνεχῶς εἰς ὑδρέλαιον ἐγκαθιστέον καὶ ἐξαντλητέον πολλάκις τῆς τε ἡμέρας καὶ τῆς νυκτός, καὶ μάλιστα μετὰ τὸ καθετηρίσαι (ἀγανακτεῖ γὰρ τὰ μέρη), καὶ καταπλαστέον ὠμῇ λύσει διά τε οἴνου γλυκέος καὶ | |
10 | μέλιτος. προποτιστέον δὲ καστορίῳ· ἐνετέον δὲ τοῖς διὰ πηγάνου καὶ κενταυρίου καὶ κυμίνου καὶ παλαιοῦ ἐλαίου ἢ Σικυωνίου. κλυστῆρές τε ὠφελοῦσι καὶ ὀλιγοποσία καὶ ἄκοπα τὰ πρὸς παραλύσεις ποιοῦντα προποτισμοί τε καστορίου καὶ διουρητικῶν. τοὺς δ’ ἀπροαιρέτως ἐκ‐ κρίνοντας στυπτικῶς ἀκτέον καὶ τονωτέον τὰ μέρη διὰ τῶν δακνόντων | |
15 | καταπλασμάτων καὶ μαλαγμάτων τροφῶν τε ξηραντικῶν καὶ ποτοῦ ψυχροῦ. ἐν δὲ ταῖς ἀναλήψεσιν εὐτονωτέρως χρῶ καὶ δρωπακισμοῖς καὶ φοινιγμοῖς καὶ τῷ διὰ νάπυος ἄμμῳ τε διαπύρῳ καὶ αὐτοφυέσιν ὕδασι ψυχροῖς. τὰς δ’ ἐπὶ ῥάχεως τρώματι ἢ πτώματι ἢ ὀλισθήματι | |
63.12 | θανατικαῖς συνδρομαῖς συνεδρευούσας ἀδύνατον ἰᾶσθαι. —Πρὸς κύ‐ στεως αἱμορραγίαν καὶ δηγμοὺς καὶ ἑλκώσεις. Ἀμύλου 𐅻 η, λινοσπέρμου πεφωγμένου, σικύου σπέρματος λελεπισμένου, μήκωνος λευκῆς σπέρματος, τραγακάνθης ἀνὰ 𐅻 δ. ἢ τραγάκανθαν γλυκεῖ προ‐ | |
5 | βραχεῖσαν καὶ ἀναλαμβάνεσθαι σὺν αὐτῇ τὰ λοιπά. ἡ δόσις τριώβολον μετὰ κυάθου γλυκέος κεκραμένου ἀλγήματα κύστεως πινόμενα ἰᾶται λινοσπέρμου κύαθος α μετὰ γλυκέος, σήσαμον, ὁρμίνου σπέρμα, ὀξυ‐ σχοίνου καρπός, λωτοῦ καρπός, σπέρμα μήκωνος λευκῆς ἢ μελαίνης 𐅻 α σὺν ὑδρομέλιτι, κυδωνίων ἄνθους ἀφέψημα, ἑλίκων ἀμπέλου | |
10 | ἀφέψημα. πρὸς ἑλκώσεις κύστεως ποιεῖ μὲν καὶ τὰ νεφριτικά, ἰδίως δὲ ποτιζόμενα ἀνδράχνης χυλὸς σὺν γλυκεῖ, ἀγρώστεως πάσης ἀφέψημα, καὶ μάλιστα τῆς ἐκ τοῦ Παρνασοῦ, ἐλάτης μυρεψικῆς ἀφέψημα, γάλα, οἶνος γλυκύς, κυπαρίσσου κόμης μετὰ σμύρνης ὀροβιαῖον μέγεθος. λίθους τοὺς ἐν κύστει θρύπτει πινόμενα ἀγρώστεως, ἀδιάντου ἀφέψημα | |
15 | σὺν οἴνῳ, σμυρνίου σπέρμα, ὀξυμυρσίνης ῥίζα ἢ ὁ καρπός, ἱππομαρά‐ θου ῥίζα καὶ τὸ σπέρμα, ἀλκυονίου Μιλησίου ὀβολοὶ δύο, ἀμύγδαλα πικρὰ ἐν γλυκεῖ τριώβολον σὺν οἴνῳ, τριβόλου τοῦ καρποῦ ὁ χυλὸς χλωροῦ, γλυκυσίδης ῥῶγες οἱ πυρροί, δάφνης ῥίζης φλοιοῦ τριώβολον μετ’ οἴνου εὐώδους, καρδαμώμου τριώβολον μετὰ φλοιοῦ ῥίζης δάφνης | |
63.13 | ἴσου, κονία ἀμπέλου, ἄμωμον. —Λίθων θρυπτικόν. Φλόμου ῥίζης | |
φλοιοῦ ἀφέψημα πότιζε πλῆθος ...· σίδηρος δὲ μηδαμῶς θιγγανέτω τῆς βοτάνης· πότιζε δ’ ἑξῆς ἡμερῶν ε καὶ διαλίμπανε δέκα. — | 229 | |
63.14 | Διουρητικόν. Καρδαμώμου, ἀμώμου, σχοίνου ἄνθους ἀνὰ 𐅻 ϛ, κόστου, σμύρνης ἀνὰ 𐅻 γ, κασσίας 𐅻 α, μέλιτος τὸ ἀρκοῦν. ἡ δόσις | |
63.15 | κυάμου Αἰγυπτίου τὸ μέγεθος. —Ἄλλο. Πετροσελίνου, μύρτων με‐ λάνων ἀνὰ 𐅻 ιϛ, σελίνου σπέρματος 𐅻 λβ, ἄμεως 𐅻 η, ναρδοστάχυος Κελτικῆς 𐅻 δ, σμύρνης 𐅻 β, μέλιτος τὸ ἀρκοῦν. ἡ δόσις 𐅻 α μεθ’ ὑδρο‐ μέλιτος ἢ μετ’ οἴνου κεκραμένου κυάθων γ. | |
64t | Πρὸς γονόρροιαν. | |
64.1 | Γονόρροιά ἐστιν ἔκκρισις ἀπροαίρετος σπέρματος, ἐφ’ οἷς ἁρμόζει ἡσυχία καὶ σκέπη τῆς ὀσφύος καὶ τῶν ἐν βάθει πιλήμασί τε ῥοδίνου ἢ μηλίνου ἢ οἰνανθίνου. ἑξῆς δὲ καταπλάσσειν τοῖς διὰ φοινίκων, μήλων, οἰνάνθης, ῥοὸς καὶ τῶν ὁμοίων, ἀκακίας τε καὶ ὑποκιστίδος, | |
5 | ἐγκαθίζειν τε σχίνου καὶ βάτου ἀφεψήμασι καὶ τῶν παραπλησίων ἐν οἴνῳ καὶ ὕδατι· τροφαῖς δὲ χρῆσθαι ἀναξηραντικαῖς, μετὰ δὲ τοὺς πρώτους χρόνους ἄγειν ἐπὶ γυμναστικὴν ἀγωγήν, δι’ ἧς τό τε ὅλον | |
64.2 | σῶμα καὶ τὰ πεπονθότα μέλη εἰς ῥῶσιν παραχθήσονται. —Πρὸς γονόρροιαν. Θρίδακος σπέρμα μύστρου πλῆθος μετὰ ψυχροῦ πότιζε. | |
65t | Περὶ σατυριάσεως. | |
65.1 | Ἡ σατυρίασις περὶ τὰ σπερματικὰ μόρια συνίσταται μετὰ φλεγ‐ μονῆς· δεῖ δὲ φλεβοτομεῖν τοὺς ἁλόντας τῷ πάθει καὶ μέχρι διατρί‐ του ἐν ἀσιτίᾳ τηρεῖν ἐμβρέχειν τε τὸ ἦτρον καὶ τὰ ἰσχία μετὰ τῶν αἰδοίων οἰσυπηροῖς ἐρίοις δι’ οἰνελαίου καὶ διασφίγγειν τὰ ὑπερκεί‐ | |
5 | μενα καὶ δίψει πιέζειν ἐπεχομένην τε τὴν κοιλίαν κενοῦν μὴ δριμεῖ κλύσματι ὡς μὴ ἐπιτείνεσθαι τὴν διάτασιν καὶ τροφὴν σιτώδη διδόναι ὀλίγην καὶ ἐφ’ ὑδροποσίᾳ τηρεῖν. ἐπιμένοντος δὲ τοῦ πάθους, σικυ‐ αστέον μετὰ κατασχασμοῦ. εἰ δὲ πλῆθος παράκειται, καὶ βδέλλαις κε‐ νοῦντα καὶ ταῖς κοιναῖς ὠμαῖς λύσεσι καταπλάττειν. | |
66t | Περὶ ἀπράκτων μορίων. | |
66.1 | Οἱ ἄπρακτα μόρια ἔχοντες πρὸς ἀφροδίσια οὐκ ἰσχύουσιν ὁρμᾶν, ἄθυμοι δὲ διὰ τοῦτο γίνονται. γυμναζέσθωσαν οὖν τὰ κάτω μέρη τριβόμενοι τοῖς διὰ πεπέρεως καὶ νίτρου καὶ εὐφορβίου ἀκόποις. σιτία δ’ αὐτοῖς θερμὰ καὶ θερμαντικὰ καὶ φυσώδη ἁρμόζει οἶνοί τε εὐώδεις | |
5 | καὶ ἀμύλια καὶ χόνδροι καὶ κῶνοι καὶ πράσα καὶ εὔζωμα καὶ βολβοὶ | |
προποτισμοί τε διὰ σατυρίου καὶ πεπέρεως καὶ εὐζώμου σπέρματος καὶ κνήκου. καθευδέτωσαν δ’ ἐπὶ μαλακαῖς κοίταις καὶ ἀναγινωσκέτω‐ | 230 | |
66.2 | σαν ἀκολάστων ἀναγνώσματα. —Ἐντατικὸν ποιοῦν καὶ πρὸς πάρεσιν τῶν αἰδοίων. Νάπυος, πάνακος, εὐζώμου σπέρματος ἀνὰ ἑξάγια η, καρδαμώμου σπέρματος 𐅻 δ, πεπέρεως κόκκους κ. ὕδατι ἀνα‐ λαβὼν ἢ εὐζώμου χυλῷ πλάσσε τροχίσκους καὶ δίδου 𐅻 α νήστει μετ’ | |
66.3 | οἴνου Χίου κύαθον α κεκραμένου χλιαρῷ 𐆂ο α. —Ἐντατικόν. Λα‐ γωοῦ πυτίαν ἢ λέοντος στέαρ χρῖε, ἢ τὰ τρία πεπέρια μετὰ χυλοῦ | |
66.4 | εὐζώμου. —Ἄλλο. Εὐζώμου σπέρματος, πάνακος, σινάπεως ἀνὰ 𐅻 η, καρδαμώμου 𐅻 δ, πεπέρεως κόκκοι κ. πάντα λειάνας σὺν ὕδατι ἢ χυλῷ | |
66.5 | εὐζώμου πλάσσε τροχίσκους καὶ δίδου 𐅻 α πίνειν μετ’ οἴνου. —Σατυ‐ ριακή. Ζιγγιβέρεως, σατυρίου τοῦ ἀνωτέρου μέρους ἀνὰ 𐅻 η, σκίγκου τῆς οὐρᾶς, μήου, ἀσάρου, πετροσελίνου, καρδαμώμου, σεσέλεως ἀνὰ 𐅻 δ, εὐζώμου σπέρματος, κινναμώμου ἀνὰ 𐅻 γ, ὁρμίνου, πεπέρεως λευκοῦ, | |
5 | κνίδης σπέρματος ἀνὰ 𐅻 β, σχοίνου ἄνθους, ναρδοστάχυος ἀνὰ 𐅻 δ, αἵματος τραγείου μύστρον α. δίδου 𐅻 α μετ’ οἴνου· τοῖς δ’ ἀσθενεστέ‐ ροις διὰ γάλακτος. | |
67t | Περὶ κόπων. | |
67.1 | Κόποι οἱ μὲν ἐκ τοῦ πλείονα διαπονῆσαι γινόμενοι φλεγμονὴν περὶ τοῖς διαπονήσασι νεύροις ἀποτελοῦσιν· ἁρμόζει δ’ ἡσυχία καὶ συστολὴ ἐμβροχαί τε ἀεὶ δι’ ἐλαίου. οἱ δ’ αὐτόματοι κόποι ἐκ πλήθους γινόμενοι πολὺ πρότερον φλεβοτομίαν ἀπαιτοῦσιν. οἱ δ’ ἀπὸ συνήθων | |
5 | πόνων γινόμενοι κόποι θέρμην μετὰ παραλλαγῆς σφυγμῶν ἐπιφέρουσι, καὶ οὗτοι ἀσιτίαν μὲν ὑπογράφουσι, λουτροῖς δ’ ἀποκαθίστανται καὶ | |
67.2 | ὑγραῖς τῇ ἑξῆς τροφαῖς καὶ ὑδροποσίαις. —Σύγχρισμα τοῖς ἐκ κινήσεως κοπωθεῖσιν. Ἀφρόνιτρον ὕδατι λύσας καὶ διηθήσας μῖξον οἴνῳ βραχεῖ καὶ ἐλαίῳ τετραπλασίονι καὶ ἐρίοις οἰσυπηροῖς ἀναταράξας ἱκανῶς θέρμαινέ τε καὶ σύγχριε τοὺς λουομένους καὶ τοὺς | |
5 | ἀλουτοῦντας. | |
68t | Περὶ ῥήγματος καὶ σπάσματος. | |
68.1 | Ῥῆγμα καὶ σπάσμα τὸ μὲν ἐν σαρκώδει μορίῳ, τὸ δ’ ἐν νευρώ‐ δει συνίσταται· αἰτίαι δὲ τούτων αἰφνίδιός τις καὶ ἀνώμαλος ἢ σφο‐ δρὰ κίνησις, καὶ μάλιστα ὅταν ἄτριπτα καὶ ἀθέρμαντα καὶ ἀμάλακτα πρὸς τὰς κινήσεις ἄγηται τὰ σώματα· διασπᾶται γὰρ ταῖς τοιαύταις | |
5 | διαθέσεσι πολλὰ τῶν ἐν αὐτοῖς μορίων. | |
69t | Περὶ τρόμων. | |
69.1 | Τρόμοι ἐν πυρετοῖς γινόμενοι, εἰ μὲν ἐξ ἁμαρτημάτων συμβαίνοιεν, | |
ἀποχὴ ἔστω τῶν βλαψάντων, καὶ πρῶτον μὲν ἐμβρεκτέον τὸ σῶμα πᾶν ἐλαίῳ Σαβίνῳ, ἐν δὲ ταῖς ἐνδόσεσι τῶν ἐπισημασιῶν παλαιῷ ἢ Σικυωνίῳ. σκεπέσθω δὲ τὰ ἄκρα ἐρίοις μαλακοῖς προαληλιμμένα, εἶτα | 231 | |
5 | προσβλητέον σικύας ἀπὸ τοῦ πρώτου σπονδύλου μέχρι ῥάχεως καὶ ὀσφύος, προκαταπλασσομένων τῶν μερῶν μετὰ τῶν ὑποχονδρίων ὠμη‐ λύσει. σκεπέσθω δὲ καὶ ταῦτα ἐρίοις ἐκ παλαιοῦ ἢ Σικυωνίου ἐλαίου, | |
69.2 | τροφάς τε προσοιστέον σιτώδεις καὶ ῥοφηματώδεις θερμὰς πάσας. εἰ δὲ χρονίσειαν οἱ πυρετοί, ἐμβιβαστέον παρὰ μίαν εἰς ἔλαιον, καὶ τρίψεσιν ἐπιμελέστερον ἁπαλαῖς χρηστέον. εἰ δ’ ἔτι χρονίσει ἡ διάθεσις, προποτιστέον καστορίῳ μετὰ μελικράτου, καὶ ἐν θερμοῖς τόποις αἰω‐ | |
5 | ρητέον, ὅτε καὶ τὰ εὐδιοίκητα τῶν πτηνῶν καὶ ἰχθύων τοὺς ἁπαλο‐ σάρκους προσοίσομεν. λυθέντων δὲ τῶν πυρετῶν, λουστέον παραιτου‐ | |
69.3 | μένους τήν τε εἰς τὸ ψυχρὸν ἔμβασιν καὶ οἴνου πόσιν. εἰ δὲ πεπαυ‐ μένων τῶν πυρετῶν τρομώδεις εἶεν, ἀλειφέσθωσάν τε καὶ εἰς ὑδρέ‐ λαιον ἐμβιβαζέσθωσαν μυρακόποις τε κεχρήσθωσαν καὶ δρωπακιζέσθω‐ σαν τόν τε νῶτον καὶ τὴν ῥάχιν. ἐπιρριπτέσθω δ’ αὐτοῖς καὶ | |
5 | μάλαγμα· πάντων δ’ ἄριστον τὸ πολυάρχειον ἐξανειμένον κυπρίνῃ κηρωτῇ· καθόλου δὲ προνοητέον εὐσαρκίας· ταύτῃ γὰρ συναποκαθίστα‐ ται καὶ ἡ τῶν νεύρων ἀτονία. πάντων δὲ μᾶλλον εὐλαβητέον ἐπ’ | |
69.4 | αὐτῶν ψῦξιν καὶ ἀπεψίαν. —Πρὸς τρόμους τοὺς ἄνευ πυρε‐ τοῦ. Πηγάνου κλωνίων, σφονδυλίου ὅσον τοῖς τρισὶ δακτύλοις λαβεῖν, καστορίου καὶ νίτρου ὀβολοὺς β. δίδου καθ’ ἡμέραν κοχλιάριον α μετ’ | |
69.5 | ὀξυμέλιτος ἐφ’ ἡμέρας γ νήστει. —Ἄλλο. Πάνακος καὶ πεπέρεως κόκκους ε· λεῖα πότιζε ἐν κυάθῳ α μελικράτου. τρέμοντας πότιζε κα‐ στόριον, ἀλθαίας ῥίζης ἀφέψημα, δαμασωνίου φύλλων 𐅻 δ ἐν μελικράτῳ, εὐπατόριον μεθ’ ὕδατος ποτιζόμενον, λαγωοῦ ἐγκέφαλος ἐσθιόμενος. — | |
69.6 | Σύγχρισμα Ζωσίμου περιβόητον. Πιτυΐνης 𐆄 ι, κηροῦ 𐆄 δ, ἐλαίου παλαιοῦ 𐆃 α, ὀποπάνακος 𐆄 β, ἀδάρκης 𐆄 α, εὐφορβίου, νίτρου, ἀφρονίτρου ἀνὰ 𐆄 α, ἁλῶν 𐆄 δ. τὸ ἀφρόνιτρον, εὐφόρβιον καὶ τὴν ἀδάρκην λείου σὺν οἴνῳ, εἶτ’ ἐπίβαλλε ὀποπάνακα καὶ λειοτρίβει, | |
5 | χωρὶς δὲ τὰ τηκτὰ μετ’ ἀγχούσης τῆξον ἵνα χρωσθῇ, καὶ ψύξας ἀνα‐ ξύσας ἀναλάμβανε. ποιεῖ ἰσχιαδικοῖς, ἄρθρα ἀλγοῦσι χρονίως, πλευρὰς | |
69.7 | ἐψυγμένοις, ὠμαλγίαις. —Μετασυγκριτικὸν τὸ πεντάμυρον. Νάρδου μύρου 𐆃 γ ἢ ξ̸ β, κηροῦ, στύρακος, μαστίχης Χίας ἀνὰ 𐆄 γ, ὀποβαλσάμου 𐆃 α. ὁ στύραξ βρέχεται ἐν τῇ νάρδῳ ἡμερῶν γ καὶ δι‐ πλώματι τακεὶς ῥίπτεται, καὶ τότε ὁ κηρὸς τήκεται μέρει τῆς νάρδου· | |
5 | ἡ δὲ μαστίχη λεαίνεται σὺν ὀλίγῃ νάρδῳ, ἐπὶ τέλει ὀποβάλσαμος. | 232 |
70t | Πρὸς παντὸς ψύχους ἀπαλλαγήν. | |
70.1 | Λαβὼν χαμαίδρυν βοτάνην μάσησαι καταπίνων, καὶ παραχρῆμα ἀπαλλάσσῃ. τούτου μεῖζον ἀπαλλακτικώτερον οὐκ ἔστιν. | |
71t | Περὶ σπασμῶν. | |
71.1 | Σπασμοὶ ἐπὶ τῶν πυρεσσόντων εἰ συμβαίνοιεν καὶ καθ’ ὅλον τὸ σῶμα, ἐμφερῶς τοῖς τετανικοῖς θεραπεύσομεν· εἰ δὲ κατὰ μέρος, τὸ μὲν πρῶτον διακρατοῦντες τὰ συνελκόμενα τῶν μερῶν πειθηνίως ταῖς γινομέναις ὑπ’ αὐτῶν πληγαῖς ἀντιβαίνοντες, ἀνατριπτέον τε | |
5 | ἐλαίῳ πηγανίῳ ἢ Σικυωνίῳ, 〈ἢ〉 παλαιῷ ἢ διὰ καστορίου σικύας τε προσβάλλειν μετὰ κατασχασμοῦ, σκελῶν μὲν συνελκομένων, ἰσχίοις καὶ τῷ ὑστάτῳ σπονδύλῳ, χειρῶν δὲ σπωμένων, νώτῳ τε καὶ τῷ πρώτῳ αὐτοῦ σπονδύλῳ τῷ τε ὑπερκειμένῳ τοῦ ὤμου ἄρθρῳ. εἰ μέντοι ὅλου τοῦ σώματος ἀπαθοῦς ὄντος συνέλκοιτο χεῖλος ἢ βλέφαρον ἢ γλῶττα, | |
10 | χαλεπὸν ἡγητέον τὸ σύμπτωμα καὶ μεγάλων φόβων οἰστικόν, εἰ καὶ μικρὰ τὰ πεπονθότα μέρη εἶναι δοκεῖ. τὰς ἀφαιρέσεις οὖν ἀπὸ τοῦ ἰνίου ἐπὶ τούτων ποιητέον καὶ τῶν πρώτων σπονδύλων. | |
72t | Περὶ τετάνου. | |
72.1 | Τετανικῶς σπωμένους ἐν ἀρχῇ φλεβοτομητέον, ἐρίοις τε σκεπα‐ στέον τὰ μέρη ἐλαιοβραχέσι διά τε Σικυωνίου ἐλαίου καὶ καστορίου· σικυαστέον δὲ μετ’ ἀμυχῶν· αἱ γὰρ κοῦφαι καὶ βλάπτουσιν. σικυαζέ‐ σθω δ’ αὐχὴν καὶ ῥάχεως τὰ ἑκατέρωθεν καὶ στήθους τὰ μυωδέστερα | |
5 | καὶ ὑποχόνδρια, ὅ τε τῆς κύστεως τόπος καὶ ὁ τῶν νεφρῶν. φειστέον δὲ τῆς ἀφαιρέσεως οὐκ ἀθρόως ἀφαιροῦντας, ἀλλὰ μεμερισμένως· τοὺς δ’ ἱδρῶτας ἐλαιοβραχέσιν ἐρίοις ἀναρπάζειν, μὴ λάθωσι ψύξαντες. | |
72.2 | εἰ δὲ χρονίσειεν ὁ τέτανος, εἰς ἔλαιον ἐμβιβάζειν δὶς τῆς ἡμέρας μὴ ἐμβραδύναντας εἰς αὐτό· ἐκλυτικωτάτη γὰρ τῶν δυνάμεων ἡ εἰς ἔλαιον ἔμβασις· ἐν ἀσκίοις τε ἢ κύστεσι δι’ ἐλαίου πυριᾶν. ποτιστέον δ’ ὑδρο‐ μέλιτι λιπαρῷ εἰς ἥμισυ ἑψηθέντι, πάνακος δ’ ὀποῦ τοὺς εὐτόνους | |
5 | ποτιστέον τετρώβολον, εἰ δὲ μή γε, τὸ ἐλάχιστον ὀβολόν. ὑπίδοιτο δ’ ἄν τις αὐτοῦ τὸ κακοστόμαχον. δοτέον καὶ ἀμμωνιακὸν θυμίαμα ἢ ὀποῦ Κυρηναϊκοῦ ὀροβιαῖον μέγεθος, περιπλασθὲν δ’ ἀπέφθῳ μέλιτι καταπινέτω. σιλφίου τε ῥίζης κοχλιάρια β ἐμπασθέντα μελικράτῳ κυά‐ θους τρεῖς δίδοται ἢ ὑσσώπου ἀφέψημα· πάντων δὲ διαπληκτικώτατον | |
10 | καὶ ἀνυσιμώτατόν ἐστι καστόριον· διδόναι δ’ αὐτοῦ κοχλιάρια β ἢ | |
τρία μερίσαντα αὐτοῦ τὸ πλῆθος· οὐ λυπήσει γάρ, οὐδὲ εἰ μετὰ τρο‐ φὴν αὐτοῦ δοίης. καὶ τὰ λοιπὰ δὲ καὶ αὐτὸ τὸ ποτὸν σχολῇ κατ’ ὀλίγον λαμβανέτωσαν· δυσκαταποτοῦντες γὰρ εἰς τὰς ῥῖνας ἀνακάμ‐ πτουσι τὸ ποτόν, ὅθεν ἰσχυρῶς σπαραττόμενοι ἐρεθίζονται σπᾶσθαι. | 233 | |
15 | διαχριέσθωσαν δὲ τὴν ἕδραν πηγανίνῳ ἐλαίῳ μετ’ ὀποπάνακος, ἐνιέ‐ | |
72.3 | σθωσάν τε τῇ ἕδρᾳ τοῖς αὐτοῖς. —Σύγχρισμα ποιοῦν πρὸς τε‐ τανικούς. Νάρδου ξ̸ α, κηροῦ 𐆄 β, φύλλου, ἀμώμου, στύρακος, μα‐ στίχης Χίας ἀνὰ 𐆄 α, καστορίου 𐅻 δ, ἀδάρκης, εὐφορβίου, πεπέρεως | |
72.4 | ἀνὰ 𐆄 δ, νάρδου στάχυος 𐆄 α, ὀποβαλσάμου 𐆄 α· χρῶ. —Πόμα ὀπισθοτονικοῖς καὶ ψυαδικοῖς. Πάνακος ῥίζης, πεπέρεως λευ‐ κοῦ, κόστου, σμύρνης, ὀπίου ἴσα δίδου ἀράκου τὸ μέγεθος εἰς κοίτην. ποιεῖ καὶ ὀρθοπνοϊκοῖς. | |
73t | Περὶ παραλύσεως. | |
73.1 | Τὴν παράλυσίν τινες τῶν ἀρχαίων ἀποπληξίαν ἐκάλουν· Ἱππο‐ κράτης γάρ πού φησιν «ἀπόπληκτον αὐτῷ τὸ σκέλος ἐγένετο» ἀντὶ τοῦ «πάρετον». ἡ μὲν οὖν ἀπὸ διαιρέσεως νεύρου γινομένη πάρεσις ἀνίατος ὑπάρχει, ἡ δ’ ἀπὸ δυσκρασίας ἀποτελουμένη ἄριστα βοηθεῖται | |
5 | ὑπὸ φλεβοτομίας, εἴ γε ἐπιτρέποι ἡλικία, ἕξις, ὥρα, ἔθος καὶ τὰ λοιπά. σύμμετρος δ’ ἔστω ἡ ἀφαίρεσις, ὡς μὴ ἐπιταθῇ τὸ σύμπτωμα· ψῦξις γὰρ μετὰ ξηρότητος τὴν πάρεσιν ἀπεργάζεται. καὶ ἐκ τῶν ἀντικειμέ‐ νων ἀφαιρείσθω, ἐμβροχαί τε εὐθέως διά τε πηγανίνου ἐλαίου ἢ Σικυωνίου ἢ παλαιοῦ, τροφαὶ σιτώδεις ῥοφηματώδεις, κλυστῆρες, σικύαι | |
10 | τε κολλάσθωσαν ἐν τοῖς παρεθεῖσι μέρεσιν, εἰ μὲν πολλὰ εἴη, μεμερι‐ | |
73.2 | σμένως, εἰ δ’ ὀλίγα, ὑφ’ ἕν. καταπλάσσειν τε μετὰ τὰς σικύας κατα‐ πλάσμασιν ἔχουσι πίσσαν, ῥητίνην, μάννην· κάλλιστα δὲ ποιεῖ ἀρτεμισία συνεψωμένη καὶ καλαμίνθη καὶ πήγανον καὶ κόνυζα, ὕστερον δὲ καὶ νίτρον. ὕδωρ δ’ ὀλίγον μεμίχθω, ὃ καὶ αὐτὸ ἐν τῇ ἑψήσει ἀναλισκέσθω. | |
5 | λαγαρὰ δ’ ἔστω τὰ καταπλάσματα ὡς μὴ ἐρεθίσαι ἱδρῶτας· μετὰ δὲ | |
73.3 | ταῦτα βέλτιον ἀντ’ ὠμῆς λύσεως τὸ ἔριον. ταχέως δὲ μεταβαίνειν ἐπί τε κηρώματα καὶ μαλάγματα, ἥ τε κοιλία ὑπαγέσθω διά τε ἀλόης | |
73.4 | καὶ πολυποδίου ἢ σκαμμωνίας ἢ τῷ διὰ κολοκυνθίδος πόλτῳ. σύγχριστα δὲ λιπάσματα τοιαῦτα· ἐλαίῳ παλαιῷ σκίλλαν ἐνταρίχευε ἐφ’ ἡμέρας μ ἐν ἡλίῳ· εἰ δὲ μὴ παρείη τοιοῦτον ἔλαιον, ἑψεῖν ἑνὶ ξέστῃ ἐλαίου δύο 𐆄 τῆς σκίλλης. κάχρυ ὁμοίως σκευάσαντα μικτέον καὶ κηροῦ 𐆄 α, | |
5 | ὑπὲρ τοῦ μὴ διαρρεῖν. εἰ δὲ καὶ χαλβάνης προσλάβοι 𐆄 α, βέλτιον | |
ἀποτελεῖται. φαρμακωδέστερον δ’ ἄκοπον ἔσται, εἰ προσβληθείη καστο‐ ρίου 𐆄 α καὶ εὐφορβίου 𐅻 δ καὶ ἀδάρκης 𐅻 δ καὶ νίτρου ἴσον. φαίνε‐ ται δ’ ὡς ἀπὸ πραοτέρων ἀρχόμενοι πρὸς ὀλίγον ἐπιτείνομεν τὰ συγχρίσματα. εὐθετεῖ δ’ ἄκρως καὶ ἡ βατράχιος βοτάνη ἐνεψωμένη τῷ | 234 | |
10 | ἐλαίῳ ἢ ἐν ἡλίῳ ταριχευομένη· ἤδη δὲ καὶ πέπερι καὶ πύρεθρον καὶ δαφνίδες καὶ νίτρον καὶ νάπυ, εἰ κατ’ ὀλίγον συμμιγνύοιντο ταῖς | |
73.5 | διὰ τῶν προειρημένων σκευαζομέναις κηρωταῖς. μαλάγματά τε ἁρμόζει τό τε διὰ δαφνίδων καὶ τὸ χλωρόν· πολλάκις δὲ κηρωτὴ κυπρίνη ἀναλαβοῦσα νάπυ δαψιλὲς ἤρκεσε τὴν τοῦ μαλάγματος ἐκπληρῶσαι χρείαν. σμήγματα διὰ νίτρου καὶ τρυγὸς κεκαυμένης, ἀγρίου τε σικύου | |
5 | ῥίζης καὶ εὐφορβίου, ἀδάρκης καὶ ἀσβέστου καὶ λιβανωτοῦ εὔθετα· πολυωφελέστατοι δ’ οἱ δρώπακες ἐπὶ τῶν παραλυτικῶν ἐσκευασμένοι | |
73.6 | διὰ πίσσης, μάννης, τερεβινθίνης, ἀδάρκης, θαψίας, εὐφορβίου. πότημα καστορίου 𐅻 α, ὀποπάνακος κυάμου μέγεθος καταπινόμενον. θαυμαστῶς δὲ ποιεῖ καὶ τὸ σαγαπηνόν· ἔστω δ’ αὐτοῦ ὀροβιαῖον τὸ μέγεθος, ἤτοι καταπινόμενον ἢ μελικράτῳ ἀνιέμενον καὶ πινόμενον. καὶ ὀποῦ | |
5 | δὲ Κυρηναϊκοῦ μέγεθος κέγχρου καλῶς ἐνεργεῖ ἥ τε διὰ δύο πεπέ‐ | |
73.7 | ρεων ἀντίδοτος. —Περὶ κυνικοῦ σπασμοῦ. Ἐπὶ τῶν κυνικῶς σπωμένων κοινῶς μὲν εὐθετεῖ βοηθήματα τὰ προγεγραμμένα ἅπαντα· καὶ γὰρ φλεβοτομία, εἰ μηδὲν κωλύοι, καὶ κλυστὴρ καὶ καταπλάσματα καὶ κηρωταὶ καὶ μαλάγματα καὶ δρώπακες καὶ σιναπισμοὶ καὶ κατά‐ | |
5 | χρισις θαψίας· ἰδίως δ’ ἐπίδεσις ἡ εἰς τὰ ἀντικείμενα παράγουσα καὶ ἀφαίρεσις αἵματος ἀπ’ ἀγγείων τῶν ὑπὸ τὴν γλῶσσαν τεταγμένων καὶ σικύαι κατὰ τοῦ πρώτου σπονδύλου τιθέμεναι καὶ ἀποφλεγματισμοὶ καὶ διὰ ῥινεγχύτου κάθαρσις καὶ κατὰ τοὺς ὀφθαλμοὺς ἐπίχριστα δρι‐ | |
73.8 | μέα· ὕστερον δὲ καὶ ἐγχρίσματα. —Περὶ καταπόσεως παρε‐ θείσης. Εἰ δ’ ἡ κατάποσις παρεθείη (τουτέστιν ἡ ἐνθετικὴ τῶν σιτίων προθυμία· στόμαχος γὰρ παρεθεὶς ὄλεθρον ἐπιφέρει), παραληπτέον τὰ καθόλου ἐπὶ πάσης παρέσεως δοκιμασθέντα· ἰδίως δὲ σικύαι ὑπὸ τὸν | |
5 | ἀνθερεῶνα τιθέμεναι καὶ διάχριστοι δριμεῖαι διά τε καστορίου καὶ σαγαπηνοῦ καὶ ὀποῦ Παρθικοῦ. ὠφελεῖ δὲ μάλιστα ἀνακογχυλισμὸς διὰ νάπυος καὶ διαμάσησις φλέγμα ἀνάγουσα, οἷον πεπέρεως σὺν στα‐ | |
73.9 | φίδι ἀγρίᾳ μετὰ μαστίχης. —Πρὸς γλῶσσαν παρεθεῖσαν. Εἰ δὲ γλῶσσα παρεθείη, τὰς ὑπ’ αὐτῆς φλέβας τέμνειν καὶ προκενωθέντων κλυστῆρι ἢ φλεβοτομίᾳ σικυάζειν τὸν ὑπὸ τὸν ἀνθερεῶνα τόπον καὶ ἀποφλεγματισμοῖς τοῖς προειρημένοις χρῆσθαι καὶ διακλύσμασι τοῖς διὰ | |
73.10 | νάπυος καὶ γυμνασίοις τῆς γλώσσης. —Περὶ παρέσεως τῶν φω‐ νητικῶν ὀργάνων. Εἰ δὲ τὰ φωνητικὰ παρεθείη μέρη, τῷ θώρακι προσφέρειν τὰ βοηθήματα· ἰδίως δὲ πνεύματος κατοχὴν καὶ ἀναφώ‐ | |
νησιν ἐμμελῆ. ὀφρύος δ’ ἢ βλεφάρου παρεθέντος, θεράπευε συγχρί‐ | 235 | |
73.11 | σμασιν ὁμοίως· ἐπὶ τέλει δὲ καὶ ἀναρραφῇ. —Πρὸς κύστιν παρε‐ θεῖσαν. Ἡ δὲ τῆς κύστεως πάρεσις, εἴτε κατέχοι τὰ οὖρα, εἴτε καὶ ἀπροαιρέτως ἐκκρίνοιτο, μεθοδευέσθω ὁμοιοτρόπως τῶν τε ἐμβροχῶν καὶ καταπλασμάτων, ἔτι δὲ καὶ δρωπάκων καὶ σιναπισμῶν κατά τε | |
5 | τοῦ ἤτρου καὶ τοῦ περινέου ἐπιτιθεμένων· ἰδίως δ’ ἐνέματα τῷ δακ‐ τυλίῳ ἐνιέσθω ἀνακαλέσαντα τὴν τῆς κύστεως ἐνέργειαν, κατ’ ἀρχὰς μὲν ἔλαιον πηγάνινον ἢ Σικυώνιον μετὰ βουτύρου συνηψημένου καὶ κυμίνου ἢ ἀνήθου μεμιγμένου τε καστορίου. εὐτονώτερον δὲ καθάπτε‐ ται ἐνιέμενα κενταυρίου ἀφέψημα ἢ κολοκυνθίδος, νῦν μὲν ὕδατι, νῦν | |
10 | δὲ χυλῷ πτισάνης συνεψωμένων τούτων· ἄριστα δὲ ποιεῖ καὶ ὀριγά‐ νου ἀφέψημα ἢ θύμου ἢ χυλὸς ἀναγαλλίδος. πᾶσι δὲ τούτοις τό τε Σικυώνιον ἢ παλαιότατον ἔλαιον παραμικτέον καὶ καστόριον· ἐνίοτε δὲ καὶ ὀποπάνακος ἢ χαλβάνης 𐅻 δ· ἔσθ’ ὅτε δὲ καὶ σίλφιον ἀφεψη‐ θὲν ὕδατι. ἐπὶ μέντοι τῶν κατεχόντων καθετηρισμῷ χρησόμεθα καὶ | |
15 | μετὰ τὴν τοῦ οὔρου ἀποκένωσιν ἔτι ἐγκειμένῳ τῷ καθετῆρι προσδεῖ‐ ται κύστις ἢ ἀσκίον μεστὸν ἐλαίου τινὸς τῶν προειρημένων ἐνεμάτων· ἐνίοτε δὲ καὶ πλείστη ἀπαντᾷ ὠφέλεια. τὰ δὲ διουρητικὰ συμμέτρως προσακτέον· ἔστι δὲ νάρδος, σχοῖνος, σίον, μάραθον, σκίλλινον ὄξος ἢ | |
73.12 | οἶνος. —Πρὸς καυλοῦ πάρεσιν. Εἰ δὲ καυλὸς παρεθείη, τὰ μὲν οὖρα οὐκ ἐμποδίζεται, ἡ συνουσία δὲ καὶ ἡ τοῦ σπέρματος πρόεσις. χρηστέον δ’ οἷς καὶ ἐπὶ κύστεως καὶ κατὰ τῶν αὐτῶν τόπων· νῦν δὲ καὶ κατὰ τῶν ἰσχίων· διδόναι δ’ ἐσθίειν τὰ τὴν ἔντασιν ἐρεθίζοντα· | |
5 | ἔστι δὲ βρώματα πολύπους, ἐχῖνος, καὶ ἐν πτηνοῖς ψάρος, ἐλάφου κρέα. φασὶ δὲ περιαπτόμενον τὸ αἰδοῖον τὸ ἐλάφειον τὸ αὐτὸ δρᾶν· ἤδη δ’ εὔζωμα, βολβοί, κοχλίαι, καστόριον ποτιζόμενον. ἄθετα δ’ ὑπο‐ ληπτέον γάλα, τυρόν, τά τε λοιπὰ πέμματα, θριδακίνας τε καὶ τὰ | |
73.13 | λοιπὰ λάχανα τὰ ψύχοντα. —Πρὸς ἀπευθυσμένου πάρεσιν. Ἀπευθυσμένου δὲ παρεθέντος, ἢ ἐπέχεται ἡ ἔκκρισις, ἢ ἀλόγως ἀπο‐ κρίνεται τὸ σκύβαλον καὶ ἀπροαιρέτως· ἐμφερῶς δὲ τῇ κύστει θερα‐ πεύεται τῶν αὐτῶν βοηθημάτων προσφερομένων τοῖς ἰσχίοις, οἷον | |
5 | σικυῶν, καταπλασμάτων, δρωπάκων, μαλαγμάτων, σιναπισμῶν· πλεῖστον δ’ ἰσχύει τὰ διὰ κλυστῆρος προσαγόμενα· ποικίλως μέντοι ἐνίεται, ποτὲ μὲν τὰ στύφοντα, ποτὲ δὲ τὰ χαλῶντα, καὶ ἄλλοτε τὰ δάκνοντα καὶ ἀμύσσοντα· οὐδὲν γὰρ οὕτως συλλαμβάνει ταῖς τῶν κινήσεων ἀναλήψεσιν ὡς ἡ ποικίλη καὶ οὐ μονοειδὴς μόχλευσις. στυφέσθω οὖν | |
10 | ἀφεψήματι κυπαρίσσου, σχίνου, βάτου· λιπαινέσθω δὲ καὶ χαλάσθω ὑείῳ στέατι καὶ χηνείῳ καὶ μαλαχίνῳ ἐλαίῳ· ἀμυσσέσθω δ’ ἅλμης ἐνιεμένης ἢ κολοκυνθίδος ἀφεψήματος ἢ κενταυρίου ἢ κονύζης ἢ σιλ‐ φίου ἢ τριφύλλου τῆς ἀσφαλτιζούσης ἢ γεντιανῆς ἐμπασσομένης τῷ | |
ἐνέματι. εἰ δ’ ἀντίληψις εἴη ψύξεως, καὶ τοῦ δι’ εὐφορβίου ἀκόπου ἐλαίῳ | 236 | |
73.14 | ἀνεθέντος ἐνιέσθω. —Πρὸς κῶλα παρεθέντα. Τὰ δὲ κῶλα παρε‐ θέντα μετὰ τῆς κοινῆς ἐπιμελείας καμπτέσθω καὶ ἐκτεινέσθω καὶ τρι‐ βέσθω· τὸ γὰρ πλεῖστον τῆς ἐλπίδος ἡ τρῖψις † διορθοῦται γένηταί τε ἄλλη ἐπ’ ἄλλων· οὐ γὰρ λανθάνει ὅτι ἡ μὲν ἀνειμένη λύει τάσιν, ἡ | |
5 | δ’ ἐπιτεταμένη συστρέφει καὶ συνάγει τὰ πλαδαρὰ καὶ ἔκλυτα, ἡ σύμ‐ μετρος σαρκοῖ, ἡ πολλὴ ἐλαττοῖ καὶ ἄτροφα ἐργάζεται. ἄλλην οὖν ἐπ’ ἄλλης δοκιμαστέον περιστάσεως· ὡς ἐπίπαν μέντοι ἡ εἰς εὐτροφίαν ἄγουσα τὰ μέρη ἀνακαλεῖται τὰς ἐνεργείας· ἐπὶ μέντοι τῆς κατ’ ἐπέκ‐ | |
73.15 | τασιν προσακτέον καταπλάσματα καὶ μαλάγματα στύφοντα. —Δίαιτα κοινὴ πάσης παρέσεως. Ἡ δὲ δίαιτα τοιαύτη ἔστω· μετὰ τοὺς ὕπνους ἀποθέμενοι τὴν ἐκ τοῦ κοιμᾶσθαι νωχέλειαν ἀποδιδόντες τὰ κατὰ κοιλίαν ἠρέμα διακινείσθωσαν, ἤτοι δι’ ἑαυτῶν, ἤτοι δι’ ἑτέρων | |
5 | ἐπαιρόντων αὐτοῖς παράλληλα τὰ σκέλη, εἶτ’ ἀναφωνείτωσαν, ἡνίκα | |
73.16 | τὰ ἀναφωνητικὰ εἴη παρειμένα. μετὰ δὲ τὴν ἀναφώνησιν μικρὸν ἀπηρεμείτωσαν, εἰ κοπωθεῖεν, μὴ καθεύδοντες· δίχα γὰρ τούτου ἐπι‐ βλαβεῖς εἰσι πάντες οἱ ἐν ἡμέρᾳ ὕπνοι, καὶ μάλιστα οἱ μετὰ τροφήν. | |
73.17 | ἀπηρεμήσαντες δὲ γυμναζέσθωσαν, καὶ ἀποθεραπευθέντες ἤ ποτε καὶ λουσάμενοι ἀριστάτωσαν κοῦφόν τι, οἷον πτισάνην ἐκ μελικράτου ἢ χόνδρον, ἐνίοτε δὲ σῦκον ἢ σταφυλὴν σὺν ἄρτῳ. πειρατέον μέντοι ξηροφαγεῖν τὸ πλέον τοῦ ἐπ’ ἀρίστῳ ἄρτου, ἔνθεν οὐδὲ προπόματι | |
73.18 | χρηστέον ἢ παντελῶς ὀλίγῳ δίψους ἐγκειμένου ὕδατι. μετὰ δὲ τὸ ἄριστον εἰς θυμηδίαν παραδιδόσθωσαν ἢ καὶ βιωτικαῖς χρείαις προσερ‐ χέσθωσαν· μέλλοντας δὲ δειπνεῖν προσυγχρίειν διακινεῖν τε τὰ παρει‐ μένα πράως. ἔστω δὲ τὸ δεῖπνον τοσοῦτον ὅσον 〈ἂν〉 ῥᾳδίως πέψω‐ | |
5 | σιν. διδόσθω οὖν πτισάνη καθ’ αὑτὴν ἢ σὺν κυάμῳ ἢ φακῇ· λαχάνων κράμβη καὶ ὁ ἐξ αὐτῆς ἀσπάραγος, κρεῶν τὰ θαλάσσια, καὶ τούτων τὰ ἄβρωμα καὶ συνεστραμμένην ἔχοντα τὴν σάρκα, συῶν τὰ ἄκρα, πέρδι‐ κάς τε καὶ φάσσας καὶ περιστερὰς λαγωούς τε καὶ λεβηρίδας. ποτὸν δὲ μὴ ἐμπλεκέσθω τῇ τροφῇ, ἀλλ’ ἢ πρότερον ἀποθεραπευέσθω τὸ | |
10 | δίψος, ἢ ἐπὶ τροφῇ ληπτέον. ἀφεκτέον δ’ οἰνομέλιτος καὶ ὀπώρας· διὰ γὰρ τὴν κουφότητα ἐπιπολάζουσα τρέπεται καὶ ὀξίζει. τραγημάτων δὲ συγχωρητέον φοίνικας καὶ ἀμύγδαλα. οἶνος ἁρμόζει μήτε νέος ὢν διὰ τὸ φυσῶδες μήτε ἄγαν παλαιός· ἔστω δὲ Σαβῖνος ἢ Ἀλβανός, ἢ | |
73.19 | Τιβουρτῖνος ἢ Χῖος ἢ Λέσβιος. μετὰ μέντοι δεῖπνον μήτε αὐτόθεν καθευδέτωσαν διὰ τὸ τὸν ἐπὶ ποσῷ ὑποβιβασμὸν ἀναγκαῖον εἶναι εἰς πέψιν, μήτε πολὺν χρόνον γρηγορήσαντες ἀγρυπνίας ἐπακολουθούσης διὰ τὸ τοὺς παχυμερεστέρους ἀπὸ τῆς τροφῆς ἀτμοὺς ἤδη διαπεπνευ‐ | |
5 | κέναι. καθόλου δὲ φυλακτέον διαφθορὰν τροφῆς, ψῦξιν, ἔγκαυσιν, | 237 |
73.20 | ἀργίαν, κόπον, συνουσίαν, πολυοινίαν. —Σύγχρισμα παραλυτι‐ κοῖς ἁρμόζον ἐν ἀρχαῖς. Γλευκίνου, ἰρίνου, κυπρίνου, δαφνίνου ἀνὰ 𐆃 α, κηροῦ 𐆄 δ, τερεβινθίνης, ὑσσώπου ἀνὰ 𐆄 β, καστορίου 𐆄 α, εὐφορβίου 𐅻 δ. χριέσθω διὰ τούτου μετὰ τῶν πεπονθότων καὶ τὰ | |
73.21 | ἀπαθῆ μέρη. —Ἄκοπον τὸ δυσῶδες. Ἐλαίου παλαιοῦ ξ̸ α, τερε‐ βινθίνης 𐅻 ν, κηροῦ 𐅻 λ, ἀμμωνιακοῦ θυμιάματος 𐅻 ιϛ, ὀποπάνακος 𐆄 α, | |
73.22 | μέλιτος 𐆄 ϛ. —Χλωρὸν ἄκοπον, ᾧ οἱ περὶ τὸν Ἀρχιγένην καὶ Ἡρόδοτον ἐχρῶντο. Κηροῦ 𐆃 α 𐅶, ἐλαίου παλαιοῦ 𐆃 α 𐅶, χαλβάνης, ὀποπάνακος, λιβανωτοῦ ἀνὰ 𐆄 α ἢ ἀνὰ 𐆄 δ, ἀμμωνιακοῦ θυμιάματος, ἰοῦ ξυστοῦ ἀνὰ 𐆄 γ, κυπρίνου καὶ μηλίνου ἀνὰ 𐆄 γ, ὄξους | |
5 | τὸ ἀρκοῦν. ὁ ὀποπάναξ ὄξει λειαίνεται σὺν τῷ ἰῷ καὶ λιβανωτῷ καὶ ἀφρονίτρῳ, ὁ δὲ κηρὸς μετὰ τῆς τερεβινθίνης καὶ χαλβάνης καὶ τοῦ ἐλαίου τήκεται· τὸ δ’ ἀμμωνιακὸν οἱ μὲν σὺν τῷ ὄξει λεαίνουσιν, οἱ δὲ σὺν τῷ κηρῷ τήκουσιν. μετὰ δὲ τὸ πάντα τετηκέναι προσεμβάλλε‐ ται τὸ μήλινον καὶ τὸ κύπρινον καὶ διηθούμενα καταχεῖται ἐν τῇ | |
10 | θυΐᾳ καὶ ἐκλεαίνεται ἐπιμελῶς, ἄχρις ἑνωθῇ. ἐπὶ δὲ σκληροτέρων, εἰ κατ’ ἀκόπου σύστασιν γίνεται, βέλτιόν φησι τοῦ μὲν κηροῦ ὑφαιρεῖν ἡμίλιτρον, τοῦ δ’ ἐλαίου προσθεῖναι ἡμίλιτρον, ἢ καὶ τῆς ἐπάνω συ‐ στάσεως [μιᾶς] μενούσης προσβάλλειν γλευκίνου 𐆃 α. σπουδαῖον δ’ ἐστὶ φάρμακον οὐ μόνον τοῖς παραλελυμένοις, ἀλλὰ καὶ ἰσχιαδικοῖς | |
15 | καὶ τοῖς τὴν ψυχρὰν λεγομένην ποδάγραν ἔχουσι, κάλλιστον καὶ ἑτε‐ ροκρανίαις ταῖς χωρὶς πυρετοῦ· ἐπεὶ μέντοι ἡμάρτηται ἡ γραφὴ μὴ ἔχουσα τερεβινθίνης, ἐστοχασάμην βάλλειν 𐆄 ι. ἐν δὲ τῷ Ἡρᾶ τόμῳ τερεβινθίνης 𐆃 α 𐅶 λαμβάνει ᾧ γίνεται μετασυγκριτικὸν καὶ λέγεται. τούτῳ οὖν τῷ ἀκόπῳ οὐ δεῖ περὶ τὰς πρώτας ἡμέρας χρῆσθαι, ἀλλ’ | |
20 | ἤδη τῆς παρέσεως πρὸς χρονιότητα ῥεπούσης καὶ τὴν μετασύγκρισιν | |
73.23 | καλουμένην. —Περὶ φοινιγμῶν. Οἱ δὲ φοινιγμοὶ παραλαμβανέ‐ σθωσαν καὶ αὐτοὶ ἤδη χρονιζούσης τῆς διαθέσεως, καὶ μάλιστα εἰ τὰ τῆς ἁπτικῆς αἰσθήσεως ἐπιλείποι, μήτε δ’ εὐθὺς ἀπότομοι μήτε λίαν ἔκλυτοι. πρῶτον μὲν οὖν ψιλώθρῳ χριστέον τὰ ἐπίσημα μέρη καὶ μεθ’ | |
5 | ὥραν μίαν ἀποσπογγιστέον καὶ πυριατέον, εἰ μὲν εἴη πρόχειρα τὰ μέρη, καθάπερ χεῖρες, σκέλη, διὰ καταντλήσεως, εἶθ’ οὕτως διὰ τῆς τῶν ἐκτεθλιμμένων σπόγγων ἀτμίδος. μετὰ δέ τινας ἡμέρας κνίδαις τὰ αὐτὰ διαρραπιστέον ἢ νάρθηξιν ἐσχισμένοις τύπτοντας κατὰ τοῦ πλάτους, ἔπειτα μετ’ ἄλλο διάστημα θαψίᾳ χρηστέον, ὡς ἐπὶ τῶν | |
10 | ἰσχιαδικῶν ὑπεδείχθη. παραπλήσιον δὲ δύναται καὶ σκίλλα, διχῇ δὲ κατατμηθείσης αὐτῆς ἐφ’ ἱκανὸν παρατρίβεται τοῖς πεπονθόσι τόποις ἄχρι τοῦ κνησμὸν πολὺν καὶ δυσανάσχετον ἐγεῖραι, ὃν ἀποθεραπεύει προσεπιτείνασα ποσῶς πυρία τε ἡ διὰ σπόγγων καὶ κατάντλησις καὶ | |
ἀπολίτρωσις ἐπάλειψίς τε ἐλαίου θερμοῦ. καλῶς δὲ φοινίσσει τὰ πε‐ | 238 | |
15 | πονθότα μέρη καὶ ῥίζα κρίνου λελειοτριβημένη χριομένη τε καὶ εὐτό‐ νως ψηχομένη. κνησμὸν μὲν οὐκ εἴωθε παρέχειν θερμαίνειν τε τοὺς τόπους ἐπαλγῶς καὶ τὴν αἴσθησιν ἑλκώδη ποιεῖν, καταστολῇ δὲ τῆς ὀδύνης αὐτῆς οἷον πυρία τε καὶ καταιόνησις δι’ ἐλαίου θερμοῦ 〈τε〉 ἐπίχυσις. παραληπτέον δὲ καὶ σικύας εἰς φοινιγμοῦ λόγον δίχα κατα‐ | |
20 | σχασμοῦ· στενόστομοι δ’ ἔστωσαν καὶ σὺν φλογὶ πολλῇ προσβαλλόμε‐ ναι. μεθελκέσθωσαν δὲ βιαίως ἄνω τε καὶ κάτω μέχρι τοῦ τὴν αἴσθη‐ σιν ἐκ βάθους ἀνακαλέσασθαι καί τινα ὕλην ἐπάγεσθαι. κατάπλασμά τε θερμὸν εὐθὺς ἐπιρρίπτειν ἐξ ἀλεύρου αἰρίνου καὶ κριθίνου διὰ μέλιτος ῥητίνης τε πιτυΐνης καὶ νίτρου, ἢ ἀντὶ τοῦ καταπλάσματος μαρσίπποις | |
25 | χρηστέον πεφρυγμένων ἁλῶν. δρωπακισμοί τε οἱ δι’ ἀσφάλτου, θείου καὶ νίτρου, διαδεχέσθω δ’ αὐτοὺς ἐκνίτρωσις καὶ λουτρόν. ὁ δὲ σινα‐ πισμὸς ὅτι μέν ἐστι μέγα καὶ πολυωφελὲς βοήθημα καὶ ταῖς τοιαύταις διαθέσεσι κατάλληλον, εἴρηται πολλάκις· δεῖται δὲ προσοχῆς ἐπὶ τῶν παρειμένων, καὶ μάλιστα ἐφ’ ὧν τὰ τῆς αἰσθήσεως ἐλλείπει· οὔτε γὰρ | |
30 | τῶν δηγμῶν οὔτε τῆς πυρώσεως ἀντιλαμβάνονται, καὶ δέος μήποτε ἀναισθητούντων αὐτῶν ἡ μακρὰ τοῦ καταπλάσματος ἐπίθεσις ἕλκωσιν καὶ φλεγμονὴν ἐργαζομένη κωλύσῃ τὸ λουτρόν, ὅπερ οὐ μόνον ἀπο‐ θεραπεύει τὸν ἐκ τοῦ βοηθήματος σκυλμόν, ἀλλὰ καὶ τὰ μέγιστα συν‐ εργεῖ τῇ τῶν σωμάτων μεταβολῇ καὶ τὴν αἴσθησιν ἐπὶ τὴν φυσικὴν | |
35 | ἀντίληψιν ἀνακαλεῖται. δεῖ τοιγαροῦν ἐκ μέρους, ἵνα μηδὲν λάθῃ τοι‐ οῦτο, ἀποκαλύπτειν τὸ κατάπλασμα καὶ καταθεωρεῖν εἰ γέγονεν αὐτάρ‐ κης ὁ φοινιγμός, εἰ πρὸς τὴν ἐπίθλιψιν τοῦ δακτύλου ἐπιπολαιότερον ἢ βαθύτερον ἔρευθος ὑποπίπτει σκορπιζόμενον πρὸς τὴν ἐπίθλιψιν θᾶττον ἢ βραδύτερον, εἰ θερμὰ καλῶς τὰ σώματα πρὸς τὴν ἁφὴν | |
40 | φαίνεται, κἂν ἔχῃ τὸ βοήθημα τὴν αὐτάρκη συμμετρίαν, ἐπὶ τὸ βαλα‐ νεῖον ἄγειν· εἰ δὲ μηδέπω τῶν εἰρημένων τι παρείη, ἐπικαλύψαντας ἐᾶν καὶ δεύτερον ἐπισκοπεῖν· ἐὰν δὲ οὕτω τύχῃ, καὶ τρίτον. — | |
73.24 | Τοπικαὶ ἐπιμέλειαι τῶν παρειμένων μερῶν. Τοπικῶς δ’ ἁρμόζει λαλιᾷ μὲν καὶ καταπόσει ἀναφώνησις, ἐφ’ ὧν ἥ τε γλῶσσα καὶ ἡ κατάποσις ἐμποδίζεται· κινεῖται δ’ ἱκανῶς τὰ μέρη ταῦτα καὶ ὑπὸ τῶν πταρμῶν καὶ ὑπὸ τῶν φλέγμα ἀγόντων διαμασημάτων καὶ | |
5 | ὑπὸ τῆς τῶν δακτύλων καθέσεως θλιβόντων εὐτόνως καὶ σπαρασσόν‐ των τήν τε βάσιν τῆς γλώττης καὶ τὴν ἀρχὴν τοῦ στομάχου. πλεο‐ νάκις δ’ ἐπικαθιέσθωσαν ἄχρι τοῦ φοινίξαι τὸ πρόσωπον καί τινας περὶ τὸν τράχηλον καὶ τὸ πρόσωπον ὀλίγους ἱδρῶτας προσκαλέσασθαι. τῶν δὲ κώλων τινὸς παθόντος, κάμψεις τε καὶ ἐκτάσεις τὸ μὲν πρῶ‐ | |
10 | τον δι’ ἑτέρων, ἔπειτα δὲ καὶ δι’ ἑαυτῶν. ἐπὶ δὲ τοῦ κυνικοῦ σπασμοῦ ἰδιαίτερον βοηθοῦνται ὑπό τε πταρμικῶν καὶ ἀποφλεγματισμῶν τῶν διὰ νάπυος, σταφίδος ἀγρίας, πεπέρεως, ἀναγαργαρισμάτων τε δι’ | |
ὑσσώπου, θύμου, ἀψινθίου, καστορίου. χρησιμώτατος δ’ ἐστὶν ἐπ’ αὐτῶν καὶ ἐπίδεσμος ὁ διὰ τῆς γένυος πλεκόμενος μετάγων τὴν διαστροφὴν | 239 | |
73.25 | τῆς γένυος ἐπὶ θάτερα, προσαγορεύεται δὲ φορβαιά. —Ἄκοπα διάφορα. Χλωρὸν ἄκοπον πρὸς παρέσεις. Κηροῦ, τερεβινθί‐ νης, ἐλαίου παλαιοῦ ἀνὰ 𐆃 α 𐅶, κυπρίνου, ἰρίνου, μηλίνου ἀνὰ 𐆃 α, ἰοῦ ξυστοῦ 𐆄 ϛ, μάννης, χαλβάνης, ἀφρονίτρου, ἀμμωνιακοῦ θυμιάμα‐ | |
5 | τος, ὀποπάνακος ἀνὰ 𐆄 δ, στέατος αἰγείου 𐆄 γ, πεπέρεως λευκοῦ 𐆄 γ, πεπέρεως μέλανος 𐆄 α 𐅶, ἀδάρκης 𐆄 α. τὸν ἰόν, ὀποπάνακα, ἀφρόνι‐ | |
73.26 | τρον λείου ὄξει. —Ἄκοπον. Ἐλαίου παλαιοῦ 𐆃 β, κηροῦ 𐆄 α, ἰρί‐ νου, δαφνίνου, στυρακίνου, κυπρίνου ἀνὰ 𐆄 ϛ, μυελοῦ ἐλαφείου 𐆄 δ, ἀμμωνιακοῦ θυμιάματος, χαλβάνης, εὐφορβίου, καστορίου, ὀποπάνακος, πεπέρεως ἀνὰ 𐆄 β. ὁ ὀποπάναξ, εὐφόρβιον, καστόριον, πέπερι ὄξει | |
5 | λειοῦται. ποιεῖ δὲ πρὸς τὰ παραλελυμένα καὶ ἠγκυλωμένα καὶ ἰσχιάδα. — | |
73.27 | Ἀνετικὸν σύγχρισμα. Δαφνίδων τεθλασμένων, τήλεως βεβρεγμένης, μαλάχης ἀγρίας ῥιζῶν, σαμψύχου. φυρᾶται τὸ σάμψυχον μετὰ τῆς τήλεως καὶ τῶν δαφνίδων ὕδατι, καὶ μεθ’ ὥρας ε μίγνυται ἡ ῥίζα καὶ ἐπιβάλλεται ἔλαιον καὶ ἑψεῖται διπλῷ σκεύει ὥρας ε ἢ ϛ, ἕως ἀναλωθῇ ἡ τῶν βοτανῶν | |
5 | ὑγρότης καὶ αὐταὶ καπυρωθῶσιν, καὶ ἐξαιρεθὲν τὸ ἔλαιον λαμβάνει πρὸς ξέστην α κηροῦ 𐆄 γ, τερεβινθίνης 𐆄 α. ἐχέτω δ’ ἡ τῆλις ὕδατος ὡς πρὸς | |
73.28 | ἐλαίου ξέστην 𐆄 γ. —Ἄκοπον κάλλιστον. Πηγανίνου ἐλαίου παλαιοῦ 𐆃 δ, κηροῦ, πιτυΐνης ἀνὰ 𐆄 η, χαλβάνης 𐆄 α. ἐνίοτε τῷ ἐλαίῳ προ‐ | |
73.29 | αφεψεῖται, ἕως φρυγῇ, σκίλλης 𐆄 δ. —Μυράκοπον. Νάρδου μύρου 𐆃 α, κηροῦ, μαστίχης Χίας, στύρακος, ὀποβαλσάμου ἀνὰ 𐆄 δ. διπλώματι | |
73.30 | τηκέσθω. διηθήσας ἐπίβαλλε τὸ ὀποβάλσαμον. —Πρὸς τὰς ἐξ ὁδοι‐ πορίας ψύξεις ἄκοπον. Γλευκίνου, ἀμαρακίνου ἀνὰ 𐆃 α, κηροῦ Τυρρηνικοῦ 𐆄 γ, εὐφορβίου 𐅻 δ. εὐτονώτερον δὲ γίνεται, εἰ προσλάβοι ἰρίνου ἢ δαφνίνου 𐆃 α, κηροῦ ἄλλην 𐆄 α 𐅶, τερεβινθίνης 𐅻 ε καὶ καστο‐ | |
73.31 | ρίου 𐅻 γ. —Φολιάτου σκευή. Φύλλου 𐆄 γ, ἀμώμου 𐆄 α, κασσίας 𐆄 ϛ, λαδάνου 𐆄 α, πεπέρεως λευκοῦ κόκκους μ, σμύρνης τρωγλοδύτιδος 𐅻 α. λειώσας ἐπιμελῶς ἐπίβαλλε ναρδίνου ἐλαίου 𐆃 α, καὶ πάλιν τρῖβε ἐπι‐ μελῶς· πρὸς δὲ τὸ μελάντερον γενέσθαι τὸ φάρμακον καρύων λέπη | |
5 | καύσας καὶ τρίψας ἐν θυΐᾳ ἐπίβαλλε· πρόσβαλλε δὲ καὶ ὀποβαλσάμου κοχλιάρια γ καὶ κηροῦ 𐆄 α, καὶ ἑνώσας καλῶς χρῶ πολυτελεστάτῳ | |
73.32 | μύρῳ. —Λυσιπόνιον μυράκοπον Τιμοκλιανοῦ ἰατροῦ εὕρεμα, ᾧ δεῖ χρῆσθαι κατὰ παντὸς μέρους τοῦ σώματος ἀλγοῦντος ἠρεμαίᾳ τρίψει καὶ πολλῇ. Στύρακος, νάρδου στάχυος, Χίας μαστίχης, φύλλου ἀνὰ 𐆄 β, ἀδάρκης, εὐφορβίου, πεπέρεως ἀνὰ 𐆄 α, κηροῦ 𐆄 η, | |
5 | νάρδου μύρου ξ̸ β, ὀποβαλσάμου 𐆄 ι. τὰ ξηρὰ κόψας σήσας λείωσον καὶ κηρωτὴν ποίησον, ἀναξύων μίγνυε καὶ τελείως ἑνώσας τὸ ὀποβάλ‐ | |
73.33 | σαμον ἐπίβαλλε κατ’ ὀλίγον. —Τὸ κοπτόν. Βδελλίου, λιβανωτοῦ, ἴρεως Ἰλλυρικῆς, ταυρείου στέατος ἀνὰ 𐆄 β, ἀμμωνιακοῦ θυμιάματος 𐆄 α 𐅶, ὀποπάνακος, χαλβάνης, στύρακος ἀνὰ 𐆄 α, κηροῦ 𐆄 η, τερεβινθίνης | |
𐆄 η, πεπέρεως λευκοῦ κόκκους ρξ. τὸ ὕπερον ἀλείφων γλευκίνῳ κόπτε. | 240 | |
74t | Περὶ ἰσχιαδικῶν. | |
74.1 | Ἰσχιαδικοὺς ἐν ἀρχῇ μετὰ δύο ἀσιτίας τῇ τρίτῃ φλεβοτομητέον, ἐμβρεκτέον τε τὰ μέρη τούτοις· κυπρίνου 𐆂υ η, ὄξους 𐆂υ δ, νίτρου 𐆂υ β, κάχρυος 𐆂υ α. συνεψηθέντα ἀναλαμβάνεται οἰσυπηροῖς ἐρίοις καὶ ἐπιτί‐ θεται· ποιεῖ δὲ 〈καὶ〉 πηγανίνη ἐμβροχή. μετὰ δὲ τὴν ἀπ’ ἀγκῶνος | |
5 | ἀφαίρεσιν τῇ ἑξῆς φλεβοτομητέον ἐπαφαιρέσει χρώμενον τῇ ἀπὸ σφυ‐ | |
74.2 | ροῦ τοῦ ἐνδοτέρου. εἶτα μετὰ μίαν ἢ δύο μέσας κλυστέον συνήθει κλύσ‐ ματι ἕνεκα κομιδῆς ἐμφραγμάτων, εἶτα τῇ ἐπιούσῃ ἢ μετὰ μίαν μέσην ἐνιέναι δριμὺ ἔνεμα. ἔστι δὲ μέλιτος 𐆂υ α 𐅶, ἐλαίου τὸ αὐτό, ὕδατος 𐆂υ β, νίτρου 𐅻 η, τερεβινθίνης 𐅻 δ. θερμανθέντα ταῦτα καὶ ἑνωθέντα | |
5 | ἔνιε λεῖα καὶ ἐπιπυρία τὸν δακτύλιον ὑπὲρ τοῦ πλείονι χρόνῳ κατα‐ σχεθῆναι τὸ φάρμακον. ἐκ τοῦ πλείστου δ’ ὑγρασίαν μυξώδη εἴθισται ἕλκειν, ἐνίοτε καὶ αἷμα, ὅτε μείζων ὠφέλεια ἀνακύπτει. εἰ δέ τι ἐν‐ υπολείποιτο τῆς διαθέσεως, καὶ τῇ ἐπιούσῃ ἐνετέον· σπανίως γὰρ τῇ τοιαύτῃ ἐπιμελείᾳ διαμένει μὴ ἐκκοπεῖσα ἡ ἰσχιάς. εἰ δ’ ἐπιμείνειεν ἡ | |
10 | διάθεσις, διαλιπόντα ἡμέρας ὀλίγας, μὴ μέντοι ὥστε προαφανισθῆναι τὴν ἐκ τοῦ πρώτου βοηθήματος ὠφέλειαν, πάλιν χρῆσθαι τῷ αὐτῷ | |
74.3 | ἀντὶ ἁπλοῦ ὕδατος κενταυρίου ἀφέψημα μιγνύντα. τὰ μὲν οὖν πλεῖστα ἰσχιαδικὰ ταύτῃ τῇ ἐπιμελείᾳ ἐξεκόπη, καὶ σικυαστέον δὲ μετὰ φλογὸς πλείονος ταῖς ἀμυχαῖς βαθυτέραις χρώμενον· ῥητέον δὲ καὶ τὴν λοιπὴν ἐπιμέλειαν τῷ δι’ ἀνάγκης ἔσθ’ ὅτε τῆς χρήσεως γίνεσθαι. ἀπ’ ἄλλης | |
5 | τοίνυν ἀρχῆς ἐμέτους παραληπτέον τοὺς ἀπὸ ῥεφανίδων ἢ τοὺς ἀπὸ δείπνου, καὶ μετ’ αὐτοὺς τῇ ἐπιούσῃ δρωπακιστέον τοὺς πεπονθότας τόπους καὶ ὅλον τὸ σύγκριμα, νίτρῳ τε ἀποσμηκτέον λούοντα μετὰ ταῦτα, τῇ δ’ ἑξῆς ἀλείμματα προσοιστέον τά τε δι’ εὐφορβίου καὶ τὰ δι’ ἀδάρκης, εἶτα διαλιπόντα ἡμέρας δέκα ἀπ’ ἄλλης ἀρχῆς καθάραντα | |
10 | τῇ ἐπιούσῃ σιναπιστέον μέχρι ῥύσεως αἵματος· διαδέξεται δὲ τὸν σινα‐ πισμὸν βαλανεῖον, ὅτε καὶ μείζονος παραστήματος χρεία τῷ κάμνοντι | |
74.4 | εἰς ὑπομονήν. —Ὁ διὰ τῆς κολοκυνθίδος πόλτος. Τὸ δὲ κα‐ θαρτικὸν ᾧ πρὸ τοῦ σιναπισμοῦ δεῖ κεχρῆσθαί ἐστι τοῦτο· λαβὼν κολοκυνθίδας δύο καὶ περιγλύψας κένωσον τῆς ἐντεριώνης καὶ τοῦ σπέρματος (περιωδυνίας γὰρ ἰσχυρὰς εἴωθεν ἐπιφέρειν), γεμίσας τε | |
5 | τὰς κολοκυνθίδας ἐλαίου γλυκέος καὶ πωμάσας τοῖς ἐξ αὐτῶν περι‐ γλυφεῖσιν ἔασον μίαν νύκτα, τῇ δ’ ἑξῆς τὸ ἔλαιον ἐκχέας εἰς χύτραν καὶ ὕδατος ἓν καὶ ἥμισυ, καὶ αὐτὰς τὰς κολοκυνθίδας ὁμοίως ἕψε· ἔστε ἂν δὲ τακερωθῶσιν, αὐτὰς μὲν ῥίπτειν, τῷ δ’ ὑδρελαίῳ πάλιν ἐφ’ ἱκανὸν ἑψηθέντι ἐμπάσσειν ἄρτον καθαρὸν κεκομμένον καὶ σεσησμένον, | |
10 | καὶ πολτοποιήσαντα διδόναι λουσαμένῳ ἐξ αὐτοῦ σφαίρας μέγεθος ἐχούσας καρύου Ποντικοῦ ὀκτωκαίδεκα καὶ ὕδωρ ἐπιπιεῖν αὔταρκες. εἰ δέ τις βούλοιτο εὐτονώτερον αὐτὸ ποιῆσαι, παραμιγνύειν ἐλλεβόρου μέλανος τριώβολον. τοῦτο ἐξαρκεῖ καὶ τὴν ἐν πολλῷ χρόνῳ σκιρρω‐ θεῖσαν ἰσχιάδα ἐξαλεῖψαι. ἑψῶνται δ’ αἱ κολοκυνθίδες ἕως τακερώσεως, | 241 |
15 | ἀλλαχῇ μετακενωθέντος τοῦ ἐννυκτερεύσαντος αὐταῖς ἐλαίου, εἶτ’ ἐπειδὰν ἀποθλιβεῖσαι ῥιφῶσι, τότε μίγνυται τῷ ὕδατι τὸ ἔλαιον καὶ πάλιν συνέψεται, εἶθ’ οὕτως μίγνυται ἡ ἐκ τοῦ ἄρτου σεμίδαλις. ἔστι δὲ τούτῳ τῷ καθαρτικῷ καὶ πλεονάκις χρῆσθαι ὑφαιροῦντα τοῦ πλή‐ θους· ἔτι δ’ ἴχνους τῆς διαθέσεως ὑπολειπομένου, παραληπτέον τὴν | |
20 | Ἰβηρίδα καλουμένην, ὑπὸ δέ τινων καρδαμίνην ῥίζαν, κοπεῖσαν μετ’ ὀξυγγίου καὶ ἔξωθεν ἐπιτιθεμένην, κηρωτῇ τε σκεπάζειν τὰ μέρη ἐν τοῖς ἀπὸ τῶν βοηθημάτων διαλείμμασι ταύτῃ. ὀποπάνακος 𐆄 α δια‐ λύεται ὄξους 𐆂υ β, εἶτα κηρωτὴ ἐκ κυπρίνου γενομένη συναναμαλάσσε‐ ται. οἱ δ’ ἀρχαῖοι ἐχρήσαντο καὶ διακαύσει διά τε καυτήρων πεπυρακ‐ | |
25 | τωμένων καὶ δι’ ἐλαίου. ἐν μὲν τοῖς παροξυσμοῖς διαδεῖν τὰ ἄκρα προσήκει ἐμβρέχειν τε συνεχῶς καὶ καταπλάσσειν ὠμηλύσει, καὶ μᾶλλον αἰρίνῳ μετὰ ῥητίνης καὶ σικύου ἀγρίου ῥίζης καὶ νίτρου καὶ καλαμίν‐ θης καὶ κάχρυος καὶ δαφνίδων πυριᾶν τε διὰ κέγχρου φρυκτῆς ἢ ἁλῶν καὶ ἐλαίου διαιτᾶν τε λεπτῇ διαίτῃ μεθ’ ὑδροποσίας, καὶ ποτὰ | |
30 | δ’ ἐν παροξυσμοῖς προσφέρειν ὀπὸν Κυρηναϊκὸν ὀρόβου μέγεθος. ἄκρως δὲ ποιεῖ καὶ καστορίου 𐅻 α σὺν ὀποπάνακος 〈ὀβολοῖσ〉 γ. ἔχει δὲ χώραν ἐπιμενόντων τῶν ἀλγημάτων καὶ τὰ ἀνώδυνα ὡς ἡ διὰ δύο πεπέρεων. ἐν δὲ τοῖς διαλείμμασι τὰ γυμνάσια ἐπιτελείσθω διά τε περιπάτων καὶ συνεχῶν διακάμψεων καὶ ἀφάλσεων καὶ δρόμων συμ‐ | |
35 | μέτρων· αἰώρα δ’ ἡγήσεται ἡ δι’ ἵππου ἁρμόζουσά πως τῷ πάθει | |
74.5 | τούτῳ καὶ ἀναφώνησις. —Ἰσχιαδικὸν ἐπίθεμα. Πίσσης ξηρᾶς 𐆄 δ, θείου ἀπύρου 𐆄 β. κόψας καὶ σήσας ὁμοῦ ἐπίπασσε προλούσας ἔτι ἔνθερμον ἔχοντι τὸν χρῶτα καὶ σκέπαζε χάρτῃ. ποιεῖ ἐπ’ ἰσχιαδικῶν τό τε χλωρὸν ἄκοπον καὶ τὸ μετασυγκριτικὸν καὶ τὰ σὺν αὐτοῖς ἐπὶ | |
74.6 | παραλύσεως προειρημένα. —Ἰσχιαδικὸν πότημα. Ὀροβίνου ἀλεύ‐ ρου, ἀνήσσου, μαράθου ἴσα μέτρῳ δίδου ὀβολοὺς ἐννέα οἴνου ἡμικοτυ‐ λίῳ· ἄγει δι’ οὔρων πάχος, ἱκανῶς δὲ καθάρας εὕροις 〈ἄν〉. δίδου | |
74.7 | μηκέτι. —Ἡ λέαινα ἀνασκευαστική. Ἐλαίου παλαιοῦ 𐆂υ β, μο‐ λυβδαίνης, ἁλῶν κοινῶν, τερεβινθίνης ἀνὰ 𐅻 ρ, λεπίδος ἐρυθρᾶς 𐆄 ι, ἰοῦ ξυστοῦ, στρουθίου, χαμαιλέοντος μέλανος ῥίζης, ἀριστολοχίας, νά‐ πυος ἀνὰ 𐆄 β, ἐνίοτε καὶ κάχρυος ἢ πυρέθρου ἀνὰ 𐆄 α. ποιεῖ καὶ τῇ | |
74.8 | κεφαλῇ ἐπιτιθεμένη πρὸς ἡμικρανίαν. —Ἄκοπον παρὰ τοῦ φιλο‐ σόφου ἰσχυρόν. Κυπρίνου 𐆃 β, ἰρίνου 𐆃 α 𐅶, δαφνίνου 𐆃 α, κηροῦ 𐆃 α, πεπέρεως 𐆄 γ, ὀποπάνακος 𐆄 γ, εὐφορβίου 𐆄 β, καστορίου 𐆄 β, στρουθίου 𐆄 β, σαμψύχου 𐆄 α, ὑσσώπου καὶ τερεβινθίνης ἀνὰ 𐆄 α. — | 242 |
74.9 | Ἄλλο ἐπαινούμενον παρὰ Μαρκιανοῦ. Κηροῦ 𐆄 ιη, πίσσης ξηρᾶς 𐆄 ϛ, πιτυΐνης 𐆄 γ, χαλβάνης 𐆄 θ, σάπωνος 𐆄 γ, θείου ἀπύρου 𐆄 γ, ἁλῶν φρυκτῶν 𐆄 δ, πυρέθρου 𐆄 θ, καρδαμώμου 𐆄 ϛ, φέκλης 𐆄 ϛ, εὐ‐ φορβίου 𐆄 β, πεπέρεως 𐆄 α, ἀδάρκης 𐆄 α. | |
75t | Περὶ ποδάγρας καὶ ἀρθρίτιδος. | |
75.1 | Τὸ ποδαγρικὸν καὶ ἀρθριτικὸν πάθος ὁμοιοειδῆ καθέστηκεν ἀλλή‐ λοις· μόνῳ γὰρ διαφέρει τῷ πλήθει τῶν ἀλγούντων τόπων, ἐπειδὴ περὶ μόνους μὲν τοὺς πόδας τῆς ὀδύνης συμβαινούσης, ποδάγρα προσ‐ αγορεύεται, διαβιβαζομένης τε ἐπὶ τὰ γόνατα, χεῖρας, ἀγκῶνας, γλου‐ | |
5 | τούς, ὠμοπλάτας, ἀρθρῖτις καλεῖται, τοῖς τε τέλεον ἐχομένοις καὶ σφόν‐ δυλοι καὶ σπάθαι καὶ γένυες, καὶ οὐκ ἔστι τις ὀστέου συνάρθρωσις ἣ οὐκ ἐπωδύνως διατίθεται. ἐν ἀρχῇ τοίνυν τῆς συναισθήσεως, εἴτε τὸ πάθος ἄρχοιτο, εἴτε ὁ παροξυσμός, ἐμβρέχειν οἰνελαίῳ διὰ ῥοδίνου ψυχρῷ ἢ καὶ χλιαρῷ καὶ τηρεῖν ἐπ’ ἀσιτίας μίαν ἡμέραν, τῇ δὲ δευ‐ | |
10 | τέρᾳ ἢ τῇ τρίτῃ φλεβοτομεῖν, εἰ πρώτη κατάπειρα τοῦ πάθους εἴη· οἱ γὰρ δεύτερον ἢ τρίτον πεπονθότες καὶ βλάπτονται ὑπὸ τῆς φλε‐ βοτομίας· διὸ μᾶλλον κλυστέον αὐτούς, εἶτα καταπλάσμασι χρηστέον στύφουσί τε καὶ ψύχουσιν, ἐπειδήπερ ὡς ἐπὶ τὸ πλεῖστον τὰ θερμαί‐ νοντα παροξύνει τοὺς τόπους, οἷόν ἐστι πολύγονον, ψύλλιον, κορίαν‐ | |
15 | δρος, μήκωνες, κώνειον, ἀρνόγλωσσον, στρύχνον, ἀνδράχνη, ἀείζῳον, φακὸς ὁ ἐπὶ τῶν τελμάτων, ῥόδων φύλλα, σέρις καὶ τὰ ἐοικότα. λεῖα δὲ μετὰ ψιχῶν ἐπιτιθέσθωσαν ἢ καθ’ αὑτά, συνεχῶς δ’ ἀλλασσέσθωσαν· θερμαινόμενα γὰρ ῥᾳδίως ἀποβάλλει τὴν ἰδίαν ποιότητα. μηκυνομένου δὲ τοῦ πάθους, ἀμυχαῖς χρηστέον αὐτῶν τε τῶν ἐν ὀδύνῃ μερῶν καὶ | |
75.2 | τῶν ἐν κύκλῳ χαρασσομένων. —Ἔμπλαστρος μετὰ τὰς ἐπιδό‐ σεις ἁρμόζουσα παρηγορικὴ τῶν ἀλγημάτων. Κηροῦ, ῥητί‐ νης, κολοφωνίας, ἀειζῴου τῶν κορυφῶν ἀνὰ 𐆄 ϛ, καστορίου 𐆄 α, τερε‐ βινθίνης 𐆄 β, νίτρου ἀφροῦ 𐆄 ϛ. τὸ ἀείζῳον λειοτριβήσας πρόσβαλε | |
5 | τὸν ἀφρὸν τοῦ νίτρου καὶ πάλιν συλλέαινε· τὰ δὲ τηκτὰ τήξας κατάχεε ἐν τῇ θυΐᾳ μὴ ὑφ’ ἕν, ἀλλὰ κατὰ μέρος συνεκλεαίνων ἐπιμελῶς καὶ | |
75.3 | παραπάσσων τὸ καστόριον. —Ἄλλη πρὸς τὰς ἐπὶ πολὺ παρα‐ τεινούσας ἀκμὰς ἐκμαλάσσουσα καὶ ἀνασκευάζουσα τὰς διαθέσεις. Πίσσης ὑγρᾶς 𐆃 γ, κηροῦ 𐆄 ιϛ, μάννης 𐆄 η, τερεβινθίνης 𐆄 ε, νίτρου πυρροῦ ἡμικοτύλιον, ἐλαίου παλαιοῦ καθαροῦ ἡμικοτύλιον 𐆂υ α. | |
5 | ἕψεται ἡ πίσσα ἕως ἀποσταζομένη μὴ μολύνει, εἶτ’ ἐπιβληθέντος τοῦ | |
ἐλαίου ἕψεται πλείοσιν ὥραις, εἶτ’ ἐπιβάλλεται ὁ κηρὸς σὺν τῇ μάννῃ καὶ ποσὸν ἑψηθέντων ἐπιβάλλεται ἡ ῥητίνη· ὅταν δὲ καλῶς ἑψηθῇ, ἐπιβάλλεται τὸ νίτρον καὶ ἅπαξ ἀναζέσαν ἐπαίρεται καὶ καταχεῖται | 243 | |
75.4 | τῇ θυΐᾳ ὀλίγῳ ἐλαίῳ κεχρισμένῃ. —Ξηρὸν μετασυγκριτικόν. Τούτῳ χρηστέον ἐν βαλανείῳ· εἰ δ’ ἀλουτοῖεν, μετὰ γυμνάσιον ψηχέ‐ σθωσαν καὶ σπόγγοις περιμασσέσθωσαν τὸ προσκαθήμενον τοῦ ξηροῦ. Νίτρου ἐρυθροῦ 𐆃 α, νάπυος ξηροῦ, κάχρυος ἀνὰ 𐆃 β, ἐλλεβόρου λευ‐ | |
5 | κοῦ, θείου ἀπύρου ἀνὰ 𐆃 α. ἐγὼ μὴ εὑρὼν κάχρυ πύρεθρον ἔβαλον. — | |
75.5 | Δίαιτα ποδαγρικῶν καὶ ἀρθριτικῶν. Δεῖ δ’ ἀπέχεσθαι μὲν μάλιστα κρεηφαγίας πάσης καὶ οἰνοποσίας, ἔτι τε ἀφροδισίων καὶ τῶν συνεχῶν λουτρῶν, ἤδη δὲ καὶ τῶν ἄλλων βρωμάτων ὅσα ψύχει, ἀλλὰ δὴ καὶ τῶν πνευματωτικῶν καὶ πυρωτικῶν καὶ εἴ 〈τι〉 δυσκόλως διοι‐ | |
5 | κεῖται· διὸ καὶ μελιττώματα καὶ τραγήματα καὶ τὴν γλυκίζουσαν ὀπώ‐ ραν καὶ ῥᾳδίως ἀποξυνομένην φευκτέον, κρόμμυά τε καὶ σκόρδα καὶ πράσα καὶ ῥαφανῖδας καὶ γογγυλίδας, ἀλλὰ καὶ ὀσπρίων φακήν, κύα‐ μον, πίσον, ἢ τό γε πλεονάζειν ἐν αὐτοῖς παραιτητέον. δίαιτα δ’ ἐν τοῖς διαλείμμασι συνδιατιθέσθω διά τε περιπάτων καὶ καταπλασμάτων | |
10 | καὶ τρίψεων, πρὸς δύναμίν τε πάλης σπανίου τε λουτροῦ καὶ δι’ ἑπτὰ ἡμερῶν δρωπακισμῶν ὅλου τοῦ σώματος, καὶ μετ’ αὐτοὺς ἀνα‐ τρίψεως διὰ νίτρου ὀπτοῦ σιναπισμοῦ τε δὶς τοῦ μηνός. ἐπὶ δὲ τῶν τοῖς στύφουσι παρηγορουμένων χρηστέον μήκωνι καὶ τοῖς φύλλοις οἴνῳ ἑψηθεῖσιν ἢ κηκιδίοις ῥοὸς μετ’ ἀλφίτου πάλης ἢ κιτρίου σαρκὶ | |
15 | μετ’ ἄρτου. ἐπὶ δὲ τῶν τοῖς θερμαίνουσι χαιρόντων σῦκα πίονα ἕψεται ὕδατι καὶ ἐκθλιβέντα καὶ σὺν οἴνῳ λεανθέντα ἕψεται πάλιν μέχρι συστάσεως καὶ ἐπιτίθεται. ἄκρως δὲ ποιεῖ καὶ τὰ τῆς ἐλαίας φύλλα συνεψώμενα τῷ κριθίνῳ ἀλεύρῳ, καταπλασθεῖσα αἰγεία δὲ κόπρος ἐκ τῆς γαστρὸς ἄρτι τυθέντος τοῦ ζῴου ἀφαιρεθεῖσα καὶ ἐπιτεθεῖσα. — | |
75.6 | Ὕλη ἐπιθεμάτων ποδαγρικῶν. Ἐπεὶ δὲ καὶ ὑπὸ τῶν ἐναντίων εἶναι δοκούντων τινὲς ὠφελήθησαν, ῥητέον ἀναμὶξ τὴν ὕλην αὐτῶν. ὠφελεῖ τοίνυν ἥ τε ἀγρία ἀτράφαξυς καὶ ἡ ἥμερος σὺν ἄρτῳ κατα‐ πλασσομένη ἢ φλόμου φύλλα μετὰ βολβῶν καὶ ἄρτου λειαινόμενα ἢ | |
5 | μετ’ ἀλφίτου. ταῦτα δὲ κωλύει τὴν τῶν πώρων σύστασιν· θέρμινον ἄλευρον σὺν ὀξυμέλιτι ἢ ὀξυκράτῳ, σιλφίου ῥίζα σὺν ἄρτῳ ἢ βρυωνίας ῥίζα ὁμοίως. βολβοὶ ἐκπυροῦντες τὴν ἐπιφάνειαν διαχέουσι τὸν παρ‐ οξυσμόν, λεαινόμενοι δ’ ἐπιμελῶς μετὰ παιπάλης ἀλφίτου ἢ μετ’ ἄρτου ἐπιτίθενται. καὶ κράμβη δὲ σὺν ταῖς ῥίζαις καίεται, ἧς ἡ σποδὸς στέατι | |
10 | ὑείῳ παλαιῷ ἀναληφθεῖσα ἐπιτίθεται. ἐπὶ δὲ τῶν ἐρυσιπελατώδη συν‐ αίσθησιν ἐχόντων ἐπιφανῆ φέρει παραμυθίαν [ἤτοι παρηγορίαν] κολο‐ | |
κύντης τὸ λέπος ἐπιτιθέμενον, πέπονός τε καὶ σικύου ἡ σὰρξ καθ’ αὑτά τε καὶ μετ’ ἄρτου, περδικίου τε φύλλα καὶ κισσοῦ σὺν ἄρτῳ ἢ πάλῃ ἀλφίτου. ποιεῖ δὲ καὶ σμύρνιον καὶ σελίνου σπέρμα, τισὶ δὲ τε‐ | 244 | |
75.7 | τήρηται καὶ τὸ πήγανον ἄκρως ποιοῦν ἐπὶ ποδαγρικῶν. —Κατα‐ πλάσματα ἕτερα. Ἔστι δὲ καὶ κατάπλασμα τοιοῦτο· ἄρτος συγκομι‐ στὸς ὀξυκράτῳ βραχεῖ λεαίνεται καὶ προσλαμβάνει ὡς τὸ τρίτον αὐτοῦ ἀκτῆς φύλλα καὶ στέατος ὑείου ταριχηροῦ ὡς η ἢ θ. καταπλάσμασι | |
5 | χρηστέον καὶ τούτοις· ὠμῇ λύσει διὰ τήλεως καὶ κριθίνου ἀλεύρου ἢ τήλεως καὶ λινοσπέρμου ἢ τρυγίου οἴνου μετὰ κριθίνου ἢ κυαμίνου ἢ ὀροβίνου ἢ ῥίζης μαλάχης ἀγρίας ἀφεψήματι μετὰ κριθίνου ἢ ῥίζης σικύου ἀγρίου ἑφθῆς ἐν ὕδατι προκαταιονήσαντα τῷ ὕδατι ἢ φύλλοις ἀμπέλου μετὰ πάλης ἀλφίτου ἢ ῥαφάνῳ ἑφθῷ μετὰ μαλάχης ἢ σεύ‐ | |
10 | τλου φύλλοις ἢ ῥοὸς φύλλοις χλωροῖς, κυτίνοις ἡψημένοις ἢ κυδω‐ νίοις μήλοις ὁμοίως σὺν ἀλφίτοις ἢ ὀπίῳ καὶ στύρακι καὶ ἀμυγδάλοις πικροῖς μετὰ κυπρίνου καὶ ὄξους, ἠριγέροντι σὺν ἄρτῳ καὶ ὀξυγγίῳ. — | |
75.8 | Ἄκοπον πρὸς τὰ οἰδοῦντα ἄρθρα καὶ ἐπαλγῆ. Κυπρίνου ἢ Σικυωνίου 𐆃 β 𐅶, κηροῦ 𐆄 γ, νίτρου ἀφροῦ 𐆄 γ, μυελοῦ ἐλαφείου 𐆄 β, δαφνίδων λελεπισμένων, ἴρεως ξηρᾶς ἀνὰ 𐆄 α 𐅶, πεπέρεως 𐅻 β. λειο‐ τριβεῖται τὰ ξηρὰ ὄξει. διαχεῖ καὶ τὰ ἐν βάθει ἐπισπώμενον, ἔσθ’ ὅτε | |
75.9 | καὶ ἀποστάσεις εἰς ἐπιφάνειαν ἤγαγεν. —Πρὸς πώρους. Νίτρου ἀφρὸν λεάνας ἐν ἐλαίῳ παλαιῷ μετ’ ὀλίγου κρόκου καὶ ὄξους κατά‐ χριε· βέλτιον δ’ εἰ ὄξει λειώσας τὸ νίτρον καὶ τὸν κρόκον κηρωτῇ [δ’] | |
75.10 | ὑγρᾷ ἀναλάβοις. —Τὸ διὰ κεδρίας. Κηροῦ, πίσσης, κεδρίας ἀνὰ 𐅻 ν, κολοφωνίας 𐅻 κε, προπόλεως 𐅻 ιζ ἢ ιβ. ἐν ἄλλῳ ἔχει οὕτως· κηροῦ, | |
75.11 | πίσσης ἀνὰ 𐅻 ν, κολοφωνίας, προπόλεως, κεδρίας ἀνὰ 𐅻 κ. —Πρὸς τοὺς ἄνευ οἰδημάτων ποδαγριῶντας. Κηροῦ 𐆄 γ, δαφνίδων | |
75.12 | 𐆄 γ, Σικυωνίου ἢ παλαιοῦ ἐλαίου 𐆄 θ. —Ἢ τὸ Νειλέως. Ἔστι δὲ κηροῦ 𐆄 ϛ, ἀμμωνιακοῦ θυμιάματος 𐆄 ϛ, κρόκου 𐅻 β, ῥοδίνου 𐅻 ε. ὄξει τὸ ἀμμωνιακὸν λείου· ἢ τὴν τετραφάρμακον προσλαμβάνουσαν καὶ | |
75.13 | λιβανωτοῦ ὡς εἶναι τῶν ε 𐆄 δ. —Κηρωτὴ ποδαγρική. Στέατος ὑείου παλαιοῦ 𐆄 ϛ, σικύου ἀγρίου ῥίζης ἑφθῆς ἐν μελικράτῳ 𐆄 β ἢ γ· | |
75.14 | ἐπίχριε. —Ποδαγρικὴ ἐμψυκτικὴ δι’ ὀπίου, κρόκου καὶ ἄρτου | |
75.15 | καὶ τῆς διὰ χυλῶν· κεῖται ἐν τοῖς ἑδρικοῖς. —Κηρωτὴ ποδαγρική. Χυλοῦ ἀλθαίας, τήλεως, λινοσπέρμου 𐆃 β, ἐλαίου παλαιοῦ 𐆃 β, κηροῦ, κολοφωνίας ἀνὰ 𐆃 α, χαλβάνης 𐆄 β. συνεψῶνται τῷ ἐλαίῳ οἱ χυλοί, καὶ τότε ἐπιβάλλεται κολοφωνία, ὕστατος δ’ ὁ κηρὸς συνολμοκοπηθεὶς | |
75.16 | τῇ χαλβάνῃ. —Ἀρθριτικὸν κατάπλασμα. Ἄρτου τὸ ἐντὸς 𐆄 ϛ, ὠῶν ὀπτῶν λεκίθους [𐆄] δ, μελιλώτου 𐆄 β, μέλιτος τὸ ἀρκοῦν. ὁ ἄρτος | |
75.17 | καὶ τὸ μελίλωτον οἴνῳ γλυκεῖ ἀποβρέχονται. —Πρὸς τοὺς ἀπὸ | |
στρέμματος τὰ ἄρθρα ἀλγοῦντας, οἷον γόνατα, ὤμους, σφυρά, ἀγκῶνας, καὶ μάλιστα εἰ χρονίσειαν. Κηροῦ πιτυΐνης, κολοφωνίας ἀνὰ 𐆄 ϛ, τερεβινθίνης 𐆄 α, κυπρίνου 𐆄 δ ἢ τὸ ἀρκοῦν, τήλεως ξηρᾶς λεπτῶς | 245 | |
5 | σεσησμένης ἡμίναν. ἀνάλαβε τὸ ἄλευρον ἀναλυθείσῃ τῇ κηρωτῇ. — | |
75.18 | Κηρωτὴ ἀρθριτικοῖς Ἀφθονίου τοῦ Ῥωμαϊκοῦ δικολόγου. Κηροῦ, στέατος χοιρείου, κολοφωνίας, πιτυΐνης ἀνὰ 𐆃 β, βουτύρου, τερεβινθίνης ἀνὰ 𐆃 α, χαλβάνης 𐆄 α, ταυρείου στέατος 𐆃 β, οἰσύπου 𐆃 α. τακὲν πήγνυται· ἐπὶ δὲ τῆς χρήσεως συντήκεται ναρδίνῳ μύρῳ. χρῶ | |
75.19 | καὶ θαυμάσεις. —Ἔμπλαστρος Λαυρεντιανὴ μετὰ τὰς ἐπι‐ δόσεις. Λιθαργύρου 𐆃 α, μολυβδαίνης 𐆃 α, χαλκοῦ κεκαυμένου, χαλ‐ βάνης, χαλκάνθου ἀνὰ 𐆄 β, κολοφωνίας, κηροῦ ἀνὰ 𐆃 α, ἐλαίου πα‐ λαιοῦ 𐆃 β. ἕψε λιθάργυρον, μολύβδαιναν ἕως ἀμολύντου, εἶτ’ ἐπί‐ | |
5 | βαλλε χαλκόν, χάλκανθον λεῖα, ὑστάτην δὲ τὴν κηρωτὴν μετὰ τῆς χαλβάνης, ἐπὶ δὲ τῆς χρήσεως ἀνεὶς τοῦ μὲν φαρμάκου μέρος ἕν, | |
75.20 | κηροῦ δὲ μέρη δύο καὶ ἐλαίου τὸ ἀρκοῦν πτερῷ κατάχριε. —Ἄλλη ἔμπλαστρος παρηγορική. Κηροῦ 𐆄 ε, κολοφωνίας 𐆄 α, στέατος ταυρείου 𐆄 α, ἐλαίου 𐆂ο α, χυλοῦ λινοσπέρμου 𐆄 η, γύρεως 𐆄 β, λιβάνου | |
75.21 | 𐆄 α, λιθαργύρου 𐆄 α. —Ἀντίδοτος ἰδία Λεπιδιανοῦ. Χαμαίδρυος, ἀριστολοχίας στρογγύλης, γεντιανῆς ἀνὰ 𐆃 α, πηγάνου ἀγρίου σπέρ‐ ματος ξ̸ α. δίδου ξηρὸν κοχλιάριον α δι’ ὕδατος θερμοῦ ἢ ψυχροῦ, ἢ πλάσσε. ἡ δὲ πόσις ἡμέρας τξε. | |
76t | Περὶ ἐλεφαντιάσεως. | |
76.1 | Ἐλέφας τὸ πάθος, εἰ μὲν ἄρχοιτο, ἐλπὶς ἰάσασθαι, εἰ δ’ εἰς ἀκμὴν ἥκοι καὶ τῷ προσώπῳ προσβάλοι καὶ τοῖς σπλάγχνοις ἑδράσειεν, ἀνέλ‐ | |
76.2 | πιστος. δεῖ οὖν τούτους φλεβοτομεῖν μετ’ ἐπαφαιρέσεως ἄνωθεν, καὶ μέντοι καὶ ἐκ τῶν σφυρῶν, οὐχ ἅμα δ’ εἴς τε πολλὴν τοῦ αἵματος | |
76.3 | ῥύσιν καὶ εἰς ἀνάκλησιν καὶ ῥῶσιν τῆς δυνάμεως συμμέτρως. μετὰ δ’ ὀλίγων ἡμερῶν διάστημα ἐπὶ τὰ καθαρτικὰ χωρητέον (κένωσίς τε γὰρ ὁμοῦ καὶ μετασύγκρισις ὑπ’ αὐτῶν γίνεται), πρώτῳ τε χρηστέον τῷ διὰ κολοκυνθίδος πόλτῳ, ἐξ οὗ καταπότια Ποντικοῖς καρύοις ἴσα | |
5 | ὀκτωκαίδεκα διδόναι· εἴρηται δ’ αὐτῶν ἡ σκευασία ἐν τῷ περὶ ἰσχιάδος | |
76.4 | τόπῳ. τῇ τε ἑξῆς συναπτέον διδόντα δυοκαίδεκα καταπότια, εἰ μὴ βούλοιτο τῇ ἱερᾷ καθαίρειν· μετὰ δ’ ἡμέρας δέκα ὀρῷ γάλακτος σχι‐ στῷ χρήσθω, μήτε ἔλαττον τριῶν κοτυλῶν μήτε πλέον ε λαμβάνειν. | |
76.5 | ταῖς δ’ ἑξῆς ἡμέραις ἀσχίστῳ νεαμελγεῖ τρεφέσθω· μετὰ δὲ τρεῖς ἢ τέσσαρας ἀπεχέσθω μὲν τοῦ γάλακτος, δριμυφαγησάτω δ’ ἐπὶ τρεῖς | |
ἡμέρας, εἶτ’ ἀπὸ δείπνου ἐφεξῆς τρεῖς ἑσπέρας ἐμεσάτω, μεθ’ ἡμέρας δὲ ι καὶ ἀπὸ ῥεφανίδων, εἶτ’ ἀναλημπτικῶς ἀγέσθω κούφαις τε σικύαις | 246 | |
5 | τό τε στόμα τῆς γαστρὸς καὶ ἑκατέρωθεν τὰ σπλάγχνα σικυαζέσθω. | |
76.6 | μετὰ δὲ τρεῖς ἡμέρας τοῖς αὐτοῖς μέρεσι καὶ δρώπακα κολλητέον, τῇ | |
76.7 | δ’ ἐπιούσῃ καὶ τοῖς ἄκροις μετὰ μικρᾶς ἀποσπάσεως. τῆς δὲ πρώτης περιόδου τῶν βοηθημάτων μέχρι τοῦδε συντελεσθείσης, ἀνακάμπτειν πάλιν ἐπὶ τὰς κενώσεις, καὶ τὴν μὲν φλεβοτομίαν παραιτητέον, ἀπὸ δὲ τῆς ἱερᾶς τὴν ἀρχὴν τῆς καθάρσεως ποιητέον, καὶ τρὶς ἢ τετράκις | |
76.8 | τοῦ ἐνιαυτοῦ τῇ αὐτῇ ἀγωγῇ χρηστέον. —Πότημα ἐλεφαντιῶσιν. Ὄξους κύαθος α μετὰ κεδρίας 𐆂υ α καὶ χυλοῦ κράμβης ὠμῆς 𐆂υ β· μιγεῖσι δίδοται πρωῒ καὶ ἑσπέρας κρίθινος ἄρτος μετά τινος τῶν κου‐ φοτέρων πτηνῶν· καὶ παρὰ δύο ἡμέρας τὸ αὐτὸ γίνεται ἐπὶ πολὺν | |
76.9 | χρόνον καὶ θεραπεύει. ἀφέψημα δὲ τῆς κράμβης 𐆂υ γ καθ’ ἡμέραν λαμβανόμενον ὠφελεῖ, καὶ ταῖς μέσαις μετὰ τὸ προειρημένον φάρμα‐ | |
76.10 | κον τοῦτο πινέτωσαν. —Ἀντίδοτος ἡ δι’ ἐχιδνῶν ἐπὶ πολὺν χρόνον πινομένη· ἀρτίσκων θηριακῶν 𐅻 α λειοτριβηθεῖσα ζεννύσθω δὶς ἢ τρὶς ἐν οἴνῳ καλῷ 𐆂υ α ἀκράτῳ, καὶ οὕτω προσφερέσθω. ὁμοίως δὲ καὶ σκιλλητικῶν ἀρτίσκων 𐅻 α πίνειν· ὡσαύτως σιδηρίτιδος βοτάνης φύλλων | |
5 | ξηρῶν 𐅻 α. οὕτω δὲ καὶ ἐλαφείου κέρατος 𐅻 α ποτίζεται καὶ σκίλλι‐ νον ὄξος 𐆂υ εἷς μετὰ τὸν ἑωθινὸν περίπατον καθ’ ἡμέραν διδόμενον. σκίλλης σπέρματος ὀβολὸς εἷς ἐν μέλιτι ἡμιέφθῳ μιγεὶς διδόσθω τρόπῳ ἐλλείγματος· ὀποῦ Κυρηναϊκοῦ μέγεθος ὀρόβου βουτύρῳ καὶ μέλιτι διειμένον· κυμίνου Αἰθιοπικοῦ 𐅻 γ μετὰ μέλιτος ὡς ἔλλειγμα. — | |
76.11 | Περὶ διαίτης αὐτῶν. Ἡ δὲ δίαιτα ἔστω τοιαύτη· ἀπὸ τῶν ὕπνων ψηλαφάσθω, εἶτα τῆς κοιλίας ἀποπειράσθω καὶ περιπατείτω ὕπαιθρος ἢ ἐν στοᾷ ὑποδεδεμένος μαλθακὴν ὑπόδησιν ἕως σταδίων τριάκοντα, εἶτ’ αἰωρισθείς τινι αἰώρᾳ πάλιν περιπατείτω συντόνῳ βαδίσματι | |
5 | χρώμενος ὡς δέκα σταδίους, διαστήσας δ’ ἐφ’ ἡσυχίας ἤ τινος βιωτι‐ κῆς πράξεως ἀναφωνείτω· τῶν δὲ προειρημένων ποτημάτων κεράσθω | |
76.12 | μετὰ τῶν ἑωθινῶν περιπάτων. ἀπὸ δὲ τῆς ἀναφωνήσεως καλπάσας ὑπ’ ἀναβολαίῳ καὶ ἀναμαξάμενος τὴν νοτίδα γυμναζέσθω καὶ τριβέσθω τὰ πλείω ὑφαλλόμενος καὶ τὰς χεῖρας πρὸς κώρυκον βάλλων ἢ δια‐ κρατῶν ἁλτῆρας καὶ τὰ σκέλη ἄνω καμπτέτω, ἤδη δὲ καὶ πρὸς πάλην | |
5 | ἐπιτήδεια ... ἀπομαξάμενός τε λίπει χριέσθω ἀρκείῳ ἢ ἀλωπεκείῳ (τρίτην δ’ ἐχέτω χώραν αἴγειόν τε καὶ ταύρειον· μηδενὸς δὲ τούτων | |
76.13 | παρόντος, τῶν πτηνῶν τινος) ἢ βουτύρῳ προσφάτῳ. περιχείσθω δ’ ἑαυτῷ μετὰ τὰ γυμνάσια χυλὸς τήλεως ἢ πτισάνης ἀμμωνιακοῦ ὄξει βραχὺ διειμένου ἔχων συμμιγές· εἶτα λουέσθω (ἐπιβλαβεῖς γὰρ αἱ ἀλουτίαι), ἀπομαξάμενος δ’ ἀλειφέσθω σχινίνῳ ἢ οἰνανθίνῳ. — | 247 |
76.14 | Ἄλειμμα. Σπουδαιότατον δ’ ἐστὶν ἄλειμμα βουτύρου καὶ οἴνου καὶ μυρσίνου ἴσων ἀναμιγνυμένων εἰς γλοιοῦ σύστασιν· τῷ δ’ οἴνῳ βραχὺ διαλελύσθω ἀμμωνιακοῦ θυμιάματος ἢ στρογγύλης στυπτηρίας. ἀπο‐ μαξάμενος δ’ ἁπαλοῖς ῥάκεσιν ἡσυχαζέτω ἡμιώριον, πιὼν δ’ ὕδωρ | |
5 | χλιαρὸν ἐμείτω αὐτομάτως ἢ καθέσει δακτύλων· ἐμέσας δὲ πιέτω ἀψινθίτην ἢ ὀριγανίτην, καὶ βραδὺ διαστήσας τρεφέσθω οἴνου τὸ λοιπὸν ἀπεχόμενος καὶ γλυκέος καὶ οἰνομέλιτος καὶ παντὸς τοῦ δυσχε‐ | |
76.15 | ρῶς οἰκονομεῖσθαι πεφυκότος, διὸ καὶ ψυχροποσίας. —Περὶ τρο‐ φῆς. Αἱ δὲ τροφαὶ ἐν μὲν τῷ καιρῷ τῶν καθαρσίων εὐέκκριτοι παρα‐ λαμβανέσθωσαν· ἄρτος κρίθινος ἢ πύρινος συγκομιστὸς ἢ μᾶζα ἐξ ἀλφίτων εὖ κατωπτημένων, λαχάνων δ’ ἢ τεῦτλον ἢ ῥάφανος ἑφθὴ | |
5 | καὶ πράσον κεφαλωτὸν δυσὶν ὕδασιν ἀπογλυκανθὲν καὶ κράμβη κάτε‐ φθος, θριδακίνη ἐξ ἅλμης καὶ κάππαρις· τῶν δ’ ἐκ θαλάσσης ὄστρεα, ἐχῖνοι, πελωρίδες, κτένια, τελλῖναι σεύτλοις συνηψημέναι, τάριχος πα‐ | |
76.16 | λαιός. ἐν δὲ ταῖς μετὰ τὰς καθάρσεις ἀναλήψεσι τὰ μὲν δριμέα περι‐ αιρετέον δίχα τῶν ἀρτυμάτων, δοτέον δὲ καὶ χόνδρους πλυτοὺς καὶ γάλα καὶ μέλι σὺν ἄρτῳ καὶ μαλάχην καὶ λάπαθον καὶ σίσαρον καὶ τῶν ἐκ θαλάσσης φυκίδας, κίχλας, βούγλωσσα, νάρκας καὶ τὰ πλεῖστα | |
5 | τῶν πτηνῶν, ὅσα γε τὰς διατριβὰς μὴ παρ’ ὕδασι ποιεῖ· κρεῶν δ’ ἐρίφεια καὶ αἴγεια καὶ δόρκεια, ὀπώρας δὲ σύκων εὐγενέστατα καὶ σταφυλὴν συμπεπτωκυῖαν ποσῶς καὶ σταφίδων τὴν λιπαρωτάτην, μελι‐ τωμάτων δὲ κοπτὴν διά τε στροβίλων καὶ ἀμυγδάλων φρυκτῶν καὶ ἀλεύρου κνηκίνου· ἄρτον δὲ κατὰ τὴν δίαιταν σεμιδαλίτην. μονοσιτίας | |
76.17 | δὲ προκριτέον τὸ δίς. τρεφέσθω δὲ τὸ μὲν ἄριστον καὶ τὸ πλήθει εὐτελὲς καὶ ἀποίκιλον (ἢ γὰρ ψιλὸς ἄρτος καὶ ὀλίγος ἢ ἕν τι σὺν | |
76.18 | αὐτῷ προσέψημα), δεῖπνον δ’ ἐντελέστερον καὶ ποικιλώτερον. οἶνος δὲ κατὰ μὲν τὴν λοιπὴν θεραπείαν ἄθετος, ἐν δὲ ταῖς ἀναλήψεσιν ὀλί‐ γος, λεπτός, λευκὸς καὶ εὐώδης μέσος τις μετὰ τὰ σιτία διδόσθω. | |
76.19 | ὕπνος δ’ ἡμερινὸς μὲν ἐπιβλαβής, καὶ μάλιστα ὁ ἐν φωτί, νυκτερινὸς δ’ ἐπιτηδειότατος, ἑσπέρας δὲ μετὰ πολὺ τοῦ δείπνου διάστημα ἀπε‐ | |
76.20 | ρίσπαστος ἁρμόζει. —Σμήγματα καὶ ἐπίχριστα ἐλεφαντιών‐ | |
των. Σμήγματα δ’ ἐν βαλανείοις προσαγέσθω ἀφέψημα σεύτλου, τή‐ λεως σὺν ἀφρονίτρῳ ἢ σάπωνος ἢ μυροβάλανος, πρὸ δὲ λουτροῦ ψίλωθρον· σμήχει δὲ καὶ ἀνδράχνη μετ’ ὄξους [δὲ] λεανθεῖσα καὶ τὸ | 248 | |
5 | λεπτὸν ἀείζῳον καὶ λαπάθου ῥίζα [καὶ τὸ λεπτὸν ἀείζῳον] καὶ στυ‐ πτηρία μεθ’ ἁλῶν καὶ σανδαράχης ἴσον μετ’ οἴνου καὶ σχινίνου λελειο‐ | |
76.21 | τριβημένα. καὶ τοῦτο δὲ πρὸς ἀλφοὺς σπουδαίως ἀποσμήχει· ἀλκυό‐ νιον, νίτρον, θεῖον ἄπυρον, μυρσίνη καὶ ἀγρίας συκῆς φύλλα ξηρά· | |
76.22 | πάντα δ’ ὁμοῦ δι’ ὄξους λειοῦται καὶ καταχρίεται. θαυμαστὸν δὲ φάρ‐ μακον καὶ τοῦτό ἐστιν· λαπάθου ῥιζῶν δεσμίδιον χειρόπληθες, νίτρου 𐅻 μ, θείου ἀπύρου 𐅻 κε, λιβάνου 𐅻 κε ξηρὰ λεαίνεται μετ’ ὄξους | |
76.23 | Αἰγυπτίου καὶ καταχρίεται. αἱ δ’ ὀχθώδεις ἐπαναστάσεις φλεγμαίνουσαι ἢ ἑλκούμεναι γλαυκίῳ καταχριέσθωσαν· εἰ δὲ καταπλάσσειν δέοι, χόν‐ δρῳ μετὰ χυλοῦ πολυγόνου ἢ ἀρνογλώσσου ἢ πρασίου χυλοῦ· εἰ δὲ | |
76.24 | βούλῃ, τήλεως ἢ λινοσπέρματος ἐπιχρίειν βέλτιον. τὰς δὲ κατὰ τοῦ προσώπου ἐπαναστάσεις καταπλάσσειν δεῖ τῷ διὰ τῆς Μιλησίας βοτά‐ νης· κόπτεται δὲ μετ’ ὀξυγγίου τὰ φύλλα αὐτῆς χλωρᾶς οὔσης καὶ ἐπιρρίπτεται, καὶ φοινίσσεται μὲν ἱκανῶς τὰ καταπλασθέντα, περι‐ | |
5 | στέλλεται δὲ ῥᾳδίως ἄρτου ἐπιπλασθέντος ἢ κηρωτῆς δι’ ἀμυγδαλίνου | |
76.25 | πεποιημένης καὶ εἰς τὴν κατὰ φύσιν χροιὰν ἀποκαθίσταται. αἱ δ’ ὀχθώδεις ὑπεροχαὶ φλεγμαίνουσαι ἢ εἱλκωμέναι καταχριέσθωσαν λυκίῳ Ἰνδικῷ ἢ γλαυκίῳ ἢ ἀλόῃ ἢ τῷ Ἀνδρωνείῳ τροχίσκῳ ἢ τοῖς ὁμοίοις. | |
76.26 | τὰς ὑπεροχὰς κατάχριε λιβανωτῷ μετ’ οἴνου ἢ σμύρνῃ ἢ στρογγύλῃ στυπτηρίᾳ μετὰ τοῦ λευκοῦ τῶν ὠῶν καὶ ἀλόῃ καὶ λιβανωτῷ μετ’ | |
76.27 | οἴνου. τὰς ἐξοχὰς ἐπαλείφειν ἱερᾷ βοτάνῃ ἢ χολῇ αἰγὸς ἢ τράγου ἢ | |
76.28 | ἱππείῳ στέατι. —Πρὸς τὰς δυσπνοίας τῶν ἐλεφαντιώντων. Πότιζε ὄνους τοὺς ὑπὸ τὰς ὑδρίας ε ἢ ϛ ἐν μελικράτῳ 𐆂υ γ. αὗται αἱ θεραπεῖαι οὐχ ἅπαξ καὶ δίς, ἀλλὰ καὶ πολλάκις γινέσθωσαν, τά τε καθάρσια καὶ σμήγματα καὶ ἐπίχριστα οἵ τε πότοι καὶ αἱ δίαιται καὶ | |
5 | τὰ λουτρὰ ἐπὶ πολὺν χρόνον, ὅπως τὸ δυσπειθὲς τῆς μοχθηρᾶς ὕλης ἐξαναλώσαντες τὴν ὑγείαν τοῖς κάμνουσι προξενίσωμεν. | |
77t | Περὶ κνησμῶν, ἀλφῶν, λειχήνων, λέπρας, λεύκης. | |
77.1 | Ἐπὶ τοῦ κνησμοῦ φλεβοτομίᾳ χρηστέον καὶ λουτρῷ. πάντως μὲν νήστεις ὡς λούειν ἔθος, καὶ μικρὸν βεβρωκότα τὸ δεύτερον λούειν (δύσικμον γὰρ τὸ πάθος)· ξυρᾶν δὲ τὰ τετριχωμένα καὶ σμᾶν τήλεως ἀφεψήματι ἢ σεύτλου ἢ πιτύρων ἢ σησάμου ἢ μαλάχης ἀγρίας ἢ ἡμέ‐ | |
5 | ρου· συμπάσσειν δὲ καὶ ἀλεύρῳ κυαμίνῳ ἢ μυροβαλάνῳ· εἰ δὲ χρο‐ | |
νίζοι, πυριᾶν καὶ λούειν ἀφεψήματι ἐλελισφάκου, μυρίκης, λινοζώστεως, ὀριγάνου, γλήχωνος, δαφνίδων, σικύου ἀγρίου ῥίζης, κονίᾳ στακτῇ, ὀξάλμῃ, θαλάσσῃ, συμπάσσειν δὲ τούτοις· νίτρῳ μετ’ ὄξους τρυγὸς ἢ τούτῳ ὃ λαμβάνει νίτρου ἀφροῦ ξ̸ α, λιβανωτοῦ, θείου ἀπύρου ἀνὰ | 249 | |
10 | 𐆃 α, κιμωλίας 𐆄 ιϛ, ἢ τούτῳ· ἀφρονίτρου, θείου ἀπύρου, ἀλκυονίου κεκαυμένου ἴσον· εἰ δ’ ἐπιτεῖναι θέλεις, καὶ ἐλλεβόρου λευκοῦ. συγχρί‐ ειν δ’ ὀξελαίῳ, συντετριμμένης σταφίδος ἀγρίας. καταχρίειν δὲ θείῳ μετ’ ὄξους ἢ καρδαμώμῳ ἢ σηπίας ὀστράκῳ μετ’ ὄξους ἢ σανδαράχῃ ἢ κισσοῦ καρπῷ ἢ θείῳ ἀπύρῳ ἢ λαπάθου ῥίζῃ ἢ νίτρου μὲν ὀβολοῖς | |
15 | δύο, σταφίδος δ’ ἀγρίας καὶ σανδαράχης ἀνὰ 𐆄 β μετ’ ὀξελαίου. — | |
77.2 | Πρὸς ἀλφοὺς καὶ λέπρας καὶ λειχῆνας. Ἀλκυονίου, νίτρου ἀνὰ 𐆄 β, ἐλλεβόρου λευκοῦ, θείου ἀπύρου ἀνὰ 𐆄 α, ἐνίοτε καὶ σπεκλα‐ | |
77.3 | ρίου κεκαυμένου 𐆄 α. ποιεῖ πρὸς μέλανας. —Ἄλλο πρὸς μέλανας ἀλφούς. Συκῆς ἀκρεμόνων χλωρῶν 𐆃 α, πηγάνου 𐆄 ϛ, ὑοσκυάμου 𐆄 ϛ, τοῦ χυλοῦ, ἀσβέστου, μίσυος ἀνὰ 𐆄 α. σὺν ὄξει ἐν ἡλίῳ κατάχριε, καὶ | |
77.4 | ταχέως ἀπόψα πρὶν ἑλκώσει. —Λειχηνικόν. Κηροῦ, τερεβινθίνης, προπόλεως, θείου ἀπύρου, στυπτηρίας σχιστῆς ἴσα. τερεβινθίνης 𐆄 β, θείου ἀπύρου 𐆄 α, λιβάνου 𐆄 δ. ἐὰν δοκῇ σκληρὸν εἶναι, δίδου πλείω τερεβινθίνης καὶ ἐπιτιθεὶς λύε διὰ τρίτης, καὶ πάλιν ἐπιτίθει ἕως | |
5 | ψυδρακώσει, εἶτ’ ἐπὶ τὴν διὰ χυλῶν διάβαινε· δύναται δὲ καὶ αὐτὸ | |
77.5 | ἐπουλοῦν. —Πρὸς λειχῆνας καὶ λέπρας. Ἄγνου σπέρματος μετ’ ἀφρονίτρου σὺν ὄξει ἐπίχριε ἢ αἴρινον ἄλευρον σὺν ὄξει ἢ ἀγ‐ χούσης ῥίζαν μετ’ ὄξους. | |
78t | Περὶ λέπρας καὶ ψώρας. | |
78.1 | Ἡ λέπρα καὶ ἡ ψώρα ἑκάτερον τραχυσμός ἐστι τῆς ἐπιφανείας μετὰ κνησμοῦ καὶ ἀποψήξεως σωμάτων, ἐπὶ μὲν τῆς ψώρας λεπτῶν καὶ πιτυροειδῶν, ἐπὶ δὲ τῆς λέπρας φολιδοειδῶν. τρέπεται δὲ τὸ χρῶμα ποτὲ μὲν ἐπὶ τὸ μελάντερον, ποτὲ δ’ ἐπὶ τὸ λευκόν, ποτὲ δ’ | |
5 | ἐπὶ τὸ ἐρυθρόν. διακρίνεται δ’ ὁ ἄγριος λειχὴν τῷ αὐτὸν μὲν κυκλο‐ τερῶς ἐπινέμεσθαι, τὴν δὲ λέπραν οὐχ ὁμοίως, οὐδὲ τὴν ψώραν. — | |
78.2 | Πρὸς λέπραν. Αἰρίνου ἀλεύρου 𐅻 α, νίτρου ἀφροῦ 𐅻 δ, χαλκάνθου 𐅻 η, σεύτλου ῥίζης λεάνας τὸ ἀρκοῦν ἕψε ὄξει δριμυτάτῳ, ἐπὶ δὲ τῆς χρείας λαβὼν τὸ ἀρκοῦν καὶ μίξας κατάχριε παχεῖ προεκνιτρώσας τὸν τόπον καὶ ἐπιδήσας ὀθονίῳ· ἐπίλυε 〈δὲ〉 διὰ τρίτης καὶ ἀπό‐ | |
5 | κλυζε ὕδατι ψυχρῷ, καὶ πάλιν ἐπίχριε. ἀλφούς, λέπρας καὶ λειχῆνας ἀποκαθαίρει σταφὶς ἀγρία σὺν θείῳ ἀπύρῳ καὶ ἀρσενικῷ, σχιστὴ μετ’ | |
78.3 | ὄξους καταχριομένη. —Πρὸς λέπρας, ψώρας. Μίσυ καὶ χαλκῖτιν | 250 |
78.4 | ἴσα μετ’ οἴνου ἐπίχριε πολλάκις. —Λεπρικόν. Ἀσφοδέλου ἢ σεύτ‐ λου ῥίζης χυλοῦ 𐆄 ϛ, θείου ἀπύρου, μάννης ἀνὰ 𐅻 ι, νίτρου 𐅻 η. | |
78.5 | ξηρανθὲν ἐπίχριε διεὶς ὄξει. —Περὶ λεύκης. Ἡ λεύκη σπῖλός ἐστι περὶ πᾶν μέρος τοῦ σώματος γινόμενος, ἐπὶ δὲ τῶν τετριχωμένων πολιοῖ μέν, οὐ ψιλοῖ δέ. τοῦτο θεραπεύει ῥοὸς ἄνθη 𐅻 η, νίτρου | |
78.6 | ἀφροῦ 𐅻 ε, ἀλκυονίου 𐅻 γ, θείου ἀπύρου 𐅻 β. —Πρὸς ἀλφοὺς μέλανας καὶ λειχῆνας. Θείου ἀπύρου, νίτρου ὀπτοῦ, ἀλκυονίου | |
78.7 | ἀνὰ 𐆄 β, κόμμεως 𐆄 α. ὄξει λείου. —Ἐφήλεις, σπίλους, ἰόν‐ θους, ἀλφοὺς θεραπεῦον. Ὀρόβων ἀλεύρου 𐆃 β, εὐζώμου σπέρ‐ ματος 𐆃 α, ἀμυγδάλων πικρῶν, σικύου ἀγρίου ῥίζης ἀνὰ 𐆃 α. οἰνομέ‐ λιτι συλλέαινε, ἐπίχριε δὲ διὰ μέλιτος, μετὰ δ’ ὡριαῖον διάστημα | |
78.8 | ἀποσπόγγιζε. —Φακοὺς αἶρον. Θέρμους πικροὺς ἐν κονίᾳ βρέχε, | |
78.9 | ἕως οἰδήσωσιν· λειώσας δ’ ἐπίχριε, ἕως ἀφέλῃ. —Ἄλλο. Σάπωνα Γαλλικὸν ὕδατι λειώσας καὶ μέλιτι ἐπίχριε· ἔασον ὥρας γ, μετὰ δὲ τὸ | |
78.10 | ἀποσπογγίσαι χρῶ τῷ διὰ χυλοῦ. —Πρὸς λειχῆνας. Νίτρον καὶ | |
78.11 | λάδανον σὺν ὄξει κατάχριε. —Σμῆγμα ὁ Ἀσκληπιός. Νίτρου, ἀφρονίτρου, ἁλῶν κοινῶν, Καππαδοκικῶν, ἀμμωνιακῶν καὶ πικρῶν, κισήρεως, δαφνίδων ἀνὰ 𐆄 ϛ, ἐλλεβόρου, στρουθίου, θείου ἀπύρου, νάπυος, κόμμεως, σταφίδος ἀγρίας, φέκλης, ἴρεως ἀνὰ 𐆄 γ, κηκῖδος, | |
5 | κυπέρου, σαμψύχου, πυρέθρου, λιβάνου, σχοίνου ἄνθους, σικύου ἀγρίου ῥίζης, πρασίου ξηροῦ κόμης, χαμαιλέοντος μέλανος ἀνὰ 𐆄 α 𐅶. — | |
78.12 | Πρὸς ἀλφοὺς μέλανας. Λιθαργύρου 𐆄 β 𐅶, θείου ἀπύρου 𐆄 α 𐅶, νίτρου 𐆄 α, κισήρεως 𐆄 α· ἑνώσας 〈χρῶ〉. | |
79t | Περὶ καθαρτικῶν ἁπλῶν. | |
79.1 | Χολαγωγοῖς χρηστέον ὥρᾳ πάσῃ καθαρτικῇ πλὴν χειμῶνος. ἀλόης 𐅻 α μετὰ μελικράτου διδόσθω ὄρθρου· φθάνει γὰρ πρὸ τοῦ ἀρίστου κατεργάσασθαι· οἱ δ’ ἑσπέρας ἢ μετὰ τροφὴν διδόντες βλάπτουσιν· διαφθείρει γὰρ τὴν τροφήν, ὅ τε ὕπνος διαχεόμενος ἐπὶ τῷ φαρμάκῳ | |
79.2 | μάλιστα ἀδικεῖ. κενοῖ δὲ χολὴν ξανθήν. δίδοται δὲ κεφαλὴν βαρουμέ‐ νοις, ὀφθαλμιῶσι, διψώδεσι τοῖς τε ἐν τοῖς ὕπνοις φαντασιώδεσιν ἄνευ πυρετοῦ τοῖς τε διαδρομῆς φρικώδους ἢ ναρκώδους αἴσθησιν ἔχουσι καὶ τοῖς φύσας δριμείας ἀποκρίνουσιν ἢ δακνομένοις τὰ ἔντερα | |
5 | καὶ τοῖς περὶ στόμαχον πυρώσεως ἢ ἄσης ἢ νοσηλείας ἀνατρεπτικῆς ἀντιλαμβανομένοις καὶ τοῖς ἐπὶ πλήθει περιττωμάτων κλυσθῆναι μὴ | |
79.3 | δυναμένοις. δίδοται δὲ τοῖς ἀνεχομένοις τῆς πικρίας αὐτῆς τετρώ‐ | |
βολον λειοτριβηθεῖσα μετὰ κυάθου μελικράτου· τοῖς δὲ μὴ ἀνεχομένοις τὴν πικρίαν αὐτῆς εἰς καταπότια ἀναλαμβάνεται μετὰ χυλοῦ κράμβης | 251 | |
79.4 | ἢ θριδακίνης ἢ μαλάχης ἢ κιτρίου. —Μέλας ἐλλέβορος χολὴν ἄγει ἐκ παντὸς τοῦ σώματος ἄνευ περισκελασίας· διὸ καὶ πυρέσσουσι δίδο‐ ται πλὴν τῶν στραγγῶς καὶ συνεχῶς πυρεσσόντων· δίδοται δὲ καὶ τοῖς ἄνευ πυρετοῦ ὀξέως νοσοῦσι καὶ τοῖς ἐν χρονίοις νοσήμασι δεο‐ | |
5 | μένοις χολαγωγοῦ φαρμάκου, οἷον μαινομένοις, ἑτεροκρανικοῖς, ὑπὸ κεφαλαίας ὀχλουμένοις, ῥευματιζομένοις ὄμματα, περὶ θώρακα διαθέ‐ σεις ἔχουσιν. ἐπιτηδειότατος δ’ ἐστὶ σπλάγχνοις τε καὶ ὑστέρᾳ καὶ κύστει φαρμακείας δεομένοις· ἀγαθὸς δὲ καὶ ἐπὶ τῆς τραχείας ἀρτη‐ ρίας χρονίως πεπονθυίας ἰκτεριῶσί τε καὶ τοῖς ἐξανθήματα ἔχουσι καὶ | |
10 | λειχῆνας ἢ ἕρπητας ἢ ἐρυσιπέλατα ἢ λέπρας. ἡ δόσις δὲ τοῦ πλήθους 𐅻 α τῶν ῥιζῶν βρεχομένων ὀλίγῳ ὕδατι, ἔπειτ’ ἀναπτυχθέντων αὐτῶν καὶ ἀφαιρεθείσης τῆς δηλητηριώδους αὐτῶν ἐντεριώνης, εἶτα ξηραινο‐ μένου τοῦ φλοιοῦ καὶ κοπτομένου καὶ σηθομένου. διδόσθω δὲ μελι‐ κράτῳ ἢ ὕδατι προησιτηκόσι πάντως, καὶ μέχρι τῆς παντελοῦς καθάρ‐ | |
15 | σεως οὐδὲν θρεπτέον. δίδοται δὲ καὶ φυραθεὶς μέλιτι ὡς καταπότια, τινὲς δὲ μιγνύουσιν αὐτῷ γλήχωνα ἢ θύμβραν· οἱ δ’ ὀξυπόρῳ τινὶ ἔμιξαν. καθόλου δ’ ἐπὶ πάντων τῶν δραστικῶς καθαιρόντων ἀπαγο‐ ρεύομεν τοῖς φαρμακευομένοις ὑπνοῦν μέχρι παντελοῦς καθάρσεως. — | |
79.5 | Σκαμμωνία παραπλησίως ἐλλεβόρῳ καθαίρει, καὶ ἔτι μᾶλλον· χρηστέον οὖν αὐτῇ ἐπὶ παθῶν ἐφ’ ὧν καὶ τῷ ἐλλεβόρῳ. τῶν δὲ καθαρτικῶν πάντων ὑπαρχόντων κακοστομάχων πλὴν τῆς ἀλόης κακοστομαχωτέρα ἡ σκαμμωνία. οὐ δοτέον οὖν αὐτὴν οὔτε τοῖς πεπονθόσι στόμαχον | |
5 | οὔτε πυρέσσουσιν. ἀπυρέτοις οὖν αὐτὴν καὶ εὐστομάχοις καὶ δυσήμεσι καὶ τοῖς μὴ ῥᾳδίως λειποθυμοῦσι δοτέον πλῆθος ὀβολῶν δ· μικτέον δ’ αὐτὴν ἁλσὶν εὐαρτύτοις ἢ ὀξυπόρῳ τινὶ τῶν εὐστομάχων ἢ ζιγγιβέρει ἢ πεπέρει ἢ γλήχωνι ἢ αὐτοῖς ψιλοῖς τοῖς ἁλσίν· τὸ γὰρ ἀνατρεπτι‐ κὸν αὐτῆς καὶ κακοστόμαχον ἐπανορθοῦσιν οἱ ἅλες. δίδοται καὶ μετὰ | |
10 | μέλιτος ἑφθοῦ, καὶ καταπότια ἐξ αὐτῆς γίνεται μετὰ κόμμεως Ἀραβι‐ | |
79.6 | κοῦ φυρομένης. —Κολοκυνθὶς μάλιστα μὲν χολὴν καθαίρει, καθαίρει δὲ καὶ μύξας, δύναμιν δ’ ἔχει παρηλλαχυῖαν ἐλλεβόρῳ καὶ σκαμμωνίᾳ· ἐκεῖνα μὲν γὰρ αἵματος καὶ τῶν περιεχόντων τὸ αἷμα ἀγγείων καὶ τῶν ἐκ τούτων πεπλεγμένων ἐστὶ καθαρτικά, κολοκυνθὶς δὲ νεύρων | |
5 | καὶ τῶν νευρωδῶν σωμάτων· διόπερ ὑποληπτέον τὸ μυξῶδες τὸ ἀγό‐ μενον ὑπ’ αὐτῆς ἐν ταῖς καθάρσεσιν ἀπὸ τῶν νεύρων ἥκειν. δοτέον οὖν αὐτὴν τοῖς κεφαλὴν πεπονθόσιν, ἐπειδὰν μῆνιγξ ἢ ὁ περικράνιος κεκακῶσθαι τύχῃ ἐν σκοτωματικοῖς, ἑτεροκρανικοῖς, ὑπὸ κεφαλαίας ὀχλουμένοις, 〈ἐπιληπτικοῖσ〉, ἀποπληκτικοῖς, κυνικῶς σπωμένοις, χρο‐ | |
10 | νίως ὄμματα ῥευματιζομένοις, ὀρθοπνοϊκοῖς τε καὶ ἀσθματικοῖς καὶ βήσσουσι χρονίως, ἔτι τε ἰσχιαδικοῖς, ἀρθριτικοῖς τοῖς τε περὶ νεφρὸν ἢ κύστιν χρονίαν ἐσχηκόσι διάθεσιν. δίδοται δὲ δραχμῆς πλῆθος τῆς ἐντεριώνης χωρὶς τῶν κόκκων ἐν μελικράτου 𐆂υ β, ἐναφηψημένου αὐτῷ καὶ πηγάνου. κοπτέσθω δ’ ἡ ἐντεριώνη καὶ σηθέσθω λεπτοτάτῳ κο‐ | 252 |
15 | σκίνῳ, ἔπειτα λεανθεῖσα πολλάκις πάλιν σηθέσθω· πάσχει γάρ τι τοιοῦτον. λεανθεῖσα πρὶν βραχῆναι λεπτοτάτη φαίνεται, τῷ μελικράτῳ δ’ ἐμβληθεῖσα καὶ ἀνυγρανθεῖσα διοιδαίνει σφόδρα ὥστε ἀπιστεῖσθαι βλεπομένη ὅτι διέσησται. τούτων οὖν τῶν οἰδησάντων μερῶν τῆς κο‐ λοκυνθίδος ἐνίοτε προσίσχεταί τινα ἢ τῇ γαστρὶ ἢ τῷ στομάχῳ, μάλιστα | |
20 | δὲ ταῖς ἕλιξι τῶν ἐντέρων. ἅτε οὖν δριμέα ὄντα φύσει καὶ δακνώδη προσκαθήμενα ἑλκοῖ τὰ ἔντερα καὶ συμπαθείας νευρικὰς ἐπιφέρει, στρόφους τε καὶ συνολκάς· διὸ δὴ μάλιστα προνοητέον τοῦ καλῶς λελεάνθαι τὴν κολοκυνθίδα. οἱ δὲ κόκκοι δραστικὸν μὲν οὐδὲν ἔχουσιν, εἰσὶ δὲ κακοστόμαχοι σφόδρα καὶ παρὰ τοῦτο πλεῖον τῆς ὠφελείας | |
79.7 | βλάβην παρέχουσιν. —Ἐλατήριον παραπλησίαν δύναμιν ἔχει σκαμμω‐ νίας· δοτέον δ’ αὐτοῦ τριώβολον λεῖον μετὰ γάλακτος 𐆂ο α. ἐκλεκτέον | |
79.8 | δὲ τὸ πρασίζον καὶ κοῦφον καὶ μὴ παλαιότερον ἐνιαυτοῦ. —Τιθύ‐ μαλλος ἄγει χολὴν σκαμμωνίᾳ παραπλησίως· δίδοται δὲ τοῦ ὀποῦ σταγόνες τέσσαρες ἢ ε σὺν ἀλφίτῳ φυραθεῖσαι καὶ ταχέως καταπινό‐ μεναι· κατασχεθεῖσαι γὰρ ἐν στόματι τὴν γλῶσσαν ἑλκοῦσι καὶ τὰ | |
79.9 | πέριξ. —Λαθυρίδες καθαίρουσι χολὴν ὥσπερ ἐλλέβορος καὶ σκαμμω‐ νία· ἔστι δὲ σπέρμα ὀσπριῶδες ἐμφερὲς κατὰ μέγεθος ὀρόβῳ. δοτέον δ’ ἑπτὰ ἢ ὀκτὼ καὶ μέχρι ιε τοῖς εὐτόνοις. τοῖς μὲν οὖν πλείω καθαρ‐ θῆναι δεομένοις διαμασᾶσθαι προστακτέον· τοῖς δὲ μὴ πάνυ ἐμπράκτου | |
5 | μηδὲ πολλῆς ἀποκρίσεως χρῄζουσιν ὁλοσχερεῖς καταπίνειν, καὶ μάλιστα | |
79.10 | εἰ κακοστόμαχοι τύχοιεν. —Πέπλιον βοτάνη ἐστὶ ποικιλωτάτη τοῖς ἄνθεσιν· ταύτης τῶν ἀκρεμόνων λείων ξηρῶν ὅσον ὀβολοὺς ὀκτὼ ἐν μελικράτῳ δοτέον. καθαίρει δὲ παραπλησίως ἐλλεβόρῳ χολήν· μάλιστα δ’ ἁρμόζει τοῖς φυσώδεσι τῶν παθῶν, ἃ δὴ μελαγχολίας κατάρχει, καὶ | |
5 | σπληνὸς ἐμπνευματώσεσι καὶ ὑστέρας καὶ κόλου καὶ σομφοῖς οἰδήμασι περιτοναίου· πρὸς γὰρ τῷ χολὴν ἄγειν καὶ φυσῶν ἐστι καταρρηκτικόν, | |
79.11 | ὥς που καὶ Ἱπποκράτης λέγει. —Κενταύριον τὸ μικρὸν χολὴν καὶ μύξας καθαίρει· ἰδίως δ’ ἰσχιαδικοῖς ἁρμόζει. πίνεται δ’ αὐτοῦ τὸ ἀπόζεμα ἀποζεσθὲν ὕδατι· ἔστω δὲ τοῦ κενταυρίου πλῆθος 𐅻 α 𐅶, τοῦ | |
79.12 | δ’ ὕδατος κοτύλη, καθεψείσθω δ’ εἰς ἥμισυ. —Ὀξύγαρον καθαρ‐ τικόν. Σκαμμωνίας, πεπέρεως, ζιγγιβέρεως, ἡδυόσμου, σελίνου σπέρ‐ | |
79.13 | ματος ἀνὰ 𐆄 α, ὄξους, γάρου, μέλιτος ἀνὰ ξ̸ α. —Κοκκία καθαρ‐ | |
τικά. Ἀλόης 𐆄 α, κολοκυνθίδος, ἐντεριώνης, σκαμμωνίας 𐅻 ϛ, ἀγαρικοῦ 𐅻 γ, ἀψινθίου χυλοῦ 𐅻 β, μαστίχης 𐅻 α, πεπέρεως λευκοῦ 𐅻 δ. χυλῷ κράμβης ἀναλάμβανε. ἀλόης 𐆄 γ, σκαμμωνίας 𐅻 α, κολοκυνθίδος 𐅻 δ. — | 253 | |
79.14 | Καθαρτικὸν ὀξύπορον. Πεπέρεως, κυμίνου, πηγάνου, σκαμμωνίας ἀνὰ 𐆄 α, νίτρου βερενικαρίου ἀνὰ 𐆄 γ, ὄξους 𐆄 ϛ, μέλιτος 𐆃 α. ἡ δόσις κοχλιάριον α μεθ’ ὕδατος 𐆂υ α· δίδοται δὲ καὶ καθ’ αὑτὸ ὡς ἔλλειγ‐ | |
79.15 | μα. —Ἡ δι’ ὀξυμέλιτος πικρά. Ἀλόης 𐆄 δ, φύλλου 𐆄 β, κόστου, κασσίας, ἀμώμου, ἴρεως ἀνὰ 𐅻 α, μαράθου ῥίζης φλοιοῦ 𐆃 α, μαστίχης, νάρδου Κελτικῆς, ζιγγιβέρεως ἀνὰ 𐅻 α, ὄξους ξέστην α 𐅶, μέλιτος | |
79.16 | ξ̸ α 𐅶. —Μελαίνης χολῆς καθαρτικόν. Ὕδατος ξ̸ γ, μέλιτος 𐆂υ γ, ὅπερ ἐστὶ ξεστίου τὸ τέταρτον, ἐπιθύμου 𐆄 α. κόψας σήσας ἕψε ὁμοῦ καὶ μετὰ τὸ περιλειφθῆναι τὸ τρίτον τοῦ παντὸς δίδου πίνειν πρὸς δύναμιν. δοκεῖ δέ μοι τὸ τέταρτον διδόναι, τοῖς δ’ εὐέκτοις καὶ | |
79.17 | τὸ ἥμισυ. —Μελαίνης χολῆς καθαρτικόν. Ἀπίου τὸ πρὸς τῇ ῥίζῃ τὸ μὲν ἄνω χολὴν μέλαιναν καθαίρει τὸ ἥμισυ, τὸ δ’ ὅλον καὶ | |
79.18 | ἄνω κάτω. —Πρὸς τοὺς ὑπερκαθαιρομένους. Ἐπὶ τῶν ὑπερ‐ καθαιρομένων συστέλλειν τὸ ποτὸν καὶ ὑπνοῦν ἐπιτρέπειν· διδόναι δ’ οἶνον αὐστηρὸν ἀπαράχυτον κατὰ βραχὺ μετὰ κρίσιν σὺν ὕδατι ἐπι‐ τεταμένως θερμῷ. καλὸν δὲ καὶ τὸ ἁδρὸν τοῦ ἀλφίτου φώξαντα ἐπι‐ | |
5 | πάσσειν τῷ ποτῷ ἢ κωδύαν πεφωγμένην λείαν ἐμπάσσειν τῷ ποτῷ. ποιεῖ δὲ καλῶς καὶ φακῆ ἐπτισμένη 〈σὺν ὄξει〉 καὶ σεύτλῳ μέλανι ἑψηθεῖσα, προσλαβοῦσα καὶ ῥοῦν, καὶ ἄπιοι σκληραὶ ἐκμυζώμεναι ἢ κυδώνια καὶ τὰ πρὸς κοιλίαν ποτιζόμενα, ἢ ὄμφακος ξηρᾶς κοπείσης καὶ σησθείσης καὶ πινομένης· ἔστω δ’ Ἀμιναία ἡ ὄμφαξ ἢ Ἰταλική. | |
80t | Περὶ ἐμετικῶν. | |
80.1 | Ἐμέτοις χρῶνται καὶ οἱ ὑγιαίνοντες ὑπὸ πλήθους τροφῆς βαρού‐ μενοι καὶ οἱ νοσοῦντες ὀξέως, ἐπειδὰν ὑπὸ φλέγματος ἢ τοιούτου τινὸς ἐνοχλῶνται· ἐμετικοῖς δὲ φαρμάκοις οὔτε ὑγιαίνουσιν ἐπι‐ τρεπτέον οὔτε τοῖς ὀξέως νοσοῦσιν· ἐπὶ μόνων γάρ ἐστιν εὔθετα τῶν | |
5 | χρονίων διαθέσεων, καὶ μάλιστα τῶν ἐσκιρρωμένων καὶ μοχλείας ἰσχυρᾶς δεομένων· ἐξαιρέτως δ’ ἁρμόζει νεύροις κεκακωμένοις ἐν ποδάγρᾳ καὶ ἀρθρίτιδι, τρόμοις, παρέσεσιν, ἀποπληξίαις καὶ ταῖς ἀπὸ στομάχου γινομέναις ἐπιληψίαις· ταῖς γὰρ ἀπὸ κεφαλῆς οὐ κατάλληλα. ἐπιτήδεια καὶ καχεξίαις τοῖς τε ἐλεφαντιώδεσι τοῖς τε ἰκτερικοῖς καὶ | |
10 | ὑδρωπικοῖς τοῖς κατὰ σάρκα καὶ ταῖς λειχηνώδεσιν ὀρθοπνοίαις ἀσθμα‐ τικοῖς, μανίᾳ, μελαγχολίᾳ, καὶ πᾶσιν ἁπλῶς ὅσα μηδεμίαν ἐναντίωσιν | |
ἔχει πρὸς τὴν χρῆσιν τῶν ἐμετικῶν φαρμάκων· ἐναντιοῦνται δ’ αἵμα‐ τος ἀναγωγῇ, πνιξὶν ὑστερικαῖς, ναυτιώδεσιν, ὑπὸ πνιγμοῦ ἐνεχομέ‐ | 254 | |
80.2 | ναις οἷον συνάγχης. τῶν δ’ ἐμετικῶν προχειρότατόν ἐστι κύπρινον· διδόναι δ’ ἀποβάπτειν τοὺς δακτύλους εἰς αὐτὸ καὶ προσάπτεσθαι τοῦ γαργαρεῶνος· κινεῖ γὰρ ἔμετον εὐτόνως. νάρδου Κελτικῆς ῥιζῶν 𐅻 ζ, θλάσπεως σπέρματος ὀξυβάφου πλῆθος, κέστρου ῥιζῶν 𐅻 ε ἢ ϛ, δαφ‐ | |
5 | νοειδοῦς γ φύλλα, καὶ ἄλλα πολλὰ ἅπερ ἐν ἱστορίᾳ εὑρίσκομεν, ἄνω καθαίρουσιν. τὴν οὖν χρῆσιν τούτων ἀπαγορεύομεν μηκέτι πείρᾳ | |
80.3 | γινωσκομένην, ἀλλὰ μόνον ἱστορίᾳ κειμένην. ῥαφανῖδες δὲ τῶν προει‐ ρημένων ἔλαττον μὲν καθαίρουσιν ἄνω, ὠφελοῦσι δὲ μᾶλλον, ὡς ἂν οὐ τοῦ πλήθους τῆς ἐκκρίσεως ἀνύοντος, ἀλλὰ τῆς ποιότητος καὶ τῆς δυνάμεως αὐτῶν. διὰ τοῦτο ὁ ἀπὸ ῥαφανίδων ἔμετος ὑπὸ πάντων | |
5 | τῶν ἰατρῶν ἐπὶ πάντων τῶν χρονίων νοσημάτων παραλαμβάνεται καθάπερ τις μικρὸς ἐλλεβορισμός. δοτέον δὲ τὰς ῥαφανῖδας ἐπὶ μὲν παθῶν τῶν προειρημένων προησιτηκόσι καὶ προεμέσασι τρὶς μὲν ἢ τετράκις ἀπὸ δείπνου, νήστεσι δ’ ἅπαξ ἢ δίς. ἔστωσαν δ’ αἱ ῥαφα‐ νῖδες δριμεῖαι σφόδρα καὶ νεαραὶ καὶ κατατετμήσθωσαν εἰς λεπτὰ | |
10 | πέταλα· ἀποβρεχέσθωσαν δὲ τὰ πέταλα πρὸ δύο ἢ τριῶν ὡρῶν ἐν ὀξυμέλιτι, κἄπειτα ἐσθιέτω ὅσον 〈ἂν〉 ὁ λαμβάνων δύνηται πλῆθος καὶ πλειστάκις ἐπιρροφείτω τοῦ ὀξυμέλιτος· δυεῖν δ’ ὡρῶν διαγενο‐ μένων ἐν αἷς χρὴ περιπατεῖν τὸν λαβόντα, μετὰ τοῦτο χλιαρὸν ὕδωρ ἐπιπινέτω πλεῖστον ὅσον, κἄπειτα μετὰ δακτύλων ἢ πτερῶν καθέσεως | |
80.4 | ἐμείτω. σκευάζονται δὲ καὶ ἄλλον τρόπον αἱ ῥαφανῖδες οὕτως. ἐλλε‐ βόρου τοῦ λευκοῦ καὶ καλοῦ 𐅻 γ εἰς ῥαφανῖδας καταπείρονται προ‐ διακεντηθείσας καλάμῳ, ἔπειτα εἰς τὰ κεντήματα καθιεμένων τῶν τοῦ ἐλλεβόρου ῥιζῶν· ἄλλως γὰρ ἀδύνατον μαλακὰ ὄντα τὰ ῥιζία τοῦ | |
5 | ἐλλεβόρου αἰφνίδιον καταπαρῆναι· ἐμμένοντα δὲ νύκτα ἐν ταῖς ῥαφα‐ νῖσιν αὐτὰ μὲν ῥίπτονται, αἱ δὲ ῥαφανῖδες κατατμηθεῖσαι εἰς πέταλα προαποβρέχονται, ὡς προείρηται, καὶ ὡσαύτως δίδονται, ὥστε τοῦτον τὸν ἔμετον μικτὸν καὶ οἰκειότατον τῷ ἐλλεβορισμῷ γίνεσθαι. | |
81t | Περὶ ἀνωδύνων. | |
81.1 | Ἀνωδύνοις ὕπνου μὲν ἕνεκα χρηστέον τοῖς τε περιχρίστοις καὶ τοῖς καθιεμένοις εἰς τὰ ὦτα καὶ τὴν ἕδραν καὶ τοῖς ἐπιτιθεμένοις θώρακι καὶ κοιλίᾳ· πρὸς δὲ τὴν εὐκαιρίαν ἐπιτήδειος ἡ ἑσπέρα. εἰ δὲ καὶ τὰ ποτὰ προσαγάγοιμεν, βελτίους πάντων αἱ ἀντίδοτοι ἥ τε Φί‐ | |
5 | λωνος καὶ ἡ διὰ δύο πεπέρεων· μήτε δ’ ἀρχομένων τῶν παθῶν μήτε ἐν αὐξήσει ὄντων, ἀλλὰ μάλιστα μὲν ἐν παρακμῇ, εἰ δ’ ἐπείγοι, καὶ ἐν ἀκμῇ. τὰ δὲ πρὸς βῆχα καὶ δύσπνοιαν ἄριστον ἔχει καιρὸν τὸν | |
μετὰ μέσας νύκτας· εἰ δ’ ἐπείγοι, τὸν μετὰ τὴν ἑσπέραν· τὰ δὲ δι’ ὀδύνην ἢ σπασμοὺς ἢ λυγμοὺς τὸν ἐν ἀκμῇ τῶν συμπτωμάτων καθ’ | 255 | |
10 | ὃν ἂν γίνηται χρόνον. τοῖς δὲ δι’ ἕλκωσιν ἢ ῥευματισμὸν ἢ ἐποχὴν κοιλίας δοτέον πρὸ μιᾶς ὥρας τῆς τροφῆς μετὰ τὴν τοῦ σώματος ἐπιμέλειαν, τινὰ δὲ καὶ ἐν μέσῃ τῇ τροφῇ· ἐπιμιγνύμενα γὰρ τοῖς σιτίοις εἰς τὴν ἰδίαν δύναμιν μεταβάλλει, ἐάν τε καθαρτικά, εἰ οὕτω τύχοι, ᾖ ἢ ἐφεκτικὰ ἢ ἐκκριτικά, 〈τὰ〉 αὐτὰ ποιοῦσι μετὰ τοῦ καὶ εἴ | |
15 | τινες ἄρα ἐκ τῶν φαρμάκων συμβαίνοιεν κακώσεις ἀμβλύνεσθαι. τὰ δὲ πρὸς ῥίγη ἢ πυρετοὺς διδόμενα πρὸ δυεῖν ἢ τριῶν ὡρῶν προσφε‐ ρέσθω. δεῖ μέντοι πάντας τοὺς λαμβάνοντας ἠρεμεῖν τινα χρόνον κατακειμένους ἢ καθεζομένους· εἰ δὲ μὴ ἐπείγοιεν οἱ καιροί, δοτέον ἐπὶ τρεῖς ἢ πέντε ἡμέρας, εἶτα διαλιμπάνειν τὰς ἴσας καὶ πάλιν προσ‐ | |
20 | φέρειν· τὰ γὰρ ἐν ἔθει ἀναλογεῖ τοῖς κατὰ φύσιν διαιτήμασιν. διὰ τοῦτο καὶ τὰ ὠφέλιμα ἔλαττον ὠφελεῖ, καὶ τὰ βλαβερὰ ἔλαττον βλάπτει. παρασημειωτέον δ’ ὅτι τὰ ἀνώδυνα μὲν πρὸς τὰς ἀρχὰς τοῦ στομάχου καθάπτεσθαι εἴωθεν, ἐθισθέντα δ’ ἀβλαβῆ τε καὶ ἴδια γίνε‐ | |
81.2 | ται. —Ἀνώδυνον ὑπνωτικὸν ἀναξηραντικὸν τροχισκά‐ ριον τρίγωνον ποιοῦν πρός τε κατασταγμόν, βῆχας, ὀφθαλμῶν ῥεύματα, πρός τε τοὺς τὴν τροφὴν ἀπορρίπτοντας, κοιλιακούς, δυσεν‐ τερικούς. Σελίνου σπέρματος, ὑοσκυάμου λευκοῦ σπέρματος ἀνὰ 𐅻 η, | |
5 | ἀνήσσου 𐅻 δ, ὀπίου 𐅻 α. ὕδατι χλιαρῷ λεάνας πλάσσε τροχίσκους κυα‐ | |
81.3 | μιαίους, δίδου α ἢ β. —Ὁ διὰ σπερμάτων τροχίσκος. Ἀνήσσου, μαράθου, ὑοσκυάμου σπέρματος ἀνὰ 𐅻 ϛ, σελίνου σπέρματος, ἄμεως ἀνὰ 𐅻 γ, ὀπίου δραχμαὶ δ. ὕδατι χλιαρῷ λειοτριβήσας πλάσσε τροχί‐ σκους θέρμων μεγέθη ἔχοντας, καὶ δίδου ὀφθαλμιῶσι μεθ’ ὕδατος, | |
5 | δυσπνοοῦσι μετ’ ὀξυμέλιτος, εἰ δὲ πυρέττοιεν, δι’ ὑδρομέλιτος, κοιλια‐ κοῖς καὶ δυσεντερικοῖς ἀπυρέτοις μὲν δι’ οἴνου κράματος ἢ ῥοὸς ἀφεψήματος ἢ ἑλίκων ἀμπέλου, πυρέσσουσι δὲ δι’ ἀφεψήματος κυδω‐ νίων μήλων ἢ μεσπίλων ἢ βραβύλων ἢ φοινικοβαλάνων, στομαχικοῖς μετὰ χολοῦ ῥοιᾶς ὀξείας ἢ σέρεως, τοῖς δ’ ὑπὸ δριμέος χυμοῦ ῥευ‐ | |
10 | ματιζομένοις μετὰ γλυκέος. ἐν ἄλλῳ ὁ διὰ σπερμάτων οὕτως ἔχει· σελίνου σπέρματος 𐅻 κ, ἀνήσσου 𐅻 ιϛ, ἄμεως 𐅻 ιϛ, ὑοσκυάμου, μαράθου ἀνὰ 𐅻 ιβ, ὀπίου 𐅻 η. πλάσσε τροχίσκους δραχμιαίους καὶ ὀβολῶν δ καὶ γ, καὶ δίδου ἐν ποτῷ, ὡς προείρηται, καὶ ἐπὶ τῶν δραστικωτέρων | |
81.4 | δυσεντερικῶν ἐνεμάτων πρόσπλεκε αὐτό. —Ἀνώδυνον πρός τε ἧπαρ καὶ λυγμοὺς καὶ στρόφους κοιλιακοὺς καὶ τὰ πρὸ τῶν πυρετῶν ῥίγη, ὑστερικὰς πνίγας, τεταρταίους, ὑποχονδρίων πόνους καὶ εἰς ὄμματα ῥευματιζομένους. Σελίνου σπέρματος 𐅻 η, ἀνήσσου 𐅻 δ, | |
5 | καστορίου 𐅻 β, ὀπίου 𐅻 β, σμύρνης 𐅻 β, πεπέρεως 𐅻 α. πλάσσε τροχί‐ | |
σκους ἄγοντας ἀνὰ 𐅻 α, καὶ δίδου κοιλιακοῖς μετ’ οἴνου, τοῖς δὲ λοι‐ | 256 | |
81.5 | ποῖς μετὰ μελικράτου, περιωδυνῶσι μετὰ γλυκέος. —Ὑπνωτικόν. Καρδαμώμου 𐅻 η, πεπέρεως κόκκοι μ, σαγαπηνοῦ 𐅻 δ, καστορίου 𐅻 β, | |
81.6 | ὀπίου 𐅻 β. ἡ δόσις ὡς δύο ὄροβοι. —Περὶ ἀγρυπνίας. Πρόσταξον τρῖψιν εἰς τοὺς πόδας καὶ κλύσμα τῆς κάτω γαστρὸς ἤγουν ἔνεμα καὶ νίμμα προσώπου ἀπὸ τοῦ ζωμοῦ τῶν κωδυῶν καὶ ἀνακόλλημα ἀπὸ τοῦ τροχίσκου τοῦ διὰ σπερμάτων ἢ ὀπίου μετὰ τοῦ σπέρματος τῶν | |
5 | κωδυῶν ἢ θριδακίνης σπέρμα· ἀναλάμβανε δὲ ταῦτα μετὰ κρόκων ὠοῦ καὶ οὕτως ἐπίχριε εἰς τὰς ῥῖνας καὶ εἰς τὸ μέτωπον εἴς τε τὰ | |
81.7 | ὦτα καὶ τὴν κοιλίαν καὶ θώρακα. —Ὑπνωτικὰ κοκκία βηχικοῖς. Ὀπίου, χαλβάνης, στύρακος, σμύρνης, κρόκου ἴσα· δίδου ὀροβιαῖα | |
81.8 | κοκκία γ ἢ δ χωρὶς ποτοῦ. —Ἡ διὰ δύο πεπέρεων ληξιπύρε‐ τος. Κινναμώμου, καστορίου, ὀπίου ἀνὰ 𐅻 ϛ, σμύρνης, κόστου, πεπέ‐ ρεως λευκοῦ καὶ μακροῦ, χαλβάνης ἀνὰ 𐅻 γ, κρόκου 𐅻 β. ἀναλάμβανε | |
81.9 | μέλιτι ἀπέφθῳ καὶ δίδου κυάμου μέγεθος. —Ἡ Φιλώνειος. Πεπέ‐ ρεως λευκοῦ 𐅻 κ, ὑοσκυάμου σπέρματος 𐅻 κ, ὀπίου 𐅻 ι, κρόκου 𐅻 ε, πυρέθρου, εὐφορβίου, ναρδοστάχυος ἀνὰ 𐅻 α, μέλιτος Ἀττικοῦ ἢ ἄλλου ἀπέφθου τὸ ἀρκοῦν. ἀναλάμβανε, δίδου Ποντικοῦ καρύου τὸ μέγεθος | |
5 | τελείοις, ὑποδεεστέροις δὲ κυάμου, παισὶ δ’ ἐρεβίνθου, ἡπατικοῖς δι’ ἀφεψήματος πολίου ἢ δι’ ὀξυμέλιτος, σπληνικοῖς δι’ ἀφεψήματος χα‐ μαιπίτυος ἢ καππάρεως ῥιζῶν ἐν ὀξυκράτῳ εἰς ἀποτρίτωσιν ἑψηθει‐ σῶν, λιθιῶσι δι’ ἀφεψήματος σελίνου ἢ πετροσελίνου, τοῖς δὲ στραγγου‐ ριῶσι μαράθου ἀφεψήματι, δυσπνοϊκοῖς καὶ ἀσθματικοῖς μετ’ ὄξους | |
10 | σκιλλητικοῦ κοχλιαρίων δ, φθισικοῖς ἐν πτισάνης χυλῷ καὶ βηχικοῖς ὁμοίως, πλευριτικοῖς μετ’ ἀφεψήματος χαμαιπίτυος, αἱμοπτυϊκοῖς μετ’ ὀξυκράτου, πρὸς δὲ τὰ ἐντὸς πάντα μεθ’ ὑδρομέλιτος. τὸ δὲ πλῆθος | |
81.10 | τοῦ ποτοῦ ἤτοι ἀφεψήματος ἔστωσαν 𐆂υ γ. —Περὶ τῆς ἀθανα‐ σίας ἀντιδότου. Ἀθανασία ἀνώδυνος πλευριτική. Κασσίας, ναρδοστάχυος, ἀμώμου, κρόκου, ὀπίου, στύρακος, κόστου, σμύρνης ἀνὰ 𐅻 α, μέλιτος ἀπηφρισμένου τὸ ἀρκοῦν. ἡ δόσις ὡς ἡ Φιλώνειος. — | |
81.11 | Ἡ θεσπεσιανὴ πρὸς τὰς ἐν κατακαλύψει ἀποστάσεις καθόλου καὶ πύον ἀνάγοντας καὶ πρὸς δυσεντερικούς. Δαύκου, σίνωνος, ἴρεως Ἰλλυ‐ ρικῆς ἀνὰ 𐅻 ζ, σελίνου σπέρματος, μελανθίου, ὀπίου ἀνὰ 𐅻 γ, καστο‐ ρίου 𐅻 β, μέλιτος ἀπηφρισμένου τὸ ἀρκοῦν. δίδου καρύου Ποντικοῦ | |
81.12 | τὸ μέγεθος. —Ὑπνωτικὸν μάλιστα τοῖς θώρακα ῥευματιζο‐ μένοις καὶ βήσσουσιν. Σμύρνης 𐅻 β, κρόκου 𐅻 γ, ὀπίου 𐅻 γ, ἀνήσ‐ σου 𐅻 δ, δαύκου σπέρματος 𐅻 δ, στύρακος 𐅻 δ, ὑοσκυάμου σπέρματος 𐅻 ϛ. γλυκεῖ λειώσας ἢ ὕδατι χλιαρῷ πλάσσε τροχίσκους ἀνὰ τριώβολον· | |
81.13 | δίδου ἕνα εἰς κοίτην. —Ἀντίδοτος ἡ παιωνία. Πεπέρεως μέ‐ | |
λανος 𐅻 η, πεπέρεως λευκοῦ 𐅻 ϛ, μακροῦ 𐅻 ϛ, ὑοσκυάμου σπέρματος 𐅻 κδ, λιβάνου, κρόκου, ῥέου ἀνὰ 𐅻 ιβ, φύλλου 𐅻 ιβ, ὀπίου 𐅻 κδ, ἀμώ‐ μου 𐅻 ι, στύρακος 𐅻 ϛ, σμύρνης 𐅻 η, κόστου 𐅻 η, καστορίου 𐅻 η, ναρ‐ | 257 | |
5 | δοστάχυος 𐅻 ϛ, πυρέθρου 𐅻 ϛ, εὐφορβίου 𐅻 ε, μέλιτος τὸ ἀρκοῦν. ἡ δόσις εἰς νύκτα κυάμου μέγεθος. | |
82t | Περὶ ἑδρικῶν. | |
82.1 | Πρὸς φλεγμονὰς δακτυλίου ψιμυθίου 𐆄 δ, πομφόλυγος 𐆄 α, ἢ καδμείας ἁπαλῆς, λιβάνου 𐆄 α, σέρεως χυλοῦ 𐆂ο α. λείου ἐπιβάλλων κατὰ βραχὺ τὸν χυλόν, ἕως ἀναλωθῇ, εἶτα ποιήσας κηρωτὴν ἐξ ἐλαίου ῥοδίνου 𐆃 α καὶ κηροῦ 𐆄 ϛ καὶ ἀναξύσας μίγνυε μαλάσσων εὐτόνως. | |
5 | ἔνιε δὲ διὰ πυουλκοῦ καὶ ἐπάνω ἔμπλασμα θεὶς καὶ ἔριον ἐπίδει. ποιεῖ δὲ καὶ πρὸς ῥαγάδας φλεγμαινούσας καὶ τὰς μετὰ πυρώσεως ἢ | |
82.2 | δηγμοῦ ἐν ἕδρᾳ ἑλκώσεις. —Ἄλλο. Μυρσίνου 𐆂ο α, ψιμυθίου 𐆄 δ, λιβάνου 𐆄 β. ἑψήσας τὸ ψιμύθιον μέχρι μελιτώδους συστάσεως ἐπίχει | |
82.3 | προλελειασμένων τῶν δύο. —Ἑδρικὸν κατουλοῦν. Κηροῦ 𐆄 β, καδμείας τρὶς κεκαυμένης 𐆄 β, ψιμυθίου 𐆄 α, μολύβδου κεκαυμένου πεπλυμένου 𐆄 α, μυρσίνου 𐆃 α. οἴνῳ λείου τὰ ξηρὰ ἐφ’ ἱκανὰς ἡμέ‐ | |
82.4 | ρας καὶ χρῶ. —Πρὸς ῥαγάδας καὶ φλεγμονὰς ἐν ἕδρᾳ καὶ αἰδοίῳ καὶ κονδυλώματα. Ψιμυθίου 𐆄 ε, λιθαργύρου 𐆄 β 𐅶, λιβανω‐ τοῦ, σκωρίας μολύβδου, στυπτηρίας σχιστῆς ἀνὰ 𐆄 β. οἴνῳ ἀθαλάσσῳ λειώσας μίγνυε ῥοδίνῳ ἢ μυρσίνῳ. ποιεῖ πρὸς τὰ ῥυπαρὰ ἕλκη ἐν | |
5 | ἕδρᾳ, μάλιστα περὶ τὴν τῆς βαλάνου στεφάνην καὶ τὴν πόσθην, ἃ μήτε ὑπὸ τῶν ἐμμότων ἀνακαθαίρεται καὶ ὑπὸ τῶν πρὸς νομὰς παρ‐ | |
82.5 | οξύνεται, ἢ ὅταν ἀποσύρειν μὴ δύνωνται. —Πρὸς ῥαγάδας ἀπουλωτικὸν ξηρόν. Λίθου Φρυγίου, καδμείας ψιμυθίου, ἀλόης, λιβάνου ἀνὰ 𐅻 δ, λεπίδος, διφρυγοῦς ἀνὰ 𐅻 δ. λείου ἐπιμελῶς. — | |
82.6 | Ὁ δι’ ἁλικακκάβων τροχίσκος πρὸς ῥαγάδας καὶ κονδυ‐ λώματα, μυρμηκίας τε καὶ θύμους καὶ πάσας ὑπεροχὰς καὶ παρωνυχίας καὶ ἐρυσιπέλατα καὶ ὦτα πυορροοῦντα καὶ χείλη ἐρρωγότα καὶ πέλματα. Ψιμυθίου 𐅻 ιϛ, λιθαργύρου | |
5 | 𐅻 ιβ, ἁλικακκάβου ῥίζης φλοιοῦ ξηροῦ 𐅻 ιβ, χαλκάνθου 𐅻 β, στυπτη‐ ρίας σχιστῆς 𐅻 β, σινωπίδος 𐅻 β. ὄξει λείου· πρὸς δὲ τὴν χρείαν ἐφ’ | |
82.7 | ἑκάστου πάθους καταλλήλως ἀνεὶς ἐπίχριε. —Ἑδρικὸν ἡ ἀμβρο‐ σία. Κηροῦ, μέλιτος, ῥοδίνου, λιθαργύρου, ψιμυθίου, στέατος αἰγείου, βουτύρου ἀνὰ 𐅻 γ, λιβάνου 𐆄 α. —Δακτυλικὴ ῥαγάσι καὶ κον‐ | |
82.8 | δυλώμασι τοῖς μετὰ χειρουργίαν. Λιβάνου 𐆄 α, λιθαργύρου, ψιμυθίου, καδμείας ἀνὰ 𐆄 α, στυπτηρίας σχιστῆς, κρόκου, ἀλόης, μίσυος ὀπτοῦ ἀνὰ 𐆄 β. λείου οἴνῳ στύφοντι, ἕως ἀναλωθῇ, δικοτύλιον καὶ | |
82.9 | μιγνὺς μυρσίνου 𐆃 α χρῶ. —Πρὸς κονδυλώματα. Χαλκίτεως, οἰσύπου, μυελοῦ ἐλαφείου, βάτου φύλλων ἀνὰ 𐆄 β. μετὰ κηρωτῆς | 258 |
82.10 | χρῶ. —Πρὸς αἱμορροΐδας. Πρόσκλυσμα αἱμορροΐδων. Ἐν ὕδατος κοτύλαις η ἑψεῖται ἀκάνθης Αἰγυπτίας, ἀρτεμισίας ἀνὰ 𐆄 ε, ἀκτῆς φύλλων 𐆄 ε, σιδηρίτιδος 𐆄 δ, ἕως ἀπολειφθῇ τὸ ἥμισυ τοῦ ὕδα‐ τος· μετὰ δὲ τὴν ἕψησιν τούτων αἱ μὲν βοτάναι ῥίπτονται, τῷ δ’ | |
5 | ὕδατι μίγνυται ξηρὰ ταῦτα. μελαντηρίας 𐅻 ι, στυπτηρίας στρογγύλης 𐅻 κθ, λιθαργύρου 𐅻 δ, κηκῖδος 𐅻 γ, μίσυος 𐅻 β, σώρεως 𐅻 β. λύσας τὸ ξηρὸν ἐν τῷ ἀφεψήματι καταιόνησον ἑπτάκις τῆς ἡμέρας ἐξ ὡριαίου διαστήματος, τῇ δ’ ἐπιούσῃ ἕτερον ὁμοίως σκευάσας καταιόνα, καὶ τῇ τρίτῃ ἄλλο σκευάσας ὁμοίως ποίει. εἰ δ’ ἐπιμένοι τι λείψανον, τῇ τε‐ | |
10 | τάρτῃ κατακεντήσας τὰς αἱμορροΐδας, εἰ αἰσθάνοιτο ἢ αἱμάσσοι, τὸ μὲν ἀφέψημα ὁμοίως ποίει, τοῦ δὲ ξηροῦ τὸ ἥμισυ μίσγε, καταιονήσας δὲ παράπτου τῷ ξηρῷ, ἵνα ἀκριβῶς καυθῶσι, διὰ δὲ τὴν φλεγμονὴν ἄρτῳ ἔξωθεν κατάπλασσε. τοῦτο καίει ταχέως, τῷ δὲ καταπλάσματι ἐντὸς τῆς ζ ἀποπίπτουσιν αἱ ἐσχάραι. | |
83t | Περὶ αἰδοιϊκῶν. | |
83.1 | Τὸ τέταρτον ἐν τοῖς ἑδρικοῖς ποιεῖ πρός τε ῥαγάδας τὰς περὶ τὴν πόσθην καὶ τὰ περὶ τὴν στεφάνην ῥυπαρὰ ἕλκη, καὶ μάλιστα ὅταν | |
83.2 | ἀποσύρειν μὴ δύνωνται, ἀνίεται δὲ τὰ ξηρὰ οἰνελαίῳ. —Ἄλλο εἰς τὰ αὐτά. Λίθου Φρυγίου κεκαυμένου τρὶς καὶ ἐσβεσμένου τὸ μὲν πρῶτον βουτύρῳ ἢ ῥοδίνῳ, τὸ δὲ δεύτερον οἴνῳ, τὸ δὲ τρίτον μέ‐ | |
83.3 | λιτι 𐆄 β, ῥόδων ἄνθους 𐆄 α, σιδίων 𐆄 δ. —Τὸ διὰ χάρτου πρὸς νομάς. Λεπίδος χαλκοῦ 𐆄 α 𐅶, χάρτου κεκαυμένου 𐆄 α, ἀρσενικοῦ, σχιστῆς 𐅻 ϛ, θείου ἀπύρου 𐅻 ϛ, μολύβδου κεκαυμένου 𐅻 γ. ἐπὶ τῶν νομῶν ξηρὸν ἔμπασσε ἢ μότῳ ἐπίχριε μέλιτι μίξας καὶ βραχεῖ ῥοδί‐ | |
5 | νου. εἰ δ’ ἐπιπόλαιοι εἶεν αἱ νομαί, μόνῳ ῥοδίνῳ φυρῶν τὸ ξηρὸν ἐπιτίθει. καθόλου δὲ πᾶσαν νομὴν καὶ τὴν ἐπ’ αὐτῶν φλεγμονὴν κατάπλασσε φακῷ ἑφθῷ μετὰ σιδίων σὺν μέλιτι καὶ βραχεῖ ῥοδίνῳ· εἰ δὲ σφόδρα φλεγμαίνοι, φακῷ ἑφθῷ μετ’ ἄρτου βεβρεγμένῳ ἤτοι | |
83.4 | τὸ ἴσον ἢ τὸ τρίτον ἢ τὸ ἥμισυ. —Κόραξ πρὸς νομὰς τὸ δι’ ὀξυμέλιτος. Κηκίδων 𐆄 β, λεπίδος 𐆄 α 𐅶, χαλκίτεως, λιβάνου ἀνὰ 𐆄 α. λείου ὄξει ἐφ’ ἱκανὰς ἡμέρας, καὶ ἐπὶ τέλει μῖξον μέλιτος 𐆄 ε, χωρὶς δὲ ποιήσας κηρωτὴν ἀπὸ μυρσίνου 𐆄 ιη καὶ ταυρείου στέατος 𐆄 η καὶ | |
5 | κηροῦ 𐆄 δ καὶ τερεβινθίνης 𐆄 α μίξας συλλέαινε καὶ χρῶ ὡς τὸ διὰ χάρτου, διά τε πυουλκοῦ ἔνιε καὶ διὰ μότου παρατιθείς, ἐπάνωθεν δὲ καταπλάσσων ἢ κηρωτὴν ἐπιτιθεὶς ἔχουσαν κηκῖδος βραχὺ ἢ σιδίων ἢ | |
83.5 | σπόγγον καὶ πόλτον ἐξ οἴνου. —Ῥαγάσιν, ἕλκεσιν αἰδοίων αὐτομάτοις. Ἀλόην ξηρὰν ἐπίπασσε· εἰ δὲ στύφοιτο, μίγνυε καδ‐ | 259 |
83.6 | μείας τρὶς κεκαυμένης τὸ ἴσον ἢ πλέον ἢ ἔλαττον. —Ῥαγάσι δα‐ κτυλίου, αἰδοίου γυναικείου ἢ πόσθης. Ψιμυθίου, μολυβδαίνης, | |
83.7 | κηκῖδος, μυρσίνης ἢ σμύρνης ἴσα. ξηρῷ χρῶ ἢ μετ’ οἴνου. —Θύμων ἐν αἰδοίοις ξηράφιον. Χαλκίτεως ὠμῆς, μίσυος ὠμοῦ ἀνὰ 𐆄 α 𐅶, στυπτηρίας σχιστῆς 𐆄 α, λεπίδος χαλκῆς 𐆄 β. ξηρὸν ἐπίπασσε προϋ‐ | |
83.8 | γράνας οἴνῳ τοὺς τόπους. —Θαυμαστὸν πρὸς νομὰς αἰδοίων. | |
83.9 | Χαλκῖτιν καύσας χρῶ ξηρῷ. —Ἄλλο. Ῥόδων ἄνθους 𐆄 β, ἀλόης 𐆄 α. ξηρὸν προαποπλύνας οἴνῳ ἐπίπασσε. | |
84t | Περὶ τοῦ εἰς ὄσχεον κατολισθήσαντος ἐντέρου καὶ μέλλοντος εἰλεὸν ἀπεργάζεσθαι. | |
84.1 | Πειρατέον εὐθὺς σχηματίσαντας αὐτοὺς ἀναρρεπεῖς ἀναθλίβειν εἰς βουβῶνας τὰ κατολισθήσαντα τῶν ἐντέρων· γενόμενα δ’ ἐπὶ χώραν ἐπιδέσμοις παρακρατητέον. εἰ δὲ περιῳδηκότων ἤδη μετὰ φλεγμονῆς τῶν περὶ τὸν ὄσχεον τόπων στρόφοι καὶ ἐμπνευματώσεις γίνοιντο, | |
5 | τὴν ἀνάθλιψιν παραιτησόμεθα· μείζονος γάρ ἐστι φλεγμονῆς αἰτία· φλεβοτομήσομεν δὲ καὶ συστελοῦμεν ἄχρι τῆς πρώτης διατρίτου ἐμβρέ‐ χοντες τὰ περὶ τὸν ὄσχεον κατὰ μὲν τὰς ἀρχὰς οἰσυπηροῖς ἐρίοις δι’ οἰνελαίου, ὕστερον δὲ καταπλάσσοντες καὶ κατασχάζοντες κατὰ κύκλον τὰ περιοιδοῦντα τῶν μερῶν· ἀμεληθέντα γὰρ κατὰ νέκρωσιν ἀναιρεῖ | |
10 | πολλάκις. παρακμῆς δὲ γενομένης κηρωταῖς χρηστέον καὶ τῇ Μνασέου | |
84.2 | ἀνιεμένῃ, ἐπιδέσει δὲ χρησόμεθα ἐπὶ πλείους ἡμέρας. —Ἀνακόλ‐ λημα ἐντέρων. Σιδίων 𐅻 ι, κηκῖδος ὀμφακίτιδος 𐅻 ε. ἑψήσας ἐν οἴνῳ αὐστηρῷ κυάθους τρεῖς λειάνας τε ἐπιτίθει προαναθλίψας τὸ ἔν‐ τερον καὶ προκαταντλήσας ὕδατι ψυχρῷ, εἰ μὴ χειμὼν εἴη παγετώδης, | |
5 | ἐπίλυε δὲ δι’ ἡμερῶν ι, μένοντος ἐπὶ κλίνης τοῦ θεραπευομένου ἐφ’ ἡμέρας λ καὶ πίνοντος κυπαρίσσου ἀφέψημα μετ’ οἴνου. τὸ δὲ φάρ‐ μακον ἐπὶ παίδων ποιεῖ. ἐν ἄλλῳ ἀντιγράφῳ πότιζε, φησί, σφαιρίων | |
84.3 | κυπαρίσσου τριώβολον ἐν κράματι. —Ἄλλο ἀνακόλλημα ἐντέ‐ ρων. Κηροῦ, πιτυΐνης, πίσσης, ἀσφάλτου, θείου ἀπύρου ἴσα. προανα‐ | |
84.4 | θλίψας ἐπιτίθει καὶ ἐπάνω πτύγμα καὶ ἐπίδεσμον. —Ἄλλο. Κηροῦ 𐅻 η, ταυροκόλλης 𐅻 ϛ, ἀλόης 𐅻 ε, τερεβινθίνης 𐅻 γ, ἀσφάλτου 𐅻 γ, μάννης τριώβολον χειμῶνος καὶ μυρσίνου κοχλιάριον. τερεβινθίνης 𐆄 α 𐅶, κηροῦ, λιβάνου, σμύρνης, ἰχθυοκόλλης, κοχλιῶν ὀστράκων, μαρ‐ | |
5 | μάρου ἀνὰ 𐆄 α. τὴν ἰχθυοκόλλαν ὄξει πρόβρεχε ἐφ’ ἡμέρας γ καὶ λεά‐ | |
84.5 | νας καὶ ἑψήσας καὶ πάλιν λειῶν ἀνάλαβε αὐτῇ τὰ λοιπά. —Ἐντε‐ | |
ροκήλαις δι’ ἰξοῦ. Πίσσης ξηρᾶς, τερεβινθίνης ἀνὰ 𐆃 α, κολοφωνίας 𐆄 β, ἰξοῦ δρυΐνου 𐆄 ϛ, προπόλεως 𐆄 δ, χαλβάνης 𐆄 β. τήκεται ἅμα πίσσα, κολοφωνία, τερεβινθίνη, εἶθ’ οὕτως ἐπιβάλλεται ὁ ἰξὸς καὶ ταχέως | 260 | |
5 | ἀρθέντα ἀπὸ τοῦ πυρὸς σπαθίζεται, ἕως ψυγῇ. ποιεῖ καὶ πρὸς χοιρά‐ δας, μελικηρίδας, ἀποστήματα ἢ βουβῶνας ἢ τράχηλον· ἐξιποῖ γὰρ καὶ παρακολλᾷ· ποιεῖ καὶ ἐπ’ ἄρθρων ἐψυγμένων. κηροῦ, κηκίδων, σιδίων, | |
84.6 | ἀκάνθης Αἰγυπτίας. ἀναλάμβανε ὑγρᾷ πίσσῃ καὶ χρῶ. —Πρὸς ὑδρο‐ κήλας. Ἄσβεστον γλοιῷ ἀναλαβὼν ἐπιτίθει 〈σὺν〉 κηρωτῇ, καὶ | |
84.7 | βραχὺ νίτρου μίξας τῇ ἀσβέστῳ. ποιοῦσι καὶ αἱ ἐπισπαστικαί. —Πρὸς ὑδροκηλικούς. Ῥίζας κράμβης καύσας ἀνάλαβε τὴν σποδιὰν στέατι χοιρείῳ παλαιῷ τετηκότι καὶ ἐμπλάσας ἐπιτίθει, ἐπίλυε δὲ διὰ γ ἡμε‐ ρῶν. πρὸς δὲ τὸ μὴ πάλιν συλλογὴν ὑγροῦ γενέσθαι χρῶ μαλάγματι | |
5 | τούτῳ· κηροῦ 𐆃 β, πίσσης ξηρᾶς 𐆄 θ, ἀμμωνιακοῦ θυμιάματος 𐆄 κα, στυπτηρίας ὑγρᾶς 𐆄 α 𐅶 ἢ καὶ β. ποιεῖ εἰς τοῦτο καὶ ἡ δι’ αἰρῶν· | |
84.8 | ἔστι δ’ αὕτη. —Ἡ δι’ αἰρῶν. Πίσσης 𐆃 β, πιτυΐνης ξηρᾶς 𐆄 θ, κηροῦ λευκοῦ 𐆄 γ, κοινοῦ 𐆄 γ, ἐλαίου παλαιοῦ 𐆄 ε, ἀσφάλτου 𐆄 β 𐅶, αἰρῶν ἀλεύρου λεπτοτάτου ἡμιχοινίκιον, ὅ ἐστιν 𐆄 ιδ. τοῖς τηκτοῖς ἐπαρθέντων ἐκ τοῦ πυρὸς ἐμπάσσεται ἡ ἄσφαλτος λειοτάτη· χλιαροῖς | |
5 | δὲ γενομένοις τὸ αἴρινον, καὶ ἐπιρραίνεται ὄξος δριμὺ 𐆄 δ. ποιεῖ καὶ πρὸς τὰς ἐν μασθοῖς κακοήθεις σκληρίας· ἔστι δὲ πάνυ ξηραντικὴ καὶ | |
84.9 | ἀνώδυνος. —Πρὸς ὄρχεων φλεγμονάς. Κηροῦ, πιτυΐνης, ἀνη‐ θίνου ἐλαίου, ναρκισσίνου ἀνὰ 𐆄 ι, κυμίνου λειοτάτου 𐆄 ε, ὀνίδας ε. καὶ τὰς ὀνίδας ξηρὰς μὲν κόπτε καὶ σῆθε, νεαρὰς δὲ συλλέαινε τῷ κυμίνῳ καὶ ἀναξύσας τὴν κηρωτὴν ἀναμάλασσε ἅμα πάντα καὶ χρῶ | |
5 | ἐμπλάσσων, ἄνωθεν δὲ τοῦ ἐμπλάσματος ἐρίοις χρῶ ἐλαίῳ ναρκισσίνῳ | |
84.10 | δεδευμένοις ἢ μηλίνῳ ἢ ῥοδίνῳ. —Ἄλλο. Κύμινον κηρωτῇ ἀναλα‐ βὼν χρῶ· ἢ σταφίδι ἄνευ τῶν γιγάρτων διπλάσιον ἀναλαβὼν λεῖον κύμινον ἢ λινόσπερμον ἐν κράματι ἑφθῷ, ἢ τήλινον σὺν μελικράτῳ, ἢ κρίνου ῥίζαν ἐν οἴνῳ, καὶ λεάνας μίσγε βραχὺ μέλιτος. ποιεῖ δὲ καὶ | |
5 | ἡ δύναμις αὕτη· σταφίδος ἄνευ γιγάρτων 𐅻 κε, κυμίνου ὀξύβαφον, πιτυΐνης ἴσον. δοκεῖ δέ μοι πιτυΐνης 𐆄 γ, μέλιτος τὸ αὔταρκες. χρο‐ νίου δ’ οὔσης τῆς σκληρίας, σικύου ἀγρίου ῥίζαν ἑψήσας ἐν μελικράτῳ | |
84.11 | καὶ λειοτριβήσας κατάπλασσε μετ’ ὀροβίνου ἀλεύρου. —Ἄλλο εἰς ὄρχεων φλεγμονάς. Ἠριγέροντα χλωρὸν κατάπλασσε, ἢ κολίανδρον χλωρὸν μετὰ σταφίδων, ἕκαστον ἐξῃρημένον τὰ γίγαρτα, ἢ ἐρεβίνθων ἄλευρον σὺν μελικράτῳ ἑφθῷ, ἢ κολόκυνθα ὠμὴ ἢ κυδώνια ἑφθά. | |
84.12 | φλεβοτομία ἀπὸ σφυροῦ βοήθημα ὄρχεων φλεγμαινόντων. —Πρὸς κνησμοὺς περὶ ὄρχεις. Νίτρου, σταφίδος ἀγρίας, στυπτηρίας ὑγρᾶς. | |
ὄξει λειοτριβήσας καὶ ῥοδίνῳ κατάχριε ἐν βαλανείῳ, μετὰ δὲ τὸ λού‐ | 261 | |
84.13 | σασθαι ἐπικαταχριέσθω ὠοῦ τὸ λευκὸν μετὰ μέλιτος. —Ἄλλο. Τρύγα ὄξους ξηρὰν οἴνῳ φυράσας χρῶ ὥσπερ τῷ προτέρῳ καὶ μετὰ ταῦτα ὠοῦ τὸ λευκὸν ἐπίχριε. | |
85t | Περὶ ἰσχαίμων. | |
85.1 | Μάννα λιβανωτοῦ ἐμπασσομένη ἐπέχει αἱμορραγίας, ἢ λιβανωτός, μᾶλλον δ’ ὁ κεκαυμένος. μήνιγγος αἱμορραγούσης χρηστέον λιβανωτῷ ἢ Σαμίᾳ γῇ ἀστέρι λεγομένῃ. ὀφθαλμῶν αἱμορραγούντων ὕδωρ ψυ‐ χρὸν ἐγχυματιστέον καὶ τὰς διὰ κολλυρίων ἐγχύσεις ψυχρὰς προσοι‐ | |
5 | στέον· ἁρμόζει δὲ πάντων μᾶλλον τό τε ἡμέτερον Χιακὸν καὶ τὸ διὰ | |
85.2 | θαλλίας τό τε δι’ ἐρείκης καὶ τὰ διὰ ῥόδων. —Ἡ Ῥοδία ἴσχαιμος. Κηκῖδος ὠμῆς 𐅻 λβ, κηκῖδος κεκαυμένης καὶ ἐσβεσμένης οἴνῳ σποδιᾶς 𐅻 ιβ, λεπίδος χαλκῆς, εἴτε μελαίνης ἢ ἐρυθρᾶς 𐅻 μη, χαλκάνθου 𐅻 κδ, στυπτηρίας σχιστῆς 𐅻 ιϛ. λείου μετ’ ὄξους ἐφ’ ἱκανὰς ἡμέρας. ποιεῖ δὲ | |
5 | καὶ πρὸς νομὰς καὶ ἐπουλίδας, καταστέλλει καὶ τὰ ὑπερσαρκοῦντα, | |
85.3 | χνοῦς δὲ διὰ μήλης κατουλοῖ. —Ἄλλο ἴσχαιμον. Μίσυος ὠμοῦ 𐆃 α, πολυγόνου χυλοῦ ξηροῦ 𐆃 α, στυπτηρίας σχιστῆς 𐆄 γ. ὄξει συλλεά‐ νας ποίει τροχίσκους, πρὸς δὲ τὴν χρείαν ὄξει λύσας βρέχε σπόγγον | |
85.4 | καὶ ἐπιτίθει τῷ αἱμορραγοῦντι ἕλκει. —Ἄλλο ῥᾳδίως κατέχον αἱμορραγίας. Χαλκίτεως 𐅻 κ, λιβανωτοῦ ἢ μάννης 𐅻 ιϛ, ῥητίνης ξηρᾶς 𐅻 η, γύψου προσφάτου 𐅻 η. τὰ μὲν ἄλλα κόψας καὶ σήσας ἀπόθου ἐν πυξίδι χαλκῇ ἢ σιδηρᾷ, τὴν δὲ γύψον, ὅταν μέλλῃς τῷ | |
85.5 | φαρμάκῳ χρῆσθαι, τότε λειώσας μίγνυε. —Ἄλλα ἴσχαιμα ἁπλᾶ. Αἱμορραγίαν ἵστησιν ἕκαστον τούτων καθ’ αὑτό· ἀλόη, λιβανωτός, ἰὸς σιδήρου, κόπρος αἰγεία ξηρά, ὀνεία, ἱππεία. καὶ καυθεῖσαι δὲ ποιοῦσιν ἄσφαλτος, βατράχου κεκαυμένου σποδός, φρύνου, ὀθονίου κεκαυμένου | |
5 | σποδός, διφρυγοῦς λίθου καὶ κηκίδων διφρυγῶν ὄξει ἐσβεσμένων, στυπτηρία πᾶσα, μυρσίνη ξηρά, χαλκῖτις, σπόγγος βραχεὶς ὑγροπίσσῃ καὶ καυθείς, ἀμπέλου φλοιὸς ἢ φύλλα ξηρά. | |
86t | Περὶ αἱμορραγίας μυκτήρων. | |
86.1 | Μυκτήρων αἱμορραγίαν στέλλει ὀξυσχοίνου καρπὸς ταῖς ῥισὶν ἐντιθέμενος, κνίδης φύλλων χυλός, χαλκῖτις ἐλλυχνίῳ ἀναληφθεῖσα, ἀνθυλλὶς κεκαυμένη ξηρά, νάρθηκος τὸ ἐντὸς σὺν ὄξει, ὀνὶς ξηρὰ ἢ ὑγρὰ μετ’ ὄξους· τῷ δὲ μετώπῳ ἐμπλάσσεται γύψος μετ’ ὄξους ἢ | |
5 | ὕδατος ἢ ὠοῦ τὸ λευκόν· ὡσαύτως βολβοὶ σὺν χυλῷ πράσου ἢ σὺν ὄξει. πρὸ δὲ τούτων ἁρμόζει διάδεσις χειρῶν καὶ σκελῶν καὶ ἀναγαρ‐ | 262 |
86.2 | γαρισμὸς ὕδατος ψυχροῦ κεκραμένου ὄξει. —Ἄλλο. Μυκτήρων αἱ‐ μορραγίαν στέλλει πράσου χυλὸς ἐλλυχνίῳ ἀναληφθεὶς μετὰ λιβανω‐ | |
86.3 | τοῦ κεκαυμένου. —Ἄλλο ἴσχαιμον. Σπόγγον καινὸν ὑγρᾷ πίσσῃ διαβρέξας καῦσον ἐν χύτρᾳ καὶ τῇ σποδιᾷ μῖξον ἴσον ἑκάστου μίσυος, | |
86.4 | χαλκίτεως, χαλκάνθου κεκαυμένων πάντων. —Ἴσχαιμον καθόλου πρὸς πᾶσαν διαίρεσιν. Θεῖον ἄπυρον μετ’ ἴσου λιβανωτοῦ· ποιεῖ | |
86.5 | δὲ καὶ καθ’ αὑτὸν ὁ λιβανωτός. —Ἴσχαιμον ἀφλέγμαντον ποιοῦν, πολλάκις δὲ καὶ τὰς ἀπ’ ἀρτηριῶν αἱμορραγίας ἔστησεν. Ἀλόην μετὰ λιβανωτοῦ διπλασίονος λεάνας σὺν τῷ λευκῷ τοῦ ὠοῦ καὶ ἀναλαβὼν λαγῴαις θριξὶν ὡς ὅτι πλεῖστον ἐπιτίθει. — | |
86.6 | Ἴσχαιμον παρὰ Πλατυσήμου· ποιεῖ δὲ καὶ πρὸς νομὰς τάς τε ἐν αἰδοίοις καὶ τὰς λοιπὰς περιαιρεῖ τε τύλους καὶ χοιράδας μέλιτι καὶ ἐλαίῳ φυραθέν. Θείου ἀπύρου, ἀρσενικοῦ, σανδαράχης, ἀσβέστου | |
86.7 | ζώσης ἴσα πάντα. —Ἴσχαιμον ἰσχυρόν. Πιτυΐνην ξηρὰν λειώσας ἐπιτίθει ἤτοι καθ’ αὑτὴν ἢ μετὰ μάννης. θρόμβους τοὺς ἐν βάθει δια‐ λύει πινόμενον, ἢ ἐν κοιλίᾳ ἢ ἐν κύστει κονία συκίνη μεθ’ ὕδατος, θύμος ἐν ὀξυκράτῳ ἢ θύμβρα, σίλφιον μετ’ ὀξυκράτου, ὀποῦ Παρθι‐ | |
5 | κοῦ ὀροβιαῖον μέγεθος. | |
87t | Ἔμπλαστροι ἔναιμοι πρὸς νευροτρώτους· αἱ δ’ αὐταὶ ποιοῦσι καὶ πρὸς τὰς περιθλάσεις τῶν νεύρων. | |
87.1 | Τὸ κίσσινον πρὸς νευροτρώτους καὶ νύγματα, καὶ μά‐ λιστα ἐπὶ τῶν χρονισάντων καὶ ἤδη μερικὰς ἀποστάσεις ποιούντων· ποιεῖ δὲ καὶ πρὸς τὰ μετ’ ἐκβυρσώσεως κατάγματα. Λεπίδος ἐρυθρᾶς 𐆄 δ, λιβάνου 𐆄 γ, μίσυος 𐆄 α 𐅶, χαλκίτεως 𐆄 δ, ὄξους 𐆂ο ϛ. λείου ἐν | |
5 | ἡλίῳ θερινῷ, ἕως τὸ πλεῖστον τοῦ ὄξους ἀναλωθῇ, εἶτ’ ἐπίβαλλε τὸν λιβανωτὸν καὶ πάλιν συλλέαινε· ἐπειδὰν δὲ τὸ ὄξος ἀναλωθῇ, ποίει κηρωτὴν ἀπὸ κηροῦ 𐆄 ιγ καὶ ἐλαίου 𐆄 ιη καὶ χαλβάνης 𐆄 β καὶ ἀνα‐ ξύσας μίγνυε μαλάσσων. εἰ δὲ μὴ νύγματα εἴη, ἀλλὰ διαίρεσις, καὶ μάλιστα ὅπου νεῦρα γυμνά ἐστιν, ἀντὶ χαλβάνης τερεβινθίνης 𐆄 β βάλε, | |
10 | ἔμπλασσε καὶ θεράπευε δὶς τῆς ἡμέρας ἄνωθεν ἔρια δι’ ὀξελαίου ἐπι‐ τιθείς, πρὸς δὲ τὰς ἁπλᾶς διαιρέσεις ἡ κηρωτὴ ἔστω ἀπὸ κηροῦ 𐆄 ιϛ | |
87.2 | καὶ ἐλαίου 𐆃 β 𐅶. τοῦτό ἐστι τὸ κίσσινον. —Ἡ Ἰνδή. Ἰοῦ ξυστοῦ 𐆄 ϛ, κηκῖδος, χαλκάνθου, μίσυος, στυπτηρίας σχιστῆς καὶ στρογγύλης, χαλκίτεως ὀπτῆς, λεπίδος χαλκῆς ἀνὰ 𐆄 γ, ἀλόης 𐆄 α 𐅶, σμύρνης 𐆄 α, λεπίδος σιδήρου 𐆄 ε, ψιμυθίου 𐆄 ϛ, λιθαργύρου 𐆃 α, κηροῦ, κολοφωνίας, | |
87.3 | πίσσης, ἀσφάλτου ἀνὰ 𐆄 ιε, ἐλαίου 𐆃 α, ὄξους τὸ ἀρκοῦν. —Ἡ φαιὰ Γαληνοῦ ἤτοι κιρρά. Ἐλαίου παλαιοῦ 𐆃 δ, λιθαργύρου 𐆃 γ, ὄξους | |
𐆃 β, λεπίδος χαλκῆς μελαίνης 𐆄 β, χαλκίτεως 𐆄 β, ἰοῦ 𐆄 β. τὰ ξηρὰ λείου ἐφ’ ἱκανὰς ἡμέρας, τὴν δὲ λιθάργυρον ἐν τῷ ὀξελαίῳ ἕψει, ἕως | 263 | |
5 | ἐπὶ ποσὸν συστῇ, καὶ τότε ἐπίβαλλε τὰ λειωθέντα ἐν τῷ ὄξει μεταλ‐ λικὰ καὶ ἕψε μαλακῶς ἕως ἀμολύντου. τὸ ἐν τῇ λειώσει ὄξος οὐ χρὴ τοῦ ἐν τῇ ἑψήσει ὑφαιρεῖν. αὕτη κόλπους μὲν κολλᾷ καὶ σύριγγας ξηραίνει, τηκομένη δὲ μετ’ ἐλαίου καὶ τῶν ἑλκῶν τὰ δυσαλθῆ ἐκπέσ‐ σει καὶ πυοποιεῖ. δῆλον δ’ ὅτι τὸν ἐπίδεσμον ἐπὶ τῶν κόλπων ἀπὸ | |
87.4 | τοῦ πυθμένος ἀρχόμενοι ἄξομεν ἐπὶ τὰ στόμια. —Τὸ μελάγχλω‐ ρον νύγμασι, νευροτρώτοις καὶ πᾶσι τοῖς ἐναίμοις· κολλᾷ γὰρ ἀφλέγμαντα τηρῆσαν, ποιεῖ δὲ καὶ πρὸς χρόνια ἕλκη πρεσβυτικά τε καὶ εὐνούχων, ἔτι δὲ πρὸς τὰ περὶ ἕδραν, μασχάλας, βουβῶνας, | |
5 | τράχηλον, αἰδοῖον. Χαλκοῦ κεκαυμένου, κηκῖδος, ἀριστολοχίας στρογ‐ γύλης, ἁλὸς ἀμμωνιακοῦ, λεπίδος χαλκῆς, στυπτηρίας σχιστῆς καὶ ὑγρᾶς ἢ στρογγύλης, μίσυος, χαλκάνθου, χαλκίτεως, ἰοῦ ξυστοῦ, καδ‐ μείας, ἀλόης, σμύρνης, λιβάνου, πάνακος ῥίζης, λιθαργύρου, ψιμυθίου ἴσα πάντα. λειοῦται ἐν ἡλίῳ θέρους ὥρᾳ μετ’ ὄξους ἐφ’ ἱκανὰς ἡμέ‐ | |
10 | ρας καὶ πλάσσεται εἰς τροχίσκους, καὶ ἐπὶ τῆς χρείας λειοῦται ὄξει διούγγιον τοῦ φαρμάκου καὶ ἀναλαμβάνεται κηρωτῇ ἐχούσῃ κηροῦ 𐆄 ϛ, κολοφωνίας τῆς φρυκτῆς καλουμένης 𐆄 ϛ, ἐλαίου ἐπὶ μὲν τῶν ἁπλῶν τραυμάτων καὶ τῶν λοιπῶν ἑλκῶν μυρσίνου 𐆄 η, ἐπὶ δὲ τῶν | |
87.5 | νευροτρώτων παλαιοῦ. —Ἡ δι’ ὀξελαίου. Λιθαργύρου 𐆃 β, ὄξους 𐆃 δ, ἐλαίου παλαιοῦ 𐆃 δ· εἰ δὲ τοῦ ἐλαίου καὶ τοῦ ὄξους ἀνὰ 𐆃 ϛ λάβοι, δι’ ὅλης μὲν ἡμέρας ἑψεῖται καὶ μέλαν ἀποτελεῖται ὥσπερ ἄσφαλτος, ξηραντικώτατον δὲ γίνεται ὡς καὶ σύριγγας τὰς περὶ τρά‐ | |
5 | χηλον ἰᾶσθαι καὶ χοιράδας ἔναιμά τε κολλᾶν καὶ τὰ λοιπὰ κατου‐ | |
87.6 | λοῦν. —Ἡ Σαῗτις καταγματική, ἔναιμος, κεφαλική, κόλ‐ πων κολλητική. Λιθαργύρου, στέατος ταυρείου, πίσσης ξηρᾶς ἀνὰ 𐆄 κ (οἱ δὲ 𐆄 ιϛ), ἐλαίου κικίνου ἢ Σικυωνίου ἢ παλαιοῦ 𐆄 ι, τερεβιν‐ θίνης 𐆄 η, μάννης ἢ λιβανωτοῦ 𐆄 η, ὄξους 𐆄 ιϛ, κηροῦ 𐆄 δ, ὀποπάνακος, | |
5 | χαλβάνης, ἰοῦ ξυστοῦ ἀνὰ 𐆄 α. ἕψε ἔλαιον, λιθάργυρον, στέαρ ἕως ἀμολύντου, εἶτ’ ἐπίβαλλε πίσσαν, τερεβινθίνην, κηρόν, εἶτα χαλβάνην, μάννην, τὰ δὲ λοιπὰ ὄξει συλλειάνας καὶ ἐπάρας τὸν κάκκαβον ἐκ τοῦ πυρὸς καὶ ποσῶς ψύξας κατὰ σταγόνα ἐπίβαλλε, ἐπιστήσας δὲ | |
87.7 | πάλιν ἕψε ἕως ἀμολύντου. —Βάρβαρος ἔναιμος πρὸς τὰς ἀξιο‐ λόγους διαιρέσεις, μάλιστα ἐν κεφαλῇ, ὀστέα διακεκομμένα, χόνδρους, ἡπατικούς, σπληνικούς, αἷμα ἀνάγοντας, πρός τε κυνόδηκτα, ἀνθρω‐ πόδηκτα, κόλπους. Κηροῦ, πίσσης ξηρᾶς, ἀσφάλτου, πιτυΐνης ἀνὰ 𐆃 α, | |
5 | μάννης 𐆄 ϛ, ψιμυθίου, χαλκάνθου ἀνὰ 𐆄 δ, ὀποπάνακος 𐆄 β, ἐλαίου 𐆄 ε, ὄξους 𐆃 β. τὰ τηκτὰ τήξας ἐπάρας τε ἀπὸ τοῦ πυρὸς ἔνσταζε τὸν χάλκανθον διειμένον ὄξει καὶ ἐπιστήσας ἕψε, εἶτ’ ἐπάρας πάλιν ἐπί‐ βαλε τὸ ψιμύθιον λελειωμένον ὄξει καὶ πάλιν ἕψε, ἐπὶ τέλει δὲ μάν‐ | |
ναν καὶ ὀποπάνακα, καὶ εὐθέως περισπάθιζε, ἕως ψυγῇ, καὶ χρῶ. — | 264 | |
87.8 | Ἡ Ἀθηνᾶ. Σιδίων, χαλκοῦ κεκαυμένου, ἀριστολοχίας στρογγύλης, μακρᾶς, ἁλὸς ἀμμωνιακοῦ, λεπίδος χαλκῆς, νίτρου, στυπτηρίας σχιστῆς καὶ στρογγύλης, ἴρεως Ἰλλυρικῆς, μίσυος, χαλκάνθου, χαλκίτεως, ἰοῦ ξυστοῦ, καδμείας, ἀλόης, σμύρνης, λιβάνου, προπόλεως, ἀμμωνιακοῦ | |
5 | θυμιάματος, χαλβάνης ἀνὰ 𐆄 α, κηροῦ, πίσσης ἀνὰ 𐅻 ς, φρυκτῆς κολο‐ φωνίας τῆς καλουμένης 𐅻 ν, ἐλαίου 𐆄 ϛ. ὄξει λειούσθω τὰ ξηρὰ ἐν ἡμέραις πολλαῖς, καὶ οὕτως ἐπιχείσθω τὰ τηκτά. ἔστι δ’ ἐμπλαστὴ ἔναιμος, τραυματική, ἀφλέγμαντος, κολλητική, διεθεῖσα δ’ ἔμμοτος πρός τε νευρότρωτα καὶ νύγματα μυῶν τε διακοπάς. ἔστι δὲ καὶ κε‐ | |
10 | φαλική, ποιεῖ καὶ πρὸς τὰ δυσεπούλωτα καὶ τὰ περὶ βουβῶνας καὶ μασχάλας ἐξ ἀποστάσεως τετμημένα, καὶ καθόλου ξηραντικωτέρα ἐστὶ πάσης δυνάμεως. ἡ δὲ πίσσα Βρυτία ἔστω· εἰ δὲ μὴ παρείη, κοινή· ἑψείσθω δὲ καθ’ αὑτὴν μετ’ ὄξους 𐆄 ιη, ἕως τὸ ὄξος ἀναλωθῇ. — | |
87.9 | Ἡ δι’ ἰτεῶν. Χαλκάνθου, μίσυος, μελαντηρίας, χαλκίτεως, ἰοῦ ξυστοῦ, ψιμυθίου, κηκῖδος, στυπτηρίας σχιστῆς καὶ στρογγύλης ἀνὰ 𐆄 ϛ, ἰτέας φύλλων ἁπαλῶν 𐆃 β, ὄξους 𐆂ο ιβ, κηροῦ, πιτυΐνης, πίσσης, ἀσφάλτου ἀνὰ 𐆃 β, ἐλαίου τὸ ἀρκοῦν. εἰς τὰ τηκτὰ ἑψεῖται τὰ τῆς ἰτέας φύλλα | |
5 | εἰς ἀποτρίτωσιν μετ’ ὄξους, καὶ αὐτὰ μὲν ἐκπιασθέντα ῥίπτεται, ἐν δὲ τῷ ὄξει λειοῦνται τὰ ξηρά, ἕως τὸ ὄξος ἀναλωθῇ, καὶ λοιπὸν τὰ τηκτὰ ἐπικατερᾶται. ἔστι δ’ ἔναιμος, κολλητικὴ πρός τε αἱμοπτυϊκοὺς | |
87.10 | καὶ ἄρθρα ξηραντική. —Νευροτρώτων ἐμμέθοδος θεραπεία ἐκ τῶν Γαληνοῦ ἡ καὶ τοῖς νευροθλάστοις ἁρμόζουσα. Οἱ παλαιοὶ πάντες ἰατροὶ τῇ καλουμένῃ συνήθως ἐναίμῳ 〈καὶ〉 κολλητικῇ ἀγωγῇ ἐθεράπευον καὶ τοὺς νευροτρώτους· κατ’ ἀρχὰς γὰρ ἐπετίθουν | |
5 | τι φάρμακον τῶν ἐναίμων καλουμένων πειρώμενοι κολλᾶν τὰ χείλη τοῦ τραύματος· εἰ δ’ ἐφλέγμηνεν, ὕδατι κατήντλουν θερμῷ καὶ δαψι‐ λεῖ ἔλαιον παραχέοντες, καταπλάσματά τε προσέφερον ἄλευρον πύρι‐ νον ἡψημένον ἐν ὑδρελαίῳ. καὶ τοὺς μονομάχους δ’ ὅσοι κατὰ τῆς μύλης ἐτρώθησαν, ἀνωτέρω τε ταύτης κατὰ τὸν πλατὺν καὶ λεπτὸν | |
10 | τένοντα ὡσαύτως ἐθεράπευον, ὀλίγοι δ’ ἐξ αὐτῶν χωλούμενοι διεσῴ‐ ζοντο. ἐνήργουν δὲ κἀπὶ τῶν τῆς χειρὸς δακτύλων ὡσαύτως ὥστε σήπεσθαι τὰ βλαβέντα καὶ θλασθέντα νεῦρα οὕτως ὡς ἐοικέναι τοῖς ἡψημένοις. δεῖ τοίνυν ἀπέχεσθαι τῆς ἀγωγῆς ταύτης ἐπὶ νευροτρώτων ἢ νευροθλάστων, θεραπεύειν δὲ τρόπον ὃν ὁ Γαληνὸς ἐξεῦρεν οὕ‐ | |
15 | τως, ἐπιτιθέντα μὴ σκληρόν, ἀλλ’ ὥσπερ ἔμμοτον ἀνιέμενον φάρμακον, ὁποῖόν ἐστι τό τε ὑφ’ ἡμῶν καλούμενον κίσσινον καὶ τὸ ἐμφερὲς αὐτῷ τὸ Γαλήνειον καὶ τὸ μελάγχλωρον ἥ τε Ἰνδὴ καὶ ἡ Ἀθηνᾶ | |
ἀνεθεῖσαι ἤ τι τῶν ὁμοίων, ἐπάνω τε ἔρια ἐλαίῳ θερμῷ διάβροχα, θεραπεύειν δὲ δὶς τῆς ἡμέρας, ὄρθρου καὶ ἑσπέρας, καταιονοῦντα | 265 | |
20 | ἐλαίῳ θερμῷ ῥέποντι ἐπὶ τὸ μετρίως θερμότερον· τὸ γὰρ χλιαρὸν ἐμπλασσόμενον οὐκ ἐπιτρέπει τοῖς σώμασι διαπνεῖσθαι. δεῖ δὲ καὶ διὰ τετάρτης [καὶ] ἀλλάσσειν τὸ ἔλαιον, ὅπως ἀμιγὲς ὂν ῥύπου καὶ ἰσχνὸν γνησιώτερον τυγχάνῃ τῶν πεπονθότων. ὕδατος δὲ προσαγωγὴν ἐν ὅλῃ τῇ θεραπείᾳ παραιτεῖσθαι μέχρι τοῦ μηδὲ ἅψασθαι τοῦ ἕλκους, ὥστε | |
25 | κἂν ἐν ἀρχῇ δέῃ τὸ αἷμα τοῦ τετρωμένου ἀποπλῦναι, δι’ ἐλαίου τοῦτο πράττειν ἀναγκαῖον, ἀλλὰ καὶ ὅταν μετρίως ἔχοντες οἱ κάμ‐ νοντες λούωνται, μηδὲ τότε ἐπιτρέπειν αὐτοῖς, εἰ δυνατὸν εἴη, εἰς ὕδωρ βρέχειν τὸν πεπονθότα τόπον· ὡς τὸ πολὺ γὰρ ἐν ἄκραις ταῖς χερσὶν οἱ νευρότρωτοι γίνονται. τῶν δὲ καλῶς ἐπιμεληθέντων οἱ τὴν | |
30 | ἑβδόμην ἀφλέγμαντον ὑπερβάντες ὡς μήτε ὀδύνην τινὰ ἔχειν μήτε | |
87.11 | τάσιν, βεβαίως καὶ ἀσφαλῶς ὑγιαίνουσιν. —Πρὸς μερικὰς ἀπο‐ στάσεις ἐπὶ νευροτρώτων. Κηροῦ, κολοφωνίας, βουτύρου ἀνὰ 𐆃 α, πίσσης ξηρᾶς, μέλιτος ἀνὰ 𐆄 ϛ, ἰοῦ 𐆄 γ, ὄξους τὸ ἀρκοῦν. συννόει | |
87.12 | πῶς αὐτὸ σκευάσεις. —Ἔναιμος κολλητικὴ πυκτική. Ἐλαίου 𐆃 β, λιθαργύρου 𐆃 α, μολυβδαίνης 𐆃 α, λεπίδος χαλκῆς, χαλκάνθου, | |
87.13 | ἰοῦ ξυστοῦ, χαλβάνης ἀνὰ 𐆄 β, κηροῦ, κολοφωνίας ἀνὰ 𐆃 β. —Ἀπο‐ χύματος σκευασία. Πίσσης ξηρᾶς 𐆃 α, κηροῦ 𐆄 δ, πιτυΐνης 𐆄 ϛ, πίσσης ὑγρᾶς 𐅻 δ. τήξας ἅμα διήθει εἰς λεκάνιον ἔχον ὕδωρ καὶ ἀνα‐ | |
87.14 | μαλάξας ταῖς χερσὶν ὡς πάστελλον χρῶ. —Ξυστικόν. Ἀποχύματος 𐆃 γ, κηροῦ, πίσσης, στέατος ταυρείου ἀνὰ 𐆄 ϛ, ὀποπάνακος 𐆄 γ. οἴνῳ | |
87.15 | 〈ὁ〉 ὀποπάναξ λειοῦται. —Μαλακτικὴ ἐπισπαστική. Ἐλαίου παλαιοῦ 𐆃 β, λιθαργύρου λίτρα α, προπόλεως 𐆄 γ, ἀμμωνιακοῦ θυμιά‐ | |
87.16 | ματος 𐆄 γ, φρυκτῆς 𐆄 γ, θείου ἀπύρου 𐆄 α. —Ἡ αἰχμάλωτος. Ἐλαίου παλαιοῦ ξ̸ β, ἁλῶν κοινῶν, ψιμυθίου ἀνὰ 𐆄 ιϛ, χαλβάνης, ἀριστολοχίας μακρᾶς ἀνὰ 𐆄 δ, προπόλεως 𐆄 ε, πάνακος 𐆄 β. | |
88t | Πρὸς ἄρθρα ῥευματιζόμενα καὶ ἕλκη κακοήθη καὶ δυσεπούλωτα. | |
88.1 | Λιθαργύρου 𐆄 ε, πίσσης 𐆄 ιϛ, ἀμμωνιακοῦ 𐆄 γ, εὐφορβίου 𐆄 γ, χαλβάνης 𐆄 α, κολοφωνίας 𐆄 ϛ, στέατος χοιρείου 𐆄 ϛ, κόπρου περιστε‐ | |
88.2 | ρᾶς 𐆄 δ, ἁλῶν 𐆄 β. —Χαλαστικὴ κηρωτὴ ξυστική. Κηροῦ, κολο‐ | |
88.3 | φωνίας, ταυρείου στέατος, πιτυΐνης ἴσα, ὅτε χρηστέον ταύτῃ. —Τὸ ἑξαφάρμακον πρὸς χειμέθλας ἡλκωμένας. Ἐλαίου 𐆄 κ, ταυ‐ ρείου στέατος, κηροῦ ἀνὰ 𐆃 α, λιθαργύρου 𐆄 ϛ, κολοφωνίας 𐆄 δ, μέλι‐ | |
88.4 | τος 𐆄 ϛ. —Ἡ χείρ. Ταυρείου στέατος 𐆄 ε, κηροῦ 𐆄 α, τερεβινθίνης | 266 |
88.5 | 𐆄 γ, βουτύρου 𐆄 β, ὑσσώπου 𐆄 α. —Ἡ δι’ αἰρῶν. Πίσσης λίτρας β, πιτυΐνης 𐆄 θ, κηροῦ κοινοῦ 𐆄 γ, Τυρρηνικοῦ 𐆄 γ, ἐλαίου παλαιοῦ 𐆄 ε, ἀσφάλτου σεσησμένης 𐆄 β 𐅶, αἰρίνου ἀλεύρου ξ̸ α, ὄξους κυπρίνου 𐆂υ β. | |
89t | Περὶ φλεγμονῆς. | |
891,2 | Φλεγμονὴ πᾶσα δι’ ἐπιρροὴν αἵματος γίνεται. σκοπὸς τοίνυν ἡ | |
89.3 | κένωσις τοῦ πλεονάζοντος αἵματος ἐν τῷ φλεγμαίνοντι μορίῳ. περὶ κεφαλὴν τοίνυν φλεγμονῆς οὔσης, ἀπ’ ἀγκῶνος φλεβοτομεῖν, καὶ εἰ ὀφθαλμῶν εἴη φλεγμονὴ ἢ ἀκοῆς ἢ ἐν στόματι [ἢ ἀκοῆς], τέμνειν δεῖ τὴν ὠμιαίαν φλέβα· μὴ φαινομένης δὲ ταύτης, τὴν μέσην· ἐπὶ δὲ | |
5 | συνάγχης πρώτας μὲν τὰς ἐν χερσί, δευτέρας δὲ τὰς ὑπὸ τῇ γλώσσῃ, τῶν δὲ κατ’ ἰνίον καὶ τὰς ἐν χειρὶ μέν, οὐχ ἥκιστα δὲ καὶ τὴν ἐν τῷ μετώπῳ· ἢν δὲ θώραξ ἢ πνεύμων ἢ ἧπαρ, τὴν ἔνδον, ἐπειδὴ κατ’ εὐθύ τε καὶ κατ’ εὐθείας ὁδοῦ τῇ κοίλῃ καλουμένῃ κοινωνεῖ· μὴ φαινομένης δὲ τῆς ἔσω, τὴν μέσην τέμνειν· εἰ δὲ μηδὲ αὕτη, τὴν | |
10 | ὠμιαίαν· νεφρῶν δὲ φλεγμαινόντων ἢ κύστεως ἢ αἰδοίου ἢ μήτρας, τὰς ἐν τοῖς κώλοις τέμνειν, μάλιστα μὲν τὰς κατ’ ἰγνύας, εἰ δὲ μή, τὰς παρὰ σφυρόν· ἀεὶ δ’ ἐπὶ πάντων τὰς κατ’ εὐθύ, οἷον ἐφ’ ἥπα‐ τος μὲν τὰς ἐν τῇ δεξιᾷ χειρί, ἐπὶ δὲ τοῦ σπληνὸς ἔμπαλιν τὰς ἐν | |
89.4 | τῇ ἀριστερᾷ. εἰ μὲν οὖν ἄνευ ἕλκους γένοιτο φλεγμονή, μεθ’ αἵματος ἀφαίρεσιν χαλαστικῇ ἀγωγῇ θεραπεύειν· τὰ μὲν περὶ θώρακα καὶ ὑποχόνδριά τε καὶ νεφροὺς καὶ μήτραν καταιονᾶν μὲν ἐλαίῳ γλυκεῖ καταπλάσσειν τε ὠμηλύσει δι’ ὑδρομέλιτος· προκοπῆς δὲ γενομένης, | |
5 | μεταβαίνειν ἀπὸ τῶν καταπλασμάτων ἐπί τε κηρωτὰς χαλαστικὰς καὶ μαλάγματα· τὰς δὲ περὶ τὰ κῶλα φλεγμονὰς φλεβοτομεῖν καὶ κατα‐ πλάσσειν ἄρτῳ ἐξ ὑδρελαίου ἑφθῷ ἢ γύρει πυρίνῃ ἢ κριθίνῃ, ἔσθ’ ὅτε προκαταιονήσαντα ὕδατι θερμῷ ποτίμῳ ἢ ὑδρελαίῳ· προκοπῆς δὲ γενομένης, μεταβαίνειν ἐπὶ φάρμακα πάρυγρα μὲν τὴν σύστασιν, | |
10 | χαλαστικὰ δὲ τὴν δύναμιν· αἱ γὰρ ἔμπλαστροι περιτείνουσαι δευτέρων | |
89.5 | ἐνίοτε φλεγμονῶν αἰτίαι καθίστανται. εἰ δὲ σκιρρῶδες τὸ λείψανον τῆς φλεγμονῆς ὑπομένει, χρηστέον τοῖς ἀμυκτικοῖς, ὥσπερ ταῖς δι’ | |
89.6 | ἁλῶν, ὅτε καὶ ἐξ ὑδαροῦς ἅλμης διὰ σπόγγων πυριατέον. εἰ δέ, νικη‐ θέντων τῶν φαρμάκων, ἐκπυηθείη ἡ φλεγμονή, στομοῦν χρὴ ἔνθα μάλιστά ἐστιν ὑψηλότατον αὑτοῦ τὸ φλεγμαῖνον· καὶ γὰρ καὶ λεπτό‐ | |
89.7 | τατον εὑρήσεις ἐνταῦθα τὸ δέρμα. εἰ δὲ καὶ σεσηπέναι φαίνοιτό τινα τοῦ διαπυηθέντος, ἐγκόπτειν καὶ περιαιρεῖν ἀναγκαῖον αὐτὰ ὥσπερ ἐπὶ μασχαλῶν καὶ βουβώνων, ἐφ’ ὧν μετὰ τὴν περιαίρεσιν πληροῦν χρὴ τὸ ἕλκος, μάλιστα μὲν μάννης (ἔστι δ’ ἡ μάννα ὑπόσεισμα λιβα‐ | |
5 | νωτοῦ· ἔχει γάρ τι στυπτικόν), εἰ δὲ μὴ παρείη, αὐτοῦ τοῦ λιβανω‐ τοῦ· ἐπάνωθέν τε παρηγορεῖν ἤτοι γε ἐμβροχῇ ἢ καταπλάσματι· ἀπὸ δὲ τῆς διατρίτου διαπυΐσκοντα ἔμμοτα ἐπιτιθέναι ὥσπερ τὴν τετρα‐ φάρμακον καὶ τὴν τοῦ Ἀζανίτου ἢ τὸ Μακεδονικόν· ἔστι γὰρ ἡ | 267 |
89.8 | τετραφάρμακος προσειληφυῖα καὶ λιβανωτοῦ. μετὰ δὲ ταῦτα τοῖς ξη‐ ραίνουσι χρηστέον, καθάπερ τῇ Ἰνδῇ καὶ τῇ Ἀθηνᾷ καὶ τῷ μελαγχλώ‐ ρῳ τροχίσκῳ· ἐπὶ τέλει δὲ κατουλοῦν ἢ τῷ διὰ καδμείας ἢ τῇ Ἰνδικῇ | |
89.9 | ἢ τῇ Ἀθηνᾷ. δεῖ δέ, πρὶν τελέως πληρωθῆναι τὸ ἕλκος, πειρᾶσθαι κατουλοῦν τὸ μὲν πρὸς τοῖς χείλεσιν ἐπικυλίοντα πυρῆνα μήλης ἔχοντα τῆς Ῥοδίας ἤ τινος τοιούτου ξηροῦ, τὰ δ’ ἐν μέσῳ μοτοῦν τῶν προειρημένων τινί· ἐπὶ τέλει δὲ κατὰ πᾶν τὸ ἕλκος τῷ ξηρῷ, | |
89.10 | ὡς προείρηται, χρῆσθαι. ἄνωθεν δ’ αὐτοῦ ἀρκεῖ ἤτοι ξηρὸς μότος ἢ ἐξ οἴνου ἐλλύχνια Ταρσικὰ ἢ ξανίδες ἐκ παλαιῶν ὠμολίνων σπόγγος | |
89.11 | τε οἴνῳ δευθεὶς καὶ ἐπίδεσις οἰκεία. σημειωτέον δ’ ὅτι ἐπὶ πάσης φλεγμονῆς τὸ τῆς εἰς τὰ ἐναντία ὁλκῆς καὶ ἀντισπάσεως παράγ‐ γελμα κοινὸν ὑπάρχει, οἷον ἐπὶ μὲν σκέλους διὰ χειρῶν γυμνάζεσθαι, | |
89.12 | περιπάτου καὶ στάσεως ἀπεχόμενον. οὔκουν οὐδὲ εἰ τὴν ἕδραν φλεγ‐ μαίνοι τις, τὴν κοιλίαν μαλάξομεν, ὥσπερ οὐδὲ εἰ κατὰ κύστιν ἢ αἰδοῖον ἢ νεφρούς, οὐρητικοῖς ποτίσομεν, οὐδὲ εἰ μήτραν ἢ γυναικὸς αἰδοῖον, ἔμμηνα κινήσομεν, ἀλλ’ ἐπὶ τὰ πορρωτάτω τὴν ἀντίσπασιν | |
89.13 | καὶ μεθολκὴν ἀεὶ ποιησόμεθα. αἱ μέντοι πυρώδεις φλεγμοναὶ τοῖς μετὰ τοῦ χαλᾶν ἐμψύχουσι βοηθοῦνται, ὥσπερ τῷ τε σφαιρίῳ καὶ τῇ παρύγρῳ καὶ τῷ διὰ μολυβδαίνης, ἔτι δὲ καὶ τῷ δι’ ὠῶν καὶ τῷ διὰ μέλιτος ἀνιεμένῳ παρύγρῳ συστάσει καὶ σὺν ὕδατι ἀνακεκομμένῳ· | |
5 | ὁμοίως καὶ τῇ διὰ χυλῶν μετ’ ἴσου κηροῦ συντακείσῃ ῥοδίνῳ ἢ ὠμο‐ | |
89.14 | τριβεῖ ἐλαίῳ αὐταρκεῖ καὶ μεθ’ ὕδατος ἀνακοπείσῃ. τὰ δ’ ἐρυσιπέλατα | |
89.15 | ἰδιαίτερον θεραπευόμενα ἰδίας καὶ ἀναγραφῆς τεύξεται. αἱ δὲ μετὰ νομῆς φλεγμοναὶ καταπλασσέσθωσαν ἤτοι φακῷ ἑφθῷ μετὰ μέλιτος ἢ | |
89.16 | καὶ ἄρτου τι προσειληφότι, ἐνίοτε καὶ σιδίων. καὶ τὰς ἐπὶ τραύματι δὲ φλεγμονάς, αἳ γίνονται νικηθέντων τῶν ἀφλεγμάντων φαρμάκων, θεραπεύειν καταιονοῦντα μὲν ὕδατι θερμῷ ποτίμῳ ἢ ὑδρελαίῳ, αὐτῷ δὲ τῷ ἕλκει τετραφάρμακον ἐπιτιθέντα, ἢ τὸ Μακεδονικὸν ἢ τὴν τοῦ | |
5 | Ἀζανίτου, ἀνιεμένας ῥοδίνῳ ἢ ἄλλῳ τινὶ τῶν χαλαστικῶν ἐλαίων, ἄνωθεν δὲ καταπλάσσοντα δι’ ὑδρελαίου καὶ πυρίνου ἀλεύρου ἢ κρι‐ θίνου ἢ ἐξ ἀμφοῖν μικτοῦ, ἐν παρακμῇ δὲ τοῖς ξηραίνουσιν ὡς τῇ | |
89.17 | Ἰνδικῇ καὶ τῇ Ἀθηνᾷ, καὶ τὰ λοιπὰ ἀκολούθως. ἕδρας δὲ φλεγμαι‐ νούσης καὶ δακτυλίου, καταπλάσσειν μελιλώτῳ ἐν γλυκεῖ ἑφθῷ, μι‐ γνύντα καὶ ὠοῦ λέκιθον ὀπτὴν καὶ ἄρτον ἐν οἴνῳ βεβρεγμένον, | |
89.18 | βραχὺ δέ τι καὶ κρόκου. —Ἡ τετραφάρμακος. Κηροῦ, πίσσης ξηρᾶς, στέατος ταυρείου, κολοφωνίας ἴσα. ἀνίεται ἐλαίῳ ῥοδίνῳ. — | |
89.19 | Ἡ τοῦ Ἀζανίτου. Στέατος ὑείου τετηκότος 𐆃 α, πευκίνης ῥητίνης ἢ πιτυΐνης 𐆄 ι, κηροῦ, ταυρείου στέατος, οἰσύπου, πίσσης ξηρᾶς 𐆄 γ. — | 268 |
89.20 | Μακεδονικόν. Κηροῦ, κολοφωνίας, πίσσης, ταυρείου στέατος, λιβα‐ νωτοῦ ἴσα. τήξας καὶ ἐπάρας ἀπὸ τοῦ πυρὸς τότε ἔμπασσε τὸν λιβα‐ | |
89.21 | νωτὸν καὶ χρῶ. —Ἀντεμβροχή. Τῆς διὰ χυλοῦ 𐆃 β, ἐλαίου 𐆃 β, κολοφωνίας 𐆃 α, πιτυΐνης 𐆃 α, οἴνου 𐆃 α 𐅶. τήξας καὶ σπαθίσας, ἕως | |
89.22 | ψυγῇ, ἐπίβαλλε μετὰ τὸ ψυγῆναι τὸν οἶνον. —Πεντάθετος ἀντ‐ εμβροχή. Κηροῦ, κολοφωνίας, πιτυΐνης, πίσσης, ἀσβέστου ἴσα. ἐπάρας τὰ τηκτὰ ἔμπασον τὴν ἄσβεστον. ἡ δὲ χρῆσις τοιαύτη· τήκεται κηρὸς ἐν ἑπταπλασίονι ἐλαίῳ καὶ ἐπιβάλλεται τοῦ φαρμάκου ἴσον τῷ κηρῷ, | |
5 | τακέντος δ’ αὐτοῦ ἄφελε ἀπὸ τοῦ πυρὸς καὶ σπάθιζε· ψυγέντι δὲ μιγνύων οἶνον κατὰ βραχὺ ὡς τὸ τρίτον τοῦ ἐλαίου ἀνάκοπτε ἐπι‐ μελῶς. ποιεῖ καὶ πρὸς τοὺς ἐν δικαστηρίῳ ξεσθέντας καὶ ξύλοις τυφ‐ | |
89.23 | θέντας ἐμφερῶς τῇ πρὸ αὐτῆς. —Πιλάριον τὸ δι’ ἑλκύσματος πρός τε ἀποσύρματα καὶ τὰ ὅμοια. Ταυρείου στέατος, κηροῦ ἀνὰ 𐆄 ι, ἑλκύσματος 𐆄 ϛ, κολοφωνίας 𐆄 δ, πίσσης 𐆄 β, ἐλαίου 𐆃 β 𐅶. ἐνίοτε τὸ ἕλκυσμα ξηρὸν λειοῦται οἴνῳ ἢ χυλῷ τήλεως. μὴ παρόντος | |
89.24 | ἑλκύσματος, μολυβδαίνῃ χρώμεθα. —Ἡ δι’ ὠῶν. Κηροῦ 𐆄 ϛ, ψιμυ‐ θίου, λιθαργύρου, ἀμύλου ἀνὰ 𐆄 ϛ, ὠὰ ὠμὰ δ, ῥοδίνου τὸ ἀρκοῦν. — | |
89.25 | Ἕτερον πάρυγρον. Λιθαργύρου, ψιμυθίου ἀνὰ 𐆄 γ, κηροῦ 𐆄 ϛ, | |
89.26 | ἐλαίου ῥοδίνου 𐆃 α 𐅶, ἀμύλου 𐆄 β. —Ἡ ἀνθηρά. Ἀσβέστου ζώσης καὶ ψιμυθίου ἀνὰ 𐆄 α 𐅶, κηροῦ 𐆄 δ, κολοφωνίας 𐆄 θ, λίπους ὑείου 𐆄 ζ, λινοσπέρμου χυλοῦ 𐆂ο α, ἐλαίου 𐆂ο α. ἡ κοτύλη τοῦ ἐλαίου ἄγει σταθ‐ μῷ 𐆄 ι. λείου τὴν ἄσβεστον καὶ τὸ ψιμύθιον μέρει τοῦ χυλοῦ, εἶτα | |
5 | καὶ ὅλον ἐπίβαλλε τὸν χυλόν, τὰ δὲ τηκτὰ θερμὰ καταχέας λειοτρίβει, ἕως ψυγῇ. θαυμαστῶς ποιεῖ πρὸς πτερνῶν ῥαγάδας, ἐπὶ δ’ ἑλκῶν | |
89.27 | φυλάσσου· δυσῶδες γὰρ ἀποτελεῖται. —Ἡ διὰ χυλοῦ. Λιθαργύρου 𐆃 ϛ, ἐλαίου παλαιοῦ χειμῶνος μὲν 𐆃 θ, θέρους δὲ 𐆃 ζ 𐅶, χυλῶν 𐆃 ε. ἕψε ὁμοῦ πάντα ἕως ἀμολύντου. οἱ δὲ χυλοὶ γίνονται οὕτως· ὕδατος ξ̸ κ, μολόχης ἀγρίας ῥιζῶν 𐆃 δ, τήλεως ξ̸ α, λινοσπέρμου 𐆃 α. βρέχε‐ | |
5 | ται ἡ ῥίζα α, τῇ δ’ ἑξῆς ἐπιβάλλεται ἡ τῆλις, τῇ τρίτῃ τὸ λινόσπερ‐ μον καὶ ἑψεῖται, ἕως παχύτατος γένηται ὁ χυλός. ἐγὼ ιβ ξ̸ ὕδατος | |
89.28 | βάλλω. —Τὸ βρόμιον. Τήλεως, λινοσπέρμου χυλοῦ 𐆃 α, ἐλαίου 𐆃 α. ἕψε ὁμοῦ, ἕως ἀναποθῇ ὁ χυλός, εἶτ’ ἐπίβαλλε πιτυΐνης 𐆄 γ, κηροῦ 𐆄 ϛ, | |
89.29 | κολοφωνίας 𐆄 γ, χαλβάνης 𐆄 δ. —Πάρυγρος. Κηροῦ 𐆄 ϛ, ῥοδίνου ἢ ὀμφακίνου 𐆃 β 𐅶. τήξας μετὰ τὸ ἐπᾶραι ἐπίβαλλε τῆς διὰ χυλοῦ 𐆃 α καὶ σπάθιζε, ἕως ψυγῇ, καὶ ἐπίσταζε οἴνου 𐆄 ϛ, ἢ ἀντ’ οἴνου χυ‐ λοῦ σέρεως ἢ ψυλλίου, μάλιστα ἐπὶ τῶν περὶ ἕδραν παθῶν καὶ ἐρυσι‐ | |
5 | πελάτων. | 269 |
90t | Χοιραδικὸν † παρὰ Προεχίου. | |
90.1 | Κάχρυος 𐆄 δ, ἀμμωνιακοῦ θυμιάματος 𐆄 γ, νίτρου, προπόλεως, ἰξοῦ δρυΐνου, χαλβάνης, τερεβινθίνης ἀνὰ 𐆄 α, λίθου πυρίτου 𐅻 δ, κόπρου περιστερᾶς 𐅻 δ. τὸ φάρμακον κοπτόν ἐστιν· οὐ δεῖ γὰρ αὐτὸ | |
90.2 | τήκειν. —Ἡ διὰ γλοιοῦ χοιράδων διαφορητική, δοθιήνων, παρωτίδων, ἀφλέγμαντος, τραυματικὴ ἐπὶ μεγάλων τραυμάτων. Γλοιοῦ διυλισθέντος 𐆃 γ 𐅶, θαλάσσης πελαγίας 𐆃 α. ἕψε ὁμοῦ κινῶν ὑγρῷ καλάμῳ, ἕως ἀναλωθῇ ἡ θάλασσα, εἶτ’ ἐπί‐ | |
5 | βαλλε κικίνου ἐλαίου ἢ παλαιοῦ 𐆃 β ἢ κοτύλας β, καὶ ἕψε, ἕως ἂν δοκῇ ἀμόλυντος γεγονέναι, εἶτ’ ἐπίβαλλε κολοφωνίας 𐆃 β, κηροῦ 𐆃 α, χαλκοῦ κεκαυμένου 𐆄 β, ἀμμωνιακοῦ θυμιάματος 𐆄 β, καὶ ἕψε ἕως | |
90.3 | ἀμολύντου συστάσεως. ποιεῖ καὶ ἐπὶ σκληριῶν. —Τὸ διὰ ζύμης. Πιτυΐνης 𐆃 α, κηροῦ 𐆄 η, ζύμης 𐆄 δ, ἐλαίου 𐆄 γ, ἁλῶν 𐆄 γ. τοὺς ἅλας λείους μάσσε σὺν τῇ ζύμῃ, τὴν δὲ κηρωτὴν ἀναξύσας μίγνυε εὐτόνως | |
90.4 | καὶ χρῶ. —Πρὸς χοιράδας ἡλκωμένας καὶ ἀνελκώτους. Κηροῦ, πιτυΐνης, στέατος ἀνάλου, πρασίου, ἰοῦ ξυστοῦ ἀνὰ 𐆄 ϛ. συν‐ νόει πῶς σκευάσεις. | |
91t | Πρὸς μελικηρίδας. | |
91.1 | Ἁλῶν ὀρυκτῶν, ψιμυθίου, λιθαργύρου ἀνὰ 𐆃 α, μίλτου 𐆄 ϛ, ἐλαίου παλαιοῦ 𐆃 γ, χαλβάνης, ὀποπάνακος, κηροῦ, τερεβινθίνης ἀνὰ 𐆄 α. ὁ | |
91.2 | ὀποπάναξ ὄξει λειοῦται. —Διαφορητικὴ χοιράδων, σκληριῶν ἐν μασχάλαις, βουβῶσι, τραχήλῳ Μήκωνος κερατίτιδος φύλλα λεάνας μετ’ ὀξυγγίου καὶ προπόλεως λιπαρᾶς ἐμπλάσας ἐπιτίθει. — | |
91.3 | Ἡ δι’ ἁλῶν. Ἐλαίου παλαιοῦ 𐆃 α 𐅶, λιθαργύρου 𐆃 β, ψιμυθίου 𐆃 β, ἁλῶν εἴθε μὲν ἀμμωνιακῶν, εἰ δὲ μή, κοινῶν 𐆃 β. ἕψε πάντα ὁμοῦ ἕως ἀμολύντου· οἱ δ’ ἅλες λειότατοι ἔστωσαν· ἐν ἐλαίῳ γὰρ τήκεσθαι οὐ πεφύκασιν. | |
92t | Κοινότεραι ἐπισπαστικαὶ σκληρίας διαλύουσαι, ὁμοίως καὶ τὰς σκιρρωθείσας φλεγμονάς· ποιοῦσι δὲ καὶ πρὸς δοθιῆνας καὶ φύματα, χοιράδας, παρωτίδας, θη‐ ριόδηκτα, λυσσόδηκτα, περιθλάσεις, περὶ κεφαλὴν ἀποστήματα, νυγέντα | |
5 | μόνον καὶ φύγεθλα· κολλῶσι καὶ κόλπους, καὶ μάλιστα οἷς ἐρρακω‐ μένα καὶ λαγαρὰ ἐπίκειται σώματα. καὶ ποδαγρικοῖς ποιοῦσιν ἐν παρ‐ | |
92.1 | ακμῇ ἄρθρων τε ῥεύματα ἐξιποῦσιν. —Ἐπισπαστική. Κηροῦ, τερε‐ βινθίνης, ἐλαίου παλαιοῦ ἀνὰ 𐆃 α, ἀφρονίτρου λευκοῦ 𐆄 ϛ, νίτρου | |
ἐρυθροῦ 𐆄 ϛ, προπόλεως, χαλβάνης, ἀριστολοχίας στρογγύλης ἀνὰ 𐆄 ϛ. τὸ νίτρον λεῖον μετὰ τοῦ ἐλαίου καὶ τοῦ ἀφρονίτρου ἕψε, εἶτ’ ἐπί‐ | 270 | |
5 | βαλλε κηρόν, τακέντος δ’ αὐτοῦ τὴν τερεβινθίνην, εἶτα χαλβάνην, πρόπολιν προολμοκοπηθέντα, καὶ εὐθέως ἀφελὼν ἀπὸ τοῦ πυρὸς ἐπίπασσε τὴν ἀριστολοχίαν καὶ σπάθιζε. ποιεῖ ἐξόχως, καὶ μάλιστα πρὸς τὰ περὶ κεφαλὴν θλάσματα, νύγματα καὶ δοθιῆνας καὶ τοὺς | |
92.2 | πλαδαρωτάτους κόλπους. —Ἡ διὰ νίτρου. Ψιμυθίου 𐆄 ιϛ, νίτρου 𐆄 ιϛ, ἐλαίου παλαιοῦ 𐆂ο δ, προπόλεως, χαλβάνης, ἀριστολοχίας στρογ‐ γύλης ἀνὰ 𐆄 γ 𐅶. σκεύαζε ὡς τὴν πρὸ αὐτῆς καὶ χρῶ εἰς τὰ αὐτά. — | |
92.3 | Ἐπισπαστική. Ἀμμωνιακοῦ θυμιάματος 𐆄 ϛ, κηροῦ 𐆄 δ, τερεβινθίνης | |
92.4 | 𐆄 δ, θείου ἀπύρου 𐆄 γ, νίτρου 𐆄 γ, ἐλαίου 𐆄 δ. —Ἄλλο συνάγον καὶ διαχέον καλὸν καὶ πρὸς χοιράδας. Χαλβάνης, κηροῦ, θείου ἀπύρου ἀνὰ 𐆄 α, ἀμμωνιακοῦ θυμιάματος 𐆄 α. ἐὰν ᾖ σκληρόν, προσ‐ | |
92.5 | λαμβάνει ἰρίνου. —Ῥηκτικόν. Πίσσης ὑγρᾶς, πίσσης ξηρᾶς, προ‐ | |
92.6 | πόλεως λιπαρᾶς ἴσα. τοῦτο ῥήσσει καὶ ἀπουλοῖ. —Ἐπισπαστικόν. Ναρκίσσου ῥίζαν λειοτριβήσας ἐν μελικράτῳ μετ’ ἰρίνου ἑψήσας κατά‐ πλασσε· ἢ καλάμου ῥίζας λειοτριβήσας μετὰ μέλιτος· εἰ δὲ σκληρία | |
92.7 | εἴη, μετὰ μελικράτου· ἢ ἀριστολοχίαν μετὰ μέλιτος. —Τὸ Μνασέου. Λιθαργύρου, ἐλαίου παλαιοῦ, πιμελῆς ὑείας παλαιᾶς ἴσα ὁμοῦ ἕψε. τινὲς τῷ ἐλαίῳ καὶ τῷ λίπει προσεψοῦσιν, ἕως ψυγῇ, ἀλθαίας 𐆃 α ἢ | |
92.8 | 𐆄 ϛ. —Πρὸς μελικηρίδας. Ἁλῶν ὀρυκτῶν, ψιμυθίου, λιθαργύρου ἀνὰ 𐆃 α, μίλτου 𐆄 ϛ, ἐλαίου παλαιοῦ 𐆃 γ, χαλβάνης, ὀποπάνακος, κη‐ | |
92.9 | ροῦ, τερεβινθίνης ἀνὰ 𐆄 α. ὁ ὀποπάναξ ὄξει λειοῦται. —Ἄλλο εἰς μελικηρίδας. Σταφίδας ἐκγιγαρτισμένας κ, λεπίδος, μάννης ἀνὰ 𐅻 δ. προπυριῶν ἐπιτίθει. | |
93t | Πρὸς βουβῶνας καὶ φύματα. | |
93.1 | Ψύλλιον ὕδατι βρέξας ἀναλαβὼν ὀθονίῳ χλιαρὸν ἐπιτίθει. | |
94t | Πρὸς ἀγκυλώματα μάλαγμα. | |
94.1 | Βδελλίου, στέατος μοσχείου, λιβάνου, ἴρεως ξηρᾶς, κάχρυος ἀνὰ 𐆄 ι. ἀμμωνιακοῦ θυμιάματος 𐅻 ρ, ὀποπάνακος, χαλβάνης, στύρακος ἀνὰ 𐆄 ε, πεπέρεως κόκκους ω, τερεβινθίνης 𐆃 γ 𐅶, κηροῦ 𐆄 γ 𐅶. βδέλλιον, πέπερι, ἀμμωνιακόν, ὀποπάνακα, κάχρυν κόπτε, εἶτα κηρόν, ῥητίνην, | |
94.2 | χαλβάνην καὶ στέαρ παραχέων ἴρινον. —Ἄλλα ἁπλᾶ χοιραδικά. Κόμης ῥοὸς τῆς εἰς τὰς ἀρτύσεις τῶν ὄψων 𐆄 α, βρέχε ἐν ὄξει ἐφ’ | |
94.3 | ἡμέρας γ καὶ ἑψήσας ἐμπλαστρωδῶς ἐπιτίθει. —Χοιράσιν. Ἄσβε‐ | |
στος μετὰ γλοιοῦ ἢ μεθ’ ὑείου στέατος· αἰγεία κόπρος σὺν ὄξει ἑφθὴ ἢ οἴνῳ· βοεία ὡσαύτως· ἀρνόγλωσσον μεθ’ ἁλῶν· ἀδίαντον μεθ’ ἁλῶν· ὀρόβινον ἄλευρον βραχὲν οὔρῳ παιδὸς ἀφθόρου καὶ ἀναληφθὲν πίσσῃ | 271 | |
5 | καὶ κηρῷ καὶ ἐλαίῳ τετηκόσιν· αἴρινον ἄλευρον σὺν λινοσπέρμῳ καὶ κόπρῳ περιστερᾶς ἐν οἴνῳ ἑφθῷ· ἢ σίλφιον μετὰ κηρωτῆς· ὄλυνθοι ἐριναῖοι ἑφθοί. | |
95t | Πρὸς κηρία. | |
95.1 | Σταφίδες μετὰ πηγάνου, συκῆς τὰ ἁπαλώτατα φύλλα μετὰ μέλι‐ τος, κάρδαμον μετὰ λινοσπέρμου σὺν μέλιτι, σικύου ἡμέρου ῥίζα μετὰ | |
95.2 | μέλιτος, θεῖον ἄπυρον μετὰ κηρωτῆς ἢ τερεβινθίνης. —Ἔμπλα‐ στρος παρ’ Εὐτυχιανοῦ διαφορητικὴ καὶ κολλητική. Ἐλαίου παλαιοῦ 𐆄 ιγ, λιθαργύρου 𐆄 ιγ, πίσσης 𐆄 ϛ, ὀπίου 𐅻 δ, χαλβάνης 𐅻 δ, λεπίδος 𐅻 α, χαλκοῦ κεκαυμένου 𐅻 η. εἰ δ’ ἐμμότῳ βούλει χρῆσθαι, | |
95.3 | ἀνάλυε οἰνελαίῳ. —Ἡ Διονυσιὰς πρὸς μασθοὺς καὶ βουβῶ‐ νας. ἐπισπαστικὴ διὰ τῶν ἀδήλων πόρων διαφοροῦσα. Ἐλαίου παλαιοῦ 𐆃 α, ὕδατος 𐆃 α. ἑψήσας τὸ ὑδρέλαιον ἐπ’ ὀλίγον ἐπίβαλλε νίτρου 𐆄 ϛ, μίσυος 𐆄 α, καὶ ἕψε ἕως ἀμολύντου, εἶτ’ ἐπίβαλλε | |
5 | μάννης λιβανωτοῦ 𐆄 ϛ, κηροῦ 𐆄 ε, τερεβινθίνης 𐆄 ϛ. | |
96t | Γαγγλίων διαλυτικόν. | |
96.1 | Ψιμυθίου, πιτυΐνης, ἐλαίου παλαιοῦ ἀνὰ 𐆄 α, κηροῦ 𐆄 β, ἀμμω‐ νιακοῦ θυμιάματος, χαλβάνης ἀνὰ 𐆄 α. ἐν ἀντιγράφῳ πιτυΐνης 𐆄 ε, | |
96.2 | κηροῦ 𐆄 δ. —Χοιραδικόν. Ἐλαίου παλαιοῦ 𐆄 η, λιθαργύρου 𐆄 ϛ, ἰοῦ σιδήρου 𐆄 α 𐅶, ἀμμωνιακοῦ θυμιάματος 𐆄 η· ἕψε ἕως ἀμολύντου. — | |
96.3 | Ἡ ἀνίκητος πάγχρηστος ἐξαιρέτως πρὸς νεύρων τρώσεις καὶ ἀγκυλώσεις, κἂν ἐξ οὐλῆς ὁ δεσμὸς γεγόνῃ, πρός τε ἄρθρα ἀλγοῦντα οἷον ὤμους, κόρωνα, καὶ πρὸς τὰς ἐν πέλμασι ῥαγάδας. Δαφνίδων, ἴρεως ξηρᾶς, λιβάνου 𐅻 ξ, χαλκοῦ κεκαυμένου 𐅻 κ, νίτρου, | |
5 | ἁλῶν ἀμμωνιακῶν ἀνὰ 𐅻 ιϛ, πυρέθρου, σταφίδος ἀγρίας, κάχρυος, κόκ‐ κου Κνιδίου, νάπυος, περιστερῶν κόπρου, ἀριστολοχίας, κυμίνου, ἰοῦ ξυστοῦ, κυπέρου, εὐζώμου σπέρματος ἀνὰ 𐅻 η, ὄξους 𐆂ο ιβ. λειοτρίβει τοῖς ὑπὸ Κύνα καύμασιν, ἕως πᾶν τὸ ὄξος ἀναλωθῇ ξηρανθέν, καὶ μετὰ ταῦτα ποίησον οὕτως· λαβὼν σῦκα λιπαρὰ 𐆃 ιβ, ἕψησον εἰς | |
10 | ὕδατος ξ̸ ιβ, ἕως λειφθῇ τὸ τρίτον, καὶ διηθήσας μετακένου τὸ ὑγρὸν ἐν χαλκῷ ἀγγείῳ, ὡς μὴ διουρίσῃ, καὶ μίξας τῷ φαρμάκῳ πλάσσε τροχίσκους καὶ ξήραινε. ἐν δὲ τῇ θεραπείᾳ λειώσας μέρος τοῦ φαρ‐ μάκου ἐν ὄξει ἀναλάμβανε ῥητινοκήρου ἓξ μέρεσιν ἀναξυσθέντος. ἔστι δὲ τὸ μὲν ἄκρατον ῥητινόκηρον τοῦτο· κηροῦ μέρος ἓν πρὸς τρία | |
15 | ῥητίνης μετὰ βραχυτάτου ἐλαίου τακέν· τὸ δὲ μέσον κηροῦ μέρος ἓν πρὸς δύο ῥητίνης, τὸ δ’ ἀνιέμενον κηροῦ καὶ κολοφωνίας ἴσα· τὸ δὲ ἐκλε‐ | 272 |
96.4 | λυμένον ῥητίνης μέρος ἕν, κηροῦ τὸ διπλάσιον. —Τὸ ψιττάκιον. Κηροῦ, κολοφωνίας, πιτυΐνης, ὀξυγγίου, ὑοσκυάμου φύλλα ἴσα. — Ἄλλως τὸ ψιττάκιον. Κηροῦ, κολοφωνίας, ὀξυγγίου, ὑοσκυάμου φύλλων ἴσα. | |
97t | Περὶ ἀποστημάτων. | |
97.1 | Ἀπόστημά ἐστι φθορὰ καὶ μεταβολὴ σαρκῶν ἤτοι σαρκωδῶν, οἷον μυῶν, νεύρων, φλεβῶν, ἀρτηριῶν, συμμεταβαλλόντων καὶ συνδια‐ φθειρομένων τοῖς σεσημμένοις σώμασι καὶ τῶν περιεχομένων ἐν αὐτοῖς | |
97.2 | ὑγρῶν. εἴδη δ’ ἀποστημάτων τὰ ἀνωτάτω δύο· τὰ μὲν γὰρ ἐν χι‐ | |
97.3 | τῶνι συνίσταται, τὰ δ’ ἄνευ χιτῶνος. τὰ μὲν οὖν ἐν χιτῶνι συνιστά‐ μενα ἑτερωνύμως προσαγορεύεται (στεατώματα γὰρ καὶ ἀθερώματα καὶ μελικηρίδες καλοῦνται, τὴν ἐπωνυμίαν ἔχοντα κατ’ ἐμφέρειάν τινα), τὰ δ’ ἄνευ χιτῶνος ἐν αὐτῇ τῇ σαρκὶ γινόμενα τηροῦντα τὴν | |
5 | τοῦ γένους ὀνομασίαν ὁμωνύμως ἀποστήματα προσαγορεύεται, περὶ | |
97.4 | ὧν νῦν πρόκειται λέγειν. τῆς δὲ τῶν ἀποστημάτων γενέσεως προη‐ γεῖται φλεγμονὴ κατὰ τὸ πλεῖστον, γινομένη ποτὲ μὲν ἐξ ἀφανοῦς αἰτίας, ποτὲ δ’ ἐκ πληγῆς ἢ τραύματος ἢ νύγματος ἤ τινος ὁμοίου. | |
97.5 | παρέπεται δὲ τῷ ἀποστήματι γινομένῳ πύρωσις ἰσχυρὰ τοῦ τόπου καὶ ὄγκος μείζων τοῦ πρόσθεν ἠρέμα εἰς ὀξεῖαν κορυφὴν ἀνατεινό‐ μενος ἔρευθός τε κατακορέστερον ἢ πρίν, καὶ μᾶλλον πελιώτερον, καὶ σκληρότης ἱκανὴ καὶ ἄλγημα σύντονον, οὐ διηνεκῶς μὲν ἐγκείμενον, | |
5 | κατὰ δέ τινας ἐμβολὰς νυγματωδῶς ἐμπῖπτον, ὥσπερ διακεντουμένης τῆς σαρκὸς ἢ διεσθιομένης, σφυγμόν τε εὔδηλον ἴσχει ὁ τόπος, βαρύ | |
97.6 | τε φαίνεται καὶ οἷον ἀλλότριον τὸ ἀφιστάμενον μέρος. εἰ δὲ καὶ ἐπί‐ καιρος εἴη ὁ φλεγμαίνων τόπος, οἷον νευρώδης, ἐπιγίνεται καὶ πυρε‐ | |
97.7 | τός. τῆς δὲ τοῦ σώματος συμπαθείας μέγα τεκμήριον βουβὼν ἐπι‐ φανής· οὐ γὰρ ἄλλως πυρετὸς ἐν ταῖς ἐν ἐπιφανείᾳ φλεγμοναῖς | |
97.8 | ἐγείρεται. βουβῶνες δὲ κοινότερον εἴρηνται φλεγμοναὶ [κυρίως] αἱ τῶν ἀδένων μετ’ ἐπάρσεως, τῶν ἐν τοῖς βουβῶσι 〈κυρίωσ〉 οὕτω | |
97.9 | καλουμένων. εἰ μὲν οὖν περὶ κεφαλὴν συνίσταται τὸ φλεγμαῖνον ἢ περὶ τὸν τράχηλον ἢ [δε] περὶ θώρακα ἢ μετάφρενον ἢ βραχίονας, οἱ ἐν ταῖς μασχάλαις συμπάσχουσιν· εἰ δὲ περὶ τὰ σκέλη, οἱ ἐν τοῖς | |
97.10 | κυρίως βουβῶσι καλουμένοις. οἵ τε πυρετοὶ τὸ ἐπίπαν οἱ ἐπὶ τῇ γε‐ νέσει τῶν ἀποστημάτων συνιστάμενοι νύκτωρ ἐπιτείνουσι, καὶ τὰ πολλὰ προηγεῖται αὐτῶν ῥῖγος οὐκ ἰσχυρὸν μέν, ἀνωμάλως δὲ τὰς ἐμπτώ‐ σεις ποιούμενον, καὶ μάλιστα τῆς ἀποστάσεως ἐν βάθει ἐπιγινομένης. | |
97.11 | ταῦτα μὲν οὖν ὑγροῦ μέλλοντος ἔσεσθαι καὶ ἤδη γινομένου σημεῖα· γενομένου δέ, τὰ μὲν ἀλγήματα μειοῦται, καὶ οἱ σὺν τοῖς ῥίγεσι πυ‐ ρετοὶ παύονται, καὶ ἡ πύρωσις κατασβέννυται, τὰ δὲ νύγματα οὐκ ἐκλείπει μέν, κνησμώδη δὲ γίνεται καὶ ἡσυχῇ ναρκώδη, καὶ ὁ ὄγκος | 273 |
5 | κορυφοῦται, καὶ ἡ φλεγμονὴ εἰς ὀξεῖαν κορυφὴν ἀποτελευτᾷ, καὶ πέλιος διαμένει καθάπερ καὶ πρόσθεν, κατὰ δὲ τὴν κορυφὴν ὑπολευ‐ καίνεται, εὐαφής τέ ἐστι καὶ εἰκτικὸς κατὰ ταῦτα ὑποπίπτει καὶ ῥᾳ‐ δίως κατὰ τὰς ἐπερείσεις τῶν δακτύλων ἀντιμεθιστάμενος· πρός γε μὴν τούτοις ἡ ἐπιφάνεια κατὰ τὴν κορυφὴν ἀποσύρεται καὶ ἀναδέρε‐ | |
97.12 | ται. λέγω δὲ ταῦτα ἐπὶ τῶν ἔξω κορυφουμένων, ὡς ἐπί γε τῶν ἐν μεσοπλευρίοις καὶ τῶν ἐν περιτοναίῳ καὶ πάντων τῶν ἐν βάθει οὔτε ἔρευθος οὔτε σκληρία ἢ ἀναδορὰ σημαίνει διὰ τὸ σῴζεσθαι τὴν ἐπι‐ φάνειαν ἐπὶ τῶν ἐν βάθει ὁμόχρουν, οἷα δὴ πολὺ κατωτέρω τοῦ δέρ‐ | |
5 | ματος συνισταμένων τῶν ἀποστημάτων· τὰ δ’ ἄλλα κοινὰ ἔχουσι, τούς | |
97.13 | τε πυρετοὺς καὶ τὰ ῥίγη. ἴδια δὲ παρέπεται αὐτοῖς ταῦτα· εὐφόρως μὲν ἐπὶ τὸ πεπονθὸς μέρος κατακλίνονται, δυσφόρως δὲ καὶ ἐπωδύνως διατίθενται ἐπὶ τὸ ἀπαθὲς κατακείμενοι, κἂν μὲν ἐπὶ τὸ ἀπαθὲς κατα‐ κλιθῶσιν, οὐδεμία ἔμφασις ὄγκου γίνεται, ἐὰν δ’ ἐπὶ τὸ πεπονθός, | |
5 | ἐξογκοῦται ἀφεστηκός, οἷα δὴ τὴν ῥοπὴν ἔξω ποιουμένων τῶν ὑγρῶν· ἐν δὲ ταῖς μετακλίσεσι καὶ μεταστροφαῖς αἴσθησίς τις γίνεται, οἷον κλυ‐ | |
97.14 | δαζομένου καὶ μεταρρέοντος τοῦ ὑγροῦ. οἷς μὲν οὖν σημείοις τεκμαίροιτό τις ἀπόστημα γινόμενόν τε καὶ γεγονός, εἴρηται σχεδόν· τοῦ γε μὴν ἐμ‐ πείρου κατὰ τὸν Ἱπποκράτην οὐδ’ ἂν τὴν χεῖρα λάθοι ἡ σύστασις τοῦ | |
97.15 | ὑγροῦ. εἰ μὲν οὖν περὶ κεφαλὴν γίνοιτο ἡ σύστασις τοῦ ὑγροῦ, τουτέστιν ἡ ἀπόστασις, ἐπιπολαίως εὐθυτομήσομεν τάσσοντες τὴν διαίρεσιν οὐ κατὰ τὴν εὐθύτητα τῶν τριχῶν, ἀλλ’ ἐπικαρσίως, ὅπως μετὰ τὴν θεραπείαν | |
97.16 | ἡ οὐλὴ κρύπτοιτο ὑπὸ τῆς τῶν τριχῶν ἐπιπτώσεως. εἰ δὲ καὶ ὁ περικράνιος συμπαθήσειεν, ἢ καὶ μέρος αὐτοῦ διεφθορὸς ᾖ, δύο διαι‐ ρέσεσι, τῇ μὲν εὐθείᾳ, τῇ δ’ ἐπικαρσίᾳ, τεμνούσαις κατὰ τὰς μεσότητας ἀλλήλας χιάσομεν· οὕτω γὰρ ὁ περικράνιος οὐ διαγανακτεῖ πανταχόσε | |
97.17 | διαιρούμενος. εἰ δὲ κατὰ τὸ μέτωπον ἀπόστημα γίνοιτο, ἐπικαρσίως | |
97.18 | διαιροῦμεν μιμούμενοι τὰς φυσικὰς ἐν τῷ μετώπῳ γραμμάς. εἰ δὲ κατὰ ῥῖνας, εὐθυτενῆ τὴν τομὴν τάξομεν κατὰ τὸ μῆκος τῆς ῥινός. | |
97.19 | εἰ δὲ κατὰ τὰ μῆλα, εἰ μὲν ὑπ’ αὐτοῖς τοῖς ὀφθαλμοῖς, μηνοειδῆ τὴν διαίρεσιν χρησόμεθα, τὸ κύρτωμα αὐτῆς τάσσοντες κατωτέρω· εἰ δὲ τῶν μήλων κατωτέρω κατὰ τὰ λεπτὰ καλούμενα τῆς γνάθου, εὐθείᾳ | |
97.20 | τομῇ διελοῦμεν ἄνωθεν κάτω. ὄπισθεν δὲ τοῦ ὠτὸς ὑγροῦ γενομένου, | |
97.21 | μηνοειδῶς περιγράφομεν μιμούμενοι τὴν βάσιν τοῦ ὠτός. τραχήλου δ’ | |
ἐπ’ ἀποστήματι τεμνομένου, ἐπὶ μὲν τῶν ὄπισθεν εὐθεῖα διαίρεσις ἁρμόζει, ἐπὶ δὲ τῶν ἔμπροσθεν, ἐπεὶ λαγαρὸν τὸ δέρμα διὰ τὰς ἐπι‐ κύψεις καὶ πολλὴν ἐπίδοσιν ἔχον, περιελοῦμεν· ἐκ γὰρ τῆς εὐθυτονίας | 274 | |
5 | οὐ προσπίπτει τὰ σώματα, οἷα δὴ τοῦ δέρματος ἐγχαλωμένου καὶ | |
97.22 | ἀφισταμένου τῶν συνεχῶν σωμάτων. τὰ δ’ αὐτὰ ποιοῦμεν καὶ ἐπὶ μασχάλης καὶ βουβῶνος καὶ δακτυλίου διὰ τὴν ὁμοείδειαν τοῦ δέρ‐ ματος· ἐν δὲ τοῖς βραχίοσι καὶ τοῖς ἀγκῶσιν, ἔτι δὲ χερσὶ καὶ δακ‐ τύλοις καὶ τοῖς κατωτέρω τῶν βουβώνων πᾶσιν εὐθείας κατὰ τὸ | |
97.23 | μῆκος διαιρέσεις ἐγχαράσσομεν. εἰ δὲ κατὰ τὴν ὠμοπλάτην ἢ κατὰ τὰς κλεῖδας ἀπόστημα συσταίη, λοξὸν τὸ σχῆμα τῶν τομῶν παραλη‐ | |
97.24 | πτέον κατὰ μίμησιν τῆς ἐξοχῆς τῶν ὀστῶν τούτων. εἰ δὲ κατὰ ῥάχιν, | |
97.25 | εὐθυτενῶς διαιροῦμεν, ὥσπερ οἱ μύες πεφύκασιν. ἐπὶ δὲ γλουτῶν κατὰ μὲν τὰ περιφερῆ καὶ ὀπίσω μέρη διαιροῦμεν εὐθείαις τομαῖς καὶ τάδε τὰ ὑπεσταλμένα καὶ συνεγγίζοντα τοῖς μηροῖς περιαιροῦμεν· ἁπλοτο‐ μηθέντα γὰρ ταῦτα συριγγοῦνται ῥᾳδίως, εἰ μὴ ἐκ πλάτους περιαιρεθῇ. | |
97.26 | ὁμοίως δὲ καὶ περὶ τὸν σφιγκτῆρα καλούμενον ὑγρὸν εἰ γένοιτο, | |
97.27 | περιαιρετέον. ἐπὶ δὲ πλευρῶν ἢ στήθους τὸ εἶδος τῆς διαιρέσεως ἐπι‐ | |
97.28 | κάρσιον τασσέσθω· ταύτῃ γὰρ καὶ αἱ πλευραὶ πεφύκασιν. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἐπιγαστρίου διὰ τὸ τὰς φυσικὰς στολίδας αὐτοῦ πάσας | |
97.29 | ἐπικαρσίους εἶναι. πτερυγώματος δ’ ἐπὶ γυναικείου αἰδοίου τὰ μὲν | |
97.30 | ἄνω διαιρείσθω, τὰ δὲ πρὸς τῇ ἕδρᾳ αὐτῶν περιαιρείσθω. ἐπὶ δ’ ὀσχέου καὶ καυλοῦ τομαῖς εὐθυτενέσι χρηστέον, καὶ τὸ σύνολον εἰδέναι ὅτι τὰ σχήματα τῶν διαιρέσεων διδασκόμεθα ἐκ τῆς θέσεως τῶν σω‐ | |
97.31 | μάτων. ἐπὶ δὲ τῶν κατ’ εὐθεῖαν σωμάτων ἢ τενόντων ἢ τῶν ὁμοίων διαιρέσεις ἐπικαρσίους ἐμβαλεῖν 〈ἂν〉 ἀναγκασθείημεν· φυλαξόμεθα δὲ τά τε ἀγγεῖα καὶ τὰ νεῦρα· προκριτέον γὰρ τὸ ἀσφαλὲς τοῦ εὐπρε‐ | |
97.32 | ποῦς. ἐπὶ μὲν οὖν τῶν μικρῶν ἀποστημάτων μιᾷ διαιρέσει χρηστέον, καθὰ τὰ λεπτότατα αὐτῶν ἐστιν· εἰ δὲ μεῖζον εἴη ἀπόστημα, πλείοσι χρησόμεθα διαιρέσεσι· τέμνοντες γὰρ ᾗ λεπτότατον τὸ δέρμα καὶ τὸ ὑγρὸν ἐκκρίνοντες, διαιροῦμεν καὶ ἄλλαις ταὐτὸ σχῆμα ἐχούσαις τῇ | |
5 | προτέρᾳ, οἷον ἐπὶ μὲν ἐπιγαστρίου πλαγίας δύο θήσεις, καὶ αἱ λοιπαὶ πλάγιαι διαιρεθήσονται, ἐπὶ δὲ καυλοῦ εὐθείας, καὶ αἱ λοιπαὶ ὡσ‐ | |
97.33 | αύτως εὐθεῖαι. στοχαστέον δὲ τὰς πρὸς τοῖς πέρασι τοῦ κόλπου διαι‐ ρέσεις παρ’ αὐτὴν τὴν ὑγιεινὴν καὶ μὴ ἀφεστηκυῖαν σάρκα τάσσειν, ὡς | |
97.34 | μηδὲν κολπίζεσθαι τοῦ πύου. τὰ μέντοι πλατέα ἀποστήματα διαιρείσθω, τὰ δ’ ἰσχυρῶς κυρτούμενα περιογκοῦται καὶ εἰς ὀξεῖαν κορυφὴν ἀνα‐ | |
97.35 | τείνεται. περιαιρείσθωσαν οὖν μεγάλῃ μὲν περιαιρέσει, εἰ καὶ αὐτὸς ὁ τόπος προκαλοῖτο, οἷον εἰ δακτύλιος εἴη μασχάλαι τε καὶ βουβῶνες· εἰ δὲ κῶλον μὲν εἴη, εἰς ὀξὺ δ’ ἀφέστηκε, μικρότερον περιαιρετέον, οὐχ ἅπαν κυκλοτερῶς· δυσαλθὴς γὰρ ἡ ἀκριβῶς περιφερὴς τομή. | |
97.36 | προμηκέστερον δὲ καί, εἰ ἐγχωροῖ, ἢ μυρσινοειδῆ, εἰ δὲ μή, θυροειδῆ τὴν περιγραφὴν ποιησόμεθα· μετὰ δὲ τοῦτο ἄγκιστρον καταπείροντες εἰς τὸ ὑπὸ τὴν περιγεγραμμένην σάρκα καὶ ἀνατείνοντες ἰσχυρῶς διὰ | 275 |
97.37 | τῆς ἀριστερᾶς χειρὸς πάντα τὰ περιχαραχθέντα ἐκτεμοῦμεν. τὰ αὐτὰ δὲ ποιήσομεν, κἂν τὰ ὑπεστορεσμένα σώματα τῷ ἀποστήματι λεπτὰ ἢ νενεκρωμένα τύχοι· τά τε γὰρ λεπτὰ οὐ δυνάμενα προσφυῆναι τοῖς ὑποκειμένοις ὕστερον μετὰ χρόνον περιαιρεῖται τὰ νενεκρωμένα πρὸς | |
97.38 | τούτοις ἔτι καὶ συνδιαφθείρει τὴν πλησίον σάρκα. μέτρον δὲ τῆς διαι‐ | |
97.39 | ρέσεως αὐτὸ τὸ λελεπτυσμένον ἢ νενεκρωμένον. —Θεραπεία ἀπο‐ στημάτων. Μετὰ τὸ ἐκκρῖναι τὸ πύον μότῳ διασάξομεν τὴν διαί‐ ρεσιν, ἐπὶ μὲν νευρωδῶν σωμάτων ἢ χειμῶνος οἰνελαίῳ βρέχοντες τὸν μότον, θέρους δὲ καὶ ἐπὶ τῶν σαρκωδῶν, καὶ μάλιστα ἐπὶ τῶν | |
97.40 | ἄκρων, οἷον ταρσοῦ, θέναρος, πέλματος, ὑδρελαίῳ. ἐπιδήσαντες δ’ ἐπι‐ | |
97.41 | βροχῇ συνεχέστερον χρησόμεθα. εἰ δὲ πλείους εἶεν αἱ διαιρέσεις, τελα‐ μῶνας διεμβαλοῦμεν διὰ τῆς διαιρέσεως, οὓς λημνίσκους οἱ χειρουργοὶ καλοῦσιν· χρώμεθα δ’ αὐτοῖς ὑπὲρ τοῦ συνέχειν τὰ σώματα ἐν δια‐ | |
97.42 | στάσει, μέχρις ἂν καθαρὰ γένηται τὰ ἕλκη. τὰ μὲν οὖν πολλὰ τῇ ἐπιούσῃ λύσομεν, καὶ μάλιστα θέρους· εἰ δὲ μήτε ὑπὸ φλεγμονῆς | |
97.43 | ὀδυνῷτο ὁ κάμνων, μήτε πολὺ εἴη τὸ ἐπιρρέον πύον, τῇ τρίτῃ. καὶ εἰ μὲν ἔτι φλεγμαίνοι τὰ σώματα, τὰς αὐτὰς ἐμβροχὰς παραληψόμεθα, προκαταντλήσαντές 〈τε〉 ὕδατι θερμῷ πολλῷ πρὸ τοῦ καταπλάττειν ἀμυχὰς ἐμβαλοῦμεν· ῥυπαροῦ δ’ ὄντος τοῦ ἕλκους, ἐπὶ τὰς ἀνακαθαρ‐ | |
5 | τικὰς ἐμπλάστρους χωρήσομεν· καθαρῶν δὲ γενομένων, ἀναπληρωτι‐ | |
97.44 | κοῖς χρησόμεθα. ὑπερσαρκήσαντα δὲ καταστελοῦμεν ἤτοι ξηροῖς μότοις ἢ οἴνῳ δεδευμένοις ἢ μέλιτι ὠμῷ· μείζονος δ’ οὔσης τῆς ὑπερσαρκώ‐ σεως, ξηροῖς καταστελοῦμεν, ὡς τῇ Ῥοδίᾳ (εὐτόνως δὲ καθαιρεῖ καὶ | |
97.45 | μίσυ καὶ χαλκῖτις), εἶτ’ ἐμπλάστροις κατουλώσομεν. ἐπὶ δὲ τῶν κόλ‐ πους ἐχόντων, μετὰ τὴν ἀνακάθαρσιν, ἣν ἐπιγνωσόμεθα ἐκ τοῦ μηκέτι πύον ἐπιφέρεσθαι, κομισάμενοι τοὺς τελαμῶνας, ἐγκλύσομεν πάντα τὸν κόλπον οἰνομέλιτι, ἐνιέντες διὰ πασῶν τῶν διαιρέσεων, εἶτα κολ‐ | |
5 | λύρια ἐκ μέλιτος ἑφθοῦ πεποιημένα ἐνθήσομεν αὐτοῖς ἐκπληροῦντες τὰς ὑποφοράς, ἄνωθέν τε σπλήνιον δυνάμεως παρακολλητικῆς ἐπιβα‐ λοῦμεν· δύναται δὲ παρακολλᾶν ἥ τε βάρβαρος καὶ πᾶσαι αἱ δι’ ἀσφάλτου καὶ ἡ Ἀθηνᾶ καὶ ἡ δι’ ἰτεῶν ἥ τε Ἰνδικὴ καὶ ἡ φαιά, καὶ μᾶλλον πασῶν ἡ τοῦ ἁλιέως, ᾗ ἡμεῖς χρώμεθα· τοὺς δὲ λεπτὰ ἔχον‐ | |
97.46 | τας τὰ ἐπικείμενα σώματα αἱ δι’ ἁλῶν. κατὰ δὲ τῆς ἐμπλάστρου σπόγγον ὀξυμέλιτι ἢ ὀξυκράτῳ ἢ οἴνῳ διάβροχον ἐπιβαλοῦμεν· ἐπι‐ δήσομεν δὲ ταῖς ἐπιδέσεσιν ἀρχόμενοι κατὰ τὸν πυθμένα τοῦ κόλπου, | |
97.47 | τερματίζοντες δ’ αὐτὸ κατὰ τὸ στόμα. διὰ τρίτης δ’ ἐπιλύσαντες, εἰ μὲν παρακεκολλημένα αὐτὰ εὕροιμεν, ἐπὶ τὸ ἐπουλοῦν καὶ μαλάσσειν χωρήσομεν, εἰ δ’ ὅλος ὁ κόλπος ἢ μέρος τι αὐτοῦ μένοι ἀπαρακόλλη‐ | |
τον, πάλιν ἐπὶ τὴν ἔνθεσιν τῶν κολλυρίων ἥξομεν καὶ τὴν ἐπιβολὴν | 276 | |
5 | τῶν σπληνίων, χρώμενοι τούτοις μέχρι παντελοῦς παρακολλήσεως. | |
97.48 | τὰς δὲ περιαιρέσεις τὸν αὐτὸν τρόπον θεραπεύσομεν καὶ τὰς μεγάλας διαιρέσεις. | |
98t | Ἀνακαθαρτικὰ ἑλκῶν. | |
98.1 | Μέλι μετ’ ἴσης τερεβινθίνης καὶ ῥοδίνου (ἢ ἀντὶ ῥοδίνου βουτύ‐ ρου), ὀρόβινον μετὰ μέλιτος· πρὸς δὲ τὰ νευρώδη ἢ μυώδη τερεβιν‐ θίνη ἐν διπλώματι τακεῖσα σὺν βουτύρῳ. τοῖς δ’ ἄγαν ῥυπαροῖς ἢ καὶ νεμομένοις ποιεῖ πράσιον μετὰ μέλιτος· τοῦτο δὲ καὶ ἐσχάρας ἐκ‐ | |
98.2 | βάλλει. —Ἡ Αἰγυπτία. Ἰοῦ 𐆄 α, μέλιτος 𐆄 θ. ἕψεται μαλθακῷ πυρί, ἕως ἐπὶ τὸ κιρρότερον μεταβάλῃ. καθαίρει ἕλκη φακὸς μετὰ μέλιτος, ἀριστολοχία μετὰ μέλιτος, νίτρου ἀφρὸς σὺν μέλιτι καυθεὶς βραχὺ προσλαβὼν ἴρεως, κολυμβάδες ἐλαῖαι. ἐσχάρας ἀπὸ καύσεως ἀφίστησι | |
5 | πράσα καρτὰ μεθ’ ἁλῶν λεῖα καταπλασσόμενα, ὄροβοι ἑφθοί, ἀρνο‐ γλώσσου φύλλα, θαλλία, σῶρι κεκαυμένον, ἄρου ῥίζα. ἀνακαθαίρουσιν αἱ δι’ ἁλῶν κηρωταὶ συντακεῖσαι, ἥ τε Ἰνδικὴ καὶ ὁ μελάγχλωρος | |
98.3 | τροχίσκος καὶ ἡ Ἀθηνᾶ καὶ αἱ χλωραὶ ἀνιέμεναι. —Ἀνακαθαῖρον ἰσχυρῶς. Ἀμόργης ἑφθῆς, μέλιτος ἀπηφρισμένου, στυπτηρίας φορί‐ | |
98.4 | μης ἴσα. —Τὸ δι’ ὀρόβων ξηρὸν κεφαλικὸν ἀνακαθαῖρον καὶ σαρκοῦν. Ὀρόβου κιρροῦ 𐆄 δ, ἀριστολοχίας μακρᾶς 𐆄 α, ἴρεως | |
98.5 | 𐆄 β, λεπίδος χαλκῆς 𐆄 α, μάννης ἢ λιβάνου 𐆄 α. —Τὸ διὰ κισή‐ ρεως. Κιμωλίας, κισήρεως κεκαυμένης καὶ ἐσβεσμένης ὄξει ἀνὰ 𐆄 ε, λεπίδος χαλκῆς καὶ χαλκοῦ κεκαυμένου ἀνὰ 𐆄 β, κηροῦ 𐆄 θ, μυρσίνου 𐆃 α. λειοῦται μετ’ ὄξους τὰ ξηρὰ ἐφ’ ἱκανὰς ἡμέρας, καὶ παχυνθέντα | |
5 | εἰς γλοιώδη σύστασιν ἀναλαμβάνεται τῇ κηρωτῇ. ἐπὶ μὲν οὖν Χειρω‐ νείων πλατύσματι χρώμεθα, ἐπὶ δ’ αἰδοίων καὶ τῶν λοιπῶν ἑλκῶν πρὸς μέρος τοῦ φαρμάκου ῥοδίνης κηρωτῆς ἢ μυρσίνης ἑπτὰ μέρη | |
98.6 | μίγνυμεν. —Ἡ Αἰγυπτία ἀνακαθαρτική. Μέλιτος 𐆂ο α, ὄξους ξ̸ α, λεπίδος 𐆄 α, ἰοῦ ξυστοῦ 𐅻 δ. ἕψε τὸ μέλι καὶ τὸ ὄξος, ἕως μελι‐ | |
98.7 | τῶδες γένηται, καὶ ἐπίπασσε τὰ ξηρά. —Πληρωτικὸν ἑλκῶν ἡ τροφός. Ῥοδίνου, τερεβινθίνης, μέλιτος ἀνὰ 𐆄 β, ψιμυθίου, βουτύρου | |
98.8 | ἀνὰ 𐆄 α· οἱ δὲ καὶ λιβάνου 𐅻 δ. —Ξηρὸν πληροῦν κεφαλικόν. Ὀροβίνου ἀλεύρου, ἅλικος, ἀμύλου, λιβάνου, διαφανοῦς κεκαυμένου | |
98.9 | ἴσα. τὸ διαφανὲς Ῥωμαϊστὶ σπεκλάριον καλεῖται. —Ἄλλο. Ἀμύλου, | |
98.10 | μάννης, ἅλικος ἴσα κόψας καὶ σήσας χρῶ. —Ἄλλο. Ἡ μελιτηρά. Χαλκίτεως, λεπίδος, κηκῖδος, βαλαυστίων, ἀριστολοχίας μακρᾶς ἀνὰ 𐆄 α, | |
98.11 | σιδίων, σχιστῆς ἀνὰ 𐅻 δ. —Κατασταλτικά. Ἡ Ῥοδία ἴσχαιμος κα‐ ταστέλλει τὰ ὑπερσαρκοῦντα· προγέγραπται ἐν τῷ περὶ αἱμορραγίας | |
98.12 | χωρίῳ. —Καταστέλλον ἰσχυρῶς ποιοῦν καὶ πρὸς νομὰς καὶ ὦτα πυορροοῦντα· ἔστι δὲ καὶ ἴσχαιμον. Χαλκίτεως, μίσυος ἀνὰ 𐅻 κ, λεπίδος | 277 |
98.13 | σιδήρου 𐅻 ιϛ, κηκῖδος ὀμφακίτιδος 𐅻 η. —Πάγχρηστον κατα‐ στέλλον. Λεπίδος 𐅻 δ, ἰοῦ 𐅻 α. ποιεῖ δὲ καὶ καθ’ αὑτὴν ἡ λεπίς. — | |
98.14 | Ἄλλο. Ἀσβέστου, λεπίδος χαλκῆς, μάννης ἴσα. ποιεῖ τοῦτο καὶ πρὸς τὰ κακοηθευόμενα καὶ ταῖς μύκαις ὅμοια. ἀνακαθαίρει τε μετὰ μέλιτος | |
98.15 | καὶ πληροῖ μετὰ κηρωτῆς. —Τὸ ἡλιοκαὲς ξηρίον, καταστέλλον ἰσχυρῶς, ἄδηκτον· ποιεῖ καὶ πρὸς νομὰς καὶ τὰς ἐν στόματι σηπεδό‐ νας, καὶ μάλιστα ἐπουλίδας· λευκαίνει δὲ καὶ τοὺς ὀδόντας. Ἀσβέστου 𐆃 α, ἀρσενικοῦ 𐆄 ϛ. λείου ἐπιμελῶς τὸ ἀρσενικὸν ξηρὸν καὶ πλύνας | |
5 | τὴν ἄσβεστον ὡς καδμείαν μῖξον ξηράνας καὶ χρῶ. εἰ δὲ βούλει, λειώ‐ σας τὸ ἀρσενικὸν μεθ’ ὕδατος καὶ τότε μίξας τὴν ἄσβεστον εἰς ὀστρα‐ κίνην βαλὼν αὐτὸ λεκάνην ἔμβαλε ὕδωρ πληρώσας τὴν λεκάνην, καὶ τούτου ξηρανθέντος πάλιν γέμισον δὶς καὶ τρὶς ξηράνας πάνυ, καὶ τότε ἀπόθου αὐτὸ ἐπιμελῶς λειώσας ἐν ὀστρακίνῳ ἀγγείῳ ἐπὶ ξηροῦ | |
98.16 | καὶ ἀνοτίστου τόπου. —Ἀπουλωτικά. Λευκὴ ἔμπλαστρος ἀπουλωτικὴ πρὸς τοὺς ἁπαλόχρωτας καὶ γυναῖκας, ἔτι δὲ καὶ εὐνούχους καὶ παιδία· καλὴ δὲ καὶ ἐπὶ τῶν αὐτομάτων ἑλκῶν καὶ ἀποσυρμάτων· ποιεῖ δὲ καὶ πρὸς πυρίκαυτα. Λιθαργύρου 𐆄 ιϛ, ψιμυ‐ | |
5 | θίου 𐆃 α, κηροῦ 𐆄 ε, λιβάνου ἢ τῆς μάννης 𐆄 ε, τερεβινθίνης 𐆄 α, ἐλαίου λευκοτάτου 𐆃 β 𐅶, ὕδατος θαλασσίου 𐆃 β ἢ κοτύλας δύο. ἕψε ἔλαιον, λιθάργυρον, ψιμύθιον διηνεκῶς κινῶν, ἀναλωθέντος δὲ τοῦ ὕδατος καὶ ἀμολύντου γενομένου τοῦ φαρμάκου ἐπίβαλλε ῥητίνην, εἶτα κηρόν, καὶ ἐπάρας ἐκ τοῦ πυρὸς τὸν κάκκαβον ἔμπασον τὸν λι‐ | |
98.17 | βανωτόν. —Πρὸς τὰ τῶν γυναικῶν καὶ τὰ τῶν ἁπαλοσάρ‐ κων ἕλκη κακοήθη. Κηροῦ Τυρρηνικοῦ 𐅻 η, τερεβινθίνης, στέατος ταυρείου, μολύβδου κεκαυμένου καὶ πεπλυμένου ἀνὰ 𐅻 δ. χρῶ ἐμμότῳ | |
98.18 | ἀνιεὶς διὰ ῥοδίνου ἢ μυρσίνου. —Πρὸς τὰ δυσεπούλωτα. Λεπί‐ δος στομώματος 𐅻 δ, χρυσοκόλλης 𐅻 δ, χαλκάνθου 𐅻 β, ἰοῦ ξυστοῦ 𐅻 β, κηροῦ 𐅻 κε, τερεβινθίνης 𐅻 ιϛ. ἐνίοτε ξηρὰ ἀναλαμβάνεται τῇ | |
98.19 | κηρωτῇ, ἔσθ’ ὅτε δ’ ὄξει προλειωθέντα. —Ξηρὸν ἀπουλοῦν. Ὀστρέων ἐν χύτρᾳ καέντων, ἕως λευκὰ γένηται, 𐅻 ιβ, μάννης 𐅻 ϛ, | |
98.20 | καδμείας 𐅻 δ. ποιεῖ καὶ πρὸς νομάς. —Ἄλλο ἀπουλοῦν. Λιθαρ‐ γύρου, ψιμυθίου ἀνὰ 𐅻 η, σκωρίας μολύβδου, κηκῖδος, μυρσίνης ξηρᾶς | |
98.21 | ἀνὰ 𐅻 δ. χρῶ· εἰ δὲ βούλῃ, μετὰ κηρωτῆς. —Πρὸς Χειρώνεια καὶ ἐπὶ παντὸς ἑρπετοῦ δήγματος ἐπιτετευγμένον φάρ‐ μακον. Λιθαργύρου 𐆃 α, ἐλαίου παλαιοῦ 𐆃 β, χαμαιλέοντος μέλανος ῥίζης, ἀριστολοχίας, κηκῖδος ὀμφακίτιδος ἀνὰ 𐆄 δ, χαλβάνης, ἀμμωνια‐ | |
5 | κοῦ θυμιάματος, λιβανωτοῦ ἀνὰ 𐆄 β. σκεύαζε κινῶν ῥίζαις χλωρῶν | |
98.22 | καλάμων. —Πρὸς τὰ δυσεπούλωτα Ἡρακλείδους. Λεπίδος χαλκοῦ 𐆄 δ, μάννης ἢ λιβανωτοῦ 𐆄 δ, στυπτηρίας σχιστῆς 𐆄 β, μίσυος 𐆄 β. λειοτριβήσας μετ’ ὄξους ἐφ’ ἱκανὰς ἡμέρας πλάσσε εἰς τροχίσκους· ἐπὶ δὲ τῶν δυσεπουλώτων καὶ κακοήθων ἑλκῶν πρὸς 𐆄 α, τοῦ φαρ‐ | 278 |
5 | μάκου κηροῦ τριπλάσιον μίσγε 𐆄 γ καὶ τερεβινθίνης 𐆄 δ. εἰ δὲ 𐆄 δ τοῦ κηροῦ βάλοις καὶ ῥητίνης 𐆄 α, ἔσται πρὸς τὰ μὴ πάνυ κακοήθη χρη‐ στὸν φάρμακον. εἰ δ’ ἑξαπλάσιον ἔχοι κηροῦ, τουτέστιν 𐆄 ϛ, καὶ ῥητί‐ | |
98.23 | νης 𐆄 α 𐅶, ἔσται ἁπλῶν ἑλκῶν κατουλωτικόν. —Πρὸς Χειρώνεια καὶ κακοήθη φάρμακον ἐπιτετευγμένον. Ἰοῦ ξυστοῦ 𐆄 α, λεπίδος χαλκῆς 𐆄 α, κηροῦ 𐆄 ϛ, ῥητίνης λάρικος ἢ ἀντ’ αὐτῆς τερεβιν‐ θίνης 𐆄 α 𐅶. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. χρῶ μαλάσσων ἐπιμελῶς καὶ | |
5 | πλατυσμάτιον ἐπιρρίπτων κατὰ μόνου τοῦ ἕλκους καὶ τῶν χειλῶν αὐτοῦ, τὰ δὲ πέριξ ἀφλεγμάντῳ ἐμπλάστρῳ καταλαμβάνων, σπόγγον τε ἄνωθεν ἐπιθεὶς ἐπίλυε διὰ τρίτης, καὶ ἀποπυριάσας τὸ ἕλκος τὸ αὐτὸ πλατυσμάτιον ἀποπλύνας ὕδατι μάλασσε καὶ πάλιν ἐπιτίθει, ἕως ἂν ἄρξηται συνουλώσεως. γενναῖον δ’ ἐστὶ τοῦτο τὸ φάρμακον ἔχον | |
10 | τριπλάσιον κηρόν· τοῦτο τὰ μετρίως κακοήθη θεραπεύει. γίνοιτο δ’ ἂν σύμμετρον, εἰ λάβοι κηροῦ 𐆄 η καὶ ῥητίνης 𐆄 β. ἔτι δὲ πραότερον γί‐ νεται τὸ φάρμακον, εἰ πενταπλάσιον τῶν μεταλλικῶν βληθείη ὁ κηρὸς καὶ ῥητίνης 𐆄 β 𐅶 ἔχοι, καὶ ἔτι μᾶλλον, εἰ ἑξαπλάσιον, ὡς εἶναι τῶν μεταλλικῶν 𐆄 β, κηροῦ 𐆄 ιβ, λάρικος ἢ τερεβινθίνης 𐆄 γ. μὴ παρούσης | |
98.24 | δὲ ῥητίνης, μυρσίνῳ ταῦτα μίγνυε ἢ μηλίνῳ ἢ σχινίνῳ. —Ἰπωτή‐ ριον. Κηροῦ Τυρρηνικοῦ, μολύβδου κεκαυμένου πεπλυμένου ἀνὰ 𐅻 η, μυελοῦ ἐλαφείου 𐅻 δ, τερεβινθίνης 𐅻 δ, ῥοδίνου τὸ ἀρκοῦν ὡς ἁπαλὸν | |
98.25 | γενέσθαι. —Πρὸς Χειρώνεια. Σταφίδος ἐκγιγαρτισμένης 𐆄 ϛ, λεπί‐ δος χαλκοῦ 𐆄 β. τὴν λεπίδα λειώσας οἴνῳ ἀναλάμβανε τῇ σταφίδι | |
98.26 | προλελειωμένῃ. —Πρὸς παλαιὰ καὶ δυσκατούλωτα ἕλκη. Σεύτλου φύλλα ἐξινιάσας ἕψε μεθ’ ὕδατος καὶ λεῖα ποιήσας κατά‐ | |
98.27 | πλασσε. ποιεῖ δὲ καὶ μαλάχη ὠμὴ καταπλασσομένη. —Πλάτυσμα. Μολυβδαίνης 𐆄 γ, ψιμυθίου 𐆄 γ, κολοφωνίας 𐆄 ιβ, κηροῦ 𐆄 δ, μυρσίνου 𐆃 α. ξηρὰ λειώσας τὰ μεταλλικὰ μίσγε τῇ κηρωτῇ ψυγείσῃ καὶ ἀνα‐ ξυσθείσῃ. | |
99t | Οὐλὰς ὁμοχρόους ποιῆσαι. | |
991,2 | Λιθαργύρου, ἡδυόσμου, λιβανωτοῦ, μέλιτος ἴσα. —Πρὸς οὐλὰς | |
99.2(2) | μελαίνας. Κροκοδειλίας κόπρου 𐅻 ι, λιβάνου 𐅻 β, ψιμυθίου 𐅻 β. δι’ | |
99.3 | ὕδατος ἐπιχρίεται, ἢ κυπρίνῃ κηρωτῇ μιγέν. —Οὐλὰς λευκαῖνον. | |
99.4 | Σάπωνος, κυνείας λευκῆς, κηροῦ, ἐλαίου λελευκασμένου ἴσα. —Ἄλλο. Νίτρου, ἀμμωνιακοῦ θυμιάματος, θείου ἀπύρου ἴσα. ὄξει λευκῷ ἢ οἴνῳ | |
99.5 | ἢ ὕδατι λειοτριβήσας ὀλίγον ἐπίχριε, ἵνα μὴ ἑλκώσῃ. —Ἄλλο. Λιθαργύρου, ψιμυθίου ἴσα. πεπλυμένα ἐπίχριε σὺν τῷ λευκῷ τοῦ ὠοῦ. περιστερᾶς ἀφόδευμα μεθ’ ὕδατος ἐπίχριε, ταχέως ἀπονίπτων, μὴ ἑλ‐ | 279 |
99.6 | κωθῇ. —Ἄλλο. Ἀμμωνιακοῦ θυμιάματος μετὰ χολῆς ὑείας ἐπίχριε. — | |
99.7 | Ἄλλο. Χελιδόνος κόπρος μεθ’ ὕδατος ἐπιχριόμενος οὐλὰς λευκαίνει. | |
100t | Περὶ συρίγγων. | |
100.1 | Σῦριγξ ὠνόμασται μὲν κατὰ μεταφορὰν ἀπὸ τῶν συρίγγων τῶν ἐκ καλάμου πεποιημένων· εὐρυχωρία γάρ τις εὑρίσκεται παραπλήσιος | |
100.2 | ταῖς ἐν τοῖς καλάμοις κοιλότησιν. ἔστι δὲ κόλπος τετυλωμένος καὶ μὴ | |
100.3 | δυνάμενος χωρὶς χειρουργίας ἢ φαρμακείας προσπεσεῖν. γίνεται δὲ τὰ | |
100.4 | πολλὰ ἐξ ἀποστημάτων μὴ κατὰ τρόπον θεραπευθέντων. τὰς μὲν οὖν πλαγίας ὡς ὑπὸ τὸ δέρμα τείνειν ἤτοι δάκτυλον καθέντες ἢ πλατὺν μήλης πυρῆνα καὶ ἐπαίροντες τὸ δέρμα διαιροῦμεν, ἅπαν τὸ μῆκος αὐτῆς ἁπλοτομήσαντες· τοὺς δὲ τύλους τοὺς αἰτίους τῆς σύριγγος, | |
5 | ἐὰν ὦσιν ἐπιπόλαιοι, τοῖς ὄνυξιν ἀναξάναντες νεαροποιήσομεν τὸ ἕλ‐ κος· ἐὰν δὲ βαθύτεροι ὦσι, προσαποξύσομεν ἀκμῇ σμιλίου· ἐὰν δὲ μεγάλοι καὶ διὰ βάθους ὑποπίπτωσι, περιελοῦμεν ὅλους· μὴ περιαιρε‐ θέντων γὰρ αὐτῶν, οὔτε σαρκὸς ἀναβλάστησις δύναται γενέσθαι οὔτε | |
100.5 | ἀπούλωσις τῶν ἑλκῶν. εἰ δ’ εὐρυτέρας οὔσης τῆς σύριγγος μετὰ τὴν διαίρεσιν ἀπαιωροῖτο τοῦ δέρματος, περιελοῦμεν τὸ ἀφεστὸς τῆς συμ‐ φύτου σαρκός· εἰ δὲ τὸ σχῆμα τῆς σύριγγος μὴ πλάγιον ᾖ, ἀλλ’ ἀν‐ τίον, τουτέστιν εἰς βάθος τεῖνον, περιελοῦμεν κατὰ κύκλον τὴν σύ‐ | |
5 | ριγγα, τοσοῦτον περιγράφοντες τῆς κύκλῳ σαρκὸς ὥστε τοὺς τύλους | |
100.6 | ὁλοτελῶς ἐκκοπῆναι. εἰ δ’ εἰς ὀστοῦν καταλήγοι, γεγυμνωμένον μὲν τὸ ὀστοῦν ξύσομεν, λελιπασμένον δ’ ἢ τετερηδονισμένον ἢ ἄλλως πως ἐφθαρμένον μέχρι σήραγγος ἐκκόψομεν (ἔχει δὲ σήραγγας τὰ ἀμύελα τῶν ὀστῶν πολλάς, τὰ δὲ μυελὸν ἐν εὐρυχωρίᾳ περιέχοντα μεταξὺ | |
5 | τῆς ἔνδοθεν πρὸς μυελὸν ἐπιφανείας καὶ τῆς ἔξωθεν πρὸς τῇ σαρκὶ κατὰ τὴν μεσότητα· καὶ τὸ κρανίον δὲ σήραγγας ἔχει κατὰ τὴν διπλόην καλουμένην)· ἐκκοπεύσει μὲν οὖν τὰς ἐπιπολαίους ἐκκόψομεν, ἐπὶ δὲ τῶν μειζόνων ὀστέων, οἷον βραχιόνων, πήχεων, μηρῶν ἢ κνήμης, τρήσαντες τρυπάνοις μέχρι σήραγγος ἀναβαλοῦμεν τὰ μέσα τῶν τρη‐ | |
100.7 | μάτων. εἰ δὲ μέχρι μυελοῦ πεπονθὸς εἴη, καὶ τὸν μυελὸν καὶ τοῦ ὑγιοῦς προσαφαιρήσομεν εἰς τὸ ῥᾳδίαν τὴν μετὰ τοῦτο σάρκωσιν γενέ‐ | |
100.8 | σθαι. εἰ δὲ δι’ ὅλου τὸ ὀστοῦν ὁλοτελῶς πάθοι, χρὴ τὴν μεσότητα | |
100.9 | πᾶσαν αὐτοῦ ἀναιρεῖν. θεραπευτέον δὲ τὰς μὲν χωρὶς ὀστέου ὡς τὰς | |
τμηθείσας ἀποστάσεις, τὰς δὲ μετ’ ὀστέου ἀφαιρέσεως ἀλιπάντως. | 280 | |
101t | Κολλύριον συριγγιακόν. | |
101.1 | Χαλκίτεως ὠμῆς, ἰοῦ, μίσυος ὠμοῦ, χαλκάνθου, κόμμεως ἴσα. ἐν | |
101.2 | ἀντιγράφῳ ἀμμωνιακοῦ θυμιάματος ἴσα. —Πρὸς παλαιὰς σύριγ‐ γας. Χαλκάνθου, μίσυος, σχιστῆς, ἀμμωνιακοῦ θυμιάματος ἴσα. χαλ‐ κάνθου 𐅻 β, μίσυος, χαλκίτεως, ἰοῦ ἀνὰ 𐅻 α. ἀναλάμβανε κόμμει ἢ ἀμμωνιακῷ· ὅταν δ’ ἐκτυλωθῇ, ἰῷ ἑφθῷ μετὰ μέλιτος ἀνακάθαιρε | |
101.3 | ποιῶν κολλύρια· ἔστω δὲ μέλιτος μέρη η, ἰοῦ μέρος α. —Κολλύριον ὁ καλοκαιριανός. Ἰοῦ ξυστοῦ, χαλκίτεως ὠμῆς, μίσυος ὠμοῦ, σχι‐ στῆς στυπτηρίας, χαλκάνθου, μίλτου Σινωπικῆς, κόμμεως ἴσα. ὄξει σκευα‐ σθὲν χωρὶς κόμμεως, προσλαβὸν δὲ λιβάνου τὰ τετυλωμένα τῶν κόλ‐ | |
5 | πων ἀνακαθαίρει μιγνύμενον δωδεκαπλασίονι μέλιτι παστιλλώσαντι. εἰ δὲ πρὸς ἓν μέρος αὐτοῦ μιγείη μέλιτος μέρη κ, σαρκοῖ καὶ κατου‐ | |
101.4 | λοῖ. —Πρὸς τὰ ἐπὶ τῆς κεφαλῆς καὶ γένυος συκώδη ἐξαν‐ θήματα. Μίσυος, χαλκίτεως, λεπίδος ἀνὰ 𐅻 β, σχιστῆς 𐅻 α. λουσα‐ μένῳ ἐπιτίθει ξηρὸν δαψιλὲς τὸ φάρμακον, λουσαμένῳ δὲ τῇ ἑξῆς σπόγγῳ ἀποσύρας τὴν ἐφελκίδα πάλιν ἐπιτίθει, ἕως τὸ πᾶν ἀφαιρεθῇ. | |
101.5 | ἐλαίῳ μὴ μολυνέσθω. —Ἄλλο συριγγιακόν. Ἰοῦ 𐅻 δ, ἀλόης 𐅻 β, μέλιτος 𐆄 ϛ. λείου τὰ ξηρὰ μετ’ ὄξους καὶ ἕψε σὺν τῷ μέλιτι μέχρι | |
101.6 | συστάσεως καὶ χρῶ ἐμμότῳ ὡς ἀγαθῷ. —Ἄλλο πρὸς σύριγγας καὶ μώλωπας, ὃ ἔλαβον παρὰ Διονυσίου ἐν Ἱεραπόλει. Τῆς μαίας τῆς βοτάνης τῆς καλουμένης λεπιδίου φύλλων ἐν σκιᾷ ξηρανθέντων καὶ τῆς παλαιᾶς κνήκου ἄνθους, μέλιτος στακτοῦ ἀπηφρισμένου, τερε‐ | |
5 | βινθίνης ἴσα, ῥοδίνου ὀλίγον. σκεύαζε λειώσας τὰ ξηρὰ ὄξει, εἶτ’ ἐπι‐ βαλὼν μέλι καὶ τερεβινθίνην ὁμοῦ συλλειώσας ποίει ἐμπλαστρῶδες, εἶτα προανάτριβε τὸν τόπον προαποβάπτων τὸν δάκτυλον ὄξει καὶ ἐπίπασσε τῇ σύριγγι ξηρῶν τῶν φύλλων τοῦ λεπιδίου λελειωμένων ἐπάνωθεν τιθεὶς σπλήνιον ἐκ τοῦ φαρμάκου, μετὰ δὲ τὸ καυθῆναι τὸ | |
10 | μέρος ποίησον τοῦτο καὶ θεράπευε· σμύρνης, λιβανωτοῦ, σιδίων, κνή‐ | |
101.7 | κου ἄνθους, τερεβινθίνης, μέλιτος, ῥοδίνου ἴσα. —Πρὸς τὰ αὐτό‐ ματα. Λευκὴ πάρυγρος πρὸς τοὺς τρυφερόχρωτας. Πιμελῆς ὑείας προσφάτου 𐆄 ια, κηροῦ 𐆄 ϛ, ψιμυθίου 𐆄 α 𐅶, λιθαργύρου 𐆄 α 𐅶. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. ποιεῖ ἐπὶ γυναικείων σωμάτων καὶ πρὸς | |
5 | ἕρπητας· ἔστι δὲ καὶ δακτυλικὴ ἀνεθεῖσα καὶ πρὸς τὰ περὶ μήτραν, ἔτι δὲ πρὸς χιμέθλας κακοήθεις καὶ τὰ περὶ πρόσωπον ψυδράκια· ἐπὶ δὲ χιμέθλων μὴ ἀποδεδαρμένων καὶ ἐκβρασμάτων ὁμοίως μὴ ἀποδε‐ | |
101.8 | δαρμένων μίσγε καὶ πίτυος φλοιοῦ 𐆄 α 𐅶. —Ἡ ἡμετέρα φησὶ διὰ μολυβδαίνης πρός τε τὰ θερμὰ ἐκβράσματα καὶ περιζωματίας ἕρπητας, | |
ἀρχομένους δοθιῆνας· ποιεῖ δὲ καὶ πρὸς κατακαύματα. Μολυβδαίνης 𐆄 δ, λιθαργύρου 𐆄 β, ψιμυθίου 𐆄 β, κηροῦ 𐆄 η, μυρσίνου 𐆃 β. οἴνῳ λει‐ | 281 | |
101.9 | οῦται τὰ ξηρά. —Ἡ δι’ ὠῶν. Κηροῦ, στέατος ὑείου, λιθαργύρου ἀνὰ 𐅻 α, ὠῶν ὀπτῶν λεκίθους δ, ῥοδίνου ἢ μυρσίνου ἢ λελευκασμένου | |
101.10 | ἐλαίου 𐆄 ε. —Πρὸς ἐξανθήματα, παρατρίμματα, κατακαύ‐ ματα. Σκωρίαν μολύβδου ὡς 𐆄 γ λείαν ἢ δ ἀνάλαβε κηρωτῇ 𐆄 δ, ὑείου στέατος 𐆄 α, μυρσίνου 𐆃 α. χρῶ καὶ πρὸς χιμέθλας μὴ ἀποδε‐ δαρμένας καὶ τῶν ἐκβρασμάτων τὰ μηδέπω ἐστομωμένα πρός τε ἀπο‐ | |
5 | σύρματα καὶ τὰ ἐπὶ τῶν ἀντικνημίων ἕλκη καὶ πρὸς παλαιὰ καὶ ἕρ‐ πητα τὸν ὑπὸ τὸ δέρμα. πρὸς δὲ τὰ ἀπουλώσεως δεόμενα ἄνευ | |
101.11 | στέατος σκευαστέον. —Πρὸς ἐπινυκτίδας καὶ φλυκταίνας. Λιθάργυρον, θεῖον ἄπυρον ἴσα μετ’ ὄξους καὶ οἴνου γλοιῶδες ἐπίχριε· | |
101.12 | ἐγὼ ἔλαιον οὐ μίγνυμι καὶ ἀντ’ ὄξους οἴνῳ αὐτὸ λειῶ. —Ἄλλο πρὸς ἐπινυκτίδας. Θαλλία κατάπλασσε ἐν φακῷ ἑφθῷ· ὅταν δ’ ἀποδαρῇ, χρῶ τῇ τρυφερᾷ παρύγρῳ μετὰ μέλιτος. σταφίδες ἀφῃρη‐ μένων τῶν γιγάρτων ἢ χλωρὸν κόριον καθ’ αὑτὸ ἢ μετὰ μάννης ἢ | |
5 | σταφὶς μετὰ κορίου ἢ προβάτου ἄφοδος καθ’ αὑτὴν ἢ ἀρνόγλωσσον μεθ’ ὕδατος ἢ ἀψίνθιον σὺν ὕδατι. | |
102t | Ἄλλο πρὸς ἐξανθήματα. | |
102.1 | Πηγάνου χλωροῦ, θείου ἀπύρου, λιθαργύρου. ὄξει λείου καὶ | |
102.2 | μιγνὺς ῥόδινον ἐπίχριε. —Ἡ διὰ χυλοῦ λινοσπέρμου ἔμπλα‐ στρος εὐπόριστος ποιοῦσα πρὸς φλεγμονὰς καὶ νεύρων τρώσεις καὶ τραύματα πρόσφατα καὶ χρόνια καὶ ἀντὶ μαλάγματος παραλαμβανο‐ μένη καὶ χαλαστικοῦ, καὶ τὸ ὅλον πρὸς πάσας τὰς διαθέσεις ἁρμόζει. | |
5 | Κηροῦ 𐆃 α, πίσσης 𐆄 ιη, κολοφωνίας 𐆄 ιη, ἐλαίου κοινοῦ 𐆂ο α 𐅶, χυλοῦ λινοσπέρμου 𐆂ο γ. τήξας τὰ τηκτὰ καὶ ποσῶς ψύξας ἐπίβαλλε τὸν χυλὸν καὶ ἀνάκοπτε, ἕως ἑνωθῇ. | |
103t | Πρὸς ἐρυσιπέλατα· περὶ τούτων γέγραπται καὶ ἐν τῷ περὶ ποδάγρας χωρίῳ. | |
103.1 | Τῶν ἐρυσιπελάτων ἐργωδέστερα τυγχάνει τὰ περὶ κεφαλήν· ὅθεν εἰ μὴ ἐμπράκτου τύχοι βοηθείας, ἐνίοτε καὶ πνίγει τοὺς πεπονθότας. | |
103.2 | εὐθὺς τοίνυν κατ’ ἀρχὰς ἐπιφανέντων φλεβοτομεῖν δεῖ τέμνοντας ἐν τῷ ἀγκῶνι τὴν ὠμιαίαν καλουμένην φλέβα (εἰ δὲ μὴ φαίνοιτο αὕτη, τὴν εὑρισκομένην), ἐπαφαιρεῖν τε καὶ ἐν ἀσιτίᾳ τηρεῖν μέχρι πρώτης διατρίτου· εἰ δὲ μὴ φλεβοτομήσαιμεν, κενοῦν διὰ κλυστῆρος ἢ καθαί‐ | |
5 | ρειν καταχρίειν τε τοῖς πρὸς ἐρυσιπέλατα ποιοῦσι τροχίσκοις τά τε | |
103.3 | κατεχόμενα τῶν μερῶν καὶ πολὺ τῶν παρακειμένων. φυλασσέσθω δ’ | |
ὑγρὰ τὰ ἐπικεχρισμένα, καὶ ἀλλασσέσθω τὰ πρῶτα τῶν φαρμάκων· ταχὺ γὰρ ἄπρακτα γίνεται διαπνεόμενα διὰ τὴν πύρωσιν, τὰ δὲ πρῶτα δι’ εὐαφοῦς σπόγγου ἀποθλιβομένου εἰς χλιαρὸν ὕδωρ ἀφαιρείσθω. — | 282 | |
103.4 | Τροχίσκος κάλλιστος ὁ τοιοῦτος. Λιθαργύρου, ψιμυθίου, κρό‐ κου, θείου ἀπύρου, ὀπίου ἴσα μετὰ γλυκέος ἢ στακτοῦ. τὰ δ’ ἐπὶ τοῦ λοιποῦ σώματος καταχριστέον τοῖς ἁπλουστέροις ὡς ψιμυθίῳ μετὰ χυλοῦ στρύχνου ἢ κορίῳ ἢ ῥῷ βυρσοδεψικῷ λελεασμένῳ μετ’ ὄξους | |
5 | καὶ ῥοδίνου ἢ ὀπῷ μήκωνος μετ’ ὄξους ἢ λιθαργύρῳ μετὰ ναρδίνου μύρου ἢ ψυλλίῳ μετὰ ψιμυθίου καὶ ὄξους καὶ ἐλαίου ἢ λιθαργύρῳ μετὰ χυλοῦ πράσου καὶ σεύτλου ἢ κιμωλίᾳ μετὰ χυλοῦ στρύχνου ἢ χαλκίτιδι μετ’ ἐλαίου καὶ γλυκέος ἢ ψιμυθίῳ μετ’ ὄξους καὶ λυκίου ὥστε χρῶσαι ἢ κεραμικῇ γῇ μετὰ χυλοῦ στρύχνου ἢ κωνείῳ καὶ λι‐ | |
10 | θαργύρῳ μεθ’ ὕδατος λελειωμένοις. εἰ δὲ μὴ προκόπτοι, καταπλαστέον κορίῳ μετ’ ἄρτου ἢ ἀρνογλώσσου φύλλοις ἢ σελίνου ἢ ῥάμνου ἢ κο‐ λοκυνθίδι ἢ ψυλλίῳ ἢ ἀειζῴῳ ἢ λινοσπέρμῳ μετὰ χυλοῦ στρύχνου ἢ ὠκίμῳ μετὰ ψιμυθίου καὶ ἐλαίου καὶ ὄξους. γενομένης δὲ φλεγμονῆς ἐν τοῖς ἐρυσιπέλασι, κατασχαστέον καὶ ἐξαντλητέον ἐπὶ πλεῖστον· κίν‐ | |
15 | δυνος γάρ ἐστιν ἐπιμενόντων μεταβολῆς εἰς πύον ἢ σηπεδόνα. — | |
103.5 | Ἄλλο. Θεῖον καὶ ἡδύοσμον συλλεάνας ὄξει ἐπίχριε 〈ἢ〉 τῷ Ἀνδρω‐ νείῳ, ἢ φακῷ τῷ ἐπὶ τῶν τελμάτων. ἐν ἄλλῳ ἔχει οὕτως· λιθαργύ‐ ρου, ψιμυθίου ἀνὰ 𐆄 β, ὄξους, οἴνου, ἐλαίου τῶν γ ἀνὰ 𐆄 β. λειώσας ἐπίχριε πτερῷ ἢ βρέχων ῥάκει ἐπιτίθει, καὶ συνεχῶς ἄλλασσε. | |
104t | Πρὸς ἕρπητας. | |
104.1 | Τῶν ἑρπήτων οἱ μέν εἰσι φλυκταινώδεις καὶ ὑπέρυθροι, οἱ δὲ λευκοὶ καὶ ὠχροί, τὸ δὲ διάφορον ἐκ τῆς τῶν χυμῶν ποιότητος. πρὸς μὲν οὖν τὸν φλυκταινώδη ἕρπητα σκωρίαν μολύβδου ἐν οἴνῳ αὐ‐ στηρῷ λεάνας καὶ καταχρίσας κατάπλασσε ἐπάνω φύλλα σεύτλου ἐν | |
5 | οἴνῳ ἑφθά. σταθείσης δὲ τῆς νομῆς, τῇ διὰ σκωρίας κηρωτῇ χρῶ. — | |
104.2 | Πρὸς τὸν ὑπὸ τὸ δέρμα ἕρπητα τοῦτο. Σκωρίαν μολύβδου ἀναλαβὼν χυλῷ πηγάνου χρῶ· ἢ θαλλία ἐν οἴνῳ ἑφθὰ μετ’ ὀλίγου | |
104.3 | μέλιτος κατάπλασσε· ἢ κηρωτῇ μυρσίνῃ ἀντὶ πηγάνου. —Ἄλλη πρὸς τοὺς ὀξέως νεμομένους. Σιδίων γλυκείας ῥοᾶς 𐅻 ϛ, λιθαρ‐ γύρου 𐅻 ϛ, ἐρίου ἀπλύτου μαλακοῦ περὶ δᾷδα κεκαυμένου 𐅻 γ, κηροῦ | |
104.4 | 𐅻 ιβ, μυρσίνου 𐆄 δ ἢ ε. —Πρὸς τοὺς ἐκδαρέντας ἕρπητας. Λιθαργύρου 𐅻 ιβ, ψιμυθίου, κηροῦ ἀνὰ 𐅻 η, λιβάνου 𐅻 β, σχιστῆς 𐅻 α· | |
οἴνῳ καὶ μυρσίνῳ. | 283 | |
105t | Περὶ ἀνθράκων. | |
105.1 | Ἄνθρακες γίνονται ὡς ἐπίπαν ἐκ μελαγχολικοῦ χυμοῦ, θεραπευ‐ τέον δὲ τοῖς ἐπισπαστικοῖς φαρμάκοις· ἐξόχως δὲ ποιεῖ πρὸς τούτους ἡ διὰ νίτρου, ἔστι δ’ αὕτη· νίτρον καὶ πήγανον ἴσα σὺν ὄξει λεάνας εἰς ῥάκος ἔμπλασσε. ἢ σίλφιον μετὰ νίτρου καὶ πηγάνου καὶ μέλιτος. | |
105.2 | κατάπλασσε φακῷ μετ’ ἄρτου καὶ ἀρνογλώσσου. —Ἐκ τῶν Ἡρο‐ δότου. Οἱ ἄνθρακες ὑπαγόμενοι κατὰ γένος τοῖς ἐξανθήμασιν ἐμφε‐ ρεῖς εἰσι ταῖς ὑπὸ καυτήρων γινομέναις ἐσχάραις σὺν τῷ προσέχεσθαι ταῖς βάσεσι καὶ τρόπον τινὰ προσηλῶσθαι· γίνονται δὲ μετὰ νομῆς. | |
5 | ἀλλ’ οἱ μὲν περὶ τῇ σαρκὶ συστάντες συντόμως περιγράφονται, οἱ δὲ κατὰ τῶν νεύρων ἢ τῶν ὑμένων γινόμενοι μέχρι πολλοῦ φέρονται 〈καὶ〉 κατὰ συμπάθειαν τοῖς ὑποκειμένοις κοίλοις τόποις ἀποτίθενται, καὶ οἱ μὲν περὶ κεφαλὴν συστάντες τοῖς πρὸς τῷ τραχήλῳ μέρεσι σκληρίας ἐπιφέρουσιν, οἱ δὲ περὶ τὸν τράχηλον τῷ θώρακι ἢ νώτῳ ἢ | |
10 | χερσὶν ἢ τοῖς περὶ μασχάλαις τόποις, οἱ δὲ περὶ αἰδοῖα καὶ σκέλεσι καὶ τοῖς περὶ τοὺς βουβῶνας. οὐκ ὀλίγοι δὲ καὶ τὰ περικείμενα μέρη εἰς διαπύησιν 〈ἄγουσιν〉, ἔνθα ἢ εὐρύτερα ἢ εὐπαθέστερα πέφυκε τὰ νεῦρα. ἐπιγίνονται δ’ αὐτοῖς πόνοι μείζονες τοῦ γενομένου μεγέθους, τισὶ δὲ καὶ ἐρυσιπέλατα ἐπιμήκη, τοῖς δὲ πλείστοις καὶ πυρετοί, τὰ δὲ | |
15 | συμπαθήσαντα μέρη, εἰ μὴ καλῶς θεραπευθείη, διαπυΐσκει. ἐν δὲ ταῖς ἀνακαθάρσεσι πολλάκις ἐκ βάθους ἀπολύονται ὑμένες ἢ [τὰ] νεῦρα ἐμφερῶς ταῖς ἐντεριώναις. γίνονται δὲ καὶ κατά τινας ἐπιδήμους αἰ‐ τίας κατὰ τοὺς πλείστους καὶ ἀπ’ ἐθνῶν εἰς ἔθνη μεθίστανται. — | |
105.3 | Θεραπεία ἀνθράκων. Θεραπεία μὲν κατὰ τὰς ἀρχὰς ἀρίστη συ‐ στολὴ καὶ ἡσυχία, καὶ εἰ πολλοὶ καὶ μεγάλοι συνίστανται, καὶ διὰ κλυ‐ στῆρος κένωσις καὶ τροφὴ μετὰ δευτέραν ἢ τρίτην ἡμέραν. κατὰ τῶν ἀνθράκων ἐπιρριπτέον κεφαλικὰς κηρωτὰς ἀνιεμένας, καλή τε ἥ τε | |
5 | διὰ βοτανῶν καὶ ἡ διὰ νίτρου καὶ τὰ πρὸς νομὰς ξηρὰ κατ’ ἰδίαν τε | |
105.4 | καὶ μετὰ ῥοδίνου, καὶ καταπλάσματα φακὸς μετὰ μέλιτος. τὰ δ’ ἐρυ‐ σιπελατώδη τοῖς πρὸς ἐρυσιπέλατα ἐπιχριέσθω· τὰ δὲ πρὸς τὰς συμ‐ | |
105.5 | παθείας ὕποπτα τῶν μερῶν οἰσυπηροῖς ἐρίοις δι’ οἰνελαίου. εἰ δὲ φθάσαιεν ἡμῶν τὴν προφυλακὴν αἱ φλεγμοναί, καταπλαστέον ἄρτῳ ἢ ὠμῇ λύσει· παρηγορηθείσης δὲ τῆς φλεγμονῆς καὶ τῆς σκληρίας ἐπι‐ μενούσης, ἀφλεγμάντους δυνάμεις ἐπιρρίπτειν, ἀρίστη δὲ πασῶν ἡ λεγο‐ | |
105.6 | μένη Σαραπίωνος μηλίνη. σπουδαστέον μέντοι ὡς ὅτι τάχιστα εἰς δια‐ πύησιν ἄγειν τοὺς ἄνθρακας καὶ ἀποστῆσαι τῆς πρὸς τὰ παρακείμενα συναφείας, τοῦτο δ’ ἂν γίνοιτο, εἰ δὶς μὲν τῆς ἡμέρας, ἅπαξ δὲ τῆς | |
νυκτὸς ἀλλάσσοιμεν τὰ φάρμακα καὶ τὰ καταπλάσματα, τὰς δὲ καταιο‐ | 284 | |
5 | νήσεις ὑπὲρ ἀπονίψεως παραληπτέον. τὰ δὲ τοῖς συμπαθήσασι μέρεσιν | |
105.7 | ἐπιτιθέμενα ἅπαξ τῆς ἡμέρας ἐναλλασσέσθω. τοὺς δὲ διαπυήσαντας τό‐ πους διαιρετέον καὶ θεραπευτέον ἐμφερῶς ταῖς πολλαῖς ἀποστάσεσιν. | |
105.8 | ἐπεὶ δὲ τὰ πλεῖστα τῶν πονηρῶν συμπτωμάτων ἔσθ’ ὅτε πρὸς τὰς κοινὰς ὠφελείας ἀντιβαίνει, ἀφίστασθαι μὲν δεῖ τῆς συμφώνου θερα‐ | |
105.9 | πείας, παραγίνεσθαι δ’ ἐπὶ τὴν κοινὴν τῶν ἑλκῶν ἐπιμέλειαν. ἔστω‐ σαν δὲ καὶ πολλαὶ καὶ συνεχεῖς διὰ θερμοῦ καταιονήσεις, ἀνιέμεναι δὲ τετραφάρμακοι βασιλικαί, καταπλάσματα καὶ ὠμὴ λύσις καὶ κηρωταί. | |
105.10 | ἐπὶ πάντων δὲ μετὰ τὰς τῶν ἀνθράκων ἐκπτώσεις μηδὲν ἴδιον τῇ ἐπι‐ μελείᾳ προσφερέσθω, ἀλλ’ ὡς κοιναὶ ἑλκώσεις θεραπευέσθωσαν, ὅτε καὶ βαλανεῖα καὶ οἶνοι ἐπιτρέπονται· 〈ἐπιτρεπόν〉των δὲ τῶν πεπον‐ θότων μερῶν, καὶ περίπατοι καὶ αἰῶραι καὶ τροφαὶ ποικίλαι λυσιτε‐ | |
5 | λεῖς· τὸ γὰρ τὴν ὅλην ἐξαλλάσσον θεραπείαν χωρισθὲν καταλέλοιπε | |
105.11 | τὸ σῶμα τῇ προτέρᾳ συνηθείᾳ. —Μηλίνη Σαραπίωνος. Λιθαρ‐ γύρου 𐅻 ρ, κηροῦ 𐅻 ν, κολοφωνίας 𐅻 ν, ἀμμωνιακοῦ 𐅻 κε, ἰοῦ ξυστοῦ 𐅻 η, χαλβάνης 𐅻 η (ἐγὼ καὶ σμύρνης 𐅻 η ἔβαλον), ἐλαίου 𐆂ο α 𐅶. — | |
105.12 | Διὰ νίτρου. Νίτρου ὀπτοῦ 𐆄 γ, κηροῦ, ἐλαίου, κολοφωνίας ἀνὰ 𐆄 α 𐅶, ὀποῦ Κυρηναϊκοῦ ἢ Μηδικοῦ 𐅻 γ. ἐπιτίθεται ἔμμοτον ἄνωθεν καὶ ξηραίνει τὴν ὑγρότητα τοῦ ἄνθρακος. μετὰ δὲ τοῦτο ἐχρησάμην ἀκολούθως τούτῳ καὶ περιγράφων ἐξερρίζου ἀπολύων αὐτὸ τῆς πρὸς | |
5 | τὰ παρακείμενα συναφείας. ἔστι δὲ τοιοῦτον· ῥοιὰς ὀξείας κατασχίσας ἕψε ἐν ὄξει καὶ τακερὰς γενομένας λειοτριβήσας ἔμπλασον εἰς ὀθόνιον | |
105.13 | καὶ ἐπιτίθει· ξηραινόμενον δ’ ὑγραινέσθω τῷ ὄξει. —Πρὸς ἄνθρα‐ κας. Σάπωνος, μέλιτος, ὀξυγγίου ἀνὰ ἴσα, ἁλῶν καὶ τέφρας ἀνὰ | |
105.14 | ἥμισυ· ἔξωθεν δ’ ἄρτῳ κατάπλασσε. —Πρὸς τοὺς ἐν τοῖς βλε‐ φάροις ἄνθρακας. Ὀπίου (οἱ δὲ κυτίνων), μίσυος ὀπτοῦ, ἀκακίας, λεπίδος χαλκῆς ἀνὰ 𐅻 β, χαλκάνθου 𐅻 α, ὑοσκυάμου σπέρματος 𐅻 δ. λεάνας ὕδατι χρῶ. ποιεῖ δὲ καὶ ἡ τετραφάρμακος καλῶς ἔχουσα τὸ | |
105.15 | πέμπτον μέρος λιβάνου, ὥστε τὰ πέντε ἰσόσταθμα εἶναι. —Πρὸς τοὺς ἐν αἰδοίοις ἄνθρακας. Χαλκίτεως 𐅻 η, χαλκάνθου 𐅻 η, | |
105.16 | ἀφρονίτρου 𐅻 α. μεθ’ ὕδατος λεάνας χρῶ. —Ἄλλο. Κόπρος προ‐ | |
105.17 | βατεία μετὰ μέλιτος ποιεῖ. —Ἄνθρακας ἐκπυΐσκον. Ὑγρὰ πίσσα σὺν σταφίδι καὶ ὑείῳ στέατι, καρύου βασιλικοῦ παλαιοῦ τε καὶ τοῦ μὴ παλαιοῦ τὸ βιβρωσκόμενον, ὀπὸς σιλφίου μετὰ πηγάνου καὶ μίσυος | |
105.18 | καὶ μέλιτος. —Πρὸς ἄνθρακας καὶ γαγγραίνας παλαιά 〈τε〉 ἕλκη καὶ Χειρώνεια. Λιθαργύρου 𐆃 α, ἐλαίου παλαιοῦ 𐆃 α 𐅶, ἀρ‐ σενικοῦ 𐆄 α. ἕψε ἔλαιον, λιθάργυρον, ἀμόλυντον δ’ ἐπάρας ἐπίβαλλε | |
αὐτὸ τὸ ἀρσενικόν, καὶ πάλιν ἕψε, ἕως μέλαν γένηται, εἶτ’ ἐπιβαλὼν | 285 | |
5 | αὐτὸ ἐν θυΐᾳ 〈διὰ〉 δοίδυκος μάλασσε, χρῶ δ’ ἀνιεὶς δι’ ἐλαίου ἐμ‐ μότῳ ἐπὶ χοιράδων, παρωτίδων, ποδάγρας, ἀνθράκων· δαιμονίως γὰρ | |
105.19 | ποιεῖ ἐπ’ ἀνθράκων. —Πάγχρηστον. Χαλκίτεως, μίσυος ὠμῶν ἀνὰ | |
105.20 | 𐅻 ι, λεπίδος σιδήρου 𐅻 η, κηκίδων ὀμφακιτίδων 𐅻 δ. —Τὸ δι’ ὀξυ‐ μέλιτος κοράκιον. Ἐλαίου ὀμφακιτίνου ἢ μυρσίνου 𐆄 ι, ταυρείου στέατος 𐆄 η, κηροῦ 𐆄 δ, τερεβινθίνης 𐆄 α, κηκῖδος 𐆄 β, λεπίδος χαλκῆς 𐆄 α 𐅶, χαλκίτεως 𐆄 α, λιβανωτοῦ 𐆄 α. τὰ μὲν ξηρὰ ὄξει λεάνας ἐπὶ | |
5 | πολλὰς ἡμέρας ὕστερον μῖξον μέλιτος κυάθους β ἢ 𐆄 ε καὶ ἀναλάμ‐ βανε κηρωτῇ. ποιεῖ πρὸς πάσας μὲν νομάς, ἰδίως δὲ τὰς ξηροτέρας, καὶ ὅπου νεῦρα γυμνὰ φαίνεται, κεραννύμενον δὲ κηρωτῇ ἴσῃ μὲν | |
105.21 | καθαίρει, πλείονι δὲ κατουλοῖ. —Πρὸς νομὰς καὶ σηπεδόνας τροχίσκος ὁ Ἀσκληπιός. Κηκῖδος 𐅻 η, κυτίνων, ἀριστολοχίας στρογγύλης, χαλκίτεως, καδμείας ἀνὰ 𐅻 ϛ, ἴρεως 𐅻 δ, λεπίδος 𐅻 δ, μίσυος, χαλκάνθου, σχιστῆς, λιβάνου, νίτρου ἀνὰ 𐅻 γ. λείου ὄξει ἐφ’ | |
5 | ἱκανὰς ἡμέρας καὶ ποίει τροχίσκους κ, πρὸς δὲ τὴν χρείαν ἢ ὀξυμέλιτι | |
105.22 | ἢ κηρῷ ἀνιείς. —Πρὸς τὰ νεμόμενα καὶ τὰ ἐν στόματι καὶ πρὸς θύμους, μυρμηκίας, ἀκροχορδόνας· ἔστι δὲ καὶ σηπτόν. Λεπίδος 𐆄 β, σχιστῆς 𐆄 α, χαλκίτεως, μίσυος ὠμοῦ ἀνὰ 𐅻 δ. ξηρῷ ἐπί‐ πασον. | |
106t | Πρὸς κατακαύματα. | |
106.1 | Κατακαύματα ὥστε μὴ φλυκταινοῦσθαι. Ἄλφιτον φυρά‐ | |
106.2 | σας οἴνῳ ἀπαραχύτῳ κατάπλασον ἢ φακῷ ἑφθῷ ἐν οἴνῳ. —Προ‐ καταληπτικόν. Στυπτηρίας, λιβανωτοῦ ἴσα μετ’ ὄξους κατάχριε. | |
106.3 | κιμωλίαν μετ’ οἴνου ἢ ὄξους κατάχριε. —Τὸ σφαιρίον κατακαύ‐ μασιν, ἐρυσιπέλασιν. Ἀσβέστου ζώσης, ψιμυθίου, λιθαργύρου ἀνὰ 𐆄 γ, κηροῦ 𐆄 δ, βερενικαρίου, ῥοδίνου ἀνὰ 𐆄 α. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. ἐπὶ δὲ τῆς χρείας τῆκε κηροῦ 𐆄 β, ῥοδίνου 𐆄 ϛ, ἀφελὼν δὲ | |
5 | τοῦ πυρὸς τὴν κηρωτὴν ἐπίβαλλε σφαιρίον ἄγον 𐆄 α πεπλατυσμένον, καὶ σπαθίζων διάλυσον, ψυγέντι δ’ ἐπίρραινε κατ’ ὀλίγον ὕδατος 𐆄 θ | |
106.4 | ἀνακόπτων εὐτόνως. —Κατακαύμασιν. Κρίνου ῥίζαι λειωθεῖσαι ἀναλαμβάνονται κηρωτῇ ῥοδίνῃ ἢ μυρσίνῃ. | |
107t | Σηπταὶ καυστικαί. | |
107.1 | Σηπτὴ ἱκανῶς ἄδηκτος. Λεπίδος χαλκῆς 𐅻 δ, σανδαράχης 𐅻 δ, ἐλλεβόρου μέλανος 𐅻 β· μετὰ ῥοδίνου χρῶ. ἔνιοι ἐλλεβόρου 𐅻 α καὶ ἀρσενικοῦ 𐅻 α, καὶ ἔστι κρεῖσσον· τινὲς ἀντ’ ἀρσενικοῦ σχιστῆς. — | |
107.2 | Σηπτὴ ἱκανῶς ἄδηκτος καὶ κατὰ βάθος ἐσχαροῦσα. Λεπί‐ δος, σανδαράχης ἀνὰ 𐅻 γ, ἐλλεβόρου μέλανος 𐅻 α. ἐπὶ μὲν τῶν καθύ‐ γρων ἑλκῶν ξηρῷ χρῶ, ἐπὶ δὲ τῶν ἄλλων ῥοδίνῳ ἀναλαβών. — | 286 |
107.3 | Σηπτὴ χοιράδων. Σχιστῆς 𐅻 δ, σανδαράχης 𐅻 δ, λεπίδος χαλκῆς 𐅻 β, ἀρσενικοῦ 𐅻 α. ὃ βούλῃ σῆψαι ξηρῷ κατάπασσε· εἰ δὲ χοιράδας ἀναιρεῖν ἢ καρκινώματα βούλῃ, ῥοδίνῳ φυράσας δὶς τῆς ἡμέρας θε‐ ράπευε. | |
108t | Περὶ χιμέθλων. | |
1081,2 | Χιμέθλων κηρωτὴ ἐν ᾗ σκόρδα ἐφρύγη. —Ἄλλο. Στυπτηρίαν | |
108.3 | λεάνας ἐν οἴνῳ καὶ ῥοδίνῳ ἐπίχριε. —Ἐπὶ τῶν ἡλκωμένων χιμέθλων. Λιβάνου, σχιστῆς, μίλτου, ῥητίνης ἴσα. στέατι ὑείῳ ἀνιεὶς | |
1084,5 | χρῶ. —Ἄλλο. Μυελῷ βοείῳ ὀλίγον πηγάνου μίξας χρῶ. —Πρὸς | |
108.5(2) | ἡλκωμένας. Στυπτηρίας σχιστῆς 𐅻 ι, λιθαργύρου 𐅻 δ, σμύρνης 𐅻 α, | |
108.6 | ὠῶν β τὰ λευκά· οἴνῳ καὶ ἐλαίῳ συλλεάνας. —Παύλου τοῦ ἡμε‐ τέρου χιμέθλαις. Ὑοσκυάμου χυλῷ ἐπίχριε συνεχῶς· αὐθημερὸν ἀφλεγμάντους καὶ ἀπόνους ποιεῖ. μάνναν, θεῖον ἄπυρον· σὺν μέλιτι | |
108.7 | ἑφθῷ χρῶ. —Πρὸς τὰς ἡλκωμένας ἑξαφάρμακον. Ἐλαίου, ταυρείου στέατος, ὑοσκυάμου χυλοῦ, λιθαργύρου, μέλιτος ἴσα, κολοφω‐ νίας δὲ τὸ ἥμισυ. | |
109t | Πρὸς παρωνυχίας. | |
109.1 | Ἀρσενικὸν καὶ μάνναν ἴσα ἐπίπασσε, ἄνωθεν δὲ μότον 〈καὶ〉 | |
109.2 | σπόγγον δι’ οἴνου καὶ πανακίου. —Ἑρμογένους. Φησὶ πρὸς πτε‐ ρύγια καὶ τὰ ἐπὶ τῶν δακτύλων σηπόμενα καὶ πρὸς αἰδοίων ἕλκη. λιβανωτοῦ 𐅻 δ, λεπίδος 𐅻 β, ἰοῦ ξυστοῦ 𐅻 α, μέλιτος κύαθος α. τρῖβε ἐν ἡλίῳ, ἕως ὑπόξανθον γένηται, προκαταιονήσας δὲ τὸν τόπον οἴνῳ | |
5 | ἀπαραχύτῳ θερμῷ κατάχριε τὸ φάρμακον. ἄνωθεν δὲ σπλήνιον ἐξ | |
109.3 | ὕδατος καὶ σπόγγον ἐπιτίθει. τούτῳ χρησάμενος εὐηρέστησα. —Ἄλλο. | |
109.4 | Στυπτηρία ὑγρὰ κεκαυμένη ἀναληφθεῖσα μέλιτι. —Ἄλλο. Ἰοῦ, χαλ‐ κάνθου μετ’ ἴσου λιβανωτοῦ. | |
110t | Ἄλλο πρὸς πτερύγια | |
110.1 | συντόμως ξηραῖνον καὶ θεραπεῦον. Σώρεως, λιβάνου ἀνὰ 𐅻 β, ἰοῦ 𐅻 α, μέλιτος ἴσον. συλλεάνας ἐπ’ αὐτὸ τὸ πτερύγιον ἐπιτίθει. ποιεῖ δὲ καὶ πρὸς τὰς λοιπὰς ἐπὶ τῶν τόπων τούτων κακοηθείας καὶ | |
110.2 | μελανίας καὶ σηπεδόνας. —Ἄλλο. Περιστερᾶς κόπρον μετὰ πάλης | |
110.3 | ἀλφίτου ἐν γλυκεῖ ἑψήσας καὶ συλλεάνας θερμῷ ἐπιτίθει. —Πρὸς παρωνυχίας. Κατάχριε δι’ ὕδατος ἢ οἴνου τῷ Ἡρᾶ ἢ τῷ Μούσα. ἡ παρωνυχία δ’ ἀπόστημά ἐστι παρὰ τὴν ῥίζαν τοῦ ὄνυχος. κατάπλασσε αὐτὴν φοίνιξι λείοις μετ’ οἴνου. | 287 |
111t | Πρὸς λεπροὺς ὄνυχας. | |
111.1 | Λεπροὺς ὄνυχας ἀφίστησι προπόλεως, κηροῦ, ἀσφάλτου ἀνὰ 𐅻 β, θείου ἀπύρου 𐅻 α. ἐλαίῳ μὴ μολυνέσθω, ἐν δὲ τῇ χρήσει θερμανθὲν ἐν ἡλίῳ ἢ χαλκῷ ἀγγείῳ ἐν ὕδατι θερμῷ περιπλάσσεται τοῖς ὄνυξιν. — | |
111.2 | Ἄλλο ἀφιστῶν λεπροὺς ὄνυχας. Ἀσφάλτου 𐅻 β, ἀρσενικοῦ, σανδαράχης, θείου ἀπύρου ἀνὰ 𐅻 α. ἀναλαβὼν ῥητίνῃ χρῶ καὶ ἐπίλυε δι’ ἑπτὰ ἡμερῶν· ὅταν δ’ ἐκπέσῃ ὁ ὄνυξ, κηρωτὴν μυρσίνην ἐπιτίθει | |
111.3 | ὀλίγον ἔχουσαν τοῦ φαρμάκου. —Πρὸς λεπροὺς ὄνυχας. Ἀρσε‐ νικοῦ 𐅻 β, σανδαράχης 𐅻 α. τερεβινθίνῃ ἀναλαβὼν χρῶ. σταφίδα ἀγρίαν μετ’ ὄξους λειάνας ἐπιτίθει. | |
112t | Πρὸς ῥαγάδας πελμάτων καὶ πτερνῶν. | |
112.1 | Ἡ ἀνθηρά. Λιβάνου, ἀσβέστου ζώσης ἀνὰ 𐅻 δ, ψιμυθίου 𐅻 β, κηροῦ 𐅻 γ, χοιρείας πιμελῆς προσφάτου 𐅻 ζ, κολοφωνίας 𐅻 θ, χυλοῦ λινοσπέρμου 𐆂υ α ἢ 𐅻 ιβ, ἐλαίου γλυκέος 𐅻 μ. λεάνας τὴν ἄσβεστον καὶ τὸ ψιμύθιον σὺν τῷ χυλῷ τοῦ λινοσπέρμου ἀναξύσας τὴν κηρωτὴν | |
5 | σὺν τῷ χυλῷ τοῦ λινοσπέρμου μίσγε. ἁπαλὸν ἐργάζεται τὸ πέλμα ὡς | |
112.2 | οὐδὲν ἕτερον. —Ῥαγάσιν. Λιθαργύρου, στέατος ὑείου, κηροῦ ἀνὰ | |
112.3 | 𐅻 α, ὠῶν λεκίθους δ, ἐλαίου 𐆂υ β· τινὲς δὲ καὶ μυρσίνην. —Ῥαγάσιν. Ἀμόργης, μέλιτος ἀπηφρισμένου ἀνὰ 𐅻 β, στυπτηρίας φορίμης 𐅻 α. τὰ αὐτὰ ποιεῖ, ἐκ περισσοῦ δὲ καὶ οὖλα καθαίρει καὶ κρατύνει ὀδόν‐ | |
112.4 | τας. —Ῥαγάσι· ποιεῖ δὲ καὶ τοῦτο. Κηροῦ, μέλιτος, ἐλαίου ἀνὰ 𐆄 γ, λιθαργύρου 𐆄 α. ἕψε τὴν λιθάργυρον μετὰ τοῦ ἐλαίου, εἶτ’ ἐπί‐ βαλλε κηρόν· τακέντος δὲ τὸ μέλι καὶ δοὺς ζέματα ὡς κυκλεῦσαι τὸ σπαθίον ἑκατοντάκις, ἐπάρας χρῶ. | |
113t | Πρὸς ἥλους ἐν πέλματι. | |
113.1 | Προπεριξύσας καὶ περικαθάρας τὸν τόπον ὀπὸν Κυρηναϊκὸν μά‐ | |
113.2 | λιστα καὶ νίτρον σύκῳ ἀναλαβὼν ἐπίθες. —Ἄλλο. Ὀρνιθείᾳ ἀφόδῳ μετὰ μέλιτος τοὺς ἥλους προπερικαθάραντες ἐπιτιθέναι μίαν τῶν σηπ‐ τῶν, ἰὸν ξυστὸν ἢ σανδαράχην ἢ συριγγιακὸν κολλύριον ἀντὶ κόμμεως | |
ἀμμωνιακῷ ἀναληφθέν. ἀφαιροῦνται δ’ οἱ ἧλοι πλείονι χρόνῳ, κἂν τὸ | 288 | |
5 | ὑπερέχον τοῦ ἥλου συνεχῶς τις ἀποξύῃ σμιλίῳ. καὶ κίσηρις δὲ παρα‐ τριβομένη ἀφαιρεῖ χρόνῳ τοὺς ἥλους. καὶ ἐπισπαστικαὶ δέ· χαλβάνη ἰξοῦ προσλαμβάνουσα ἥλους καὶ τύλους ἀφαιρεῖ προπερικαθαρθέντας, προσπερικειμένου τοῖς κύκλῳ τόποις στέατος καὶ κηροῦ ἢ ἐμπλάστρου τινὸς ἐχεκόλλου, σμαρίδος ταριχηρᾶς κεφαλὴ κεκαυμένη, ἰτέας φλοιὸς | |
10 | πρόσφατος καυθεὶς καὶ λεανθεὶς μετ’ ὄξους, λάδανον μετ’ ὀλίγου κα‐ στορίου, μελάνθιον μετ’ οὔρου, σαύρας κεφαλὴ λεία, ἀμμωνιακὸν μα‐ | |
113.3 | λαχθέν, ἄλευρον κρίθινον μετ’ ὄξους. —Ἄλλο καὶ πρὸς λειχῆ‐ νας. Ἀμμωνιακοῦ θυμιάματος, ὀροβίνου ἀλεύρου καὶ θερμίνου ἴσα. | |
114t | Πρὸς θύμους, μυρμηκίας, ἀκροχορδόνας. | |
114.1 | Τρυγὸς κεκαυμένης, ἀσβέστου ζώσης, ἰοῦ ξυστοῦ ἴσα. ἀφαιρεῖ πα‐ | |
114.2 | ραχρῆμα· ὅταν δ’ ἐκπέσῃ, ὡς κοινὸν ἕλκος θεράπευε. —Ἄλλο. Στυ‐ πτηρίας, μίσυος, χαλκίτεως, θείου ἀπύρου ἴσα λεάνας μετ’ ὄξους καὶ | |
114.3 | βραχὺ μέλιτος μίξας ἐπίχριε. —Ἄλλο. Ὀπὸν Κυρηναϊκὸν μαλάξας | |
114.4 | ἐπιτίθει. —Ἄλλο τὸ ἡλιοκαές. Ἀσβέστου μέρη β, ἀρσενικοῦ μέ‐ ρος α· προγέγραπται. ποιεῖ πρὸς θύμους, μυρμηκίας, ἀκροχορδόνας, | |
114.5 | πτερύγια, δακτύλων τύλους, νομὰς καὶ ἐπουλίδας. —Ἄλλο. Βατρά‐ | |
114.6 | χιον ἐπ’ ὀλίγον μέρος ὥρας ἢ σαρξίφαγον κατάπλασσε. —Πρὸς θύμους ἐν αἰδοίῳ. Θερμῷ οἴνῳ ἀποπλύνας ἀλόην λείαν ἔμπλασσε, | |
114.7 | ἄνωθεν σπόγγον ἐπιτίθει. ἄνευ ἑλκώσεως ἀποπίπτουσιν. —Μυρμη‐ κίας. Νίτρου ἀφρὸν μετ’ οὔρου ἀφθόρου ἐπίχριε· ταχέως δ’ ἀπόψα καὶ συνεχῶς κατάχριε. βόλβιτα ἀγελαίας ἐν ὄξει ἑψήσας κατάπλασσε. — | |
114.8 | Θύμους, μυρμηκίας, ἀκροχορδόνας. Ἐλατήριον μεθ’ ἁλῶν ἐπιτεθέν, λιβανωτὸς μετ’ ὄξους, ὄλυνθοι μετ’ ὄξους καὶ νίτρου καὶ ἀλεύρου, ὀπὸς συκῆς ἐπιχριόμενος, τιθυμάλλου ὀπὸς ὁμοίως, ὠκίμου φύλλα μετὰ χαλκάνθου, κληματίδων χλωρῶν καιομένων τὸ ἀποστάζον, | |
5 | ἡλιοτροπίου ὁ καρπὸς σὺν οἴνῳ καταπλασσόμενος, πήγανον σὺν νίτρῳ καὶ πεπέρει, δαύκου ῥίζα καταπλασσομένη. ὁ δὲ Δουλκήτιός φησι φάβα ἠριγμένον ῥασιθὲν καὶ ἐπιτεθέν. | |
115t | Πρὸς τὰ μετὰ κνησμοῦ ἐξανθήματα. | |
115.1 | Διφρυγὲς μετ’ ὄξους καταχριόμενον, συκαμίνου ῥίζα μετ’ ὄξους, μολύβδαινα μετ’ ὄξους, μίσυ μετὰ ῥοδίνου, αἰγῶν ὅπλα κεκαυμένα μετ’ ὄξους, πήγανον μεθ’ ἁλῶν καὶ ἐλαίου, ψιμύθιον σὺν λιθαργύρῳ καὶ ὄξει, δαφνίδων πίεσμα, μύρτα σὺν κηρωτῇ μυρσίνῃ, κισσοῦ φύλλα | |
5 | ἐν οἴνῳ ἑφθά, νίτρον μετὰ θείου ἀπύρου καὶ τρυγὸς σμώμενον. — | |
115.2 | Ἄλλο. Καταχριστέον αὐτοὺς ἔξωθεν ἐπιχρίστοις, σταφίδι ἀγρίᾳ μετ’ | |
ὄξους καὶ μυρσίνου ἢ σχινίνου ἢ ῥοδίνου ἢ μηλίνου ἢ νίτρῳ ἢ ἀλκυο‐ νίῳ ἢ μάννῃ ἢ θείῳ, ἢ ἐλλεβόρῳ ἢ Κιμωλίᾳ κεκαυμένῃ ἢ στυπτηρίᾳ ὑγρᾷ ἢ ἀλεύρῳ κυαμίνῳ ἢ σησάμῳ. ἢ δάφνης τοὺς ἁπαλωτάτους ἀκρέ‐ | 289 | |
5 | μονας λειοτριβήσας μετ’ ὀλίγου ὄξους ἐν ἡλίῳ μέχρι τοῦ ὑπερπαγῆ‐ ναι. πρὸς δὲ τὰς τῶν κνησμῶν ἐπείξεις πυριατέον ὠμολίνοις ἢ φακω‐ τοῖς πυριατηρίοις ἐξ ὕδατος ζεστοῦ. τούτοις δὲ πᾶσι χρηστέον, κἂν μὴ ἐπὶ διαλειπόντων γένηται πυρετῶν τὰ ἐξανθήματα σὺν κνησμῷ. — | |
115.3 | Πρὸς τοὺς δίχα ἐξανθημάτων κνησμούς. Γίνονται δὲ καὶ χωρὶς ἐξανθημάτων κνησμοί, ἐφ’ ὧν, εἰ μὲν νέοι καὶ πολύαιμοι τυγ‐ χάνοιεν, φλεβοτομείσθωσαν μετ’ ἐπαφαιρέσεως, καὶ καθαρτικοῖς ὑπα‐ κτέον τὴν κοιλίαν· εἰ δ’ ἐπιμένοιεν, καὶ ἐκ δευτέρου καὶ τρίτου κα‐ | |
5 | θαρτέον. τὸν δὲ λοιπὸν τῆς θεραπείας τρόπον διά τε αἰώρας καὶ γυμνασίων ἀφιδρώσεών τε καὶ βαλανείων προσακτέον· λούοντες δὲ χρησόμεθα τούτοις· μέλιτος μέρη δύο, στυπτηρίας ὑγρᾶς μέρος ἕν. ἕψε μέχρι ποσῆς μεταβολῆς καὶ χρῶ πρότερον ἐν ἡλίῳ, εἶτ’ ἐν βαλα‐ νείῳ ἢ ἐν τῇ τοῦ βαλανείου προστάδι. ἐνίκμους δὲ πρὸς ὀλίγον γενο‐ | |
10 | μένους ἐμπλαστέον θείῳ ἀπύρῳ μετὰ λιβανωτοῦ καὶ νίτρου καὶ κόμ‐ μεως. πρὸς δὲ τὸ ὑποφέρειν τοὺς κνησμοὺς δραστικώτατον τοῦτο· λαπάθου ἀγρίου ῥίζας κόψας λειοτρίβησον μετ’ ὄξους καὶ συνάλειφε ἐν ἡλίῳ μέχρι τοῦ φοινιχθῆναι, εἶτα λοῦε. εἰ δὲ μὴ εἴη ἥλιος, ἐν τῇ τοῦ βαλανείου προστάδι συνάλειφε. τοῦτο ἐπὶ τῶν ψωρωδῶν καὶ | |
115.4 | λεπρωδῶν εὐδοκιμεῖν ἐγνώκαμεν. —Κνησμονὰς ἀπαλλάσσον. Κυπρίνου ξ̸ α, κηροῦ 𐆄 α, θείου ἀπύρου 𐆄 α. λεανθὲν τὸ θεῖον εὖ μάλα ἀναμίγνυται τῇ κηρωτῇ· ἐξ αὐτοῦ συμμέτρως ὡς ἄκοπον περι‐ αλείφεται. μετὰ δὲ τὸ λουτρὸν γλήχων μετὰ λιβανωτοῦ συλλειοῦται | |
5 | οἴνῳ καὶ ἐλαίῳ. χλιαρὸν δὲ συγχρίεται, ἢ σανδαράχη ὀλίγη σὺν αὐτοῖς ἢ σταφὶς ἀγρία μετ’ ἐλαίου ἢ μολύβδαινα ἐν ὑποστάθμῃ ἰρίνου. ἁρ‐ μόζει δὲ συνεχέστερον, καὶ ὅτε μὴ ἐνοχλοίη ὁ κνησμός, Κιμωλίᾳ οἴνῳ βεβρεγμένῃ ἀποσμήχεσθαι μετ’ ὀλίγης μυροβαλάνου λεανθείσης ἐν οἴνῳ καὶ προσλαβούσης ὀλίγον νίτρου, μυρίκης δὲ φύλλων ἀφεψήματι ἢ | |
10 | ἐλελισφάκου ἢ λινοζώστεως καταιονᾶν. ὅτε δ’ ἐνεστήκοι ὁ κνησμός, πτισάνης χυλὸς χρησιμώτατος καθ’ αὑτόν τε καὶ ὀλίγον ὄξους προσλα‐ βών· εἰ δ’ ἐπιτεταμένη εἴη ὄχλησις, καὶ σταφίδος ἀγρίας λείας ἡ δὲ κοιλία δι’ ἀλόης καταποτίων εὔλυτος ἔστω. | |
116t | Σμῆγμα ψωρικὸν ποιοῦν καὶ πρὸς ἱδρωτάρια. | |
116.1 | Νίτρου κεκαυμένου 𐆃 α, ἀφρονίτρου κεκαυμένου 𐆃 α, φακῆς ἀλεύ‐ ρου 𐆄 β, ἐλλεβόρου μέλανος, σαμψύχου, δαφνίδων, πυρέθρου ἀνὰ 𐆄 β. | |
λείοις χρῶ μετ’ οἴνου ἀναληλιφὼς ἐν βαλανείῳ πρὶν εἰσελθεῖν. | 290 | |
117t | Περὶ λυσσοδήκτων. | |
117.1 | Λυσσοδήκτοις ἔμπλαστρος. Πίσσης 𐆃 α, ὄξους δριμυτάτου 𐆂ο β, ὀποπάνακος 𐆄 η. ἕψεται ἡ πίσσα σὺν τῷ ὄξει, ἕως τὸ ὄξος ἀνα‐ λωθῇ, καὶ καταχεῖται ὁ ὀποπάναξ λειοτριβηθεὶς σὺν ὀλίγῳ ὄξει. τοῦτο οὐκ ἐᾷ συνουλῶσαι τὸ ἕλκος τοῦ λυσσοδήκτου, ἐπιτήδειον δ’ ἐστὶ καὶ | |
5 | τοῖς νεῦρα νενυγμένοις. εἰ δὲ τρυφερόχρωτός ἐστιν ὁ πεπονθώς, ἀνίε‐ ται τὸ φάρμακον ἰρίνῳ ἢ κομμαγηνῷ ἢ ἀμαρακίνῳ ἢ ῥαφανίνῳ. λυσ‐ σοδήκτων προπυριάσας τὰ ἕλκη σκόρδῳ κατάπλασσε· πεσούσης δὲ τῆς ἐσχάρας, τῷ εἰρημένῳ φαρμάκῳ θεράπευε, οἷον καρύοις βασιλικοῖς κα‐ τάπλασσε λειοτριβήσας ἐπιμελῶς. τῇ δ’ ἑξῆς ἐπιλύσας παράθες βρῶσιν | |
10 | ἀλεκτορίδι, καὶ τὰ μὲν πρῶτα οὐχ ἅψεται· εἰ δ’ ὑπὸ λιμοῦ βίας φάγοι, τελευτήσει. τῇ δ’ ἐπιούσῃ καὶ ταῖς ἑξῆς ἡμέραις ὡσαύτως ποίει. ὅταν δ’ ἡ φαγοῦσα ὄρνις μὴ ἀποθάνῃ, τότε εἰς οὐλὴν ἄγε τὸ ἕλκος, ὡς ἀπαλλαγέντος τοῦ κινδύνου τοῦ πάσχοντος. χρῶ δὲ καὶ εἰς διάγνωσιν τῷ αὐτῷ· εἰ γὰρ τὸ φαγὸν ὀρνύφιον ἐκ πρώτης μὴ ἀποθάνοι, γί‐ | |
15 | νωσκε μὴ ὑπὸ λυσσῶντος δεδῆχθαι, εἰ δὲ θάνοι, τοὐναντίον. — | |
117.2 | Ξηρίον πρὸς τὰ λυσσόδηκτα. Ἁλῶν ὀρυκτῶν 𐅻 κ, χαλκίτεως 𐅻 ιϛ, σκίλλης 𐅻 ιϛ, πηγάνου χλωροῦ 𐅻 δ, ἰοῦ 𐅻 δ, πρασίου σπέρματος 𐅻 α. ἀποτίθεται ἐν πυξίδι χαλκῇ. χρῶ πρῶτον ξηρῷ, ἵνα ἐκπυήσῃ καὶ ἐσχαρωθῇ, εἶτα μετὰ ῥοδίνου, ἵνα ἐκπέσωσιν αἱ ἐσχάραι. φυλασσέσθω | |
117.3 | δ’ ἀκατούλωτα τὰ ἕλκη ἐφ’ ἡμέρας μβ. —Λυσσοδήκτοις ποτόν. Καρκίνων ποταμίων ἐπὶ κληματίδων λευκῆς ἀμπέλου καυθέντων ἡ σποδιὰ ἀποκείσθω· ἀποκείσθω δὲ καὶ γεντιανῆς λείας ἱκανόν· δίδου δὲ τῷ δηχθέντι, εἰ τέλειος εἴη τὴν ἡλικίαν, τῆς μὲν τῶν καρκίνων | |
5 | σποδοῦ μύστρον α, δύο δὲ μύστρα τῆς γεντιανῆς μετ’ οἴνου ἀκράτου παλαιοῦ 𐆂υ γ, καὶ οὕτως ἐφ’ ἡμέρας γ πότιζε. εἰ δέ τις δηχθεὶς μὴ εὐθέως ποτισθείη, εἰ μὲν δευτεραῖος εἴη, λαμβανέτω διπλῆν τὴν πόσιν, τῶν μὲν καρκίνων μύστρα β, τῆς δὲ γεντιανῆς δ· εἰ δὲ τριταῖος ὢν μὴ πεπώκοι, πρότερον λαμβανέτω τῶν μὲν καρκίνων μύστρα τρία, γεν‐ | |
10 | τιανῆς δὲ μύστρα ϛ, καὶ οἶνον ἄκρατον ἀναλόγως. πληρωθείσης δὲ τῆς ἐν ταῖς τρισὶν ἡμέραις ἐπιμελείας, ἄλλων γ ἡμερῶν δοτέον ἐν ἑκάστῃ μύστρον μὲν τῆς τῶν καρκίνων σποδοῦ, ὡς προείρηται δὲ τῆς γεντια‐ | |
117.4 | νῆς. —Ἄλλο. Πέρδικος αἷμα μικτέον κοχλιάρια β μετὰ τῆς προ‐ ειρημένης σποδιᾶς καὶ ποτιστέον· οἱ δὲ καρκίνοι λαμβανέσθωσαν αὐξα‐ | |
117.5 | νομένης σελήνης, πρὶν ἥλιος ἀνίσχει. —Κοινὴ θεραπεία λυσσο‐ | |
δήκτων καὶ τῶν λοιπῶν θηριοδήκτων καὶ ἑρπετοδήκτων. Σικυάζειν δεῖ τὰ δεδηγμένα μέρη σὺν πολλῇ φλογὶ κατασχάζοντα καὶ τοὺς πλησίον τόπους· ἀντισπᾶται γὰρ ἅμα τῇ τοῦ πνεύματος ὁλκῇ | 291 | |
5 | σὺν τῷ αἵματι ὁ ἰός· ἐπιφλέγειν τε καὶ ἐσχαροῦν τὰ ἡλκωμένα, εἶθ’ αἷμα διὰ φλεβοτομίας ἀφελόντα διδόναι μετὰ τῶν σιτίων ἐσθίειν πέ‐ περι, σκόρδον, οἶνόν τε πίνειν ἐπιτεταμένον τῇ κράσει νεαρὸν ἀτμῶν | |
117.6 | καὶ συμφύτου θερμασίας πληροῦντα τὸ σύγκριμα. —Καταπλάσματα λυσσοδήκτων καὶ 〈τῶν〉 λοιπῶν θηριοδήκτων τηροῦντα ἐπὶ πολὺ τὸ δῆγμα ἀκατούλωτον. Σκόρδα, κνίδης φύλλα μεθ’ ἁλῶν ἢ μέ‐ λιτος, κρόμμυον μεθ’ ἁλῶν καὶ πηγάνου, τέφρα κλημάτων μετ’ ἐλαίου, | |
5 | ἢ σκόρδιον, κοφοξυλέας φύλλα μεθ’ ἁλῶν, ἡδύοσμον ὁμοίως, μυάκων σάρξ, πήγανον μετ’ ὄξους, ὀρόβινον μετὰ μέλιτος, σικύου ἡμέρου | |
117.7 | φύλλα μετ’ οἴνου, καὶ ἄλλα ὅσα οἶδε φλεγμαίνειν. —Ποτὰ λυσσο‐ δήκτοις. Ἱππόκαμπος θαλάσσιος ποτιζόμενος κοχλιαρίου πλῆθος ἐν ὑδρομέλιτι ἐπιθυμίαν ποτοῦ ἀποτελεῖν πεπίστευται ἐπὶ τῶν λυσσοδήκ‐ των. ἁρμόζει δ’ αὐτοῖς μάλιστα καὶ ἡ διὰ δαφνῶν ἀντίδοτος καὶ βά‐ | |
5 | τραχοι ζωμευτοὶ ἐσθιόμενοι καὶ ἀρκεία χολὴ κοχλιάριον δι’ ὕδατος | |
117.8 | 𐆂υ γ. —Θηριακὴ ᾗ ἐχρήσατο Μάρκος ὁ καθηγητὴς λυσσο‐ δήκτοις. Τριφύλλου τῆς ἀσφαλτώδους σπέρματος, πηγάνου ἀγρίου, ὀροβίνου ἀλεύρου, ἀριστολοχίας στρογγύλης ἴσα. πλάσσε τροχίσκους | |
117.9 | ἀνὰ 𐅻 α καὶ δίδου μετ’ οἰνελαίου 𐅻 α. —Ἁπλᾶ κοινὰ ποτιζό‐ μενα. Κοινῶς δὲ ποιεῖ ποτιζόμενα μετὰ κράματος καστορίου 𐅻 α ἢ λιβανωτίδος 𐅻 α ἢ βρυωνίας ῥίζα ἢ πρασίου χυλὸς ἢ σμύρνα ἢ κιννά‐ μωμον ἢ ἀριστολοχία ἢ ἄγνου σπέρμα ἢ κυπαρίσσου σφαιρία ἢ σέσελι | |
5 | ἢ πέπερι ἢ καρκίνοι ποτάμιοι ἑφθοὶ ἢ ὀπτοί. | |
118t | Πρὸς ἐχεοδήκτους. | |
118.1 | Μηλέας φύλλα κόψας καὶ ἀποθλίψας δίδου τὸν χυλὸν πίνειν μετ’ οἴνου, καὶ τοῖς ἀποτεθλιμμένοις φύλλοις κατάπλασσε τὸ δῆγμα. ἀνυτι‐ κώτατον μὲν βοήθημα ἡ σκορδοφαγία καὶ ἀκρατοποσία, ὥστε, εἰ ὑπο‐ μένοι τις πλείονα βρῶσιν καὶ πόσιν, ἄλλου μὴ χρῄζειν βοηθήματος. | |
5 | ποιεῖ δὲ καὶ ταῦτα, ἓν ἕκαστον μετ’ οἴνου ποτιζόμενον· χελώνης θα‐ λασσίας αἷμα ξηρὸν μετὰ κυμίνου ἀγρίου, πυτία λαγωοῦ, ἐλάφου αἰδοίου ἄρρενος ξηροῦ 𐅻 α, ἀκάνθης λευκῆς ῥίζα, φιλεταίριον, ἀφάκης φύλλα, ἀκόρου ῥίζα, χαμαίδρυς, ἀπαρίνης χυλός, βρυωνίας, καὶ τῆς λευκῆς καὶ τῆς μελαίνης, ἡ ῥίζα, ἀγαρικόν, ἄνησσον, ἀσπαράγου ῥίζα | |
10 | καὶ ταύτης ἀφέψημα, γεντιανῆς ῥίζης 𐅻 β, πεπέρεως, πηγάνου, ἴρεως ἀνὰ 𐅻 β, ἑλενίου ἀπόζεμα, ἑρπύλλου ἀπόζεμα, τριφύλλου σπέρμα ἢ | |
φύλλων 𐅻 α, ὀρίγανον Συριακόν, ἠρυγγίου ῥίζα 𐅻 α μετὰ σταφυλίνου σπέρματος, καρκίνοι ποτάμιοι γάλακτι διεθέντες καὶ θαλάττιοι (ἧττον ἐνεργοῦσιν), κέστρου φύλλων 𐅻 β, κόστου 𐅻 β μετὰ πεπέρεως ὀβολῶν β, | 292 | |
15 | ὀριγάνου Ἡρακλεωτικῆς τὸ ἀπόζεμα, κράμβης χυλός, κύμινον, μάλιστα τὸ ἄγριον, πυτία λαγωοῦ ἢ νεβροῦ, μυρίκης ἀπόζεμα, μαράθου σπέρ‐ μα, ἀριστολοχίας ῥίζα μετὰ σμύρνης καὶ γεντιανῆς καὶ δαφνίδων ἴσων μέλιτι ἀναληφθέντων, βάτραχοι ζωμευτοὶ ἐσθιόμενοι, ἀμπελόπρασα, βάλανοι δρυός. ἐπιτίθει δὲ τῇ πληγῇ (καὶ ὠφελεῖ, κἂν ἤδη ἀποθνήσκῃ) | |
118.2 | μηλέας φύλλα σὺν οἴνῳ λεῖα ἢ τὸν χυλὸν αὐτῶν. —Ἐχεοδήκτων καταπλάσματα. Μηλέας φύλλα, καλαμίνθη, αἰγεία ἄφοδος μετ’ ὄξους ἑφθή, ἀλεκτορίδες ζωαὶ ἀνασχισθεῖσαι καὶ θερμαὶ ἐπιτιθέμεναι καὶ συχνῶς ἀλλασσόμεναι, τρὺξ οἴνου μετὰ πάλης ἀλφίτου καὶ ὄξους, ὀρό‐ | |
5 | βιον σὺν οἴνῳ, πήγανον μεθ’ ἁλῶν καὶ μέλιτος, πράσον καρτόν, ῥαφά‐ νου φλοιὸς μετὰ μέλιτος, σκόρδα μετ’ ὄξους, κεδρέα μεθ’ ἅλατος, | |
118.3 | πίσσα ὑγρὰ ὁμοίως. —Ἀπάντλημα ἐχεοδήκτοις. Τριφύλλου | |
118.4 | ἀφέψημα ἢ γλήχωνος ἢ ὀξάλμη. —Ἐχεοδήκτοις ἀντίδοτος. Ἀνήσσου ὀξυβάφου πλῆθος τὸ ἥμισυ, πεπέρεως 𐅻 δ, ἀριστολοχίας φλοιοῦ, ὀπίου, καστορίου, σμύρνης ἀνὰ 𐅻 α. γλυκεῖ ἀνάπλασσε κυάμου | |
118.5 | Ἑλληνικοῦ μεγέθη καὶ δίδου πρὸς δύναμιν ἐν κράματι 𐆂υ γ. —Πρὸς ἔχεως καὶ τῶν ἄλλων δηγμάτων κατάπλασμα. Σικύου ἀγρίου φύλλα κατάπλασσε μετὰ πάλης. ὅταν δ’ ὕφαιμοι φλύκταιναι γένωνται, | |
118.6 | ἀποσχάζων ἔκχεε τὸ ὑγρόν. —Σκευασία αἵματος χελώνης θαλασσίας. Χελώνης θαλασσίας αἷμα σκευαστέον οὕτως· ἐπὶ ξυλίνου ἢ ὀστρακίνου σκεύους ὑπτίαν κατακλίνας τὴν χελώνην ταχέως αὐτῆς τὴν κεφαλὴν ἀπότεμε καὶ παγὲν τὸ αἷμα εἰς πολλὰ αὐτὸ καλάμῳ | |
5 | καταδίελε καὶ πώμασον αὐτὸ μετὰ κοσκίνου καὶ ἀπόθου εἰς ἥλιον· ὅταν δὲ ξηρανθῇ, ἀνελόμενος χρῶ ἐπὶ τῶν ἐχεοδήκτων διδοὺς 𐅻 β μετ’ ὀξυκράτου 𐆂υ β. ἢ οὕτως, ἢ β ἡμέραν ἐχεοδήκτῳ δίδου 𐅻 δ τοῦ ξηροῦ αἵματος μετ’ ὄξους 𐆂υ β, τῇ δὲ τρίτῃ 𐅻 η τοῦ αἵματος μετ’ ὄξους | |
118.7 | 𐆂υ γ. —Ἐχεοδήκτοις ἀντίδοτος. Ἀλεύρου σιτανίου, χελώνης θαλασσίας αἵματος ξηροῦ ἀνὰ 𐅻 α, πυτίας νεβροῦ 𐅻 β (εἰ δὲ μὴ παρ‐ είη, ἐρίφου πυτίας 𐅻 δ), κυμίνου ἀγρίου ὀξύβαφον. οἴνῳ βελτίστῳ ἀναλαβὼν δίδου ἐλαίας μέγεθος μετ’ οἴνου 𐆂υ γ. ἐὰν δ’ ἀπεμέσῃ, δί‐ | |
5 | δου πάλιν τὸ 𐅶 τῆς δόσεως τῷ αὐτῷ οἴνῳ· ἐὰν δὲ πάλιν ἐμέσῃ, | |
δίδου κυάμου Αἰγυπτίου μέγεθος. | 293 | |
119t | Σκορπίων καὶ φαλαγγίων καὶ σφηκῶν καὶ μελισσῶν πληξάντων. | |
119.1 | Ἁρμόζει σὺν οἴνῳ πόματα ἀγαρικοῦ τριώβολον, ἀβρότονον, ἀεί‐ ζῳον, ἀλθαίας ῥίζα 𐅻 α, χαμαίδρυος χυλὸς καὶ τὸ ἀφέψημα, γλήχω‐ νος, ἴρεως 𐅻 β, κυπαρίσσου σφαιρία μετ’ οἴνου, μαλάχης ἀφέψημα καὶ αὐτὴ ἐσθιομένη, μελάνθιον καὶ ὁ χυλὸς αὐτοῦ, μύρτα, μυρίκης καρ‐ | |
5 | ποῦ 𐅻 α, πηγάνου σπέρμα, τερμίνθου καρπός, δαφνίδες λεῖαι, σκορ‐ | |
119.2 | πίουρον, καρδάμωμον, σκόρδα ἐσθιόμενα. —Καταπλάσματα πρὸς τὰ αὐτά. Ἅλες λεῖοι μετ’ ὄξους, βόλβιτον, ἀλθαίας φύλλα ἑφθὰ προσλαβόντα ὀλίγον ἐλαίου, ἡλιοτρόπιον τὸ σκορπίουρον, κρίνου φύλλα, φλόμος μετ’ ὄξους, χαμαίδρυς σὺν ὄξει, δάφνης φύλλα σὺν | |
5 | ὀλίγῳ ἐλαίῳ, τυρὸς ἁλμυρός, κοχλίας λεῖος σὺν τῷ ὀστράκῳ, θεῖον ἄπυρον σὺν τερεβινθίνῃ, γεντιανὴ σὺν τερεβινθίνῃ, ἄγρωστις. παρα‐ χρῆμα παύει τὰς ὀδύνας αὐτὸς ὁ σκορπίος λεῖος, συκαμίνου ὀπὸς ἢ | |
119.3 | συκῆς ὀπὸς ἐπισταζόμενος. —Ἀπάντλημα τοῖς δηγμοῖς. Θά‐ λασσα θερμή, κάθεσις τοῦ πεπονθότος τόπου εἰς ἔλαιον θερμόν. — | |
119.4 | Ποτόν. Πότημα τῆς διὰ δαφνίδων καρύου Ποντικοῦ μέγεθος μετὰ | |
119.5 | κράματος οἴνου. —Ἄλλο. Θείου ἀπύρου ὅσον κυάμου Αἰγυπτίου | |
119.6 | μέγεθος μετὰ πεπέρεως κόκκων η ἐν οἴνου ἡμικοτυλίῳ. —Ἄλλο σκορπίων καὶ φαλαγγίων πληγαῖς. Πυρέθρου, ἀριστολοχίας ἀνὰ 𐅻 δ, πεπέρεως 𐅻 β, ὀπῷ σιλφίου 𐅻 α. ἡ δόσις κυάμου Αἰγυπτίου | |
119.7 | τὸ μέγεθος. —Σκορπίων χαλεπῶν καὶ φαλαγγίων πληγαῖς. Στύρακος, θείου ἀπύρου 𐅻 ϛ, πυρέθρου 𐅻 δ, πηγάνου ἀγρίου σπέρ‐ ματος 𐅻 γ, καστορίου 𐅻 β, εὐζώμου σπέρματος 𐅻 β. ἀναλαμβανέσθω αἵματι θαλασσίας χελώνης. ἡ δόσις ὀβολοὶ δ μετ’ οἴνου ἀκράτου 𐆂υ γ. | |
5 | σκόρδα ἐσθιέτωσαν εἰς πλησμονήν. σκορπίου πληγὴν παραχρῆμα ἀνοι‐ δαίνειν ποιεῖ προβατεία κόπρος οἴνῳ ἑψηθεῖσα καὶ καταπλασθεῖσα. | |
120t | Σκορπίου θαλασσίου πληγὴν | |
120.1 | ἰᾶται θεῖον ἄπυρον μετ’ ὄξους ἀνατριβόμενον, δαφνίδες τρεῖς πινό‐ μεναι λεῖαι. | |
121t | Ἀσκαλαβώτου δήγμασι | |
121.1 | σήσαμον λεῖον κατάπλασσε. | |
122t | Θαλασσίου δράκοντος πληγὴν | |
122.1 | κατάπλασσε ἑρπύλλῳ ἢ φακῷ ἑφθῷ. πότιζε ἀψινθίῳ μετὰ κράματος ἢ | |
ἐλελισφάκου, 〈ἢ συκῆσ〉 κλάδων ἐν οἴνῳ γλυκεῖ ἀποβραχέντων. | 294 | |
123t | Συγχρίσματα προφυλακτικά. | |
123.1 | Ἀβλαβῆ ἀπ’ ἐχίδνης διαφυλάττει δρακοντίας χυλὸς συγχρισθεὶς | |
123.2 | ταῖς χερσίν· ὁμοίως καὶ ὀπὸς πευκεδάνου. —Συγχρίσματα κω‐ λύοντα ἑρπετὰ προσιέναι. Ἀλθαίας καρπὸς μετ’ ὀξελαίου· δαφ‐ νίδες ὁμοίως· χαλβάνη καὶ κεδρίδες σὺν ἐλαφείῳ μυελῷ ἢ στέατι, | |
123.3 | ὀποπάναξ σὺν ἐλαίῳ. —Πινόμενα προφυλακτικά. Προπινόμενα δ’ ἐλάφου ἄρρενος αἰδοῖα 𐅻 α ξηρὰ λεῖα μετ’ οἴνου, ἐχίου ῥίζα, στα‐ | |
123.4 | φυλίνου ἀγρίου σπέρμα μετ’ οἴνου πινόμενον. —Ὑποστρώματα προφυλακτικά. Ὑποστρωννύμενα δὲ ταῖς κοίταις ἄγνος, ἀβρότο‐ νον, ἔχιον, καλαμίνθη, κόνυζα, ὀρίγανον, πόλιον, ἕρπυλλον, ἀσφόδε‐ | |
123.5 | λον. —Θυμιάματα προφυλακτικά. Θυμιώμενα προφυλακτικὰ θηρία ἀποδιώκει ἄγνου φύλλα, ἄσφαλτος, βδέλλιον, ἐλάφου κέρας, καλαμίνθιον, καρδάμωμον, χαλβάνη, καστόριον, κόνυζα, κυπαρίσσου ἢ κέδρου πρίσματα, γαγάτης λίθος, μελάνθιον, πευκέδανον, σαγαπηνόν, | |
5 | πόλιον. ὑπὸ μελισσῶν καὶ σφηκῶν ἀδήκτους τηρεῖ μαλάχης φύλλα μετ’ ἐλαίου συγχριόμενα. | |
124t | Πρὸς κώνωπας. | |
124.1 | Κώνωπας κωλύει προσιέναι συγχριόμενον ἀψίνθιον μετ’ ἐλαίου, θυμιώμενα δὲ βόλβιτα, κόνυζα, κυπαρίσσου σφαιρία καὶ κόμη καὶ πρίσμα, μελάνθιον, ἄγνου σπέρματος, ὀριγάνου ἴσα. | |
125t | Περὶ ἀράχνης. | |
125.1 | Ἀράχνης δήγματι ἄγνου σπέρμα καὶ κύμινον ἴσα λειώσας σὺν ἐλαίῳ ἐπίθες. | |
126t | Θηριακὴ διὰ βρυωνίας πρὸς τὰ ἰοβόλα καὶ τὰ δηλη‐ τήρια, ἐχεοδήκτοις, σκορπιοπλήκτοις· | |
126.1 | ἔχει δ’ οὕτως. Βρυωνίας ῥίζης, ὀποπάνακος, ἴρεως, λιβανωτίδος, ὀπίου, ζιγγιβέρεως ἀνὰ 𐅻 δ, ἀριστολοχίας 𐅻 ε, λιβάνου, πηγάνου ἀγρίου σπέρ‐ ματος ἀνὰ 𐅻 ϛ, κυμίνου ἀγρίου 𐅻 γ, ὀροβίνου ἀλεύρου 𐅻 ιϛ. οἴνῳ | |
126.2 | πλάσσε τροχίσκους καὶ δίδου τριώβολον μετ’ οἴνου. —Ἔμπλαστρος ἐχεοδήκτοις. Κηροῦ, πίσσης, ταυρείου στέατος, ῥητίνης, ἀμμωνιακοῦ θυμιάματος ἴσα, ἔξωθεν δὲ σπόγγον σὺν ὄξει ἐπιτίθει. | |
127t | Περὶ δηλητηρίων. | |
127.1 | Ζῷα μέν ἐστι φθαρτικὰ κανθαρίς, βούπρηστις, σαλαμάνδρα, πιτυο‐ | |
κάμπη, φρύνος, λαγωὸς θαλάσσιος, ἕλειος ἄφωνος βάτραχος, βδέλλαι· σπέρματα δ’ ὑοσκύαμος, κώνειον, κόριον, μελάνθιον, ψύλλιον· ὀπί‐ σματα δὲ μηκώνειον, θαψίας χυλός, ὀποκάρπασον, ἐλατήριον, μανδρα‐ | 295 | |
5 | γόρας· ῥιζῶν θαψία, ἀκόνιτον, ἰξίας, ἐλλέβορος μέλας, ἀγαρικόν, ἐφή‐ μερον, ὃ ἔνιοι Κολχικὸν καλοῦσιν· λαχάνων σμῖλαξ, στρύχνον μανικόν, ὃ καὶ δορύκνιον καλεῖται, ἥ τε σαρδώνιος, εἶδος οὖσα βατραχίου, μήκων κερατῖτις, πήγανον ἄγριον, μύκητες· ἀπὸ ζῴων αἷμα ταύρου ἔτι ἔνθερμον, γάλα ἐμπυτιασθέν, τὸ ἐν Ἡρακλείᾳ μέλι· μεταλλικὰ δὲ | |
10 | γύψος, ψιμύθιον, τίτανος, ἀρσενικόν, σανδαράχη, λιθάργυρος, ὑδράργυ‐ ρος· τῶν δὲ συμφύλων ἡμῖν οἶνος ἀθρόος ἢ πολὺς ἀπὸ βαλανείου ποθείς, οἶνος γλυκὺς ὁμοίως, ὕδωρ ψυχρὸν ἀθρόως ἀπὸ βαλανείου ποθέν. προφυλακτικὰ δ’ ἐστὶ ταῦτα ἅπερ οἱ προσενεγκάμενοι ἂν ἐπι‐ πίωσι δηλητήριον οὐκ ἀδικοῦνται. ἰσχάδες δύο μετὰ καρύων βασιλικῶν | |
15 | β καὶ πηγάνου φύλλων κ καὶ χόνδρου ἁλός, κίτρια, βουνιάδος σπέρ‐ ματος 𐅻 α μετ’ οἴνου, καλαμίνθης 𐅻 α, ἰσχάδες μετὰ καρύων βασιλικῶν προεσθιόμεναι. | |
128t | Βοηθήματα κοινὰ καθόλου, ἐφ’ ὧν ἠγνόηται τὸ δηλητήριον. | |
128.1 | Ἔλαιον πινόμενον καὶ ἐξεμούμενον, ὑδρέλαιον χλιαρόν, ἢ βούτυ‐ ρον σὺν ὕδατι θερμῷ, μαλάχης ἀφέψημα μετ’ ἐλαίου, ἢ τήλεως ἢ λινοσπέρμου ἢ τραγείου στέατος ἢ χόνδρου ἢ κνίδης σπέρματος | |
128.2 | ἀφέψημα, μετ’ ἐλαίου ἕκαστον. —Ἕτερα κοινὰ βοηθήματα μετὰ τὸν διὰ τοῦ ἐλαίου ἔμετον ἐφ’ ὧν ἠγνοήθη τὸ δηλητήριον πινόμενα. Λημνία σφραγίς, ἀγαρικόν, ἀβρότονον, ἐρύσιμον, ἠρυγγίου ῥίζα, σταφυ‐ λίνου σπέρμα, νάρδος Κελτική, καστόριον, νάρθηκος χλωροῦ ἐντεριώνη, | |
5 | πρασίου χυλός, σιλφίου ὀπός, ἀριστολοχία μακρά, πηγάνου ἀγρίου σπέρμα, κέστρου φύλλα· ἑκάστου αὐτῶν δραχμῆς μιᾶς πλῆθος μετ’ οἴνου πινέσθω. ποιεῖ δὲ καὶ πίσσα ὑγρὰ μετὰ μέλιτος ἐκλειχομένη· βοηθοῦσι δὲ καὶ ἀντίδοτοι ὥσπερ ἡ θηριακὴ καὶ ἡ ζωπύρειος καὶ αἱ | |
128.3 | πρὸς ταῦτα τὴν ἐπαγγελίαν ἔχουσαι. —Διαγνωστικὰ τῶν δηλη‐ τηρίων. Σημειούμεθα δ’ ἐξ ὀσμῆς τε καὶ πικρότητος μηκώνειον, ἐκ δὲ χροιᾶς ψιμύθιον, γύψον, ἀπὸ δὲ θρόμβων γάλα καὶ τὸ νεο‐ σφαγὲς αἷμα, ἀπὸ δὲ βρώμου καὶ ποιότητος φρύνον καὶ λαγωὸν | |
5 | θαλάσσιον. | 296 |
129t | Περὶ τοξικοῦ φαρμάκου διάγνωσις καὶ θεραπεία. | |
129.1 | Τὸ τοξικὸν φάρμακον καλούμενον δοκεῖ μὲν ὀνομάζεσθαι ἐκ τοῦ τὰ τοξεύματα ὑπὸ τῶν βαρβάρων αὐτῷ χρίεσθαι, παρακολουθεῖ δὲ τοῖς πεπωκόσι γλώσσης καὶ χειλῶν φλεγμονὴ μανία τε ἀκατάσχετος ποικίλαις ἐπιβάλλουσα φαντασίαις, ὡς καὶ διὰ τοῦτο δυσιάτως αὐτοὺς | |
129.2 | ἔχειν, σπανίως δὲ σῴζεσθαί τινα τῶν πεπωκότων. δεῖ τοίνυν δεσμοῖς μὲν συνέχειν αὐτοὺς ἀναγκάζειν τε γλυκὺν μετὰ ῥοδίνου πίνειν καὶ | |
129.3 | ἐμεῖν. βοηθεῖ δ’ αὐτοῖς τὸ τῆς γογγυλίδος σπέρμα πινόμενον, ἰδιαί‐ τερον δ’ ἡ τῆς πενταφύλλου ῥίζα καὶ τράγου αἷμα ἢ αἰγός, δρυός τε φλοιός, ἢ φήγου ἢ πρίνου γάλακτι συλλεανθείς, καὶ κυδώνια μῆλα ἐσθιόμενα, ἢ λεῖα μετὰ γλήχωνος ἐν ὕδατι πινόμενα, ἄμωμόν τε καὶ | |
5 | βαλσάμου καρπὸς σὺν οἴνῳ. ἐὰν δέ τις διαφύγῃ τὸν κίνδυνον, κλινο‐ πετὴς πολλῷ διαμένει χρόνῳ, ἐπτοημένος τε τὸ λοιπὸν τοῦ χρόνου διατελεῖ. | |
130t | Περὶ ἐμπυτιασθέντος γάλακτος. | |
130.1 | Γάλα ἐμπυτιασθὲν ἢ ἀθρόον ποθὲν πνιγμὸν ἐμποιεῖ θρομβούμε‐ νον· βοηθεῖ δὲ πινομένη πυτία πολλάκις μετ’ ὄξους, καλαμίνθης ξηρᾶς φύλλα ἢ χλωρᾶς ὁ χυλός, ἢ σίλφιον, ἢ ὀπὸς σιλφίου μετ’ ὀξυκράτου, ἢ θύμον σὺν οἴνῳ· τόν τε ἔμετον παραιτεῖσθαι, καὶ ἁλυκὸν μηδὲν | |
5 | προσφέρειν ἢ ἅλας. | |
131t | Περὶ ὑδραργύρου. | |
131.1 | Ὑδράργυρος δὲ ποθεῖσα βάρος ἐπιφέρει στομάχου καὶ κοιλίας καὶ ἐντέρων μετὰ στρόφων ἐπιτεταμένων, ἐπέχει τε τὰ οὖρα μετὰ | |
131.2 | παροιδήσεως τοῦ σώματος μολυβδώδους τε χρόας ἀπρεπῶς. ἁρμόζει δὲ μετὰ τὸν ἔμετον ποτίζειν μετ’ οἴνου ὁρμίνου σπέρμα ἢ σμύρνης ὀβολοὺς δύο ἢ ἀψίνθιον ἢ ὕσσωπον ἢ σελίνου σπέρμα ἢ πέπερι ἢ κύπρου ἄνθη ἢ περιστερῶν κόπρον μετ’ οἴνου καὶ ἐλαίου ἢ πέπερι | |
131.3 | μετ’ οἰνομέλιτος. εἰ δ’ ἐκταράσσοιντο τὴν κοιλίαν, λουτρὰ θερμά, κρέα ὕεια λιπαρὰ πάροπτα ἁρμόσει, οἶνος μέλας, ἱδρωτοποιεῖ δ’ ἔλαιον πινόμενον. ταῦτα μὲν τῇ ὑδραργύρῳ καὶ τῇ λιθαργύρῳ κοινά, ἰδίως δὲ τῇ ὑδραργύρῳ ἁρμόζει γάλα πινόμενον καὶ ἐξεμούμενον. | |
132t | Περὶ μυκήτων. | |
132.1 | Μυκήτων οἱ μὲν τῷ γένει βλάπτουσιν, οἱ δὲ τῷ πλήθει, ἐπιφέ‐ | |
ρουσι δὲ πάντες ληφθέντες πνιγμὸν ἐοικότα ταῖς ἀγχόναις, οἷς εὐθέως | 297 | |
132.2 | βοηθεῖν δεῖ κοινῶς ἀναγκάζοντας ἐμεῖν διὰ τοῦ ἐλαίου. θαυμαστῶς δὲ βοηθοῦνται κονίαν κληματίνην ἢ ἐξ ἀχράδος ξύλων πίνοντες μετ’ ὀξυκράτου. καὶ συνεψώμεναι δ’ αἱ ἀχράδες ἢ τὰ φύλλα ἀφαιροῦνται τὸ | |
132.3 | πνιγῶδες αὐτῶν, ἐπεσθιόμεναί τε βοηθοῦσιν. ὠφελεῖ δὲ καὶ ἀλεκτορί‐ δος ὠὰ ἐν ὀξυκράτῳ ἑψηθέντα καὶ πινόμενα, ἀριστολοχίας τε 𐅻 α σὺν ἀψινθίῳ μετ’ οἴνου, μέλι τε ἐκλειχόμενον ἢ σὺν ὕδατι πινόμενον, ἢ μελισσόφυλλον μετὰ νίτρου, ἢ πάνακος ῥίζα καὶ καρπὸς σὺν οἴνῳ, ἢ | |
5 | τρὺξ οἴνου κεκαυμένη μεθ’ ὕδατος, ῥάφανός τε ἐσθιομένη, καὶ μάλιστα | |
132.4 | νάπυ ἢ κάρδαμον. βοηθεῖ δὲ κλυστὴρ οὐκ ἀπράκτως καὶ ποτὸν χυλὸς ῥαφανῖδος ἢ νίτρον μεθ’ ὕδατος ἢ ἀψίνθιον κατακορές, εἶτ’ ἔμετος ἐκ διαλείμματος καὶ πάλιν τῶν αὐτῶν πόσις, καὶ πήγανον μετ’ ὄξους | |
132.5 | ἢ χάλκανθον λεῖον. ἐπειδή τινες μύκητες ὑπὸ θηρίων βρωθέντες οὐ μόνον πνίγουσιν, ἀλλὰ καὶ ἑλκοῦσι τὰ ἔντερα, δοτέον ἀψίνθιον δαψι‐ λὲς καὶ σύκων ἀφέψημα καὶ ὀριγάνου καὶ μελίκρατον, ἔμετός τε καὶ ἔμβασις θερμὴ καὶ ὠμὴ λύσις καθ’ ὑποχονδρίων συνοίσει. | |
133t | Περὶ βδελλῶν. | |
133.1 | Βδέλλας καταποθείσας σὺν τῷ ὕδατι προσφυομένας τε τῇ κατα‐ πόσει ἢ στόματι κοιλίας, ἕλκος ἐν τοῖς μέρεσι ποιούσας καὶ φαντασίαν ἐκμυζήσεως παρεχούσας, ὅπερ καὶ σημεῖόν ἐστι τοῦ βδέλλας κατα‐ πεπῶσθαι, ἀποβάλλει ἅλμη καταρροφουμένη. ἀναγαργαριζέσθωσαν δὲ | |
5 | νίτρῳ μεθ’ ὕδατος ἢ χαλκάνθῳ μετ’ ὄξους ἢ νάπεϊ ἢ ὑσσώπῳ ἢ ὀρι‐ | |
133.2 | γάνῳ. τὰς δὲ τῷ βρόγχῳ προσφυείσας ἐκβλητέον ἐμβιβάσαντας εἰς θερμὴν ἔμβασιν καὶ δόντας διακρατεῖν ἐν τῷ στόματι ψυχρὸν ὕδωρ· ἐξελεύσονται γὰρ τῇ ἐπὶ τὸ ψυχρὸν προθυμίᾳ. | |
134t | Περὶ τῶν ἐπ’ ὠφελείᾳ διδομένων. | |
134.1 | Τῶν δ’ ἐπ’ ὠφελείᾳ διδομένων καὶ κινδύνους ἐπιφερόντων, οἷον θαψίας, ἐλλεβόρου λευκοῦ τε καὶ μέλανος, ἐλατηρίου, ἀγαρικοῦ (καὶ ταῦτα γὰρ πνιγμὸν ἐπιφέρει ἢ ὑπερκάθαρσιν) τοὺς μὲν πνιγομένους ἐμβατέον ὡς ἐπὶ μυκήτων, τὰς δ’ ὑπερκαθάρσεις σταλτέον διὰ τῶν | |
134.2 | ἐπέχειν δυναμένων. πηγάνου δ’ ἀγρίου ἢ ἡμέρου βλάβην ἐπάγοντος, | |
134.3 | ἔμετος βοηθεῖ. ὕδωρ δὲ ψυχρὸν ποθὲν ἢ οἶνος ἄκρατος ἢ γλυκὺς ἀπὸ βαλανείου ἢ δρόμου ἢ συντόνων γυμνασίων δηγμοὺς καὶ ἀλγήματα | |
ἐπιφέρει. ταχέως οὖν φλεβοτομεῖν καὶ διὰ κλυστῆρος κενοῦν. | 298 | |
135t | Τίνες ἀντίδοτοι πρὸς τὰ δηλητήρια ἐπιτήδειοι. | |
135.1 | Ἀντίδοτοι δὲ πρὸς τὰ δηλητήρια ἐπιτήδειοι ἥ τε Μιθριδάτειος καὶ ἡ δι’ αἱμάτων καὶ ἡ διὰ σκίγκων. | |
136t | Περὶ γυναικείων παθῶν. Μασθῶν ἀναβρώσεσι ταῖς μετὰ κακοηθείας Ἀρχιγένους. | |
136.1 | Εἰς Ἀδριανοῦ καλοῦ οἴνου ξ̸ κ ῥοὸς βυρσοδεψικῆς 𐆄 ιβ βάλε καὶ κυπαρίσσου σφαιρίων 𐆃 α, κηκῖδος ὀμφακίνης μελαίνης ἡμίλιτρον, κασ‐ σίας σπουδαίας ἡμίλιτρον. ταῦτα θλασθέντα βρέχεται τῷ οἴνῳ ἡμερῶν γ, τῇ δὲ δ ἕψεται σπαθιζόμενα κυπαρισσίνῃ σπάθῃ, ἕως ζέσῃ, πεντάκις ἢ | |
5 | ἑξάκις, καὶ τὰ μὲν βοτάνια ῥίπτεται, ὁ δὲ χυλὸς ἕψεται, ἕως μέλιτος σχῇ πάχος, καὶ ἀποτίθεται ἐν ὑελῷ ἀγγείῳ. χρῆσις δὲ τοῦ φαρμάκου ἀκράτου μὲν ἐπὶ τῶν νεμομένων· εἰ δὲ παχύτερον εἴη, οἴνῳ ὑγραι‐ νέσθω, μάλιστα 〈εἰ〉 ἐπὶ γυναικείου κόλπου τοιαύτη διάθεσις προσά‐ | |
136.2 | γοιτο. —Ἐπιτετευγμένον φάρμακον ὡς ἀπιστηθῆναι εἰ ἦν τοιαύτη διάθεσις, ἔστι δὲ καὶ παρηγορικὸν ὀδυνῶν γάλακτι ἀνεθὲν γυναικείῳ ἢ τῷ παρατυχόντι. καὶ τὰς ἄλλας φλεγμονὰς καὶ νομὰς ἰᾶται καὶ ὦτα πυορροοῦντα καὶ οὖλα μυδῶντα καὶ δυσεντερικούς. Ἰου‐ | |
5 | νιάδος φάρμακον. ἐλαίου παλαιοῦ 𐆃 γ, κηροῦ 𐆄 κ, κολοφωνίας, στέατος χοιρείου ἀνὰ 𐆃 α 𐅶, λιθαργύρου 𐆃 α, ψιμυθίου 𐆄 ϛ, λινοσπέρμου 𐆄 ϛ, | |
136.3 | γύρεως 𐆄 ϛ, λιβάνου 𐆄 γ. —Ὡς ἄλλως τὸ Ἰουνιάδος φάρμα‐ κον. Λιθαργύρου, ψιμυθίου ἀνὰ 𐅻 ϛ, κολοφωνίας, κηροῦ ἀνὰ 𐆄 ϛ, λιβάνου 𐆄 α 𐅶, ὀρνιθείου στέατος 𐆃 α, ἐλαίου κοινοῦ 𐆄 ι, κριθίνου ἀλεύρου ξ̸ Ἰταλικοῦ δ, λινοσπέρμου χυλοῦ 𐆄 ι. λείου ψιμύθιον, λίβα‐ | |
5 | νον, λιθάργυρον σὺν ὀλίγῳ χυλῷ, τὸ δ’ ὑπόλοιπον φυράσας τῷ κρι‐ θίνῳ ἔα δύο ἢ τρεῖς ὥρας, καὶ κοινῇ ἀναμαλάξας, ὕστερον ἀναξύσας, | |
136.4 | μίσγε τὴν κηρωτήν. —Ἡ διὰ μέλιτος πρὸς τὰς μετὰ πλείο‐ νος ἐρυθήματος φλεγμονάς. Κηροῦ, στέατος, λιθαργύρου, ψιμυ‐ θίου, βουτύρου, στέατος ὀρνιθείου ἀνὰ 𐆄 ϛ, λιβάνου 𐆄 β, ῥοδίνου τὸ ἀρκοῦν. ἕψε λιθάργυρον, ψιμύθιον μετὰ ῥοδίνου ἐπ’ ὀλίγον, ἐπιβάλλων | |
5 | δὲ τὸ μέλι δὸς ζέμα ἐνσπαθίζων ἀδιαλείπτως, ἐπάρας δ’ εὐθέως ἐπί‐ | |
136.5 | βαλλε προτετηκότα τὰ λοιπά. —Ἡ Διονυσιὰς διαφορητικὴ πρὸς μασθούς· τό τε γὰρ ὑγρὸν διὰ τῶν ἀδήλων πόρων κομίζεται καὶ τὰς σκληρίας διαλύει. ποιεῖ καὶ πρὸς παρωτίδας, καὶ ἡ ἀνθηρὰ δὲ | |
136.6 | καὶ ἡ δι’ ὤχρας· προγέγραπται ἡ Διονυσιὰς καὶ ἡ ἀνθηρά. —Πρὸς | |
σκληρίας καὶ φλεγμονὰς κατάπλασμα. Λινόσπερμον μετ’ ὀξυ‐ μέλιτος ἑφθὸν ἢ τῆλις ὁμοίως ἢ σήσαμον ἄπλυτον φωχθὲν καὶ λειωθὲν | 299 | |
136.7 | μιγέν τε μέλιτι. —Φλεγμοναῖς δι’ ὑοσκυάμου. Κηροῦ, στέατος χοιρείου, κολοφωνίας, ὑοσκυάμου φύλλων, ἐλαίου γλυκέος ἴσα. τὰ τηκτὰ ἀναξύσας μίσγε τοῖς φύλλοις προλελειωμένοις. | |
137t | Περὶ χειρουργίας ἀποστάσεως ἐν μασθοῖς καὶ θεραπείας. | |
137.1 | Εἰ δ’ ἀποστάσεως γενομένης δεήσοι χειρουργῆσαι μασθούς, τὰ μὲν πλαδαρὰ περιαίρει σώματα ὡς ἐπὶ τῶν λοιπῶν ἀποστημάτων, καὶ δια‐ μότου ὡσαύτως· εἰ δέ τινας ἐπιδέχοιτο διαιρέσεις, καὶ διαμοτώσεσι θεράπευε, φυλασσόμενος ἐπὶ πάντων, μάλιστα μέντοι ἐπὶ μασθῶν, | |
5 | σφηνοῦν τοῖς μότοις (ἐκ τούτου γὰρ συριγγοῦνται), ἀλλὰ πράως παρα‐ τιθέναι. χρῆσθαι μὲν οὖν ἀπὸ τῆς διατρίτου ἤτοι τῷ βασιλικῷ μετ’ οἴνου ἢ τῷ πενταθέτῳ ἢ τῷ Μακεδονικῷ. μετὰ δὲ ταῦτα ἀνακαθάρας χλωρῷ καὶ σαρκώσας θεράπευε κολλητικῶς χρώμενος τῇ Γαληνείῳ φαίᾳ, καὶ ἐπάνω σπόγγῳ μετ’ οἴνου. ποιεῖ δὲ καὶ ἡ δι’ αἰρῶν καλῶς. | |
138t | Μὴ αὔξεσθαι μασθούς. | |
138.1 | Αὔξεσθαι κωλύει μασθοὺς παρθένων ἰὸς σιδήρου ἐπιχριόμενος δι’ ἐλαίου, κωνείου σπέρμα μεθ’ ὕδατος καταπλασσόμενον. | |
139t | Χονδριῶντας μασθοὺς παῦσαι. | |
139.1 | Πίτυρα μετ’ ὄξους καὶ πηγάνου ἑφθὰ καταπλασσόμενα, ἡδύοσμον μετ’ ἀλφίτου, κάρυα βασιλικὰ σὺν πηγάνῳ καὶ μέλιτι, κρόκος μετὰ γάλακτος, κύμινον καθ’ αὑτὸ ἢ μετ’ ἀλφίτου, κυδώνια ἡψημένα μετὰ μέλιτος, σέλινον χλωρόν (τοῦτο καὶ τὰς τοῦ γάλακτος θρομβώσεις | |
5 | διαλύει), ἅλμη πυριωμένη. | |
140t | Ἀτύρωτον τοῖς τιτθοῖς ἐνὸν τὸ γάλα φυλάσσει | |
140.1 | κηροῦ λευκοῦ δέκα ὀροβιαῖα μεγέθη καθ’ ἑκάστην ἡμέραν καταπινό‐ μενα. | |
141t | Τὰς δ’ ἐπὶ τῆς λοχείας βαρουμένας ὑπὸ πλήθους γάλακτος | |
141.1 | ἰᾶται φῦκος θαλάσσιον, ὃ ἡμεῖς βρύον καλοῦμεν· λειοτριβηθὲν ἀνα‐ λαμβάνεται κηρωτῇ ἀπὸ τριῶν 𐆄 κηροῦ καὶ μυρσίνου 𐆄 ι, ἔμπλασσε | |
δὲ δὶς τῆς ἡμέρας· ἢ φακῷ ἐν θαλάσσῃ ἑφθῷ κατάπλασσε ἢ βρύοις λείοις μεθ’ ἁλῶν ἢ ἀλφίτῳ μεθ’ ἡδυόσμου. θαλάσσῃ δ’ ἢ ἅλμῃ πυρία, | 300 | |
5 | ἢ μῆλα ἐαρινὰ καὶ κριθὰς ἰδίᾳ ἕκαστον καύσας τὴν τέφραν μετ’ ὄξους κατάπλασσε, κυμίνου βραχὺ προσμιγνύων καὶ ἐμπλάσσων εἰς χάρτην | |
141.2 | ἅλμῃ βεβρεγμένον. κατασπᾷ καὶ προσκαλεῖται γάλα πτισάνη ἑφθὴ σὺν μαράθῳ ῥοφουμένη, καρδάμωμον μετὰ κράματος πινόμενον, ἄνησσον μετὰ ῥοφήματος ἢ μετ’ οἴνου γλυκέος, τρίψεις τε μασθῶν μετὰ λί‐ πους, γυμνασία τῶν χειρῶν, ὕδωρ ἀνιμώσης τῆς γυναικός, στρωννυού‐ | |
5 | σης κλίνας, θερούσης, ἀγαθίδας εἰλούσης, πηνιζούσης, ὃ δὴ λέγομεν πανουκλιζούσης. | |
142t | Περὶ ἐμμήνου καθάρσεως. | |
142.1 | Ταῖς πλείσταις ἡ κάθαρσις γίνεται περὶ τὸ ιδ ἔτος, ὀλίγαις δὲ | |
142.2 | θᾶσσον περὶ τὸ ιγ ἢ ιβ, οὐκ ὀλίγαις δὲ βράδιον τῶν ιδ ἐτῶν. μελλόν‐ των δ’ ἐπιφαίνεσθαι τῶν καταμηνίων ταῖς πλείσταις ἐπαίρεται τὸ ἐπιγάστριον καὶ οἱ τιτθοὶ ἐποιδοῦσι, ποτὲ μὲν ἀμφότεροι, ποτὲ δ’ ὁ ἕτερος, καὶ τὸ ἰσχίον βαρύτερον γίνεται, καὶ ὁ στόμαχος ἐπὶ ποσὸν | |
5 | διεκλύεται, καὶ τὴν ὅλην σύγκρισιν ἀσώδης ἀλυσμὸς καταλαμβάνει· ἐνίαις δὲ καὶ ἡ κεφαλὴ καὶ τὸ βρέγμα ἀλγεῖ καὶ περὶ τὰς ῥίζας τῶν ὀφθαλμῶν αἴσθησις γίνεται καὶ περὶ τὰ ἄρθρα τῶν χειρῶν. καταρξά‐ σης δὲ τῆς ἐκκρίσεως μειοῦται κατ’ ὀλίγον τὰ ἀλγήματα καὶ παυσαμέ‐ | |
142.3 | νης παύεται. χρόνος δ’ ἑκάστῃ καθάρσει τεταγμένος μὲν οὐκ ἔστι, ταῖς δὲ πλείσταις ε ἡμερῶν ἐκκρίνεται· τούτων δ’ ἐν μὲν ταῖς τρισὶ δαψιλῶς φέρεται τὸ αἷμα, ταῖς δὲ δυσὶν αὐτὸ μόνον μολύνει· πολλαὶ δὲ καὶ ἄχρις ἑπτὰ ἡμερῶν μολύνουσι τεττάρων ἢ ε ἱκανῶς καθαρθεῖ‐ | |
5 | σαι· τινὲς δὲ μίαν μόνην καθαίρονται, τινὲς ἐπὶ δύο ἢ τρεῖς, σπάνιαι | |
142.4 | δὲ καὶ μέχρι δωδεκάτης ἐκαθάρθησαν. παύονται δὲ τῶν καθάρσεων αἱ μὲν περὶ τὸ πεντηκοστὸν ἔτος, σπάνιαι δὲ μέχρι τῶν ξ ἐκαθάρθη‐ σαν, ἐνίαις δ’ ἀπὸ λε, καὶ μάλιστα ταῖς καταπιμέλοις, ἤρξατο λήγειν | |
142.5 | τὰ καταμήνια. στραγγευομένης δὲ τῆς καθάρσεως, λούειν περὶ τὴν προθεσμίαν καὶ προποτίζειν σησάμῳ καὶ κεφαλωτῷ πράσῳ μετὰ πεπέ‐ ρεως 〈εἰς τὸ〉 αὐτὸ καθηψημένοις· ἡ δὲ πόσις διὰ γλυκέος γινέσθω Κρητικοῦ 𐆂ο α, πιοῦσα δὲ περιπατείτω κινείτω τε ἔμμηνα· ἐσθιέτω δὲ | |
5 | τευθίδας, σηπίας, πολύποδας καὶ ὅσα τοῦ αὐτοῦ γένους· τοῦ γὰρ αἵματός ἐστιν ἰδίως ταρακτικά· διὸ καὶ αἱμορροΐδας ἀνακεκομμένας | |
142.6 | ἤνοιξεν. ἐνίαις δ’ ἐρεθίζει τὴν κάθαρσιν σμύρνης κυαμιαῖον μέγεθος μελικράτῳ πινόμενον ἢ εἰς κοκκία μερισθὲν καὶ καταπινόμενον ἢ κα‐ στορίου 𐅻 α ἐν κυάθοις τρισὶ μελικράτου ἢ ἀμμωνιακοῦ ὡσαύτως ἢ σαγαπηνοῦ βραχύτατον· εἰ δέ τις εὔτονον ἔχοι τὸν στόμαχον, ὀπο‐ | |
5 | πάνακος βραχύ· τοῦτο δὲ σφαιρωθὲν εἰς κοκκία καταβάπτεται εἰς | 301 |
142.7 | ἄπεφθον μέλι καὶ καταπίνεται, ἐπιπινομένου μελικράτου. ταῖς δὲ καθα‐ ριωτέραις ἢ ἀσθενεστέραις τὸν στόμαχον δοτέον κασσίαν ἢ σχοίνου ἄνθους ἢ ἴρεως Ἰλλυρικῆς ἀφέψημα ἀποτριτωθὲν ἢ σεσέλεως ῥίζαν ἢ | |
142.8 | σπέρμα ἢ ἄμι ἢ πετροσέλινον· ἐσθίειν δὲ κεδρίδας. καὶ πρόσθετα δ’ ἐστὶν αἱμαγωγὰ πηγάνου χυλὸς ἐν κροκύδι πρόσθετος ἢ ἀμαράκινον ἐν πεσσῷ ἢ βδέλλιον καὶ ὕσσωπος καὶ κηρὸς Τυρρηνικὸς σὺν οἴνῳ συντακέντα ἢ ἀψινθίου χυλὸς ἐν κροκύδι. τούτων δὲ μᾶλλον ἐνεργεῖ | |
5 | ἤτοι στομοῖ ἢ μέλας ἐλλέβορος ἢ σκαμμωνία ἢ κολοκυνθίδος ἐντερι‐ ώνη· σπανίως δὲ τούτοις ἐπιτολμητέον καὶ ἐπὶ τῶν ἰσχυρῶν γυναι‐ | |
142.9 | κῶν. καὶ χαλβάνη τε ὑποθυμιαθεῖσα ἄγει ἔμμηνα καὶ ἀρτεμισία λεία κατὰ τοῦ ἤτρου ἐπιπλασσομένη. | |
143t | Ἐκβάλλοντα ἔμβρυα. | |
143.1 | Ταῦτα δέ—λέγω δὴ τὰ προειρημένα ποτὰ καὶ πρόσθετα— ἐκβάλλει ἔμβρυα, ἅπερ καὶ τὰ ἔμμηνα κινεῖν καὶ ἐκκρίνειν πέφυκεν, οἷς ἐπ’ ἐμβρύων ἐκβολῆς ἡμεῖς κεχρήμεθα. | |
144t | Περὶ κίσσης. | |
144.1 | Ἡ κίσσα ταῖς γυναιξὶν ὡς ἐπὶ τὸ πλεῖστον συμβαίνει περὶ τεσσα‐ ρακοστὴν ἡμέραν, τουτέστιν ἐν τῷ δευτέρῳ μηνί· ἔστι δὲ πλάδος στομάχου καὶ ναυτία καὶ ἀπορία καὶ ἀλυσμὸς καὶ ἔμετος σιτίων καὶ χολῆς. | |
145t | Περὶ χορίου ἐκλήψεως. | |
145.1 | Τὸ χορίον καὶ δεύτερον καλεῖται, ἐπὶ δὲ τοῦ κατεσχημένου χορίου ποτὲ μὲν εὑρίσκεται μεμυκὸς τὸ στόμιον τῆς ὑστέρας, ποτὲ δὲ διεστη‐ κός, καὶ ποτὲ μὲν φλεγμαῖνον, ποτὲ δ’ ἀφλέγμαντον. αὐτὸ δὲ τὸ χορίον ποτὲ μὲν ἀπολέλυται τῆς πρὸς τὸν πυθμένα συνεχείας, ποτὲ | |
145.2 | δὲ συμπεφυκὸς αὐτῷ καταλαμβάνεται. διεστῶτος μὲν οὖν τοῦ στομίου τῆς ὑστέρας καὶ τοῦ χορίου ἀπολελυμένου καὶ παρά τι μέρος τῆς μήτρας σφαιροειδῶς συνεστραμμένου, ῥᾴστη ἐστὶν ἡ κομιδή· τὴν γὰρ χεῖρα τὴν ἀριστερὰν θερμὴν καὶ λελιπασμένην εἰς βάθος δεῖ καθιέναι | |
145.3 | καὶ ὑποπεσὸν τὸ δεύτερον ἐκβαλεῖν. εἰ δὲ προσπεφυκὸς εἴη τῷ τῆς ὑστέρας πυθμένι, καθιέναι μὲν ὁμοίως τὴν χεῖρα θερμὴν καὶ λελιπα‐ σμένην, συλλαβόντα δὲ τὸ χορίον τείνειν μὴ ἐπ’ εὐθείας διὰ τὸν τῆς προπτώσεως φόβον, ἀλλὰ μηδὲ μετὰ βίας ἰσχυρᾶς, πειθηνίως δέ, καὶ | |
5 | τὸ μὲν πρῶτον ἀνειμένως μετάγειν εἰς τὰ πλάγια τῇ καὶ τῇ παρα‐ φέροντα, εἶτα καὶ εὐτονώτερον κατάσπασον· ὑπακούει γὰρ οὕτως καὶ | |
145.4 | ἀπολύεται τῆς προσφύσεως. εἰ δὲ μεμυκὸς εὑρεθείη τὸ στόμα τῆς ὑστέρας, ἐγχυματισμῷ χρῆσθαι προσθέντα τοὺς δακτύλους τῆς ἀριστε‐ ρᾶς χειρὸς καὶ ἐπάνω ....................................... | 302 |
146t | 〈Περὶ ἐμμήνων ἐποχῆς.〉 | |
146.1 | ..................................................... | |
146.2 | .....τε πλεῖον τριῶν μήτε ἔλαττον μιᾶς. εἴτε δὲ φλεβοτομήσαιμεν, εἴτε μὴ φλεβοτομήσαιμεν, τῇ διὰ κολοκυνθίδος ἱερᾷ καθαίρειν διδόν‐ τας δύο δραχμῶν πλῆθος· σχεδὸν γὰρ ἐπὶ τῶν πλείστων συμμέτρως δίδραχμον ποθὲν καλῶς καθαίρει. προσφερέσθω δ’ ἐν μελικράτου 𐆂ο α. | |
146.3 | πυρετοῦ δὲ παρόντος, τῇ μὲν ἱερᾷ χρῆσθαι οὐκ ἐγχωρεῖ, εὔκαιρος δ’ ἡ φλεβοτομία ἐν ταῖς πρώταις τοῦ πυρέσσειν ἡμέραις· ἐν δὲ ταῖς ἑξῆς ἕωθεν περιπατείτωσαν εἶτ’ αἰωρείσθωσαν διὰ ζευκτοῦ, εἶτα τρι‐ βεῖσαι ἰσχία καὶ ἦτρον καὶ σκέλη ἄνωθεν εἰς τὰ κάτω παραγενο‐ | |
146.4 | μένων τῶν χειρῶν λουέσθωσαν. τροφαὶ δ’ ἁρμόζουσιν ὑγραὶ καὶ εὐδιοίκητοι, λάχανα τὰ γλυκέα πάντα, ἰχθύων οἱ πετραῖοι, πτηνῶν τὰ ἁπαλώτερα, κρεῶν δὲ σπανία ἔστω χρῆσις, οἶνος σύμμετρος μὴ ἄγαν παλαιός, αὐτενίαυτος (πο......... γὰρ οὗτος πο.........), | |
5 | γαλακτοποσία τε 〈καὶ〉 μελιττώματα ἁρμόζει· ἄθετα δὲ πάντα τὰ | |
146.5 | ὄσπρια πλὴν τῆς πτισάνης. πλησίον δὲ τῆς προθεσμίας γινομένης, διδόναι τῶν θαλασσίων τὰ σελάχια, οἷον νάρκας, γαλεούς, ἰουλίδας, 〈κορα〉κίνους, πελωριάδας, μύακας, τευθίδας, σηπίας, πολύποδας· τα‐ ράσσει γὰρ τὸ σύγκριμα καὶ συνεργεῖ τῇ τῶν ἀγγείων ἀναστομώσει. | |
146.6 | τότε δὲ καὶ ταινίαις καταληπτέον τὰ σκέλη ἀπὸ βουβώνων ἄχρι σφυ‐ ρῶν ἐσφιγμέναις συμμέτρως ἐπὶ τρεῖς ἢ τέσσαρας ἡμέρας, ἀνιεμένης | |
146.7 | παρ’ ὥρας τινὰς τῆς σφίγξεως. ἐνστάσης δὲ τῆς προθεσμίας, περιαι‐ ρείσθω μὲν ἡ σφίγξις, προποτιζέσθωσαν δὲ σμύρνης ὀβολὸν ἢ κυάμου Αἰγυπτίου τὸ μέγεθος μετὰ μελικράτου ἢ γλυκέος ἢ καστορίου ἢ ἀρ‐ τεμισίας ἢ κοινῇ κ〈αθηψημ〉ένων πηγάνου καὶ πεπέρεως καὶ κεφαλω‐ | |
5 | τοῦ πράσου καὶ ἐλελισφάκου ἀφέψημα μετὰ λουτρὸν διὰ γλυκέος ἢ | |
146.8 | ἀψινθίτου οἴνου. ἀψινθίτης δ’ οἶνος παρ’ ὅλην τὴν θεραπείαν προ‐ πινέσθω δι’ ἀφεψήματος ἀρτεμισίας κεραννύμενος· μὴ παρόντος δ’ οἴνου ἀψινθίτου, ἀρτεμισίας σὺν ἀψινθίῳ ἀφεψηθείσης ἁπλοῦς οἶνος | |
146.9 | τῷ ἀφεψήματι κεραννύσθω. παρελθούσης δὲ τῆς κατὰ τὴν κάθαρσιν προθεσμίας καὶ μηδενὸς ἀξιολόγως ἐκκριθέντος, τῇ διὰ σφυροῦ φλε‐ βοτομίᾳ χρηστέον, ἤτοι τοῦ ἑτέρου ἢ ἑκατέρου, κατὰ τὰ ἔσωθεν σφυρά, διασφιγγομένου πρῶτον τοῦ ποδὸς ταινίᾳ, εἶτα καὶ ὑπὲρ τὸ | |
5 | σφυρόν, καὶ εἰ οἷόν τε, μεριζέσθω καὶ εἰς ἐπαφαίρεσιν· μετὰ δὲ τὴν | |
ἀφαίρεσιν ὀλίγων ἡμερῶν ζ που ἢ ϛ ἀνάληψις ἐπι〈τελε〉ίσθω, εἶθ’ ἡ δι〈ὰ τῆς ἱερᾶσ〉 πάλιν κάθαρσις, καὶ πάλιν μετ’ ἀνάληψιν δρωπακι‐ σμοῖς διὰ τεσσάρων χρηστέον κατ’ ἤτρου καὶ ὀσφύος καὶ μηρῶν· ὁ δὲ δρώπαξ ἐχέτω πίσσαν μετὰ κολοφωνίας ἴσα, νίτρου δ’ ὀλίγον, ἀσφάλ‐ | 303 | |
146.10 | του δὲ καὶ θείου δαψιλέστερον. μετὰ δὲ δύο ἢ τρεῖς δρωπακισμοὺς ὑδροποτήσας τριῶν ἡμερῶν καταπλασσέσθω νάπυϊ πρὸς ἴσον ἄρτον | |
146.11 | βεβρεγμένον, καὶ ἰσημερινὴν ὥραν ἐπιμενέτω, ἔπειτα λουέσθω. εἰ δὲ μὴ ἀνέχοιτο δακνομένη, πρὸ τῆς εἰς θερμὸν ἐμβάσεως λιπαινέσθω τὰ μέρη· τῷ δ’ ἑξῆς μηνὶ ἰσχάδες ἀντὶ τοῦ ἄρτου μιγνύσθωσαν τῷ νά‐ | |
146.12 | πυϊ, καὶ μετὰ τοῦτο κηρωτῇ κυπρίνῃ σκεπέσθω τὰ μέρη. παρ’ ὅλην δὲ τὴν θεραπείαν δὶς τῆς ἡμέρας ἐγκαθιζέσθωσαν εἰς ἀφέψημα τήλεως καὶ μαλάχης ἢ γλήχωνος καὶ πηγάνου καὶ ἀρτεμισίας, καὶ ἐγχυματι‐ ζέσθωσαν εἰς τὸν κόλπον σουσίνῳ ἢ ἀμαρακίνῳ, ἢ πεσσὸς προστιθέσθω | |
146.13 | οἷος ὁ ἐννεαφάρμακος καὶ ὁ λιβιανός. αὕτη μὲν οὖν ἡ θεραπεία πλείστας ἄρδην ἐκάθηρεν· ἵνα δὲ τῆς ἄλλης ὕλης μὴ ἀπείρως δοκῶ‐ | |
146.14 | μεν ἔχειν τῆς πρὸς τὰς καθάρσεις ἐπιτηδείου, ἀνατρεπτέον. ἶρις τοί‐ νυν Ἰλλυρικὴ πινομένη μετ’ οἴνου καὶ κυπέρου ῥίζα καὶ ἄρου ῥίζα καὶ κασσία καὶ σχοίνου ἄνθος καὶ νάρδος κινοῦσι τὰς ἐμμήνους καθάρ‐ σεις, καὶ ἑλενίου ῥίζης ἀφέψημα καὶ σμύρνης κυάμου Ἑλληνικοῦ μέγε‐ | |
5 | θος σὺν γλυκεῖ λεαινόμενον καὶ πινόμενον καὶ ὀποπάνακος ἡμίσει 𐆂υ μελικράτου καὶ καστορίου δραχμὴ μία μελικράτῳ καὶ δικτάμνου κοχ‐ λιάρια δύο ἢ τὸ ἀφέψημα, καὶ τὰ συνήθη ἡμῖν σπέρματα κινεῖν πέ‐ φυκεν, ἔλαττον δέ, οἷον μάραθον, κύμινον, σίνων, πετροσέλινον, ἄμι, δαῦκος Κρητικὸς καὶ ἐρέβινθοι καὶ κεδρίδες· πρόσθετα δὲ σμύρνα ἀφε‐ | |
10 | ψήματι ἀψινθίου ἢ θέρμων λεανθεῖσα ἢ πηγάνου χυλῷ, βδέλλιόν τε ὡσαύτως ἢ ἀγρίας ἐλαίας κόμμι ἢ μακρὰ ἀριστολοχία διαγλυφομένη εἰς σχῆμα κολλυρίου· παραπλησίως δὲ καὶ ἡ τοῦ μεγάλου κενταυρίου ῥίζα ἢ ἐλλεβόρου μέλανος ἢ ὀπὸς σκαμμωνίας καὶ κολοκυνθίδος ἐν‐ τεριώνη καθ’ αὑτὴν, καταπλασσομένη δ’ ἀρτεμισία μετὰ πηγάνου καὶ | |
146.15 | χαλβάνη ὑποθυμιωμένη. τῶν δὲ ποτημάτων τὰ κεφαλαλγίαν ποιοῦντα | |
146.16 | ἐπὶ τῶν τρυφερωτέρων παραιτητέον. —Ὁ λιβιανὸς πεσσός. Ναρδίνου μύρου 𐆄 ϛ, κηροῦ Τυρρηνικοῦ 𐆄 ϛ, σουσίνου μύρου 𐆄 δ, χοι‐ ρείου στέατος προσφάτου 𐆄 γ, χηνείου καὶ ὀρνιθείου καὶ μυελοῦ ἐλα‐ φείου καὶ ἀμαρακίνου μύρου ἀνὰ 𐆄 β, ταυρείου στέατος, τερεβινθίνης, | |
5 | οἰσύπου ἀνὰ 𐆄 α. διπλώματι τήκεται, πάντες δ’ οἱ λοιποὶ πεσσοί. — | |
146.17 | Ἐννεαφάρμακος πεσσός. Ῥοδίνου μύρου, κικίνου μύρου, τερε‐ βινθίνης, κηροῦ, μέλιτος, χηνείου στέατος καὶ βοείου, ἐλαφείου μυε‐ | |
λοῦ, βουτύρου ἴσα ἐν διπλώματι τήκεται. | 304 | |
147t | Περὶ ὑπερκαθάρσεως. | |
147.1 | Ὑπερκαθάρσεις ταῖς γυναιξὶ γίνονται τῶν καταμηνίων παρατει‐ νόντων ἐπὶ πλείους ἡμέρας καὶ ἀθροώτερον ῥέοντος τοῦ αἵματος, σπανίως δὲ καὶ ἐπ’ ἀποκυήσεσι τελείαις· τὸ πολὺ 〈γὰρ〉 δι’ ἑαυτῆς παύεται· ἐπὶ δὲ ταῖς ἀμβλώσεσι πλεονάκις συμβαίνει ὥστε ἐοικέναι | |
147.2 | αἱμορραγίᾳ, ὅθεν καὶ ὀξὺν κίνδυνον ἐπιφέρει. πρῶτον μὲν οὖν δια‐ σφίγγειν τὰ κῶλα ἀπό 〈τε μασχα〉λῶν καὶ βουβώνων, διδόναι δ’ αὐταῖς ὀξύκρατον μὴ ψυχρόν, ἀλλὰ γαλακτῶδες, καὶ προσαντλεῖν ὀξυ‐ κράτῳ καὶ ἐπιτιθέναι τοῖς τόποις πολλὰ ἔρια ἐξ οἴνου καὶ ἐλαίου | |
5 | ἀποτεθλιμμένα ἢ ῥοδίνου ἢ μυρσίνου ἢ μηλίνου· οἱ γὰρ δι’ ὀξυκράτου σπόγγοι καταψύχοντες τὴν κύστιν μείζονας τῆς ὠφελείας τὰς βλάβας | |
147.3 | ἐπιφέρουσιν. ἀσιτείτω δὲ πρὸς μίαν ἢ δύο ἡμέρας· εἰ δ’ 〈οὐκ〉 ἠδύ‐ νατο, ψίχας ἐξ ὀξυκράτου δοτέον ἢ χόνδρον πλυτὸν ἢ ὄρυζαν, ἢ ὠὸν | |
147.4 | ἁπαλὸν ψυχρὸν ἢ ῥοφητὸν ἱκανῶς ἐψυγμένον. προποτίζειν δὲ βαλαύ‐ στιον μετ’ ὀξυκράτου ἢ ὑποκιστίδος χυλὸν ἢ ἀκακίας ἢ λύκιον Ἰνδι‐ κὸν ἢ Σάμιον ἀστέρα ἢ ὄμφακα ξηρόν· πρῶτον δ’ ἄμεινον σήσαμον ὀξυκράτῳ βρεχόμενον, ἄχρις οὗ τρυφερὸν γένηται, καὶ οὕτως ἐσθιό‐ | |
147.5 | μενον· δυνατὸν δὲ καὶ ποτίζειν αὐτό. καὶ ῥήου δ’ ἀφέψημα ἢ αὐτὸ ξηρὸν ἐπιπασσόμενον τῷ ποτῷ καὶ φελλοῦ ἐξ οἰνηροῦ κεραμίου καυ‐ θέντος ἡ σποδιὰ ἐπιπασσομένη τῷ ποτῷ. πρόσθετα δὲ διὰ τοῦ γυναι‐ κείου κόλπου στέλλει τὰς αἱμορραγίας ὑποκιστίδος χυλὸς ἢ ἀκακίας | |
147.6 | σὺν μάννῃ λεανθέντα ἐν ὄξει. θαυμαστῶς δ’ ἀρήγει σπόγγος καινὸς | |
147.7 | ὑγρᾷ πίσσῃ δευθεὶς καὶ καυθεὶς καὶ ὁμοίως προστεθείς. καὶ φελλὸς ἀπὸ τῶν Ἰταλικῶν κεραμίων καίεται, καὶ τὸ μέν τι αὐτοῦ τῷ ποτῷ | |
147.8 | ἐμπάσσεται, τὸ δὲ τῷ κόλπῳ προστίθεται. ἔξωθεν δ’ ἐπιτιθέμενα συλ‐ λαμβάνεται τῇ ὠφελείᾳ τὰ στύφοντα καὶ τὰ διὰ φοινίκων καὶ κυδω‐ νίων καταπλάσματα προσειληφότα βαλαύστιον, ἀκακίαν, ὑποκιστίδα, | |
147.9 | κηκῖδας, στυπτηρίας βραχύ, σίδια, μάλιστα δὲ τοῦτο. ταυροκόλλα διαυ‐ γὴς βρέχεται ὀξυκράτῳ, μέχρις οὗ διαλυθῇ, ἔπειτα εἰς ῥάκος λινοῦν ἢ τριβακὸν ἐρεοῦν ἐμπλάσσεται καὶ κολλᾶται τῷ ἤτρῳ καὶ τῇ ὀσφύι. | |
147.10 | ἔνεργοι δὲ πρὸς τοῦτο καὶ αἱ κολλητικαὶ πᾶσαι ἔμπλαστροι ἥ τε ἁρ‐ μονία καὶ ἡ Ἱκεσίου καὶ ἡ Ἀθηνᾶ καὶ ἡ δι’ ἰτεῶν, καὶ ἡ μηλίνη καὶ | |
147.11 | ἡ Ἰνδή. —Πρὸς αἱμορραγίαν πεσσός. Κηκῖδος τὰ ἐντὸς κόψας σήσας λεάνας καὶ λιβανωτόν, εἶτα διεὶς ὕδατι καὶ ἀναλαβὼν εἰς πεσ‐ σὸν προστίθει· ἢ κυτίνους ῥοᾶς γλυκείας, ἤτοι χλωροὺς ἢ ξηρούς, δι’ | |
ὕδατος χυλίσας ὁμοίως χρῶ· ἢ πολύγονον λεῖον ἐν πεσσῷ. πεσσὸς δ’ | 305 | |
5 | ἐστὶν ἔριον διεξασμένον καὶ ἤτοι σφαιρωθὲν ἢ εἰς δακτύλου σχῆμα | |
147.12 | εἰληθέν. —Πρὸς αἱμορραγίαν πεσσός. Στυπτηρίας σχιστῆς, κη‐ κῖδος τῶν ἐντός, ἀκακίας χυλοῦ, μάννης ἀνὰ 𐅻 α, ὠῶν ὀπτῶν λεκί‐ θους δ. τὰ μὲν ξηρὰ λειαίνεται χυλῷ ἀρνογλώσσου, αἱ δὲ λέκιθοι ὕστερον μίγνυνται· ἐν δὲ τῇ χρήσει ἀναλαμβάνεται εἰς πεσ〈σὸν ἐρε‐ | |
5 | οῦν〉 καὶ ἀπο〈βάπτεται εἰς ῥόδινον〉, εἶθ’ 〈οὕτω προστίθεται〉. — | |
147.13 | Ἐγκαθίσματα αἱμορραγούσαις. Κυπαρίσσου κόμης, κυτίνων ῥοᾶς, ἐλαίας φύλλων, βάτου ἀκρεμόνων ἴσα ἑψήσας ἐν ὕδατι ἐγκά‐ | |
147.14 | θιζε. —Κατάπλασμα. Κυτίνους ὀξυμέλιτι προσλαβών, ἢ κηκῖδα ἢ βαλαύστιον ἢ πρίνου βαλάνους ἢ βάτου ἀκρέμονας ἢ σχίνου φύλλα ἢ φοίνικας. ἐγχυματίζειν δὲ διὰ κλυστηριδίου ἢ μητρεγχύτου χυλὸν ἀρ‐ νογλώσσου ἢ σέρεως ἢ στρύχνου ἢ πολυγόνου ἢ περδικίου ἢ ψυλλίου | |
5 | ἢ ὑποκιστίδος ἢ ἀκακίας. καὶ ἐντιθέσθω δὲ ταῦτα ἤτοι δι’ ἐρίου διδα‐ κτυλιαίου ἢ μήλης ἢ σπόγγου εἰς μῆκος ἐσχηματισμένου μέχρι τοῦ στομίου τῆς ὑστέρας. εἰ δὲ δι’ ἀνάβρωσιν αἱμορραγοῖεν, ἐγχυματιστέον ἤτοι τῷ διὰ χάρτου ἤ τινι τῶν δυσεντερικῶν· καὶ γὰρ γίνεται ἀπὸ τούτου ἐπεσχάρωσις καὶ ἐκπυΐσκεται κρατηθείσης ἐν τῷ ζῆν τῆς πα‐ | |
10 | σχούσης. | |
148t | Πρὸς ῥοῦν γυναικεῖον. | |
148.1 | Ῥοῦς γυναικεῖος ῥευματισμός ἐστι τῆς ὑστέρας χρονίζων ἀπο‐ κλειομένου πλείονος ὑγροῦ. διαφοραὶ δ’ αὐτοῦ δύο· ἢ γὰρ ἐρυθρός ἐστιν ἢ λευκὸς καὶ ὑδατώδης. σημειωτέον δὲ τὸν ῥοῦν ἐκ τοῦ συνεχῶς ἐπικαθυγραίνεσθαι τοὺς τόπους διαφόροις κατὰ χροιὰν ὑγροῖς, τὴν δὲ | |
5 | κάμνουσαν ἀχροεῖν, ἀτροφεῖν, ἀνορεκτεῖν, καὶ ἐν τοῖς περιπάτοις ἔσθ’ ὅτε δυσπνοεῖν καὶ διῳδηκότας ἔχειν τοὺς ὀφθαλμούς, καὶ ποτὲ μὲν μετὰ πόνου, ποτὲ δ’ ἄνευ πόνου, καὶ ποτὲ μὲν μεθ’ ἑλκώσεως, ποτὲ δ’ ἄνευ ἑλκώσεως, καὶ ἑλκώσεως ἤτοι φλεγμαινούσης ἢ ἀφλεγμάντου ἢ ῥυπαρᾶς ἢ καθαρᾶς. ὅτε μὲν οὖν χωρὶς ἑλκώσεως ἢ πόνου φέρεται, | |
10 | πᾶσι χρηστέον τοῖς ἐπὶ τῆς αἱμορραγούσης ὑστέρας ποτήμασι τοῖς μὴ | |
148.2 | φαρμακώδεσιν. —Ποτόν. Λωτοῦ πρισμάτων ἀπόζεμά τι, ἢ καὶ μετὰ δυεῖν ὀβολῶν Σαμίου ἀστέρος, εἰ δ’ ἐπιτρέποι, καὶ μετ’ οἴνου αὐστη‐ ροῦ ἢ διὰ τοῦ αὐτοῦ ὑγροῦ πυτία λαγωοῦ ἢ ἐρίφου ἢ ἀρνὸς ἢ μό‐ σχου ἢ ἐλάφου, ἢ γίγαρτα λεῖα ἢ ὄμφαξ ξηρὸς ἢ πίτυος φλοιός. ὅτε | |
5 | δὲ μετὰ πόνου ῥεῖ, ἐνετέον διὰ μητρεγχύτου ἢ κλυστῆρος χυλὸν ἅλι‐ κος ἢ πτισάνης ἢ τράγου ἢ ὀρύζης· ὅτε δὲ μεθ’ ἑλκώσεως φλεγμαι‐ νούσης, τοῖς αὐτοῖς οἷς ἐπὶ τῆς ἀνελκώτου φλεγμονῆς. εἰ δὲ ῥυπαρὰ | |
εἴη ἕλκωσις ὡς τρυγώδη εἶναι τὰ φερόμενα, τοῖς δυσεντερικοῖς χρη‐ στέον· καθαρᾶς δὲ γενομένης, τοῖς ἀπουλοῦν δυναμένοις. καὶ ἐν μὲν | 306 | |
10 | τοῖς παροξυσμοῖς παρηγορητέον, ἐν δὲ τοῖς διαλείμμασιν (περιοδίζει γὰρ ἐνίοτε) τονοῦν κ〈αὶ μετα〉συγκρίνειν αἰώραις 〈δια〉φόροις, περι‐ πάτοις, ἀναφωνήσεσιν, ἀλείμμασι, σικύαις καὶ δρώπαξι κατὰ τῶν ὑπερ‐ κειμένων, παροπτήσεσιν, ἡλιώσεσι καὶ τρίψεσι, ψιλώθροις, σμήγμασι, σιναπισμοῖς, ἐμέτοις ἀπὸ ῥαφανίδων, ἀναληπτικῇ ἐπιμελείᾳ, λουτρῷ, | |
15 | οἴνῳ, ποικίλῃ τροφῇ. | |
149t | Περὶ φλεγμονῆς ὑστέρας καὶ παρεγκλίσεως. | |
149.1 | Ἐκ πλειόνων αἰτιῶν εἰς φλεγμονὴν ἡ ὑστέρα περιίσταται· καὶ γὰρ ἐκ πληγῆς καὶ ἐκ τῆς τῶν ἐμμήνων 〈ἐποχῆσ〉, καὶ μάλιστα ἐξ ἀμβλώσεως· καὶ ψυγεῖσα δ’ ἢ ἐμπνευματωθεῖσα ἢ ἑλκωθεῖσα φλεγμαί‐ νειν εἴωθεν. παρέπεται δὲ ταῖς πεπονθυίαις πυρετὸς ὀξὺς περικαής, | |
5 | κατάκλισις δύσφορος, ἀλγήματα τοπικὰ καὶ διεστῶτα· καὶ γὰρ ἡ κε‐ φαλὴ περιωδυνεῖ καὶ ἰσχυρῶς οἱ τένοντες καὶ τῶν ὀφθαλμῶν αἱ βάσεις | |
149.2 | καὶ καρποὶ καὶ δάκτυλοι. ταῦτα μέν, κἂν μηδεμία συναίσθησις περὶ τὴν ὑστέραν ὑπάρχῃ 〈ἢ〉 ψῦξις λανθάνουσα, πολλάκις εἴωθε περιωδυ‐ νεῖν· ἐπισημότερον δ’ ἐν ταῖς φλεγμοναῖς, ὁπότε καὶ περὶ αὐτὴν ἀλγήματα συνίσταται νυγματώδη σφυγμὸν ποιοῦντα ἐκ διαστημάτων. | |
149.3 | ὅλη μὲν οὖν οὕτω πάσχουσα ἀλγεῖ, μᾶλλον δ’ αὐτῆς μέρη τὰ δοκοῦντα πρωτοπαθεῖν· εἰ μὲν γὰρ τὰ ὄπισθεν φλεγμαίνοι, τὸ ἄλγημα κατὰ τὴν ὀσφὺν γίνεται μᾶλλον, παραθλιβομένου τε τοῦ ἀπευθυσμένου, ἡ τοῦ σκυβάλου ἔκκρισις ἀπέχεται· εἰ δὲ τὰ ἔμπροσθεν τὰ τῇ κύστει ὑποκεί‐ | |
5 | μενα πάθοι, δυσουρία παρακολουθεῖ καὶ στραγγουρία· ἐὰν δὲ κατὰ τὰ καλούμενα πλευρὰ γίγνηται ἡ οἴδησις .............. κενεῶνες ..... ..................... ἴσχουσιν· ἐὰν δ’ ὁ πυθμὴν φλεγμαίνῃ, κατὰ τὸν ὀμφαλὸν διασημαίνουσιν αἱ ὀδύναι· τότε δὲ καὶ ὄγκος ὑποπίπτει | |
149.4 | καθ’ ἃ μέρη τὴν κύστιν ἡ μήτρα ὑπερέχει. περὶ δὲ τὸ στόμιον αὐτῆς ὑπαρχούσης φλεγμονῆς, κατὰ τὸ ἐπίσειον αἱ ὀδύναι καὶ περὶ ὅλον τὸν | |
149.5 | κόλπον διασημαίνουσιν. τῷ δὲ δακτύλῳ καθιεμένῳ κατὰ μὲν πάσας τὰς εἰρημένας διαφορὰς μεμυκὸς ἰσχυρῶς τὸ στόμιον ὑποπίπτει, ἐν δὲ ταῖς ἰδίαις πείσεσι καὶ σκληρότερον καὶ ἀπηνὲς εὑρίσκεται καὶ θερμό‐ | |
149.6 | τερον ἱκανῶς. ἐν δὲ τῇ θεραπείᾳ πρῶτον μὲν ἡσυχίᾳ χρηστέον καὶ ἐμβροχῇ ἐν ἀρχαῖς δι’ οἴνου καὶ ῥοδίνου ἐλαίου διὰ πιλημάτων ἐρίου καθαρῶν, καὶ τὰ μὲν τῇ ὀσφύι, τὰ δὲ τῷ ἤτρῳ ἐπερρίφθω δίχα ἐπι‐ δέσεως 〈ὥστε〉 μὴ περιθλιβῆναι, κατάκλισίς τε ἐν οἰκίσκῳ φωτεινῷ καὶ | |
5 | ἀλεεινῷ, καὶ ἀσιτεῖν ἕως διατρίτου ..... | 307 |