TLG 0722 002 :: ORIBASIUS :: Collectiones medicae (libri incerti)

ORIBASIUS Med.
(Pergamenus: A.D. 4)

Collectiones medicae (libri incerti)

Source: Raeder, J. (ed.), Oribasii collectionum medicarum reliquae, vol. 4 [Corpus medicorum Graecorum, vol. 6.2.2] Leipzig: Teubner, 1933: 75–180.

Citation: Chapter — section — (line)

1

t

Ἐκ τῶν Γαληνοῦ. Περὶ τῶν καθ’ Ἱπποκράτη στοιχείων.

1

.

1

Ἐκ γῆς καὶ πυρὸς ὕδατος τε καὶ ἀέρος ἅπαντα ὅσα γενητὰ καὶ φθαρτὰ σώματα τὴν κρᾶσιν ἔχειν ἐδείχθη, καὶ μόνος ἀληθὴς ὁ Ἱπ‐ ποκράτους εἶναι λόγος, ὁ φάσκων [ἐν] τῷ κεράννυσθαι τὰ στοιχεῖα ταῦτα καὶ μεταβάλλειν εἰς ἄλληλα, πολυειδῶς ἀλλοιούμενα, τὰς τῶν

1

.

2

ζῴων καὶ φυτῶν ἐργάζεσθαι γενέσεις. ἐπιδέδεικται δὲ καὶ δραστικὰς εἶναι ποιότητας τέτταρας, ἤγουν θερμότητα, ψυχρότητα, ὑγρότητα καὶ ξηρότητα· μόνον γὰρ αὗται φαίνονται δι’ ὅλων ἀλλοιοῦσαι τὰ σώ‐

1

.

3

ματα. λέγεται δ’ ἕκαστον τούτων οὐχ ἁπλῶς οὔτε θερμὸν οὔτε ψυ‐ χρὸν οὔτε ξηρὸν οὔτε ὑγρόν, ἀλλὰ τὸ μὲν ὡς ἄκρατόν τε καὶ ἄμικτον ἔχει τὴν ποιότητα καθ’ ἣν ὀνομάζεται, τὸ δ’ ὡς ἐπικρατοῦσαν, εἶναι δὲ τὸ μὲν ἐπικρατήσει θερμὸν ἢ ψυχρὸν ἢ ὑγρὸν ἢ ξηρὸν οὐ στοι‐
5χεῖον οὐδὲ πρῶτον, ἀλλ’ ὕστερον καὶ δεύτερον ἐκείνων ὧν κραθέν‐ των ἐγένετο· τὸ δ’ ἄκρως θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρὸν αὐτὸ στοιχεῖον ὑπάρχει, ἄκρως δ’ ἕκαστον εἶναι τοιοῦτον οὐκ ἄν τις ἄλλο

1

.

4

φαίη παρελθὼν ὕδωρ καὶ γῆν ἀέρα τε καὶ πῦρ. δείξας οὖν Ἱππο‐ κράτης ἁπάντων τῶν ὄντων στοιχεῖα κοινὰ τὸ θερμὸν καὶ τὸ ψυ‐ χρόν, τὸ ὑγρὸν καὶ τὸ ξηρόν, ἐφεξῆς ἐπὶ γένος ἕτερον στοιχείων με‐ ταβαίνει, οὐκέτι πρῶτον ἐκεῖνο, 〈ἀλλὰ〉 τῶν ἐναίμων ζῴων ἴδιον,

1

.

5

αἷμα καὶ φλέγμα, ξανθὴν χολήν τε καὶ μέλαιναν. πυρὶ μὲν οὖν ἀνά‐ λογόν ἐστιν ἡ ξανθὴ χολή, γῇ δ’ ἡ μέλαινα, τὸ δὲ φλέγμα τῷ ὕδατι καὶ διὰ τοῦτο θερμὴ μὲν καὶ ξηρὰ τὴν δύναμίν ἐστιν ἡ ξανθὴ χολὴ καθάπερ τὸ πῦρ, ψυχρὰ δ’ ἡ μέλαινα καὶ ξηρὰ παραπλησίως τῇ γῇ,
5τὸ δὲ φλέγμα ψυχρὸν καὶ ὑγρὸν ὥσπερ τὸ ὕδωρ· μόνον δὲ τὸ ἀερῶ‐ δες στοιχεῖον ἐν τοῖς τῶν ζῴων σώμασιν ὁρᾶται πλησίον τῆς αὑτοῦ φύσεως ἔν τε ταῖς ἀναπνοαῖς καὶ τοῖς σφυγμοῖς, ἤδη δὲ κἀν τοῖς παλμώδεσι πάθεσιν, ἐμφυσήμασί τε καὶ οἰδήμασι καὶ ταῖς καλουμέναις75

1

.

6

πνευματώσεσιν. ἡ δ’ ἐξ ἁπάντων τῶν στοιχείων σύμμετρος σύστασις ἐγέννησε τὸ ἀκριβὲς αἷμα.

2

t

Περὶ διαφορᾶς κράσεων.

2

.

1

Τῶν συνθέτων σωμάτων οὐδὲν οὔτε ἄκρως θερμὸν οὔτε ἄκρως ψυχρὸν οὔτε ἄκρως ξηρὸν οὔτε ἄκρως ὑγρόν ἐστι καθάπερ τὰ στοι‐ χεῖα, ἀλλ’ ἤτοι μέσον ἄκρως 〈ἂν〉 εἴη τῶν ἐναντίων, ἢ θάτερον τῶν

2

.

2

ἄκρων προκεχώρηκεν. εἰ μὲν δὴ μέσον ἀκριβῶς εἴη καθ’ ἑκατέραν τῶν ἀντιθέσεων, ὡς μηδὲν μᾶλλον εἶναι θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρόν, εὔκρατον αὐτὸ ἁπλῶς λεχθήσεται, θατέρου δὲ πλεονεκτήσαντος,

2

.

3

ἤτοι κατὰ τὴν ἑτέραν ἀντίθεσιν ἢ κατ’ ἀμφοτέρας, οὐκέτι εὔκρατον. εἰ μὲν δὴ θερμὸν εἴη μᾶλλον ἢ ψυχρόν, ὃ μᾶλλόν ἐστι, τοῦτο λεχθήσε‐

2

.

4

ται. κατὰ ταὐτὰ δὲ κἂν ψυχρὸν ᾖ μᾶλλον, ὀνομασθήσεται ψυχρόν·

2

.

5

ὡσαύτως δὲ καὶ ξηρὸν καὶ ὑγρόν. εἰ δ’ ἐξ ἑκατέρας τῆς ἀντιθέσεως ἐπικρατοίη θάτερον, ἤτοι θερμὸν ἅμα καὶ ὑγρὸν ἢ θερμὸν ἅμα καὶ ξηρὸν ἢ ψυχρὸν ἅμα καὶ ξηρὸν ἢ ψυχρὸν ἅμα καὶ ὑγρὸν ὀνομασθή‐ σεται τὸ σῶμα· τεττάρων γὰρ ὑποκειμένων ποιοτήτων εἰς ἀλλήλας τὸ
5δρᾶν τε καὶ πάσχειν ἐχουσῶν, ἓξ μὲν γίνονται συζυγίαι τῶν τεσσάρων ἀλλήλαις ἐπιπλεκομένων, ἀλλὰ δύο τούτων ἀδύνατοι τυγχάνουσιν· οὔτε γὰρ ὑγρὸν ἅμα καὶ ξηρὸν οὔτε θερμὸν ἅμα καὶ ψυχρὸν δύναται συστῆ‐

2

6,7

ναι σῶμα. λείπεται οὖν τέτταρας εἶναι συζυγίας κράσεων. ἐννέα δὴ τὰς

2

.

7

(2)

πάσας συμβαίνει γίνεσθαι διαφορὰς τῶν κράσεων, εὔκρατον μὲν μίαν, οὐκ εὐκράτους δὲ τὰς ὀκτώ, τέτταρας μὲν τὰς ἁπλᾶς, τέτταρας δ’

2

.

8

ἄλλας τὰς συνθέτους. ἐν ἑκάστῃ δὲ τούτων τῶν κράσεων τὸ μᾶλλόν τε καὶ ἧττον πάμπολυ.

3

t

Περὶ τῆς τῶν ἡλικιῶν κράσεως.

3

.

1

Τῶν δ’ ἡλικιῶν τὸ μὲν ἄρτι διαπλαττόμενον ἐν ταῖς μήτραις τῶν κυουσῶν ζῴων ὑγρότατόν ἐστι καὶ θερμότατον, εἴ γε ἡ πρώτη σύ‐ στασις ἐξ αἵματος αὐτοῦ καὶ σπέρματος, ὑγρῶν καὶ θερμῶν χρημάτων.

3

.

2

καὶ τελειωθὲν δὲ καὶ τεχθὲν ἐσχάτως ἐστὶν ἔτι ὑγρόν, οὐκ ἀγγείοις
μόνον καὶ σπλάγχνοις καὶ σαρξίν, ἀλλὰ καὶ τοῖς ὀστοῖς αὐτοῖς, ἃ δὴ ξηρότατα τῶν 〈ἐν〉 ἡμῖν ὑπάρχει μορίων. οἱ δὲ γεγηρακότες ξηρὰ μὲν ἱκανῶς καὶ ἄνικμα καὶ ἄχυμα τά τε ὀστᾶ σύμπαντα καὶ τοὺς συνδέ‐76
5σμους ἔχουσι, νευρώδη δὲ καὶ σκληρὰν τὴν σάρκα καὶ τὰς ἀρτηρίας

3

.

4

καὶ τὰς φλέβας καὶ τὰ νεῦρα δίκην ἱμάντων. οἱ δ’ ἐν τῷ μέσῳ τού‐ των τε καὶ τῶν ἄρτι γεγενημένων, ὅσοι μὲν ἤδη προβεβήκασι ταῖς ἡλικίαις, ὅσον ἀπολείπονται τοῦ γήρως, τοσοῦτον καὶ τῆς ἐσχάτης ξη‐ ρότητος, ὅσοι δὲ νεώτεροι καὶ ἔτι αὐξανόμενοι, τοσοῦτον καὶ οὗτοι
5τῆς τῶν ἐμβρύων ὑγρότητος ἀποκεχωρήκασιν ὅσον ταῖς ἡλικίαις προ‐

3

.

5

εληλύθασιν. ἡ δ’ ἀκμὴ πάντων τῶν ζῴων ἐν τῷ μέσῳ καθέστηκε τῶν ἀκροτήτων, οὔτε εἰς ἐσχάτην ἥκουσα ξηρότητα 〈ὡσ〉 τὸ γῆρας, οὔτε 〈ἐν〉 ὑγρότητι καὶ πλάδῳ πολλῷ καθεστῶσα καθάπερ ἡ τῶν βρεφῶν

3

.

6

ἡλικία. τί γοῦν ἔνιοι τῶν ἰατρῶν ὑγρὸν ἀποφαίνονται τὸ γῆρας; ἢ δῆλον ὅτι τῷ πλήθει τῶν περιττωμάτων ἐξαπατηθέντες; δι’ αὐτὸ γάρ τοι τοῦτο ξηρότερον ἕκαστον γίνεται τῶν μορίων, ὅτι μηκέτι ὁμοίως

3

.

7

ὑπ’ ἀρρωστίας τοῦ θερμοῦ τρέφεται νῦν. ὑγρὸς οὖν ὁ γέρων ἐστὶν οὐ τοῖς οἰκείοις μορίοις, ἀλλὰ τοῖς περιττώμασι, καὶ ξηρὸς οὐ τοῖς πε‐ ριττώμασιν, ἀλλὰ τοῖς μορίοις αὐτοῖς. οὐχ ὑπὲρ τῶν περιττωμάτων δ’ αὐτοῦ νῦν ὁ λόγος, ἀλλὰ τῶν οἰκείων μορίων ἐστίν, ὧν καὶ αἱ κατὰ

3

.

8

φύσιν ἐνέργειαι συμπληροῦσι τὴν ζωήν. ὅτι μὲν δὴ ξηρότατον, ὡς ἐν ἡλικίαις, τὸ γῆρας, ἐκ τῶν εἰρημένων εὔδηλον· ὅτι δὲ καὶ ψυχρότα‐ τον, μάθοις ἂν ἐκ τῶνδε· καὶ γὰρ ἁπτομένοις οἱ γέροντες ψυχρότα‐ τοι φαίνονται καὶ μελαίνονται καὶ πελιδνοῦνται καὶ τοῖς ψυχροῖς ἑτοί‐

3

.

9

μως ἁλίσκονται νοσήμασιν. ἀπόλωλε δ’ αὐτῶν ὀλίγου δεῖν ὅλον τὸ

3

.

10

αἷμα, καὶ διὰ τοῦτο συναπόλωλε αὐτῷ ἡ τῆς χροιᾶς ἐρυθρότης. ἀλλὰ καὶ πέψις αὐτοῖς καὶ ἀνάδοσις ἐξαιμάτωσίς τε καὶ θρέψις ὄρεξίς τε

3

.

11

καὶ κίνησις καὶ αἴσθησις ἀμυδρὰ πάντα καὶ κακῶς διακείμενα. καὶ τί γὰρ ἄλλο ἢ ὁδὸς ἐπὶ θάνατόν ἐστι τὸ γῆρας; ὥστε εἴπερ ὁ θάνατός ἐστι σβέσις τῆς ἐμφύτου θερμασίας, εἴη ἂν καὶ τὸ γῆρας οἷον μαρα‐

3

.

12

σμός τις αὐτῆς. οὐ μὴν οὐδὲ περὶ τῆς τῶν παίδων ἡλικίας σύμφωνον λέγεται παρὰ τοῖς ἰατροῖς· οἱ μὲν γὰρ τοὺς παῖδας ἀποφαίνονται θερ‐ μοτέρους εἶναι τῶν ἀκμαζόντων, οἱ δ’ ἔμπαλιν τοὺς ἀκμάζοντας τῶν παίδων· οὐδέτερος δ’ αὐτῶν ἁπλῶς φαίνεται θερμότερος, ἀλλ’ ὁ μὲν
5τῷ πλήθει τῆς διαπνοῆς, ὁ δὲ τῇ δριμύτητι. τὸ γὰρ ἔμφυτον θερμὸν ὁ παῖς ἔχει πλέον, εἴ γε ἐξ αἵματός τε καὶ σπέρματος ἡ γέννησις αὐτῷ, ἐν δὲ τοῖς ἀκμάζουσιν ὀλίγη καὶ ξηρὰ καὶ οὐχ ὁμοίως ἡδεῖα τῆς θερ‐
μασίας ὑπερβολή.77

4

t

Περὶ τῆς τῶν μορίων κράσεως.

4

.

1

Τῶν δὲ μορίων πάντων τὸ μὲν δέρμα, καὶ μάλιστα τὸ τῆς χει‐ ρός, μέσον ἐστὶν οὐ μόνον ἁπάντων τῶν τοῦ ἀνθρώπου μερῶν, ἀλλὰ καὶ τῆς ὅλης οὐσίας πάντων τῶν ἐν τῇ γενέσει τε καὶ φθορᾷ σωμά‐ των, οὐ τὸ τετυλωμένον καὶ σκληρόν, ἀλλὰ τὸ κατὰ φύσιν ἔχον, ᾧ

4

.

2

δὴ καὶ μάλιστά φαμεν ἀκριβοῦσθαι τὴν ἁφήν. εἰ δὴ τοῦτο κανόνα τε καὶ οἷον κριτήριον ἁπάντων τοῦ ζῴου τῶν μορίων προστησάμενος ἐξετάζοις μέν, εὑρήσεις ὑγροτάτην τὴν πιμελήν, δεύτερον τὸ σαρκῶδες γένος, ἐφεξῆς δ’ ἑκάστου τῶν σπλάγχνων τὴν ἰδίαν οὐσίαν· καλοῦσι

4

.

3

δ’ αὐτὸ οἱ περὶ τὸν Ἐρασίστρατον παρέγχυμα. τὸ ἴδιον οὖν τοῦ ἐγκεφάλου σῶμα καὶ πνεύμονος ἐφεξῆς ἐστι τῇ πιμελῇ καθ’ ὑγρότητα, καθὼς τῇ μαλακότητι πάρεστι τεκμαίρεσθαι· οὐ γὰρ δὴ ὑπὸ ψυχροῦ

4

.

4

γε πέπηγε ὅτι μηδὲ θερμῷ χέοιτο ἄν. πλησίον δὲ τούτων καὶ ὁ μυε‐ λός ἐστι τῇ φύσει· αὐτοῦ δὲ τοῦ ἐγκεφάλου τὰ πρόσθεν ὑγρότερα το‐

4

.

5

σοῦτον ὅσον καὶ μαλακώτερα. πάντα μὴν ταῦτα δέρματος οὐχ ὑγρό‐ τερα μόνον, ἀλλὰ καὶ ψυχρότερα, καὶ ὅλως ἄναιμον πᾶν ἐναίμου ψυ‐ χρότερον, ὥσπερ καὶ οἱ χιτῶνες τῆς ἀρτηρίας καὶ φλεβὸς ἄναιμοί τέ

4

.

6

εἰσι καὶ ψυχροὶ φύσει. 〈ἐγγυτάτω δ’ ἐστὶ δέρματος καὶ ἡ τῶν μαλα‐ κῶν νεύρων φύσις,〉 ἡ δὲ τῶν σκληρῶν οἷόνπερ αὐτὸ τὸ δέρμα, καθ’ ὑγρότητα δηλονότι καὶ ξηρότητα· θερμότητι γὰρ ἀπολείπεται τοσοῦ‐ τον ὅσον εἰκὸς ἀπολείπεσθαι τὸ παντελῶς ἄναιμον ἐναίμου σώματος.

4

.

7

ἡ δὲ τοῦ σπληνὸς καὶ 〈ἡ〉 τῶν νεφρῶν καὶ ἡ τοῦ ἥπατος σὰρξ ὑγρο‐

4

.

8

τέρα τοσοῦτον δέρματος ὅσον καὶ μαλακωτέρα. καὶ μὲν δὴ καὶ ἡ τῆς καρδίας σὰρξ πάντων μὲν τούτων ξηροτέρα τοσοῦτον ὅσονπερ καὶ σκληροτέρα, θερμοτέρα δ’ οὐ τούτων μόνων, ἀλλὰ καὶ πάντων ἁπλῶς

4

.

9

τῶν τοῦ σώματος μορίων ἐστὶν αὕτη. αἱ δ’ ἶνες αἱ μὲν ὀλίγῳ τινὶ μᾶλλον, αἱ δ’ ἧττον βραχὺ δέρματος ψυχρότεραί τέ εἰσι καὶ ξηρότε‐ ραι· τινὲς δ’ ὅμοιαί εἰσι κατὰ πᾶν τῇ παχυτάτῃ τοῦ αἵματος οὐσίᾳ.

4

.

10

πάντες δ’ ὑμένες ἤδη ξηρότεροι δέρματος, ὥσπερ γε καὶ αἱ περὶ τὸν

4

.

11

ἐγκέφαλόν τε καὶ νωτιαῖον μήνιγγες· ὑμένες γὰρ καὶ αἵδε. καὶ μὲν δὴ καὶ σύνδεσμοι πάντες εἰς ὅσον σκληρότεροι δέρματος, τοσοῦτον καὶ ξηρότεροι· οἱ τένοντες δὲ τῶν συνδέσμων μέν εἰσι μαλακώτεροι, δέρ‐

4

.

12

ματος δ’ ἐναργῶς ἤδη σκληρότεροι. χόνδροι δὲ μετὰ τοὺς συνδέσμους εἰσί, καί τι μέσον δ’ ἀμφοῖν σῶμα· καλοῦσι δ’ αὐτὸ νευροχονδρώδη

4

.

13

σύνδεσμον. θρὶξ δὲ καὶ ὄνυξ ψυχρότατά τε καὶ ξηρότατα ἁπάντων

4

.

14

ἐστίν, ἧττον δὲ τούτων ὀστοῦν ψυχρόν ἐστι καὶ ξηρόν, τῶν δ’ ἄλλων πλέον. τῶν δὲ χυμῶν ὁ μὲν χρηστότατός τε καὶ οἰκειότατος τὸ αἷμά ἐστι, τούτου δ’ οἷον ὑπόστασίς τις καὶ ἰλὺς ἡ μέλαινα (ταῦτα ἄρα καὶ ψυχροτέρα τέ ἐστι καὶ παχυτέρα τοῦ αἵματος)· ἡ δέ γε ξανθὴ χολὴ78
5θερμοτέρα μακρῷ· ψυχρότατον δὲ τῶν ἐν τῷ ζῴῳ τὸ φλέγμα.

5

t

Διάγνωσις ἀρίστης κράσεως κατασκευῆς.

5

.

1

Εὐκρατότατός ἐστιν ἄνθρωπος, ὃς ἂν τῷ σώματι φαίνηται μέσος ἀκριβῶς ἁπάντων τῶν ἄκρων, ἰσχνότητός τε καὶ παχύτητος καὶ μα‐ λακότητος καὶ σκληρότητος, ἔτι δὲ θερμότητός τε καὶ ψυχρότητος καὶ

5

.

2

ὑγρότητος καὶ ξηρότητος. ἀλλὰ καὶ διαπλάσεως ἀρίστης τετύχηκεν ὁ οὕτως εὔσαρκος ἄνθρωπος καὶ ταῖς ἐνεργείαις κάλλιστα διάκειται, καὶ πρὸς τούτοις ἔτι τὸν ἀριθμὸν ἁπάντων 〈τῶν〉 μορίων καὶ τὰ μεγέθη [καὶ] τὴν πρὸς ἄλληλα σύνταξιν χρηστὴν ταῖς ἐνεργείαις παρεχόμενα

5

.

3

κεκτημένος καὶ διὰ τοῦτο καὶ κάλλιστος ὀφθῆναι. μέσος ἀκριβῶς ἐστι θρασύτητός τε καὶ δειλίας, μελλησμοῦ τε καὶ προπετείας, ἐλέου τε καὶ

5

.

4

φθόνου. εἴη 〈δ’〉 ἂν ὁ τοιοῦτος εὐθὺς μὲν φιλόστοργος, φιλάνθρωπος, συνετός, ἐσθίειν δὲ καὶ πίνειν σύμμετρος, καὶ πέττει καλῶς τὰς τρο‐ φὰς οὐκ ἐν γαστρὶ μόνον, ἀλλὰ καὶ ἐν ταῖς φλεψί, καὶ καθ’ ὅλην τὴν ἕξιν τοῦ σώματος ἁπάσας τε, συνελόντι φάναι, τάς τε φυσικὰς ἐνερ‐
5γείας καὶ τὰς ψυχικὰς ἀμέμπτως ἔχει· καὶ γὰρ καὶ ταῖς αἰσθήσεσιν ἀρίστως διάκειται καὶ ταῖς τῶν κώλων κινήσεσιν εὔχρους τέ ἐστι καὶ εὔπνους ἀεί, ἔμμεσος ὑπνώδους τε καὶ ἀγρύπνου, καὶ ψιλοῦ τριχῶν καὶ δασέος, καὶ μέλανος καὶ λευκοῦ τὴν χρόαν, καὶ τρίχας ἔχει, παῖς

5

.

5

μὲν ὢν πυρροτέρας μᾶλλον ἢ μελαντέρας, ἀκμάζων δ’ ἔμπαλιν. τὸ μὲν οὖν τοιοῦτον σῶμα καὶ οὕτως κατωρθωμένον εἰς ἄκρον οὐ πάνυ τι συνεχῶς εἴωθε γίνεσθαι, τὸ δ’ ἀπολειπόμενον βραχὺ τοῦδε κἂν συνε‐ χῶς θεάσαιο.

6

t

Διάγνωσις τῶν δυσκράτων σωμάτων.

6

.

1

Ὅσα δὲ σώματα τοῦ συμμέτρου θερμότερα μέν ἐστιν, οὐ μὴν ὑγρότερα ἢ ξηρότερα, τούς τε ὀδόντας φύσει θᾶττον αὐξηθήσεταί τε

6

.

2

ὁμοίως. φανεῖται δὲ δήπου καὶ ἁπτομένοις θερμότερα τοσοῦτον ὅσον‐
πέρ ἐστι καὶ τῇ κράσει θερμότερα, καὶ πιμελῆς ἧττον ἔχοντα, τῇ χρόᾳ δ’ ἐξέρυθρα καὶ μελανότριχα καὶ μετρίως δασέα καὶ εὐρείας ἔχοντα τὰς φλέβας· ὥστε εὐλόγως ἐς ταὐτὸν συντρέχει φλεβῶν εὐρύτης καὶ79

6

.

3

λεπτότης. εἰ δ’ ἅμα τις εἴη πιμελώδης τε καὶ παχὺς καὶ τὰς φλέβας εὐρείας ἔχοι, δι’ ἔθος οὗτος, οὐ φύσει πιμελώδης ἐγένετο· τὸ γὰρ τῆς διαίτης ἀταλαίπωρον ἐπιθρέψειεν ἄν ποτε τοῖς σαρκώδεσι μορίοις πι‐ μελήν· τῆς θερμότητος δ’ ἴδιον καὶ τὸ εὔψυκτον δι’ ἀραιότητα, καθά‐
5περ καὶ τοῖς εὐρείας ἔχουσι τὰς φλέβας ἔνεστι [δὲ] καὶ χωρὶς βλάβης

6

.

4

μακρὰς ἀσιτίας φέρειν, ἅτε δὴ πολυαίμοις ὑπάρχουσιν. ψυχροτέρας δὲ κράσεως σημεῖα τὸ ψυχρὸν [τε] ἁπτομένοις, τὸ ἄτριχον, τὸ πιμελῶ‐ δες· ἡ χρόα δὲ τοῖς τοιούτοις ἅμα ταῖς θριξὶ πυρροτέρα· πολλῆς δὲ

6

.

5

τῆς ψύξεως οὔσης πελιδνή πώς ἐστι καὶ μολυβδόχρους. καὶ στενὰς δ’ ἔχουσιν 〈οἱ〉 τοιοῦτοι τὰς φλέβας, ὅθεν ὡς τὸ πολὺ συντρέχει παχύ‐ της στενότητι τῶν φλεβῶν· εἰ δέ τις στενὰς μὲν ἔχει τὰς φλέβας, ἰσχνὸς δ’ ὑπάρχει, οὐδὲ οὗτος ἐξ ἀνάγκης τοιοῦτος, ἀλλὰ δι’ ἔθος ἐγέ‐

6

.

6

νετο. δῆλον δέ· ὅσοι στενὰς ἔχουσι τὰς φλέβας, ὀλιγόαιμοί τέ εἰσι καὶ

6

.

7

μακρὰς ἀσιτίας οὐ φέρουσιν. εἰσὶ δέ τινες ἰσχνοὶ καὶ φλέβας ἔχοντες μικράς, ἀλλ’ εἰ τέμοις ἐξ αὐτῶν ἡντινοῦν, προπίπτει πιμελή, δῆλον

6

.

8

ὡς ὑποπεφυκυῖα τῷ δέρματι κατὰ τὸν ἔνδον ὑμένα. σπάνιον μὲν οὖν ἐπ’ ἀνδρῶν τὸ τοιοῦτον, ἐπὶ γυναικῶν δὲ καὶ πάνυ πολλάκις εὑρισκό‐ μενον· ἔστι γὰρ φύσεως ψυχροτέρας καὶ ἀργοτέρου βίου γνώρισμα τὸ

6

.

9

τοιοῦτον. ἔτι μὴν τῆς ψυχρᾶς κράσεώς ἐστι καὶ τὸ μὴ ῥᾳδίως ἐμψύ‐

6

.

10

χεσθαι διὰ πυκνότητα. ἡ δὲ ξηρὰ σκληροτέρα τέ ἐστι καὶ ἰσχνοτέρα

6

.

11

τῆς εὐκράτου καὶ δασεῖα τοσοῦτον ὅσονπερ ἂν ᾖ ξηροτέρα· τὰ δ’ ἄλλα πάντα παραπλήσιος. ἡ μὲν οὖν σκληρότης ἀχώριστός ἐστι τελέως τῆς ξηρᾶς κράσεως, ἡ λεπτότης δ’ οὐ μόνον ταῖς συμφύτοις ἕπεται κράσεσιν, ἀλλὰ καὶ ταῖς ἐπικτήτοις, ἐξ ἔθους μακροῦ γενομένη, ὅταν
5διὰ φροντίδας καὶ ταλαιπωρίας καὶ δίαιταν λεπτὴν καταξηρανθῶσί τι‐

6

.

12

νες. σημεῖον δ’ ἐστὶ ξηρότητος καὶ τὸ δυσκίνητον καὶ ξηρὸν καὶ αὐχ‐

6

.

13

μηρὸν ὑπὸ τῶν ξηραινόντων γίνεσθαι τὸ σῶμα. καὶ ἡ ὑγρὰ δὲ τὰ μὲν ἄλλα παραπλήσιός ἐστι τῇ εὐκράτῳ, μαλακωτέρα δὲ καὶ πολυσαρκο‐

6

.

14

τέρα. καὶ ταύτης ἀχώριστός ἐστιν ἡ μαλακότης ὥσπερ γε καὶ ἡ παχύ‐
της, οὐ τῇ συμφύτῳ μόνον ἑπομένη κράσει, ἀλλὰ κἂν ἐξ ἔθους μα‐80

6

.

15

κροῦ τινος λάβῃ τὴν σύστασιν ἐξ ἀργίας καὶ ἁβροτέρας διαίτης. ἴδιον δ’ ἐστὶν ὑγρότητος καὶ τὸ βαρύνεσθαι τὸ σῶμα ὑπὸ τῶν ὑγραινόντων.

6

.

16

ἡ δὲ θερμὴ καὶ ξηρὰ δασεῖα μὲν ἐσχάτως ἐστί, τὰς δὲ τῆς κεφαλῆς τρίχας εὐαυξεστάτας τε καὶ μελαίνας καὶ πολλὰς ἔχει κατὰ τὴν νέαν

6

.

17

ἡλικίαν, ἐπὶ δὲ προήκοντι τῷ χρόνῳ φαλάκρωσις ἐπακολουθεῖ. καὶ 〈αἱ〉 φλέβες δ’ εὐρεῖαι τυγχάνουσιν, ὥσπερ δὴ καὶ 〈αἱ〉 ἀρτηρίαι με‐

6

.

18

γάλαι τέ εἰσιν ἅμα καὶ σφοδρότατα σφύζουσιν. καὶ δὴ καὶ σύντονον καὶ διηρθρωμένον καὶ μυῶδες καὶ ἀπίμελον ὅλον ἐστὶ τὸ σῶμα, καὶ

6

.

19

τὸ δέρμα σκληρόν τε καὶ μελάντερον. μεταπεσούσης δὲ τῆς θερμῆς καὶ ξηρᾶς κράσεως ἐν τῷ χρόνῳ τῆς παρακμῆς εἰς τὴν ψυχράν τε καὶ ξηράν, ἡ ἕξις τῶν τοιούτων ἰσχνὴ μὲν ὡσαύτως καὶ σκληρά, με‐

6

.

20

λαγχολικὴ δ’ ἐστί, καὶ διὰ τοῦτο μέλαινά τε ἅμα καὶ δασεῖα. κρατού‐ σης δὲ τῆς ἑτέρας τῶν ποιοτήτων παρὰ πολύ, τῆς δ’ ἑτέρας ὀλίγον τι τοῦ συμμέτρου παραλλαττούσης, ἐπικρατήσει μὲν τὰ τῆς κρατούσης,

6

.

21

ἀμυδρὰ δ’ ἔσται τὰ τῆς ἑτέρας γνωρίσματα. ψυχρᾶς δ’ οὔσης καὶ ὑγρᾶς, ὁ μὲν θώραξ στενὸς καὶ ἄτριχος ἔσται, καθάπερ οὖν καὶ πᾶν τὸ σῶμα ψιλὸν τριχῶν, ἁπαλόν τε καὶ λευκὸν τὸ δέρμα καὶ ὑπόπυρρον ταῖς

6

.

22

θριξί, καὶ μάλιστα ἐν νεότητι, καὶ οὐ φαλακροῦνται γηρῶντες. εὐθὺς δὲ καὶ δειλοὶ καὶ ἄτολμοι καὶ ὀκνηροὶ καὶ ἀδήλους ἔχοντες τὰς φλέ‐ βας καὶ παχεῖς καὶ πιμελώδεις καὶ νεύροις καὶ μυσὶν ἄρρωστοι καὶ

6

.

23

ἀδιάρθρωτοι καὶ βλαισοὶ γίνονται. τῆς ψυχρότητος δὲ καὶ τῆς ὑγρό‐ τητος ἐπὶ πλέον αὐξηθείσης, τὰ μὲν ἄλλα κατ’ ἀναλογίαν ἔσται τῆς τῶν ποιοτήτων αὐξήσεως, ἡ χρόα δ’ ἅμα ταῖς θριξὶ πυρρά, καθάπερ

6

.

24

κἂν ἐπὶ πλεῖστον αὐξηθῶσιν ἄμφω, πελιδνή. εἰ δ’ ἄνισος ἡ αὔξησις

6

.

25

εἴη τῶν ποιοτήτων, ἐπικρατήσει τὰ τῆς μᾶλλον ηὐξημένης ἴδια. ἡ δὲ θερμὴ καὶ ὑγρὰ κρᾶσις μαλακωτέρα καὶ πολυσαρκοτέρα τῆς ἀρίστης κράσεως εἰς τοσοῦτόν ἐστιν εἰς ὅσον ἀμφοτέραις ηὐξήθη ταῖς ποιότη‐

6

.

26

σιν. ἐπὶ πλεῖστον δ’ αὐξηθεῖσα τοῖς σηπεδονώδεσιν ἑτοίμως ἁλίσκεται

6

.

27

νοσήμασιν, ὅτι κακόχυμος ἑτοίμως γίνεται. εἰ δ’ ὀλίγῳ μὲν ὑγροτέρα, πάμπολυ δ’ εἴη θερμοτέρα, μαλακώτεροι μὲν ὀλίγῳ τῶν συμμέτρων οἱ τοιοῦτοι καὶ σαρκωδέστεροι, λασιώτεροι δ’ οὐκ ὀλίγῳ, 〈καὶ μὲν δὴ καὶ

6

.

28

ἁπτομένοις οὐκ ὀλίγῳ〉 θερμότεροι. εἰ δὲ τὸ ψυχρὸν ἅμα τῷ ξηρῷ κατ’ ἴσον αὐξηθείη, φύσει σκληρὸν καὶ ἰσχνὸν ἕξουσι τὸ σῶμα καὶ λευ‐ κόν, ἄμυόν τε καὶ ἄναρθρον ἁπτομένοις τε ψυχρόν· ἡ πιμελὴ δ’ ὅμως
αὐτοῖς, καίτοι γε ἰσχνοῖς οὖσι, παρέσπαρται τῇ σαρκί· τὰ δὲ τῶν τρι‐81
5χῶν τῆς χρόας ἀνάλογον τῷ μέτρῳ τῆς ψυχρότητος· τὸ δὲ τῆς ψυ‐ χῆς ἦθος ἄτολμον καὶ δειλὸν καὶ δύσθυμον, συλλήβδην δ’ εἰπεῖν, ἐπὶ τῶν κατὰ συζυγίαν κράσεων ἀεὶ τῆς ἐπικρατούσης ποιότητος ἐπικρα‐

6

.

29

τήσει τὰ γνωρίσματα. γινώσκειν δὲ προσῆκεν ὅτι πολλάκις τὰ παρόντα γνωρίσματα τῆς ἔμπροσθεν κράσεώς ἐστιν, οὐ τῆς νῦν ὑπαρχούσης τῷ σώματι· φέρε γάρ, εἴ τις ἔτη γεγονὼς ἑξήκοντα δασὺς ἱκανῶς εἴη, μὴ ὅτι νῦν ἐστι ξηρὸς καὶ θερμός, δασὺν αὐτὸν οἰόμεθα ὑπάρχειν, ἀλλ’
5ὅτι πρότερον μὲν ἐγένετο τοιοῦτος, ὑπομένουσι δ’ αἱ τότε γεννηθεῖ‐

6

.

30

σαι τρίχες. ἀλλ’ οὐδὲ ἐκ τῆς φύσεως τῶν περιττωμάτων ἀδιορίστως ὑπὲρ τῶν κράσεων ἀποφαίνεσθαι προσῆκεν· ἀθροίζεσθαι μὲν γὰρ ἐγχω‐ ρεῖ περίττωμα φλεγματῶδες, ὑγρὸν δὲ [καὶ] τὸ μόριον οὐκ εἶναι, ἀλλὰ ψυχρὸν μὲν ἐξ ἀνάγκης, ὑγρὸν δ’ οὐκ ἐξ ἀνάγκης· ἐκ γὰρ τῶν σιτίων,
5οὐκ ἐξ αὐτοῦ τοῦ σώματος ἡμῶν, γίνεται τὸ φλέγμα, τὴν φύσιν ὑπαρ‐

6

.

31

χόντων ὑγρῶν, εἰ τύχοι, καὶ μὴ κρατηθέντων ὑπὸ τοῦ σώματος. οὕτω γοῦν εἰ μέν τις ἐξ ἀρχῆς ἐγένετο ψυχρός τε καὶ ξηρός, οὐ μελαγχο‐ λικὸς ὁ τοιοῦτος, ἀλλὰ φλεγματικός ἐστι τοῖς περιττώμασιν· εἰ δὲ ξη‐ ρὸς ὢν καὶ θερμὸς ἐκ μεταπτώσεως ἐγένετο ψυχρὸς καὶ ξηρός, συγ‐
5καυθέντος τοῦ αἵματος, ἐξ ἀνάγκης ὁ τοιοῦτος εὐθὺς ἤδη καὶ μελαγ‐

6

.

32

χολικός ἐστιν. ἐπιβλέπειν δὲ καὶ εἰ ὡσαύτως ἀλλήλοις ἅπαντες οἱ μύες ἢ οὐχ ὡσαύτως κέκρανται, συνεπισκοπούμενον ἐν ἅπασι τὴν πηλικό‐

6

.

33

τητα τῶν ὑποβεβλημένων ὀστῶν. ἐνίοτε γοῦν ἰσχνότερον εἶναι δοκεῖ τὸ μέρος, οὐκ ὂν ἰσχνότερον, ὅσον τοῖς μυσίν, ἀλλὰ διὰ τὴν στενό‐

6

.

34

τητα τῶν ὀστῶν τοιοῦτο φανταζόμενον. οὕτως δὲ 〈καὶ〉 παχύτερον εἶναι δοκεῖ πολλάκις, οὐ διὰ τὴν εὐρύτητα τῶν ὀστῶν, ἀλλὰ διὰ τὸ τῆς σαρκὸς πλῆθος, ἥτις αὐξανομένη τε καὶ μειουμένη, σκληροτέρα τε καὶ μαλακωτέρα γινομένη, ξηρότερον ἢ ὑγρότερον 〈ἀποφαίνει τὸ μό‐
5ριον〉, [ἡ πολλὴ δὲ καὶ μαλακὴ] ἡ μὲν ὀλίγη τε καὶ σκληρὰ ξηρότε‐ ρον [ἢ ὑγρότερον], ἡ πολλὴ δὲ καὶ μαλακὴ [ἡ μὲν ὀλίγη τε καὶ

6

.

35

σκληρὰ ξηρότερον] 〈ὑγρότερον〉. οὕτως δὲ καὶ αἱ μεταξὺ χῶραι τῶν ὁμοιομερῶν σωμάτων ἤτοι πλέον ὑγρὸν ἢ ἐλάχιστον ἐν ἑαυταῖς περι‐ έχουσαι, ἤτοι παχύτερον ἢ ὑγρότερον ἢ λεπτότερον ἢ ξηρότερον ἀπο‐ φαίνουσι τὸ μόριον, ὑγρὸν μὲν ἔνθα λεπτοτέρα τε καὶ πλέων ἐστὶν ἡ

6

.

36

ὑγρότης, ξηρὸν δ’ ὅπου παχυτέρα τε καὶ ἐλάττων. χρὴ δὲ μηδὲ τοῦτο ἁπλῶς ὑπολαμβάνειν, ὡς εἴ τίς ἐστι φαλακρός, εὐθὺς τοῦτον ἀναγκαῖον ξηρὰν ἔχειν ἅπαντος τοῦ σώματος τὴν κρᾶσιν, ἀλλὰ διορίζεσθαι πρό‐
τερον ἄμεινον, ὡς τῶν ἀνθρώπων τὸ σῶμα τῶν μὲν ὁμαλῶς κέκρα‐82
5ται σύμπαν, ἐνίων δέ, καὶ οὐκ ὀλίγων τούτων, ἀνωμάλως διάκειται· τὰ μὲν γάρ τινα τῶν μορίων ὑγρότερα τοῦ προσήκοντός ἐστι, τὰ δὲ ψυχρότερα, τὰ δὲ ξηρότερα, τὰ δὲ θερμότερα, τὰ δὲ καὶ εὔκρατα παν‐

6

.

37

τελῶς. τὸ μὲν οὖν ὁμαλόν, εὔρυθμον ἁπάσας τε τῶν μορίων ἀποσῷζον τὰς πρὸς ἄλληλα συμμετρίας ἐν μήκει καὶ πλάτει καὶ βάθει δυνατὸν ὅλον ὁμοίως κεκρᾶσθαι, τὸ δὲ θώρακα μὲν ἔχον καὶ τράχηλον καὶ ὤμους με‐ γίστους, ἰσχνὰ δὲ 〈καὶ〉 μικρὰ τὰ κατ’ ὀσφύν, καὶ σκέλη ξηρά, ἢ τούτων
5τὸ ἀνάπαλιν, πῶς ἂν ὁμοίως τοῖς μορίοις εἴη διακείμενον ἅπασιν;

6

.

38

οὔκουν ἐπὶ τῶν τοιούτων ἐξ ἑνὸς χρὴ μορίου τεκμαίρεσθαι περὶ τοῦ παντός, προσεπισκέπτεσθαι δὲ δεῖ καὶ τὰς διαθέσεις τοῦ δέρματος· κατὰ μὲν γὰρ τὴν εὔκρατον οἴκησιν ἐνδείκνυται τῶν ὑποκειμένων μο‐ ρίων τὴν φύσιν, οὐδὲ ταύτην πάντων ἁπλῶς, ἀλλ’ ὅσα ταῖς κράσεσιν
5ὡσαύτως ἔχει τῷ δέρματι· κατὰ δὲ τὰς ὑπὸ ταῖς ἄρκτοις καὶ 〈τῇ〉 μεσημβρίᾳ χώρας ἐκ τῆς κατὰ τὸ δέρμα διαθέσεως οὐχ οἷόν τε γνῶ‐ ναι σαφῶς ὑπὲρ τῆς τῶν ἐντὸς μορίων κράσεως· ἀνώμαλος γὰρ ἡ

6

.

39

τοῦ σώματος ἕξις ἐν ταῖς δυσκράτοις χώραις. Κελτοῖς μὲν γὰρ καὶ Γερμανοῖς καὶ παντὶ τὸ Θρᾳκίῳ τε καὶ Σκυθικῷ γένει ψυχρὸν καὶ ὑγρὸν τὸ δέρμα, τὸ δ’ ἔμφυτον θερμὸν εἰς τὰ σπλάγχνα καταπέφευ‐ γεν ἅμα τῷ αἵματι, κἀνταῦθα κυκωμένου καὶ στενοχωρουμένου καὶ
5ζέοντος αὐτοῦ, θυμικοὶ καὶ ὀξεῖς καὶ ὀξύρροποι ταῖς γνώμαις ἀποτε‐ λοῦνται· Αἰθίοψι δὲ καὶ Ἄραψι, καὶ ὅλως τοῖς κατὰ μεσημβρίαν, ἡ μὲν τοῦ δέρματος φύσις ξηρὰ καὶ διακεκαυμένη, τὸ δ’ ὅλον σῶμα τῆς μὲν ἐμφύτου θερμότητος ἥκιστα μετέχει, θερμὸν δ’ ἐστὶν ἀλλοτρίῳ τε καὶ ἐπικτήτῳ θερμῷ· καὶ γὰρ καὶ τούτῳ προσέχειν δεῖ τὸν νοῦν, εἴπερ
10τινὶ καὶ ἄλλῳ, καὶ σκοπεῖσθαι καθ’ ἕκαστον σῶμα, πότερον οἰκείῳ

6

.

40

θερμῷ θερμόν ἐστιν ἢ ἐπικτήτῳ. πάντα γοῦν τὰ τῶν ἐνοικούντων τὴν μεσημβρινὴν χώραν σώματα θερμὰ μὲν ἐπικτήτῳ θερμῷ, ψυχρὰ δ’

6

.

41

οἰκείῳ. ταῦτα οὖν ἅπαντα διορίζεσθαι χρὴ τὸν μέλλοντα καλῶς δια‐ γνώσεσθαι κρᾶσιν· οὐ γὰρ ἁπλῶς, εἰ τὸ δέρμα μελάντερον, ἤδη θερ‐ μότερος ὁ ἄνθρωπος ὅλος, ἀλλ’ εἰ τῶν [πάντων] ἄλλων πάντων ὡσαύτως ἐχόντων· καὶ γὰρ εἰ ὁ μέν τις ἐν ἡλίῳ θερμῷ διέτριψεν ἐπὶ
5πλέον, ὁ δ’ ἐν σκιᾷ, τῷ μὲν ἔσται μελάντερον τὸ χρῶμα, τῷ δὲ λευ‐ κότερον· οὐδὲν 〈δὲ〉 τοῦτο πρὸς τὴν τῆς ἄλλης κράσεως ὑπάλλαξιν· αὐτὸ μὲν γὰρ τὸ δέρμα ξηρότερον 〈ἡλιούμενον, ὑγρότερον δ’〉 ἔσται σκιατραφούμενον, ἡ φυσικὴ δ’ οὐκ εὐθὺς ὑπαλλαχθήσεται κρᾶσις, οὔτε

6

.

42

ἥπατος οὔτε καρδίας οὔτε τῶν ἄλλων σπλάγχνων οὐδενός. ἄριστον οὖν ἑκάστου τῶν μορίων ἴδια πεπορίσθαι τῆς κράσεως καὶ τῆς κατασκευῆς
γνωρίσματα.83

7

t

Ἐκ τῶν Μνησιθέου. Περὶ κατασκευῆς σωμάτων.

7

.

1

Κατανοῆσαι δεῖ τὰς συμμετρίας τῶν σωμάτων· διὰ γὰρ τούτων πρὸς ποῖα εὐφυῶς ἢ τοὐναντίον διακείμενοι τυγχάνομεν, εἰδέναι δυ‐

7

.

2

νατόν. πειρασόμεθα οὖν τὰ μέγιστα καὶ κυριώτατα διελθεῖν· ἐκ γὰρ

7

.

3

τούτων καὶ τὰ λοιπὰ ῥᾳδίως ἔσται συνιδεῖν. βουλόμενος δὴ θεωρεῖν, εὑρήσεις ταῖς τοῦ στήθους διαφοραῖς ἀκολούθως ἔχοντας ἡμᾶς καὶ τοὺς πνεύμονας· ὡς γὰρ ἐπὶ πολύ, τοὺς ἐξεστηκότας τὰ στήθη καὶ τοὺς ὤμους ἀνεσπασμένους μάλιστα ἔστιν ἰδεῖν τοῖς περὶ τὸν πνεύ‐
5μονα νουσήμασιν ἁλισκομένους διὰ τὸ μέγεθος καὶ τὴν ἄμετρον αὐτοῦ

7

.

4

κοιλότητα καὶ μάνωσιν. τὸν αὐτὸν δὲ τρόπον καὶ ὅσοι τὰ δεξιὰ τοῦ θώρακος ἔχουσι μείζω καὶ ἰσχυρότερα τῶν ἀριστερῶν, δῆλοι γίνονται τὸ ἧπαρ ἔχοντες μεῖζον τοῦ συμμέτρου, καὶ μάλιστα οἱ τοιοῦτοι τῶν

7

.

5

ἀνθρώπων περιπίπτουσι τοῖς ἡπατικοῖς πάθεσιν. ὡσαύτως δὲ καὶ οἷς ἂν ᾖ μείζω τὰ ἀριστερά, τοὺς σπλῆνας ἔχοντες μείζους δῆλοι γίνον‐

7

.

6

ται· πολλάκις γὰρ αὐτοῖς ἐν ταῖς ἀρρωστίαις ἐπισημαίνουσιν. τὸ δ’ ὅλον οἱ μὲν ἀπλευρότατοι καὶ μικροστηθότατοι καὶ φλεβωδέστατοι καὶ ἀσαρκότατοι μεγαλοκοιλιώτατοι καὶ μεγαλοσπλαγχνότατοι τυγχάνουσιν ὄντες· οἱ δ’ εὐπλευρότατοι καὶ μεγαλοστηθότατοί τε καὶ εὐσαρκότατοι

7

.

7

μικροσπλαγχνότατοί τε καὶ μικροκοιλιώτατοι. πάλιν ὅσοι μὲν ἄπλευροί εἰσι καὶ μέγα τὸ διάστημα ἔχουσιν ἀπό τε ὑποχονδρίων πρὸς τὰ ἄνω, οὗτοι μεγαλοκοιλιώτατοι καὶ βορώτατοι τυγχάνουσιν ὄντες· ὅσοι δ’ ἐξωγκωμένα τὰ 〈ἐν〉 τοῖς ὑποχονδρίοις ἔχουσι, πλήρης τούτων ἡ μὲν
5ἄνω κοιλία 〈καὶ〉 μεγάλη, ἔντερα δὲ μικρά, δι’ ὃ καὶ οἱ πολλοὶ τῶν τοιούτων δυσπαθοῦσι περὶ τὴν ἄνω κοιλίαν ἔν τε ταῖς πλησμοναῖς καὶ

7

.

8

ταῖς ἀσθενείαις. τὴν δ’ ἄνω καὶ κάτω κοιλίαν μηδείς με νομίσῃ λέγειν ἀγνοοῦντα διότι μονοκοίλιός ἐστιν ὁ ἄνθρωπος, τὸ δὲ κάτω ἔντερον

7

.

9

ὑπόκειται παχύ· τοῦτο δὴ λέγω κάτω κοιλίαν. τοῖς μὲν οὖν προειρη‐ μένοις οὕτως ἔχει ταῦτα τὰ μέρη· ὧν δ’ ἂν ὦσιν αἱ κοιλίαι κατεσπα‐ σμέναι, τούτων δ’ ἔστιν ὁρᾶν τὰ ἔντερα μείζω· διὸ καὶ ῥᾷον ἀπὸ τῶν πλησμονῶν ἀπαλλάττουσιν οἱ τοιοῦτοι.

8

t

Ἐκ τῶν Γαληνοῦ. Περὶ φυσικῶν δυνάμεων καὶ ἐνερ‐ γειῶν.

8

.

1

Ἔργα τῆς φύσεως, ἔτι κυουμένου τε καὶ διαπλαττομένου τοῦ
ζῴου, τὰ σύμπαντά ἐστι τοῦ σώματος μόρια· γενηθέντος δέ, κοινὸν ἐφ’ ἅπασιν ἔργον ἡ εἰς τὸ τέλειον ἑκάστῳ μέγεθος ἀγωγή, καὶ μετὰ ταῦτα ἡ μέχρι τοῦ δυνατοῦ διαμονή. ἐνέργειαι δ’ ἐπὶ τρισὶ τοῖς εἰρη‐84
5μένοις τρεῖς ἐξ ἀνάγκης, ἐφ’ ἑκάστῳ μία, γένεσις καὶ αὔξησις καὶ θρέ‐

8

.

2

ψις. ἀλλ’ ἡ μὲν γένεσις οὐχ ἁπλῆ τις ἐνέργεια τῆς φύσεως, ἀλλ’ ἐξ ἀλλοιώσεώς τε καὶ διαπλάσεώς ἐστι σύνθετος· ἵνα μὲν γὰρ ὀστοῦν γέ‐ νηται καὶ νεῦρον καὶ φλὲψ καὶ τῶν ἄλλων ἕκαστον, ἀλλοιοῦσθαι χρὴ τὴν ὑποβεβλημένην οὐσίαν ἐξ ἧς γίνεται τὸ ζῷον· ἵνα δὲ τὸ σχῆμα
5τὸ δέον καὶ θέσιν καὶ κοιλότητάς τινας καὶ συμφύσεις καὶ τὰ ἄλλα τὰ τοιαῦτα κτήσηται, διαπλάττεσθαι χρὴ τὴν ἀλλοιουμένην οὐσίαν ὑπὸ τῆς διαπλαστικῆς, ἣν καὶ τεχνικὴν εἶναι λέγομεν, μᾶλλον δ’ ἀρίστην

8

.

3

καὶ ἄκραν τέχνην καὶ πάντα τινὸς ἕνεκα ποιοῦσαν. διαπλάττειν δὲ τὰ μόρια πάντως δεῖ δι’ ὅλων αὐτῶν ἐκτεταμένην, μηδενὸς ὄντος ἀψαύ‐

8

.

4

στου μέρους αὐτῆς μηδὲ ἀνεξεργάστου μηδὲ ἀκοσμήτου. ἡ δ’ αὔξησις ἐπί‐ δοσίς ἐστι καὶ διάστασις 〈εἰσ〉 μῆκος καὶ πλάτος καὶ βάθος τῶν στερεῶν μορίων τοῦ ζῴου, ὧνπερ καὶ ἡ διάπλασις ἦν, ἡ δὲ θρέψις πρόσθεσις τοῖς αὐτοῖς ἄνευ διαστάσεως· τοῦ γὰρ ἐπιρρέοντος ἐν εἴδει τροφῆς παντὶ
5μορίῳ τοῦ τρεφομένου σώματος προσπλαττομένου, θρέψις μὲν ἡ ἐνέρ‐

8

.

5

γεια, θρεπτικὴ δὲ δύναμις ἡ αἰτία. ἀλλοίωσις μὲν δὴ κἀνταῦθα τὸ γέ‐ νος τῆς ἐνεργείας, ἀλλ’ οὐχ οἵαπερ ἡ ἐν τῇ γενέσει· ἐκεῖ μὲν γὰρ οὐκ ὂν ὀστοῦν πρότερον ὕστερον ἐγένετο· κατὰ δὲ τὴν θρέψιν τῷ ἤδη γε‐ γονότι ἐξομοιοῦται τὸ ἐπιρρέον, καὶ διὰ τοῦτο εὐλόγως ἐκείνην μὲν

8

.

6

τὴν ἀλλοίωσιν γένεσιν, ταύτην δ’ ἐξομοίωσιν ὠνόμασαν. ἐπεὶ δ’ ὁμοι‐ οῦσθαι καὶ μεταβάλλειν εἰς ἄλληλα πᾶσι τοῖς οὖσίν ἐστιν ἀδύνατον, εἰ μή τινα ἔχει κοινωνίαν ἤδη καὶ συγγένειαν ἐν ταῖς ποιότησι, διὰ τοῦτο πρῶτον μὲν οὐκ ἐκ πάντων ἐδεσμάτων πᾶν ζῷον τρέφεσθαι πέφυκεν,
5ἔπειτα δ’ οὐκ ἐξ ὧν οἷόν τέ ἐστιν, οὐδὲ ἐκ τούτων παραχρῆμα, καὶ διὰ ταύτην τὴν ἀνάγκην πλειόνων ὀργάνων ἀλλοιωτικῶν τῆς τροφῆς

8

.

7

ἕκαστον τῶν ζῴων χρῄζει. ἓν μὲν δὴ τοῦτο αἴτιον τοῦ πολλὰ γίνεσθαι τὰ περὶ τὴν τῆς τροφῆς ἀλλοίωσιν ὄργανα· δεύτερον ἡ τῶν περιττω‐ μάτων· καὶ γὰρ καὶ τοῦτο τὸ γένος τῶν ἐν τῷ σώματι μορίων ἐξεύ‐ ρηται τῇ φύσει τοῖς περιττώμασι τῆς τροφῆς ἀνακείμενον· ἄλλο δὲ
5τρίτον ὑπὲρ τοῦ πάντῃ φέρεσθαι διὰ τοῦ σώματος ὅλου κατατετμη‐ μέναι πολλαὶ καθάπερ ὁδοί τινες· ἐπειδὰν γὰρ ἐκπέσῃ τῶν ἀγγείων ὁ μέλλων θρέψειν ὁτιοῦν τῶν τοῦ ζῴου μορίων χυμός, εἰς ἅπαν αὐτὸ διασπείρεται πρῶτον, ἔπειτα προστίθεται, κἄπειτα προσφύεται, καὶ τέ‐

8

8,9

λος ὁμοιοῦται. τίνος ἀλλοιοῦντος καὶ τίνος διαπλάττοντος; ἢ δῆλον85

8

.

9

(2)

ὅτι τῆς φύσεως ἢ τοῦ σπέρματος; ὁ γὰρ οὕτω φάσκων ἐρεῖ ταὐτόν, διότι τὸ πρότερον σπέρμα τοῦτο, ὅταν ἄρξηται φύειν τε καὶ πλάττειν τὸ ζῷον, φύσις γίνεται· καθάπερ γὰρ ὁ Φειδίας εἶχε τὰς δυνάμεις τῆς
5τέχνης καὶ πρὶν ψαύειν τῆς ὕλης, ἐνήργει δ’ αὐταῖς περὶ τὴν ὕλην, οὕτως καὶ τὸ σπέρμα τὰς μὲν δυνάμεις οἴκοθεν ἐκέκτητο, τὰς δ’ ἐνερ‐

8

.

10

γείας οὐκ ἐκ τῆς ὕλης ἔλαβεν, ἀλλὰ περὶ τὴν ὕλην ἐπεδείξατο. τοῦτο δὴ καὶ τοσοῦτον ἕλξει τοῦ αἵματος ὁπόσου δεῖται· δύναμιν 〈γὰρ〉

8

.

11

αἵματος ἔχει, καθάπερ ἡ λίθος τοῦ σιδήρου, τὴν ἑλκτικήν. ἑλχθῆναι μὲν οὖν τι καὶ διὰ ταχέων δύναται, προσφῦναι δὲ καὶ τελέως ὁμοιω‐ θῆναι τῷ τρεφομένῳ καὶ μέρος αὐτοῦ γενέσθαι παραχρῆμα μὲν οὐχ

8

.

12

οἷόν τε, χρόνῳ δὲ πλείονι συμβαίνει καλῶς. δεῖ δέ τινος κἀνταῦθα τῇ φύσει δυνάμεως ἑτέρας εἰς πολυχρόνιον μονὴν τοῦ προστεθέντος τῷ μορίῳ χυμοῦ κατῳκισμένης ἐν αὐτῷ 〈τῷ〉 θρεψομένῳ, τῆς καθεκτικῆς

8

.

13

ὀνομαζομένης. ἀλλ’ εἴπερ ἐφίεται καὶ ἕλκει καὶ ἀπολαύει κατέχουσα καὶ περιστελλομένη, εἴη ἄν τι καὶ πέρας αὐτῇ τῆς ἀπολαύσεως, κἄ‐ πειτα δὲ καιρὸς ἤδη τῶν περιττῶν τῆς ἐκκρίσεως, τῆς προωστικῆς δυ‐ νάμεως ἐνεργούσης· καὶ γὰρ οὖν καὶ ταύτην οὕτως ἐκάλεσαν, ἀπὸ

8

.

14

τῶν ἔργων αὐτῇ τὰ ὀνόματα θέμενοι, καθάπερ καὶ ταῖς ἄλλαις. ἀναγ‐ καῖαι τοίνυν αἱ τέτταρες αὗται δυνάμεις ἅπαντι μορίῳ τῷ μέλλοντι θρέψεσθαι, καὶ διὰ τοῦτο ταύτας ὑπηρέτιδας εἶναι θρέψεως λέγομεν.

8

.

15

σκοπὸν μὲν οὖν ἡ ἀλλοιωτικὴ δύναμις ἔχει τὴν θρέψιν τοῦ σώματος, ἐν δὲ τῇ πρὸς ταύτην ὁδῷ τὴν κατὰ γαστέρα πέψιν ἐργάζεται καὶ τὴν μετὰ ταύτην γινομένην αἱμάτωσιν ἐν ἥπατι· παρασκευάζεται γὰρ ὥσπερ τῇ γαστρὶ πολλὰ τῶν σιτίων διὰ τῆς ἔξω τοῦ σώματος ἀλλοιώ‐
5σεως ἐν ἑψήσεσί τε καὶ ὀπτήσεσι καὶ ταριχεύσεσι καὶ ζυμώσεσιν, οὕτως τῷ μὲν ἥπατι διὰ τῆς ἐν τῇ κοιλίᾳ, τῷ δ’ ὅλῳ σώματι διὰ τῆς ἐν ἥπατι, κατὰ λογισμόν τινα 〈τῶν〉 προτέρων μορίων τοῖς δευτέροις ὑπηρετούντων, ἀλλὰ τῇ τάξει τῆς θέσεως, ἣν ὁ τῆς τῶν ζῴων γενέ‐

8

.

16

σεως δημιουργὸς ἐμηχανήσατο θεός. ἀλλ’ ἐπεὶ τὰ μὲν ἰσχυρότερα ταῖς δυνάμεσίν ἐστι μόρια, τὰ δ’ ἀσθενέστερα, κρατήσει μὲν πάντα τῆς

8

.

17

οἰκείας τῷ ζῴῳ τροφῆς, οὐχ ὁμοίως δὲ πάντα. κρατήσει δὲ καὶ ἡ γαστὴρ ἄρα 〈καὶ〉 ἀλλοιώσει μὲν τὴν τροφήν, οὐ μὴν ὁμοίως ἥπατι

8

.

18

καὶ φλεψὶ καὶ ἀρτηρίαις καὶ καρδίᾳ. πόσον οὖν ἐστιν ὃ ἀλλοιοῖ, καὶ δὴ θεασόμεθα, πλέον μὲν ἢ κατὰ τὸ στόμα, μεῖον δ’ ἢ κατὰ τὸ ἧπάρ

8

.

19

τε καὶ τὰς φλέβας. αὕτη μὲν οὖν ἡ ἀλλοίωσις εἰς αἵματος οὐσίαν ἄγει τὴν τροφήν, ἡ δ’ ἐν τῷ στόματι μεθίστησι μὲν αὐτὴν ἐναργῶς εἰς86

8

.

20

ἕτερον εἶδος, οὐ μὴν εἰς τέλος γε μετακοσμεῖ. μάθοις δ’ ἂν ἐπὶ τῶν ἐγκαταλειφθέντων ταῖς διαστάσεσι τῶν ὀδόντων σιτίων καὶ μεινάντων δι’ ὅλης νυκτός· οὔτε γὰρ ἄρτος ἀκριβῶς ὁ ἄρτος ἐστίν, οὔτε κρέας ἔτι κρέας, ἀλλ’ ὄζει μὲν τοιοῦτον οἷόνπερ καὶ τοῦ ζῴου τὸ στόμα,
5διαλέλυται δὲ καὶ διατέτηκε καὶ τὰς ἐν τῷ ζῴῳ τῆς σαρκὸς ἀπομέ‐

8

.

21

μακται ποιότητας. τὰ δὲ μεμασημένα σιτία πρῶτον μὲν τῷ φλέγματι βέβρεκται καὶ πεφύραται, δεύτερον δὲ καὶ τῷ χρωτὶ τοῦ στόματος ἅπαντι πεπλησίακεν, ὥστε πλέονα μεταβολὴν εἰληφέναι τῶν ἐν ταῖς

8

.

22

κεναῖς χώραις τῶν ὀδόντων ἐσφηνωμένων. ἀλλ’ ὅσον τὰ μεμασημένα τούτων ἐπὶ πλέον ἠλλοίωται, τοσοῦτον ἐκείνων τὰ καταποθέντα· μὴ γὰρ οὐδὲ παράβλητον εἴη τὸ τῆς ὑπερβολῆς, εἰ τὸ κατὰ τὴν κοιλίαν ἐννοήσαιμεν φλέγμα καὶ χολὴν καὶ πνεῦμα καὶ θερμασίαν καὶ ὅλην

8

.

23

τὴν οὐσίαν τῆς γαστρός. εἰ δὲ συνεπινοήσαις αὐτῇ τὰ παρακείμενα σπλάγχνα καθάπερ τινὶ λέβητι μεγάλῳ πυρὸς ἑστίας πολλάς, ἐξαίσιόν τινα πεισθήσῃ τὴν ἀλλοίωσιν γίνεσθαι τῶν εἰς τὴν γαστέρα καταπο‐

8

.

24

θέντων σιτίων. πῶς δ’ ἂν ἐδύνατο ῥᾳδίως αἱματοῦσθαι μὴ προπα‐

8

.

25

ρασκευασθέντα τῇ τοιαύτῃ μεταβολῇ; ὅτι μὲν οὖν ὑπὸ τῆς γαστρὸς ἀλλοιοῦνται τὰ καταποθέντα, δέδεικται σαφῶς· ὅτι δ’ ὁ ἐκ τῆς γαστρὸς εἰς ἧπαρ ἀναδιδόμενος χυμὸς αἷμα φαίνεται γινόμενος ὑπὸ τῆς οὐσίας τοῦ ἥπατος λαμβάνων τὴν ἀλλοίωσιν, νῦν ἐροῦμεν· ἕκαστον γὰρ τῶν
5ὀργανικῶν τοῦ ζῴου μορίων πάντως ἕν γέ τι τοιοῦτον ἔχει καθ’ αὑτὸ οἷον οὐκ ἄλλο τῶν πάντων ἐστίν· ὁποῖον γάρ ἐστι τὸ τοῦ πνεύμονος σῶμα κατὰ τὴν οὐσίαν, οὐκ ἂν εὕροις ἕτερον, οὐδὲ οἷον ἐγκέφαλος οὐδὲν ἄλλο τοιοῦτον, ὥσπερ οὐδὲ ὁποῖον ἡ καρδία σῶμα κατὰ τὴν οὐσίαν ἐστίν, οὐδὲν ἀκριβῶς ἄλλο τοιοῦτον ὑπάρχει, καὶ νεφροὶ δὲ καὶ
10σπλήν, ἑκάτερον αὐτῶν οἷον οὐκ ἄλλο, καὶ διὰ τοῦτο ἕκαστον ἰδίαν

8

.

26

ἔχει τὴν ἐνέργειαν ἐπὶ τῷ τῆς οὐσίας ἰδίῳ. οὐδὲν οὖν θαυμαστόν ἐστιν οὐδὲ τὸ τοῦ ἥπατος ἴδιον σῶμα κατὰ τὴν ἑαυτοῦ φύσιν κεκτῆσθαι τὴν ἐνέργειαν· ἐρυθρότατον γάρ ἐστιν ὥσπερ τὸ αἷμα, τῷ πεπῆχθαι μόνον

8

.

27

αὐτοῦ διαφέρον. μετέχει μὲν οὖν καὶ ἡ καρδία 〈τοῦ〉 τοιούτου χρώ‐ ματος, ἀλλ’ οὐκ εἰς ὅσον ἧπαρ· ὑγρότερον γάρ ἐστι τοῦ τῆς καρδίας, καὶ διὰ τοῦτο ἐρυθρότερόν τε καὶ μαλακώτερον· ἡ δὲ ξηροτέρα τε καὶ θερμοτέρα τοῦ ἥπατος ὑπάρχει· διόπερ οὐδὲ τὸ ἴδιον αὐτῆς αἷμα τοι‐
5οῦτόν ἐστιν οἷόνπερ τοῦ ἥπατος, ἀλλ’ ὅσον θερμότερον τὸ σπλάγχνον,
τοσοῦτον ξανθότερον, ὅπερ ἴδιον χρῶμα πυρὸς ξηροτέρου, καθάπερ87

8

.

28

ὑγροτέρου τὸ ἐρυθρόν. αἵματος οὖν ὑγροτέρου μὲν τὴν κρᾶσιν, ἐρυ‐ θροῦ δὲ τὴν χρόαν, ἡ πρώτη μὲν ἐν ἥπατι γένεσις, ὀχετοὶ δὲ παρά‐ γοντες καὶ διανέμοντες αὐτὸ παντὶ τῷ σώματι φλέβες· αἵματος δὲ ξανθοῦ καὶ θερμοῦ καὶ λεπτομεροῦς καὶ πνευματώδους ἡ μὲν πρώτη
5γένεσις ἐν τῇ τῆς καρδίας ἀριστερᾷ κοιλίᾳ, διανέμουσι δὲ καὶ παράγουσιν εἰς ὅλον τὸ ζῷον αἱ ἀρτηρίαι τὸ τοιοῦτον αἷμα· καθάπερ γὰρ τὸ τῆς γαστρὸς περιττὸν ἐπιτήδειον γίνεται τῷ ἥπατι, κατὰ τὸν αὐτὸν τρόπον

8

.

29

τοῖς μεθ’ ἧπαρ ἅπασι τὸ τούτου πάλιν αὐτοῦ περιττόν. νόει δέ μοι τὸν ἐκ τῆς κοιλίας εἰς τὸ ἧπαρ ἀναδοθέντα χυλὸν ὑπὸ τῆς ἐν τῷ σπλάγχνῳ θερμασίας, ὥσπερ τὸν οἶνον τὸν γλεύκινον, ζέοντά τε καὶ πεττόμενον καὶ ἀλλοιούμενον εἰς αἵματος χρηστοῦ γένεσιν· ἐν δὲ τῇ
5ζέσει ταύτῃ τὸ μὲν ὑφιστάμενον αὐτοῦ τῶν περιττωμάτων ὅσον ἰλυῶ‐ δές τε καὶ παχύ, τὸ δ’ ἐπιπολάζον, ὃ δὴ καὶ λεπτόν 〈τε καὶ〉 κοῦφόν

8

.

30

ἐστιν, οἷον ἀφρός τις ἐποχεῖται τῷ αἵματι. τούτοις γοῦν εὔλογον ὄρ‐ γανον παρασκευάζεσθαι κοῖλον μὲν ὥστε ὑποδέχεσθαι ῥᾳδίως, προμή‐ κεις δ’ αὐχένας οἷον στομάχους τινὰς ἑκατέρωθεν τῆς κοιλότητος ἔχον, ἕλκειν μὲν τὸν ἕτερον αὐτῶν τὸ περίττωμα, τὸν δ’ ἕτερον ἐκπέμπειν

8

.

31

ἐπιτήδειον. τὴν μὲν οὖν τὸ κοῦφόν τε καὶ ξανθὸν περίττωμα δεξομέ‐ νην κύστιν ἡ φύσις ἐπέθηκε τῷ ἥπατι, τὸν δ’ 〈ἐν〉 τοῖς ἀριστεροῖς μέρεσι τὸ παχύτερον καὶ [γλυῶδες ἢ καὶ μᾶλλον] ἰλυῶδες ἕλκοντα σπλῆνα κατέθετο, καί τινα οἷον στόμαχον, ἐκ τῶν σιμῶν αὐτοῦ μερῶν

8

.

32

ἀποφύσασα φλεβῶδες ἀγγεῖον, ἐπὶ τὰς πύλας ἐξέτεινεν. ἀποθέμενος γοῦν ὁ παρασκευαζόμενος ἐν ἥπατι χυμὸς εἰς τροφὴν τῷ ζῴῳ τὰ προειρημένα δύο περιττώματα καὶ τὴν ἐκ τῆς ἐμφύτου θερμασίας πέψιν ἀκριβῆ κτησάμενος ἐρυθρὸς ἤδη καὶ καθαρὸς ἐπὶ τὰ κυρτὰ μό‐
5ρια τοῦ ἥπατος ἀνέρχεται· μία δ’ αὐτὸν ἐντεῦθεν φλὲψ ἐκδέχεται με‐ γίστη, τῶν κυρτῶν τοῦ ἥπατος πεφυκυῖα, πρὸς ἄμφω τὰ μέρη τοῦ

8

.

33

ζῴου φερομένη, τό τε ἄνω καὶ τὸ κάτω. φαίης ἂν οἷόν τινα ἀγωγὸν μέγιστον αἵματος ὑπάρχουσαν αὐτὴν ὀχετοὺς παμπόλλους ἀπορρέον‐ τας ἴσχειν ἐλάττους τε καὶ μείζους εἰς πᾶν μόριον τοῦ ζῴου νενεμη‐

8

.

34

μένους. ἀλλὰ γὰρ καὶ κατὰ ταύτην ἔτι τὴν φλέβα πολλῆς ὑγρότητος λεπ‐ τῆς καὶ ὑδατώδους μεστόν ἐστι τὸ αἷμα· καλεῖ δ’ αὐτὴν Ἱπποκράτης ὄχημα τροφῆς, ἐνδεικνύμενος αὐτῆς εὐθὺς ἅμα τῇ προσηγορίᾳ καὶ τὴν χρείαν· οὔτε γὰρ ἐκ τῆς γαστρὸς εἰς τὰς φλέβας ἀναληφθῆναι καλῶς
5οἷόν τε ἦν τὸν ἐκ τῶν σιτίων χυμόν, οὔτε ῥᾳδίως διεξέρχεσθαι τὰς ἐν ἥπατι φλέβας πολλὰς καὶ στενὰς ὑπαρχούσας, εἰ μή τις αὐτῷ λεπτο‐88

8

.

35

τέρα καὶ ὑδατώδης ὑγρότης ἀνεμέμικτο καθάπερ ὄχημα. καὶ πρὸς ταύ‐ την ἄρα τὴν χρείαν ὑπηρετεῖ τοῖς ζῴοις τὸ ὕδωρ· τρέφεσθαι μὲν γὰρ οὐδὲν ἐξ αὐτοῦ δύναται μόριον, ἀναδοθῆναι δ’ ἐκ τῆς κοιλίας τὸ θρέ‐

8

.

36

ψον οὐκ ἐνεδέχετο, μὴ παραπεμπόμενον ὑπό τινος οὕτως ὑγροῦ. ταύ‐ τας γοῦν τὰς λεπτὰς ὑγρότητας, ὅταν τὸ σφέτερον ἔργον πληρώσω‐ σιν, οὐκέτι ἐν τῷ σώματι 〈χρὴ〉 μένειν, ἄχθος ἀλλότριον ἐσομένας ταῖς φλεψί, καὶ ταύτης ἕνεκα τῆς χρείας οἱ νεφροὶ γεγόνασιν, ὄργανα
5κοῖλα, στομάχοις τοῖς μὲν ἕλκοντα [χρή], τοῖς δ’ ἐκπέμποντα τὸ λεπτὸν

8

.

37

τοῦτο καὶ ὑδατῶδες περίττωμα. παράκεινται δ’ ἑκατέρωθεν τῇ κοίλῃ φλεβί, τῇ μικρῷ πρόσθεν εἰρημένῃ τῇ μεγίστῃ, μικρὸν ὑποκάτω τοῦ ἥπατος, 〈ὥστε πᾶν〉 ὅσον ἂν εἰς αὐτὴν αἷμα [μεταβάλει καὶ] μετα‐ λαμβάνηται, παραχρῆμα καθαίρεσθαι, καὶ μόνον ἔτι 〈τὸ〉 καθαρὸν ἰέναι
5πάντῃ τοῦ σώματος, βραχείας παντάπασιν ἀναμεμιγμένης αὐτῷ τινος ὑδατώδους ὑγρότητος· οὐ γὰρ δὴ ἔτι γε δεῖται πολλοῦ τούτου τοῦ ὀχήματος, ὡς ἂν εὐρείαις μὲν ὁδοῖς τοὐντεῦθεν ἀναχθησόμενον, εὔρουν δ’ ἤδη τῇ χύσει γεγενημένον ἣν ἐκ τῆς 〈θερμότητος πρώτης μὲν τῆσ〉 κατὰ τὸ ἧπαρ ἐκτήσατο, δευτέρας δέ, καὶ πολὺ σφοδροτέρας, ἐπικτᾶται

8

.

38

τῆς ἀπὸ καρδίας. τῶν δ’ ὀργανικῶν μορίων ἕκαστον εἰς ἑαυτὸ τὴν πλησιάζουσαν ἐπισπᾶται τροφήν, ἐκβοσκόμενον αὐτῆς ἅπασαν τὴν χρηστὴν νοτίδα, μέχρις ἂν ἱκανῶς κορεσθῇ, καὶ ταύτην ἐναποτίθεται

8

.

39

ἑαυτῷ καὶ μετὰ ταῦτα προσφύει τε καὶ ὁμοιοῖ, τουτέστι τρέφεται. κα‐ θάπερ τοῖς ζῴοις αὐτοῖς ὅρος ἐστὶ τῆς ἐδωδῆς τὸ πληρῶσαι τὴν γα‐ στέρα, κατὰ τὸν αὐτὸν τρόπον ἑκάστῳ τῶν μορίων ὅρος ἐστὶ τῆς

8

.

40

προσθέσεως ἡ πλήρωσις τῆς οἰκείας ὑγρότητος. καὶ τοίνυν καὶ ἡ γαστὴρ πληρωθεῖσα καὶ ἀπολαύσασα καὶ κορεσθεῖσα βάρος ἡγεῖται τὸ λοιπὸν αὐτὸ καὶ περιττόν· εὐθὺς γοῦν ἀποτρίβεταί τε καὶ ὠθεῖ κάτω, πρὸς

8

.

41

ἕτερον ἔργον αὐτὴ τρεπομένη τὴν πρόσφυσιν. ἐν δὲ τούτῳ τῷ χρόνῳ διερχομένη τὸ ἔντερον ἅπαν ἡ τροφὴ διὰ τῶν εἰς αὐτὸ καθηκόντων ἐξ ἥπατος ἀγγείων ἀναρπάζεται, πλείστη μὲν εἰς τὰς φλέβας, ὀλίγη δ’ εἰς τὰς ἀρτηρίας· ἐν τούτῳ δ’ αὖ τῷ χρόνῳ καὶ τοῖς τῶν ἐντέ‐

8

.

42

ρων προστίθεται χιτῶσιν. εἰ μὲν οὖν ἐπὶ τούτοις εὐθέως τὸ ζῷον λαμβάνοι τροφήν, ἐν ᾧ πάλιν ἡ γαστὴρ πέττει τε ταύτην καὶ ἀπο‐ λαύει, προστιθεῖσα πᾶν ἐξ αὐτῆς τὸ χρηστὸν τοῖς ἑαυτῆς χιτῶσιν, τὰ μὲν ἔντερα τελέως ὁμοιώσει τὸν προσφύντα χυμόν, ὡσαύτως δὲ καὶ
5τὸ ἧπαρ· ἐν ὅλῳ δὲ τῷ σώματι πρόσφυσις τῶν προστεθέντων τῆς89

8

.

43

τροφῆς ἔσται μορίων. εἰ δ’ ἄσιτος ἀναγκάζοιτο μένειν ἡ γαστὴρ ἐν τούτῳ τῷ χρόνῳ, παρὰ τῶν ἐν μεσεντερίῳ τε καὶ ἥπατι φλεβῶν ἕλξει

8

.

44

τὴν τροφήν. καὶ μὴ θαυμάζωμεν, εἰ δι’ ὧν εἰς ἧπαρ ἀνεδόθη φλεβῶν ἐκ γαστρός, αὖθις εἰς αὐτὴν ἐξ ἥπατος ἐν ταῖς μακροτέραις ἀσιτίαις ἕλκεσθαί τις δύναται τροφή· τὸ γὰρ τοῖς τοιούτοις ἀπιστεῖν ὅμοιόν ἐστι δήπου τῷ μὴ πιστεύειν μηδὲ ὅτι τὰ καθαίροντα φάρμακα διὰ τῶν
5αὐτῶν στομάτων ἐξ ὅλου τοῦ σώματος εἰς τὴν γαστέρα τοὺς οἰκείους ἐπισπᾶται χυμοὺς δι’ ὧν ἔμπροσθεν ἡ ἀνάδοσις ἐγένετο· πᾶν γὰρ ἐκ παντὸς ἕλκειν φαίνεται καὶ παντὶ μεταδιδόναι καὶ μία τις εἶναι σύρ‐

8

.

45

ροια καὶ σύμπνοια πάντων. ὅσα δὲ μορίων ἐπὶ πλέον ἀλλοιουμένου δεῖται τοῦ μέλλοντος αὐτὰ θρέψειν χυμοῦ, τούτοις ὥσπερ τι ταμιεῖον ἡ φύσις παρεσκεύασεν ἤτοι κοιλίας ἢ σήραγγας ἤ τι ταῖς σήραγξιν ἀνάλογον· αἱ μὲν γὰρ σάρκες, αἵ τε τῶν σπλάγχνων ἁπάντων αἵ τε
5τῶν μυῶν, ἐξ αἵματος αὐτοῦ τρέφονται, βραχεῖαν ἀλλοίωσιν δεξαμέ‐

8

.

46

νου· τὰ δ’ ὀστᾶ παμπόλλης ἐν τῷ μεταξὺ δεῖται τῆς μεταβολῆς. οἷόν‐ περ τὸ αἷμα ταῖς σαρξί, τοιοῦτον 〈ὁ〉 μυελὸς τοῖς ὀστοῖς, ἐν μὲν τοῖς μικροῖς τε καὶ ἀκοιλίοις κατὰ τὰς σήραγγας αὐτῶν διεσπαρμένος, ἐν δὲ τοῖς μείζοσί τε καὶ κοιλίας ἔχουσιν ἐν ἐκείναις ἠθροισμένος.

9

t

Περὶ σπέρματος. Ἐκ τῶν Γαληνοῦ.

9

1,2

Τὸ σπέρμα πνεῦμά ἐστι καὶ ὑγρὸν ἀφρῶδες. ὅταν μὲν οὖν εἰς

9

.

2

(2)

οἰκεῖον ἐμπέσῃ χωρίον, ἀρχὴ γίνεται ζῴου γενέσεως· ὅταν δ’ εἰς ἀλλό‐ τριον, ἐκπνεῖ μὲν ἐξ αὐτοῦ τὸ πνεῦμα διὰ ταχέων, ὑπολείπεται δὲ τὸ

9

.

3

γλίσχρον ὑγρὸν εἰς ἑαυτὸ συνιζάνον. ἡ δὲ γένεσις αὐτοῦ τοιάδε ἐστίν· ἀρτηρία καὶ φλὲψ ἐφ’ ἑκάτερον ἰοῦσα φαίνεται τῶν ὄρχεων, οὐκ εὐ‐ θεῖαν ὁδὸν ὥσπερ ἐπὶ τὰ ἄλλα σύμπαντα, πολυειδῶς δὲ πρότερον ἑλιττόμεναι δίκην ἑλίκων ἢ κιρσῶν, ὅθεν οἶμαι καὶ αὐτοῖς τοῖς ἀνατο‐
5μικοῖς ἀνδράσιν ἐπῆλθε, κιρσοειδῆ μὲν ἐνίοις, ἑλικοειδῆ δ’ ἄλλοις ὀνο‐

9

.

4

μάσαι τὴν φύσιν αὐτῶν. ἐν δὲ δὴ ταῖς πολλαῖς ἕλιξι ταύταις αἷς ποι‐ οῦνται πρὶν ἐπὶ τοὺς ὄρχεις ἐξικέσθαι κατὰ βραχὺ λευκαινόμενον ἔνεστί σοι θεάσασθαι τὸ αἷμα, καὶ τέλος, ἐπειδὰν ἤδη τοῦ ὄρχεως ἅπτηται τὸ ἀγγεῖον, ἡ τοῦ σπέρματος οὐσία σαφῶς ἐν αὐτῷ φαίνεται, διάκενοι
5δ’ ὄντες καὶ σηραγγώδεις οἱ ὄρχεις ὑποδέχονταί τε τὸ προπεπεμμένον
ἐν τοῖς ἀγγείοις ὑγρόν, ἐκπέττουσί τε πάλιν τέλεον αὐτοὶ εἰς τὴν τοῦ90

9

.

5

ζῴου γένεσιν ἀπεργαζόμενοι. φέρονται δὴ γοῦν ἥ τε ἀρτηρία καὶ ἡ φλὲψ ἀπὸ τῶν κατὰ ῥάχιν ἀγγείων ὁρμῆσαι διὰ τῶν λαγόνων κάτω, μέχριπερ ἂν ἐξίκωνται πρὸς τὴν καλουμένην ἐπιδιδυμίδα· μόριον δ’ ἐστὶν αὕτη τοῦ ζῴου κατὰ τῆς κεφαλῆς ἐπικειμένη τοῦ ὄρχεως, ὡς
5καὶ τοὔνομα ἐνδείκνυται, καὶ σήραγγές τε πολλαὶ διήκουσιν ἐξ αὐτῆς

9

.

6

πρὸς τὸν ὄρχιν ὑγροῦ θορώδους μεσταί. ταύτῃ τῇ ἐπιδιδυμίδι καὶ ἡ ἀρτηρία καὶ ἡ φλὲψ παραπεφύκασι κατὰ τὴν εἰρημένην ἕλικα καί τινα βραχεῖαν ἑαυτῶν ἀπονέμησιν αὐτῇ παρέχουσι πρὶν ἐμφῦναι τῷ ὄρχει.

9

.

7

καὶ μὲν δὴ καὶ ὁ πόρος ὁ σπερματικός, ὃν ὀνομάζουσιν ἔνιοι κιρσοειδῆ παραστάτην, ἐντεῦθεν ἀρυόμενος τὴν γονὴν ἐπὶ τὴν ἔκφυσιν ἀναφέρει τοῦ αἰδοίου· μέχρι μὲν γὰρ ἐντὸς τῶν λαγόνων ἐστὶν ἡ ἀρτηρία καὶ ἡ φλέψ, ἅμα τοῖς γε ἄλλοις ἅπασι τοῖς τῇδε τῷ κοινῷ πάντων κα‐
5λύπτεται σκεπάσματι, τῷ περιτοναίῳ καλουμένῳ, τὸ δ’ ἀπὸ τοῦδε τέ‐ τρηται τὸ περιτόναιον ἑκατέρωθεν ἀξιολόγῳ τρήματι, καὶ πόρος ἀπ’

9

.

8

αὐτοῦ γίνεται μέγιστος εἰς τοὺς ὄρχεις καθήκων. ἐν τούτῳ τῷ πόρῳ καὶ ἡ τῶν ἀγγείων ἕλιξ γεννᾶται καὶ τὸ σπερματικὸν ἀγγεῖον ἐκ τῆς ἐπιδιδυμίδος ἐκφυόμενον ἐπὶ τὰς λαγόνας ἀναβαίνει, ψαῦον μὲν κατὰ

9

.

9

τὴν ἔκφυσιν τοῦ ὄρχεως, οὐ μὴν ἐξ αὐτοῦ τὴν γένεσιν ἴσχον. νόει δή μοι πάλιν ἄνωθεν ἀρξάμενος καὶ προσέχων ἀκριβῶς τὸν νοῦν τῷ λόγῳ καθ’ ἑκάτερον πόρον οἷον δίαυλόν τινα, καὶ τὴν μὲν ἀρτηρίαν ἅμα τῇ φλεβὶ καταφερομένην, ἀναφερόμενον δὲ τὸ σπερματικὸν ἀγγεῖον,
5ἐντεῦθεν δὲ πάλιν οὐ κατὰ τὰ ἔξω τῆς ἥβης ὀστᾶ, ἀλλὰ διὰ βάθους τε καὶ ὑπ’ αὐτοῖς εἰς τὸ κάταντες φερόμενον, ἄχρις ἂν ἐπὶ τὸν τῆς

9

.

10

κύστεως ἐξίκηται τράχηλον, ᾧ συνεχὲς ὑπάρχει τὸ αἰδοῖον. ἄντικρυς οὖν δῆλόν ἐστι τῷ κατασκεψαμένῳ τὰ εἰρημένα διὰ τῶν ἀνατομῶν ὡς τὸ σπερματικὸν ἀγγεῖον ὑπὲρ τοῦ μακρότατον γενέσθαι τοσαύτην ὁδὸν ἐκπεριέρχεται· βραχὺ γὰρ ἂν ἦν ἐσχάτως, εἰ ἀπὸ τῆς ἐπιδιδυμίδος

9

.

11

εὐθὺς τοῦ τραχήλου τῆς κύστεως ἐφίκετο. καὶ μὲν δὴ καὶ εἴπερ ἐντὸς τοῦ περιτοναίου τῶν ὄρχεων ἡ θέσις ἐγένετο, τοῦ σπερματικοῦ τὸ

9

.

12

ἥμισυ μέρος ἀπώλλυτο καὶ ἡ τῆς ἀρτηρίας τε καὶ φλεβὸς ἕλιξ. ἵνα οὖν ἐκείνη τε γένηται καὶ τὸ σπερματικὸν ἀγγεῖον αὐξηθῇ, τόν τε τοῦ περιτοναίου πόρον ἡ φύσις ἐτέμετο καὶ τοὺς ὄρχεις ἔταξε κάτω· συμ‐ βαίνει γὰρ οὕτως ἐν μὲν τοῖς ἀγγείοις χρονίζον τὸ αἷμα καὶ οἷον
5λιμνάζον πέττεσθαί τε καὶ θρομβοῦσθαι, μακρότατον δὲ γίνεσθαι τὸ σπερματικόν, ὅπως πλέον ἐξακοντίζοι κατὰ μίαν ἐνέργειαν τὸ σπέρμα.

9

.

13

δι’ αὐτό γέ τοι τοῦτο καὶ κιρσωδέστερον ἐποίησεν αὐτὸ πλησίον τοῦ τραχήλου τῆς κύστεως, εὐρὺ δὲ 〈καί〉 τινας οἷον κόλπους ἔχον, ὅταν
ἤδη πλησίον γίνηται τοῦ αἰδοίου, ἵνα οἷόν τε ᾖ δέχεσθαι τὸ σπέρμα91

9

.

14

πολύ τε καὶ παχύ. ἐπὶ δὲ τῶν ἐκτμηθέντων τοὺς ὄρχεις ἄνευ τοῦ ψαῦσαι τῆς ἐπιδιδυμίδος οὐδὲν μὲν πάσχει τὸ σπερματικὸν ἀγγεῖον, ἀπόλλυται δὲ τῶν ζῴων οὐ τὸ σπερμαίνειν μόνον (ἕρμαιον γὰρ ἦν τοῦτό γε τοῖς ἀφροδισίων ἀπέχεσθαι βουλομένοις), ἀλλὰ καὶ ἡ ἀνδρεία

9

.

15

τε καί, ὡς ἂν εἴποι τις, ἀρρενότης. οὕτως δὲ καὶ εἰ θήλεος ζῴου τοὺς ὄρχεις ἐκτέμοις, οὔτε ὀργᾷ ποτε 〈τὸ〉 τοιοῦτον, οὔτε προσίεται τὸ ἄρρεν ἀφροδισίου κοινωνίας ἕνεκεν ἀπόλλυσί τε, ὡς ἂν εἴποι τις,

9

.

16

τὴν θηλύτητα. τὰς γοῦν θηλείας ὗς ἐκτέμνουσιν ἔνιοι, καὶ γίνονται πᾶσαι παραπλήσιαι τοῖς εὐνουχισθεῖσιν ἄρρεσιν ἱκανῶς εὐτραφεῖς 〈τε〉 καὶ πίονες, ἥδιον δὲ τὸ κρέας ἴσχουσι τῶν ἄλλων θηλειῶν, ὥσπερ καὶ

9

.

17

οἱ ἄρρενες τῶν ἀρρένων. ἀποψύχονταί τε οἱ ἀπολέσαντες τοὺς ὄρχεις, ὡς ἑτέραν ἀρχὴν ἐμφύτου θερμότητος ἀφῃρημένοι, καταπίπτει τε πᾶς ὁ τόνος αὐτοῖς ὡς εἰ καὶ γεγηρακότες ἔτυχον, οὔτε εὐρεῖα φλέψ, οὔτε ἀνθηρὸν αἷμα, καὶ αἱ ἀρτηρίαι μικρὸν καὶ ἄρρωστον σφύζουσιν ὥσπερ

9

.

18

καὶ τοῖς γέρουσιν. δῆλον γοῦν ὡς καὶ ῥώμης ἀρχὴ τοῖς ζῴοις εἰσὶ καὶ θερμότητα πολλὴν ἐπάρδουσι τῷ σύμπαντι σώματι δι’ ἣν οἱ στερη‐ θέντες αὐτῶν ἄτριχοι μὲν οὐ τὰ γένεια μόνον, ἀλλὰ καὶ τὸ σύμπαν γίνονται σῶμα, μικρὰς δέ, ὡς εἴρηται, τὰς φλέβας ἴσχουσιν ὁμοίως
5ταῖς γυναιξὶν οὐκ ἐπιθυμοῦσί τε ἀφροδισίων, ὡς ἄλλο τι μᾶλλον ἢ ζῷον ὑπάρχοντες, ὥστε ταύτῃ γε καὶ τῆς καρδίας αὐτῆς πλέον ἔχου‐ σιν οἱ ὄρχεις, εἰ πρὸς τῷ θερμότητά τε καὶ ῥώμην τοῖς ζῴοις παρέ‐ χειν ἔτι καὶ τῆς τοῦ γένους διαμονῆς ἐξηγοῦνται· διαδίδοται γὰρ ἐξ αὐτῶν εἰς ὅλον τὸ σῶμα δύναμίς τις, οἵα τοῖς μὲν νεύροις αἰσθήσεως
10τε καὶ κινήσεως ἐξ ἐγκεφάλου, ταῖς δ’ ἀρτηρίαις τοῦ σφύζειν ἐκ καρ‐ δίας, ἥτις δύναμις ἐν μὲν τοῖς ἄρρεσιν εὐρωστίας τε καὶ ἀρρενότητος,

9

.

19

ἐν δὲ τοῖς θήλεσιν αὕτη αἰτία τῆς θηλύτητός ἐστιν. ὅταν δὲ συνεχέσι λαγνείαις ἐκκενωθῇ πᾶν τὸ σπέρμα, κατὰ τοῦτον τὸν καιρὸν οἱ ὄρχεις ἕλκουσιν ἐκ τῶν ὑπερκειμένων φλεβῶν ὅσον ἐν αὐταῖς περιέχεται θο‐ ρῶδες ὑγρόν, ἔστι δ’ ὀλίγον τοῦτο καὶ δροσοειδῶς ἀναμεμιγμένον τῷ
5αἵματι, βιαίως δ’ ἀφαιρούμεναι πρὸς τῶν ὄρχεων αὐτὸ σφοδροτέραν ἐχόντων δύναμιν αὗται τῶν ὑπερκειμένων ἀντισπῶσιν, αἱ δ’ αὖ πάλιν 〈τῶν〉 ἐφεξῆς, εἶτ’ ἐκεῖναι τῶν ἐχομένων, καὶ τοῦτο οὐ παύεται γινό‐ μενον, ἄχριπερ ἂν εἰς πᾶν τοῦ σώματος μέρος ἡ μετάληψις ἐξίκηται.

9

.

20

διὰ παντὸς τοίνυν τούτου γινομένου καὶ πάντων ὥσπερ ἐν χορῷ μετα‐ διδόντων ἀλλήλοις, ἄχρι τοσούτου κενοῦσθαι τὰ καθ’ ὅλον τὸ ζῷον
ἀγγεῖά τε καὶ μόρια ἀναγκαῖόν ἐστιν, ἄχριπερ ἂν ἐμπλησθῇ τὸ ἰσχυ‐92

9

.

21

ρότατον. οὐ μόνον δὲ τῆς θορώδους ὑγρότητος ἀφαιρεῖσθαι πᾶσι τοῦ ζῴου τοῖς μέρεσι συμβήσεται κατὰ τοὺς τοιούτους καιρούς, ἀλλὰ καὶ τοῦ πνεύματος τοῦ ζωτικοῦ· καὶ γὰρ καὶ τοῦτο ἐκ τῶν ἀρτηριῶν ἐκκενοῦται μετὰ τῆς σπερματοειδοῦς ὑγρότητος, ὥστε οὐδὲν θαυμαστὸν
5ἀσθενεστέρους ἀποτελεῖσθαι τοὺς λαγνεύοντας, ἀφαιρουμένους τοῦ σώ‐

9

.

22

ματος ἅπαντος ἑκατέρας τῶν ὑλῶν τὸ εἰλικρινέστερον. προσερχομένης δὲ τῆς ἡδονῆς, ἥτις αὐτὴ καθ’ αὑτὴν οὕτως ἐστὶν ἱκανὴ διαλύειν τὸν ζωτικὸν τόνον, ὥστε ἤδη τινὲς ὑπερησθέντες ἀπέθανον, οὐδὲν ἔτι θαυμαστὸν ἀσθενεστέρους ἀποτελεῖσθαι τοὺς ἀφροδισιάζοντας ἀμετρό‐

9

.

23

τερον. τοῦτο μὲν οὖν τοιοῦτον· εἰ δέ τις ἔροιτο, τίνος ἕνεκεν ἡ ἐπι‐ διδυμὶς ὑπὸ τῆς μηδὲν εἰκῇ ποιούσης ἐγένετο φύσεως, ἀποκριναίμεθα ἂν αὐτῷ τοῦ ὄρχεως καὶ τοῦ σπερματικοῦ πόρου καὶ τῆς ἀρτηρίας τε καὶ φλεβός, ἐν οἷς προαθροίζεται τὸ σπέρμα· μὴ γὰρ οἷόν τε εἶναι
5τὸν ὄρχιν ἀκινδύνως αὐτοῖς ἑνωθῆναι, σφοδροτάτης συντονίας ἐν τῇ προχύσει τοῦ σπέρματος γινομένης· νευρώδης μὲν γὰρ ὅ τε τῆς ἀρτη‐ ρίας καὶ φλεβὸς χιτών, ὥσπερ καὶ τῶν σπερματικῶν ἀγγείων, ἀδενώ‐

9

.

24

δεις δ’ εἰσὶν οἱ ὄρχεις καὶ μαλακοί. ῥᾳδίως οὖν ἤμελλεν ἰσχυρᾷ τάσει τὸ σκληρὸν ἀπορρήγνυσθαι τοῦ μαλακοῦ, λαβαῖς ἠρτημένον ἀσθενέσιν.

9

.

25

ἐξηύρηται τοίνυν τῇ φύσει τὸ τῆς ἐπιδιδυμίδος σῶμα μέσον οὐ τῇ θέ‐

9

.

26

σει μόνον, ἀλλὰ καὶ τῷ τῆς ὅλης οὐσίας εἴδει. συνάπτονται τοίνυν διὰ μέσης αὐτῆς οἱ ὄρχεις τοῖς σπερματικοῖς ἀγγείοις, μᾶλλον δέ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἀρχὴ καὶ ῥίζα τούτων ἐστὶν ἡ ἐπιδιδυμίς, ἐξ ὅλου τοῦ

9

.

27

ὄρχεως εἰς ἑαυτὴν ἀρυομένη τὸ σπέρμα. τῶν δὲ θηλειῶν οὐκ εἰσὶν αἰσθηταὶ καὶ σαφεῖς αἱ ἐπιδιδυμίδες, ὅτι καὶ 〈οἱ〉 ὄρχεις 〈καὶ〉 τὰ σπερματικὰ ἀγγεῖα μικρὰ τυγχάνει· παράκεινται γὰρ οἱ ὄρχεις ἐπ’ αὐτῶν τῷ πυθμένι τῶν ὑστερῶν ἐν τοῖς κατὰ τὸ ἐπιγάστριον χωρίοις,
5μικρότεροι πάνυ τῶν ἀρρένων γεγονότες, εἷς ἑκατέρωθεν, ὁμοίαν ἀγ‐ γείων ἕλικα δεχόμενοι ταῖς ἐπὶ τῶν ἀρρένων, οὐ μὴν οὕτως μακρὰν οὐδὲ εὐθεῖαν οὐδὲ εἰς τὸν αὐτὸν τόπον ἀφικνουμένην, ὅτι μηδὲ ἐκτὸς

9

.

28

ἐχρῆν ὥσπερ τὸ ἄρρεν, ἀλλ’ εἰς τὰς ἑαυτοῦ μήτρας θερμὸν καὶ ὀλίγον σπερμαίνειν τὸ θῆλυ. τὸ γοῦν ἐκ τοῦ ὄρχεως φυόμενον ἀγγεῖον εἰς μὲν τὴν κεραίαν τῆς μήτρας καταφύεται, μεστὸν δὲ φαίνεται σπέρματος, καὶ εἴσω τῆς μήτρας διὰ τῆς κεραίας λεπτῷ στόματι προχεῖ θορῶδες
5ὑγρόν· αἱ γὰρ λεγόμεναι κεραῖαι, καθάπερ ἀπαντῶσαι τῷ σπερματικῷ
〈πόρῳ〉, προμήκεις ἑαυτῶν ἀποφύσεις ἐκτείνουσιν ἐς τὰ πλάγια, δι’ ὧν ὑποδέχονται τὸ σπέρμα· τοῖς τε γὰρ ἄλλοις τοῦ ζῴου μορίοις, καὶ ταῖς ὑστέραις οὐχ ἥκιστα, δύναμις ὑπάρχει ποιότητος οἰκείας ἑλκτική, καὶ χρὴ πάντως τινὰ καὶ στόμαχον ὑπάρχειν αὐταῖς εἰς τὴν ὁλκὴν93
10τοῦ τοιούτου χυμοῦ παρεσκευασμένον· ἔστι δ’ οἰκειότατος χυμὸς ταῖς

9

.

29

ὑστέραις, οὗ καὶ τῆς ὑποδοχῆς ἕνεκα γεγόνασι, σπέρμα. διττοῦ τοίνυν ὑπάρχοντος τούτου, διττὸν αὐταῖς καὶ τῶν στομάχων εἶδος ἐγένετο, πρὸς μὲν τὴν παρὰ τοῦ ἄρρενος ὁλκὴν ὁ καλούμενος ὑπὸ τῶν ἀνα‐ τομικῶν αὐχὴν εἰς τὸ γυναικεῖον αἰδοῖον καθήκων, εἰς δὲ τὸ παρὰ

9

.

30

τῶν ἰδίων ὄρχεων αἱ κεραῖαι. τίς δ’ ἐστὶν ἡ τῶν ἀδενοειδῶν παρα‐ στατῶν χρεία, σκοπῶμεν, ἐπεὶ μηδὲ σπέρματος, ἀλλ’ ὀρώδους ὑγροῦ τυγχάνουσιν ἀγγεῖα· τοῦτο γὰρ τὸ ἐν αὐτοῖς γεννώμενον ὑγρὸν εἰς μὲν τὸν οὐρητικὸν ἐκχεῖται πόρον ἐπὶ τῶν ἀρρένων ἅμα τῷ σπέρ‐
5ματι, χρεία δ’ αὐτοῦ πρός τε τὴν ἀφροδισίων ἐπεγεῖραι συνουσίαν ἥδειν τε καὶ κατὰ τὴν ὁμιλίαν ἐπιτέγγειν τὸν οὐρητικὸν πόρον· ἅτε γὰρ γλισχρότητά τινα καὶ πάχος ἔχον ἐλαίου τὸν πόρον ἐπαλείφει, ὅπως μὴ καταξηρανθεὶς συνιζήσῃ τε καὶ κωλύσῃ φέρεσθαι ῥᾳδίως δι’

9

.

31

αὐτοῦ τὸ οὖρον καὶ τὸ σπέρμα. δύναιτο δ’ ἂν ἴσως ἡ φύσις εὐλαβη‐ θεῖσα τὴν ἐκ τοῦ οὔρου δῆξιν ἄλειμμα τοῦτο τῷ πόρῳ τοῦ αἰδοίου

9

.

32

παρεσκευακέναι. ἔναγχος γοῦν τις ἰσχνὰ καὶ ἄτροφα καὶ ξηρὰ τὰ ταύτῃ σύμπαντα ἔχων μόρια διὰ τοῦτο ἡμῖν ἔδοξεν ἀδυνατεῖν οὐρεῖν, εἰ μὴ πάμπολυ πρότερον ἀθροίσειε κατὰ τὴν κύστιν ὑγρόν, ὅτι ξηρὸς ἦν αὐτῷ

9

.

33

καὶ συνιζηκὼς ὁ πόρος. ἐδεῖτο οὖν ἀθρόου τε καὶ πολλοῦ τοῦ ἄνω‐ θεν ἐπιπεμπομένου σφοδρῶς οὔρου τῇ ῥύμῃ τῆς φορᾶς διοίγοντος

9

.

34

αὐτόν· ἄλλως δ’ ἀδύνατον ἦν οὐρεῖν τῷ ἀνθρώπῳ. καὶ ἡ ἴασις δὲ τὴν δόξαν τῆς αἰτίας ἐπιστώσατο· χρίσμασί τε γὰρ ἐλαιώδεσιν ἅπαν ἐπιτέγγοντες τὸ χωρίον ἀνατρέφοντές τε τὸ ὅλον σῶμα (καὶ γὰρ κἀ‐ κεῖνο τελέως ἰσχνὸν ἦν) διὰ ταχέων ὑγιᾶ τοῦτον τὸν ἄνθρωπον ἀπε‐
5φήναμεν· ὅθεν οὐδὲ τὸν ἐπὶ πολλοῖς ἀφροδισίοις ὑπερξηρανθέντα τουτὶ τὸ ὑγρόν, εἶθ’ ὁμοίως τῷ προειρημένῳ μόγις οὐροῦντα κακῶς

9

.

35

ἐδόξαμεν ἰάσασθαι κελεύσαντες ἐγκρατῶς διαγαγεῖν. κατὰ μὲν οὖν τὰς συνουσίας ἀθρόον ἐκπίπτει τοῦτο μετὰ τοῦ σπέρματος· ἐν δὲ τῷ λοιπῷ

9

.

36

χρόνῳ κατὰ βραχὺ καὶ διὰ τοῦτο ἀναίσθητον ἡμῖν ἐστιν. τὸ μὲν οὖν ἐν τοῖς ἀδενοειδέσι παραστάταις ὑγρὸν οὐδαμῶς ἂν εἴη σπέρμα· τὸ δ’ ὄντως σπέρμα δυεῖν ἀρχῶν ἔχειν φαίνεται λόγον, ὑλικῆς τε καὶ δρα‐ στικῆς· εὐθὺς μὲν γὰρ ἐμπεσὸν ταῖς ὑστέραις τὰ δραστικὰ δρᾷ τῶν
5ἔργων, διαπλάττον τε καὶ διατρέφον τὰ διαπλασθέντα τῇ διαπλαστικῇ τῆς ἐν αὐτῷ φυσικῆς δυνάμεως· δημιουργεῖ δ’ οὐκ ἐξ αἵματος τήν γε πρώτην γένεσιν, ἀλλ’ ἐξ αὐτοῦ τοῦ σπέρματος ἀρτηρίαν καὶ φλέβα94

9

.

37

καὶ νεῦρον ὀστοῦν τε καὶ ὑμένα. καὶ τὸ καταμήνιον δ’ ὅτι μὴ μόνον εἰς τὴν ὑλικὴν ἀρχὴν τοῦ ζῴου συμβάλλεται, ἀλλὰ καὶ εἰς τὴν δυνα‐ μικήν, μάθοις [δ’] ἂν ἀναμνησθεὶς τῶν περὶ τῆς γενέσεως τοῦ σπέρμα‐ τος λεχθέντων ὡς κατειργασμένον ἐστὶν ἀκριβῶς αἷμα πρὸς τῶν περιε‐
5χόντων ἀγγείων αὐτό. κατὰ γάρ τοι τοῦτον τὸν λόγον οὐ μόνον ὕλη τοῦ γεννηθησομένου τὸ αἷμα γένοιτο ἄν, ἀλλὰ καὶ σπέρμα δυνάμει.

10

t

Περὶ κυήσεως ἑπταμήνων.

10

.

1

Ἐπειδὴ τοίνυν θερμὸν καὶ ὑγρὸν καὶ πνευματῶδες ὂν τὸ σπέρμα ταχέως ἀπόλλυσι τὴν δύναμιν, ὅταν ἐκπέσῃ τῶν οἰκείων μορίων, ἐκ πολλῶν αὐτὸ δεῖ συνεργεῖσθαι πρὸς τὸ τάχος τῆς ἐκ τοῦ ἄρρενος εἰς τὸ θῆλυ μεταβάσεως, καὶ διὰ τοῦτο τὸ πρῶτον μὲν αὐτὴν τὴν ἄφε‐
5σιν ἐκ τοῦ ἄρρενος εὔρωστον προσήκει γίνεσθαι, δεύτερον δὲ τὸν αὐχένα τῶν μητρῶν ἀναπεπταμένον τε καὶ κατ’ εὐθὺ τεταμένον ὑπάρ‐ χειν, εἶτα τῶν καθηκόντων εἰς τὴν μήτραν ἀγγείων ἀνεῷχθαί τε τὰ στόματα καὶ ξηρὰ πάσης ὑπάρχειν ὑγρότητος, καὶ μάλιστα τῆς φλεγ‐ ματικῆς, καὶ πρὸς τούτῳ τὴν ὁλκὴν ἰσχυρὰν εἶναι τῆς μήτρας· ἕλκει
10γὰρ τὴν γονὴν αἰσθητῶς, ὅταν ἐγκύμων ἡ γυνὴ μέλλῃ γενήσεσθαι, κα‐

10

.

2

θάπερ γε καὶ περιστέλλεται σαφῶς, ἐπειδὰν συλλάβῃ. κινήσεως γοῦν τινός φασιν αἰσθάνεσθαι κατὰ τὴν μήτραν, οἷον εἰλυσπωμένης καὶ κατὰ

10

.

3

βραχὺ συνιούσης εἰς ἑαυτήν, ἐπειδὰν συλλάβωσι τὸ σπέρμα. προφανῶς δὲ καὶ αὐτοῖς τοῖς ἀνδράσι πολλάκις ὑπῆρξεν αἰσθέσθαι δίκην σικύας

10

.

4

ἰατρικῆς εἴσω τὸ αἰδοῖον ἐπισπωμένων τῶν ὑστερῶν. γίνεται δὲ μά‐ λιστα τὸ τοιοῦτον ἄρτι πεπαυμένων τῶν καταμηνίων, ἡνίκα μάλιστα συλλαμβάνουσιν αἱ μῆτραι τὴν γονήν, διὰ τὴν ἐκ τῆς ἀναστομώσεως τῶν φλεβῶν γενομένην τραχύτητα ῥᾳδίως κολλωμένου ταῖς μήτραις

10

.

5

τοῦ σπέρματος. ἐπὶ μὲν οὖν τῶν ἀμέμπτως καθαιρομένων γυναικῶν, εἶτ’ ἐξαίφνης ἐπισχεθεισῶν τὰς καθάρσεις ἄνευ φανερᾶς αἰτίας μετά τινος ἄσης, εἰκότως αὐτὰς συνειληφέναι τεκμαιρόμεθα· γίνεται δ’ ἡ ἄση κατ’ ὀλίγον, ὥσπερ καὶ ἡ κίττα, τοῦ στομάχου κακουμένου ταῖς

10

.

6

συνειληφυίαις. ἀλλ’ ἐγχωρεῖ ποτε καὶ διὰ τὴν ἐν ὅλῳ τῷ σώματι κακο‐ χυμίαν συμβῆναι τὸ τοιοῦτον, φρικώδεις τε καὶ πυρετώδεις αὗται γί‐

10

.

7

νονται καὶ ταύτῃ διορίζονται τῶν κυουσῶν. συλληφθείσης δὲ τῆς γονῆς
καὶ μεινάσης ἔνδον (οὐδαμῶς γὰρ ἐκκρίνεται ταῖς μελλούσαις κυήσειν), περιστέλλει μὲν ἡ καθεκτικὴ δύναμις τὰς μήτρας τῶν κυουμένων παν‐ ταχόθεν, κλείει δὲ τὸν πόρον, ὥστε εὐλόγως ταῖς μαιευτρίαις μὲν95
5ἁπτομέναις τὸ στόμα τῶν ὑστερῶν μεμυκὸς φαίνεται, ταῖς κυούσαις δ’ αὐταῖς κατὰ τὰς πρώτας ἡμέρας, καὶ μάλιστα κατ’ αὐτὴν ἐκείνην, ἐν ᾗπερ ἡ τῆς γονῆς σύλληψις γίνεται, κινουμένων τε καὶ συντρεχουσῶν εἰς

10

.

8

ἑαυτὰς τῶν ὑστερῶν, αἴσθησις γίνεται· καὶ εἰ ἄμφω ταῦτα συμβαίη, μύσαι μὲν τὸ στόμα χωρὶς φλεγμονῆς ἤ τινος ἄλλου παθήματος, αἴ‐ σθησιν δὲ τῆς κατὰ τὰς μήτρας κινήσεως ἀκολουθῆσαι, πρὸς ἑαυτὰς ἤδη τὸ σπέρμα τὸ παρὰ τοῦ ἀνδρὸς εἰληφέναι τε καὶ κατέχειν αἱ γυ‐

10

.

9

ναῖκες νομίζουσιν. κλεισθείη δ’ ἂν ὁ πόρος οὐ μόνον ὑπὸ τῆς δυνάμεως αὐτῆς τῆς διὰ τῶν σωμάτων τεταμένης, ἀλλὰ καὶ κατὰ πάθος, ἢ ξη‐

10

.

10

ρανθέντων τῶν σωμάτων ἢ φλεγμηνάντων ἢ σκιρρωθέντων. τοῖς μὲν οὖν τρισὶ τούτοις, ξηρότητι καὶ φλεγμονῇ καὶ σκίρρῳ, κοινὸν εἶναι σύμπτωμα συμβέβηκε σκληρότητα, καὶ διὰ τοῦτο, ἐπειδὰν κλείηται παρὰ φύσιν, ἕπεσθαι τῇ μύσει τὴν σκληρότητα, μόνῃ δὲ τῇ κατὰ φύσιν μύσει
5τὴν φυσικὴν τοῦ μορίου δηλονότι φυλάττεσθαι τήν τε ἄλλην κατα‐ σκευὴν ἅπασαν καὶ μαλακότητα· ὅταν μὲν γὰρ ἓν τοῦτο μόνον αὐτῷ προσγένηται τὸ μεμυκέναι, μηδὲν κατ’ ἄλλο τῆς ἀρχαίας κατασκευῆς ἐξεστηκότι, τῆς διοικούσης τὰ σώματα φύσεως αὐτῆς ἔργον ἐστὶ τὸ τοιοῦτον, καὶ κύειν ἀνάγκη τὴν ἄνθρωπον· ὅταν δὲ σὺν τῷ μεμυκέ‐
10ναι καὶ σκληρὸν ᾖ, τῶν προειρημένων τι παθῶν ἐνοχλεῖ τὸν αὐχένα [παθῶν εἰ καὶ μᾶλλον] τῶν ὑστερῶν, ὡς καὶ αὐτὰ πάλιν τὰ πάθη διο‐ ρισμοὺς ἰδίους ἔχειν· τὸ μὲν γὰρ ἐσκληρύνθαι κοινὸν ἁπάντων σύμ‐ πτωμα, πρόσεστι δὲ τῷ [δὲ] διὰ φλεγμονὴν ἢ σκίρρον [τῶ] πεπονθότι παρὰ φύσιν ὄγκος τοῦ μέρους, τῷ δὲ διὰ ξηρότητα πλέονα τοῦ δέον‐
15τος ἡ ἰσχνότης πρὸς τῷ μηδὲ λαθεῖν δύνασθαι τὸν καθιέμενον δάκτυ‐

10

.

11

λον τὴν τοσαύτην ξηρότητα δι’ ἣν ἠναγκάσθη μύειν τὸ στόμα. πάλιν δ’ αὖ φλεγμονῆς καὶ σκίρρου διορισμὸς σαφὴς αὐτῇ τῇ ἁφῇ, θερμὴν μὲν εὑρισκούσῃ τὴν φλεγμονήν, τὸν σκίρρον δ’ οὐχ ὅπως θερμότερον

10

.

12

τοῦ κατὰ φύσιν, ἀλλὰ καὶ ἧττον θερμόν. καὶ μέντοι καὶ κατὰ τὰς προσβολὰς τῶν δακτύλων ὀδυνᾶται μὲν τὰ φλεγμαίνοντα, τὰ σκιρρού‐ μενα δ’ οὐχ ὅπως ὀδυνηθείη ἄν, ἀλλ’ οὐδὲ αἰσθάνοιτο τῷ κατὰ φύσιν

10

.

13

ὁμοίως. καὶ εἰ ἐπινέμοιτο πλείονα τόπον ἡ φλεγμονή, ὅπερ ὡς τὰ πολλὰ συμβαίνειν εἴθισται (σπάνιον γὰρ αὐτοῦ που μένον περὶ τὰ ἔξω πέρατα στῆναι τὸ κακόν), ἀνάγκη πυρετὸν ἐπιγενέσθαι· τοῖς σκίρροις δ’ οὐχ ἕπεται πυρετός, ὥστε καὶ φλεγμονῆς καὶ σκίρρου σαφεῖς οἱ

10

.

14

διορισμοί. πέρας δὲ τῆς τοῦ στόματος μύσεως καὶ τῆς τοῦ κυουμένου κατὰ τὰς μήτρας μονῆς ἡ τελείωσις, ἡνίκα λοιπὸν ἡ μὲν καθεκτικὴ δύ‐ ναμις ἡσυχάζει, κινεῖται δ’ ἡ τέως ἠρεμοῦσα ἡ ἀποκριτική, καὶ ἀνοι‐ γνῦσα τὸ στόμιον προωθεῖ τὸ περιεχόμενον· καλῶς γὰρ ἁπάντων γι‐96
5νομένων τῶν κατὰ τὴν κύησιν, ἡ ἀποκριτικὴ δύναμις ἡσυχάζει τελέως ὥσπερ οὐκ οὖσα· κακοπραγίας δέ τινος γενομένης ἢ περὶ τὸ χόριον ἢ περί τινα τῶν ἄλλων ὑμένων ἢ περὶ τὸ κυούμενον αὐτό, καὶ τῆς τελειώσεως αὐτοῦ παντάπασιν ἀπεγνωσμένης, οὐκ ἀναμένουσι τὸν ἐν‐ νεάμηνον αἱ μῆτραι χρόνον, ἀλλ’ ἡ μὲν καθεκτικὴ δύναμις αὐτίκα δὴ
10πέπαυται καὶ παραχωρεῖ κινεῖσθαι τῇ πρότερον ἀργούσῃ, πράττει δέ τι καὶ πραγματεύεται χρηστὸν ἡ ἀποκριτικὴ καὶ προωστικὴ καλουμένη

10

.

15

δύναμις. καὶ τῶν γε φθείρειν μελλουσῶν ἰσχνοὶ μὲν ἀεὶ προηγοῦνται τιτθοί, σκληροὶ δὲ καὶ πλήρεις οὐκ ἀεί· τοὐπίπαν γὰρ ἐπὶ τούτων εἰς ἕτερόν τι μόριον ἡ φύσις ἀποτίθεται τὸ περιττόν· εἴ γε μὴν ἐπὶ τὰς

10

.

16

μήτρας αὐτὸ διώσεται, γενήσονται δὲ καὶ τότε πάντως ἰσχνοί. μήτε οὖν ἰσχνοὶ φαινέσθωσαν οἱ τιτθοί, καθάπερ ὅτε ἦν ἀκύμων ἡ γυνή (τοῦτο γὰρ τὸ σημεῖον αἵματος 〈ἔνδειαν〉 ἐνδείκνυται, καὶ διὰ τοῦτο ἐπ’ αὐτῶν διαφθείρεται τὸ ἔμβρυον), μήτε οὕτως μεστοὶ τυγχανέτωσαν
5ὡς ἀπορρεῖν 〈τὸ〉 γάλα, καὶ μάλιστα κατὰ τοὺς πρώτους μῆνας· πλη‐ ροῦνται γὰρ ἐπὶ πλεῖον, ὀλίγον ἀναλίσκοντος τοῦ κυουμένου, τοῦτο δ’

10

.

17

αὐτὸ γίνεται διὰ τὴν ἀσθένειαν αὐτοῦ. διηρμένοι τοίνυν εἰς τοσοῦτον ἔστωσαν ὡς στερεοὺς αὐτοὺς ἁπτομένοις φαίνεσθαι· μέση γὰρ ἡ τοι‐ αύτη κατάστασίς ἐστι τῶν ἀντιτύπων διὰ τὸ πεπληρῶσθαι σφοδρῶς καὶ

10

.

18

τῶν μαλακῶν τε καὶ χαλαρῶν διὰ τὴν ἔνδειαν τοῦ αἵματος. τὰ μὲν οὖν ἄρρενα τοὐπίπαν ἐν τοῖς δεξιοῖς μέρεσι τῶν μητρῶν κυΐσκεται,

10

.

19

τὰ δὲ θήλεα ἐν τοῖς ἀριστεροῖς, καὶ σπάνιόν ἐστι τὸ ἐναντίον. συλλα‐ βούσης γοῦν τῆς γυναικὸς χάσκει μὲν τὸ κατ’ εὐθὺ τῆς μὴ συνειλη‐ φυίας· δῆλον γὰρ ὡς ἡ μὲν δεξαμένη τὸ σπέρμα μύσει, ἡ δ’ ἑτέρα

10

.

20

ἀνεστομωμένη 〈μενεῖ〉. ἀχρουστέρα τέ ἐστιν ἑαυτῆς ἡ κύουσα θῆλυ γυνή, εὐχρουστέρα δ’ ἡ ἄρρεν· συμβαίνει δὲ τοῦτο οὐ διηνεκῶς· ἐνδέ‐ χεται γὰρ οὕτως καλῶς ἅπαντα πρᾶξαι τὴν γυναῖκα μετὰ τὸν τῆς συλλήψεως καιρὸν ὡς εὔχρουν γενέσθαι, ὡς ὁ διδάσκαλος ἡμῶν Ἱππο‐
5κράτης φησὶν ἐν τῷ ε τμήματι τῶν Ἀφορισμῶν κεφαλαίῳ μ· «γυνὴ

10

.

21

ἂν μὲν ἄρρεν κύῃ, εὔχρους ἐστίν· ἂν δὲ θῆλυ, δύσχρους.» ὡς δῆλα φάναι τοῖς πᾶσι, γνωρίσματα τοῦ κύειν ἄρρεν καὶ τὸ πλῆθος καὶ ἡ ἰσχύς ἐστι τῶν κινήσεων, οὐδὲ αὐτὰ τῶν διηνεκῶν ὄντα σημείων· ἐν‐ δέχεται γάρ ποτε κατὰ τὸ σπάνιον καὶ θῆλυ κυούμενον ῥωμαλεώτε‐97
5ρον ἄρρενος ἰσχυράς τε ἅμα καὶ πολλὰς κινήσεις κινεῖσθαι, καὶ ἄρρεν

10

.

22

ἐναντίως. τὰ θήλεα δὲ τῶν ἀρρένων βραδύτερον καὶ δυσχερέστερον ἀποτίκτεται, καὶ κακοπαθοῦσι μᾶλλον αἱ μητέρες αὐτῶν ἐν τῷ τόκῳ.

10

.

23

ταῖς δ’ ἔτι κατὰ γαστέρα ἐχούσαις ἅπαξ μὲν 〈ἢ〉 δὶς ὀλίγον ἐκκριθὲν αἷμα πολλάκις ἐπιφαίνεται χωρὶς τοῦ πεπονθέναι τι τὸ ἔμβρυον· ὅταν δὲ μηδὲν ἀπολίπηται τοῦ πλήθους τῆς τῶν ἐμμήνων καθάρσεως, ἐφεξῆς δὲ σῴζῃ τὴν προθεσμίαν τῶν περιόδων κατὰ τοὺς μῆνας, ἀδύ‐
5νατον ὑγιαίνειν τὸ ἔμβρυον, εἴπερ γε τὸ ἐρρωμένον εἰς τὴν τροφὴν τὴν ἑαυτοῦ καταχρῆται τῷ φερομένῳ πρὸς τὰς μήτρας ἐξ ὅλου τοῦ σώματος.

10

.

24

ἐρυθροῦ δὲ τῆς γυναικὸς τοῦ προσώπου γενομένου, καὶ πυρετῶν ἀσω‐ δῶν καὶ φρικωδῶν καὶ τοῦ σώματος ὅλου κοπώδους, ὀδύνης τε κατὰ τοῦ βάθους τῶν ὀφθαλμῶν καὶ βάρους τῆς κεφαλῆς, εὔλογόν ἐστι

10

.

25

διαφθείρεσθαι τὸ ἔμβρυον. ἥ γε μὴν ἔκκρισις ἡ γινομένη ταῖς κυούσαις ἐκ τῶν κατὰ τὸν αὐχένα φλεβῶν ἔοικεν ἐπιφαίνεσθαι· τῶν γὰρ ἔνδον ἐν αὐτῷ τῷ κύτει τῆς μήτρας ἐξῆπται τὸ χόριον ὥστε οὐδὲν δι’ ἐκεί‐

10

.

26

νων εἰς τὸν γυναικεῖον κόλπον ἐκκριθῆναι δύναται. φυλακτέος δ’ ἐστὶν ὅ τε κατὰ τὴν πρώτην γένεσιν τοῦ ἐμβρύου χρόνος καὶ ὁ μετὰ ταῦτα ἤδη τελειωθέντος· ἔν τε γὰρ τῷ πρώτῳ χρόνῳ, κἂν ἅλλεσθαι συμβῇ ποτε τὴν γυναῖκα καὶ καταπεσεῖν ὀλισθοῦσαν, ἤ πως ἄλλως
5σφοδρότερον ἢ κατὰ ψυχὴν ἢ κατὰ σῶμα κινηθῆναί τι, ῥᾳδίως ἀπορ‐ ρήγνυται· παραπλησίως δέ, κἀπειδὰν ἤδη τέλεον τυγχάνῃ· ὁ δὲ με‐ ταξὺ χρόνος ἀσφαλεστέραν ἔχει τὴν πρόσφυσιν ὥστε κινήσεων σφο‐

10

.

27

δροτέρων ἀνέχεσθαι τὴν κύουσαν ἄνευ τοῦ βλαβῆναι τὸ ἔμβρυον. τῆς δὲ κυήσεως οὐκ ἦν ὡρισμένος χρόνος, οὔτε τῆς τῶν ἑπταμήνων βρε‐ φῶν οὔτε τῶν ἐννεαμήνων καὶ δεκαμήνων, καὶ εἰς ὅσον γε διαφέ‐ ροντας ἐκ τῆς πείρας ἐφώρασα τοὺς χρόνους ἐπὶ τῶν ἑπταμήνων, νῦν
5ἐρῶ, μηνύσας τὰ δι’ ὅλου τοῦ βίου μοι γνωσθέντα πάνυ φιλοπόνως βουληθέντι γνῶναι τὰς ἄκρως παραφυλαχθείσας ταῖς γυναιξὶ συλλή‐ ψεις τοῦ σπέρματος, ὧν ἀγνοουμένων οὐδὲ ὁ τῆς κυήσεως χρόνος

10

.

28

εὑρεθῆναι δύναται. τὰς μὲν δὴ πλείστας εὗρον ἐν τῷ μεταξὺ τῶν ρϞ καὶ ς ἡμερῶν τετοκυίας, ὀλίγας δ’ ἤτοι πρωϊαίτερον ἢ ὀψιαίτερον, οὐδεμίαν δὲ θᾶττον τῶν ρπδ ἡμερῶν οὔτε ἐξωτέρω τῶν σδ, καί τινα

10

.

29

μίαν οἶδα γυναῖκα τεκοῦσαν ρπδ ἡμέρας συμπληρωθείσης. ἰστέον δ’ ὅτι πολ‐ λαῖς τῶν γυναικῶν ὠδῖνες βίαιοι τὰς μήτρας ὅλας ἐκπεσεῖν ἠνάγκασαν, παραπλησίου γινομένου τῷ πολλάκις ἐν παλαίστραις τισὶ συμβαίνοντι, ὅταν ἀνατρέψαι τε καὶ καταβαλεῖν ἑτέρους σπεύδοντες αὐτοὶ συγκατα‐98
5πέσωσιν· οὕτως γὰρ καὶ αἱ μῆτραι τὸ ἔμβρυον ὠθοῦσαι συνεξέπεσον ἐνίοτε, καὶ μάλιστα ὅταν οἱ πρὸς τὴν ῥάχιν αὐτῶν δεσμοὶ χαλαροὶ φύσει τυγχάνωσιν ὄντες.

11

t

Ἐκ τῶν Ἀθηναίου. Πότε ἄρχεται τὸ σπέρμα καὶ πότε λήγει.

11

.

1

Ἄρχεται μὲν τοῖς πλείστοις ἀπὸ τῶν τεσσαρεσκαίδεκα ἐτῶν ἐκκρί‐ νεσθαι τὸ σπέρμα· γόνιμον δὲ γίνεσθαί τισι μὲν ἀπὸ τῶν ὀκτωκαί‐

11

.

2

δεκα, τοῖς δὲ πλείστοις περὶ τὰς τρεῖς ἑβδομάδας. ἄγονον δὲ γίνεται περὶ τὰς ἐννέα ἑβδομάδας· τοῖς δ’ εἰς τὸ παντελὲς γῆρας ἀφικνου‐ μένοις καὶ εἰς τέλος ἐκλείπει.

12

t

Ἐκ τῶν Ἀριστοτέλους τοῦ φιλοσόφου. Περὶ ὀκταμήνων.

12

.

1

Περὶ τῶν ὀκταμήνων εἰσί τινες οἵ φασιν οὐθὲν ζῆν· τοῦτο δ’ ἐστὶ ψεῦδος· ζῇ γάρ, καὶ τοῦτο μάλιστα μὲν ἐν Αἰγύπτῳ δῆλον διὰ τὸ τρέφειν τε πάντα τὰ γινόμενα τοὺς Αἰγυπτίους, καὶ ἔτι τὰς γυναῖ‐ κας ἐκφόρους εἶναι, καὶ τῶν παίδων τὴν τροφὴν μὴ εἶναι ἐπίκαιρον,
5εἴτε διὰ τὴν κουφότητα τοῦ ὕδατος (ὥσπερ γὰρ ἀφηψημένον τὸ τοῦ

12

.

2

Νείλου ὕδωρ ἐστίν), εἴτε καὶ δι’ ἄλλας αἰτίας. οὐ μὴν ἀλλὰ καὶ ἐν τῇ Ἑλλάδι τηροῦσιν ἔστιν ἰδεῖν οὕτως ἔχειν, ὥστε τὸ μὲν ἅπαντα τὰ ὀκτάμηνα μὴ ζῆν οὐκ ἀληθές ἐστιν, ὅτι μέντοι ὀλίγα καὶ ἧττον τῶν ἑπταμήνων τε καὶ τῶν ἐκ τοῦ πλείονος ἀριθμοῦ γενομένων ἀληθές·

12

.

3

καὶ γὰρ ἑνδεκάμηνον δοκεῖ γεννᾶσθαι καὶ δεκάμηνον. ὅσα μὲν οὖν

12

.

4

γίνεται πρότερον τῶν ἑπταμήνων, οὐθὲν οὐδαμοῦ δύναται ζῆν· τὰ δ’ ἑπτάμηνα γόνιμα γίνεται πρῶτον, ἀσθενῆ δὲ τὰ πολλά (διὸ καὶ σπαρ‐ γανοῦσιν ἐρίοις αὐτά)· πολλὰ δὲ καὶ τῶν πόρων ἐνίους ἔχοντα ἀσχί‐ στους, οἷον ὤτων καὶ μυκτήρων, ἀλλ’ ἐπαυξανομένοις διαρθροῦνται,99

12

.

5

καὶ βιοῦσι πολλὰ καὶ τῶν τοιούτων. τὰ δ’ ὀκτάμηνα περὶ μὲν Αἴγυ‐ πτον ... νομίζουσιν οὐκ ὀκτάμηνον εἶναι τὸ γενόμενον, ἀλλὰ λαθεῖν

12

.

6

ἑαυτὰς αἱ γυναῖκες συλλαβοῦσαι πρότερον. πονοῦσι δ’ αἱ γυναῖκες μά‐ λιστα τὸν μῆνα τὸν δ καὶ τὸν η, καὶ ἐὰν διαφθείρωσι δη μηνί, διαφθείρονται καὶ αὐταὶ ὡς ἐπὶ τὸ πολύ, ὥστε οὐ μόνον τὰ ὀκτάμηνα

12

.

7

οὐ ζῆν, ἀλλὰ καὶ διαφθειρομένων αἱ τίκτουσαι κινδυνεύουσιν. τὸν αὐτὸν δὲ δοκεῖ τρόπον λανθάνειν καὶ ὅσα φαίνεται τίκτεσθαι πολυχρο‐ νιώτερα τῶν δέκα μηνῶν· καὶ γὰρ τούτων ἡ τῆς συλλήψεως ἀρχὴ λανθάνει τὰς γυναῖκας· πολλάκις γὰρ πνευματικῶν γενομένων ἔμπρο‐
5σθεν τῶν ὑστερῶν, μετὰ ταῦτα πλησιάσασαι καὶ συλλαμβάνουσαι ἐκείνην οἴονται τὴν ἀρχὴν εἶναι τῆς συλλήψεως.

13

t

Περὶ μύλης.

13

.

1

Τίκτουσι γὰρ ὃ καλοῦσι μύλην, οἷον συνέβη τινὶ γυναικὶ συγγενο‐ μένῃ τῷ ἀνδρὶ καὶ δοξάσῃ συλλαβεῖν, ὅ τε ὄγκος ηὐξάνετο τῆς ὑστέ‐

13

.

2

ρας, καὶ τἄλλα ἐγίνετο τὸ πρῶτον κατὰ λόγον. ἐπεὶ δ’ ὁ χρόνος ἦν τοῦ τόκου, οὔτε ἔτικτεν, οὔτε ὄγκος ἐλάττων ἐγίνετο, ἀλλ’ ἔτη τρία ἢ τέσσαρα οὕτω διετέλεσεν, ἕως δυσεντερίας γενομένης αὐτῇ καὶ κιν‐ δυνευσάσης αὐτῆς δηλονότι ἔτεκε σάρκα εὐμεγέθη, ἣν καὶ μύλην κατ‐

13

.

3

ωνόμασαν· ἐνίαις δὲ συγκαταγηράσκει τὸ πάθος καὶ ἀποθνῄσκει. καὶ γὰρ πότερον διὰ θερμότητα δηλονότι γίνεται τὸ πάθος τοῦτο, ὅταν τύχῃ ἡ ὑστέρα ξηρὰ καὶ θερμὴ οὖσα, καὶ διὰ ταῦτα σπαστικὴ πρὸς ἑαυτήν, καὶ οὕτως ὡς ἀνελέσθαι καὶ φυλάξαι πρὸς αὑτήν; οὕτως γὰρ
5ἐχούσαις ἐὰν μὴ μεμιγμένον ἐστὶ τὸ ἐξ ἀμφοῖν, ἀλλ’ ὥσπερ ὑπηνέμιον ἐνδέξαιτο ἀπὸ θατέρου, τότε γίνεται ἡ καλουμένη μύλη, οὔτε ζῷον διὰ τὸ μὴ παρ’ ἀμφοῖν οὔτε ἄψυχον ληφθὲν εἶναι ὥσπερ τὰ ὑπη‐100

13

.

4

νέμια. πολὺν δὲ χρόνον ἐμμένει· τῷ γὰρ μὴ ζῷον εἶναι οὐ κινού‐ μενον οὐ ποιεῖ τὴν ὠδῖνα· ἡ γὰρ κίνησις τῶν συνδέσμων ὠδίς ἐστιν, ἣν

13

.

5

διὰ τὸ ζῆν προΐεται τὸ ἔμβρυον. καὶ ἡ σκληρότης δ’ ἡ γενομένη τοῦ παθήματος μωλύσεως ἔργον ἐστίν· οὕτως γὰρ γίνεται σκληρόν, ὥστε

13

.

6

πελέκει οὐ δύνανται διακόπτειν. τὰ μὲν οὖν ἑφθὰ καὶ πάντα τὰ πε‐ πεμμένα μαλακὰ γίνεται, τὰ δὲ μεμωλυσμένα ἄπεπτα καὶ σκληρά.

13

.

7

πολλοὶ δ’ ἰατροὶ ἀγνοοῦντες δι’ ὁμοιότητα μύλας εἶναι τὸ πάθος φάσκουσιν, ἂν μόνον ἴδωσι τάς τε κοιλίας ἐπαιρομένας ἄνευ ὕδρωπος

13

.

8

καὶ τῶν ἐπιμηνίων σχέσιν, ὅταν χρονίσῃ τοῦτο τὸ πάθος. τὸ δ’ οὐκ

13

.

9

ἔστιν· ὀλιγάκις γὰρ γίνονται αἱ μύλαι. ἄλλοτε μὲν οὖν σύρροια γίνε‐ ται ψυχρῶν καὶ ὑγρῶν περιττωμάτων καὶ λεπτῶν καὶ ὑδαρῶν, ἄλλοτε δὲ παχυτέρων εἰς τὸν περὶ τὴν κοιλίαν τόπον, ἐὰν τὴν φύσιν τοιαῦτα ἢ τὴν ἕξιν ὦσιν· ταῦτα γὰρ οὔτε ὀδύνην παρέχει οὔτε θερμαίνεται
5διὰ ψυχρότητα, αὔξησιν δὲ λαβόντα, τὰ μὲν μείζω, τὰ δ’ ἐλάττω, οὐ‐ δεμίαν ἄλλην ἐπισπῶνται νόσον παρ’ ἑαυτά, ἀλλ’ ὥσπερ πληρώματα

13

.

10

ἡσυχάζει. ἡ δ’ ἀπόλυσις τῶν καταμηνίων γίνεται διὰ τὸ δεῦρο κατ‐

13

.

11

αναλίσκεσθαι τὰ περιττώματα, ὥσπερ καὶ ὅταν θηλάζωνται. ἔστι δ’ ὅτε καὶ εἰς τὸν μεταξὺ τόπον τῆς ὑστέρας καὶ τῆς κοιλίας συρρέον ἐκ τῆς

13

.

12

σαρκὸς δοκεῖ μύλη εἶναι, οὐκ οὖσα. ἔστι δ’ οὐ χαλεπὸν γνῶναι, ἐὰν [ἡ] μύλη ᾖ θιγγάνουσα τῆς ὑστέρας· ἂν γὰρ ᾖ εὐσταλὴς καὶ μὴ ἔχουσα αὔξησιν, δῆλον ὅτι οὐκ ἐν ἐκείνῃ τὸ πάθος· ἐὰν δὲ τοιαύτη ᾖ οἷον ὅταν παιδίον ἔχῃ, μύλη θερμή τε καὶ ξηρά ἐστι διὰ τὸ εἴσω τετράφθαι

13

.

13

τὰ ὑγρά, καὶ τὸ στόμα ... ἐὰν δέ τις ἄλλος ᾖ ὄγκος, ψυχρὰ ἔσται

13

.

14

θιγγανομένη καὶ οὐ ξηρά, καὶ ἀεὶ τὸ στόμα ὅμοιον. μάλιστα δὲ λαν‐ θάνει, ὅσαι οἴονται εἶναι ἀδύνατον συλλαβεῖν, ἐὰν μὴ ἐπιξηρανθῇ καὶ

13

.

15

ἐπιδήλως ἀφανισθῇ τὸ δοθέν. συμβαίνει δ’ ἐνίοτε προέσθαι πλέον καὶ

13

.

16

αὐτὴν καὶ τὸν ἄνδρα, οὗ ἂν δύναιτο ἀφανίσαι, καὶ τοῦ ἱκανοῦ. ὅταν οὖν σπάσῃ μὲν ἱκανόν, λειφθῇ δὲ πολύ, τότε λανθάνουσι κυϊσκόμεναι.

13

.

17

ὅτι δὲ τοιοῦτον ἐνδέχεται γίνεσθαι, καὶ οὐκ ἐξ ἅπαντος γίνεται τὸ
πάθος, δηλοῖ ὅσα τῶν ζῴων ἀπὸ μιᾶς ὀχείας πολλὰ τίκτεται, καὶ 〈ἡ〉 τῶν διδύμων γένεσις, ὅταν ἀπὸ μιᾶς γένηται· δῆλον γὰρ ὅτι οὐκ ἐξ ἅπαντος ἐγένετο, ἀλλὰ μέρος τοῦ αὐτοῦ ἔλαβέ τις τόπος, τὸ δὲ πε‐101
5ριελείπετο πολλαπλάσιον.

14

t

Περὶ συλλήψεως καὶ ἐπικυήσεως.

14

.

1

Αἱ δὲ συλλήψεις γίνονται μὲν οὐ πολὺ μετὰ τὰς καθάρσεις, ὀλι‐ γάκις δὲ καὶ πρὸ τῆς καθάρσεως αὐταῖς τοσοῦτον ἐχούσαις τὸ περίσ‐ σευμα, ὅσον ἐστὶ ταῖς ἄλλαις πρὸς τῷ λήγειν ἤδη γινομένης τῆς κα‐ θάρσεως· οὔτε δὲ μὴ γινομένων ὅλως τῶν καταμηνίων, οὔτε πεπαυ‐
5μένων πρὸ πολλοῦ, δυνατὸν γενέσθαι σύλληψιν, οὐδὲ μὴν ἀκμαζούσης τῆς καθάρσεως (ἔμπροσθεν μὲν γὰρ τῶν καθάρσεων τετυλωμένης τῆς μήτρας, οὐχ οἷόν τε προσφυῆναι τὸ σπέρμα), οὐδὲ μὴν ἀκμαζουσῶν (ἐκκλύζεται γὰρ ὑπ’ αὐτῶν ὁ γόνος), οὐδὲ πάλιν κατὰ πᾶν πεπαυ‐ μένων, καὶ τῆς μήτρας ἀνεξηραμμένης ἤδη καὶ κατεψυγμένης. ληγού‐
10σης δὲ τῆς καθάρσεως, καὶ τῆς μήτρας ἀκμὴν ἐναίμου τε οὔσης καὶ διαθέρμου καὶ διὰ ταῦτα ὀργώσης πρὸς τὴν παραδοχὴν τοῦ σπέρμα‐

14

.

2

τος, καιρὸς εὐφυὴς πρὸς σύλληψιν. γίνεται δέ τισιν ἐπισύλληψις καὶ ἐπικύησις, αἷς ἐστιν ἕλκωσίς τε περὶ τὴν μήτραν καὶ τροφὴ ἱκανή. τισὶ μὲν οὖν ἀπὸ τῆς πρώτης συλλήψεως ἔτι μενούσης ἐπί τινας χρόνους τῆς ἑλκώσεως, ὕστερον ἐπισυλλαμβάνουσι, τισὶ δὲ καὶ μετὰ ταῦτα, κα‐
5ταμηνίων ἐπιφανέντων, κατ’ ἄλλα μέρη τῆς ὑστέρας· διὸ καί τινες μετ’ ὀλίγον, τινὲς δὲ μετὰ πλείονα χρόνον, τῷ πρώτῳ ἕτερον ἐπιτίκ‐

14

.

3

τουσιν. τῶν δ’ ἐπικυουμένων τὰ μέν ἐστιν ἀτελῆ καὶ ἀδιάρθρωτα καὶ σαρκοειδῆ, τὰ δὲ διηρθρωμένα μέν, ἀσθενῆ δέ· τινὰ δ’ αὐτῶν ἰσχυ‐ ρότερα γίνεται τῶν ἔμπροσθεν.

15

t

Ἐκ τῶν Γαληνοῦ. Περὶ διαπλάσεως ἐμβρύου.

15

.

1

Συνεχὲς ἑαυτῷ μένον τὸ σπέρμα, καθ’ ὃν ὑπὸ τῆς μήτρας ἕλκε‐ ται καιρόν, ἐκτείνεται μὲν δήπου καὶ πλατύνεται, πάντων τῶν μορίων τῆς μήτρας ὁμοίως ὀριγνωμένων αὐτοῦ, τῷ δ’ εἶναι γλίσχρον τε καὶ παχὺ καὶ θερμοῖς ὁμιλεῖν σώμασιν ὑμενοῦται μὲν ῥᾳδίως, ἀφίσταται
5δ’ ἀπ’ αὐτῶν, ὡς τὸ ἴτριον ἀπὸ τοῦ χαλκοῦ σκεύους· οὐδὲ οἷόν τε λεῖον

15

.

2

λείῳ συναφθῆναι. μεγίστη δὲ τοῦ λόγου πίστις· ἔνθα τραχύς ἐστι τῆς μήτρας ὁ χιτών (ἔστι δὲ δήπου τοιοῦτος ἐν τοῖς στόμασι τῶν ἀγγείων),102

15

.

3

ἐκείνοις μόνοις συνδεῖται. ἔχει δ’ ὕλας οἰκείας, ἃς ἕλξειν ἤμελλε παρὰ

15

.

4

τῆς μήτρας, αἷμα καὶ πνεῦμα διὰ τῶν στομάτων οἷς συνῆπται. καὶ τοίνυν εὐθὺς ταῦτα ἐπεσπάσατο διὰ τοῦ περιέχοντος ὑμένος οὐδέπω

15

.

5

σκληροῦ γεγονότος. ἅμα τε οὖν ἐφέρετο 〈τὰ〉 παρὰ τῆς μήτρας ἐκ τῶν ἀγγείων ἑλκόμενα, καὶ ὁ ὑμὴν ἔτι μᾶλλον ἐγίνετο σκληρός, καὶ τέλος οὕτως μὲν ἤδη σύμπας ἦν σκληρός τε καὶ συνεχὴς ὅλον ἐν κύκλῳ περιλαμβάνων τὸ κύημα, μόνα δ’ ἐκεῖνα διετέτρητο, δι’ ὧν ταῖς
5ὕλαις ἦν ἡ φορά· ἅτε γὰρ οὐδένα χρόνον ἡσυχαζούσης τῆς ὁλκῆς, ἔμενεν ἀεὶ τὸ τρῆμα, τοῦ ὑμένος οὐ δυναμένου συμφῦναι διὰ τὸ μηδὲ ἄλλο μηδὲν ἕτερον ἑτέρῳ δύνασθαι συμφῦναι, μέσων ἱσταμένων ἀεικι‐

15

.

6

νήτων σωμάτων. οὐ μόνον τοίνυν οὐ συμφύεται τὸ τρῆμα τοῦ ὑμένος, ἀλλὰ καὶ διὰ παντὸς εὐρύνεται πρὸς λόγον τοῦ πλήθους τῶν συρρεόντων καὶ δὴ καὶ τῷ χρόνῳ συριγγουμένην τε ἅμα καὶ τυλουμένην τὴν ὁδὸν

15

.

7

ἀγγεῖον γίνεσθαι ... τοῦτο μὲν οὖν συνίσταται· πάλιν δ’ ἐπανέλθω‐ μεν ἐπὶ τὴν ἀρχήν· ὅταν γὰρ ὑπὸ τὸν αὐτὸν χρόνον ἅμα τῷ ἄρρενι τὸ θῆλυ σπερμαίνῃ, δι’ ἑκατέρας τῶν κεραιῶν ἐξακοντιζόμενον τὸ σπέρμα καὶ φερόμενον εἰς μέσον τῆς μήτρας τὸ κύτος ἅμα μὲν ὑπα‐
5λείφει τὰς ὁδούς, ἅμα δ’ ἐξικνεῖται πρὸς τὸ τοῦ ἄρρενος σπέρμα καὶ αὐτῷ μίγνυται τούτῳ, καὶ ὑμένες ἀλλήλοις ἐπιπλέκονται, οὗτός τε καὶ ὃν κατὰ τὴν οἰκείαν ὁδοιπορίαν εἰργάσατο τὸ τοῦ θήλεος σπέρμα τῷ κυήματι· λεπτότερον μὲν γάρ ἐστιν αὐτοῦ καὶ ψυχρότερον, οἰκειότε‐ ρον δ’ ἄλλου παντὸς εἰς θρέψιν· ὅ τι [καὶ] γὰρ ἂν τῶν στομάτων
10ἅψηται τοῦ σπέρματος, ἐπισπᾶται δι’ αὑτοῦ τὴν τροφὴν ἐκεῖνο πρὸς ἑαυτό, τιτραμένου τοῦ ὑμένος, ὡς ἂν ἔτι μαλακοῦ τε καὶ νεοπαγοῦς ὄντος, εἶτ’ ἐν τῷ χρόνῳ, καθάπερ ὀλίγον ἔμπροσθεν εἶπον, [τὸ] ἀγ‐

15

.

8

γεῖον γίνεται συμφυές τε ἅμα καὶ ὅμοιον τῷ τῆς μήτρας. καί σοι πάρ‐ εστι θεάσασθαι κατὰ τὰς τῶν ἐγκυμόνων ζῴων ἀνατομὰς μετ’ ἀρτη‐ ριῶν καὶ φλεβῶν τὸν ἔξωθεν ὑμένα [τῶν φλεβῶν ἢ καὶ μᾶλλον] τῶν ἐμβρύων· ὀνομάζεται δὲ χόριον ὁ ὑμὴν οὗτος ὁ ἔξωθεν, ὃν διοδεύ‐
5ουσιν 〈αἱ〉 ἀρτηρίαι τε καὶ αἱ φλέβες, ὕλας ἐκ τῆς μήτρας εἰς τὸ κυούμενον ἄγουσαι, τὴν ἀρχὴν τῆς γενέσεως ἐκ τῶν κατὰ τὰς μήτρας ἀρτηριῶν καὶ φλεβῶν ἔχουσαι, διὰ τούτων μόνον τῆς κοινωνίας οὔσης τοῖς κυουμένοις πρὸς τὰς κυούσας. οὐδαμόθι γὰρ ἀλλαχόθι τέτρηται
τὸ χόριον, ἀλλ’ οὐδὲ ψαύει κατὰ τὰς μήτρας ἢ κατὰ ταῦτα μόνα· τὸ103
10δ’ ἄλλο κύτος αὐτοῦ τὸ μεταξὺ ταῖς μήτραις μὲν ἔνδον ὑποτέταται, ψαύει δ’ αὐτῶν μόνων ἄνευ συμφύσεως, καὶ διὰ τούτου μόνου συν‐ άπτεται τῇ μητρὶ τὸ κυούμενον· ἐφ’ ἑκάστῳ γὰρ δὴ στόματι τῶν εἰς τοὐντὸς τῆς μήτρας ἀγγείων, δι’ ὧνπερ καὶ τὸ καταμήνιον εἰς αὐτὴν ἐφέρετο, γεννᾶται παρὰ τὸν τοῦ κύειν καιρὸν ἕτερον ἀγγεῖον,
15ἀρτηρία μὲν ἐπὶ τῷ τῆς ἀρτηρίας στόματι, φλὲψ δ’ ἐπὶ τῷ τῆς φλε‐ βός, ὥστε εἶναι τὸν ἀριθμὸν ἴσα τὰ γεννώμενα τοῖς εἴσω τῆς μήτρας

15

.

9

περαίνουσι στόμασιν. τέτταρα γοῦν ἐνταῦθα πάντα ἔστιν ἀγγεῖα, δύο μὲν ἀρτηρίαι, δύο δὲ φλέβες, μέσον ἑαυτῶν περιλαμβάνουσαι τὸν πό‐ ρον ὃν οὐραχὸν καλοῦσι, δι’ οὗ συντέτρηται πρὸς τὸν πυθμένα τῆς κύστεως ὁ ἀλλαντοειδὴς ὑμήν, καὶ τὸ συγκείμενον ἐκ τῶν πέντε τού‐

15

.

10

των γίνεται ὁ καλούμενος ὀμφαλός. πρῶτον μὲν οὖν ἔξωθεν τῷ ἐμβρύῳ περιτέθεικεν ἡ φύσις τὸ χόριον, ἅμα δ’ αὐτῷ τὸν ἀλλαντο‐ ειδῆ πεποίηκεν ὑμένα, τὴν ὀνομασίαν ἀπὸ τοῦ σχήματος ἔχοντα (παρα‐ πλήσιος γάρ ἐστιν ἀλλᾶντι), κατὰ μὲν τὰς πρώτας ἡμέρας συνεργα‐
5σόμενον, ὡς εἴρηται, τῷ χορίῳ τὴν γένεσιν, διαπλασθέντος δὲ τοῦ ζῴου τὸ οὖρον ὑποδεξόμενον· ἀνάγκη γὰρ ἦν καὶ τῷ κυουμένῳ ζῴῳ περιττώματα γενέσθαι τοσαῦτά τε καὶ τοιαῦτα κατὰ γένος ὅσαπερ ὑπάρχει καὶ οἷα τοῖς ἀπολελυμένοις ἤδη τῆς μήτρας, ἀλλ’ οὖρον μὲν καὶ ἀποπάτημα διαπεπλασμένων τε καὶ διηρθρωμένων ἤδη τῶν μορίων,
10ἐξ ἀρχῆς δ’ εὐθέως τὸν ἀπορρέοντα τοῦ κυήματος ἀτμόν, ὃς ἀνάλο‐

15

.

11

γόν ἐστι τῷ τῶν τελείων ζῴων ἱδρῶτι. καὶ τούτῳ τοίνυν ἀναγκαῖον ἦν γενέσθαι τινὰ ὑμένα, καθάπερ τῷ οὔρῳ τὸν ἀλλαντοειδῆ, καὶ δὴ καὶ γέγονεν ὁ ἄμνιος ὀνομαζόμενος ὅλον ἐν κύκλῳ τὸ κύημα περι‐ λαμβάνων· ὁ γὰρ ἀλλαντοειδής, καίτοι πρότερος τοῦ ἀμνίου γεγονώς,
5λεπτὸς ἦν καὶ ἄτονος, ἐξ ὀρωδεστέρου γεγονὼς σπέρματος· ἐχρῆν δὲ τὸν περιέξοντα τὸ ἔμβρυον ὑμένα πάχος ἔχειν ἰσχυρόν, ὡς ἂν ἱδρῶτος ἀγγεῖον αὐτὸ γενησόμενον, ἀλλὰ καὶ πρὸς τὰς μελλούσας ἔσεσθαι τῶν

15

.

12

κώλων κινήσεις ἀνθέξοντα. τὸ μὲν οὖν ἱδρῶτος λόγῳ κατὰ τὸν ἄμνιον ἀθροιζόμενον ἐν κύκλῳ περικέχυται τῷ κυουμένῳ, μηδὲν βλάπτειν αὐτοῦ τὸ δέρμα δυνάμενον· ἰδίᾳ δ’ αὐτοῦ ἀπῆκται τοῦδε καὶ ἀποκε‐ χώρισται τὸ οὖρον, οὔτε τοῦ δέρματος οὔτε τῶν κατὰ τὸ χόριον
5ἁπτόμενον φλεβῶν, ὅπως μηδὲν ὑπὸ τῆς δριμύτητος αὐτοῦ τὰ πλη‐

15

.

13

σιάζοντα βλάπτοιτο. χρεία δ’ οὐ σμικρὰ καὶ ἥδε τοῦ κατὰ τὸν ἄμνιον
ὑγροῦ· κουφίζει γὰρ καὶ ἀνέχει καθάπερ ἐννῆχον ἑαυτῷ τὸ κυούμε‐104

15

.

14

νον, ὅπως ἧττον εἴη βαρὺ τοῖς πρὸς τὴν μήτραν ἀρτήμασιν. προσέρ‐ χεται δὲ καὶ ἄλλη τις χρεία τοῖς ὑγροῖς τοῖσδε κοινὴ κατὰ τὴν ἀπο‐ κύησιν τοῦ ζῴου γινομένη ῥᾷον ἐκπίπτειν τοῦ τῆς μήτρας αὐχένος τὸ κυούμενον ὑγρότητι πολλῇ τεγγόμενον, ῥηγνυμένων ἐξ ἀνάγκης τηνι‐
5καῦτα τῶν ὑμένων· οὐ μόνον γὰρ εἰς ὄλισθον συμβάλλεται τοῖς ἐμβρύοις ἡ ὑγρότης, ἀλλὰ καὶ τὸν αὐχένα τῶν μητρῶν ἕτοιμον εἰς τὸ διαστέλλεσθαι μέχρι πλείστου παρασκευάζει· βρεχόμενος γὰρ ὑπὸ τῶν προειρημένων ὑγρῶν μαλακώτερός τε γίνεται καὶ διαστέλλεται ῥᾷον.

15

.

15

οὕτω δ’ εἰσὶ λεπτοὶ καὶ ἀραχνοειδεῖς οἱ ὑμένες ὥστε, εἰ μὴ μετρίως

15

.

16

〈τισ〉 αὐτῶν ψαύει κατὰ τὰς ἀνατομάς, ῥήγνυσθαι ῥᾳδίως. ὅλῳ μὲν οὖν τῷ κυουμένῳ πανταχόθεν ὁ ἄμνιος περιβέβληται, τούτῳ δ’ ἔξω‐ θεν ὁ ἀλλαντοειδὴς ἐπίκειται κατὰ τῶν κυρτῶν αὐτοῦ μερῶν, οὗ τε‐ λευτῶντος τὰ πέρατα πρὸς τὰς κεραίας· τούτοις δ’ ἔξωθεν περίκειται

15

.

17

τὸ χόριον. ταυτὶ μὲν οὖν ἔξωθέν ἐστι τοῦ κυουμένου· τὴν φυτικὴν δ’ ἀρχὴν ἁπάντων πρώτην ἔχει τὸ συλληφθὲν δημιουργοῦσαν οὐκ ἐξ αἵματος, ἀλλ’ ἐξ αὐτοῦ τοῦ σπέρματος, ἀρτηρίας καὶ φλέβας καὶ νεῦρα καὶ ὀστᾶ καὶ ὑμένας· ὅσα μὲν γὰρ σαρκώδη τὴν ἰδέαν ἐστί, ἐξ αἵματος

15

.

18

ἐγένετο, τὰ δ’ ὑμενώδη πάντα ἐκ σπέρματος ἐτάθη. καὶ διὰ τοῦτο τὰ μὲν ἐξ αἵματος εἰ φθαρείη ποτέ, γεννᾶται πάλιν ῥᾳδίως, ὡς ἂν τὴν ὕλην ἔχοντα τῆς γεννήσεως ἄφθονον· ὅσα δ’ ἐκ σπέρματος, ἢ οὐδ’ ὅλως ἢ κατὰ τὸ σπάνιον αὖθις γεννᾶται, καίτοι τήν γε ποιητικὴν

15

.

19

αἰτίαν ἔχοντα. φλεβὸς μὲν οὖν ἁπλοῦν καὶ λεπτὸν ἐχούσης τὸν χιτῶνα σπανίως ἡ γέννησις, ἀρτηρίας δ’ ἑξαπλάσιον ἢ κατὰ φλέβα πάχος ἐχούσης οὐ σπάνιος, ἀλλ’ ἀδύνατος ἡ γένεσις, διότι καὶ ἡ παρασκευὴ τῆς τοιαύτης ὕλης ἀδύνατος.

16

t

Ἐκ τῶν Ἀθηναίου. Περὶ διαμορφώσεως.

16

.

1

Ἡ δὲ πρώτη διαμόρφωσις τῶν ἐμβρύων διασημαίνει περὶ τὰς τεσσαράκοντα ἡμέρας· ἕως μὲν γὰρ θ ἡμερῶν οἷον γραμμαί τινες αἱμα‐ τώδεις ὑποφέρονται· περὶ δὲ τὰς ὀκτωκαίδεκα θρόμβοι σαρκώδεις καὶ ἰνώδη τινὰ διασημαίνεται, καὶ σφυγμὸς ἐν αὐτοῖς εὑρίσκεται ὁ τῆς

16

.

2

καρδίας. περὶ δὲ τὰς τρεῖς ἐννεάδας, ὥς φησιν ὁ Διοκλῆς, ἐν ὑμένι μυξώδει γίνεται φανερῶς ἀμυδρὸς ὁ τύπος τῆς ῥάχεως καὶ ὁ τῆς κε‐105

16

.

3

φαλῆς. περὶ δὲ τὰς τέσσαρας ἐννεάδας ὁρᾶται πρῶτον διακεκριμένον ὅλον τὸ σῶμα ἢ τὸ τελευταῖον, μιᾶς προστεθείσης τετράδος, περὶ τὴν

16

.

4

τεσσαρακοντάδα. συμφωνεῖ δὲ τοῖς χρόνοις τῆς παντελοῦς τῶν ἐμβρύων διακρίσεως καὶ ὁ φυσικὸς Ἐμπεδοκλῆς, 〈καί〉 φησιν ὅτι θᾶσσον διαμορφοῦται τὸ ἄρρεν τοῦ θήλεος, καὶ τὰ ἐν τοῖς δεξιοῖς τῶν ἐν τοῖς εὐωνύμοις.

17

t

Ἐκ τῶν Ἀθηναίου. Περὶ συνηθείας.

17

.

1

Συνήθειά ἐστιν ἕξις ψυχῆς ἢ σώματος ἐν χρόνῳ κατεσκευασμένη πρὸς ὠφέλειάν τε καὶ βλάβην ὑγιαινόντων τε καὶ νοσούντων· τὸ γὰρ ἔθος ἐν χρόνῳ κατασκευάζει τι δι’ ἑαυτοῦ περὶ τὴν ψυχὴν καὶ τὸ σῶμα, καὶ τοῦτό ποτε μὲν ἐπ’ ὠφέλειαν ποιεῖ τινα, ποτὲ δὲ καὶ ἐπὶ

17

.

2

βλάβην. καὶ οὐ μόνον ἐφ’ ὑγιαινόντων ἰσχύει, διατείνει δὲ πολλάκις

17

.

3

καὶ πρὸς τοὺς νοσοῦντας. τὸ δὲ πολυχρόνιον ἔθος οἷον φύσις ἐστὶν ἐπίκτητος· διὸ πᾶν τὸ κινοῦν ἑαυτὸ μεταβάλλει, ἐπισφαλὲς καὶ προσα‐

17

.

4

γωγὸν εἰς νόσον. τούτων δὲ διαφέρουσιν αἱ μεταβολαὶ τῶν τόπων· ἡ μὲν γὰρ ἐξ ὑγιεινῶν εἰς νοσερώτερα μεταβολὴ μείζονα ποιεῖ τὴν ἀλλοίωσιν καὶ χαλεπωτέραν, ἡ δ’ ἐκ νοσερῶν εἰς ὑγιεινὰ ἐλάσσονα καὶ

17

.

5

τῷ μεγέθει καὶ τῷ χρόνῳ. πᾶσα μέντοι μεταβολή, καὶ μάλιστα αἰφνί‐ διος, καὶ ὡς ἔνι μάλιστα ἀσυνήθης καὶ ξένη, ἐπὶ τὸ χεῖρον μετακινεῖ

17

.

6

τὰ σώματα δι’ ἣν ἀπεδώκαμεν αἰτίαν. οὕτως δ’ ἰσχυρὸν ἡ συνήθεια, ὥστε τοὺς ληφθέντας ὑπ’ αὐτῆς μηδὲ χωρισθῆναι δύνασθαι δεσμῷ κατ‐ εχομένους· δυσανάληπτος γὰρ ἀθλητής, εἰ θέλει πρὸς τὸν πρῶτον ἐπανελθεῖν βίον αἰφνιδίως τὴν ἐπίκτητον διάθεσιν ὥσπερ δευτέραν τινὰ
5φύσιν καταλύων, συντόμως ἀναλυθήσεται· οἷον γὰρ τρόπος ὁ πολυ‐

17

.

7

χρόνιος ἐθισμὸς ἰσχυρός. οὕτως ὁ αἰφνίδιος ἐξεθισμὸς μεγάλας ἔχει τὰς διαφοράς· διόπερ ἐξίστησι τῆς ἰδίας καταπαύσεως τοὺς μὴ ἐκ προσαγωγῆς καὶ δι’ ἑτέρας πάλιν συνηθείας τὴν προτέραν καταλύον‐ τας συνήθειαν.

18

t

Ἐκ τῶν Ῥούφου. Περὶ παρθένων διαίτης.

18

.

1

Ὅσαι τοῦ καιροῦ μακρότερα παρθενεύονται, πολλοῖς περιπίπτουσι πάθεσιν· οὔτε γὰρ αἱ καθάρσεις αὐταῖς κατὰ τὸ προσῆκον γίνονται, καὶ ἤδη πεπαυμέναι τῆς πολλῆς αὐξήσεως ταχὺ ὑποπίμπλανται· πλη‐

18

.

2

σμονὴ δ’ ἡ μάλιστα παρεχομένη τὰ νοσήματά ἐστιν. χρὴ οὖν ἐν καιρῷ συνοικίζειν τὰς παρθένους· τῷ δὲ πλήθει ὅσον ταχύτερον αὐξάνεται, τοσοῦτον ταχύτερον καὶ ἡβάσκει, καὶ ἐφίεται μίσγεσθαι καὶ γεννᾶν· ὅθεν καὶ ὁ νόμος ἐντεῦθέν ποθεν ὁρμηθεὶς νεωτέρας συνοικίζει πρεσ‐106

18

.

3

βυτέροις. διὰ τοῦτο καὶ Ἡσίοδος πεποίηκεν, ἐπὶ μὲν τῇ γυναικί·
«ἡ δὲ γυνὴ τέτορ’ ἡβῴη· πέμπτῳ δὲ γαμοῖτο», ἐπὶ δὲ τῷ ἀνδρί·
«μηδὲ τριηκόντων ἐτέων μάλα πόλλ’ ἀπολείπων,
5μήτ’ ἐπιθεὶς μάλα πολλά· γάμος δέ τοι ὥριος οὕτως».

18

.

4

περὶ η καὶ ι μάλιστα συνοικίζειν τὸν Ἡσίοδον, ὅτῳ δ’ ἐδόκει ὀψὲ εἶναι τοῦτο, παρίστασθαι μέν τι εἰκός, ἀλλὰ πρὸς τὰ νῦν καθεστη‐

18

.

5

κότα· εἰ δ’ ἐννοήσαι τὴν ἀρχαίαν δίαιταν, καὶ ὡς ἦν τεταγμένον, ἐπίσης τὸ θῆλυ πονεῖν τῷ ἄρρενι, οὐκέτι ἂν μακρὸν εἶναι συνοικίζειν

18

.

6

νομίζειν τηλικαύτην. ὅσαι δὲ τῶν παρθένων τῇ μὲν προσφορᾷ τοῦ σίτου χρῶνται ἀφθόνως, πόνον δὲ μηδένα προσφέρουσιν, ἔσχατος δὴ κίνδυνος, μὴ ταχὺ καὶ περὶ τὰ πρῶτα τοῦ ἡβᾶν γαμεῖσθαι· ταῖς γὰρ ἀναγκαίαις καθάρσεσιν ἐπικουφίζοιντο ἄν, συνεργὸν δέ, εἴ τι ἄλλο,

18

.

7

πρὸς κάθαρσιν καὶ μῖξις. πρὸς μέντοι παιδοποιΐαν ὁ χρόνος οὗτος οὐ συμφέρει, οὔτε τῷ τέκνῳ οὔτε τῇ κυούσῃ· τὸ μὲν γὰρ ἀσθενὲς ἀνάγκη εἶναι, τὴν δὲ πρὸ ὥρας ταλαιπωρουμένην ἄχθεσθαι, καὶ ταχὺ τὴν

18

.

8

ὑστέραν σιναρὰν ἀποδεικνύειν. ἵνα οὖν μήτε προακμάζωσιν αἱ παρθέ‐ νοι, μήτε περιπίπτωσι νοσήμασιν, οἷς εἰκὸς ἁλῶναι τὰς τηλικαύτας, ἀναμένωσι δὲ τὸν οἰκεῖον τῆς φύσεως χρόνον, ἔδοξέ μοι καὶ ταύταις

18

.

9

τρόπον τινὰ διαίτης ὑποθέσθαι. οὐ δήπου δ’ ἄνωθεν τὴν ἀρχὴν προσ‐ ήκει ποιεῖσθαι τῶν διαιτημάτων, ἀλλ’ ὅταν προσαγάγωσι τῷ ἡβάσκειν· οὗτος γὰρ καὶ ὁ σφαλερὸς χρόνος, ἡ δὲ παιδικὴ δίαιτα οὐ μεγάλης δεῖται τῆς φροντίδος, ἀλλὰ τοσοῦτόν γε κἀκείναις εἰπεῖν ἀρκέσει· τῶν
5γὰρ καθ’ ἡλικίαν παίδων οὐ χρὴ ἐξείργειν αὐτάς, καὶ τὰς ὑπερβολὰς τῆς πλησμονῆς φυλάσσεσθαι· τὸ γὰρ πλεῖον οὐ μόνον τῷ ἀπέπτῳ

18

.

10

λυπηρόν, ἀλλ’ εἰ καὶ τύχοι χρηστὸν γενόμενον. ὅταν δὲ προάγῃ μὲν ἡ ἡλικία, μικροῦ δὲ δεῖν ἡ αὔξησις ἔχῃ τὸ μέτρον, ὑπὸ δ’ αἰδοῦς μηδὲν τῶν παιδικῶν ἔτι παίζωσιν, τότε δὴ προσέχειν ἀκριβέστερον τῇ διαίτῃ καὶ τὰς προσφορὰς τεταγμένας καὶ μετρίας ποιεῖσθαι καὶ μὴ
5παντάπασιν ἅπτεσθαι κρεῶν μηδὲ τῶν ἄλλων ἰσχυρῶς τρεφόντων.

18

.

11

τηνικαῦτα δὲ τὰς παρθένους καὶ περιπατεῖν πλείω κελεύειν, καὶ εἰ μηδὲν ἐμποδὼν εἴη, τρέχειν καὶ ὅλως ταῖς διὰ κονίας [καὶ ταῖς]

18

.

12

ἀλινδήσεσι γυμνάζεσθαι. ἔοικε δὲ καὶ τὰ τῶν χορῶν ἐξευρῆσθαι οὐ107

18

.

13

μόνον εἰς τιμὴν τοῦ θείου, ἀλλὰ καὶ εἰς ὑγίειαν. διπλοῦς δ’ ἐνταῦθα

18

.

14

ὁ πόνος, καὶ τῇ ὀρχήσει καὶ τῇ ᾠδῇ. καὶ εἰ σφαίρᾳ παίζοιεν, καὶ οὗτος

18

.

15

ἂν εἴη οὔτε μικρὸς οὔτε ἀτερπής. ἑνὶ δὲ λόγῳ, πάντας τρόπους ἐξευρίσκειν γυμνασμάτων ἐπιτηδείων ταῖς παρθένοις, καὶ τὰς ἀργίας αὐταῖς νομί‐ ζειν εἶναι κάκιστον· ἀνακινεῖν γὰρ τοῖς πόνοις τὸ θερμὸν καὶ τὴν ἕξιν θερμαίνειν συμφέρει, ἀλλ’ ὥστε μένειν θήλειαν καὶ μὴ ἐξίστασθαι

18

.

16

πρὸς τὸ ἀρρενωπόν. ταῦτα μὲν οὖν δὴ τοιαῦτα· ἔμπροσθεν δέ, καὶ ἔτι παιδίσκας οὐ χεῖρον καὶ τῷ οἴνῳ διαιτᾶν, προσήβους δὲ γενομέ‐ νας ὑδροποτεῖν κελεύειν ἢ μικρότερον προσφέρεσθαι καὶ ὑδαρὸν τὸν οἶνον, ὡς μὴ ζεούσῃ τῇ φύσει τὸ καθ’ ἑαυτὴν καὶ τὸ παρὰ τοῦ οἴνου

18

.

17

σύμμαχον γίνεσθαι. αἱ δ’ ὑδροποσίαι καὶ εἰς σωφροσύνην συνεργοῦσιν,

18

.

18

ὁ δ’ οἶνος ἀκολαστοτέρας ποιεῖ. μάλιστα δὲ παραφυλάσσειν τὰς πρώ‐ τας τῶν καταμηνίων κινήσεις, αἵτινες οὐ ταχὺ μὲν ἥκουσι ταῖς διαιτω‐

18

.

19

μέναις, ὡς εἴρηται. προσέχειν γοῦν ἐν τοῖς πρώτοις χρόνοις· ἐὰν μὲν γὰρ ὑποδέξωνται ἅμα αἱ ὑστέραι καὶ ὑποδεξάμεναι ἀποδῶσιν ἔξω, κουφί‐ ζονται· εἰ δὲ μή, ταραχθὲν τὸ αἷμα, κωλυόμενον δ’ ἐξελθεῖν, πολλῶν

18

.

20

κακῶν αἴτιον γίνεται. ὅσαις δ’ ἂν ἐπὶ μυκτῆρας ὁρμήσῃ, καὶ ταύταις κενοῦται λυσιτελῶς, καὶ τό γε ἐπίπαν οὕτως ἀπαντᾷ, πεῖραν δὲ λαμ‐

18

.

21

βάνουσι τῶν καταμηνίων ἐν ᾧ καὶ ἡβάσκονται. οὐκ ἔστι δὲ πρὸς τὸ ἀκριβέστατον ὁ χρόνος τεταγμένος· διενέγκαι γὰρ πρὸς τὸ ἡβῆσαι καὶ θᾶσσον καὶ βραδύτερον καὶ αὐτὴ ἡ φύσις, ὑγροτέρα καὶ θερμοτέρα

18

.

22

οὖσα, τὸ μὲν θερμὸν κινῆσαι ταχύ, τὸ δ’ ὑγρὸν κινηθὲν ῥυῆναι. αἱ δὲ ψυχρότεραι, κἂν ὑγρότεραι ὦσι, τῷ ἀτρεμαίῳ τοῦ ψυχροῦ βραδύτερον

18

.

23

ἡβῶσιν. παραθεωρεῖν δὲ καὶ τὴν τοῦ σώματος ἰδέαν· καὶ γὰρ αὕτη ἐνδείκνυται τὸ θᾶσσον ἢ βραδύτερον ἡβῆσαι· ὅσαι γὰρ φλεβώδεις καὶ ἐνερευθεῖς καὶ εὔσαρκοι καὶ κατὰ τὴν ὀσφὺν 〈καὶ τὰ〉 ἰσχία μείζους τῶν ἀφλέβων καὶ ἐκλεύκων καὶ ἀσάρκων μέν, πιόνων δέ, καὶ ὑπο‐

18

.

24

λίσπων θᾶττον ἡβῶσιν. ταύταις οὖν ἐπιφανῆναι θᾶσσον εἰκός· τὸ δ’ ἐπίπαν, περὶ τὰ δ καὶ ι ἔτη τῆς μεταβολῆς αἰσθάνονται· αἳ δ’ ἂν ὑπερβάλωσι τοῦτον τὸν χρόνον, εἰς τὰ ζ καὶ ι· οὐδὲ γὰρ ταῦτα ἄνευ τῶν

18

.

25

κρισίμων χρόνων ἔοικεν ἀπαντᾶν. πολλὴ δ’ ἀνάγκη τὰς πρώτας καθάρ‐ σεις ἐπιπόνους γίνεσθαι· καὶ γὰρ ἀήθεσι, καὶ οὔπω τῶν φλεβῶν ἀνεστο‐

18

.

26

μωμένων, καὶ τοῦ αἵματος τὴν ὁδὸν αὑτῷ οὔπω τετμημένου. εἰκὸς οὖν καὶ ὀσφὺν ἀλγῆσαι καὶ ἐπιγάστριον καὶ κενεῶνας καὶ βρέγμα καὶ

18

.

27

ὀφθαλμοὺς καὶ τένοντας. εἰκὸς δὲ καὶ εἰλιγγιάσαι, καὶ πᾶν τὸ σῶμα σκορδινηθῆναι καὶ φρικῶδες καὶ κοπῶδες γενέσθαι, ποτὲ μὲν ἐπὶ τού‐

18

.

28

τοις καὶ πυρέξαι. σημαινόντων δὲ τῶν σημείων τὰς καθάρσεις, οὐ χεῖ‐
ρον συνεργεῖν εἰς τὸ ῥᾷον κενοῦσθαι· γίνοιτο δ’ ἂν τοῦτο ἢ ταῖς τὸ πᾶν ἀφαιρούσαις ἢ τὸ πλεῖστον σιτίον καὶ ἀναπαυομέναις· χαλᾷ γὰρ ἡ ὑστέρα τὸ αἷμα ταῖς ἐνδεεστέραις περὶ τὴν κάθαρσιν διαί‐108
5ταις, ἡ δὲ πλησμονὴ διατείνουσα καὶ ὀδυνῶσα καὶ ὁμοίαν φλεγ‐

18

.

29

μονῇ διάθεσιν ἐντιθεῖσα οὐκ εὔπορός ἐστιν. οὕτως γοῦν καὶ φλεβο‐ τομηθεῖσα γυνὴ μὴ καθαιρομένη τῇ κενώσει ἀνεκαλέσατο τὴν κάθαρ‐

18

.

30

σιν. πρὶν δ’ ὅλως εἰδέναι τὴν φύσιν εἰ καθέστηκε τῇ παρθένῳ, σφαλε‐ ρὸν ἄλλως κινεῖν· οὔτε γὰρ καὶ αἱ ψηλαφίαι τῇ τηλικαύτῃ τὰ γνω‐ ρίσματα ἔχουσι σαφῆ, τῷ καὶ τὰς ὑστέρας καὶ τοὺς αὐχένας ἀνακεχω‐

18

.

31

ρηκέναι πλέον ἢ ταῖς γυναιξίν. οὔκουν εὐπετὲς εἰδέναι, οὔτε εἰ διέ‐ στραπται τὸ στόμιον, οὔτε εἰ ἄλλο τι πέπονθεν ὃ κωλύει τὴν κάθαρ‐ σιν· ἄγειν δ’ ἐπὶ τὰ μὴ δεχόμενα μηδὲ διιέντα ἔξω σφαλερόν, χωρὶς τοῦ τὰ μὲν διδόμενα φάρμακα πρὸς τὰ καταμήνια καὶ τὰ προστιθέ‐
5μενα τῇ ὑστέρᾳ κινεῖν ἀθρόως, ὅπερ ἔσχατον κακὸν τῇ ἀπείρῳ καθάρ‐

18

.

32

σεως. ἔξω δὴ τῶν ἀσιτιῶν καὶ τῶν ἀναπαύσεων καὶ ὀλίγου πυριάμα‐ τος οὐδὲν τῇ παρθένῳ συμφέρει.

19

t

Ἐκ τῶν Ῥούφου. Περὶ κυήσεως.

19

.

1

Ἐπειδὴ μάλιστα γυνὴ ταλαιπωρεῖται κύουσα, καὶ ἡ μέν τις καὶ ἤμβλω πρὸ τοῦ καιροῦ, ἡ δέ τις καὶ πονηρὸν ἔθρεψε τὸ παιδίον, ἡ δέ τις καὶ ἐμέτοις καὶ ἀποσιτίαις καὶ ἐπὶ τούτοις πυρετοῖς ἐνέσχετο παρὰ πᾶσαν τὴν κύησιν, ἄλλη δ’ ἄλλο ἔπαθεν οὐκ ἐπιτήδειον, δοκεῖ μοι

19

.

2

χρῆναι καὶ κυούσῃ γυναικὶ ὑπομνήματα εἰς δίαιταν γράψαι. ἀρχὴ δὲ τῆσδε τῆς διαίτης, ὅταν αἴσθηται ἡ γυνὴ πρὸς ἑαυτὴν εἰληφυῖα· πολ‐ λαὶ δ’ ἔμπειροι τῶν τόκων αὐτίκα αἰσθάνονται, ταῖς δ’ ἄλλαις ση‐ μεῖα ἐρῶ.

20

t

Ἐκ τῶν Ῥούφου. Δίαιτα γυναικῶν.

20

.

1

Τὰ σώματα τῶν γυναικῶν ὑγρότερα καὶ ψυχρότερα εἶναι πᾶς ἂν

20

.

2

ὁμολογήσειεν. θερμότερον οὖν διαιτᾶσθαι αὐτὰς προσῆκεν, ὅπως τὰς

20

.

3

τῆς κράσεως πλεονεξίας ἐπανισῶσιν αἱ δίαιται. πονεῖν τοίνυν χρὴ

20

.

4

τὴν γυναῖκα οὐκ ἔλασσον ἀνδρός. ταῖς μὲν δὴ κόραις δρόμοι ἁρμό‐ ζουσι διὰ κουφότητα· ταῖς δὲ προβεβηκυίαις περίπατοι πλείους καὶ

20

.

5

ἐπ’ ὀχημάτων ἐλάσεις. περίπατοι δὲ κρείσσους οἱ κατὰ τὰς ὁδοὺς τῶν ἐν τοῖς δρόμοις· καὶ γὰρ ἀκοπώτεροι καὶ πᾶν τὸ σῶμα γυμνάζουσιν.

20

.

6

τὰς δ’ ὑπερβολὰς [γυμνάζεσθαι μᾶλλον δὲ] φυλάσσεσθαι· κίνδυνος γὰρ ὁ μέν τις κοινὸς καὶ ἀνδράσιν, ὁ δ’ ἐξαίρετος γυναιξίν· οὐ γὰρ ἀπο‐

20

.

7

καθαίρονται χρηστῶς. αἱ δ’ ἐπὶ τῶν ὀχημάτων κινήσεις καὶ ἄλλως

20

.

8

λυσιτελέσταται, κατασείουσαι τὸ σῶμα. αἱ δὲ ξηραὶ τρίψεις ἔχουσι μέν τι λυσιτελές (καὶ γὰρ θερμαίνουσι καὶ τὴν περισσὴν ὑγρότητα ἀνα‐ λίσκουσιν), ὕποπτοι δ’ εἰσί, μὴ ἄρα τὴν σάρκα πλέον τοῦ καιροῦ σκλη‐ ρώσωσιν· ἀλλὰ χερσὶ μετ’ ἐλαίου προανατρίβεσθαι καὶ τοῖς ὀθονίοις ὡς109

20

.

9

μαλακωτάτοις, μέχρι τὸ δέρμα ὑπέρυθρον γένηται. πλείους γὰρ καὶ αἵδε αἱ τρίψεις καὶ μετ’ ἐλαίου τῶν κάτω γινέσθωσαν, ὅπως κάτω

20

.

10

ῥέπῃ τὸ ὑγρόν· ταύτῃ γὰρ κατὰ φύσιν αὐτοῖς ἡ ἔξοδος. τὰς δὲ λιπα‐ ρωτέρας τρίψεις ὑστέρας προσάγειν· λύουσι γὰρ παντὸς μᾶλλον τοὺς

20

.

11

τῶν γυμνασίων κόπους. ἁρμόζει δὲ γυναιξὶ καὶ αὐταῖς λαμβάνεσθαι· διαπονεῖται γὰρ τὸ σῶμα, τεινομένου τοῦ πνεύματος οὐχ ὑπὲρ τὴν

20

.

12

δύναμιν. κράτιστον δὲ καὶ τρίψεσι πλεονάζειν καὶ μικρὰ διαπαλαίειν

20

.

13

εἰς χεῖρας ἰοῦσαν. λουτρὰ δ’ ἧσσον γυναιξὶν ἐπιτήδεια ὑγραίνοντα· ὅσα δὲ ξηραίνει, τὰ ἀπὸ τῶν αὐτοφυῶν ὑδάτων, ἐπιτηδειότερα γυναι‐

20

.

14

ξὶν ἢ ἀνδρί. προστιμωρητέον δέ, καὶ ὅταν ἐν ποτίμῳ λουτρῷ λούων‐

20

.

15

ται, τῷ νίτρῳ καὶ τοῖς ἄλλοις ῥύμμασι ξηραντικόν τι ἔχουσιν. δοκεῖ δέ μοι γυνὴ μάλιστα ὑγιαίνειν καὶ τὴν φωνὴν γυμνάζουσα· τοῦτο δὲ

20

.

16

δύναται καὶ ᾠδὴ καὶ μέλος παρέχειν καὶ ἀναφώνησις. περὶ μὲν οὖν γυμνασίων καὶ λουτρῶν εἴρηταί μοι· σιτία δὲ γυναιξὶν ἐπιτήδεια οἷα

20

.

17

θερμαίνει καὶ ξηραίνει, τὰ δ’ ἐναντία τούτων κάκιστα. τὰ οὖν ψύχοντα καὶ ὑγραίνοντα φυλάσσεσθαι χρή, οἷά ἐστιν ἰχθύων μὲν ἐγχέλυες καὶ γλάνιες καὶ ἔλλοπες καὶ χρέμητες, καὶ ὅλως οἱ ποτάμιοι, κρεῶν δὲ τὰ πίονα καὶ νεογνά· τὰ γὰρ σαρκωδέστερα καὶ διαπεπονημένα, καὶ
5ὅσα ταῖς ἡλικίαις ἀκμάζοντα, πρός τε ἡδονὴν καὶ πρὸς ὑγίειαν κρείσσω.

20

.

18

τῶν δ’ ἰχθύων ἄριστοι κίχλαι καὶ κόσσυφοι καὶ σκάροι καὶ πέρκαι καὶ φυκίδες καὶ κίθαροι καὶ ψῆσσαι καὶ σκιαδεῖς καὶ σμύραιναι· [καὶ] τρυ‐ γόνες δὲ καὶ ῥίναι καὶ λειόβατοι καὶ νάρκαι καὶ βατίδες μικρὸν μέν τι ὑπόμυξον ἔχουσι, τὸ πλεῖστον δὲ θερμῶδες καὶ νιτρῶδες· οἱ δὲ
5κάραβοι καὶ οἱ ἀστακοὶ καὶ αἱ καρῖδες καὶ οἱ καρκίνοι οὐδενὸς εἰς

20

.

19

ἀρετὴν λείπονται. δράκοντες δὲ καὶ σκορπίοι καὶ τρίγλαι καὶ κόκκυγες καὶ καλλιώνυμοι καὶ γλαῦκοι ξηρότατοι τῶν ἰχθύων· διὸ δὴ τρέφουσι

20

.

20

καὶ ἰσχὺν παρασκευάζουσιν, οὐ διαχωροῦσι δέ. τὰ δὲ μαλάκια καλού‐ μενα, οἷον πολύποδες, τευθίδες, σηπίαι, οὔτε διαχωρεῖ, ἀλλὰ καὶ τὰς

20

.

21

ὄψεις ἀμβλύνει. τῶν δ’ ὀστράκων οἷον κτένες καὶ κήρυκες καὶ πορφύραι ἑφθὰ μὲν δύσπεπτα, ὀπτὰ δὲ ῥᾷον πέσσεται καὶ διαχωρεῖ· οἱ δ’ ἐχῖ‐

20

.

22

νοι πάντων ἄριστοι· τὰς γὰρ οὐρήσεις πλεῖον παρασκευάζουσιν. ὄρνι‐ θες δέ, οἱ μὲν ἄγριοι τῶν τιθασῶν ἀμείνους· κάλλιστοι δὲ τῶν ἀγρίων κίχλαι, κόσσυφοι, συκαλίδες, δεύτεροι δ’ ἀτταγαί, πέρδιξ, φάσσα, οἰνάς·

20

.

23

τροφιμώτερα δὲ ταῦτα ἐκείνων καὶ ἰσχυρότερα. οἱ δὲ χῆνες πολύτρο‐

20

.

24

φοί τε καὶ ὑγροί, καὶ τούτων οἱ ἄγριοι ἀμείνους. ὄρτυγες καὶ κορυ‐

20

.

25

δαλοὶ κάκιστοι· καὶ γὰρ ὑγραίνουσί τε καὶ οὐ πέττονται. τῶν δὲ τιθα‐ σῶν οἱ ἀλεκτρυόνες ἄριστοι, ὅταν ᾄδειν ἄρχωνται, καὶ αἱ θήλειαι περὶ110

20

.

26

τὴν ὀχείαν· οἱ δὲ παλαιοὶ ἀλεκτρυόνες διαχωρητικώτεροι. λαχάνων δὲ κρείττω τὰ ἄγρια τῶν σπαρτῶν πάντα πάντων· χρήσαιτο δ’ ἄν τις

20

.

27

καὶ ὡς φαρμάκοις πρὸς κάθαρσιν. τῶν δὲ σπαρτῶν κρόμμυον μὲν τὴν γαστέρα ὑπάγει καὶ τοῖς ὀφθαλμοῖς ἀγαθὸν καὶ τοὺς ἰκτερικοὺς κα‐

20

.

28

θαίρει. πράσα δὲ θερμαίνει καὶ οὐρεῖται καὶ διαχωρεῖται καὶ χρέμπτε‐

20

.

29

ται. ῥαφανὶς δ’ ἀγαθὴ μὲν πρὸς φλέγμα, καὶ ἤν τί που θέλῃς ἐμέ‐ σαι, κακὴ δ’ ἐγκεφάλῳ καὶ ῥινὶ καὶ ὀφθαλμοῖς καὶ ὀδοῦσι καὶ φάρυγγι

20

.

30

καὶ τῷ σίτῳ· κακὴ δὲ πρὸς τὰ γυναικεῖα πάντα. εὔζωμον 〈δ’ ὑγραί‐

20

.

31

νει〉 μέν, θερμαίνει δέ· οὐρεῖται γοῦν οὐ χρηστῶς. πήγανον δὲ πρὸς

20

.

32

παιδοποιΐαν κακόν, πρὸς δ’ ὄψιν ἀγαθόν, καὶ οὐρεῖται δέ. σέλινον οὐχ ὅσα ἐπῄνηται παρέχει· καὶ γὰρ οὔτε ἀποκαθαίρει τὰς ὑστέρας, ἀλλ’ ἰχώρων δριμέων ἐμπίπλησιν, οὔτε εἰς πέψιν ἀγαθὸν οὔτε εἰς δια‐

20

.

33

χώρησιν, οὐρεῖται δ’ οὐ πονηρόν. ἀνδράχνη ψύχει μὲν καὶ ἀμβλύνει

20

.

34

τὰς ὄψεις. θρίδαξ εἰς μὲν τἄλλα ἀγαθή (καὶ γὰρ τοὺς καύσους ἐξαιρεῖ, καὶ ὅ τι ἂν ἀπὸ μέθης κακὸν γίνηται, εἰ μεταξὺ τοῦ πότου ἐσθίεις· ἰᾶται καὶ τοὺς δηγμοὺς καὶ τὰς καρδιαλγίας), καρηβαρικώτερον δ’ ἐστὶ

20

.

35

καὶ ὑπνωδέστερον. τῶν δ’ ἑψανῶν μαλάχη μὲν εἰς διαχώρησιν κρείσ‐

20

.

36

σων ἢ εἰς τροφὴν καὶ μυξῶδές τι ἔχει, καὶ τεῦτλον δὲ τούτων δια‐

20

.

37

χωρητικὸν καὶ δριμύ. κράμβη δὲ ξηρὰ καὶ τοῖς κραιπαλῶσιν ἁρμόζει

20

.

38

καὶ οὐρεῖται. τῶν δ’ ἀγρίων ὀρίγανος μὲν εὔστομον καὶ ὀφθαλμοῖς

20

.

39

ἀγαθὸν καὶ ὑπάγει χολώδη, τροφὴν δ’ οὐ δίδωσιν· θύμος δ’ ὀριγάνου θερμαίνει πλέον καὶ τὰς ἀμβλυωπίας ἐξαιρεῖ καὶ διαλύει τὸ φλέγμα.

20

40,41

θύμβρα δὲ δύναται μὲν καὶ 〈τὰ〉 αὐτά, ἧσσον δὲ καὶ ἀηδέστερον. γλή‐

20

.

42

χων θερμαίνει καὶ τὰς ὑστέρας ὀνίνησιν. μάραθρον δύσπεπτον καὶ κα‐

20

.

43

κόχυμον, εἰς δ’ οὔρησιν οὐ πονηρόν. ἄνηθον κρεῖσσον τοῦ μαράθρου

20

.

44

καὶ λυγμοὺς παύει. σκάνδιξ ἀγαθὴ πρός τε οὔρησιν καὶ πρὸς ὑστέρας

20

.

45

κάθαρσιν. τῆς δ’ ὀπώρας σῦκα μὲν θερμαίνει καὶ διαχωρεῖ καὶ οὐ φυσᾷ τὴν γαστέρα, φοίνικες δ’ οἱ χλωροὶ οὐρητικώτεροι καὶ τῆς γαστρὸς

20

.

46

φυσωδέστεροι· βότρυες δ’ ὑγραντικοὶ καὶ διαχωροῦνται. αἱ δὲ ῥοιαὶ ξύουσι μὲν τὸ ἔντερον, τῷ δὲ στομάχῳ οὐ κακαὶ καὶ τὸ αἷμα πλέον

20

.

47

παρασκευάζουσιν. τὰ δὲ κυδώνια καὶ μῆλα στατικὰ καὶ εὐκάρδια καὶ

20

48,49

οὐρεῖται. αἱ δ’ ἄπιοι τὴν γαστέρα ξηραίνουσιν. τῶν δὲ τραγημάτων τὰ

20

.

49

(2)

μὲν κάρυα πάντα δύσπεπτα καὶ καρηβαρικά, ὅσα δ’ ὄσπρια παραφρυ‐ γόμενα ἐν τοῖς καρηβαρικοῖς ἐσθίεται, ὡς ἐρέβινθοι, κύαμοι καὶ ὅσα ἄλλα ἀτροφώτερα μέν ἐστιν [τὰ] ἑαυτῶν καὶ δυσπεπτότερα, πρὸς δὲ

20

.

50

τὰς οὐρήσεις ἀμείνω. τὰ δὲ διὰ τοῦ μέλιτος πέμματα καὶ δυσώδη καὶ

20

.

51

πεφθῆναι οὐκ ἀγαθά· μέλι δὲ θερμαίνει καὶ ξηραίνει. τῶν δ’ οἴνων οἱ μέν εἰσι θερμότεροι, οἱ δ’ ὑγρότεροι, οἱ δὲ ξηρότεροι· κατὰ μὲν τὰς
ἡλικίας, ξηροὶ μὲν οἱ ἄγαν παλαιοί, ὑγροὶ δ’ οἱ νέοι, θερμοὶ δ’ οἱ με‐ ταξύ· κατὰ δὲ τὰς χροιάς, ξηρότατοι μὲν οἱ μέλανες, θερμότατοι δ’ οἱ111

20

.

52

κιρροί, ὑγρότατοι δ’ οἱ λευκοί. τὰ δὲ σίραια θερμαίνει μὲν ἧσσον, ξη‐

20

.

53

ραίνει δὲ πλέον· διὸ καὶ ἡδίω. περὶ μὲν τούτων ὧδε ἔχει· χρὴ δ’ ἀεὶ προαποπαύεσθαι τῆς ὀρέξεως, καὶ μάλιστα γυναῖκα· οὐ γὰρ πάνυ

20

.

54

ἀγαθαὶ καταπέψαι σῖτον πολύν. κρεῖσσον μὲν οὖν μὴ ἁμαρτάνειν ἀμ‐ φοτέρου, καὶ τοῦ πολλοῦ καὶ τοῦ ὀλίγου· εἰ δὲ μή, κρεῖσσον καὶ εὐα‐ κέστερον ἐπὶ τὸ ἧσσον ἁμαρτάνειν· οὐδὲν γὰρ τηλικοῦτον ἐντεῦθεν

20

.

55

κακὸν γίνεται ἡλίκον ὑπὸ πλησμονῆς. ὕπνοι δ’ οἱ ἐπὶ τοῖς σιτίοις γυναιξὶν ἀνεπιτηδειότατοι, ὑγροὶ καὶ νωθροὶ ὄντες, αἱ δὲ μικραὶ δια‐ ναπαύσεις καὶ εὐανάσφαλτοι οὐκ ἀλυσιτελεῖς· οἱ δὲ πρὸ τῶν σιτίων

20

.

56

ἰσχναίνουσι, καὶ μᾶλλον οἱ μακρότεροι. κεφάλαιον δὲ τῆς διαίτης αἱ καθάρσεις, περὶ ὧν ἐν ἑτέρῳ λόγῳ ἔμπροσθεν εἰρήκαμεν.

21

t

Ἐκ τῶν Ἀθηναίου. Δίαιτα γυναικῶν.

21

.

1

Τὸ κατεψυγμένον τῶν γυναικῶν καὶ κάθυγρον τῆς συστάσεως

21

.

2

διορθωτέον τῇ θερμοτέρᾳ καὶ ξηροτέρᾳ διαίτῃ. τὰς μὲν οὖν ψύξεις καὶ τὰς ὑγρότητας τῶν τε ἀέρων καὶ τῶν τόπων φυλακτέον· τρο‐ φὰς δὲ τὰς ξηραινούσας μᾶλλον αἱρετέον ἢ τὰς ὑγραινούσας, καθάπερ ἀμέλει καὶ αὐτὴ διδάσκει ἡ φύσις· ἥκιστα γὰρ γυναῖκες ὑγροῦ ὀρέγον‐

21

3,4

ται. οἶνον δ’ ὀλίγον προσενεκτέον διὰ τὴν τῆς φύσεως ἀσθένειαν. γυμ‐

21

.

4

(2)

νάσια δ’ ἐπιτρεπτέον τὰ γυναιξὶν ἁρμόζοντα, ψυχῆς μὲν τὰ διὰ τῶν οἰκείων αὐταῖς μαθημάτων καὶ τῶν κατὰ τὴν οἰκίαν φροντίδων («ψυχῆς γὰρ περίπατος φροντὶς ἀνθρώποισι», ὡς εἶπεν ὁ παλαιὸς
5Ἱπποκράτης), σώματος δὲ διὰ τῆς ταλασιουργίας καὶ τῶν ἄλλων

21

.

5

τῶν κατὰ τὴν οἰκίαν πόνων. ἐπιθεωρείτωσαν γὰρ αἱ μὲν δεσπόζουσαι τὰς δεσποζομένας, αἱ δ’ ὑγρῶς καὶ τρυφερῶς βιοῦσαι τὰς αὐτουρ‐ γούς, ὅσῳ διαφέρουσιν αὐτῶν πρός τε ὑγίειαν καὶ πρὸς σύλληψιν καὶ πρὸς εὐτοκίαν διά τε τὴν λιτότητα τῆς τροφῆς καὶ τὴν γυμνασίαν

21

.

6

τοῦ σώματος. χρήσιμον οὖν ἐπισκέψασθαι σιτοποιόν, παραστῆσαι δὲ καὶ ἀπομετρῆσαι ταμιείᾳ, περιελθεῖν δὲ σκοπουμένην, εἰ κατὰ χώραν ἔχει ᾗ δεῖ ἕκαστα· ταῦτα γὰρ δοκεῖ μοι ἅμα ἐπιμελείας εἶναι καὶ περι‐

21

.

7

πάτου. ἀγαθὸν δὲ γυμνάσιον καὶ δεῦσαι καὶ μάξαι καὶ στρώματα ἀνα‐

21

.

8

θεῖναι. γυμναζομένην οὕτως ἀναγκαῖον καὶ ἐσθίειν ἥδιον καὶ εὐχροωτέ‐ ραν εἶναι.

22

t

Σημεῖα συλλήψεως καὶ περὶ διαίτης. Ἐκ τῶν Γαληνοῦ.

22

.

1

Εἰ γὰρ μίσγοιτο μὲν τῷ ἀνδρὶ ληγούσης τῆς καθάρσεως ἢ ἀρ‐
χομένης, μηδὲν δ’ ἀπέλθῃ τῆς γονῆς, ἐλπὶς εἰληφέναι· εἰ δὲ καὶ κινη‐ θείσης συνῆκε τῆς ὑστέρας, κινεῖται δ’ ἑλκομένη πρὸς αὑτήν· οὐ γὰρ112

22

.

2

ἂν ἄλλως κατάσχοι. τῇ δέ τινι καὶ ὁ στόμαχος συνῆκε καρδιώξας· ἡ δ’ οὐκ οἴεται τὸν ἄνδρα ἀφεικέναι, ᾧ δὴ καὶ μάλιστα χρὴ πιστεύειν,

22

.

3

καὶ τῷ μύσαι τὸ στόμα τῶν ὑστερῶν. ὅταν οὖν ἐνθυμηθῇ κύειν, αὐτίκα

22

.

4

ἐκτείνασα τὼ πόδε καὶ ἐναλλάξασα ἀτρεμιζέτω. κρεῖσσον δ’ εἰ καὶ

22

.

5

ὑπνώσαι· οὕτω γὰρ ἂν μᾶλλον καθέξειεν. μετὰ δ’ ἀναστᾶσαν κίνησιν μὲν σύντονον καὶ βοὴν καὶ ὀξυθυμίαν καὶ πόνον ἰσχυρὸν ἐξαπίνης φυ‐ λάττεσθαι, διαιτᾶσθαι δὲ τῷ τε πόματι καὶ τοῖς σιτίοις ἐνδεεστέρως·

22

.

6

οὐ γὰρ συμφέρει τηνικαῦτα οὔτε καθυγραίνειν οὔτε ἐμπιπλάναι. ἐν δὲ τῇ προσφορᾷ λαχάνων μὲν τῶν πλείστων ἀπέχεσθαι, σκορόδου τε καὶ πράσου καὶ ῥαφανῖδος καὶ κρομμύου καὶ μίνθης καὶ σελίνου καὶ πη‐ γάνου (ταῦτα γὰρ πολέμια καὶ τοῖς μείζοσιν ἐμβρύοις τῷ ἐφ’ ὑστέραν
5ἄγειν, ὥστε κίνδυνον εἶναι τῇ γονῇ ἐκρυῆναι), τὰ δ’ ἄλλα ἐσθίειν

22

.

7

ὅπῃ ἂν τύχῃ παρόντα, πλὴν ἵνα πεφθῇ καὶ μὴ ταράξῃ κάτω. πονεῖν δὲ τά τε εἰωθότα, ὅσα ἀμφὶ ταλασίαν ἐστί, καὶ περιπάτοις μικρὸν

22

.

8

ἡσυχῇ. λουτρῶν δὲ κατ’ ἀρχὰς ἀπέχεσθαι, χρίεσθαι δ’ ἐλαίῳ ἐν τρίψει

22

.

9

μαλακῇ. μέχρι μὲν δὴ μιᾶς καὶ δυοῖν ἑβδομάδοιν καὶ πάνυ πεφυλάχθαι τὴν εἰρημένην δίαιταν· τὸ δ’ ἐντεῦθεν ἰσχυρότερον ἐμφύεται τὸ ἔμβρυον ταῖς ὑστέραις, ἤδη δὲ τροφῆς δεῖται πλείονος· ἔνθα μὴν πλείονος δεῖ

22

.

10

τῆς τροφῆς, καὶ πόνων ἐκεῖ δεῖ πλειόνων. ἀνάγκη οὖν ἅμα μὲν πλείω ἐσθίειν, ἅμα δὲ πλείω πονεῖν· τρόπος δ’ ὁ αὐτὸς τοῖς πόνοις· καὶ γὰρ κακὸν μὲν καὶ ἄλλοτε ὑπολείπεσθαι περίσσωμα ἐν τῷ ὄγκῳ, κάκιστον δ’ ἐν τοῖς παροῦσιν (εἰ γὰρ καὶ ὁτιοῦν πράσσοιμεν, κωλύονται αὐτὰ
5γίνεσθαι)· ἥ τε φύσις ταῖς κυούσαις αὐτή ἐστι περισσωματική· διόπερ εἰς μῆνα δεύτερον καρδιωγμοί τε ἴσχουσιν καὶ ἀποσιτίαι καὶ ἔμετοι

22

.

11

καὶ ἄλλαι πολλαὶ δυσχέρειαι. ταῦτα δ’ ἂν ἧσσον καταλαμβάνοι, εἰ ἡ γυνὴ διαιτᾶσθαι προθυμοῖτο ἀπ’ ἀρχῆς, ὡς εἴρηται, ἐπεὶ ὅσαι κύουσαι καθαίρονται μικρά (καὶ γὰρ τοῦτό ποτε τυγχάνει), ὑγιεινότερον δια‐

22

.

12

φέρουσιν. αἱ δὲ πλείω καθαιρόμεναι, αἱ μὲν καὶ ἀμβλίσκουσιν αὐτίκα,

22

.

13

αἱ δ’ εἴπερ κατέχοιεν, ἐν τῷ χρόνῳ λεπτὰ καὶ ἀσθενῆ τίκτουσιν. χρὴ οὖν πάντων μάλιστα φυλάσσεσθαι τὰς πλησμονὰς καὶ μὴ ῥᾴθυμον εἶναι πρὸς τοὺς πόνους· διὰ τοῦτο γὰρ καὶ θεραπαινὶς καὶ ἄλλη τις γυνὴ χερνὴς ῥᾳδίως μὲν διήνεγκε τὴν γαστέρα, ῥᾳδίως δ’ ἔτεκε, μέγα
5δὲ καὶ τρόφιμον παῖδα ἐποιήσατο, ὅτι οὔτε ἐμαλακίσθη ἐν τῇ διαίτῃ (οὐ γὰρ οἷόν τε ἦν διακονουμένην μαλακίζεσθαι) οὔτε σιτίων ὑπερεπλήσθη·

22

.

14

ἀγαπητῶς γὰρ τὰ δέοντα εἰσπορίζοι ἄν. τοῦτο δ’ ἔστω δίδαγμα ταῖς

22

.

15

κυούσαις τῆς ὀρθῆς διαίτης. φυλάσσεσθαι δὲ καὶ πηδᾶν καὶ ἐξαίρειν βάρος καὶ κατακύπτειν εἰς πολὺ καὶ τοὺς μεγάλους ψόφους· καὶ γὰρ ὑπὸ
βροντῆς ἀπέφθειράν τινες καὶ ἄλλως ψόφῳ δείσασαι· αἱ δὲ καὶ λυπη‐113

22

.

16

θεῖσαι ἀπέφθειραν, αἱ δὲ καὶ φόβῳ τινὶ ἐκπλαγεῖσαι. περὶ δ’ ἀφροδισίων ταῖς κυούσαις οὔτε ἀπέχεσθαι παντελῶς συμφέρει οὔτε ἀεὶ μίσγεσθαι· καὶ γὰρ ἀπεχομέναις οἱ τόκοι χαλεπώτεροι γίνονται, συνεχῶς δὲ μισγομέναις ἀσθενεῖ τὸ ἔμβρυον· ποτὲ δὲ καὶ θᾶσσον τοῦ καιροῦ πρὸς

22

.

17

τὰ ἄρθρα μεθίσταται· οὕτω γὰρ ἡ μῖξις προτρέπει. χρὴ δὲ διὰ παντὸς μεμνῆσθαι τῶν εἰρημένων, καὶ μάλιστα ἐν τῷ ὀγδόῳ μηνί· οὗτος γὰρ ὁ μὴν ταῖς κυούσαις ἐπισφαλέστατος καὶ οὔτε ταῖς ἀποφθειρούσαις χρηστὸς οὔτε ἐχούσαις ἄπονος, ἀλλά ποτε μὲν θανατῶδες τὸ ἀπο‐

22

.

18

φθείρειν, ἐπίπονον δὲ τὸ φέρειν. καὶ οὐκέτι ἄνω πρόσκειται τὸ παιδίον, ἀλλ’ ἤδη βαρύνει κάτω ὥσπερ οἱ τῶν δένδρων καρποί, ἡνίκα παρὰ

22

.

19

τοῦ δένδρου ἔχουσι τὸ δέον, καὶ αὐτοὶ νεύουσι κάτω. δεδοικέναι οὖν τηνικαῦτα ὅσα τε ἀμβλωτήριά ἐστι, καὶ μέθας καὶ ἀπεψίας καὶ κό‐

22

.

20

πους καὶ ψύχους ὑπερβολὴν καὶ καύματος. λουτροῖς δ’ οὐκ ἂν εἴη ἄπο τρόπου πυριᾶν· καὶ γὰρ ὑπνῶδες καὶ ἄκοπον καὶ τὰς κινήσεις τοῦ ἐμβρύου τὰς σφοδρὰς παύει, ὑφ’ ὧν μάλιστα ταλαιπωροῦσιν αἱ κύου‐

22

.

21

σαι. ὃ δὲ χρὴ οὐδὲν ἧσσον [δεδωκέναι ἢ καὶ] δεδοικέναι ἐν ἁπάσῃ τῇ κυήσει, οἱ πταρμοί εἰσιν, ὑφ’ ὧν πολλάκις ἐνσειόντων βίᾳ ἐκπίπτει τὸ

22

.

22

ἔμβρυον. φυλακτέον οὖν ὀσμάς τε πταρμικῶν καὶ κατάρρους τοὺς τῆς κεφαλῆς· γίνονται δ’ οὗτοι τοῦ θερμοῦ μήτε ἐκπεσόντος μήτε ξηραί‐

22

.

23

νοντος. τρίψεσιν οὖν τῆς κεφαλῆς καὶ κτενισμοῖς καὶ σμήξεσι ταῖς διὰ τῶν νίτρων καὶ ψύξεως φυλακῇ πειρᾶσθαι τοὺς κατάρρους καὶ τοὺς

22

.

24

ἐπὶ τούτοις πταρμοὺς κωλύειν. καί τις οὕτω διαιτηθεῖσα γυνὴ αὐτή τε ἂν ὑγιάναι κύουσα καὶ τὸ παιδίον ἐν χρόνῳ τῷ ἱκνουμένῳ ὑγιαῖνον

22

.

25

τέκοι. ὡς μὲν δὴ κεφάλαια εἰπεῖν, εἴρηται τὸ σύμπαν· τῶν δὲ συμ‐ πιπτόντων ταῖς κυούσαις, ἐπειδὴ ταῦτα μάλιστα ἐνοχλεῖ, τὸ περισσαί‐ νειν καὶ συνεχῶς ἐμεῖν καὶ πτυελίζειν καὶ καρδιώσσειν καὶ ἀσιτεῖν, οὐ χεῖρον καὶ πρὸς ταῦτα [ὑποχείρων ἢ καὶ μᾶλλον] ὑποθήκας γρά‐

22

.

26

ψαι. περίπατοι δ’ οἱ ἐν ἄλσεσιν εὐώδεσι καὶ ταῖς τῶν ἀνθῶν εὐωδίαις καὶ τὸ διατριβὰς ἐξευρίσκειν πρεπούσας καὶ ὄψα μήτε ἄγαν στρυφνὰ μήτε ἄγαν γλυκέα (εἰς γὰρ ταὐτὸν ἥκει τῇ τε ἄλλῃ ἀηδίᾳ καὶ τῷ ὑγραίνειν τὰ ὑπερβάλλοντα ἤδη) καὶ οἶνοι κιρροὶ καὶ εὔοσμοι, πεντα‐
5ετεῖς μάλιστα, καὶ τὸ μέτριον ποτόν, ταῦτα πάντα τοῦ περισσαίνειν καὶ τοῦ ἐμεῖν ἰάματα. ὡς δὲ φάρμακα, πολύγονον μὲν τὴν πόαν ἐν ὕδατι ἑφθὴν πίνειν καὶ ἄνηθον· ὡσαύτως δὲ καὶ τῆς Ποντικῆς ῥίζης (καλεῖ‐ ται δ’ ἐπιχωρίως ῥᾶ)· τοῦτο γὰρ καὶ ἐπὶ τῷ σιτίῳ καὶ πρὸ τοῦ σιτίου

22

.

27

ἐσθίειν. ἔξωθεν δ’ [οἷον] οἰνάνθην καὶ βαλαύστιον καὶ κυτίσου καὶ σμυρνίου κόμην καὶ μαράθρου, κοινῇ τε καὶ ὡς ἂν μίσγειν θέλοι, μετὰ
φοινίκων καὶ οἴνου παλαιοῦ καταπλάσσειν τὸ προκάρδιον (ἰσχυρῶς γὰρ βοηθεῖ)· καὶ προσέτι θερμοτάτῳ ὕδατι ἀπόνιψις ἄκρων δακτύ‐114
5λων, καὶ τὸ ἅπτεσθαί τινος ὑποθέρμου καὶ ψηλαφηθῆναι τὼ πόδε καὶ

22

.

28

δεθῆναι τὰ ἄκρα, ὥσπερ ἐν ταῖς πτύσεσι ποιεῖν εἰθίσμεθα. τούς τε καρδιωγμοὺς ἐπικουφίζει τό τε ἐπιρροφεῖν θερμοῦ ὕδατος καὶ τὸ ἡσυχῇ ἀναπαύεσθαι καὶ τὸ σκεπάζειν τὸ ὑποχόνδριον ἐρίῳ μαλακῷ.

22

.

29

μέγα δ’ εὐθυμία καὶ ἡδονὴ τοῖς παροῦσιν, ὡς ῥᾷστον μὲν γυναικὶ κυούσῃ καὶ λυπηθῆναι καὶ χαλεπῆναι ἐπὶ τῇ τυχούσῃ προφάσει, ῥᾷστον

22

.

30

δ’ ἐντεῦθεν καὶ καρδιῶξαι. τὰς δ’ ἀποσίτους προτρέποι ἂν ἐσθίειν τά

22

.

31

τε ποικίλα σιτία καὶ τὰ πρὸς ἡδονὴν καὶ ἄμυλον ξηρόν. τοῦτο δὲ τῇ ἄλλῃ ἡδονῇ πρόσφορον καὶ τῷ τρέφειν, εἰ καὶ ὀλίγον προσενεχθείη.

22

.

32

μᾶλλον δ’ ἂν συνενέγκοι ταῖς ἐπιθυμούσαις γῆν ἐσθίειν· χωρὶς γὰρ τοῦ μηδὲν βλάπτειν, ἀλλὰ καὶ ὠφελεῖν τὰ μέγιστα, ἐγγύτατα μεμίμη‐ ται τῆς γῆς τὴν πρόσαρσιν· μέγα δ’ ἐπὶ πᾶσιν ἐοικέναι τῷ ἡδίστῳ τὸ

22

.

33

συμφέρον. εὔσιτοι δὲ καὶ οἱ πόνοι καὶ αἱ μακρότεραι ἀποδημίαι, ὡς εἰς πολλὰ τοῦτο λυσιτελεῖ τῇ κυούσῃ, εἰ μόνον ἐκ προσαγωγῆς μελε‐ τήσειε τῶν κινήσεων ἀνέχεσθαι, καὶ οἶδα πολλὰς καὶ ἐπὶ ζεύγους καὶ

22

.

34

ἄλλως ὁδοιπορίαις μακραῖς μὴ ἀχθεσθείσας [ἤτοι βαρυνθείσας]. ἥτις δ’ εἰθίσθη ἀταλαιπώρως διαιτᾶσθαι κυοῦσα, αὕτη οὐ χρηστῶς ἤνεγκε τὰς

22

.

35

ἐξαπιναίους κινήσεις. κάλλιστος δ’ ὁ πόνος καὶ ἀσφαλέστατος ᾠδὴ καὶ

22

.

36

μέλος πονεῖν. καὶ οὐκ ἂν εἰς οὐδὲν μέμψαιο οὔτε σιτία διδοὺς οὔτε

22

.

37

εἰς ἄλλο τι τῶν ἐπὶ ταῖς κυήσεσι συμπιπτόντων. καὶ τὸ δριμέων δέ ποτε γεύεσθαι, καὶ μάλιστα νάπυος, ἐπιτήδειον τῇ ἀποσίτῳ· τὸ γάρ τοι πλέον τὸ καὶ εὐθὺς ἐπὶ τῇ πρώτῃ κυήσει ὕποπτον· αἷς δὲ προσ‐ έχεται τὸ ἔμβρυον ἰσχυρῶς, οὐδὲν ἂν εἴη καὶ τὸ τοιούτου τινὸς

22

.

38

προσάπτεσθαι. ἐν τοίνυν τοῖς εἰρημένοις ἔνεστι καὶ τῶν ἄλλων ἰάματα· τίς γὰρ ἂν ἢ πτύσαι πλεῖον ἢ ἀχροήσαι παρὰ τὸ ἀναγκαῖον ἢ οἰδήσαι πόδας

22

.

39

διαιτωμένη ὡς εἴρηται; πρὸς δὲ τὰ οἰδήματα τῶν ποδῶν ἐξαίρετα ἀνθήλην ὄξει βεβρεγμένην ἐπιδεῖν καὶ φύλλα κράμβης πλατέα ἐπι‐

22

.

40

τιθέναι καὶ γῆν Κιμωλίαν μετ’ ὄξους ἐπιχρίειν. ἀγαθὸν δὲ καὶ τῶν Μηδικῶν καλουμένων μήλων ἑψήσασαν ἐν ὕδατι καταιονίζειν τοὺς

22

.

41

πόδας. τὰ δ’ ἄλλα ὅσα χρὴ περὶ τοὺς τόκους καὶ τὴν λεχὼ πραγμα‐ τεύεσθαι, πρὸ βραχὺ ἐρῶ.

23

t

Ἐκ τῶν Ἀθηναίου. Παρασκευὴ πρὸς παιδοποιΐαν.

23

.

1

Τοὺς δ’ ἐπὶ παιδοποιΐαν ἰόντας καὶ ψυχῇ καὶ σώματι χρὴ δια‐ κεῖσθαι κράτιστα· τοῦτο δ’ ἐστὶ τῆς μὲν ψυχῆς εὐσταθούσης καὶ μήτε λύπαις μήτε μερίμναις σὺν πόνοις μήτε ἄλλῳ πάθει κατεχομένης, τοῦ
δὲ σώματος ὑγιαίνοντος καὶ κατὰ μηδὲν ἁπλῶς ἐλασσουμένου· ἀπὸ δὲ115
5τῶν εὐσταθῶν καὶ τῶν ὑγιεινῶν οὐχί, ἀλλὰ τῶν νοσερῶν, [ὑγιεῖ καὶ] νοσερὰ καθ’ ὅλον τε τὸν ὄγκον καὶ καθ’ ἕκαστον αὐτοῦ μέρος· διὸ καὶ προδιαιτᾶσθαι χρήσιμον, γυμνασίοις μὲν αὐτάρκως καὶ χωρὶς πά‐ σης κακοπαθείας κεχρημένους, τροφαῖς δ’ εὐκατεργάστοις καὶ εὐχύ‐ μοις καὶ εὐτρόφοις καὶ μετρίως ὑγροτέραις καὶ θερμοτέραις, ἀπεχο‐
10μένους τῶν θερμαντικωτέρων, ὀποῦ, πηγάνου, καρδάμου, εὐζώμου, θύμβρας, κρομμύων, σκορόδων, κοινῶς τῶν δριμέων καὶ ὀξέων καὶ

23

.

2

πικρῶν καὶ ἁλυκῶν. καὶ πρὸς τούτοις εὐτακτείτωσαν δὴ καὶ ταύτας τὰς ἔμπροσθεν ἡμέρας, ὅπως ἱκανόν τε καὶ πεπεμμένον ὑπάρχῃ τὸ συνηγμένον σπέρμα, καὶ ὁρμὴ καὶ ὑπόμνησις καῇ γε περὶ τῆς μίξεως, ὀργῶντος τοῦ σώματος· οἱ γὰρ συνεχῶς πλησιάζοντες ὠμὰ καὶ ἄωρα

23

.

3

τρυγῶσι τὰ σπέρματα, καθά φησιν Ἀνδρέας. καθόλου δὲ ταῖς παι‐ δογονίας προνοουμέναις διάλειμμα δοτέον τῆς συλλήψεως· αἱ γὰρ συν‐ εχῶς καθόλου συλλαμβάνουσαι αὐταί τε ἀτροφώταται καὶ κακοφυέ‐ στεραι γίνονται τοῖς σώμασι καὶ τὰ βρέφη τίκτουσι καὶ αὐτὰ παραπλή‐

23

.

4

σια. τὸ δ’ ἀνάλογον ἔοικε συμβαίνειν καὶ περὶ τὰ φυτά· τὰ γὰρ πο‐ λύφορα καὶ πολύκαρπα καὶ αὐτὰ θᾶττον καταγηρῶσιν, τὰ δὲ στεριφὰ

23

.

5

καὶ ὀλιγόκαρπα χρονιώτερα. πολλάκις οὖν ὑπερκαρπήσαντες δένδροι δι’ εὐθένειαν εὐρωτίασαν διὰ τὸ ἐξαναλῶσαι τὴν φύσιν εἰς τοὺς καρπούς.

24

t

Περὶ ἀφροδισίων. Ἐκ τῶν Γαληνοῦ.

24

.

1

Περὶ δ’ ἀφροδισίων ὅτι μὲν καὶ στήθει καὶ πνεύμονι καὶ κεφαλῇ καὶ νεύροις ἐπίπονα, οὐ χαλεπὸν εἰδέναι· παρέχει δὲ καὶ ταῦτα τὴν μὲν γνώμην ἵλεων, εἴ γε δὴ μελαγχολίαν μὲν καὶ μανίαν εἰς τὸ ἐμ‐ φρονέστερον καθίστησι, τὸν δ’ ἐρῶντα τῆς τε ἄγαν ὁρμῆς ἐκλύει, καὶ
5ἢν ἑταίρᾳ τις μιγῇ, τά τε ζῷα ἀγριαίνοντα περὶ τὰς λοχείας μιγέντα

24

.

2

ἡσυχέστερα ἀποδείκνυνται. κατὰ μὲν ψυχὴν τοσοῦτον δύναται· κατὰ δὲ σῶμα τέως οὐδέν τι τὸ ἄρρεν τοῦ θήλεος διαφέρει, εἰ μὴ ὅσον

24

.

3

τοῖς μορίοις· διέκρινε 〈δὲ〉 σαφεστέροις ἐν τῷ ἡβάσκειν σημείοις. τοῦτο οὖν ἐμοὶ δοκεῖ τεκμήριον αὐτῶν μέγα εἶναι τῆς ἰσχύος, εἰ, ὅτε πρῶ‐ τον ἥκει, λασιώτεροι [τῶν] ἀντὶ ψιλοτέρων, μείζους δ’ ἀντὶ ἐλασσό‐ νων, ἀρρενώτεροι δ’ [τῶν] ἀντὶ θηλυτέρων, καὶ φωνῇ καὶ τῷ σύμ‐

24

.

4

παντι ὄγκῳ. ἀλλ’ ὅτι μὲν οὐ παντάπασι κωλυτέοι μίσγεσθαι, ἔκ τε
τούτων καὶ ἐξ ἄλλων ἄν τις ῥᾳδίως δεικνύοι· καί μοι δὴ τῷ μὲν καθ‐ εστηκυῖαν πεπορισμένῳ δίαιταν 〈δίαιται〉 εἰρήσονταί ποτε ὕστερον· ὅσοι δὲ τὰ προστυχόντα διαπραττόμενοι ὑγιαίνουσι, τούτοις ἐξαρκεῖ116
5πεφυλάχθαι πλησμονὴν καὶ ἔνδειαν, καὶ μᾶλλον οἴνου πλησμονὴν ἢ σίτου ἔνδειαν ἐπί τε ἐμέτοις καὶ ταῖς κάτω φαρμακείαις, καὶ εἰ δή

24

.

5

ποτε αὐτόματα τύχοι ῥυέντα. πεφυλάχθαι δὲ καὶ κόπον καὶ ἀπεψίας, καὶ ὅ τι ἄλλο εἰς ὑγίειαν ἀνθρώπῳ εἴη ὕποπτον, καὶ τῶν ὡρῶν τοῦ ἐνιαυτοῦ τὸ φθινόπωρον μάλιστα, καὶ ἤν τις ἄλλη ὥρα φέρῃ ἐπι‐

24

.

6

δήμια. ἡλικία δέ, ἡ μὲν τῶν ἀφηλικεστέρων οὔτε αὐτὴ πρόθυμός ἐστι καὶ ἐσχάτως ἄχθεται, ἡ δὲ τῶν ἡβώντων τῇ ἄγαν ὁρμῇ σφαλερω‐ τέρα, καὶ πολλοὶ ἤδη ἐξ ἀφροδισίων ἀνήκεστα ἔπαθον ἄχρι παν‐

24

.

7

τὸς ἐνθυμούμενοι σταθμᾶσθαι τοὺς καιρούς. καὶ εἰ μέν τις πρὸ σί‐ του καὶ λουτροῦ ἀφροδισιάσῃ, εὐαπάλλακτον μὲν καὶ ἀταλαίπω‐ ρον, ἀσθενὲς δέ, εἴπερ τι καὶ ἄλλο, ὥστε εἰ θέλει μετὰ τοῦτο ἕτε‐ ρον πόνον προσθέσθαι, ὁποῖα πρὸ τῶν λουτρῶν εἰθίσμεθα καὶ δια‐
5παλαίοντες καὶ τρέχοντες καὶ ἄλλως σφᾶς αὐτοὺς ἐκπονοῦντες, ἀρρω‐ στότατον εἴη ἂν τῷ μιγέντι· ἀλλ’ ἐξαρκεῖ τρῖψις τε ὀλίγη καὶ τὸ

24

.

8

λουτρὸν παρηγορήσασθαι τὸν ἐπὶ τῇ μίξει πόνον. καιρὸς δὲ πλείω καὶ ἀλυπότερον φαγόντα, ὅσα καὶ τροφὴ τῷ σώματι ἱκανὴ καὶ ἰσχύς ἐστι, πρὶν κατακοιμηθῆναι μίσγεσθαι· καὶ γὰρ ὑπνοῦντι ἐφεξῆς καθίσταται ὁ πόνος καὶ ἐκ τοῦ παρόντος ἀφαιρεῖ τά τε ἄλλα ὅσα παρὰ τοῦ ἀν‐

24

.

9

δρός. ... καὶ ὅτι ἡ γυνὴ ὑπνώσασα κατέχει μᾶλλον· ταῦτα γὰρ καὶ

24

.

10

μὴ μαθοῦσιν οὕτω τὰ πολλὰ ἐκ τῆς φύσεως ὁρμᾷ. μεσούσης δὲ νυκ‐ τὸς ἐπιχειρεῖν ἀφροδισίοις σφαλερὸν ἐφ’ ἡμιέργῳ τῷ σιτίῳ· σφαλερὸν δὲ καὶ ἕωθεν μήπω διακεχωρηκότος, καὶ εἴ τις τύχοι μὲν μὴ καλῶς ἐκπέψας, εἴ γε δὴ καὶ τύχοι, μέλλοντί γε ἄλλων ἔργων ἔχεσθαι.

25

t

Ἄλλο περὶ ἀφροδισίων. Ἐκ τῶν Ῥούφου.

25

.

1

Τοὺς δὲ πλησιάζοντας, καὶ πολλῷ μᾶλλον τοὺς ἀφειδέστερον τοῦτο πράσσοντας, ἐπιμελέστερον ἑαυτῶν προνοητέον, ἵνα ὡς ὅτι ἄριστα διακείμενοι τῷ σώματι ἥσσω φέρωσι τὴν ἐκ τῶν ἀφροδισίων βλάβην, περιπάτοις τε κεχρημένους συμμέτροις, τρίψει πράᾳ, λουτρῷ
5θερμῷ, οἷς σύνηθες, τροφῇ καθαρᾷ καὶ εὐτρόφῳ καὶ εὐσταλεῖ, ὑγρῷ πλείονι εὐκράτῳ, ὕπνῳ ἱκανῷ, καὶ μὴ προκαταπεπονημένους ὀργαῖς, λύπαις, χαραῖς, ὑπερτεταμέναις ἐκλύσεσι, πυρίαις, ἀφιδρώσεσιν, ἐμέτοις,
μέθαις, κόποις, ἐγκαύσεσιν, ἐμψύξεσιν.117

26

t

Περὶ σπέρματος κακοχύμου πλεονάζοντος. 〈Ἐκ τῶν Γαληνοῦ.〉

26

.

1

Μοχθηροτάτη δὲ σώματός ἐστι κατασκευὴ καὶ ἡ τοιάδε· σπέρμα πολὺ καὶ θερμὸν ἔνιοι γεννῶσιν ἐπεῖγον αὐτοὺς εἰς ἀπόκρισιν, οὗ μετὰ τὴν ἔκκρισιν [ἔνιοι] ἔκλυτοί τε γίνονται τῷ στόματι τῆς κοιλίας καὶ τῷ σώματι παντὶ καταλύονταί τε καὶ ἀσθενεῖς γίνονται καὶ ξηροὶ
5καὶ λεπτοὶ καὶ κοιλοφθαλμιῶντες οἱ οὕτω διακείμενοι, κἂν ἐκ τοῦ ταῦτα πάσχειν ἐπὶ ταῖς συνουσίαις μίξεως ἀπέχοιντο ἀφροδισίου, δύσφοροι μὲν τῇ κεφαλῇ γίνοιντο 〈ἄν〉, δύσφοροι δὲ καὶ τῷ στομάχῳ καὶ ἀσώδεις, οὐδέν τε μέγα διὰ τῆς ἐγκρατείας ὠφελοῦνται· συμβαίνει γὰρ αὐτοῖς, ἐξ ὧν εἰς ταῦτα ἐξονειρώττουσιν, ἐν παραπλησίαις γίνε‐

26

.

2

σθαι βλάβαις αἷς ἔπασχον. χρὴ τοίνυν βρωμάτων ἀπέχεσθαι τῶν γεν‐ νώντων τὸ σπέρμα, προσφέρεσθαι δ’ οὐ βρώματα μόνον, ἀλλὰ καὶ φάρμακα τούτου σβεστικά, γυμνάζεσθαι δὲ γυμνάσια τὰ διὰ τῶν ἄνω μορίων μᾶλλον, ὁποῖόν ἐστι τό τε διὰ τῆς μικρᾶς σφαίρας καὶ τὸ διὰ
5τῆς μεγάλης καὶ τὸ δι’ ἁλτήρων, μετὰ δὲ τὸ λουτρὸν ὅλην τὴν ὀσφὺν ἀλείφεσθαι τῶν ψυχόντων τινὶ χρισμάτων· ἔστι δὲ τὰ τοιαῦτα τό τε καλούμενον ὀμφάκινόν τε καὶ τὸ ὠμοτριβὲς ἔλαιον, ῥόδινόν τε

26

.

3

καὶ μήλινον ἐκ τοῦ τοιούτου γεγονὸς ἐλαίου. συνέθηκα δ’ αὐτῶν ἐνίοις καὶ παχύτερα τῇ συστάσει χρίσματα πρὸς τὸ μὴ ῥᾳδίως ἀπορ‐ ρεῖν.

27

t

Περὶ τῶν σκοπῶν τῆς ὑγιεινῆς πραγματείας. Ἐκ τῶν Γαληνοῦ.

27

.

1

Οὗτος ἀγαθὸς ὑγιείας ἔσται φύλαξ ὁ πάντας ἐξευρὼν τοὺς τρό‐ πους καθ’ οὓς διαφθείρεται· καὶ γὰρ διττοί εἰσιν οὗτοι κατὰ γένος· αἱ γὰρ δὴ βλάβαι τε καὶ διαφθοραὶ τοῦ σώματος ἡμῶν αἱ μέν τινες αὐτῶν ἀναγκαῖαί τέ εἰσι καὶ σύμφυτοι, αἱ δ’ οὐκ ἀναγκαῖαι μὲν οὐδὲ
5ἐξ ἡμῶν αὐτῶν ὁρμώμεναι, διαφθείρουσαι δ’ οὐδὲν ἧττον ἐκείνων τὸ

27

.

2

σῶμα. μία μὲν οὖν ἐδείχθη σύμφυτος ἀναγκαία φθορὰ δι’ ὑπερβάλλου‐ σαν ξηρότητα γινομένη (καλεῖται δ’ ἡ τοιαύτη διάθεσις γῆρας), δευ‐ τέρα δὲ τῆς ὅλης οὐσίας ἡ ῥύσις, δι’ ἣν ἐσθίειν καὶ πίνειν ἀναγκαῖον· εἰ γὰρ μή τις ἕτερον ὅμοιον ἀντεισάγοι τῷ ἀπορρέοντι, διασκεδασθή‐
5σεταί τε καὶ διαφορηθήσεται σύμπαν οὕτως τὸ σῶμα, τούτῳ δ’ ἀκο‐

27

.

3

λουθεῖ, καθὼς ἐδείχθη, τῶν περιττωμάτων ἡ γένεσις. ὄργανά τε οὖν
πρὸς τὴν ἀπόκρισιν αὐτῶν ἡ φύσις παρεσκεύασε καὶ δυνάμεις αὐτοῖς ἐνέθηκε δι’ ὧν κινούμενα τὰ μὲν ἕλκει, τὰ δὲ παραπέμπει, τὰ δ’ ἐκ‐118

27

.

4

κρίνει, τὰ περιττώματα. καὶ χρὴ δήπου ταῦτα μήτε [ἐμφράττειν ἢ] ἐμφράττεσθαι κατά τι μήτε ἀρρωστεῖν κατὰ τὰς ἐνεργείας ὑπὲρ τοῦ

27

.

5

καθαρὸν ἀεὶ καὶ ἀπέριττον διαφυλάττεσθαι τὸ σῶμα. καί σοι δύο μὲν ἤδη σκοποὺς τούσδε πρὸς δίαιταν ὑγιεινὴν ὁ λόγος ὑφηγήσατο, τὸν μὲν ἕτερον ἀναπλήρωσιν τῶν κενουμένων, τὸν δ’ ἕτερον ἀπόκρισιν τῶν περιττωμάτων. ὁ γὰρ δὴ τρίτος ὁ περὶ τοῦ μὴ ταχύγηρον γί‐
5νεσθαι τὸ ζῷον ἐξ ἀνάγκης ἕπεται τοῖς εἰρημένοις· εἰ γὰρ μηδὲν ἁμαρτάνοιτο, μήτε ἐν τῷ τὸ κενούμενον ἀναπληροῦσθαι μήτε ἐν τῷ 〈τὰ〉 περιττώματα κενοῦσθαι, ὑγιαίνοι τε ἂν ἐν τῷδε τὸ ζῷον ἀκ‐

27

.

6

μάζοι τε μέχρι παμπόλλου. διττὸν μὲν οὖν, ὡς εἴρηται, τὸν πρῶτον τρόπον ἐξ αὐτοῦ φθείρεται σῶμα πᾶν· τῶν δ’ ἔξωθεν προσπιπτόντων ἓν μὲν ἀχώριστόν τέ ἐστι καὶ διὰ παντὸς ὑπάρχον αὐτῷ καί, ὡς ἂν εἴποι τις, σύμφυτον, ὁ περιέχων ἀήρ, τὰ δ’ οὔτε ἀναγκαῖα καὶ κατὰ
5χρόνους τινὰς ὁμιλοῦντα, τὰ μὲν ὥσπερ ὁ περιέχων ἀὴρ τῷ θερμαί‐ νειν ἀμέτρως ἢ ψύχειν ἢ ξηραίνειν ἢ ὑγραίνειν βλάπτοντα, τὰ δὲ

27

.

7

τῷ θλᾶν ἢ διασπᾶν ἢ τιτρώσκειν ἢ ἔξαρθρόν τι ποιεῖν. ἐπεὶ δέ, ὡς ἐδείχθη, τῆς κατὰ πλάτος ὑγιείας ἡ μὲν εὔκρατός τε καὶ ἄμεμπτός ἐστιν, ὡς πρὸς αἴσθησιν, ἡ δ’ οἷον δύσκρατός τε καὶ μεμπτή, διττὴν θέμενοι τὴν οὐσίαν αὐτῆς, ἴδιον ἑκατέρας σκοπὸν ἀποδῶμεν, ἐπὶ μὲν
5τῆς ἀμέμπτου τὴν ἀκριβῆ φυλακήν, ἐπὶ 〈δὲ〉 τῆς μεμπτῆς τὴν οὐκ

27

.

8

ἀκριβῆ. πρότερον δὲ χρὴ διελθεῖν ὅπως ἂν τῆς ἀρίστης φύσεως δια‐

27

.

9

φυλάττοι τις τὴν ὑγίειαν. ὁ δὲ τῆς ἀρίστης κατασκευῆς ὢν ἄνθρωπος, ὑπὸ τὴν ὑγιεινὴν ἀγόμενος τέχνην, εὐτυχὴς μὲν ἂν εἴη τις, εἰ μετὰ τὴν πρώτην ἀποκύησιν ἐπιστατοῖτο πρὸς αὐτῆς· οὕτως γὰρ ἄν τις καὶ εἰς τὴν ψυχὴν ὀνίναιτο, τῆς χρηστῆς διαίτης ἤθη χρηστὰ παρα‐
5σκευαζούσης· οὐ μὴν ἀλλὰ καὶ εἰ κατά τινα τῶν ἑξῆς ἡλικιῶν εἰς

27

.

10

χρείαν τῆς τέχνης ἀφίκοιτο, καὶ οὕτως ὀνήσεται τὰ μέγιστα. ῥηθήσε‐ ται δὲ πρῶτον τὸ πῶς δεῖ γινώσκειν τὸ ὑγιεινὸν βρέφος ἄρτι γεγε‐ νημένον, ἔπειτα τὴν δίαιταν τοῦ νεογενοῦς παιδίου.

28

t

Πῶς δεῖ γινώσκειν τὸ ὑγιεινὸν βρέφος ἄρτι γεγενημένον. Ἐκ τῶν Γαληνοῦ.

28

.

1

Κριθήσεται καὶ τὸ ὑγιεινὸν εὐθὺς ἐκ γενητῆς πρῶτον μὲν ἐκ τοῦ τὴν κυήσασαν ὑγιεινῶς ἐν τοῖς τῆς κυοφορίας βεβιωκέναι χρόνοις, εἶτα ἐκτεθέντος ἐπὶ τῆς γῆς τοῦ βρέφους εὐθέως αὐτὸ κλαυθμυρίσαι
καὶ μετὰ τόνου τοῦ προσήκοντος ἔκ τε τοῦ πᾶσι τοῖς μορίοις καὶ119
5ταῖς αἰσθήσεσιν ἄρτιον ὑπάρχειν καὶ τοὺς φυσικοὺς ἅπαντας πόρους ἀπαρεμποδίστους ἔχειν, οἷον ὤτων, ῥινῶν, φαρυγέθρας, οὐρήθρας, δακτυλίου καὶ τὰς ἑκάστου μορίου φυσικὰς κινήσεις μὴ νωθρὰς μήτε ἐκλύτους ἔχειν καὶ τὰς τῶν ἄρθρων κάμψεις τε καὶ ἐκτάσεις μεγέθη τε καὶ σχήματα καὶ τὴν αἴσθησιν ἀκριβῆ.

29

t

Περὶ παιδοτροφίας. [Ἐκ τῶν Γαληνοῦ.]

29

.

1

Τὸ τοίνυν νεογενὲς παιδίον, τοῦτο δὴ τὸ ἄμεμπτον ἐν ἁπάσῃ τῇ κατασκευῇ, πρῶτον μὲν τὸν ὀμφαλὸν ἀποτεμνέσθω ἀπὸ τεσσάρων δακτύλων τῆς γαστρὸς σμιλίῳ ἐπάκμῳ, παραιτουμένους τὴν ἄλλην ὕλην καλάμου καὶ ὑάλων χάριν τοῦ μηδεμίαν παράθλασιν γενέσθαι,
5εἶτα τὸ ἐν αὐτῷ περιεχόμενον αἷμα θρομβῶδες ἐκθλίβειν καὶ ἀπο‐ σπογγίζειν ἐρίῳ ἐστραμμένῳ, ἔπειτα συμμέτροις ἁλσὶ καθ’ ἕνα τοῖς λεπτοτάτοις περιπαττόμενον σπαργανούσθω, ὅπως αὐτῷ στερρότερόν τε καὶ πυκνότερον ᾖ τὸ δέρμα τῶν ἔνδον μορίων. ἐν γὰρ τῷ κυΐσκε‐ σθαι πάντα ὁμοίως ἦν μαλακά· νῦν δ’ ἀποκυηθὲν ἐξ ἀνάγκης ὁμιλεῖν
10μέλλον κρύει καὶ θάλπει καὶ πολλοῖς σκληροτέροις ἑαυτοῦ σώμασι χρῄζει τὸ σύμφυτον αὐτοῦ σκέπασμα παρασκευασθῆναί πως ὑφ’ ἡμῶν

29

.

2

ἄριστον εἰς δυσπάθειαν. ἀρκεῖ δ’ ἡ διὰ μόνων τῶν ἁλῶν παρασκευὴ τοῖς γε κατὰ φύσιν ἔχουσι βρέφεσιν (ὅσα γὰρ ἤτοι μυρσίνης φύλλων ξηρῶν περιπαττομένων ἤ τινος ἑτέρου τοιούτου δεῖται, μοχθηρῶς δήπου διάκειται), ἔσθ’ ὅτε καὶ σὺν ἐλαίῳ ἐπὶ τῶν τρυφερωτέρων·

29

.

3

ἀποσμήχειν δὲ καὶ ὅλον τὸ σῶμα χυλῷ πτισάνης ἢ τήλεως. καὶ ὕδατι χλιαρῷ πρῶτον περιπλύνειν τὸ ἐπικείμενον τῷ σώματι γλίσχρασμα καὶ δακτύλοις ἐκθλίβειν τὸ ἐγκείμενον ταῖς ῥισὶ γλοιῶδες, ἀποκαθαί‐ ρειν δὲ τὸ στόμα καὶ τοὺς τῶν ὤτων πόρους, διαστέλλειν δὲ καὶ τὰ
5βλέφαρα καὶ ἀπομάττειν τοὺς ὀφθαλμοὺς ἔλαιον αὐτοῖς ἐνστάζοντα, διαστέλλειν δὲ δακτύλοις καὶ τὸν δακτύλιον· παραχρῆμα γοῦν ἐκκρί‐

29

.

4

νει διὰ τῆς ἕδρας τὸ καλούμενον συνήθως μηκώνιον. κατὰ δὲ τοῦ ὀμφαλοῦ πτυγμάτιον ἐλαιοβραχὲς ἐπιρρίπτειν ἐσχηματισμένον ὀμφα‐ λοῦ τρόπον, παραιτεῖσθαι δὲ κύμινον αὐτῷ ἐπιπάττειν, ὥς τινες, διὰ τὸ δριμύ, εἶτα διαπλώσαντα τὸν ὀμφαλὸν καὶ τῷ ἐριδίῳ ἐντυλίξαντα

29

.

5

πράως συντιθέναι αὐτὸ κατὰ τὸ μεσώτατον. εἶτα σπαργανούσθω τὸ

29

.

6

βρέφος κατὰ τὸ ἔθος. δοτέον δ’ αὐτῷ πρὸ πάσης τροφῆς μέλι κάλλι‐ στον ἀπηφρισμένον ἢ σακχάριτος καλοῦ ἐκλείχειν, παραιτουμένους τὸ
βούτυρον ὡς κακοστόμαχον, εἶτα χλιαρὸν ὑδρόμελι παρενστάζειν.120

29

.

7

εἶτα προαπομέλξασα ἡ μητὴρ τῶν μασθῶν τὸ παχὺ καὶ πυριάσασα αὐτοὺς ὕδατι θερμῷ διδότω τὸ γάλα τῷ βρέφει· βέλτιον δὲ τὸ μὴ λαμβάνειν τῆς μητρὸς τὸ γάλα αὐτίκα μέχρι τῆς τετάρτης ἡμέρας.

29

.

8

λούειν δὲ τὸ παιδίον χρὴ διαστήσαντα χρόνον τινὰ μετὰ τροφὴν δὶς

29

.

9

τῆς ἡμέρας. ἐκπεσόντος δὲ τοῦ ὀμφαλοῦ μετὰ τὴν τρίτην ἢ τὴν τε‐ τάρτην ἡμέραν, κογχύλης ὄστρακον κεκαυμένον ἐπίπασσε τῷ τόπῳ λεῖον ἢ ἀστράγαλον χοίρου κεκαυμένον ἢ μόλυβδον κεκαυμένον ἐπί‐ χριε μετ’ οἴνου καὶ ἐπίδησον.

30

t

[Ἐκ τῶν Ὀριβασίου.] Περὶ τῆς τροφοῦ.

30

.

1

Ταῦτα οὖν ἅπαντα περὶ τὸ παιδίον εἰς τρίτον ἔτος ἀπὸ τῆς πρώτης γεννήσεως ἀξιῶ πραγματεύεσθαι, καὶ πρὸ τούτου ἔτι τῆς τρεφούσης αὐτῆς οὐ σμικρὰν πεποιῆσθαι πρόνοιαν, ὡς ἄριστον ἀεὶ

30

.

2

τὴν κρᾶσιν ὑπάρχῃ τὸ γάλα. γίνοιτο δ’ ἂν τοιοῦτο, εἰ τὸ αἷμα χρη‐ στότατον εἴη· γεννᾶται δὲ τὸ τοιοῦτο ἐπί τε τοῖς [τοιούτοις] συμμέ‐ τροις γυμνασίοις καὶ τροφαῖς εὐχύμοις τε ἅμα καὶ κατὰ καιρὸν τὸν προσήκοντα καὶ μέτρα τὰ δέοντα λαμβανομέναις, ὥσπερ οὖν καὶ πό‐

30

.

3

μασιν εὐκαίροις τε καὶ μετρίοις. ἀφροδισίων δὲ παντάπασι κελεύω ἀπέχεσθαι τὰς θηλαζούσας παιδία γυναῖκας· αἵ τε γὰρ ἐπιμήνιοι κα‐ θάρσεις αὐταῖς ἐρεθίζονται μιγνυμέναις ἀνδρί, καὶ οὐκ εὐῶδες μένει τὸ γάλα, καί τινες αὐτῶν ἐν γαστρὶ λαμβάνουσιν· οὗ βλαβερώτερον
5οὐδὲν ἂν εἴη γάλακτι τρεφομένῳ παιδίῳ· δαπανᾶται γὰρ ἐν τῷδε τὸ χρηστότατον τοῦ αἵματος εἰς τὸ κυούμενον. διόπερ ἐγὼ συμβουλεύ‐ σαιμι ἄν, εἰ κυήσειεν ἡ θηλάζουσα τὸ παιδίον, ἑτέραν ἐξευρίσκειν τροφόν.

31

t

Περὶ ἐκλογῆς τιτθῆς.

31

.

1

Πρὸ δὲ τούτων πάντων ἐκλεκτέον τὴν τιτθὴν μηδὲ ὁτιοῦν νό‐ σημα ἔχουσαν, ἐπεὶ τὸ ταύτης νόσημα ἕξει τὸ παιδίον, καὶ μήτε ἄγαν

31

.

2

νεωτέραν μήτε ἄγαν πρεσβυτέραν. ἔστω δ’ ἡ μὲν νεωτέρα ἕως ἐτῶν κε, ἡ δὲ πρεσβυτέρα ἐτῶν λε· εἰ μὲν γὰρ πάνυ εἴη πρεσβυτέρα, οὔτε ἂν πολὺ ἔχοι γάλα οὔτε χρηστὸν εἴη· εἰ δὲ πάνυ νεωτέρα εἴη, ἔχοι μὲν ἂν γάλα ἱκανόν, οὐκ εἰς τοσοῦτον δ’ εὔπεπτον ὑπάρχει εἰς
5ὅσον αἱ καθεστηκυῖαι ἤδη· εἰ δ’ ἅμα μὲν ἐν μέσῳ εἴη τῆς ἡλικίας ἡ τιτθή, ἅμα δ’ ὁμῆλιξ οὖσα τύχοι τῇ μητρί, τοῦτο ἂν εἴη μέγιστον τῷ

31

.

3

παιδίῳ ἀγαθόν. καὶ στῆθος μέγα ἡ τιτθὴ ἐχέτω, εὐμεγέθης δὲ τῷ σώματι καὶ εὐεκτοῦσα, εὔστερνος, μασθοὺς ἔχουσα συμμέτρους, ἀρρυ‐ σώτους, θηλὰς μήτε μεγάλας μήτε μικρὰς μήτε στενοτέρας μήτε ἄγαν εὐρυτέρας ἢ σηραγγώδεις· οἱ γὰρ μεγάλοι τιτθοὶ πλέον τοῦ δέοντος121
5παρασκευάζουσι τὸ γάλα, καὶ μένον ἐν αὐτοῖς διαφθείρεται καὶ ἀδικεῖ τὸ βρέφος μετὰ τοῦ καὶ τὴν γυναῖκα βαρύνειν· οἱ δὲ μικροὶ ὀλίγον παρέχουσι τὸ γάλα, καὶ αἱ μὲν μεγάλαι θηλαὶ θλίβουσι τὰ οὖλα καὶ κωλύουσι τὴν γλῶτταν συνεργεῖν τῇ καταπόσει, αἱ δὲ μικραὶ δύσλη‐ πτοι, καὶ διὰ τοῦτο κακοπαθεῖ ταῖς σιαγόσι τὰ βρέφη πρὸς τὰς ἐκμυ‐

31

.

4

ζήσεις, ὡς ταῖς φλεγμοναῖς ἐπιπίπτειν. καὶ αἱ μὲν στεναὶ θηλαὶ οὐ ῥᾳδίως πέμπουσι τὸ γάλα καὶ διὰ τοῦτο κόπον παρέχουσι ταῖς σια‐ γόσι τῶν βρεφῶν, ἀλλὰ καὶ ἀκοντιζόμενον διὰ τῶν στενῶν πόρων τὸ γάλα πλήττει τὸν ὑπαλείφοντα ὑμένα τὸ στόμα καὶ ἄφθαν γεννᾷ· αἱ
5δ’ εὐρύτεραι καὶ σηραγγώδεις θηλαὶ ἀθρόον ἀφιεῖσαι τὸ γάλα πνιγ‐

31

.

5

μοῦ αἴτιαι γίνονται. πρὸς τούτοις δὲ χρὴ εἶναι τὴν τιτθὴν [οἷον] σώφρονα, ἀμέθυσον, καθαράν, ἀόργητον, εὔχυμον καὶ μὴ ἐπίληπτον.

31

.

6

φυλασσέσθω δ’ αὐτὴ ἐνδείας καὶ πλησμονὰς καὶ τάραξιν καὶ στάσιν τὴν ἄγαν τῆς γαστρός· τὸ μὲν γὰρ ἐνδεές, τὸ δὲ περιττωματικόν.

31

.

7

σιτία δὲ κατ’ ἀρχὰς μὲν ἐσθιέτω ἄρτους ἀπὸ σιτανίων πυρῶν κλιβανί‐ τας (κουφότατοι γὰρ καὶ ἥδιστοι τά τε ἄλλα καὶ τῇ ὀπτήσει), καὶ ῥοφήματα ἀπὸ πτισάνης ῥοφείτω ἢ ἀπὸ πυρῶν σιτανίων ἐπτισμένων· ταῦτα γὰρ ὁμοιότατα· διὸ καὶ ὠνόμαζον οὕτως οἱ ἀρχαῖοι, [οἷον] τὰς
5μὲν κριθὰς κάχρυς, τοὺς δὲ σιτανίους πυροὺς καχρυδίας, ὡς ἂν εἰ

31

.

8

λέγοις κριθώδεις. κάλλιστοι δ’ οἱ πετραῖοι τῶν ἰχθύων καὶ [οἱ] κρεῶν

31

.

9

τὰ ἄκρεα καὶ οἱ ἁπαλοὶ ὄρνιθες. ὅταν δὲ τῇ αὐξήσει προσάγῃ, ἀνάγκη τῶν ἰσχυροτέρων ἐσθίειν, ὥστε οὐκ ἂν ἁμαρτάνοι ἐσθίουσα καὶ ἰχθύας, γλαυκίσκους τε καὶ χρυσόφρυς καὶ κεφάλους καὶ τῶν θύννων τὰ μικρότερα, καὶ αὐτὰ ἤδη τὰ κρέα, οἷον χοίρων καὶ ἀρνῶν καὶ ἐρί‐

31

.

10

φων. οἶνος δὲ τῇ τιτθῇ ὁ πολὺς αὐτῇ τε ἐκείνῃ κάκιστος καὶ τῷ βρέφει· ὁ μέτριος δ’ ἀγαθὸς ἀμφοτέροις, καὶ εἰς ῥώμην καὶ εἰς πέ‐ ψιν· πίνειν δὲ μήτε ἄγαν γλυκὺν μήτε αὖ τῶν στρυφνοτέρων, καὶ

31

.

11

τῷ χρόνῳ σύμμετρον. ἀγαθὸς δὲ καὶ ὁ μελικρᾶς οἶνος πινόμενος δι’

31

.

12

ἡμερῶν εἴς τε κάθαρσιν τοῦ γάλακτος καὶ εἰς χρηστότητα. φυλασσέσθω ἡ τιτθὴ καθόλου μὲν τὰ ἁλυκὰ καὶ δριμέα καὶ στρυφνὰ καὶ ὀξέα καὶ πικρὰ καὶ ἰσχυρῶς θερμαίνοντα· φυλασσέσθω δὲ καὶ τὰ πάνυ ξηραί‐ νοντα καὶ τὰ πάνυ δύσοσμα καὶ τὰς ἐπισήμους εὐωδίας καὶ τὰς ἐπι‐

31

.

13

σήμους ἀρτύσεις. λαχάνων δὲ πονηρότατα εἰς τὰ παρόντα τὸ σέλινον καὶ ἡ μίνθη καὶ τὸ σκόροδον· σέλινον μὲν γὰρ ἄγει τὸ ἐφ’ ὑστέραν,
καὶ τὸ παιδίον, εἰ τοῦτο ἐσθίοι ἡ τιτθή, κίνδυνος ἐπιληπτικὸν γενέ‐ σθαι, εἰ δὲ μή, φυμάτων πλῆρες. ἡ δὲ μίνθη τοσοῦτόν ἐστι κακόν,122
5ὥστε εἰ ἐμβάλοις τὸ γάλα, ὑγρὸν ποιεῖ τὸ γάλα, καὶ οὐδὲν ὑπ’ αὐτοῦ πήγνυται· διὸ καὶ πνιγομένῳ τινὶ ὑπὸ γάλακτος ἴαμα γίνεται

31

.

14

ὁ χυλὸς τῆς μίνθης πινόμενος. τὸ δὲ σκόροδον καὶ τῇ ὀσμῇ καὶ τῇ γεύσει κάκιστον καὶ τῇ ἄλλῃ ταραχῇ (καὶ γὰρ ὁρμᾷ κάτω καὶ τὸ γάλα διαφθείρει)· δεύτερον δὲ κρόμμυον καὶ πράσον καὶ ὤκιμον καὶ κάρδα‐ μον, καίτοι ποτὲ ὡς φάρμακα τῇ τιτθῇ χρήσιμα ταῦτα· ὅπου δ’

31

.

15

ἕκαστον, γράψω. κάκιστον δὲ καὶ τὸ ἥδυσμα οἱ ὀποὶ ὅ τε Μηδικὸς

31

.

16

καὶ ὁ ἐκ Κυρήνης καὶ ὁ ἀπὸ τῶν Σύρων οὐ πάλαι κομιζόμενος. τῶν δ’ ἰχθύων κάκιστα τὰ σελάχια καὶ οἱ λιμναῖοι καὶ οἱ ποτάμιοι καὶ ὅσοι ἐν πηλῷ τρέφονται καὶ ἰλύϊ, κρεῶν δὲ τὰ βόεια καὶ τὰ αἴγεια, καὶ μάλιστα τὰ τῶν κριῶν καὶ τῶν τράγων· ὀσπρίων δὲ τὰ φυσώδη,

31

.

17

οἱ κύαμοι καὶ οἱ φακοὶ καὶ οἱ δόλιχοι. τραγήματα δὲ πάντα μέν, ὡς εἰπεῖν, φυλασσέσθω (καὶ γὰρ δύσπεπτα καὶ ξηραντικά), μᾶλλον δὲ τά τε Σινωπικὰ κάρυα καὶ τὰς ἀμυγδάλας· οἱ δὲ φοίνικες καὶ ἰσχάδες τὰ μέτρια προσωφελοῦσιν· πικρόχολα δὲ τὰ διὰ τοῦ μέλιτος πέμματα·

31

.

18

φλεγματώδεις δ’ οἱ τυροί. τούτων ἀπεχέσθω ἡ τιτθὴ ἐνθυμουμένη,

31

.

19

ὡς ἐγὼ γέγραφα, τὰ λίαν καλὰ καὶ αὑτῇ καὶ τῷ βρέφει. ἀπεχέσθω δὲ καὶ λαγνειῶν· φθορὰ γὰρ μεγίστη τῷ γάλακτι, εἰ μίσγοιτο γυνὴ

31

.

20

θηλάζουσα, ὅτι τὴν ὁρμὴν ἀνάγκη κάτω γίνεσθαι. πονείτω δ’ ἡ τιτθὴ ἀπὸ τῶν χειρῶν καὶ τῶν ὤμων, εἰ μέλλει τι τὸ παιδίον ὠφελεῖν.

31

.

21

καὶ ἀλεσάτω οὖν καὶ ὑφηνάτω καὶ πτισάτω· ἀρκεῖ δέ που καὶ ἀνι‐ μῆσαι κάδῳ καὶ σφαῖραν βαλεῖν καὶ ἐπὶ τῆς ἀγκάλης ἔχουσαν τὸ παι‐ δίον περιελθεῖν· καὶ γὰρ αἰώρα καλλίστη τῷ βρέφει, καὶ ὁ πόνος δίκαιος. φέρειν δ’ ἐπ’ ἀγκάλης τρίμηνα καὶ τετράμηνα· τὸ δ’ ἔμπρο‐

31

.

22

σθεν οὐκ εὔφορα τῇ ὑγρότητι. οὕτως μὲν οὖν ἡ τιτθὴ διαιτωμένη κάλλιστα ἂν ἔχοι καὶ ἑαυτῇ καὶ τῷ βρέφει· τὰς δὲ τοῦ γάλακτος κα‐ κίας διορθοῦν χρὴ ὧδε· εἰ μὲν τύχοι παχύτερον, ἐμέτοις ἐξελεῖν δεῖ

31

.

23

τοῦ φλέγματος· ἄριστοι δ’ 〈οἱ〉 ἐπὶ τῷ ὀξυμέλιτι. δεῖ δὲ καὶ τοῖς

31

.

24

πόνοις λεπτῦναι τοῖς πρὸ τῶν σιτίων. ἐνταῦθα δήπου καὶ ὀρίγανον καὶ ὕσσωπον καὶ ἡ θύμβρα καὶ ὁ σκάνδιξ καὶ ὁ θύμος ἐπιτήδεια, τὰ μὲν ἡδύσματα εἶναι τοῖς σιτίοις, τὰ 〈δ’〉 ἑψήσασαν ἐν ὕδατι πίνειν.

31

.

25

οἶνοι δ’ ἄριστοι οἱ λευκοὶ καὶ εὔοσμοι καὶ ὑπόλεπτοι, καὶ ὄψων ῥα‐ φανὶς ὀλίγη καὶ τάριχος παλαιὸν τῶν Γαδειρικῶν μετ’ ὀξυμέλιτος καὶ χλωρᾶς ὀριγάνου, καὶ ἰχθύες φυκία καὶ περκία καὶ ἴουλοι καὶ κόψιχοι καὶ κίχλαι· τῶν ὀστρακίων τελλῖναι καὶ κτένες καὶ ὕδωρ τὸ ἀπ’

31

.

26

αὐτῶν, ἀνήθου πλέονος ἐπιβεβλημένου. ὀρνίθων δὲ πόδας καὶ πτέρυ‐ γας κάλλιον εἰς ὄξος ἀποβάπτουσαν ἐσθίειν, πεπέρεως ἢ ὀποῦ ἐμβε‐123

31

.

27

βλημένου. κρεῶν δὲ καὶ ῥοφημάτων τηνικαῦτα ἀπέχεσθαι πλὴν πτι‐

31

.

28

σάνης. τὸ μὲν οὖν παχὺ οὕτω χρὴ διορθοῦσθαι καὶ μὴ ἐᾶν· εἰ δὲ μή, ἐντεῦθεν κίνδυνος καὶ ἐπίληπτον γενέσθαι τὸ παιδίον καὶ ἕτερόν τι παθεῖν οὐκ ἐπιτήδειον· εἰ δέ που γένοιτο δριμύτερόν τε καὶ λεπτό‐ τερον, ἐνταῦθα τῶν μὲν πόνων κουφίζειν τῶν πολλῶν, εὐωχεῖν δὲ
5τὴν τιτθὴν ῥοφήμασί τε καὶ κρέασι χοίρων καὶ ἐρίφων καὶ ἀρνίων

31

.

29

καὶ σίραιον διδόναι πίνειν καὶ οἶνον γλυκύν. εἰ δ’ ἧσσον γένηται, τῶν τε ῥοφημάτων προσφέρειν, καὶ μάλιστα πτισάνης, καὶ τἄλλα δαψιλέ‐ στερον διαιτᾶν καὶ γλεῦκος διδόναι πίνειν καὶ οἶνον γλυκὺν καὶ πυροὺς ἑφθοὺς μετὰ σιραίου καὶ φυλάττεσθαι μὲν τὰς ἐκκρίσεις, καὶ
5μάλιστα ἱδρώτων, ὥστε οὐδὲ λουτρὸν συνεχὲς ἁρμόσει, ἐπανιέναι δὲ τῶν γυμνασίων καὶ ἀνατρίβειν [τὸ] στῆθος καὶ τιτθοὺς καὶ πάντα τρόπον ταύτῃ ἐρεθίζειν· ταῖς δ’ ἂν καὶ σικύα προσβαλλομένη παρά‐

31

.

30

σχοι τὸ δέον. τὰ δὲ φάρμακα οἷς ἄγουσι γάλα, ὅτι μὲν ἀνύει τι, οἶδα, οὐ μὴν συνεχῶς χρῆσθαι κελεύω· συντήκει γὰρ βιαιότερον· ἔστι δὲ μαράθρου τε ῥίζα καὶ ὁ καρπὸς ἐν πτισάνῃ ἡψημένα καὶ γλαῦξ [καὶ] ἡ πόα μετὰ πτισάνης καὶ κυτίσου φύλλα ἐν οἴνῳ μέλανι ἢ
5πτισάνῃ καὶ μελάνθιον ἐν γλυκεῖ καὶ ἄνηθον καὶ ὁ καρπὸς αὐτοῦ καὶ ἡ ῥίζα καὶ ἁλίμου ῥίζα ἐν πτισάνῃ ἢ οἴνῳ καὶ σταφυλίνου ῥίζα καὶ

31

31,32

οἱ καυλοί. χρὴ δὲ θερμῷ προαιονήσαντας οὕτω προσφέρειν. χρὴ δὲ

31

.

32

(2)

παῖδα παραστησαμένην τῶν μειζόνων θηλάζειν· προτρέπει γὰρ ῥεῖν.

31

.

33

πᾶν μέντοι τὸ πονηρὸν γάλα, καὶ εἰ παχὺ εἴη, καὶ εἰ δριμύ, καὶ εἰ δυσωδίαν ἔχοι, προαμέλξασαν οὕτω προστίθεσθαι τὸ παιδίον· τὸ δὲ

31

.

34

δριμὺ μηδέποτε ἄσιτον διδόναι. τὰς δὲ δυσωδίας κἂν οἶνος εὐώδης, κἂν σιτίον εὐήδυντον, κἂν μελικρᾶς οἶνος διορθοῦν δύναιτο.

32

t

Περὶ τροφοῦ γάλακτος καὶ περὶ δοκιμασίας γάλακτος ἀρίστου. Ἐκ τῶν Μνησιθέου τοῦ Κυζικηνοῦ.

32

.

1

Εἰς παιδοτροφίαν τροφὸν μὲν γένει λαμβάνειν Θρᾷτταν ἢ Αἰγυ‐

32

.

2

πτίαν ἢ ἄλλην παραπλησίαν ταῖς εἰρημέναις. ἔστω δ’ εὐμεγέθης, εὔπλευρος, εὔσαρκος, καλὴ τὴν ὄψιν, εὔκολος πρὸς ἅπαν σιτίον, μὴ

32

.

3

ἐκταρασσομένη τὴν κοιλίαν. ἀπολελύσθω δὲ παντὸς πάθους, καὶ μά‐

32

.

4

λιστα ἐπιληπτικῶν καὶ ὑστερικῶν πνιγμῶν καὶ ἐνθεαστικῶν. ἔστω δὲ καθάριος κατὰ τὴν ἐσθῆτα καὶ τὴν λοιπὴν δίαιταν, κατὰ τὸν αὑτῆς
χρῶτα μὴ δυσώδης, τῇ τε διανοίᾳ ἱλαρά, ῥᾴθυμος, πραεῖα, ἁπλῆ, ἐτῶν οὖσα μὴ πλέον τριάκοντα, ἐλάττων δ’ ἑνὶ ἢ δυσίν, ᾗ τὰ καταμήνια124

32

.

5

μὴ φαίνηται. ἔστω δ’ αὐστηρὰ πρὸς ἀνδρῶν ὁμιλίαν καὶ πλείω παιδία

32

.

6

ἐκτετροφυῖα ἅμα τε τῇ μητρὶ τετοκυῖα τὸ αὐτὸ γένος. κράτιστόν τέ

32

.

7

ἐστι τὸ γάλα μετὰ μ ἡμέρας τοῦ τόκου τῆς γυναικὸς θηλάζειν. δοκι‐ μάζομεν δὲ μάλιστα μὲν τὰς τετοκυίας αὐτάς· εἰ δὲ μή, οἰκείας ἢ

32

.

8

συγγενεῖς ἢ τὰς ὁμοίας ταύτῃ οὔσας τῷ εἴδει. μαστοὶ δ’ ἄριστοι εὐμε‐ γέθεις, ὁμαλώτατοι 〈τῇ〉 τῶν σαρκῶν πολυπληθείᾳ, μὴ λαγαροὶ καὶ διάκενοι ἐκ τοῦ κατὰ τὴν μέσην χώραν, μήτε ἐκ τοῦ κατὰ τὸ στῆθος μέρους ὑπόκενοι καὶ θυλακώδεις, μήτε λίαν ὀγκώδεις ἔχοντες τὰς

32

.

9

θηλὰς μεγάλας, ὀπὰς μαλακάς, τὰ τρήματα ὁμαλά, εὔτρητα. γάλα δὲ βέλτιστον τὸ σύμμετρον πάχει, πλήθει, ὀσμῇ, χρόᾳ, γεύσει, ἀφρῷ· ἐὰν δὲ μὴ τῷ πλήθει σύμμετρον ᾖ, ἡ τὸ πλεῖον ἔχουσα αἱρετωτέρα τρο‐

32

.

10

φός. αὕτη μὲν οὖν ἡ διὰ τῶν αἰσθήσεων δοκιμασία κρατίστη· δευτέρα δέ, εἰς ἀγγεῖον ἀργυροῦν ἢ λευκοῦ χαλκοῦ καθαρόν, κοιλότητα ἔχον ἱκανήν, ὥστε πλῆθος ὑγροῦ δέξασθαι, ἐγχέας ὕδωρ ἀφηψημένον ἢ διηθημένον ἢ ὅτι καθαρώτατον, ἐπιστάξαι τοῦ γάλακτος σταγόνας
5ὅσον τὸν ἀριθμὸν ιιε, καὶ κατανοεῖν τὴν τοῦ γάλακτος διάχυσιν, εἰ μήτε ταχεῖα μήτε βραδεῖα τελέως γίνεται, μέσως δέ (τὸ γὰρ τοιοῦ‐

32

.

11

τον ἄριστον)· θεωρεῖν δὲ ταῦτα ἐν ὑγείᾳ. χρήσιμον δ’ ἐστὶ καὶ τὸ ἐπὶ τοῦ ὄνυχος διαυγάζον· δεῖ δ’ ἐπισταλάξαντα ἐπὶ τὸν τοῦ μεγάλου δακτύλου ὄνυχα ὑπὸ τὴν αὐγὴν θεωρεῖν ἅμα εἰς τὴν ἀπόρρυσιν ἐν τῷ ἀποκλίνειν τὸν ὄνυχα, εἰ ταχεῖαν ἢ πάλιν βραδεῖαν ἴσχει· ἀμφό‐

32

.

12

τερα γὰρ ἄχρηστα, τὸ δὲ συμμέτρως ἀπορρέον χρήσιμον. δοκιμάζειν δὲ καὶ οὕτως· ἐγχέαντα τὸ ὀγδοημόριον τοῦ γάλακτος εἰς ἀγγεῖον ὑέλινον ἢ μᾶλλον κεράτινον ἢ κόγχον θαλάττιον, ἐμβαλεῖν ταμίσου τὸ σύμμετρον καὶ διαθλῖψαι τοῖς δακτύλοις, εἶτ’ ἐάσαντα ἕως οὗ παγῇ,
5θεωρεῖν εἰ ἔλαττον τὸ τυρῶδες, πλέον δὲ τὸ ὑδατῶδες γίνεται· τὸ γὰρ τοιοῦτον γάλα ἄχρηστον πρὸς τροφήν, καὶ τὸ πλεῖστον αὐτοῦ

32

.

13

ἐξουρεῖται. εἰ δὲ τὸ παγὲν πλέον μὲν τὸ τυρῶδες ἔχει, ἔλαττον δὲ τὸ ὑδατῶδες, δύσπεπτον καὶ δυσκατέργαστον αὐτὸ ὑποληπτέον· ἄριστον δὲ τὸ σύμμετρον μὲν τὸ τυρῶδες ἐσχηκός, σύμμετρον δὲ τὸ

32

.

14

ὑδατῶδες. ποιεῖσθαι δὲ καὶ τὴν δοκιμασίαν μάλιστα τῇ ἐαρινῇ ὥρᾳ· ἄγγος τὸ ὑάλινον ἢ κεράτινον ἢ κόγχον θαλάττιον ἐμπλήσας τοῦ γάλακτος ἀφ’ ἑσπέρας, ἐν τόπῳ εὐδιεινῷ θές, εἶτα πρωῒ θεώρει τὸν
ἐπίπαγον ἢ καὶ τὸ γραῶδες, εἰ τελείως πολύ ἐστιν ἢ τοὐναντίον ὀλί‐125
5γον, τὸ δ’ ὑγρὸν πολύ· τὰ γὰρ τοιαῦτα ἀχρεῖά ἐστιν [ἢ τοὐναντίον

32

.

15

ὀλίγον], ᾧ δ’ ἡ συμμετρία ἠκολούθησεν, ἄριστον. ἐὰν δὲ συμβῇ τοὺς τιτθοὺς ἐλάττους ἢ τὰς θηλὰς ἔχειν τὴν τροφόν, τούς τε μαστοὺς

32

.

16

τριβέτωσαν καὶ ἀναδεσμεύειν ἄνωθεν τῶν μαστῶν μαλακῷ λημνίσκῳ, τοὺς μαστοὺς ἡσυχῇ πιεζοῦντας, ἵνα ἐπίρρυσις τοῦ γάλακτος πλείων

32

.

17

γένηται. ἐὰν δὲ μεταξὺ τοῦ γαλακτισμοῦ τοῦ παιδίου γάλα σβεσθῇ, κράτιστον δὴ τὸ μεταβαίνειν ἐπ’ ἄλλον μαστόν· εἰ δὲ μὴ εἴη δυνα‐ τόν, γάλα κατασκευάζειν, καταντλοῦντας ὕδατι θερμῷ πολλῷ, προ‐ δόντας τι τῶν ἐπακτικῶν καὶ ποιητικῶν [ποιεῖν] πίνειν, οἷον ἱππο‐
5μαράθρου ἀπεζεσμένου ὅσον κοτύλας β μετ’ οἴνου εὐώδους ἢ ἱππο‐

32

.

18

σελίνου τὸν αὐτὸν τρόπον ἢ σελίνου ῥίζαν. μετὰ δὲ τὰς καταντλήσεις διδόναι τινὶ θηλάζειν καὶ βίᾳ τὴν ἐπίσπασιν ποιεῖσθαι τρίβειν τε καὶ πάλιν καταντλεῖν, μετά τε τὸ λουτρὸν δοτέον πιεῖν ἀφέψοντα πράσα κεφαλωτά, μαλάχην, σέλινον, μάραθρον καὶ τῶν ἄλλων λαχάνων γένη
5τινὰ τῶν ἀγρίων (ἐχέτω δὲ ταῦτα πυροὺς κατέφθους), καλῶς ἀπη‐

32

.

19

θήσαντα κοτύλας δύο, μίξαντα ἀντ’ ἐλαίου οἶνον εὐώδη. διδόναι καὶ πᾶν σπερμίον ἑψήσαντα μετὰ κυτίσου ἤ τινος ἄλλου τῶν εἰρημένων,

32

.

20

ἀπηθήσαντα τὸ ἴσον πλῆθος μετὰ τοῦ οἴνου διδόναι. μετὰ δὲ τὴν τούτων δόσιν προσβάλλειν σικύαν καθ’ ἑκάτερον τόπον τῶν μαστῶν καὶ κελεύειν θηλάζειν σφοδρότερον προσπεσόντα τήν τε τροφὴν ψα‐ θυρὰν καὶ εὐανάδοτον διδόναι, τό τε ποτὸν πλεῖον, οἶνον λεπτὸν
5εὐώδη θερμὸν [τὸ] πινόμενον, ἔχοντος τοῦ ὕδατός τινας τῶν εἰρη‐ μένων δυνάμεις.

33

t

Περὶ δοκιμασίας γάλακτος. Ἐκ τῶν Γαληνοῦ.

33

.

1

Δοκιμαστέον δὲ τὸ γάλα ἀκριβῶς γεύσει καὶ ὄψει καὶ ὀσφρήσει· καὶ γὰρ γευομένοις καὶ ὀσμωμένοις ἡδὺ καὶ θεωμένοις λευκόν τε καὶ ὁμαλὲς καὶ μέσως ἔχον ὑγρότητος καὶ παχύτητος ὀφθήσεται τὸ ἄριστον γάλα· τὸ δέ γε μοχθηρὸν ἤτοι παχὺ καὶ τυρῶδες ἢ ὑγρὸν
5καὶ ὀρῶδες ἢ πελιδνὸν καὶ ἀνώμαλον ἐν χρόᾳ καὶ συστάσει ἢ δια‐ φύσεις ἔχον ξηρὰς ἢ ἀφρῶδες ἢ βρωμῶδες ἢ δυσῶδες ἢ ταχέως ἀπο‐ ξυνόμενον ἢ γευομένοις πικρότατον ἢ ἅλμης ἤ τινος ἑτέρας ἀλλο‐ κότου ποιότητος ἔμφασιν παρέχον· καὶ γὰρ τὸ τοιοῦτον γάλα μοχ‐

33

.

2

θηρόν, οὐδὲ πρὸς τὴν ὀδμὴν ἡδὺ καθέστηκεν. ταῦτα μὲν οὖν ἔστω γνωρίσματα μοχθηροῦ τε καὶ χρηστοῦ γάλακτος· οἷς τεκμαιρόμενον
νοσώδη τὴν γυναῖκα οὖσαν ἐφ’ ἑτέραν μεταβαίνειν· ἐπὶ δὲ τῶν126

33

.

3

εὐπορούντων πλείονας εἶναι τὰς τιτθάς. ὅταν δ’ ἐνδεῶς ἀθροίζηται τὸ γάλα κατὰ τοὺς μαστούς, διάσκεψαι περὶ τοῦ αἵματος· ἤτοι γὰρ

33

.

4

ἔλαττόν ἐστι τοῦ προσήκοντος ἢ μοχθηρότερον. τὸ μὲν οὖν ἔλαττον ὑγραινούσης τε καὶ θερμαινούσης δεῖται τῆς συμπάσης διαίτης· τὸ δὲ μοχθηρότερον, εἰ μὲν χολῶδες ὑπάρχει, καθάρσεως 〈μὲν〉 πρῶτον, εἶθ’ οἵας εἴρηται διαίτης· εἰ δὲ φλεγματικόν, φαρμάκων θερμαινόν‐
5των μέν, ἤτοι κατὰ τὴν πρώτην, εἶθ’ ἑξῆς καὶ τὴν δευτέραν τάξιν,

33

.

5

οὐ μὴν ξηραινόντων γε. καλλίω δ’ [ἂν] αὐτῶν ὅσα μὴ φάρμακα μόνον εἰσίν, ἀλλὰ καὶ τροφαί, οἷον εὔζωμον, μάραθρον, ἄνηθον. λέγω δὲ τὰς πόας αὐτὰς χλωρὰς ἔτι καὶ ὑγράς· αἱ γὰρ ξηραὶ ξηραίνουσιν ἤδη καὶ

33

.

6

θερμαίνουσι [ἢ δεῖ] πλέον πρὸς τὸ παρόν. τούτου δὲ τοῦ γένους ἐστὶ [οἷον] σμύρνιον, σέλινον, σίον, ἐρέβινθοι, γλαῦξ ἡ πόα, πολύγαλον.

33

7,8

καὶ ἀνεμῶναι δὲ προστιθέμεναι κατασπῶσι γάλα. ἄπειρα δ’ ἐστὶ τὰ τὸ

33

.

8

(2)

γάλα βλάπτοντα· καὶ [ὃ] γὰρ ὅσα πλέον ἢ χρὴ θερμαίνει, καὶ ὅσα ξηραίνει, καὶ ὅσα ψύχει, τὰ μὲν τῇ ποιότητι τοῦ αἵματος λυμαινόμενα, τὰ δὲ τὴν οὐσίαν ὅλην ἐλάττονα ποιοῦντα, κωλύει γεννᾶσθαι τὸ γάλα.

33

.

9

παραπλησίαν δὲ τοῖς εἰρημένοις ἔχει δύναμιν ὅσα προτρέπειν ἢ παύ‐ ειν καταμήνια πέφυκεν· ὕλη γὰρ ἀμφοῖν κοινὴ τὸ ἐν ταῖς φλεψὶν

33

.

10

αἷμα. ταῦτά τοι κἀπειδὰν ἐπὶ θάτερα τῶν μορίων φέρηται τὸ αἷμα,

33

.

11

ξηραίνεται θάτερα. θαυμαστὸν οὖν οὐδὲν εἰ καὶ τὰ διαιτήματα καὶ τὰ φάρμακα 〈παραπλήσια〉 τά τε γεννῶντα καὶ τὰ παύοντα τὴν ἐφε‐ ξῆς ἐφ’ ἑκάστῳ μηνὶ κάθαρσιν καὶ τὴν ἐν μαστοῖς τοῦ γάλακτος γέ‐ νεσιν· τοσόνδε μέντοι διαφέρει ὅτι τμητικωτέρων καὶ θερμοτέρων
5ἐνίοτε τὰ κατὰ τὰς μήτρας χρῄζει· καὶ γὰρ ἀναστομοῦσθαι δέονται

33

.

12

μᾶλλον. ὅσα μὲν οὖν τὸ γάλα προτρέπει, ταῦτα καὶ τὰς ἐλλιπεῖς καθάρσεις ὠφελεῖ· τὰς δ’ ἐπὶ πλέον βεβλαμμένας ἢ καὶ παντάπασιν ἰσχομένας οὐκέτι οὐδὲν τῶν τοιούτων ἰᾶται, ἀλλὰ βράθυ καὶ μῆον ἶρίς τε καὶ καλαμίνθη, καὶ ὅσα τἄλλα τοιαῦτα τὰς παντελεῖς ἐπι‐

33

.

13

σχέσεις τῶν κατὰ μήτρας καθάρσεων ἰᾶται. ταῦτα μὲν ἔστω μοχθηροῦ
τε καὶ χρηστοῦ γάλακτος γνωρίσματα.127

34

t

Ἄλλη δίαιτα τιτθῆς. Ἐκ τῶν Ἀντύλλου.

34

.

1

Τὴν δέ γε τιτθὴν χρὴ γυμνάζειν γυμνασίοις συμμέτροις, καὶ μά‐ λιστα τοῖς ἄνω μέρεσι, τροφάς τε εὐχύμους ἅμα καὶ εὐδιοικήτους καὶ κατὰ καιρὸν τὸν προσήκοντα καὶ κατὰ μέτρα τὰ δέοντα διδόναι,

34

.

2

ὥσπερ καὶ πόματα. ἀφεκτέον δὲ πράσων καὶ κρομμύων καὶ σκορόδων καὶ ταρίχων καὶ τῶν δυσωδῶν πάντων καὶ βρωμωδῶν καὶ τῶν πλεί‐ στων τραγημάτων, καὶ μάλιστα στροβίλων (ἐλαιώδη γὰρ ταῦτα καὶ διὰ τοῦτο χολοποιὰ καὶ ἐπιπολαστικά, ἀλλὰ καὶ ἀφροδισίων ὑπομνηστικά),
5ὧν παντάπασιν ἀπέχεσθαι χρὴ τὴν τιτθήν· ἐρεθίζονται γὰρ κατὰ τὰς συνουσίας αἱ ἐπιμήνιοι καθάρσεις, καὶ διὰ τοῦτο καὶ τὸ γάλα φθείρε‐ ται καὶ μοχθηρὸν καὶ βραχύτατον γίνεται· τινὲς δ’ αὐτῶν ἐν γαστρὶ λαμβάνουσιν, οὗ βλαβερώτερον οὐδὲν ἂν εἴη τῷ τρεφομένῳ βρέφει.

34

.

3

ἐλαττουμένου δὲ τοῦ γάλακτος ἢ φθειρομένου ἢ καὶ παντάπασι σβεν‐ νυμένου ἢ παχυνομένου ἢ λεπτυνομένου, καλὸν μὲν ἑτέρας τιτθῆς γάλα διδόναι, μὴ ἐπιτρεπούσης δὲ τῆς ἐπιστάσεως, διαιτῶν δεῖ αὐτὴν

34

.

4

τὴν τιτθήν, ὥστε μὴ νόσῳ περιπεσεῖν τὸ βρέφος. ἀποσβεννυμένου τοίνυν τοῦ γάλακτος, ἐπιθεωρητέον εἴτε τὸ πᾶν σῶμα νοσεῖ ἢ ἓν

34

.

5

μόριον, καὶ τὴν λυποῦσαν διάθεσιν ἀνασκευάζειν. εἰ δὲ δι’ ἔνδειαν ἀποσβεσθείη τὸ γάλα, προσθετέον ταῖς τροφαῖς καὶ εὐχυμοτέρας διδό‐ ναι, πλείονας περιπάτους περιαιρετέον τήν τε κοιλίαν, εἰ πλεῖον τοῦ δέοντος φέροιτο, συστρεπτέον γυμνασίοις τε τῶν ἄλλων μερῶν χρῆ‐
5σθαι 〈καὶ τρίψει τῶν μασθῶν καὶ πυρίαις διὰ σπόγγων κηρωταῖς τε κατὰ τῶν μασθῶν ὑγροτέραις χρῆσθαι〉 δι’ ἰρίνου ἐλαίου ἢ ἑρπύλλου ἐκλείχειν τε λινόσπερμον μετὰ μέλιτος ἢ γλύκεος, ἢ σήσαμον ὠμὸν μετὰ φοινίκων πατητῶν ἴσα λεάνας δίδου ἐσθίειν, καὶ πινέτω μαρά‐ θρου ζωμοῦ ἢ μελαντηρίας· καὶ γὰρ αὐθημερὸν πλησθήσονται οἱ μα‐
10σθοὶ τοῦ γάλακτος, δόξει δ’ ἡ γυνὴ ἅμα τῷ λαμβάνειν τὸ πότημα

34

.

6

πάντα ἑαυτῆς τὰ μέλη παραλελύσθαι. ἄχρι γοῦν γένηται ἐν τοῖς μα‐ σθοῖς τὸ γάλα, ἢ ἕλμινθας τὰς εὑρισκομένας ἐν τῇ ἰλύϊ τοῦ ποταμοῦ, ἃ καλεῖται γῆς ἔντερα, λειοτριβήσας ὅσον εζ ἐπίβαλλε φοίνικας πατητοὺς καὶ ἅμα λεάνας δὸς ἐν ζύθῳ πίνειν προλούσας τὴν γυναῖκα,
5λέγω δὲ νῆστιν, ἐφ’ ἡμέρας ι, καὶ θαυμάσεις τὸ γάλα ὡς πολὺ καὶ

34

.

7

καλόν. βέλτιον δὲ καὶ τὸ πρὸ τούτου ὁμοίως συλλεαίνειν τῷ ζύθῳ καὶ διδόναι πίνειν, οἶνον δὲ διδόναι γλυκύτερον καὶ μάραθρον ἢ

34

.

8

ἄνηθον χλωρὸν σὺν πτισάνῃ ἑψήσας δίδου ῥοφεῖν. εἰ δὲ λεπτὸν εἴη τὸ γάλα, τὰ λουτρὰ ἀποδοκιμάζειν [καὶ] ὡς ἐξυδατοῦντα τοὺς χυ‐
μούς· χρηστέον δ’ ἐν τροφῇ χόνδρῳ, ὠοῖς ῥοφητοῖς, ἄρτοις σεμιδαλί‐ ταις καὶ χοιρείοις ποσὶ καὶ ἀκροκωλίοις καὶ ὀρνιθίοις πιοτέροις ἐρι‐128

34

.

9

φείοις τε κρέασι καὶ οἴνῳ γλυκεῖ. εἰ δὲ παχύτερον εἴη τὸ γάλα τῆς γυναικός, λεπτυνούσῃ τροφῇ χρηστέον καὶ ἀτροφωτέρᾳ καὶ βαλανίοις συνεχέστερον. τὸ γὰρ παχύτερον γάλα ἀποστήματα καὶ δοθιῆνας περὶ τὸ σῶμα τοῦ βρέφους γεννᾷ, καὶ ἡ γαστὴρ αὐτοῦ ἐπέχεται· ἀλλ’
5οὐδὲ τὰ οὖρα κατὰ λόγον φέρεται, ἔμετοι δ’ ἐνοχλοῦσι φλεγματώδεις, δυσκίνητόν τε καὶ δύσπνουν γίνεται τὸ βρέφος καὶ ἀνόρεκτον, ἄχρουν καὶ λῆμας ἔχον παχείας καὶ μύξας ὁμοίως, φῦσαί τε πολλαὶ διαχω‐

34

.

10

ροῦσιν. εἰ δὲ δριμύτερον γένηται τὸ γάλα ἤτοι ὀρωδέστερον, ἢ ὀλίγων ἡμερῶν ἐστιν ἡ γυνὴ τέξουσα, ἐκκρίσεις διὰ γαστρὸς τοῦ βρέφους πλείονες γίνονται μετὰ δήξεως, καὶ ἀνορεξία κρατεῖ, ἐξανθήματά τε δριμύτερα γίνονται καὶ μάλιστα περὶ τὰ ἄνω μέρη, ἤδη δὲ καὶ τὰ
5κάτω, ἰσχνότερον τὸ βρέφος κατὰ βραχὺ γίνεται, ὅθεν παντὶ τῷ τρόπῳ κατακεραστέον τὸ σῶμα τῆς τιτθῆς βαλανίοις τε γλυκέσι καὶ

34

.

11

εὐχύμῳ τροφῇ. ἐπὶ πολὺ δὲ φερόμενον τὸ γάλα εἰ βούλει ἐλαττῶσαι, ἀτροφώτερα δίδου σιτία καὶ ἐλάχιστα, κατάπλασσε δὲ τοὺς μασθοὺς φακῷ ἑφθῷ ἢ κυμίνῳ μετ’ ὄξους, ἢ λίθον λευκὸν τὸν ἁπαλόν, ᾧ εἰς τὰς οἰκοδομὰς χρώμεθα, ὁμοίως μετ’ ὄξους ἢ ὑοσκύαμον μετ’ ὄξους ἢ
5ῥάκος ὄξει βρέχων μετ’ ὄξους ἐπιτίθει καὶ συνεχῶς ἐπίβρεχε· κατάντλα δὲ θαλάσσῃ ἢ ἅλμῃ θερμῇ ἢ μυρσίνης ἀφεψήματι.

35

t

Ἐκ τῶν Γαληνοῦ. Περὶ τροφῆς παιδίου ἄχρι ἐτῶν ιδ.

35

.

1

Τρέφειν δὲ τὸ παιδίον τὰ μὲν πρῶτα γάλακτι μόνῳ· ἐπειδὰν δὲ φύσῃ τοὺς πρόσθεν ὀδόντας, ἐθίζειν ἤδη πως αὐτὸ καὶ τῆς παχυ‐ τέρας ἀνέχεσθαι τροφῆς, ὥσπερ οὖν καὶ τοῦτο αὐτὸ πείρᾳ διδαχθεῖ‐ σαι ποιοῦσιν αἱ γυναῖκες, ἄρτου μέν τι πρῶτον, ἐφεξῆς δ’ ὀσπρίων
5τε καὶ κρεῶν [καὶ] ὅσα τ’ ἄλλα τοιαῦτα προμασώμεναι κἄπειτα ἐντι‐

35

.

2

θεῖσαι τοῖς στόμασι τῶν παιδίων. ἀνατρίβειν δὲ χρὴ τὸ σῶμα τῶν βρεφῶν ἐλαίῳ γλυκεῖ, καθάπερ καὶ τοῦτο αὐτὸ ποιοῦσιν ἐπιτηδείως αἱ πλεῖσται τῶν τροφῶν, εὐθὺς ῥυθμίζουσαί τε καὶ διαπλάττουσαι τὰ

35

.

3

μόρια αὐτῶν. ἐπί γε τοῦ νῦν ὑποκειμένου παιδίου τὴν κατασκευὴν τοῦ σώματος ἀμέμπτως ἔχοντος οὐδὲν χρὴ περιεργάζεσθαι τὴν τρο‐ φὸν εἴς γε τὴν τῶν μελῶν εὐρυθμίαν, ἀλλ’ ἀνατρίβειν τὰ μέτρια καὶ λούειν ὁσημέραι, καθ’ ὅσον οἷόν τε μὴ περιεχομένου τοῦ γάλακτος
5ἀπέπτου κατὰ τὴν γαστέρα· κίνδυνος γὰρ ἀναληφθῆναι τοῦτο πρὶν πεφθῆναι καλῶς εἰς ὅλον τὸ σῶμα τοῦ παιδίου· πολὺ δὲ δὴ μᾶλλον,
εἰ καὶ τὴν γαστέρα τις αὐτὴν ἀνατρίβει γάλακτος μεστήν, ἐμπλήσει τε τὸ σῶμα τροφῆς ἀπέπτου συμπληρώσει τε τὴν κεφαλήν· διὸ χρὴ πολλὴν πρόνοιαν πεποιῆσθαι τοῦ μὴ λαμβάνειν τὴν τροφὴν τὸ παιδίον129

35

.

4

μήτε πρὸ λουτρῶν μήτε πρὸ ἀνατρίψεων. γίνοιτο δ’ ἂν τοῦτο παρα‐ φυλαττούσης ἀκριβῶς τῆς τροφοῦ τὸν ἐπὶ τοῖς μακροτέροις ὕπνοις καιρόν· ἐν τούτῳ γὰρ μάλιστα τὴν κοιλίαν ἤτοι παντάπασι κενὴν ἢ πεπεμμένην ἤδη τὴν τροφὴν περιέχουσαν εὑρεῖν ἔστιν· ὁ δὲ τοιοῦτος
5καιρὸς ἄλλοτε εἰς ἄλλον ἐμπίπτει χρόνον ἤτοι τῆς ἡμέρας ἢ καὶ τῆς

35

.

5

νυκτός. ἐπὶ μέντοι τῶν μειζόνων ἤδη παιδίων, ὅσα καὶ πληγαῖς καὶ ἀπειλαῖς καὶ ἐπιπλήξεσι πείθεσθαι δύναται καὶ νουθετήσεσι, καιρὸς ἂν εἴη διττὸς 〈εἰσ〉 ἀνάτριψίν τε καὶ λουτρόν, ὁ μὲν πρότερός τε καὶ ἄριστος ἐπειδὰν ἐξαναστάντα τῶν ἑωθινῶν ὕπνων, εἶτα παίξαντα
5τροφὴν αἰτῇ· τότε γὰρ ἐπιθέσθαι μάλιστα αὐτοῖς χρή, τὸ μὲν σῶμα πρὸς ὑγίειαν ἅμα καὶ εὐεξίαν ἀσκοῦντα, τὴν ψυχὴν δ’ εἰς εὐπείθειάν τε καὶ σωφροσύνην, οὐκ ἄλλως τροφὴν παρέξειν αὐτοῖς φάσκοντας, εἰ μὴ προθύμως ὑπακούσοιεν ᾧ ἂν θέλωμεν ἡμεῖς ἀνατρίβειν τε καὶ

35

.

6

λούειν. οὗτος μὲν οὖν ὁ ἄριστος καιρός· εἰ δέ τις ἀσχολία τὸν τρέ‐ φοντα τὸ παιδίον ἀπαγάγοι, μέτριον ἄρτου δόντα [παῖδαν ἐπιτρέ‐ φειν ἢ καὶ μᾶλλόν γε] παίζειν ἐπιτρέπειν, εἰς ὅσον ἂν βουληθῇ, κἄ‐

35

.

7

πειτα αὖθις ἐπιτρέψαν τρίβειν καὶ λούειν. οὐ μὴν πίνειν γε ἐπιτρεπ‐ τέον ποτὲ αὐτοῖς πρὸ τῶν λουτρῶν ἐπὶ τοῖς σιτίοις· ἀθροωτέρα γὰρ ἂν οὕτως ἡ ἀνάδοσις εἰς τὸ σῶμα γίνοιτο τῶν ἐν γαστρὶ περιεχομέ‐

35

.

8

νων. μετὰ ταῦτα δὲ καὶ καθ’ ὃν 〈ἂν〉 ἤδη χρόνον εἰς διδάσκαλον δύνηται φοιτᾶν, οὐκ ἀναγκαῖον λουτροῖς χρῆσθαι συνεχέσιν, ἀλλ’ ἀρκεῖ διαπαλαίειν μανθάνοντι σύμμετρα πονεῖν ἐνταῦθα πρὸ τῶν

35

.

9

σιτίων. τὸ δ’ ὑπερπονεῖν τοὺς παῖδας οὐδαμῶς ἀγαθόν· ἀναυξῆ γὰρ

35

.

10

ὑπὸ τῆς παρὰ καιρὸν σκληρότητος ἀποτελεῖται τὰ σώματα. καὶ οἴνου δὲ τὸν οὕτως πεφυκότα παῖδα μέχρι πλείστου μηδ’ ὅλως γεύειν· ὑγραίνει τε γὰρ ἱκανῶς καὶ θερμαίνει τὸ σῶμα πινόμενος οἶνος ἐμ‐ πίπλησί τε τὴν κεφαλὴν ἀτμῶν ἐν ταῖς θερμαῖς καὶ ὑγραῖς κράσεσιν,
5οἵαπέρ ἐστι καὶ ἡ τῶν τοιῶνδε [χωρίων ἢ καὶ μᾶλλον] παιδίων.

35

.

11

φευκτῶν δ’ οὐσῶν τῶν ἀμετριῶν, μάλιστα ἂν εἴη φευκτὴ 〈καθ’ ἣν οὐκ εἰς τὸ σῶμα μόνον, ἀλλὰ〉 καὶ εἰς τὴν ψυχὴν ἡ βλάβη διικνεῖ‐ ται· διόπερ οὐδὲ τοῖς ἤδη τελείοις ἄνευ τοῦ προσήκοντος μέτρου πινόμενος οἶνος ἀγαθός, ἀλλὰ τούτοις μὲν εἰς τὴν τῶν χολωδῶν
5περιττωμάτων ἔκκρισίν τε ἅμα καὶ κένωσιν ἐπιτήδειος, οὐχ ἧττον δὲ καὶ εἰς τὴν ἐν αὐτοῖς τοῖς στερεοῖς ὀργάνοις τοῦ ζῴου γινομένην
ξηρότητα ὁ [δὲ] σύμμετρος ἐπιτήδειος οἶνος, ὑγραίνων ὅσον ἀμέτρως ἐξήρανται καὶ ἀνατρέφων· οἱ δὲ παῖδες, ἅτε 〈μήτε〉 τὸν πικρόχολον ἀθροίζοντες χυμὸν οἰκείαν τε πολλὴν ἔχοντες ὑγρότητα, τῶν μὲν ἐξ130
10οἴνου γινομένων ἀγαθῶν οὐδενὸς προσδέονται, μόνης δ’ ἀπολαύουσιν

35

.

12

αὐτοῦ τῆς βλάβης. οὔκουν οὐδεὶς νοῦν ἔχων ἐπιτρέψει τοιούτῳ χρῆ‐ σθαι πόματι τοὺς παῖδας· οὐ μὴν ψυχροῦ πόματος εἰς τὸ παντελὲς εἴργειν κελεύω τοὺς τοιούτους παῖδας, ἀλλ’ ἐπὶ τοῖς σιτίοις τὰ πολλὰ καὶ κατὰ τὰς θερμοτέρας [χώρας ἢ] ὥρας [μᾶλλον], ὅταν ἥξωσιν
5αὐτοὶ πρὸς τὸ ψυχρόν, ἐπιτρέπω χρήσασθαι μάλιστα μέν, εἰ οἷόν τε, πηγαίῳ προσφάτῳ μηδεμίαν ἐπίκτητον ἔχοντι μοχθηρὰν ποιότητα,

35

.

13

μὴ παρόντος δὲ τοῦ τοιούτου, τοῖς ἄλλοις. φυλάττεσθαι δὲ τά τε λιμναῖα καὶ θολερὰ καὶ δυσώδη καὶ ἁλυκά, καὶ ἁπλῶς εἰπεῖν, ὅσα τινὰ ποιότητα κατὰ τὴν γεῦσιν ἐνδείκνυται, τά τε παραμένοντα τοῖς

35

.

14

ὑποχονδρίοις ἐπὶ πλέον. οὐ χρὴ δὲ νομίζειν, καθάπερ οἴνων τε καὶ γυμνασίων καὶ ἀφροδισίων ἐγρηγόρσεών τε καὶ ὕπνων ἄλλον ἄλλως ἀπολαύειν προσῆκε κατὰ τὰς διαφόρους ἡλικίας, οὕτως καὶ ὕδατος, ἀλλ’ ὅπερ ἄριστόν ἐστι, τούτῳ πειρᾶσθαι χρῆσθαι καὶ παῖδα καὶ νεα‐
5νίσκον καὶ πρεσβύτην, ὥσπερ γε καὶ ἀέρα τὸν ἄριστον εἰσπνεῖν ἅπασιν

35

.

15

ὁμοίως χρηστόν. τῶν δ’ ἀπὸ τῆς πρώτης ἑβδομάδος παίδων μέχρι τῆς δευτέρας ἡ μὲν κρᾶσις θερμὴ μὲν ὁμοίως ἐστίν, ὑγρὰ δ’ οὐχ ὁμοίως· ἀεὶ γὰρ ἀπὸ τῆς πρώτης γενέσεως ἅπαν ζῷον ὁσημέραι γίνεται ξηρότερον, οὐ μὴν ψυχρότερόν γε ἢ θερμότερον, ἀλλ’ ὅσα
5μὲν ἄριστα κατεσκεύασται σώματα, παραπλησία πως ἐπὶ τούτων ἄχρι τῆς ἀκμῆς ἡ θερμότης παραμένει, ὅσα δ’ ὑγρότερά τε καὶ θερμότερα

35

.

16

τῶν ἀρίστων ἐστίν, αὐξάνεται τούτων ἡ θερμότης. ἀλλ’ οὐχ ὅ γε νῦν λόγος ὑπὲρ ἐκείνων ἐστίν. ὁ δ’ ἄριστα κατεσκευασμένος ἄνθρωπος ἄχρι τῆς τεσσαρεσκαιδεκαέτιδος ἡλικίας ἐν τῇ προειρημένῃ διαίτῃ φυλαττέσθω, γυμναζόμενός τε μήτε πάνυ πολλὰ μήτε βίαια, μή πως
5αὐτοῦ τὴν αὔξησιν ἐπίσχωμεν, καὶ λουόμενος ἐν θερμοῖς μᾶλλον ἢ ψυχροῖς λουτροῖς· οὔπω γὰρ οὐδὲ τούτων ἀνέχεσθαι ἀλύπως δυνηθή‐

35

.

17

σεται. πλαττέσθω δὲ καὶ τὴν ψυχὴν ἐν τῷδε τῆς ἡλικίας μᾶλλον δι’ ἐθισμῶν τε καὶ σεμνῶν μαθημάτων ὅσα μάλιστα ψυχὴν ἐργάσασθαι κοσμίαν ἱκανά· πρὸς γὰρ τὰ μέλλοντα κατὰ τὴν ἑξῆς ἡλικίαν αὐτῶν περὶ τὸ σῶμα πραχθήσεσθαι μέγιστον ἐφόδιόν ἐστιν ἡ εὐκοσμία τε

35

.

18

καὶ εὐπείθεια. διαιτᾶν μὲν οὖν χρὴ τοῦτον τὸν τρόπον τοὺς παῖδας.131

36

t

Δίαιτα τῆς μετὰ τεσσαρεσκαιδέκατον ἔτος ἡλικίας.

36

.

1

Τῆς μὲν οὖν τῶν περιττωμάτων κενώσεως οὕτω δεῖ προνοεῖ‐ σθαι· διαιτᾶν δὲ τοὺς τῆς τρίτης ἐπειλημμένους ἑβδομάδος ὡδί πως.

36

.

2

τῷ δὴ τοιούτῳ κάλλιστά τε κατεσκευασμένῳ καὶ μόνῃ σχολάζοντι τῇ τοῦ σώματος ἐπιμελείᾳ τῆς ὑγιεινῆς πραγματείας ἀρχὴν τίθεσθαι προσήκει τὴν ὑφ’ Ἱπποκράτους εἰρημένην κατὰ τήνδε τὴν ῥῆσιν· «πόνοι, σιτία, ποτά, ὕπνοι, ἀρφοδίσια, πάντα μέτρια». καὶ γὰρ τὸ πο‐
5σὸν ἀφώρισε προσθεὶς τὸ μέτρια καὶ τὸν καιρὸν ἐδίδαξε τῇ τάξει τοῦ λόγου· εἰς γὰρ τὴν τῆς ὑγιείας φυλακὴν ἄρχειν μὲν χρὴ τοὺς πό‐ νους, ἕπεσθαι δὲ σιτία καὶ ποτά, εἶθ’ ἑξῆς ὕπνους, εἶτ’ ἀφροδίσια,

36

.

3

τοῖς γε δὴ ἀφροδισίοις χρῆσθαι μέλλουσιν. τὸ τοίνυν ἄριστον σῶμα σκοποὺς ἔχει κατὰ μὲν τὰς ποσότητας καὶ ποιότητας [καὶ ποσότητας] καὶ δυνάμεις ἐν 〈μὲν〉 τοῖς γυμνασίοις τὰ μέτριά τε καὶ σύμμετρα μετὰ τοῦ πᾶσιν ὁμοτίμως τοῖς μορίοις τοῦ σώματος προσάγεσθαι,
5φυλαττομένων ἡμῶν ἅπασαν ὑπερβολήν· κατὰ δὲ τὴν τῶν ἐσθιομένων τε καὶ πινομένων φύσιν ἐν ποσότητι καὶ ποιότητι καὶ δυνάμει σκο‐ πὸς πάλιν ἐστὶ κἀνταῦθα τὸ σύμμετρον, ὡς μήτε πλείω μήτε ἐλάττω λαμβάνειν, ἀλλ’ ὅσα πεφθέντα καὶ ἀναδοθέντα καὶ θρέψαντα τὸ σῶμα καλῶς, εἰ δέοι καὶ τοῖς ἔτι αὐξανομένοις τι προστεθῆναι σύμμετρον,

36

.

4

οὐδὲν ἐάσει περιττὸν οὐδὲ ἐνδεές. ἐκ δὲ τῆς τῶν λουτρῶν χρήσεως ὀλίγη τοῖς ἄριστα κατεσκευασμένοις ἐστὶν ἡ ὠφέλεια· πάντα γὰρ ἔχουσι φθάνοντες ἐκ τῶν συμμέτρων γυμνασίων, ὥστε ἀποπλύνασθαι 〈τὸν〉 ἱδρῶτα καὶ τὴν κόνιν, εἰ καὶ ταύτῃ ποτὲ χρήσαιντο, δέονται

36

.

5

μᾶλλον ἢ θερμανθῆναι κατὰ τὸ βαλανεῖον. διαβαδίσαι τοιγαροῦν χρῄ‐ ζουσιν ἄχρι τῆς δεξαμενῆς, οὐκ ἐνδιατρίψαι τῷ βαλανείῳ καθάπερ οἱ

36

.

6

χωρὶς τοῦ γυμνάσασθαι καθέψοντες ἑαυτούς. οὐ μὴν οὐδὲ ἐγχρονίζειν ἐν τῇ κολυμβήθρᾳ δεῖται· περιπλυνάμενος δέ, ὡς εἴρηται, πρὸς τὸ

36

.

7

ψυχρὸν ὕδωρ ἐπειγέσθω. σύμμετρον δ’ ἔστω καὶ τοῦτο τῇ συμμέτρῳ φύσει τοῦ σώματος, μέχρι ἂν αὐξάνηται· ψυχρῷ δὲ μόνῳ μὴ λούειν, ἵνα μὴ τὰ τῆς αὐξήσεως αὐτῷ κωλύσωμεν· ηὐξημένων δ’ ἱκανῶς ἐθίζειν ἤδη καὶ τῷδε· κρατύνει γὰρ ἅπαν τὸ σῶμα καὶ τὸ δέρμα
5σκληρόν τε καὶ πυκνὸν ἀποτελεῖ, κράτιστον δὲ τοῦτο πρὸς τὴν ἀπὸ

36

.

8

τῶν ἔξωθεν βλάβην. οὕτω δὲ 〈καὶ〉 κατὰ τοὺς ὕπνους καὶ τὰς ἐγρη‐ γόρσεις καὶ τὰς τῆς ψυχῆς ἐνεργείας ὅσα τε ἄλλα τοιαῦτα τὴν συμμε‐
τρίαν δηλονότι φυλάττειν προσῆκεν, μήτε μαλακωτέραν τὴν ἕξιν τοῦ σώματος ἐργαζομένους μήτε σκληροτέραν (ἡ μὲν γὰρ εὐνίκητος ὑπὸ132
5τῶν ἔξωθεν αἰτίων, ἡ δὲ τὴν αὔξησιν κωλύει) μήτε πυκνοτέραν, ὡς ἴσχεσθαί τι τῶν κατὰ σάρκα περιττωμάτων, μήτε ἀραιοτέραν, ὡς

36

.

9

ἀπορρεῖν τι καὶ τοῦ χρηστοῦ. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδὲ ἰσχνο‐ τέραν ἑαυτῆς ποιητέον, οὐδὲ παχυτέραν· τὸ μὲν γὰρ ἰσχνότερον εὐεπηρέαστον ὑπὸ τῶν ἔξωθεν αἰτίων, τὸ δὲ παχύτερον ὑπὸ τῶν

36

.

10

ἔνδοθεν ἐξ αὐτοῦ τοῦ σώματος ὁρμωμένων. τί δεῖ λέγειν ὡς οὐδὲ θερμότερον αὐτὸν ἢ ψυχρότερον ἢ ξηρότερον ἢ ὑγρότερον ἀποφαν‐

36

.

11

τέον, εἴπερ ἄμεμπτον εἶχε τὴν κρᾶσιν; εἰ δέ ποτε ἁμάρτοι τις κατά

36

.

12

τι τῶν εἰρημένων, ἐπανορθοῦσθαι δεῖ τὸ σφάλμα. κοινὸς δ’ ἔσται σοι σκοπὸς ἁπάσης ἐπανορθώσεως ἡ τῆς ἐναντίας ἀμετρίας χρῆσις, εἰς δὲ τὸ μηδὲν ἐν ταῖς ἐπανορθώσεσι σφάλλεσθαι πρῶτον μὲν χρὴ διαγινώ‐ σκειν ἀκριβῶς τὰς διαθέσεις τοῦ σώματος, εἶτα μεμνῆσθαι τῶν ἐν τῇ
5προτεραίᾳ γενομένων ἁπάντων· αἱ μὲν γὰρ διαθέσεις ἐνδείξονται τὸ πλημμεληθέν, ἡ μνήμη δὲ τῶν προγεγενημένων εἰς ὅσον χρὴ μετα‐ κινῆσαι τῶν συνήθων ὑπαγορεύσει. εἰ μὲν γὰρ ἰσχνότερον τὸ σῶμα φαίνοιτο, σκοπεῖσθαι χρὴ καὶ ἀναμιμνῄσκεσθαι, πότερα πλείω τοῦ προσήκοντος ἐπόνησεν ἢ ὀξυτέραις ἐχρήσατο ταῖς κινήσεσιν ἢ περὶ
10τὴν τρῖψιν ἐπλεόνασεν ἢ τὰ λουτρά, καὶ μετὰ ταῦτα ἑξῆς σκοπεῖσθαι, πότερον ἐφρόντισεν ἢ ἠγρύπνησεν ἢ ἐξέκρινε κατὰ γαστέρα πολὺ πλείω τοῦ προσήκοντος· ἐπισκοπεῖσθαι δὲ καὶ εἰ ὁ οἶκος θερμότερος, ἐν ᾧ διέτριψεν, ἢ ἔφαγεν ἔλαττον ἢ ἔπιεν ἢ ἀφροδισίοις ἐχρήσατο μὴ δέον· εἰ δ’ ἐν ὄγκῳ μείζονι τὸ σῶμα φαίνοιτο, μὴ [σύν] τρῖψις
15ἢ γυμνάσιον ἔλαττον ἢ βραδύτερον ἢ πλέων ὕπνος ἢ ἐποχὴ γαστρὸς

36

.

13

ἢ σιτίων πλῆθος ἀμέμπτως πεφθέντων. εἰ δὲ σκληρότερον ἑαυτοῦ φανείη τὸ σῶμα, τρίψεων μὲν ἀναμνησθῆναι χρὴ πρῶτον, εἶτα γυμ‐ νασίων εὐτόνων μετ’ ἀνταγωνιστοῦ σκληροῦ τὸ σῶμα, καὶ πρὸς τού‐ τοις εἰ ἐν κόνει, καὶ ταύτῃ ψυχρᾷ καὶ σκληρᾷ, καὶ χωρὶς τῆς καλου‐
5μένης ἀποθεραπείας, εἶθ’ ἑξῆς λουτρῶν, εἰ μὴ παντάπασι ψυχρὰ ἢ λίαν θερμά, καὶ ὁ οἶκος, ἐν ᾧ διέτριψεν ἐγρηγορώς τε καὶ κοιμώμε‐ νος, εἰ ἦν ψυχρότερος, ἔτι δὲ ξηρότητος σιτίων καὶ πόματος ἐνδείας.

36

.

14

εἰ δὲ μαλακώτερον ἑαυτοῦ γένοιτο κατὰ τὴν ὑστεραίαν τὸ σῶμα, πρῶτον μὲν ἀναμιμνῄσκεσθαι χρὴ τῆς τρίψεως, εἰ μαλακή τε καὶ σὺν λίπει καὶ λουτροῖς ἀτρέμα χλιαρωτέροις ἐγένετο· μετὰ δὲ τὴν τούτων ἐπίσκεψιν, εἰ τὰ γυμνάσια βραδέα καὶ ὀλίγα μετὰ τοῦ συμπαλαίοντος
5ἀμετρότερον ἁπαλοῦ, κἄπειτα περὶ πόματος, εἰ πλέον, εἶθ’ ἑξῆς ἐδε‐

36

.

15

σμάτων, εἰ ὑγρότερα τὴν φύσιν, εἶθ’ ὕπνων, εἰ πλείους. ἐγγὺς δὲ τῆς μαλακῆς τοῦ σώματός ἐστι διαθέσεως ἡ ὑγρὰ καλουμένη, πλὴν
ὅσον ἡ μὲν μαλακὴ τῶν σωμάτων ἐστὶν οἰκεία ποιότης, ἡ δ’ ὑγρὰ133

36

.

16

τῶν ἐν αὐτοῖς ὑγρῶν. διακρίνεται δ’ ἁπτομένων· ἡ μὲν γὰρ ὑγρὰ σὺν ἰκμάσιν ἐστίν, ἡ δὲ μαλακὴ χωρὶς τούτων, ὄντος δηλονότι καὶ τοῦ μαλακοῦ σώματος ὑγροῦ τοῖς οἰκείοις μορίοις, ἀλλ’ ἕνεκα σαφοῦς διδασκα‐

36

.

17

λίας μαλακὸν μὲν τοῦτο καλείσθω, τὸ δ’ ἕτερον ὑγρόν. ἡ μὲν οὖν ἀμέτρως ξηρὰ διάθεσις εὐθὺς καὶ σκληρύνει τὴν ἕξιν, οὐκ ἐξ ἀνάγκης δὲ μετὰ μαλακότητός ἐστιν ἡ ὑγρά· δύναται γὰρ ἐσκληρύνθαι μὲν ἡ

36

.

18

σάρξ, ἀναφέρεσθαι δ’ ἀτμὸς ἐκ τοῦ σώματος ἢ ἱδρώς. ἐπὶ μὲν οὖν τῶν ὑγροτήτων ἤτοι γε ἀφροδισίων χρῆσιν ἄκαιρον ἢ ἀπό τινος αἰ‐ τίας ἑτέρας ἀρρωστίαν τῆς δυνάμεως ὑπώπτευον, ἢ ἀραιότητα τοῦ σώματος ἐπὶ μαλακαῖς ἀμέτρως τρίψεσιν ἢ λουτροῖς πλείοσιν ἢ ἀέρι

36

.

19

τῷ κατὰ τὸν οἶκον, ἐν ᾧ διέτριψε, θερμοτέρῳ παρὰ τὸ δέον. ἐπι‐ σκεπτέον δὲ καὶ περὶ πόματος εἰ πλέον, εἰ ὕπνοι πολλῷ πλείους τῶν κατὰ φύσιν, ἢ εἰ τὸ περιέχον ἀθρόως μεταβληθὲν εἰς ὑγρότητα καὶ θερμότητα, καὶ περὶ τροφῶν ὡσαύτως. ἐπὶ δὲ τῆς ἁπαλότητος, ὅταν
5ποτὲ χωρὶς ὑγρότητος ᾖ, πεπέφθαι μὲν τὴν τροφὴν ὀρθῶς, καὶ τε‐ τράφθαι τὸ σῶμα, γεγυμνάσθαι δ’ ἐνδεέστερον. ἔμπαλιν δ’ ἐπὶ τῆς σκληρότητος, ἢ τετρῖφθαι σκληρῶς ἢ γεγυμνάσθαι πλεῖον μετὰ σκλη‐

36

.

20

ροῦ σώματος ἐν κόνει. ξηρότης δ’ ἕξεως ἔνδειαν ἢ πόματος ἢ τροφῆς ἢ ἀγρυπνίαν ἢ μέριμναν βιωτικὴν ἢ πολλὴν τρῖψιν ἢ γυμνάσιον

36

.

21

ἄμετρον ἐνδείκνυται. ταῦτα ἐπισκεπτόμενος ἐπανορθοῦσθαι δυνήσῃ καθ’ ἑκάστην ἡμέραν 〈τὸ σφάλμα〉 πρὶν αὐξηθὲν δυσίατον γενέσθαι· μέμνησο δ’ ἀεὶ τοῦ πᾶσαν ἀμετρίαν εἰς ἐπανόρθωσιν ἄγεσθαι διὰ τῆς ἐναντίας ἀμετρίας, οἷον ἐπειδήπερ ἐξ ἀφροδισίων ἀραιότερόν τε καὶ
5ψυχρότερον καὶ ἀσθενέστερον ἅμα καὶ ξηρότερον ἀποτελεῖται τὸ σῶμα, χρὴ δήπου τὰ πυκνοῦντα καὶ θερμαίνοντα καὶ ὑγραίνοντα καὶ τὴν δύναμιν ἀναρρωννύντα προσφέρεσθαι, καὶ τούτους εἶναι σκοποὺς ἐπ’

36

.

22

αὐτοῖς. μετὰ μὲν δὴ τὴν τῶν ἀφροδισίων χρῆσιν εἶδος ἔστω γυμνα‐ σίων τὸ παρασκευαστικὸν ὀνομαζόμενον· τὰς δ’ ἐπὶ λύπαις καὶ ἀγρυ‐ πνίαις ξηρὰς διαθέσεις αἵ 〈τε〉 μαλακώτεραι τρίψεις ἐξιῶνται σὺν ἐλαίῳ πλέονι γινόμεναι καὶ λουτροῖς εὐκράτοις αἵ τε κινήσεις αἱ
5βραδύτεραί τε καὶ χωρὶς ἰσχυρᾶς τάσεως ἀναπαύσεσι πλείοσι διειλημ‐

36

.

23

μέναι· τύπος δ’ οὗτός ἐστιν ἀποθεραπευτικοῦ γυμνασίου. δῆλον δ’ ὡς τῷ τοιούτῳ γυμνασίῳ χρηστέον, ὅταν γε χωρὶς ἀπεψίας γενηθῶσιν αἱ διαθέσεις· ἐπὶ γὰρ ταῖς ἀπεψίαις οὐδ’ ὅλως ἐστὶ γυμναστέον.

36

.

24

κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὰς ἐπὶ θυμοῖς ἢ δι’ ἔνδειαν ποτοῦ

36

.

25

ξηρότητας ἐπανορθωτέον ἐστίν. ἐναντίως δὲ τοῖς εἰρημένοις ἐπανορ‐ θοῦσθαι χρὴ τὰς κατὰ τὴν ἕξιν ὑγρότητας· σκοπὸς γὰρ δὴ τῶν τοιού‐ των διαθέσεών ἐστιν ἡ ξήρανσις, ἀλλὰ τοῦτο μὲν κοινὸν ἁπασῶν,134

36

.

26

ἴδιον δ’ ἑκάστης ἐν ταῖς κατὰ μέρος διαφοραῖς. εἰ μὲν οὖν ἐπὶ ποτῷ πλέονι κατὰ τὴν προτεραίαν ἡμέραν γεγονότι χωρὶς τοῦ πεπονθέναι τὴν κεφαλὴν ἢ τὸ στόμα τῆς κοιλίας, ἐν μιᾷ δυνατὸν ἡμέρᾳ τελέως ἐξιᾶσθαι, πλεονάσαντας μὲν ἐν ταῖς ξηραῖς τρίψεσι, γυμνάσαντας δ’
5ὀξύτερον, ἐλάττονι δὲ ποτῷ χρησαμένους ἐδέσμασί τε ξηραντικωτέροις, ὡς ὅσαι γε μετὰ τοῦ τὴν κεφαλὴν 〈ἢ〉 τὸ στόμα τῆς κοιλίας παθεῖν τι τοῦ νῦν οὐ δέονται λόγου· ῥηθήσεται γὰρ περὶ αὐτῶν ἐν τοῖς

36

.

27

περὶ τῶν νοσωδῶν συμπτωμάτων. εἰ δ’ ἐπ’ ἀργίᾳ μακροτέρᾳ συσταίη καὶ διὰ πλῆθος ἐδεσμάτων ὑγρῶν τὴν φύσιν, οἷαίπερ αἱ πλεῖσται τῶν ὀπωρῶν εἰσι καὶ τῶν λαχάνων ὅσα μὴ δριμέα, ἀθρόως μὲν οὐχ οἷόν τε θεραπεύειν· εἰ γὰρ εἰς τοσοῦτον πονήσειεν ὁ ἄνθρωπος ὡς
5αὐτάρκως ξηρᾶναι τὴν ἕξιν, ἁλώσεται κόπῳ καὶ πυρέξει πυρετὸν ἐφή‐ μερον μὲν πάντως, ἂν δὲ καὶ μοχθηραὶ τύχωσιν αἱ ὑγρότητες ὑπάρχουσαι, πλειόνων ἡμερῶν· ἐν χρόνῳ δ’ ἂν ἐπανορθωθεῖεν, ὡς ὕστερον εἰρήσεται.

37

t

Ἐκ τῶν Μνησιθέου Ἀθηναίου. Δίαιτα παιδίων.

37

.

1

Τοῖς δὲ λουτροῖς δεῖ χρᾶσθαι, πολὺν μὲν χρόνον τὸ παιδίον λούουσαν τὴν τροφόν, μὴ σφόδρα θερμοῖς τοῖς ὕδασι χρωμένην, καὶ τὸν πρῶτον μὲν ἐνιαυτὸν τρὶς τῆς ἡμέρας τοῦτο χρὴ ποιεῖν, τὸ μὲν ἑωθινὸν μετὰ τὴν κίνησιν, εἶτα κατὰ μέσον τῆς ἡμέρας, τὸ δὲ τρίτον

37

.

2

περὶ τὸ συσκοτάζειν. ὅταν δ’ ὑπερβαίνῃ τὸν εἰρημένον χρόνον, ἀφε‐

37

.

3

λεῖν χρὴ τὸ περὶ μέσον ἡμέρας λουτρόν, ἀλείφειν δ’ ἐλαίῳ. σιτίζειν

37

.

4

δὲ μὴ μετὰ τὸ λουτρὸν εὐθύς, ἀλλ’ ἐπίσχουσαν. διδόναι δὲ μασωμέ‐ νους μὲν οὐθὲν χρὴ σιτίον, σεμίδαλιν δ’ ἑφθὴν ἢ τῶν σιτανίων ἀλεύ‐

37

.

5

ρων ἢ κέγχρον τετριμμένην. ἅπαντα δὲ ταῦτα καλῶς ἑψεῖν καὶ πο‐ λὺν χρόνον, τὴν δὲ κέγχρον μάλιστα προσφέρειν, ὅταν ἡ κοιλία τοῦ

37

.

6

παιδίου παρυγραίνηται. τὸ δ’ ἐναντίον, ἐὰν ἐφίστηται, τότε τοῦ μέ‐

37

.

7

λιτος ἐπιχέοντα δεῖ συνεψεῖν τῷ ἀλεύρῳ· ἐὰν δὲ μηδ’ οὕτως ὑπα‐

37

.

8

κούσῃ, τῆς τερεβινθίνης ῥητίνης παρεμβαλεῖν ὅσον ἐρέβινθον. εἰ δέ ποτε συμβαίη τῷ παιδίῳ βὴξ ἢ κόρυζα, κακῶς ἔχει καὶ τοὺς καλου‐

37

.

9

μένους μελιτισμοὺς ἐπ’ αὐτοῖς ποιεῖν. δεῖ τοίνυν τὸ παιδίον λούσαντας πολλῷ θερμῷ καὶ κατὰ κεφαλῆς σιτίσαι μέλιτι πολλῷ, κἄπειτα τῷ
δακτύλῳ τὴν γλῶτταν ἡσυχῇ πιέζειν· ἐμεῖ γὰρ φλέγμα πολύ.135

38

t

Ἐκ τῶν Ῥούφου. Περὶ κομιδῆς παιδίου.

38

.

1

Λουτρὰ δὲ πλείω μὲν συμφέρει τοῖς παιδίοις καὶ θερμότερα, οὐ μὴν πᾶσα τιτθὴ δύναται καλῶς τά γε πρῶτα ἐν τῷ λουτρῷ παιδίον χειρίσαι· διὸ καὶ τοῦτο ταῖς μαιευτρίαις προστέτακται· καὶ γὰρ βα‐ στάσαι δεῖ ἐμπείρως καὶ κρατῆσαι καὶ ἀποδῦσαι τὰ σπάργανα καὶ
5κάμψαι τὰ ἄρθρα καὶ περιζῶσαι καὶ ἀνατρῖψαι, ταῦτα δὲ πολλῆς

38

.

2

εὐχειρίας καὶ μελέτης δεῖται. χρὴ δὲ ποιεῖν ὧδε· τὴν μὲν ἀριστερὰν χεῖρα ὑποτανύειν κάτωθεν ἐρείδουσαν ἅμα κεφαλήν τε καὶ αὐχένα (οὐ γάρ που αὐτῷ ἐγκρατές), ἔπειτα γυμνώσασαν τῇ ἑτέρᾳ ἐπιχεῖν

38

.

3

τοῦ ὕδατος ἐκ προσαγωγῆς καὶ πλῆθος καὶ θερμότητα. ἐν δὲ τῷ ὕδατι μυρρίναι τε ἡψήσθωσαν, καὶ δάφνη καὶ ἁπαλὴ σχῖνος τὰ πρῶτα

38

.

4

εἰς ἑπτὰ ἡμέρας. ὅταν δ’ ἐπὶ τὸ πρανὲς ἐπιστρέφηται, τὸν μέγαν δάκτυλον ὑπερείδειν ἄκρᾳ τῇ γένυϊ· τῇδε γὰρ πάνυ πάλιν κωλύεται

38

.

5

ἡ κεφαλὴ κατακύπτειν ἔμπροσθεν. κάμπτειν δ’ ὡς ἕκαστον πέφυκε, πόδας μὲν εἰς τοὐπίσω, χεῖρας δ’ ἔμπροσθεν· οὕτω γὰρ ποιήσεις τὰ

38

.

6

ἄρθρα εὔστροφα. ῥυθμίζειν δὲ καὶ κεφαλὴν καὶ χεῖρας καὶ γένυν· παρέχει μὲν γὰρ τὸ πλεῖστον ἡ τῶν σπερμάτων δύναμις τὸ καλὸν

38

.

7

καὶ τὸ αἰσχρόν, παρέχει δέ τι καὶ τὰ τοιάδε. ὅτι δ’ ἐξαίρουσιν αὐτὰ ἐν τοῖς λουτροῖς καὶ διασείουσι καὶ ἐπὶ κεφαλὴν [ἔχουσιν ἢ καὶ μᾶλ‐ λον] τρέπουσι λαβόμεναι τοῖν ποδοῖν, δοκοῦσί μοι τά τε φλέβια τῇδε εὔροα ποιεῖν, καὶ [ἐκίζειν ἢ καὶ μᾶλλον] ἐθίζειν τὰς κατακύψεις

38

.

8

φέρειν καὶ ῥοπὴν πάντῃ τοῖς χυμοῖς παρέχειν. τοσαῦτα χρὴ ἐπιστα‐ μένην τε καὶ δυναμένην ὑπουργεῖν τὴν τιτθὴν τὰ πρῶτα λουτρόν· χαλεπὴ δὲ καὶ ἡ ἔπειτα ἐν λουτροῖς θεραπεία· διὸ καὶ βλάβαι τοῖς παιδίοις ἐντεῦθεν αἱ μέγισται γίνονται, σπασμοὶ καὶ ἐπιληψίαι καὶ

38

.

9

νωθρότητες, ὅταν ἢ ἄπεπτα λούσῃ ἢ πολλῷ νεαρῷ ἐμπλήσασα. πρώ‐ την δὲ τροφὴν προσφέρειν τοῦ μέλιτος· καὶ γὰρ ἐρεθιστικὸν τῇ γλυ‐ κύτητι καὶ ἄλλως τὸ σῶμα διακαθαίρει καὶ τὸ ἔντερον· ἔνεστι 〈γὰρ〉 περίττωμα τοῖς τηλικούτοις ἐν τῷ ἐντέρῳ, ὃ χρὴ ἐξάγειν, οὐχ ὥσπερ
5Ἀλκμαίων οἴεται, ὅτι ἐν ταῖς μήτραις ὂν τὸ παιδίον ἤσθιε στόματι (τοῦτο γὰρ οὐδένα τρόπον δυνατόν), ἀλλ’ ὅτι τῆς τροφῆς τὸ ἐνταῦθα ἧκον διεδίδου ἔσω· διεδίδου δὲ καὶ εἰς κύστιν, εἰς μὲν τὴν κύστιν ᾗ παράγει κατὰ νεφροὺς καὶ οὐρητῆρας, εἰς δὲ τὸ ἔντερον κατὰ φλέβας καὶ χιτῶνας, τὸ δὲ μηκώνιον, τὸ πρὸς τῇ ἕδρᾳ περίττωμα ... αἱ

38

.

10

μαιεύτριαι ῥῆξαι τὸν χιτῶνα ἐν ᾧ ἐστιν. ταῦτα μὲν οὕτως ἠνύσθω· μετὰ δὲ τοῦ γάλακτος ἐπιστάζειν, ἐντιθεῖσαν τὴν θηλὴν καὶ πιέζειν ἡσυχῇ, ὅπως μήτε πονῇ αὐτὸ ἕλκον μήτε ἀθρόως ἐμπλησθῇ, καὶ δὶς τῆς ἡμέρας ἢ τρὶς τὸ πλεῖστον· οὐ γὰρ συμφέρει εὐθὺς ἀρχομένην136
5ὑπερπληροῦν, ἀλλ’ ὅπερ κἀν ταῖς ἄλλαις διαίταις ἄριστον, τὸ κατὰ

38

.

11

μικρὸν καὶ ἡσυχῇ, τοῦτό μοι δοκεῖ κἀνταῦθα ἄριστον εἶναι. διέρχεται δὲ τὸ μὲν πρῶτον ὑγρὸν τὸ γάλα, ἔπειτα συνίσταται καὶ τυποῦται ὥσπερ τυρός, ᾧ δὴ καί φασι τεκμαιρόμεναι παχὺ ἔσεσθαι τὸ παιδίον.

38

.

12

κάλλιστα δὲ πρὸς θρέψιν διάκειται τὰ ἰσχνὰ μὲν τικτόμενα, ἐπι‐ δόσεις δ’ ἔχοντα τοῦ δέρματος· ὅσα δ’ εὔσαρκα τίκτεται, οὐκ ἔστι βεβαία τούτοις ἡ σάρκωσις, ἀλλ’ ἐν τῇ τροφῇ κατισχναίνεται· τὸ μὲν γὰρ λαβεῖν δεῖται, [τὸ ὑγρὸν ἢ μᾶλλον] τὸ ἰσχνόν, τὸ δὲ κενωθῆναι,

38

.

13

τὸ πλῆρες· οὕτως δ’ ἐν τοῖς μείζοσι γίνεται. μέχρι μὲν οὖν τινος ἐπὶ μόνου τοῦ γάλακτος φυλάσσειν, σιτίον δ’ ἄλλο μηδὲν προσφέρειν· ὅταν δ’ αὐτό τε πρόθυμον ᾖ λαμβάνειν καὶ ἐλπίδα παρέχῃ ἐκπέψειν, τηνικαῦτα ἤδη 〈καὶ〉 σιτίον διδόναι, ἄρτον εἰς ὑδαρῆ οἶνον κατα‐

38

.

14

θρύψαντας. τὰς δὲ τῶν κρεῶν προσφορὰς πεφυλάχθαι παντὸς μά‐

38

.

15

λιστα· οὐ γάρ πω ἱκαναὶ αἱ γαστέρες καταπέσσειν. εἰ δ’ ἄρα θρέψεως ἕνεκα δέοι, ὄρνιθος παραμήκη σάρκα ἢ χοίρου διδόναι· τούτῳ γὰρ

38

.

16

μάλιστα ἥδεται, τὸν χυλὸν ἐξ αὐτῶν ἕλκοντα. πεφυλάχθαι δὲ καὶ τὰ ἔτνη καὶ τὰ ῥοφήματα· παχὺ γὰρ οὐδὲν παιδίῳ συμφέρει διὰ τὸ καὶ

38

.

17

ἄλλως τὴν φύσιν πρὸς τὸ φλεγματῶδες ῥέπειν. δῆλον δέ· καὶ γὰρ σιαλοχόα καὶ μυξόρροα καὶ πάντῃ ὑγρά· ἱκανὸν δὲ καὶ τὸ γάλα

38

.

18

ἐμπλῆσαι φλέγματος. ἐπεὶ δ’ ἄρχεται μὲν τὸ θερμὸν τοῖς τηλικούτοις ἀνάπτεσθαι, πολλοῦ δὲ δεῖ ἅπαν ἐξῆφθαι, προϊὸν δ’ ἐπὶ μᾶλλον μὲν ἐμφύεται τῇ τροφῇ, ἐπὶ μᾶλλον δ’ αἴρεται, ἰσχὺν καὶ τάσιν διδὸν τῷ σώματι, θερμότερον διαιτᾶν τὰ παιδία ἀνάγκη, τῇ τε ἄλλῃ πάσῃ

38

.

19

σκέπῃ καὶ χρίσμασι καὶ λουτροῖς καὶ σιτίοις. ἤδη δὲ καὶ τόδε γινώ‐ σκειν, ὅτι οἶνος ὕδατος ἐνταῦθα ἐπιτηδειότερος, οὐδὲ εἴ τις νομοθε‐ τήσει ὁστισοῦν ἔν τε νόμων συγγραφῇ ἔν τε ὑποθήκαις ἄνευ νόμων συγγεγραμμέναις παρακελεύσεται τοῖς τηλικούτοις ὕδωρ διδόναι πόμα,
5πεισθησόμεθα μᾶλλόνπερ ἢ τῷ ἀληθεῖ λόγῳ· οὐ γὰρ πῦρ ἐπὶ πῦρ

38

.

20

ὀχετεύσεις, ἀλλὰ θερμὸν ἐπὶ ψυχρόν, ᾗ δικαιότερον. τὸ δὲ μέτριον πανταχοῦ κάλλιον, ἐνταῦθα δὲ καὶ πλέον, ἐπεὶ νοσῶδες καὶ ἀσθενέ‐ στερον τὸ παιδίον τῶν ἄλλων, ὥστε καὶ εἴ τι διαμαρτάνοιμεν, κρεῖσ‐

38

.

21

σον ἀφαιροῦντας ἁμαρτάνειν ἢ προστιθέντας. εἰ δὲ θέλοις τὸν παῖδα ἐν φύσει τῇ αὑτοῦ μήκιστον γίνεσθαι καὶ ὀρθότατον, μὴ ἐμπιπλῇς· εἰ δέ που λαθόντα πληρωθείη, ὑπνωδέστερά τε εὐθὺς γίνεται καὶ νω‐ θρότερα, καὶ ὄγκος ἐν γαστρὶ ἔνεστι καὶ φῦσα, καὶ οὐρεῖ ὑδατωδέ‐
5στερα, οἷς χρὴ τεκμαιρομένην μηδὲν διδόναι, ἔστ’ ἂν καταναλωθῇ.137

38

.

22

πονηρὸν δὲ καὶ δι’ ὅλης τῆς νυκτὸς προσθεμένην θηλάζειν· καὶ γὰρ

38

.

23

πλήσμιον, καὶ οὔπω πέψασα ὠμὸν δίδωσιν. ἀρκεῖ δ’ ἔτη δύο τρέφειν

38

.

24

τῷ γάλακτι, τὸ δ’ ἐντεῦθεν μεταβάλλειν πρὸς σιτία. κρεῖσσον δ’ εἰ συντύχοι ὥρα φθινοπωρινῆς [ἢ] ἰσημερίας καὶ Πλειάδος δύσεως εἰς τὴν μεταβολήν· ὁ γὰρ χειμὼν ἐκδέξεται, ἐν ᾧ δὴ καὶ πέψεις ἰσχυ‐

38

.

25

ρότεραι. χρὴ δὲ μηδὲ ἀεὶ ἐπὶ τῆς ἀγκάλης ἔχουσαν περιέρχεσθαι, ἀλλὰ

38

.

26

καὶ καθέσθαι. καὶ μᾶλλον καλὸν μὴ ἀποπαῦσαι (γυμνάσιον γάρ τε εἴη καὶ σιέλου καὶ μύξης ἔκκρισις), τοὺς δὲ συντόνους κλαυθμοὺς πραΰ‐ νειν (κίνδυνος γὰρ ὑπ’ αὐτῶν σπασθῆναι) πραΰνειν δὲ τοῖς τε ἄλλοις,

38

.

27

ἃ τῷ παιδίῳ ἥδιστα οἶσθα, καὶ ταῖς βαυκαλήσεσιν. πεφυλάχθαι δ’ ἧσσον οὐδενὸς ἔκπληξιν, ψόφους μεγάλους, ἐμβοήσεις, μηδὲ φοβεῖν πειρᾶσθαι ἄφνω ὄψεσι γοργονείων ἤ τινων ἄλλων ὁραμάτων· πᾶσι

38

.

28

γὰρ κίνδυνος τὸ παιδίον καλούμενον ἥκειν νόσημα. εἰ δέ που τύχοι ἐκπλαγέν, παρηγορείσθω, τοῦτο μὲν τῇ τῶν συνηθεστάτων φιλτάτων ἐπιδείξει, τοῦτο δ’ ἀσπάσμασι, τοῦτο δὲ ἐπᾴδουσαν τῶν παιδικῶν τι τούτων μελῶν καὶ ἀνασείουσαν, ὡς ἔλθῃ εἰς ὕπνον· καθίσταται γὰρ
5τοῖς ὕπνοις καὶ τῶν φόβων ἐπιλανθάνεται.

39

t

Ἐκ τῶν Ἀθηναίου. Περὶ ὑγιεινῆς διαίτης.

39

.

1

Τοὺς νηπίους καὶ ἀπὸ τοῦ γάλακτος γεγονότας ἐν ἀνέσει τε ἐᾶν καὶ παιδιᾷ καὶ τῇ ψυχικῇ ῥᾳθυμίᾳ κατεθίζειν αὐτοὺς καὶ ταῖς μετ’ ἀπάτης καὶ ἱλαρότητος γυμνασίαις, καὶ τροφὰς αὐτοῖς προσφέ‐ ρειν ἐλαφροτάτας καὶ τῷ πλήθει συμμέτρους· οἱ γὰρ διὰ τὸν ἀπο‐
5γαλακτισμὸν ἐμφοροῦντες αὐτοῖς τὰς τροφὰς καὶ ταύτας πειρώμενοι πολυτροφωτέρας διδόναι εἰς κακοτροφίαν καὶ ἀναύξειαν αὐτοὺς περι‐

39

.

2

τρέπουσι διὰ τὴν τῆς φύσεως ἀσθένειαν. πολλοῖς δ’ αὐτῶν διὰ τὰς συνεχεῖς ἀπεψίας καὶ τὰς καταφορὰς τῆς κοιλίας ἑλκώσεις τε καὶ φλεγμοναὶ τῶν ἐντέρων καὶ προπτώσεις τῆς ἕδρας καὶ νόσοι χαλεπαὶ

39

.

3

συμβαίνουσιν. ἀπὸ δὲ τῶν ϛ καὶ ζ ἐτῶν τούς τε παῖδας καὶ τὰς κό‐ ρας γραμματισταῖς παραδιδόναι πραέσι καὶ φιλανθρώποις· οἱ μὲν γὰρ προσαγόμενοι τὰ παιδία καὶ πειθοῖ καὶ παρακλήσει διδάσκοντες, πολ‐ λάκις δὲ καὶ ἐπαινοῦντες, ἐπιτυγχάνουσι προτρέπονταί τε αὐτοὺς
5μᾶλλον καὶ μετὰ χαρᾶς καὶ ἀνέσεως διδάσκουσιν (ἡ δ’ ἄνεσις καὶ χαρὰ τῆς ψυχῆς εἰς εὐτροφίαν σώματος μεγάλα συμβάλλεται)· οἱ δ’ ἐπικείμενοι τῇ διδασκαλίᾳ καὶ πικροὶ ταῖς ἐπιπλήξεσι δουλοπρεπεῖς
αὐτοὺς 〈καὶ〉 καταφόβους ποιοῦσι καὶ ἀλλοτρίους πρὸς τὰς μαθήσεις· δέροντες γὰρ μανθάνειν καὶ μνημονεύειν ἀναγκάζουσιν ἐν αὐταῖς138

39

.

4

ὄντας ταῖς πληγαῖς, ὅτε καὶ τοῦ φρονεῖν ἔξω γεγόνασιν. οὐκ ἀναγ‐ καῖον δ’ οὐδὲ δι’ ὅλης τῆς ἡμέρας θλίβειν τοὺς ἀρτιμαθεῖς, μερίδα δὲ διδόναι παιδιᾷ αὐτῶν πλείονα· ὁρῶμεν γὰρ καὶ τῶν ἰσχυροτέρων καὶ τετελειωμένων ταῖς ἡλικίαις τοὺς ἐπιμελῶς καὶ ἀδιαλείπτως προσ‐

39

.

5

εδρεύοντας τοῖς μαθήμασι καταφθειρομένους τοῖς σώμασιν. τοὺς δὲ δωδεκαετεῖς τῶν παίδων πρός τε γραμματικοὺς φοιτᾶν ἤδη καὶ γεω‐ μέτρας καὶ τὸ σῶμα γυμνάζειν· ἀναγκαῖον δὲ νουνεχεῖς εἶναι τούς τε παιδαγωγοὺς αὐτῶν καὶ τοὺς ἐπιστάτας καὶ μὴ τελείως ἀπείρους,
5ὅπως τούς τε καιροὺς καὶ τὰς συμμετρίας ἴδωσι τροφῆς, γυμνασίων, λουτρῶν, ὕπνου, τῶν ἄλλων τῶν κατὰ τὴν δίαιταν· οἱ γὰρ πολλοὶ τῶν ἀνθρώπων ἱπποκόμους μὲν πλείονος ὠνοῦνται τοὺς ἐπιμελεῖς καὶ ἐμπείρους ἐκλεγόμενοι, παιδαγωγοὺς δὲ τῶν τέκνων καθιστᾶσι τοὺς ἀπείρους καὶ ἀχρήστους ἤδη γεγονότας καὶ μηδὲν ἔτι δυναμέ‐

39

.

6

νους ὑπηρετεῖν τῶν κατὰ τὸν βίον. ἀπὸ δὲ τῶν τεσσαρεσκαίδεκα ἐτῶν μέχρι τῶν τριῶν ἑβδομάδων ἁρμόσει μαθημάτων ἄσκησις καὶ ἀνά‐ ληψις γνησιωτέρα καὶ φιλοσόφων λόγων κατήχησις καὶ ὑπομνημα‐ τισμὸς καὶ τῶν ὑπομνηματισθέντων ἀνταπόδοσις ἐπιστρεφεστέρα.

39

.

7

χρήσιμον δέ, 〈ἢ〉 μᾶλλον ἀναγκαῖον, πᾶσιν ἀνθρώποις ἀπὸ ταύτης τῆς ἡλικίας ἅμα τοῖς ἄλλοις μαθήμασι συμπαραλαμβάνειν καὶ τὴν ἰατρικὴν καὶ κατακούειν τὸν ταύτης λόγον, ἵνα καλοὶ καὶ ἀγαθοὶ σύμβουλοι γένωνται πολλάκις ἑαυτοῖς τῶν εἰς σωτηρίαν χρησίμων·
5σχεδὸν γὰρ οὐδεὶς καιρός ἐστιν οὔτε νυκτὸς οὔτε ἡμέρας, ἐν ᾧ χρείαν οὐδεμίαν ἔχομεν τῆς τέχνης, ἀλλὰ καὶ ἐν περιπάτῳ καὶ ἐν καθέδρᾳ καὶ ἀλείμματι καὶ λουτρῷ καὶ βρώσει καὶ πόσει καὶ ὕπνῳ καὶ ἐξεγέρ‐ σει καὶ πάσῃ πράξει, δι’ ὅλου τοῦ βίου καὶ δι’ ἁπάσης τῆς ζωῆς, χρείαν ἔχομεν συμβουλίας πρὸς τὴν ἀβλαβῆ καὶ συμφέρουσαν χρῆσιν
10αὐτῆς· τὸ δ’ ἀεὶ καὶ περὶ πάντων ἰατροῖς προσαναφέρειν κοπῶδες

39

.

8

καὶ ἀδύνατον. τὰ μὲν οὖν περὶ ψυχὴν τοῖς τηλικούτοις τοῦτον οἰκο‐ νομεῖσθαι τὸν τρόπον· τὰ δὲ τοῦ σώματος γυμνάσια καὶ αὐτὰ ἔστω πλείονα διὰ τὴν ἰσχὺν τοῦ σώματος καὶ διὰ τὸ ἄρχεσθαι κατὰ ταύ‐ την τὴν ἡλικίαν τὴν γένεσιν τοῦ σπέρματος καὶ τὰς ὁρμὰς τῶν
5μειρακίων πρὸς τὰς μίξεις γίνεσθαι σφοδροτάτας, ὅπως καὶ ψυχῇ καὶ σώματι πονοῦντες εὐθὺς ἀπὸ τῆς ἀρχῆς ταῖς ὁρμαῖς κωλύωνται· οὐδὲν γὰρ οὕτως ἐγκοπτικὸν εἰς ἐπίδοσιν ψυχῆς καὶ σώματος ὡς ἡ

39

.

9

πρόωρος καὶ δαψιλὴς χρῆσις τῶν ἀφροδισίων. συναιρετέον δὲ καὶ τὸν

39

.

10

οἶνον ἐπὶ τούτων, παρορμῶντα πρὸς τὰς ἀκολασίας. καθόλου δ’ οὐδὲν παραθεωρητέον οὔτε τῆς ψυχῆς οὔτε τοῦ σώματος ἀγύμναστον, ἀλλὰ
πάντων ὁμοίως ἐπιμελητέον, ὅπως καὶ πρὸς τὸ γῆρας ὁλόκληροί τε139

39

.

11

ἀφικώμεθα καὶ πᾶσιν αὐτοῖς ὁλοκλήροις χρησώμεθα. τοῖς δ’ ἀκμάζου‐ σιν ἁρμόζει δίαιτα τελεία καὶ ψυχῆς καὶ σώματος· διὸ γυμνασίοις χρηστέον πᾶσι, μάλιστα δ’ οἷς ἕκαστος εἴθισται (καὶ γὰρ ἡ πολυχρονία συνήθεια, ὥς φησιν ὁ Γαληνὸς ἐν τῷ Περὶ ὑγιεινῶν βιβλίῳ, ἐν
5κεφ...., δευτέραν φύσιν ἐργάζεται), τροφαῖς δ’ ἱκαναῖς καὶ εὐτρόφοις.

39

.

12

πειρᾶσθαι δὲ τὰς ὁρμὰς καταστέλλειν καὶ μὴ ταῖς προθυμίαις ὑπερθέ‐ σθαι τὰς ἑαυτῶν δυνάμεις· μέχρι μὲν γάρ τινος ἡ τοῦ σώματος εὐρω‐ στία ἀντέχειν δυνατὴ τοῖς ἁμαρτανομένοις, τὰ δ’ ἰσχυρότερα καὶ

39

.

13

ὑπὲρ δύναμιν περιγίνεται καὶ τῶν μάλιστα εὐεκτεῖν δοκούντων. τοῖς δὲ παρακμάζουσιν ἁρμόζει δίαιτα ὑφειμένη καὶ ψυχῆς καὶ σώματος, τά τε γυμνάσια, ὁποῖά ποτε ἂν ᾖ, κατὰ λόγον ἀεὶ τούτων ὑφαιρετέον,

39

.

14

τῆς δυνάμεως αὐτῶν μειουμένης. καὶ τὰς τροφὰς ἐκ προσαγωγῆς

39

.

15

συσταλτέον, τῆς ἕξεως αὐτῶν ἀρχὴν ψύξεως λαμβανούσης. τὸ δὲ γῆρας ἀκριβεστέρας μὲν διαίτης, περισσοτέρας δ’ ἐπικουρίας δεόμενον τυγχάνει· αἱ γὰρ συνέχουσαι καὶ διασῴζουσαι ἡμᾶς ψυχικαί τε καὶ φυσικαὶ δυνάμεις μαραίνονται, καὶ τὰ τούτων ἔργα καταλύονται, καὶ

39

.

16

τὸ σῶμα ῥακοῦται καὶ ἄτροφον καὶ χαῦνον καὶ ξηρὸν γίνεται. ὅταν οὖν ἡ μὲν διευθύνουσα τὸ σῶμα δύναμις καὶ τοῖς ἔξωθεν λυμαινομέ‐ νοις ἡμῖν ἀντερείδουσα καὶ μαχομένη κατά τινας σπερματικοὺς λόγους καὶ φυσικὰς ἀνάγκας ὑπὸ πόδας χωρῇ, τὸ δὲ σῶμα εὐπαθὲς ὑπάρχον
5καὶ εὐαδίκητον, μικρᾶς αἰτίας χρεία καὶ ῥοπῆς τῆς τυχούσης πρὸς

39

.

17

βλάβην. ἄνωθεν μὲν οὖν ἀπὸ τῆς πρώτης ἡλικίας καὶ προνοητέον τοῦ γήρως χρόνῳ· ὡς γὰρ οἱ τὴν χλαῖναν ἐν τῷ θέρει κατατρίψαν‐ τες ἐν τῷ τρίβωνι τὸν χειμῶνα διάγουσιν, οὕτως οἱ ἐν τῇ νεότητι τὴν ῥώμην καταλύσαντες τὸν τοῦ γήρως χιτῶνα σφόδρα δυσκόλως

39

.

18

φέρουσιν. ζηλωτέον δ’ ἐν τῇδε τῇ ἡλικίᾳ μάλιστα πραότητι καὶ μεγα‐ λοψυχίᾳ· ὁ γὰρ τοιοῦτος ἀβαρὴς καὶ ποθεινὸς παρὰ πᾶσι καὶ ἐπι‐

39

.

19

μελείας τυγχάνων μετ’ εὐνοίας τινὸς καὶ συμπαθείας. σπουδάζειν δὲ καὶ τοὺς συζῶντας ἔχειν εὐαρεστουμένους καὶ μὴ ὀχληρούς, μεθ’ ὧν ὡς ἥδιστα εἰώθει καὶ ὁμιλιῶν ἐνάρχεσθαι ποθεινῶν καὶ ἐν τόποις ἐπιτερπεστέροις διατρίβειν καὶ καθόλου ζῆν μετ’ εὐθυμίας τὸν ἅπαντα
5χρόνον· εἰ δὲ μή γε, τὸν πλεῖστον ἑαυτὸν σχολάζειν καὶ πρὸς τὴν ἑαυτοῦ μᾶλλον ἢ πρὸς τὴν ἑτέρων ἀσχολεῖσθαι θεραπείαν, ἵνα μηδὲν ὑπερθέσεως ἠξιῶται τῶν καθ’ ἕκαστον καιρὸν κατεπειγόντων πρὸς τὴν τοῦ σώματος ἐπιμέλειαν· τὸ γὰρ γῆρας ὥσπερ κεκοπιακὸς ἐν τῷ

39

.

20

προεληλυθότι χρόνῳ ἀναπαύσεως δεῖται περισσοτέρας. ἄριστον δὲ
γῆρας τῶν ἐν παιδείᾳ καὶ μαθήσει λογικῇ διαφερόντων, διά τε τὴν προσοχὴν καὶ τὴν νῆψιν τῆς διαίτης καὶ διὰ τὴν τῆς ψυχῆς εὐστά‐ θειαν καὶ διὰ τὸ σχολάζειν ἀεὶ καὶ προσαναπαύεσθαι τοῖς τε ἑαυτῶν140
5καὶ τοῖς τῶν προγενεστέρων πόνοις· τίνα γὰρ εὕροι νοῦν ἔχων ἀνὴρ συνομιλητὴν ἑαυτοῦ βελτίονα, ἢ τίσιν ἂν ἥδιστα συνδιατρίβοι

39

.

21

παρεὶς τὰς τοιαύτας καὶ τηλικούτων ἀνδρῶν πραγματείας; πηλίκον δὲ χάρμα καὶ πόσον ἔπαρμα ψυχὴ λαμβάνει, συζητοῦσα τοῖς προ‐ γενεστέροις τῶν φιλοσόφων τε καὶ ἰατρῶν καὶ τοῖς ἄλλοις τοῖς προ‐ ϊσταμένοις τῶν ἐγκυκλίων μαθημάτων καὶ παρεγχειροῦσα τούτοις
5πολλάκις;

40

t

Ἐκ τῶν Διοκλέους. Ὑγιεινὴ δίαιτα.

40

.

1

Ἀρχὴ μέν ἐστι τῆς τῶν ὑγιεινῶν πραγματείας ἡ ἐκ τῶν ὕπνων εἰς τὸ ἐγρηγορέναι μετάβασις· ἐγείρεσθαι δ’ ὡς ἐπὶ τὸ πολὺ καλῶς ἔχει, μεθεστηκότων ἤδη τῶν σιτίων ἐκ τῆς ἄνω γαστρὸς ἐπὶ τὴν

40

.

2

κάτω κοιλίαν. καλῶς δ’ ἔχει τὸν νέον καὶ ἀκμάζοντα μικρὸν πρὸ ἡλίου ὅσον διελθεῖν στάδια δέκα, θέρους δ’ ὅσον ε, τὸν δὲ πρεσβύ‐

40

.

3

τερον ἐλάσσω τούτων καὶ θέρους καὶ χειμῶνος. διυπνισθέντα δὲ μὴ εὐθὺς ἀνίστασθαι, μένειν δ’ ἕως ἂν τὸ δυσκίνητον καὶ νωχελὲς τὸ ἐκ

40

.

4

τῶν ὕπνων γινόμενον ἐκλείπῃ. μετὰ δὲ τὴν ἀνάστασιν ἁρμόττει πρὸς τοὺς τραχηλισμοὺς τοὺς ὑπὸ τῶν προσκεφαλαίων γινομένους ἀνατρί‐ βεσθαι τὸν τράχηλον καὶ τὴν κεφαλὴν εὖ καὶ καλῶς· ἔπειτα τοῖς μὲν μὴ εὐθὺς εἰθισμένοις κενοῦσθαι τὴν κοιλίαν, καὶ πρὶν κενωθῆναι,
5τοῖς δ’ ὅταν κενωθῶσιν, εὐθὺς πρὸ τοῦ πράττειν ἄλλο τι, βέλτιόν ἐστιν ἤδη τρίβεσθαι τὸ σῶμα πᾶν μετ’ ἐλαίου μικροῦ, τοῦ μὲν θέρους ὕδατος μιγνυμένου, τοῦ δὲ χειμῶνος ὡς ἔχει, χρόνον μὴ ὀλίγον, καὶ μαλακῶς δὲ καὶ ὁμαλῶς, τὸ ὅλον ἐκτείνοντα καὶ συγκάμπτοντα καὶ πολλάκις πάντα τὰ ἐνδεχόμενα τοῦ σώματος· ἄμεινον γὰρ 〈ἄν〉 τις

40

.

5

καὶ πρὸς ὑγίειαν καὶ πρὸς πάντα πόνον οὕτως εἴη διακείμενος. μετὰ δὲ ταῦτα τὸ μὲν πρόσωπον καὶ τοὺς ὀφθαλμοὺς ὕδατι ψυχρῷ καὶ καθαρῷ προσκλύζειν καὶ ἀπονίζειν καθ’ ἑκάστην ἡμέραν καθαραῖς ταῖς χερσί, τὰ δ’ οὖλα πρὸς τοὺς ὀδόντας [δὲ] καὶ τοὺς ὀδόντας ἢ οὕτως
5ἂν τοῖς δακτύλοις αὐτοῖς 〈ἢ〉 γλήχωνος τετριμμένης ὁμοῦ λείας παρατρίβειν, καὶ ἐντὸς καὶ ἐκτός, καὶ ἀποσμᾶν τὰ προσκαθήμενα αὐτοῖς ἀπὸ τῶν σιτίων, τὴν δὲ ῥῖνα καὶ τὰ ὦτα διαχρίειν μὲν καὶ λιπαίνειν ἔσωθεν ἀμφότερα, μάλιστα μὲν μύρῳ ἡδεῖ, εἰ δὲ μή, ἐλαίῳ ὡς ὅτι καθαρωτάτῳ καὶ εὐωδεστάτῳ, καὶ ἔσωθεν καὶ ἔξωθεν ἀλείφειν

40

.

6

[καὶ] ταῖς χερσὶ πλατείαις. οὐχ ἥκιστα δὲ τῆς κεφαλῆς ἐπιμελεῖσθαι δεῖ· θεραπεία δὲ κεφαλῆς ἐστιν, ὡς οὕτως εἰπεῖν, τρῖψις καὶ χρῖσις

40

.

7

καὶ σμῆξις καὶ κτενισμὸς καὶ ἐν χρῷ κουρά. δεῖ δὲ τρίβειν μὲν καὶ ἀλείφειν αὐτὴν καθ’ ἑκάστην ἡμέραν, σμᾶν δὲ καὶ κτενίζειν διά τινων141

40

.

8

χρόνων. ποιεῖ δ’ ἡ μὲν τρῖψις τὸ δερμάτιον ἰσχυρότερον, ἡ δὲ χρῖσις μαλακώτερον, ἡ δὲ σμῆξις τοὺς πόρους καθαρωτέρους καὶ εὐπνοω‐ τέρους, ὁ δὲ κτενισμὸς ἀναξύων καὶ ὁμαλὸν ποιῶν τὸ περὶ τὰς τρίχας

40

.

9

ἐκκαθαίρει καὶ περιαιρεῖ τὰ ἐνοχλοῦντα. μετὰ δὲ τὴν εἰρημένην ἐκ τῶν ὕπνων ἐπιμέλειαν τοὺς μὲν ἕτερόν τι πράττειν ἀναγκαζομένους ἢ προαιρουμένους ἐπὶ τοῦτο ὑποχωρεῖν εὖ ἔχει, τοὺς δὲ σχολάζοντας

40

.

10

προπεριπατεῖν ἁρμόζει τὸ σύμμετρον τῇ ῥώμῃ τῆς δυνάμεως. οἱ μὲν οὖν πρὸ τῆς προσφορᾶς τῶν σιτίων πλείους γινόμενοι, κενοῦντες τὸ σῶμα, δεκτικωτέρους τῆς τροφῆς καὶ πέττειν τὰ βρωθέντα ποιοῦσι δυνατωτέρους· οἱ δ’ ἀπὸ τῶν σιτίων μέτριοι μὲν ὄντες καὶ βραδεῖς
5ὁμαλίζουσί τε καὶ μιγνύουσι τὰ σιτία καὶ τὸ ποτὸν καὶ τὰ συγκα‐ ταλαμβανόμενα τῶν πνευμάτων αὐτοῖς καὶ τὰ πρόχειρα τῶν περιτ‐ τωμάτων ἐκκρίνοντες λαπάττουσιν, εὐογκότερον ποιοῦντες τὸν ὄγκον τοῦ πληρώματος, ἀπό τε τῶν ὑποχονδρίων καταβιβάζοντες τὰς περὶ τὴν κεφαλὴν αἰσθήσεις βελτίους ποιοῦσι καὶ τοὺς ὕπνους ἀταρακτο‐
10τέρους· τοὺς δὲ πολλοὺς καὶ ταχεῖς τῶν μετὰ τὰ σιτία πρὸς οὐδὲν ἄν τις ἐπαινέσειεν· σείοντες γὰρ ἰσχυρῶς τὸ σῶμα διακρίνουσί τε καὶ χωρίζουσιν ἀπ’ ἀλλήλων τὰ σιτία καὶ τὰ ποτά, ὥστε κλύδαξίν τε γίνεσθαι καὶ δυσπεψίαν καὶ τὴν κοιλίαν ἐπιταράττεσθαι πολλάκις.

40

.

11

συμφέρει δὲ μετὰ τὸν περίπατον καθεζόμενον οἰκονομεῖν τι τῶν καθ’ αὑτὸν ἕκαστον, ἕως ἂν ὥρα γένηται τραπέσθαι πρὸς τὴν τοῦ σώμα‐

40

.

12

τος ἐπιμέλειαν. καλῶς δ’ ἔχει γυμνάζεσθαι τοὺς μὲν νέους καὶ πλειό‐ νων γυμνασίων γινομένους καὶ δεομένους εἰς τὸ γυμνάσιον ἀποχωρή‐ σαντας, τοὺς δὲ πρεσβυτέρους καὶ ἀσθενεστέρους εἰς βαλανεῖον ἢ εἰς

40

.

13

ἄλλην ἀλέαν χρίεσθαι. ἀπόχρη δὲ τοῖς τηλικούτοις καὶ παντάπασιν ἰδιωτικὸν ἔχουσιν αὑτοῖς γυμνάσιον τρῖψις μετρία καὶ μικρὰ κίνησις

40

.

14

τοῦ σώματος. τρίβεσθαι δὲ βέλτιόν ἐστι τὸν τρίψεως δεόμενον μήτε κεχρισμένον πολὺ μήτε ξηρὸν παντελῶς, ἀλλ’ ὑπαλειψάμενον καὶ τριψάμενον ὁμαλῶς, ἔπειτα περιξυσάμενον λουτρῷ ἁρμόττοντι χρή‐ σασθαι, τοὺς δ’ ἀσθενεῖς καὶ σφόδρα πρεσβύτας ἀλείφεσθαι μὲν λιπα‐
5ρῶς καὶ ὁμαλῶς, τρίβεσθαι δ’ αὐτὸν ὑφ’ ἑαυτοῦ τὰ πλεῖστα βέλτιόν ἐστιν· ἅμα γὰρ τῇ τρίψει καὶ γυμνάζεσθαι τὸ σῶμα συμβαίνει δι’ ἑαυτοῦ κινούμενον· τὸ δ’ ὑφ’ ἑτέρου τρίβεσθαι διὰ παντὸς τοῖς κο‐ πιῶσι καὶ τοῖς ἀσθενεστέροις καὶ ῥᾳθυμοτέρως ἔχουσι πρὸς τὰ γυμ‐

40

.

15

νάσια δεῖ μάλιστα ἀπονέμειν. μετὰ δὲ τὴν θεραπείαν τοῦ σώματος ἐπ’ ἄριστον ἀποχωρεῖν· οὐκ ἄδηλον δ’ ὅτι καὶ τὸ ἄριστον καὶ πᾶσαν ἁπλῶς τὴν δίαιταν ἁρμόσει τοῦ μὲν θέρους εἶναι μὴ θερμαντικὴν μηδὲ ξηραντικήν, τοῦ δὲ χειμῶνος μήτε ψυκτικὴν μήτε ὑγραντικήν,

40

.

16

τοῦ δ’ ἔαρος καὶ τοῦ μετοπώρου μέσον τι ἔχουσαν. τοῖς μὲν οὖν εὐόγκως βουλομένοις διάγειν τοῦ θέρους ἄριστον ἀποχρῶν ἐστι καὶ πρὸς ὑγίειαν καὶ πρὸς τὸ διημερεύειν ἱκανῶς ἄλφιτον λευκὸν χρήσι‐ μον μέτριον ἐπ’ οἴνῳ λευκῷ εὐώδει καὶ μέλιτι μὴ πολλῷ καὶ ὕδατι142
5κεκραμένοις καλῶς πινόμενον ἢ ἕψημά τι τῶν ἀφύσων καὶ εὐπέπτων καὶ τροφίμων, καὶ οὕτως καὶ μετὰ μικροῦ μέλιτος λαμβανόμενον μὴ

40

.

17

θερμόν. τῷ δὲ μηδὲν προσιεμένῳ τοιοῦτον ἄρτον ἀριστᾶν ἁρμόττει ψυχρὸν τοσοῦτον ὅσον ἔσται πρὸ τοῦ δειλινοῦ γυμνασίου καταπέψαι

40

.

18

δυνατός. ὄψον δ’ ἕξει λάχανον ἑφθὸν ἢ κολοκύντην ἢ σίκυον ἢ ἄλλο τι τῶν πρὸς τὴν παροῦσαν ὥραν μὴ ἀναρμόστων ἡψημένον ἁπλῶς.

40

19,20

πίνειν δὲ λευκὸν οἶνον ὑδαρέστερον ἄχρι τοῦ μὴ διψῆσαι. πρὸ δὲ τοῦ

40

.

20

(2)

λαμβάνειν τὸ σιτίον προπίνειν ὕδωρ μέν, ἂν διψᾷ τις, πλεῖον, εἰ δὲ

40

.

21

μή, ἔλαττον. μετὰ δὲ τὸ ἄριστον μὴ πολὺν διατρίψαντα χρόνον κα‐ ταδαρθεῖν ἐν σκοτεινῷ ἢ ψυχεινῷ τόπῳ καὶ χωρὶς πνεύματος· ἐγερ‐ θέντος δέ, οἰκονομεῖν τι τῶν ἰδίων καὶ περιπατεῖν, περιπατήσαντα

40

.

22

δὲ καὶ μικρὰ προδιαναπαύσαντα πρὸς τὸ γυμνάσιον ἀποχωρεῖν. καὶ τοῖς μὲν ἰσχυροτέροις καὶ νεωτέροις γυμνασαμένους καὶ κονισαμένους τῷ ψυχρῷ λούεσθαι καλῶς ἔχει· τοὺς δὲ πρεσβυτέρους καὶ ἀσθενεστέ‐ ρους ἀλειψαμένους καὶ μικρὰ τριψαμένους λούεσθαι θερμῷ, τὴν κε‐

40

.

23

φαλὴν μὴ βρέχοντας. ὁμοίως δὲ πᾶσι τοῖς ὑγιαίνουσι θερμῷ λούσασθαι τὴν κεφαλὴν ὀλιγάκις ἢ οὐδέποτε ἁρμόττει· τοῖς δὲ πρεσβυτέροις οὐδὲ βρέχειν πολλάκις βέλτιόν ἐστιν, ἀλλὰ διά τινων χρόνων χρίε‐ σθαι τῷ ἐλαίῳ, μίσγοντας τοῦ μὲν θέρους ὕδωρ, τοῦ δὲ χειμῶνος

40

.

24

οἶνον. ὡς μέγιστον δὲ καὶ βέλτιστον καὶ ἀλειψαμένους ἐκμάττεσθαι καθαρῶς ἢ ἀποσμᾶσθαι καὶ ψυχρῷ μετρίως ἐκκλύζεσθαι καὶ μετὰ τὸ

40

.

25

ὑγρᾶναι ἀλείφεσθαι. πρὸς δὲ τὰ σιτία δεῖ βαδίζειν κενοὺς καὶ μηδὲν ἄπεπτον ἔχοντας τῶν βρωθέντων πρότερον· γινώσκοι δ’ ἄν τις τοῦτο μάλιστα τῇ τῶν ἐρευγμῶν ἀνοσμίᾳ καὶ ἐκλείψει καὶ τῇ λαπα‐ ρότητι καὶ τῇ εὐκρινείᾳ τοῦ ὑποχονδρίου καὶ τῆς κοιλίας, ἔτι δὲ τῷ

40

.

26

πρὸς τὴν τοῦ φαγεῖν βούλησιν ὁρμητικῶς ἔχειν. δειπνεῖν δὲ καλῶς ἔχει τοῦ θέρους μικρὸν πρὸ ἡλίου δυσμῶν καὶ ἄρτον καὶ λάχανα καὶ

40

.

27

μᾶζαν. λάχανα δ’ ὠμὰ μὲν προεσθίειν πλὴν σικύου καὶ ῥαφάνου (ταῦτα δὲ τελευταῖα), τὰ δ’ ἑφθὰ λαμβάνειν ὑπὸ πρῶτον τὸ δεῖπνον.

40

.

28

ἰχθῦς δ’ ἐσθίειν τῶν μὲν πετραίων τοὺς σαρκώδεις καὶ ψαθυρούς, τῶν δὲ σελάχων καὶ τῶν ἄλλων τοὺς εὐχυλοτάτους καὶ πλεῖον τοὺς ἑφθούς· κρέα δ’ ἐρίφεια καὶ ἄρνεια τῶν νέων πάνυ, ὕεια δὲ τῶν ἀκμαζόντων, ὀρνίθεια δὲ τὰ τῶν ἀλεκτορίδων ἢ περδίκων ἢ περιστε‐

40

.

29

ρῶν ἢ φαττῶν νεοττῶν, ἑφθὰ πάντα λιτῶς. λαμβάνειν δὲ καὶ τῶν ἄλλων ἐδεσμάτων οὐθὲν ἂν κωλύοι τὰ πρὸς ἡδονήν, ὅσα μὴ τοῖς

40

.

30

προειρημένοις ἐναντίας ἔλαχε δυνάμεις. ὅτι δ’ ἁρμόττει πᾶσαν ὥραν τοῖς μὲν ὑγρὰς ἔχουσι τὰς κοιλίας 〈τὰ〉 στατικὰ λαμβάνειν τῶν παρ‐
όντων, τοῖς δὲ ξηρὰς τὰ ὑπακτικά, τοῖς δὲ δυσουροῦσι τὰ οὐρητικά,143

40

.

31

τοῖς δ’ ἰσχνοῖς τὰ τρόφιμα, πᾶς τις ἂν διδοίη. προπίνειν δὲ πρὸ τοῦ δείπνου καὶ πίνειν μέχρι τινὸς ὕδωρ· ἔπειτα τοὺς μὲν ἰσχνοὺς [προ‐ πίνειν δὲ πρὸ τοῦ δείπνου] μέλανα λεπτὸν οἶνον, μετὰ δὲ τὸ δεῖπ‐ νον λευκόν, τοὺς δ’ εὐσάρκους διὰ τέλους λευκόν, ὑδαρέστερον δὲ

40

.

32

πάντας, πλῆθος δ’ ὅσον ἑκάστῳ γίνεται πρὸς ἡδονήν. ἀκρόδρυα δὲ δύσχρηστα μέν ἐστι πάντα, ἥκιστα δ’ ἐνοχλεῖ τοῦ λόγου μέτρια λαμ‐

40

.

33

βανόμενα πρὸ τῶν σιτίων. τῆς δ’ ὀπώρας τὰ μὲν σῦκα περιελόντας τὸ δέρμα καὶ τὸν ὀπὸν περιπλύναντας καὶ βρέξαντας ἐν ὕδατι ψυχρῷ βέλτιόν ἐστι λαμβάνειν, καὶ μὴ ἔχοντας αὐτοῦ καὶ τοὺς μὴ δυναμέ‐ νους ἐσθίειν μετὰ δεῖπνον, τοὺς δὲ λοιποὺς πρὸ τοῦ δείπνου· σταφυ‐
5λὴν δὲ λευκὴν πάντας ἐν τῷ δείπνῳ· τραγήματα δ’ ἐρεβίνθους λευ‐

40

.

34

κοὺς βεβρεγμένους ἢ ἀμύγδαλα καθαρὰ βεβρεγμένα. μετὰ δὲ τὸ δεῖπνον τοὺς μὲν ἰσχνοὺς καὶ φυσώδεις καὶ μὴ ῥᾳδίως τὰ σιτία πέτ‐ τοντας ἁπλᾶ τε λαμβάνειν καὶ καθεύδειν εὐθύς, τοὺς δὲ λοιποὺς ὀλί‐

40

.

35

γον καὶ βραδέως περιπατήσαντας ἀναπαύεσθαι. κεκλίσθαι δὲ παντὶ βέλτιόν ἐστι, ὄντος μὲν ἔτι περὶ τὴν γαστέρα τοῦ πληρώματος, ἐπὶ τὴν ἀριστερὰν πλευράν, λαπαρᾶς δὲ γενομένης μεταβάλλειν καὶ ἐπὶ τὴν δεξιάν· κατακεκλίσθαι δὲ μήτε τεταμένον λίαν μήτε συγκεκαμμέ‐

40

.

36

νον ἰσχυρῶς. ὕπτιον δὲ καθεύδειν οὐδενὶ βέλτιόν ἐστιν· δύσπνοια γὰρ καὶ πνιγμοὶ καὶ ἐπιληπτικὰ καὶ ἐξονειριασμοὶ μάλιστα συμβαίνουσι

40

.

37

τοῖς οὕτω καθεύδουσιν. ἐγρηγορεῖν δὲ κατακειμένοις ὑπτίοις τὸ μὲν γίνεται κατὰ τρόπον, τὸ δ’ οὔ· τὰ μὲν γὰρ σκέλη καὶ αἱ χεῖρες κατ’ εὐθυωρίαν κείμενα τοῦ σώματος πρὸς τὸ συγκάμπτειν καὶ ἐκτείνειν καὶ συνάγειν καὶ διοίγειν εὖ ἔχει καὶ πρὸς τὸ τὰ δεξιὰ τοῖς ἀριστε‐
5ροῖς ὁμοίως κεῖσθαι, καὶ μὴ τὰ ἕτερα θλίβεσθαι ὑπὸ τῶν ἑτέρων· ἡ δὲ ῥάχις πονεῖ διὰ τέλους ἐκτεταμένη παρὰ τὸ μὴ δυνατὸν εἶναι

40

.

38

συγκάμπτειν αὐτὴν κατακειμένοις οὕτως. τὸ δ’ ὑποχόνδριον καὶ τοὺς πόδας ἀλεαίνειν οὐχ ἥκιστα ἁρμόττει παρά τε τὰ σιτία καὶ καθευ‐

40

.

39

δόντων. ἐγείρεσθαι μὲν καὶ ἀνίστασθαι τοὺς μὲν φυσώδεις ὀψέ, τοὺς

40

.

40

δ’ ἄλλους ἅμα τῇ ἡμέρᾳ. τοῖς μὲν οὖν πλείστοις τῶν ὑγιαινόντων τοιαύτη τις διαγωγὴ μάλιστα ἂν ἁρμόσειεν· τοῦ δὲ χειμῶνος ὅτι πλείω τοῦ θέρους τοὺς περιπάτους καὶ τὰ λοιπὰ γυμνάσια συντο‐ νώτερα δεῖ ποιεῖσθαι, κατὰ μικρὸν προσάγοντας, τὸ ἐπὶ πλεῖον

40

.

41

εὐλαβουμένους, εἴρηται πρότερον. ἀλείμμασι δὲ μᾶλλον χρῆσθαι ἢ λουτροῖς· λουτροῖς δ’ ἐνίοτε ψυχροῖς, καὶ μᾶλλον ἐν ταῖς θερμημε‐

40

.

42

ρίαις, θερμῷ δὲ τοὺς κοπιῶντας καὶ τοὺς ἀφιδρώσεως δεομένους. καὶ τοὺς μὲν εὐσάρκους καὶ ὑγροὺς ἁρμόττει [τε] μονοσιτεῖν ἀρξαμένους ἀπὸ Πλειάδος δύσεως 〈ἕωσ〉 ἐπιτολῆς· τοὺς δὲ λοιποὺς ἀριστᾶν ἁρμόττει μικρὸν ὄψον ἔδοντας ἢ μέλι μέτριον ἢ οἶνον γλυκύν, πίνειν
5δὲ μηδὲν ἢ μικρὸν μετὰ τὸ ἄριστον οἰνάριον λεπτὸν ἀτρέμα μαλακόν,
κεκιρναμένον μετρίως, ἔπειτα καταδαρθεῖν ἀλεαίνοντας, μὴ πολὺν δὲ χρόνον· ἐγερθέντα δέ, καθάπερ τοῦ θέρους, τὰ οἰκεῖα πράττειν, τὸ δὲ λουτρὸν τὸ θερμὸν ἐᾶν, γυμνασαμένους δὲ δειπνεῖν συσκοτάζοντος, ἀλεαίνοντας μετὰ πυρός, τοὺς μὲν μικροὺς καὶ εὖ πρὸς μᾶζαν ἔχον‐144
10τας ἀμφότερα, πλείω δὲ τὸν ἄρτον, τοὺς δὲ λοιποὺς ἀφαιρεῖν τὴν

40

.

43

μᾶζαν. λάχανα δὲ τὸ μὲν ὅλον τοῦ χειμῶνος 〈ἧττον〉 ἢ τοῦ θέρους

40

.

44

ἐσθίειν ἁρμόττει. μάλιστα δ’ εὐθετεῖ τῶν ὠμῶν οἷον πήγανον, εὔζω‐ μον, ῥάφανος τελευταία λαμβανομένη· τῶν δ’ ἑφθῶν κράμβη, λάπα‐

40

.

45

θον, γογγύλη, καὶ μᾶλλον ἕωλος. τὰ δ’ ἄγρια, καὶ τὰ ὠμὰ τῶν ὠμῶν, καὶ τὰ ἑφθὰ τῶν ἑφθῶν, οὐ χείρω τὰ χειμερινὰ τῶν θερινῶν ἐστιν.

40

.

46

ἁρμόττει δὲ καὶ τὰ σκόροδα καὶ τὰ κρόμμυα καὶ ὁ τάριχος καὶ τὰ ἔτνη καὶ ἡ φακῆ μάλιστα ταύτην τὴν ὥραν, καὶ τῶν ἄλλων ὄψων μάλιστα τὰ ὀπτὰ τῶν ἑφθῶν, καὶ ὅλως τὰ ξηρότερα τῶν ὑγροτέρων·

40

.

47

χειμερινὸν δὲ 〈καὶ〉 τὸ κάρδαμον καὶ τὸ σίνηπι μᾶλλόν ἐστιν. πίνειν δ’ ἐν μὲν τῷ δείπνῳ οἶνον μέλανα, λεπτόν, ἡσυχῇ μαλακόν, μὴ νέον,

40

.

48

κιρνάμενον μικρὸν ἀκρατέστερον. ἁρμόττει δὲ ταύτην τὴν ὥραν ἀμύγδαλα πεφρυγμένα, μύρτα, βάλανοι ὀπτοί, κάρυα πλατέα, καὶ ἑφθὰ

40

.

49

καὶ ὀπτά. ὃν μὲν οὖν τρόπον δεῖ ζῆν τοῦ θέρους καὶ τοῦ χειμῶνος, ἐπὶ πλεῖον εἴρηται· τοῦ δ’ ἔαρος καὶ τοῦ φθινοπώρου δῆλον ὡς

40

.

50

μέση δίαιτα τῶν εἰρημένων μάλιστα ἁρμόττει. φυλάττεσθαι δ’ ἀεὶ δεῖ τά τε ἀήθη καὶ τὰ ἰσχυρὰ καὶ δύσπεπτα τῶν βρωμάτων καὶ τὰ πολλὰ λίαν· παρὰ γὰρ τὸ πλῆθος οὐχ ἧττον ἢ παρὰ τὰς μοχθηρίας ἐνίοτε

40

.

51

τῶν ἐσθιομένων ἐνοχληθείη μᾶλλον ἄν τις. μὴ προχείρως δὲ πίνειν ἄηθες ὕδωρ (μοχθηρὸν γὰρ καὶ ἐπισφαλές ἐστιν), ἀλλὰ μετὰ μέλιτος

40

.

52

ἢ οἴνου ἢ ὄξους ἢ ἀλφίτων καὶ ἁλῶν. ψυχρὸν δ’ ἰσχυρῶς ὕδωρ καὶ πάμπολυ πόμα ἀθροῦν πίνειν κινδυνῶδές ἐστι, καὶ μάλιστα τοῖς πεπονηκόσι καὶ ἡλιουμένοις ἔτι θερμοῖς οὖσι· μέγιστον δὲ πρὸς ὑγί‐

40

.

53

ειάν ἐστι τὸ μηδὲν κρεῖττον γίνεσθαι τῆς τοῦ σώματος φύσεως. ἅμα δὲ ταῖς ὥραις μεταβαλλούσαις καὶ τὴν ἄλλην διαγωγὴν μεταβάλλειν, κατὰ μικρὸν εἰς τοὐναντίον ἀπονεύοντα, καὶ μὴ μεγάλην ἐξαπίνης

40

.

54

ποιοῦντα μεταβολήν. ἀφροδισίοις δὲ χρῆσθαι πολλοῖς μὲν καὶ συνεχὲς οὐ δεῖ· μάλιστα δ’ ἁρμόττει τοῖς ψυχροῖς καὶ ὑγροῖς καὶ μελαγχολι‐ κοῖς καὶ φυσώδεσιν· ἥκιστα δὲ κατὰ φύσιν μέν ἐστι τοῖς ἰσχνοῖς καὶ ἀπλεύροις καὶ ἄσαρκα τὰ περὶ τὰ ἰσχία καὶ τὴν ὀσφὺν ἔχουσι, κατὰ
5δὲ τὰς ἡλικίας τοῖς ἐκ παίδων εἰς τὴν τῶν μειρακίων ἡλικίαν μετα‐

40

.

55

βαίνουσι καὶ τοῖς πρεσβύταις. κακοῦται δὲ μάλιστα τοῦ σώματος τοῖς πλεονάζουσιν ἀκαίρως τὰ περὶ τὴν κύστιν καὶ νεφροὺς καὶ πνεύμονα καὶ ὀφθαλμοὺς καὶ τὰ περὶ τὸν νωτιαῖον μυελόν· ἥκιστα δ’ ἐνοχλεῖ καὶ πλεῖστον χρόνον ἡ δύναμις πρὸς ταῦτα διαμένει τοῖς μὴ ἄλλως
5ἀφυέσι πρὸς τὴν τοιαύτην πρᾶξιν ἐνεργοῦσί τε ἀεὶ μετρίως καὶ μὴ

40

.

56

λίαν πλεονάζουσι, τροφῇ δὲ χρηστῇ καὶ δαψιλεῖ χρωμένοις. ἐμεῖν δ’ ἀπὸ σίτου τοῖς εὐτάκτως ζῶσι καὶ ἔτι τοῖς σώμασι πονεῖν εἰθισμένοις οὐδέποτε βέλτιόν ἐστιν· ἱκανῶς γὰρ ἡ φύσις τοῖς τε τῶν σιτίων καὶ ποτῶν περιττώμασι καὶ τοῖς κατὰ φύσιν ἀπὸ τοῦ σώματος ἀποκρινο‐145
5μένοις ἐξαγωγὰς πεποίηκεν, ὥστε μηδὲν ἐμέτου δεῖσθαι.

41

t

Ἐκ τῶν Ἀθηναίου. Δίαιτα ταῖς ὥραις ἁρμόττουσα.

41

.

1

Εὐκράτων μὲν γινομένων τῶν ὡρῶν καὶ τῶν κράσεων τῶν ἐν τοῖς σώμασι μὴ μεγάλας λαμβανουσῶν μεταβολάς, αὐτάρκης ἥ τε φύσις καὶ ἡ προστασία τῶν ἰδιωτῶν περιγίνεσθαι τούτων, ὁρμὰς ἐχόντων οἰκείας πρὸς τὰ ἑκάστοτε αὐτοῖς συμφέροντα· δυσκρατο‐
5τέρων δὲ γενομένων τῶν ὡρῶν καὶ τῶν ἀέρων, τεχνικωτέρας αὐτοῖς χρεία διορθώσεως, δι’ ἧς τὰς ὑπερβολὰς τῶν κατὰ τοὺς ἀέρας ποιο‐ τήτων καὶ τῶν κατὰ τὰς κράσεις μεταβολῶν φυλάξονται, πρὶν ἐμ‐

41

.

2

πεσεῖν εἰς νόσον. ἐν μὲν οὖν τῷ χειμῶνι λυποῦσιν αἱ σφοδραὶ ψύ‐ ξεις τε καὶ ὑγρότητες, ἡνίκα εἰς τοὺς σκεπηνοὺς καὶ ἀλεεινοὺς τόπους ἀναχωρητέον καὶ τῆς πόλεως καὶ τῆς οἰκήσεως, τοὺς δὲ ψυχροὺς καὶ αἰθρίους φευκτέον, ἱματίοις τε καὶ κοινῶς σκεπάσμασι τοῦ σώματος
5ὅλου θερμοτέροις χρηστέον, καὶ τὴν ἀναπνοὴν ἐντὸς τῶν ἱματίων τηρητέον, τῶν δὲ προσφερομένων ἐκλέγοντας τὰ θερμαίνειν μὲν αὐτῶν δυνάμενα τὰ σώματα, διαλύειν δὲ τὰ συνηγμένα τῶν ὑγρῶν

41

.

3

καὶ πεπαχυσμένα διὰ τὴν ψῦξιν. ἔστω δὲ τὸ μὲν πινόμενον ὑδρόμελι ἢ οἰνόμελι, 〈ἢ〉 οἶνος λευκὸς εὐώδης παλαιός, τὸ πᾶν ὑγρὸν ἐπισπώ‐ μενον, καταδεέστερον δέ· ξηρὰ τροφὴ εὐκατέργαστος, εὖ ἐζυμωμένη,

41

.

4

εὔοπτος, καθαρά, μῖγμα ἔχουσα μαράθρου καὶ ἄμεως. λαχάνων δὲ κράμβη, ἀσπάραγος, πράσα, κρόμμυον ἁπαλὸν ἑφθόν, ῥαφανῖδες ἑφθαί· ἰχθύων δὲ τῶν πετραίων οἱ εὐδιοίκητοι· κρεῶν τὰ πτηνά, καὶ τῶν ἄλλων ἐρίφεια καὶ χοίρεια, καὶ τῶν ἐμβαμμάτων 〈τὰ〉 διὰ πεπέρεως

41

.

5

καὶ νάπυος καὶ εὐζώμου καὶ γάρους καὶ ὄξους σκευαζόμενα. γυμνα‐ σίοις δὲ σφοδροτέροις προσελευστέον καὶ κατοχῇ πνεύματος καὶ τρίψει

41

.

6

βιαιοτέρᾳ, καὶ μᾶλλον τῇ ἑαυτοῦ πρὸς πυρί. χρήσιμον δὲ καὶ λουτρῷ θερμῷ καὶ ἐμβάσει χρῆσθαι, οἷς σύνηθες, καὶ μάλιστα τοῖς γέρουσι καὶ

41

.

7

τὴν κρᾶσιν ἔχουσι γεροντικήν. τὰς δ’ ἐκ τῆς κοίτης ἐξεγέρσεις ποιη‐ τέον ἀλεεινοτέρου γεγονότος τοῦ ἀέρος· ἐν δὲ ταῖς ἐπομβρίαις καὶ

41

.

8

ἐν ταῖς ὑγρότησι τῶν ἀέρων οὐ παρέργως ἐπιβοηθητέον. τόπους μὲν ἐπιλεκτέον τοὺς ξηροτέρους, καὶ τροφαῖς χρηστέον ξηραντικωτέραις, ὑγραῖς μὲν οἰνομέλιτι, οἴνῳ παλαιῷ λεπτῷ, λευκῷ καὶ εὐώδει ἀθα‐ λάσσῳ, τῷ παντὶ ὑγρῷ ὀλίγῳ μὲν τῷ πλήθει, μὴ ὑδαρῷ δὲ τῇ κράσει·
5τροφαῖς δ’ ὀλίγαις μέν, ξηραντικωτέραις δέ, οἷον ἄρτῳ ἐζυμωμένῳ
ὀπτῷ ἐπιμελῶς, ἰχθύων θαλασσίων, καὶ τούτων τοῖς αἰγιαλείοις μᾶλλον τῶν ἐν λιμένι, ταρίχων καὶ κρεῶν τοῖς μὴ καταπιμέλοις,146

41

.

9

μᾶλλον δὲ μὴ πολυσάρκοις. λαχάνοις δ’ ἥκιστα χρηστέον, καὶ τούτων

41

.

10

τοῖς θερμαντικωτέροις. γυμνασίοις δὲ χρηστέον τοῖς θερμοτέροις καὶ ἱκνουμένοις τε καὶ ἱκανωτέροις, εὐλαβουμένους κόπον διὰ τὴν ὑγρό‐ τητα καὶ τὸ βάρος τοῦ σώματος καὶ τοῦ κινοῦντος αὐτὸ πνεύματος, τρίψει ξηρᾷ τε καὶ σὺν ἐλαίῳ τῇ μὲν δι’ ἑαυτοῦ, τῇ δὲ δι’ ἑτέρου.

41

.

11

πυρίαις ξηραῖς τὰς εἰρημένας ἐκ τῶν ὄμβρων καὶ τὰς ἐν τῷ ἀέρι

41

.

12

συμβαινούσας ὑγρότητας διορθοῦσθαι ῥᾴδιον. ἐν δὲ τῷ θέρει φυλακ‐ τέον τὰ καύματα (διακαίει γὰρ ἐπὶ πλέον τὰ σώματα)· καὶ φυλακτέον καὶ τῇ μὲν οἰκείᾳ θερμότητι ψύχεσθαι, τῇ δ’ ἐκ τοῦ περιέχοντος θερ‐

41

.

13

μαίνεσθαι. φυλακτέον οὖν τὰ σφοδρότερα καύματα, καὶ τόποις ἐνδια‐ τριπτέον καὶ τῆς πόλεως καὶ τῆς ἰδίας οἰκήσεως εὐπνόοις καὶ κατα‐ ψύχουσι· τῶν δὲ σφοδροτέρων αἱρετέον μὲν τὰ συμμέτρως ψύχοντα

41

.

14

καὶ ὑγραίνοντα· ἐλεγκτέον δὲ τὰ περικαῆ καὶ ξηραντικά. πόμα μὲν οὖν ἔστω ἀκολούθως ταῖς ὁρμαῖς καὶ ταῖς τῆς φύσεως ὀρέξεσιν ὑδα‐ ρέστερον καὶ μὴ θερμὸν ἄγαν, γλυκέος μὲν ἐν προπόματι προτρόπου ἢ Σκυβελίτου ἤ τινος τῶν ὁμοίων, οἴνου δ’ ἀθαλάσσου ἁπαλοῦ καὶ

41

.

15

μὴ τελείως ἀπέπτου μηδὲ τελείως ἀποξυνομένου. ὕδωρ δ’ ἔστω τὸ εὔποτον καὶ κουφότατον καὶ ὑγρότατον· σιτίον δ’ ἧσσον καὶ μὴ πο‐ λύτροφον· λαχάνων δὲ τὰ μὴ δηκτικὰ μηδὲ πυρώδη, ἰχθῦς δὲ πε‐

41

.

16

τραῖοι, καὶ κρεῶν τὰ λεπτὰ καὶ εὐδιοίκητα. γυμνασίοις δὲ χρηστέον ὀλίγοις καὶ ἐν σκιεροῖς τόποις, οἷον περιπάτῳ, καὶ τούτῳ μὴ ὀξεῖ, ἀλλὰ πραεῖ καὶ ὁμαλῷ καὶ συμμέτρῳ ἐν τόπῳ ὁμαλῷ καὶ ἐπιπέδῳ.

41

.

17

δρόμους δὲ καὶ πάλας καὶ χειρονομίας ἐκκλιτέον, ἢ πράως τε καὶ ἐπ’ ὀλίγον αὐτοῖς χρηστέον, τρίψει τε συμμέτρῳ μετ’ ἐλαίου, καὶ πλείονι τῇ δι’ ἑτέρων, περιχύμασιν, οἷς μὲν σύνηθες, ψυχροῖς, οἷς δ’ οὐ σύνηθες, μὴ θερμοῖς ἄγαν, διαναπαύσει καὶ ἡσυχίᾳ καὶ ὕπνῳ κατὰ

41

.

18

τὴν μεσημβρίαν. κοιμᾶσθαι δ’ ἐν οἰκίαις βαθυσκίοις καὶ προσχώροις

41

.

19

καὶ τὴν ἀπὸ τοῦ ἐδάφους νοτίδα προσφερομέναις. ἐκ δὲ τῶν νυκ‐ τερινῶν ὕπνων διεγερτέον ἐν ὥρᾳ, καταψύχοντος ἔτι τοῦ ἀέρος, καὶ πρὸς τοὺς περιπάτους ὁρμητέον· διὸ καὶ τὴν τοῦ δείπνου τροφὴν εὐσταλῆ προσενεκτέον, ὅπως, μικρᾶς οὔσης τῆς νυκτός, ἅμα τῇ ἡμέρᾳ

41

.

20

εὐκρινὲς καὶ ἕτοιμον πρὸς τὰς ἐξόδους ὑπάρχῃ τὸ σῶμα. φυλακτέον δὲ καὶ τὰς ὑπερβολὰς τῶν αὐχμῶν τῶν ἐν τῷ θέρει συγκυρούντων· λυμαίνονται γὰρ οὐ μικρῶς καὶ νόσους πολλάκις ὀξείας τε καὶ ἐπι‐

41

.

21

κινδύνους παρασκευάζουσιν. χρηστέον δ’ ἐν τῷ καιρῷ τούτῳ πόματι μὲν οἴνου ἁπαλοῦ καὶ ὕδατος ὀμβρίου ἢ πηγαίου ὑγροτάτου καὶ

41

.

22

λεπτοτάτου καὶ γλυκυτάτου καὶ κράσει ὑδαροῦς. ἁρμόσειε δ’ ἂν τού‐147

41

.

23

τοις καὶ παντελὴς ὑδροποσία. χρηστέον δὲ καὶ γάλακτι καὶ χυλοῖς γλυκέσι μὴ πολυτρόφοις, ἑψήμασι δὲ κούφοις, οἷον ἀμύλῳ ἢ ἰτρίῳ, ἀναπαύσει ἐν τόποις ἰκμαλέοις καταψύχουσι, διατριβαῖς εὐπνόοις καὶ

41

.

24

μὴ καῦμα ἔχουσιν, ὕπνῳ πλέονι ἐμψύχοντι καὶ ὑγραίνοντι. τὰς δ’ ἐν τῷ μετοπώρῳ πολλῷ μᾶλλον δεῖ εὐλαβεῖσθαι· γίνονται γὰρ μετ’

41

.

25

ἀνωμαλίας. δεῖ τοίνυν μήτε ἀνυποδέτους περὶ τὸν ὄρθρον καὶ τὸ δείλης διάγειν μήτε ἀσκέπως εἰς ψυχρὸν ὕδωρ ἐμβαίνειν μήτε ἀχί‐ τωνας θερίζοντας διὰ τὸ κεχαρισμένον καὶ ἡδὺ τῆς ψύξεως· τοσοῦτον γὰρ τὸ κακὸν δυσφύλακτον ὅσῳπερ καὶ τὴν ἡδονὴν ὑποδύεται τὸ

41

.

26

βλάπτον. ἐκκλιτέον δὲ καὶ τὰς ὑπαίθρους κοίτας καὶ τὰς ἀπὸ τῶν ποταμῶν καὶ λιμνῶν ἀποπνεούσας αὔρας· οὐ γὰρ μόνον ψύχουσιν,

41

.

27

ἀλλὰ καὶ ὑγραίνουσι τὰς ἕξεις. φυλακτέον δὲ καὶ τὰ πολύτροφα καὶ τὰ παχυντικὰ τῶν προσφερομένων, οἷον οἶνον νέον καὶ παχὺν καὶ στυπτικόν, ἄρτον σεμιδαλίτην ἄζυμον, φοίνικας, σταφίδας, ὠά, κοχλίας, βολβούς, ἰχθύων τοὺς πολυσάρκους, ταρίχων τοὺς τεμαχιστούς, κρεῶν

41

.

28

τὰ ἄρνεια καὶ προβάτεια. οὐκ ἀμελητέον δ’ οὐδὲ τῶν γυμνασίων.

42

t

Περὶ τῶν παιδικῶν ἐξανθημάτων.

42

.

1

Ὅσα δὲ τῷ παιδίῳ ἐξανθεῖ κατὰ τὸ δέρμα, γίνονται μὲν τὰ πολλὰ τῇ κακίᾳ τοῦ γάλακτος. γίνεται δὲ καὶ ἢν αὐτὸ μὴ ἐκπέψῃ·

42

.

2

τὰ δέ που καὶ ἀπὸ τῶν ὑστερῶν ἤνεγκε τὴν βλάβην. χρὴ οὖν τὸ μὲν αὐτίκα ἀσμένην δέχεσθαι ἔξω (λύσις γὰρ αὕτη μειζόνων κακῶν· εἰ δ’ ἀποτρέποις εἴσω, κίνδυνος)· ὅταν δ’ ἀπανθήσῃ καλῶς καί σοι δοκῇ ἅπαν ἐκκεχωρηκέναι, τηνικαῦτα ἤδη θεραπεύειν τοῖς μὲν λουτροῖς
5προσεμβαλοῦσαν μυρρίνης ἢ σχίνου ἢ ῥόδων ἢ τῆς μηδείας βραχὺ ἐπ’ αὐτά, εἶτα τῷ μύρῳ τῷ ῥοδίνῳ ἢ τῷ σχινίνῳ χρωμένην ἢ κηρωτῇ

42

.

3

μετὰ ψιμυθίου (τό τε δὴ ἔμπροσθεν τὰ λουτρὰ πλεῖστα ἔστω καὶ

42

.

4

θερμότερα, μηδέν τε εἰς αὐτὰ ἐμβεβλήσθω ὧν εἴρηκα), καὶ ῥύπτειν δέ

42

.

5

που τοῖς νίτροις μαλακώτερον· οὐ γὰρ οἴσει τὰ ἰσχυρότερα. ταῦτα μὲν οὖν τῷ δέρματι τὰ ἰάματα· κάλλιστον δὲ τὴν τιτθὴν διαιτᾶσθαι τῷ γλυκυτέρῳ τρόπῳ, κάλλιστον δὲ καὶ τὸ παιδίον αὐτὸ διαιτῆσαι μήτε ἐμπιπλῶντας μήτε αὖ σφόδρα ἐνδεῶς· τὸ μὲν γὰρ ἀπεπτότερον,148

42

.

6

τὸ δὲ χολωδέστερον, ἄμφω δὲ τοῖς παροῦσι κάκιστα. δεῖ δ’ εἰδέναι

42

.

7

καὶ ὡς ἂν ῥᾷστα φύσαι τοὺς ὀδόντας. πολλὰ γοῦν καταλαμβάνει δυσχερῆ περὶ τὴν ὀδοντοφυΐαν, καὶ σπασμοὶ καὶ πυρετὸς καὶ φλεγμο‐ ναὶ τῶν οὔλων καὶ ἔμετοι καὶ διάρροιαι καὶ ἀγρυπνίαι καὶ ἀποσιτίαι,

42

.

8

καὶ δακρύει καὶ πτύει ὕφαιμον. οὐ μὴν ἴσον ἐπ’ ὀδοῦσιν ὁ σπασμός, οἷον ἐπὶ πυρετῷ ἢ ἕλκει, ἀλλ’ ἐνταῦθα μὲν καὶ περιγίνονται, ἐκεῖσε

42

.

9

δ’ ἀπόλλυνται· ἰσχυρότερον γὰρ σπᾶται. φύειν μὲν οὖν ἄρχεται τὰ πολλὰ ἑπτάμηνα, τὰ δ’ ἐξωτέρω, καὶ πρότερον κάτωθεν τὰ πολλά· οὗτοι δὲ καὶ ῥᾷον φύονται τῶν ἄνω· χαλεπώτατα δὲ καὶ οἱ κυνό‐ δοντες, καὶ οἱ ἄνω καὶ οἱ κάτω· χαλεποὶ δὲ καὶ οἱ γόμφιοι οἱ εἴσω.

42

.

10

τὰ μὲν δὴ θᾶσσον φύοντα ῥᾳδίως μὲν φύει, κακοὺς δὲ καὶ ἀσθενεῖς καὶ ἀραιοὺς τὸ ἐπίπαν· τὰ δ’ ὕστερον χαλεπώτερον μέν, ἀλλ’ ἰσχυ‐

42

.

11

ροτέρους καὶ πυκνούς. λέγουσι δέ τινες πλήθει τε ὀδόντων καὶ ἀραιό‐ τητι δύνασθαι γνῶναι μακροβίους τε καὶ βραχυβίους, καὶ τοὺς ἀραι‐ οὺς μὲν καὶ ἥσσονας βραχυβίους εἶναι, τοὺς δ’ αὖ ἑτέρους τῶν μακροβίων· ἐγὼ δ’ οὔτε ἀπιστεῖν ἔχω τῷ λόγῳ οὔτε πω ἅπαν αὐτὸ

42

.

12

ἐπέσκεμμαι. κατὰ μὲν τὰς ὥρας τοῦ μὲν ἦρος καὶ ὑπὸ Πλειάδα φύει εὐπετῶς, τοῦ δὲ χειμῶνος ἐπαχθῶς μέν, ἀλλ’ ἐπιφλεγμαίνει ἧσσον· ἐν δὲ τῷ θέρει κίνδυνος καὶ ἑλκῶν καὶ φλεγμονῆς καὶ διαρροίας καὶ

42

.

13

ἐμέτων πλειόνων. ταῦτα μὲν δὴ καθ’ αὑτὰ οὕτω γίνεται· ἃ δ’ ἄν τις βοηθήσαι καὶ παιδίῳ τηνικαῦτα, χρὴ τὸ παιδίον εὐσταλέστερον διαι‐ τᾶν καὶ λούειν θερμῷ, καὶ εἰ μὲν διάρροιαν ἔχοι, συνάγειν πειρᾶσθαι τὴν γαστέρα τοῖς ἐπιθέμασιν οἷα μάλιστα ἵστησιν, τὸ κύμινον ἐρίῳ

42

.

14

ἐμπάσσοντα ἢ τὸ ἄνηθον ἢ τὸ σέλινον. ἀγαθὸν δὲ καὶ εἰ σπέρμα ῥόδων προσμίσγοις, καὶ τὸ ὅλον εἰ θερμαίνοις μὲν ξηρῶς, μηδὲν δὲ περὶ τὰς πέψεις αὐτῶν ἁμαρτάνοις· οὐδὲν γὰρ οὕτω διαρρεῖ μᾶλλον ὡς τὸ ἄπεπτον· εὔπεπτον δέ που καὶ ἡ μετριότης οὐχ ἧσσον ἢ εἰ

42

.

15

πάνυ χρηστὸν προσφέροις. εἰ δὲ μηδὲν ὑπίοι κάτω, ἐρεθίζειν ἡσυχῇ τῷ μέλιτι ἡψημένῳ πλασθέντι ὡς βαλάνοις ἢ μίνθῃ τετριμμένῃ μετὰ μέλιτος διαχρίουσαν· ἀρκεῖ γὰρ οὕτως ἐξάγειν ὀλίγον ὅσον ἐφήμερον.

42

.

16

τὴν δὲ τιτθὴν τότε δὴ καὶ πλεῖον προσήκει πείθεσθαι τῇ γεγραμμένῃ
διαίτῃ, καὶ τἄλλα πάντα ποιεῖν, ὡς εἴρηται, καὶ τὴν διακονουμένην τῇ τιτθῇ τότε που πλέον τέρψεις τε παντοίας παρέχειν τῷ παιδίῳ καὶ δι’ ἀκριβεστάτης ἄγειν φροντίδος, παραφυλάσσουσαν τοὺς σπα‐149

42

.

17

σμοὺς μάλιστα, ὡς ἔνια διεφθάρη ῥᾳθυμίᾳ θεραπείας. δοκεῖ δὲ κάλ‐ λιστα βοηθεῖν τοῖς σπασμοῖς ἡλιοτρόπιον ἑψόμενον ἐν ὕδατι, εἰ λού‐ οιτο ἐν τούτῳ τὸ παιδίον· ὠφελεῖ δὲ καὶ ἰρίνῳ χρῖσαι καὶ τῷ Σικυω‐

42

.

18

νίῳ καὶ τὸ σύμπαν θερμαίνειν. ἐπεὶ δὲ μελλόντων ἀνατέλλειν τῶν ὀδόντων δάκνει τοὺς δακτύλους καὶ τιτρώσκει, καλῶς ἂν ἔχοι κατέ‐

42

.

19

χειν ἴρεως ῥίζαν ἐζεσμένην μὴ πάνυ ξηράν. τοῦτο καὶ τοῖς ἕλκεσι προσβοηθεῖ, καὶ τὸ βούτυρον μετὰ μέλιτος διαχριόμενον ὀνίνησιν. τοὺς δ’ ὀδαξησμοὺς σὰρξ ταρίχου παλαιοῦ ὀνίνησι, καὶ οἶδα οὕτως ποιούσας τὰς τιτθάς.

43

t

Πρὸς ἄφθας παιδίου. Ἐκ τῶν Γαληνοῦ.

43

.

1

Γίνεται τῷ παιδίῳ καὶ ἕλκος ὃ καλοῦσιν ἄφθαν, τὸ μὲν ὑπόλευ‐ κον, τὸ δ’ ἐρυθρόν, τὸ δὲ μέλαν οἷον ἐσχάρα, κάκιστον δὲ τὸ μέλαν καὶ θανατωδέστατον· ἐν Αἰγύπτῳ δὲ καὶ πλέον, καὶ καλεῖται διὰ

43

.

2

τοῦτο ἕλκος Αἰγύπτιον. γίνεται δὲ τῷ μέν τινι πυρέξαντι συνεχὲς πυρετῷ· τῷ δὲ καὶ τὸ ἕλκος ἀνῆψε τὸν πυρετόν, πνιγμός τε καὶ γνάθων ἔρεισις καὶ δύσπνοια καταλαμβάνουσι, καὶ ὁ τράχηλος πήγνυ‐ ται, καὶ ἀτενὲς βλέπει, καὶ νέμεται πρὸς πνεύμονα, καὶ αὐτοῦ δὲ

43

.

3

καταμεῖναν κτείνει. τὴν μὲν οὖν μείζω θεραπείαν τῷ ἰατρῷ ὑποθή‐ σομεν (καὶ γὰρ ἂν χρήσαιτο ὀρθῶς)· σὺ δέ, ὦ τιτθή (καὶ γάρ που

43

.

4

καὶ μικρὰ γίνεται), οἷς σὺ χρῆσθαι δύνῃ. ἔστι δ’ ἡ ἶρις μετὰ μέλιτος, καὶ εἰ ξηρὰν ἐμφυσᾶν ἐθέλεις, καὶ ῥόδων φύλλα κεκομμένα καὶ ἄνθος τῶν ῥόδων καὶ κρόκος καὶ ὀλίγον σμύρνης καὶ ἡ κηκὶς καὶ ὁ λιβα‐ νωτὸς καὶ ὁ φλοιὸς τοῦ λιβάνου ὁμοῦ τε καὶ ἰδίᾳ ἕκαστον μέλιτι
5δεδευμένον, ἐπὶ δὲ τούτοις μελίκρατόν τε ὕδωρ καὶ ῥοᾶς γλυκείας ὁ

43

.

5

χυλός. τὰ δὲ κατὰ μηροὺς ἐκτρίμματα μυρρίνῃ ξηρᾷ διαπάσσειν καὶ

43

.

6

κυπέρῳ καὶ ῥόδοις προσμίσγουσάν τι τῶν ἀρωμάτων. τὰς δὲ τῶν ὤτων ὑγρότητας ξηραίνειν ἔριον ἀπὸ στυπτηρίας ἐντιθεῖσαν ἢ οἴνου 〈ἢ〉 μελικράτου παλαιοῦ ἐνστάζουσαν ἢ κρόκον μετὰ τοῦ οἴνου τρί‐

43

.

7

ψασαν ἢ κυάμους τοὺς Αἰγυπτίους. ὑγραίνονται δὲ τοῖς τοιούτοις τοῦ γάλακτος ὑπερβάλλοντος, καί τισι πύον εἶναι ἔδοξεν· τὸ δ’ ἂν γάλα οὐδὲν κακὸν μέγα, εἴ τις ἀτρέμα μὲν ξηραίνοι, ἀτρέμα δ’ ἐνδεέστε‐ ρον διαιτᾶν ἐθέλοι.150

44

t

Περὶ διαπλάσεώς τε καὶ διαγνώσεως τῆς κεφαλῆς.

44

.

1

Ἡ μὲν οὖν μικρὰ κεφαλὴ μοχθηρᾶς ἐγκεφάλου κατασκευῆς ἴδιον σημεῖον, ἡ μεγάλη δ’ οὐκ ἐξ ἀνάγκης ἀγαθῆς· εἰ μὲν γὰρ διὰ ῥώμην ἐγένετο τῆς ἐγχωρίου δυνάμεως ὕλην χρηστήν τε καὶ πολλὴν δη‐ μιουργησάσης, σημεῖον ἀγαθόν (ὅπερ ὑπάρξαι καὶ Περικλεῖ τῷ Ἀθη‐
5ναίῳ φασίν)· εἰ δὲ διὰ τὸ μόνης τῆς ὕλης πλῆθος, οὐκ ἀγαθόν.

44

.

2

διοριστέον οὖν αὐτά ἐστι τῷ σχήματι καὶ τοῖς ἀπ’ αὐτῆς πεφυκόσι· τῷ σχήματι μέν, εἰ εὔρυθμος (ἀεὶ γὰρ ἀγαθὸν τοῦτο σημεῖον), τοῖς πεφυκόσι δέ, εἰ ἄριστα διάκειται, καὶ εἰ τὸ νευρῶδες αὐτῷ σύμπαν εὐτραφές τέ ἐστι καὶ εὔτονον, καὶ εἰ δριμὺ δεδορκότες εἰσὶν οἱ ὀφ‐

44

.

3

θαλμοί. οἰκεῖον δὲ σχῆμα κεφαλῆς ὥσπερ ἂν εἰ νοήσαις σφαῖραν ἀκριβῆ κηρίνην ἑκατέρωθεν ἀτρέμα πεπιλημένην· ἀνάγκη γὰρ τῆς τοιαύτης κυρτότερα μὲν ἢ κατὰ σφαῖραν γενέσθαι τό τε ὄπισθεν καὶ

44

.

4

τὸ ἔμπροσθεν, εὐθύτερα δὲ τὰ ἑκατέρωθεν. αἱ δὲ φοξαί (καὶ 〈γὰρ καὶ〉 τούτων εἰδέναι χρή τινας οὐκ εἶναι μεμπτάς) γίνονται μὲν ὑπαλλαττομένης κατά τι τῆς ἀρίστης διαπλάσεως, ἥτις, ὡς ἔφην, ἔοικε προμήκει σφαίρᾳ τεθλιμμένῃ καθ’ ἑκάτερον οὖς· ἤτοι δ’ ἐλλείπουσαν
5ἔχουσι τὴν κατ’ ἰνίον ἢ μέτωπον ἐξοχὴν ἢ περαιτέρω τοῦ προσήκον‐

44

.

5

τος ηὐξημένην. ὡς τὸ πολὺ μὲν οὖν, ὥσπερ τὴν μεγάλην, οὕτω καὶ ταύτας εὑρήσεις μεμπτάς· ἐν δὲ τῷ σπανίῳ καὶ τούτων γίνονταί τι‐ νες ἀγαθαί, τῆς διαπλαττούσης δυνάμεως τὴν ὕλην, ἐξ ἧς ἐγεννήθη

44

.

6

κυούμενος ὁ ἄνθρωπος, ἰσχυρᾶς ὑπαρχούσης. προσέχειν οὖν σε χρὴ τὸν νοῦν, πότερον αὐξηθείσης ἢ μειωθείσης τῆς ἐξοχῆς κυρτότης ἐγέ‐ νετο· μεμπτὸν μὲν γὰρ ἀεὶ τὸ μειωθείσης, οὐ μεμπτὸν δ’ ἀεὶ τὸ προσαυξηθείσης, ἀλλὰ συνεπισκέπτεσθαι χρὴ τηνικαῦτα πρῶτον μὲν
5τὴν εὐσχημοσύνην τῆς ἐπαυξήσεως (αἱ γὰρ ἀπρεπεῖς αὐξήσεις μοχ‐ θηραί), δεύτερον δὲ πότερον ἡ κατ’ ἰνίον ἐξοχὴ τῆς κεφαλῆς γέγονεν αὑτῆς μείζων, ἢ τὸ πρόσω μέρος ηὔξηται, βέλτιον εἶναι νομίζοντα
αὐξηθῆναι τὴν κατ’ ἰνίον· ἐνταῦθα γὰρ ἥ τε κυριωτάτη τῶν κοιλιῶν151

44

.

7

ἐστι τοῦ ἐγκεφάλου καὶ ἡ τοῦ νωτιαίου μυελοῦ ῥίζωσις. εἶθ’ ἑξῆς σκόπει τὸν αὐχένα, πότερον ἀσθενὴς ἢ καρτερός ἐστιν· ἐὰν γὰρ ἥ τε ἐξοχὴ μήτε ἀσχήμων ᾖ μήτε ὑπερβαλλόντως μεγάλη, [ἢ] γενναῖός τε αὐτὴν ἐκδέχηται τράχηλος, ἀποδέχου τὴν φοξότητα τῆς τοιαύτης
5κεφαλῆς· ἰσχυροὺς γὰρ εὑρήσεις τούτους τά τε ἄλλα καὶ τοῖς ὀστοῖς.

44

.

8

ἐπισκέπτου δὲ καὶ τὰ κατὰ τὰς αἰσθήσεις, ὄψιν τε καὶ γεῦσιν καὶ ὄσφρησιν· ἀλλήλων γάρ εἰσιν ὁρίσματα καὶ ἀλλήλοις μαρτυρεῖ τά τε ἀπὸ τῆς ἀρχῆς 〈πεφυκότα τῇ τῆς ἀρχῆσ〉 ἀρετῇ τε καὶ κακίᾳ, καὶ

44

.

9

〈ἡ〉 ἀρχὴ τοῖς ἀπ’ αὐτῆς. τῆς δὲ φαύλως κατεσκευασμένης κεφαλῆς καὶ προσεπίσκεψαι τὸ καθ’ ὑπερῴαν ἐν τῷ στόματι χωρίον· εὑρήσεις γὰρ καὶ τοῦτο κοῖλον, ἐφ’ ὧν ἡ φοξότης ὀξεῖά τε καὶ ἀσχήμων ἐγένετο· καὶ γὰρ οὖν καὶ καλοῦσιν οἱ ἄνθρωποι τούτους μάλιστα

44

.

10

φοξούς. ἐπὶ πολλῶν δὲ καὶ οἱ ὀδόντες παρηλλαγμένοι φαίνονται, τουτέστιν οὐ κατ’ εὐθὺ [τοῖς ἀνοις] τοῖς ἄνωθεν οἱ κάτω ὀδόντες, καὶ οἷον ἀνεσπασμένον τε ἅμα καὶ διεστραμμένον αὐτοῖς φαίνεται τὸ

44

.

11

στόμα. τούτους οὖν εὑρήσεις κεφαλήν τε συνεχῶς ἀλγοῦντας καὶ τὰ ὦτα ῥευματιζομένους.

45

t

Ὀφθαλμῶν κράσεως διάγνωσις.

45

.

1

Ἐπὶ δὲ τῶν ὀφθαλμῶν· ὅσοι μὲν ἁπτομένοις ἐναργῶς εἰσι θερ‐ μοὶ καὶ κινοῦνται ῥᾳδίως τε καὶ πολλάκις καὶ φλέβας εὐρείας ἔχουσι, θερμοὶ σύμπαντές εἰσι· ψυχροὶ δ’ οἱ τούτοις ἐναντίοι, καὶ ὑγροὶ μὲν οἱ μαλακοί τε ἅμα καὶ πλήρεις ὑγρότητος, ξηροὶ δ’ οἱ σκληροὶ ἅμα

45

.

2

καὶ αὐχμηροί. καὶ βλάπτονται μὲν ὑπὸ τῶν ὁμοίων τῇ κράσει ῥᾳδίως αἰτίων, ὠφελοῦνται δ’ ὑπὸ τῶν ἐναντίων 〈τῇ〉 συμμέτρῳ χρήσει.

45

.

3

ἀλλὰ τοῦτό γε κοινὸν ἐπὶ πάσῃ διαγνώσει κράσεως ἅπαντος μορίου· μέγεθος δ’ ὀφθαλμῶν ἅμα μὲν εὐρυθμίᾳ τε καὶ τῇ τῶν ἐνεργειῶν ἀρετῇ πλῆθος οὐσίας εὐκράτου, ἐξ ἧς διεπλάσθησαν, ἐνδείκνυται (τὸ δ’ ἄνευ τούτων πολλὴν μὲν τὴν οὐσίαν, 〈οὐκ〉 εὔκρατον δὲ δηλοῖ)·
5μικρότης δ’ ὀφθαλμῶν ἅμα μὲν εὐρυθμίᾳ καὶ ἀρετῇ τῶν ἐνεργειῶν ὀλίγην μέν, ἀλλ’ εὔκρατον ἐνδείκνυται τὴν οὐσίαν, ἐξ ἧς διεπλά‐ σθησαν, ἅμα δ’ ἀρρυθμίᾳ τινὶ καὶ κακίᾳ τῶν ἐνεργειῶν ὀλίγην τε ἅμα

45

.

4

καὶ φαύλην εἶναι σημαίνει τὴν οὐσίαν αὐτῶν. τὰ δὲ κατὰ χρόαν ὧδε χρὴ διαιρεῖσθαι· γλαυκὸς μὲν ὁ ὀφθαλμὸς ἤτοι διὰ μέγεθος ἢ λαμπρό‐ τητα τοῦ κρυσταλλοειδοῦς ἢ προπετῆ θέσιν ἢ διὰ τὴν τοῦ λεπτοῦ
καὶ ὑδατώδους ὑγροῦ τοῦ κατὰ τὴν κόρην ὀλιγότητά τε καὶ καθα‐152
5ρότητα γίνεται, πάντων μὲν ἅμα συνελθόντων ὁ γλαυκότατος, εἰ δὲ τὰ μὲν αὐτῶν παρείη, τὰ δὲ μή, τὸ μᾶλλόν 〈τε καὶ〉 ἧττον ἐν γλαυ‐

45

.

5

κότητι συνίσταται. μέλας δ’ ὁ ὀφθαλμὸς ἢ διὰ τὴν σμικρότητα τοῦ κρυσταλλοειδοῦς ἢ διὰ τὴν ἐν βάθει θέσιν 〈ἢ〉 ὅτι λαμπρὸν καὶ αὐγο‐ ειδὲς ἀκριβῶς οὐκ ἔστιν, ἢ ὅτι 〈τὸ〉 λεπτὸν ὑγρὸν ἤτοι πλέον ἢ οὐ καθαρόν ἐστιν, ἢ διά τινα τούτων ἢ διὰ πάντα πέφυκε γίνεσθαι· τὸ

45

.

6

μᾶλλον δὲ καὶ ἧττον ἐν αὐτοῖς, ὡς ἔμπροσθεν εἴρηται. τὸ μὲν οὖν λεπτὸν ὑγρὸν ὑδατωδέστερόν τε καὶ πλέον γινόμενον ὑγρότερον ἀπο‐ φαίνει τὸν ὀφθαλμόν, ὥσπερ γε καὶ εἰ παχύτερον 〈ἢ〉 ἔλαττον γέ‐ νοιτο, ξηρότερον· τὸ δὲ κρυσταλλοειδές, εἰ μὲν σκληρότερον εἴη,
5ξηρότερον ἐργάζεται τὸν ὀφθαλμόν, εἰ δὲ μαλακώτερον, ὑγρότερον· οὕτως δὲ καί, εἰ μὲν ὑπερβάλλοι τῆς συμμετρίας τοῦ λεπτοῦ, ξηρό‐ τερον, εἰ δ’ ἀπολείποιτο, τοὐναντίον.

46

t

Ὁποῖα κοινὰ δυσκρασιῶν γνωρίσματα.

46

.

1

Εἰ μὲν εὔψυκτον εἴη τὸ μόριον, ἤτοι ψυχρότητος 〈ἢ ἀραιότητοσ〉, εἰ δὲ δύσψυκτον, ἤτοι θερμότητος ἢ πυκνότητος γνώρισμα· εἰ δ’ ὑπὸ τῶν ξηραινόντων βλάπτοιτο αὐχμηρόν τε καὶ ξηρὸν καὶ δυσκίνητον γένοιτο, ξηρότητος, ὥσπερ γε καὶ εἰ βαρύνοιτο πρὸς τῶν ὑγραινόν‐

46

.

2

των, ὑγρότητος. ἐπιβλέπειν δὲ καὶ εἰ ὡσαύτως ἅπαντες οἱ μύες ἢ οὐχ ὡσαύτως κέκρανται, συνεπισκοπούμενον ἐν ἅπασι 〈τὴν〉 πηλικότητα τῶν ὑποβεβλημένων ὀστῶν· ἐνίοτε γὰρ ἰσχνότερον εἶναι δοκεῖ τὸ μέρος, οὐκ ὂν ἰσχνόν, ὅσον ἐπὶ τοῖς μυσίν, ἀλλὰ διὰ τὴν στενότητα

46

.

3

τῶν ὀστῶν τοιοῦτον φανταζόμενον. οὕτω δὲ καὶ παχύτερον ἐνίοις εἶναι δοκεῖ πολλάκις, οὐ διὰ τὴν εὐρύτητα τῶν ὀστῶν, ἀλλὰ διὰ τὸ τῆς σαρκὸς πλῆθος, ἥτις αὐξανομένη τε καὶ μειουμένη σκληροτέρα τε καὶ μαλακωτέρα γενομένη 〈ξηρότερον ἢ〉 ὑγρότερον ἀποφαίνει τὸ
5μόριον, ἡ μὲν ὀλίγη τε καὶ σκληρὰ [τὸ] ξηρότερον, ἡ πολλὴ δὲ καὶ

46

.

4

μαλακὴ [τὸ] ὑγρότερον. οὕτω δὲ καὶ αἱ μεταξὺ χῶραι τῶν ὁμοιο‐ μερῶν σωμάτων ἤτοι πλέον ἢ ἔλαττον ἐν αὑταῖς περιέχουσι καὶ ἤτοι παχύτερον ἢ λεπτότερον ἢ ξηρότερον ἢ ὑγρότερον ἀποφαίνουσι τὸ μόριον, ὑγρότερον μὲν ἔνθα λεπτοτέρα καὶ πλέων ἐστὶν ἡ ὑγρότης,
5ξηρότερον δ’ ὅπου παχυτέρα τε ἅμα καὶ ἐλάττων· αὐτὰ μὲν γὰρ τὰ
στερεὰ τοῦ σώματος μόρια τὰ ὄντως στερεὰ καὶ πρῶτα κατ’ οὐδένα τρόπον οἷόν τέ ἐστιν ὑγρότερα ποιεῖν, ἀλλ’ ἱκανὸν [μὴ] εἰ κωλύει τις αὐτὰ μὴ ταχέως ξηραίνεσθαι· τὰς δὲ διαλαμβανούσας αὐτὰ χώρας ἔνεστι πληροῦν ὑγρότητος ἤτοι 〈τοίας ἢ〉 τοιᾶσδε, αὕτη δ’ ἐστὶν153
10ἅπασιν οἰκεία τροφὴ τῶν ὁμοιομερῶν ἐκ παραθέσεως, οὐ δι’ ἀγγείων

46

.

5

ἑλκομένη. κοινὸς δ’ οὗτος ὁ λόγος ἐστὶν ἁπάντων τῶν εἰρημένων μορίων, καὶ ῥηθήσεται καὶ αὖθις ἐν τῇ τῶν ὑγιεινῶν καὶ νοσωδῶν διδασκαλίᾳ μετὰ ταῦτα· τὰ νῦν δὲ τῶν ἐφεξῆς ἐχώμεθα.

47

t

Ἐρώτημα· Πόσαι διαφοραὶ μορίων; Ἀπόκρισις· Τέσσαρες.

47

.

1

Τέσσαρες γάρ εἰσι τῶν μορίων 〈αἱ〉 πᾶσαι διαφοραί· [οἷον] τὰ μὲν γὰρ αὐτῶν ἀρχαί τινές εἰσι, τὰ δ’ ἀπ’ ἐκείνων, τὰ δ’ οὔτε ἄλλων ἄρχει τῆς διοικήσεως οὔτε ὑπ’ ἄλλων ἄρχεται, συμφύτους ἔχοντα τὰς διοικούσας αὐτὰ δυνάμεις· ἔνια δὲ συμφύτους τε ἅμα καὶ ἐπιρρύτους
5ἔχει. 〈ἀρχαὶ μὲν οὖν εἰσιν ἐγκέφαλος, καρδία, ἧπαρ καὶ ὄρχεις,〉 ἀπ’ ἐκείνων δ’ ἐκπέφυκε κἀκείνοις ὑπηρετεῖ νεῦρα μὲν καὶ νωτιαῖος μυε‐ λὸς ἐγκεφάλῳ, καρδίᾳ δ’ ἀρτηρίαι, φλέβες δ’ ἥπατι, τὰ σπερματικὰ δ’

47

.

3

ἀγγεῖα τοῖς ὄρχεσιν. αὐτὰ δ’ αὑτὰ διοικεῖ χόνδρος, ὀστοῦν, σύνδεσμος, ὑμήν, ἀδήν, πιμελὴ καὶ σὰρξ ἁπλῆ· τὰ δ’ ἄλλα πάντα μόρια κοινὴν 〈τούτοισ〉 ἔχοντα τὴν ἐξ αὑτῶν διοίκησιν ἀρτηριῶν καὶ φλεβῶν καὶ νεύρων προσδεῖται· τριχῶν δὲ καὶ ὀνύχων οὐδὲ διοίκησίς ἐστιν

47

.

4

[αὐτῶν], ἀλλὰ γένεσις μόνη. αὗται μὲν οὖν εἰσιν αἱ τῶν μορίων δια‐ φοραί· σημεῖα δὲ τῆς ἑκάστου κράσεως ἐφεξῆς εἰρήσεται, τὴν ἀρχὴν ἀπ’ ἐγκεφάλου ποιησαμένων ἡμῶν.

48

t

Ἐρώτημα· Πόσα γένη σημείων ἐγκεφάλου; Ἀπόκρισις· Πέντε.

48

.

1

Ἔστι δὲ τὰ σύμπαντα τῶν γνωρισμάτων σημεῖα τοῦ ἐγκεφάλου πέντε· ἓν μὲν ἡ τῆς συμπάσης κεφαλῆς διάθεσις (αὕτη γάρ ἐστι πρώτη), δευτέρα δ’ ἡ τῶν αἰσθητικῶν ἐνεργειῶν ἀρετή τε καὶ κακία, καὶ τρίτη ἡ τῶν πρακτικῶν, καὶ τετάρτη ἡ τῶν ἡγεμονικῶν, καὶ

48

.

2

πέμπτη [δ’] ἡ τῶν φυσικῶν. ἄλλο δὲ γένος ἐπὶ τούτοις ἅπασιν ἡ154

48

.

3

ἀπὸ τῶν ἔξωθεν προσπιπτόντων αὐτῷ ἀλλοίωσις. ἡ μὲν δὴ τῆς συμ‐ πάσης κεφαλῆς διάθεσις ἐκ μεγέθους τε καὶ σχήματος αὐτῆς λαμβάνε‐ ται καὶ τριχῶν.

49

t

Περὶ τῶν αἰσθητικῶν μορίων.

49

.

1

Οἱ δ’ αὐτοὶ κἀπὶ τῶν ἔμπροσθεν τῆς κεφαλῆς τῶν κατὰ τὸ μέ‐ τωπον διορισμοὶ τοῖς ὄπισθεν, εἰς μικρότητα καὶ μέγεθος αὐτοῦ βλε‐ πόντων καὶ σχῆμα καὶ τὰς ἐνταῦθα αἰσθήσεις, ὄψιν τε καὶ γεῦσιν καὶ ὄσφρησιν καὶ ἀκοήν· ἀλλήλων γάρ ἐστι γνωρίσματα καὶ ἀλλήλοις μαρ‐
5τυρεῖ τά τε ἀπὸ τῆς ἀρχῆς πεφυκότα τῇ τῆς ἀρχῆς [τε] ἀρετῇ τε καὶ κακίᾳ καὶ 〈ἡ〉 ἀρχὴ τοῖς ἀπ’ αὐτῆς.

50

t

Περὶ τῶν ἡγεμονικῶν ἐνεργειῶν.

50

.

1

Ἡ μέντοι τῶν ἡγεμονικῶν ἐνεργειῶν ἀρετή τε καὶ κακία μόνης ἐστὶ τῆς ἀρχῆς αὐτῆς καθ’ ἑαυτὴν γνωρίσματα· καλῶ δὲ τοίνυν ἡγε‐

50

.

2

μονικὰς ἐνεργείας τὰς ὑπὸ τῆς ἀρχῆς μόνης γινομένας. ἀγχίνοια μὲν οὖν λεπτομεροῦς οὐσίας γνώρισμα, βραδυτὴς δὲ διανοίας παχυμεροῦς, εὐμάθεια δ’ εὐτυπώτου, καὶ μνήμη μονίμου· οὕτω δὲ καὶ ἡ μὲν δυσμά‐ θεια δυστυπώτου, ἡ δ’ ἐπιλησμοσύνη ῥεούσης, καὶ τὸ 〈μὲν〉 εὐμετάβο‐

50

.

3

λον ἐν δόξαις θερμῆς, τὸ δὲ μόνιμον ψυχρᾶς. ἔτι μοι δοκῶ λείπεσθαι δύο γένη γνωρισμάτων ὧν ἐξ ἀρχῆς ὑπεσχόμην ἐρεῖν, ἓν μὲν τὸ τῶν φυσικῶν ἐνεργειῶν, ἕτερον δὲ τὸ τῶν ἔξωθεν προσπιπτόντων· ἔστι δὲ κοινὸς ὑπὲρ ἀμφοῖν ὁ λόγος, οὗ ἀρχὴ μέν ἐστιν ἃ καὶ ὁποῖά εἰσι
5τὰ πρῶτα εὐκράτου ἐγκεφάλου κράσεως τὰ γνωρίσματα· ἔπειτα δὲ καὶ τὰς συνθέσεις, ἃς καὶ ταύτῃ ἐδιδάξαμεν, 〈καὶ〉 τὰς ἐννοίας τούτων πάντων.

51

t

Περὶ τῶν ἄλλων μορίων καὶ ὅτι ἀτονία γίνεται κατὰ δυσκρασίαν.

51

.

1

Τὰ δ’ ἄλλα μόρια τοῦ ζῴου τὰ ἐντὸς ἀμυδρὰ τῆς κράσεως ἔχει τὰ γνωρίσματα· πειρατέον δ’ ὅμως αὐτὰ διά τε τῶν ὠφελούντων καὶ βλαπτόντων διαγινώσκειν, ἔτι τε καὶ 〈κατὰ〉 τὰς τῶν φυσικῶν δυνά‐

51

.

2

μεων ἐνεργείας, ἃς καὶ προείπομεν. ἀλλὰ καὶ 〈αἱ〉 βραχεῖαι δυσκρα‐ σίαι λανθάνουσαι τοὺς πολλοὺς ἀτονία πρὸς αὐτῶν ὀνομάζονται· φλεγ‐
μονῆς 〈μὲν〉 γὰρ 〈ἢ〉 ἕλκους ἤ τινος ἄλλου 〈τοιούτου〉 κατὰ τὴν κοι‐ λίαν ὑπάρχοντος, οὐδεμίαν ἑτέραν ἐπιζητοῦσι τοῦ μὴ πέττειν αἰτίαν·155
5εἰ δὲ μηδὲν εἴη τῶν τοιούτων, ἀτονίαν εἶναί φασι τῆς κοιλίας, ὥσπερ ἕτερόν τι λέγοντες αὐτοῦ τοῦ φανερῶς γινομένου, τοῦ μὴ πέττεσθαι καλῶς τὰ σιτία. τί γὰρ ἄλλο τὴν ἀτονίαν ἄν τις αὐτοὺς ὑπολάβοι λέ‐

51

.

3

γειν πλὴν τῆς περὶ τὴν ἐνέργειαν ἀρρωστίας; ἀλλ’ οὐ τοῦτό ἐστι τὸ ζητούμενον, ἀλλὰ τίς ἡ ταύτης αἰτία τῆς ἀτονίας, καὶ 〈τίνα〉 κράσεως γαστρὸς τὰ γνωρίσματα, ὥστε χρὴ γινώσκειν ἐκ τούτου καὶ γαστρὸς ἀτονίαν καὶ φλεβὸς 〈καὶ〉 ἀρτηρίας καὶ μυὸς καὶ παντὸς ἁπλῶς ὀργά‐
5νου διά τινα δυσκρασίαν ἀναγκαίως γίνεσθαι.

52

t

Περὶ τῶν ἐν τοῖς συμπτώμασιν αἰτίων.

52

.

1

Σπασμὸς δὲ καὶ τρόμος καὶ παλμὸς καὶ ῥῖγος καὶ φρίκη καὶ λύγγες καὶ βῆχες ἐρυγαί τε καὶ πταρμοὶ καὶ σκορδινισμοὶ καὶ χάσμαι καὶ τρισμοὶ κοινὸν μὲν ἅπαντα γένος ἔχει κίνησιν πλημμελῆ τῶν μυῶν, διενήνοχε δ’ ἀλλήλων τῷ τὰ μὲν αὐτῶν ἐν ἑαυτοῖς ἔργα φύ‐
5σεως εἶναι βιαίως ἀναγκαζομένης κινεῖσθαι πρός τινος αἰτίου νοσεροῦ, τὰ δὲ νοσώδεσιν ἕπεσθαι διαθέσεσιν, οὐδὲ εἰς τὴν γένεσιν αὐτῶν συμ‐ πραττούσης τῆς φύσεως· [ὡς] ἔνια δ’ ὑπ’ ἀμφοῖν γίνεται, τοῦ τε νο‐

52

.

2

σήματος ἅμα καὶ τῆς φύσεως ἐνεργούντων. ταύτης μὲν οὖν τῆς δυνά‐ μεως ἔργα πταρμὸς καὶ βῆχες καὶ χάσμαι καὶ σκορδινισμοὶ [καὶ βῆχες] καὶ λύγγες, μόνου δὲ τοῦ νοσήματος ἐνεργοῦντος παλμὸς καὶ σπασμός, ἄμφω δὲ συνιόντων, τοῦ τε νοσήματος καὶ τῆς δυνάμεως, αἵ τε ναρ‐

52

.

3

κώδεις ἅπασαι κινήσεις καὶ παράλυσις καὶ προσέτι τρόμος. προαιρετι‐ κῆς μὲν οὖν ἐνεργείας βλάβη παράλυσίς τε καὶ σπασμὸς καὶ τρόμος καὶ νάρκη, ποικίλλεται 〈δ’〉 ἐν τοῖς κατὰ μέρος ὀργάνοις ἕκαστον τῶν εἰρημένων οὐ τῇ τῶν συμπτωμάτων ἰδέᾳ μόνῃ, ἀλλὰ καὶ ταῖς προση‐
5γορίαις· ἡ μὲν γὰρ τῶν τὴν ἀναπνοὴν ἐργαζομένων ὀργάνων παρά‐ λυσις ἄπνοια, καθάπερ γε καὶ ἡ τῶν τὴν φωνὴν ἀφωνία προσαγο‐ ρεύεται· ἄπνοια δὲ καὶ ἀφωνία οὐ προαιρετικῆς ἐνεργείας, ἀλλὰ φυ‐ σικῆς ἐστιν ἀπώλεια. τὸ γὰρ ἐκρεῖν ἀκουσίως τὰ οὖρα προαιρετικῆς ἐνεργείας βλάβη· ὁμοίως καὶ ἐπὶ τῶν διαχωρημάτων ἡ μὲν ἐπίσχεσις
10φυσικῆς, ἡ δ’ ἀκούσιος ἔκκρισις προαιρετικῆς ἐνεργείας βλάβη.156

53

t

Περὶ τρόμου.

53

.

1

Κατὰ δὲ τοὺς τρόμους ἀκούσης αὐτῆς ὑπορρεῖ τὸ κῶλον κάτω, καὶ φανερῶς γε ἔστι θεάσασθαι τὴν μάχην αὐτῶν, οὔτε τῆς δυνάμεως ἐπιτρεπούσης κατενεχθῆναι τὸ κῶλον ὡς ἐν ταῖς παραλύσεσιν, οὔτε

53

.

2

τοῦ βάρους συγχωροῦντος τῇ δυνάμει φυλάττειν αὐτὸ μετέωρον. ἐναλ‐ λὰξ γοῦν τῆς δυνάμεως νικώσης τε καὶ νικωμένης, καὶ διαδεχομένων ἀλλήλας τῶν κινήσεων, τῆς μὲν δυνάμεως κουφοτάτης οὔσης, τοῦ δὲ

53

.

3

νοσήματος ἀνθέλκοντος, ὁ τρόμος γίνεται. ἔνεστι γοῦν θεάσασθαι ἰσχυ‐ ροτάτους νεανίας ἀραμένους ἐν τοῖς ὤμοις μέγα τι βάρος, εἶτα ἐν τῷ προϊέναι τρέμοντας τοῖς σκέλεσιν, εἰ παύσαιντο δὲ βαδίζοντες ἢ τὸ φορτίον ἀπορρίψειαν, εὐθὺς ἀτρόμους γινομένους· ἐπειδὴ γὰρ ἐν
5τῷ πρός τι τὸ βαρὺ καὶ τὸ κοῦφόν ἐστιν, εἴη ἄν τι καὶ τὸ φορτίον

53

.

4

οὕτω μέγιστον ὡς καὶ τοῖς ἰσχυροτάτοις εἶναι βαρύ. τὴν μὲν οὖν εὔρωστον δύναμιν τὸ μέγιστον φορτίον νικᾷ, τὴν δὲ μὴ τοιαύτην οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ σμικρόν· εἰ δ’ ἐπὶ πλεῖστον ἀρρωστήσειεν, αὐτὸ τὸ σύμφυτον αὐτῆς σῶμα βαρύνει δίκην φορτίου, καὶ διὰ τοῦτο
5οἱ γέροντες ὅταν ἐπιχειρήσωσιν ἐνεργείαις σφοδροτέραις, αὐτίκα τρο‐

53

.

5

μώδεις γίνονται τοῖς ἐνεργοῦσι μέρεσιν. οὕτω δὲ καὶ παρὰ κρημνὸν παριών τις τὰ σκέλη τρέμει· καταβάλλει γὰρ τὴν δύναμιν τὸ δέος.

53

.

6

οὕτω δὲ καὶ θηρίον ἰδών τις ἐπιφερόμενον ὑποφεύγων τρομώδης καθ‐

53

.

7

ίσταται. καὶ δὴ καὶ προσιὼν δυνάστῃ φοβερῷ τρέμει παντὶ τῷ σώματι, καὶ εἰ φθέγξασθαι κελεύσειεν, οὐδὲ τὴν φωνὴν ἄτρομον ἔχει.

54

t

Περὶ φόβου καὶ θυμοῦ καὶ ἀγωνίας. Ἐκ τῶν Γαληνοῦ.

54

.

1

Καὶ γὰρ ὁ μὲν φόβος εἴσω τε καὶ πρὸς τὴν ἀρχὴν ἀπάγει καὶ συστέλλει τὸ πνεῦμα καὶ τὸ αἷμα σὺν τῷ καταψύχειν τὰ ἐπιπολῆς.

54

.

2

ὁ φόβος γοῦν συστολὴν ἄγει τοῦ παντὸς σώματος, ἡ δὲ συστολὴ λει‐ ποθυμίαν, ἡ δὲ λειποθυμία ἔκλυσιν, ἡ δ’ ἔκλυσις συγκοπήν, ἡ δὲ συγ‐ κοπὴ πάντως θάνατον ἐπιφέρει. ὁ δέ γε θυμὸς πάλιν ζέσις ἐστὶ τοῦ περικαρδίου αἵματος (οὗτος ἀπὸ τῆς ὕλης)· ἄλλοι δὲ πάλιν φασὶν ὅτι
5θυμός ἐστι ζέσις ἄμετρος τῆς [ἰσθμοϊδοῦς τε καὶ] θυμοειδοῦς οὐσίας
(οὗτος ἀπὸ τῆς δυνάμεως)· καὶ γὰρ ὁ θυμὸς ἀποτείνει καὶ χεῖ καὶ θερμαίνει, τὸ δ’ ἀγωνιᾶν ὀνομαζόμενον ἀνώμαλόν ἐστι ταῖς κινήσεσιν. καὶ τοίνυν [τοιγαροῦν] καὶ οἱ σφυγμοὶ σμικρότατοί τε καὶ ἀτονώτατοι γίνονται τοῖς φοβιζομένοις, μέγιστοι δὲ καὶ σφοδρότατοι τοῖς [φοβη‐157
10θεῖσιν, μᾶλλον δὲ τοῖς] θυμουμένοις, ἀνώμαλοι δὲ τοῖς ἀγωνιῶσιν.

55

t

Περὶ δυσκρασίας. Ἐκ τοῦ αὐτοῦ.

55

.

1

Ἅπασαι μὲν οὖν αἱ μεγάλαι δυσκρασίαι καταβάλλουσι τὴν δύνα‐ μιν, ἀλλ’ 〈αἱ〉 μὲν ἐπὶ τῷ ψυχρῷ κρατοῦντι τὰ ψυχρὰ τῶν παθῶν ἐργάζεσθαι πεφύκασιν, αἱ δ’ ἐπὶ τῷ θερμῷ τἀναντία· αἱ γὰρ ἐπὶ πλεῖον ἐκτροπαὶ τῆς δυσκρασίας ἀτονίας εἰσὶν αἴτιαι τοῖς πεπονθόσι [μέρεσι
5ἢ καὶ μᾶλλον τοῖς πεπονθόσι] μορίοις.

56

t

Περὶ τῶν ἀμφιβαλλόντων ἰατρῶν περὶ τὴν τέχνην.

56

.

1

Εἰ μὲν γὰρ ἦν ἀπαθὲς καὶ ἀναλλοίωτον τὸ σῶμα, διὰ παντὸς ἂν ἔμενεν 〈ἡ〉 ἀρίστη κατασκευὴ καὶ οὐκ ἂν ἐδεῖτο τέχνης ἐπιστατούσης αὐτῷ· ἐπειδὴ 〈δ’〉 ἀλλοιοῦται καὶ τρέπεται καὶ φθείρεται μὴ φυλάτ‐ τον ἣν ἐξ ἀρχῆς κατάστασιν ἔσχεν, ἐπικουρίας εἰς τοσοῦτον δεῖται

56

2,3

παρὰ τοῦ ἰατροῦ, καθ’ ὅσους τρόπους ἀλλοιοῦται· καὶ γὰρ ἀλλοιοῦται

56

.

3

(2)

τὸ σῶμα ποτὲ μὲν ἐξ ἀνάγκης, ποτὲ δ’ οὐκ ἐξ ἀνάγκης, καὶ ἐξ ἀνάγ‐ κης μὲν οἷς ἀδύνατον αὐτῷ μὴ πλησιάζον ζῆν, οὐκ ἐξ ἀνάγκης δὲ τὰ λοιπά· τὸ μὲν γὰρ 〈τῷ〉 περιέχοντι διὰ παντὸς ὁμιλεῖν, ἐσθίειν τε καὶ
5πίνειν καὶ ἐγρηγορέναι καὶ ὑπνοῦν ἀναγκαῖον αὐτῷ, ξίφεσι δὲ καὶ θη‐ ρίοις οὐκ ἀναγκαῖον αὐτῷ.

57

t

Περὶ τῶν μὴ ἐπιμενόντων ἐν ταῖς θεραπείαις.

57

.

1

Καί που καὶ σίδηρος ὁ τμητικώτατος ἠμβλύνθη τέμνων σάρκα μαλακωτάτην, ὅ τε σκληρότατος λίθος ἔσχε τι κοῖλον ἐν ἑαυτῷ, χρόνῳ πολλῷ πληττόμενος ὑπὸ τοῦ σταλαγμοῦ.

58

t

Περὶ βλάβης ψυχῆς.

58

.

1

Βλάπτεται ἡ ψυχὴ ἐπὶ κακοχυμίᾳ τοῦ σώματος· οἶδε γὰρ καὶ
αὐτὸς ὁ Πλάτων τὴν ψυχὴν βλαπτομένην ἐπὶ κακοχυμίᾳ τοῦ σώ‐ ματος· ὅπου γὰρ ἂν ἡ τῶν ὀξέων καὶ τῶν ἁλυκῶν φλεγμάτων ἢ καὶ ὅσοι πικροὶ καὶ χολώδεις χυμοὶ κατὰ τὸ σῶμα πλανηθέντες ἔξωθεν158
5μὲν μὴ λάβωσι διαπνοήν, ἐντὸς δ’ ἑλκόμενοι τὴν αὑτῶν ἀτμίδα τῇ τῆς ψυχῆς διαθέσει σφόδρα συμμίξαντες ἀνακερασθῶσιν, παντοδαπὰ νοσήματα ψυχῆς ἐμποιοῦσι, μᾶλλον καὶ ἧττον καὶ ἐλάττω καὶ πλείω πρὸς τοὺς τρεῖς τρόπους ἐνεχθέντα τῆς ψυχῆς.

59

t

Ἐκ τῶν Γαληνοῦ. Περὶ ψυχικῶν δυνάμεων.

59

.

1

Περὶ τῶν διοικουσῶν ἡμᾶς δυνάμεων, ὁπόσαι τέ εἰσι τὸν ἀριθμόν, ὁποία τέ τις ἑκάστη, καὶ τόπον ὅντινα ἐν τῷ ζῴῳ κατείληφεν, ἀναγκαῖον ἐπίστασθαι ἰατροῖς εἴς τε τὸ διασκέψασθαι περὶ τῶν πα‐ θῶν καὶ σκοπεῖσθαι τὴν πεπονθυῖαν ἰᾶσθαί τε ταύτην μάλιστα· χρὴ
5δὲ γινώσκειν αὐτὰς ἐκ τριῶν ὡρμῆσθαι μορίων, ἐκ κεφαλῆς μὲν ᾗ λο‐ γιζόμεθα καὶ μεμνήμεθα καὶ αἰσθανόμεθα καὶ τόπον ἐκ τόπου μεθ‐ ιστάμεθα, ἐκ καρδίας δ’ ᾗ θυμούμεθά τε καὶ θερμοὶ τυγχάνομεν ἔτι τε σφυγμὸν ἔχομεν ἐν αὐτῇ τῇ καρδίᾳ καὶ συμπάσαις ταῖς ἀρτηρίαις, ἐξ ἥπατος δὲ καθ’ ἣν τρεφόμεθα καὶ αὐξανόμεθα καὶ τροφῆς ὀρεγό‐
10μεθα καὶ τὴν ληφθεῖσαν κατεργαζόμεθα πέψει τε καὶ ἀναδόσει καὶ αἱματώσει καὶ προσθέσει καὶ προσφύσει καὶ διακρίσει καὶ ἀποκρίσει.

59

.

2

ταύταις ταῖς ὑποθέσεσιν ἐξ ἀνάγκης ἕπεται παραφροσύνας τε καὶ μα‐ νίας καὶ μελαγχολίας καὶ φρενίτιδας καὶ ληθάργους καὶ κάρους ἀπο‐ πληξίας τε καὶ ἐπιληψίας τῆς πρώτης ἀρχῆς εἶναι νοσήματα, καὶ πάντως ἐπ’ αὐτῶν πάσχειν τι τὴν κεφαλήν, ἤτοι καὶ πρώτην καὶ μό‐
5νην ἢ συμπάσχουσαν ἑτέρῳ μορίῳ, πυρετοὺς δὲ καὶ ἠπιάλους ἀσφυξίας τε καὶ κακοσφυξίας καὶ καταψύξεις καὶ ῥίγη καὶ συγκοπὰς καὶ μαρασμοὺς καὶ πνίξεις καὶ ὅσα τε ἄλλα τοιαῦτα τῆς δευτέρας ἀρχῆς εἶναι παθή‐ ματα, καὶ πάσχειν ἐπ’ αὐτῶν τὴν καρδίαν, ἤτοι συμπάσχουσαν ἑτέρῳ τινί, καὶ μάλιστα τῶν ἀπ’ αὐτῆς πεφυκότων, ἢ καὶ μόνην ἔχουσαν καθ’
10αὑτὴν κακῶς, ἀτροφίας δ’ αὖ καὶ καχεξίας καὶ κακοχυμίας καὶ κακο‐ χροίας ἰκτέρους τε καὶ διαρροίας καὶ οὔρων ἀμέτρους ἐκκρίσεις ἐλέ‐ φαντάς τε καὶ καρκίνους καὶ ξύμπαντας τοὺς ὑδέρους τῆς τρίτης ἀρχῆς γίνεσθαι πασχούσης, ἰᾶσθαι δ’ ὑπαγορευούσης ἢ μόνον τὸ ἧπαρ ἢ καί

59

.

3

τι τῶν ἀπ’ αὐτῆς πεφυκότων. τὸ μὲν οὖν κατὰ τὰς ἀρτηρίας καὶ τὴν καρδίαν πνεῦμα ζωτικόν τέ ἐστι καὶ προσαγορεύεται, τὸ δὲ κατὰ τὸν ἐγκέφαλον ψυχικόν, οὐχ ὡς οὐσία ψυχῆς ὑπάρχον, ἀλλ’ ὡς ὄργανον πρῶτον αὐτῆς οἰκούσης κατὰ τὸν ἐγκέφαλον, ὁποία τις ἂν ᾖ κατὰ159
5τὴν οὐσίαν· ἀγνοεῖν μὲν γὰρ αὐτὴν ὁμολογῶ, παρ’ οὐδενὸς ἀπόδειξιν ἐναργῆ μεμαθηκώς, μόνον δ’ ἐξευρῆσθαί μοι τὴν κρᾶσιν τοῦ ἐγκεφάλου

59

.

4

ὀρθῶς προαιρούμενος. καθάπερ δὲ τὸ ζωτικὸν πνεῦμα κατὰ τὰς ἀρτη‐ ρίας τε καὶ τὴν καρδίαν γεννᾶται, τὴν ὕλην ἔχον τῆς γεννήσεως ἔκ τε τῆς εἰσπνοῆς καὶ τῆς τῶν χυμῶν ἀναθυμιάσεως, οὕτω τὸ ψυχικὸν ἐκ τοῦ ζωτικοῦ κατεργασθὲν ἐπὶ πλέον ἔχει τὴν γέννησιν· ἐχρῆν γὰρ
5δήπου μᾶλλον ἁπάντων αὐτὸ μεταβολῆς ἀκριβοῦς τυχεῖν· διὸ καὶ οἷον λαβύρινθόν τινα ποικίλον ἐδημιούργησεν ἡ φύσις πλησίον τοῦ ἐγκεφά‐ λου τὸ δικτυοειδὲς πλέγμα, πολυχρόνιον αὐτῷ μονὴν τὴν ἐν τοῖς

59

.

5

ἀγγείοις μηχανησαμένη. πάντα δὲ τὰ μόρια τοῦ σώματος ἐξ ἐγκεφά‐ λου τὴν αἴσθησίν τε καὶ κίνησιν ἔχουσι, καθηκόντων ἑτέρων μὲν νεύ‐ ρων εἰς τὰ τῶν αἰσθήσεων ὄργανα διαγνώσεως ἕνεκα τῶν αἰσθητῶν, ἑτέρων δὲ κινούντων αὐτά, ὅσα γε δεῖ κινεῖσθαι τὴν καθ’ ὁρμὴν κί‐
5νησιν· ὁ γὰρ ἐγκέφαλος οὐκ αἰσθητικὸν ὄργανον ὑπὸ τῆς φύσεως, ἀλλ’

59

.

6

αἰσθητικὸν αἰσθητικῶν ἐγένετο. ταῦτα μὲν οὖν ἱκανὰ πρὸς τὸ παρόν· ἡ δὲ τοῦ γεγενημένου ζῴου διοίκησις ὑπὸ τριῶν ἀρχῶν συνίσταται, [οἷον] μιᾶς μὲν τῆς ἐν κεφαλῇ κατῳκισμένης, ἧς ἔργα καθ’ αὑτὴν μὲν ἥ τε φαντασία καὶ ἡ μνήμη καὶ ἡ ἀνάμνησις ἐπιστήμη τε καὶ νόησις καὶ
5διανόησις, ἐν δὲ τῷ πρός τι τῆς τε αἰσθήσεως προηγεῖσθαι τοῖς [τε] αἰσθανομένοις τοῦ ζῴου μέρεσι 〈καὶ τῆς κινήσεως τοῖς κινουμένοισ〉 καθ’ ὁρμήν· ἑτέρας δὲ τῆς ἐν καρδίᾳ καθιδρυμένης, 〈ἧσ〉 ἔργα καθ’ αὑτὴν μὲν 〈ὁ〉 οἷον τόνος ἐστὶ 〈τῆσ〉 ψυχῆς καὶ τὸ μόνιμον ἐν οἷς ἂν ὁ λογισμὸς κελεύσῃ καὶ τὸ ἀήττητον, κατὰ πάθος δ’ ἡ οἷον ζέσις
10τῆς ἐμφύτου θερμασίας, ποθούσης τιμωρήσασθαι τῆς ψυχῆς τηνικαῦτα τὸν ἀδικεῖν δόξαντα, καὶ καλεῖται τὸ τοιοῦτον θυμός, ἐν δὲ τῷ πρός τι θερμασίας ἀρχὴ τοῖς κατὰ μέρος εἶναι μορίοις, ἀρτηρίαις τε κινή‐ σεως σφυγμικῆς· τῆς δ’ ὑπολοίπου δυνάμεως ἐν ἥπατι καθιδρυμένης ἔργα τὰ περὶ τὴν θρέψιν ἅπαντα κατὰ τὸ ζῷον, ὧν μέγιστον ἐν ἡμῖν

59

.

7

τε καὶ πᾶσι τοῖς ζῴοις ἐστὶν ἡ τοῦ αἵματος γέννησις. τῆς δ’ αὐτῆς ταύτης δυνάμεως καὶ ἡ τῶν ἡδέων ἐστὶν ἀπόλαυσις, ἐν ᾗ σφοδρότε‐ ρον κινουμένη τοῦ δέοντος τήν τε ἀκρασίαν ἐργάζεται καὶ τὴν ἀκο‐
λασίαν.160

60

t

Περὶ πνεύμονος καὶ θώρακος κινήσεως.

60

.

1

Ὅτι μὲν ὁ θώραξ κινεῖται, δῆλον ἡμῖν γίνεται καὶ ἁπτομένοις ταῖς χερσὶ καὶ ὁρῶσι τοῖς ὀφθαλμοῖς· ζητεῖται δ’ ἡ τοῦ πνεύμονος

60

.

2

κίνησις, εἴτε ἔστιν εἴτε καὶ μή. δέδεικται τοίνυν οὐδεμίαν ἔχων ξύμ‐ φυτον κίνησιν, ἀλλ’ ἀεὶ δεόμενος τοῦ θώρακος πρὸς τὴν κίνησιν· εἰ γὰρ οὐδεμίαν ἔστιν εὑρεῖν διάθεσιν, ἐν ᾗ τοῦ θώρακος γινομένου ἀκινήτου φαίνεται κινούμενος ὁ πνεύμων, ἀλλ’ ἀεὶ τῇ μὲν τοῦ θώ‐
5ρακος ἡ τοῦ πνεύμονος συναπόλλυται κίνησις, οὐ μὴν ἐκείνῃ γε ἡ τοῦ θώρακος, οὐκ ἂν ἀτόπως τις ὑπολάβοι μηδὲν δεόμενον τὸν θώρακα τοῦ πνεύμονος αὐτὸν ἡγεμόνα τῆς κινήσεως ὑπάρχειν ἐκείνῳ.

60

.

3

τὸ δὲ μήτε δεσμὸν εἶναί τινα μήτε ἄλλην ἀσφαλῶς λαβὴν μηδεμίαν, ᾗ χρησάμενος ὁ θώραξ ἐπισπάσεται τὸν πνεύμονα διιστάμενος, ἀλλ’ ἀπολελύσθαι μὲν αὐτὰ πανταχόθεν ἀπ’ ἀλλήλων, καὶ οἷον αἰωρεῖσθαι κατὰ πᾶν τὸ κύτος τοῦ θώρακος ὡς ἂν ἐν ἀγγείῳ τε 〈καὶ〉 στέγει
5ἐπιτηδείῳ περιεχόμενον τὸν πνεύμονα, τοῦτο δὴ χαλεπὴν καὶ δυστέκ‐

60

.

4

μαρτον ἐργάζεται τὴν αἰτίαν αὐτοῦ τῆς κινήσεως. φέρε γοῦν εἰ

60

.

5

δυνηθείημεν αὐτῷ αἰτίαν εἰπεῖν. διαστελλομένῳ δὴ τῷ θώρακι συγκι‐ νηθήσεται πάντως ὁ πνεύμων ὑπὸ τῆς πρὸς τὸ κενούμενον ἀκολου‐ θίας ἑλκόμενος· ἕπεται γὰρ ἀεὶ τῷ κενουμένῳ τὸ πλησίον, ὡς ἐπὶ τῶν αὐλίσκων τῶν εἰς τὸ ὕδωρ καθιεμένων ἐστὶ δῆλον, ὧν ἐκμυζήσας
5τῷ στόματι τὸν ἀέρα τὸ ὕδωρ ἐπισπᾶται διὰ μακρᾶς πάνυ πολλάκις

60

.

6

ὁδοῦ παρὰ φύσιν ἄνω φερόμενον. οὕτως ἔχει τι βίαιον ἡ πρὸς τὸ κενὸν ἀκολουθία, καὶ εἴ τί γε ἦν ἕτερον ἐπιτηδειότερον ἀναπληροῦν τὸ μεταξὺ τῶν ὀργάνων, κἂν ἀκίνητος ἔμενεν ὁ πνεύμων, ὅπερ ἐν

60

.

7

ταῖς μεγάλαις τρώσεσι συμβαίνει. φαίνεται γοῦν ἐναργῶς ὁ ἔξωθεν ἀὴρ εἰς τὰ κενὰ τοῦ θώρακος ἑλκόμενος, ὡς ἂν ῥᾷον ἕλκεσθαι διὰ κουφότητα δυνάμενος, ὥστε τούτου φθάνοντος καταλαμβάνειν τὴν

60

.

8

χώραν τῆς διαστάσεως εὐλόγως ὁ πνεύμων ἡσυχάζει. πῶς δ’ ἂν ἔτι καὶ κινοῖτο τῆς κινούσης αὐτὸν αἰτίας [τε καὶ τῆς κινούσης ἢν διαυτῆ]

60

.

9

ἀπολομένης; ἦν δ’ αὕτη τὸ μηδὲν εἰς τὸ μεταξὺ παρεμπίπτειν. τῶν μὲν οὖν ὀργάνων τούτων ἡ κίνησίς ἐστί τε αὕτη καὶ ὁ θώραξ τῷ πνεύμονι τῆς κινήσεως ἐξηγεῖται.

61

t

Περὶ αἰτίας ἀναπνοῆς.

61

.

1

Διττὰ τῆς ἀναπνοῆς ἐστιν εἴδη, καὶ ἐθέμην γε αὐτοῖς ὀνόματα
σαφοῦς ἕνεκα διδασκαλίας, τῇ μὲν ἑτέρᾳ τῶν διαφορῶν ἀβίαστον, τῇ161

61

.

2

δ’ ὑπολοίπῳ βίαιον. ἀβίαστος μὲν ἀναπνοὴ γίνεται καθ’ ὃν καιρὸν αὐτά τε τὰ τοῦ πνεύματος ὄργανα κατὰ φύσιν ἀκριβῶς ἔχει, τό τε θερμὸν ἐν αὐτοῖς ὑπάρχει μέτριον ἀγυμνάστοις τε καὶ ἀλούτοις καὶ ἀπυρέτοις· ἐνίοις δ’ ἔσθ’ ὅτε διά τινα πρόσφατον αἰτίαν οὐ μέτριον
5μόνον, ἀλλὰ καὶ πολὺ τοῦ κατὰ φύσιν ἔλαττον, ἐφ’ ὧν ἔτι καὶ

61

.

3

μᾶλλον ἡ ἀναπνοὴ μικρὰ καὶ βραδεῖα καὶ ἀραιὰ γίνεται. τούτοις οὖν ἡ κίνησις τοῦ θώρακος ὀλίγον τι καθ’ ὑποχόνδρια σημαίνει μόνον.

61

.

4

ἐκ τούτου τοῦ γένους ἐστὶ τῆς ἀναπνοῆς ἐπὶ πλεῖστον ἐκλυθείσης ἡ

61

.

5

ὑστερικὴ καλουμένη πνίξ· ἔστι δ’ οὐ πνίξ, ἀλλ’ ἄπνοια. κοινόν τι τοῦτο τὸ πάθημα καὶ τοῖς ἀνδράσιν, ἀλλὰ πλεονάζει γε ταῖς μακρὰν

61

.

6

χηρευούσαις. κατὰ διάμετρον ἄν τις τῷδε θείη τὸ μέγιστόν τε καὶ τάχιστον καὶ πυκνότατον πνεῦμα, βιαίας ἀναπνοῆς ἀμετρίαν ἐσχάτην.

61

.

7

οὐσῶν διττῶν τὸ κατὰ γένος ἀβιάστου τε καὶ βιαίας τῶν ἀναπνοῶν, εἶθ’ ἑκατέρας αὐτῶν ἐχούσης οἰκεῖα μόρια δύο, τήν τε εἰσπνοὴν καὶ τὴν ἐκπνοήν, τέτταρα 〈τὰ〉 σύμπαντα γίνεται μόρια τῆς ὅλης ἀνα‐ πνοῆς, καθ’ ἕκαστόν τε τῶν τεττάρων ἰδία τις φύσις ὀργάνων ἐστίν,
5ἀβιάστου μὲν εἰσπνοῆς τὸ διάφραγμα, βιαίας δ’ οἵ τε ὑφ’ ἡμῶν εὑρεθέντες μύες ἥ τε ἐκτὸς μοῖρα τῶν μεσοπλευρίων ἥ τε κατὰ τὰ σιμὰ τῶν ὠμοπλατῶν· οὕτως δὲ καὶ τῆς ἐκπνοῆς, ἀβιάστου μὲν οἵ τε συστέλλειν εἰρημένοι τὸν θώρακα μύες αὐτό τε τὸ διάφραγμα κατὰ

61

.

8

συμβεβηκός, βιαίας δὲ τῶν μεσοπλευρίων μυῶν ἡ ἐντὸς μοῖρα. μεγάλη μὲν οὖν ἡ διαστολὴ τοῦ θώρακος γίνεται, τῶν μὲν συστελλόντων αὐτὸν μυῶν ἁπάντων ἀργούντων, ἐνεργούντων δ’ ἁπάντων τῶν δια‐ στελλόντων, ὧν ἡ κυριωτάτη δύναμις ἐν τοῖς μεσοπλευρίοις ἐστίν·
5ὁποῖον δέ τι πρᾶγμά ἐστι καὶ ἡ ἐκφύσησις, οὐδὲν ἂν εἴη χεῖρον διελ‐

61

.

9

θεῖν. ἡ ἔξω φορὰ τοῦ πνεύματος, ἔσθ’ ὅτε μὲν ὀλίγου τε καὶ κατὰ βραχὺ διεκπίπτοντος, ἔσθ’ ὅτε πολλοῦ τε ἅμα καὶ ταχέως ἀποτελεῖ‐

61

.

10

ται. ὀλίγον μὲν οὖν καὶ κατὰ βραχὺ κενούμενον ἀψοφητὶ κενοῦται· πολὺ δ’ ἅμα καὶ διὰ ταχέων, ὅπερ ἀθρόως ὀνομάζομεν, εὐθὺς καὶ ψόφου τι προσλαμβάνει· συμβαίνει δὲ τοῦτο αὐτῷ βιαίως μὲν ὑπὸ τοῦ θώρακος ὠθουμένῳ, ταῖς δ’ ὁδοῖς ἁπάσαις εὐρείαις χρωμένῳ.
5ὁδοὶ δ’ αὐτοῦ πρώτη μὲν ἀρτηρία ἡ τραχεῖα, δευτέρα δ’ ὁ λάρυγξ, εἶτ’ ἐπ’ αὐτοῖς ἡ φάρυγξ, ἐφ’ ᾗ τετάρτη τε καὶ πέμπτη στόμα τε καὶ μυκτῆρες. εἰ γὰρ ὁ μὲν θώραξ βιαίως συστέλλοιτο, καθ’ ἓν δέ τι τῶν εἰρημένων ὀργάνων ὁ ἐκπεμπόμενος ἀὴρ στενοχωρηθείη, τὸ τάχος τῆς

61

.

11

κινήσεως ἐν ἐκείνῳ κωλυθήσεται. ὅνπερ οὖν τρόπον οἱ ἐν τῷ κρύει τὰς χεῖρας διὰ τῆς ἐκπνοῆς θάλποντες ἀθρόως ἐκπέμπουσι τὸ πνεῦ‐
μα, τὸν αὐτὸν τρόπον, εἰ καί τις νῦν ἡμῶν ἰσχυρῶς ἅπαντα συστείλας τὸν θώρακα, διοίξας δὲ τὰς εἰρημένας ὁδοὺς ἐκφυσήσειεν, ἀθροωτάτη162
5γένοιτο ἂν οὕτως ἡ ἔξω φορὰ τοῦ πνεύματος· εἰ δὲ στέλλοι μὲν ἰσχυρῶς τὸν θώρακα, στεγνώσειε δὲ τὴν ἀρτηρίαν, ἀναπεπταμένα φυλάττων τἄλλα, μετὰ σαφεστέρου ψόφου κενωθήσεται τούτων τὸ πνεῦμα· εἰ δὲ σὺν τούτῳ καὶ τὸν φάρυγγα στενώσειε, βραγχώδης ὁ ψόφος αὐτῷ γενήσεται· εἰ δ’ ἐπὶ τούτοις καὶ τὸν λάρυγγα βραχύ

61

.

12

τι στενώσειεν, οὗτος μὲν ἂν ἤδη φωνοίη. καὶ δὴ καὶ τὰς πέντε ταύ‐ τας διαφορὰς ὑμῖν ἐναργῶς ἔδειξα τῆς ἔξω φορᾶς τοῦ πνεύματος, τήν τε ἀβίαστον, ἣν ἰδίως ἐκπνοὴν ὀνομάζομεν, καὶ τῆς βιαίας τήν γε πρώτην, οἷον ὅταν ἄζοντες ἐκφυσῶμεν, ἀναπετάσαντες ἁπάσας τὰς
5ὁδοὺς τοῦ πνεύματος, καὶ τὴν δευτέραν, ὅταν στενώσωμεν τὴν ἀρτη‐ ρίαν, ἔτι τε τὴν τρίτην, ὅταν καὶ τὴν φάρυγγα· καλῶ δ’ ἐνίοτε καὶ ὅλον τοῦτο τὸ γένος τῆς ἐκπνοῆς τὸ βίαιον ἐκφύσησιν, ὅταν γε βου‐ ληθῶ θατέρῳ γένει τῆς ἔξω φορᾶς τοῦ πνεύματος ἀντιδιελεῖν αὐτό,

61

.

13

τῷ μὴ βιαίῳ. πρὸς δὲ τὴν τῆς ἐκφυσήσεως γένεσιν ἱκανὴ μὲν καὶ ἡ τῶν μεσοπλευρίων μυῶν ἔνδοθεν μοῖρα προσστέλλουσα τὸν θώρακα· συμπράττουσι δέ τι καὶ οἱ μικρὸν ἔμπροσθεν εἰρημένοι μύες, ἔνιοι μὲν καὶ κατὰ πρῶτον λόγον, αὐτῷ τῷ τῆς συστολῆς ἔργῳ βοηθοῦν‐
5τες, ἔνιοι δ’ οὐδὲν μὲν αὐτοὶ συμπράττοντες, ἔνθα δ’ ἐστὶ κίνδυνος ἐκλυθῆναι κατά τι τὸ σφοδρὸν τῆς ἐνεργείας, ἔξωθεν τιμωροῦντες.

61

.

14

ὁποία δέ τις ἡ ἔκλυσις γίνεται, χρὴ διελθεῖν πρότερον εἰ μέλλοιμεν

61

.

15

γνώσεσθαι σαφῶς ἥτις ποτέ ἐστιν ἡ ἐπανόρθωσις αὐτῆς. τῶν οὖν ὀκτὼ καὶ εἴκοσι μυῶν τῶν συστελλόντων τὸν θώρακα κατὰ τὰς βιαίας αὐτῶν ἐνεργείας ἰσχυρῶς θλιβόμενος ὁ πνεύμων ἑκατέρωθεν ὥσπερ ὑπὸ δύο μεγάλων χειρῶν τῶν πλευρῶν τοῦ ζῴου, πρὸς τὴν
5εἴκουσαν ὠθεῖται χώραν, καὶ πᾶς οὕτως ἐμπίπτειν ἀναγκάζεται ταῖς φρεσίν, ὥστε οὐ μόνον αὐτὰς ἐξαίρειν εἰς ὑποχόνδριον, ἀλλὰ καὶ τὰ

61

.

16

κατὰ τὴν γαστέρα συνεξαίρειν ἅπαντα αὐταῖς. ὅπως οὖν μὴ γένοιτο τοῦτο, βοηθοῦσα ἡ φύσις τῷ διαφράγματι καθάπερ τινὰς ἑτέρας χεῖρας ἐποιήσατο 〈τοὺσ〉 καθ’ ὑποχόνδρια μῦς ἀντιστηρίζοντας ἔκ τε τῶν πρόσω καὶ κάτω μερῶν τῷ διαφράγματι κατὰ τὰς ἰσχυρὰς
5τάσεις τῶν ἐν ταῖς πλευραῖς μυῶν, καὶ διὰ τοῦτο, ὅταν ἀθρόως ἐκφυσῆσαι βουληθῶμεν, ἐκτείνομεν ὁμοίως τοῖς μεσοπλευρίοις μυσὶ τοὺς καθ’ ὑποχόνδριον, οὐχ ὡς τὴν ἐκφύσησιν αὐτοὺς ἐργαζομένους, ἀλλ’ ὡς στηρίζοντας τὰς φρένας, ἐκλυούσας ἂν τὸ σφοδρὸν τῆς ἐνεργείας, εἰ μὴ στηριχθεῖεν· οὐ γὰρ ὑπὸ τῶν πλευρῶν μόνων χρὴ
10θλίβεσθαι τὸν πνεύμονα κατὰ τὴν τοιαύτην ἐνέργειαν, ἀλλὰ καὶ ἐκ τῶν κάτω στηρίζεσθαι μερῶν, ἵνα ὡς οἷόν τε πανταχόθεν ἰσόρροπος

61

.

17

ἡ θλῖψις γίνοιτο. πάντες δ’ οἱ κινοῦντες τὸν θώρακα μύες οἵδε εἰσίν·
εἷς μὲν καὶ πρῶτος μέγιστος μῦς τὸ διάφραγμά ἐστιν, ὄργανον ἀνα‐ πνοῆς ἀβιάστου, κατὰ δὲ τὰς πλευρὰς οἱ μὲν ἐν ταῖς μέσαις χώραις αὐτῶν δύο καὶ εἴκοσιν, οἱ δὲ τῶν πρώτων πλευρῶν ἴδιοι δύο, 〈ἰσά‐163
5ριθμοι δὲ τούτοις οἱ τῶν ἐσχάτων δύο,〉 καὶ πρὸς τούτοις οἱ καθή‐ κοντες ἐκ τοῦ τραχήλου τρεῖς ἑκατέρωθεν, εἶθ’ οἱ παρατεταμένοι τοῖς ῥαχίταις ἑπτά, 〈σὺν αὐτοῖς δ’ οἱ〉 κατ’ ἐπιγάστριον ὀκτώ, ὧν ἑκατέρῳ τῶν ὀρθίων ἀνατείνεταί τις τένων πλατὺς ἄχρι τῆς κλειδός, ἔχων τι καὶ σαρκῶδες ἐνταῦθα· διὸ καὶ μῦν ἕτερον ἀριθμεῖν αὐτὸν προσήκει,

61

.

18

καὶ μάλιστα ὅτι διαφύσει νευρώδει διορίζεται πρὸς τὸν ὄρθιον. οὗτοι μὲν οἱ μύες· ἐνέργεια δ’ ἑκάστου, τῶν μὲν φρενῶν ἀβίαστον ἀνα‐ πνοὴν ἐργάζεσθαι κινουσῶν τά τε κάτω τοῦ θώρακος καὶ τὰ περὶ τὸ στέρνον, τῶν δὲ κατὰ τὰς πλευρὰς διαστέλλειν τε καὶ συστέλλειν ἰσχυ‐
5ρῶς τὸν θώρακα, τῶν δὲ 〈πρώτων〉 δυοῖν διαστέλλειν μόνον τὸ ἄνω πέρας τοῦ θώρακος, ὥσπερ γε καὶ τῶν ἐσχάτων συστέλλειν τὸ κάτω· οἱ δ’ ἐκ τοῦ τραχήλου καθήκοντες ἀνασπῶσί τε ἅμα καὶ διαστέλλουσι τὰ τοῦ θώρακος ὑψηλὰ μόρια σύμπαντα, κατὰ μὲν τὰ μέσα τῶν πλευρῶν οἱ κατὰ τὰ σιμὰ τῶν ὠμοπλατῶν, οἵπερ δὴ καὶ μέγιστοι
10τῶν ταύτῃ μυῶν εἰσιν, ἑκατέρωθεν δ’ αὐτῶν ὄπισθεν μὲν ἡ ἐλαχίστη συζυγία, πρόσω δ’ ἡ μέση τὸ μέγεθος, τῶν δ’ ὀρθίων κατὰ τὸ ἦτρον οἱ πρὸς τὰς κλεῖς ἀνατεταμένοι προσστέλλουσι τὰ ταύτῃ πέρατα τῶν χόνδρων, ὥσπερ γε καὶ οἱ παρατεταμένοι τοῖς ῥαχίταις τὰς ῥίζας

61

.

19

αὐτῶν, οἱ δὲ κατ’ ἐπιγάστριον ἕδρα τῶν φρενῶν εἰσιν. οὐ διοίσει δ’

61

.

20

οὐδὲ εἰ βουληθείης αὐτοὺς ἐν τοῖς συστέλλουσιν ἀριθμεῖν. ἐγχωρεῖ δὲ καὶ κατ’ ἄλλους τρόπους κινεῖσθαι τὸν θώρακα, κἂν οἱ μεσοπλεύριοι μύες ἀπόλωνται· οἵ τε γὰρ ἐκ τοῦ τραχήλου καθήκοντες ἐμφυόμενοι τοῖς ὀστοῖς τῶν πλευρῶν ἑκατέρωθεν ἀνασπᾶν ἄνω πεφύκασιν αὐτάς·
5ὅταν δ’ ἐνεργῶσι σφοδρῶς 〈ὡσ〉 καὶ συνεξαίρειν αὐταῖς τὰ κατωτέρω, ὅ τε κατὰ τὸ διάφραγμα κατασπῶν μὲν τὸ στέρνον, ἀνασπῶν δὲ βραχύ τι καὶ τὰς ἐσχάτας πλευράς, ἐναργῶς μὲν καὶ τοῦτο τὰ κάτω τοῦ θώρακος διαστέλλει, συνδιαστέλλει δ’ αὐτοῖς ἀμυδρῶς καὶ τῶν

61

.

21

ἀνωτέρω βραχέα. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ συστέλλειν τὸν θώ‐ ρακα πεφύκασιν οὐ μόνον οἱ ἔνδον τῶν μεσοπλευρίων, ἀλλὰ καὶ οἱ τὰς ῥίζας τῶν πλευρῶν συστέλλοντες ἅμα τοῖς τὰς ἐσχάτας κατα‐

61

.

22

σπῶσιν. αἴτια τοίνυν τῆς ἀναπνοῆς εἰσι πολλὰ κατ’ ἰδίαν ἕκαστον ἐνέργειαν ἢ χρείαν· ἄλλως μὲν γὰρ ὁ θώραξ, ἄλλως δ’ ὁ πνεύμων,
ἄλλως δ’ οἱ κινοῦντες τὸν θώρακα μύες, ἄλλως δὲ τὰ τούτων νεῦρα, καὶ πολὺ μᾶλλον ἑτέρως ὁ ἐγκέφαλος αὐτός· οὗτος μὲν γὰρ ὡς ὁ164
5κινῶν ταῖς ἡνίαις τοὺς ἵππους ἀμβάτης, αἱ δ’ ἡνίαι τοῖς νεύροις ἐοίκασιν, ἵπποις δ’ οἱ μύες, οὕτως τὸν θώρακα κινοῦντες ὡς ἐκεῖνοι τὸ ἅρμα· διὸ καὶ προαιρέσεως ἔργον, οὐ φύσεως εἶναι συμβαίνει τὴν ἀναπνοὴν ὑπ’ ἐγκεφάλου γινομένην.

62

t

Περὶ φωνῆς.

62

.

1

Δύο ἐστὶ τὰ πρῶτα καὶ γενικώτατα κεφάλαια τῶν εἰς γένεσιν φωνῆς ἀναγκαίων, τὸ μὲν ἕτερον αὐτῶν ἐκφύσησις, τὸ δ’ ἕτερον ἡ ἐν τῇ γλωττίδι πληγὴ τῆς ἐκφυσήσεως· ἄνευ γὰρ τοῦ πληγῆναι τὸν ἀέρα γενέσθαι φωνὴν ἀδύνατον· οὐ μὴν ἐξ ἅπαντος γενέσθαι πᾶσαν·
5τὸ γὰρ τοῦ λάρυγγος στόμα διοίγεται μὲν ἐπὶ πλεῖστον ἐν ταῖς ἐκ‐ φυσήσεσιν, ὅπως ὁ ἀὴρ ἐκκενωθῇ τάχιστα δι’ εὐρείας ὁδοῦ φερόμενος, συστέλλεται δ’ εἰς τοὔσχατον ὡς ἀκριβῶς κλείεσθαι καταλαμβανόντων τὸ πνεῦμα, μέσην δ’ ἔχει κατάστασιν ἐν ταῖς φωναῖς· οὔτε γὰρ ἴσχεσθαι χρὴ τὸ πνεῦμα κατ’ αὐτὰς οὔτε ἀθρόως ἐκκενοῦσθαι· τα‐
10μιεύεται τοίνυν αὐτοῦ τὴν φορὰν ἡ φύσις τῷ συμμέτρῳ τοῦ κατὰ

62

.

2

τὸν λάρυγγα στομίου. πλάτους δ’ ὄντος ἱκανοῦ μεταξὺ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἀνεῷχθαι τὸν λάρυγγα, μεγάλη τε καὶ μικρὰ

62

.

3

καὶ ὀξεῖα καὶ βαρεῖα φωνὴ κατὰ τοῦτο γίνεται. φέρεται μὲν οὖν ἔξω τὸ πνεῦμα κἀν ταῖς ἐκφυσήσεσιν, ἀλλ’ ἀθρόον, ἔξω δὲ κατὰ τὰς φω‐ νάς, ἀλλ’ οὐκ ἀθρόον, ὅθεν οὐδὲ ἐπὶ πλέον ἐκφυσῆσαι δυνατόν ἐστι συνεχῶς κατὰ μίαν ἐκπνοήν· τάχιστα μὲν γὰρ ἐπιλείπει τὸ πνεῦμα

62

.

4

τοῖς ἐκφυσῶσι, παραμένει δ’ ἐπὶ πλεῖστον τοῖς φωνοῦσιν. δεῖται δ’ ὁ λάρυγξ εἰς φωνῆς γένεσιν ἐρρωμένου τοῦ γένους ἑκατέρου τῶν μυῶν,

62

.

5

ὅσοι τε διοίγουσι καὶ ὅσοι κλείουσιν αὐτοῦ τὸ στόμα. διότι δ’ οὐκ ἐνδέχεται γενέσθαι φωνὴν ἄνευ τῆς ἐκφυσήσεως, ὡς στοιχεῖόν τι τοῦ λόγου μνημονεύομεν· ὄργανα δ’ αὐτῆς οἱ μεσοπλεύριοι μύες εἰσίν, ἐπιβοηθούντων μὲν καὶ ἄλλων, οὐ μὴν δυναμένων γε μόνων ἐργάσα‐

62

.

6

σθαι τὴν ἐκφύσησιν. οἱ δ’ ἐν τοῖς ὑποχονδρίοις ἐντείνονται καὶ προσ‐ στέλλονται φωνούντων, οὐχ ἵνα συστέλλωσι τὸν θώρακα (τοῦτο γὰρ ἱκανῶς οἱ μεσοπλεύριοι πράττουσιν), ἀλλ’ ὑπὲρ τοῦ στηρίζειν ἀνατρε‐

62

.

7

πομένας εἰς τὸ κάτω τὰς φρένας. διὰ τοῦτο καὶ τμηθέντων αὐτῶν οὐδὲν ἧττον ἔτι φωνεῖ τὸ ζῷον, εἰς τὸ μέγεθος τῆς φωνῆς ἐνίοτε

62

.

8

βλαπτόμενον, οὐ μὴν εἰς ἄλλο γέ τι. τὸ μέγεθος δὲ τῆς φωνῆς πα‐ ραβλάπτεται βραχύ τι καὶ τῶν ἐπικειμένων τῇ φάρυγγι τμηθέντων,
καὶ προσέτι τριῶν ἄλλων συζυγιῶν συστελλουσῶν τὸν θώρακα, μιᾶς μὲν τῆς παρὰ τοὺς ῥαχίτας μῦς, ἑτέρας δὲ τῆς περὶ τὸ στέρνον, καὶ165

62

.

9

τρίτης τῆς κατασπώσης τὰς ἐσχάτας πλευράς. αὗται μὲν οὖν ἐλάχι‐ σται βλάβαι φωνῆς, οὐδὲ αὗται κατὰ πρῶτον λόγον, ἀλλ’ ὅτι κακοῦσι τὴν ἐκφύσησιν, αἱ μέγισται δὲ δύο τῶν γε τῆς φωνῆς ἰδίων ὀργάνων παραλυθέντων· εἰσὶ δ’ οἱ ἓξ μύες οἱ κινοῦντες τὸν τρίτον χόνδρον
5καὶ οἱ [τὸν] τῆς ἐκφυσήσεως· οἱ δὲ κινοῦντες τὸν θυρεοειδῆ καλού‐ μενον χόνδρον μύες καὶ προσστέλλοντες αὐτὸν καὶ προσάγοντες τῷ δευτέρῳ μάλιστα στενοῦσι τοῦ λάρυγγος ὅλον τὸν πόρον· ἐπεκτείνε‐ ται γὰρ [οἵνον καὶ μᾶλλόν γε] οἷον περιβαίνων ὁ πρῶτος τὸν δεύ‐

62

.

10

τερον ἐν τούτοις τοῖς μέρεσιν. ὅταν οὖν προσσταλῇ τε καὶ σφιγχθῇ περὶ τὸν δεύτερον ἰσχυρῶς, οὐδ’ ἂν ἀθροώτατον ἐκφυσᾶται, τὸ πνεῦ‐ μα δύναται διαστεῖλαι τὸν πόρον· εἰ δ’ ἤτοι παραλυθεῖεν ἢ ἑκόντων ἡσυχάζοιεν, ἀνατρέπεται μὲν εἰς τοὔμπροσθεν ὁ πρῶτος χόνδρος ὑπὸ
5τῆς τοῦ πνεύματος φορᾶς, εὐρύνεται δ’ εἰς τοσοῦτον ὁ πόρος τοῦ λάρυγγος εἰς ὅσον ἐχαλάσθη τῶν συντιθέντων αὐτὸν χόνδρων ἡ ἁρ‐

62

.

11

μονία. διὰ τοῦτο γοῦν οἱ εἰρημένοι μύες, ἐπειδὰν τμηθῶσι, παρα‐ βλάπτουσι τὴν φωνήν· ἡ γὰρ εἰς εὖρος ἄμετρος ἐπίδοσις, εἴτε οὖν κατὰ τὴν ἀρτηρίαν εἴτε κατὰ τοὺς χόνδρους τοῦ λάρυγγος εἴτε κατὰ τὴν φάρυγγα γένοιτο, μικροτέραν ἅμα καὶ βαρυτέραν ἐργάζεται τὴν

62

.

12

φωνήν. ὅταν δὲ δὴ καὶ χαλαρὸν ἢ ὑγρὸν ὑπάρχῃ τὸ πληττόμενον ὑπὸ τοῦ πνεύματος σῶμα, βραγχώδης ὁ ψόφος γίνεται, καὶ διὰ τοῦτο ἐν κατάρροις βραγχώδης διὰ παντός ἐστιν ἡ φωνή· κατὰ φύσιν δ’ ἐχόντων ὅσον ἐπὶ τῇ κράσει τῶν ὀργάνων, ἐν τῷ παραλύεσθαι
5μὲν τοὺς κινοῦντας τὸν λάρυγγα μύας, ἐντείνεσθαι δὲ 〈τοὺσ〉 τὴν

62

.

13

φάρυγγα. πίστιν δὲ τούτου μεγάλην ἐποιησάμεθα τοὺς κατὰ τὰ παρί‐ σθμια παραλύσαντες μῦς, ὑφ’ ὧν ἡ φάρυγξ τείνεται, προπαραλελυμέ‐

62

.

14

νων δηλονότι τῶν κλειόντων τὸν λάρυγγα. κἂν εἰ πάντας γε παρα‐ λύσαις τοὺς μῦς τοῦ λάρυγγος ἅμα τοῖς τῆς φάρυγγος, ἐκφυσήσει τὸ ζῷον ὁμοίως τοῖς ἄζουσιν, κατ’ ἐκεῖνον δηλονότι τὸν καιρὸν ἐν ᾧ φωνεῖν ὀριγνᾶται, ὡς εἴ γε ἁπλῶς ἐκπνέοι τὴν ἀβίαστον ἐκπνοήν,

62

.

15

ἀψοφητὶ κενοῦται τὸ πνεῦμα. θαυμαστὸν δ’ οὐδὲν εἰ τὴν αὐτὴν ἰδέαν ἴσχει τῆς κενώσεως ὁ ἀήρ, ἄν τε ἅπαντες, ἄν τε οἱ κλείοντες μόνοι τὸν λάρυγγα παραλυθῶσι μύες· ἐξ ἐπιμέτρου γὰρ ἡ τῶν ἀνοι‐ γνύντων αὐτὸν ἐν τοῖς τοιούτοις [δὲ] πάθεσι προσέρχεται παράλυσις,
5οὔτε ἰωμένη τὴν ἐκ τῶν παραλυθέντων βλάβην οὔτε ἐπαυξάνουσα.
τὸ γὰρ ἐπὶ πλεῖστον ἀνοίγνυσθαι τὸν πόρον τοῦ πνεύματος ἐν ταῖς ἐκφυσήσεσιν ἀμφοτέραις ὑπάρχει ταῖς διαθέσεσιν· ἄν τε γὰρ ἐνεργῶ‐ σιν οἱ διαστέλλοντες τὸν λάρυγγα μύες, ἄν τε παραλυθῶσιν, ὡσαύτως ὅλος ὑπὸ τῆς ἐκφυσήσεως ἀναπετάννυται· πάσχων δὲ τοῦτο σὺν μὲν166
10χαλαρᾷ τῇ φάρυγγι τὸ καλούμενον ἄζειν ἐργάζεται, ταθείσης δὲ βραγ‐

62

.

16

χώδη τὸν ψόφον ἀποτελεῖ. τὸ δ’ ἧττον καὶ μᾶλλον ἐν τῷ βραγχώδει ταῖς τῆς φάρυγγος ὑγρότησιν ἕπεται· ξηρᾶς μὲν γὰρ οὔσης αὐτῆς

62

.

17

ἧττον βραγχώδης, ὑγρανθείσης δὲ μᾶλλον. εἰ δ’ εἰς τὸν λάρυγγα συμβαίη διαδοθῆναι τὴν ὑγρότητα, κἂν ἐνεργῶσιν ὥσπερ προσῆκεν οἱ τοῦ λάρυγγος μύες, ἡ φωνὴ βραγχώδης γενήσεται· σφοδρυνθέντος δ’ ἐπὶ μᾶλλον τοῦ κατάρρου, τελέως ἀπόλλυσθαι συμβαίνει τὴν φωνήν,
5ἢ μικρὸν καὶ δασὺ καὶ μέλαν γίνεσθαι τὸ φώνημα· καλοῦσι γὰρ οὕτως

62

.

18

αὐτὸ μουσικῶν παῖδες. χωρὶς δὲ τῶν μεσοπλευρίων μυῶν οὔτε ἐκφύ‐

62

.

19

σησις οὔτε φωνὴ γενέσθαι δύναται. σαφῶς γοῦν ἐθεάσω κατὰ τὸν ἀριθμὸν τῆς βλάβης τῶν μεσοπλευρίων μυῶν ἀνάλογον ἀπολλύμενόν τι τῆς φωνῆς· τοσοῦτον γὰρ ἀεὶ μέρος ἀπόλλυται τῆς φωνῆς ὅλης ἡλίκον ἐστὶ μόριον ὁ τῶν παραλυθέντων μυῶν ἀριθμὸς ἅπαντος τοῦ

62

.

20

κατὰ τὰ μεσοπλεύρια. ἐθεάσω δ’ αὐτὸ τετραχῶς δεικνύμενον ὑφ’ ἡμῶν, ἅπαξ μὲν ἐπὶ ταῖς τοῦ νωτιαίου τομαῖς, αὖθις δ’ ἐπὶ ταῖς τῶν μεσοπλευρίων μυῶν, τὸ τρίτον δ’ ἐπὶ τῶν κινούντων αὐτοὺς νεύρων,

62

.

21

καὶ τέταρτον ἐκκοπτομένων τῶν πλευρῶν. ὥσπερ δὲ τῆς φωνῆς ἡ ἐκφύσησις ὕλη τίς ἐστιν οἰκεία, κατὰ τὸν αὐτὸν τρόπον ἡ φωνὴ τῆς διαλέκτου· γίνεται γὰρ ἡ μὲν ἐκφύσησις ἀνεῳγμένου συμμέτρως τοῦ λάρυγγος φωνή, αὕτη δ’ αὖ πάλιν ἡ φωνὴ πρός τε τῆς γλώττης καὶ
5τῶν συνεργούντων αὐτῇ, περὶ ὧν αὖθις εἰρήσεται, διάλεκτος ἀποτε‐

62

.

22

λεῖται. πλήττεται γοῦν τὸ πνεῦμα καὶ πληττόμενον ὑπὸ τῶν τοῦ λάρυγγος χόνδρων ἐργάζεται τὴν φωνήν· πλήττει δ’ αὐτὸ καὶ ἡ ἀρτηρία (καὶ γὰρ ταύτῃ περιρρήγνυται), καὶ ἡ φάρυγξ δὲ καὶ ὁ γαρ‐

62

.

23

γαρεὼν καὶ ἡ ὑπερῴα σύμπασα. καὶ ὁ οὐρανίσκος ἅμα τῇ κατὰ τοὺς μυκτῆρας διεξόδῳ πληγὴν ἀπεργάζεται τῷ πνεύματι, καὶ ὁ τῆς πλη‐ γῆς ψόφος ἐγγὺς μὲν ἥκει ζῴου φωνῆς, οὔπω μὴν ἔχει τὸν οἰκεῖον κόσμον οὐδὲ τὴν πρέπουσαν ἰδέαν ἄνευ τῆς κατὰ τὸν λάρυγγα πλη‐
5γῆς· ἠχεῖον γάρ τι τοῦτο κατὰ τῆς ἀρτηρίας ἐπίκειται θαυμάσιον οἷον εἰς τὸ πλήττεσθαί τε ἅμα καὶ πλήττειν τὸν ἐκφυσώμενον ἀέρα· ὡς γὰρ οἷόν τε ἦν μάλιστα τῇ ῥώμῃ τοῦ πνεύματος ἰσοσθενὲς ἀπεργάσασθαι τὸ τῆς φωνῆς ὄργανον, οὕτως παρεσκεύασται τῇ φύσει μετὰ τοῦ καὶ τὴν οὐσίαν αὐτοῦ χόνδρον οὖσαν ἠχεῖον ὀργάνου μου‐

62

.

24

σικοῦ μεμιμῆσθαι. δηλοῖ δὲ μάλιστα καὶ αὐτοῖς τοῖς πάθεσιν, εἰς ὅσον ἥκει συμμετρίας· ὑγρανθὲν μὲν γὰρ ἐν κατάρροις βραγχώδη τὴν φωνὴν ἀπεργάζεται, ξηρανθὲν δ’ ἐπὶ πλέον ἐν πυρετῷ ἣν Ἱππο‐167

62

.

25

κράτης ὀνομάζει κλαγγώδη. συντελεῖ μὲν δὴ μεγάλα καὶ ἡ τῆς οὐσίας τοῦ λάρυγγος συμμετρία πρὸς τὴν τῆς φωνῆς γένεσιν· ἔτι δὲ μείζω ταύτης ἡ τῶν κινούντων αὐτὸν μυῶν ἐνέργεια. πλέον μὲν γὰρ ἢ προσήκει τοῦ λάρυγγος εὐρυνθέντος, ἐκλυθήσεται μὲν [γὰρ] τὸ
5τάχος τῆς ἐκφυσήσεως, συνδιαφθαρήσεται δ’ αὐτῷ τοῦ πνεύματος ὁ τόνος, ἄρρωστος δ’ ἡ πληγὴ γενήσεται, τῶν ἀνθισταμένων τῷ πνεύ‐ ματι χόνδρων ἀποχωρησάντων ἐπὶ πλέον. εἰ δέ γε ἀμετρότερον συσταλείη, τάχος μὲν καὶ ῥώμην ἡ ἐκφύσησις ἕξει καὶ πλήξει τε καὶ κινήσει βιαίως, ἀλλ’ ὀλίγον ἔξω φερόμενον τὸ πνεῦμα μικρὰν ἐργά‐
10ζεται τὴν φωνήν· οὐ γὰρ οἷόν τε μεγάλην γενέσθαι φωνὴν χωρὶς τοῦ συναυξηθῆναι κατ’ ἴσον ἄμφω τὰ πρώτως συνιστάντα τὴν οὐσίαν αὐτῆς· ἕκαστον γὰρ τῶν ὄντων μέγα γίνεται κατὰ τὴν οἰκείαν οὐσίαν αὐτῆς αὐξανόμενον· οἰκεία δ’ ἦν οὐσία φωνῆς πνεῦμα καὶ πληγή, τὸ

62

.

26

μὲν οἷον ὕλη τις, τὸ δ’ οἷον εἶδος ἐν ὕλῃ. καὶ τοίνυν καὶ ὅπως ἡ μεγίστη καθ’ ἕκαστον ζῷον γίνεται φωνή, σαφὲς ἤδη γέγονεν· ὅταν γὰρ ὁ μὲν θώραξ πᾶσι τοῖς μυσὶν ἐνεργήσῃ σφόδρα, τῷ δ’ ἔξω φερο‐ μένῳ πνεύματι πλείστῳ τε ἅμα καὶ ἰσχυροτάτῳ κατὰ τὴν τοιαύτην
5ἐνέργειαν ὑπάρχοντι τό τε εὖρος ὁμότιμον ᾖ τοῦ λάρυγγος, ἰσοσθε‐ νὴς δ’ ἡ πληγή, μεγίστην οὕτως ἀναγκαῖον γενέσθαι τὴν φωνήν· εἰ δ’ ἤτοι στενότερος ὁ πόρος ἢ εὐρύτερος εἴη τοῦ πνεύματος, ἐπὶ μὲν τῷ στενοτέρῳ ταχεῖάν τε ἅμα καὶ εὐτονωτέραν ἀνάγκη γενέσθαι τὴν φωνήν, ἐπὶ δὲ θατέρῳ τἀναντία βραδεῖάν τε καὶ ἀτονωτέραν, ἀμφο‐
10τέρας δὲ μικροτέρας εἰς τοσοῦτον εἰς ὅσον ἂν ἀποχωρήσωσιν ἐκεί‐ νης τοῦ λάρυγγος τῆς καταστάσεως, ἥτις εἰργάζετο μεγίστην φωνήν.

62

.

27

ἀλλ’ ἐπεὶ δέδεικται πρόσθεν ἀναγκαῖον ὑπάρχειν εἰς γένεσιν φωνῆς αὐξηθῆναι τῆς φορᾶς τοῦ πνεύματος τὸ τάχος, αὐξάνεσθαι δ’ ἐδεί‐ κνυτο κατὰ τὰς στενοτέρας τῶν ὁδῶν, εὐλόγως ἡ φύσις ἔνδον τοῦ λάρυγγος εἰργάσατο τοιοῦτον ἀκριβῶς ὄργανον, οἷόνπερ ἐν τοῖς
5αὐλοῖς ἐστιν ἡ γλωττίς· τὸ κάτω μὲν γὰρ αὐτῆς πέρας ἀκριβῶς ἐστι στενόν, ἄνω δ’ εὐρύνεται πρὸς τὴν τῆς φωνῆς γένεσιν ἐπιτηδείως· ἐπίκειται δ’ ἐφεξῆς ἄνωθεν μὲν τῆς γλωττίδος τὸ πέρας τοῦ λάρυγ‐ γος, ἐφεξῆς δ’ ἡ φάρυγξ, εἶθ’ ἑξῆς δίκην ἠχείου τινὸς ὁ τοῦ στόμα‐

62

.

28

τος οὐρανός. τοῦ δὲ μὴ κλείεσθαι τὴν γλωττίδα φωνούντων σφοδρῶς αἴτιοι μάλιστά εἰσιν οἱ ἔνδον ἐν αὐτῷ τῷ πόρῳ λοξοὶ μύες, καθ’ ὧν ἡ γλωττὶς ἐπιβέβληται, κυριώτατοι τῶν κατὰ τὸν λάρυγγα μυῶν πάντων ὄντες· ἐν γὰρ τῷ φθάσαι ποτὲ τοῖς πλαγίοις αὐτῆς ἐν κύκλῳ168
5περιχυθέντα τὸν ἄνω φερόμενον ἀέρα σφίγξαι καὶ θλῖψαι καὶ συνα‐

62

.

29

γαγεῖν αὐτὴν ἔσω βιαίως ὁ τοῦ κλεισθῆναι κίνδυνος ἕπεται. τοῦτο οὖν ἡ φύσις ἐπὶ τῶν ζῴων ἐφυλάξατο περιθεῖσα τῇ γλωττίδι τοὺς εἰρημένους μῦς ἀντιβαίνοντας, ἐπειδὰν ταθῶσι, τῇ βίᾳ τοῦ πνεύμα‐

62

.

30

τος. οἱ δ’ οὖν πλεῖστοι τῶν ἰσχνοφώνων, ὅταν ἐθέλωσι μέγα φωνῆ‐ σαι, τότε μάλιστα ἐμποδίζονται· γίνεται γὰρ ἡ μεγάλη φωνή, καθάπερ ἐδείχθη πρόσθεν, ἰσχυρῶς μὲν ἐκθλιβομένου τοῦ ἀέρος, ἰσχυρῶς δ’

62

.

31

ἀντιβαινόντων αὐτοῦ τῇ φορᾷ τῶν τοῦ λάρυγγος μυῶν. ὅταν οὖν ἀναφέρηται μὲν ἀθρόως, ἀτονώτεροι δ’ οἱ μύες ὑπάρχωσιν, ἐμπίπτει φθάνων τοῖς τρήμασιν, εὐρύνων τε τὰς κοιλότητας ἐμφράττει τὸν πόρον· ὅθεν ἔνιοι μὲν ἐξ αὐτῶν ὀλίγον τι κατ’ ἀρχὰς φθεγξάμενοι,
5συλλαβῆς μιᾶς που φθόγγον, ἄφωνοι γίνονται τοὐντεῦθεν, ἐνίοις δὲ

62

.

32

παραμένει μικρός τις φθόγγος, οἷος τοῖς μύζουσι γίνεται. καὶ φθέγξα‐ σθαί γε τοῖς οὕτως ἐπισχεθεῖσι τὴν φωνὴν ἀδύνατόν ἐστι πρὶν ἐκ‐ κενῶσαι τῶν κοιλοτήτων τὸ πνεῦμα· γενέσθαι δὲ τοῦτο ἀδύνατον, εἰ μὴ παύσαιντο τείνοντες τὸν θώρακα. μέχρι γὰρ ἂν ἀναφέρηται βιαίως
5ὁ ἐκφυσώμενος ἀήρ, οὐκ ἐπιτρέπει συμπεσεῖν ταῖς κοιλότησιν· εἰ δ’ ἐκλύσειε μὲν ὁ θώραξ τὴν τῆς ἐκφυσήσεως ἐνέργειαν, ἐπὶ πλεῖστον δ’ ὁ λάρυγξ ὑπὸ τῶν τοῦτο ἔργον ἐχόντων μυῶν ἀνοιχθείη, κενοῦται τηνικαῦτα τῶν κοιλοτήτων αὐτοῦ τὸ πνεῦμα· πολὺ δὲ δὴ μᾶλλον, εἰ πρὸς τῷ παύσασθαι τῆς ἐκφυσήσεως ἔτι [δὲ] καὶ διαστέλλοι τις ἐπὶ
10βραχὺ τὸν θώρακα· φερομένου γὰρ ἐπὶ τὸν πνεύμονα τοῦ κατὰ τὴν τραχεῖαν ἀρτηρίαν ἀέρος ἐν τῷ καιρῷ τῷδε, συνέπεται τῇ τούτου φορᾷ καὶ ὁ ἐκ τῶν κοιλοτήτων, εἶτ’ αὖθις, ὅταν διατεῖναι μὲν ἰσχυ‐ ρῶς φθάσωσι τοὺς κατὰ τὸν λάρυγγα μῦς, συστέλλωσι δὲ τὸν θώρακα μὴ πάνυ βιαίως, ἔφθασεν οὕτως καὶ ὁ διὰ τῆς ἐπιγλωττίδος ἐκφυσώ‐
15μενος ἀὴρ φέρεσθαι δι’ αὐτῆς ἔξω πρὶν ἐμπεσεῖν ταῖς κοιλίαις, κἀν τούτῳ λοιπὸν ἀλύπως φωνοῦσι μηκέτι ἐμποδιζόμενοι· διακοπῆναι γὰρ οὐκέτι οἷόν τε ἦν τὴν ἔμπτωσιν αὐτοῦ φθάσαντος φέρεσθαι ταύτην.

62

.

33

ῥήτωρ γοῦν τις τῶν παρ’ ἡμῖν ἰσχνοφωνότερος ὢν ἀντὶ παντὸς ἐποι‐ εῖτο θεραπευθῆναι· θεασάμενος δ’ αὐτὸν ἐγὼ κατ’ ἀρχὰς μὲν τοῦ διαλέγεσθαι δυσχερῶς ἐκφωνοῦντα, μετὰ δὲ τὸ φθέγξασθαί ποτε δυνη‐ θῆναι κἂν ἓν ὄνομα θαυμαστῶς ὅπως εἴροντα, συνεβούλευσα μετρίως
5ἐντείνειν τὸν θώρακα κατὰ τὴν ἀρχὴν τοῦ φωνεῖν, ἐντεῦθεν δέ, εἰ

62

.

34

βούλοιτο, πρὸς τὸ σφοδρότατον ἀνάγειν. ὁ δὲ καὶ μάλα ἔφη καλῶς
αὐτῷ τοῦτο συμβεβουλεῦσθαι· μάλιστα γὰρ δημηγορῶν ἢ δίκας λέγων ἢ μελετῶν ἐμποδίζεσθαι, ῥᾳθυμῶν δὲ καὶ ταύτῃ τὰ συνήθη φθεγγό‐169

62

.

35

μενος ἑτοίμως ἄρχεσθαι. ἐκμέλεια δὲ γίνεται δι’ ὀργάνων ξηρότητα κατὰ τρόπους τρεῖς, ἤτοι τραχυνθέντων αὐτῶν καὶ διὰ τοῦτο τὸν φθόγγον ἀποτελούντων τραχὺν ἢ δυσκινήτων γινομένων ἢ κλαγγώδη τὸν ἦχον ἐργαζομένων· ἔστι δὲ κλαγγώδης φθόγγος ὁ τῆς ὑπερεξη‐
5ρασμένης γλωττίδος ὀξὺς καὶ τραχὺς καὶ μικρός, [καὶ] μηδενός γε

62

.

36

ἄλλου προσελθόντος αὐτῇ συμπτώματος. εἰ δέ γε ἢ μύσειεν ἐπὶ πλέον ἢ διασταίη, τούτοις αὖ πάλιν οἰκείους ἀκολουθῆσαι φθόγγους ἀναγ‐ καῖον, ὑπὲρ ὧν ἄμεινον ἐφεξῆς εἰπεῖν, ἐπειδὰν ἐπὶ τέλος ἀφικώμεθα τῶν νῦν ἡμῖν ἐνεστώτων· οὐ μικρὰ γάρ τις ἔοικε χρεία τῆς γενο‐
5μένης ὑγρότητος ὑπάρχειν ἐν τῷ τοῦ λάρυγγος ἔνδον σώματι πρὸς τὸ μήτε τὰ νεῦρα μήτε τοὺς μῦς μήτε τοὺς χιτῶνας ἢ τοὺς ὑμένας

62

.

37

ἢ τοὺς συνδέσμους τῶν τῆς φωνῆς ὀργάνων ξηρανθῆναι. τρισὶ δὲ μορίοις ἐφεξῆς ἀλλήλων κειμένοις εἰς φωνὴν καὶ διάλεκτον ἀναγ‐ καίοις, γλώττῃ καὶ φάρυγγι καὶ λάρυγγι, καὶ συζυγίαι τρεῖς εἰσιν ἀδενωδῶν σωμάτων ἐπιτήδειον ὑγρότητα παρασκευάζουσαι, ἀλλ’ ἐκ
5μὲν τῶν τῆς γλώττης ἀδενωδῶν ἀγγείων ζεῦγος ἐκπεφυκὸς οὐ ταύτῃ

62

.

38

μόνον, ἀλλὰ καὶ τῷ στόματι παντὶ παροχετεύει τὸ σίελον. οὔτε δ’ ἐκ τῶν ἀντιάδων οὔτε ἐκ τῶν κατὰ τὸν λάρυγγα τοιοῦτόν τι πέφυ‐ κεν ἀγγεῖον, ἀλλ’ αἱ μὲν ἀντιάδες ὅμοιαι σπόγγῳ τὴν φύσιν ὑπάρ‐ χουσαι λεπτὴν ἰκμάδα δροσοειδῶς ἐξερεύγονται κατὰ τὴν ἀρχὴν τῆς
5φάρυγγος, ὥστε ἐντεῦθεν ἄνωθεν κάτω ῥᾳδίως ἐπιρρεῖν αὐτήν, μὴ

62

.

39

δεομένην τῶν παραξόντων ἀγγείων. ἡ δ’ ἐν τῷ λάρυγγι κατὰ τὴν γλωττίδα τοιαύτην μέν, οἵαν εἶπον ἔμπροσθεν, ἔσχε τὴν οὐσίαν, δύο δ’ ἐν αὑτῇ κοιλότητας ἐπὶ διττοῖς ὀρθίοις τρήμασιν ἐν τοῖς μεγαλο‐ φωνοτάτοις ζῴοις ὑπὲρ τοῦ κλείεσθαι τὸν πόρον τῆς γλωττίδος

62

.

40

ἐπεκτήσατο. περὶ μὲν οὖν τούτων ἱκανὰ τὰ εἰρημένα· τὸ δὲ τάχος τῆς φορᾶς τοῦ πνεύματος εἰς ὀξύτητα συντελεῖν ἀποδέδεικται τῇ

62

.

41

φωνῇ, τῶν ἄλλων ὡσαύτως ἐχόντων. ἐπεὶ τοίνυν ἡ μὲν στενότης ἐπιτείνει τὸ τάχος, ἡ δ’ εὐρύτης ἐκλύει, διὰ τοῦτο ἐπὶ μὲν ταῖς στεναῖς ἀρτηρίαις ὀξυτέραν τὴν φωνήν, ἐπὶ δὲ ταῖς εὐρείαις βαρυ‐ τέραν γίνεσθαι συμβαίνει· κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ μὲν ταῖς

62

.

42

βραχυτέραις ὀξυτέραν, βαρυτέραν δ’ ἐπὶ ταῖς μακροτέραις. αἱ μὲν οὖν γυναῖκες, εἰ καὶ μὴ τῷ μήκει τῆς ἀρτηρίας, ἀλλὰ τῷ γε εὔρει πάντως ἀπολείπονται τῶν ἀνδρῶν καὶ ὀξυφωνότεραι δεόντως εἰσίν· τὰ δὲ παιδία καὶ τούτων ἔτι μᾶλλον, ἐπειδὴ καὶ τῷ μήκει λείπεται·
5διπλασιασθέντων γὰρ αὐτοῖς τῶν τῆς ὀξύτητος αἰτίων, ἀνάγκη δήπου170

62

.

43

καὶ τὴν φωνὴν ὀξυτέραν γενέσθαι μακρῷ. εὔηχος δ’ ἡ φωνὴ καὶ μέγας ὁ ψόφος γίνεται πολλοῦ πνεύματος ἐμπίπτοντος ἰσχυρῶς ἰσο‐ σθενεῖ σώματι· πλήττειν τε γὰρ οὕτως ἔφαμεν αὐτὰ καὶ πλήττεσθαι

62

.

44

πρὸς ἀλλήλων. καὶ ὀνομάζουσι μέλαν φώνημα ὃ προοίμιόν ἐστι βραγ‐

62

.

45

χώδους φωνῆς. ἕπεται γοῦν ἄμφω περιτταῖς ὑγρότησιν, ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἀλλήλων διαφέροντα· ὅθεν οἶμαι καὶ τοῖς γέρουσι διὰ τὸ πλῆθος τῶν περιττωμάτων βραγχώδης ἡ φωνή, ὡς εἴ γε δύναιντο φυλάττειν ἀπερίττους ἑαυτούς, εὐφωνότεροι φανοῦνται τῶν νεωτέρων.

62

.

46

καὶ ἑκάτερον τούτων κατὰ λόγον γίνεται τοῖς γέρουσι, τό τε βραγ‐ χῶδες ἐν τῷ φωνήματι καὶ τὸ λαμπρόν, ὅτι ξηρὸν μὲν ἐδείχθη τὸ σῶμα αὐτῶν εἶναι τοῖς οἰκείοις μορίοις, ὑγρὸν δὲ τῷ πλήθει τῶν περιττωμάτων· ὅτι δὲ τὰ ξηρὰ καὶ πυκνὰ σώματα λαμπρότερα ἠχεῖ

62

.

47

τῶν ἐναντίων, παντὶ δῆλον. γίνεται μὲν οὖν ὑπό τε τῆς ἐκφυσήσεως ἡ φωνὴ καὶ τῆς ἐπιγλωττίδος μόνον· φέρεται δ’ ἔξω διά τε τοῦ κατὰ τὸν λάρυγγα στομίου καὶ μετ’ αὐτὸ διὰ φάρυγγος καὶ στόματος, οὐδὲν μὲν ἔτι συντελούντων εἰς γένεσιν φωνῆς, βλάπτειν δ’ αὐτὴν

62

.

48

οὐ σμικρὰ δυναμένων. αὐτίκα γέ τοι φλεγμονῆς ἤ τινος ἄλλου συστάν‐ τος ὄγκου περί τι τῶν εἰρημένων μορίων, ἡ στενοχωρία τῆς ὁδοῦ

62

.

49

βλάπτει τὴν φωνήν. οὔκουν οὐδὲ ἐκφυσᾶν οἱ τοιοῦτοι δύνανται· εἰ δ’ ἐπὶ πλέον ὁ παρὰ φύσιν ὄγκος ἐξαρθείη, κινδυνεύσουσι μήτε εἰσ‐ πνεῖν ἔτι μήτε ἐκπνεῖν δύνασθαι· κοινὴ γὰρ δὴ τούτων ἁπάντων ἐστὶν ὁδὸς ἡ διὰ τῶν εἰρημένων ὀργάνων, ὥστε καὶ βλάψει κοινῇ

62

.

50

σύμπαντα, φωνήν, ἐκφύσησιν, ἐκπνοήν, εἰσπνοήν. οὐ μὴν ἥ γε ἔμφραξις τῆς ῥινὸς ἀδικεῖ τι τὴν φωνήν, ἀλλ’ ἐκεῖνα μόνα τῆς δια‐

62

.

51

λέξεως ὅσα δεῖται τῶν κατὰ τὴν ῥῖνα πόρων ἀφράκτων. ἀλλὰ τί τοῦτο; καὶ γὰρ τῶν ὀδόντων ἄλλος ἄλλο κακοῖ διαλέκτου μόριον ὥσπερ γε καὶ τοῦ χείλους ἀπολλύμενόν τι, καὶ ὁ γαργαρεὼν ἀμέτρως ἐκτμηθείς, ἀλλὰ καὶ τῆς ὑπερῴας ἄμετρος ὑγρότης ἐμποδίζει τῷ κα‐
5θαρῷ τῆς φωνῆς, ὥστε ἀκριβολογουμένῳ τινί, καθάπερ ἡμεῖς νῦν ἀκριβολογούμεθα, χρὴ μηδὲν φάναι τῶν εἰρημένων εἰς φωνὴν συντε‐ λεῖν· ἄλλως δ’ οὐ προσήκει σμικρολογεῖσθαι πρὸς τὸν εἰπόντα συντε‐ λεῖν τι τῇ φωνῇ.

63

t

Περὶ μυῶν κινήσεως.

63

.

1

Ὄργανα κινήσεως τῆς καθ’ ὁρμὴν οἱ μύες εἰσίν, οὕτω δή τι πολὺ πλῆθος ὄντες ὥστε οὐδὲ ἀριθμῆσαι ῥᾴδιον αὐτούς· καὶ γὰρ οὖν καὶ συμφύονταί τινες ἀλλήλοις ὡς δοκεῖν εἷς εἶναι, καί τις εἷς ὢν εἰς
πολλοὺς τελευτήσας τένοντας οὐχ εἷς ἔτι μῦς, ἀλλ’ ὅσοιπερ οἱ τένον‐171

63

.

2

τες εἶναι δοκεῖ. διά τε οὖν ταῦτα, καὶ ὅτι πολυειδεῖς εἰσι τοῖς σχή‐ μασιν εἰς ἀνόμοιά τε καταφύονται μόρια, δυσφωρατότατον ἴσχουσι

63

.

3

τὸν τῆς κινήσεως τρόπον. ἀλλὰ καὶ τμηθεὶς ἅπας μῦς ἐγκάρσιος μὴ πάνυ λεπτῇ μηδὲ ἐπιπολῆς τῇ τομῇ βλάπτει μέν τινας πάντως τῶν τοῦ μορίου κινήσεων εἰς ὃ καταφύεται, τῷ δ’ εἶναι πολυειδεῖς τὰς βλάβας, καὶ ταύτῃ δυσφωρατότατος αὐτῶν ὁ τῆς κινήσεως τρόπος.

63

.

4

αὐτίκα τῶν κατὰ σκέλος μυῶν ἄλλοτε ἄλλου τμηθέντος, ἢ κάμπτειν ἢ ἐκτείνειν ἢ ἐπαίρειν ἢ καθιέναι ἢ ἐπιστρέφειν ἀδυνατοῦσι τὸ κῶ‐

63

.

5

λον. τὰ δ’ αὐτὰ καὶ φλεγμοναὶ καὶ σκίρροι καὶ θλάσεις αὐτῶν καὶ σήψεις καὶ σκληρότητες οὐλῶν ἐργάζονται· τὰ δ’ αὐτὰ καὶ τῶν τενόν‐ των παθόντων γίνεται· καλοῦσι δ’ αὐτοὺς ἀπονευρώσεις μυῶν οἱ νεώτεροι· μικτὴ δέ τις αὐτῶν ἡ φύσις ἐστὶ καὶ μέση συνδέσμου τε

63

.

6

καὶ νεύρου. πρὸς ἐγκέφαλον δὲ καὶ νωτιαῖον ἅπασι μυσὶν οὐ σμικρὰ κοινωνία· δέονται γὰρ ἢ παρ’ ἐγκεφάλου νεῦρον ἢ παρὰ νωτιαίου λαβεῖν, τοῦτο τὸ νεῦρον ἰδέσθαι μὲν σμικρόν, οὐ μὴν τήν γε δύναμιν

63

.

7

σμικρόν. ἐπιγνώσῃ δὲ τοῖς παθήμασιν· καὶ γὰρ τεμνόμενον καὶ θλιβό‐ μενον καὶ θλώμενον καὶ βρόχῳ διαλαμβανόμενον καὶ σκιρρούμενον καὶ σηπόμενον ἀφαιρεῖται τοῦ μυὸς ἅπασαν αἴσθησιν καὶ κίνησιν.

63

.

8

ἀλλὰ καὶ φλεγμαίνοντος ἐσπάσθησάν τε καὶ παρέπαισαν οὐκ ὀλίγοι, καί τινες τῶν οὕτως ἐχόντων ἰατροῦ σοφωτέρου τυχόντες τέμνοντος τὸ νεῦρον αὐτίκα μὲν ἐπαύσαντο τοῦ σπᾶσθαί τε καὶ παραπαίειν, εἰς ὕστερον δὲ τὸν μῦν, εἰς ὃν τὸ νεῦρον ἐνέβαλλεν, ἀναίσθητόν τε καὶ

63

.

9

ἀχρεῖον εἰς τὰς κινήσεις ἔσχον. οὕτως ἄρα μεγάλη τις δύναμις ἐν τοῖσδε τοῖς νεύροις ἐστὶν ἄνωθεν ἀπὸ τῆς μεγάλης ἀρχῆς ἐπιρρέουσα.

63

.

10

γνοίης δ’ ἂν [ἐν] τῷδε μάλιστα· εἰ τέμοις τῶν νεύρων τούτων ὁτιοῦν, ἢ εἰ τὸν νωτιαῖον αὐτόν, ὅσον μὲν ἀνωτέρω τῆς τομῆς συνεχὲς ἐγκεφάλῳ, τοῦτο μὲν ἔτι διασώσει τὰς τῆς ἀρχῆς δυνάμεις, τὸ κατω‐ τέρω δὲ πᾶν οὔτε αἴσθησιν οὔτε κίνησιν οὐδενὶ χορηγεῖν ἔτι δυνήσε‐

63

.

11

ται. λόγον οὖν ὀχετῶν ἔχοντα τὰ νεῦρα καθάπερ ἔκ τινος πηγῆς τοῦ ἐγκεφάλου τοῖς μυσὶ παράγοντα τὰς δυνάμεις, ἐπειδὰν πρῶτον αὐτοῖς ὁμιλήσῃ, σχίζεται πολυειδῶς ἄλλην ἐπ’ ἄλλῃ σχίσιν καὶ τέλος εἰς λεπτὰς καὶ ὑμενώδεις ἶνας ὅλα λυθέντα πᾶν οὕτω διαπλέκει τὸ σῶμα

63

.

12

τοῦ μυός. οἱ δ’ αὖ σύνδεσμοι, καθ’ οὓς τοῖς ὀστοῖς οἱ μύες συνδοῦν‐ ταί τε καὶ συμφύονται, τούς τε ὑμένας τοὺς ἀμφ’ αὐτοῖς γεννῶσι καί τινας εἴσω διαφύσεις εἰς αὐτὴν τὴν σάρκα τῶν μυῶν πέμπουσιν, 〈ἣν〉 ὥσπερ τινὰ χώραν μοι νόει πολλοῖς ὀχετοῖς ἀρδομένην, ἑνὶ μὲν
5τῷ πρόσθεν εἰρημένῳ τῷ νεύρῳ, δύο δ’ ἄλλοις τῷ μὲν αἵματος θερ‐ μοῦ καὶ λεπτοῦ καὶ ἀτμώδους, τῷ δὲ ψυχροτέρου τε καὶ παχυτέρου·172

63

.

13

καλεῖται δ’ αὐτῶν τὸ μὲν ἀρτηρία, τὸ δὲ φλέψ. οὗτοι μὲν οὖν οἱ ὀχετοὶ τὴν ἀρχὴν ἀπὸ καρδίας καὶ ἥπατος ἔχοντες τὸ σῶμα τῶν μυῶν ἄρδουσι, καὶ διὰ τοῦτο οὐκέτι χώρα τις ἁπλῶς, ἀλλ’ οἷον φυ‐ τὸν ὁ μῦς γίνεται· διὰ δὲ τὸν τρίτον ὀχετὸν 〈τὸν〉 ἀπὸ τῆς μεγάλης
5ἀρχῆς οὐ φυτόν, ἀλλ’ ἤδη κρεῖττόν τι φυτοῦ, προσλαβὼν αἴσθησίν τε

63

.

14

καὶ κίνησιν τὴν καθ’ ὁρμήν, οἷς τὸ ζῷον τοῦ μὴ ζῴου διαφέρει. διὰ ταύτας οὖν τὰς δυνάμεις ὄργανον ψυχικὸν ὁ μῦς ἐγένετο, καθάπερ

63

.

15

ἀρτηρία καὶ φλὲψ φυσικά. καὶ γοῦν καὶ τῶν κινήσεων αἱ μὲν ἀρτη‐ ρίας καὶ φλεβὸς φυσικαί τε καὶ χωρὶς ὁρμῆς, αἱ δὲ τῶν μυῶν ψυχι‐

63

.

16

καί τε καὶ μεθ’ ὁρμῆς. τί δήποτε οὖν οὐκ αἰσθήσεως ὄργανον εἴπο‐ μεν τὸν μῦν, ἀλλὰ κινήσεως μόνης, καίτοι γε ἀμφοτέρων αὐτῷ μετῆν; ὅτι κίνησις μὲν οὐκ ἂν γένοιτο τοῖς ζῴοις οὐδεμία καθ’ ὁρμὴν ἄνευ τῶν μυῶν, ὥστε ἴδιον αὐτῆς ὄργανον ὁ μῦς, αἴσθησις δ’ ὑπάρχει τοῖς
5αἰσθητικοῖς μορίοις πᾶσι καὶ χωρὶς μυῶν· ὅ τι γὰρ ἂν αὐτῶν μετά‐

63

.

17

σχῃ νεύρου, τοῦτο πάντως αἰσθάνεται. τί μὲν οὖν ἐστιν ὁ μῦς, εἴρη‐ ται· λείποι δ’ ἂν ἔτι περὶ τῆς τῶν τενόντων φύσεως εἰπεῖν πρὸς τὸ

63

.

18

μηδὲν ἀσαφὲς ὑπολείπεσθαι τοῖς ἑξῆς λόγοις. σκληρότερός ἐστιν ὁ τένων νεύρου τοσοῦτον ὅσον συνδέσμου μαλακώτερος, ἀλλὰ καὶ τὸν ὄγκον τοῦ σώματος τηλικοῦτος οἷος ἐξ ἀμφοῖν μάλιστα γεγονέναι.

63

.

19

καὶ σύνδεσμος μὲν ἅπας ἀναίσθητος, νεῦρον δ’ ἅπαν αἰσθητικόν, ὁ δὲ τένων οὔτε ἀναίσθητος, ὅτε καὶ νεύρου μετέσχεν, οὔτε οὕτως αἰσθη‐

63

.

20

τικὸς ὡς τὸ νεῦρον μόνον. ἀλλὰ κἀκ τοῦ φύεσθαι μὲν ἐκ τῆς τελευ‐ τῆς τοῦ μυὸς τὸν τένοντα, καταφύεσθαι δ’ εἰς τὴν κεφαλὴν αὐτοῦ τό 〈τε〉 νεῦρον καὶ τοὺς συνδέσμους, εἶτ’ εἰς ὅλον διασπείρεσθαι τὸν μῦν, εὔλογον ἐξ ἀμφοῖν γεγονέναι τὸν τένοντα· τὸ γὰρ νεῦρον τὸ
5καθῆκον εἰς αὐτὸν κατὰ μὲν τὴν πρώτην ἔμφυσιν εἰς ὀλίγας νενέμη‐ ται μοίρας, ἐκείνων δ’ αὖθις εἰς ἑτέρας τεμνομένων, καὶ τῶν γενομέ‐ νων αὖθις εἰς ἄλλας, καὶ μέχρι τοσούτου τῆς σχίσεως προϊούσης ὥστε εἰς ὑμενώδεις καὶ πάνυ λεπτὰς ἶνας τελευτῆσαι, πάλιν ἐκ τούτων τῶν λεπτῶν μορίων συνιόντων εἰς ἄλληλα καὶ ποιούντων νεῦρα,
10μείζονα μὲν τὸν ὄγκον τῶν ἔμπροσθεν, ἐλάσσονα δὲ τὸ πλῆθος, ἐν τῇ τελευτῇ τοῦ μυὸς ἴσα τόν τε ἀριθμὸν καὶ τὸ μέγεθος ταῦτα γίνε‐

63

.

21

ται τοῖς κατὰ τὴν πρώτην ἀρχήν. ἐπεὶ δ’ αὖθις ὁ τένων φύεται πολὺ μεί‐ ζων τοῦ καθήκοντος εἰς τὸν μῦν νεύρου, δῆλον οὖν ὡς οὐκ ἐκ τοῦ νεύρου μόνον γέγονεν, ἀλλά τι καὶ τῶν συνδέσμων τῆς φύσεως προσ‐
έλαβε, καὶ οὐκ ὀλίγον γε τοῦτο· πολλαχόθι γὰρ ἑξαπλάσιος τῷ173

63

.

22

πάχει τοῦ νεύρου φαίνεται, πολλαχόθι δὲ δεκαπλάσιος. καὶ προσηκόν‐ τως ἄρα τοιοῦτός τε καὶ τηλικοῦτος ἐγένετο, μέλλων γε καὶ τὴν συνδέσμου καὶ τὴν νεύρου χρείαν παρέξειν· συνδεῖ μὲν γὰρ τὸν μῦν τοῖς ὑποκειμένοις ὀστοῖς εἰς ἃ καταφύεται, καὶ ταύτῃ μὲν οὐδὲν δια‐
5φέρει συνδέσμου· αἰσθάνεται δὲ καὶ κινεῖται, καὶ ταύτῃ πάλιν νεύρου

63

.

23

μετέχει. μείζων δ’ ἐγένετο τοῦ νεύρου, μέλλων κινήσειν αὐτὸς τὸ ὀστοῦν· καταφύεται γὰρ ὡς τὸ πολὺ πᾶς τένων εἰς ὀστοῦ μὲν πέρας ὑπαληλιμμένον χόνδρῳ, οὐ μὴν τὸ τυχόν γε τοῦτο πέρας, οὐδ’ ὡς ἔτυχεν, ἀλλ’ αὐτὸς μὲν πλατυνθείς, εἰς δὲ τὸ πέρας τοῦ ὀστοῦ τὸ
5ἄνωθεν ὃ καλεῖται κεφαλή· οὕτως γὰρ ἤμελλεν ὑπὸ τοῦ μυὸς ἑλκό‐ μενος αὐτὸς συνεφελκύσεσθαι συμφυὲς ὂν ἑαυτῷ τὸ ὑποκείμενον ὀστοῦν· δεσμοῦ μὲν γὰρ ἀσφαλοῦς τινος ἔδει τῷ μυῒ πρὸς τὸ κινη‐ θησόμενον ὀστοῦν ὑφ’ ἑαυτοῦ, καὶ οὐδὲν ἦν ἐπιτηδειότερον εἰς τοῦτο

63

.

24

συνδέσμου. τὸ δὲ νεῦρον τὸ ἀπ’ ἐγκεφάλου, ὁδός τις ὂν δυνάμεως κινητικῆς ἕνεκα τοῦ μεταδοῦναι ταύτης, συμπαρεξετάθη τε καὶ συνανε‐

63

.

25

μίχθη τῷ συνδέσμῳ, καὶ οὕτως ἐξ ἀμφοῖν ὁ τένων ἐγένετο. πᾶς μὲν οὖν τένων εἰς ὀστοῦν καταφύεται τοὐπίπαν· οὐ μὴν ἅπας γε μῦς εἰς

63

.

26

τένοντα τελευτᾷ. τῶν γοῦν τὴν γλῶτταν κινούντων μυῶν ἐπ’ οὐδενὶ

63

.

27

φύεται τένων· οὐδὲ γὰρ ἐδεῖτο κινεῖν οὐδὲν ὀστοῦν ἡ γλῶττα. καὶ τὰ χείλη δὲ τοῦ στόματος καὶ οἱ ὀφθαλμοί, καὶ μὲν καὶ τὸ δέρμα τὸ κατὰ 〈τὸ〉 μέτωπόν τε καὶ τὰς ὀφρῦς καὶ τὰ πάντα μέρη τοῦ προσ‐

63

.

28

ώπου τῶν ὀστῶν ἀτρεμούντων κινεῖται καθ’ ὁρμήν. ἐν κεφαλαίῳ δὴ κατὰ πάντων μυῶν λεκτέον ὅτι κινήσεως τῆς καθ’ ὁρμὴν ὄντες ὄρ‐ γανα ποτὲ μὲν ἑαυτοὺς μόνους κινοῦσι συστέλλοντες, ὡς οἱ τῆς ἕδρας τε καὶ κύστεως, ποτὲ δὲ τὸ δέρμα πρὸς τὴν ἑαυτῶν ἀρχὴν ἑλκόμενοι
5συνεπισπῶνται, καθάπερ οἱ κατὰ τὰ χείλη καὶ τὸ μέτωπον καὶ ὅλον

63

.

29

τὸ πρόσωπον. τούτων μὲν οὖν οὐδεὶς ἀποφύεται τένων· οἱ δ’ ἄλλοι πάντες μύες, ὅσοι μὲν ὀστᾶ κινοῦσιν, εἰς τένοντας τελευτῶσι τοὐπίπαν ἢ μείζους ἢ ἐλάττους· ὅσοι δ’ ἄλλο τι, τούτων τοῖς μέν εἰσι τένον‐ τες, τοῖς δ’ οὔ· κινοῦσι δ’ ἄλλο τι, καὶ οὐκ ὀστοῦν, οἵ τε τῶν ὀφθαλ‐
5μῶν καὶ οἱ τῆς γλώττης καὶ οἱ τῶν ὄρχεών τε καὶ οἱ τῶν αἰδοίων καὶ οἱ τῆς φάρυγγος 〈καὶ〉 οἱ κατὰ τὸν λάρυγγα μάλιστα· καλεῖται δ’ οὕτως τὸ ἄνω πέρας τῆς τραχείας ἀρτηρίας, ὅπερ καὶ κεφαλὴν

63

.

30

ὀνομάζουσι βρόγχου τε καὶ φάρυγγος. οἱ μὲν οὖν τῶν ὀφθαλμῶν ὑμενώδεσι μέν, ἀλλ’ ἰσχυραῖς ἀπονευρώσεσιν, εἰς τὸν σκληρὸν καὶ χονδρώδη χιτῶνα τὸν περικείμενον τῷ ῥαγοειδεῖ καθήκουσιν· οἱ δὲ τῶν αἰδοίων τε καὶ τῶν ὄρχεων οὐδεμίαν ἀπονεύρωσιν ποιησάμενοι
5τοῖς σαρκώδεσι σφῶν αὐτῶν μορίοις ἐμφύονται· τῶν δὲ κατά γε τὴν φάρυγγα καὶ τὸν λάρυγγα μυῶν τοῖς μὲν ἀμυδραί τινες ἀπονευρώ‐174

63

.

31

σεις, τοῖς δ’ οὐδ’ ὅλως εἰσίν. ἡ μὲν οὖν ὡς ἐνέργεια κίνησις μυὸς

63

.

32

μία καθ’ ἕκαστον· ἡ δ’ ἐναντία κατὰ συμβεβηκός. ἐνεργεῖ μὲν οὖν ἕλκων ἐφ’ ἑαυτὸν τὸ κινούμενον μόριον· οὐκ ἐνεργεῖ δ’ ὅταν ὑπ’ ἄλλου μυὸς εἰς τὸν ἐναντίον τόπον ἀπάγηται, καὶ διὰ τοῦτο οὐδὲν τῶν κινουμένων μορίων ἑνὶ κέχρηται μυΐ, ἀλλ’ εἰ μὲν ἄνωθέν τις
5ἐμφύοιτο, πάντως ἄλλος ἀντεμφύεται κάτωθεν, εἰ δ’ ἐκ τῶν δεξιῶν, πάντως ἄλλος ἐκ τῶν ἀριστερῶν· ἕκαστον γὰρ τῶν κινουμένων μο‐ ρίων, οἷον ὑφ’ ἡνιῶν τινων, τῶν μυῶν εἰς τἀναντία διειλημμένον

63

.

33

ἐναλλὰξ ἔχει τὸν μὲν ἐντεινόμενον αὐτῶν, τὸν δὲ χαλώμενον. ὁ μὲν οὖν ἐνταθεὶς ἕλκει πρὸς ἑαυτόν, ὁ δὲ χαλασθεὶς ἕλκεται σὺν τῷ μο‐ ρίῳ, καὶ διὰ τοῦτο κινοῦνται μὲν κατ’ ἀμφοτέρας τὰς κινήσεις ἀμφό‐ τεροι, οὐ μὴν ἐνεργοῦσιν ἀμφότεροι· τὸ γὰρ ἐνεργεῖν ἡγεῖσθαι τῶν
5κινουμένων ἐστίν, οὐχ ἕπεσθαι· ἕπεται δ’ ὅταν αὐτὸς ὥσπερ καὶ ἄλλο

63

.

34

τι τῶν τοῦ κώλου μορίων μεταφέρηται. δῆλον οὖν ἐκ τῶν εἰρημένων ὡς τὸ μὲν κάμπτειν τῶν ἐντός ἐστιν ἔργον μυῶν, τὸ δ’ ἐκτείνειν τῶν ἐκτός· οὐκ ἄδηλον δ’ ὅτι τὸ μὲν τείνεσθαι καὶ εἰς ἑαυτοὺς συν‐ έρχεσθαι σύμφυτος ἐνέργεια τοῖς μυσί, τὸ δ’ ἐκτείνεσθαι καὶ χαλᾶ‐
5σθαι τῶν ἀντιτεταγμένων ἐνταθέντων τε καὶ πρὸς ἑαυτοὺς ἑλκυσάν‐

63

.

35

των γίνεται. εἰ γοῦν μῦν ὅλον ἐγκάρσιον ἐθέλοις διατεμεῖν, εἴτε ἐπὶ τεθνεῶτος εἴτε καὶ ζῶντος ἔτι τοῦ ζῴου, τῶν μερῶν αὐτοῦ τὸ μὲν ἄνω, τὸ δὲ κάτω φερόμενον ἐναργῶς ὄψει πρὸς τὸ ἴδιον πέρας ἑκά‐ τερον [φερόμενον ἢ καὶ μᾶλλον] ἑλκόμενον, καὶ τοῦτο, καθ’ ὅ τι ἂν
5μέρος τὸν μῦν ὅλον ἐγκάρσιον διατέμῃς, ἐναργῶς ὄψει γινόμενον· ᾧ δῆλον ὅτι πᾶν μόριον αὐτοῦ σύμφυτον ἔχει κίνησιν τὴν εἰς ἑαυτὸ σύνοδον· καὶ γὰρ αὖ καὶ εἰ τὴν ἄνωθεν ἀρχὴν μόνην ἀποτέμοις τοῦ μυός, ἐπὶ τὸ πέρας ἐνεχθήσεται, καὶ εἰ τὴν κάτω τελευτήν, ἐπὶ τὴν κεφαλὴν ἀνασπασθήσεται, καὶ εἰ ἑκατέρωθεν ἀποτέμοις αὐτόν, οἷον
10σφαιρούμενον ὄψει καὶ συντρέχοντα πρὸς τὸ μέσον ἐξ ἀμφοῖν τῶν

63

.

36

περάτων. σκιρρωθέντος δὲ μυὸς ἢ τένοντος οὑτινοσοῦν, τῶν μὲν ἐν‐ τὸς τοῦ κώλου τεταγμένων, καμφθὲν τὸ μέρος οὐκέτι ἐκτείνεται, τῶν δ’ ἐκτός, ἐκταθὲν οὐκέτι κάμπτεται, ἔμπαλιν ἢ κατὰ τὰς τρώσεις

63

.

37

εἶχεν. φαίνεται δὲ καὶ τοῦτο μὴ ὅτι μαχόμενον τοῖς ἔμπροσθεν, ἀλλὰ καὶ μεγάλα μαρτυροῦν· τὸ γὰρ σκιρρωθὲν ἅπαν ὑπὸ τοῦ παρὰ φύσιν

63

.

38

ὄγκου τείνεται. τοῦτο γοῦν αὐτῷ πρὸς τοῦ παθήματος φαίνεται γινό‐ μενον ὅπερ ἐρρωμένῳ πρὸς [μὲν] τῆς ὁρμῆς, 〈πλὴν ὅτι πρὸς τῆς
ὁρμῆς μὲν〉 ἑκούσιος ἡ κίνησις, πρὸς δὲ τοῦ παθήματος ἀκούσιος.175

63

.

39

ἅπερ δ’ ἐπὶ τῶν σκίρρων, ταῦτα κἀπὶ τῶν φλεγμονῶν ὁρᾶται γινό‐ μενα· καὶ γὰρ 〈καὶ〉 μύες καὶ τένοντες φλεγμήναντες πολλάκις ἐφ’ ἑαυτοὺς τείναντες τὸ κῶλον ἀκίνητον εἰργάσαντο, καὶ σκληρότης δ’ οὐλῶν οὐδὲν ἧττον τῶν προειρημένων παθῶν πολλάκις ἐπέδησεν

63

.

40

αὐτό. λεκτέον δ’ ἐφεξῆς τὸ μήτε πᾶσαν κίνησιν τῆς χειρὸς ἐνεργείᾳ γίνεσθαι μυῶν, μήτε ἅπασαν ἀκινησίαν ἡσυχίᾳ· καὶ γὰρ κίνησίν τινα δυνατὸν εὑρεῖν, ἀργούντων ἁπάντων τῶν κατ’ αὐτὴν μυῶν, καὶ ἡσυ‐ χίαν ἐνεργούντων πάνυ πολλῶν· λεγέσθω δὲ πρότερον ὑπὲρ τῆς

63

.

41

κινήσεως. ἀναμνησθῶμεν πρῶτον ἐπὶ τοῦ παντὸς σώματος δυοῖν τού‐ των κινήσεων ἀλλήλαις μὲν παρακειμένων, οὐχ ὁμοίως δὲ γινομένων·

63

.

42

καλεῖται δ’ αὐτῶν ἡ μὲν κατάκλισις, ἡ δὲ κατάπτωσις. καὶ γίνεται δηλονότι καθ’ ὁρμὴν μὲν τὸ κατακλίνεσθαι, τὸ καταπίπτειν δ’ ἀκού‐

63

.

43

σιον. τὸ μὲν οὖν κατακλίνεσθαι μυῶν ἐνεργείᾳ συντελεῖται, καὶ διὰ τοῦτο ἔργον ἐστὶν ἑκούσιον τοῦ ζῴου, τὸ καταπίπτειν δ’ οὐκ ἔργον, ἀλλ’ ἀκούσιον πάθημα, καὶ μυὸς οὐδενὸς ἐνεργοῦντος δεῖται· μόνον γὰρ χρὴ πάντας ἐκλῦσαι τοὺς μῦς τῆς τάσεως, ἐπιτρέψαντα τῷ βάρει

63

.

44

τοῦ σώματος ᾗ ῥέπει φέρεσθαι. ταύτῃ μὲν τὸ καταπίπτειν τοῦ κατα‐ κλίνεσθαι διήνεγκε, ταύτῃ δὲ καὶ τὸ καταφέρεσθαι τὴν χεῖρα τοῦ καθίεσθαι· καταφέρεται μὲν γὰρ ἀργούντων ἁπάντων τῶν κατ’ αὐτὴν μυῶν ὑπὸ τοῦ συμφύτου τοῖς σώμασι βάρους κατασπωμένη, καθίεται
5δὲ τῶν κατὰ τὴν μασχάλην μυῶν πρὸς ἑαυτοὺς ἑλκόντων τὸν βρα‐

63

.

45

χίονα. ἆρα οὖν οὐδὲ κινεῖται μῦς οὐδὲν καταφερομένης τῆς χειρός; καὶ μὴν οὐκ ἐνδέχεται τοῦ κώλου παντὸς κάτω φερομένου τὸν μῦν ἀκίνητον μένειν, ἀλλὰ κινεῖται μέν, οὐ μὴν ἐκτείνεται οὐδὲ συστέλλε‐

63

.

46

ται τηνικαῦτα. τίς οὖν ὁ τρόπος αὐτῷ τῆς κινήσεως; οἷος καὶ τοῖς ὀστοῖς δηλονότι· οὐδὲ γὰρ ταῦτα ἐκτεινόμενα καὶ συστελλόμενα συμ‐ περιφέρεται τοῖς κώλοις, ἀλλ’ ὥσπερ εἰ καὶ τῶν ἀψύχων τι σωμάτων

63

.

47

προσδήσας αὐτοῖς ἔτυχες. ἐπειδὴ τοίνυν τῶν κινήσεων ἡ μὲν ἔντασις ἐνέργεια τοῦ μυός ἐστιν ὡς ἂν ὀργάνου ψυχῆς, ἡ δ’ ἔκτασις ὡς ὀρ‐ γάνου μέν, οὐ μὴν ἐνέργεια, ἀλλ’ ἁπλῶς κίνησις, ἡ δὲ νῦν προτε‐ θεῖσα τρίτη κίνησις οὐδὲ ὡς ζῶσιν ὑπάρχει τοῖς μυσίν, ἀλλ’ ὡς τοῖς
5ἀψύχοις τε καὶ τελέως ἐξ αὑτῶν ἀκινήτοις, ἐπὶ τὴν λοιπὴν καὶ τε‐ τάρτην μεταβάντες κίνησιν ἐπισκεψώμεθα καὶ τὸν αὐτῆς τρόπον.

63

.

48

ἀντίστροφος δέ πως ἔοικεν ὑπάρχειν τῷ τρίτῳ· κατὰ μὲν γὰρ τὸν τρίτον τρόπον τῆς κινήσεως ἀργεῖν οἱ μύες ἀπεδείχθησαν, καίτοι κι‐ νούμενοι, κατὰ δὲ τὸν τέταρτον ἐνεργεῖν ἀποδειχθήσονται, καίτοι

63

.

49

μηδαμῶς κινεῖσθαι φαινόμενοι. ἐννοήσωμεν γὰρ ἀνατεταμένην τὴν
χεῖρα, κἄπειτα ἐν τούτῳ τῷ σχήματι φυλαττομένην, κἄπειτα ἐρωτῶ‐ μεν ἑξῆς ἡμᾶς αὐτούς, τί δή ποτε οὐ φέρεται κάτω τῷ βάρει ῥέπουσα, κἄπειτα ἀποκρινώμεθα διότι τῶν ἀνατεινόντων αὐτὴν μυῶν ἡ τάσις176

63

.

50

διαμένει. πρὶν οὖν ταύτην ἐκλυθῆναι τελέως οὐχ οἷόν τε μετακινη‐ θῆναι τῇ χειρί· παυσαμένων μέντοι τῆς τάσεως, εἰ μὲν μηδεὶς ἄλλος ταθείη μῦς, ἀλλ’ ἀργοὶ μένοιεν ἅπαντες, ᾗ τὸ βάρος αὐτὴν ἄγει, ταύτῃ κατενεχθήσεται, εἰ δέ τις ἄλλος ταθείη μῦς, ἵναπερ ἐκεῖνος

63

.

51

ἕλκῃ, ταύτῃ κινηθήσεται. δῆλον οὖν ὡς ἐν τῷ τεταμένην φυλάττειν τὴν χεῖρα τῶν εἰς τοῦτο αὐτὴν καταστησάντων μυῶν ἡ τάσις διασῴ‐

63

.

52

ζεται. τέτταρες γοῦν αἱ πᾶσαι διαφοραὶ τῶν κατὰ τοὺς μῦς κινήσεων· ἢ γὰρ συστέλλονται ἢ ἐκτείνονται ἢ μεταφέρονται ἢ τεταμένοι μένου‐ σιν· ἔστι δ’ ἐκ ταὐτοῦ γένους ἡ τετάρτη διαφορὰ τῇ πρώτῃ· ἀμφό‐

63

.

53

τεραι γὰρ ἐνέργεια μυῶν. διττοῦ δὲ τρόπου τυγχάνοντος τοῖς μυσὶν ἅπασι τῆς ἐμφύσεως, οὐδὲν χεῖρον ἑκάτερον αὐτῶν σαφῶς ἑρμηνεῦ‐ σαι· τῶν γὰρ συμβαλλόντων ἀλλήλοις ὀστῶν ἵνα ἄρθρον γένηται, τὸ μὲν ἕτερόν ἐστιν αὐτῶν τὸ κινούμενον, θάτερον δ’ ἕδρα τις ὑπερή‐
5ρεισται τῷ κινουμένῳ, καθάπερ ὁρᾷς τὰς τῶν θυρῶν στρόφιγγας ἔχοντας, ὥστε ἐξ ἀνάγκης τῷ μένοντι μὲν ἡ κοιλότης, τῷ κινουμένῳ δ’ ἡ κυρτότης ὑπῆρξε· καλεῖται δ’ ἡ 〈μὲν〉 κοιλότης κοτύλη τε καὶ γλήνη

63

.

54

ἡ δ’ αὖ κυρτότης κεφαλή τε καὶ κόνδυλος. τοσοῦτον δ’ ἡ κοτύλη τῆς γλήνης βαθυτέρα ὅσον ἡ κεφαλὴ τοῦ κονδύλου προμηκεστέρα, ἑκάτε‐ ρον δ’ ἑκατέρῳ καθάπερ στρόφιγγι χώραν ἐπιτήδειον ἡ φύσις παρε‐

63

.

55

σκεύασεν. ἐπειδὴ δὲ καλῶς εἶχε τὰ κινηθησόμενα, πολὺ κάλλιον αὐτοῖς ἔτι καὶ τεχνικώτερον συνῆψε τὰ κινήσοντα· τὰ γὰρ τῶν κινήσεων ὄργανα τοὺς μῦς ἐξέφυσε μὲν τῶν ὑπερκειμένων ὀστῶν ἐν οἷς αἱ κοτύλαι, κατέφυσε δ’ εἰς τὰς κεφαλὰς τῶν ὑποκειμένων ἅπερ ἔμελλε
5κινήσεσθαι, καὶ διὰ τούτων ἐντεινομένων ἀνασπωμένων τῶν κεφαλῶν

63

.

56

συνανασπᾶται πᾶν τὸ κῶλον. ἐπεὶ δ’ οἱ μὲν αὐτῶν μεῖζον, οἱ δ’ ἔλασσον ὀστοῦν ἔμελλον κινήσειν, ἀνάλογον τοῖς ὄγκοις τῶν κινηθη‐ σομένων ὀστῶν τὸ μέγεθος τῶν κινησόντων ἐδημιούργησε μυῶν, ὥστε εὐλόγως οἱ μὲν ἐξ αὐτῶν τῶν κεφαλῶν ἢ κονδύλων τῶν ὑπερκει‐
5μένων ὀστῶν ἐξέφυσαν, οἱ δὲ μικρὸν τούτων κατωτέρω, πλησίον δὲ τῆς κοτύλης ἢ γλήνης οὐ πάνυ τι· μικρὸς γὰρ ἂν οὗτος παντάπασιν

63

.

57

ἐγένετο καὶ ἀδύνατος κινεῖν τὸ ὑποκείμενον ὀστοῦν. αὕτη μὲν ἡ φύσις τῶν τε ἀλλήλοις συντεταγμένων ὀστῶν κατ’ ἄρθρα καὶ τῶν κινούντων αὐτὰ μυῶν· ἄνευ δὲ τῆς ψυχικῆς ὁρμῆς οὐδέτερος τῶν μυῶν οὔτε ἐσχάτην καμπὴν οὔτε ἔκτασιν ἄκραν ἐργάζεσθαι δύναται τοῦ
5μορίου. στερήσας γὰρ τοὺς μῦς τῆς ψυχικῆς ὁρμῆς μέσον ὄψει σχημά‐
των 〈τὸ〉 κῶλον γινόμενον· εἰ δέ γε τέμοις τὸν ἐκτὸς μῦν, καμπτό‐ μενον ἐπὶ πλέον τοῦ μέσου σχήματος ὄψει τὸ κῶλον· οὕτως δ’ εἰ καὶ τὸν ἐντὸς μῦν τέμοις, ἐκτεινόμενον ἐπὶ πλέον τοῦ μέσου θεάσει177

63

.

58

τὸ μόριον. μία μὲν οὖν 〈ἐν〉 τῷ μέσῳ σχήματι κατάστασις μυῶν ἐστιν, ἡ εἰρημένη πρόσθεν, ἐν ᾗ μηδέτερος τῶν ἀντιτεταγμένων ἐνεργεῖ μυῶν, ἑτέρα δ’ ἡ νῦν ῥηθησομένη, καθ’ ἣν ἐνεργοῦσιν ὁμοίως ἀμφότεροι· ὑπάρχει δ’ ἡ μὲν προτέρα τοῖς ἐλινύουσιν, ὡς Ἱπποκράτης ὠνό‐
5μαζεν· ἡ λοιπὴ δ’ ὅταν μήτε κάμπτειν μήτε ἐκτείνειν τὸ κῶλον ἐπι‐ τρέπωμέν τινι, μηδὲ εἰ πάνυ σφόδρα βιάζοιτο· γίνεται δ’ αὕτη τῶν ἀντιτεταγμένων μυῶν τὴν τονικὴν καλουμένην ἐχόντων ἐνέργειαν.

63

.

59

οὕτως δὲ κἂν εἰ τοῦ μέσου σχήματος ἑκατέρωθεν στήσεις τὸ κῶλον, ὁμοίως ἐνεργεῖν ἀμφοτέροις δυνήσῃ τοῖς μυσίν· ὅταν δ’ εἴς τι τῶν ὑπερβολικῶν ἀγάγῃς αὐτὸ σχημάτων, ὁ ἕτερος μῦς ἱκανὸς εἰς τὴν

63

.

60

τοιαύτην ἐνέργειαν. μὴ τοίνυν ἁπλῶς τὸ μέσον ἀνώδυνον εἶναι λέγω‐ μεν, ἀλλὰ τὸ ἐν τῷ ἐλινύειν· τὸ γὰρ μετὰ τῆς ἑκατέρων τῶν μυῶν

63

.

61

τάσεως μέσον σχῆμα τοῖς ἐσχάτοις ὁμοίως ὀδυνηρόν. ἐπεὶ δ’ ἐν αὐτῷ τῷ ἐλινύειν μέσον σχῆμα τὸ μὲν ἁπλῶς ἐστι, τὸ δ’ οὐχ ἁπλῶς, 〈ἁπλῶσ〉 μὲν τὸ πάντων τῶν ὑπερβολικῶν τοῦ κώλου σχημάτων μέ‐ σον, οὐχ ἁπλῶς δὲ τὸ τῆς ἑτέρας ἀντιθέσεως μόνης, τὸ μὲν ἁπλῶς
5μέσον ἀκάματον ἄν, ὡς Ἱπποκράτης ἐκάλεσεν, εἴη μόνον, οὐ μὴν

63

.

62

τῶν γε ἄλλων οὐδὲν ἀκριβῶς ἀκάματον. ἀπόδειξις δὲ τοῦ λόγου γέ‐ νοιτο ἂν σαφής, διελομένων πρότερον ἡμῶν τό τε ἁπλῶς μέσον σχῆμα καὶ τὰ μὴ τοιαῦτα· γενήσεται δ’ ὁ λόγος, ἵνα ᾖ σαφής, ἐπὶ

63

.

63

χειρὸς ὡς ἐπὶ παραδείγματος. ὄντων οὖν ἐν αὐτῇ σχημάτων τεττάρων, πρανοῦς, ὑπτίου, τοῦ κατ’ ἔκτασιν ἄκραν, τοῦ κατὰ κάμψιν, τὸ μὲν ἁπλῶς μέσον τούτων ἁπάντων ἐστὶ μέσον, τὸ δ’ οὐχ ἁπλῶς ὁποτε‐ ρασοῦν τῶν ἀντιθέσεων· ἄλλο μὲν γὰρ ἐκτάσεως ἄκρας καὶ καμπῆς,

63

.

64

ἄλλο δ’ ὑπτίου καὶ πρανοῦς τὸ μέσον. ὕπτιον μὲν οὖν ἐστι σχῆμα χειρός, ὅταν τὸ κοῖλον μὲν αὐτῆς μέρος ἄνωθεν ᾖ, τὸ δὲ κυρτὸν κάτωθεν· πρανὲς δὲ τὸ ἐναντίον τούτῳ· μέσον δ’ ἀμφοῖν, ὅταν ἔσω‐ θεν μὲν ᾖ τὸ κοῖλον, ἔξωθεν δὲ τὸ κυρτόν, ὑποκείμενος δ’ ὁ μὲν
5μικρὸς δάκτυλος τοῖς ἄλλοις, τὸ δὲ τοῦ πήχεως ὀστοῦν τῷ τῆς κερ‐

63

.

65

κίδος. τοῦτο οὖν τὸ μέσον σχῆμα δύναται μὲν ἐκτεταμένης τελέως τῆς χειρός, δύναται δὲ καὶ κεκαμμένης γίνεσθαι, ὥσπερ οὖν καὶ τὸ τῆς ἑτέρας ἀντιθέσεως 〈μέσον〉 σχῆμα δύναται μὲν ὑπτίας τῆς χειρός, δύναται δὲ καὶ πρανοῦς οὔσης ὑπάρχειν· ὅρος δ’ ἐκείνου τοῦ σχήμα‐
5τός ἐστιν ὁ πῆχυς ὀρθὴν ἐργαζόμενος γωνίαν πρὸς βραχίονα, καὶ

63

.

66

διὰ τοῦτο αὐτὸ καλοῦσιν ἐγγώνιον. τὸ τοίνυν 〈ἁπλῶσ〉 μέσον ἐκ τῆς ἀμφοτέρων τῶν εἰρημένων σχημάτων συνόδου γίνεται· τὰ δ’ ἄλλα μέσα τέτταρα μὲν ἔσται τὰ σύμπαντα, γενήσεται δ’ οὐδὲν αὐτῶν ἁπλῶς ὅλου τοῦ κώλου μέσον, ἀλλὰ μιᾶς ἀντιθέσεως μόνης· ὡς γὰρ178
5ἐκτάσεως καὶ συστολῆς μόνον ἔσται μέσον, οὕτως ὑπτίου τε καὶ πρα‐ νοῦς· ἐπεὶ δ’ ἑκάτερον αὐτῶν διττὸν γίνεται ζευγνύμενον 〈ἐν〉 μέρει ταῖς ἐκ τῆς λοιπῆς ἀντιθέσεως ὑπερβολαῖς, ἀναγκαῖον οὕτω τὰ πάντα

63

.

67

γίνεσθαι τέτταρα. καθάπερ δ’ ἐπὶ τῶν χειρῶν τὸ καλούμενον ἐγγώ‐ νιον, μέσον ἀκριβῶς ὂν ἄκρας ἐκτάσεως καὶ καμπῆς, ἀνωδυνώτατόν ἐστιν, οὕτως δόξειεν ἂν ἔχειν κἀπὶ τῶν σκελῶν· οὐ μὴν ἔχει γε οὕ‐ τως, ἀλλ’ ἐν τῷ μεταξὺ τοῦ τε μέσου σχήματος καὶ τῆς ἄκρας ἐκ‐

63

.

68

τάσεως τὸ ἐν τούτοις ἀνώδυνον. αἴτιον δὲ τὸ ἔθος· τὰ πολλὰ γὰρ ἐκτεταμένοις τοῖς σκέλεσι χρώμεθα· καὶ γὰρ τούτου χάριν ἐγένετο, τοῦ πᾶν ὀχεῖσθαι τὸ σῶμα πρὸς αὐτῶν ἑστώτων τε ἡμῶν καὶ βα‐

63

.

69

διζόντων. ταῦτα γοῦν τὰ δύο σκοπῶν ἐφ’ ἁπάντων τῶν ἄρθρων, τήν τε φύσιν καὶ τὸ ἔθος, ἐξευρήσεις οὕτως τὸ μέσον τε καὶ ἀνώδυνον.

63

.

70

ἐν τῷ καθόλου τοίνυν ἐφ’ ἁπάντων ἄρθρων τὰς ἐσχάτας κινήσεις

63

.

71

ἐπισκεψάμενος ἐξευρήσεις τὸ μέσον τε καὶ ἀνώδυνον σχῆμα. καὶ ὅσοι δὲ μύες χωρὶς ἄρθρων εἰσί, κἀν τούτοις ἡ μέση κατάστασις ἀνώδυνος, ὥσπερ ἐφ’ ἕδρας ἔχει καὶ κύστεως καὶ γλώττης· τό τε γὰρ εἰς ἔσχα‐ τον σφίγγειν τὴν ἕδραν καὶ τὸ διοίγειν 〈ἐπὶ μέγιστον ὀδυνηρά, τό
5τε ἐκτείνειν〉 ἐπὶ μήκιστον τὴν γλῶτταν ἢ κάμπτειν ἢ ὁπωσοῦν ἄλλως

63

.

72

περιάγειν ἀμέτρως. ῥᾷστον οὖν καὶ τούτοις ἐξευρίσκειν τὸ μέσον τῶν ὑπερβολῶν, ὅπερ καὶ ἀνωδυνώτατόν ἐστι, καὶ πάντες ἄνθρωποι, καθ’ ὃν ἀναπαύονται χρόνον τῶν κατὰ τὸν βίον ἐνεργειῶν, τὸ μέσον τε

63

.

73

καὶ ἀνώδυνον ἐν ἅπασι τοῖς μορίοις ἔχουσι σχῆμα. περὶ μὲν τούτων οὕτω χρὴ γινώσκειν· πῶς δ’ ἐν μὲν τῇ γλώττῃ κατὰ συζυγίαν πάν‐ τες οἱ μύες πεφύκασιν ἄνωθέν τε καὶ κάτωθεν, κἀκ τῶν ἀριστερῶν τε κἀκ τῶν δεξιῶν (διόπερ οὐδὲ θαυμαστὸν φαίνεται ἡμῖν εἰς τὰς
5ἐναντίας ἄγεσθαι τὸ μόριον κινήσεις ὑπὸ τῶν ἀντιτεταγμένων), ἐπὶ δὲ τοῦ κατὰ τὴν ἕδραν μυὸς καὶ τοῦ κατὰ τὴν κύστιν καὶ τοῦ κατὰ τὰς φρένας θαυμάζειν μέν, πόθεν εἰς τὰς ἐναντίας ἄγεται τὰ μόρια κινήσεις· καθ’ ἕκαστον γὰρ αὐτῶν κυκλοτερὴς 〈εἷσ〉 ἐστιν, οὐδενὸς ἀντιτεταγμένου μυός. λεκτέον δ’ ὡς τοῦ μὲν κατὰ τὴν ἕδραν τε καὶ
10τὴν κύστιν μυὸς ἔργον ἐστὶν οὐ τὸ ἀποκρίνειν τὰ περιττώματα τῆς τροφῆς, ἀλλὰ τὸ κατέχειν, φύλακας τῆς ἀκαίρου τῶν περιττωμάτων ἐξόδου τῆς φύσεως αὐτοὺς καταστησάσης, ὥστε οὐχ ὅπως ἐνεργοῦσι

63

.

74

πρὸς τὴν ἔκκρισιν, ἀλλ’ οὐδὲ ἐπιτρέπουσι τοῖς ἐνεργοῦσιν. τίνα τοίνυν
τὰ τῆς ἐνεργείας ταύτης ὄργανα; πλείω μὲν κατὰ μέρος, διττὰ δὲ τῷ γένει· τὰ μὲν γὰρ αὐτῶν ψυχῆς, τὰ δὲ φύσεώς ἐστιν· αἱ μὲν δὴ φρένες καὶ οἱ κατὰ τὸ ἐπιγάστριον ἅπαντες μύες τὰ τῆς ψυχῆς ἐστιν179
5ὄργανα, τῶν δ’ ἐντέρων ἁπάντων ἡ σύνταξις ἅμα τῇ γαστρὶ τὰ τῆς

63

.

75

φύσεως. ἀλλὰ περὶ μὲν τῆς τούτων ἐνεργείας ἐν ἑτέροις εἰρήσεται· περὶ δὲ τῶν μυῶν νῦν ἐροῦμεν, ἐπειδὴ τῆς τούτων κινήσεως ὁ παρ‐

63

.

76

ὼν λόγος ἐξήγησίς ἐστιν. οἱ κατὰ τὸ ἐπιγάστριον ἅπαντες μύες ὅταν ἐνεργοῦντες τείνωνται, θλίβουσιν εἴσω τὰ τῆς τροφῆς ὄργανα, τὰ δέ, ἢν μὲν εἴκωσιν αἱ φρένες, εἰς τὸν ἐκείνων ἀναχωροῦντα τόπον ἐκλύει τὴν βίαν τῶν μυῶν, ἢν δ’ ἀνθίστανται, καθάπερ ὑπὸ δυοῖν πιεζόμενα
5χεροῖν, ἔξωθεν μὲν τῶν μυῶν, ἔσωθεν δὲ τῶν φρενῶν, ἐκθλίβει τὰ

63

.

77

ταῖς κοιλότησιν αὐτῶν περιεχόμενα. προστιμωρεῖ δ’ εἰς τοῦτο μεγάλα ἡ λοξότης τῶν φρενῶν, τὸ μὲν ἕτερον τῶν περάτων τῷ κατὰ τὸ στέρνον χόνδρῳ προσκείμενον ἐχουσῶν, τὸ δ’ ἕτερον ὀπίσω κατὰ τὴν

63

.

78

ἀρχὴν τῆς ὀσφύος. πλειόνων δ’ ὄντων κατὰ τὴν γαστέρα μυῶν καὶ πάντων τεινομένων, ἐν ταῖς ἀποπατήσεσι μᾶλλον μὲν οἱ πρὸς τοῖς ὑποχονδρίοις, ἧττον δ’ οἱ κάτω τείνονται, ἔμπαλιν ἢ ἐν ταῖς οὐρή‐ σεσιν ἔχει (μᾶλλον μὲν γὰρ ἐπ’ ἐκείνων οἱ κάτω, ἧττον δ’ οἱ πρὸς
5τοῖς ὑποχονδρίοις ἐνεργοῦσι)· συνεντείνονται δ’ ἀμφοτέροις οἱ κατὰ τὰς πλευρὰς μύες, οὐκ οὐρήσεως ὄντα ἢ ἀποπατήσεως ὄργανα· τοῦτο μὲν γὰρ ἐσχάτως ἄλογον. ἀλλ’ ἐπεὶ τῶν φρενῶν τὴν τάσιν 〈ἴσην〉 ἐχρῆν εἶναι τῇ τάσει τῶν κατὰ τὴν γαστέρα μυῶν, ἦν δ’ ἀδύνατον ἕνα μῦν οὔσας αὐτὰς πολλοῖς καὶ μεγάλοις ἁμιλλᾶσθαι, καὶ κίνδυνος ἐν
10τούτῳ νικηθείσας ...........................................180