TLG 0722 001 :: ORIBASIUS :: Collectiones medicae (lib. 1–16, 24–25, 43–50)

ORIBASIUS Med.
(Pergamenus: A.D. 4)

Collectiones medicae (lib. 1–16, 24–25, 43–50)

Source: Raeder, J. (ed.), Oribasii collectionum medicarum reliquiae, vols. 1–4 [Corpus medicorum Graecorum, vols. 6.1.1–6.2.2] Leipzig: Teubner, 6.1.1:1928; 6.1.2:1929; 6.2.1:1931; 6.2.2:1933: 6.1.1:4–27, 30–65, 67–91, 93–109, 111–153, 155–192, 194–245, 247–300; 6.1.2:4–237, 239–297, 298; 6.2.1:4–291; 6.2.2:4–69.

  • Lib. 1–14: vols. 6.1.1–6.1.2
  • Lib. 15–16: vol. 6.1.2
  • Lib. 24–25, 43–48: vol. 6.2.1
  • Lib. 49–50: vol. 6.2.2

Citation: Book — chapter — section — (line)

1

p

1

Τὰς προσταχθείσας ἐπιτομὰς παρὰ τῆς σῆς Θειότητος, αὐτόκρατορ Ἰουλιανέ, πρότερον, ἡνίκα διετρίβομεν ἐν Γαλατίᾳ τῇ πρὸς ἑσπέραν, εἰς τέλος ἤγαγον, καθὼς ἠβουλήθης, ἅστινας ἐκ μόνων τῶν ὑπὸ Γαλη‐

1

p

2

νοῦ γραφέντων ἐποιησάμην. ἐπεὶ δ’ ἐπαινέσας ταύτας δευτέραν ἐπέ‐ ταξας πρᾶξιν, πάντων τῶν ἀρίστων ἰατρῶν ἀναζητήσαντά με τὰ και‐ ριώτατα συναγαγεῖν καὶ πάντα ὅσα χρησιμεύει πρὸς αὐτὸ τὸ τέλος τῆς ἰατρικῆς, καὶ τοῦτο πράττειν, ὡς οἷός τέ εἰμι, προθύμως διέγνωκα,
5χρησιμωτάτην ὑπολαμβάνων ἔσεσθαι τὴν τοιαύτην συναγωγήν, τῶν ἐν‐ τυγχανόντων ἑτοίμως ἐξευρισκόντων τὸ ἑκάστοτε τοῖς δεομένοις ὠφέ‐

1

p

3

λιμον. περιττὸν δὲ νομίσας εἶναι καὶ παντελῶς εὔηθες τὸ ἐγγράφειν τὰ αὐτὰ πολλάκις, καὶ τῶν ἄριστα συγγραψάντων καὶ τῶν μὴ ὁμοίως τὸ ἀκριβὲς ἐξεργασαμένων, μόνα τὰ τῶν ἄμεινον εἰπόντων συνάξω, 〈τὰ〉 πάλαι Γαληνῷ μόνῳ ῥηθέντα, μηδὲν παραλιπὼν τάξεως, καθότι
5τῶν συγγραψάντων ἁπάντων εἰς τὰς αὐτὰς ὑποθέσεις αὐτὸς κρατεῖ, μεθόδοις καὶ διορισμοῖς τοῖς ἀκριβεστάτοις χρώμενος, ταῖς Ἱπποκρα‐

1

p

4

τείοις ἀρχαῖς καὶ δόξαις ἐξακολουθῶν. χρήσομαι δὲ κἀνταῦθα τοιαύτῃ τινὶ τάξει· καὶ πρῶτον μὲν οὖν συνάξω τὰ τοῦ ὑλικοῦ μέρους, εἶθ’ ὅσα περὶ φύσεως καὶ κατασκευῆς εἴρηται τἀνθρώπου, μεθ’ ἃ τὰ τῆς ὑγιεινῆς καὶ ἀναληπτικῆς πραγματείας, καὶ μετὰ ταῦτα ὅσα τῆς δια‐
5γνωστικῆς καὶ προγνωστικῆς ἔχεται θεωρίας, ἐφ’ οἷς τὰ περὶ τῆς τῶν νοσημάτων καὶ συμπτωμάτων καὶ ὅλως τῆς τῶν παρὰ φύσιν ἐπανορ‐ θώσεως· ἄρξομαι δ’ ἀπὸ τῶν περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων.

1

.

1

t

Ἐκ τῶν Γαληνοῦ περὶ ἀρετῆς καὶ κακίας τῶν Δημητρια‐ κῶν σπερμάτων.

1

.

1

.

1

Οὐ μόνον ὅταν εἰς ξένην ἀφικόμενος χώραν ἐσθίειν τι μέλλῃς
ἄηθες, ἀλλὰ καὶ παρ’ ἡμῖν αὐτοῖς προπειρᾶσθαι δυνήσῃ τῆς ἑκάστου φύσεως ἐν τῷ διαβρέχειν ὕδατι μόνῳ χωρὶς ἑψήσεως ἢ σὺν ἑψήσει τε καὶ ὀπτήσει· τὰ μὲν γὰρ εἰς ὄγκον ἐξαιρόμενα τῶν σπερμάτων ἀπο‐
5βάλλοντά τε ταχέως τὴν ἀρχαίαν σκληρότητα καὶ γλισχρότητα μετα‐ βάλλοντά τε πρὸς τὸ μαλακώτερον ἀμείνω πάντα ἐστί, τὰ δὲ φυλάτ‐ τοντα τὸν ἔμπροσθεν ὄγκον ἅμα τῇ σκληρότητι χείρω· δύσπεπτα γὰρ

1

.

1

.

2

καὶ γεώδη ταῖς οὐσίαις ἐστὶν ὡς μόλις αἱματοῦσθαι. καὶ ἀμυγδάλας δὴ δοκιμάσεις οὕτως καὶ κάρυα τὰ μεγάλα καὶ τὰ μικρὰ καὶ τὰ κάστανα· περὶ δὲ τῆς πτισάνης τί δεῖ καὶ λέγειν; ἤδη γὰρ τοῦτο καὶ οἱ παῖδες ἴσασιν, ὡς ἡ μὲν ὀγκουμένη ταχέως ἀρίστη, μοχθηρὰ δ’ ἡ ἐν χρόνῳ

1

.

1

.

3

πολλῷ βραχὺν ὄγκον ἔχουσα. τινὰ δὴ τῶν Δημητριακῶν σπερμάτων οὐδ’ ὅλως ὀγκοῦσθαι πέφυκεν ἑψόμενα, καὶ κεκλήκασιν ἀτέραμνα τὰ

1

.

1

.

4

τοιαῦτα τῶν παλαιῶν Ἑλλήνων ἔνιοι. τὰ δ’ ἐν ὄγκῳ βραχεῖ πλεί‐ στην οὐσίαν ἔχοντα καὶ ταύτην παχεῖάν τε καὶ γλίσχραν εὐχυμότατά τε καὶ τροφιμώτατα πάντα ἐστίν, οὐ μὴν ὑποχωρεῖται κάτω ῥᾳδίως· ὅσα δ’ ἔμπαλιν χαύνην μὲν ἔχει καὶ μαλακὴν οὐσίαν, μόρια δ’ αὑτῶν
5πολλὰ πιτυρώδη, διαχωρεῖται μὲν ἄμεινον, ἧττον δὲ τρέφει· τούτων δ’ αὐτῶν ὅσα δυσώδη τέ ἐστι καὶ ἀηδίαν ἔχοντα κατὰ τὴν γεῦσιν,

1

.

1

.

5

εὔδηλον ὡς κακόχυμά τε καὶ δύσπεπτα πάντως ἐστίν. τοῦ δ’ ἐν ὄγκῳ μικρῷ πλείστην οὐσίαν εἶναι τό τε βάρος, ἱσταμένων αὐτῶν ἐπὶ ζυγοῦ, σημεῖον ἔστω σοι καὶ τὸ τῶν ἀλεύρων πλῆθος· ἐξ ὀλίγου γὰρ ὄγκου

1

.

1

.

6

πολὺ γίνεται τοῖς πεπιλημένην ἔχουσι τὴν οὐσίαν σπέρμασιν. τῶν γοῦν πυρῶν ὅσοι μὲν πυκνὴν καὶ πεπιλημένην ἔχουσιν ὅλην ἑαυτῶν τὴν οὐσίαν, ὡς μόλις ὑπὸ τῶν ὀδόντων διαιρεῖσθαι (τῇ χρόᾳ δ’ εἰσὶν οὗτοι ξανθοί), πλείστην τροφὴν διδόασι τοῖς σώμασιν ἐξ ὄγκου βρα‐
5χέος· ὅσοι δ’ ἐναντίοι τούτοις ῥᾳδίως μὲν ὑπὸ τῶν ὀδόντων θραυ‐ όμενοι, μετὰ δὲ τὴν θραῦσιν ἀραιοὶ καὶ χαῦνοι φαινόμενοι, βραχεῖαν

1

.

1

.

7

παρέχουσι τροφὴν ἐξ ὄγκου πολλοῦ. τῶν δὲ κριθῶν κάλλισται τυγχά‐ νουσιν αἱ λευκαὶ μετὰ τὸ πτισθῆναι φαινόμεναι καί τι πυκνότητος ἔχουσαι καὶ βάρους, ὅσον οἷόν τε κριθὰς ἔχειν· ἀμείνους δὲ δηλονότι καὶ τῶν ἰσχνῶν τε καὶ ῥυσῶν αἱ πλήρεις ὅλαι καὶ τεταμένην ἔξωθεν

1

.

1

.

8

ἔχουσαι τὴν περιγραφήν. οὐ μόνον δὲ ταύτας, ἀλλὰ καὶ πάντα τὰ πλήρη καὶ τεταμένην ἔξωθεν ἔχοντα τὴν περιγραφὴν ἄριστα σπερμά‐ των εἶναι συμβέβηκε, πλὴν εἰ πάνυ σφόδρα ποτὲ πλείονα τοῦ κατὰ φύσιν ὄγκον ἔχοιεν ἅμα τῷ μαλακώτερά τε καὶ χαυνότερα γενέσθαι·
5περιττωματικὴν γὰρ ὑγρότητα ταῦτα ἔχειν ἴσθι καὶ χείρω τῶν προ‐ ειρημένων εἶναι, καὶ διὰ τοῦτο μετὰ μὲν τὴν συγκομιδὴν οὐ προσῆκεν αὐτοῖς χρῆσθαι, καταθέμενον δ’ ἐν τόποις ξηροῖς ἐᾶσαι χρόνῳ πλείονι τὸ μέν τι διαπνεῦσαι τῆς περιττῆς ὑγρότητος, τὸ δέ τι πεφθῆναι, μέχρι‐

1

.

1

.

9

περ ἂν ξηραινόμενα προσσταλῇ μετρίως. τὰ δ’ ἐπὶ πλεῖστον κείμενα χείρω γίνεται ταῖς δυνάμεσιν· ὅρος δὲ καὶ τούτων, ὅταν διαιρούμενα

1

.

1

.

10

καθάπερ λεπτήν τινα κόνιν ἐκπίπτουσαν ἔχῃ. γίνονται δὲ πολλάκις ἐν μὲν τοῖς πυροῖς αἶραι πολλαί, κατὰ δὲ τὰς κριθὰς αὗται μὲν ὀλίγαι, πολὺς δ’ ὁ αἰγίλωψ· κἀν τοῖς φακοῖς δ’ ἐκ μεταβολῆς αὐτῶν ἄρακοι καὶ πελεκινοί, σκληρὰ καὶ στρογγύλα καὶ ἄβρωτα σπερμάτια, καθάπερ

1

.

1

.

11

ἡ ἀπαρίνη καὶ ἡ ὀροβάκχη κατὰ τοὺς ὀρόβους. ταῦτα μὲν οὖν πάνυ μοχθηρὰ σπέρματα, τὸ δὲ μελάμπυρον καλούμενον ἐκ μεταβολῆς μὲν γεννᾶται καὶ αὐτὸ τῶν πυρῶν, ἀλλ’ ἀπολείπεται πάμπολυ τῆς ἐν ταῖς

1

.

1

.

12

αἴραις κακίας. εὑρίσκονται δὲ καὶ κατ’ ἄλλα σπέρματα τοιαῦταί τινες γινόμεναι μεταβολαί· διόπερ ἀμελεῖν οὐ προσήκει τοῦ καθαρὰ ποιεῖν ἅπαντα τὰ πρὸς ἐδωδὴν παρασκευαζόμενα σπέρματα, γινώσκοντας ὡς, εἰ καὶ τῆς καθ’ ἡμέραν βλάβης οὐκ αἰσθανόμεθα διὰ βραχύτητα, τὸ
5γοῦν ἀθροιζόμενον ἐξ αὐτῆς χρόνῳ πλείονι φανερὸν γενήσεταί ποτε.

1

.

1

.

13

τῶν καρπῶν δ’ εἰς ἀπόθεσιν ἐπιτηδείους ὄντας ἴσθι τοὺς πρὶν σαπῆναι

1

.

1

.

14

ξηραινομένους. πιθανῶς δ’ ἄν τις ὀνομάζοι μικρὸν πυρὸν τὴν τίφην, καὶ τῇ χρόᾳ καὶ τῇ πυκνότητι καὶ τῇ θερμότητι τὴν δύναμιν ἐοικυῖαν

1

.

1

.

15

αὐτῷ. πολλὰ δὲ καὶ ἄλλα σπέρματα παραπλήσια μέν, οὐκ ἀκριβῶς 〈δὲ〉 ταὐτὸν εἶδος ἔχοντα τοῖς εἰρημένοις ἐστίν, τὰ μὲν ἐν τῷ μεταξὺ κριθῆς τε καὶ τίφης ἢ μεταξὺ πυροῦ τε καὶ τίφης, ἔνια δ’ ἐγγυτάτω τῆς φύσεως τὰ μὲν ὀλύρης ἐστί, τὰ δὲ κριθῆς ἢ τίφης ἢ πυροῦ, καθάπερ
5ἄλλα τὰ μὲν ἐλύμου, τὰ δὲ κέγχρου προσηγορίας ἔχοντα, τινὰ μὲν ἁπλᾶς, ὥσπερ ἐν Ἰταλίᾳ τὸ σιτάνιον [μέν], ἔνια δὲ συνθέτους, ὡς ἐν Καππαδοκίᾳ μὲν τὸ καλούμενον γυμνὴ κριθή, κατὰ δὲ Βιθυνίαν τὸ
ζεόπυρον.

1

.

2

t

Ἐκ τῶν Ἀθηναίου περὶ πυρῶν, ἐκ τοῦ α λόγου.

1

.

2

.

1

Τῶν σίτων κράτιστοι πρὸς εὐτροφίαν εἰσὶν οἱ πυροί· διαφέρουσι δ’ ἀλλήλων τῷ μᾶλλον καὶ ἧσσον θερμαίνειν τε καὶ ὑγραίνειν παρὰ τὰ γένη καὶ παρὰ τοὺς τόπους, ἐν οἷς φύονται, καὶ παρὰ τὰς κατα‐

1

.

2

.

2

στάσεις τῶν ὡρῶν καὶ τῶν ἀέρων καὶ παρὰ τὸν χρόνον. παρὰ μὲν οὖν τὰ γένη διαφέρουσιν οἱ πυροί, ὅτι οἱ μὲν αὐτῶν σιτάνιοι καὶ ἀλευρῖται, οἱ δὲ σεμιδαλῖταί εἰσιν· οἱ μὲν οὖν σιτάνιοι κοῦφοί τέ εἰσι καὶ χαῦνοι τῇ συστάσει καὶ λευκοί· κατειργασμένοι γάρ εἰσι, τῆς γεώ‐
5δους οὐσίας ἐν αὐτοῖς ἐπὶ πλέον κεχυμένης καὶ διαλελυμένης ὑπὸ τῆς οἰκείας συμπέψεως· διόπερ ἑτοίμην καὶ εὔπεπτον καὶ καθόλου εὐμετά‐ βολον τὴν τροφὴν προσφέρονται, ἔτι δ’ εὐδιάπνευστον καὶ εὐεκποίητον, ἐλάσσονα δὲ καὶ οὐκ ἴσην τοῖς σεμιδαλίταις καὶ πρὸς ὑγείαν μᾶλλον

1

.

2

.

3

ἢ ῥώμην ἁρμόζουσαν. οἱ δὲ σεμιδαλῖται βαρύτεροί τέ εἰσι καὶ πυκνοὶ καὶ ξανθοὶ καὶ διαφανεῖς, καὶ δύσπεπτοι μέν εἰσιν, ἀνάδοσιν δ’ ἔχουσι δαψιλῆ καὶ δυσδιάπνευστον καὶ καθόλου πρὸς ῥώμην μᾶλλον ἢ πρὸς

1

.

2

.

4

ὑγείαν εἰσὶν ἐπιτήδειοι. παρὰ δὲ τοὺς τόπους διαφέρουσιν οἱ πυροὶ οἱ ἐν ξηραῖς καὶ ἀλιπέσι χώραις γινόμενοι τῶν ἐν εὐγείοις καὶ πιεραῖς φυομένων· οἱ μὲν γὰρ ἀπ’ ἐλάσσονος ὕλης καὶ κουφοτέρας καὶ λεπτο‐ τέρας συνεστῶτες εὐκατέργαστοι μέν εἰσι καὶ εὐμετάβολοι, ἐλάσσονα
5δὲ τροφὴν προσφέρονται, ὃν τρόπον οἱ ἐν τοῖς καύσοις λεγομένοις ἐπισπειρόμενοι· τῆς γὰρ ἐν τοῖς τόποις ὕλης ἐμπρησθείσης, διὰ τὸ ἀλιπὲς καὶ ἄτροφον τῆς τέφρας λευκοί τε γίνονται καὶ χαῦνοι καὶ

1

.

2

.

5

σιτάνιοι. οἱ δ’ ἐν εὐγείοις καὶ λιπαροῖς τόποις φυόμενοι, ἀπὸ δαψιλοῦς καὶ στερεᾶς ὕλης τρεφόμενοι, πυκνοί τέ εἰσι καὶ βαρεῖς καὶ πολύτροφοι· καὶ οἱ ἀναπεπταμένοι δὲ τῶν τόπων καὶ εὔπνοοι καὶ εὐήλιοι βελτίους

1

.

2

.

6

πυροὺς φέρουσι καὶ πολὺ τροφιμωτέρους. διαφέρουσι δὲ τοῖς τόποις καὶ οἱ ἐν ψυχροῖς ἄγαν καὶ χιονοβολουμένοις φυόμενοι τῶν ἐν θερ‐ μαῖς χώραις σπειρομένων· οἱ μὲν γὰρ ἐν ψυχροῖς τόποις φυόμενοι κατειργασμένοι μᾶλλόν εἰσι καὶ λεπτομερεῖς, οἷοίπερ εἰσὶν οἱ σιτάνιοι
5μήποτε γὰρ οἷον φωλευούσης ἐν αὐτοῖς τῆς δυνάμεως καὶ ὀλίγην μὲν τροφὴν ἀναλαμβανούσης, ταύτην δ’ ἐκ τοῦ κατ’ ὀλίγον, ἐπὶ πολὺ δὲ πεττούσης, πλείονα κατεργασίαν τε καὶ χύσιν ἐν αὐτοῖς τὸ γεῶδες λαμβάνει· διὸ καὶ κοῦφοί τέ εἰσιν οἱ πυροὶ καὶ εἰς λεπτὸν ἄλευρον

1

.

2

.

7

ἀναλελυμένοι. καὶ τοὺς τριμηνιαίους δὲ πυροὺς κουφοτέρους ὄντας καὶ μάλιστα τοὺς ἐν τοῖς χιονοβολουμένοις τόποις γινομένους ὁμοίους

1

.

2

.

8

ὄντας παρειλήφαμεν. οἱ δ’ ἐν θερμοῖς τόποις γινόμενοι τῶν πυρῶν ἄφθονον μὲν τροφὴν παραλαμβάνουσι καὶ πολλὴν πυκνοτέραν τε καὶ

1

.

2

.

9

ἧσσον κεχυμένην τε καὶ διακεκριμένην. οἱ δ’ ἑλώδεις τῶν πυρῶν ἄτροφοί τέ εἰσι καὶ κουφότεροι καὶ τὸ αἷμα φαῦλον ποιοῦσι καὶ ἧσσον

1

.

2

.

10

θερμαίνουσι τὰ σώματα. καὶ οἱ κάθυγροι δὲ τῶν τόπων ἀτροφωτέρους φέρουσι καὶ ἀτονωτέρους τοὺς πυρούς, δοκοῦσι δὲ καὶ τῷ ὅλῳ γένει

1

.

2

.

11

μεταβάλλειν εἰς αἴρας διὰ πλεονασμὸν ὑδάτων. οἱ δ’ ἐν σκιεροῖς καὶ συνδένδροις τόποις γεννώμενοι πλέον ἔχουσι τὸ σκύβαλον τοῦ χρησί‐

1

.

2

.

12

μου. παρὰ δὲ τὰς καταστάσεις τῶν ὡρῶν καὶ τῶν ἀέρων οἱ πυροὶ διαφέρουσι· παρὰ μὲν τὰς ὥρας, ὅταν τε εὔκρατος καὶ σύμμετρος αὐτῶν ἡ μεταβολὴ γένηται ψύξει καὶ θερμασίᾳ καὶ ὄμβροις καὶ πάλιν ἀνοχαῖς τῶν ὑδάτων (συμβαίνει γὰρ εὐτροφεῖν τε καὶ πληροῦσθαι τοῖς
5ὄγκοις τοὺς πυρούς), καὶ τοὐναντίον, ὅταν ἀκαίρως, ἀκρατῶς καὶ ἀσυμ‐ μέτρως ἕκαστον τῶν εἰρημένων ἐπιτελῆται (ἰσχνοὶ γὰρ καὶ ἄτροφοι γίνονται)· παρὰ δὲ τοὺς ἀέρας, ὅταν κατὰ τοὺς προσήκοντας καιροὺς εὐδίεινοι γένωνται καὶ εὐήλιοι καὶ εὐήνεμοι ἢ τοὐναντίον ἐπινεφεῖς καὶ δυσήλιοι, πολλάκις δὲ καὶ ψεκάδας φέροντες, ἤδη θερμῆς τῆς ὥρας
10οὔσης καὶ πρὸς τελείωσιν τῶν πυρῶν ὄντων· φθίνουσι γὰρ ἐρυσιβού‐

1

.

2

.

13

μενοι. παραπλησίως δὲ καὶ ὅταν βαρέα καὶ ξηρὰ καὶ θερμὰ γένηται πνεύματα τὰ ὑπὸ τὸν καιρὸν τῆς τῶν σταχύων πληρώσεως, καὶ ἰσχυροὶ καὶ πολὺν χρόνον φυσήσωσιν οἱ λεγόμενοι καύσωνες, ἐπικαίουσι τοὺς

1

.

2

.

14

στάχυας καὶ ξηραίνουσι, καὶ διὰ τοῦτο ἀτρόφους κατασκευάζουσιν. παρὰ δὲ τὸν χρόνον διαφέρουσιν οἵ τε νέοι καὶ οἱ παλαιοὶ καὶ οἱ μεταξὺ τούτων· οἱ μὲν γὰρ πρόσφατοι πολυχυλότεροί εἰσι καὶ πνευματώδεις καὶ πολύτροφοι, οἱ δὲ παλαιοὶ τοὐναντίον ἀχυλότεροι καὶ ξηρότεροι
5καὶ ἀτροφώτεροι, οἱ δὲ μεταξὺ τούτων κατὰ χρόνον τὰς μεσότητας ἔχουσι τῶν εἰρημένων.

1

.

3

t

Περὶ τῶν κατὰ τὰς ὥρας κρεῶν.

1

.

3

.

1

Σύες μὲν 〈μετὰ〉 τὴν ἐαρινὴν ὥραν εἰσὶ κάκιστοι μέχρι Πλειάδος

1

.

3

.

2

δύσεως φθινοπωρινῆς, τὸ δ’ ἐντεῦθεν μέχρι ἦρος κάλλιστοι. αἶγες δὲ τὸν μὲν χειμῶνα κάκισται, τοῦ δ’ ἦρος ἄρχονται κρείσσους γίνεσθαι

1

.

3

.

3

μέχρι Ἀρκτούρου δύσεως. πρόβατα δὲ καὶ ταῦτα τὸν μὲν χειμῶνα κάκιστα, μετὰ δὲ τὴν ἰσημερίαν πιαίνεται μέχρι τροπῶν θερινῶν· αἱ δὲ βόες, ὅταν ἡ πόα ἐκκαρπῇ ἦρός τε παυομένου καὶ τῷ θέρει παντί.

1

.

3

.

4

τῶν δ’ ὀρνίθων οἱ μὲν κατὰ χειμῶνα κάλλιστα ἔχουσιν, ὅσοι γε ἐπι‐ φαίνονται χειμῶνος, ὁ κόσσυφός τε καὶ ἡ κίχλα καὶ φάσσα· οἱ δ’
ἀτταγῆνες κατὰ τὸ φθινόπωρον καὶ μελαγκόρυφοι συκαλίς τε καὶ χλω‐

1

.

3

.

5

ρὶς καὶ ὄρτυγες τηνικαῦτα πιότατοι. ἀλεκτορίδες τὸν μὲν χειμῶνα οὐ πάνυ εὐσωματοῦσι καὶ μάλιστα ἐν νοτίοις· ἡ δὲ τρυγὼν ἐν φθινο‐

1

.

3

.

6

πώρῳ καλλίστη. τῶν δ’ ἰχθύων οἱ μὲν ἐν τῇ κυήσει κάλλιστοι, κάρις, κάραβος καὶ τὰ μαλάκια, τευθίς, σηπία, τὰ δ’ ὅταν ἄρχηται ἐπωάζεσθαι, ὥσπερ οἱ κέφαλοι, ὑπερπλησθέντες δ’ οὗτοι τῶν κυημάτων λεπτοὶ καὶ

1

.

3

.

7

ἄτροφοι καὶ ἔτι μᾶλλον τεκόντες. ὁ δὲ θύννος πιότατος μετ’ Ἀρκτοῦ‐ ρον, θέρους δὲ χείρων.

1

.

4

t

Ἐκ τῶν Γαληνοῦ περὶ πυρῶν ἑφθῶν.

1

.

4

.

1

Ἑφθοὶ πυροὶ ἔδεσμα βαρὺ καὶ δύσπεπτόν ἐστιν· δύναμιν δ’ ἔχουσι μεγάλην, εἰ πεφθεῖεν, οὕτω βρωθέντες πυροί, καὶ τρέφοντες ἰσχυρῶς τὸ σῶμα καὶ ῥώμην ἐπίσημον παρεχόμενοι τοῖς προσενεγκαμένοις αὐτούς.

1

.

5

t

Περὶ χόνδρου.

1

.

5

.

1

Τοῦ γένους τῶν πυρῶν ἐστιν ὁ χόνδρος, ἱκανῶς τρόφιμόν τε καὶ γλίσχρον ἔχων χυμόν, ἐάν τε ἐν ὕδατι μόνῳ ἑψηθεὶς λαμβάνηται δι’ οἰνομέλιτος ἢ οἴνου γλυκέος ἢ στύφοντος (ἴδιος γὰρ ἑκάστου καιρὸς τῆς χρήσεως), ἐάν τε τορυνηθεὶς μετ’ ἐλαίου καὶ ἁλῶν· ἐμβάλλεται
5δέ ποτε καὶ ὄξους αὐτῷ, καὶ καλοῦσιν οἱ ἰατροὶ τοῦ παρασκευασθέντος

1

.

5

.

2

οὕτω χόνδρου πτισανιστὶ γεγονέναι τὴν ἄρτυσιν. εἰσὶ δὲ καὶ οἱ ἄρτοι οἱ ἐκ τοῦ χόνδρου τροφιμώτατοι μέν, διαχωροῦντες δ’ ἧττον.

1

.

6

t

Περὶ ἀμύλου.

1

.

6

.

1

Ἐκ πυρῶν σκευάζεται τοῦτο δύναμιν ἔχον ὁμαλυντικὴν τῶν τετρα‐

1

.

6

.

2

χυσμένων· οὔτε γὰρ στῦψίν τινα ἔχει οὔτε δριμύτητα περιφανῆ. παρα‐ πλήσιον δ’ ἐστὶ τῇ δυνάμει τοῖς πλυτοῖς ἄρτοις τὸ ἄμυλον, ἐλάττονα δὲ τροφὴν διδὸν τῷ σώματι καὶ μὴ θερμαῖνον.

1

.

7

t

Περὶ τῶν ἐξ ἀλεύρου πεμμάτων.

1

.

7

.

1

Οἱ ταγηνῖται σκευάζονται δι’ ἐλαίου μόνου· βάλλεται δὲ τὸ μὲν ἔλαιον εἰς τήγανον ἐπικείμενον ἀκάπνῳ πυρί, καταχεῖται δ’ αὐτῷ θερ‐ μανθέντι τὸ τῶν πυρῶν ἄλευρον ὕδατι δεδευμένον πολλῷ· διὰ ταχέων οὖν ἐν τῷ ἐλαίῳ ἑψόμενον συνίσταται καὶ παχύνεται παραπλησίως
5ἁπαλῷ τυρῷ· τηνικαῦτα δ’ ἤδη καὶ στρέφουσιν οἱ σκευάζοντες αὐτό, τὴν μὲν ἄνωθεν ἐπιφάνειαν ἐργαζόμενοι κάτωθεν ὡς ὁμιλεῖν τῷ ταγήνῳ, τὸ δ’ αὐτάρκως ἑψόμενον, ὃ κάτωθεν ἦν πρότερον, εἰς ὕψος ἀνάγοντες ὡς ἐπιπολῆς εἶναι· κἀπειδὰν ἤδη καὶ τὸ κάτω παγῇ, στρέ‐ φουσιν αὖθις αὐτὸ δίς που καὶ τρίς, ἄχριπερ ἂν ὁμαλῶς αὐτοῖς

1

.

7

.

2

ἑψῆσθαι δόξῃ. εὔδηλον οὖν ὅτι παχύχυμόν τε τοῦτό ἐστι καὶ στατικὸν γαστρὸς καὶ χυμῶν ὠμῶν γεννητικόν· διὸ καί τινες αὐτῷ μιγνύουσι μέλιτος, εἰσὶ δ’ οἳ καὶ τῶν θαλαττίων ἁλῶν· εἴη δ’ ἂν ἤδη τοῦτό γε πλακοῦντός τι γένος, ὥσπερ γε καὶ ἄλλα τοιαῦτα πλακούντων εἴδη
5συντιθέασιν ἀποσχέδια οἵ τε κατ’ ἀγρὸν ἄνθρωποι καὶ τῶν κατὰ

1

.

7

.

3

πόλιν οἱ πένητες. καὶ γὰρ οὖν καὶ ὅσα διὰ κριβάνου τῶν ἀζύμων πεμμάτων ὀπτῶσιν, εἶτα ἀφελόντες ἐμβάλλουσιν εἰς μέλι θερμὸν εὐθέως, ὡς δέξασθαι δι’ ὅλων ἑαυτῶν αὐτό, καὶ ταῦτα πλακοῦντός τι γένος ἐστί, καὶ τὰ διὰ τῶν ἰτρίων σκευαζόμενα μετὰ μέλιτος πάντα. διττὸν
5δὲ τῶν ἰτρίων τὸ εἶδος· ἄμεινον μὲν ὃ καλοῦσι ῥύμματα, φαυλότερον

1

.

7

.

4

δὲ τὰ λάγανα. πάντα γοῦν ὅσα διὰ τούτων καὶ σεμιδάλεως συντίθεται παχύχυμά τέ ἐστι καὶ βραδύπορα καὶ τῶν καθ’ ἧπαρ διεξόδων τῆς τροφῆς ἐμφρακτικὰ καὶ σπληνὸς ἀσθενοῦς αὐξητικὰ καὶ λίθων ἐν νεφροῖς γεννητικά, τρόφιμα δ’ ἱκανῶς, εἰ πεφθείη τε καὶ καλῶς αἱματωθείη.

1

.

7

.

5

τὰ δὲ σὺν μέλιτι σκευαζόμενα μικτῆς γίνεται δυνάμεως, ὡς ἂν τοῦ μέλιτος αὐτοῦ τε λεπτὸν ἔχοντος χυμόν, ὅσοις τε ἂν ὁμιλήσῃ, καὶ ταῦτα λεπτύνοντος· εἰκότως οὖν ὅσα μέλιτός τε πλείονα ἐν τῇ σκευ‐ ασίᾳ προσείληφε καὶ τὴν ἕψησιν ἔσχηκε μακροτέραν, ἧττόν τέ ἐστι
5βραδύπορα, καὶ χυμὸν γεννᾷ μικτὸν ἐκ λεπτοῦ τε καὶ παχέος, ἥπατί τε καὶ νεφροῖς καὶ σπληνὶ τοῖς μὲν ὑγιεινοῖς ἀμείνω τῶν χωρὶς μέλι‐ τος σκευασθέντων, ἐμφράξεως δ’ ἀρχὴν ἔχουσιν ἢ φλεγμαίνουσιν ἢ σκιρρουμένοις οὐδὲν ἧττον ἐκείνων, ἀλλ’ ἔστιν ὅτε καὶ μᾶλλον βλαβερά, καὶ πολὺ μάλιστα πάντων ὧν γλίσχρον ἱκανῶς ἐστι τὸ ἄλευρον· θώρακά

1

.

7

.

6

γε μὴν οὐδὲν οὐδὲ πνεύμονα βλάπτει τῶν οὕτως σκευασθέντων. ἑψών‐ των δὲ παρ’ ἡμῖν πολλῶν ἄλευρον πυροῦ μετὰ γάλακτος, ἰστέον καὶ

1

.

7

.

7

τοῦτο ἔδεσμα τῶν ἐμπλαττομένων ὑπάρχον. ὥσπερ γὰρ εὔχυμά τε καὶ τρόφιμα πάντα ἐστὶ τὰ τοιαῦτα τῶν ἐδεσμάτων, οὕτως βλάπτει τοὺς διηνεκῶς αὐτοῖς χρωμένους, ἐμφράξεις τε ποιούμενα καθ’ ἧπαρ
καὶ λίθους ἐν νεφροῖς γεννῶντα.

1

.

8

t

Περὶ ἄρτων πυρίνων.

1

.

8

.

1

Ἄριστος ἄρτος εἰς ὑγείαν ἐστὶν ἀνθρώπῳ μήτε νέῳ μήτε γυμνα‐ ζομένῳ 〈ὁ〉 πλεῖστον μὲν ζύμης ἔχων, πλεῖστον δ’ ἁλῶν, ἐπὶ πλεῖον δὲ τετριμμένος καὶ κατειργασμένος, ὠπτημένος δ’ ἐν κριβάνῳ συμμέτρως

1

.

8

.

2

θερμῷ. κρίσις δὲ τοῦ πλείστου κατὰ τὴν ζύμην καὶ τοὺς ἅλας ἡ γεῦσις ἔστω σοι· τὸ γὰρ ἤδη λυποῦν ἐν τῇ τούτων πλείονι μίξει μοχθηρόν.

1

.

8

.

3

ὅσοι δὲ τὸν πλυτὸν ἄρτον ἐπενόησαν σκευάζειν, ἀτροφώτερον μὲν εὗρον ἔδεσμα, πεφευγὸς δέ, ὡς οἷόν τε μάλιστα, τὴν ἐκ τῆς ἐμφρά‐ ξεως βλάβην· ἥκιστα γὰρ ὁ ἄρτος οὗτος ἔχει τὸ παχὺ καὶ γλίσχρον, ἀερωδέστερος ἀντὶ γεωδεστέρου γεγονώς· ὁρᾶται δ’ ἡ κουφότης αὐτοῦ
5διά τε τοῦ σταθμοῦ κἀκ τοῦ μὴ δύεσθαι καθ’ ὕδατος, ἀλλ’ ἐποχεῖσθαι

1

.

8

.

4

τρόπον φελλοῦ. κάλλιστοι δὲ τῶν ἄρτων εἰσὶν οἱ κριβανῖται, ἐφεξῆς δ’ οἱ ἰπνῖται, τὴν αὐτὴν ἐσχηκότες δηλονότι παρασκευήν· ἐπεὶ γὰρ οὐχ ὁμοίως ὀπτῶνται διὰ βάθους τοῖς κριβανίταις, διὰ τοῦτο ἀπο‐

1

.

8

.

5

λείπονται αὐτῶν. οἱ δ’ ἐπὶ τῆς ἐσχάρας ὀπτηθέντες ἢ κατὰ θερμὴν τέφραν μοχθηροὶ πάντες εἰσίν, ἀνωμάλως διακείμενοι· τὰ μὲν γὰρ

1

.

8

.

6

ἐκτὸς αὐτῶν ὑπερώπτηται, τὰ δὲ διὰ βάθους ἐστὶν ὠμά. μετὰ δὲ τοὺς πυρίνους ἄρτους οἱ ἀπὸ τῆς ὀλύρης εἰσὶ κάλλιστοι, ὅταν εὐγενεῖς ὦσιν αἱ ὄλυραι, δεύτεροι δ’ αὐτῶν εἰσιν οἱ τίφινοι.

1

.

9

t

Περὶ ἄρτων, ἐκ τῶν Ἀθηναίου, ἐκ τοῦ λ λόγου.

1

.

9

.

1

Οἱ λεπτοὶ τῶν ἄρτων ἀχυλότεροί τέ εἰσι καὶ ἀτροφώτεροι, τῆς ὀπτήσεως μᾶλλον καθικνουμένης καὶ ἐξατμιζούσης τὸ τροφῶδες· διὸ

1

.

9

.

2

καὶ τὸ τῶν ἰτρίων καὶ τὸ τῶν λαγάνων γένος ἐστὶν ἀχυλότερον. κατὰ δὲ τὸν αὐτὸν λόγον οἱ κάτοπτοι τῶν ἐγχύλων ἧσσον τρέφουσι καὶ οἱ δίπυροι· ἐπὶ ποσὸν γὰρ ὀπτηθέντες ἀνατρίβονται πάλιν, ἔπειτα δ’ ἐκ δευτέρου τῆς τρίψεως καὶ τῆς ὀπτήσεως τυγχάνουσιν· συμβαίνει γὰρ
5διατεθερμασμένους αὐτοὺς καὶ ἐπὶ ποσὸν κεχυμένους πολὺ μᾶλλον ὑπὸ τῆς τρίψεως χεῖσθαι καὶ διαλύεσθαι, τοιούτων δὲ γεγονότων, ὑπὸ τῆς δευτέρας ὀπτήσεως ἱκανὸν μὲν ἐξ αὐτῶν ἀπαναλῶσθαι, τὸ δ’ ὑπο‐ λειπόμενον κοῦφόν τε γίνεσθαι καὶ χαῦνον καὶ λεπτομερὲς καὶ εὐδιοί‐

1

.

9

.

3

κητον. ὅτι δ’ οἱ θερμοὶ καὶ πρόσφατοι τροφιμώτεροι τῶν ψυχρῶν εἰσι καὶ τῶν παλαιῶν, δῆλον· ἡ γὰρ θερμότης αὐτῶν συλλαμβάνεται
τῇ πέψει.

1

.

10

t

Περὶ κριθῶν, ἐκ τῶν Γαληνοῦ.

1

.

10

.

1

Οἱ μὲν πυροὶ θερμαίνουσι φανερῶς, αἱ δὲ κριθαὶ ψυκτικὸν ἔχουσί τι κατὰ πάντας τοὺς τρόπους τῆς χρήσεως, ἐάν τε ἄρτους τις τύχῃ ἐξ αὐτῶν σκευάσας, ἐάν τε πτισάνην ἑψήσας, ἐάν τε ἄλφιτα ποιησάμενος·

1

.

10

.

2

χυμὸν δὲ γεννῶσι ῥυπτικόν. οἱ δ’ ἄρτοι οἱ ἐξ αὐτῶν οὐ μόνον τῶν πυρίνων, ἀλλὰ καὶ τῶν ὀλυρίνων καὶ πολὺ μᾶλλον τῶν τιφίνων ψαθυ‐ ρώτεροι, μηδὲν ἐν ἑαυτοῖς ἔχοντες γλίσχρον· εὔδηλον οὖν ὅτι τροφὴν ὀλίγην παρέχουσι τοῖς σώμασιν.

1

.

11

t

Περὶ κριθῶν, ἐκ τῶν Ἀθηναίου, ἐκ τοῦ λ λόγου.

1

.

11

.

1

Τῶν κριθῶν αἱ μὲν γυμναὶ καὶ ἄφλοιοι πολύχυλοί τέ εἰσι καὶ

1

.

11

.

2

πολύτροφοι, συνεγγίζουσαι τοῖς πυροῖς μᾶλλον τῶν ἄλλων. ἐχόμεναι δὲ τούτων εἰσὶν αἱ δίστιχοι, ἔλαττον ἔχουσαι [τῶν πυρῶν] ἀποκάθαρμα τῶν μονοστίχων.

1

.

12

t

Περὶ ἀλφίτων καὶ μάζης, ἐκ τῶν Γαληνοῦ.

1

.

12

.

1

Τροφὴν μὲν ὀλίγην δίδωσι τοῖς σώμασι καὶ τοῖς γυμναζομένοις

1

.

12

.

2

ἐλάττονα, τοῖς δ’ ἀγυμνάστοις ἱκανήν. ἡ δὲ μᾶζα τοσοῦτον ἀπο‐ λείπεται εἰς τροφὴν σώματος ἄρτου κριθίνου, ὅσον οὗτος πυρίνου· πέττεται δὲ καὶ ἧττον τῶν κριθίνων ἄρτων ἡ μᾶζα καὶ φύσης μᾶλλον ἐμπίπλησι τὴν γαστέρα, καὶ εἰ ἐπὶ πλέον ἐν αὐτῇ μένοι, ταραχὴν ἐρ‐

1

.

12

.

3

γάζεται μᾶλλόν τε διαχωρεῖ κάτω φυραθεῖσα καὶ τριφθεῖσα μέχρι πλείονος· εἰ δὲ καὶ μέλι προσλάβοι, θᾶττον ἔτι καὶ διὰ τοῦτο παρ‐ ορμήσει τὴν γαστέρα πρὸς ἔκκρισιν.

1

.

13

t

Περὶ τιφῶν καὶ ὀλυρῶν.

1

.

13

.

1

Οἱ μὲν οὖν ὀλύρινοι κάλλιστοι μετὰ τοὺς πυρίνους εἰσίν, 〈ὅταν γε εὐγενεῖς ὦσιν〉 αἱ ὄλυραι, δεύτεροι δ’ αὐτῶν οἱ τίφινοι· μοχθηρῶν

1

.

13

.

2

δ’ οὐσῶν τῶν ὀλυρῶν, οὐδὲν ἐκείνων ἀπολείπονται. βελτίστων δὲ τῶν τιφῶν οὐσῶν, οἱ θερμοὶ τίφινοι πολὺ κρείττους εἰσὶ τῶν ὀλυρίνων· ἑωλισθέντες δὲ χείρους αὐτῶν γίνονται, ὥστε μετὰ μίαν ἡμέραν ἢ δύο καὶ πολὺ μᾶλλον ἐν ταῖς ἐφεξῆς ὁ φαγὼν ἄρτον τοιοῦτον οἴεται πηλὸν
5ἐγκεῖσθαι τῇ κοιλίᾳ· θερμὸς δ’ ὢν ἔτι καὶ τοῖς ἐκ τῶν πόλεων σκευ‐ άζεται μετὰ τυροῦ τινος ἐπιχωρίου προσφερομένοις αὐτόν, ὀνομάζουσι

1

.

13

.

3

δ’ ὀξυγαλάκτινον. ὁ μὲν οὖν θερμὸς ἐσθιόμενος οὐ μόνον τοῖς κατ’

1

.

13

.

4

ἀγρόν, ἀλλὰ καὶ τοῖς ἐν ταῖς πόλεσι περισπούδαστός ἐστιν. ὁ δὲ τριῶν ἢ τεττάρων ἡμερῶν καὶ τοῖς ἀγροίκοις αὐτοῖς ἀηδέστερος μὲν ἤδη βρωθῆναι, δυσχερέστερος δὲ πεφθῆναι, βραδυπορώτερος δὲ κατὰ γαστέρα, τοῦ θερμοῦ μηδὲ τοῦτο ἔχοντος τὸ σύμπτωμα· καὶ μέντοι καὶ τρέφει
5τὸ σῶμα θερμὸς ὢν ἱκανῶς, ὡς ἀπολείπεσθαι μὴ πολὺ τοῦ πυρίνου

1

.

13

.

5

συγκομιστοῦ. τὸ δὲ σπέρμα τὸ τῆς τίφης ἔχει μὲν ἔξωθεν λέμμα, καθάπερ ὄλυρά τε καὶ κριθή, πτισθὲν δ’ ἀρτοποιεῖται καὶ ὅλως εἰς χρῆσιν ἄγεται· καὶ ἐξ ὕδατος ἑψηθὲν ἐσθίεται κατὰ τὸν ὑπὸ τῶν ἀγροίκων ὀνομαζόμενον ὑπόθερμον, ἐμβαλλομένου σιραίου· καί ποτε

1

.

13

.

6

καὶ μεθ’ ἁλῶν ἐσθίεται. τὴν δ’ εὐγενεστάτην ὄλυραν, ὅταν ὡς χρὴ πτίσωσιν, τὸν ὀνομαζόμενον τράγον ποιοῦσιν, ᾧ πολλοὶ χρῶνται δι’ ὕδατος ἑψῶντες, εἶτα τὸ μὲν ὕδωρ ἀποχέοντες ἐπιχέουσι σίραιον ἢ οἶνον γλυκὺν ἢ οἰνόμελι· παρεμβάλλουσι δὲ καὶ κώνους ἐν ὕδατι δια‐
5βεβρεγμένους, ὡς ἐπὶ πλεῖστον ἐξοιδηκέναι.

1

.

14

t

Περὶ βρόμου.

1

.

14

.

1

Τοῦτο τὸ σπέρμα τροφὴ τῶν ὑποζυγίων ἐστίν, οὐκ ἀνθρώπων, εἰ μή ποτε ἄρα λιμώττοντες ἀναγκασθῶσιν ἐκ τούτου τοῦ σπέρματος ἀρ‐ τοποιήσασθαι· χωρὶς δὲ λιμοῦ δι’ ὕδατος ἑψηθὲν ἐσθίεται μετ’ οἴνου

1

.

14

.

2

γλυκέος ἢ ἑψήματος ἢ οἰνομέλιτος ὁμοίως τῇ τίφῃ. θερμότητος δ’ ἱκανῆς μετέχει παραπλησίως ἐκείνῃ, καίτοι γε οὐχ ὁμοίως αὐτῇ σκλη‐ ρὸν ὑπάρχον· διὸ καὶ τροφὴν ἐλάττονα παρέχει τῷ σώματι· ἄλλως δ’ ἐστὶν ἀηδὴς ὁ ἐξ αὐτοῦ γινόμενος ἄρτος, οὐ μὴν ἐπισχετικὸς γαστρὸς
5ἢ προτρεπτικός.

1

.

15

t

Περὶ κέγχρου καὶ ἐλύμου, ὃν καὶ μελίνην ὀνομάζουσιν.

1

.

15

.

1

Γίνεται μὲν ἄρτος ποτὲ καὶ ἐκ τούτων, ὅταν ἀπορία καταλάβῃ τῶν προγεγραμμένων σιτηρῶν ἐδεσμάτων, ὀλιγότροφος δ’ ἐστὶ καὶ ψυχρὸς καὶ δῆλον ὅτι κραῦρός τε καὶ ψαθυρός· εἰκότως οὖν ὑγραινο‐

1

.

15

.

2

μένην γαστέρα ξηραίνει. τὸ δ’ ἄλευρον ἑψῶντες αὐτῶν ἐν τοῖς ἀγροῖς,

1

.

15

.

3

εἶτα πιμελὴν χοιρείαν ἢ ἔλαιον ἀναμιγνύντες ἐσθίουσιν. κρεῖττον δ’ ἐστὶν ἐλύμου κέγχρος εἰς πάντα· καὶ γὰρ ἥδιον εἰς ἐδωδὴν καὶ δύσπεπτον ἧττόν ἐστι καὶ ἧττον ἐπέχει γαστέρα καὶ μᾶλλον τρέφει.

1

.

15

.

4

καὶ μετὰ γάλακτος δ’ ἐνίοτε τὸ ἄλευρον αὐτῶν ἑψήσαντες ἐσθίουσιν ὥσπερ τὸ τῶν πυρῶν οἱ ἀγροῖκοι· καὶ δῆλον ὅτι τὸ ἔδεσμα τοῦτο τοσούτῳ κρεῖττόν ἐστιν ἐσθιόμενον, ὅσῳ καὶ τὸ γάλα εἰς εὐχυμίαν τε πολλὴν καὶ τἄλλα πάντα διενήνοχεν.

1

.

16

t

Περὶ ὀρύζης.

1

.

16

.

1

Τούτῳ τῷ σπέρματι εἰς ἐπίσχεσιν γαστρὸς χρῶνται, δυσπεπτότερον δ’ ἐστὶ χόνδρου καὶ τρέφον ἧττον.

1

.

17

t

Περὶ φακῶν.

1

.

17

.

1

Στυπτικὸν μὲν ἔχουσι τὸ λέμμα, τὴν δ’ οἷον σάρκα παχύχυμόν τε καὶ γεώδη καὶ βραχὺ μετέχουσαν αὐστηρᾶς ποιότητος, ἧς τὸ λέμμα πολλῆς μετέχει· χυμὸς δ’ ἐν αὐτοῖς ἐναντίος τῷ στυπτικῷ· διὸ κἂν ἑψήσας τις αὐτοὺς ἐν ὕδατι προσενέγκηται τὸ ὕδωρ, ἡδύνας ἁλσὶν ἢ

1

.

17

.

2

γάρῳ καὶ μετ’ αὐτῶν ἐλαίῳ, διαχωρητικὸν γίνεται τὸ πόμα. δὶς δ’ ἑψηθέντων, ὡς εἴρηται, τῶν φακῶν, ἐξ αὐτῶν σκευαζομένη φακὴ τὴν ἐναντίαν ἔχει δύναμιν τῷ χυλῷ, ξηραίνουσα τὰ κατὰ γαστέρα ῥεύματα καὶ [τὸν] τόνον ἐντιθεῖσα τῷ στομάχῳ καὶ τοῖς ἐντέροις καὶ συμπάσῃ

1

.

17

.

3

τῇ γαστρί. ἡ δ’ ἀφῃρημένη τὸ λέμμα φακὴ τὸ μὲν ἰσχυρὸν τῆς στύ‐ ψεως ἀπόλλυσι, τροφιμωτέρα δὲ γίνεται τῆς ἀπτίστου, παχύχυμός τε οὖσα καὶ βραδύπορος, οὐ μὴν ξηραντική γε τῶν κατ’ αὐτὴν ῥευμά‐ των, ὥσπερ ἡ ἄπτιστος· ἔστι δὲ καὶ κακόχυμον τοῦτο τὸ ἔδεσμα καὶ

1

.

17

.

4

τὸν μελαγχολικὸν χυμὸν ἐργαζόμενον. τὴν δ’ ὄψιν ἀμβλύνει μὲν τὴν ὑγιεινῶς διακειμένην ὑπερξηραίνουσα, τὴν δ’ ἐναντίως ἔχουσαν ὀνίνησιν.

1

.

18

t

Περὶ κυάμων.

1

.

18

.

1

Σκευάζεται μὲν καὶ καθ’ ἑαυτὸ τὸ ἔτνος τῶν κυάμων καὶ μετὰ πτισάνης, ὅπερ σαρκοῖ τὴν ἕξιν οὐκ ἐσφιγμένῃ σαρκί, καθάπερ τὸ χοί‐ ρειον κρέας, ἀλλὰ χαυνοτέρᾳ πως μᾶλλον· φυσῶδες δ’ ἐστὶν ἔδεσμα,

1

.

18

.

2

ὅπως ἂν σκευασθῇ. τὴν δ’ οὐσίαν οὐ πυκνὴν καὶ βαρεῖαν, ἀλλὰ χαύνην τε καὶ κούφην ἔχουσιν οἱ κύαμοι, καί τι καὶ ῥυπτικὸν ἔχουσιν ὁμοίως

1

.

18

.

3

πτισάνῃ. ὄντος δὲ τοῦ τῶν κυάμων ἔτνους φυσώδους, ἔτι καὶ μᾶλλον,

1

.

18

.

4

ὅτε ὁλοκλήρους τις αὐτοὺς ἑψήσας χρῆται, φυσώδεις γίνονται. φρυ‐ γέντες μέντοι τὸ μὲν φυσῶδες ἀποτίθενται, δυσπεπτότεροι δὲ καὶ
βραδύποροι γίνονται καὶ παχὺν χυμὸν εἰς τροφὴν ἀναδιδόασι τῷ σώ‐

1

.

18

.

5

ματι. χλωροὶ δ’ ἐσθιόμενοι πρὶν πεπανθῆναί τε καὶ ξηρανθῆναι τὸ κοινὸν ἁπάντων ἔχουσι τῶν καρπῶν, ὅσους πρὸ τοῦ τελειωθῆναι προσ‐ φερόμεθα, τροφὴν ὑγροτέραν διδόντες τῷ σώματι.

1

.

19

t

Περὶ πισσῶν.

1

.

19

.

1

Οἱ πισσοὶ παραπλήσιόν τι κατὰ τὴν ὅλην οὐσίαν ἔχοντες κυάμοις ἐσθιόμενοί τε κατὰ τοὺς αὐτοὺς τρόπους αὐτοῖς, ἐν δύο τοῖσδε παρ‐ αλλάττουσιν, ὅτι τε φυσώδεις ὁμοίως τοῖς κυάμοις οὔκ εἰσι, καὶ ὅτι τὴν ῥυπτικὴν δύναμιν οὐκ ἔχουσι, καὶ διὰ τοῦτο βραδυπορώτεροι κατὰ
5γαστέρα τῶν κυάμων εἰσίν.

1

.

20

t

Περὶ ἐρεβίνθων.

1

.

20

.

1

Οὐχ ἧττον κυάμων ἐρέβινθοι φυσώδεις εἰσί, τρέφουσι δ’ οὐχ ἧττον ἐκείνων, ἐπεγείρουσι δὲ καὶ τὰς εἰς συνουσίαν ὁρμὰς ἅμα τῷ καὶ

1

.

20

.

2

σπέρματος εἶναι γεννητικοί. ὑπάρχει δὲ καὶ ῥυπτικὴ δύναμις αὐτοῖς ἐπὶ πλέον ἢ τοῖς κυάμοις, ὥστε τινὲς ἐξ αὐτῶν καὶ τοὺς ἐν νεφροῖς συνισταμένους λίθους ἐναργῶς θρύπτουσιν· μέλανες δ’ εἰσὶν οὗτοι καὶ μικροὶ καὶ καλοῦνται κριοί· βέλτιον δὲ τὸν χυλὸν αὐτῶν μόνον πίνειν

1

.

20

.

3

ἑψῶντας ἐν ὕδατι. οἱ δὲ χλωροὶ ὁμοίως πᾶσι περιττωματικοὶ τυγ‐ χάνουσι, καθάπερ καὶ οἱ φρυγέντες τὸ μὲν φυσῶδες ἀποτίθενται, δυσ‐ πεπτότεροι δὲ γίνονται καὶ σταλτικώτεροι καὶ τροφὴν ἐλάττονα διδόασι τοῖς σώμασιν.

1

.

21

t

Περὶ θέρμων.

1

.

21

.

1

Θέρμος σκληρός ἐστι καὶ γεώδης τὴν οὐσίαν, ὥστε ἀνάγκη δύσ‐ πεπτον αὐτὸν εἶναι καὶ παχὺν γεννᾶν χυμόν, ἐξ οὗ μὴ καλῶς ἐν ταῖς

1

.

21

.

2

φλεψὶ κατεργασθέντος ὁ καλούμενος ἰδίως ἀθροίζεται χυμός. ἔστι δ’ ὁ ἐδώδιμος τῶν ἀποίων ὡς πρὸς αἴσθησιν καὶ διὰ τοῦτο οὔτε εἰς δια‐ χώρησιν ἐπιτήδειος οὔτε ἐφεκτικὸς τυγχάνων.

1

.

22

t

Περὶ τήλεως τῆς καὶ βουκέρως.

1

.

22

.

1

Ὑπάγει γαστέρα διὰ γάρου προεσθιομένη· ἐσθίεται δὲ δι’ ὄξους καὶ γάρου, καὶ δι’ οἴνου δὲ καὶ γάρου καὶ ἐλαίου· καί τινες σὺν ἄρτῳ λαμβάνουσιν αὐτήν, οὐ[τε] κεφαλαλγῆ γινομένην, ὥσπερ ἡ διὰ

1

.

22

.

2

γάρου. ἐσθίεται δὲ τῆλις καὶ πρὶν ἐκκαρπῆσαι εἰς ὄξος καὶ γάρον,
ἔνιοι δὲ καὶ ἔλαιον βάλλουσι μετ’ ἄρτου· κεφαλαλγὴς δ’ ἐστὶν ἡ τοι‐

1

.

22

.

3

αύτη. χυλὸς δ’ ἑψηθεὶς τήλεως καὶ μετὰ μέλιτος λαμβανόμενος ἐπι‐ τήδειός ἐστιν ὑπάγειν ἅπαντας τοὺς ἐν τοῖς ἐντέροις μοχθηροὺς χυμούς· ὅτι δὲ καὶ ῥυπτικῆς μετέχει δυνάμεως, ἐπὶ τὴν ἔκκρισιν παρορμᾷ τὸ ἔντερον.

1

.

23

t

Περὶ φασήλων καὶ ὠχρῶν.

1

.

23

.

1

Καὶ ταῦτα τὰ σπέρματα, καθάπερ καὶ τὴν τῆλιν, ὕδατι διαβρέ‐ χοντες οἱ ἄνθρωποι μέχρι τοῦ φῦσαι ῥίζαν ἐσθίουσι πρὸ τῆς ἄλλης τροφῆς ὑπαγωγῆς ἕνεκα γαστρός, ἐναποβάπτοντες γάρῳ· τρόφιμον δ’

1

.

23

.

2

ἔχει τὸν χυμόν, ὅταν ἀναδοθῇ πεφθέντα, μᾶλλον τήλεως. ἔστι δέ πως ταῦτα μέσα τῶν εὐχύμων τε καὶ κακοχύμων, εὐπέπτων τε καὶ δυσ‐ πέπτων, βραδυπόρων τε καὶ ταχυπόρων, ἀφύσων τε καὶ φυσωδῶν, ὀλιγοτρόφων τε καὶ πολυτρόφων· οὐδὲ γὰρ οὐδὲ ποιότητά τινα δρα‐
5στήριον ἔχει.

1

.

24

t

Περὶ λαθύρων.

1

.

24

.

1

Ἐσθίονται καὶ τῇ φακοπτισάνῃ παραπλησίως. χυλὸν δ’ ἔχουσι τῇ μὲν δυνάμει παραπλήσιόν πως ὠχροῖς τε καὶ φασήλοις, παχύτερον δὲ τῇ συστάσει, καὶ διὰ τοῦτό γε οὗτοι τροφιμώτεροί πως ἐκείνων εἰσίν.

1

.

25

t

Περὶ ἀράκων.

1

.

25

.

1

Παραπλήσιον τοῦτο τὸ σπέρμα λαθύροις ἐστίν· καὶ γὰρ ἡ χρῆσις ἅπασα καὶ ἡ δύναμις αὐτοῦ παραπλησία τῇ τῶν λαθύρων ἐστί, πλὴν ὅσον σκληρότεροί τε καὶ δυσεψητότεροι καὶ διὰ τοῦτο καὶ δυσπεπτότεροι

1

.

25

.

2

τῶν λαθύρων εἰσὶν οἱ ἄρακοι. παρ’ ἡμῖν δ’ ἄγριόν τι καὶ σκληρὸν καὶ στρογγύλον, ὀρόβου μακρότερον ἐν τοῖς Δημητριακοῖς καρποῖς εὑρίσκομεν, ὃν ὀνομάζουσιν ἄραχον διὰ τοῦ χ, καὶ ῥίπτουσιν αὐτὸν ἐκ‐ λέγοντες ὥσπερ γε καὶ τὸν πελεκινόν.

1

.

26

t

Περὶ δολίχων ἤτοι φασιόλων.

1

.

26

1,2

Τούτους ἔνιοι λοβοὺς ὀνομάζουσιν, ἔνιοι φασιόλους. διαχωρητικοὶ

1

.

26

.

2

(2)

δ’ εἰσὶ μᾶλλον τῶν πισσῶν καὶ ἧσσον φυσώδεις καὶ τρόφιμοι.

1

.

27

t

Περὶ ὀρόβων.

1

.

27

.

1

Ἐν λιμῷ ποτε μεγάλῳ κατ’ ἀνάγκην ἐσθίονται· ἧττον δ’ εἰσὶ φαρμακώδεις ἐν αὐτοῖς οἱ λευκοὶ τῶν πρὸς τὸ ξανθὸν ἢ ὠχρὸν ἀφιστα‐

1

.

27

.

2

μένων. οἱ δ’ ἀφεψηθέντες δίς, ἀπογλυκανθέντες δὲ δι’ ὕδατος πολ‐ λάκις ἀποτίθενται μὲν τὴν ἀηδίαν, ἀποτίθενται δὲ σὺν αὐτῇ καὶ τὴν ῥυπτικήν τε καὶ τμητικὴν δύναμιν, ὥστε ὑπολείπεσθαι τὸ γεῶδες αὐτῶν τῆς οὐσίας, ὃ χωρὶς πικρότητος ἐπιφανοῦς ἔδεσμα ξηραντικὸν γίνεται.

1

.

28

t

Περὶ σησάμου καὶ ἐρυσίμου.

1

.

28

.

1

Λιπαρόν ἐστι τὸ τῶν σησάμων σπέρμα· διὸ καὶ τάχιστα ἐλαιηρὸν γίνεται· διὰ τοῦτο οὖν ἐμπίπλησι τοὺς ἐσθίοντας αὐτὸ ταχέως ἀνατρέπει τε τὸν στόμαχον καὶ βραδέως πέττεται καὶ τροφὴν δίδωσι τῷ σώματι

1

.

28

.

2

λιπαράν· ἐπεὶ δὲ παχύχυμόν ἐστιν, οὐδὲ διεξέρχεται ταχέως. τὸ δ’ ἐρύσιμον σησάμῳ κατὰ τὴν τοῦ σώματος οὐσίαν ὁμοιογενές πως ὂν ἀηδέστερόν τέ ἐστι βρωθῆναι καὶ τροφὴν ἥττονα δίδωσι τῷ σώματι καὶ παντὶ χεῖρον ὑπάρχει· θερμὰ δ’ ἐστὶ ταῖς κράσεσιν ἄμφω καὶ διὰ
5τοῦτο καὶ διψώδη.

1

.

29

t

Περὶ μήκωνος σπέρματος.

1

.

29

.

1

Τῆς ἡμέρου μήκωνος χρήσιμόν ἐστι τὸ σπέρμα ἐπιπαττόμενον ἄρτοις ὡς ἥδυσμα· βέλτιον δ’ ἐστὶ τὸ λευκότερον σπέρμα τοῦ μελανω‐ τέρου, δύναμιν δ’ ἔχει ψυκτικήν· διὰ τοῦτο καὶ ὑπνωτικόν ἐστιν· εἰ δὲ πλέον ληφθείη, καὶ καταφορικὸν καὶ δύσπεπτον· ἔτι δὲ τῶν ἐκ

1

.

29

.

2

πνεύμονός τε καὶ θώρακος ἀναβηττομένων ἐπισχετικόν. ὠφελεῖ μέντοι τοὺς ἐκ κεφαλῆς καταρροϊζομένους λεπτῷ ῥεύματι· τροφὴν δ’ οὐκ ἀξιόλογον παρέχει τῷ σώματι.

1

.

30

t

Περὶ λινοσπέρμου.

1

.

30

.

1

Κακοστόμαχόν ἐστι καὶ δύσπεπτον τὸ λινόσπερμον καὶ τροφὴν ὀλίγην παρέχει τῷ σώματι, τῆς γαστρὸς δ’ οὔ[τε] τι κινητικὸν ἔχει,
βραχὺ δέ τι τῆς οὐρητικῆς δυνάμεως μετέχει, καὶ μάλιστα φρυχθέν.

1

.

31

t

Περὶ ὁρμίνου.

1

.

31

.

1

Χρῶνται μὲν αὐτῷ φρύγοντες καὶ λειοῦντες, μιγνύντες μέλιτος· ὀλίγον δ’ ἔχει τρόφιμον.

1

.

32

t

Περὶ καννάβεως.

1

.

32

.

1

Τῆς καννάβεως τὸ σπέρμα δύσπεπτόν ἐστι καὶ κακοστόμαχον κεφαλαλγές τε καὶ κακόχυμον· θερμαίνει δ’ ἱκανῶς.

1

.

33

t

Περὶ ἄγνου σπέρματος.

1

.

33

.

1

Ἀφροδισίους ὁρμὰς ἐπέχειν πεπίστευται τὸ τοῦ ἄγνου σπέρμα· τροφὴν δ’ ὀλίγην δίδωσι τῷ σώματι, καὶ ταύτην ξηραίνουσαν μὲν καὶ ψύχουσαν, ἄφυσον δ’ ἱκανῶς· κατὰ πάντα οὖν ταῦτα τοῖς ἁγνεύειν ἀφροδισίων βουλομένοις ἐπιτήδειόν ἐστιν.

1

.

34

t

Περὶ βίκου.

1

.

34

.

1

Τὸ σχῆμα τούτων ἔοικε τοῖς φακοῖς· ἐν λιμῷ δ’ ἐσθίουσιν αὐτοὺς οἱ ἄνθρωποι, καὶ μάλιστα τοῦ ἦρος, ἔτι χλωρῶν ὄντων, ὥσπερ ἐρεβίνθων

1

.

34

.

2

τε καὶ κυάμων. ἔστι δ’ οὐκ ἀηδῆ μόνον, ἀλλὰ καὶ δύσπεπτα καὶ στατικὰ γαστρὸς καὶ κακόχυμα τυγχάνοντα καὶ τοῦ μελαγχολικοῦ χυμοῦ γεννητικά.

1

.

35

t

Περὶ κολοκύντης.

1

.

35

.

1

Ἑψηθεῖσα καλῶς ἡ κολοκύντη σαφῆ ποιότητα χυμῶν οὐδεμίαν ἔχει καὶ εἰκότως πολλοὺς ἐπιδέχεται τρόπους σκευασίας, ὡς ἂν ἐν τῷ μέσῳ καθεστῶσα πασῶν τῶν ὑπερβολῶν· αὕτη μὲν οὖν, ὅσον ἐφ’ ἑαυτῇ, τροφὴν τῷ σώματι δίδωσιν ὑγρὰν καὶ ψυχρὰν καὶ διὰ τοῦτο
5καὶ βραχεῖαν· ῥᾳδίως δ’ ὑπέρχεται κατὰ γαστέρα τῷ τῆς οὐσίας ὀλι‐

1

.

35

.

2

σθηρῷ, πέττεται δ’ οὐ κακῶς, ὅταν γε μὴ φθάσῃ διαφθαρῆναι. ἡ δ’ ὀπτηθεῖσα καὶ ταγηνισθεῖσα τῆς μὲν οἰκείας ὑγρότητος ἀποτίθεται πάμ‐ πολυ, τὸ δ’ ὑπόλοιπον αὐτῆς οὐδεμίαν ἰσχυρὰν ἐπικτᾶται δύναμιν, ὥσπερ οὐδ’ ὅταν ἁπλῷ ζωμῷ σκευασθῇ· χαίρει δ’ εἰκότως ὀριγάνῳ

1

.

35

.

3

διὰ τὴν ὑδατώδη ποιότητα. ἔνιοι δὲ κενοῦντες αὐτῆς τὸ σπέρμα κἄπειτα τὴν οἷον σάρκα ξηράναντες ἀποτίθενται μὲν εἰς τὸν χειμῶνα, χρῶνται δὲ πάντα μᾶλλον ἢ ὡς κολοκύνταις αὐταῖς· ἄχυλοί τε γὰρ
γίνονται καὶ ξηραί, καττύμασι παραπλήσιαι.

1

.

36

t

Περὶ πεπόνων.

1

.

36

.

1

Ἡ μὲν ὅλη φύσις αὐτῶν ψυχροτέρα ἐστὶ σὺν ὑγρότητι δαψιλεῖ, ῥυπτικὸν δ’ ἔχουσί τι· διὸ καὶ κινοῦσιν οὖρα καὶ ἐξέρχονται κάτω τῶν

1

.

36

.

2

κολοκυντῶν καὶ τῶν μηλοπεπόνων μᾶλλον. 〈τῆς δ’〉 οἷον σαρκὸς αὐτῶν τὸ σπέρμα ῥύπτει μᾶλλον, μοχθηρὸν δ’ ἐργάζεται χυμὸν ἐν τῷ σώματι, καὶ μᾶλλον ὅταν μὴ καλῶς πεφθῇ· τηνικαῦτα δὲ χολερικοὺς ἀποτελεῖν εἴωθεν· καὶ γὰρ καὶ πρὶν διαφθαρῆναι πρὸς ἔμετον ἐπι‐
5τήδειόν ἐστι, καὶ πλεῖόν γε βρωθέν, ἐὰν μή τις αὐτῷ τι τῶν εὐχύμων ἐδεσμάτων ἐπιφάγῃ, κινήσει πάντως ἔμετον.

1

.

37

t

Περὶ μηλοπεπόνων.

1

.

37

.

1

Οἱ μηλοπέπονες ἧττον τῶν πεπόνων εἰσὶν ὑγροὶ καὶ ἧττον κακό‐ χυμοι καὶ ἧττον οὐρητικοὶ καὶ ἧττον ὑπέρχονται κάτω, τὸ δ’ εἰς ἔμετον

1

.

37

.

2

ἐξορμᾶν ὁμοίως τοῖς πέποσιν οὐκ ἔχουσι. πολὺ δ’ ἀπολειπόμενοι τῶν εὐστομάχων ὀπωρῶν οὐκ ἔχουσι τὸ τῶν πεπόνων κακοστόμαχον.

1

.

38

t

Περὶ σικύων.

1

.

38

.

1

Οὐρητικὸν μὲν ἔχουσί 〈τι〉 καὶ αὐτοὶ καθάπερ καὶ οἱ πέπονες,

1

.

38

.

2

ἀλλ’ ἧττον ἐκείνων. τοῖς δὲ καλῶς πέττουσιν αὐτούς, ὅταν αὐτῶν ἄδην ἐμφορηθῶσι, χρόνῳ πολλῷ καὶ ἀμέτρως παχὺν χυμὸν ἀθροίζουσιν, οὐκ εὐπετῶς ἐπιδέξασθαι δυνάμενον τὴν εἰς αἷμα χρηστὸν ἀλλοίωσιν ἐν τῇ κατὰ τὰς φλέβας πέψει.

1

.

39

t

Περὶ σύκων.

1

.

39

.

1

Τὸ μὲν κοινὸν οὐ μόνον ὀπώραις πάσαις, ἀλλὰ καὶ τοῖς ὡραίοις ὀνομαζομένοις καρποῖς ἔχει καὶ τὰ σῦκα, φυγεῖν οὐ δυνηθέντα τὴν κακοχυμίαν οὐδ’ αὐτά, καίτοι τῶν ἄλλων ἁπάντων ὡραίων ἧττον αὐτῆς

1

.

39

.

2

μετέχοντα. πρόσεστι δ’ αὐτοῖς ἀγαθὰ τὸ κατὰ γαστέρα πορίμοις εἶναι καὶ τὸ διεξέρχεσθαι ῥᾳδίως ὅλον τὸ σῶμα· καὶ γάρ τι καὶ ῥυπτικὸν

1

.

39

.

3

ἀξιόλογον ἔχει. τροφὴν δ’ ἁπασῶν τῶν ὀπωρῶν ὀλίγην τῷ σώματι διδουσῶν, ἧττον ἁπασῶν τοῦτο τὰ σῦκα πέπονθεν, οὐ μὴν ἐσφιγμένην γε καὶ ἰσχυρὰν ἐργάζεται τὴν σάρκα, ἀλλ’ ὑπόσομφον, ὥσπερ ὁ κύαμος· ἐμπίπλησί γε μὴν φύσης καὶ αὐτὰ τὴν γαστέρα, τῷ τάχει δὲ τῆς δι‐

1

.

39

.

4

εξόδου τὴν φῦσαν ὀλιγοχρόνιον ἐργάζεται. τὸ δ’ ἀκριβῶς πέπειρον σῦκον ἐγγὺς τοῦ μηδ’ ὅλως βλάπτειν ἥκει παραπλησίως ταῖς ἰσχάσι, πολλὰ μὲν ἐχούσαις τὰ χρήσιμα, μοχθηρὸν δ’ ἐχούσαις τι τοῖς πλεο‐ νάζουσιν ἐν αὐταῖς· οὐ πάνυ γὰρ αἷμα γεννῶσι χρηστόν, ὅθεν αὐταῖς

1

.

39

.

5

καὶ τὸ τῶν φθειρῶν πλῆθος ἕπεται. δύναμιν δ’ ἔχουσι λεπτυντικήν τε καὶ τμητικήν, δι’ ἣν καὶ τὴν γαστέρα πρὸς ἔκκρισιν ἐξορμῶσι καὶ νεφροὺς ἐκκαθαίρουσιν, ἥπατι δὲ καὶ σπληνὶ φλεγμαίνουσι μέν εἰσι [δὲ] βλαβεραί, καθάπερ καὶ τὰ σῦκα, τῷ κοινῷ λόγῳ τῶν γλυκέων ἁπάντων
5ἐδεσμάτων τε καὶ πομάτων, οὐ κατ’ ἰδίαν τινὰ δύναμιν ἐξαίρετον. ἐμπεφραγμένοις δὲ καὶ σκιρρουμένοις αὐταὶ μὲν καθ’ ἑαυτὰς οὐδὲν οὔτε εἰς ὠφέλειαν οὔτε εἰς βλάβην ἐργάζονται, μιγνύμεναι δὲ τοῖς τέμνουσί

1

.

39

.

6

τε καὶ ῥύπτουσι φαρμάκοις οὐ μικρὸν ὄφελός εἰσιν. ὅσοι δὲ μετά τινος τῶν ἐδεσμάτων ἐσθίουσι τά τε σῦκα καὶ τὰς ἰσχάδας, οὐ μικρὰ βλάπτονται.

1

.

40

t

Ἐκ τῶν Ῥούφου, περὶ σύκων.

1

.

40

.

1

Σῦκα τῆς μὲν ἄλλης ὀπώρας ἐστὶ κρείσσω, βλάβην δὲ καὶ ταῦτα

1

.

40

.

2

ἔχει τινά. αἱ δ’ ἰσχάδες ἱκανῶς τρέφειν σῶμα δύνανται· οἱ γοῦν

1

.

40

.

3

παλαιοὶ τοῖς ἀθληταῖς ἰσχάδας ἐσθίειν παρεῖχον. Πυθαγόρας δὲ πρῶτος ὑπήλλαξε τὴν προσφοράν, κρέα δοὺς Εὐραμένῃ τῷ Σαμίῳ· καὶ οὕτως μετέπεσεν ἡ δίαιτα.

1

.

41

t

Περὶ σταφυλῆς, ἐκ τῶν Γαληνοῦ.

1

.

41

.

1

Σῦκα καὶ σταφυλαὶ τῆς ὀπώρας ὅτιπερ κεφάλαιόν εἰσιν· καὶ γὰρ τρέφει μᾶλλον ἁπάντων τῶν ὡραίων ταῦτα καὶ ἥκιστά ἐστι κακόχυμα, καὶ μάλιστα ὅταν ἀκριβῶς ᾖ πέπειρα· οὐ μὴν ἰσχυρά γε καὶ πυκνὴ σάρξ ἐστιν ἡ ἐξ αὐτῶν γεννωμένη, ἀλλὰ χαύνη καὶ πλαδαρά· διὸ καὶ

1

.

41

.

2

ταχέως προσστέλλεται. ἧττον δὲ τῶν σύκων αἱ σταφυλαὶ τρέφουσι, μέγιστον δ’ αὐταῖς ἀγαθὸν ὑπάρχει τὸ ταχέως ὑπέρχεσθαι· διὸ κἂν ἐπισχεθῶσί ποτε, βλάπτουσιν ἱκανῶς, οὐκ ἐχόντων τοῦτο τῶν σύκων· εἰ γὰρ καὶ μὴ διαχωρήσωσιν ἀξιολόγως, ἀβλαβῆ τροφὴν δίδωσι τῷ

1

.

41

.

3

σώματι. ταῖς σταφυλαῖς δ’ οὐδέτερον ὑπάρχει τούτων· οὔτε γὰρ πέτ‐ τονται καλῶς, ὅταν ἐπισχεθῶσι, καὶ κατὰ τὴν εἰς ἧπάρ τε καὶ τὰς φλέβας ἀνάδοσιν ὠμὸν γεννῶσι χυμόν, οὐ ῥᾳδίως εἰς αἷμα μεταβαλλό‐

1

.

41

.

4

μενον. μᾶλλον δ’ ὑπέρχεται διὰ γαστρός, εἰ ἄνευ τῶν γιγάρτων αἱ
ῥᾶγες καταπίνονται· τὰ γὰρ γίγαρτα στύφει, ἄπεπτα καὶ ἀμετάβλητα

1

.

41

.

5

τυγχάνοντα. τῶν δ’ ἀποτιθεμένων τονωτικὴ μέν ἐστιν ἡ ἐν τοῖς στεμ‐ φύλοις συντιθεμένη καὶ τοὺς ἀνορέκτους ἐπεγείρει πρὸς ἐδωδήν· οὐ μὴν ὑπέρχεταί γε κατὰ γαστέρα καί, εἰ πλείων βρωθείη, κεφαλῆς ἅπτε‐ ται· ἡ δ’ ἐν τῷ γλεύκει συντιθεμένη ταύτης ἐστὶ μᾶλλον κεφαλαλγής·
5ἡ δὲ κρεμαστὴ οὔτε κεφαλὴν πλήττει οὔτε ἐπέχει γαστέρα οὔτε προ‐

1

.

41

.

6

τρέπει, εὐπεπτοτέρα δ’ ἐστὶ τῶν ἄλλων τῶν συντεθέντων. αἱ μὲν οὖν γλυκεῖαι τῶν σταφυλῶν θερμότερον ἔχουσι τὸν χυμόν (διὸ καὶ διψώ‐ δεις εἰσίν), αἱ δ’ αὐστηραί τε καὶ ὀξεῖαι ψυχρότερον, αἱ δ’ οἰνώδεις μέσαι ψυχροῦ τε καὶ θερμοῦ· τὴν γαστέρα δ’ ὑπάγουσιν αἱ γλυκεῖαι,
5καὶ μάλιστα ὅταν ὦσιν ὑγραί· μοχθηραὶ δ’ οὐκ εἰς ταῦτα μόνον, ἀλλὰ καὶ πρὸς τὴν ἐν γαστρὶ πέψιν αἵ τε ὀξεῖαι καὶ αὐστηραὶ σταφυλαί.

1

.

41

.

7

πασῶν δ’ ἀσφαλεστάτη χρῆσίς ἐστιν, ὅταν σαρκώδεις τε ὦσιν αἱ στα‐ φυλαὶ φύσει, πεπειροτάτων τε αὐτῶν τις ἐσθίῃ συμμέτρως, εἴτε οὖν ἐπὶ τῶν ἀμπέλων ἐπὶ πλεῖστον πεπανθεισῶν, εἴτε καὶ τὸ λεῖπον ἐκ τοῦ κρεμασθῆναι προσλαβουσῶν· ἐφεξῆς δὲ τῶν ὑγρῶν ἄνευ ποιότητος
5ὀξείας ἢ αὐστηρᾶς, ἃς ἕνεκεν ὑπαγωγῆς γαστρὸς ἐγχωρεῖ δαψιλῶς

1

.

41

.

8

ἐσθίειν. ἔνιοι δὲ καὶ γλεῦκος πίνουσι τῆς αὐτῆς χρείας ἕνεκεν, καὶ μάλιστα τὸ γλυκύ (τῶν ὑπακτικωτέρων γάρ)· τὸ δ’ ἐξ αὐστηρῶν ἢ

1

.

41

.

9

ὀξειῶν σταφυλῶν φαυλότατον εἰς πάντα. τὸ δ’ ἀπόβρεγμα τῶν στεμ‐ φύλων οὐρητικόν ἐστιν.

1

.

42

t

Περὶ ἀσταφίδων.

1

.

42

.

1

Αἱ μὲν αὐστηραὶ τῶν ἀσταφίδων ψυχρότεραι τὴν κρᾶσίν εἰσιν,

1

.

42

.

2

ὥσπερ αἱ γλυκεῖαι θερμότεραι. καὶ τὸν μὲν στόμαχον ῥωννύουσι καὶ τὴν γαστέρα στεγνοῦσιν αἱ αὐστηραί, καὶ δῆλον ὅτι μᾶλλον αὐτῶν αἱ

1

.

42

.

3

στρυφναί. μέσην δέ πως κατάστασιν αἱ γλυκεῖαι ποιοῦσι, μήτε ἐκλύ‐ ουσαι σαφῶς τὸν στόμαχον μήτε ὑπάγουσαι τὴν γαστέρα· τό γε μὴν ἐπικρατικὸν ὑπάρχει ταῖς γλυκείαις ἀεί, καθάπερ γε καὶ τὸ μετρίως ῥυπτικόν, ὥστε ἐξ ἀμφοτέρων τῶν δυνάμεων τὰς μικρὰς κατὰ τὸ
5στόμα τῆς κοιλίας ἀμβλύνουσι δήξεις, ὡς αἵ γε μείζους τῶν δήξεων

1

.

42

.

4

εὔδηλον ὅτι γενναιοτέρων χρῄζουσι βοηθημάτων. ἀμείνους δ’ ἐν ταῖς σταφίσιν εἰσὶν αἱ λιπαρώτεραί τε καὶ τὸν οἷον φλοιὸν ἔχουσαι λεπτόν.

1

.

42

.

5

ἔνιοι δὲ καλῶς ποιοῦντες ἐκ τῶν γλυκειῶν τῶν μεγάλων, οἵαιπέρ εἰσιν αἱ σκυβελιτικαί, [καὶ] πρὶν ἐσθίειν ἐξαιροῦσι τὰ γίγαρτα· χρονισθεῖσαι δ’ οὖν καὶ αὗται σκληρὸν ἴσχουσι καὶ παχὺ τὸ δέρμα, καὶ χρὴ προδιαβρέχειν αὐτὰς ἐν ὕδατι· καὶ γὰρ τὸ γίγαρτον ἑτοιμότερον οὕτως ἐξαιρεῖται.

1

.

42

.

6

ἔμπαλιν δὲ ταύταις ἕτεραί τινές εἰσιν ἀσταφίδες αὐστηραὶ καὶ βραχεῖαι,

1

.

42

.

7

γίγαρτον δ’ ὅλως οὐδὲν ἔχουσαι. τροφὴ δ’ ἐκ τῶν ἀσταφίδων ἀναδί‐ δοται τῷ σώματι παραπλησία κατὰ τὴν ποιότητα ταῖς σταφυλαῖς αὐταῖς· κατὰ δὲ τὴν ποσότητα πλείων μὲν ἡ ἐκ τῶν λιπαρῶν 〈τε〉 καὶ γλυ‐

1

.

42

.

8

κειῶν, ἐλάττων δ’ ἐκ τῶν αὐστηρῶν τε καὶ ἀλιπῶν. εἰσὶ δὲ καὶ εὐστομαχώτεραι τῶν ἰσχάδων.

1

.

43

t

Περὶ συκαμίνων, ἃ δὴ καὶ μόρα καλεῖται.

1

.

43

.

1

Τὰ συκάμινα καθαρᾷ μὲν ἐμπεσόντα γαστρὶ καὶ πρῶτα ληφθέντα διεξέρχεται τάχιστα καὶ τοῖς 〈σιτίοισ〉 ὑφηγεῖται· δεύτερα δ’ ἐφ’ ἑτέροις, ἢ καὶ χυμὸν εὑρόντα μοχθηρὸν ἐν αὐτῇ διαφθείρεται τάχιστα, δια‐ φθορὰν ἀλλόκοτόν τινα καὶ οὐρητικὴν ἴσχοντα ταῖς κολοκύνταις ὁμοίως·
5ἀβλαβέστατα γὰρ ὄντα τῶν ὡραίων ἐδεσμάτων, ὅταν μὴ διὰ ταχέων ὑποχωρήσῃ, μοχθηρὰν [δὲ] ἴσχει διαφθορὰν ὁμοίως τοῖς πέποσι, καίτοι

1

.

43

.

2

κἀκεῖνοι ταχέως ὑπελθόντες οὐδὲν μέγα βλάπτουσιν. καιρὸς δὲ τῆς χρήσεως, ὥσπερ τοῖς πέποσιν, οὕτω καὶ τοῖς μόροις, ὅταν αὐχμηρὸν καὶ θερμὸν γένηται τὸ τῆς γαστρὸς σῶμα· τοιοῦτο γάρ πως ἀναγκαῖόν

1

.

43

.

3

ἐστι τηνικαῦτα καὶ τὸ ἧπαρ εἶναι. πρόσεστι δὲ τοῖς συκαμίνοις καὶ στύψεώς τι, καὶ ὑγραίνει μὲν πάντως, ψύχει δ’ οὐ πάντως, εἰ μὴ ψυχρὰ ληφθείη· τροφὴν δ’ ἐλαχίστην δίδωσι τοῖς σώμασι παραπλησίως τοῖς πέποσιν.

1

.

44

t

Περὶ τοῦ τῆς βάτου καρποῦ.

1

.

44

.

1

Τὰ βάτινα στυπτικώτερα τῶν μόρων ἐστί, κἂν πολλάκις αὐτὰ προσενέγκηταί τις, κεφαλαλγεῖ, τινὲς δὲ καὶ τὸν στόμαχον ἀνιῶνται· διὸ χρὴ καλῶς ἐκπλύνειν πρὶν ἐπιχειρεῖν προσφέρεσθαι τὸν καρπὸν τοῦτον, ὅπερ οὐχ ἥκιστα κἀπὶ τῶν συκαμίνων ἐστὶ ποιητέον· οὐ μὴν
5ὑπάγει τὰ βάτινα τὴν κοιλίαν, ἀλλὰ καὶ μᾶλλον ἐπέχει.

1

.

45

t

Περὶ τοῦ τῶν κυνοσβάτων καρποῦ.

1

.

45

.

1

Ὁ τῶν κυνοσβάτων καρπὸς μικρῷ στυπτικώτερός ἐστι τοῦ τῶν βάτων καὶ διὰ τοῦτο καὶ τῆς γαστρὸς ἐφεκτικώτερος, ὀλίγην δὲ τροφὴν δίδωσι τῷ σώματι.

1

.

46

t

Περὶ τοῦ τῶν ἀρκεύθων καρποῦ.

1

.

46

.

1

Ἀρκευθίδες βραχεῖαν ἔχουσι γλυκύτητα καὶ ἔτι βραχυτέραν στῦψιν, ἀρωματίζουσι δέ, καὶ δῆλον ὅτι θερμαίνουσι δι’ ἣν ἔχουσι δριμύτητα.

1

.

46

.

2

τροφὴν δ’ ὀλίγην διδόασι τῷ σώματι καί, εἴ τις πολλὰς προσενέγκαιτο δάκνουσί τε τὸν στόμαχον καὶ τὴν κεφαλὴν θερμαίνουσι καὶ ὀδυνῶσιν· οὖρα δὲ μετρίως κινοῦσιν.

1

.

47

t

Περὶ περσικῶν.

1

.

47

.

1

Καὶ τούτων ὁ χυμὸς καὶ ἡ οἷον σὰρξ εὔφθαρτός ἐστι καὶ πάντῃ μοχθηρός, ὥστε οὐ χρή, καθάπερ ἔνιοι 〈εἰώθασι〉, τελευταῖα τῆς ἄλλης τροφῆς [εἰώθασιν] αὐτὰ προσφέρεσθαι· διαφθείρεται γὰρ ἐπιπολάζοντα, καὶ τἄλλα συνδιαφθείρει.

1

.

48

t

Περὶ ἀρμενιακῶν καὶ πραικοκκίων.

1

.

48

.

1

Ἐν τῷ τῶν περσικῶν γένει καὶ ταῦτά ἐστι, διαφοράν τινα αὐτῶν ἔχοντα πρὸς τὸ βέλτιον· οὔτε γὰρ ὁμοίως τούτῳ διαφθείρεται κατὰ τὴν κοιλίαν οὔτε ὀξύνεται· φαίνεται δὲ τοῖς πολλοῖς ἡδίω καὶ διὰ

1

.

48

.

2

τοῦτο εὐστομαχώτερα. τροφὴ δ’ ὅτι βραχεῖα τοῖς τοιούτοις καρποῖς

1

.

48

.

3

ὑπάρχει, λέλεκται πρόσθεν. ἔστι δ’ ἀμείνω τὰ πραικόκκια τῶν ἀρμε‐ νιακῶν.

1

.

49

t

Περὶ μήλων.

1

.

49

.

1

Ὅσα μὲν στύφει τῶν μήλων, ψυχρὸν ἴσχει καὶ γεώδη χυμόν, ὅσα δ’ ὀξέα φαίνεται, ψυχρὸν μέν, ἀλλὰ λεπτομερῆ· μέσης δ’ ὑπάρχει κράσεως τὰ γλυκέα πρὸς τὸ θερμότερον ῥέποντα, καθάπερ τὰ τελέως

1

.

49

.

2

ἄποια καὶ οἷον ὑδατώδη πρὸς τὸ ψυχρότερον κεκλιμένα. δῆλον δ’ ὡς τὰ μὲν στύφοντα τὰς κάτω διαχωρήσεις ἐπέχει, τὰ δ’ ὀξέα, παχὺν εὑρόντα χυμὸν ἐν τῇ γαστρί, τέμνοντα τοῦτον ὑπάγει τε κάτω καὶ διὰ τοῦτο ὑγραίνει τὰ διαχωρήματα, καθαρὰν δ’ εὑρόντα τὴν κοιλίαν

1

.

49

.

3

ἐπέχει μᾶλλον αὐτήν· τὰ δὲ γλυκέα ἀναδίδοται μᾶλλον. τὰ δ’ ἄποια, μήτε ἡδέα τυγχάνοντα μήτε ῥώμην ἐντιθέντα τῇ γαστρὶ μήτε ἴσχοντα

1

.

49

.

4

αὐτὴν εἰκότως ἀτιμάζεται καὶ τοῖς ὑσὶ βάλλεται. ὅσα δὲ καλῶς πε‐ πανθέντα ἐπὶ τῶν δένδρων φυλάττουσιν, ὠφελιμώτατα γίνεται πολ‐ λάκις ἐν νόσοις, ἤτοι περιπλασθέντα σταιτὶ καὶ κατὰ θερμὴν σποδιὰν ὀπτηθέντα συμμέτρως ἢ ἐν ὕδατος ζέοντος ἀτμῷ καλῶς ἑψηθέντα.

1

.

49

.

5

διδόναι δ’ αὐτὰ χρὴ μετὰ τὴν τροφὴν εὐθέως, ἐνίοτε δὲ καὶ μετ’ ἄρτου, ῥώμης τε γαστρὸς ἕνεκα καὶ στομάχου τοῖς ἀνορέκτοις καὶ βραδυπεπτοῦσιν ἐμετικοῖς τε καὶ διαρροϊζομένοις καὶ δυσεντερικοῖς.

1

.

49

.

6

ἐπιτήδεια δ’ εἰς τοιάνδε χρείαν ἐστὶ τὰ στρυφνά· συμμετρίαν γὰρ ἔχει τῆς στύψεως, ὡς εἶπον ἄρτι παρασκευασθέντα, τῶν μετρίως αὐστηρῶν ἅπασαν ἀποτιθεμένων τὴν στῦψιν ἐν τῇ τοιαύτῃ παρασκευῇ καὶ διὰ τοῦτο παραπλησίων γινομένων τοῖς ἐξ ἀρχῆς ὑδατώδεσιν.

1

.

50

t

Περὶ κυδωνίων καὶ στρουθίων μήλων.

1

.

50

.

1

Ἐξαίρετόν τι παρὰ τἄλλα μῆλα τούτοις ὑπάρχει στῦψίν τε πλείονα κεκτημένοις καὶ τὸν χυλὸν ἔχουσι μόνιμον, εἴ τις ἑψήσας αὐτὸν σὺν μέλιτι φυλάττειν ἐθέλοι· τῶν δ’ ἄλλων μήλων ὁ χυλὸς ὀξύνεται κεί‐

1

.

50

.

2

μενος, ὑγρότητα πολλὴν ἔχων ψυχράν. ὁ δ’ ἀπὸ τῶν στρουθίων χυλὸς μονιμώτερος γίνεται, ὥστε καὶ εἰς πλείονας διαμένειν ἐνιαυτούς, ὅταν κατὰ τὸ στόμα τοῦ ἀγγείου σχῇ πυκνὸν ἐπίπαγον, ὃς καὶ μέλιτι πολλάκις ἐπιμίγνυται καὶ ἄλλοις τισίν· καὶ χρὴ φυλάττειν αὐτὸν ἐπι‐
5κείμενον, ὅταν ἐθέλῃς ἀμετάβλητον ἐπὶ πλεῖστον διαμεῖναι τὸ φυλατ‐

1

.

50

.

3

τόμενον. ὁ δὲ τῶν κυδωνίων χυλὸς ἧττον ἡδὺς ὑπάρχει καὶ μᾶλλον στύφων, ὥστε εἴη ἄν ποτε καὶ τοῦδε χρεία πρὸς ῥῶσιν ἱκανῶς ἐκλύτου γαστρός.

1

.

51

t

Περὶ ἀπίων καὶ ῥοιῶν.

1

.

51

.

1

Περὶ μήλων ἃ εἶπον ἅπαντα μεταφέρων ἐπὶ τὰς ἀπίους τε καὶ

1

.

51

.

2

ῥοιάς, οὐδενὸς ἔτι νεωτέρου περὶ αὐτῶν ἑτέρου δεήσει λόγου. τροφὴν δὲ τῷ σώματι παρέχουσιν αἱ μὲν ῥοιαὶ παντάπασιν ἐλαχίστην, αἱ δ’ ἄπιοι, καὶ μάλιστα αἱ μεγάλαι (καλοῦσι δ’ αὐτὰς μναίας οἱ παρ’ ἡμῖν), ἔχουσί τι καὶ τρόφιμον.

1

.

52

t

Περὶ μεσπίλων καὶ οὔων.

1

.

52

.

1

Στύφει μὲν ἄμφω, πολὺ δὲ μᾶλλον οὔων τὰ μέσπιλα· διὸ καὶ ῥεούσῃ γαστρὶ συμφορώτατόν ἐστιν· ἡδίω δ’ αὐτῶν εἰς ἐδωδὴν τὰ οὖα.

1

.

52

.

2

πρόδηλον δ’ ὅτι τῶν τοιούτων ἁπάντων ὀλίγον ἐσθίειν προσῆκεν, οὐχ
ὡς σύκων ἢ σταφυλῶν δαψιλῶς.

1

.

53

t

Περὶ τοῦ τῶν φοινίκων καρποῦ.

1

.

53

.

1

Τῶν φοινίκων τινὲς μὲν ξηροί τέ εἰσι καὶ στύφοντες, ὥσπερ οἱ Αἰγύπτιοι, τινὲς δὲ μαλακοὶ καὶ ὑγροὶ καὶ γλυκεῖς, ὥσπερ οἱ καλού‐ μενοι καρυωτοί· κάλλιστοι δ’ οὗτοι γεννῶνται κατὰ τὴν Παλαιστίνην

1

.

53

.

2

Συρίαν ἐν Ἱεριχοῦντι. μεταξὺ δ’ ἀμφοτέρων τῶν εἰρημένων γενῶν οἱ ἄλλοι πάντες εἰσὶ φοίνικες, οἱ μὲν μᾶλλον, οἱ δ’ ἧττον ὄντες ὑγροί τε καὶ ξηροὶ καὶ γλυκεῖς καὶ στύφοντες· ἀλλὰ τῶν ἄκρων ἀφορισθέν‐ των εὐφορώτατον ἤδη σοι τὸ μέσον ἔστω πᾶν· ὁ μὲν γὰρ γλυκὺς
5χυλὸς ἐδείχθη τρόφιμος, ὁ δ’ αὐστηρὸς εὐστόμαχός τε καὶ γαστρὸς

1

.

53

.

3

ἐφεκτικός. ἅπαντες δ’ οἱ φοίνικες δύσπεπτοί τέ εἰσι καὶ κεφαλαλγεῖς πλείονες βρωθέντες· ἔνιοι δὲ καὶ δήξεώς τινος αἴσθησιν ἐμποιοῦσι τῷ

1

.

53

.

4

στόματι τῆς κοιλίας. ὁ δ’ ἀπ’ αὐτῶν ἀναδιδόμενος τῷ σώματι χυμὸς παχὺς μὲν πάντως ἐστίν, ἔχει δέ τι καὶ γλίσχρον, ὅταν ὁ φοίνιξ λιπαρός· ὅταν δὲ τῷ τοιούτῳ χυμῷ γλυκύ τι μιχθῇ, τάχιστα μὲν ὑπ’ αὐτοῦ τὸ ἧπαρ ἐμφράττεται· καὶ βλάπτεται δὲ καὶ φλεγμαῖνον καὶ σκιρρού‐
5μενον ἐσχάτως ὑπὸ τῆς ἐδωδῆς αὐτῶν· ἐφεξῆς δὲ τῷ ἥπατι καὶ ὁ σπλὴν ἐμφράττεται καὶ βλάπτεται.

1

.

54

t

Περὶ ἐλαιῶν.

1

.

54

.

1

Ὀλίγην μὲν πάνυ καὶ αὗται τροφὴν διδόασι τῷ σώματι, καὶ μάλιστα αἱ δρυπεπεῖς, καὶ ὥσπερ αὗται τὸν λιπαρόν, οὕτως αἱ ἁλμάδες καὶ κολυμβάδες καλούμεναι τὸν στύφοντα χυμὸν ἔχουσιν· διὸ καὶ

1

.

54

.

2

ῥωννύουσι τὸν στόμαχον ἐπεγείρουσί τε τὴν ὄρεξιν. ἐπιτηδειόταται δ’ αὐτῶν εἰσιν αἱ δι’ ὄξους συντιθέμεναι.

1

.

55

t

Περὶ καρύων.

1

.

55

.

1

Κάρυα τά τε μεγάλα καὶ τὰ λεπτοκάρυα οὐ πολλὴν τροφὴν δίδωσι τῷ σώματι, πλείων δ’ ὅμως ἐστὶν ἡ ἐν τῷ λεπτοκαρύῳ· ἀμφότερα δὲ μετέχει καὶ τῆς στυφούσης μετρίως ποιότητος, ἥτις χρονιζόντων μετα‐

1

.

55

.

2

πίπτει ἐπὶ τὸ ἐλαιῶδες. τὸ δὲ χλωρὸν κάρυον οὔτε τῆς στυφούσης σαφῶς μετέχει ποιότητος οὔτε τῆς ἐλαιώδους, ἀλλ’ ἐστὶν ἄποιά πως

1

.

55

.

3

καὶ ὑδατώδη. πέττεται δὲ τὸ κάρυον μᾶλλον τοῦ λεπτοκαρύου καὶ μᾶλλον εὐστόμαχόν ἐστι, καὶ πολὺ μᾶλλον σὺν ἰσχάσι ἐσθιόμενον.

1

.

55

.

4

εὔδηλον ὅτι ὑγρὸν μὲν ὂν πρὸς διαχώρησιν ἐπιτηδειότερον, τὸ δὲ ξηρὸν ἧττον· ἐμβρεχόμενον δὲ καὶ τοῦτο εἰς ὕδωρ καὶ λεπιζόμενον
παραπλήσιον γίνεται τῷ χλωρῷ τῇ δυνάμει.

1

.

56

t

Περὶ ἀμυγδάλων.

1

.

56

.

1

Ἐν τούτοις ἐπικρατεῖ ἡ λεπτυντική τε καὶ ῥυπτικὴ δύναμις· τινὰ δ’ οὕτως ἔχει τὴν τμητικὴν τῶν παχέων καὶ γλίσχρων δύναμιν, ὡς

1

.

56

.

2

μηδὲ βρωθῆναι δύνασθαι διὰ πικρότητα. τῆς γε μὴν ἐλαιώδους τε καὶ λιπαρᾶς μετέχει ποιότητος, ὥσπερ καὶ τὰ κάρυα· τροφὴν δ’ ὀλίγην δίδωσι τῷ σώματι.

1

.

57

t

Περὶ πιστακίων.

1

.

57

.

1

Τροφὴν μὲν ὀλιγοστὴν παρέχει, χρήσιμα δ’ ἐστὶν εἰς εὐρωστίαν ἥπατος· μετέχει γὰρ ὑποπίκρου καὶ ὑποστύφου ποιότητος.

1

.

58

t

Περὶ κοκκυμήλων.

1

.

58

.

1

Τροφὴν μὲν ἐλαχίστην παρέχει τοῖς σώμασι, χρήσιμα δ’ εἰσὶ τοῖς ὑγρᾶναί τε καὶ ψῦξαι μετρίως τὴν γαστέρα προαιρουμένοις· ὑπάρχει

1

.

58

.

2

δ’ αὐτοῖς καὶ ξηρανθεῖσιν εἶναι χρησίμοις. κάλλιστα δ’ αὐτῶν ἐστι τὰ ἐν Δαμασκῷ γινόμενα.

1

.

59

t

Περὶ σηρικῶν.

1

.

59

.

1

Ἔδεσμά ἐστι ταῦτα γυναικῶν καὶ παίδων ἀθυρόντων, ὀλιγότροφά

1

.

59

.

2

τε καὶ δύσπεπτα τυγχάνοντα μετὰ τοῦ μηδ’ εὐστόμαχα εἶναι. τροφὴν δὲ δῆλον ὅτι δίδωσιν ὀλιγοστὴν τῷ σώματι.

1

.

60

t

Περὶ κερατίων.

1

.

60

.

1

Κακόχυμά ἐστι καὶ χολώδη καὶ δύσπεπτα, ἀλλ’ οὐδὲ διαχωρεῖται ταχέως.

1

.

61

t

Περὶ καππάρεως.

1

.

61

.

1

Λεπτομερής ἐστιν ἡ δύναμις αὐτῶν καὶ διὰ τοῦτο τροφὴν ὀλι‐

1

.

61

.

2

γοστὴν δίδωσι τῷ σώματι. ταριχευθεῖσα δὲ καὶ διαβραχεῖσα μέχρι τοῦ τελέως ἀποθέσθαι τὴν ἐκ τῶν ἁλῶν δύναμιν, ὀλιγότροφον μὲν γίνεται, ἀπορρύπτει δὲ τὸ ἐν τῇ γαστρὶ φλέγμα καὶ ἐκφράττει τὰ σπλάγχνα πρὸ τῶν ἄλλων σιτίων δι’ ὀξυμέλιτος ἢ ὀξελαίου.

1

.

62

t

Περὶ συκομόρων.

1

.

62

.

1

Ἐν Ἀλεξανδρείᾳ γίνεται τοῦτο τὸ φυτόν· παραπλήσιον δὲ καρπὸν φέρει σύκῳ, δριμύτητα δ’ οὐδεμίαν ἔχει, βραχείας μετέχων γλυκύτητος,
ὑγρός πως καὶ ψυκτικώτερος ὢν κατὰ τὴν δύναμιν.

1

.

63

t

Περὶ περσέας καρποῦ.

1

.

63

.

1

Καὶ τοῦτο τὸ φυτόν ἐστιν ἐν Ἀλεξανδρείᾳ· ἱστοροῦσι δὲ τὸν καρ‐ πὸν αὐτοῦ οὕτω μοχθηρὸν ὑπάρχειν ἐν Πέρσαις, ὡς ἀναιρεῖν τοὺς φαγόντας, εἰς Αἴγυπτον δὲ κομισθέντα ἐδώδιμον γενέσθαι, παραπλησίως ἐσθιόμενον ἀπίοις τε καὶ μήλοις.

1

.

64

t

Περὶ κιτρίου.

1

.

64

.

1

Τρία μόριά ἐστι τούτου τοῦ καρποῦ, τό τε ὀξὺ κατὰ μέσον αὐτοῦ καὶ τὸ περὶ τοῦτο οἷον ἡ σὰρξ αὐτοῦ καὶ τρίτον τὸ περικείμενον

1

.

64

.

2

ἔξωθεν σκέπασμα. τοῦτο μὲν οὖν εὐῶδές ἐστι καὶ ἀρωματίζον, δύσ‐ πεπτον δέ· συνεργεῖ δ’ εἰς πέψιν, εἴ τις ὡς φαρμάκῳ χρῷτο αὐτῷ,

1

.

64

.

3

καὶ ῥώννυσι στόμαχον ὀλίγον ληφθέν. τῷ δ’ ὀξεῖ καὶ ἀβρώτῳ μέρει

1

.

64

.

4

χρῶνται εἰς ὄξος ἐμβάλλοντες χάριν τοῦ ποιεῖν ὀξύτερον αὐτό. τὸ μέσον δ’ ἀμφοῖν, ὃ δὴ καὶ τροφὴν τῷ σώματι δίδωσι, δύσπεπτόν ἐστιν.

1

.

65

t

Περὶ τῶν ἀγρίων φυτῶν.

1

.

65

.

1

Πρὸς τῷ βραχεῖαν διδόναι τροφὴν κακόχυμα πάντα ἐστί, καί τινά γε αὐτῶν κακοστόμαχα πλὴν τῶν ἀκανθωδῶν τῶν ἀρίστης γῆς
ἀνισχόντων.

2

.

1

t

Περὶ θριδακίνης.

2

.

1

.

1

Πάντων τῶν λαχάνων ὀλιγοστόν τε καὶ κακόχυμον αἷμα γεννών‐ των, ἡ θριδακίνη οὐ πολὺ μέν, οὐ μὴν οὐδὲ κακόχυμόν γε τελέως αἷμα γεννᾷ· ὑγρὸν μὲν οὖν ἔχει καὶ ψυχρὸν χυμόν, οὐ μὴν κακόχυμός γέ ἐστιν, ὡς ἔφην.

2

.

2

t

Περὶ ἰντύβων.

2

.

2

.

1

Οἱ ἴντυβοι ταῖς θρίδαξι παραπλησίαν ἔχουσι δύναμιν, ἀπολειπό‐ μενοι καὶ καθ’ ἡδονὴν αὐτῶν καὶ κατὰ τἄλλα τὰ πρόσθεν εἰρημένα περὶ θριδάκων.

2

.

3

t

Περὶ μαλάχης.

2

.

3

.

1

Ἔχει τι γλίσχρον ἡ μαλάχη, τῆς θρίδακος μὴ ἐχούσης, ἀπο‐

2

.

3

.

2

κεχώρηκέ τε σαφῶς τοῦ ψύχειν. ὑπέρχεται δὲ τὸ λάχανον τοῦτο ῥᾳδίως, καὶ μάλιστα ὅταν 〈μετ’〉 ἐλαίου καὶ γάρου δαψιλῶς τις αὐτὸ συγκαταπίῃ· μετρίως δ’ ἔχει κατὰ τὴν πέψιν.

2

.

4

t

Περὶ τεύτλου.

2

.

4

.

1

Χυμὸς ἐν τοῖς τεύτλοις εἶναι φαίνεται ῥυπτικός, ὃς καὶ τὴν γαστέρα πρὸς ἔκκρισιν ἐπεγείρει καὶ τὸν στόμαχον ἐνίοτε δάκνει· καὶ

2

.

4

.

2

διὰ τοῦτο κακοστόμαχόν ἐστιν ἔδεσμα πλεῖον βρωθέν. ἡ τροφὴ δ’ ἀπ’ αὐτοῦ βραχεῖα, καθάπερ ἀπὸ τῶν ἄλλων λαχάνων, χρήσιμον δ’ εἰς τὰς τοῦ ἥπατος ἐμφράξεις ἐστί, καὶ μάλιστα ὅταν μετὰ νάπυος ἢ
ὄξους ἐσθίηται· καὶ τοῖς ὑποσπλήνοις δ’ ἀγαθὸν γίνεται.

2

.

5

t

Περὶ κράμβης.

2

.

5

.

1

Ὁ μὲν χυμὸς αὐτῆς ἔχει τι καθαρτικόν· αὐτὸ δὲ τὸ σῶμα κατὰ τὸν τοῦ ξηραίνειν λόγον ἐπέχει μᾶλλον ἢ προτρέπει πρὸς ὑποχώρησιν.

2

.

5

.

2

ξηραίνει μὲν οὖν ἡ κράμβη παραπλησίως φακῇ, καὶ διὰ τοῦτο τὴν ὄψιν ἀμβλύνει, εἰ τύχοι ποτὲ ὑγρότερος ὢν παρὰ φύσιν ὁ σύμπας

2

.

5

.

3

ὀφθαλμός. οὐ μὴν εὔχυμόν ἐστιν ἔδεσμα κράμβη, καθάπερ ἡ θρίδαξ, ἀλλὰ καὶ μοχθηρὸν ἔχει καὶ δυσώδη τὸν χυμόν.

2

.

6

t

Περὶ βλίτων καὶ ἀνδραφάξυος.

2

.

6

.

1

Ὑδατωδέστατα λαχάνων ἐστὶ ταῦτα καί, ὡς ἂν εἴποι τις, καὶ

2

.

6

.

2

ἀποιότατα. λέλεκται δ’ ὡς τὰ τοιαῦτα λάχανα ῥέπει μέν πως ἐπὶ τὸ ῥᾳδίως ὑπιέναι, καὶ μάλιστα ὅταν ἔχῃ τι μετὰ τῆς ὑγρότητος ὀλισθη‐ ρόν· οὐ μὴν ἰσχυράν γε τὴν κάτω ῥοπὴν ἴσχει διὰ τὸ μηδεμίαν ὑπάρ‐

2

.

6

.

3

χειν αὐτοῖς δριμεῖαν καὶ νιτρώδη ποιότητα. πρόδηλον δ’ ὅτι καὶ τὴν τροφὴν ἐλαχίστην δίδωσι τῷ σώματι.

2

.

7

t

Περὶ ἀνδράχνης.

2

.

7

.

1

Ὡς ἔδεσμα μὲν ὀλίγην τε τροφὴν ἔχει καὶ ταύτην ὑγρὰν καὶ ψυχρὰν καὶ γλίσχραν· ὡς φάρμακον δ’ αἱμωδίαν ἰᾶται διὰ τὴν ἄδηκτον γλισχρότητα.

2

.

8

t

Περὶ λαπάθου.

2

.

8

.

1

Παραπλήσιον οὐ τῇ γεύσει μόνον τὸ λάπαθον ὑπάρχει, ἀλλὰ καὶ τῇ δυνάμει τῷ κηπευομένῳ τεύτλῳ· ἐπεὶ δὲ τὸ τεῦτλον ἥδιόν ἐστι τοῦ λαπάθου, διὰ τοῦτο μᾶλλον ἐσθίουσιν αὐτὸ πάντες ἄνθρωποι.

2

.

9

t

Περὶ ὀξυλαπάθου.

2

.

9

.

1

Τὸ μὲν λάπαθον οὐκ ἄν τις ὠμὸν φάγοι, καθάπερ οὐδὲ τὸ τεῦ‐ τλον· ὀξυλάπαθον δ’ ἐσθίουσιν ὠμὸν ἐπὶ τῆς ἀγροικίας· ἄτροφον δ’ ἐστὶ πολὺ μᾶλλον ἢ τὸ λάπαθον.

2

.

10

t

Περὶ στρύχνου.

2

.

10

.

1

Τῶν ἐσθιομένων λαχάνων οὐδὲν οἶδα τοσαύτην στῦψιν ἔχον ὅσην τὸ στρύχνον· εἰκότως οὖν ὡς τροφῇ μὲν αὐτῷ σπανίως, ὡς φαρμάκῳ δὲ συνεχῶς χρώμεθα· δραστήριον γάρ ἐστιν, ἵνα ψύξεως στυφούσης
ἐστὶ χρεία.

2

.

11

t

Περὶ ἀκανθωδῶν φυτῶν.

2

.

11

.

1

Ἄρτι τῆς γῆς ἀνίσχοντα τὰ τοιαῦτα φυτὰ πολλοὶ τῶν ἀγροίκων

2

.

11

.

2

ἐσθίουσιν. ἐλαχίστην μὲν οὖν ἔχει τροφήν, ὡς ἅπαντα τὰ λάχανα, καὶ ταύτην ὑδατώδη τε καὶ λεπτήν· τὰ δ’ οὖν ἀκανθώδη μετρίως ἐστὶν

2

.

11

.

3

εὐστόμαχα. τούτων τῶν φυτῶν σκόλυμός ἐστι καὶ ἀτρακτυλλὶς καὶ λευκάκανθα δίψακός τε καὶ κνῆκος καὶ τραγάκανθα καὶ ἀτρακτὶς ἥ τε

2

.

11

.

4

τιμωμένη μειζόνως ἢ προσήκει κινάρα. κακόχυμον δ’ ἐστὶν ἔδεσμα, καὶ μάλιστα ὅταν ἤδη σκληροτέρα γένηται· καὶ γὰρ τὸν χολώδη χυμὸν ἐν ἑαυτῇ πλείονα τηνικαῦτα ἴσχει καὶ τὴν ὅλην οὐσίαν ξυλωδεστέραν, ὥστε ἐκ μὲν ταύτης μελαγχολικὸν γεννᾶσθαι χυμόν, ἐκ δὲ τοῦ χυλοῦ
5τοῦ κατ’ αὐτὴν λεπτὸν καὶ πικρόχολον· ἄμεινον οὖν ἀφεψῶντας αὐτὴν οὕτως ἐσθίειν.

2

.

12

t

Περὶ ἱπποσελίνων καὶ σίων καὶ σμυρνίων καὶ σελίνων.

2

.

12

.

1

Πάντα ταῦτά ἐστιν οὐρητικά· συνηθέστατα δ’ αὐτῶν, ὅτι καὶ ἡδίω

2

.

12

.

2

καὶ εὐστομαχώτερα, τὰ σέλινα. τὸ δὲ σμύρνιον δριμύτερόν τέ ἐστι καὶ

2

.

12

.

3

θερμότερον πολλῷ τοῦ σελίνου καὶ ἱπποσελίνου καὶ σίου. τὰ μὲν οὖν ἄλλα καὶ ὠμὰ ἐσθίεται, τὸ δ’ ἱπποσέλινόν τε καὶ σίον ἑψῶντες ἐσθί‐

2

.

12

.

4

ουσιν· ὠμὸν γὰρ ἑκάτερον αὐτῶν ἀηδὲς φαίνεται. τά γε μὴν σέλινα καὶ τὰ σμύρνια καὶ τοῖς τῆς θρίδακος φύλλοις μιγνύντες προσφέρονταί τινες· ἀποιότερον γὰρ οὖσα λάχανον ἡ θρίδαξ ἔτι τε ψυχρὸν ἔχουσα χυμὸν ἡδίων τε ἅμα καὶ ὠφελιμωτέρα γίνεται, τῶν δριμέων τι προσ‐
5λαμβάνουσα.

2

.

13

t

Περὶ εὐζώμου.

2

.

13

.

1

Θερμαίνει σαφῶς τοῦτο τὸ λάχανον, ὥστε οὐδὲ μόνον ἐσθίειν

2

.

13

.

2

αὐτὸ ῥᾴδιον ἄνευ μίξεως τοῖς τῆς θριδακίνης φύλλοις. ἀλλὰ καὶ σπέρμα γεννᾶν πεπίστευται καὶ τὰς πρὸς συνουσίαν ὁρμὰς ἐπεγείρειν.

2

.

13

.

3

κεφαλαλγὲς δ’ ἐστί, καὶ μᾶλλον ἐάν τις αὐτὸ μόνον ἐσθίῃ.

2

.

14

t

Περὶ ἀκαλήφης ἤτοι κνίδης.

2

.

14

.

1

Λεπτομερῆ δύναμιν ἔχει, καὶ εἰκότως ὡς τροφῇ μὲν οὐδεὶς αὐτῇ
χρῆται, ὡς ὄψον δὲ καὶ φάρμακον χρήσιμόν ἐστιν, ὑπάγον γαστέρα.

2

.

15

t

Περὶ γιγγιδίου καὶ σκάνδικος.

2

.

15

.

1

Τὸ γιγγίδιον παραπλήσιόν ἐστι τῷ σκάνδικι, εὐστόμαχον πάνυ, ἄν τε ὠμὸν ἄν τε ἑφθὸν ἐσθίηται· μακροτέρας δ’ ἑψήσεως οὐκ ἀνέχεται· μετέχει δὲ στύψεως καὶ πικρότητος οὐκ ἀσαφοῦς.

2

.

16

t

Περὶ ὠκίμου.

2

.

16

.

1

Κακοχυμότατόν ἐστι, καὶ διὰ τοῦτο προσεπικαταψεύδονταί τινες αὐτοῦ φάσκοντες· ‘εἰ τριφθὲν ἐμβληθείη χύτρᾳ καινῇ, τάχιστα γεννᾷ ὀλίγαις ἡμέραις σκορπίουσ‘· ἔστι δὲ καὶ κακοστόμαχον.

2

.

17

t

Περὶ ἀσπαράγων.

2

.

17

.

1

Ὁ μὲν τῆς κράμβης ἀσπάραγος ἧττον ξηραίνει τῆς κράμβης αὐτῆς· τῶν δ’ ἄλλων λαχάνων ὁ καυλὸς μᾶλλον ξηραίνει τῶν φύλλων.

2

.

17

.

2

ἕτερον δ’ ἐστὶ γένος ἀσπαράγων ἐπὶ τοῖς θαμνώδεσι φυτοῖς γινόμε‐ νον, ὀξυμυρσίνῃ τε καὶ χαμαιδάφνῃ καὶ ὀξυακάνθῃ, καὶ τούτων ἕτεροί τινες, ὁ μὲν βασιλικός, ὁ δ’ ἕλειος ὀνομαζόμενος, ὥσπερ γε καὶ ὁ τῆς

2

.

17

.

3

βρυωνίας ἕτερος. πάντες δ’ εἰσὶν εὐστόμαχοί τε καὶ οὐρητικοὶ καὶ βραχὺ τὸ τρόφιμον ἔχοντες.

2

.

18

t

Περὶ γογγυλίδος ἤτοι βουνιάδος.

2

.

18

.

1

Θαυμάσαιμι ἂν εἴ τινος τῶν ὁμογενῶν φυτῶν ἔλαττον τρέφοι ἡ γογγυλίς· χυμὸν δ’ ἀναδίδωσιν εἰς τὸ σῶμα παχύτερον τοῦ συμμέτρου, διό, κἂν πλεονάσῃ τις ἐπὶ τῆς ἐδωδῆς αὐτῆς, ἀθροίσει τὸν ὠμὸν χυμόν.

2

.

18

.

2

καλλίστη δὲ γίνεται δὶς ἑψηθεῖσα· εἰ δ’ ὠμοτέρα ληφθείη, δύσπεπτός τε γίνεται καὶ φυσώδης καὶ κακόχυμος· ἐνίοτε δὲ καὶ δήξεις ἐργά‐ ζεται κατὰ τὴν γαστέρα.

2

.

19

t

Περὶ ἄρου.

2

.

19

.

1

Ἡ ῥίζα τοῦ ἄρου παραπλησίως μὲν ἐσθίεται 〈τῇ〉 τῆς γογγυλίδος· ἐν χώραις δέ τισι δριμυτέρα γίνεται ὡς ἐγγὺς εἶναι τῇ τοῦ δρακον‐ τίου, καὶ χρὴ δεύτερον ἑψῶντας αὐτὴν ἐσθίειν· κατὰ δὲ Κυρήνην ἥκιστά ἐστι φαρμακώδης καὶ δριμεῖα ὡς καὶ τῆς γογγυλίδος εἶναι χρησιμω‐

2

.

19

.

2

τέρα. πρόδηλον δ’ ὅτι πρὸς μὲν τροφὴν ἡ τοιαύτη κρείττων ἐστί, πρὸς δὲ τὰς ἀναγωγὰς τὰς ἐκ θώρακος καὶ πνεύμονος ἡ δριμυτέρα.

2

.

19

.

3

ἐσθίεται δ’ ἑψηθεῖσα μετὰ νάπυος ἢ μετ’ ὄξους, σὺν ἐλαίῳ καὶ γάρῳ.

2

.

19

.

4

δῆλον δ’ ὡς ἡ ὑπ’ αὐτῆς ἀναδιδομένη τροφὴ παχυτέρα πώς ἐστιν ὡς τῆς γογγυλίδος.

2

.

20

t

Περὶ δρακοντίου.

2

.

20

.

1

Καὶ τούτου τὴν ῥίζαν ἑψῶντες δὶς ἢ τρὶς ὡς ἀποθέσθαι τὸ φαρ‐ μακῶδες ἐσθίειν ἐνίοτε δίδομεν, ὅταν ἰσχυροτέρας χρεία δυνάμεως πρὸς τὰς ἀναγωγὰς τῶν ἐκ θώρακος καὶ πνεύμονος.

2

.

21

t

Περὶ ἀσφοδέλου.

2

.

21

.

1

Ἡ ῥίζα τούτου, σκευαζομένη καθάπερ οἱ θέρμοι, τὸ πλεῖστον τῆς πικρότητος ἀποτίθεται, καὶ διὰ λιμὸν οἶδα ἑψήσεσι πλείοσι καὶ ἀπο‐

2

.

21

.

2

βρέξεσιν ἐν ὕδατι γλυκεῖ μόλις αὐτὴν ἐδώδιμον γινομένην. ἡ δὲ δύναμις αὐτῆς ἐκφρακτική τέ ἐστι καὶ τμητική, καθάπερ καὶ τοῦ δρα‐ κοντίου.

2

.

22

t

Περὶ βολβῶν.

2

.

22

.

1

Καὶ τούτων αἱ ῥίζαι βιβρώσκονται, ποτὲ δὲ καὶ οἱ ἀσπάραγοι αὐτῶν κατὰ τὸ ἔαρ· πικρὰν δ’ ἔχουσι καὶ αὐστηρὰν δύναμιν, δι’ ἃς

2

.

22

.

2

καὶ τὸν στόμαχον ἔκλυτον ἐπεγείρουσιν εἰς ὄρεξιν. οὐκ ἐναντιοῦνται δὲ τοῖς ἀναπτύειν τι βουλομένοις ἐκ θώρακος καὶ πνεύμονος, καίτοι τὴν οὐσίαν τοῦ σώματος παχυτέραν τε καὶ γλισχροτέραν ἔχοντες, ἀλλ’ ἡ πικρότης ἀντιπράττει τῷ πάχει, τέμνειν τὰ γλίσχρα καὶ παχέα
5πεφυκυῖα. ἐσθίειν δ’ αὐτοὺς ἄμεινον τηνικαῦτα δι’ ὄξους ἅμα ἐλαίῳ καὶ γάρῳ· ἡδίους γὰρ οὕτω καὶ ἀφυσότεροι καὶ τροφιμώτεροι καὶ

2

.

22

.

3

πεφθῆναι ῥᾴους γίνονται. πλεονάσαντες δὲ κατὰ τὴν ἐδωδὴν αὐτῶν ἔνιοι προδήλως ᾔσθοντο καὶ σπέρμα πλεῖον ἴσχοντες καὶ προθυμότεροι γινόμενοι πρὸς ἀφροδισίαν.

2

.

23

t

Περὶ σταφυλίνου καὶ δαύκου καὶ καρώου.

2

.

23

.

1

Αἱ ῥίζαι καὶ τούτων ἐσθίονται, τροφὴν μὲν ἥττονα γογγυλῶν ἔχουσαι καθάπερ καὶ τῶν Κυρηναίων ἄρων, θερμαίνουσαι δὲ σαφῶς

2

.

23

.

2

καί τι ἀρωματίζον ἐμφαίνουσαι. τὸ μὲν οὖν δύσπεπτον αὐταῖς ὁμοίως
ὑπάρχει ταῖς ἄλλαις ῥίζαις· οὐρητικαὶ δ’ εἰσί, καὶ εἰ πλεονάζοι τις αὐτῶν ἐν τῇ χρήσει, κακοχυμότεραι μετρίως· εὐχυμοτέρα γε μήν ἐστιν

2

.

23

.

3

ἡ καρὼ τοῦ σταφυλίνου. τινὲς δὲ τὸν ἄγριον σταφυλῖνον ὀνομάζουσι δαῦκον, οὐρητικώτερον μὲν ὄντα, φαρμακωδέστερον δὲ καὶ πολλῆς ἑψήσεως δεόμενον, εἰ μέλλοι τις ἐσθίειν αὐτόν.

2

.

24

t

Περὶ ὕδνων.

2

.

24

.

1

Οὐδεμίαν ἔχει σαφῆ ποιότητα· χρῶνται τοιγαροῦν αὐτοῖς πρὸς ὑποδοχὴν ἀρτυμάτων, ὥσπερ καὶ τοῖς ἄλλοις ὅσα καλοῦσιν ἄποια καὶ

2

.

24

.

2

ὑδατώδη κατὰ τὴν γεῦσιν. ἔστι δ’ ἁπάντων αὐτῶν κοινὸν ὡς μηδὲ τὴν ἀναδιδομένην τροφὴν εἰς τὸ σῶμα θερμαίνειν, ἀλλ’ ὑπόψυχρον μὲν εἶναι, τῷ πάχει δ’ ὁποῖον ἄν τι καὶ τὸ ἐδηδεσμένον 〈ᾖ〉, παχύτερον μὲν ἐξ ὕδνου, ὑγρότερον δὲ καὶ λεπτότερον ἐκ τῶν ἄλλων ἀνάλογον.

2

.

25

t

Περὶ μυκήτων.

2

.

25

.

1

Καὶ τῶν μυκήτων οἱ βωλῖται καλῶς ἑψηθέντες ἐν ὕδατι πλησίον

2

.

25

.

2

ἥκουσι τῶν ἀποίων ἐδεσμάτων. φλεγματώδης δ’ ἐστὶν ἡ ἐξ αὐτῶν

2

.

25

.

3

τροφὴ καὶ ψυχρά, καὶ πλεονάζει τις ἐν αὐτοῖς κακὸς χυμός. ἀβλα‐ βέστατοι μὲν οὖν εἰσι τῶν ἄλλων μυκήτων οὗτοι, δεύτεροι δ’ ἐν αὐτοῖς οἱ ἀμανῖται· τῶν δ’ ἄλλων ἀσφαλέστερόν ἐστι μηδ’ ὅλως ἅπτεσθαι· πολλοὶ γὰρ ἐξ αὐτῶν ἀπέθανον.

2

.

26

t

Περὶ ῥαφανίδος.

2

.

26

.

1

Λεπτυντικῆς ἐστι δυνάμεως μετὰ τοῦ θερμαίνειν σαφῶς· ἐπικρατεῖ γὰρ ἡ δριμεῖα ποιότης ἐν αὐτῇ.

2

.

27

t

Περὶ κρομμύων καὶ πράσων καὶ σκορόδων καὶ ἀμπε‐ λοπράσων.

2

.

27

.

1

Δριμεῖαν ἱκανῶς ἔχει ταῦτα δύναμιν καὶ ἀνάλογον αὐτῇ θερ‐ μαίνει τὰ σώματα καὶ λεπτύνει τοὺς ἐν αὐτοῖς παχεῖς χυμοὺς καὶ

2

.

27

.

2

τέμνει τοὺς γλίσχρους. ἑψηθέντα μέντοι δὶς ἢ τρὶς ἀποτίθεται μὲν τὴν δριμύτητα, λεπτύνει δ’ ὅμως ἔτι καὶ τροφὴν δίδωσι βραχυτάτην

2

.

27

.

3

τῷ σώματι· τέως δ’ οὐδ’ ὅλως ἐδίδου πρὶν ἑψηθῆναι. τὰ δ’ ἀμπελό‐ πρασα τοσοῦτον διαφέρει τῶν πράσων, ὅσον ἐν τοῖς ἄλλοις ἅπασι τοῖς

2

.

27

.

4

ὁμογενέσι τὰ ἄγρια τῶν ἡμέρων. φείδεσθαι δὲ χρὴ τῆς συνεχοῦς
ἐδωδῆς ἁπάντων τῶν δριμέων, καὶ μάλιστα ὅταν ὁ προσφερόμενος αὐτὰ χολωδέστερος ᾖ· μόνοις γὰρ τοῖς ἤτοι τὸν φλεγματώδη χυμὸν ἢ τὸν ὠμὸν καὶ παχὺν καὶ γλίσχρον ἠθροικόσιν ἐπιτήδεια τὰ τοι‐
5αῦτα τῶν ἐδεσμάτων ἐστίν.

2

.

28

t

Περὶ τῆς ἀπὸ τῶν ζῴων τροφῆς.

2

.

28

.

1

Οὐ τὴν αὐτὴν ἅπαντα δύναμιν ἔχει τὰ μόρια τῶν ζῴων, ἀλλ’ αἱ μὲν σάρκες, ὅταν καλῶς πεφθῶσιν, αἵματός εἰσιν ἀρίστου γεννητικαί, μάλιστα τῶν εὐχύμων ζῴων, ὁποῖόν ἐστι τὸ γένος τῶν ὑῶν, φλεγμα‐

2

.

28

.

2

τικωτέρου δὲ τὰ νευρώδη μόρια. πάντων μὲν οὖν ἐδεσμάτων ἡ σὰρξ

2

.

28

.

3

τῶν ὑῶν ἐστι τροφιμωτάτη. τὰ δὲ βόεια κρέα τροφὴν μὲν καὶ αὐτὰ δίδωσιν οὔτε ὀλίγην οὔτε εὐδιαφόρητον· αἷμα μέντοι παχύτερον ἢ προσήκει γεννᾷ, καὶ εἰ φύσει τις εἴη μελαγχολικώτερος τὴν κρᾶσιν, ἁλώσεταί τινι παθήματι τῶν μελαγχολικῶν ἐν τῇ τούτων ἐδωδῇ πλεο‐

2

.

28

.

4

νάσας. ὅσον δὲ τῷ πάχει τῆς ὅλης οὐσίας ἑαυτῶν τὰ βόεια κρέα τῶν ὑείων πλεονεκτεῖ, τοσοῦτον τῇ γλισχρότητι ταῦτα τῶν βοείων· εἰς πέψιν

2

.

28

.

5

δὲ πολὺ βελτίω τὰ τῶν ὑῶν ἐστιν. οἱ μόσχοι δὲ τῶν τελείων βοῶν ἀμείνους εἰσὶν εἰς πέψιν, ὥσπερ καὶ οἱ ἔριφοι τῶν αἰγῶν· ἧττον μὲν γὰρ βοὸς ἡ αἲξ ξηρὰ τὴν κρᾶσίν ἐστιν, ἀλλ’ ὑῒ παραβαλλομένη πολὺ

2

.

28

.

6

διαλλάττει. περιττωματικωτέραν δ’ ἡμῖν οἱ χοῖροι παρέχουσιν εἰς τοσοῦτο τὴν τροφὴν εἰς ὅσον τῶν μεγάλων ὑῶν εἰσιν ὑγρότεροι· εἰκό‐

2

.

28

.

7

τως δὲ καὶ ἧττον τρέφουσιν. ὑγροτάτην δ’ ἔχουσι καὶ φλεγματώδη σάρκα καὶ οἱ ἄρνες, ἀλλὰ καὶ τῶν προβάτων ἡ σὰρξ περιττωματικω‐

2

.

28

.

8

τέρα τέ ἐστι καὶ κακοχυμοτέρα, καὶ ἡ τῶν αἰγῶν μετὰ δριμύτητος. ἡ δὲ τῶν τράγων χειρίστη καὶ πρὸς εὐχυμίαν καὶ πρὸς πέψιν, ἐφεξῆς

2

.

28

.

9

δ’ 〈ἡ〉 τῶν κριῶν, εἶτα ἡ τῶν ταύρων. ἐν πᾶσι δὲ τούτοις τὰ τῶν εὐνουχισθέντων ἀμείνω, τὰ δὲ πρεσβυτικὰ χείριστα πρὸς πέψιν ἐστὶ καὶ πρὸς εὐχυμίαν καὶ θρέψιν, ὥστε καὶ τῶν ὑῶν αὐτῶν, καίτοι γε ὑγρῶν ὄντων τὴν κρᾶσιν, οἱ γηράσαντες ἰνώδη καὶ ξηρὰν καὶ διὰ τοῦτο

2

.

28

.

10

δύσπεπτον ἴσχουσι τὴν σάρκα. καὶ ἡ τοῦ λαγωοῦ δὲ σὰρξ αἵματος μέν ἐστι παχυτέρου γεννητική, βελτίονος δ’ εἰς εὐχυμίαν 〈ἢ〉 κατὰ βοῦν

2

.

28

.

11

καὶ πρόβατον. κακόχυμος δὲ τούτων οὐδὲν ἧττόν ἐστι καὶ ἡ τῶν

2

.

28

.

12

ἐλάφων καὶ σκληρὰ καὶ δύσπεπτος. ἡ δὲ τῶν ἀγρίων ὄνων, ὅσοι γε εὐέκται καὶ νέοι, πλησίον ἥκει τῆσδε, καίτοι καὶ τῶν ἡμέρων ὄνων γηρασάντων ἔνιοι τὰ κρέα προσφέρονται, κακοχυμότατα καὶ δύσπεπτα καὶ κακοστόμαχα καὶ προσέτι καὶ ἀηδῆ ὄντα, καθάπερ καὶ τὰ τῶν
5ἵππων τε καὶ καμήλων, καὶ αὐτῶν ἐσθίουσιν οἱ ὀνώδεις τε τὴν ψυχὴν

2

.

28

.

13

καὶ τὸ σῶμα. καὶ τὰ τῶν ἄρκτων δ’ ἔνιοι προσφέρονται καὶ τὰ τού‐

2

.

28

.

14

των ἔτι χείρω λεόντων τε καὶ παρδάλεων. περὶ δὲ κυνῶν τί δεῖ καὶ λέγειν ὡς τοὺς νέους τε καὶ λιπαροὺς αὐτῶν, καὶ μάλιστα ὅταν εὐνου‐ χισθῶσι, κατ’ ἔνια τῶν ἐθνῶν ἐσθίουσι, πρὸς τούτοις δὲ καὶ τὰ τῶν

2

.

28

.

15

πανθήρων; τὰ δὲ τῶν ἀλωπέκων ἐν φθινοπώρῳ καὶ οἱ παρ’ ἡμῖν

2

.

28

.

16

κυνηγέται προσφέρονται. γινώσκειν δὲ δεῖ ὅτι τὰ μὲν τὴν βαθεῖαν πόαν νέμεσθαι δεόμενα ζῷα λεπτὰ καὶ κακόχυμα γίνεται κατά τε τὸν χειμῶνα καὶ τὰ πρῶτα τοῦ ἦρος, ὥσπερ οἱ βόες, εὐχυμότεροί τε καὶ παχύτεροι σαφῶς φαινόμενοι τοῦ χρόνου προϊόντος, ὅταν αὐξάνηταί
5τε καὶ παχύνηται καὶ εἰς ἐκκάρπησιν ἡ πόα προέρχηται· τὰ δ’ ἀπὸ τῆς μικρᾶς τρέφεσθαι δυνάμενα βελτίω κατά τε τὰ πρῶτα καὶ μέσα τοῦ ἦρός ἐστιν, ὥσπερ τὰ πρόβατα· κατὰ δὲ τὴν ἀρχὴν καὶ τὰ μέσα τοῦ θέρους αἱ αἶγες, ἡνίκα πλεῖσται βλάσται θάμνων εἰσίν, ἃς ἔθος αὐταῖς ἐσθίειν.

2

.

29

t

Περὶ κοχλιῶν.

2

.

29

.

1

Σκληρὰν μὲν ἔχουσι τὴν σάρκα καὶ διὰ τοῦτο δύσπεπτον· εἴ γε

2

.

29

.

2

μὴν πεφθείη, τροφιμωτάτην. ὑπάρχει δ’ αὐτοῖς, ὥσπερ καὶ τοῖς ὀστρα‐ κοδέρμοις, χυμὸς ὑπακτικὸς γαστρός, καὶ διὰ τοῦτό τινες ἀρτύοντες αὐτοὺς δι’ ἐλαίου καὶ γάρου καὶ οἴνου τῷ γενομένῳ ζωμῷ χρῶνται

2

.

29

.

3

πρὸς διαχώρησιν τῶν κατὰ τὴν κοιλίαν. εἰ δὲ θελήσαις ὡς τροφίμῳ μόνον ἐδέσματι χρῆσθαι τῇ σαρκὶ τούτου, προαφεψήσας ἐν ὕδατι μετα‐ θήσεις εἰς ἕτερον ὕδωρ, εἶτα ἐν ἐκείνῳ πάλιν ἑψήσας, οὕτως ἀρτύσεις ἕως 〈τακερὰν〉 ἀκριβῶς γενέσθαι τὴν σάρκα· σκευασθεῖσα γὰρ οὕτως
5ἐφέξει μὲν τὴν γαστέρα, τροφὴν δ’ ἱκανὴν παρέξει τῷ σώματι.

2

.

30

t

Περὶ τῶν ἐν τοῖς πεζοῖς ζῴοις ἀκρέων μορίων.

2

.

30

.

1

Οἱ πόδες ἐπιτηδειότατοι τῶν χοίρων εἰσὶν ἐπεμβληθέντες ἑψωμένῃ

2

.

30

.

2

πτισάνῃ. πάντα δὲ τὰ ἄκρεα μόρια τοῦ σώματος ἥκιστα μὲν ἔχει πιμελήν, ἥκιστα δὲ καὶ τὴν σαρκώδη φύσιν· ἐπικρατεῖ δ’ ἐν αὐτοῖς τὸ νευρῶδες καὶ τὸ δερματῶδες, οἷον τὸ καθ’ ὅλον τὸ σῶμα· γεγύμνασται γὰρ ἐν τοῖς ἀκρέοις μᾶλλον. ἔστι δὲ καὶ διὰ τοῦτο γλισχρότερα· καὶ
5γὰρ νεῦρον καὶ δέρμα πᾶν ἑψώμενον εἰς τοιαύτην ἀφικνεῖται φύσιν·
εἰκότως οὖν ἐλάττονα μὲν τροφὴν δίδωσι τῷ σώματι, ῥᾷον δ’ ὑπέρ‐

2

.

30

.

3

χεται [καὶ] κατὰ γαστέρα διὰ τὴν γλισχρότητα. βελτίους δ’ οἱ πόδες τῶν ὑῶν εἰσι τοῦ ῥύγχους, ὥσπερ καὶ τοῦτο τῶν ὤτων· ἐκεῖνα γὰρ ἐκ μόνου χόνδρου καὶ δέρματος. ἔστι δ’ ὁ χόνδρος ἐν μὲν τοῖς τελείοις ζῴοις ἄπεπτος παντάπασιν, ἐν δὲ τοῖς ἔτι αὐξομένοις, ὅταν καλῶς ἐν
5τῷ στόματι λειωθῇ, πεττόμενός τε καὶ τροφὴν ὀλίγην διδοὺς τῷ σώ‐

2

.

30

.

4

ματι. κατὰ δὲ τὴν αὐτὴν ἀναλογίαν ἐπὶ τῶν ἄλλων ζῴων ἄκουε τοῦ νῦν εἰρημένου λόγου· καθ’ ὅσον γὰρ αὐτῶν αἱ σάρκες εἰς ἀρετὴν τροφῆς ἀπολείπονται τῶν ὑῶν, κατὰ τοσοῦτον καὶ τῶν ἀκρέων ἐν ὑσὶ μορίων ἐστὶ χείρω τὰ κατ’ ἐκεῖνα τὰ ζῷα.

2

.

31

t

Περὶ τῆς ἐν τοῖς πεζοῖς ζῴοις γλώττης.

2

.

31

.

1

Ἰδιότης τις οὐσίας ἐστὶν ἐν τῷδε τῷ μορίῳ χαυνοτέρας καὶ ἀναι‐ μοτέρας σαρκός· αἱ γὰρ ἀκριβεῖς σάρκες οἱ μύες εἰσὶ καὶ τούτων τὰ μέσα μάλιστα.

2

.

32

t

Περὶ ἀδένων.

2

.

32

.

1

Τοσοῦτον ἀποκεχώρηκεν ἡ τῶν ἀδένων οὐσία τῆς κατὰ τὴν γλῶτταν,

2

.

32

.

2

ὅσον ἐκείνη τῶν σαρκῶν. πάντων οὖν τῶν ἀδένων κοινὸν ἡδεῖς τε καὶ ψαθυροὺς φαίνεσθαι κατὰ τὴν ἐδωδήν· οἱ δ’ ἐν τοῖς τιτθοῖς, ὅταν ἔχωσι γάλα, καὶ τῆς ἐκείνου 〈τι〉 γλυκύτητος ἐμφαίνουσι, καὶ διὰ

2

.

32

.

3

τοῦτο περισπούδαστόν ἐστι τοῖς λίχνοις ἔδεσμα πλήρεις γάλακτος. ἡ δ’ ἐξ αὐτῶν τροφὴ καλῶς μὲν πεφθέντων ἐγγύς τι τῇ κατὰ τὰς σάρ‐ κας ἐστίν· ἐλλιπέστερον δὲ κατεργασθέντων, τὸν ὠμὸν ἢ τὸν φλεγ‐

2

.

32

.

4

ματώδη χυμὸν γεννᾷ. ὄντες δ’ ἐκ τοῦ γένους τῶν ἀδένων οἱ ὄρχεις οὐχ ὁμοίως εἰσὶν εὔχυμοι τοῖς κατὰ τοὺς τιτθούς, ἀλλά τι καὶ βρω‐ μῶδες ἔχουσιν, ἐνδεικνύμενοι τὴν τοῦ σπέρματος οὗ γεννῶσι φύσιν, ὥσπερ οἱ νεφροὶ τὴν τοῦ οὔρου· καὶ μέντοι καὶ πεφθῆναι πολὺ χεί‐
5ρους εἰσὶν οἵ γε τῶν πεζῶν ζῴων· οἱ γὰρ τῶν σιτευθέντων ἀλεκτρυ‐ όνων ἡδεῖς τε ὑπάρχουσι καὶ τροφὴν χρηστὴν τῷ σώματι διδόασιν.

2

.

33

t

Περὶ νεφρῶν.

2

.

33

.

1

Οἱ νεφροὶ δὲ κακόχυμοί τέ εἰσι φανερῶς καὶ δύσπεπτοι.

2

.

34

t

Περὶ ὄρχεων.

2

.

34

.

1

Πάντων τῶν τετραπόδων ζῴων οἱ ὄρχεις δύσπεπτοί τέ εἰσι καὶ κακόχυμοι, πεφθέντες δὲ καλῶς τρόφιμοι· μόνοι δ’ οἱ τῶν ἀλεκτρυό‐
νων ἄριστοι πάντων, καὶ μάλιστα τῶν σιτευθέντων.

2

.

35

t

Περὶ ἐγκεφάλου.

2

.

35

.

1

Φλεγματικώτερόν ἐστι καὶ κακόχυμον ἔδεσμα καὶ βραδύπορον καὶ

2

.

35

.

2

δύσπεπτον, οὐχ ἥκιστα δὲ καὶ κακοστόμαχον πᾶς ἐγκέφαλος. ἐξαπα‐ τώμενοι δ’ ὑπὸ τῆς μαλακότητος αὐτοῦ διδόασι πρὸς τοῖς ἄλλοις ὄντα

2

.

35

.

3

καὶ ναυτιώδη. παχύχυμος δ’ ὢν καὶ περιττωματικὸς ἀμείνων γίνεται τοῖς τέμνουσι καὶ θερμαίνουσιν ἀρτυόμενος· εἰ μέντοι καλῶς πεφθείη, τροφὴν ἀξιόλογον δίδωσι τῷ σώματι.

2

.

36

t

Περὶ τοῦ ἐν τοῖς ὀστοῖς μυελοῦ.

2

.

36

.

1

Γλυκύτερος δὲ καὶ ἡδίων ἐστὶ καὶ λιπαρώτερος ὁ ἐν τοῖς ὀστέοις εὑρισκόμενος μυελὸς τοῦ ἐγκεφάλου, ὥστε εἴ τις ἐκ παραβολῆς αὐτῶν

2

.

36

.

2

γεύοιτο, δόξει τι καὶ αὐστηρὸν ἔχειν τὸν ἐγκέφαλον. ἔστι δὲ καὶ ναυτιῶδες ἔδεσμα πλείων προσενεχθεὶς ὁ μυελός, ὥσπερ ὁ ἐγκέφαλος· εἴ γε μὴν καλῶς πεφθείη, τρόφιμός ἐστι καὶ αὐτός.

2

.

37

t

Περὶ νωτιαίου μυελοῦ.

2

.

37

.

1

Λιπαρότητος ἥκιστα μετέχει· διὰ τοῦτο καὶ τὸ ναυτιῶδες ἐκπέ‐ φευγε, καὶ εἰ πεφθείη καλῶς, τροφὴν οὐκ ὀλίγην δίδωσι τῷ σώματι.

2

.

38

t

Περὶ πιμελῆς καὶ στέατος.

2

.

38

.

1

Ὀλιγότροφά ἐστιν ἄμφω καὶ μᾶλλον ἡδύσματα τῶν τρεφουσῶν ἡμᾶς σαρκῶν.

2

.

39

t

Περὶ τῶν ἐν τοῖς πεζοῖς ζῴοις σπλάγχνων.

2

.

39

.

1

Τὸ μὲν ἧπαρ ἁπάντων τῶν ζῴων παχύχυμόν ἐστι, καὶ δύσπεπτον

2

.

39

.

2

καὶ βραδύπορον ὑπάρχον. ἄμεινον δ’ ἐν αὐτοῖς οὐκ εἰς ἡδονὴν μόνον, ἀλλὰ καὶ εἰς τἄλλα, τὸ συκωτὸν ὀνομαζόμενόν ἐστι, τῆς προσηγορίας ταύτης τυχόν, ἐπειδὴ σύκων πολλῶν ξηρῶν ἐδωδῇ τοῦ μέλλοντος

2

.

39

.

3

σφάττεσθαι ζῴου τοιοῦτο παρασκευάζουσιν αὐτό. καὶ πράττουσι τοῦτο ἐπὶ τῶν ὑῶν μάλιστα διὰ τὸ τούτου τοῦ ζῴου τὰ σπλάγχνα πολὺ

2

.

39

.

4

τῶν ἐν τοῖς ἄλλοις ὑπάρχειν ἡδίω. τῶν δ’ ἄλλων σπλάγχνων ὁ μὲν σπλὴν οὐδὲ πρὸς τὴν γεῦσιν ἡδύς ἐστιν· ἔχει γάρ τι στρυφνὸν ἐμφαι‐
νόμενον· εἰκότως δὲ καὶ κακόχυμος εἶναι πεπίστευται, μελαγχολικοῦ

2

.

39

.

5

γεννητικὸς αἵματος ὑπάρχων. ἀμφοῖν δ’ εὐπεπτότερος, ὅσῳ καὶ μανώ‐ τερος, ὁ πνεύμων ἐστί, παμπόλλῳ γε μὴν ἥπατος εἰς θρέψιν ἥττονα

2

.

39

.

6

[δὲ] δίδωσι τροφὴν τῷ σώματι καὶ φλεγματικωτέρα μᾶλλόν ἐστιν. ἡ δὲ καρδία κατὰ μὲν τὴν οὐσίαν ἰνώδης σάρξ ἐστι καὶ σκληρὰ καὶ διὰ τοῦτο δύσπεπτος καὶ βραδύπορος· εἰ δὲ πεφθείη καλῶς, τροφὴν οὐκ ὀλίγην οὐδὲ κακόχυμον δίδωσι τῷ σώματι.

2

.

40

t

Περὶ κοιλίας καὶ μήτρας καὶ ἐντέρων τῶν ἐν τοῖς τετράποσι ζῴοις.

2

.

40

.

1

Σκληρότερα τὰ μόρια ταῦτά ἐστι τῶν σαρκῶν· διὸ κἂν καλῶς πεφθῇ, τὸν χυμὸν οὐκ ἀκριβὲς αἷμα, ἀλλὰ ψυχρότερόν τε καὶ ὠμό‐ τερον ἐργάζεται, καὶ χρόνου πλείονος δεῖται πρὸς τὸ καλῶς κατεργα‐ σθεὶς αἷμα χρηστὸν γενέσθαι.

2

.

41

t

Περὶ τῆς τῶν ἡμέρων καὶ ἀγρίων ζῴων διαφορᾶς.

2

.

41

.

1

Τῶν ἡμέρων ζῴων ἡ κρᾶσις ὑγροτέρα τῆς τῶν ἀγρίων, ἡ δὲ τῶν ἀγρίων σκληροτέρα τε καὶ πιμελῆς οὐδ’ ὅλως ἢ ὀλίγιστόν τι μετέχει· ταῦτα ἤτοι καὶ ἀσηπτότερα πλείοσιν ἡμέραις διαμένει τῶν ἡμέρων τε

2

.

41

.

2

καὶ ἀργῶς διῃτημένων ζῴων. πρόδηλον δ’ ὅτι καὶ ἀπέριττος ἡ ἐξ αὐτῶν ἐστι τροφὴ μᾶλλον, ὥσπερ ἡ ἐκ τῶν ἡμέρων τε καὶ ἀργῶν περιττωματική.

2

.

42

t

Περὶ τῆς ἀπὸ τῶν πτηνῶν ζῴων τροφῆς.

2

.

42

.

1

Τὸ γένος ἁπάντων τῶν πτηνῶν ὀρνίθων ἐστὶν ὀλιγοτροφώτερον, εἰ παραβάλλοιτο τῷ γένει τῶν πεζῶν καὶ μάλιστα τῷ τῶν ὑῶν τῆς σαρκός· εὐπεπτοτέρα γε μήν ἐστιν ἡ σὰρξ τῶν πτηνῶν ζῴων καὶ

2

.

42

.

2

μάλιστα πέρδικος ἀτταγῆνός τε καὶ περιστερᾶς καὶ ἀλεκτρυόνος. ἡ δὲ τῶν κιχλῶν καὶ κοττύφων καὶ τῶν μικρῶν στρουθίων, ἐν οἷς εἰσι καὶ οἱ πυργῖται καλούμενοι, σκληροτέρα τούτων, καὶ μᾶλλον ἔτι καὶ τού‐ των αὐτῶν ἥ τε τῆς τρυγόνος καὶ ἡ τῆς φάττης καὶ ἡ τῆς νήττης.

2

.

42

.

3

ὁμοία δὲ τῇ τῶν ἀλεκτορίδων ἐστὶν ἡ τῶν φασιανικῶν εἰς πέψιν καὶ

2

.

42

.

4

τροφήν, ὑπερέχουσα τῇ κατὰ τὴν ἐδωδὴν ἡδονῇ. σκληροτέρα δὲ καὶ

2

.

42

.

5

δυσπεπτοτέρα καὶ ἰνωδεστέρα τούτων ἡ τοῦ ταώ. κοινὸν δ’ ἐπὶ πᾶσι τοῖς πτηνοῖς ζῴοις, ὥσπερ καὶ τοῖς τετράποσι, γινώσκειν χρὴ τὴν τῶν
ἔτι αὐξομένων σάρκα πολὺ βελτίονα τῆς τῶν παρακμαζόντων, μο‐ χθηρὰν δὲ τὴν τῶν πάνυ νηπίων, ἀλλ’ ὑπεναντίως τῇ τῶν γεγηρακό‐
5των· ἡ μὲν γὰρ τούτων σκληρὰ καὶ νευρώδης ἐστὶ καὶ διὰ τοῦτο καὶ πεφθῆναι μοχθηρὰ καὶ τροφὴν ὀλίγην δίδωσι τῷ σώματι· τὰ δὲ τῶν παντάπασι νέων ζῴων σώματα βλεννώδη τέ ἐστι καὶ ὑγρὰ καὶ διὰ τοῦτο περιττωματικά, ὅλον δ’ ὑπέρχεται κατὰ γαστέρα.

2

.

43

t

Περὶ χηνῶν καὶ στρουθοκαμήλων.

2

.

43

.

1

Περιττωματικὴ τούτων ἐστὶν ἡ σὰρξ καὶ πολὺ δυσπεπτοτέρα. τῶν προειρημένων ζῴων, καὶ μάλιστα ὅσα σμικρὰ καὶ σκληρόσαρκα, ἡ τῶν πτερῶν φύσις ἰνώδης ἐστὶ καὶ σκληρά, τινῶν δὲ καὶ ἡ σὰρξ ὅλη τοιαύτη, καθάπερ καὶ ἡ τῶν γεράνων, ἃς καὶ αὐτὰς ἐσθίουσιν ἑωλί‐

2

.

43

.

2

σαντες πρότερον ἡμέραις πλείοσιν. μεταξὺ δέ πως τῆς τῶν γεράνων τε καὶ χηνῶν ἡ τῶν καλουμένων ὠτίδων ἐστίν.

2

.

44

t

Περὶ τῶν σπλάγχνων τῶν πτηνῶν ζῴων.

2

.

44

.

1

Αἱ γαστέρες τούτων ἐδώδιμοί τέ εἰσι καὶ τρόφιμοι, καί τινων καὶ ἡδεῖαι, καθάπερ αἱ τῶν χηνῶν, ἐφεξῆς δὲ τῶν σιτευτῶν ἀλεκτορίδων.

2

.

44

.

2

ὥσπερ δ’ ἐπὶ τῶν ὑῶν τὸ συκωτὸν ἧπαρ ἐν τοῖς ζῴοις προπαρα‐ σκευάζουσιν ἡδὺ διὰ τῆς τῶν ἰσχάδων ἐδωδῆς, οὕτως ἐπὶ τῶν 〈χηνῶν〉 ὀρῷ γάλακτος ἀναδεύοντες τὰς τροφάς, ὡς γίνεσθαι μὴ μόνον ἥδιστον, ἀλλὰ καὶ τροφιμώτατον εὐχυμότατόν τε καὶ διαχωροῦν οὐ χαλεπῶς·

2

.

44

.

3

ὡσαύτως δὲ καὶ πρὸς τὴν ἐν τῇ γαστρὶ πέψιν ἔχει. καὶ 〈τὰ〉 πτερὰ δὲ τῶν χηνῶν ἐπιτήδεια πεφθῆναί τε καὶ θρέψαι, μᾶλλον δ’ αὐτῶν τὰ τῶν ἀλεκτορίδων· χείριστα μὲν οὖν ἐστι τὰ τῶν γεγηρακότων, κάλλιστα

2

.

44

.

4

δὲ τὰ τῶν νέων καὶ εὐτρόφων. καὶ οἱ ὄρχεις τῶν ἀλεκτρυόνων ἄρι‐ στοι, καὶ μάλιστα οἱ τῶν σιτευτῶν, ἔτι δὲ καὶ μᾶλλον ὅσοι διὰ γάλα‐ κτος ὀροῦ τὰς τροφὰς προσηνέγκαντο· καὶ γὰρ εὔχυμοι καὶ τρόφιμοι

2

.

44

.

5

καὶ πεφθῆναι ῥᾷστοι. ἐπαινοῦσι δ’ ἔνιοι ψευδῶς τὴν τῆς στρουθο‐ καμήλου κοιλίαν ὥς τι φάρμακον πεπτικόν, ἔνιοι δὲ πολὺ μᾶλλον τὴν τῆς αἰθυίας, ἀλλ’ οὔτε αὗται πέττονται ῥᾳδίως, οὔτε τῶν ἄλλων
σιτίων εἰσὶ πεπτικὸν φάρμακον.

2

.

45

t

Περὶ ὠῶν.

2

.

45

.

1

Ἀμείνω 〈τὰ〉 τῶν ἀλεκτορίδων ἐστὶ καὶ 〈τὰ〉 τῶν φασιανικῶν·

2

.

45

.

2

φαυλότερα δὲ τὰ τῶν χηνῶν καὶ στρουθοκαμήλων. ἀμείνω δὲ καὶ τὰ νέα τῶν παλαιῶν καὶ τὰ ἐπ’ ἔλαττον ἑψηθέντα τῶν ἐπὶ πλέον.

2

.

45

.

3

κάλλιστα οὖν εἰς τροφήν ἐστι τοῦ σώματος τὰ τρομητά· τὰ ῥοφητὰ δ’ ἧττον μὲν τρέφει, ῥᾷον δ’ ὑποχωρεῖ· τὰ δ’ ἑφθὰ καὶ ὀπτὰ καὶ δύσπεπτα καὶ βραδύπορα καὶ τροφὴν παχεῖαν ἀναδίδωσι τῷ σώματι.

2

.

45

.

4

τούτων δ’ ἔτι μᾶλλόν ἐστι βραδυπορώτερα καὶ παχυχυμότερα 〈τὰ〉

2

.

45

.

5

κατὰ θερμὴν σποδιὰν ὀπτηθέντα. τὰ δ’ ἐπὶ τῶν ταγήνων παχυνθέντα καὶ καλούμενα δι’ αὐτὸ τοῦτο ταγηνιστὰ χειρίστην ἔχει τροφὴν εἰς

2

.

45

.

6

ἅπαντα. καὶ τὰ καλούμενα δὲ πνικτὰ τῶν ἑφθῶν τε καὶ ὀπτῶν ἐστιν ἀμείνω· σκευάζουσι δ’ αὐτὰ δεύσαντες μετ’ ἐλαίου καὶ γάρου καὶ οἴνου βραχέος, εἶτα ἐντιθέασι τὸ ἀγγεῖον ὕδωρ ἐχούσῃ κακκάβῃ θερμόν, καὶ πωμάσαντες αὐτὴν ὅλην ὑποκαίουσι μέχρι συστάσεως μετρίας· τὰ γὰρ
5ἐπὶ πλέον παχυνθέντα παραπλήσια τοῖς ἑψηθεῖσί τε καὶ ὀπτηθεῖσι

2

.

45

.

7

γίνεται. τῆς αὐτῆς οὖν συμμετρίας κατὰ τὴν σύστασιν χρὴ στοχάζε‐ σθαι κἀπὶ τῶν ἐπιχεομένων ἄνωθεν ταῖς λοπάσιν ὠῶν, οὐκ ἐπιτρέ‐ ποντας οὐδὲ ταῦτα παχυνθῆναι τελέως, ἀλλ’ ἔτι ἐγχύλων ὄντων, ἀπὸ τοῦ πυρὸς αἴροντας τὸ ἀγγεῖον.

2

.

46

t

Περὶ κεφάλου.

2

.

46

.

1

Περιττωματικὴ μὲν ἡ σάρξ ἐστι τῶν κεφάλων καὶ βλεννώδης ἱκα‐ νῶς τῶν ἐν ἰλυώδει καὶ ῥυπαρῷ διαιτωμένων ὕδατι, καλλίστη δὲ τῶν ἐν καθαρᾷ θαλάττῃ· φαῦλοι δὲ καὶ οἱ ἐν ταῖς λίμναις καὶ μάλιστα οἱ ἐν ταῖς μικραῖς γινόμενοι, καὶ μᾶλλον ὅταν μὴ ἀπορρέῃ τοῦ ὕδατος,

2

.

46

.

2

ἀλλ’ εἴη στάσιμον. τῶν δ’ ἐν τοῖς ποταμοῖς γεννωμένων ἀμείνους οἱ κατὰ τοὺς τοιούτους ἐν οἷς ὀξὺ καὶ πολὺ τὸ ῥεῦμα· κατὰ δὲ τοὺς

2

.

46

.

3

λιμνάζοντας οὐκ ἀγαθοί. καὶ ἡ γεῦσις δ’ ἐσθίοντί σοι γνωρίσει τὸν ἀμείνω κέφαλον· δριμυτέρα γὰρ αὐτῶν ἐστι καὶ ἡδίων καὶ ἀλιπὴς ἡ σάρξ· οἱ δὲ λιπαροὶ καὶ κατὰ τὴν γεῦσιν ἔκλυτοι χείρους μέν εἰσι καὶ εἰς αὐτὴν τὴν ἐδωδήν, χείρους δὲ καὶ πεφθῆναι καὶ κακοστόμαχοι καὶ
5κακόχυμοι· διὸ καὶ σὺν ὀριγάνῳ σκευάζουσιν αὐτούς.

2

.

47

t

Περὶ λάβρακος.

2

.

47

.

1

Πελάγιός ἐστιν ὁ ἰχθὺς οὗτος· ἡ μὲν οὖν τροφὴ κἀκ τοῦδε καὶ τῶν ἄλλων ἰχθύων αἵματός ἐστι λεπτομεροῦς τῇ συστάσει μᾶλλον τῆς ἐκ τῶν πεζῶν ζῴων, ὡς μήτε τρέφειν δαψιλῶς καὶ διαφορεῖσθαι θᾶττον.

2

.

48

t

Περὶ τρίγλης.

2

.

48

.

1

Καὶ ἥδε τῶν πελαγίων ἐστί, σκληροτέραν δὲ πάντων σχεδὸν ἔχει τὴν σάρκα καὶ ψαθυρὰν ἱκανῶς· τρέφει τοιγαροῦν, ὅταν πεφθῇ καλῶς,

2

.

48

.

2

τῶν ἄλλων μᾶλλον ἰχθύων. γίνονται δ’ ἄρισται τρίγλαι κατὰ τὴν καθαρὰν θάλατταν, ὥσπερ καὶ οἱ ἄλλοι πάντες ἰχθύες, οὐχ ἥκιστα δὲ

2

.

48

.

3

καὶ διὰ τὰς τροφάς. αἱ γοῦν τὰς καρκινάδας ἐσθίουσαι καὶ δυσώδεις εἰσὶ καὶ ἀηδεῖς καὶ δύσπεπτοι καὶ κακόχυμοι· διάγνωσις δ’ αὐτῶν πρὶν μὲν ἐσθίειν ἀναπτύξαντι τὴν κοιλίαν, ἐσθίοντι δὲ κατὰ τὴν πρώτην εὐθέως ὀδμήν τε καὶ γεῦσιν.

2

.

49

t

Περὶ πετραίων ἰχθύων.

2

.

49

.

1

Ἄριστος εἶναι πεπίστευται τούτων ὁ σκάρος ἡδονῆς ἕνεκα, μετ’ αὐτὸν δὲ κόττυφοί τε καὶ κίχλαι, καὶ μετὰ τούτους ἰουλίδες καὶ φυ‐

2

.

49

.

2

κίδες καὶ πέρκαι. τροφὴ δ’ ἐξ αὐτῶν οὐ μόνον εὔπεπτος, ἀλλὰ καὶ ὑγιεινοτάτη τοῖς τῶν ἀνθρώπων σώμασίν ἐστιν, αἷμα γεννώντων μέσον τῇ συστάσει.

2

.

50

t

Περὶ κωβιῶν.

2

.

50

.

1

Αἰγιάλειος ἰχθύς ἐστι τῶν μικρῶν ἀεὶ διαμενόντων εἷς τις ὢν καὶ αὐτός· ἄριστος δ’ εἰς ἡδονὴν καὶ πέψιν ἀνάδοσίν τε καὶ εὐχυμίαν ἐστὶν ὁ κατὰ τοὺς ψαμμώδεις αἰγιαλοὺς ἢ τὰς πετρώδεις ἀκτάς· ὁ δ’ ἐν τοῖς στόμασι τῶν ποταμῶν ἢ λιμνοθαλάτταις οὔτε εὔπεπτος οὔτε

2

.

50

.

2

εὔχυμος. εἰ δὲ καὶ ἰλυῶδες ὑπάρχει τὸ ὕδωρ ἢ πόλιν ἐκκαθαίρων ποταμός, οὕτω μὲν ἂν εἴη χείριστος ὁ κατ’ αὐτὸν κωβιός, ὥσπερ καὶ

2

.

50

.

3

οἱ ἄλλοι πάντες ἰχθύες οἱ ἐν τοῖς τοιούτοις ὕδασι διατρίβοντες. ἥ γε μὴν σὰρξ τῶν κωβιῶν ὥσπερ σκληροτέρα τῆς τῶν πετραίων ἐστίν, οὕτω μαλακωτέρα τῆς τῶν τριγλῶν· ἀνάλογον οὖν αὐτῇ καὶ τὸ τῶν
ἐσθιόντων σῶμα τρέφεται.

2

.

51

t

Περὶ τῶν ἁπαλοσάρκων, ἐν ᾧ καὶ ἡ τοῦ λευκοῦ ζωμοῦ σκευασία.

2

.

51

.

1

Οἱ μὲν ὀνίσκοι τροφῇ χρηστῇ χρώμενοι καὶ θαλάττῃ καθαρᾷ τοῖς πετραίοις ἐνάμιλλον ἔχουσι τὴν σάρκα· μοχθηρᾷ δὲ τροφῇ χρησάμενοι καὶ κατ’ ἐπιμίκτων ὑδάτων διατρίψαντες οὐκ ἀποβάλλουσι μὲν τὴν μαλακότητα τῆς σαρκός, ἐπικτῶνται δὲ λιπαρότητα, καθ’ ἣν οὐχ ἡδεῖς
5ὁμοίως ἔτι διαμένουσι περιττωματικωτέραν τε τὴν ἐξ αὑτῶν τροφὴν

2

.

51

.

2

ἀναδιδόασιν. ἐπὶ πάντων δέ, ὡς ἔφην, ἰχθύων κοινὸν τοῦτο μεμνῆσθαι προσῆκεν, ὡς χείριστοι γίνονται κατὰ τὰς ἐμβολὰς τῶν ποταμῶν, ὅσοι κοπρῶνας ἐκκαθαίρουσιν ἢ βαλανεῖα καὶ μαγειρεῖα καὶ τὸν τῆς ἐσθῆτός

2

.

51

.

3

τε καὶ τὸν τῶν ὀθονῶν ῥύπον. μοχθηροτάτη δ’ εὑρίσκεται καὶ ἡ τῆς

2

.

51

.

4

μυραίνης σὰρξ ἐν ὕδατι τοιούτῳ διατριβούσης. τὸ δὲ βούγλωττον

2

.

51

.

5

μαλακώτερόν τέ ἐστι καὶ ἥδιον καὶ πάντῃ βέλτιον τῆς ψήττης. οἱ δὲ

2

.

51

.

6

σαυροὶ μέσοι πώς εἰσι τῶν ἁπαλοσάρκων τε καὶ σκληροσάρκων. σκευ‐ ασία δὲ τούτων τῶν εἰρημένων ἰχθύων εἰς πέψιν ἐστὶ καλλίστη ἡ διὰ τοῦ λευκοῦ ζωμοῦ· γίνεται δ’ οὕτως· ὅταν ὕδατος δαψιλοῦς ἐμβλη‐ θέντος ἐλαίου τις αὔταρκες ἐπιχέας ἀνήθου τε καὶ πράσου μικρόν,
5ἡμιέφθους ποιήσας ἐπεμβάλῃ τοσοῦτον ἁλῶν, ὡς μηδέπω φαίνεσθαι τὸν ὅλον ζωμὸν ἁλμυρόν· αὕτη καὶ τοῖς ἐκνοσηλευομένοις ἐπιτήδειος

2

.

51

.

7

ἡ σκευασία. ἁπάντων δὲ τῶν εἰρημένων ἰχθύων ἡ τροφὴ τοῖς τε μὴ γυμναζομένοις ἐστὶν ἁρμοδία καὶ ἀργοῦσι καὶ ἀσθενέσι καὶ τοῖς ἐκνοση‐ λευομένοις· οἱ γυμναζόμενοι δὲ τροφιμωτέρων ἐδεσμάτων δέονται.

2

.

51

.

8

λέλεκται δὲ πολλάκις ἡ μαλακὴ καὶ ψαθυρὰ τροφὴ πρὸς ὑγείαν ἀρίστη ὑπάρχειν, διότι καὶ εὐχυμοτάτη πάντων ἐστίν· οὐδὲν δ’ εὐχυμίας εἰς ὑγείαν ἀσφαλὲς μᾶλλον ἐφόδιον.

2

.

52

t

Περὶ τῶν σκληροσάρκων ἰχθύων.

2

.

52

.

1

Οἱ μὲν δράκοντες καὶ οἱ κόκκυγες ἐναργῶς ἅπασι φαίνονται τοῖς

2

.

52

.

2

προσενεγκαμένοις αὐτοὺς σκληρὰν ἔχοντες τὴν σάρκα. καὶ οἱ καλλιώ‐ νυμοι δ’ ὁμοίως σκληρὰν ἔχουσι τὴν σάρκα, πλὴν τοῦ παρὰ Ῥωμαίοις
καλουμένου γαλαξίου ἐνδοξατάτου τε καὶ ἁπαλοῦ τυγχάνοντος· ἔστι

2

.

52

.

3

γὰρ καὶ οὗτος τοῦ τῶν γαλεῶν γένους. σκορπιοί τε καὶ τραχοῦροι

2

.

52

.

4

ὄρφοι τε καὶ τρίγλαι τῶν σκληροσάρκων εἰσίν. ὅτι μὲν οὖν οἱ σκλη‐ ρόσαρκοι δυσκατεργαστότεροι τῶν μαλακοσάρκων εἰσί, πρόδηλον· ἥ τε γὰρ ἐν τῇ γαστρὶ πέψις ἥ τε ἐν ἥπατι καὶ φλεψὶν αἱμάτωσις ἥ τε καθ’ ἕκαστον τῶν τρεφομένων μορίων ἐξομοίωσις ἐπὶ μὲν τοῖς μαλα‐

2

.

52

.

5

κωτέροις ῥᾴων ἐστίν, ἐπὶ δὲ τοῖς σκληροτέροις χαλεπωτέρα. γίνεται δὲ καὶ παχὺς χυμὸς ὁ ἐκ τῶν σκληροσάρκων ἰχθύων, ὥσπερ ὁ ἐκ τῶν μαλακοσάρκων λεπτότερος.

2

.

53

t

Περὶ τῶν ὀστρακοδέρμων ζῴων.

2

.

53

.

1

Κήρυκας καὶ πορφύρας ὄστρεά τε καὶ χήμας ὅσα τε ἄλλα τοιαῦτα ὀστρακόδερμα καλοῦσιν, ἐπειδὴ ὀστράκῳ παραπλήσιον ἔχει τὸ ἔξωθεν

2

.

53

.

2

περικείμενον. κοινὸν δ’ ἁπάντων τούτων ἁλυκὸν ἔχειν χυμὸν ἐν τῇ σαρκὶ λαπακτικὸν τῆς γαστρὸς ἡμῶν· ἴδιον δ’ ἑκάστῳ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τούτῳ κατὰ ποιότητα καὶ ποσότητα· τὰ μὲν γὰρ ὄστρεα μαλακωτάτην ἔχει τῶν ἄλλων ὀστρακοδέρμων ἁπάντων τὴν σάρκα, τὰ
5δὲ μικρὰ χημία καὶ αἱ πορφύραι καὶ οἱ κήρυκες ὅσα τε ἄλλα τοιαῦτα σκληράν· εἰκότως οὖν ὑπάγει μὲν ἐκεῖνα μᾶλλον, ἥττονα τροφὴν δι‐ δόντα τῷ σώματι· τὰ δὲ σκληρόσαρκα δυσπεπτότερα μέν ἐστι, τρέφει

2

.

53

.

3

δὲ μᾶλλον. ὥσπερ δὲ δύσπεπτον ἔχει τὴν σάρκα τὰ σκληρόσαρκα τῶν ὀστρακοδέρμων ζῴων, οὕτω καὶ δυσδιάφθαρτον· αἱρούμεθά τε διὰ τοῦτο διδόναι πολλάκις αὐτὰ τοῖς διαφθείρουσιν ἐν κοιλίᾳ τὴν τροφὴν ὑπὸ κακοχυμίας, ἤτοι ἐξ ἥπατος εἰς αὐτὴν καταρρεούσης ἢ περιεχομένης

2

.

53

.

4

ἐν τοῖς χιτῶσιν αὐτῆς. γεννᾶται δ’ ἐξ αὐτῶν ὁ καλούμενος ὠμὸς

2

.

53

.

5

χυμὸς πάμπολυς· ἐκ δὲ τῶν μαλακοσαρκοτέρων καὶ τὸ φλέγμα. καθά‐ περ γοῦν, ἀποθεμένων αὐτῶν τὸν ἁλυκὸν χυμόν, ἡ σὰρξ ὥσπερ δύσ‐ φθαρτος, οὕτω καὶ στατικὴ γίνεται τῆς γαστρός, ὡσαύτως εἴ τις ἐκπίνοι τὸν γενόμενον ζωμόν, ὑπαχθήσεται μὲν ἡ γαστὴρ ἱκανῶς, οὐδεμίαν δ’
5ἐξ αὐτοῦ τροφὴν τὸ σῶμα τοῦ ἀνθρώπου λήψεται.

2

.

54

t

Περὶ τῶν μαλακοστράκων.

2

.

54

.

1

Ἀστακοὶ καὶ πάγουροι καρκῖνοί τε καὶ κάραβοι καὶ καρίδες καὶ ... ὅσα τε ἄλλα λεπτὸν μὲν τὸ περιέχον ὄστρακον, ὅμοιον δὲ τῇ σκλη‐
ρότητι τοῖς ὀστρακοδέρμοις ἔχει, ἥττονα μὲν ἐκείνων, ἔχει δ’ οὖν

2

.

54

.

2

ὅμως τὸν ἁλυκὸν χυμὸν οὐκ ὀλίγον. ἔστι δὲ σκληρόσαρκα πάντα καὶ διὰ τοῦτο δύσπεπτά τε καὶ τρόφιμα, προεψηθέντα δηλονότι κατὰ τὸ

2

.

54

.

3

πότιμον ὕδωρ. ἔστι δὲ καὶ τούτων ἡ σὰρξ ὥσπερ καὶ τῶν ὀστρέων ἐπισχετικὴ τῶν κατὰ τὴν κοιλίαν, ὅταν ἐναποθῆται τῷ ὕδατι τὸν ἁλυ‐

2

.

54

.

4

κὸν χυμόν, ὥσπερ εἴρηται, προεψηθέντα. καὶ τοίνυν καὶ ταῦτα δύσ‐ φθαρτα τοῖς σκληροῖς τῶν ὀστρακοδέρμων ὡσαύτως ἐστίν.

2

.

55

t

Περὶ μαλακίων.

2

.

55

.

1

Μαλάκια καλεῖται τὰ μήτε λεπίδας ἔχοντα μήτε τραχὺ μήτε ὀστρα‐ κῶδες τὸ δέρμα, μαλακὸν δ’ οὕτως ὡς ἄνθρωπος· ἔστι δὲ ταῦτα πο‐

2

.

55

.

2

λύποδές τε καὶ σηπίαι καὶ 〈τευθίδεσ〉 ὅσα τε ἄλλα ταύταις ἔοικεν. μαλακὰ μὲν οὖν ἐστιν ἁπτομένοις, σκληρόσαρκα δὲ καὶ δύσπεπτα καὶ βραχὺν ἐν ἑαυτοῖς ἔχοντα τὸν ἁλυκὸν χυμόν· εἰ μέντοι πεφθείη, τροφὴν οὐκ ὀλίγην δίδωσι τῷ σώματι· πλεῖστον οὖν καὶ ταῦτα τὸν ὠμὸν ἐργά‐
5ζεται χυμόν.

2

.

56

t

Περὶ σελαχίων.

2

.

56

.

1

Τραχὺ καὶ λάμπον ἐν τῇ νυκτὶ τὸ δέρμα τῶν τοιούτων ἐστὶ ζῴων· διὸ καί τινες ἀπὸ τοῦ σέλας ἔχειν ὠνομάσθαι φασὶν αὐτὰ σελάχια.

2

.

56

.

2

μαλακὴν δ’ ἐν αὐτοῖς ἔχει τὴν σάρκα νάρκη τε καὶ τρυγὼν ὥσπερ οὖν καὶ ἡδεῖαν ὑπιοῦσάν τε κατὰ γαστέρα μετρίως καὶ πεττομένην οὐ χαλεπῶς· ἀλλὰ καὶ τρέφει μετρίως ὥσπερ καὶ τἄλλα πάντα τὰ μαλα‐

2

.

56

.

3

κόσαρκα. κοινὸν δ’ ἐν αὐτοῖς σχεδὸν ἅπασίν ἐστι πολὺ σκληρότερα τῶν μέσων μορίων τὰ κατὰ τὰς οὐρὰς εἶναι· μάλιστα δὲ τοῦτο ὑπάρ‐ χει ταῖς νάρκαις· ἔοικε γάρ τοι τὰ μέσα τῶν ζῴων τούτων οἷάπερ

2

.

56

.

4

χόνδρον τακερὸν ἐν αὑτοῖς ἔχειν. βάτοι δὲ καὶ λειόβατοι καὶ ῥῖναι καὶ πάντα ὅσα τοιαῦτα σκληρότερα καὶ δυσπεπτότερα καὶ τροφὴν πλεί‐ ονα τῷ σώματι παρέχοντα νάρκης τε καὶ τρυγόνος ἐστίν.

2

.

57

t

Περὶ τῶν κητωδῶν ζῴων.

2

.

57

.

1

Φῶκαι, φάλαιναι, δελφῖνές τε καὶ ζύγαιναι καὶ τῶν θύννων αἱ μεγάλαι καὶ πρὸς τούτοις οἱ κύνες ὅσα τε ἄλλα τοιαῦτα τῶν κητωδῶν ἐστι, σκληράν τε καὶ κακόχυμον ἔχοντα καὶ περιττωματικὴν τὴν σάρκα·
διὰ τοῦτο προταριχεύοντες αὐτὰ εἰς χρῆσιν ἄγουσιν.

2

.

58

t

Ξενοκράτους. Περὶ τῆς ἀπ’ ἐνύδρων τροφῆς.

2

.

58

.

1

Πεποίηται μὲν ἡ νηχαλέα φύσις σιτίων ἄθυρμα ταῖς εὐτραπέζοις

2

.

58

.

2

ἀπολαύσεσι, μέγα δ’ ὄφελος κἀν ταῖς καθ’ ὑγείαν διαίταις. ἐξαλλάσ‐ σονται δὲ παρὰ συγκρίσεις ἰχθύες, ἐπεὶ οἱ μέν εἰσι σκληρόσαρκοι, οἱ δ’ ἁπαλόσαρκοι· καὶ σκληρόσαρκοι μὲν φάγροι, συνόδοντες, βούγλωσσοι καὶ οἱ πλατεῖς, ὡς ψῆσσαι, ῥόμβοι· ἁπαλόσαρκοι δὲ κίχλαι, κόσσυφοι,
5φυκίδες καὶ 〈οἱ〉 ὅμοιοι, εὐδιαφόρητοι καθεστῶτες· μέσοι δ’ ὀνίσκοι,

2

.

58

.

3

βάκχοι, σκιάδες. ἔτι οἱ μὲν πετραῖοι, οἱ δὲ πελάγιοι τροφιμώτεροι· οἱ δὲ παρ’ αἰγιαλῶν ὄχθαις ἢ ὑδροχοῶν ἐκροαῖς κακόχυλοι καὶ ἄστομοι.

2

.

58

.

4

καὶ τὰ πελάγη δὲ διαφέρει· μέτριοι μὲν γὰρ οἱ κατὰ τὸν Ἀδρίαν, οἱ

2

.

58

.

5

δὲ κατὰ τὸ Τυρρηνικὸν ἡδύτατοι. καὶ ἔτι ἔαρος μὲν οἱ πλεῖστοι διὰ τὸ ὠοτοκεῖν ἀμείνους, ὡς τρίγλαι· θέρους δὲ φάγροι τε καὶ συν‐ όδοντες· φθινοπώρου δ’ ἥπατος παραιτητέος, κακόχυμος ὤν· κεστρεῖς

2

.

58

.

6

δὲ καὶ λάβρακες τρυφερώτεροι. παρὰ δ’ ἡλικίας, οἱ μὲν βραχεῖς καὶ νέοι εὔφθαρτοι· οἱ δὲ κητώδεις δύσχυμοι καὶ σκληροὶ καὶ κακοστόμαχοι·

2

.

58

.

7

οἱ δὲ μέσοι μέσως εὐδιοίκητοι. παρὰ δὲ τὰ μέρη διαλλάττουσιν ἐπὶ τοῖς οὐραίοις, 〈οἷσ〉 κινοῦνται, γεγυμνασμένοι, εὔτροφοι, τρυφεροί· κατὰ δὲ τὴν νηδύν, ἅτε λιπώδεις, ἐπιπολαστικοὶ καὶ πρὸς ἐκκρίσεις εὔθετοι· κατὰ δὲ τὰ νῶτα σκληρόσαρκοι· κεφαλαὶ δὲ πάντων διὰ τὸ ἁλμυρὸν
5καὶ λιπῶδες ἄτροφοι καὶ δυσδιοίκητοι· πάνυ δ’ εὐέκκριτοι μαραυγείας

2

.

58

.

8

τε καὶ παγούρου καὶ μάλιστα τριγλῶν. παρὰ δὲ σκευασίας ὀπτοὶ μὲν τροφιμώτεροι, δυσδιαχώρητοι δέ· ἑφθοὶ δ’ ὀλιγότροφοι, ῥᾷστα δια‐

2

.

58

.

9

χωροῦντες. καὶ θαλάσσιοι μὲν εὔστομοι, εὐκάρδιοι, πρὸς ἀναδόσεις ῥᾷστοι, πλαδαρᾶς καὶ μαλθακῆς σαρκὸς ποιητικοί (ποιοῦσι γὰρ εὐχρόους), αἵματος γόνιμοι, λαπακτικοὶ γαστρός· ποτάμιοι δὲ καὶ λιμναῖοι κακο‐ στόμαχοι, παχυμεροῦς ὕλης δραστικοί, δυσδιάκριτοι, ὧν τινες οὐκ ἀπο‐
5δέουσι τῆς θαλαττίας ὕλης, καθάπερ ὁ Νειλαῖος κορακῖνος καὶ ἐν

2

.

58

.

10

Ῥήνῳ πέρκη καὶ Τίβουρι λάβραξ, ὅς ἐστιν ἐπεστιγμένος. καὶ ὁ Ἀννίων
λίμνη τε κατὰ Φαλερνοὺς ὁμοφυοῦς ἰχθύος· εὔχυλον γὰρ καὶ εὐπρόσ‐

2

.

58

.

11

φορον ἡ ἐκεῖ δίδωσι δίαιτα. πάντων δὲ προκριτέον ἰχθύων τούς τε

2

.

58

.

12

ἀβρώμους καὶ περιπιμέλους εὐχύλους τε καὶ συμμέτρους. τῶν δ’ ἰχθύων ἃ μέν ἐστι νηχαλέα, ἃ δὲ σελάχη, τὰ δὲ μαλάκια, τὰ δ’ ὀστράκια, ὧν

2

.

58

.

13

αἱ ποιότητες. ἀφύα βραχύτατόν ἐστι, συναγελαστικόν, λοπάσι σκευ‐

2

.

58

.

14

αζόμενον. ἀλώπεκες, ἵππουροι, θρίσσαι, λέρος ἐκ πελάγους φεύγουσιν

2

.

58

.

15

εἰς ποταμόν, δύσχυλα, οὐκ εὐστόμαχα, δύσπεπτα, ὀλιγότροφα. ἀχάρνης

2

.

58

.

16

σκληροφυής, δύσφθαρτος, οὔτε εὐστόμαχος οὔτε εὔχυλος. βελόναι, ῥάμφος κερατώδεις, οὐκ εὐστόμαχοι, κακόχυλοι, ἄτροφοι, εὔφθαρτοι.

2

.

58

.

17

βῶκες, ἰουλίδες, τράχουροι, πρὸς ἐνίων σαυροὶ καλούμενοι, χάννοι καὶ πᾶν τὸ τηγάνῳ ἁρμόζον εὔστομον, οὐκ εὐστόμαχον, εὔφθαρτον, ἐπι‐

2

.

58

.

18

πολαστικὸν κοιλίας, ἄτροφον. ἐρυθρῖνος εὔστομος, στατικὸς κοιλίας, σκληροπαγής, τρόφιμος, ἐντατικὸς πρὸς συνουσίας, εἴ τις αὐτὸν ἐν οἴνῳ

2

.

58

.

19

πνίξας πίοι. θρανὶς ἢ ξιφίας κητώδης ἐστὶ τεμαχίζεσθαι· ἄστομος δ’ ἐστί, ψαφαρός, δυσκατέργαστος, πολύτροφος, βρωμώδης, διὸ μετὰ

2

.

58

.

20

σινάπεως ἐσθίεται καὶ λοπάσι· κρεῖττον δὲ τὸ ὑπογάστριον. θύννος καὶ θυννίς, κολίας, ὀρκύινος, πηλαμύς, σκόμβρος οὐκ εὐστόμαχοι, κακό‐ χυλοι, φυσώδεις, ψαφαροί, δυσέκκριτοι, τρόφιμοι, ὧν τρυφερωτέρα ἡ πηλαμύς, ἄστομος δὲ καὶ ἄχυλος ὁ κολίας· ἡ δὲ θυννὶς ὑποτέτακται,

2

.

58

.

21

δύσπεπτος δ’ ὁ θύννος. σειῶνες βραχυκέφαλοι, κτένες, χελιδόνες, οὐρα‐ νοσκόποι, γαλεοί, κύνες καὶ οἱ ὅμοιοι κακόχυλοι, βρωμώδεις, ἀργῆς

2

.

58

.

22

〈καὶ〉 ὁλκίμου ὕλης γόνιμοι, εὐτράπεζοι δέ. σαργοί, μελάνουροι, κάν‐ θαροι εὐστόμαχοι, εὔχυλοι, εὐδιοίκητοι, τροφώδεις δὲ καὶ πρὸς τὰς

2

.

58

.

23

ἐκκρίσεις εὖ ἔχουσιν. σάλπαι αἱ πελάγιαι δριμεῖαι, εὔστομοι, δύσ‐ φθαρτοι, δυσδιαχώρητοι, τροφώδεις, εὐέκκριτοι· αἱ δ’ ἀπ’ αἰγιαλῶν

2

.

58

.

24

σκληρόσαρκοι καὶ κακόχυλοι, ἄστομοι. βούγλωσσοι, ψῆσσαι σκληρόσαρκοι,

2

.

58

.

25

δύσφθαρτοι, εὔχυλοι, εὐέκκριτοι. γλαῦκος μετὰ λάβρακος (ἔοικε γὰρ

2

.

58

.

26

πάντα αὐτῷ) ἧττον, προφέρει δὲ σπάρου. ἔλλοψ εὐστόμαχος, γλυκύ‐

2

.

58

.

27

χυλος, τρόφιμος, εὐέκκριτος. ἥπατος ἢ μαζέας τρυφερὸς μέσως, εὔθρυ‐
πτος, λελυμένος, εὔστομος, δύσπεπτος δὲ καὶ τρόφιμος καὶ εὐέκκριτος.

2

.

58

.

28

κεστρεὺς πελάγιος ἄριστος, εὔστομος, δριμύς, οὐκ ἀπολείπων λάβρακος, εὐδιαχώρητος· καὶ οὗτος πρὸς τὸ τρυφερόν, ποταμοῖς διαυγέσι καὶ καθαροῖς νηξάμενος, ἀναχαλᾷ τὴν θαλάττιον σκληρότητα ἀπὸ τῆς τοῦ γλυκέος ἐπικράσεως· ὁ δ’ ἐν θολεραῖς καὶ στάσιμον ἐχούσαις ὕδωρ
5λίμναις βρωμωδέστερος, δυσδιοικητότατος, πρὸς τῆς ἰλύος πιαινόμενος

2

.

58

.

29

πάνυ ἀργὴν ἔχων τὴν σάρκα· μεγεθούμενος δὲ σκληροῦται. καλοῦσι

2

.

58

.

30

δέ τινες καὶ πλῶτα τὸν κεστρέα. κίθαρος καὶ ῥόμβος πλατεῖς εἰσιν· ὁ ῥόμβος στερεός, δύσφθαρτος· χρὴ δὲ τὸν μέγαν προεωλίσαντα ἡμέ‐ ραν ἑψεῖν δυσκατέργαστον ὄντα καὶ εὔτροφον· ὁ δὲ κίθαρος κακόχυλος

2

.

58

.

31

καὶ οὐκ εὐστόμαχος, δύσφθαρτος, εὐέκκριτος. κίχλαι, κόττυφοι, φυκίδες ἁπαλόσαρκοι, εὔχυλοι, εὐδιαφόρητοι, ἄτροφοι, πρὸς διαχώρησιν ἐπιτή‐

2

.

58

.

32

δειοι. κόραξος σκληρόσαρκος, καὶ μᾶλλον αὐξόμενος, βρωμώδης, δυσ‐ διοίκητος, εὔστομος, ἀποδέων φαύλης γονίμου ὕλης, ὧν ὁ μείων ἡδύ‐

2

.

58

.

33

τερος. λάβραξ ἐξαλλάσσεται, ὅσον αὔξεται σκληρότερος γινόμενος· ἄριστος ὁ μηνῶν δυεῖν, εὐστόμαχος, εὔχυλος, τρυφερόσαρκος, γλυκύ‐

2

.

58

.

34

χυλος, τρόφιμος, εὐδιοίκητος, εὐέκκριτος. τάδε μὲν περὶ πελαγίου· ὁ δ’ ἐν δεξαμεναῖς ἐναντίος τούτοις, ὡς καὶ ἐπὶ τῶν ἄλλων ἰχθύων

2

.

58

.

35

συμβαίνει· ἄστομοι γὰρ οἱ σύγκλειστοι. ὁ δὲ ποτάμιος καταψύχροις ὕδασιν ὑποδύνων ἐκ τῆς θαλάσσης εὔστομος, τρυφερός· ὁ δ’ εἰς λίμνας

2

.

58

.

36

μεθιστάμενος ἰλυώδεις καὶ τεναγουμένας πιαινόμενος ἄστομος. ὀνίσκος

2

.

58

.

37

οὐ δριμύς, εὔχυμος, δυσδιοίκητος, εὐδιαχώρητος, τρόφιμος. σκόρπαιναι σκληρόσαρκοι, δύσχυμοι (διὸ χαίρουσι σκευαῖς), εὔστομοι, 〈εὔθετοι〉 πρὸς

2

.

58

.

38

ἐκκρίσεις. σκιαδεὺς εὔστομος, εὔχυλος, εὐδιοίκητος, οὐκ ἄγαν τρόφιμος,

2

.

58

.

39

εὐέκκριτος. σκάρος εὔστομος, δυσδιαφόρητος, εὔφθαρτος, διαχωρητικός· ὁ δ’ ἀρτιάλωτος καὶ μὴ ζωγρείοις ἐγκεκλεισμένος πολλοῖς ἐγκάτοις

2

.

58

.

40

εὔστομος, ἐπιπολαστικός, εὔφθαρτος. σινόδους σκληρόσαρκος μέν, οὐκ ἀτρύφερος δέ, εὔχυλος, εὐδιοίκητος, τροφώδης μέσως καὶ εὐέκκριτος.

2

.

58

.

41

τρίγλα ἐπιφανεστάτη ὄψων, εὐστόμαχος, εὔχυλος, εὔστομος· πλακώδης

2

.

58

.

42

σάρξ, δύσφθαρτος, μετρία πρὸς ἐκκρίσεις. διαφέρει δ’ ἡ πελάγιος τῆς πετραίας, διάπυρος οὖσα κινναβάρει καὶ χρυσώπῃ· πωγωνοφόρος δ’

2

.

58

.

43

ἐστίν· λείπονται δὲ τούτων αἱ παραιγιάλιοι. φάγρος σκληρόσαρκος,

2

.

58

.

44

δύσφθαρτος, οὐκ εὐέκκριτος. χρύσοφρυς λευκόσαρκος, στερεός, σύγ‐

2

.

58

.

45

κριτος, εὔχυμος, εὐδιοίκητος, τρόφιμος, οὐ δυσέκκριτος. γόγγρος οὐκ εὔστομος οὐδὲ κακόχυμος, μετρίως δ’ εὔπεπτος, τροφώδης, πρὸς ἐκ‐ κρίσεις διάμεμπτος. Περὶ κνίδης.

2

.

58

.

46

Κνίδαι ἢ ἀκαλῆφαι εὔστομοι, κακοστόμαχοι δ’ οὐ μετρίως· ὀπταὶ

2

.

58

.

47

δὲ τῶν ἑφθῶν ἐπιτηδειότεραι, λυτικαὶ κοιλίας. οὐρητικώτεραι δὲ [αἱ] μετὰ τὴν κάθαρσιν αἱ φύουσαι πρὸς ταῖς ψήφοις, πιληθεῖσαι καὶ συστρα‐ φεῖσαι πάνυ ὀλίγοις ἁλσὶ πασθεῖσαί τε † ὅπως ὀλίγον μετρίως εἶναι

2

.

58

.

48

σιτηραί. τῇ δ’ ὀπτήσει παγεῖσαι δι’ ὀβελῶν ἢ καρφῶν ἐπ’ ἀνθράκων μαλάχης ἢ κληματίνων, ὥστε ἐναργῶς ἄρασθαι, μετὰ γλυκέος δ’ ἢ

2

.

58

.

49

οἰνομέλιτος † ποι ἀναποιῆσαι γεῦσιν εὔπεπτοι καὶ εὐέκκριτοι. αἱ δ’ ἐν γλυκεῖ καὶ ἐλαίῳ ἑψόμεναι μετὰ τῆς ἄλλης ἀρτύσεως τὸ μὲν ὀλισθηρὸν καὶ ὅλκιμον φυλάττουσι, πλήσμιοι δ’ οὖσαι καὶ δύσπεπτοι τὴν κοιλίαν ἀναχαλῶσι μᾶλλον.
5Περὶ ὀστρακίων.

2

.

58

.

50

Βαλάνων μὲν ἄρισται αἱ θερείας λαμβανόμεναι· ἐπιτήδειοι πρὸς βρῶσιν αἳ γίνονται ὅπου ἐπιμίγνυται γλυκὺ ὕδωρ· τρόφιμοι δ’ εἰσὶ καὶ γλυκεῖαι· πλέον δ’ εἰσὶν ἐντρεφόμεναι πέτραις· ἥδισται γὰρ αἱ τρο‐ φώδεις, εὐλέαντοι, πολύχυλοι, πρὸς κοιλίας μάλαξιν ἐπιτήδειοι, στο‐
5μάχῳ προσηνεῖς, εὔστομοι, ἁπαλαί, κινητικαὶ οὔρων· τὸν χυλὸν αὐτῶν

2

.

58

.

51

ἁπλοῦν ἀμεταποίητον· τὸ δ’ ἀφέψημα αὐτῶν ἐστι διαχωρητικόν. αἱ δὲ μὴ ἐν πέτραις δριμεῖαι καὶ φαρμακώδεις, δραστικαὶ κοιλίας πλέον,

2

.

58

.

52

ἐλάττω δὲ τῶν οὔρων. γλυκυμαρίδες προφέρουσι τῶν τραχέων, μει‐ ονεκτοῦσι δὲ πελωρίδων· εἰσὶ δὲ διακριτικαὶ στομάχου· σκληρὸν δ’ ἐστὶν αὐτῶν τὸ σαρκῶδες, οὐ μὴν ἄτροφον· οὐρητικώτεραι δ’ εἰσὶ μᾶλλον

2

.

58

.

53

τῶν πελωρίδων. ὀπταὶ δὲ καὶ ἑφθαὶ σκληροποιοῦνται· ἑψηθεῖσαι δὲ

2

.

58

.

54

καὶ ἀρτυθεῖσαι εὔστομοί εἰσιν. γίνονται δὲ καὶ γένη πελωρίδων τε καὶ χημῶν· διάφοροι δὲ ποικίλαι καὶ στρογγύλαι, ὡς αἱ ἐν Δικαιαρχίᾳ ἐν τῷ Λουκρίνῳ λάκκῳ καὶ ἐν τῷ ἐν Ἀλεξανδρείᾳ λιμένι· γλυκεῖαι γὰρ

2

.

58

.

55

καὶ εὔχυλοι. αἱ δ’ ὑπὲρ Φάρον καὶ τὸν Δίολκον τήν τε γέφυραν καὶ
τὴν νῆσον ἐπιμήκεις, τραχεῖαι, βαλάνοις ἐοικυῖαι δρυΐναις, ἐμφερῶς φηγοῖς τὸν ἐχῖνον φερόμεναι· λευκαὶ δ’ εἰσὶ καὶ σκληραὶ καὶ δριμεῖαι.

2

.

58

.

56

κτένες κράτιστοι οἱ εὐμεγέθεις, κοῖλοι, τὴν χρόαν μελάντεροι· ἀκμάζουσι

2

.

58

.

57

δ’ ἦρος καὶ θέρους· τότε γὰρ αὔξονται, μάλιστα πρὸς σελήνην. διάφοροι

2

.

58

.

58

δ’ οἱ ἐν Μιτυλήνῃ πάντων μεγέθει, φύσει, εὐχυλίᾳ. φέρει δ’ ὁμοίους τούτοις ὁ Ἰόνιος κόλπος κατ’ Ἰλλυρίδα καὶ Τυρρηνίδα καὶ Σαλώνας

2

.

58

.

59

καὶ Λάτιον. φέρει δὲ καὶ Χίος καὶ συχναὶ τῶν νήσων καὶ Ἀλεξάν‐

2

.

58

.

60

δρεια. ὁ δὲ Πόντος φέρει μὲν πολλούς, βραχεῖς δὲ καὶ δυσαυξεῖς.

2

.

58

.

61

γλυκεῖς δ’ εἰσὶ καὶ εὐπεπτότεροι τῶν ὀστρέων· διαχωρητικοὶ δ’ εἰσὶ μετ’ ὄξους καὶ ὀποῦ διὰ τὸ ποσῆς γλυκύτητος μετέχειν, ἣν ἀποβάλ‐

2

.

58

.

62

λουσιν ὀπτώμενοι. ὁμοίως δὲ καὶ λεῖοι λύουσι κοιλίαν, καὶ ἂν παλαιοὶ

2

.

58

.

63

ὦσιν ἢ νηροί. ὀλίγῳ δ’ εἰσὶ κινητικοὶ τῶν οὔρων, οὐκ εὔφθαρτοι οἱ

2

.

58

.

64

πυξίζοντες, καθάπερ τὰ ὄστρεα. κρείττους δ’ οἱ ἑφθοὶ τῶν ὀπτῶν πρὸς τὸ ὑπακτικὸν τῆς γαστρός· οἱ δ’ ὀπτώμενοι εὐχυμότεροι, δυσέκκριτοι δέ.

2

.

58

.

65

ὑποληπτέον δ’ ἔλαττον ἔχειν τὸ ἄτοπον τούτους ἐν τοῖς ἑαυτῶν ὀστρά‐

2

.

58

.

66

κοις ὀπτωμένους, εὐτροφωτέρους καὶ ταρακτικοὺς ἥττω. εὐστομώτεροι δ’ ὀπτοὶ καταρρανθέντες ἀκράτῳ, εὔστομοι, εὔπεπτοι, προκριτέοι τῶν

2

.

58

.

67

ὀστρακίων. καὶ οἱ ταριχευόμενοι δὲ κοιλίαν οὐ ταράσσουσι, τηροῦσι

2

.

58

.

68

δὲ τὴν φυσικὴν γλυκύτητα ἐν ἅλμῃ μένοντες· οὐρητικοὶ δ’ εἰσίν. εἰσὶ

2

.

58

.

69

δ’ οἱ λευκοὶ καὶ πλατεῖς γλυκύτεροι, σκληροὶ δ’ οἱ λευκοί· οἱ δὲ

2

.

58

.

70

πυρροὶ βρωματώδεις καὶ οὐρητικοί· οἱ δὲ ποικίλοι μέσοι. καὶ τὰ ὠὰ δ’ αὐτῶν ἐμφέρει φυκίοις, ἰδίᾳ δὲ δοθέντα δύσπεπτα μέν, οὔρων δὲ

2

.

58

.

71

κινητικά. ἐσθιόμενοι δ’ οἱ κτένες ἐπαρκοῦσι τοῖς ῥυπαρὰ καὶ ἐσχαρω‐

2

.

58

.

72

μένα περὶ κύστιν ἔχουσιν ἕλκη ἀποκαθαίροντες. κήρυκες σκληρότεροι μέν εἰσι πορφύρας· παρὰ μεγέθη δὲ καὶ τόπους διαφέρουσιν. τρισσὰς δ’ ἔχουσι δυνάμεις, τοῦ τε ὀστράκου καὶ τραχήλου καὶ μήκωνος· ἥδε γὰρ ψαφαρά ἐστιν, ἰχθυώδης, στατικὴ κοιλίας, καὶ πλέον, εἰ ὀπτηθείη·

2

.

58

.

73

ἀντιπρακτικωτέρα δ’ ἡ ἑφθή. οἱ δὲ τράχηλοι αὐτῶν λύουσι κοιλίαν, δύσπεπτοι δ’ εἰσίν· χρὴ δὲ διὰ νάπους ἢ ὄξους ἢ ὀποῦ ἢ πεπέρεως

2

.

58

.

74

ἐπανορθοῦσθαι αὐτοὺς ἐσθιομένους. τὸ δ’ ἀπ’ αὐτῶν ὕδωρ διαχωρη‐
τικὸν κοιλίας, θερμὸν γευόμενον· σὺν δὲ τῇ μήκωνι ἑψώμενον κιρρό‐

2

.

58

.

75

τερον καὶ ἰλυῶδες. ὅλοι δὲ καθεψηθέντες στατικώτεροι καὶ διψώδεις

2

.

58

.

76

γίνονται. ἔνιοι δ’ ἑψήσαντες αὐτοὺς λεαίνουσιν, ἐμφερῶς ἀκαλήφαις

2

.

58

.

77

ἀρτύοντες· γίνονται εὔστομοι. ἀνατολικῆς δὲ σελήνης πλήρεις, λεπτοὶ

2

.

58

.

78

δὲ θέρους εἰσίν. πορφύραι δ’ αἱ μείζους σκληρότεραι καὶ τοῖς ἑαυτῶν μέρεσιν οὐ μετρίαν διαφορὰν ἔχουσαι· τράχηλοι μὲν γὰρ δυσκατέρ‐ γαστοι δυσδιαχώρητοί τε καὶ δύσφθαρτοι, εὐστόμαχοι, ὀλιγόχυμοι, μόλις διαλυόμενοι τῇ μασήσει· οἱ δὲ πυθμένες ἢ μήκωνες μαλακοί, εὐκατέρ‐
5γαστοι, διαχωρητικοί, ἰχθυωδέστεροι, διουρητικοί, ἱδρωτικοί, σιελοποιοί·

2

.

58

.

79

πλεονάσαντες δὲ χολερώδεις, ναυτιώδεις μελάνων, ἀπολαυστικοί. τὰ δὲ κολούλια ἢ κορύφια τῶν ὁμογενῶν, ὁπόσα στρομβοειδῆ, πάντων ἐστὶν ἐπιτηδειοτάτη ἡ προσφορὰ αὐτῶν ὠμῶν τε καὶ σκευαστῶν ἑψήσει

2

.

58

.

80

καὶ ὀπτήσει. χυμὸν ἀνίησιν εὔστομον, εὐστόμαχον, κοιλίας ὑπαγωγόν,

2

.

58

.

81

γλυκύν, κινητικὸν οὔρων μικροσάρκοις ἀνάλογον κοχλίαις. ἀπεργάζεται

2

.

58

.

82

δὲ καὶ στόματος εὐωδίαν· πρὸς οἰνοποσίαν δ’ ἄθετα. ζεσθέντα τρό‐ φιμα, ὀπτὰ δὲ σκληρά· ἡ δὲ μήκων αὐτῶν στατικωτέρα τρόπον κηρύ‐

2

.

58

.

83

κων. κοχλίαι σκληροί, δυσκατέργαστοι· τὰ δὲ τούτων εἴδη, τὸ μὲν ἐπίμηκες, ὅτῳ καὶ σάλπιγγος δίκην ἐμφυσῶσι, τὸ δὲ στρογγύλον, ᾧ

2

.

58

.

84

τοὔλαιον ἀναχέουσιν. τούτων δ’ οἱ μὲν ὑπερμεγέθεις ἄβρωτοι διὰ τὸ βρωμῶδες καὶ σκληρὸν καὶ χολερικὸν πολύσαρκόν τε καὶ κητῶδες· τῶν δὲ βραχέων ἐνίους προσφορὰ πείθει μετ’ ὀξυμέλιτος ἢ χλωρῶν πηγάνου

2

.

58

.

85

τε μετ’ ὀξυπεπέρεως. οἱ δὲ πενταδάκτυλοι ὀξυπυθμενώτεροι τῶν ἄλλων, κλῃζόμενοι ἕλικες ἢ ἀκτινοφόροι, ἀσαρκότεροι μέν εἰσι παρὰ τοὺς ἄλλους κοχλίας, πλήσμιοι δὲ καὶ ἐπιπολαστικοί· προβρεχόμενοι δ’ ὀπῷ

2

.

58

.

86

καὶ ὄξει πρὸς βρῶσιν ἐπιτηδειότεροι ἐκταράξαι κοιλίαν ἄνεφθοι. κοχλίαι πάντες θαλάττιοι τοὺς τραχήλους γλυκυτέρους ἔχουσιν· εἰσὶ δὲ ψαφαροί, εὔχυλοι, δύσφθαρτοι, κοῦφοι παρὰ τοὺς χερσαίους· ἰσχυρότεροι γὰρ καὶ μαλακώτεροι πρὸς ἔκκρισιν, εὐωδέστεροι, εὐστόμαχοι κατὰ τοὺς πυθμέ‐

2

.

58

.

87

νας. κοχλίαι δύσπεπτοι, παραφρακτικοὶ ὄξει καὶ ὀπῷ ἢ νάπυϊ ἐσθιό‐

2

.

58

.

88

μενοι, ἔτι δ’ εὐζώμῳ. λεπάδες βραχεῖαί εἰσιν, ἔν τισι μείζους, ὡς ὀστρέων δοκεῖν μὴ ἐναλλάττειν· μέγισται δ’ ἐν Ἰνδικῇ, ὡς καὶ τὰ

2

.

58

.

89

ἄλλα πάντα. σκληροὶ δ’ ἄλλως καὶ ὀλιγόχυμοι, δυσκατέργαστοι δὲ καὶ

2

.

58

.

90

δυσέκκριτοι· ἑφθαὶ δὲ συναρτυόμεναι εὔστομοι. μύακες ἁλμυροί, βρω‐
μώδεις, βοηθοῦνται δ’ ὀπῷ Κυρηναϊκῷ πηγάνῳ τε καὶ ὄξει· ταρακτικοὶ δὲ κοιλίας καὶ διουρητικοί, οὐκ εὔστομοι, δύσπεπτοι, ἐμφρακτικοί, παχέος αἵματος φλέγματός τε γόνιμοι, καὶ μᾶλλον οἱ πρόσφατοι· διὸ κατερ‐

2

.

58

.

91

γαστέον αὐτοὺς τοῖς δριμέσι, νάπυϊ, εὐζώμῳ. ὀπτοὶ δυσδιαχώρητοι, πολύδιψοι, βαρεῖς· οἱ δ’ ἑψηθέντες καὶ τριβέντες καὶ ἀρτυθέντες ἧττον

2

.

58

.

92

τοῦ βρωμώδους 〈ἔχοντεσ〉 τὰ ἶσα ποιοῦσι τοῖς στρομβώδεσιν. μυΐσκαι στρογγυλώτεραι μέν εἰσι μυάκων, μικρότεραι δὲ καὶ δασεῖαι, ὄστρακά τε λεπτὰ φέρουσαι τὰς σάρκας τε ἁπαλώτεραι καὶ γλυκύτεραι, τοὺς

2

.

58

.

93

χυμοὺς διαφορώτεραι. οἱ αὐτοὶ ἀτροφώτεροι, δηκτικοὶ στόματος καὶ φάρυγγος, ἀναδάκνοντες τὴν κατάποσιν, καὶ τὴν φωνὴν δασύνοντες ἢ ἀποκόπτοντες τῶν πολλοὺς φαγόντων ξηρᾶς τε κινητικοὶ βηχὸς καὶ

2

.

58

.

94

βράγχης. οὐκ ἀγαθοὶ δ’ οἱ † ἀμμώδεις ἢ ὀστράκοισι κεραμέων τούς

2

.

58

.

95

τε ἀπὸ τῶν πετρῶν ἢ φυκίων· δριμεῖς γὰρ οἵδε. ὄστρεα τὰ πελάγια σπάνια καὶ ἀχρεῖα διὰ τὸ μὴ θεωρεῖσθαι ὑφ’ ἡλίου· γίνεται δὲ καὶ μικρομεγέθη, πικρὰ δ’ εἰσὶ καὶ οὐκ ἐδώδιμα διὰ τὸ δηκτικὸν τῆς κοι‐ λίας· χαίρει γὰρ † ἐπικιρνάμενον γλυκέσι κράσει γλυκυχύλους προσ‐

2

.

58

.

96

αύξων σάρκας· διὸ κάλλιστα κατὰ τὰς ἐκβολὰς τοῦ Νείλου ἐν Αἰγύπτῳ. καὶ ἐν Ἐφέσῳ κατὰ τὴν εἰσβολὴν τοῦ Καϋστρίου εἰς καταβόλους τιθέντες ὡς σπέρματα ... καὶ αὔξεται, ἔαρι δ’ ἐμπίπλαται παχυνόμενα λευκῷ χυμῷ γαλακτώδει· πάλιν 〈κατὰ〉 Βρεντέσιον, Ταρακῶνα, Ναρβῶνα, Δικαι‐
5αρχίαν 〈ἐν〉 Λουκρίνῳ λάκκῳ, Χελιδονίας, Λευκάδα, Ἄκτιον, Λιβυκοὺς

2

.

58

.

97

κόλπους. πελωρίδες ἢ μελαινίδες κάλλισται αἱ ἐμφερεῖς ὀστρέοις ἐν τέλμασιν ἰλύϊ τε βορβορώδει, ὅπου μίγνυται ὕδωρ γλυκύ· αἱ δ’ ἐν βυθῷ σπάνιαι καὶ ἀηδέστεραι. ταύταις χρῶ καὶ ἐζωμοποιημέναις πρὸς

2

.

58

.

98

λύσιν κοιλίας χρησίμως· πεπτικαὶ δ’ εἰσί, διαχωρητικαὶ μετρίως. αἱ δὲ πίνναι τόπων μὲν ἕνεκεν ἐπιτήδειοι αἱ ἁπαλαί, εὔτροφοι, ἐκ τῶν τενα‐ γωδῶν λαμβανόμεναι καὶ ἐκ τῶν ἐπικιρναμένων γλυκεῖ ὕδατι καὶ ἀκύ‐ μονι (τῷ μὴ βλάπτεσθαι πρὸς τῶν κυμάτων ἁπαλαὶ μένουσι, οἵ τε
5πιννοφύλακες κοινωνοῦντες τῆς τροφῆς ἐν τοῖς γαληνιζομένοις εὐαγροῦσι
τῇ πίννῃ καὶ μᾶλλον ὑπὸ τοῖς πετρώδεσι καὶ πηλώδεσιν ὑπεπτάκασιν)·

2

.

58

99,100

μεγέθους δ’ ἕνεκεν αἱ μικραὶ τῶν μειζόνων ἁπαλώτεραι. ὥρας δ’

2

.

58

.

100

(2)

ἐαρινῆς καὶ θέρει ληφθεῖσαι τῶν κατὰ τὰς ἄλλας παρὰ μέγα δια‐ φέρουσιν· πρὸς γὰρ τῇ εὐτροφίᾳ καὶ γλυκεῖαί εἰσιν· τηνικαῦτα γὰρ

2

.

58

.

101

γίνονται. μεγέθους δ’ ἕνεκεν αἱ μὴ μεγάλαι κρείττους· αἱ δὲ μέσαι

2

.

58

.

102

μαλακήν, λευκήν, γλυκεῖαν ἔχουσι σάρκα. τράχηλοι μὲν γὰρ αὐτῶν σκληροί, δύσπεπτοι, δυσδιαίρετοι, δύσφθαρτοι· τὸ δὲ σῶμα τῶν τρα‐

2

.

58

.

103

χήλων εὐφθαρτότερον ἔχουσιν. ἑψῶνται δὲ γλυκελαίῳ, μέλιτι καὶ οἴνῳ ὁμοίως· καὶ τῶν ἐξ ὕδατος ἀνεζεσμένων μετὰ νάπυος ἔξω τῶν κογ‐ χυλιωδῶν φύσεως ἡ χρῆσις· ὀπταὶ δὲ σκληρότεραι τῶν ἑφθῶν, καὶ μᾶλλον αἱ τῷ οἴνῳ ἐρραμέναι· ἄμεινον 〈δὲ〉 δι’ ὀποῦ καὶ ὄξους ἢ

2

.

58

.

104

νάπυος. τῶν δ’ ἐν οἴνῳ καὶ ὄξει βραχεισῶν ἁπαλωτέρα ἡ σάρξ, φυ‐

2

.

58

.

105

σώδης δέ. στρόμβοι δὲ σκληροί, δυσκατέργαστοι, μᾶλλον δ’ 〈οἱ〉 τῶν ὠτίων μείζους· μετὰ νάπυος δὲ καὶ ὀποῦ πρόσφοροι, λειοτριβηθέντες

2

.

58

.

106

ἐν ὄξει. σωλῆνες ἢ αὐλοὶ ἢ δόνακες ἄρρενές εἰσι καὶ θήλειαι, αἳ κα‐ λοῦνται ὄνυχες. διαφορὰν δ’ ἔχουσιν· καθάριοι γάρ εἰσιν αἱ θήλειαι,

2

.

58

.

107

οὔρων κινητικαί, ὑγραίνουσιν· σκευάζονται δ’ ἀνοιγόμεναι. οἱ δὲ πρό‐ φρακτοι καὶ μεγάλοι, μελανορράβδωτοι κατὰ τὴν ἑτερόχροιαν ἄρρενες,

2

.

58

.

108

ταρακτικοὶ οὔρων, ἀλυπότατοι δὲ μεθ’ ἁλῶν καὶ ὄξους, μοχθηροὶ δὲ καὶ ἐπιπολαστικοί· μετ’ ἐλαίου καὶ ἁλῶν ληφθέντες ἐμφερῶς τευθίσι

2

.

58

.

109

πρὸς πότον παρασκευάζονται. κράτιστοι δ’ οἱ μείζους καὶ παχύτεροι ὀπτοί· οἱ δ’ ἐλάχιστοι γλυκεῖς· γλυκύτεραι δ’ 〈αἱ〉 θήλειαί εἰσι, μονό‐

2

.

58

.

110

χροοι· ἀκμάζουσι δὲ θέρους· ταριχηροὶ δ’ ἀηδεῖς. τήθεα γίνονται ἐν βορβόρῳ καὶ φυκιοφόροις ἀκταῖς, εὑρίσκεται δ’ ἐν βρύοις καὶ πράσοις καὶ φυκίοις· ἔοικε φυτῷ, θαλαττίῳ μύκητι· δυσέκρυπτον δὲ ταῖς χερσὶν

2

.

58

.

112

ἐναπολείπει ποιότητα. μάλιστα δ’ αὐτῶν τὰ δερματώδη ἀκατέργαστά

2

.

58

.

113

ἐστιν. ἐπαρκεῖ δὲ τοῖς νεφροὺς ἢ στόμαχον κακουργουμένοις καὶ τει‐ νεσμώδεσι καὶ ἰσχιαδικοῖς τῇ τε ἄνω κοιλίᾳ μετὰ πηγάνου διδόμενα.

2

.

58

.

114

τέμνεται δὲ καὶ πλύνεται ὀπῷ τε Κυρηναϊκῷ καὶ πηγάνῳ ἅλμῃ τε καὶ ὄξει συναρτύεται ἢ μετ’ ὄξους καὶ προτρόπου σὺν ἡδυόσμῳ χλωρῷ.

2

.

58

.

115

κάλλιστα δὲ τὰ ἐν Σμύρνῃ τῆς Ἀσίας· Αἴγυπτος δ’ οὐδ’ ὅλως φέρει.

2

.

58

.

116

τελλίναι ἢ ξιφύδρια διαχωρητικὰ κοιλίας· γίνονται δ’ ἐν ἀμμώδεσι

2

.

58

.

117

χωρίοις 〈καὶ〉 κυμαίνουσιν αἰγιαλοῖς. αἱ δὲ ποτάμιαι μείζους καὶ πολυ‐

2

.

58

.

118

χυμότεραι, ὡς αἱ ἐν Αἰγύπτῳ. αἱ δ’ ἑψηθεῖσαι γλυκεῖαι, ὧν ὁ ζωμὸς

2

.

58

.

119

λύει κοιλίαν. μεμυκυῖαι δ’ ἁλὶ πάσσονται καὶ διὰ τῶν ὀστράκων ἕλ‐ κουσιν ἰκμάδα· πλύνονται ψυχρῷ καὶ μετ’ ὀξελαίου ἢ ἡδυόσμου ἢ καὶ

2

.

58

.

120

πηγάνου ἐσθίονται. τοῖς δὲ βουλομένοις λύειν κοιλίαν μετὰ λαχάνων

2

.

58

121,122

λιτῇ ἀρτύσει σκευάζονται. ἀκμαῖαι δὲ βρωθεῖσαι ἔαρος κάλλισται. τῶν

2

.

58

.

122

(2)

δὲ χημῶν τὰς τραχείας γλυκυμαρίδας ἔνιοι καλοῦσιν, οἱ δὲ κόγχας, αἳ κατὰ μῆκος ἔχουσιν, ἐλάττω δὲ τῶν κατ’ Αἴγυπτον γινομένων, αἳ κατὰ μὲν τὴν τμῆσιν τραχύτητας ἔχουσι προσεοικυίας τῶν δρυΐνων βαλάνων
5πτελέαις, κατὰ μῆκος δ’ εἰσὶ ῥαβδωταί, ἐπαναστάσεις διαφόρους τῶν

2

.

58

.

123

ἄλλων ἔχουσαι. αἱ θαλαττίζουσαι δὲ τὴν γεῦσιν, σκληρόσαρκοι καθε‐

2

.

58

.

124

στῶσαι, δίδονται [δὲ] τοῖς ἀσθενέσιν. τὸ δ’ ἀπ’ αὐτῶν ὕδωρ ἐπι‐

2

.

58

.

125

τήδειον στομάχῳ κοιλίας τε ὑποβιβασμῷ καὶ πρὸς οὖρα. αὗται ταρι‐ χευθεῖσαι ἐφελκύσαι δύνανται στόμα κατὰ τὴν βρῶσιν, καὶ μᾶλλον μετὰ

2

.

58

.

126

νάπυος ἢ ὄξους καὶ πηγάνου. αἱ δὲ λεῖαι χημαὶ παρὰ μέγα δια‐ φέρουσι τῶν τραχειῶν, αὗται δ’ εἰσὶν αἱ πλατὺ ὄστρακον ἔχουσαι καὶ διαυγές, εὔπεπτοι, εὔτροφοι, εὔχυλοι, γλυκεῖαι, οὐκ ἀπηνεῖς στομάχῳ.

2

.

58

.

127

ὀπῷ δὲ καὶ νάπυϊ ἐσθίονται καὶ λοπάδι, καὶ ὀπταί· ἑφθῶν δ’ 〈ὁ〉

2

.

58

.

128

ζωμὸς λύει κοιλίαν. αἱ δὲ γλυκυμαρίδες χαριέστεραι τῶν λειοστράκων

2

.

58

.

129

κογχῶν, ἥττους δὲ πελωρίδων. διαλλάττουσι δὲ κατὰ τόπους τοῖς εἴδεσιν, ὡς πελωρίδες καὶ χημαί, ποικιλίᾳ καὶ σχηματισμῷ· αἱ μὲν γὰρ ἐν τῷ ἐν Ἀλεξανδρείᾳ λιμένι ἄρισται, αἱ δὲ περὶ τὸν Δίολκον

2

.

58

.

130

καὶ Φάρον καὶ γέφυραν ἐπιμήκεις καὶ τραχεῖαι. τὰ δὲ καλούμενα ὠτία γίνονται πρὸς πέτραις, σκληρὰ δ’ ἐστί, δύσπεπτα, ἄστομα, κακο‐

2

.

58

.

131

στόμαχα, διαχωρητικά. ἀπὸ τηγάνου δὲ προσφέρονται· οὐ γὰρ ἄλλως

2

.

58

.

132

ἡδύνονται. γίνονται δὲ μεγάλα ἐν Ἰλλυρίᾳ κατὰ τὸν Ἰόνιον κόλπον· ἐσθίονται δ’ ὀπῷ, ὄξει, πηγάνῳ. Περὶ ἰχθύων ταριχηρῶν κητωδῶν.

2

.

58

.

133

Οἱ δὲ τάριχοι κοινῶς μέν εἰσιν εὔστομοι, κακόχυλοι δὲ καὶ κακο‐

2

.

58

.

134

στόμαχοι, λεπτυντικοί τε καὶ ταρακτικοὶ κοιλίας. ταρίχων δ’ οἱ μὲν σκληρόσαρκοι, οἱ δὲ φύσει ὑγροπαγεῖς καὶ [οἱ] ἁπαλοί, οἱ δὲ μέσως· καὶ οἱ μὲν σαρκώδεις, οἱ δ’ ἐμπίμελοι· καὶ οἱ μὲν παλαιοί, οἱ δὲ μέσοι, οἱ δὲ πρόσφατοι· ὧν οἱ παλαιοὶ ἐπιτεταμένοι, οἱ δὲ νεαλεῖς
5ὑποβεβηκότες, οἱ δὲ μεσοχρόνιοι σύμμετροι· καὶ οἱ μὲν ἄγαν πίονες
ἐπιπολαστικοί, 〈οἱ δ’〉 ἧττον ἐκείνων θρεπτικώτεροι· τῶν δ’ ἄλλων οἱ

2

.

58

.

135

σκληρόσαρκοι δύσφθαρτοι, οἱ ἁπαλώτεροι φθείρονται ῥᾳδίως. κολίαι

2

.

58

.

136

εὔστομοι, κινητικοὶ κοιλίας· κράτιστοι δ’ οἱ Ἰβηρικοί. πηλαμὺς μικρὰ

2

.

58

.

137

γίνεται ἐν Μαιώταις, εὔστομος, εὔφθαρτος, εὐέκκριτος. κυβινοπηλαμὺς μετὰ τεσσαράκοντα ἡμέρας, ἀπὸ Πόντου ἐπὶ Μαιῶτιν λίμνην ὑπο‐

2

.

58

.

138

στρέφουσα εὔστομος, εὔχυλος. τὸ δ’ ὡραῖον καλούμενον ἡδύ, εὔτρο‐

2

.

58

.

139

φον, ἄδιψον. τρίτομον κύβιον δύσφθαρτον, στερεώτερον τοῦ κυβίου,

2

.

58

.

140

τἄλλα δ’ ἐμφερές. ὀρκύαλος πηλαμύς ἐστι μεγάλη, ὑποστρέφουσα ὑπὸ τὴν λίμνην ὑγιής, τὸ δὲ .... τριτόμῳ πλὴν δυσφθαρτότερος· διὸ ὑπο‐

2

.

58

.

141

μένει παλαίωσιν. ἀπόλεκτον ψαφαρώτερόν ἐστι τοῦ τριτόμου, εὐστομίᾳ

2

.

58

.

142

λειπόμενον, εὐδιοίκητον, πεπτικόν. σάρδα ἡ πηλαμὺς ἐπιμήκης, ὠκεά‐ νιος, εὔστομος, δριμύτητι κυβίου προφέρουσα, κινητικὴ ὀρέξεως, πρὸς

2

.

58

.

143

ἐκκρίσεις εὐόλισθος. σκόμβρος εὔστομος, δύσφθαρτος, δίψους ποιητική·

2

.

58

.

144

κρατίστη δ’ ἐν Παρίῳ. τὰ δ’ ἐκ θύννων γινόμενα ταρίχη συχνὴν πρὸς ἄλληλα διαφορὰν ἐνδείκνυται· ἃ μὲν γὰρ αὐτῶν ἐστιν εὐδιοίκητα, ἃ δὲ δυσοικονόμητα· αὐχὴν μὲν γὰρ αὐτῶν γίνεται ὠμοτάριχος, ἐστὶ δ’

2

.

58

.

145

εὔστομος, δύσφθαρτος διὰ τὸ ἀπίμελον· κράτιστος δ’ ὁ Κυμαῖος. κοιλία δὲ τοῦ θύννου πρόσφατος μὲν ἐδώδιμος (οὐχ ὑπομένει γὰρ πρὸς παλαίωσιν), εὐστόμαχος ὡς ἐν ταρίχει, εὔχυλος, εὐδιάφθορος, ἐπι‐

2

.

58

.

146

πολαστικὴ δὲ διὰ τὸ πιμελῶδες. τὰ δὲ λοιπὰ μέρη, μελάνδρυα διὰ τὴν ἐμφέρειαν πρὸς τὰς μελαινούσας τῆς δρυὸς ῥίζας, παρορμητικὰ ὀρέξεων νάπυος παραπλοκῇ, τοῦ δ’ ὑπογαστρίου δυσφθαρτότερα τῷ

2

.

58

.

147

πιμελῆς ἀπηλλάχθαι. τάδε μὲν κυρίως καὶ συνήθως κλῄζεται ταρίχη, καίτοι συχνῶν καὶ πολυτελῶν ἰχθύων κατὰ τὰς νήσους ἁλιζομένων· τρίγλαι γὰρ καὶ φάγροι σκληροὶ ἐκ τῆς Ἰνδικῆς κομιζόμενοί εἰσι μὲν κητώδεις, οὐκ ἐνάριθμοι δὲ τοῖς καθαριωτέροις θαλαττίοις.
5Περὶ τῶν ποταμίων καὶ λιμναίων ταρίχων.

2

.

58

.

148

Τῶν δὲ ποταμίων καὶ λιμναίων φέρει μὲν ὁ Νεῖλος κητώδεις σίμους τε καὶ φάγρους, οἳ διὰ τὸ καταπιμελέστατον ζεσθέντες ἐσθίονται

2

.

58

.

149

διὰ νάπυος· πλείονες δὲ ληφθέντες ἐπιπολάζουσιν. τῆς δὲ μέσης ὕλης ἐκ μὲν τοῦ κεστρέως ταριχεύονται οἱ μὲν κατὰ ῥάχιν ἀνατμηθέντες καλούμενοι Μενδήσιοι, οἱ δ’ ὑγιεῖς ἁλυκάτοι, οἱ δ’ ἐν κεράμοις ταριχευ‐ όμενοι βωρεῖς, οἳ καὶ ὠμοὶ ἐσθίονται, ἀποδαρέντος τοῦ δέρματος καὶ

2

.

58

.

150

κατατιλθέντος. εἰσὶ δὲ τῶν κεστρέων καὶ 〈οἱ〉 ἀκρόπαστοι καλούμενοι ἡδεῖς· καὶ ὀπτοὶ ἐσθίονται, καθάπερ καὶ οἱ ἁλυκάτοι τε καὶ Μενδήσιοι.

2

.

58

.

151

καὶ τῶν κορακίνων δ’ οἱ ταριχευόμενοι καλοῦνται ἡμίνηροι, καὶ αὐτοὶ ὀπτανοὶ ἐσθιόμενοι ὀπώρας τινὸς δίκην φέρουσιν, οὐκ ἀεὶ ὄντες, ἀλλὰ

2

.

58

.

152

πρὸς τὸν χειμῶνα γινόμενοι. καὶ ἄλλα δέ τινα ἐλάχιστα γίνεται ταρίχια ὠμόφαγα, οὐ σπουδαῖα μέν, ἰδίαν δέ τινα κνῖσαν ἐπάγοντα, ἅπερ μετὰ λαχάνων δριμέων ἐσθίονται, ὧν πρὸς τὸ ἐντελὲς τῆς πραγ‐ ματείας χρὴ μνησθῆναι· καλεῖται δ’ ἃ μὲν κορακίδια, ἃ δὲ βωρίδια, ἃ
5δὲ κολίδια, ἃ δὲ τυφλινίδια, ἃ δ’ ἀβραμίδια, ἅπερ πάντα κακοστόμαχα ποιεῖ καὶ δύσφθαρτα καὶ κοιλίας ἐπαγωγά.

2

.

59

t

Γαληνοῦ περὶ γάλακτος καὶ τυροῦ.

2

.

59

.

1

Γάλα δὲ τὸ μὲν τῶν βοῶν παχύτατόν ἐστι καὶ λιπαρώτατον· ὑγρότατον δὲ καὶ ἥκιστα λιπαρὸν τὸ τῆς καμήλου, καὶ μετ’ αὐτὴν ἵππου, μετ’ αὐτὴν ὄνου· σύμμετρον δὲ τῇ συστάσει τὸ τῆς αἰγός ἐστι

2

.

59

.

2

γάλα· τὸ δὲ τοῦ προβάτου παχύτερον τούτου. κατὰ δὲ τὰς ὥρας τοῦ ἔτους ὑγρότατον μέν ἐστι τὸ μετὰ τὴν ἀποκύησιν· ἀεὶ δὲ καὶ μᾶλλον ἐν τῷ προϊέναι παχύνεται· κατὰ δὲ μέσον τὸ θέρος ἐν τῷ μέσῳ καὶ αὐτὸ τῆς ἑαυτοῦ φύσεως καθίσταται· μετὰ δὲ τὸν καιρὸν τοῦτον ἤδη
5παχύνεται κατὰ βραχύ, μέχρις ἂν παύσηται τελέως· ἔστι δέ, ὥσπερ

2

.

59

.

3

ὑγρότατον, οὕτω καὶ πλεῖστον ἦρος. μικτὸν δ’ ἐξ ἐναντίων οὐσιῶν ὑπάρχει τὸ γάλα ὀροῦ καὶ τυροῦ, μετέχει δὲ πρὸς τούτοις καὶ τρίτου λιπαροῦ χυμοῦ, πλεῖστον μέν, ὡς εἴρηται, τὸ τῶν βοῶν· διὸ καὶ σκευ‐

2

.

59

.

4

άζουσιν ἐξ αὐτοῦ τὸ καλούμενον βούτυρον. ἔχει δέ τι καὶ τὸ τῶν προβάτων καὶ τὸ τῶν αἰγῶν λίπος, ἀλλ’ ἧττον· διὸ καὶ σπανίως ἐτυρώθη τινὶ κατὰ τὴν γαστέρα, πινόμενον αὐτίκα θερμὸν ἅμα τῷ τῶν τιτθῶν ἐκπεσεῖν· εἰ δ’ ἁλῶν λάβοι καὶ μέλιτος, ἀδύνατον αὐτῷ παγῆ‐

2

.

59

.

5

ναί τε καὶ τυρωθῆναι κατὰ τὴν γαστέρα. μεγάλως δ’ εἰς ἀρετὴν γάλακτος συντελεῖ καὶ ἡ νομὴ τῶν ζῴων· ἐναργῶς γοῦν θεώμεθα τὰ
νεμηθέντα σκαμμωνίας ἢ τιθυμάλλων τινὸς καθαρτικὸν ἴσχοντα τὸ γάλα· δῆλον οὖν ὡς καὶ δριμὺ καὶ ὀξὺ καὶ αὐστηρὸν ἐπὶ ταῖς μοχθη‐
5ραῖς ἔσται νομαῖς, ὁμοιούμενον ἀεὶ τῇ φύσει τῆς πόας· οὔτε δριμείας οὖν οὔτε ὀξείας οὔτε αὐστηρὰς εἶναι πάνυ χρὴ τὰς τροφὰς τῶν ζῴων

2

.

59

.

6

τῷ γάλακτι ᾧ μέλλομεν ὡς εὐχυμοτάτῳ χρῆσθαι. καὶ μὴν καὶ ὅτι κατὰ τὴν ἡλικίαν ἀκμάζον εἶναι χρὴ καὶ κατὰ τὴν ἕξιν τοῦ σώματος

2

.

59

.

7

ἄμεμπτον τὸ ζῷον, πρόδηλον δήπου, κἂν ἐγὼ μὴ λέγω. βλάπτει δὲ μεγάλα τοὺς ὀδόντας, εἰ συνεχῶς τις αὐτῷ χρῷτο, καὶ τὰ οὖλα· ταῦτα μὲν γὰρ πλαδαρά, τοὺς δ’ ὀδόντας εὐσήπτους τε καὶ ῥᾳδίως βιβρω‐ σκομένους ἐργάζεται. χρὴ τοίνυν ἐπὶ τῇ προσφορᾷ τοῦ γάλακτος
5οἴνῳ κεκραμένῳ διακλύζεσθαι· βέλτιον δέ, εἰ καὶ μέλιτος ἐπεμβάλοις

2

.

59

.

8

αὐτῷ. διακρίνεται δὲ τὸ γάλα θερμαινόμενον ἢ διὰ πυτίας πηγνύ‐ μενον ἢ ὁπωσοῦν ἄλλως· καὶ γὰρ καὶ ἡ σχίσις καλουμένη ταὐτὸν ἐργάζεται χωρὶς τῆς πυτίας, ὅταν ἱκανῶς προθερμάναντες τὸ γάλα

2

.

59

.

9

καταρράνωμεν ὀξυμέλιτι ψυχρῷ. ταὐτὸ δ’ ἐργαζόμεθα καὶ δι’ οἰνο‐ μέλιτος· ἐνίοτε δὲ καὶ χωρὶς τοῦ καταρρᾶναι τὴν οὐσίαν αὐτοῦ καθι‐ έντες 〈εἰσ〉 ἀγγεῖον ὕδωρ ἔχον ψυχρότατον ἐργαζόμεθα τὴν σχίσιν.

2

.

59

.

10

ἄνευ δὲ πυτίας καὶ τὸ μετὰ τὴν ἀποκύησιν ἀμελχθὲν αὐτίκα πήγνυται, πυρωθὲν ἐπὶ θερμοσποδιᾶς ὀλίγῳ χρόνῳ· καλεῖται δὲ πυριάτης καὶ

2

.

59

.

11

πυρίεφθος τὸ οὕτως σκευασθέν. τῶν δὲ τυρῶν ὁ μὲν μαλακώτερος τοῦ σκληροτέρου βελτίων, ὁ δ’ ἀραιότερος καὶ χαῦνος τοῦ πυκνοτέρου

2

.

59

.

12

καὶ πεπιλημένου, μοχθηρῶν ὄντων τοῦ τε κολλώδους ἱκανῶς καὶ τοῦ

2

.

59

.

13

ψαθυροῦ μέχρι τραχύτητος. κατὰ δὲ τὴν ἐν τῇ γεύσει γνῶσιν ἁπάν‐ των μὲν ἄριστος ὁ μηδεμίαν ἔχων ἰσχυρὰν ποιότητα, βραχὺ δέ τι καὶ τῶν ἄλλων ὑπερέχουσαν τὴν γλυκύτητα· βελτίων δὲ καὶ ἡδίων καὶ ὁ

2

.

59

.

14

σύμμετρον ἁλῶν ἔχων τοῦ παμπόλλους ἢ μηδ’ ὅλως ἔχοντος. μετά γε μὴν τὸ προσενέγκασθαι τὸν οὕτως κριθέντα καὶ διὰ τῆς ἐρυγῆς ἔνεστι γνωρίζειν, ὁποῖός ἐστιν ἀμείνων αὐτῶν· ὁ μὲν γὰρ κατὰ βραχὺ μαραινομένην ἴσχων τὴν ποιότητα βελτίων, ὁ δὲ παραμένουσαν οὐκ
5ἀγαθός· δῆλος γὰρ οὗτός ἐστι δυσμετάβλητος ὢν καὶ δυσαλλοίωτος.

2

.

60

t

Περὶ ὀξυγάλακτος.

2

.

60

.

1

Τοὺς ψυχρὰν ἔχοντας περὶ τοὺς ὀδόντας κρᾶσιν βλάπτει, τὴν

2

.

60

.

2

καλουμένην αἱμωδίαν ποιοῦν. πρόδηλον δ’ ὅτι καὶ γαστὴρ ἡ μὲν ψυχροτέρα βλάπτεται καὶ οὐδὲ πέττει καλῶς τὸ ὀξύγαλα· συμμέτρως δ’ ἔχουσα κράσεως μόλις μὲν αὐτὸ πέττει, οὐ μὴν τελείως ἀμετάβλητον ἴσχει· θερμοτέρα δ’ οὖσα τοῦ προσήκοντος γαστὴρ πρὸς τῷ μηδὲν

2

.

60

.

3

βλάπτεσθαι καὶ χρηστοῦ τινος ἀπολαύει. ψυχρὸν οὖν ἐστι τὸ ὀξύγαλα τὴν κρᾶσιν καὶ παχύχυμον.

2

.

61

t

Ἐκ τῶν Ῥούφου, περὶ γαλακτοποσίας· κεῖται ἐν τῷ λόγῳ τῷ περὶ διαίτης πέμπτῳ ἐν τοῖς μέσοις τοῦ λόγου.

2

.

61

.

1

Τῷ βουλομένῳ γαλακτοποτεῖν τῶν ἄλλων καὶ σιτίων καὶ ποτῶν ἀφεκτέον ἐστίν, ἔστε ἂν πεφθῇ τε καὶ διαχωρήσῃ κάτω· καὶ γὰρ εἰ σμικρὸν οὑτινοσοῦν μίσγοιτο αὐτῷ, πολλὴ ἀνάγκη αὐτό τε διαφθαρῆναι

2

.

61

.

2

καὶ τὸ προσαρθέν. ἄμεινον οὖν ἕωθεν πίνειν νεόβδαλτον καὶ ἀσιτεῖν ἐπ’ αὐτῷ καὶ τῶν πόνων τῶν ἄγαν ἀφαιρεῖν τηνικαῦτα, ὅτι πονοῦσιν ἀνάγκη ὀξύνεσθαι· ἀλλ’ ἡσυχῇ περιπατῆσαι ἄμεινον καὶ μεταξὺ ἀγρύ‐ πνως ἀναπαύεσθαι (οὕτω γὰρ ποιοῦντι τὰ πρῶτα διαχωρεῖ), διαχω‐

2

.

61

.

3

ρήσαντος δ’ ἄλλο πίνειν, καὶ εἰ τοῦτο διαχωρήσαι, ἄλλο. κατ’ ἀρχὰς μὲν οὖν καθαίρει χρηστῶς, οὐδὲν μὲν πολὺ τοῦ ἄλλου ὄγκου, ὅσα δ’ ἐν τῇ κοιλίᾳ ἔνεστι, καὶ ὅσα τούτοις ὑποχωροῦσι συναπέλθοι ἂν τῶν πλησίον· μετὰ δ’ αὐτὸ ἤδη εἰσέρχεται εἰς τὰς φλέβας καὶ τρέφει καὶ

2

.

61

.

4

κάλλιστα καὶ οὐκέτι διαχωρεῖ, ἀλλά γε καὶ ἵστησι τὴν γαστέρα. εἰς μὲν οὖν διαχώρησιν πίνοντι οὐκ ἂν εἴη καὶ τὸ πλεῖον ἄκαιρον· εἰς δὲ θρέψιν ἔτι προθυμούμενον ἀπέχεσθαι, ὅτι τὰ μὲν πολλὰ ἔργον σκέψαι, δέχεται δὲ καὶ ὠμὰ κενωθὲν τὸ σῶμα· τῷ γὰρ κενῷ ἑτοιμό‐

2

.

61

.

5

τατον πληροῦσθαι. διὰ ταῦτα ἐπὶ ταῖς κενώσεσι μετριάζειν συμφέρει, τυχόντα δ’ οὗ δὴ καὶ ὥρμησέ τις ἕνεκεν πίνειν τοῦ γάλακτος, πρὸς τὴν ἄλλην τρέπεσθαι δίαιταν (μάλιστα δὲ τοῖς κατὰ θώρακα νοσήμασι τοῖς χρονίοις καὶ βηχώδεσιν † οἱ δε πιπτυσεπτυωδῶν ἡ μακροτέρα
5προσφορὰ τοῦ γάλακτος προσφέρει)· διαλείποντα δ’ ἕνα χρόνον πάλιν

2

.

61

.

6

προσφέρεσθαι. πρὸς δὲ τοὺς δάκνοντας χυμοὺς καὶ τὰ ἐκχυμώματα πίνειν μέλιτος μίσγοντα· καὶ γὰρ διαχωρητικώτερον καὶ χρηστότερον· μίσγειν δὲ καὶ σιραίου καὶ οἴνου γλυκέος· διαχωρητικὸν δὲ καὶ εἰ

2

.

61

.

7

ἁλῶν μίσγοις, ἀλλ’ ἀτερπέστερον. ταῖς δὲ δυσεντερίαις καὶ τοῖς χολώ‐
δεσι ῥεύμασι καὶ ὅλως τοῖς κατὰ νῆστιν πονηρευομένοις, καὶ ὅσαι συν‐

2

.

61

.

8

τήξεις ἐπὶ γαστέρα συννεύουσιν, ἑψῶντα διδόναι τοῦ γάλακτος· ἑψεῖν δὲ τὸ μὲν πρῶτον ἡσυχῇ καὶ ἐπ’ ὀλίγον, ὡς μέρος μέν τι διαχωρῆσαι, μέρος δέ τι ἐπισχεθῆναι, μετὰ δ’ ἔτι μᾶλλον καὶ μᾶλλον ἑψεῖν, φυλασ‐

2

.

61

.

9

σόμενον μήτε κατακαίειν μήτε τυρὸν ἢ ὀρὸν ἐξ αὐτοῦ ποιεῖν. φυλακὴ δ’ ἀρίστη μαλακῶς τε ἑψεῖν καὶ τῇ κινήσει τὸ ἐφιστάμενον ἀποξύειν πάντοθεν· κινεῖν δὲ νάρθηκι λείῳ καὶ λεπτῷ, καὶ ἤν τι ἐφίζῃ τοῖς χείλεσι τοῦ ἐχίνου, καὶ τοῦτο σπόγγῳ καθαίρειν· πολλάκις γὰρ ἐν‐

2

.

61

.

10

θένδε καὶ τὸ ὅλον διεφθάρη. ἕψει οὖν, ὡς εἴρηται, τὸ γάλα, μέχρι παχύ τε ὁμαλῶς καὶ γλυκύτερον τοῦ ὠμοῦ γένηται.

2

.

62

t

Ἐκ τῶν Γαληνοῦ, περὶ ἀρίστου μέλιτος.

2

.

62

.

1

Μέλι δ’ ἄριστόν ἐστι τὸ γλυκύτατόν τε καὶ δριμύτατον, καὶ τῇ χρόᾳ μὲν ὠχρόν, τῇ συστάσει δὲ μήτε παχὺ καὶ θρομβῶδες μήτε ἔνυ‐ γρον ἡνωμένον τε δι’ ὅλου καὶ γλίσχρον, ὥστε ἂν βαστάσας ἀπ’ αὐτοῦ τῷ δακτύλῳ ῥεῖν ἐπιτρέψῃς κατατείνεσθαι συνεχὲς ἑαυτῷ καθάπερ ἰξόν,
5οὐ διασπώμενον οὐδ’ ἀπορρηγνύμενον. τοιοῦτον δ’ ἐστὶ τό τε Ὑμήττιον καὶ Θάσιον καὶ ὅλως τὸ Ἀττικόν, μεθ’ ὃ τὸ ἀπὸ τῶν νήσων τῶν Κυκλάδων· γίνεται δὲ καὶ μεταξὺ Περγάμου καὶ Ἐλαίας μέλι κάλλιστον.

2

.

62

.

2

εἰς ἀρετὴν δὲ καὶ κακίαν φαίνεται τῷ μέλιτι προσέρχεσθαί τι παρὰ τῶν φυτῶν, ἐφ’ ὧν τοῖς φύλλοις ἀθροίζεται, καὶ διὰ τοῦτο γίνεται κάλλιστον, ἔνθα θύμα τὰ πλεῖστα καί τινες ἄλλαι θερμαὶ καὶ ξηραὶ τῇ

2

.

62

.

3

κράσει βοτάναι τε καὶ θάμνοι. πανουργοῦντες δ’ ἐμβάλλουσιν ἔνιοι θύμον· ὄζον σαφῶς πεπανουργῆσθαι τεκμαίρου· τὸ γὰρ ἄριστον μέλι τὴν μὲν δριμύτητα τῶν θύμων ἐπισπᾶται, τὴν ὀδμὴν δ’ οὐκ ἐκμάττε‐

2

.

62

.

4

ται, καθάπερ οὐδὲ τὸ τῆς γεύσεως σφοδρόν. εἰ δέ τις ἐκλείχοι τοῦ μέλιτος, ἧττον μὲν τραφήσεται, μᾶλλον δ’ ὑπαχθήσεται τὴν γαστέρα· πλέον δ’ εἴ τις αὐτοῦ προσενέγκαιτο, πρὸς ἔμετον εἴωθεν ὁρμᾶν.

2

.

62

.

5

ἑψηθὲν δὲ χωρὶς ὕδατος οὔτε ἐμετικὸν ὁμοίως ἐστὶν οὔτε ὑπακτικὸν τῶν κατὰ τὴν κοιλίαν, ἀλλ’ ἀναδίδοται καὶ τρέφει· οὖρα δ’ ὁπότε

2

.

62

.

6

τρέφει, τροφὴν ἀξιόλογον δίδωσιν. γέρουσι μὲν οὖν ἐπιτήδειόν ἐστι
τὸ μέλι καὶ τοῖς ἄλλοις τοῖς ψυχρᾶς κράσεως· τοῖς δ’ ἀκμάζουσι καὶ

2

.

62

.

7

θερμοῖς ἐκχολοῦται. τροφὴν δ’ ὀλίγην ἡμῖν ἐξ αὐτοῦ γίνεσθαι μὴ φθάσαντος εἰς χολὴν μεταβαλεῖν, ἰστέον, ὡς εἴ γε αὐτῷ συμβαίη τοῦτο, τρέφειν οὐδ’ ὅλως τηνικαῦτα δύνασθαι.

2

.

63

t

Ἐκ τῶν Ῥούφου, περὶ τοῦ ἀρίστου μέλιτος· κεῖται ἐν τῷ β λόγῳ τοῦ Περὶ διαίτης, ἤτοι Περὶ πομάτων, πρὸς τῷ τέλει.

2

.

63

.

1

Ἐπαινεῖται δὲ μέλι τὸ ἐκ τῆς Ἀττικῆς καὶ ἔστιν ἐνδοξότατον· δοκεῖ δ’ οὖν τἄλλα πάντα μηδὲν εἶναι πρὸς τοῦτο· ἐγὼ δ’ οὐδὲ τὸ ἐνθένδε ἅπαν ἐπαινῶ, ἡγοῦμαι δὲ καὶ ἑτέρωθι εἶναι διαφέρον ἀρεταῖς· αὐτίκα τὸ ἐκ Μαραθῶνος κάκιστον, οὐχ ὥστε τῷ Ὑμηττίῳ παραβάλ‐
5λεσθαι (τοῦτο γάρ ἐστι τὸ κάλλιστον), ἀλλ’ ὥστε καὶ ἑτέρου λείπεσθαι.

2

.

63

.

2

κακὸν δὲ καὶ τὸ Μιλήσιον καὶ τὸ Ἀφίδνηθεν καὶ τὸ ἐκ Σικελίας.

2

.

63

.

3

ἀγαθὸν δ’ ἔξω τῆς Ἀττικῆς τό τε Χῖον καὶ τὸ Σύριον καὶ τὸ Κύθνιον καὶ τὸ Σίφνιον καὶ πολλαχόθεν ἄλλοθεν τῶν Κυκλάδων νήσων καὶ Σικελὸν τὸ Λιλυβαῖον καὶ Κρητικὸν καὶ τοῦ Βοιωτίου τὸ πρὸς τῇ Οἰχαλίᾳ.

2

.

64

t

Περὶ τῶν μέσων ἐδεσμάτων, τοῦ Γαληνοῦ.

2

.

64

.

1

Καθ’ ἑκάστην διαφορὰν ὧν εἶπον ὑπάρχειν ταῖς τροφαῖς ἔστι τινὰ μέσα· καὶ γὰρ τῶν σκληροσάρκων καὶ μαλακοσάρκων εὕροις ἄν τι μέσον, ὡς μήτε σκληρόσαρκον μήτε ἁπαλόσαρκον εἶναι, καὶ τῶν λεπτυ‐ νόντων τε καὶ παχυνόντων, ἢ θερμαινόντων τε καὶ ψυχόντων, ἢ

2

.

64

.

2

ξηραινόντων τε καὶ ὑγραινόντων. ἐπιτήδεια δ’ ἐσθίεσθαι τοῖς μὲν ἄμεμ‐ πτον διαφυλάττουσι τὴν φυσικὴν κρᾶσιν ζῴοις ὅσα ταῖς φύσεσιν αὐτῶν ἐστιν ὅμοια, τοῖς δὲ μοχθηρὰν ἢ ἐξ ἀρχῆς ἔχουσιν ἢ ὕστερον ἐπικτη‐ σαμένοις οὐχ ἡ τῶν ὁμοίων αὐτοῖς, ἀλλ’ ἡ τῶν ἐναντίων 〈ἐδωδὴ
5χρήσιμος· ὑπὸ μὲν γὰρ τῶν ὁμοίων φυλάττεται τὸ κατὰ φύσιν ἀμέμ‐ πτως ἔχον, ὑπὸ δὲ τῶν ἐναντίων〉 εἰς τὴν οἰκείαν κρᾶσιν ἄγεται τὰ μοχθηρῶς κεκραμένα.

2

.

65

t

Περὶ τῶν ὑγρῶν καὶ σκληρῶν τῇ συστάσει.

2

.

65

.

1

Τὰ μὲν ὑγρότερα ταῖς συστάσεσιν ἅπαντα βραχεῖαν τροφὴν δίδωσι τῷ σώματι καὶ ταχέως ἐξατμιζομένην τε καὶ διαφορουμένην, ὡς ἑτέρας
αὖθις οὐ διὰ μακροῦ δεῖσθαι, τὰ δὲ σκληρὰ καὶ γεώδη μόνιμόν τε καὶ πολλὴν καὶ δυσδιαφόρητον· εἰ δὲ καὶ κολλῶδες ἔχοι τι, πολὺ δὴ

2

.

65

.

2

μᾶλλον ἅπαντα ταῦτα ἐναργῶς ἀποτελεῖ. πρόδηλον δ’ ὅτι καὶ πεφθῆναι τοῖς τοιούτοις οὐκ εὐπετές, ὥσπερ οὐδ’ εἰς αἷμα καταβαίνειν οὐδ’ ἐξομοιωθῆναι τοῖς στερεοῖς τοῦ ζῴου μορίοις· εἰ δὲ τοῦτο, μηδὲ θρέψαι ταχέως· ἀλλ’ ὅταν γε κρατηθῇ καὶ κατεργασθῇ, τροφὴν πολλὴν δίδωσι
5τῷ σώματι.

2

.

66

t

Κατὰ τίνα λόγον ἐνίοις ἡ τῶν στυφόντων μήλων ἢ ἀπίων ἐδωδὴ λαπάττει τὴν γαστέρα.

2

.

66

.

1

Τινῶν ἐπὶ τῇ τῶν στυφόντων μήλων ἐδωδῇ λαπάττεσθαι τὴν γαστέρα συμβέβηκεν, ὅταν προφαγόντες τῆλιν καὶ ῥαφανίδας καὶ μα‐ λάχας δι’ ἐλαίου καὶ γάρου καὶ ὅλως τὰ τὴν γαστέρα ὑπάγειν πεφυ‐ κότα τῶν αὐστηρῶν τι ἀπίων ἢ μήλων ἢ ῥοιῶν ἐπιφάγωσιν· λαπάτ‐
5τεται ἡ γαστήρ, καὶ μάλιστα ὅταν ἄτονος ᾖ, ὑπὸ τῶν στυφόντων

2

.

66

.

2

ῥωννυμένη καὶ πρὸς ἔκκρισιν ὁρμῶσα. ἐὰν δέ τις τὸ ἀνάπαλιν πράξῃ καὶ προλάβῃ μὲν τῶν αὐστηρῶν, ἐπιλάβῃ δὲ τῶν λαπαττόντων, τοὐ‐ ναντίον ἐπισχεθήσεται δηλονότι κατὰ τὴν γαστέρα· διὸ κἂν ἄλλος τις χυμὸς ἀνατρέψῃ τὴν κοιλίαν, καθάπερ εἴωθεν ἐνίοις ὠχρὰ χολὴ πλείων
5ἀθροισθεῖσα, γευσάμενός τις τῶν στυφόντων οὕτως διακείμενος εὐθὺς

2

.

66

.

3

ἐκκρινεῖ κάτωθεν τὸν ἀνιῶντα χυμόν. λαβόντος οὖν τινος σκαμμωνίας ποτὲ νεανίσκου ἐπὶ τῷ καθαρθῆναι, καὶ ἤδη γεγονυιῶν ὡρῶν πέντε καὶ μηδεμιᾶς ἐκκρίσεως ἐπηκολουθηκυίας, θλίβεσθαι μὲν λέγοντος τὸν στόμαχον, πεπιέσθαι δὲ καὶ βαρύνεσθαι τὴν γαστέρα καὶ διὰ τοῦτο
5ὠχριᾶν τε καὶ ἠπορῆσθαι, προσέταξα μήλου στύφοντος ἢ ῥοιᾶς ἢ ἀπίου βραχύ τι φαγεῖν αὐτόν· ὁ δ’ ἅμα τῷ καταπιεῖν ἀπηλλάγη τῶν

2

.

66

.

4

ὀχληρῶν, ἐκκρινάσης ἀθρόως αὐτοῦ τὰ πάμπολλα τῆς γαστρός. ἱκανὰ ταῦτα πρὸς ἀπόδειξιν τοῦ λαπάττεσθαι τὴν γαστέρα τοῖς ἄτονον ἔχουσι τὸν στόμαχον, ὅταν ἐπιφάγωσί τι τῶν στυφόντων.

2

.

67

t

Ἐκ τῶν Μνησιθέου τοῦ Ἀθηναίου, περὶ τροφῶν δυ‐ νάμεων.

2

.

67

.

1

Ἅπασιν ὑπάρχει τοῖς σπέρμασι κοινή τις διάθεσις, ὑπὲρ ἧς ἀναγ‐ καῖόν ἐστιν εἰπεῖν· ὅταν μὲν γὰρ ᾖ περυσινά, βελτίω γίνεται πρὸς εὐπεψίαν· τὰ δὲ τούτων παλαιότερα κοῦφα μέν ἐστιν, ἀτροφώτερα
δέ· τὰ δὲ νεώτερα τῶν ἑξαμήνων βαρεῖαν καὶ βλενώδη καὶ δυσκατέρ‐

2

.

67

.

2

γαστον ἔχει τὴν τροφήν. συνέπεται δὲ τοῖς φυομένοις καὶ τὸ τοιοῦτο σχεδόν, ὡς εἰπεῖν, ἅπασιν· ὅσων μὲν αἱ ῥίζαι μάλιστα ἐσθίονται, τού‐ των ἥκιστα τὸ σπέρμα γίνεται βρώσιμον· ἀνάπαλιν δὲ καὶ τῶν σπερ‐ μάτων ὅσα δίδωσιν ἡμῖν ἀπὸ τῶν καρπῶν τροφήν, ταῦτα τὰς ῥίζας
5πρὸς τὸ φαγεῖν ἀχρείους ἔχει.

2

.

68

t

Περὶ μονονύχων.

2

.

68

.

1

Τῶν μὲν οὖν μονονύχων ἐστὶν ἀνδραποδώδης ἡ βρῶσις κομιδῇ· βέλτιστα μέντοι καὶ πάντων ἐλαφρότατά ἐστι τὰ τῶν ὄνων, ὡς μὲν οἱ τὴν Ἀσίαν πεπλανημένοι φασί, τὰ τῶν ἀγρίων, ὡς δ’ ἡμεῖς ἴσμεν ἐνθάδε, τὰ τῶν ἄριστα τεθραμμένων, δεύτερα δ’ ἵππου, χείριστα δ’

2

.

68

.

2

ἡμιόνου, τὰ δὲ τῶν ἀγρίων ἵππων πάντα πονηρότατα. πανταχοῦ δ’ ἐν τούτοις 〈τὰ τῶν〉 γαλαθηνῶν ἄριστα, δεύτερα δὲ τὰ τῶν νεωτά‐

2

.

68

.

3

των ἐστίν. τῶν δὲ διχήλων ἀναθρέψαι μὲν τὴν τοῦ σώματος ἕξιν ἀσθενῶς ἔχουσαν μάλιστα δύναται μετά γε τοὺς ἰχθῦς τὰ τῶν ἐρίφων τε καὶ τὰ τῶν ἀρνῶν κρέα τῶν γαλαθηνῶν· ἔστι γὰρ εὔπεπτα καὶ

2

.

68

.

4

τρόφιμα καὶ τῆς κοιλίας ὑγραντικά. δεῖ δὲ ζητεῖν μάλιστα τούτων τὰ πλεῖστον μὲν χρόνον ἀπὸ τῆς γεννήσεως ἐν αὐτῷ τῷ γάλακτι δαψι‐ λῶς τεθραμμένα, μὴ πολλαῖς δὲ βοτάναις ἐκ τοῦ νέμεσθαι χρώμενα· τῶν γὰρ τοιούτων ἁπαλαὶ μὲν αἱ σάρκες διὰ τὴν ἡλικίαν, εὔπεπτοι

2

.

68

.

5

δὲ διὰ τὴν ἀπὸ τοῦ γάλακτος τροφήν. τὰ δὲ τῶν μοσχίων καὶ χοι‐ ριδίων τῶν γαλαθηνῶν πρὸς μὲν εὐωδίαν καὶ τὴν μεθ’ ἡδονῆς ἀπό‐ λαυσιν οὐθενός ἐστι χείρω, τοῖς δ’ ἀρρωστοῦσιν ἢ τοῖς ἀναλαμβάνουσιν οὐδαμῶς ἐπιτήδεια· τὰ μὲν γὰρ μόσχεια βαρύτερά ἐστι, τὰ δὲ τῶν

2

.

68

.

6

χοιριδίων λίαν ὑγρὰ καὶ τῆς κοιλίας ταρακτικά. τὰ δ’ ἀπὸ μὲν τοῦ γάλακτος πεπαυμένα τῶν ἱερείων, μήπω δ’ ἐφικνούμενα τῆς ὀχείας, βελτίονα μέν ἐστι τὰ τῶν ὑῶν, ὅταν ἔχῃ ταύτην τὴν ἡλικίαν· τὸ μὲν γὰρ ὑγραῖνον ἀπὸ τοῦ γάλακτος οὐκ ἔνεστιν αὐτοῖς, τὸ δὲ λίπος τὸ
5φυσικὸν καὶ τὸ τῆς ἡλικίας ἁπαλὸν σύμμετρον ἐξ ἀμφοτέρων ποιεῖται

2

.

68

.

7

τὴν ἐδωδήν. τὰ δ’ ἄλλα γένη τῶν ἱερείων ὅταν εἰς ταύτην ἀφίκηται τὴν τάξιν, τῶν μὲν γαλαθηνῶν ἐστι σκληρότερα καὶ δυσπεπτότερα,

2

.

68

.

8

τροφὴν δὲ ξηροτέραν δίδωσιν, ἐὰν κατεργασθῇ. τὰ δὲ τούτων ἐχόμενα καὶ ταῖς ὀχείαις ἤδη προσχρώμενα καὶ δοκοῦντα μάλιστα ἑαυτῶν ἀκμά‐ ζειν ἐστὶ μὲν χρήσιμα τοῖς πέττειν δυναμένοις, πονεῖν δ’ εἰωθόσιν, ἅμα

2

.

68

.

9

δὲ καὶ τοῖς ζητοῦσι τὴν ἀπὸ τῶν κρεῶν ἰσχύν. τῶν δὲ παλαιῶν
ἱερείων ἀνάγκη φλαυροτέρας εἶναι τὰς ἐδωδὰς διὰ τὸ πρὸς τὸ χεῖρον ὑπὸ τῆς ἡλικίας ἀεὶ καταφέρεσθαι· διόπερ αὐτῶν ἑκόντας μὲν οὐ

2

.

68

.

10

ληπτέον, ἐὰν δέ ποτε ἀναγκαῖον ᾖ, μᾶλλον ἑφθοῖς χρηστέον. τὰ δὲ σκυλάκεια κρέα τῆς κοιλίας ἐστὶν ὑπακτικά· τὴν μέντοι κουφότητα τὴν παρὰ τοῖς πολλοῖς ὑπειλημμένην οὐκ ἔχει παντάπασιν· καὶ γὰρ μυ‐ ξῶδές ἐστι καὶ γλίσχρον τὸ κρέας· βέλτιστα μέντοι γίνεται τὰ τῶν

2

.

68

.

11

ἁπαλωτάτων σκυλάκων. τὰ δὲ τῶν ἀλωπέκων καὶ τῶν ἄρκτων ἐστὶ μυξώδη· κατὰ χρόνον δέ τινα τοῦ φθινοπώρου παχύτερα γίνεται καὶ

2

.

68

.

12

βέλτιστα ἑαυτῶν. τῶν δ’ ὠμοφαγούντων θηρίων, οἷον λύκων καὶ λεόν‐ των καὶ παντὸς τοῦ τοιούτου γένους, οἱ βεβρωκότες φασὶ δύσπεπτα

2

.

68

.

13

εἶναι καὶ βαρέα καὶ στροφώδη τὰ κρέα. μύας δὲ τοὺς ἀπὸ τῶν δέν‐ δρων κοιλίας μὲν ὑπακτικούς, ἀτρόφους δὲ συμβέβηκεν εἶναι· τοὺς δὲ κατ’ οἰκίαν μύας καὶ τὰς ὀρείας χελώνας καὶ σαύρους ἀγρίους καὶ τοὺς ἑλίους καὶ τὰ τοιαῦτα θηρία τοὺς ἐσθίοντας λίαν τις εὐχερεῖς
5φήσειεν εἶναι.

2

.

69

t

Ἐκ τῶν Φιλοτίμου, περὶ τροφῶν δυνάμεως.

2

.

69

.

1

Τὸ μὲν οὖν ὅλον τὰ ῥοφήματά ἐστι τῆς κατεργασίας τῆς ἐν κοιλίᾳ γινομένης οὐ πολλῆς προσδεόμενα· καὶ γὰρ μέμικται τοῖς ὑγροῖς καὶ τέτηκε καὶ τεθέρμανται καὶ συνήψηται καὶ πολλὴν ἔσχηκε τὴν

2

.

69

.

2

ἀλλοίωσιν τῶν οἰκείων ὄγκων. τὰ δὲ κυρήβια στρυφνόν τε τὸν χυμὸν ἀναδίδωσι καὶ στροφώδη καὶ φυσώδη σφοδρῶς· ἔν τε γὰρ τῷ στόματι τὴν στρυφνὴν ἔχοντα φαίνεται δύναμιν, καὶ τὰς εἰρημένας δυσχερείας

2

.

69

.

3

εὐθέως μετὰ τὴν προσφορὰν ὁρῶμεν γινομένας αὐτῶν. τῶν κρεῶν κατὰ μὲν τὰς ἰδίας διαθέσεις τῶν ζῴων ἐστὶ βελτίω τά τε νεώτερα τῶν παλαιοτέρων, καὶ τὰ σαρκωδέστερα τῶν λεπτοτέρων, καὶ τὰ ταῖς τροφαῖς εὐκατεργάστοις χρώμενα τῶν μὴ τοιούτων, καὶ τὰ πιότερα
5τῶν λεπτοτέρων, καὶ τούτων τὰ σαρκώδη λαμβανόμενα, καὶ πάλιν τὰ ἐκτετμημένα τῶν ἀνεκτμήτων, καὶ τὰ θήλεα τῶν ἀρρένων, παραπλη‐

2

.

69

.

4

σίοις ταῖς ῥώμαις κεχρημένα. κατὰ δὲ τὰ μέρη τῶν ζῴων τὰ κατ’ ὄπισθεν 〈σκέλη τῶν ἔμπροσθεν〉, καὶ τὰ δεξιὰ τῶν ἀριστερῶν, καὶ τὰ περὶ τοὺς πόδας, μάλιστα τὰ κάτω, καὶ τὰ ἐντὸς μέρη τῶν σκελῶν τῶν ἐκτός, καὶ τὸ νῶτον τῶν περὶ 〈τὴν〉 κοιλίαν καὶ τὸ στῆθος σκλη‐
5ρότερα καὶ δυσκατεργαστότερά ἐστιν· ὅμοιον δέ τι τούτοις ποιεῖ καὶ

2

.

69

.

5

τὰ ἐντὸς τῆς ῥάχεως καὶ τῶν πλευρῶν πρὸς τὰ ἐκτὸς αὐτῶν. πράσα
μὲν ἑφθὰ δυσκατέργαστα· γίνεται γὰρ ἱμαντώδη καὶ χαλεπῶς ὑπὸ τοῦ στόματος λεαίνεται· τὴν δὲ λοιπὴν τροφὴν οὐ βλάπτει· οὐδεμίαν γοῦν

2

.

69

.

6

αὐτοῖς ὁρῶμεν ἀπεψίαν γινομένην. τὰ δ’ ὠμά ἐστιν εὐπεπτότερα,

2

.

69

.

7

διότι μᾶλλον ἁπαλώτερα καὶ κατεργαζόμενα ὑπὸ τοῦ στόματος. ἡ κολόκυνθα μετὰ ζωμοῦ κρεῶν ἑψωμένη τάχιστα καὶ μάλιστα πέττεται· ἡ δὲ κατὰ μικρὰ διαιρουμένη καὶ συνεψωμένη, καθάπερ εἰώθασιν ἑψεῖν

2

.

69

.

8

οἱ πλεῖστοι, δυσκατεργαστοτέρα ταύτης ἐστίν. τῶν δ’ ἐλαῶν αἱ μὲν μέλαιναι λιπαρώταται πάντων καὶ δυσκατεργαστότεραι καὶ χολερώδεις μάλιστα πάντων καὶ τὰς ναυτίας ἐπὶ πλείονα χρόνον ποιοῦσι καὶ ταῖς

2

.

69

.

9

ὑποχωρήσεσι κατὰ μικρὰ καὶ πλείω χρῶνται. αἱ δὲ καλούμεναι πυραλ‐ λίδες τὰ μὲν ἄλλα τὰ αὐτὰ ταῖς μελαίναις ποιοῦσιν, ἧττον δὲ διὰ τὸ λίπος ἔχειν ἔλαττον τῶν μελαινῶν· χυμὸν δ’ [ἐν] ἀμφότερα ταῦτα ἀναδί‐ δωσι λιπαρὸν κολλώδη, στρυφνότητα ἔχοντά τινα· λεκιθώδης οὖν ἐξ

2

.

69

.

10

αὐτῶν γένοιτο ἂν ὁ χυμός. αἱ δ’ ἐν ὄξει συγκείμεναι τῶν ἐλαῶν εὐκατέρ‐

2

.

69

.

11

γαστοι μέν εἰσι, χυμὸν δ’ ὀξὺν εἰς τὸ σῶμα ἀναδιδοῦσιν. αἱ δὲ λευκαὶ τῶν ἐλαῶν ἐξ ἅλμης οὖσαι δυσκατεργαστότεραι μὲν ἧττόν εἰσι τῶν προειρημένων, δυνάμεις δ’ ἀναδιδοῦσι τὰς ἁλυκὰς καὶ πικρὰς καὶ στρυφ‐

2

.

69

.

12

νάς, ἐξ ὧν γίνονται χυμοὶ λεκιθώδεις. αἱ δὲ θλασταὶ τῶν ἐλαῶν μᾶλλον μὲν κατεργάζονται τῶν λευκῶν, χυμὸν δ’ ἁλυκὸν εἰς τὸ σῶμα ἀναδι‐
δοῦσιν.

3

.

1

t

Περὶ λεπτυνούσης καὶ παχυνούσης διαίτης, ἐκ τῶν Γαληνοῦ.

3

.

1

.

1

Ἡ μὲν λεπτύνουσα δίαιτα τὰς στενὰς ἐκφράττει διεξόδους ἀπορ‐ ρύπτει τε τὸ προσπλαττόμενον γλίσχρον τῶν χυμῶν, τέμνει δὲ καὶ λεπτύνει τὰ παχέα τῶν ὑγρῶν· ἀλλ’ ἐὰν πλεονάσῃ τις ἐν αὐτοῖς, ὀρῶδες ἢ πικρόχολον ἢ τῷ χρόνῳ μελαγχολικὸν ἐργάσεται τὸ αἷμα·
5πέφυκε γὰρ ἅπαντα τὰ τοιαῦτα θερμαίνειν ἰσχυρῶς καὶ ξηραίνειν, διὰ

3

.

1

.

2

τοῦτό τε οἱ κατὰ τοὺς νεφροὺς πωρώδεις λίθοι συνίστανται. φείδε‐ σθαι οὖν χρὴ τῆς συνεχοῦς ἐδωδῆς ἁπάντων τῶν δριμέων, καὶ μάλιστα ὅταν ὁ προσφερόμενος αὐτὰ χολωδέστερος ᾖ φύσει· μόνοις γὰρ τοῖς ἤδη τὸν φλεγματώδη χυμὸν ἢ τὸν ὠμὸν καὶ παχὺν καὶ γλίσχρον

3

.

1

.

3

ἠθροικόσιν ἐπιτήδεια τὰ τοιαῦτα τῶν ἐδεσμάτων. καὶ τὰ πλεῖστα δὲ τῶν χρονίων ἀρρωστημάτων λεπτυνούσης χρῄζει διαίτης, ὡς πολλάκις ἐπὶ μόνῃ ταύτῃ καθίστασθαι· καὶ ἄμεινόν γε ἐν οἷς ἐγχωρεῖ διαίτῃ μόνον χρησάμενον ἐπιτυχεῖν τοῦ τέλους, ἐν τούτοις ἀφίστασθαι τῶν
5φαρμάκων, ὡς πολλάς γε καὶ νεφρίτιδας οἶδα καὶ ἀρθρίτιδας οὐκ ὀλί‐ γας, ὅσαι γε μετὰ πώρων ἀπέφηναν τὰ ἄρθρα, τὰς μὲν καὶ παντελῶς παυσαμένας ἐπὶ τῇ τοιαύτῃ διαίτῃ, τὰς δὲ καὶ μετριωτέρας ἀποδειχθείσας.

3

.

1

.

4

οἶδα δὲ καὶ τῶν δυσπνοίᾳ συνεχῶς ἁλισκομένων οὐκ ὀλίγους εἰς τοσ‐ οῦτον ὠφεληθέντας, ὡς ἤτοι καταστῆναι τελέως ἢ διὰ μακρῶν χρόνων

3

.

1

.

5

ἐνοχλεῖσθαι μικρά. τήκει δὲ καὶ σπλῆνας μεγάλους ἡ λεπτύνουσα δίαιτα καὶ ἧπαρ σκιρρούμενον ἐπιληψίας τε τὰς μὲν μικρὰς ἔτι καὶ ἀρχομένας ἰᾶται· ὅσαι δ’ ἤδη χρόνιαί τε καὶ ὕπουλοι, καὶ ταύτας ὀνί‐

3

.

1

.

6

νησιν οὐ σμικρά. τὰ μὲν οὖν ἐρεθίζοντα καὶ δάκνοντα τὴν ὀσμὴν καὶ
τὴν γεῦσιν δριμέα τέ ἐστι καὶ λεπτύνει· ἔχει δέ τι τμητικὸν καὶ ὅσα

3

.

1

.

7

λιτρώδη καὶ ὅσα πικρά. οὐ σμικρὸν δὲ δήπου διαφέρει καὶ τὸ δι’ ὀξυμέλιτος ἢ ὄξους ἢ ἁλῶν ἢ ἐλαίου προσενέγκασθαί τι τῶν τοιούτων· ἐπιτείνεται γὰρ ἡ δύναμις αὐτῶν ὄξει τε καὶ ὀξυμέλιτι, καθαιρεῖται

3

.

1

.

8

δ’ ἐλαίῳ. τῶν μὲν οὖν λεπτυνόντων ἐδεσμάτων τὰ πλεῖστα φάρμακα μᾶλλον ἄν τις ἢ τροφὰς εἴποι· τὰ δὲ τοὺς παχεῖς καὶ γλίσχρους γεν‐ νῶντα χυμοὺς τροφιμώτατά τέ ἐστι, κἂν πεφθῇ καλῶς ἔν τε τῇ γαστρὶ καὶ τῷ ἥπατι, χρηστὸν αἷμα γεννᾶν πέφυκεν. ἐμφρακτικὰ δ’ ἐστὶν
5ἥπατός τε καὶ σπληνός· εἰ δὲ καὶ βραχεῖά τις ἀρχὴ φλεγμονῆς εἴη κατὰ τὰ σπλάγχνα, ταύτην αὐξάνουσιν ἱκανῶς, ὥσπερ γε καὶ τὰς ἐμ‐ πνευματώσεις καὶ σκιρρώδεις διαθέσεις παροξύνουσι καὶ δῆλον ὅτι καὶ

3

.

1

.

9

τὰς τῶν ἀποστημάτων γενέσεις. τινὰ μὲν οὖν παχύχυμα μόνον ἐστίν, ὥσπερ ἡ φακή, γλίσχρα δ’ ἄλλα, καθάπερ ἡ μαλάχη, τινὰ δ’ ἄμφω

3

.

1

.

10

πέπονθεν, ὥσπερ τὰ ὀστρακόδερμα καὶ τὰ μαλάκια καλούμενα. δῆλον δ’ ὡς ἀσφαλεστέρα μὲν εἰς ὑγείας φυλακήν ἐστιν ἡ λεπτύνουσα δίαιτα τῆς παχυνούσης· εὐεξίαν δὲ καὶ ῥώμην ἀδύνατος ἐργάζεσθαι, διότι

3

.

1

.

11

βραχεῖαν δίδωσι τὴν τροφήν. ἅπτεσθαι δ’ ἀναγκαῖον ἐνίοτε καὶ τῶν πολυτρόφων ἐδεσμάτων, ἃ παχεῖς γεννᾷ χυμούς, ἀλλὰ μετρίως γε τοῦτο πρακτέον ἐν ἐκείνοις τε τοῖς καιροῖς, ὁπότε σαφοῦς ἐνδείας

3

.

1

.

12

αἰσθάνονται. καὶ ὅσοις τε ἀνθρώποις οἷόν τέ ἐστι γυμνασίοις πλείοσι χρῆσθαι καὶ κοιμᾶσθαι, μέχριπερ ἂν ἐθέλωσι, καὶ βίον ἔξω τῶν πολι‐ τικῶν ἀσχολιῶν ᾕρηνται, τούτοις ἐγχωρεῖ καὶ τὰ παχύχυμα καὶ γλί‐ σχρα τῶν ἐδεσμάτων ἐσθίειν, καὶ μάλιστα ὅταν ἐπὶ τῷ πλήθει τῆς
5ἐδωδῆς αὐτῶν μηδέποτε μηδεμίαν αἴσθησιν ἐν ὑποχονδρίῳ σχῶσιν ἢ

3

.

1

.

13

βάρους ἢ τάσεως· ὅσοι δ’ ἤτοι διὰ τὴν ἡλικίαν ἢ τὴν ἀήθειαν οὐχ οἷοί τε γυμνάζεσθαι πρὸ τῶν σιτίων, οὗτοι πάντες ἀπεχέσθωσαν τῶν

3

.

1

.

14

τοιούτων ἐδεσμάτων. τελέως δ’ ἀργοὶ μηδ’ αὐτοὶ παραγινέσθωσαν ἐπὶ τὰς τροφάς· μέγιστον γάρ τοι κακὸν εἰς ὑγείας φυλακήν ἐστιν ἡ ἡσυχία τοῦ σώματος, ὥσπερ γε καὶ μέγιστον ἀγαθὸν ἡ σύμμετρος κίνησις.

3

.

1

.

15

ἀσφαλέστατον οὖν ἐστι φείδεσθαι τῶν γλίσχρων τε καὶ παχυχύμων ἐδεσμάτων, ὅσοις γε μόνον ὑγείας ἐστὶ φροντίς, οὐκ εὐεξίας σώματος,

3

.

1

.

16

ὁποίαν οἱ γυμναστικοὶ σπουδάζουσιν. ἀμεμπτότατα δὲ τῶν ἐδεσμάτων ἐστὶ τὰ μεταξὺ τῶν λεπτυνόντων καὶ παχυχύμων, ὡς ἂν ἐν συμμετρίᾳ τε καὶ μεσότητι τῶν ὑπερβολῶν καθεστῶτα καὶ σύμμετρον αἷμα τῇ
συστάσει γεννῶντα· καλλίστη μὲν οὖν αὕτη τροφὴ τοῖς σώμασιν ἡμῶν

3

.

1

.

17

ἐστι, χειρίστη δ’ ἡ κακόχυμος, ἧς ἀφεκτέον ἐστὶν ἀεί. καὶ τὴν ποι‐ κιλίαν δὲ τῶν ἐδεσμάτων, καὶ μάλιστα ὅταν ἐξ ἐναντίων ταῖς δυνάμεσι σύγκηται, βλαβερωτάτην εἶναι νομιστέον, κωλύουσαν τὰ ληφθέντα πέττε‐ σθαι καλῶς.

3

.

1

.

18

Αἱ μὲν οὖν καθόλου δυνάμεις τοιαῦταί τινές εἰσιν· τὰς δ’ ὕλας αὐτῶν ἐφεξῆς ὑπογράψω.

3

.

2

t

Ὅσα ἐστὶ λεπτύνοντα ἐν τροφαῖς.

3

.

2

.

1

Σκόρδα, κρόμμυα, κάρδαμα, πράσα, νάπυ, πέπερι, σμυρνίον, πύρε‐ θρον, ὀριγανίς, καλαμίνθη, μίνθη, ὕσσωπον, σισύμβρια, γλήχων, θύμα, θύμβρα χλωρὰ προσφερόμενα· ξηρανθέντα γὰρ ἤδη φάρμακα καὶ οὐκέτι τροφαί· καθόλου γὰρ πᾶν τὸ ξηρότερον ἰσχυρότερον τοῦ τεθηλότος ἐστί,
5καὶ ὅσα κατὰ λόφους ἢ ἐν χωρίοις ἀνυδροτέροις ηὐξήθη, τῶν ἐν πε‐

3

.

2

.

2

δίοις ἢ κήποις ἢ τέλμασιν ἰσχυρότερα. ταύτῃ μὲν οὖν ὑπὲρ ἁπάντων

3

.

2

.

3

χρὴ γινώσκειν κοινῇ. τοῖς δ’ εἰρημένοις ἐφεξῆς ἐστιν εὔζωμα, σία, σέλινα, πετροσέλινα, ὤκιμα, ῥαφανίδες, κράμβη, τεῦτλα, σκόλυμον, ἠρύγγιον, ἀκαλήφη, μάραθρον, κορίαννον, πήγανον, ἄνηθον, λιγυστικόν, κύμινον, καππάρεως καὶ τερμίνθου καρπὸς καὶ τὸ τῆς κάρου σπέρμα,
5ἀνήσου, σίνωνος, ἄμεως, δαύκου, σεσέλεως, τορδύλου καὶ πάντων τῶν

3

.

2

.

4

εὐωδῶν καὶ δριμέων καὶ θερμῶν ἐπιφανῶς. τῶν ἰσχυρῶς δὲ λεπτυ‐ νόντων ἐστὶ τὸ τοῦ πηγάνου σπέρμα καὶ καννάβου, ὡς εἶναι φαρ‐

3

.

2

.

5

μακώδη λοιπόν. τῶν δὲ Δημητρίων σπερμάτων εἰς λεπτύνουσαν δί‐ αιταν ἄλυποι κριθαὶ μόναι, δεύτεροι δ’ οἱ ἐκ τῶν πυρῶν ἄρτοι κρι‐ βανῖται· τῶν δ’ ἄλλων ἀπέχεσθαι 〈πειρᾶσθαι, πλὴν εἰ διὰ μακροῦ χρό‐

3

.

2

.

6

νου πισσοῦ ἢ φακοῦ γεύεσθαί〉 τις ἐθέλοι. πλείστην δ’ ἂν ἔχοις, εἰ βούλοιο, καὶ ἄφθονον ἐδεσμάτων χρῆσιν εἰς λόγον λεπτυνούσης διαίτης ἀπό τε τῶν πετραίων ἰχθύων καὶ τῶν ὀρείων ὀρνίθων τῶν μικρῶν· τὰ γὰρ ἐν τοῖς ὄρεσι διαιτώμενα ζῷα πάντα ξηρότερά τε καὶ θερμό‐
5τερα ταῖς κράσεσιν ὑπάρχει, καὶ ἡ σὰρξ αὐτῶν ἥκιστα φλεγματώδης

3

.

2

.

7

ἐστὶ καὶ γλίσχρα. ψῆρας οὖν καὶ κίχλας καὶ κοττύφους καὶ πέρδικας ἐσθίειν· καὶ οἱ πυργῖται δὲ καλούμενοι στρουθοί, καὶ ὅσοι κατὰ τὰς

3

.

2

.

8

ἀμπέλους διαιτῶνται, καὶ τῶν περιστερεῶν αἱ ἐκ τῶν πύργων ἀμεί‐

3

.

2

.

9

νους τῶν κατοικίδων εἰσίν. καὶ καθόλου πάντα τὰ γεγυμνασμένα τῶν
ἀγυμνάστων, καὶ τὰ ξηροτέραις τροφαῖς χρώμενα τῶν ὑγροτέραις, καὶ τὰ καθαρὸν καὶ λεπτὸν ἀναπνέοντα τὸν ἀέρα βελτίω τῶν ἐναντίων.

3

.

2

.

10

καὶ ἰχθύων δὲ τῶν πετραίων ἐσθίειν ἰουλίδος καὶ φυκίδος καὶ κοττύφου καὶ κίχλης καὶ σκάρου, καὶ ἁπλῶς εἰπεῖν ὅσοι μαλακήν τε ἅμα καὶ ψαθυρὰν ἔχουσι τὴν σάρκα, τῶν δ’ ἤτοι σκληρὰν ἢ γλίσχραν ἐχόντων

3

.

2

.

11

ἀπέχεσθαι παντάπασιν. μαλακὴ μὲν οὖν ἡ τῶν ὀνίσκων σάρξ, ἀλλ’ ἧττον ψαθυρὰ τῆς τῶν πετραίων· τῶν μέντοι τριγλῶν ψαθυρὰ μὲν

3

.

2

.

12

οὖν, οὐ μὴν καὶ μαλακή. ταῦτα οὖν ἔχειν ἄμφω τὰ γνωρίσματα περὶ παντὸς ζῴου σαρκός, τὸ μαλακόν τε καὶ ψαθυρόν· καὶ τούτοις προσ‐ έχων τὸν νοῦν, ᾧ μὲν ἂν ὑπάρχῃ τὸ συναμφότερον, εἰς κόρον ἐσθίειν, τῶν δ’ ἄλλων, ᾧ μὲν μηδέτερον, ἀπέχεσθαι παντάπασιν, ᾧ δὲ θάτερον
5μόνον, ἐσθίειν μέν ποτε καὶ τοῦδε τῶν ἄλλων ἀπορήσαντα, φυλάττε‐ σθαι δ’ εἰς κόρον, ὥστε καὶ ὀνίσκων καὶ τριγλῶν καὶ τῶν ἄλλων πελα‐ γίων ἰχθύων ἐξέσται προσφέρεσθαι μὴ παρόντων πετραίων, καὶ μᾶλλον

3

.

2

.

13

ὅσοι διὰ νάπυος ἐσθίονται, καθάπερ σκορπίος. ἔστι δὲ δή τινα γένη ζῴων, οἷς ὑπάρχει μὲν τὸ ἕτερον ὧν εἶπον γνωρισμάτων, ἀλλὰ διὰ τὴν ἀμετρίαν θατέρου φυλάττεσθαι χρὴ καὶ τὴν τούτων ἐδωδήν· αἱ μὲν γὰρ ἐγχέλυες καὶ τὰ πλεῖστα 〈τῶν μαλακίων τε καὶ σελαχίων,
5καίτοι μαλακὴν ἔχοντα〉 τὴν σάρκα, διὰ τὸ γλίσχρον καὶ φλεγματῶδες αὐτῆς ἱκανῶς ἐστι βλαβερὰ τοῖς λεπτυνούσῃ διαίτῃ χρῆσθαι δεομένοις.

3

.

2

.

14

ἐπιτήδεια δ’ ἐκ τῶν σελαχίων ἡ νάρκη καὶ ἡ τρυγὼν μόνα, καὶ

3

.

2

.

15

χρῆσθαί ποτε καὶ τούτοις ἐγχωρεῖ μὴ παρόντων πετραίων. τῆς

3

.

2

.

16

δ’ αὐτῆς ἐστι δυνάμεως τά τε βούγλωσσα καὶ ἡ ψῆττα. καὶ τοῖς ἀλεκτρυόσι δέ, εἰ γυμνάζοιτό τις, οὐ κωλύω χρῆσθαι καὶ περι‐

3

.

2

.

17

στεραῖς καὶ τρυγόσι, καὶ μάλιστα ταῖς ἐν ὄρεσι διαιτωμέναις. χρὴ δὲ μὴ πρόσφατον, ἀλλ’ ἕωλον ἐργασαμένους ἡμέραν μίαν τοὐλάχι‐ στον, οὕτως ἐσθίειν πάντα τὰ μετρίως σκληρὰν ἔχοντα τὴν σάρκα.

3

.

2

.

18

καὶ οἱ ταριχευθέντες δὲ τῶν ἰχθύων ἱκανώτατα λεπτύνουσι καὶ τέ‐ μνουσιν· ἐκλέγεσθαι δὲ καὶ τούτων ὅσοι φύσει μαλακόσαρκοι, τοὺς δὲ

3

.

2

.

19

κητώδεις φυλάσσεσθαι. ταριχευθέντων γέ τοι καὶ τῶν χοιρείων κρεῶν

3

.

2

.

20

γεύοιτο ἄν τις ἀσφαλῶς. καὶ ὑπὸ τῶν ὀπωρῶν δ’ ἥκιστα ἄν τις λυποῖτο τῶν λαπαττουσῶν τὴν κοιλίαν· τὰς μαλακωτέρας οὖν μᾶλλον
ἐσθίειν τῶν σκληροτέρων καὶ βραδυπόρων, οὐ μὴν εἰς κόρον γε οὐδε‐

3

.

2

.

21

νός· καὶ ὅσα γε σφοδρῶς αὐστηρὰ καὶ στρυφνά, μοχθηρὰ τῇ τοιαύτῃ

3

.

2

.

22

διαίτῃ. ἐπιτηδειότερα δὲ πάντων ἐστὶν ἰσχάδες καὶ κάρυα καὶ πιστάκια καὶ τῶν ἀμυγδαλῶν αἱ ὑπόπικροι· ἐλαίας δ’ οὔτε ἐπαινεῖν ἔχοιμι ἂν

3

.

2

.

23

οὔτε ψέγειν. τῶν δὲ γλυκέων οὐκ ἐδεσμάτων μόνον, 〈ἀλλὰ καὶ πο‐ μάτων τὸ μέλι μόνον,〉 ὡς ἔπος εἰπεῖν, ἀκριβῶς λεπτοῦ τὴν σύστασίν

3

.

2

.

24

ἐστι χυμοῦ γεννητικόν. καὶ τῶν οἴνων δ’ οἱ λευκοὶ καὶ λεπτοὶ

3

.

2

.

25

τέμνουσί τε τοὺς παχεῖς χυμοὺς καὶ καθαίρουσι δι’ οὔρων. καὶ μὲν δὴ

3

.

2

.

26

καὶ ὁ τοῦ γάλακτος ὀρὸς ἐκ τῶν λεπτυνόντων ἐστίν. χρησιμώτερον δ’ εἰς λεπτύνουσαν δίαιταν τὸ ὀξύμελι μάλιστα ὑπάρχει.

3

.

3

t

Ὅσα παχύχυμα.

3

.

3

.

1

Οἱ ἰπνῖται τῶν ἄρτων καὶ οἱ μὴ καλῶς ἐσκευασμένοι καὶ ὁ καλού‐ μενος τράγος καὶ τὰ διὰ γλεύκους καὶ σεμιδάλεως πέμματα καὶ λάγανα καὶ τὰ ῥύμματα ἅπερ ἴτρια προσαγορεύεται καὶ πᾶν ἄζυμον ἐκ πυροῦ

3

.

3

.

2

πέμμα καὶ οἱ δι’ αὐτῶν δηλονότι σκευαζόμενοι πλακοῦντες. ἔστι δὲ

3

.

3

.

3

καὶ ἡ σεμίδαλις καὶ ὁ χόνδρος ἱκανῶς παχύχυμα· ἄμυλον μετρίως. καὶ οἱ λοβοὶ δ’ εἰσὶ παχύχυμοι καὶ θέρμοι καὶ τῆς φακῆς ἡ οἷον σάρξ.

3

.

3

.

4

κύαμοι φρυγέντες, σησάμου σπέρμα, ἐρυσίμου σπέρμα, τὰ καλούμενα

3

.

3

.

5

μαλάκια, τευθίδες, σηπίαι, πολύποδες, οἱ κητώδεις τῶν ἰχθύων. ἱκανῶς δὲ παχύχυμα τά τε ὄστρεα καὶ οἱ κήρυκες αἵ τε πορφύραι, χῆμαι,

3

.

3

.

6

λεπάδες, κτένες, πίνναι, καὶ πάντα ἁπλῶς τὰ ὀστρακόδερμα. ἐγχέλυες, κοχλίαι, ἐλάφεια κρέα, αἴγεια, βόεια, λάγεια, χοίρεια, ἧπαρ, νεφροί, ὄρχεις, ἐγκέφαλος, νωτιαῖος μυελός, οὖθαρ, γλῶττα, ἀδένες μετρίως, γάλα τὸ ἐπὶ πλέον ἑψηθέν, τυροὶ πάντες (οἱ δὲ νέοι καὶ ὀξυγαλά‐
5κτινοι ἧττον), ὀξύγαλα, πυρίεφθος, καὶ τῶν ὠῶν ὅσα μέχρι τελέας πήξεως ἑψοῦσιν (μᾶλλον δὲ τὰ ὀπτά, καὶ ἔτι μᾶλλον τὰ ταγηνιστά), φοίνικες, κάστανοι, βάλανοι, βολβοί, γογγύλαι, μύκητες, ἄρου ῥίζα, ὕδνα, κῶνος, σῦκα τὰ μὴ καλῶς πέπειρα, κιτρίου σάρξ, σίκυος τοῖς πλεο‐

3

.

3

.

7

νάσασι τῇ ἐδωδῇ αὐτῶν, μῆλα τὰ μήπω πέπειρα. τῶν οἴνων οἱ γλυ‐ κεῖς αἵματος παχέος εἰσὶ γεννητικοί, καὶ μᾶλλον ἔτι τὸ καλούμενον
σίραιον, καὶ ὁ γλευκίνης ὁμοίως καὶ οἱ παχεῖς 〈καὶ〉 μέλανες οἶνοι.

3

.

4

t

Ὅσα μέσα τῶν λεπτυνόντων τε καὶ παχυνόντων.

3

.

4

.

1

Οἱ κάλλιστα κατασκευασθέντες ἄρτοι, καὶ 〈αἱ〉 σάρκες τῶν ἀλεκτο‐ ρίδων τε καὶ ἀλεκτρυόνων, ὀρνίθων τε καὶ φασιανικῶν, περδίκων τε καὶ περιστερῶν, ἀτταγήνων τε καὶ τρυγόνων, καὶ κιχλῶν κοττύφων τε καὶ τῶν μικρῶν στρουθίων ἁπάντων, ἔτι τε πετραίων ἰχθύων, αἰγια‐
5λείων τε καὶ πελαγίων, κωβιῶν τε καὶ σμυραινῶν καὶ βουγλώσσων καὶ πάντων [τῶν] ἁπλῶς ἰχθύων ὅσοι μήτε γλισχρότητά τινα μήτε ἀηδίαν ἔχουσι κατὰ τὴν ἐδωδήν, σῦκα τὰ πέπονα, λαχάνων ἀγρίων σέρις (τοῦτο δὲ κοινόν τι γένος ἐστὶ πλειόνων, τὰ δὲ κατ’ εἶδος ἕκαστον αὐτῶν ἴδιον ὄνομα κέκτηται παρὰ τοῖς Ἀττικοῖς, οἷον θριδακίνη καὶ
10χονδρίλη καὶ γιγγίδια, καὶ ἄλλα μυρία τούτου τοῦ γένους ἐστίν), ὅ τε ἕλειος καὶ ὁ μυακάνθινος καὶ ὁ τῆς χαμαιδάφνης ἀσπάραγος καὶ ὁ τῆς βρυωνίας, οἶνος ξανθός τε ἅμα καὶ γλυκὺς καὶ διαυγής, οἷός ἐστιν ὅ τε Ἀριούσιος καὶ ὁ Λέσβιος καὶ ὁ Φαλερῖνος καὶ ὁ Τμωλίτης· χρηστὸν γὰρ οἱ τοιοῦτοι πάντες αἷμα καὶ σύμμετρον τῷ πάχει γεννῶσιν.

3

.

5

t

Ὅσα γλίσχρον χυμὸν γεννᾷ.

3

.

5

.

1

Τῶν πυρῶν ὅσοι μὲν βαρεῖς καὶ πυκνοὶ καὶ διὰ βάθους ξανθοί, γλίσχροι· ὅσοι δὲ κοῦφοι καὶ ἀραιοὶ καὶ λευκοὶ τὰ ἔνδον, ἧττον τοι‐

3

.

5

.

2

οῦτοι· καὶ ἡ σεμίδαλις δὲ καὶ ὁ χόνδρος ἱκανῶς γλίσχρα. τένοντες καὶ ἀπονευρώσεις καὶ τὰ περὶ τὰ χείλη μόρια, καλλῶσον, χοίρειον πᾶν κρέας καὶ ἡ τῶν ἀρνῶν σάρξ, τὸ τοῦ σησάμου σπέρμα, βολβοί, φοίνικες οἱ λιπαροί.

3

.

6

t

Ὅσα ὠμοὺς χυμοὺς γεννᾷ.

3

.

6

.

1

Φοίνικες χλωροὶ χυμῶν ὠμῶν ἐμπιπλᾶσι τοὺς ἐσθίοντας, ὡς δυσ‐

3

.

6

.

2

εκθερμάντοις ἁλίσκεσθαι ῥίγεσιν. καὶ ἡ ῥίζα τῆς γογγύλης, ὅταν πλεο‐ νάσῃ τις ἐπὶ τῆς ἐδωδῆς αὐτῆς, καὶ ἡ σὰρξ τῶν ὀστρακοδέρμων τῶν
σκληροσάρκων ἀποβαλοῦσα τὸν ἁλυκὸν χυμὸν ἐκ πλείονος ἑψήσεως, καὶ τὰ μαλάκια καλούμενα, πολύποδες, σηπίαι ὅσα τε ἄλλα τοιαῦτα,
5πάντα 〈τὰ〉 κητώδη τῶν ἐν θαλάττῃ ζῴων, κοιλία, ἔντερα, μήτρα τῶν τετραπόδων καὶ οἱ σκληροὶ τῶν ἀδένων ἀπεπτούμενοι, ὀξύγαλα, τυροί, τηγανῖται, θέρμοι, σταφυλὴ ἐπισχεθεῖσα.

3

.

7

t

Ὅσα ψυχροὺς χυμοὺς γεννᾷ.

3

.

7

.

1

Τοῖς ἄδην σικύων ἐμφορουμένοις ψυχρὸν χυμὸν ἀθροίζειν συμ‐ βέβηκεν οὐκ εὐπετῶς ἐπιδέξασθαι δυνάμενον τὴν εἰς αἷμα χρηστὸν

3

.

7

.

2

ἀλλοίωσιν. κοιλία καὶ ἔντερα καὶ μήτρα τῶν τετραπόδων ζῴων, ὀξύ‐ γαλα, βωλῖται, μῆλα τὰ μήπω πέπειρα, βολβοί.

3

.

8

t

Ὅσα φλέγμα γεννᾷ.

3

.

8

.

1

Φλεγματικὸν δ’ ἁπλῶς χυμὸν γεννᾷ τῶν ζῴων τὰ νευρώδη μόρια, ἐγκέφαλος, πνεύμων, νωτιαῖος, ἀδένες ἀπεπτούμενοι, ἡ τῶν ἀρνῶν σάρξ, βωλῖται, ἀμανῖται καὶ ἡ σὰρξ τῶν ὀστρακοδέρμων τῶν μαλακο‐ σάρκων, μῆλα τὰ μήπω πέπειρα.

3

.

9

t

Ὅσα μελαγχολικὸν χυμὸν γεννᾷ.

3

.

9

.

1

Κρέα βόεια, αἴγεια, καὶ μᾶλλον τὰ τῶν τράγων τε καὶ ταύρων, ἔτι δὲ μᾶλλον ὄνεια, καμήλεια, ἀλωπέκεια, κυνῶν, λαγωῶν, τῶν ἀγρίων ὑῶν, τὰ ταριχευθέντα κρέα τῶν ἐπιγείων ζῴων καὶ οἱ σπλῆνες τῶν ζῴων, τῶν δὲ θαλαττίων θύννων καὶ φαλαίνης, φώκης, κυνός, δελφῖνος
5καὶ τῶν κητωδῶν ἁπάντων, κοχλίαι, κράμβαι καὶ τῶν δένδρων οἱ βλαστοὶ δι’ ἅλμης τε καὶ ὀξάλμης συντιθέμενοι, σχίνου λέγω καὶ τερ‐

3

.

9

.

2

μίνθου καὶ βάτου καὶ κυνοσβάτου, καὶ τῆς κινάρας ἡ οἷον σάρξ. καὶ ἡ φακὴ δὲ μελαγχολικώτατόν ἐστιν ἔδεσμα, καὶ μετ’ αὐτὴν οἱ πιτυρῖται τῶν ἄρτων οἵ τε ἐκ τῆς τίφης καὶ τῶν ἄλλων τῶν μοχθηρῶν σπερ‐ μάτων οἵ τε ἁπαλοὶ τυροὶ καὶ φακὸς καὶ βῖκος καὶ τῶν οἴνων οἱ
5παχεῖς καὶ μέλανες.

3

.

10

t

Ὅσα χολώδη χυμὸν γεννᾷ.

3

.

10

1,2

Κεράτια· τῆς κινάρας ὁ χυλὸς λεπτὸς καὶ πικρόχολός ἐστιν·

3

.

10

.

3

ἄμεινον οὖν ἀφεψῶντας αὐτὴν ἐσθίειν. καὶ τὸ μέλι ῥᾳδίως ἐκχολοῦται κατὰ τὰ θερμὰ σώματα (πάντες γάρ εἰσιν οἱ γλυκεῖς χυμοὶ ὕλη τῇ ξανθῇ χολῇ) καὶ οἱ γλυκεῖς οἶνοι.

3

.

11

t

Ὅσα ἐστὶ περιττωματικά.

3

.

11

.

1

Φάτται, χῆνες πλὴν τῶν πτερῶν, σπλάγχνα πάντα, νωτιαῖος, ἐγ‐ κέφαλος, οἱ ἐν τοῖς ἕλεσι καὶ ταῖς λίμναις καὶ τοῖς πεδίοις ὄρνιθες, ἐρέβινθοι, κύαμοι χλωροί, κύαμος Αἰγύπτιος, οἱ νέοι τῶν χοίρων, τῶν προβάτων ἡ σὰρξ καὶ πάντων τῶν νέων ζῴων καὶ τῶν ἀργῶς βιούν‐
5των καὶ τῶν ἰχθύων οἱ ποτάμιοι καὶ λιμναῖοι καὶ οἱ ἐν ἰλύϊ διαιτώ‐ μενοι καὶ πάντα τὰ κητώδη τῶν ἐν θαλάττῃ ζῴων.

3

.

12

t

Ὅσα ἀπέριττα.

3

.

12

.

1

Τράχηλοι τῶν ζῴων, οὐραί, πτερά, ἡ τῶν ἀγρίων ζῴων σὰρξ καὶ τῶν ἐν ξηροῖς τόποις διαιτωμένων.

3

.

13

t

Ὅσα πλείονα τροφὴν δίδωσι τῷ σώματι.

3

.

13

.

1

Συῶν τῶν ἡμέρων αἱ σάρκες πάντων ἐδεσμάτων εἰσὶ τροφιμώ‐

3

.

13

.

2

ταται· βοῶν ἐγκέφαλοι, ὄρχεις, καρδία, νωτιαῖος καὶ ὁ ἄλλος μυελός, τὰ πτερὰ τῶν χηνῶν, καὶ μᾶλλον ἀλεκτορίδων, καὶ πάντων τῶν πτη‐ νῶν αἱ κοιλίαι, κοχλίαι, καὶ μᾶλλον τρίσεφθοι γενόμενοι, τῶν ὀστρα‐ κοδέρμων τὰ σκληρόσαρκα, [καὶ] οἷον χημία, πορφύραι, κήρυκες, ὅσα
5τε ἄλλα τοιαῦτα πλείονα τροφὴν δίδωσιν, ἀστακοί, πάγουροι, καρκῖνοι, καρίδες, κάραβοι καὶ ... ὅσα τε ἄλλα τοιαῦτα, 〈καὶ τὰ〉 μαλάκια καλού‐

3

.

13

.

3

μενα, πολύποδες, σηπίαι, τευθίδες καὶ τὰ τοιαῦτα. τῶν σελαχίων νάρκη μὲν καὶ τρυγὼν μετρίως, βάτοι δὲ καὶ λειόβατοι καὶ ῥῖναι μᾶλλον,

3

.

13

.

4

τρίγλαι καὶ κωβιοὶ ἔλαττον. γάλα τὸ μὲν παχύτερον μᾶλλον, τὸ δ’

3

.

13

.

5

ὑγρότερον ἔλαττον. τῶν ἄρτων τροφιμώτατος ὁ σιλιγνίτης, ἐφεξῆς

3

.

13

.

6

δ’ ὁ σεμιδαλίτης, καὶ τρίτος ὁ συγκομιστός. ἑφθοὶ πυροί, σεμίδαλις,

3

.

13

.

7

χόνδρος. κύαμοι σαρκοῦσι τὴν ἕξιν οὐκ ἐσφιγμένῃ καὶ πυκνῇ σαρκί,

3

.

13

.

8

ἀλλὰ χαυνοτέρᾳ μᾶλλον. ἐρέβινθοι κυάμων τρέφουσι μᾶλλον, φάσιλοι

3

.

13

.

9

καὶ ὦχροι τήλεως πλέον. δόλιχοι, οὓς λοβοὺς καὶ φασιόλους καλοῦσι,

3

.

13

.

10

τρέφουσι πισσῶν οὐκ ἔλαττον. θέρμοι τρόφιμοι, κάστανα, φακή, οἱ γλυκεῖς φοίνικες, σταφίδες αἱ γλυκεῖαι καὶ λιπαραί, βάλανοι, γογγυλίς, ἣν καὶ βουνιάδα καλοῦσιν· βολβοὶ τροφιμώτατοι, καὶ μᾶλλον δίσεφθοι.

3

.

13

.

11

μέλι τὸ ἀπαφρισθὲν ἐπιτήδειον πρός τε ἀνάδοσιν καὶ θρέψιν γίνεται,

3

.

13

.

12

καὶ μελίκρατον τὸ καλῶς ἑψηθέν. ἅπας οἶνος ἀνὰ λόγον τρέφει τῆς παχύτητος· οἱ μὲν οὖν ἐρυθροὶ καὶ παχεῖς πάντων οἴνων εἰσὶν εἰς αἵματος γένεσιν ἐπιτηδειότατοι, ἐφεξῆς δ’ αὐτῶν οἱ μέλανές τε ἅμα καὶ γλυκεῖς καὶ παχεῖς, εἶτα οἱ ἐρυθροὶ καὶ παχεῖς καὶ στύφοντες,
5τούτων δ’ ἧττον τρέφουσιν οἱ λευκοί τε ἅμα καὶ παχεῖς καὶ αὐστηροί,

3

.

13

.

13

πάντων δ’ ἧττον οἱ λευκοὶ καὶ λεπτοί. καὶ πάντα δὲ τὰ παχύχυμα, εἰ καλῶς πεφθείη καὶ αἱματωθείη, πολύτροφα γίνεται.

3

.

14

t

Ὅσα ἐλάττονα τροφὴν δίδωσιν.

3

.

14

.

1

Τὰ ἄκρεα τῶν ζῴων, μήτρα, γαστήρ, ἔντερα, οὐρά, ὦτα, πιμελή,

3

.

14

.

2

στέαρ. πᾶν τὸ γένος τῶν ὀρνίθων ὀλιγοτροφώτερόν ἐστι παραβαλλό‐

3

.

14

.

3

μενον τῷ γένει τῶν πεζῶν, καὶ ἡ τῶν γεγηρακότων ζῴων σὰρξ ὀλι‐

3

.

14

.

4

γοτροφωτέρα τῶν ἔτι αὐξομένων. τῶν δ’ ἰχθύων ἡ τροφὴ αἵματός ἐστι λεπτοτέρου γεννητική, ὡς μήτε τρέφειν δαψιλῶς καὶ διαφορεῖσθαι

3

.

14

.

5

θᾶττον. τῶν δ’ ὀστρακοδέρμων τὰ μαλακόσαρκα, οἷα τὰ ὄστρεα, ὀλι‐

3

.

14

.

6

γότροφα. ἄρτοι κρίθινοι, ὅπως ἂν σκευασθῶσιν, ὀλιγότροφοι πάντες

3

.

14

.

7

εἰσίν, τὰ δ’ ἐκ κριθῶν ἄλφιτα τούτοις ὁμοίως. ἄρτοι πιτυρῖται καὶ οἱ ῥυπαροὶ πάντες καὶ οἱ πλυτοί, ἄμυλον, μᾶζα ἐξ ἀλφίτων κριθῆς, βρόμος, κέγχρος, καὶ μᾶλλον ἔλυμος, ὄρυζα, κύαμοι χλωροί, μήκωνος σπέρμα, λινόσπερμον, ὅρμινον, συκάμινα, ὁ τῶν κυνοσβάτων καρπός,
5ἀρκευθίδες, μύρτα, ἀμύγδαλα, πιστάκια, κοκκύμηλα, περσικά, ἀρμένια, πραικόκκια, ἐλαῖαι, καὶ μάλιστα αἱ δρυπεπεῖς, λεπτοκάρυα, καὶ μᾶλλον τὰ βασιλικὰ κάρυα, σηρικά, κράνα, προῦμνα, βάτινα, μαμαίκυλα, ζίζυφα,
διόσπυρα, ἁλικάκκαβα, κάππαρις, καὶ μάλιστα ἡ ταριχευθεῖσα, τῆς τερ‐ μίνθου πάντα, κράμβη, τεῦτλα, λάπαθον, ὀξυλάπαθον, ἀνδράχνη, τρύ‐
10χνος, ῥάφανος, γογγυλίς, νάπυ, κάρδαμον, πύρεθρον καὶ οἱ ἀσπάραγοι

3

.

14

.

8

πάντες, σταφυλῖνος, δαῦκος, κάρω. κρόμμυα δὲ καὶ σκόρδα καὶ πράσα καὶ ἀμπελόπρασα ὠμὰ μὲν οὐδ’ ὅλως τροφὴν δίδωσιν, ἑψηθέντα δὲ

3

.

14

.

9

δὶς ἢ τρὶς ὀλιγίστην. ῥοῖαι ὀλιγότροφοι· ἄπιοι δέ, καὶ μάλιστα αἱ

3

.

14

.

10

μεγάλαι, ἔχουσί τι τρόφιμον. κολοκύντη ὀλιγότροφος, σταφίδες αἱ

3

.

14

.

11

αὐστηραί τε καὶ ἀλιπεῖς. μέσα δέ πώς ἐστι τῶν ὀλιγοτρόφων τε καὶ

3

.

14

.

12

πολυτρόφων φάσιλοι, ὦχροι, λάθυροι, ἄρακοι. καὶ σῦκα οὐχ ὁμοίως ταῖς ἄλλαις ὀπώραις ὀλιγότροφα, σομφώδη δὲ ποιεῖ τὴν σάρκα ὁμοίως σταφυλαῖς· ἔλαττον δ’ αὗται τῶν σύκων τρέφουσι χαύνῃ καὶ πλαδαρᾷ

3

.

14

.

13

σαρκί. πάντα ὅσα τῶν ἐδεσμάτων φαρμακώδη τινὰ ἔχει ποιότητα σφοδράν, ὅταν ἀπόθηται ταύτην ὀπτήσεσιν ἢ ἑψήσεσιν ἢ τέγξεσιν, ὀλίγην τροφὴν δίδωσι, πρότερον οὐδ’ ὅλως διδόντα.

3

.

15

t

Ὅσα εὔχυμα.

3

.

15

.

1

Εὐχυμότατόν ἐστι τὸ ἄριστον γάλα σχεδὸν ἁπάντων ὧν προσ‐ φερόμεθα· ἄριστον δὲ τὸ τῶν εὐεκτούντων ζῴων, ὅταν ἀμελχθῇ πινό‐

3

.

15

.

2

μενον εὐθέως. ὠὰ τρομητὰ καὶ ῥοφητά· ἀμείνω δὲ τὰ τῶν ἀλεκτο‐ ρίδων ἐστὶ καὶ τὰ τῶν φασιανικῶν, χείρω δὲ τά τε τῶν χηνῶν καὶ

3

.

15

.

3

τῶν στρουθοκαμήλων. ὄρνιθες καὶ ἰχθύες ὀλίγου δεῖν ἅπαντες εὔχυμοι πλὴν τῶν ἐν ἕλεσι καὶ λίμναις καὶ ποταμοῖς ἰλυώδεσι διαιτωμένων, καὶ μάλιστα ὅταν ἐκ πόλεως ῥέῃ τὸ ὕδωρ, ἐκκαθαῖρον ἀποπάτους τε καὶ βαλανεῖα καὶ μαγειρεῖα καὶ τὰ τῶν πλυνόντων τὴν ἐσθῆτα ῥύμματα.

3

.

15

.

4

ἀσφαλὲς οὖν ἀεὶ προσφέρεσθαι τῶν ἰχθύων τοὺς ἐκ τῆς ἀμίκτου θα‐ λάσσης ὕδατι γλυκεῖ, οἷοίπερ εἰσὶν οἵ τε πελάγιοι καὶ οἱ πετραῖοι· καὶ

3

.

15

.

5

γὰρ εἰς εὐχυμίαν καὶ εἰς ἡδονὴν πολὺ προὔχουσι τῶν ἄλλων. εἰ δέ τι τῶν ἐν ἑκατέροις τοῖς ὕδασι διαιτωμένων εἴη, καθάπερ ὅ τε κέφα‐ λος καὶ ὁ λάβραξ, ὀνίσκος τε καὶ κωβιός, σμύραιναί τε καὶ καρκῖνοι καὶ ἐγχέλυες, ἀναπυνθάνεσθαι μὲν χρὴ πρότερον, ὅθεν εἴη τεθηραμένα,
5μετὰ δὲ ταῦτα τῇ τε ὀδμῇ καὶ τῇ γεύσει τὴν διάγνωσιν αὐτῶν ποι‐
εῖσθαι· καὶ γὰρ δυσώδεις καὶ ἀηδεῖς καὶ βλενώδεις εἰσὶν ὅσοι τὴν δίαιταν ἔχουσιν ἐν ὕδατι μοχθηρῷ, καὶ μέντοι καὶ λίπος αὐτοῖς ὑπάρχει

3

.

15

.

6

πολὺ πλέον ἢ τοῖς ἄλλοις, καὶ σήπονται ταχέως. καὶ παρὰ τὰς ἐπι‐ χωρίους δὲ τροφὰς ἀμείνους τε καὶ χείρους αὑτῶν οἱ ἰχθύες γίνονται, διαγινωσκόμενοι ῥᾳδίως ὀσμῇ τε καὶ γεύσει, καθάπερ αἱ τρίγλαι· μοχ‐ θηρόταται γὰρ αὐτῶν αἱ τὴν καρκινάδα σιτούμεναι, τῶν δ’ ἄλλων ἡ

3

.

15

.

7

σὰρξ σκληροτέρα μέν, οὐ κακόχυμος δέ. κίθαρος καὶ ῥόμβος καὶ ἥπατος καὶ βούγλωσσον καὶ ψῆττα καὶ σαυρὸς μέσοι πώς εἰσι τῶν ἁπαλο‐ σάρκων τε καὶ σκληροσάρκων, ἡ τροφὴ δ’ αὐτῶν καλλίστη τοῖς τε μὴ

3

.

15

.

8

γυμναζομένοις ἐστὶ καὶ τοῖς ἀσθενέσι καὶ τοῖς ἐκνοσηλευομένοις. ἡ ψαθυρὰ καὶ μαλακὴ τροφὴ πρὸς ὑγείαν ἐστὶν ἐπιτηδειοτάτη, διότι καὶ

3

.

15

.

9

εὐχυμοτάτη πάντων ἐστίν. αἱ σάρκες τῶν ζῴων, ὅταν καλῶς πεφθῶ‐ σιν, αἵματός εἰσιν ἀρίστου γεννητικαί, καὶ μάλιστα τῶν εὐχύμων, ὁποῖόν ἐστι τὸ γένος τῶν ὑῶν· κάλλιστον γὰρ δὴ τὸ τούτων κρέας εἰς ἡδονήν τε καὶ πέψιν ἐστί, καὶ μάλιστα τὸ τῶν μέσων κατὰ τὴν ἡλικίαν ὑῶν·
5χεῖρον γὰρ τό τε τοῦ παλαιοτάτου καὶ τὸ τοῦ μετὰ τὴν ἀποκύησιν εὐθέως ἐσθιομένου· ὑγρότατόν τε γὰρ ὑπερβαλλόντως ἐστὶ 〈τὸ τῶν〉

3

.

15

.

10

ἀρτιγενῶν καὶ φλέγμα γεννᾷ πλεῖστον. οὖθαρ εὔχυμον, ἧπαρ, τὰ περὶ

3

.

15

.

11

τὰ χείλη μόρια, πτερὰ καὶ τἄλλα τὰ ἄκρεα· ἔντερά τε καὶ μήτρα καὶ

3

.

15

.

12

οὐρὰ τῶν σαρκῶν ἧττον εὔχυμα. οἱ ἀδένες πεφθέντες καλῶς διδόασιν

3

.

15

13,14

ὁμοίαν τροφὴν ἐγγὺς τῇ κατὰ σάρκα. καρδία οὐ κακόχυμος. βελτίους

3

.

15

.

14

(2)

οἱ πόδες τῶν ὑῶν εἰσι τοῦ ῥύγχους καὶ τῶν ὤτων· ὁ γὰρ χόνδρος ἐν μὲν τοῖς τελείοις ζῴοις παντάπασίν ἐστιν ἄπεπτος, ἐν δὲ τοῖς ἔτι

3

.

15

.

15

αὐξομένοις, ὅταν καλῶς λειωθῇ κατὰ τὸ στόμα, πεττόμενος. τῶν δ’ ἄλλων ζῴων, καθ’ ὅσον αἱ σάρκες εἰς ἀρετὴν τροφῆς ἀπολείπονται τῶν ὑῶν, τοσούτῳ καὶ τῶν ἀκρέων ἐν ὑσὶ μορίων ἐστὶ χείρω τὰ κατ’

3

.

15

.

16

ἐκεῖνα τὰ ζῷα. οἱ ἐγκέφαλοι τῶν πτηνῶν πολὺ βελτίους εἰσὶ τῶν ἐν

3

.

15

.

17

τοῖς πεζοῖς. τῶν ἀγρίων ζῴων ἡ σὰρξ εὐχυμοτέρα τῆς τῶν ἡμέρων

3

.

15

.

18

ἐστίν. ἄρτος καθαρὸς καὶ καλῶς ἐσκευασμένος εὔχυμος, χόνδρος, πτι‐

3

.

15

.

19

σάνη καλῶς ἡψημένη, κύαμοι· κάστανα οὐ κακόχυμα. σῦκα πέπειρα

3

.

15

.

20

καὶ σταφυλὴ πέπειρος κρεμασθεῖσα ἄμεμπτα. ἰσχάδες ἀναδοθεῖσαι μὲν
ταχέως εὔχυμοι, χρονίσασαι δ’ ἐν γαστρὶ κακόχυμοι γίνονται καὶ φθει‐ ρῶν γεννητικαί· μετὰ δὲ καρύων ἐσθιόμεναι κάλλιστόν ἐστιν ἔδεσμα· ὅσοι δὲ μετά τινος ἄλλου τῶν ἐδεσμάτων ἐσθίουσι τά τε σῦκα καὶ τὰς

3

.

15

.

21

ἰσχάδας, οὐ μικρὰ βλάπτονται. θρίδαξ, 〈ὡσ〉 ἐν λαχάνοις, αἷμα γεννᾷ,

3

.

15

.

22

καὶ μετὰ ταύτην ἴντυβοι. οἱ εὐώδεις οἶνοι εὔχυμοι· τῶν εὐχυμοτάτων δ’ ἐστὶ Φαλερῖνος, καὶ μᾶλλον ὁ γλυκύτερος, καὶ Ἀριούσιος καὶ κιρρὸς Τμωλίτης ὁ γλυκύς.

3

.

16

t

Ὅσα κακόχυμα.

3

.

16

.

1

Τῆς κακοχυμίας οὐχ ἓν εἶδός ἐστιν· ἡ μὲν γὰρ ψυχροτέρα τε καὶ φλεγματικωτέρα τυγχάνει, ἡ δὲ θερμοτέρα τε καὶ χολωδεστέρα, ἄλλη

3

.

16

.

2

〈δ’ ὑδατωδεστέρα, καθάπερ ἄλλη〉 μελαγχολικωτέρα. πάντων δ’ ἀπ‐ έχεσθαι τῶν κακοχύμων ἐδεσμάτων συμβουλεύω, κἂν εὔπεπτά τισιν ᾖ· λανθάνει γὰρ ἐν χρόνῳ πλείονι μοχθηρὸς ἐν ταῖς φλεψὶ χυμὸς ἀθροι‐ ζόμενος ἐξ αὐτῶν, ὃς ἐπειδὰν ἀφορμῆς ὀλίγης εἰς σῆψιν ἐπιλάβηται,

3

.

16

.

3

πυρετοὺς κακοήθεις ἀπεργάζεται. ἔστι δὲ κακόχυμα τάδε· τῶν προ‐ βάτων ἡ σὰρξ καὶ τῶν αἰγῶν ὁμοίως μετὰ δριμύτητος, ἡ δὲ τῶν τρά‐ γων χειρίστη, ἐφεξῆς δ’ ἡ τῶν κριῶν, εἶθ’ ἡ τῶν ταύρων· ἐν πᾶσι δὲ τούτοις τὰ τῶν εὐνουχισθέντων ἀμείνω, τὰ δὲ πρεσβυτικὰ χείριστα.

3

.

16

.

4

τῶν λαγωῶν δ’ ἡ σὰρξ αἵματος μέν ἐστι παχυτέρου γεννητική, βελ‐

3

.

16

.

5

τίονος δ’ εἰς εὐχυμίαν ἢ κατὰ βοῦν καὶ πρόβατον· κακόχυμος δ’ οὐδὲν

3

.

16

.

6

ἧττον τούτων ἐστὶ καὶ ἡ τῶν ἐλάφων. νεφροὶ κακόχυμοι καὶ οἱ τῶν

3

.

16

.

7

ἐπὶ πλέον ηὐξημένων ὄρχεις, πλὴν τῶν ἐν τοῖς ἀλεκτρυόσιν. ἐγκέφαλος, νωτιαῖος, καλλῶσον, σπλήν (ἧττον δ’ ὁ τῶν ὑῶν), πάντα σπλάγχνα ζῴων, ὠὰ ταγηνιστά, τυροὶ παλαιοί, βωλῖται, ἀμανῖται (τῶν γὰρ ἄλλων

3

.

16

.

8

μυκήτων ἀσφαλέστερον μὴ ἐσθίειν), τῆλις, φακή, τίφαι· βρόμος ὅ τε ἀπὸ τούτων ἄρτος οὐκ εὔχυμος· 〈ἐρέβινθος οὐκ εὔχυμος·〉 ἡ δ’ ὄλυρα τοσούτῳ πυρῶν χείρων ἐστὶν ὅσῳ τίφης καὶ βρόμου κρείττων· μελίνη,

3

.

16

.

9

κέγχρος, καὶ ὅσα τοιαῦτα οὐκ εὔχυμα. δράκοντες, κόκκυγες, γαλεώ‐ νυμοι, σκορπίοι τε καὶ τράχουροι, τρίγλαι, ὀρφοί, γλαῦκοι, καὶ ὅσα

3

.

16

.

10

ἄλλα τῶν ἐν θαλάττῃ ζῴων κητωδῶν, πάντα κακόχυμα. καὶ οἱ ὡραῖοι καρποὶ καλούμενοι πάντες κακόχυμοι, σῦκα δ’ ἧττον τῶν ἄλλων ὡραίων·

3

.

16

.

11

αἱ δ’ ἰσχάδες τοῖς πλεονάζουσιν ἐν αὐταῖς οὐ πάνυ χρηστὸν αἷμα γεν‐

3

.

16

.

12

νῶσιν, ὅθεν αὐταῖς καὶ τὸ τῶν φθειρῶν ἕπεται πλῆθος. μῆλα τὰ μήπω πέπειρα, ἄπιοι πρὶν πεφθῆναι, ὁ τῆς τερμίνθου καρπὸς κακό‐ χυμος, κινάρα (καὶ μᾶλλον ὅταν σκληροτέρα γένηται), σίκυοι πέπονες, μηλοπέπονες δ’ ἧττον· κολοκύντη τούτων μὲν ἀμείνων ἐστίν, ἀλλὰ καὶ

3

.

16

.

13

αὕτη διαφθαρεῖσα κατὰ τὴν γαστέρα κακόχυμος ἱκανῶς γίνεται. τῶν δὲ λαχάνων οὐδὲν μὲν εὔχυμόν ἐστιν· ἐν μέσῳ δ’ εὐχύμων τε καὶ κακοχύμων θρίδαξ ἐστὶ καὶ ἴντυβοι, καὶ μετὰ ταῦτα μαλάχη, εἶτα

3

.

16

.

14

ἀνδράφαξυς καὶ ἀνδράχνη καὶ βλίτον καὶ λάπαθον. αἱ δὲ ῥίζαι τῶν λαχανωδῶν φυτῶν κακόχυμοι μὲν ὅσαι δριμεῖαι, καθάπερ ἡ τῶν κρομ‐ μύων καὶ πράσων καὶ σκόρδων καὶ ῥαφανίδων καὶ δαύκου· μέσαι δ’ εὐχύμων τε καὶ κακοχύμων αἵ τε τῶν ἄρων εἰσὶ καὶ τῶν γογγυλῶν,

3

.

16

.

15

ἃς βουνιάδας ὀνομάζουσι, καὶ τῆς καλουμένης κάρους. ὤκιμον κακο‐ χυμότατον, γογγυλὶς ἡ ὠμοτέρα, κράμβη, βολβοὶ μὴ καλῶς ἑψηθέντες.

3

.

16

.

16

κρόμμυα δὲ καὶ σκόρδα καὶ πράσα καὶ ἀμπελόπρασα δίσεφθα γενόμενα

3

.

16

.

17

τὴν κακοχυμίαν ἀποτίθεται. κακόχυμα δὲ πάντα ἐστὶν ἐσχάτως ἃ καλοῦσιν ἄγρια λάχανα, θριδακίνη, χονδρίλη, σκάνδιξ, γιγγίδιον, σέρις,

3

.

16

.

18

κιχόριον. οἴνων οἱ παχεῖς καὶ δυσώδεις καὶ αὐστηροὶ κακόχυμοι, οἷός ἐστιν ὁ φαῦλος Βιθυνὸς ὁ ἐν τοῖς μεγάλοις κεραμίοις· ὁ γὰρ ἐν τοῖς μικροῖς οὔτε εὔχυμός ἐστιν οὔτε κακόχυμος, ἀλλὰ μέσος.

3

.

17

t

Ὅσα εὔπεπτα.

3

.

17

.

1

Ἄρτοι καλῶς σκευασθέντες, ἰχθύων οἱ πετραῖοι πάντες, κωβιός,

3

.

17

.

2

νάρκη, τρυγών. ἅπαν τὸ γένος τῶν πτηνῶν ὀρνίθων ἡ σὰρξ παρα‐ βαλλομένη τῷ γένει τῶν πεζῶν εὐπεπτοτέρα τυγχάνει, καὶ μάλιστα πέρδικος ἀτταγῆνός τε καὶ περιστερᾶς, ἀλεκτορίδος τε καὶ ἀλεκτρυόνος

3

.

17

.

3

καὶ φασιανικῶν. τὰ πτερὰ τῶν χηνῶν εὔπεπτα, καὶ μᾶλλον τὰ τῶν ἀλεκτορίδων, καὶ καθόλου κάλλιστα μὲν τὰ τῶν εὐτρόφων καὶ νέων πτερά, χείριστα δὲ τὰ τῶν ἰσχνῶν καὶ γεγηρακότων. τῶν σιτευθέντων δι’ ὀροῦ γάλακτος χηνῶν τὸ ἧπαρ καὶ τῶν ὁμοίως τραφέντων ἀλε‐

3

.

17

.

4

κτρυόνων οἱ ὄρχεις εὐπεπτότατοι. τὰ κρέα τῶν ὑῶν εἰς πέψιν ἐπι‐

3

.

17

.

5

τηδειότερα. τῶν δὲ τελείων βοῶν οἱ μόσχοι βελτίους εἰσὶν εἰς πέψιν,

3

.

17

.

6

καὶ οἱ ἔριφοι τῶν αἰγῶν. πάντων τῶν ἔτι αὐξανομένων ἡ σὰρξ εὐπεπτοτέρα τῆς τῶν παρακμαζόντων ἐστί, καὶ τῶν ἐν ξηροῖς τόποις

3

.

17

.

7

διαιτωμένων εὐπεπτοτέρα τῆς τῶν ἄλλων. τὸ βασιλικὸν κάρυον

3

.

17

.

8

πέττεται μᾶλλον τοῦ λεπτοκαρύου. βολβοὶ πεφθῆναι ῥᾴους οἱ δίσεφθοι.

3

.

17

.

9

ὠὰ τρομητὰ καὶ ῥοφητά, θρίδακες, ἴντυβοι, μαλάχη, κολοκύντη ἑφθή,

3

.

17

.

10

ὅταν μὴ διαφθαρῇ. οἱ γλυκεῖς οἶνοι τῶν αὐστηρῶν πέττονται μᾶλλον.

3

.

17

.

11

ἄμεινον δ’ εἰς τὴν πέψιν ἰστέον εἶναι τῶν ἐξίσης ὑγιεινῶν τὸ ἥδιον.

3

.

18

t

Ὅσα δύσπεπτα.

3

.

18

1,2

Αἴγεια, βόεια, ἐλάφεια· χειρίστη δ’ ἡ τῶν τράγων σὰρξ πρὸς

3

.

18

.

3

πέψιν, ἐφεξῆς δ’ ἡ τῶν κριῶν, εἶθ’ ἡ τῶν ταύρων. καὶ τὰ πρεσ‐ βυτικὰ δὲ τῶν ζῴων χείριστα, καὶ τῶν ὑῶν αὐτῶν οἱ γηράσαντες.

3

.

18

.

4

γαστὴρ δύσπεπτος, ἔντερα, μήτρα, καλλῶσον καὶ οἱ τῶν τελείων ζῴων

3

.

18

.

5

ὄρχεις, ἅπαν αἷμα, χῆνες πλὴν τῶν πτερῶν. φαττῶν, κιχλῶν, κοττύ‐ φων καὶ [ἡ] τῶν μικρῶν στρουθίων σκληροτέρα ἐστὶν ἡ σάρξ, καὶ ἔτι μᾶλλον τρυγόνος καὶ νήττης, καὶ πλέον ἡ τοῦ ταὼ καὶ ἡ τῶν ὠτίδων.

3

.

18

.

6

αἱ κοιλίαι πᾶσαι τῶν πτηνῶν δύσπεπτοι· ψευδῶς γὰρ ἐπαινοῦσιν ἔνιοι τὴν τοῦ στρουθοκαμήλου καὶ αἰθυίης ὥς τι φάρμακον πεπτικόν· οὔτε αὐταὶ γὰρ πέττονται ῥᾳδίως οὔτε ἄλλων σιτίων πεπτικόν εἰσι φάρ‐

3

.

18

.

7

μακον. κοχλίοι δύσπεπτοι, ὀξύγαλα, καὶ μάλιστα τοῖς ψυχρὰν ἔχουσι τὴν κοιλίαν, τυρὸς παλαιός· ὁ δὲ νέος καὶ μάλιστα ὀξυγαλάκτινος

3

.

18

.

8

καλλίων. πορφυρῶν καὶ κηρύκων καὶ τῶν ἄλλων ὀστρακοδέρμων τὰ

3

.

18

.

9

σκληρὰν ἔχοντα τὴν σάρκα δύσπεπτα. ἀστακοί, πάγουροι, καρκῖνοι, κάραβοι, καρίδες καὶ πάντα τὰ τοιαῦτα, πολύποδες, σηπίαι, τευθίδες, καὶ πάντα τὰ καλούμενα μαλακόδερμα, βάτοι, λειόβατοι, ῥῖναι, δρά‐ κοντες, κόκκυγες, γαλεώνυμοι, σκορπίοι, τράχουροι, τρίγλαι, ὀρφοί,
5γλαῦκοι, ζύγαιναι, σάλπαι, γόγγροι, φάγροι, λάμιαι, αἰετοί, ὠὰ ἑφθά,

3

.

18

.

10

ὀπτά, ταγηνιστά, πυροὶ ἑφθοί, ὁ καλούμενος τράγος. τὸ κρίμνον δυσ‐

3

.

18

.

11

πεπτότερον ἀλφίτου. τίφαι, βρόμος καὶ οἱ ἀπ’ αὐτῶν ἄρτοι, κύαμοι, ὦχροι, δόλιχοι, φάσιλοι, λάθυροι, ἄρακοι, ἐρέβινθοι, ὄρυζα, θέρμοι, μελίνη, κέγχρος, καὶ ὅσα τοιαῦτα, φακός, βῖκος, σήσαμον, ἐρύσιμον, κάστανα, βάλανοι, μῆλα καὶ ἄπια καὶ σῦκα καὶ οὖα πρὶν πεπανθῆναι,
5σταφυλαὶ ὀξεῖαι καὶ αὐστηραί, φοίνικες πάντες, κεράτια, κίτριον (εἰ δ’ ὡς φαρμάκῳ τις χρῷτο, τὸ ἔξωθεν αὐτοῦ συντελέσει πρὸς πέψιν,

3

.

18

.

12

ὥσπερ καὶ ἄλλα πολλὰ τῶν δριμέων), ὤκιμον, γογγυλὶς ἡ ὠμοτέρα, βολβοὶ οἱ ὠμότεροι, σταφυλῖνος, δαῦκος, κάρω καὶ πᾶσαι αἱ ῥίζαι τῶν λαχάνων καὶ αὐτὰ τὰ λάχανα πάντα πλὴν θρίδακος καὶ ἰντύβου. οἴνων

3

.

18

.

13

οἱ παχεῖς καὶ νέοι δύσπεπτοι. δύσπεπτον καὶ ὕδωρ πάνυ.

3

.

19

t

Ὅσα εὐστόμαχα καὶ ῥωστικά.

3

.

19

.

1

Φοίνικες οἱ αὐστηροί, μῆλα κυδώνια, ἐλαῖαι ἁλμάδες (ἐπιτηδειότεραι δ’ αἱ μετ’ ὄξους συντιθέμεναι), σταφίδες αἱ αὐστηραί, ἡ ἐν τοῖς στεμ‐

3

.

19

.

2

φύλοις ἀποτιθεμένη σταφυλή, τὸ βασιλικὸν κάρυον τοῦ λεπτοκαρύου

3

.

19

.

3

μᾶλλον, καὶ πολὺ πλέον σὺν ἰσχάσιν. τὰ ἀκανθώδη πάντα μετρίως ἐστὶν εὐστόμαχα· τουτέστι σκόλυμος, ἀτρακτυλίς, λευκάκανθα, δίψακος, κνῆκος, τραγάκανθα, ἀτραγὶς ἥ τε τιμωμένη μειζόνως ἢ προσήκει

3

.

19

.

4

κινάρα, σισάρου ἡ ῥίζα ἑφθή. τὸ γιγγίδιον παραπλήσιόν ἐστι τῷ σκάν‐ δικι· πάνυ δ’ ἐστὶν εὐστόμαχον καὶ ὠμὸν καὶ ἑφθὸν ἐσθιόμενον, μακρο‐

3

.

19

.

5

τέρας δ’ ἑψήσεως οὐκ ἀνέχεται. νάπυ, ῥάφανος, γογγυλίς, κάρδαμον, πύρεθρον καὶ ὁ βασιλικὸς ἀσπάραγος καὶ 〈ὁ ἕλειος καὶ〉 ὀξυμύρσινος

3

.

19

.

6

καὶ χαμαιδάφνης ὀξυακάνθης τε καὶ βρυωνίας. βολβοὶ εἰς ὄρεξιν

3

.

19

.

7

ἐπεγείρουσιν, κάππαρις ταριχευθεῖσα. κιτρίου τὸ ἐκτὸς ῥώννυσιν ἐν

3

.

19

.

8

φαρμάκου μοίρᾳ λαμβανόμενον. ὁ αὐστηρὸς οἶνος 〈ῥώννυσι στόμα

3

.

19

.

9

γαστρὸς καὶ〉 κοιλίαν μάλιστα κατὰ δυσκρασίαν θερμὴν πεπονθυῖαν. ὡς
δ’ ἐν φαρμάκοις ἀψίνθιον, ἀλόη.

3

.

20

t

Ὅσα κακοστόμαχα.

3

.

20

1,2

Ἀρκευθίδες δάκνουσι τὸν στόμαχον, κεδρίδες δὲ μᾶλλον. μαμαί‐

3

.

20

.

2

(2)

κυλον, ἀμάραντον, ἄγνου σπέρμα, τεῦτλα κακοστόμαχα, ὡς καὶ δηγμὸν

3

.

20

.

3

ἐμποιεῖν, ὅταν πλείονα βρωθῇ· λάπαθον ὁμοίως. ὤκιμον, γογγυλὶς ἡ ὠμοτέρα, βλίτον, ἀνδράφαξυς, εἰ μὴ μετ’ ὄξους καὶ γάρου καὶ ἐλαίου

3

.

20

4,5

προσφέροιτο. τῆλις ἀνατρέπει καὶ σήσαμον ὁμοίως. γάλα τοῖς μὲν

3

.

20

.

5

(2)

ψυχρὰν ἔχουσι τὴν κοιλίαν ὀξύνεται, τοῖς δὲ θερμὴν κνισοῦται· εἰκότως

3

.

20

.

6

οὖν βλαβερόν ἐστι καὶ τοῖς πυρέττουσιν. πλείονος εἴ τις τοῦ μέλιτος

3

.

20

.

7

προσενέγκαιτο, πρὸς ἔμετον ὁρμᾷ. πέπων μὴ καλῶς πεφθεὶς χολε‐ ρικοὺς ἀποτελεῖν εἴωθεν· καὶ γὰρ καὶ πρὶν διαφθαρῆναι εἰς ἔμετον ἐπιτήδειός ἐστι, καὶ πλεῖον βρωθείς, ἐὰν μή τις αὐτῷ τι τῶν εὐχύμων ἐδεσμάτων ἐπιφάγῃ, κινήσει πάντως ἔμετον· καὶ μηλοπέπων ὁμοίως.

3

.

20

.

8

ἐγκέφαλος πᾶς κακοστόμαχος καὶ ναυτιώδης, ὥσπερ καὶ ὁ τῶν ὀστῶν

3

.

20

.

9

μυελός. οἶνος ὁ μέλας καὶ αὐστηρὸς ῥᾳδίως ἀποξύνεται καὶ εἰς ἔμε‐

3

.

20

.

10

τον ὁρμᾷ, καὶ ὁ παχὺς καὶ νέος. ὡς ἐν φαρμάκοις ἀβρότονον, σέριφον, ἀφρόνιτρον.

3

.

21

t

Ὅσα κεφαλὴν βλάπτει.

3

.

21

1,2,3

Συκάμινα, βάτινα κεφαλαλγῆ, μαμαίκυλα, ἀρκευθίδες, κεδρίδες,

3

.

21

.

3

(2)

καννάβεως σπέρμα, μήου αἱ ῥίζαι, φοίνικες πάντες, εὔζωμα, τῆλις,

3

.

21

.

4

ἄγνου σπέρμα. ὁ κιρρὸς καὶ αὐστηρὸς οἶνος κεφαλαλγὴς καὶ γνώμης ἅπτεται μᾶλλον τοῦ μέλανος καὶ αὐστηροῦ· καὶ οἱ εὐώδεις δὲ κεφαλ‐ αλγεῖς· ὁ δ’ ὑδατώδης οὔτε κεφαλῆς οὔτε τῶν νεύρων ἅπτεται· ὁ δ’ ὀλιγοφόρος καὶ παύει τὰς κεφαλαλγίας τὰς γινομένας διὰ χυμοὺς

3

.

21

.

5

τοὺς ἐν γαστρί. γάλα οὐκ ἐπιτήδειον κεφαλῇ, εἰ μή τις ἰσχυρὰν ἔχοι

3

.

21

.

6

πάνυ. τὸ ἀπόβρεγμα τῶν στεμφύλων, ὃ καλοῦσι τρύγα, κεφαλαλγές,
καὶ ἡ ἐν τοῖς στεμφύλοις ἀποτιθεμένη σταφυλή.

3

.

22

t

Ὅσα ἄφυσα.

3

.

22

.

1

Πισσοί, φασίολοι, κύμινον, λιγυστικοῦ ἡ ῥίζα καὶ τὸ σπέρμα, ἄγνου σπέρμα, καννάβεως ὁ καρπός, κύαμοι φρυγέντες, βολβοὶ οἱ ἐπὶ πλέον ἢ καὶ δὶς ἑψηθέντες ἐν ἐλαίῳ ἢ γάρῳ μετ’ ὄξους ἐσθιόμενοι, μέλι τὸ

3

.

22

2,3

ἀπαφρισθέν. ὀξύμελι φύσας καταρρήγνυσιν. ἄρτοι κρίθινοι, ὅπως ἂν

3

.

22

.

4

σκευασθῶσιν, ἥκιστα φυσώδεις εἰσίν. μέσοι δ’ ὑπάρχουσι τῶν ἀφύσων τε καὶ φυσωδῶν φάσιλοι, λάθυροι, ὦχροι, ἄρακοι.

3

.

23

t

Ὅσα φυσώδη.

3

.

23

.

1

Ἐρέβινθοι, θέρμοι, φάσιλοι, ὦχροι, μελίνη, κέγχρος, καὶ ὅσα τοι‐

3

.

23

.

2

αῦτα. τῶν κυάμων δὲ τοῦ ἔτνους φυσώδους ὄντος, ἔτι μᾶλλον, ὅτε

3

.

23

.

3

ὁλοκλήρους τις αὐτοὺς ἢ ὁπωσοῦν ἄλλως ἑψήσας χρῷτο. ἡ μᾶζα ἐξ ἀλφίτων φυσώδης· φυραθεῖσα δὲ καὶ τριφθεῖσα μέχρι πλείονος δια‐

3

.

23

.

4

χωρεῖ μᾶλλον κάτω, καὶ μάλιστα μέλιτος προσλαβοῦσα. ζύθος, ὀποὶ πάντες, καὶ μᾶλλον ὁ Κυρηναϊκός, σατύριον, σιλφίου ὀπὸς καὶ ἡ ῥίζα.

3

.

23

.

5

σύκων ὀλιγοχρόνιος ἡ φῦσα γίνεται διὰ τὸ ὑπέρχεσθαι ῥᾳδίως· τὰ δ’ ἀκριβῶς πέπειρα ἐγγύς ἐστι τοῦ μηδ’ ὅλως βλάπτειν ὁμοίως ταῖς

3

.

23

.

6

ἰσχάσιν. οἱ χλωροὶ φοίνικες φυσώδεις εἰσὶν ὥσπερ τὰ σῦκα· γογγυλὶς

3

.

23

7,8

ἡ ὠμοτέρα. γάλα ῥᾳδίως ἐν τῇ γαστρὶ πνευματοῦται. βολβοὶ οἱ

3

.

23

.

9

ὠμότεροι, μέλι τὸ μὴ τελέως ἑψηθέν. οἱ γλυκεῖς 〈οἶνοι φῦσαν βρα‐ δύπορον γεννῶσιν· οἱ δὲ γλυκεῖσ〉 ἅμα καὶ αὐστηροὶ οὔτε ἀναδιδόμενοι οὔτε ὑπερχόμενοι, ἀλλ’ ἐπὶ πλέον μένοντες ἐν τῇ ἄνω γαστρί, πνευμα‐ τοῦσι ταύτην· γλεῦκος φυσῶδές ἐστιν.

3

.

24

t

Ὅσα ῥύπτει, τέμνει, ἐκφράττει.

3

.

24

.

1

Πτισάνη ῥύπτει, τῆλις, μηλοπέπων, σταφίδες αἱ γλυκεῖαι, κύαμοι,
ἐρέβινθοι, καὶ μᾶλλον οἱ μέλανες, οἳ καὶ τοὺς ἐν νεφροῖς λίθους θρύ‐

3

.

24

.

2

πτουσιν ἐναργῶς. κάππαρις λεπτομερὴς ἱκανῶς ἐστιν· ἡ γοῦν ταρι‐ χευθεῖσα ἀπορρύπτει τε καὶ ὑπάγει τὸ κατὰ τὴν γαστέρα φλέγμα καὶ τὰς κατὰ σπλῆνα καὶ ἧπαρ ἐμφράξεις καθαίρει· χρῆσθαι δ’ εἰς ταῦτα προσήκει αὐτῇ δι’ ὀξυμέλιτος ἢ ὀξελαίου πρὸ τῶν ἄλλων ἁπάν‐

3

.

24

.

3

των σιτίων. ὁ ἐν τοῖς τεύτλοις χυμὸς ῥυπτικός ἐστι καὶ τὰς κατὰ τὸ ἧπαρ ἐμφράξεις λύει, καὶ μᾶλλον ὅταν μετὰ νάπυος ἢ ὄξους ἐσθίηται·

3

.

24

4,5

ὁμοίως λάπαθον. ἀκαλήφη λεπτομερῆ δύναμιν ἔχει. ἄρου καὶ ἀσφο‐

3

.

24

.

5

(2)

δέλου ῥίζαι καὶ βολβοὶ δύναμιν ἔχουσι λεπτυντικήν τε καὶ ἐκφρακτι‐ κήν· διὸ καὶ τὸν ἀσπάραγον τοῦ ἀσφοδέλου τοῖς ἰκτεριῶσι διδόασί

3

.

24

.

6

τινες ὡς μέγιστον ἴαμα. κρόμμυα καὶ σκόρδα καὶ πράσα καὶ ἀμπελό‐ πρασα λεπτύνει καὶ τέμνει τοὺς ἐν τοῖς σώμασι παχεῖς καὶ γλίσχρους χυμούς· ἑψηθέντα μέντοι δὶς ἢ καὶ τρὶς ἀποτίθεται μὲν τὴν δριμύτητα,

3

.

24

.

7

λεπτύνει δ’ ὁμοίως ἔτι. τὸ ὀρῶδες τοῦ γάλακτος λεπτύνει πάχος

3

.

24

.

8

χυμῶν. σῦκα ῥύπτει· διὸ καὶ ψαμμώδη πολλὰ τοῖς νεφριτικοῖς ἐπὶ ταῖς

3

.

24

.

9

ἐδωδαῖς αὐτῶν ἐκκρίνεται. ἰσχάδες λεπτύνουσι καὶ τέμνουσιν, ὅθεν

3

.

24

.

10

καὶ νεφροὺς ἐκκαθαίρουσιν. ἀρκευθίδες ἐκκαθαίρουσι τὰ καθ’ ἧπαρ καὶ

3

.

24

.

11

νεφροὺς καὶ λεπτύνουσι τοὺς παχεῖς καὶ γλίσχρους χυμούς. ἀμύγδαλα ῥύπτει καὶ λεπτύνει καὶ καθαίρει τε τὰ σπλάγχνα καὶ τὰς ἐκ θώρακος

3

.

24

.

12

καὶ πνεύμονος ἀναπτύσεις τῶν ὑγρῶν ἐργάζεται. πιστάκια χρήσιμα εἰς εὐρωστίαν ἥπατος καὶ κάθαρσιν τῶν ἐμπεφραγμένων κατὰ τὰς διεξ‐

3

.

24

13,14

όδους αὐτοῦ χυμῶν. ῥαφανὶς λεπτομεροῦς ἐστι δυνάμεως. τὸ μέλι

3

.

24

.

14

(2)

λεπτομερέστατόν ἐστι τὸ γεννώμενον ἐκ θερμῶν καὶ ξηρῶν φυτῶν· διὸ καὶ τὸ μελίκρατον ἐπιτήδειόν ἐστι πρὸς τὴν 〈τῶν〉 πτυάλων

3

.

24

.

15

ἀναγωγήν. ὀξύμελι τὰ μὴ παντάπασι γλίσχρα καὶ παχέα ῥᾳδίως ἀνάγει καὶ τὰ σπλάγχνα ἀλύπως διακαθαίρει· πάνυ δ’ ὠφελεῖ καὶ τὰ κατὰ

3

.

24

.

16

θώρακα καὶ πνεύμονα πάθη. τοῖς παχὺν ἠθροικόσι χυμὸν οἱ λεπτοὶ τῶν οἴνων χρήσιμοι· ἐὰν δὲ καὶ ψυχροὶ τυγχάνωσιν οἱ χυμοί, οἱ λεπτοὶ καὶ παλαιοὶ μετὰ δριμύτητος· ὁ δ’ ὑδατώδης οἶνος ἐπιτήδειός ἐστιν
εἰς τὴν τῶν ἐκ πνεύμονος ἀναγωγήν, ῥωννὺς καὶ τοὺς χυμοὺς ὑγραί‐
5νων καὶ τέμνων μετρίως· καὶ ὁ γλυκὺς δ’ ἐν τοῖς ὀξέσι νοσήμασιν εἰς ἀνάπτυσιν ἐπιτήδειος, ἤδη πεπεμμένης τῆς περιπνευμονίας καὶ πλευ‐ ρίτιδος.

3

.

25

t

Ὅσα ἐμφράττει.

3

.

25

.

1

Γάλα τὸ μὲν ὀροῦ πλεῖστον ἔχον ἀκινδυνότατόν ἐστι, κἂν διὰ παντὸς αὐτῷ τις χρῷτο· τὸ δ’ ὀλίγον μὲν ἔχον τούτου, πολὺ δὲ τοῦ τυρώδους, οὐκ ἀσφαλές ἐστι τοῖς ἐν αὐτῷ πλεονάζουσιν· βλάπτει μὲν γὰρ καὶ νεφρούς, ὅσοι γε ἐπιτηδείως ἔχουσιν εἰς λίθου γένεσιν, ἐμ‐
5φράξεις δὲ καὶ καθ’ ἧπαρ ἐργάζεται τοῖς ἑτοίμως παθεῖν δυναμένοις.

3

.

25

.

2

ἰσχάδες ἥπατι καὶ σπληνὶ φλεγμαίνουσι βλαβεραί, καθάπερ τὰ σῦκα, οὐ κατ’ ἰδίαν τινὰ δύναμιν ἐξαίρετον, ἀλλὰ τῷ κοινῷ λόγῳ πάντων τῶν γλυκέων (πάντα γὰρ τὰ γλυκέα βλάπτει σπλῆνα καὶ ἧπαρ)· ἐμφραττο‐ μένοις δὲ καὶ σκιρρουμένοις αὐταὶ μὲν καθ’ ἑαυτὰς οὐδὲν οὔτε εἰς
5ὠφέλειαν οὔτε εἰς βλάβην ἐργάζονται μέγα, μιγνύμεναι δὲ τοῖς τέμνουσι

3

.

25

.

3

καὶ ῥύπτουσι φαρμάκοις οὐ σμικρὸν ὄφελός εἰσιν. τὸ μελίκρατον ἀν‐ επιτήδειον οἷς εἰς ὄγκον ἤρθη τὰ σπλάγχνα σκιρρούμενα καὶ οἰδισκό‐ μενα καὶ φλεγμαίνοντα, ταχέως τοῦ μέλιτος εἰς χολώδη χυμὸν μετα‐

3

.

25

.

4

βάλλεσθαι πεφυκότος. μήκωνος σπέρμα ἐπισχετικόν ἐστι τῶν ἐκ θώ‐

3

.

25

.

5

ρακος. οἱ λιπαροὶ καὶ γλυκεῖς φοίνικες ἐμφρακτικοί, καὶ μᾶλλον οἱ

3

.

25

.

6

χλωροί. πάντα δ’ ὅσα δι’ ἰτρίων καὶ σεμιδάλεως σκευάζεται, ἐμ‐ φρακτικὰ καὶ σπληνὸς αὐξητικὰ καὶ λίθων ἐν νεφροῖς ποιητικά· ὁμοίως

3

.

25

.

7

καὶ ἄλευρον πυροῦ μετὰ γάλακτος. καὶ χόνδρος δ’ ἀνεπιτήδειος τοῖς τε τὸ ἧπαρ εὐέμφρακτον ἔχουσι καὶ τοῖς τοὺς νεφροὺς πρὸς λίθων

3

.

25

.

8

γένεσιν ἐπιτηδείους. οἶνος ὁ γλυκὺς ἐμφράττει καὶ τοὺς ὄγκους τῶν σπλάγχνων αὐξάνει.

3

.

26

t

Ὅσα βραδύπορα.

3

.

26

.

1

Πάντα ὅσα δι’ ἰτρίων καὶ σεμιδάλεως σκευάζεται, βραδύπορα.

3

.

26

.

2

κύαμοι φρυγέντες, οἱ καθαροὶ τῶν ἄρτων, φακὴ τοῦ λέπους ἀφῃρη‐ μένη, ἐγκέφαλος, νωτιαῖος, ἧπαρ, καρδία, πυρίεφθος, ὠὰ ἑφθά, καὶ

3

.

26

.

3

μᾶλλον ὀπτά, καὶ ἔτι μᾶλλον ταγηνιστά, θέρμοι, φάσιλοι, πισσοί, σήσα‐
μον, ἐρύσιμον, βάλανοι, μῆλα καὶ ἄπιοι μηδέπω πέπειρα, κεράτια, οἶνος γλυκύς, καὶ μᾶλλον ὁ αὐστηρὸς μέλας ἄνευ γλυκύτητος, καὶ ὁ

3

.

26

.

4

παχὺς καὶ νέος πᾶς. καὶ ὕδωρ πάνυ βραδύπορον.

3

.

27

t

Ὅσα εὔφθαρτά ἐστιν.

3

.

27

1,2

Περσικά, ἀρμένια καὶ πραικόκκια· καὶ πᾶσι δὲ τοῖς ὡραίοις ἐδέ‐

3

.

27

.

2

(2)

σμασιν, ὅσα ταῖς κράσεσίν ἐστιν ὑγρά, συμβέβηκε φθείρεσθαι κατὰ γα‐ στέρα, ὅταν μὴ φθάσῃ ταχέως ὑπελθεῖν· διόπερ προεσθίειν αὐτὰ χρὴ τῶν ἄλλων· οὕτως γὰρ αὐτά τε ταχέως ὑπέρχεται καὶ τοῖς ἄλλοις
5ποδηγεῖ· ταῦτα δ’ ὕστατα βρωθέντα συνδιαφθείρει καὶ τἄλλα.

3

.

28

t

Ὅσα δύσφθαρτα.

3

.

28

.

1

Τὰ μικρὰ χημία, πορφύραι, κήρυκες, ὅσα τε ἄλλα τῶν ὀστρα‐ κοδέρμων σκληρὰν ἔχει τὴν σάρκα, διδόαμεν τοῖς διαφθείρουσι τὴν τροφὴν ὑπὸ κακοχυμίας, ἑψῶντες δὶς καὶ τρὶς ἐν ὕδατι καλλίστῳ, μετατιθέντες εἰς τὸ καθαρόν, ὅταν ἤδη τὸ πρότερον ἁλμυρὸν φαίνηται.

3

.

28

.

2

καὶ ἀστακοὶ δὲ καὶ πάγουροι καὶ καρκῖνοι τε καὶ κάραβοι καὶ καρίδες, ὅσα τε ἄλλα τοιαῦτα δύσφθαρτον ἔχει τὴν σάρκα παραπλησίως τοῖς σκληροσάρκοις τῶν ὀστρακοδέρμων.

3

.

29

t

Ὅσα ὑπάγει γαστέρα.

3

.

29

.

1

Φακὴ καὶ κράμβη καὶ τῶν θαλαττίων σχεδὸν ἁπάντων τὰ ὀστρα‐ κόδερμα καλούμενα σύνθετον ἔχει τὴν φύσιν ἐξ ἐναντίων δυνάμεων· αὐτὸ μὲν γὰρ τὸ στερεὸν ἑκάστου σῶμα βραδύπορόν ἐστι καὶ σταλτικὸν τῆς γαστρός, ἡ δ’ ὑγρότης ἐρεθίζει πρὸς ἔκκρισιν· εἴ τις οὖν καθεψήσας
5φακὴν ἢ κράμβην ἤ 〈τι〉 τῶν θαλαττίων ζῴων ὧν εἶπον, εἶθ’ ἡδύνας τὸ ἀφέψημα δι’ ἐλαίου καὶ γάρου καὶ πεπέρεως, ἔπειτα δοίη πιεῖν

3

.

29

.

2

ὅτῳ βούλεται, θεάσεται διαχωροῦσαν ἐπὶ τῷ πόματι τὴν κοιλίαν. καὶ τῶν θαλαττίων οὖν ἐχίνων καὶ τῶν κογχαρίων πάντων οἱ ζωμοὶ καὶ

3

.

29

.

3

τῶν παλαιῶν ἀλεκτρυόνων ὑπάγουσιν. τὴν δὲ κράμβην ὑπαγαγεῖν βουλόμενοι, πλησίον κειμένης τῆς κακκάβης μετὰ τοῦ ὕδατος, ἐν ᾧπερ
ἂν ἡψημένη τύχῃ, ἀνασπῶντες εὐθέως ἐμβάλλομεν τῷ γαρελαίῳ· χρὴ

3

.

29

.

4

δὲ μὴ πάνυ καθεψεῖν αὐτήν. ἄρτοι πιτυρῖται ὑπάγουσι διά τε τὸ ἐν τῇ γαστρὶ πολὺ ποιεῖν περίττωμα καὶ διὰ τὸ ῥυπτικῆς δυνάμεως μετ‐

3

.

29

.

5

έχειν τὸ πίτυρον. τήλεως χυλὸς ἑψηθεὶς μετὰ μέλιτος καὶ λαμβανό‐ μενος ἐπιτήδειός ἐστιν ὑπάγειν ἅπαντας τοὺς ἐν τοῖς ἐντέροις μοχθη‐ ροὺς χυμοὺς καὶ τῷ ῥυπτικῷ παρορμᾶν τὸ ἔντερον ἐπὶ τὴν ἔκκρισιν· ὀλίγον δ’ εἶναι χρὴ τὸ μιγνύμενον αὐτῷ μέλι, μή πως γένηται δακνῶ‐

3

.

29

.

6

δες. ἐλαῖαι ἁλμάδες ὑπάγουσι γαστέρα μετὰ γάρου πρὸ τῶν σιτίων

3

.

29

.

7

ἐσθιόμεναι. ὥσπερ τοῖς ὀστρακοδέρμοις, οὕτω καὶ τοῖς κοχλίαις χυμός ἐστιν ὑπακτικὸς γαστρός, καὶ διὰ τοῦτό τινες ἀρτύοντες αὐτοὺς δι’ ἐλαίου καὶ γάρου καὶ οἴνου τῷ γενομένῳ ζωμῷ χρῶνται πρὸς δια‐

3

.

29

.

8

χώρησιν. γάλα τὸ μὲν ὑγρότερον ὑπάγει μᾶλλον, τὸ δὲ παχύτερον

3

.

29

.

9

ἧττον. ὁ δ’ ὀρὸς τοῦ γάλακτος σφοδρῶς λαπάττει· ἐμβάλλειν δ’ αὐτῷ χρὴ μέλιτος ἀρίστου τοσοῦτον ὅσον ἡδῦναι χωρὶς ἀνατροπῆς στομάχου, κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τῶν ἁλῶν ὅσον μὴ λυπῆσαι τὴν γεῦσιν· εἴ γε μὴν μᾶλλον ὑπάγειν ἐθέλοις αὐτόν, ὡς πλεῖστον ἔμβαλλε τῶν

3

.

29

.

10

ἁλῶν. τὰ τῶν πάνυ νέων ζῴων κρέα ῥᾷον ὑπέρχεται κατὰ γαστέρα, καὶ τὰ ἄκρεα αὐτῶν ὁμοίως. τῶν σελαχίων νάρκη τε καὶ τρυγὼν ὑπέρ‐

3

.

29

11,12

χονται μετρίως· 〈μαλάχη μετρίως.〉 τεῦτλον, λάπαθον, ἀκαλήφη ὅ τε

3

.

29

.

12

(2)

νεοπαγὴς τυρὸς μετὰ μέλιτος, ἀτράφαξυς, βλίτον, κολοκύντη, πέπονες, μηλοπέπονες, σῦκα, ἰσχάδες, σταφυλαὶ γλυκεῖαι, καὶ μάλιστα ὅταν ὦσιν

3

.

29

.

13

ὑγραί. συκάμινα καθαρᾷ μὲν ἐμπεσόντα γαστρὶ καὶ πρῶτα ληφθέντα διεξέρχεται τάχιστα καὶ τοῖς σιτίοις ὑφηγεῖται· δεύτερα δ’ ἐφ’ ἑτέροις ἢ καὶ μοχθηρὸν εὑρόντα χυμὸν ἐν αὐτῇ, διαφθείρεται τάχιστα ταῖς

3

.

29

.

14

κολοκύνταις ὁμοίως. τὸ ὑγρὸν ἔτι κάρυον πρὸς διαχώρησιν ἐπιτήδειον, ἀλλὰ καὶ τῶν ἤδη ξηρῶν προαποβεβρεγμένων ἐν ὕδατι παραπλησία

3

.

29

.

15

γίνεται τοῖς χλωροῖς ἡ δύναμις. κοκκύμηλα ὑπάγει· τὰ δὲ ξηρὰ αὐτῶν μελικράτῳ βεβρεγμένα πλέον ἔχοντι μέλιτος ἱκανῶς λαπάττει γαστέρα, κἂν μόνα τις αὐτὰ φάγῃ, καὶ πολὺ μᾶλλον, ἐὰν ἐπιρροφήσῃ τοῦ μελι‐ κράτου· πρόδηλον δ’ ὅτι συντελεῖ γαστρὸς ὑπαγωγῇ μετὰ τὴν προσ‐
5φορὰν αὐτῶν ἐπιπιεῖν οἴνου γλυκέος καὶ διαλιπεῖν τινα χρόνον, οὐκ

3

.

29

16,17

εὐθέως ἀριστᾶν. μόρα, κεράσια, πραικόκκια, περσικὰ καὶ πάντα τὰ

3

.

29

.

17

(2)

ὑγρὰ καὶ ὑδατώδη, καὶ ὅλως ὅσα μηδεμίαν ἰσχυρὰν ἔχειν φαίνεται ποιότητα τοῖς γευομένοις ἢ ὀσμωμένοις αὐτῶν, ἐὰν μὲν ἐπιτηδείως ἡ γαστὴρ ἔχῃ πρὸς τὴν κάτω διαχώρησιν, ὑπέρχεται ῥᾳδίως, εἰ δὲ μή,
5μένει καὶ αὐτὰ μετέωρα, μηδὲν εἰς ἔκκρισιν αὐτὴν ὠφελοῦντα διὰ τὸ

3

.

29

.

18

μηδεμίαν ὑπάρχειν δριμεῖαν ἢ νιτρώδη ποιότητα. καὶ μέση πώς ἐστιν ἡ τοιαύτη τῶν ἐδεσμάτων ὕλη τῆς τε τῶν προτρεπόντων τὴν γαστέρα καὶ τῶν ἐπεχόντων, βραχύ τι ῥέπουσα πρὸς τὸ ἕτερον, ὅταν γε μὴ πάνυ τύχῃ νωθρᾶς γαστρὸς εἰς ἀπόκρισιν ἢ ἰσχυρᾶς εἰς ἀνάδοσιν·
5ἐνίοτε γὰρ ἐπέχει γαστέρα διὰ τοῦτο καὶ τὸ μελίκρατον οἷς ἀναδίδο‐ σθαι φθάνει ταχέως· τότε γὰρ οὐ 〈μόνον οὐ〉 προτρέπει τὴν γαστέρα πρὸς ἔκκρισιν, ἀλλὰ καὶ τοῖς μιχθεῖσι σιτίοις εἰς ἀνάδοσιν ὑφηγεῖται· εἰ δὲ μὴ φθάσειεν ἀναδοθῆναι ταχέως, ἐρεθίζει πρὸς ἔκκρισιν, ἔχον τι

3

.

29

.

19

δριμύ. καὶ μόνον αὐτὸ 〈τὸ μέλι〉 εἴ τις μὴ ἀφεψήσας ἐκλείχοι, καλῶς

3

.

29

.

20

ὑπάγει. τὸ ἐπ’ ὀλίγον ἢ μηδ’ ὅλως ἑψηθὲν μελίκρατον ὑπέρχεσθαι

3

.

29

21,22

φθάνει πρὶν ἀναδοθῆναι. τὸ ὀξύμελι ξέει τὸ ἀσθενὲς ἔντερον. οἶνος

3

.

29

.

22

(2)

γλυκὺς συλλαμβάνει τι βραχὺ τῇ κατὰ γαστέρα διεξόδῳ· γλεῦκος ὑπάγει.

3

.

30

t

Ὅσα ἐπέχει γαστέρα.

3

.

30

.

1

Φοίνικες οἱ αὐστηροί, σταφίδες αἱ αὐστηραί, συκάμινα, βάτινα (ὁ δὲ τῶν κυνοσβάτων καρπὸς μᾶλλον), μύρτα, ἄγρια κοκκύμηλα, ἃ προῦμνα

3

.

30

.

2

καλοῦσιν. μῆλα τὰ μὲν στύφοντα ἐπέχει, τὰ δ’ ὀξέα παχὺν μὲν εὑρόντα χυμὸν ἐν τῇ γαστρὶ τέμνοντα τοῦτον, ὑπάγει καὶ διὰ τοῦτο ὑγραίνει τὰ διαχωρήματα, καθαρὰν δ’ εὑρόντα τὴν κοιλίαν ἐπέχει μᾶλλον αὐτήν· τὰ δὲ γλυκὺν ἔχοντα χυμὸν ἄνευ μὲν δριμύτητος
5ἀναδίδοται μᾶλλον, μετὰ δριμύτητος δ’ ὑπέρχεται· τὰ δ’ ὑδατώδη καὶ

3

.

30

.

3

ἄποια ἀηδῆ τέ ἐστι καὶ οὐδὲν ὠφέλιμον ἔχοντα. ὅσα δ’ ἐπὶ μήλων

3

.

30

.

4

εἴρηται, ταῦτα καὶ ἐπὶ ῥοιῶν καὶ ἀπίων εἰρῆσθαι νόμιζε. εἰ προεψήσας τις τὸ γάλα τὸν ὀρὸν ἐκδαπανήσειεν, οὐδ’ ὅλως ὑπάγει· κοχλάκων δὲ διαπύρων τοσούτων ἐμβληθέντων ὡς ἐκδαπανῆσαι τὸν ὀρόν, ἐπέχει τὸ οὕτω σκευασθέν, καὶ δίδομέν γε αὐτὸ τοῖς ὑπὸ δριμέων δακνομένοις
5περιττωμάτων τὰ κατὰ τὴν γαστέρα· τῶν κοχλάκων δ’ οὐχ ἧττον, ἀλλὰ καὶ μᾶλλον, ἐμβαλλόμενοι κυκλίσκοι σιδηροῖ διάπυροι ταὐτὸν
ἐργάζονται· τυροῦταί γε μὴν ῥᾳδίως ἐν τῇ γαστρὶ τὸ οὕτω σκευασθὲν γάλα· διὸ καὶ μίγνυμεν αὐτῷ μέλιτός τε καὶ ἁλῶν· ἀσφαλέστερον δὲ καὶ ὕδατος ἐπεγχεῖν. καὶ μὴ θαυμάσῃς, εἰ τὸν ὀρὸν ἐκδαπανήσαντες
10αὖθις ὕδατος ἐπεγχέομεν· οὐ γὰρ τὴν ὑγρότητα τοῦ ὀροῦ φεύγομεν,

3

.

30

.

5

ἀλλὰ τὴν δριμύτητα, καθ’ ἣν ὑπάγει τὴν γαστέρα. ἀστακοί, πάγουροι, καρκῖνοι, καρίδες, κάραβοι, ὅσα τε ἄλλα τοιαῦτα τῶν μαλακοστράκων ἐλάττω μὲν τῶν ὀστρακοδέρμων, ἔχει δ’ οὖν καὶ αὐτὰ τὸν ἁλυκὸν χυμόν, ὃν ἐὰν ἐναπόθηται τῷ ὕδατι, ὥσπερ τῶν ὀστρέων καὶ τῶν

3

.

30

.

6

ἄλλων [τῶν] ὀστρακοδέρμων, ἡ σὰρξ ἐπισχετικὴ γίνεται γαστρός. καὶ φακὴ δὲ καὶ κράμβη δίσεφθοι γενόμεναι καὶ τὸν χυμὸν ἀποθέμεναι γαστρὸς ἐφεκτικαὶ γίνονται· καὶ ξηρᾶναι βουληθέντες ὑγρὰν γαστέρα, ὅταν ἤδη μετρίως ἡψῆσθαι δοκῇ ἡ κράμβη, τὸ πρότερον ὕδωρ ἀπο‐
5χέοντες ἐμβαλοῦμεν εὐθέως ἐν ἑτέρῳ θερμῷ, κἄπειτα πάλιν ἐν ἐκείνῳ καθεψήσομεν ὡς τακερὰν γενέσθαι· χρὴ δὲ μήτε ἀέρος μήτε ὕδατος ψυχροῦ ψαύειν τὸ δὶς ἑψώμενον· οὐκέτι γὰρ ἀκριβῶς γίνεται τακερόν,

3

.

30

.

7

οὐδ’ ἂν ἐπὶ πλεῖστον ἑψῇς. ἀφαιρεθεῖσα δ’ ἡ φακὴ τοῦ λέμματος τὸ ἰσχυρῶς στυπτικὸν ἀπόλλυσι καὶ οὐχ ὁμοίως ξηραίνει τὰ κατὰ τὴν γαστέρα ῥεύματα· εἰ μέντοι πτίσας αὐτὴν καὶ δὶς ἑψήσας ἀποχέοις τὸ πρότερον ὕδωρ, εἶτ’ ὀλίγον ἁλῶν ἢ γάρου μίξας ἐμβάλλοις τι τῶν
5ἐφεκτικῶν γαστρὸς ἄχρι τοῦ μὴ λυπῆσαι τὴν γεῦσιν, ἥδιστόν τε καὶ

3

.

30

.

8

ὠφελιμώτατον ἐργάσῃ φάρμακόν τε καὶ σιτίον. ἄλφιτα δι’ οἴνου

3

.

30

.

9

αὐστηροῦ ποθέντα ξηραίνει. ὄρυζα ἐπέχει, ἔλυμος ἤτοι μελίνη, κέγ‐ χρος, ταγηνιστά, λάγεια κρέα, οἶνος ὁ αὐστηρὸς καὶ 〈μέλας ἄνευ γλυ‐ κύτητος καὶ ὁ λευκὸς καὶ αὐστηρὸς καὶ〉 ὁ κιρρὸς καὶ αὐστηρός.

3

.

31

t

Ὅσα θερμαίνει.

3

.

31

.

1

Πυροὶ ἑφθοὶ καὶ οἱ ἀπ’ αὐτῶν ἄρτοι, τίφη, βρόμος, τῆλις, ἀρ‐ κευθίδες, οἱ γλυκεῖς φοίνικες, μῆλα τὰ γλυκέα, σήσαμον, ἐρύσιμον (διὸ

3

.

31

.

2

καὶ διψώδη), καννάβεως σπέρμα, αἱ γλυκεῖαι τῶν σταφυλῶν (διὸ καὶ

3

.

31

.

3

διψώδεις), αἱ γλυκεῖαι σταφίδες, μαλάχαι μετρίως, σέλινον, σμύρνιον,

3

.

31

.

4

εὔζωμον, ῥάφανος, γογγυλίς, ῥαφανίς, νάπυ, κάρδαμον, πύρεθρον δριμέα

3

.

31

5,6

καὶ θερμά. σταφυλῖνος, δαῦκος, κάρω θερμαίνει σαφῶς. σκόρδον,

3

.

31

.

6

(2)

κρόμμυον, πράσον, ἀμπελόπρασον ἱκανῶς ἐστι δριμέα· ἑψηθέντα δὲ δὶς

3

.

31

.

7

ἢ καὶ τρὶς ἀποτίθεται τὴν δριμύτητα. τυρὸς παλαιὸς θερμὸς καὶ διὰ

3

.

31

.

8

τοῦτο διψώδης. οἶνος ὁ γλυκὺς μετρίως θερμός (διὸ καὶ διψώδης), ὁ δὲ κιρρὸς θερμότερος τοῦ μέλανος· ὁ δὲ ξανθὸς θερμότατός ἐστιν ἄκρως, εἶθ’ ὁ κιρρός, εἶθ’ ὁ ἐρυθρός, εἶθ’ ὁ γλυκύς, εἶθ’ ὁ λευκὸς ἁπάντων ἧττον θερμαίνει· ὁ παλαιότατος δ’ ἱκανῶς θερμός.

3

.

32

t

Ὅσα ψύχει.

3

.

32

.

1

Κριθὴ κατὰ πάντας τρόπους τῆς χρήσεως, κέγχρος, ἔλυμος, ὕδνα, κολοκύντη ἑφθή, πέπονες, μηλοπέπονες, σίκυοι, κοκκύμηλα, αἱ αὐστηραὶ

3

.

32

.

2

καὶ ὀξεῖαι σταφυλαὶ καὶ αἱ αὐστηραὶ τῶν σταφίδων. τὰ μὲν στύφοντα μῆλα ψυχρὸν ἔχει καὶ γεώδη τὸν χυμόν, τὰ δ’ ὀξέα ψυχρὸν καὶ λεπτο‐ μερῆ· ῥέπει δὲ πρὸς τὸ ψυχρὸν καὶ τὰ τελέως ἄποια καὶ οἷον ὑδα‐

3

.

32

3,4

τώδη. τὰ αὐτὰ περὶ ἀπίων καὶ ῥοιῶν ὑπολάμβανε. οὐκ ὀλίγοι δ’

3

.

32

.

4

(2)

εἰσὶ καὶ ἄλλοι τῶν δένδρων καρποὶ ψύχοντες, καὶ μάλιστα ὅσους οὐδ’

3

.

32

.

5

εἰς ἀπόθεσιν ἀγαγεῖν ἔστιν. οἱ στύφοντες φοίνικες ψυχρὸν ἔχουσι χυμόν· θρίδαξ, ἴντυβοι μετριώτερον, ἀνδράχνη, μήκωνος σπέρμα· τοῦτο καὶ ὑπνωτικόν ἐστιν, εἰ δὲ πλέον ληφθείη, καὶ καταφορικόν· ὠφελεῖ δὲ τοὺς ἀπὸ κεφαλῆς λεπτῷ ῥεύματι καταρροϊζομένους· βέλτιον δ’ ἐστὶ

3

.

32

.

6

τὸ λευκότερον. μύρτα ψύχει μὲν ἅμα στύψει, ἔχει δέ τι καὶ δριμύ‐

3

.

32

7,8,9

τητος. στρύχνος δραστήριον ψῦξιν στύφουσαν ἔχει. ὕδωρ, ὑδατώδης

3

.

32

.

9

(2)

οἶνος οὐ σαφῶς θερμαίνει· διὸ καὶ τοῖς πυρέττουσιν ἀκινδυνότερον

3

.

32

.

10

δίδοται. οἶνος ὁ λευκὸς καὶ αὐστηρὸς 〈ἥκιστα ὡς ἐν οἴνοις θερμαίνει, ὁ δὲ λευκὸς ἅμα καὶ αὐστηρὸσ〉 καὶ παχὺς καὶ νέος αἰσθητῶς ψύχει.

3

.

32

.

11

〈ψύχει δὲ〉 καὶ τὸ ὄξος· λεπτομερὲς δ’ ὑπάρχει· διὸ καὶ τὰ νεῦρα

3

.

32

.

12

πλέον τῶν ἄλλων ψυχόντων βλάπτει διαδυόμενον εἰς βάθος. μέσα δέ πως τῶν θερμαινόντων καὶ ψυχόντων ἐστὶν ἄρτοι πλυτοί, ἄμυλον, αἱ οἰνώδεις τῶν σταφυλῶν.

3

.

33

t

Ὅσα ξηραίνει.

3

.

33

.

1

Φακή, κράμβη παραπλησίως ἀλλήλοις ξηραίνουσι καὶ διὰ τοῦτο
τὴν ὄψιν ἀμβλύνουσι, πλὴν εἰ τύχοι ποτὲ ὑγρότερος ὢν ὁ σύμπας

3

.

33

.

2

ὀφθαλμός· ἧττον δὲ τῆς κράμβης ὁ ἀσπάραγος αὐτῆς ξηραίνει. τῶν δ’ ἄλλων λαχάνων ξηρότερος ὁ καυλός ἐστιν· ἔμπαλιν δὲ ῥαφανίδος καὶ γογγυλίδος νάπυός τε καὶ καρδάμου καὶ πυρέθρου καὶ πάντων

3

.

33

.

3

ὅσα δριμέα τὸν ἀσπάραγον 〈ὑγρότερον〉 εἶναι συμβέβηκεν. ἄλφιτα

3

.

33

.

4

ξηραίνει, ἄγνου σπέρμα. ὄροβοι δὶς ἑψηθέντες καὶ ἀπογλυκανθέντες πολλάκις δι’ ὕδατος ἔδεσμα ξηραντικὸν γίνονται· βελτίους δ’ εἰσὶν οἱ

3

.

33

.

5

λευκοί. καὶ ὅσα ὀπτῶντες ἢ ταγηνίζοντες ἐσθίουσι, ξηροτέραν τροφὴν δίδωσιν, ὅσα δ’ ἐν ὕδατι προεψήσαντες, ὑγροτέραν, ὅσα δ’ ἐν ταῖς λοπάσιν ἀρτύοντες, ἐν τῷ μεταξὺ τούτων ἐστίν· καὶ ὅσα μὲν ἔχει δαψιλῶς οἴνου καὶ γάρου, ξηρότερα τῶν οὐκ ἐχόντων ἐστίν· τὰ δὲ
5τούτων μὲν ἐνδεέστερον, ἤτοι δὲ σίραιον ἔχοντα πλέον ἢ κατὰ τὸν ἁπλοῦν καὶ λιτὸν καὶ λευκὸν ζωμὸν ἥψηται, τὰ πολλὰ τῶν προειρη‐ μένων ἐστὶν ὑγρότερα· τὰ δ’ ἐξ ὕδατος μόνου καὶ τούτων ἔτι ἐστὶν

3

.

33

.

6

ὑγρότερα. μεγίστη δ’ ἐν τῇ σκευασίᾳ διαφορὰ γίνεται κατὰ τὴν τῶν ἐπεμβαλλομένων αὐτοῖς δύναμιν, σπερμάτων τε καὶ [τῶν] λαχανωδῶν φυτῶν, ἁπάντων μὲν ξηραινόντων, ἀλλ’ ἤτοι μᾶλλον ἢ ἧττον.

3

.

34

t

Ὅσα ὑγραίνει.

3

.

34

.

1

Πτισάνη, κολοκύντη ἑφθή, πέπονες, μηλοπέπονες, σίκυες, κάρυον

3

.

34

.

2

τὸ χλωρόν, κοκκύμηλα, συκόμορα. συκάμινα μὴ διαφθαρέντα ὑγραίνει

3

.

34

.

3

μὲν πάντως, ψύχει δ’ οὐ πάντως, εἰ μὴ ψυχρὰ ληφθείη. θριδακίνη

3

.

34

.

4

ὑγραίνει, ἴντυβοι ταύτης ἀσθενέστερον, ἀνδράχνη· μαλάχη δὲ καὶ βλίτα

3

.

34

.

5

καὶ ἀνδράφαξυς ὑδατωδέστατα λαχάνων ἐστίν. ὑγροὶ δ’ εἰσὶν οὐκ ὀλίγοι καὶ ἄλλων δένδρων καρποί, καὶ μάλιστα ὅσους οὐδ’ εἰς ἀπό‐

3

.

34

.

6

θεσιν ἀγαγεῖν ἔστιν. ὑγραίνει καὶ τὸ τῆς θριδακίνης καὶ τὸ τῆς μή‐

3

.

34

7,8

κωνος σπέρμα, κύαμοι χλωροί, ἐρέβινθοι χλωροί. ὕδωρ ὑγραίνει καὶ

3

.

34

.

8

(2)

ψύχει· θερμανθὲν ὑγραίνει καὶ θερμαίνει.

4

.

1

t

Ἐκ τῶν Γαληνοῦ, περὶ παρασκευῆς τροφῶν.

4

.

1

.

1

Τὴν εὐγενεστάτην ὄλυραν ὅταν ὡς χρὴ πτίσωσι, τὸν ὀνομαζό‐

4

.

1

.

2

μενον τράγον ποιοῦσιν. ταύτην δ’ αὐτὴν καὶ τὴν τίφην, καθάπερ καὶ τὴν κριθήν, ἀρτοποιοῦσι πτίσσοντες ὁμοίως· λέμμα γὰρ ἔχουσιν ἔξωθεν.

4

.

1

.

3

τῶν πυρῶν δ’ ἀλεσθέντων, εἴ τις ὑποσείσας τὸ λεπτότερον ἄλευρον ἄρτους ἐκ τοῦ λοιποῦ ποιήσαιτο τοὺς πιτυρίτας ὀνομαζομένους, σιλι‐

4

.

1

.

4

γνίτας δὲ καὶ σεμιδαλίτας ἐκ τοῦ καθαρωτάτου. ζύμης δὲ πλείονος χρῄζουσιν οἱ καθαροὶ καὶ μαλαχθῆναι δέονται μᾶλλον οὐκ εὐθύς τε μετὰ τὴν ζύμην ἢ τὴν μάλαξιν ὀπτᾶσθαι· τοῖς δὲ πιτυρίταις ἀρκεῖ

4

.

1

.

5

καὶ ζύμη βραχεῖα καὶ μάλαξις ἀσθενὴς καὶ χρόνος ὀλίγος. οὕτω δὲ καὶ τῆς ὀπτήσεως αὐτῆς μακροτέρας μὲν οἱ καθαροί, βραχυτέρας δ’ οἱ

4

.

1

.

6

πιτυρῖται δέονται. τὸ μεταξὺ δὲ τῶν καθαρωτάτων καὶ ῥυπαρωτάτων οὐκ ὀλίγον ἐστὶ πλάτος ἐν τῷ μᾶλλόν τε καὶ ἧττον· ἔστι δὲ καὶ μέσον εἶδος ἀκριβῶς αὐτῶν οἱ αὐτόπυροί τε καὶ συγκομιστοὶ προσαγορευόμενοι, ἐξ ἀδιακρίτων ἀλεύρων, μὴ χωριζομένου 〈τοῦ〉 πιτυρώδους ἀπὸ τοῦ

4

.

1

.

7

καθαροῦ, γινόμενοι. ἐκ τῶν νέων κριθῶν φρυγεισῶν συμμέτρως τὸ κάλλιστον ἄλφιτον γίνεται· τούτων δ’ ἀποροῦντες ἐνίοτε κἀκ τῶν

4

.

1

.

8

ἄλλων αὐτὰ σκευάζομεν. εὐωδῶν δ’ ὄντων ἁπάντων ὅσα καλῶς ἐσκευ‐ άσθη, μάλιστά ἐστιν εὐώδη τὰ ἐκ τῶν ἀρίστων καὶ νέων κριθῶν γινό‐

4

.

1

.

9

μενα μὴ πάνυ ξηρὸν ἐχουσῶν τὸν στάχυν. ἐν ἔθει δ’ ἐστὶ πολλοῖς τῶν ὑγιαινόντων ἐπιπάττειν αὐτὰ σιραίῳ ἢ οἴνῳ γλυκεῖ ἢ οἰνομέλιτι καί ποτε καὶ ὕδατι καὶ πίνειν ἐν τῷ θέρει πρὸ δυεῖν ἢ τριῶν ὡρῶν τοῦ

4

.

1

.

10

λουτροῦ, καί φασιν αἰσθάνεσθαι τοῦ πόματος ἀδίψου. γίνονται δ’ ἐκ

4

.

1

.

11

τῶν ἀλφίτων καὶ μᾶζαι ὕδατι φυραθέντων. χόνδρος δὲ τοῦ μὲν γένους

4

.

1

.

12

ἐστὶ τῶν πυρῶν· προσέχειν δὲ χρὴ τὸν νοῦν τοῖς ἐξ αὐτοῦ τούτου σκευαζομένοις ῥοφήμασιν· χυλὸς γάρ ἐστιν οὗτος αὐτοῦ μεμιγμένος ὕδατι, καὶ πλείστης δεόμενος ἑψήσεως ἐξαπατᾷ μὲν τοὺς σκευάζοντας, ὡς αὐτάρκως ἑψημένος, οὐ μικρῶς δὲ βλάπτει τοὺς νοσοῦντας· ἐν

4

.

1

.

13

τάχει γὰρ συνίσταται καὶ παχύνεται διὰ τὸ κολλώδης εἶναι. χρὴ τοίνυν ὕδατι παμπόλλῳ μιγνύντας ἐπ’ ἀνθράκων ἑψεῖν ἐπὶ πλεῖστον ἀνήθῳ κινοῦντας, μέχρις ἂν ἑψηθῇ, τηνικαῦτα δ’ ἐπεμβάλλειν ἤδη καὶ τῶν ἁλῶν· τὸ δ’ ἔλαιον εἰ καὶ κατ’ ἀρχὰς εὐθέως ἀναμίξαις, οὐδὲν βλά‐

4

.

1

.

14

ψεις. τοῖς δ’ ὑγιαίνουσιν, ὅταν ποτὲ διὰ δῆξιν σφοδρὰν γαστρὸς ἢ χολωδῶν διέξοδον δεηθῶσι ῥοφήματος, ἑψῶντας χρὴ μέχρι πλείστου τὸν χόνδρον ὡς γενέσθαι τακερόν, εἶτα τορυνήσαντας ὡς ὁμοιωθῆναι

4

.

1

.

15

πτισάνης χυλῷ διηθημένῳ, τηνικαῦτα διδόναι ῥοφεῖν. ἡ ἄρτυσις ἡ

4

.

1

.

16

αὐτὴ γινέσθω τῷ πλυτῷ χόνδρῳ. πτισάνη δὲ προσηκόντως σκευασθή‐ σεται, ὅταν ἐπὶ πλεῖστον ἀνοιδήσασα τύχῃ κατὰ τὴν ἕψησιν, εἶτα μετὰ

4

.

1

.

17

ταῦτα διὰ μαλακοῦ πυρὸς ἄχρι πολλοῦ χυλωθῇ. μίγνυται δ’ αὐτῇ

4

.

1

.

18

κατ’ ἐκεῖνον τὸν καιρὸν ὄξος, ὅταν ἀνοιδήσῃ τελέως· ἑφθῆς δ’ ἀκρι‐ βῶς γινομένης, ἐπεμβάλλειν χρὴ τοὺς ἅλας λεπτοὺς οὐ πολὺ πρὸ τῆς ἐδωδῆς· ἔλαιον δὲ καὶ εἰ κατ’ ἀρχὰς εὐθέως ἐμβάλλοις, οὐ βλάψεις τὴν ἕψησιν· οὐ μὴν ἄλλο τι χρὴ μιγνύειν ὅτι μὴ πράσου βραχὺ καὶ

4

.

1

.

19

ἀνήθου, καὶ ταῦτα εὐθὺς ἐν ἀρχῇ. δεῖ δὲ προβρέξαντας ἐν ὕδατι τὴν ὠμὴν πτισάνην ἐπ’ ὀλίγον, εἶτα ἐμβαλόντας θυίᾳ τρίβειν διὰ τῶν χει‐ ρῶν ἐχουσῶν ἐν ἑαυταῖς τι τραχύ, καθάπερ ὁ σπάρτος ἐστὶν ἐξ οὗ

4

.

1

.

20

πλέκουσιν ὑποδήματα τοῖς ὑποζυγίοις. ὅρος δ’ ἔστω τῆς τρίψεως ἀπορρύψαι τὸ προσκείμενον λέμμα· κἂν δὲ μὴ πᾶν ἀποπέσῃ τὸ ἀχυ‐ ρῶδες, ἡ ἑψηθεῖσα πτισάνη ῥυπτικωτέρα μὲν γίνεται, βλάβην δ’ οὐδε‐

4

.

1

.

21

μίαν ἑτέραν προστρίβεται. χειρίστη δὲ σκευασία πτισάνης ἐστίν, ὅταν οἱ μάγειροι τρίψαντες αὐτὴν ὠμὴν ἐν θυίᾳ μεθ’ ὕδατος, εἶθ’ ἑψήσαντες ἐπ’ ὀλίγον, ἐμβάλωσι τὸ καλούμενον ἕψημά τε καὶ σίραιον· ἐνίοτε δὲ καὶ μέλι καὶ κύμινον ἅμα τούτοις ἐπεμβάλλουσι, κυκεῶνα μᾶλλον ἢ

4

.

1

.

22

πτισάνην παρασκευάζοντες. ἔδεσμα γίνεται κάλλιστον ὃ καλοῦσι φακο‐ πτισάνην, οὐκ ἴσῳ τῷ μέτρῳ μιγνύντες, ἀλλ’ ἔλαττον τῆς πτισάνης, ὡς ἂν χυλουμένης τε καὶ εἰς ὄγκον αἰρομένης μέγαν· οἱ φακοὶ γὰρ ἑψώ‐

4

.

1

.

23

μενοι βραχὺ προσανοιδίσκουσιν. ἥ γε μὴν ἄρτυσις 〈ἡ〉 αὐτὴ καὶ τούτῳ τῷ ἐδέσματι τῇ κατὰ τὴν πτισάνην ἐστί, πλὴν ὅτι θύμβρας ἢ γλήχους ἐπεμβαλλομένης ἡδίων τε ἅμα καὶ εὐπεπτοτέρα γίνεται, πτισάνης οὐ

4

.

1

.

24

χαιρούσης τούτοις, ἀλλ’ ἀρκουμένης ἀνήθῳ καὶ πράσῳ μόνῳ. μοχθη‐ ροτάτη δ’ ἐστὶ σκευασία φακῆς ἡ διὰ τοῦ σιραίου τοῖς πολλοῖς ὑπὸ

4

.

1

.

25

τῶν μαγείρων σκευαζομένη. κρέας δὲ χοίρειον εἰ βούλει συνεψεῖν, τῇ μὲν πτισάνῃ πρόσφατον, καὶ μάλιστα τοὺς πόδας, τῇ 〈δὲ〉 φακῇ ταρι‐ χηρὸν ἁρμόττον εὑρήσεις, ὥσπερ γε τὸ μεταξὺ τούτων, ὃ νεαλὲς ὀνο‐

4

.

1

.

26

μάζουσι, τῇ φακοπτισάνῃ χρήσιμον εἰς ἡδονήν τε καὶ πέψιν. καλὸν ἔδεσμα καὶ τευτλοφακή, καὶ πολλὰ δεῖ ἐμβάλλειν τεῦτλα καὶ βραχὺ

4

.

1

.

27

πλέον ἁλῶν ἢ γάρου γλυκέος· ὑπακτικώτερος γὰρ οὗτος. κολοκύντη δ’ εἰκότως ὀριγάνῳ χαίρει διὰ τὴν ὑδατώδη ποιότητα σύμφυτον ὑπάρ‐ χουσαν αὐτῇ· πάντα γὰρ ὅσα τοιαῦτα δριμέσιν ἢ ὀξέσιν ἢ αὐστηροῖς ἢ ἁλυκοῖς ἀναμίγνυσθαι δεῖται χυμοῖς, εἰ μέλλοι μήτε ἀηδῆ ληφθή‐

4

.

1

.

28

σεσθαι μήτε ναυτιώδεις ἐργάζεσθαι τοὺς λαμβάνοντας. ἥδιστον δ’ ἐστὶν ἔδεσμα κολοκύντη μετὰ ταρίχους ἐν λοπάδι σκευασθεῖσα, μάλιστα εἰ τὸ

4

.

1

.

29

τάριχος εἴη τῶν Ποντικῶν τῶν καλουμένων μύλλων. τὰς γογγυλίδας, ἃς καὶ βουνιάδας καλοῦσιν, ἐπὶ πλέον ἑψεῖν χρή· κάλλισται δ’ εἰσὶν

4

.

1

.

30

αἱ δὶς ἑψηθεῖσαι. καὶ ἡ τοῦ ἄρου δὲ ῥίζα παραπλησίως ἐσθίεται τῇ

4

.

1

.

31

τῆς γογγυλίδος. ἐν χώραις δέ τισι φύεται δριμυτέρα· κατὰ δὲ Κυρή‐ νην ἔμπαλιν ἔχεται τῷ φυτῷ τούτῳ πρὸς τὴν παρ’ ἡμῖν χώραν· ἥκιστα γάρ ἐστι φαρμακῶδες καὶ δριμὺ τὸ ἄρον ἐν ἐκείνοις τοῖς τό‐

4

.

1

.

32

ποις, ὡς καὶ τῶν γογγυλίδων εἶναι χρησιμώτερον. καὶ τὴν τοῦ δρα‐
κοντίου δὲ ῥίζαν ἑψῶντες δίς που καὶ τρὶς οὕτως ἐσθίειν δίδομεν, τὴν

4

.

1

.

33

δὲ τοῦ ἀσφοδέλου σκευάζοντες ὡς τοὺς θέρμους. ἐπειδὰν δὲ τὰ τοι‐ αῦτα δὶς ἑψῶμεν, ὅταν δοκῇ μετρίως ἔχειν ἑψήσεως, τὸ πρότερον ὕδωρ ἀποχέοντας ἐμβάλλειν προσῆκεν εὐθέως ἑτέρῳ θερμῷ, κἄπειτα πάλιν ἐν ἐκείνῳ καθεψεῖν, ὡς τακερὰν γενέσθαι· χρὴ γὰρ μήτε ἀέρος
5μήτε ὕδατος ψυχροῦ ψαύειν τὸ δὶς ἑψώμενον· οὐκέτι γὰρ ἀκριβῶς

4

.

1

.

34

γίνεται τακερόν, οὐδ’ ἂν ἐπὶ πλεῖστον ἑψῇς. τοὺς κοχλίας χρὴ δεύ‐ τερον ἑψήσαντας, εἶτα ἀρτύσαντας οὕτως τὸ τρίτον ἑψεῖν, ἄχρις ἂν τακεροὶ γένωνται· τρόφιμοι γὰρ οὕτω γενήσονται· πρὸς ὑπαγωγὴν δὲ γαστρὸς εὐθὺς ἐξ ἀρχῆς ἀρτύσαντας ἐλαίῳ καὶ γάρῳ καὶ οἴνῳ βραχεῖ

4

.

1

.

35

τῷ γενομένῳ ζωμῷ χρῆσθαι. πρὸς ταριχείαν δ’ ἐπιτήδεια σώματά ἐστιν ὅσα σκληράς τε ἅμα καὶ περιττωματικὰς ἔχει τὰς σάρκας· τὰ γὰρ ἤτοι πάνυ μαλακὴν ἢ πάνυ ξηρὰν καὶ ἀπέριττον ἔχοντα τὴν ἕξιν

4

.

1

.

36

τοῦ σώματος οὐκ ἐπιτήδεια ταριχεύεσθαι. τὰ γοῦν ξηρὰ σώματα δια‐ παττόμενα τοῖς ἁλσὶν ἄβρωτα γίνεται σκελετευόμενα, καθάπερ λαγωός· αἱ δὲ τῶν ἀκμαζόντων τε καὶ πιόνων ὑῶν σάρκες ἐπιτήδειοι ταρι‐ χεύεσθαι, τὴν ἀτοπίαν ἑκατέραν ἐκπεφευγυῖαι, ξηρότητα μὲν τῶν γεγη‐
5ρακότων, ἄμετρον δ’ ὑγρότητα τῶν νέων χοίρων· ὡς γὰρ τὰ ξηρὰ σώματα βύρσαις ὅμοια γίνεται ταριχευθέντα, τὸν ἐναντίον τρόπον ὅσα

4

.

1

.

37

λίαν ὑγρὰ διαρρεῖ καὶ τήκεται τοῖς ἁλσὶν ὁμιλοῦντα. διὰ τοῦτο οὖν οὐδὲ τῶν ἰχθύων ὅσοι μαλακόσαρκοί τέ εἰσι καὶ ἀπέριττοι, καθάπερ οἱ πετραῖοι καλούμενοι καὶ τῶν ὀνίσκων οἱ ἐκ καθαρᾶς θαλάσσης, εἰς ταριχείαν εἰσὶν ἐπιτήδειοι· κορακῖνοι δὲ καὶ μύλλοι καὶ πηλαμύδες, ἔτι
5τε σάρδαι καὶ σαρδῖναι καὶ τὰ σαρξίτανα καλούμενα πρὸς ταριχείαν

4

.

1

.

38

ἐπιτήδεια. καὶ τὰ κητώδη δὲ τῶν θαλαττίων ζῴων ταριχευόμενα βελ‐ τίω γίνεται, περιττωματικὴν ἔχοντα καὶ αὐτὰ τὴν σάρκα· μοχθηραὶ δ’ αἱ τρίγλαι πρὸς ταριχείαν εἰσὶ διὰ τὸ ξηρὰν καὶ ἀπέριττον ἔχειν

4

.

1

.

39

τὴν σάρκα. πρόδηλον δ’ ἐκ τούτων, ὡς ὅσα μὲν σκληρὰ καὶ νευρώδη καὶ οἱονεὶ δερματώδη γίνεται ταριχευθέντα, δύσπεπτα πάντα ἐστίν· τὰ δ’ ἐναντίως διατιθέμενα λεπτομερῆ μὲν αὐτὰ γίνεσθαι, λεπτύνειν δ’

4

.

1

.

40

ἐσθιόμενα τοὺς παχεῖς καὶ κολλώδεις χυμούς. ἄριστα δ’ ἐστὶ τῶν εἰς ἐμὴν πεῖραν ἐλθόντων τά τε Γαδειρικὰ ταρίχη (σάρδας δ’ αὐτὰς κα‐ λοῦσιν οἱ νῦν) οἵ τε ἐκ τοῦ Πόντου κομιζόμενοι μύλλοι· δευτέραν δ’
ἐπ’ αὐτοῖς ἔχουσι τάξιν οἵ τε κορακῖνοι καὶ ἡ πηλαμὺς καὶ τὰ σαρξίτανα

4

.

1

.

41

καλούμενα. ἐγκέφαλος πᾶς ἀμείνων γίνεται τὰ πάντα μετὰ τῶν τεμνόν‐

4

.

1

.

42

των καὶ θερμαινόντων σκευασθείς. τὸν λευκὸν [ζωμὸν] καὶ ἁπλοῦν ζωμὸν σκευάζειν ἐξ ὕδατος μόνου καὶ ἐλαίου καὶ ἀνήθου καὶ πράσου βραχέος, ἁλῶν συμμέτρων ἐπεμβαλλομένων μετὰ τὴν ἕψησιν τὴν αὐτάρκη.

4

.

1

.

43

τὸ ἀφέψημα τῶν πλείστων ἢ καὶ πάντων, ἐφ’ ὅσον ἂν ἑψῇς χρόνον, ἁλυκώτερον ἀεὶ γίνεται, ὕστερον δὲ καὶ πικρόν· τὸ μέντοι στερεὸν σῶμα τὸ κατὰ τὸ ὕδωρ ἑψηθέν, ἀποτιθέμενον ἐν ἐκείνῳ τὰς ἐξ ἀρχῆς ὑπαρχούσας αὐτῷ ποιότητας, ἐν τῷ χρόνῳ τὸ καλούμενον ἄποιόν τε
5καὶ ὑδατῶδες γίνεται, μήτε ἁλυκότητος ἔχον τι μήτε πικρότητος ἢ

4

.

1

.

44

στύψεως. τὰ γοῦν πικρὰ εἰ δεύτερον ἢ τρίτον ἑψῆσαι βουληθείης, τελέως ἀποθήσεται τὴν πικρότητα κατὰ τὸ ὕδωρ, καὶ ἔσται [τῷ] τῶν ἀποίων· ὁμοίως κατὰ τόνδε τὸν τρόπον καὶ τὰ δριμέα ἑψηθέντα ἀπο‐ θήσεται τὴν δριμύτητα· καὶ ἐπὶ τῶν στυφόντων ὁ αὐτὸς λόγος ἁρμόττει.

4

.

1

.

45

τὸ δ’ ὕδωρ ἑψώμενον ἐπὶ πλείονα χρόνον αὐτὸ καθ’ ἑαυτὸ ἁλυκώ‐ τερον ἑαυτοῦ γίνεται.

4

.

2

t

Ἐκ τῶν Ῥούφου, περὶ σκευασίας ἐδεσμάτων· κεῖται ἐν τῷ Περὶ διαίτης ἐν τῷ α λόγῳ πρὸς τῷ τέλει.

4

.

2

.

1

Ὅσα μὲν ὀπτῶντες προσφέρομεν ξηραίνει· ὅσα δ’ ἑψῶντες ὑγραίνει,

4

.

2

.

2

κἂν τύχῃ τῇ φύσει ἑτεροῖα ὄντα. διαφέρει δὲ καὶ τοῖς μισγομένοις ἡδύσμασιν, οἷον τῷ κοριάννῳ καὶ τῷ ἀνήθῳ καὶ τῷ κυμίνῳ καὶ τοῖς

4

.

2

.

3

πράσοις καὶ ὅσα ἄλλα ἔτι κρέασιν ἡδύσματα. χρὴ δ’ ὅτι ἥκιστα τοῖς ἡδύσμασιν ἐπίσημα ποιεῖν· τὰ γὰρ οὕτως ἀρτυθέντα κἀν τῇ γαστρὶ

4

.

2

.

4

ἐπίσημά ἐστιν. κάλλιστα δὲ τὰ ἀπ’ ἀρχῆς μιχθέντα· χείρω δ’ ὅσοις ἐξ ὑστέρου τι ἐπιμίσγεται· οὐ γὰρ ἴση ἡ ἕψησις· πρέποι δ’ ἂν τοῖς μὲν ἰσχυροτέροις (ἐνταῦθα καὶ οἱ ἅλες πλείους εἴς τε ἔκτηξιν τῆς πι‐ μελῆς, καὶ δέχεται τὸ πῖον τοὺς ἅλας)· χρῆσθαι δὲ πλείστῳ τῷ πυρί·

4

.

2

.

5

τὰ δ’ ἰσχνὰ καὶ τὰ ἄναιμα εἰ θέλοις ὀπτᾶν, τῷ μαλακωτέρῳ πυρί. ὅσα δὲ κρέα αἰγῶν ἢ προβάτων ἑψεῖς, μετὰ θερινὴν τροπήν· τηνικαῦτα γάρ ἐστι δυσοσμότερα (καὶ οἱ κριοὶ καὶ οἱ τράγοι μᾶλλον), καὶ τὸ

4

.

2

.

6

ὀπτηθὲν δυσοσμότερον ἂν γένοιτο. τούτων δεῖ ἐν τῇ ἑψήσει τὸ ἐπί‐ θεμα ἀφαιρεῖν καὶ πλείστῳ ὕδατι ἑψεῖν καὶ τοῖς ἡδύσμασιν ἀλλοιοῦν
καὶ τὰ ὀστᾶ τῶν μὲν δυσόσμων διακόπτειν καὶ θλᾶν πάντα· πρῶτοι γὰρ οἱ μυελοὶ σήπονται, καὶ μὴ σεσηπότες εἰσὶ λιπαρώτατοι καὶ ἥδι‐

4

.

2

.

7

στοι. γινώσκειν δ’ ὅσα τε αὐτίκα ἑψεῖν δεῖ, καὶ ὅσα εἰς ὕστερον. κρέα τὰ μὲν τῶν ἀγρίων πάντα εἰς ὕστερον· τὰ δὲ τῶν ἡμέρων, ὑὸς μὲν καὶ ὄϊος καὶ αἰγὸς αὐτίκα, βοὸς δ’ εἰς ὕστερον· ὀρνίθων δὲ τὰς με‐ γάλας καὶ ἑλείας καὶ ἀλεκτρυόνας καὶ φάσσαν καὶ πέρδικα καὶ ταῶνα
5καὶ ἀτταγῆνα εἰς ὕστερον· τρυγόνα δὲ καὶ περιστερὰν καὶ κίχλαν αὐτίκα· ἰχθῦς δὲ πάντας ἔτι σπαίροντας· οὐ γὰρ δέχονται τοὺς ἑωλι‐

4

.

2

.

8

σμοὺς χρηστῶς. ὅσα δὲ δεῖ μὲν ἑωλίζειν, ἑψεῖν δέ, ταῦτα τὸ ὄξος

4

.

2

.

9

ποιεῖ ψαθυρώτερα. τὰς δ’ ἀλεκτορίδας καὶ διώκειν, ἐγχέοντας τοῦ ὄξους· ἀρκεῖ δὲ καὶ ἡ δίωξις· καὶ γὰρ εἴ 〈τι〉 τῶν ἀγρίων ἀπὸ θήρας εὐθὺς ἕψοις, οὐδὲν ἂν μέγα μέμψεως· μὴ καὶ ἐπαινέσαις τὰ μέγιστα.

4

.

2

.

10

χαλάζας δὲ τὰς ἐν τοῖς κρέασι, γινομένας δ’ ἐν τοῖς ὑσίν, ἡγοῦ τὰς μὲν ὀλίγας ἡδίω τὴν σάρκα ποιεῖν, τὰς δὲ πλείους ὑγροτέραν καὶ

4

.

2

.

11

ἀηδεστέραν. πειρᾶσθαι μὲν οὖν μὴ χρῆσθαι τοῖς τοιούτοις· εἰ δέ που δέοι, κηροῦ προσεμβάλλειν βραχύ· ὀπτῶντας δὲ τοὺς ὀβελοὺς τῷ κηρῷ

4

.

2

.

12

χρίειν. διαγνώσῃ δέ, ἔτι ζῶντος τοῦ ἱερείου, εἰ ἔνεισι χάλαζαι, παρά τε τὴν γλῶσσαν σκεπτόμενος (διασημαίνει γὰρ ἐνταῦθα) καὶ τοῖς ποσὶ

4

.

2

.

13

τοῖς ὄπισθεν· οὐ γὰρ δύνανται ἀτρεμεῖν. ὅσοι δὲ θᾶσσον βούλονται ἑψεῖν, οἱ μὲν νίτρον ἐμβάλλουσιν, οἱ δ’ ὀπὸν σιλφίου, οἱ δὲ κηρόν, οἱ δὲ τῆς κράδης καὶ μᾶλλον τῶν ἐρινεῶν· οὗτοι δὲ καὶ τοῖς ὀπτωμένοις

4

.

2

.

14

θάσσω τὴν ὄπτησιν παρέχουσιν. ὑποτρίμματα δέ, τὸ μυττωτὸν καὶ τὸ ἀπὸ τῆς μίνθης καὶ τὸ ἀπὸ τοῦ σελίνου καὶ ὅσα τυρῷ καὶ ὄξει σκευ‐ άζεται, πάντα εἰς πέψιν μάλιστα, τὸ δὲ μυττωτὸν διαχωρεῖ τοῖς σκόρδοις.

4

.

2

.

15

γηρῶσι δ’ ἐστὶν εὔθετα κρέα, ἢν ἐξαραχθῇ πρὸ τῆς ἑψήσεως καὶ βρεχθῇ

4

.

2

.

16

πρὸς μικρὸν ὕδατι ἁλῶν ἔχοντι καὶ θύμου ἢ τῆς τραγοριγάνου. οὐ δεῖ δὲ τοὺς ἰχθύας προπαλαιοῦν, ὅτι μὴ τοὺς ἄγαν σκληρούς, μηδ’ ἐξαράσσειν ὅτι μὴ τὰ μαλάκια· πάντας δ’ ὁμοίως τοῖς κρέασι προ‐ βρέχειν ὕδατι τῷ ἅλας ἔχοντι καὶ τὰ θύμα· ποιεῖν δ’ οὕτως μὲν κρέα
5〈τὰ〉 τῶν τετραπόδων καλῶς ἑψηθέντα κάθεφθα, ὅπως τάχιστα κατα‐ πονηθῇ· τὰ δ’ ἄλλα μὴ προεψεῖν μηδ’ ὀπτᾶν, ἀλλὰ μόνῳ τῷ πυρὶ ἐγκρύβειν· πάνυ γὰρ οὕτως ἀπογίνεται μὲν ἡ ἰχθύα, ὅ τι δὲ κολλῶδές

4

.

2

.

17

ἐστιν ἐκμυζᾶται. οὓς δὲ μὴ δυνατόν ἐστιν ὀπτῆσαι, τούτους πρέπει

4

.

2

.

18

ἑφθοὺς ὅτι μάλιστα λιτῶς. οὕτω δὲ καὶ ὄρνεα καὶ τὰ κρέα, ὁπότε

4

.

2

.

19

χαίρει τις ἑφθοῖς. εἰ δέ τις τὰ ὄστρεα προεκζέσας ὀπτὰ ποιήσειε καὶ σὺν νάπυϊ ὀλίγῳ καὶ πεπέρει λαμβάνοι νῦν δὴ αὐτά, οὐ μεῖον ἢ τοὺς διδύμους τῶν ἀλεκτρυόνων ἐπαινέσεται τοὺς ἐδωδίμους καὶ τοῖς νοσοῦ‐

4

.

2

.

20

σιν. τὸ κυδώνιον οὐ πάνυ φθείρεται· λαμβάνειν δ’ αὐτὸ δεῖ ..... ἤτοι σὺν μέλιτι ἑψεῖται καὶ βραχεῖ οἴνῳ, τοῦ λέπους ἀφαιρεθέντος, ἢ τὸ σπέρμα ἐκκαθαίρεται καὶ μέλι ἐγχεῖται, ὅλῳ δ’ αὐτῷ σταὶς περι‐ πλάσσεται καὶ ἐντίθεται μαρίλῃ, ἔστε ἂν τὸ σταὶς κατακαυθῇ· τηνι‐
5καῦτα δὲ τοῦτο μὲν περιῄρηται, αὐτὸ δ’ ὅλον ἑφθόν ἐστι καὶ τὸ μέλι πᾶν ἀνηρύσατο.

4

.

3

t

Ἐκ τῶν Διοκλέους, περὶ σκευασίας τροφῶν.

4

.

3

.

1

Ἐπεὶ τὰ πολλὰ τῶν ἐδεσμάτων προσδεῖταί τινος σκευασίας καὶ γίνεται βελτίω, τὰ μὲν προστιθεμένων αὐτοῖς, τὰ δ’ ἀφαιρουμένων, τὰ δὲ διατιθεμένων πως ἄλλως, ἴσως ἁρμόττει μικρὰ περὶ τούτων εἰπεῖν.

4

.

3

.

2

ἔστι δ’ οὐκ ἐλάχιστον τῶν τοιούτων καὶ πρὸς ὑγείαν καὶ πρὸς ἡδονὴν ἡ κάθαρσις ὠμῶν ὄντων ἔτι· καὶ δεῖ πρῶτον σπουδάζειν οὐδενὸς ἧττον περὶ τούτου, περιαιροῦντά τε τὰ μὴ χρήσιμα καὶ καθαίροντα

4

.

3

.

3

ὅσα τινὰς αὐτῶν ἔχει δυσχερείας. καθαίρεται δὲ πάντα, τὰ μὲν ἑψώ‐ μενα, τὰ δὲ βρεχόμενα, τὰ δὲ πλυνόμενα πολλάκις· ἀφεψεῖν μὲν οὖν ἁρμόττει τὰ μὲν πικρίας ἢ στρυφνότητας ἔχοντά τινας ἐν ὕδατι, τὰ δὲ δηκτικὰς [καὶ] δριμύτητας ἐν ὄξει κεκραμένῳ, ἀποβρέχειν δὲ τὰς

4

.

3

.

4

ἁλμυρίδας, πλύνειν δὲ τὰ ἔχοντά τινας ἀκαθαρσίας. τῶν ἑψωμένων δὲ καὶ ὀπτωμένων τὸ πῦρ καὶ τὰ ἡδύσματα πρὸς ἕκαστον ἁρμόττοντα μάλιστα περιαιρεῖται τὰς δυσωδίας καὶ τὰς ἀχυλίας καὶ τὰς μοχθηρίας

4

.

3

.

5

τῶν χυλῶν. ἐπεγχεῖν δὲ πρὸς ταῦτα πᾶσι πήγανον, κύμινον, κορίαννον καὶ τὰ λοιπὰ τῶν χλωρῶν ἡδυσμάτων, μηδὲν τετριμμένον, ἀλλ’ ᾧ ἄρα τὸ τοιοῦτον ἁρμόττει, τεθλασμένων ὁ χυλός· ἔτι δ’ ὀρίγανος, θύμβρα,

4

.

3

.

6

θύμον, ἅλες, ὄξος, ἔλαιον, ἔχοντα πάντα τὰς ἑαυτῶν ἀρετάς. τυρὸς δὲ πᾶς χείρων μέν ἐστι τῶν εἰρημένων· ἥκιστα δ’ ἂν λυπήσειεν αἴγειος

4

.

3

.

7

ταμισίνης εὐώδης μὴ παλαιὸς ὀλίγος, καὶ μᾶλλον ὀπτός. σίλφιον δέ, εἰ ἄρα που δεῖ, τὸ λευκότατον καὶ εὐωδέστατον καὶ πικρότατον· αἱ

4

.

3

.

8

γὰρ ὀσμαὶ ἡδυσμάτων ἡδονὰς καὶ ἀρετὰς ἔχουσιν. τὰ δὲ πάχη τὰ
διὰ τυροῦ πλείονος καὶ σησάμου καὶ σιλφίου καὶ τριμμάτων πλήθους γινόμενα πρὸς ἡδονὴν μὲν οὐδὲν γίνεται μᾶλλον, ἐνοχλεῖ δὲ πολλάκις.

4

.

3

.

9

ἁρμόττει δὲ τὰ μὲν μικρᾶς ἢ μηδεμιᾶς ἐπανορθώσεως δεόμενα τῶν ὄψων ἑψεῖν, ὡς ἁπλῶς εἰπεῖν, ὕδατι· τὰ δὲ βρωμώδη καὶ ὑγρὰ καὶ

4

.

3

.

10

ἄχυλα μετ’ ὄξους. ἑψεῖν δὲ δεῖ καὶ τὰ ὑγρὰ καὶ μωρὰ μετ’ ὄξους,

4

.

3

.

11

τὰ δὲ κακοχυλότερα καὶ αὐστηρότερα ὄξει γλυκεῖ. μέγιστον δ’ ἐστὶ τὸ συντιθέναι καὶ κεραννύναι ἁρμοττόντως πρὸς ἕκαστα τοῖς χυλοῖς καὶ ταῖς ὀσμαῖς ἄνευ τριμμάτων· μάλιστα δ’ ἄν τις τούτου κατατυγχάνοι στοχαζόμενος, ὅπως μήτε ὀσμῇ μήτε χυμῷ μηδενὶ κατακορέσῃ τὸ
5μεμιγμένον, ἀλλ’ ὀσμή τε πάντων μία καὶ χυλὸς εἷς φανήσεται πρέ‐

4

.

3

.

12

πων ἑκάστῳ τῶν ποιουμένων. ἕψεται δὲ πάντα ἐπ’ ἀνθράκων ὁμαλῶς· ἑφθὰ δ’ ὅταν γένηται, ζεόντων ἔτι τῶν ὑγρῶν, ἐξαίρειν ἐκ τῶν ἀγγείων, καὶ μὴ βρέχειν ἐν ψυχομένοις, ὅσα μὴ μετὰ τῶν ὑγρῶν ἐσθίεται.

4

.

3

.

13

ὀπτᾶν δὲ πάντα ἐπὶ μαλακοῦ καὶ ὁμαλοῦ πυρός, καὶ τὰ μὲν μοχθη‐ ροὺς ἔχοντα χυλοὺς ἐξικμάζειν μᾶλλον, τὰ δὲ χρηστοὺς ἐγχυλότερα ποιεῖν.

4

.

4

t

Ἐκ τῶν Μνησιθέου τοῦ Κυζικηνοῦ, περὶ κράμβης.

4

.

4

.

1

Κράμβην χρὴ κατακόψαι ὡς ὀξυτάτῳ σιδηρίῳ, εἶτα ἀποπλῦναι καὶ τὸ ὕδωρ ἐᾶσαι ἀπηθηθῆναι καὶ συγκατακόψαι κορίου καὶ πηγάνου ὅσα ἱκανά· εἶτα ὀξυμέλιτι ῥάνον, καὶ ὅσον οὖν τι μικρὸν σιλφίου ἐπίξυσον.

4

.

4

.

2

ταύτης εἰ θέλοις κατεσθίειν ὅσον ὀξύβαφον, οὐδὲν μή σοι συστῇ ἐν τῷ σώματι πονηρόν· ἀλλὰ καὶ εἴ τι προϋπάρχει, ἐκβάλλει, καὶ εἴ τι ἀμαύ‐ ρωμα περὶ τοὺς ὀφθαλμούς, παύει· καὶ πνιγμούς, καὶ ἔτι περὶ τὸ διά‐ φραγμα καὶ τὰ ὑποχόνδρια εἴ τι προσπίπτει ἄτοπον, καὶ ὅσα σπληνί,
5ἐὰν ᾖ εὐμεγέθης, ταπεινώσει αὐτόν· πρός τε τοὺς μελαγχολικοὺς θαυ‐

4

.

4

.

3

μαστὴ ἐσθίεσθαι ὠμή· καθαίρει γὰρ τὰς φλέβας. πρὸς δὲ τὰ ἀρθρικὰ

4

.

4

.

4

οὐκ ἔστιν ἕτερον τοιοῦτον, οἷον ἡ κράμβη συγκειμένη οὕτως καὶ διδο‐ μένη νήστει πρωΐ. πρὸς δὲ τοὺς δυσεντερικοὺς δεῖ τῆς κράμβης λα‐ βόντας εἰς ὕδωρ δαψιλὲς ἀποβρέχειν εὖ, εἶτα ἐμβάλλοντα εἰς θερμὸν ὕδωρ ἑψεῖν, ἕως ἂν γένηται τακερά, εἶτα ἀπηθῆσαι τὸ ὕδωρ πᾶν, ἐπι‐
5βάλλειν καὶ ἔλαιον, εἶτα ἐνσυγκαταζέσαι, εἶτα ἐμβάλλοντα εἰς ἀγγεῖον ἐνθρύψαι ὅ τι ἂν βούλῃ σιτίου, ἢ μόνην ἐσθίειν τὴν κράμβην καὶ

4

.

4

.

5

διδόναι ψυχρόν. τοῦτο δὲ χρὴ ποιεῖν μὴ ἅπαξ, ἀλλ’ ἑκάστην ἡμέραν
πρωῒ εἰς πλείονας ἡμέρας· μὴ πολὺ δέ, ἵνα μὴ προσστῇ.

4

.

5

t

Ἐκ τῶν Διεύχους, ἄρτων σκευασίαι.

4

.

5

.

1

Ἄρτον δεῖ σκευάζειν ἀλεύρινον ἐκ πυροῦ ὡς ἀκολλοτάτου καὶ κούφως ὑπεζυμωμένου γλυκείᾳ ζύμῃ, ὡς ἐκ στερεωτάτου τοῦ σταιτός·

4

.

5

.

2

δεῖ δὲ πλείονα χρόνον τρίβεσθαι. ἡ δ’ ὄπτησις ἡ ἐπὶ τοῦ ἰπνίου μοι φαίνεται ἀσφαλεστέρα τῆς ἐν τῷ κριβάνῳ, ἔτι δὲ μᾶλλον ἡ ἐν τῷ ἄμητι· μαλακή τε γὰρ καὶ πλείω χρόνον ἡ ὄπτησις γίνεται, πρόσκαυσίς τε ἀπὸ τοῦ πυρὸς τῷ ὀπτωμένῳ οὐ ῥᾳδίως συμβαίνει παρὰ τὸ ἐκτὸς

4

.

5

.

3

τὴν ὑπόκαυσιν εἶναι. ὁ δ’ ἐν τῷ κριβάνῳ ἄρτος ξηρότερος μὲν τοῦ ἐν τῷ ἰπνίῳ καὶ εὐστομώτερος, οὐκ ἀσφαλὴς δ’ ἡ ὄπτησις, ἀλλὰ ταχὺ

4

.

5

.

4

τὰ ἐκτὸς ἐπικαίεται, ὥστε τὰ ἐντὸς ὠμὰ εἶναι. ὁ δ’ ἐγκρυφίας ξηρό‐ τατος τῶν ἄρτων ἐστίν· ἔτι δὲ τούτου ἐργωδεστέρα ἡ ὄπτησις τῆς ἐν τῷ κριβάνῳ· δεῖ δ’ ἀνθρακιάν τε εἶναι πολλὴν καὶ ἐπὶ τῆς ἀνθρακιᾶς

4

.

5

.

5

τέφραν ἱκανὴν ἐπεῖναι. τὸ δὲ σταὶς βέλτιον μὲν ἂν εἴη τὸ ἀλεύρινον καὶ μὴ ἐκ σεμιδάλεως γεγενημένον καὶ τετριμμένον ἱκανῶς, καὶ τὴν μαλακότητα πλείω δεῖ ἔχειν ἢ ἐν τῷ κριβάνῳ ἄρτον· εἶτα ἐπιτιθέντα ἐπὶ τὴν τέφραν τὴν ἐπὶ τοῦ πυρός, κατακαλύψαι ἄνωθεν τὸ σταὶς
5ἄλλῃ τέφρᾳ, εἶθ’ οὕτως τὴν ἀνθρακιὰν ἐπιβάλλειν ὡς πλείστην καὶ

4

.

5

.

6

μάλιστα ἄνωθεν ἐπικαίειν καθ’ ὃν ὀπτᾶται τόπον. οὗτος ὁ ἄρτος ξηρότατος πάντων ἐστίν· εἴη δ’ ἂν χρησιμώτατος πρὸς τὰς κοιλίας τὰς ὑγράς τε καὶ ἀπεπτούσας καὶ ὅσαι φλέγμα ἔχουσι πολύ.

4

.

6

t

Ἐκ τῶν Διεύχους, περὶ ἀλφίτων.

4

.

6

.

1

Ἀλφίτῳ δὲ χρήσαιτο ἄν τις καὶ πότημα καὶ ἕψημα ποιῶν, καὶ εἰς ζωμὸν ὀρνίθειον ἐμβάλλων ζέοντα ὡς ὀπτότατον τὸ ἄλφιτον, μὴ κινῶν, ἀλλ’ ἐῶν τακῆναι, ἀτρέμα χλιαίνων ἐπὶ πυρὸς ἢ ὕδατος θερμοῦ, ὥστε δίεφθον γίνεσθαι, καὶ εἰς ἄρνειον δὲ ζωμὸν καὶ εἰς ἐρίφειον μὴ
5παντάπασιν ἀπίμελον καὶ εἰς δελφάκειον ἐμβάλλων καὶ συνεψῶν τοῖς

4

.

6

.

2

δυσεντερικοῖς. ἱκανὸν δ’ εἰς τὸ τεταρτημόριον τῆς χοέως τοῦ ἀλφίτου τοῦ χρηστοτάτου καὶ ἁδροτάτου κοτύλαι β γάλακτος καὶ ὕδατος τὸ τρίτον μέρος βληθὲν καὶ τῆς μήκωνος ὁ κώδων πεπυρωμένος· ἢ συκῆς πρὸς πυρὶ ὅσον τριώβολον ὁλκῆς μίσγων λελεασμένης σύνεψε, καὶ
5ῥοφήματος πάχος ποιῶν πρόσφερε τοῦτο· ἀνάπαυσίν τινα ποιεῖ τῶν

4

.

6

.

3

ἀναστάσεων καὶ ὕπνον. χρήσαιτο δ’ ἄν τις οὐ πολλάκις, ἀλλὰ τρὶς ἢ τετράκις καὶ μάλιστα ἐπὶ τῶν ἰσχυόντων· ποιεῖ γάρ τινα ἀδυναμίαν,

4

.

6

.

4

τά τε οὖρα σπάνια βαδίζει τοῖς ἐπὶ πλεῖον αὐτῷ χρωμένοις. γίνεται δ’ ἄλφιτον καὶ ἀπὸ τοῦ βρόμου· φρύγεται δὲ σὺν τῷ ἀχύρῳ πᾶν ἀποπτίσσεταί τε καὶ τρίβεται καὶ ἐρείκεται, καθάπερ καὶ τὸ κρίθινον ἄλφιτον· τοῦτο τὸ ἄλφιτον κρεῖττόν ἐστι καὶ ἀφυσότερόν τι τοῦ
5κριθίνου.

4

.

7

t

Ἐκ τῶν Διεύχους, περὶ τροφῶν σκευασίας.

4

.

7

.

1

Τοῖς ἀσθενῶς κάρτα ἔχουσι καὶ μηκέτι δυναμένοις παχυτέραν ὕδατος προσδέχεσθαι τροφὴν κράτιστον ἀποβρέχειν καὶ ἑψεῖν καὶ τρί‐ βειν τὴν τροφὴν ἐν τῷ πόματι τῷ διδομένῳ· συμβαίνει γὰρ ἡμῖν τὴν ἀνάδοσιν ἀπὸ πάσης τῆς τροφῆς λεπτήν τε καὶ εἰς ἀτμὴν διαλυομένην
5ἀναδίδοσθαι, περιττώματά τε μὴ ὑπολείπεσθαι ἐν ταῖς κοιλίαις καὶ

4

.

7

.

2

δι’ ὅλης ἡμέρας ἀναδίδοσθαι τροφὴν ἅμα καὶ πόμα. μάλιστα δ’ ἡ τοιαύτη προσφορὰ χρησίμη ἂν εἴη διδομένη οἷς συνεστήκασιν αἱ κοιλίαι καὶ μὴ ἐκταράσσονται· λεπτῆς δὲ καὶ βάρος ἐχούσης προσδέονται τρο‐

4

.

7

.

3

φῆς. ἀποβρέχοι μὲν οὖν ἄν τις τό τε ἄλφιτον τὸ καπυρὸν καὶ τὰς καλουμένας ἐρικίδας· πλείστην δ’ ἀφιᾶσι δύναμιν οἱ ἄρτοι ὡς θερμό‐ τατοι κλασθέντες καὶ ἀποβραχέντες· ὡσαύτως δὲ καὶ ὁ πυρὸς φωχθεὶς

4

.

7

.

4

καὶ ἐρειχθεὶς ἀποβρέχοιτο ἂν ὁμοίως. τῶν δ’ ἀφεψωμένων ἔτι μᾶλλον

4

.

7

.

5

τὸ πόμα κρεῖττον καὶ τροφιμώτερόν ἐστιν. τοῖς μὲν οὖν πυρέσσουσι καὶ οἷς αἱ κρίσεις μὴ ῥᾳδίως γίνονται δεῖ τὴν κριθὴν μὴ περιπτίσσειν, ἀλλὰ πλύνοντα ἑψεῖν τῷ ὕδατι· πρότερον δὲ χλιάναντα ἀποχεῖν καὶ ἄλλο ἐπιχέοντα ὕδωρ ἑψεῖν· ἑψοῖτο δ’ ἂν καλῶς, εἰ δέκα κοτύλας
5ὕδατος εἰς μνᾶν τῆς κριθῆς ἐπιχέαις· ἕψεται δ’ ἕως ἂν ἡ κριθὴ ῥαγῇ· εἶτ’ ἀπηθήσας τὸ λεπτότατον ὕδωρ, μίσγων μέλιτι ἢ αὐτὸ καθ’ ἑαυτὸ

4

.

7

.

6

δίδου. τοῦτο καὶ τὴν κοιλίαν εὔλυτον ποιεῖ καὶ οὐρεῖται καὶ τρέφει

4

.

7

.

7

ἱκανῶς. δίδοται δὲ καὶ ἡ εἰς τὸ ἄλφιτον κριθὴ φρυχθεῖσα, ἣν κάχρυδα καλοῦσιν· δεῖ δὲ πρὸ τοῦ ἀλεσθῆναι αὐτὴν ἀποτρίψαι κούφως τὸ προσ‐

4

.

7

.

8

κεκαυμένον ἄχυρον καὶ ἀποβρέξαντα ἑψεῖν. τὴν κοιλίαν μᾶλλον ἐφί‐ στησιν ἐκείνου· δεῖ δ’ ἐν τῷ ὕδατι ἑψεῖν, καθάπερ καὶ τὴν ὠμὴν

4

.

7

.

9

κριθήν. ἀφεψοῖ δ’ ἄν τις καὶ τὰς καλουμένας ἐρικίδας ἐν ὕδατι, ἀπ‐

4

.

7

.

10

εχόμενος τοῦ κινεῖν, ὅπως ὡς λεπτότατον ᾖ τὸ ἕψημα. ἀφεψοῖ δ’ ἄν
τις καὶ ἄρτους καταζύμους καὶ τοὺς ξηροὺς καὶ τοὺς προσφάτους 〈καὶ〉 πυροὺς ὠμοὺς καὶ πεφρυγμένους καὶ κέγχρον καὶ σχεδὸν πᾶσαν τροφήν, ὁποίαν ἂν ὑπολαμβάνοι τῷ κάμνοντι οἰκείαν εἶναι, καὶ ἐν τῷ
5πόματι τῷ διδομένῳ καὶ ἐν ζωμῷ ἀρνίων καὶ ἐν ἄλλοις πλείοσι χυμοῖς.

4

.

7

.

11

τὰ δ’ ὑποτριβόμενα παχύτερα μὲν τῶν διαβρεγμάτων φαίνεται εἶναι καὶ τῶν ἀφεψωμένων καὶ ἰσχυρότερα, ὑποτρίβοιτο δὲ σχεδὸν πᾶσα ἡ

4

.

7

.

12

προειρημένη τροφὴ ὡσαύτως εἰς τὰ διδόμενα πόματα. καὶ τῶν ἀκρο‐ δρύων πολλὰ καὶ ὀσπρίων ἐν τροφῆς μέρει καὶ δυνάμεως πρός τινας τῶν ἀρρωστούντων καταχρῷτο ἄν τις, κόπτων καὶ τρίβων καὶ ἐγχυ‐

4

.

7

.

13

λίζων εἰς τὸ διδόμενον. δεῖ δὲ τοὺς μὲν ἄρτους, καὶ τοὺς ξηροὺς καὶ τοὺς προσφάτους, καὶ τὰ πόπανα βρέξαντας τρίβειν διέντα ὕδατι καὶ

4

.

7

.

14

ἠθεῖν δι’ ὀθονίου. μίσγοις δ’ ἂν αὐτοῖς πρὸς τὸ τὴν λευκότητα μὴ ἐμφαίνεσθαι τὴν ἀπὸ τοῦ ἄρτου τοῦ σικύου σπέρμα φώξας καὶ ἀμύ‐ γδαλα καὶ στροβίλους καὶ οὖα, καὶ μεθ’ ἑνὸς ἑκάστου καὶ μετά τινων ἢ πάντων, ἀνήσου τε ἢ μαράθου σπέρματος μίσγων, τοῖς μὲν οὖν

4

.

7

.

15

πυρέσσουσιν ἐν μελικράτῳ, τοῖς δ’ ἄνευ πυρετῶν οἴνου παραχέων. ἡ δὲ κέγχρος καὶ ἡ μελίνη τριβόμενα ἂν ἁρμόσειε περιλελεπισμένα οἷς αἱ κοιλίαι ἐκχολοῦνται καὶ οἷς λεπταὶ καὶ πολλαὶ ὑποχωρήσεις γίνον‐

4

.

7

.

16

ται. δεῖ δὲ τρίβοντα διιέναι ὕδατι μὴ ἔλασσον ὀξυβάφου τῷ ἀνδρί, καὶ ἐκχυλίσας διὰ πυκνοῦ ὀθονίου, ἐν κοτύλῃ ὕδατος ἐπιχέων οἴνου

4

.

7

.

17

αὐστηροῦ τὸ μέτριον, πρόσφερε νήστει. ἁρμόσει δ’ ὑποτρίβειν τῇ κέγχρῳ τὰ Εὐβοϊκὰ κάρυα σὺν τῷ λέμματι τῷ ἐντὸς μὴ πολλά, καὶ συνεκχυλιζόμενα μετὰ τῆς κέγχρου ῥόφημα γένοιτο ἂν τοῖς πυρέσσου‐

4

.

7

.

18

σιν. ἀσθενέστατον μὲν πάντων τὸ ἀπὸ τῆς κάχρυδος· δεῖ δ’ αὐτῆς ὅσον ἡμιχοινίκιον ἐν ἓξ κοτύλαις ὕδατος· ἐὰν δὲ δίεφθος ᾖ, τορυνᾶν

4

.

7

.

19

κρεῖττον κατὰ τὴν πτισάνην καὶ ἀποχυλίζειν. τοῦτο καὶ τὴν κοιλίαν ἧσσον ἂν καταφέροι τῆς πτισάνης, ὅ τε χυλὸς λεπτότερος γίνεται.

4

.

7

.

20

βόρμος δέ (οἱ δὲ βρόμον καλοῦσιν) εὐπεπτότατον πάντων τῶν ὀσπρίων, καὶ τὸ ῥόφημα κάλλιστόν ἐστιν, ἰσχυρότερον δ’ ἢ τὸ ἀπὸ τῆς κάχρυ‐ δος, τῆς δὲ πτισάνης ἀσθενέστερος καὶ ἡδίων· ἕψεται δὲ τὸν αὐτὸν

4

.

7

.

21

τρόπον τῇ πτισάνῃ κοτύλην ἐν ὕδατος κοτύλαις δέκα. τὸ δ’ ἀπὸ τοῦ
φακοῦ ῥόφημα ποιεῖν ἄφωκτον περιπτίσσοντα, τέφρας ὡς λεπτοτάτης ἐλατίνης μεμιγμένης διπλασίας ἢ ὁ φακός ἐστιν· κούφως δὲ χρὴ παί‐ ειν, ἔστε ἂν καλῶς περιαχυρισθῇ, καὶ σῆσαι λεπτῷ κοσκίνῳ, καὶ ἡ μὲν
5τέφρα κάτω ἔσται· τὸν δὲ φακὸν πλεονάκις πλύνοντα ἑψεῖν, ἀνήθου τι ὑποθέντα ἢ γλήχωνος ἀνέλαιον· τὸν δ’ ἅλα μέτριον ἐμβάλλειν καὶ ὀξείδιον βραχὺ ἐπιχεῖν, ὅταν δίεφθος ᾖ· τοῖς δ’ ἀπυρέτοις, καὶ οἷς ἡ κοιλία καταφερής, οἴνου ἀντὶ τοῦ ὄξους μίσγειν εὐωδεστάτου κύαθον.

4

.

7

.

22

βοηθοῖεν δ’ ἂν τῇ κοιλίᾳ καὶ ἄπιοι καὶ μῆλα τὰ κυδώνια τμηθέντα καὶ συνεψώμενα τῇ φακῇ ἄνευ οἴνου καὶ ὄξους· ἕψοιτο δ’ ἂν ἡ κοτύλη

4

.

7

.

23

τῶν φακῶν ἐν ἑπτὰ κοτύλαις ὕδατος. χρήσαιο δ’ ἂν πρός τινας, ὧν δεῖ τὴν κοιλίαν ἐξυγραίνειν, τῶν νέων τεύτλων ἄκρα τὰ πέταλα συγ‐

4

.

7

.

24

καθεψῶν ἢ μαλάχην ἢ σίκυον ἢ κολοκύντης λεπτὰ κατατεμών. ἀμυλίῳ δὲ χρήσαιο ἄν, ὧν ἐν τῷ πυρέσσειν αἱ κοιλίαι καταφέρονται· μίσγοις δ’ ἂν αὐτοῦ καὶ εἰς τὸν φακὸν πρὸς τὰς κοιλίας· χρήσαιο δ’ ἂν αὐτῷ καὶ ἐν γάλακτι πρὸς τὸ ὕδωρ μίσγων καὶ αὐτῷ καθ’ ἑαυτό· μᾶλλον δ’
5ἂν ἁρμόσειε δυσεντερικοῖς καὶ βηχώδεσι καταρροϊκοῖς· ἑψοῖς δ’ ἂν [τε]

4

.

7

.

25

δέκα δραχμὰς ἐν κοτύλαις δ ὑγροῦ. κέγχρος δ’ ἥκιστα μὲν ἁρμόζει τοῖς πυρέσσουσιν· οὐ μὴν ἀλλὰ τοῖς γε κατὰ κοιλίαν ἐνοχλουμένοις εὐαρμοστεῖ μάλιστα· ἑψοῖς δ’ ἂν τὸ ὀξύβαφον ἐν δέκα ὀξυβάφοις ὕδατος· δεῖ δὲ τρίψαντα ἐν θυίᾳ παραχεῖν τοῦ ὕδατος τὰ μέτρα τὰ
5γεγραμμένα καὶ διέντα καὶ ἠθήσαντα ἐν τῷ ὕδατι οὕτως ἑψεῖν, ἀνήθου

4

.

7

.

26

καὶ ἁλὸς μικρὸν ἐμβάλλοντα. μίσγοις δ’ ἂν τοῦ κέγχρου τὸ ἤθημα καὶ εἰς φακὴν καὶ εἰς πτισάνην καὶ εἰς πᾶν ῥόφημα ἀντὶ τοῦ ἐλαίου,

4

.

7

.

27

πλὴν εἰς φακήν, τὸ τοῦ σικύου σπέρμα ὠμόν. καὶ διηθῶν μίσγε τῇ πτισάνῃ καὶ τοῖς λοιποῖς ἑψήμασιν ἢ τοῦ κώνου τὸ κάρυον, ὃ καλοῦσι στρόβιλον, ἢ τὰ Ποντικὰ ἢ τὰ Θάσια κάρυα, μάλιστα δ’ οἷς ἀντὶ γά‐

4

.

7

.

28

λακτος βούλοιο τὴν μῖξιν ποιεῖσθαι. τοῖς βηχώδεσι δ’ ἂν ἁρμόσῃς μάλιστα, τῶν ἀμυγδάλων ὑποτρίψας εἰς τὰ ῥοφήματα· τοῖς δὲ κατὰ κοιλίαν ἐνοχλουμένοις ἀντὶ τοῦ ἐλαίου ὑποτρίβειν τὴν λευκὴν μήκωνα, ἡσυχῇ φώξαντα σὺν τῷ ἐλύτρῳ καὶ ἐκχυλίσαντα εἰς τὸ ἕψημα· συν‐

4

.

7

.

29

εργεῖ καὶ πρὸς τοὺς ὕπνους. ὑποτρίβειν δὲ δεῖ πρὸς τὰς κοιλίας καὶ τὰ Εὐβοϊκὰ κάρυα, ἃ καλοῦσι Σαρδιανά, σὺν τῷ ἐντὸς λέμματι τῷ ὄντι

4

.

7

.

30

σὺν τῷ καρύῳ· τρίψας ἐκχύλιζε 〈εἰσ〉 τὸ ὕδωρ τῆς μήκωνος. ἑψοῖς
δ’ ἂν καὶ σεμίδαλιν τεταρτημόριον αὐτῆς ἐν δέκα κοτύλαις ὕδατος μετ’ ἐλαίου μετρίου καὶ ἀνήθου, προπλύνας τὴν σεμίδαλιν· ὁμοίως δὲ

4

.

7

.

31

καὶ τὸν χόνδρον, εἰ θέλοις ῥόφημα ποιεῖν. ἑψοῖς δ’ ἂν καὶ γάλα μίσγων, ἤδη κατέφθων ὄντων τῶν ἑψημάτων, θερμὸν ἐπιχέων καὶ μὴ πολὺν χρόνον συνεψῶν· δεῖ δὲ τὸν χόνδρον προβρέχειν ἐν ὕδατι, εἶθ’ οὕτως μίσγειν τὸ τέταρτον μέρος τῆς χοίνικος, ἑκατέρου δ’ αὐτῶν
5πρὸς τὰς ἑπτὰ κοτύλας τοῦ γάλακτος δύο· μαλακῶς δ’ ἑψεῖν ἐπ’ ἀν‐

4

.

7

.

32

θράκων, μιγνύων καὶ διὰ χειρὸς ἔχων τοῦ μὴ διακαῆναι. μίσγοις δ’

4

.

7

.

33

ἂν καὶ πρὸς πᾶν ἕψημα γάλακτος. τὸ δὲ πόπανον, ὅ τινες ἴτριον καλοῦσιν, ἀλυπότερον ἔσται, εἰ κόψας λεπτὸν ποιήσαις ὑποτρίβων ἢ τῶν ἀμυγδάλων ἢ σικύου σπέρμα· εἰ δὲ μή, ὡς εἰώθασι, μετ’ ἐλαίου

4

.

7

.

34

καὶ ἀνήθου ἑψεῖν. χρῷτο δ’ ἄν τις αὐτῷ πρὸς τὰς κοιλίας καὶ αὐτῷ καθ’ ἑαυτὸ καὶ πρὸς τὸν φακὸν μίσγων· τοῖς δὲ πυρέσσουσι πρόσαρμα

4

.

7

.

35

πάντων ἀχρειότατον. καλῶς δ’ αὐτὸ ἑψοῦσι καὶ οἱ ἐν τοῖς ὀρνιθείοις ζωμοῖς 〈καὶ〉 ἀρνείοις ἑψῶντες· ἐν πλείονί τε γὰρ ζωμῷ ἑψοῦσι καὶ ἐν χύτραις, οὐχ ἁπτόμενοι οὐδὲ κινοῦντες, ὥστε συμβαίνει οὕτως μάλιστα

4

.

7

.

36

τήκεσθαι καὶ δίεφθα γίνεσθαι. ὁ δὲ ξηρὸς ἄρτος ἕψημα κουφότατον· δεῖ δὲ τοῖς μὲν πυρέττουσι χλιάναντα εἰς πῦρ καὶ προβρέξαντα τρίβειν λεῖον καὶ ὅσον δέκα δραχμὰς ἐν δυσὶ κοτύλαις ἑψεῖν, ῥοφήματος τὸ πάχος ποιοῦντας· ὑποτρίβειν δ’ αὐτῷ ἢ τὸ τῶν ἀμυγδάλων ἢ τὸ τοῦ

4

.

7

.

37

σικύου σπέρμα. τοῖς δὲ μὴ πυρέσσουσι, κόπτων τὸ μέγεθος σεμιδάλεως ἢ χόνδρου, [ποιοῦντας] ὀλίγον χρόνον προβρέξας, ἀποχέας τὸ ὕδωρ, τὰς δέκα δραχμὰς ἐν τρισὶν ἡμικοτυλίοις ἑψεῖν ὑποτρίβοντά τι τῶν εἰρημένων, καὶ ποιοῦντα χόνδρου τὸ πάχος προσφέρειν μετὰ μέλιτος,

4

.

7

.

38

ἢ ὡς ἥδεται ὁ κάμνων. χρήσαιτο δ’ ἄν τις καὶ πρὸς τὰς κοιλίας τὰς ἀπεπτούσας καὶ τοῖς φυσώδεσι καὶ οἷς ἐξυγραίνονται, καὶ αὐτῷ καθ’ ἑαυτὸ καὶ μετὰ φακοῦ καὶ πρὸς τὰς συνεστηκυίας κοιλίας ζωμῷ ὀρνί‐ θων μείζονι τοῦ ὄγκου καταβρέχων ἢ ἑψῶν.

4

.

8

t

Ἀμύλου καὶ τῶν ἄλλων ὑποστάσεων σκευασία.

4

.

8

.

1

Γίνονται δὲ καὶ ὑποστάσεις, καθάπερ τὸ ἀμύλιον, πάντων τῶν ὀσπρίων· τὸ δ’ ἀμύλιον γίνεται οὕτως· σεμίδαλιν ὡς καθαρωτάτην λαβόντα, κούφως προβρέχοντα, πλύνειν καὶ ἀπηθεῖν δι’ ὀθονίου ὡς πλείστῳ ὕδατι καὶ τὴν κόλλαν ἐξαιρεῖν ὡς μάλιστα· ἐάσας δ’ ἐν κεραμίῳ
5ἀγγείῳ καταστῆναι ὕδωρ ἀπηθῆσαι καὶ πάλιν ἄλλο ἐπίχεε ὡσαύτως
καὶ πάλιν ποίει οὕτως, ἕως καθαρὸν τὸ ἀπηθούμενον γένηται, εἶτα ἐξελὼν τὴν ὑπόστασιν ξήραινε ἡλιάζων ἐν κεραμίῳ ἀγγείῳ, ἕως ἂν

4

.

8

.

2

εἰς τέλος ξηρανθῇ. ὡσαύτως δὲ καὶ τὸν ὄροβον δεῖ ποιεῖν καὶ μάλιστα τὸν λευκόν· ἐρείξαντα καὶ ἀποβράσαντα τὸ ἄχυρον βρέχειν καὶ τρίβειν λεῖον, διέντα δ’ ὕδατι πλείονι ἀποχεῖν πολλάκις τῆς ἡμέρας, ἕως

4

.

8

.

3

καθαρὸν τὸ ἀποχεόμενον ᾖ, καὶ ξηράναντα ἀποθέσθαι. χρήσαιο δ’ ἂν τούτῳ ἐπ’ ἐμπύων εἰς τὸ ἕψημα μίσγων πρὸς τὸ ἀναπτύειν καὶ γυναικὶ εἰς κάθαρσιν καὶ εὐσαρκίαν καὶ εὔχροιαν, ἐν οἰνομέλιτι διδοὺς

4

.

8

.

4

καὶ μετ’ ἀλφίτου. ἱκανὸν δ’ ὀξύβαφόν ἐστιν ἐρεγμοῦ τῷ ὑγιαίνοντι

4

.

8

.

5

καὶ ἀνδρὶ καὶ γυναικί. γίνεται δὲ καὶ φακοῦ ὑπόστασις ἐρειχθέντος τὸν αὐτὸν τρόπον καὶ βραχέντος καὶ τριφθέντος, καθάπερ ὄροβος, καὶ ἀποχυθέντος τοῦ ὕδατος, ἕως ἂν καθαρὸν τὸ ἀπηθούμενον γένηται.

4

.

8

.

6

ξηρανθεῖσα δ’ 〈ἡ〉 ὑπόστασις μίσγοιτο ἂν πρὸς τὰ ἑψήματα τοῖς κατὰ κοιλίαν ἐνοχλουμένοις μάλιστα καὶ πρὸς κέγχρον καὶ πρὸς ἄρτον ξηρὸν καὶ πρὸς πτισάνην, καὶ πρὸς πλείω δ’ ἄλλα ἄν τις καταχρήσαιτο τῶν

4

.

8

.

7

ἑψημάτων. τὰ δ’ ἀπὸ τῶν ὀσπρίων ἑψήματα ἀχρειότερά ἐστι τῶν προειρημένων ἑψημάτων τοῖς πυρέσσουσιν· ἀτροφώτερα γὰρ καὶ φυ‐ σωδέστερα τυγχάνει ὄντα· χρήσαιτο δ’ ἄν τις ἐρέγμινον ποιήσας ἐξ

4

.

8

.

8

ὠμῶν τῶν ὀσπρίων. τῷ μὲν κυαμίνῳ ἐρεγμῷ, εἰ βούλοιο ἄφυσον ποιεῖν, ἐπιχέας πλεῖον ὕδωρ ἑψεῖν· ἐπειδὰν δ’ ἀναφρίξῃ καὶ δίεφθος γένηται, ἀποχέας ἅπαν μῖξον πάλιν θερμόν· εἴη δ’ ἂν ἱκανὸν τὸ τε‐ ταρτημόριον τῆς χοίνικος 〈καὶ〉 τῷ ἤδη ἀπέφθῳ γεγενημένῳ δύο

4

.

8

.

9

κοτύλαι μιχθεῖσαι ὕδατος καὶ ἐλαίου. χρήσαιο δ’ ἂν τούτῳ πρός τε

4

.

8

.

10

τὰς κορύζας καὶ κατάρρους μίσγων κηρίου τι. χρήσαιτο δ’ ἄν τις καὶ πρὸς δυσεντερίας καὶ τεινεσμοὺς λιπαρώτερον αὐτὸ ποιῶν καὶ οὐ προ‐

4

.

8

.

11

αφεψῶν οὐδ’ ἀποχέων τὸ ὕδωρ. μίσγοιτο δ’ ἂν εἰς αὐτὸ καὶ μυελὸς καὶ κηρὸς καὶ τυρός, μάλιστα ὁ φρυκτός, καὶ τὸ ἔλαιον πλεῖον οἷς

4

.

8

.

12

βουλόμεθα ἐκκοπροῦν. μίσγοιτο δ’ ἂν ὁ ἐρεγμὸς καὶ πρὸς πτισάνην

4

.

8

.

13

καὶ πρὸς φακὸν τοῖς τεινεσμώδεσι καὶ δυσεντερικοῖς. ἑψοῖτο δ’ ἂν ὁ μὴ ἄπεφθος ἐρεγμὸς τὸ τεταρτημόριον τῆς χοίνικος ἐν ἓξ κοτύλαις

4

.

8

.

14

ὕδατος. τὸ δὲ πίσινον ἔτνος ἀφυσότερον τοῦ κυαμίνου τυγχάνει ὂν καὶ εὐκατεργαστότερον· διὸ καὶ μᾶλλον τοῖς ἀρρωστοῦσι προσενέγκαιτο

4

.

8

.

15

ἄν τις. δοίη δ’ ἄν τις τοῦτο καὶ πρὸς τοὺς κατάρρους καὶ βηχώδεσιν· ἑψοῖτο δ’ ἂν καὶ τοῦτο τὸ τεταρτημόριον τῆς χοίνικος ἐν ἓξ κοτύλαις

4

.

8

.

16

ὕδατος. τὸ δ’ ἐκ τῶν φασίλων ἔτνος γλυκύτατον τυγχάνει πάντων,

4

.

8

.

17

δυσέψητον δὲ καὶ τἄλλα ἔχον παραπλήσια τοῖς εἰρημένοις. ἕψεται δὲ

4

.

8

.

18

καὶ τοῦτο ἐν τῷ ἴσῳ ὑγρῷ. τὸ δ’ ἐκ τῶν δολίχων καὶ τῶν ἀράκων πάντων χείριστον καὶ πρὸς οὐδὲν χρήσιμον τῶν ἀρρωστημάτων ἕψημα ἂν γένοιτο.

4

.

9

t

Περὶ ἑψήσεων.

4

.

9

.

1

Ἅπαν ὄσπριον, κριθὴν καὶ πυρόν, ἑψεῖν δεῖ, περιπλάσαντα σταιτὶ τὸ πῶμα τῆς χύτρας· ἑψεῖν δὲ δεῖ ὡς πλεῖστον χρόνον καὶ ὡς μαλα‐ κωτάτῳ πυρί· οὐ γὰρ ἐνδέχεται προσκαῆναι, ἄνπερ ἀτόρυτον τὸ ἑψώμενον ὅσον δή ποτε χρόνον ἑψῆται· δεῖ οὖν, διέφθων ἤδη σφόδρα
5ὄντων τῶν ὀσπρίων, οὕτως τορυνᾶν καὶ διὰ χειρὸς ἔχειν κινοῦντα μὴ

4

.

9

.

2

προσκαῆναι. ἐλαίῳ δὲ χρῆσθαι πρὸς τὰ ἑψήματα καὶ πρὸς τὰ ὄψα τῷ ἀνοσμοτάτῳ καὶ ἐν τῷ στόματι μηδεμίαν δύναμιν ἐμφαίνοντι· τοι‐

4

.

9

.

3

οῦτον δ’ ἂν εἴη τὸ ὀμφάκινον. τοὺς δ’ εὐφυεῖς τῶν ἰχθύων ἐν τῇ λεπίδι καὶ ἑψεῖν καὶ ὀπτᾶν· δεῖ δέ, κἂν ἑψῇς, τὴν ἄρτυσιν ἀποδιδόναι καὶ τὸ ἔλαιον ἱκανὸν καὶ προεψεῖν τὴν ἅλμην, εἶτα εἰς ζέουσαν καθιέ‐ ναι τὸν ἰχθύν· οὕτω δὲ γενομένης τῆς ἑψήσεως, ἐγχυλότερός τε γίνεται

4

.

9

.

4

ὁ ἰχθὺς καὶ ἔχων τὸν ἴδιον χυμὸν ἐν αὑτῷ. ὡσαύτως δὲ καὶ ὁ ὀπτὸς ἐν τῇ λεπίδι ὀπτώμενος κρείσσων τε καὶ ἁπαλώτατος καὶ τροφιμώτατος

4

.

9

.

5

γίνεται. δεῖ δὲ τῷ ἐλαίῳ τὴν ἄρτυσιν ἀποδιδόναι, τὸν δ’ ἅλα ἱκανὸν καταπάσσειν καὶ λεπτοῦ ἀλφίτου.

4

.

10

t

Ἐκ τῶν Φιλοτίμου, κέγχρου σκευασία.

4

.

10

.

1

Ὁ δὲ κέγχρος τριφθεὶς μὲν ὠμὸς καὶ λειανθεὶς καὶ παραχεομένου πάλιν ὕδατος τριβόμενος καὶ ἀπηθούμενος καὶ συνεψηθεὶς καὶ γενό‐ μενος ὅμοιος ἀλητῷ κολλώδης τε καὶ στρυφνότητα ἔχων καὶ τὰς κοι‐

4

.

10

.

2

λίας ἱστὰς καὶ κατεργάζεσθαι δυνάμενός ἐστιν. μᾶλλον δέ, ὅλος ἑψώ‐ μενος, ὥσπερ εἰώθασιν ἑψεῖν, δυσκατεργαστότερος καὶ τὰς κοιλίας ἐνίοτε μαλακωτέρας ποιῶν καὶ τὴν ἀλλοίωσιν ἐν τοῖς διαχωρήμασιν οὐ λίαν ἐστὶν ἔχων, κἂν κολλωδέστερος ᾖ· τὸν χυμὸν δὲ γλυκὺν στῦψιν ἔχοντα
5ἀναδίδωσιν.

4

.

11

t

Ἐκ τῶν Ἀντύλλου, τροφαὶ συνεχῶς νοσοῦσι καὶ σκευ‐ ασίαι αὐτῶν· κεῖται ἐν τῷ Περὶ βοηθημάτων, εἰς τὸν τρί‐ τον λόγον, ἐν τοῖς προσφερομένοις, ἐν τῷ β κεφαλαίῳ.

4

.

11

.

1

Ἐκλεκτέον ἐπὶ τῶν συνεχῶν νοσημάτων τροφὴν πεφθῆναί τε
ῥᾴστην καὶ ἀναδοθῆναι ταχίστην καὶ οὐ πάνυ πολύτροφον καὶ ῥᾳδίως διαπνεομένην (αἱ γὰρ κατεχόμεναι σωματοποιοῦσι τοὺς πυρετούς)· ἔχει

4

.

11

.

2

δὲ πάσας τὰς εἰρημένας ἀρετὰς ἄρτος πλυτὸς ἐξ ὕδατος. ἔστω δὲ πυρῶν μὲν τριμηνιαίων, [καὶ] καθαρῶν δὲ μὴ σφόδρα (πολύτροφος δ’ ὁ τοιοῦτος)· τετρίφθω δ’ εὖ μάλα καὶ ἐξοπτάσθω. σεμιδαλίτης δὲ μήτε τούτων τῶν πυρῶν μήτε ἄλλων παραλαμβανέσθω διὰ τὸ ἰσχυρόν.
5ἔστω δὲ καὶ ἕωλος μᾶλλον καὶ ζυμίτης· ἀποβρεχέσθω δ’ ὕδατι θερμῷ ἄλλῳ καὶ ἄλλῳ συνεχὲς ἀποχεομένῳ μὴ πᾶν τὸ τοῦ ἄρτου μέρος, ἀλλὰ τὸ ἔνδοθεν· τὸ γὰρ δερματῶδες αὐτοῦ πρὸς τὴν διαδοχὴν καὶ τὴν πέψιν ἄθετον. μέτρον δὲ τῆς διαβροχῆς οὐ τὸ ἀνοιδῆσαι μόνον,

4

.

11

.

3

ἀλλὰ καὶ τὸ ἀποπνεῦσαι τῆς ζύμης καὶ μηδὲν ἐκείνης ὀδωδέναι. τοῦ δ’ αὐτοῦ γένους καὶ χόνδρος πλυτός, ἀποχυλιζόμενος μὲν καὶ πλυνό‐

4

.

11

.

4

μενος ἱκανῶς, ἑφθὸς δὲ διδόμενος ἐν ὕδατι ἢ μελικράτῳ. τοῦ δ’ αὐτοῦ γένους καὶ χυλὸς πτισάνης, ἑψώμενος μὲν ἓν μέρος πτισάνης πεντε‐ καίδεκα μέρεσιν ὕδατος, ὑπολειπομένου δὲ κατὰ τὴν ἕψησιν τοῦ πέμ‐ πτου μέρους καὶ διηθουμένου· πίνεται δ’ ὁ χυλὸς ὀλίγον προσλαβὼν

4

.

11

.

5

μελίκρατον. καὶ αὐτὸ δὲ τὸ μελίκρατον ἐκ τῶν αὐτῶν τροφίμων ἄν τις θείη, καθεψώμενον οὕτως, ὥσπερ καὶ τὴν πτισάνην ἔφαμεν, τοῦ μέλιτος πρὸς πολλὰ μέρη τοῦ ὕδατος ἀνακιρναμένου παραπλησίως εἰς

4

.

11

.

6

πέμπτον μέρος. σκευάζεται δὲ καὶ ῥόφημα ἐκ τοῦ χόνδρου τόνδε τὸν τρόπον· πλυθεὶς ὁ χόνδρος ἱκανῶς, καὶ πολλάκις ἀποχυθέντος τοῦ πλύματος, αὖθις ἐπιβρέχεται ὕδατι καθαρῷ ὅσον ὥραν μίαν, εἶτα τρί‐ βεται χερσὶν ἐν τῷ ὕδατι, ἕως γαλακτωθῇ τὸ ὕδωρ τῇ τε χροιᾷ καὶ
5τῇ παχύτητι, κἄπειτα οὕτως διηθούμενος ὁ χόνδρος αὐτὸς μὲν ἔξω μένει, τὸ δ’ ἀπογαλακτωθὲν ἐξ αὐτοῦ προσλαμβάνει ἁλῶν ὀλίγον, ἐπὶ δὲ τῶν δακνομένων τὸν στόμαχον καὶ τὰ ἔντερα βραχύ τι καὶ ἀνήθου, ἐπὶ δὲ τῶν ἀνατρεπομένων τὸν στόμαχον καὶ ναυτιωδῶν γλήχωνος καὶ θύμου, ἐπὶ δὲ τῶν ἐμπνευματουμένων κυμίνου· ἕψεται δὲ μέχρι

4

.

11

.

7

συστάσεως καὶ προσφέρεται πρὶν διαψυγῆναι. τοῦτο τὸ εἶδος τῆς τρο‐ φῆς εἰ χρηστῶς σκευασθείη, καὶ τῇ τῆς προσφορᾶς εὐκολίᾳ καὶ τῷ ῥᾳδίῳ τῆς πέψεως καὶ τῷ ταχέως ἀναλαμβάνεσθαι, ἡνίκα καὶ χόνδρον

4

.

11

.

8

καὶ ἄρτον προηγουμεν...... αἱ μὲν οὖν ἐπὶ τῶν ὀξέων πυρετῶν εἰσιν αἵδε αἱ τροφαί· κατὰ περίστασιν δὲ πολλάκις ἢ διὰ τὸ μὴ παρεῖναι ταύτας ἢ διὰ τὸ μὴ οἰκείως ἔχειν πρὸς αὐτὰς τοὺς κάμνοντας ἀναγ‐
καζόμεθα καὶ ἄλλαις χρῆσθαι τροφαῖς, ἐν αἷς ἐστιν ἴτριόν τε καὶ

4

.

11

.

9

λάχανον καὶ ἄλφιτον καὶ ὠόν. τὸ μὲν οὖν ἴτριον ἐκ πυρῶν ἔστω, ὧν καὶ ὁ ἄρτος ὠπτημένος καλῶς· λεπτὸν δ’ αὐτὸ δεῖ εἶναι σφόδρα· τὸ γὰρ παχὺ ἀνωμάλως ὀπτᾶται· καὶ τετρίφθαι δὲ δεῖ μάλιστα λεπτό‐ τατον, ὥστε ἐπ’ ἴσης ἀλφίτῳ εἶναι· ἑψεῖσθαι δ’ ἐν ὕδατι (μάλιστα
5μὲν οὖν ὀμβρίῳ, εἰ δὲ μή, ὅτι καθαρωτάτῳ) ἐπὶ πλεῖστον, ὥστε ὑπὸ

4

.

11

.

10

τῆς ἑψήσεως ἑνωθῆναι. ἐχέτω δ’ ὀλίγον ἁλῶν καὶ ἔστω ἀνέλαιον ἢ βραχύ τι παντελῶς ἐλαίου προσλαμβανέτω, πρὶν ἐμπάσσεσθαι τὸ ἴτριον

4

.

11

.

11

συνεψωμένου τῷ ὕδατι τοῦ ἐλαίου. ὁμοίως δὲ καὶ χόνδρος ἑψεῖται

4

.

11

.

12

σὺν τοῖς αὐτοῖς ἡδύσμασιν. λαχάνων δὲ πάντων ἐπιτηδειότατον μαλάχη ἔν τε γάρῳ καὶ ἐλαίῳ ἑφθὴ ἐσθιομένη καὶ τὸ ἀπ’ αὐτῆς ῥόφημα, ὃ δὴ γίνεται τῶν φύλλων ἑψωμένων τῶν νεαρῶν τῆς μαλάχης χωρὶς τῶν ἰνῶν, ἔπειτα τριβομένων ἐν θυίᾳ καὶ αὖθις ἑψωμένων ἐν ὕδατι

4

.

11

.

13

καὶ ἁλὶ καὶ ἐλαίῳ. δευτέραν δὲ χώραν ἔχει κολοκύντη· δεῖ δ’ ἐπι‐ λέγεσθαι τὰς σφόδρα νεαράς· ἑψεῖν ὅλας ἀξύστους, ἵνα μὴ τοῦ ὕδατος ἑψώμεναι διακορεῖς γένωνται· ξυέσθωσαν δὲ μετὰ τὴν ἕψησιν καὶ προσ‐ φερέσθωσαν, μάλιστα μὲν ἐν ὑδράλμῃ (καὶ γὰρ οὐδ’ ἄστομος ἡ τοι‐

4

.

11

.

14

αύτη προσφορά), εἰ δὲ μή, ἐκ γάρου καὶ ἐλαίου δοτέον. τὰ δ’ ὠὰ ἑψεῖν δεῖ ἐν ὕδατι κινοῦντας ἀδιαπαύστως αὐτά· οὐ γὰρ συνίσταται τὰ κινούμενα οὐδὲ παχύνεται· βέλτιον δ’ ἐν ὀξυκράτῳ ἑψεῖν· ἔτι γὰρ
μᾶλλον ὑγρὰ διαμένει.

5

.

1

t

Ἐκ τῶν Γαληνοῦ, περὶ ὑδάτων.

5

.

1

.

1

Τὸ ἄριστον ὕδωρ ἀποιότατον εἶναι προσῆκεν οὐ κατὰ τὴν γεῦσιν

5

.

1

.

2

μόνον, ἀλλὰ καὶ κατὰ τὴν ὀσμήν. εἴη δ’ ἂν τὸ τοιοῦτον ἥδιστόν τε ἅμα πίνοντι καὶ ἀκριβῶς καθαρόν· εἰ δὲ δὴ καὶ ταχέως ἀποχωροίη τῶν ὑποχονδρίων, μηδὲ ζητεῖν ἕτερον βέλτιον, ὡς ἅ γε καθαρὰ μέν ἐστι καὶ λαμπρὰ καὶ οὐκ ἀηδῆ πινόμενα, παραμένει δ’ ἐπὶ πλέον ἐν
5τοῖς ὑποχονδρίοις, ἢ πλήττοντα τὴν γαστέρα ἢ ἐμφυσῶντα ἢ βαρύνοντα ἡμιμόχθηρα νομιστέον· ἔστι γὰρ ἀμέλει καὶ τοιαῦτα πολλά, περὶ ὧν μάλιστά μοι δοκεῖ γεγραφέναι τὴν διάκρισιν ἀπὸ τῶν ἀρίστων ὁ Ἱπποκράτης, ἔνθα φησίν· «ὕδωρ τὸ ταχέως θερμαινόμενον καὶ ψυχόμενον κουφότατον». οὐ γὰρ ἐπὶ τῶν βορβορωδῶν ἢ φυσωδῶν ἢ
10φαρμακῶδές τι κατὰ τὴν γεῦσιν ἐμφαινόντων ἡ τοιαύτη διάγνωσίς ἐστι χρήσιμος, ἅ γε προδήλως φαίνεται πᾶσιν, ἀλλ’ ἐφ’ ὧν οὐδὲν μὲν τοι‐ οῦτον ἔστιν, ἑτέρα δέ τις ἤτοι δι’ ἐπιμιξίαν ἀέρος μοχθηροῦ κακία περὶ τὸ ὕδωρ ἔστιν ἢ καί τις ἄλλη σύμφυτος αὐτῷ τῷ ὕδατι δια‐ λεληθυῖαν ἔχουσα τὴν αἰτίαν· ἐπὶ τούτων γὰρ ἡ εἰρημένη διάγνωσις
15ἄριστον κριτήριον (οὔτε γοῦν θερμαίνεται ταχέως οὔτε ψύχεται τὰ τοιαῦτα τῶν ὑδάτων) ἑτέρα τε παραπλησία τῇδε διὰ τῶν ἑψωμένων ἐν αὐτῷ λαχάνων ἢ ὀσπρίων ἢ κρεῶν ἢ καρπῶν ἢ ῥιζῶν· τάχιστα μὲν γὰρ ἐν τοῖς ἀρίστοις ὕδασι, βραδύτατα 〈δ’〉 ἐν τοῖς μοχθηροῖς

5

.

1

.

3

ἕψεται. καὶ κεκλήκασί γε τὰ οὕτως μοχθηρὰ τῶν ἀρχαίων τινὲς ἀτε‐ ράμονα καὶ ἀτέραμνα παραπλησίως αὐτοῖς τοῖς ὀσπρίοις ὅσα δυσχερῶς

5

.

1

.

4

ἕψεται. ἀσφαλέστατον μὲν οὖν τὸ τῇ πείρᾳ κεκρίσθαι τὸ τοιοῦτον ὕδωρ· εἰ δὲ καὶ διὰ γνωρισμάτων ἐθέλοι τις προγινώσκειν αὐτοῦ τὴν
δύναμιν, ὅσων αἱ πηγαὶ πρὸς ἄρκτους ἐρρώγασιν, ἐκ πετρῶν λειβό‐ μεναι, τὸν ἥλιον ἀπεστραμμέναι, ἀτέραμνά τε καὶ βραδύπορα χρὴ
5νομίζειν τὰ τοιαῦτα πάντα· εὐθὺς δ’ αὐτοῖς ὑπάρχει καὶ τὸ θερμαί‐ νεσθαι καὶ ψύχεσθαι βραδέως, ὡς ὅσων γε πρός τε τὰς ἀνατολὰς ἐρρώγασιν αἱ πηγαὶ καὶ διὰ πώρου τινὸς ἢ γῆς ἠθεῖται θερμαίνεταί

5

.

1

.

5

τε καὶ ψύχεται τάχιστα, ταῦτα ἐλπίζειν εἶναι κάλλιστα. κουφότατα δ’ ἐστὶ τὰ ὄμβρια· ἀνάγει γὰρ ὁ ἥλιος καὶ ἀναρπάζει τὸ κουφότατον τοῦ ὕδατος καὶ λεπτότατον, ἀνάγει δ’ οὐκ ἀπὸ τῶν ἄλλων ὑδάτων μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς θαλάττης καὶ ἐξ αὐτῶν τῶν ἀνθρωπείων
5σωμάτων. διὸ καὶ σήπεται τάχιστα πάντων· μάλιστα γὰρ μίαν ἐν ἑαυτοῖς ἔχοντα σώματα ποιότητα δυσσηπτότερα τῶν πολλὰς ἐχόντων ἐστίν, ὅταν μὴ κατ’ ἄλλην αἰτίαν ὑπάρχῃ τῷ σώματι τὸ δύσσηπτον

5

.

1

.

6

ἢ εὔσηπτον. προσέχειν δὲ χρή, μή τις δόξῃ τὸ τάχιστα σηπόμενον ὕδωρ εἶναι χείριστον· ἐγχωρεῖ γὰρ αὐτῷ καὶ κάλλιστον ὑπάρχειν, ὅταν γε τὰ κατὰ τὸν ἔμπροσθεν λόγον εἰρημένα γνωρίσματα τῶν ἀρίστων ὑδάτων ὑπάρχῃ πάντα αὐτῷ· τὸ γὰρ εὐαλλοίωτον κατὰ ποιότητα πρὸς

5

.

1

.

7

ἀρετῆς μᾶλλον ἢ κακίας ἐστὶ τῷ ὕδατι. τεκμήριον δὲ τῆς ἀρετῆς τῶν ὀμβρίων ὑδάτων καὶ τὸ πέττεσθαι πρὸς τῆς ἡλιακῆς θερμασίας αὐτά· καὶ

5

.

1

.

8

γὰρ τἄλλα πάντα ἑψώμενα γλυκύτερα σφῶν αὐτῶν ἀποτελεῖται. ὅταν δ’ ἄρξηται σήπεσθαι, παντάπασίν ἐστιν ἄποτον· οἱ γοῦν τὸ ἔτι σηπόμενον

5

.

1

.

9

πίνοντες ἁλίσκονται βράγχοις τε καὶ βηξὶ καὶ βαρυφωνίαις. αὐτῶν δὲ τῶν ὀμβρίων ὑδάτων τὸ κατὰ τὸ θέρος γινόμενον, ὅπερ ὡραῖον Ἱππο‐ κράτης καλεῖ, τοῦ λαιλαπώδους ἄμεινόν ἐστι, βέλτιον δ’ ἐστὶ καὶ τὸ

5

.

1

.

10

βροντιαῖον τοῦ λαιλαπώδους. τὰ δ’ ἀπὸ κρυστάλλου καὶ χιόνος λυο‐ μένης γινόμενα πονηρότατά ἐστιν· ἐν γὰρ τοῖς ὑπὸ κρύους πηγνυ‐ μένοις ἐκθλίβεται πᾶν ὅσον ἂν ἐν αὐτοῖς περιέχηται λεπτομερέστατον.

5

.

1

.

11

καλῶς δ’ ἂν ἔχοι τά τε ἰλυώδη καὶ δυσώδη καὶ ὅσα ποιότητας ἀτό‐

5

.

1

.

12

πους ἔχει πρότερον ἀλλοιοῦντας ἑψήσει προσφέρεσθαι. καὶ καθ’ ἑτέ‐ ραν δὲ χρείαν ὕδωρ προθερμαίνοντες ψύχομεν, εἰ καὶ μήτε γεῦσιν ἔχοι μήτε ὀδμὴν μοχθηρὰν ἀκριβῶς τε εἴη καθαρόν, ὅταν αὐτοῦ πειρα‐ θῶμεν μένοντος ἐπὶ πλεῖον 〈ἐν〉 τῇ γαστρὶ καί τινα βλάβην ἐργαζομένου·
5τὸ γὰρ ἑψώμενον ὕδωρ ὅλον ὁμαλῶς ἡ θερμότης χέουσα ἐπιτήδειον
εἰς διάκρισιν ἐργάζεται· ψυχομένου γὰρ τὰ μὲν γεώδη τῷ συμφύτῳ βάρει καταφερόμενα πρὸς τὸν πυθμένα τοῦ ἀγγείου παραγενήσεται, τὸ δ’ ὕδωρ ἐποχήσεται τούτοις, ὅπερ ἀτρέμα ἀποχέοντες εἰς ἕτερον

5

.

1

.

13

ἀγγεῖον ἀβλαβῶς ἕξομεν χρῆσθαι. μετὰ δὲ τὴν ἕψησιν, ὅταν ἐργά‐ σασθαι βουληθῶμεν ὕδωρ ψυχρότατον, ἔχοντες μὲν χιόνα, προθερμά‐ ναντες αὐτό, περιτίθεμεν ἔξωθεν ἐκείνην· ἀποροῦντες δὲ χιόνος, ἐκ φρεάτων ἢ κρουνῶν αὐτῷ ποριζόμεθα τὴν ψῦξιν προθερμαίνοντες, ἵνα
5εὐαλλοίωτον γένηται· δέχεται γὰρ ἑτοιμότερον εἰς ὅλον ἑαυτὸ τὴν ἐκ

5

.

1

.

14

τῶν ὁμιλούντων ἀλλοίωσιν ἕκαστον τῶν προθερμανθέντων. ἐνστή‐ σαντες δὲ φρέασιν ἢ κρουνοῖς ὑποτιθέντες τὸ ἀγγεῖον ἀναγκαίως ἐπί‐ θημα ποιήσομεν αὐτῷ καὶ πάντοθεν ἀκριβῶς αὐτὸ στεγνοῦμεν, οὐ πληροῦντες, ἀλλ’ ἀπόκενον ποιοῦντες τὸ ἀγγεῖον, ὅπως ὁ μεταξὺ τοῦ
5τε ἐπιθήματος καὶ τοῦ κατὰ τὸ ἀγγεῖον ὕδατος ἀὴρ ψυχθεὶς πρότερον

5

.

1

.

15

οὕτως ψύξῃ τῇ ψαύσει τὸ πλησιάζον ὕδωρ. ἔνθα δ’ οὐδὲν ἔστι τοι‐ οῦτον, ὡς ἐν Αἰγύπτῳ, κρεμάσαντες τὸ ἀγγεῖον ἀπώμαστον ἐῶμεν, ὡς

5

.

1

.

16

δέχηται τὸν ἀέρα. ἐπεὶ δ’ οὔτε τμητικὸν ἔχει τι τὸ ὕδωρ οὔτε θερμόν, βραδύπορον εἰκότως ἐστὶ καὶ δύσπεπτον καὶ δυσυποβίαστον ἅπαν ὕδωρ, κἂν ἀλλοίως ἄριστον ᾖ· μένει γοῦν κατὰ τὴν γαστέρα πολλῷ χρόνῳ κλύδωνας αὐτῇ τοὐπίπαν ἐργαζόμενον, κἂν ᾖ χολώδης
5ἐκείνη, συνδιαφθείρεται καὶ αὐτό, κἀπειδὰν ὑπέλθῃ μόλις ἐκ τῆς κοι‐ λίας εἰς τὴν κύστιν, οὐκ ἀναδίδοται ῥᾳδίως· διόπερ οὔτε οὖρα κινεῖν

5

.

1

.

17

πέφυκεν οὔτε πτύελον ἀνάγειν. οὐ μὴν οὐδὲ δίψος παύει, μένον ἐπὶ πλεῖστον ἐν τῇ γαστρὶ μη〈δὲ〉 διαδυόμενον εἰς ὅλον τὸ βάθος μηδ’

5

.

1

.

18

ἐπιτέγγον τὸν αὐχμόν. ὅτι δ’ οὐδὲ τρέφει, μόνον δ’ ὄχημα τροφῆς ἐστιν, Ἱπποκράτει τε καὶ τοῖς ἄλλοις ἀρίστοις ἰατροῖς εἴρηται· διὰ τοῦτο οὖν οὐδὲ τὴν ζωτικὴν δύναμιν οἷόν τέ ἐστι ῥωννύναι. καὶ ταῦτά ἐστι τὰ αἴτια δι’ ἃ πρός τε μελίκρατον ὁ Ἱπποκράτης ἀφι‐
5κνεῖται καὶ ὀξύμελι καὶ οἶνον ἐπὶ τῶν νοσούντων, ἀποχωρῶν τοῦ

5

.

1

.

19

ὕδατος. ὅσον μὲν οὖν ἐπὶ τούτοις οὐδέποτε ἄν τις αὐτῷ χρήσαιτο· σφαλλόμενοι δ’ οἱ πλείους ἐν τοῖς ἄλλοις καταφεύγουσιν ἐπὶ τὸ ὕδωρ οὐκ ἔχον μεγάλην ἀποτυχίαν, ὅτι μηδὲ τὴν δύναμιν. μοχθηρὰ δὲ γίνεται χρῆσις ὀξυμέλιτός τε καὶ οἴνου καὶ μελικράτου διὰ τὰς ἀθρόας
5μεταβολάς, γίνεται δὲ καὶ διὰ τὴν μῖξιν ἄκρατον ὑπὸ τῶν ἰατρῶν γινομένην ὡς τὸ πολύ· καθάπερ γὰρ χεῖρά τινα πρὸς τὴν ἀνάδοσιν ἀφελκομένην τὸ ὕδωρ ἐπιμίγνυσθαι χρὴ τὸν οἶνον ἐλάχιστον παντελῶς, ὡς παύσαιτο τὸ ὕδωρ ὂν εἰλικρινές. οὕτω δὲ καὶ τοῦ ὀξυμέλιτος ἐπαινῶ τὸ ὑδαρές· τὸ γὰρ ἄκρατον, εἰ μὴ φθάσειεν ὑπαγαγεῖν τὴν
10γαστέρα, βλαβερώτατον γίνεται, καὶ μάλιστα ἐν τοῖς πικροχόλοις τε καὶ μεγαλοσπλάγχνοις, ἐφ’ ὧν καὶ τὸ ὕδωρ ἐστὶ βλαβερόν, ὅταν ἐκ‐ χολωθῇ μεῖναν ἐπὶ πλεῖον ἐν τοῖς ὑποχονδρίοις· πρὸς γὰρ δὴ τούτοις ἅπασιν οἷς ἔχει κακοῖς ἔτι καὶ ἄκοπρον ὂν οὐδ’ ὑπαγωγήν τινα τῆς

5

.

1

.

20

γαστρὸς ἐργάζεται. τὸ δ’ ἐν ἀρχαῖς αὐτὸ τῶν παροξυσμῶν πινόμενον

5

.

1

.

21

βλάπτειν τῶν γινωσκομένων πᾶσίν ἐστιν. πότε οὖν ἐστι χρήσιμον ὕδωρ πινόμενον; ὅταν ἐπὶ μόνῳ ποτῷ ὁ κάμνων διαιτώμενος ᾖ, μη‐ δέπω χυλὸν πτισάνης λαμβάνων· τότε γὰρ μεταξὺ τῶν ἄλλων ποτῶν ὕδωρ ἄν τις ἐν καιρῷ προσφέροι, καὶ μάλιστα ὅταν ὁ κάμνων ᾖ διψώδης·
5πλημμυρίδα γάρ τινα ποιεῖν αὐτό φησιν ὁ Ἱπποκράτης, τουτέστι πλῆθος ὑγρότητος· διὸ καὶ μεταξὺ μελικράτου τε καὶ ὀξυμέλιτος δίδωσιν ὀλίγον εἰς ὑγρότητα τοῖς ἀναπτυσθησομένοις εὐπετὲς ὄν, ἀλλὰ κἀπειδὰν ὁ οἶνος μεγάλως ᾖ βλαβερός, καὶ τότε δίδωσιν ὕδατος, βλα‐ βερὸς δ’ ἐστὶν, ὅταν ἤτοι παραφρονῇ ὁ κάμνων ἢ κεφαλαλγῇ σφοδρῶς.

5

.

1

.

22

αὐτὴν μὲν οὖν τὴν οἰκείαν φύσιν ὑγράν τε ἔχει καὶ ψυχρὰν τὸ ὕδωρ, προσλαμβάνον δ’ ἐπίκτητον θερμότητα θερμαίνει μὲν καὶ ὑγραίνει τὰ πλησιάζοντα, πλὴν οὐχ ὁμοίως ἅπαντα πέφυκε δρᾶν, ἀλλ’ ὑγραίνει μὲν ἄκρως, ἄν τε εὔκρατον ἄν τε χλιαρὸν ἄν τε καὶ θερμότερον

5

.

1

.

23

ὑπάρχῃ, θερμαίνει δ’ οὐκ ἄκρως τό γε μὴ ζέον ἐσχάτως. ἐξεταζέσθω δ’ ὁ λόγος ἐπὶ τῆς εὐκράτου φύσεως· ἂν τοίνυν ταύτῃ προσφέρῃς ὕδωρ εὐκράτως θερμόν, εἴτε λούων εἴτε καταντλῶν ὅ τι δή ποτε μέρος, ὑγρότερον ἀποδείξεις αὐτὸ καὶ θερμότερον ἐν αὐτῷ τῷ χρόνῳ
5τῆς καταντλήσεως· εἰ δ’ ἐπὶ τούτῳ παύσαιο μὴ συναγαγὼν καὶ πιλήσας τὸ σῶμα ψυχρῷ, μικρὸν ὕστερον εὑρήσεις αὐτὸ ψυχρότερον ἑαυτοῦ γεγενημένον, διαπνεομένης ἀμετρότερον τῆς ἐμφύτου θερμασίας· οὐ μὴν ὥσπερ ψυχρότερον εἰς ὕστερον ἡ τοῦ θερμοῦ χρῆσις, οὕτω καὶ ξηρότερον ἀποδείκνυσι τὸ σῶμα, καίτοι καὶ τοῦτο ἂν δόξειε γίνεσθαι
10διά τε τὴν ἀραίωσιν τῶν πόρων καὶ μαλακότητα τοῦ σώματος καὶ
χύσιν τῆς οὐσίας· ἀτμίζειν γὰρ ἀνάγκη πλέον ἐπὶ ταῖς τοιαύταις δια‐ θέσεσιν, ὁ δ’ ἀτμὸς ὑγρόν ἐστι λελεπτυσμένον. ἀλλὰ γὰρ οὐχ ὧδε ἔχει τἀληθές· αἱ μὲν γὰρ ἐν τοῖς ἀγγείοις καὶ ταῖς ἄλλαις χώραις ταῖς κεναῖς ὑγρότητες ἐκκενοῦνται πᾶσαι, τὰ σώματα δ’ αὐτὰ τῶν ἀγγείων
15καὶ σύμπαν τὸ σαρκῶδες γένος ὑγρότερον ἑαυτοῦ γίνεται, καὶ ταύτην μόνην, ὡς ἔοικεν, οὐδέποτε ἀποβάλλει τὴν δύναμιν τὸ ὕδωρ· οὐδὲ γὰρ ὅτε ζέον κατακαύσει τὰ σώματα, ξηρὰ τὰ καυθέντα γίνεται τοῖς ὑπὸ τοῦ πυρὸς ὀπτηθεῖσιν ὡσαύτως, οὐδ’ ἐπειδὰν ἄκρως ψυχρὸν γε‐ νόμενον δι’ ὅλης ἡμέρας ἢ καὶ πλείονος χρόνου καταντλῆταί τινος
20μορίου, ξηρότερον ἀπεργάζεται τοῦτο, καίτοι ῥυσόν γε φαίνεται καὶ πάντῃ μικρόν· ἀλλὰ ταῦτα μὲν αὐτῷ διὰ τὸ κεκενῶσθαι τὴν ἐκ τῶν ἀγγείων τε καὶ τῶν ἄλλων χωρίων ὑγρότητα συμβαίνει, τὰ πεφυκότα δ’ αὐτὰ κατ’ οὐδὲν ἑαυτῶν γίνεται ξηρότερα.

5

.

2

t

Περὶ ὕδατος ψυχροῦ καὶ ὀξυμέλιτος δόσεως ἐπὶ νοσούντων.

5

.

2

.

1

Ἐπειδὴ πᾶσα διάθεσις ἐν τῷ σώματι παρὰ φύσιν ὑπὸ τῶν ἐν‐ αντίων ἑαυτῇ δέδεικται θεραπευομένη, πρόδηλον ὡς καὶ ὁ πυρετὸς ὑπὸ τοῦ ψυχροῦ σβεσθήσεται πάντως, ἐπειδὰν ᾖ μόνος ὢν αὐτὸς ἄνευ τινὸς διαθέσεως ὑπὸ τοῦ ψυχροῦ βλαπτομένης· μετὰ γὰρ τοῦ πυρετοῦ
5διαθέσεως ἑτέρας οὔσης, ἣν τὸ ψυχρὸν βλάπτει, κἂν ὁ γεννώμενος ἐξ αὐτῆς πυρετὸς ὑπὸ τοῦ ψυχροῦ συσβεσθῇ τό γε παραχρῆμα, μετὰ ταῦτα ἕτερος ἀναφθήσεται χαλεπώτερος, αὐξηθείσης τῆς διαθέσεως, ἣν ἔβλαψεν ἡ τοῦ ψυχροῦ πόσις. βλάπτονται δ’ ὑπὸ τοῦ ψυχροῦ δια‐ θέσεις αἵ τε τῶν φλεγμαινόντων μερῶν καὶ τῶν ἀπέπτων χυμῶν, ὧν
10γνώρισμά ἐστιν ἡ ἀπεψία τῶν οὔρων· ἀρκεῖ τοιγαροῦν ἡ τῶν οὔρων ἐπίσκεψις ἅμα τῷ μὴ φλεγμαίνειν μέρος κύριον ἐπὶ τὴν τοῦ ψυχροῦ

5

.

2

.

2

δόσιν ἡμᾶς ἐπιστῆσαι. εἰ δὲ κατεπείγοιτό ποτε θέρους ὥρᾳ τὸ σφοδρὸν τοῦ πυρετοῦ, νέος δ’ ὁ κάμνων εἴη καὶ ψυχροῦ πόσεως ἐθάς, ἐὰν ἴδῃς ἅμα τῇ θέᾳ καὶ τῇ συστάσει τῶν οὔρων ἐναιώρημα χρηστόν, οὐκ ἂν ἁμάρτοις δοὺς τὸ ψυχρόν, εἰ καὶ φλεγμαῖνον εἴη τι μόριον, ἀλλὰ προ‐
5αιρῇ κἀνταῦθα τὴν μὲν σφοδρότητα τοῦ πυρετοῦ παύσασθαι, πλειόνων δ’ ἡμερῶν δεήσεσθαι τὸ λείψανον τῆς φλεγμονῆς· σκιρρωδέστερον γάρ

5

.

2

.

3

πως ἀναγκαῖον αὐτὸ γενέσθαι καὶ δυσλυτώτερον. ἐὰν μέντοι μὴ σφόδρα περικαεῖς ὦσιν οἱ πυρετοί, δοὺς τὸ ψυχρὸν ἐπὶ τῶν φλεγμαινόντων μορίων ἀστοχήσεις μεγάλως· σημαίνουσι γὰρ οἱ ἰσχυρῶς φλογώδεις πυρε‐ τοὶ τὴν φλεγμονὴν ἐρυσιπελατώδη πως εἶναι, καὶ διὰ τοῦτο καὶ τὸ

5

.

2

.

4

ψυχρὸν ὀνίνησιν αὐτήν, ὥσπερ κἀπὶ τῶν ἐκτὸς ὁρᾶται. περὶ μὲν οὖν
τῶν ἀρχομένας ἐχόντων φλεγμονὰς ἐν ἥπατι καὶ γαστρὶ καὶ τοῖς τοι‐ ούτοις μορίοις ἀκριβεστέρου χρεία διορισμοῦ· μεγάλως γὰρ οὗτοι ἅπαν‐ τες βλάπτονται, κἂν ἐν καιρῷ λάβωσιν, ἐὰν ὑπερβάλλῃ βραχὺ τῷ
5πλήθει τὸ ποτόν· ἐπειδὴ γὰρ ἀρχαὶ τῶν ἄνευ πληγῆς ἢ τραύματος συνισταμένων φλεγμονῶν ἤτοι διὰ τὴν ἀσθένειαν τῶν μορίων ἢ διά τινα θερμότητα γίνονται, τὰς μὲν διὰ τὴν ἀσθένειαν γινομένας ἀεὶ βλάψει τὸ ψυχρόν, τὰς δὲ διὰ θερμασίαν τινὰ πυρώδη σύμμετρον δοθὲν ὠφελήσει· κίνδυνος γὰρ ἐν τῇ τοῦ πλείονος δόσει πρὸς τὴν ἐναντίαν

5

.

2

.

5

ἀμετρίαν μεταστῆναι τὸ μέρος. ἔτι δὲ μᾶλλον ὠφελήσει τὰς τοιαύτας διαθέσεις ἡ τοῦ ψυχροῦ πόσις, ἐφθακότων αὐτῷ χρῆσθαι παρὰ τὸν

5

.

2

.

6

τῆς ὑγείας χρόνον. προεπισκέψασθαι οὖν χρὴ τά τε κατὰ τὸν θώρακα καὶ κατὰ τὴν γαστέρα καὶ κατὰ τὸ ἧπαρ καὶ τὸν τράχηλον καὶ τὴν κεφαλὴν ὅλην ἰσχυρὰ νοσήματα· τὰ κῶλα γὰρ ἴσως οὐδὲν μέγα βλα‐ βήσεται· βλαβήσεται μὲν γάρ τι καὶ αὐτὰ κατά τινας διαθέσεις, ἃς
5ἐφεξῆς ἐρῶ, τὴν δ’ αὐτὴν αὐτῶν ἔσεσθαι βλάβην, ἡλίκη γίνεται τῶν προειρημένων μερῶν ἰσχυρῶς πασχόντων, οὐκ ἂν οὐδ’ ἰδιώτης εἴποι.

5

.

2

.

7

εἰ μὲν οὖν ἐρυσιπελατώδης ἢ ἑρπυστικὴ διάθεσις εἴη ἐν τοῖς καθ’ ὑποχόνδριον ἢ ἐρυσιπελατώδης φλεγμονὴ 〈ἢ〉 κατὰ δυσκρασίαν ἄνευ χυ‐ μῶν γεγονυῖα ἄκρως θερμὴ διάθεσις, † ὀνίνασθαι, καθάπερ γε καὶ ἀπό‐ στημα καὶ οἴδημα καὶ σκίρρον ἕλκος τε καὶ τὰς ψυχρὰς δυσκρασίας.

5

.

2

.

8

ἐπειδὴ δὲ καὶ περὶ τῶν κώλων ὑπεσχόμην εἰπεῖν, εἰδέναι χρὴ καὶ τὰς ἐν τούτοις φλεγμονὰς τῶν νευρωδῶν μορίων, ἀφ’ ὧν καὶ ἄλλως ἔστι κίνδυνος σπασμῶν, μέγιστα βλαπτομένας ὑπὸ ψυχροῦ πόσεως· εἰ δ’ ἐν σαρκώδει μέρει τῶν κατὰ τὰ κῶλα γένοιτο φλεγμονή, καὶ πίνοι ψυχρὸν
5ὁ ἄνθρωπος, κἂν ἔξω προσφέρῃ τῷ φλεγμαίνοντι, βλαβείη μὲν ἄν, οὐ μὴν ἀξιόλογόν γε, οὐδὲ σαφὲς οὐδέν, εἰ καὶ μάλιστα πόσει ψυχροῦ

5

.

2

.

9

συνειθισμένος ὑπάρχοι. ὅταν οὖν πυρετὸς ᾖ μόνος ἄνευ διαθέσεως ἄλλης ὑπὸ ψυχροῦ βλαβῆναι δυναμένης, τοσοῦτον ἐπιδιδόσθω τὸ ψυχρόν,

5

.

2

.

10

ὅσον ἂν ὁ κάμνων αὐτὸς ἐπισπάσασθαι δύναιτο ἀπνευστί. τὸ δ’ ὀξύμελι θέρους ὥρᾳ δίδοται ψυχρὸν ἕνεκα τοῦ μὴ παροξῦναι τὴν δίψαν τοῦ κάμνοντος· διὰ τοῦτο καὶ πρὶν πεφθῆναι τὴν νόσον ὀξυμέλιτος ψυχροῦ διδόναι τολμῶμεν ὥρᾳ θέρους, οὐκ ἂν δόντες ὕδωρ ψυχρὸν εἰς κόρον
5ἐν τῇ τοιαύτῃ διαθέσει· πυκνώσει μὲν γὰρ τὴν φλεγμονήν, ὅταν ἐπὶ
φλεγμονῇ πυρέττωσιν, ἀπέπτους δὲ φυλάξει τοὺς χυμούς, ὅταν ἐπὶ τούτοις νοσῶσιν· ἀλλὰ τό γε ὀξύμελι τηνικαῦτα δίδομεν ὀλίγον, ὡς ἂν ἐν τῇ γαστρὶ φθάνον χλιανθῆναι πρὶν διαδοθῆναι τὴν ἐξ αὐτοῦ ψῦξιν ἄχρι τῆς πλευρᾶς· εἰ δὲ καὶ διαδοθείη τι βραχύ, τοῦτο ὑπ’
10αὐτοῦ τοῦ ὀξυμέλιτος διορθωθήσεται δύναμιν ἔχοντος τμητικήν.

5

.

3

t

Ἐκ τῶν Ῥούφου, περὶ ὑδάτων· κεῖται ἐν τῷ β λόγῳ τοῦ Περὶ διαίτης ἤτοι Περὶ πομάτων.

5

.

3

.

1

Τὰ μὲν στάσιμα τῶν ὑδάτων, καλῶ δὲ τὰ ἐκ τῶν φρεάτων, τῷ ἀταλαίπωρα εἶναι οὔτε ἄγαν λεπτά ἐστιν εἰσελθόντα τε εἴσω ἧσσον βρέχει καὶ διαλύει τὰ σιτία, ἧσσον δὲ καὶ πέσσει, οὐρεῖται δ’ οὐκ ἀγα‐ θῶς τῇ παχύτητι, καὶ ὅτι ψυχρά ἐστιν· γίνεται δὲ ποτιμώτερα ταῖς

5

.

3

.

2

τε ἀντλήσεσιν οἷον ἀπορρέοντα καὶ τῇ καθάρσει τῶν φρεάτων. τὰ δ’ ἀπόρρυτα πολλῷ λεπτότερα καὶ βρέχειν ἀμείνω καὶ εἰς πέψιν καὶ

5

.

3

.

3

εἰς οὔρησιν. τὰ δ’ ἐκ λίμνης πάντα κάκιστα· ὀσμήν τε γὰρ ἔχει ἄτο‐ πον οἷα σεσηπότα, καὶ τοῦ μὲν θέρους θερμὰ γίνεται, τοῦ δὲ χειμῶνος

5

.

3

.

4

ψυχρά, ὅπερ μέγιστον σημεῖον τίθεμαι πονηρίας ὑδάτων. κατὰ μὲν οὖν θέρος τὰς γαστέρας ἐκταράσσει, τῇ δὲ κύστει βραδύπορά ἐστιν· πολ‐ λάκις δὲ καὶ δυσεντερία γίνεται τῷ ἀνθρώπῳ καὶ τὰ λειεντερικά, ἀφ’

5

.

3

.

5

ὧν εἰς ὕδρωπα περιίστανται. κατὰ δὲ χειμῶνα, ἅτε ψυχρὰ ὄντα, τὰς μὲν γαστέρας οὐ μάλα ἐκταράσσει, ῥήγματα δὲ καὶ πλευρίτιδας καὶ βῆχα ποιεῖ· τρέπεται δὲ καὶ εἰς σπλῆνα, ἔπειτα καὶ εἰς ὕδερον τελευτᾷ· ἐπὶ δὲ σπληνὶ καὶ οἱ πόδες ἑλκοῦνται, καὶ τὰ ἕλκη οὐκ ἐθέλει ταχὺ

5

.

3

.

6

εἰσιέναι. μόνα δὲ τὰ ἐν Αἰγύπτῳ ἕλη ὑγιεινά ἐστιν, ὧν ἐγὼ οἶδα, ὅτι χειμῶνος μὲν οὐ σήπεται τὸ ὕδωρ (οὐ γὰρ ὑπερθερμαίνεται)· φθινοπώρου δὲ πληρώσας ὁ Νεῖλος τὰ ἕλη τὸ μὲν ἐξέωσε τὸ παλαιόν,

5

.

3

.

7

ἄλλο δ’ αὖ νεαρὸν εἰς αὐτὸ ἐγκατέστησεν. περὶ δὲ τῶν ὀμβρίων ὑδάτων γινώσκω τάδε· τὰ ὄμβρια κοῦφά τέ ἐστι καὶ λεπτὰ καὶ καθαρὰ καὶ γλυκέα γευομένῳ, καὶ ἤν τε ἑψεῖν ἐν αὐτῷ τι βούλει, τάχιστα ἕψεται, ἤν τε αὐτὰ θερμαίνῃς, τάχιστα θερμαίνεται, οἴνῳ τε ὀλιγοστῷ
5κιρνᾶται, ὥστε ἀγαθὰ μὲν εἰς πέψιν, ἀγαθὰ δ’ εἰς οὔρων διαχώρησιν, ἀγαθὰ δὲ καὶ ἥπατι καὶ σπληνὶ καὶ νεφροῖς καὶ πνεύμονι καὶ νεύροις· οὐ γὰρ ἔχοντα δύναμιν ἰσχυρῶς ψύχουσαν εἰκότως εὐμενέστερα τοῖσδε

5

.

3

.

8

γίνεται. τὰ μὲν οὖν ἠρινὰ καὶ χειμερινὰ ὡραιότατα καὶ κάλλιστα, ἃ

5

.

3

.

9

δὴ ἐγὼ μάλιστα ἐπαινῶ. τὰ δὲ φθινοπωρινὰ καὶ θερινὰ ἑτέρων μὲν
ἂν εἴη κρείσσω, οὐ πάντα δὲ πάντων (καὶ γὰρ ἐν τῇ γῇ ἔνεστι δια‐ φέροντα ἀρεταῖς)· τῶν δ’ ἐαρινῶν καὶ χειμερινῶν οὐδὲ ἔστιν εἰπεῖν ὅσον λείπονται· ἥ τε γὰρ γῆ ἀτμίζει ξηρότερον ἐν θέρει καὶ φθινο‐
5πώρῳ 〈καὶ〉 μιάσματα ἐκ τῆς γῆς πολλὰ καθαίρουσιν ὄμβροι· δεῖ οὖν τὰ τοιαῦτα ὕδατα ξηρότερα εἶναι καὶ νιτρωδέστατα, καὶ ῥύπτειν μὲν ἱκανὰ καὶ διαχωρεῖν κατ’ ἔντερον, οὐκ ἐπιτήδεια δὲ νεφροῖς καὶ πνεύ‐ μονι καὶ ἀρτηρίᾳ· δεῖ δέ που καὶ οἶνον πλείω φέρειν τὰ τοιαῦτα, ἵνα

5

.

3

.

10

τὸ νιτρῶδες ἐκνικηθῇ. διαφέροι δ’ ἂν οὐ μικρὸν καὶ τὰ παρὰ τὰ πνεύματα τὰ βόρεια καὶ νότια· ἐν βορείοις μὲν γὰρ ὕει γλυκύτερον μέν, ἀλλὰ ψυχρότερον· νοτίοις δ’ ἧσσον μὲν γλυκύ, θερμὸν δὲ μᾶλλον· καὶ ὅλως αἱ μὲν ἐπομβρίαι γλυκύτερα παρέχουσιν, αἱ δ’ ἀνομβρίαι καὶ

5

.

3

.

11

οἱ αὐχμοὶ νιτρωδέστερα. ὅσα δ’ ἀπὸ χιόνων καὶ κρυστάλλων ῥεῖ ὕδατα πάντα σκληρὰ μὲν καὶ ψύξει ὑπερβάλλοντα, γλυκέα δὲ γευομένῳ· σκλη‐ ρὸν δ’ ὕδωρ καὶ ψυχρὸν οὔτε εἰς πέψιν οὔτε εἰς οὔρησιν ἐπιτήδειον, κακὸν δὲ καὶ νεύροις καὶ στήθεσι καὶ πλευραῖς· σπασμούς τε γὰρ
5ἐπάγει καὶ τετάνους καὶ ῥήγματα ἐν θώρακι ποιεῖ, ὥστε τινὰς καὶ

5

.

3

.

12

πτύειν ὕφαιμα καὶ ἐμπυΐσκεσθαι. πηγαῖα δὲ τὰ μὲν πρὸς ἀνατολὰς νεύοντα πάντα καὶ ὑγρότητι καὶ λεπτότητι καὶ εὐωδίαις καὶ τῷ μετρίως

5

.

3

.

13

μὲν ψυχραίνειν, μετρίως δὲ θερμαίνειν προὔχει τῶν ἄλλων. τὰ δὲ

5

.

3

.

14

πρὸς τὰς ἄρκτους γλυκέα μέν, ψύχει δ’ ὑπερβαλλόντως. τὰ δὲ πρὸς τὴν ἑσπέραν βίαια μὲν καὶ τῷ ψύχειν, βίαια δὲ καὶ τῇ σκληρότητι· διὸ

5

.

3

.

15

βραγχώδη καὶ πλευριτικὰ καὶ σπασμώδη. τὰ δὲ πρὸς τὴν μεσημβρίαν ἁλυκώτερα καὶ θερμότερα καὶ οὐρηθῆναι μὲν οὐκ ἐπιτήδεια, εἰς δὲ τὰς

5

.

3

.

16

κατ’ ἔντερον διαχωρήσεις κρείσσω. ἀλλὰ μήν, καίτοι μὴ ἐπαινῶν τὰ ἐν τῇ μεσημβρίᾳ ὕδατα, τὸν Νεῖλον οὕτως ἐπαινῶ, ὥστε δοκεῖ ὀλίγοις ἂν συμβάλλεσθαι ποταμοῖς κατ’ ἀρετὴν ὕδατος· καὶ γὰρ ὑπάγει τὴν

5

.

3

.

17

γαστέρα καὶ τῇ γυναικὶ καθάρσεις κινεῖ κἀν τοῖς λοχείοις πίνεται. τὰ δὲ πολλὰ τῶν μεσημβρίων ἐστὶ στάσιμα, οἷς δισσὴ βλάβη, ἡ μὲν παρὰ

5

.

3

.

18

τῆς χώρας, ἡ δ’ ὅτι οὐκ ἀπορρεῖ. κατὰ δὲ τῆς γῆς τὴν φύσιν τῇδε χρὴ διαγινώσκειν περὶ τῶν ὑδάτων· ἡ μέν ἐστι πεδινή, ἡ δὲ λόφοι καὶ ὄρη· ἡ πεδινὴ κρείσσων εἰς ἐκροὰς ὑδάτων, καὶ τὰ πολλὰ ἐνταῦθα φρέατα ὀρυκτὰ καὶ πηγαὶ στάσιμοι· λόφοι δὲ καὶ ὄρη κρείσσω· καὶ
5γὰρ καθαρώτερα καὶ λεπτότερα καὶ εὐωδέστερα καὶ ταῖς γλυκύτησιν

5

.

3

.

19

ἡδίω παρέχουσιν. πεδίων δ’ αὖ τοῖς μὲν ἅλμη καὶ νίτρον ἐφίσταται κατὰ θέρος καὶ φθινόπωρον, τοῖς δ’ οὐδέν, ἀλλὰ καλοῦσι τὴν γῆν ταύ‐ την γλυκεῖαν· ἐνταῦθα οὖν καὶ τὸ ὕδωρ κάλλιον καὶ ποτιμώτερον,

5

.

3

.

20

ἐκεῖ δ’ ἁλμυρὸν καὶ νιτρῶδες. ὀρῶν δ’ αὖ τὰ μὲν γήϊνα, τὰ δὲ πε‐
τρώδη, τὰ μὲν γήϊνα κρείσσω μαλακότητι καὶ τῷ ἧσσον ψυχρὰ εἶναι, τὰ δὲ πετρώδη χείρω μὲν τῇ σκληρότητι καὶ τῇ ψύξει, καθαρὰ δὲ

5

.

3

.

21

πλέον τῶν ἄλλων καὶ ἀνυπόστατα. μεγίστη δὲ τοῖς ὕδασι διαφορὰ καὶ ἐπισημοτάτη ἔκ τε μετάλλων καὶ βοτανῶν πεφυκυιῶν αὐτόθι· τὰ μὲν οὖν μέταλλα εἴς τε τὴν ἄλλην οἴκησιν καὶ εἰς τὴν τῶν ὑδάτων πόσιν βλαβερά· βοτάναι δ’ ὁτὲ μὲν καὶ πάνυ βλάπτουσι τὸ ὕδωρ, ὁτὲ
5δὲ καὶ προστιμωροῦσιν αὐτῷ τὸ σίον καὶ ἡ καλαμίνθη καὶ τὸ ἀδίαντον· ταῦτα γὰρ πλεῖστα ἐν τοῖς ὀχετοῖς πέφυκεν· τὸ μὲν οὖν χρηστὸν βλάπτουσι, τὸ δὲ πονηρὸν ἄλλως ὠφελοῦσι, συγκαταμιγνυμένου τινὸς ἀπ’ αὐτῶν τῷ ὕδατι οἷον φαρμάκου· γίνεται δ’ οὐρηθῆναι κρείσσω

5

.

3

.

22

τὰ τοιαῦτα τῶν ὑδάτων. σκοπεῖν οὖν οὐχ ἥκιστα χρή, μή τι καὶ ἀπὸ τῆς γῆς ἢ ἑτέρωθεν κακὸν πρόσεισι τοῖς ὕδασιν, ὡς οὐκ ἐξαρκεῖ τὰς πηγὰς παρέχεσθαι τὸ τοιόνδε ὕδωρ κάλλιον καὶ ποτιμώτερον, ἐκεῖσε δ’ ἁλμυρὸν καὶ νιτρῶδες, εἰ μὴ καὶ τὰ τῶν ὀχετῶν ὅμοια ὑπάρχοι.

5

.

3

.

23

τὰ μὲν οὖν μέγιστα ἐν τῷ λόγῳ εἴρηται, λεγέσθω δὲ καὶ ἕτερα σημεῖα ὑδάτων ἀρετῆς· ὅσα γὰρ αὖ τοῦ μὲν χειμῶνος θερμά ἐστι, τοῦ δὲ θέρους ψυχρά, δοκεῖ πως εἶναι κάλλιστα, τὰ δ’ ὁμοίως ἔχοντα ψύξεως καὶ θερμότητος ταῖς ὥραις κάκιστα· τοῦ μὲν γὰρ θέρους ἐπιπολῆς τῇ
5γῇ τὸ θερμὸν γίνεται, τοῦ δὲ χειμῶνος εἰς βάθος καταδύεται, καὶ διὰ τοῦτό μοι δοκεῖ πηγαί τε ὅσαι ἐκ βαθυτάτων ῥέουσι καὶ ὅσα ἄντρα κοῖλα πάντα εἶναι κατὰ μὲν χειμῶνα θερμότατα, κατὰ δὲ θέρος ψυ‐ χρότατα· διὰ τοῦτο καὶ τὰ ἐπιπολῆς πάντα συμμεταβάλλει ταῖς ὥραις,

5

.

3

.

24

ὅπως ἂν ἐκεῖναι θερμότητος ἢ ψύξεως ἔχωσιν. θαυμαστὸν δ’ ὅτι χει‐ μῶνος ἀφανίζεται ὕδωρ, θέρους δ’ ἀναφαίνεται (καίτοι τὸ ἕτερον εἰκὸς ἦν)· ἀλλὰ καὶ τοῦδε τὸ θερμὸν τὴν αἰτίαν ἔχει, συμπεριάγον ἑαυτῷ τὰ βαθέα τῶν ὑδάτων· ταῦτα γὰρ καὶ αἰσθάνεται τοῦ θερμοῦ·
5ὅσαι γὰρ πηγαὶ βαθεῖαί τε καὶ οὐδὲν ἀπὸ τῶν ἔξωθεν ὄμβρων πολὺ λαμβάνουσιν, εὑρήσεις αὐτὰς τοῦ μὲν χειμῶνος καὶ τοῖς ἰσχυροτάτοις ψύχεσι μικροτάτας, τοῦ δὲ θέρους μεγίστας, ὥστε καὶ ἡ ἐν Δήλῳ λίμνη

5

.

3

.

25

ταὐτὸ πάσχει ταῖς αὐταῖς αἰτίαις καὶ φρέατα τὰ ἐν Πυθοῖ πόλει. μία μὲν δὴ αὕτη χρηστῶν καὶ πονηρῶν ὑδάτων ἐπίγνωσις, εἰ χειμῶνος μὲν θερμὰ εἴη, θέρους δὲ ψυχρά, δευτέρα δέ, εἰ μηδὲν γευομένῳ κατὰ στόμα ἐπίδηλον ἔχοι· οὕτω δ’ ἂν οὔτε οἴνου πολλοῦ δέοιτο εἰς κρᾶσιν,

5

.

3

.

26

καὶ παντὶ ἂν οἴνῳ πρέποι. ἔστω δὲ καὶ καθαρὸν τὸ κρεῖσσον, μήτε ἄλλως κατὰ χροιὰν βεβλαμμένον μήτε ἰλὺν ἔχον καὶ ὑπόστασιν· εὐθὺς δὲ τὸ καθαρὸν καὶ κοῦφόν ἐστι σταθμῷ· τὸ μὲν γὰρ τῷ σταθμῷ κοῦ‐

5

.

3

.

27

φον ἀεὶ ἄμικτόν ἐστι γῇ· ὅτε δὲ βαρύ, τῇ γῇ πλεῖον βαρύνει. σκο‐
πεῖν δὲ καὶ τὰ τοιάδε οὐχ ἥκιστα, οἷον εἰ ταχὺ μὲν αὐτὸ θερμαίνεται καὶ ψύχεται· κρείσσω γὰρ ταῦτα τῶν ἑτέρων· καὶ ὅπως μὲν εἰς πέψιν ἔχει, ὅπως δ’ εἰς διαχώρησιν· τὰ γὰρ θᾶσσον πέσσοντα κρείσσω, καὶ
5τὰ διαχωροῦντα κρείσσω, εἰ [καὶ] κατὰ κύστιν διαχωροίη· πονηροτέρα

5

.

3

.

28

δ’ ἡ κατ’ ἔντερον ὕδατος διαχώρησις. ὧν δέ γε οὐκ ἔστι τῇ ἡμετέρᾳ τέχνῃ τὰ ἔργα ἐκμανθάνειν, ταῦτα ἀνάγκη παρὰ τῶν ἐπιχωρίων πυν‐ θάνεσθαι. οὐκ ἔστι δὲ τρόπῳ οὐδενὶ ῥᾴδιον εἰδέναι τὰ παρὰ λόγον

5

.

3

.

29

γινόμενα. αὐτίκα ὕδωρ ἐν Λεοντίνοις ἔστιν, οὗ ἤν τις πίῃ, ἀποθνῄσκει· τοῖον δ’ ἄλλο ἐν Φενεῷ τῆς Ἀρκαδίας, ὃ καλοῦσιν ὕδωρ Στυγός· τοῖον δ’ ἄλλο ἐν Θρᾴκῃ· καὶ ἡ λίμνη ἡ ἐν Σαυρομάταις, ἣν οὐδ’ ὄρνις ὑπερπτῆναι φθάνει· καὶ ἑτέρα κατὰ Μήδους, ἐφ’ ἧς δὴ καὶ λέγουσιν
5ἰχῶρα ἐφίστασθαι μέλανα, ὃν εἴ τις χρισάμενος παρασταίη πυρί, ἀνά‐ πτεται· τούτῳ φασὶ τὴν Μήδειαν τῷ φαρμάκῳ διαφθεῖραι τὴν θυγα‐

5

.

3

.

30

τέρα τὴν Κρέοντος. ἔστι δὲ καὶ περὶ Σοῦσα ὕδωρ, ὃ ἤν τις πίῃ, ἐκ‐

5

.

3

.

31

βάλλει τοὺς ὀδόντας. ὁ δὲ Σύβαρις ποταμὸς τοὺς ἄνδρας ἁγνοὺς

5

.

3

.

32

ποιεῖ. τὸ δ’ ἐν Αἰθιοπίᾳ ὕδωρ τὸ καλούμενον ἐρυθρὸν μανίαν ποιεῖ.

5

.

3

33,34

τὸ δ’ ἐν Αἰγύπτῳ ὕδωρ τῶν πινόντων ἀποψιλοῖ τὰς κεφαλάς. τού‐

5

.

3

.

34

(2)

των δὴ οὐκ ἔστιν οὐδὲν εἰδέναι, ὡς πολλοὶ οἱ μὲν διεφθάρησαν ἤδη

5

.

3

.

35

ἀφυλάκτως χρησάμενοι, οἱ δέ τι ἄλλο ἔπαθον οὐκ ἐπιτήδειον. δυνάμεις δὲ καὶ ἕτεραι πολλαὶ ὑδάτων εἰσὶν οὐ κατὰ τὴν κοινὴν φύσιν ἔχουσαι· τοῦτο μὲν γὰρ τὸ ἐν Λιγυστικῷ ὕδωρ εἰς μέθας ἐμβάλλει τοὺς πί‐ νοντας· τοῦτο δὲ καὶ τὸ ἐν Κλειτορίῳ τῆς Ἀρκαδίας, εἴ τις ἐν αὐτῷ
5λούσαιτο, οὐδ’ ἂν ὀσμῆς ἀνάσχοιτο οἴνου· τοῦτο δὲ τὸ ἐν Χαλκίδι τῆς Ἀρεθούσης τὰς μὲν γυναῖκας ὀνίνησι, τὰ δ’ ἄλλα ζῷα ποδαλγεῖ πιόντα· ὁ δὲ Κύδνος πεπίστευται πραΰνειν ποδαλγίας, καίτοι ψυχρότητι ὑπερ‐

5

.

3

.

36

βάλλων. διατρίβοντα δ’ ὅπου φαῦλον ἔστιν ὕδωρ, μηχανητέον αὐτὸ ποτιμώτερον ποιεῖν. ἄριστον οὖν ἑψεῖν ἐν κεραμίοις ἀγγείοις καὶ

5

.

3

.

37

διαψύξαντα τῆς νυκτὸς πάλιν θερμάναντα πίνειν· εἰ δὲ στρατοπέδῳ παρασκευάσαι δέοι χρηστὸν ὕδωρ ἐκ πονηροῦ, βόθρους ὀρυκτέον ἐφεξῆς ἀπὸ τῶν ὑψηλοτάτων εἰς τὰ κατάντη καὶ διὰ τούτων ἀκτέον τὸ ὕδωρ, ἐμβάλλοντα εἰς τοὺς βόθρους τὴν γλυκεῖαν γῆν καὶ λιπαράν, ἀφ’ ἧς
5δὴ ἂν κέραμος γένοιτο· ἀεὶ γὰρ ἐν τοῖς βόθροις καταλειφθήσεται ἡ
τοῦ ὕδατος κακία.

5

.

4

t

Ἐκ τῶν Διοκλέους, ὕδατος διόρθωσις.

5

.

4

.

1

Ὕδωρ ἀσθενέστατον ποιήσεις ἀφεψῶν τὸ τρίτον μέρος· καὶ τὰ λευκὰ δεῖ ἀφεψεῖν ὡσαύτως, ἐμβάλλειν δ’ εἰς ταῦτα βώλους ἀργίλου ξηρᾶς, μέχρι διάβροχοι γένωνται, μέτρον ὡς ἡμίεκτον εἰς ἀμφορέα·

5

.

4

.

2

ἐπειδὰν δ’ ἀφεψήσῃς, πιεῖν. καὶ οὕτως θερμὴν ὀδμὴν ἐξάγειν ὕδατος, κόπτων χειρὶ πρὸς ἄνεμον καὶ ἐξαιθριάζων ἐν ἀχανεῖ τεύχει καὶ δια‐ χέων εἰς τεύχη πολλὰ κατὰ μικρόν.

5

.

5

t

Ἐκ τῶν Ἀθηναίου, ὕδατος κάθαρσις.

5

.

5

.

1

Διυλίζεται τὸ ὕδωρ τὸ μὲν τοῖς στακτοῖς λεγομένοις, καθάπερ ἐν Ἀλεξανδρείᾳ· διυλίζεται δὲ καὶ τοῖς ὑλιστῆρσι, ποτὲ μὲν ἁπλοῖς, ποτὲ δὲ διπλοῖς ἢ τριπλοῖς γινομένοις ἕνεκα τοῦ καθαρώτατον δι’ αὐτῶν

5

.

5

.

2

ἐκδέχεσθαι. καὶ βόθροι δὲ γίνονται παρά τε τῇ θαλάσσῃ καὶ ταῖς λίμναις, ἔνθα μὲν πότιμον ἀπὸ τῆς θαλάσσης χωρίζειν προαιρουμένων, ἔνθα δὲ τῆς λίμνης ἀνατεθολωμένης καὶ βδέλλας ἐχούσης ἤ τινας ἄλλας κακίας, ὅπως τὸ καθαρώτατον καὶ ἀλυπότατον διὰ τῆς γῆς διαπηδῶν

5

.

5

.

3

εἰς τὰ ὀρύγματα συνάγηται. ἐπὰν δὲ πολὺ πλῆθος ᾖ τὸ ὑδρευόμενον, καθάπερ ἐν στρατείαις, κύκλῳ τὰς πλευρὰς τοῦ βόθρου λίθοις ἢ ξύλοις περιλαμβάνουσι καὶ τὸ ἔδαφος ὁμοίως καταστρώσαντες πειρῶνται κα‐

5

.

5

.

4

θαρὰ διαφυλάττειν τὰ ὕδατα. τὰ δὲ διυλιζόμενα λεπτότερα γίνεται καὶ καθαρώτατα, διὰ τοῦτο καὶ ψυχρότερα, πολλὰ δ’ αὐτῶν καὶ διυ‐ λισθέντα τὰς ἀπὸ τῶν γλοιωδῶν σωμάτων δυνάμεις φυλάττει.

5

.

6

t

Περὶ οἴνων, ἐκ τῶν Γαληνοῦ.

5

.

6

.

1

Οἶνον ὑδατώδη καλοῦσιν οἱ ἄνθρωποι τὸν ἐοικότα κατὰ χρόαν καὶ σύστασιν ὕδατι· διαφανής τε γάρ ἐστι καὶ λαμπρὸς καὶ καθαρὸς καὶ τῇ συστάσει λεπτὸς φαίνεται· καὶ γευομένῳ δ’ ἄν σοι φανείη μη‐ δεμίαν ἰσχυρὰν ποιότητα ἔχειν, ἔν τε τῷ κεράννυσθαι μὴ φέρων ὕδα‐
5τος μῖξιν πολλοῦ· διὸ καὶ πρὸς τῶν παλαιῶν ὀλιγοφόρος κέκληται.

5

.

6

.

2

τελέως δὲ τοῦ στύφειν ὁ τοιοῦτος οἶνος οὐκ ἐκπέπτωκεν, ἀλλ’ ἔστι παντάπασιν ἐκλελυμένην ἔχων τὴν στῦψιν· εἰ γὰρ ὕδατι παραβάλλοις
αὐτόν, αἰσθήσῃ σαφῶς ἐκ τῆς παραβολῆς ἐξ ὕδατος γεγονέναι βρα‐

5

.

6

.

3

χεῖαν στῦψιν εἰληφότος. καὶ τῇ δυνάμει δὲ παραπλήσιός ἐστιν ὕδατι, μήτε κεφαλῆς ἀσθενοῦς ἁπτόμενος μήτε νεύρων ἀσθενῶν, ὅτι μηδὲ

5

.

6

.

4

θερμαίνει σαφῶς. φαίνεται δὲ μήτε ἄλλην τινὰ ποιότητα κεκτημένος ἐπιφανῆ μήτε αὐστηρότητα μήτε στρυφνότητα μήτε γλυκύτητα μήτε

5

.

6

.

5

δριμύτητα κατὰ τὴν γεῦσιν. ἐπιτήδειος δ’ ἐστὶν οὗτος ὁ οἶνος εἰς τὴν τῶν ἐκ πνεύμονος ἀναγωγὴν τήν τε δύναμιν ῥωννὺς καὶ τοὺς

5

.

6

.

7

χυμοὺς ὑγραίνων καὶ τέμνων μετρίως. οὗτος καὶ τοῖς πυρέττουσιν ἀκινδυνότερον δίδοται τῶν ἄλλων οἴνων ἁπάντων· καὶ γὰρ τὰς ὕδατος κακίας αὐτῷ καὶ τὰς οἴνου πεφευγέναι μόνῳ τῶν ἄλλων πάντων ὑπάρχει. πρὸς δὲ τῷ μηδέποτε βλάπτειν κεφαλὴν ἔτι καὶ ὠφελεῖ
5πολλάκις, παύων ὀδύνας μικρὰς διὰ τοὺς ἐν τῇ κοιλίᾳ χυμοὺς γινο‐ μένας· εὕροις γὰρ ἄν ποτε καὶ δι’ ὕδατος πόσιν ἀλγοῦντας ἐνίους τὴν κεφαλήν, καὶ μάλιστα ὅταν ᾖ μοχθηρόν, ὡς αὐτοῦ τε διαφθειρο‐ μένου καὶ τὸν φυσικὸν τόνον ἐκλύοντος τῆς γαστρός, ἧς ἀτονησάσης ἰχῶρες χολώδεις εἰώθασι συρρεῖν ἐκ τοῦ σώματος εἰς τὸ κύτος αὐτῆς,
10ὥσπερ τοῖς νηστεύσασιν, ὧν τῆς κακίας καὶ βλάβης ὁ προειρημένος οἶνος ἐλευθεροῖ τὸν ἄνθρωπον, ἐκ μὲν τοῦ παραχρῆμα τῷ τῆς ἐπι‐ κράσεως λόγῳ, μετὰ βραχὺ δὲ καὶ τῷ ῥωσθεῖσαν τὴν κοιλίαν ὠθεῖν

5

.

6

.

8

ἀφ’ ἑαυτῆς κάτω τὰ λυποῦντα. ταῖς δὲ θερμαῖς πάνυ κράσεσιν ὠφε‐ λιμώτερον μὲν οἴνου ποτὸν ὕδωρ ἐστίν· εἰ δέ ποτε καὶ δεήσειεν οἴνου,

5

.

6

.

9

τὸν λεπτὸν καὶ μετρίως αὐστηρὸν αὐτοῖς διδόναι. κινοῦντες δ’ οὔρησιν οἱ ὑδατώδεις καὶ λεπτοὶ τῶν οἴνων ὀλιγίστην τροφὴν παρέχουσι τοῖς

5

.

6

.

10

σώμασιν. καὶ μόνοι πάντων τῶν ἄλλων ἐπ’ ἀγαθῷ πίνοιντο ἂν νέοι, καθάπερ ὅ τε Γαυριανὸς ὀνομαζόμενος ἔνιοί τε τῶν 〈οἳ〉 ἐν Σαβίνοις

5

.

6

.

11

γεννῶνται. καθ’ ἕκαστον ἔθνος ῥᾳδίως εὑρήσεις τοιούτους οἴνους· ἐν τάχει δὲ γίνονται πότιμοι παρ’ ἡμῖν ὅ τε Τιβηνὸς καὶ ὁ Ἀρσύϊνος

5

.

6

.

12

καὶ μετ’ αὐτοὺς ὁ Τιτακαζηνός. γλυκὺν δ’ οἶνον οὔτε λεπτὸν ἀκριβῶς οὔτε λαμπρὸν ὄψει ποτέ, ἀλλὰ μᾶλλον μὲν καὶ ἧττον ἀφεστηκότα τῶν

5

.

6

.

13

εἰρημένων, οὐδέτερον δ’ αὐτῶν ἔχοντα. θερμαίνει δὲ πᾶς γλυκὺς οἶνος καὶ παχύς ἐστι κατὰ τὴν σύστασιν, αἵ τε κατὰ μέρος αὐτοῦ δυ‐ νάμεις, ἃς ἐπιδείκνυται πινόμενος, ἀκόλουθοι ταῖς δύο ταύταις εἰσὶ ποιότησιν· ἡ γὰρ χρόα κατὰ τὸν ἑαυτῆς λόγον οὐδεμίαν ἔχει δύναμιν

5

.

6

.

14

εἰς ὠφέλειαν ἢ βλάβην. εἰς ὅσον οὖν παχύς ἐστι κατὰ τὴν σύστασιν
ὁ τοιοῦτος οἶνος, εἰς τοσοῦτον καὶ βραδύπορος, ὥστε οὐ μόνον 〈οὐκ〉 ἐκφράξει τι τῶν ἐμπεφραγμένων μορίων, ἀλλὰ καὶ προσεμφράξει, καὶ διὰ τοῦτο βλαβερώτατος ἥπατι πάσχοντι γίνεται, καὶ μάλιστα ὅταν
5ἤτοι φλεγμονή τις ἢ σκίρρος ᾖ κατ’ αὐτό· μετριώτερον δ’ ἐργάζεται τὴν βλάβην, ὅταν [δ’] ὑπὸ παχέων χυμῶν ἐμφράττηται τὸ σπλάγχνον ἢ δι’ ἀτονίαν πάσχῃ, καθάπερ ἐν τοῖς ἰδίως ἡπατικοῖς ὀνομαζομένοις

5

.

6

.

15

πάθεσιν. ἐφεξῆς δὲ τῷ ἥπατι βλάπτεται σπλὴν ὑπὸ τῶν γλυκέων οἴνων· οὐ μὴν ὅ γε πνεύμων, ὅταν ἐν τοῖς βρογχίοις ἔχῃ παχὺν χυμόν· ὁ γὰρ γλυκὺς οἶνος ἐν τοῖς ὀξέσι νοσήμασιν εἰς ἀνάπτυσιν ἐπιτήδειός ἐστιν, ἤδη πεπεμμένης περιπνευμονίας τε καὶ πλευρίτιδος,

5

.

6

.

16

οὐ φλεγμαινόντων ἔτι τῶν μορίων. εἰς ὅσον δ’ ἀπολείπονται σφοδρᾶς θερμότητος οἱ γλυκεῖς, εἰς τοσοῦτον ἧττόν τε καρηβαρίαν ἐργάζονται καὶ βλάβην τῆς φρονήσεως· διαχωρητικώτεροι δ’ εἰσὶ καὶ μεγαλό‐ σπλαγχνοι· οὐκ ἐπιτήδειοι δ’ οὐδὲ τοῖς πικροχόλοις εἰσίν· ὕλη γὰρ

5

.

6

.

17

πάντες ὑπάρχουσιν οἱ γλυκεῖς χυμοὶ τῇ ξανθῇ χολῇ. οὐ μόνον δ’ ὅτι πολλῇ θερμασίᾳ τοὺς τοιούτους ἐργάζεται χυμοὺς πικρούς, [καὶ] ἀν‐ επιτήδειός ἐστι γλυκὺς οἶνος τοῖς πυρέττουσιν, ἀλλὰ καὶ διότι παχεῖς ὄντες οὔτε ἐπ’ οὖρα διεξέρχονται ταχέως οὔτε συναπάγουσιν ἑαυτοῖς

5

.

6

.

18

οὔτε συνεκκενοῦσι τοὺς χολώδεις χυμούς. ἓν οὖν αὐτοῖς μόνον ἀγαθὸν ὑπάρχει τὸ τὴν γαστέρα λαπάττειν· διὸ καὶ προπίνουσιν αὐτούς· ὡς, ἐάν γε μὴ ποιήσωσι τοῦτο, παντοίως βλάπτουσιν· πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ διψώδεις εἰσίν, αὐτῷ τούτῳ δηλοῦντες ὡς ἐκχολοῦνται ῥᾳ‐

5

.

6

.

19

δίως. εἰσὶ δ’ οἱ τοιοῦτοι καὶ φυσώδεις· τῷ κάτω δ’ οὐκ εἰσὶν ἐντέρῳ βλαβεροί, καίτοι βραδυπόρου τῆς ἀπ’ αὐτῶν φύσης οὔσης καὶ χρονι‐ ζούσης περὶ ὑποχόνδριον, ἄχρι ἂν ἐκπεφθῶσί τε καὶ λεπτυνθῶσι τελέως· εἰ δ’ ἅπαξ πεφθῇ, ποριμωτέραν τε καὶ λεπτομερεστέραν ἴσχουσι καὶ

5

.

6

.

20

τὴν φύσην. γλυκὺς δ’ ἅμα καὶ αὐστηρὸς οἶνος, οἷος ὁ κατὰ τὴν Κιλικίαν Ἀβάτης ἐστίν, ἅτε ἐξ ἐναντίων ποιοτήτων συγκείμενος, μοχθη‐ ρὸς ὑπάρχει, μήτε ἀναδιδόμενος μήτε ὑπερχόμενος, ἀλλ’ ἐπὶ πλέον τε

5

.

6

.

21

παραμένων ἐν τῇ ἄνω γαστρὶ καὶ πνευματῶν αὐτήν. ὅ γε μὴν ἄνευ τοῦ γλυκὺς εἶναι μέλας οἶνος αὐστηρὸς ἐπιφανῶς ἢ στρυφνὸς πλή‐ σμιός ἐστι καὶ βραδύπορος καὶ τὰς διαχωρήσεις ἀμφοτέρας ἐπέχει, τάς τε κατὰ γαστέρα καὶ οὐχ ἧττον τὰς ἐπὶ κύστιν, καὶ ἐπὶ πλεῖστον ἐν
5τοῖς ὑποχονδρίοις ἐμμένει καὶ ῥᾳδίως ἀποξύνεται καὶ εἰς ἔμετον ὁρμᾷ·
μόνοις δ’ ἐστὶν ἐπιτήδειος τοῖς κατὰ γαστέρα ῥεύμασιν, οὐδὲ τούτοις

5

.

6

.

22

εἰς κόρον πινόμενος. ὁ δ’ αὐστηρὸς ἅμα καὶ λευκὸς οἶνος οὐδ’ αὐτός ἐστιν οὐρητικός, ἀλλ’ ἐὰν μὲν παχὺς ᾖ, χρονίζει περὶ ὑποχόνδριον, ἐὰν δὲ μὴ παχύς, οὔτε χρονίζει περὶ πολλοῦ, καθάπερ ὁ μέλας, οὔτε ὁμοίως ἐπ’ οὖρα διεξέρχεται τοῖς λευκοῖς τε ἅμα καὶ μετρίως αὐστη‐

5

.

6

.

23

ροῖς. ὁ δὲ κιρρὸς αὐστηρὸς ἁρμόττει καὶ αὐτὸς τοῖς κατὰ γαστέρα ῥεύμασιν· διττὸς δὲ καὶ ὁ κιρρός, ὥσπερ καὶ ὁ μέλας, ὁ μὲν γλυκύς,

5

.

6

.

24

ὁ δ’ αὐστηρός. κεφαλῆς δὲ καὶ γνώμης ὁ κιρρὸς μᾶλλον ἅπτεται,

5

.

6

.

25

διότι καὶ θερμότερός ἐστι τοῦ μέλανος. ὁ δὲ ξανθὸς οἶνος ἄκρως θερμός ἐστιν, ὥσπερ γε καὶ ὁ ἐφεξῆς αὐτῷ ὁ κιρρός, εἶτ’ ἐπ’ αὐτοῖς ὁ ἐρυθρός, εἶθ’ ὁ γλυκύς· ὁ δὲ λευκὸς ἧττον ἁπάντων θερμαίνει.

5

.

6

.

26

λευκὸς δ’ οἶνος οὐδείς ἐστι γλυκύς, ἀλλά τινες μὲν αὐστηροὶ καὶ παχεῖς, τινὲς δ’ ὑδατώδεις καὶ λεπτοί· ξανθοὶ δὲ καὶ κιρροί τινες μὲν γλυκεῖς εἰσι μετρίως, ὥσπερ ὁ Ἱπποδαμάντιός τε καὶ ὁ Φαυστιανός· ἔνιοι δ’

5

.

6

.

27

οὐδ’ ὅλως γλυκεῖς εἰσιν. οἱ δ’ ἐρυθροὶ παχύτεροι τούτων, πλησιά‐

5

.

6

.

28

ζοντες ἤδη κατὰ τὸ χρῶμα τοῖς μέλασιν. τροφὴ δ’ ἐξ ἁπάντων αὐτῶν ἀνὰ λόγον τῷ πάχει· καὶ διὰ τοῦτο τοῖς μὲν ἀναθρέψεως δεομένοις ἐπιτρέπειν [τε] πίνειν τοὺς γλυκεῖς, καὶ μάλιστα ὅταν ἀμέμπτως ἔχωσι τὰ καθ’ ἧπάρ τε καὶ σπλῆνα καὶ νεφρούς· τοῖς δὲ παχὺν ἠθροικόσι
5χυμὸν ἐν ταῖς φλεψὶν οἱ λεπτοὶ κατὰ τὴν σύστασιν οἶνοι χρήσιμοι· ψυχρῶν μὲν ἠθροισμένων ἐν ταῖς φλεψὶ χυμῶν, οἱ δριμεῖς καὶ παλαιοί·

5

.

6

.

29

〈μὴ〉 ψυχρῶν δέ, ὅσοις τούτων οὐδέτερον ὑπάρχει. βελτίων δ’ εἰς

5

.

6

.

30

εὐχυμίαν ὁ εὐώδης, ἀλλὰ πλήττει κεφαλήν. τοῖς δ’ αὐστηροῖς οἴνοις ἕνεκα τοῦ στῆσαι τὴν γαστέρα ῥεομένην χρώμεθα, μὴ ἂν ἄλλως χρη‐ σάμενοι διὰ τὸ μήτε ἀναδόσει τροφῆς μήτε αἱματώσει μήτε εὐχυμίᾳ μήτε οὔρων εὐροίᾳ μήτε ἱδρώτων ἐκκρίσει μήτε γαστρὸς ὑπαγωγῇ

5

.

6

.

31

συντελεῖν αὐτούς. τοῖς μὲν οὖν χολωδεστέροις σώμασιν οὔτε ὁ Φαλε‐ ρῖνος οὔτε ὁ Τμωλίτης κιρρὸς γλυκὺς οὔτε ὁ Ἀρούσιος οὔτε ὁ Λέσβιος, εὐώδης τε καὶ κιρρὸς ὁμοίως τοῖς προειρημένοις ὤν, ἐπιτήδειος· θερ‐ μότεροι γὰρ πάντες εἰσὶν οἱ τοιοῦτοι, καὶ ἕτοιμόν ἐστι τοῖς πίνουσιν
5αὐτοὺς κεφαλὴν ἀλγῆσαι καὶ πυρέξαι καί τι καὶ τοῖς νεύροις παθεῖν.

5

.

6

.

32

μήτε οὖν χολώδεσι φύσεσι μήτε τοῖς ἐξ ἐκκαύσεως ἢ καμάτων πολλῶν ἢ ἐνδείας ἢ λύπης ἢ ὥρᾳ καὶ χώρᾳ καὶ καταστάσει θερμῇ χρωμένοις
διδόναι τοιοῦτον οἶνον· ἐξ ὑπεναντίων γε μὴν ἀγαθὸς ἅπασι τοῖς θερ‐ μαίνεσθαι δεομένοις φλεγματώδεσι καὶ ψυχραῖς κράσεσι, καὶ ψυχρῶν
5χυμῶν πλῆθος ἠθροικόσιν, ἀργῶς βιοῦσιν, ἐν χωρίῳ ψυχρῷ καὶ χει‐

5

.

6

.

33

μῶνι καὶ καταστάσει ψυχρᾷ καὶ ὑγρᾷ. πάντων δ’ οἴνων κοινόν ἐστιν, οἵ γε μὴ πάνυ παχεῖς εἰσι καὶ λίαν γλυκεῖς, ὥσπερ ὁ Θηραῖός τε καὶ ὁ Σκυβελλίτης, ἐπειδὰν ἐς χρόνου μέγεθος ἐκταθῶσι, ξανθοὺς τῇ χρόᾳ γίνεσθαι καί τι στίλβον ἔχειν ὁμοίως πυρί· καὶ γὰρ οἱ μέλανες, οἷόσ‐
5περ ἐστὶν ὁ παρ’ ἡμῖν Περπερίνιος, εἰ χρονίσειαν, εἰς ἐρυθρὰν μὲν ἢ κιρρὰν πρότερον ἀφικνοῦνται ποιότητα, μετὰ ταῦτα δ’ εἰς ξανθήν, καὶ ὁ λευκὸς δέ, ὁποῖος ὁ Βιθυνὸς Ἀμιναῖος (ὀνομάζουσι δὲ τὸν οὕτω παλαιωθέντα οἱ Ῥωμαῖοι Καίκουβον)· ἤδη δ’ ὁ τοιοῦτός ἐστι πικρὸς

5

.

6

.

34

καὶ διὰ τοῦτο ἀνεπιτήδειος εἰς πόσιν. φεύγειν οὖν χρὴ τῶν οὕτω παλαιῶν τὴν πόσιν, ὥσπερ καὶ τῶν πάνυ νέων· μάλιστα δὲ τῶν φύσει παχέων οἴνων ἀπέχεσθαι προσῆκεν, ὅταν ὦσι νέοι· τοσούτου γὰρ δέουσι συντελεῖν τι ταῖς τῶν σιτίων πέψεσιν, ὥστε αὐτοὶ μόλις πέττον‐
5ται· πρὸς τούτοις δ’ οὐδ’ ὑπέρχονται κατὰ κοιλίαν οὐδὲ ἀναδίδονται ῥᾳδίως οὐδὲ οὖρα προτρέπουσιν οὐδὲ αἱματώσει συντελοῦσιν οὐδὲ θρέψει, διαμένουσι δ’ ἐπὶ πλεῖστον ἐν τῇ γαστρὶ μετέωροι παραπλησίως ὕδατι·

5

.

6

.

35

κἂν βραχύ τις πλέον αὐτῶν πίῃ, ῥᾳδίως ὀξύνονται. ὁ δὲ παλαιότατος εἰς τοσοῦτον τοῦ λευκοῦ τε ἅμα καὶ αὐστηροῦ καὶ νέου καὶ παχέος διενήνοχεν, ὡς τὸν μὲν ἱκανώτατα θερμαίνειν, τὸν δὲ ψύχειν αἰσθητῶς.

5

.

6

.

36

τὸ γλεῦκος δ’ ὅπως ἐστὶ φυσῶδες καὶ δύσπεπτον καὶ παχύχυμον, ἅπαντες ἴσασιν, ἓν μόνον ἀγαθὸν ἔχον ὑπάγειν γαστέρα· κἂν ἀτυχήσῃ

5

.

6

.

37

ποτὲ τούτου, βλαβερώτατον γίνεται. τάχιστα δὲ πάντων οἴνων οἱ λευκοὶ καὶ ὑδατώδεις παλαιοῦνται, τουτέστιν ἑτοίμως εἰς τὴν τῶν παλαιουμένων ποιότητα μεταβάλλουσι, δριμύτης δ’ ἐστὶν αὕτη μετὰ τοῦ θερμαίνειν σαφῶς, ὕστερον δὲ καὶ πικρότης, εἰς ἣν ἐν ἔτεσιν ἐνίοτε
5δέκα τοὺς ὑδατώδεις οἴνους ἀφικνουμένους ἔστιν ἰδεῖν, ὅταν γε μὴ

5

.

6

.

38

φθάσωσιν ἐν τοῖς πρώτοις τρισὶν ἢ τέτρασιν ὀξυνθῆναι. τοῖς δ’ ἰσχυ‐ ροῖς τε ἅμα καὶ αὐστηροῖς καὶ λευκοῖς μετὰ πάχους οἴνοις καὶ μετὰ δεκαετίαν ἐνίοτε συνέπεσε μὴ καλῶς ἀποκειμένοις ὀξυνθῆναι· συμβαίνει

5

.

6

.

39

δ’ αὐτοὺς καὶ παλαιοῦσθαι χρόνῳ παμπόλλῳ. τοιοῦτοι κατὰ τὴν Ἰταλίαν εἰσὶν ὁ Τιβουρτῖνος καὶ Σιγνῖνος καὶ Μάρσος καὶ Συρεντῖνος, ὃς σχεδὸν μὲν πρὸ εἴκοσι ἐτῶν ..... γενόμενος, ἐπὶ πολὺ δὲ παραμένει πότιμος,
οὐκ εὐκόλως ἐκπικρούμενος, ἐνάμιλλος κατ’ ἀρετὴν ὑπάρχων τῷ Φα‐

5

.

6

.

40

λερίνῳ. ἐναντία δὲ τούτοις τοῖς οἴνοις οἱ ὑδατώδεις πάσχουσιν, ὅ τε Σαβῖνος καὶ ὁ Γαυριανὸς Ἀρσύϊνός τε καὶ Τιτακαζηνὸς καὶ Τιβηνὸς καὶ ὅσοι τοιοῦτοι· ῥᾳδίως τε γὰρ μεταβάλλονται πρὸς τὰς ἐναντίας

5

.

6

.

41

ποιότητας ἤτοι τὴν ὀξεῖαν, ἐὰν δὲ διαμένωσι, τὴν πικράν. πολὺ δ’ εἰς ἑκατέραν αὐτοῖς τὴν ἀλλοίωσιν συμβάλλεται τὸ χωρίον, ἐν ᾧ κεῖνται· κατ’ ἀρχὰς μὲν γὰρ ἄριστόν ἐστι τὸ ψυχρόν, ὕστερον δὲ τὸ θερμόν,

5

.

6

.

42

ὡς τό γε χλιαρὸν ὀξύνει ῥᾳδίως αὐτούς. ἐὰν δ’ ἐν τῷ ψυχρῷ κείμενοι διαμείνωσιν ἔτεσι δύο ἢ τρισί, τοὐντεῦθεν ἱκανῶς θερμαίνεσθαι δέονται· τοῦ χλιαροῦ δὲ χωρίου καὶ τοῦ μέσου κατὰ τὴν κρᾶσιν οὐδέποτε

5

.

6

.

43

δέονται. τινές γε μὴν οὕτως ἀσθενεῖς εἰσι καὶ ὑδατώδεις, ὡς μηδ’

5

.

6

.

44

εὐθὺς ἐξ ἀρχῆς φέρειν τὸ ψυχρόν. τῶν δὲ τὸν οἶνον ἐχόντων ἀγγείων ὅ τί περ ἂν ἐάσῃς ἄνευ πώματος ὀξύνεται ῥᾳδίως, ὥσπερ γε πάλιν αὐτῶν τῶν πωμασθέντων ἧττον τοῦτο πάσχει τὰ πεπληρωμένα· τὰ γὰρ ἀπόκενα διὰ τὸ περιέχειν ἐν ἑαυτοῖς ἀέρα δι’ ἐκείνου μέσου
5θᾶττον ὑπὸ τοῦ περιεστῶτος ἔξωθεν ἀλλοιοῦται, πεπληρωμένα δὲ μέχρι τοῦ ψαύειν τῶν ἐπιθεμάτων, δι’ ἐκείνων μόνων ἔχει τὴν ἀλλοίωσιν ἀσθενῆ τε καὶ ἀμυδρὰν εἰς τοσοῦτον, εἰς ὅσον ἥκει τὸ ἐπίθεμα πυκνό‐ τητος· εὑρήσεις γοῦν τὰ μὲν ὑπὸ πίττης ἢ γύψου στεγνωθέντα μονι‐ μώτερα γινόμενα, τὰ δ’ ὑπὸ μόνου δέρματος ἧττον, ὥσπερ καὶ τὰ

5

.

6

.

45

τοῖς φύλλοις πωμασθέντα. οἶνοι δ’ εἰσὶ κιρροὶ κάλλιστοι παρ’ ἡμῖν ἐν Ἀσίᾳ τρεῖς, ὁ Τμωλίτης, ὁ Λέσβιος καὶ ὁ ἐνδοξότατος παρὰ τοῖς πα‐ λαιοῖς Ἀρούσιος ἐν Χίῳ γεννώμενος, ᾧ πάντες ἐχρῶντο πρὸς τὰ κάλλιστα τῶν φαρμάκων καὶ μάλιστα τὰς ἀντιδότους.

5

.

7

t

Ἐκ τῶν Ῥούφου, περὶ οἴνου· κεῖται ἐν τῷ Περὶ διαίτης ἢ Περὶ πομάτων ἐν τῷ ιβ λόγῳ.

5

.

7

.

1

Οἶνον ἐπαινῶ μὲν πρὸς ὑγείαν ὡς οὐδὲν χρῆμα ἄλλο, δεῖ δ’ ἐπι‐ στήμης τῷ πίνοντι, εἰ μέλλοι μηδὲν ἀνήκεστον πάσχειν· οἶνος γὰρ δύναται ἀνάψαι μὲν τὸ θερμόν, ἰσχύος δ’ ἐμπλῆσαι τὸ σῶμα, πέψαι δὲ τὴν τροφὴν δι’ ὅλων· καὶ οὐκ ἔστιν οὐδεὶς οἶνος οὕτω κακός, ὥστε
5μὴ ἂν ποιῆσαι τὰ εἰρημένα, ἔνεστι δὲ κἀνταῦθα, ὥσπερ ἐν τοῖς ἄλλοις,

5

.

7

.

2

τὸ χεῖρον καὶ τὸ ἄμεινον. δύναται δ’ οἶνος καὶ τῇ ψυχῇ διάθεσίν τινα παρασχεῖν· τὸ γὰρ τῆς λύπης φάρμακον οἶνός ἐστι, καί μοι δοκεῖ

5

.

7

.

3

ἡ Ἑλένη εἰς τὸν κρατῆρα τοῦτο ἐμβαλεῖν. τῷ μὲν οὖν μετρίως πί‐ νοντι ἔστι μὲν ἥδεσθαι καὶ φιλοφρονεῖσθαι, ἔστι δ’ ὑγιαίνειν καλῶς·

5

.

7

.

4

τῷ δ’ ἀμέτρως τί μὲν ἡδὺ ἐν τῷ ἀμέτρῳ; τί δ’ οὐκ ἀλγεινόν; πῶς δ’ ἂν ἄλυπος γένοιτο ὁ πέρα τοῦ δέοντος πίνων, ὅτε ἡ ψυχὴ εἰς τοσόνδε οἶνον βρέχεται, ὥστε τῷ θερμοτάτῳ ψύχεσθαι; τεκμήρια δέ

5

.

7

.

5

σοι τάδε ἔστω· πρῶτον μὲν γὰρ ἀκρατὲς τὸ σῶμα γίνεται τῷ μεθύ‐

5

.

7

.

6

οντι, ἔπειτα δ’ ὑπνῶδες· θερμῷ δὲ καὶ ἡ τροφὴ πέσσεται. ταῦτα μὲν πάσχουσιν οἱ μεθύοντες ψυγέντες τὸ αὐτίκα· εἰς ὕστερον δ’ οὐκ ἔστιν ὃ οὐκ ἂν ἔγωγε προσδοκήσαιμι τῶν κακῶν· καὶ γὰρ ἀπόπληκτον εἰκὸς γενέσθαι καὶ πονῆσαι τὰ ἄρθρα καὶ χωλωθῆναι μέρος τι τοῦ σώματος
5καὶ τῷ ἥπατι καὶ τῷ σπληνὶ καὶ τῇ κεφαλῇ τὰ ἴδια παρασχεῖν ἑκάστῳ

5

.

7

.

7

νοσήματα. καί μοι θαυμάζειν ἐπέρχεται, πῶς ἐφ’ οὕτω προφανέσι καὶ ἀγαθοῖς καὶ κακοῖς, ἐξὸν τὰ κάλλιστα λαμβάνειν παρ’ οἴνου, τὰ κάκιστα αἱροῦνται.

5

.

8

t

Ἐκ τῶν Γαληνοῦ, περὶ σιραίου.

5

.

8

.

1

Σίραιον ἐκ γλεύκους γινέσθω, μήτε ἐξ αὐστηρῶν σταφυλῶν, ἀλλ’, ὡς ἔνι μάλιστα, γλυκειῶν, μήτε 〈ἐκ〉 τοῦ πρώτου ῥέοντος, ἀλλ’ ἐκ

5

.

8

.

2

τοῦ τελευταίου. εἰ μὲν οὖν εἴη τὸ γλεῦκος τοιοῦτον, ἑψεῖν αὐτὸ χρή, μέχρις ἂν τὸ ἥμισυ λειφθῇ τοῦ κατὰ τὴν ἀρχὴν ἐμβληθέντος· εἰ δὲ μὴ τοιοῦτον, μέχρις οὗ τὸ τρίτον ἀπολειφθῇ, καθεψητέον ἐστίν.

5

.

9

t

Ἐκ τῶν Ῥούφου, περὶ σιραίου· ἐκ τοῦ β λόγου τοῦ Περὶ διαίτης.

5

.

9

.

1

Τὸ δὲ σίραιον δύναμιν ἔχει θερμᾶναι μέν, ἀλλ’ οὐκ ἴσα οἴνῳ, ὥστε τινὶ καὶ ψύχειν ἔδοξεν· ἐμοὶ δ’ οὐδὲν δοκεῖ γλυκὺ † ὃ τὸ ψύχειν, ὡς νομίζουσιν, ὅτι ἀνάγκη τὸ μὲν γλυκὺ ἡδὺ εἶναι, τὸ δ’ ἡδὺ οἷον χύσιν

5

.

9

.

2

ἢ διάλυσιν, ταῦτα δὲ τὸ θερμὸν παρασκευάζειν. οὔτε δ’ οὐρεῖται οὔτε εἰς ἀνάδοσιν ὁρμᾷ ῥᾳδίως, ἀλλ’ ἐμμένον τῇ γαστρὶ πεπλήρωκεν ἀεί·

5

.

9

.

3

τοιάδε ἡ παχύτης. παχὺ δὲ καὶ τὸ αἷμα ἐργάζεται· παχὺ δὲ καὶ ἧπαρ καὶ σπλὴν σιραίῳ γίνεται.

5

.

10

t

Ἐκ τῶν Γαληνοῦ, περὶ ὄξους.

5

.

10

.

1

Ὄξος μικτῆς ἐστιν οὐσίας ψυχρᾶς καὶ θερμῆς, ἀμφοῖν λεπτομερῶν· ἐπικρατεῖ δ’ ἡ ψυχρὰ δύναμις, λεπτομερὴς οὖσα· διόπερ ἀποκρουστικὴν
ἔχει δύναμιν.

5

.

11

t

Ἐκ τῶν Ῥούφου, περὶ ὄξους, ἐκ τοῦ β λόγου τοῦ Περὶ διαίτης.

5

.

11

.

1

Ἡ χρῆσις δ’ ὄξους πλείστη κατὰ τὰς διαίτας· ἥδυσμα γὰρ τὸ κάλλιστον τοῖς ὄψοις, καὶ πολλὰ οὐκ ἂν εἴη ἐδώδιμα τούτου δίχα.

5

.

11

.

2

καὶ εἴ τις ὑπομείναι μὴ φαγεῖν, μέγιστα ἂν βεβλάψεται, ὥσπερ εἰ καὶ

5

.

11

.

3

δίχα ἁλῶν ἐσθίοι οἷς πρέπουσιν ἅλες. εὐκαρδιώτατον δ’ ὄξος καὶ εὐσιτότατον καὶ ταῖς πέψεσι συνεργὸν καὶ τῷ φλέγματι πολέμιον.

5

.

11

.

4

κάλλιστον δ’ ὄξος τὸ ἐκ τῶν ἰσχυροτάτων οἴνων, οὗτοι δ’ εἰσὶν οἱ στρυφνότεροι.

5

.

12

t

Ἐκ τῶν Ῥούφου, περὶ τοῦ ἀπὸ τῶν στεμφύλων· ἐκ τοῦ αὐτοῦ λόγου.

5

.

12

.

1

Σκευάζεται πόμα τοιόνδε· ἐκθλίψαντες τὸν οἶνον ἀπὸ τῆς στα‐ φυλῆς, ἔπειτα ὕδωρ μίξαντες, πατοῦσι καὶ ἐκθλίβουσιν, ἔπειτα ἑψοῦσιν,

5

.

12

.

2

ὡς τρίτον τοῦ παντὸς ὑπολείπεσθαι. γίνεται δὴ γλυκὺ μὲν ὥσπερ σίραιον, οὐ παχὺ δέ, οὐδ’ ἰσχυρόν, καὶ εἴ τις χρηστῶς ἑψεῖ, δεξιὸν καὶ εἰς ἡδονὴν καὶ εἰς οὔρησιν καὶ ἄφυσον, ὥστε καὶ νοσοῦντι θαρρῶν προσφέροις, ἄν ποτε δέοι· εἰ δὲ μὴ ἑψοῖς, ὄξος ἐντεῦθεν πονηρὸν

5

.

12

.

3

γίνεται. Διοσκορίδης δὲ καὶ ἁλῶν εἰς τὸν μετρήτην ἐμβάλλει ξ̸ β καὶ μετὰ τὸν χειμῶνα ἐγχεῖ εἰς κεράμιον, χρῆσθαί τε αὐτῷ συμβου‐ λεύει μετ’ ἐνιαυτόν, διότι ταχέως ἐξίτηλος γίνεται.

5

.

13

t

Ἐκ τῶν Διοσκορίδους, περὶ τοῦ ἀδυνάμου οἴνου.

5

.

13

.

1

Ἔστι καὶ ὁ ἀδύναμος λεγόμενος· δεῖ δ’ ἴσον μέτρον ὕδατος τῷ γλεύκει μίξαντας ἑψῆσαι πράῳ πυρὶ μαλακῷ, ἄχρις ἂν οὗ ἐξαναλωθῇ τὸ ὕδωρ, καὶ μετὰ τοῦτο ψύξαντας καταγγίζειν εἰς ἀγγεῖον πεπισσω‐ μένον.

5

.

14

t

Ἐκ τῶν Γαληνοῦ, περὶ μελικράτου.

5

.

14

.

1

Τὸ μελίκρατον οὐ πάνυ τι τοῖς πικροχόλοις ὠφέλιμόν ἐστιν· ἐκ‐ χολοῦται γὰρ ἐν αὐτοῖς, ἐὰν μὴ φθάσῃ διεξελθεῖν ἢ κατ’ ἔντερον ἢ κατὰ κύστιν, ὡς διεξελθόν γε πρὸς τῷ βλάψαι μηδὲν ὀνίνησι μέγιστα·
συναπάγει γὰρ ἑαυτῷ τὸ χολῶδες περίττωμα. συμφέρει τοίνυν ὑδα‐
5ρέστερον ἐπὶ τῶν τοιούτων φύσεων δίδοσθαι τὸ μελίκρατον, ὅπως μήτε

5

.

14

.

2

διψῶδες εἴη μήτε χολοποιόν. ὥσπερ δὲ τοῖς πικροχόλοις, οὕτως καὶ οἷς εἰς ὄγκον ἤρθη τὰ σπλάγχνα σκιρρούμενα καὶ φλεγμαίνοντα καὶ οἰδισκόμενα ἀνεπιτήδειον· μοχθηρὸν γὰρ ἐν τούτοις γίνεται, μὴ δυνά‐ μενον μὲν διεξέρχεσθαι ταχέως αὐτῶν, ἐκχολούμενον δὲ ῥᾳδίως, καὶ

5

.

14

.

3

μάλιστα ἐν ταῖς φλεγμοναῖς διὰ τὸ πλῆθος τῆς θερμασίας. τὸ μὲν οὖν μέλι, διότι πάντων ἐστὶ γλυκύτατον, ὅταν εἰς θερμὴν ἀφίκηται σώματος κρᾶσιν, ἐν τάχει μεταβάλλεται καὶ τρέπεται πρὸς τὸν χολώδη χυμὸν εὐθέως ἐν τῇ γαστρὶ πρὶν εἰς τὰς φλέβας ἀναδοθῆναι· 〈καὶ〉 εἴπερ
5φθάσειεν ἄνευ τῆς τοιαύτης μεταβολῆς ἀναδοθῆναι, πάντως ἔν γε ταῖς φλεψὶ μεταβάλλεται· τὰ δ’ ἄλλα κατὰ τὸ μέτρον τῆς γλυκύτητος ἢ πρωϊαίτερον ἢ ὀψιαίτερον ἴσχει τὴν μεταβολὴν κατὰ τὸν αὐτὸν λόγον,

5

.

14

.

4

ἐν μὲν θερμοτέρᾳ φύσει θᾶττον, ἐν δὲ ψυχροτέρᾳ βραδύτερον. ἐκ‐ χολουμένου τοίνυν τοῦ μέλιτος ἐν τοῖς ὀξέσι νοσήμασι καὶ κατὰ τοῦτο βλάπτοντος αὐτά, βραδυπόρου δ’ ὄντος τοῦ ὕδατος καὶ μένοντος ἐπὶ πλεῖστον ἐν τοῖς ὑποχονδρίοις, καὶ τούτου πάλιν ὄντος φευκτοῦ, τὸ
5μικτὸν ἐξ αὐτῶν ἐπιτήδειον γίνεται κατὰ τοιαύτην κρᾶσιν συντιθέμε‐ νον· ὕδατι πλείονι μέλιτος μιγνύσθω τοσοῦτον, ὡς ὁδοποιεῖν τε καὶ πρὸς τὴν ἀνάδοσιν ἄγειν αὐτό· τά τε γὰρ οὖρα ποριμώτερα γίνεται, καὶ ἡ τῶν πτυέλων ἀναγωγὴ θᾶττον, οὕτως κερασθέντων αὐτῶν· εἰ δὲ πολὺ τοῦ μέλιτος μιχθείη, δίψαν τε ποιεῖ καὶ γλισχραίνει τὸ πτύελον.

5

.

14

.

5

εἰς ταῦτα μὲν οὖν ἐπιτηδειότερόν ἐστι τὸ ὑδαρέστερον μελίκρατον, τὸ

5

.

14

.

6

δ’ ἀκρατέστερον εἰς τὴν τῆς γαστρὸς ὑποχώρησιν. καὶ τὸ ὠμὸν δὲ μελίκρατον ὑπακτικώτερόν ἐστι, τὸ δὲ καλῶς ἡψημένον τροφιμώτερον.

5

.

14

.

7

σκευάζειν δὲ χρὴ τὸ μελίκρατον, πρῶτον μὲν ὕδατι πολλῷ μιγνύντας τὸ μέλι, μετὰ τοῦτο δ’ ἑψῶντας, ἄχριπερ ἂν ἀφρίζον παύσηται· προσήκει δ’ αἴρειν ἀπ’ αὐτοῦ δηλονότι συνεχῶς τὸν ἀφρὸν εὐθὺς ἅμα τῷ γεννᾶσθαι· διὰ γὰρ τῆς τοιαύτης παρασκευῆς ἀποτίθεται τὴν δρι‐
5μύτητα.

5

.

15

t

Περὶ ἀπομέλιτος, ἐκ τῶν Γαληνοῦ.

5

.

15

.

1

Ἀπόμελι δὲ πίνουσι μὲν ὡς ἐμψῦχον καὶ ἄδιψον ὥρᾳ θέρους,

5

.

15

.

2

μιγνύντες ὕδατι ψυχρῷ. ἔστι δὲ καὶ τοῖς τοὺς ὠμοὺς χυμοὺς ἠθροι‐
κόσιν ὠφέλιμον, καὶ μάλιστα ὅταν ὀξυνθῇ· πάσχει δὲ πλειστάκις τοῦτο, τὸ μὲν μᾶλλον, τὸ δ’ ἧττον, ὡς δι’ ὕδατος σκευαζόμενον οὐ τοῦ

5

.

15

.

3

ὀμβρίου, καθάπερ τὸ ὑδρόμηλον, ἀλλὰ τοῦ ἐπιτυχόντος. σκευάζεται δ’ οὕτως· κηρίων οὐ τῶν φαύλων ἐκθλίψαντες τὸ μέλι, βάλλομεν εἰς λέβητα πηγαῖον ὕδωρ ἔχοντα καθαρόν τε καὶ ἡδύ, κἄπειτα ἑψήσαντες, ἄχρις ἂν ἱκανῶς δόξῃ τὰ κηρία τὴν 〈ἐν〉 ἑαυτοῖς ὑγρότητα πᾶσαν
5ἀποτεθεῖσθαι, κατατίθεμεν καὶ φυλάττομεν καὶ χρώμεθα τοῦτο τὸ πόμα, ὃ 〈οἱ〉 παλαιοὶ ὀξύγλυκυ ὠνόμαζον.

5

.

16

t

Περὶ ὑδρομήλου τοῦ παρὰ τοῖς ἀρχαίοις, ἐκ τῶν Γαληνοῦ.

5

.

16

.

1

Ὅταν παύσηται σηπόμενον τὸ ὄμβριον ὕδωρ, τηνικαῦτα τὴν γλυ‐ κύτητα ἐπικτᾶται· τούτῳ μίξαντες μέλι προαφηψημένον τε καὶ προ‐

5

.

16

.

2

απηφρισμένον χρώμεθα. καλεῖται δὲ συνήθως ὑδρόμηλον τὸ τοιοῦτο πόμα, Διοσκορίδης δ’ ὑδρόμελι τοῦτο καλεῖ, καὶ σκευάζεσθαί φησιν αὐτὸ πρὸς ἓν μέρος μέλιτος δύο ὕδατος ὀμβρίου παλαιοῦ μιγνυμένου καὶ ἡλιαζομένου, τινὰς δὲ καὶ πηγαῖον ὕδωρ μιγνύειν καὶ ἀφεψεῖν εἰς
5τρίτον καὶ ἀποτίθεσθαι.

5

.

17

t

Ἐκ τῶν Φιλαγρίου, περὶ ἀπομέλιτος, ἐκ τοῦ Περὶ ἡδέων πομάτων.

5

.

17

.

1

Καιρὸς πόσεως ἀπομέλιτος, καθ’ ὃν ἂν φανῇ σημεῖον πέψεως, ἐν μὲν πυρετῷ μόνον κατ’ οὔρων· εἰ δέ τι καὶ περὶ πνεύμονα τύχοι

5

.

17

.

2

ταύτης δεόμενον, ἐν τοῖς ἀναπτυσθεῖσι δεικνύμενον. δοθείη δ’ ἂν οὐκ ἀτόπως καὶ πρὸ πέψεως· καὶ γάρ τι καὶ τμητικὸν ἔχει καὶ ῥυπτικὸν καὶ συμπέψαι δυνάμενον· ἀλλὰ βέλτιον γε πέψαι μελίκρατον αὐτοῦ

5

.

17

.

3

δύναται. βελτίων οὖν ὁ καιρὸς ἀπομέλιτος ὕστερον, ὡς ἂν καὶ οἰνῶδές τι κεκτημένου· συμβαίνει γε μὴν τοὺς πυρετοὺς ἐξάπτεσθαι πλέον οἴνου πόσει, μὴ παρακμάζοντος ἤδη τοῦ νοσήματος, καθ’ ὃν χρόνον λελέπτυνται μὲν τὰ αἴτια καὶ τῶν πόρων ἄνοιξις γέγονεν· τηνικαῦτα
5γὰρ πινόμενος οἶνος πόριμος, οὔτε ἐπαύξων τὸ τῶν πυρετῶν γένος καὶ πρὸς τὸ δέρμα τὴν θερμασίαν ἀνάγων καὶ κατακιρνὰς μὲν εὐθέως τὰς δριμύτητας, συνεξάγων δ’ ὀλίγον ὕστερον ἱδρῶτάς τινας καὶ οὖρα προτρέπων, ὥστε ὁ τῆς παρακμῆς καιρὸς ἐπιτήδειός ἐστιν οἴνου πό‐

5

.

17

.

4

σεως καὶ τῶν ἄλλων τῶν οἰνωδῶν πομάτων. ἀλλ’ ἐπεὶ πάλιν οἴνου μὲν ἀσθενέστερον ἀπόμελι κατὰ θερμασίαν τυγχάνει, ῥυπτικῆς δὲ καὶ τμητικῆς ὑπάρχει δυνάμεως, τοῦτο δὲ προπαρασκευαστικὸν λύσεως τῶν ἐπὶ χυμοῖς σηπομένοις ἀναπτομένων πυρετῶν γίνεται, διδόναι καὶ πρὸ

5

.

17

.

5

παρακμῆς ἀπομέλιτος ποτοῦ. μελίκρατον μὲν δὴ συντεθὲν αὐτίκα πίνεται· καὶ τὸ ὀξύμελι δὲ δοθείη ποτὲ ἂν παραχρῆμα συντεθέν, εἰ καὶ βέλτιόν ἐστι κεχρονισμένον αὐτὸ προσφέρειν· δι’ ἀκριβείας γὰρ

5

.

17

.

6

τηνικαῦτα κεχωρήκασιν εἰς ἀλλήλας αἱ δυνάμεις. καὶ ῥοδόμελι δὲ καὶ ὀμφακόμελι καὶ τὸ διὰ κωδυῶν χρονισθῆναι λίαν ἐθέλει· τὸ μὲν γάρ τοι παχὺ καὶ τρυγῶδες ἐν αὐτοῖς ἐστι, τὸ δ’ αὖ χρήσιμον καὶ πότι‐ μον, καὶ δεῖται χρόνου πρὸς διάκρισιν, μάλιστα δὲ τὸ ἀπόμελι· πρὶν
5γὰρ οἰνῶδές τι κατά τε τὴν γεῦσιν καὶ τὴν ὀσμὴν ἐν τῷ χρόνῳ προσ‐ λαβεῖν, οὐδὲν ἂν μελικράτου δόξειε διαφέρειν· ἑψηθὲν δὲ καὶ μηνῶν που γενόμενον ἕξ, οὐχ ἃς εἴρηκα μόνας ἐνεργείας, ἀλλὰ καὶ τὴν ῥωστικὴν οἴνου δίκην ἐπιδείκνυται δίχα τοῦ τῆς κεφαλῆς ἅπτεσθαι.

5

.

17

.

7

πίνειν μὲν οὖν ἀπόμελι χρόνιον, σκευάζειν δ’ ὧδε· κηρία λαβόντες πεπληρωμένα μέλιτος, λευκὰ μὲν τὴν χρόαν, διαυγὲς δ’ ἔχοντα τὸ μέλι, διὰ τῶν χειρῶν ἐκθλίβομεν καὶ ὕδωρ πηγαῖον καλὸν μίγνυμεν, παχυτέρῳ μὲν ὄντι τέτταρα μέτρα, μέσῳ δὲ τρία καὶ ἥμισυ, λεπτοτέρῳ
5δ’ ὑπάρχοντι καὶ ὑγροτέρῳ τρία τοῦ ὕδατος, καὶ τό γε τοῦ κηροῦ γεῶδες λείψανον, ἐξ οὗπερ ἐξέβη τὸ μέλι, θλίβοντες ταῖν χεροῖν ἐπὶ πολύ, διαθρύπτομεν εἰς λεπτὰ μόρια, κατ’ αὐτὸ τὸ ὕδωρ ποιούμενοι τὴν θρύψιν· εἶτα συναγαγόντες τὸ ὑγρὸν καὶ λύσαντες ὅλον τὸ μέλι, κἄπειτα ἐμβαλόντες εἰς καινὴν χύτραν προαπεζεσμένην ἠρέμα καὶ τὸ
10γεῶδες ἀποτεθειμένην, ἄνθραξι πυροῦντες ἢ ξύλων ἀκάπνων φλογὶ λεπτοτέρᾳ ζέννυμεν, ἀφαιροῦντες ἑκάστοτε τὸ οἷον ἀποπτυόμενον ἐν

5

.

17

.

8

τῇ ζέσει κόπριον. μετὰ δὲ τὰς πρώτας ζέσεις ἀφελόντες τὸ γεῶδες ἅπαν καὶ δηλονότι καὶ τὸν ἀφρὸν καθελόντες τε τὴν χύτραν, εἶτα ἐάσαντες ψυχθῆναι τελέως καὶ μετὰ τὴν ψῦξιν τὸ ἐποχούμενον ἐξ‐ ελόντες (ἐπανθεῖ δὲ ψυχθέντος), αὖθις τὴν χύτραν ἐπὶ τοῦ πυρὸς
5θερμαίνομεν καὶ ζέσαντες ἀποτίθεμεν ἀφελόντες τε τὸ ἐπιπολάσαν πάλιν, εἰ ψυχθείη· τρίτην δὲ ποιησάμενοι ζέσιν καὶ ψῦξιν καὶ κάθαρσιν τοῦ περιττώματος, οὕτως ἐμβάλλομεν εἰς ἀγγεῖον τὸ σκευασθὲν ἀπόμελι κεράμιον (καλὰ δ’ ἐστὶ τὰ Φιλαδελφηνὰ καὶ Καρυηνὰ καὶ Ὀμφακηνὰ
προσαγορευόμενα) τίθεμέν τε αὐτὸ κατ’ οἶκον, ἐν ᾧ καὶ οἶνος τεθεὶς

5

.

17

.

9

εἴωθεν ἄτρεπτος μένειν. δῆλον δ’ ἐστὶ δήπουθεν τὸ χρῆναι τὴν ζέσιν ἐπὶ πλέον ποιεῖσθαι· τὸ γὰρ ἀρξαμένης ἢ βραχὺ προελθούσης καθελεῖν τὴν χύτραν ἀτελῆ τὴν ἕψησιν ἐργάζεται, καὶ περίττωμα καταλείπεται

5

.

17

.

10

γεῶδες σαπῆναι δυνάμενον καὶ διαφθεῖραι τὸ ποτόν. διττὴ δ’ ἐστὶ σύνθεσις ἀπομέλιτος· τὸ μὲν γὰρ μόνων ἑψωμένων ἐν ὕδατι τῶν κηρίων γίνεται μετὰ τὴν ἔκθλιψιν τοῦ μέλιτος, καὶ ποιοῦσι κατὰ τὰς ἀγροικίας αὐτὸ πλεῖστον ὅσον οἰνῶδες καὶ παχὺ καὶ μελάντερον· τὸ
5δέ, ὡς αὐτὸς ἔφην, συντιθέμενον, ὡς τοῦ μέλιτος εἶναι μᾶλλον ἐν αὐτῷ χρείαν ἢ τῶν κηρίων· πλύνεται γὰρ ταῦτα κατὰ τὸ ὕδωρ, οὐχ

5

.

17

.

11

ἕψεται, τοῦ μέλιτος ὅλου συνεψωμένου. καὶ ταύτῃ γε τῇ συνθέσει διὰ παντὸς ἡμεῖς χρώμεθα, τὴν ὕδατος μόνου πόσιν, ὡς ἐπὶ τὸ πολύ, παραιτούμενοι· κακίας γὰρ ἐπὶ πυρεκτικῶν ἀρρωστιῶν οὐκ ὀλίγας οὔτε μικρὰς ἐπιδείκνυται.

5

.

18

t

Ἐκ τῶν Γαληνοῦ, περὶ τοῦ διὰ κωδυῶν.

5

.

18

.

1

Ἐμβάλλομεν εἰς τὸν ἕνα ξέστην τοῦ ὕδατος κωδύας δέκα· προ‐ εμβρέχειν δ’ αὐτάς, ἐὰν μὲν ὦσιν ὑγρότεραί τε καὶ μαλακώτεραι, μιᾶς ἡμέρας καὶ νυκτός, ἐὰν δὲ σκληρότεραι καὶ ξηρότεραι τυγχάνωσιν οὖσαι, καὶ πλέονι χρόνῳ τῆς μιᾶς ἡμέρας. ἄμεινόν γε μὴν τὰς μήπω σκληρὰς
5λαμβάνειν· εὔδηλον δ’ ὅτι καὶ τὰς λίαν μαλακὰς ἀποβάλλεσθαι προσ‐ ήκει· αἱ μὲν γὰρ ξηρότεραι τὸν χυλὸν ὀλίγον ἔχουσιν, αἱ δ’ ὑγρότεραι πολὺν μέν, ἀλλ’ ἄπεπτον ἔτι καὶ ὑδατώδη καὶ ἄτονον· διὸ καὶ τὰς

5

.

18

.

2

ἐξ ὑγρῶν καὶ ἑλεϊνῶν χωρίων παραιτητέον. ὃν δ’ εἶπον ἀριθμὸν τῶν κωδυῶν ἐμβάλλειν χρῆναι κατὰ τὴν ἀναλογίαν τοῦ ὕδατος, ἐπὶ τῶν μέσων τὸ μέγεθος ἀκούειν χρή· εἰ δέ τινες μὲν εἶεν μείζους τῶν συμμέτρων, τινὲς δ’ ἐλάττους, ἔνιαι δὲ μέσαι, καθάπερ εἴωθεν ὡς τὸ

5

.

18

.

3

πολύ, τὸν εἰρημένον ἀριθμὸν ἐμβάλλεις τῷ ξέστῃ. τῆς δ’ ἑψήσεως ὅρος ἔστω σοι μὴ τὸ τρίτον ἢ τὸ τέταρτον, ἢ ὅλως τοιοῦτόν τι μόριον ἀπολειφθῆναι τοῦ ὕδατος, ἀλλ’ ὅταν πρῶτον ὅλαι τακεραὶ γενηθῶσιν· βουλόμεθα γὰρ αὐτῶν δηλονότι τὸν χυλὸν ἐκθλίψαι, τοῦτο δὲ γίνεται

5

.

18

.

4

τακερῶν αὐτῶν ἀποτελεσθεισῶν. μίγνυσθαι δ’ ἀξιῶ τούτῳ μέλιτος ἥμισυ μέτρον, ἕψεσθαί τε ἐπ’ ἀκάπνου πυρὸς ἄχρι συστάσεως Ἀττικοῦ

5

.

18

.

5

μέλιτος, ἐν ὀμβρίῳ δ’ ὕδατι ποιεῖσθαι τὴν ἕψησιν ἢ πηγαίῳ. χρῆσις
δ’ αὐτοῦ τοῖς ὕπνου δεομένοις ἐστίν, οἷς καὶ τὰ δι’ ὀπίου συντιθέμενα πολλάκις τῶν φαρμάκων 〈ἀναγκαζόμεθα διδόναι· χρῄζουσι δὲ μάλιστα τῶν τοιούτων φαρμάκων〉 οἷς ἀπὸ κεφαλῆς εἰς τὴν τραχεῖαν ἀρτηρίαν
5καταρρεῖ ῥεῦμα λεπτόν, οὐκ ἐπιτρέπον κοιμᾶσθαι διὰ τὰς ἑπομένας

5

.

18

.

6

βῆχας. ἐπὶ τῶν τοιούτων γοῦν ἐγὼ καὶ τὴν σκευασίαν τοῦ φαρμάκου

5

.

18

.

7

δι’ ἑψήματος εἴωθα ποιεῖσθαι. αὐτάρκης δ’ ἕψησις εἰς τὰ τοιαῦτά

5

.

18

.

8

ἐστιν, ὅταν εἰς τὸ ἥμισυ τοῦ ὕδατος ἑψηθῶσιν αἱ κωδύαι. καὶ διὰ τοῦ γλυκέος δὲ σιραίου τε Κρητικοῦ κάλλιον ἢ διὰ μέλιτος ἑψεῖν, ὅταν ᾖ τὸ ῥεῦμα πάνυ λεπτόν· λεπτυντικῆς γάρ ἐστι τὸ μέλι δυνάμεως, καὶ φεύγειν αὐτὸ χρὴ τηνικαῦτα· τοὺς γὰρ λεπτοὺς κατάρρους ἐπιτείνει.

5

.

18

.

9

μιγνύναι δ’ ἑψωμένῳ τῷ τοιούτῳ φαρμάκῳ καὶ γλυκυρρίζης ῥίζαν ὡς συνεψηθῆναι· μὴ παρούσης δ’ ἐκείνης, τὸν ἀπὸ Κρήτης κομιζόμενον

5

.

18

.

10

χυλόν. ἐὰν δὲ περιέχηται κατὰ τὸν πνεύμονα καταρρεῦσαν ἐκ τῆς κεφαλῆς πλῆθος, ἡ διὰ τοῦ μέλιτος γίνεται 〈βελτίων· ὥσπερ γὰρ ὕπνου χρῄζουσιν ἡ δι’ ἑψήματος, οὕτω καὶ τοῦ διαπτύειν ἡ διὰ τοῦ μέλιτοσ〉.

5

.

18

.

11

πρὸς τὸ κατεπεῖγον οὖν ἱστάμενος, εἰς ὕπνον τρεπομένου τοῦ κάμνον‐ τος, ἤτοι τοῦ διὰ μέλιτος ἢ τοῦ χωρὶς τούτου σκευασθέντος δώσεις φαρμάκου, καί ποτε καὶ μιγνὺς ἄμφω, σκοπὸν ἔχων κατὰ τὴν μῖξιν

5

.

18

.

12

ἐμβάλλειν πλεῖον θατέρου τοῦ κατεπείγοντος. ἡ δὲ σύμμετρος δόσις ἔστω σοι δυοῖν κοχλιαρίων ἀξιολόγων τὸ μέγεθος· αὐξήσεις δ’ αὐτὴν ἢ μειώσεις, ἀποβλέπων εἴς τε 〈τὸ〉 τοῦ σώματος μέγεθος, ᾧ προσφέ‐ ρεις, καὶ τὴν ἡλικίαν καὶ τὴν ὥραν τοῦ ἔτους καὶ τὸ χωρίον· ἐν ἅπασι
5γὰρ τούτοις ἐπὶ μὲν τὸ ψυχρότερον ῥέπουσι δώσεις ἐλάχιστον, ἐπὶ δὲ

5

.

18

.

13

τὸ θερμότερον ἐκτενέστερον. ὅτι δὲ καὶ πρὸς τὸ τοῦ κατάρρου ποσόν τε καὶ ποιὸν ἀποβλέπων ἢ πλεῖον ἢ ἔλαττον δώσεις, εὔδηλον ὑπάρχει· κοινὸν γὰρ τοῦτο ἐπὶ πάντων τῶν βοηθημάτων ἐστίν.

5

.

19

t

Περὶ τοῦ διὰ κωδυῶν, ἐκ τῶν Φιλαγρίου, ἐκ τοῦ Περὶ ἡδέων πομάτων.

5

.

19

.

1

Οὐκ εἰς ὕπνον τρεπομένοις οὐδ’ ὕπνου δεομένοις δέδωκα τὸ διὰ κωδυῶν ἐγὼ μόνον ἢ πρὸς βῆχά τινα ἐνιστάμενος, ἐφ’ ὧν ὅ τε χρό‐ νος τό τε ποσὸν τῆς δόσεως ὑπὸ Γαληνοῦ καλῶς ὡρίσθη, ἀλλὰ καὶ πυρέττουσι σφοδρῶς ἀφόρητόν τε τὸ καῦμα πεπονημένοις καὶ στόμα
5γαστρὸς διακαιομένοις, ἐν ἐρυσιπέλατί τε καὶ ἄλλως θερμῷ παθήματι, ἐφ’ ὧν δὴ καὶ τὸ ποσὸν ηὐξήσαμεν μεγάλως, πέντε καὶ ἓξ κοχλιάρια διδόντες, καὶ οὐχ ἅπαξ γε μόνον, ἀλλὰ καὶ δεύτερον καὶ τρίτον καὶ πολλοστὸν τῆς ἡμέρας, οὐκ ἐν ἀκμῇ μόνον τῶν πυρεκτικῶν νοσημάτων,
ἀλλ’ ἤδη καὶ πρὸ τῆς ἀκμῆς τε καὶ τῆς ἐναργοῦς πέψεως, ἐφ’ ὧν
10ἀγρυπνία καὶ θερμασία δριμεῖά τις ἢ μεγάλη κατεπόνει τὸν ἄνθρωπον· διὸ καὶ καλῶς ἔχειν μοι δοκεῖ τοὺς πρὸ τῆς ἀκμῆς τῶν πυρεκτικῶν νοσημάτων τῷ διὰ κωδυῶν ποτίζειν βουλομένους ὀξυμέλιτος ἐπιχεῖν· λεπτύνει γὰρ αὐτοῦ τὸ παχὺ τῆς ὕλης φυλάττει τε τὴν ψυκτικὴν

5

.

19

.

2

δύναμιν μετὰ τοῦ μὴ ἐμποδίζειν τῷ τάχει τῆς πέψεως. χρὴ οὐκ ἐπὶ τῶν ἐπὶ σήψει παχέων χυμῶν ἐξαπτομένων πυρετῶν μόνον ὀξυμέλιτος μιγνύειν, καὶ μάλιστα ὅτε πρὸ ἀκμῆς δίδομεν, ἀλλὰ κἀπὶ τῶν σπλάγ‐ χνων τῶν ἐμπεφραγμένων, ἥπατος καὶ σπληνὸς πνεύμονός τε καὶ τῶν
5ὁμοίων, πυρετῶν διακαιομένων· πέντε δ’ ἢ ἓξ τέλεια κοχλιάρια δίδο‐ μεν, οὐ φοβούμενοι ψύξεως ἀμετρίαν, καθάπερ ἐπὶ τῶν ἄνευ πυρετοῦ βηχὶ συνεχομένων· τὸ γὰρ ὑπὲρ τὴν φύσιν θερμὸν κολάζομεν, πρὸς ὃ συναρμόττεται τὸ ποσὸν τοῦ φαρμάκου, τῆς κατὰ φύσιν θερμασίας

5

.

19

.

3

οὐχ ἁπτόμενον. δῆλον ὅτι κατὰ τὰς ἀγωνιστικὰς πόσεις οὐ μόνον δὴ τὸν πυρετόν, ἀλλὰ καὶ τὸν παροξυσμὸν ἀκμάξειν προσῆκεν, ὡς ἀμφο‐ τέρας ἅμα τὰς ἀκμάς, τήν τε τοῦ κατὰ μέρος παροξυσμοῦ καὶ τὴν τοῦ νοσήματος αὐτοῦ, συμπεπτωκέναι· καλῶ δ’ ἀγωνιστικὰς πόσεις τὰς
5μεγάλως αὐξομένας, ὁπότε λῦσαι τὴν νόσον ἐλπίζομεν κρίσει· πρὸ γάρ τοι τῆς ἀκμῆς τοῦ παθήματος, ὅτε πειθόμεθα μὴ δύνασθαι κινῆσαι κρίσιν, ἐπιψύξεως ἕνεκα χρώμεθα τῷ ποτῷ, μετρίαν αὐτοῦ τὴν πόσιν

5

.

19

.

4

ἐργαζόμενοι. δοίημεν δ’ ἂν αὐτὸ κατὰ τὰς ἀκμάς ποτε καὶ μόνον μὲν καὶ σὺν ὀξυμέλιτι, καὶ ὀμφακομέλιτος δὲ τὸ μέτριον ἐπιπλέξαντες, καὶ ἄλλοτε ῥοδομέλιτός τε καὶ οἴνου τινὸς τῶν πορίμων, καὶ μάλιστα ἐὰν ᾖ τὸ διὰ τοῦ ὕδατος ἐσκευασμένον· βραδύπορον γὰρ φύσει τὸ ὕδωρ.

5

.

19

.

5

μικρῷ δὲ κάλλιον καὶ οἶνον ἀντὶ ὕδατος λεπτότερον καὶ διαυγέστερον παραλαμβάνειν ἐπὶ τῆς τῶν κωδυῶν ἑψήσεως· ποριμώτερον γάρ ἐστι

5

.

19

.

6

μετὰ τοῦ τὸ ῥωστικὸν ἔχειν. ἀλλὰ κἀπὶ τοῦ πυκνοτέρου δέρματος ἄμεινον ἀρήγει ὁ τοιοῦτος οἶνος μιγείς, ὥσπερ οὖν ἐπὶ τῶν ἀραιοτέρων σωμάτων ἢ στόματος τῆς κοιλίας ἀσθενεστέρου ὀμφακόμελι, καὶ μᾶλλον εἰ ἀνορεξίᾳ διοχλοῖτο, καὶ τοῖς γλυκυπόταις ἤ τι κατὰ κοιλίαν ἔχουσι
5φαρμακῶδες ἐρρυηκὸς ὑγρὸν ἢ χολῶδες· καὶ ῥοδόμελι δὲ μίγε πῃ αὖ

5

.

19

.

7

τοῖς ὧδε διακειμένοις. ταῦτα μὲν ἐπὶ τῶν πυρετῶν ἀπόχρη προ‐ διορίσασθαι· τῶν δ’ ἄλλων παθῶν ἐφεξῆς μνηστέον· οὐ γὰρ πνεύμονι μόνον ἐκπεπυρωμένῳ τε καὶ ῥευματιζομένῳ καὶ βήττοντι χρήσιμον ὑπάρχει τὸ ποτόν, ἀλλὰ καὶ τοῖς ἄλλοις σπλάγχνοις· διὸ καὶ προσ‐
5φέρομεν οὐχ ἡπατικοῖς μόνοις ἢ σπληνικοῖς, ἀλλὰ καὶ νεφρούς τε καὶ

5

.

19

.

8

κύστιν βεβλαμμένοις, εἰ θερμὸν εἴη τὸ πάθος. στραγγουρίας γοῦν ἐπὶ δριμύτητι τῶν οὔρων γινομένας καταστέλλει μεγάλως, καὶ μάλιστα ἐν βαλανείῳ τε καὶ πρὸ βαλανείου μέλλουσιν εἰσιέναι διδόμενον δαψιλές, ἐφ’ ὧν δὴ καὶ τὴν δίαιταν ἁδροτέραν τε καὶ εὔχυμον εἶναι κελεύομεν.

5

.

19

.

9

καὶ νεφριτικῶν δέ, ὧν γε κενεῶνες καὶ ψύαι θερμότεραι, ἀγαθὸν ὑπάρχει τοῦτο τὸ ποτὸν καὶ τοῖς διαβήτῃ τε καὶ χολέρᾳ κινδυνεύουσιν, οἷς ἀμφοτέροις, μηδενὸς εἴργοντος, καὶ ψυχρῷ κερασθὲν ἀκραιφνεῖ χρη‐ σιμώτατον· τὸ γάρ τοι τῶν χολερικῶν ἔσχατον ἴαμα ψυχρὸν ὑπάρχει

5

.

19

.

10

ποτόν. προσήκει δὲ πρότερον αὐτῶν ῥωννύναι τὴν ὅλην γαστέρα μηλίνῳ καὶ μαστιχίνῳ καὶ ὄμφακος σταφυλῆς χυλῷ καὶ στυπτηρίας βραχεῖ τῆς σχιστῆς καὶ τοῖς ὁμοίοις, τρίβειν τε τὸ δέρμα τὸ τοῦ κά‐ μνοντος ὅλον πολυχρονίως χερσὶν ἀνηλίφοις ἢ καὶ μαλακοῖς ὀθονίοις,
5σικύας τε προσβάλλειν νώτῳ καὶ μεταφρένοις καὶ θώρακι, κἄπειτα

5

.

19

.

11

διδόναι τοῦτο τὸ ποτὸν σὺν ὀμφακομέλιτι θερμῷ κεραννύμενον. εἰ δὲ καὶ τούτων πραττομένων ἡ κένωσις ἐπιμένοι σφοδρά, καὶ συγκοπῆς καὶ σπασμῶν προσδοκία τις εἴη καὶ φόβος, ἐπὶ τὴν τοῦ ψυχροῦ πόσιν

5

.

19

.

12

ἀνάγκη καταφυγεῖν. θώρακα δ’ ἐκκενοῦν προαιρούμενος εἰ καὶ τού‐ του βλέποις εἶναι χρείαν δι’ ἀγρυπνίαν ἢ θερμασίαν ἄμετρον, εἰ μὲν συμπέψεως δέοι τῷ νοσήματι, βούτυρόν τε καὶ τερμινθίνην ἶρίν τε σὺν αὐτοῖς, χρονιζομένου δὲ διδόναι καὶ μέλι καὶ τὰ ὅμοια καὶ εἰς ὕπνον
5τρεπομένῳ τὸ ποτόν· εἰ δὲ τέμνειν τὸ περιεχόμενον ἀπορρύπτειν τε δέοι, καὶ ταῦτα μέν, ἀλλὰ καὶ γλήχους κόμης ὑσσώπου τέ τι καὶ ἀδιάντου καὶ πάνακος ἐναφηψημένων ὕδατι καί τι καὶ ὀξυμέλιτος μόνου τε καὶ σὺν τῷ τῶν βοτανῶν ἀφεψήματι, καὶ κατὰ τὸν καιρὸν τὸν εἰρημένον ἅμα τῷ διὰ τῶν κωδυῶν φαρμάκῳ, καὶ εἰ δεήσειέν ποτε,
10καὶ καθ’ ἡμέραν ἢ καὶ κατ’ ἄλλον τινὰ τῆς νυκτὸς χρόνον, καύσου τινὸς ἐπείγοντος ἢ ἀγρυπνίας.

5

.

20

t

Ἐκ τῶν Φιλαγρίου, περὶ τοῦ ἀπὸ τῶν κυδωνίων μήλων καὶ τοῦ ἀπὸ τῶν κράνων καὶ ὕδατος, ἐκ τοῦ αὐτοῦ λόγου.

5

.

20

.

1

Τὸ δ’ ἀπὸ τῶν μήλων τῶν κυδωνίων σκευάζεται τοῦτον τὸν τρό‐ πον· περιαιρεθέντα χρὴ τοῦ τε φλοιοῦ καὶ τῆς ἐντεριώνης ἑψεῖν αὐτὰ σὺν ὕδατι πηγαίῳ καλῷ, μέχρις ἂν ἡ τρίτη μοῖρα διαφορηθῇ τοῦ
ὕδατος, καὶ τὰ λειπόμενα δύο μέρη καλῶς ἐγχέαντα κεραμίοις ἀγγεί‐
5οις, οἷς εἰρήκαμεν, ἐν οἴκοις ἐπιτηδείοις ἀποτίθεσθαι· γίνεται μὲν γὰρ

5

.

20

.

2

οἰνῶδες καὶ αὐστηρόν. ὠφελεῖ δὲ κοιλιακοὺς πινόμενον καὶ ῥώννυσι στόμα κοιλίας ἄτονον καὶ ἧπαρ ἔσθ’ ὅτε, καθ’ ὃν καιρὸν ὑγρότερα

5

.

20

.

3

γέγονε σφῶν αὐτῶν. μίγνυται δὲ καὶ μέλιτος ἐνίοτε καλοῦ τῷδε τῷ πόματι, συντελουμένης ἤδη τῆς ἑψήσεως, σύν τινι μιγνυμένου οὐκ εἰς ἡδονὴν μόνον, ἀλλὰ καὶ φυλακὴν τῆς συνθέσεως· οὐ γὰρ ἂν σαπείη

5

.

20

.

4

ῥᾳδίως τὸ ὑγρὸν προσλαβὸν μέλιτος. δῆλον οὖν ὅτι τὸ τοιοῦτο τοῖς ῥύψεως δεομένοις ἅμα καὶ στύψεως ἁρμόσει νοσήμασιν, οἷάπερ καὶ τὰ τῶν ἡλκωμένων ἐντός ἐστι μορίων, ἐντέρων, στόματος κοιλίας καὶ

5

.

20

.

5

στομάχου. τῷδε παρεοικός τι ποτὸν καὶ ἐξ ἄλλων μέν τινων γίνεται, μάλιστα δ’ ἐκ τῶν κράνων ὀνομαζομένων, τήν τε σύνθεσιν ὁμοίαν τήν τε χρῆσιν ἔχον τῷ διὰ τῶν μήλων τῶν κυδωνίων.

5

.

21

t

Περὶ ὀμφακομέλιτος, ἐκ τῶν Φιλαγρίου, ἐκ τοῦ αὐτοῦ λόγου.

5

.

21

.

1

Βότρυας ὄμφακας προσήκει λαβεῖν μέλλοντας ἀρχὴν ὑπομένειν πεπάνσεως, ὅτε δὴ καὶ τὴν ὀξεῖαν ἀκμάζουσαν ἔτι διασῴζουσι ποι‐ ότητα, μηδὲ τῆς στύψεως ἀπηλλαγμένοι, κἄπειτα ἐν οἰκήματι τιθέναι τὴν κρᾶσιν συμμέτρῳ τριῶν ἢ καὶ τεττάρων ἡμερῶν, καὶ μάλιστα ἐὰν
5ὑγρότερος ὁ περιέχων ἀὴρ τυγχάνῃ, θλίψαντά τε μετὰ τὴν ἀπόθεσιν εἰς ἀγγεῖον ὑελοῦν δέχεσθαι τὸ ὑγρὸν μίξαντά τε καλοῦ μέλιτος ἀπ‐ ηφρισμένου μέρος ἓν πρὸς τρία μέρη θερμαίνειν ἐν ἡλίῳ πλειόνων ἡμερῶν, μέχριπερ ἂν καταστῇ ζέσαν τὸ τῆς ὄμφακος ὑγρόν (τοῦτο δ’ ἐν πολλῷ γίνεται χρόνῳ), κἄπειτα ἐν ὑπερῴῳ καταθέμενον οἰκή‐

5

.

21

.

2

ματι φυλάττειν ἄσηπτον τὸ ποτόν. τοιαύτην ἐγὼ ποιούμενος τοῦ φαρμάκου τούτου τὴν σύνθεσιν ἐπί τε τῶν ἔμπροσθεν εἰρημένων χρῶ‐ μαι διαθέσεων ἐπί τε τῶν ἐν χρονίοις τε καὶ λεπτοῖς ῥεύμασι τὰ ἔν‐ τερα ῥευματιζομένων, ὡς ἐκκρίσεις γίνεσθαι συνεχεῖς διά τινα θερμὴν

5

.

21

.

3

δυσκρασίαν. παρέχω δ’ αὐτὸ καὶ τοῖς ἀνόρεκτον ἔχουσι τὸ τῆς κοιλίας στόμα διὰ θερμὴν ἅμα καὶ ὑγρὰν διάθεσιν, προαπορρύψας δι’ ἑτέρων τινῶν ὅσα περὶ αὐτὸ τὸ στόμα τῆς κοιλίας ἀναπεμπόμενά τινα μο‐

5

.

21

.

4

χθηρὰ ὑγρὰ τὰς ἀνορεξίας ἀπεργάζεται. δίδωμι δὲ καὶ χωρὶς ἀπορ‐ ρύψεως οἷς οὐκ ἀνεπόθη χυμός· παύει γὰρ καλῶς τὰς ἀνορεξίας πινό‐

5

.

21

.

5

μενον τὸ ὀμφακόμελι, καὶ μᾶλλον εἰ ἀκρατέστερον ποθείη. συντελεῖ δ’ οὐκ ὀλίγα καὶ τοῖς δι’ ἀραιότητα σώματος ἐπὶ λεπτότητι χυμῶν ἐκρεόντων συγκοπτομένοις, καὶ μάλιστα ἐν πυρετοῖς, ὧν αἰφνίδιος καθαίρεσις σφοδρὰ δίχα φανερᾶς ἐκκρίσεως γινομένη καταμηνύει τὴν

5

.

21

.

6

φύσιν τοῦ νοσήματος. οἶνος μὲν οὖν ἐπὶ τῆς τοιαύτης διαθέσεως ἔχει τὸ κράτος τῆς ἰάσεως ὁ πόριμος καὶ στύψεώς τινος μετέχων· ἀπο‐ ροῦντας δὲ τοῦ τοιούτου, δυνατὸν οἴνῳ λεπτῷ μὲν τῇ συστάσει, ξανθῷ δὲ τῇ χρόᾳ μιγνύναι τὸ ποτὸν καὶ σὺν ἄρτῳ διδόναι, θέρους μὲν
5ψυχρῷ κεραννύντας ὕδατι, μηδεμιᾶς φλεγμονῆς οὔσης εἰς κύριον μέρος, χειμῶνος δ’ ἐξ ἀνάγκης θερμῷ· καὶ σφοδρᾶς γε τῆς τοιαύτης συγ‐

5

.

21

.

7

κοπῆς γινομένης, διὰ παντὸς τῷ θερμῷ κεραστέον. ἔστιν ὅτε τῆς ἀναδόσεως ὀξυτάτης χρῄζομεν ἐν συγκοπαῖς ὀξυτάταις· ἐπιτήδειον γὰρ τοῖς ὧδε διαφορουμένοις ἐστὶν ὃ καὶ ταῖς ἀναδόσεσι ταχὺ καὶ ταῖς ἐπισχέσεσι δραστήριον· τοιοῦτον δ’ ἂν εἴη δικαίως ὃ καὶ θερμὴν ἔχει
5καὶ στυπτικὴν ἐν ἑαυτῷ δύναμιν· τῇ μὲν γὰρ θερμότητι τὸ πόριμον,

5

.

21

.

8

τῇ στύψει δὲ τὸ μόνιμον ἔχει. καλὸν τοίνυν διὰ τοὺς λογισμοὺς τοὺς εἰρημένους καὶ τὸ ὀμφακόμελι· τὸ μὲν γὰρ μέλι πόριμον ἐν αὐτῷ καὶ

5

.

21

.

9

ἡ ὀξεῖα ποιότης, ἡ δὲ στῦψις βραδύπορος οὖσα φύσει μόνιμος. ἀλλὰ βέλτιόν γε ἂν γένοιτο προσλαβὸν οἴνου, ἵνα καὶ τὴν ὀξεῖαν ἐν αὐτῷ δύναμιν, λεπτυντικὴν τῶν χυμῶν γινομένην, ἀμαυρώσωμεν· διὸ καὶ χρησιμώτερον κιρρὸν εἶναι καὶ ὑπόγλυκυν τὸν μιγνύμενον οἶνον αὐτῷ

5

.

21

.

10

καὶ μὴ λίαν λεπτόν. ἐπὶ μὲν οὖν τῶν θερμῶν δυσκρασιῶν τε καὶ νόσων χρήσιμον εὑρήσεις τὸ ποτὸν ἑκάτερον, τό τε διὰ κωδυῶν καὶ τὸ ὀμφακόμελι, καὶ πρὸς αὐτοῖς τὸ ῥοδόμελι, κατακρατικώτερον μὲν ὀμφακομέλιτος ὄν· καὶ δι’ αὐτὸ τοῦτο τοῖς ἐπὶ δακνώδεσι καὶ θερμοῖς
5ὑγροῖς ἄλλως τε καὶ πυρετῷ διακαιομένοις ὀξυτάτῳ χρησιμώτατόν ἐστιν, ἐφ’ ὧν οὐχ ὑπάρχει λυπηρὰ γαστρὸς λύσις· ἐπὶ γὰρ τῶν τοι‐

5

.

21

.

11

ούτων ἐκεῖνο βέλτιον. προσήκει δ’ ἤδη συμπέττεσθαι τὸ τῶν πυρετῶν πάθος, ἵνα οὕτω τούτων ἑκάτερον ἐπιδοθῇ.

5

.

22

t

Περὶ ῥοδομέλιτος, ἐκ τῶν Φιλαγρίου, ἐκ τοῦ αὐτοῦ λόγου.

5

.

22

.

1

Τὸ δὲ ῥοδόμελι τρία μὲν λαμβάνει ἐκ τοῦ χυλοῦ διηθημένου
μέρη καὶ ἓν μέλιτος, ἕψεται δ’ ἐν ἡλίῳ τὸν αὐτὸν ὀμφακομέλιτι τρό‐

5

.

22

.

2

πον. στύφει μὲν οὖν ἠρέμα καὶ ψύχει, καὶ ῥυπτικὸν δ’ ἔχει τι καί τι δριμύτητος κέκτηται· διὸ καὶ στόματι μὲν ἁρμόδιόν ἐστι θερμήν τινα φλεγμονὴν δεδεγμένῳ δι’ [τε] ἐπιρροὴν τοιούτου ῥεύματος, ἀναστέλλον μὲν ἠρέμα τὸ φερόμενον, ψῦχον δὲ μετρίως τὸ ζέον, καί τι καὶ τῆς
5δριμύτητος ἀμαυροῦν δυνάμενον, ποιοῦντος ὁμοίως καὶ τοῦ διὰ κωδυῶν

5

.

22

.

3

πόματος. οὕτως οὖν ἔχει κἀπὶ τῶν κατὰ τὸ βάθος κειμένων· ἐκκλύζει μὲν τὰ δακνώδη τῶν ὑγρῶν τῷ ῥύπτειν, ἀνάψυξιν δὲ φέρει τοῖς διὰ θερμασίαν καὶ δῆξιν ἀνιωμένοις, ῥώννυσί τε τὰς φυσικὰς δυνάμεις 〈διὰ〉 τῆς στύψεως [τε]· καὶ κεραννύντες ὕδατι τὸ ποτὸν ἄλλοις τέ
5τισι καὶ πυρετῷ κάμνουσι προσκομίζομεν, τῆς ἀκμῆς ἐνεστηκυίας ἤδη

5

.

22

.

4

τοῦ παροξυσμοῦ καὶ τοῦ πάθους. διδόναι μὲν τοῖς μὲν ἄνευ χυμῶν πλεονεξίας δίχα συμπάσης κενώσεως· οἷς δὲ μετὰ διαπύρων ὑγρῶν ἡ βλάβη, προεξεμέσασιν, ἢ διαχωρηθέντων κάτω τῶν ἀνιώντων περιττω‐

5

.

22

.

5

μάτων. γινέσθω δέ ποτε αὐτοῦ καὶ συνεχὴς ἡ πόσις ἐπὶ τῶν διακαι‐ ομένων, ἵναπερ παρεμπίπτει φαρμακῶδες ὑγρὸν στόματι κοιλίας ἐκ τῶν ὑπερκειμένων μορίων· ἐν γὰρ τοῖς πυρεκτικοῖς νοσήμασιν ἀρκέσει καὶ μία πόσις δαψιλὴς ἐν τῷ προσήκοντι καιρῷ διδομένη λῦσαι τὸ
5πάθος δι’ ἱδρώτων ἢ γαστρὸς ῥύσει ἢ δι’ ἐμέτων, ἃ καὶ τοῖς ἄλλοις ἀκολουθεῖν εἴωθε πόμασιν ἐν τῷ τῆς ἀκμῆς καιρῷ.

5

.

23

t

Περὶ σελινάτου, ἐκ τῶν Φιλαγρίου, ἐκ τοῦ αὐτοῦ λόγου.

5

.

23

.

1

Τὸ δὲ τῶν σελίνων ἀπόζεμα καὶ πνεύματος μὲν ἀπέπτου καὶ

5

.

23

.

2

ὠμοῦ τυγχάνει κατεργαστικόν, καὶ πλῆθος δὲ δι’ οὔρων ἄγει. καὶ δι‐ δόναι γε ἐπὶ τῶν πυρετῷ κατεχομένων αὐτὸ προσήκει, καὶ μάλιστα τοῦ τῶν ὀξέων ὑπάρχοντι γένους, ὅτε γε μὴ κρίσεσιν ἀθρόαις ἡ λύσις

5

.

23

.

3

αὐτῶν, ἀλλὰ διὰ τῆς καλουμένης ἐπιτελεῖται συμπέψεως. βέλτιον δ’ εἶναι ῥιζῶν αὐτὸ μετρίως ἀφηψημένων, ὡς μὴ σφοδρότερον ἢ πρέπει γενέσθαι, καὶ πρὸ τῆς διακρίσεως τῶν τοὺς πυρετοὺς ἀναπτόντων ὑγρῶν μὴ ποτίζειν αὐτό.

5

.

24

t

Ἐκ τῶν Γαληνοῦ, περὶ ὀξυμέλιτος.

5

.

24

.

1

Τῆς τοῦ μελικράτου δυνάμεως, 〈ὡσ〉 εἴρηται, τἄλλα μὲν πάντα ἐχούσης ὧν δεῖται τὰ ὀξέα νοσήματα, καθ’ ἓν δὲ μόνον ἐναντιουμένης, ὅταν ὑπερθερμανθὲν ἐκχολωθῇ, τὴν τοιαύτην αὐτοῦ μεταβολὴν ἡ τοῦ

5

.

24

.

2

ὄξους μῖξις κωλύουσα κάλλιστον ποιεῖ φάρμακον. καὶ χρὴ τοσοῦτον τῷ μελικράτῳ μιγνύειν ὄξους, ὅσον ἱκανόν ἐστι τὸ χολῶδες ἐν αὐτῷ κολάσαι· ἄδιψον γὰρ ἔσται καὶ τὰ πτύσματα τά γε μὴ παντάπασι

5

.

24

.

3

παχέα καὶ γλίσχρα ταχέως ἀνάξει. τούτοις ἀμφοτέροις αὐτοῦ τοῖς ἔργοις ἕπεται καὶ ἡ τῶν κατὰ στόμα καὶ τὴν φάρυγγα μορίων ὑγρό‐ της· ᾧ δὲ λόγῳ δρᾷ ταῦτα, τούτῳ καὶ σπληνὶ καὶ ἥπατι προσφορώ‐

5

.

24

.

4

τατόν ἐστι, διακαθαῖρον ἀλύπως. παμπόλλην δὲ τὴν χρῆσιν ἔχει κἀπὶ τῶν κατὰ τὸν πνεύμονά τε καὶ τὸν θώρακα παθῶν, ἀξιολογωτάτην τε τὴν ὠφέλειαν διὰ τὴν ἔμμετρον μῖξιν ὕδατός τε καὶ ὄξους καὶ μέ‐ λιτος· τὸ γὰρ τοιοῦτον ὀξύμελι, τέμνον τε τὸ παχὺ καὶ φυσῶδες ἐν
5ὑποχονδρίῳ πνεῦμα καὶ καταρρηγνύον τὰς φύσας διακαθαῖρόν τε τὰς διεξόδους πάσας ἐπ’ οὖρα ποδηγεῖ τοῖς ὀρώδεσί τε καὶ χολώδεσι περιτ‐

5

.

24

.

5

τώμασιν. πάσας οὖν τὰς ἐκ μελικράτου καὶ οἴνου καὶ ὕδατος βλάβας ἐκπεφευγὸς τὸ μετρίως κεκραμένον ὀξύμελι βλάπτει μόνον ἐνίοτε τῷ ξύειν τὸ ἔντερον· ἐργάζεται δὲ τοῦτο τοῖς ἀσθενέστερον ἔχουσι φύσει

5

.

24

.

6

καὶ παθεῖν ἐπιτήδειον τὸ ἔντερον. τὸ μὲν οὖν μέλι θερμὸν τῇ δυνάμει καὶ εἰς χολὴν μεταβαλλόμενον ἑτοίμως ἐν τοῖς θερμοῖς σώμασι διὰ τοῦτο χρήσιμόν ἐστιν ἔδεσμα φύσεσι μὲν φλεγματικωτέραις, ἡλικίαις δὲ πρεσβυτικαῖς, ὥσπερ γε καὶ νοσήμασι ψυχροῖς· τὸ δ’ ὀξύμελι χρησιμώ‐
5τατον ἁπάσαις ἡλικίαις καὶ φύσεσιν εἰς ὑγιεινὴν ἀσφάλειαν, ἐκφράττον ἁπάσας τὰς στενὰς διεξόδους, ὡς μηδαμόθι παχὺν ἢ χολώδη χυμὸν ἴσχεσθαι· διὰ τοῦτό γέ τοι καὶ τὰ καλούμενα πρὸς τῶν ἰατρῶν ὑγιεινὰ

5

.

24

.

7

φάρμακα τῆς λεπτυνούσης ἐστὶ δυνάμεως. καὶ λόγῳ τοίνυν καὶ πείρᾳ βασανίζοντί σοι τῶν εἰς λεπτύνουσαν δίαιταν φανείη ἂν ἐπιτηδειότατον ὀξύμελι· οὔτε γὰρ κακόχυμόν ἐστιν οὔτε κακοστόμαχον οὔτε ἄλλην

5

.

24

.

8

ἀτοπίαν ἔχον οὐδεμίαν. εἰ δὲ σκιλλιτικὸν εἴη τὸ ὄξος, οὕτως μὲν ἂν οὐ διαιτημάτων μόνον, ἀλλὰ καὶ φαρμάκων ὑπάρχοι τμητικώτατον, καὶ προσήκει τοιούτῳ χρῆσθαι καὶ οἴνῳ καὶ ὄξει 〈εἰσ〉 τὸ ἄκρως τέ‐ μνειν καὶ λεπτύνειν ὅσον ἐν τῷ σώματι παχὺ καὶ γλίσχρον καὶ φλεγ‐
5ματῶδες ὑποτρέφεται περίττωμα· καὶ μυρίους οἶδα ὑγιεῖς εἰς τέλος

5

.

24

.

9

γενομένους ἐπὶ τῷ διὰ τῆς σκίλλης ὄξει τε καὶ οἴνῳ. σκευάζειν δὲ τὸ ὀξύμελι τόνδε χρὴ τὸν τρόπον· μέλι τὸ κάλλιστον ἐπ’ ἀνθράκων
ἀπαφρίσαντας καὶ ἐπεμβαλόντας τοσοῦτον ὄξους, ἕως γευομένῳ μήτε ἄγαν ὀξὺ φαίνεσθαι μήτε γλυκύ, καὶ τοῦτο αὖθις ἑψεῖν ἐπ’ ἀνθράκων
5ὡς ἑνωθῆναί τε τὰς ποιότητας αὐτῶν ἀκριβῶς καὶ μὴ φαίνεσθαι γευ‐ ομένοις ὠμὸν τὸ ὄξος, εἶτα ἀποθεμένους που μιγνύειν ὕδωρ ἐπὶ τῆς

5

.

24

.

10

χρήσεως, οὕτως κεραννύντας ὡς οἶνον. βέλτιον μὲν οὖν ἐστι ταῖς τῶν λαμβανόντων αἰσθήσεσι κρίνειν τὸ σύμμετρον, οὐ ταῖς ἡμετέραις, οἰκει‐ ότατον εἶναι τῇ φύσει τοῦ λαμβάνοντος νομίζοντας τὸ ἥδιστον ὀξύμελι,

5

.

24

.

11

καὶ διὰ τοῦτο καὶ ὠφέλιμον, ἐναντιώτατον δὲ τὸ ἀηδέστατον. τὴν δὲ πρώτην αὐτοῦ κρᾶσιν, ὡς ἂν μάλιστα τοῖς πλείστοις ἁρμόσῃ, κατὰ τάδε χρὴ ποιεῖσθαι· ὄξους ἑνὶ μέρει διπλάσιον μιγνύσθω τοῦ τὸν ἀφρὸν

5

.

24

.

12

ἀφῃρημένου μέλιτος· δι’ ὕδατος δ’ εὐθέως ἐξ ἀρχῆς οὕτως σκευάζειν· τῷ ὀξυμέλιτι μιγνύσθω τετραπλάσιον ὕδατος καλλίστου, κἄπειτα ἑψείσθω

5

.

24

.

13

μετρίως, ἕως ἂν ὁ ἀφρὸς ἐφίστηται. τὸ μὲν οὖν φαῦλον μέλι πάμ‐ πολυν ἐξερεύγεται τὸν ἀφρόν, ὥστε καὶ τὴν ἕψησιν αὐτοῦ πολυχρονιω‐ τέραν γίνεσθαι· τὸ δ’ ἄριστον ἐν ἐλαχίστῳ τε χρόνῳ καὶ βραχύτατον ἀφίησιν, ὅθεν οὐδ’ ἴσης αὐτῷ δεῖ τῆς ἑψήσεως· ἡ δ’ οὖν πλείστη τὸ

5

.

24

.

14

τέταρτον ἀπολείπει μέρος τοῦ κραθέντος ἐξ ἀρχῆς. σκευάζεται δὲ καὶ κατ’ ἀρχὰς εὐθέως τῶν τριῶν μιχθέντων· ἔσται δ’ ἓν μὲν ὄξους μέρος, δύο δὲ μέλιτος, καὶ ὕδατος τέτταρα· καὶ ταῦτα ἑψείσθω μέχρι

5

.

24

.

15

τοῦ τρίτου μέρους ἢ τετάρτου, τὸν ἀφρὸν ἀφαιρούντων ἡμῶν. εἰ δ’ ἰσχυρότερον αὐτὸ ποιῆσαι βούλοιο, 〈τοσοῦτον ἐμβαλεῖσ〉 ὄξους ὅσον καὶ μέλιτος.

5

.

25

t

Ἐκ τῶν Διοσκορίδου, ὄξους σκιλλιτικοῦ σκευασία καὶ οἴνων.

5

.

25

.

1

Σκιλλιτικὸν ὄξος σκευάζεται τοῦτον τὸν τρόπον· σκίλλης μνᾶν κεκαθαρμένην λευκὴν κατατεμόντες βάλλομεν εἰς ἓξ ξέστας ὄξους καλοῦ, καὶ πωμάσαντες ἐπιμελῶς τὸ ἀγγεῖον ἐῶμεν μῆνας ἕξ· μετὰ δὲ ταῦτα ἀνελόμενοι τὴν σκίλλαν καὶ ἐκπιέσαντες αὐτὴν μὲν ῥίπτομεν, τὸ δ’

5

.

25

.

2

ὄξος διυλίσαντες καταγγίζομεν. δίδοται δὲ καθ’ ἡμέραν ῥοφεῖν νήστεσι, τὴν μὲν ἀρχὴν ὀλίγον, κατὰ βραχὺ δὲ παραυξάνομεν ἄχρι κυάθου·

5

.

25

.

3

τινὲς δὲ κυάθους δύο διδόασι καὶ πλείω. τὸν δὲ σκιλλιτικὸν οἶνον οὕτως· λαβὼν σκίλλης κεκαθαρμένης καὶ ἐντετμημένης μνᾶς τρεῖς κάθες εἰς γλεύκους καλοῦ μετρητὴν Ἰταλικόν, καὶ πωμάσας ἔασον μῆνας ἕξ,

5

.

25

4,5

εἶτα διυλίσας καὶ μετεράσας ἀπόθου· ἀμείνων δὲ παλαιούμενος. φυ‐

5

.

25

.

5

(2)

λάττεσθαι δ’ αὐτοῦ τὴν χρῆσιν δεῖ ἔν τε πυρετοῖς καὶ ἐπὶ τῶν ἐντὸς

5

.

25

.

6

ἐχόντων ἕλκος. ὁ δὲ καλούμενος μελιτίτης οἶνος δίδοται μὲν ἐν χρο‐

5

.

25

.

7

νίοις πυρετοῖς· ὑπομαλάττει γὰρ τὴν κοιλίαν καὶ οὖρα κινεῖ. ἁρμόττει

5

.

25

.

8

καὶ ἀρθριτικοῖς καὶ τοῖς ἀσθενῆ τὴν κεφαλὴν ἔχουσιν. σκευάζεται δὲ πρὸς πέντε χοεῖς αὐστηροῦ γλεύκους μέλιτος χοὸς ἐμβαλλομένου καὶ

5

.

25

.

9

ἁλὸς κυάθου. σκευάζειν δὲ δεῖ ἐν ἀγγείῳ μεγάλῳ, ἵνα τόπον ἔχῃ πρὸς τὸ ὑπερζεῖν, παραπάσσοντα τοὺς προειρημένους ἅλας κατ’ ὀλί‐ γον, ἄχρι ἂν ἀναζέσῃ· παυσαμένου δέ, μεταγγίζειν εἰς κεράμιον.

5

.

25

.

10

Οἰνομέλιτος σκευασία. Οἰνόμελι δὲ διαφέρει τὸ ἐκ παλαιοῦ καὶ αὐστηροῦ οἴνου καὶ μέλιτος

5

.

25

.

11

καλοῦ γινόμενον· ἧττον γὰρ πνευματοῖ. σκευάζεται δέ, ὡς πολύ, πρὸς

5

.

25

.

12

δύο μέτρα οἴνου ἑνὸς μέτρου μέλιτος μιγνυμένου. οἱ δέ, ἵνα τάχιον αὐτὸ παραστήσωσι, συναφεψοῦσι τὸ μέλι τῷ οἴνῳ καὶ οὕτως καταγγί‐

5

.

25

.

13

ζουσιν. ἔνιοι δὲ διὰ λυσιτέλειαν γλεύκους ξέστας ἓξ πρὸς ξέστην μι‐

5

.

25

.

14

γνύντες μετὰ τὸ ἀποζέσαι καταγγίζουσιν. μένει γλυκύ.

5

.

25

.

15

Περὶ κυδωνίτου. Ὁ δὲ κυδωνίτης οἶνος, ὃν ἔνιοι μηλίτην καλοῦσι, σκευάζεται οὕτως· μήλων κυδωνίων ἐξελὼν τὸ σπέρμα καὶ τεμὼν ὡς γογγυλίδας εἰς τὸν μετρητὴν τοῦ γλεύκους χάλασον μνᾶς δεκάδυο πρὸς ἡμέρας τριάκοντα,

5

.

25

.

16

εἶτα διυλίσας ἀπόθου. καὶ μηλόμελι μέν, καὶ κυδωνόμελι καλούμενον, σκευάζεται, μήλων κυδωνίων ἐξαιρεθέντων τὰ σπέρματα καὶ βαλλομέ‐

5

.

25

.

17

νων εἰς μέλι ὡς ὅτι πλείστων, ὥστε ἐσφηνῶσθαι. γίνεται δὲ προσηνὲς

5

.

25

.

18

μετ’ ἐνιαυτὸν οἰνομέλιτι ἐοικός. ἔστι δ’ ἀμφότερα στυπτικά, εὐστόμαχα, ἁρμόττοντα δυσεντερίαις, ἡπατικοῖς, νεφριτικοῖς, δυσουροῦσιν.

5

.

25

.

19

Ὑδρομήλου σκευασία Ὑδρόμηλον δὲ σκευάζεται, μιγνυμένου τοῦ ἐκ τῶν κυδωνίων μή‐ λων χυλοῦ ξέστας τέσσαρας, μέλιτος ξέστας ὀκτώ, ὕδατος ξέστας δώ‐

5

.

25

.

20

δεκα, καὶ ἡλιαζομένου ἐν τοῖς ὑπὸ Κύνα. δύναμις δὲ καὶ τούτου ἡ αὐτή.

5

.

25

.

21

Ὑδρόμηλον ἄλλως. Μῆλα κυδώνια κάλλιστα λβ ἐκγιγαρτίσας καλάμῳ κατάτεμε λεπτὰ καὶ βάλε εἰς μέλιτος καλλίστου ξέστας ὀκτὼ καὶ μετὰ μῆνας ὀκτὼ μίσγε ὕδατος ὀμβρίου παλαιοῦ ξέστας δώδεκα, καὶ ἐν τοῖς ὑπὸ Κύνα
5καύμασιν ἡλίαζε φυλασσόμενος ὄμβρους καὶ δρόσον.

5

.

25

.

22

Ῥοΐτου σκευασία. Ῥοΐτης δὲ σκευάζεται οὕτως· ῥόας ἀπυρήνους λαβὼν ὡρίμους καὶ ἀποθλίψας τὸν χυλὸν τῶν κόκκων καὶ ἀφεψήσας εἰς τὸ τρίτον ἀπόθου.

5

.

25

23,24

ποιεῖ δὲ πρὸς τὰ ἐντὸς ῥεύματα καὶ πυρετοὺς ῥοώδεις. ἔστι δ’ εὐστό‐

5

.

25

.

24

(2)

μαχος καὶ στεγνοκοίλιος.

5

.

25

.

25

Ῥοδίτου σκευασία. Ῥοδίτης δ’ οὕτως· μνᾶν ῥόδων ξηρῶν ἐπετινῶν κεκομμένων ἐν‐ δήσας εἰς ὀθόνιον κάθες εἰς γλεύκους ξέστας εἴκοσι καὶ περισφήκου·

5

.

25

.

26

μετὰ δὲ μῆνας τρεῖς διυλίσας μετάγγιζε καὶ ἀποτίθεσο. χρήσιμος ἀπυ‐ ρέτοις πρὸς καθύγρους κοιλίας καὶ δυσεντερίας.

5

.

25

.

27

Ῥοδομέλιτος σκευασία. Σκευάζεται δὲ καὶ διὰ χυλοῦ ῥόδων καὶ μέλιτος μιγνυμένων ὃ καλεῖται ῥοδόμελι.

5

.

25

.

28

Μυρτίτου σκευασία. Ὁ δὲ μυρτίτης οὕτως· δεῖ παρακμάζοντα τὰ μύρτα μέλανα λα‐ βόντας προλιθοπεδεύειν ἐν ἡλίῳ ξηράναντάς τε σμίγειν τῇ χοίνικι κο‐ πείσῃ τρεῖς κοτύλας ὕδατος καὶ οἴνου αὐστηροῦ τὸ αὐτὸ οὕτως τε

5

.

25

.

29

ἐκθλίβειν καὶ ἀποτίθεσθαι. ἱκανῶς ἐστι στυπτικὸν καὶ εὐστόμαχον ῥευ‐ ματιζομένῳ τε στομάχῳ καὶ κοιλίᾳ χρήσιμον πρός τε τὰς ἐντὸς ἑλκώ‐

5

.

25

.

30

σεις καὶ ῥοῦν. μελαίνει δὲ καὶ τρίχας ἐν κεφαλῇ.

5

.

25

.

31

Ὀμφακίτου σκευασία. Ὁ δὲ καλούμενος ὀμφακίτης σκευάζεται, λιθοπεδευομένης τῆς σταφυλῆς μήπω κατὰ πᾶν πεπείρου τυγχανούσης, ἔτι δ’ ὀμφακιζούσης,

5

.

25

.

32

ἐφ’ ἡμέρας τρεῖς ἢ τέσσαρας, ἕως ἂν ῥυσωθῶσιν οἱ βότρυες. μετὰ δὲ τὸ ἐκθλιβῆναι ἡλιάζεται ἐν κεραμίοις ὁ οἶνος, στυπτικὴν ἔχων δύναμιν

5

.

25

33,34

καὶ εὐστόμαχον. δοκεῖ δὲ καὶ λοιμικαῖς καταστάσεσι βοηθεῖν. χρῄζει

5

.

25

.

34

(2)

δ’ ἐτῶν πλειόνων εἰς πόσιν.

5

.

25

.

35

Πισσινίτου οἴνου σκευασία. Πισσινίτης δ’ οἶνος σκευάζεται διὰ πίσσης ὑγρᾶς καὶ γλεύκους.

5

.

25

.

36

δεῖ δὲ τὴν πίσσαν πλύνειν πρῶτον μὲν θαλάσσῃ ἢ ἅλμῃ ἐφ’ ἱκανόν, ἄχρις ἂν λευκανθῇ καὶ ἡ θάλασσα καθαρὰ ἀπορρέῃ, ἔπειτα ὕδατι γλυ‐ κεῖ, 〈καὶ〉 τοῖς η χοεῦσι μίσγειν οὐγκίαν πίσσης καὶ ἐᾶν, μετὰ δὲ τὸ

5

.

25

.

37

ἀναζέσαι καὶ καταστῆναι μεταγγίζειν. ἔστι δὲ θερμαντικός, πεπτικός, σμηκτικός, ἀνακαθαρτικός, εὔθετος τοῖς περὶ θώρακα καὶ κοιλίαν, ἧπαρ, σπλῆνα, ὑστέρας πόνοις δίχα πυρετοῦ καὶ χρονίοις ῥεύμασι καὶ ἑλκώ‐

5

.

25

.

38

σεσι τῶν ἐν βάθει. ποιεῖ καὶ πρὸς βῆχας, βραδυπεψίας, ἐμπνευματώ‐ σεις, ἄσθματα.

5

.

25

.

39

Ἀψινθίτου σκευασία. Ἀψινθίτης δ’ οὕτως· εἰς μη ξέστας Ἰταλικοὺς ἐν κεραμίῳ μίξαντες ἀψινθίου Ποντικοῦ λίτραν ἕψομεν, μέχρι τὸ τρίτον ἀπολειφθῇ, εἶτα προσεπιχέαντες γλεύκους ξέστας ϛ καὶ ἀψινθίου ἡμίλιτρον ἐπιμελῶς

5

.

25

.

40

μίξαντες καταγγίζομεν καὶ ἀποτιθέμεθα. ἔστι δ’ εὐστόμαχος, διουρη‐ τικός, ἡπατικοῖς, νεφριτικοῖς, ἰκτερικοῖς χρήσιμος καὶ βραδυπεπτοῦσιν, ἀνορέκτοις καὶ πρὸς ὑποχονδρίων τάσιν χρονίαν καὶ πρὸς ἐμπνευ‐ ματώσεις, ἕλμινθας στρογγύλας, ἔμμηνα ἐπεχόμενα.

5

.

25

.

41

Ἐλλεβορίτου οἴνου σκευασία. Ὁ δ’ ἐλλεβορίτης οὕτως· ἐλλεβόρου μέλανος οὐγκίας ιβ, ἀφρο‐ νίτρου οὐγκίας δ, γλεύκους κο ιβ· βρέχε ἐφ’ ἡμέρας ιε, καὶ ἀπηθήσας

5

.

25

42,43

χρῶ μετὰ μῆνας ἕξ. τοῦτο καὶ βρέφη ἐκτιτρώσκει. πότιζε κύαθον.

5

.

25

.

44

Σκαμμωνίτης. Σκαμμωνίας τῆς ῥίζης οὐγκίας ιε· ὀρύττεται πυραμητῷ· ἐμβάλλεται

5

.

25

.

45

εἰς γλεύκους χοᾶ λεῖα ἐν ὀθονίῳ ἐφ’ ἡμέρας τριάκοντα. καθαίρει διὰ κοιλίας χολὴν καὶ φλέγμα.

5

.

25

.

46

Θυμίτου σκευασία. [οἶνος θυμίτης] Θύμου κεκομμένου καὶ σεσησμένου δραχμὰς ἑκατὸν δήσας εἰς ὀθό‐

5

.

25

.

47

νιον κάθες 〈εἰσ〉 γλεύκους κεράμιον. ἁρμόζει πρὸς δυσπεψίας, ἀνορεξίας, δυσεργίας νεύρων, πόνους ὑποχονδρίων, φρίκας χειμερινάς, καὶ πρὸς
ἰοβόλα τὰ ψύχοντα καὶ σήποντα.

5

.

26

t

Διοκλέους, οἶνος ὑγείας φυλακτικός.

5

.

26

.

1

Ὅταν εἰς τοὺς πίθους ἐμβληθῇ τὸ γλεῦκος, εἰς μετρητὰς δέκα πρασίου μνᾶν ἔμβαλλε.

5

.

27

t

Ἐκ τῶν Ἡροδότου, περὶ οἰνοδοσίας.

5

.

27

.

1

Τοῦ κατὰ τὴν οἰνοδοσίαν ὄντος τρόπου διττοῦ, καὶ τῆς χρείας ἀπαιτούσης τὴν δόσιν, ἤτοι λύσεως χάριν πυρετῶν ἤτοι ῥέουσαν σύγ‐ κρισιν στῆσαι, ἐπὶ μὲν τούτων πάντως χρηστέον τῇ οἰνοδοσίᾳ πρὸς τὸ τὴν δύναμιν ἀναρρωννύναι, ἐπὶ δὲ τῶν ὑπὲρ ἀνασκευῆς πυρετῶν οἰνο‐
5δοθησομένων ἔνεστι τοὺς μὲν αἱρεῖσθαι, τοὺς δ’ ἀποδοκιμάζειν· οὐδεμία

5

.

27

.

2

γὰρ ἔπειξις ἔστιν. ἡλικίαι μὲν οὖν ἐπιτήδειοι αἱ ἀκμάζουσαι ἢ μὴ μακρὰν αὐτῆς, ἄνδρες δὲ γυναικῶν μᾶλλον, ὧραι ἐαρινή τε καὶ θερινή, φύσεις δίυγροι καὶ μὴ πολὺ θερμαί, πυρετοὶ οἱ βραχεῖς καὶ οἱ χωρὶς συμπτωμάτων καὶ οἱ ἐν βεβαίᾳ παρακμῇ μᾶλλον τῶν ἀρχομένων παρα‐

5

.

27

.

3

κμάζειν. ἀνεπιτήδειοι δὲ καθόλου οἱ μετὰ σκληρίας καὶ φλεγμονῆς τῶν μέσων νοσοῦντες ξηροί τε καὶ δυσδιάπνευστοι τυγχάνοντες καὶ οἱ ἐν

5

.

27

.

4

συνεχείᾳ πυρετῶν ὄντες καὶ οἱ κεκακωμένοι τὸ νευρῶδες. προσοιστέον δὲ νήστεσι τὸν οἶνον, ἐγχεομένου πέμπτου μέρους ὕδατος θερμοτάτου·

5

.

27

.

5

εἰ δ’ εὔτονος ἄγαν εἴη, τοῦ τετάρτου. θραυσθείη δ’ ἂν ἔτι μᾶλλον,

5

.

27

.

6

εἰ καὶ διυλισθείη· πολλὴ γὰρ ἡ ἐξ αὐτοῦ διαπνοὴ γίνεται. καὶ τὴν μὲν πρώτην δόσιν ἀνειμένην προσοιστέον, στοχαζομένους τοῦ τε ἔθους

5

.

27

.

7

〈καὶ〉 τοῦ κατὰ τὴν κρᾶσιν εὐαριστήματος. δοτέον δὲ καὶ ἐκ δευ‐

5

.

27

.

8

τέρου· εἰ δὲ προθυμοῖντο, καὶ ἐκ τρίτου. τοῖς δὲ προπίνειν ἔθος ἔχουσι πολυπόταις τε ἄλλως οὖσι καὶ μέχρις ἓξ κοτυλῶν ἐπιτρεπτέον

5

.

27

.

9

προκόπτειν. οἱ δ’ ἀθλητικῶς βιοῦντες καὶ πρὸς τοὺς λεγομένους ἀποκοτταβισμοὺς ἔθος ἐσχηκότες διπλοῦν, εἴπερ βούλοιντο, προπιόντες ἀπεμείτωσαν· τό τε γὰρ συνήθως ἐπ’ αὐτῶν συνδιδόμενον ὑγρὸν δριμὺ

5

.

27

.

10

καὶ φλεγματῶδες ἐκκριθήσεται. ἐπιτρεπτέον δὲ τοῖς βουλομένοις καὶ ἐν μέσῃ τῇ τροφῇ πίνειν καὶ μετὰ τὴν τροφὴν ἐπιλαμβάνειν τὸ ὁρισθὲν μέτρον· τὸ δ’ ἐπὶ πᾶσι πόμα μὴ πλεῖον δυοῖν ὡρῶν τῆς ληφθείσης

5

.

27

.

11

τροφῆς ἔστω· εἰ δὲ μετὰ ταῦτα διψήσειαν, ὕδωρ πινέτωσαν. τοῖς δὲ καὶ ψυχροῦ τινος ληψομένοις ἡ δόσις ἐν μέσῃ τῇ τροφῇ γινέσθω ἢ

5

.

27

.

12

μετὰ τὴν τροφήν. τοὺς δ’ ἀήθεις νηστοποσίας ἢ καὶ πρὸς τὸ ἄνευ
τροφῆς ποτὸν διαβεβλημένους, εἴπερ χρῄζοιμεν γυμνῶν τῶν σωμάτων τὸν οἶνον καθάψασθαι, εἰς κεκραμένον θερμὸν ὀλίγους ψωμοὺς κατα‐ θρύψαντες προσοίσομεν, ἐπιρροφεῖν κελεύσαντες τὸ κραθέν· ἀναλογήσει

5

.

27

.

13

γὰρ τῇ νηστοποσίᾳ. τὰ δ’ αὐτὰ ποιητέον καὶ ἐπὶ πρεσβυτῶν καὶ παί‐ δων καὶ τῶν πλείστων γυναικῶν ὁμοίως τοὺς ὀλιγοπότας ἢ καὶ φύσει

5

.

27

.

14

βλαπτομένους. τοὺς δὲ τότε πρῶτον ἀρχομένους ὀλίγῳ καὶ ἐν μέσῃ τῇ τροφῇ χρῆσθαι τῷ οἴνῳ δεήσει· προδώσομεν δὲ καὶ ἐπιδώσομεν

5

.

27

.

15

αὐτοῖς τὸ σύνηθες ὕδωρ. πάντας δὲ τοὺς ἀνασκευῆς χάριν πυρετῶν ἢ παθῶν τινων οἰνοδοτουμένους, χωρούντων τῶν πραγμάτων κατὰ λόγον, προσαναγκαστέον ἐν τῇ πόσει ἐνδοτέρω τοῦ ἁρμόζοντος αὐτοῖς

5

.

27

.

16

πίνειν. μέτρον δὲ κοινὸν ἐπὶ πάντων ὁρίσαι, πολλῆς καὶ σχεδὸν ἀπεριλήπτου διαφορᾶς οὔσης ἐν τοῖς ληψομένοις, ..... ὁριστέον δ’ ὅμως τὰ μεταξὺ τοῦ τε πλείστου καὶ τοῦ ἥττονος πέρατα· πινέτωσαν οὖν μήτε πλείω τριῶν κοτυλῶν μήτε ἔλαττον μιᾶς· τοῖς μὲν γὰρ
5νηστοποτηθὲν ἀποκοτταβισθεῖσιν ἔτι τὸ τρίτον τοῦ ποθέντος ὑπολει‐ πέσθω, τοὺς δὲ μετὰ πολλὰς διαμονὰς λουομένους τῇ συνηθείᾳ παρα‐ δοτέον· ὁμοίως καὶ τοὺς πρὸς τῷ βαλανείῳ προσενηνεγμένους οἶνον.

5

.

27

.

17

ἐπὶ πάντων δὲ τῶν οἰνοδοτηθέντων, τῇ ἑξῆς εἰ πίνοιεν, τὴν ὑδρο‐ ποσίαν δοκιμαστέον· εἰ δὲ μὴ πείθοιμεν, ἐπιτρεπτέον αὐτοῖς οἴνῳ

5

.

27

.

18

βραχεῖ χρῆσθαι· μειωτέον δὲ καὶ τὸ τῆς τροφῆς πλῆθος. τοῖς δὲ δευ‐ τέροις βαλανείοις τοὺς μὲν ἀνασκευῆς χάριν πυρετῶν λουομένους τοῖς αὐτοῖς οἴνοις ἐπιμένειν δεῖ· τοὺς δ’ ἀναλήψεως χάριν μεταβαίνειν ἐπὶ τοὺς εὐτονωτέρους· ἡ δὲ μετάβασις μὴ ἀθρόως, ἀλλὰ κατ’ ὀλίγον

5

.

27

.

19

γινέσθω. ῥητέον δὲ τὰ παρέπεσθαι ὀφείλοντα σημεῖα τοῖς καλῶς οἰνο‐

5

.

27

.

20

δοτουμένοις· τούτοις γὰρ συγκαταληφθήσεται καὶ τὰ φαῦλα. παρα‐ κολουθήσει τοίνυν ἔρευθος προσώπου μετὰ φυσικῆς εὐχροίας, εὔπνοια, ἱδρῶτες θερμοὶ δι’ ὅλου τοῦ σώματος, κεφαλῆς κουφότης, εὐκινησία τῶν μελῶν, ψυχῆς ἱλαρία, ὄμμα δίυγρον καὶ συναίσθησις τοῦ καλῶς
5λελοῦσθαι καὶ πρὸς τὸν οἶνον ἔχειν ἐπιτηδείως, μετὰ δὲ τὸ πιεῖν ὁρμὴ πρὸς σιτία καὶ χρῆσις τούτων εὐάρεστος ἐρυγαί τε κουφίζουσαι, καὶ μετὰ τροφὴν πρὸς ποτὸν ὁρμὴ συμμεμετρημένη, ἱδρῶτες μετ’ ὀλίγον ἀποπαυόμενοι καὶ οὔρων ἀπόδοσις καὶ τὸ σῶμα μαλακὸν καὶ εὔχρουν.

5

.

27

.

21

τοῖς δὲ φαύλως συνεδρεύει ἄχροια προσώπου καὶ ξηρότης περὶ πάντα ἢ τὰ πλεῖστα μέρη τοῦ σώματος· εἰ δὲ καὶ διασημαίνει που ἱδρώς, ψυχρὸς φανεῖται μετὰ τοῦ παρεῖναι βάρος κεφαλῆς, ἐν ᾧ καὶ δυσκι‐ νησία τῶν μελῶν πάντων καὶ δυσθυμία καὶ πρὸς τροφὴν ὑπτίωσις καὶ
5δίψος μὴ παρηγορούμενον ποτῷ καὶ καῦμα ἐν ὑποχονδρίῳ ἐρυγαί τε
μὴ γινόμεναι, προθυμίας οὔσης, ἤ, εἰ καὶ γίνοιντο, μηδὲν κουφίζουσαι, κύστις ἐπεχομένη πολλάκις καὶ κατ’ ὀλίγον ἀποδιδοῦσα· συμπαρα‐

5

.

27

.

22

κολουθοίη δ’ ἂν ἐξ ἀνάγκης τοῖς τοιούτοις σφυγμὸς πυκνός. τούτων οὖν παρόντων, ὁτὲ μὲν πάντων, ὁτὲ δὲ τῶν πλείστων, εἰ μὲν ναυ‐ τιωδῶς ἔχοιεν, ἐμεῖν κελευστέον ἀμελλητί· εἰ δὲ τὰ μὲν τῆς ναυτίας μὴ παρεῖεν, εὐημεῖς δ’ ἄλλως εἶεν, καὶ τούτους κελεύομεν ἐμεῖν· τοὺς

5

.

27

.

23

δὲ δυσημεῖς ὕδωρ θερμὸν ἐπιλαβεῖν κελεύσαντες ἀναπαύσομεν. καὶ τοὺς μὲν ἐπιπυρέξαντας, εἰ μὲν ἐμέσειαν, μακρᾶς μὲν γενομένης τῆς ἐπισημασίας, θρεπτέον μετὰ ταύτην ὀλίγῳ σιτίῳ, μικρᾶς δέ, μετὰ τὸν τῆς δευτέρας ὕπνον· εἰ δὲ μὴ ἐμέσειαν, τὴν ἀπὸ ταύτης φυλακτέον
5διάτριτον, ἐν ταῖς μέσαις ἡμέραις συνεχέστερον ποτὸν κατὰ τοὺς παρι‐ σταμένους ἡμῖν καιροὺς προσφέροντας· ἐπιβλαβὲς γάρ, μετ’ οἰνοδοσίαν πυρετῶν ἐπιπεσόντων, ξηραντικῶς ἄγειν· διόπερ ἁρμόζει συνεχεῖ ποτῷ παρυγραίνοντας τὰ κατάξηρα τῶν σωμάτων γενόμενα διὰ τὴν οἰνο‐ ποσίαν ἐκλύειν.

5

.

28

t

Ἐκ τῶν Ἀντύλλου, περὶ διακλύσματος, ἐκ τοῦ γ λόγου Περὶ βοηθημάτων, ἐκ τῶν προσφερομένων.

5

.

28

.

1

Τὸ διάκλυσμα δίψος παρηγορεῖ καὶ ξηρότητα στόματος ὑγραίνει καὶ γλώττης τραχύτητα λεαίνει καὶ ἔκλυσιν παρηγορεῖ καὶ τὸ γλίσχρον

5

.

28

.

2

τῶν ὀδόντων ἀποκαθαίρει. οὐκ ἐν ἀνέσει δὲ μόνον διάκλυσμα δοτέον, ἀλλὰ μεμετρημένως ἐπιτρέπειν χρῆσθαι πλὴν ἀρχῆς ἐν παντὶ καιρῷ.

5

.

28

.

3

ὁ μέντοι ἀνακογχυλιασμὸς ὠφελεῖ μὲν βραχέα, διυγραίνων τὰ ἄκρα τοῦ στομάχου, βλάπτει δὲ μειζόνως, σφηνῶν τὴν κεφαλὴν καὶ ἀνάρροπον τὴν ὕλην ἐργαζόμενος.

5

.

29

t

Περὶ ποτοῦ, ἐκ τῶν Ἀντύλλου, ἐκ τοῦ αὐτοῦ λόγου.

5

.

29

.

1

Θερμὸν μὲν ὕδωρ πᾶσι τοῖς νοσοῦσιν ὁπωσοῦν ἐν τοῖς προσήκουσι δοτέον καιροῖς· ψυχρὸν δὲ προηγουμένως μὲν ὑπὲρ τοῦ κατασβέσαι θερμασίαν οὐκ ἐφ’ ἑτέρῳ πάθει γεγονυῖαν, οἷον φλεγμονῇ, ἀλλ’ αὐτὴν

5

.

29

.

2

καθ’ ἑαυτὴν ἐνοχλοῦσαν, ὥσπερ ἐν τοῖς φλογώδεσι καύσοις. κατὰ περίστασιν δὲ ψυχρὸν δίδομεν τοῖς ἔθος ἔχουσι ψυχροποτεῖν καὶ ἀλλο‐ τρίως ἔχουσι πρὸς τὸ θερμὸν ἢ τοῖς ἀνατρεπομένοις τὸν στόμαχον ἐν

5

.

29

.

3

τῇ νόσῳ διὰ τὴν τοῦ θερμοῦ πόσιν. καὶ εἰ μὲν δι’ ἔγκαυσιν πυρετοῦ λαμβάνοι τις τὸ ψυχρόν, λάβρως τε καὶ πλέον πινέτω· εἰ δὲ διά τι

5

.

29

.

4

ἕτερον, ἔλαττόν τε καὶ σχεδὸν ῥοφεῖν κελεύσομεν. παραιτητέον δ’

5

.

29

.

5

αὐτίκα ἐπὶ τροφῇ ποτίζειν, πλὴν οἴνου καὶ ψυχροῦ. ὄξος δὲ κατ’ ἰδίαν μὲν οὐ δίδομεν, ὥσπερ οὐδὲ οἶνον, εἰ μή ποτε ὀλίγον, ὡς ἐν
φαρμάκου μοίρᾳ· ὀξυκράτῳ δὲ ποτίζομεν τοὺς αἷμα ἀνάγοντας, καὶ μάλιστα εἰ ἀπὸ στομάχου γένοιτο ἢ ἀπὸ γαστρὸς ἡ ἀναγωγή, καὶ τοὺς
5σφόδρα ναυτιώδεις καὶ τοὺς κατὰ πλοῦν ὑπερκαθαιρομένους· ἐνίοτε δὲ

5

.

29

.

6

καὶ τοὺς φλεγματίας ὑπὲρ τοῦ τεμεῖν αὐτοῖς τὸ φλέγμα. ὀξύμελι δ’ ὑπέρ τε τῶν ἐν θώρακι συνισταμένων παθῶν παραλαμβάνομεν ἐπί τε βρώσει μυκήτων ἐπί τε γύψου πόσει, καὶ ἔτι μᾶλλον ἐπὶ ταυρείου

5

.

29

.

7

αἵματος. οἰνόμελι δ’ οὐκ οἶδα εἴ τινι τῶν νοσούντων ἁρμόδιον· μελί‐ κρατον δὲ τοῖς ἐν πυρετοῖς καὶ χωρὶς πυρετοῦ τὸ νευρῶδες πεπον‐

5

.

29

.

8

θόσιν. ὑδρόμελι δὲ καὶ ἀπόμελι καὶ μελίμηλον αὐτὰ μὲν ἐφ’ ἑαυτῶν οὐκ ἐπιτήδεια πόματα (καὶ γὰρ ἀποφθείρεται ῥᾳδίως καὶ ἀποξύνεται), εὔστομα δ’ ἱκανῶς τοῖς ἀνορεκτοῦσιν ἐν πυρετοῖς ἀπονήροις, καὶ ἐν τοῖς κεχρονικόσιν ἤδη καὶ τοῖς χωρὶς πυρετοῦ νοσήμασιν οὐκ ἀνεπι‐

5

.

29

.

9

τηδείως τροφὴ δίδοται. ἀρέσκει δ’ ἡμῖν αὐτίκα ἐπὶ τῇ τροφῇ ληφθείσῃ διδόναι καὶ ψυχρὸν καὶ οἶνον, εἰ παραλαμβάνοιμέν τι αὐτῶν· τό τε γὰρ σῶμα καὶ μάλιστα ἡ γαστὴρ καὶ ὁ στόμαχος ἐμπεπλησμένα οὐδὲν κακὸν οὔτε ὑπὸ τῆς θίξεως τοῦ ψυχροῦ οὔτε ὑπὸ τῆς δυνάμεως τοῦ
5οἴνου πείσεται· διὰ τοῦτο οὔτε νήσταις δίδομεν οὔτε μετὰ πολὺ τῆς

5

.

29

.

10

ληφθείσης τροφῆς, ἐπεὶ ὅμοιος ὁ μετὰ πολὺ καιρὸς νηστοποσίᾳ. τὸ δὲ μετὰ τὴν πόσιν προσφέρειν σιτία παραχρῆμα οὔτε τοῖς νήστεσι προπιοῦσιν ἁρμόδιον (φθάνει γὰρ ὁ οἶνος καὶ τὸ ψυχρὸν κακῶσαι πρὸ τῆς τῶν σιτίων εἰσόδου τὸ σῶμα) οὔτε τοῖς πρὸ πολλοῦ βεβρωκόσιν,
5ἔπειτα ἐπιπιοῦσιν· πῶς γὰρ ταῦτα ἢ θραῦσαι δυνήσεται τὴν τοῦ ψυχροῦ θίξιν ἢ ἀμβλῦναι τὴν τοῦ οἴνου δύναμιν προδιῳκημένα, οὐκ ἔστιν εἰπεῖν.

5

.

30

t

Περὶ ποτοῦ, ἐκ τῶν Ἡροδότου· καὶ ποίῳ καιρῷ παρο‐ ξυσμοῦ τούτῳ χρηστέον.

5

.

30

.

1

Διαιρουμένης τῆς ὅλης ἐπισημασίας κατὰ τὴν ὁλοσχερεστέραν τομὴν εἴς τε ἀρχὴν καὶ ἀκμὴν καὶ παρακμήν, πᾶν μέρος ἀναγκαῖον πρὸς

5

.

30

.

2

ποτοῦ παράθεσιν εὑρίσκομεν. τοὺς γοῦν ἐπὶ τροφῇ πυρέξαντας ἢ ἐπὶ διαφθορᾷ σιτίων ἢ καὶ περὶ τὰς ἀρχὰς τῶν ἐπισημασιῶν τραφέντας ἢ ἐν ὑπονοίᾳ φαύλων προσφορῶν γενομένους εἴπερ κρίναιμεν ἐμέσαι,

5

.

30

.

3

ποιητέον τοῦτο μετὰ ποτοῦ παράθεσιν. δώσομεν δέ, εἰ δέοι, τούτοις καὶ ἐκ δευτέρου πρὸς παντελῆ τῶν ὑπολειφθέντων ἀποκάθαρσιν, πολ‐

5

.

30

.

4

λάκις δὲ καὶ πρὸς ἐπίκρασιν καὶ ὑποχώρησιν τῶν ὑποκειμένων. εὑρε‐ θεῖεν δ’ ἂν καὶ ἄλλαι περιστάσεις ἐν ἀρχῇ τῆς ἐπισημασίας ἀπαιτοῦσαι ποτόν, ὡς ἡ τῶν νηπίων ἡλικία· τὴν γὰρ ἐπιζήτησιν εὐκαιρίαν νομιοῦ‐

5

.

30

.

5

μεν, μήτε βράδιον διδόναι μήτε πρότερον. καὶ τοὺς ἀποστρεφομένους δὲ τὸ ποτὸν καὶ παρὰ τοῦτο κινδυνεύοντας, ὅπερ ἐν χαλεπαῖς ἐνστά‐
σεσιν εἴωθε γίνεσθαι, εἴπερ ἀρξαμένης τῆς ἐπισημασίας ὀρεχθεῖεν πιεῖν,

5

.

30

.

6

οὐ κωλυτέον. ἐν δὲ τοῖς τῆς ἐπιδόσεως χρόνοις πλείους αἰτίαι τῆς προσφορᾶς εἰσιν· εἰ γοῦν τισιν ἐν τοῖς παροξυσμοῖς δίψος σφοδρὸν συνεισβάλλοι καὶ δύσοιστον οὐ διὰ πονηρίαν καὶ συναύξησιν τῶν νόσων, ἀλλὰ διά τινα τοῦ πάθους ἰδιότητα, πᾶσα ἀνάγκη ὡς σύμπτωμα παρ‐
5ηγορεῖν· κριθήσεται δέ, εἰ οὕτως ἔχοι, ἂν τοῦ κατὰ τὸν πυρετὸν μεγέ‐

5

.

30

.

7

θους μᾶλλον παραύξηται τὸ δίψος. δεῖ δὲ καὶ τὴν φύσιν τοῦ νοσοῦντος ἐπιθεωρεῖν· εἰ γὰρ ἀνεξίκακος ἐν τοῖς λοιποῖς ὢν μὴ ὑπομένοι τὸ διψεῖν, ἐπιτήδειος ἂν εἴη πρὸς τὸ πίνειν ἐν τῇ τοῦ παροξυσμοῦ ἐπι‐

5

.

30

.

8

δόσει. οἵ τε δὴ πολὺ χολῶδες ἀθροίζοντες ἐν τῷ στομάχῳ καὶ μετὰ πολλῆς ἀνάγοντες ταλαιπωρίας ἐπὶ ποσῷ κουφισμῷ, ἐψυγμένοι μὲν τὰ ἄκρα, ὠχροὶ δὲ καὶ ἀπορούμενοι καὶ μηδὲ τὴν κατάκλισιν φέροντες, διακαεῖς ὑπὸ δίψους μετὰ τοῦ τῆς ἀποκρίσεως κουφισμοῦ, ὡς ἔκ
5τινων τεταγμένων ἀριθμῶν ἐκ περιτροπῆς ταῦτα πάσχουσι καὶ οὔτε ἠρεμοῦσιν οὔτε μέχρι τῶν ἄκρων πυρέσσουσιν, εἰ μὴ πολὺ προσενέγ‐

5

.

30

.

9

καντες ὑγρὸν τρόπον τινὰ κατακλύσαιμεν. τούτοις ἐμέσασι συμβαίνει μετὰ τὴν προσφορὰν καὶ τὸν ἔμετον εὐθὺς ἀθρόως συναναφέρεσθαι

5

.

30

.

10

τὴν θερμασίαν καὶ τοῖς τῆς ἀκμῆς προσεγγίζειν ἰδιώμασιν. κἂν ὁ μερισμὸς δὲ τῆς ἐπισημασίας εἰς ἄνισα τέμνηται, ὡς τὸ πλεῖστον μέρος εἶναι τῆς αὐξήσεως, ὀλιγοχρόνιον δὲ τὴν ἀκμήν, ἔσται ποτοῦ καιρὸς ὁ ἐν τῇ ἐπιδόσει· ἀναλογεῖ γὰρ τῷ τῆς ἀκμῆς διὰ τὸ ἐν τούτοις τοῖς
5χρόνοις δυναστεύειν τὴν αἰτίαν καὶ ταλαιπωρεῖσθαι τὸν ἄνθρωπον.

5

.

30

.

11

ταχυτέρας δὲ τῆς προσφορᾶς προσδέονται καὶ οἱ εὐκαθαιρέτους τὰς δυνάμεις ἔχοντες, ἐφ’ ὧν πρὸ πολλοῦ οὐ μόνον παρὰ δόσεως ποτοῦ

5

.

30

.

12

ἀναγκαῖον δεῖ ἀσφαλίζεσθαι, ἀλλὰ καὶ παρὰ σιτίων παραθέσεως. οἱ δ’ ἐν πυρετοῖς δυσκαταποτοῦντες διὰ τὸ προσαναξηραίνεσθαι τὸν στόμα‐ χον παρὰ τὴν ἰδιάζουσαν θερμασίαν ἢ καὶ πλῆθος πυρετοῦ, εἰ μὴ συν‐ εχεστέρῳ ὑγρανθεῖεν ποτῷ, μετὰ πολλῆς βλάβης ἐν καιρῷ τῷ τῆς τρο‐

5

.

30

.

13

φῆς διορθοῦνται. τινὲς δὲ τούτων ὅμοια πάσχουσι πνιγμῷ, ἐφ’ ὧν ὡς πρὸς ἐπείγοντα κίνδυνον ἱστάμενοι προσοίσομεν τὸ ποτὸν καὶ πρὸ

5

.

30

.

14

ἀκμῆς. καὶ ἐπὶ τῶν ἀνορέκτων δὲ φύσει καὶ ταλαιπώρως προσφερο‐ μένων, καὶ μάλιστα εἰ καὶ ξηρότης εἴη περὶ τῷ στόματι, χρηστέον ποτῷ συνεχεῖ, μειζόνως ἐκ τῆς προσφορᾶς ἀναβαινούσης ὠφελείας διὰ τὰ

5

.

30

.

15

μέλλοντα. δίδομεν δὲ τάχιον ποτὸν καὶ ἐφ’ ὧν βουλιμιώδεις ἐπι‐

5

.

30

.

16

συμβαίνουσιν ἐκλύσεις, παρηγοροῦντες τὸ σύμπτωμα. θερμοῦ μὲν ποτοῦ καιρὸς τοσοῦτος· εἰ γάρ τι καὶ παραλέλειπται, ῥᾴδιον ἐκ τῶν εἰρημέ‐

5

.

30

.

17

νων εὑρίσκειν. ψυχροῦ δ’ ἐν μὲν ἀρχομένῃ ἐπισημασίᾳ χρῆσις ἐφ’
αἱμορραγούντων· ἐν δ’ ἐπιδόσει δοτέον οἷς διά τινα περίστασιν λαβεῖν θερμὸν ἀδύνατον· τὸ δὲ τοῖς καυσουμένοις ἀνασκευαστικῶς ψυχρὸν

5

.

30

.

18

δίδοται πρὸ τῆς ἀνέσεως ἐν τοῖς τῆς ἀκμῆς χρόνοις. οἱ δ’ αὐτοὶ τῆς προσφορᾶς καιροὶ τοῦ τε χλιαροῦ καὶ γαλακτώδους καὶ παγολύτου.

5

.

30

.

19

ὁ δὲ τρόπος τῆς θερμοδοσίας διάφορος· ἐν γὰρ ἀρχαῖς ἐπισημασίας ἐμέτων χάριν εἰ προσφέροιτο, πολὺ καὶ χλιαρὸν ἔστω· ὁμοίως, εἰ καὶ ἀποσβέσαι σφοδρὸν καὶ περικαὲς δίψος θέλοιμεν, καὶ ἐν ῥευματισμοῖς, συνδιδομένων δριμέων πολλῶν καὶ χολωδῶν εἰς τὸν στόμαχον· οὐ γὰρ

5

.

30

.

20

παρακρατεῖται τὸ ληφθέν, ἀποκρίνεται δέ. καὶ ἐπὶ μὲν τῶν ψυχροῦ χάριν δίψους λαμβανόντων ἐκ τοῦ κατ’ ὀλίγον ἡ προσφορὰ γινέσθω, διαναπαυομένων αὐτῶν καὶ τῇ καταπόσει ἐγχρονιζόντων· ἐπὶ δὲ τῶν ἐμέτου χάριν πινόντων ἀθροῦν προσενεκτέον τὸ ὑγρόν, ἀπνευστὶ ἐφελκο‐

5

.

30

.

21

μένων. εἰ 〈δὲ〉 διὰ μῆκος ἐπισημασίας προσφέροιμεν ἢ διὰ κάκωσιν δυνάμεως ἢ διὰ τὰς ἤδη προκατηριθμημένας περιστάσεις, ἐν ἐπιδόσει ἢ ἀκμῇ ὄντων, σύμμετρον δοτέον, μήτε μόνον ἀπογεύοντας αὐτοὺς μήτε ἀποπληροῦντας· ἀγαθὸν γὰρ ἐν πυρετοῖς λαγαρὰν διαφυλάσσειν

5

.

30

.

22

τὴν κοιλίαν καὶ μὴ διατεταμένην ἔχειν. τοῖς δὲ διὰ ξηρότητα λαμ‐ βάνουσι καὶ διὰ τὸν ἐκ ταύτης γινόμενον πνιγμόν, ἢ καὶ ἐφ’ ὧν τὰ περὶ τὴν κατάποσιν διαφυλάξαι βουλόμεθα, κατ’ ὀλίγον καὶ συνεχῶς

5

.

30

.

23

προσοιστέον. εἰ δὲ καὶ ῥεύματα συνυπάρχοι τοῖς πυρέττουσι στομάχου ἢ κοιλίας, καὶ διὰ ταῦτα παραιτητέον τὴν ἀθροοποσίαν (διερεθιστικὴ γὰρ τῶν συμπτωμάτων)· ἄριστον δὲ διὰ στενοστόμων ἀγγείων πίνειν

5

.

30

.

24

κατ’ ὀλίγον. ἐν δὲ ταῖς ἀνέσεσι ποτὸν εἰ προσφέροιμεν, τοῖς μὲν ῥευ‐ ματιζομένοις οὐδέποτε πολὺ οὐδὲ ἀθροῦν δοτέον, οὐ μέντοι κατὰ τὸν

5

.

30

.

25

ὑποδεδειγμένον τρόπον. οἱ δὲ λοιποὶ μέχρι πληρώσεως πινέτωσαν· ἐπὶ δὲ τῶν καταξήρων καὶ μεμυκότων τῇ σαρκὶ καὶ πάντοθεν στεγνῶν δοτέον πλεῖον ἢ κατὰ δίψους ἐμπλήρωσιν· εἰ δὲ προσδέοιντο, καὶ ἐκ δευτέρου προσενεκτέον· ὁ γὰρ αὐτὸς ἑνὸς καὶ πλείονος ποτοῦ καιρός·
5παρεστοχάσθαι μέντοι δεῖ τοῦ τὸ προειλημμένον ὑγρὸν ἀνῆφθαι, καὶ τὴν ἐπιζήτησιν τῶν σωμάτων, ἀλλὰ μὴ τῆς τοῦ νοσοῦντος ἐπιθυμίας

5

.

30

.

26

εἶναι. τοὺς δ’ ἐπὶ τῷ δοθέντι ποτῷ ἐπιφαινομένους ἱδρῶτας, εἰ ἐπὶ

5

.

30

.

27

συμφέροντι γίνοιντο, διαφυλακτέον ἐπιδόσει δευτέρου. εἰ δὲ πλειόνων

5

.

30

.

28

ἱδρώτων ἔχομεν χρείαν, καὶ παυομένων αὐτῶν διερεθιστέον. λυγμοῦ δὲ διοχλοῦντος ἢ ξηρᾶς βηχὸς ἐπιτεταμένης, θερμὸν ὀλίγον καταρρο‐

5

.

30

.

29

φείτωσαν. τὸ δὲ παγόλυτον ἢ ψυχρόν, εἰ μὲν ἀντὶ θερμοῦ προσφέροι‐ μεν, τοῖς αὐτοῖς ὑπαχθήσεται καιροῖς καὶ τρόποις· εἰ δ’ ὑπὲρ ἐποχῆς ἱδρώτων ἢ τῶν λοιπῶν συμπτωμάτων, ὧν ἤδη τὴν καταρίθμησιν ἐποι‐

5

.

30

.

30

ησάμεθα, κατ’ ὀλίγον δοτέον καὶ ἐκ διαλειμμάτων μειζόνων. καὶ τὸ

5

.

30

.

31

ἐπὶ τροφῇ διδόμενον ψυχρὸν ὀλίγον ἔστω. τὸ δ’ ἀγωνιστικῶς ἐπὶ τῶν
καυσωδῶν πυρετῶν διδόμενον ψυχρὸν ἢ γαλακτῶδες ἢ παγόλυτον ἐν

5

.

30

.

32

τοῖς θεραπευτικοῖς τεύξεται λόγου. ἔστω δὲ τὸ πινόμενον ὕδωρ οἷον τὸ ἄριστον, καὶ ἑψώμενον ἐπ’ ἀνθράκων ἐν ἀγγείῳ κεραμέῳ· ἡμεῖς δ’ εἰς ὕελον φυσητὴν ἐμβάλλοντες τὸ ὕδωρ καθίεμεν εἰς ζέον ὕδωρ·

5

.

30

.

33

τοῦτο γὰρ πᾶσαν ἐκπέφευγε μέμψιν. εἰ δὲ φαῦλον εἴη τὸ ὕδωρ,

5

.

30

.

34

ἀφεψηθὲν ἀπαιθριαζέσθω. τὸ δὲ ψυχρὸν ἀκραιφνὲς ἔστω ψυχρὸν καὶ

5

.

30

.

35

μαλακόν. εἰ δὲ πρὸς τὸ χλιαρὸν ἢ γαλακτῶδες ἢ παγόλυτον ἔχοιεν οἰκείως, χρηστέον αὐτοῖς, διαφόρως πρὸς τὸ θερμὸν τὴν σύγκρισιν

5

.

30

.

36

ποιουμένους. κιρνάσθω δὲ τὸ μὲν χλιαρὸν οὕτως· θερμοῦ ποτίμου

5

.

30

.

37

κυάθους ε, ψυχροῦ α. τὸ δὲ παγόλυτον ἀνεστράφθω· θερμοῦ γὰρ

5

.

30

38,39

ἐχέτω α, ψυχροῦ δὲ ε. τὸ δὲ γαλακτῶδες ἐξ ἴσων κιρνάσθω. ἔστω δ’

5

.

30

.

39

(2)

ἐπιτεταμένον τὸ ψυχρόν· εἰ δ’ ἀνειμένον, ἐπιπλεοναστέον τῷ ψυχρῷ.

5

.

31

t

Περὶ πομάτων ἐπιτηδείων τοῖς πυρέσσουσιν.

5

.

31

.

1

Πότημα δὲ τοῖς πυρέσσουσιν ἄριστον μὲν μελίκρατον ἢ ὀξύμελι οἷς εὐκάρδιον τυγχάνει· τὸ δ’ ὕδωρ ἀδηκτότατον τῷ πυρέσσοντι, ἐκ‐

5

.

31

.

2

κρίσεις δ’ οὐ πάνυ τι ποιεῖ. τὰ δ’ ἀποβρέγματα τὰ στῦψιν ἔχοντα μάλιστα μὲν πρὸς τὰς ἐκταράξεις τῶν κοιλιῶν εἴη ἂν οὐκ ἀνάρμοστα καὶ πρὸς τοὺς ἐμέτους, ὅσοις ἥ τε τοῦ μέλιτος καὶ τοῦ ὀξυμέλιτος

5

.

31

.

3

προσάντης ἐστίν. ἀποβρέχοιτο δ’ ἂν καθ’ ὥραν τά τε ἠρινὰ γλυκύ‐ μηλα κνισθέντα λεπτά, ἔστε ἂν εὖ μάλα τὸ ὕδωρ χρωσθῇ, ἢ τῶν κυδω‐

5

.

31

.

4

νίων μήλων τὰ πεπανώτατα τέμνοντα ὡσαύτως ἀποβρέχειν. διδόναι δὲ μάλιστα τοῖς χολημετοῦσι τὸ ἀπὸ τῶν μήλων καὶ πρὸς τὰς κοιλίας·

5

.

31

.

5

σκοπεῖν δὲ δεῖ, ὅπως μηδεμίαν ἕξῃ ὀξύτητα τὸ μῆλον. ὡσαύτως δὲ

5

.

31

.

6

καὶ τὰς ἀπίους ἀποβρέχειν, ὅσαι στρυφναί τε καὶ γλυκεῖαί εἰσιν. οἰνω‐ δέστατον μὲν οὖν πᾶν ἐστι τὸ ἀπὸ τῶν ἀπίων ἀπόβρεγμα, δεύτερον τὸ ἀπὸ τῶν μήλων τῶν κυδωνίων, ἥκιστα δὲ τὸ ἀπὸ τῶν φοινίκων

5

.

31

.

7

τῶν ὠμῶν· βέλτιον δὲ τὸ ἀπὸ τῶν ἡμιπεπόνων. τὰ δ’ ἁπαλὰ μύρτα βραχέντα γλυκὺ οἰνῶδες μέν τι ποιεῖ, ἄδηκτον δὲ καὶ λεῖον τὸ πόμα.

5

.

31

.

8

ὁ δ’ ἀπὸ τῆς ῥόας χυμὸς οὐχ ἥκιστα μὲν τῶν προειρημένων ἐστὶν οἰνωδέστατος· λεῖος δὲ καὶ οὗτος ὁ χυμὸς καὶ οὐδὲν ἔχων θερμόν.

5

.

31

.

9

χρήσαιτο δ’ ἄν τις τούτοις τοῖς ἀποβρέγμασι στρυφνοῖς εἰς τοὺς πυρε‐ τοὺς τοὺς ἀταράχους τε καὶ ἀσφαλεῖς πρός τε τὰς κοιλίας τὰς κατα‐

5

.

31

.

10

φερομένας παντάπασιν. τὰ δ’ ἀπὸ τῶν οὔων ἀποβρέγματα καὶ τῶν ἀπίων τῶν ξηρῶν καὶ τῶν μύρτων καὶ τῶν φοινίκων, πάντα αὐτῶν τὰ ἀποβρέγματα ἧσσον τὸ γλοιῶδες ποιεῖ· χρήσαιτο δ’ ἄν τις καὶ τού‐

5

.

31

.

11

τοις οἷς οἶνος οὐ προσακτέος. ἀποβρέχεται δὲ καὶ τὰ γίγαρτα ἐρει‐ χθέντα· μᾶλλον δὲ τὸ ἀφέψημα αὐτῶν χρησιμώτερόν ἐστιν, ἐνεργότα‐ τον ὂν τῇ στύψει καὶ οὐδεμίαν ἄλλην δριμύτητα οὐδ’ ὀξύτητα ἔχον.

5

.

31

.

12

οἱ δ’ οἶνοι οἱ μύρτινοί τε καὶ ἀπὸ τῶν κηρίων καὶ πυρῶν καὶ κριθῆς γινόμενοι οὐδὲν ἀσθενέστεροί εἰσι τῶν ἀπὸ τῆς σταφυλῆς, ἀλλὰ πολλῷ βραδύτεροί τε καὶ χείρους· οἱ μὲν γὰρ ἀπὸ τῶν φοινίκων τε καὶ σύκων ἐν ἀρχῇ μὲν οἰνοποτηθέντες τῷ γλυκεῖ οἴνῳ παραπλήσιοι γί‐
5νονται τῇ γεύσει, τῇ δὲ δυνάμει πολλῷ χείρους καὶ βαρύτεροί τε καὶ δυσκατεργαστότεροί εἰσιν· παλαιούμενοι δὲ γίνονται τῷ αὐστηρῷ οἴνῳ παραπλήσιοι κατὰ τὴν θερμασίαν τε καὶ δύναμιν.

5

.

32

t

Ἐκ τῶν Φιλοτίμου, περὶ πόσεως τῆς μετὰ τὸν σῖτον καὶ πρὸ τοῦ.

5

.

32

.

1

Ἐν τῷ τὸ ποτὸν ἀθροῦν πίνειν μετὰ τὸν σῖτον τὸν στόμαχον εὐρύτερον γίνεσθαι, καὶ μάλιστα τὸ ἄνωθεν, καὶ τὴν κοιλίαν διατείνε‐ σθαι καὶ τὴν βροχὴν ἅμα συμβαίνειν τῶν σιτίων καὶ τὴν διάχυσιν παρασκευάζει καὶ τό τε στόμα καὶ τὰ περὶ τὴν κεφαλὴν καὶ τὸν

5

.

32

.

2

βρόγχον καὶ τὴν κοιλίαν θερμαίνει. τοῖς δὲ νύκτωρ ψυχρὸν πίνουσι καταψύχει τούς τε πρότερον εἰρημένους τόπους πάντας καὶ τὴν τρο‐ φὴν ἐν ἀκμῇ μάλιστα οὖσαν τοῦ θερμαίνεσθαι καταψύχει καὶ τὴν ἕψησιν κωλύει καὶ τὴν τροφὴν ζέουσαν καὶ τὰς ἐν αὐτῇ πομφόλυγας
5γινομένας ταπεινοῖ καὶ καθίστησιν εἰς ἕδραν καὶ τὴν διαλελυμένην καὶ

5

.

32

.

3

τετηκυῖαν τῆς τροφῆς ποιεῖ παχυτέραν. ἐν δὲ τῷ νήστῃ ψυχρὸν πί‐ νειν τούς τε εἰρημένους τόπους καταψύχεσθαι καὶ ταχέως καὶ πλεῖστον ὑγρὸν μάλιστα αὐτῷ καὶ τεθερμασμένον ἧττον ἐκ τῆς κοιλίας ἀναδί‐

5

.

32

.

4

δοσθαι καὶ τὸ φλέγμα τὸ ἐν τῇ κοιλίᾳ παχύτερον ποιεῖ. ἐκ δὲ τῶν ταλαιπωριῶν καὶ λουτρῶν καὶ πυρετῶν τοῖς πίνουσιν ἥ τε ἀνάδοσις τῶν ὑγρῶν τάχιστα γίνεται καὶ τὴν μῖξιν ἧττον ἴσχει καὶ τῇ κατὰ τὰς φλέβας τροφῇ καὶ τὸ στόμα καὶ τὸ πρόσωπον καὶ τὸν στόμαχον καὶ
5τὴν κοιλίαν μάλιστα ψύχει καὶ τοὺς ἐν φλεψὶ χυμοὺς ἐπὶ βραχὺν χρόνον καταψύχει καὶ ποιεῖ παχυτέρους.

5

.

33

t

Σκευασία ῥοσάτου.

5

.

33

.

1

Καθαρὸς ὢν ἀπὸ μολυσμοῦ ῥόδα ἐξονυχίσας βάλλε εἰς οἶνον προ‐ πάλαιον ὅσα βούλει μὴ ἀθρόως, ἀλλὰ κατὰ μέρος, καὶ καθ’ ἑκάστην ἡμέραν κίνει καλάμῳ ἄκρῳ, ἵνα μέχρι τοῦ πυθμένος τοῦ ἀγγείου ἐφικνῆται, καὶ πωμάσας ἀκριβῶς, ἵνα μὴ διαπνέηται, ἔα τριάκοντα
5ἡμέρας, μεθ’ ἃς διυλίσας τὸν οἶνον βάλλε εἰς πέντε ξέστας μέλιτος ξέστην α καλῶς τετριμμένου, καὶ ἐάσας ἡμέρας τριάκοντα, ἵνα κατα‐
στῇ, χρῶ.

5

.

33

.

2

Ἄλλως. Σκευασία ῥοσάτου συνθέτου. Ῥόδα ἐξονυχίσας βάλλε ξέστας μέλιτος ϛ καὶ ἔα ἐνιαυτόν· βάλλε ἀπὸ τοῦ συνθέτου ῥόδων 𐆃 α καὶ μέλιτος καθαροῦ 𐆃 ε καὶ λειώσας ἐπίχει οἴνου καλοῦ ξέστας ι.

5

.

33

.

3

Ὑδροροσάτον. Μέλιτος καλλίστου 𐆃 λ, ῥόδων φύλλων 𐆃 ι, ὕδατος πηγαίου 𐆃 ξ· ἕψει τὸ ὕδωρ ἕως βράσεως καὶ κουφίσας τὸ κακκάβιον βάλλε τὸ ῥόδον· πωμάσας τὸ κακκάβιον ἕως τελείας πέψεως καὶ ἑψήσας τὸ μέλι χωρὶς
5καὶ ἀπαφρίσας καὶ διυλίσας τὸ ῥόδον μῖξον τὸ μέλι τῷ ζέματι τοῦ ῥόδου.

5

.

33

.

4

Ἄλλο ῥοσάτον. Οἴνου πρωτίου 𐆃 κα, μέλιτος 𐆃 η, ῥόδων φύλλων 𐆃 γ, καὶ βρέξας τὸ ῥόδον τῷ οἴνῳ ἡμέρας ιε καὶ διυλίσας ἐκ τοῦ οἴνου ἕψε τὸ μέλι καὶ ἀπαφρίσας ἑνώσας τῷ οἴνῳ βρόχῳ καὶ ἀναδήσας δεόντως ἔα.

5

.

33

.

5

Ῥοσάτον ἄλλο πρόσφατον. Μέλιτος 𐆃 ζ, οἴνου 𐆃 κα, ῥόδων φύλλων 𐆃 β· τρίψας τὸ ῥόδον δεόντως μῖξον τῷ οἴνῳ ἐφ’ ἡμέρας β, εἶτα διυλίσας τὰ φύλλα καὶ ἑψήσας τὸ μέλι ἑνώσας τὰ ἀμφότερα καὶ ἀναδήσας δεόντως ἔα.

5

.

33

.

6

Ἰάτον. Μέλιτος 𐆃 ζ, οἴνου 𐆃 κα, ἴων δεσμίδια σμ, φυλλίσας ταῦτα βρέξον ἐν τῷ οἴνῳ ἡμέρας λ καὶ διυλίσας τὰ ἴα ἕψει τὸ μέλι, εἶτα ἑνώσας τὰ ἀμφότερα καὶ ἀναδήσας δεόντως ἔα.

5

.

33

.

7

Χαμαιμηλάτον. Οἴνου Ἀσκαλωνίτου 𐆃 κα, μέλιτος 𐆃 ζ, χαμαιμήλων κοκκίων 𐆄 ϛ· βρέχε τὰ κοκκία σὺν τῷ οἴνῳ ἡμέρας κ καὶ διυλίσας αὐτά, ἑψήσας τὸ μέλι καὶ ἀπαφρίσας ἕνωσον καὶ ἀναδήσας ἔα.

5

.

33

.

8

Κονδίτον πρώτιστον ἐν κύστει λίθοις. Μέλιτος ξέστην α, οἴνου ξεστία ε, πεπέρεως 𐆄 α, σαρξιφάγου
γρ. δ, ναρδοστάχυος γρ. δ, καρπησίου, ζιγγιβέρεως, μήου, ἀσάρου, κασίας, σίνωνος, πετροσελίνου, ἀκόρου, γεντιανῆς, δαύκου ἀνὰ γρ. δ· τῷ ἀπη‐
5φρισμένῳ μέλιτι ἑνώσας τὰ ξηρία καὶ τῷ οἴνῳ ἔα τὸ ἀγγεῖον ἡμέρας ι πέψεως χάριν.

5

.

33

.

9

Κονδίτον. Μέλιτος 𐆃 ι, οἴνου πρωτίου 𐆃 λ, πεπέρεως 𐆄 α· τρίψας τὸ πέπερι μῖξον τῷ οἴνῳ καὶ ἀπαφρίσας τὸ μέλι ἕνωσον τῷ οἴνῳ καὶ ἀναδήσας ἔα.

5

.

33

.

10

Ἀννησάτον. Μέλιτος 𐆃 ι, οἴνου πρωτίου λευκοῦ 𐆃 λ, ἀννήσου 𐆄 ε.

5

.

33

.

11

〈Σχοινανθάτον.〉 Σχοινάνθου πρὸς ιϛ κρόκου σταθμὸν ιβ, μαστίχης γρ. ιϛ· τρίψας ταῦτα ἕνωσον τῷ οἴνῳ, καὶ ἀπαφρίσας τὸ μέλι καὶ ἑνώσας ἅπαντα καὶ ἀναδήσας ἔα.

5

.

33

.

12

Στυρακάτον. Μέλιτος 𐆃 λ, στύρακος 𐆃 α, οἴνου 𐆃 ϛ· ἀπαφρίσας τὸ μέλι καὶ τρίψας τὸν στύρακα μῖξον, καὶ μετὰ τοῦ ἀπηφρισμένου μέλιτος ὄντος ἐν τῇ θυίᾳ μίξας τὸν οἶνον ἀναλαβὼν τῇ χειρί σου χρῶ.

5

.

33

.

13

Ἀψινθάτον. Εἰς τοὺς ν ξέστας τοῦ οἴνου βάλλε κόστου 𐆄 𐅶, φύλλου 𐆄 𐅶, ἀμώμου 𐆄 𐅶, κασίας 𐆄 𐅶, μέλιτος ξέστας ι, καὶ ἀψίνθιον τὴν βοτάνην, ἀπόβρεξον εἰς οἶνον ὀλίγον, καὶ τοῖς προειρημένοις ἐπίχει τοσοῦτον
5τοῦ ἀποβρέγματος ὅσον γευομένῳ σοι καλῶς ἔχειν φανῇ.

6

.

1

t

Περὶ κατακλίσεως, ἐκ τῶν Ἀντύλλου, 〈ἐκ τοῦ〉 δ λόγου τῶν ποιουμένων βοηθημάτων.

6

.

1

.

1

Τοῖς μὲν ὀξέως νοσοῦσι κατακεκλίσθαι συμφέρει (κοποῦσθαι γὰρ οἱ οὕτω κάμνοντες οὐ δέονται)· τοῖς δὲ χρονίως ἀρρωστοῦσι κατὰ τὰς ἐπισημασίας μόνον κατακλίνεσθαι συμφέρει· ἐν δὲ τοῖς διαλείμμασι καὶ

6

.

1

.

2

κινεῖσθαι οὐδὲν κωλύει μοχλείας δεομένοις καὶ ποικίλων ἐρεθισμῶν. τὸ δὲ σχῆμα τῆς κατακλίσεως τῶν μὲν περὶ τὴν κεφαλὴν πεπονθότων ἀνάρροπον ἔστω πλὴν τῶν φρενιτικῶν· τὸ γὰρ ὕπτιον ἐπὶ τούτων

6

.

1

.

3

αἱρούμεθα σχῆμα, διότι τὸ ἀνάρροπον ταρακτικόν πώς ἐστιν. καὶ ἐπὶ τῶν κατὰ τὸν θώρακα δὲ συμβαινόντων ἐπιτήδειος ὑψηλὴ κατάκλισις.

6

.

1

.

4

ἐπὶ δὲ δυσεντερικῶν καὶ κοιλιακῶν καὶ τῶν ὑστερικῶν παθῶν καὶ τῶν περὶ

6

.

1

.

5

τοὺς κενεῶνας τὸ ὕπτιον ἁρμόζει. ἐπὶ δὲ γονορροίας καὶ σατυριάσεως καὶ νεφρίτιδος ἐφ’ ὁπότερον οὖν τῶν πλευρῶν κατακλίνεσθαι συμφέρει· ἡ μὲν γὰρ γονόρροια καὶ ἡ σατυρίασις παροξύνεται, θερμαινομένων τῶν τόπων, ἐπειδὰν ὕπτιοι κατακλίνωνται· ἡ δὲ νεφρῖτις, θλιβομένης τῆς

6

.

1

.

6

ὀσφύος τούτῳ τῷ σχήματι. ἐπὶ δὲ τῶν ἀτροφούντων καὶ βραδυπεπτούν‐ των 〈ἡ〉 ἐπὶ τὸ ἀριστερὸν σύμφορος, ὡς ἂν περιπτυσσομένου τῇ γαστρὶ τοῦ ἥπατος καὶ θάλποντος αὐτήν· ἐν μέντοι ταῖς σκιρρώδεσι διαθέσεσι τοῦ ἥπατος καὶ ταῖς ἐξογκώσεσι καὶ ταῖς φλεγμοναῖς ταῖς ἀποστατικαῖς
5ἡ ἐπὶ τὸ δεξιὸν κατάκλισις ἀμείνων, ὥσπερ γε σπληνὸς ἐν τοιαύταις

6

.

1

.

7

διαθέσεσιν ὄντος ἡ ἐπ’ αὐτὸν κατάκλισις βελτίων. ἐπὶ δὲ στρόφου καὶ εἰλεοῦ καὶ τῶν περὶ τὸ κῶλον διαθέσεων τὸ μέσον τοῦ τε ὑπτίου καὶ τοῦ ἐπὶ τὸ ἀριστερὸν ἁρμόζει· παραφυλάξαι δ’ ἐπὶ τῶν κωλικῶν παρ‐

6

.

1

.

8

ηγοροῦν αὐτοὺς τὸ ἀνάρροπον ἐκ τῶν ποδῶν σχῆμα. πρηνὲς δὲ σχῆμα συμπληρωτικὸν μὲν κεφαλῆς καὶ τῶν αἰσθητηρίων· τοῖς δὲ τὴν κοιλίαν αὐτὴν ὀδυνωμένοις ἢ κατεψυγμένοις οὐκ ἀνάρμοστον τὸ σχῆμα τοῦτο.

6

.

2

t

Περὶ ἡσυχίας, ἐκ τοῦ αὐτοῦ λόγου.

6

.

2

.

1

Οἷς δ’ ἡ κατάκλισις ἁρμόζει, τούτοις καὶ ἡσυχία καὶ ἠρεμία· μά‐
λιστα δ’ ἁρμόζουσιν ἐν ταῖς ἀρχαῖς τῶν ἐπισημασιῶν καὶ ταῖς ἀνα‐

6

.

2

.

2

βάσεσιν ἐπί τε τροφῇ προσφάτως εἰλημμένῃ. καὶ πρὸ ὕπνου δὲ μέλ‐ λοντος ἁρμόδιος ἡσυχία.

6

.

3

t

Περὶ ἀσιτίας, ἐκ τοῦ αὐτοῦ λόγου.

6

.

3

.

1

Πλῆθος συστεῖλαι καὶ σαρκῶν καὶ αἵματος, ἄπεπτα σιτία πέψαι, πληρότητα κενῶσαι, ῥεύματα ξηρᾶναι, μάλιστα τὰ διὰ πλῆθος γινόμενα.

6

.

3

.

2

ἔτι παρηγορεῖ πλάδους· παρηγορεῖ δὲ καὶ ὀδύνας, οὐ τὰς ἀπὸ δρι‐ μύτητος γινομένας, ἀλλὰ τὰς διὰ πλήθους ἔνστασιν.

6

.

4

t

Περὶ ὕπνου καὶ ἐγρηγόρσεως· Γαληνοῦ.

6

.

4

.

1

Ὕπνος διὰ παντὸς μὲν ὑγραίνει, καθάπερ ἡ ἀγρυπνία ξηραίνει· οὐ διὰ παντὸς δὲ θερμαίνειν ἢ ψύχειν πέφυκεν, ἀλλ’ ὅταν μὲν ἀπυ‐ ρέτων ὄντων ἤτοι φλεγματώδεις ἢ ὠμοὺς ἢ ὁπωσοῦν ψυχροὺς χυμοὺς εὑρὼν ἐν τῷ σώματι κατεργάσηταί τε καὶ πέψῃ, χρηστὸν ἐξ αὐτῶν
5ἐργασάμενος αἷμα, θερμαίνει τὸν ἄνθρωπον αὐξήσει τῆς ἐμφύτου θερ‐ μασίας, ὅταν δ’ ἤδη πυρέττοντας ἐπὶ σηπεδόνι τοιούτων χυμῶν, ἐμψύξει,

6

.

4

.

2

τὴν μὲν πυρετώδη θερμασίαν σβεννύς, αὐξάνων δὲ τὴν οἰκείαν. ὅταν οὖν τὸ μὲν οἰκεῖόν τε καὶ 〈κατὰ φύσιν θερμὸν αὐξήσῃ τε καὶ ῥώσῃ, τὸ δ’ ἀλλότριόν τε καὶ〉 παρὰ φύσιν καθέλῃ τε καὶ μαράνῃ, δικαίως ἄν τις φαίη καθ’ ἕνα χρόνον ἐξ ὕπνου θερμότερον ἅμα καὶ ψυχρότερον ἑαυ‐

6

.

4

.

3

τοῦ γεγονέναι τὸ σῶμα. τῆς βλάβης δὲ τῆς ἐξ ὕπνου διττῆς ὑπαρ‐ χούσης, τῆς μὲν κοινῆς, ὅταν ἐν ταῖς ἀρχαῖς τῶν παροξυσμῶν οἱ κά‐ μνοντες κοιμηθῶσι, τῆς δ’ ἰδίας ἐπί τινων νοσημάτων, ὅταν ἐν ἄλλῳ καιρῷ, ταύτην ἡγητέον ἐπισφαλῆ τυγχάνειν· ἐκείνη γὰρ οὔτε θάνατον
5οὔτε ἄλλο τι σημαίνει, ἑπομένη τῇ φύσει τοῦ καιροῦ· συννεύει γὰρ εἰς τὸ βάθος τοῦ σώματος ἐν ταῖς ἀρχαῖς τῶν παροξυσμῶν ἡ θερμασία καὶ οἱ χυμοί, καὶ εἰ δή τις εἴη φλεγμονὴ περὶ σπλάγχνον, εἰκότως αὐξάνεται, καὶ εἰ χυμοί τινες εἰς τὴν γαστέρα συρρέοιεν, οὐχ ὅπως πέττονται, καθάπερ ἐν τοῖς ἄλλοις ὕπνοις, ἀλλὰ πολὺ πλείους γίνονται.

6

.

4

.

4

διὰ ταῦτά τοι καὶ παρακελευόμεθα τοῖς κάμνουσιν ἐγρηγορέναι τηνι‐ καῦτα, τὴν ἀπὸ τῆς ἐγρηγόρσεως ἐπὶ τὰ ἐκτὸς φορὰν τοῦ πνεύματος καὶ τοῦ αἵματος καὶ τῆς ἅμα αὐτοῖς θερμασίας ἀντιτάττοντες ὡς μέγα ἴαμα τῇ κατὰ τὰς ἐπισημασίας ἐπιγινομένῃ πρὸς τὸ βάθος αὐτῶν φορᾷ.

6

.

4

.

5

ἐπὶ δὲ τῶν ἐν τοῖς ἄλλοις καιροῖς ὕπνων [οἷς] ἀκολουθεῖ τοὐπίπαν ἐναργής τις ὠφέλεια, καὶ μάλιστα ὅταν ἐν ταῖς παρακμαῖς γενηθῶσιν· ὠφελοῦσι μὲν γὰρ ἐναργῶς ἐνίοτε καὶ κατ’ αὐτὰς τὰς ἀκμὰς γενό‐ μενοι, καί ποτε κἀν τοῖς τῶν ἀναβάσεων ἐσχάτοις, ὅσα συνάπτει ταῖς
5ἀκμαῖς· ἀλλ’ ἡ πασῶν ἐναργεστάτη τῶν ὠφελειῶν ἐν ταῖς παρακμαῖς

6

.

4

.

6

γίνεται. καὶ τοίνυν καὶ βλάπτοντες ἧττον μὲν ὀλέθριοι κατά τε τὴν ἀκμὴν καὶ τὴν αὔξησιν τοῦ παροξυσμοῦ, μάλιστα δ’ ἐν ταῖς παρακμαῖς· ἐν ᾧ γὰρ ἕκαστον ὠφελιμώτατόν ἐστιν, ἐὰν πρὸς τῷ μηδὲν ὠφελεῖν

6

.

4

.

7

ἔτι καὶ βλάπτῃ, θάνατον εἰκότως δηλώσει. βλάβαι δ’ ἐξ ὕπνων εἰσὶν αἱ ταῖς ὠφελείαις ἐναντίαι, τό τε τὸν πυρετὸν ἢ μὴ λύεσθαι πρὸς αὐτῶν ἢ καὶ παραύξεσθαι, καὶ τὰς ὀδύνας ἐπιτείνεσθαι, καὶ τὰ ῥεύ‐

6

.

4

.

8

ματα πλείω γίνεσθαι, καὶ τὰς φλεγμονὰς αὐξάνεσθαι. τῶν δὲ χυμῶν τοὺς μὲν πέψεως δεομένους ὕπνος ὠφελεῖ, τοὺς δὲ διαφορήσεως ἐγρή‐

6

.

4

.

9

γορσις. καὶ τὰς μὲν εἰς τὴν γαστέρα καὶ τὰ ἔντερα καὶ ἧπαρ τῶν

6

.

4

.

10

χυμῶν ῥοπὰς ἐπιτείνει μὲν ὕπνος, ἀντισπᾷ δ’ ἐγρήγορσις. ἐφ’ ὧν γε μὴν χυμῶν λεπτῦναί τε τὸ πάχος ἢ τὴν γλισχρότητα δεόμεθα χρήσι‐ μος ἐγρήγορσις, οὐ μὴν ἄμετρος· χρὴ γὰρ ἐν μέρει καὶ πέττειν αὐτούς,

6

.

4

.

11

ὅπερ ὕπνος ἐργάζεται. μεγίστη δὲ βλάβη τοῖς πάνυ ψυχροῖς χυμοῖς, ὅταν ἐπιτρέπῃ τις ἐφ’ ὅσον βούλονται κοιμᾶσθαι· ῥέπουσι μὲν γὰρ εἰς τοῦτο διὰ τὴν ψῦξιν· οὐ μὴν συμφέρει γε αὐτοῖς, ἀλλὰ τοσοῦτον ἐν ἅπασι τοῖς τοιούτοις ὑπνοῦν προσῆκεν, ὅσον ἀνακτήσασθαί τε τὴν δύναμιν
5ἐν ταῖς ἐγρηγόρσεσι κάμνουσαν ἐργάσασθαί τέ τινα πέψιν· ὁ μὲν γὰρ ὕπνος γίνεται, τῆς ἐμφύτου θερμασίας ἤτοι διὰ κάματόν τινα καὶ ξηρό‐ τητα πλείονα πρὸς τὴν τροφὴν ἐπιστραφείσης ἢ δι’ ἀμετρίαν ὑγρό‐ τητος ἀδυνατούσης ἐκτὸς ἀποτείνεσθαι· ἔστι δ’ ὁ μὲν πρότερος ὑγιει‐ νὸς καὶ κατὰ φύσιν, ὁ δὲ δεύτερος ῥηθεὶς οἷον ἐν κώμασί τε καὶ
10ληθάργοις.

6

.

5

t

Ἐκ τοῦ δ λόγου τῶν ποιουμένων, περὶ τῆς ἐξ ὕπνου ὠφελείας, Ἀντύλλου.

6

.

5

.

1

Ὕπνος ἀνίησι τὰ συντεταμένα καὶ μαλάσσει τὰ ἐσκληρυμμένα καὶ χεῖ τὰ συνεστῶτα καὶ τὰ ἀνώμαλα εἰς ὁμαλότητα καθιστᾷ ἔτι τε τοὺς κλόνους καὶ τὰς ψυχικὰς ταραχὰς καθίστησι καὶ τὸ πνεῦμα ὁμαλύνει

6

.

5

.

2

καὶ ῥεύματα ἵστησι, παχύνων τὰ ἐν τῷ σώματι ὑγρά. καιρὸς δ’ ὕπνου ἐν μὲν τοῖς διαλείπουσιν ὁ τῆς ἀνέσεως· εἰ δ’ ἐπιμήκης ὁ παροξυσμὸς
εἴη, ὅ τε τῆς ἀκμῆς καὶ ὁ τῆς παρακμῆς ἐπιτήδειοι, ὁ δὲ τῆς ἀρχῆς ἀλυσιτελέστατος· ὁμοίως δὲ καὶ ὁ πρὸ τῶν παροξυσμῶν ἀνεπιτήδειος.

6

.

5

.

3

ἐν δὲ τῇ ἐπιδόσει, εἰ μὲν βραχεῖα τυγχάνοι, οὐκ ἐπιτρεπτέον ὕπνον· εἰ δ’ ἐπιμήκης, εἰ μὲν μετὰ μέσην ἡμέραν γίνοιτο 〈τὰ〉 τῆς ἐπιδόσεως, κωλυτέον (φύσει γὰρ πᾶς ὕπνος δειλινὸς κακός), εἰ δὲ μετὰ μέσην νύκτα καὶ μάλιστα περὶ τὸν ὄρθρον μεσοῦσά πως ἡ ἐπίδοσις τύχοι,

6

.

5

.

4

συγχωρητέον. 〈ἐν〉 δὲ τοῖς συνεχέσι νὺξ μὲν ἡμέρας ἐπιτηδειοτέρα, νυκτὸς δ’ ἔτι βελτίω τὰ μετὰ τρίτην ὥραν, καὶ μάλιστα τὰ τελευταῖα· τῆς δ’ ἡμέρας ὅ τε ὄρθρος καὶ μέχρι μέσης ἡμέρας.

6

.

6

t

Περὶ ἐγρηγόρσεως, τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου.

6

.

6

.

1

Ἐγρήγορσις πλῆθος διαφορεῖ καὶ τὰ ἐν κοιλίᾳ ὑποβιβάζει καὶ πρὸς τὴν κάτω διέξοδον εὐτρεπίζει καὶ νωθρότητα διαλύει καὶ βάρος ἀποι‐ κονομεῖ καὶ τὰ ἐκλελυμένα ἐπιστρέφει καὶ τόνον τῇ τε φύσει τῇ τε

6

.

6

.

2

ψυχῇ περιτίθησιν, ἱδρῶτας ἐπέχει. τοῖς δὲ καθαιρομένοις ὑπὸ φαρ‐ μάκου παρεγγυητέον μέχρι τῆς παντελοῦς καθάρσεως ἐγρηγορέναι.

6

.

6

.

3

ἐγρηγορτέον δὲ καὶ ἐπὶ τροφῇ αὐτόθι εἰλημμένῃ καὶ ποτῷ καὶ ἐν ἐπισημασίᾳ καὶ πρὸ αὐτῆς, ὡς ἐν τῷ περὶ ὕπνου δεδήλωται τόπῳ.

6

.

6

.

4

ποιητικὰ δ’ ἐγρηγόρσεως τρῖψις σκληροτέρα χωρὶς λίπους, καὶ ἔτι μᾶλ‐ λον ἡ δι’ ὠμολίνων· τριβέσθω δὲ μάλιστα τὰ σκέλη· καὶ τὰ χρίσματα δ’ ὅσα δριμύτερα νίτρον ἢ εὐφόρβιον ἢ λιμνῆστιν ἢ κάγχρυ ἢ καρ‐ δάμωμον ἢ πύρεθρον ἢ ἀγρίαν σταφίδα ἢ κόκκον Κνίδιον ἢ νάπυ ἔχει·

6

.

6

.

5

καταπλάσματα δὲ τὰ διὰ νάπυος σκέλεσιν ἐπιβαλλέσθω. ποιητικὰ δ’ ἐγρηγόρσεως καὶ τὰ τοιαῦτα· κνισμὸς βίαιος, τιλμὸς τριχῶν, ὁλκὴ δα‐ κτύλων, σπαραγμὸς στομάχου διὰ καθέσεως δακτύλων, πρόσθετα ἐντιθέ‐ μενα τῇ ἕδρᾳ, ὧν 〈ἡ〉 ὕλη γέγραπται, ἔτι ὀσφραντῶν τὰ δυσώδη καὶ
5πταρμικά, φάρμακα δριμέα προσαγόμενα τοῖς ὄμμασιν ἢ αὐτὸ τὸ ἔλαιον ἐγχεόμενον, σικύαι τιθέμεναι κατὰ βουβώνων, ἐμβοήσεις συνεχεῖς, προσ‐ αγγελίαι ταραχώδεις, λόγοι ἐπιτρεπτικοί, θεάματα 〈φοβερά, ἀκούσματα

6

.

6

.

6

τραχέα. εἰ δὲ τὰ εἰρημένα βοηθήματα〉 οὐ μόνον ἐγρηγόρσεως ποι‐ ητικά, ἀλλὰ καὶ καταφορᾶς εἴη διαλυτικά, τί ἂν εἴη ἄτοπον;

6

.

7

t

Περὶ λαλιᾶς, τοῦ αὐτοῦ, ἐκ τοῦ δ λόγου.

6

.

7

.

1

Ἡ λαλιὰ κεφαλῆς μὲν ἔχει τι συμπληρωτικὸν καὶ βάρους ἐμποι‐ ητικόν· ἔστι δὲ καὶ δυνάμεως καταλυτική, μάλιστα ἐν πυρετοῖς καὶ ἔτι μᾶλλον κατὰ τὰς ἐπισημασίας, καὶ δίψους ποιητικὴ καὶ γλώσσης ξη‐

6

.

7

.

2

ραντικὴ 〈καὶ ἐμέτων προκλητική〉. ἀνάρμοστος δὲ καὶ ὀφθαλμιῶσι καὶ αἱμορραγοῦσιν ἐκ μυκτήρων, μάλιστα δὲ τοῖς αἷμα ἀνάγουσιν· ἐπιτή‐ δειος δὲ τοῖς εἰς ὕπνον ἀμέτρως καταφερομένοις.

6

.

8

t

Περὶ ἀναφωνήσεως, τοῦ αὐτοῦ, ἐκ τοῦ δ λόγου.

6

.

8

.

1

Γυμνάσιον μέν ἐστι θώρακος καὶ τῶν φωνητικῶν ὀργάνων ἀνα‐ φώνησις, καὶ πρό γε τούτων τῆς φυσικῆς θερμασίας, τὴν μὲν θερ‐ μασίαν αὔξουσα καὶ καθαίρουσα καὶ τονοῦσα καὶ λεπτύνουσα, τὰ δὲ τοῦ σώματος μέρη στερρὰ καὶ εὔτονα καὶ καθαρὰ καὶ δυσπαθῆ κατα‐

6

.

8

.

2

σκευάζουσα. χρώμεθα δ’ ἀναφωνήσει ποτὲ μὲν ὑπὲρ πάθους θερα‐ πείας, ἤτοι φωνῆς κεκμηκυίας ἢ καὶ παντὸς τοῦ σώματος, ποτὲ δ’ ὑπὲρ

6

.

8

.

3

διορθώσεως φωνῆς πεπονθυίας κατὰ πάθος ἢ ἐκ φύσεως. ἁρμόζει δὲ στομαχικοῖς ἐμέτοις, ὀξυρεγμιῶσι, φιλαπέπτοις, τοῖς πολυφλεγμάτοις δὲ κατάλληλος καὶ γυναιξὶ ταῖς ἐν κίσσῃ· τοῖς δὲ περὶ κεφαλὴν πάθεσιν ἀνάρμοστος, συμπληρωτικόν τι ἔχουσα καὶ αὐτῆς καὶ τῶν ἐν αὐτῇ αἰσθη‐

6

.

8

.

4

τηρίων. ἁρμόζει καὶ ἀνορέκτοις καὶ ἀτρόφοις, μάλιστα δὲ παρέτοις καὶ ὑδρωπικοῖς καὶ ἀσθματικοῖς, ἀναλήψεσί τε ταῖς ἀπὸ νόσων καταλληλο‐

6

.

8

.

5

τάτη. ἐπειδὴ δὲ καὶ φωνὴ κάμνει ποτὲ μὲν διὰ πολλὴν λαλιὰν καὶ ἄμετρον, ποτὲ δὲ διὰ βοῆς μέγεθος, ποτὲ δὲ δι’ ὀξύτητα καὶ συντονίαν, κάμνει δὲ καὶ διὰ σιωπήν, οἷον ἐπιλανθανομένη τῶν ἰδίων ἔργων, χρή‐ σιμος ἐπὶ πᾶσι τοῖς εἰρημένοις ὁ τῆς ἀναφωνήσεως τρόπος, τὸ μὲν
5πλῆθος τῆς λαλιᾶς ἐπιδιαλύων, τὴν δ’ ἐκ τοῦ μεγέθους τῆς βοῆς γε‐ γονυῖαν ἰωμένη 〈βλάβην〉 τῇ τε πραείᾳ καὶ ἠρέμα καθαιρέσει, τὴν δ’

6

.

8

.

6

ὀξύτητα τῷ κατασπασμῷ πρὸς τοὺς βαρεῖς φθόγγους. ὁ δ’ ἐκ τῆς σιγῆς, εἰ καὶ μὴ κυρίως καλεῖται κάματος φωνῆς, ἀλλὰ τό γε ἀνάλογόν τι πέπονθε καμάτῳ· χρήσιμος καὶ ἐπὶ τούτου τοῦ εἴδους ἡ ἀναφώνησις, γυμνάζουσα τὴν φωνήν· [ἢ] καὶ τῶν ὀργάνων δὲ τῶν φωνητικῶν κεκμη‐
5κότων καὶ παντὸς τοῦ σώματος ἠτονηκότος ἢ κεκοπωμένου, χρήσιμος εἰς ἀποθεραπείαν.

6

.

9

t

Τίς ὁ τῆς ἀναφωνήσεως τρόπος· τοῦ αὐτοῦ, ἐκ τοῦ δ λόγου.

6

.

9

.

1

Δεῖ δὲ τὸν μέλλοντα ἀναφωνεῖν, κοιλίας ἀποδεδωκυίας τριψά‐ μενον ἡσυχῇ, καὶ μάλιστα τὰ κάτω μέρη, τό τε πρόσωπον ἀποσπογ‐ γισάμενον ἢ ἀπονιψάμενον ἠρέμα τε προλαλήσαντα καὶ μέτρια διαστή‐ σαντα, βέλτιον δὲ καὶ προπεριπατήσαντα, οὕτως ἐπὶ τὴν ἀναφώνησιν

6

.

9

.

2

ἔρχεσθαι. ἀναφωνείτω δ’ ὁ μὲν οὐκ ἄπειρος παιδείας ἃ μέμνηται, καὶ ἃ δοκεῖ γλαφυρὰ εἶναι, καὶ ὅσα πολλὰς μεταβολὰς ἔχει λειότητός τε

6

.

9

.

3

καὶ τραχύτητος· εἰ δ’ ἀνεπιστήμων ἐπῶν εἴη, ἰαμβεῖα λεγέτω· τρίτην

6

.

9

.

4

δὲ χώραν ἐλεγεῖα ἐχέτω· τετάρτην δὲ μέλη. ἄμεινον δ’ ἀποστοματίζειν

6

.

9

.

5

ἤπερ ἀναγινώσκειν τὸν ἀναφωνοῦντα. δεῖ δὲ πρῶτα μὲν ἐπὶ τῶν βαρυτάτων φθόγγων ἀναφωνεῖν, ὡς οἷόν τε μάλιστα κατασπάσαντα τὴν φωνήν, εἶτα ἐπὶ τοὺς ὀξυτάτους φθόγγους ἀνάγειν, κἄπειτα μὴ ἐπὶ πολὺ διατρίψαντας ἐπὶ τῆς ὀξύτητος αὖθις ἀνακάμπτειν ὀπίσω,
5κατὰ βραχὺ ποιουμένους τὴν ὕφεσιν τῆς φωνῆς, ἄχρις ἂν ἐπὶ τὴν

6

.

9

.

6

βαρυτάτην ἔλθωμεν, ἀφ’ ἧς ἠρξάμεθα. μέτρον δὲ παρά τε τῆς δυνά‐ μεως καὶ τῆς προθυμίας καὶ τοῦ ἔθους ληπτέον.

6

.

10

t

Ἐκ τῶν Ἀντύλλου, περὶ ὑγιεινῆς ἀναφωνήσεως.

6

.

10

.

1

Τὴν διὰ τῆς φωνῆς γυμνασίαν κατὰ τρόπον ἀσκουμένην πείρᾳ μαθὼν ἁπάντων οὖσαν τῶν παραγγελμάτων ἀνυτικωτάτην εἰς ὑγείας ἀσφάλειάν τε καὶ φυλακήν, ἐσπούδασα τήν τε φύσιν τοῦ βοηθήματος

6

.

10

.

2

καὶ τὰς μεθόδους κατ’ ἐμὴν δύναμιν ἀναγράψαι. τίς δ’ ἐστὶν ὁ τῆς ἀληθινῆς περὶ φωνὴν ἀσκήσεως τρόπος εἰς σώματος βεβαίαν ὑγείαν καὶ

6

.

10

.

3

πολυχρονιότητα, ῥητέον ἤδη. ὑπὸ πνεύματος γίνεται πᾶσα φωνὴ κατ’ ἀναπνοὴν καὶ ἐκπνοὴν ταμιευομένου καὶ τυπωθέντος ὑπὸ τῶν εἰς αὐτὸ τοῦτο δεδημιουργημένων ὑπὸ τῆς φύσεως ὀργάνων, ὥστε αὐτῆς ὕλην μὲν εἶναι τὸν ἀναπνεόμενον ἀέρα, τέχνην δέ, εἰ χρὴ τοῦτον εἰπεῖν

6

.

10

.

4

τὸν τρόπον, τὰ διαπλάττοντα τὸν ἀέρα μέρη τοῦ σώματος. ἀνάγκη δὴ οὖν τὰς ἀρετὰς καὶ κακίας αὐτῆς ἤτοι περὶ τὸ πνεῦμα ἢ περὶ τὰ τυποῦντα τοῦτο συμβαίνειν ὄργανα· ταῦτα δ’ ἐστὶν ἡ τῶν ἄκρων τῆς ἀρτηρίας τόπων, τῆς ἐπιγλωσσίδος ὀνομαζομένης, καὶ τῶν τοῦ στόματος
5μερῶν, γλώσσης, ὑπερῴας, ὀδόντων, χειλῶν σύμμετρος καὶ κατὰ τὴν

6

.

10

.

5

ἐνέργειαν εὐδιοίκητος ἁρμονία. διασκεπτέον οὖν, ὁποῖός τις ὢν ὁ ἀὴρ

6

.

10

.

6

καὶ πῶς οἰκονομούμενος ἀρίστην ἀποδείκνυσι τὴν φωνήν. κατὰ μὲν τοὺς ὀξυτάτους τῶν φθόγγων συνθλίβεσθαι συμβαίνει καὶ στενοῦσθαι τόν τε τράχηλον καὶ τὸν ἀνθερεῶνα, προσπιεζομένων ἰσχυρῶς ἄνω τοῖς περὶ τὸν γαργαρεῶνα τόποις τῶν τελευταίων τῆς γλώσσης μερῶν,
5καὶ ἀναλόγως τὸ λοιπὸν σῶμα συνισχναίνεσθαι τοῖς προειρημένοις μέ‐ ρεσι, σύμμετρόν τε τῇ διαστάσει τῶν τόπων ἀέρα διέρχεσθαι· κατὰ δὲ τὰς τῶν ὑπάτων ἐκφωνήσεις τε καὶ μελῳδίας τόν τε τράχηλον, ὡς οἷόν τε μάλιστα, διευρύνεσθαι καὶ πλατύνεσθαι, τὰ σώματά τε τῆς γλώττης τελευταῖα ἀπὸ τῶν κατὰ τὸν γαργαρεῶνα τόπων ἐπὶ μέγα
10διεστηκέναι, καὶ πολὺ δι’ αὐτῶν κατὰ τὴν ἀναφώνησιν ἐκφυσᾶσθαι πνεῦμα, τό τε λοιπὸν σῶμα πᾶν ἀνίεσθαι καὶ διὰ τὴν ἀραιότητα χα‐

6

.

10

.

7

λᾶσθαι. τὴν μὲν οὖν τῶν ὀξυτέρων φθόγγων γυμνασίαν καὶ τὴν
ἄχρηστον [τῆς] ἀπὸ τῶν ὑπάτων κατὰ μικρὸν ἐπίτασιν ἢ τὴν παραυ‐ ξήσεως φιλοτεχνίαν δεῖ πολλὰ χαίρειν ἐᾶν· τί γὰρ 〈ἂν〉 εἰς ἀσφάλειαν σώματος εὐμέλεια καὶ χρηστοφωνία συμβάλλοιτο; τὸν δὲ τῶν βαρυ‐
5τέρων φθόγγων ἦχον ἀσκῶμεν· φαίνεται γὰρ μεγίστη τις εἶναι μοῖρα καὶ κυριωτάτη πρὸς ἀρετὴν φωνῆς ἀὴρ ὡς πλεῖστος εἰς τὸ σῶμα κατ’ ἀναπνοὴν ἑλκόμενος διά τε τῆς ἀρτηρίας καὶ τῶν ἄλλων τῶν εἰς τὴν ἐπιφάνειαν ἀνεστομωμένων ἀδήλων πόρων· τοῦτο δ’ ἂν γένοιτο μά‐ λιστα ὑπὸ πολλῆς τῶν ἐπισπωμένων αὐτὸν ἀγγείων εὐρύτητος· ἡ δ’
10εὐρύτης ὑπ’ ἀσκήσεως ἐπιμελοῦς γίνεται, διιστάντων δὲ καὶ διευρυ‐ νόντων ἐπίτηδες ἡμῶν τοὺς πόρους καὶ κατὰ μικρὸν ὡς πλεῖστον δέ‐ χεσθαι προσβιαζομένων καὶ πάλιν ἐκφυσᾶν ἀέρα· πάσας γὰρ ὀλίγου δεῖν τὰς ἀρετὰς τῆς ἐκφωνήσεως εὑρήσομεν ὑπὸ τοῦ περὶ τὸ πνεῦμα πλήθους ἐνεργουμένας. οὔτε γὰρ ἰσχυρὸν ἄν τις φθέγξαιτο πώποτε,
15μὴ σφοδρῷ τῷ πνεύματι διὰ τὸ πλῆθος χρώμενος, οὔτε μέγα τι, 〈μὴ〉 τούτου περιουσίᾳ χορηγούμενος, οὔτε μακρὸν διατεῖνον χρόνον, εἰ μὴ τῷ μήκει τῆς φωνῆς ἐπαρκοίη τὸ τοῦ πνεύματος πλῆθος, οὔτε πυ‐ κνὸν ἢ λαμπρὸν ἢ πλῆρες, εἰ διὰ μικρότητα τῆς ἐμπνεύσεως καὶ ἀσθέ‐ νειαν διάκενον καὶ σομφὸν καὶ χαῦνον ἐκπέμποι τὸν ἦχον, οὔτε ἂν
20ὁλοκλήρους καὶ σαφεῖς ἀποδοίη τὰς λέξεις, εἰ διὰ βραχύτητα τοῦ πνεύ‐ ματος ὑποκλέπτοι καὶ κωλύοι τὰ λεγόμενα καὶ μὴ δύναιτο ἐξαρκεῖν, οὔτε ἂν ἄλλο οὐδὲν κατορθώσειέ ποτε φωνῇ, μὴ πολλῷ καὶ δαψιλεῖ

6

.

10

.

8

τῷ πνεύματι χρώμενος. ἐπειδὴ τοίνυν φαίνεται μεγίστη μοῖρα πρὸς τὰς τῆς φωνῆς ἀρετὰς εἶναι τὸ πλῆθος τοῦ κατ’ ἀναπνοὴν ἀέρος, πρὸ πάντων τούτου τοῖς φωνὰς ἀσκοῦσι φροντιστέον· τίς δ’ ἐστὶν ὁ τρόπος

6

.

10

.

9

αὐτοῦ τῆς ἐπιμελείας, ῥητέον. ἐπεὶ τοίνυν ἡ εἰς ἡμᾶς ὁλκὴ τοῦ πνεύ‐ ματος διαστελλομένου τοῦ τε θώρακος καὶ τῆς κοιλίας καὶ τῶν καθ’ ὅλην τὴν σάρκα πόρων γίνεται (βίᾳ γὰρ ὁ ἀὴρ εἴσω ὠθεῖται πρὸς τὴν ὑπὸ τῆς διαστάσεως γεννηθεῖσαν εὐρυχωρίαν κατὰ τὴν φυσικὴν τοῦ
5πληροῦσθαι τὸ κενούμενον ἀνάγκην), ἀθροῦν μὲν εἰσερχόμενον διὰ ῥινῶν καὶ στόματος, πολὺ δὲ καὶ διὰ τῶν καθ’ ὅλην τὴν ἐπιφάνειαν πόρων, τοσούτῳ δὲ πλείονα δεξόμεθα τὸν ἔξωθεν εἰς ἑαυτοὺς ἀέρα, ὅσῳπερ ἂν μείζονα τὴν τῶν ἐφελκυσομένων αὐτὸν τόπων εὐρυχωρίαν

6

.

10

.

10

ποιήσωμεν. διὰ τοῦτο οἱ μὲν πυκνοὶ καὶ στενόποροι μικρόφωνοί τε
καὶ τοῖς ἤχοις ἀσθενεῖς· οἱ δ’ ἀραιοὶ καὶ τοῖς ἀγγείοις ἀνεῳγότες ἰσχυ‐ ρόφωνοι· παῖδές τε οὖν καὶ γυναῖκες καὶ εὐνοῦχοι τῶν ἀνδρῶν ἀσθε‐ νέστεροι περὶ φωνὴν διὰ στενότητα πόρων, καὶ οἱ ἄρρωστοι τῶν ὑγι‐

6

.

10

.

11

αινόντων. ἐπειδὴ τοίνυν ἀποδέδεικται, τῶν μὲν περὶ τὴν φωνὴν κατ‐ ορθωμάτων αἴτιον εἶναι τὸ πλῆθος τοῦ κατ’ ἀναπνοὴν ἑλκομένου πνεύματος, τούτου δὲ τὴν τῶν πόρων εὐρύτητα καὶ διάστασιν, λοιπὸν

6

.

10

.

12

ἂν εἴη σκοπεῖν, πῶς ἂν αὕτη γένοιτο. ἐπεὶ οὖν πᾶσα σώματος εὐρυ‐ χωρία καὶ κοιλότης κατὰ δύο τρόπους αὔξεται καὶ διίσταται, κατὰ μικρὸν ἤτοι τῶν περιεχόντων τὰς κοιλότητας χιτώνων περισαττομένων εἰς τὸ κύκλῳ πάντοθεν, ἢ τῶν ἐναρμοζομένων εἰς αὐτὸ σωμάτων ἐκ
5προσαγωγῆς παραυξανομένων, δι’ ἀμφοτέρων φροντιστέον ἡμῖν καὶ

6

.

10

.

13

εὐρυντέον τοὺς πόρους. πύκνωσιν μὲν δεῖ πᾶσαν καὶ τὰς ταύτης αἰτίας φεύγειν, ἀνίεσθαι δ’ ὡς μάλιστα, μὴ κατατεινόμενον εἰς μῆκος, κεχυ‐

6

.

10

.

14

μένον δ’ εἰς πλάτος διαφυλάττειν τὸν ὄγκον. πρὸς δὲ τούτοις παρ‐ αύξειν δεῖ τὸν ἀέρα, κατά τε τὰς εἰσπνοὰς κατὰ μικρὸν προσβιαζόμενον ἀναπνεῖν πλεῖον, προδιιστάντα ἐπίτηδες τὰ δεξόμενα αὐτὸν ἀγγεῖα, καὶ πάλιν πειρώμενον ἐκ προσαγωγῆς ὡς πλεῖστον ἐκκρίνειν εἰς τὸ ἔξω
5καὶ τὸ προεισεληλυθὸς πνεῦμα ἐκθλίβειν καὶ κενοῦν βιαιότερον· ἥ τε γὰρ τῆς σαρκὸς ἄνεσις καὶ χύσις παρέξεται τὴν εὐρύτητα τοῖς πόροις, ὅ τε κατὰ τὴν τοῦ πλείονος ἀέρος ἀναπνοὴν προσβιασμὸς ἐπὶ μεῖζον αὐτοὺς ἀεὶ προσδιαστήσει πλάτος, ἥ τε κατὰ τὴν ἐκπνοὴν προσλιπά‐ ρησις τοῦ πλεῖστον ἀποδιδόναι τὸ πνεῦμα μεγάλως διίστησι τοὺς πό‐
10ρους· ὅσῳ γὰρ ἄν τις μᾶλλον ἐπιτηδεύσας κενώσει τὸν θώρακα τοῦ πνεύματος κατὰ τὴν ἐκπνοήν, τοσούτῳ πλείονος ἀέρος πάλιν εἰς τὸν

6

.

10

.

15

ἀντικαταχωρισμὸν τοῦ δεδαπανημένου δεήσεται. ἡ μὲν οὖν διὰ τῆς φωνῆς ἄσκησις ἀραιοῖ τὸ σῶμα τῇ διαστάσει τῶν πόρων, τὰ δ’ ἄλλα γυμνάσια πάντα πιλοῖ τὰς σάρκας καὶ πυκνοῖ καὶ συστρέφει· κἀκείνη μὲν κοῦφον ἀποτελεῖ τὸν ὄγκον διὰ τὴν τῶν μεταξὺ πόρων εὐρύτητα,

6

.

10

.

16

ταῦτα δ’ ἐμβριθῆ καὶ στιβαρὸν καὶ βαρύν. καὶ διὰ μὲν τῆς φωνασκίας 〈ἐκ〉 τῆς διὰ ταύτην γινομένης ἀραιότητος ἐνδοτικὴν καὶ πρὸς πᾶσαν ἐνέργειαν εὐμεταχείριστον πλαττομένην ἰδεῖν ἔστι τὴν σάρκα, διὰ δὲ τῶν ἄλλων γυμνασίων ἀντίτυπον καὶ σκληρὰν καὶ δυσαίσθητον· διὸ
5καὶ τὴν γνώμην ἠλιθιώτεροι γίνονται τῶν ἰδιωτῶν οἱ πολλοὶ τῶν ἀθλη‐

6

.

10

.

17

τῶν. προκριτέον οὖν ἡ διὰ τῆς φωνασκίας ἄσκησις· πρῶτον μὲν γὰρ αὐταῖς ταῖς ἀναγνώσεσι καὶ προφοραῖς φανερὰς ποιεῖται τῶν πλεονα‐ ζόντων ὑγρῶν τὰς ἐκκρίσεις, τοῖς μὲν συντονώτερον ἀναγινώσκουσι
μᾶλλον καὶ δι’ ἱδρώτων, τοῖς δ’ ἐπιεικέστερον ἐντεινομένοις διὰ τῆς
5ἀδήλου γινομένης ἀποφορᾶς καθ’ ὅλον τὸν ὄγκον, πᾶσι δ’ ὁμοίως διά τε τῆς κατὰ τὴν προφορὰν ἐκπνοῆς πολλῶν ἐκφυσωμένων ὑγρῶν, καὶ κατὰ τὸν ἐπιγινόμενον ὑπὸ τῆς ἐκφωνήσεως ἐρεθισμὸν καὶ ἀπολεπτυ‐ σμὸν πολλῶν περιττωμάτων ἀναχρεμπτομένων καὶ πτυέλων καὶ μύξης

6

.

10

.

18

καὶ φλέγματος προχωρούντων. γίνεται δὲ καὶ κατὰ τὴν σύντονον ἀνα‐ πνοὴν ἐκ τῆς φωνασκίας κατασκευαζομένην, ἀνευρυνομένων τῶν ἀγ‐ γείων, ἀπανάλωσις πολλὴ τῶν ὑγρῶν ἀδήλως τε κατὰ τὴν ἐπιφάνειαν

6

.

10

.

19

τοῦ σώματος καὶ διὰ ῥινῶν ἐκφυσωμένων καὶ διὰ στόματος. τοῖς γε μὴν ἀναθερμασίας δεομένοις διὰ ψυχρότητα τίς ἂν ἄλλη προσφορω‐ τέρα γένοιτο βοήθεια τῆς κατὰ τὴν ἠσκημένην ἀναπνοὴν ἐνεργείας; τὸ γὰρ πνεῦμα τὴν ἐν ἡμῖν θερμασίαν τῷ πολυκινήτῳ τῆς φορᾶς κατὰ
5τὴν παράτριψιν ἐγείρει καὶ ζωπυρεῖ, τοσαύτην ἀποτελοῦν διὰ τὸ τῆς ἐνεργείας ἀδιάλειπτον ἐν τῷ σώματι πύρωσιν, ὥστε, εἰ μὴ παρ’ ἕκα‐ στον ἀναψύχομεν ἑαυτοὺς τῇ διὰ τῆς ἀναπνοῆς καταψύξει, λαθεῖν ἂν

6

.

10

.

20

ὅμοια παθόντας τοῖς εἰς πολλὴν ἐμπεσοῦσιν 〈ἔγκαυσιν. ὅτι μὲν οὖν τὴν ἀπανάλωσιν〉 τῆς πλείονος ἐν ἡμῖν ὑγρασίας καὶ τὴν τῆς σφοδρο‐ τάτης καταψύξεως ἐπανόρθωσιν οἱ κατὰ τρόπον πεφωνασκηκότες κα‐

6

.

10

.

21

λῶς ἔχουσιν, εἴρηται. τό γε μὴν ξηρὸν ἢ τὸ θερμὸν ἐὰν ἐν τοῖς σώμασι πέρα τοῦ μετρίου δοκῇ πλεονάζειν, ὁ πολὺς διὰ τὴν εὐρύτητα τῶν πόρων κατὰ τὴν ἀναπνοὴν εἰσιὼν ἀὴρ ἀνυγραίνοι ἂν μάλιστα τὰ κατεξηραμμένα καὶ μαλάσσοι τὴν ὑπὸ τῆς ξηρασίας ἀπειργασμένην σκλη‐

6

.

10

.

22

ρότητα, λεπτομερέστερος ὢν καὶ ὑγρότερος παντὸς ὕδατος. τήν γε μὴν ἐν τοῖς σώμασι τοῦ μετρίου πλείονα θερμασίαν τί χρὴ λέγειν ὡς οὐδὲν ἂν καταψύξαι καὶ σβέσαι μᾶλλον τοῦ κατὰ τὴν ἀναπνοὴν ἑλκο‐

6

.

10

.

23

μένου διηνεκῶς ἀέρος; δεῖ τοίνυν ἀναγινώσκειν τε πολλάκις προφέ‐ ρεσθαί τε, τὸ σῶμα πᾶν ἀνιέντας, καὶ κεχυμένης τῆς σαρκὸς εἰς ἀραίω‐ σιν, διιστάντας ἐπίτηδες τήν τε ἀρτηρίαν καὶ τὰς ἄλλας διεξόδους τοῦ πνεύματος, κατὰ τὰς βαρυτάτας φθέγγεσθαι τῆς φωνῆς ἀπηχήσεις, τοῖς
5μὲν ἐπὶ τὰς νήτας ἐκ προσαγωγῆς φιλοτέχνως ἀναβαίνουσι φθόγγοις πολλὰ χαίρειν λέγοντας (ἰσχύος μὲν γὰρ καὶ δυνάμεως καὶ ἐπιτάσεως πόρων ἀλλοτριώτατον φωνῆς ὀξύτης, εὐμελείᾳ δὲ καὶ ποικιλίᾳ φθόγ‐ γων μεταβολαῖς 〈τε〉 εὐκράτοις μελῶν πρόσφορον, ὧν οὐδὲν ἂν εἰς σώματος ὑγιεινὴν ἀσφάλειαν εὑρεθείη χρήσιμον), ταῖς δὲ κατὰ τὰς
10ὑπάτας ἐκφωνήσεσι πλατύνειν, ὡς οἷόν τε μάλιστα, τὸν ἦχον βιαζο‐ μένους· φανερώταται γὰρ ἀπαναλώσεις γίνονται τῆς ἔνδον ὑγρασίας

6

.

10

.

24

τοῖς ἀναγινώσκουσιν ἀκουστὸν ἢ διαλεγομένοις. δηλοῖ δ’ ὅ τε θεωρού‐ μενος ἐπὶ τῶν ἀναγινωσκόντων ἀθροῦς ἐκ τοῦ στόματος ἐξιὼν ἀτμὸς καὶ τῶν παλαιοτέρων χυμῶν αἱ κατὰ τὰς ἀποτεταγμένας ἑκάστῃ τῶν διεξόδων διεκκρινόμεναι περιττώσεις, οὐ μόνον κατὰ τὰς λεγομένας
5ἐκπνοάς, ἀλλὰ καὶ παραχρῆμα φανερῶς διά τε πτυέλων καὶ μύξης καὶ φλέγματος ἐν ταῖς ἀποχρέμψεσι, δι’ ὧν ἁπάντων ἀποτρίβεται τὸ σῶμα

6

.

10

.

25

τὰς νοσοποιοὺς αἰτίας. χρηστέον δὲ ταῖς εἰρημέναις τῆς φωνῆς ἐνερ‐ γείαις οὔτε εἰκῇ οὔτε ἀπερισκέπτως, καὶ μάλιστα τοῖς ἀσυνήθως ἐπὶ τὴν εἰρημένην ἄσκησιν ἐρχομένοις, ἀλλὰ μήτε φαύλων καὶ διεφθαρ‐ μένων μεστοὺς ὄντας ὑγρῶν μήτε ἐπὶ μεγάλαις τοῦ στομάχου καὶ
5φανεραῖς ἀπεψίαις ἐπὶ τὴν διὰ τῆς φωνῆς γυμνασίαν ἀφικνεῖσθαι, ὅπως ἂν μὴ πλείων ἀνάδοσις τῶν διεφθαρμένων ἀτμῶν εἰς τὸ σῶμα γένη‐ ται διὰ τῆς κατὰ τὴν εἰσπνοὴν καὶ πάλιν ἐκπνοὴν ἐνεργείας εὐτονω‐ τέρας τε καὶ βιαιοτέρας γινομένης ἐν τῇ τῆς φωνῆς εἰς μέγεθος καὶ πλῆθος παραυξήσει.

6

.

11

t

Ἐκ τῶν Γαληνοῦ, περὶ γυμνασίων.

6

.

11

.

1

Οὐ πᾶσα κίνησις γυμνάσιόν ἐστιν, ἀλλ’ ἡ σφοδροτέρα μόνον· ἐν δὲ τῷ πρός τι τὸ σφοδρόν· εἴη ἂν οὖν ἡ αὐτὴ κίνησις ἑτέρῳ μὲν

6

.

11

.

2

γυμνάσιον, ἑτέρῳ δ’ οὐ γυμνάσιον. ὅρος δὲ τῆς σφοδρότητος ἡ τῆς ἀναπνοῆς ἀλλοίωσις, ὡς αἵ γε κινήσεις οὐκ ἀλλοιοῦσι τὴν ἀναπνοήν,

6

.

11

.

3

οὔπω καλοῦσι ταύτας γυμνάσια. ἐπεὶ τοίνυν κίνησίς ἐστι σφοδρὰ τὸ γυμνάσιον, ἀνάγκη τρία μὲν πρῶτα ταῦτα γίνεσθαι πρὸς αὐτοῦ κατὰ τὸ γυμναζόμενον σῶμα, τήν τε σκληρότητα τῶν ὀργάνων ἀλλήλοις παρατριβομένων καὶ τῆς ἐμφύτου θερμότητος αὔξησιν τήν τε τοῦ πνεύ‐
5ματος κίνησιν βιαιοτέραν, ἕπεσθαι δὲ τούτοις τἄλλα σύμπαντα κατὰ μέρος ἀγαθὰ τοῖς σώμασιν ἐκ γυμνασίων γινόμενα, διὰ μὲν τὴν σκλη‐ ρότητα τῶν ὀργάνων τήν τε δυσπάθειαν αὐτῶν καὶ τὴν πρὸς τὰς ἐνεργείας εὐτονίαν, διὰ δὲ τὴν θερμότητα τήν τε τῶν ἀναδιδομένων ὁλκὴν ἰσχυροτέραν καὶ τὴν ἀλλοίωσιν ἑτοιμοτέραν καὶ τὴν θρέψιν βελ‐
10τίονα καὶ χύσιν αὐτῶν τῶν σωμάτων, ἐφ’ ᾗ χύσει τὰ μὲν στερεὰ μαλακώτερα, τὰ δ’ ὑγρὰ λεπτότερα, τοὺς πόρους δ’ εὐρεῖς γίνεσθαι συμβαίνει· διὰ δὲ τὴν τοῦ πνεύματος ἰσχυρὰν κίνησιν ἐκκαθαίρεσθαι

6

.

11

.

4

τοὺς πόρους ἀναγκαῖον ἔσται καὶ κενοῦσθαι τὰ περιττώματα. θερμαίνει μὲν οὖν καὶ ξηραίνει τὰ γυμνάσια διαφοροῦντα τὰς περιττὰς ὑγρότη‐ τας, νόσους δ’ ἐργάζεται ψυχρὰς ἢ ὑγρὰς κατὰ συμβεβηκός· ἐπὶ γοῦν
τῶν ἠθροικότων φλέγμα πλέον χεῖ τὸ συνεστὸς τοῦ χυμοῦ καὶ ῥυῆναι
5πρός τι τῶν κυρίων μερῶν ἀναγκάζει, καὶ οὕτως, ψυχθέντος ἢ ὑγραν‐ θέντος κυρίου τινὸς μορίου, τὸ ὅλον σῶμα ψυχρὰν ἢ ὑγρὰν ἴσχει διά‐

6

.

11

.

5

θεσιν. καὶ τοίνυν καὶ ἀργίαι κατὰ μὲν τὸ πλεῖστον ἀθροίζουσι πλῆθος ψυχρόν, ἐν δὲ τῷ σπανίῳ καὶ θερμαίνουσιν, ὅταν ἡ φύσις τοῦ σώμα‐ τος ᾖ δύσκρατος, ὡς ἀπορροὰς ἔχειν δριμείας· ἐπεὶ γὰρ ἐν ταῖς παν‐

6

.

11

.

6

τελέσιν ἀργίαις ἴσχονται, καὶ πυρεκτικὴν ἀθροίζουσι θερμότητα. καὶ μέντοι καὶ ξηραίνουσιν ἀργίαι κατὰ συμβεβηκός, ἀρρώστους ἐργαζό‐ μεναι τὰς δυνάμεις, καθ’ ἃς ἀνάδοσίς τε τῆς τροφῆς .... τὰ στερεὰ

6

.

11

.

7

μόρια ξηραίνει. χρὴ δ’ οὐδαμῶς ἀμελεῖν τῶν τοῦ σώματος κινήσεων, ὥσπερ ἔνιοι τῶν περὶ τὰ μαθήματα φιλοπόνως ἐχόντων, ἀλλ’, ὡς οἷόν τε, κινητέον ὅλον τε αὐτὸ καὶ τὰ μόρια κινήσεις ἰσοσθενεῖς, πάντα μεταχειριζόμενον τὰ τῶν γυμνασίων εἴδη, δι’ ὧν ἕκαστον τῶν μορίων

6

.

11

.

8

τὰς οἰκείας ἐνεργείας ἐνεργήσει. χρησιμώτεραι δ’ εἰσὶ κινήσεις αἱ ἐξ ἡμῶν αὐτῶν γινόμεναι, τὴν ὁρμὴν ἐκ βάθους ἔχουσαι καὶ ἐνέργειαι ἡμέτεραι τυγχάνουσαι.

6

.

12

t

Τίς καιρὸς γυμνασίου.

6

.

12

.

1

Ἀλλ’ εἴπερ ταῦτα δύναται γυμνάσιον, οὐ χαλεπὸν ἔτι τὸν και‐ ρὸν τῆς χρήσεως ἐξευρεῖν αὐτοῦ· διότι μὲν γὰρ ἀναδόσει συνεργεῖ, χρὴ μήτε πλῆθος ὠμῶν καὶ ἀπέπτων μήτε σιτίων μήτε χυμῶν ἢ κατὰ τὴν κοιλίαν ἢ ἐν τοῖς ἐντέροις περιέχεσθαι· κίνδυνος γὰρ αὐτοῖς ἑλ‐
5χθῆναι πρὸς ἅπαντα τὰ τοῦ ζῴου μόρια πρὶν χρηστοῖς γενέσθαι πε‐

6

.

12

.

2

φθεῖσιν. διότι δὲ καθαίρει τοὺς πόρους καὶ κενοῖ τὰ περιττώματα, κάλλιον αὐτὸ πρὸ τῶν σιτίων παραλαμβάνεσθαι· τὰ γὰρ μὴ καθαρὰ σώματα ὁκόσῳ ἂν μᾶλλον τρέφῃς, μᾶλλον βλάψεις, ὥστε ἐκ τῶν εἰρη‐ μένων εὔδηλον ὡς οὗτος ἄριστός ἐστι γυμνασίων καιρός, ἡνίκα ἂν ἡ
5μὲν χθιζὴ τροφὴ τελέως ᾖ κατειργασμένη τε καὶ πεπεμμένη τὰς δύο πέψεις, τήν τε 〈ἐν〉 τῇ γαστρὶ καὶ τὴν ἐν τοῖς ἀγγείοις, ἑτέρας δ’

6

.

12

.

3

ἐφεδρεύῃ τροφῆς καιρός. εἰ δ’ ἤτοι τοῦδε πρόσθεν ἢ ὄπισθεν γυμνά‐ ζοις, ἢ χυμῶν ἀπέπτων ἐμπλήσεις τὸ ζῷον ἢ τὴν ὠχρὰν χολὴν ἐπι‐

6

.

12

.

4

τρέψεις γεννηθῆναι πλείονα. γνώρισμα δὲ τοῦ τοιούτου καιροῦ τῶν οὔρων ἡ χρόα· τὸ μὲν οὖν ὑδατῶδες ἄπεπτον ἔτι σημαίνει τὸν ἐκ τῆς γαστρὸς ἀναδοθέντα χυμὸν ἐν τοῖς ἀγγείοις περιέχεσθαι, τὸ δὲ πυρρὸν καὶ χολῶδες ἐκ πολλοῦ κατειργάσθαι, τὸ δὲ μετρίως ὠχρὸν
5τῆς δευτέρας ἄρτι πέψεως γεγενημένης ἐστὶ σημεῖον· τηνικαῦτα γοῦν ἄγειν ἐπὶ τὰ γυμνάσια προαποθέμενον ὅσον ἂν ἐν τῇ κύστει καὶ τοῖς ἐντέροις τοῖς κάτω περιεχόμενον ᾖ περίττωμα. κίνδυνος κακῶν τοι‐ ούτων εἰς τὴν ἕξιν τοῦ σώματος ἐνεχθῆναί τι τῇ ῥύμῃ τῆς ἐν τοῖς γυμνασίοις θερμότητος ἀναρπασθέν.

6

.

13

t

Περὶ τρίψεως παρασκευαστικῆς.

6

.

13

.

1

Εἰ μὲν οὖν εὐθέως ἀποδυσάμενός τις ἐπὶ τὰς ἰσχυροτάτας ἔρχοιτο κινήσεις πρὶν μαλάξαι τε σύμπαν τὸ σῶμα καὶ λεπτῦναι τὰ περιττώ‐ ματα καὶ τοὺς πόρους εὐρῦναι, κίνδυνος μὲν καὶ ῥῆξαί τι καὶ σπάσαι τῶν στερεῶν σωμάτων, κίνδυνος δὲ καὶ τὰ περιττώματα τῇ τοῦ πνεύ‐

6

.

13

.

2

ματος ῥύμῃ κινήσαντος τοὺς πόρους ἐμφράξαι. ὅπως οὖν ταῦτα μὴ γίνοιτο, χρὴ προθερμῆναί τε μετρίως ἀνατρίψαντα σινδόνι τὸ σῶμα, κἄπειτα δι’ ἐλαίου τρίβειν· οὐ γὰρ δή γε εὐθέως χρῆσθαι τῷ λίπει συμβουλεύω πρὶν θερμανθῆναί τε τὸ δέρμα καὶ τοὺς πόρους εὐρυν‐
5θῆναι καί, συλλήβδην εἰπεῖν, εὐτρεπισθῆναι τὸ σῶμα πρὸς τὸ καταδέ‐ ξασθαι τοὔλαιον· ἱκαναὶ δ’ εἰς τοῦτο παντάπασιν ὀλίγαι περιαγωγαὶ τῶν χειρῶν ἄθλιπτοί τε καὶ μετρίως ταχεῖαι, σκοπὸν ἔχουσαι θερμῆναι

6

.

13

.

3

τὸ σῶμα χωρὶς τοῦ θλῖψαι. καὶ δὴ καὶ φανεῖταί σοι, τούτων ὧδε γινομένων, ἔρευθος εὐανθὲς ἐπιτρέχον ἅπαντι τῷ δέρματι· τότε οὖν ἤδη λίπος ἐπάγειν αὐτῷ καὶ τρίβειν γυμναῖς ταῖς χερσὶ συμμέτρως ἐχούσαις σκληρότητός τε καὶ μαλακότητος, ὅπως μήτε συνάγηται καὶ
5σφίγγηται τὸ σῶμα μήτε λύηται καὶ χαλᾶται περαιτέρω τοῦ προσή‐

6

.

13

.

4

κοντος, ἀλλ’ ἐν τῇ φύσει φυλάττηται. τρίβειν δὲ κατὰ μὲν τὰς πρώ‐ τας ἐπιβολὰς ἀτρέμα, τοὐντεῦθεν 〈δ’〉 ἤδη κατὰ βραχὺ παραύξοντα καὶ μέχρι γε τοσούτου τὴν τρῖψιν ἐπὶ τὸ ῥωμαλεώτερον ἀνάγειν, ὡς

6

.

13

.

5

θλίβεσθαι μὲν ἤδη σαφῶς τὴν σάρκα, μὴ θλᾶσθαι δέ. μὴ πολλῷ δὲ χρόνῳ τὴν οὕτως ἰσχυρὰν τρῖψιν ἐπάγειν, ἀλλ’ ἅπαξ ἢ δὶς ἐφ’ ἑκάστου μέρους· οὐ γὰρ ὥστε σκληρῦναι τὸ σῶμα τοῦ παιδός, οὕτω τρίβομεν, ὅταν ἤδη τοῖς πόνοις προσάγωμεν, ἀλλ’ ὑπὲρ τοῦ προτρέψαι τε πρὸς
5τὰς ἐνεργείας καὶ συστρέψαι τὸν τόνον καὶ τὴν ἐκ τῆς μαλακῆς τρί‐ ψεως ἀραιότητα σφίγξαι· σύμμετρον γὰρ αὐτοῦ τὸ σῶμα φυλάττεσθαι προσῆκε καὶ οὐδαμῶς οὔτε σκληρὸν οὔτε ξηρὸν ἀποτελεῖσθαι, μή πως

6

.

13

.

6

ἐπίσχωμέν τι τῆς κατὰ φύσιν αὐξήσεως. τοῦ δὲ χρόνου προϊόντος, ὅταν ἤδη μειράκιον ἡμῖν γίνηται, τότε καὶ τῇ σκληροτέρᾳ τρίψει χρη‐

6

.

13

.

7

σόμεθα καὶ ταῖς μετὰ τὰ γυμνάσια ψυχρολουσίαις. πολυειδεῖς δὲ ταῖς
ἐπιβολαῖς τε καὶ περιαγωγαῖς τῶν χειρῶν αἱ τρίψεις γινέσθωσαν, οὐκ ἄνωθεν κάτω μόνον ἢ κάτωθεν ἄνω φερομένων αὐτῶν, ἀλλὰ καὶ πλα‐ γίων καὶ λοξῶν ἐγκαρσίων τε καὶ σιμῶν ἕνεκα τοῦ συμπάσας, ὡς οἷόν

6

.

13

.

8

τε, τῶν μυῶν τὰς ἶνας ἐκ παντὸς ἀνατρίβεσθαι μέρους. δεῖ δὲ καὶ τὸν οἶκον, ἐν ᾧ γυμνάζεσθαι μέλλει, μήτε θερμότερον μήτε ψυχρό‐ τερον ὑπάρχειν, ὡς εὔκρατον ἀκριβῶς ἀποτελεσθῆναι τὸ σῶμα κατὰ τὸν τῆς τρίψεως καιρόν· εἰ γὰρ ἤτοι θερμότερος ἢ ψυχρότερος εἴη
5περαιτέρω τοῦ προσήκοντος, ἐν μὲν τῷ θερμοτέρῳ φθάσειεν ἂν ἱδρῶ‐ σαι πρὶν αὐτάρκως μαλαχθῆναι, κατὰ δὲ τὸν ψυχρότερον οὐδ’ ἂν ἐκ‐ θερμανθείη τὴν ἀρχὴν οὐδὲ μαλαχθείη ποτὲ καλῶς, οὐδ’ ἐπανθήσειεν ἔρευθος εὐανθές, οὐδ’ εἰς ὄγκον ἀρθείη τὸ σῶμα· ταῦτα γὰρ τὰ γνω‐ ρίσματα συμμέτρου τρίψεώς ἐστιν ἐν ἀέρι συμμέτρῳ περὶ τὴν εὔκρατον
10ἕξιν τοῦ σώματος.

6

.

14

t

Περὶ τῶν εἰδῶν τοῦ γυμνασίου καὶ τῆς δυνάμεως αὐτοῦ.

6

.

14

.

1

Τὸ μὲν δὴ κοινὸν ἁπάντων γυμνασίων ἐστὶ θερμότητος αὔξησιν ἐξ ἑαυτῶν τοῖς ζῴοις ἐργάσασθαι, τὰ δὲ διὰ τῶν καθ’ ἕκαστα γυμνα‐ σίων. τὸ μὲν εὔτονον γυμνάσιον, τουτέστι τὸ βιαίως ἄνευ τάχους δια‐

6

.

14

.

2

πονοῦν, εἰς εὐτονίαν παρασκευάζει τούς τε μῦς καὶ τὰ νεῦρα. τοι‐ αῦτα δ’ ἐστὶ τὸ σκάπτειν, τὸ τέτταρας ἵππους ἅμα κατέχειν ἢ φορτίον

6

.

14

.

3

ἀράμενον μέγιστον ἢ μένειν κατὰ χώραν ἢ προβαίνειν μικρά. καὶ οἱ ἀνάντεις δὲ περίπατοι τούτου τοῦ γένους εἰσὶ καὶ τὸ ἀναρριχᾶσθαι διὰ σχοινίου καὶ τὸ προτείναντα ἢ ἀνατείναντα τὼ χεῖρε πὺξ ἔχειν ἀτρεμίζειν τε μέχρι πλείστου καὶ τὸ κελεύειν τὼ χεῖρε καθέλκειν μὴ
5ἐνδιδόντα, καὶ μᾶλλον εἴ τι βάρος ἄκραις ταῖς χερσὶ περιλαβών, οἷοί‐

6

.

14

.

4

περ εἰσὶν οἱ ἁλτῆρες, ἀτρέμα ἔχοι προτείνας ἢ ἀνατείνας αὐτάς. μυρία δ’ ἕτερα τοιαῦτα κατὰ παλαίστραν ἐστὶν εὔτονα γυμνάσια, περὶ ὧν ἁπάντων ἐμπειρίαν τε ἅμα καὶ τριβὴν ὁ παιδοτρίβης ἔχει, ἕτερός τις

6

.

14

.

5

ὢν ὅδε τοῦ γυμναστοῦ, καθάπερ ὁ μάγειρος τοῦ ἰατροῦ. ὅσα μὲν οὖν εὔτονα, καὶ δὴ λέλεκται· μεταβαίνειν δ’ ἤδη καιρὸς ἐπὶ τὰ ταχέα χωρὶς εὐτονίας καὶ βίας· δρόμοι δ’ εἰσὶ ταῦτα καὶ σκιαμαχία καὶ ἀκρο‐ χειρισμοὶ καὶ τὸ διὰ τοῦ κωρύκου τε καὶ τῆς μικρᾶς σφαίρας γυμνά‐

6

.

14

.

6

σιον. τοιοῦτόν τι καὶ τὸ ἐκπλεθρίζειν ἐστὶ καὶ τὸ πιτυλίζειν· 〈τὸ δ’ ἐκπλεθρίζειν,〉 ἐπειδάν τις ἐν πλέθρῳ πρόσω τε ἅμα καὶ ὀπίσω δια‐
θέων ἐν μέρει πολλάκις ἐφ’ ἑκάτερα χωρὶς καμπῆς ἀφαιρῆται τοῦ μήκους ἑκάστοτε βραχὺ καὶ τελευτῶν εἰς ἓν καταστῇ βῆμα· τὸ δὲ πιτυ‐
5λίζειν, ἐπειδὰν ἐπ’ ἄκρων τῶν ποδῶν βεβηκὼς ἀνατείνας τὼ χεῖρε

6

.

14

.

7

κινῇ τάχιστα, τὴν μὲν ὀπίσω φέρων, τὴν δὲ πρόσω. ταχεῖαι δὲ κινή‐ σεις εἰσίν, οὐ μὴν βίαιοί γε, καὶ ὅσαι κατὰ παλαίστραν ἐπιτελοῦνται,

6

.

14

.

8

καλινδουμένων ὀξέως μεθ’ ἑτέρων τε καὶ καταμόνας. ἐγχωρεῖ δὲ καὶ ὀρθοὺς ἐνειλουμένους τε ἅμα καὶ μεταλαμβάνοντας ἐν τάχει τοὺς πέ‐

6

.

14

.

9

λας ὀξὺ γυμνάσασθαι γυμνάσιον. 〈ἐγχωρεῖ δὲ καὶ διὰ τῶν σκελῶν μόνων ὀρθὸν ἐφ’ ἑνὸς χωρίου γυμνάσασθαι γυμνάσιον〉 ὀξύ, πολλάκις μὲν εἰς τοὐπίσω μόνον ἀφαλλόμενον, ἔστιν ὅτε δὲ καὶ εἰς τοὔμπρο‐

6

.

14

.

10

σθεν, ἀναφέροντα τῶν σκελῶν ἑκάτερον ἐν μέρει. καὶ μὲν δὴ καὶ διὰ τῶν χειρῶν ἔστιν ὀξὺ γυμνάσιον ὁμοίῳ τρόπῳ γυμνάσασθαι, χωρὶς τοῦ κατέχειν ἁλτῆρας ἐπισπεύδοντα τὰς κινήσεις αὐτῶν εἰς πυκνότητά τε ἅμα καὶ τάχος, εἴτε πὺξ ἐθέλοι τις εἴτε χωρὶς πυγμῆς ἀνασείειν ἁπλῶς.

6

.

14

.

11

τοιοῦτον [ᾧ] μὲν δή τι καὶ τὸ ταχὺ γυμνάσιόν ἐστιν, ἐν οἷς εἴπομεν εἴδεσιν ἀφωρισμένον, ἐπὶ δὲ τὸ σφοδρὸν ἰέναι καιρός· ἔστι δὲ τοῦτο σύνθετον ἐξ εὐτόνου τε καὶ ταχέως· ὅσα γὰρ εὔτονα τῶν γυμνασίων εὕρηται, τούτοις ἅπασιν ὡς σφοδροῖς ἄν τις χρῷτο, κινήσεις ταχείας

6

.

14

.

12

προστιθείς. οὐχ ἥκιστα δὲ καὶ τὰ τοιαῦτα γυμνάσια σφοδρά, σκάψαι καὶ δισκεῦσαι καὶ πηδῆσαι συνεχῶς ἄνευ τοῦ διαναπαύσασθαι· οὕτω δὲ καὶ τὸ ἀκοντίζειν ὁτιοῦν τῶν βαρέων βελῶν, συνείροντα τὴν ἐνέρ‐

6

.

14

.

13

γειαν, ἢ βαρέσιν ὅπλοις ἐσκεπασμένον ἐνεργεῖν ὀξέως. ταῦτα οὖν ἅπαντα γυμνασίων ἐστὶν εἴδη, καὶ πρὸς τούτοις ἔτι τὸ τὰ μὲν ὀσφὺν μᾶλλον ἢ χεῖρας ἢ σκέλη διαπονεῖν, τὰ δὲ τὴν ῥάχιν ἢ τὸν θώρακα

6

.

14

.

14

μόνον ἢ τὸν πνεύμονα. βάδισις μὲν καὶ δρόμος ἴδια σκελῶν γυμνάσια, ἀκροχειρισμοὶ δὲ καὶ σκιαμαχία χειρῶν, ὀσφύος δὲ τὸ ἀνακύπτειν καὶ

6

.

14

.

15

ἐπικύπτειν συνεχῶς. θώρακος δὲ καὶ πνεύμονος αἱ μέγισται τῶν ἀνα‐ πνοῶν οἰκεῖα γυμνάσια, καθάπερ γε καὶ αἱ μέγισται φωναὶ πρὸς τοῖς

6

.

14

.

16

εἰρημένοις ἁπάντων τῶν φωνητικῶν ὀργάνων. ἐξ ἑαυτῶν μὲν οὖν τοῖς ζῴοις ἐγγίνονται κινήσεις ἃς ἔμπροσθεν εἶπον· ἔξωθεν δὲ κατά τε τοὺς πλοῦς καὶ τὰς ἱππασίας καὶ τὰς αἰωρήσεις, ὅσαι τε ἐπὶ τῶν ὀχημάτων γίνονται, καὶ ὅσαι διὰ σκιμπόδων κρεμαμένων ἢ λίκνων σειο‐
5μένων ἢ ἐν ταῖς τροφῶν ἀγκάλαις τοῖς βρέφεσιν· ἐκ δὲ τῶν ἔξωθεν

6

.

14

.

17

κινήσεων εἴη ἂν καὶ ἡ ἀνάτριψις. ἔνιαι μέντοι κινήσεις εἰσὶ μικταί, καθάπερ καὶ ἡ ἱππασία· οὐ γάρ, ὥσπερ ἐν τοῖς ὀχήμασιν, οὕτω κἀν
ταῖς τῶν ἵππων ὀχήσεσι συμπίπτει σείεσθαι μόνον ὑπὸ τοῦ φέροντος, ἐνεργοῦντα μηδέν, ἀλλὰ τήν τε ῥάχιν ὀρθίαν ἀπευθύνειν χρὴ καὶ τοῖς
5μηροῖς ἀμφοτέροις ἀκριβῶς ἔχεσθαι τῶν πλευρῶν τοῦ ἵππου καὶ τε‐ τάσθαι τὰ σκέλη καὶ προορᾶσθαι τὰ πρόσθεν· ἐν τούτῳ δὲ καὶ ἡ ὄψις

6

.

14

.

18

γυμνάζεται καὶ ὁ τράχηλος πονεῖ. σείεταί γε μὴν οὐδὲν ἧττον καὶ τὰ σπλάγχνα τοῖς ἱππαζομένοις· ἐν μέντοι ταῖς ἐπὶ τῶν ὀχημάτων αἰω‐ ρήσεσιν ἧττον, ὥστε εἴ τις θέλοι τὰ κάτω τῶν φρενῶν σπλάγχνα κι‐ νῆσαι βιαιότερον, ἐπί τε τοὺς εἰρημένους ἡκέτω πόνους, καὶ πρὸς τού‐

6

.

14

.

19

τοις ὅσα διὰ τῆς τῶν ἁμμάτων περιθέσεως τρίβουσιν. συγκινοῦσιν ἡμῖν καὶ τὰ κάτω τῶν φρενῶν σπλάγχνα καὶ αἱ μέγισται τῶν ἀναπνοῶν τε καὶ φωνῶν, ὥσπερ γε καὶ αἱ ἐκφυσήσεις· καὶ αὐτὴ δ’ ἡ κατάληψις τοῦ πνεύματος γυμνάσιόν ἐστιν οὐχ ἧττον τῶν κατ’ ἐπιγάστριον ἢ

6

.

14

.

20

τῶν κατὰ θώρακα μυῶν. τοιαῦται μέν εἰσι καὶ ἔξωθεν ἐγγινόμεναι κινήσεις.

6

.

15

t

Πῶς χρὴ γυμνάζειν.

6

.

15

.

1

Ἀποδυέσθω δὲ τὸ μειράκιον, ὡς καὶ πρόσθεν εἶπον, ἐπὶ πεπεμμέ‐ νοις ἀκριβῶς τοῖς οὔροις· ἐφεξῆς δὲ τριβέσθω 〈συμμέτρως· τὴν δὲ τῆς τρίψεως δηλώσει〉 συμμετρίαν τό τε ἐπιτρέχον ἄνθος αὐτῷ καὶ τὸ ῥᾳδίως ἐκμαλάττειν τὰ κῶλα καὶ τὸ πρὸς τὰς κινήσεις ἁπάσας ἑτοί‐

6

.

15

.

2

μως ἔχειν. μετὰ ταῦτα δ’ ἤδη γυμναζέσθω, μέχρις ἂν εἰς ὄγκον αἴρη‐ ται τὸ σῶμα καὶ εὐανθὲς ὑπάρχῃ, καὶ αἱ κινήσεις ἑτοῖμοί τε καὶ ὁμαλεῖς καὶ εὔρυθμοι γίνωνται· ἐν τούτῳ δὲ καὶ ἱδρῶτα θεάσῃ θερμὸν ἀτμῷ

6

.

15

.

3

συμμιγῆ. παύεσθαι δὲ τηνικαῦτα πρῶτον, ἐπειδὰν ἕν τι τῶν εἰρημένων ἀλλοιωθῇ, οἷον εἰ φανείη σοι συστελλόμενος ὁ τοῦ σώματος ὄγκος, αὐτίκα παύειν τὸ μειράκιον· εἰ γὰρ ἐπὶ πλέον γυμνάσαις, ἐκκενώσεις τι καὶ τῶν χρηστῶν, ὥστε ἰσχνότερον ἀποδείξειν τὸ σῶμα καὶ ξηρό‐

6

.

15

.

4

τερον καὶ ἀναυξέστερον. ὡσαύτως δὲ καὶ εἰ τὸ τῆς χρόας εὐανθὲς μαραίνοιτο, παύεσθαι· καὶ γὰρ καταψύξεις τὸ σῶμα καὶ διαφορήσεις,

6

.

15

.

5

εἰ ἐπὶ πλέον γυμνάζοις ἔτι. καὶ μὲν δὴ καὶ τὸ τῶν κινήσεων ἑτοῖμον ἢ εὔρυθμον ἢ ὁμαλὲς ἐπειδὰν ἐνδιδόναι που φαίνηται καὶ ὀκλάζειν, καταπαύειν αὐτίκα· καὶ εἰ περὶ τὸν ἱδρῶτα γίνοιτό τις ἢ κατὰ τὸ πλῆθος ἢ κατὰ τὴν ποιότητα μεταβολή· πλείονα γὰρ αὐτὸν ἀεὶ καὶ
5μᾶλλον χρὴ γίνεσθαι καὶ θερμότερον, εἰς ὅσον ἂν αἱ κινήσεις ἀνάγων‐

6

.

15

.

6

ται πρὸς τὸ σφοδρότερον. ὅταν δ’ ἐλάττων ἢ ψυχρότερος γίνηται, διαφορεῖταί τε ἤδη τὸ σῶμα καὶ ψύχεται καὶ ξηραίνεται περαιτέρω

6

.

15

.

7

τοῦ προσήκοντος. ἀκριβῶς οὖν προσέχειν τὸν νοῦν τῷ γυμναζομένῳ
σώματι καὶ διαναπαύειν εὐθέως, ἐπειδὰν προφαίνηταί τι τῶν εἰρημένων σημείων, οὐ μὴν αὐτίκα γε ἀπολύειν λουσόμενον, ἀλλὰ τῆς μὲν ἀκμῆς τῶν γυμνασίων ἐπισχεῖν καὶ στῆναι κελεῦσαι καί, εἰ βουληθείης, μετὰ
5κατοχῆς πνεύματος πληρῶσαι τὴν λαγόνα, περιχέοντα δ’ ἔλαιον ἀπο‐

6

.

15

.

8

θεραπεύειν τοὐντεῦθεν. διττὴ δ’ ἐστὶν αὕτη κατὰ γένος, ἡ μέν τις ὡς μέρος, ἡ δ’ ὡς εἶδος γυμνασίου· περὶ μὲν δὴ τῆς ὡς εἶδος ἑξῆς ἐροῦμεν.

6

.

16

t

Περὶ τρίψεως ἀποθεραπευτικῆς.

6

.

16

1,2

Περὶ δὲ τῆς ὡς μέρος ἤδη λέγωμεν. ἅπαντος γυμνασίου καλῶς

6

.

16

.

2

(2)

ἐπιτελουμένου τὸ τελευταῖον μέρος ἀποθεραπεία καλεῖται· δύο δ’ αὐτῆς οἱ σκοποί, κενῶσαί τε τὰ περιττώματα καὶ ἄκοπον φυλάξαι τὸ σῶμα.

6

.

16

.

3

κοινὸς μὲν ὁ πρότερος ὅλῳ τῷ γυμνασίῳ· καὶ γὰρ κἀκείνου δύο τοὺς πάντας ἐλέγομεν εἶναι σκοπούς, ἐπιρρῶσαί τε τὰ στερεὰ μόρια τοῦ

6

.

16

.

4

ζῴου καὶ κενῶσαι τὰ περιττώματα. ὁ δ’ ἴδιος τῆς ἀποθεραπείας σκο‐ πὸς ἐνστῆναί τε καὶ διακωλῦσαι τοὺς εἰωθότας ἐπιγίνεσθαι τοῖς ἀμε‐ τροτέροις γυμνασίοις κόπους· ὁποίαν δέ τινα ποιητέον αὐτήν, ἡ τῶν σκοπῶν φύσις ἐνδείξεται. ἐπειδὴ γὰρ πρόκειται τῶν ἐν τοῖς στερεοῖς
5τοῦ ζῴου μέρεσι περιττωμάτων ὅσα θερμανθέντα καὶ λεπτυνθέντα πρὸς τῶν γυμνασίων ἔτι μένει κατὰ τὸ σῶμα κένωσιν ἀκριβῆ ποιήσασθαι, χρὴ δήπου τάς τε δι’ ἑτέρων ἀνατρίψεις παραλαμβάνεσθαι μετὰ τάχους καὶ πολλαῖς χερσὶ γινομένας, ἵνα, ὡς οἷόν τέ ἐστι μάλιστα, μηδὲν ᾖ μέρος τοῦ τριβομένου γυμνόν, ἐν τούτῳ δὲ καὶ συνεντείνειν τὰ τριβό‐
10μενα μόρια, καὶ πρὸς τούτοις ἔτι τὴν καλουμένην τοῦ πνεύματος κατά‐

6

.

16

.

5

ληψιν. χρὴ δ’ ἔλαιον δαψιλὲς περικεχύσθαι τῷ τριβομένῳ σώματι· καὶ γὰρ εἰς τάχος τοῦτο καὶ εἰς μαλακότητα τῇ τρίψει συνεργεῖ, καὶ πρόσ‐ εστιν αὐτῷ τι καὶ ἄλλο μέγιστον ἀγαθόν· ἐκλύει τὰς τάσεις καὶ μα‐

6

.

16

.

6

λάττει τὰ πεπονηκότα κατὰ τὰς σφοδροτέρας ἐνεργείας. μέση δ’ ἔστω

6

.

16

.

7

μαλακῆς καὶ σκληρᾶς ἡ τρῖψις, ἥπερ δὴ καὶ σύμμετρός ἐστιν. ἐνεργη‐ θήσεται δέ, τῶν μὲν τοῦ τρίβοντος χειρῶν ἐρρωμένως ἐπιβαλλομένων,

6

.

16

.

8

ὡς ἐγγύς τι τὴν ἀπ’ αὐτῶν θλῖψιν εἶναι τῇ σκληρᾷ τρίψει. δεῖ δὲ τὸ πλῆθος τοῦ λίπους καὶ τὸ τάχος τῆς φορᾶς ἐκλύειν εἰς τοσοῦτον,

6

.

16

.

9

ὡς ἀκριβῶς γίνεσθαι σύμμετρον. τείνειν δ’ ἀξιοῦμεν 〈ἐν〉 τούτῳ τὰ τριβόμενα μόρια χάριν τοῦ πᾶν ὅσον ἐστὶ μεταξὺ τοῦ δέρματος καὶ

6

.

16

.

10

τῆς ὑποκειμένης σαρκὸς περίττωμα διὰ τοῦ δέρματος ἐκκενοῦσθαι. διὰ
τὰ αὐτὰ δὲ ταῦτα καὶ ἡ τοῦ πνεύματος κατοχὴ καὶ κατάληψις οὐ μικρὸν μόριον ἀποθεραπείας ἐστίν, ἥτις γίνεται, τεινομένων μὲν ἁπάν‐ των τῶν τοῦ θώρακος μυῶν, ἀνιεμένων δὲ τῶν καθ’ ὑπογάστριόν τε

6

.

16

.

11

καὶ φρένας· οὕτως γὰρ ἐνεχθήσεται κάτω τὰ περιττώματα. δευτέραν δ’ ἔχει τάξιν ἡ μετρίως ἐντείνουσα τοὺς κατ’ ἐπιγάστριον μῦς ὑπὲρ

6

.

16

.

12

τοῦ τὰ κάτω φρενῶν ἀποθεραπεῦσαι σπλάγχνα. τῶν δ’ αὐτῶν τού‐ των ἕνεκα καὶ τῶν ἁμμάτων περιφοραὶ γινέσθωσαν, συντεινομένου μὲν ἁπάσαις αὐταῖς τοῦ τριβομένου, συνεπιστρεφομένου δ’ οὐχ ἁπάσαις· οὐδὲ γὰρ συνεχεῖς ἔτι αὐτὸν ἐπὶ τῆς ἀποθεραπείας χρὴ ποιεῖσθαι τὰς
5κινήσεις, ὥσπερ οὐδὲ σφοδράς, ἀλλὰ ποιεῖσθαι μέν τινας, ἐκ διαλειμ‐ μάτων δ’ ἐχόντων τρίψεις· διὸ πολλάκις μὲν ἐνειλείσθω, 〈πολλάκις δὲ καὶ ἀπωθείσθω〉, πολλάκις δὲ καὶ μεταβαλλέτω τὸν προσγυμναζόμενον ἐν τούτῳ τῷ καιρῷ, πολλάκις δὲ καὶ κατὰ νώτου γινόμενος αὐτὸς ἑκάτερον ἐν μέρει τῶν σκελῶν περιπλέκων τῷ προσγυμναστῇ μετ’
10ἐντάσεως οὐκ ἠπειγμένης ὑφ’ ἑτέρων εὐκαίρως ἐπαφωμένων τριβέσθω· οὕτως γὰρ ἂν μάλιστα διαφυλάττοι τε τὴν ἐν τοῖς γυμνασίοις ηὐξη‐ μένην θερμότητα καὶ συνεκκρίνοι ταῖς ἰδίαις ἐντάσεσί τε καὶ κινήσεσι τὰ περιττώματα, πρὸς ὃ δὴ καὶ ἡ τοῦ πνεύματος κατάληψις οὐκ ὀλί‐

6

.

16

.

13

γον ἔοικε προσβοηθεῖν. καὶ τοίνυν τῶν γυμνασίων αὐτῶν μεταξὺ παρα‐ λαμβάνουσιν οἱ ἄριστοι γυμνασταὶ κατάληψιν πνεύματος, ὥσπερ γε καὶ τὴν προειρημένην ἀποθεραπευτικὴν τρῖψιν, ἅμα μὲν ἀναπαύοντες, ὅταν ἄρχωνται καμεῖν, ἅμα δὲ κατὰ βραχὺ διακαθαίροντες τοὺς πόρους, ἵνα
5εὔπνουν τε ἅμα καὶ καθαρὸν ᾖ τὸ σῶμα πρὸς τοὺς ἑξῆς πόνους, ὡς κίνδυνός γε μηδενὸς τοιούτου προνοήσαντα τὸν γυμναστὴν ἐμφράξαι μᾶλλον ἢ καθᾶραι τοὺς πόρους· αἱ γάρ τοι σφοδρότεραι κινήσεις τῶν ὑλῶν τὰ ἐναντία πεφύκασιν ἐργάζεσθαι, κατὰ διαφέροντας καιροὺς καὶ τρόπους ἐνεργούμεναι, ἐμφράξεις μέν, ὅταν ἀθρόον τε ἅμα καὶ παχὺ
10καὶ πολὺ φερόμενον ᾖ, καθάρσεις δέ, ἐπειδὰν ὀλίγον καὶ λεπτομερὲς ὑπάρχον μὴ πάνυ κατεπείγηται καὶ καταναγκάζηται πᾶν ἀθρόως ἐκ‐

6

.

16

.

14

κενοῦσθαι. διὰ ταῦτα μὲν δὴ τοὺς ἐν μέσοις τοῖς πόνοις ἀποθεραπείᾳ χρωμένους ἐπαινῶ, καὶ μάλιστα ἐπὶ τῶν τοὺς βαρεῖς καλουμένους ἄθλους ἀσκούντων.

6

.

17

t

Περὶ τῆς ἰδίως τρίψεως.

6

.

17

.

1

Ἡ τρῖψις ἐνίοτε μὲν αὐτὴ καθ’ αὑτὴν ἐργάζεταί τι περὶ τοῖς σώμασιν ἡμῶν χρηστόν, ἐνίοτε δὲ τοῖς ἐργαζομένοις ὑπηρετεῖν πέφυ‐
κεν· ὑπηρετεῖ μὲν ἐν τοῖς γυμνασίοις, παρασκευάζουσά τε πρὸς αὐτὰ καὶ μετὰ ταῦτα παραλαμβανομένη, καὶ καλεῖται παρασκευαστικὴ μὲν
5ἡ προτέρα τρῖψις, ἀποθεραπευτικὴ δ’ ἡ ἑτέρα, περὶ ὧν ἔμπροσθεν

6

.

17

.

2

εἰρήκαμεν. ἡ δὲ καθ’ ἑαυτὴν ἐργαζομένη τι χρηστὸν τρῖψις δύναται λῦσαι, δῆσαι, σαρκῶσαι, μινυθῆσαι, ἡ σκληρὴ δῆσαι, ἡ μαλακὴ λῦσαι, ἡ πολλὴ μινυθῆσαι, ἡ μετρίη σαρκῶσαι· τέτταρες γὰρ αὗται διαφοραὶ κατὰ γένος ἐπὶ τέτταρσι δυνάμεσί τε καὶ χρείαις ἁπασῶν τῶν τρίψεών

6

.

17

.

3

εἰσιν. εἰ δὲ δὴ καὶ τὰς μέσας αὐτῶν προσλογιζόμεθα, συνεμφαινομένας ταῖς εἰρημέναις, ἓξ αἱ πᾶσαι διαφοραὶ γενήσονται· εἰ γὰρ ἡ μὲν σκληρὰ δύναται δεῖν, ἡ μαλακὴ δὲ λύειν, ὅσα μὲν ἐκλέλυται πέρα τοῦ μέτρου σώματα, σκληρῶς ἀνατριπτέον, ὅσα δ’ ἔσφιγκται, μαλακῶς· εἰ δέ τι
5συμμέτρως ἔχει, τοῦτο εὔδηλον ὡς οὔτε σκληρῶς οὔτε μαλακῶς, ἀλλ’,

6

.

17

.

4

ὅσον οἷόν τε, τὰς ὑπερβολὰς ἑκατέρας φυλαττόμενον. ὥσπερ δ’ ἐν ταύταις ταῖς κατὰ ποιότητα διαφοραῖς οὐ σκληρὰ καὶ μαλακὴ μόνον ἔστιν, ἀλλὰ καὶ σύμμετρος, οὕτως κἀν ταῖς κατὰ ποσότητα οὐ πολλὴ καὶ ὀλίγη μόνον, ἀλλὰ καὶ μετρία· δυοῖν γὰρ ὄντων πραγμάτων ὅλῳ
5τῷ γένει κεχωρισμένων, εἴ γε δὴ τὸ ποιοῦν τοῦ ποιουμένου τῷ γένει διενήνοχεν, αἱ μὲν τρίψεις ἐκ τῶν ποιούντων εἰσίν, αἱ δ’ ὑπ’ αὐτῶν ἀποτελούμεναι κατὰ τὸ σῶμα ἡμῶν διαθέσεις ἐκ τῶν ποιουμένων, ὥστε καὶ τὰς ἐναντιότητας ἀναγκαῖον ἑτέρας μὲν ἔν τε τῷ τῶν τρίψεων, 〈ἑτέρας δ’ ἐν τῷ τῶν διαθέσεων γένει ὑπάρχειν, ἐν μὲν τῷ τῶν τρί‐
10ψεων〉 τήν τε μαλακὴν καὶ τὴν σκληρὰν καὶ τὴν πολλὴν καὶ τὴν ὀλί‐ γην, ἐν δὲ τῷ τῶν διαθέσεων τὴν οἷον δέσιν τε καὶ λύσιν τῶν σωμά‐

6

.

17

.

5

των καὶ τὴν ἰσχνότητα καὶ σάρκωσιν. ἡ μὲν οὖν προτέρα τῶν δια‐ θέσεων ἐναντίωσις ὑπὸ τῆς προτέρας κατὰ τὰς τρίψεις ἐναντιώσεως γίνεται, ἡ δευτέρα δ’ οὐκέτι· συμβαίνει γὰρ ἐπ’ αὐτῆς τὴν μὲν ἰσχνό‐ τητα πρὸς τῆς πολλῆς γίνεσθαι τρίψεως, τὴν δ’ ἀνάθρεψιν ὑπὸ τῆς
5μετρίας· ἡ γὰρ ὀλίγη σαρκοῦν οὐ δύναται, διότι δεῖται μὲν τὸ σαρκω‐ θησόμενον αἵματός τε παραθέσεως συμμέτρου καὶ δυνάμεως εὐρώστου, καὶ ταῦτα ἄμφω καλῶς αὐτῷ πρὸς τῆς συμμέτρου γίνεται τρίψεως,

6

.

17

.

6

οὐδέτερον δ’ ἱκανῶς οὐδ’ αὐτάρκως ὑπὸ τῆς ὀλίγης. ἀναγαγὼν οὖν ὥσπερ εἰς στοιχεῖά τινα τὰς ἁπλᾶς διαφορὰς ὁ Ἱπποκράτης ἅπαντα τὸν περὶ τῆς τρίψεως λόγον ἐδίδαξεν, ὅπως αὐτάρκως θρέψεις ἢ κα‐

6

.

17

.

7

θαιρήσεις ἢ μαλάξεις ἢ σφίγξεις τὸ σῶμα. τούτοις δ’ εὐθέως συν‐
εμφαίνεται τά τε μέσα τῶν ἔργων καὶ τὰ κατὰ συζυγίαν ἀποτελού‐ μενα, μέσα μέν, ὅταν [ἤτοι] μήτε λῦσαι μήτε δῆσαι τὸ σῶμα μήτε σαρκῶσαι μήτε μινυθῆσαι προελώμεθα, κατὰ συζυγίαν δέ, ὅταν, εἰ οὕτως
5ἔτυχεν, ἅμα δῆσαι καὶ σαρκῶσαι σῶμα προελώμεθα· 〈τίς γὰρ οὐκ ἂν ἐπινοήσειεν, ὡς, ἐπειδὰν σκληρᾷ σαρκὶ σαρκῶσαι σῶμα προαιρώμεθα,〉 τὴν σκληρὰν ἡμῖν τρῖψιν ἅμα συμμέτρῳ ποσότητι παραληπτέον ἐστίν, ὥσπερ γε, κἀπειδὰν 〈μαλακῇ, τὴν〉 μαλακήν τε ἅμα καὶ σύμμετρον ἐν τῷ ποσῷ, καὶ τὰς ἄλλας συζυγίας ἀνὰ λόγον; αἱ γὰρ τρεῖς διαφοραὶ
10τῶν κατὰ ποιότητα τρίψεων ταῖς τρισὶ διαφοραῖς τῶν κατὰ ποσότητα

6

.

17

.

8

τρίψεων ἐπαλλαττόμεναι συζυγίας ἀποτελοῦσιν ἐννέα. ἐκθήσομαι δ’ αὐτὰς ἐπὶ διαγράμματος, ἐν ᾧ διαγράμματι τὸν μὲν πρότερον στοῖχον ἄνωθεν κάτω ποιοτήτων χρὴ νοεῖν, τὸν δὲ δεύτερον ποσοτήτων. [Start of a diagram]Ποιότητες. Ποσότητες.
5Σκληρά. Ὀλίγη. Σκληρά. Πολλή. Σκληρά. Σύμμετρος. Μαλακή. Ὀλίγη. Μαλακή. Πολλή.
10Μαλακή. Σύμμετρος. Σύμμετρος. Ὀλίγη. Σύμμετρος. Πολλή. Σύμμετρος. Σύμμετρος.[End of a diagram]

6

.

18

t

Περὶ τῆς ἑωθινῆς ἀνατρίψεως.

6

.

18

.

1

Περὶ δὲ τῆς ἑωθινῆς ὧδέ πως σκοπεῖσθαι χρὴ κατά γε τὸ σῶμα τὸ εὔκρατον· εἰ μὲν γὰρ ἄμεμπτον ὑπάρχοι, περίεργόν ἐστιν ἀνα‐ τρίβειν αὐτό, πλὴν εἴ ποτε ἀναγκαῖον εἴη συνενεχθῆναι κρύει καρτερῷ· τηνικαῦτα γάρ, ὡς τοὺς μέλλοντας ψυχρολουτεῖν, οὕτως τῇ τρίψει
5παρασκευάζομεν· εἰ δέ τις αἴσθησις εἴη κόπων, ἀλείφειν χρὴ τηνικαῦτα

6

.

18

.

2

καὶ ἀνατρίβειν μαλακῶς. οὕτω δὲ καὶ εἰ ξηρότης εἴη πλείων τοῦ δέ‐ οντος, ἀλειπτέον ἐλαίῳ γλυκεῖ (τέγγει γὰρ τοῦτο ξηρὸν χρῶτα)· τρι‐ πτέον δ’ ἐλάχιστα μέν, ἀλλὰ μήτε σκληρᾷ τρίψει μήτε μαλακῇ· προ‐ τρέψαι γὰρ μόνον δεόμεθα τὴν ἀνάδοσιν, οὔτε ἀλλοιῶσαι τὴν ἕξιν
5οὔτε διαφορῆσαί τι τῶν περιεχομένων, ἐργάζεται δ’ ἄμφω μὲν ἡ μα‐ λακή, θάτερον δ’ ἡ σκληρὰ τρῖψις, εἴ γε δὴ πυκνοῖ μὲν αὕτη καὶ σκλη‐ ρύνει τὸ δέρμα, διαφορεῖ δ’ ἡ μαλακὴ καὶ ἀραιὸν καὶ ἁπαλὸν ἀπεργά‐

6

.

18

.

3

ζεται τὸ σῶμα. πύκνωσιν μέντοι τοῦ σώματος ἐπανορθώσασθαι βουλό‐ μενοι τὴν μὲν ἐπὶ ταῖς σκληραῖς ἀνατρίψεσι καὶ λαβαῖς καὶ σφοδρῷ γυμνασίῳ καὶ κόνει πολλῇ γεγενημένην, [ἢ] ἐλαίῳ δαψιλεῖ καὶ γλυκεῖ χρώμενοι μαλακῶς ἀνατρίψομεν· τὴν δ’ ἐπὶ ψύξει πρώταις μὲν ταῖς
5〈ξηραῖσ〉 τρίψεσι, δευτέραις δὲ ταῖς δι’ ἐλαίου θερμαίνοντες εἰς τὸ

6

.

18

.

4

κατὰ φύσιν ἐπανάξομεν. ἀραιότητα δὲ τὴν ἐπί τε λουτροῖς πλείοσι καὶ τρίψεσι μαλακαῖς ἀφροδισίων τε χρήσεσι γεγενημένην ὀλίγαις μὲν ταῖς ξηραῖς ἀνατρίψεσιν, ὀλίγαις δ’ ἐφεξῆς αὐτῶν ταῖς σὺν ἐλαίῳ τινὶ

6

.

18

.

5

τῶν στυφόντων ἰασόμεθα. τὰς δ’ ἐπὶ πλείοσι ποτοῖς ὑγρότητας ξηραὶ τρίψεις μόναι θεραπεύουσι διά τε σινδόνων ἢ χειριδίων ἐπιτελούμεναι, καὶ αὐτῶν μόνων ἐνίοτε τῶν χειρῶν χωρὶς λίπους τινὸς ἢ σὺν ἐλα‐ χίστῳ τινί· ἔστω δὲ τὸ ἔλαιον τοῦτο διαφορητικόν, ἁπάσης ἀπηλλαγ‐
5μένον ψυχούσης ποιότητος.

6

.

19

t

Περὶ τῆς ἑσπερινῆς ἀνατρίψεως.

6

.

19

.

1

Ὧδε μὲν ἔχει περὶ τῆς ἑωθινῆς ἀνατρίψεως· ἡ δ’ εἰς ἑσπέραν ἤτοι κοπώδεσιν ἱκανῶς ὑπάρχουσιν ἢ κατεξηραμμένοις ἢ ἀτροφοῦσιν

6

.

19

.

2

ἐπιτήδειος. ἀλλὰ τὸ μὲν τῆς ἀτροφίας σύμπτωμα τό γε νῦν ἐξῃρήσθω τοῦ λόγου, μετὰ τῶν ἄλλων ἁπάντων συμπτωμάτων ἑτέρωθι λεχθη‐ σόμενον. ἐπὶ δὲ τῆς εὐκράτου φύσεως, ὅταν ἤτοι κόπος ἰσχυρὸς ἢ ξηρότης τις ἄμετρος ὑπάρχῃ κατὰ τὸ σῶμα, τὸ μὲν ἄριστον ἔλασσον
5γινέσθω, πλείων δ’ ὁ μεταξὺ χρόνος ἄχρι τοῦ δείπνου, τὰ πολλὰ δ’ ἐφ’ ἡσυχίας· ὀλίγον δέ τι καὶ περιπατείτωσαν, ὡς ὑποκαταβῆναι τὰ σιτία ταῖς ὀρθαῖς κινήσεσι κατασεισθέντα· βέλτιον δέ, εἰ καὶ ἀποπατῆ‐ σαι δυνηθείη· τούτων γὰρ πάντων γενομένων, ἀκίνδυνον ἀνατρίβειν ἐλαίῳ γλυκεῖ μὴ πάνυ τι τῆς γαστρὸς ἐφαπτόμενον· εἰ δὲ μή γε,
10κίνδυνος αὐτά τε τὰ σιτία πεφθῆναι χεῖρον ἀναδοθῆναί τέ τινα χυμὸν ἐξ αὐτῶν ἡμίπεπτον ἐπιθολωθῆναί τε τὴν κεφαλὴν καὶ ἀνα‐

6

.

19

.

3

τραπῆναί τε τὸν στόμαχον. ἄριστον μὲν οὖν ἐστι μηδ’ ὅλως ἅπτε‐ σθαι τῆς γαστρός· εἰ δέ ποτε τῶν ἐπ’ αὐτῇ μυῶν ἤτοι κοπώδης τις αἴσθησις ᾖ, ἢ πλείων ἐμφαίνοιτο ξηρότης, ἀλείφειν τὰ μέτρια,
πράως ἐφαπτόμενον.

6

.

20

t

Ἐκ τῶν Ἡροδότου, περὶ τρίψεως ἀνασκευαστικῆς, ἐκ τοῦ Περὶ ποιουμένων βοηθημάτων λόγου.

6

.

20

.

1

Τὰς δὲ τρίψεις τὰς παραλαμβανομένας ἕνεκα πυρετῶν λύσεως ἐν τοῖσδε τοῖς καιροῖς παραληπτέον· περὶ γὰρ τὴν ἀκμὴν τῆς νόσου τυγχάνουσιν ἐπιτήδειοι, οὐ κατὰ πάντα δὲ τὰ μέρη, ἀλλὰ περὶ τὰ

6

.

20

.

2

ἔσχατα, ὡς μὴ μακρὰν τῆς παρακμῆς εἶναι. τῶν δὲ κατὰ τοὺς παρ‐

6

.

20

.

3

οξυσμοὺς καιρῶν αἱρετέον τὸν ἐν τῇ παρακμῇ πρῶτον. ὑφορατέον δὲ τοὺς περὶ τοῖς μέσοις φλεγμονὰς ἔχοντας, ὧν παρουσῶν ἀδύνατόν ἐστι

6

.

20

.

4

λυθῆναι τὸν πυρετόν. πεφυλάχθαι δὲ δεῖ καὶ τὰς δυσπνοίας καὶ τοὺς ἐπιφαινομένους ἱδρῶτας ἀτάκτως περὶ ὅλῳ τῷ σώματι ἢ περὶ τῷ

6

.

20

.

5

προσώπῳ καὶ τραχήλῳ. τοὺς οὖν κριθέντας ἐπιτηδείως ἐν τῇ τῆς παρακμῆς ἀρχῇ θέρους καὶ φθινοπώρου ἐν εὐκράτῳ τόπῳ κατακλιτέον· ἔχοιμεν δ’ ἂν ὑδρέλαιον θερμὸν ἐν ἑτοίμῳ, συνεμβεβλημένου ἀφονίτρου

6

.

20

.

6

ὀπτοῦ. ἡ δὲ τρῖψις ἐπὶ μὲν τῶν νεωτέρων καὶ βραχυτέρων γινέσθω διὰ τεσσάρων, ἐπὶ δὲ τῶν ἀκμαζόντων καὶ μειζόνων δι’ ἓξ τριβέσθωσαν.

6

.

20

.

7

τριβέτωσαν δ’ οἱ μὲν βραχίονας μέχρι τῶν ἐν χερσὶ δακτύλων, οἱ δὲ

6

.

20

.

8

θώρακα μέχρι βουβώνων, οἱ δὲ σκέλη μέχρι ποδῶν. περιχυθέντος δὲ τοῦ λίπους, παραγέτωσαν ἄνωθεν κάτω τὰς χεῖρας, πᾶν μέρος τρί‐

6

.

20

.

9

βοντες· εἶτα πρηνῆ σχηματίσαντες ἀναλόγως τριβέτωσαν. καὶ κατὰ μὲν τὰς ἀρχὰς τῇ παραγωγῇ κούφῃ καὶ βραδείᾳ χρήσθωσαν, ὕστερον δὲ ταχείᾳ καὶ πεπιεσμένῃ, τὸ δὲ τελευταῖον ἀνειμένῃ καὶ κατὰ πάντα

6

.

20

.

10

ἐμφερεῖ τῇ πρώτῃ. διαψηλαφάσθω δὲ καὶ τὰ περὶ τὴν κεφαλὴν καὶ

6

.

20

.

11

τὸν αὐχένα, ἐμβεβλημένου τοῦ λίπους. τριβέσθω δ’ ἕκαστον μέρος ἐπὶ μὲν τῶν νεωτέρων ὡς ἑκατοντάκις, ἐπὶ δὲ τῶν ἀκμαζόντων διακοσι‐

6

.

20

.

12

άκις· ἐπὶ δὲ τῶν ἀθλητικῶς βιούντων διπλασιαζέσθω τὸ πλῆθος. ἐν δὲ τῷ τρίβεσθαι πολλῆς τῆς εὐαρεστήσεως οὔσης, καὶ τοῦ πυρετοῦ συναποπαυομένου, παρούσης εὐπνοίας καὶ εὐχροίας, καὶ τοῦ περὶ τὸν σφυγμὸν μεγέθους μὴ παρὰ πολὺ ταπεινουμένου μηδὲ πυκνουμένου,
5προσανοιδούσης δὲ καὶ τῆς σαρκὸς μετ’ ἐρυθήματος, προσθετέον τῷ

6

.

20

.

13

πλήθει. εἰ δὲ καὶ τριβομένοις ἱδρὼς γένοιτο, πρότερον μὴ γενόμενος, εἰδέναι δεῖ καλῶς τε προσηγμένην τὴν τρῖψιν καὶ ὠφελούμενον τὸν

6

.

20

.

14

νοσοῦντα, ἔχοντα μέντοι χρείαν καὶ δευτέρας πείρας. εἰ δ’ ἐπὶ τῶν ἴσων παροξυσμῶν μείνειαν, μηδενὸς ἀπαντήσαντος ὡς πρὸς αἴσθησιν μήτε ὠφελίμου μήτε βλαβεροῦ, παρ’ ἑαυτῶν λαμβάνοντας τὴν προ‐ τροπὴν ἐπιμένειν δεῖ τοῖς κριθεῖσιν· ἔσται γὰρ φανερὰ τὰ τῆς ὠφε‐

6

.

20

.

15

λείας ἐκ τῆς δευτέρας προσαγωγῆς. πᾶσι δὲ μετὰ τὰς τρίψεις ὕδατος θερμοῦ τὸ αὔταρκες ἐπιδοτέον, καὶ εἰ μὲν παρεῖεν οἱ τῆς ἀνέσεως
καιροί, μετὰ τὴν ἀπὸ τοῦ βοηθήματος ταραχὴν καὶ τὴν ἀποκατάστασιν τοῦ βρασμοῦ θρεπτέον· ἐπὶ δὲ τῶν μηδέπω ἐξανιεμένων, περιμείναντες
5τὰς παντελεῖς ἀνέσεις θρέψομεν, ἐν τοῖς μέσοις χρόνοις ἄφθονον πο‐

6

.

20

.

16

τὸν διδόντες, καὶ μᾶλλον τοῖς ἐν τῇ ξηρότητι μείνασιν. τὰς δὲ τρο‐

6

.

20

.

17

φὰς δοτέον ὑγρὰς καὶ θερμάς. εἰ δὲ χειμὼν εἴη, τὰ τῆς ἐπιμελείας ἐν θερμοτέρῳ γινέσθω τόπῳ καὶ τῷ ἐλαίῳ ἀφόνιτρον μικτέον καὶ

6

.

20

.

18

οἴνου τὸ δέκατον μέρος. ἐν δὲ ταῖς ἐκ δευτέρου προσαγωγαῖς εἰ μὴ χαλασθεῖεν, ἐρρωμένης τῆς δυνάμεως καὶ τῶν σφυγμῶν ἐπὶ τοῦ ἰδίου μεγέθους μενόντων, ἔτι δὲ τῆς ἀναπνοῆς οὐδεμιᾶς ταραχῆς ὑπόνοιαν ἐμφαινούσης, ἀναλαμβάνοντας ἀπὸ τῶν τρίψεων ἐγκαθίζειν δεῖ τινας
5καὶ ἐξαντλεῖν, ὡς ἐντεῦθεν χαλασθησομένων τῶν σωμάτων, καὶ τῆς κατὰ τοὺς ἱδρῶτας 〈θερμότητοσ〉 ὅμοιόν τι μετασυγκρίσει ἀπεργαζομέ‐

6

.

20

.

19

νης. αἱ δ’ ὠφέλειαι ποικιλώτερον συναντῶσιν· ἢ γὰρ μένουσιν, ὥσπερ ἔφην, ἐπὶ τῶν αὐτῶν, πρὸς τὴν διάθεσιν ὠφελημένοι, ἢ μεταπίπτουσιν οἱ τύποι εἰς ἑτερογενεῖς χαρακτῆρας ἢ διακοπὰς λαμβάνουσιν, ἢ σφο‐ δρυνθέντες αὐτῆς ἡμέρας ἐπαύσαντο· πολλάκις δ’ ἀσφαλεῖς ἐπιφέρουσι
5διαμονάς, μεθ’ ἃς τὸν ἀγωνιστικὸν τῆς τρίψεως παραιτητέον τρόπον· ἐπὶ μὲν γὰρ τῶν προτέρων μενετέον, οὐ διὰ μικροῦ τὸ ἀποτέλεσμα

6

.

20

.

20

προσδοκῶντας. εἰ δὲ τῆς τῶν χειρῶν ἐπιθέσεως μὴ ἀνέχοιντο, ἑλκώ‐

6

.

20

.

21

δους τῆς ἁφῆς αἰσθανόμενοι, παύεσθαι δεῖ τῆς τρίψεως. εἰ δὲ τριβό‐ μενοι πλείονος τῆς περὶ αὑτοὺς θέρμης ἀντιλαμβάνοιντο, καὶ τοῦτο ἀεὶ καὶ μᾶλλον πάσχοιεν, παρείη δέ τι καὶ ἄλλο δυσαρεστικὸν σύμ‐ πτωμα, καὶ οὕτως ἀποστατέον τῆς τοιαύτης βοηθείας, ἄποπτον αὐτοῖς
5θερμὸν διδόντας καὶ τοὺς τῆς ἀνέσεως περιμένοντας χρόνους εἰς τὴν

6

.

20

.

22

τῶν λοιπῶν προσαγωγήν. εἰ δὲ τῆς τρίψεως ἐπὶ χρονίων καὶ δια‐ λειπόντων τῶν πυρετῶν παραληφθείσης, συμβαίη συνεχῆ καὶ σφοδρὸν πυρετὸν ἐπακολουθῆσαι, οὐ δεῖ ταράττεσθαι, ὡς τοῦ πράγματος ἐπὶ

6

.

20

.

23

κακῷ γεγονότος· ταχὺ γὰρ τὸ ἐντεῦθεν ἀποκαθίσταται. χρηστέον δ’ ἀνασκευῆς χάριν πυρετῶν τρίψει καὶ ἐφ’ ὧν μαλακοὶ πυρετοὶ καὶ χλιώδεις ἤτοι ἐξ ἀρχῆς συστάντες παρέμειναν ὁμοειδῶς ἢ ἀπὸ σφοδρῶν καὶ χαλεπῶν πυρετῶν παρακμάσαντες εἰς τοιαῦτα μεγέθη περιῆλθον.

6

.

20

.

24

ἐπειδὰν δ’ ἤτοι τοὺς μὴ δεομένους τρίψεως ἐπιτηδείους κρίνωμεν ἢ μὴ ἀσφαλῶς καταλάβωμεν τοὺς καιρούς, οὐ μὴν ἀλλὰ καὶ παρὰ τὴν ἰδιοσυγκρισίαν τοῦ νοσοῦντος ....... διόπερ ἀναγκαῖον τὰς ἐκ τούτων ἐπιθεωρεῖν βλάβας· ὅταν γὰρ οἱ γενόμενοι ἀπὸ τῆς τρίψεως πυρετοὶ
5σφοδροὶ μένωσιν ἀκλινεῖς τε εἶεν, εἰδέναι δεῖ μὴ ἐπ’ ἀγαθῷ προσ‐
ηγμένον τὸ βοήθημα· ὁμοίως, εἴπερ νωθεῖς καὶ ὑπνωδέστεροι παρ’ ὅλην γίνοιντο τὴν θερμασίαν κοπῶδές τε τὸ σῶμα καὶ τὴν ἀναπνοὴν ταχυτέραν καὶ τοὺς σφυγμοὺς μικροὺς καὶ ἀμυδροὺς ἔτι τε πυκνοὺς ἔχοιεν, ἐπὶ κακῷ προσηγμένην κριτέον τὴν τρῖψιν· γένοιτο δ’ ἂν καὶ
10τρόμος καὶ σπασμὸς ἐξ ἀκαίρου καὶ πολλῆς τρίψεως· ὁμοίως, κἂν ἄλγημά τι γένηται ἢ φλεγμονή, περιοιδούσης τῆς καθ’ ὅλον τὸν ὄγκον

6

.

20

.

25

σαρκός. τούτοις δὴ τοῖς συμπτώμασιν ἀκριβῶς παρακολουθοῦντας ἐξ ἑτοίμου δεῖ πορίζεσθαι τὰς θεραπείας.

6

.

21

t

Ἐκ τῶν Ἀντύλλου, περὶ περιπάτου, ἐκ τοῦ δ λόγου τοῦ Περὶ ποιουμένων βοηθημάτων.

6

.

21

.

1

Δύο εἴδη θετέον τοῦ περιπάτου, τὸ μὲν ἐν βοηθήματος μοίρᾳ

6

.

21

.

2

παραλαμβανόμενον, τὸ δ’ εἰς ἀποθεραπείαν τοῦ σώματος. ὡς βοήθημα μὲν οὖν ἐγκρίνομεν περίπατον ἐπὶ τῶν περὶ τὴν κεφαλὴν συμβαινόν‐ των παθῶν καὶ τῶν περὶ τοὺς ὀφθαλμοὺς καὶ τὸν γαργαρεῶνα καὶ ἐπὶ τῶν κατὰ τὸν θώρακα πλὴν αἵματος πτύσεως· χρήσιμος δ’ ἐν
5τοῖς μάλιστα καὶ στομάχῳ πλαδῶντι καὶ ὀδυνωμένῳ καὶ ἀποξύνοντι καὶ διαφθείροντι τὰς τροφὰς καὶ γυναιξὶν ἐπεχομέναις κάθαρσιν· ἐπι‐ τήδειος καὶ γαστρὸς ἰσχομένης, καὶ σιτίων μετεώρων ὄντων, καὶ οὔρου

6

.

21

.

3

ἰσχομένου. ὀνίνησι καὶ τοὺς ἰσχιαδικοὺς οὐ μετρίως, καὶ καθόλου ἐφ’ ὧν δεῖ ἢ ἄνωθέν τι μεταρρυῆναι εἰς τὰ κάτω χωρία ἢ κάτω μὲν τὴν

6

.

21

.

4

ῥοπὴν ἔχοντα, δεόμενα δ’ ἐκκρίσεως. ἀποθεραπευτικῷ δὲ χρώμεθα περιπάτῳ μετὰ στιβαρώτερα γυμνάσια καὶ μετὰ καθάρσεις τὰς ἀπὸ φαρμάκων μεθ’ ὑπάλειψίν τε ὀφθαλμῶν καὶ μετ’ ἔμετον πολύν· καὶ ἁπλῶς περίπατος δύναται ὁ ἀποθεραπευτικὸς ἀνεῖναι μὲν ψυχὴν καὶ
5μεταστεῖλαι πνεῦμα καὶ εἰς τάξιν ἀγαγεῖν λῦσαί τε τὰ συντεταμένα καθᾶραί τε τὸν θώρακα καὶ εὔπνουν παρασκευάσαι ἐπιρρῶσαί τε τὰ αἰσθητήρια καὶ ῥῶσαι τὴν γαστέρα, τὸ δὲ μέγιστον, πᾶσαν κοπώδη

6

.

21

.

5

διάθεσιν ἐνοχλοῦσαν διαλῦσαι. δεῖ δὲ τὸν μὲν ἕνεκα βοηθείας παρα‐ λαμβανόμενον πλῆθός τε εἶναι πολὺν καὶ σύντονον μετά τε ἀπερεί‐ σεως τῶν σκελῶν καὶ τῆς ἐπὶ τῶν πτερνῶν βάσεως ἤπερ ἐπὶ τῶν στηθῶν τῶν ποδῶν γίνεσθαι μετ’ ἐντάσεως ἰγνυῶν, καὶ κατὰ μὲν τὰς
5ἀρχὰς ἠρεμαῖον, αὖθις δὲ συντονώτερον, ἔπειτα πάλιν ἀνειμένον· πλῆ‐ θος δὲ τὸ πρὸς δύναμιν ἐκλογιζέσθω· τὸν δ’ ἀποθεραπευτικὸν ὀλίγον τε καὶ προσηνῶς ἀνέντατον ἠρεμαῖόν τε μετὰ διαχύσεως τῆς ψυχῆς

6

.

21

.

6

καὶ τοῦ σώματος. οἱ μὲν οὖν ἠρεμαῖοι χρήσιμοι τοῖς ἀσθενεστέροις,
ἔτι δὲ τοῖς μετὰ τροφὴν χρωμένοις τῷ περιπάτῳ καὶ τοῖς ἄρτι ἐκ τῶν ὕπνων ἀναστᾶσι καὶ τοῖς πρὸ γυμνασίων μειζόνων χρωμένοις εἰς προπαρασκευὴν αὐτῷ καὶ τοῖς δι’ ὀδύνην ἡντινοῦν· οἱ δ’ εὔτονοι τοῖς
5ἰσχυροτέροις καὶ τοῖς κατεψυγμένοις καὶ τοῖς δυσκίνητον καὶ νωθρὸν μετὰ δυνάμεως ἔχουσι τὸ πνεῦμα καὶ τοῖς ἀργότερον τὸν ὄγκον τοῦ σώματος κεκτημένοις καὶ τοῖς ἀναλαμβάνουσι σάρκα περιβεβλημένοις

6

.

21

.

7

ἀναληθῆ. οἱ δὲ μετὰ συνεντάσεως τῶν σκελῶν ἢ μετὰ τοῦ τὰς πτέρνας ἀπερείδειν καταλληλότατοι κεφαλῇ πεπονθυίᾳ πεῖσιν ἣν δή τινα καὶ θώρακι ὑγροτέρῳ καὶ ὑστέρᾳ ἀνεσπασμένῃ καὶ καθάρσει ἐπεχομένῃ καὶ ἀτροφίᾳ τῶν κάτω μερῶν, καὶ ὅλως οἷς ὕλη τὴν ῥοπὴν ἄνω ποιεῖται.

6

.

21

.

8

οἱ δ’ ἀσύντατοι τοῖς ἀτρεμαίοις ὅμοιοι τυγχάνοντες εἰς τὰ αὐτὰ χρή‐

6

.

21

.

9

σιμοι. οἱ δ’ ἐπ’ ἄκρων γινόμενοι τῶν δακτύλων ἰδίως ὀφθαλμιῶσι τετήρηνται χρησιμεύοντες καὶ γαστρὶ ἐπεχομένῃ· οἱ δ’ ἀνάντεις θώρακι βραχυπνοοῦντι καὶ πρὸ τροφῆς, καὶ ὅταν ἀντὶ μειζόνων τινῶν γυμνα‐

6

.

21

.

10

σίων περίπατος παραλαμβάνηται. οἱ δὲ κατάντεις σκέλεσι μὲν κάματον ἐμποιοῦσι, τὴν δ’ ὕλην μᾶλλον τῶν ἄλλων περιπάτων καταβιβάζουσιν,

6

.

21

.

11

ἀπὸ τῆς κεφαλῆς κάτω συγκατάγοντες. οἱ δ’ ἀνώμαλοι χρήσιμοι τοῖς

6

.

21

.

12

καὶ ταχέως ἀπαυδῶσι πρὸς περίπατον. οἱ δ’ ἐν πεδίῳ κοπωδέστεροι μὲν τούτων, καταστῆσαι δὲ καὶ πνεῦμα καὶ σῶμα τούτων ἱκανώτεροι.

6

.

21

13,14

οἱ δ’ ἐν ἀποκρότῳ κεφαλῆς συμπληρωτικοί. οἱ δ’ ἐν ψάμμῳ, καὶ

6

.

21

.

14

(2)

μάλιστα βαθείᾳ, γυμνάσιον μὲν ἕν τι τῶν ἐμβριθεστάτων εἰσί, τονῶσαι δὲ πᾶν μέρος τοῦ σώματος ἱκανώτατοι καὶ μεταγαγεῖν ὕλην ἐκ τῶν

6

.

21

.

15

ἄνω μερῶν δυνατώτατοι. οἱ δ’ ἐν μαλακῇ γῇ ἐγγίζουσί πως τοῖς ἐν

6

.

21

.

16

ψάμμῳ. οἱ δ’ ἐν λειμῶνι προσηνέστατοι καὶ ἀπληκτότατοι καὶ ἀσυγ‐ κινητότατοι· συμπληρωτικοὶ δ’ εἰσὶ κεφαλῆς διά τε τὴν εὐωδίαν καὶ

6

.

21

.

17

τὴν ἐν αὐτοῖς ὑγρότητα. οἱ δ’ ἐν ταῖς ὁδοῖς τῶν ἐν περιπάτοις

6

.

21

.

18

ἀκοπώτεροι. οἱ δ’ ἐξελιγμοὺς ἔχοντες βλαβεροὶ τοῖς περὶ τὴν κεφαλήν.

6

.

21

19,20

οἱ δ’ ἐπιμήκεις τοῖς ἐν ταῖς ὁδοῖς εἰσι παραπλήσιοι. οἱ δ’ ὑπερῷοι

6

.

21

.

20

(2)

πάντων περιπάτων προκριτέοι· τῆς γὰρ ἐκ τῆς γῆς ἀναθυμιάσεώς εἰσιν ἀπηλλαγμένοι ἀέρα τε καθαρώτερον ἔχουσιν· καὶ τούτων ἐπιτηδειότεροι οἱ ἐπὶ σανίδων κατεστρωμένων γινόμενοι· ὑπείκουσαι γὰρ τήν τε κε‐

6

.

21

.

21

φαλὴν κουφίζουσι καὶ τὴν ὕλην κατασπῶσιν. ὀλιγότης δὲ περιπάτου ὀνίνησι τοὺς κεκμηκότας, τοὺς ἀπὸ γυμνασίων μὴ λουμένους, τοὺς ἐπὶ τροφῇ δεομένους περιπάτου, τοὺς βαρύτητος ἀντιλαμβανομένους περὶ

6

.

21

.

22

τὸ σῶμα. πολὺς δὲ περίπατος ὠφελεῖ τοὺς περὶ κεφαλὴν ἢ θώρακα διάθεσιν ἔχοντας καὶ τοὺς τὰ κάτω μέρη τοῦ σώματος ἠτροφηκότας

6

.

21

.

23

καὶ τοὺς ἐν γυμνασίῳ στιβαρωτέρου δεομένους. καὶ οἱ μὲν παρὰ

6

.

21

.

24

θάλασσαν ξηραντικοὶ καὶ λεπτυντικοὶ τῶν ὑλῶν. οἱ δὲ παρὰ ποταμοῖς

6

.

21

.

25

ἢ λίμναις ὑγραντικοί· κακίους δ’ οἱ παρὰ λίμναις. οἱ δ’ ἐν μεσογείοις τῶν μὲν ἄλλων τῶν προειρημένων βελτίους εἰσίν, τῶν δὲ παρὰ θάλατ‐

6

.

21

.

26

ταν ἀπολείπονται. οἱ δ’ ἐν δρόσῳ τοῖς παρὰ λίμναις ἀφωμοίωνται.

6

.

21

.

27

οἱ δ’ ἐν ἀναπεπταμένοις διαφορητικώτατοι καὶ κουφιστικώτατοι περὶ

6

.

21

.

28

πάντων εἰσίν· παραπλησίως δὲ καὶ οἱ ἐφ’ ὑψηλῶν χωρίων. οἱ δ’ ἐν κοίλοις χωρίοις καὶ φάραγξι 〈κακοί〉· δύσκρατος γὰρ ὁ ἐν αὐτοῖς ἀὴρ

6

.

21

.

29

καὶ μοχθηρός. ὁμοίως δὲ καὶ οἱ κατάστεγοι χείρους τῶν ὑπαιθρίων·

6

.

21

.

30

συμπληρωτικοὶ γάρ, καὶ μάλιστα εἰ ταπεινὰ τὰ τῆς στέγης εἴη. καὶ οἱ μὲν ἐν νηνέμῳ διαφορητικοί τε καὶ διασκορπιστικοὶ τῶν περιττω‐

6

.

21

.

31

μάτων καὶ ἀνετικοὶ καὶ ἄπληκτοι. τῶν δ’ ἐν πνεύματι οἱ μὲν ἐν βορείῳ βηχὸς γεννητικοὶ καὶ θώρακος βλαπτικοί, στόμαχον δ’ ἐκλυό‐ μενον τονοῦσι καὶ δύναμιν διαρρέουσαν συνιστᾶσιν, εὐαισθησίας δὲ ποι‐ ητικοί· οἱ δὲ νοτιώτεροι συμπληρωτικοὶ κεφαλῆς καὶ τῶν αἰσθητηρίων
5ἀμβλυντικοί, κοιλίαν δὲ μαλάσσουσι καί εἰσι διαλυτικοί· οἱ δὲ περὶ ζέφυρον γινόμενοι πάντων ἄριστοι τῶν ἐν πνεύματι (τὰς μὲν γὰρ ἀηδίας τῶν βορείων οὐκ ἔχουσιν αὐτῶν μετὰ προσηνείας ὁμοῦ καὶ

6

.

21

.

32

διαχύσεως)· οἱ δ’ ἐν ἀφηλιώτῃ κακοί, πληκτικοί. οἱ δ’ ἐν ἡλίῳ δια‐

6

.

21

.

33

χυτικοὶ καὶ συμπληρωτικοὶ κεφαλῆς καὶ ἀνωμαλίας ποιητικοί. οἱ δ’ ὑπὸ δένδροις βελτίους τῶν ὑπὸ στέγην (ῥιπίζεται γὰρ ὁ ἀὴρ καὶ ὑγιεινότερος γίνεται)· κατά τε τὴν ποιότητα τῶν δένδρων ὠφέλειαν

6

.

21

.

34

ἢ βλάβην τοῖς σώμασι παρέχονται. καὶ οἱ μὲν ἐν αἰθρίᾳ κουφιστικοί, διαφορητικοί, λεπτυντικοί, εὐπνοίας καὶ εὐκινησίας παρασκευαστικοί.

6

.

21

.

35

οἱ δ’ ὑπονέφελοι συμπληρωτικοὶ μὲν κεφαλῆς καὶ βάρους ἐμποιητικοί,

6

.

21

.

36

διαφοροῦσι δ’ ἧσσον. καὶ οἱ μὲν ἑωθινοὶ κοιλίαν μαλάσσουσι καὶ τὰς

6

.

21

.

37

νωθρότητας ἐκ τῶν ὕπνων ἀποδιαλύουσι, πνεύματα λεπτύνουσιν. δει‐ λινοὶ δὲ περίπατοι πρὸς ὕπνον παρασκευάζουσι καὶ τὰς ἐμπνευματώ‐ σεις σκορπίζουσιν.

6

.

22

t

Περὶ δρόμου, ἐκ τῶν Ἀντύλλου, ἐκ τοῦ αὐτοῦ λόγου.

6

.

22

.

1

Ὁ δρόμος σύντονος ὢν περίπατος ἐν τοῖς συντόνοις κατατάσσεται γυμνασίοις· ἐπιτήδειος δὲ καὶ κατὰ τὴν χειμερινὴν ὥραν, ὁμοίως δὲ

6

.

22

.

2

καὶ θέρους μέσου. χρήσιμος δ’ εἰς τὸ θερμᾶναι τὸ σῶμα, ὀρέξεις ἀνα‐ καλέσασθαι καὶ ἐπιρρῶσαι τὰς τῆς φύσεως ἐνεργείας καὶ στόμαχον τονῶσαι καὶ ῥεῦμα στῆσαι· εἰ γὰρ καὶ τὴν πρώτην δοκεῖ παροξύνειν τὰ ῥεύματα, ἀλλ’ ἐξ ὑστέρου στελεῖ τοὺς ῥευματισμούς· πληροῖ δὲ

6

.

22

.

3

κεφαλήν. ἐπὶ δὲ νεφριτικῶν καὶ γονορροϊκῶν ὡς τετηρημένον βοή‐

6

.

22

.

4

θημα δρόμον παρειλήφαμεν. ὀνίνησιν ἰσχιαδικούς, ἐπὶ μὲν τὴν ἀρχὴν τοῦ δρόμου μόγις παραγινομένους, ἐν αὐτῷ δὲ τῷ τρέχειν ὥσπερ ἐπι‐

6

.

22

.

5

λανθανομένους τῆς διαθέσεως. ἐπὶ δὲ στροφουμένων καὶ μύκητας βεβρωκότων καὶ σκορπιοπλήκτων αὐτοὶ παρεφυλάξαμεν ὠφελοῦντα

6

.

22

.

6

δρόμον. τὰς μὲν οὖν διαφορὰς τάς τε παρὰ ποιότητα καὶ ποσότητα καὶ τὰς παραπλησίους ληψόμεθα ἐκ τῶν πρόσθεν εἰρημένων ἐπὶ τῶν περιπάτων· περὶ δὲ τῶν οὐκ εἰρημένων (εἰσὶ δὲ βραχεῖαι) νῦν ῥητέον.

6

.

22

.

7

ἔστι μὲν οὖν ὁ μὲν εἰς τοὔμπροσθεν ἐπ’ εὐθείας, ὃς αὐτὸ τοῦτο εἴλη‐ φεν ὄνομα, ὁ δέ τις εἰς τοὐπίσω, ὅντινα καὶ ἀνατροχισμὸν καλοῦσιν,

6

.

22

.

8

ὁ δ’ ἐν κύκλῳ, καὶ τοῦτον περιτροχισμὸν καλοῦσιν. ὁ μὲν οὖν εἰς τοὔμ‐

6

.

22

.

9

προσθεν τὰ ἤδη προειρημένα δύναται· ὁ δ’ εἰς τοὐπίσω ὁ ἀνατροχισμὸς κεφαλῇ καὶ ὄμμασι καὶ τένουσι καὶ στομάχῳ καὶ ὀσφύϊ χρήσιμος, οὐ ταχὺς γινόμενος (διὸ οὐδὲ συμπληροῖ τὴν κεφαλήν)· ἥ τε ἀναβάδισις ἀναγκάζουσα στερεώτερον βαίνειν καὶ ἐπ’ ἄκρων τῶν ποδῶν ὑπὲρ

6

.

22

.

10

τοῦ μὴ καταπεσεῖν καθέλκει τὴν ὕλην κάτω. περιτροχισμὸς δὲ θώρακι μὲν καὶ σκέλεσι κατάλληλός ἐστι, τοῖς δὲ περὶ κεφαλὴν ἀνάρμοστος.

6

.

22

.

11

οἱ μὲν οὖν μετὰ τοῦ σκέπεσθαι τὸ σῶμα δρόμοι θερμαίνουσι τὴν σάρκα

6

.

22

.

12

καὶ ἱδρῶτας κινοῦσιν· οἱ δὲ χωρὶς τοῦ σκέπεσθαι ἱδρώτων μὲν οὐ πολλῶν εἰσι γεννητικοί, κατὰ δὲ τὸ ἄδηλον ἰσχυρῶς διαφοροῦσι, καὶ σκληρύνουσι δὲ καὶ ἀναξηραίνουσι τὰ σώματα.

6

.

23

t

Περὶ αἰώρας, τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου.

6

.

23

.

1

Τὰ μὲν ἄλλα γυμνάσια ἐν τῇ τοῦ σώματος κινήσει κεῖται· ἡ δ’ αἰώρα συμμιγής ἐστιν ἔκ τε κινήσεως καὶ σχέσεως, τῶν 〈μὲν〉 μερῶν τοῦ σώματος ἀτρεμούντων, παντὸς δ’ ὑπὸ τῆς φορᾶς κινουμένου· ἐντεῦθεν ὠφελιμώτατόν τε γυμνάσιον καὶ προσηνέστατον 〈οὐδὲ κόπον
5ἐμποιοῦσα τοῖς σώμασι〉 κινοῦσά τε αὐτὰ οὐδὲν ἧσσον τῶν μεγάλων

6

.

23

.

2

γυμνασίων. δύναται δ’ αἰώρα πᾶσα ἐπεγείρειν τὸ ἔμφυτον θερμὸν σκορπίζειν τε πλῆθος ὕλης τονοῦν τε τὴν ἕξιν καὶ ἐπεγείρειν τὰ νε‐ ναρκωμένα τῶν ἐνεργημάτων· πρὸς δὲ καὶ νωθρότητος διαλυτικὴ καὶ ταράχου τοῦ περὶ σῶμα κατασταλτικὴ ὕπνου τε τοῖς ἠγρυπνηκόσι
5παρασκευαστική, καὶ ἐκ τῶν ἐναντίων ἐπιστροφῆς τε καὶ ἐγρηγόρσεως τοῖς νωθροῖς καὶ διαλελυμένοις· τὸν μὲν γὰρ ὕπνον ἐπάγει τῷ δια‐ φορεῖν τά τε ἀπὸ τῆς κεφαλῆς καὶ τοῦ στομάχου περισσώματα, τού‐ των μάλιστα τῶν μερῶν ἀγρυπνίας ὄντων ποιητικῶν· τὴν δ’ ἐγρή‐

6

.

23

.

3

γορσιν ἐργάζεται ἐπιστρέφουσα καὶ ἐπιρρωννύουσα τὸν τόνον. διαφοραὶ δ’ αἰώρας ἄνευ τῶν κοινῶν, ἃς εἰρήκαμεν ἐν τῷ Περὶ τοῦ περιπάτου λόγῳ, ἴδιοι αἵδε, ἥ τε ἐπὶ κλίνης (〈διπλῆ δ’ αὕτη, ἢ κρεμαμένης τῆς κλίνησ〉 ἢ ὑπόβαθρα ἐχούσης κατὰ τοὺς διαγωνίους πόδας), ἡ ἐν φο‐
5ρείῳ (διπλῆ δὲ καὶ ἥδε, ἤτοι καθεζομένων τῶν αἰωρουμένων ἢ κατα‐ κειμένων), ἡ ἐπὶ ζεύγους, ἡ ἐπὶ νηός, καὶ τῆς ἐπὶ νηὸς δ’ ἡ μέν τις

6

.

23

.

4

οὐριοδρομούσης, ἡ δ’ ἐρεσσομένης. θετέον δ’ ἐν αἰώρας μέρει καὶ

6

.

23

.

5

ἱππασίαν, εἰ καί τινες περὶ αὐτὴν ἰδίᾳ 〈δια〉λέγονται. τῇ μὲν οὖν ἐπὶ κλίνης αἰώρᾳ χρηστέον ἐπί τε πυρεσσόντων ἢ τῶν ἀρρωστίαν χρονίαν ἀρρωστούντων ἐπί τε ἐλλεβοριζομένων, ἔν τε ἀναλήψει χρήσιμος ἐπὶ τῶν ἀτονούντων ἔτι καὶ τοῖς ἀγρυπνοῦσι, τοῖς ὀκνηρῶς διακειμένοις,
5τοῖς ἐπιτεταμένοις κυνωδῶς τὰς ὀρέξεις, παύουσα τὴν ἐπίτασιν, τοῖς βραδέως διοικοῦσι τὰς τροφάς, τοῖς πρὸς τἄλλα γυμνάσια ἀδυνάτως ἔχουσιν· κατὰ τὸ ἀνάλογον δὲ καὶ τοῖς χρονίως ἀρρωστοῦσιν ὠφέλιμος.

6

.

23

.

6

ἀλλὰ τὸ μὲν ἕτερον εἶδος τὸ διὰ τοῦ κρεμαστοῦ κλινιδίου καὶ πρὸ τροφῆς καὶ ἐπὶ τροφῇ χρήσιμον· τὸ δ’ ἕτερον ἄχρηστον μὲν ἐπὶ τροφῇ. ὁ δὲ τρόπος τῆς χρήσεως αὐτῶν ἐν τῷ Περὶ ἐλλεβόρου δεδήλωται.

6

.

23

.

7

ἐν φορείῳ δὲ κατακειμένους αἰωροῦμεν πυρέσσοντας, τούτων δὲ ληθαρ‐ γικούς τε μᾶλλον καὶ κατεχομένους τούς τε ἁπλῷ καὶ ἐμμόνῳ καὶ

6

.

23

.

8

χρονίῳ πυρετῷ κατεχομένους. δεῖ δέ, εἰ τὰ τῆς δυνάμεως ὑπείη, ἐπὶ πλεῖον κεχρῆσθαι τῇ αἰώρᾳ· ἡ γὰρ ἐπ’ ἔλαττον ἀνακινοῦσα τὰ σώματα

6

.

23

.

9

ἐνίοτε παροξύνει τοὺς πυρετούς. ἐπὶ μὲν οὖν πυρεσσόντων τοὺς εἰς ἄνεσιν εἰλικρινῆ παραγινομένους ἢ μακράν γε τὴν ἄνεσιν ἔχοντας ἢ ἐν πυρετοῖς μακροῖς, κἂν μὴ μεγάλα ᾖ τὰ διαλείμματα, τῶν δ’ ἀπυρέτων

6

.

23

.

10

〈τοὺς ......〉 καθεδρίῳ σχήματι αἰωρητέον. ἀσκέπαστον μᾶλλον ἤπερ

6

.

23

.

11

ἐσκεπασμένον ἔστω τὸ φορεῖον. τοὺς δὲ καιροὺς τῆς αἰώρας καὶ τοὺς τόπους, ἐν οἷς αἰωρητέον, καὶ τρόπους, καθ’ οὓς παραληπτέον, εὑρή‐

6

.

23

.

12

σομεν ἐκ τῶν εἰρημένων ἐν τοῖς 〈Περὶ〉 περιπάτου λόγοις. ἡ δ’ ἐπὶ ζεύγους αἰώρα μοχλευτικὸν ἔχει τι καὶ κινητικὸν τῶν ἐμμόνων νοση‐

6

.

23

.

13

μάτων. τῆς δ’ ἐπὶ νηὸς αἰώρας ἡ μὲν δι’ ἐρεσίας ὡς τὰ πολλὰ βρα‐ χεῖά τε καὶ παρὰ τὴν γῆν γίνεται καὶ ἐν ἀκύμονι τῇ θαλάσσῃ· κλόνον οὖν οὐ πολὺν ἔχει οὐδ’ αἰκισμὸν, ὥστε σχεδόν τι τούτοις ἁρμόδιός ἐστιν, οἷς καὶ 〈ἡ〉 διὰ τοῦ ὀχήματος, πλήν γε δὴ τοῦτο ἔχει περιττό‐
5τερον, ὅτι ἐν καθαρῷ τε ἀέρι γίνεται καὶ ἀναθυμιάσεις ὑγρὰς οὐκ

6

.

23

.

14

ἔχοντι, ἀλλὰ ξηράς τε καὶ δριμείας· διὸ προκριτέα. ἡ δὲ διαπόντιος αἰώρα, πνεύματι φερομένης νηός, ποικιλωτάτη τε καὶ ἐκ τῶν ἐναντιω‐ τάτων συνεστῶσα· κίνησίν τε γὰρ ὀξυτάτην καὶ σφοδροτάτην καὶ ἀδιάπαυστον κατὰ τὴν τῆς νηὸς φορὰν ἔχει συμμιγής τέ ἐστιν ἔκ τε
5ῥᾳθυμίας καὶ φόβου· μεταβολὰς γὰρ ῥᾴστας καὶ ταχίστας ἔχει· αἱ δὲ

6

.

23

.

15

τοιαῦται μεταβολαὶ πᾶσαν χρονίαν διάθεσιν νόσων ἀνασκευάζουσιν. ὁ δὲ γινόμενος σάλος ἐν τῷ πλῷ δύναμιν ἔχει παραπλησίαν ἐλλεβόρῳ κούφῳ λευκῷ.

6

.

24

t

Περὶ ἱππηλασίας, τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου.

6

.

24

.

1

Τῆς δ’ ἱππασίας ὀλίγη χρῆσίς ἐστιν ἐπὶ νοσούντων· εἰ μὲν γὰρ ἠρέμα ὁ ἵππος ἐλαύνοιτο, οὐδὲν ἂν πλέον παρέχοι πλὴν κόπου, καὶ μάλιστα βουβώνων· εἰ δὲ σφοδρῶς ἐλαύνοιτο, κλονεῖ μὲν πᾶν τὸ σῶμα ἐπιπόνως, ὅμως δ’ ἔχει τι χρήσιμον· τονοῖ γὰρ ὑπὲρ πάντα τἄλλα
5γυμνάσια τὸ σῶμα, καὶ μάλιστα τὸν στόμαχον, καθαίρει τε τὰ αἰσθη‐ τήρια καὶ ὀξύτερα ἐργάζεται· θώρακι δὲ κάκιστον γυμνάσιον.

6

.

25

t

Περὶ τῆς ἐν πυρετοῖς ἁρμοζούσης αἰώρας, ἐκ τῶν Ἡροδότου, ἐκ τοῦ Περὶ ποιουμένων βοηθημάτων λόγου.

6

.

25

.

1

Μέτρον δ’ αἰώρας ἔστω ἐπὶ μὲν πυρετῶν, τῆς διὰ φορείου ἢ καθέδρας γινομένης αἰώρας, τὸ πρῶτον μήτε ἔλαττον σταδίων πέντε μήτε πλεῖον τοῦ διπλασίου, τηρουμένου τοῦ αὐτοῦ μέτρου καὶ τῇ δευ‐ τέρᾳ τῶν ἡμερῶν· ἀπὸ δὲ τῆς τρίτης προστιθέσθω πέντε στάδια καθ’

6

.

25

.

2

ἑκάστην ἡμέραν ἄχρι τῶν τριάκοντα σταδίων. οἱ δὲ μακροτέρας αἰώρας δεόμενοι τῆς διὰ χειραμάξης χρῄζουσιν, οὓς ἀπὸ τριάκοντα σταδίων

6

.

25

.

3

ἀρξάμενοι κινεῖν ἐπὶ τὰ διπλασίονα προάξομεν. τοὺς δ’ ἀγρύπνους ἐν πυρετοῖς μέχρι τῶν ὕπνων αἰωρεῖν δεῖ καὶ τοὺς ἐν ὀδύνῃ τυγχάνοντας ἢ ἐν ἄλλῳ τινὶ τοιούτῳ συμπτώματι μέχρι τῆς ὑπεξαιρέσεως τοῦ διο‐

6

.

25

.

4

χλοῦντος. τῆς δὲ διὰ τοῦ κρεμαστοῦ κλινιδίου αἰώρας μέτρον ἀριθμῷ μὲν οὐκ εὐόριστον· συλλογιστέον δὲ χρόνον τὸν ἐν ᾧ τις φορείῳ

6

.

25

.

5

φερόμενος ἀνύσαι σταδίων τεσσαράκοντα μῆκος. τοὺς δ’ ἐν ζευκτοῖς αἰωρουμένους ἀπὸ σταδίων ἀρχομένους τριάκοντα ἢ τεσσαράκοντα

6

.

25

.

6

προβιβάζειν δεῖ μέχρι τῶν διπλῶν. πλείονος δὲ προσδέονται μέτρου οἱ ταῖς ἱππασίαις εἰωθότες χρῆσθαι, ὅπερ δοκιμαστέον κατά τε τὰς

6

.

25

.

7

φύσεις αὐτῶν καὶ τὰς συνηθείας. τοῖς δὲ διὰ πλοίων αἰωρουμένοις
ἀφ’ ἑξήκοντα σταδίων ἀρχομένους καταλήγειν ἐπὶ τὰ διπλάσια δεῖ.

6

.

26

t

Περὶ κρικηλασίας, ἐκ τῶν Ἀντύλλου, ἐκ τοῦ δ λόγου Τῶν ποιουμένων βοηθημάτων.

6

.

26

.

1

Ἡ κρικηλασία δύναται μαλάξαι τὰ συντεταμένα τῶν σωμάτων καὶ εὐκαμπῆ παρασκευάσαι τὰ κατεσκληκότα διὰ τοὺς ἐξελιγμοὺς καὶ τὴν ποικιλίαν τῶν τοῦ σώματος σχημάτων νεῦρά τε ἐπιρρῶσαι καὶ χαλάσαι ἠτονηκότα καὶ θερμασίαν ἐγεῖραι καὶ διάνοιαν ἐπτοημένην τε καὶ με‐

6

.

26

.

2

λαγχολῶσαν καταστεῖλαι. ἐλάσσονα δ’ ἐχέτω ὁ κρίκος τὴν διάμετρον τοῦ μήκους τοῦ ἀνθρώπου, ὥστε τὸ ὕψος αὐτοῦ μέχρι τῶν μαστῶν

6

.

26

.

3

ἐξικνεῖσθαι. ἐλαυνέσθω δὲ μὴ κατὰ μῆκος, ἀλλὰ καὶ πεπλανημένως.

6

.

26

.

4

ἔστω δ’ ὁ ἐλατὴρ σιδηροῦς ξύλινον ἔχων τὴν λαβήν. τοὺς μέντοι λεπτοὺς κρίκους τοὺς περικειμένους τῷ τροχῷ ᾠήθησάν τινες εἶναι περιττούς· τὸ δ’ οὐχ οὕτως ἔχει, ἀλλ’ ὁ ψόφος ὁ γινόμενος ἐξ αὐτῶν

6

.

26

.

5

διάχυσιν ἐργάζεται καὶ ἡδονὴν τῇ ψυχῇ. δεῖ δὲ κατὰ μὲν τὰς ἀρχὰς ὀρθοὺς ἐλαύνειν τοὺς κρίκους, μετὰ δὲ τὸ ἀναθερμανθῆναι τὸ σῶμα καὶ νοτερὸν γενέσθαι, τότε διεκπηδᾶν τε καὶ διατρέχειν, ἐπὶ τέλει δὲ πάλιν ὀρθοὺς ἐπελαύνειν εἰς τὸ καταστεῖλαι τὴν σύστασιν τὴν ἀπὸ τοῦ

6

.

26

.

6

γυμνασίου. καιρὸς δ’ ὁ πρὸ τροφῆς ἢ πρὸ λουτροῦ, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων τῶν μεγάλων γυμνασίων.

6

.

27

t

Περὶ νήξεως, τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου.

6

.

27

.

1

Ὀλίγοις μὲν τῶν χρονίων παθῶν ἡ νῆξις ἁρμόδιος καὶ ὀλιγάκις· παραλαμβάνεται δὲ θέρους μόνον καὶ δύναται ἰσχναίνειν, διαφορεῖν,

6

.

27

.

2

τονοῦν, θερμαίνειν, λεπτύνειν, δυσπάθειαν παρασκευάζειν. ἡ μὲν οὖν ἐν θαλάττῃ ὑδεριώδεσι, ψωρώδεσι, τοῖς ὑπ’ ἐξανθημάτων ἐνοχλου‐ μένοις, ἔτι δὲ τοῖς ἐλεφαντιῶσι καὶ τοῖς ῥεῦμά τι κατὰ σκέλος ἢ μέρη τινὰ τοῦ σώματος ἐσχηκόσι κατάλληλος καὶ ἀτρόφοις καὶ τοῖς ἐκ νόσου
5παρῳδηκόσιν· κεφαλῇ δ’ ἀσύμφορος οὐχ ἡ ἐν θαλάττῃ μόνον, ἀλλὰ

6

.

27

.

3

καὶ ἡ πανταχοῦ. ἡ δ’ ἐν τοῖς γλυκέσιν ὕδασιν ἀσθενῶς καὶ ἀτόνως δύναται τὰ προειρημένα· διὸ καὶ παραιτητέα ὡς τὸ πολύ· καὶ γὰρ κακοῖ τὸ νευρῶδες διὰ τὴν ψῦξιν καὶ τὴν ὑγρότητα τοῖς ἐγχρονίσασιν.

6

.

27

.

4

ἡ δ’ ἐν τοῖς θερμοῖς τοῖς αὐτοφυέσι νῆξις ἀνάρμοστος, συμπληρωτικὴ τυγχάνουσα· ἔτι δὲ μᾶλλον παραιτητέος κόλυμβος ἐξ ὕδατος τεθερμα‐

6

.

27

.

5

σμένου. ἀλλ’ εἴτε θαλάττῃ, εἴτε καὶ ἄλλῳ τις ὕδατι ἐννήχοιτο, δεῖ προαλειψάμενον μετρίως καὶ τρίψει προθερμάναντα τὸ σῶμα ἐξαπίνης ἐμπίπτειν τῷ ὕδατι.

6

.

28

t

Περὶ πάλης.

6

.

28

.

1

Ἡ μὲν σύντονος πάλη πνεύματος εὐτονίαν καὶ ἰσχὺν ἐργάζεται
καὶ τὸ σῶμα στερεὸν καὶ μυῶδες νεῦρά τε κρατύνει καὶ τὰ αἰσθητήρια παροξύνει καὶ τὰς φυσικὰς ἐνεργείας ἐπιρρώννυσιν· σάρκα δὲ πυκνὴν μὲν καὶ ναστήν, ὀλίγην δὲ παντάπασι περιβάλλει· πιμελῆς δὲ καὶ οἰδη‐
5μάτων καὶ ὄγκων ὑδέρων τε πάντων καταλυτική, θώρακι δ’ ἀνάρ‐

6

.

28

.

2

μοστος. ἡ δὲ πραεῖα ἀντιστρόφως σαρκὸς πολλῆς κατασκευαστική·

6

.

28

.

3

διὸ τοῖς ἀρχομένοις ἀναλαμβάνειν χρησιμωτέρα τῆς ἑτέρας. ἔτι ἡ μὲν

6

.

28

.

4

ὄρθιος πάλη ὠφέλιμος κεφαλῇ καὶ θώρακι καὶ τονοῖ τὰ νεῦρα. ἡ δ’ ἐπὶ τοῦ ἐδάφους ὀνίνησιν ὀσφὺν καὶ γόνατα καὶ ὑποχόνδριον καὶ ἔν‐ τερα κεκακωμένα, κεφαλῇ δ’ ἀνοικειοτέρα.

6

.

29

t

Περὶ σκιομαχίας, τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου.

6

.

29

.

1

Σκιομαχία δὲ χρήσιμος εἰς τὸ κοπώδη τε διάθεσιν παῦσαι καὶ

6

.

29

.

2

ὤμους τονῶσαι καὶ νεύρων ἀκράτειαν καὶ τρόμον καταστῆσαι. ἔστι δὲ καὶ ὕλης ὑποβιβαστικὴ καὶ μάλιστα τοῖς μιμουμένοις τοὺς πύκτας ἐπ’ ἄκρων τῶν ποδῶν· χρήσιμος δὲ καὶ νεφροῖς καὶ κώλῳ, καὶ μὲν δὴ

6

.

29

.

3

καὶ τοῖς περὶ θώρακα συμβαίνουσιν. δεῖ δὲ μὴ μόνον ταῖς χερσὶ σκιο‐ μαχεῖν, ἀλλὰ καὶ τοῖς σκέλεσι, ποτὲ μὲν ὥσπερ ἁλλομένους, ποτὲ δ’ ὥσπερ λακτίζοντας.

6

.

30

t

Περὶ χειρονομίας, ἐκ τοῦ αὐτοῦ λόγου.

6

.

30

.

1

Ὀρχήσεως καὶ σκιομαχίας μεταξὺ χειρονομία ἐστίν· μᾶλλον μὴν

6

.

30

.

2

ἔχεται σκιομαχίας. χρήσιμος δ’ ἐπὶ τῶν αὐτῶν ἐφ’ ὧν καὶ σκιομαχία· προκριτέα δ’ ἐπὶ παίδων καὶ γυναικῶν καὶ γερόντων καὶ τῶν σφόδρα ἰσχνῶν καὶ ἀρρώστων τὸ σῶμα· πρόσφορον γὰρ τούτοις καὶ οἰκεῖον γυμνάσιόν ἐστιν.

6

.

31

t

Περὶ ἀφαλμοῦ καὶ ἐξαλμοῦ, ἐκ τοῦ αὐτοῦ λόγου.

6

.

31

.

1

Διαφέρει τὸ ἀφάλλεσθαι τοῦ ἐξάλλεσθαι· ἡ μὲν γὰρ ἄφαλσις δρόμῳ προσέοικεν, ἐν τῷ αὐτῷ τόπῳ μένοντος τοῦ σώματος μετὰ τοῦ

6

.

31

.

2

κάμπτειν τὰς ἰγνύας· ὁ δ’ ἐξαλμὸς κομιδὴ σκελῶν ἐστι συνεχής. παρά‐ κειται δὲ τούτοις τὸ πρὸς πυγὴν ἅλλεσθαι, ᾧ καὶ αἱ Λάκαιναι γυναῖκες τὸ πρόσθεν ἐχρῶντο· τοῦτο δ’ ἐστὶν ἄφαλσις, καμπτομένων τῶν σκε‐ λῶν, ὥστε τὰς πτέρνας τῶν πυγῶν προσάπτεσθαι, ποτὲ μὲν ἐναλλὰξ

6

.

31

.

3

τῶν σκελῶν ἀναλακτιζόντων, ποτὲ δ’ ἀμφοτέρων ἅμα. ἄφαλσις μὲν τοῖς περὶ κεφαλὴν χρονίοις νοσήμασι χρησίμη καὶ θώρακι καὶ ὕλῃ ῥοπὴν ἐχούσῃ πρὸς τὰ ἄνω μέρη καὶ σκέλεσιν ἀτόνοις καὶ ἀτρόφοις

6

.

31

.

4

καὶ ἀσάρκοις καὶ ναρκώδεσι καὶ τρομώδεσιν. ἐξαλμὸς δ’ ἀφάλσεως ὕλην μὲν ὑποβιβάζει μᾶλλον, σείων δὲ τὸν θώρακα καὶ τοῖς περὶ
αὐτὸν πάθεσιν ἀνάρμοστος· εὐκίνητον δὲ καὶ ἑτοῖμον πρὸς τὰς πράξεις

6

.

31

.

5

ἱκανῶς παρασκευάζει τὸ σῶμα. ἡ δὲ πρὸς πυγὴν ἅλσις κεφαλὴν καθαί‐ ρει καὶ ξηραίνει, προκαλεῖται δὲ καὶ ἔμμηνα γυναιξὶ καὶ ἔμβρυα ἀσύ‐ στατα ἐκβάλλει, καθάπερ καὶ Ἱπποκράτης ἐν τῷ Περὶ παιδίου

6

.

31

.

6

φύσεως ἀνέγραψεν. ἐκβάλλει δὲ καὶ δεύτερα κατεχόμενα, καὶ ὑστέρας ἀναδρομῆς κατασπαστικὸν καὶ αἱμορροΐδος προκλητικόν.

6

.

32

t

Περὶ σφαίρας, ἐκ τοῦ αὐτοῦ λόγου.

6

.

32

.

1

Τὸ ἀπὸ τῆς σφαίρας γυμνάσιον εὐκινητοτέρους τοὺς χρωμένους

6

.

32

.

2

ἀπεργάζεται καὶ τὰς ζωτικὰς ἐνεργείας ῥώννυσιν. διαφοραὶ δ’ αὐτοῦ παρὰ τὰς διαφορὰς τῆς σφαίρας· ἡ μὲν γάρ ἐστι μικρά, ἡ δὲ μεγάλη,

6

.

32

.

3

ἡ δὲ μέση, ἡ δ’ εὐμεγέθης, ἡ δὲ κενή. τῆς δὲ μικρᾶς ἐν μεγέθει εἴδη τρία· καθ’ ἕκαστον δὲ τῶν εἰδῶν ἓν γυμνάσιον. ἡ μὲν γάρ ἐστι σφόδρα μικρά· γυμνάζονται δ’ αὐτῇ, συνερείσαντες μάλιστα τὰ σώματα τῶν συσφαιριστῶν τάς τε χεῖρας ταῖς χερσὶ συσφαιριζούσας ἐγγυτάτω
5καταστήσαντες· καὶ ἔστι τὸ ἀπ’ αὐτῆς γυμνάσιον σκέλεσι μὲν ἐπιτη‐ δειότατον, ἅτε μετ’ ἐντάσεως γινόμενον τῶν σκελῶν, χρήσιμον δὲ καὶ μεταφρένῳ καὶ πλευραῖς τεθηλυσμέναις καὶ αὐτοῖς βραχίοσιν· ἔστι

6

.

32

.

4

δὲ καὶ σαρκὸς στερεωτικόν. ἄλλο δὲ σφαιρίον, ὀλίγῳ τοῦδε μεῖζον, ᾧ χρῶνται τοὺς μὲν πήχεις τοῖς πήχεσι τῶν γυμναζομένων ἐπιβάλλοντες, οὔτε τοῖς σώμασιν ἐγχριμπτόμενοι τοῖς ἀλλήλων οὔτε προσνεύοντες, ποικίλως δὲ καὶ κινούμενοι καὶ μεταβαίνοντες διὰ τοὺς μετασφαιρι‐

6

.

32

.

5

σμούς. καὶ ἔστι κάλλιστον τῶν ἀπὸ σφαίρας τόδε τὸ γυμνάσιον, ὅτι καὶ τὸ σῶμα ὑγιὲς καὶ εὐκίνητον μετὰ ῥώμης παρέχεται καὶ τὴν ὄψιν

6

.

32

.

6

τονοῖ καὶ οὐδὲ κεφαλὴν συμπληροῖ. τρίτον δὲ σφαιρίον μεῖζον τοῦδε, ᾧ σφαιρίζουσιν ἐξ ἀποστήματος διεστῶτες. τούτου δὲ τὸ μὲν στάδιόν ἐστι, τὸ δὲ δρομικόν. οἱ μὲν γὰρ ἑστῶτες ἀφιᾶσι τὴν σφαῖραν μετὰ σφοδρότητος καὶ συνεχείας καὶ ὀνίνανται βραχίονάς τε καὶ ὄμματα·

6

.

32

.

7

τὸ δὲ δρομικὸν βραχίονας μὲν καὶ ὄψιν ὁμοίως ὀνίνησι τῷ προειρη‐ μένῳ, ὠφελεῖ δὲ καὶ σκέλη διὰ τὸν δρόμον καὶ ῥάχιν διὰ τὰς γινο‐

6

.

32

.

8

μένας ἐν τῷ δρόμῳ καμπάς. ταῦτα μὲν περὶ τῆς μικρᾶς σφαίρας· τὸ δ’ ἀπὸ τῆς μεγάλης σφαίρας γυμνάσιον οὐ μόνον διαφέρει διὰ τὸ μέγεθος αὐτῆς τῶν προειρημένων, ἀλλὰ καὶ παρὰ τὸ σχῆμα τῶν χει‐ ρῶν. ἐν μὲν γὰρ ἐκείνοις πᾶσιν αἰεὶ τῶν ὤμων ἐν ταπεινοτέρῳ σχή‐
5ματί εἰσιν αἱ χεῖρες ἄκραι, ἐν δὲ τούτῳ τῆς κεφαλῆς ὑψηλότεραι· διὰ

6

.

32

.

9

τοῦτο καὶ ἡ λαγὼν ἀνακλίνεται κατὰ τοῦτο τὸ γυμνάσιον. ἐνίοτε καὶ ἐπ’ ἄκρων βαίνουσι τῶν ποδῶν ὑψῶσαι τὴν χεῖρα πειρώμενοι· ἄλλοτε

6

.

32

.

10

δὲ καὶ ἐξάλλονται, τῆς σφαίρας ὑπερπετοῦς φερομένης. τονωτικὸν δ’ ἐστὶ παντὸς τοῦ σώματος καὶ κεφαλῇ χρήσιμον, ὑποβιβάζον τὴν ὕλην.

6

.

32

.

11

ἡ δ’ ὑπερμεγέθης σφαῖρα τοὺς μὲν βραχίονας ἐν τῷ βάλλεσθαι τονοῖ· βάλλεται δὲ διὰ τὸ μέγεθος ἀμφοτέραις ταῖς χερσίν· πληγὰς δ’ ἀτε‐ ράμνους ἔχουσα οὐ μόνον τοῖς νοσοῦσιν ἢ τοῖς ἐκ νόσου ἀναλαμβάνου‐

6

.

32

.

12

σιν ἄρχηστος, ἀλλ’ ὁμοῦ τι καὶ τοῖς ὑγιαίνουσιν. ἡ δὲ κενὴ σφαῖρα, ἥτις καὶ θύλακος προσαγορεύεται, γυμνάζει μὲν παραπλησίως τῷ δρο‐ μικῷ, οὐ πάνυ δ’ εὔκολον οὐδ’ εὔσχημον· διὸ παραιτήσεως ἄξιον.

6

.

33

t

Περὶ κωρύκου, ἐκ τοῦ αὐτοῦ λόγου.

6

.

33

.

1

Κώρυκος ἐπὶ μὲν τῶν ἀσθενεστέρων ἐμπίπλαται κεγχραμίδων ἢ

6

.

33

.

2

ἀλεύρων, ἐπὶ δὲ τῶν ἰσχυροτέρων ψάμμου. τὸ δὲ μέγεθος αὐτοῦ πρός

6

.

33

.

3

τε δύναμιν καὶ ἡλικίαν συναρμοζέσθω. κρεμάννυται δ’ ἐν τοῖς γυμνα‐ σίοις ἄνωθεν ἐξ ὀροφῆς, ἀπέχων τῆς γῆς τοσοῦτον, ὥστε τὸν πυθμένα

6

.

33

.

4

κατὰ τὸν ὀμφαλὸν εἶναι τοῦ γυμναζομένου. τοῦτον διχείρως ἔχοντες ἀμφοτέραις αἰωροῦσιν οἱ γυμναζόμενοι, τὴν μὲν πρώτην ἡσύχως, ἔπειτα σφοδρότερον, ὥστε καὶ ἐπεμβαίνειν ἀποχωροῦντι αὐτῷ καὶ πάλιν προσιόντος ὑπείκειν ἐξωθουμένους ὑπὸ τῆς βίας· τὸ δὲ τελευταῖον
5ἀφιᾶσιν αὐτὸν ἔξω τῶν χειρῶν ἀπώσαντες, ὥστε ὑποστρέψαντα σφο‐ δρότερον ἐμπίπτειν τῷ σώματι ἐκ τῆς προσελεύσεως· τὰ δ’ ὕστατα ἐπὶ πλεῖστον αἰκίσαντες αὐτὸν ἀποπέμπουσιν, ὥστε ἐκ τῆς προσόδου,

6

.

33

.

5

εἰ μὴ σφόδρα προσέχοιεν, ἀποστρέφεσθαι. ποτὲ μὲν οὖν ταῖς χερσὶν ἀντιβαίνουσιν αὐτῷ προσιόντι, ποτὲ δὲ τῷ στέρνῳ, τὰς χεῖρας ἀνα‐

6

.

33

.

6

πετάσαντες, ἄλλοτε δ’ ἐπιστρέφοντες κατὰ μετάφρενον. δύναται μὲν οὖν μυῶσαι σῶμα καὶ τόνον περιβαλεῖν, καὶ ὤμοις καὶ παντὶ τῷ σώ‐ ματι δυνατὸν γυμνάσιον· σπλάγχνοις δὲ πᾶσι κατάλληλον διὰ τὰς πληγάς.

6

.

34

t

Περὶ ἁλτηριοβολίας, ἐκ τοῦ αὐτοῦ 〈λόγου〉.

6

.

34

.

1

Σκληρὸν γυμνάσιον ἁλτηρίων βολίς· στομάχῳ δὲ ῥευματιζομένῳ καὶ ἀτονοῦντι καὶ ἀποξύνοντι καὶ γαστρὶ δυσχερῶς πεττούσῃ κατάλ‐ ληλον· γυμνάζει δὲ καὶ ὤμους εὖ μάλα καὶ σαρκοῖ· κεφαλῇ δ’ οὐ

6

.

34

.

2

χρήσιμον οὐδὲ θώρακι. διαφορὰ δ’ ἐστὶν αὐτῶν τῶν ἁλτηρίων· ἢ γὰρ βάλλονται, παρὰ μέρος τῶν χειρῶν ἐκτεινομένων τε καὶ συγκαμπτο‐ μένων, ἢ κρατοῦνται μόνον, ἐν προτάσει τῶν χειρῶν ἡσυχαζουσῶν ὡς τὰ πολλὰ βραχεῖάν τε κίνησιν κινουμένων, αὐτῶν τε τῶν γυμναζο‐
5μένων ἐμβαινόντων καὶ ἀνασειόντων τοῖς πύκταις ὁμοίως, ἢ κατὰ
σύννευσιν τῆς ῥάχεως ταῖς χερσὶ παρεγκαμπτόντων τῶν γυμναζομένων.

6

.

34

.

3

τὸ μὲν οὖν πρῶτον εἶδος τὰ προειρημένα δύναται· τὸ δὲ δεύτερον σκελῶν κρατυντικὸν καὶ νεύρων καὶ ὕλης ὑποβιβαστικόν· τὸ δὲ τρίτον ῥάχιν μὲν καὶ ὀσφὺν ὀνίνησι καὶ μαλάσσει, κεφαλὴν δὲ κάκιστα δια‐ τίθησιν.

6

.

35

t

Περὶ τῆς ἐπὶ τῶν σιμῶν διαβάσεως, ἐκ τοῦ αὐτοῦ λόγου.

6

.

35

.

1

Πνεύματος τονωτικὸν τοῦτο τὸ γυμνάσιον καὶ εὐκαμπείας τῆς περὶ τὸ σῶμα, μάλιστα δὲ τῆς περὶ σκέλη ποιητικὸν μετὰ τοῦ καὶ ἰσχὺν περιποιεῖν τοῖς κινουμένοις μέρεσιν· ἔστι δὲ καὶ μακροτονίας παρασκευαστικὸν καὶ νεύρων καταλλάξεως ἐπιτρεπτικόν· μεταβιβάζει

6

.

35

.

2

καὶ ὕλην καὶ περιττώματα μετέωρα πρὸς τὰς ἐξόδους ἀπωθεῖ. εἰ δὲ καὶ μετὰ κρατήσεως ἁλτηρίων παραλαμβάνοιτο, τῶν στιβαρωτάτων γυμνασίων ἕν τι γίνεται, διαπονοῦν ὁμοίως καὶ τὰ ἄνω καὶ τὰ κάτω τοῦ σώματος.

6

.

36

t

Περὶ ὁπλομαχίας, ἐκ τοῦ αὐτοῦ λόγου.

6

.

36

.

1

Οὐ τῶν παλαιῶν γυμνασίων τοῦτο, λέγω δὲ τῶν τοῖς κάμνουσιν

6

.

36

.

2

ὠφελίμων, ἐπεὶ ἄλλως ἡ ἐν ὅπλοις ἄσκησις παλαιά. Ῥωμαῖοι δ’ ἐξεῦ‐ ρον τὴν ὁπλομαχίαν τήνδε, πρῶτον δ’ ὑπὲρ τῆς εἰς πόλεμον παρα‐ σκευῆς· τὸ δὲ νῦν ὑπὲρ τοῦ διαπονεῖν τὰ σώματα οἵ γε οὖν στρα‐ τιῶται· μονομάχων γὰρ ὅπλα ἐνδυόμενοι ἢ πρὸς ἀντιπάλους ἢ πρὸς

6

.

36

.

3

κίονα ὡς πρὸς ἀντίπαλον διαμάχονται. δύναται δὲ τοῦτο τὸ γυμνά‐ σιον εὐκίνητόν τε ποιῆσαι τὸ σῶμα καὶ εὔσαρκον· πλαδαρὰν μέντοι σάρκα περιποιεῖ· κεφαλῇ δ’ ἀλυσιτελὲς διά τε τὸ σκέπεσθαι λίαν αὐτὴν ὑπὸ τῶν πίλων καὶ τῆς περικεφαλαίας διά τε τὸ μοχθεῖν ὑπὸ τοῦ

6

.

36

.

4

βάρους. μέγιστον δ’ ἐπάγγελμα τοῦδε τοῦ γυμνασίου μακρόπνοια καὶ συντονία τοῦ σώματος, ἔνθεν οἱ προεθίσαντες αὐτῷ πᾶσαν ἄλλην ἀπο‐ δίωξιν πνεύματος ὑποφέρειν εἰσὶν ἱκανοί.

6

.

37

t

Περὶ ἀφροδισίων, ἐκ τῶν Γαληνοῦ.

6

.

37

.

1

Ἀφροδισίων δὲ κατὰ μὲν Ἐπίκουρον οὐδεμία χρῆσις ὑγιεινή· κατὰ δὲ τἀληθὲς ἐκ διαλειμμάτων τηλικούτων, ὡς ἐπὶ ταῖς χρήσεσι μήτε ἐκλύσεως αἰσθάνεσθαι καὶ κουφότερον αὐτὸν αὑτοῦ δοκεῖν γεγονέναι

6

.

37

.

2

καὶ εὐπνούστερον. ὁ δὲ καιρὸς τῆς χρήσεως, ὅταν ἀκριβῶς μέσον ᾖ
τῶν ἔξωθεν περιστάσεων ἁπασῶν τὸ σῶμα, μήτε ὑπερπεπληρωμένον μήτε ἐνδεὲς μήτε ὑπερεψυγμένον μήτε ὑπερτεθερμασμένον 〈ἢ ἐξηραμ‐

6

.

37

.

3

μένον ἢ ὑγρασμένον〉 ἀμέτρως. εἰ δὲ καὶ διαμαρτάνοιέν ποτε κατά τι, μικρὸν μὲν ἔστω τὸ ἁμαρτανόμενον· ἄμεινον δὲ τὸ τεθερμασμένῳ μᾶλλον ἢ ἐψυγμένῳ, καὶ πεπληρωμένῳ μᾶλλον ἢ 〈ἐνδεεῖ, καὶ ὑγρα‐ σμένῳ μᾶλλον ἢ〉 ἐξηραμμένῳ τῷ σώματι χρῆσθαι τοῖς ἀφροδισίοις.

6

.

37

.

4

οἱ μὲν οὖν ἀσθενῆ τὴν δύναμιν ἔχοντες ὑπὸ τῆς λαγνείας εἰς ἐσχάτην ἀρρωστίαν ἀφικνοῦνται· οἱ δ’ ἰσχυρὰν καὶ νοσοῦντες ἀπὸ φλέγματος 〈οὔτε καταλυθήσονται καὶ ξηραίνουσι τὴν τοῦ φλέγματοσ〉 περιουσίαν τῷ διαφορεῖν ἐπὶ πλέον τοὺς χυμούς· ἀβλαβῆ γὰρ ἀφροδίσια τοῖς

6

.

37

.

5

ὑγροῖς καὶ θερμοῖς ἐστι καὶ ὅσοι φύσει πολύσπερμοι. ἀλλὰ καὶ θερ‐ μαίνει τὸ σῶμα τοῖς ἐρρωμένην ἔχουσι τὴν δύναμιν ἡ λαγνεία· τοῖς δ’ ἀσθενέσιν ἐν μὲν τῷ παραχρῆμα θερμαίνει, ψύχει δὲ μετὰ ταῦτα

6

.

37

.

6

γενναίως. ἔνιοι μὲν οὖν εὐθέως ἐπὶ ταῖς συνουσίαις ἀπὸ νεότητος ἀσθενεῖς γίνονται· τινὲς δέ, εἰ μὴ συνεχῶς χρῷντο, βαρύνονται τὴν κεφαλὴν ἀσώδεις τε καὶ πυρετώδεις γίνονται καὶ χεῖρον ὀρέγονται καὶ ἧττον πέττουσιν· τοιαύτης γοῦν ἐνίους ὄντας φύσεως, εἶτα ἐγκρα‐
5τεῖς ἀφροδισίων χρήσεως γενομένους ναρκώδεις τε καὶ δυσκινήτους ἔγνωμεν ἀποτελεσθέντας, ἐνίους δὲ καὶ σκυθρωποὺς ἀλόγως καὶ δυσέλ‐ πιδας ὁμοίως τοῖς μελαγχολικοῖς, ταῦτα δὲ παυόμενα ταχέως ἐπὶ ταῖς

6

.

37

.

7

τῶν ἀφροδισίων χρήσεσιν. ταῦτα ἀναλογιζομένῳ μοι μεγάλως φαίνε‐ ται βλάπτειν ἡ τοῦ σπέρματος ἐπίσχεσις, ἐφ’ ὧν αὐτό τε φύσει κακο‐ χυμότερον καὶ πλεῖον, ἀργότερός τε ὁ βίος, καὶ τῶν ἀφροδισίων ἡ χρῆσις πρότερον μὲν ἱκανὴ πάνυ, μετὰ ταῦτα δὲ .... ἰσχυροί τε
5καὶ νέοι· τούτοις ἡ τοῦ σώματος ἕξις εἰς ἀραιότητα πλέον ἤπερ ἡ δύναμις εἰς ἀρρωστίαν ἀλλοιοῦται, καὶ τοίνυν ἐπανόρθωσις διὰ τῶν συναγόντων καὶ σφιγγόντων γίνεται αὐτοῖς, ὁποῖόν ἐστι τὸ παρασκευ‐

6

.

37

.

8

αστικὸν γυμνάσιον. εἰ δὲ δὴ καὶ ψῦξίς τις ἐπὶ τοῖς ἀφροδισίοις ἐγγί‐ νοιτο, καὶ κατὰ τοῦτο ἂν εἴη τῷ παρασκευαστικῷ γυμνασίῳ χρηστέον·

6

.

37

.

9

ἐπεγείρει γὰρ τὴν θερμότητα. τῆς δ’ ὥρας τοῦ ἔτους ἐπιτρεπούσης,

6

.

37

.

10

οὐδὲ τῆς ψυχρολουσίας ἀφεκτέον. ἐδέσματα δὲ τῷ πλήθει μὲν ἐλάττω, τῇ ποιότητι δ’ ὑγρότερα δοτέον, ἵνα καὶ πέψῃ καλῶς αὐτὰ καὶ τὴν

6

.

37

.

11

ἐκ τῶν ἀφροδισίων ἐπανορθώσηται ξηρότητα. χρὴ δ’ οὐδὲ ψυχρότερα
τὴν κρᾶσιν, ἀλλὰ τῆς μέσης ἰδέας τῶν θερμαινόντων ὑπάρχειν αὐτά· διότι γὰρ ἐξ ἀφροδισίων ἀραιότερον ἅμα καὶ ἀσθενέστερον καὶ ξηρό‐ τερον ἀποτελεῖται τὸ σῶμα, χρὴ δήπου τὰ πυκνοῦντα καὶ θερμαίνοντα
5καὶ τὴν δύναμιν ἀναρρωννύντα προσφέρεσθαι, καὶ τούτους εἶναι σκο‐ ποὺς ἐπ’ αὐτοῖς.

6

.

38

t

Περὶ ἀφροδισίων, Ῥούφου· ἔχει δὲ καὶ δίαιταν.

6

.

38

1,2

Καθόλου μὲν αἱ μίξεις ψυχρότερον τὸ σῶμα ἀπεργάζονται. ἧσσον

6

.

38

.

2

(2)

μέν εἰσι βίαιοι αἱ πρὸς τὸ θῆλυ γινόμεναι· διὸ καὶ ἧσσον λυπηραί· αἱ δὲ πρὸς τὸ ἄρρεν σύντονοι μέν, πονεῖν δὲ μειζόνως ἀναγκάζουσιν.

6

.

38

.

3

ὡσαύτως δὲ καὶ αἱ ὀρθαὶ κοπωδέστεραι καὶ αἱ μετὰ πλησμονήν τε καὶ θέρμην· αἱ δὲ πρὸ τοῦ σίτου ῥᾷσται μὲν καὶ τάχισται· ἔνι δέ τι ἐν

6

.

38

.

4

αὐταῖς ἀσθενικόν. αἱ δ’ ἐν τῷ πλησιάζειν μεταξὺ καταλήψεις σπέρ‐

6

.

38

.

5

ματος νεφροῖς καὶ κύστει πονηρόταται. οὐ μὴν παντάπασι κάκιστα ἀφροδίσιά ἐστιν, εἰ καὶ τὸν καιρὸν καὶ τὸ μέτρον σκοπεῖν ἐθέλοις· ὠφέλειαι δ’ ἐξ αὐτῶν εἰσιν αἵδε· πλησμονήν τε κενῶσαι καὶ ἐλαφρὸν παρασχεῖν τὸ σῶμα καὶ εἰς αὔξησιν προτρέψαι καὶ ἀνδρωδέστερον
5ἀποφῆναι· κατὰ δὲ ψυχὴν συνεστηκότα τε λογισμὸν διαλύει καὶ ὀργῆς ἀκράτου ἐπανίησιν. διὸ καὶ τῷ μελαγχολικῷ, ὥς τι καὶ ἕτερον, ἴαμα.

6

.

38

.

6

καὶ τοὺς τὸν ἄλλον τρόπον ἐκμανέντας καί τινας καὶ ἐπιλήπτους ἔπαυσεν ἐν μεταβολῇ τοῦ ἡβάσκειν καί τινας βαρυνομένους καὶ ἀλ‐

6

.

38

.

7

γοῦντας κεφαλήν. Ἱπποκράτης δ’ ἑνὶ λόγῳ ‘ἀφροδίσια‘ ἔφη ‘τοῖς

6

.

38

.

8

ἀπὸ φλέγματος νοσήμασιν εἶναι κράτιστα‘. πολλοὶ δὲ καὶ ἐκ νόσων ἄτροφοι ἀνεκομίσθησαν εὐπετέστερον· οἱ δὲ καὶ εὐπνούστεροι ἀντὶ δυσπνουστέρων ἐγένοντο καὶ εὐσιτότεροι ἀντὶ ἀσίτων· οἱ δὲ καὶ ὀνει‐ ρωγμῶν συνεχῶν ἀπηλλάγησαν, ὅπερ πεπίστευται μὲν ἧσσον εἶναι
5λυπηρόν, ἐμοὶ δ’ οὐ δοκεῖ· διαλελυμένον γοῦν τὸ σῶμα προσδιαλύουσιν

6

.

38

.

9

ἐν τοῖς ὕπνοις. τὰ μὲν οὖν πρῶτα τοῦ λόγου ὧδε ἔχει· φύσεις δ’ ἐπιτήδειοι πρὸς ἀφροδίσια αἱ θερμότεραι καὶ ὑγρότεραι· διὰ τόδε μὴν καὶ ὥρα ἔτους ἡ θερμοτέρα καὶ ὑγροτέρα καὶ ἡλικία ὡσαύτως· ὥρα μὲν τὸ ἔαρ, ἡλικία δ’ ἡ τοῦ νεανίσκου· δίαιτα δ’ ἡ θερμοτέρα καὶ
5ὑγροτέρα πλέον τῶν ἄλλων εἰς λαγνείαν εὔφορος· ἥκιστα δὲ δίαιτα μὲν ἡ ξηραίνουσα καὶ ψύχουσα, ἡλικία δ’ ἡ τοῦ γέροντος, ὥρα δ’ ἡ

6

.

38

.

10

τοῦ φθινοπώρου· φύσις δ’ ἡ τούτοις μάλιστα εἰκασμένη. καί μοι πρό‐
εισιν ἤδη ὁ λόγος εἰς ὅπερ ἐξ ἀρχῆς ὡρμήθη· καὶ γὰρ δίαιται κατα‐ φαίνονται πρὸς μίξεις καὶ θεραπεία τῷ ἀδυνάτῳ μίσγεσθαι ἐπιτήδειοι· χρὴ γὰρ τὴν δίαιταν ὑγρὰν καὶ θερμὴν παρέχειν· εἴη δ’ ἂν πόνων

6

.

38

.

11

τε μετριότης καὶ σίτου εὐωχία. τὸ μὲν κεφάλαιον τοῦτο τῆς διαίτης· καθ’ ἕκαστα δὲ πόνων μὲν σύντονοι περίπατοι καὶ σχολαῖοι δρόμοι καὶ ἱππασίαι μήτε ἄγαν σύντονοι μήτε ἄγαν πολλαί· ταλαιπωρεῖσθαι

6

.

38

.

12

γὰρ ἐν τούτῳ μειζόνως καὶ ὀσφὺν καὶ διδύμους ἀνάγκη. τῷ δὲ ψυχρο‐ τέρῳ πάντα καὶ πλεῖον καὶ ὀξύτερον ποιεῖν συμφέρει καὶ τῷ ὑγρο‐

6

.

38

.

13

τέρῳ· τὸν δὲ ξηρότερον ἀναπαύων καταστήσεις εἰς τὸ δέον. ὥσπερ δ’ οἱ εἰρημένοι πόνοι ἁρμόζουσιν, οὕτω καὶ αὐτῶν τῶν ἀφροδισίων· προτρέπουσί τε γὰρ εἰς τὸ ἔργον καί τινα ῥᾳστώνην τῷ ἐθισμῷ παρ‐ έχουσιν, ὡς πολλοί γε δὴ τὸν ἐθισμὸν ἐκλείποντες, οἱ μὲν καὶ πάνυ
5ἀδύνατοι ἐγένοντο μίσγεσθαι, οἱ δὲ ταλαιπώρως αὖθις αὐτὸ ἔδρασαν· [οὐ] μόνον δὲ χρὴ τῇ ἐφεξῆς διαταγῇ τὸ σῶμα ἀνακομίζειν εἰς τὴν

6

.

38

.

14

ἰδίαν τάξιν. ἧσσον δ’ ἀγαθοὶ πόνοι τοῖς παροῦσι πάλαι τε καὶ τρίψεις πολλαὶ καὶ χειρονομίαι καὶ ἀκοντισμοί· τῇ μὲν ῥώμῃ συμφέρουσιν, ἀλλὰ περιάγουσι τὴν τροφὴν ἑτέρωσε μᾶλλον· δεῖ δέ, εἴπερ τινὸς ἄλλου,

6

.

38

.

15

καὶ τροφῆς περιουσίας. ταῖς μὲν οὖν ταλαιπωρίαις ὧδε ἄν τις χρῷτο προσφόρως· ποτοῖς δὲ καὶ σιτίοις, ποτοῖς μὲν οἴνοις κιρροῖς (οὗτοι γὰρ μετριώτατοι οἴνων καὶ οὔτε κατὰ κύστιν ἄγαν πόριμοι, ὥσπερ οἱ λευκοί, οὔτε ξηροί τε καὶ παχεῖς, ὥσπερ οἱ μέλανες· κεφαλῇ δ’ εὐφο‐
5ρώτατοι καὶ πέψεσιν, ὧν ἁπάντων δεῖ)· σιτίων δ’ ἄρτοις μὲν καθαροῖς ἰπνίταις (ὑγρότεροι γὰρ τῶν ἄλλων), ὄψοις δὲ κρέασιν ἐρίφων καὶ ἀρνῶν καὶ χοίρων καὶ ὄρνισιν ἀλεκτορίσι 〈καὶ〉 ἀτταγῆσι καὶ πέρδιξι

6

.

38

.

16

καὶ χησὶ καὶ νήσσαις· πάντα γὰρ τὰ εἰρημένα τροφιμώτατα. ἰχθύων δ’ οἱ πολύποδες (καὶ γὰρ καὶ ἄλλως πεπίστευνται ἐρεθίζειν) καὶ ὅσα μαλάκια· λαχάνων δὲ τὸ ὅρμινον καὶ τὸ ἐρύσιμον καὶ τὸ εὔζωμον καὶ ἡ γογγυλίς (ταῦτα δὲ καὶ ὡς φάρμακα)· ὀσπρίων δὲ κύαμοί τε καὶ
5ἐρέβινθοι καὶ ὦχροι καὶ δόλιχοι καὶ πισσοί, πνεύματος ὑποπιμπλάντα καὶ τῇ ἀφθονίᾳ τῆς τροφῆς, ὥσπερ καὶ τὸ πήγανον, ὅτι πνεύματα συμπέσσει καὶ ἀφανίζει, διὰ τοῦτο καὶ τὰς μίξεις ἀμβλύνει καὶ ἀφανίζει.

6

.

38

.

17

μεγάλως δ’ ἐπαινῶ τοὺς βότρυς εἰς τὴν νῦν δίαιταν· τῇ τε γὰρ ὑγρό‐ τητι ὑπερβάλλουσι, καὶ ἐν ὀλίγοις δὲ καλῶς ὑπιόντες καλῶς καὶ τρέ‐ φουσι τό τε αἷμα τῷ ἀνθρώπῳ πληροῦσι πνεύματος, ὃ δὴ ἐξορμᾷ

6

.

38

.

18

μάλιστα. οἰκεῖον δὲ δήπου καὶ τοὺς καιροὺς σκέψασθαι τοῖς ἀφροδι‐
σίοις, ἵνα μηδενὸς ἐπιδεὴς ᾖ ὁ λόγος. καιροὶ δ’ ἐπὶ πᾶσι μὲν πολλοί εἰσιν, ὥς τις παρασκευῆς τυγχάνοι ἔχων, τὸ δ’ οὖν κεφάλαιον ἐν τοῖς παροῦσιν. πλησμονὰς προσφάτους φυλακτέον καὶ μέθας· ἐπὶ γὰρ

6

.

38

.

19

τούτοις οὐδ’ ἄλλος πόνος ἐπιτήδειος. φυλακτέον δὲ καὶ τὰς ἐνδείας· εὐαπαλλακτότεραι μὲν γάρ εἰσι τῶν πλησμονῶν, ἀλλ’ ἀσθενέστεραι.

6

.

38

.

20

φυλακτέον δὲ καὶ ἀπεψίας· διὸ δὴ τὰ μεσούσης νυκτὸς ἀφροδίσια σφαλερά, ἐφ’ ἡμιέργῳ τῷ σίτῳ γενόμενα, καὶ τὰ πρὸς τὴν ἕω, τάχα μὲν καὶ ἀπέπτων ἔτι ἐνόντων τῶν ἐν τῇ γαστρί, καὶ ὅτι οὔπω τὸ περίσσωμα οὔτε οὔρησεν ἅπαν οὔτε ἀπεπάτησεν. κακὸν δὲ καὶ ἐπὶ
5περισσώμασι μίσγεσθαι· πρὸ δὲ τῶν γυμνασίων καὶ τῶν λουτρῶν ἧσσον

6

.

38

.

21

μὲν σφαλερόν· τῷ δὲ τὰ εἰωθότα ποιεῖν μέλλοντι ἀσθενές. κάλλιστον οὖν ἐπὶ σίτῳ μίσγεσθαι μὴ ἐμπλησθέντα· καὶ γὰρ πρὸς τὴν ἰσχὺν συμ‐ φέρει, καὶ ψύξεις αἱ ἐπιγινόμεναι μείους γίνονται· τὸ δ’ ἐνθένδε, εἰ μὲν ἐπὶ τῷ ἀρίστῳ προθυμηθείη, ἀναπαύσασθαι χρή, μέχρι καταστῇ
5ἐκ τοῦ πολλοῦ πόνου· εἰ δ’ ἐπὶ τῷ δείπνῳ, ὕπνου ἀνάγκη· τοῦτο δ’

6

.

38

.

22

ἡ μεγίστη ἀνάπαυσίς ἐστιν. ἔοικε δὲ καὶ ἡ φύσις εἰς τὸ αὐτὸ τῷ λόγῳ συμβαίνειν, πρῶτον μὲν τηνικαῦτα μάλιστα παρορμῶσα, ἔπειτα ἐκ τοῦ

6

.

38

.

23

περιόντος εὐφορώτερον ἢ ἐκ τοῦ ἴσου ἀποκρίνουσα. καὶ οἱ ἰατροὶ δὲ ταῦτα σκεψάμενοι παρακελεύονται πρὸς τὰς παιδοποιίας τὸν μὲν ἄνδρα ἐδηδοκότα καὶ τεθωρηγμένον, τὴν δὲ γυναῖκα ἐνδεέστερον διῃτημένην

6

.

38

.

24

παραγίνεσθαι, ὅτι τὸν μὲν δοῦναι δεῖ, τὴν δ’ ὑποδέξασθαι. χρὴ δὲ πρὸς τοῖς εἰρημένοις ἐπιβλέπειν καὶ τὰς ἄλλας διαθέσεις τοῦ σώματος· καὶ γὰρ ἐπὶ πόνοις πονηρὸν ἀφροδισιάζειν, καίτοι διαλύειν πεπίστευται τοὺς πόνους· οὐ μὴν ὀρθῶς· οὐ γάρ ἐστιν ἡ ἀσθένεια τῶν κόπων
5ἴαμα· ὁρμὰς δέ τινας ἐνδιδόασιν οὗτοι τῇ θερμασίᾳ τῶν κατ’ ὀσφὺν

6

.

38

.

25

νεύρων. κόπους δὲ δὴ φυλακτέον καὶ ἐμέτους μέλλοντάς τε καὶ ὀλίγον ἔμπροσθεν γεγενημένους καὶ καθάρσεις ὡσαύτως καὶ διάρροιαν ἐξαπι‐ ναίαν (τὴν δὲ κεχρονισμένην ἐπιξηραίνουσιν), καὶ ὅσα ἐν θώρακι νοσή‐ ματα ἢ ἔστιν ἢ ἔσεσθαι προσδοκᾶται, καὶ τὰς τῶν νεύρων κακίας· διὸ
5δὴ καὶ τὰς σφοδρὰς ἐπιθυμίας οὐκ ἐπαινῶ, ἀλλὰ κελεύω τότε δὴ πλέον ἀντέχειν ἢ ἄλλοτε, καὶ μάλιστα οἷς νόσημά τί ἐστι περὶ κύστιν καὶ νεφρούς, ἢ ᾧ ἐπιληψία ἐστὶν ἢ μανία· μελλόντων γὰρ ἥξειν τῶν

6

.

38

.

26

νοσημάτων, ὁρμαὶ σύντονοι γίνονται. ἄριστον δὲ πάντα ἄνδρα συνιέναι,
ἡνίκα μὲν τῇ γνώμῃ προθυμεῖται, ὁπηνίκα δὲ τῷ σώματι, καὶ τὰ μὲν τῆς γνώμης ὑπερβάλλεσθαι, τῷ δὲ σώματι ὑπηρετεῖν· οὐ γὰρ δόξαι εἰσίν, ἀλλὰ προοίμια τῆς φύσεως κενωθῆναι χρῃζούσης, οἷα δὴ καὶ

6

.

38

.

27

τἄλλα ζῷα καταλαμβάνειν εἴθισται. αἱ μὲν οὖν δίαιται ὧδε ἔχουσιν· εὔπορον δ’ ἐνθένδε καὶ θεραπείας εὑρίσκεσθαι τοῖς οὐ δυναμένοις ἀφρο‐ δισιάζειν. ὁ μὲν γὰρ ἀφικόμενος πρὸς ἡμᾶς ἐκ Κορίνθου ἔφη μὲν καὶ πάνυ ἐφίεσθαι μιγῆναι, μισγόμενος δὲ θορὴν μὲν μὴ ἀφιέναι, πνεῦμα

6

.

38

.

28

δὲ πολὺ ἐκφυσᾶν. τούτῳ ἐτεκμηράμην ξηρότητα εἶναι τὸ πάθος, καὶ ἔδειξεν ἡ ἴασις· ὡς γὰρ τάχιστα ὑγρῶς διῃτήθη, καὶ θορὴν ἀφῆκεν.

6

.

38

.

29

ὁ δὲ νεανίσκος ὁ Μιλήσιος ἦν μὲν ἀμφὶ ἔτη δύο καὶ εἴκοσιν· ἔλεγε δέ, εἰ μὲν μίσγοιτο, μὴ δύνασθαι ἀφιέναι, καθεύδοντι δ’ οἱ πολὺ ὑπέρ‐

6

.

38

.

30

χεσθαι τοῦ σπέρματος. ἐδόκει δή μοι διὰ πολλὴν ὑγρὰν ψῦξιν οὐκ ἐκπυριᾶσθαι ταῖς μίξεσιν, ἐν δὲ τοῖς ὕπνοις θερμαίνεσθαι πλέον, καθότι δύνανται ὕπνοι τὰ μὲν εἴσω θερμαίνειν, τὰ δ’ ἔξω ψύχειν· ἀτὰρ οὖν καὶ ἐξήρκεσεν αὐτῷ πόνων μὲν ἡ ἱππασία, φαρμάκων δ’ ὄρχις κάστο‐
5ρος πινόμενος· δίαιτα δ’ ἡ ἄλλη πᾶσα ξηρὰ καὶ θερμή.

7

.

1

t

Ἐκ τῶν Γαληνοῦ· ποῖαι διαθέσεις κενώσεως δέονται.

7

.

1

.

1

Τοῦ πλήθους διττῶς γινομένου τε καὶ λεγομένου, τοῦ μὲν ὡς πρὸς τὴν δύναμιν, τοῦ δ’ ὡς πρὸς τὴν εὐρυχωρίαν τῶν περιεχόντων τοὺς χυμοὺς ἀγγείων, κενώσεώς ἐστιν ἑκατέρῳ χρεία, κἂν ἐπὶ νοσοῦντος ἀνθρώπου, κἂν ἐφ’ ὑγιαίνοντος γίνηται· καθάπερ γὰρ ὁ τὸ φορτίον
5βαστάζων οὐκ εὐθὺς ἅμα τῷ βαρύνεσθαί τε καὶ κάμνειν ἤδη κατα‐ πέπτωκέ τε καὶ νενίκηται πρὸς αὐτοῦ, κατὰ τὸν αὐτὸν δὴ τρόπον, ὅταν ἡ δύναμις ὑπὸ πλήθους βαρύνηται, δυνατόν ἐστι μηδέπω νοσεῖν

7

.

1

.

2

τὸν ἄνθρωπον. εἰ γοῦν ἔνιοι τῶν ἔτι τὰς συνήθεις πράξεις πραττόν‐ των λέγουσιν, ὡς αἰσθάνονται βαρέων ἑαυτῶν καὶ νωθρῶν καὶ ὀκνηρῶν καὶ δυσκινήτων, αὐτὸ τοῦτό ἐστι τὸ πρὸς τὴν δύναμιν πλῆθος, ὥσπερ καὶ ὅταν ὡς ἀπὸ γυμνασίων τετάσθαι δοκῶσιν, οὐ μικρὸν γνώρισμά
5ἐστι θατέρου πλήθους, ὃ κατὰ τὸ ἔγχυμα καλεῖται πρός τινων, ἐπειδὴ συνίσταται καὶ νοεῖται κατὰ τοὺς ἐγκεχυμένους τοῖς ἀγγείοις χυμούς.

7

.

1

.

3

ἡ δ’ ἑλκώδης αἴσθησις ἐν ὅλῳ τῷ σώματι γινομένη, καὶ μάλιστα κατὰ τὰς κινήσεις, κακοχυμίας ἐστὶν ἔκγονος, καὶ φαίνεται καὶ αὐτὴ γινομένη

7

.

1

.

4

πολλοῖς τῶν πραττόντων ἔτι τὰς συνήθεις πράξεις. καὶ κατὰ μόρια δέ τινα τοῦ σώματος, οὐ καθ’ ὅλον ἐνίοτε τὸν ὄγκον, ἐπιφαίνεται τὰ σημεῖα τῶν ἐν ἐκείνοις τοῖς μορίοις ὁμοίων διαθέσεων, ὁποῖαι νῦν

7

.

1

.

5

εἴρηνται καθ’ ὅλον τὸ σῶμα συνίστασθαι. κεφαλῆς γοῦν μόνης αἰσθά‐ νονταί ποτε βαρυνομένης ἢ ἑλκώδη τινὰ αἴσθησιν ἐχούσης καὶ τῶν κροταφιτῶν μυῶν τεινομένων, ἤτοι γ’ ἁπλῶς ἢ μετὰ θερμασίας πλεί‐ ονος· οὕτω δὲ καὶ καθ’ ἧπαρ καὶ σπλῆνα καὶ γαστέρα καὶ πλευρὰς
5καὶ διάφραγμα βάρους αἰσθανόμεθα πολλάκις· ὡσαύτως δὲ καὶ κατὰ
τὸ στόμα τῆς γαστρὸς ἤτοι βάρους, ἢ ... παραλόγου γίνεταί ποτε αἴσθησις· καὶ πρὸς τούτοις αἱ ὀδύναι καθ’ ὁτιοῦν ἐρείδουσαι μόριον, ἢ διὰ χυμῶν πλῆθος ἀθρόως ἐπενεχθὲν ἢ διὰ πνεῦμα φυσῶδες, ἐν‐ δείκνυνται κένωσιν, ὥσπερ γε καὶ διὰ χυμὸν δριμὺν ἐσθίοντά τε καὶ
10διαβιβρώσκοντα τὸ μόριον· ἔνιαι δὲ καὶ κατὰ δυσκρασίαν γίνονται, καὶ τούτων αὐτῶν τινες μὲν ψιλὴν ἄνευ χυμῶν, τινὲς δὲ μετὰ τούτων.

7

.

1

.

6

ἐφ’ ἁπάντων μὲν οὖν τῶν εἰρημένων αἱ κενώσεις τῶν λυπούντων ἤτοι χυμῶν ἢ ἀτμῶν ἀπαλλάττουσι τῶν παθημάτων τὸν ἄνθρωπον· οὐ μὴν φλεβοτομίας δεόμεθα πάντως, ἀλλ’ ἀρκεῖ καὶ καθᾶραι καὶ λοῦσαι

7

.

1

.

7

καὶ τρῖψαι καὶ χρῖσαί τινι διαφορητικῷ φαρμάκῳ. τίνες οὖν εἰσιν αἱ διὰ φλεβοτομίας ὠφελούμεναι διαθέσεις, ἐφεξῆς λεγέσθω.

7

.

2

t

Τίνες εἰσὶν αἱ φλεβοτομίας δεόμεναι διαθέσεις.

7

.

2

.

1

Τοῖς ἔτι τὰ συνήθη πράττουσιν, ἤτοι δὲ τῶν κυρίων 〈τι〉 μορίων ἢ καὶ σύμπαν τὸ σῶμα βαρυνομένοις ἢ τεινομένοις ἀναγκαία μέν ἐστιν

7

.

2

.

2

ἡ κένωσις· εἰ δὲ κατὰ τὴν ἡλικίαν μήτε παῖδες εἶεν ἔτι μήτε ἤδη γέροντες, ἐπισκέπτου περὶ φλεβοτομίας, ἀποβλέπων μάλιστα μὲν εἰς πρώτους σκοποὺς τούσδε, τήν τε ποσότητα τοῦ πλήθους καὶ τὴν ποι‐ ότητα καὶ τὴν τῆς δυνάμεως ῥώμην ἢ ἀρρωστίαν, ἐφεξῆς δὲ τὴν φυ‐
5σικὴν ἕξιν ὅλου τοῦ σώματος ὥραν τε καὶ χώραν καὶ τὸν προγεγενη‐ μένον βίον, εἰ πλῆθος ἐδεσμάτων καὶ πομάτων, καὶ μάλιστα πολυ‐ τρόφων, οὕτως ἔχων προσηνέγκατο κινήσεις τέ τινας ἐκινήθη κατὰ τὸ ἔθος τε καὶ παρὰ τὸ ἔθος ἐκκρίσεις τέ τινας ἔσχεν ἢ ἐπεσχέθη παρὰ τὸ ἔθος· ἐπὶ δὲ τούτοις ἅπασι, πότερον ἰσχνότερος ἢ παχύτερος ἐγένετο.

7

.

2

.

3

ἡ μὲν δὴ τοῦ πλήθους ἑκατέρου ποσότης ἐκ τοῦ μεγέθους τῶν ἰδίων γνωρισθήσεται σημείων· εἰς ὅσον γὰρ ἑαυτοῦ βαρύτερος ὁ ἄνθρωπος εἶναι δοκεῖ, πρόδηλον ὅτι καὶ τὸ πρὸς τὴν δύναμιν πλῆθος εἰς τοσοῦ‐ τον ηὔξηται· κατὰ δὲ τὸν αὐτὸν λόγον, εἰς ὅσον ἡ τονώδης αἴσθησις
5ηὔξηται, κατὰ τοσοῦτον καὶ τὸ ἕτερον πλῆθος, ὃ καλεῖσθαι πρός τινων

7

.

2

.

4

ἔφην κατὰ τὸ ἔγχυμα. τὴν ποιότητα δ’ ἐφ’ ἑκατέρου τοῦ πλήθους ἔκ τε τοῦ χρώματος ἐπιγνώσῃ, μεμνημένος ὅ τι τὸ χρῶμα τῶν χυμῶν ἐστιν, ἐπειδὰν μετρίως ἔχῃ θερμότητός τε καὶ ψυχρότητος ἔξωθεν ὅλον τὸ σῶμα, καὶ προσέτι τὰ συναπάρχοντα τῇ τοῦ χυμοῦ φύσει· τοῖς μὲν
5γὰρ ψυχροτέροις ψυχροτέρα τοῦ παντὸς σώματος ἡ αἴσθησις ἕπεται, τοῖς δὲ θερμοτέροις θερμοτέρα, καὶ τοῖς μὲν κατὰ τὰς φλέβας ἠθροι‐ σμένοις χυμοῖς ὄγκος καὶ διάστασις τῶν ἀγγείων, τοῖς δ’ ἐν τῇ σαρκὶ κατ’ ἐκείνην ἡ αἴσθησις ἤτοι τοῦ βάρους ἢ τῆς τάσεως, ὥσπερ γε καὶ

7

.

2

.

5

θερμότητος ἢ ψυχρότητος. αἱ δὲ τῶν διοικουσῶν ἡμᾶς δυνάμεων ἀρρωστίαι τε καὶ ῥῶμαι ταῖς οἰκείαις ἐνεργείαις κρίνονται, ταῖς προ‐ αιρετικαῖς μὲν 〈ἡ〉 κατὰ τὰ νεῦρα καὶ τὴν τούτων ἀρχὴν τὸν ἐγ‐ κέφαλον, ταῖς δὲ κατὰ τοὺς σφυγμοὺς ἡ κατὰ τὰς ἀρτηρίας τε καὶ
5τὴν καρδίαν· τῇ δὲ κατ’ εὐτροφίαν 〈τε καὶ ἀτροφίαν〉 εὔχροιάν τε καὶ ἄχροιαν ἡ τρίτη δύναμις ἡ θρεπτική, ἣν ἐξ ἥπατος ἐδείκνυμεν

7

.

2

.

6

ὁρμᾶσθαι, τὴν διάγνωσιν λαμβάνει. ὅταν οὖν ἐπὶ τοῖς τοῦ πλήθους σημείοις αἱ δυνάμεις ἐρρωμέναι τυγχάνωσιν οὖσαι, φλεβοτομήσεις δη‐ λονότι κατὰ μὲν τὴν τονώδη διάθεσιν οὐδὲν ἔτι διοριζόμενος· ἔτι δὲ μᾶλλον οὐδὲ κατὰ τὴν φλεγμονώδη· τοῦ δὲ βαρύνοντος πλήθους
5ἐνοχλοῦντος, οὐ πάντως αἵματος ἀφαιρετέον· ἐνδέχεται γὰρ ὠμὸν ἠθροῖσθαι κατὰ τὸ σῶμα χυμόν, ἐφ’ οὗ προσέχειν ἀκριβῶς χρή, μέχρι πόσου μὲν ἡ δύναμις ἔρρωται, μέχρι πόσου δ’ αὐτὸς ὁ χυμὸς ἔψυκται· προκαταλυθεῖσα γὰρ ἐπὶ τῶν τοιούτων διαθέσεων ἐν ταῖς φλεβοτομίαις ἡ δύναμις εἴωθε καταπίπτειν εἰς ἔσχατον, ὡς μηκέτι ἑαυτὴν ἀνακτή‐
10σασθαι δυνηθῆναι, τούτου δὲ γενομένου κίνδυνος οὐ σμικρὸς ἕπεται, καὶ μάλιστα ὅταν ἐπιπέσῃ πυρετὸς ἐν καταστάσει θερινῇ, στομάχου μοχθηρῶς ἔχοντος ἢ τοῦ σώματος ὅλου μαλακοῦ τε φύσει καὶ ὑγροῦ τὴν κρᾶσιν ὄντος· διαφοροῦνται γὰρ οἱ τοιοῦτοι καὶ συγκόπτονται

7

.

2

.

7

τάχιστα, κἂν μὴ μέγας αὐτοῖς ἐπιπέσῃ πυρετός, εἰ δὲ μηδὲν εἴη τούτων, ἤτοι δὲ χειμὼν εἴη, ἢ τὸ χωρίον ὑπάρχοι φύσει ψυχρόν, ἥ τε φύσις ἡ τἀνθρώπου ψυχροτέρα, καταψύχονταί τε δεινῶς ὅλον τὸ σῶμα φλεβοτομηθέντες, ἐμπίπτει τέ τινα τῶν διὰ κατάψυξιν ἰσχυρὰν

7

.

2

.

8

ἑπομένων συμπτωμάτων. τοὺς οὖν οὕτω διακειμένους οὐ προσήκει διὰ φλεβοτομίας κενοῦν, ἀλλὰ τρίψεσί τε καὶ χρίσμασι μετρίως θερ‐ μαίνουσι καὶ πόμασι τέμνουσί τε τὸ πάχος τῶν χυμῶν καὶ θερμαίνουσι μετρίως· ὅσα γὰρ θερμαίνει σφοδρῶς, καταλύει τὴν δύναμιν καὶ τὸν

7

.

2

.

9

πυρετὸν συναύξει. ὅσοι δ’ αἵματος πτύσαντες ἐθεραπεύθησαν μὲν τὸ παραυτίκα, τοιαύτην δ’ ἔχουσι κατασκευὴν ἐν τοῖς κατὰ θώρακά τε καὶ πνεύμονα μορίοις, ὡς, εἰ βραχεῖ πλεῖον ἀθροισθείη τὸ αἷμα, πάλιν αὐτοῖς ἤτοι γε ἀναστομωθῆναί τι τῶν ἀγγείων ἢ ῥαγῆναι, τούτους,
5εἰ καὶ μηδὲν εἴη κατὰ τὸ σῶμα μηδέπω σύμπτωμα, φλεβοτομεῖν χρὴ κατὰ τὴν ἀρχὴν τοῦ ἦρος· ὡσαύτως δὲ καὶ τοὺς εἰς ἐπιληπτικὰ πάθη

7

.

2

.

10

ῥᾳδίως ἐμπίπτοντας ἢ ἀποπληκτικά. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἰ καί τισι τῶν ἄλλων νοσημάτων εὐάλωτον εἰδείημεν εἶναι τὸν ἄνθρω‐
πον, οἷον ἤτοι περιπνευμονικοῖς, ἢ συναγχικοῖς, ἄμεινον φθάνειν φλε‐ βοτομοῦντας αὐτούς, μὴ περιμένοντας φανῆναί τι σύμπτωμα πλήθους
5ἐναργές· ὡσαύτως δὲ καὶ οἷς αἱμορροΐδες ἐπέσχηνται, καὶ μάλιστα εἰ

7

.

2

.

11

μελαγχολικώτεροι φαίνοιντο. καὶ ὅσοι δὲ καθ’ ἕκαστον ἔτος ἐν θέρει νοσοῦσι νοσήματα πληθωρικά, καὶ τούτους χρὴ κενοῦν εἰσβάλλοντος ἦρος· ὡσαύτως δὲ καὶ ὅσοι κατ’ αὐτὸ τὸ ἔαρ ἁλίσκονται τοῖς τοιού‐ τοις· ἐξ αὐτῆς γὰρ τῆς πείρας ἔγνωσται τοῖς ἀνθρώποις, οὐκ ἐφ’
5ἑαυτῶν μόνον, ἀλλὰ καὶ τῶν ὑποζυγίων, ὅτι συμφέρει, πρὶν ἄρξασθαι τὸ θέρος, ἐν τοῖς τελευταίοις τοῦ ἦρος αἵματος ἀφαιρεῖν, ἀναμιμνῃ‐ σκομένοις τῶν καταλαμβανόντων αὐτοὺς νοσημάτων, ὅταν ἐξαίφνης γίνηται θέρος θερμόν· ἐκτείνει γὰρ ἐπὶ πλέον τοῦτο καὶ χεῖ τὸ αἷμα, καὶ ὥσπερ τινὰ ζέσιν αὐτοῦ κατασκευάζει, ὡς μηκέτι ἐν ταῖς φλεψὶ
10στέγεσθαι τὸ τέως σύμμετρον, ἀλλ’ ἤτοι ῥηγνύειν αὐτὰς ἢ διαβιβρώ‐

7

.

2

.

12

σκειν. ἂν δ’ ἀμετρότερον ἐφ’ ἕν τι μόριον ὁρμήσῃ, φλεγμονὴν ἢ ἐρυσίπελας ἤ τι τοιοῦτο νόσημα ἐργάζεται· πολὺ γὰρ πλείω καὶ μείζω

7

.

2

.

13

τῶν πληθωρικῶν νοσημάτων ἐκ τῆς τῶν χυμῶν γίνεται χύσεως. ἔνιοι δ’ ὀφθαλμοὺς ἔχοντες ἀσθενεῖς ἢ τοῖς ὀνομαζομένοις σκοτωματικοῖς πάθεσιν ἑτοίμως ἁλισκόμενοι καὶ αὐτοὶ κατὰ τὴν ἀρχὴν τοῦ ἦρος δέονται κενοῦσθαι, [ἢ] προδιασκεψαμένων ἡμῶν ὁποῖόν τι τὸ ἀθροιζό‐
5μενον αὐτοῖς εἴη· τινὲς μὲν γὰρ τὸν πικρόχολον χυμὸν ἀθροίζουσι πλείονα τῶν ἄλλων, τινὲς δὲ τὸν μελαγχολικὸν ἢ τὸν φλεγματικόν,

7

.

2

.

14

ἔνιοι δ’ ὁμοτίμως ἅπαντας, ἐφ’ ὧν αἷμα πλεονάζειν λέγεται. τούτους γοῦν ἅπαντας κενώσεις, ὥσπερ καὶ τοὺς ποδαλγικούς τε καὶ ἀρθριτι‐

7

.

2

.

15

κοὺς ἐν ἀρχῇ τοῦ ἦρος, ἀλλ’ ἤτοι φαρμακεύων ἢ φλεβοτομῶν. οὐ μόνον δὲ πλήθους ὄντος, ἢ τοῦ πρὸς τὴν δύναμιν ἢ τοῦ κατὰ τὸ καλούμενον ἔγχυμα, φλεβοτομία μεγάλως ὀνίνησιν, ἀλλὰ καὶ χωρὶς πλήθους ἀρχομένην φλεγμονήν, ἤτοι διὰ πληγὴν ἢ ὀδύνην ἢ ἀτονίαν

7

.

2

.

16

μορίων. καὶ εἰ ἔσεσθαι μέλλοι μέγα νόσημα, φλεβοτομήσομεν πάντως, κἂν μηδὲν ᾖ τῶν τοῦ πλήθους γνωρισμάτων, ἐπισκοποῦντες ἡλικίαν τε καὶ ὥραν καὶ δύναμιν, ὥστε τρία συνέχοντα τὴν διάγνωσιν εἶναι, μέγεθος νοσήματος, ἤτοι παρὸν ἢ προσδοκώμενον, δυνάμεως ῥώμη,
5ἡλικία πλὴν τῶν παίδων καὶ γερόντων ἡ ἄλλη· ἀρκοῦσι γὰρ οὗτοι μόνοι σκοποὶ πρὸς φλεβοτομίαν· οὐδὲ γὰρ ὁπότε πλῆθος ὠμῶν χυμῶν ἤθροι‐ σται τοιοῦτον ὡς κωλύεσθαι φλεβοτομεῖν, ὁ λόγος ἐλέγχεται· ῥώμη γὰρ τούτοις δυνάμεως οὐ πάρεστι, καὶ αὐτό γε τοῦτό ἐστι γνώρισμα
τοῦ μὴ δύνασθαι φλεβοτομίαν ἐνεγκεῖν αὐτούς, ὅταν ἅμα τῷ χρώματι
10τοῦ παντὸς σώματος ἐκπεπτωκότι τοῦ δηλοῦντος αἷμα πλεονάζειν ὁ σφυγμὸς ἀνώμαλος ᾖ κατὰ σφοδρότητα καὶ μέγεθος, ἐπικρατούντων

7

.

2

.

17

κατὰ τὴν ἀνωμαλίαν αὐτοῦ τῶν ἀμυδρῶν τε καὶ μικρῶν. καὶ περὶ τῶν ἑκατέρου δὲ τοῦ πλήθους γνωρισμάτων ἐν τῷ παρόντι σκεψώμεθα, πότερον ἐπὶ φλεβοτομίαν ἀναφιξόμεθα πάντως, ὅταν φαίνηται ταῦτα ἐπί τινος τῶν ἔτι τὰ συνήθη πραττόντων, ἢ οὐκ ἀναγκαῖον, ὅταν

7

.

2

.

18

μηδεμία προσδοκία μεγάλου νοσήματος ᾖ. τίνα τοίνυν ἔχω καὶ περὶ τούτου γνώμην, ἴστε πολλάκις αὐτοὶ παραγενόμενοι συμβουλεύοντι τοῖς ἤτοι ποδαλγικοῖς ἢ ἀρθριτικοῖς ἢ ἐπιληπτικοῖς ἢ μελαγχολώδεσιν ἢ αἷμα πρόσθεν ἐπτυκόσιν ἢ τὰ κατὰ θώρακα πρὸς τοιούτου τινὸς
5παθήματος κατασκευὴν ἐπιτηδείως ἔχουσιν ἢ σκοτωματικοῖς ἢ συνεχῶς ἁλισκομένοις συνάγχῃ ἢ περιπνευμονικοῖς ἢ ἡπατίτισιν ἢ ὀφθαλμίαις σφοδραῖς ἢ καθόλου φάναι μεγάλῳ νοσήματι· φλεβοτομίαν γὰρ ἐπὶ τῶν τοιούτων ἁπάντων ἀναγκαῖον εἶναί φημι βοήθημα παραχρῆμα προσαγόμενον ἐπὶ διωρισμένῃ τῇ δυνάμει τε καὶ τῇ ἡλικίᾳ· ταῦτα γάρ,

7

.

2

.

19

εἰ καὶ μὴ λεχθείη ποτέ, προσυπακούεσθαι χρή. τοῖς δὲ μηδὲν τοιοῦτο πεπονθόσι πρόσθεν ἁπάντων τε τῶν μορίων τοῦ σώματος ἄμεμπτον ἔχουσι κατασκευὴν ἴστε δήπου διττὴν ὁδὸν τῆς κενώσεως ὑποτιθέμενόν με, διὰ φλεβοτομίας μέν, εἰ ἀκρατεῖς εἶεν τῇ διαίτῃ, χωρὶς δὲ ταύτης,
5εἰ ἐγκρατεῖς· ἔνεστι γὰρ καὶ τρίψει πολλῇ καὶ λουτροῖς καὶ περιπάτοις καὶ ταῖς ἄλλαις κινήσεσιν ἔτι τε χρίσμασι διαφορητικοῖς ταχέως ἐκκε‐ νῶσαι τοῦ πλήθους, εἰ μὴ ἄρα σοι δόξειέ ποτε παχέος αἵματος εἶναι πλεονεξίαν, τοιοῦτον δ’ ἐστὶ μάλιστα τὸ μελαγχολικὸν ὡς τὰ πολλά, σπανίως δέ πως καὶ τὸ τῶν ὠμῶν καλουμένων χυμῶν· ἀλλ’ ἐπὶ μὲν
10τῆς μελαγχολικῆς περιουσίας φλεβοτομεῖν ἄμεινον ἢ πάντως γε φαρ‐ μάκῳ χρῆσθαι μελάνων καθαρτικῷ· τῶν δ’ ὠμῶν χυμῶν ἐπικρατούν‐ των, πρὶν μὲν ἄρξασθαι νοσεῖν, εὐλαβῶς ἀποκενώσεις, ἤδη δὲ πυρετ‐

7

.

2

.

20

τόντων, ὡς ἔμπροσθεν εἶπον, οὐδ’ ὅλως. ἕξεις δ’ αὐτῶν γνώρισμα τό τε τῆς χροᾶς οἷον μολυβδῶδες ἢ ὠχρόλευκον, ἅπαντα δὲ μᾶλλον ἢ

7

.

2

.

21

ἐρυθρόν, καὶ τὴν τῶν σφυγμῶν ἀνωμαλίαν. εἰ δ’ ἱκανῶς ηὐξημένον εἴη τὸ τοιοῦτον πλῆθος, καὶ βάρος τοῦ σώματος αὐτοῖς σύνεστι καὶ πρὸς τὰς κινήσεις ὄκνος καὶ γνώμης νωθρότης καὶ αἰσθήσεως ἀμαυρό‐

7

.

2

.

22

της. ἔμπαλιν δὲ τούτοις τοὺς ἐξ ἐπισχέσεως αἱμορροΐδων ἠθροικότας αἷμα φλεβοτομήσεις θαρρῶν, κἂν μηδέπω πρότερον ὦσι μεγάλου πε‐
πειραμένοι νοσήματος· ἐνδέχεται γὰρ αὐτοὺς ἐπιτηδείους μὲν εἶναι πρός τι τῶν τοιούτων, οὐδέπω δὲ πεπονθέναι διὰ τὴν ὑπὸ τῶν

7

.

2

.

23

αἱμορροΐδων κένωσιν. ἐὰν δὲ καὶ φαίνωνταί τινα μόρια κατεσκευ‐ ασμένοι μοχθηρῶς, καὶ μάλιστα τὰ κατὰ θώρακα, πάντως αὐτοὺς φλε‐

7

.

2

.

24

βοτομήσεις ἐν τάχει. τὴν αὐτὴν δὲ γνώμην ἴστε με καὶ περὶ γυναι‐ κῶν ἔχοντα τῶν ἐπεσχημένων τὴν ἔμμηνον κάθαρσιν· οὐδὲ γὰρ οὐδ’ ἐπὶ τούτων ἀναβάλλεσθαι χρὴ τὴν κένωσιν. οὐ μὴν ἀναγκαῖόν γε σχάσαι τὴν φλέβα· καὶ γὰρ αἱ τῶν σφυρῶν ἀποχαράξεις ἱκαναὶ κενῶσαι
5τὸ περιττόν, ἔχουσαί τι καὶ ἄλλως προτρεπτικὸν εἰς τὴν τῶν ἐμμήνων κένωσιν, ὥσπερ γε καὶ αἱ κατὰ τὰ σφυρὰ καὶ τὰς ἰγνύας φλεβοτομίαι.

7

.

2

.

25

τὰς γὰρ ἐξ ἐπισχέσεως καταμηνίων ἀπὸ τῶν σκελῶν πάντως κενώσεις, εἴτε φλέβα χρὴ τεμεῖν, εἴτε ἀποσχάζειν· ἀντισπᾶν γὰρ εἴωθεν ἥ τε ἐξ

7

.

2

.

26

ἀγκῶνος φλεβοτομία τὰς τῶν γυναικῶν καθάρσεις. ἀθροίζουσι δὲ καὶ τούτων αὐτῶν ὅσαι μὲν λευκότεραι λεπτότερον αἷμα, καὶ διὰ τοῦτο ἐν ταῖς ἀπὸ τῶν σφυρῶν ἀμυχαῖς ὀνίνανται μάλιστα· τὰς μελαντέρας δὲ φλέβας τέμνων θεράπευε (παχύτερον γὰρ ἀθροίζουσιν αἷμα καὶ
5μελαγχολικώτερον)· ἔτι δὲ μᾶλλον, εἰ καὶ μεγάλας ἔχειν σοι φαίνονται τὰς φλέβας. ὑπάρχει δὲ τοῦτο ταῖς ἰσχνοτέραις τε καὶ μελαντέραις ὡς τὸ πολύ, καθάπερ ταῖς εὐσάρκοις τε καὶ λευκαῖς ἡ μικρότης τῶν φλεβῶν, ἐφ’ ὧν ἀποσχάζειν ἄμεινον τὰ σφυρὰ τοῦ τέμνειν τὴν φλέβα· καὶ γὰρ καὶ μικρὰς αὗται τὰς ἐν τοῖς σκέλεσιν ἔχουσι φλέβας, ὥστε

7

.

2

.

27

οὐδὲ ῥεῖ τὸ σύμμετρον, εἰ καὶ καλῶς τμηθεῖεν. πολλαὶ δὲ πλῆθος μὲν αἵματος οὐκ ὀλίγον ἔχουσιν, ἐσχάτως δ’ εἰσὶ λεπταί, καθάπερ ἄλλαι

7

.

2

.

28

παχεῖαι, ὀλίγαιμοι δέ. καὶ τήν γε ἐπεσχημένην ὀκτὼ μηνῶν τὰ κατα‐ μήνια λεπτοτάτην οὖσαν ἀφελὼν αἵματος οὐκ ὀλίγον εἰς τὴν οἰκείαν ἕξιν ἐπανήγαγον ἐν ἐλαχίστῳ χρόνῳ, τῇ μὲν πρώτῃ τῶν ἡμερῶν ἀφελὼν ὡς λίτραν μίαν ἥμισυ, τῇ δευτέρᾳ δὲ μίαν, καὶ τῇ τρίτῃ πάλιν
5οὐ πολλῷ πλέον ἡμίσεως λίτρας· ἦλθον δ’ ἐπὶ τοῦτο θεασάμενος ὡς

7

.

2

.

29

ἐξεῖχον αἱ φλέβες αὐτῆς, αἵματος μεσταὶ φαινόμεναι πελιδνοῦ. οὐ χρὴ δ’ ὑμᾶς καταφρονεῖν φλεβοτομίας ὡς οὐκ ἀντισπαστικοῦ βοηθήματος, ἑωρακότας ἐμὲ πολλάκις ἐπὶ τῆς ἐκ ῥινῶν αἱμορραγίας, ὅταν ᾖ σφοδρά,

7

.

2

.

30

χρώμενόν τε τῷ βοηθήματι καὶ παύοντα τὴν ῥύσιν αὐτίκα. προσήκει δὲ μὴ περιμένειν εἰς ἔσχατον ἀφικνεῖσθαι καταπτώσεως τὴν δύναμιν, ἀλλ’ ὅταν ἤδη δοκῇ κεκενῶσθαι μὲν τὸ σύμμετρον, ἡ δ’ ὁρμὴ τῆς
φορᾶς τοῦ αἵματος ἰσχυρὰ διαμένῃ, τέμνειν τὴν ἐν ἀγκῶνι φλέβα.

7

.

3

t

Περὶ ἐπαφαιρέσεως.

7

.

3

.

1

Ἐφ’ ὧν κενώσεως μὲν χρεία πολλῆς, οὐκ ἰσχυρὰ δ’ ἡ δύναμις, ἐπὶ τούτων προσήκει ταμιεύεσθαι τὴν κένωσιν καὶ τὴν πρώτην ἀφαί‐ ρεσιν ἐλλιπεστέραν ποιησάμενον ἐπαφαιρεῖν αὖθις· εἰ δὲ βούλει, καὶ τρίτον, ὥσπερ ἀμέλει κἀπὶ τῶν πλῆθος ἐχόντων ὠμοτέρων χυμῶν
5ἐθεάσασθέ με πράττοντα· κενώσας γὰρ ὀλίγον αἵματος εὐθέως δίδωμι μελικράτου καλῶς ἡψημένου μετά τινος τῶν λεπτυντικῶν φαρμάκων, οἷον ὑσσώπου ἢ ὀριγάνου, καί ποτε καλαμίνθης ἢ γλήχους ἢ καὶ πρὸς τῷ μελικράτῳ ὀξυμέλιτος ἢ ὀξυγλύκεος, εἶτ’ αὖθις ἐπαφαιρῶ, ποτὲ μὲν ἐπὶ τῆς αὐτῆς ἡμέρας, ἐνίοτε δὲ κατὰ τὴν ὑστεραίαν, ἐν ᾗ πάλιν
10ὁμοίως διδούς τι τῶν εἰρημένων φαρμάκων αὖθις ἐπαφαιρῶ, καὶ κατὰ

7

.

3

.

2

τὴν τρίτην ἡμέραν δοὺς ὡσαύτως. ἀλλ’ ὅταν ᾖ ζέοντος αἵματος πλῆθος ἀνάπτον ὀξύτατον πυρετόν, ἀθρόας ἐστὶ κενώσεως χρεία, καὶ χρὴ πειρᾶσθαι κενοῦν ἄχρι λειποθυμίας, ἐπισκεψάμενον τὴν ῥώμην τῆς δυνάμεως, ὥστε ἐνίων οἶδα κοτύλας ἓξ ἀφελὼν εὐθέως, ἤτοι κατὰ τὴν
5δευτέραν ἢ τὴν τρίτην ἢ τὴν τετάρτην ἡμέραν, ἐνίοτε δὲ κατὰ τὴν πρώτην αὐτήν, ὅταν ὁ μὲν πυρετὸς ἄρξηται περὶ τὰ πρῶτα τῆς νυκτὸς ἢ τὰ μέσα, καλῶς δ’ ᾖ πεπεμμένα 〈τὰ〉 κατὰ τὴν προτεραίαν ἐδηδε‐

7

.

3

.

3

σμένα. τινῶν μὴν κατὰ τὴν προτεραίαν ἀνωμαλίαν ἢ βάρος ἢ ἄλγημα κεφαλῆς ἢ ἄλλου τινὸς μέρους αἰτιασαμένων καὶ διὰ τοῦτο ἐνδεῶς διαιτηθέντων, ἀρξαμένων δὲ πυρέττειν, νυκτὸς ἤδη προηκούσης οἶδα κατὰ τὴν πρώτην ἡμέραν τελευτῶσαν ἀφελὼν αἵματος· ἐφ’ ὧν γὰρ
5ἄν σοι φαίνηται ζέοντος αἵματος πλῆθος, ὅτι τάχιστα πειρῶ κενοῦν αὐτὸ πρὶν ἐπί τι κατασκῆψαι μόριον κύριον, ὥστε καὶ διὰ τῆς νυκτὸς

7

.

3

.

4

οὐκ ὀκνήσεις τεμεῖν ἐνίοτε φλέβα. τοὺς δ’ οὕτω διακειμένους ἀρρώ‐ στους, ὡς εἴρηται, καὶ μέχρι λειποθυμίας ἄγειν· ἐνίους γὰρ αὐτῶν οἶδα καταψυχθέντας μὲν ἐξ ἀνάγκης ἐπὶ τῇ λειποψυχίᾳ, προσγενομένων δὲ νοτίδων ἐν ὅλῳ τῷ σώματι καὶ γαστρὸς καταρραγείσης ἐν τάχει παυ‐

7

.

3

.

5

σαμένους τῆς νόσου. κἀν ταῖς μεγίσταις δὲ φλεγμοναῖς κἀν ταῖς ἰσχυ‐ ροτάταις ὀδύναις οὐδὲν οἶδα μεῖζον βοήθημα τοῦ μέχρι λειποθυμίας

7

.

3

.

6

ἐκκενῶσαι, διορισάμενος εἴτε φλεβοτομεῖν εἴτε καθαίρειν προσήκει. δεῖ
δ’ ἄχρι λειποθυμίας κενοῦν οὐ πάσης· οὔτε γὰρ τῆς διὰ φόβον τῶν καμνόντων γινομένης, οὐ μὴν οὐδ’ ὅταν ἐν τῷ στόματι τῆς γαστρὸς ὑπάρχωσί τινες δακνώδεις χυμοί· λειποψυχοῦσι μὲν γὰρ καὶ τότε, οὐ
5μὴν ἱκανόν γε [τὸ] μέτρον κενώσεως ἡ τοιαύτη λειποψυχία πρὸ τοῦ δέοντος ἐνίοτε γινομένη, καθάπερ κἀξ αὐτοῦ μόνου τοῦ διαναστῆναί

7

.

3

.

7

τε καὶ καθῖσαι πολλάκις ἐλειποψύχησάν τινες τῶν πυρεττόντων. ἡ τοίνυν κατὰ τὸν λόγον τῆς κενώσεως ἐπιγινομένη μέτρον γινέσθω τῆς

7

.

3

.

8

κενώσεως ἐπὶ τῶν προειρημένων διαθέσεων. προσέχειν μέντοι [εἰ] καλῶς ἔχει τῇ καθαιρέσει τῶν σφυγμῶν, ἐφαπτόμενον αὐτῶν ἔτι ῥέοντος τοῦ αἵματος, ὥσπερ κἀπὶ τῶν ἄλλων τῶν φλεβοτομουμένων εἴωθα πράττειν, ὅπως μή ποτε λάθῃς σαυτὸν ἀντὶ λειποθυμίας θάνατον
5ἐργασάμενος.

7

.

4

t

Περὶ μέτρου κενώσεως αἵματος.

7

.

4

.

1

Ἐπίστασθαι δεῖ, τοὺς εἰρημένους σκοποὺς τοῦ βοηθήματος αὐξα‐ νομένους μὲν ἐνδείκνυσθαι πλείονα κένωσιν, μὴ αὐξανομένους δὲ καθαι‐ ρεῖν εἰς τοσοῦτο τὴν ποσότητα τῆς κενώσεως εἰς ὅσον ἐμειώθησαν αὐτοί. μέγεθος δὲ νοσήματος καὶ ῥώμη δυνάμεως οἱ πρῶτοι σκοποὶ

7

.

4

.

2

φλεβοτομίας ἦσαν. τούτων οὖν ἀμφοτέρων τῶν σκοπῶν ὑπαρχόντων, δῆλον μέν, καθάπερ ἐλέχθη πρόσθεν, ὡς οὐδὲ πλῆθος ἔσται χυμῶν

7

.

4

.

3

ὠμῶν τοσοῦτόν τε καὶ τοιοῦτον ὡς κωλῦσαι τὸ βοήθημα. ἐπισκέπτε‐ σθαι δ’ ἐφεξῆς ὁποία τις ἡ φυσικὴ κρᾶσίς ἐστι τἀνθρώπου· τοὺς μὲν γὰρ μεγάλας ἔχοντας φλέβας ἰσχνούς τε μετρίως καὶ μὴ λευκοὺς μηδ’ ἁπαλοσάρκους ἀφειδέστερον κενώσεις, τοὺς δ’ ἐναντίους φειδόμενος·

7

.

4

.

4

αἷμά τε γὰρ ὀλίγον ἔχουσιν εὐδιαφόρητόν τε τὴν σάρκα. κατὰ τοῦτον οὖν τὸν λόγον οὐδὲ τοὺς παῖδας φλεβοτομήσεις ἄχρι τεσσαρεσκαιδε‐ καετοῦς ἡλικίας· μετὰ δὲ ταύτην, ἐὰν αἷμά τε πάμπολυ φαίνηταί ποτε ἠθροισμένον, ἥ τε ὥρα τοῦ ἔτους ἔαρ ᾖ, καὶ τὸ χωρίον εὔκρατον
5φύσει, καὶ ἡ τοῦ παιδὸς φύσις εὔαιμος, ἀφαιρήσεις αἵματος· ἔτι δὲ μᾶλλον, εἰ κίνδυνος ἐφεδρεύει περιπνευμονίας ἢ συνάγχης ἢ πλευρί‐

7

.

4

.

5

τιδος ἢ ὅλως τινὸς ἄλλου ὀξέος καὶ σφοδροῦ νοσήματος. ἀφαιρήσεις δὲ τὸ πλεῖστον ἄχρι κοτύλης τὸ πρῶτον· ἐὰν δέ σοι μετὰ ταῦτα ἐπι‐ σκεπτομένῳ δόξῃ τὰ τῆς δυνάμεως ἰσχυρὰ διαμένειν, ἥμισυ προσθήσεις

7

.

4

.

6

κατὰ τὴν ἐπαφαίρεσιν. ἔμαθες δὲ τῷ σφοδρῷ σφυγμῷ μεθ’ ὁμαλό‐
τητος ὡς ἀψευδεῖ σημείῳ πιστεύειν ἀεὶ περὶ δυνάμεως ἰσχύος, ἐξ ἐπι‐

7

.

4

.

7

μέτρου δὲ καὶ τῷ μεγάλῳ. καὶ τοίνυν καὶ τοὺς ἑβδομηκοντούτας φλε‐ βοτομήσεις, ὧν εἴρηκα σφυγμῶν παρόντων, ἐπειδὰν ἡ διάθεσις κελεύῃ· εἰσὶ γὰρ ἔτι καὶ κατὰ τὴν ἡλικίαν τήνδε πολύαιμοί τινες ἅμα ῥώμῃ δυνάμεως, ὥσπερ ἕτεροι ξηροὶ καὶ ὀλίγαιμοι καὶ ῥᾳδίως μελαινόμενοι

7

.

4

.

8

πᾶν τὸ πληγὲν μέρος. οὐ προσέξεις οὖν τῷ ἀριθμῷ μόνῳ τῶν ἐτῶν, ἀλλὰ καὶ τῇ τοῦ σώματος ἕξει· καὶ γὰρ ἑξηκοντοῦταί τινες οὐκέτι 〈φέρουσι φλεβοτομίαν, ἑβδομηκοντοῦται δὲ〉 φέρουσιν, ἀλλ’ ἔλαττον ἀφαιρήσεις δηλονότι τούτων, εἰ καὶ τὴν αὐτὴν ἔχειν φαίνοιντο διάθεσιν

7

.

4

.

9

ἀκμαστικῷ σώματι. κάλλιστον δὲ πρὸ μὲν τοῦ διαιρεῖν τὴν φλέβα 〈τὰ〉 τοιαῦτα πάντα ἐπισκέπτεσθαι, καὶ μάλιστα αἱμορροΐδων ἐπεσχη‐

7

.

4

.

10

μένων 〈καὶ〉 γυναικείας καθάρσεως. ὁπόταν δὲ σχασθείσης τῆς φλεβὸς ῥέῃ τὸ αἷμα, καὶ τῇ μεταβολῇ μὲν αὐτοῦ, καὶ μάλιστα ὅταν ᾖ τις ἤδη φλεγμονή, καὶ τῷ τόνῳ δὲ τῆς ῥύσεως ὀκλάζοντι, μάλιστα δὲ τῇ μεταβολῇ τῶν σφυγμῶν ὡς ἀψευδεῖ γνωρίσματι προσέχειν σε χρὴ τὸν
5νοῦν καὶ παύειν αὐτίκα, μεταβάλλοντος ἢ κατὰ μέγεθος ἢ κατ’ ἀνω‐ μαλίαν ἡντινοῦν· περὶ μὲν γὰρ τῆς εἰς ἀμυδρότητα μεταβολῆς τί δεῖ καὶ λέγειν; ἐμάθετε γὰρ ἐν τῇ ποιότητι ταύτῃ βεβαίαν γίνεσθαι διά‐

7

.

4

.

11

κρισιν ἰσχυρᾶς τε καὶ ἀσθενοῦς δυνάμεως. ἐφ’ ὧν δ’ ἐγγὺς τῆς δι‐ αιρουμένης φλεβός ἐστί τις φλεγμονὴ μεγάλη, κάλλιστον ἀναμένειν τὴν μεταβολὴν τοῦ αἵματος ἔν τε τῇ χροᾷ καὶ τῇ συστάσει· ἑτεροῖον γάρ ἐστι τὸ κατὰ τὴν φλεγμονὴν αἷμα τοῦ κατὰ τὴν φύσιν, ἐπειδὴ
5θερμαινόμενον ἐπὶ πλέον, εἰ μὲν ἦν ἔμπροσθεν 〈ὠμότερον〉, ἐρυθρότερόν τε καὶ ξανθότερον γίνεται, εἰ δὲ τοιοῦτον ἦν ἔμπροσθεν, ἐπὶ τὸ μέλαν ἐκτρέπεται κατοπτώμενον· σημεῖον γάρ ἐστι τοῦ μετειλῆφθαί τι τοῦ κατὰ τὴν φλεγμονὴν αἵματος εἰς τὴν τετμημένην φλέβα τὸ φανῆναι

7

.

4

.

12

μεταβολὴν ἐν αὐτῷ. οὐ μὴν ἐκ παντὸς τρόπου περιμένειν χρὴ ταύτην, ἀλλ’ ἔσθ’ ὅτε καὶ πρὸ τοῦ γενέσθαι παύεσθαι προσῆκεν, ἤτοι διὰ δυ‐ νάμεως ἀρρωστίαν ἢ κακοήθειαν φλεγμονῆς· ἐνίοτε γὰρ οὐδὲν μεθίησιν,

7

.

4

.

13

ἀλλ’ ἔσφιγκται σφοδρῶς. εἰ μέντοι μήτε ἡ δύναμις φαίνοιτο κατα‐ λυομένη διὰ τῆς κενώσεως (εἴσῃ δὲ τοῦτο τῶν σφυγμῶν ἁπτόμενος), ὅ τε φλεβοτομούμενος ἀκμάζων εἴη, περιμένειν προσήκει τὴν μετα‐ βολήν, καὶ μᾶλλον εἰ τὸ περιέχον εὔκρατον εἴη· δύο γάρ ἐστι ταῦτα,
5δι’ ἃ μάλιστα ἀγνοεῖται τὸ ποσὸν τῆς κενώσεως ἐν τούτῳ τῷ βοη‐
θήματι, τοῦ τε κάμνοντος ἡ φύσις ὁποία τίς ἐστιν, ἀδυνατούντων ἡμῶν ἀκριβῶς διαγνῶναι, καὶ τοῦ περιέχοντος ἡ κρᾶσις ὁποία τις ἔσται μετὰ τὴν φλεβοτομίαν· ὁπόταν γὰρ ἡ μὲν πυρετώδης θερμασία ἀφαιρῇ πολὺ τοῦ αἵματος, ἐνδεῶς δ’ ὁ κάμνων ᾖ διαιτώμενος, ἐξ ἀνάγκης ἐπιλείπει
10ταχέως αὐτὸν ἡ ἐκ τοῦ αἵματος τροφή, κἀν τούτῳ καταλύεται ἡ δύ‐ ναμις· ἐκδαπανᾶται δὲ διὰ μὲν τὴν κρᾶσιν τοῦ νοσοῦντος ὑγράν τε καὶ θερμὴν οὖσαν, οἵαπέρ ἐστι καὶ ἡ τῶν παίδων, διά τε τὸ περιέχον

7

.

4

.

14

ἐν χώρᾳ θερμῇ καὶ ὥρᾳ θερινῇ. διὰ ταῦτα οὖν ἔλαττον ἀφαιροῦμεν ἢ τὸ πάθος ὑπαγορεύει, κατὰ μὲν τὰς ἡλικίας ἐπὶ τῶν παίδων, κατὰ δὲ τὰς ἕξεις τοῦ σώματος ἐπὶ τῶν ἁπαλοσάρκων τε καὶ λευκῶν, κατὰ δὲ τὰς ὥρας ὑπὸ Κύνα· παραπλησίως δὲ κατά τε τὰ χωρία καὶ τὰς

7

.

4

.

15

καταστάσεις. καθ’ ἕτερον δὲ τρόπον, ὡς εἴρηται καὶ πρόσθεν, ἐπὶ τῶν ἐναντίων, ὅπερ ἐστὶν 〈ἐπὶ〉 τῶν ψυχρῶν ὡρῶν τε καὶ χωρῶν, εὐλα‐

7

.

4

.

16

βούμεθα κένωσιν δαψιλῆ διὰ τὴν ἑπομένην κατάψυξιν. οὔκουν οἷόν τε διὰ γραφῆς ἐφ’ ἑκάστῳ τῶν εἰρημένων ἀφορίσαι κενώσεως μέτρον· οἶδα γὰρ ἐπ’ ἐνίων μὲν αὐτάρκως ἀφελὼν ἓξ λίτρας αἵματος, ὥστε τὸν πυρετὸν αὐτίκα σβεσθῆναι καὶ μηδεμίαν ἀκολουθῆσαι τῆς δυνά‐
5μεως κάκωσιν, ἐπ’ ἐνίων δὲ μίαν ἡμίσειαν οὐκ ἄνευ τοῦ βραχύ τι παραβλάψαι τὴν δύναμιν, ἐφ’ ὧν, εἰ δύο τις ἐκένωσεν, ἐσχάτως ἂν ἔβλαψεν· διὰ τοῦτο οὖν οἶδα καὶ μίαν ἀφῃρηκὼς ἐνίοτε λίτραν ὠφε‐ λίμως, καί ποτε καὶ ταύτης ἔλαττον.

7

.

5

t

Ποίας τμητέον φλέβας.

7

.

5

.

1

Ἀντισπάσεως ἕνεκα φλεβοτομῶν, τὰς μὲν κατ’ εὐθεῖαν τῶν αἱμορ‐ ραγούντων τέμνων φλέβας ἐν τάχει θεάσῃ σαφῆ τὴν ὠφέλειαν· ἔμπαλιν

7

.

5

.

2

δ’ εἰ τέμνοις, οὐδὲν ὄφελος. οὕτω τοι σπληνὸς πάσχοντος ἡ τῆς κατὰ τὸν παράμεσον δάκτυλον φλεβὸς διαίρεσις ὤνησεν ἐξ ἀριστερᾶς χειρός· ἔνιοι δὲ τὴν μεταξὺ τοῦ τε μέσου καὶ παραμέσου δακτύλου φλέβα τέμνοντες καὶ συγχωροῦντες ῥεῖν ἐξ αὐτῆς τῷ αἵματι, μέχριπερ ἂν
5αὐτόματον στῇ, τὸν σπλῆνά φασιν ὀνίνασθαι, ὡς εἰ καὶ τὴν ἐν ἀγκῶνι φλέβα τέμοις τὴν ἔνδον· ὠφελεῖ γὰρ ἱκανῶς σπληνὶ κακοπραγοῦντι κένωσις αἵματος ἐξ ἀριστερᾶς χειρός· ἄμεινον δὲ μὴ ἅπαξ κενοῦν τὸ

7

.

5

.

3

σύμμετρον, ἀλλ’ εἰς δύο μερίζοντας ἡμέρας. καὶ μέντοι κἀπὶ τῶν πλευριτικῶν ἡ κατ’ εὐθὺ τοῦ πάσχοντος φλεβοτομία τὴν ὠφέλειαν ἐναργεστάτην ἐπεδείξατο πολλάκις· ἡ δ’ ἐκ τῆς ἀντικειμένης χειρὸς ἢ
παντελῶς ἀμυδρὰν ἢ μετὰ χρόνον, ὀδύνας τε πολλάκις ὀφθαλμῶν
5ἰσχυροτάτας ἐντὸς ὥρας μιᾶς ἔπαυσεν ἡ κατ’ εὐθὺ φλεβὸς διαίρεσις.

7

.

5

.

4

ἐπὶ μὲν οὖν τῶν ὀφθαλμῶν ἥ τε ὠμιαία καλουμένη φλὲψ ἥ τε ἀπ’ αὐτῆς ἀποσχιζομένη κατ’ ἀγκῶνα τμηθεῖσα φανερὰν ἐν τάχει τὴν ὠφέ‐ λειαν ἐπιφέρουσιν· ἐπὶ δὲ πλευρᾶς πεπονθυίας ἢ πνεύμονος ἢ δια‐ φράγματος ἢ σπληνὸς ἢ ἥπατός τε καὶ γαστρὸς ἡ διὰ μασχάλης ἐπὶ

7

.

5

.

5

τὴν κατ’ ἀγκῶνα διάρθρωσιν ἀφικνουμένη. τέμνειν δὲ καὶ ταύτην μάλιστα μὲν αὐτὴν τὴν ἔνδον· εἰ δὲ μή, τὴν ἀπ’ αὐτῆς ἀποσχιζομένην εἰς τὴν κάμπην τῆς διαρθρώσεως, ἣν ἴστε δήπου 〈τὴν〉 τῆς ὠμιαίας φλεβὸς ἀποσχιζομένην συνάπτουσαν· τρεῖς γὰρ οὗτοι τόποι τῆς κατ’

7

.

5

.

6

ἀγκῶνα φλεβοτομίας εἰσίν, ὅ τε ἔνδον καὶ ὁ ἔξω καὶ ὁ μέσος. ὁ μὲν οὖν ἔνδον ἐπὶ τῶν κάτω τοῦ τραχήλου πεπονθότων ὠφέλιμος· ὁ δ’

7

.

5

.

7

ἐκτὸς ἐπὶ τῶν κατὰ τοῦτον ἢ πρόσωπον ἢ κεφαλήν· ὁ μέσος δὲ τόπος ἐνίοτε μὲν ἀμφοτέρας ἔχει τὰς ἀποσχιζομένας φλέβας εἰς τὸ πρόσω τῆς χειρὸς ἐκτεινομένας, ἐνίοτε δὲ διὰ ταχέων εἰς ταὐτὸν ἀλλήλαις ἰούσας κατὰ τὴν κάμπην τῆς διαρθρώσεως, ἔστι δ’ ὅτε σαφῆ μὲν τὴν

7

.

5

.

8

ἑτέραν αὐτῶν, ἀσαφῆ δὲ τὴν ἑτέραν. ὅταν οὖν, ἀφανεστέρας οὔσης τῆς οἰκείας τῷ πάσχοντι μορίῳ φλεβός, ἐπί τινα τῶν μέσων ἥκῃς, πειρῶ τὴν ἀποσχιζομένην τῆς οἰκείας τέμνειν μᾶλλον· ἔστι δ’ ὅτε καὶ τὰς κατωτέρω τῆς κατ’ ἀγκῶνα διαρθρώσεως, αἳ κατὰ τὸν πῆχύν
5εἰσιν, ἃς διαιρεῖν οὐδὲν κωλύει, μὴ φαινομένων τῶν κατ’ ἀγκῶνα, καὶ

7

.

5

.

9

τούτων αὐτῶν τὰς κατ’ εὐθὺ τοῖς πεπονθόσιν. ἡ δ’ ἐν ταῖς χερσὶ φλεβοτομία κατορθουμένη μὲν οὐδὲν ἔχει μέγα· σφάλματα δὲ κατὰ τὴν ἁμαρτηθεῖσαν ἐκδέχεται τρία, κατὰ μὲν τὴν μέσην νευρίου συν‐ διαιρουμένου, κατὰ δὲ τὴν ὠμιαίαν κεφαλῆς νευρώδους μυός, κατὰ δὲ
5τὴν ἔνδον τῆς ὑποκειμένης ἀρτηρίας τῇ φλεβί, καὶ εἴ τις ἀρτηρίαν

7

.

5

.

10

ἑτέρωθι φλεβοτομούμενος 〈ἢ〉 κατὰ τοῦτο τὸ χωρίον ἐτμήθη. μάλιστα μὲν οὖν χρὴ φυλάττεσθαι τέμνειν αὐτήν· καταλαβούσης δ’ ἀνάγκης τινός, ἐπισκοπεῖσθαι δύο ταῦτα· τὴν μὲν διαδῆσαι, καθ’ ὃ μάλιστα μέρος ὁ τῆς ἀρτηρίας διασημαίνει σφυγμός· διαδησάντων δέ, εἰ κατὰ μηδὲν
5ἐμπεφύσηται χωρίον· ἐμφυσηθέντος δέ, αὐτίκα τε λύειν τὸν δεσμὸν προσστείλαντάς τε τὸ ἐμφυσηθὲν αὖθις ἐπιδεῖν, ἐκείνῳ πρώτῳ τῷ χωρίῳ περιβάλλοντας τὴν ἀρχήν, ἵνα ἐστὶν ἡ ὑπὸ τὴν ἔσω κεφαλὴν τοῦ βρα‐ χίονος ἀρτηρία, πειρᾶσθαί τε τέμνειν τὴν φλέβα κατωτέρω μᾶλλον·

7

.

5

.

11

ἀποχωρεῖ γὰρ ἐνταῦθα τῆς ἀρτηρίας. τῇ μέσῃ δὲ φλεβὶ τοιοῦτο μὲν
οὐδὲν ἀγγεῖον ὑπόκειται, νευρίον δέ, ὡς ἔφην, ἀξιόλογον κατὰ τὸ

7

.

5

.

12

μέσον τῆς κάμπης, οὗ μόνον ψαῦσαι χρὴ φυλάττεσθαι. τὴν δ’ ὠμιαίαν φλέβα κατὰ πάντα τρόπον ἀκίνδυνον τέμνειν· ἤδη μέντοι κἀπὶ ταύτῃ τινὲς ὠδυνήθησαν τὸν κατὰ τῆς κερκίδος ἐπικείμενον μῦν· ἔστιν οἷς δὲ καὶ φλεγμονή τις ἠκολούθησε, καὶ μέχρι πολλοῦ χρόνου τὸ ἄλγημα·
5τῶν δ’ οὕτω παθόντων οὐδεὶς ἅπαξ διῃρέθη τὸ ἀγγεῖον, ἀλλὰ μετὰ τὴν τῆς πρώτης καθέσεως ἀποτυχίαν δεύτερον καὶ τρίτον, ἐνίοτε δὲ καὶ τέταρτον ἐπικαθέντων, ὥστε ἐκ τοῦ πολλάκις νυγῆναι τὴν κεφαλὴν τοῦ μυὸς αἱ συμπάθειαι συνέστησαν· μεγίστης δ’ εἰς ἅπαξ γενομένης διαιρέσεως, οὐδεὶς οὔτε ἐφλέγμηνεν οὔτε ὠδυνήθη· διὸ ταύτην μὲν
10χρὴ τέμνειν ἀφειδῶς, μετὰ πολλῆς δ’ ἀσφαλείας καὶ περισκέψεως τὴν ἔνδον, ἀποχωρεῖν δὲ πειρᾶσθαι τῆς κατὰ τὸ νεῦρον θέσεως ἐν τῷ τὴν

7

.

5

.

13

μέσην διαιρεῖν. ὥσπερ δὲ τὰ εἰρημένα πάντα μόρια ταῖς κατ’ ἀγκῶνα φλεβοτομίαις, ὡς εἴρηται, γινομέναις ὠφελεῖται, κατὰ τὸν αὐτὸν τρό‐ πον ὅσα κατωτέρω τούτων ἐστὶ ταῖς ὑπ’ ἰγνύας τε καὶ σφυρά· ἔστι δὲ τῶν εἰρημένων κατωτέρω τά τε κατ’ ἰσχίον καὶ κύστιν καὶ μήτραν.

7

.

5

.

14

νεφροὶ δ’ ἐπαμφοτερίζουσι, κάτω μὲν ὄντες ἤδη τῶν πρότερον εἰρη‐ μένων, ἄνω δὲ τῶν δεύτερον· διὸ καὶ ταῖς ἐπ’ ἀγκῶνος ἐνίοτε φλε‐ βοτομίαις ὑπακούουσιν, ὅταν ἥ τε φλεγμονὴ πρόσφατος ᾖ καὶ πλῆθος αἵματος· ἐφ’ ὧν δ’ ἡ διάθεσίς ἐστιν ἣν ἰδίως καλοῦσι νεφρῖτιν, τὴν
5κατ’ ἰγνύαν ἐπὶ τούτων χρὴ τέμνειν, ἢ πάντως γε κατὰ σφυρὰ φλέβας.

7

.

5

.

15

αἱ δὲ τῆς μήτρας φλεγμοναὶ μᾶλλον ἔτι νεφρῶν ὑπὸ τῶν ἐν τοῖς σκέλεσι φλεβῶν ὠφελοῦνται· ταῖς γὰρ ἐπ’ ἀγκῶνος κενώσεσι καὶ ἄλλο τι πρόσεστι μοχθηρόν· ἐπέχουσι γὰρ τὰς ἐμμήνους καθάρσεις, ἀντι‐ σπῶσαι τὸ αἷμα πρὸς τὰ τοῦ σώματος ὑψηλότερα· ταῖς δ’ ἀπὸ τῶν

7

.

5

.

16

σκελῶν καὶ προτρέπειν ὑπάρχει τὰ καταμήνια. οἶδα δὲ καὶ ἰσχιάδας ἡμέρᾳ μιᾷ θεραπευθείσας ὑπὸ τῆς διὰ τῶν σκελῶν κενώσεως, ὅσαι μὴ διὰ ψῦξιν, ἀλλὰ πεπληρωμένων αἵματος τῶν κατ’ ἰσχίον ἀγγείων ἐγίνοντο· διὸ καὶ συμφορωτέρα τῆς ἀπὸ τῶν σφυρῶν φλεβοτομίας ἡ
5ἀπὸ τῆς ἰγνύας ἐστὶ τοῖς οὕτω διακειμένοις· ἀποχάραξις δ’ αὐτοὺς

7

.

5

.

17

οὐδὲν ὀνίνησι σαφές. συνελόντι γε μὴν εἰπεῖν, τὰς μὲν ἀρχομένας φλεγμονὰς ἀντισπαστικῶς χρὴ κενοῦν, τὰς δὲ κεχρονισμένας ἐξ αὐτῶν, εἰ οἷόν τε, τῶν πεπονθότων· εἰ δὲ μή, τῶν ἐγγυτάτω τούτοις· ἐπὶ
μὲν γὰρ τῶν ἀρχομένων ἀποστρέψαι χρὴ τὸ ἐπιρρέον, ἐπὶ δὲ τῶν
5κεχρονισμένων αὐτὸ μόνον ἐκκενῶσαι τὸ ἐσφηνωμένον ἐν τῷ πεπον‐ θότι μορίῳ· κενωθήσεται δ’ ἄριστα τοῦτο διὰ τῶν συνημμένων φλεβῶν

7

.

5

.

18

ταῖς κατ’ αὐτό. τούτῳ τῷ λογισμῷ καὶ ἡ πεῖρα μαρτυρεῖ, καὶ διὰ τοῦτο ὅσα κατὰ φάρυγγα καὶ ἀρτηρίαν φλεγμαίνει μεγάλως, ἐν ἀρχῇ μὲν ἡ κατ’ ἀγκῶνα φλεβοτομία, μετ’ ἐκείνην δ’ ἡ ἀπ’ αὐτῆς τῆς γλώττης βοηθεῖ γενναίως, ἐντεμνομένων ἀμφοτέρων τῶν ὑπ’ αὐτῇ

7

.

5

.

19

φλεβῶν. οὕτω δὲ καὶ κατ’ ὀφθαλμοὺς σκιρρώδη λείψανα τῶν φλεγ‐ μονῶν ἡ παρὰ τὸν μέγαν κανθὸν φλὲψ ὀνίνησι διαιρουμένη, καθάπερ γε τὰ τῆς κεφαλῆς βάρη καὶ τὰς διὰ πλῆθος ὀδύνας κεχρονικυίας ἐν αὐτῇ κουφίζειν εἴωθε σαφῶς ἡ ἐν μετώπῳ φλὲψ τμηθεῖσα· τὰς δ’
5ἀρχομένας τε καὶ ἀκμαζούσας ἡ ἐπ’ ἰνίον ἀντίσπασις διὰ σικύας, ἐνίοτε μὲν αὐτῆς μόνης, ἐνίοτε δὲ καὶ μετ’ ἀμυχῶν γινομένης· προκεκενῶσθαι

7

.

5

.

20

δὲ χρὴ τὸ σύμπαν σῶμα. κατὰ δὲ τὸν αὐτὸν λόγον τὰς ὄπισθεν τῆς κεφαλῆς ὀδύνας ἀρχομένας τε καὶ ἀκμαζούσας ἡ ἐν μετώπῳ φλὲψ

7

.

5

.

21

ὠφελεῖ διαιρουμένη. ἐφ’ ὧν δὲ σωμάτων οὐδὲν μὲν πάσχει μόριον οὐδέπω, φθάνομεν δὲ κενοῦν ἦρος εἰσβάλλοντος, ἐπὶ τούτων, εἰ μὲν εἰθισμένου τἀνθρώπου νοσήμασιν ἁλίσκεσθαι πυρετώδεσιν ὥρᾳ θέρους ἐκκενῶσαι τὴν χορηγίαν αὐτῶν ἐφιέμεθα, πᾶν μέρος εἰς ἀφαίρεσιν
5αἵματος ὁμότιμόν ἐστιν, ὥσπερ γε καὶ εἰ ἀρθριτικός τις εἴη, πᾶσι τοῖς ἄρθροις πεπονθώς· οἷς δέ τι μέρος ἐξαιρέτως ἐνοχλεῖται μὴ προκενω‐ θεῖσιν, οὐ χρὴ ποιεῖσθαι τὴν κένωσιν ὁμότιμον ἐξ ἁπάντων τῶν μορίων, ἀλλ’ ὡς ἐπὶ τῶν ἀρχομένων ἤδη πάσχειν· διὸ τοὺς μὲν ποδαλγικοὺς ἀπ’ ἀγκῶνος χρὴ κενοῦν, ἐπιλήπτους δὲ καὶ σκοτωματικοὺς ἀπὸ τῶν

7

.

5

.

22

σκελῶν μᾶλλον. εἰ δὲ δι’ αἱμορροΐδος ἐπίσχεσιν ἐπὶ φλεβοτομίαν ἥκοις, εἰ μὲν ἐπέχειν αὐτὴν βούλοιο, τὰς ἐν ταῖς χερσίν, εἰ δὲ προτρέψαι, τὰς ἐν τοῖς σκέλεσι χρὴ τέμνειν, ἀλλ’ ἐπί γε τῶν ἐπεσχημένων τὰ καταμήνια τὰς ἐν σκέλεσι διὰ παντός· ἀεὶ γὰρ χρὴ ταῦτα προτρέπειν.

7

.

5

.

23

συμβαίνει μέντοι ἐνίοτε καὶ τὰς μήτρας ἐξ ἀναβρώσεως αἱμορραγεῖν, ἐφ’ ὧν οὐκέτι ὁ αὐτὸς σκοπὸς τῆς θεραπείας ἐστίν· οὐ γὰρ φέρεσθαι τὸ αἷμα, καθάπερ ἐπὶ τῶν καταμηνίων, ἀλλὰ παντάπασι στῆναι βου‐

7

.

5

.

24

λόμεθα. εἶδον δέ ποτε κατὰ τῆς ἔνδον φλεβὸς τῶν ἐν ἀγκῶνι νευ‐ ρίον ἐπικείμενον ἔν τινος ἀνατομῇ πιθήκου, καὶ αὖθις ἐφ’ ἑτέρου κατὰ

7

.

5

.

25

τῆς ὁμοζυγούσης αὐτῇ φλεβὸς ὡσαύτως. καὶ τούτων ἡ θέα σπάνιος οὖσα χρήσιμος ἐπί τινων ἰατρῶν ἐγκαλουμένων γέγονεν ὡς τεμνόντων νεῦρον, ἐπειδὴ μετὰ τὴν τομὴν εὐθέως ᾔσθοντο ναρκώδους διαθέσεως
οἱ τμηθέντες ἐν τῷ μήκει τῆς χειρός, ἔν τε τῷ μετὰ ταῦτα [τῷ] παντὶ

7

.

5

.

26

χρόνῳ παρέμενε τὸ πάθημα τοῦτο τοῖς φλεβοτομηθεῖσιν. δηλώσας οὖν ἐγὼ τοῖς ἐγκαλοῦσιν ἰδιότητα κατασκευῆς σώματος γίνεσθαί ποτε τοιαύτην, ἠλευθέρωσα τοῦ ψόγου τοὺς ἰατρούς.

7

.

6

t

Τίς καιρὸς φλεβοτομίας καὶ ἐπαφαιρέσεως.

7

.

6

.

1

Σπεύδειν δὲ χρὴ κενοῦν ἐφ’ ὧν ἐστι χρεία κενώσεως, εἰ μὴ δια‐ φθορά τις εἴη γεγονυῖα τῆς ἐν τῇ γαστρὶ πεττομένης τροφῆς ἢ καὶ

7

.

6

.

2

βραδυπεψία τις ἢ σιτία περιεχόμενα κατ’ αὐτήν. ἀλλ’ ἐπεὶ πολλάκις, ἤδη πέμπτην ἢ ἕκτην ἄγοντος τοῦ νοσοῦντος ἀπὸ τῆς ἀρχῆς, ἐπὶ τὴν θεραπείαν αὐτοῦ καλούμεθα, καλῶς ἂν ἔχοι καὶ τότε φλεβοτομεῖν, εἰ παραλειφθῇ τοῦ βοηθήματος ὁ πρῶτος καιρός· ἐν ᾗ γὰρ ἂν ἡμέρᾳ
5τοὺς σκοποὺς τῆς φλεβοτομίας ἐπὶ τοῦ κάμνοντος εὑρίσκῃς, ἐν ἐκείνῃ προσάξεις τὸ βοήθημα, κἂν εἰκοστὴν ἡμέραν, εἰ οὕτως ἔτυχεν, ἀπὸ

7

.

6

.

3

τῆς ἀρχῆς ἄγοι. τίνες δ’ ἦσαν οἱ σκοποί; μέγα τὸ νόσημα καὶ ῥώμη δυνάμεως, ὑπεξῃρημένης ἡλικίας παιδικῆς καὶ τοῦ περιέχοντος ἡμᾶς ἀέρος ἱκανῶς θερμοῦ· ἐπεὶ δὲ προκαταλύεται τοῦ χρόνου προϊόντος ἡ δύναμις τοῖς πλείστοις νοσήμασι, διὰ τοῦτο τῆς φλεβοτομίας καιρὸς
5ἀναιρεῖται τῷ πλήθει τῶν ἡμερῶν, 〈οὐ〉 πρώτως τοῦτο ἐργαζομένων, ἀλλὰ διὰ μέσου τοῦ καταλῦσαι τὴν δύναμιν, ὥστε κἂν τῇ δευτέρᾳ μετὰ τὴν ἀρχὴν ἡμέρᾳ φαίνηται καταλυομένη ποτὲ ἡ δύναμις, ἀφεξό‐

7

.

6

.

4

μεθα τῆς φλεβοτομίας. φλεβοτομήσεις δ’ ἐν ἁπάσῃ μὲν ἡμέρας ὥρᾳ, πάσῃ δὲ νυκτός, σκοπὸν ἔχων ἐπὶ μὲν τῶν πυρεττόντων τὴν παρακμὴν τῶν κατὰ μέρος παροξυσμῶν, ἐπὶ δὲ τῶν ἤτοι δι’ ὀφθαλμίαν ἢ δι’ ἄλλο τι τοιοῦτο χωρὶς πυρετοῦ δεομένων τοῦ βοηθήματος τὸ μέγεθος
5τῆς ὀδύνης ἢ φλεγμονῆς ἢ ὅλης τῆς διαθέσεως, ἐφ’ ᾗ τῆς φλεβοτο‐

7

.

6

.

5

μίας ἐστὶ χρεία. μηδενὸς τοιούτου κατεπείγοντος ἢ κωλυόντος, ἄμεινόν ἐστιν ἕωθεν φλεβοτομεῖν, οὐκ εὐθέως ἅμα τῷ τῶν ὕπνων ἐξαναστῆναι, προγρηγορήσαντας δὲ χρόνον ὥρας μιᾶς· καὶ λούειν δέ τινας ἄμεινον·

7

.

6

.

6

εἰ δὲ τοῦτο, καὶ προπεριπατήσαντας ἐνίους. ἐφ’ ὧν γοῦν ἦρος εἰσ‐ βάλλοντος ἐπὶ φλεβοτομίαν κατερχόμεθα διὰ προσδοκίαν πυρετῶν ἤ τινων παθῶν, οἶδα φλεβοτομήσας ἐνίους καὶ μετὰ τὸ πρᾶξαί τινα

7

.

6

.

7

τῶν συνήθων ἔργων. ὅ γε μὴν τῆς ἐπαφαιρέσεως καιρός, ἐφ’ ὧν μὲν ἁπλῶς κενῶσαι βουλόμεθα, καὶ κατὰ τὴν αὐτὴν ἡμέραν γινέσθω· ἐφ’ ὧν δ’ ἀντισπάσαι, κἂν [οἱ] δύο ταῖς ἐφεξῆς ἡμέραις γίνηται, βέλ‐
τιόν ἐστιν.

7

.

7

t

Ἐκ τῶν Ἀντύλλου· ποῖα τῶν ἐν τοῖς μέρεσιν ἀγγεῖα διαιρετέον· ἐκ τοῦ β λόγου Τῶν κενουμένων βοηθημάτων.

7

.

7

.

1

Ἀπὸ μετώπου τὴν ἀφαίρεσιν ποιούμενοι τὴν εὐθεῖαν ἐπὶ μετώπῳ διαιροῦμεν φλέβα, ἐπὶ δὲ τῶν πλείστων κατὰ τὰ ἄνω μέρη τοῦ με‐ τώπου καὶ πρὸς τῷ βρέγματι, ἔνθα ὑοειδῶς ἡ φλὲψ σχίζεται· δεῖ δὲ παρ’ αὐτὴν τὴν σχίσιν ἐν τῷ κάτω μέρει ποιεῖν τὴν διαίρεσιν, τὰς δ’

7

.

7

.

2

ἐν τοῖς κανθοῖς ἐγγὺς τῆς ὀφρύος πολὺ ἀνωτέρω τῶν κανθῶν. ὄπισθεν δὲ τῶν ὤτων διαιρετέον τὴν ἀντικειμένην τῷ τραγανῷ τοῦ ὠτός.

7

.

7

.

3

ὑπὸ δὲ τῆς γλώττης, εἰ μὴ ἀμφοτέρας διαιροῦμεν, τὴν ὑπερέχουσαν κατὰ μέγεθος τὴν δεξιὰν τεμοῦμεν· κατὰ δὲ χεῖρα κατὰ νώτου τῆς χειρὸς τὴν οὖσαν μεταξὺ τοῦ μέσου καὶ παραμέσου δακτύλου· κατὰ δ’ ἰγνύαν τὴν μεσωτάτην· κατὰ δὲ σφυρὸν τὰς ἔνδον, καὶ εἴ γε εἶεν
5αἱ μὲν ἔμπροσθεν τοῦ σφυροῦ, αἱ δ’ ὄπισθεν, τὰς ἔμπροσθεν· διὰ μέντοι τὴν μικρότητα τῶν ἀγγείων τὰ πολλὰ οὐκ ἐφ’ ἡμῖν ἐστιν ἃ

7

.

7

.

4

βουλόμεθα διελεῖν. ἐπὶ δὲ τῶν κατ’ ἀγκῶνα καὶ τὰ ἐν τούτῳ διαι‐

7

.

7

.

5

ρούμενα ἀγγεῖα ἐξετάσεως ποικιλωτέρας χρῄζει. κἀνταῦθα δ’, εἰ μὲν μὴ ἐφ’ ἡμῖν εἴη τὸ τῆς ἐκλογῆς, ἤτοι ἑνὸς μόνου ἀγγείου ὑποπίπτον‐ τος, ἢ καὶ τῶν ἄλλων μὲν εὑρισκομένων, ἑνὸς δέ τινος ἐπιτηδειοτέρου,

7

.

7

.

6

τὴν ἀφαίρεσιν ἀπὸ τοῦδε ἐξ ἀνάγκης ποιησόμεθα. εἰ δ’, ὥσπερ κατὰ φύσιν καὶ ἐπὶ τῶν πλείστων, ἐπιτήδεια εἴη τὰ τρία καὶ φανερά, τό τε ἄνω τὸ κατὰ τὸν μῦν καὶ τὸ μέσον καὶ τὸ πρὸς τῇ ἀποφύσει τοῦ βραχίονος, ὃ δὴ καὶ ἀρτηριῶδές ἐστι, διακρινοῦμεν ποῖον αὐτῶν ἐπὶ

7

.

7

.

7

τίνων διαιρετέον. ἐπὶ μὲν τῶν λειποθυμικῶν, ἢ ἐφ’ ὧν κεκάκωται στόμαχος, ἢ τὰ τῆς δυνάμεως ὕποπτά ἐστι, τὸ ἄνω διαιρετέον ἀγγεῖον· ἐπὶ δὲ τῶν ἀθρόας ἀφαιρέσεως χρῃζόντων καὶ κενώσεως εὐτόνου τὸ μέσον· ἐπὶ δὲ τῶν ξενισμοῦ καὶ μεταποιήσεως χρῃζόντων, ὥσπερ ἐπι‐

7

.

7

.

8

ληπτικῶν, μαινομένων, σκοτωματικῶν, τὸ κάτω. φυλακτέον δὲ τὸ μὲν ἄνω ἐπὶ τῶν συνεστραμμένους καὶ περιγεγραμμένους τοὺς μῦς ἐχόν‐ των· ἐφ’ ὧν 〈δὲ〉 καὶ ἡ κυρτότης τῶν μυῶν ἐπιπίπτει τοῖς ἀγγείοις,

7

.

7

.

9

μικρὸν ἀνωτέρω τῆς κάμπης διαιρετέον ἐστὶ τὸ ἀγγεῖον. ἐπὶ δὲ τῶν κατίσχνων φυλακτέον τὸ κάτω, καὶ ἐφ’ ὧν εὔρωστόν τε καὶ σφόδρα μέγα ἐστίν· ὁ γὰρ φόβος γίνεται περὶ τὴν δύναμιν, μεγάλης ἐμβλη‐ θείσης τῆς διαιρέσεως, καὶ εἰ τοῦτο φεύγοντες μικρὰν ἐμβάλλοιμεν τὴν
5διαίρεσιν, θρομβώσεις γίνονται καὶ ἀνευρύσματα ἐπὶ χρόνον ἱκανὸν καὶ

7

.

7

.

10

παραμένοντα, ἔπειτα δὲ παυόμενα. ἐπὶ δὲ τῶν σφόδρα πιμελωδῶν καὶ φλεβοτομουμένων κατά τινα στοχασμὸν τὸ ἄνω διαιρετέον· ὅ τε γὰρ μῦς πλαδαρὸς ὢν ἄνω ἀποκεχώρηκε πάμπολυ τοῦ ἀγγείου, καὶ τὰ νεῦρα πλεῖστον ἀφέστηκε κατὰ τοῦτο τὸ μέρος, ὥστε κἂν βαθυ‐
5τάτην ποιήσηταί τις τὴν διαίρεσιν ἐξεπίτηδες, μὴ ἂν ἀφικέσθαι, ἡ δὲ φλὲψ ἐπὶ πάντων ἅπαξ ἁπλῶς ἀπίμελος καὶ ἀσκέπαστος καὶ εὔσχιστος

7

.

7

.

11

καὶ εὔρους ἐστίν. ἀφέστηκε δὲ καὶ ἡ μέση φλὲψ πολὺ τῶν ὑπ’ αὐτῇ νεύρων, ἀλλ’ ἐπὶ πολλῶν, πρὶν ἐλθεῖν εἰς τὴν κάμπην, σχίζεται εἰς πολλὰ ἢ εἰς δύο, ὧν τὸ μὲν ἄνω, τὸ δὲ κάτω χωρεῖ· διόπερ ἐν ταῖς λεγομέναις μὲν πρὸς ἁφήν, γινομέναις δὲ κατὰ στοχασμὸν φλεβοτο‐
5μίαις πάσχουσιν ἐπιφλεβοτομοῦντες· διὰ γὰρ τὸ λεπτοτάτας ἐν ταῖς σχίσεσι τὰς σχισθείσας εἶναι φλέβας καὶ ἀφανεῖς γίνεσθαι εἰς ἀτοπίαν

7

.

7

.

12

ἐμπίπτουσιν. οὐ διαιρετέον οὖν τήνδε τὴν φλέβα· γίνεται γάρ τις καὶ ἄλλη πλάνη ἐκ τῆς ἐπιδέσεως τῆς πρὸ φλεβοτομίας γινομένης· τὸ γὰρ δέρμα ἰσχυρῶς τεινόμενον κατὰ τὴν μεσότητα τῆς κάμπης διὰ τὸ ἀνατείνεσθαι πρὸς τὸν τοῦ βραχίονος μῦν φαντασίαν ἀγγείου πολλάκις
5ἀποτελεῖ· φευκτέον τὸ τοιοῦτο.

7

.

8

t

Τίς καιρὸς φλεβοτομίας ἐν τοῖς ἐπὶ μέρους καιροῖς· ἐκ τῶν Ἡροδότου ἐκ τοῦ Περὶ κενουμένων βοηθημάτων.

7

.

8

.

1

Ἐν τοῖς ἐπὶ μέρους καιροῖς περὶ μὲν τὰς ἀρχὰς τῶν ἐπισημα‐ σιῶν ἀνεπιτήδειος φλεβοτομία, ἐκτὸς εἰ μὴ μέγα τι κακὸν τοῖς πυρε‐ τοῖς συνεισβάλλοι, ὡς πνιγμὸς ἢ σπασμὸς ἢ ἐξάγουσα ὀδύνη· εἰ μέντοι μηδὲν ἔξωθεν ἐπείγοι, περιμενετέον τοὺς τῆς ἀνέσεως καιρούς, καὶ
5μακρῶν μὲν ὄντων τῶν διαλειμμάτων ἐν τῇ παντελεῖ φλεβοτομητέον ἀνέσει· ῥᾷον γὰρ αἱ δυνάμεις εὐσταθοῦσαι τῶν ἀφαιρετικῶν ἀνέχονται βοηθημάτων καὶ παρίστανται κατὰ τὸ ἀνδρικὸν αὐτοῖς καὶ μονονουχὶ τοῖς βοηθήμασι χεῖρας ὀρέγουσιν· ἐν πολλῇ γοῦν τὰ ὅλα γίνεται μετα‐ βολῇ· ἐν δὲ τοῖς παροξυσμοῖς ὑποπεπτωκυῖαι τοῦ παρηγορήσοντος

7

.

8

.

2

μόνου προσδέονται. εἰ δὲ βραχὺς ὁ τῆς ἀνέσεως χρόνος εἴη, τὴν μὲν παντελῆ φθαστέον ἄνεσιν, ἀρξαμένους δ’ ἀνίεσθαι φλεβοτομητέον· περιέσται γὰρ ἡμῖν διαστήσασιν ὀλίγον χρόνον ἀνέντας τρέφειν, τῶν ἀφαιρετικῶν καὶ ἐν πυρετοῖς ἔσθ’ ὅτε καλῶς προσαγομένων, τῶν δὲ
5προσθετικῶν οὐδέποτε· ἄτοπον οὖν τὸν τῆς τροφῆς καιρὸν εἰς τὸν

7

.

8

.

3

τῆς φλεβοτομίας ἀποδαπανῆσαι. κἂν τὰ τῆς ἐπισημασίας διαδραμόντα στάσιν ποιήσηται, ἀγνοῶνται δ’ οἱ διαδεχόμενοι καιροὶ αὐτῆς, χάριν τῆς ἐπισημασίας ἐν τούτῳ τῷ χρόνῳ φλεβοτομητέον· ἀποπαύσεται γὰρ
τὸ ἐλλεῖπον· τρέχουσαν μὲν γὰρ ἐπισημασίαν 〈πρὸσ〉 ἄνεσιν ἐπιθεω‐
5ρητέον, μένουσαν δὲ κινητέον καὶ μᾶλλον διὰ τοῦ τοιούτου βοηθή‐

7

.

8

.

4

ματος. ἐπὶ δὲ τῶν ἐν ἀδιακόπῳ συνεχείᾳ νοσούντων ὁ αὐτὸς φλε‐ βοτομίας καὶ τροφῆς καιρός· μικρὸν γὰρ πρόσθεν τῆς τοῦ σώματος

7

.

8

.

5

ἀποθεραπείας ἀφαιρεῖν τὸ αἷμα. εἰ δὲ συνεχεῖς μὲν εἶεν οἱ πυρετοί, ἔκδηλον δέ τινα παροξυσμὸν φέροιεν, καθ’ ὃν προστιθέντες ἐπὶ τοῦ αὐτοῦ μεγέθους μένουσι, ποιούμενοι τεταγμένας ἢ καὶ ἀτάκτους τὰς προσβολάς, ἀποθεωρητέον, ὡς ἔνι μάλιστα, μὴ κατὰ τὰς ἐπιθέσεις τῶν
5ἐπισημασιῶν τὰς ἀφαιρέσεις ποιεῖσθαι, ἀλλὰ κατὰ τοὺς διομαλισμούς· οὗτος γὰρ καὶ πρὸς τροφὴν καιρὸς ἐπιτήδειος.

7

.

9

t

Ἀντύλλου· τίνα πρὸ τῆς διαιρέσεως ποιητέον· ἐκ τοῦ β λόγου Τῶν κενουμένων βοηθημάτων.

7

.

9

.

1

Διαδετέον τὸν βραχίονα πρὸ τῆς διαιρέσεως τελαμῶνι εὐτόνῳ,

7

.

9

.

2

πλάτος ἔχοντι ὅσον δακτύλων δύο ἢ ὀλίγῳ πλατύτερον. ἐπὶ μὲν οὖν τῶν ἐσφαιρωμένους καὶ περιγεγραμμένους ἐχόντων τοὺς ἐν τοῖς βρα‐ χίοσι μῦς κατωτέρω περιβλητέον τὸν τελαμῶνα, καὶ μάλιστα εἰ ἐπι‐ μήκεις εἶεν οἱ φλεβοτομούμενοι· ἱκανὸν γὰρ τούτοις τὸ τοῦ μήκους
5διάστημα ἀπὸ τοῦ μυὸς ἐπὶ τὴν κάμπην τοῦ ἀγκῶνος. ἐπὶ δὲ τῶν μικρῶν πάνυ, ὁμοίως δὲ τοὺς μῦς συνεστραμμένους ἐχόντων, ἡ μὲν ἀνωτέρω διάσφιγξις ἄχρηστος, δεῖ δ’ ὀλίγον κατωτέρω τῆς μεσότητος τοῦ μυὸς τὴν ἀπόσφιγξιν ποιεῖσθαι, τάσσοντας τὸν τελαμῶνα κατὰ τὰ

7

.

9

.

3

τελευταῖα τοῦ μυός. ἐπὶ δὲ τῶν γυναικῶν καὶ τῶν τοὺς μῦς πλαδα‐ ροὺς ἐχόντων οὐδὲν κωλύει τὸ κατὰ μέσον τοῦ μυὸς περιβάλλειν· ἀλλ’ εἰ μὲν κατωτέρω τοῦ μυὸς παντὸς ἢ ἐν τοῖς κάτω μέρεσιν αὐτοῦ διασφίγγοιμεν, ἔξεστιν ἡμῖν καὶ εὐτόνῳ σφόδρα χρῆσθαι τῇ δια‐
5σφίγξει, ὅσον ἐπὶ τοῖς μέρεσι τοῖς διασφιγγομένοις· οὐ μὴν χρήσιμον· ἐπὶ γὰρ τῇ διασφίγξει ἀδηλότερά τε γίνεται τὰ ἀγγεῖα, καὶ ναρκώδης

7

.

9

.

4

καὶ ἐπώδυνος ἡ χείρ· εἰ δὲ κατὰ μεσότητα τοῦ μυὸς γένοιτο ἡ διά‐ σφιγξις, οὐδ’ ὅλως χρὴ πιέζειν, καὶ μάλιστα ἐπὶ γυναικῶν καὶ τῶν τρυφερῶν· θλιβείσης γὰρ τῆς κοιλίας τοῦ μυός, ὑπόσφιγμα γίνεται κατὰ τὸν βραχίονα πολλάκις, ἐνίοις δὲ καὶ ἐρυσίπελας καὶ ἀπόστημα

7

.

9

.

5

ἐπακολουθεῖ. δεῖ δὲ στοχάζεσθαι, μὴ ὁ περιδεόμενος τελαμὼν περι‐ στρέψῃ τὸ δέρμα τοῦ ἀγκῶνος, ἀλλὰ τηρήσῃ τὴν φυσικὴν αὐτοῦ θέσιν, ἵνα μὴ ἐπιλυθέντος ἀποβὰν εἰς τὴν ἰδίαν αὑτοῦ χώραν τὸ δέρμα
ἐπιλάβῃ τὴν ῥύσιν τοῦ αἵματος, παραλλασσούσης τῆς ἐν τῷ δέρματι

7

.

9

.

6

διαιρέσεως τὴν τοῦ ἀγγείου διαίρεσιν. ὅσοι δ’ ἐπὶ τῶν ἀφανῶν ἀγγείων κατωτέρω τοῦ ἀγκῶνος διασφίγγουσιν, οὐ προσηκόντως ποιοῦσιν· οὐδέ‐ ποτε γὰρ ἐπ’ οὐδενὸς μέρους ἐκ τῆς κατωτέρω διασφίγξεως ἐκυρτώθη τὰ ἀγγεῖα· οὐδὲ μὴν οὐδ’ ὅσοι σπόγγοις προπυριῶσι τὰ κατὰ τὸν
5ἀγκῶνα, ἀνύουσί τι· οὐ γὰρ ἂν κυρτωθείη, εἰ μὴ ἐκ τῆς διασφίγξεως.

7

.

9

.

7

δεῖ δὲ μετὰ τὴν διάδεσιν τὰς χεῖρας τρίβειν πρὸς ἀλλήλας καὶ δια‐

7

.

9

.

8

κρατεῖν τι ἐν τῇ χειρί. ἐπὶ δὲ τῶν ἀπὸ τοῦ μετώπου φλεβοτομου‐ μένων ἢ κανθῶν ἢ γλώσσης ἢ παρὰ τὰ ὦτα χρὴ τελαμῶνα περιβάλλειν τῷ τραχήλῳ, τὸν δὲ κάμνοντα κελεῦσαι τὴν ἀριστερὰν χεῖρα ἢ δεξιὰν τάξαι κατὰ τὸ γένειον, ἢ πᾶσαν 〈ἢ τὸν〉 ἀντίχειρον δάκτυλον μόνον,
5ἔπειτα τὸν τελαμῶνα κατὰ τῶν δακτύλων σφίγγειν· οὕτως γὰρ ὁ μὲν βρόγχος οὐκ ἀποληφθήσεται, τὰ δ’ ἑκατέρωθεν ἀγγεῖα τὰ τείνοντα

7

.

9

.

9

ἐπὶ τὴν κεφαλὴν θλιβόμενα ἐν τοῖς ἐπάνω διοιδήσει μέρεσιν. ἐπὶ δὲ τῶν ἀτόνων ἢ παρέτων παρεστὼς ὑπηρέτης ὑποβαλλέτω τὴν χεῖρα

7

.

9

.

10

τῷ γενείῳ. ἀπὸ δὲ χειρὸς ποιούμενοι τὴν ἀφαίρεσιν, εἰ καταιονῆσαι δέοι πρόσθεν αὐτήν, εἰς θερμὸν χαλάσαι μετὰ τοῦ διασφίγγειν· ἀπὸ δ’ ἰγνύας, ἡ μὲν διάσφιγξις ὑπὲρ τοῦ γόνατος ἐν τῷ μηρῷ· γινέσθω

7

.

9

.

11

δ’ ἡ ἀφαίρεσις, εἰ οἷόν τε, ἐν βαλανείῳ ἢ καὶ προπυριασθείσης. περι‐ πατείτω δὲ μετὰ τὴν διάσφιγξιν ὁ κάμνων, καὶ μελλόντων δὲ διαιρεῖν,

7

.

9

.

12

ὀρθὸς ἐπὶ μόνου τοῦ σκέλους ἐρειδέσθω. τὰ δ’ αὐτὰ καὶ ἐπὶ σφυροῦ γινέσθω, τῆς διασφίγξεως μικρὸν ἀνωτέρω τῶν σφυρῶν παραλαμβα‐ νομένης.

7

.

10

t

Πῶς φλεβοτομητέον· ἐκ τοῦ αὐτοῦ λόγου.

7

.

10

.

1

Ποτὲ μὲν καταπείροντες, ποτὲ δ’ ἀναπείροντες φλεβοτομοῦμεν, καταπείροντες μέν, ἐπειδὰν ἄδηλα ᾖ τὰ ἀγγεῖα, ἀναπείροντες δέ,

7

.

10

.

2

ἐπειδὰν σφόδρα ἐπιπόλαια. δεῖ δὲ μὴ ὅλον διαιρεῖν τὸ ἀγγεῖον· ἀνατρεχόντων γὰρ αὐτοῦ τῶν μερῶν, ἡ ῥύσις οὐ γίνεται μετ’ ἀκον‐ τισμοῦ· μηδὲ τὸ κάτω μέρος τοῦ ἀγγείου διαιρεῖν, ἀλλὰ τὸ ἀνωτέρω· λέγω δὲ κάτω μὲν τὸ πρὸς τὴν ἀπόφυσιν τοῦ βραχίονος κάτω νεῦον,
5ἄνω δὲ τὸ πρὸς τὴν κερκίδα· τοῦ μὲν γὰρ ἄνω διαιρεθέντος μέρους, εὔμορφος ἐξακοντισμὸς γίνεται τοῦ αἵματος· τῶν δὲ κάτω διαιρεθέν‐
των, οὐδὲν ἀπακοντίζει.

7

.

11

t

Πότε καὶ ποίῳ μεγέθει καὶ σχήματι τῆς διαιρέσεως χρηστέον· ἐκ τοῦ αὐτοῦ λόγου.

7

.

11

.

1

Ἐπὶ μὲν κενώσεως δεομένων ἀθρόως μεγάλην ἐμβλητέον τὴν δι‐ αίρεσιν, ἐφ’ ὧν δὲ δεῖ περισπάσαι καὶ ἀποτρέψαι φορὰν αἵματος, οἷον ἐπὶ τῶν αἷμα ἀναγόντων ἢ αἱμορραγούντων [ἐπὶ τῶν] ἐκ ῥινῶν ἢ ἄλλου τινὸς μέρους, μικρὰν σφόδρα· οὐ γὰρ κενώσεως δέονται, κενού‐
5μενοι ὑπὸ τοῦ πάθους, ἀλλ’ ἀνθολκῆς· δεῖ οὖν ἐπὶ τούτων πολλῷ

7

.

11

.

2

χρόνῳ ῥεῖν ἀπὸ τῆς φλεβὸς τὸ αἷμα. ἔτι μικρᾷ μὲν χρηστέον ἐπὶ τῶν μικρῶν ἀγγείων, μεγάλῃ δ’ ἐπὶ τῶν μεγάλων· εἰ γὰρ ἐπὶ μεγάλῳ τις ἀγγείῳ μικρὰν ποιοῖτο διαίρεσιν, ἐνθρόμβωσις ἐξ ἀνάγκης γίνεται.

7

.

11

.

3

σχήματά γε μὴν διαιρέσεως τρία, τὸ μὲν ἐπικάρσιον, τὸ δ’ εὐθὺ οὐχὶ

7

.

11

.

4

κεῖρον, ἀλλὰ σχίζον τὴν φλέβα, τὸ δὲ μεταξὺ τούτων τὸ λοξόν. τὸ μὲν οὖν ἐπικάρσιον χρηστέον ἐφ’ ὧν οὐδ’ ὅλως ἐπαφαιρεῖν δοκιμά‐ ζομεν· καμφθέντος γὰρ τοῦ ἀγκῶνος, εὐθὺς παρακολλήσεως τυγχάνει.

7

.

11

.

5

τὸ δὲ λοξὸν ἐπιτήδειον τῇ ἐπαφαιρέσει· ἐν γὰρ τῇ κάμπῃ τοῦ ἀγκῶνος

7

.

11

.

6

οὐκ ἀκριβῶς μύει τὰ χείλη. τὸ δ’ ἐπίμηκες σχῆμα ἐπιτήδειον ἐφ’ ὧν οὐ μόνον τῆς αὐτῆς ἡμέρας ἐπαφαιροῦμεν, ἀλλὰ καὶ ἐπὶ τῆς τρίτης ἢ καὶ τετάρτης· καμφθέντος γὰρ τοῦ ἀγκῶνος, ἐπὶ πλεῖστον ἀσύμ‐ πτωτα μένει τὰ χείλη.

7

.

12

t

Τίνα προσμηχανητέον πρὸς τὴν τοῦ αἵματος εὔροιαν· ἐκ τοῦ αὐτοῦ λόγου.

7

.

12

.

1

Εἰ μὲν διὰ σφίγξιν βιαιοτέραν ἡ ῥύσις ἐπέχοιτο, ταύτην ἀνετέον.

7

.

12

.

2

εἰ δὲ παρατραπέντος τοῦ δέρματος ἐπικαλυφθείη ἡ τοῦ ἀγγείου δι‐ αίρεσις δι’ ἀφυΐαν τῆς ἐπιδέσεως, μετασχηματιστέον τὸν ἀγκῶνα παν‐ τοίως καὶ ἐπὶ τὸ πρηνὲς καὶ ὕπτιον, καὶ ἐκτεταμένον καὶ συνηγμένον, μέχρις ἂν ἐν τούτῳ τῷ σχήματι καταστῇ, ὡς τὴν εὔροιαν ἐπακολου‐
5θῆσαι, τῆς διαιρέσεως τοῦ ἀγγείου κατ’ εὐθὺ γενομένης τῇ τοῦ δέρ‐

7

.

12

.

3

ματος διαιρέσει. μικρᾶς δὲ τομῆς ἐμβληθείσης, ἐπιδιαιρετέον αὐτήν.

7

.

12

.

4

δειλίας δ’ ἐπιλαμβανούσης τὴν ῥύσιν, ἐπιτηδευτέον ὅπως ἀψοφητὶ ῥέῃ·

7

.

12

.

5

παύονται γὰρ τοῦ ἀγῶνος, εἰ μὴ νομὴν νομίζοιεν φέρεσθαι. τῆς λει‐ ποθυμίας δ’ ἐνοχλούσης, κατακειμένων ἀφαιρετέον καὶ τὸν στόμαχον
σπαρακτέον ἐμέτοις τε καὶ καθέσει δακτύλων καὶ ὀσφραντοῖς ἀνακτη‐

7

.

12

.

6

τέον καὶ τὰ ἄκρα διαδετέον, ἵνα σφόδρα ἐνοχλοῖτο. θρομβώσεως δ’ ἐνοχλούσης καὶ ἐπεχούσης τὴν ῥύσιν, δεῖ τοῖς λιχανοῖς δακτύλοις τῶν δύο χειρῶν διαλύειν τὸν θρόμβον καὶ κατὰ συμπίεσιν ἐκθλίβειν καὶ ἔλαιον καταχεῖν καὶ ἔτι μᾶλλον ὄξος· διαλυτικὸν γὰρ τῶν θρόμβων.

7

.

12

.

7

εἰ δὲ διὰ ψῦξιν ἐπέχοιτο, ἤτοι διὰ τὴν ψυχρότητα τοῦ ἀέρος ἢ διὰ πάθος ψυχρόν, οἷόν ἐστιν ἐπιληψία καὶ ἀποπληξία καὶ τὰ τοιαῦτα, πυριᾶν τὸ μέρος, καταιονᾶν, τρίβειν, λιπαίνειν, καὶ ὅλως εἰς τὴν ἐν‐

7

.

12

.

8

αντίαν ἕξιν καθιστᾶν. πιμελὴ δὲ καὶ σὰρξ ἐπὶ τῶν καταπιμέλων καὶ κατασάρκων ἐκπηδᾷ διὰ τῆς διαιρέσεως καὶ ἐπιλαμβάνει· ἁπλοῦς δ’ ἐπὶ τούτοις λόγος· ἢ γὰρ ἀφαιρεῖν τὸ ἀναδραμὸν ἢ παραστέλλειν χρή.

7

.

13

t

Περὶ ἀρτηροτομίας· Γαληνοῦ.

7

.

13

.

1

Καὶ ἀρτηρίας τοῖς ἰατροῖς ἔθος ἐστὶ διαιρεῖν, τὰς μὲν ἐν τοῖς κροτάφοις ἐπὶ τοῖς ἐν ὀφθαλμοῖς ῥεύμασιν ὅσα θερμὰ καὶ πνευματώδη, τὰς δ’ ὄπισθεν τῶν ὤτων ἐπὶ τῶν σκοτωματικῶν μάλιστα καὶ ὅσοι

7

.

13

.

2

χρονίοις ἀλγήμασι κεφαλῆς θερμοῖς καὶ πνευματώδεσι κάμνουσιν. ἤδη δὲ καὶ δι’ ἄλλα πάθη περὶ τὴν κεφαλὴν συνιστάμενα χρόνια κέχρηνται τῇ ἀρτηροτομίᾳ τῶν ὤτων ὄπισθεν· οὐ μὴν ἐφ’ ἑτέρου γέ τινος μορίου πάσχοντος ἐχρήσαντο τὸ βοήθημα, καὶ τῶν πολλῶν δεομένων αὐτοῦ
5μᾶλλον ἢ φλεβοτομίας· ἔνθα γὰρ ἐνοχλεῖ θερμὸν αἷμα καὶ πνευμα‐ τῶδες ἐν ταῖς ἀρτηρίαις ἠθροισμένον, ἐνταῦθα χρεία τῶν κοινῶν τῷ πάσχοντι μορίῳ τεμνομένων ἀρτηριῶν, ἀλλὰ διὰ τὸ δυσεπίσχετον τῆς αἱμορραγίας οὐ τολμῶσιν οἱ ἰατροὶ διαιρεῖν τὰς ἀρτηρίας, καὶ ὅτι τῆς

7

.

13

.

3

διαιρέσεως εἰς οὐλὴν ἰούσης ἀνεύρυσμα γίνεται. τὰς μὲν οὖν ἀξιο‐ λόγους κατὰ τὸ μέγεθος ἀρτηρίας διὰ ταῦτα φεύγουσιν οἱ ἰατροί, τὰς δὲ μικρὰς ὡς οὐδὲν μέγα δυναμένας ἀνύσαι, καίτοι καὶ αὐταὶ πολλάκις ἡμῖν ὤφθησαν οὐ μικρὰν ὠφέλειαν ἐπιφέρουσαι μετὰ καὶ τοῦ συν‐

7

.

13

.

4

ουλοῦσθαι χωρὶς ἀνευρύσματος. καὶ μέντοι κἂν μείζων ᾖ τις ἀρτηρία, καὶ αὐτὴ χωρὶς ἀνευρύσματος ἐπουλοῦται διαιρεθεῖσα πᾶσα, καὶ πολ‐ λάκις γε τοῦτο αὐτὸ τὸν ἐκ τῆς αἱμορραγίας κίνδυνον ἰάσατο· φαίνεται γὰρ σαφῶς, ὅταν ὅλη δι’ ὅλης ἑαυτῆς ἐγκαρσία διακοπῇ, τῶν μερῶν
5ἑκατέρων ἀνασπωμένων ἑκατέρωσε, τὸ μὲν ἄνω τοῦ μορίου, τὸ δὲ

7

.

13

.

5

κάτω. ἐγὼ δὲ προτραπεὶς ὑπό τινων ὀνειράτων ἐναργῶς μοι γενο‐ μένων διεῖλον τὴν ἐν τῷ μεταξὺ λιχανοῦ τε καὶ μεγάλου δακτύλου τῆς δεξιᾶς χειρὸς ἀρτηρίαν ἐπιτρέψαι ῥεῖν, ἄχρις ἂν αὐτομάτως παύ‐

7

.

13

.

6

σηται τὸ αἷμα, κελεύσαντος οὕτως τοῦ ὀνείρατος. ἐρρύη μὲν οὖν οὐδ’ ὅλη λίτρα, παραχρῆμα δ’ ἐπαύσατο τὸ χρόνιον ἄλγημα κατ’ ἐκεῖνο μάλιστα τὸ μέρος ἐρεῖδον, ἔνθα συμβάλλει τῷ διαφράγματι τὸ ἧπαρ.

7

.

13

.

7

ἑτέρῳ δέ, τραύματος ἐν σφυρῷ γενομένου, διαιρεθείσης ἀρτηρίας, οὐκ ἐπαύετο μὲν ἡ φορὰ τοῦ αἵματος, ἄχρι κληθεὶς ἐγὼ διέτεμον ὅλην αὐτήν, εἶτα τῷ διὰ τῆς ἀλόης καὶ μάννης καὶ τοῦ λευκοῦ τῶν ὠῶν ἐχρησάμην φαρμάκῳ λαγῴαις ἁπαλαῖς ἀναλαμβανομένῳ θριξί, καὶ χω‐
5ρὶς μὲν ἀνευρύσματος ἐθεραπεύθη τὸ τραῦμα, περισαρκωθέντος τοῦ

7

.

13

.

8

στόματος τῆς ἀρτηρίας. ὁ δ’ ἄνθρωπος ἐτῶν ἤδη τεσσάρων ἐκ δια‐ λειμμάτων οὐ μακρῶν ὀδυνώμενος ἰσχίον ἐξ ἐκείνου τελέως ὑγιὴς

7

.

13

.

9

ἐγένετο. ταῦτα οὖν ἔπεισέ με πολλάκις ἐν ἄκροις τε τοῖς κώλοις καὶ μέντοι καὶ κατὰ τὴν κεφαλὴν ἀρτηρίας διαιρεῖν ἐπὶ πᾶσιν ἀλγήμασιν, ὅσα μοι διὰ θερμὴν οὐσίαν ἢ πνευματώδη τὴν γένεσιν ἔχειν ἔδοξε, καὶ μάλιστα 〈κατὰ〉 τοὺς ὑμένας, ὧν τὸ ἄλγημα νυγματῶδές τέ ἐστι
5καὶ πλατυνόμενον ἠρέμα, τῆς μὲν νυγματώδους αἰσθήσεως καθ’ ἕν τι μέρος ὡς ἂν κέντρον τοῦ πεπονθότος τόπου γινομένης, τάσεως δ’ αἴσθησιν ἴσχοντος τοῦ περὶ τὸ κέντρον μορίου παντός.

7

.

14

t

Ἐκ τῶν Ἀντύλλου· περὶ ἀρτηροτομίας· ἐκ τοῦ β λόγου Τῶν κενουμένων βοηθημάτων.

7

.

14

.

1

Διαιροῦμεν δ’ ἀρτηρίαν, εἰ μὲν οἷόν τε εἴη, τὴν ὑπὸ κορυφὴν κατὰ τὸ ἰνίον μεταξὺ τῶν τενόντων· εἰ δὲ μή, τὴν παρὰ τὰ ὄπισθεν τῶν ὤτων ἢ τὰς ἑκατέρωθεν τῆς κορυφῆς τὰς κατὰ τὸ βρέγμα· συμ‐

7

.

14

.

2

βάλλουσι δὲ κατὰ τὴν στεφανιαίαν καὶ μέσην ῥαφήν. αἱ δ’ ἀπὸ τῶν κροτάφων ἐπὶ μέτωπον τείνουσαι διὰ τοῦτο παραιτητέαι, διότι κατὰ μυὸς ἔχουσι τὴν θέσιν· ῥᾴδιον 〈μὲν〉 γὰρ ἀκινδύνως διελεῖν αὐτάς, παρακελευομένους τῷ ἀρτηριοτομουμένῳ κινεῖν τὴν γνάθον καὶ συν‐
5ερείδειν (ἐν τούτῳ γὰρ οἱ μύες οἱ κροταφῖται ὅλοι δι’ ὅλων κινοῦνται προφανῶς· ἔξεστιν οὖν ἀπονεύοντας τοῦ κινουμένου μέρους ἐν τῷ κατὰ τὸ μέτωπον ἀτρεμοῦντι ἀκινήτως ποιεῖν τὴν διαίρεσιν)· ἀλλ’ οὔτε πολὺ φέρεται καὶ ἀθρόον ἐξ αὐτῶν τὸ αἷμα διὰ τὴν μικρότητα οὔτε μετὰ πολλοῦ πνεύματος· φλεβώδεις γάρ εἰσιν· οὐ κατὰ πολὺ οὖν

7

.

14

.

3

φλεβοτομήσεως ἐντεῦθεν ἀφαίρεσις διαφορωτέρα. αἱ δ’ ἔμπροσθεν τῶν ὤτων κατὰ τὴν ἀνάστασιν τῶν μασητήρων μυῶν εἰσι μὲν εὔρωστοι σφόδρα, ὀλιγάκις δὲ καὶ οὐκ ἀκινδύνως διαιροῦνται διὰ τὴν γειτνίασιν

7

.

14

.

4

τῶν μυῶν καὶ διὰ τὴν ἐπιπλοκὴν τῶν ἐκεῖθεν ὑμένων. δεῖ δ’ ἐπὶ τῶν κατὰ τὸ ἰνίον ἄχρι ὀστέου διακόπτειν τὴν ἀρτηρίαν καὶ ξέειν τὸ
ὀστοῦν, ὥστε σάρκα ἐξ αὐτοῦ ἀναφῦσαι, καὶ μεσολαβῆσαι τὰ στόματα

7

.

14

.

5

τῆς ἀρτηρίας καὶ ἀποφράξαι. βέλτιον δ’ ἐκλαβεῖν ὥσπερ κιρσὸν καὶ ὑποβάλλοντας ἤτοι ἀμφίμηλον ἤ τι τοιοῦτο διαιρεῖν μὴ πολλήν, ἀλλ’ ἐκ μέρους τὸ ἀγγεῖον, μετὰ δὲ τὴν αὐτάρκη ῥύσιν ἐπισπάσασθαι διὰ τῆς ὑποβολῆς τοῦ ἀμφιμήλου κατὰ ποσὸν ἔξω τὸ ἀγγεῖον καὶ τὸ
5μέσον ἐκκόπτειν· οὕτως γὰρ οὔτε συμφυήσεται οὔτε ἐκ τῆς αἱμορραγίας ἕπεται κίνδυνος, ἀνατρεχόντων εἰς τὴν σάρκα τῶν στομίων.

7

.

15

t

Περὶ σικύας· ἐκ τῶν Γαληνοῦ.

7

.

15

.

1

Σικύαι προκενωθέντων χρήσιμοι· πληθωρικῶν γὰρ ὑπαρχόντων

7

.

15

.

2

οὐ χρησόμεθα ταύταις. τῷ δ’ αὐτῷ λόγῳ κἀπὶ τῶν κατὰ τὸν ἐγκέ‐ φαλον καὶ μήνιγγας φλεγμονῶν οὐ χρησόμεθα σικύαις ἐν ἀρχῇ τῶν παθῶν, ὥσπερ οὐδ’ ἐπ’ ἄλλου μορίου φλεγμαίνοντος οὐδενός, ἀλλ’ ὅταν μὴ ἐπιρρέῃ μηδὲν ἔτι καὶ προκενώσωμεν ὅλον τὸ σῶμα, χρεία
5τε γενηθῇ κινῆσαί τι καὶ μοχλεῦσαι κατὰ τὸ φλεγμαῖνον ἢ πρὸς τοὐ‐

7

.

15

.

3

κτὸς ἐπισπάσασθαι. γινομένων δ’ ἔτι τῶν παθῶν, οὐκ αὐτοῖς τοῖς ἀρχομένοις κάμνειν μέλεσιν, ἀλλὰ τοῖς συνεχέσιν αὐτῶν ἐπιβάλλειν τὴν σικύαν ἀντισπάσεως ἕνεκα· κατὰ τὴν ἀρχὴν δὲ τοῖς ἀποκρουστικοῖς χρηστέον.

7

.

16

t

Ἐκ τῶν Ἀντύλλου· περὶ σικύας· ἐκ τοῦ β λόγου Τῶν κενουμένων βοηθημάτων.

7

.

16

.

1

Ἐπὶ μετρίας μὲν ὀδύνης καὶ τῶν παραπλησίων ἐλαφραῖς χρώμεθα σικύαις ταῖς χωρὶς ἀμύξεως· ἐφ’ ὧν δὲ τονῶσαι βουλόμεθα, σφοδραῖς· ταῖς δὲ μετ’ ἀμυχῶν ἐπὶ τῶν διασεσαγμένων μορίων ὕλῃ καὶ τοῖς ὑπὸ

7

.

16

.

2

διεφθορυίας ἐνοχλουμένοις ὕλης. πρὸ δὲ τῆς προσβολῆς τῶν σικυῶν δεῖ μεμαλάχθαι τὴν γαστέρα, ἢ πάντως μηδεμίαν ὑπόνοιαν εἶναι περισ‐ σωμάτων ἐνοχλούντων, καὶ προησιτηκέναι δὲ πάντως ἢ προϋδροπο‐

7

.

16

.

3

τηκέναι ἐπὶ κούφῃ τροφῇ καὶ διῳκημένῃ. δεῖ δὲ μάλιστα, εἰ μέλλοιμεν ἀφαιρεῖν αἷμα, τὴν μὲν πρώτην ὀλίγῳ πυρὶ χρῆσθαι, μετὰ δὲ τοῦτο, εἰ ἐρύθημα αὔταρκες εἴη γεγονὸς ὑπὸ τῆς σικύας καὶ ὄγκος τοῦ μέρους, ἐγχαράσσειν· εἰ δὲ μή, καὶ ἐκ τρίτου προσβάλλειν, μέχρι ὀγκωθῇ καὶ
5ἐνερευθὲς γένηται τὸ μέρος· εἰ δὲ μηδ’ ὅλως ὄγκος μηδ’ ἐρύθημα γένοιτο, σπόγγοις πυριᾶν τὰ μέρη μέχρι φοινίξεως, κἄπειτα οὕτως

7

.

16

.

4

ἐγχαράσσειν. εἰ δὲ προκαταμάθοι τις ὅτι οὐ μέλλει τὰ σώματα ἐρυ‐
θραίνεσθαι, οἷον ἐπὶ τῶν καταπιμέλων τὸ ἐπιγάστριον ἢ ἐπὶ τῶν κατε‐ ψυγμένων καὶ ἐπὶ γυναικῶν τετοκυιῶν, πρὸ τῆς προσβολῆς τῶν σικυῶν

7

.

16

.

5

καταπλαστέον. ἐνίοτε δ’ ὄγκος ἰσχυρὸς ἀπὸ τῶν κούφων σικυῶν γί‐ νεται καὶ κατὰ τὴν χρόαν πελιδνότερος, μετά τε τὸ ἐγχαραχθῆναι ἢ βραχύ τι ἢ οὐδὲν ἀπορρεῖ, τοῦ αἵματος παχυτέρου καὶ σαρκωδεστέρου τοῦ προεστῶτος ὄντος· χρὴ οὖν καὶ ἐπὶ τούτοις σπόγγοις μάλιστα

7

.

16

.

6

πυριᾶν καὶ λεπτόν τε καὶ εὔρουν ἐργάζεσθαι τὸ αἷμα. φυλάττεσθαι δὲ δεῖ πλησίον τῶν μαστῶν σικύαν τιθέναι· ἐμπίπτοντες γὰρ εἰς αὐτὰς

7

.

16

.

7

ἐνίοτε καὶ ἐνοιδοῦντες σφόδρα δυσχερῆ τὴν ἄρσιν ποιοῦνται. μετὰ δὲ

7

.

16

.

8

τὴν προσβολὴν ἐκβολῆς ἔλαιον καταχέοντες ... προσβάλλειν δεῖ τὰς σικύας μετὰ μετρίου πυρός· εἰ γὰρ σφοδραὶ τεθεῖεν, τῇ τε ἀτμίδι ἐπιφλεγμαίνουσαι καὶ συντείνουσαι τὰ σώματα, οὐδὲν ἄξιον λόγου ἐπι‐

7

.

16

.

9

σπῶνται. ὅτι δὲ σχηματίζειν οὕτως χρὴ τὰ μέρη ὥστε μὴ ἐφίστασθαι ἐπ’ αὐτὰ τὸ αἷμα καὶ παχυνόμενον κώλυμα γίνεσθαι τῆς ἐκκρίσεως,

7

.

16

.

10

ἀλλ’ ἀπορρεῖν εἰς τὸ κάταντες, γνώριμόν ἐστιν. μετὰ δὲ τὴν ἀφαί‐ ρεσιν τῶν σικυῶν, εἰ μὲν αὔταρκες εἴη τὸ εἰλημμένον, ἀποθεραπεύσομεν

7

.

16

.

11

τὰ μέρη· εἰ δὲ μή, πάλιν προσβάλλομεν τὰς σικύας. ἐπὶ δὲ κεφαλῆς οὐ δεῖ μετὰ πυρὸς πολλοῦ προσβάλλειν τὰς σικύας· σφοδρῶς γὰρ ἕλξουσι καὶ δυσαπόσπαστοι γενήσονται, αἱ δὲ σύμμετροι τὸ δέον ποι‐

7

.

16

.

12

ήσουσιν. ὅταν δὲ δυσαπόσπαστοι ὦσι, σπόγγοις ἐκ θερμοῦ [καὶ ψυχροῦ] περιλαμβάνειν χρὴ τὰς σικύας· ἀνίενται γάρ· εἰ δὲ μηδ’ οὕτως ἀνεθείη, τρυπᾶν χρὴ τὴν σικύαν.

7

.

16

.

13

Περὶ τῆς παρὰ τὴν ὕλην καὶ τὸ σχῆμα διαφορᾶς τῶν σικυῶν. Παρὰ δὲ τὴν ὕλην διαφοραί εἰσι σικυῶν τρεῖς, ὑελαῖ, κεράτιναι, χαλκαῖ· αἱ γὰρ ἀργυραῖ ἄθετοι διὰ τὸ σφοδρῶς ἐκπυροῦσθαι, τῶν δὲ

7

.

16

.

14

χαλκῶν πλείων ἐστὶν ἡ χρῆσις. χρήσαιτο δ’ ἄν τις καὶ ταῖς ὑελαῖς, ἐφ’ ὧν κατανοεῖν χρὴ τὴν κένωσιν τοῦ αἵματος, καὶ ταῖς κερατίναις ἐπὶ κεφαλῆς, ὅταν ἐπινοήσωμεν δυσαποσπάστους ἔσεσθαι τὰς χαλκᾶς,

7

.

16

.

15

καὶ ἐπὶ τῶν δειλῶν καταπλησσομένων πρὸς τὴν φλόγα. παρὰ δὲ τὸ σχῆμά ἐστι διαφορὰ μάλιστα ἐν ταῖς χαλκαῖς· εἰσὶ δ’ αἱ μὲν ὑψηλό‐ τεραι τῶν ταπεινοτέρων ἑλκτικώτεραι, αἱ δὲ ταπεινότεραι ἐπὶ κεφαλῆς ἁρμοδιώτεραι διὰ τὸ μὴ σφοδρῶς ἐπισπᾶσθαι, καὶ αἱ μὲν ἐπίπεδα
5ἔχουσαι τὰ χείλη χρησιμώτεραι κατὰ τῶν πλάτος ἐχόντων σωμάτων
τίθεσθαι, αἱ δὲ σεσιμωμέναι τὰ χείλη ἐπὶ τῶν κυρτῶν καὶ ἰσχνοκώλων· αἱ δ’ ὀξύστομοι ἐφ’ ὧν κατασχασμῷ μὲν οὐ χρώμεθα, κούφας δὲ προσ‐ άγοντες βιαίως ἑλκύσαι βουλόμεθα, συντελούσης τῆς ὀξύτητος τῶν χειλῶν πρὸς τὸν βίαιον ἀποσπασμόν· ταῖς δ’ ἀμβλυοχείλεσιν ἐπί τε

7

.

16

.

16

τῶν ἄλλων καὶ μάλιστα ἐπὶ κεφαλῆς. ἡ δ’ ὁλκὴ τῶν μὲν χαλκῶν σικυῶν διὰ πυρὸς γίνεται, ὁμοίως δὲ καὶ τῶν ὑελῶν· ἡ δὲ τῶν κερα‐ τίνων ἄνευ πυρός· τέτρηνται γὰρ εἰς τὸ ἄκρον, καὶ προσβαλλόμεναι ἐκμυζόμεναι σφοδρῶς διὰ τοῦ τρήματος ἕλκουσιν· ἐπιλαμβάνεται δ’
5εὐθὺς τὸ τρῆμα δακτύλῳ ἢ κηρῷ.

7

.

17

t

Ἐκ τῶν Ἡροδότου· περὶ σικυῶν· ἐκ τῶν Περὶ κενου‐ μένων βοηθημάτων.

7

.

17

.

1

Σικύα δὲ δύναται κεφαλῆς ὕλην κενῶσαι, ὀδύνην λῦσαι, φλεγμονὴν μειῶσαι, ἐμπνευματώσεις διαφορῆσαι, ὀρέξεις ἀνακαλέσασθαι, ἄτονον καὶ λελυμένον στόμαχον τονῶσαι, λειποθυμίας ἀπαλλάξαι, τὰ ἐκ τοῦ βάθους εἰς τὴν ἐπιφάνειαν μεταστῆσαι, ῥεύματα ξηρᾶναι, αἱμορραγίας ἐπισχεῖν,
5ἐμμήνων ὑπομνῆσαι περιόδους, φθοροποιοὺς δυνάμεις ἑλκύσαι, ῥίγη παῦσαι, περιόδους λῦσαι, ἀπὸ καταφορᾶς διεγεῖραι, ὕπνους ἐργάσασθαι, βάρη κουφίσαι· αὗται δυνάμεις σικυῶν καὶ ὅσαι ταύταις παραπλήσιαι.

7

.

18

t

Περὶ κατασχασμοῦ· ἐκ τῶν Ἀντύλλου, ἐκ τῶν Περὶ κενουμένων βοηθημάτων.

7

.

18

.

1

Ἐγχαράσσομεν μέρη τοῦ σώματος τὰ φλεγμαίνοντα καὶ τὰ ἐσκλη‐ ρυμμένα ἢ διατεταμένα καὶ ἐπωδύνως ἔχοντα ἢ ῥευματισθέντα, [καὶ] ἤδη στάσιν εἰληφότος [ἢ πεποιηκότος] τοῦ ῥεύματος, ἢ δριμείας ὕλης

7

.

18

.

2

παρακειμένης. δεῖ δέ, εἰ δυνατὸν εἴη, ἢ λούσαντας οὕτως ἀποσχάζειν, εἰ δὲ μή, καταιονᾶν ὕδατι θερμῷ μέχρι φοινίξεως ἢ πυριᾶν διὰ σπόγ‐

7

.

18

.

3

γων ἢ παραβάλλειν ἡλίῳ ἢ πυρὶ 〈τὸ〉 ἀποσχασθησόμενον μέρος. ἐπι‐ βλητέον δὲ τὰς ἀμυχὰς ἐπὶ μὲν τῶν σκελῶν καὶ ἐπιγαστρίου κατὰ τὴν εὐθυωρίαν, καὶ ἐπὶ θώρακος δὲ καὶ μεταφρένου καὶ τραχήλου παρα‐ πλησίως· ἐπὶ κεφαλῆς δὲ κατὰ τὴν τῶν τριχῶν θέσιν, ἐπὶ δὲ μετώπου

7

.

18

.

4

πλαγίας. ἴσαι δ’ ἔστωσαν ἀλλήλαις κατὰ τὸ μέγεθος αἱ ἀμυχαί, καὶ

7

.

18

.

5

ἴσα ἔστω τὰ μεταξὺ αὐτῶν διαστήματα. καὶ ἡ ἀρχὴ γενέσθω τῆς ἐγ‐ χαράξεως ἐκ τῶν κάτω μερῶν· οὕτω γὰρ εἰς τοὺς ἐπὶ πόδας τόπους ὑπορρέον τὸ αἷμα οὐκ ἐπισκοτίσει τῷ μέλλοντι ἑξῆς ἐγχαραχθήσεσθαι,

7

.

18

.

6

ἥ τε θέσις τῶν ἀμυχῶν γινέσθω κατὰ παραλλήλους στίχους. γινέσθω δὲ μὴ κατὰ πληγὴν ἡ ἐγχάραξις, ἀλλὰ κατὰ συρμόν· ἀνώδυνος γὰρ
οὕτως γενήσεται ἡ ἐγχάραξις.

7

.

19

t

Περὶ ἐγχαράξεως· ἐκ τῶν Ἀπολλωνίου.

7

.

19

.

1

Καταμαθὼν ὅτι εἰς τόνωσιν καὶ τὸ ὁπωσδήποτε παραφυλάσσειν ἔχειν ἡ πλείστη γίνεται συνέργεια ἐκ τοῦ αἵματος, ὡς μὲν ἐπίπαν πλεονάζοντος, ἔστι δ’ ὅτε κατὰ τὴν ποιότητα ἐπὶ τὸ χεῖρον τρεπο‐ μένου, ἁρμόζειν ὑπέλαβον πλεονάζοντος μὲν τὴν ἐλάττωσιν, διεφθο‐

7

.

19

.

2

ρότος δὲ τὴν ἀλλοίωσιν. τὸ μὲν οὖν φλέβας διαιρεῖν πολλάκις τοῦ ἔτους οὐκ ἐπιτήδειον ἡγούμην, ἐννοῶν ὅτι ἅμα τῷ αἵματι πολὺ συν‐ εκκρίνεται τὸ ζωτικὸν πνεῦμα, τούτου δ’ ἀναλισκομένου, πυκνότερον ὅ τε ὅλος ὄγκος καταψύχεται, καὶ πάντα τὰ φυσικὰ ἔργα χείρω γίνε‐

7

.

19

.

3

ται. ἐδοκίμασα οὖν ἀπὸ τῶν ἀκυροτάτων μερῶν, οἷον ἀπὸ τῶν σκελῶν, κατ’ ἐγχάραξιν ποιεῖσθαι τὴν ἀφαίρεσιν, μετροῦντας τῇ τε ἕξει τοῦ

7

.

19

.

4

ἀνθρώπου καὶ τῇ χρείᾳ τὸ πλῆθος. ἄριστον δὲ τὸ βοήθημα εἴς τε τήρησιν τῆς ὑγείας καὶ εἰς ἀνάκτησιν, ὁπότε παρατραπείη ὑπὸ τοιῶνδέ

7

.

19

.

5

τινων αἰτιῶν. μηδεὶς μέντοι ὑπολάβῃ με ἐκβάλλειν τὴν φλεβοτομίαν· ἐγὼ γὰρ ἐκείνην μὲν ἐπὶ τῶν μεγίστων καὶ κινδυνωδεστάτων παθῶν ἀπολείπω, ἐφ’ ὧν πολὺ καὶ ἀθροῦν αἷμα ἐκχέαι δεῖ· πρὸς γὰρ τὰς σφοδρότητας τῶν παθῶν αἱ ἀθροότητες τῶν κενώσεών εἰσι κατάλληλοι·
5πληθώραν δὲ σύμμετρον μέλλουσάν τι ποιήσειν κακὸν καὶ ἤδη παρ‐ απτομένην τῆς εἰς τὸ νοσῶδες παρατροπῆς ἐπὶ ταῖς ἀμυχαῖς ταρα‐ χθεῖσα κνήμη καὶ ἐκδοῦσα ἄλυπον καὶ ὅσην θέλομεν τὴν ἐπίδοσιν τοῦ αἵματος ἐπιλύεται χωρὶς ἰσχυρᾶς τῆς περὶ τὸν ὄγκον συγκινήσεως.

7

.

19

.

6

πολλάκις μέντοι πλεῖον τοῦ ἱκανοῦ συνάγεται, ὅθεν οὐκ ὀκνητέον, ὁσάκις ἂν πλήθους σημεῖα προσπέσῃ, συναιρεῖν αὐτὸ τῷ δεδηλωμένῳ τρόπῳ· συμφέρει γὰρ μὴ σφριγᾶν μηδὲ διατείνεσθαι τὰ σπλάγχνα καὶ τὰ ἐν ὅλῳ τῷ σώματι ἀγγεῖα, μᾶλλον δ’ ἐν ποσῷ τινι εἶναι χαλάσματι,
5ἵνα τὸ φυσικὸν εὐοδῇ πνεῦμα.

7

.

20

t

Ὅτι ἡ ἐγχάραξις τὰς μὴ καλῶς καθαιρομένας ὠφελεῖ καὶ ἄλλα πολλὰ πάθη.

7

.

20

.

1

Ταῖς γυναιξίν, αἷς τὰ περὶ τὴν κάθαρσιν μὴ διευτύχηται, θαυμα‐ σίως ἡ ἐγχάραξις βοηθεῖ· τὸ γὰρ ἐκεῖ ἐνδέον ταύτῃ κενοῦται. δεῖ δὲ τὴν προθεσμίαν αὐτῆς περιμένειν καὶ τότε, ἐὰν μηδὲν ἢ ὀλίγον ἀπ‐ αυτοματίζῃ, ἐφ’ ὅσον ἡ χρεία παρακαλεῖ, τῇ διὰ τῆς ἀφαιρέσεως χρῆ‐

7

.

20

.

2

σθαι βοηθείᾳ. τισὶ μέντοι καὶ συνήργησε γυναιξὶν εἰς τὸ ἔθος τῆς
ἐμμήνου ἀποκαταστῆναι καθάρσεως· ἡ γὰρ ἐπὶ τὰ κάτω μέρη συνεχῶς

7

.

20

.

3

ἀγωγὴ τοῦ αἵματος ῥοπὴν ἐμποιεῖ αὐτῷ. ἐγὼ μέντοι καὶ τὰς λίαν πρεσβυτέρας, αἷς ἐκ πολλοῦ οὐδὲν ἔμμηνον φέρεται, ὅταν ἐν σωματικῷ τινι γένωνται ἐνοχλήματι, διὰ τῆς τοιαύτης κουφίζω θεραπείας· ἴδιος γὰρ γυναικῶν αὕτη πολὺ τὸ δυναμικὸν ἔχει, ὅτι μιμεῖται τὸν τῆς

7

.

20

.

4

φυσικῆς ἐκκρίσεως τρόπον. κενοῦν δ’ εἴωθα ἐνίοτε μὲν διὰ σμιλίου,

7

.

20

.

5

ἐνίοτε δὲ διὰ βδελλῶν προσβολῆς. καὶ ὀφθαλμοὺς δέ τις ὑπὸ ῥεύ‐ ματος ἀπαύστου ἐκ πολλοῦ χρόνου διαλελυμασμένος ἰάθη διὰ τῆς τοι‐ αύτης βοηθείας, χρησαμένων ἡμῶν καὶ τῇ ἄλλῃ τοπικῇ περὶ τοὺς

7

.

20

.

6

ὀφθαλμοὺς καὶ ὅλου τοῦ σώματος ἐπιμελείᾳ. καὶ πρεσβύτης τις πρῶ‐ τον μὲν ἐκ διαλειμμάτων μακρῶν, εἶτα δὲ καὶ βραχέων, ὑπὸ πνιγώ‐ δους περὶ τὸν πνεύμονα στενοχωρίας ἐνοχλούμενος ἐθεραπεύθη τῷ

7

.

20

.

7

ὁμοίῳ τρόπῳ. κενοῦν δὲ δεῖ ὅσον ἐμφαίνεται καλῶς ἔχειν, καὶ φυ‐ λακτέον ψῦξιν, τροφήν τε σύμμετρον ἐπὶ τρεῖς ἢ τέσσαρας ἡμέρας

7

.

20

.

8

διδόναι. καὶ λοιμοῦ δὲ κατασχόντος ἰσχυροῦ τὴν Ἀσίαν, καθ’ ὃν πολλοὶ διεφθάρησαν, ὑποπεσὼν κἀγὼ τῇ νόσῳ, κατὰ τὴν δευτέραν ἡμέραν ἀνέσεως γενομένης, κατακνισθεὶς τὸ σκέλος ὡς δύο λίτρας αἵματος

7

.

20

.

9

ἀπέκρουσα καὶ διὰ τοῦτο τὸν κίνδυνον ἀπέφυγον. πολλοὶ οὖν καὶ ἄλλοι χρησάμενοι τὸ βοήθημα διεσώθησαν· πλήθους γὰρ ἦν σημεῖα,

7

.

20

.

10

καὶ ἐσῴζοντο μάλιστα οἱ δαψιλῶς τὸ αἷμα κενοῦντες. ἔτι τοίνυν κεφαλαλγίας συμμέτρους ἀναιρεῖ, παρισθμίων φλεγμονάς, περὶ πλευρῶν ὀδύνας προσκαίρους· τὰ δὲ χρονιώτερα τῶν τοιούτων συμπτωμάτων

7

.

20

.

11

ταῖς τοπικαῖς ἐγχαράξεσι διαλύομεν. καὶ δὴ καὶ τοὺς ἐκ νόσων ἀνα‐ λαμβάνοντας καὶ δυσχερῶς εἰς τὴν κατὰ φύσιν ἑαυτοῖς ἕξιν ἀφικνου‐ μένους οὐδὲν οὕτως ἐπὶ τὴν προσήκουσαν εὐτροφίαν ἄγει, ὡς ἡ δι’ ἐγχαράξεως ἀποκένωσις τοῦ αἵματος.

7

.

21

t

Ἐκ τῶν Ἀντύλλου· περὶ βδελλῶν· ἐκ τοῦ Περὶ κενου‐ μένων βοηθημάτων.

7

.

21

.

1

Θηρῶντές τινες τὰς βδέλλας κατακλείουσι, καὶ ταῖς αὐταῖς ἐπὶ πολλοῖς χρῶνται· αὗται γὰρ ἐκ μελετῆς οὖσαι ῥᾳδίως ἅπτονται τῆς

7

.

21

.

2

σαρκός, τῶν ἄλλων ἐνίοτε ξενιζομένων. δεῖ δὲ τὰς μὲν ἐκ τῆς πείρας προσάγειν εὐθύς, τὰς δὲ νῦν συνειλεγμένας φυλάττειν ἡμέραν, αἷμα ὀλίγον εἰς διατροφὴν ἐμβάλλοντας· οὕτως γὰρ διαπνευσθήσεται τὸ ἰῶδες

7

.

21

.

3

αὐτῶν. ἐπὶ δὲ τῆς χρείας τὸ βδελλιζόμενον μέρος προεκνιτρούσθω καὶ καταχριέσθω αἵματι ζῴου τινὸς ἢ ἀργίλλῳ ὑγρῷ ἢ πυριάσθω ἢ

7

.

21

.

4

κνάσθω τοῖς ὄνυξιν· ἑτοιμότερον γὰρ ἅψονται. δεῖ δ’ ἐμβάλλειν αὐτὰς εἰς ὕδωρ χλιαρὸν καὶ καθαρὸν εἰς ἀγγεῖον εὐρὺ καὶ μέγα, ὅπως δια‐ κινηθεῖσαι τὸν ἰὸν ἀποθῶνται, ἔπειτα σπόγγῳ περιλαβόντες αὐτὰς καὶ τὸ γλινῶδες ἀποκαθάραντες διὰ τῶν χειρῶν προσάξομεν· μετὰ δὲ
5τὸ ἐμφῦναι πάσας ἔλαιον χλιαρὸν ἐπιχέομεν τῷ μορίῳ, ὥστε μὴ ψυ‐

7

.

21

.

5

γῆναι. ἐπὶ δὲ χειρῶν ἢ ποδῶν αὐτὸ τὸ μέρος ἐμβάλλειν χρὴ τῷ

7

.

21

.

6

ὕδατι, ἔνθα εἰσὶν αἱ βδέλλαι. εἰ δὲ διαπληρωθεισῶν αὐτῶν ἔτι χρῆσθαι δέοι, ἢ ὀλίγαι παρεῖεν αἱ βδέλλαι, ἢ ὀλίγαι ἅψαιντο, μετὰ τὸ πλη‐ ρωθῆναι ψαλίζειν χρὴ τὰς οὐρὰς αὐτῶν· ἐκχεομένου γὰρ τοῦ αἵματος, ἕλκουσαι οὐ παύονται, μέχρις ἂν ἡμεῖς ἅλας ἢ νίτρον ἢ σποδὸν προσ‐

7

.

21

.

7

πάσωμεν αὐτῶν τοῖς στόμασιν. μετὰ δὲ τὸ ἀποπεσεῖν, εἰ μὲν ὁ τόπος δέχοιτο σικύαν, τὸ ἰῶδες διὰ προσθέσεως αὐτῆς ἀφελκυστέον, σφοδρῶς

7

.

21

.

8

κολλῶντας καὶ ταχέως ἀποσπῶντας· εἰ δὲ μή, πυριατέον σπόγγοις. τὰ δὲ [σώματα καὶ] στόμια εἰ μὲν ὑποδακρύει, μάννῃ ἢ κυμίνῳ ἢ ἀλεύρῳ

7

.

21

.

9

ἐπιπαστέον, ἔπειτα ἐρίῳ ἐλαιοβραχεῖ κατειλητέον. εἰ δ’ αἱμορραγοῖ, †τοὺς ἐπιβλητέον ἢ ἀράχνια ἐξ ὄξους ἢ κηκῖδα κεκαυμένην ἢ σπόγγον καινὸν ἀποβαφέντα εἰς πίσσαν ὑγρὰν καὶ καυθέντα, ἔπειτα χαρτίον

7

.

21

.

10

ὄξει βεβρεγμένον ἐπιθετέον καὶ ἐπιδετέον. ταῦτα δὲ ποιεῖν ἐπὶ τῶν μέσων· ἐπὶ γὰρ τῶν κώλων καὶ μόνος ἐπίδεσμος αὐτάρκης πρὸς τὸ

7

.

21

.

11

ἐπισχεῖν τὸ αἷμα. λύειν δὲ τῆς ἐπιούσης, καὶ εἰ μὲν εἴη τὸ αἷμα

7

.

21

.

12

σταλέν, ἀπονίπτειν, εἰ δὲ μή, τοῖς αὐτοῖς χρῆσθαι. γινώσκειν δὲ χρὴ ὡς αἱ βδέλλαι οὐ τὸ ἐκ βάθους ἕλκουσιν αἷμα, ἀλλὰ τὸ παρακείμενον

7

.

21

.

13

ταῖς σαρξὶν ἐκμύζουσιν. χρώμεθα δ’ αὐταῖς ἐπὶ τῶν δεδοικότων τὰς ἀμυχάς, ἢ ἐφ’ ὧν μορίων ἀνάρμοστός ἐστι σικύα διὰ σμικρότητα τῶν

7

.

21

.

14

μορίων ἢ σκολιότητα καὶ ἀνωμαλίαν. ἀποσπῶμεν δὲ τὰς βδέλλας, ὅταν εἰκάσωμεν τὸ ἥμισυ μέρος εἱλκύσθαι τοῦ αἵματος, ὅπερ ὑπολαμβάνομεν δεῖν κενωθῆναι, καὶ μετὰ ταῦτα ἐπὶ τοσοῦτον ἐῶμεν ἀπορρεῖν, ἕως

7

.

21

.

15

ἂν τὸ αὔταρκες ἀποκριθῇ. ἐπεὶ δὲ τὸ μόριον ψύχεται ὑπὸ τῶν βδελ‐ λῶν φύσει ψυχρῶν οὐσῶν καὶ ὑπὸ τοῦ περιέχοντος, ἀποπυριᾶν αὐτὸ χρὴ καὶ ἀναθερμαίνειν τήν τε ῥύσιν τοῦ αἵματος ἐπέχειν οὐ διὰ τῶν ψυχόντων, ἀλλὰ διὰ τῶν στυφόντων καὶ παρεμπλασσόντων, ὡς εἴρηται.

7

.

22

t

Μενεμάχου· περὶ βδελλῶν.

7

.

22

.

1

Προσβάλλονται τοῖς πεπονθόσι τόποις αἱ βδέλλαι ἢ τοῖς σύνεγγυς ἀλιπέσιν· ἀποστρέφει γὰρ αὐτῶν τὴν ὄρεξιν τὸ ἔλαιον· εἰς στενότητα
δὲ καλάμου στενοῦ μὴ διανταίως τετρημένου καθιέμεναι ἢ πῶμα καλα‐

7

.

22

.

2

μίσκου ἤ τι ὅμοιον. τὸ δὲ πλῆθος αὐτῶν ληπτέον ἐκ δύο μεγεθῶν,

7

.

22

.

3

τοῦ τε τόπου καὶ τοῦ πάθους. ἀφαιροῖντο δ’ ἂν ἐλαίου θερμοῦ τοῖς χείλεσιν αὐτῶν παρασταχθέντος· τὸ δὲ δηκτικὸν τῶν ἁλῶν ἐπὶ τῶν

7

.

22

.

4

ἑλκουμένων ἐκκλιτέον. τὸ δὲ μετὰ τὴν ἀφαίρεσιν ἐπιρρέον ἐπιτεθεὶς

7

.

22

.

5

ἐπέχει δάκτυλος. τὸ δὲ πλῆθος τῆς ἐκκρίσεως ἐμφαίνεται μὲν καὶ τῇ διορθώσει τῶν βδελλῶν· ἐναργέστερον δὲ γίνεται συναχθέν, ὅταν

7

.

22

.

6

χωρισθεῖσαι τῶν σωμάτων ἀπεμέσωσι τὸ αἷμα. στραγγῶς δ’ αὐτῶν ἐμφυομένων, ἀμυκτέον ἐπιπολαίως τοὺς τόπους, οἷς προσάγονται· γευ‐ σάμεναι γὰρ αἵματος ὀρέγονται μᾶλλον αὐτοῦ.

7

.

23

t

Ἐκ τῶν Γαληνοῦ· τίνας δεῖ καθαίρειν, καὶ ποίοις καθαρτηρίοις, καὶ πότε.

7

.

23

.

1

Τοὺς ὑγιεινὰ τὰ σώματα ἔχοντας ἐργῶδες καθαίρειν· καὶ γὰρ ἰλιγγιῶσι καὶ στροφοῦνται, καὶ δυσχερῶς αὐτοῖς ἡ κάθαρσις προχωρεῖ, καὶ πρὸς τούτοις ἔτι ταχέως ἐκλύονται· γίνεται δὲ ταῦτα πάντα, τοῦ καθαρτικοῦ φαρμάκου τὸν οἰκεῖον μὲν ἕλκειν ἐφιεμένου χυμόν, τῷ δ’
5ἀπορεῖν αὐτοῦ τὸ αἷμα καὶ τὰς σάρκας συντήκοντος, ἵνα ἐξ ἐκείνων

7

.

23

.

2

ἕλξῃ τὸ οἰκεῖον. τοὺς δ’ ὑγιαίνοντας μὲν ἔτι, νοσήσαντας δ’ 〈ἄν〉, εἰ μὴ κενωθεῖεν, φθάνειν χρὴ κενοῦν εἰσβάλλοντος ἦρος, ἤτοι διὰ φλε‐ βοτομίας, εἰ πληθωρικοῖς ἁλίσκοιντο νοσήμασιν, ἢ διὰ καθάρσεως, εἰ

7

.

23

.

3

τοῖς κατὰ διαφθοράν. ἡμεῖς γοῦν καὶ ποδάγραν καὶ ἀρθρῖτιν ἀρχο‐ μένην καὶ μήπω περὶ τοῖς ἄρθροις εἰργασμένην πώρους ἐκ τῆς τοι‐

7

.

23

.

4

αύτης κενώσεως ἐτῶν ἤδη πολλῶν ἐκωλύσαμεν γίνεσθαι. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἀποπληξίαν, ἐπιληψίαν, μελαγχολίαν, ἄλλα τοιαῦτα χρό‐ νια πάθη διὰ τῆς εἰρημένης κενώσεως ἐπὶ πολλῶν ἀνθρώπων ἐπαύ‐

7

.

23

.

5

σαμεν. ἐνίοις μὲν οὖν συμφέρει κενοῦσθαι τοὺς φλεγματώδεις χυμούς, ἐνίοις δὲ τοὺς πικροχόλους, ἐνίοις δὲ τοὺς μελαγχολικούς, ἐνίοις δ’ ὀρῶδες περίττωμα κατὰ τὴν τῶν εἰθισμένων αὐτοῖς γίνεσθαι παθῶν

7

.

23

.

6

οὐσίαν. αὐτίκα μελαγχολίᾳ τις ἁλίσκεται καθ’ ἕκαστον ἔτος, εἰ μὴ καθαρθείη, καὶ καθαίρω γε αὐτὸν οὐκ ἦρος μόνον, ἀλλὰ καὶ φθινο‐

7

.

23

.

7

πώρου. οὕτως δὲ καὶ γυναῖκά τινα καθ’ ἕκαστον ἔτος εἰσβάλλοντος ἦρος ὁμοίως κενῶ, καρκινώδη διάθεσιν ἐν μαστῷ ἔχουσαν, ἣν ἰασάμην
ἰσχυρῶς κενώσας διὰ φαρμάκου καθαίροντος μέλαιναν, καὶ εἰ παρα‐

7

.

23

.

8

λειφθείη ποτὲ ἡ κάθαρσις, ὀδύνη διὰ βάθους αὐτῇ γίνεται. ἐλέφαντα δ’ ἀρχόμενον ἑτέρῳ τὰ μὲν πρῶτα διά τε φλεβοτομίας καὶ καθάρσεως ἰασάμην· ἑκάστου δ’ ἔτους αὖθις ἀρκεῖ καὶ τούτῳ μία κάθαρσις· ἐκ‐

7

.

23

.

9

λειφθείσης δ’ αὐτῆς, αὐτίκα τὸ πάθος ἐπισημαίνει. τὰ μὲν οὖν τοι‐ αῦτα νοσήματα καθάρσεως χρῄζει μελάνων χυμῶν, ἐπιληπτικὰ δὲ καὶ ἀποπληκτικὰ καὶ ἀσθματικὰ τῶν φλεγματωδῶν, ἀρθριτικὰ δὲ τὰ μὲν ἅμα θερμασίᾳ πολλῇ τῶν πικροχόλων, τὰ δὲ σὺν ὄγκοις ψυχροῖς τῶν

7

.

23

.

10

φλεγματικῶν. ἄλλος δέ τις ὥρᾳ θέρους αἰεὶ τριταίοις ἁλισκόμενος πυρετοῖς ἤδη πολλῶν ἐτῶν οὐκ ἐπύρεξε, χολὴν ὠχρὰν φθάνων ὑφ’ ἡμῶν καθαίρεσθαι κατὰ τὴν τελευτὴν τοῦ ἦρος· οὕτως γὰρ ἄμεινόν ἐστι τοὺς τοιούτους κενοῦν, ὡς τούς γε ἐπιληπτικοὺς ἀρθριτικούς τε
5καὶ μελαγχολικοὺς ὅσοι τε ἄλλοι διὰ παχεῖς χυμοὺς νοσοῦσιν εἰσβάλ‐

7

.

23

.

11

λοντος ἦρος ἄμεινον κενοῦσθαι. χρὴ δὲ προλεπτύνειν καὶ τέμνειν τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς καὶ τοὺς πόρους, δι’ ὧν οὗτοι μετα‐ λαμβάνονταί τε καὶ ἕλκονται πρὸς τῶν καθαρτικῶν φαρμάκων, ἀναστο‐ μοῦν, εἰ ἡ κάθαρσις ἀρίστη μέλλοι γίνεσθαι κατὰ πάντα, καὶ μάλιστα
5ἐπὶ τῶν ἐλλέβορον λαμβανόντων· ἡ γὰρ συντονία τῶν σπαραγμῶν, ἐκβάλλουσα τοὺς ἐσφηνωμένους δυσλύτως τοῖς πεπονθόσι μέρεσι χυμοὺς καὶ κατὰ τοῦτο τὰ χρόνια τῶν παθῶν ὠφελοῦσα, ῥᾷον ἐργάσεται τοῦτο,

7

.

23

.

12

προλελεπτυσμένων αὐτῶν. τοῖς δ’ ἀμελήσασι τούτων δυσχερεῖς ἀπαν‐ τῶσιν αἱ καθάρσεις μετὰ στρόφων ἐνίοτε καί τινων ἰλίγγων ἄσης τε

7

.

23

.

13

πολλῆς καὶ κακοσφυξίας ἐκλύσεώς τε καὶ δυσκολίας. τοῦ μέλλοντος δ’ ἐλλέβορον λήψεσθαι προπειρᾶσθαι χρὴ τῆς φύσεως, ὅπως ἔχει πρὸς

7

.

23

.

14

τὰς ἄνω καθάρσεις, τουτέστι τὰς δι’ ἐμέτων. γινέσθω δ’ ἡ πεῖρά σοι διὰ τῶν ἐμετικῶν φαρμάκων ὅσα μέτρια· ἐὰν γὰρ φαίνηται μὴ ῥᾳδίως καθαιρόμενος, οὐ χρὴ τὸν τοιοῦτον ἄνθρωπον ἐπὶ τὸν ἐλλέβορον ἄγειν ἄνευ τοῦ προπαρασκευάσαι. γένοιτο δ’ ἂν τὸ τοιοῦτο καὶ δι’ αὐτῶν
5μὲν τῶν συνεχῶν ἐμέτων, ἐθισθέντος ἑτοίμως ἐμεῖν τοῦ ληψομένου τὸν ἐλλέβορον· γένοιτο δ’ ἂν ἄμεινον καὶ διὰ τοῦ προϋγρᾶναι τὰ

7

.

23

.

15

σώματα, προϋγραίνεται δὲ πλείονι τροφῇ καὶ ἀναπαύσει. τὸ μὲν οὖν τῆς ἀναπαύσεως δῆλον· ὡς γὰρ τὰ γυμνάσια ξηραίνειν πέφυκεν, 〈οὕτω καὶ ἡ ἀνάπαυσις, ὅπερ ἐστὶν ἡσυχία τε καὶ ἀγυμνασία, φυλάττει τὰς ὑγρότητας· τροφὴ δ’ οὐχ ἁπλῶς ἡ πλείων ὑγραίνειν πέφυκεν,〉 ἀλλ’
5ἥτις ἄνευ ποιότητος ἰσχυρᾶς ᾖ, τουτέστι μήτε στρυφνὴ μήτε δριμεῖα

7

.

23

.

16

μήτε ἁλυκὴ μήτε πικρά. δεδώκαμεν δ’ ἐνίοτε ῥαφανῖδας δι’ ὀξυμέ‐ λιτος, πήξαντες αὐταῖς δι’ ὅλης ἡμέρας καὶ νυκτὸς ἐλλεβόρου κλῶνας

7

.

23

.

17

λευκοῦ, καὶ εἴη ἂν ἀσθενὴς ἀπ’ ἐλλεβόρου κάθαρσις ἡ τοιαύτη. οἱ δὲ στενὸν ἔχοντες τὸν θώρακα καὶ διὰ τοῦτο καὶ τὸν πνεύμονα συν‐ τεθλιμμένον ἀνεπιτηδειότατοι τυγχάνουσιν εἰς τὰς ἐμετικῶν φαρμάκων καθάρσεις τάς τε ἄλλας καὶ μάλιστα τὴν δι’ ἐλλεβόρου τοῦ λευκοῦ·
5ῥήγνυται γὰρ αὐτοῖς ἀγγεῖόν τι τῶν ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις.

7

.

23

.

18

χρὴ δὲ καὶ τὸν μὲν πικρόχολον χυμὸν ἄνω, τὸ δὲ φλέγμα κάτω μᾶλλον κενοῦν· ἔσθ’ ὅτε μὴν ἔμπαλιν, εἰ κατὰ μὲν τὴν γαστέρα φλεγ‐ ματικός, ἐν δὲ τοῖς ἐντέροις πικρόχολος ἀθροισθείη, τὸν μέντοι με‐

7

.

23

.

19

λαγχολικὸν αἰεὶ κάτω. γέγραπται δὲ κατὰ τοὺς Ἀφορισμοὺς Ἱππο‐ κράτει περὶ τῶν ὡρῶν· ‘θέρεος φαρμακεύειν τὰς ἄνω, χειμῶνος τὰς

7

.

23

.

20

κάτω.‘ τὸ δ’ ἀνάλογον ταῖς ὥραις ἐπὶ τῶν χωρῶν σκοπεῖσθαι χρὴ θερμότητί τε καὶ ψυχρότητι διαιρουμένους· οὕτως δὲ κἀπὶ τῶν ἡλι‐

7

.

23

.

21

κιῶν. καὶ μὴν καὶ τὸ ἔθος οὐ σμικρὰ μοῖρα πρὸς ἔνδειξιν κενώσεως· οἱ μὲν γὰρ ἐμεῖν εἰθισμένοι φέρουσιν ἀλυπότερον τὰς διὰ τῆς ἄνω κοιλίας καθάρσεις· οἱ δ’ ἀήθεις οὐκ ἄνευ κινδύνου, καὶ μᾶλλον ἐπ’

7

.

23

.

22

ἐλλεβόρου. καὶ τὸ τοῦ νοσήματος δ’ εἶδος σκοπεῖσθαι προσῆκεν· ἐπὶ μὲν γὰρ τοῦ λευκοφλεγματίου ὑδέρου φλέγματος ἀγωγῷ χρησόμεθα φαρμάκῳ, πρότερον μὲν διὰ τῆς κάτω γαστρός, εἶτα δι’ ἐμέτων, εἶτα δι’ ἀποφλεγματισμῶν· δι’ ὅλου γὰρ τοῦ σώματος ἐκτεταμένου τοῦ

7

.

23

.

23

πλεονάζοντος, ἁπάσας κενώσεις παραληψόμεθα. ἀσκίτου δ’ ὄντος τοῦ ὑδέρου, τῶν ὑδραγωγῶν τι δώσομεν φαρμάκων, ὥσπερ γε κἀπὶ τῶν ἰκτερικῶν τῶν χολαγωγῶν· ἐκκαθαίρειν γὰρ χρὴ καὶ τούτων πολυειδῶς τὴν χολὴν ἄνω τε καὶ κάτω καὶ δι’ οὔρων καὶ δι’ ὑπερῴας καὶ διὰ

7

.

23

.

24

ῥινῶν. οὕτως δὲ κἂν ὁ μελαγχολικὸς πλεονάσῃ χυμός, ὡς ἐν μελαγ‐ χολίᾳ καὶ καρκίνῳ καὶ ἐλέφαντι, τὸ τῆς μελαίνης χολῆς κενωτικὸν φάρμακον δίδομεν· ἐπιληψίαν δὲ φλεγμαγωγοῖς καθαίρομεν, ἐξ ὧν δῆλον ὡς ἡ κατάστασις τῆς νόσου καὶ τὸν κενωθησόμενον δηλοῖ χυμὸν

7

.

23

.

25

καὶ τὸν τόπον, δι’ οὗ χρὴ κενοῦν αὐτόν. ἀμέλει καὶ τῶν κατὰ τὸ ἧπαρ φλεγμαινόντων, ὅταν πεφθῶσι, τὴν ἀποκάθαρσιν ποιούμεθα διὰ μὲν τῆς κάτω γαστρός, ὅταν ἐν τοῖς σιμοῖς αὐτοῦ γένηται τὸ πάθημα,

7

.

23

.

26

δι’ οὔρων δέ, ὅταν ἐν τοῖς κυρτοῖς. οὕτως δὲ κἀπὶ τῶν ἄλλων ἐπι‐
σκέψῃ τόν τε πλεονάζοντα χυμὸν καὶ τὸν πεπονθότα τόπον, ἐξ οὗ καθάπερ ἑστίας τινὸς ὁρμᾶται τὸ νόσημα· ταῦτα γάρ σοι καὶ τὸν κενωθησόμενον ἐνδείξεται χυμὸν καὶ τὸν τρόπον 〈τῆς κενώσεως καὶ
5τὸν τόπον〉 δι’ οὗ χρὴ κενῶσαι, καὶ πρὸς τούτοις ἅπασι τὸν καιρόν· ἐν ἀρχῇ μὲν γὰρ τοὺς ὀρώδεις τε καὶ λεπτοὺς κενώσεις χυμούς, ἀνα‐ μενεῖς δὲ πέψιν ἐπὶ τῶν παχέων καὶ γλίσχρων, οἷοι τὴν φύσιν εἰσὶν

7

.

23

.

27

ὅ τε τοῦ φλέγματος καὶ ὁ τῆς μελαίνης χολῆς. καὶ ἀπὸ τῶν παρ‐ οξυσμῶν δὲ σκοπὸν εἰς ἔνδειξιν τρόπου κενώσεως ἕξεις, ἐκ μὲν τῶν ἄνω ποιούμενος τὰς κενώσεις ἐν τοῖς παροξυσμοῖς, ἐκ δὲ τῶν κάτω κατὰ τὰς καλουμένας ἀνέσεις· καὶ γὰρ καὶ αὐτόματα οὕτως ὠφελεῖ,
5ἐν μὲν τοῖς παροξυσμοῖς ἐμούντων τε πολλῶν καὶ διὰ ῥινῶν αἱμορρα‐ γούντων, ἐν δὲ ταῖς ἀνέσεσιν οὔρων τε καὶ διαχωρημάτων ἀποκρινο‐

7

.

23

.

28

μένων. φυλάττεσθαι δὲ χρὴ μάλιστα τὸν χρόνον τῶν παροξυντικῶν καὶ κριτικῶν ἡμερῶν, ὁπόταν ἐπιχειρῇς κάτω καθαίρειν πολλά· τῆς γὰρ ῥοπῆς τῶν χυμῶν ἄνω γινομένης, ἡ τοῦ κάτω καθαίροντος φαρ‐

7

.

23

.

29

μάκου δύναμις ἐμποδισθήσεται. ἐπὶ δὲ τῶν ἤδη νοσούντων ἐν μὲν τοῖς χρονίοις αἰεὶ δεῖ τὸν πεπασμὸν ἀναμένειν· ἐν δὲ τοῖς ὀξέσιν, ὅταν ὀργᾷ, κατ’ ἀρχὰς οἷόν τε φαρμακεῦσαι, καὶ τοῦτο αὐτὸ πράττειν μετὰ πολλῆς εὐλαβείας καὶ περισκέψεως· κίνδυνος γὰρ οὐ μικρὸς ἐν ὀξεῖ
5νοσήματι κακῶς φαρμακεῦσαι τῷ πάντα μὲν καθαίροντα φάρμακα ταῖς δυνάμεσιν εἶναι θερμά, δεῖσθαι δὲ τὸν πυρετόν, εἰ πυρετός ἐστι, κατὰ τὸν αὑτοῦ λόγον οὐχ ὅπως τῶν ξηραινόντων καὶ θερμαινόντων, ἀλλὰ

7

.

23

.

30

τῶν ἐναντιωτάτων αὐτοῖς τῶν ὑγραινόντων τε καὶ ψυχόντων. οὔκουν οὐδ’ αὐτῆς ἕνεκα τῆς πυρώδους θερμότητος ἡ κάθαρσις ἡμῖν παρα‐ λαμβάνεται (ταύτην γὰρ ἴσμεν ὅσον ἐφ’ ἑαυτῇ βλαπτομένην), ἀλλὰ τῶν ἐργαζομένων ἕνεκα χυμῶν· 〈χρὴ τοίνυν μείζονα τὴν ὠφέλειαν ἐκ τῆς
5τῶν λυπούντων χυμῶν〉 κενώσεως γίνεσθαι τῆς βλάβης, ἣν ἐξ ἀνάγκης βλάπτεται τὸ σῶμα πρὸς τῶν καθαρτικῶν φαρμάκων· ἔστι δ’ ἡ ὠφέλεια † ἐνάλυπός τε καὶ πᾶς ὁ βλάπτων κενωθῇ χυμός· ἵνα δὲ τοῦτο γένη‐ ται, πρῶτον μὲν δεῖ περισκέψασθαι, εἰ ἐπιτηδείως ὁ κάμνων ἔχει πρὸς τὴν τοιαύτην κάθαρσιν· οἵ τε γὰρ ἐξ ἀπεψιῶν πολλῶν ἢ γλίσχρων ἢ
10παχέων ἐδεσμάτων ὄντες, ὡσαύτως δ’ οἷς ὑποχόνδρια τέταται καὶ ἐμπεφύσηται ἢ ὑπερβαλλόντως ἐστὶ θερμὰ καὶ πυρώδη, ἢ καί τις αὐτόθι τῶν σπλάγχνων φλεγμονή, πάντες οὗτοι πρὸς τὰς καθάρσεις

7

.

23

.

31

ἀνεπιτήδειοι. χρὴ τοίνυν ἀπεῖναί τε ταῦτα, καὶ τοὺς χυμούς, ὡς ἔνι
μάλιστα, τοῦ κάμνοντος εὐρουστάτους εἶναι, τουτέστι λεπτούς τε καὶ ἥκιστα μετέχοντας γλισχρότητός τινος, ἀναπεπταμένους τε τοὺς πόρους, δι’ ὧν ἡ καθάρσις μέλλει γενήσεσθαι· ταῦτα γὰρ καὶ ἡμεῖς προπαρα‐

7

.

23

.

32

σκευάζομεν, ἐπειδὰν μέλλωμέν τινα καθαίρειν. ἀλλ’ ἔν γε τοῖς ὀξέσι νοσήμασι κατ’ ἀρχὰς εὐθὺς ἤτοι κατὰ τὴν πρώτην ἡμέραν ἢ οὐκ ἐξωτέρω τῆς δευτέρας μελλόντων ἡμῶν χρῆσθαι ταῖς καθάρσεσιν, ὅταν ὀργᾷ, τὴν τοιαύτην παρασκευὴν οὐκ ἐγχωρεῖ γενέσθαι, πλὴν εἰ ἄρα
5σχοίη τις καιρὸν μελίκρατον δοῦναι πίνειν, ἐναφεψήσας ὑσσώπου τι ἢ ὀριγάνου ἢ τραγοριγάνου ἢ θύμου ἢ γλήχους ἤ τινος τῶν οὕτω λεπτυ‐ νόντων, ὥστε εὐλόγως ὀλιγάκις ἐν τοῖς ὀξέσι νοσήμασι κατ’ ἀρχὰς γενήσεται ἡμῖν χρεία φαρμακείας τῷ μήτε πολλάκις ὀργᾶν ἐν ἀρχῇ τοὺς λυποῦντας 〈χυμούσ〉, μήτε, εἰ καὶ τούτοις ὑπάρχει, τοῦ νοσοῦντος
10ἐπιτηδείου πρὸς τὴν κάθαρσιν ὄντος, ἀλλὰ μηδὲ καιρὸν ἡμῖν παρ‐

7

.

23

.

33

έχοντος ἐπιτήδειον αὐτὸν παρασκευάσαι. ὀργᾶν δ’ οἱ χυμοὶ λέγονται, ὅταν ἐν κινήσει σφοδροτέρᾳ γενόμενοι καὶ μεταρρύσει μορίων εἰς μόρια κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος ὀχλῶσι τὸν ἄνθρωπον, ἀνιῶντες καὶ

7

.

23

.

34

γαργαλίζοντες καὶ ἡσυχάζειν οὐκ ἐπιτρέποντες. τοὺς μὲν οὖν τοι‐ ούτους ἐκκενοῦν προσήκει, τουτέστι τοὺς ἐν κινήσει καὶ φορᾷ καὶ ῥύσει· τοὺς δὲ καθ’ ἕν τι μόριον ἐστηριγμένους οὔτε ἄλλῳ τινὶ βοη‐ θήματι χρὴ κινεῖν οὔτε φαρμακεύειν πρὶν πεφθῆναι· τηνικαῦτα γὰρ
5ἤδη καὶ τὴν φύσιν ἕξομεν βοηθοῦσαν τῇ κενώσει· φαίνεται γὰρ αὕτη μετὰ τὰς πέψεις διακινοῦσά τε τοὺς χυμοὺς ἀπωθουμένη τε τὸ περιτ‐ τόν, ἐν ᾧ δὴ καιρῷ καὶ κρίσεις γίνονται, ἀλλὰ τελέως μὲν αὐτῆς κινουμένης, οὐδὲν δεῖ φαρμάκου, μετριώτερον δὲ καὶ ἀσθενέστερον ἐν‐

7

.

23

.

35

εργούσης, τὸ λεῖπον αὐτοὺς χρὴ προστιθέναι φαρμακεύοντας. χρὴ δ’ εἰδέναι ὡς αἱ μεταρρυήσεις ἄλλοτε εἰς ἄλλο μόριον τῶν χυμῶν ὀλι‐ γάκις γίνονται, τὰ πλείω δ’ ἡσυχάζει καθ’ ἕν τι μόριον, ἐν ᾧ καὶ

7

.

23

.

36

πέττεται, παρ’ ὅλον τοῦ νοσήματος τὸν χρόνον ἄχρι λύσεως. ὅταν οὖν μὴ μόνον ὀξὺ πάθος ᾖ, ἀλλὰ καὶ μετὰ πυρετοῦ σφοδροτάτου, εὐλαβητέον ἐστὶ τὴν δόσιν τοῦ καθαίροντος φαρμάκου, καὶ μάλιστα ὅταν ἀπείρως τις ἔχῃ τῆς τοῦ κάμνοντος φύσεως· ἔνιοι μὲν γάρ εἰσι
5φύσει δυσκάθαρτοι, τινὲς δ’ ἐπὶ βραχείᾳ πόσει φαρμάκου καθαίρονται

7

.

23

.

37

δαψιλῶς. ὅταν οὖν ὁ πυρετὸς ᾖ μὴ σφοδρός, ἔμπειρός τε ᾖς τῆς φύσεως τοῦ κάμνοντος, ἐπὶ τὴν τοῦ φαρμάκου δόσιν ἀφίξῃ, χρώμενος
ἐλλεβόρῳ μέλανι 〈ἤ〉 τινι τῶν ὁμοιοτρόπων, ὧν ἐστι καὶ 〈τὸ〉 διὰ

7

.

23

.

38

τῆς κολοκυνθίδος· ἱερὰν δ’ αὐτὴν συνήθως ὀνομάζουσιν. ποικίλως δ’ αὐτῆς σκευαζομένης, ἡ τὸν ἐλλέβορον εἰληφυῖα, τὴν σκαμμωνίαν δ’ οὐκ ἔχουσα, κάλλιστόν ἐστι φάρμακον ἐπὶ τῶν δυναμένων ὅλως λαβεῖν

7

.

23

.

39

φάρμακον ὑπήλατον. μετὰ δὲ τὸ ληφθῆναι τὸ καθαρτήριον συμφέρει τῆς πτισάνης ἐπιρροφεῖν, ὥς φησιν Ἱπποκράτης· αὐτὸ μὲν γὰρ τὸ καθαρτικόν, ὡς ἂν ὀλίγον ὄν, εἰς τὸν πυθμένα τῆς κοιλίας ἀφικνεῖται· κατὰ δὲ τὴν δίοδον ὅ τε στόμαχος ὅσον τε τῆς γαστρὸς ὑψηλὸν οὐ
5μόνον τῆς ποιότητος τοῦ καθαίροντος, ἀλλὰ καὶ τῆς οὐσίας προσιζούσης

7

.

23

.

40

ἐν τῇ διόδῳ μεταλαμβάνοντα μεγάλως βλάπτονται. χρήσιμος οὖν χυλὸς τῆς πτισάνης ἐπιρροφούμενος, ὡς ἀπορρύψαι μὲν καὶ κατασῦραι κάτω τὸ προσπεπλασμένον ἐν τῇ διόδῳ δυνάμενος, ἐπικεράσαι δὲ καὶ ὑπαλ‐

7

.

23

.

41

λάξαι τὴν ἐνιζηκυῖαν τοῖς μορίοις ποιότητα τοῦ φαρμάκου. διὰ ταῦτα μὲν οὖν ἐπὶ τοῦ καθαρτικοῦ πόσει κελεύει τῆς πτισάνης ἐπιρροφεῖν· ἀρξαμένης δὲ γίνεσθαι τῆς καθάρσεως, οὐκέτι βούλεται δίδοσθαι πτι‐ σάνης, εὐλαβούμενος ἐκλυθῆναι τὴν ἐνέργειαν τοῦ καθαίροντος φαρ‐
5μάκου.

7

.

24

t

Κατὰ πόσους τρόπους οὐκ ἐκκρίνει ἡ γαστὴρ καθαρ‐ τηρίου δοθέντος.

7

.

24

.

1

Οὐκ ἐκκρίνει δ’ ἡ γαστὴρ ἐνίοτε καθαρτηρίου δοθέντος, ἤτοι διὰ τὴν ἰδιότητα τῆς τοῦ κάμνοντος φύσεως ἢ διὰ βραχύτητα τοῦ δοθέντος φαρμάκου· πολλάκις δὲ καὶ κόπρος ἐσφηνωμένη σκληρὰ κατά τινα τῶν ἐντέρων ἐκκενωθῆναι δεομένη διὰ κλυστῆρος πρὶν δίδοσθαι τὸ

7

.

24

.

2

καθαῖρον φάρμακον κωλύει τὴν κένωσιν. δύναται δὲ καὶ τῆς φύσεως

7

.

24

.

3

ἐπ’ οὖρα τὴν ὁρμὴν πεποιημένης, τὸ καθαρτικὸν μηδὲν ἀνύειν. ἔνιά γε μήν, ὅταν ἀποτύχῃ καθαίροντα, τὰ μὲν πρὸς τῷ βλάπτειν μηδὲν τὸ σῶμα καὶ τροφὴ γίνεται τοῦ ζῴου, τὰ δ’ εἰς τὸ φάρμακόν τε καὶ δηλητήριον ἐκτρέπεται.

7

.

25

t

Περὶ τῶν μιγνυμένων τοῖς καθαρτηρίοις.

7

.

25

.

1

Πάντων δὲ τῶν καθαιρόντων φαρμάκων κακούντων τὴν γαστέρα, καὶ μάλιστα αὐτῆς τὸ στόμα, διότι νευρωδέστατόν ἐστι καὶ αἰσθητικώ‐ τατον, ἡ μῖξις ἐπενοήθη τῶν εὐωδῶν, ὅπως μὴ μόνη μηδ’ ἀκραιφνὴς

7

.

25

.

2

ἡ δύναμις αὐτῶν ἅπτηται τοῦ στόματος τῆς γαστρός. χρὴ δ’ εἶναι τὰ
μιγνύμενα σπέρματα τοιαῦτα, ἃ καὶ τὴν κακίαν πέφυκεν ἀμβλύνειν καὶ τὴν ἐνέργειαν αὐτῶν μὴ κωλύειν, λεπτυντικῆς τε καὶ τμητικῆς ὄντα δυνάμεως, καὶ τοὺς παχεῖς χυμοὺς τέμνειν καὶ τὰς ὁδοὺς αὐτῶν, δι’

7

.

25

.

3

ὧν ἐκκενοῦνται, διοίγειν τε καὶ ἀναστομοῦν. δεῖ δὲ καὶ ὁμονοεῖν ἀλλήλοις τὰ μιγνύμενα καθαρτικὰ καὶ κατὰ μηδὲν στασιάζειν, ἡ δὲ στάσις αὐτῶν γινέσθω, οὐχ ὅταν 〈τὸ μὲν χολῆς, εἰ τύχοι, τὸ δὲ φλέγ‐ ματοσ〉 ᾖ κενωτικόν (ἀμφότερα γὰρ ἐκκενοῦσθαι δύναται κατὰ τὸν
5αὐτὸν τρόπον), ἀλλ’ ὅταν τὸ μὲν εὐθέως, τὸ δὲ μετὰ [ταῦτα] πολὺ τῆς προσφορᾶς πεφύκῃ κινεῖν τὴν κάθαρσιν· ἀνώμαλος γὰρ οὕτως ἡ κένωσις γίνεται, προσενεχθέντων ἅμα· λέγω δ’ ἀνώμαλον, ὅταν ἤδη παύεσθαι δοκούσης αὐτῆς ἀρχὴ πάλιν ἑτέρας κενώσεως γίνηται.

7

.

26

t

Ἐκ τῶν Ῥούφου· περὶ καθαρτηρίων.

7

.

26

.

1

Οὔτε πάντας τοὺς ὁπωσοῦν διακειμένους καθαρτέον οὔτε ἐν ἁπάσῃ ὥρᾳ, οὔτε ὅπῃ καὶ τύχοι. αὐτίκα τοὺς ὑγιαίνοντας καὶ μηδὲν περίτ‐ τωμα ἔχοντας οὐ χρὴ καθαίρειν· τί γὰρ δὴ καὶ ὄφελος οἰκεῖα ἀφαιρεῖν; ἀτὰρ καὶ σὺν πόνῳ ἄξεις· ἀντισπᾶν γὰρ δὴ ἀνάγκη, τὴν μὲν φύσιν

7

.

26

.

2

ὅτι χρηστὸν ἦν, τὸ δὲ φάρμακον κενοῦν ἐθέλον. ἐπὶ ταῖς μικραῖς οὖν ἐκκρίσεσι λειποθυμίας καὶ ἐκλύσεις καὶ ἀπορίας ἄλλας παρέξεις·

7

.

26

.

3

εἰ γὰρ καὶ ὁποσονοῦν κενώσεις, ἀλλ’ οἰκεῖόν γε ἀφαιρήσεις. εἰ δὲ τύχοι ὁ ἄνθρωπος φλέγματός τι ἔχων ἢ χολῆς ἢ καὶ ἄλλην τινὰ χυμῶν πλεονεξίαν, ἐνταῦθα εὐπετὲς μὲν καθαίρειν (δι’ ἀμφοτέρων γὰρ αἱ καθάρσεις, καὶ τῇ φύσει καὶ τῷ φαρμάκῳ), ῥᾷον δ’ αἰεὶ καὶ μᾶλλον

7

.

26

.

4

γίνεται καθαιρόμενον, ἅτε δὴ λυπηρὸν ἀπερχόμενον. πεφυλάχθαι δὲ καὶ τοὺς παχεῖς καὶ τοὺς φθινώδεις τὰς ἕξεις· οἱ μὲν γὰρ συντήκονται ταχύ, 〈οἱ〉 δ’ ὑπὸ τῆς λεπτότητος καὶ ὁποσονοῦν κενούμενοι βλάπτονται.

7

.

26

.

5

πεφυλάχθαι δ’ ὡρῶν μεταβολὰς ἐξαπιναίους, καὶ ὅσα ἄστρων ἐπιτολαὶ ἢ δύσεις τρέπουσι μειζόνως, Ἀρκτοῦρον λέγω καὶ Πλειάδα καὶ τροπὰς καὶ ἰσημερίας καὶ Κύνα· πρὶν γὰρ καταστῆναι καλῶς, κινεῖν οὐ συμ‐

7

.

26

.

6

φέρει. ἐν δὲ ταῖς κάτω φαρμακείαις αἱμορροΐδας τε φυλάττεσθαι καὶ γυναικεῖον ῥοῦν αἱματώδη, καὶ ὅσοι τεινεσμώδεις εἰσὶ καὶ διαρροϊκοὶ καὶ ἑλκοῦνται τὸ ἔντερον, καὶ ὅσοι ξηρὰς πάνυ τὰς κοιλίας ἔχουσιν.

7

.

26

7,8

τούτους δ’ εἴ τις ἀνάγκη καθαίρειν, κλυσμῷ προκενώσας κάθαιρε. ἐν

7

.

26

.

8

(2)

μὲν ταῖς κάτω φαρμακείαις πεφυλάχθαι ταῦτα· ἐν δὲ ταῖς ἄνω νοσή‐ ματα μὲν τὰς βῆχας καὶ τὰ ἄσθματα καὶ τὰ εἴσω ἕλκη, τὸ μὲν τοῦ πνεύμονος τὴν φθίσιν, τὸ δὲ τοῦ ἥπατος τὴν σύντηξιν, καὶ εἴ ποτε
5αἷμα πτύσας, ἀλλὰ νῦν φαίνοιτο ἔχειν κάλλιον (κίνδυνος γὰρ ἀναρρα‐ γῆναι τὴν φλέβα), καὶ ὅν τινα τῶν κατὰ γαργαρεῶνα 〈ἢ〉 φάρυγγα ἢ τράχηλον νοσημάτων ἐνοχλεῖν εἴθισται· πάντα γὰρ ταῖς ἄνω καθάρ‐ σεσι κωλύματά ἐστι, καὶ μάλιστα τῷ ἐλλεβόρῳ, καὶ προσέτι αἱ καρ‐

7

.

26

.

9

διαλγίαι καὶ τὸ μήτε ἂν κατασχεῖν σιτίον μήτε ἂν ἐξεμέσαι. ἰδέαν δὲ σώματος εἰς τὴν ἄνω κάθαρσιν πεφυλάχθαι τὴν κατεξυσμένην καὶ προ‐ μήκη μὲν κατ’ αὐχένα, βραχύνωτον δὲ κυφότητι· τοὐπίπαν γὰρ οὗτοι φυματίαι κατὰ θώρακα καὶ δύσπνοοι καὶ βηχώδεις, ὥστε ἐν τοῖς συν‐

7

.

26

.

10

τόνοις ἐμέτοις πνιγμοὺς καὶ πτύσεις αἱμάτων ἐπιγίνεσθαι. ἀτὰρ οὐδ’ οἱ ἄγαν πίονες τὰς ἄνω φαρμακείας εὐπετῶς δέχονται, οὐδ’ οἱ ἔκλευ‐ κοι, οὐδ’ οἱ κατακορεῖς παντάπασιν, οὐδ’ οἱ φοβεροὶ καὶ ἄθυμοι· καὶ γὰρ γνώμης ἰσχυρᾶς, εἴπερ τινὸς καὶ ἄλλου, δεῖ, ὥστε καὶ γυναῖκες
5διὰ τοῦτο καὶ παῖδες καὶ γέροντες οὐ πάνυ χρηστοὶ καθαίρεσθαι ἄνω·

7

.

26

.

11

δειλὸν γὰρ πᾶν τὸ γένος. τῇ δὲ γυναικὶ κίνδυνος καὶ σπασθῆναι τὴν

7

.

26

.

12

ὑστέραν καὶ διὰ τοῦτο ἄφωνόν τε καὶ ἀναίσθητον γενέσθαι. καθαίρειν δὲ τοὺς μὲν φλεγματίας ἄνω, τοὺς δὲ χολώδεις κάτω, καὶ μάλιστα οἷς μέλαιναν κενοῦν ἁρμόζει, καὶ διὰ φθινοπώρου μὲν καὶ ἦρος, ὅπῃ καὶ δοκεῖ συμφέρειν, χειμῶνος δὲ καὶ θέρους, εἴ τι κενοῦν προσαναγ‐
5κάζοι, χειμῶνος μὲν κάτω, θέρους δ’ ἄνω, καὶ τοὺς μὲν εἰς τοὐναν‐ τίον ἢ ῥέπει (τὸ γὰρ ἀντισπᾶν ἐν πολλοῖς ἄμεινον), τοὺς δέ, καθότι καὶ ῥέπει, μάλιστα ὅταν διὰ χωρίου τε συμφέροντος καὶ μετρίως ῥέπῃ·

7

.

26

.

13

τὰ δ’ ἄλλα ἐναντίως. κάλλιστον δὲ τῶν ὡρῶν πρὸς τὰς καθάρσεις τὸ ἔαρ, δεύτερον τὸ φθινόπωρον· καὶ γὰρ δὴ καὶ καθίσταται πολλάκις εἰς ἴσον τῷ ἦρι Πλειάδα, ὡς μήτε χαλεπῶς καθαρθῆναί τινας καὶ ἐν δέοντι τὰ τοῦ θέρους περισσώματα ἐκβάλλειν, πρὶν τὸν χειμῶνα ἐπελ‐

7

.

26

.

14

θόντα πῆξαι. διὰ τοῦτο δὲ καὶ τοῦ ἦρος καθάρσεις κάλλισται, ὅτι τὰ ἐν τῷ χειμῶνι ὑπογινόμενα περισσώματα ἐξάγουσι, πρὶν τὸ θερμὸν

7

.

26

.

15

κρατῆσαν ἀνασινῆσαί τε αὐτὰ καὶ ταράξαι. σημεῖα δὲ τοῦ χρῄζειν καθάρσεως ἴλιγγοι καὶ βάρη κεφαλῆς καὶ ὀδύναι ἐξαιφνίδιοι καὶ ὤτων ἦχοι συνεχεῖς καὶ δυσορασίαι καὶ τὸ ἀκούειν ἀμβλὺ καὶ τὸ ... νωθρῶς αἰσθάνεσθαι καὶ τὸ ὑπνῶδες καὶ τὸ ἄσιτον, καὶ ἢν πίνοντι τὸ χρηστὸν
5πικρὸν ἢ ὁπωσοῦν ἄλλως ἀηδὲς δοκῇ, καὶ αἱ παράλογοι τῆς γνώμης ἄσαι καὶ τὸ τέως μεμνημένον ἐπιλανθάνεσθαι καὶ παλμοὶ ἄλλοτε ἄλλῃ τοῦ σώματος ἐξαλλόμενοι καὶ ἐνύπνια συνεχῆ καὶ φοβερὰ καὶ ταρα‐ χώδη καὶ φρικῶδές τι ὑπὸ τῷ δέρματι καὶ ὀσφύος βάρος καὶ στρόφοι γαστρὸς καὶ τὸ μήτε ἐπιθυμεῖν σίτου μήτε ἐπιθυμήσαντα πέσσειν μήτε
10πέσσοντα ἀπολαύειν τῶν ἐπιθυμηθέντων καὶ ἡ κοιλία μὴ κατὰ λόγον τοῦ ἐδέσματος διαχωροῦσα καὶ οὖρον βραχὺ καὶ ναυτίαι καὶ στομάτων ὑγρότητος καὶ χροιὰ τῷ μὲν χολώδης, τῷ δὲ φλεγματώδης, τῷ δ’ ὑπομελαίνουσα παρὰ τὰ φύσει τῷ ἀνθρώπῳ καθεστηκότα καὶ τὸ ἐκ‐ λύεσθαι καὶ δυσπνοεῖν καὶ μὴ ῥᾳδίως κινεῖσθαι δοκοῦντά γε εὐσωμα‐
15τεῖν, καὶ ὅσα ἐξανθεῖ κατὰ δέρμα ἢ φυματίοις ἢ αὐτομάτοις ἕλκεσιν

7

.

26

.

16

ἢ τραχύτησιν ἢ ἐφήλει. ταῦτα πάντα, καὶ ὅσα τις ἄλλα ἐξευρίσκειν δύναται πλησμονῆς τε καὶ χυμῶν κακίας τεκμήρια, πρὸς τὰς καθάρσεις προτρέπει, καὶ εἴ τις ὑπερβάλλοιτο, οὐχ ὅσον οὔπω μέλλουσαν ἥξειν τὴν νόσον, ἀλλ’ ἤδη παροῦσαν ἰῷτο ἄν· πολὺ μὴν κάλλιον πανταχῇ

7

.

26

.

17

τὰ λυπηρὰ φθάνειν, εἰ δύναιο. νοσήμασι δ’ οἷς οἷα φάρμακα ἁρμόζει,

7

.

26

.

18

πρὸς ἑκάστῳ τῷ φαρμάκῳ εἰρήσεται. διαιτᾶν δὲ τὸν μὲν κάτω κενοῦσθαι μέλλοντα ἐνδεέστερον, μὴ μὴν πολλῷ γε, ἀλλ’ ὥστε ταχὺ μὲν πεφθῆναι τὸ δοθὲν σιτάριον, κόπρον δ’ ἐν τῷ ἐντέρῳ μὴ πολλὴν γενέσθαι· τοῦτο γὰρ καὶ ὀδυνᾷ τὴν γαστέρα καὶ ἐμέτους κινεῖ, ὅταν
5τὸ φάρμακον ἕλκον πρὸς αὑτὸ διαχωρεῖν κωλύηται· διόπερ οὐκ ἄπο τρόπου καὶ μαλακωτέραν πρὸ τοῦ φαρμάκου τὴν γαστέρα ποιῆσαι τῇ τε μαλάχῃ καὶ τῷ τεύτλῳ καὶ τῷ λαπάθῳ καὶ τῷ ζωμῷ τῶν κογχα‐ ρίων, καὶ εἰ δή τινι ἄλλῳ, οἷα ἄλλα πολλὰ ἐξευρήκασιν ἕτεροι ἕτερα

7

.

26

.

19

αὑτοῖς ἁρμόζοντα· εἰ δὲ μή, ἀλλὰ κλυσμῷ κενωτέον μαλακωτέρῳ. τοῖς δέ γε καὶ πᾶν τῆς προτεραίας τὸ σιτίον ἀφελεῖν ἁρμόζει, τοῖς φλεγ‐ ματωδεστέροις· τούτοις δὲ καὶ ἐμέσαι πρὸ τῆς καθάρσεως οὐ κάκιον· εἰ γάρ τι καὶ ἄλλο τῇ γαστρὶ ἐμποδών ἐστι μὴ καλῶς διαχωρεῖν, καὶ
5φλέγμα πλεῖον· διὸ καὶ τοῖς φλεγματίαις οὐ πάνυ τὰς κάτω καθάρσεις ἐπαινῶ. ἔστι μὴν ὅτε τῇ νόσῳ οὕτως ἁρμόζει· καὶ γὰρ κεφαλῆς βάρος καὶ ὀδύνην ὀφθαλμῶν καί τινα ἐπίληπτον καί τινα ἰλιγγιῶντα καὶ τῶν ὑδερεωδῶν τοὺς πολλοὺς καὶ τῶν ἀρθρικῶν καὶ εἰς ἄλλας νόσους συνήνεγκε καθᾶραι κάτω, καὶ ὅντινα δεῖ μὲν καθαίρειν ἄνω, κωλύει
10δὲ τὰ εἰρημένα, καὶ τούτῳ, κἂν φλεγματίας ᾖ, ἀναγκαία ἡ κάτω κάθαρσις· μόνον ταῖς διαίταις εὐτρεπίζειν. ἐγὼ δὲ καὶ φάρμακα γράψω, οἷα καὶ μάλιστα συμφέρει καθαίρεσθαι τῷ φλεγματίᾳ κάτω χρῄζοντι.

7

.

26

.

20

ἐπεὶ δὲ καὶ παρὰ τὴν φύσιν τοῦ ἐντέρου τοῖς μὲν δυσχερῶς, τοῖς δὲ ῥᾳδίως διαχωρεῖται, καλῶς ἂν ἔχοι μηδὲ τούτων ἄπειρον εἶναι τὸν μέλλοντα ὀρθῶς καὶ ἄνω καὶ κάτω καθαίρειν· πέφυκε γὰρ ἡ κοιλία κατὰ φύσιν τῷ ἀνθρώπῳ τὸ στόμα κατεστραμμένον ἔχουσα ἐν τῷ δεξιῷ
5πρὸς τὴν ῥάχιν εὐρύτερον ἢ τοῖς ἄλλοις ζῴοις· ἐντεῦθεν δὲ στενώ‐ τερον γίνεται, εἶτα ὑποδύνει τὸ μεσάραιον, καὶ ἐφεξῆς μέχρι τῆς ἀρχῆς

7

.

26

.

21

τοῦ κώλου. οὗτοι μὲν οὖν τῶν σιτίων κενοῦνται ῥᾳδίως· οἷς δέ γε ἀνωτέρω νεύει τὸ στόμα ἢ στενώτερον τοῦ καιροῦ ἐστιν ἐξ ἀρχῆς τε οὕτω πεφυκὸς καὶ διά τινα φλεγμονὴν ἢ σκληρῶν φυμάτων καὶ ἀνεκ‐ πυήτων πιεζόντων ἤ τισιν ἄλλοις ἐμφράγμασι, τούτοις μὲν οὖν καταβαίνει

7

.

26

.

22

μὲν τὰ σιτία δυσχερῶς, ὑποπάλλει δ’ εὐπετῶς. σημεῖα τῶν μὲν γὰρ ἀπὸ γενεᾶς· ἐμέσαι μὲν καὶ διὰ παντὸς ῥᾴδιοι, κάτω δὲ διαχωρεῖν ἐργώ‐ δεις, καὶ ἐπὶ πλεῖστον μὲν αἰσθάνονται μένοντος ἐν τῇ κοιλίᾳ τοῦ σιτίου, φυσώδεις δὲ τὰ ἄνω μᾶλλόν εἰσι, καὶ πολλῷ τινι εὐογκότεροι
5τὰ ὑπὲρ ὀμφαλόν· φυλακτέοι οὖν κάτω φαρμακεύεσθαι πάντες οὗτοι.

7

.

26

.

23

οἷς δ’ ἐκ παθημάτων τὸ στόμα τῆς κοιλίας στενόν ἐστι, συμπίπτει μὲν τὰ ὅμοια, λυομένων δὲ τῶν παθῶν ἀνὰ χρόνον, καὶ τὰ συμπτώματα λύεται· οὔκουν ἀεὶ ὡσαύτως ἔχουσι περί τε πέψιν καὶ ἐρευγμοὺς καὶ διαχώρησιν· οὔκουν οὐδὲ πρὸς τὰς κάτω καθάρσεις διὰ παντὸς ὡσαύ‐

7

.

26

.

24

τως ἔχουσιν. ὁποῖα δὲ περὶ τῆς ἄνω κοιλίας εἴρηται, τοιαῦτα προσ‐ δοκᾶν καὶ περὶ τῆς κάτω· καὶ γὰρ οὖν καὶ ἡ κάτω κοιλία ἀρχομένη μὲν κατὰ φύσιν εὐρυκοίλιός ἐστι, τελευτῶσα δὲ στενωτέρα γίνεται, καὶ μάλιστα ἐν τοῖς ἀριστεροῖς, καθ’ ὃ μέρος τῷ σπληνὶ προσείληπται.

7

.

26

.

25

ἔνθεν δ’ ἄρχεται αὕτη, προσπέφυκεν αὐτῇ τὸ καλούμενον τυφλὸν ἔν‐ τερον, κεῖται δ’ ἐν τῇ λαγόνι τῇ δεξιᾷ, καθ’ ὃ μὲν ἄρχεται αὐτό,

7

.

26

.

26

εὐρυκοίλιον, ἀεὶ δὲ καὶ μᾶλλον στενούμενον, τυφλὸν ἐξ ἄκρου. εἰ δὲ καὶ τοῦτο τὸ ἔντερον φύσει τε καὶ διά τινα νόσον μὴ ἐφ’ ὅσον χρὴ διεστήκοι, πολλὴ ἀνάγκη ἄνωθεν μὲν ταχύτερον ὑπέρχεσθαι τὰ σιτία, αὐτοῦ δ’ ἐνισχόμενα στρόφους καὶ φῦσαν καὶ βορβορυγμοὺς καὶ βάρη
5παρέχει, ἔστε ἂν ἐμπέσῃ κατὰ σμικρὰ εἰς τὸ κῶλον ἔντερον· ἐντεῦθεν

7

.

26

.

27

δ’ ἤδη πρὸς τὴν διαχώρησιν εὐπετέστερον περαιοῦται. πάλιν οὖν τὰ μὲν τῇ φύσει διὰ παντὸς ὡσαύτως γίνεται, τὰ δ’ ἔκ τινων ἀρρωστη‐ μάτων, καθότι ἐκεῖνα καὶ ἐπιτείνει καὶ λύεται, καὶ αὐτὰ οὕτως ἔχει, καὶ χρὴ φυλάσσεσθαι τὰ μὲν τῇ φύσει διὰ παντός, τὰ δὲ διὰ τὰς
5νόσους ἐφ’ ὅσον αἱ νόσοι κωλύουσιν· κίνδυνος γὰρ ἐπὶ ταῖς τούτων φαρμακείαις μείζων ἢ οἷς τὸ στόμα τῆς γαστρὸς οὐ παρίησι καλῶς τὸ
περίσσωμα, τῷ καὶ διὰ πλείονος καὶ διὰ χωρίων εἰς ἔμετον ἀήθων

7

.

26

.

28

παλινδρομεῖν. πονοῦσι δ’ οἱ περὶ τὴν ἀρχὴν τοῦ κώλου μὴ διαδι‐ δόντες τὰ σιτία κατὰ τὴν δεξιὰν λαγόνα μειζόνως· ἐντεῦθεν γὰρ ἀρ‐ ξάμενον τὸ κῶλον παραφέρεται πρὸς τὰ ἀριστερὰ ὑπὲρ τοῦ ὀμφαλοῦ· ἐν δὲ τοῖς ἀριστεροῖς κατακάμψαν ὑποδύεται τοῖς λεπτοῖς ἐντέροις·

7

.

26

.

29

εἰκότως οὖν οἱ πόνοι ταύτῃ διασημαίνουσι μᾶλλον. περὶ δὲ τῶν ἄνω καθάρσεων, καὶ μάλιστα τῶν διὰ τοῦ ἐλλεβόρου, καθ’ αὑτὰ ἐφεξῆς

7

.

26

.

30

εἰρήσεται καὶ ἡ δίαιτα καὶ τἄλλα πάντα. χρὴ δ’ οὐδενὸς ἧσσον ἱστο‐ ρηκέναι τὸν ἰατρὸν καὶ ὁπόθεν ἂν κάλλιστον λάβοι τὸ φάρμακον· οὐ γὰρ πάντα πάντῃ κάλλιστα φύεται, ἀλλὰ σκαμμωνία μὲν ἐν Κολοφῶνι τῆς Ἰωνίας καὶ ὑπὸ τῷ Μυσίῳ Ὀλύμπῳ, θαψία δ’ ἔν τε Σικελίᾳ καὶ
5Λιβύῃ, ἐλατήριον δέ, ὁ χυλὸς τοῦ σικύου, ἐν Κυρήνῃ, ἐπίθυμον δ’ Ἀθήνησι καὶ Ἰσθμοῖ, περὶ δὲ Καρίαν ὁ Κνίδιος κόκκος, ὅθεν δὴ καὶ ἔσχε τοὔνομα, τῶν ἐκ Κνίδου Ἀσκληπιαδῶν μάλιστά τε καὶ πλείστῳ χρωμένων· οἱ δ’ αὖ ἐλλέβοροι 〈κάλλιστοι μὲν ἀμφότεροι〉 ἔν τε τῇ Οἴτῃ 〈καὶ〉 ἐν Ἀντικύρᾳ, ὁ δὲ δὴ μέλας οὐ πονηρὸς κἀν τῇ Λυγκη‐
10στίδι καὶ ὑπὲρ τὴν Ἀσκανίαν λίμνην καὶ ἐν τῷ Παρνασσῷ καὶ ἐν Αἰτωλίᾳ, ὡς ὅ γε λευκός, ὅποι φύοιτο ἄλλῃ, κάκιστος· φύεται δ’ ἔν τε τῇ Ἀρμενίων καὶ παρὰ ποταμὸν Σαγάριον, ᾗ νῦν Γαλάται νέμονται.

7

.

26

.

31

πάντα οὕτως σκεπτέον, ὅπῃ τε φύεται κάλλιστα καὶ ὅπῃ τέμνεται. μέγα γὰρ καὶ τόδε· τέμνειν τε ἐν τῷ καιρῷ καὶ σκευάζεσθαι αὐτά, καθὼς ἐν ταῖς ῥιζοτομίαις ὑπὲρ αὐτῶν εἴρηται· νῦν δὲ τοσοῦτον ἐξ‐ αρκεῖ παρακεκληκέναι τὸν ἰατρὸν μηδενὸς τῶν εἰς τὴν τέχνην ἀμελεῖν.

7

.

26

.

32

μέτρον δὲ τῶν ἐλατηρίων, ὃ καὶ ἐμοὶ μέτρον ἐστὶ καὶ σοὶ καὶ ἄλλῳ τὸ αὐτό, οὐ δύναμαι εἰπεῖν· οὐ γὰρ ἔστιν ἐν πᾶσι τοῖς ἀνθρώποις, ἀλλά σε χρὴ τὸ ἑκάστου μέτρον εἰδέναι· πάντα γάρ, καὶ σῶμα καὶ δίαιτα καὶ ὥρα καὶ κοιλίας φύσις καὶ ἰσχὺς φαρμάκου καὶ χυμῶν
5δυνάμεις μέγα διαφέρει, καὶ εἰς τὸ ῥᾳδίως καθαρθῆναί τινα καὶ εἰς τὸ δυσχερῶς καὶ εἰς τὸ μηδὲ παράπαν καθαρθῆναι ὑπὸ τοῦ πλείονος φαρμάκου καὶ ὑπὸ τοῦ ἴσου· τῷ δέ τινι καὶ τὸ ἔλασσον ἤρκεσεν εἰς

7

.

26

.

33

τὴν κάθαρσιν. ὡς οὖν ἔπος εἰπεῖν, τὰ τῶν πολλῶν μέτρα εἰρήσεται, ᾗ νομίζω μάλιστα μήτε ἂν ἀπολειφθῆναί τινα τοῦ αὐτάρκους μήτε ἂν ὑπερβάλλειν· εἰ δὲ μέγα ποτὲ τὸ διαφέρον εὑρεθείη, οὐκ ἐγὼ τοῦτο ἐξήμαρτον, ἀλλ’ ἡ φύσις τοῦ ἀνθρώπου οὐκ εἰς τὸ αὐτὸ ἀπήντηκεν.

7

.

26

.

34

ὅσα μὲν δὴ ἄμεινον προειπεῖν εἰς ἅπασαν τὴν τῶν καθαιρόντων τέχνην, εἴρηται· τὸ δὲ μετὰ τοῦτο δὴ ἐροῦμεν, καὶ ὅπου καθαίρει ἕκαστον καὶ ὁποῖα ἄττα· κἀνταῦθα δ’ ἀρκεῖ τὸ ἐπίπαν εἰπεῖν κατὰ πάντας· οὐδὲ γὰρ οὐδέν ἐστι τῶν τοιούτων ἢ ὅτι ὀλίγιστον, εἴ γε δὴ καὶ ἐλλέ‐
5βορος, ὅσπερ οὖν καὶ πεπίστευται σαφέστατα καθαίρειν ἄνω, ἔστιν οἷς καὶ κάτω παρακινεῖ· τὰ μὲν γὰρ κατωτερικὰ καὶ πάνυ πολλοῖς ἐμέτους προσίστησι, καὶ μάλιστα οἷς ὁ πυλωρὸς τῆς γαστρὸς οὐκ ἔστιν εὔρους.

7

.

26

.

35

καὶ πλῆθος δὲ τοῦ φαρμάκου καὶ ὀλιγότης εἰς ἐμέτους ὁρμᾷ· τὸ μὲν γὰρ τῷ πολλὰ καὶ ἀθρόα ἕλκειν μέρος τι καὶ ἄνω ὑπερβάλλει, τὸ δὲ

7

.

26

.

36

μὴ δυνάμενον δι’ ὀλιγότητα περαιωθῆναι κάτω. καὶ στομάχου δ’ ἀρρωστία καὶ τὸ πρὸς τοὺς ἐμέτους σύνηθες καὶ χυμὸς φλεγματώδης πολὺς καὶ οἷς ἀπὸ τῆς χολῆς ἀπέσχισται πρὸς τὴν γαστέρα, πάντα ταῦτα ἐν ταῖς φαρμακείαις ἐμέτους κινεῖ· διόπερ τὸ ἐπίπαν ῥηθῆναι

7

.

26

.

37

ὑπὲρ αὐτῶν ἐξαρκεῖ. κάτω μὲν οὖν καθαίρει μέλας ἐλλέβορος καὶ αἱ ῥίζαι καὶ τὸ σπέρμα αὐτοῦ· καθαίρει δὲ καὶ κόκκος Κνίδιος καὶ πιτυ‐ οῦσσα καὶ ἀκτὴ καὶ λινόζωστις καὶ πολυπόδιον καὶ ἶρις καὶ σικυωνία καὶ φακοειδές (οἱ δ’ ἔμπετρον καλοῦσιν) καὶ πέπλιον (οἱ δ’ ἀνδράχνην
5καλοῦσιν) καὶ πέπλις (οἱ δὲ συκῆν, οἱ δὲ μήκωνα ἀφρώδη καλοῦσιν) καὶ ἀλόη καὶ ἱπποφαὲς καὶ ἱππόφαιστον καὶ κληματὶς καὶ πυκνόκοκκον καὶ ἄμπελος ἀγρία καὶ ἄμπελος χειρώνιος (οἱ δὲ βρυωνίαν καλοῦσιν) καὶ θύμον καὶ ἐπίθυμον καὶ ἀμάρακος καὶ ὀρίγανος ἢ κονίλη καὶ μήκων παράλιος ἡ τὰ κέρατα ἔχουσα καὶ μήκων ῥοιὰς καὶ σικύου τοῦ ἀγρίου
10ῥίζα καὶ σκορπίουρον καὶ σησαμοειδὲς τὸ λευκὸν καὶ τιθύμαλλος ἡλιο‐ σκόπιος καὶ τιθύμαλλος κυπαρισσίας καὶ τιθυμαλλίς (καλεῖται δὲ καὶ παράλιος τιθύμαλλος) καὶ χαμελαία καὶ κράμβη θαλασσία καὶ λαθυρὶς καὶ ἀγαρικὸν καὶ εὐφόρβιον καὶ λυχνὶς ἀγρία καὶ κνίκος καὶ σκαμ‐ μωνία· χωρὶς δὲ τούτων καὶ τοῦ χαλκοῦ ἡ λεπὶς καὶ τοῦ χαλκοῦ

7

.

26

.

38

ἄνθος. ἄνω δὲ καθαίρει ἐλλέβορος λευκὸς καὶ σησαμοειδὲς τὸ μέγα (καλοῦσι δ’ αὐτὸ Ἀντικυρεῖς Ἀντικυρικὸν ἐλλέβορον, ἔστι δ’ ἐγγυτάτω τὴν ἰδέαν τῷ ἠριγέροντι)· καθαίρει δ’ ἄνω καὶ ἀγρία σταφὶς καὶ νάρ‐ κισσος καὶ σπάρτος καὶ βολβὸς καὶ σίλλυβον καὶ σικύου ἡμέρου ῥίζα
5καὶ τὸ σπέρμα τοῦ σικύου καὶ ὁ φλοιὸς καὶ ῥαφανῖδος σπέρμα καὶ

7

.

26

.

39

δάφνης φύλλα· χωρὶς δὲ τούτων ἰός, χαλκανθές. τὰ δ’ ἀμφίβολα δαφνοειδές (οἱ δ’ εὐπέταλον ὀνομάζουσιν), θαψία, ἐλατήριον, κρότων (ἔνιοι δὲ Κύπριον σέσελιν ὀνομάζουσιν, Αἰγύπτιοι δὲ κῖκι), τιθύμαλλοι
οἱ μείζους· εἰσὶ δὲ χαρακίας (τοῦτον, ὡς ἐν βοτάναις καλεῖν, ἄρρενα
5καὶ ἕτερον θῆλυν, ὃν μυρτίτην καλοῦσιν· φέρει δὲ καρπὸν καρύῳ μάλιστα ὅμοιον) καὶ ἄλλος πλατύφυλλος· οὗτοι οἱ τιθύμαλλοι καθαί‐ ρουσιν ἄνω καὶ κάτω, καὶ προσέτι ἡ ἄπιος· ἔστι δ’ ἡ ἰδέα τῆς ἀπίου οἷος ὁ ἡλιοσκόπιος τιθύμαλλος, πλὴν ὅσα τῇ ῥίζῃ ἀπίου καρπῷ ἔοικεν.

7

.

26

.

40

περὶ τούτων πάντων εἰρήσεται νῦν, οἷά τε ἄγει ἕκαστον καὶ οἷς νοσή‐

7

.

26

.

41

μασιν ἁρμόζει, καὶ μέτρον ἄν τις στοχασθείη αὐτάρκως. μέλας ἐλλέ‐ βορος καθαίρει κάτω χολώδη καὶ φλεγματώδη· διδόναι δεῖ τοῖς κατὰ

7

.

26

.

42

νεῦρα νενοσηκόσι καὶ τοῖς μαινομένοις. λέγουσι δὲ καὶ Μελάμποδα τὸν Ἀμυθάονος τούτῳ καθᾶραι τὰς θυγατέρας τοῦ Προίτου μανείσας,

7

.

26

.

43

ὅθεν δὴ καὶ τὴν ἐπωνυμίαν μελαμπόδιον ἔσχε καλεῖσθαι. Ἱπποκρά‐ της δὲ καὶ τῶν πλευριτικῶν τοὺς καταρρόπους ἐν τοῖς πόνοις ἐκάθαιρε τούτῳ, ποτὲ μὲν καθ’ αὑτὸν διδοὺς τὸν ἐλλέβορον, ποτὲ δὲ πεπλίῳ

7

.

26

.

44

συμμίσγων, καὶ ἐπῄνει σφόδρα. ἔστι δὲ καὶ σκαμμωνίας ὀπῷ κεραν‐

7

.

26

.

45

νύντα καθαίρειν καλῶς. ὅσα δὲ βούλει πραότερον καθῆραι, μόνον διδόναι τὸν ἐλλέβορον· οὐ γάρ ἐστιν αὐτῷ κατὰ τοὔνομα ἡ ἰσχύς.

7

.

26

.

46

ἐξαρκεῖ οὖν καὶ κόψαντα ξηρῶν τῶν ῥιζῶν ἐπιπάσαι γλυκεῖ οἴνῳ ἢ ὀξυμέλιτι ὅσον δραχμὰς δύο καὶ ἑψήσαντα ἐν φακῇ ἢ ἐν πτισάνῃ ἢ ἐν ζωμῷ ὄρνιθος ῥοφῆσαι· τῆς δὲ σκαμμωνίας μίσγειν ὅσον τριώβολον

7

.

26

.

47

πρὸς δραχμὴν τοῦ ἐλλεβόρου. τὸ δὲ σπέρμα αὐτοῦ ἐστι μὲν οἷον κνίκος· καλεῖται δὲ καὶ τοῦτο σησαμοειδές· ἄγει δ’ ὅμοια ταῖς ῥίζαις,

7

.

26

.

48

ἀλλ’ ἰσχυρότερον. πλῆθος δὲ καὶ τοῦ σπέρματος μὴ πολὺ ἀπολεῖπον

7

.

26

.

49

δραχμῶν δύο προσφέρειν ἐν μελικράτῳ. ἄμεινον δὲ καὶ ταῖς ῥίζαις καὶ τῷ σπέρματι προσμίσγειν ἀνήσου καὶ πετροσελίνου καὶ δαύκου καί

7

.

26

.

50

τινος ἄλλου τῶν ὁμοίων ὥσπερ 〈χάριν〉 ἡδύσματος. ὁ δὲ Κνίδιος κόκκος καθαίρει μὲν φλέγμα καὶ χολὴν καὶ ὑδατώδη πολλά· ἔστι δὲ πυρώδης καὶ ὀξύτατος καθῆραι .... ὅσον κόκκοι λ· εἰ δὲ πραότερον

7

.

26

.

51

ἐθέλοις, κ. ἀφελεῖν δὲ τὰ περικάρπια καὶ διδόναι τὰ ἐντὸς τρίψας μετὰ μέλιτος καὶ ἀλφίτου ἢ ἐν μελικράτῳ πιεῖν· ἄμεινον δ’ εἰ μετ’

7

.

26

.

52

οἴνου πίνοις. ἐπὶ δὲ τῇ πόσει βραχὺ ἐλαίου ἐπιρροφῆσαι, ὡς μὴ

7

.

26

.

53

καίειν τὴν φάρυγγα. λαμβάνειν δὲ καὶ μέλιτι ἑφθῷ περιπλάσσων

7

.

26

.

54

κεκομμένους τοὺς κόκκους. δοκεῖ δὲ πλέον συμφέρειν γυναιξὶν ἢ ἀν‐ δράσιν· καὶ γάρ τινι χωρὶς τῆς ἄλλης καθάρσεως ἐφ’ ὑστέραν ἤγαγεν.

7

.

26

.

55

καὶ ἄλλως ἁρμόζει τῇ φύσει· διὸ καὶ τοῖς ὑδερώδεσιν οὐ πονηρῶς
δίδοται, καὶ ὅσοι ψυχροτέρας τὰς κοιλίας ἔχουσι, καὶ τοῖς ἐπιλήπτοις καὶ τοῖς παραπλῆξι καὶ τοῖς ἀρθριτικοῖς, καὶ τὰ ῥεύματα τῆς κεφαλῆς ἐπιξηραίνει· ἔστι δὲ σπέρμα τοῦ κνεώρου· καλοῦσι δὲ καὶ κνῆστρον καὶ

7

.

26

.

56

λίνον καὶ θυμελαίαν τὸν θάμνον. δύναμις δὲ καὶ τοῖς φύλλοις ἡ αὐτή, ἀλλ’ ἀσθενεστέρα· χρὴ δὲ ξηράναντας μετὰ μέλιτος διδόναι πλῆθος

7

.

26

.

57

ὀξυβάφου· ἄγει δ’ ὑδατωδέστερα. τὸ δ’ ἄλλο κνέωρον, ᾧ καὶ Ἀθηναῖοι χρῶνται 〈ἐν〉 μυστηρίοις, οὐδὲν μὲν τούτῳ ἔοικεν, οὔτε τὸν καρπὸν

7

.

26

.

58

... δύναται δ’ ἡσυχῇ μαλάσσειν. καὶ ἡ πιτυοῦσσα δὲ καθαίρει φλέγμα καὶ χολήν, ἔστι δ’ ὅτε καὶ ὑδατώδη· συμφέρει δ’ οἷς τε ὁ κόκκος, καὶ

7

.

26

.

59

ἢν ἄλλως βουληθῇς πλῆθος κενῶσαι κάτω. ἔστι δ’ ἰσχυρότατον μὲν ὁ

7

.

26

.

60

ὀπὸς τῆς πιτυούσσης, δεύτερον τὸ σπέρμα, τρίτον ἡ ῥίζα. τοῦ μὲν δὴ ὀποῦ ἐξαρκεῖ ὅσον τριώβολον μελικράτῳ διέντας πίνειν, τοῦ δὲ σπέρ‐

7

.

26

.

61

ματος ὅσον δραχμήν, τῆς δὲ ῥίζης διπλάσιον ἢ τοῦ σπέρματος. ἡ δ’ ἀκτή· εἰσὶ δὲ δύο, ἡ μὲν δενδρώδης, ἡ δὲ χαμαιζήλη, καθαίρουσιν

7

.

26

.

62

ἀμφότεραι φλεγματώδη καὶ ὑδαρῆ κάτω. δύναμις δ’ αὐταῖς οὐχ ὥσπερ

7

.

26

.

63

τοῖς πολλοῖς τῶν καθαιρόντων θερμή, ἀλλά τι καὶ ψυχροτέρα. χρὴ δὲ τῆς ῥίζης ἑψῶντα ἐν οἴνῳ διδόναι τοῖς ὑδεραιώδεσι πολλάκις· ἄγει

7

.

26

.

64

γὰρ ἐπὶ γαστέρα. καὶ τὸν καυλὸν δὲ τὸν ἁπαλὸν εἴ τις ἑψήσας ὡς λάχανον ἐσθίοι, τὰ μέτρια καθαρθήσεται, φαγεῖν δ’ οὐχὶ ἡδὺς εἰς ἅπαν.

7

.

26

65,66

ἡ δὲ λινόζωστις ἐγγύτατα μὲν τῆς ἀκτῆς καθαίρει, καὶ ἡ θήλεια καὶ ἡ

7

.

26

.

66

(2)

ἄρρην, χολωδέστερα δέ· εἰ μὲν οὖν ἑψήσας ἁπαλῶν τῶν φύλλων ἐσθίοις,

7

.

26

.

67

ἐκκοπροῖ τε ἱκανῶς καὶ σμικρὰ τῶν ἐγγύθεν συνεφέλκεται. εἰ δὲ τὸ

7

.

26

.

68

ἀφέψημα κεράσας οἴνῳ πίνοις, τοῦτο ἰσχυρότερον. ἁρμόζει δὲ τῷ τε ἐφ’ ἡμέρᾳ κενωθῆναι χρῄζοντι καὶ ἔτι πυρεταίνοντι μὴ διαχωροῦντι καὶ πρεσβύτῃ καὶ παιδίῳ καὶ γυναικί, καὶ μᾶλλον γυναικί· πρὸς γὰρ

7

.

26

.

69

τῷ διαχωρεῖν ... πολυπόδιον δ’ ἄγει μὲν φλέγμα καὶ χολὴν καὶ ὑδατώδη· διδόναι δὲ τῆς ῥίζης ὅσον δραχμὰς δύο, ἐπιξύων μελικράτῳ

7

.

26

.

70

ἢ ὕδατι. κάκιον δ’ οὐδὲν καὶ ἐπὶ τάριχος ξύσαντα φαγεῖν πρὸ τοῦ

7

.

26

.

71

ἀρίστου. καθαίρει δὲ καὶ ἐν πτισάνῃ καὶ ἐν ζωμῷ ὄρνιθος ἡ ῥίζα ἑψηθεῖσα οὐ λυπηρῶς, καὶ εἴη ἂν ὡραία μὲν κάθαρσις καὶ μάλιστα μειρακίοις αὐτάρκης· πρὸς δὲ τὰς νόσους οὐδὲν μέγα οὕτω καθαίρειν.

7

.

26

.

72

ἡ δ’ ἶρις ἄγει μὲν φλεγματώδη καὶ ὑπόμυξα καὶ χολώδη· εἰ δὲ πλεῖον τοῦ μετρίου διδοίης, καὶ αἱματώδη καὶ μέλανα, ὥστε μέτριον ἀρκεῖ

7

.

26

.

73

κύαθος καθῆραι· πάνυ δ’ ἐστὶ στομάχῳ δυσχερές. τῆς δὲ ῥίζης διδόναι δραχμὰς τρεῖς [καὶ] μετὰ μελικράτου τοῖς τε σπληνικοῖς καὶ τοῖς ἀμ‐ φημερινῷ καὶ τεταρταίῳ πυρέσσουσι καὶ τοῖς δυσπνόοις καὶ τοῖς βη‐

7

.

26

.

74

χώδεσι καὶ τοῖς κωλικοῖς. σικυωνία δὲ καθαίρει φλέγμα καὶ χολὴν ἄκρατον· διδόναι δ’ ὅσον δραχμὴν μίαν τῆς ἐντεριώνης ἐν μελικράτῳ· πραότερον δὲ καθῆραι βουλόμενος τὸ μὲν σπέρμα τῆς σικυωνίαις ἐκ‐ βάλλειν, ἐγχέας δ’ οἴνου γλυκέος εἰς τὸν φλοιὸν ἑψεῖν ἐπὶ μαλακῆς

7

.

26

.

75

τέφρας, ἔστε ἂν καλῶς θερμανθῇ. τοῦτο διδόναι πίνειν οἷς τε ἄγειν

7

.

26

.

76

οὐκ ἰσχυρῶς δεῖ, καὶ οἷς κατὰ δέρμα ἐξανθήσεις πελιαὶ γίνονται. τὸ δὲ σύμπαν σικυωνία συμφέρει ἄσθματι, πλευρῶν πόνοις, χρονίαις κε‐

7

.

26

.

77

φαλαλγίαις, ἰλίγγοις, ἀμβλυωπίαις. ἔστι δὲ πικρότατον μέν, ἀλλ’ εἰς

7

.

26

.

78

ὕστερον εὐσιτοτέρους παρασκευάζει. φακοειδὲς δ’ ἄγει μὲν ὑδατώδη καὶ φλεγματώδη καὶ χολώδη· ἀρκεῖ δὲ πλῆθος δραχμῶν δύο μελικράτῳ

7

.

26

.

79

ἐπιπάσσοντα πίνειν. πέπλος δὲ καὶ πέπλιον ἐγγυτάτω μὲν τὴν ἰδέαν

7

.

26

.

80

ἀλλήλων ἐστόν. καθαίρει [τὸν] δὲ φλεγματώδη καὶ χολώδη μετὰ φυσῶν κάτω πλῆθος τοῦ σπέρματος ὅσον ὀξύβαφον ἐν μελικράτῳ· καὶ τὰ

7

.

26

.

81

φύλλα δὲ ξηρανθέντα καθαίρει πράως. ἡ δ’ ἀλόη ὀξὺ μὲν καθῆραι οὐκ ἔστι, στομάχῳ δ’ εὐμενέστατον ἴσα καὶ ἀψινθίῳ· ἀρκεῖ δ’ ὅσον

7

.

26

.

82

δραχμὰς δύο μετὰ μελικράτου πιεῖν. ἄγει δὲ φλέγμα καὶ χολήν.

7

.

26

.

83

ἀγαθὸν δὲ καὶ ἢν ἐφ’ ἡμέρᾳ λαμβάνῃς ἀπὸ δείπνου· διαχωρεῖ γὰρ καὶ

7

.

26

.

84

τὰ σιτία οὐκ ἀφανίζει· πρὸς δὲ καὶ ἄδιψόν ἐστι καὶ εὔσιτον. τρίψαντα 〈δ’〉 ἐν χυλῷ κράμβης ἢ λαπάθου πλάσαι τὰ μὲν ἡλίκα ἐρεβίνθους, τὰ δὲ κυάμοις ἴσα, καὶ τούτων λαμβάνειν καὶ δύο καὶ τρία, ὅπως καὶ

7

.

26

.

85

χρῄζῃς κενοῦσθαι. ἐπιτήδειον δὲ καὶ μετὰ ῥητίνης καταπότιον σκευα‐ σθὲν καὶ μεθ’ ἑφθοῦ μέλιτος, καὶ μάλιστα οἷς ἐστιν ἡ πικρία δύσφορος.

7

.

26

.

86

καλῶς δ’ ἄν που καὶ σκαμμωνίᾳ μίσγοιτο καὶ ἄλλῳ τινὶ τῶν καρδιο‐

7

.

26

.

87

βόλων. νοσήμασι δὲ συμφέρει πυρετοῖς τε ἀμφημερινοῖς καὶ ἰκτέρῳ καὶ ἥπατος πόνῳ καὶ ἀποσιτίαις καὶ ἀπεψίαις, καὶ οὐχ ἧσσον γυναιξὶν

7

.

26

.

88

ἢ ἀνδράσιν. εἰ δὲ μὴ πικρίᾳ ὑπερέβαλλε, καὶ παιδίοις ἦν ἂν κάλλι‐ στον, ἀλλὰ τῶν ἐπὶ τοσοῦτον πικρῶν οὐκ ἐθέλει παιδίον γεύεσθαι.

7

.

26

.

89

ἱπποφαὲς δὲ καὶ ἱππόφαιστον καθαίρει φλέγμα καὶ χολὴν καὶ ὕδωρ,

7

.

26

.

90

πλέον δὲ τὸ ἱππόφαιστον τὰ ὑδατώδη. διδόναι δὲ τῷ τε ἐπιληπτικῷ καὶ τῷ παραπλῆγι χεῖρα 〈ἢ〉 σκέλος καὶ τῷ ἐπιλανθανομένῳ καὶ τῷ
δυσπνόῳ καὶ τῷ ὀρθοπνοϊκῷ, καὶ ὅσοις παλμοὶ ἄλλοτε ἄλλῃ τοῦ σώ‐ ματος συνεχεῖς γίνονται· μᾶλλον δὲ καθῆραι βουλόμενος τοῦ ὀποῦ, εἰ
5μὲν καθ’ αὑτόν, ὀβολοὺς τρεῖς, εἰ δὲ τοῦ σὺν τῷ ὀρόβῳ σκευαζομένου,

7

.

26

.

91

δραχμὴν μίαν ἐν μελικράτῳ. ἡ δὲ κόμη καὶ ἡ ῥίζα ξηρὰ κεκομμένα ἧσσον καθαίρει· καθαίρει μὴν καὶ τάδε πλῆθος δραχμῶν δύο μετὰ

7

.

26

.

92

μελικράτου. πάντα δ’ ἰσχυρότερον τὸ ἱππόφαιστον· διὸ καὶ μεῖον

7

.

26

.

93

δοτέον. κληματὶς δὲ καθαίρει φλέγμα καὶ χολήν· προσφέρειν δὲ τοῦ

7

.

26

.

94

καρποῦ ὅσον δραχμὴν μίαν ἐν μελικράτῳ. πυκνόκομον δ’ ἄγει [δὲ] χολώδη· δίδου δὲ τὴν ῥίζαν φαγεῖν· αὕτη γὰρ μόνη καθαίρει καὶ ἔστι

7

.

26

.

95

στρογγύλη, σμικρῷ μήλῳ μάλιστα ὁμοία. ἄμπελοι δὲ καθαίρουσι κάτω

7

.

26

.

96

χολώδη καὶ ὑδατώδη· πλῆθος δ’ ἐξαρκεῖ δραχμῶν δύο. κάλλιστα δ’ ἂν χρῷο τῇ μὲν χειρωνίῳ πρὸς τοὺς ἐπιλήπτους καὶ μαινομένους, τῇ δ’

7

.

26

.

97

ἀγρίᾳ πρὸς τοὺς ὑδεριῶντας. θύμον δὲ καὶ ἐπίθυμον καὶ ἀμάρακος καὶ ὀρίγανος ἢ κονίλη μελάνων εἰσὶ καὶ φλεγματωδῶν κάθαρσις, ἀλλὰ πολὺ εἰς ἅπαντα τὸ ἐπίθυμον προέχει· διδόναι δὲ κόψας καὶ διαττήσας μετ’ οἴνου γλυκέος πλῆθος δραχμῶν ἓξ καὶ ἐπὶ πλέον· ἄγει γὰρ χρη‐
5στῶς, καὶ 〈εἰ〉 ἐπιδειπνεῖν ἐθέλοις, οὐδὲν ἐμποδὼν μὴ καθαρθῆναι

7

.

26

.

98

μετρίως. τὰς δ’ ἑωθινὰς καθάρσεις μετ’ ὀξυμέλιτος ποιῆσαι, τῶν ἁλῶν

7

.

26

.

99

προσμίσγων. συμφέρει δ’ ἐπίθυμον τοῖς φυσώδεσι καὶ ὑποχονδριακοῖς

7

.

26

.

100

καὶ ἀπέπτοις, καὶ ὅσοις τὸ ἧπαρ βαρύνεται, καὶ τοῖς δυσπνόοις. θύμον δ’ ἄγει μὲν καὶ μέλανα, πλείονα δὲ τὰ φλεγματώδη, πλῆθος τῆς κόμης ὅσον ὀξύβαφον μετὰ μέλιτος· διδόναι δὲ τοῖς τε ἀσθματικοῖς καὶ τοῖς

7

.

26

.

101

χρονίως βήσσουσι καὶ τοῖς πάχος ἐν κοιλίᾳ ἔχουσιν. ὁ δ’ ἀμάρακος ξηρὸς ἐπιπασσόμενος ὀξυμέλιτι ὅσον δραχμαὶ τέσσαρες μεθ’ ἁλῶν τὰ ὅμοια ὀνίνησιν, καὶ ἡ ὀρίγανος δ’ ὡσαύτως· διδόναι δ’ ὀξύβαφον ξηρᾶς

7

.

26

.

102

ἐν μελικράτῳ. αἱ δὲ μήκωνες ὑπάγουσι μὲν ἡσυχῇ· πλῆθος 〈δ’〉

7

.

26

.

103

ἀρκεῖ τοῦ σπέρματος ἑκατέρας ὅσον ὀξύβαφον ἐν μελικράτῳ. σικύου δὲ ῥίζα ἁρμόζει μὲν πινομένη τοῖς ὑδερώδεσι, καθαίρει δὲ φλέγμα καὶ χολήν, ἀλλὰ τοῦ μὲν χυλοῦ τῆς ῥίζης ἐξαρκεῖ [καὶ] ὅσον ὀβολοὺς διδόναι τρεῖς, τοῦ δὲ φλοιοῦ καὶ τριπλάσιον, τοῦ δ’ ἐλατηρίου ὁπόσον

7

.

26

.

104

μικρὸν ὕστερον εἰρήσεται. σκορπίουρον δὲ καθαίρει μὲν φλέγμα καὶ χολήν· ἀρκεῖ δ’ ὅσον δεσμὴν σύμμετρον ἑψήσαντα τοῦ ὕδατος πιεῖν

7

.

26

.

105

κεράσαντα οἴνῳ. τὸ δὲ λευκὸν σησαμοειδὲς ἄγει μὲν καὶ αὐτὸ φλέγμα

7

.

26

.

106

καὶ χολήν, μέτρον δὲ τοῦ σπέρματος ὅσον ἥμισυ ὀξυβάφου. ὁ δ’ ἡλιοσκόπος τιθύμαλλός ἐστι μὲν πάντων τιθυμάλλων ἀσθενέστατος, ἄγει
δὲ καὶ αὐτὸς κάτω χολώδη καὶ φλεγματώδη, ἤν τε τοῦ ὀποῦ διδῷς ἤν τε τοῦ σπέρματος ἤν τε τῶν φύλλων· ἰσχυρότερον δ’ ἐν πᾶσιν ὁ

7

.

26

.

107

ὀπός, δεύτερον τὸ σπέρμα, τρίτον τὰ φύλλα. ἱκανὸν οὖν τοῦ μὲν

7

.

26

.

108

ὀποῦ δοῦναι δραχμήν, τῶν δ’ ἄλλων κατὰ λόγον τῆς ἰσχύος. καθαίρει δὲ καὶ ὁ κυπαρισσίας ὅμοια, γενναιότερον δέ, ὥστε ἐξαρκεῖ καὶ ἔλασσον

7

.

26

.

109

δοῦναι. ἡ δὲ τιθυμαλλὶς κάλλιστον ἐν τοῖς τιθυμάλλοις, ὥστε καὶ εἰ ἀποστάζων τοῦ ὀποῦ 〈μετ’〉 ἰσχάδος διδοίης, καθαίρει καλῶς, καὶ τὰ

7

.

26

.

110

φύλλα ξηρά, λεῖα ἐπιπασθέντα μελικράτῳ ὅσον ἥμισυ ὀξυβάφου. ἡ δὲ χαμελαία καθαίρει μὲν φλέγμα καὶ χολήν· δεῖ δὲ τῶν φύλλων λαβόντα τρῖψαι καὶ περιπλάσαντα ἑφθῷ μέλιτι δοῦναι· δάκνει γὰρ ἰσχυρῶς.

7

.

26

.

111

ἔνιοι δὲ καὶ ἀψινθίου μίσγοντες κατάποτα σκευάζουσιν· πλῆθος δ’ ἀρκεῖ

7

.

26

.

112

δραχμῶν δύο. τὴν δὲ θαλασσίαν κράμβην ἑφθὴν ὥς τι καὶ ἄλλο τῶν λαχάνων ἀρτύσαντες 〈ἐσθίειν〉· ἔστι δὲ τῷ στομάχῳ κακίστη καὶ ταράσσει

7

.

26

.

113

ταχύ. τῆς δὲ λαθυρίδος ἀρκεῖ μὲν καὶ ὅσον κόκκους δέκα φαγεῖν·

7

.

26

.

114

εἰσὶ δὲ γευομένῳ γλυκεῖς καὶ ἄγουσι χολώδη καὶ ὑδατώδη συχνά. ἀρκεῖ δὲ καὶ τοῦ ὀποῦ λαβόντας διατῆξαι μελικράτῳ ὅσον ὀβολοὺς τρεῖς, καὶ τῶν φύλλων δὲ μετὰ ζωμοῦ ὄρνιθος ἑψῆσαι· κενοῦσι γὰρ τὰ αὐτά,

7

.

26

.

115

ἧσσον μὴν τὰ φύλλα. ἀγαρικὸν δὲ καθαίρει φλέγμα καὶ χολήν, ἀλλ’ οὐκ ὀξέως· ἔστι δὲ συμφορώτατον ἐφ’ ἥπατι καὶ σπληνὶ καὶ πνεύμονι καὶ δυσπνόῳ καὶ ὀξυρεγμίαις καὶ ἀρθρίτιδι καὶ κεφαλῆς βάρει καὶ ἰλίγγοις καὶ ἐπιληψίαις καὶ γυναικὶ ὑστερικῇ· τούτοις πᾶσι συμφορώ‐

7

.

26

.

116

τατόν ἐστιν. διδόναι δὲ πλῆθος δραχμῶν δύο ἐπιπάσσοντα μελικράτῳ

7

.

26

.

117

ὀξεῖ. εὐφόρβιον δὲ καθαίρει μὲν ὑδατώδη καὶ χολώδη πολλά· ἔστι δ’ ὀξύτατον 〈ὧν〉 οἶδα καὶ πυρωδέστατον· διὸ τοῖς μὲν ὑδερώδεσι καὶ κωλικοῖς καὶ ὅσοι ψυχροτέρας ἔχουσι τὰς κοιλίας ἁρμόζει· τοῖς δ’

7

.

26

.

118

ἄλλοις ταρακτικὸν ἰσχυρῶς καὶ διψῶδές ἐστιν. μίσγειν δὲ πετροσελίνου καὶ δαύκου σπέρματος καὶ ἀνήσου καὶ σελίνου καὶ τορδύλου· καὶ γὰρ ἐφηδύνει τὸ ἀτερπὲς ταῦτα καὶ τῆς ἄγαν ὁρμῆς ἐπέχει μέρος τι καὶ

7

.

26

.

119

πρὸς τὴν κύστιν περιάγοντα. γένοιτο δ’ ἂν καὶ ὀρθοπνοϊκῷ καὶ δυσ‐

7

.

26

.

120

πνόῳ χρηστή τις ὠφέλεια πιόντι τοῦ εὐφορβίου. πίνειν δ’ ἐν μελι‐ κράτῳ ὅσον τριώβολον, μίσγων τινὸς τῶν εἰρημένων σπερμάτων τὸ

7

.

26

.

121

ἴσον. ἡ δ’ ἀγρία λυχνὶς καθαίρει μὲν φλέγμα καὶ χολήν· διδόναι δὲ

7

.

26

.

122

τοῦ σπέρματος ὅσον δραχμὰς δύο. ἄλλοι δὲ τοῦ χυλοῦ τῶν φύλλων

7

.

26

.

123

διδόασιν ἐν μελικράτῳ. κνίκος δὲ καθαίρει μὲν φλέγμα καὶ χολήν, οὐ

7

.

26

.

124

μὴν ἰσχυρῶς. δεῖ δὲ τοῦ σπέρματος τετριμμένου πιέσαντα τὸν χυλὸν

7

.

26

.

125

μίσγειν ζωμῷ ὄρνιθος καὶ ῥοφεῖν. οἱ δ’ ἄνησον καὶ μέλι καὶ ἀμύγδαλα

7

.

26

.

126

μίσγοντες τοῖς ἰκτερικοῖς καταπότια ποιοῦσιν ἁρμόζοντα. πλῆθος δὲ

7

.

26

.

127

τούτου δραχμαὶ τέσσαρες ἀρκοῦσιν. οἶδα δὲ τοὺς περὶ Καρίαν ἰατροὺς καὶ ὀρὸν γάλακτος εἰς κάθαρσιν σκευάζοντας ἀπὸ τοῦ κνίκου, ἀλλ’

7

.

26

.

128

ὑπὲρ γάλακτος πάντα ἰδίᾳ εἰρήσεται. ἡ δὲ σκαμμωνία οὐδενὸς μὲν τῶν ἐλατηρίων λείπεται 〈οὔτε〉 εἰς ὀξύτητα οὔτε εἰς ἰσχύν· καρδι‐ αλγὴς δὲ καὶ δύσοσμος καὶ ἀτερπὴς καὶ ἄγαν διψώδης, ὅθεν οὐ πονη‐ ρῶς ἔνιοι ἀλόῃ μίσγοντες προσφέρουσιν, οἱ δὲ θύμου κόμῃ καὶ ἁλσίν,

7

.

26

.

129

οἱ δὲ καὶ τοῖς εὐώδεσι σπέρμασιν. οὐκ ἂν οὖν συμφέροι οὔτε τῷ πυρώδει τὴν κοιλίαν οὔτε τῷ ἀρρώστῳ τὸν στόμαχον, οὔτε ᾧ κίνδυνος συντακῆναι τὴν ἕξιν, οὐδὲ τῷ ὑδερικῷ (καὶ γὰρ τούτῳ ἡ νόσος σύν‐ τηξίς ἐστιν), ἀλλὰ μᾶλλον ἰκτεριῶντί τε καὶ κεφαλαλγεῖ καὶ ληθαρ‐
5γικῷ καὶ πυρετῷ τεταρταίῳ καὶ ἀμφημερινῷ, καὶ ὅσοις ὑπὸ τὸ δέρμα ἐξανθεῖ δοθιῆσιν ἀπέπτοις, καὶ ὀδύναις ὀφθαλμῶν καὶ πλευρῶν πόνοις

7

.

26

.

130

χρονιωτέροις. ἄγει δὲ φλέγμα καὶ χολὴν ἰσχυρῶς ἄκρατον μία δραχμὴ τὸ πλεῖστον· εἰ δὲ πραότερον κενῶσαι δέοι, ἐφ’ ὅσον ἔλασσον κενοῦν ἐθέλεις, ἐπὶ τοσοῦτον ἔλασσον προσφέρειν, καὶ μᾶλλον τῆς ῥίζης· αὕτη γὰρ πολὺ τοῦ ὀποῦ λείπεται, ὥστε καὶ δύο δραχμὰς δοῦναι μέτριον.

7

.

26

.

131

ἡ δὲ τοῦ χαλκοῦ λεπὶς ἄγει μὲν ὑδατώδη, δοκεῖ δὲ τοῖς ὑδέροις ἁρ‐

7

.

26

.

132

μόζειν. ἐξαρκεῖ δ’ ὅσον δραχμὰς δύο μετὰ μέλιτος ἑφθοῦ κατάποτα

7

.

26

.

133

σκευάσαντα λαβεῖν ἢ ἐν μελικράτῳ πίνειν. τὸ 〈δ’〉 ἄνθος τοῦ χαλκοῦ ἄγει μὲν παχέα καὶ φλεγματώδη· πλῆθος δ’ ἐξαρκεῖ τετρώβολον μετὰ μελικράτου.

7

.

26

.

134

Τὰ μὲν οὖν κάτω καθαίροντα, ὅσα ἐγὼ οἶδα, ταῦτά ἐστιν· οὐ μὴν ἀπελπίζω γε ἄλλα καὶ ἄλλα εἶναι· τὰ δ’ οὖν εἰρημένα ἐπὶ πολλοῖς ἁρμόζει καὶ νοσήμασι καὶ φύσεσιν, ὡς ἕκαστον εὐπορεῖταί τε καὶ ἀκμάζει

7

.

26

.

135

τῇ ὥρᾳ. ἔτι δ’ ἂν πλείω γίνοιτο, εἴ τις ἐθέλοι μίσγειν αὐτά· οὐ μὴν πάντα πᾶσιν εὐαρμόστως ἔχει, τὰ μὲν ὅτι ὀξύτατα καὶ πυρωδέ‐ στατα ὄντα ἔτι μᾶλλον ἂν τοιαῦτα γίνοιντο μισγόμενα, ὥσπερ ὁ Κνίδιος κόκκος καὶ οἱ τιθύμαλλοι καὶ ἡ σικυωνία καὶ τὸ εὐφόρβιον·
5οὐδεὶς γοῦν οὔτε ταῦτα πρὸς ἄλληλα οὔτε ἕτερα τοιαῦτα ὀρθῶς ἂν κεράσας προσφέροι, μὴ μέλλων τὰς καθάρσεις ἀτερπεστέρας ποιεῖσθαι καὶ [εἰ] ἐμέτων προστάσει καὶ πόνῳ γαστρὸς καὶ δίψει ἀπαύστῳ καὶ

7

.

26

.

136

συντήξει καὶ τὸ ὅλον τῷ ὑπερίνους ῥᾳδίως γίνεσθαι. ἓν [ᾧ] μὲν δὴ εἶδος τῶν οὐκ ἀναμιγέντων καλῶς τόδε ἐστίν· ἄλλο δέ, εἴ τις τὰ ἀσθενέ‐
στατα τοῖς ἀσθενεστάτοις μίσγοι· τί γὰρ ἂν καὶ εἴη τῷ ἑτέρῳ παρὰ τοῦ ἑτέρου ὄφελος εἰς τὸ μᾶλλον καθᾶραι, ἀμφοτέρων γε δὴ ὄντων

7

.

26

.

137

ἀσθενῶν; οὔκουν οὐδ’ ἡ τούτων μῖξις πρέπει, ἀτὰρ οὐδ’ ἡ τῶν ἄνω κενούντων καὶ τῶν κάτω, εἰ μὴ μέλλοι τις ἀμφίβολα σκευάζειν φάρ‐ μακα, οὐδ’ ἡ τῶν καρδιοβόλων, οἵα ἡ σκαμμωνία ἐστὶ καὶ ἡ ἀκτὴ καὶ

7

.

26

.

138

ἡ θαλασσία κράμβη· τούτοις γὰρ ἄλλων ἡδυσμάτων δεῖ. ἐπεὶ δὲ τὰ μὲν ἀφεψήσαντες ἐσθίειν δίδομεν, τὰ δὲ ξηρὰ ἐπικνίσαντες ἢ κόψαντες, καὶ τῶν μὲν ὀπούς, τῶν δὲ ῥίζας, οὐκ ἂν εἴη οὐδὲ τὰ ἑφθὰ τοῖς

7

.

26

.

139

ὠμοῖς, οὐδὲ ῥίζα ὀπῷ πάνυ εὐκέραστον. κατά γε μὴν τὰ νοσήματα κρείσσων ἡ γνώμη, εἴ τις ἐπίσταται τὸ μὲν οἷον ἕκαστον νόσημα, καὶ 〈ᾗ〉 μάλιστα τὸ ἕτερον τοῦ ἑτέρου διαλλάσσει, μαθὼν δὲ τοῦτο καὶ ἕκαστον φάρμακον μάθοι, τίνος ἐστὶ νοσήματος· τὰ γὰρ τῶν ἐναντιωτάτων νοση‐

7

.

26

.

140

μάτων οὐκ ἂν ἐθέλοις μίσγειν. ὑπόλοιπον οὖν τὰ μὲν πυρώδη τοῖς ἀναψύχουσι κεραννύντας προσφέρειν, τὰ δ’ ἰσχυρὰ τοῖς ἀσθενεστέροις, τὰ δ’ ἄλλως ἀτερπῆ τοῖς ἡδύσμασιν, οἷον γλήχους κόμῃ καὶ καλαμίνθης καὶ θύμου καὶ τῷ τοῦ πετροσελίνου σπέρματι καὶ τῷ τοῦ δαύκου καὶ
5τῷ τοῦ ἀνήσου καὶ τοῖς ἁλσὶ καὶ τῷ πεπέρει, καὶ εἰ δή τινι ἄλλῳ.

7

.

26

.

141

τούτων δὲ τὰ μὲν καὶ συνεργὰ τῇ καθάρσει ἐστίν, ὥσπερ τὸ πέπερι καὶ οἱ ἅλες, τὰ δὲ καὶ κωλύματα εἰς τὸ μὴ πλέον τοῦ καιροῦ καθαρ‐ θῆναι, ὥσπερ τὰ οὐρούμενα τῶν σπερμάτων, τὰ δὲ καὶ ἄγει τὸ φάρ‐

7

.

26

.

142

μακον πρὸς τὰ καθαρθῆναι χρῄζοντα. εἰ γοῦν τῷ ἰκτερικῷ τῶν δι‐ ουρητικῶν μίσγοις, καὶ μᾶλλον τὴν καλαμίνθην ἢ τὸ ἀψίνθιον, ἑτοι‐

7

.

26

.

143

μότερον καθαίρει τὸ ἧπαρ. καὶ εἰ τῷ κεφαλαλγεῖ καὶ ἀμβλὺ ὁρῶντι πρὸς τῷ καθαρτικῷ καὶ σαγαπηνὸν ἢ ὀπὸν πάνακος μίσγοις, ἑτοιμό‐ τερον καὶ τοῦτο ἀπὸ τῆς κεφαλῆς ἄξει, καίτοι πάνυ δυσχερῆ ταῦτά

7

.

26

.

144

ἐστιν, ἀλλ’ οὐχ οἷόν τε καλῶς ἄνωθεν καθαρθῆναι τούτων δίχα. οἱ δὲ τὸ καστόριον μετὰ τῆς σκαμμωνίας τῷ ληθαργικῷ διδόντες καθαί‐ ρουσί τε ἐν δέοντι καὶ τὸ οἰκειότατον ἄλλως τῷ πάθει φάρμακον

7

.

26

.

145

κεραννύειν ἐξευρήκασιν. οὕτω δὲ καὶ γυναικὶ ἐν ἐπισχέσει καταμηνίων συνήνεγκε μετ’ ἀρτεμισίας ἀφεψήματος ἢ ἐλελισφάκου ἤ τινος ἄλλου τῶν καταμήνια ἐρεθιζόντων δοῦναι τὸ φάρμακον· χωρὶς γὰρ τοῦ κατὰ

7

.

26

.

146

γαστέρα ἄγειν πολλαῖς καὶ τὰ ἐξ ὑστερῶν ἐφάνη. τὰ δ’ αὐτὰ καὶ τοῖς πλευριτικοῖς καὶ τοῖς περιπνευμονικοῖς, εἰ καὶ τούτοις καθάρσεως δέοι,
μηχανᾶσθαι· πολὺ γὰρ δὴ κάλλιον καὶ ἡ σικυωνία καὶ ἡ σκαμμωνία καὶ ὁ ἐλλέβορος μετὰ τοῦ ἀγαρικοῦ τὰ ἐκ θώρακος ἄξει 〈ἢ〉 εἰ μόνον

7

.

26

.

147

ἐκείνων τι προσφέροις. ἄξει δὲ καὶ μετ’ ἀμμωνιακοῦ· καὶ γὰρ τοῦτο

7

.

26

.

148

εὐμενέστατον στήθει καὶ πνεύμονι. πρὸς δὲ τὰς ἕλμινθας, εἰ μὲν πλατεῖα εἴη, τὸ βληχρὸν τῷ καθαρτικῷ καλῶς μίσγεται ἢ τὸ μικρὸν ἡλιοτρόπιον ἢ ὕσσωπον ἢ ὀρίγανος ἢ ἀσφάλτου βραχύ· ταῦτα μὲν γὰρ ἀποκτείνει τὴν ἕλμινθα, τὸ δὲ καθαρτικὸν ἐξάγει· εἰ δὲ στρογγύλαι, τὸ
5ἀφέψημα τῆς ὀνωνίδος ἢ τὸ ἀψίνθιον ἢ κνίδης σπέρμα ἢ κύμινον Αἰθιοπικὸν ἢ κράμβης ῥίζα ἢ ὁ φλοιός· καὶ γὰρ ταῦτα ἀποκτείνει τὰς

7

.

26

.

149

ἕλμινθας, τὸ δὲ καθαρτικὸν ἐξάγει. οὕτω μὲν δὴ καὶ περὶ τὰς μίξεις πραγματευτέον τῷ ἰατρῷ εἰς τὴν τέχνην ἄγοντι τὰ ἐλατήρια· εἰ γὰρ καὶ ὅτι πλεῖστα ἐκμάθοι πείρᾳ τε καὶ ἀκοῇ, μὴ ἐνθυμοῖτο δ’ οἷα εἴρη‐ ται, καὶ εἴ τινα ἄλλα, ἐμοὶ μὲν οὐδὲν ἰδιώτου δοκεῖ ὁ τοιοῦτος

7

.

26

.

150

ἱκανώτερος εἶναι γινώσκειν περὶ τῶν ἐλατηρίων. ἐσκέφθαι δὲ καὶ τάδε· ἤδη γάρ τινες πιόντες φάρμακον εἰς κάθαρσιν οἱ μὲν οὐκ ἐκαθάρθησαν τὸ παράπαν, οἱ δὲ πλείω τοῦ καιροῦ ἐκαθάρθησαν καὶ ἐπιπόνως, πρὸς

7

.

26

.

151

ἃ δεῖ πεπορίσθαι βοηθείας τινάς. ἡ μὲν οὖν δίαιτα, ἣν διαιτᾶσθαι προσήκει πρὸ τοῦ φαρμάκου, εἴρηται, καὶ οἵ γε πολλοὶ διαιτηθέντες

7

.

26

.

152

οὕτως οὐδενὸς ἐδεήθησαν ἄλλου. πιόντι δὲ φάρμακον εἰ μὲν ἔμετοι προσίσταιντο, οἷα καὶ ἐπὶ τοῖς τυχοῦσι γίνεται διά τε ἀηδίαν καὶ ὑποψίαν καὶ ξενισμὸν καὶ μαλακίαν στομάχου, τοῦτο μὲν σέλινον ἀπο‐ βάπτοντα εἰς ὄξος μασήσασθαι, τοῦτο δ’ ἐλαίαν λευκὴν ἁλμάδα, τοῦτο
5δ’ ἁλῶν χόνδρον ἐνθεῖναι τῷ στόματι, μάλιστα εἰ πικρὸν εἴη τὸ φάρ‐ μακον· ταῦτα γὰρ κωλύει τοὺς ἐμέτους, καὶ προσέτι κορίαννον ὀσφραι‐

7

.

26

.

153

νόμενον καὶ γλήχων καὶ καλαμίνθη. κάλλιον δὲ καὶ ἀναπαῦσαι βραχὺ ἐν τῇ κλίνῃ θάλποντα τὴν γαστέρα καὶ ἄκρους τοὺς πόδας, ὡς τό γε εὐθὺς περιπατεῖν πολλοῖς ἐμέτους καὶ καρδιωγμοὺς καὶ ἰλίγγους παρ‐

7

.

26

.

154

έσχεν. ὅταν δ’ ἐγκρατεῖς σφῶν αὐτῶν γένωνται, τότε ἤδη πρὸς τὸν περίπατον ἄγειν κελεύοντα ὑποκινεῖν ἡσυχῇ· τοῦτο γὰρ μᾶλλον ἐρεθίζει ἢ εἰ ὀξέως τις βαδίζοι· χωρὶς γοῦν τοῦ κοπώδους πολλάκις καὶ τέλεον

7

.

26

.

155

διεκώλυσε καθαρθῆναι πολύς τε καὶ ὀξὺς περίπατος. ἡκούσης δὲ τῆς καθάρσεως, κατακλίναντα ἡσυχάζειν ἐγρηγορικῶς· μᾶλλον γὰρ συν‐

7

.

26

.

156

δίδωσιν. τηνικαῦτα δὲ καὶ ἐπιρροφεῖν κατ’ ὀλίγον μεταξὺ θερμοῦ
ὕδατος· καὶ γὰρ τοὺς δηγμοὺς ἀποπαύει καὶ τὰς ἐκκρίσεις παρορμᾷ

7

.

26

.

157

μὴ καθαιρομένων δέ, μελικράτου τε ἐπιρροφεῖν καὶ νίτρου τετηκότος ἐν ὕδατι· βέλτιον δὲ καὶ βάλανον προσθέσθαι δι’ ἁλῶν ἢ νίτρου ἢ τῆς Μαγνησίας 〈ἢ〉 τῆς στυπτηρίας ἢ τῆς κυκλαμίνου ἢ τοῦ Κνιδίου κόκκου ἢ χολῆς βοείας ἢ βρυωνίας ῥίζης· ἄλλοι δὲ ψίλωθρον καλοῦσιν·
5αὕτη ἡ βάλανος τοῖς φλεγμωδεστέροις μᾶλλον ἁρμόζει, τὸ δ’ ἀψίνθιον

7

.

26

.

158

τοῖς χολωδεστέροις. εἰ δὲ πνεύματα πολλὰ ὑπογινόμενα διατείνοι τὸ ἔντερον, ὥστε μηδὲν ἔξω χαλᾶν, τοῦ πηγάνου μίσγειν τῷ ἡψημένῳ μέλιτι καὶ τοῦ κυμίνου καὶ τῆς μίνθης καὶ τῆς ῥητίνης· καταρραγεισῶν

7

.

26

.

159

φυσῶν, εὐθὺς ἀκολουθεῖ καὶ ἡ ἄλλη κάθαρσις. ὅσοι δὲ κλυσμοῖς πει‐ ρῶνται διερεθίζειν, πρὸς μὲν τοὺς ἀπὸ τοῦ ἐλλεβόρου πνιγμοὺς καλῶς οἱ κλυσμοὶ ἐξεύρηνται, πρὸς δὲ τὰς κάτω καθάρσεις μὴ διαχωρούσας οὐδὲν μέγα ὠφελοῦσιν, εἰ μὴ ἄρα καὶ βλάπτουσιν· κίνδυνος γάρ, τοῦ
5ἐντέρου πλήρους ὄντος, τὸ κλύσμα ἐγχυθὲν ἄνω τε ὑπερβάλλειν καὶ ὀδύνην παρασχεῖν, ὥσπερ εἰ καὶ κλύζων τις, μὴ διαχωροῦντος τοῦ

7

.

26

.

160

προτέρου κλύσματος, αὐτίκα ἑτέρῳ κλύζοι. μάλιστα δ’ ἐπὶ τῶν ὀξέων φαρμάκων εὐλαβητέον τὰς ἐπισχέσεις· εἰ γὰρ μὴ διαχωρήσοι, ὑδερώ‐

7

.

26

.

161

δεις ταχὺ ἀποδεικνύει. γένοιντο δ’ ἂν καὶ ἄλλαι βλάβαι στομάχῳ καὶ κοιλίᾳ καὶ ἥπατι καὶ σπληνί· τῷ δέ τινι ὁ πᾶς ὄγκος ἀχρούστερος.

7

.

26

.

162

τὰ δὲ μαλακώτερα καὶ εἰ μὴ καθάραι, κίνδυνος οὐδείς, καὶ τούτων μᾶλλον ὅσα ἑψῶντες δίδομεν, οἷον τὴν λινόζωστιν καὶ τῆς ἀκτῆς τὰ

7

.

26

.

163

φύλλα. οὐδ’ ἡ ἀλόη δεινὸν οὐδὲν μὴ καθάρασα οὐδὲ τὸ ἐπίθυμον οὐδὲ τὸ ἀγαρικὸν οὐδ’ οἱ κλῶνες τῆς βρυωνίας· οὗτοι μὲν καὶ πάνυ

7

.

26

.

164

τὸ μὴ ἱκανῶς διαχωρεῖν· ἡ γὰρ ῥίζα τὴν πλείστην ἔχει δύναμιν. ὅταν οὖν φαρμακεύῃς, πρὸς τοῖς ἄλλοις σκόπει καὶ εἴ τι κακὸν γίνεται, ἵνα

7

.

26

.

165

καὶ θαρσῇς καὶ δεδοίκῃς ἐμπείρως ἐφ’ ἑκάστοις. ἐπιβλέπειν δὲ καί, μή τις ἔκκρισις ἑτέρα κωλύῃ τὴν κάθαρσιν, ὡς πολλοὶ καὶ ἱδρώσαντες καὶ οὐρήσαντες καὶ ἐμέσαντες οὐδὲν κάτω ἀπέκριναν, οἷς ἥσσων ἡ

7

.

26

.

166

βλάβη, κεκαθαρμένοις γε δὴ ἄλλον τρόπον. ἐπιβλέπειν δὲ καί, ποδαπὰ καὶ πόσα τὰ καθαιρόμενά ἐστι, καὶ μᾶλλον ποδαπά· τοῦτο γὰρ κυριώτερον τοῦ μέτρου· πλείω δ’ ἤδη πολλοὶ τῶν ἱκανῶν κενοῦσθαι δοκοῦντες ῥᾳδίως ἤνεγκαν· διὰ τοῦτο τὴν εὐφορίαν τεκμήριον τίθεσθαι

7

.

26

.

167

τοῦ αὐτάρκους βέλτιον. ἐκλυομένων δὲ καὶ ἀχροούντων καὶ ψυχο‐ μένων ἄκρα καὶ σπωμένων, καταπαύειν τὴν κάθαρσιν, εἰ μέν τι τοῦ φαρμάκου διασημαίνοι (δηλοῦσι δ’ οἱ ἐρευγμοί), πιόντα ὕδωρ θερμὸν καὶ ἐμέσαντα· εἰ δὲ μή, πίνειν τοῦ ὕδατος, 〈μὴ〉 ἐξεμεῖν δέ, εἰ μὴ
5ἄλλως προσίσταιτο· πολλοῖς γοῦν καὶ μόνον ἐξήρκεσεν ἀθρόον ποτὸν

7

.

26

.

168

μὴ διαχωρῆσαι· τὸ δὲ κατ’ ὀλίγον διαχωρητικώτερον. ἄμεινον δὲ καὶ χρῖσαι θερμῷ ἐλαίῳ χεῖρας καὶ πόδας· εἰ δ’ ἰσχυρότερον καταψύχοιντο, καὶ δῆσαι τὰ ἄκρα καὶ ὅλως ἅπαντα ἐφεξῆς ποιῆσαι ὅσα καὶ ἐν ταῖς χολέραις εἰθίσμεθα· κίνδυνος γὰρ ὑπέρινον κἀκεῖ γενέσθαι, ὥσπερ καὶ

7

.

26

.

169

τὸν καθαιρόμενον. ἵστησι δ’ οὐδενὸς ἧσσον καὶ ὕπνος καὶ λουτρὸν θερμότερον, καὶ τοῖς γε πολλοῖς ἐπὶ ταῖς καθάρσεσι τὰ λουτρὰ συν‐ ήνεγκεν· τῷ δὲ μὴ ἱκανῶς καθαρθέντι αἱ ἀλουσίαι συμφορώτερον· ἐπι‐

7

.

26

.

170

καθαίρονται γὰρ νύκτωρ. τήν γε μὴν ἐφεξῆς δίαιταν ἐνδεέστερον δι‐ αιτᾶσθαι, τὸ μὲν ἀπὸ σίτων, τὸ δ’ ἡδυσμάτων προσαιρόμενον καὶ οἶνον στρυφνότερον καὶ ἐπὶ τούτοις χυλὸν πτισάνης ἤ τι ἄλλο τῶν σιτηρῶν ῥοφημάτων· τὸν δ’ εὔσιτον ὠά τε καὶ χόνδρον καὶ ῥόφημα καὶ οἶνον

7

.

26

.

171

γλυκύν, ὃς πραΰνει τὸ ἔντερον ἐν τῇ καθάρσει διεξασμένον. ἁρμόζει δὲ καὶ τῇ ὑστεραίᾳ γάλακτος πιεῖν μετὰ μέλιτος ἢ γλυκέος· οὕτω γὰρ τὰς ἐπιρρεούσας συντήξεις κατακλύζων ἀποδείξεις παντελῆ τὴν κάθαρσιν.

7

.

26

.

172

ἀνακομίζειν δ’ ἐντεῦθεν ἐκ προσαγωγῆς περιπάτοις καὶ τρίψεσι καὶ λουτροῖς καὶ σιταρίοις καὶ τῇ ἄλλῃ διαίτῃ, ἔστε ἂν εἰς τὴν ἐξ ἀρχῆς φύσιν ἀναγάγῃ τὴν ἕξιν· τοῦτο γὰρ οἰκειότατον τῷ ἀσφαλῶς ὑγιαί‐

7

.

26

.

173

νοντι. περὶ μὲν οὖν τῶν κάτω καθαιρόντων εἴρηται· διῄρητο δ’ ἐφεξῆς ἐν τῷ προτέρῳ λόγῳ καὶ ὅσα ἄνω καθαίρει, καὶ περὶ τούτων οὖν ἀποδοτέον τὰ εἰκότα.

7

.

26

.

174

Ἰσχυρότατον δὲ πάντων ἐστὶν ὁ λευκὸς ἐλλέβορος, δεύτερον τὸ σησαμοειδές, τρίτον ἡ σταφίς, τέταρτον τοῦ σπάρτου τὸ ἄνθος καὶ ὁ

7

.

26

.

175

καρπός· τὰ δ’ ἄλλα ἧσσον. συντύχοι δ’ ἄν τις καὶ τῷ μὴ πάνυ δοκοῦντι ἰσχυρῷ καθαίροντι λάβρως, ὅπου καὶ βρῶμα καὶ πόμα καὶ ἄκουσμα καὶ ἄλλο τι καὶ ἔμετον καὶ διαχώρημα ἐτάραξεν, ἀλλὰ τό γε ἐπίπαν

7

.

26

.

176

τὰ εἰρημένα προὔχει ἐν ταῖς ἄνω καθάρσεσιν. δοκεῖ δ’ ἐλλέβορος εἶναι δεινότατον πιεῖν τοῖς συμπίπτουσιν, ὅθεν δὴ καὶ τῶν νοσούντων καὶ τῶν ἰατρῶν ἀποδιδράσκουσιν οἱ πολλοὶ τὸ φάρμακον· εἰ δέ τις εἰδὼς πᾶσαν τὴν ἐπ’ αὐτῷ τέχνην προσφέροι, μάθοι ἂν ὡς οὐδὲν
5ἐλλεβόρου ῥᾷόν ἐστι καὶ καθᾶραι σαφῶς καὶ μηδὲν μηδαμῇ πονηρεύ‐

7

.

26

.

177

σασθαι. νοσήμασι μὲν οὖν ἁρμόζει μανίαις, μελαγχολίαις, ποδάλγαις καὶ τοῖς κατ’ ἰσχία χρονίοις ἀλγήμασι καὶ τοῖς ἀρθριτικοῖς καὶ τοῖς ἐπιλήπτοις καὶ τοῖς παραπλῆξι καὶ τοῖς ἐνθεαστικοῖς ἰλίγγοις καὶ κεφα‐ λῆς πόνῳ κεχρονισμένοις καὶ γνώμης νωθρότητι καὶ ἀλφῷ καὶ λέπρᾳ,
5καὶ εἴ τι ἄλλο κατὰ δέρμα γίνεται περί τε ἐξάνθησιν καὶ ψίλωσιν τρι‐ χῶν γενείου καὶ κεφαλῆς· ἁρμόζει δὲ καὶ τοῖς νύκτωρ ὑπὸ τοῦ ἐφιάλ‐ του πνιγομένοις καὶ τοῖς δεδοικόσι τὸ ὕδωρ, ὅταν τε ἤδη δεδοίκωσι,

7

.

26

.

178

καὶ ὥστε μεταξὺ πιόντας μηκέτι δεῖσαι. τοῦτο δὲ πάλαι μὲν ἐγίνωσκον οἱ γεωργοὶ καὶ τοὺς κύνας, ὁπότε νοσήσαιεν, ἐκάθαιρον τῷ ἐλλεβόρῳ· οἱ δ’ ἰατροὶ πολὺ δὴ ἐκείνων ὕστερον καὶ ἀνθρώπῳ τὰ ὅμοια νοσοῦντι

7

.

26

.

179

ἐνεθυμήθησαν προσφέρειν. Ἱπποκράτης δέ, ὅσπερ οὖν καὶ διέθηκεν ἡμῖν τὴν τέχνην, καὶ τοῖς μέγα ἄρθρον μεθ’ ἕλκους ἐξηρθρηκόσι, καὶ οἷς κατεαγότα ὀστᾶ ἐξέχει, καὶ τούτοις ἐκέλευεν αὐθημερὸν ἢ τῇ ὑστεραίᾳ διδόναι τὸν ἐλλέβορον, ὡς τὰ μὲν ἄλλα πονήρως ἔχουσι,
5τάχα δ’ ἂν κωλυθεῖσιν ὑπὸ τοῦ φαρμάκου γαγγραινωθῆναί τε καὶ σπασθῆναι· οἷς καὶ ἀπιστεῖν οὐ ῥᾴδιον, κεχρῆσθαι δὲ χαλεπόν, ὅταν γε φαίνηται παρῃνημένα μὲν ὑπὸ τοῦ ἀρίστου, δυσχέρειαν δὲ παρέχῃ χρωμένοις· καὶ γὰρ εἴ τις οἴεται τὸν μέλανα νῦν κελεύειν διδόναι, πρῶτον μὲν τὸ δύσεργον κἀν τούτῳ ἔνεστιν ἀποπατοῦντί τε καὶ ἤν
10τι ἄλλο ἐργῶδες ἐπὶ φαρμάκῳ καταλαμβάνῃ· ἔπειτα οὐκ ἴση πρὸς τὰ ἐργώδη ἡ δύναμις, ἀλλὰ πολὺ ἀσθενεστέρα τοῦ τηλικούτων ῥύσασθαι· τάχα δὴ οὖν διὰ τὸ ἀμφίβολον κάλλιον τοῖς οὕτω διακειμένοις μὴ

7

.

26

.

180

διδόναι. πυρετῶν δὲ τῶν μὲν ἄλλων οὐδενὶ ἐπιτήδειος ἐλλέβορος,

7

.

26

.

181

τοῖς δὲ τεταρταίοις ἔστιν ὅπου. συμφέρει δὲ καὶ τοῖς κατὰ νεφροὺς λιθιῶσι καὶ τοῖς χρονίως ἀπέπτοις καὶ ἐπὶ λευκῷ φλέγματι καὶ ἐπὶ σπληνὶ καὶ τοῖς κρυπτοῖς καρκινώδεσι, καίτοι δοκῶν ἥκιστα ἕλκεσι συμφέρειν· ἀλλ’ ἐγὼ οἶδα γυναῖκα τοιούτου ἕλκους ἀπαλλαγεῖσαν,
5καθάραντός τινος τῶν ἐν Κῷ ἰατρῶν, τὰ μὲν ἄλλα οὐκ εὐδοκίμου,

7

.

26

.

182

περὶ δὲ τὴν πόσιν τοῦ ἐλλεβόρου καλῶς γεγυμνασμένου. τὰ μὲν νοσήματα, οἷς ἂν προσενεχθῇ, ταῦτά ἐστιν· οὐ μὴν ἐξαρκεῖ μόνον τὴν νόσον δέχεσθαι τὸ φάρμακον, εἰ μὴ καὶ τὰ ἄλλα ἐφεξῆς συμβαίη· εἴρηται δ’ ἔμπροσθεν ὑπὲρ αὐτῶν, καὶ ὧν χρὴ ἀπηλλαγμένας εἶναι
5τὰς ἄνω καθάρσεις, καὶ ἡ ὥρα τοῦ ἔτους, ἐν ᾗ φαρμακεύεται· οἱ δὲ πρὸς τῷ νοσήματι καιροὶ νῦν εἰρήσονται· δισσοὶ δ’ εἰσίν, ὁ μὲν πρὸς ὅλην τὴν νόσον, ὁ δὲ πρὸς τοὺς παροξυσμοὺς καὶ τὰς διαλείψεις

7

.

26

.

183

αὐτῶν. πρὸς μὲν οὖν ὅλην τὴν νόσον οὕτω γινώσκειν· εἰ μὲν εἴη τις
τῶν χρονιζουσῶν φύσει, πολὺ κάλλιον τὰς ἀρχὰς φαρμακεύειν, μέλ‐ λοντά γε δὴ ἔχειν τὴν μεγίστην ὠφέλειαν ἐν ἀσθενεῖ τῇ νόσῳ.

7

.

26

.

184

μαινομένῳ τε οὖν καὶ ἀρθριτικῷ καὶ ψωριῶντι καὶ ναρκουμένῳ κατὰ νεῦρα εὐθὺς δοτέον, πρὶν ἰσχυροτέραν ἀποδειχθῆναι καὶ τοῦδε τοῦ φαρμάκου τὴν νόσον, ὡς τά γε πολλὰ τῶν τοιούτων ἀνήκεστα ἐγένετο συνηθείᾳ καὶ χρόνῳ, πάνυ ῥᾳδίως ἂν ἐξαιρεθέντα, εἰ εὐπειθοῦς μὲν

7

.

26

.

185

τοῦ κάμνοντος, γενναίου δὲ τοῦ ἰατροῦ ἔτυχεν. εἰ δέ τι τῶν ἐνδοι‐ αστῶν εἴη νοσημάτων, ὅσα καὶ ταχὺ καὶ διὰ πλείονος κρίνεται, τὸ μὲν

7

.

26

.

186

αὐτίκα μὴ προσφέρειν, ἀποκριθέντων δ’ εἰς χρόνον. πρὸς μὲν οὖν ὅλην τὴν νόσον οὕτως γινώσκειν· πρὸς δὲ τοὺς παροξυσμοὺς τῆς νόσου, μεγάλα μὲν διαλειπούσης καὶ τεταγμένως, πολὺ δὴ ἔμπροσθεν φαρμακευτέον, μικρὰ δὲ καὶ ἀτάκτως, ἄρτι πεπαυμένων, καὶ μάλιστα
5τοὺς ἐπιλήπτους· κίνδυνος γὰρ μὴ σὺν τῷ φαρμάκῳ ἐλθοῦσα ἄφωνος

7

.

26

.

187

καὶ ἀναίσθητος καὶ πάντων ἀκρατὴς ἡ νόσος δεινόν τι ἐργάσηται. ὅσα δὲ συνεχῆ νοσήματα, τούτοις καιρὸς ὁ μέν τις παρὰ τῆς ὥρας, ὁ δέ τις παρὰ τοῦ κάμνοντός ἐστι προθυμίας τε καὶ γνώμης καταστάσει καὶ

7

.

26

.

188

ῥώμῃ σώματος καὶ τῶν δεόντων τῇ παρασκευῇ. τὰ μὲν δὴ πρῶτα οὕτω χρὴ γινώσκειν· ὅταν δὲ δοκῇ προσφέρειν τὸν ἐλλέβορον, διαιτῆσαι τὸν ἄνθρωπον· ἡ δὲ δίαιτά ἐστιν ἐμέτου ἐθισμὸς τοῖς ἐμοῦσι χαλεπῶς καὶ ἰσχὺς τῆς πάσης ἕξεως· εἰ γάρ τινος ἄλλου, καὶ ἰσχύος δεῖ τούτῳ

7

.

26

.

189

τῷ φαρμάκῳ. ἐμεῖν δὲ καὶ ἀπὸ δείπνου καὶ νῆστιν καὶ ἀπ’ ὀριγάνου καὶ ἀφ’ ὑσσώπου καὶ ἀπὸ ῥαφανῖδος καὶ ἀπ’ εὐζώμου, καὶ μὴ ἄγαν

7

.

26

.

190

ἐκ πολλοῦ τοῖς ἐμέτοις καταλεπτύνειν. ἀρκεῖ δὲ τὸν μὲν εὐπετέστερον ἐμοῦντα τρὶς ἐξεμέσαι, τὴν μὲν πρώτην ἀπὸ δείπνου, μετὰ δὲ νῆστιν, μετὰ δ’ ἀπὸ ῥαφανῖδος ἤ τινος ἄλλου τῶν εἰρημένων, καὶ μᾶλλον οὕτω τὸν φλεγματίαν· τῷ 〈δὲ〉 χολωδεστέρῳ οἱ ἀπὸ τοῦ δείπνου
5ἁρμόζουσιν· διαλιπεῖν 〈δ’〉 ἐπὶ τῷ ἐμέτῳ καὶ δύο καὶ τρεῖς ἡμέρας.

7

.

26

.

191

τὸν δὲ δυσκόλως ἀνεμοῦντα ἐκ πλείονος προεθιστέον καὶ διὰ πλειόνων ἡμερῶν· ὅταν δὲ μεμελετήκῃ καλῶς, ἐγγὺς τοῦ φαρμάκου συνεχέστερον ἐξεμεῖν, ἐπὶ δὲ τῷ ἐσχάτῳ ἐμέτῳ μίαν διαλιπόντας καὶ ἐν ταύτῃ κλυ‐ σματικῷ κενώσαντας, ἔπειτα λούσαντας καὶ μικρὸν σιτάριον προσάραντας
5οὕτω τῇ ὑστεραίᾳ διδόναι τὸν ἐλλέβορον, προανατρίψαντας ἐν ἐλαίῳ

7

.

26

.

192

ἡσύχως. τρόπους δὲ πολλοὺς προσφέρειν· καὶ γὰρ βρέξαντας ἐν ὕδατι νύκτα καὶ ἡμέραν τοῦ ἀποβρέγματος δοῦναι πιεῖν, ὀριγάνου μίσγοντας ἢ ἀψινθίου ἢ νίτρου, καὶ τὸ ἀπόβρεγμα ἑψήσαντας μετὰ μέλιτος· ἀποβρέχειν τε ἄλλοτε ἐν ὕδατι, ἄλλοτε ἐν γλυκεῖ, ἄλλοτε ἐν οἴνῳ·

7

.

26

.

193

δοκεῖ δὲ μετὰ τοῦ οἴνου ἐλλέβορος εἶναι μελάνων ἀγωγότερος. οἱ δὲ
τῆς θαψίας προσμίσγουσιν, οἱ δὲ τοῦ σησαμοειδοῦς, οἱ δὲ τῆς ἀγρίας σταφίδος, ὡς μᾶλλον τοὺς ἐμέτους κινούσης, ἐξὸν πλεῖον τοῦ ἐλλεβόρου

7

.

26

.

194

διδοῦσι καθαίρειν καλῶς. ὅτῳ μὲν οὖν σχολή, καὶ πάνυ ἂν πολλὰ ἐξευρίσκοι περὶ τὴν σκευὴν τοῦ ἐλλεβόρου· χωρὶς γὰρ τοῦ κεραννύειν παντοδαπῶς καὶ προσθέτῳ καὶ ὀσφραντῷ καθαίρειν ἐπειρῶντο οἱ παλαιοί, ὧν ἐστι καὶ Πλειστόνικος· οὗτος γὰρ ἄλλοτε μὲν βαλά‐
5νους πλάσσων ἐκ τοῦ ἐλλεβόρου προσετίθει τῇ ἕδρᾳ καὶ προὐκαλεῖτο τοὺς ἐμέτους, ἄλλοτε δὲ φυρῶν γλυκεῖ τὸν ἐλλέβορον μετὰ χολῆς βοὸς ἐκέλευσεν ὀσφραίνεσθαι, μήτε μυσσόμενον μήτε πτύοντα εἰς τὸ δυνατόν· τῷ γὰρ οὕτω ποιοῦντι προσστήσεσθαι ῥᾳδίως ἐμέτους, καὶ

7

.

26

.

195

μᾶλλον εἰ ἐπὶ πλέον χρῷτό τις. Διοκλῆς δὲ καὶ τῇ ὑστέρᾳ τῆς

7

.

26

.

196

γυναικὸς πρόσθετον ἐσκεύαζε διὰ τοῦ ἐλλεβόρου ὥστε ἐξεμεῖν. Διεύ‐ χης δὲ καὶ τὸ ἦτρον κατέπλασσε τῷ ἐλλεβόρῳ· νῦν δ’ ἤδη καὶ τοὺς πόδας καταιονοῦσιν, ἑψῶντες τὸν ἐλλέβορον ἐν θαλάσσῃ, κυπρίνου ἐλαίου καὶ νίτρου μίσγοντες, ἐφ’ ᾧ φλεγματώδεις ἔμετοι γίνονται,

7

.

26

.

197

δοκοῦντες συμφέρειν ποδάλγαις καὶ ἀρθρίτιδι. οὕτω παντοδαπῇ τὴν χρῆσιν ἐπὶ πολλοῖς ἔχουσι τοῦ φαρμάκου, ἐπεὶ καὶ Φιλότιμον οἶδα, ὅπου πραοτέρας χρῄζει τῆς καθάρσεως, μετὰ τὸ δεῖπνον οὐ προσ‐ φέροντα, καὶ τοῦτο ἐνδείκνυσιν ἐκείνως· «ἐλλεβόρου καταπήξας εἰς
5ῥαφανῖδας τῇ ὑστεραίᾳ τῶν ῥαφανίδων προσφέροις· συντονώτατα γὰρ

7

.

26

.

198

ἐμέσει ὁ ἄνθρωπος, ἧσσον δ’ ἢ εἰ ἐξ ἐλλεβόρου». χρῆσις δ’ ἰσχυροτάτη

7

.

26

.

199

καὶ κρατίστη τέμνειν τὸν ἐλλέβορον ἡλίκα τὰ ἐρεικτὰ ἄλφιτα. οὐδὲν δὲ τὸ διαφέρον, εἰ καὶ σὺν τῇ ἐντεριώνῃ τέμνοις καὶ εἰ χωρίς· οὐδὲν γὰρ ἡ ἐντεριώνη οὔτε ὠφελεῖ οὔτε βλάπτει· μόνον τέμνειν ἴσα, καὶ πραότερον μὲν καθᾶραι βουλόμενος ὀλίγῳ τινὶ μείζω, ἰσχυρότερον δὲ

7

.

26

.

200

λεπτότερον, μὴ μὴν πολλῷ. ἄμεινον δὲ καὶ εἰ ἀπὸ μιᾶς ῥίζης λαμ‐ βάνοις καὶ εἰ τῷ πάχει ἴσα, ἵνα σοι καὶ τέμνοντι ἴσα ᾖ· εἰ δὲ μή, ἀλλὰ τὰ παχύτερα ὀρθὰ ἐρείκειν, ὡς ἰσοπαχῆ ποιῇς τοῖς λεπτοτέροις.

7

.

26

.

201

ὅστις δ’ ἐν οὐδενὶ ταῦτα λόγῳ ἔχει, πολλὰ ἀγνοεῖ, καὶ ἦν μέν, εἰ πάνυ σμικρὰ τὰ τμητὰ προσφέροι, κίνδυνος μακράν τε ἄλλως τὴν
κάθαρσιν γενέσθαι καὶ πνιγώδη.

8

.

1

t

Ἐκ τῶν Ἀρχιγένους· τίς ἡ προπαρασκευὴ τοῦ ἐλλε‐ βοριζομένου· ἐκ τοῦ α Τῶν θεραπευτικῶν χρονίων.

8

.

1

.

1

Τοὺς μέλλοντας ἐλλεβορίζεσθαι εὐτόνους κατὰ σῶμα καὶ εὐψύχους δεῖ κατεσκευάσθαι, τοῖς ὑγροῖς εὐρόους, πρὸς ἔμετον εὐκόλους· οὐκοῦν, ὡς μὴ πλημμεληθεῖεν οἱ ἄνω τόποι, προτετινάχθω ἡ κοιλία, ὡς ὑπ‐ έδειξα, εἶτα μετ’ ἀνάληψιν ἡμερῶν τεσσάρων ἢ πέντε ἔμετος ἐντευχθήτω
5ἀπὸ δείπνου ληγούσης σελήνης, καὶ διαγενομένων πέντε ἡμερῶν πάλιν ἕτερος, εἶτα ἐν τῇ αὐξήσει τοῦ μηνὸς πάλιν ἀναλαμβανέσθω τὸ σῶμα, καὶ μετὰ ταῦτα μαλαχθείσης τῆς κοιλίας ἀπὸ τῆς ἀποκρούσεως δύο ἢ τρεῖς ἔμετοι συναφθήτωσαν ἀπὸ τοῦ δείπνου, διὰ τριῶν ἕκαστος ἡμερῶν, εἶτα πρὸς λήγουσαν τὴν σελήνην ..... ἀπὸ ῥαφανίδων δ’ ἐκ‐
10κλινούσης, ἵνα μετ’ εἰκοστὴν πρώτην ἤδη ὁ ἐλλέβορος διδῶται, ὡς πλείονες μὲν οἱ ἀπὸ δείπνου ἔμετοι, πλείονες δὲ καὶ αἱ κάτω περι‐ ολκαί, πλείονες δ’ ἐνταγήσονται οἱ ἀπὸ ῥαφανίδων ἔμετοι, καὶ τότε

8

.

1

.

2

δοθείη ὁ ἐλλέβορος. τὸν μέσως δ’ ἔχοντα ᾠκονόμηκα, ἐπεί τοι, γένηται ἄν τις εὔκαιρος, εὐήμης, οὐ παχὺς τοῖς ὑγροῖς, συνεστὼς τῇ συγκρίσει, εὔψυχος, εἷς ἔμετος ἀρκέσει ψιλὸς ἀπὸ δείπνου, παρακεκινημένης ὀλίγα τῆς κοιλίας, καὶ μετὰ τρεῖς ἢ τέσσαρας ἡμέρας ἀπὸ ῥαφανίδων, μετὰ
5μίαν τε ἢ δύο ἐλλέβορος δοθείη, οὐδὲ ἐναντιώτατα ἔχων.

8

.

1

.

3

Τίνα εἶναι δεῖ τὰ διδόμενα δεῖπνα τοῖς μέλλουσιν ἐμεῖν. Ῥητέον οὖν τίνα τὰ ἐμούμενα δεῖπνα δεῖ εἶναι καὶ πῶς ἀπὸ τῶν

8

.

1

.

4

ῥαφανίδων ἐξερᾶται. ἑορτὴν οἱ πολλοὶ νομίζουσι τὰ δεῖπνα τὰ εἰς ἔμετον λαμβανόμενα· οὕτως ἀπλήστως καὶ ποικίλως αὐτοῖς προσφέρονται.

8

.

1

.

5

κατ’ ἄλλας μὲν οὖν περιστάσεις οὐδὲν κωλύσει, ἢ καὶ ἀναγκαῖόν ἐστι
τὸ τοιοῦτον· ὅσους δὲ παρασκευάζειν ἐλλεβόρῳ μέλλεις, πλείω μὲν ὀλίγῳ λαμβάνειν τῶν συνήθων δεῖ, ἵνα βαρέα καὶ ἀλλότρια δόξῃ, ὑπερδια‐ τείνειν δὲ τὸν στόμαχον ἀλλότριον· καὶ γὰρ εἰ κουφισθήσεται παρα‐
5χρῆμα, ἀλλ’ ἀρρωστότερος ἀποδείκνυται· εἴ τι δ’ ἂν ἄλλο, ἄνοσον αὐτὸν

8

.

1

.

6

ἀγαγεῖν δεῖ ἐπὶ τὴν φαρμακείαν. οὕτως δὲ καὶ ἐπὶ τῶν λαμβανομένων ἀποστρέφεσθαι δεῖ τὸ ταχέως ὀλισθαίνειν κάτω δυνάμενον, φυλαττο‐ μένους καὶ τὸ ἐμπνευματοῦν, ἵνα ἀνεπηρέαστος μὲν ἡ κάτω κοιλία γένηται καί, ὡς ἔνι, ἀτροφωτάτη, ἑτοίμως δ’ αὐτὸ ἀποκρίνῃ ἡ ἄνω,

8

.

1

.

7

ἐπιπολάσαν τε καὶ ἀδιάσπαστον ὃ γίνεται ὑπὸ τῶν πνευμάτων. οὐκοῦν οὐ χρὴ τὰ πρῶτα δριμέα εἶναι οὐδ’ αὖ γλυκέα ἢ λιπαρά, ἀλλὰ ταῦτα μὲν εἰς ὕστερον φυλακτέον, τὰ ψαθαρώτερα δὲ τὰ πρῶτα εἰσενεκτέον, αὐτὸν 〈τὸν〉 ἄρτον καὶ πολτὸν συνεστῶτα ἀκροδρύων, εἶτα κρέα ἐπεισ‐
5φορεῖσθαι δεῖ, μὴ τῆς βαρείας ὄντα ὕλης, ἀλλὰ πιμελωδεστέρας καὶ σὺν χυμῷ τινι, καὶ ὀσπρίων τὰ ἤδη συναίροντα τὸ σιτίον, ἐν οἷς καὶ δριμύτερόν τι ἔστω, κρόμμυον ἢ ῥαφανὶς ἢ πράσον, εἶτα τῶν στυφόν‐ των μικρά, καὶ μετὰ ταῦτα ὅ τι κνισῶδες εἴη, καὶ μελίτωμα καὶ τρά‐

8

.

1

8,9

γημα, σῦκον, σταφίς, κάρυον. ἀγαθὴ καὶ ῥοὰ πρὸς ἔμετον. μεταξὺ δὲ

8

.

1

.

9

(2)

πίνειν συνεχέστερον προσήκει λεῖόν τινα οἶνον καὶ ἡδύν· ὁτὲ δὲ καὶ γλυκέος ἢ οἰνομέλιτος πληρεστέρα πόσις ἐξεκομίσθη (καὶ γὰρ αἱ τοι‐

8

.

1

.

10

αῦται ἐμπνευματώσεις εἰσίν) τῷ ἀνακουφίζειν ἅπαντα. ἐλαίαν τε καὶ

8

.

1

.

11

μάλιστα κολυμβάδα φυλακτέον. φακοὶ δ’ ὀξίζουσιν, εἴ τις αὐτοὺς προσ‐

8

.

1

.

12

ενέγκαιτο, καὶ ἀηδεστέρους ποιοῦσι τοὺς ἐμέτους. σταφὶς δ’ ἡδίων,

8

.

1

.

13

σῦκον δ’ ἐν δευτέρῳ, σμηκτικώτερον δ’ ἐστίν. εἰ δέ τις δεινὸς εἴη ἐμέσαι, ἡ πτισάνη μέση ληπτέα, γλυκεῖ 〈ἢ〉 οἰνομέλιτι κεκραμένη.

8

.

1

.

14

τοῖς δ’ ἄγαν ἀποκρατοῦσι σήσαμα δίδονται καὶ βολβοὶ οἱ ἀπὸ τῆς ναρκίσσου, ὡς ἄλλως τε δυνηθέντες καὶ ταῖς πτισάναις τόνον ἐνθέντες·

8

.

1

.

15

ναυτίας γὰρ ἐμποιοῦσιν. μετεωρίζει τὸ σιτίον καὶ μετ’ ὄξους τάριχος πρῶτον ληφθὲν καὶ ἱκανωτέρου ἐλαίου τῶν πιόνων τούτων ἃ χωρὶς

8

.

1

.

16

ὄξους λαμβάνεται. παραπλέκεται καὶ τῶν λαχάνων τῶν ἑφθῶν τινα,

8

.

1

.

17

βλίτον, ἀνδράφαξυς, καὶ τῶν ὠμῶν ἀνδράχνη καὶ μέση ῥαφανίς. ἀθρόου δ’ ἐπιποθέντος, μετὰ διάστημα τοῦτο ἔσχατον σιτῶδες εἰσενηνέχθαι, μήτε δυεῖν ὡρῶν πλεῖον μήτε μιᾶς ἔλαττον, εἶτα ἀφέλκεται τῆς κάτω κοιλίας, ἐφ’ ὅσον ὀλισθῇ κάτω τι τῆς τροφῆς εὖ μάλα κατειλημέ‐

8

.

1

.

18

νης ........ περίπατος ἐν ἀλέᾳ, καὶ κατ’ αἴσθησιν ἐρυγῆς ἀναβαινού‐ σης ἐπιτίθεσθαι χρὴ τῷ ἔργῳ, δάκτυλον καθιέμενον ἢ πτερόν, ἐὰν ἑτοίμως ὑπακούσῃς, καὶ λιπανθέντος λιπαρῷ τινι ἐλαίῳ, τὴν ἐπιγλωσ‐

8

.

1

.

19

σίδα παραπιέζειν δεῖ κατὰ σχίσιν, ἵνα αἱ καταπόσεις γίνονται. αὐτίκα δ’ ἐπὶ τοῦτο ὁρμᾶν, δακτύλου προσελθόντος ἢ ἄλλου σώματος· τηνι‐ καῦτα γὰρ διανοίγεται τοῦ στομάχου τὸ στόμα· καὶ παρισθμίων δὲ

8

.

1

.

20

ψηλαφεῖν αὐτὸ ποιεῖ. ἐμμένειν δὲ χρή, ἕως ἀθροῦν ἐπεισενεχθῇ τὸ σιτίον, ἀλλὰ μὴ ἀθρόως ἀφέλκειν τοὺς δακτύλους πρὸς τὴν πρώτην

8

.

1

.

21

ἀνάπλευσιν. πλειστάκις ἐντεῦθεν ἤρκεσεν ἀποπιασθεῖσα γαστὴρ τὸ πλέον,

8

.

1

.

22

εἰ μὴ καὶ πᾶν, ἐξῶσαι. ἐπικύπτοντα δὲ δεῖ συνεργάσασθαι, ὡς ἀργό‐ τεροί γε τοῖς κατακειμένοις οἱ ἔμετοι γίνονται, ἀθροῦν τε εἰσπνεύσας ἐπικυπτέτω, οὐ παριόντος μὲν εἴσω τοῦ πνεύματος εἰς τὴν γαστέρα· σὺν ἐντάσει δέ τινι τῶν μερῶν τούτων πρὸς τὰ ἀναπνευστικὰ μέρη
5ἐκμοχλεύεται. τὸ δ’ ἐγκαθήμενον ἀκολουθεῖ σιτίον σὺν φλέγματι πολλῷ·

8

.

1

.

23

τοῖς δ’ ἐμέσασι καλῶς καὶ χολῶδές τι ἀκολουθεῖ, οὐχ οὕτως θεαθῆναι

8

.

1

.

24

ὡς τῇ γεύσει δῆλον. πολλοὶ δ’ οὐ διδαχθέντες ἐμεῖν ὑπ’ ἀπειρίας ἐκινδύνευσαν ἐπὶ τῷ ἐλλεβόρῳ, συνεργείας ποτὲ δεομένων· διὸ εὖ μάλα ὑποδεικτέον, οἷς τε καιρὸς ἐπιβάλλεσθαι ἐξερᾶν, ὅπως τε θιγγά‐ νειν τῶν μερῶν, καὶ τὰς ἐντάσεις, κάτωθεν συναγομένου τοῦ ἐπιγαστρίου,
5ποιεῖσθαι, ἀλλὰ μή ποτε τῶν περὶ τὸν τράχηλον τόπων· καὶ προσ‐

8

.

1

.

25

κατάσχοι γὰρ ἂν ἡ ἐντεῦθεν βία μᾶλλον. ὁ μὲν οὖν ἀπὸ δείπνου ἔμετος τοιοῦτος.

8

.

1

.

26

Περὶ τοῦ ἀπὸ ῥαφανίδων ἐμέτου. Ὁ δ’ ἀπὸ ῥαφανίδων πρακτικωτέρως σαλεύει καὶ προδιδάσκει τοῦ ἐλλεβόρου, καὶ δήξεις ποιούμενος ἔσθ’ ὅτε καὶ λειποθυμώδεις ἐπιπολα‐

8

.

1

.

27

σμοὺς καὶ τὰς περὶ φάρυγγα στενοχωρίας. δεῖ δὲ πλῆθος μὲν τὸ λαμ‐

8

.

1

.

28

βανόμενον εἶναι πλεῖον ἢ λίτραν, μὴ πλέον δὲ τριῶν ἡμιλιτρίων. δρι‐ μείας δὲ τὰς ῥαφάνους καὶ τρυφερὰς ἐσθίειν· ἐὰν γλυκύτεραι ὦσι, φλοιὸς ἔστω καὶ σὺν αὐτῷ τῶν φύλλων τὸ τρυφερώτατον καὶ τὸ

8

.

1

.

29

ἐγκάρδιον. ἀπ’ ὀλιγοσιτίας δὲ καὶ ὑδροποσίας εἶναι δεῖ, τοὺς μὲν μακροτέρας, πάντας δὲ τῇ μὲν πρὸ μιᾶς εὖ τὴν κοιλίαν ὑπῆχθαι σπουδῇ τε ἰδίᾳ, καὶ εἰ δυσπειθὴς εἴη, καὶ κλυσμῷ προτρέπομεν, περιπάτου δ’ ἱκανοῦ προηγησαμένου ἐν ἀλεεινῷ καὶ εἰ θέρος εἴη, ἐν εὐπνόῳ περὶ

8

.

1

.

30

μεσημβρίαν. λαμβάνειν δὲ μέλιτι ἡδύναντας, μάλιστα τὰς πρώτας, καὶ

8

.

1

.

31

μετὰ ταῦτα ἁλὶ λευκῷ καὶ καθαρῷ, εἶτα ἐν ὀξυμέλιτι. τούτου καὶ ἐπιρροφεῖν μεταξὺ οὐκ ἄχαρι, εἰ δέοι, καὶ μέχρι ἡμικοτυλίου δαπανῶν‐

8

.

1

.

32

τας αὐτοῦ. ἔστω δὲ καὶ τὸ ὄξος, εἰ οἷόν τε, σκίλλινον, καὶ τὸ μέλι

8

.

1

.

33

θυμίζον ὁ σπουδαῖος παραλαμβάνει. τόδε ἂν καὶ εἰς ἐπίτασιν τοῦ πράγματος, καὶ ὀρίγανον λεῖον μετ’ ἀλητοῦ ἁλός, καὶ καθ’ αὑτὸ δ’

8

.

1

.

34

ἅλας καὶ ὕσσωπον, τὴν συμμετρίαν καὶ ἀπαρτίσαντα συμμένειν. τοῦ ὀξυμέλιτος ἐπιρροφῆσαι μικρὸν δεῖ, εἰς ὅσον ἀποκλύσαι τὰς ληφθείσας ποιότητας, εἶτα μικρὰ μὲν κατακλιθῆναι, καὶ πόδας ψηλαφηθῆναι, ἐπ‐ αναστάντα δ’ ὀλίγον περίπατον ῥεμβώδη διελθεῖν καὶ ἀποκαθίσαντα
5ἐρευγμῶν ἤδη πειρᾶσθαι καὶ συνάπτειν τὸ ἔργον, ὥρας δι’ ὀλίγου πλεί‐

8

.

1

.

35

ονος χρόνου διαγενομένου. ἔστω δὲ καὶ ἔμφασις ὑπογινομένης ναυτίας.

8

.

1

36,37

σπαρασσέσθωσαν δ’ εἰς ἀποκάθαρσιν τελείαν. ἀπαντᾷ δὲ καὶ λεπτὸν

8

.

1

.

37

(2)

ὑγρὸν ἱκανόν, καὶ πλεῖστον τὸ φλεγματῶδες, καὶ ὕστερον ἐνίοις τὸ

8

.

1

.

38

πικρίζον μεταβεβήκοι. ἰῶν δέ πως αἰσθανέσθωσαν καὶ τῶν ῥαφάνων·

8

.

1

.

39

εἰ δὲ μή, ἀργοτέρα ἡ ἀφολκὴ γίνεται. μετὰ τοῦτον τὸν ἔμετον προσ‐ κλύσματος μὲν αὐτίκα χρεία καὶ ἀναγαργαρίσματος δι’ ὑδρομέλιτος, εἶτα δι’ ὕδατος, καὶ κατακλίσεως ὀλίγης καὶ ψηλαφίας τῶν ποδῶν ἱκανῆς· εἰ δ’ ἐπιδέχοιτο, καὶ ὕπνου τινός· εἶτα πειρατέα ἡ κοιλία
5πνεύματα διεκβάλλειν, περίπατος ἐντεῦθεν καὶ λουτρὸν θερμόν, εἶτα προσφορά, ἡγουμένου μέν τινος δριμέος, οἷον ταρίχους ἰσχνοῦ καὶ εὐστόμου, ἐπακολούθου δὲ σαρκιδίου πτηνοῦ καὶ τῶν παρεοικότων.

8

.

1

.

40

τῶν δ’ ἀπὸ δείπνου ἐμέτων προηγείσθω λουτρόν, ὅταν τις ᾖ δυσήμης.

8

.

1

.

41

οὕτω παρεσκευασμένον μετὰ τὸν ὕστερον ἀπὸ ῥαφανίδων ἔμετον ἀνα‐ στάντα, ἀναπαύσει μᾶλλον ἢ τροφαῖς ἀναληφθέντα ἡμέραις ἀκτέον ἐπὶ τὸν ἐλλέβορον, περὶ οὗ ῥητέον.

8

.

2

t

Περὶ ἐκλογῆς καὶ δόσεως ἐλλεβόρου· τοῦ αὐτοῦ· ἐκ τοῦ αὐτοῦ λόγου.

8

.

2

.

1

Ῥητέον πρῶτον περὶ ἐκλογῆς τοῦ ἐλλεβόρου 〈καὶ〉 παρασκευῆς.

8

.

2

.

2

οὐκοῦν χρηστέον πρῶτον μὲν Οἰταίῳ, δεύτερον δὲ Γαλατικῷ, εἰ δὲ μή, Σικελικῷ· οὗτος μὲν οὖν τεταμένας τε τὰς ῥάβδους ἔχει καὶ περιτενεῖς καὶ ξυλοφανεῖς, πάχει δὲ λεπτοτέρας, ἀραιὰς δὲ τῶν ἄλλων ἔλαττον.

8

.

2

.

3

ὁ δὲ Γαλατικὸς παχύτερός ἐστι καὶ ποσῶς ῥυσός, ὑπόχαυνος, ἔκλευκος,

8

.

2

.

4

ναρθηκοφανής. ὁ δ’ Οἰταῖος χρώματι μὲν ἧττον λευκὸς τοῦ Γαλατικοῦ, ἐπὶ τὸ μελάντερον μᾶλλον ἀποκλίνων ἤπερ ἐπὶ τὸ γεωφανέστερον, ὃ συμβέβηκε τῷ Σικελῷ, ἥκιστα ταῖς ῥάβδοις ὀρθαῖς, ἥκιστα τεταναῖς, παχύς τε ἂν γένοιτο (ἀλλ’ οὐχ αἱρετέον τοῦτον) καὶ ῥυσὸς ἐπὶ πλέον,
5ὅταν ἀτροφώτερος ᾖ· ἀποκλασθεὶς δ’ ἔνδοθέν ἐστι λευκὸς σφόδρα, γευσαμένῳ δ’ ὀψὲ μὲν δακνίζων πως τὴν γλῶτταν, ἠρέμα δὲ παρεπι‐ τείνεται καὶ σίελον ἄγει, καὶ ἐπὶ πλέον παραμένει ταῦτα ποιῶν. γλυ‐

8

.

2

.

5

κάζει δὲ πᾶς, ἀλλ’ οὗτος τῶν ἄλλων μᾶλλον. ὁ δὲ Γαλατικὸς ἐμπηδᾷ τε ταχὺ τῇ δήξει, ἐπικαίων εὐθὺς τὴν γλῶσσαν, καὶ προπετέστερον

8

.

2

.

6

ἄγει τὸ σίελον, ἀλλ’ αὐτίκα ἀποσβέννυται. τοῦ δὲ Σικελικοῦ πλέων ἡ δῆξις τοῦ ἀνυγρασμοῦ ἐστιν· λείπεται δὲ τῆς τοῦ Γαλατικοῦ, καὶ παρα‐ μένει ὁμοία οἵα ἤρξατο ἐπὶ πλέον ἢ ἡ τοῦ Γαλατικοῦ· σιελισμοῦ δ’ οὐ πάνυ ἐστὶν ἐμποιητικὴ καὶ ἀμβλέως πως καταστρέφει· δεῖ δὲ λαμβά‐
5νειν ξηρόν· οὕτως ἀποκλώμενος κονιορτόν τινα ἀνότιστον ἀποφυσᾷ,

8

.

2

.

7

ὁ δ’ Οἰταῖος, κἂν ξηρὸς ᾖ, 〈οὐ〉. οὗτος οὖν ἀποκλώμενος συναναμε‐ μιγμένην ἔχει τὴν ἐντεριώνην, εἶτα δὲ προνοτισθεὶς περιλελυμένην ἔχει

8

.

2

.

8

αὐτὴν καὶ οἵαν ἐξαιρεθῆναι ῥᾳδίως. δεῖ δὲ καὶ αὐτῆς εἰς ἐπιτεταμένην κάθαρσιν· οἱ δὲ τὸ πνιγῶδες αὐτῇ ἀνέθεσαν, εἶτα, ὥσπερ εὐνουχίσαντες

8

.

2

.

9

τὸ φάρμακον, ἀπράκτου σκυλμοῦ μετέδωκαν. μὴ πελιότης ἔστω, μὴ σπίλος ἄλλος περὶ τὸν ἐλλέβορον, ἀλλὰ καὶ ἔξωθεν καθαρὸς καὶ ἀπο‐

8

.

2

.

10

κλασθεὶς σφόδρα λευκὸς ἔστω ἔνδοθεν. εἰλήφθω μὲν τοιοῦτος· τετμῆ‐ σθαι δὲ δεῖ μᾶλλον ἢ ἐψαλίσθαι· δύσκολον γὰρ τῆς ἰσότητος στοχά‐ σασθαι ἐν τῷ ψαλίζειν· ἀλλὰ γὰρ καὶ κατὰ τὰς ἀποπάλσεις τὰς ἐν τῷ ψαλισμῷ κονιορτὸς γενόμενος προσκάθηται, ὃς καὶ ἀνώμαλον καὶ πνι‐

8

.

2

.

11

γώδη τὴν κάθαρσιν ποιεῖται. τεμνέσθω δ’ ἡ μὲν παχεῖα ῥάβδος καὶ ἐπ’ εὐθείας ἅπαξ ἢ δὶς πρὸς λόγον τοῦ πάχους, καὶ μετὰ ταῦτα πλαγίως, στοχαζομένων ὡς ἴσα τμήματα εἴη μέγεθος ἡλίκον ἀλφίτου μὴ μικροῦ, 〈ἀλλ’〉 ἄλλῳ μὲν μεῖζον, ἄλλῳ δ’ ἔλαττον διδόναι ἁρμόσει·

8

.

2

.

12

ἐπιτεταμένως δὲ κινεῖ ὁ λεπτότερον κοπείς. κἂν λεπταὶ δ’ ὦσιν αἱ ῥάβδοι, διῃρήσθωσαν καὶ κατὰ μῆκος ἐξαπλώσεως ἕνεκα τῶν ῥάβδων.

8

.

2

.

13

μέτρον μὲν οὖν δύο δραχμαὶ ἡ δαψιλεστάτη δόσις, ἡ δ’ ὀλιγωτάτη ὀκτὼ ὀβολοί, ἡ μέση δέκα· καὶ ποιεῖ μὲν μείζονα σκυλμὸν ἡ ἐλάττων, πλείονα δὲ κένωσιν μεθ’ ἥττονος τοῦ σκυλμοῦ ἡ πλείων, ἡ δὲ μέση

8

.

2

.

14

σύμμετρος. μεμνῆσθαι δὲ δεῖ μετὰ τὴν ἐκλογὴν τοῦ ἐλλεβόρου δια‐ ψύχειν αὐτόν, ἀλλὰ μὴ εὐθὺς ἀπὸ τῆς συνθέσεως τέμνειν τε καὶ διδόναι· πνιγωδέστερος γὰρ γίνεται. διὸ κυνὶ παρέβαλεν Ἀγαθῖνος, πάντα ἀκριβὴς ὢν καὶ οὐ πιστεύων τῇ ἐκλογῇ, ἀλλὰ καὶ πείρας εἰς ἀσφάλειαν
5δεόμενος, ὅπως ἂν ἐμέσαι ὁ κυών. οὕτως καὶ ὁ ἄνθρωπος ὁ λαβὼν

8

.

2

.

15

ἐκαθαίρετο· ἐτίθετο οὖν τὴν πεῖραν ἐν ἀσφαλεῖ. τοῖς μὲν οὖν ἄλλοις ἄντικρυς διδόναι (οὐ γὰρ ἀντιπάσχουσιν)· τοὺς δὲ μαινομένους αἱ παρα‐ κοπαὶ ἀποστρέφουσιν ὑπό τε τοῦ ἀπειθεῖν ὑπό τε τοῦ ὑποπτεύειν ἀδικαίως τὸ βοήθημα τοῦτο· καὶ δή τινες αὐτῶν καὶ φαρμακείας δε‐

8

.

2

.

16

διότες παρακόπτουσιν· οὐκοῦν ἐνέδρας δεῖ πρὸς αὐτούς. καὶ οἶκος μὲν ἕτερος παρεσκευάσθω, εἰς ὃν ἄξομεν αὐτοὺς μετὰ τὸ λαβεῖν, ἔχοντα καὶ τῆς αἰώρας τινὰ ἀφορμὴν καὶ τὴν ἄλλην παρασκευὴν πρὸς τὰ

8

.

2

.

17

συναντῶντα ἐν ταῖς καθάρσεσιν. συγχρίσαντες δ’ ὡς ἐπὶ τροφὴν ἄξο‐ μεν, καὶ ἵνα ἡμῖν ἐν ὥρᾳ ὑπακούσειαν, προϋπεστάλθωσαν, πρὸ πολλοῦ

8

.

2

.

18

εἰθισμένοι ἢ πολτὸν ἢ χόνδρον πλυτὸν ἢ μελίτωμά τι. εἰσφερέσθω πρῶτον τὸ ἐκ τῆς συνηθείας παρατεθέν, ἐμπεφυραμένου τοῦ φαρμάκου σφαίρας ποιοῦσι καταπίνειν ἀπὸ τοῦ πολτοῦ καὶ τῶν πεμμάτων, ὧν

8

.

2

.

19

ἐποιήσαμεν ἑφθῶς. ἐκ φιλονεικίας οὖν ἀρίστων τινῶν καὶ τοῦ πρὸς αὐτοὺς ζήλου, ἵνα ἐπὶ τῆς χρείας μεθ’ ἡμῶν τὸ ἔθος ᾖ, ἀπροϊδῶς ἐπὶ

8

.

2

.

20

τὴν ἐνέδραν αὐτοὺς ἄγω. τῷ μὲν οὖν πολτῷ ἐμφυραθείη ἄν, πυρίνῃ δὲ πτισάνῃ οὐ πάνυ τι· ἐν τοῖς πολτοῖς γὰρ καὶ τοῖς σπέρμασι δια‐ λάθοι ἂν καὶ φωραθὲν ἀμέλειαν τὸ σκευασθὲν μᾶλλον ἢ ἐνέδραν ἡμε‐

8

.

2

.

21

τέραν ἐκφανεῖ. δεῖ δ’ ἐν πολλοῖς τὴν αὐτὴν συμμετρίαν κεκρύφθαι, ἵνα, εἰ ὀλίγον ἀπό τινος γεύσαιντο, ἀπ’ ἄλλου συμπληρώσειαν· ἐνταῦθα στοχασμοῦ δεῖ, ὅπως ἐκ πλειόνων λήψεων ἡ ἅμα συμμετρία πληρωθείη· οὐ μὴν δεινόν γε οὔτι οὐδὲ ὑστερήσασιν ἐπήρτηται, καθὰ φόβος τοῖς

8

.

2

.

22

πολλοῖς, ἀλλὰ καὶ καθαρθέντας οἴδαμεν αὐτάρκως. καὶ 〈οὐδὲ〉 ὄλισθος αὐτοῖς σπαραχθῆναι καὶ διὰ κενῆς ἔστιν, εἴ γέ τις εἰδείη καὶ προβλέ‐ πειν πνιγμὸν καὶ βοηθήσειεν αὐτῷ, ὡς τό γε ὑπὲρ τὸ μέτρον οὐχ, ὡς νομίζεται, παντάπασιν ἐκλύει τὴν βοήθειαν, ἀλλ’ εὐκολωτέραν ποιεῖ,
5καὶ ῥεπτέον ἐπὶ τοῦτο μᾶλλον· τά τε γὰρ ἄλλα καὶ τὸ ἀγαθὸν τοῦ

8

.

2

.

23

φαρμάκου τοῦτό ἐστιν, ὅτι ὁπόσον ἂν ᾖ, πρῶτον ἐξερᾶται. οὐκοῦν ὁ τῆς ὑπερκαθάρσεως φόβος οὐ δεινός· εὐμαρὲς γὰρ καὶ ἀποσμῆξαι τὸν

8

.

2

.

24

στόμαχον καὶ ἀποστῦψαι. οὓς μὲν οὖν μεταχειρίζεσθαι δυνατόν, οὕτω μεταχειριζέσθωσαν· εἰσὶ δ’ οἱ παντελῶς παρατεταγμένοι, καὶ τούτοις

8

.

2

.

25

ἀγκυλωτέρας χρεία ἐνέδρας. περὶ ταύτης οὖν καὶ δὴ λέγωμεν· εἰ γὰρ μήτε πλακοῦντι τῶν τρυφερωτέρων ἐγκρύψαι δυνηθείημεν μήτε ταῖς εἰρημέναις πτισάναις, τῷ βολβῷ χρηστέον· οὕτως δὲ καὶ πολτῷ ἐμ‐ πλασθεὶς λάθοι ἄν· λεῖος γὰρ γίνεται καὶ ῥοφήματι καὶ πολτῷ καὶ

8

.

2

.

26

φακῷ καὶ παντὶ τῷ καταπίνεσθαι δυναμένῳ. οὐ δύο δὲ δραχμὰς αὐτοῦ δώσεις, ἀλλὰ καὶ τέσσαρας· ἀτονωτέρως γὰρ ἐλλεβορίζει· ὅμως ἄγει

8

.

2

.

27

πλεῖον καὶ λεπτότερον, ἄχρις οὗ, εἰ βούλοιο, καὶ μελαίνης χολῆς. εἰ δὲ μή, ἐκλείγματι αὐτῷ χρηστέον· σκευάζεται δ’ οὕτως· ἐλλεβόρου λίτραν δεῖ λαβεῖν ἐξειλεγμένου καὶ βρέξαι εἰς ὕδατος ξέστας ἓξ ἐφ’ ἡμέρας τρεῖς, εἶθ’ ἑψῆσαι, μέχρις ἂν ἀπολειφθεῖεν ξέσται τρεῖς· μετὰ
5δὲ ταῦτα ἐκθλίψαντα σπουδαίως τὰ ῥαβδία ἐκβάλλειν, τρεῖς δὲ λίτρας μίξαντα μέλιτος τῷ λοιπῷ ὕδατι ἑψεῖν, μέχρι σύστασις ἐκλεικτοῦ γένη‐ ται, καὶ ἀποθέμενον ἐν ὑέλῳ ἢ ἀργύρῳ τηρεῖν σπουδαίως, ὅπως μὴ

8

.

2

.

28

διαπνευσθῇ. δίδοναι δ’ ἐξ αὐτοῦ τῷ παρεσκευασμένῳ μύστρου συμμέ‐

8

.

2

.

29

τρου πλῆθος. καθαίρει σφοδρῶς· οὐκ ἂν δ’ ἀποπλήξειεν, ἀλλὰ δεῖ καὶ

8

.

2

.

30

εἰς αὐτὸ ἐνέδρας. προσβαλὼν οὖν ὀλίγον μέλι καὶ ὕδατι διαλύσας πιεῖν δίδου· εἰ δὲ μή, ἐπὶ θερμοσποδίας συναγαγὼν αὐτὸ εἰς καταπότια

8

.

2

.

31

πείσαις ἂν καταπιεῖν. ἤδη δὲ βηχώδει ὄντι εὔκαιρον ἐγένετο, ὡς βη‐

8

.

2

.

32

χικὸν καταπότιον. σκευάσαντας, εὐσυμμέτρως συντετμημένων τῶν ῥα‐

8

.

2

.

33

βδίων, δοῦναι μέλιτι ἑφθῷ συστραφέν. τοὺς δὲ καὶ πρὸς βίαν ἐκαθά‐ ραμεν, εἰ μὴ ἐνεδρευθεῖεν, διὰ κλυστῆρος ἐνέντες τοῦ ἐκλείγματος

8

.

2

.

34

διπλῆν τὴν συμμετρίαν ὀλίγῳ ὕδατι ἀνεθεῖσαν. εἶτα ἐκ τῶν ῥάβδων τμήματα χυλῷ πτισάνης ἐγκεράσαντες, ἡνίκα μένει καὶ κροκύδια .....

8

.

3

t

Ἐκ τῶν Ἡροδότου· περὶ δόσεως ἐλλεβόρου· ἐκ τοῦ Περὶ κενουμένων βοηθημάτων.

8

.

3

.

1

Ἔστι δ’ ἀκινδυνοτάτη χρῆσις παρ’ ἡμῖν ἡ διὰ τοῦ ἑψηθέντος ἐλ‐ λεβόρου· τὸν δὲ τρόπον τῆς σκευασίας ἔχει τοιόνδε· ἐλλεβόρου λίτραν ἀποβρεχομένην ὕδατος κοτύλαις ἓξ ἐπὶ τρεῖς ἡμέρας μεταφέψομεν ἐπὶ πυρὸς μαλακοῦ μέχρι τοῦ ἀναλωθῆναι τοῦ ὕδατος τὸ τρίτον, εἶτα τὸν
5ἐλλέβορον ἀποθλίψαντες, εἰς τὸ ἀφέψημα κοτύλας δύο μέλιτος βαλόντες

8

.

3

.

2

πάλιν ἕψομεν μέχρι τοῦ ἀμόλυντον γενέσθαι. δίδομεν δὲ τοῖς μὲν μὴ πολλῆς δεομένοις καθάρσεως κοχλιάρια δύο, τοῖς δ’ εὐτόνοις μύστρου

8

.

3

.

3

πλῆθος. ἡ δὲ διὰ τούτων κάθαρσις οὔτε τὸν ἀπὸ πνιγμοῦ οὔτε τὸν ἀπὸ τῆς καθάρσεως ἡμῖν ἤνεγκέ ποτε φόβον· ἀλλὰ γὰρ καὶ τῆς βιαίου καὶ συντόνου ἐνεργείας καὶ χωρίς τε καὶ διὰ τούτων, ὡς εἰκός, ὀλιγω‐ φελέστερός ἐστι, καὶ δίδοται, ἐπειδὰν φροντίζωμεν συντόμου θεραπείας
5ἐπὶ τῶν εὐδιορθώτων παθῶν καὶ κατορθωθησομένων ἂν χρονιώτερον διὰ τῶν λοιπῶν βοηθημάτων· κερδαίνομεν δ’ ἐξ αὐτοῦ τὸ θᾶττον περι‐

8

.

3

.

4

ποιεῖν τὸ τῆς τέχνης ἐπάγγελμα. ἐπὶ δὲ τῶν μαινομένων καὶ μηδενὶ τρόπῳ ληψομένων αὐτὸν τῷ πρὸς πᾶσαν τροφὴν ὑπόπτως ἔχειν ἡ διὰ τούτου δόσις ἀρίστη· καὶ γὰρ εἰ μὴ διακόψειε τελέως τὴν νόσον, ἐμείωσε

8

.

3

.

5

μέντοι, ὥστε πολλάκις καὶ βουλομένοις ἐκ δευτέρου δοθῆναι. προσ‐ φερέσθω δὲ δι’ ὑδρομέλιτος διεθὲν μετὰ πολλοῦ τοῦ χόνδρου· δυνατὸν

8

.

3

.

6

δὲ καὶ σὺν φακῷ καὶ σὺν πέμμασι διδόναι. βέλτιον δὲ καὶ ἀκέραιον

8

.

3

.

7

προσφέρειν· καθάπτεται γὰρ μᾶλλον οὕτως τῶν σωμάτων. δίδομεν δὲ καὶ τοῖς δυσιάτοις μὲν 〈ἐν〉 διαθέσεσιν οὖσι, μὴ κατὰ πάντα δ’ ἐπι‐ τηδείως πρὸς ἐλλέβορον ἔχουσιν, ὥσπερ εἰπεῖν ἡλικίαν ἀμφίβολον ἢ φυσικὴν τῶν σωμάτων ἀσθένειαν ἢ δειλίαν· ἐπὶ γὰρ τούτων ὁτὲ μὲν
5καὶ ἐκ δευτέρου καὶ τρίτου χρησάμενοι μεγίστων παθῶν περιεγενόμεθα, ὁτὲ δὲ προπειράσαντες τὸ φάρμακον ἀκινδύνως καὶ τὸν παρυφιστάμενον ἀποθέμενοι φόβον ἐπὶ τὸν ἀκέραιον ἐλλέβορον ἤλθομεν.

8

.

4

t

Ἐκ τῶν Ἡροδότου· ποῖος ἄριστος ἐλλέβορος· ἐκ τοῦ αὐτοῦ λόγου.

8

.

4

.

1

Ἐλλέβορος δ’ ἄριστος ὁ ἀπ’ Ἀντικύρας· ὁ γὰρ λοιπὸς ταχέως τὰς ἐκκρίσεις διερεθίζων ἐντὸς τριῶν ἢ τεσσάρων ὡρῶν τοῦ καθαίρειν

8

.

4

.

2

παύεται. ἔστι δ’ ὁ ἀπ’ Ἀντικύρας ἐλλέβορος πρῶτον μὲν τῶν ἄλλων εὐτραφέστερος, δεύτερον δὲ χαῦνος καὶ τρόπον τινὰ πολύκενος, τῇ

8

.

4

.

3

δὲ χροιᾷ ἐμφερὴς ὤχρᾳ ἀνειμένῃ. ἔστω μέντοι γε ὁ κάλλιστός πως εὐθὺς καὶ ῥυσὸς καὶ ἰσόπαχυς μέχρι τοῦ πλείστου, πρὸς δὲ τῷ τέλει ἀπομυουρίζων· ὅμως ἐν εὐτροφίᾳ καὶ κατὰ τοῦτο μενέτω· ὁ γὰρ ἀπὸ πολλοῦ εἰς λεπτὰς κτηδόνας ἀναλυόμενος, εἰ 〈καὶ〉 φύσει ἐστὶν εὔτρο‐

8

.

4

.

4

φος, εἰς τὴν τομὴν οὐκ ἔσχηκεν ἐν ἐπιτηδείῳ καιρῷ. κλασθεὶς δὲ λευ‐
κὸς ἔνδοθεν φαινέσθω καὶ λεπτὴν ἐχέτω τὴν ἐντεριώνην, προσαχθείς τε ταῖς ῥισὶ μετ’ οὐ πολὺ πταρμοὺς κινείτω, καὶ μασηθεὶς πυρούτω

8

.

4

.

5

τὸ στόμα καὶ γλυκαζέτω καὶ πολὺ ἐπισπάσθω σίελον. τὸ δὲ κλώμενον ἀποβάλλειν τι χνοῶδες οὐχὶ τοῦ καλοῦ σημεῖόν ἐστιν, ἀλλὰ τοῦ ξηροῦ·

8

.

4

.

6

δεῖ δ’ αὐτὸν καὶ ξηρὸν εἶναι. εἰ δ’ ὁ θαμνίσκος, τὰ μὲν εὔτροφα ληπτέον, καὶ μᾶλλον μὲν ἀπὸ τούτου τὸ ποσὸν εὑρεῖν· εἰ δὲ μή, τὸ ἐλλεῖπον ἀπό τε τοῦ ὁμογενοῦς καὶ ἐμφεροῦς κατὰ πάντα λαμβανέσθω ἕνεκα τοῦ μὴ γενέσθαι τὴν κάθαρσιν ἀνισόχρονον.

8

.

5

t

Ἐκ τῶν Ἀντύλλου· περὶ ἐλλεβόρου· ἐκ τοῦ β λόγου Τῶν κενουμένων βοηθημάτων.

8

.

5

.

1

Χρὴ δὲ τοῦτο προκαταμεμαθηκέναι, διότι ὁ μὲν ψαλιστὸς ταχέως ἄρχεται καθαίρειν μετὰ δύο ὡς ἐπίπαν ὥρας, χολὴν δὲ καὶ φλέγμα ἐξαγαγὼν ἄνευ πολλοῦ σπαραγμοῦ καὶ αὐτὸς συνεξεμεθείς, ἐν ὥραις τέτταρσιν ἢ πέντε ἀποπαύει τὴν κάθαρσιν· ὁ δὲ κριμνώδης καὶ ἔτι
5μᾶλλον ὁ χνοώδης σφόδρα μὲν βραδέως ἐνεργοῦσιν, ὥστε καὶ μετὰ τέσ‐ σαρας ὥρας ἢ πέντε πολλάκις ὑπάρχεσθαι· πάντα δὲ τὰ εἴδη καὶ χολῆς καὶ φλέγματος ἐξάγουσι καὶ εἰς κίνδυνον συνολκῆς καὶ ὑπερκαθάρσεως καθιστᾶσιν· ἐπὶ πλεῖστον δὲ χρόνον παρατείνουσι καθαίροντες, ἀλλὰ

8

.

5

.

2

τήν γε ὠφέλειαν πολλαπλασίως παρέχονται. ἀπόβρεγμα δ’ ἐλλεβόρου δίδοται γέρουσι καὶ παισὶ καὶ τοῖς τὴν ἕξιν διερρυηκόσιν, τὴν γνώμην ἐκλελυμένοις ἢ πνιγομένοις ῥᾳδίως ἢ νόσημα εὔλυτον ἔχουσιν ἢ εἰς

8

.

5

.

3

πρόπειραν ἐλλεβορισμοῦ. χρὴ δὲ πέντε δραχμὰς ἐν ὕδατος ὀμβρίου κοτύλης Ἀττικῆς ἡμίσει τρισὶν ἡμέραις ἐμβρέξαντας ἐψαλισμένον, ἔπειτα διηθήσαντας καὶ θερμάναντας ἐν ἀγγείῳ διπλῷ προσφέρειν τὸ ἀφέψημα.

8

.

6

t

Πῶς ἀπαντητέον πρὸς τὰ ἐξακολουθοῦντα συμπτώματα ἐκ τοῦ ἐλλεβόρου.

8

.

6

.

1

Εἰ μὲν εὐκόλως καθαίροιντο οἱ πιόντες τὸν ἐλλέβορον, τάδε ποιή‐ σαιμεν ἐπ’ αὐτῶν· μετὰ τὸ πιεῖν τὸ φάρμακον δώσομεν ψυχρὸν ὕδωρ διάκλυσμα, ἔπειτα ἀποσφραίνοντές τινι τῶν εὐωδῶν, εἰ μὲν ἰσχύοιεν, καθῆσθαι προστάξομεν αὐτοῖς, εἰ δ’ ἀσθενεῖς εἶεν, κατακλίνειν ἐπὶ χα‐
5μαιζήλου τινός, καὶ μέχρι ὡρῶν δύο ἢ τριῶν ἀποσφρανοῦμέν τε αὐτοὺς
ἐκ διαλειμμάτων καὶ τὸ ψυχρὸν διάκλυσμα προσοίσομεν καὶ τὴν διά‐ νοιαν διά τινος μυθολογίας περισπάσομεν τά τε ἄκρα τρίψομεν καὶ

8

.

6

.

2

δήσομεν. ταῦτα δὲ πάντα χρὴ ποιεῖν ὑπὲρ τοῦ μὴ ταχύτερον τοῦ δέοντος ἐξεμεθῆναι τὸ φάρμακον· μετὰ δὲ τοῦτο ἐμβάλλοντες αὐτοὺς

8

.

6

.

3

εἰς κρεμαστὸν κλινίδιον ἢ μετέωρον ἄλλως συγχωρήσομεν ἐμεῖν. ἀντι‐ λήψονται δὲ θέρμης πρῶτον περὶ τὸν στόμαχον καὶ τὴν κατάποσιν, ἔπειτα σίελον αὐτοῖς εἰς τὸ στόμα καὶ ὑγρὸν συνδοθήσεται, ὅπερ ἀπο‐ πτύσαντες αὖθις φλέγμα συνεστραμμένον ἐκβάλλουσιν, ἔπειτα διαστή‐
5σαντες μέρος τῆς τροφῆς καὶ τοῦ φαρμάκου μετὰ φλέγματος ἐμοῦσιν, ἔπειτα ἐκ διαλειμμάτων ὁμοίως, ἐξεμέσαντες δὲ τὸ φάρμακον καὶ τὴν τροφὴν φλέγμα μετὰ χολῆς οἴσουσιν ὀλίγης, εἶτα μετὰ πλείονος, εἶτα χολὴν καθαράν, καὶ λύζουσιν ἐν τῷ διαμέσῳ κούφως ἄλλοτε καὶ ἄλ‐ λοτε, καὶ τὸ πρόσωπον αὐτοῖς ὑδαλέον τε ἔσται καὶ ἐνερευθές, καὶ

8

.

6

.

4

φλέβια ἐπαναστήσεται, καὶ ὁ σφυγμὸς ἀραιότατος ἔσται. προϊούσης δὲ τῆς καθάρσεως εὐκόλως, τό τε πρόσωπον εὐχροήσει, καὶ ὁ σφυγμὸς πυκνωθήσεται καὶ μείζων ἔσται, καὶ ὁ λυγμὸς ἀποπαύεται, ἔκ τε μει‐

8

.

6

.

5

ζόνων διαστημάτων καὶ κατ’ ὀλίγον ἐμοῦσιν. τούτοις δὲ κατὰ μέσην μὲν τὴν κάθαρσιν, ἡνίκα ἐμπίπτοιεν οἱ λυγμοί, μελίκρατον ἐναφηψη‐ μένου πηγάνου καταρροφεῖν δώσομεν, καὶ ἐπὶ τέλει χλιαρὸν ὕδωρ προσενέγκαντες [τὸ] ποτὸν καὶ βραχὺ διαστήσαντες αὐτό τε τοῦτο
5ἐξεμεῖν, καὶ εἴ τι παρακείμενον εἴη, κελεύσομεν, λιπάναντές 〈τε〉 ἰσχυ‐ ρῶς πᾶν τὸ σῶμα καὶ διαστήσαντες ὥρας δύο λούσομεν καὶ τροφὴν

8

.

6

.

6

εὐστόμαχον προσοίσομεν. εἰ δὲ καὶ στραγωτέρα πως καὶ μετὰ περι‐ σκελίας ἡ κάθαρσις ἀπαντοίη ἢ ἄλλως ἀφυεστέρα, δι’ ὑπονοίας μὲν ταῦτα ἕξομεν· δυσχερῆ ταχυτῆτα ἐμέτων, καθ’ ἣν λαβόντες τὸ φάρ‐ μακον εὐθὺς ἐξεμέσουσι καὶ οὐδεμιᾶς ἀπολαύουσιν ὠφελείας, βραδυτῆτα
5καθάρσεως, ἐν ᾗ καὶ πνιγμῶν εἰσι κίνδυνοι, λύγγας, συνολκάς, παρα‐ φροσύνας, λειποθυμίας, ὑπερκαθάρσεις, καταπτώσεις δυνάμεως, ἱδρῶτας

8

.

6

.

7

ἀμέτρους, ἐκλύσεις. ὄντος δ’ ἀδήλου, τίνα τῶν δυσχερῶν τούτων ἐξ‐ ακολουθεῖν μέλλει, πρὸς πᾶν παρασκευάζεσθαι χρὴ τὴν κατασκευήν· ἔστι δὲ τάδε· Τίνα χρὴ παρασκευάζειν τοῖς ἐλλεβοριζομένοις.
5 Κλινίδιον μετέωρον καὶ ἄλλο ὑπόβλητα ἔχον διαγώνια καὶ τρίτον κρεμαστόν, διάδεσμοι, σπόγγοι, ὀξύκρατον, μελίκρατον διάφορα, ὧν τὸ
μὲν ὕσσωπον ἐναφηψημένον ἐχέτω, τὸ δ’ ὀρίγανον, τὸ δὲ πήγανον, τὸ δὲ θύμον, ἔλαιον κύπρινον, μήλινον, ἴρινον, ῥόδινον, ἐμπάσματα, ἀποβρέγματα ἐλλεβόρου, σικύαι, σφηνίσκοι, πτερά, δακτυλῆθραι, κλυ‐

8

.

6

.

8

στῆρες, πυρίαι, ἀψίνθιον, οἶνος, τροφαί, βαλανεῖον. εἰ μὲν οὖν πρὸ τοῦ δέοντος ἐρεθίζοιντο ἐμεῖν, καὶ δέος μὴ τὸ φάρμακον ἐκβάλωσι πρὶν ὠφεληθῆναί τι ἀπ’ αὐτοῦ, τάδε εἰς κατοχὴν ποιήσομεν.

8

.

6

.

9

Τίνα χρὴ πράττειν εἰς κατοχὴν τοῦ ἐμέτου ἐπὶ καθαιρομένων. Ψυχρὸν ὕδωρ δώσομεν διάκλυσμα συνεχές, καὶ εἰ μὴ παρηγοροῖ, ὀξύκρατον, καὶ τὰ ἄκρα ἱκανῶς διασφίγξομεν καὶ τρίψομεν, καὶ ἅλμην ὅσον μυστρίον μικρὸν ἐκ διαλειμμάτων ἐνστάξομεν τῷ στόματι ἢ κάπ‐
5παριν ἐξ ἅλμης κατέχειν προστάξομεν καὶ σιωπᾶν καὶ ἀκινητεῖν, ἤτοι

8

.

6

.

10

καθημένους, 〈ἢ〉 σφόδρα ἀναρρόπους κατακειμένους. εἰ δὲ μὴ παρ‐ ηγοροῖντο ὑπὸ τούτου, σικύας μετὰ πολλοῦ πυρὸς τῷ μεταφρένῳ καὶ τῷ στόματι τῆς κοιλίας προσάξομεν ζέοντός τε ὕδατος βραχὺ ἐκ δια‐ λειμμάτων καταρροφεῖν δώσομεν, καὶ 〈εἰ〉 σφόδρα ἐρεθίζοιντο, καὶ

8

.

6

.

11

ἀψινθίου ἤτοι χυλίσματος ἢ ἀφεψήματος ὀλίγον προσοίσομεν. οὐδεὶς δ’ ἐστὶν οὕτως εὐήμης οὐδ’ ἀνατετραμμένος τὸν στόμαχον, ὥστε μὴ

8

.

6

.

12

ὑπὸ δύο ἢ τριῶν τῶν προειρημένων παρηγορηθῆναι. εἰ δ’ ἀντιστρόφως ὑπ’ ἰσχύος τῆς περὶ τὸν στόμαχον ἢ ἄλλης τινὸς αἰτίας μὴ ἐν τῷ καθήκοντι καιρῷ τῆς καθάρσεως ἄρχοιντο, ἐπὶ μετεώρου κλινιδίου καταρ‐ ρόπου σχηματίσαντες κελεύσομεν καθεῖναι τοὺς δακτύλους εἰς τὸ στόμα
5καὶ προσάπτεσθαι τοῦ γαργαρεῶνος καὶ τῶν παρισθμίων τῷ πλάτει τῶν ὀνύχων (οὕτως γὰρ μάλιστα ἐρεθίζονται)· τά τε σκέλη καὶ τὰς ἰγνύας ἐκτείνειν ὅτι μάλιστα καὶ κάμπτεσθαι κατὰ τὴν ῥάχιν καὶ τῆς ἑτέρας χειρὸς τοὺς κονδύλους ἐνερείδειν εἰς τὴν γαστέρα, ἢ αὐτοὶ

8

.

6

.

13

ἐνερείσομεν, εἴπερ ἐκεῖνοι ἀδυνάτως ἔχοιεν. εἰ δὲ μὴ κενοῖντο μηδ’ οὕτως, ἐπιβιβάσομεν αὐτοὺς ἐπὶ τὸ κλινίδιον τὸ ἔχον ὑπόβαθρα δια‐ γώνια 〈ἢ〉 τὸ κρεμαστὸν καὶ σείσομεν αὐτό, ὡς ἐνταῦθα παραθαρρύ‐ νοντές τε καὶ παρακελευόμενοι συμπροθυμεῖσθαι, τούς τε δακτύλους

8

.

6

.

14

αὐτῶν χρίσομεν ἰρίνῳ ἢ κυπρίνῳ. ἔγνων δέ τινας σκαμμωνίας ὀπῷ

8

.

6

.

15

χρίσαντας τοὺς δακτύλους καὶ κινήσαντας τὴν κάθαρσιν. καὶ εἰ μηδ’ οὕτως ὑπάρχοιντο τῆς καθάρσεως, πτερὰ χήνεια συνδήσαντες τῶν οὐραίων ὀκτὼ ἢ δέκα, ἀποβάπτοντες εἰς τὸ ἴρινον ἢ κύπρινον καθή‐
σομεν, ἢ δακτυλήθρας· ῥάπτονται δ’ αἱ δακτυλῆθραι ἐκ δέρματος Καρχη‐
5δονίου ἢ ἄλλου ὡς ὅτι ἁπαλωτάτου, μῆκος ὅσον δακτύλων δέκα ἢ δώδεκα, εἰς ὁμοιότητα δακτύλων· τούτων τὸ μὲν ἑξαδάκτυλον διάστημα πληροῦται ἐρίου, τὸ δὲ τετραδάκτυλον κενὸν ὑπολείπεται πρὸς τὸ περιαρμόζεσθαι τοῖς δακτύλοις· ἀποβάπτοντες δὲ καὶ ταῦτα εἰς τὰ

8

.

6

.

16

προειρημένα μύρα καθήσομεν εἰς τὸν στόμαχον. παρασημειωτέον δ’ ὅτι ἐπὶ μὲν τῶν ἄλλων ἐμβαλλομένων εἰς κρεμαστὸν κλινίδιον τὴν κίνησιν ἐπὶ πόδας ἢ κεφαλὴν ποιούμεθα, ἐπὶ δὲ τῶν μὴ δυναμένων ἐμεῖν εἰς τὰ πλάγια· χρὴ δὲ καὶ τὴν κρέμασιν ἀνώμαλον εἶναι, ὥστε
5παραπλησίαν τὴν κίνησιν τῇ κατὰ πλοῦν γίνεσθαι, δώσομέν τε αὐτοῖς καὶ τοῦ μελικράτου καταρροφεῖν, ὑσσώπου ἢ ὀριγάνου ἢ θύμου ἐν‐ αφηψημένου.

8

.

6

.

17

Τίνα χρὴ πράττειν πνιγμοῦ παρακολουθοῦντος ἐπὶ τῶν ἐλλεβοριζομένων. Ἐπεὶ δέ τινες δυσήμεις ὄντες πνίγονται, πολλάκις δὲ καὶ ἄφωνοι γίνονται, τὸν μὲν πνιγμὸν παρηγορήσομεν, μελίκρατον συνεχῶς ἐπιρρο‐
5φεῖν διδόντες, ᾧ μάλιστα μὲν πήγανον, εἰ δὲ μή γε, τῶν ἄλλων τι τῶν προειρημένων ἐναφήψηται, καὶ κατ’ ὀλίγον καὶ συνεχῶς προσ‐ φέροντες σπαράξομέν τε κινοῦντες ἐπὶ τοῦ κλινιδίου, καθιέντες τὰ

8

.

6

.

18

πτερὰ σφοδρότερον. εἰ δὲ πάνυ ἐνοχλοῖντο, ἀποβρέγματος ἐλλεβόρου τρεῖς ἢ τέσσαρας κυάθους προσοίσομεν· τὰς δ’ ἐμετικὰς ἀποδοκιμά‐ ζομεν διὰ τοῦτο, ὅτι τὸ μὲν ἀπόβρεγμα, τῆς αὐτῆς ποιότητος ὂν τοῦ ἐλλεβόρου, συνεργεῖ πρὸς τὴν κάθαρσιν, αἱ δ’ ἐμετικαί, διάφορον ἔχου‐
5σαι ποιότητα, τὸν στόμαχον μόνον ἐρεθίζουσι, τὸν δ’ ἐλλέβορον οὐκ

8

.

6

.

19

ἀνακινοῦσιν. εἰ δ’ ὁ κατὰ τὸν πνιγμὸν κίνδυνος ὑπὸ μηδενὸς τούτων παρηγοροῖτο, δριμυτάτῳ κλύσματι κλύσομεν αὐτούς· ἀναβολὴν γὰρ τοῦ κινδύνου παρέχεται καιρόν τε ἐνδίδωσιν εἰς χρῆσιν ἄλλων βοηθημά‐

8

.

6

.

20

των. δώσομεν δ’ αὐτοῖς καὶ χαλβάνης ὅσον τριώβολον καταπιεῖν, καὶ εἰ μηδ’ οὕτως παρηγοροῖντο, οὔρου παλαιοτάτου καὶ σαπροτάτου δύο κυάθους ἀναγκάσομεν ῥοφῆσαι· ταῦτα δ’ ἀμφότερα ἔμετον μὲν οὐ κινεῖ, τὸν δὲ πνιγμὸν παρηγορεῖ.

8

.

6

.

21

Τίνα χρὴ πράττειν ἀφωνίας καὶ ἀναισθησίας παρούσης ἐπὶ τῶν προειρημένων. Εἰ δ’ ἄφωνοι καὶ ἀναίσθητοι γίνοιντο, τοῖς σφηνίσκοις αὐτῶν διαστήσαντες τοὺς ὀδόντας, ἑνὶ ἑκατέρωθεν παρὰ τοὺς χαλινοὺς ἐν‐
5τίθεμεν τὰ πτερὰ ἢ τὰς δακτυλήθρας καθήσομεν πταρμικόν τε προσ‐
οίσομεν, μάλιστα μὲν αὐτὸν τὸν ἐλλέβορον, εἰ δὲ μή, εὐφόρβιον ἤ τι τῶν ὁμοίων· ἐνίοτε γὰρ πταρέντες συνεξέβαλον σύστρεμμα φλεγμα‐ τῶδες, ὃ δὴ τῷ στομάχῳ ἐνεστὼς τὸν πνιγμὸν καὶ τὴν ἀφωνίαν εἰρ‐

8

.

6

.

22

γάζετο. καὶ εἰ τὰ τῆς ἀφωνίας καὶ τὰ τῆς ἀναισθησίας ἐπιμένοιεν, λαβόντες ἱμάτιον τῶν πάνυ εὐρώστων καὶ διατείναντες αὐτό, δώσομεν διακρατεῖν ἐκ τῶν δύο μερῶν νεανίσκοις ἰσχυροῖς καὶ πολλοῖς ἑστῶσιν ἀλλήλων ἀπαντικρύ, καὶ μετέωρον ἀπὸ τῆς γῆς κελεύσαντες διατείνειν
5τὸ ἱμάτιον, εἶτα κατακλίναντες ἐνταῦθα τὸν ἐλλεβοριζόμενον, ποτὲ μὲν αἰωρήσομεν αὐτόν, τῇδε κἀκεῖσε τὸ ἱμάτιον ῥεμβοῦντες, ποτὲ δ’ ἐγ‐ κυλίσομεν ἐν μέρει ἑκατέρῳ, τῶν μὲν ἐπαιρόντων τὸ πρὸς αὐτοῖς

8

.

6

.

23

μέρος, τῶν δὲ ταπεινούντων. εἰδέναι δὲ χρὴ ὅτι οἱ σεισθέντες οὕτως, εἰ μὴ παύσαιντο τῆς ἀναισθησίας, οὐκ ἐπαναφέρουσιν.

8

.

6

.

24

Τίνα χρὴ πράττειν λυγμοῦ παρακολουθοῦντος ἢ σπασμοῦ ἐπὶ τῶν τοιούτων. Ἐπεὶ δὲ καὶ λυγμὸς παρακολουθεῖ μὲν πολλοῖς τῶν ἐλλεβοριζο‐ μένων καὶ σχεδὸν πᾶσιν, οὐκ ἐπὶ πάντων δὲ κίνδυνον παρέχεται, τὸν
5μὲν πράως τε καὶ ἐκ μειζόνων διαλειμμάτων ἐντρέχοντα συγχωρήσομεν (οὐ γὰρ ἀνωφελὴς ἔσται, σπαράττων τὸν στόμαχον καὶ ὑπομιμνῄσκων τῆς ἐκκρίσεως)· εἰ δὲ σύντονός τε εἴη καὶ σφοδρὸς καὶ πολὺς κρα‐ δαίνοι τὸ σῶμα καὶ σπασμοὺς ἐπάγοι, πρῶτον μὲν τὸ μελίκρατον δώ‐ σομεν καθ’ ἑκάστην ἔμπτωσιν ἐπιρροφεῖν θερμότερον· ὀλίγον δὲ πή‐
10γανον ἐναφηψήσθω· καὶ μόνον ἀνακογχυλίζεσθαι [τε] παρ’ ἕκαστα τῷ

8

.

6

.

25

μελικράτῳ ἢ ὕδατι θερμῷ κελεύσομεν. εἰ δὲ μὴ παύοιτο ἐνοχλῶν,

8

.

6

.

26

πταρμικῷ χρησόμεθα. εἰ δὲ καὶ οὕτως ἐπιμένοι, παρ’ ὅλον τὸ μῆκος

8

.

6

.

27

τῆς ῥάχεως σικύας προσβαλοῦμεν. εἰ δὲ σφόδρα ὀστώδης εἴη, προ‐ λιπάναντες τὸ μετάφρενον, θήσομεν μίαν σικύαν ὑπὸ τὸν μέγαν σπόν‐ δυλον τοῦ τραχήλου μετάγειν τε πράως αὐτὴν καὶ κατασπᾶν εἰς τὴν ῥάχιν πειρασόμεθα, καὶ γενομένης καθ’ ὃν τόπον ἡ γαστὴρ κεῖται
5προσκειμένη, ἔτι τε ἄλλην προσθήσομεν παρὰ τὸν σπόνδυλον, ἄνω τε μεταγαγόντες τὴν δευτέραν οὕτως τὴν πρώτην βαστάσομεν καὶ πάλιν ἀνωτέρω θήσομεν· πολλάκις γὰρ αἱ ἐπιβολαὶ τῶν σικυῶν ἀπευ‐ θύνουσι τὸν στόμαχον σκολιούμενον καὶ συνελκόμενον ὑπὸ τῆς λυγγός· τά τε ἄκρα διαδήσομεν καὶ θάλψομεν, ἄλλως τε πυριῶντες καὶ καθιέντες

8

.

6

.

28

εἰς ὕδωρ θερμόν. καὶ μὴν καὶ ἐκπλήξεις τινὰς ἐπιμηχανησόμεθα καὶ ὀνειδιοῦμεν αὐτοῖς καὶ μέγα εἰσπνεῖν προστάξομεν καὶ ἐπὶ μακρὸν
ἕλκειν εἴσω τὸ πνεῦμα καὶ ἀναπνεύσειν ἐπὶ πολύ.

8

.

6

.

29

Τίνα δεῖ πράττειν ἐπὶ τῶν παρακολουθούντων συνολκῶν. Συνολκαὶ δὲ παραπλησίως, ὥσπερ καὶ λύγξ, πᾶσι παρέπονται· τὰς δὲ σφοδράς (γίνονται δ’ αὗται τῶν μυῶν μάλιστα τῶν ἐν ταῖς γαστροκνημίαις καὶ τοῖς μηροῖς καὶ τοῖς βραχίοσι καὶ τῶν μασητήρων
5μυῶν· γίνονται δὲ καὶ ποδῶν ἄκρων καὶ χειρῶν μᾶλλον) ταύτας δὴ παρηγορήσομεν, ἰσχυρῶς λιπαίνοντες, θλίβοντες, θάλποντες, πυριῶντες.

8

.

6

.

30

ἄκρως δὲ καὶ ταύτας τὰς συντάσεις ὀνίνησιν ἡ διὰ τῶν χειρῶν θλῖψις τῶν μυῶν· τὸ γὰρ συλλεγόμενον εἰς τὰς κοιλίας αὐτῶν πνεῦμα καὶ

8

.

6

.

31

ποιοῦν τὴν συνολκὴν ἐκθλίβουσιν αἱ χεῖρες πιέζουσαι. καὶ Σικυώνιον δὲ καὶ παλαιὸν ἔλαιον καὶ τῶν ἀκόπων τὰ θερμαντικὰ καὶ μαλακτικὰ καὶ καστόριον ἐμβρεχόμενόν τε καὶ πινόμενον, καὶ κατ’ ἰδίαν καὶ μετὰ τοῦ μελικράτου, καὶ τὸ μελίκρατον πολὺ μετὰ τοῦ πηγάνου ῥοφού‐

8

.

6

.

32

μενον, ταῦτα πάντα τὰς συνολκὰς ἀμβλύνει. μάλιστα δὲ πάντων ὀνίνησι τοὺς συνελκομένους λουτρόν· διόπερ, εἰ τὰ τῆς καθάρσεως ἱκανῶς προκεχωρήκοι, ὥσπερ ἐπὶ τῶν πλείστων συνελκομένων σφοδρῶς τοῦτο

8

.

6

.

33

συν..., λούσομεν αὐτοὺς καὶ δεύτερον καὶ τρίτον. ὀκτάκις δέ τινα λουσάμενον ἐπὶ μιᾶς ἡμέρας, οὐχ ἧς ἔλαβε τὸν ἐλλέβορον, ἀλλὰ τῆς ἐπιούσης, ἔγνωμεν (συνείλκετο γὰρ σφοδρῶς τῇ δευτέρᾳ ἡμέρᾳ) καὶ παυσάμενον τῆς ἐνοχλήσεως.

8

.

6

.

34

Τίνα χρὴ πράττειν ὑπερκαθαιρομένων αὐτῶν εἰς κατο‐ χὴν τοῦ ἐμέτου. Τὰς δ’ ὑπερκαθάρσεις στήσομεν θερμοτάτῳ ποτῷ καὶ τῇ διαδέσει τῶν ἄκρων καὶ τῇ τρίψει σφοδρᾷ καὶ σικύαις εὐτόνοις, ταῖς μὲν καθ’
5ὑποχόνδριον, ταῖς δὲ κατὰ μετάφρενον τιθεμέναις καὶ βιαίως ἀποσπω‐

8

.

6

.

35

μέναις. ἄκρως δ’ ἀψινθίου πόσις ἐπέχει τοὺς ἐμέτους· εἰ δ’ ἐπι‐ μένοιεν, καὶ τοῖς ἀνωδύνοις ὑπνωτικοῖς χρησόμεθα· τῇ τε γὰρ δυνάμει ξηραντικὰ ὄντα πάσας ἵστησι τὰς ἐκκρίσεις καὶ τῇ τοῦ ὕπνου ἐπαγωγῇ· στατικὸν γὰρ καὶ ὕπνος ἐκκρίσεως.

8

.

6

.

36

Τίνα χρὴ πράττειν ἱδρώτων παρακολουθούντων. Τὴν δ’ ἀμετρίαν τῶν ἱδρώτων τῶν ἐπιγινομένων στήσομεν ῥιπί‐ ζοντες τὸ σῶμα καὶ ἀποσπογγίζοντες σπόγγοις διὰ ψυχροῦ ὕδατος ἢ ὀξυκράτου τεθολωμένοις, ἐμπάσμασί τε χρησόμεθα τοῖς τε στύφουσι

8

.

6

.

37

τοῖς τε παρεμπλάσσουσιν. κατάπτωσίν τε δυνάμεως τροφαῖς καὶ οἴνοις ἀνακτησόμεθα· ὅσοι δ’ ἐπὶ τούτων θάλψιν ἢ θλῖψιν παραλαμβάνουσιν,
οὔ μοι δοκοῦσι δύνασθαι διακρίνειν θλῖψιν καταπτώσεως.

8

.

7

t

Ἐκ τῶν Ἡροδότου· περὶ τῶν κινδυνευόντων πνιγῆναι· ἐκ τοῦ Περὶ τῶν κενουμένων βοηθημάτων.

8

.

7

.

1

Οἱ δὲ κίνδυνον ἔχοντες πνιγμοῦ περὶ μὲν τὴν ἀρχὴν τῆς καθάρ‐ σεως ὀλίγον σιέλου ἀποπτύουσι, προθυμίας δ’ αὐτοῖς σφοδρᾶς πρὸς ἔμετον γινομένης, οὐδὲν ἐκκρίνουσιν, ἀνοιδοῦντες δὲ τὸ πρόσωπον μετὰ προβολῆς τῶν ὀμμάτων, ἀντιλαμβάνονται συνδεδεμένων καὶ ἐμ‐
5φραττομένων τῶν περὶ τὴν ἀναπνοὴν μερῶν μετὰ δυσπνοίας· ἔνιοι δὲ καὶ τὴν γλῶσσαν προβάλλουσι μετὰ πλείονος ἱδρῶτος· οἱ δὲ καὶ

8

.

7

.

2

συνερείδουσι τοὺς ὀδόντας καὶ τὴν διάνοιαν μεταλαμβάνονται. γνόντες οὖν τὸν ἐφεστῶτα κίνδυνον, ἀνυπερθέτως βοηθήσομεν δή, τὰ μύρα διὰ τῶν πτερῶν 〈καθιέντεσ〉, καὶ προσαναγκάσομεν ἀπεμεῖν, κομιζό‐

8

.

7

.

3

μενοι τὸ ἐγκείμενον φλέγμα τοῖς περὶ τὴν κατάποσιν τόποις. ἐγὼ γοῦν ἐπί τινος πνιγομένου καὶ πρὸς τῷ τελευτᾶν τὸν βίον ὄντος (συνερειρηκὼς γὰρ τοὺς ὀδόντας ἔσπαιρεν ἐμφερῶς τοῖς ἀπεσφαγμέ‐ νοις ἱερείοις) διαστήσας τοῖς σφηνίσκοις τὸ στόμα καὶ διασφαλισάμενος
5τοὺς ὀδόντας, ὡς μὴ μύσειεν, καθεῖκα τὴν χεῖρα, καὶ συνηγμένον εὑρὼν σφαιρηδὸν πρὸς τῇ καταπόσει φλέγμα χειροπληθὲς ἀνειλόμην, ὃ καὶ ῥιφὲν ἀδιαίρετον ἔμεινεν.

8

.

8

t

Κτησίου· περὶ ἐλλεβόρου.

8

.

8

.

1

Ἐπὶ τοῦ ἐμοῦ πατέρος καὶ τοῦ ἐμοῦ πάππου ἰατρὸς οὐδεὶς ἐδίδου ἐλλέβορον· οὐ γὰρ ἠπίσταντο τὴν κρᾶσιν αὐτοῦ καὶ τὸ μέτρον καὶ τὸν σταθμόν, ὁπόσον χρὴ διδόναι· εἰ δέ τις καὶ ἐδίδου ἐλλέβορον πιεῖν, διαθέσθαι πρῶτον ἐκέλευεν, ὡς μέγαν κίνδυνον μέλλοντα κιν‐
5δυνεύειν, τῶν τε πινόντων πολλοὶ μὲν ἀπεπνίγοντο, ὀλίγοι δὲ περι‐ εγίνοντο· νῦν δὲ δοκεῖ ἀσφαλέστατον εἶναι.

8

.

9

t

Ἐκ τῶν Μνησιθέου· περὶ ἐλλεβόρου.

8

.

9

.

1

Ἡ πόσις ἡ τοῦ ἐλλεβόρου κίνδυνον ἔχει πολύν· ἢ γὰρ εὐθὺς ἐποίησεν ὑγιεινόν, ἢ πάνυ πολλὴν καὶ μακρὰν ταραχὴν ἐν τῷ πάθει κατεσκεύασεν· δεῖ δὲ τὰ τοιαῦτα τῶν ἰαμάτων ὑπομένειν τὸν μηκέτι
νομίζοντα διὰ τῆς ἀσφαλοῦς δύνασθαι θεραπείας ὑγιαίνεσθαι.

8

.

10

t

Ἐκ τῶν Ἀντύλλου· περὶ ἀποφλεγματισμοῦ· ἐκ τοῦ β λόγου Τῶν κενουμένων βοηθημάτων.

8

.

10

.

1

Τοῖς ἀποφλεγματισμοῖς χρηστέον μετὰ τὸ τὰ ἄλλα βοηθήματα παραληφθῆναι τὰ μετάγειν δυνάμενα, στασίμου τῆς ὕλης ἤδη γινομένης

8

.

10

.

2

καὶ τοπικωτέρων χρῃζούσης βοηθημάτων. δύναται δ’ ἀποφλεγματισμὸς ὁμοῦ μὲν θερμαίνειν καὶ ἀπάγειν τὰ ἐνοχλοῦντα τῶν ὑλῶν, ἐπιστρέφειν δὲ καὶ μεταποιεῖν τὰ σώματα, διαδόσεως ἐπ’ αὐτὰ γινομένης ἀπὸ τῶν

8

.

10

.

3

ἀποφλεγματιζόντων φαρμάκων ἀνάλογον σιναπισμῷ. χρηστέον δ’ αὐτοῖς, πρὸ μιᾶς ἡμέρας ἀποδεδωκυίας τῆς γαστρὸς διὰ κλύσματος ἢ διά τινος

8

.

10

.

4

τῶν κούφων καὶ καθαρῶν τῶν ὑπαγόντων. μετὰ δὲ τὸν ἀποφλεγ‐ ματισμὸν μελικράτῳ θερμῷ διακλύζεσθαι· εἰ δὲ σφοδρὰ ἡ δῆξις ὑπο‐ λείποιτο, γάλακτι ἢ ῥοδίνῳ.

8

.

11

t

Γαληνοῦ· περὶ κενωτικῶν τῆς κεφαλῆς.

8

.

11

.

1

Τοὺς ἐν τῇ κεφαλῇ χυμοὺς διὰ τῶν πτυσμάτων κενοῦμεν, εἰ μὲν ἐπὶ βραχὺ πρᾶξαι τοῦτο βουληθείημεν, ἀναμιγνύντες μαστίχῃ πέπερι, πλέον δὲ κενῶσαι βουλόμενοι, πύρεθρον ἢ σταφίδα τὴν ἀγρίαν μασᾶ‐

8

.

11

.

2

σθαι κελεύοντες. καὶ ἀνεμώνης δὲ πάσης ἡ ῥίζα διαμασωμένη φλέγμα

8

.

11

.

3

προκαλεῖται, καππάρεώς τε τῆς ῥίζης ὁ φλοιός. ὀρῶδες μὲν οὖν περίττωμα διὰ τῶν τοιούτων κενοῦται, παχὺ δὲ φλεγματῶδες ἀνακογ‐ χυλιζόμενον νάπυ μετ’ ὀξυμέλιτος ἢ σίραιον ὀρίγανον ἢ ὕσσωπον ἀφηψημένον ἔχον· ἐγὼ δέ, ὡς ἴστε, μίγνυμι τοῦτο τῷ μετὰ τοῦ ὀξυ‐

8

.

11

.

4

μέλιτος νάπυϊ. εἰ δὲ καὶ ὑπὸ μύξης ἐκκαθαίρεσθαι δέοι τὸν ἐγκέ‐ φαλον, προτρέψομεν αὐτήν, ἐρεθίζοντες φαρμάκοις δριμέσιν, ὧν ἔνια

8

.

11

.

5

καὶ πταρμὸν κινεῖ. καθαίρει μὲν οὖν διὰ ῥινὸς ἀνεμώνης πάσης ὁ χυλός, κυκλαμίνου χυλός, τεύτλου· πταρμικὸν δ’ ἐστὶ βατραχίου ῥίζα τοῖς ἄλλοις ἅπασιν ὁμοίως τοῖς ἰσχυρῶς ξηραίνουσι καὶ πταρμικῆς τὰ

8

.

11

.

6

ἄνθη καὶ στρουθίου ἡ ῥίζα. πταρμοὶ δ’ ἐπὶ μὲν τοῖς ὠμοῖς χυμοῖς τοῖς κατὰ θώρακα καὶ πνεύμονα καὶ κεφαλὴν μέρεσι περιεχομένοις οὐ συμφέρουσι γινόμενοι· σφοδρῶς γὰρ σείουσι καὶ κλονοῦσι τὰ μέρη ταῦτα, δεόμενα θάλπεσθαι μετρίως καὶ ἡσυχάζειν, ἵνα πεφθῶσιν οἱ
5ὠμοὶ χυμοί. συμβαίνει δ’ αὐτοῖς τἀναντία κινουμένοις· πληροῦνται μὲν γὰρ μᾶλλον οὕτως, οὐ πέττει δὲ τοὺς περιεχομένους ἐν αὐτοῖς
χυμούς· ἔμπαλιν δέ, ὅταν ἤδη τύχωσι πεπεμμένοι, πρὸς τὴν τῶν

8

.

11

.

7

περιττωμάτων κένωσιν οἱ πταρμοὶ λυσιτελοῦσιν. ὁρᾶταί γε μὴν ἐν‐ αργῶς κἀπὶ τῆς καλουμένης κορύζης, ἔτι δὲ καταρροιῶν καὶ βράγχων, ἐν ἀρχῇ μὲν ὑπὸ τῶν πταρμῶν παροξυνόμενα τὰ πάθη, περὶ δὲ τὰς παρακμὰς λυόμενα.

8

.

12

t

Περὶ ὑποκαπνισμοῦ· ἐκ τῶν Ἀντύλλου· ἐκ τοῦ β λόγου Τῶν κενουμένων βοηθημάτων.

8

.

12

.

1

Οὐ πολλοῖς, ἀλλὰ τοῖς περὶ θώρακα ἔχουσι νόσημα ὑποκαπνισμὸς ἐπιτήδειος, καὶ οὐδὲ τούτοις πᾶσιν· οὔτε γὰρ τοῖς αἱμοπτυϊκοῖς οὔτε τοῖς ξηρὸν ἔχουσι νόσημα περὶ τὸν θώρακα, μόνοις δὲ τοῖς ἀσθματι‐ κοῖς καὶ ὀρθοπνοϊκοῖς ὅσοι διὰ πλῆθος φλεγμάτων δυσαναγωγῶν ἐν‐

8

.

12

.

2

οχλοῦνται. χρηστέον δὲ τοῖς ὑποκαπνισμοῖς τηνικαῦτα [δέ], ἡνίκα ἂν καὶ τῶν ἄλλων τοπικῶν βοηθημάτων ..., καὶ προμεμαλαγμένης τῆς

8

.

12

.

3

γαστρός. χρὴ δὲ καθίσαντα τὸν ἄνθρωπον καὶ σκεπάσαντα ὅλον ἱμα‐ τίοις, κελεῦσαι μὲν διαστῆσαι τὰ σκέλη, κατακύψαι δὲ τὸ πρόσωπον, ὡς ἐγγυτάτω τῶν γονάτων γενέσθαι τὸ στόμα, καὶ κεχηνέναι, ἔπειτα μεταξὺ τῆς διαστάσεως τῶν σκελῶν θεῖναι χύτραν ἢ λεβήτιον ἔχον
5ἄνθρακας ἡμμένους, ἔπειτα ἐπιπάσσειν ἐπὶ τὸ πῦρ ἀριστολοχίας, μάλιστα μὲν κληματίτιδος, εἰ δὲ μή, δακτυλίτιδος, ἢ θεῖον ἄπυρον ἢ λάδανον ἢ δᾷδας ἢ ξύλα περσικῆς τοῦ δένδρου ἢ σχοινίον διεξασμένον (βέλτιον δέ, εἰ ναυτικὸν εἴη θαλασσοβραχές) καὶ παρακελεύεσθαι τῷ ἀνθρώπῳ διὰ τοῦ στόματος τὸν καπνὸν ἕλκειν προθύμως· πολλοὶ γὰρ φλέγμα
10ἐκβάλλουσι τοῦτο δράσαντες.

8

.

13

t

Περὶ ἐρρίνων· ἐκ τοῦ αὐτοῦ λόγου.

8

.

13

.

1

Τοῖς ἐρρίνοις χρώμεθα οὕτως· ἐντίθεται κάλαμος λεπτὸς εὐθύ‐ τρητος, εἰς τὸν μυκτῆρα ἐμβῆναι δυνάμενος, μῆκος ἔχων δακτύλων ἕξ.

8

.

13

2,3

πληροῦται δ’ ἡ τοῦ καλάμου εὐρυχωρία πᾶσα τοῦ φαρμάκου. ἔστω

8

.

13

.

4

δ’ ὁ κάλαμος φυσικὸς ἢ χαλκοῦς. ἐμβιβασθέντος δ’ αὐτοῦ, ἐμφυσῶμεν κατὰ τὸ ἕτερον πέρας ἢ ἐμβάλλομεν τὸ φάρμακον εἰς τὸν μυξωτῆρα.

8

.

13

.

5

τῶν δ’ ἐντιθεμένων ἐστὶ νάπυ λεῖον, κυκλαμίνου χυλὸς ἢ σεῦτλον ἢ
ἐλατήριον λεῖον, κεδρία, καὶ ὅσα ἐστὶ τῆς ὁμοίας ὕλης.

8

.

14

t

Περὶ ἀποδακρυτικῶν· ἐκ τοῦ αὐτοῦ λόγου.

8

.

14

.

1

Ὀλίγη χρῆσίς ἐστι τῶν ἀποδακρυτικῶν· χρώμεθα γὰρ ἐπὶ μόνων ὀμμάτων χρονίως κατεξηραμμένων ἐπί τε ψωρωδῶν βλεφάρων ἐπί τε ἀτροφίας περὶ τὰ ὄμματα πρὸς τὸ διυγρᾶναι τοὺς ὀφθαλμοὺς ἢ

8

.

14

.

2

ὕλην ἐπ’ αὐτοὺς ἀγαγεῖν, δι’ ἧς εὐτροφήσουσιν. ἔστι δ’ ἀποδακρυ‐ τικὰ τὰ δριμέα τῶν κολλυρίων· τὰ δὲ δι’ ὀσφρήσεως κινοῦντα δάκρυον, οἷον σίνηπι, κρόμμυον, σιλφίου ὀπός· τὸν γὰρ καπνὸν παραιτητέον, μειζόνως βλάπτοντα ἢ ὠφελοῦντα.

8

.

15

t

Περὶ διουρητικῶν· ἐκ τοῦ αὐτοῦ λόγου.

8

.

15

.

1

Τῶν διουρητικῶν ἡ χρῆσις φυλακτέα ἐστὶν ἐπὶ τῶν μαραινομένων

8

.

15

.

2

ἢ κατεσκληκότων· ἱκανῶς γὰρ διοχλεῖ τοὺς τοιούτους. τῶν δὲ διουρη‐ τικῶν τὰ μὲν διὰ στόματος λαμβάνεται πότιμα. τὰ δὲ τῇ βαλάνῳ προσάγεται· χρώμεθα δὲ μάλιστα τούτοις, ἐπειδὰν ὑπερπληθεῖσα ἡ κύστις καὶ διὰ τοῦτο μὴ δυναμένη περιστέλλεσθαι καὶ κενοῦν τὸ οὖρον.

8

.

15

.

3

ἐντίθεμεν δ’ εἰς τὴν βάλανον νίτρον ὕδατι διειμένον, ἅλμην, ἁλὸς ἄνθος, χολήν, κυκλάμινον, κόριν τὸ ζῷον.

8

.

16

t

Περὶ αἱμαγωγῶν· ἐκ τοῦ αὐτοῦ λόγου.

8

.

16

.

1

Χρώμεθα τοῖς αἱμαγωγοῖς ἐπὶ γυναικῶν ἐν ἐποχῇ καθάρσεως· ἔστι δ’ ἀγωγὰ τά τε [οὐ] διουρητικὰ πάντα καὶ ὅσα θερμαίνει μὴ μετὰ

8

.

16

.

2

ξηρότητος, ἀλλὰ μετὰ δριμύτητος. ἐν τούτοις κράμβης ῥίζα ἑψωμένη, πινομένου τοῦ ἀφεψήματος, καὶ μάλιστα τῆς ἀγρίας, καὶ ἔτι μᾶλλον ἡ τῆς θαλασσίας λεγομένης, καὶ ῥίζα περσέας καὶ λελίσφακος καὶ πή‐ γανον καὶ ἀμάραντον καὶ χρυσάνθεμον καὶ δίκταμνον καὶ εὐζώμου

8

.

16

.

3

σπέρμα. κινεῖ δὲ καὶ τὰ πρόσθετα προσβαλλόμενα τῷ στόματι τῆς ὑστέρας, ὥσπερ πήγανον λεῖον κατ’ ἰδίαν ἢ μεθ’ ἁλῶν ἢ μετὰ μέλιτος ἢ ἀνήθου τῆς ῥίζης κεκαυμένης ἡ σποδιὰ μετὰ μέλιτος, πράσου χυλός, ἄγλις προστιθεμένη, σμύρνα λεία ἐν οἴνῳ, ἄμωμον, λαγωοῦ πυτία.

8

.

17

t

Περὶ ἱδρωτικῶν· ἐκ τοῦ αὐτοῦ λόγου.

8

.

17

.

1

Τοῖς ἱδρωτικοῖς χρώμεθα ἢ ὑπὲρ τοῦ ξηρότητα ἐπιφανείας ἀνεῖναι γινομένην ἢ πυρετοῖς, καὶ μάλιστα μαρασμώδεσιν, ἢ ὑπὲρ τοῦ κνησμῶν
καὶ ὀδαξησμῶν ἰσχυρῶς ἐνοχλούντων ἀπαλλάξαι ἢ ἐν ἀναλήψεσι μετὰ

8

.

17

.

2

νόσον μακρὰν κατεσκληκυίας τῆς ἐπιφανείας. χρώμεθα δὲ καὶ ἐπ’ ἀτροφίαις καὶ ἐπὶ παρέσεσι καὶ ἐπ’ ἀπεψίᾳ καὶ ὕδρωπι τῇ κατὰ σάρκα, καὶ ἐφ’ ὧν ἐπανάστασις γίνεται περὶ τὴν ἐπιφάνειαν, σχετικῆς

8

.

17

.

3

προηγησαμένης ἤτοι διαφθορᾶς ἢ βρώματος δριμύτητος. ἔστι τῶν ἱδρωτικῶν χαμαίμηλον ξηρὸν λεῖον ἐπιπασσόμενον ἐλαίῳ, τῆς ἐπι‐ φανείας εὐτόνως ἀνατριβομένης, σέσελι Μασσαλιωτικόν, πύρεθρον, κάχρυ, ἄνησον ὁμοίως ἐμπασσόμενον ἐλαίῳ, νίτρον ὀπτὸν μὴ πάνυ λεπτόν,
5ἀλλὰ κριμνῶδες σὺν τῷ ἐλαίῳ, ἁλὸς ἄνθος συγκιρνώμενον ἐλαίῳ, ὀπὸς Κυρηναϊκὸς σὺν ὕδατι διειμένος, εἰς ἀνάτριψιν τοῦ σώματος παραλαμ‐ βανόμενος καὶ πινόμενος μέγεθος ὅσον ἐρεβίνθου.

8

.

18

t

Ἐκ τῶν Γαληνοῦ· περὶ μετοχετεύσεως.

8

.

18

.

1

Ἡ παροχέτευσις ὁμογενὴς μέν ἐστι τῇ διὰ τοῦ δεχομένου μορίου τὸ ῥεῦμα κενώσει· γίνεται δὲ διά τινος τῶν πλησίον, οἷον ὅταν διὰ γαργαρεῶνος ἢ οὐρανίσκου φέρηται ῥεῦμα· διὰ ῥινῶν γὰρ παροχέ‐ τευσις αὐτοῦ γένοιτο ἂν προσηκόντως, ἐρεθιζόντων ἡμῶν ἢ καὶ προ‐

8

.

18

.

2

καλουμένων αὐτὸ δριμέσι φαρμάκοις. πρὸς δὲ τοὺς ὀφθαλμοὺς ἢ τὰ ὦτα τῶν χυμῶν ῥεπόντων, μετοχετεύειν οὐκ εἰς ῥῖνα μόνον, ἀλλὰ καὶ εἰς στόμα, διακλύζεσθαι διδόντα καὶ ἀνακογχυλιάζεσθαι τό τε δι’ ὀρι‐

8

.

18

.

3

γάνου καὶ σιραίου καὶ τὸ διὰ νάπυος. ἴσμεν δ’ ὅτι καὶ σταφὶς ἀγρία διαμασωμένη καὶ πύρεθρον ἅπαντά τε τὰ τοιαῦτα δριμέα μετάγει τὴν ἐκ τῆς κεφαλῆς ἐπ’ ὀφθαλμοὺς ἢ ὦτα φερομένην τῶν χυμῶν περι‐

8

.

18

.

4

ουσίαν εἰς τὸ στόμα. παροχέτευσις δὲ γίνεται κἀν 〈τῷ〉 τὸ καταρρέον εἰς πνεύμονα διὰ τραχείας ἀρτηρίας εἰς τὸν στόμαχον ἐκτρέπειν·

8

.

18

.

5

αἱρετώτερον γὰρ τοῦτο. καὶ εἰ γυναικὶ διὰ τῶν κατὰ τὴν ἕδραν

8

.

18

.

6

φλεβῶν ὁρμήσειε τὸ αἷμα, μετάγειν ἐπὶ τὰς ἐν ταῖς μήτραις. τὸ μὲν οὖν ὀχετεύειν αὐτὸ τοῖς ὀχετοῖς ἐστιν ὑφηγεῖσθαι, τὸ δὲ παροχετεύειν ἐκτρέπειν ἀπὸ τῶν ὀχετῶν εἰς τὰ πλάγια.

8

.

19

t

Περὶ ἀντισπάσεως.

8

.

19

.

1

Τὰς σφοδροτάτας ἐπιρροὰς τῶν χυμῶν ἀντισπαστικοῖς βοηθήμασι κωλύομεν ἀθρόως κατασκήπτειν· ἀντισπαστικὰ δ’ ἐστὶ βοηθήματα δεσμοὶ μὲν τῶν κώλων ἐπὶ τῆς εἰς θώρακα καὶ γαστέρα ῥοπῆς ἰσχυρᾶς, ἔμετοι δ’ ἐπὶ τῆς εἰς τὰ κάτω, καθάπερ καὶ αἱ διὰ τῶν δριμυτέρων κλυσμῶν

8

.

19

.

2

τῆς ἐπὶ τοὺς ἐμέτους. ἄμφω δὲ ταύτας τὰς ῥοπάς, λέγω δὲ τὰς διὰ
τῆς ἄνω καὶ κάτω γαστρὸς γινομένας, εἰς οὖρα καὶ ἱδρῶτας ἀντι‐ σπάσεις, καὶ μέντοι καὶ τὰ οὖρα πρὸς ἱδρῶτάς τε καὶ διαχωρήσεις

8

.

19

.

3

γαστρός. ἀντισπαστικὸν δὲ βοήθημα καὶ ἡ παρὰ τοὺς τιτθοὺς προσ‐ βαλλομένη σικύα· τὰς δὲ καθ’ ὑποχόνδριον ἐρειδομένας εἴδετε πολλάκις ἀντισπώσας ἱκανῶς τὴν ἐπὶ τοὺς μυκτῆρας ὁρμὴν τοῦ αἵματος, ὥσπερ

8

.

19

.

4

γε καὶ τὴν διὰ μήτρας ἄμετρον φοράν. ἀντισπᾷ δὲ τὰ δριμέα φάρ‐ μακα καὶ τοῖς κώλοις ἐπιτιθέμενα τὰς ἐπὶ κεφαλὴν καὶ σπλάγχνα ῥοπὰς

8

.

19

.

5

τῶν χυμῶν. καὶ ἁπλῶς τὴν ἀντίσπασιν ποιητέον ἐπὶ μὲν τοῖς ἄνω ῥέπουσι χυμοῖς εἰς τὰ κάτω, ἐπὶ δὲ τοῖς εἰς τὰ κάτω τοὐναντίον, καὶ ἐπὶ μὲν ταῖς εἴσω ῥοπαῖς ἔξω, καὶ πάλιν ἐπὶ ταῖς ἐκτὸς εἴσω, κἂν εἰ πρὸς τὰ δεξιὰ ῥέποι, τὴν ἐπ’ ἀριστερὰ ποιητέον ἀντίσπασιν, κἂν εἰ

8

.

19

.

6

πρὸς ἀριστερά, τὴν ἐπὶ τἀναντία. οὕτως μὴν καὶ τὰς μὲν ὀπίσω ῥοπὰς ἀντισπᾶν πρόσω, τὰ δὲ πρόσω ῥέποντα ῥεύματα πρὸς τὴν ὀπίσω

8

.

19

.

7

χώραν ἀπάγειν. Τιμοκράτης γοῦν ὁ Ἡρακλεώτης, ἐξ ἀγροῦ νεανί‐ σκου κομίσαντος εἰς τὴν πόλιν οὐ μικρόν τι βάρος ἐν τῇ δεξιᾷ χειρί, καὶ ἐμπρησθείσης αὐτῆς, ἐκέλευσε τὸ ἴσον βάρος εἰς τὴν ἀριστερὰν χεῖρα μεταλαβόντα τὴν ἴσην ὁδὸν ἀνῦσαι μετ’ αὐτοῦ καὶ τὴν ῥευμα‐
5τισθεῖσαν ἀναδῆσαι χεῖρα, καὶ τούτου γενομένου κατέστη παραχρῆμα

8

.

19

.

8

τὸ οἴδημα τῆς δεξιᾶς χειρός. κἀμὲ δ’ ὁρᾶτε πολλάκις οὐκ ἐπὶ τῶν χειρῶν μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν σκελῶν ποιοῦντα τὸ παραπλήσιον τούτῳ· τῷ μὲν γὰρ ῥευματισθέντι σκέλει τῶν ἀποκρουστικῶν τι φαρ‐ μάκων ἐπιτίθημι μετὰ τῆς προσηκούσης ἐπιδέσεως, ἥτις ἄρχεται ἐκ
5τῶν κάτω μερῶν, ἀεὶ δὲ κατὰ τὸ συνεχὲς ἐπινεμομένη πυκνῶς τὰ πέλας χωρία μέχρι βουβῶνος ἀνέρχεται· τῷ δ’ ἑτέρῳ σκέλει τῶν θερ‐ μαινόντων τι φαρμάκων ἐπιτίθημι, μεταλαμβάνων τε καὶ ἀντισπῶν ἐπ’ ἐκεῖνο τοῦ ῥεύματος.

8

.

20

t

Ἐκ τῶν Γαληνοῦ· περὶ ἐμέτου.

8

.

20

.

1

Τοῖς ἐθάσι τῶν ἐμέτων ἐνίοτε μὲν συμφέρει προσάγειν, ἐνίοτε δ’

8

.

20

.

2

ἀπάγειν τε καὶ ἀπεθίζειν. εἰ μὲν οὖν εἰς τὴν κοιλίαν συρρέοι ξανθὴ χολή, πικροχόλου τε ὄντος τοῦ ἀνθρώπου καὶ χωρίον οἰκοῦντος θερμὸν ἔν τε πόνοις καὶ φροντίσι διαιτουμένου, προσεθίζειν χρὴ τὴν χολὴν ἐμεῖν πρὶν προσαίρεσθαι τροφήν· εἰ δὲ διὰ τὸ πλέον ἐθέλειν οἴνου πίνειν
5ἐπὶ τοῖς λουτροῖς πρὸ τῶν σιτίων, ἀπάγειν τοῦ κατὰ τὸν ἔμετον ἔθους ἅμα τῷ καὶ τοῦ πλήθους ἀφαιρεῖν τῶν τε σιτίων καὶ ποτῶν· ἀσθενὴς
γὰρ ἡ κοιλία γινομένη τούτων ἐθίζεται δέχεσθαι τὰς ἐξ ὅλου τοῦ

8

.

20

.

3

σώματος περιουσίας εἰς αὐτὴν συρρεούσας. κατὰ καιροὺς δέ τινας ἐμεῖν συμφέρει χάριν τοῦ χυμὸν γλίσχρον καὶ πλεῖστον ἀπορρίψαι τῆς γαστρός, ἡνίκα ῥαφανῖδάς τε δι’ ὀξυμέλιτος ὅσα τε ἄλλα τοιαῦτα προσοίσομεν

8

.

20

.

4

αὐτοῖς. καὶ εἰ συνεχῶς δὲ τὸν τοιοῦτον χυμὸν ἀθροίζει τις ἐν τῇ γαστρί, συνεχῶς ἐπὶ τὸν ἔμετον ἄξομεν· ἔμπαλιν δέ, ἀτονούσης τῆς κοιλίας ὡς μὴ δύνασθαι φέρειν τὰ ληφθέντα, κωλύσομεν ἐμεῖν ὀλίγα τε διδόντες σιτία, καὶ ταῦτα εὐστόμαχα, καὶ τοῖς ἔξωθεν ἐπιτιθεμένοις

8

.

20

.

5

φαρμάκοις ῥωννύντες αὐτήν. ἐφ’ ὧν δὲ βουλόμεθα τὸν μετὰ δεῖπνον ἔμετον ἀλύπως κινῆσαι, τοὺς βολβοὺς τῶν ναρκίσσων ἅμα τῶν ἐσθιο‐ μένων τινὶ φαγεῖν δόντες, εὐήμεις αὐτοὺς ποιήσομεν· ἔστι γὰρ ἐμετικὸν

8

.

20

.

6

φάρμακον ὁ τοῦ ναρκίσσου βολβός, ὃν κεφαλὴν ὀνομάζουσιν. ἐμετικὸν δ’ ἐστὶ καὶ ἀναγύρεως τὸ σπέρμα καὶ βαλάνου μυρεψικῆς τῆς σαρκὸς

8

.

20

.

7

δραχμὴ μία μετὰ μελικράτου ποθεῖσα. πολλάκις δὲ καὶ διὰ τῆς κάτω κοιλίας ὑπάγει δαψιλές, ὅθεν, ἐπειδὰν ὑπὲρ τοῦ διακαθᾶραί τι τῶν σπλάγχνων, καὶ μάλιστα ἧπαρ ἢ σπλῆνα, χρώμεθα τῷ φαρμάκῳ, μετ’ ὀξυκράτου δίδομεν.

8

.

21

t

Πῶς ἄν τις εὐκόλως ἐμοῖ· 〈ἐκ τῶν Ῥούφου·〉 ἐκ τῶν Πρὸς Ποταμωνιανὸν περὶ ἐμέτων.

8

.

21

.

1

Ἐπειδὴ τοῖς συντόνως καὶ χαλεπῶς ἐμοῦσι κίνδυνος οὐχ ὁ τυχὼν καὶ φλέβιον ῥῆξαι καὶ τὴν ὄψιν βλαβῆναι φαρύγγεθρόν τε καὶ κιονίδα καὶ στόμαχον ὀδυνηθῆναι καί τι ἄλλο οὐκ ἐπιτήδειον παθεῖν, διὸ δὴ ἐξευρήκασιν οἱ ἰατροὶ τρόπους, καθ’ οὓς ἔνεστιν εὐπετῶς ἐμεῖν, ἵνα μὴ
5διὰ τοῦτο τῆς ἄλλης ὠφελείας ἀποστερῶνται· καὶ γὰρ φλέγμα κενοῖ καὶ κεφαλὴν βαρεῖαν ἐπικουφίζει καὶ τὴν ἄλλην ἕξιν ἐλαφροτέραν παρέχει καί ποτε καὶ προθυμότερον φαγόντα ἀπεπτῆσαι κωλύει ἢ καὶ

8

.

21

.

2

ἀπολαύσαντα οἴνου πλείονος οὐκ ἐᾷ βλαβῆναι. μέγιστον δὴ καὶ πρῶτον εἰς ῥᾳστώνην ἐπὶ μετρίῳ πληρώματι ἐξεμεῖν· οἱ γὰρ ἄγαν ὑπερπλη‐ σθέντες ἐμπίπλανται τὴν γαστέρα ὥστε μὴ δύνασθαι προσστέλλειν αὐτήν.

8

.

21

.

3

στοχαστέον δὲ καὶ τῶν προσφερομένων, ὡς μὴ στρυφνὰ ἢ ξηρὰ ᾖ, ἀλλὰ τὰ μὲν τοῦ γλυκυτέρου καὶ ὑγροτέρου τρόπου, τὰ δὲ τοῦ δρι‐

8

.

21

.

4

μυτέρου. δοκεῖ δ’ ἐν τούτοις ῥαφανίς τε εὐδοκιμεῖν καὶ εὔζωμον καὶ τάριχος παλαιὸν καὶ ὀρίγανις χλωρὰ καὶ κρομμύου ὀλίγον καὶ πράσου.

8

.

21

.

5

συνεργεῖ δὲ τοῖς ἐμέτοις καὶ τῶν ὀσπρίων αἵ τε πτισάναι, μέλιτος
ἔχουσαι, καὶ τὰ ἀπὸ τῶν κυάμων ἔτνη καὶ τὰ πίονα τῶν κρεῶν· ἀλλ’ ὅπως μὴ μόνον τοὺς χυλοὺς αὐτῶν λαμβάνῃς, ἀλλ’ ὅλους τοὺς ὄγκους καταπίνῃς· οὕτως γὰρ ἐπιτηδειότερον τοῖς ἐμέτοις, οἱ δὲ χυλοὶ τῇ

8

.

21

.

6

λεπτότητι καὶ τῷ ἐγγυτέρω εἶναι τοῦ πεπέφθαι ῥᾷον ἀναδίδονται. μὴ τοίνυν μηδὲ περὶ τὴν μάσησιν ἱκανῶς διάτριβε μέλλων ἐμεῖν· τῇ δ’

8

.

21

.

7

ἑψήσει μαλακὰ πάντα ἔστω. δῆλον δὲ δήπου ὅτι καὶ τῶν οἴνων [ὡς ὅτι] τοὺς γλυκυτέρους αἱρετέον· οὗτοι γὰρ ἐπιπολαστικώτεροι, καὶ

8

.

21

.

8

μᾶλλον εἰ κεραννῦντο τοῦ εἰωθότος ὑδαρέστερον. χρὴ δὲ πρὸς τῷ ἐμεῖν γινόμενον καὶ χλιαρωτέρῳ χρῆσθαι τῷ ποτῷ καὶ δαψιλεστέρῳ.

8

.

21

.

9

δεῖ δὲ καὶ ἀμύγδαλα εἰς μέλι ἀποβάπτοντα ἐσθίειν καὶ πλακοῦντος γεύεσθαι τηνικαῦτα, καὶ τοῦ πέπονος σικύου τὸ σπέρμα βρέξαντα καὶ λειάναντα μετὰ μέλιτος προσφέρεσθαι· κινεῖ γὰρ ἱκανῶς τοὺς ἐμέτους·

8

.

21

.

10

κινεῖ δὲ καὶ ἡ ῥίζα τοῦ σικύου τετριμμένη μετὰ μέλιτος. οἱ δ’ ἰσχυ‐ ροτέρῳ βουλόμενοι χρῆσθαι ναρκίσσου βολβὸν ἑψήσαντες ἐν ὕδατι τούτῳ

8

.

21

.

11

κεραννύουσι τὸν οἶνον. προτρέπει δ’ ἐμεῖν καὶ ἴρινον μύρον, εἴ τις

8

.

21

.

12

διαχρίσας τοὺς δακτύλους ἐρεθίζοι. τὸ δ’ ὅλον μὴ πολὺ ἐπὶ τῷ

8

.

21

.

13

δείπνῳ διαλείπειν, ἀλλ’ ἔτι μετεώρων ὄντων ἄρχεσθαι τοῦ ἐμέτου. εἰ δὲ διὰ πλησμονὴν κωλύοιο, διαλιπεῖν χρή ποτε καὶ κοιμηθῆναι τὸν πρῶτον ὕπνον· οὕτως γὰρ διαχαλᾶται ἡ γαστὴρ καὶ ἐπανέρχεται τὰ

8

.

21

.

14

σιτία εὐκόλως. ἐπὶ δὲ τοῖς ὕπνοις ἐμοῦντα συμφέρει συνεχέστερον τοῦ ὕδατος ἐπιρροφεῖν, μὴ ὀξύνοντα καὶ δάκνοντα λήσῃ τὰ ἐμούμενα.

8

.

21

.

15

ἐμετικὸν δὲ καὶ τὸ μὴ ἀνεῖναι καὶ τὸ μὴ διαλιπεῖν, ἀλλ’ ἐπιφανέντος καὶ μικρῶς ἐρεθίζειν καὶ προσλιπαρεῖν, μεταξὺ δέ που καὶ τοῦ ὕδατος

8

.

21

.

16

πίνειν καὶ χλιαρωτέρου. οὕτω μὲν δή τις κάλλιστα ἐμοῖ καὶ ἀταλαι‐ πώρως· ἐπὶ δὲ τοῖς ἐμέτοις τό τε στόμα διακλύζειν καὶ τὴν ὄψιν ἀπονίπτειν ὀξυκράτῳ ἢ ὕδατι· καὶ γὰρ τοῖς ὀδοῦσι συμφέρει καὶ δια‐

8

.

21

.

17

κουφίζει τὴν κεφαλήν. ἄμεινον δὲ καὶ ἐπιβρέγματι χρῆσθαι ἢ ῥοδίνῳ ἢ ἐλαίῳ ὠμοτριβεῖ, καὶ ὅταν ἀναπαύεσθαι μέλλῃς, κελεύειν τινὰ τοὺς πόδας ἀνατρίβειν ἡσύχως· καὶ γὰρ τοῦτο κοῦφον τῇ κεφαλῇ.

8

.

22

t

Ἐκ τῶν Διοκλέους· ἐμετικά.

8

.

22

.

1

Τῶν ἐμετικῶν δὲ καλουμένων τὰ μὲν φαρμακώδη καὶ δραστι‐ κώτερα λίαν οὐ δεῖ προσίεσθαι, χρῆσθαι δὲ τοῖς οἰκείοις μάλιστα τῆς
συνήθους διαίτης· εἴη δ’ ἂν τῶν τοιούτων τὸ ἀπόβρεγμα τῶν σικυῶν τῶν ἁπαλῶν κατατμηθέντων εἰς ὕδωρ, ᾧ κεράννυμεν τὸ πινόμενον
5μετὰ τὸ δεῖπνον χλιαρόν, ἢ σφάγνου τοῦ ὑαλώδους ἀφεψήματος τὸ ὕδωρ πινόμενον ὡσαύτως, ἢ ἄλευρον καθαρὸν μὴ λίαν κάτεφθον μετὰ μέλιτος ῥοφούμενον, καὶ πρὸ τοῦ δείπνου καὶ μετὰ τὸ δεῖπνον, ἢ σκόρδα ὀπτὰ μετὰ μέλιτος ἐσθιόμενα, ἢ σήσαμα πεφρυγμένα καὶ τετριμ‐ μένα μελικράτου τρισὶν ἡμικοτυλίοις διακεχυμένα· πάντα δὲ τὰ τοι‐

8

.

22

.

2

αῦτα χλιαρὰ καὶ πυκνῶς δεῖ λαμβάνειν. ῥᾷστα δ’ ἄν τις καθήμενος ἐμοῖ ἢ ὀρθός· δεῖ δὲ μὴ βιάζεσθαι, προθυμούμενον πάντα ἐξεμεῖν ἀκριβῶς, ἀλλ’ ὅταν κενωθῇ τις ἱκανῶς, ἐᾶν μηδ’ ἐπιπίνειν μεταξὺ

8

.

22

3,4

μηδὲν ἢ μικρόν. ὀξηρῶν δ’ ἐμουμένων, ὕδωρ χλιαρὸν ἐπιπίνειν. μετὰ

8

.

22

.

4

(2)

δὲ τὸ τὸν ἔμετον δοκεῖν εὔλογον εἶναι καθάπερ ἀγγεῖον διανίψαι τὴν κοιλίαν πιόντα μελίκρατον ἢ ὕδωρ πολὺ καὶ πάλιν ἐμέσαι, ἢ μὴ προσ‐ ίεσθαι, προσχεάμενον δὲ πρὸς τὸ πρόσωπον ὕδωρ καὶ τὸ στόμα δια‐
5κλυσάμενον οἴνῳ ἀκράτῳ χλιαρῷ τρισὶ κυάθοις ἀνακογχυλιάζεσθαι κατὰ μικρόν.

8

.

23

t

Ἐκ τῶν Ἀρχιγένους· περὶ ἐμέτου ἀπὸ σιτίων.

8

.

23

.

1

Ἐμέτου δὲ τοῦ ἀπὸ σιτίων ὑπ’ ἀνάγκης μὲν μὴ † δεηθίσης· ὄνησις δὲ θαυμαστὴ δὶς ἢ τρίς, ὡς ἂν παρήκῃ, κατὰ μῆνα παραλαμβάνειν· καὶ γὰρ καὶ τῷ δι’ ἀνάγκην ἐπίμετρός τις ἀκολουθεῖ ῥᾳστώνη, ἀφ’ ἧς προήχθησαν ἤδη τινὲς καὶ εἰς ἔθος ἐνδελεχοῦς ἀποφορτισμοῦ τῶν

8

.

23

.

2

σιτίων, οἱ μὲν ἀκριβῆ, οἱ δ’ ὁλοσχερῆ, καταστῆναι. καὶ ἀμέλει εἰσὶν οἳ μηκέτι τῶν δυσχερῶν σφόδρα ἀνιαρῶς ἐπειράθησαν, μάλιστα τῶν ἀπὸ τοῦ κώλου· ἀλλ’ ἔγωγε οὐκ ἂν οὐδ’ ἐπὶ σαφέσι τοῖς ἐπάθλοις τοιοῦτον τέμοιμι φάρμακον ἀνδρὶ καθαρίῳ τε καὶ οὐκ ἐν ἀδυνάτῳ τὴν
5ἐγκράτειαν τιθεμένῳ· ὑπαλλαγὴ γὰρ ἂν εἴη τόπῳ ἑτέρου νοσήματος.

8

.

23

.

3

ἐῶ τὸ βδελυρόν· ἕπεται ἀτροφία ἄμορφος, ἀτονία δεινή, πικρία ἤθους μελαγχολώδης, δύσπνοια, κακοσιτία, ἔνδεια μὲν ἡδονῆς, ὑπερβολὴ δ’

8

.

23

.

4

ἐπιθυμίας. καὶ παρείθησαν δ’ ἐνίοις οἱ στόμαχοι, ὥστε αὐτίκα ἀπορ‐ ρίπτειν τὸ εἰσενεχθὲν πρὶν ὄνασθαί τι αὐτοῦ ἢ διὰ ταλαιπωρίας ἀρρήτου
τινὸς αὐτὸ ἀνιμᾶσθαι, οὐκέτι δακτύλοις, ἀλλὰ σπάθαις εἰς αὐτὴν σχεδὸν

8

.

23

.

5

καθιεμέναις τὴν γαστέρα. καὶ τὸ ὑπολειφθὲν ψιχίον ἂν ἔσθ’ ὅτε ὅσον τὸ πᾶν βαροῖ, καὶ φθαρεῖται μὲν ῥᾳδίως τε καὶ ἀλλοκότως, πέσσεται

8

.

23

.

6

δ’ οὐδαμῶς οὔθ’ ἕν. αἱ μὲν ὑποχωρήσεις δύσκολοι ἢ νὴ Δία ἄμετροι· ὀδύναι δὲ καταλαμβάνουσι σκληραὶ αἱ μὲν ἐντεῦθεν, αἱ δ’ ἄλλοθεν, ἑτοίμῳ πρὸς ἐπήρειαν ὄντι τῷ σώματι ἐπιφυομένου παντὸς αἰτίου.

8

.

23

.

7

καὶ αἱ διαθέσεις μὲν ἐνίοις ἐμφωλεύουσι μόνον, ὑπὸ τῆς κοιλίας τῶν παροξυσμῶν παρακοπέντων, αὖθις δ’ ἂν ἐξεφάνησαν, ὅτε † στενὴ ἡ εἰς βοήθειαν ἀπεργασαμένη πισθεὶς ἐγκράτειαν καταλιπὼν εἰς τοιούτων κακῶν ἑστίαν καταβαίνειν.

8

.

24

t

Ἐκ τῶν Ῥούφου· περὶ κλύσματος.

8

.

24

.

1

Τῶν ἐνιεμένων διὰ κλυστῆρος οἱ μέν εἰσιν ἁπαλοί, οἱ δὲ δριμεῖς· ἁπαλοὶ μὲν ὕδωρ θερμόν, ὑδρέλαιον, γάλα, τήλεως ἀφέψημα, χόνδρου, τράγου, σύκων, λινοσπέρμου, μαλάχης, χυλὸς πτισάνης ἢ πυρῶν, ἀν‐ δράχνης, ἀρνογλώσσου, τεύτλου, ἄρτου, οἰνέλαιον, ὀρόβων ἀφέψημα,

8

.

24

.

2

φακοῦ, ῥόδων, ῥόδινον· παραπλέκεται δ’ ἐνίοις στέαρ χήνειον, ὕειον, αἴγειον, τράγειον, ὀρνίθειον, βούτυρον, ῥητίνη τερμινθίνη, πήγανον,

8

.

24

.

3

κύμινον, δαφνίδες, ἄνηθον, ἄσφαλτος. δριμεῖς δ’ ἅλμη, θαλασσία, γάρος σιλούρου, ἴρεως ἀφέψημα, θύμου, θύμβρας, ἀριστολοχίας στρογγύλης, σικύου ἀγρίου, ἀψινθίου, μελίκρατον μεθ’ ἁλῶν καὶ νίτρου, κολοκυν‐ θίδος ἀφέψημα, κενταυρίου χυλός, κνήκου ἀφέψημα, ἐλλεβόρου μέλανος,

8

.

24

.

4

λινοζώστεως, πολυποδίου, ὄξος μετὰ νίτρου, ῥοῦς σκυτοδεψικός. οἱ μὲν οὖν ἁπαλοὶ κλυσμοὶ ἁρμόζουσιν ἐφ’ ὧν ξηρὸν ἐγκατέχεται κόπριον, καὶ ἐφ’ ὧν μείζονι ἐπιβαλλόμεθα βοηθήματι, σικύᾳ, δρώπακι, φλεβο‐ τομίᾳ, κουρᾷ, χειρουργίᾳ, λουτρῷ, αἰώρᾳ, ἐμέτῳ, καὶ μάλιστα καθαρ‐

8

.

24

.

5

τικῷ. κλύζομεν ἁπαλῷ κλύσματι καὶ οὓς μέλλομεν καθαίρειν κατω‐ τερικῷ τινι καθαρτικῷ 〈τοῦ〉 τὸ πρόχειρον καὶ ἀλλότριον τῷ κλύσματι καθαίρειν, γυμνῶν ἀξιοῦντες καθάπτεσθαι τῶν σωμάτων τὸ καθαρτι‐ κόν, καὶ τούτῳ δριμεῖ χρησαμένους κλυστῆρι ἀποθεραπεύσεως τρόπον

8

.

24

.

6

καὶ ἀπορρύψεως χάριν, ἵνα μὴ ἐγκαθήμενά τινα τῶν δριμέων ἐπὶ
πλεῖον ἀναδάκνῃ. ἔτι χρώμεθα ἁπαλῷ κλυσμῷ καὶ ἐφ’ αἱμοπτυϊκῶν ἕνεκα τοῦ μὴ προθυμίας γενομένης ἐκρήσσειν τὰ ἀγγεῖα ὑπὸ τῶν ἐν‐ τάσεων, καὶ ἐφ’ ὧν δριμέα τὰ παρακείμενα, ὡς ἐφ’ ἑλκώσεων ἐντέρων
5ῥευματισμοὺς ἐπιφερόντων, καὶ ἐπὶ τῶν ἀπὸ φαρμακείας ἀναδακνο‐ μένων τὰ ἔντερα καὶ ἐπὶ στρόφων καὶ πνευματώσεων, καὶ περὶ στό‐ μαχον οὐσῶν δήξεων, καὶ ἐπὶ τῶν τεινεσμωδῶν προθυμιῶν, καὶ ἐφ’ ὧν βάρος ἐν αὐτῷ τῷ ἀπευθυσμένῳ ἐστὶν ἔκ τινων περιψύξεων, καὶ ἐπὶ

8

.

24

.

7

δυσουρούντων. καὶ ἐφ’ ὑστερικαῖς δὲ πνίξεσι χρειώδης ὁ ἁπαλὸς καὶ ἐπὶ φλεγμαινόντων ἐντέρων καὶ ἐπὶ χειρουργίας τῆς κατὰ τὸ ὄσχεον καὶ καθόλου πάσης καὶ ἐπὶ κεφαλαίας ἐν ἀρχαῖς πρὸ τῶν ἄλλων βοη‐

8

.

24

.

8

θημάτων χάριν τοῦ μεταγαγεῖν τὴν ὕλην. οὐ πᾶσι δὲ τὰ αὐτὰ ἐνιέμενα ἁρμόζει, ἀλλ’ ὕδωρ μὲν αὐτὸ καθ’ αὑτὸ ποιεῖ κομιδῆς ἕνεκα κοπρίων ἐν συνεχέσι πυρετοῖς καὶ κακοήθεσι καὶ 〈ἐφ’〉 ἡλικιῶν καὶ ἕξεων τρυ‐ φερωτέρων, καὶ ἐφ’ ὧν οὐκ ἐκ μακροῦ χρόνου ἐγκατέχεται τὰ κόπρια
5καὶ ἀνεξήρανται, καὶ ἐφ’ ὧν ἐκ μακρᾶς ἀσθενείας ἀναλαμβανόντων δυσχερεῖς αἱ ἄφοδοι γίνονται, καὶ ἐπὶ τῶν περὶ δακτύλιον χειρουργιῶν.

8

.

24

.

9

καὶ ἐφ’ ὧν δ’ ἐνειλήσεις γίνονται πνευμάτων θερμότερον ἐνήσομεν, ὡς πνευματοῦντος τοῦ χλιαροῦ, καὶ κατὰ μίαν ἔκθλιψιν τοῦ κλυστῆρος·

8

.

24

.

10

τὸ γὰρ ἐκ διαστημάτων ἐνιέμενον καὐτὸ πνευματοῖ. τήλεως δ’ ἀφέ‐ ψημα ἐπὶ γυναικῶν ἐνίεμεν μᾶλλον καὶ ἐπὶ τῶν τρυφερῶν μέν, τρα‐ χύτερα δὲ σκύβαλα ἐχόντων, ὁμοίως δὲ καὶ μαλάχης, καὶ μάλιστα ἐφ’ ὧν ξηρότητα τῶν τόπων δεῖ παρηγορῆσαι· λινοσπέρμου δὲ καὶ ἐφ’ ὧν

8

.

24

.

11

αἱ δήξεις εἰσί, φλεγμονῶν οὐσῶν περὶ τὰ μέσα. εἰ μέντοι ὀξεῖς εἶεν οἱ συνεδρεύοντες πυρετοί, κεφαλή τε πεπονθυῖα, φυλακτέον τὴν τοι‐

8

.

24

.

12

αύτην ἔνεσιν, πληρωτικὴν οὖσαν κεφαλῆς. ἁρμόζει δὲ καὶ τοῖς γυναι‐

8

.

24

.

13

κείοις τόποις καὶ κύστει καὶ νεφροῖς καὶ ἐντέροις φλεγμαίνουσιν. ὁ δὲ τῶν πιτύρων χυλός, ἔτι δὲ τράγου, ἄρτου, χόνδρου, καὶ τρόφιμόν τι ἔχουσι, καὶ γίνεται πολλάκις χρεία μετὰ τὸ κενῶσαι τὰ σκύβαλα τροφῶδές τι καὶ προσπαραθεῖναι, ὡς ἐπ’ ἀποπλήκτων καρδιακῶν τέ
5τινων, ὅταν 〈ἀνα〉λαμβάνοντες μήπω μὲν ἰσχύωσι, μηκέτι δὲ 〈δια〉‐ χωρῶσι διασεσαγμένοι σκυβάλοις· ἔχουσι γάρ τι καὶ διαλυτικόν, καὶ

8

.

24

.

14

μάλιστα ὅταν πύρινα ᾖ. ἁρμόζει καὶ ταῖς ἐπιπολαίοις τῶν ἐντέρων ἑλκώσεσιν ἡ τοιαύτη ἔνεσις· ἁρμόζει δ’ ἐπὶ τούτων καὶ πτισάνη· σμη‐ κτικωτέρα γάρ ἐστι καὶ τῶν κοπρίων ἐκ προχείρου τὰς διαλύσεις ποι‐ εῖται ὀδαξησμούς τε ἀποθεραπεύει, προσλαβοῦσα χοίρειον στέαρ· ἔτι

8

.

24

.

15

δὲ μᾶλλον, εὐτόνων ὄντων, τράγειον. ὁ δὲ τοῦ σεύτλου χυλὸς καὶ τὸ
ἀφέψημα ἁρμόζει ἐνιέμενα πρὸς εἱλιγμοὺς τῶν ἐντέρων καὶ παλμούς·

8

.

24

.

16

διαλύει καὶ σκύβαλα καὶ τοῖς διηνεκέσιν ὀδαξησμοῖς ἀντιβαίνει. ἀν‐ δράχνης δὲ χυλὸς χρήσιμος ἐπὶ τῶν ἐκπυρώσεων τῶν τε ἄλλως παρ‐ ακολουθουσῶν ἢ καὶ διά τινα πεῖσιν, καὶ ἐφ’ ὧν δὲ δι’ ἔκκρισιν σκλη‐ ρῶν σκυβάλων κατὰ μικρὸν κατ’ ἀποκοπὴν ἐκκριθέντων διαταθεὶς ὁ
5σφιγκτὴρ καὶ τὸ ἀπευθυσμένον ἐρυσιπελατώδη διάθεσιν ἀνεδέξατο·

8

.

24

.

17

προσμίγνυται δ’ ἐπὶ τῶν τοιούτων καὶ ὠόν. καὶ ἔλαιον δ’ ἐπὶ πάσης φλεγμονῆς καθ’ ἑαυτὸ ἁρμόζει ἐνιέμενον, καὶ ἐφ’ ὧν ἀσθένεια περὶ τοὺς τόπους ἐστί, καὶ ἐφ’ ὧν γίνονται στρόφοι· διαλυτικώτερον δὲ μᾶλλον τῶν πνευμάτων ἐστί, πηγάνου ἡψημένου 〈ἐν〉 αὐτῷ ἢ κυμίνου ἢ
5ἀνήθου ἢ δαφνίδων, ὅτε καὶ τοῖς ἀπὸ ψυγμῶν πυρέσσουσιν ἁρμόζει.

8

.

24

.

18

γάλα δ’ ἐνίεται, ἑλκώσεως οὔσης καὶ φλεγμονῆς περὶ τὰ ἔντερα, νεφρούς, κύστιν, ὑστέραν, καὶ 〈διὰ〉 δριμέων παράθεσιν, ὡς κνησμοὺς καὶ ὄχθους

8

.

24

.

19

καὶ ἑλκώσεις περὶ τὴν ἐπιφάνειαν συμβαίνειν. προσλαμβάνει δὲ τονώσεως χάριν, πλὴν εἰ μὴ ἀπὸ νομῆς εἴη, καὶ μέλι ἢ χήνειον στέαρ ἢ ὕειον·

8

.

24

.

20

ῥητίνην δὲ τερμινθίνην προσπλέκομεν ἐπὶ τῶν προειρημένων. ὑδρελαίῳ δ’ ἐπὶ διατάσεων συνεδρευουσῶν τῇ κατοχῇ τῶν κοπρίων, οἷαι μάλιστα ἀπὸ ψύξεως συμβαίνουσιν, ὁμοίως δὲ καὶ ἄσφαλτον· τὸ δὲ βούτυρον ἐφ’ ὧν διὰ φλεγμονὴν ἀπευθυσμένου κατέχεται τὰ σκύβαλα καὶ συν‐
5εστῶτα ἐκκρίνεται· καὶ ῥυπαρῶν ἑλκώσεων οὐσῶν περὶ τὸ ἔντερον, τὸ

8

.

24

.

21

αὐτὸ ἁρμόζει κλύσμα. μαλάχης δὲ χυλὸς καὶ ἀφέψημα ἐπὶ μακρῶν στρόφων καὶ ἐπὶ πολὺ παρατεινόντων καὶ φλεγμονῶν περὶ τὰ ἔντερα καὶ ἕδρας συμπαθούσης καὶ γυναικείων πείσεων συνουσῶν εὐχρήστως

8

.

24

.

22

παραλαμβάνεται. μελίκρατον δ’ ἐνίεται, ὅταν ἀπαθῆ μὲν τὰ μέρη, δυσμάλακτον δὲ τὸ ἐγκατεχόμενον κόπριον, καὶ ἐφ’ ὧν χειρουργίᾳ

8

.

24

.

23

ἀξιολόγῳ μέλλομεν χρῆσθαι. οἴνῳ δὲ καὶ ἐλαίῳ, χυλῷ πτισάνης ἢ μαλάχης κλύζομεν τοὺς ὀπὸν μήκωνος εἰληφότας, καὶ ἐὰν μὲν ὑπίωσιν αἱ διαχωρήσεις, ψυχροῖς τοῖς κλύσμασιν, εἰ δὲ μή, θερμοῖς· καιρὸς δ’

8

.

24

.

24

αὐτὴ ἡ ἔπειξις. γάλα δὲ βόειον ἢ αἴγειον ἢ ζωμὸν ὀρνίθειον ἐνίεμεν τοῖς ὑοσκύαμον εἰληφόσιν, οἶνον μετὰ ῥοδίνου καὶ λέκιθον ὠῶν εἰς γλυκὺ ἢ ῥόδινον ἐναφηψημένον ἐπὶ τῶν τεινεσμωδῶς ἐνοχλουμένων

8

.

24

.

25

ἐν ἀρχαῖς. ὑδρομέλιτι δ’ ἢ φακοῦ ἀφεψήματι μετὰ μέλιτος ἐνίεμεν, ἢ ὀρόβου ὁμοίως ἢ πτισάνης χυλὸν μετὰ ῥοδίνου, ἀποστήματος ῥαγέντος

8

.

24

.

26

ἐν κώλῳ. σύκων δ’ ἀφέψημα ἐνίεμεν τοῖς τὰς βουπρήστεις καταπιοῦσιν.

8

.

24

.

27

μέτρον δὲ τῶν ἐνιεμένων, ὅσον μὲν ἐπὶ ταῖς φύσεσιν, ἔλαττον ἐπ’
ἀνδρῶν ἐνιέναι δεῖ, πλεῖον δ’ ἐπὶ τῶν γυναικῶν, πλὴν τὸ πλεῖστον

8

.

24

.

28

τρεῖς εἰσι κοτύλαι, τὸ δ’ ἔλαττον μία· στοχαστέον δὲ καὶ τὰς ἡλικίας καὶ τὰ ἐπιτηδεύματα καὶ τὰ μεγέθη τῶν κοιλιῶν καὶ παθῶν καὶ

8

.

24

.

29

συμπτωμάτων. πολλάκις καὶ δὶς ἐνίεμεν καὶ τρίς, μάλιστα ἐφ’ ὧν ἕλκωσις καὶ φλεγμονὴ περὶ τὸ ἀπευθυσμένον ὑπάρχουσα ἐπέχει τὰ ὑπερκείμενα σκύβαλα δεσμοῦ τρόπον, τὸ δ’ ἐνιέμενον οὐ διικνούμενον ἐπὶ τὰ ἄνω πάλιν ἐκκρίνεται, ἐφ’ ὧν εἰς μόνην διαβροχὴν ἥρμοσε τὸ

8

.

24

.

30

ἐνεθέν. τοσαύτη μὲν ἡ περὶ τῶν ἁπαλῶν κλυσμῶν καὶ ἐνεμάτων κατα‐ ρίθμησις· οἱ δὲ δριμεῖς κλυσμοὶ ἁρμόζουσιν ἀλγήμασι πλευροῦ, οὔλων ῥευματισμοῖς, κεφαλαίᾳ, πυρετοῖς στράγγοις μὴ σφοδραῖς ἐπιβολαῖς κεχρημένοις καὶ ῥεμβώδεσι καὶ ἀνωμάλοις, βάρους ἐπὶ τὰ ἔντερα ὑπάρ‐
5χοντος καὶ γαστέρος ὑγρᾶς ὑπαρχούσης καὶ μαλακοῦ ὑποχονδρίου, καὶ ἐν τύποις ἀμφημερινοῖς, καὶ πνιγμῶν ὄντων καὶ καταφορᾶς, καὶ ἐπὶ δυσπνοίας ἰσχυρᾶς περιπνευμονικοῖς καὶ συναγχικοῖς, τετάνοις, ἐπιληψίᾳ, μανίαις, ἰσχιάσι, σκοτωματικοῖς, ὀρθοπνοϊκοῖς, ὀφθαλμιῶσιν, ἀσκαρίδων ἑλμίνθων ἐγκατεχομένων, θανάσιμον εἰληφόσι φάρμακον, ἕλκη ἢ ἐκ‐
10βράσματα περὶ κεφαλὴν ἔχουσι, καὶ τοῖς ἰόνθους καὶ ὀχθώδη περὶ τὴν ἐπιφάνειαν γεννῶσι, ψώρας, λέπρας, παραλύσει ἀπευθυσμένου ἐν‐ τέρου μέχρι σφιγκτῆρος, ληθαργικοῖς καὶ φλέγμα ἐν κοιλίᾳ παρακεί‐ μενον ἔχουσι καὶ δι’ αὐτὸ ἀπεπτοῦσι καὶ ἀτροφοῦσι καὶ ἀχροοῦσι,

8

.

24

.

31

λειεντερικοῖς, κοιλιακοῖς, ἀμβλυωποῦσιν, ἡλκωμένοις ἐντέρων. οὐ πᾶσι δὲ τὸ αὐτὸ οὐδ’ ἐπὶ τούτων ἥρμοσεν· φειστέον γὰρ τῶν δριμέων κλυσμῶν ἐν τοῖς ὀξέσι καὶ σφοδροῖς πυρετοῖς, καὶ ἐφ’ οἷς στόμαχος ἢ ἔντερα ἢ ἄλλως ἀσθενῶς ἔχει, καὶ ἐφ’ ὧν κύστις ἢ νεφροὶ ἢ μήτρα
5πέπονθε, καὶ ἐφ’ ὧν αὐτόθεν ἐφυγραίνεται κοιλία, ἐν παγετῷ τε ἢ χειμῶνι καὶ περικαεῖ θέρει καὶ ἐπ’ ἀσθενῶν ἢ διά τινα νόσον ἢ φυσικήν τινα τρυφερίαν καὶ ἐπὶ παίδων καὶ γυναικῶν καὶ εὐνούχων καὶ ἐπ’ ἐθνῶν ἀρκτικῶν ἢ καταψύχων, οἷοί εἰσι Γαλάται, Θρᾷκες, Ἰταλοί (οὐ γὰρ δύνανται φέρειν ἐπιτεταμένους κλυσμούς), καὶ ἐπὶ τῶν ὑπὸ τῆς
10τυχούσης προσφορᾶς καὶ προφάσεως τὰ ἔντερα ἐξηλκωμένων καὶ ἐπὶ

8

.

24

.

32

τραυμάτων ἀξιολόγων καὶ ἐπὶ νευρωδῶν. χρηστέον δὲ θαρραλεώτερον μᾶλλον ἐπ’ ἀνδρῶν νέων, εὐεκτῶν, ἀθλητικῶν † τόπων τοὺς περὶ τὴν Αἴγυπτον εἰθισμένοις φέρειν τὸ βοήθημα καὶ τοῖς λοιποῖς εὐκράτοις.

8

.

24

.

33

ἤδη δὲ τοῖς ἄγαν ἐπιτεταμένοις ἐπ’ εὐεκτῶν ἰσχυρῶν εἰθισμένων, οὐ παρόντων πυρετῶν 〈ἢ〉 χρονίων παθῶν, πάχους ὑποκειμένου ἢ νωθρίας

8

.

24

.

34

παρακολουθούσης, χρώμεθα. ἰσχιάσι μὲν οὖν καὶ ὀρθοπνοίαις, μὴ ἀπὸ στομάχου θλιβομένου τοῦ πνεύματος, ὀνησιφόροι αἱμαγωγοὶ κλυσμοί, ὡς γάρος σιλούρου, ἅλμη, θάλασσα· ἐφ’ ὧν δ’ αὐτὸ μόνον πάχος καὶ ὁλοσχέρεια τῶν παρακειμένων ἐστίν, οἱ λοιποὶ ἁρμόζουσι μᾶλλον, καὶ

8

.

24

.

35

ὅταν εἰς προπαρασκευὴν ἄλλοις βοηθήμασιν ἐπιτελῆται ὁ κλυσμός. ἐφ’ ὧν δ’ ἴονθοι καὶ ὀχθώδεις ἐπιφοραὶ περὶ τὴν ἐπιφάνειαν ἐγείρονται, ἢ ψωρώδεις ἢ λεπρώδεις καὶ βάρος ἢ δυσπεψίαν ἐπιτελοῦντες, ἥρμοσε μὲν τῶν προειρημένων τις κλυσμῶν, μάλιστα δ’ ἀριστολοχίας στρογγύλης

8

.

24

.

36

ἀφέψημα μετὰ μέλιτος ἢ ἁλῶν ἐνιέμενον. τοῖς δὲ πλευρὸν ἀλγοῦσι μετὰ φλεβοτομίαν χρηστέον τῶν προειρημένων τινὶ κλυσμῶν, ὁμοίως δὲ καὶ τοῖς οὖλα ῥευματιζομένοις· κεφαλαίᾳ δὲ καὶ ἐπιληψίᾳ μετὰ 〈τὰ〉 ἁρμόζοντα ἐν ἀρχῇ ἐπ’ αὐτῶν παραληφθῆναι βοηθήματα ἥρμοσε

8

.

24

.

37

καὶ ἐλλεβόρου μέλανος ἀφέψημα καὶ λινοζώστεως, μιγνυμένου καὶ ἐπὶ τούτων ἢ ἀριστολοχίας στρογγύλης ἢ κενταυρίου χυλοῦ ἢ πολυποδίου,

8

.

24

.

38

ἀφέψημα, μιγνυμένου καὶ ἐπὶ τούτων μέλιτος. εἰ δὲ διὰ πλῆθος ἀργῶν

8

.

24

.

39

ὑγρῶν ἀμβλυώττουσιν, ἐνίεμεν σκευαστόν τινα κλυσμόν. εἰσὶ δὲ σκευ‐ αστοί· μέλιτος κοτύλης ἥμισυ, ὕδατος κοτύλαι δύο, ἁλῶν ὁλκαὶ τρεῖς, ἐλαίου κοτύλης τέταρτον· παραπλέκουσι δέ τινες καὶ ὠὰ δύο.

8

.

24

.

40

Ἄλλος κλυστήρ. Τὸ αὐτὸ μέτρον ἁλῶν, νίτρου τὸ αὐτὸ μέτρον· χυλὸς πτισάνης μίγνυται.

8

.

24

.

41

Ἄλλως. Ἀφέψημα κολοκυνθίδων· καθ’ αὑτὸ δὲ δεῖ τὸ γναφαλῶδες αὐτῶν

8

.

24

.

42

ἀφεψεῖν· παραπλέκονται δ’ αὐτοῖς ἅλες ἢ νίτρον ἐνίοτε. ἁπλοῖ δ’ ἴρεως ἀφέψημα, θύμου, θύμβρας, ἀψινθίου, σικύου ἀγρίου· παραπλέ‐

8

.

24

.

43

κονται δὲ τούτοις ἅλες. ὁμοίως δὲ καὶ πλευριτικοῖς καὶ περιπνευμο‐ νικοῖς καὶ σκοτωματικοῖς καὶ τετάνῳ καὶ συνάγχῃ καὶ ὀφθαλμιῶσι μετὰ

8

.

24

.

44

φλεβοτομίαν, εἰ ἐπιδέχοιντο, τὸν αὐτὸν ἐνίεμεν κλυσμόν. τοῖς δ’ αἷμα ταύρειον πεπωκόσιν ἥρμοσαν μὲν καὶ οἱ προειρημένοι κλυσμοί, ἰδίως δ’ ὄξος μετὰ νίτρου ἐνιέμενον καὶ κράμβης χυλὸς ἢ σπέρμα μετ’ ὄξους.

8

.

24

.

45

τοῖς δὲ τοὺς θανασίμους μύκητας φαγοῦσιν ἐνίενται νίτρον καὶ ἀψίν‐
θιον καὶ ῥαφάνου χυλὸς καὶ πηγάνου ἀφέψημα· τοῖς δὲ γαλακτοπο‐

8

.

24

.

46

τοῦσιν ὄξος μετὰ νίτρου ἢ γάλα ὄνειον μεθ’ ἁλῶν πολλῶν. ἐπὶ δὲ

8

.

24

.

47

παραλύσεως τοῦ ἀπευθυσμένου ἐντέρου ἅλμην ἐνίεμεν. τοῖς δ’ ἀσκα‐ ρίδας γεννῶσιν ἅλμην ἢ κενταυρίου ἀφέψημα ἢ ἀψινθίου ἢ θέρμων

8

.

24

.

48

ἢ ἀλόης ἢ κεδρίαν μετά τινος τῶν ἀφεψημάτων ἐνίεμεν. τοῖς δὲ κοιλίαν ῥευματιζομένοις χρονίως ἥρμοσεν ἅλμης ἔνεσις, ἀψινθίου ἀφέ‐ ψημα· ἀποσμήχει καὶ νεαροποιεῖ τὰ κοιλώματα, ὡς ἐπὶ τῶν ἐκτὸς

8

.

24

.

49

παλαιῶν ἑλκῶν. τοῖς δ’ ἕλμινθας γεννῶσι θέρμων ἀφέψημα καὶ ἀπό‐ βρεγμα ἐνίεμεν ἢ ῥοῦν σκυτοδεψικὸν ἢ ἀβροτόνου ἀφέψημα ἢ ἀψιν‐

8

.

24

.

50

θίου ἢ κίκινον ἔλαιον ἢ ἅλμην. τοῖς δὲ ληθαργικοῖς μετὰ τὰ ἁρμό‐ ζοντα ἐν ἀρχαῖς ἐπ’ αὐτῶν βοηθήματα ἐνίεμεν μελίκρατον προσλαβὸν

8

.

24

.

51

νίτρου καὶ ἁλῶν μέρη· τί δ’ ἀψινθίου χυλόν; τοῖς δὲ λειεντερικοῖς δι’ ἀτονίαν ἐντέρου τὸ ληφθὲν ἀποδιδοῦσιν ἐνίεμεν ἀψινθίου ἀφέψημα.

8

.

24

.

52

τεινεσμώδεσι δὲ προθυμίαις ὑπερβαλλούσαις ἅλμην ἐνίεμεν ὀλίγην, ὅταν μὴ κεκμήκῃ ἡ δύναμις, μηδὲ βαθεῖα περὶ τοῖς σώμασιν ἡ διάθεσις ᾖ· μέλι δ’ οὐ μίγνυμεν· παραμονώτερον γὰρ ὑγραίνει καὶ πλάδων ἐστὶ ποιητικόν· ἀκρατήτῳ δ’ αἵματος ῥύσει δι’ ἕλκωσιν ἐντέρου πολυγόνου
5χυλὸν 〈ἢ〉 ἀρνογλώσσου 〈ἢ〉 μύρτων μελάνων ἐν οἴνῳ ἑψηθέντων.

8

.

24

.

53

προσμίγνυμεν δ’ ἐπὶ τῶν προειρημένων καὶ λίβανον ἢ ἀκακίαν καὶ ὑποκυστίδα ἢ βαλαύστιον ἢ σίδιον ἢ ῥοὸς χυλὸν ἢ ἐρίου οἰσυπηροῦ σποδὸν ἢ ὀθονίου πολυπτύχου σχιστῇ στυπτηρίᾳ ἐγκαέντος ἢ σπόγγου αἵματι βοείῳ προαναφυραθέντος καὶ πίσσῃ ἢ ὀνείας ἀφόδου καθ’ ἑαυ‐
5τήν, καὶ μάλιστα εἰ ἀπὸ νομῆς εἴη· ἐνετέον δ’ ἀπλήκτως ψυχρά.

8

.

24

.

54

ἑλκώσεσι δ’ ἐντέρου ἀρευματίστοις γάλα ἐνίεμεν αἴγειον ἢ βόειον καὶ λυκίου 𐅻 δύο ἢ γῆς Σαμίας 𐅻 δύο ἢ ἀμύλου τὸ ἴσον ἢ πυρίνης πτι‐

8

.

24

.

55

σάνης μετὰ βολβοῦ κεκαυμένου ἢ ἀψινθίου. ῥευματιζομέναις δὲ καὶ πλαδώσαις ἑλκώσεσι χάρτου κεκαυμένου ἢ σχίνου τέφραν ἢ τὸ διὰ χάρτου μεθ’ ὕδατος ἢ ἀφέψημά τι τῶν στυφόντων τινὸς ἐνίεμεν.

8

.

24

.

56

ἐνιέναι δὲ δεῖ ἐπὶ μὲν τῶν δραστικωτέρων κλυσμῶν πρότερον ἁπαλὸν κλύσμα χάριν τοῦ καὶ τὰ ἐγκαθήμενα τῶν σκυβάλων ἐκκριθῆναι καὶ μὴ ἀθρόως καθάψασθαι τῶν σωμάτων οὕτως ἐπιτεταμένον κλυσμόν.

8

.

24

.

57

ἐπὶ μὲν οὖν τῶν πυρεσσόντων οὐ δίδωσιν ἄδειαν τοῦ πολλάκις ἐνιέναι ἡ νόσος· ἐπὶ δὲ τῶν ἀπυρέτων ἐφίεται, ὅσον εἰς εὐκαιρίαν τοῖς κλυ‐

8

.

24

.

58

σμοῖς. δεῖ δὲ τὸν μὲν πρῶτον κλυσμὸν πλείονα προσφέρειν, τὸν δὲ δεύτερον ἐλάσσονα, καὶ πλείονα μὲν ἐφ’ ὧν ἀπὸ κεφαλῆς καὶ τῶν ταύτης μερῶν χάριν προσάγομεν, ἐλάττονα δ’ ἐφ’ ὧν ἐκ προχείρου καὶ παρακειμένου τὴν μεταγωγὴν ποιούμεθα· οὐ δεῖ μέντοι ἐφ’ ὧν
5ἐποχὴ πολυχρόνιος σκυβάλων, ἀπαιτεῖ δ’ ἡ διάθεσις δραστικωτέραν κάθαρσιν, παραχρῆμα δριμὺν ἐνιέναι κλυσμόν, ἀλλὰ καὶ ἐκ δευτέρου καὶ τρίτου πολλάκις ἐνιέναι τὸν ἁπαλὸν κλυσμὸν ἔχοντα ἢ ῥητίνης τι ἢ βουτύρου, καὶ μετὰ τὴν ἔκκρισιν τότε τοῖς δραστικωτέροις χρηστέον.

8

.

24

.

59

καιρὸς δὲ τῶν δριμέων κλυσμῶν ἐπὶ τῶν ἀπυρέτων περιστάσεων, ὀξειῶν μὲν κατὰ τὰς ἀρχὰς καὶ κατὰ τὰς ἀκμὰς τῆς νόσου (ἐν ἀνέσει μέντοι παροξυσμῶν προσάγειν δεῖ), ἐπὶ δὲ χρονίων καὶ παρακμαζουσῶν ἐπι‐ χωρεῖ πᾶς καιρός· ἐν πυρετοῖς δέ, ἐπιτάσεων καὶ ἀνέσεων γινομένων,

8

.

24

.

60

ἡ ἄνεσις δοκιμαζέσθω ἀρχομένη. πολλάκις δὲ καὶ κατὰ τὰς ἀρχὰς ἐπ’ ἐνίων πυρετῶν δριμεῖ κλυσμῷ εὔκαιρον χρῆσθαι τόπον ἐφέξοντι φλε‐

8

.

24

.

61

βοτομίας. ἐπὶ τῶν ἰσοκρατῶν κράσεων χρηστέον καὶ θερμοτέρων, ὡς ἐπ’ ἐνίων εὐεκτῶν, πλήθους ἀνὰ σάρκα ὄντος· ὅπου δὲ τὸ ὑγρὸν ἐπικρατεῖ, χρησιμωτέρα ἡ διὰ καθάρσεως ἐλάττωσίς ἐστι τῆς ὕλης, καὶ μάλιστα ἐπὶ τῶν ἀθλητῶν διὰ τὸ πρὸς τὸν κλυσμὸν ἔθος, φλεγματώ‐
5δους κοιλίας οὔσης, καὶ ὑποσωρεύσεως πολλῆς ἐπὶ τὰ κάτω παρακο‐ λουθούσης, ἅμα καὶ τῆς λοιπῆς συνδρομῆς· οἷς γὰρ φλέγμα παράκειται ἐν τῇ κοιλίᾳ, ἁρμόσει κλυσμός. μηνύει δὲ τοῦτο 〈τὸ〉 μὴ πέττεσθαι τὴν τροφήν, συνεχεῖς τε ἐρυγὰς γίνεσθαι καὶ ὀξείας, καὶ ἀνεμεῖν τὰ σιτία, μὴ εὐχερῶς ἱδροῦν ἐν βαλανείοις, συνήθεις κλυσμοὺς ἢ καθάρ‐
10σεις κοιλίας ἐκλελοιπέναι, ἀδυναμεῖν, ἰσχναίνεσθαι, πυρέσσοντα δὲ δυσ‐ ρίγως ἔχειν, μὴ ὅλον ἀναθερμαίνεσθαι τὸ σῶμα ὁμαλῶς, μάλιστα δὲ τὰ περὶ τὴν κοιλίαν ἐγκαίεσθαι καὶ τῶν ἀλλοκότων καὶ δριμέων ἐπι‐ θυμεῖν πομάτων, ἀνορεκτεῖν δὲ πρὸς τροφήν, πρόσωπον ἄχρουν καὶ μολιβδῶδες ἔχειν, σφυγμὸν ἀργὸν καὶ δυσκίνητον καὶ θλίψεις τινὰς

8

.

24

.

62

ἀραιὰς ἔχοντα. καὶ τοσαύταις μὲν περιστάσεσιν οἱ δριμεῖς ἁρμόζουσι κλυσμοί· ἐπεὶ δὲ τῶν αὐλίσκων οἱ μέν εἰσιν εὐθύτρητοι, οἱ δὲ παρά‐ τρητοι, 〈ἁρμόζουσιν οἱ μὲν παράτρητοι〉 ἐπί τε δυσεντερικῶν καὶ τῶν εὐπαθέστερα τὰ μέρη ἐχόντων, ὡς μὴ ἐπιγένοιντο νυγμοί, καὶ ἐφ’ ὧν
5ἐκ προχείρου τὴν κένωσιν βουλόμεθα ποιήσασθαι, οἱ δ’ εὐθύτρητοι ἐφ’ ὧν πλείω διώσασθαι τὸ κατάκλυσμα βουλόμεθα καὶ ἐκ τῶν ἄνω τι

8

.

24

.

63

τόπων ἀγαγεῖν, καὶ ἐφ’ ὧν παχύτερά ἐστι τὰ ἐνιέμενα. χρήσιμον καὶ τὴν ἐφ’ ἑνὸς ἑκάστου τῶν πασχόντων τόπων σημείωσιν, ὡς ἂν δια‐ φέρωσιν, ἐκθέσθαι· δυνατὸν γὰρ ἀπὸ τῆς τοιαύτης παραδόσεως εἰδέναι,
ἐπὶ τίνων ἁρμόσειαν οἱ εὐθύτρητοι.

8

.

24

.

64

Σημεῖα· ποίων μερῶν πεπονθότων ἐπέχεται τὰ σκύβαλα. Σκυβάλων οὖν ἐγκατεχομένων παρὰ τὴν ἄνωθεν πεῖσιν, ἐρυγαὶ καὶ διάτασις στομάχου καὶ κατὰ μεταφρένου ὀδύναι καὶ στενοχωρίαι πνεύματος συνεδρεύουσιν, παρὰ δὲ τῆς νήστεως καὶ λεπτῶν ἐντέρων
5ναυτίαι καὶ σιελισμοὶ καὶ πυρώσεις περὶ ὀμφαλὸν πυκναί· κώλου δὲ πεπονθότος, φυσῶν ἐμπιπτουσῶν ἐποχαὶ καὶ στρόφοι βίαιοι, ὀσφύος κοπῶδες βάρος, καὶ τὰ ἐκκρινόμενα, ὥσπερ ἐπὶ ῥευματισμοῖς, ἄθρυπτα καὶ διουρηκότα· γαστρὸς δ’ οὔσης, κόπρια ὑπολευκανθίζοντα ἢ ὀλίγῃ ξανθῇ χολῇ κεχρωσμένα ἀραιῶς καταφέρεται· νήστεως δέ, γλοιώδη καὶ
10ἐπιπάγους μελανίζοντας λαμβάνοντα, καί που καὶ αἱματώδεις ἶνας ἐμ‐ φερομένας ἔχοντα, ποτὲ δ’ ὑπέρξανθα καὶ πολλὰ καὶ σὺν οὐ πολλῇ βασάνῳ ἐξολισθαίνει· ἀπὸ δὲ τῶν λεπτῶν ἐντέρων πρασίζοντα, ποι‐ κίλα, συνεχῶς ὀλίγα, ταχείας τὰς μεταβολὰς ποιούμενα, μετ’ ἄσης πολλῆς καὶ μετὰ μαρασμοῦ κατιόντα ἐκδίδοται· ἀπὸ δὲ τῶν παχέων
15ἐντέρων πιτυρώδη τῇ χροᾷ, μύξης τινὸς ἐμφερομένης, αὐτίκα προ‐ θυμηθεὶς πολλὰ ἀθρόως καὶ πολλάκις ὑποχωρεῖ· ἀπὸ δὲ τοῦ ἀπευ‐ θυσμένου μύξα καθαρὰ πάχος ἔχουσα, αἷμα εὐανθὲς σὺν προθυμίᾳ

8

.

24

.

65

πυκνῇ καὶ μόλις ἀποκοπτομένῃ ἔξεισιν ἰόντος. τοσαύτης δὲ τῆς ση‐ μειώσεως ὑπαρχούσης, οὐκ ἂν λάθοιεν οἷς αὐλίσκοις ἐπὶ τίνων χρη‐ στέον· χρώμεθα δὲ κλυσμοῖς δι’ ὠτικοῦ κλυστῆρος καὶ ἐπὶ κόλπῳ μεγάλῳ καὶ ἐν μεσοπλευρίῳ γενομένου ἀποστήματος καὶ ἐπὶ συρίγγων,
5τὸ μὲν πρῶτον κλύζοντες τὸ ὑγρὸν ὕδατι θερμῷ, ἔπειτα μελικράτῳ ἀνακαθαίροντες, καὶ τὸ τελευταῖον ἐνίεμεν τὰ πυοποιοῦντα τῶν φαρ‐

8

.

24

.

66

μάκων. ἐνίεμεν καὶ ἐπὶ τῶν περὶ καυλὸν ἑλκώσεων, ἐνιέντες μελί‐

8

.

24

.

67

κρατον, πιτύρων ἀφέψημα, πτισάνης χυλόν. ἐνίεμεν φάρμακα καὶ ἐπὶ κόλπων γυναικείων, φλεγμαινόντων μέν, τήλεως ἀφέψημα, μαλά‐ χης, πτισάνης μετὰ στέατος ὑείου, χηνείου, ὀρνιθείου, ἡλκωμένων δέ, τετραφάρμακον ἐνίεμεν ἢ μυελὸν ἐλάφειον ἢ βούτυρον καὶ τῶν πεσσῶν
5τοὺς ἁρμόζοντας· ἐπὶ δὲ τῶν πυορροούντων κλύζομεν μελικράτῳ, στυ‐ πτηρίᾳ μεθ’ ὕδατος, στοιβῆς ἀφεψήματι μετ’ οἴνου ἢ ῥόδων ἢ κισσοῦ ἢ σιδίων ἢ κηκῖδος ἢ μυρσίνης ἢ οἴνου μετ’ ὀλίγης στυπτηρίας ἢ οὔρῳ καὶ οἴνῳ ἴσοις ἢ μυρσίνης ἀφεψήματι καὶ οὔρῳ· πεφραγμένων δὲ διά τινος παράθεσιν, ὕδατι, νίτρῳ μεθ’ ὕδατος, μελικράτῳ μετὰ πολλοῦ ῥοίζου· οὕτως
10γὰρ ἐξωσθείη τὸ ἐνερειρηκός· κνησμωδῶν δ’ ὄντων, σεύτλων χυλόν, πράσον
καρτὸν μετ’ ὄξους, κρόμμυον, ἀμυγδάλινον ἢ ῥόδινον μετ’ ὄξους ἐνίεμεν.

8

.

25

t

Ἐκ τῶν Λύκου· ὕλαι κλυσμῶν ἐπὶ δυσεντερίας.

8

.

25

.

1

Τὰ ἐν ταῖς δυσεντερίαις γινόμενα τὰ μὲν αὐτῶν οὐδ’ ἡντινοῦν προσοῦσαν ἔχει φλεγμονήν, οἷς δὲ καὶ σύνεστι φλεγμονή· γνωρίσματα δ’ ἑκατέρων τάδε ἐστίν· ἡ μὲν ὀδύνη περιττοτέρα προσοῦσα καὶ πυρετοί τινες γινόμενοι φλεγμονὰς ἀποφαίνουσι τοῖς ἕλκεσιν ὁμοῦ
5εἶναι· ἀπόντες δ’ οἱ πυρετοὶ καὶ ὀδύνη οὐκ ἰσχυρὰ οὖσα πρὸς οὐ

8

.

25

.

2

φλεγμαίνοντός ἐστι τῶν ἑλκῶν. ἢν μὲν οὖν πρὸς τοῖς ἕλκεσιν ὑπάρχῃ ἡ φλεγμονή, οἵδε οἱ κλυσμοὶ ἐπιτήδειοι· φακῆς χυλός, ἤτοι αὐτὸς μόνος, ἢ καὶ [εἰ] σχίνου τι ἢ καὶ μυρρίνης συνεψεῖσθαι· τῇ φακῇ δέ,

8

.

25

.

3

οἵα ἂν ᾖ, καὶ μήλων κυδωνίων ἀφέψημα. ἑψῶνται δὲ καὶ πυροὶ καὶ ὄρυζαι καὶ χόνδροι, ἓν ἕκαστον τούτων ὁμοῦ μήλοις ἢ συμφύτου ῥίζῃ

8

.

25

.

4

ἢ κυτίνοις· ἔστω δ’ οὐ πολὺ μέρος οἱ κυτίνοι. καὶ ἔστι κλύσμα ἐπαρ‐ κέστατον τὸ ἐξ ὁτουοῦν τούτων πεποιημένον, καὶ τὰ ἄλλα δέ, ὁπόσα στύφει, εἰ μὲν ὑγρὰ ᾖ, αὐτά ἐστιν ἐπιτήδεια, ἢν δὲ ξηρά, ἑψώμενα τῶν τινι μὴ οἵων τε διαφθεῖραι τὴν δύναμιν αὐτῶν· πολλὰ δ’ ἐστὶ πάνυ

8

.

25

.

5

τὰ τοιαῦτα. ἢν δ’ ἀποῦσα ἡ φλεγμονὴ τῶν ἑλκῶν τύχῃ, τὸ μὲν γένος κἀνταυθοῖ τῶν κλυσμάτων ταὐτόν, μικρῷ δὲ πλεῖον ἐπιτετάσθαι δεῖ τὸ στῦφον, οὐ μὴν πάνυ γε πολλῷ· κἀπὶ τούτων γὰρ ἡ πέρα τοῦ μετρίου στῦψις ὀδαξησμόν τε ἐμποιεῖ καὶ ἐρεθίζει τὰ ἕλκη καὶ ἤτοι

8

.

25

.

6

εἰς τὸ φλεγμαίνειν ἄξει αὐτὰ ἢ εἰς τὸ ὑγραίνεσθαι. οἵδε μὲν οὖν ἐπὶ τούτων ἁρμόττουσι κλυσμοί· διαφορὰ δ’ ἄλλη δυσεντεριῶν καὶ ἥδε ἐστίν· τὰ ἕλκη ἐνίοτε τὰ ἐν τοῖς ἐντέροις σήπεται, τὰ μὲν μᾶλλον, τὰ δ’ ἧττον. γνωρίσματα δὲ τῶν σηπομένων τάδε ἐστίν· ὀδμὴ τῶν ἀπι‐
5όντων δυσχερὴς καθέστηκε, τό τε χρῶμα αὐτῶν πρὸς τὸ πέλιον καὶ

8

.

25

.

7

τὸ μέλαν τέτραπται. ἐπὶ τούτων οὖν ἐπιτετάσθαι δεῖ τοὺς στύφοντας τῶν κλυσμῶν· οἶνος οὖν ἔστω κλύσμα, ὅστις ἂν φαίνηται στύφων μάλιστα· ἐνηψήσθω δ’ αὐτῷ ῥοῦς σκυτοδεψική, βάτου κλῶνες ἢ μυρρί‐ νης ἢ κηκῖδες ἢ ῥοιᾶς φλοιὸς ἢ αὐτὸς ὁ χυλὸς τοῦ ῥοῦ τοσοῦτος
5διειμένος τῷ οἴνῳ, ὡς πόριμον τὸ κλύσμα διὰ τοῦ κέρατος εἰς τὸ

8

.

25

.

8

ἔντερον ἰέναι. καὶ χυλὸς δὲ φακῆς ἱκανὸς γένοιτο τὰς αὐτὰς παρα‐ σχέσθαι χρείας εἰς τὸ συμμιγῆναι τοῖς εἰρημένοις· τὰς δὲ κηκῖδας ἢ τοὺς φλοιοὺς τῆς ῥοιᾶς εἴ τις ἀφαυήνας καὶ κόψας ὡς ὅτι λεπτότατα

8

.

25

.

9

καὶ διασείσας, ἐμπάσας τῷ χυλῷ τῆς φακῆς κλύζοι. ταῦτα μὲν οὖν
ἐπιτήδεια πρὸς τὰ μετρίως σηπόμενα· πρόσω δὲ χωροῦντος τοῦ κακοῦ καὶ τῆς σηπεδόνος ἰσχυροτέρας γινομένης, ὥστε καὶ ἶνας ἀποχωρεῖν τῶν ἐντέρων ἤ τινας χιτῶνας, οὐκέτι αὐτῶν μόνων τῶν στυφόντων
5τὸ ἔργον εἴη ἄν, ἀλλὰ τῶν ἐσχάρας ποιησόντων φαρμάκων τὸ ἔργον

8

.

25

.

10

ἐστίν. χρὴ δὲ πάνυ εὐλαβῶς ἥκειν ἐπὶ ταῦτα· πολλαχοῦ γὰρ ὁμοῦ τῇ σηπεδόνι φλεγμονὴ οὖσα ὑπὸ τῶν φαρμάκων ἄγαν ἰσχυρῶν ὑπαρ‐

8

.

25

.

11

χόντων ἐπὶ μέγα ἤρθη. δεῖ δὴ τοίνυν μὴ μάλα ἑτοίμως ἰέναι ἐπὶ τὴν διὰ τούτων βοήθειαν, ἀλλὰ τηνικαῦτα, ὁπότε ὑπερβιβαζομένου τοῦ

8

.

25

.

12

κακοῦ ἰσχυροτάτη ἀνάγκη ἤδη καταλαμβάνει. ἀριθμὸς δὲ καὶ τούτων τῶν κλυσμῶν ὑπέρπολύς ἐστιν· ἐγὼ δ’ οὐχ ἅπαντας ἀναγράψω, ἀλλ’ ὁπόσοι πεῖραν διδόντες ἐκρίθησαν εἶναι ἄριστοι, καθάπερ καὶ οἱ πρόσθεν

8

.

25

.

13

ἀναγραφέντες. εἷς μὲν δὴ οὗτος· στυπτηρίας τῆς σκληρᾶς μοῖραι δύο καὶ ῥοιῶν τοῦ καρποῦ ἢ τοῦ φλοιοῦ μοῖρα μία· ξηρὸς δ’ ὁ φλοιὸς ἔστω· ταῦτα λεῖα πάνυ γινόμενα φακῆς χυλῷ μιγνύναι, καὶ κλύσμα

8

.

25

.

14

ἀγαθὸν τῶν ἤδη σηπομένων ἐστίν. ἔστι δ’ οὐκ ἰσχυρότατον, ἀλλ’ ἐν μεταιχμίῳ τῶν στυφόντων καὶ ἐσχαρούντων.

8

.

25

.

15

Ἄλλο κλύσμα. Ἀρσενικὸν καὶ στυπτηρία λεία· καὶ ταῦτα τῶν τινι στυφόντων ὑγρῶν συμμιγέντα ἐνίεται· οἱ δὲ καὶ χάρτου σποδιὰν προσμιγνύουσι τούτῳ.

8

.

25

.

16

Ἄλλο κλύσμα καὶ μάλα εὔρωστον. Ἡ τοῦ χάρτου σποδιὰ καὶ τὸ ἀρσενικὸν καὶ ἄσβεστος κονία· ταῦτα ἴσα συμμίγνυται ὁτῳοῦν τῶν εἰρημένων στυφόντων ὑγρῶν.

8

.

25

.

17

Ἄλλο καὶ μάλα εὔρωστον. Σιδίων φλοιοῦ καὶ κηκίδων, ἀριστολοχίας, πάνακος, καδμείας, σχιστῆς στυπτηρίας, λιβανωτοῦ, ἁλῶν ὀρυκτῶν, ἰοῦ, στυπτηρίας στρογγύλης ἑκάστου μοῖρα ἴση, τῆς καδμείας διπλάσιον· ταῦτα σύμπαντα κόπτεται
5καὶ λειοῦται ὁμοῦ ὄξει, ὅνπερ τρόπον τὰ ὀφθαλμικὰ ποιεῖται φάρμακα, ἐς ὃ μάλιστα γίνεται λεῖα, κἄπειτα ἀφαυανθησόμενα· καὶ κύκλοι πλάτ‐ τονται, καὶ ἐς αὐτὴν 〈τὴν〉 χρείαν λεῖοι γινόμενοι τῷ τῆς φακῆς χυλῷ

8

.

25

.

18

μίγνυνται. τὸ δὲ πλεῖον καὶ τοὔλαττον πρὸς χρῆμα ὁρῶντι βουλεύ‐ εσθαι ὑπάρχει.

8

.

25

.

19

Ἄλλο κλύσμα. Κονίας ἀσβέστου, ἀρρενικοῦ, σανδαράχης, χάρτου κεκαυμένου, χαλ‐
κίτεως, ταῦτα ἴσα· λεῖα δὲ χρὴ καὶ ταῦτα εἶναι, καὶ συμμιγέντος ὄξους

8

.

25

.

20

ποιεῖσθαι τροχίσκους. ἢν δ’ ἡ χρεία καταλαμβάνῃ, μυρρίνης ἀφεψήματι διαλύειν τοῦτο τὸ φάρμακον ἄμεινόν ἐστιν.

8

.

25

.

21

Ἄλλο κλύσμα πάνυ ἀγαθόν, καὶ τὴν ἀσφάλειαν προσοῦ‐ σαν ἔχει. Ῥόδων ἄνθους, ὀποῦ μήκωνος, ἀκακίας, κόμμεως, βαλαυστίου, ὑποκυστίδος χυλοῦ, τούτων ἑκάστου μέρη τρία, κηκῖδος, ἀρνογλώσσου

8

.

25

.

22

σπέρματος, τούτων ἑκατέρου ἀνὰ δύο μοῖραι, λυκίου Ἰνδικοῦ 〈ἕν〉. ἢν δ’ ὁ χυλὸς ὁ τῶν ῥόδων μὴ εὔπορος ᾖ, τρεῖς ἂν ἀποχρῶσαι μοῖραι

8

.

25

.

23

τῶν φύλλων γένοιντο αὐτῷ. λειοῦται ταῦτα ἀρνογλώσσου χυλῷ, καὶ

8

.

25

.

24

κυκλίσκοι πλάττονται σταθμὸν ἔχοντες δραχμὴν μίαν. περὶ τῶν τοι‐ ούτων δὲ πάντων φαρμάκων εἰδέναι χρή, ὡς ὁπόσα μὲν τὰ καυστικά τε καὶ ἐσχαρωτικὰ πλεῖστα καὶ ἰσχυρότατα ἐν τῇ συμμίξει ἔχει, τούτοις εὐλαβέστερον χρῆσθαι δεῖ, δι’ ὑποψίας τὸ σφαλῆναι ἐχόντων, ὁπόσα
5δὲ πλείονα τῶν στυφόντων μοῖραν ἔχει, τούτοις εὐθαρρεστέρως χρῆσθαι ἔστιν· ἤν τι γὰρ καὶ παροραθῇ, τὸ βλάβος οὐ χαλεπὸν ὑπαντᾷ ἐκ

8

.

25

.

25

τούτων. ἤδη δέ που καὶ τοιόνδε ἐν δυσεντερίαις ὦπται· προσαψά‐ μενον 〈τῶν〉 τυχαίων τινὸς τὸ ἕλκος τῶν ἔσω τοῦ ἐντέρου ἀγγείων μειζόνως ὑπεργασάμενον, αὐτὸ 〈τὸ〉 αἷμα ἀποκρίνεσθαι ἐποίει, καὶ πῂ μὲν ἵησι πεπηγὸς τὸ αἷμα, πῂ δ’ ἀπαγές· ἐπὶ τῆς τοιαύτης περι‐

8

.

25

.

26

στάσεως οἱ κλυσμοὶ ἐπιτήδειοι οἱ στύφοντές εἰσιν. ἔστι δὲ καὶ τοιάδε τις ἐν δυσεντερίαις διαφορά· τὰ ἀπιόντα ἰσχυρῶς ἐπ’ ἐνίων δριμέα πρὸς τὴν ἀπόκρισιν ἥκει· γνώρισμα δὲ τούτων ἡ αὐτοῦ ἀντίληψις τοῦ κάμνοντος ὑπάρχει· οἵ τε οὖν ὀδαξησμοὶ ἀνιαρότατοί εἰσι, καὶ ὑπὸ

8

.

25

.

27

τῆς δριμύτητος τοῦ ῥεύματος ἑλκοῦνται τὰ μέρη. 〈τοῖσ〉 οὖν κλυσμοῖς χρῆσθαι ἀμβλύνουσι τοῦ φαινομένου τὸ δριμύ, καὶ εἰσὶ τοιοίδε· πυροὶ συνεψῶνται πιμελῇ αἰγός· ἀποχρῶσα δ’ ἂν εἴη καὶ οἰὸς καὶ συὸς καὶ βοὸς πιμελή, ἀλλὰ πεπίστευται μᾶλλον αἰγός· καὶ ὅταν ἑψώμενοι οἱ
5πυροὶ χυλὸν ἐξανιῶσι παχύν, ὁ χυλὸς οὗτος τῇ πιμελῇ ὁμοῦ κλύσμα ἐπαρκοῦν ἔσται εἰς τὰ προειρημένα.

8

.

25

.

28

Ἄλλος κλυσμός. Ὄρυζα ἑψεῖται ἢ χόνδρος τὸν ὅμοιον τρόπον ἢ φακὴ ὁμοῦ τῷ
αἰγείῳ λίπει ἢ φοίνικες οἱ πίονες, καὶ γίνεται κλυσμὸς ἀπὸ τούτων.

8

.

25

.

29

Ἄλλος κλυσμός [οἱ δὲ κλυσμοί].

8

.

25

.

30

Κόμμι ἢ τραγάκανθα ὁμοῦ τινι τῶν εἰρημένων ἕψεται. ἢν δὲ δὴ καὶ μήκωνι συνηψημένη τύχῃ, τοῦτο ἂν καὶ μάλα ἀνώδυνον εἴη τὸ κλύσμα.

8

.

25

.

31

Ἄλλος ὅδε. Λίνου σπέρμα ὁμοῦ συνεψεῖται μήκωνος τοῖς λέμμασι καὶ αὐτῷ τῷ σπέρματι, καὶ ὁ ἀπὸ τούτων χυλὸς κλυσμὸς ἐπιτήδειος τοῖς ὀδαξω‐ μένοις γίνεται.

8

.

25

.

32

Κλυσμὸς ἄλλος. Πρὸς τὰ αὐτὰ ἐπιτηδείως τῶν προειρημένων χυλῶν ὁτῳοῦν σμι‐

8

.

25

.

33

κρὸν ὅσον ὀποῦ μήκωνος διαλύσαντα ἐνιέναι χρή. τοῦτο κράτιστον ἁπάντων πρὸς τὰ τοιάδε ἐστίν, ἀλλά τινος εὐλαβείας αὐτῷ προσδεῖ· τὸ γὰρ ὑπὲρ τὴν δύναμιν τοῦ νοσοῦντος ἐμβαλλόμενον τοῦ ὀποῦ κιν‐

8

.

25

.

34

δυνῶδες. χρὴ οὖν, ἀσθενοῦς ὄντος τοῦ σώματος, μὴ ἐνιέναι τουτὶ τὸ φάρμακον ἢ σφόδρα ὀλιγοστὸν κατὰ λόγον τῆς δυνάμεως· ἢν δ’ ἰσχύῃ ὁ κάμνων, οὐδ’ οὕτω πολὺ εἶναι χρὴ τὸ φάρμακον, ἀλλὰ πάνυ

8

.

25

.

35

ὀλίγον. ἐπὶ δὲ τούτοις καὶ τάδε ἔτι χρὴ ἐπίστασθαι· ἤδη τισὶ πυώδη

8

.

25

.

36

διεξέρχεται δυσεντερικοῖς μηνύοντα καθαρὰ τὰ ἕλκη ὑπάρχειν. κλύσμα‐ σιν οὖν ἐπὶ τούτων χρῆσθαι τοιοῖσδε· κηρωτὴ ποιεῖται διὰ μυρρίνου ἢ ῥοδίνου πάνυ ὑγρά, καὶ αὕτη ἐνίεται, ἢ τῶν στυφόντων τι τῶν

8

.

25

.

37

πρόσθεν εἰρημένων· ἀλλὰ δεῖ κομιδῇ ὀλίγον εἶναι τὸ στῦφον. χρὴ ἐπιτείνειν δ’ ἢ ἀνιέναι τὰ εἰρημένα κλύσματα, καὶ ἐφ’ ὅσον αὐτὸς ἐπι‐

8

.

25

.

38

βάλλει, προσέχων τῇ διαθέσει. ὁμοίως καὶ μεταβήσεται ἀφ’ ἑτέρου

8

.

25

.

39

εἰς ἕτερον εἶδος κλύσματος, ἀπαιτοῦντος τοῦτο τοῦ καιροῦ. τὸ δὲ πλῆθος τῶν κλυσμῶν ὀλίγον ἔστω, ὡς μὴ ἄχθεσθαι τῇ πλημμύρᾳ, καὶ διὰ τοῦτο τὰς εἰς τὴν ἀπόκρισιν προθυμίας γενέσθαι· μὴ μὴν οὕτως ὀλίγον, ὡς διὰ τοῦτο μὴ δύνασθαι ἐπὶ μήκιστον ἀφικέσθαι τοῦ ἐντέρου.

8

.

25

.

40

χρὴ δὲ καὶ οὐδ’ εἰσάπαξ ἐνιέναι, ἀλλὰ πολλάκις, καὶ τό γε κράτιστον

8

.

25

.

41

ἐφ’ ἁπάσῃ τῇ διαχωρήσει, ἤν γε μὴ τὸ δι’ ὀποῦ κλύσμα ἐνίηται. τὰ μέντοι τῶν ἐσχαρούντων φαρμάκων οὐ χρὴ συνεχῶς ἐνιέναι, ἀλλὰ κατὰ μεγάλας ἀναπαύλας· ἐπὶ δὲ τούτων καὶ τὸ προεδηδοκέναι κάλ‐

8

.

25

.

42

λιον. εἶναι δὲ χρὴ οὐ πάντῃ θερμὸν τὸ κλύσμα, ἀλλὰ τοῦτο μόνον

8

.

25

.

43

μὴ παρέχειν ψυχροῦ συναίσθησιν. ταυτὶ μὲν οὖν μοι περὶ τῶν δυσεν‐ τερικοῖς ἁρμοττόντων κλυσμῶν λέλεκται· περὶ δὲ τῶν τεινεσμῶν οὐδὲν
ἀλλοιότερον ἔχοιμι ἂν εἰπεῖν τῶν πρόσθεν λελεγμένων· τοσοῦτο δὲ μόνον ὑποδεῖξαι χρή, ὅτι μᾶλλον ἀνύουσιν οἱ κλυσμοὶ ἐπὶ τούτων ἤπερ
5ἐπὶ τῶν δυσεντερικῶν, ὅτι καὶ μᾶλλον ἐν χρῷ γίνονται τῷ πεπονθότι μέρει ἐπὶ τούτων.

8

.

26

t

Ἕτερον γένος κλυσμῶν ἐπὶ τῷ ἐσχάτῳ ἐντέρῳ νοσοῦντι.

8

.

26

.

1

Γίνεταί τις ἀμφὶ τῶν ἐντέρων νόσος τοιάδε· διαχωρεῖται μύξα πολλή, καὶ ἔστιν ἡ μύξα χρῆμα οἷον τὸ ἀπόξεσμα τῶν ἐντέρων, οὔτε

8

.

26

.

2

δὲ ἰχώρ τις οὔτε αἵματι ὅμοιον συναπέρχεται. τούτῳ εἴς τε τὸ ἀπο‐ κρίνεσθαι τοῦδε ἰόντος οὐ κατασπέρχουσα ἡ προθυμία συμβαίνει, οὐδ’ ἐντιθεῖσα πρὸς τὸ γίνεσθαι θᾶττον ἀνάγκην ἰσχυράν, ἀλλὰ τοιάδε ἐστὶν οἵα καὶ ἀνατιθεμένῳ ἐπὶ τὰ ἔπειτα συγχωρεῖν, βάρος ἀμφὶ τοῖς
5ἐσχάτοις τοῦ ἐντέρου ἐμποιοῦσα, οὐδὲ τοῦτο μάλιστα ἰσχυρόν, ἄλλο δ’ οὐθὲν ἐπάγουσα ὀχληρόν· τὰ δ’ ἀπὸ τῶν σιτίων περισσεύματα, ἤν γε δὴ μή τι ἄλλο συντυχὸν νεοχμοῖ τι ἀμφ’ αὐτά, παντάπασιν ὅμοια καὶ τοῖς ὑγιαίνουσιν ἀποχωρεῖ καὶ οὐδ’ ὁπωστιοῦν συμμεμιγμένα ἐκείνοις.

8

.

26

.

3

τὸ σύμπαν σῶμα οὐδὲν ἀξιόχρεων βλάπτεσθαι φαίνεται, οὔτε εἰς τὴν χροιὰν οὔτε εἰς τῶν σαρκῶν τὸ πλῆθος οὔτε εἰς τὴν ῥώμην, τό γε δὴ ἐπὶ τῇ καθεστώσῃ νόσῳ ταύτῃ· οὐ μὴν παντάπασί γε οὐκ ἐπαΐει

8

.

26

.

4

τῆς συμφορᾶς. πεπονθέναι δὲ φαίνεται κατὰ τὴν νόσον ταύτην τὸ ἔσχατον ἔντερον, τὸ δὲ συμβεβηκὸς οὐχὶ ἕλκος ἐστίν, ἀλλ’ ἐγὼ δοκῶ τοιόνδε τι εἶναι τὸ γινόμενον· ἑκάστου τῶν τοῦ σώματος μερῶν συγ‐ γενῆ τινα περιττώματα οὐκ ἄλλοθέν ποθεν, ἀλλ’ ἀπὸ τῆς ἑκάστῳ μέρει

8

.

26

.

5

ἀπονεμομένης τροφῆς, ὅταν μὴ καλῶς ᾖ διακείμενον τὸ μόριον. ὁπότε δὴ τοίνυν περὶ τὸ ἔσχατον μέρος ἡ προειρημένη συμβαίνει νόσος, κλυσμοὶ ἐπιτήδειοι· σῦκα ξηρὰ ἑψεῖται ἐν ὕδατι, καὶ τῷ ὕδατι τούτῳ σμύρνα λεία ἐμβάπτεται, καὶ ἔστιν ἀγαθὸν τοῦτο φάρμακον τῆς νόσου
5ταύτης.

8

.

26

.

6

Ἄλλος κλυσμὸς οὗτος.

8

.

26

.

7

Ἀλόη τῶν σύκων τῷ ἀφεψήματι ἀναμίγνυται. δύναιντο δ’ ἂν οἵδε οἱ κλυσμοὶ τὸ πλαδῶδες τοῦ ἐντέρου πρὸς τὸ ξηρότερον καθι‐ στάντες ἀπελαύνειν τὴν νόσον ταύτην.

8

.

27

t

Ἐπὶ χολέρας ξηρᾶς.

8

.

27

.

1

Γίνεται αὕτη ἡ ξηρὰ χολέρα ὑπό τινος διαφθορᾶς τῶν ἐδηδεσμέ‐ νων ἰσχυρᾶς, καὶ μὴ ἐκκρινομένων, ἀλλ’ ἐμμενόντων ἐν τῇ γαστρὶ καὶ
τοῖς ἐντέροις καὶ πλησμονὰς ποιούντων καὶ ὀδύνας ἰσχυράς· ἴασις δὲ ταύτης ἐστὶν ὁ κλυσμὸς κενωτικὸς προσαγόμενος, νεωστί γε διεφθο‐
5ρότων τῶν σιτίων καὶ οὕτω μεθεστηκότων εἰς τάδε τὰ μέρη τοῦ ἐν‐ τέρου, οἷς προσμήξας ὁ κλυσμὸς δύναιτο ἂν ὑπαγαγεῖν τὰ ἐγκατισχό‐

8

.

27

.

2

μενα. τοὺς μὲν οὖν τοιούτους κλυσμοὺς ἐατέον, χρηστέον δὲ τοῖς καὶ τὰ πνεύματα λεπτύνουσι καὶ διαχέουσι τὴν ἄθροισιν αὐτῶν· εἰσὶ δ’ οἵδε· ἔλαιον αὐτὸ θερμόν, ἢ καὶ ἐνηψήσθω αὐτῷ κύμινον ἢ μάρα‐

8

.

27

.

3

θρον ἢ σπέρμα πηγάνου· κράτιστον δ’ εἰ τοῦ ὀρείου εἴη. ἀγαθὸν δὲ καὶ τουτὶ τὸ κλύσμα· τοῦ χλωροῦ πηγάνου τὴν κόμην πολλοὶ μὲν ἑψοῦσι τῷ ἐλαίῳ, ἀλλ’ ἀπόλλυσι τοῦ πηγάνου ἡ ἕψησις τὴν

8

.

27

.

4

ἰσχύν. ὠμὸν οὖν ποιεῖσθαι ὧδε· ἐπειδὴ ἂν ἰσχυρῶς ἀναζέσῃ τὸ ἔλαιον, ἀφελόντα τοῦ πυρὸς αὐτὸ χρὴ ἐμβάλλειν ἐπιζέοντι αὐτῷ τοῦ πηγάνου τὴν κόμην· τὸ δ’ ἐναπομαραίνεται τῷ ἐλαίῳ καὶ τὴν δύναμιν ἀφίησιν εἰς αὐτό, καὶ τὸ ἔλαιον τοῦτο κλυσμὸς τῆς ξηρᾶς χολέρας ἀγαθὸς
5πάνυ ἐστίν.

8

.

28

t

Ἐπ’ εἰλεοῦ.

8

.

28

.

1

Ὁ εἰλεὸς γίνεται ἐπί τινι φλεγμονῇ τῷ αὑτῆς ὄγκῳ καταλαμβα‐ νούσῃ τὰς διεξόδους, καὶ εἰ μὲν μείζων, καὶ τέλεον κωλύσει διαπεραι‐ οῦσθαι καὶ τὰ πνεύματα καὶ τὰ ἀπὸ τῶν σιτίων περισσώματα, εἰ δ’ ἐλάττων, αὐτὸ μόνον δύσπορον ἀποφαίνει, κωλύει δ’ οὐχὶ παντελῶς

8

.

28

.

2

τὰς ἀφόδους. καθίδρυται δ’ ἡ φλεγμονὴ ἄλλοτε ἐπ’ ἄλλοις μέρεσι τοῦ ἐντέρου, καὶ παρὰ τοῦτο καλῶς ἢ κακῶς χρῆσθαι τοῖσδε ἔστι τοῖς κλυσμοῖς· πῂ μὲν γὰρ καταλαβοῦσα τὰ ἀνωτάτω μέρη τὰ ἀγχοῦ τῆς γαστρὸς αὐτῆς, καὶ ἔστιν ὅτε καὶ τοῦ πυλωροῦ τι προσεπιλαμβάνει·
5πῂ δ’ ἐπὶ τῶν λεπτῶν καθιδρύνθη ἐντέρων· ἔστι δ’ ὅτε ἐπὶ τοῦ κώλου.

8

.

28

.

3

διαγνώσεις δὲ τούτων αἵδε εἰσίν· ἢν μὲν ἐπ’ αὐταῖς γίνηται ταῖς ἐκ τῆς γαστρὸς ἐς τὸ ἔντερον διεξόδοις ἡ φλεγμονή, πεπλῆσθαι ἡ γαστὴρ δοκεῖ αὐτοῖς, κἂν εἰ πάνυ σμικρὸν πίοιεν ἢ φάγοιεν, καὶ ἔμετοι συμ‐ βαίνουσι πολλοὶ ἐκ προφάσεως πάσης, καὶ τὸ σύμπαν ἐνοχλήματα αὐτῇ

8

.

28

.

4

παρίσχεται τὴν ἀντίληψιν. ἢν δέ τι τῶν λεπτῶν ἐντέρων καταλαβοῦσα ἡ φλεγμονὴ τύχῃ, γίνονται μὲν κἀπὶ τούτοις οἱ ἔμετοι, οὐ μὴν ἔτι ὁμοίως πολλοί, καὶ ὅπου τετάχθαι προὐδίδαξεν ἡμᾶς ἡ ἀνατομὴ ταυτὶ

8

.

28

.

5

τὰ ἔντερά τις καὶ ὀδύνη διαφαίνεται μᾶλλον οὖσα. οὔτε δ’ ἐπὶ τού‐ των οὔτε μέντοι ἐπὶ τῶν πρόσθεν λελεγμένων εἴργεται πάντως ἡ δια‐
χώρησις· κατὰ μετεώρου γὰρ οὔσης τῆς φλεγμονῆς, πάντα ὁπόσα ἂν τύχῃ κατωτέρω φθάσαντα εἶναι, ταῦτα οὐ δήπου κωλύοιτο ἂν τῆς
5ὁδοῦ τῆς ἔξω, ἢν μή τι ἄλλο συντύχῃ κώλυμα, ὡς ἐνίοτε καὶ εἰλεὸς ἔστι, καὶ ῥεῖ ἡ γαστὴρ ἐπὶ πολύ, τῆς μὲν φλεγμονῆς ἄνω που ἱδρυ‐ μένης, τῶν δ’ ὑπὸ τὸ πεπονθὸς μέρος ὑπαρχουσῶν κατὰ τὸ μεσεντέ‐ ριον φλεβῶν ἀεί τι ἐς τὸ κάτω προϊεμένων μέρος τοῦ ἐντέρου, καὶ ὅ γε ὑφ’ Ἱπποκράτους λαπαρὸς εἰλεὸς καλούμενος οὗτός ἐστιν.

8

.

28

.

6

ἢν δ’ ἐν τῷ κώλῳ συσταίη ἡ φλεγμονή, τάδε συνεδρεύει· ἔμετοι μὲν πολὺ ἐλάττους γίνονται, καὶ τὸ ἐνόχλημα ταύτῃ διαφαίνεται περιττῶς λυποῦν, ὅπου ἡ ἀνατομὴ τὸ κῶλον προὐδίδαξεν εἶναι, καὶ διέξοδοι καὶ τῶν σιτίων καὶ τῶν πνευμάτων νῦν δὴ παντελῶς κατείργονται ἢ πάνυ
5ἐπὶ μικρὸν γίνονται, ὁπόσον ἂν ἡ φλεγμονὴ σμικροτέρα γινομένη εἰς τὸ κατασχεῖν τῷ ὄγκῳ τῷ αὑτῆς τὴν ἔνδον χώραν τοῦ κώλου ἐπιλείπει.

8

.

28

.

7

αἵδε μὲν τῶνδε εἰσὶ διαγνώσεις· κλυστέοι δ’ οἱ τῷ νοσήματι ἐχόμενοι οὐ πάντες, ἀλλ’ οἷς τὰ ἀμφὶ τὸ κῶλον μέρη κατέσχηκεν ἡ φλεγμονή.

8

.

28

.

8

γένοιτο δ’ ἂν ἐπὶ τῶνδε λυσιτελεῖς οἱ κλυσμοὶ ὁπόσοι οἷοί τέ εἰσι παῦσαι τὰς φλεγμονάς· οὗτοι δὲ τοιοίδε εἰσίν· ἔλαιον αὐτὸ θερμόν, ἢ καὶ μελίλωτον αὐτῷ συνηψήσθω.

8

.

28

.

9

Ἄλλος ὅδε κλυσμὸς ἐπιτήδειος. Ἐλαίῳ συντήκεται βούτυρον, καὶ τούτου ἐνίεται θερμοῦ τὰ μέτρια.

8

.

28

.

10

ἄλλοτε 〈τῷ〉 ἐλαίῳ καὶ τῷ βουτύρῳ συγκιρνᾶται λίνου σπέρματος χυλός.

8

.

28

.

11

Ἄλλος ὅδε. Ὕσσωπος ἐλαίῳ συντήκεται καὶ σμικρὸν ὅσον ῥητίνης τῆς ἀπὸ τερμίνθου.

8

.

28

.

12

Ἄλλος ὅδε. Ἐλαίῳ συνεψεῖται μήκωνος ἡ κεφαλή, καὶ εἶτα αὐτὴ μὲν ἑτέρωσε

8

.

28

.

13

ῥίπτεται, τῷ δ’ ἐλαίῳ βούτυρον μίγνυται. χρὴ δὲ τούτου τοῦ κλυσμοῦ πλῆθος μὴ ἐνιέναι· ἐμπιπλάμενα μὲν γὰρ τὰ ἔντερα εἰς τὰς φλεγμονὰς ἐπιτρίβεται.

8

.

29

t

Ἐπὶ κωλικῶν.

8

.

29

.

1

Τὸ κῶλον ἀπὸ τῆς δεξιᾶς λαγόνος ἐναρξάμενον ἥκει ἄνω παρ’ αὐτό που τὸ ἧπαρ, καθὲν δέ, παρεξελθὸν τὸ ὑποχόνδριον τὸ δεξιόν, πρὸς τὸ ἀριστερὸν ἥκει, κἀνταυθοῖ ὅτι ἀσσοτάτω γενόμενον τοῦ σπληνὸς
πρὸς τὴν ἀριστερὰν αὖ πάλιν χωρεῖ λαγόνα καὶ λοιπὸν ἄπεισι παρὰ

8

.

29

.

2

τὴν ῥάχιν κάτω. ταύτῃ δὴ τοίνυν, ὅπῃ τὸ κῶλον ἴσμεν τεταγμένον,

8

.

29

.

3

ὀδύναι τινὲς καὶ πνευματώσεις γίνονται. ἐπὶ τῶνδε οἱ κλυσμοὶ ἁρμότ‐ τουσιν ὁπόσοι ἐπὶ τῆς ξηρᾶς χολέρας εἴρηνται.

8

.

30

t

Ἐπὶ νεφριτικῶν.

8

.

30

.

1

Συμπάσχουσιν ἀλλήλοις τὸ κῶλον καὶ οἱ νεφροί· ὥσπερ δ’ ἐν ταῖς νόσοις ἀλλήλοις συμπάσχει, οὕτως καὶ ἐν ταῖς ἰάσεσι συνεπελαφρίζεται, καὶ διὰ τοῦτο κλυστέοι τῶν νεφριτικῶν εἰσι πολλοὶ τούτοις τοῖς κλυ‐ σμοῖς οἷς καὶ ἐπὶ τῶν κωλικῶν εἴρηται· τυγχάνουσι δ’ οὗτοι οἱ αὐτοὶ
5ὄντες τοῖς ἐπὶ τῆς ξηρᾶς χολέρας.

8

.

31

t

Ἐφ’ ὑστερῶν.

8

.

31

.

1

Κοινωνίαν δ’ ἔχει τινὰ καὶ συμπάθειαν τῷ κώλῳ καὶ ἡ ὑστέρα, ὥστε φλεγμαίνουσαν αὐτὴν εἰκότως ὠφελήσει τὰ ἐνιέμενα τῷ κώλῳ.

8

.

31

.

2

ἐνιέσθω δὴ οὖν ἔλαιον θερμόν, ἢ καὶ χηνὸς ἢ καὶ ὄρνιθος ἔστω πιμελὴ τούτῳ ὁμοῦ ἢ βούτυρον ὁμοῦ τῷ ἐλαίῳ ἢ ὕσσωπος ἢ λίνου σπέρματος ἀφέψημα ἢ ἄλλο πού τι τῶν ἐπὶ τοῖς εἰλεοῖς εἰρημένων.

8

.

32

t

Ἐπὶ κύστεως.

8

.

32

.

1

Καὶ τῆς κύστεως νοσούσης, ἐπειδὴ γειτνιᾷ τῷ ἐντέρῳ καὶ ἅμα συμφυής ἐστι, καὶ εἰς συμπάθειαν ἐπάγεται αὐτῷ, ἐνίοτε προσοίκειον

8

.

32

.

2

τῇδε τῶν κλυσμῶν τισι χρῆσθαι. φλεγμονῆς μὲν οὖν οὔσης ἐν τῇ κύστει, λυσιτελοῦσιν οἱ ἐν τῷ περὶ εἰλεοῦ κλυσμοὶ γεγραμμένοι· ἕλκους δὲ συστάντος ἐν αὐτῇ, εἰ μὲν φλεγμονὴ συμπαρείη, τῶν αὐτῶν δεήσει

8

.

32

.

3

κλυσμῶν, εἰ δὲ μὴ συμπαρείη, τῶν κλυσμῶν οὐκ ἔσται χρεία. γίνεται δὲ καὶ τοιάδε τις ἀμφὶ τὴν κύστιν νόσος· οὖρα οὐκ ὀλίγα συνδίδοται μὲν ἀπὸ τῶν νεφρῶν εἰς αὐτήν, οὐ μὴν ἐκκρίνειν γε αὐτὰ θύραζε

8

.

32

.

4

δύναται δι’ ἀσθένειαν. ἐπὶ τῶν τοιούτων συμφορῶν † ἀλλὰ ἑαυταὶ ἐπιτηδείως κατὰ τοῦ ἤτρου καὶ κλύσματα τοιάδε· κύμινον ἀφεψεῖται ἐν ἐλαίῳ, καὶ τουτὶ θερμὸν ἐνίεται, καὶ πήγανον μέντοι καὶ μάραθος.

8

.

32

.

5

ἐνταυθοῖ δὲ καὶ τὰ ἄλλα διουρητικὰ πάντα χώραν ἐπιτήδειον ἔχει· λεαίνοντα γὰρ ἐπανίησι τὴν κύστιν καὶ παρασκευάζει πρὸς τὴν ἔκκρισιν

8

.

32

.

6

ἑτοιμοτέραν. εἰ δὲ καὶ δι’ ὑπερπλήρωσιν τοῦ οὔρου ἰσχουρία κατα‐ λάβοι τὴν κύστιν, κλυσμὸς ὀδαξησμόν τινα ἐμποιῶν καὶ προτρέπων
τὴν περισταλτικὴν δύναμιν ἐνεργεῖν παρασκευάσειεν ἂν τὴν ἔκκρισιν·

8

.

32

.

7

ἀλόη δ’ ἄκρατος δύναται τοῦτο ποιεῖν καὶ κυκλαμίνου χυλός. ὀλίγον δὲ παντάπασι τὸ ἐνιέμενον εἶναι χρή, καὶ τὸ κέρας τοῦ κλυστῆρος ὡς οἷόν τε βράχιστον, ἵνα τοῦ κλύσματος μηδὲν ὑπερήκῃ προσωτέρω τῶν δεομένων μερῶν.

8

.

33

t

Ἐφ’ ἑλμίνθων.

8

.

33

.

1

Τὰς μὲν προσισχομένας τῶν ἑλμίνθων τῷ ἄνω ἐντέρῳ ἀφιστᾶν δεῖ διὰ τῶν ἐπιτηδείων πομάτων· κάτω δ’ ἄγειν οἵδε οἱ κλυσμοὶ δύ‐ νανται ὁπόσαι κατὰ τὸ κῶλον συνίστανται· ἀψίνθιον ἐν ἐλαίῳ ἑψηθὲν ἢ ἀβρότονον ἢ κύμινον ἢ ἡδύοσμον καὶ θέρμοι, καὶ ἐπειδὰν ἱκανῶς
5ἑψήσεως ἔχῃ τὸ ἔλαιον, αὐτὸ ἐνίεται.

8

.

33

.

2

Ἐπ’ ἀσκαρίδων. Γίνεται δ’ ἄλλη κατὰ τὰς ἐσχατιὰς τοῦ ἐντέρου νόσος τοιάδε· ζῷά τινα σμικρὰ ὥς τινες εὐλαὶ συνίστανται, ἃς ἀσκαρίδας καλοῦσιν· ἴασις δ’ αὐτῶν κλυσμοί εἰσι καὶ ἄλλοι μέν τινες τῶν δριμέων, εἷς δὲ

8

.

33

.

3

δὴ καὶ ὅδε· κέδρου χρίσμα ἵεται. δεῖ δὲ τὸν κλυστῆρα μὴ εἶναι εὐθύ‐

8

.

33

.

4

τρητον, ἀλλ’ ἐκ πλαγίων κύκλῳ πολλὰ σμικρὰ τρήματα ἔχοντα. δεῖ δὲ μηδὲ πολὺ εἶναι τὸ ἐνιέμενον· ὧδε γὰρ ἂν οὐ προσωτέρω τῶν

8

.

33

.

5

δεομένων μερῶν ἔλθοι τὸ κλύσμα. ἐπιτήδειον εἰς ταῦτα ὕδωρ τὸ ἀπὸ τῆς σποδιᾶς ὡς ὅτι μάλιστα πεποιημένον· ἐνίεται δὲ κλυστῆρι τῷ αὐτῷ.

8

.

34

t

Τίνες οἱ ἐπ’ ἀσιτησάντων τρόφιμοι κλυστῆρες.

8

.

34

.

1

Γίνεται δὲ καὶ τοιάδε ἄλλη συμφορὰ προσδεῖσθαι δοκοῦσα κλυσμοῦ· τινὲς ἀπόσιτοι οὕτω δή τοι ἐγένοντο ἰσχυρῶς, ὡς κίνδυνον ἐπακο‐

8

.

34

.

2

λουθεῖν τῶν κατ’ ἔνδειαν. ἐνεῖναι δ’ ἐπὶ τούτων κλυσμοὺς ἀνατρέφειν δυναμένους· εἶεν δ’ ἂν οἵδε· πτισάνης ἢ πυρῶν χυλὸς ἢ ἀλεύρων

8

.

34

.

3

πλύμα ἢ χυλὸς χόνδρου, καὶ εἰ δή τι ἄλλο τοῖσδε ὅμοιον. χρὴ δέ, εἴπερ ποτὲ ἄλλοτε, μήκιστον [τὸν] τοῦ κλυστῆρος εἶναι τὸ κέρας, καὶ ταῖν χεροῖν βιαιότατα ἀποστέλλειν τὸ κλύσμα, ἵνα ὡς προσωτάτω ἀφίκηται.

8

.

35

t

Ὅτι τινὰς μὴ δέον κλύζουσιν.

8

.

35

.

1

Πολλοῖς ἤδη διαχώρησις μὲν οὐδ’ ὁπωστισοῦν γίνεται, τὰ δὲ περισσώματα αὐτοῖς οὐκ ἐς τὸ κῶλον ἀφῖκται, ἀλλὰ μετέωρά ἐστιν.

8

.

35

.

2

τούτους οὔπω χρὴ κλύζειν· χρὴ γὰρ δὴ ἐπίστασθαι ὅτι ὁ κλυσμὸς οὔτε ἀνέρχεται [ἢ] προσωτέρω τοῦ κώλου οὔτε ἀπάγειν τι δύναται τῶν ἐν

8

.

35

.

3

τοῖς ἄνω ἐντέροις· περιττὸν οὖν τηνικαῦτα κλύζειν. χρὴ οὖν τοῦτο πρῶτον † ἀνασκοπητέον ἐς τὸ κῶλον ἀφίκονται τὰ περισσώματα, τοιάδε

8

.

35

.

4

ἐστίν. πρῶτα μὲν ὁ χρόνος ἤτοι ἱκανὸς ἔσται γεγονέναι τούτῳ ἢ οὐχ

8

.

35

.

5

ἱκανὸς ὑπάρχων. ὁμοῦ δὲ τῷ χρόνῳ καὶ τὸ εὔπορον καὶ τὸ δύσπορον τῶν ἐδηδεσμένων σιτίων ἀνασκοπεῖσθαι χρή· ἄλλα γὰρ ἄλλων θᾶττόν

8

.

35

.

6

τε καὶ βράδιον ἥκει κάτω. καὶ φύσεως μὲν τοῦ μὴ κάμνοντος ἤδη διαφορά ἐστιν εἰς λογισμὸν θετέα· εἰ μὲν γὰρ εὔρους φύσει ἡ γαστήρ,

8

.

35

.

7

θᾶττον ὕπεισιν, εἰ δὲ δύσρους, βράδιον. καὶ εἰ ἐπαγάγοιμεν δὲ τὴν χεῖρα, εὕροιμεν ἂν διάδηλον αὐτοῦ τὸ πλήρωμα, εἴπερ γε δὴ δεῦρο ἀφιγμένα τὰ σκύβαλα ἤδη· εἰ δὲ μή, κενὸς ὁ τόπος ταύτῃ φανεῖται· τὰ δὲ πρὸς τούτοις ἔτι καὶ βάρος κατὰ τὴν ὀσφὺν γίνεται, ἢν ἐμπε‐
5πλησμένον τὸ τελευταῖον ἔντερον τύχῃ· ἀλλὰ καὶ αἱ φῦσαι δυσοσμίαν τηνικαῦτα τῆς κόπρου ἴσχουσαι διαδείξουσι τὸ πλήρωμα ἀφῖχθαι κάτω ἤδη.

8

.

36

t

Ὅτι τινὰς δέον κλύζειν οὐ κλύζουσιν.

8

.

36

.

1

Ἱπποκράτης ὀνομάζει περίρρουν τι διαχώρημα· τόδε δ’ ἐστὶ

8

.

36

.

2

τοιοῦτο· δεινῶς λεπτὸν καὶ τοῖς σκυβάλοις ἀμιγές. τοῦτό πῃ μὲν αὐτὸ μόνον δίεισι, πῂ δὲ μετὰ σκληρῶν τῶν ἀπὸ τῆς τροφῆς περισσωμάτων

8

.

36

.

3

πρὸς τὴν ἀπόκρισιν διαπίπτει, οὐ συμμιγνύμενον αὐτοῖς. εἰ μὲν οὖν καὶ τὰ ἀπὸ τῶν σιτίων πρὸς τοὐκτὸς ἀποχωρεῖ, οὐδὲν ἐπιδεῖ κλυσμοῦ· ἢν δὲ τὰ μὲν μὴ ἀποκρίνηται, τὸ δ’ ἐπίρρουν τοῦτο αὐτὸ μόνον ἥκῃ, τηνικαῦτα οἱ πλείους τῶν ἰατρῶν κατορρωδοῦσι τὸν κλυσμόν· ὅστις
5δ’ εὖ φρονεῖ, χρήσεται αὐτῷ (τὸ μὲν γὰρ λεπτὸν τοῦτο ῥεῦμα ἢ οὐδὲν ἢ μικρόν τι ἐνοχλήσειεν ἄν) οὐ μετρίως, [διάγνωσις δὲ] καίτοι ὑγραι‐ νομένης τῆς γαστρὸς λεπτῷ τῷ ῥεύματι, ὅπως μὴ ὑπεῖεν τὰ ἀπὸ τῶν

8

.

36

.

4

σιτίων περισσώματα. 〈διάγνωσις δ’〉 ἥδε ἐστίν· πρῶτον μὲν ὅτι οὐδαμῇ, καίτοι πρόσθεν ἐπεσχημένης τῆς διαχωρήσεως, νῦν φαίνεται θύραζε ἰόντα σκύβαλα· ἔπειτα δὲ καὶ ἐπαφωμένῳ τὸ κῶλον ἐμπεπλῆσθαι διείσεται ἡ χείρ.

8

.

37

t

Περὶ σχήματος τοῦ κλυζομένου.

8

.

37

.

1

Ὑπτίῳ τῷ κάμνοντι τυγχάνοντι ὑποστορέσαι δεῖ, ὅπως ἂν λάθῃ κοίλωμα εἶναι προσάψασθαί 〈τε〉 τῆς στρωμνῆς (ῥάκιον δ’ ἂν τοῦτο

8

.

37

.

2

εἴη σινδόνος ἤ τι ἄλλο τοιοῦτο· θερμὸν δ’ ἔστω τοῦτο, ὅπως μὴ τῷ
ψυχρῷ αὑτοῦ φρίττειν ποιῇ τὸν ἄνθρωπον), ἔπειτα συνερεῖσαι τὰ σκέλη.

8

.

37

.

3

τοῦτο ἐμοί γε τὸ σχῆμα προσήκειν δοκεῖ· τὸ δὲ μετέωρον ἐκ τῆς ὀσφύος αἴρειν ἀλυσιτελές· τοῦτο γάρ ἐστιν ὡς ἐν ἀψύχῳ σώματι

8

.

37

.

4

χεῖσθαι τὸν κλυσμόν. ἐνίοτε δὲ καὶ ἐπὶ πλευρὰν στρεπτέον ἐστίν· ἢν γὰρ ἡ κύστις φλεγμαίνῃ, 〈ἢ〉 τῷ ἰσχίῳ ἐμπύημα ᾖ, ἡ ἐν κύστει ὦσις εἴργεται, κἄπειτα τὸ βάρος τε καὶ ὁ ὄγκος ἢ τὴν εἴσοδον τοῦ κλυσμοῦ

8

.

37

.

5

ἢ τὴν ἔξοδον τῶν περισσωμάτων κωλύειν μέλλει. εὔλογον δήπου ἂν ἐπὶ τὸ ἐπὶ θάτερα βρίθειν τὸν ὄγκον ποιήσαντας, ἅπερ σπεύδομεν ἄνευ

8

.

37

.

6

κωλύματος ἅπαντα διαπράξασθαι. ἐν δὲ τῷ ἐνεῖναι παρεγγυᾶν τῷ κάμνοντι χρὴ μήτε κεκραγέναι μήτε ἀναλαμβάνοντα τὴν ἀναπνοὴν αἴρειν ὑψοῦ τὸ ἦτρον, ἀλλ’ ἁπλῶς κείμενον τὸν ἁπλούστατον ἀναπνεῖν πειρᾶσθαι τρόπον· ὧδε γὰρ ἥκιστά τις ἀντιπράξει τοῦ κλύσματος τῇ

8

.

37

.

7

βολῇ. ἐπὰν δὲ πεπαυμένος ὁ ἰατρὸς ᾖ, οἱ μὲν πολλοὶ κυλινδοῦσθαι κελεύουσι τὸν ἄνθρωπον· ἐγὼ δ’ οὐ συγχωρῶ πράττειν τοῦτο.

8

.

38

t

Κατὰ πόσους τρόπους ἀποτυγχάνονται κλυσμοί· ἐκ τῶν Μνησιθέου.

8

.

38

.

1

Τὰς τῶν κλυσμῶν ἀποτεύξεις διὰ τριττοὺς γίνεσθαι συμβαίνει τρόπους, ὅταν μὴ δέξηταί τις τὸ κλύσμα, καὶ πάλιν ὅταν μὴ κατασχῇ ἢ ἐκπέμψαι μὴ δυνηθῇ· γίνονται δὲ τῶν αἰτιῶν τούτων αἱ μὲν ἀπὸ

8

.

38

.

2

τῶν σωμάτων καὶ παθημάτων, αἱ δ’ ἀπὸ τῶν κακῶς κλυζομένων. τοῦ μὲν οὖν μὴ δέξασθαι τὸν κλυσμὸν ἀπὸ μὲν τῶν παθημάτων εἰσὶν αἰτίαι τοιαῦταί τινες· ἤτοι φλεγμονὴ περὶ τὸν ἐντὸς τόπον γινομένη τοῦ δακτυλίου καὶ συνοίδησις, ὥστε τὴν ὑγρότητα τὴν πιεζομένην μὴ
5δύνασθαι πόρρω προϊέναι, τῆς συνοιδήσεως ἀντιπραττούσης, ἢ πάλιν φῦσα κατειλημμένη κατὰ τὸν αὐτὸν τόπον, ὅταν μήτε ὑπείκειν ἐθέλῃ

8

.

38

.

3

μήτε χώραν διδῷ παρεξόδου τοῖς ὑγροῖς τοῖς ἐπιοῦσιν. τῶν δ’ ἰατρῶν ἁμαρτήματά ἐστιν ὑπὸ τὸν καιρὸν γινόμενα τοῦτον, ὅταν ἤτοι σκληρᾷ περιτυγχάνοντες ὑποχωρήσει μὴ φυλάξωνται τὸν αὐλίσκον, ἀλλ’ ἀπὸ ταύτης ὠθῶσι βίᾳ προβάλλοντες· ὑποφραττόμενον γὰρ ὑπὸ τῶν ἀντε‐
5ρεισάντων τὸ τρύπημα τοῦ αὐλίσκου τὸν κλυσμὸν οὐκ ἀφίησιν εἰς τὸ

8

.

38

.

4

πρόσθεν. τὸ δ’ αὐτὸ συμβαίνει, καὶ ἐὰν μὴ κάτορθον τὸν αὐλίσκον θέντες, ἀλλὰ προσερείσαντες πρός τινα τῶν πλαγίων τόπων, ὑπο‐

8

.

38

.

5

ληφθῆναι ποιῶσιν ὑπὸ τοῦ χρωτὸς τὸ τρύπημα. γίνεται δὲ τούτῳ
παραπλήσιον καὶ πάλιν, ὅταν τῆς κύστεως οὖρον ἐχούσης ὑπτίους κλύ‐ ζοντες ἐπερείσωσι τὸ τῆς κύστεως βρῖθος ἐπὶ τὸ ἔντερον· ἐμφράττον γὰρ καὶ τοῦτο οὐ παρίησιν εἰς τὸ πρόσθεν τὴν ὁρμὴν τοῦ κλύσματος.

8

.

38

.

6

οὐ δέχονται μὲν οὖν διὰ τούτους τοὺς τρόπους· οὐ δύνανται δὲ κατέ‐ χειν, ἀπὸ μὲν τῆς φύσεως, ὅταν 〈τὰ〉 περὶ τὸν δακτύλιον ἀτονῇ δι’ αἰτίαν τινά· παρὰ δὲ τὰ τῶν ἰατρῶν ἁμαρτήματά ἐστιν εἰς τοῦτον

8

.

38

.

7

τὸν καιρὸν ἱκνούμενον, ἐὰν λίαν δριμὺ ποιήσωσι τὸ κλύσμα. τοῦ μὲν οὖν μὴ κατασχεῖν τὸ κλύσμα ταῦτα αἴτια φήσειεν ἄν τις εἶναι· πάλιν δὲ τοῦ δεξάμενον ἐκπέμψαι μὴ δύνασθαι κατὰ μὲν πάθος μάλιστα ἄν τις αἰτιάσαιτο 〈τὸ〉 συμβαῖνον ἐν ταῖς εἰλεώδεσι, πολὺ μὲν ἐν τοῖς
5ἐντέροις εἶναι, πολὺ δ’ ἐν τῷ μεταξὺ τόπῳ τῆς τε κοιλίας καὶ τοῦ δέρματος τοῦ κύκλῳ περιέχοντος τὴν ὅλην φύσιν τῶν ἐντὸς ἄρθρων.

8

.

38

.

8

ὅταν οὖν, πεπιεσμένων τῶν ἐντέρων ὑπὸ τῆς κύκλῳ περιοχῆς, ἀπερεί‐ δηται τὸ πνεῦμα, εἰ βιάσηταί τις ἐνταῦθα καθιέναι τὸν κλυσμόν, οὐκ ἀφίησιν ἔξω πάλιν αὐτὸν ἡ φῦσα· συμπιέζει γὰρ ἔξωθεν σφίγγουσα

8

.

38

.

9

τὸ ἔντερον. ἀπὸ δὲ τῶν ἰατρῶν ἁμαρτήματα γίνεται ταῖς ἐμβαλλο‐ μέναις δριμύτησιν (οὐ γὰρ ἔχων ὁ τόπος παροξυσμὸν προθυμίαν οὐδε‐ μίαν ἴσχει), ἢ πάλιν, ἐὰν βίᾳ τις τὸ κλύσμα ἐνθλίβων ὑπερπετὲς αὐτὸ ποιήσῃ, πρὸς τὸν ἄνω τῶν ἐντέρων εἱλιγμὸν ἀνώσας, οὐκ εὐοδεῖ πρὸς
5τὴν πάλιν ἔξοδον ὁ κλυσμὸς ἐλθεῖν· δήξεως γὰρ γενομένης συνοιδεῖ ταχέως ὁ τόπος οὗτος καὶ συστρέφει φύσας, ἃ κωλυτικὰ τῆς εἰς τὸ

8

.

38

.

10

πάλιν ἐξόδου γίνεται. κοινὸν δ’ ἐστὶ τῶν πλείστων ἁμάρτημα, διότι νομίζουσιν, ὅταν ἄρχωνται κλύζειν, ἐὰν τὴν ταχίστην εἴσω πιέζωσι τὸ κλύσμα, ῥᾷστα τὸν ἄνθρωπον οὕτως ἀπαλλάξειν· ἔστι δ’ οὐκ ἀληθὲς τοῦτο· ταχὺ μὲν γὰρ ἐγχυθέντος καὶ ταχὺ πάλιν ἀφεθέντος τοῦ κλύ‐
5σματος, οὐ ταχὺ γίνεται διάβροχος ἡ συγκεκαυμένη τῆς ὑποχωρήσεως· ἐὰν δὲ βουλόμενός τις μαλάξαι τὴν ὑποχώρησιν, ἅπαν ἔχοντος τὸ κλύσμα, πλείω χρόνον κατέχῃ τὴν ἀνάστασιν, διατείνεται σφόδρα ὑπὸ

8

.

38

.

11

τοῦ πλήθους ἡ κοιλία καὶ πονεῖ. διὰ δὴ ταῦτα δεῖ κατὰ μικρὸν καθεῖναι τὸν κλυσμόν· ἥ τε γὰρ αἴσθησις οὐχ ὁμοίως λυπήσει, καὶ τοῦ κλύσματος εὐθὺς τὸ πρῶτον εἰσιὸν ἀναβρέξει τὴν ὑποχώρησιν· κατὰ μικρὸν δὲ τοῦ παντὸς ἐξιόντος, ὁ πᾶς χρόνος ἀπὸ τοῦ πρώτου πρὸς
5τὸ ἔσχατον ἔσται τῇ βροχῇ τῶν ἐνόντων, ὥστε μηδὲν κωλύειν, ὅταν ἅπαν τεθλιμμένον ᾖ τὸ κλύσμα, τὴν ἀνάστασιν εὐθὺς ἐπὶ τοῦ θάκου ποιεῖσθαι, καὶ μήτε πολὺν χρόνον ὑπὸ πολλοῦ τοῦ κλύσματος διογ‐

8

.

38

.

12

κοῦσθαι τὴν κοιλίαν, μήτε ξηρῶν ὄντων ποιεῖσθαι τὴν ἀνάστασιν. χρὴ δ’ ἅμα τὸν κλυσμὸν ἔσω θλίβοντα τὸ κενούμενον ἀεὶ μέρος τοῦ κλυ‐ στῆρος συστρέφειν· χρήσιμον δ’ ἐστὶ τοῦτο ποιεῖν, ὅτι λανθάνει τὸ κλύσμα πολλάκις πάλιν ἀναστρέφον ἐκ τῆς κοιλίας εἰς τὸν κλυστῆρα
5τοῖς μὴ συνεχῶς ἐκπιέζουσι τὸν κλυσμόν.

8

.

39

t

Ἐκ τῶν Ῥούφου· περὶ βαλάνων.

8

.

39

.

1

Ἀκόλουθον δὲ τούτοις καὶ περὶ βαλάνων εἰπεῖν· καὶ γὰρ αὐτοῖς χρώμεθα πολλάκις σκυβάλων χάριν ἐκκρίσεως, καὶ μάλιστα ἐπὶ τῶν μὴ ὑπομενόντων τὸν κλυσμὸν καὶ ἐπὶ παιδίων καὶ γυναικῶν, καὶ ἔσθ’ ὅτε καὶ ἐπὶ τῶν ἀνατρεπομένων στόμαχον ἢ κεφαλὴν σφηνουμένων, ἢ ἐφ’
5ὧν τὰ μέρη εὐερέθιστα κλυσμοῖς, 〈ἢ〉 ἐφ’ ὧν ἐγκατέχεται τὸ ἐνεθὲν

8

.

39

.

2

ὑπομνήσεως χάριν καὶ ἐρεθισμοῦ τῆς ἐκκρίσεως· πολλάκις δὲ καὶ καθάρ‐ σεως ἕνεκα καὶ μεταγωγῆς ἐπὶ πυρετῶν τινων ὀξέων καὶ χρονίων καὶ συνάγχης καὶ τῶν ἄλλων πνιγμῶν, ἔτι δὲ κεφαλαλγιῶν, ὀφθαλμιῶν, εἰλίγγων συνεχῶς ἐμπιπτόντων καὶ σκοτωμάτων ἐπιχρώμεθα αὐτοῖς καὶ

8

.

39

.

3

ἐπὶ λειψάνων ἐμπνευματώσεως καὶ παραλύσεως. ἄθετοι δὲ πρὸς τὸ βοήθημα γυναῖκες μέν, ἀρχομένων ἐπιφαίνεσθαι τῶν καταμηνίων, καὶ αἷς ἤδη τρίμηνα κατὰ γαστρός ἐστιν (φθείρουσι γὰρ τοῖς ἀναδάκνουσιν ἰσχυρῶς βαλάνοις), καὶ οἱ ἀναδακνόμενοι ἰσχυρῶς βαλάνου προστεθέντος
5καὶ ὑπομνήσεις ἔχοντες πρὸς τεινεσμόν, καὶ οἷς δὲ προπίπτουσαι αἱμορροΐδες ὑπάρχουσιν ἢ οὐλαὶ ἀξιόλογοι, καὶ ἐπωδύνων ἐν πυρετοῖς

8

.

39

.

4

ὑποχονδρίων, καὶ οἷς ὕποπτος καταφορά ἐστιν. πλάσσεται δὲ βαλάνια ἐξ ἁλὸς ὀπτοῦ καὶ μέλιτος, αὐτό τε καθ’ ἑαυτὸ μέλι ἑψηθὲν ὡς συστῆ‐

8

.

39

.

5

ναι. παραπέπλεκται δ’ αὐτῷ καὶ ἀψίνθιον, καὶ τὸ τοιοῦτο δ’ εὐχρηστεῖ

8

.

39

.

6

ἐπ’ ἀνατροπῇ στομάχου καὶ ἑλμίνθων. καὶ ὕσσωπον καὶ τραγορίγανος

8

.

39

.

7

καὶ θύμος τῷ ἀπέφθῳ μέλιτι μίγνυται. πλάσσεται δὲ καὶ ἐκ ῥητίνης τερμινθίνης καὶ νίτρου, καί ποτε καὶ κόκκου Κνιδίου συμμέτρου, καὶ ἔστιν ἐπὶ τῶν εὐτονωτέρων στομάχων τὰ τοιαῦτα ἁρμόζοντα· δήξεις τε γὰρ σφοδραὶ ἐγείρονται· διὸ προχριστέον τὰ μέρη ἐλαίῳ συμμέτρῳ.

8

.

39

.

8

ἔστι δ’ ὅτε πύρεθρον ὀλίγον ἢ πέπερι ἢ σίνηπι τῇ ῥητίνῃ παρα‐ πλέκεται, καὶ τὸ τοιοῦτον ἁρμόζει παραλυτικοῖς καὶ ταῖς ἀπὸ ψύξεως

8

.

39

.

9

ἐμπνευματώσεσιν. κενταύριον δὲ παραπλέκεται πίσσῃ καὶ κηρωτῇ, καὶ ἔστιν ἐνδοτικὸν χρησίμως καὶ τὸ τοιοῦτον παραλαμβανόμενον ἐν παρ‐

8

.

39

.

10

έσεσιν αἰδοίου. ἐπὶ δὲ τῶν νηπίων καὶ χόνδρος ἁλὸς καθ’ ἑαυτὸν ἐντίθεται ἐλαιωθείς, καὶ μέτρον πυρῆνι ὅμοιον, καὶ ἀγλιθάριον περι‐ λελεπισμένον· καὶ τρίψας δ’ ἄν τις ταῦτα καὶ ἀναλαβὼν χρησάσθω

8

.

39

.

11

ὁμοίως. ἄσφαλτος δὲ καὶ ῥητίνη μετ’ ὀλίγου πάνακος καὶ ὑσσώπου ἀναπλασσόμενα ἁρμόζει τοῖς πάχη συλλέγουσι καὶ τοῖς ὑποψύχροις τὰ μέρη καὶ τοῖς ἀσκαρίδας γεννῶσι καὶ ταῖς τοῦ καυλοῦ παρέσεσι καὶ ὑστέρας πείσεσι καὶ ἐποχαῖς καταμηνίων καὶ σκληρίαις καὶ χρονίαις

8

.

39

.

12

ψύξεσιν. ἀναπλάσσεται καὶ σῦκον μετὰ νίτρου καὶ ἀσταφὶς χωρὶς προσ‐

8

.

39

.

13

λαβοῦσα νίτρον καὶ κύμινον. τούτων δ’ αὐτῶν ἃ μὲν πυρῆνι ὅμοια πλάσσεται, ἃ δὲ κολλυρίοις, καὶ ἃ μὲν αὐτὰ καθ’ ἑαυτὰ ἐντίθεται, ἃ δ’ ἐρίῳ λεπτῷ περιειληθέντα προστίθεται, προέχοντος τοῦ ἐρίου, ὡς ῥᾴδιον εἶναι τὸν ἐξελκυσμόν, καὶ μάλιστα ἐπὶ τῶν δριμέων καὶ ἀναδακνόν‐
5των εὐκόλως τὸν δακτύλιον.

8

.

40

t

Διάχριστα.

8

.

40

.

1

Τοῖς διαχρίστοις χρώμεθα ἐπὶ τῶν ἐπεσφιγμένων ἄγαν καὶ ἐπὶ τῶν τρυφερώτερα τὰ μέρη ἐχόντων καὶ ἀσθενέστερα· ἕλκει δ’ εὐτο‐

8

.

40

.

2

νώτερον [ἐστιν]. ἔστι δὲ τῶν διὰ πείρας ἡκόντων τὰ τοιαῦτα· κυκλα‐ μίνου χυλὸς ὕδατι ἢ ὑδρομέλιτι ἀνεθείς, χολὴ ταυρεία, ἐλατήριον, κόκκος Κνίδιος, σταφὶς ἀγρία τριβέντα καὶ λειωθέντα μέλιτι, κολοκυν‐ θίδος ἀφέψημα ἐν μελικράτῳ ἡψημένης, προσμιγνυμένης χολῆς ταύρου.

8

.

40

.

3

ἐπὶ πάντων δὲ τῶν δριμυτέρων προπυριᾶν τὰ μέρη καὶ προαλείφειν ἐλαίῳ, καὶ μετὰ τοῦτο ἐγκαθίζειν εἰς τήλεως ἀφέψημα 〈ἢ〉 μαλάχης,

8

.

40

.

4

ἐντεινομένους ἅμα καὶ ἐξωθοῦντας τὴν ἕδραν. πυρώσεως δ’ ὑπερ‐ βαλλούσης, ἀνδράχνης χυλῷ χρηστέον καὶ ὠοῦ διαχρίσει καὶ λεκίθοις ὠῶν ἑφθαῖς καὶ κηρωταῖς διὰ μυρσίνου γεγονυίαις· καὶ μελίλωτον κατα‐

8

.

40

.

5

πλαστέον ἐναφηψημένον μελικράτῳ. ἐπὶ πάντων δὲ τῶν βαλανίων τοῖς μὲν δραστικωτέροις ἐπὶ τῶν χρονίων χρηστέον καὶ ἐπ’ ἐνίων εὐεκτῶν, μὴ παρόντων πυρετῶν στραγῶν, τοῖς δ’ ἁπλουστέροις ἐπὶ τῶν τρυφερωτέρων καὶ ἐπ’ ὀξέων πυρετῶν σκυβάλων χάριν κομιδῆς.

8

.

40

6,7

καιρὸς δὲ τούτων ὅμοιος τῷ ἐπὶ κλυσμῶν παραδεδομένῳ. καὶ τοσαῦται

8

.

40

.

7

(2)

μὲν αἱ περὶ κλυσμῶν καὶ βαλάνων παραδόσεις.

8

.

41

t

Ἐκ τῶν Διοκλέους· λυτικὰ γαστρός.

8

.

41

.

1

Λινόζωστις καὶ ἀμπελὶς καὶ αὐτὰ καθ’ αὑτὰ καὶ μετὰ τευτλίων καὶ μετὰ κράμβης ἑψώμενα καὶ ἐσθιόμενα μετὰ τῶν σιτίων καὶ μετ’

8

.

41

.

2

ἀλεύρου ῥοφούμενα ποιεῖ διαχώρησιν ἱκανήν. ποιεῖται δὲ καὶ ἡ κνῆ‐ κος πολλοὺς τρόπους· καὶ γὰρ ἀποχυλισθείσης πινόμενος ὁ χυλὸς εἴωθε πρὸ δείπνου μέλιτι 〈ἢ〉 οἴνῳ γλυκεῖ κραθεὶς ὑπάγειν, καὶ ῥοφήματος ἐν αὐτῷ καὶ μάζης τούτῳ φυραθείσης καὶ τῶν ὄψων ἑψηθέντων ἐν

8

.

41

.

3

τούτῳ. χρῷτο δ’ ἄν τις αὐτῇ καὶ φρύξας, ἔπειτα μετρίως κόψας καὶ διασείσας καὶ πάλιν κόψας μετὰ μέλιτος καὶ ποιήσας οἷον κηρὸν μὴ λίαν σκληρὸν ἀπὸ τούτων λαμβάνων πρὸ τοῦ δειπνεῖν ὅσον ἰσχάδα μετρίαν ἢ μικρῷ μεῖζον ἢ ἔλαττον, ὡς ἂν χρωμένῳ φαίνηται συμφέ‐

8

.

41

.

4

ρειν. γίνοιτο δ’ ἂν ἰσχυρότερον, εἰ ὠμῆς ἐρειχθείσης τῆς κνήκου καὶ τῶν ἐντὸς ἐξαιρεθέντων καὶ τριφθέντων καὶ μέλιτι συμπλασθέντων

8

.

41

.

5

λαμβάνοιμεν ὡσαύτως, ἔλαττον δὲ τῆς πεφρυγμένης. οὐδενὸς ἧττον ἀλύπως λύει τὴν κοιλίαν καὶ ὁ ῥοῦς ὁ ἐκ τῶν συκαμίνων μετὰ μελι‐

8

.

41

.

6

κράτου πινόμενος, ἔτι δὲ καὶ τοῖς ὄψοις περιπλαττόμενος. τῶνδε τῶν συνήθων κρατεῖ πάντων ἡ τερμινθίνη ῥητίνη· δεῖ δ’ αὐτήν, ὡς ἔχει, μικρῷ μεῖζον ἢ κύαμον Αἰγύπτιον μετὰ δεῖπνον 〈λαβεῖν〉 ἢ εἰς τὸ ποτήριον ἐμβάλλοντα τὴν ἴσην, μέλι μίξαντα μὴ ἔλασσον ἢ τριπλάσιον,
5διαχεῖν ὕδατος θερμοῦ δυσὶ κυάθοις καὶ πιεῖν ἕωθεν.

8

.

42

t

Ἐκ τῶν Διεύχους· ὅσα ἐλαφρῶς κάτω καθαίρει.

8

.

42

.

1

Θάλασσα ἑψηθεῖσα καὶ ἐξαιθριασθεῖσα· πίνειν δὲ τὰς μὲν πρώτας

8

.

42

.

2

ποιοῦντας πρὸς ἴσον ὕδωρ, γλυκύτατον δέ. ἤδη ὑπάγει δύο μέρη τοῦ

8

.

42

.

3

ὕδατος καὶ ἓν θαλάσσης, ἕως ἂν ἱκανῶς δοκῇ ἔχειν ἡ κάθαρσις. ποι‐ οῦσι δέ τι καὶ τοιοῦτον· τὴν κράμβην τὴν λείαν κόψαντες ἀποθλίβουσι καὶ κνῆκον κόψαντες καὶ παραχέαντες ἐν κεραμείῳ ἀγγείῳ τιθέασιν εἰς

8

.

42

.

4

τὸν ἥλιον, εἶθ’, ὅταν πάχος σχῇ, ἀποτίθενται. τοῦτο ὅσον 𐅻 δύο

8

.

42

.

5

διδοῦσι μετὰ μελικράτου νήστει, καὶ ἐλαφρῶς καθαίρει κάτω. καθαίρει δὲ καὶ τῶν φακῶν ἀφέψημα μεθ’ ἁλὸς μετρίου καὶ τῆς ἡμέρου ἀστα‐

8

.

42

.

6

φίδος τὸ ἀφέψημα ἐξαιθριασθέν. ποιεῖται δέ τι καὶ τοιοῦτον· ἁλὸς ὀξύβαφον καὶ μέλιτος ἴσον καὶ ὄξους κοτύλας δύο· τεθέντα ἐξαιθριά‐

8

.

42

.

7

ζεται, εἶτα μεθ’ ὕδατος κιρνάμενα δίδοται. εὐλυτωτέραν δὲ ποιεῖ τὴν
κοιλίαν σκόρδα ἑφθὰ ἐν μελικράτῳ καὶ ῥητίνη μετὰ νίτρου ἀνειλημμένη καὶ διδομένη πρὸ τοῦ δείπνου, καὶ τὰ τεύτλια καὶ τὰ κρόμμυα τὰ Πύτνια ἑφθὰ ἐν μελικράτῳ καὶ τὰ καταπότια τὰ ἐκ τοῦ νίτρου καὶ
5πεπέρεως καὶ ῥητίνης καὶ ἡ κράμβη, ἐάν τις ἐσθίῃ μετὰ νίτρου ἑφθὴν καὶ τοῦ χυλοῦ ῥοφᾷ, ἢ καὶ [τὰ] τῆς ἀκτῆς τὰ φύλλα μετὰ τευτλίου ἑψώμενα.

8

.

43

t

Ἐκ τῶν Λύκου· ὑπήλατα.

8

.

43

.

1

Στύρακος, σκαμμωνίας ἑκατέρων ἴσα· ἡ δὲ ποίησις ἥδε τούτων ἐστίν· κόπτεται ἐν ὅλμῳ μάλα ἰσχυρῶς στύραξ ὡς μαλάττεσθαι δύνα‐ σθαι, καὶ ἐπιβάλλεται ἡ σκαμμωνία, καὶ σφαιρία γίνεται ἡλίκα κυάμου.

8

.

43

.

2

Ἕτερον. Σκαμμωνία μεθ’ ἁλῶν ὅτι λευκοτάτων λειοῦται ἐφ’ ἱκανόν, ἔπειτα ἑψεῖται ἐν πυξίδι μολυβδῇ· τρόπος δὲ τῆς ἑψήσεως ὅδε· πυξὶς μολυβδῆ ἐστι διπλῆ· τὸ δ’ ἐπίθεμα αὐτῆς ἢ τρῆμα ἢ αὐλὸν ἔχειν ὀφείλει· ἐν‐
5ταῦθα ἡ μετὰ τῶν ἁλῶν λελειωμένη βάλλεται σκαμμωνία, καὶ ἐγκαθί‐

8

.

43

.

3

σταται τὸ ἀγγεῖον τοῦτο λοπάδι ἐρεγμοῦ πλήρει. ἑψεῖται δ’ ὁ ἐρεγμὸς ἔχων τὴν μολυβδῆν πυξίδα, ὀξυκράτου ἐπιχυθέντος καὶ οὐχ ὕδατος,

8

.

43

.

4

ὅ τε ἐρεγμὸς ἑψεῖται, καὶ ἡ σκαμμωνία ἱκανῶς ἑψήσεως ἔχει. ἐπειδὰν τοῦτο γένηται, ἀποψῦξαι τῇ πυξίδι τὸ φάρμακον χρὴ καὶ αὖθις λειοῦν, ἢ αὐτὸ ἀφ’ ἑαυτοῦ, ἢ πεπέρεως λευκοῦ μίξαντα τοσοῦτον, ὁπόσον

8

.

43

.

5

ἡδύνει τὸ φάρμακον ἱκανῶς. οὕτως εἰ μεταχειρίσαιο τὴν σκαμμωνίαν, οὔτε τῷ στόματι οὔτε τῷ στομάχῳ ἀηδὴς γίνεται καὶ καθαίρει οὐδὲν μεῖον.

8

.

44

t

Ἐκ τῶν Γαληνοῦ· ἡ πικρά.

8

.

44

.

1

Ἀλόης 𐅻 ρ, κινναμώμου, νάρδου στάχυος, ξυλοβαλσάμου, μαστίχης, ἀσάρου, κρόκου ἀνὰ 𐅻 ϛ· ἐγὼ δ’ ἀλόης μὲν 𐅻 Ϟ, κρόκου δὲ καὶ ε

8

.

44

.

2

βαλὼν οὕτως αὐτῷ χρῶμαι. γινώσκειν δὲ προσῆκεν εἰς μὲν τὴν ὑπα‐ γωγὴν τῆς γαστρὸς ἐπιτηδειοτέραν εἶναι τὴν ἄπλυτον ἀλόην, ἀπο‐ τίθεσθαι δὲ πολὺ τοῦ φαρμακώδους τὴν πεπλυμένην, ἣν καὶ μᾶλλον 〈ἄν〉 τις θαρσήσειε δοῦναι τοῖς πυρέττουσιν οὐ σφοδρῶς, ἀλλὰ πάνυ

8

.

44

.

3

βληχρῶς. ἔνιοι δὲ καὶ τὸ διὰ τῆς ἀπλύτου πολλοῖς τῶν οὕτως πυρετ‐
τόντων διδόντες, εἶτα μηδὲν σαφὲς βλάψαντες, ἐπ’ ἄλλων μεγίστης ἐπειράθησαν βλάβης· ἐναντιωτάτη γάρ ἐστιν ἀλόη, κἂν πλυθῇ, τοῖς ἄνευ μοχθηρῶν ὑγρῶν κατὰ δυσκρασίαν τὴν θερμὴν καὶ ξηρὰν ἐν‐
5οχλουμένοις· ἐγγὺς δέ τι τούτων καὶ οἱ κατὰ τὴν ξηρὰν δυσκρασίαν, εἰ καὶ μετὰ ψυχρότητος εἴη, τὴν βλάβην ἴσχουσι, καὶ ὅλως ὅσοι κατὰ ποιότητας μόνας ἐβλάβησάν τι μόριον· αἱ γὰρ ἐπὶ χυμοῖς δυσκρασίαι τῶν κενούντων αὐτοὺς δέονται φαρμάκων, αἱ δ’ ἄνευ τούτων εἰς

8

.

44

.

4

μαρασμὸν ἀφικνοῦνται πάντως ἐπὶ τῷ διὰ τῆς ἀλόης φαρμάκῳ. ἔνθα τοίνυν ὑγρότης μοχθηρὰ διαβρέχει τοὺς χιτῶνας τῆς γαστρός, ὡς καὶ ναυτιῶδες σύμπτωμα παρακολουθεῖν μᾶλλον 〈ἢ〉 ἧττον, ἡ διὰ τῆς ἀλόης πικρὰ χρήσιμος, ἐκκαθαίρουσα τὴν ὑγρότητα· ἔχει μὲν γὰρ ἡ ἀλόη
5καθαρτικὴν δύναμιν, οὐ μὴν ἰσχυράν, ἀλλ’ ὥστε τὰ μὲν κατὰ τὴν κοι‐ λίαν, ὧν ψαύει, δύνασθαι καθαίρειν, κἂν πλείων ποτὲ δοθῇ, μέχρι τῶν κατὰ τὸ ἧπαρ ἀναβαίνειν χωρίων· οὐ μὴν ὅλου τοῦ σώματός ἐστι

8

.

44

.

5

καθαρτικὸν τὸ φάρμακον. χολωδῶν δ’ ἐν τῇ γαστρὶ διαθέσεων ἄριστόν ἐστι φάρμακον, ὡς ἡμέρᾳ μιᾷ πολλάκις ἐπὶ πολλῶν ἰᾶσθαι στομαχικῶς

8

.

44

.

6

ἐνοχλεῖσθαι πεπιστευμένους πολλούς. ἐπὶ δὲ τῶν βραδυπεπτούντων οὐχ ἁπάντων ἁρμόσει διδόναι τὴν πικράν, ἀλλ’ ἐπ’ ἐκείνων μόνων ἐφ’ ὧν ἐπὶ χυμοῖς μοχθηροῖς γίνεται τοῦτο, καὶ μᾶλλον ὅταν ὦσι λεπτοὶ καὶ χολώδεις· ποιήσειε δ’ ἄν τινα ῥᾳστώνην καὶ τοῖς ἄνευ χυμῶν τὴν
5ὑγρὰν δυσκρασίαν ἔχουσιν ἐπὶ τοσοῦτον διαβεβρωκυῖαν τὸ πεπονθὸς μέρος, ὡς ἐκλύεσθαί τε καὶ χαλᾶσθαι παραπλησίως τοῖς συνδετικοῖς νεύροις ἐπὶ τῶν κεχαλασμένων ἄρθρων· ἐπὶ μέντοι τῶν χολὴν ἐχόν‐ των ἐν τῇ κοιλίᾳ, καὶ μᾶλλον εἰ ἐν αὐτοῖς τοῖς χιτῶσι διὰ βάθους

8

.

44

.

7

περιέχεται, κάλλιον φάρμακον οὐκ ἂν εὕροις. πρὸς δὲ τοὺς φλεγμονήν τινα ἔχοντας οὐχ ἁπλῶς δοτέον ἐν παντὶ καιρῷ τῆς φλεγμονῆς, ἀλλ’ ὅταν πεφθῇ τε καὶ παρακμάσῃ· πέπονα γὰρ καθαίρειν ἀξιοῖ καλῶς

8

.

44

.

8

Ἱπποκράτης. ὀρθῶς δέ τις τὸ φάρμακον τοῦτο τοῖς μὲν βραδυ‐ πεπτοῦσι καὶ τοῖς χολὴν ἐμοῦσιν ἢ ἄλλως πως ῥευματιζομένοις τὸν στόμαχον ἐπιπάττων ὕδατος κυάθοις τέτταρσι δίδωσι, τὴν ἐκ τοῦ μέλι‐

8

.

44

.

9

τος ἀνατροπὴν προσγινομένην τῷ στομάχῳ δεδιώς. πρὸς δὲ τὰς παρακμὰς τῶν ἔνδον φλεγμονῶν μεθ’ ὑδρομέλιτος ὀρθῶς ἂν δοθείη,

8

.

44

.

10

καθάπερ καὶ κινεῖν οὖρα προαιρουμένοις ἢ ἔμμηνα κινεῖν. δίδωμι δὲ τοῦ φαρμάκου πολλάκις καὶ τοῖς πάσχουσι τὰ τῶν ὑποχεομένων συμ‐ πτώματα διὰ πάθος στομάχου καὶ τοῖς ἐπεχομένοις γαστέρα καὶ γυναιξίν,
ὡς ἔφην, μὴ καθαιρομέναις καλῶς, ἐφ’ ὧν ἐνεργεῖ κάλλιον, ὅταν ἀλόης

8

.

44

.

11

μὲν 𐅻 π, κρόκου 〈δὲ〉 𐅻 ϛ λάβῃ. καὶ κάλλιον καρπησίου λαβεῖν ἀντὶ

8

.

44

.

12

ἀσάρου· συνέθηκα δέ που αὐτὸ καὶ ἀμφοῖν ἐμβαλών. ἔστι δ’ ἡ τελεία δόσις τοῦ φαρμάκου 𐅻 α μεθ’ ὕδατος κο γ.

8

.

44

.

13

Καθαρτικὸν διὰ κυδωνίου. Γλύφοντες τὰ περὶ τὸ σπέρμα, κενωθὲν ἀποπληροῦντες σκαμμω‐ νίας, κἄπειτα περιπλάττοντες σταιτὶ καὶ ὀπτῶντες, ἔπειτα διδόντες φαγεῖν ὑπάγομεν τὴν γαστέρα ἄνευ τοῦ τὸν στόμαχον ἀνατρέπειν.

8

.

44

.

14

Τὰ διὰ τῆς ἀλόης καταπότια. Κολοκυνθίδος μέρος ἕν, ἀλόης καὶ σκαμμωνίας ἑκατέρων δύο, ἀψινθίου χυλοῦ μέρος ἕν.

8

.

45

t

Φιλουμένου· καθαρτήριον πρὸς τοὺς χρονίως ῥευμα‐ τιζομένους ὀφθαλμούς.

8

.

45

.

1

Πρασίου, ἀγαρικοῦ, χαμαίδρυος, κολοκυνθίδος ἐντεριώνης, στοι‐ χάδος ἀνὰ ὁλκὰς ι, ὀποπάνακος, σαγαπηνοῦ, πετροσελίνου, ἀριστο‐ λοχίας στρογγύλης, πεπέρεως λευκοῦ ἀνὰ πέντε, κινναμώμου, ναρδο‐

8

.

45

.

2

στάχυος, σμύρνης, πολίου, κρόκου ἀνὰ τέσσαρας. τὰ ξηρὰ πάντα ὁμοῦ κόπτειν δεῖ καὶ σήθειν, τὸν δ’ ὀποπάνακα καὶ τὸ σαγαπηνὸν καὶ τὴν σμύρνην τεθλασμένα ἀποβρέχειν ἐν τῇ θυίᾳ μέλιτι, εἶτα λεαινομένοις ἐπιμιγνύειν τὰ ξηρὰ τρίβοντας, καὶ οὕτως εἰς ὑελοῦν ἀγγεῖον ἀναλαμ‐

8

.

45

.

3

βάνειν, κἂν λείπῃ, τοῦ μέλιτος προσεπιχεῖν. ἔστι δὲ τὸ φάρμακον τοῦτο θαυμαστὸν ἰδίως τοῖς περὶ κεφαλὴν χρονίοις πάθεσι συμπεφω‐ νηκός, ὅθεν καὶ τῇ περὶ ὀφθαλμοὺς διαθέσει καταλληλότατον ὂν πε‐

8

.

45

.

4

πείραται· λύει μὲν γὰρ τὴν κοιλίαν συμμέτρως. εἰ δ’ ἐπὶ τῆς χρή‐ σεως προσλάβοι ὀβολοὺς τέσσαρας σκαμμωνίας ἢ καὶ ϛ, ἐνεργέστερον

8

.

45

.

5

καθαίρει. κατασπᾷ δὲ τὰ ἀπὸ κεφαλῆς πάντα καὶ σχεδὸν ὅ τι περισσὸν καὶ τῆς κατὰ φύσιν τοῦ σώματος ἕξεως ἀλλότριον, τοῦτο διακρῖνον εἰς τὸ ἐκτὸς ἀποδίδωσιν, ὥστε νεαρώτερα ἀπ’ αὐτοῦ τὰ σώματα τάς τε συστάσεις καὶ τὰς ἐνεργείας ἐν οὐ πολλῷ μετὰ τὴν κάθαρσιν χρόνῳ

8

.

45

.

6

κτᾶσθαι. ἔστι δ’ ἡ τελεία πόσις αὐτοῦ 𐅻 β μετὰ μελικράτου κυάθων ε,

8

.

45

.

7

ἐκ περισσοῦ τῆς σκαμμωνίας προσπλεκομένης. τισὶ μὲν οὖν καὶ μόνον
ἤρκεσε τοῦτο τὸ φάρμακον καὶ διὰ μιᾶς πόσεως τὴν ἐξ ἀρχῆς τῶν μορίων ὑγείαν ἀποδοῦναι, οὐ τῇ καθάρσει ψιλῇ, σχεδὸν δὲ δοξαστῷ τῆς ἀναδόσεως λόγῳ τὴν φυσικὴν εὐαρέστησιν ὑπεργασάμενον, ἐνίοις
5δὲ διὰ δευτέρας καὶ τρίτης πόσεως· ἐπὶ δὲ τῶν λοιπῶν προετοιμάζεται μετ’ ὠφελίμου δέξασθαι τὴν ἀπὸ τῶν μετασυγκριτικῶν βοήθειαν.

8

.

46

t

Ἀρχιγένους· καθαρτήρια ἐπὶ πυρεττόντων.

8

.

46

.

1

Ἐπὶ τῶν εὐτρόπων πυρετῶν, τουτέστιν ἐφ’ ὧν ἰσχὺς μὲν ὑπό‐ κειται, χρόνου δ’ ἔνδεια, ἀφαίρεσιν ἀθρόαν ποιητέον χάριν τοῦ δια‐ κόψαι τὴν συνέχειαν· φλεβοτομίᾳ μὲν οὖν ἐπί τε τῶν ἰσοκρατῶν χρη‐ στέον ἐπί τε τῶν θερμοτέρων μᾶλλον ἤπερ ὑγροτέρων· εἴ που δὲ τὸ
5ὑγρὸν ἐπικρατέστερον ᾖ, χρησιμωτέρα ἡ διὰ καθάρσεώς ἐστι τῆς ὕλης

8

.

46

.

2

ἐλάττωσις. κἂν δέῃ, καθαρὰ οὐκ εὐθὺς σκαμμωνία, οὐδὲ τῶν βιαι‐ οτέρων τι, ἀλλ’ ἠπιώτερα παραληφθήσεται, πρῶτον μὲν ἐπιθέματα καὶ καταχρίσματα ἄγαν ἐκ τῆς βιαίου ὕλης, ἣ τῷ κατὰ διάδοσιν ἐνεργεῖν

8

.

46

.

3

ἀμαυρὰ γίνεται. εἴωθα δ’ ἐγὼ χρῆσθαι καὶ καταπλάσματι ἐπὶ δια‐ στήματι ἡμέρας, καθ’ ὑποχονδρίου πλατὺ ἕως ὀμφαλοῦ ἐπιρρίπτων αὐτό, ὁτὲ δὲ καὶ καθ’ ὅλης τῆς γαστρός, αἰρίνου ἀλεύρου μέρη τρία πρὸς ἓν τοῦ κνεώρου μιγνύς, ἐν μέλιτι καθεψῶν ἢ καταχρίων, τιθυ‐
5μάλλου ὀπὸν καὶ κυκλαμίνου χυλὸν ἴσον ἐλατηρίου ἡμίσει μιγνὺς καὶ ἀνιεὶς αὐτὰ ὑγρῷ τῷ χυλῷ τῆς κυκλαμίνου σὺν ὀλίγῳ μέλιτι, ὡς μὴ

8

.

46

.

4

ἄγαν καταξηραινόμενα θρύπτηται. καὶ συνεργῶ βαλάνιον προσθεὶς ἐκ τῆς κυκλαμίνου γεγλυμμένον καὶ ἀποβεβρεγμένον εἰς ἅλμην ἐντιθεὶς

8

.

46

.

5

ἢ ἄλλο τι τῶν ὁμοίων. ἔπειτα καὶ τῶν λαμβανομένων ἤρκεσέ μοι λινοζώστεως χυλὸς ὅσον εἰς πλῆθος τριῶν κοτυλῶν, ἐμπεπασμένους

8

.

46

.

6

ἅλας ἔχων, ἢ ὀρὸς ὁμοίως. ἀλυπότατον δὲ καὶ πάσῃ ἡλικίᾳ ἁρμόττον ἐστίν· πολυποδίου μέρη δύο, κνεώρου, καὶ ἁλός, νίτρου ἀνὰ μέρος ἕν,

8

.

46

7,8

κνήκου μέρος ἕν. δίδοται πρὸς δύναμιν τελείοις δραχμαὶ γ. φυρᾶται

8

.

46

.

9

δὲ μέλιτι εἰς κόπτης τρόπον ἢ ἐμπάσσεται εἰς ὑδρόμελι. καὶ αὐτὸ δὲ καθ’ ἑαυτὸ κνῆκος ἐν τῷ ἴσῳ πλήθει ἢ πλεῖστον ὁλκαὶ δ ἱκανῶς κινεῖ.

8

.

46

.

10

καταλληλότατον δὲ τοῖς εἰρημένοις ἐστὶ πυρετοῖς καὶ τοῦτο καὶ τὸ εἰρημένον κοπτάριον· κλυσμὸς δὲ καὶ ἡ λινόζωστις μέν, καὶ [ἡ] κολο‐ κυνθίδος δ’ ἀφέψημα χρήσιμόν ἐστι, εἰ μὴ μόνα τὰ σκύβαλα, ἀλλὰ καὶ

8

.

46

.

11

τῶν ἀνωτέρω τι κομίζεσθαι δοκιμάζοιμεν. ὥσπερ οὖν ἐπὶ τῶν τοι‐ ούτων πυρετῶν καὶ ταῦτα μὲν ἐν ἀσιτίας τρόπῳ, ὑποδεξαμένης τροφῆς τὴν παντελῆ κάθαρσιν, προσάγεται, ἐν τρόπῳ δὲ καὶ τροφῆς ἐγὼ τὸν διὰ τῆς κολοκυνθίδος πολτὸν δίδωμι σφαίρας κδ, ἐχούσας μέγεθος
5Ποντικοῦ καρύου, ἃς καταπινέτω ὁ θεραπευόμενος ἀμασήτους, εἶτα διακλυσάμενος τὸ στόμα καὶ καταρροφήσας ὕδατος καθαροῦ κυάθους

8

.

46

.

12

τρεῖς ἡσυχαζέτω, τὴν κάθαρσιν ἀποδεχόμενος. χρηστὸν καθαρτικόν ἐστι καὶ πυρετῷ οὐ βαρύ· ἄγει δ’ ὑδατώδεις χολὰς καὶ παχείας ὕστερον.

8

.

46

.

13

πολλοὺς οἶδα ἰαθέντας μετὰ τοῦτο· τοὺς δ’ ἐπ’ ὀλίγον ἐπισημανθέντας

8

.

46

.

14

λουτρὸν ἐξιάσατο. οἷς δ’ ἐδέησε καὶ δεύτερον τοιαύτης δόσεως, ιη

8

.

46

.

15

ἀπὸ τοῦ αὐτοῦ κράματος τὰ σφαιρία δίδοται. καὶ τῆς δευτέρας κενώ‐ σεως καιρὸς ἀκμὴ τῶν εὐτρόπων πυρετῶν, ὅπου κόποι, κεφαλῆς ἀλγηδόνες, βάρη, ἀτονίαι, πυρώδεις ἐν ἰσχίοις διαθέσεις καὶ κάματος.

8

.

46

.

16

ἄριστόν ἐστι τὸ φάρμακον· σκευάζεται δ’ οὕτως· λαμβάνονται κολοκυν‐ θίδες β, καὶ ἐκγλυφείσαις αὐταῖς ἐγχεῖται ἔλαιον, οὗ διανυκτερεύσαν‐ τος, εἶτα ἀποχυθέντος εἰς χύτραν ἐγκεκαινισμένην, ὕδωρ ἴσον ἐμβάλ‐ λεται, καὶ θλασθεῖσαι ἐνεψῶνται 〈αἱ〉 κολοκυνθίδες, εἶτα ἐκβάλλονται
5ἐκθλιβεῖσαι, καὶ μεταχεῖται εἰς ἑτέραν χύτραν ὁ χυλός, εἶτα ἀπὸ σιλίγνεως καθαρᾶς ἐκβληθεὶς ἑψεῖται πολτός, κἀπειδὰν καλῶς ἔχῃ, μέλανος ἐλλεβόρου καὶ σκαμμωνίας κούφης ἡμιόλκιον, εἰ ἐπιεικὲς βούλοιο, ὁλκὴ δέ, ὅταν εὔτονον, ἐμπάσσεται, καὶ συντορυνηθέντος σφαῖραι γίνονται.

8

.

47

t

Ἐκ τῶν Ῥούφου· ἱερὰ ἡ διὰ τῆς σικυωνίας· ἐκ τοῦ λόγου τοῦ Περὶ τῶν κατ’ ἄρθρα νοσημάτων.

8

.

47

.

1

Αὕτη τὴν μὲν ἀρχὴν εὑρέθη πρὸς τὰ πλευριτικά, ὕστερον δὲ καὶ πρὸς ἄλλα ἐφάνη πάνυ χρήσιμος· λύει δ’ οὐκ εἰς μακρὰν τοὺς πόνους

8

.

47

.

2

καὶ τῷ μὴ ἄγαν ὀξέως καθαίρειν. διδόναι δ’ ἐν μελικράτῳ δεῖ ἢ ὀξυμέλιτι, ἐμβάλλειν δ’ εἰς πτισάνης χυλὸν διηθημένον καὶ μέλι, εἰ

8

.

47

.

3

ἀσθενεῖς τύχοιεν ὄντες. μέτρον δὲ τοῦ φαρμάκου τὸ μὲν πλεῖστον

8

.

47

.

4

𐅻 γ, τὸ δ’ ἐλάχιστον α, οἷς ἂν ἐλάσσονος δοκῇ δεῖν κενώσεως. ποιεῖ δὲ καὶ ἐπὶ τῶν ἀρθριτικῶν, καὶ πολλάκις αὐτοῦ διδόναι χρὴ καί που

8

.

47

.

5

θαρρεῖν αὐτῷ, ὡς ἀεὶ τὸ δέον παρεχομένῳ. καθαίρει δ’ οὔτε ὀξέως

8

.

47

.

6

οὔτε ἀθρόως οὔτε ἑτέρωθεν μᾶλλον ἢ ἀπὸ τῆς νόσου. πλῆθος δ’ ἐπὶ τούτων ἀρκεῖ 𐅻 δ ἐν μελικράτῳ 〈ἢ〉 ὕδατι· ἁλῶν δὲ μίσγειν· εὐπορώτερον

8

.

47

.

7

γὰρ οὕτως γίνεται. ἡ δὲ σύνθεσις αὐτοῦ τοιάδε ἐστίν· τῆς σικυωνίας τοῦ ἐντὸς 𐅻 β, ἀγαρικοῦ, χαμαίδρυος ἀνὰ 𐅻 ι, πάνακος δ’ ὀποῦ καὶ σαγαπηνοῦ ἑκατέρου ἀνὰ 𐅻 η, πετροσελίνου καὶ ἀριστολοχίας στρογ‐ γύλης καὶ πεπέρεως λευκοῦ ἑκάστου 𐅻 ε, κινναμώμου δὲ καὶ ναρδο‐
5στάχυος καὶ σμύρνης καὶ κρόκου καὶ πολίου ἑκάστου ἀνὰ 𐅻 δ, μέλιτος
δὲ τοσοῦτον ὥστε φυραθῆναι πάντα.

8

.

47

.

8

Ὑπήλατον Ἰούστου, κατάγον εὖ τὸν ῥύπον ἐν τῇ γαστρὶ καὶ ἅμα τόν τε θώρακα τήν τε κεφαλὴν ἐλαφρῦνον. Ἔχει δὲ κολοκυνθίδος Αἰγυπτίας τοῦ ἐντὸς 𐅻 λβ, πράσιον καὶ χαμαίδρυν καὶ στοιχάδα ἕκαστον ἀνὰ 𐅻 ιδ, γεντιανὴν δὲ καὶ ἀγαρικὸν
5ἑκάτερον ιβ, καὶ βδέλλιον καὶ ναρδόσταχυν καὶ κρόκον καὶ κιννάμωμον ἕκαστον η, κασίαν δὲ καὶ σχοίνου ἄνθος καὶ τὸ λευκὸν πέπερι καὶ τὸ μακρὸν καὶ σκίλλαν ὀπτὴν ϛ καὶ τοῦ κενταυρίου τῆς ῥίζης δ· λεῖα πάντα καταμίγνυται διεθέντι τῷ βδελλίῳ ἀφεψήματι πάνακος καὶ μέλιτι κατέφθῳ· λαμβάνεται δ’ αὐτοῦ μέγεθος κυάμου πρὸ τῶν σιτίων.

8

.

47

.

9

Λυτικὰ γαστρός. Ἔμβαμμα· ζιγγιβέρεως 𐅻 β, πεπέρεως μακροῦ, σκαμμωνίας, ὀποῦ Κυρηναϊκοῦ ἀνὰ 𐅻 α, ὄξους, γάρου ἀνὰ κο α· τρίψας καὶ ἑνώσας δίδου μετὰ θριδάκων ἕνα πρὸς τὸ λῦσαι τὴν κοιλίαν, δύο δὲ πρὸς τὸ καθᾶραι.

8

.

47

.

10

Ἄλλο. Ζιγγιβέρεως, σκαμμωνίας ἀνὰ 𐆄 α, ἁλὸς 𐆄 δ, ὄξους, γάρου ἀνὰ κο α.

8

.

47

.

11

Κοκκάρια ὑγιεινά, στομαχικά, γαστρὸς ὑπακτικὰ μάλιστα, περιγράφει δὲ καὶ τύπους. Ἀλόης 𐆄 β, ἀψινθίου χυλοῦ 𐆄 γ, σκίλλης ἐγκαρδίου 𐆄 α· τὴν σκίλλαν ἐμβαλὼν εἰς ζύμην καὶ ὀπτήσας ὥστε ἑψηθῆναι, τὴν σκίλλαν
5ἐξελών, ἐξινίσας στάθμισον, καὶ βαλὼν εἰς ὅλμον εὐτόνως κόψον, ἐπεμ‐ βάλλων τὸν χυλὸν τοῦ ἀψινθίου, καὶ τὴν ἀλόην λελειωμένην ὁμοῦ προσεμπάσας ἀναλάμβανε, μαλάξας ὥστε ἑνωθῆναι καὶ ποιήσας ζύμην ἀνελοῦ, καὶ ἀποθέμενος πλάσσε κοκκάρια ἐρεβίνθου τὸ μέγεθος, καὶ δίδου τοῖς ἀπὸ νόσου μακρᾶς δυσαναλήπτως ἔχουσιν, εἰ τυπικῶς νο‐
10σοῦσιν, ζιαιγιε ἑξῆς ἡμερῶν εζθ· ἐὰν δὲ θέλῃς φλεγ‐ μαγωγὰ ποιῆσαι ἢ εὐτονώτερα, πρόσβαλλε τῇ ζύμῃ εὐφορβίου 𐅻 α εἰς τὸ πᾶν.

8

.

47

.

12

Καθαρτικὸν καλούμενον κοπτάριον. Σεμιδάλεως 𐅻 α, κωνείου 𐅻 δ, πεπέρεως 𐅻 β, σκαμμωνίας 𐅻 γ·
ἀναλάμβανε μέλιτι Ἀττικῷ· ἡ τελεία δόσις 𐅻 β· χρῶ καὶ ἐπ’ ἰκτερικῶν.

8

.

47

.

13

Πάστιλλος καθαίρων. Σκαμμωνίας 𐅻 δ, εὐφορβίου 𐅻 δ, πεπέρεως 𐅻 δ, φύλλου 𐅻 α, μέλιτος λίτρα μία· ἡ δόσις 𐆄 α.

8

.

47

.

14

Ἐλαῖαι καθαρτικαί. Κόμμεως 𐆄 α, φοινίκων πατητῶν ἄνευ τῶν ὀστῶν λίτρα α, μέλιτος λίτρα α, πεπέρεως 𐆄 δ, κυμίνου 𐅻 δ, ἀνήσου 𐅻 δ, ὄξους χο α, ἐλαιῶν κολυμβάδων ἐξοστεϊσμένων λίτρα α· λείου τοὺς φοίνικας μετὰ τοῦ
5μέλιτος καὶ κόμμεως ἐν θυίᾳ μαγειρικῇ, τὸ δὲ κόμμι πρόβρεχε τῷ ὄξει, καὶ ὅταν καλῶς λειωθῇ, ἐπίβαλλε τὰ ἄλλα κεκομμένα καὶ συλ‐ λείου, καὶ τὸ ὄξος δ’ ἐπιβάλλων ἕνου ζωμοῦ δίκην, ἀποβρέξας δὲ καὶ ἀπογλυκάνας τὰς ἐλαίας εἰς ὕδωρ γλυκύ, ἔμβαλλε ἐκπιέζων σφόδρα, καὶ δίδου ἔχοντα κοχλιάρια ε καὶ ἐλαίας γ· ὁ δὲ λαβὼν ἵνα ᾖ εὔπε‐
10πτος καὶ τῇ προηγουμένῃ μὴ πολλὰ εἰληφώς, ἐγὼ προσέβαλον καὶ σκαμμωνίας 𐅻 δ.

8

.

47

.

15

Κοιλίας λυτικόν. Πεπέρεως 𐆄 α, κυμίνου 𐆄 α, ζιγγιβέρεως 𐆄 α, πηγάνου φύλλων 𐆄 δ, ἐπιθύμου 𐅻 γ, πολυποδίου 𐅻 γ, κνήκου 𐆄 α, μέλιτος τὸ ἀρκοῦν.

8

.

47

.

16

Ἄλλο κοπτάριον. Κνήκου λευκοῦ λίτρα α πεφρυγμένου καὶ λελεπισμένου, μέλιτος κύαθοι γ, ἀνήσου 𐅻 α, ἰσχάδων τῆς σαρκὸς ἀριθμὸν λ· δώσεις δὲ πρὸ δείπνου διελὼν ὡς βασιλικοῦ καρύου μέγεθος βγ.

8

.

47

.

17

Ἄλλο. Σκαμμωνίας 𐆄 α, ἀλόης 𐅻 δ, εὐφορβίου 𐅻 δ· ἀναλάμβανε ὕδατι ὀροβιαῖα· δίδου ζθιαιγιειζιθκα.

8

.

47

.

18

Καθαρτικὸν ὑποκαθαῖρον κωλικόν. Εὐφορβίου, [ἢ] ἴρεως, πετροσελίνου, κυπέρεως ἴσα.

8

.

47

.

19

Τὸ συμβιωτάριον.
Σκαμμωνίας 𐆄 β, πεπέρεως, ζιγγιβέρεως, ἁλῶν, πετροσελίνου ἀνὰ 𐆄 δ.

8

.

47

.

20

Καθαρτικὸν πρὸς τοὺς ἐλεφαντιῶντας. Λαβὼν κολοκυνθίδα καλὴν ἔμβρεχε εἰς ἔλαιον νύκτα καὶ ἡμέραν, εἶτα ἀποχέας τὸ ἔλαιον ἕψει ἐν κυθριδίῳ καινῷ τὴν κολοκυνθίδα μεθ’ ὕδατος, ἕως καταλειφθῇ κρασίδιον, καὶ πρόσβαλλε σεμιδάλεως ὅσον
5ἐξαρκεῖ ἀναλαβεῖν τὸ ὕδωρ, καὶ ὅταν ἑψηθῇ, μίγνυε ἐλλεβόρου μέλανος 𐅻 α, σκαμμωνίας 𐅻 α, καὶ ἀνακινήσας καρφίῳ ἀνήθου ἀνάπλασσε, ὥς ἐστι θερμόν, Ποντικοῦ 〈καρύου〉 μέγεθος καὶ δίδου καταπιεῖν.

8

.

47

.

21

Ἱερὰ Ἰούστου. Κολοκυνθίδος ἔντερα 𐅻 κβ, στοιχάδος, χαμαίδρυος, πεπέρεως λευ‐ κοῦ, πεπέρεως μέλανος, ἀγαρικοῦ, ἐλλεβόρου μέλανος, σκαμμωνίας ἀνὰ 𐅻 ιγ, ἀμμωνιακοῦ, θύμου, κρόκου, εὐφορβίου ἀνὰ 𐅻 η, σμύρνης 𐅻 δ,
5σκίλλης ὀπτῆς 𐅻 ιϛ (ἔνιοι κασίας 𐅻 δ καὶ ναρδοστάχυος 𐅻 η), μέλιτος τὸ ἀρκοῦν.

8

.

47

.

22

Ἐπίθεμα ἐμετικόν. Ἐλλεβόρου λευκοῦ 𐅻 η, πεπέρεως 𐅻 δ, χολῆς ταυρείας τὸ ἀρκοῦν· ἀναλαβὼν ἐπιτίθει.

8

.

47

.

23

Φάρμακον ὃ τῇ ὀσφρήσει καθαίρει διὰ γαστρός. Χερσαίου ἐχίνου χολῆς, ἤτοι μελανθίου ἢ νίτρου, ἑκατέρου 𐅻 ρα, θαψίας χυλοῦ 𐅻 δ, Κνιδίου κόκκου 𐅻 γ, ἐλατηρίου 𐅻 α, ἅπερ εἰς κηρωτῆς εἶδος λειοῦται· ἐλαίου δὲ Σικυωνίου ἢ Κυπρίνου μίξας σφαίρας
5ἀνάπλαττε δραχμιαίας, ὧν μίαν εὔπεπτος ὢν ὁ καθαρθησόμενος ὀσφραι‐ νέσθω· ἐπικλύσει δὲ τῇ ἐχομένῃ εὐώδει μύρῳ· μετὰ ταῦτα ἑαυτὸν
ἀνακτάσθω.

9

.

1

t

Ἐκ τῶν Γαληνοῦ· περὶ ἀέρος.

9

.

1

.

1

Ἄριστος ἀήρ ἐστιν ὁ ἀκριβῶς καθαρός· εἴη δ’ ἂν οὗτος ὁ μήτε ἐκ λιμνῶν ἢ ἑλῶν ἀναθυμιάσεως ἐπιθολούμενος μήτε ἔκ τινος βαρά‐ θρου [μὴ] δηλητήριον αὔραν ἀναπνέοντος, ὁποία περί τε Σάρδεις ἐστὶ

9

.

1

.

2

καὶ Ἱεράπολιν. οὕτως καὶ ὅστις ἔκ τινος ὀχετοῦ τῶν ἐκκαθαιρόντων μεγάλην τινὰ πόλιν ἢ πολυάνθρωπον στρατόπεδον ἐπιθολοῦται, μοχθη‐ ρός ἐστιν· μοχθηρὸς δὲ καὶ ὅστις ἂν ἔκ τινος σηπεδόνος ἢ ζῴων ἢ

9

.

1

.

3

λαχάνων ἢ κόπρων φαίνηται. καὶ μὴν καὶ ὅστις ὀμιχλώδης ἐστὶ διὰ ποταμὸν ἢ λίμνην γειτνιῶσαν, οὐκ ἀγαθός, ὥσπερ γε καὶ ὅστις ἂν ἐν κοίλῳ χωρίῳ πανταχόθεν ὄρεσιν ὑψηλοῖς περιεχόμενος μηδεμίαν αὔραν δέχηται· πνιγώδης τε γὰρ ὅδε καὶ σηπεδονώδης ἐστὶν ἀνάλογον τοῖς
5ἀποκεκλεισμένοις ἐν οἴκοις τισίν, ἐν οἷς εὐρὼς ὑπὸ σηπεδόνος τε καὶ

9

.

1

.

4

ἀπνοίας ἀθροίζεται. οἱ μὲν δὴ τοιοῦτοι πάσαις ταῖς ἡλικίαις λυμαίνον‐ ται, ὥσπερ γε καὶ ὁ καθαρὸς ἀκριβῶς ἁπάσαις ταῖς ἡλικίαις ἀγαθός· ἡ δὲ κατὰ θερμότητα καὶ ψυχρότητα καὶ προσέτι ξηρότητα καὶ ὑγρό‐ τητα διαφορὰ τῶν ἀέρων οὐχ ὁμοίως ἔχει πρὸς ἅπαντας, ἀλλὰ τοῖς
5μὲν εὐκράτοις σώμασιν ὁ εὔκρατος ἀὴρ ἄριστος, ὅσα δ’ ὑπό τινος ἐξεχούσης ποιότητος δυναστεύεται, τούτοις ἄριστος ὁ ἐναντιώτατος τῇ κρατούσῃ, ψυχρὸς μὲν τῇ θερμῇ, θερμὸς δὲ τῇ ψυχρᾷ, καὶ δὴ καὶ τῇ μὲν ὑγροτέρᾳ ξηρός, τῇ δ’ αὐχμηροτέρᾳ τοῦ προσήκοντος εἰς τοσοῦτον
ὑγρότερος, εἰς ὅσον κἀκείνη τοῦ συμμέτρου ξηροτέρα.

9

.

2

t

Περὶ ὡρῶν.

9

.

2

.

1

Ὑγρὸν εἶναι καὶ ψυχρὸν τὸν χειμῶνα λέγομεν, οὐχ ὅτι τῶν ἄλ‐ λων ὡρῶν ἐστιν ὑγρότατός τε καὶ ψυχρότατος, ἀλλὰ τοῦτο μὲν ἄλλως αὐτῷ συμβέβηκεν, ὅτι δὲ πλεονεκτεῖ κατ’ αὐτὸν ἡ μὲν ὑγρότης τῆς ξηρότητος, ἡ δὲ ψυχρότης τῆς θερμότητος, διὰ τοῦτο ὑγρὸς καὶ ψυ‐

9

.

2

.

2

χρὸς εἶναι λέγεται. κατὰ ταὐτὰ δὲ καὶ τὸ θέρος, ὅτι κἀν τούτῳ τὸ μὲν ὑγρὸν ἀπολείπεται τοῦ ξηροῦ, τὸ δὲ ψυχρὸν τοῦ θερμοῦ, διὰ τοῦτο θερμὸν εἶναι λέγεται καὶ ξηρόν· καὶ γὰρ καὶ δίκαιον, ἐκ τῆς ἰδίας φύσεως ἑκάστην τῶν ὡρῶν ἐξεταζομένην ἢ θερμὴν ἢ ψυχρὰν ἢ ὑγρὰν

9

.

2

.

3

ἢ ξηρὰν ὀνομάζεσθαι. καὶ δὴ σκοπουμένῳ κατὰ 〈τάδε〉 φανεῖται τὸ ἔαρ ἄκρως μέσον ἁπασῶν τῶν ὑπερβολῶν· οὔτε γάρ, ὡς ἐν χειμῶνι, πλεονεκτεῖ τὸ ψυχρὸν ἐν αὐτῷ τοῦ θερμοῦ, οὔτε, ὡς ἐν θέρει, πλεο‐ νεκτεῖται· κατὰ ταὐτὰ δὲ καὶ ξηρότητός τε καὶ ὑγρότητος ἰσομοιρία
5τίς ἐστιν ἐν αὐτῷ, μήτε, ὡς ἐν θέρει, κρατοῦντος τοῦ ξηροῦ, μήτε,

9

.

2

.

4

ὡς ἐν χειμῶνι, τοῦ ὑγροῦ. καὶ τὸ φθινόπωρον δ’ ὡσαύτως ἄκρως μὲν οὐδέτερόν ἐστιν, ἐπικρατεῖ δ’ ἐν αὐτῷ τὸ ξηρὸν 〈τοῦ ὑγροῦ, καὶ δι‐ καίως ἂν λεχθείη ταύτῃ μὲν ξηρόν〉, ἐν δὲ τῇ κατὰ θερμότητα καὶ

9

.

2

.

5

ψυχρότητα διαφορᾷ μικτὸν ἐξ ἀμφοῖν. ἕτερον δέ τι πρόσεστιν αὐτῷ κακόν, ἡ ἀνωμαλία τῆς κράσεως, καὶ τοῦτό ἐστι τὸ μάλιστα νοσῶδες ἐργαζόμενον τὸ φθινόπωρον· πολὺ γὰρ θερμότερόν ἐστι κατὰ τὴν μεσημβρίαν ἢ κατὰ τὴν ἕω τε καὶ τὴν ἑσπέραν, ὥστε οἱ τὰς τέσσαρας
5συζυγίας τῶν κράσεων εἰς 〈τὰσ〉 τέσσαρας ὥρας νεῖμαι σπουδάζοντες ἴστωσαν οὐ μόνον ἦρι κακῶς προσάπτοντες ὑγρότητα καὶ θερμότητα

9

.

2

.

6

κράσεως, ἀλλὰ καὶ φθινοπώρῳ ψυχρότητά τε καὶ ξηρότητα. ἐγὼ δὲ τοσούτου δέω θερμὸν καὶ ὑγρὸν ἀποφαίνειν τὸ ἔαρ, ἢ ὅ τί περ ἂν εὔκρατον ᾖ, θερμὸν καὶ ὑγρὸν εἶναι συγχωρεῖν τοῖς καὶ τοῦτο ἀπο‐ φαινομένοις, ὥστε πᾶν τοὐναντίον ἀποφαίνεσθαι, χειρίστην εἶναι
5κατάστασιν κράσεως τοῦ περιέχοντος ἡμᾶς ἀέρος τὴν θερμὴν καὶ ὑγράν, ἣν ἐν μὲν ταῖς ὥραις οὐκ ἂν εὕροις ὅλως, ἐν δὲ ταῖς νοσώδε‐ σιν, εἴτε καὶ λοιμώδεσι, καταστάσεσιν ἐνίοτε συμπίπτει, καθ’ ἣν κρᾶσιν

9

.

2

.

7

καὶ σήπεσθαι πάντα πέφυκεν. ὁπόταν δ’ αἱ ὧραι τὴν προσήκουσαν
ἁπάσαις φυλάττωσι κρᾶσιν, ὑγιεινότατον μὲν ἐν αὐταῖς ἔσται τὸ ἔαρ, ὀξυτάτας δὲ νόσους καὶ θανατωδεστάτας, ὡς ἐν ὥραις, οἴσει τὸ φθινό‐ πωρον, ἐπειδὴ τὸ μὲν ἔαρ εὐκρατότατόν ἐστι, τὸ δὲ φθινόπωρον † τῶν
5μὲν ὑπαρχόντων τῆς αὐτῆς ἡμέρας ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος ἴσχοντα διαδέχεσθαι τὴν θερινὴν ὥραν, ἐν ᾗ πολλοῖς μὲν οἱ χυμοὶ κατωπτήθη‐

9

.

2

.

8

σαν, ἐνίοις δὲ καὶ ἡ δύναμις ἔκαμεν. οὐ μόνον δὲ κατὰ τοῦτο μοχθη‐ ρόν ἐστι τὸ φθινόπωρον, ἀλλὰ καὶ ὅτι πρότερον μὲν οἱ χυμοὶ τὴν ἐπὶ τὸ δέρμα κίνησιν ἐκινοῦντο, κατὰ δὲ τὸ φθινόπωρον εἰς τὸ βάθος

9

.

2

.

9

ὑπὸ τῆς τοῦ περιέχοντος ψύξεως ὠθοῦνται. ταῦτα μὲν οὖν ἅπασιν ἀνθρώποις κοινά· τοῖς δ’ οὐκ ὀρθῶς διαιτωμένοις ἐξ ἐπιμέτρου προσ‐ έρχεται τὸ κατὰ τὰς ὀπώρας, ὧν ἀφθόνως ἐμπιπλάμενοι κακοχυμίας

9

.

2

.

10

πληροῦνται. ὅσα τοίνυν τῆς ἐαρινῆς ὥρας ἐστὶν ἴδια νοσήματα, πάν‐ τως τινὰ κινεῖ κίνδυνον· ἐκκαθαίρεται γὰρ ἐν ταύτῃ τῇ ὥρᾳ τὸ βάθος τοῦ σώματος, ἀπὸ τῶν κυρίων μερῶν ἐπὶ τὸ δέρμα τῶν μοχθηρῶν χυμῶν ἀφικνουμένων· οὕτω γοῦν λέπραι καὶ ἀλφοὶ καὶ λειχῆνες ἑλ‐

9

.

2

.

11

κώδεις τέ τινες ἐξανθήσεις πολλαὶ γίνονται. καθ’ ἕτερον δὲ τρόπον διὰ φυμάτων τε καὶ ἀρθριτίδων καθαίρεται τὸ βάθος τοῦ σώματος, εἰς τὰ ἄκρα μόρια τῆς μεταστάσεως γινομένης τῶν μοχθηρῶν χυμῶν.

9

.

2

.

12

γίνονται δὲ καὶ αἵματος ῥύσεις, κενοῦσαι τὸ πλῆθος ἅμα καὶ τὴν

9

.

2

.

13

κακοχυμίαν λύουσαι 〈καὶ κωλύουσαι〉 τὰς ἐπ’ αὐτοῖς νόσους. εἰ δέ τι σῶμα εὔχυμον παραλάβοι ἡ ὥρα τοῦ ἦρος, φυλάττει τοῦτο ὑγιεινό‐ τατον, οὐδὲν ἐκ τῆς ἰδίας φύσεως νεωτερίζουσα· οὐ μὴν τό γε θέρος ἢ 〈τὸ〉 φθινόπωρον ἢ ὁ χειμών· ταῦτα γὰρ εἰ καθαρὸν σῶμα καὶ
5πάντως ἄμεμπτον παραλάβοι, τὸ μὲν τὴν ὠχρὰν χολὴν εἴωθε πλείονα τοῦ δέοντος γεννᾶν, τὸ δὲ τὴν μέλαιναν, ὁ χειμὼν δὲ τὸ φλέγμα.

9

.

2

.

14

πρὸς μὲν οὖν τὸ θέρος αἱ ψυχραὶ καὶ ὑγραὶ κράσεις ἄριστα διάκειν‐ ται, πρὸς χειμῶνα δ’ αἱ θερμαὶ καὶ ξηραί, καθάπερ γε καὶ κακῶς αἱ μὲν θερμαὶ καὶ ξηραὶ πρὸς θέρος, αἱ δ’ ὑγραὶ καὶ ψυχραὶ πρὸς χειμῶνα.

9

.

3

t

Ἐκ τῶν Ἀντύλλου· περὶ τῆς κατὰ μῆνα τῶν ἀέρων διαφορᾶς· ἐκ τοῦ α λόγου τῶν ἔξωθεν προσπιπτόντων βοηθημάτων.

9

.

3

.

1

Ἐργάζεται δὲ διαφορὰς ἐν τῷ ἀέρι παραπλησίως τῷ ἡλίῳ καὶ ἡ σελήνη, περιιοῦσα τὸν τῶν ζῳδίων κύκλον· ἐργάζεται δὲ καὶ αὕτη
τέσσαρας ὥρας μηνιαίους ἀναλογούσας ταῖς ἐτησίαις, ἑβδομαδικῷ δ’

9

.

3

.

2

ἀριθμῷ περικυκλουμένας. ἡ μὲν οὖν πρώτη τοῦ μηνὸς ἑβδομὰς ἀρχὴν μὲν ἀπὸ νουμηνίας ἔχει, πρόεισι δὲ μέχρι διχοτόμου· ἔστι δ’ ἐοικυῖα

9

.

3

.

3

〈ἔαρι〉· ὑγρὰ γὰρ καὶ θερμή. [ἡ σελήνη ἡ] ἐντεῦθεν καὶ τὸ περιέχον ἐν τῷ καιρῷ τῷδε ὑγρότατον, καὶ οἱ ὄμβροι τηνικαῦτα, ὡς ἐπίπαν, καταρρήγνυνται, καὶ οὗτοί γε ὑγροὶ καὶ γονιμώτατοι παραπλησίως τοῖς

9

.

3

.

4

ἐαρινοῖς. ἡ δὲ δευτέρα ἑβδομὰς ἄρχεται μὲν ἀπὸ διχοτόμου, πρόεισι δὲ μέχρι πανσελήνου· θέρει δὲ παραπλήσιος διὰ τοῦτο, ὅτι καρποὺς

9

.

3

.

5

πέσσει μάλιστα. ἥ γε μὴν μετὰ πανσέληνον ἑβδομὰς μέχρι διχοτόμου

9

.

3

.

6

φθινούσης τῆς σελήνης ξηρὰ καὶ μετοπώρῳ παραπλήσιος. ἡ δὲ τελευ‐

9

.

3

.

7

ταία χειμῶνι ἔοικεν. ὅσα οὖν αἱ τοῦ ἐνιαυτοῦ ὧραι ἐπιφέρουσι, τοσαῦτα καὶ παρὰ τῶν μηνιαίων ἡγητέον ἀπαντᾶν· ἐκεῖνο δὲ προσδιαληπτέον, ὅτι ὁ μὲν ἥλιος κατὰ τὴν ἑαυτοῦ δύναμιν θερμαίνει τὰ σώματα, ἡ

9

.

3

.

8

σελήνη δὲ μᾶλλον ὑγραίνει. παρὰ ταύτην οὖν τὴν αἰτίαν τούς τε ἐγκεφάλους ἀεὶ ὑγροτέρους ἀποτελεῖ καὶ τὰ κρέα σήπει καὶ τὰ σώ‐ ματα τῶν ἐν αἰθρίᾳ διαγόντων ὑγρότερα καὶ ἀμβλύτερα ἀπεργάζεται καὶ καρηβαρίας καὶ ἐπιληψίας ἀνακινεῖ κατὰ τὴν ὁμοίαν αἰτίαν.

9

.

4

t

Περὶ τῆς καθ’ ἡμέραν διαφορᾶς τῶν ἀέρων· τοῦ αὐτοῦ· ἐκ τοῦ αὐτοῦ λόγου.

9

.

4

.

1

Τὴν ἡμέραν λαμβάνομεν μετὰ τῆς νυκτός· ἀναλογίαν δὲ καὶ ταύ‐

9

.

4

.

2

την φαμὲν ἔχειν πρὸς τὸν ἐνιαυτόν. ἔστι δ’ ὁ μὲν ὄρθρος ὑγρὸς καὶ θερμός, ἔαρι παραπλήσιος· διὰ τοῦτο οἵ τε ὕπνοι εὐκρινεῖς, καὶ τὰ σώματα ἀνεῖται, καὶ τὰ τῶν ὑγιαινόντων καὶ τὰ τῶν νοσούντων, ὥστε καὶ τοῖς πυρέσσουσιν εὐφορώτατον εἶναι τόνδε τὸν καιρόν· καὶ γὰρ
5ἀναθυμιάσεις ἀνίασι περὶ τὸν ὄρθρον, καὶ αὖραι ποταμῶν ἀποπνέουσιν

9

.

4

.

3

ὑγραί, καὶ δρόσος ἐπιπίπτει. τὰ δὲ μέσα τῆς ἡμέρας θέρει παρείκασται,

9

.

4

.

4

τὰ δὲ κατὰ τὴν δείλην φθινοπώρῳ. τῆς δὲ νυκτὸς τὰ μὲν πρῶτα καὶ περὶ τὴν ἑσπέραν ὅμοια τῇ δείλῃ· ἐντεῦθεν οὔτε ὕπνον ἐπιτρέπομεν τοῖς κάμνουσιν οὔτε ποτὸν προσφέρομεν οὔτε ἄλλο προσάγομεν βοή‐ θημα, εἰ μή τι ἕτερον προκαλοῖτο, ὑφορώμενοι τὸν καιρὸν τοῦτον,

9

.

4

.

5

ὥσπερ καὶ τὸν δειλινόν. τὰ δὲ μέσα τῆς νυκτὸς χειμῶνι ἐξείκασται· πλεῖστον γὰρ τότε ὁ ἥλιος, καθάπερ καὶ ἐν χειμῶνι, ἀφέστηκεν ἡμῶν· αἵ τε οὖν ὀδύναι τοῖς νοσοῦσιν ἰσχυρότεραι τῆς νυκτὸς εἰκότως, διὰ
τὴν ψῦξιν πυκνουμένης τῆς ἐπιφανείας καὶ ἀπολαμβανομένης τῆς κατὰ

9

.

4

.

6

τὸ ἄδηλον διαπνοῆς. καὶ τὰ ῥεύματα δὲ καὶ τὰ τῶν ὀφθαλμιώντων καὶ 〈τὰ〉 τῶν δυσεντερικῶν καὶ κοιλιακῶν καὶ τὰ αἱματικὰ ἀπὸ τῆς αὐτῆς προφάσεως ἐπιγίνεται, παντὸς τοῦ εἰωθότος 〈ἀπιέναι〉 κατὰ τὸ

9

.

4

.

7

ἀφανὲς εἰς ἕνα τόπον συνδιδομένου τὸν ῥευματιζόμενον. τὰ δὲ τελευ‐ ταῖα τῆς νυκτὸς διὰ τὴν πρὸς τὸν ὄρθρον γειτνίασιν τῆς αὐτῆς κρά‐ σεως ἐκείνῳ μεταλαμβάνει.

9

.

5

t

Ἐκ τῶν Ἀθηναίου· περὶ ἀέρος· ἐκ τοῦ κθ λόγου.

9

.

5

.

1

Διαφέρει δὲ καὶ ὁ ἡλιούμενος ἀὴρ τοῦ ἀνηλίου καὶ σκιεροῦ, καὶ ὁ μεθ’ ἡμέραν τοῦ νύκτωρ· ὁ μὲν γὰρ ἡλιούμενος θερμότερός τέ ἐστι

9

.

5

.

2

καὶ λεπτότερος, ὁ δὲ σκιερὸς παχύτερος. ὁμοίως δὲ καὶ ὁ φωτεινὸς ἧττον ψυχρὸς καὶ λεπτός ἐστιν, ὁ δ’ ἀφώτιστος καὶ ζοφερὸς καὶ

9

.

5

.

3

ψυχρότερός ἐστι καὶ παχύτερος. ὁ μὲν οὖν θερμότερος καὶ λεπτότερος εὐδιάπνευστα τὰ σώματα παρασκευάζει, ὁ δὲ ψυχρὸς καὶ παχὺς τοὐ‐ ναντίον· διόπερ αἱ νύκτες τοῖς ῥευματιζομένοις καὶ φλεγμαίνουσι καὶ

9

.

5

.

4

πυρέσσουσι δυσφορέστεραι. διαφέρει δὲ καὶ ὁ κατὰ πόλιν ἀὴρ τοῦ κατὰ χώραν· πρῶτον μὲν γὰρ συνέχεται τοῖς οἰκοδομήμασιν ὁ κατὰ πόλιν· διόπερ ὁμοίως τοῖς κοίλοις τόποις θερμότερός ἐστι καὶ παχύτερος· ὅ τε γὰρ ἥλιος ἀδιάπνευστον ὄντα τὸν ἀέρα συνεχῶς θερμαίνει καὶ
5πυροῖ μᾶλλον, ἥ τε ἀκινησία παχύνει, τῆς κινήσεως ὁμοίως τοῖς ῥιπί‐

9

.

5

.

5

ζουσι λεπτυνούσης ἅμα καὶ ψυχούσης τὸν ἀέρα. παχύνεται δ’ ὁ κατὰ πόλιν ἀήρ, οὐ μόνον διὰ τὴν ἀκινησίαν συναγόμενος εἰς ἑαυτόν, ἀλλὰ καὶ τῷ σκιάζεσθαι τὸν πλείονα χρόνον καὶ πολὺ μᾶλλον τῷ πολλὰς καὶ παντοδαπὰς ἐκ τῆς πόλεως ῥεῖν εἰς αὐτὸν ἀναθυμιάσεις, καὶ πολὺ

9

.

5

.

6

μᾶλλον ἐν ταῖς εἰς τέλος ἀδιαπνεύστοις πόλεσιν. ὁ δ’ ἐν ταῖς χώ‐ ραις ἀήρ, λεπτὸς ὢν καὶ καθαρός, ὀρεκτικωτέρους ἀπεργάζεται πρὸς τροφὰς καὶ εὐπεπτοτέρους εὐτροφωτέρους τε καὶ εὐρουστέρους καὶ εὐαισθητοτέρους, ὅθεν κατὰ μὲν τὴν πόλιν δυσδιαφόρητα μένει καὶ
5πλήρη τὰ σώματα, πάντοθεν κατειλημμένου τοῦ ἀέρος ἅμα καὶ τῷ πλήθει τῶν οἰκιῶν καὶ τῇ τῶν τειχῶν περιθέσει, ἐπὶ δὲ τῆς χώρας αἴθριος ὢν καὶ ἀνειμένως καὶ λεληθότως τὸ περιττεῦον ἐκκρίνων, κοῦφόν τε καὶ εὔπνουν καὶ ἕτοιμον κατασκευάζει πρὸς τὴν τῆς τρο‐
φῆς λῆψιν.

9

.

6

t

Περὶ χωρίων· ἐκ τῶν Γαληνοῦ.

9

.

6

.

1

Ταῖς χώραις ἔνια μὲν ἀπὸ τῆς, ὡς ἂν εἴποι τις, κοσμικῆς θέσεως ὑπάρχει, τινὰ δ’ ἀπὸ τῆς ἰδίας, τρίτα δ’ ἀπὸ τῶν συμπτωμάτων· ἀπὸ μὲν τῆς κοσμικῆς θέσεως ψυχραῖς μὲν εἶναι ταῖς παρὰ τὸν Ἴστρον τε καὶ τὴν Μαιῶτιν λίμνην καί, καθόλου φάναι, ταῖς ἀρκτικαῖς, θερμαῖς
5δὲ ταῖς κατὰ τὴν Αἰθιοπίαν καὶ Ἰνδίαν καί, συνελόντι φάναι, ταῖς

9

.

6

.

2

μεσημβριναῖς, εὐκράτοις δὲ ταῖς μέσαις τούτων. καθ’ ἑκάστην δ’ αὖ πάλιν αὐτῶν τούτων 〈τῶν〉 ὡσανεὶ κοσμικῶν θέσεων ἔστι τις ἰδία φύσις χώρας, καθ’ ἣν αἱ μέν τινες αὐτῶν πρὸς μεσημβρίαν μᾶλλον, αἱ δὲ πρὸς ἥλιον τὸν ἢ δυόμενον ἢ ἀνίσχοντα, τινὲς δὲ πρὸς τὰς

9

.

6

.

3

ἄρκτους εἰσὶ τετραμμέναι. τὰ δ’ ἀπὸ τῶν συμπτωμάτων αὖτε ὑπάρ‐ χοντα βορβορώδεις τέ εἰσιν ὀδμαὶ καὶ ἑλώδη ὕδατα, τῶν μὲν λίθους γεννώντων, τῶν δὲ σπλῆνας ἐξαιρόντων, καὶ πνεύματα, ὅσα οἰκήσεσί τισιν ἐπιχώρια καθέστηκεν, ἢ ἐκ λιμνῶν ἢ ἐκ ποταμῶν ἢ ἐκ τελμά‐
5των ἢ ἐκ κόλπων ἢ ἐκ πελάγους γεννώμενα, τινὰ δ’ ἐξ ἀναθυμιάσεως γῆς ἀποτελούμενα, τὰ μὲν χρηστά, τὰ δὲ πονηρά, καθάπερ τὰ ἐκ τῶν

9

.

6

.

4

μετάλλων καὶ τούτων δὴ τῶν καλουμένων χαρωνίων ἀναπνέοντα. ἔν τισι δὲ ψυχροῖς χωρίοις, ὁποῖα τὰ κατὰ Θρᾴκην ἐστὶ καὶ Πόντον, ἐπειδὴ ταπεινὰ τὰ πρὸς τῇ θαλάττῃ, διὰ τοῦτό ἐστι θερμότερα τῇ κράσει· ἐν δὲ τοῖς θερμοτέροις, ὁποῖα τὰ κατ’ Αἴγυπτόν τε καὶ Λιβύην,
5ἐπειδὴ τοῦ θέρους ἀναψύχεται τοῖς ἀρκτικοῖς ἀνέμοις, διὰ τοῦτό ἐστιν

9

.

6

.

5

ἧττον θερμὰ τῶν ἀποκεχωρηκότων εἰς μεσόγαιον. ἡ δ’ ἀκριβῶς εὔκρα‐ τός τε καὶ μέση ζώνη τῆς οἰκουμένης ἐστὶν ἡ διὰ Κνίδου καὶ Κῶ, καὶ ὅσα χωρία μὴ πολὺ τούτων ἀποκεχώρηκεν, ἤτοι πρὸς ἄρκτον ἢ πρὸς νότον.

9

.

7

t

Περὶ ἀνέμων.

9

.

7

.

1

Εὖρος μὲν ἀπ’ ἀνατολῆς πνεῖ, νότος δ’ ἀπὸ μεσημβρίας, καὶ ζέφυρος μὲν ἀπὸ δυσμῶν, βορρᾶς δ’ ἀπὸ τῶν ἄρκτων· οὗτοι γάρ εἰσι τόποι τέσσαρες ἀλλήλοις ἀντικείμενοι. πλάτος δ’ αὐτῶν ἔχοντος ἑκάστου μέγα, προσέρχονταί τινες ἄλλαι διαφοραὶ πνευμάτων ὀκτώ· τοῦ γὰρ
5ὁρίζοντος ὀνομαζομένου κύκλου (καλεῖται δ’ οὕτως ὁ τὸ φαινόμενον τοῦ κόσμου διορίζων ἀπὸ τοῦ μὴ φαινομένου) τμηθέντος εἰς ξ μόρια, τηλικούτων μὲν ἔγγιστα τμημάτων ἐστὶν ὀκτὼ τὸ πλάτος τῆς ἡλιακῆς
ἀνατολῆς, ὥσπερ γε καὶ τὸ τῆς δύσεως, εἴκοσι δὲ καὶ προσέτι δυεῖν

9

.

7

.

2

ἑκάτερον τῶν λοιπῶν, ἀρκτικόν τε καὶ προσέτι μεσημβρινόν. εἰ δὲ καὶ ταῦτα πάλιν αὐτὰ δίχα τετμημένα, τὸ μέρος ἑκάτερον ἔσται μοιρῶν ια τοιούτων, ὁποίων ὁ σύμπας κύκλος ἐστὶν ξ, τεμνομένης διὰ τοῦ

9

.

7

.

3

πλάτους τῆς μεσημβρίας. αὐτὸς μὲν ὁ νότος ἀπὸ τοῦ ταπεινοῦ πόλου πνεῖ· μεταξὺ δὲ τούτου καὶ τῆς ἀνατολῆς τῆς χειμερινῆς ὁ καλού‐ μενος εὐρόνοτος, ὥσπερ γε κἀν τῷ μεταξὺ τούτου τε [καὶ] τοῦ πόλου καὶ τῆς χειμερινῆς δύσεως ὁ λιβόνοτος. ὑγροὶ καὶ θερμοὶ πάντες οὗτοι

9

.

7

.

4

καὶ διὰ τοῦτο πληρωτικοὶ τῆς κεφαλῆς. οὐ μὴν ὁ νότος ὑγρός ἐστιν ἀεί· φαίνεται γὰρ ἐνίοτε ξηρὸς γινόμενος, ὃν καὶ προσαγορεύουσιν

9

.

7

.

5

οἱ ἰδιῶται λευκόνοτον. ὁ μὲν οὖν τοιοῦτος νότος ἐνίοτε μὲν καὶ σφοδρὸς γίνεται, σαφῆ δ’ οὖν ἀεὶ τὴν κίνησιν ἔχει· μαλακὸς δ’ ἄλλος ἐστὶ νότος, ὃς ἀναίσθητον ἔχει τὴν κίνησιν ἔν τε τῷ περιέχοντι καὶ κατὰ

9

.

7

.

6

τὰ νέφη. καὶ τοίνυν θερμὸς μὲν οὗτός ἐστι διὰ παντός· ὁ λευκόνοτος δ’ ἐνίοτε σαφῶς φαίνεται ψυχρός.

9

.

8

t

Περὶ τῆς τῶν ἄστρων ἐπιτολῆς καὶ δύσεως.

9

.

8

.

1

Ἐπίστασθαι χρὴ τὴν κατὰ τὰς χώρας, ἐν αἷς ἂν ἰατρεύειν μέλ‐ λωμεν, ἑκάστου τῶν ἄστρων ἐπιτολήν τε καὶ δύσιν, ἐπειδὴ περιγρά‐ φουσιν αὐταῖς οἱ παλαιοὶ τὰς ὥρας. αὐτίκα γέ τοι κατὰ τὸν δι’ Ἑλ‐ λήσποντον παράλληλον ἀρχὴ μὲν τοῦ ἦρός ἐστιν ἡ κατ’ ἐκεῖνον τὸν

9

.

8

.

2

καιρὸν ἰσημερία, τελευτὴ δ’ ἡ ἐπιτολὴ τῶν Πλειάδων. ἡ δ’ αὐτὴ καὶ θέρους ἐστὶν ἀρχή, καθάπερ γε καὶ τελευτὴ μὲν τοῦ θέρους, ἀρχὴ δὲ τοῦ φθινοπώρου ἡ ἐπιτολὴ τοῦ Ἀρκτούρου, προλαμβάνουσα τὴν φθι‐

9

.

8

.

3

νοπωρινὴν ἰσημερίαν ἡμέραις ὡς δώδεκα. καὶ μήν γε καὶ ἡ δύσις τῆς Πλειάδος ἀρχὴ μὲν τοῦ χειμῶνός ἐστι, τελευτὴ δὲ τοῦ φθινοπώρου.

9

.

8

.

4

ὅσοι δὲ τὸν ἐνιαυτὸν εἰς ζ περιτέμνουσιν ὥρας, ἄχρι μὲν ἐπιτολῆς τοῦ Κυνὸς ἐκτείνουσι 〈τὸ〉 θέρος, ἐντεῦθεν δὲ μέχρι Ἀρκτούρου τὴν ὀπώραν· οἱ δ’ αὐτοὶ τὸν χειμῶνα τρίχα τέμνουσι, μέσον μὲν αὐτοῦ ποιοῦντες τὸν περὶ τὰς τροπὰς χρόνον, τῶν δ’ ἑκατέρωθεν σπορίτην

9

.

8

.

5

μὲν τὸ πρόσθεν, φυτάνουν δὲ τὸ ὕστερον. αἰτία δὲ τῆς τούτων τῶν ὡρῶν τομῆς ἐστι τὸ μῆκος τοῦ κατ’ αὐτὰς χρόνου· τεσσάρων μὲν γὰρ μηνῶν ὁ μεταξὺ Πλειάδος καὶ Ἀρκτούρου χρόνος ἐστί, πλείων δὲ τεσ‐
σάρων ὁ μεταξὺ δύσεώς τε Πλειάδος καὶ τῆς ἐαρινῆς ἰσημερίας, ὁ δὲ
5τοῦ ἦρος οὐδ’ ὅλων δυεῖν μηνῶν, ὥστε ἄτμητος εἰκότως ἐφυλάχθη· διὰ ταῦτα δὲ καὶ ὁ τοῦ φθινοπώρου, μείζων μὲν ὢν ἢ ὁ κατὰ τὸ ἔαρ (ἐκτείνεται γὰρ εἰς δύο μῆνας), ἀπολειπόμενος δὲ τῷ μεγέθει

9

.

8

.

6

πάμπολυ τοῦ κατὰ θέρος τε καὶ χειμῶνα χρόνου. ταῦτα οὖν μνημονεύ‐ εσθαι ἔστω πρὸς τὸ μετάγεσθαι ῥᾳδίως εἰς τοὺς ἐν ἑκάστῳ τῶν ἐθνῶν μῆνας· ἡ μὲν γὰρ ἰσημερία κοσμικόν τι πρᾶγμά ἐστιν, οἱ δὲ μῆνες

9

.

8

.

7

ἐπιχώριοι καθ’ ἕκαστον ἔθνος. μηνὸς Λῴου φθίνοντος πέμπτῃ [δ’ ἂν] ἀνατέλλοντος ἡλίου ὁ Κύων ἐπιτέλλειν παρ’ ἡμῖν ἐν Περγάμῳ πεπί‐ στευται· ἐγὼ δ’ εὗρον ἔκ τινος μεθόδου μετὰ ι ἡμέρας τῆς προθεσμίας ταύτης.

9

.

9

t

Ἀντύλλου περὶ ἀνέμων· ἐκ τοῦ α λόγου τοῦ Περὶ βοηθημάτων.

9

.

9

.

1

Ἡ τῶν ἀέρων κίνησις ἄνεμός ἐστιν· ἀνέμων δὲ διαφοραὶ δύο· οἱ μὲν γὰρ αὐτῶν καθολικοί, οἱ δὲ τοπικοί εἰσιν, τοπικοὶ μὲν οἱ ἐγχώ‐

9

.

9

.

2

ριοι, καθολικοὶ δ’ οἱ πανταχοῦ τῶν αὐτῶν ὀνομάτων ἀξιούμενοι. καὶ οἱ μὲν τοπικοὶ τῶν ἀνέμων παραπλήσιοι τοῖς τόποις εἰσὶν ἀφ’ ὧν πνέουσιν· οἱ μὲν γὰρ ἀφ’ ὑγιεινῶν χωρίων ὑγιεινοί, οἱ δ’ ἀπὸ νοσε‐ ρῶν νοσεροί· κατὰ μέρος δ’ οἱ μὲν ἀπὸ γῆς ξηρότεροι, οἱ δ’ ἀφ’ ὑδά‐
5των ὑγρότεροι, καὶ οἱ μὲν ἀπὸ θαλάσσης ὑγιεινοί, μάλιστα χειμῶνος καὶ ἔαρος, θέρους δὲ θερμότεροι τοῦ δέοντος, οἱ δ’ ἀπὸ ποταμῶν ὑγρότεροί τε τούτων καὶ χειμῶνος κακίους, θέρους δὲ βελτίους, οἱ δ’ ἀπὸ λιμνῶν ἀμφοτέρων ἀτοπώτεροι, κάκιστοι, οἱ δ’ ἀπὸ τελμάτων καὶ οὐδὲ κατὰ μίαν ὥραν ἀγαθοί, οἱ δ’ ἀπὸ πεδίων καὶ γῆς εὐπνόου

9

.

9

.

3

βελτίους. τὸ δ’ οὖν ὅλον πάντες οἱ τοπικοὶ τῶν καθολικῶν νοσερώ‐ τεροι, οἱ δὲ βορραῖοι ὑγιεινότατοι, οἱ δὲ ζέφυροι πνέοντες ἀπὸ δυσμῶν ὑγροί τε καὶ προσηνεῖς, ὑγιεινοὶ μὲν ἧσσον ἤπερ ὁ βορρᾶς, ἡδεῖς δὲ καὶ οἰκεῖοι τῷ σώματι πάντων μᾶλλον· φαῦλοι δ’ εἰσὶ πρὸς ὑγείαν
5καὶ ἀπὸ τῆς ἀνατολῆς εὖροι.

9

.

10

t

Περὶ τῆς τῶν πόλεων θέσεως· ἐκ τῶν Γαληνοῦ.

9

.

10

.

1

Ἐπισκοπεῖσθαι δεῖ τὰς θέσεις τῶν πόλεων εἰς ὅ τι μέρος εἰσὶ τετραμμέναι τοῦ κόσμου. τοῦτο δ’ ἐπὶ τοῖς ὑψηλοῖς χωρίοις προσῳ‐ κειωμένον γίνεται· τὰ γὰρ ὁμαλὰ πρὸς οὐδὲν μέρος τοῦ κόσμου λέ‐ γοιντο ἂν ἐστράφθαι. τὰς μέντοι κατ’ αὐτὰς οἰκίας ἀναγκαῖόν ἐστι
5πρὸς ἕν τι τῶν τεττάρων μερῶν ἀποβλέπειν, ὥσπερ καὶ τῶν βαλα‐ νείων τοὺς οἴκους, ἐν οἷς λουόμεθα· τούτους γὰρ οἱ ἀρχιτέκτονες ὡς πρὸς ὥραν ὀγδόην ἐστραμμένους κατασκευάζουσιν, οἵ γε τῆς ἀρίστης

9

.

10

.

2

θέσεως ἐστοχάσθαι δοκοῦντες. ἡ δὲ κρίσις τούτου γίνεται κατὰ τὸν καιρὸν ἐκεῖνον τῆς ἡμέρας, ἐν ᾧ καταλάμπει τὰς θυρίδας ὁμαλῶς ὅλας ὁ ἥλιος τῶν οἴκων, ὡς πρὸς μηδὲν ἕτερον ἀποκλίνων τῶν τοίχων.

9

.

11

t

Ἀντύλλου περὶ τόπων· ἐκ τοῦ α λόγου τοῦ Περὶ βοηθημάτων.

9

.

11

.

1

Οἱ ὑψηλοὶ τῶν τόπων ὑγιεινότατοι, τοῦ ἀέρος ἐν αὐτοῖς οὐ μέ‐ νοντος, ἀλλὰ περιχεομένου καὶ ὑπὸ τῶν ἀνέμων συνεχῶς ἀπωθου‐ μένου· εὔπνοοί τε δὴ καὶ διαθέσεσι ταῖς περὶ θώρακα πάσαις ἐπιτή‐ δειοι, λεπτοί, καὶ κεφαλῇ πεπονθυίᾳ καὶ τοῖς αἰσθητηρίοις ἅπασιν
5ἐπιτήδειοι· οἱ δὲ ταπεινοὶ τοῖς προειρημένοις ἀνάρμοστοι, διαφορου‐

9

.

11

.

2

μένοις δὲ καὶ συγκοπτομένοις ἐπιτήδειοι καὶ γέρουσιν. οἱ δὲ παρα‐ θαλάττιοι τόποι τοῖς τε ὑδρωπικοῖς καὶ τοῖς ὑπὸ ῥεύματος οὑτινοσοῦν ἐνοχλουμένοις ἁρμόδιοι, καὶ ὅπου δεῖ ἀμύξαι ἢ θάλψαι ἢ ἀναστομῶσαι· ἀγαθοὶ δὲ καὶ νευρικοῖς καὶ ἀρθριτικοῖς πᾶσιν· ἐπιτήδειοι δὲ καὶ

9

.

11

.

3

ὀρέξεσι κεκακωμέναις. οἱ δὲ μεσόγαιοι ψυχρότεροι τῶν παραθαλαττίων, καὶ πρὸς μὲν τὰ ὀξέα νοσήματα, ἐὰν μήτε ἑλώδεις ὦσι μήτε κοῖλοι,

9

.

11

.

4

κρείττους τῶν παραθαλαττίων, πρὸς δὲ τὰ χρόνια χείρους. οἱ δ’

9

.

11

.

5

ἑλώδεις κακοὶ μὲν ἀεί, θέρους δὲ καὶ λοιμώδεις. κακοὶ δὲ καὶ οἱ πρὸς

9

.

11

.

6

μετάλλοις· ξηροὶ γὰρ καὶ πνιγώδεις. οἱ δὲ βαθύγειοι, εὔχυμοι ὄντες, ταῖς ξηροτέραις ἁρμόζουσι διαθέσεσιν· οἱ δ’ ἀργιλώδεις διαλυτικοὶ τοῦ τόνου, ἔκλυτον ἔχοντες τὴν ἀναθυμίασιν· οἱ δὲ πυρρόγειοι ξηραντι‐ κώτεροι τούτων· οἱ δὲ μελάγγειοι τόποι πάντων ἄριστοι.

9

.

12

t

Ἀθηναίου περὶ τόπων· ἐκ τοῦ λ λόγου τοῦ Περὶ βοηθημάτων.

9

.

12

.

1

Οἱ μὲν ὑψηλοὶ τῶν τόπων εἰσὶ ψυχρότεροι καὶ εὐπνούστεροι, ψυχρότεροι μὲν διὰ τὸ ἀπ’ ὀλίγου τοῦ ἐπιπέδου ὀλίγας ἔχειν τὰς ἀπὸ τοῦ ἡλίου ἀντανακλάσεις, εὔπνοοι δὲ διὰ τὸ πανταχόθεν ἐξανεῷ‐ χθαι καὶ μηδὲν ἔχειν τὸ ἐπιπροσθοῦν τοῖς πνεύμασιν· διόπερ ὑγιεινῶς
5τὰ πολλὰ διάγουσιν οἱ κατοικοῦντες ἐν αὐτοῖς· χειμῶνος δ’ αὐτοῖς τὰ

9

.

12

.

2

διὰ τὸ ψῦχος γινόμενα μᾶλλον συναντᾷ πάθη. οἱ δὲ ταπεινοὶ ἧσσόν
εἰσιν ὑγιεινοὶ διὰ τὴν θερμότητα, καὶ μάλιστα τοῦ θέρους, καὶ διὰ τὸ

9

.

12

.

3

ἧσσον διαπνεῖσθαι, ταπεινοτέρας τῆς χώρας ὑπαρχούσης. εἰ δὲ καὶ ὄρεσιν ὑψηλοῖς γε περιέχοιντο, πολὺ μᾶλλον ταῖς ἀπὸ τῶν καιομένων

9

.

12

.

4

ὀρῶν ἀντανακλάσεσι πυρώδης ὁ ἐν αὐτοῖς ἀὴρ γίνεται. ἡ δὲ κατά‐ φυτος χώρα τῆς ψιλῆς ἧσσόν ἐστιν εὔπνους καὶ εὐήλιος· διόπερ καὶ χειμῶνός ἐστι σκιερὰ καὶ ψυχρὰ καὶ θέρους δυσήνεμος καὶ πνιγώδης· διόπερ τὴν διαπνοὴν τοῖς ἐνδιατρίβουσι φαυλοτέραν παρασκευάζει.

9

.

12

.

5

ὅσαι δὲ τῶν χωρῶν καὶ τῶν πόλεων ἐπεισάκτους ἔχουσι ποταμοὺς ἔξωθεν, συμμέτρων ὄντων αὐτῶν, καὶ μάλιστα ἐὰν ξηρότατοι τυγχά‐ νωσιν ὄντες οἱ τόποι, εὐκρατότατοι γίνονται· πλεοναζόντων δ’ αὐτῶν, οὐ μικρὰ συνέργεια συμβαίνει πρὸς 〈τὸ〉 τὰς νόσους γίνεσθαι· ὅ τε
5γὰρ ἀὴρ ὑγραίνεται καὶ συνυγραίνει διά τε τῆς ἀναπνοῆς καὶ τῆς διαπνοῆς τὰ σώματα, καὶ τὰς ἑῴας καὶ τὰς δειλινὰς ψυχροτέρας δεχόμενος τὰς ἀπὸ τῶν ὑδάτων ἀπορροίας περιψύχει τὰ σώματα καὶ

9

.

12

.

6

φθινοπωρινὴν κατάστασιν ἐν τῷ θέρει παρέχεται. οἱ δ’ ἑλώδεις τῶν τόπων καὶ λίμνας ἐν ἑαυτοῖς ἔχοντες διὰ πολλὰς αἰτίας εἰσὶ νοσεροί· ἀπὸ γὰρ τῶν λιμνῶν πᾶσα ἡ παρακειμένη χώρα βρεχομένη καθυγραί‐ νεται, καὶ πρῶτον μὲν οἱ ἐν αὐτῇ καρποὶ νοσεροὶ τυγχάνουσιν ὄντες,
5ἅτε διὰ τὴν ὑγρότητα μὴ κατακρατούμενοι μηδὲ τὴν ἁρμόζουσαν πέψιν λαμβάνοντες, καὶ ὁ ἀὴρ δ’ ἐν τοῖς τοιούτοις τόποις ὑγρός ἐστι καὶ παχύς, τῶν τε ἑλῶν παντοδαπὰς σήψεις λαμβανόντων, ἡ ἀπὸ τούτων ἀναθυμίασις οὐ μόνον παχύν, ἀλλὰ καὶ μοχθηρὸν

9

.

12

.

7

κατασκευάζεται τὸν ἀέρα. αἱ δὲ κάθυδροι χῶραι τὰ πολλὰ καὶ σύν‐ δενδραι τυγχάνουσιν οὖσαι, αἱ δὲ πεπυκνωμέναι τοῖς δένδρεσι δυσκόλως

9

.

12

.

8

διαπνέονται. πρὸς δὲ τοῖς εἰρημένοις αἱ λιμνάζουσαι χῶραι καὶ φύσει κάθυδροι καὶ κοῖλαι ἐπίνοσοι τυγχάνουσιν, οὐ μόνον διὰ τὰ ὕδατα καὶ τοὺς ἀέρας (ταῦτα γὰρ οἱ πολλοὶ μᾶλλον αἰτιῶνται), ἀλλὰ καὶ διὰ τὰς τροφὰς ὑγροτέρας τε καὶ ψυχροτέρας ὑπαρχούσας, περὶ ὧν

9

.

12

.

9

οὐδεὶς οὐδένα λόγον πεποίηται. οὐ μὴν ἀλλ’ ἐπεὶ καὶ κοῖλοι τοὐπίπαν εἰσὶν οἱ τοιοῦτοι τῶν τόπων, οὐ μόνον ἀδιάπνευστοι καὶ παχεῖς διὰ τὴν ταπεινότητα, πρός γε καὶ διακαεῖς κατὰ τὸ θέρος εἰσίν· ὁ γὰρ αὐτὸς ἀὴρ ἐπιμένων ἐπὶ πλεῖον θερμαίνεται 〈ταῖσ〉 ἀπὸ τῶν ὑπερκει‐
5μένων τόπων ἀντανακλάσεσι τοῦ ἡλίου, καὶ μάλιστα, ἐὰν ὑψηλοὶ

9

.

12

.

10

τυγχάνωσιν ὄντες οἱ τόποι, περισσότερον διακαίουσι τὸν ἀέρα. πρὸς δὲ τοῖς εἰρημένοις ἐπινοσωτέρους οἰόμεθα τοὺς λιμνάζοντας καὶ ἑλώδεις τόπους, καὶ μάλιστα τοῦ θέρους, διὰ τὴν ἀνωμαλίαν τοῦ ἀέρος· αἱ μὲν γὰρ ἑωθιναὶ 〈ὧραι〉 περιψύχουσι ταῖς ἀπὸ τῶν ἑλῶν
5αὔραις τοὺς ἐνοικοῦντας, αἱ δὲ μεσημβριναὶ θερμαίνουσιν, εἶτα αἱ δειλιναὶ περιψύχουσιν· διὰ δὲ τὴν ἀνωμαλίαν τῆς ψύξεως καὶ τῆς

9

.

12

.

11

θερμότητος καὶ τὸ μετόπωρον νοσερὸν πέφυκεν. αἱ δ’ ἄνυδροι καὶ ξηραὶ χῶραι συναναξηραίνουσι τὰς ἕξεις καὶ εὐπνουστέρας καὶ καθαρω‐

9

.

12

.

12

τέρας παρασκευάζουσιν. οὐ μόνον δ’ ὁ ἀὴρ ξηρὸς ὢν ξηροτέρας ἀπο‐ τελεῖ τὰς ἕξεις, ἀλλὰ καὶ αἱ τροφαὶ θερμαντικώτεραι καὶ ξηρότεραι τυγχάνουσαι εὐκατέργαστοί εἰσι καὶ εὐδιοίκητοι καὶ τὰς ἕξεις θερμο‐

9

.

12

.

13

τέρας καὶ καθαρωτέρας παρασκευάζουσιν. διαφέρουσι δὲ καὶ οἱ μεσό‐ γειοι τόποι τῶν παραθαλασσίων· πάντες γὰρ οἱ παραθαλάσσιοι ταπεινότεροί εἰσι καὶ θερμότεροι τῶν μεσογείων· διὸ καὶ πολλῷ τῶν παραθαλασσίων ὑγιεινότεροί εἰσιν οἱ ἀναπεπταμένοι καὶ ξηροτέρας
5ἔχοντες μᾶλλον τὰς χώρας ἢ καθύγρους καὶ διόμβρους, ὅθεν αἱ νῆσοι

9

.

12

.

14

ὑγιεινότεραί εἰσι καὶ τοὺς καρποὺς φέρουσι διαφορωτέρους. μεγάλη δ’ ἐστὶ διαφορὰ τῶν τόπων καὶ παρὰ τὴν ποιότητα τῆς χώρας· ὑγιεινό‐ τεροι γάρ εἰσιν οἱ ὀρεινοί, καὶ τῶν διασήμων οἱ ξηρότεροι, αἵ τε γὰρ ἀναθυμιάσεις ἐκ τῆς γῆς λεπταί εἰσι καὶ ξηραί· διόπερ ὁ ἐν αὐτοῖς
5ἀὴρ οὐχὶ μόνον προσδίδωσι τοῖς σώμασιν, ἀλλὰ καὶ τοὐναντίον κενοῖ τι ἐξ αὐτῶν διὰ τὴν ξηρότητα, τά τε ὕδατα, ἐὰν μή τις ἄλλη κακία περὶ τὴν γῆν ὑπάρχῃ, λεπτὰ ὄντα καὶ καθαρά, κουφότερά ἐστιν, οἵ τε καρποὶ βελτίους πρὸς ὑγείαν, ἐκ καθαρωτέρας καὶ λεπτοτέρας ὕλης γεγονότες καὶ πεπεμμένοι κατὰ λόγον.

9

.

13

t

Περὶ οἴκου· ἐκ τῶν Ἀντύλλου· ἐκ τοῦ α λόγου τοῦ Περὶ βοηθημάτων.

9

.

13

.

1

Τοῖς μὲν ὀξέως νοσοῦσιν οἱ κατάγειοι τῶν οἴκων ἐπιτήδειοι, καὶ μάλιστα καυσουμένοις τε καὶ συγκοπτομένοις· καὶ γὰρ εὐψυχέστεροι τῶν ὑπερῴων καὶ συνέχουσι τὴν δύναμιν· ἐπιτήδειοι δὲ καὶ τοῖς αἷμα ἀνάγουσι καὶ τοῖς ὑπὸ κεφαλαίας ἐνοχλουμένοις· οἱ δ’ ὑπερῷοι τοῖς

9

.

13

.

2

ἐν θώρακι φλέγμα συνειλεγμένον ἔχουσιν. καὶ ὅλως σώματι πολυύλῳ ἐπιτηδειότεροι οἱ μεγάλοι τῶν οἴκων, καὶ ὅπου τι σκορπίσαι δεῖ· ἀγαθὴν δὲ δύναμιν δαπανῶσι διὰ τὸ πλῆθος τοῦ ἐν αὐτοῖς ἀέρος, ἐξαρπάζοντες τρόπον τινὰ τῶν σωμάτων αὐτήν· οἱ δὲ μικροὶ τἀναντία

9

.

13

.

3

δρῶσιν. καὶ οἱ μὲν ὑψηλοὶ εὔπνοιάν τε ἐργάζονται 〈καὶ〉 κεφαλὴν κουφίζουσι, μάλιστα ἐν πυρετῷ κεκακωμένην· οἱ δὲ ταπεινοὶ ὅλως

9

.

13

.

4

ἄθετοι. καὶ οἱ μὲν μεσημβρινοὶ πρὸς πᾶσαν διάθεσιν ἐπιτήδειοι πλήν γε πρὸς τὰ ψύξεως δεόμενα· πρὸς δὲ ταῦτα οἱ ἀρκτικοὶ βελτίους· δευτέραν δὲ χώραν ἔχουσιν οἱ ἀνατολικοί· κάκιστοι δ’ οἱ δυτικοί, καὶ μάλιστα θέρους· τοῦ γὰρ ὄρθρου, ἐν ᾧ μάλιστα κούφως διάγουσιν οἱ
5νοσοῦντες, σκυθρωπὸν ἔχουσι τὸ φῶς, καὶ τὰς δειλινὰς ὥρας καὶ τὰς

9

.

13

.

5

νύκτας πληγώδεις. οἱ δὲ κεκονιαμένοι στιλπνῷ κονιάματι πληκτικοὶ

9

.

13

.

6

καὶ ἀπηνεῖς· ἔτι δ’ ἀπηνέστεροι οἱ ἀλιθοκόλλητοι. οἱ δ’ ἐκ λίθων

9

.

13

.

7

δεδωμημένοι ἀπηνέστεροί τε καὶ ψυχρότεροι τῶν πλινθίνων. οἱ δὲ γεγραμμένοι πυρεκτικοῖς παρακοπτικοῖς ἀθετώτατοι, φαντασίας ἐγεί‐

9

.

13

.

8

ροντες ἀλλοκότους. οἱ δὲ λεπτὴν ἔχοντες τὴν περιβολὴν τῶν τοίχων φαῦλοι· εὐμετάβολος γὰρ ὁ ἐν αὐτοῖς ἀήρ, ῥᾳδίως συντρεπόμενος τῷ ἔξωθεν περιέχοντι.

9

.

14

t

Περὶ στρωμνῆς· ἐκ τοῦ αὐτοῦ λόγου.

9

.

14

.

1

Αἱ ἐπὶ κλίνης κατακλίσεις ἀμείνους εἰσὶ τῶν ἐπὶ στιβάδος· αἱ δ’ ἐπὶ στιβάδων βελτίους τῶν ἐπὶ γῆς· ἀπηνέστεραι μὲν γὰρ τῶν ἐπὶ κλίνης αὗται, αἱ δ’ ἐπὶ τῆς γῆς πρὸς τῇ ἀπηνείᾳ καὶ ἀτμίδος τῆς

9

.

14

.

2

ἀνιούσης κάτωθεν ἐμπιπλᾶσι τὸ σῶμα. πάλιν τῶν ἐπὶ κλίνης αἱ μὲν ἐπὶ ταπεινοὺς ἐχούσης τοὺς πόδας συμπληρωτικαί, σύνεγγυς ἔχουσαι τὴν γῆθεν ἀναθυμίασιν· αἱ δ’ ἐφ’ ὑψηλόποδος φόβου σφόδρα ποιητικαὶ καὶ δόκησιν τοῦ κρεμᾶσθαι παρέχουσαι· βελτίους δ’ αἱ μέσον ἔχουσαι

9

.

14

.

3

τὸ ὕψος. ἄθετοι δὲ καὶ αἱ μικραὶ τῶν κλινῶν· ἄσης γὰρ ἐμποιητικαί, καὶ 〈αἱ〉 ὑπερμεγέθεις τοῦ μὴ ἀτρεμεῖν, ἀλλὰ πλανᾶσθαι τῷ νοσοῦντι, καὶ 〈τῷ〉 τόπον ἀμείβειν ἐκ τόπου κόπου παραίτιοι καθιστάμεναι.

9

.

14

.

4

καὶ 〈αἱ〉 κραδαινόμεναι δ’ ἢ ὁπωσοῦν κινούμεναι τῶν ἑδραίων χείρους.

9

.

14

.

5

〈ὁ〉 δὲ τόνος τῆς κλίνης κατὰ τὸν αὐτὸν λόγον ἰσχυρός τε καὶ ἀνέν‐ δοτος τυγχανέτω, καὶ ἡ στρωμνὴ μήτε ὀλίγη μήτε σκληρά (κόπτει γὰρ καὶ περιθλᾷ σώματα) μήτε οὖν βαθεῖα πάλιν ἢ ὑπὲρ τὸ δέον

9

.

14

.

6

μαλακή· πρὸς γὰρ τὴν εὐκολίαν τοῦ στρέφεσθαι ἡ τοιάδε ἄθετος. ἡ δ’ ἀνάρροπος σφόδρα κόπου ποιητική, ἐοικυῖα καθεδρίου σχήματι, τοῖς δὲ περὶ κεφαλὴν οὐκ ἀνάρμοστος· ἡ δὲ κατάρροπος γυναικῶν ῥεύμα‐

9

.

14

.

7

σιν ὠφέλιμος. ἡ λαμπρὰ κατὰ τὴν χρόαν συμπληρωτικὴ καὶ πληκτική, καὶ ἡ περιέργως ἀνθοβαφής· ἡ δὲ ποικίλη καὶ ἐνυφάσματα ἔχουσα ζῴων ἤ τινα τῶν τοιούτων ἐν τοῖς ὀξέσι νοσήμασι ῥέμβου τῇ διανοίᾳ

9

.

14

.

8

καὶ ταραχῆς αἰτία γίνεται. καὶ ἡ ῥυπαρὰ δ’ ἀνεπιτήδειος· ἥ τε γὰρ πρώτη κατάκλισις ἐπ’ αὐτῆς ψυχρά, καὶ ἡ διατριβὴ ἡ ἐπ’ αὐτῆς μᾶλλον θερμοτέρα τοῦ προσήκοντος γίνεται.

9

.

15

t

Ἐκ τῶν Σαβίνου· περὶ χωρίων κράσεως.

9

.

15

.

1

Τῶν παρακειμένων τοῖς χωρίοις τὰ μέν ἐστιν ὕπτια, τὰ δ’ ἀνα‐ στήματα· τὰ μὲν οὖν ὕπτια πάντα, κατὰ μεσημβρίαν μὲν παρακείμενα, θερμότερον τῶν χωρίων ποιεῖ τὸ κατάστημα, μᾶλλον μὲν τὰ μείζω, ἧττον δὲ τὰ ἥττω, καὶ τὰ ὁμαλώτερα καὶ λεπτότερα μᾶλλον τῶν
5τοιούτων· τὰ δ’ ἀναστήματα ψυχρότερον οὕτω παρακείμενα ποιεῖ τὸν ἀέρα· ἀρκτικώτερα δὲ τὰ μὲν ἀναστήματα θερμαίνει, τὰ δ’ ὕπτια ψύχει τὸ κατάστημα· κατ’ ἀνατολὰς δ’ ἢ δύσεις παρακείμενα καὶ τὰ ὕπτια καὶ τὰ ἀναστήματα ἧττον θερμαίνει καὶ ψύχει τῶν πρὸς ἄρκτον καὶ μεσημβρίαν κειμένων, πάντα δὲ καὶ θερμαίνοντα καὶ ψύχοντα τοῖς
10μὲν ὑγιεινῶς παράκειται χωρίοις, τοῖς δ’ οὔ· τοῖς μὲν γὰρ ἐν θερμο‐ τέρῳ κλίματι κειμένοις ψύχοντα μὲν ὑγιεινά, θερμαίνοντα δ’ οὐχ ὑγιεινά· τοῖς δ’ ἐν ψυχροτέρῳ θερμαίνοντα μὲν ὑγιεινά, ψύχοντα δ’ οὐχ ὑγιεινά· τίνα δὲ τῶν χωρίων θερμότερον ἔχει, καὶ τίνα ψυχρό‐

9

.

15

.

2

τερον, εἰρήσεται. τὸ κατὰ μεσημβρίαν τῆς γῆς μέρος πλησίον τοῦ ἀοικήτου θερμότατόν ἐστι καὶ ξηρότατον τῶν οἰκουμένων· οἰκοῦσι δ’ ἐν αὐτῷ Αἰθίοπες· τὸ δὲ κατὰ τὰς ἄρκτους τῆς γῆς μέρος ψυχρότα‐ τόν ἐστι καὶ ὑγρότατον· τοῦτο τὸ οἰκούμενον Σκύθαι ἔχουσιν· ταῦτα

9

.

15

.

3

περαίνει τὴν ἡμετέραν οἰκουμένην. τὸ δὲ μεταξὺ Σκυθῶν καὶ Αἰθιόπων, τὰ μὲν τῇ μεσημβρίᾳ προσνεμόμενα χωρία ἐαρινῇ μὲν ἔοικε κράσει, ξηρότερα δ’ ἐστὶν ἐκείνης, τὰ δὲ τῇ ἄρκτῳ μετοπωρινῇ ἐοικότα κράσει

9

.

15

.

4

ὑγρότερα τῆς ὥρας ἐστίν. τὰ μὲν οὖν διὰ τὴν σχέσιν τῶν παρακειμέ‐ νων τοῖς χωρίοις ὑπτίων τε καὶ ἀναστημάτων συμβαίνοντα ταῦτά ἐστιν· ἔστι δὲ καὶ ἕτερόν τι προστιθέμενον τοῖς χωρίοις οὐ διὰ τὴν

9

.

15

.

5

σχέσιν, ἐξ αὐτοῦ δὲ φερόμενον ἑκάστῳ τῶν παρακειμένων. τὸ μὲν οὖν ἐκ τῆς θαλάσσης καὶ τῶν ἀνύδρων πεδίων τῶν τε ὀρῶν φερόμενον καὶ τὸ ἀπὸ τῶν βουνῶν καὶ τῶν γεωλόφων ξηρότερον τὸ κατάστημα ποιεῖ, ὑγρότερον δὲ τὸ ἀπὸ τῶν ποταμῶν καὶ πάντων ποτίμων ὑδά‐
5των ἀναφερόμενον, τὸ δ’ ἀπὸ τῆς λίμνης καὶ τῶν ἑλῶν παχύτερον

9

.

15

.

6

ποιεῖ τὸν ἀέρα. τούτων δὲ τὰ μὲν ὑγραίνειν δυνάμενα ταῖς ἀπορροίαις τοῖς ἐν ξηροτέροις κλίμασι χωρίοις παρακείμενα ὑγιεινότερον ποιεῖ τὸ κατάστημα, ὥσπερ ὁ Νεῖλος τῇ Αἰγύπτῳ, τοῖς δ’ ἐν ὑγροτέροις νοσε‐ ρώτερον· τὰ δὲ ξηρὸν ποιεῖν τὸν ἀέρα δυνάμενα τοῖς μὲν ὑγροτέροις
5παρακείμενα ὠφέλιμα, τοῖς δὲ ξηροτέροις βλαβερά· τίνα δ’ ὑγρότερα καὶ τίνα ξηρότερα τῶν χωρίων ἐστίν, ἐδηλώσαμεν πρότερον.

9

.

16

t

Περὶ τῶν ὑγιεινῶν φυτῶν καὶ τῶν μὴ τοιούτων.

9

.

16

.

1

Τῶν ἐκ γῆς ἀναφυομένων τὰ μὲν ὑγιεινὰς ἔχει τὰς ἀπορροίας,

9

.

16

.

2

τὰ δ’ οὐχ ὑγιεινάς. τὰ μὲν οὖν ἐδώδιμον καρπὸν φέροντα ὑγιεινά, καὶ τὰ εὐώδη, οἷον δάφνη καὶ κυπάρισσος, καὶ τῶν ἀνθῶν πάντα ὅσα εὐώδη, καὶ τὰ τοιαῦτα δὲ τῶν φυομένων, οἷον ἄνηθα, σέλινα, θύμοι, καὶ πάντα ὅσα λεπτότερον ποιεῖν δύναται τὸν ἀέρα, περι‐

9

.

16

.

3

φυόμενα τοῖς οἰκουμένοις χωρίοις. ὅσα δὲ τῶν φυομένων οὔτε καρπὸν ἐδώδιμον φέρει οὔτε ἐστὶν εὐώδη οὔτε λεπτυντικὴν ἔχει δύναμιν, οὐχ
ὑγιεινὴν τὴν ἀναφορὰν ἔχει· ἔνια δὲ καὶ θανάσιμον, ὥσπερ ἡ τάξος· ταύτῃ γὰρ παρακοιμηθέντες ἀποθνῄσκουσιν ἄνθρωποι· οἱ δὲ πλέον
5ἀπέχοντες οὐκ ἀποθνῄσκουσιν, ὅτι συμμιγὴς γίνεται ἡ ἀπόρροια ἐπὶ πλέον φερομένη πλείοσιν ἀπορροίαις ταῖς ἀπὸ τῶν ἄλλων καὶ ἐκλύεται τὴν δύναμιν.

9

.

17

t

Διάγνωσις ὑγιεινῆς ἀναθυμιάσεως χωρίου.

9

.

17

.

1

Πρῶτον τεκμήριον γένοιτο ἄν σοι τῆς ὑγιεινῆς τοῦ χωρίου ἀνα‐ θυμιάσεως ἐξ αὐτῆς τῆς γῆς, εἰ βρεχομένη μὴ μόνον γεῶδες ὀδώδοι, ἀλλὰ καὶ εὐωδίαν ἀναπέμποι, ὁποία ἡ ἐν Αἰγύπτῳ γῆ, ἔπειτα 〈εἰ〉 ἕωθεν 〈ἐξιὼν〉 τῆς οἰκίας, ὁπότε οὐδέπω καπνὸς καὶ κνῖσαι καὶ τῶν
5εἰς τὴν πόλιν συμφορουμένων ἡ ἀποφορὰ κέκραται τῇ ἐπιχωρίῳ ἀναθυμιάσει, αἴσθοιό τινος ἐκ τῆς γῆς ἰκμάδος προσηνοῦς, ὃ συμβαίνει ἐν Αἰγύπτῳ προϊοῦσι, καὶ εἰ κατακλιθείς τις ἐπὶ γῆς καὶ ἐνδιατρίψας φαίη κουφοτέρου ἑαυτοῦ αἰσθάνεσθαι καὶ εὐκινητοτέρου καὶ τροφῆς

9

.

17

.

2

ὀρέγεσθαι. γένοιτο δ’ ἄν σοι τεκμήριον, καὶ εἰ τὰ φυόμενα ἐκ τῆς γῆς εὐβαφῆ καὶ εὔχροα καὶ εὐωδέστερα ὑπάρχοι, καὶ εἰ ἀφορῶν τις ἐς τὴν χλόην μὴ θέλοι ταχὺ μεταφέρειν εἰς ἄλλο τὴν ὄψιν, καὶ εἰ τὰ χαμαι‐ ζηλότερα δένδρα τῶν ὑψηλοτέρων εὐποτμότερα εἴη, καὶ εἰ πάντα
5εὔχροια ἔχοι, καὶ εὔτροφα τὰ φύλλα καὶ τοὺς καρποὺς εὐθὺς ἐκφύσαι

9

.

17

.

3

πεπείρους εὐωδεστέρους τε. τεκμαίροιο δ’ ἂν τὴν ἡδίω τοῦ χωρίου ἀναθυμίασιν ὑγιεινὴν καὶ ἀπὸ τῶν ἐν τῷ χωρίῳ γεννωμένων ζῴων· πάντα γὰρ τὰ παιδία εὐθαλέστερα καὶ εὔσαρκα καὶ τὸ χρῶμα εὐαν‐ θέστερα, καὶ τοὺς σκύλακας καὶ τῶν ἄλλων ζῴων τὰ νεογνὰ κρείττω

9

.

17

.

4

καὶ ὑγιεινότερα τῶν ἐν ἄλλοις χωρίοις ἴδοις ἄν. ἀλλὰ μὴν καὶ ὅσα ἀποτίθενται ἄνθρωποι σπέρματα, οἷον πυρούς, κριθάς, καὶ τῶν ἄλλων καρπῶν ἰσχάδας, φοίνικας καὶ τὰ ὅμοια, εἰ ἐπὶ πλείονα ἀδιάφθορα μένοι χρόνον, τεκμήριον ποιοῦ τοῦ ὑγιεινὸν εἶναι τὸ ἀπὸ τοῦ χωρίου

9

.

17

.

5

ἀναθυμιώμενον. καὶ τοὺς ὕπνους δ’ ἡδίονας ἂν εὕροις καὶ τὴν ψυχὴν οὐκ ἐκταρασσομένην ὑπὸ τῶν κατὰ τοὺς ὕπνους φαντασιῶν.

9

.

18

t

Διάγνωσις μοχθηρᾶς ἀναθυμιάσεως.

9

.

18

.

1

Τεκμαίροιο δ’ ἂν καὶ τὴν μοχθηρὰν τῶν χωρίων ἀναθυμίασιν, εἰ βῶλόν τις γῆς λαβὼν βρέχοι ἐν ὕδατι· ὀδμὴ γὰρ ἂν γένοιτο, ὁποία

9

.

18

.

2

σβεννυμένων τῶν ἀνθράκων. καὶ πάντα τῶν εἰρημένων ἐναντία εὑρὼν ἐν χωρίοις, ἔχοις ἂν κατάληψιν τοῦ μοχθηρὰν ἔχειν τὸ χωρίον

9

.

18

.

3

ἀναθυμίασιν. εἰ δέ τις ἀνάγκη γένοιτο διατρίβειν χρόνον τινὰ ἐν
τοιούτῳ χωρίῳ, ἐν τοῖς ὑπερῴοις καὶ ὑψηλοτάτοις οἰκήμασι τὰς διατριβὰς ποιούμενος ἥκιστα ἂν βλάπτοιτο· πάντα γὰρ τὰ ἐκ τῆς γῆς ἢ τῶν ὑγρῶν ἀναθυμιώμενα πέσσεται μετεωριζόμενα καὶ καθαίρεται,
5τὸ παχύτερον καταλιπόντα ἐν τῷ τοῦ ἀέρος παχυτέρῳ μέρει.

9

.

19

t

Ὅτι διὰ τὴν πρὸς τὸν ἥλιον σχέσιν ὑγιεινά ἐστι καὶ οὐχ ὑγιεινὰ τὰ χωρία.

9

.

19

.

1

Τῶν χωρίων τὰ μὲν πρὸς μεσημβρίαν κατάντη πάσαις ταῖς τοῦ ἐνιαυτοῦ ἡμέραις καὶ σχεδὸν ὅλαις μεταλαμβάνοντα τοῦ ἡλίου μάλιστά ἐστιν ὑγιεινά· τὰ δὲ κατάντη πρὸς ἄρκτον (ὡς ἂν οὔτε πάσαις 〈οὔτε ὅλαισ〉 ταῖς τοῦ ἐνιαυτοῦ ἡμέραις δεχόμενα τὴν αὐγὴν τοῦ ἡλίου
5φωτίζεται ὀλίγιστον χρόνον τῆς ἡμέρας, καί ποτε τὸ φῶς ἐγκεκλιμέ‐

9

.

19

.

2

νον μάλιστα προσπίπτει καὶ ἀτονώτερον) ἥκιστα ὑγιεινά. δῆλον δ’ ἐστίν· εἰ γὰρ πρὸς μεσημβρίαν πᾶσα κέκλικεν ἡ χώρα, τῆς πρὸς ἄρκτον κεκλιμένης εὐωδεστέρα πέπεπται μᾶλλον· ἀλλὰ καὶ πάντων δένδρων οἱ πλέον ἡλίου μεταλαμβάνοντες καρποὶ τῶν ἧττον μετα‐
5λαμβανόντων κρείττους· μείζους τε γάρ εἰσι καὶ εὐωδέστεροι καὶ θᾶττον πεπαίνονται καὶ τῇ γεύσει μᾶλλόν εἰσι κεχαρισμένοι· καὶ ἑκάστου δένδρου τὸ πρὸς μεσημβρίαν τετραμμένον τῆς περιφερείας μέρος ὑγρότερον καὶ μανότερον καὶ ἁπαλώτερον καὶ εὐκαμπέστερον καὶ ἐλαφρότερον καὶ εὐτονώτερον καὶ τέκτονι εὐχερέστερον καὶ αὔξει
10πλέον εἰς εὖρος, τὸ δὲ πρὸς ἄρκτον ξηρότερον καὶ πυκνότερον καὶ βαρύτερον καὶ δυσκαμπέστερον καὶ τοῖς ἐργαζομένοις ἐργωδέστερον

9

.

19

.

3

αὔξεται ἐπ’ ἔλαττον τῇ περιφερείᾳ. ἤδη τοίνυν οὐ μόνον τοῦτο κατα‐ φανές, ὅτι τὰ πρὸς μεσημβρίαν κατάντη χωρία τῆς πρὸς τὸν ἥλιον ἕνεκα σχέσεως τῶν πρὸς ἄρκτον ὑγιεινότερα, ἀλλὰ καὶ τόδε, ὅτι τὰ πρὸς ἀνατολὰς ἢ δύσεις κατάντη χωρία τῶν μὲν πρὸς μεσημβρίαν
5καταντῶν ἧττόν ἐστιν ὑγιεινά, τῶν δὲ πρὸς ἄρκτον ὑγιεινότερα, ὅτι τούτων μὲν μᾶλλον ἡλίου μεταλαμβάνει, ἐκείνων δ’ ἧττον.

9

.

20

t

Ποῖαι ἀγυιαὶ ὑγιεινὰ τὰ καταστήματα τῶν πόλεων ποιοῦσι καὶ ποῖαι οὐχ ὑγιεινά.

9

.

20

.

1

Ἐν πόλει, ὅταν ἀγυιαὶ παράλληλοι ὑπάρχωσιν, αἰεὶ μὲν καὶ εἰς μῆκος ἀλλήλαις, καὶ αἰεὶ δ’ εἰς πλάτος, ταῖς ὁμοταγέσι μὲν ἀνατολῇ ἰσημερινῇ καὶ δύσει ἐπ’ εὐθείας κείμεναι, αἱ δ’ ἄρκτῳ καὶ μεσημβρίᾳ, πᾶσαι δὲ τέμνωσι τὴν πόλιν, αἱ μὲν κατὰ τὸ μῆκος ὅλον, αἱ δὲ κατὰ
5τὸ πλάτος μέχρι περάτων, οὐδὲν οἰκοδόμημα τὸ μεταξὺ ἑαυτῆς ἑκάστη ἔχουσά τι ἐνιστάμενον, ἐπὶ πολὺ τῶν προαστείων καθαρὰς ἐπ’ εὐθείας τὰς ἐφ’ ἑαυτῇ ἑκάστη ἔχουσα ὁδούς, εὐάερον τὴν πόλιν παρέχουσιν εὐήλιόν τε καὶ καθαρὸν καὶ εὐήνεμον τὸ κατάστημα ποιοῦσιν, ὅτι οἱ ἄνεμοι, βορέας καὶ νότος, εὖρός τε καὶ ζέφυρος, οἳ δὴ κορυφαιότατοι
10τῶν ἀνέμων εἰσὶ καὶ εὐτακτότατοι, διαρρέουσι διὰ τῶν ἀγυιῶν εὐπετῶς ἐπ’ εὐθείας αὐτοῖς κειμένων, καὶ οὐδὲν ἔχοντες τὸ ἐνιστάμενον τῇ ῥύσει, διάπνευστοι δὲ τῇ πόλει γενόμενοι οὐδὲν ἐργάζονται βίαιον· ἄνεμοι γάρ, ὅταν μὴ ἔχωσι τὸ κωλῦον, λανθάνουσι παριόντες· οὐ μὴν ἀργοὶ διέρχονται τὴν πόλιν· καθαίρουσι γὰρ τὸ κατάστημα, τοὺς
15καπνοὺς ἐκβάλλοντες τῆς πόλεως τούς τε κονιορτοὺς καὶ τὰς ἀναθυ‐

9

.

20

.

2

μιάσεις πάσας. εὐήλιόν τε τὴν πόλιν οὕτως ἔχουσαι ποιοῦσιν αἱ ἀγυιαί, ὅτι ἥλιος ἀνατέλλων καὶ δυόμενος εἰσέρχεται 〈τὰσ〉 κατ’ ἀνατολὴν ἐπ’ εὐθείας, μεσουρανῶν δ’ εἰς πάσας τὰς 〈κατ’〉 ἄρκτους καὶ μεσημβρίας, ὥστε ἡλιοῦσθαι ἑκάστης ἡμέρας ἐν τῇ πόλει τὰς

9

.

20

.

3

ἀγυιάς. ἐὰν δὲ πάσας μήτε παραλλήλους τὰς ἀγυιὰς ἔχῃ μήτε εὐθείας, σκολιὰς δ’ 〈ἢ〉 ἀδιεξιτήτους τινὰς αὐτῶν καὶ πρὸς τοὺς ἀνέμους λοξάς, πολλὴν τοῦ ἀέρος ταραχὴν ἔχει· ἑνὸς γὰρ πνεύσαντος ἀνέμου, πολλοὺς γενέσθαι συμβαίνει καὶ μαχομένους ἀλλήλοις· ὁ μὲν γὰρ ἄνεμος ἐπ’
5εὐθείας ῥεῖ, αἱ δ’ ἀγυιαὶ οὐκ εἰσὶν εὐθεῖαι· ἐμπίπτων οὖν ταῖς μὲν ἀδιεξιτήτοις οὐκ εἰσέρχεται διὰ τὸ μὴ εἶναι ὁδόν, ἀράσσει δὲ τὸν ἐν τῇ ἀγυιᾷ ἀέρα καὶ ἀντικυμαίνεται, ταῖς δὲ σκολιαῖς καὶ διέξοδον ἐχού‐ σαις διὰ τὸ ἄλλως ἄλλας ἐγκεκλᾶσθαι, ἀφ’ ὧν μὲν ἀποπαλλόμενος περιρρεῖ καὶ πολλάκις φέρεται πάλιν εἰς τοὺς αὐτοὺς ὅθεν εἰσερρύη
10τόπους καὶ ἀντικυμαίνει ἑαυτῷ, ἀφ’ ὧν δ’ εἰς ἑτέρους· 〈οὐ〉 γὰρ τεταγμένας οἱ ἄνεμοι τὰς ἀντιπνεύσεις ποιοῦνται, ὥσπερ ἡ αὐγὴ τὰς ἀνταυγίας· ἐκείνη μὲν γὰρ κατ’ ἴσας ἀνακλᾶται αἰεὶ γωνίας· οἱ δέ, ὥσπερ καὶ τὸ ὕδωρ, ὅπου ἂν τύχωσιν ὁδοῦ, ἐκεῖσε μεταρρέουσι,

9

.

20

.

4

κωλυόμενοι ἐπ’ εὐθείας φέρεσθαι. συμβαίνει οὖν ἔστιν ὅτε προσπεσόντα τὸν ἄνεμον στερεῷ σχίζεσθαι εἰς ἑκάτερα, ὅταν παράκεινται ἑκατέρωθεν ὁδοί, καὶ πάλιν τοῦτο πάσχειν καθ’ ἑτέραν ῥύσιν τοιούτῳ προσπεσόντα καὶ γίνεσθαι πολλοὺς ἕνα ὄντα καὶ συμπίπτειν ἑαυτῷ, ὁτὲ μὲν ἐκ
5πλαγίου φερόμενον, ὁτὲ δ’ ἐξ ἐναντίας, καὶ καθ’ ἑκάστην ἔγκλισιν τῶν ἀγυιῶν ἀντιθλιβόμενον τῇ προσπτώσει ἀράσσειν σφοδρῶς τὸ κατάστημα· τοῖς μὲν γὰρ ἥκουσιν οἱ ἄνεμοι ἁπαλῶς, τοῖς δ’ ἀντιπίπτου‐

9

.

20

.

5

σιν. κλονεῖται οὖν ἀντιπνεόμενον οὐδενὶ σὺν κόσμῳ τὸ κατάστημα τῆς

9

.

20

.

6

πόλεως. ἑνὸς οὖν τινος ἀέρος κυκήσει συγκυκᾶται ὅλον, ὡς καὶ τὸ τοῦ ἀνθρώπου συμφυὲς πνεῦμα [καὶ] οὕτως ἔχον ἐμποδίζει τὰς πέψεις καὶ τὰς ἀναδόσεις· τοιούτου δ’ ὄντος 〈οὐκ〉 ἂν εἴη ὑγιεινόν.

9

.

20

.

7

ἀλλὰ μὴν καὶ τὸ τοῦ ἡλίου φῶς ἐπ’ εὐθείας ἀεὶ ἀπ’ αὐτοῦ φερόμε‐ νον σκολιαῖς ταῖς ἀγυιαῖς οὐκ ἂν προσπίπτοι ὁμαλῶς, ἀλλὰ σποράδην ἐφάψαιτο ἂν τῶν τῆς πόλεως, καὶ οὕτως ἥκιστα ἂν ἡλιοῖτο ἡ πόλις, καὶ ἥκιστα ἂν διαλύοιτο ἡ ἀναθυμίασις ὑπὸ τοῦ ἡλίου· μάλιστα δ’ ἂν
5εἴη παχὺ καὶ δυσδιάπνευστον τὸ κατάστημα, τὸ δὲ τοιοῦτον οὐκ ἔστιν

9

.

20

.

8

ὑγιεινόν. ταῦτα δέ, εἰ εἶεν αἱ πόλεις ἐν ἐπιπέδῳ χωρίῳ, συμβαίνει· εἰ δ’ εἶεν 〈ἐν〉 ἀνωμαλεῖ, αἱ μὲν παραλλήλους ἔχουσαι τὰς ἀγυιὰς δυσάεροι γίνονται, ὅταν τοῖς ὑψηλοτέροις μέρεσι τῶν ἀγυιῶν ἐναντίως πνεύσῃ, αἱ δὲ σκολιὰς ἔχουσαι τὰς ἀγυιὰς ἀμείνους· τὰ γὰρ ἐν τοῖς
5ὑψηλοτέροις τοῦ χωρίου τῆς πόλεως μέρη εὐαερώτερα συμβαίνει εἶναι.

9

.

21

t

Ἐκ τῶν Γαληνοῦ· περὶ πυριάσεων καὶ καταπλασμάτων καὶ σικυῶν.

9

.

21

.

1

Ἀραιὸν εἰώθασιν αἱ πυρίαι τὸ δέρμα πρὸς τὰς διαπνοὰς ἐργά‐ ζεσθαι καὶ τὸ κατὰ τὴν φλεγμονὴν αἷμα λεπτύνειν τε καὶ διαφορεῖν.

9

.

21

.

2

εἰ μὲν οὖν ταῦτα πραχθείη, κενωθήσεταί [δέ] τι τοῦ αἵματος, ἧττόν τε διατεινόμενα τὰ πεπονθότα μέρη πρὸς τοῦ λοιποῦ πραότερον ὀδυνή‐ σεται· μὴ γενομένου δ’ ἐλάττονος τοῦ κατὰ τὴν φλεγμονὴν αἵματος, ἢ καὶ πνεύματος ἀτμώδους ἐκ τῆς θερμασίας γεννηθέντος, αὐξάνεσθαι
5συμβαίνει τὴν ὀδύνην· οὐ γίνεται δ’ ἔλαττον τὸ αἷμα διὰ τὴν ἐνεστῶ‐ σαν τῷ σώματι περιουσίαν τῶν χυμῶν· ἐπὶ γὰρ τὸ θερμαινόμενον μέρος ἕλκεται πλέον ἢ διαφορεῖται, φύσει ἐχόντων 〈τῶν〉 θερμαινόν‐ των ὥσπερ τὸ διαφορεῖν τὸ περιεχόμενον οἷς ἂν πλησιάζῃ μορίοις,

9

.

21

.

3

οὕτως 〈τὸ〉 ἕλκειν τὸ περιττεῦον ἐκ τῶν γειτνιώντων. αἱ μὲν οὖν ὑγραὶ πυρίαι φλεγμοναῖς ἁρμόττουσιν ὑπὸ χολωδεστέρων χυμῶν γεγονυίαις, αἱ δὲ ξηραὶ ταῖς ὑπὸ τοῦ λεπτοῦ καὶ ὑδατώδους αἵματος· ἀεὶ γὰρ χρὴ μεμνῆσθαι τοῦ τὰ ἐναντία τῶν ἐναντίων ἰάματα εἶναι.

9

.

21

.

4

κατὰ τὸν αὐτὸν οὖν σκοπὸν αἱ μὲν ἄδηκτοι πυρίαι τοῖς δακνώδεσιν
ἁρμόττουσι χυμοῖς, αἱ δὲ δακνώδεις, ἐπειδὴ λεπτύνουσι, τοῖς παχέσι

9

.

21

.

5

καὶ γλίσχροις. καὶ θερμαίνειν δ’ ὑποχόνδρια αἰονήσεσιν 〈ἢ〉 κατα‐ πλάσμασιν οὐ διὰ παντὸς ἀσφαλές, ἀλλ’ 〈ἐπ’〉 ἐκείνων μόνων τῶν ἀρρώστων ἐφ’ ὧν οὐδέν ἐστι περιττὸν ἐν ὅλῳ τῷ σώματι, τοῖς δ’

9

.

21

.

6

ἄλλοις ἅπασι κακὸν ἔσχατον. τῶν μέσων οὖν, ὡς ἔνιοι καλοῦσι, πρόνοια μέγιστον μὲν κακὸν ἐπὶ τῶν μὴ φλεβοτομηθέντων 〈ἐστίν, οὐ μέγιστον δ’ ἐπὶ τῶν φλεβοτομηθέντων〉, ἀλλ’ ὅμως κἀπὶ τούτων βλάπτειν τι πέφυκεν ἐπὶ τοῖς συνεχέσι πυρετοῖς· διακαιόμενα γὰρ ὑπὸ τοῦ
5πλήθους τῆς θερμασίας τὰ σπλάγχνα προσεπιδιακαίεται κἀξοπτᾶται.

9

.

21

.

7

μόνοι τοιγαροῦν ἐκεῖνοι δεήσονται προνοίας τοιαύτης, οἷς ἡ σῆψις συνέστη ἐν ἑνὶ μορίῳ, φλεβοτομηθέντες δηλονότι, καὶ οὕτω ποιησόμεθα αὐτῶν τὴν πρόνοιαν, οὐκ εὐθέως ἐξ ἀρχῆς χαλῶντες, ἀλλὰ πᾶν τοὐναντίον ἐπὶ τῶν πλείστων ἐργαζόμενοι· φερομένων γὰρ ἔτι τῶν
5ῥευμάτων ἐπὶ τὸ πάθος, ἀποκρούεσθαι βέλτιον 〈καὶ〉 στέλλειν, οὐχ

9

.

21

.

8

ἕλκειν ἐπ’ αὐτό. εἰ δ’ ἥ τε φορὰ παύσαιτο 〈διὰ τῶν〉 ἀποκρουστικῶν, ἥ τε γενομένη πύκνωσις τοῖς πεπονθόσι κατέχοι τὰ παχύτερα, καιρὸς ἤδη χαλᾶν ὑπὲρ τοῦ κενῶσαι τὰ περιεχόμενα· μάλιστα δ’ ὅταν εἰς ἧπαρ ἢ γαστέρα κατασκήπτῃ τὰ περιττά, τοῖς στύφουσι χρῆσθαι· κύρια
5ταῦτα γὰρ ἱκανῶς τὰ μόρια, καὶ πάντως ἐργάζεσθαι τὸ σφέτερον ἔργον 〈ἀναγκαῖα κἀν〉 ταῖς νόσοις· ἔστι δ’ οὐ σμικρὸν αὐτῶν τὸ ἔργον, καὶ διὰ τοῦτο περιττότερον ἢ τὰ ἄλλα μόρια τῶν στυφόντων

9

.

21

.

9

χρῄζουσιν. κἀπειδὰν καιρὸς ᾖ διαφορεῖν τὰ στηριχθέντα, καὶ τότε δεῖται στύφεσθαι τὰ μέτρια, ὥστε εἰ κἂν ἐλαχίστην ποτὲ ὑπόνοιαν σχῇς ἥπατος 〈ἢ〉 γαστρὸς κακοπραγούντων, εὐθέως ἀψίνθιον τὸ Ποντικὸν

9

.

21

.

10

προαφεψήσας ἐν ἐλαίῳ αἰόνησον τὰ μόρια. μὴ εὐποροῦντι δ’ [ἂν] ἀψινθίου, μήλινον ἢ μαστίχινον ἢ σχίνινον ἀρκέσει τὴν πρώτην· εἰ δὲ

9

.

21

.

11

μικρὸς ὁ πυρετὸς εἴη, καὶ τὸ διὰ τῆς νάρδου μύρον. καὶ τῶν ἄλλων δέ τι φαρμάκων ἐμβαλὼν εἰς τοὔλαιον, οἷς ἐπιμέμικται τῇ πικρᾷ

9

.

21

.

12

ποιότητι δύναμις στυπτική, χρήσει κατὰ τὸν αὐτὸν τρόπον. ὡσαύτως δὲ καὶ τὰ καταπλάσματα σύνθετον ἐχέτω τὴν δύναμιν ἔκ τε τῆς

9

.

21

.

13

χαλαστικῆς λεπτομεροῦς καὶ πικρᾶς στυφούσης. ἐπικρατείτω δ’ ἐν αὐταῖς, εἰ μὲν ἀποκρούεσθαι καὶ τόνον ἐντιθέναι βουλόμεθα, τὸ στῦ‐ φον, εἰ δὲ τέμνειν καὶ διαρρύπτειν, τὸ πικρόν, εἰ δὲ διαφορεῖν, τὰ λεπτομερῆ τῶν χαλώντων· τὰ γὰρ παχυμερῆ τοῖς ἐκπυήσουσιν ἀπε‐

9

.

21

.

14

δείχθη χρήσιμα. κώλου δὲ πάσχοντος ἢ τῶν ἄλλων ἐντέρων ἢ τῶν καθ’ ὑποχόνδρια μυῶν ἢ περιτοναίου, μικτέον οὐδαμῶς ἐστι τὰ στύ‐ φοντα, καθάπερ οὐδὲ κύστεως ἢ μήτρας, ὅταν γε, ὡς εἴρηται, μήτε ἐπιρρέῃ μηθὲν ἔτι, μήτε πλῆθος ἢ περιττώματα πολλὰ καθ’ ὅλον

9

.

21

.

15

ὑπάρχῃ τὸ σῶμα. νεφροὶ δὲ καὶ θώραξ ἐν μέσῳ τῶν εἰρημένων εἰσίν, ὅσον ἀπολείπονται γαστρὸς καὶ ἥπατος, τοσοῦτον τῶν ἄλλων πλεο‐

9

.

21

.

16

νεκτοῦντες. περὶ δὲ τοῦ σπληνὸς οὐχ ἁπλῶς ἀποφήνασθαι δυνατόν, ἀλλὰ μετὰ τοῦ διορίσασθαι τήν τε φύσιν ὅλου τοῦ σώματος καὶ τὴν ἐν τῷ τῆς θεραπείας χρόνῳ διάθεσιν· εἰ μὲν γὰρ τῇ φύσει τῶν ἀθροι‐ ζόντων εἴη περίττωμα μελαγχολικὸν ὁ κάμνων, 〈ἢ〉 κατ’ ἐκεῖνον τὸν
5χρόνον ὁ τοιοῦτος 〈ἐν〉 αὐτῷ πλεονάζοι χυμός, ἀναγκαῖόν ἐστιν ἐν τῇ θεραπείᾳ τοῦ σπληνὸς ἐπιπλέκεσθαι τὰ στύφοντα χάριν τοῦ φυ‐ λάττεσθαι τοῦ σπλάγχνου τὸν τόνον· οὕτως γὰρ ἕλξει τε πρὸς ἑαυτὸν τὰ περιττὰ καὶ καθάρας τὸ σῶμα πάλιν αὐτὸς ἐκκρινεῖ διὰ τῆς γαστρός.

9

.

21

.

17

εἰ δὲ μηδὲν ὅλως εἴη περίττωμα μελαγχολικόν, ἢ οὐδ’ ὅλως στυπτέον

9

.

21

.

18

ἢ ὡς ἥκιστα. προσέχειν δ’ ἀκριβῶς τὸν νοῦν οὐ κατὰ τὸν σπλῆνα μόνον, ἀλλὰ καὶ κατὰ τὰ σύμπαντα ἄλλα μόρια, καθ’ ἃ σήπεται χυμός, ὁποῖον μέντοι τῶν συμπτωμάτων ἐστὶ τὸ ἰσχυρότατον, ὁποῖον δέ τι τὸ δεύτερον ἢ τὸ τρίτον, ἵνα ἐξ αὐτῶν τὴν διάθεσιν ἀκριβῶς
5ἐξευρὼν οἰκείαν αὐτῇ καὶ τὴν θεραπείαν ἁρμόσῃς· ἐνίοτε μὲν γὰρ ἡ θέρμη κρατεῖ κατὰ τὸ πεπονθός, 〈ἐνίοτε δ’ ὄγκος, ἤτοι διὰ τὸ πλῆ‐

9

.

21

.

19

θοσ〉 τοῦ χυμοῦ σκληρὸς ἢ διὰ τὸ πάχος. εἰ μὲν οὖν ἡ θέρμη κρατοίη, πειρᾶσθαι διαφορεῖν ἀτρέμα διὰ τῶν χλιαρὰν ἐχόντων θερμασίαν, οἷόν ἐστι τό τε λινόσπερμα καὶ τὸ χαμαίμηλον· ἐπιμιγνύναι δ’ αὐτοῖς ἄλευρον ἐκ κριθῶν ἢ κυάμων· οὐδέτερον γὰρ αὐτῶν θερμαίνει.

9

.

21

.

20

πολλάκις δέ, ὡς οἶσθα, τὸ καλούμενον ὑπὸ τῶν ἰατρῶν ἀρτόμελι
κατασκευάζοντες εἰς κατάπλασμα τοιαύτης φλεγμονῆς, ὕδατος ἐμίξαμεν,

9

.

21

.

21

ἐπὶ δὲ σπληνὸς ἔστιν ὅτε καὶ ὄξους. εἰ δ’ ἡ μὲν θέρμη τοῦ φλεγμαί‐ νοντος μορίου μὴ πολὺ τοῦ κατὰ φύσιν ἐξεστήκοι, μέγεθος δ’ ἀξιό‐ λογον εἴη, διαφορεῖν θαρροῦντα, χωρὶς ὕδατος ἐπιμιγνύντα τοῖς

9

.

21

.

22

εἰρημένοις καὶ τῆλιν. εἰ δ’ οἷον σκιρρώδης τις ἡ φλεγμονὴ τυγχάνοι διὰ πάχος ἢ γλισχρότητα τῶν ἐν αὐτῇ χυμῶν, ὄξους τε ἅμα καὶ τῶν λεπτυνόντων μικτέον φαρμάκων, καὶ μάλιστα ἐπὶ σπληνός· τὸ γὰρ σπλάγχνον τοῦτο διὰ τὸ παχὺν ἐπισπᾶσθαι χυμὸν ἐξ ἥπατος ὑπὸ τοῦ
5τοιούτου καὶ νοσεῖ τὰ πολλά, καὶ διὰ τοῦτο αὐτῷ τὰ δι’ ὀξυμέλιτος

9

.

21

.

23

καὶ ἀψινθίου καὶ καππάρεως ἐπιτήδεια καταπλάσματα. ἧττον δ’ ἐπὶ θώρακος τοῖς στύφουσι χρηστέον (ἀποκρούεται γὰρ εἰς πνεύμονα καὶ καρδίαν ἐνίοτε τὰ τοιαῦτα τοὺς τὴν φλεγμονὴν ἐργαζομένους χυμούς),

9

.

21

.

24

ἀλλὰ διὰ τῶν ἐδεσμάτων φυλακτέον αὐτοῖς τὸν τόνον. πολὺ δὲ δὴ μᾶλλον ἐπὶ πνεύμονος ἀφεκτέον τῶν στυφόντων, ὅπου γε καὶ τοῖς χαλαστικοῖς μικτέον ἐπ’ αὐτῷ τῶν δριμυτέρων τι καὶ σαφῶς θερμαινόν‐ των· ἕλκειν γὰρ ἔξω μᾶλλον ἢ ἀποκρούεσθαι προσήκει· διὸ καὶ σικύαι

9

.

21

.

25

προκενωθέντων χρήσιμοι. πληθωρικῶν δ’ ὑπαρχόντων, οὐ χρώμεθα σικύαις ἐν ἀρχῇ τῶν παθῶν, ὥσπερ οὐδ’ ἐπ’ ἄλλου φλεγμαίνοντος οὐδενός, ἀλλ’ ὅταν μήτε ἐπιρρέῃ μηδὲν ἔτι, καὶ προκενώσωμεν ὅλον τὸ σῶμα, χρεία τε γενηθῇ κινῆσαί τι καὶ μοχλεῦσαι κατὰ τὸ φλεγμαῖ‐

9

.

21

.

26

νον ἢ πρὸς τὸ ἐκτὸς ἐπισπάσασθαι. γινομένων δ’ ἔτι τῶν παθῶν, οὐκ αὐτοῖς τοῖς ἀρχομένοις κάμνειν μέλεσιν, ἀλλὰ τοῖς συνεχέσιν αὐτῶν ἐπιβάλλειν τὴν σικύαν ἀντισπάσεως ἕνεκα· κατὰ τὴν ἀρχὴν δὲ τοῖς

9

.

21

.

27

ἀποκρουστικοῖς χρηστέον. ἐπεὶ δὲ τῶν ὀστέων τοῦ κρανίου μέσων κειμένων τὴν δύναμιν αὐτῶν ἐξικέσθαι βουλόμεθα πρὸς τὸ βάθος, μίξομεν τοῖς ἀποκρουστικοῖς τῶν ποδηγεῖν τι δυναμένων, τουτέστι

9

.

21

.

28

τῶν λεπτομερῶν κατὰ τὴν οὐσίαν. ὄξος μὲν οὖν οὐ μόνον ἐστὶ λεπτο‐ μερές, ἀλλὰ καὶ αὐτῆς τῆς ἀποκρουστικῆς δυνάμεως οὐ μετρίως μετεί‐ ληφεν, ὅθεν εἰκότως ἐν ἀρχῇ τῶν παθῶν αὐτῷ χρῶνται, ῥόδινον μιγνύντες· ἐπὶ προήκοντι δὲ τῷ χρόνῳ καὶ σπονδυλίου καὶ ἑρπύλλου
5μιγνύουσιν, ἤδη τι καὶ θερμαῖνον ἐχόντων, οὐ μόνον λεπτομερές, ᾧ καιρῷ χρὴ μεταβαίνειν ἐπὶ τὰ πέττοντά τε καὶ διαφοροῦντα πλέον ἢ
κατὰ τὴν χρείαν τῶν φλεγμαινόντων, ἑκάτερον αἱρούμενοι, ὡς ἂν ἐκλυομένης αὐτῶν τῆς δυνάμεως ὑπὸ τῶν ἐν τῷ μεταξὺ τεταγμένων

9

.

21

.

29

ὀστῶν. οὕτως γοῦν καὶ τῷ καστορίῳ χρώμεθα, καίτοι γε ἐπὶ τῶν ἄλλων οὐ χρώμενοι, κἂν ἐν ἐσχάτῳ τῆς παρακμῆς ὦσιν· θερμότερον γάρ ἐστιν ἢ ὡς ταῖς φλεγμοναῖς ἐπιτήδειον εἶναι, ὑπάρχει δὲ τῷ φαρμάκῳ τούτῳ καὶ τὸ λεπτομερὲς τῆς οὐσίας.

9

.

22

t

Ἐκ τῶν Ἀντύλλου· περὶ ἐμβροχῶν· ἐκ τοῦ α λόγου τοῦ Περὶ βοηθημάτων.

9

.

22

.

1

Ἐμβροχὴ καταπλασμάτων δύναμιν μὲν ἐλάττονα ἔχει, χρώμεθα δ’ αὐτῇ παραιτούμενοι τὰ καταπλάσματα, ἤτοι διὰ τὸν καιρὸν ἢ διὰ τὸν τόπον ἢ διὰ τὴν δύναμιν, διὰ μὲν τὸν καιρὸν ἐν ἀρχῇ τῶν νόσων παραλαμβάνοντες ἐμβροχάς, ἀκαίρου τηνικαῦτα τῆς χρήσεως τῶν κατα‐
5πλασμάτων καθεστώσης· διὰ δὲ τὸν τόπον ἐπὶ κεφαλῆς ἐμβροχαῖς χρώ‐ μεθα, μὴ πάνυ τι πρὸς τὰ καταπλάσματα εὖ διατιθεμένης· διὰ δὲ τὴν δύναμιν ἐπὶ τῶν ἰσχνῶν, οὐ δυναμένης φέρειν τῆς ἀσθενοῦς δυνά‐

9

.

22

.

2

μεως τὸ βάρος τῶν καταπλασμάτων. ἐπιτηδειότατον δὲ τὸ χαμαιμήλι‐ νον ἔλαιον, μάλιστα ἐφ’ ὧν οὔπω τέλεον ἡ κατὰ τὴν κεφαλὴν ὕλη νοσοποιὸς πέπαυται τῆς ἀναφορᾶς· τήν τε γὰρ οὖσαν ἐν τῇ κεφαλῇ διαφορεῖ καὶ ἑτέραν οὐκ ἐπισπᾶται, ὅπερ οὐκ ἄλλῳ τινὶ συντετύχηκε

9

.

22

.

3

φαρμάκῳ. χρὴ δ’ εἰδέναι ὅτι ἐπὶ τῶν φρενιτικῶν προσάγειν χρὴ βρέγ‐ ματι καὶ κροτάφοις, ἀποχωροῦντας τῆς κορυφῆς καὶ τῶν ὄπισθεν με‐ ρῶν· τὰς γὰρ καταψύξεις οὐ φέρει ταῦτα τὰ μόρια, τῆς ἀρχῆς τῶν νεύρων ἐν αὐτοῖς τυγχανούσης· τὰς μέντοι θερμαινούσας διαβροχὰς

9

.

22

.

4

ἐποχετεύειν αὐτοῖς ἀφειδῶς προσήκει. εἰδέναι δὲ δεῖ ὅτι ὕδωρ μὲν ψυχρὸν καὶ ὀξύκρατον ἐν σπόγγοις καινοῖς δεῖ παραλαμβάνειν, οἰνέ‐

9

.

22

.

5

λαιον δ’ ἐν ἐρίοις τοῖς οἰσυπηροῖς· ὁμοίως δὲ καὶ ὑδρέλαιον. μοτοὶ δὲ πρὸς πάσας τὰς ἐμβροχὰς οἱ ἐξ ὀθονίων καθαρῶν ἐπιτήδειοι.

9

.

23

t

Περὶ καταιονήσεως, ἀποσπογγισμῶν, προσκλύσματος· ἐκ τοῦ αὐτοῦ λόγου.

9

.

23

.

1

Χρώμεθα δὲ καταντλήσει μὲν ὑπὲρ διαβροχῆς σωμάτων, ἤτοι μιμούμενοι τὴν τοῦ λουτροῦ χρῆσιν, ὅταν διά τινα περίστασιν μὴ δυνώμεθα λουτρὸν παραλαβεῖν, βουλόμενοι μὲν ὑγρᾶναι τὰ σώματα, οὐ δυνάμενοι δὲ δι’ ἐμβροχῆς τοῦτο ποιῆσαι, οὐ πάνυ δυομένης εἰς

9

.

23

.

2

βάθος. ἀποσπογγισμὸν δὲ παραλαμβάνομεν, ἤτοι τὸν ἐπικείμενον ἀπορ‐
ρύψαι προαιρούμενοι ῥύπον ἢ ἰχῶρα ἢ αἷμα ἢ ἐπίπαγον ... ἢ πύον ἐπιπεπηγὸς ἢ αὐτὰ τὰ φάρμακα καὶ τὰ ἐπικεχρισμένα ἢ δῆξιν ἢ κνη‐ σμὸν ἐνοχλοῦντα τοῖς σώμασιν, ἐπὶ δὲ προσώπῳ ῥῶσαι βουλόμενοι

9

.

23

.

3

καὶ τόνον ἐνθεῖναι. ὑπὲρ τῆς αὐτῆς δὲ χρείας καὶ τὸ πρόσκλυσμα

9

.

23

.

4

παραλαμβάνομεν. καταντλητέον δὲ κεφαλὴν μὲν δι’ ἀγρυπνίας καὶ

9

.

23

.

5

παρακοπάς· καὶ στόμαχος δὲ καὶ ὑποχόνδριον ἐλαίῳ θερμῷ καταντλεῖ‐

9

.

23

.

6

ται, ὁμοίως δὲ καὶ πλευρὰ καὶ ῥάχις καὶ κύστις. τετανικούς τε καὶ ἰσχιαδικοὺς ἐλαίῳ θερμῷ καταντλητέον· σκέλη δὲ τῶν χρονίως καὶ καταξήρως πυρεσσόντων, καὶ εἴ τι μὴ ἐφιδροῖντο ὅλως, ἢ μετὰ τοὺς

9

.

23

.

7

ἱδρῶτας ἀπεξηραμμένων, ὑδρελαίῳ. καὶ μεταγωγῆς δὲ χάριν καταιονή‐ σομεν τὰ σκέλη ὕδατι πολλῷ ἢ ὑδρελαίῳ, καὶ πλανωμένην δ’ ὕλην κατασχεῖν ἐν ἀκυροτέροις βουλόμενοι μορίοις· τηνικαῦτα δὲ θερμοτέρῳ χρώμεθα μέχρι δήξεως καὶ μέτρον ποιούμεθα τῆς καταντλήσεως τὸ

9

.

23

.

8

ἐρύθημα καὶ τὸ οἴδημα. καταντλοῦμεν δὲ καί, εἴτε φλεγμονὰς λῦσαι

9

.

23

.

9

βουλόμενοι, ἢ ἀποστήματα θᾶττον μεταβάλλειν εἰς πύον. προσκλύσματι δὲ χρώμεθα ἐπὶ προσώπῳ ἐν [μὲν] καύσοις πυρετοῖς θέρους 〈μὲν〉 ὕδατι γαλακτώδει, χειμῶνος δὲ θερμοτέρῳ, καὶ μάλιστα εἰ [καὶ] κεφαλὴ

9

.

23

.

10

τύχοι ἀπαθὴς εἶναι. φυλακτέον δὲ τὸν ἐγχρονισμόν· καταφορᾶς γὰρ

9

.

23

.

11

καὶ ψύξεως κινδυνώδους κατάρχει. ἀντιφυσᾶν δὲ δεῖ τὸν προσαντλού‐ μενον τῷ στόματι ὑπὲρ τοῦ μὴ πλησθῆναι ὑπὸ τῆς προσαντλήσεως, ἀλλ’ ἀντερείδειν πρὸς τὰς πληγὰς διὰ τῆς ἀντιβάσεως τοῦ πνεύματος.

9

.

23

.

12

ὑποκείσθω δὲ σπόγγος ἀνθερεῶνι ξηρὸς πρὸς τὸ μὴ καταρρεῖν ἐκ τῆς

9

.

23

.

13

καταιονήσεως εἰς τὸ στέρνον. ἐνίοτε δὲ καὶ ὀξύκρατον θερμὸν δοκιμά‐ ζομεν εἶναι τὸ πρόσκλυσμα, μάλιστα ἐν πυρετοῖς ἁπλουστέροις καὶ

9

.

23

.

14

οὐδὲν κακότροπον ἔχουσιν. ἐπὶ δ’ ὀφθαλμῶν ῥευματιζομένων χρώμεθα στροβίλου αὐτοῦ τοῦ κώνου τεθλασμένου ἀφεψήματι· ἐπὶ δὲ τῶν χειμε‐ ρινῶν περὶ τοὺς ὀφθαλμοὺς † ἰσχυρᾶς καὶ χημώσεως τήλεως ἀφεψήματι τῆς λευκῆς· χρὴ δ’ ἀφεψήσαντα δὶς ἢ τρὶς τὴν τῆλιν καὶ τὰ πρῶτα

9

.

23

.

15

ἀφεψήματα ἀποχέοντας οὕτω τῷ τελευταίῳ προσαντλεῖν. ὁ δ’ ἀπο‐ σπογγισμὸς ὕλης μὲν τῆς αὐτῆς τῷ προσκλύσματι παραλαμβάνεται· καὶ

9

.

23

.

16

γὰρ δύναμιν ὁμοίαν ἔχει. ὑπὲρ δὲ τοῦ νίψαι καὶ ἀπορρύψαι σπόγγος ἀποτεθλιμμένος ἐξ ὕδατος θερμοῦ ἐπιτηδεύεται † ἐνίοτέ τινες, καὶ τὸ ῥυπτικὸν φάρμακον, ἤτοι τῷ ὕδατι ἐνδιειμένον ἢ πρὸ τοῦ ἀποσπογ‐ γισμοῦ χριόμενον † τὸ νίτρον ἀφόνιτρόν τινι τοιούτῳ, καταχρίομεν.

9

.

23

.

17

πυρεσσόντων δέ, ἐπὶ τῶν ὀφειλόντων ἀποσπογγίζεσθαι ὕδατι ψυχρῷ, κατὰ τὰς ἐπιδόσεις παραιτούμεθα, ἐν δὲ ταῖς ἀκμαῖς ἢ καὶ παρακμαῖς

9

.

23

.

18

τεθαρρηκότως παραλαμβάνομεν. δεῖ δὲ καὶ τοὺς παρὰ τὰ ὦτα μῦς προχρίειν ἐλαίῳ, καθιέναι δὲ καὶ εἰς τοὺς ἀκουστικοὺς πόρους καὶ εἰς τοὺς μυκτῆρας ἔλαιον ὑπὲρ τοῦ μὴ ψύχεσθαι· Ἀρχιγένης δ’ ἀξιοῖ καὶ

9

.

23

.

19

τὸ στέρνον. ἐν ἀκαίροις δ’ εἰς ὕπνον καταγωγαῖς τὸ πρόσωπον ἀπο‐

9

.

23

.

20

σπογγίζομεν νίτρον εἰς τὸ ὕδωρ τήκοντες. ὅλον δ’ ἀποσπογγίζομεν τὸ σῶμα ἐν καταξήροις καὶ καυσώδεσι πυρετοῖς δι’ ὑδρελαίου, παραμεί‐ ναντες τὴν στάσιν τῶν παροξυσμῶν.

9

.

24

t

Περὶ καταπλασμάτων· ἐκ τοῦ αὐτοῦ λόγου.

9

.

24

.

1

Ὅσαι τῶν φλεγμονῶν μήτε πρὸς ἐμβροχὰς ἔχουσιν ἐπιτηδείως μήτε ἐμπλάστροις ἤδη καὶ κατακλύσμασιν ἐπακούειν δύνανται, τρυφε‐ ρώτεραι τῆς τούτων ἐπιβολῆς τυγχάνουσαι, ταύταις μάλιστα ἐπιτήδεια

9

.

24

.

2

τὰ καταπλάσματα. τῶν καταπλασμάτων τὰ μὲν θερμαίνει καὶ διαφορεῖ,

9

.

24

.

3

τὰ δὲ ψύχει καὶ στύφει καὶ ἀποκρούεται. σκευάζεται δ’ αὐτῶν τὰ μὲν ἄνευ ὕδατος, καὶ τὰ μὲν αὐτῶν ἄνευ ἑψήσεως, τὰ δ’ ἑφθὰ γίνεται·

9

.

24

.

4

καλεῖται δὲ τὰ ἄνεφθα μακτά. καὶ τῶν μὲν μακτῶν ὅρος ἐστὶ τῆς σκευασίας ἱκανῶς λελειῶσθαι καὶ ἡνῶσθαι καὶ ἀμόλυντα εἶναι καὶ μὴ περιρρεῖν· τῶν δ’ ἑφθῶν οὐκ ἔστι μέτρον τὸ μὴ μολῦναι (δυνατὸν γὰρ ἂν τοῦτο γενέσθαι διὰ τὸ πλῆθος τῶν ἐμβαλλομένων ξηρῶν ἐν
5τῷ ὑγρῷ), ἀλλὰ τὸ τὰς δυνάμεις, χυθέντων τῶν ξηρῶν, ἀναμιχθῆναι

9

.

24

.

5

καὶ ἑνωθῆναι. χρώμεθα δὲ ποικίλοις καταπλάσμασι, τῆς τε τῶν τόπων διαφορᾶς ἐπιζητούσης, τῶν τε παθῶν οὐ πάντων οὐδ’ ἐν παντὶ καιρῷ

9

.

24

.

6

τοῖς αὐτοῖς χαιρόντων καταπλάσμασιν. εὐθὺς μὲν οὖν χρώμεθα πρὸς τὰς κοινὰς τῶν ὑποχονδρίων φλεγμονάς (ἔστι δὲ τῶν ἑφθῶν προχει‐ ρότατον τὸ κοινόν· ὠμήλυσιν δ’ αὐτὸ καλοῦμεν), εἰς ὕδωρ ἐμπάσσον‐ τες λινόσπερμόν τε καὶ γῦριν καὶ ἐπιχέοντες μετὰ τὴν ἕψησιν ἔλαιον.

9

.

24

.

7

καὶ ἐὰν μὲν ὑγρᾶναι θέλωμεν τὰ ὑποχόνδρια κατάξηρα ὄντα, χρώμεθα γύρει· ἐὰν δὲ μαλάξαι, ἀντὶ ταύτης ἄρτον ἐμπλέκομεν τῷ λινοσπέρμῳ· ἐὰν δὲ θερμᾶναι σφοδρότερον, κρίθινον τῷ λινοσπέρμῳ συμπλέκομεν· ἐὰν δὲ θερμᾶναι καὶ ξηρᾶναι, τῆλιν· ἐὰν δὲ θερμᾶναι καὶ προσδιαφο‐

9

.

24

.

8

ρῆσαι, πίτυρα. ἐμπνευματώσεως δ’ ἐνοχλούσης τὰ ὑποχόνδρια, λινόσπερ‐ μον μετὰ κυμίνου παραπλησίως ἕφθω· στομάχου δ’ ἐκλυομένου, ἄλφιτα ἄναλα ἔστω ἔμπλασμα· ἀνορεκτοῦντος δὲ καὶ ἀτονοῦντος, ἀψινθίου

9

.

24

.

9

κόμη προαφεψείσθω, καὶ εἰς τὸ ἀφέψημα ἐμπασσέσθω ἄλφιτα. ἐπὶ τῶν σφόδρα τρυφερῶν καὶ οὐδὲ αὐτὰ τὰ ξηρὰ ἐμβάλλομεν, οἷον λινόσπερ‐
μον ἢ γῦριν ἢ τῆλιν, ἀλλ’ ἀφεψήσαντες αὐτὰ εἰς λιπαρὸν μελίκρατον τὰ ἀφεψήματα διηθήσαντες ἐκχέομεν, κἄπειτα μέχρι συστάσεως ἑψῶμεν
5οὕτως· ἵνα δ’ ἐν πυρετῷ, [τὸ] διηθουμένην γῦριν ἐν ὀξυμέλιτι παρα‐

9

.

24

.

10

πλησίως. σομφὸν δ’ οἴδημα ἔχοντας κυαμίνῳ ἀλεύρῳ σὺν Αἰθιοπικῷ

9

.

24

.

11

κυμίνῳ, ἐσκιρρωμένον δὲ τῷ διὰ σύκων. σκευάζεται δ’ οὕτως· κόπτε‐ ται τὰ σῦκα χωρὶς τῶν κεγχραμίδων, εἶτα ἐν οἴνῳ γλυκεῖ λεανθέντα

9

.

24

.

12

ἑψεῖται, νίτρου λείου συμπλακέντος ὀλίγου. εἰ δὲ σφόδρα σπλὴν ἐσκιρ‐

9

.

24

.

13

ρῶσθαι τύχοι, σὺν ὀξυμέλιτι τὰ σῦκα ἑψεῖται. ἥπατι δὲ φλεγμαίνοντι τῆλις κατάλληλος ἐν μελικράτῳ ἑφθὴ καὶ ἄρτος σὺν λινοσπέρμῳ· βέλ‐

9

.

24

.

14

τιον δὲ καὶ ἠρυγγίου σπέρμα συμμιχθέν. πρὸς δὲ τὰς τῶν ἐντέρων φλεγμονὰς τὸ διὰ λινοσπέρμου καὶ γύρεως, πρὸς δὲ ῥευματισμοὺς ἐν‐ τέρων τὸ διὰ κέγχρου, πρὸς δὲ κύστιν λινόσπερμα μετὰ λιβανωτίδος, πρὸς δ’ αἰδοῖα τὰ μὲν λιπαρὰ ἀνεπιτήδεια, τὰ δὲ στύφοντα κατάλ‐
5ληλα, οἷόν ἐστι τὸ διὰ σιδίων· δεῖ δὲ τὰ σίδια ξηρὰ κοπέντα ἐμπάσ‐

9

.

24

.

15

σεσθαι οἴνῳ καὶ συμπλέκεσθαι αὐτοῖς κηκῖδα λείαν. ἀγαθὸν δὲ καὶ τὸ διὰ φακοῦ κατάπλασμα, ἑψομένου τοῦ φακοῦ σὺν ὕδατι, ἔπειτα λεαινο‐

9

.

24

.

16

μένου καὶ μέλιτι συναναλαμβανομένου. ἁρμόσει δ’ ἐπὶ τῶν αἰδοίων καὶ τὸ δι’ ἀλφίτων ἄναλον ἑφθὸν ἐν οἴνῳ κατάπλασμα· πρὸς δὲ τὰ ὑδρω‐ πικὰ οἰδήματα ἀσταφὶς ἐκγιγαρτισμένη λεία μετὰ σύκων λιπαρῶν ἐν μελικράτῳ ἑψηθεῖσα· προσπλέκεται δὲ τῷ καταπλάσματι τούτῳ καὶ

9

.

24

.

17

αἰγεία κόπρος πρὸς ξηρασίαν. καὶ μᾶλλον ὀνίνησιν, 〈εἰ〉 ἐντέτριπται καὶ γύψος παλαιά, μάλιστα ἐκ τῶν πεπαλαιωμένων τῷ χρόνῳ κονιαμά‐ των, λεία σὺν τοῖς σύκοις καὶ νίτρῳ ἐρυθρῷ ἐν οἰνομέλιτι ἑψηθεῖσα· ὀσχέου δὲ καὶ διδύμου φλεγμαινόντων, ἐπὶ μὲν χειρουργίας καὶ ἄλλοις
5προδήλοις αἰτίοις τὰ κοινὰ καταπλάσματα, ἐπὶ δὲ ταῖς αὐτομάτοις μετ’ οἰδήματος φλεγμοναῖς κυαμίνων ἀλεύρων μετὰ σταφίδος λιπαρᾶς

9

.

24

.

18

ἑφθὰ ἐν μελικράτῳ. ἐνίοτε δ’ ἐρεγμὸν ἑψήσαντες λεαίνομεν, μετὰ τοῦτο

9

.

24

.

19

σὺν μέλιτι καὶ κυμίνῳ καταπλάσσομεν. τὰς δὲ μερικὰς φλεγμονὰς ἄρτῳ

9

.

24

.

20

ἑφθῷ ἐν μελικράτῳ παρηγοροῦμεν. εἰ δὲ πυρετώδεις εἶεν αἱ φλεγμο‐ ναί, ψύχοντα ἀφεψήματα λαβόντες εἰς ἐκεῖνα τὸν ἄρτον ἐμπάσσομεν, οἷον ἀρνογλώσσου, πολυγόνου· εἰ δὲ ῥεῦμά τι εἴη, καὶ τῶν στυφόν‐

9

.

24

.

21

των, ῥοῦ, βάτου, στρύχνου, σιδίων, κηκῖδος, ῥοός. ἐπὶ δὲ τῶν ἀντι‐ τύπων καὶ σκληρῶν φλεγμονῶν εἰς ἀφέψημα μαλάχης ἢ τήλεως ἢ
λινοσπέρμου τὸν ἄρτον ἐμβάλλομεν.

9

.

24

.

22

Περὶ ἀνύδρου καταπλάσματος. Τὰ δ’ ἄνυδρα καταπλάσματα σκευάζεται μὲν ἐκ μέλιτος καὶ τερε‐ βινθίνης ἢ καὶ ἀμφοτέρων· δεῖ δὲ προεψήσαντας τὸ μέλι καὶ τὴν ῥητίνην οὕτως ἐμπάσσειν τὰ ξηρὰ ἐπὶ τούτων, ᾗπερ ἐπὶ τῶν ὑγρῶν
5καταπλασμάτων· ἐν μὲν γὰρ τοῖς ὑγροῖς ἀνίεται, ἐπὶ δὲ τῶν ἀνύδρων

9

.

24

.

23

οὐδὲν κατὰ τὴν ἕψησιν εὐαφέστερα οὐδὲ μαλακώτερα γίνεται. ἔτι κἀκεῖνο ἄξιον ἐγνωκέναι, διότι τὰ μὲν ὑγρὰ ἑψήσεως χρείαν ἔχει μετὰ τὸ ἐμβληθῆναι τὰ ξηρά, τὰ δ’ ἄνυδρα αὐτάρκως προηψημένῳ τῷ μέ‐ λιτι καὶ τῇ ῥητίνῃ ἐπιπάσσειν προσήκει, καὶ μηκέτι μετὰ τὸ ἐμπάσαι
5καθεψεῖν· φρύγεται γάρ, καὶ ἀφανίζεται τῶν ξηρῶν ἡ δύναμις ἐν τῷ

9

.

24

.

24

μέλιτι. τὸ δὲ λίπος ἐπιχείσθω τοῖς ἀνύδροις αἰρομένοις ἐκ τοῦ πυρός.

9

.

24

.

25

ἁρμόζει δὲ τὰ ἄνυδρα τοῖς ἐφ’ ὧν ψῦξιν εὐλαβούμεθα ἢ ἀνυγρᾶναί τινα φυλασσόμεθα προσμόνως ἢ ἐπὶ πολὺν χρόνον θερμᾶναι βουλόμεθα

9

.

24

.

26

ἢ ἀναξηρᾶναι καὶ στῆσαι ῥεῦμα προαιρούμεθα. μάλιστα μὲν οὖν συνε‐ χέστατα χρώμεθα τοῖς ἀνύδροις ἐφ’ ὑποχονδρίων ἔν τε πυρετοῖς καὶ ἄνευ πυρετῶν· ἔστι μὲν γὰρ τὰ ὑγρὰ καταπλάσματα τῶν ἀνύδρων εὐτονώτερα ἐν τῇ πρὸς ὀλίγον καιρὸν ἐπιθέσει· τὸ γὰρ ὑγρὸν τὸ
5ἐν αὐτοῖς, λεπτὸν ὂν καὶ διαλυτικόν, ὁδηγεῖ ῥᾳδίως τὴν ἐπ’ αὐτῶν δύναμιν εἰς τὰ σώματα, καὶ οὐκ ἄν τις νουνεχῶς, εἰ δέοι συνεχῶς ἀλλάσσειν τὰ καταπλάσματα, καὶ μέτρον εἴη τῆς ἐπιθέσεως ἡ εὐκρασία,

9

.

24

.

27

χρῷτο ἂν τοῖς ἀνύδροις. παραληπτέον οὖν τὰ ἄνυδρα ἐπί τε τῶν δεομένων δι’ ὅλης, ὡς ἐλέγομεν, ἡμέρας καὶ νυκτὸς καταπλάσματος καὶ ὑποχονδρίων ἐπί τε τῶν ἱδρούντων μὲν ἀδιαλείπτως, ἐχόντων δὲ φλεγμονάς· ἐπί τε τῶν οὐκ ἀνεχομένων βάρους χρήσιμα καὶ τῶν
5καταψυχομένων ἀνεκθερμάντως.

9

.

25

t

Ἐκ τῶν Λύκου· περὶ 〈τοῦ〉 διὰ ζύμης καταπλάσματος.

9

.

25

.

1

Διαχέαι τὰ συνεστῶτα καὶ ἐκτῆξαι ἱκανώτατα τὸ ἐπίπλασμα τοῦτο ἐπιτήδειόν ἐστιν· καὶ γὰρ δοθιῆνας ὠφελεῖ καὶ ἐμπυήματα σχολαίτερον πρὸς τὴν μεταβολὴν ἰόντα καὶ σκόλοπας ἐξάγει καὶ σκίρροις ἐπαρκεῖ

9

.

25

.

2

καὶ θλάσμασι τοῖς κατὰ πέλματα. ποιήσεις πολυειδεῖς εἰσιν αὐτοῦ·
ἢ γὰρ αὐτῷ ἐλαίῳ συμμαλάττεται, ἐξαρκοῦν τοῦτο πρός τε τοὺς δο‐

9

.

25

.

3

θιῆνας 〈καὶ〉 τὰς σχολαίας ἐκπυήσεις· ἢ καὶ νίτρον που λεπτὸν συμ‐ μίγνυται αὐτῷ, ὅπου δριμυτέρου ἐπιθέματος χρῄζομεν ἐπὶ τῶν σφόδρα

9

.

25

.

4

στερεῶν σκίρρων· ἢ ἔστιν ὅτε διαχέοντες τὴν ζύμην αὖθις συνίσταμεν,

9

.

25

.

5

ἑψῶντες αὐτήν, ἔλαιον ὀλίγον ἢ ἴρινον μύρον προσμίξαντες. ἔστι δὲ τοῦδε καὶ ἄλλος μεταχειρισμός· ὄξει διαχεῖται ἡ ζύμη, ὡς εἶναι χυλοῦ τὸ πάχος· τοῦτο τοῖς κατὰ τὸ ἧπαρ καὶ τὸν σπλῆνα σκίρροις ἐπιτή‐

9

.

25

.

6

δειόν ἐστιν. ἢ κόμη ἀψινθίου ἢ ἶρις ἢ ἀβρότονον ἢ θύμον ἢ γλήχων, ταῦτα πάντα μετὰ τῆς ζύμης τοῖς κατὰ τὸν σπλῆνα σκίρροις καὶ τοῖς κατὰ τὸ ἧπαρ ἐπαρκεῖ.

9

.

26

t

Περὶ τοῦ ἐξ ἄρτου.

9

.

26

.

1

Τὸ δ’ ἐξ ἄρτου κατάπλασμα παναρκέστατόν ἐστιν· πάσαις γὰρ σχεδὸν ἁρμόζει φλεγμοναῖς. ποιήσεις δ’ αὐτοῦ πολλαὶ πάνυ· 〈ἢ〉 γὰρ ψυχρῷ ὕδατι βραχεὶς καὶ συνεργασθεὶς ῥοδίνῳ ὁ ἄρτος ἐπιπλάττεται

9

.

26

.

2

(οὗτος δ’ ἐπιτήδειός ἐστι ταῖς ἐρυσιπελατώδεσι φλεγμοναῖς), ἢ ἀντὶ τοῦ ὕδατος δι’ ὀξυκράτου σκευάζεται (μᾶλλον γὰρ οὗτος ἐφαρμόττει

9

.

26

.

3

ταῖς ἐρυσιπελατώδεσι φλεγμοναῖς), ἢ θερμῷ ὕδατι βρέχεται καὶ συμ‐ μαλάττεται ἐλαίῳ, εἶτα ἐπιπλάττεται θερμὸς ὁ ἄρτος, ἁρμόττων ταῖς

9

.

26

.

4

σκληροτέραις καὶ οὐ ζεούσαις φλεγμοναῖς· ἢ ἀντὶ τοῦ ἐλαίου τὸ βού‐ τυρον ἐμβαλεῖς καὶ ποιήσεις χρησιμώτερον πρὸς τὰς αὐτὰς διαθέσεις.

9

.

26

.

5

γίνεται δὲ καὶ οὕτως· ὕδατι διαλύεται ὁ ἄρτος ὡς χυλοῦ σύστασιν σχεῖν, καὶ τούτῳ μίγνυται ἔλαιον ἢ βούτυρον, εἶθ’ ἑψεῖται μέχρι συστάσεως· τοῦτο ὧν ἐγὼ οἶδα πάντων ἄμεινον πρὸς φλεγμονὰς τὰς

9

.

26

.

6

ἐπὶ τραύμασι καὶ πρὸς τὸ τάχιον ἐκπυῆσαι τὰ τούτου δεόμενα. ὅπῃ δὲ νεῦρον ἢ νευρῶδές τι διατέθλασται, ἐνταῦθα ἐγὼ καὶ πίττης ὑγρᾶς

9

.

26

.

7

βραχὺ μιγνὺς οἶδα μετρίως λυσιτελὲς ἀποφήνας τὸ ἐπίπλασμα. τοῦτο

9

.

26

.

8

δὲ καὶ ταῖς ποδαλγικαῖς φλεγμοναῖς ἐπιτήδειόν ἐστιν. —Ἄλλη σκευασία· χειροῖν διατρῖψαι τὰ ἔνδοθεν τοῦ ἄρτου χρὴ τοῦ χθιζοῦ· ἐπειδὰν δ’ ἀλευρώδης γένηται, μέλιτι ἐμπλάσσειν χρὴ τὸ ἄλευρον καὶ ἑψῶντα εἰς τὸ μέτριον συνιστᾶν πάχος, καὶ εἰ φαίνοιτο ἱκανῶς ἔχειν,
5ἔλαιον ἐπιχέοντα ἀναμιγνύναι· τοῦτο ἐπιτήδειόν ἐστι ταῖς καθ’ ὑπο‐

9

.

26

.

9

χόνδρια φλεγμοναῖς. ἄμεινον δέ, εἰ τῷ μέλιτι ὀλίγον ὕδωρ μεμιγμένον

9

.

26

.

10

εἴη· τὸ γὰρ ἄλευρον εὐμαρέστερον ἐν τῇ ἑψήσει [ἢ] διαχεῖται. καὶ τὸ ἐκ πυρῶν δὲ πάλιν καὶ τὸ ἐξ ἀλεύρων πυρίνων κατάπλασμα σχεδὸν
τὰ αὐτὰ δύναται ποιεῖν τὰς αὐτὰς ἐπιδεχόμενον σκευασίας.

9

.

27

t

Περὶ τοῦ ἐκ πιτύρων.

9

.

27

.

1

Τὰ πίτυρα δ’ ὧδε χρὴ παρασκευάζειν· πολλάκις πιλεῖν αὐτὰ προσήκει ὡς λεπτότατα γενέσθαι, ἢ ἐν ὅλμῳ κόπτοντα καὶ διασήσαντα τὸ αὐτὸ ποιεῖν· χρῆσθαι δ’ αὐτοῖς ἐπὶ σκίρρων πάντῃ τοῦ τε ἄλλου σώματος συνισταμένων καὶ ἐφ’ ἥπατος καὶ σπληνός [πάντα]· σκευάζειν
5δ’ αὐτὸ δι’ ὀξυμέλιτος, ἢ καὶ τοῦ ἀμμωνιακοῦ μιγνύντας καὶ θερμὸν

9

.

27

.

2

ἐπιπλάττοντας. λῷον δ’ ἂν εἴη, εἴ τις ἐξ ἑτέρου ἕτερον ἐπιθείη, ὡς

9

.

27

.

3

μὴ ἐκλείπειν τὴν θάλψιν ποτέ. καὶ ὁπότε δὴ οἱ ὄρχεις φλεγμαίνοιεν,

9

.

27

.

4

ὠφελιμώτατον γίνεται τοῦτο· σκευαζέσθω 〈δὲ〉 χωρὶς ὄξους. ἁρμόζοι δ’ ἂν τὸ κατάπλασμα τοῦτο καὶ δοθιῆσι καὶ τοῖς ἄλλοις φύμασι τοῖς

9

.

27

.

5

σκληροῖς. πάνυ δὲ καὶ πρὸς τὰ ἰοβόλα συμφέρει ὄξει δευόμενα τὰ πίτυρα ἐξ ἑτέρων ἕτερα ἐπιτιθέμενα.

9

.

28

t

Περὶ τοῦ ἐκ κριθίνου ἀλεύρου.

9

.

28

.

1

Τὸ ἐξ ἀλεύρων κριθίνων κατάπλασμα δύναται εἰς τὰς περὶ τὰ μυώδη φλεγμονὰς σκληρὰς ἤτοι διαλύειν ἢ ῥᾳδίως εἰς πύον αὐτὰς

9

.

28

.

2

μεταβάλλειν. ποίησις δ’ αὐτοῦ ἥδε· τὸ μὲν ἄλευρον πάλην εἶναι χρή, ἐνεψεῖν δὲ μελικράτῳ· ἔστω δὲ τὸ μὲν μέλι πλεῖστον, τὸ δ’ ὕδωρ μεῖον εἰς τοσοῦτον, ὡς αὐτὸ μόνον τὸ ἀτέραμνον τοῦδε τοῦ ἀλεύρου ἐν τῇ ἑψήσει διαχεῖσθαι· οὐ γάρ ἐστιν εὐδιάλυτον τοῦτο τὸ ἄλευρον,

9

.

28

.

3

ὥσπερ τὸ τῶν πυρῶν. —Ἑτέρα τοῦ αὐτοῦ καὶ ἐπὶ τοῖς αὐτοῖς ποίησις· μαλάχης ῥίζα ἢ αὐτὴ ἡ πόα, ἐπειδὰν ἑψηθῇ, τρίβειν ὁμοῦ τῷ μελι‐

9

.

28

.

4

κράτῳ, καὶ ἐπειδὰν διαλυθῇ, ἑψεῖται ὁμοῦ τῷ ἀλεύρῳ. αὕτη ἡ κατα‐ σκευὴ ἀνυσιμωτέρα ἐστὶ πρὸς ἄμφω, πρός τε τὸ μαλακὰ ἀποφῆναι τὰ

9

.

28

.

5

τέως ὄντα σκληρά, καὶ πρὸς τὸ εἰς πύον μεταστῆσαι. χρὴ δέ, ἐπειδὰν ἑφθὸν ἱκανῶς ᾖ καὶ δὴ ἐπὶ τῶν ῥάκεων ἀληλιμμένον ἤδη, τηνικαῦτα ἐπιχεῖν ἔλαιον· οὕτως γὰρ εὐμενὲς ἔσται τῷ χρώματι καὶ ἐν ταῖς ἀφαιρέσεσιν οὐκ ἐγκαταλείψεταί ποτε ὑπὸ τῶν ῥακίων 〈οὐδὲ〉 προσέ‐

9

.

28

.

6

ξεται ἐν τῷ χρωτὶ τὸ ἐπίπλασμα. πρὸς δὲ τούς τε ἄλλους σπασμοὺς καὶ τοὺς τετάνους χρήσιμον εἴη ἂν οὕτως σκευαζόμενον· ἐν γὰρ δὴ τῷ ὕδατι, καθ’ ὃ ἑψεῖσθαι μέλλει τὸ ἄλευρον, ἐνεψεῖσθαι χρὴ πηγάνου

9

.

28

.

7

ἢ σικύου ἀγρίου ῥίζης ἢ δάφνης καρπὸν ἢ σάμψυχον ἢ ἶριν. λυσιτελὲς
δ’ ἂν εἴη μετὰ τὴν ἕψησιν ἐπιπάττειν τῷ καταπλάσματι καστορίου καὶ οὕτως ἐπιχρίειν αὐτὸ τῷ ῥάκει καὶ ἐπιτιθέναι κατὰ πάσης ῥάχεως·

9

.

28

.

8

βέλτιον δέ, εἰ καὶ τῆς κεφαλῆς ἐπιλάβοι τὸ κατάπλασμα. ἐπὶ δὲ πλευ‐ ριτικῶν καὶ περιπνευμονικῶν ἐν ὑδρομέλιτι προεψεῖν ἀβροτόνου χρὴ

9

.

28

.

9

ἢ δάφνης καρπόν, καὶ οὕτως ἐπεμβάλλειν τὸ ἄλευρον. εἰ δὲ σκίρρος κατὰ τὰ σπλάγχνα εἴη, ἀμμωνιακὸν μιγνύειν ἢ τερεβινθίνην καὶ νίτρον, καὶ ἔσθ’ ὅτε καὶ ὄξος· τῶν δ’ ἐντέρων φλεγμαινόντων μικτέον ἐστίν· εἰ δ’ ἡ κύστις, καὶ τούτου καὶ τοῦ πηγάνου.

9

.

29

t

Περὶ τοῦ ἀπὸ λινοσπέρματος.

9

.

29

.

1

Τὰς πάντῃ τοῦ σώματος γινομένας φλεγμονὰς οἵας δή ποτε οὖν ὀνίνησι τὸ διὰ λινοσπέρματος κατάπλασμα, μάλιστα ἂν συνῶσιν αὐταῖς ὀδύναι περιττότεραι, ὡς καὶ πρὸς τὴν ἁφὴν ἐπιτείνεσθαι τὴν ὀδύνην.

9

.

29

.

2

τὰ δ’ ὑποχόνδρια εἴ τις ἐθέλοι φλεγμαίνοντα τούτῳ ἐπιπλάττειν, σκευάζοντα, ἐπειδὰν ἀναζέσῃ τὸ μέλι, ἐμπάσσειν χρὴ τὸ σπέρμα, λεπτό‐ τατον ἄλευρον γενόμενον.

9

.

30

t

Περὶ τοῦ ἐξ ἀλφίτου.

9

.

30

.

1

Ἀλφίτων πάλη συνεργασθεῖσα χυλῷ ἑλίκων ἀμπέλου ἢ πολυγόνου

9

.

30

.

2

ἢ μήλων ναυτίας ἰᾶται καὶ πυρώσεις. μέλιτι δ’ ἐνεψώμενον τὸ ἄλφιτον,

9

.

30

.

3

ἅλατος ἢ νίτρου προσβαλλομένου, ὑδρωπικοῖς ἐπιτήδειον γίνεται. τὸ δ’ αὐτὸ τοῦτο καὶ ταῖς τῶν ὄρχεων φλεγμοναῖς ἁρμόζει χωρὶς τοῦ νίτρου καὶ τῶν ἁλῶν.

9

.

31

t

Περὶ τοῦ ἀπὸ τῆς τήλεως.

9

.

31

.

1

Τὸ ἄλευρον τὸ ἀπὸ τῆς τήλεως οὐκ εἰς πολλὰ ἐπιτηδείως κατά‐ πλασμα γινόμενον· φλεγμοναῖς μὲν γὰρ οὐχ ἁρμόζει, σκιρρώδεσι δὲ

9

.

31

.

2

διαθέσεσι, προσλαβὸν λινοσπέρμου. ἕτερον δὲ τρόπον μεταχειρισθεῖσα ἡ τῆλις καὶ μάλα ἐπιτήδειος ὡς πολλά ἐστιν· ὕδατι ἑψεῖται ἐπὶ μακρόν, ἔστε ἂν ἱκανῶς ἑφθὴ γένηται, κἄπειτα τὸ μὲν ὕδωρ ἐκχεῖται, αὐτὴ δὲ πάνυ λειοῦται, καὶ μέλι ὅσον ἱκανὸν μίγνυται ταύτῃ, καὶ ὅταν
5συνεργασθῇ καλῶς τῷ μέλιτι, λειουμένη ἑψεῖται, ἔστε ἂν ἐπιθέματος

9

.

31

.

3

πάχος ὑπάρχῃ. οὕτω σκευασθεῖσα χρησιμεύει παραπλησίως τοῖς πλεί‐ στοις ἐπιθέμασι, καὶ σχεδὸν πρὸς πάσας τὰς ἔξωθεν γινομένας φλεγμο‐ νὰς ἁρμόζει· πρός τε γὰρ τὰ ὑποχόνδρια καὶ τὰ ἔντερα καὶ τὴν ὑστέ‐

9

.

31

.

4

ραν καλῶς ποιεῖ. ὅταν δ’ ἑψηθεῖσα καὶ λειωθεῖσα, ὡς εἴρηται, ἀντὶ τοῦ μέλιτος πάλιν ἐν ὕδατι ἑψηθῇ, ἐπιτήδειος γίνεται ὀφθαλμοῖς καὶ
ἕδρᾳ φλεγμαίνουσιν· βέλτιον δέ, εἰ καὶ μελιλώτου προσλάβοι.

9

.

32

t

Περὶ τοῦ ἐκ χόνδρου.

9

.

32

.

1

Θλάσεις ὤτων καὶ ῥινὸς χόνδρῳ ἐπιπλάττονται λυσιτελῶς· ἑψεῖ‐ σθαι δὲ καὶ λελειῶσθαι χρὴ αὐτόν· ἄμεινον δ’ ἂν εἴη, κόμμεως καὶ

9

.

32

.

2

λιβάνου [καὶ] προσμιγέντος ὀλίγου. καὶ δοθιῆσι δ’ ἐπιτήδειος ὁ χόν‐ δρος, καὶ λειχῆσι καὶ ψώραις οὐκ ἀναρμόττων ἐπιπλάττεται.

9

.

33

t

Περὶ τοῦ ἐκ κέγχρου.

9

.

33

.

1

Ποίησις μὲν τοῦδε τοῦ ἐπιπλάσματος, ὁποία καὶ ἡ ἐκ τοῦ σπέρ‐

9

.

33

.

2

ματος τοῦ λινοσπέρμου· ἐπαρκὲς δ’ ἔσται, εἰ ῥεῦμα γαστρὸς ὀδυνηρὸν

9

.

33

.

3

εἴη, καὶ οἴδημα εἴ πῃ ὑπάρχει. εἰ δὲ πίτταν ξηρὰν λάβοι, καὶ ἰσχιάσιν

9

.

33

.

4

ἂν εἴη λυσιτελές. ὕδατι δ’ ἢ ὄξει ἢ ὀξυκράτῳ ἀναληφθὲν σκολοπεν‐ δρῶν δήγμασι χρήσιμον εἶναι ἔγνωσται.

9

.

34

t

Περὶ τοῦ ἐκ σύκων.

9

.

34

.

1

Πολυειδεστάτη ἐστὶ τοῦ ἐπιπλάσματος τοῦδε ἡ μεταχείρισις καὶ ἐπαρκὴς εἰς πολλά· ἤτοι γὰρ 〈εὖ μάλα κόπτεται ὡς μηδ’ ὁτιοῦν ἀργὸν〉 ἀφεῖσθαι μέρος, μήτε οὖν αὐτοῦ τοῦ σύκου, μήτε, εἰς ὅσον ἀνυστόν, τοῦ σπέρματος, καὶ τῷ οὕτω πεποιημένῳ προσηνείας ἕνεκεν

9

.

34

.

2

μύρου ἰρίνου οὐ πολὺ μίγνυται αὐτῷ. ποιεῖ δὲ πρὸς τὰς σκληρότητας τῶν νεύρων καὶ τὰ ἠγκυλωμένα τῶν ἄρθρων καὶ τὰ πέρα τοῦ μετρίου ἐκτεταμένα καὶ πρὸς σκίρρους, καὶ μάλιστα τοὺς τῶν σπληνῶν· ὠφε‐

9

.

34

.

3

λεῖ δὲ καὶ τοὺς τοῦ ἥπατος. προσλαβὸν δὲ νίτρον ὀλίγον ῥήττει τε

9

.

34

.

4

κόλπους καὶ σκόλοπας ἀνάγει. εἰ δ’ ὁμοίως κοπείη τὰ σῦκα καὶ προσ‐ λάβοι γλήχωνος ἢ ὀριγάνεως ἢ θύμου κόμης ἢ ἀψινθίου, εἰς τὸ λεπτό‐ τατον εἰργασμένα, ὑδρωπικοῖς ἁρμόσει καταπλασσόμενον κατά τε τῶν ὑποχονδρίων πάντων καὶ τῆς ὀσφύος καὶ τοῦ νώτου παντός. —

9

.

34

.

5

Ἄλλη ποίησις· ἑψεῖται, ὅσον εὐπετῶς διαχεῖσθαι μέλλῃ τὰ σῦκα, κἄπειτα λειοῦται ὁμοῦ τινι μέρει τοῦ ὕδατος, ἐν ᾧ ἥψηται, εἶτα κρί‐ θινον ἄλευρον ἢ πύρινον ἢ καὶ ἄρτος μίγνυται αὐτοῖς, καὶ συνεργά‐ ζεται ὡς μάλιστα, καὶ ἑψεῖται αὖθις ἄχρι συστάσεως καταπλάσματος.

9

.

34

.

6

ἁρμόζει δὲ φύμασι τοῖς μὴ ῥᾳδίως πεπαινομένοις καὶ παρωτίσιν, ἃς
ἐκπυεῖσθαι χρή, καὶ δοθιῆσιν· λίπει δ’ εἴ τις ἐθέλοι χρῆσθαι, βούτυρον

9

.

34

.

7

μιγνύει. εἰ δὲ πηγάνου φύλλα τριφθέντα λεῖα μιχθείη, τὰς 〈ἐν τοῖσ〉 ἐντέροις ὀδύνας ὑπὸ τοῦ πνεύματος γινομένας ὀνίνησιν· λίπος δὲ μιγνύσθω ἔλαιον, ἔνθα πήγανον ἢ κύμινον ἐνήψηται.

9

.

35

t

Περὶ τοῦ ἔτνους τοῦ ἐκ τῶν κυάμων.

9

.

35

.

1

Ἑψεῖται τὸ ἔτνος τὸ ἐκ τῶν κυάμων ἄχρι συστάσεως, εἶτα μίγνυ‐ ται κύμινον οὐ πολὺ λεῖον, καὶ γίνεται κατάπλασμα φλεγμαίνουσιν

9

.

35

.

2

ὄρχεσιν ἐπαρκέστατον. τὸ δ’ αὐτὸ τοῦτο ποιεῖ, εἰ κυπαρίσσου τοῦ

9

.

35

.

3

καρποῦ λειοτάτου μίσγοις ὀλίγον. πρὸς δὲ τὰς παλαιοτέρας φλεγμονὰς τῶν ὄρχεων καὶ ἀμμωνιακοῦ τι μιγνύειν προσήκει.

9

.

36

t

Περὶ τοῦ ἐκ θέρμων.

9

.

36

.

1

Ἄλευρον λεπτότατον θέρμων ἑψεῖται σὺν μέλιτι ἢ καθ’ ἑαυτὸ μετὰ λινοσπέρμου, ἔλαιόν τε οὐ πολὺ μίγνυται αὐτῷ, καὶ γίνεται κατά‐

9

.

36

.

2

πλασμα ἕλμισιν ἐπιτήδειον. —Ἑτέρα ποίησις καταπλάσματος· ἑψῶνται οἱ θέρμοι ἐν ὕδατι ὡς λειοῦσθαι ῥᾳδίως, καὶ χολὴ ταύρου συμμίγνυται καὶ τοῦ ἀβροτόνου κόμη λειοτάτη· ποιεῖται πρὸς τὰ αὐτὰ

9

.

36

.

3

ἑλμίνθων τε φάρμακόν ἐστιν. καὶ ἐπειδὰν ἑψηθῶσι, μίγνυε λείων με‐ λανθίου καὶ μέλιτος, ὁμοῦ τε λειωθέντων καὶ ἑψηθέντων αὖθις.

9

.

37

t

Περὶ τοῦ ἐκ φακῆς.

9

.

37

.

1

Ἑψεῖται ἡ φακή, καὶ ἀποχεῖται τὸ ὕδωρ, εἶτα λειοῦται ἱκανῶς προσλαβὸν ῥοδίνου, καὶ γίνεται ἐπίθεμα αἰδοίων κάλλιστον φλεγμαι‐

9

.

37

.

2

νόντων μετ’ ἐρυθήματος. καὶ ἄρτου δὲ μιγνυμένου καλῶς ποιεῖ. —

9

.

37

.

3

Ἄλλη ποίησις· ῥοᾶς τὰ κενώματα ἑψεῖται σὺν τῇ φακῇ, καὶ λειοῦ‐

9

.

37

.

4

ται ἰσχυρῶς ἄμφω ὁμοῦ μετὰ ῥοδίνου. εἰ δὲ καὶ ἄρτος τούτοις προσ‐

9

.

37

.

5

βληθῇ, ἠπιώτερον ἔσται τὸ κατάπλασμα. ἁρμόζει δὲ τοῦτο, ὅπῃ ἐσχά‐ ραι εἶεν ἐκ πυρός, καὶ ὅπῃ νομαί τινες, μάλιστα ἐπὶ τῶν αἰδοίων.

9

.

37

.

6

δεῖ δὲ γινώσκειν ὅτι, τῆς μὲν φλεγμονῆς ἐπικρατούσης, ὁ ἄρτος ὀφεί‐ λει πλέον παραπλέκεσθαι· τῆς δὲ νομῆς κίνδυνον ἀπειλούσης μείζονα,

9

.

37

.

7

ἐλάττονα παράπλεκε τὸν ἄρτον. —Ἄλλη ποίησις· ἄλευρον λεπτό‐ τατον φακῆς καὶ ῥοιᾶς λέμματος λεπτοτάτου τὸ μέτριον ὀξυμέλιτι ἑψωμένῳ ἐμπάσσεται· τὸ δ’ ὄξος οὐ πολὺ χρὴ ὑπάρχειν· γίνεται γὰρ

9

.

37

.

8

οὕτως οὐκ εὐδιασκέδαστον. τὸ ἐπίθεμα τοῦτο κοιλιακοῖς ἐπαρκεῖ καὶ

9

.

37

.

9

νομαῖς καὶ ῥεύμασιν. —Ἄλλη ποίησις· ἑψηθεῖσα ἡ φακὴ τεύτλῳ

9

.

37

.

10

ἑφθῷ ὁμοῦ λειοῦται. τοῦτο δ’ ἐστὶν ἐπιτήδειον τοῖς ἀμφὶ τὴν κεφα‐ λὴν ἕλκεσι καὶ τοῖς ἑρπυστικοῖς, εἰ μετὰ ῥεύματος ὑποφλεγμαίνει.

9

.

38

t

Περὶ τοῦ ἐξ ὀρόβων.

9

.

38

.

1

Ὀρόβων ἄλευρον ἑψηθὲν σὺν μέλιτι ποιεῖ πρὸς ἄνθρακας καὶ

9

.

38

.

2

ταῖς ἀπὸ πυρὸς ἐσχάραις καὶ τὰ νεμόμενα ἀποκαθαίρει. καὶ ἑψηθέν‐ τες δ’ αὐτοὶ οἱ ὄροβοι καὶ λειωθέντες ὁμοίως τῇ φακῇ κατάπλασμα

9

.

38

.

3

ποιοῦσι προσηνέστερον. εἰ δὲ καὶ ἐμβραχέντες καὶ ἁπαλοὶ γενόμενοι, ὡς λειωθῆναι ῥᾳδίως, σκευασθῶσιν, ἔτι μᾶλλον προσηνέστερον ποιήσουσι τὸ κατάπλασμα πρός τε τὸ ἀφεστάναι τὰς ἐσχάρας ἐπιτήδειον ἢ τοὺς

9

.

38

.

4

ἄνθρακας καὶ τὰς νομὰς ἀποκαθαίρειν. καὶ ταῖς ἐκ τούτων φλεγμοναῖς οὐκ ἀνωφελὲς τὸ τοιοῦτο ποιηθέν ἐστιν.

9

.

39

t

Περὶ τοῦ ἐξ ἐρεβίνθων.

9

.

39

.

1

Τὸ ἐκ τῶν ἐρεβίνθων γινόμενον ἐπίπλασμα ὕδρωψι τοῖς τυμπα‐

9

.

39

.

2

νίαις ἁρμόζει. ποίησις δ’ αὐτοῦ ἥδε· πηγάνου χλωροῦ φύλλα λειοῦ‐ ται πάνυ ἰσχυρῶς, κἄπειτα ἀνεργάζεται, καὶ ἑψωμένῳ τῷ μέλιτι ἐμ‐ βάλλεται τὸ ἄλευρον τῶν ἐρεβίνθων.

9

.

40

t

Περὶ τοῦ ἐκ φοινίκων.

9

.

40

.

1

Φοίνικες οἱ πατητοὶ ὀλίγῳ ῥαίνονται οἴνῳ, καὶ πάλη ἀλφίτων

9

.

40

.

2

συμμίγνυται· τοῦτό ἐστιν ἐπίθεμα στομάχου ἀσωμένου. ἢν δ’ οὗτοι μὴ τύχωσιν οἱ φοίνικες παρόντες, ἕτεροι δέ τινες πιότεροι, διακνισθέντες καὶ οἴνῳ βρεχθέντες εἰς τοσόνδε, εἰς ὁπόσον ἂν ἀπολαύσειαν τῆς ἰκμάδος τοῦ οἴνου, κόπτονται καὶ λειοποιοῦνται, εἶτα προσβάλλεται

9

.

40

.

3

ἀλφίτου πάλη, καὶ γίνεται καὶ τοῦτο πρὸς τὰ αὐτὰ λυσιτελές. εἰ δὲ καὶ φλεγμονή τις ὁμοῦ ἀμφὶ τοῖς ὑποχονδρίοις εἴη, πάνυ ἀγαθὸν ἐπίπλασμα γίνεται· ὀλίγον γὰρ μέλι ἅμα τοῖς φοίνιξιν ἑψεῖται, καὶ

9

.

40

.

4

λινόσπερμα λεῖον ἐμπάσσεται αὐτῷ. —Ἄλλο· οἴνῳ συμμίγνυνται οἱ φοίνικες, καὶ σὺν αὐτοῖς μυρσίνης φύλλα εἰς τὸ λεπτότατον ἐξειργα‐

9

.

40

.

5

σμένα. ἁρμόζει τοῦτο τοῖς αὐτομάτοις ἀνὰ τὸ δέρμα ἕλκεσιν. —

9

.

40

.

6

Ἄλλο· τῆς μήκωνος τὰ φύλλα τὰ ἁπαλώτατα χυλὸς γίνεται· ἐν

9

.

40

.

7

τούτῳ διαχεῖται φοίνιξ ὁ πατητός. τοῦτο ὀφθαλμῶν ὀδυνωμένων ἐπί‐

9

.

40

.

8

πλασμά ἐστιν. —Ἄλλο· φοίνικες ὕδατι διεθέντες ἑψῶνται σὺν ὀλίγῳ μέλιτι, καὶ ἐμπάσσεται ῥοῦ βυρσοδεψικῆς ξηρᾶς τὸ λεπτότατον καὶ

9

.

40

9,10

λίνου σπέρμα λεῖον. δυσεντερίας τοῦτο ἐπίπλασμα. τὸ δ’ αὐτὸ στῆσαι

9

.

40

.

10

(2)

ἰσχυρὰς αἱμορραγίας ἐπιτήδειόν ἐστιν.

9

.

41

t

Περὶ τοῦ ἐξ ἀχέρδων.

9

.

41

.

1

Οἰδήματα χαῦνα ἐπὶ τῶν ἄρθρων γίνεται τῶν τε ἄλλων καὶ μά‐

9

.

41

.

2

λιστα ἐπὶ τῶν γονάτων, καὶ οὐ πάνυ ῥᾳδίως παύεται ταῦτα. ἅλμῃ προπυριῶν ἢ θαλάττῃ ἐπίπλαττε τῶν ἀγρίων ἀχέρδων τῷ καρπῷ

9

.

41

.

3

συγκεκομμένῳ. ψαφαρὸν δὲ τὸ ἐπίπλασμα, καὶ δεῖ σφόδρα καλῶς τῷ ῥακίῳ προσβάλλειν αὐτό, ἵνα προσμένῃ.

9

.

42

t

Περὶ τοῦ ἐξ αἰρῶν.

9

.

42

.

1

Αἰρῶν ἄλευρον μεταχειρισθὲν ὁμοίως τοῖς ἄλλοις ἐπιπλάσμασιν ὑδερικοῖς ἐπαρκεῖ τιτάνου ἐμπαττομένης· τό τε γὰρ ὕδωρ διαφορεῖ καὶ τὸν σκίρρον ἐλάττονα ἀποφαίνει, εἴτε οὖν ἐπὶ τοῦ ἥπατος, εἴτε

9

.

42

.

2

οὖν ἐπὶ τοῦ σπληνός. ἢν δ’ ἐνδελεχῶς τις χρῷτο αὐτῷ, καὶ τὰ χρό‐

9

.

42

.

3

νια οἰδήματα τῶν τε ἄρθρων καὶ τῶν γονάτων ἰᾶται. θείῳ δὲ μιγνύ‐ μενον τὸ τῶν αἰρῶν ἄλευρον ἐπιτήδειον τοῖς ἐπὶ τῶν ὤτων οἰδήμασιν.

9

.

43

t

Περὶ τοῦ ἐκ μήκωνος.

9

.

43

.

1

Τὰ φύλλα τῆς μήκωνος τὰ ἁπαλὰ λειοῦται, καὶ ἔστι τοῦτο ἐπί‐ πλασμα φλεγμαινόντων τε καὶ ὀδυνωμένων ὀφθαλμῶν καὶ ἕδρας, καὶ εἰς τὰς ὀδύνας τῆς κεφαλῆς ἀγαθὸν τοῦτο ἐπίπλασμά ἐστι καὶ ὀδυνω‐

9

.

43

.

2

μένῳ ποδαλγῷ. συλλειοῦται καὶ λεκίθῳ ὠῶν ἑφθῶν, καὶ γίνεται εἰς

9

.

43

.

3

τὰ αὐτὰ ἐπίπλασμα ἐπιτήδειον. λίνου δὲ σπέρματι ἀληλεσμένῳ καὶ ἄρτῳ δ’ ἢ ψυλλίῳ συμφυραθέντα καὶ συνεργασθέντα ἄριστον ἐπίπλασμα

9

.

43

.

4

γίνεται ἐρυσιπέλατι. εἰ δέ τις βούλοιτο τὸν χυλὸν αὐτῶν ταῖς λεκίθοις ἀναμιγνύναι ἢ τῷ ἄρτῳ ἢ τῷ λινοσπέρμῳ ἢ τῷ ψυλλίῳ, κάλλιστον

9

.

43

.

5

ποιήσει φάρμακον πρὸς τὰ αὐτά. παράσχοι δ’ ἂν τὰ οὕτως σκευαζό‐

9

.

43

.

6

μενα καὶ ὕπνον ἐπιπλαττόμενα τῇ κεφαλῇ. εἰ δὲ καὶ ἡ κεφαλὴ τῆς μήκωνος, ἤτοι ὑγρὰ οὖσα 〈ἢ〉 ἑψηθεῖσα, καλῶς μίσγοιτο τοῖς προειρη‐ μένοις, ὥσπερ τὰ φύλλα γενήσεται πρὸς τὰ αὐτὰ ἐπιτήδεια ἐπιπλά‐ σματα, ὥσπερ γε κἂν χυλὸς τῶν κεφαλῶν ἐκληφθῆναι δυνηθῇ, μιγεὶς

9

.

43

.

7

ὁμοίως ὁ χυλὸς 〈τῷ〉 τῶν φύλλων πρὸς τὰ αὐτὰ ποιήσει. καὶ ἡ ξηρὰ δὲ μήκων ἑψωμένη ἐπὶ μικρὸν ὁμοῦ τῷ σπέρματι, ὡς ἁπαλὴ γενέσθαι, κόπτεται ἐν ὅλμῳ ὡς εἰς ἐπιπλάσματος ἰδέαν ἥκειν· τὸ δ’ ὑγρόν,

9

.

43

.

8

〈ᾧ〉 ἑψεῖσθαι μέλλει, ἢ ὕδωρ ἢ ἔλαιόν ἐστιν. ποιεῖ πρὸς τὰ αὐτὰ καὶ

9

.

43

.

9

μόνη ἐπιπλασσομένη καὶ σύν τινι τῶν εἰρημένων μιγνυμένη. καὶ τὸ ὑγρὸν δέ, ἐν ᾧ ἂν ἑψηθῇ, μιγνύμενόν τινι τῶν προειρημένων τὰ

9

.

43

.

10

αὐτὰ ποιεῖ. καὶ ξηρὰ δ’ ἡ κεφαλὴ ὁμοῦ τῷ σπέρματι κοπεῖσα καὶ

9

.

43

.

11

σεισθεῖσα, εἰ μιγείη τινὶ τῶν προειρημένων, ἁρμόσει πρὸς τὰ αὐτά. καὶ τοῖς σχετηρίοις δέ, ῥεομένης τῆς γαστρός, μιγνυμένη, δραστικώτερα

9

.

43

.

12

ποιεῖ τὰ φάρμακα. καὶ ἀπὸ τοῦ ἄνθους δὲ τῆς μήκωνος σκευάζεται καταπλάσματα ὃν τρόπον ἀπὸ τῶν φύλλων, καὶ ὁμοίως ὠφελεῖ.

9

.

44

t

Περὶ τοῦ ἐκ βολβῶν.

9

.

44

.

1

Οἱ βολβοὶ [ἢ] ὀπτώμενοι καὶ ἐπιπλαττόμενοι τὰς ἀπὸ τῶν καυ‐

9

.

44

.

2

στηρίων ἐσχάρας ῥᾳδίως ἀφίστασθαι ποιοῦσιν. καὶ ἄνθραξι δ’ ὁμοίως

9

.

44

.

3

ἐπιτήδειον τοῦτό ἐστιν. ἐπιπλάττονται βολβοὶ καὶ ταῖς ἐπὶ τοῦ προσώ‐ που γινομέναις κηλῖσιν ἐπιτηδείως, φακοῖς τε καὶ ἐφήλισι καὶ ἄλλοις

9

.

44

.

4

τοῖς τοιούτοις. ἀνέχεσθαι δὲ δεῖ τοῦ γινομένου ὑπὸ τοῦ καταπλάσμα‐ τος ἐνοχλήματος· ἐρυθραίνει γὰρ τὴν χρόαν καὶ ἐκλέπει τὸ δέρμα ἄκρον, ἀλλ’ οὐκ εἰς μακρόν· τὸ μὲν δέρμα ἀπέρχεται, ἕλκος δ’ οὐ

9

.

44

.

5

γίνεται, καὶ ἡ κηλὶς ἀφανίζεται. ῥᾷστα δ’ ἄν τις φέροι, εἰ μετὰ τοὺς βολβοὺς ἄρτῳ ἐπιπλάσσοι τὸ πρόσωπον· ῥοδίνῳ δ’ ὁ ἄρτος κεχρίσθω.

9

.

45

t

Περὶ τοῦ ἐκ πράσων.

9

.

45

.

1

Ὅπῃ ἐσχάραι ἐκ καυτηρίων εἶεν, ταύτῃ καὶ 〈αἱ〉 τοῦ πράσου

9

.

45

.

2

κόμαι ἐπιπλαττόμεναι τὰς ἐσχάρας ἐξάγουσι ῥᾷστα. συγκόπτονται δ’

9

.

45

.

3

ἰσχυρῶς, καὶ ἅλες οὐ πολλοί τινες συμμιγνύονται. καὶ ἀνθράκων τὸ ἐπίπλασμα τοῦτό ἐστι φάρμακον ἀγαθόν.

9

.

46

t

Περὶ τοῦ ἐκ θρίδακος.

9

.

46

.

1

Ὀδυνωμένης κεφαλῆς διὰ θερμότητα, 〈τὰ〉 φύλλα τῆς θρίδακος συγκοπέντα καὶ τῷ μετώπῳ ἐπιπλασθέντα ὠφέλιμά ἐστι, καὶ μάλιστα εἰ τόδε τὸ εἶδος ἡ θρίδαξ εἴη ἡ τὸν ὀπὸν ἀνιεῖσα τὸν λευκὸν συχνόν.

9

.

46

2,3

ἔστι δὲ καὶ ὑπνοφόρον τὸ ἐπίπλασμα τοῦτο. ὄξει δ’ ἐν τῷ κόπτεσθαι

9

.

46

.

3

(2)

ἐπιρραινόμενον καὶ ἐρυσιπέλασι τοῖς ἄνευ ἕλκους ἐστὶν ἐπιτήδειον.

9

.

47

t

Περὶ τοῦ ἐξ ὑσσώπου καὶ γλήχωνος.

9

.

47

.

1

Ὕσσωπον ἡ πόα ξηρὰ κόπτεται καὶ σείεται ὡς γενέσθαι λεπτο‐ τάτη, καὶ ἑψεῖται ὁμοῦ λινοσπέρμου ἀλεύρῳ, καὶ γίνεται κατάπλασμα θώρακι ἐπιτήδειον, ἐφ’ ὧν καὶ διὰ γλισχρότητα οὐκ εὐανάγωγά ἐστι

9

.

47

2,3

τὰ πτυόμενα. καὶ ἥπατος δὲ σκίρροις ἐπιτήδειόν ἐστιν. γένοιτο δ’ ἂν

9

.

47

.

3

(2)

καὶ ἐκ τῆς γλήχωνος κατάπλασμα ὁμοίως σκευασθείσης τῷ ὑσσώπῳ
πρὸς τὰ αὐτά· ἀνυσιμώτερον δὲ τοῦτο τοῦ δι’ ὑσσώπου.

9

.

48

t

Περὶ τοῦ ἐξ ὠκίμου.

9

.

48

.

1

Σκορπίων πληγαῖς ἁρμόττει τὸ ἐκ τῶν ὠκίμων ποιούμενον ἐπί‐

9

.

48

.

2

πλασμα, συγκόπτεται δέ, καὶ ἄλλο τούτῳ μίγνυται οὐδέν, εἰ μή τι ὄξος ὀλίγον τις ἐθέλοι ἐπιρραίνειν αὐτῷ.

9

.

49

t

Περὶ τοῦ ἐξ ἡδυόσμου.

9

.

49

.

1

Τὸ ἡδύοσμον τὸ ξηρὸν κόπτεται ὡς ὅτι λεπτότατον καὶ συμμί‐ γνυται ἢ λινοσπέρμου ἀλεύρῳ ἢ κριθῆς ἀλεύρῳ ἢ ἄρτῳ 〈ἤ〉 τινι 〈τῶν〉 τοιούτων, καὶ μέλιτος βραχὺ ἐπιμίγνυται πρὸς τὸ συνδεῖσθαι

9

.

49

.

2

ταῦτα, καὶ γίνεται ἑλμίνθων λυπούντων φάρμακον. καὶ βηξὶ δὲ ταῖς δυσαναγώγοις διὰ γλισχρότητα ἁρμόσειεν ἄν.

9

.

50

t

Περὶ τοῦ ἐκ συκῆς ἀγρίας.

9

.

50

.

1

Συκῆ ἀγρία καὶ τρίφυλλον, ἣ καὶ ἀσφάλτιον καλεῖται, σκορπιο‐ πλήκτοις ἐπιπλαττομένη ἄκρως βοηθεῖ, καὶ τούτου πεπείραμαι καὶ

9

.

50

.

2

αὐτός. δεῖ δὲ συγκόπτοντα αὐτὴν ἐπιπλάττειν.

9

.

51

t

Περὶ τοῦ ἐκ κράμβης.

9

.

51

1,2

Συγκοπεῖσα ἡ κράμβη αὐτὴ μίγνυται πάλῃ πυρίνῃ. εἰ δέ τις βού‐

9

.

51

.

2

(2)

λοιτο οὐκ αὐτήν, ἀλλὰ τὸν χυλὸν αὐτῆς, μιγνὺς ποιήσει ἐπίπλασμα ἀρωγὸν ἐρυσιπέλασι καὶ χοιράσι νεαραῖς (ἰσχναίνει γὰρ αὐτάς) καὶ μαστοῖς σφριγώδεσι ἐκ τόκων ὀδυνωμένοις καὶ δέος ἐπάγουσιν ἐκ‐
5πτοήσεως.

9

.

52

t

Περὶ τοῦ ἐκ μαλάχης.

9

.

52

.

1

Ἑφθὴ ἢ καὶ ὠμὴ μαλάχη ἄρτῳ ἢ πάλῃ ἀλεύρων μίγνυται, καὶ γίνεται ἐπίπλασμα ταῖς ὀχληραῖς φλεγμοναῖς ἐπιτήδειον, καὶ ἐνίοτε μὲν εἰς πύον ῥᾳδίως μετέστησεν αὐτάσ〈, ἔστι δ’ ὅτε ὑποφθάσας τοῦ πύου τὴν γέννησιν προαπέπαυσε τὴν φλεγμονήν〉.

9

.

53

t

Περὶ τοῦ ἐκ τεύτλου.

9

.

53

.

1

Καὶ ἑφθὸν καὶ ὠμὸν τεῦτλον ἀχῶρσί τε καὶ ἕρπησι καὶ λειχῆσι καὶ πιτύροις, ἢν προαποξυρῇς τὴν κεφαλήν, ἐπιπλαττόμενον ἁρμόζει πάνυ.

9

.

54

t

Περὶ τοῦ ἐκ ῥαφανίδων.

9

.

54

.

1

Ῥαφανῖδες συγκοπτόμεναι μετ’ ὀλιγοστῶν ἁλῶν ποιοῦσιν ἐπι‐
πλαττόμεναι πρὸς τὰ ἐκχυμώματα, εἴτε οὖν προσπεσόντος τινὸς ἔξωθεν γένοιτο, εἴτε διὰ γῆρας ἀμφὶ ταῖς κνήμαις καὶ ὠλέναις· εἰς τὸ ἀρ‐

9

.

54

.

2

χαῖον γὰρ ἐπανάγουσι τὴν χρόαν. καὶ εἰ χυλὸν δὲ τῆς ῥαφάνου ἄρτῳ τις ἀναμίξειε μετ’ ὀλίγων ἁλῶν, ἐπιτήδειον ποιήσει φάρμακον πρὸς τὰ ἐκχυμώματα.

9

.

55

t

Περὶ τοῦ ἐκ ψυλλίου.

9

.

55

.

1

Τοῦ ψυλλίου τὸ σπέρμα οὔτε ἀλεῖν δυνατὸν οὔτε κόπτειν, ἀλλ’ 〈εἰσ〉 ὕδωρ ἐμβάλλειν αὐτὸ χρὴ καὶ ἀνακινεῖν τῇ χειρί· γένοιτο γὰρ

9

.

55

.

2

ἂν οὕτω γλίσχρον τε καὶ ἐπιπλαστῶδες. τοῦτο χρήσιμόν ἐστιν ἐρυσιπέ‐

9

.

55

.

3

λασιν· δεῖ δ’ ὑπαλλάττειν συνεχῶς αὐτό. ἐπαρκεῖ δὲ τοῦτο τὸ ἐπί‐ πλασμα καὶ ταῖς χοιραδώδεσι φλεγμοναῖς· ἢ γὰρ ἀποπαύει ῥᾳδίως
αὐτὰς ἢ ὅτι μάλιστα 〈εἰς πύον καθίστησιν〉.

10

.

1

t

Ἐκ τῶν Γαληνοῦ· περὶ λουτρῶν γλυκέων δυνάμεως καὶ χρήσεως.

10

.

1

.

1

Τῶν λουτρῶν ὅσα θερμαινομένων ὑδάτων γλυκέων ἥδε δύναμίς ἐστιν, εὐκράτων μὲν ὄντων ὑγρὰ καὶ θερμή, χλιαρωτέρων 〈δὲ〉 γενο‐ μένων ὑγρὰ καὶ ψυχρά, θερμοτέρων δὲ τοῦ δέοντος ἀποτελεσθέντων θερμὴ μέν, οὐκέτι δ’ ὁμοίως ὑγρά· φρίττειν γὰρ ἀναγκάζει τὰ σώματα
5καὶ πυκνοῦσθαι τοὺς πόρους αὐτῶν, ὡς μήτε ἀπολαύειν ἔτι τῆς ἔξωθεν

10

.

1

.

2

ὑγρότητος, μήτε ἐκκενοῦσθαί τι τῶν ἔνδον περιττωμάτων. ἀλλὰ γὰρ τὰ εὔκρατα διὰ παντὸς μὲν ὑγραίνει καὶ θερμαίνει καθ’ ἑαυτά, συμ‐ βαίνει δ’ αὐτοῖς ἐνίοτε κατά τι συμβεβηκὸς εἴτε διαφορεῖν τὰς ὑγρό‐ τητας ἢ πληροῦν ῥεύματος περιττοῦ τὰ μόρια τοῦ σώματος ἢ
5μαλάττειν 〈ἢ πέττειν〉 ἢ ῥωννύναι τὴν δύναμιν ἢ καταλύειν· εἰς ταῦτα

10

.

1

.

3

μέν γε καὶ ἡ ποσότης αὐτῶν οὐκ ὀλίγα συντελεῖ. σύνθετον δ’ ὑπάρχει τὸ ὅλον λουτρὸν ἐκ διαφερόντων ταῖς δυνάμεσι τῶν αὑτοῦ μερῶν· εἰσελθόντες μὲν γὰρ ὁμιλοῦσιν ἀέρι θερμῷ, μετὰ δὲ ταῦτα εἰς ὕδωρ εἰσίασι θερμόν, εἶτα ἐξελθόντες εἰς ψυχρόν, εἶτα ἀπομάττονται τὸν

10

.

1

.

4

ἱδρῶτα. δύναται δὲ τὸ μὲν πρῶτον αὐτοῦ μέρος θερμάναι τε δι’ ὅλου τοῦ σώματος 〈καὶ〉 διαχέαι τὰς ὕλας, ὁμαλῦναι τὰς ἀνωμαλίας, ἀραιῶσαι τὸ δέρμα καὶ κενῶσαι πολλὰ τῶν ἔμπροσθεν ὑπ’ αὐτοῦ κατεχομένων· τὸ δεύτερον δέ, ὅταν ἐπὶ ξηρᾷ τις διαθέσει σώματος αὐτῷ χρῷτο,
5νοτίδα χρηστὴν ἐνθεῖναι τοῖς στερεοῖς τοῦ ζῴου μορίοις· ἡ δὲ τρίτη μοῖρα τῶν λουτρῶν ψῦξαι μὲν τὸ σύμπαν σῶμα καὶ πυκνῶσαι τὸ
δέρμα καὶ ῥῶσαι τὰς δυνάμεις· τὸ δὲ τέταρτον ἐκκενῶσαι δι’ ἱδρώτων

10

.

1

.

5

τὸ σῶμα χωρὶς τῆς ἐκ τοῦ ψύχεσθαι βλάβης. ταῦτα οὖν δυναμένου περὶ τὸν ἄνθρωπον ἐργάζεσθαι τοῦ τῶν ποτίμων ὑδάτων εὐκράτου λουτροῦ, καὶ πρὸς τούτοις ἔτι φρίκας τε καὶ πυκνώσεις τοῦ δέρματος,

10

.

1

.

6

ὅταν ἀκαίρως λούωνται, πειρατέον ἐφεξῆς διορίσαι πάντα. πολλοὺς μὲν γὰρ καὶ τῶν ἀπεπτησάντων, ἔτι δὲ πλείους, οἷς πλῆθός ἐστι δακνωδῶν περιττωμάτων, ἅπαντάς τε τοὺς ἐν ἐπισημασίαις καὶ ἀναβά‐ σεσι, καὶ τοὺς ἐν ἀκμῇ δέ, πλὴν ὀλίγων δή τινων, εἰκότως συμβαίνει
5φρίττειν, ἄν τε εἰς βαλανεῖον εἰσέλθωσιν, ἄν τε ἐν ἡλίῳ θερμῷ στῶ‐ σιν, ἄν τε γυμνασίοις ἢ τρίψεσιν ἢ αἰωρήσεσιν ἐπιχειρήσωσιν· ἕκαστον

10

.

1

.

7

γὰρ τῶν εἰρημένων ἀθρόαν ὁρμὴν ἐργάζεται τῶν περιττῶν. ὅταν οὖν ἔτι πυκνὸν ὑπάρχῃ τῶν λουομένων τὸ δέρμα, κατεχόμενα ταῦτα καὶ ἀθροιζόμενα δάκνειν ἀναγκάζεται· τοῖς δ’ εὐκαίρως εἰσελθοῦσιν εἰς τὸ

10

.

1

.

8

βαλανεῖον πάντα ἀναγκαῖον ἕπεσθαι [εἰς] τὰ πρῶτα λεχθέντα. ἡ μὲν οὖν κένωσις τῶν περιττῶν χρησιμωτάτη πᾶσι πυρετοῖς ἐστιν, ὡσαύτως ἀραίωσίς τε καὶ χάλασις, οὔτε δὲ χύσις οὔτε θερμότης, 〈ἀλλ’ ἡ μὲν θερμότησ〉 ἅπασιν ἐναντία, τὸ διαχεῖσθαι δ’ ὁμαλῶς τοῖς μὲν στερεοῖς
5τοῦ ζῴου μορίοις οὐκ ἀνεπιτήδειον, τοῖς χυμοῖς δ’ οὐκ ἀεὶ λυσιτελές, ἀλλ’ ὅταν εἴτε φλεγμονῆς διάθεσις ὑπάρχῃ κατὰ τὸ ζῷον ἢ πλῆθος, βλαβερώτατόν ἐστιν· αὐξάνονται γὰρ αἱ φλεγμοναί, τῶν θερμανθέντων καὶ χυθέντων χυμῶν ἐπιρρεόντων αὐταῖς, διατείνονται δ’ οἱ χιτῶνες τῶν ἀγγείων, μὴ στέγοντες ἐν τῇ χύσει τὸ πλῆθος πνευματωθέν, ἡ

10

.

1

.

9

δύναμις δ’ ἐν τούτῳ κακοπαθεῖ. ταῖς τοίνυν ξηραῖς καὶ θερμαῖς διαθέ‐ σεσιν ἀποχεῖσθαι μὲν τὰ δακνώδη χρηστόν, ἀκίνδυνος δ’ ἡ χύσις, οὐκ

10

.

1

.

10

ἀβλαβὴς δ’ ἡ θέρμανσις. ἐκ μὲν δὴ τοῦ πρώτου μέρους τῶν λουτρῶν μεμνῆσθαι χρὴ τὰ ὑπάρξοντα τοῖς οὕτω κάμνουσιν, ὅταν ἐν καιρῷ λούωνται· πρὸς τὸ δεύτερον δ’ αὐτῶν ἴωμεν ἤδη μέρος, ὅπερ ἦν αὐτὸ τὸ κυριώτατον προσαγορευόμενον λουτρόν· ἐν τούτῳ τοίνυν
5ὑγραινόμενοι μὲν ὀνίνανται〈, θερμαινόμενοι δ’ οὐδὲν ὀνίνανται〉.

10

.

1

.

11

μετέλθωμεν οὖν αὖθις ἐπὶ τὸ τρίτον, ἐν ᾧ ψύχεται μὲν ἀλύπως τὰ τεθερμασμένα, ῥώννυται δ’ ἡ δύναμις, ὅσα δ’ ἠραιώθη τε καὶ περαιτέρω τοῦ προσήκοντος ἐχαλάσθη, ταῦτα εἰς τὴν κατὰ φύσιν ἐπανέρχεται συμμετρίαν, ὡς δηλοῖ καὶ τὸ τέταρτον τοῦ λουτροῦ μέρος· ἐφ’ ὧν
5γὰρ ἐπράχθη καλῶς πάντα, μετὰ τὴν τοῦ ψυχροῦ χρῆσιν ἱδροῦσιν

10

.

1

.

12

ἔτι, καὶ πάντες αὑτῶν ἐκκενοῦνται τὰ περιττά. δεῖται δ’ οὐδαμῶς τοῦ [μὴ] σμᾶσθαι κάμνων οὐδείς, ὅταν λούηται, πλὴν 〈εἰ〉 ῥυπῶν ἢ κνησμώδης εἴη· χρῄζουσι γὰρ οἱ κάμνοντες ἀκοπώτατα καὶ ἀοχλητό‐ τατα διαβραχῆναι τῷ ὕδατι, τὸ δὲ σμᾶσθαι διὰ ῥυμμάτων γίνεται,
5δακνωδῶν ἁπάντων ὄντων καὶ ξηραντικῶν, ὥστε ἐναντιώτατόν ἐστι τοῦτο τῇ δυνάμει τε καὶ χρείᾳ τοῦ λουτροῦ· δεομένου μέντοι τοῦ σμᾶσθαι τοῦ κάμνοντος, ἢ διὰ ῥύπον ἢ διὰ κνῆσιν, ἐκλύειν χρὴ τὴν δύναμιν τοῦ σμηκτικοῦ φαρμάκου μίξει πλείονος ὕδατος ἐπεμβάλλοντάς τι καὶ τοῦ ἐλαίου ἐπικαταχέοντάς τε εὐθὺς ὕδωρ καθαρὸν δαψιλές.

10

.

1

.

13

δεῖ δὲ καὶ παντοίως ἄκοπον φυλαχθῆναι τὸν κάμνοντα, καὶ διὰ τοῦτο εὐέμβατόν τε ὑπάρχειν τὴν πύελον, μήτε ὑψηλοῦ τοῦ περιστέγοντος ὄντος τὸ ὕδωρ μήτε στενοῦ, τόν τε κάμνοντα μεθ’ ἡσυχίας λούεσθαι· καὶ γὰρ ἄκοπον τοῦτο, καὶ πρὸς τὸ χαλασθῆναί τε καὶ μαλαχθῆναι
5μᾶλλον ἐν τῷ λουτρῷ χρήσιμός ἐστιν ἡ τοῦ κάμνοντος ἡσυχία· τεί‐ νονται γὰρ ἐν ταῖς κινήσεσιν οἱ μύες, τεινόμενοι δ’ ἧττον μαλάττονται

10

.

1

.

14

καὶ χαλῶνται. ἡτοιμάσθαι δεῖ τὸ μέλλον καταχεῖσθαι τοῦ λουομένου μετὰ τὸ χρήσασθαι τῷ κατὰ τὴν πύελον λουτρῷ, ὅπερ καὶ νῦν εἰώθασι πάντες οἱ ἰατροὶ ποιεῖν, ὅταν ἀσθενοῦντα λούωσιν· οὐ γὰρ εἰς τὴν ψυχρὰν δεξαμενὴν ἐπιτρέπουσιν ἐμβῆναι, ἀλλ’ ἀντ’ ἐκείνης καταχέουσιν
5ὕδωρ χλιαρόν· ἔνιοι δὲ καὶ πυέλους ὅλας ὕδατος τοιούτου πληροῦσιν· ὥσπερ γὰρ ἐχαλάσθη καὶ ἠραιώθη τὸ σῶμα κατὰ τὸ θερμὸν λουτρόν, οὕτως αὖ πάλιν ἠρέμα συναγαγεῖν αὐτὸ βούλονται καὶ σφίγξαι· τοῦτο γὰρ εἴς τε ῥώμην δυνάμεως συντελεῖ καὶ πρὸς τὸ μὴ ῥᾳδίως βλάπτεσθαι τὸν ἄνθρωπον, εἴ τις ἐξαιφνίδιος ἐν τῷ περιέχοντι γίνοιτο πρὸς τὸ

10

.

1

.

15

ψυχρὸν μεταβολή. κατὰ τοῦτο καὶ ὑγιαίνοντες εἰς τὸ ψυχρὸν ὕδωρ ἑαυτοὺς ἐμβάλλουσι μετὰ τὸ θερμὸν λουτρόν, ἀλλ’ οἱ ἀσθενοῦντες οὐ φέρουσιν ἀβλαβῶς τὴν ὁμιλίαν τοῦ ψυχροῦ· διὸ θραύομεν αὐτὸ θερμὸν

10

.

1

.

16

ἐπιμιγνύντες. ἡ δὲ τῆς μίξεως ποσότης εὑρίσκεται, πρῶτον μὲν εἰς τὴν τοῦ σώματος ἀποβλεπόντων ἡμῶν διάθεσιν, εἶθ’ ἑξῆς εἰς τὴν οἰκείαν τοῦ κάμνοντος φύσιν καὶ τὸ ἔθος ἡλικίαν τε καὶ ὥραν καὶ

10

.

1

.

17

χώραν καὶ τὴν παροῦσαν κατάστασιν τοῦ περιέχοντος. καὶ κάλλιόν γε ποιοῦσιν ὅσοι τῶν τριῶν οὐκ ἐλάττω παρασκευάζουσι τὰ μετὰ τὸ θερμὸν λουτρὸν ὕδατα χλιαρὰ διαφέροντα ἀλλήλων, ὡς τὸ μὲν πρῶτον
ἱκανῶς εἶναι χλιαρόν, τὸ δὲ δεύτερον ἧττον ἐκείνου χλιαρόν, τὸ δὲ
5τρίτον ἔτι καὶ μᾶλλον ἀποκεχωρηκὸς ἐπὶ τὸ ψυχρόν〈, ὡς ἀπὸ τοῦ θερμοῦ κατὰ βραχὺ πρὸς τὸ ψυχρὸν〉 ἔρχεσθαι, τὴν ἀθρόαν ἐπὶ

10

.

1

.

18

τοὐναντίον μεταβολὴν οὐ φέροντος τοῦ κάμνοντος. ἔνιοι δ’ ἑλίττουσι μετὰ τὸ λουτρὸν τοὺς κάμνοντας, οἱ μὲν εἰς ὀθόνας, οἱ δ’ εἰς ἱμάτια, καὶ μάλιστά γε τὰ ἄγναφα, καὶ περιστέγουσί τε πανταχόθεν ὡς ἱδρῶσαι

10

.

1

.

19

πλεῖστον. ἔστι δ’ οὐκ ἀεὶ χρεία τοῦ πλεῖστον ἱδροῦν μετὰ τὸ λουτρὸν τὸν κάμνοντα· πολλάκις γὰρ οὐ τοῦ κενῶσαι τὸ σῶμα χάριν ἐπὶ τὸ λουτρὸν ἥκομεν, ἀλλ’ ἐπὶ τοὐναντίον ἅπαν ὑγρᾶναί τε καὶ τέγξαι δι’

10

.

1

.

20

ὅλου κατεξηρασμένον ἀμετρότερον. ἐπὶ τῶν τοιούτων οὖν οὐδὲ ἔνδον κατὰ τὸ βαλανεῖον ἱδρῶτας ἀναμένειν χρὴ πολλούς, ἀλλ’ ὅτι τάχιστα τῷ κατὰ τὴν πύελον ἐμβαλεῖν ὕδατι, καὶ μετὰ ταῦτα ἐξελθόντας ἐκ τοῦ λουτροῦ διὰ ταχέων ἐκμάττειν καὶ μὴ ἄγαν ξηρὸν χρίεσθαι τὸ

10

.

1

.

21

σῶμα. ἀναγκαῖον δ’ ἐσκέφθαι, εἴτε ἱδρώσαντι τῷ λουομένῳ περιχέειν προσήκει τὸ ἔλαιον, εἴτε καὶ πρὶν ἱδρῶσαι παραχρῆμα μετὰ τὸ ἀποδύσασθαι, ἢ τούτων μὲν οὐδὲν ἕτερον, ὅταν δ’ ἄρξηται νοτίζεσθαι, καὶ ὅστις μέμνηται τῶν εἰρημένων περὶ δυνάμεως ἐλαίου, οἶδεν οὗτος
5ἄριστον εἶναι τὸν εἰρημένον τρίτον καιρὸν ἐλαίου χρήσεως ἐπὶ τῶν λουομένων, οἶδε δὲ καὶ ὅτι προτεθερμασμένον χρὴ προσφέρεσθαι τῷ τοῦ λουομένου σώματι· καὶ γὰρ μαλάττει τοῦτο καὶ ἀραιοῖ τὸ σῶμα, τοῦ ψυχροῦ κατὰ τὴν θῖξιν οὐ μόνον οὐδὲ ἕτερον τούτων ἐργάζεσθαι

10

.

1

.

22

πεφυκότος, ἀλλὰ καὶ φρικώδεις τοὺς λουομένους ἀποτελοῦντος. οὐ χρὴ δὲ μετὰ τὸ προσενέγκασθαι τροφὴν ἢ πόμα παραχρῆμα λελοῦσθαι· τῶν μὲν γὰρ πεπωκότων ἡ κεφαλὴ πληροῦται, τῶν δ’ ἐδηδοκότων οὐχ αὕτη μόνον, ἀλλὰ καὶ τὸ σῶμα, τὴν τροφὴν ἕλκον εἰς αὑτὸ πρὶν

10

.

1

.

23

πεφθῆναι. ἄμεινον δὲ καὶ μετὰ τὸ λουτρόν, καταστάσης τῆς ἐκ τοῦ λουτροῦ ταραχῆς, ἐσθίειν καὶ πίνειν, ὥσπερ γε καὶ τῆς μετὰ τὰ γυμνάσια· τὸ γὰρ εὐθέως προσφέρεσθαι σιτία καὶ πόμα τήν τε κεφαλὴν

10

.

1

.

24

πληροῖ καὶ τὸ καταποθὲν ἐπιπολάζειν ἐνίοτε ποιεῖ. γινώσκειν δὲ χρὴ καὶ ὅτι οἷς μὲν ὑπέρχεται τὰ κατὰ γαστέρα πλείω, τὸ βαλανεῖον ἵστησιν, ἀντισπῶν αὐτὰ πρὸς ὅλον τὸ σῶμα, καὶ ταύτῃ βλάπτεται·
τοῖς δὲ μηδ’ ὅλως διακεχωρηκόσιν ὅτι προεκκενῶσαι βέλτιόν ἐστι τὴν
5παλαιὰν κόπρον, οὐδεὶς ἀγνοεῖ, καθάπερ οὐδ’ ὅτι τοὺς καταλελυμένους

10

.

1

.

25

τὴν δύναμιν ἐπικαταλύει τὸ βαλανεῖον. ἀλλὰ καὶ τοὺς ἀσώδεις καὶ ἐμετικοὺς οὐ χρὴ λούειν· καὶ γὰρ καὶ τούτους ἐξαίφνης καταλυθῆναι

10

.

1

.

26

φόβος, ὥστε τὴν καλουμένην ἀκολουθῆσαι στομαχικὴν συγκοπήν. ἐγγὺς δ’ αὐτοῖς εἰσι καὶ οἱ ἐκκεχολωμένοι τὸ στόμα τῆς κοιλίας, οὓς γνω‐

10

.

1

.

27

ριοῦμεν ἐπανερευγομένους χολῶδες. ὡσαύτως δ’ οὐδὲ τοὺς αἱμορρα‐ γοῦντας ἐκ ῥινῶν αὐταρκῶς προσήκει λούειν· ἀμετρότατον γὰρ αἱμορραγήσουσιν· εὔλογον οὖν, ἐὰν ἐλλιπέστερον αἱμορραγῶσι, λούειν

10

.

1

.

28

αὐτούς. οὗτοι δ’ εἰσὶ καὶ οἱ λαύρου τοῦ λουτροῦ δεόμενοι, κινήσεως

10

.

1

.

29

[τε] σφοδροτέρας ἕνεκα τοῦ κατὰ τὴν κεφαλὴν αἵματος. ὡσαύτως δὲ

10

.

1

.

30

λούομεν, εἰ χρῄζοντες αἱμορραγίας μηδ’ ὅλως αἱμορραγοῖεν. πεφθέντων δὲ τῶν παθῶν, τὸ λουτρὸν ἀκινδύνως προσάγεται, μέγιστα συντελοῦν καὶ εἰς τὴν ἐκκάθαρσιν τῶν περιεχομένων πτυέλων ἐπὶ πλευριτικῶν καὶ περιπνευμονικῶν ἐν θώρακι καὶ πνεύμονι· τοῖς οὖν οὕτως ἔχουσιν,
5ὅταν καὶ ἡ ἀπὸ τοῦ ἔθους ἔνδειξις προσέλθῃ, διπλασιάσαι τὸ λουτρὸν

10

.

1

.

31

οὐδὲν ἂν κωλύοι. καθόλου δ’ εἰδέναι χρὴ ὡς, ἂν μὴ προκεκενωμένῳ τῷ σώματι προσάγηται τὸ λουτρόν, ῥευματίζει τὰ πεπονθότα, κεκενω‐ μένῳ δὲ προσφερόμενον τῇ πέψει συνεργεῖ.

10

.

2

t

Ἐκ τῶν Ἀντύλλου· περὶ λουτρῶν ἐξ ἐπιτηδεύσεως· ἐκ τοῦ α λόγου τοῦ Περὶ βοηθημάτων.

10

.

2

.

1

Τῶν λουτρῶν τὰ μέν ἐστιν ἐκ γλυκέων ὑδάτων καὶ ἀποίων, τὰ δὲ ποιωτικὰ καὶ δύναμίν τινα ἰσχυρὰν ἔχοντα καὶ ἐπιφανῆ, τῶν δὲ πεποιωμένων τὰ μὲν ἐξ ἐπιτηδεύσεως γίνεται, τὰ δ’ αὐτοφυῆ τυγχάνει.

10

.

2

.

2

τῶν μὲν οὖν ἐξ ἐπιτηδεύσεως γινομένων τὰ μὲν ὑπὲρ τοῦ θερμᾶναι παρασκευάζομεν, τὰ δ’ ὑπὲρ τοῦ διαφορῆσαι, τὰ δ’ ὑγρᾶναι, τὰ δὲ ψῦξαι ἢ στῦψαι· θερμὰ μὲν οὖν, ἢ τοὺς κατεψυγμένους θερμᾶναι βουλόμενοι ἢ λῦσαι κόπον ἢ σπασμοὺς παραμυθήσασθαι καὶ ἀλγήματα,
5καὶ ἀναθρέψεως δὲ χάριν, ὅταν μὴ εὐανάδοτος ἡ τροφὴ τυγχάνῃ· παρασκευάσομεν δὲ θερμὰ τὰ ὕδατα, γλήχωνα ἐνεψῶντες ἢ ὀριγάνεως ἢ ὑσσώπου ἢ θύμου ἢ θύμβρας ἢ δάφνης φύλλα καὶ χαμαιπίτυος κλῶνας καὶ πάνακος καὶ πυρέθρου ῥίζας κάχρυ τε καὶ 〈τὰ〉 παραπλήσια

10

.

2

.

3

τούτοις· ἐμβαλοῦμεν δὲ καὶ ἔλαιον τῷ ὕδατι. διαφορητικὰ ποιήσομεν λουτρὰ ἰσχνᾶναι πᾶν τὸ σῶμα προαιρούμενοι καταπίμελον ὂν καὶ ᾠδηκὸς καταστεῖλαι, ἢ τὸ ὅλον ἢ μέρος τοῦ σώματος, εἴτε διὰ φλεγμονὴν ἢ δι’ ἄλλην τινὰ διάθεσιν ῥευματισθέντα· γίνεται δὲ δια‐
5φορητικά, ἢ ἅλας ἡμῶν ἐμβαλλόντων ἢ αὐτῇ θαλάσσῃ χρωμένων ἢ

10

.

2

.

4

νίτρον μιγνύντων. καὶ μέλι δὲ μιγνύμενον διαφορητικὸν ποιεῖ τὸ ὕδωρ, καὶ σταφὶς ἀγρία ἐναφηψημένη, κλημάτων τέφρα, θεῖον ἄπυρον ἢ

10

.

2

.

5

ἀρκευθίδων ἀφέψημα ἢ λινοζώστιδος. μαλάξεως δὲ χάριν λουτροῖς ἐπί τε τῶν φλεγμαινόντων καὶ τῶν ἐσκιρρωμένων σωμάτων χρώμεθα· δεῖ δ’ ἐπὶ μὲν τῶν φλεγμαινόντων προσηνῆ καὶ ἁπαλὰ τυγχάνειν, ἐπὶ δὲ τῶν ἐσκιρρωμένων χωρὶς φλεγμονῆς ἐνεργά, ὥστε ἐπὶ μὲν τῶν
5φλεγμαινόντων μαλάχης ἀφέψημα μίξομεν καὶ λινοσπέρμου καὶ τήλεως, ἐπὶ δὲ τῶν ῥευματικῶν φλεγμονῶν ἀρνόγλωσσον ἢ πολύγονον

10

.

2

.

6

ἐγκαθεψῶμεν τῷ ὕδατι ἢ σίδια ἢ ῥόδα ἢ βάτου ἄκρα. ἐπὶ δὲ τῶν σπασμὸν καταγγελλουσῶν χρώμεθα 〈μὲν〉 καὶ ἐπὶ τούτων τοῖς 〈ἐπὶ τῶν〉 ἄνευ ῥευματισμοῦ φλεγμονῶν· μάλιστα δ’ ὑδρέλαιον ὀνίνησιν,

10

.

2

.

7

ἔχον μαλάχην ἢ τῆλιν καθηψημένην. ἐπὶ δὲ σκληρίας χωρὶς φλεγμονῆς τοῖς αὐτοῖς χρηστέον κατὰ ποιότητα, οἷς καὶ ἐπὶ τοῖς διαφορήσεως

10

.

2

.

8

δεομένοις. στύφει δὲ καὶ ψύχει λουτρὰ τοῖς ὁμοίοις ἐσκευασμένα ταῖς στυφούσαις τε καὶ ψυχούσαις ἐμβροχαῖς· ἔξεστιν οὖν μεταφέρειν τὴν ὕλην ἐνταῦθα.

10

.

3

t

Περὶ τῶν αὐτοφυῶν λουτρῶν· ἐκ τοῦ αὐτοῦ λόγου.

10

.

3

.

1

Τῶν δ’ αὐτοφυῶν λουτρῶν πολὺ ἡ δύναμίς ἐστιν ἰσχυροτέρα καὶ δραστικωτέρα τῶν ἐξ ἐπιτεχνήσεως· εἰσὶ δὲ διαφοραὶ πλείους παρὰ τὴν τῆς γῆς ποιότητα, δι’ ἧς φέρεται· τὰ μὲν γάρ ἐστι νιτρώδη, τὰ δ’ ἁλμυρά, τὰ δὲ στυπτηριώδη, τὰ δὲ θειώδη, τὰ δ’ ἀσφαλτώδη, τὰ δὲ
5χαλκανθώδη, τὰ δὲ σιδηρίζοντα, τὰ δὲ σύνθετα ἐκ τούτων, πλειόνων

10

.

3

.

2

ποιοτήτων ὁμοῦ συμμιγνυμένων. πάντων μὲν οὖν τῶν αὐτοφυῶν ὑδάτων ἡ δύναμίς ἐστι ξηραντικὴ καὶ θερμαντική, τὸ ἐπίπαν σφόδρα εὐτόνων τυγχανόντων· διὸ δὴ καὶ τοῖς ὀξέσι νοσήμασιν οὐχ ἁρμόζει, ἀλλὰ μᾶλλον τοῖς χρονίοις, καὶ τούτων μάλιστα τοῖς καθύγροις καὶ

10

.

3

.

3

ψυχροῖς. ἤδη δὲ τὰ μὲν νιτρώδη καὶ ἅλας ἔχοντα κεφαλῇ κατάλληλα καὶ θώρακι ῥευματιζομένῳ καὶ στομάχῳ καθύγρῳ καὶ ὑδρωπικοῖς
οἰδήμασί 〈τε〉 τοῖς ἐκ νόσων καὶ συγκρίσει φλέγματος γεννητικῇ· τὰ δὲ στυπτηριώδη αἵματός τε ἀναγωγαῖς καὶ ἐμετικῷ στομάχῳ καὶ τοῖς
5ἀμέτρως ὑφ’ αἱμορροΐδων ἐνοχλουμένοις καὶ γυναιξὶν ἀτάκτως καθαι‐

10

.

3

.

4

ρομέναις καὶ συνεχῶς ἐκτιτρωσκούσαις. τὰ θειώδη δὲ νεύρων μαλακτικὰ καὶ συγκρίσεως θερμαντικὰ καὶ πόνων παρηγορικά· στόμαχον δὲ θηλύνει

10

.

3

.

5

καὶ ἀνατρέπει. τὰ δ’ ἀσφαλτώδη κεφαλήν τε συμπληροῖ καὶ τὰ αἰσθη‐ τήρια κακοῖ· θερμαίνει τε ἐμμόνως καὶ μαλάσσει σὺν χρόνῳ, μάλιστα

10

.

3

.

6

〈τὰ〉 περὶ ὑστέραν καὶ κύστιν καὶ κῶλον. τὰ δὲ χαλκανθίζοντα στόματι

10

.

3

.

7

καὶ παρισθμίοις καὶ σταφυλῇ καὶ ὄμμασι διαφερόντως ἐπιτήδεια. τὰ δὲ σιδήρου ποιότητος μετέχοντα στομάχῳ καὶ σπληνὶ πεπονθόσι δύναται

10

.

3

.

8

χρησιμεύειν. τὰ δὲ μικτῆς ὄντα ποιότητος κατὰ τὴν ἐπικράτειαν τῶν

10

.

3

.

9

μεμιγμένων ἐνεργεῖ. δεῖ δὲ καθεστῶσι τοῖς αὐτοφυέσιν ὕδασι καὶ ἀτρεμοῦσι χρῆσθαι· ὁ γὰρ ἀτμὸς ἀνιστάμενος ἀπ’ αὐτῶν, ἐπειδὰν κινῆται, βαρὺς ὢν καὶ πληκτικὸς τὴν κεφαλὴν ἐνοχλεῖ· διὰ τοῦτο καὶ τὰς ἐμβάσεις τὰς εἰς τὸ ὕδωρ χρὴ ποιεῖσθαι κατιόντας ἀθορύβως,
5ὅπως ἡ δύναμις ἀνειμένῳ τῷ σώματι προσιοῦσα ἐγκαταδύσοιτο· τῶν δ’ ἐσοβημένως καὶ ταραχωδῶς ἐμβαινόντων εἰς αὐτὰ πυκνούμενον τὸ σῶμα οὐκ εἰσδέχεται τὴν παρὰ τοῦ ὕδατος ποιότητα, ὥστε καὶ κόλυμ‐

10

.

3

.

10

βος ὁ ἐν τοῖς τοιούτοις καὶ βαπτισμὸς ἀνεπιτήδεια. ὑπέχειν δὲ κρουνοῖς αὐτοφυῶν ὑδάτων ἐκείνοις χρὴ μόνοις, ὅσοις ποιότητές εἰσιν ἁρμόδιοι τῇ κεφαλῇ, ὡς ὅσοι τοῖς ἀπ’ ἀσφάλτου ἢ θείου ῥέουσι κρουνοῖς παρέ‐ χοντες ἑαυτοὺς εὐκόλως κακοῦνται.

10

.

4

t

Ἐκ τῶν Ἡροδότου· περὶ λουτρῶν· ἐκ τοῦ Περὶ τῶν ἔξωθεν προσπιπτόντων βοηθημάτων.

10

.

4

.

1

Εἰ θερμοτέρου τοῦ ἐντὸς ἀέρος δεοίμεθα, ἐλθετέον ἐπὶ τοιοῦτον τρόπον βοηθείας· στάμνον ὕδατος ψυχροῦ προσραντέον τοῖς διαπύροις ... ἐξ αὐτῶν θερμασία οὐκ ἐπὶ πολὺν χρόνον μένουσα, ταχὺ δὲ σβεννυμένη· διὸ καὶ ἐγχειρητέον τούτῳ πρὸ βραχέος τῆς εἰσόδου.

10

.

5

t

Περὶ αὐτοφυῶν ὑδάτων· ἐκ τῶν Ἡροδότου· ἐκ τοῦ αὐτοῦ λόγου.

10

.

5

.

1

Τῶν ἐπὶ μέρους [τῶν] αὐτοφυῶν ὑδάτων τῆς δυνάμεως πολλὴν ἐχόντων διαφοράν, ἀπολειπτέον τοῖς ἐν τῇ πείρᾳ γενομένοις· ἀκριβῆ γὰρ περὶ τῶν κατ’ εἶδος ποιήσασθαι παράδοσιν ἀδύνατον διὰ τὸ μήτε
πᾶσιν ἡμᾶς κεχρῆσθαι, μήτε ἐπὶ πάντων ἀναλογεῖν τὴν περὶ τούτων

10

.

5

.

2

γνῶσιν ταῖς τῶν φαρμάκων ἐπαγγελίαις. τὰ δὲ ψυχρὰ τῶν αὐτοφυῶν ῥεύμασι πᾶσιν ἐπιτήδεια καὶ τοῖς περὶ κύστιν πάθεσι καὶ κεφαλαλγι‐

10

.

5

.

3

κοῖς καὶ ἕλκεσι κακοήθεσιν. τὰ δὲ πινόμενα τῶν ὑδάτων, εἴτε θερμὰ εἴτε ψυχρὰ τυγχάνοιεν ὄντα, καθολικὴν οὐκ ἐπιδεχόμενα διάταξιν, ἐν

10

.

5

.

4

τοῖς κατὰ μέρος ῥηθήσεται. ἐπὶ πάντων δ’ ἔστω τις χρόνου συμμέτρη‐ σις· εἰ γὰρ μέλλοι τις ἐπὶ τρεῖς ἑβδομάδας χρῆσθαι τοῖς ὕδασιν, ἀρχέσθω μὲν ἀφ’ ἡμιωρίου καὶ προστιθέτω κατ’ ὀλίγον, ὡς περὶ τὴν ἑβδόμην ἀπαρτίζειν ὥρας δύο· τούτῳ δὲ τῷ διαστήματι μέχρι τῆς
5δευτέρας ἑβδομάδος ἐπιμείνας, ἀπὸ ταύτης ὑφαιρείτω πάλιν τὸ ἀνάλογον καὶ εἰς τὸ κατάρξαν μέτρον καταληγέτω, ὑφαιρῶν ἀντιστρό‐ φως· οὔτε γὰρ ὠφέλιμον εὐθὺς ἐξ ἀρχῆς ἐγχρονίζειν τοῖς ὕδασιν, οὔτε λυσιτελὲς μέχρι τέλους ἐπιμένειν τῇ αὐτῇ ποσότητι τοῦ χρόνου, διὰ τὸ συμφέρειν καὶ ἄρχεσθαι καὶ ἀφίστασθαι πρὸς λόγον τοῦ βοηθή‐
10ματος, ὃν τρόπον καὶ τὰ γυμνάσια προβιβάζομέν τε καὶ ἀποκαθίστα‐

10

.

5

.

5

μεν. εἰ δὲ τὸ στοχασθὲν μέτρον τῆς ὠφελείας μὴ φέροιεν, ἐκ δια‐

10

.

5

.

6

λειμμάτων τοῖς ὕδασι χρήσθωσαν. ἐν δὲ τοῖς παροξυσμοῖς ἀπεριέργως ἡ πᾶσα γινέσθω παρασκευή· προσαχθέντες γὰρ οἱ μὲν τὰ πλεῖστα μέρη περιωδυνεῖς ἐν ὅλοις ἐμβαινέτωσαν, εἰ δέ τινα τὰ πονοῦντα, ἐμβρεχέτωσαν· παρηγορηθέντας δ’ αὐτοὺς προάξομεν, εἶτα πάλιν
5παροξυνθέντας ἐμβιβάσομεν, χρώμενοι τοῖς ὕδασιν ἐμφερῶς ταῖς ἔξωθεν προσαγομέναις πυρίαις 〈καὶ〉 καταπλάσμασιν, ὅθεν καὶ τὸ τῆς χρήσεως

10

.

5

.

7

πλῆθος ἐπὶ τούτων ἐκ τῆς ἐπείξεως ληπτέον. ἔγνων γοῦν τινας καὶ δι’ ὅλης ἡμέρας τῷ τοιούτῳ τῆς θεραπείας χρησαμένους τρόπῳ καὶ σφόδρα εὐαρεστήσαντας· ἐπαύσαντό γε τῶν τοιούτων παροξυσμῶν ταχέως, πρότερον αὐτοῖς μακρῶν καὶ δυσλύτων γενομένων, ὠφελη‐

10

.

5

.

8

θέντες καὶ πρὸς τὴν διάθεσιν. εἰ δὲ τὰ πεπονθότα μέρη δύναιτο, ἐσκεπασμένων τῶν λοιπῶν, ἀποβρέχεσθαι οὐ χεῖρον ἐπὶ πλείονα χρόνον καὶ πολλάκις τῆς ἡμέρας τοῖς ὕδασι χρῆσθαι· τοῦτο μέντοι ποιείτωσαν πρὸ τροφῆς· ἀσύμφορον γὰρ πεπληρωμένους ὕλης νεαρᾶς

10

.

5

.

9

τὰ ἐπὶ τοσοῦτον συναιρεῖν δυνάμενα παραλαμβάνειν. εἰ δὲ ταῖς δυνά‐

10

.

5

.

10

μεσιν ἀπολέγοιεν, ὀλίγον τι σιτίον προσφερέτωσαν. τῶν δὲ πλείστων ὑδάτων ἐν τόποις ἑλώδεσι καὶ περικαέσιν ὄντων καὶ διὰ τοῦτο ἐπινόσων, καιρὸς ἐπιτήδειος ὁ περὶ τὸ ἔαρ καὶ τὸ φθινόπωρον, καθ’ ἃ τῷ χει‐ μῶνι προσκυροῖ, καίτοι καὶ τὴν ἐνέργειαν τῶν ὑδάτων, [καὶ] εἰ ἐν
5ὑγιεινοῖς τόποις εἴη τὰ ὕδατα, θέρους παραληπτέον, εἰ ψυχρὰ εἴη.

10

.

5

.

11

ἐπεὶ δὲ πολλοὶ τῶν ἰδιωτῶν οἴονται τὰ θερμὰ τῶν ὑδάτων συμβάλλεσθαι πρὸς συντήρησιν ὑγείας καὶ διὰ τοῦτο αὐτοῖς ἀναιδῶς καὶ ἀνεπιστάτως χρῶνται, ὡς εἰκός, ἐπὶ βλάβῃ, ἄξιον τῆς ψευδοῦς δόξης αὐτοὺς ἀποστῆσαι· χρήσθωσαν δέ, εἰ παρεῖεν, τοῖς ὕδασιν ἀντὶ βαλανείων
5κοινῶν.

10

.

6

t

Ἐκ τῶν Γαληνοῦ· περὶ ψυχροῦ λουτροῦ χρήσεως.

10

.

6

.

1

Ὡς δ’ ἄν τις ὑπάρξαι τοῦ λούσασθαι ψυχρῷ, μηδενὸς ἀπὸ τῆς ἐξαιφνιδίας μεταβολῆς ἀπολαύσας βλαβεροῦ, παντὸς μᾶλλον ἐπίστασθαι χρή· πολλοὶ γὰρ κακῶς ἀρξάμενοι διεβλήθησαν οὕτως πρὸς ὅλον τὸ

10

.

6

.

2

ἐπιτήδευμα τῆς ψυχρολουτρίας. ἔστω τοιγαροῦν ὁ μὲν τοῦ ἔτους καιρὸς ἀρχόμενον θέρος, ἵνα πρὸ τοῦ χειμῶνος ἐν ἅπαντι τῷ μεταξὺ γένηταί τις ἐθισμὸς ἀξιόλογος· ἔστω δὲ δήπου καὶ 〈ἡ〉 ἡμέρα καθ’ ἣν ἀρχό‐ μεθα νήνεμος ὡς ἔνι μάλιστα καὶ ὡς οἷόν τε τῶν κατ’ ἐκεῖνον τὸν
5καιρὸν θερμοτάτη, καὶ τῆς ἡμέρας αὐτῆς τὸ θερμότατον, καὶ τὸ

10

.

6

.

3

γυμναστήριον εὔκρατον. ἡ μὲν δὴ ἔξωθεν αὕτη παρασκευή· τὸ σῶμα δ’ αὐτὸ τὸ μέλλον ψυχρολουτεῖν τὴν μὲν ἡλικίαν ἔστω περὶ τὴν τε‐ τάρτην ἑβδομάδα μεσοῦσαν μάλιστα, μηδὲν ὑπὸ μηδενὸς ἠλλοιωμένον αἰτίου προσφάτου κατ’ ἐκείνην τὴν ἡμέραν· ἔστω δὲ καὶ τὴν ψυχὴν
5εὔθυμός τε καὶ φαιδρὸς ὁ μέλλων χρῆσθαι τῷ ψυχρῷ νεανίσκος.

10

.

6

.

4

πρῶτον μὲν ἀνατριβέσθω σινδόσιν ἐπὶ πλέον ἢ πρόσθεν· ἔστωσαν δὲ καὶ σφοδρότεραι νῦν μᾶλλον ἢ πρόσθεν αἱ τρίψεις καὶ διὰ σκληροτέρων ὀθονίων· ἐφεξῆς δὲ δι’ ἐλαίου τριβέσθω, καθότι σύνηθες ἦν αὐτῷ, κἄπειτα γυμναζέσθω πλήθει μὲν ἴσα γυμνάσια, θᾶττον δὲ νῦν ἢ
5πρόσθεν· ἐπὶ τούτῳ οὕτως εἰς τὸ ψυχρὸν καταβαινέτω, μὴ βλακεύων, ἀλλ’ ἐπωκύνων τὴν ἐνέργειαν, καὶ ἀθρόως ἐναλλέσθω· τὸ γὰρ κατὰ

10

.

6

.

5

βραχὺ πλησιάζειν τῷ ὕδατι φρίκης ἐστὶ ποιητικόν. ἔστω δὲ μήτε χλιαρὸν τὸ ὕδωρ μήτε ἀτέραμνόν τε καὶ παγετῶδες· τὸ μὲν γὰρ οὐ ποιεῖται θερμασίας ἐπανάκλησιν, τὸ δὲ πλήττει καὶ καταψύχει τοὺς
ἀήθεις, ὡς ἔν γε τῷ χρόνῳ προϊόντι καὶ τοιούτῳ ποτὲ χρήσεται.
5ἐξελθόντα δὲ τοῦ ὕδατος ὑπὸ πλειόνων ἀνατρίβεσθαι προσήκει [δὲ] δι’ ἐλαίου, μέχρις ἂν ἐκθερμανθῇ τὸ δέρμα, καὶ μετὰ ταῦτα σιτία μὲν

10

.

6

.

6

πλείω τῶν εἰωθότων, ἔλαττον δὲ προσφερέσθω τὸ πόμα. ταῦτα δ’ εἰ καὶ μὴ σὺ κελεύσειας, αὐτὸς ἂν οὕτω ποιήσειεν, ἁπάντων ὀρθῶς γενο‐ μένων· καὶ γὰρ ὀρέγονται πλειόνων ἐπὶ ταῖς ψυχρολουσίαις καὶ πέττου‐ σιν ἄμεινον καὶ διψῶσιν ἧττον ἀφικνοῦνταί τε κατὰ τὴν ὑστεραίαν
5ἐπὶ τὰ γυμνάσια σαφῶς εὐεκτικώτεροι, τὸν μὲν τοῦ σώματος ὄγκον ἴσον ἔχοντες τῷ πρόσθεν, ἐσφιγμένον δὲ καὶ μυωδέστερον καὶ συντο‐

10

.

6

.

7

νώτερον. ὁμοίως οὖν ἐπ’ αὐτοῦ κατὰ τὴν δευτέραν πρακτέον ἅπαντα καὶ κατὰ τὴν τρίτην τε καὶ τετάρτην, εἶθ’ οὕτως ἐπὶ προήκοντι τῷ χρόνῳ κελεύειν ἐμβῆναι τὸ δεύτερον τῷ ψυχρῷ· τὸ δὲ καὶ τὸ τρίτον ἔτι τοῦτο ποιεῖν, ὡς ἔνιοί τινες ἐκέλευσαν, οὐκ ἐπαινῶ· καὶ γὰρ καὶ
5τὸ δεύτερον αὔταρκες εἶναί μοι δοκεῖ, δυναμένων γε ἡμῶν, εἰς ὅσον

10

.

6

.

8

ἂν ἐθελήσωμεν, 〈ἐν〉 αὐτῷ κελεῦσαι διατρίβειν. ὁ δὲ σκοπὸς τοῦ χρό‐ νου τοῦ τῆς διατριβῆς ἐκ τῆς καθ’ ἑκάστην ἡμέραν λαμβανέσθω πείρας· εἰ μὲν γὰρ ἀνελθὼν ἐκ τοῦ ὕδατος ἐπὶ ταῖς ἀνατρίψεσιν εὔχρους ἐν τάχει γίνοιτο, μετρίως ἐν αὐτῷ διέτριψεν· εἰ δὲ δυσεκθέρμαντός τε καὶ
5ἄχρους διαμένει μέχρι πλείονος, ἀμετρότερον ἐχρήσατο τῷ ψυχρῷ, γνώσῃ τε ἐκ τούτων, εἴτε αὐτάρκως διέτριψεν, εἴτε μετακινῆσαι πρὸς τοὔλαττον ἢ τὸ πλέον.

10

.

7

t

Ἐκ τῶν Ἀγαθίνου· περὶ θερμολουσίας καὶ ψυχρολουσίας.

10

.

7

.

1

Περὶ θερμολουσίας καὶ ψυχρολουσίας, ἣν ἔχει φύσιν ἑκάτερον,

10

.

7

.

2

σκεψώμεθα. κράτιστον δὴ ἐμοί γε εἶναι δοκεῖ μηδὲ τῶν θερμῶν παν‐

10

.

7

.

3

τάπασιν ἀποξενοῦσθαι λουτρῶν, ἀλλὰ σπανιώτερον προσιέναι. δεῖ οὖν αὐτοῖς, ὡς ἔχουσί τι καίριον, ἔστιν ὅπου 〈χρῆσθαι〉· καὶ γὰρ κόπους παύει καὶ τὰς ἐκ μεγάλης ἀπεψίας νωθρότητας παραιτεῖται μάλιστα, εἰ καὶ πιών τις ἐν αὐτῷ τῷ βαλανείῳ θερμὸν ὕδωρ οὖν ἀπεμέσειεν τοὺς

10

.

7

.

4

ἐκ τῆς διεφθορυίας τροφῆς ἠθροισμένους χυμούς. μαλάσσει δὲ θερμὸν λουτρὸν καὶ ἀλόγως ποτὲ συνδεδεμένον καὶ ἐσφιγμένον τὸ σωμάτιον.

10

.

7

.

5

ἁρμόζει δὲ καὶ τοῖς δυσγενῶς μὲν ἔσθ’ ὅτε πρὸς ψυχρολουσίαν, ἀπρο‐
θύμως δ’ ἔχουσι πρὸς ἄλειμμα· τρόπος γάρ τις ἀποθεραπείας ἐστὶ τῆς τροφῆς καὶ τὸ βαλανεῖον, ἀναρμόστως μὲν ἐν συνεχεῖ σεισμῷ, τοῖς δὲ

10

.

7

.

6

κατὰ τοὺς τοιούτους καιροὺς ἐπιτηδεύουσιν οὐκ ἀτόπως ἔχων. κατὰ τὸ πλεῖστον δὲ τοῖς βραχὺ γοῦν τοῦ †βην ὑγιαίνειν ποιουμένοις λό‐ γον ψυχρολουτητέον· δυσαντίβλεπτον γάρ ἐστι τὸ μέγεθος τῆς ἐκ τοῦ

10

.

7

.

7

ψυχρολουτεῖν ὠφελείας. διὰ τοῦτο εὕροις ἂν τοὺς μὲν ψυχρολουτοῦν‐ τας, καὶ εἰ γηραιοὶ παντάπασιν ὦσιν, συνεστῶτάς τε καὶ πεπηγότας τοῖς σώμασι καὶ τὴν χρόαν εὐανθεῖς καὶ καθόλου πολὺ τὸ ἀνδρῶδες

10

.

7

.

8

καὶ τετονωμένον ἐμφαίνοντας. ἔρρωται δ’ αὐτοῖς καὶ τὰ τῶν ὀρέξεων καὶ πέψεων, καὶ τὰς αἰσθήσεις ὡς ἐπίπαν διηκριβωμένας ἔχουσι καὶ

10

.

7

.

9

πᾶν ἁπαξαπλῶς φυσικὸν ἐνέργημα. τοῖς δὲ θερμολούταις πλαδαρά τε ἔχειν συμβέβηκε καὶ διερρυηκότα τὰ σαρκίδια καὶ τὴν χρόαν ἀνάτροπον καὶ τοῖς τόνοις οἷον νευροτομεῖσθαι καὶ κακοσίτοις εἶναι καὶ πάντα χείρω τῶν ἑτέρων ἔχειν· τί γὰρ ἂν ὡς ἀληθῶς ἐργάσαιτο μέτριον
5τοσαύτη διηνεκῶς καθέψησις ἐν ἀέρι διαπύρῳ τε καὶ καθύγρῳ;

10

.

7

.

10

τὰ γοῦν νήπια τοῖς μὲν βαρβάροις ἔθος ἐστίν, ὡς πυνθάνομαι, καὶ καθιέναι συνεχῶς εἰς τὸ ψυχρόν, ἡμεῖς δέ γε καθεψῶμεν ταῖς συνεχέσι θερμολουσίαις, πειθόμενοι ταῖς τιτθαῖς, αἵτινες ἀσμενίζουσαι τῷ μετὰ τὴν ἐν τοῖς λουτροῖς ἀπαύδησιν [τῷ] κάρῳ τῶν παιδίων ἀποχρώντως
5τε ἔχειν νομίζουσιν ἑαυταῖς, εἰ μὴ πολλὰ διοχληθῆ † τῶν τε νύκτωρ δύσ‐ υπνα φάμεναι γίνεσθαι τὰ μὴ τακερωθέντα μικροῦ δεῖν ὑπὸ τοῦ πλήθους τῆς θερμολουσίας. ὅθεν ἐγὼ τὸ ἐμὸν παιδίον καὶ πολλὰ τῶν ἄλλων ἀλείμμασιν ἀρκεῖσθαι τὰ πολλὰ ποιῶ, καὶ χωρεῖ μοι τὸ πρᾶγμα κατὰ νοῦν· τὰ δ’ ὑπὸ τῶν ἄλλων τρεφόμενα παιδία, συνεχῶς λουόμενα καὶ
10ἐπὶ πολὺ καθεψώμενα, θαυμαστὸν οὐδέν, εἰ σπᾶταί τε ἐπιληπτικῶς καὶ

10

.

7

.

11

τὰ ἄλλα κακῶς ἀπαλλάττει. τῶν μέντοι μικρῶν ὑπὲρ τοὺς νηπίους οὐδενὶ νομίζω τὴν ψυχρολουσίαν ἀνάρμοστον εἶναι, μήτε φύσεώς τινος ἰδιαζούσης γενομένους καὶ τοῖς ἄλλοις ὠφελίμοις ἀντιπάσχοντας·

10

.

7

.

12

πολλὰ γὰρ ἱστορεῖται καὶ τοιαῦτα. τὴν δὲ καταρχὴν ἐπὶ τῶν ἀήθων τῆς ψυχρολουσίας οἱ πολλοὶ μὲν οἴονται δεῖν θέρους ὄντος ἀκμαιοτά‐ του ποιεῖσθαι· ἐγὼ δὲ παρηκολούθηκα ἐν πάσαις ταῖς τοῦ ἔτους ὥραις ἀβλαβῶς τοῖς πλείστοις ἀρχομένοις ψυχρολουσίας· πάντοτε μὲν οὖν
5ἄρξαιτο ἄν τις ἀβλαβῶς ψυχρολουσίας· εἰ οὖν εἶναι χρή τινα διαφοράν,

10

.

7

.

13

ἑλοίμην ἂν ἐγὼ τὴν ἐαρινὴν ὥραν πρὸ τῶν ἄλλων. δεῖ δ’ εὐδιοίκητον καὶ κοῦφον ἥκειν ἐπὶ τὴν ψυχρολουσίαν πάντοτε μέν, μάλιστα δ’ ὅταν

10

.

7

.

14

καταρχώμεθα τοῦ πρὸς αὐτὴν ἔθους. αἰεὶ δὲ γυμνασίοις προανακινητέον ἑαυτοὺς ἄχρι τοῦ παρά τισι μόνον καὶ προθυμίαν εἰς τὸ ψυχρὸν γενέσθαι· προκαταπονεῖν γὰρ σφοδρότητι καὶ πλήθει κινήσεων τὸ σωμάτιον καὶ μέχρι κόπου προάγειν καὶ ἄλλως μὲν ἄτοπον (οὐδὲν
5γὰρ ὑπὲρ τὸ μέτρον ἐπιτηδευόμενον ὑγιεινόν ἐστιν), καὶ δὴ καὶ πρὸς αὐτὴν τὴν ψυχρολουσίαν ἀνεπιτηδειότατον· ἐπισυνδεῖ γὰρ καὶ αὐτὴ

10

.

7

.

15

τὰ σώματα καὶ πολλῷ σφοδροτέρους ἀπεργάζεται τοὺς κόπους. ἄμεινον δ’ οἶμαι τὸν ὅλον τῆς χρήσεως τρόπον ἄνωθεν ἀρξάμενον ἐκθέσθαι. μετὰ δὴ τὸ ταῖς βιωτικαῖς ἀσχολίαις ἢ περιπάτῳ γοῦν ἢ αἰώρᾳ προδιασαλεῦσαι τὸ σωμάτιον, οὕτως ἐλθετέον ἐπὶ τὴν χρῆσιν, μήτε
5πρωϊαίτερον, εἰ οἷόν τε, τῆς νενομισμένης πρὸς ἄριστον ὥρας μήτε

10

.

7

.

16

πολὺ βράδιον· ἑκάτερος γὰρ τῶν καιρῶν τούτων ἄθετος. γυμνοῦσθαι δέ, εἰ μὲν παρέχοι τὰ τῆς ὥρας, ἐν ἡλίῳ χρή, πάντως γοῦν ἐν

10

.

7

.

17

ἀπεριπνεύστῳ. πολλάκις δ’ εἰ πρὸς τὴν ἀπόδυσιν δυσρίγως ἔχοιεν, ἀνακινητέον ἔτι τοῖς ἱματίοις σκεπόμενον τὸ σωμάτιον [τοὺς] συντονω‐ τέρῳ περιπάτῳ, τείνοντας ἐν αὐτῷ σφοδρότερον τὰς ἰγνύας, ἢ καὶ

10

.

7

.

18

δρόμῳ. μετὰ δὲ ταῦτα ὀθονίοις τραχέσιν εὐτόνως ἄχρι πολλῆς καθάψεως φοινίξασθαι δι’ ἑαυτοῦ τε καὶ δι’ ἄλλων· ἄριστον δὲ τοὺς παῖδας πρὸς τοῦτο χειρῖδας ἔχειν ἐξ ὀθονίων ῥαπτάς· ἄλλως γὰρ ἀνωμάλου τῆς χρήσεως γινομένης, συστρεφομένων τῶν ὀθονίων, ἔσθ’ ὅτε καὶ

10

.

7

.

19

ἀποδοραὶ τοῦ δέρματος γίνονται. μετὰ δὲ ταῦτα καὶ διὰ τῶν χειρῶν ὑπό τε ἄλλων καὶ ὑφ’ ἑαυτοῦ δεῖ ξηροτριβεῖσθαι· μετὰ γὰρ τῆς ἀνα‐

10

.

7

.

20

θάλψεως καὶ τόνον τινὰ θαυμαστὸν ἐμποιεῖ τοῖς σώμασιν. μηδὲν γοῦν ἄλλο πραγματευσαμένους, ἔνεστιν, ὅσον ἐπὶ τῇ προθυμίᾳ, μετὰ ταύτην

10

.

7

.

21

εὐθὺς ψυχρολουτεῖν 〈τὴν〉 ξηροτριβίαν. ἀλείφεσθαι οὖν δεῖ ἐλαίῳ συμμέτρῳ καὶ ἐπὶ πολὺ τρίβεσθαι, καὶ ὑπ’ ἄλλων μέν, μάλιστα δ’ ὑφ’ ἑαυτῶν· οὐδὲν γὰρ οὔτε ἀκοπώτερον οὔτε εὐπονώτερον οὔτε μᾶλλον

10

.

7

.

22

ποιητικὸν [τοῦ] τῆς δι’ ἑαυτῶν τρίψεως. εἰ γοῦν διαρκοίη τις τῇ πρὸς αὐτὴν προθυμίᾳ μέχρι τοῦ δασῦναι τὸ πνευμάτιον ἀποχρώντως, οὐδὲν ἂν δέοι τῶν ἄλλων γυμνασίων, ἀλλ’ οὐδ’ ὅπως ἔχει τι πλήσμιον τὸ
πρᾶγμα, ῥᾳδίως πρὸς αὐτὸ πάντες ἀπαυδῶμεν, ὅθεν ταῖς γοῦν ἄλλαις
5ταῖς ἑκάστῳ συνήθεσι χρηστέον γυμνασίαις, σκοποῦ μέν, ὅπερ ἔφην, ἐνδότερον κάμπτοντας καὶ μὴ πάντως ἀναμένοντας, ἕως ἂν οἰδήσαιμεν, ὅπερ τοῖς πλείστοις ἔθος· ἄχρις οὖν τοῦ διαθερμανθῆναι καὶ ἀποχρών‐ τως ἑτοιμασθῆναι πρὸς τὴν ψυχρολουσίαν τὸ σωμάτιον, καταπαύσαντας δὲ τὰ γυμνάσια, τότε γοῦν πάντως, εἰ καὶ μὴ πρότερον, ἑαυτοὺς
10τριπτέον μετὰ κατοχῆς τοῦ πνεύματος, ἔσθ’ ὅτε καὶ κόνει προσυμπασα‐ μένους, μάλιστα εἰ καὶ νοτίσαιμεν, εἶθ’ οὕτως ἀμελλήτως καὶ ἀθρόως καταβαίνειν εἰς τὸ ψυχρόν, ἢ ῥᾳδίως περιχεῖσθαι εἰς τόδε τὸ ὕδωρ, εἰ ἐφ’ ἡμῖν εἴη τὸ ἐκλέγεσθαι, μήτε παγετῶδες μήτε παντελῶς ἀνει‐ μένον τῇ ψύξει· τοῦτο γὰρ βλαβερώτερόν ἐστι τῆς εἰς θάτερον ὑπερ‐

10

.

7

.

23

βολῆς. κράτιστον δ’ ὑδάτων πρὸς ψυχρολουσίαν, καὶ μάλιστα ὅτε κατάρχοιτό τις τοῦ ἔθους, τὸ θαλάσσιον· τά τε γὰρ τῆς ψύξεως καὶ ἀποχρώντως ἔχει, καὶ ὁ διὰ τὴν ἁλμυρίδα δηγμὸς ἀναθερμαίνει ῥᾳδίως· ὁποῖον δ’ ἂν ᾖ, καθαρόν τε ἔστω καὶ διαυγὲς καὶ μὴ τελματῶδες

10

.

7

.

24

μηδ’ ἑλῶδες μηδ’ ἄλλως στάσιμον. προκριτέον δέ, εἰ ἐξείη, τὸ κατα‐

10

.

7

.

25

βαίνειν μᾶλλον ἢ τὸ περιχεῖσθαι. κατὰ μὲν οὖν τὴν πρώτην ἔμβασιν ὀλίγον διατριπτέον, εἶτα ἐμβαίνειν χρὴ καὶ ἀνατρίβειν ἑαυτὸν βιαίως, αὖθις δὲ καταβαίνειν, καὶ τότε προσλιπαρεῖν νηχόμενον ἢ ἄλλως ὁπωσοῦν ὡς ἐμμεῖναι πλέον (οὐ μὴν ὥστε πάλιν ἐλαίου δεῖ καὶ
5ἀνατρίβεσθαι προθυμία), εἶτα τὸ τρίτον καταβάντας καὶ μὴ ἐπὶ πολὺ διατρίψαντας ἤδη καὶ κρουνοῖς ὑποτιθέναι τὴν κεφαλὴν καὶ 〈τὰ〉 κατὰ τὸν στόμαχον· εἰ δὲ μή, καταντλεῖσθαι γοῦν πλείοσιν ὑδρίαις, καὶ τοῦ μὴ δυσαρεστεῖν, εἶθ’ οὕτως ἀνατρίβεσθαι μετρίως, μηκέτι νῦν ἐλαίῳ διαλύοντας τὴν γεγονυῖαν τοῦ σώματος τελευταίαν ἐπίπηξιν, μετὰ δὲ
10ταῦτα ξύστραις μὴ πάνυ ἀμβλείαις ἐπὶ πολὺ δὴ ξύοντας φοινίσσειν τὸ σωμάτιον· καὶ γὰρ τονοῦται καὶ ἐξομαλίζεται 〈τὸ〉 τῆς ἐπιφανείας.

10

.

7

.

26

εἰ δὲ καὶ βεβρωκότες τύχοιμεν, οὐ πάντως ἀπεχόμεθα τῆς ψυχρολου‐ σίας, ἐπειδὰν ὀρεγώμεθα σφοδρῶς, εἴτε κινήσεών τινων πρὸς τοῦτο ἡμᾶς ἐπαγομένων, ἢ καὶ τοῦ καύματος αὐτοῦ τρόπον τινὰ συνεψή‐ σαντος· οὐκ οἶδα γὰρ ἄν, τί ἄμεινον τούτου ποιήσειε διακαιόμενος

10

.

7

.

27

καὶ ἀκαταλήκτως ἱδρῶσι χεόμενος. ἐγὼ γοῦν πολλάκις καὶ μετὰ τὸ δεῖπνον, ὅτε δυσυποίστως ἔχοιμι πρὸς τὸ καῦμα, καὶ καταβαίνειν εἰς ψυχρὸν ἔθος ἔχω, καὶ θαυμαστὸν πάντως 〈ὡσ〉 χαρίεν διάγω τὴν

10

.

7

.

28

νύκτα. ἐν δὲ τῇ χρήσει τοῦ ψυχροῦ τῶν ὤτων προνοητέον, ὅπως μὴ λανθάνῃ παρεισρέον εἰς αὐτὰ τὸ ὕδωρ· καὶ γὰρ ἄλλως οὐκ οἶδα ὅπως πρὸς πᾶν συμφορωτάτη τῶν ἄλλων οὖσα διαιτημάτων ἡ ψυχρολουσία μόνον βλαβερῶς καθάπτεται τῶν ἀκουστικῶν πόρων.

10

.

8

t

Περὶ ἀμμοχωσίας· ἐκ τῶν Ἡροδότου· ἐκ τοῦ Περὶ τῶν ἔξωθεν προσπιπτόντων βοηθημάτων.

10

.

8

.

1

Ἡ δὲ διὰ τῆς ἄμμου πυρία ἐπιτήδειός ἐστιν ἀσθματικοῖς καὶ τοῖς τὸν θώρακα ῥευματιζομένοις καὶ κοιλιακοῖς καὶ ποδαλγικοῖς καὶ τοῖς κατ’ ἐπέκτασιν παραλελυμένοις καὶ τοῖς καχεκτικοῖς καὶ τοῖς ὑδρωπι‐ κοῖς καὶ πᾶσι τοῖς χρόνιον ἔχουσιν ἄλγημα· ἐπιτήδειοι δὲ πρὸς τὴν
5χρῆσιν πλὴν νηπίων σχεδὸν πάντες, ὥρα δὲ θερινὴ μετὰ τοῦ τὰς

10

.

8

.

2

φλογωδεστέρας ἡμέρας αἱρεῖσθαι. δεῖ δὲ πρὸς τῷ ὄρθρῳ ἐν αἰγιαλῷ ἐν ἄμμῳ βαθείᾳ βόθρους δύο ἢ καὶ τρεῖς παρασκευάσαι ἰσομεγεθεῖς

10

.

8

.

3

τῷ χρησομένῳ, καὶ ἀνεκκαῆναι ὑπὸ τοῦ ἡλίου. ὁ δὲ πεπονθὼς καλῶς ἔστω διῳκηκὼς τὰ σιτία καὶ χρήσθω πρότερον περιπάτῳ τε καὶ

10

.

8

.

4

αἰώρᾳ. τοῦ δὲ περιέχοντος θερμοτέρου γενομένου, καὶ τῆς ἄμμου ἱκανῶς πυρωθείσης, ἐν τῷ βόθρῳ κατακλιθεὶς ἐπιχείσθω ἐκ τοῦ πρὸς

10

.

8

.

5

λόγον τὴν πέριξ ἄμμον μέχρι τοῦ φέρειν εὐφόρως. ἐσκεπάσθω δὲ τὴν κεφαλὴν καὶ τὰς ἀπὸ τοῦ ἡλίου ἀκτῖνας ἐκκλινέτω, ἀεί τινος πρὸ τῶν ὀμμάτων σκεπαστηρίου τιθεμένου· συλλαμβανέσθω δὲ πρὸς ταῦτα καὶ τὰ σχήματα τῆς κατακλίσεως, ὥστε φέρε εἰπεῖν, περὶ μὲν τὰ
5πρῶτα μέρη τῆς ἡμέρας πρὸς μεσημβρίαν ἀποβλέπειν, περὶ δὲ μεσοῦ‐

10

.

8

.

6

σαν πρὸς βορρᾶν. ἀποσπογγιζέσθω δὲ καὶ τὸ πρόσωπον διὰ ψυχροῦ·

10

.

8

.

7

τοῖς δ’ ἐπὶ πλέον κακοπαθοῦσι καὶ διάκλυσμα δοτέον. εἰ δὲ μηκέτι θερμαινομένης ἢ καὶ ψυχομένης τῆς σαρκὸς διὰ τοὺς ἐκκριθέντας ἱδρῶτας αἰσθάνοιντο, λεγέτωσαν· οἱ δὲ παρόντες τὴν ἐπικειμένην ἄμμον ἀφελόντες ἐξαγέτωσαν αὐτοὺς καὶ πάλιν εἰς τὸν παρακείμενον
5βόθρον ἐγκρυπτέτωσαν κατὰ τὰ εἰρημένα· τοῦτο δὲ καὶ ἐκ τρίτου, εἰ δέοι, ποιείτωσαν, ἀποβλέποντες πρός τε τὰ πάθη καὶ τὰς δυνάμεις.

10

.

8

.

8

ἡ δὲ παραύξησις τοῦ χρόνου κατὰ τὰ πρότερον λελεγμένα γινέσθω.

10

.

8

.

9

καὶ κατακειμένους μὲν ἐγκρύψομεν τούς τε ἀσθματικοὺς καὶ ῥευματιζο‐ μένους θώρακα καὶ πλευρὰ καὶ στομαχικοὺς καὶ καχεκτικοὺς καὶ κατὰ σάρκα ὑδρωπικούς· καθεζομένους δ’ ὑδρωπικῶν μὲν τοὺς ἀσκίτας, καὶ εἰ δέοι, τυμπανίας, τῶν δὲ λοιπῶν παθῶν καὶ κωλικοὺς καὶ ἡπατικοὺς
5καὶ σπληνώδεις καὶ ἰσχιαδικοὺς καὶ ποδαλγικοὺς καὶ παραλελυμένους

10

.

8

.

10

πόδας ἢ σκέλη. ἐπὶ τέλει δὲ πάντας ὅλους ἐγκρυπτέον· καλὸν γὰρ καὶ τὸν χαλασμὸν δι’ ὅλων τῶν σωμάτων γενέσθαι, καὶ τὴν ὠφέλειαν καὶ διὰ τῶν ἀπαθῶν ἐλθεῖν μερῶν, καὶ μᾶλλον εἰ μέλλοιεν ψυχρολουτεῖν.

10

.

8

.

11

ἔστωσαν δὲ παρὰ τοῖς βόθροις ἐν ἑτοίμῳ σκηναὶ ἐκ διαφανῶν κερά‐ των καὶ στάμνοι ὕδατος γλυκέος καὶ ἐμβάσεις θαλάσσης, εἰς ἃς παυ‐ σαμένους τῶν ἱδρώτων ἐκβιβάζειν χρή, εἶτ’ ἐξελθόντας καταιονᾶν καὶ

10

.

8

.

12

ἀνατρίβειν ἐλαίῳ. νηνέμου δὲ τῆς ἡμέρας οὔσης, καὶ τῶν σωμάτων εὐτόνων, καὶ κολύμβοις χρήσθωσαν, ἀφ’ ὧν κομισθέντες ἱκανὸν χρόνον διαλειπέτωσαν, ἀλλ’ οἱ μὲν ὑδρωπικοὶ προπιόντες ὕδατος θερμοῦ κυάθους εϛ, ἀποκοτταβιζέτωσαν ἐπάναγκες, οἱ λοιποὶ δὲ τὸ ἔθος

10

.

8

.

13

τηρείτωσαν. ἐπιτρεπτέον δ’ αὐτοῖς διὰ τὰς ἐν τῷ ἡλίῳ κακοπαθείας

10

.

8

.

14

τὸ ποτὸν παραύξειν. πλῆθος δ’ ἡμερῶν ἐπὶ μὲν τῶν διαλειπόντων παθῶν ἔστω μήτε ἔλαττον ιδ μήτε πλέον κα, ἐπὶ δ’ ὑδρωπικῶν τὸ

10

.

8

.

15

πλῆθος τῶν ἡμερῶν ληπτέον τῇ κατὰ τὸν ὄγκον κενώσει. τῆς δ’ ὠφε‐ λείας ἀπὸ τούτου στάσιν λαβούσης μετὰ μίαν καὶ εἰκοστήν, ἐνθετέον

10

.

8

.

16

διάλειμμα δυοῖν ἢ τριῶν ἡμερῶν, εἶτα πάλιν χρηστέον. εἰ δὲ θερα‐ πεύουσι χειμῶνος ὕδρωπα τὰ μὲν λοιπὰ τῆς ἰατρικῆς μὴ παρέχοι τὴν ὠφέλειαν, ὁ δὲ νοσῶν μὴ μένοι τὴν ἐν δέοντι καιρῷ παραληφθησο‐ μένην ἄμμον, φιλοτεχνητέον ὡς ἐν ἐπειγούσῃ καὶ μὴ μενετέον τὴν

10

.

8

.

17

ἐκ τῶν καιρῶν ὠφέλειαν. δεῖ τοίνυν ἐν παραθαλασσίῳ μὲν καὶ τότε διαιτᾶσθαι, τὴν δ’ ἄμμον ἐν ἴπνοις φρύγοντας ἐγκαταχωννύναι τοὺς πάσχοντας εἰς αὐτὴν κατὰ τὸν δεδηλωμένον τρόπον, καὶ τὰ λοιπὰ δὲ κατὰ 〈τὰ〉 λελεγμένα πρακτέον· τὴν δ’ ἐντεῦθεν προκοπὴν διὰ πλείο‐
5νος χρόνου προσδοκητέον.

10

.

9

t

Περὶ ἡλιώσεως· τοῦ αὐτοῦ.

10

.

9

.

1

Αἱ ἡλιώσεις ἀναγκαιόταται τυγχάνουσι τοῖς ἀναλήψεως δεομένοις καὶ σαρκώσεως· φεύγειν μέντοι χρὴ τόν τε ἐκνεφίαν ἥλιον καὶ τὸν

10

.

9

.

2

πολλάκις ἐπισκιαζόμενον κατὰ τὰ νήνεμα χωρία. ἐπιτηδευτέον οὖν, ἐφ’ ὅσον οἷόν τε, χειμῶνος μὲν καὶ ἔαρος καὶ φθινοπώρου τῆς ἡλιώσεως ἀπολαύειν ἀκεραίου, θέρους δὲ παραιτητέον ἐπὶ τῶν ἀσθε‐

10

.

9

.

3

νῶν διὰ τὴν ὑπερβολὴν τῆς θερμασίας. χρὴ δὲ παραβάλλειν ἡλίῳ καὶ πυρὶ πάντων μᾶλλον τὰ νῶτα· τὰ γὰρ προαιρετικὰ νεῦρα ἐν αὐτοῖς μάλιστα τυγχάνει· ταῦτα γὰρ ἀλεαινόμενα πᾶν τὸ σῶμα ὑγιεινότερον
διατίθησιν· ἡ μέντοι κεφαλὴ σκεπέσθω διά τινος παραπετάσματος.

10

.

10

t

Περὶ τῆς ἀπὸ πυρὸς καὶ ἀνθράκων ὠφελείας· ἐκ τοῦ αὐτοῦ λόγου.

10

.

10

.

1

Τὴν δὲ διὰ τῶν ἀνθράκων πυρίαν παραληπτέον ἐν τοῖς ἀλειπτη‐ ρίοις ἢ τῇ πρὸς τάδε τοῦ βαλανείου ἐπὶ τῶν χρόνιον ἄλγημα ἐχόντων·

10

.

10

2,3

παροπτάτωσάν τε τὰ μέρη μέχρι τοῦ δυσανασχετεῖν. οἱ δ’ ἄνθρακες

10

.

10

.

4

ἀπὸ βαλανείων ἔστωσαν ἢ προαποβρεχέσθωσαν. καὶ αἱ πρὸς τοὺς διαπύρους δὲ τοίχους παροπτήσεις τὴν αὐτὴν ὠφέλειαν ἐπιφέρουσι, καὶ εἰ μὲν προσηνῶς εἶεν θερμοί, αὐτόθεν τὰ περιωδυνοῦντα παρα‐ βαλλέτωσαν, εἰ δ’ ἄγαν εἶεν θερμοί, ὠμολίνοις τὰ πεπονθότα σκεπά‐
5σαντες οὕτω τοῖς τοίχοις προστυπούσθωσαν.

10

.

11

t

Περὶ καύσεως· τοῦ αὐτοῦ.

10

.

11

.

1

Καύσεσι δὲ χρώμεθα καὶ διὰ καυτηρίων καὶ διὰ ῥιζῶν καὶ διὰ

10

.

11

.

2

φαρμάκων· ἀρίστη δ’ ἡ διὰ τῶν καυτηρίων. εἰ δὲ πρὸς τὴν χειρουργίαν

10

.

11

.

3

ψοφοδεῶς ἔχουσί τινες, δευτερευέτω ἡ διὰ τῶν φαρμάκων. τὰ δὲ καέντα ἐπὶ πλείους ἡμέρας ἀκατούλωτα μενέτω.

10

.

12

t

Ἐκ τῶν Ἀντύλλου· περὶ δρώπακος· ἐκ τοῦ α λόγου τῶν ἔξωθεν προσπιπτόντων βοηθημάτων.

10

.

12

.

1

Δρώπαξ σκευασίαν ὁμοίαν ἔχει μαλάγματι, χρείαν δὲ καταπλά‐ σματος παρέχεται· ἁρμόζει δὲ χρονίοις πάθεσιν, οἷς καὶ σιναπισμός, καὶ πρὸ μέλλοντος σιναπισμοῦ παραλαμβανόμενος εἰς τὸ παρασκευάσαι τὸ σῶμα τῷ νάπυϊ, καὶ μετὰ τὸν σιναπισμὸν εἰς τὸ ἐκκόψαι τὸ λείψα‐

10

.

12

.

2

νον τῆς διαθέσεως. δεῖ † μὲν τὸν δρώπακα ὑπὲρ μὲν τοῦ θερμᾶναι περιττότερον, πέπερι, πύρεθρον κάχρυ τε καὶ ἄσφαλτον, εἰ δὲ ξηρᾶναι δέοι, θεῖον ἄπυρον, ἅλας, τέφραν κληματίνην, εἰ δ’ ἀμύξαι, λιμνήσιον,

10

.

12

.

3

εὐφόρβιον. δεῖ δὲ καταχρίειν θερμόν τε καὶ πάχος ἔχοντα κατὰ λόγον τῆς δυνάμεως τοῦ κάμνοντος, προεξυρισμένων τῶν πολυτρίχων μερῶν ἐπὶ τῶν ἀσθενεστέρων, ἐπὶ δὲ τῶν ἰσχυρῶν καὶ δραστικωτέρου δεομέ‐ νων τοῦ δρώπακος ἄνευ προξυρήσεως, εἰ μὴ ἄρα τὰ κατὰ κεφαλὴν ἢ
5γένειον ἢ τὰ περὶ τὴν ἥβην καταπλάσσομεν.

10

.

13

t

Περὶ σιναπισμοῦ· ἐκ τῶν Ἀντύλλου· ἐκ τοῦ αὐτοῦ λόγου.

10

.

13

.

1

Τὸ δ’ ἀπὸ νάπυος κατάπλασμα δραστικώτερόν ἐστιν, ἐπὶ μὲν τῶν
ὀξέων παθῶν οὐ πάνυ τι εὐδοκιμοῦν (ἐπὶ γὰρ μόνων τῶν ἀργοτέρων καὶ βαπτιζομένων ἐν ὀξύτητι χρώμεθα νάπυϊ), ἐπὶ δὲ τῶν χρονίων σχεδόν τι πάντων μετὰ τὸ ἐλεγχθῆναι τὴν ἀπὸ τῶν ἄλλων βοηθη‐
5μάτων καὶ ἐπιθεμάτων δύναμιν ἀσθενεστέραν καὶ μικροτέραν τοῦ

10

.

13

.

2

νοσήματος. ἐπὶ μὲν οὖν φθισικῶν καὶ συντηκτικῶν δι’ ἕλκος ἐν ἥπατι οὐ παραληπτέον σιναπισμόν, οὐδ’ ἐπ’ ἄλλης ἑλκώσεως οὐδεμιᾶς ἐν τῷ βάθει· ἀγριαίνεται γὰρ καὶ παροξύνεται πρὸς τὴν δριμύτητα τοῦ νάπυος· οὐ μὴν οὐδὲ ἐπὶ τῶν χονδρωδῶν μορίων, οἷον ὤτων ἢ τῶν
5ἄκρων τῆς ῥινός· κατακαίεται γὰρ ὑπὸ τοῦ καταπλάσματος, ἐνίοτε δὲ καὶ μελαίνεται τὰ λίαν ἄσαρκα ἢ χονδρώδη· τὰ δ’ ἄλλα πάντα καὶ

10

.

13

.

3

μέρη τοῦ σώματος καὶ πάθη χρόνια χαίρει τῷ βοηθήματι. καὶ καυλὸς δὲ καὶ κύστις ἐν παρέσεσι καὶ πάντα τὰ παρειμένα μέρη χαίρει τῷ

10

.

13

4,5

βοηθήματι. ἐντίθεται δὲ καὶ ἀπευθυσμένῳ παρειμένῳ βάλανος. ὁμοίως

10

.

13

.

5

(2)

δὲ καὶ ἐπὶ τῶν δυσηκοούντων τοῖς ὠσὶ κολλύριον ἐκ τοῦ νάπυος ἐντίθεται κροκύδι περιπλασθέν, εἶτα μετὰ τὸ ποσὴν αἴσθησιν γενέσθαι, τοῦ κολλυρίου διὰ τῆς κροκύδος ἀναιρεθέντος, ἐπενίεται μελικράτου.

10

.

13

.

6

δεῖ δὲ σιναπίζειν ἐπὶ μὲν τῶν ἀργοτέρων διαθέσεων καὶ μερῶν τῶν κατασάρκων καὶ δυσαισθήτων βιαίως (μέτρον δὲ τῆς ἰσχύος ἐστὶ τὸ ἀνιαθῆναι μὲν ἰσχυρῶς τὸν κάμνοντα, μελαντέραν δὲ τὴν σάρκα γενέσθαι καὶ ὑψηλοτέραν τῆς πέριξ, ἀνοιδήσασαν ὑπὸ τοῦ καταπλάσμα‐
5τος, καὶ μετὰ λουτρὸν φλυκταινωθῆναι πράως τὸ δέρμα), ἐπὶ δὲ τῶν εὐερεθίστων διαθέσεων καὶ μερῶν τρυφερῶν πράως χρῆσθαι τῷ νάπυϊ,

10

.

13

.

7

μέτρον ποιουμένους τὸ ποσῶς ἐρυθροτέραν γενέσθαι τὴν σάρκα. ὡς μέντοι μὴ ἄπρακτος ἡ πραεῖα χρῆσις τυγχάνοι, παρ’ ἄλλην ἡμέραν ἢ δύο πολλάκις τὸ αὐτὸ σιναπιστέον, ἵνα ἡ συνεχὴς χρῆσις ἑνὸς εὐτόνου

10

.

13

.

8

σιναπισμοῦ δύναμιν παράσχηται. μέτρον δὲ καὶ τῆς συνεχοῦς ἐστι χρήσεως, ὁπόταν τὰ σιναπιζόμενα μηκέτι αἴσθησιν ἔχῃ ὀδυνώδη

10

.

13

.

9

καταπλασσόμενα. ἐπὶ δὲ τῶν ὀξέων ὀλιγάκις χρώμεθα τῷ βοηθήματι, ἐπὶ ληθαργικῶν μόνων καὶ τῶν ἄλλων τῶν καταφερομένων ἐν πυρε‐

10

.

13

.

10

τοῖς ἐπί τε κατοχῆς ἐπί τε καταψύξεως δυσεκθερμάντου. τῶν μὲν δὴ καταφορικῶν τὰ σκέλη σιναπίζομεν, ἐπὶ δὲ τῶν περιψυχομένων καὶ

10

.

13

.

11

σκέλεσι καὶ ἀγκῶσιν. λεπτὸν δ’ ἐπὶ πάντων εἰς ὀθόνιον ἐγχριέσθω τὸ νάπυ.

10

.

13

.

12

Σκευασία σιναπισμοῦ. Σκευασία δὲ τοῦ νάπυος τοιάδε ἐστίν· ἰσχάδας χρὴ πρὸ μιᾶς ἡμέ‐
ρας ὕδατι ἀποβρέξαι χλιαρῷ, ἔπειτα τῇ προϊούσῃ ἀποθλίψαντα ἰσχυρῶς λεαίνειν εὖ μάλα, εἶτα νάπυ δριμὺ λαβόντα, οἷόν ἐστι τὸ Συριακὸν
5καὶ τὸ Αἰγύπτιον, τρίβειν κατ’ ἰδίαν παραχέοντα ἐν τῇ τρίψει κατ’ ὀλίγον τοῦ ἀποβρέγματος τῶν ἰσχάδων (βρεχόμενον γὰρ εὐλεαντότερον γίνεται), ἔπειτα μάζας ποιῆσαι λείας, τὴν μὲν τῶν ἰσχάδων, τὴν δὲ

10

.

13

.

13

τοῦ νάπυος. καὶ σφοδρότατος ἔσται, εἰ μὲν ᾖ τοῦ νάπυος τρίμοιρον πρὸς ἓν τῶν ἰσχάδων· εἰ δὲ μέσος, ἴσον ἑκατέρου· εἰ δ’ ἀνειμένος,

10

.

13

.

14

τοῦ μὲν νάπυος τὸ τρίτον, δίμοιρον δὲ τῶν ἰσχάδων. ἐγχριέσθω δ’

10

.

13

.

15

εἰς ὀθόνιον ἢ ῥάκος. ὁ δὲ τόπος ὁ μέλλων σιναπίζεσθαι προεκνιτρούσθω καὶ ὅλως ἀνήλειπτος ἔστω, καὶ οὕτως αὐτὸ τὸ κατάπλασμα ἐπιβαλλέσθω

10

.

13

.

16

καὶ ἄνωθεν ἐπιδείσθω. χρὴ δ’ ἐν ἡλίῳ ἢ ἀλεεινῷ οἴκῳ καὶ μᾶλλον

10

.

13

.

17

πρὸς τὰ διὰ βαλανείου σιναπίζειν. πόσην δ’ ὥραν ἐπικεῖσθαι αὐτὸ χρή, ὁρίσαι οὐ δυνατὸν διὰ τὸ τοὺς μὲν θᾶττον, τοὺς δὲ βράδιον αἴσθησιν αὐτοῦ λαμβάνειν· συνεχῶς οὖν ἐπισκοπεῖν χρή, εἰ πεφοίνικται ὁ τόπος

10

.

13

.

18

δεόντως. εἰ δὲ μέχρι πολλοῦ μὴ ἐνεργοίη τὸ σίνηπι ἐπικείμενον, σπόγγοις ἀποτεθλιμμένοις ἐν ὕδατι θερμῷ πυριαστέον κατὰ τοῦ ῥάκους

10

.

13

.

19

τὸ κατάπλασμα. μετὰ δὲ τὴν αὐτάρκη χρῆσιν εἰς βαλανεῖον ἀκτέον τὸν κάμνοντα, μετὰ 〈δὲ τὸ〉 χαλασθῆναι μετρίως ἐξαντλητέον ὅλον, μᾶλλον δὲ τὰ σεσιναπισμένα μέρη· ἔστω δ’ ἀνήλειπτα ταῦτα· καὶ εἰ φαίνοιτο δυνάμενος ὁ πάσχων ἀνέχεσθαι, χρὴ καὶ ἐπεμβιβάζειν αὐτὸν ἐκ δευ‐

10

.

13

.

20

τέρου καὶ ἐξαντλεῖν πάλιν ἀνήλειπτον. ἐνίους δὲ καὶ τῆς ἐπιούσης φυλάξαντες ἀσυγχρίστους λούομεν· μετὰ δὲ τὸ λουτρὸν τὸ ὕστερον

10

.

13

.

21

ῥοδίνῳ χρίομεν τὰ μέρη. εἰ δ’ ἄλγημα σφοδρὸν εἴη καὶ φλύκταιναι ἐπανασταῖεν, ὀθονίῳ σκεπαστέον τὰ μέρη διαβρόχῳ ὑδρορροδίνῳ ἢ ἀμυγδαλίνῳ μεθ’ ὕδατος· βέλτιον δὲ τὸ ὕδωρ μολόχης χυλὸν εἶναι.

10

.

13

.

22

ἐπὶ δὲ τῶν σφόδρα ὀδυνωμένων καὶ καταπλαστέον τῇ μολόχῃ λείᾳ

10

.

13

.

23

ἑφθῇ καθ’ ἑαυτὴν ἢ μετ’ ἄρτου. μετὰ δὲ τὸ λῆξαι τὸ ἄλγημα κηρωτῇ

10

.

13

.

24

ῥοδίνῳ μετὰ ψιμυθίου χρηστέον. τοὺς ληθαργικοὺς καὶ τοὺς ἐν ὀξέσι

10

.

13

.

25

νοσήμασι λουτέον. ἐλαίου δὲ κατάχυσις †τι σιναπιζόμενον, καὶ ἐπὶ τῶν σφόδρα τρυφεροσάρκων, ἐφ’ ὧν τε σιναπίζομεν οὐ διὰ τὰ ἐν βάθει σώματα, ἀλλὰ διὰ τὰ πλησίον τῆς ἐπιφανείας, ἄρτον λεῖον ἀντὶ

10

.

13

.

26

τῶν ἰσχάδων συμπλέκειν τῷ νάπυϊ. γνωστέον δ’ ὅτι, εἰ ὄξει τὸ νάπυ ἐμβραχείη, ἀμυδρότερον ἔσται καὶ ἀδηκτότερον τὸ κατάπλασμα τοῦ

10

.

13

.

27

δι’ ὕδατος ἐμβραχέντος. τὰ δ’ ὦτα σιναπίζοντας ψαλίζειν δεῖ τοῦ ῥάκους ἢ πτύγμασι προκαταλαμβάνειν· τὰς δὲ † φίλας καὶ προχρίειν ἐλαίῳ καὶ καταλαμβάνειν τοῖς πτύγμασιν.

10

.

13

.

28

Περὶ σκίλλης. Σκίλλα δὲ κοπεῖσα ἐν ὅλμῳ δύναμιν ἔχει παραπλησίαν νάπυϊ καταπλασσομένη· πρὸς ὀλίγον δὲ καιρὸν ἐπιτιθέσθω· βραδύνασα γὰρ

10

.

13

.

29

κατὰ τὴν ἐπίθεσιν ἑλκοῖ. χρηστέον δ’ ἰδίως αὐτῇ ἐπί τε θώρακος ἐν ὀρθοπνοίᾳ ἐπί τε παρέσεως, ἡνίκα μὴ μόνον ἡ κίνησις, ἀλλὰ καὶ ἡ

10

.

13

.

30

αἴσθησις βέβλαπται. προεκνιτρωτέον τε καὶ λουτέον καὶ θεραπευτέον

10

.

13

.

31

ὥσπερ ἐν τῷ σιναπισμῷ. ἰδίως δὲ τὰς δήξεις τὰς ἀπὸ τῆς σκίλλης παρηγορεῖ κατάχυσις ἐλαίου.

10

.

13

.

32

Περὶ αἰγείας κόπρου. Κόπρος αἰγεία σιναπισμοῦ μὲν κατ’ ἰσχὺν οὐκ ἀπολείπεται, καὶ

10

.

13

.

33

μάλιστα οἱ σπύραθοι λεανθέντες ἐν ὄξει. ἰδίως δ’ ἰσχιαδικοῖς ἁρμόζει τοῦτο τὸ κατάπλασμα, πολὺ ἀνυσιμώτερον ὂν σιναπισμοῦ, πεπειρα‐ μένον ἡμῖν αὐτοῖς.

10

.

14

t

Ἐκ τῶν Μενεμάχου· περὶ ψιλώθρου.

10

.

14

.

1

Τὸ δὲ ψίλωθρον ἐλήφθη μὲν ἐκ κομμωτικῆς, ἐπιπολαίως δὲ τὴν σάρκα ἀμύσσει· δῆλον ἔκ τε τοῦ φοινιγμοῦ καὶ τῆς ὕλης καυστικῆς

10

.

14

.

2

οὔσης· ἐμβραδύναν δ’ ἑλκοῖ καὶ φλυκταινοῖ τὴν ἐπιφάνειαν. ἀπολεί‐ πεται δὲ τῆς ἐνεργείας τοῦ δρώπακος· τοῦτο μὲν γὰρ ἐᾷ τὴν σάρκα

10

.

14

.

3

τρυφεράν, ὁ δὲ δρώπαξ εὐτροφωτέραν ποιεῖ καὶ μυωδεστέραν. ὀχληρὰ δ’ ἐστὶν ἡ χρῆσις αὐτοῦ· προαποσμῆξαί τε γὰρ ἐκ τοῦ σώματος δεῖ τὸ ἐλαιῶδες (οὐκ ἂν γὰρ ἅψαιτο) καὶ χρόνον γίνεσθαι ἐν τῇ χρήσει· διὸ καὶ τὰς προστάδας, ἐν αἷς παραλαμβάνεται, δεήσει μετρίως ἀλεει‐
5νὰς εἶναι πρὸς τὸ μὴ καταλυθῆναι τὴν δύναμιν.

10

.

15

t

Περὶ κουρᾶς καὶ ξυρήσεως.

10

.

15

.

1

Κουρὰ δὲ καὶ ξύρησις ἐν ἰατρικῇ παρελήφθησαν ὡς κενοῦντα καὶ

10

.

15

.

2

ταῖς χρονίαις ἁρμόζοντα διαθέσεσιν. ἐπὶ δὲ κεφαλῆς ἀφαιρεῖν πρῶτον τὰς τρίχας δεήσει μαχαίραις, εἶτα ξυρᾶν, εἶτα καὶ τῇ ἀναξυρήσει χρῆσθαι· ἡ δὲ τῶν ἀτριχούντων ξύρησίς ἐστι καὶ καθαρωτέρα καὶ πραοτέρα τῆς ἐν χρωτὶ κουρᾶς· διὰ δὲ συμπεπλεγμένην καταβροχὴν

10

.

15

.

3

καὶ τρῖψιν ὀχληροτέρα γίνεται, καὶ μᾶλλον ἐπὶ βαθείας κόμης. τῆς δὲ κουρᾶς ἡ παραπλήσιος τῇ ξυρήσει ψιλοῦσα τὰς τρίχας ἔχει τι πληκτι‐ κόν, ὅθεν ἐπὶ τῶν εὐτρέπτων εὐαφῶς αὐτῇ καὶ πράως χρηστέον.

10

.

15

.

4

ὅταν μέντοι δέῃ μετὰ τοῦ σικύας προσβάλλειν, ἐπιξυρητέον τὸν τόπον, ὥστε προσπεσεῖν αὐτάς· οὐδὲ γὰρ ἔτι χρῄζει τοσαύτης διαβροχῆς τε

10

.

15

.

5

καὶ τρίψεως. ἐμποιεῖ μὲν οὖν διαπνοὴν ἡ πραεῖα κουρὰ καὶ ξύρησις, ἐπιτήδεια δὲ παρέχεται τὰ μέρη καὶ πρὸς ἄλλα βοηθήματα δραστικά.

10

.

16

t

Περὶ κτενισμοῦ.

10

.

16

.

1

Ἐπὶ τῶν γυναικῶν τῶν τὴν ἐκ τῆς τριχώσεως εὐπρέπειαν προτι‐ μουσῶν τῆς ὑγείας, τοπικοῦ βοηθήματος ὁ κτενισμὸς χώραν ἐπέχει, τῆς τρίψεως ἐνεργέστερον ὠφελῶν, καθ’ ἑκάστην τριχὸς ἔκφυσιν ἑλκο‐

10

.

16

.

2

μένης τῆς σαρκός. οἱ δὲ πυκνοὶ τῶν κτενῶν ὀδόντες εἰς βιαιότερον ἐπισπῶνται τὰς τρίχας.

10

.

17

t

Ἐκ τῶν Ἡροδότου· περὶ κατακτενισμῶν· ἐκ τοῦ Περὶ τῶν ἔξωθεν προσπιπτόντων βοηθημάτων.

10

.

17

.

1

Τοὺς τῆς κεφαλῆς κατακτενισμοὺς ἐν μὲν ταῖς πρώταις ἡμέραις παραιτητέον, οὔτε ἀναγκαίους οὔτε λυσιτελεῖς ὄντας, μετὰ δὲ τὸ πρὸ τροφῆς ἄλειμμα καὶ πρόσκλυσμα, εἴπερ ἔθος ἔχοιεν, παραληπτέον

10

.

17

.

2

μέχρι τοῦ τὰ περὶ τὴν κεφαλὴν ἀσκύλτως διαπονῆσαι. εἰ δέ τι ἔξωθεν παρεπιφαίνοιτο σύμπτωμα, οἷον ἄλγημα κεφαλῆς ἢ κατάρρους νεοσύστα‐ τος ἢ ἐξανθήματα ἢ στάξαν αἷμα ἢ καί τις ἄλλη ὑπόνοια φαύλη, παραιτητέον.

10

.

18

t

Περὶ διασφίγξεως καὶ κατειλήσεως· ἐκ τῶν Ἡροδότου· ἐκ τοῦ αὐτοῦ.

10

.

18

.

1

Παραληπτέον διάσφιγξιν τε καὶ κατείλησιν ἐν παντὶ μέρει τῆς

10

.

18

.

2

νόσου, καὶ πρὸ τοῦ παροξυσμοῦ καὶ κατὰ τὰς τούτων ἀρχάς. καλὸν μὲν οὖν διαδεῖν καὶ κατειλεῖν πρὸ μιᾶς ἢ δυοῖν ὡρῶν· εἰ δ’ ἀγνοη‐

10

.

18

.

3

θεῖεν οἱ τῶν ὑπόπτων καιροί, καὶ γενομένων τῶν παροξυσμῶν. οὐ πολλῆς μὲν ἔτι τῆς ἐξ αὐτῶν ὠφελείας δεησόμεθα· ὅμως χρηστέον ταῖς μὲν διαδέσεσιν ἐπὶ τῶν μετὰ ῥίγους ἐπισημαινομένων καὶ ἀλγούν‐ των καὶ σπωμένων καὶ ῥευματιζομένων καὶ αἱμορραγούντων καὶ παλ‐
5μῶν καὶ λυγμῶν καὶ ἐμπνευματώσεων καὶ ἀγρυπνιῶν, ταῖς δὲ κατει‐ λήσεσι πάντας τοὺς κατὰ πάθος ἢ σύμπτωμα ψυχομένους ὑπακτέον.

10

.

18

.

4

δεῖ δὲ προσάγειν τὰς διασφίγξεις τοῖς εὐρυχωροτέροις ἀγγείοις, ἐν οἷς τὸ αἷμα πολὺ καὶ τὸ πνεῦμα· ἐπιτήδεια τοίνυν πρὸς διάσφιγξιν βραχιόνων μὲν μέρη τὰ πρὸς μασχάλαις καὶ καρποῖς, σκελῶν δὲ τὰ πρὸς τοῖς βουβῶσι καὶ ἰγνύαις καὶ σφυροῖς· ἡ γὰρ ὁλκὴ τῶν νοσο‐

10

.

18

.

5

ποιῶν ὑλῶν οὕτως ἀνθέλκεται. ἡ δὲ κατείλησις ὠφελεῖ προσηνῶς κατέχουσα τὴν ὕλην καὶ τὴν φυσικὴν φυλάττουσα θερμασίαν, καὶ μά‐

10

.

18

.

6

λιστα εἰ μετὰ συναλειμμάτων προσάγοιτο. ἀνεπιτήδειοι δὲ πρὸς ταῦτα τὰ βοηθήματα οἵ τε κατὰ περίστασιν τὸ νευρῶδες πεπονθότες, ὡς ποδαλγικοὶ καὶ ἀρθριτικοί· ἀπρόσφοροι δὲ καὶ οἱ πρὸ τῶν παροξυσμῶν ἱδρωτικοὶ καὶ ὅσοι μεθ’ ἱδρώτων ἐπισημαινόμενοι· ἐπιτείνοιτο γὰρ ἂν

10

.

18

.

7

αὐτῶν τὰ συμπτώματα, εἰ κατειληθεῖεν ἢ διαδεθεῖεν. ὁ δὲ τρόπος τῆς ἐνειλήσεως τοιοῦτος ἔστω· ἐκ μαλακῶν ἐρίων πλατεῖς κύκλους παρασκευάσαντες κατειλοῦμεν ἀπὸ δακτύλων ἄκρων χειρῶν μέχρι μασχαλῶν, καὶ ὁμοίως ἀπὸ βουβώνων ἄχρι δακτύλων, ἐπὶ πλέον τε
5τά τε κόρωνα καὶ τὰ γόνατα, οἷς ῥᾳδίως γυμνοῦσθαι συμβαίνει διὰ τὰς τῶν μερῶν ἐκτάσεις τε καὶ συγκάμψεις· καὶ ἄλλως ὀλιγοσαρκότερα

10

.

18

.

8

ὄντα τάχιον καὶ ἐπὶ πλέον περιψύχεται. αἱ δὲ πιέσεις πρὸς δύναμιν

10

.

18

.

9

γινέσθωσαν. χρώμεθα δ’ ἐνειλήσεσι καὶ τοιούτῳ τρόπῳ· τὰ τῶν ἐρίων ἀποσπάσματα τοῖς ἄκροις [τε] περιτιθέντες ἐπιδέσμοις ἀραιοῖς ἄνωθεν

10

.

18

.

10

κατειλοῦμεν, πρὸς δύναμιν πάλιν πιέζοντες. πάντων δὲ κατειληθέντων, ἐκ διαλειμμάτων ἅπτεσθαι δεῖ τῶν σφυγμῶν, μὴ λάθωμεν κακώσαντες τὰς δυνάμεις, μετὰ τοῦ ἔξωθεν ἐπιθεωρεῖν, οἷον χροιάν, ἀναπνοήν,

10

.

18

.

11

ἀπόκρισιν, κατάκλισιν. τοὺς δ’ ἐπιφαινομένους ἱδρῶτας, εἰ μὲν ἐπὶ διαμονῇ γίνοιντο, μηδὲν ἐλαττουμένης τῆς δυνάμεως, ἀγαθοὺς ἡγη‐ τέον, ἐπιμένοντας ταῖς κατειλήσεσιν· ἐν δὲ τοῖς παροξυσμοῖς ἐπισχε‐

10

.

18

.

12

τέον, λύοντας τὰς ἐνειλήσεις. ἐπὶ δὲ τῶν ἐπισημαινόντων θερμασίᾳ τῶν ἄκρων θέρους μὲν θᾶττον λυέσθωσαν, χειμῶνος δὲ χρονιζέτωσαν.

10

.

18

.

13

λύειν δὲ δεῖ τὰ ἐνειληθέντα οὐκ ἀθρόως, ἀλλὰ πρότερον καὶ βραχιό‐
νων ἁπαλαῖς ταῖς χερσὶ ψηλαφήσαντας τὰ μέρη καὶ τὰ προσκείμενα τῶν συγκριμάτων ἀφελόντας, θέρους μὲν τοῖς περιβολαίοις σκέπειν δεῖ, χειμῶνος δὲ χερσίν· ὑποβληθέντα γὰρ ἀθρόως τῷ ἀέρι ψύχεται.

10

.

18

.

14

λύομεν δὲ καὶ τὰ λοιπὰ μέρη παραινοῦντες ἡσυχάζειν αὐτοῖς καί, εἰ δυνατόν, μιᾷ κατακλίσει χρῆσθαι.

10

.

18

.

15

Περὶ διαδέσεως. Αἱ διαδέσεις γινέσθωσαν τὸν τρόπον τοῦτον· τελαμῶνας πλατεῖς ἐξ ἐρίων στρεπτῶν ἢ πιλωτῶν ἢ ἐσθήτων λαβόντες προανατετριμμένοις τοῖς ἄκροις περιθήσομεν, στοχαζόμενοι τοῦ μὴ παραθλῖψαι τὴν σάρκα,
5πιέζειν δὲ πειθηνίως μετ’ εὐτονίας, ὅπερ συμβήσεται εὖ, ἂν εὐαφεῖς καὶ πλατεῖς ὦσι καὶ μετὰ δευτέραν περιείλησιν μᾶλλον σφίγγωνται·

10

.

18

.

16

οὐκ ἐγκοπήσεται γὰρ ἡ σάρξ, ἀλλὰ πιεσθήσεται. τῆς δ’ αὐτάρκους διαδέσεως μέτρον ἄριστον ἐπαναστῆναι πᾶσαν τὴν κύκλῳ τῶν διαδε‐ δεμένων σάρκα μετ’ ἐρυθήματος καὶ τῆς τῶν ἀγγείων διεγέρσεως, φυλαττομένων ἡμῶν πάλιν τὸ ἐπὶ πλέον πιέζειν, μή ποτε ναρκήσῃ

10

.

18

.

17

τὰ μέρη, καὶ ὀδύνης αἴτιοι γενώμεθα. μέτρον δ’ ἄριστον τούτων ἥ τε τοῦ ῥίγους ἀπαλλαγὴ καὶ ἡ περὶ τοῖς ἄκροις θερμασία, ἐπιδεδωκυίας δηλονότι τῆς ἐπισημασίας, ἐπὶ δὲ τῶν λοιπῶν ἡ τῶν συμπτωμάτων.

10

.

19

t

Ἐκ τῶν Ἀντύλλου· περὶ ὑποθυμιαμάτων· ἐκ τοῦ α λόγου τῶν ἔξωθεν προσπιπτόντων βοηθημάτων.

10

.

19

.

1

Ὑποθυμιάσει χρώμεθα ἐπὶ γυναικῶν πνιγομένων ὑστερικῶς, ἢ τῆς ὑστέρας προπεπτωκυίας, ἢ ψύξεως ἢ ξηρότητος ἢ πολλῆς ὑγρότητος περὶ τὴν ὑστέραν οὔσης, ἐπί τε ἐπιληπτικῶν καὶ ἑτεροκρανικῶν καὶ ὀρθοπνοϊκῶν καὶ ἀσθματικῶν καὶ καταρροϊκῶν κυνικῶς τε σπωμένων.

10

.

19

.

2

ἐπὶ μὲν οὖν τῶν ὑστερικῶν πνιγμῶν καὶ προπτώσεως καὶ ἀποστροφῶν ὑποθυμιᾶν σμύρναν ἢ λιβανωτὸν ἢ βδέλλιον, εἰ μὲν οὖν δύναιτο ἡ γυνὴ καθῆσθαι, καθίσαντες αὐτὴν ἐπὶ μαιωτικοῦ δίφρου, περιστείλαντες ἰσχυρῶς ἱματίοις, ὥστε μηδὲν ἄλλο μέρος πλὴν τὸ πρόσωπον γε‐

10

.

19

.

3

γυμνῶσθαι· εἰ δὲ μὴ δύναιτο καθίσαι διὰ τὴν πνίγα ἢ διὰ τὴν ἀσθέ‐ νειαν, ἀνακειμένην ὑποθυμιατέον, τοῦ πυρὸς ὑπὸ τοῖς ἱματίοις σκεπο‐

10

.

19

.

4

μένου. ἐπὶ δὲ προπτώσεως τοῖς δυσώδεσιν ὑποθυμιατέον, οἷον βδέλλαις κνισουμέναις, πτεροῖς καιομένοις ἢ θριξὶν ἢ ἐρίοις ἢ σπόγγοις· ἢ οὕτως παρασκευάσομεν· βαλόντες εἰς χύτραν καινὴν οἶνον, ἐμπάσαντες εἰς αὐτὸν ἐπὶ μὲν ψύξεως σμύρναν λείαν, ἄμωμον, κασίαν, ἐπὶ δὲ ξηρό‐
5τητος σάμψυχον, στάχυν, κρόκον, ἐπὶ δ’ ὑγρότητος ὄξος, γλήχωνα, ἶριν, θύμον, πῶμα δὲ ξύλινον ἐπιθέντες τῇ χύτρᾳ τετρημένον κατὰ μέσον, προσαλείψομεν τὸ πῶμα τοῖς χείλεσι τῆς χύτρας ἢ πηλῷ κε‐ ραμικῷ ἢ σταιτί, εἰς δὲ τὴν ὀπὴν κάλαμον εὐθύτρητον ἐναρμόσομεν, καὶ τούτου τὴν ἐναρμογὴν ὡς μηδεμίαν εἶναι παραπνοήν, τῷ δ’ ἑτέρῳ
10πέρατι τοῦ καλάμου μολυβδοῦν σωλήνιον περιαρμόσομεν λεῖον κατὰ τὸ χεῖλος· τὴν δὲ γυναῖκα καθίσομεν ἐπὶ δίφρου μαιωτικοῦ ἔχοντος ἐκκοπὴν κατὰ μεσότητα, ἔπειτα τὸ πῦρ ὑποθέντες πρᾶον τῷ δίφρῳ 〈καὶ ἐπ’ αὐτῷ τὴν χύτραν στήσαντες, ὥς ἐστιν ἐνηρμοσμένος ὁ κάλα‐ μος, καὶ διὰ τῆς ὀπῆς τῆς ἐν τῷ δίφρῳ〉 τὸν κάλαμον ἐκβαλόντες.

10

.

19

.

5

ἔστω δὲ τοιοῦτος τὸ μῆκος, ὥστε βραχὺ παντελῶς ὑπερέχειν τοῦ δίφρου τὸ περιηρμοσμένον αὐτοῦ μολίβιον, ὃ κελεύσομεν προστιθέναι τῷ στόματι τῆς ὑστέρας, καὶ οὕτω τὴν χύτραν πυρώσομεν· πυρου‐ μένης γὰρ αὐτῆς, ἀτμὸς ἀναβήσεται ἀπὸ τῶν ἐγκειμένων καὶ διοδεύ‐
5σας διὰ τοῦ καλάμου εἰς τὴν ὑστέραν ἀφίξεται· περίκειται γὰρ τὸ

10

.

19

.

6

μολίβιον προσηνείας χάριν, ἵνα μὴ ἐπινύσσῃ ὁ κάλαμος. μετὰ δὲ τὴν αὐτάρκη πυρίαν, ἔτι ἐγκειμένου τοῦ καλάμου, ἡ χύτρα τοῦ πυρὸς ἀφαιρείσθω· ἐὰν γὰρ ἀνιόντος τοῦ ἀτμοῦ ἔτι ζέοντος ὁ κάλαμος

10

.

19

.

7

ὑφαιρεθῇ, κατακαίεται ὁ κόλπος ὁ γυναικεῖος. ἐπὶ δ’ ἐπιλήπτων ὑπὲρ τοῦ διαγνῶναι εἰ εἰσὶν ἐν τῷ πάθει γαγάτην ὑποθυμιάσομεν· ὑπὲρ δὲ τοῦ τοὺς κωματιζομένους ἐπεγερθῆναι καστόριον θριξὶ κεκαυμέναις, θείῳ, ἐλέφαντος ῥινίσματι, κέρατι ἐλαφείῳ, ἵππου λειχῆνι· ἐπὶ δ’
5ἑτεροκρανικῶν καὶ σκοτωματικῶν καὶ κυνικῶς σπωμένων ἑρπύλλου καὶ

10

.

19

.

8

κισσοῦ φύλλοις, μανδραγόρᾳ, μαράθῳ. ἀσθματικοὺς δὲ καὶ ὀρθοπνοϊκοὺς

10

.

19

.

9

ὑποθυμιατέον θείῳ, ἀβροτόνῳ, ὑσσώπῳ, ἡδυόσμῳ. δεῖ δὲ καθημένους ὑποθυμιᾶσθαι περιστελλομένους ἱματίοις, τὸ πῦρ ἔχοντας μεταξὺ τῶν

10

.

19

.

10

σκελῶν καὶ κεκυφότας ἕλκειν κεχηνότι τῷ στόματι τὴν πνοήν. μετὰ δὲ τὴν ὑποθυμίασιν διακλύζεσθαι χρὴ μελικράτῳ τοὺς ἄλλους, τοὺς δὲ περὶ τὸν θώρακα ἔχοντας διάθεσιν γάλακτι.

10

.

20

t

Περὶ ὀσφραντῶν· ἐκ τοῦ αὐτοῦ λόγου.

10

.

20

.

1

Ὀσφραντοῖς χρηστέον, ἐπὶ μὲν ὑστερικῶν πνιγμῶν καστορίῳ ὄξει πεφυρμένῳ, κεκαυμένοις θριξίν, ἐρίοις κεκαυμένοις, σπόγγῳ ὁμοίως, ἐλλυχνίῳ ἄρτι ἐσβεσμένῳ, θείῳ ἀπύρῳ θυμιωμένῳ, βδέλλαις καπνιζο‐
μέναις· ἐπὶ δὲ προπεπτωκυίας ὑστέρας ὀσφραντέον στάχυϊ, κασίᾳ,

10

.

20

.

2

κόστῳ, ἴριδι, φύλλῳ, τοῖς εὐώδεσι μύροις. ἁρμόζει δὲ καὶ πρὸς λειποθυμίας καὶ ναυτίας ταῦτα, καὶ ἔτι μᾶλλον οἶνος μετά τινος αὐτῶν ἢ ὄξος ἐναποβρεχομένου θύμου, γλήχωνος, θύμβρας, ὀριγάνου,

10

.

20

3,4

σελίνου. ἁρμόζει δὲ καὶ φύλλα ἀμπέλου καὶ ῥόδα. πρὸς δὲ τὴν ἀπ’

10

.

20

.

4

(2)

ἐνδείας ἔκλυσιν ἐπιτήδεια ὀσφραντὰ ἄρτος κεκαυμένος, ἄλφιτα οἴνῳ διάβροχα, μῆλον, ἄπιον, 〈μέσπιλον, βράβυλον, οὖον, φοίνιξ, πέπων,〉 μηλοπέπων· τοῖς δ’ ἐπὶ κεφαλαλγίας λειποθυμοῦσι πευκέδανον, πό‐
5λιον, δαφνίδες, κυπαρίσσου σφαιρία, ἕρπυλλος, μελάνθιον καιόμενον.

10

.

21

t

Περὶ σμηγμάτων· ἐκ τοῦ αὐτοῦ λόγου.

10

.

21

.

1

Σμήγματα δὲ παραλαμβάνεται, τὰ μὲν ὑπὲρ τοῦ ῥύψαι τὴν ἐπι‐ φάνειαν, τὰ δ’ 〈ὑπὲρ τοῦ λεπτῦναι τὸ〉 δέρμα, τὰ δ’ ὥστε ἀμύξαι καὶ ἀναστομῶσαι τὸ σῶμα, τὰ δ’ ἐπὶ πιτυριάσεως καὶ ψώρας καὶ

10

.

21

.

2

φθειριάσεως ἢ κονίδων ἐνοχλουσῶν. ῥυπτικὰ μὲν οὖν ἐστι νίτρον, ἀφρόνιτρον, ἅλας, μέλι, ἁλὸς ἄνθος, κιμωλία, ἐρεγμός, ζύμη, κρίθινον ἄλευρον, πίτυρα, τέφρα κοινῶς πᾶσα, κίσηρις, ψάμμος· λεπτυντικὰ δ’ ἐλλέβορος λευκὸς λεῖος, ἀλκυόνιον, θεῖον, σταφὶς ἀγρία, νάπυ, κάχρυ,

10

.

21

.

3

πύρεθρον, πέπερι, λιμνῆστις, κόκκος Κνίδιος, εὐφόρβιον. πιτύροις δὲ καὶ τοῖς ψωρώδεσιν, ἔτι δὲ φθειριάσεως σμήγματα κατάλληλα τεύτλου χυλός, πτισάνης χυλός, θεῖον ἄπυρον, ἐλλέβορος, σταφὶς ἀγρία, σηπίας

10

.

21

.

4

ὄστρακα κατακεκαυμένα. πάντα δὲ τὰ σμήγματα ἀνήλειπτον προσφέ‐ ρειν τῷ σώματι, σινδονίῳ ξηρῷ προξηροτριβηθέντι καὶ προϊδρώσαντι.

10

.

22

t

Περὶ ἰσχαίμων· ἐκ τοῦ αὐτοῦ λόγου.

10

.

22

.

1

Τῶν ἰσχαίμων τὰ μὲν τῷ ψύχειν ἵστησι τὰς αἱμορραγίας, τὰ δὲ τῷ στύφειν, τὰ δὲ τῷ παρεμπλάσσειν, τὰ δὲ τῷ ξηραίνειν, τὰ δὲ τῷ

10

.

22

.

2

καίειν. ὕδωρ μὲν οὖν ψυχρὸν καὶ χυλὸς ψυλλίου, κωνείου, σέρεως, πολυγόνου διὰ τὸ ψύχειν ἵστησιν· ὄξος δὲ καὶ ὀξύκρατον καὶ χυλὸς ἀνδράχνης, ἀρνογλώσσου, ῥοῦ Συριακοῦ, ὑποκιστίδος, βαλαυστίου διὰ τὸ στύφειν· ἔτι δὲ κηκίς, ἀκακία, ὀμφάκιον, λεπίς, ἰός· γύψος δὲ καὶ
5καδμεία καὶ ψιμύθιον καὶ διφρυγὲς κεκαυμένον καὶ Σάμιος ἀστὴρ καὶ
γῆ Σαμία καὶ ἤλεκτρον καὶ μίλτος Λημνία καὶ ἀράχνιον καὶ μάννα τῷ παρεμπλάσσειν· σπόγγος δὲ καινὸς εἰς πίσσαν ἀποβραχεὶς 〈καὶ καεὶσ〉 τρύξ τε οἴνου καὶ ὄξους τῷ ξηραίνειν· μίσυ δὲ καὶ χαλκῖτις

10

.

22

.

3

καὶ χάλκανθος καὶ καυτήριον τῷ καίειν καὶ συνάγειν τὰ σώματα. δεῖ δ’ ἄρχεσθαι μὲν ἀπὸ τῶν ψυχόντων ἢ στυφόντων, ἐπὶ τελευταίᾳ δὲ

10

.

22

.

4

τὰ καίοντα παραγίνεσθαι. εἰδέναι δὲ χρὴ ὅτι αἱ μὲν τῶν ἄλλων μερῶν αἱμορραγίαι πλείστοις εἴδεσι τῶν ἰσχαίμων χαίρουσιν, αἱ δ’ ἀφ’ ὑστέρας καὶ τῶν ἐν βάθει πρὸς μὲν τὰ καίοντα ὅλως ἀλλοτριοῦνται, ἧσσον δὲ

10

.

22

.

5

καὶ τοῖς ψύχουσιν ὑπακούουσιν. χαίρει δ’ ὑστέρα μὲν τοῖς στύφουσι μάλιστα· αἱ δὲ διὰ στόματος ἀναγωγαὶ οὔτε τὰ ξηραίνοντα προσδέ‐ χονται οὔτε τὰ εἰρημένα, εὐαρεστοῦσι δὲ τοῖς παρεμπλάσσουσιν, οὐ μὴν πᾶσιν, ἀλλ’ ὅσα ποθῆναι δύναται καὶ ἀκίνδυνα καθέστηκεν· ψιμύθιον
5γὰρ καὶ γύψος καὶ καδμεία καὶ διφρυγὲς δηλητηρίων ἔχει χώραν· ἐπὶ τῶν ἔξωθεν οὖν αἱμορραγιῶν ταῦτα ἐπιτήδεια παραλαμβανόμενα.

10

.

23

t

Περὶ κολλυρίων· ἐκ τοῦ αὐτοῦ λόγου.

10

.

23

.

1

Κολλύρια τὰ μὲν ἰδίως λεγόμενα ὀφθαλμοῖς προσφέρεται λεαν‐ θέντα· 〈τὰ〉 δὲ κοινῶς προσαγορευόμενα ὁλόκληρα τὰ μὲν προστίθε‐ ται, τὰ δ’ ἐντίθεται· προστίθεται μὲν ὑστέρᾳ, ἐντίθεται δὲ σύριγξι καὶ

10

.

23

.

2

κόλποις. τὰ μὲν οὖν ὑστέρᾳ προστιθέμενα κάθαρσίν τε προκαλεῖται καὶ ἔμβρυα ἐκβάλλει· σκευάζεται δὲ διά τε κολοφωνίας καὶ σμύρνης

10

.

23

.

3

καὶ κράμβης ῥίζης, δικτάμνου καὶ ἐλατηρίου. δεῖ δὲ μῆκος μὲν εἶναι δακτύλων τεσσάρων τὰ κολλύρια, μύουρα δὲ κατὰ τὸ σχῆμα, καὶ κροκύδι περιελίσσειν ἢ λίνῳ ἐπιμήκει, ὅπως μετὰ τὸ αὐτάρκη μεῖναι

10

.

23

.

4

χρόνον ἐπισπασθῇ διὰ τῆς κροκύδος ἢ τοῦ λίνου ἔξω. χρίεσθαι δὲ

10

.

23

.

5

τὸ κολλύριον κυπρίνῳ. χρὴ δὲ φυλάσσεσθαι ὡς μήτε φλεγμαινούσης

10

.

23

.

6

μήτε ὀδυνωμένης τῆς ὑστέρας προστεθῇ. τὰ δ’ ἐντιθέμενα κολλύρια σύριγξί τε καὶ κόλποις, 〈τὰ μὲν ἐμβαλλόμενα τοῖς κόλποισ〉 ὑπὲρ τοῦ παρακολλῆσαι παραλαμβάνεται (γίνεται δὲ ταῦτα διὰ μέλιτος ἑφθοῦ ἢ διὰ ταυροκόλλης καὶ δι’ ἰοῦ ἢ καὶ διὰ χαλκοῦ κεκαυμένου), τὰ δ’ ἐπὶ
5τῶν συρίγγων ἐντιθέμενα ὑπὲρ τοῦ ἐκτυλῶσαι· σκευάζεται 〈δὲ〉 διὰ μέλιτος καὶ μίσυος καὶ χαλκάνθου καὶ χαλκίτεως καὶ λεπίδος μελαίνης

10

.

23

.

7

καὶ ῥίζης πρασίου καὶ κεδρίας καὶ σέρεως. ἔστω δὲ ταῦτά τε καὶ τὰ
ἐπὶ τῶν κόλπων μήκει μὲν σύμμετρα τοῖς κόλποις ἢ τοῖς σύριγξι,

10

.

23

.

8

πάχει δ’ ἐλάσσω, ὡς μὴ διεσφηνῶσθαι. ἐντίθεται δὲ καὶ σπόγγος καὶ πάπυρος ἐσκελετευμένα λίνῳ ἐπί τε κόλπων καὶ συρίγγων ὑπὲρ τοῦ ἀναξηρᾶναι, εἰ τούτου δεοίμεθα (ἐπισπᾶται γὰρ εἰς ἑαυτὰ τὴν ἰκμάδα) καὶ ὑπὲρ τοῦ διευρῦναι καὶ ἀνοῖξαι τὰ στόμια τῶν συρίγγων παρα‐

10

.

23

.

9

σχεῖν τε χώραν τοῖς κολλυρίοις τῆς παρόδου. τῶν δ’ ὀφθαλμικῶν κολλυρίων τὴν μὲν ὕλην ἐξεθέμεθα ἐν τῷ περὶ ἐμβροχῶν καὶ κατα‐

10

.

23

.

10

πλασμάτων καὶ ἐμπλασμάτων τόπῳ. σκευάζειν δὲ τὰ κολλύρια ἔαρος· θέρους τε γὰρ ἡ δύναμις αὐτῶν διαπνεῖται, καὶ μάλιστα τῶν ἀρωμά‐ των ξηρῶν κοπτομένων, ἔτι τε ἐξαεροῦται· χειμῶνος δ’ ἐν μὲν τῷ ξηρὰ κόπτεσθαι οὐδὲν λυπεῖται, τριβόμενα δὲ σὺν τῷ ὑγρῷ φρίσσει

10

.

23

.

11

καὶ οὔτε ἀνίησι τὰς δυνάμεις οὔτε ἀνακιρνᾶται ἀλλήλοις. ἐνίοτε δέ, καθάπερ ἐν ταῖς δυσχειμέροις χώραις, καὶ ἀποβάλλει τὰς δυνάμεις τὰ

10

.

23

.

12

φάρμακα χειμῶνος, ἐν τῷ ὑγρῷ τριβόμενα· ἐκπήγνυται γάρ. οὐδὲ λίαν ξηροτριβεῖν τὰ φάρμακα· τὸ γὰρ χνοῶδες αὐτῶν, ὅπερ ἐστὶ καθαρώ‐

10

.

23

.

13

τατον τῇ δυνάμει, ἐξατμίζεται καὶ ἀπέρχεται. τριπτέον δὲ καθ’ αὑτὰ μὲν ξηρὰ τὰ φάρμακα, ὥστε διασῆσαι χωρὶς βίας διὰ τῶν λεπτοτάτων

10

.

23

.

14

κοσκίνων σὺν τῷ ὑγρῷ. οὐκ ἀθρόον δὲ παραχυτέον τὸ ὑγρόν, ἀλλὰ κατὰ βραχύ, ὥστε ἀεὶ γλοιῶδες καὶ ἰξῶδες τρίβεσθαι τὸ φάρμακον· οὕτως γὰρ ἑνωθήσεται τὰ ἐμβαλλόμενα πρὸς ἄλληλα· εἰ δὲ πᾶν ἐπιχυθείη τὸ ὑγρόν, τὰ μὲν μεταλλικὰ ὑφιζάνει, τὰ δ’ ἀρωματικὰ
5ἐπιπολάζει, καὶ οὔτε ἀλλήλοις ἀναγκασθήσεται ἑνωθῆναι οὔτε ὑποπε‐

10

.

23

.

15

σεῖται τῷ λεαντῆρι, προτρέχοντα καὶ διαφεύγοντα τῷ ὑγρῷ. τὸ δ’ ὕδωρ ὄμβριον ἔστω (λεπτὸν γὰρ τοῦτο καὶ διαδύεται διὰ πάντων), εἰ

10

.

23

.

16

μὴ οἴνῳ τύχοι τὸ κολλύριον ἀναλαμβάνεσθαι. τὰ μὲν δὴ διὰ μεταλλι‐ κῶν σκευαζόμενα κολλύρια λεαίνεται χρόνῳ πολλῷ, τὰ δὲ διὰ χυλῶν

10

.

23

.

17

ὀλιγημέρου δεῖται τρίψεως. μετὰ δὲ τὸ αὐτάρκως ἔχειν τῆς λεάν‐ σεως κόμμι προσβάλλεται τοῖς κολλυρίοις ὑπὲρ τοῦ συναγαγεῖν καὶ μετὰ τὸ ξηρανθῆναι ἀρραγῆ παρέχειν τὰ κολλύρια· ἰδίαν γὰρ δύνα‐

10

.

23

.

18

μιν οὐδεμίαν ὀφθαλμοῖς ἐπιτήδειον ἔχει τὸ κόμμι. ἀποτίθεσθαι δὲ χρὴ μετὰ τὸ ἀναπλάσαι τὰ κολλύρια ἐν ἀγγείῳ χαλκῷ· βελτιοῦ‐

10

.

23

.

19

ται γὰρ ὑπὸ τοῦ χαλκοῦ τὰ ὀφθαλμικά. τοῖς μὲν οὖν διὰ χυλῶν εὐθὺς δεῖ χρῆσθαι, τὰ δὲ διὰ τῶν μεταλλικῶν παλαιούμενα κρείσσω
γίνεται.

10

.

23

.

20

Τρόποι χρήσεως. Ἁρμόζει [μὲν] ἀρχομένῃ μὲν ὀφθαλμίᾳ, καὶ μάλιστα θέρους, τὰ διὰ γλαυκίου καὶ κρόκου καὶ σαρκοκόλλης· ῥεύματι δὲ τὰ διὰ ῥόδων, τὰ διὰ φοινίκων ὀστέων κεκαυμένων, τὰ διὰ θαλλίας· ὀδύναις δ’
5ἰσχυραῖς τὰ δι’ ἀστέρος, τὰ δι’ ἀμύλου, τὰ Βαβυλώνια καλούμενα· χημώσεσι δὲ τὰ διὰ πομφόλυγος, τὰ διὰ ψιμυθίου, τὰ διὰ νάρδου· πρὸς δ’ ἕλκη τὰ διὰ λιβάνου· πρὸς δὲ τὰς διαθέσεις τὰς ἐγκεχρονικυίας

10

.

23

.

21

τὰ δριμέα· τὰ δ’ αὐτὰ καὶ πρὸς ἀμβλυωπίας. ἡ δ’ ὕλη παρὰ πᾶσιν

10

.

23

.

22

ἔγκειται τῶν κολλυρίων. δεῖ δ’ ἐγχυματίζειν ἐπί τε χημώσεως καὶ φλεγμονῶν ἰσχυρῶν, ἵνα μὴ ἐρεθίζῃ τὸ πάθος ἡ μήλη ψαύουσα·

10

.

23

.

23

ὑπαλείφειν δ’ ἐπὶ τῶν ἄλλων περιστάσεων. τῷ δὲ πυρῆνι τῆς μήλης οὐ ψαυστέον τοῦ ὀφθαλμοῦ, ἀλλὰ καταπλασθέντος τοῦ κάτω βλεφά‐

10

.

23

.

24

ρου ἐκεῖνο παραθετέον τὸ φάρμακον. αἱ δ’ ἐξ ὑποβολῆς ἐγχρίσεις καὶ αἱ κατ’ ἐκτροπὴν θεατρικὸν μέν τι ἔχουσιν, ἀνίατρον δέ· αἱ μὲν γὰρ ἐξ ὑποβολῆς λυμαίνονται τὸν ὀφθαλμόν, πρὸς ἀντίτυπον τὴν μήλην

10

.

23

.

25

παρατρίβουσαι, αἱ δὲ κατ’ ἐκτροπὴν τυλώδη ποιοῦσι τὰ βλέφαρα. αἱ δ’ ὑγραὶ λεγόμεναι χρήσιμοι μέν εἰσι πρός τε ἀμβλυωπίας καὶ πρὸς ἀρχομένας ὑποχύσεις· σκευάζονται δὲ διὰ μέλιτος Ἀττικοῦ καὶ ὀπο‐ βαλσάμου καὶ χολῆς, μάλιστα μὲν ὑαίνης, εἰ δὲ μή, ἐχίδνης ἢ ἀετοῦ
5ἢ γυπὸς ἢ πέρδικος ἢ ἀλεκτορίδων λευκῶν ἢ κορακίνων τῶν ἰχθύων.

10

.

23

.

26

ἐνίοτε δὲ καὶ μαράθου χυλὸν λαμβάνουσιν ἢ ἔλαιον τὸ διὰ παλαιότητα ἤδη λεπτὸν καὶ λελυμένον ἢ ὀπὸν Κυρηναϊκὸν ἢ κιννάμωμον ἢ τοῦ λεγομένου βησασᾶ τοῦ σπέρματος, ὅπερ ἡγούμεθα πήγανον ἄγριον

10

.

23

.

27

εἶναι. δύνανται δ’ αἱ ὑγραὶ λεπτύνειν τε καὶ θερμαίνειν καὶ καθαίρειν.

10

.

23

.

28

δεῖ δὲ καὶ πάντα μὲν τὰ ὀφθαλμικὰ φάρμακα, μάλιστα δὲ τὰ ὑγρά, τῆς καταλλήλου χρήσεως τυγχάνειν· κεφαλῆς ἀσυμπληρώτου καὶ τῆς κοιλίας μεμαλαγμένης, οὕτω προσφέρειν· ἰδίως δὲ τὰς ὑγρὰς καὶ ἐν τῷ περιέχοντι καθαρῷ καὶ βορείῳ καὶ αἰθρίῳ· νότου γὰρ πνέοντος,
5ἢ ἀχλυώδους ὄντος τοῦ ἀέρος ἢ ὑγροῦ ἢ ψυχροῦ καὶ πεπηγότος,

10

.

23

.

29

ἀλυσιτελὴς ἡ χρῆσις. τὸ δ’ ὅμοιον καὶ ἐπὶ τῶν ὀξυδορκικῶν συντε‐

10

.

23

.

30

τύχηκε κολλυρίων. καὶ τὰ ἄλλα δέ, ὅσα πρὸς ὀφθαλμίας χρησιμεύει, διὰ φυλακῆς ἐν τοιούτῳ περιέχοντι ἔστω, πλὴν εἰ μὴ σφόδρα τις
ἐπείγοι· ἐν ταῖς ἐπείξεσι δ’ ὀλιγάκις καὶ ὀλίγοις χρηστέον.

10

.

24

t

Περὶ τροχίσκων· ἐκ τοῦ αὐτοῦ λόγου.

10

.

24

.

1

Τροχίσκων εἴδη εἰσὶ τρία· οἱ μὲν γάρ εἰσι πινόμενοι, οἱ δ’ ἐνιέ‐

10

.

24

.

2

μενοι, οἱ δὲ καταχριόμενοι. περὶ μὲν οὖν τῶν πινομένων ἐν τοῖς

10

.

24

.

3

προσφερομένοις λέγομεν, περὶ δὲ τῶν ἄλλων νῦν. τῶν δὴ ἐνιεμένων πάλιν οἱ μέν εἰσιν ἀμβλυντικοί, οἱ δὲ στυπτικοί, οἱ δὲ καυστικοί.

10

.

24

.

4

ἀμβλυντικοῖς μὲν χρώμεθα ἐπὶ τῶν δριμέα κάτωθεν ἐκκρινόντων καὶ ὅλως δακνομένων τὸ ἔντερον· ὕλη δ’ αὐτῶν ἄμυλον καὶ ἀστὴρ Σάμιος καὶ πομφόλυξ καὶ κόμμι καὶ τραγάκανθα καὶ γλυκυρρίζης χυλὸς καὶ

10

.

24

.

5

ὄπιον καὶ μάννα καὶ βδέλλιον. δεῖ δὲ τὸν ἐκ τῶν τοιούτων τροχίσκον λειώσαντα μετὰ χυλοῦ πτισάνης ἐνιέναι ἢ γύρεως ἢ πιτύρων χυλοῦ

10

.

24

.

6

ἢ φακῆς ἀφεψήματος. τοῖς δὲ στυπτικοῖς χρώμεθα ἐφ’ ὧν τε ἐπισχεῖν προαιρούμεθα ἄμετρον φορὰν καὶ ἐφ’ ὧν τονῶσαι τὸ ἔντερον· ὕλη δὲ καὶ τούτων στυπτηρία, ἀκακία, ὑποκιστίς, ῥοῦς Συριακός, βαλαύστιον, οἰνάνθη, κηκίς, σίδιον, μυρσίνη· ἐνίεται δὲ μετὰ χυλοῦ ῥόδων ἢ φακοῦ

10

.

24

.

7

ἢ ἀρνογλώσσου. τοῖς δὲ καυστικοῖς ἐπὶ νομῆς χρώμεθα, σκευαζομένοις διὰ σανδαράκης καὶ ἀσβέστου καὶ λεπίδος χαλκοῦ καὶ χάρτου κεκαυ‐ μένου καὶ τῆς ὁμοίας ὕλης· ἐνιέναι δὲ χρὴ τοὺς τοιούτους τροχίσκους, προεδηδοκότων καὶ πεπωκότων τῶν ἀρρώστων, ὡς ἂν μὴ πληγῇ ἐκ

10

.

24

.

8

τῆς ἀναθυμιάσεως ὁ στόμαχος. δεῖ δὲ πρὸ τῆς ἐνέσεως τούτων τῶν τροχίσκων ἅλμῃ κλύζειν, ὥστε προαπορρυφθέντων τῶν ἑλκῶν οὕτως

10

.

24

.

9

ἐνιέναι τὸν τροχίσκον· μᾶλλον γὰρ ἐνεργεῖ. δεῖ δὲ μέλλοντας ἐνιέναι καὶ ἐμβάλλοντας εἰς τὸ ἄσκωμα τὸ ἔνεμα ἀνακινεῖν πολλάκις καὶ οὕτως ἐγκλύζειν, ἵνα μὴ ὑφιζήσῃ τὸ φάρμακον· ἐνθέντας δὲ τὸν αὐλίσκον τῇ ἕδρᾳ καὶ ἐκθλίβοντας, χρὴ στρέφειν ἐνταῦθα κἀκεῖ τὸν αὐλίσκον, ἵνα

10

.

24

.

10

ἔνθα ἂν τυγχάνῃ τὸ ἕλκος, προσπέσῃ τὸ φάρμακον. οἱ δὲ κατάχριστοι τροχίσκοι δυνάμεως μέν εἰσι παραπλησίας τοῖς ἐνιεμένοις· οἱ μὲν γὰρ στύφουσιν, ὡς ὁ Ἄνδρωνος καὶ ὁ Πολυείδου καὶ ὁ κροκώδης καὶ ὁ κιρρὸς καὶ ὁ δι’ οἰσυπηρῶν· οὗτοι δὲ καὶ ὁ δι’ ἁλικακκάβου ποιοῦσι
5πρός τε ἐξανθήματα καὶ ἕρπητας καὶ ἐρυσιπέλατα καὶ παρατρίμματα καὶ αἱμορραγίας καὶ ῥευματικὰ ἕλκη· οἱ δ’ ἀμβλύνουσι καὶ ἁρμόζουσιν ἐπινυκτίσιν, ἄνθραξι, τοῖς κακοήθεσι τῶν ἑλκῶν.

10

.

25

t

Περὶ πεσσῶν· ἐκ τοῦ αὐτοῦ λόγου.

10

.

25

.

1

Πεσσοὶ δὲ μόνῃ μὲν ὑστέρᾳ προστίθενται· διαφοραὶ δ’ αὐτῶν
τρεῖς· οἱ μὲν γὰρ μαλάσσουσιν, οἱ δὲ στύφουσιν, οἱ δ’ ἀναστομοῦσιν.

10

.

25

.

2

τοῖς μὲν οὖν μαλάσσουσιν ἐπί τε φλεγμονῶν ὑστέρας καὶ ἑλκώσεων καὶ ψύξεων ἀναδρομῶν τε καὶ ἀποστροφῶν καὶ ἐμπνευματώσεων χρώ‐ μεθα· σκευάζονται δὲ διὰ κηροῦ Τυρρηνικοῦ καὶ κυπρίνου, σουσίνου, πιμελῆς χηνείου ἢ ὀρνιθείου, βουτύρου ἀνάλου, ῥητίνης ἀποκεκαυ‐
5μένης, μυελοῦ ἐλαφείου, τήλεως καὶ τῶν ὁμοίων· τοῖς δ’ ἀναστομω‐ τικοῖς, ἐπειδὰν κάθαρσιν ἐπεσχημένην προκαλεῖσθαι θέλωμεν ἢ μύσιν ὑστέρας ἢ συστολὴν ἐπανορθῶσαι· σκευάζονται δὲ καὶ οὗτοι διὰ μέλι‐ τος, ἀρτεμισίας, δικτάμνου, κράμβης χυλοῦ, γλυκυσίδης, πράσου χυ‐

10

.

25

.

3

λοῦ, πηγάνου, σκαμμωνίας. οἱ δὲ στυπτικοὶ τὴν ἐναντίαν χρείαν ὡς πρὸς τοὺς ἀναστομωτικοὺς παρέχονται· ῥοῦν γὰρ ἐπέχουσι γυναικεῖον καὶ ἀναπεπταμένην συνάγουσιν ὑστέραν καὶ προπεπτωκυῖαν ἀναστέλ‐ λουσιν· ἡ δὲ τῶν στυπτικῶν ὕλη δεδήλωται πρόσθεν ἐν τῷ περὶ

10

.

25

.

4

κολλυρίων καὶ τροχίσκων λόγῳ. δεῖ δὲ γλοιῶδες καὶ ὀλίγῳ παχύτερον ποιεῖν τοῦ πεσσοῦ τὸ πάχος, κἄπειτα ἔριον μοτῷ στενῷ παραπλήσιον διπλοῦν ἀποβάπτειν εἰς τὸ φάρμακον 〈καὶ〉 προστιθέναι εἰς τὸ στόμιον τῆς ὑστέρας, ἔχον ἐξημμένην κροκύδα ἐπιμήκη πρὸς τὸ ἐπισπᾶσθαι
5τὸν πεσσὸν εὐκόλως.

10

.

26

t

Περὶ ἐγχυματισμῶν· τοῦ αὐτοῦ· ἐκ τοῦ αὐτοῦ λόγου.

10

.

26

.

1

Ἐγχυματισμοῖς δὲ χρώμεθα ἰδίως ἐφ’ ὑστέρας διὰ μητρεγχύτου· ὁ δὲ πρὸ αὐτῆς κόλπος διὰ φυσαρίου· τὸ δ’ ἐγχυματιζόμενον εἴς τε

10

.

26

.

2

τὸν κόλπον εἴς τε τὴν μήτραν ὁμοειδές ἐστιν. δύναται δ’ ὁ ἐγχυ‐ ματισμὸς μαλάσσειν, στύφειν, θερμαίνειν, ἐκπνευματοῦν, παρηγορεῖν

10

.

26

.

3

ὀδύνας, ταῦτα πάντα ποιῶν παρὰ τὴν διαφορὰν τῆς ὕλης. ὑγρὸν δὲ δεῖ εἶναι τὸ ἐγχυματιζόμενον ἢ ὀλίγον παχύτερον ἐλαίου.

10

.

27

t

Περὶ καταχρισμάτων· τοῦ αὐτοῦ· ἐκ τοῦ αὐτοῦ λόγου.

10

.

27

.

1

Χρώμεθα καταχρίσμασιν ἐπὶ μερῶν τοῦ σώματος, ἐφ’ ὧν οὔτε ἐμβροχὰς παραλαμβάνειν δυνατὸν οὔτε καταπλάσματα, οἷον ἐπὶ βλεφά‐ ρων καὶ ὤτων καὶ ῥινὸς τοῦ ἄκρου καὶ ὅλου τοῦ προσώπου· βαρεῖται γὰρ ὑπὸ τῶν καταπλασμάτων καὶ βλάπτεται πρὸς τῶν ἐμβροχῶν

10

.

27

.

2

καταρρεουσῶν. καὶ ἐπὶ τῶν πολυκινήτων δὲ μερῶν χρώμεθα, οὐκ

10

.

27

.

3

οὔσης μονίμου τῆς τῶν καταπλασμάτων καὶ ἐμβροχῶν χρήσεως. ἔτι καταχρίομεν τὰς πυρώδεις φλεγμονὰς καὶ τὰς ἐρυσιπελατώδεις,

10

.

27

.

4

ἐρεθιζομένας ὑπό τε τῶν καταπλασμάτων καὶ τῶν ἐμβροχῶν. καὶ τὰς ἐπιπολαίους δ’ ἑλκώσεις καὶ τὰς ἀπὸ τῶν ἀποσυρμάτων καταχρίομεν,

10

.

27

.

5

βαρυνομένας ὑπό τε καταπλάσματος καὶ ἐμβροχῆς. καὶ τὰ πελιώματα δὲ καὶ τὰ σομφὰ τῶν οἰδημάτων καὶ ἄλλα πλείονα καταχρίομεν.

10

.

27

.

6

Ὕλαι τῶν χρισμάτων μετώπων ῥευματιζομένων καὶ ὀφθαλμῶν. Ἔστι δὲ τῶν μὲν κούφων καταχρισμάτων [τοῦ] ὠοῦ τὸ λευκόν, ἢ κατ’ ἰδίαν ἢ σὺν ῥοδίνῳ ἢ σὺν οἴνῳ στύφοντι ἢ σὺν ἀλεύρῳ σιτανίῳ.

10

.

27

.

7

ἰσχυρότερον δ’ ὠὸν σὺν μάννῃ ἢ σὺν κόμμει, καὶ ἔτι μᾶλλον κόλλα

10

.

27

.

8

διεθεῖσα ὕδατι ζέοντι. καὶ κοχλίαι δὲ λευκοὶ σὺν τοῖς ὀστράκοις λεαν‐

10

.

27

.

9

θέντες ἁρμόζουσι, καὶ κατ’ ἰδίαν, καὶ σὺν τῷ ὠῷ. καὶ κρόκος δὲ σὺν οἴνῳ καταχριόμενος παρηγορεῖ, καὶ ἔτι μᾶλλον γλαύκιον σὺν οἴνῳ.

10

.

27

.

10

ἄριστον δ’ ἐστὶ Λημνία σφραγὶς μετ’ ὄξους ἢ μετὰ χυλοῦ βοτάνης

10

.

27

.

11

περδικίου, ἀκακία τε κιρρὰ σὺν οἴνῳ παραπλησίως ὀνίνησιν. τούτων δὲ τὰ μὲν τῷ περιτενὲς ἐργάζεσθαι τὸ δέρμα τοῦ μετώπου καὶ τῶν κροτάφων καὶ διὰ τοῦτο θλίβειν τε τὰ ἀγγεῖα καὶ ἀπολαμβάνειν τὴν ἐπιρροὴν τοῦ αἵματος ὠφελεῖ, τὰ δὲ τῷ στύφειν μετὰ τῆς περιτονίας
5καὶ συστέλλειν τῇ στύψει τὰ ἀγγεῖα.

10

.

27

.

12

Προσώπου καταχρίσματα. Καταχριέται δὲ καὶ τὰ κατὰ τὸ πρόσωπον ἐξανθήματα ὠῷ μετὰ

10

.

27

.

13

ψιμυθίου ἢ λυκίῳ μετ’ ἀμόργης ἐλαίου ἐπὶ πολὺ ἀφηψημένης. ποιεῖ

10

.

27

.

14

δὲ καὶ πρὸς τὰ κατερρωγότα χείλη. ὑπώπια δὲ χυλῷ θαψίας κατα‐

10

.

27

.

15

χριστέον ἢ ὑσσώπῳ χλωρῷ. τὰ δὲ κυλοιδιῶντα πρόσωπα προπυριατέον θύμῳ ἢ θύμβρᾳ ἢ ὀριγάνῳ, εἰς ὀθόνιον ἀραιὸν ἐνδεομένοις καὶ ἀφεψω‐ μένοις ἐν ὕδατι θερμῷ, καὶ ἔπειθ’ οὕτως 〈ἁλὸσ〉 ἄνθει καταχριστέον.

10

.

27

.

16

Ὤτων χρῖσμα φλεγμαινόντων. Ὦτα δὲ φλεγμαίνοντα, καὶ μάλιστα ἐκ πληγῆς, κόλλῃ σὺν ὕδατι ἢ σμύρνῃ σὺν οἴνῳ ἢ μάννῃ σὺν οἴνῳ, τὰ δ’ ἐν κεφαλῇ ἐξανθήματα μετὰ τὸ ἀποξύραι κιμωλίᾳ μετ’ ὄξους ἢ τεύτλου χυλοῦ ἐπιχρίομεν·
5τὰ δ’ ὑγρότερα κεδρίᾳ· τὰ δὲ κολλώδεις ἀποκρίνοντα τοὺς ἰχῶρας ἀμυγδαλίνῳ· τὰ δὲ περὶ ῥῖνα καὶ μυκτῆρας τοῖς διὰ στυπτηρίας καὶ σμύρνης καὶ ἀλόης· ἐρυσιπέλατα δὲ γλαυκίῳ ἢ χυλῷ ἀρνογλώσσου ἢ πολυγόνου ἢ στρύχνου ἢ κωνείου ἢ ἀκακίας ἢ ὑποκιστίδος· πάντων
δ’ ἄμεινον ἡ ὑεία χολὴ κατάχρισμα ἐρυσιπελάτων· τὰ δ’ ἔνυγρα τοῖς
10λιπαροῖς, οἷον στέατι, βουτύρῳ, κηρῷ Τυρρηνικῷ σὺν ῥοδίνῳ· αἰδοῖα δὲ τοῖς στύφουσιν ἱκανῶς καὶ λεπτύνουσιν, οἱονεὶ μέλιτι μετὰ λεπίδος χαλκοῦ ἢ ἀλόῃ σὺν οἰνομέλιτι· ἄμεινον δὲ καὶ βράθυ παραπλέκειν τῇ

10

.

27

.

17

ἀλόῃ. τὰ δ’ οἰδοῦντα τῶν μερῶν ὑδρωπικῶς ἢ ἄλλως κιμωλίᾳ μετ’

10

.

27

.

18

ὄξους ἢ τρυγὸς οἴνου ὑγρᾶς καταχριστέον, ἢ αὐτῇ τρυγί. τὰ δὲ καταπίμελα σώματα μέλιτι καταχριστέον ὅλα, συμπεπλεγμένων ἁλῶν

10

.

27

.

19

αὐτῷ· βέλτιον δ’ ἐπὶ τῶν τοιούτων σωμάτων καλάμου δρόσῳ. μυρμη‐

10

.

27

.

20

κίας δ’ ἡλιοτροπίου ἢ χελιδονίου ἢ βατραχίου χυλῷ χριστέον. ἐπινυκτί‐ δας δ’ ὀπῷ Κυρηναϊκῷ ἢ Παρθικῷ σὺν οἴνῳ γλυκεῖ, ἢ κονίᾳ ἀσβέστῳ σὺν ἐλαίῳ ἢ κορίου χυλῷ χρίομεν· [σκόλοπας ἐμπεπηγότας πυτία ἢ κόπρος οὑτινοσοῦν ζῴου περιχριομένη ἀνάγει] τὰ δὲ ψωρώδη καρδάμῳ
5σὺν ὄξει· ἐπὶ δὲ τῶν πυρικαύτων, ὥστε μὴ φλυκταινοῦσθαι, σμύρνῃ οἴνῳ συλλεανθείσῃ· ποιεῖ δὲ καὶ σχιστὴ στυπτηρία σὺν ὄξει καὶ κονία

10

.

27

.

21

ἄσβεστος σὺν ὕδατι. ὀνίνησι δὲ καὶ παρωνυχίας ἄκρως στυπτηρία ὑγρὰ καταχριομένη· χείμεθλα δ’ οὐκ ἐᾷ γενέσθαι λιβανωτὸς σὺν στυπτηρίᾳ καὶ ὑείῳ στέατι χριόμενος· πρὸς δὲ τὰς ψωριάσεις καὶ κνησμοὺς σταφὶς ἀγρία σὺν θείῳ ἀπύρῳ καὶ ὄξει· πρὸς δὲ τὰς ὀγκώδεις ὑπεροχὰς
5ὑοσκυάμου χυλός· πρὸς δὲ τὰς ἐν δακτυλίῳ καὶ αἰδοίοις ὑπεροχὰς στυπτηρία σχιστὴ μετὰ χαλκάνθου καὶ σμύρνης στακτῆς.

10

.

28

t

Περὶ μαλαγμάτων· ἐκ τοῦ αὐτοῦ λόγου.

10

.

28

.

1

Διαφοραὶ τῶν μαλαγμάτων εἰσὶν αἱ μέγισται τρεῖς· τὰ μὲν γὰρ διά τινων ξηρῶν σκευάζεται, ῥιζῶν λέγω καὶ βοτανῶν καὶ σπερμάτων· τὰ δὲ διὰ τῶν μεταλλικῶν ἢ μεταλλικοῖς ἀναλογούντων· τὰ δὲ διὰ χυλῶν καὶ στεάτων καὶ δακρύων καὶ τῶν τῆξιν ἢ μάλαξιν δεχομένων.

10

.

28

.

2

τὰ μὲν οὖν διὰ τῶν ξηρῶν σκευαζόμενα οὐδέποτε χρείαν ἑψήσεως ἔχει, ἀλλ’ αὐτὸ μόνον τήξεως δέεται· χρὴ δ’ ἐπὶ τούτων καταχεῖν τὰ ξηρὰ τῶν τηκτῶν διὰ τὸ φρύγεσθαι τὰς ῥίζας καὶ τὰς βοτάνας ὑπὸ

10

.

28

.

3

τῆς ἑψήσεως. εἰ δ’ ὀλίγον τι μέρος ἐμβάλλοιτο τῶν ξηρῶν, προεψεῖν χρὴ τὰ λοιπά, ἔπειτα μετὰ τὴν αὐτάρκη ἕψησιν ἄραντας ἀπὸ τοῦ

10

.

28

.

4

πυρὸς ἐμβάλλειν τὰ ξηρά. τὰ δὲ διὰ τῶν μεταλλικῶν καὶ τῶν τηκτῶν ὅπως χρὴ κατασκευάζειν, ἐν τῷ περὶ ἐμπλάστρων παραδώσομεν τόπῳ.

10

.

28

.

5

ἁρμόζει δὲ τοῖς ὑποχονδρίοις καὶ τοῖς μέσοις πᾶσι κοινῶς μὲν τὰ
διὰ τῶν ξηρῶν· ἰδίᾳ δὲ στομάχῳ μὲν ἀτονοῦντι ἢ ἀνορεκτοῦντι ἢ ἀπεπτοῦντι ἢ ἐμπνευματουμένῳ τὰ διὰ σπερμάτων, τὰ διὰ μελιλώτου, τὰ διὰ σαμψύχου, ῥευματιζομένῳ δ’ ἢ πυρουμένῳ τὰ δι’ οἰνάνθης,
5τὰ διὰ στυπτηρίας, τὰ δι’ ὀμφακίου· σπληνὶ δὲ καὶ ἥπατι τὰ διὰ μυροβαλάνου, τὰ δι’ ἀμμωνιακοῦ, ἰξοῦ, ὄξους, ἀσβέστου, καρδαμώμου, νίτρου, ῥίζης καππάρεως· θώρακι δ’ ἐν μὲν αἵματος ἀναγωγαῖς τὰ στύφοντα, οἷον τὰ διὰ στυπτηρίας, οἰνάνθης, ἰτεῶν, ἀσφάλτου, ἐν δὲ φθίσεσι τὸ διὰ δαφνίδων, τὸ διὰ πρασίου, τὸ διὰ καρδαμώμου, τὸ διὰ
10κονίας (ταῦτα καὶ ἰσχιαδικοῖς ἁρμόζει)· ἐπὶ δὲ κεφαλῆς τὸ διὰ

10

.

28

.

6

δαφνίδων, τὸ διὰ κάχρυος. εἰρήσθω δὲ ταῦτα παραδείγματος ἕνεκεν, ἐπειδὴ ἐν ἄλλοις ἄλλως πλήρεις εἰσὶν αἱ δυνάμεις τῶν πρὸς ἕκαστον

10

.

28

.

7

ἁρμοζόντων μαλαγμάτων. τοῖς δὲ διὰ στεάτων καὶ δακρύων ἰδίως ἐπὶ νεύρων καὶ ἄρθρων ἐσκληρυμμένων χρώμεθα, καὶ τούτων δὲ παρὰ

10

.

28

.

8

πᾶσιν αἱ γραφαὶ δεδημοσιευμέναι εἰσίν. τῶν δὲ διὰ μεταλλικῆς ὕλης σκευαζομένων ἡ χρῆσις ἐπὶ κώλων ἐσκληρυμμένων ἐπί τε τῶν δια‐ φορήσεως δεομένων.

10

.

29

t

Περὶ ἀκόπων· ἐκ τοῦ αὐτοῦ λόγου.

10

.

29

.

1

Ἄκοπα εὔχρηστα, ἤτοι ἐφ’ ὧν προσμόνου καὶ παρεδρευτικῆς λι‐ πάνσεως χρεία, τῶν ἐμβροχῶν οὐδὲν μέγα δυναμένων διὰ τὸ περιρρεῖν, ἢ ἐφ’ ὧν ἄθετον τὸ τῶν ἐμβροχῶν εἶδος διὰ τὸ ἐγκεχρονικέναι τὰ πάθη, οὕτως μετὰ τὰς ἐμβροχὰς παραλαμβανομένων τῶν ἀκόπων,

10

.

29

.

2

ὡς παραλαμβάνεται μετὰ κηρωτὰς καὶ μαλάγματα. διαφοραὶ δὲ τῶν

10

.

29

.

3

ἀκόπων τρεῖς, θερμαντικαί, μαλακτικαί, ἀμυκτικαί. τοῖς μὲν οὖν θερ‐ μαίνουσι χρώμεθα ἐν ὀξέσι νοσήμασιν, ἐπειδὰν νεύρων πεῖσιν δι’ ὑποψίας ἔχωμεν, ἢ ἐπειδὰν περιψυγῇ δυσεκθερμάντως τὰ ἄκρα, ἢ ἱδρώτων μετὰ ψύξεως ἐνοχλούντων· τοῖς δὲ μαλάσσουσιν ἐπὶ τῶν
5χρονίων νοσημάτων· τοῖς δ’ ἀμύσσουσιν ἐπί τε τῶν δυσεκμοχλεύτων

10

.

29

.

4

χρονίων καὶ νωθρῶν, ἐφ’ ὧν δὴ καὶ σιναπισμὸν ἐκδοκιμάζομεν. τὴν δ’ ὕλην τήν τε ἀμύσσουσαν τήν 〈τε〉 θερμαίνουσαν ἐν τῷ περὶ ἐμ‐ βροχῶν καὶ ἐμπλασμάτων ἐξεθέμεθα τόπῳ.

10

.

30

t

Περὶ πταρμικῶν· τοῦ αὐτοῦ.

10

.

30

.

1

Πταρμικοῖς χρώμεθα ἢ διεγεῖραι τοὺς καταφερομένους σπεύδοντες
ἢ ἐπιστρέψαι διάνοιαν παρακοπτικήν, ἢ ἔμβρυον ἢ δεύτερα ἐκβαλεῖν θέλοντες, ἢ ἀκίδας λανθανούσας ἐν θώρακι φωτίσαι ἢ λύγγα παῦσαι ἢ ἐμπεπτωκότα τινὰ ἐν τοῖς ὠσὶν ἐκβαλεῖν ἢ χρονίαν διάθεσιν περὶ
5κεφαλὴν μοχλεῦσαι καὶ διασεῖσαι ἢ πνεῦμα [τὸ] τονοῦν, εἴτε μερικῶς, εἴτε 〈τὸ〉 ἐν παντὶ τῷ σώματι δεῖ ἀναστῆσαι καὶ τονῶσαι, οἷον ἐν

10

.

30

.

2

παρέσει, ἐν ἀποπληξίᾳ, ἐπιληψίᾳ. ἔστι δὲ πταρμικὸν καστόριον λεῖον· δεῖ δὲ πτερὸν βρέξαντας καὶ ἀναλαβόντας τὸ καστόριον ἐντιθέναι τῇ ῥινὶ καὶ στρέφειν καὶ πιέζειν μετὰ τὴν στροφὴν τοὺς μυξωτῆρας.

10

.

30

.

3

εἰ δὲ συντονώτερον χρῆσθαι θέλοιμεν, πέπερι καστορίῳ συμπλέξομεν· εἰ δὲ μᾶλλον, στρούθιον πυρέθρῳ ἢ σταφίδι ἀγρίᾳ μετὰ πεπέρεως· 〈εἰ δὲ μᾶλλον, ἐλλεβόρῳ λευκῷ λείῳ μετὰ τοῦ πεπέρεως·〉 λευκὸν

10

.

30

.

4

δ’ ἔστω τὸ πέπερι. σίνηπι δ’ ἀνεπιτήδειον· συμπληροῖ γὰρ τὴν κεφαλήν.

10

.

30

.

5

δεῖ δὲ τοῖς δυναμένοις ὑπακοῦσαι προστάσσειν ἐπισπᾶσθαί τε εἴσω τὸ πνεῦμα καὶ ἀντικρὺ φωτὸς προσηνοῦς ἢ πυρὸς ἢ ἡλίου βλέπειν.

10

.

30

.

6

βέλτιον δὲ κατακειμένοις ὑπτίοις καὶ κατὰ ποσὸν ἀναρρόποις προσ‐ άγειν τὸ πταρμικὸν ἤπερ καθημένοις καὶ μετὰ τοῦτο περιπατεῖν τοὺς δυναμένους κελεύειν ἄνω βλέποντας καὶ λούειν, ἐφ’ ὧν λουτρῷ δυνα‐

10

.

30

.

7

τὸν χρῆσθαι κατὰ κεφαλῆς μετ’ ἐξαντλήσεως πολλῆς. καιρὸς δ’ ἐπὶ τῶν καρουμένων ἢ καταφερομένων ἢ λυζόντων ὁ τῆς ἐπείξεως· ὁ δ’ αὐτός, κἀπειδὰν δεύτερα ἐκβάλλειν ἢ ἔμβρυον ἐναποτεθνηκὸς δέοι.

10

.

30

.

8

μὴ ἀσυνέργητος δ’ ὁ πταρμὸς ἔστω, ἀλλὰ καὶ πεσσῶν τῶν ἐκβολίων προπαραληφθέντων ἢ καὶ ἐγκαθίσματος, οὕτω τὸ πταρμικὸν προσα‐

10

.

30

.

9

γέσθω. ὁ δ’ αὐτὸς καιρὸς καὶ ἐπὶ τῶν ἄλλων καὶ ἐπὶ τῶν παρεμπεπτω‐ κότων τοῖς ὠσίν· ἐν πυρετοῖς δ’ ὁ τῶν ἀνέσεων· ἐπὶ δὲ τῶν χρονίων

10

.

30

.

10

παθῶν ὁ τῶν διαλειμμάτων. δεῖ δὲ τῶν τε μεταγόντων τὴν ὕλην βοηθημάτων, οἷον φλεβοτομίας, καθάρσεως, κλυσμοῦ, ἐμέτου, τῶν τε τοπικῶν τῶν τε μειζόνων, σικύας, ἀρτηριοτομίας, βδελλῶν, σιναπισμοῦ ὕστερον παραλαμβάνεσθαι τὰ πταρμικά.

10

.

31

t

Περὶ ἐμπασμάτων· ἐκ τοῦ αὐτοῦ λόγου.

10

.

31

.

1

Ἐμπάσματα καὶ καταπάσματα καὶ διαπάσματα διαφέρει· ἐμπάσματα γάρ ἐστι τὰ ὑπὲρ ἱδρώτων ἀμέτρων ἢ ἄλλης διαφορήσεως ἢ ὑπὲρ τοῦ ἀμύξαι ἢ κνίσαι τὴν ἐπιφάνειαν παραλαμβανόμενα, καταπάσματα δὲ τὰ τοῖς ἕλκεσιν ἐπιβαλλόμενα, διαπάσματα δὲ τὰ ὑπὲρ εὐωδίας τοῦ
5χρωτός, ἢ παντὸς ἢ μερικῶς μασχαλῶν καὶ παραμηρίων ἁρμόζοντα.

10

.

31

.

2

ἐπὶ μὲν οὖν ἱδρώτων ἐνοχλούντων ἢ διαφορήσεως χρηστέον ψιμυθίῳ
λείῳ ἢ γύψῳ ἢ λιθαργύρῳ, μυρρίνῃ ξηρᾷ λείᾳ, σιδίοις, ῥῷ Συριακῷ, οὔοις ξηροῖς λείοις, ἀλφίτοις, ἀμύλῳ, γύρει, κηκῖδι ὀμφακίνῃ, ἀκακίᾳ.

10

.

31

.

3

ὑπὲρ δὲ τοῦ κνίσαι καὶ ἀμύξαι ξηροτριβοῦμεν ἐν ἡλίῳ τοὺς ἐμπασθη‐ σομένους καὶ προαναχαλῶμεν ἠρέμα γυμνάσαντες, εἶθ’ οὕτως ἐμπάσσο‐ μεν ἐπὶ μὲν ὑδρωπικῶν ψάμμῳ, τρυγὶ οἴνου κεκαυμένῃ, κιμωλίᾳ, γύψῳ, νίτρῳ, ἁλσίν, ἐπὶ δ’ ἰσχιαδικῶν καὶ ὀρθοπνοϊκῶν καὶ τῶν περὶ
5κεφαλὴν χρονίων θείῳ, νάπυϊ, καρδάμῳ, κάχρυϊ, πυρέθρῳ, πεπέρει, νίτρῳ.

10

.

32

t

Περὶ καταπασμάτων· 〈ἐκ〉 τοῦ αὐτοῦ λόγου.

10

.

32

.

1

Καταπασμάτων δὲ τὰ μὲν ἁρμόζει ῥυπαροῖς ἕλκεσι καὶ πρὸς τὸ ἀνακαθᾶραι, οἷον χαλκὸς κεκαυμένος, ὄροβος λεῖος, ἀριστολοχία, μάννα, πάναξ, καδμεία, διφρυγές, τὰ δ’ ὑπὲρ τοῦ καταστεῖλαι τὰ ὑπερσαρκοῦντα· καταστέλλει 〈δὲ〉 πράως μὲν ἰός, λεπίς, μᾶλλον
5δ’ ἄσβεστος, τρύξ, ἰσχυρῶς δὲ μίσυ, χαλκῖτις, χάλκανθος, ἐλατήριον.

10

.

32

.

2

κογχύλια δὲ κεκαυμένα καταπάσσεται ὑπὲρ τοῦ δήξεις τὰς ἐφ’ ἕλκεσι παρηγορῆσαι· πίτυς δὲ καὶ ἄκανθα Αἰγυπτία καὶ τέφρα ἐπὶ παραμηρίων.

10

.

33

t

Περὶ διαπασμάτων· τοῦ αὐτοῦ· ἐκ τοῦ αὐτοῦ λόγου.

10

.

33

.

1

Διαπάσματά ἐστι ψιμύθιον, ἶρις, γῆ Σελινουσία, μυρσίνη ξηρὰ λεία, δαφνίδες ξηραί, μάννα, στάχυς, φύλλον, ἄμωμον, σχοίνου ἄνθος ξηρὸν λεῖον.

10

.

34

t

Περὶ διαχρίστων· ἐκ τοῦ αὐτοῦ λόγου.

10

.

34

.

1

Διαχρίστοις χρώμεθα ἐπὶ τῶν αἰσθητῶν πόρων, ἐντιθέντες εἰς αὐτοὺς φάρμακα γλοιώδη τὸ πάχος, λέγω δ’ ἐπὶ στόματος, [ἐπὶ]

10

.

34

.

2

ῥινῶν, ὤτων, ἕδρας, οὐρητικοῦ πόρου. δύναται δὲ τὰ διάχριστα ἢ ξηραίνειν ἢ ὑγραίνειν ἢ στύφειν ἢ τέμνειν ἢ λύειν ἢ πηγνύειν ἢ

10

.

34

.

3

λεαίνειν ἢ ἱστάναι ἢ μαλάσσειν καὶ παρηγορεῖν ὀδύνας. τοῖς μὲν οὖν ξηραίνουσι χρώμεθα ἐπί τε ἄφθης ἐν τῷ στόματι καὶ τῶν ἄλλων ὑγρῶν ἑλκῶν· ὁμοίως δὲ καὶ εἰ κατὰ ῥῖνας ἤ 〈τινα〉 τῶν ἄλλων

10

.

34

.

4

πόρων ὑγρὰ ἕλκη καὶ ἰχωρροοῦντα γένοιτο. ἔστι δὲ τοῦ γένους τούτου ἶρις λεπτὴ διαχριομένη μετὰ μέλιτος, ὀθόνιον καινὸν κεκαυμένον, τροχίσκος ὁ διὰ χελιδόνων κεκαυμένων διάχριστος, ἀμόργη ἐλαίου,

10

.

34

.

5

τρὺξ οἴνου κεκαυμένη καὶ ἀνειμένη ὕδατι ἢ οἴνῳ. τὰ δ’ ὑγραίνοντα διάχριστα ἐπιτήδεια μὲν τοῖς ξηροῖς καὶ ἀνθρακώδεσιν ἕλκεσιν, οἷα μάλιστα ἐν ὠσὶ καὶ ῥισὶ γίνεται· ὑγραίνεται δὲ τὰ διὰ τῶν χυλῶν
τῶν ὑγραντικῶν σκευαζόμενα, ὧν τὴν ὕλην ἐν τῷ περὶ ἐμβροχῶν
5ἐπεδείξαμεν τόπῳ, πλὴν πεφυλάχθαι δεῖ τῶν χυλῶν τοὺς ἔχοντάς τι φθαρτικόν· οὐ μόνον γὰρ στόματι, ἀλλὰ καὶ τοῖς ἄλλοις αἰσθητοῖς

10

.

34

.

6

ἐντιθέμενοι πόροις λυμαίνονται. τὰ δὲ στύφοντα νομαῖς στόματος καὶ οὔλων πλάδοις καὶ ταῖς ἑρπηνώδεσι διαθέσεσι παρισθμίοις τε καὶ

10

.

34

.

7

σταφυλῆς [καὶ] χαλάσμασι καὶ ἀρτηρίας ῥευματισμοῖς ἐπιτήδεια. ἔστι δὲ καὶ τῶν στυφόντων ἡ ὕλη γνώριμος τῶν τε ἁπλῶν τῶν τε συν‐ θέτων· ἐν τούτοις ἐστὶ καὶ ἡ διὰ μόρων καὶ ἡ διὰ κυτίνων, ἀνθηρά

10

.

34

.

8

τε ἡ διὰ ῥόδων. λεαντικοῖς δὲ χρώμεθα ἐπ’ ἀρτηρίας ξανθείσης ἢ τραχυνθείσης, ἐπί τε φωνῆς βραγχώδους ἐπί τε γαργαρεῶνος καὶ

10

.

34

.

9

παρισθμίων νενυγμένων. ἔστι δὲ τῶν λεαντικῶν τραγάκανθα, κόμμι, στρόβιλος, σταφὶς γλυκεῖα, μέλι ἄπεφθον, ἐρεγμὸς σὺν μέλιτι, γλυ‐

10

.

34

.

10

κυρρίζης χυλός, ἡ διὰ κωδυῶν ἐσκευασμένη διὰ Σκυβελλίτου. τοῖς δὲ τέμνουσι καὶ διαιροῦσιν ἐπὶ συναγχικῶν χρώμεθα, λεπτῦναι βουλόμενοι τὰ ἐνοχλοῦντα καὶ ἐμφυσῶντα τὸ περὶ τὸν φάρυγγα καὶ τὸ περὶ τὸ στόμα· ἔστι δὲ τῶν τεμνόντων διαχρίστων νίτρον σὺν μέλιτι, νάπυ
5κεχυλωμένον, χυλὸς κράμβης, σπέρμα βησασᾶ, πύρεθρον, καρδάμωμον σὺν μέλιτι· τοῖς δὲ πηγνύειν δυναμένοις, ἐφ’ ὧν καὶ τοῖς ἀναξηραντι‐ κοῖς· πήγνυσι δὲ τὰ ψύχοντα· τοῖς δὲ μαλάσσειν ἐπαγγελλομένοις, ἐφ’ ὧν καὶ τοῖς ὑγραντικοῖς.

10

.

35

t

Περὶ ὠτικῶν· ἐκ τοῦ αὐτοῦ λόγου.

10

.

35

.

1

Τῶν δ’ ὠτικῶν τὰ μὲν ὀδύναις χρήσιμα, τὰ δ’ ἕλκεσι, τὰ δὲ

10

.

35

.

2

πυορροοῦσι, τὰ δ’ ἤχοις. ὄπιον μὲν μήκωνος ἀνιέμενον γάλακτι ἢ ὕδατι ἐπιτήδειον ὀδύναις· ὁμοίως δὲ καὶ μανδραγόρου χυλὸς καὶ κολοκύνθης ἔλαιόν τε, ἐν ᾧ ἐναφήψηται ἤτοι σίλφη τὸ ζῷον ἢ οἱ ὑπὸ ταῖς ὑδρίαις ὄνοι ἢ γῆς ἔντερα, ἔτι δὲ πιμελὴ φώκης, δελφῖνος,
5βούτυρον, οἱ μυελοὶ τῶν ζῴων, σανδαράκη μετὰ μέλιτος, ἀμυγδάλινόν

10

.

35

.

3

τε καὶ ῥόδινον καὶ ἴρινον καὶ γάρος. στυπτηρία δὲ μετὰ μέλιτος καὶ κεδρία καὶ τροχίσκος ἡ Ἥρη προσαγορευομένη πυορροοῦσιν ὠσὶ

10

.

35

.

4

κατάλληλος. σχίνινόν τε καὶ τερμινθίνη καὶ ἡ τετραφάρμακος ἀνεθεῖσα καὶ ἡ διὰ στεάτων καὶ ἡ διὰ καδμείας ἐνιεμένη ἐπὶ τῶν ἑλκῶν τῶν ἐν τοῖς ὠσὶ παραλαμβανέσθω, ἔλαιόν τε, ἐν ᾧ γῆρας ὄφεως ἐγκαθή‐

10

.

35

.

5

ψηται, ἢ κύμινον Αἰθιοπικόν. σμύρνα δ’ ἢ λιβανωτὸς ἢ μέλας ἐλλέ‐
βορος ἢ καστόριον γλυκεῖ συλλεανθέντα καὶ ἐνσταζόμενα ἤχους ἰᾶται.

10

.

36

t

Περὶ ὀδοντικῶν· τοῦ αὐτοῦ· ἐκ τοῦ αὐτοῦ λόγου.

10

.

36

.

1

Τῶν δ’ ὀδοντικῶν τὰ μὲν σειομένοις ὀδοῦσι, τὰ δὲ βεβρωμένοις,

10

.

36

.

2

τὰ δ’ ὀδυνωμένοις, τὰ δὲ μεμελαμμένοις ἐπιτήδεια. τὰ μὲν οὖν στο‐ ματικὰ καὶ διάχριστα, οἷά ἐστιν ἡ διὰ μόρων, ἡ διὰ ῥόδων ἡ ἀνθηρά, ἵστησι τοὺς σειομένους, ἔτι δὲ διφρυγές, χαλκοῦ λεπίς, σὺν μέλιτι παρατριβόμενα τοῖς ὀδοῦσι, κηκίς τε μέλαινα ἐν ὄξει ἑψηθεῖσα, ὥστε
5ὑπολειφθῆναι τὸ τέταρτον μέρος, διακλυζομένων τῶν πεπονθότων,

10

.

36

.

3

ὑγρά τε στυπτηρία. πέπερι δ’ ἐντιθέμενον τῷ διακένῳ τοῦ ὀδόντος ὀδύνας παρηγορεῖ· 〈παρηγορεῖ〉 δὲ καὶ χαλβάνη περιπλασσομένη τῷ ὀδόντι καὶ κηρὸς σὺν λιβανωτῷ ἄρρενι, ὄξος τε διακλυζόμενον, ἰσχάδες

10

.

36

.

4

λιπαραὶ καὶ σκόρδον, καὶ σμύρνα ἐγκαθηψημένη. πρὸς δὲ τὸ μὴ μελαί‐ νεσθαι μηδὲ βιβρώσκεσθαι τὰ ὀδοντικὰ λεγόμενα σμήγματα ἐπιτήδεια, οἷον ἅλες σὺν γλήχωνι ἢ κέρατι ἐλαφείῳ ἢ σηπίας ὄστρακον ἢ ὠῶν κέλυφα λελεασμένα.

10

.

37

t

Περὶ τῆς εἰς ἔλαιον ἐμβάσεως· ἐκ τῶν Ἡροδότου· ἐκ τοῦ Περὶ τῶν ἔξωθεν προσπιπτόντων βοηθημάτων.

10

.

37

.

1

Αἱ δ’ εἰς ἔλαιον ἐμβάσεις ἐπιτήδειοι τοῖς χρονίως μετὰ περιψύ‐ ξεως πυρέσσουσι καὶ τοῖς κεκοπωμένοις καὶ τοῖς ἐν τῷ πυρέσσειν

10

.

37

.

2

ἀλγοῦσι τὰ πρὸς τοῖς ὀστοῖς κείμενα νεῦρα. καιρὸς δὲ πᾶς ἁρμόζων καὶ ἡλικία, καὶ μᾶλλον ἡ τῶν γερόντων, καὶ ἐπὶ μὲν τῶν μετὰ πυρε‐ τοῦ συμπτωμάτων ὠφέλιμος ὁ ἐν παρακμῇ, ἐπὶ δὲ τῶν τεταρταίων καὶ ὁ ἐν ἀκμῇ· οἱ δ’ ἐπὶ μέρους ἐπὶ πάντων ὁ ἐν ἀνέσει, ἐπὶ δὲ

10

.

37

.

3

σπωμένων καὶ ἀλγούντων καὶ ἰσχουρούντων ὁ ἐν ἐπείξει. δεῖ δὲ τὸ μὲν πέμπτον μέρος τοῦ ἐλαίου πυρὶ θερμαίνειν, τὸ δὲ λοιπὸν ἐν ταῖς τῶν βαλανείων ἐμβάσεσιν· οὔτε γὰρ αὐτάρκως γίνεται θερμὸν τὸ ἐν τοῖς βαλανείοις, οὔτε μὴν καλῶς ὑπὸ πυρὸς θερμαίνοιτο 〈ἂν〉 πᾶν·

10

.

37

.

4

ἄχρηστον γὰρ γίνεται πρὸς δευτέραν χρῆσιν κνισούμενον. ἡ δ’ ἔμβα‐ σις πρὸς τὸ μέγεθος τοῦ ἀσθενοῦντος ἡρμόσθω καὶ ἀποκείσθω ἐν

10

.

37

.

5

σκηνῇ ἢ οἴκῳ πάντοθεν συνεχομένῳ. ἔστω δὲ καὶ δίεδρον, ἐφ’ οὗ ἐνδρομὶς κείσθω ἐκ τετραδακτυλιαίων διαστημάτων ἐκτετρημένη, καὶ

10

.

37

.

6

τὰς ἀρχὰς κατερράφθω ἐπιμήκεσι ξύλοις τετραγώνοις. τοῦτο δὲ
πράττομεν διὰ τὸ μὴ ῥᾴδιον εἶναι τοὺς ἀσθενεῖς πολυσάρκους ἀπὸ τῆς ἐμβάσεως ἐξαίρειν· περιολισθαίνουσι γὰρ αἱ χεῖρες τῶν βαστα‐ ζόντων, ὅπερ εἰ φυλάσσοιντο γενέσθαι, ἀνάγκη ἀπρὶξ τῶν σωμάτων
5ἐλλαμβανομένους περιθλάσεις ἐμποιεῖν σαρξὶ λεπταῖς καὶ ἀσθενέσιν.

10

.

37

.

7

καὶ τὸ κατακλίνεσθαι δ’ ἐπὶ γυμνῆς τῆς ἐμβάσεως ἔχει μὲν καὶ τὴν ἀπὸ τῆς σκληρίας δυσέργειαν, ἔχει δὲ καὶ τὴν ἀπὸ τῆς πυρώσεως· ὁ γὰρ χαλκὸς θερμαίνεται μᾶλλον· διὰ τοῦτο, 〈ἵνα μὴ τοῦτο〉 γένοιτο, κελεύομεν καὶ σπόγγους ὑποστρωννύναι πρὸς τὸ τὴν ἐπέρεισιν κατὰ

10

.

37

.

8

μαλακῶν σωμάτων γενέσθαι. αἱ δ’ ἐκτρήσεις παραλαμβάνονται χάριν

10

.

37

.

9

τοῦ μετὰ τὴν κομιδὴν ἀπορρεῖν τὸ ἔλαιον. κατακλιθεὶς οὖν ἐπὶ τοῦ διέδρου καὶ ἐξομαλισθεὶς διὰ μαλακῆς καὶ συμμέτρου τρίψεως, ἐπειλη‐ θέντων 〈τῶν〉 ξύλων, ἐντιθέσθω εἰς τὸ ἔλαιον ἐκ τοῦ πρὸς λόγον· ἐπειλείσθω δ’ ἐπὶ τὸ ἐναντίον τὰ ξύλα μέχρι τοῦ κατὰ τῶν ὑποκει‐

10

.

37

.

10

μένων σπόγγων τεθῆναι. μετεωρότερα δὲ τὰ πρὸς τῇ κεφαλῇ γινέσθω.

10

.

37

.

11

ἡ δὲ πρώτη δεῖξις τοῦ ἐλαίου προσηνὴς ἔστω· μείναντες δὲ πρὸς βραχὺ ἐν ἠρεμοῦντι τῷ ὑγρῷ κινείτωσαν τὸ ἔλαιον δι’ ἑαυτῶν, καὶ οἱ παρόντες δ’ ἐκ τοῦ πρὸς λόγον προσαντλείτωσαν· εἰδέναι γὰρ δεῖ ὅτι πολλὴ καὶ παρὰ προσδοκίαν ἐκ τῆς κινήσεως ἐγείρεται θερμασία.

10

.

37

.

12

εἰ δὲ ζεστοτέρας κράσεως δέοιντο, ἐπιχυτέον τὸ θερμότερον· τὴν δὲ

10

.

37

.

13

κατάχυσιν πρὸς τοῖς ποσὶ καὶ πρὸς τῇ ἐμβάσει ποιητέον. δεῖ δὲ καὶ καταδύνειν ἐξαντλουμένους τὴν κεφαλὴν κατέχοντας εὐαφῆ σπόγγον

10

.

37

.

14

πρὸ τῶν ὀμμάτων. τὸ δὲ μέτρον τοῦ καιροῦ ἐπὶ τῶν λύσεως χάριν ῥίγους ἢ πυρετῶν ἢ ἐμπνευματουμένων ἢ κακῶς διοικούντων τὴν τροφὴν ὁριστέον κατὰ μὲν τὰς ἀρχὰς τῇ τῶν σωμάτων ἀραιώσει, ἐκδεχομένους νοτίδα περὶ τῷ προσώπῳ· ὕστερον δὲ καὶ πλείονι

10

.

37

.

15

χρόνῳ ὑποβλητέον. ἰστέον δ’ ὅτι μετὰ τὸ ἐκ τῆς ἐμβάσεως γίνεσθαι πολλοὶ φέρονται ἱδρῶτες, καὶ πλείους γε τῶν ἐν τοῖς βαλανείοις· διόπερ ἐπὶ πάντων τὴν δύναμιν σκοπὸν ἔχοντας, καὶ τοὺς μετὰ ταῦτα

10

.

37

.

16

ἐκκριθησομένους ἱδρῶτας συναριθμητέον. εἰ δ’ ἀλγημάτων ἢ σπασμῶν ἢ ἰσχουρίας χάριν ἐμβιβάζοιντο, σκοπὸς ἔστω μετὰ τῆς δυνάμεως ἡ

10

.

37

.

17

τῶν διοχλούντων ἄρσις ἢ μείωσις. κρίναντες δ’ ἐξάγειν, ἐπειλήσαντες τὰ ξύλα βαστάσομεν αὐτόν, καὶ ἐπὶ τοῦ διέδρου θέντες σπόγγοις θερμῷ ἐκτεθλιμμένοις ἀποξῶμεν, εἶτα ὀθονίοις· τὸ δὲ πρόσωπον ὕδατι γαλακτώδει· εἰ δὲ πρὸς τῷ ἐκλύεσθαι γένοιτο, καὶ ψυχρῷ· ἐπὶ δὲ
5τούτῳ εἰς τὴν σκηνὴν διὰ τάχους ἀποικονομεῖσθαι δεῖ ἢ μετάγειν εἰς ὃν πρότερον ἦσαν τόπον· ἀνάγκη γὰρ ταχέως καθαρὸν καὶ εὔκρατον
αὐτοῖς παρατιθέναι τὸν ἀέρα, προσάγοντας καὶ τὴν εἰρημένην ἐπὶ

10

.

37

.

18

τῶν λειποθυμούντων ἐπιμέλειαν. καὶ τοὺς μὲν περιοδικῶς νοσοῦντας παρὰ μίαν ἐμβιβάσομεν, τοὺς δὲ διά τι κατεπεῖγον σύμπτωμα καθ’ ἡμέραν.

10

.

38

t

Περὶ τῆς εἰς ὑδρέλαιον· ἐκ τοῦ αὐτοῦ λόγου.

10

.

38

.

1

Οἱ δ’ εἰς ὑδρέλαιον καθιέμενοι, εἰ μὲν ἀσθενεῖς εἶεν, διὰ τῆς

10

.

38

.

2

ἐνδρομίδος ἐμβιβαζέσθωσαν, εἰ δ’ εὔτονοι, καὶ χωρὶς ταύτης. ἐπιμικτέον μέντοι τὸ ἔλαιον τῷ ὕδατι ἀκριβῶς· ἔστω δὲ μὴ ἔλαττον τοῦ ἕκτου.

10

.

38

.

3

τοὺς δὲ κόπων [ἢ] χάριν ἢ πόνων χρονίων ὑδρελαίῳ χρησομένους ἐν τῷ δευτέρῳ τοῦ βαλανείου οἴκῳ ἐμβιβαστέον ἐπὶ πλείονα χρόνον.

10

.

39

t

Περὶ θαλασσίων· ἐκ τοῦ αὐτοῦ λόγου.

10

.

39

.

1

Ἑξῆς ἀκόλουθόν ἐστι καὶ περὶ τῶν θαλασσίων εἰπεῖν· κέχρηνται γὰρ ταῦτα ποιότητι φαρμακώδει, καὶ ἔστιν ἐπὶ πολλῶν παθῶν ὠφέ‐ λιμα· δάκνονται γὰρ τὴν σάρκα καὶ ἀμύττονται τὴν ἐπιφάνειαν μετὰ πυκνώσεως, τῆς ξηρότητος 〈τὸ〉 περιττῶς ἐν τοῖς σώμασι γινόμενον
5ὑγρὸν ἀναπινούσης· διὸ καὶ τοῖς ῥευματιζομένοις τὰ ἄρθρα ὠφέλιμόν

10

.

39

.

2

ἐστιν. ἔστω δ’ ἄκρως χλιαρὰ πρὸς τὸ πλείονα χρόνον ἐν αὐτοῖς ἐμμένειν· καθαιρεῖ γὰρ τὴν δύναμιν τάχιον τοῦ συμφέροντος ἡ πλείων

10

.

39

.

3

θερμασία. τοὺς δ’ ἐν αὐτοῖς κολύμβους παραλαμβανέτωσαν διὰ τὰς

10

.

39

.

4

πρότερον εἰρημένας ὠφελείας. πρόσφορα δ’ ὄντα τοῖς ῥευματιζομένοις τὰ ἄρθρα καὶ τοῖς πενονθόσι τὸ νευρῶδες ἀνεπιτήδειά ἐστι τοῖς περὶ τὴν κύστιν πάθεσι καὶ ἕλκεσι καὶ τοῖς γινομένοις περὶ τὴν ἐπιφάνειαν

10

.

39

.

5

ἐξανθήμασιν. ἄριστον δὲ μετὰ ταῦτα λούεσθαι· εἰ δὲ μή, πάντως περι‐ χείσθωσαν ὕδατι γλυκεῖ· ἡ γὰρ ὑπολειφθεῖσα τῆς θαλάττης ἐπὶ τοῦ σώματος ἰκμὰς παχύνεται καὶ μετὰ δυσαρεστήσεως ἐνίσταται ταῖς γινο‐

10

.

39

.

6

μέναις διαπνοαῖς. τοὺς δ’ ἐν τῇ θαλάττῃ κολύμβους ποιείσθωσαν οἵ τε ψυχρολουτοῦντες καὶ οἱ θερμολουτήσαντες, μεθ’ οὓς πάντες [οἱ] ἐν ἐλαίῳ ἐπαλειψάμενοι 〈τοῦ〉 πᾶσαν τὴν ἐπικειμένην ὑγρασίαν

10

.

39

.

7

ἀποκλύζειν ξυέσθωσαν. ἐπεὶ πολλάκις αἱ διαθέσεις ἀπαιτοῦσι πλειόνων ὑδάτων πεῖραν, ἄριστον, εἰ μέλλοιμεν θερμοῖς καὶ ψυχροῖς χρῆσθαι, ἀπὸ τῶν θερμῶν ἄρχεσθαι· προηγείσθω δὲ καὶ τῶν θαλασσίων.

10

.

40

t

Περὶ ἀφιδρωτηρίων· ἐκ τοῦ αὐτοῦ λόγου.

10

.

40

.

1

Τὰ δ’ ἀφιδρωτήρια οὐ μόνον τοῖς ἐξ αὐτῶν ἀναφερομένοις ἀτμοῖς
θερμοῖς οὖσι καὶ ξηροῖς ἐπιφέρεται τὰς ὠφελείας (τούτου γὰρ χάριν ἦν ἂν τῶν αὐτῶν ποιητικὰ καὶ τὰ κατὰ μίμησιν ἐπινοηθέντα), ἀλλά τινι ἰδιαζούσῃ δυνάμει· ἐν καθαρῷ γὰρ καὶ πάντοθεν ἀναπεπταμένῳ
5ἀέρι λεπταὶ καὶ θυμηδεῖς ἀναθυμιάσεις φερόμεναι περιτήκουσι τῶν σωμάτων τὰ νοσερὰ μετὰ τοῦ τὴν λοιπὴν πυκνοῦν σάρκα καὶ τὸν

10

.

40

.

2

ὅλον ὄγκον θερμὸν παρέχειν. τονοῦται δὲ καὶ τὸ πνεῦμα, καὶ πᾶν, εἴ τι ἐν αὐτῷ παχυμερὲς καὶ δίυγρον ἔσται, ἀποκρίνεται, ἀναπινομέ‐

10

.

40

.

3

νων καὶ τῶν περὶ τὴν κεφαλὴν ὑγρῶν. ἔχει δὲ τὴν δύναμιν κατὰ τὸ πλεῖστον ὑπεναντίαν τοῖς αὐτοφυέσι τῶν ὑδάτων, ἐπιτήδειά γέ τοι τοῖς τὴν κεφαλὴν ἀλγοῦσι καὶ σκοτουμένοις καὶ δυσηκοοῦσι καὶ ἠχοῦσι καὶ τοὺς ὀφθαλμοὺς ὑποχεομένοις καὶ τὸν στόμαχον πλαδῶσι καὶ
5ῥευματιζομένοις καὶ τοῖς περὶ τὴν ἐπιφάνειαν γινομένοις ἐξανθήμασι καὶ καχεκτικοῖς καὶ τοῖς κεχρονικόσιν ἐν ἰκτέρῳ καὶ τοῖς πολλὴν καὶ

10

.

40

.

4

ἀργὴν σάρκα ἠθροικόσιν. ἀπαλλάττει δὲ καὶ παθῶν δυσιάτων· τοὺς γὰρ κατὰ σάρκα λεγομένους ὕδρωπας πρὸς οὐδὲν ἕτερον εἴξαντας

10

.

40

.

5

βοήθημα διορθοῦνται· ὠφελεῖ δὲ καὶ τοὺς λεγομένους ἀσκίτας. δεῖ δὲ τοὺς μὲν ἔμμονα καὶ χρόνια πάθη ἔχοντας μετὰ τοὺς παροξυσμοὺς τοῖς ἀφιδρωτηρίοις χρῆσθαι, τοὺς δ’ εἰς τὰ προειρημένα καταπειραζο‐ μένους εὐθὺς ἀνυπερθέτως· οὐ γὰρ ἔστιν ὑπειδέσθαι τὴν ἐπὶ τὰ πε‐
5πονθότα φορὰν τῷ τὰς κενώσεις ἐξ ὅλων τῶν σωμάτων κατ’ ἴσα γίνεσθαι· ἐκθλίβεται γὰρ ἀπὸ πάντων τῶν μερῶν τὰ ὑγρά, καὶ ξηραί‐ νεται ἡ τὰς ὑγρασίας ἀφιεῖσα σὰρξ μετὰ πυκνῆς συμπτώσεως, ὡς μηδὲ

10

.

40

.

6

τὴν ἐπ’ αὐτὴν ἐνεχθῆναι δυναμένην ὑποδέχεσθαι. μετὰ δὲ τὰς ἀφιδρώ‐ σεις οἱ μὲν βαλανεῖα καὶ τοὺς ἐν θαλάττῃ κολύμβους παραλαμβανέτω‐ σαν, οἱ δὲ μόνον κολύμβους· οἱ δὲ καταιονείσθωσαν θερμῷ ἢ ψυχρῷ.

10

.

40

.

7

τάξις δὲ τῆς χρήσεως ἐμφερὴς γινέσθω τοῖς ἐπὶ τῶν ὑδάτων εἰρημέ‐

10

.

40

.

8

νοις. τὰ δὲ κατὰ μίμησιν τῶν αὐτοφυῶν ἀφιδρωτηρίων ἐπινοούμενα πυριατήρια κατὰ πολὺ τῆς ἐπαγγελίας λειπόμενα ἐν τοῖς ἐπείγουσι παραλαμβανέσθω.

10

.

41

t

Γαληνοῦ· περὶ τῶν μετασυγκριτικῶν καλουμένων βοηθημάτων.

10

.

41

.

1

Πάντων τῶν ἐπὶ πλεῖστον χρονιζόντων παθῶν, ὅταν μηδὲν ἀνύῃ τὰ βοηθήματα, τὴν μετασυγκριτικὴν ὑπὸ τῶν μεθοδικῶν ὀνομαζομένην
θεραπείαν ἅπαντες σχεδὸν εἰώθασι ποιεῖσθαι· ἐγὼ δ’ ἐφ’ ὧν ἤτοι δυσκρασία τις ὑγρὰ καὶ ψυχρὰ τοῖς πάσχουσι μορίοις ἐστὶν αὐτὴ καθ’
5ἑαυτὴν 〈ἢ〉 διὰ ψυχρότητα τοιούτων χυμῶν γεγενημένη, τὰ διὰ νάπυος καὶ θαψίας καὶ τῶν ὁμοίων αὐτοῖς προσφέρω φάρμακα· [καὶ] ταῖς

10

.

41

.

2

ξηραῖς δὲ καὶ θερμαῖς οὐ προσφέρω. τοῖς μέντοι 〈μὴ〉 δυναμένοις γνωρίζειν τὰς διαθέσεις ἡ καταφυγὴ καθάπερ ἐπὶ τὴν καλουμένην ἱερὰν ἄγκυραν εἰς τοιαῦτα γίνεται φάρμακα, καὶ διὰ τοῦτο πολλάκις ἀνύουσι τὸ δέον, ὅτι τοῖς πλείστοις τῶν ἀνθρώπων αἱ τοιαῦται δια‐
5θέσεις ἐνοχλοῦσι μοχθηρῶς διαιτωμένοις.

10

.

42

t

Ὅσα φοινίσσει.

10

.

42

.

1

Καρδάμου τὸ σπέρμα καὶ ἰσχιάδα καὶ κεφαλαλγίαν καὶ ὁτιοῦν ἄλλο τῶν δεομένων φοινίξεως ἐκθερμαίνει, καθάπερ τὸ νάπυ.

10

.

42

.

2

ἐλενίου ἡ ῥίζα ὁμοίως καὶ συνεχέσιν ἄρθρων ἐκπτώσεσι δι’ ὑγρότητα

10

.

42

.

3

βοηθεῖται. κόπρῳ τῶν νομάδων περιστερῶν πάνυ συνεχῶς χρῶμαι, καὶ μετὰ καρδάμου σπέρματος κεκομμένῃ τε καὶ διηθημένῃ ἀντὶ νάπυος χρῶμαι ἐπ’ ἰσχιάδος καὶ ἡμικραίρας σκοτωμάτων τε καὶ σκοτοδίνων καὶ κεφαλαίας καὶ κατὰ πλευρὰς ἢ ὠμοπλάτας ἢ τένοντας ἢ ψόας
5ἀλγημάτων χρονίων, καὶ πρὸς τούτοις ἐπὶ νεφριτίδων καὶ κοιλιακῶν διαθέσεων καὶ ποδαλγικῶν καὶ ἀρθριτίδων, ὅταν γε μήπω σύστασις
ᾖ πώρων.

11

t

1

Ἐκ τῶν Διοσκουρίδου περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως κατὰ στοιχεῖον ἀπὸ τοῦ α μέχρι τοῦ μ καὶ παρασκευαὶ αὐτῶν.

11

alpha*

1

Ἀβρότονον· τούτου τὸ μὲν θῆλυ θάμνος ἐστὶ δενδροειδής, ὑπό‐ λευκος, φύλλοις λεπτοσχιδέσιν ὥσπερ σερίφου περὶ τὰ κλώνια πλήρης ἀνθῶν, ἐπ’ ἄκρου κορυμβῶδες, χρυσοειδές, θερείας γινόμενον, πικρὸν τῇ γεύσει· δοκεῖ δὲ τὸ Σικελικὸν εἶναι τοιοῦτον, τὸ δ’ ἕτερον ἄρρεν
5καλεῖται κληματῶδες, λεπτόφυλλον ὡς ἀψίνθιον· πλεῖστον δ’ ἐν Καπ‐ παδοκίᾳ καὶ Γαλατίᾳ καὶ Ἱεραπόλει τῇ κατὰ Συρίαν γεννᾶται.

11

alpha*

2

Ἀγάλοχον ξύλον ἐστὶ φερόμενον ἐκ τῆς Ἰνδίας καὶ Ἀραβίας ἐοικὸς θυείᾳ· ἔστι μὲν οὖν εὐῶδες, παραστῦφον ἐν τῇ γεύσει μετὰ ποσῆς πικρίας, φλοιὸν ἔχον δερματώδη καὶ ὑποποίκιλον.

11

alpha*

3

Ἀγαρικόν· ῥίζα φέρεται σιλφίῳ ἐμφερής, οὐ πυκνὴ τὴν ἐπι‐ φάνειαν ὥσπερ τὸ σίλφιον, ἀραιὰ δ’ ὅλη· ἔστι δ’ αὐτοῦ τὸ μὲν ἄρρεν, τὸ δὲ θῆλυ, ὧν διαφέρει τὸ θῆλυ ἔχον κτηδόνας εὐθείας ἐντός· τὸ δ’ ἄρρεν περιφερές τέ ἐστι καὶ πανταχόθεν συμφυές· γεύσει δ’ ἀμφό‐
5τερα κατ’ ἀρχὰς μὲν γλυκάζοντα, εἶτ’ ἐξ ἀναδόσεως ἔμπικρα· γεννᾶται δὲ καὶ ἐν τῇ κατ’ Ἀσίαν Γαλατίᾳ καὶ Κιλικίᾳ ἐπὶ τῶν δένδρων, εὔθρυπτον μέντοι καὶ ἀσθενὲς τῇ δυνάμει.

11

alpha*

4

Ἀγήρατον· θάμνος φρυγανώδης, δισπίθαμος, ταπεινός, ἁπλοῦς, ἐμφερὴς ὀριγάνῳ μᾶλλον, σκιάδιον ἔχων, ἐφ’ ᾧ μάλιστα πομφόλυγες
χρυσοειδεῖς ἔλαττον ἑλιχρύσου.

11

alpha*

5

Ἄγχουσα, ἣν ἔνιοι κάλυκα, οἱ δ’ ὀνόκλειαν καλοῦσι· φύλλα θρίδακι τῇ ὀξυφύλλῳ παραπλήσια, δασέα, τραχέα, μεγάλα, πολλά, πανταχόθεν τῆς ῥίζης προσπεπλασμένης τῇ γῇ, ἀκανθώδη· ἡ δὲ ῥίζα δακτύλου πάχος, τὴν δὲ χρόαν ὕφαιμος ἐν τῷ θέρει γινομένη καὶ
5βάπτουσα τὰς χεῖρας. γίνεται δ’ ἐν εὐγείοις τόποις.

11

alpha*

6

Ἄλλη ἄγχουσα, ἣν καὶ Ἀλκιβιάδειον ἢ ὀνοχειλὲς ἐκάλεσαν· αὕτη διαφέρει τῆς πρώτης τῷ μικρότερα ἔχειν φύλλα, τραχέα δ’ ὁμοίως καὶ τὰ κλωνία λεπτά, ἐφ’ ὧν ἄνθος πορφυροειδὲς ἢ φοινικοῦν· ῥίζας δ’ ἐρυθρὰς εὐμήκεις περὶ τὸν πυραμητὸν ἐχούσας τι αἱματῶδες. φύεται
5ἐν ἀνεμώδεσι τόποις. —Ἔστι δὲ καὶ ἄλλη ἄγχουσα [ἡ καὶ λύκαψις] ἐμφερὴς ταύτῃ, καρπὸν ἔχουσα φοινικοῦν, ὃν ἐάν τις μασησάμενος ἐμπτύσῃ εἰς στόμα ἑρπετοῦ, ἀποκτείνει.

11

alpha*

7

Λύκαψις (οἱ δὲ καὶ ταύτην ἄγχουσαν ἐκάλεσαν) τὰ μὲν φύλλα ὅμοια ἔχει θρίδακι, μακρότερα καὶ παχύτερα καὶ τραχέα, πεπτωκότα περὶ τὴν τῆς ῥίζης κεφαλήν· καυλὸν δ’ ἀνίησι μακρόν, τραχύν, ὀρθόν, παραφυάδας ἔχοντα πολλάς, πηχυαίας, τραχείας καὶ ἐπ’ αὐταῖς ἄνθη
5μικρά, πορφυρᾶ· ῥίζα δ’ ἐρυθρά, στυπτική. φύεται ἐν πεδίοις.

11

alpha*

8

Ἀδίαντον (οἱ δὲ πολύτριχον) φυλλάρια ἔχει κοριάννῳ ὅμοια, ἀπεσχισμένα ἐπ’ ἄκρῳ· τὰ δὲ καυλία ἀφ’ ὧν ἐκπέφυκε μέλανα ἰσχυ‐ ρῶς, σπιθαμιαῖα· οὔτε ἄνθος οὔτε καρπὸν φέρει· ῥίζα ἄχρηστος.

11

alpha*

9

Ἀδίαντον ἄλλο (οἱ δὲ τριχομανές) ὅμοιον πτερίδι, μικρόν, λεῖον, στοιχηδὸν ἐξ ἑκατέρου τὰ φύλλα ἔχον λεπτά, φακοειδῆ ἐναντία ἀλλήλοις ἐπὶ ῥαβδίων μικρῶν λεπτῶν καὶ στρυφνῶν ὑπομελάνων.

11

alpha*

10

Αἰγίλωψ βοτάνιόν ἐστι φύλλα ὅμοια ἔχον πυρῷ, μαλακώτερα δέ, ἐπ’ ἄκρας τῆς κεφαλῆς καρποὺς δύο ἔχον ἢ τρεῖς ἐρυθρούς, ἐφ’ ὧν ἀθέρες οἱονεὶ τρίχες ἐκπεφύκασιν.

11

alpha*

11

Ἀείζῳον μέγα (οἱ δὲ βούφθαλμον, οἱ δὲ στέργηθρον, οἱ δ’ ἀμβροσίαν καλοῦσι) καυλοὺς ἀνίησι πηχυαίους καὶ μείζονας, πάχος μεγάλου δακτύλου, λιπαρούς, εὐθαλεῖς, ἐντομὰς ἔχοντας ὥσπερ τοῦ χαρακίτου τιθυμάλλου· φύλλα δὲ λιπαρά, μέγεθος δακτύλου μεγάλου,
5γλωττοειδῆ κατὰ τὸ ἄκρον· καὶ τὰ μὲν κατώτερα τῶν φύλλων ὑπτι‐
ωμένα, τὰ δὲ κατὰ τὴν κεφαλὴν συνεσταλμένα πρὸς ἄλληλα, κύκλον ὀφθαλμοειδῆ περιγράφοντα. φύεται δ’ ἐν τόποις ὀρεινοῖς· καὶ ἐν ὀστράκοις δ’ ἔνιοι φυτεύουσιν αὐτὸ ἐπὶ τῶν οἰκημάτων.

11

alpha*

12

Ἀείζῳον τὸ μικρὸν φύεται ἐν τοίχοις καὶ τάφροις ὑποσκίοις καὶ πέτραις καὶ θριγκοῖς· καυλία ἀπὸ μιᾶς ῥίζης πολλά, περίπλεα φυλλαρίων λιπαρῶν, μικρῶν, ὀξέων ἀπ’ ἄκρου· ἀνίησι δὲ καυλὸν ἐν μέσῳ περὶ σπιθαμὴν τὸ μέγεθος, ἔχοντα σκιάδειον καὶ ἄνθη λεπτά,
5χλωρά, πολλά. τούτου τὰ φύλλα δύναμιν ἔχει τὴν αὐτὴν τῷ προ‐ ειρημένῳ.

11

alpha*

13

Δοκεῖ δὲ καὶ τρίτον γένος ἀειζῴου εἶναι, ὃ ἔνιοι ἀνδράχνην ἀγρίαν καλοῦσιν ἢ Τηλέφειον· ἔχει δὲ φύλλα πλατύτερα πρὸς τὰ τῆς ἀνδράχνης καὶ δασέα. φύεται ἐν πέτραις.

11

alpha*

14

Αἰθιοπὶς φύλλα ἔχει παραπλήσια φλόμῳ, δασέα λίαν καὶ πυκνά, κύκλῳ περὶ τὸν πυθμένα τῆς ῥίζης, καυλὸν τετράγωνον, τραχύν, ἐοικότα μελιταίνῃ ἢ ἀρκτίῳ, μασχάλας ἀνιέντα πολλάς· καρπὸν δὲ περὶ μέγεθος ὀρόβου, σύνδυο εἰς ἓν ἀγγεῖον· ῥίζας ἀπὸ τοῦ αὐτοῦ πυθμέ‐
5νος πολλάς, μακράς, παχείας, γευομένῳ κολλώδεις· γίνονται δὲ ξηραι‐ νόμεναι μέλαιναί τε καὶ σκληραί. πλείστη δὲ γεννᾶται κατὰ τὴν Μεσ‐ σηνίαν καὶ τὴν Ἴδην.

11

alpha*

15

Ἀκακαλλίς· θάμνου καρπός ἐστι γεννώμενος ἐν Αἰγύπτῳ, ἐοικὼς κατά τι τῷ τῆς μυρίκης καρπῷ.

11

alpha*

16

Ἀκακία φύεται ἐν Αἰγύπτῳ· ἄκανθα δ’ ἐστὶ δενδρώδης, θαμνο‐ ειδής, οὐκ ὀρθοφυής, ἄνθος ἔχουσα λευκόν, καρπὸν δ’ ὥσπερ θέρμον ἐν λοβοῖς, ἐξ οὗ καὶ ἐκθλίβεται τὸ χύλισμα ξηραινόμενον ἐν ἡλίῳ, μέλαν μὲν ἐκ τοῦ πεπείρου καρποῦ, ὑπόκιρρον δὲ τὸ ἐκ τοῦ ὠμοῦ.
5ἐκλέγου δὲ τὸ ἠρέμα ἔγκιρρον, εὐῶδες ὡς ἐν ἀκακίᾳ. χυλίζουσι δέ τινες καὶ τὰ φύλλα σὺν τῷ καρπῷ· καὶ τὸ κόμμι δ’ ἐκ τῆς αὐτῆς ἀκάνθης γεννᾶται. πλύνεται δ’ εἰς τὰ ὀφθαλμικὰ τριβομένη μεθ’ ὕδα‐ τος ἀποχεομένου τοῦ ἐπιπάγου, ἄχρις ἂν καθαρὸν ἐφίστηται τὸ ὕδωρ, καὶ οὕτως ἀναλαμβάνεται εἰς κυκλίσκους. καίεται δ’ ἐν ὠμῇ χύτρᾳ
10μετὰ κεράμου· ὀπτᾶται δ’ ἐπ’ ἀνθράκων ἐκφυσωμένη. τὸ δὲ τῆς

11

alpha*

17

ἀκάνθης ἀφέψημα καταντλούμενον ἄρθρα λελυμένα ἵστησι. —Γίνεται
δὲ καὶ ἑτέρα ἀκακία ἐν Καππαδοκίᾳ καὶ Πόντῳ, παρεμφέρουσα μὲν τῇ ἐν Αἰγύπτῳ, ἥττων δὲ τῇ δυνάμει καθέστηκεν καὶ εἰς τὰ ὀφθαλμικὰ ἀνεπιτήδειος.

11

alpha*

18

Ἀκαλήφη (οἱ δὲ κνίδην)· δισσὸν εἶδος ταύτης· ἡ μὲν γὰρ ἀγρι‐ ωτέρα καὶ τραχυτέρα καὶ μελαντέρα τοῖς φύλλοις· καρπὸν δ’ ὅμοιον λινοσπέρμῳ ἔχει, πλὴν ἐλάττονα. ἡ δ’ ἑτέρα λεπτόσπερμός τε καὶ οὐχ ὁμοίως τραχεῖα.

11

alpha*

19

Ἄκανθα λευκὴ φύεται ἐν ὄρεσι καὶ ὑλώδεσι τόποις, φύλλα χαμαιλέοντι λευκῷ ἐμφερῆ ἔχουσα, στενότερα δὲ καὶ λευκότερα, ὑπο‐ δάσεα, ἀκανθώδη· καυλὸν ὑπὲρ δύο πήχεας, δακτύλου τοῦ μεγάλου πάχος ἢ καὶ μείζω, ὑπόλευκον, κενόν· ἐπ’ ἄκρου δ’ αὐτοῦ κεφαλὴ
5πρόσεστιν ἀκανθώδης, ἐχίνῳ θαλασσίῳ ἐμφερής, πλὴν ἐλάττων, ἐπι‐ μήκης· ἄνθη πορφυρᾶ, ἐν οἷς τὸ σπέρμα ὡς κνῆκος, στρογγυλώτε‐ ρον δέ.

11

alpha*

20

Ἄκανθα Ἀραβικὴ ἔοικε τῇ λευκῇ ἀκάνθῃ· στύφει.

11

alpha*

21

Ἀκάνθιον ἐμφερῆ τὰ φύλλα τῇ λευκῇ ἀκάνθῃ ἔχει· ἐπ’ ἄκρῳ δ’ ἀκανθώδεις ἐξοχάς, καθ’ ὧν ἀραχνοειδής ἐστι χνοῦς, οὗ συλλεγομέ‐ νου ὑφήν τινα βομβυκοειδῆ γίνεσθαί 〈φασι〉.

11

alpha*

22

Ἄκανθος ἢ μελάμφυλλος ἢ παιδέρως φύεται ἐν παραδείσοις καὶ ἐν πετρώδεσι καὶ ἐνύδροις χωρίοις· ἔχει δὲ πολλῷ πλατύτερα τὰ φύλλα θρίδακος ἐσχισμένα ὡς τὰ τοῦ εὐζώμου, μέλανα, λιπαρά, λεῖα· καυλὸν λεῖον, δίπηχυν, πάχος δακτύλου, ἐκ διαστημάτων πρὸς τῇ κο‐
5ρυφῇ φυλλαρίοις περιειλημμένον καί τισιν οἱονεὶ κιταρίοις ὑπομήκεσιν ὑακινθώδεσιν, ἐξ ὧν τὸ ἄνθος λευκόν· σπέρμα ὑπόμηκες, μήλινον· θυρσοειδὴς δ’ ἡ κεφαλή. ῥίζαι δ’ ὕπεισι γλισχρώδεις, ἔμπυροι, μακραί. —

11

alpha*

23

Γίνεται δὲ καὶ ἀγριωτέρα ἄκανθα ὁμοία σκολύμῳ, ἀκανθώδης, βρα‐ χυτέρα τῆς ἐν παραδείσοις.

11

alpha*

24

Ἄκινος πόα ἐστὶ λεπτόκαρπος, στεφανωτική, παραπλήσιος ὠκίμῳ, δασυτέρα καὶ εὐώδης· παρ’ ἐνίοις δὲ καὶ κηπεύεται.

11

alpha*

25

Ἀκόνιτον ἢ παρδαλιαγχὲς ἢ κυνοκτόνον φύλλα ἔχει τρία ἢ τέσσαρα, ὅμοια κυκλαμίνῳ ἢ σικυωνίῳ, μικρότερα δὲ καὶ τραχέα·
καυλὸς σπιθαμῆς· ῥίζα ὁμοία σκορπίου οὐρᾷ, στίλβουσα ἀλλαβαστροειδῶς.

11

alpha*

26

Ἀκόνιτον ἕτερον, ὃ ἔνιοι λυκοκτόνον καλοῦσι, γεννᾶται δὲ πλεῖστον ἐν Ἰταλίᾳ ἐν τοῖς καλουμένοις Οὐεστίνοις ὄρεσι, διαφέρον τοῦ πρὸ αὐτοῦ· φύλλα δ’ ὅμοια ἔχει πλατάνῳ, μᾶλλον δ’ ἐπεσχισμένα καὶ μικρότερα πολλῷ καὶ μελάντερα· καυλὸν δὲ καθάπερ πτερίδος
5μόσχον ψιλόν, ὕψος πήχεως ἢ καὶ μείζονα· καρπὸν δ’ ἐν λοβοῖς ἐπι‐ μήκεσι ποσῶς· ῥίζας ὥσπερ πλεκτάνας καρίδων μελαίνας.

11

alpha*

27

Ἄκορον τὰ μὲν φύλλα ἔχει ἐμφερῆ ἴριδι, στενότερα δέ, καὶ τὰς ῥίζας οὐκ ἀνομοίους, διαπεπλεγμένας δὲ καὶ οὐκ εἰς εὐθὺ πεφυκυίας, ἀλλὰ πλαγίας καὶ ἐξ ἐπιπολῆς, γόνασι διειλημμένας, ὑπολεύκους, δρι‐ μείας, τῇ δὲ γεύσει καὶ τῇ ὀσμῇ οὐκ ἀηδεῖς· διαφέρει δὲ τὸ λευκόν
5τε καὶ πυκνὸν καὶ ἄβρωτον, πλῆρες καὶ εὐῶδες· τοιοῦτο δ’ ἐστὶ καὶ τὸ ἐν Κολχίδι καὶ τὸ ἐκ τῆς Γαλατίας δ’ ἄσπληνον λεγόμενον.

11

alpha*

28

Ἀκτῆ δισσή· ἡ μέν ἐστι δενδρώδης, κλάδους καλαμοειδεῖς ἔχουσα, στρογγύλους, ὑπολεύκους, εὐμήκεις, κοίλους· τὰ δὲ φύλλα τέσσαρα ἢ πέντε ἐκ διαστημάτων περὶ τὴν ῥάβδον, καρύᾳ βασιλικῇ ὅμοια, βαρύοσμα δὲ καὶ μακρότερα, ἐπ’ ἄκρων δὲ τῶν καυλῶν σκιάδεια περιφερῆ ἔχοντα·
5ἄνθη λευκά· καρπὸν δ’ ἐοικότα τερμίνθῳ τῷ μέλανι, ὑποπόρφυρον, βοτρυοειδῆ, πολύχυλον, οἰνώδη. τὸ δ’ ἕτερον αὐτῆς χαμαιάκτη καλεῖ‐ ται, ὑφ’ ὧν δ’ ἕλειος ἀκτῆ· ἐλάττων καὶ βοτανωδεστέρα, καυλὸν ἔχουσα τετράγωνον, πολυγόνατον· τὰ δὲ φύλλα ἐκ διαστημάτων περὶ ἕκαστον γόνυ τεταρσωμένα, ὅμοια ἀμυγδαλῇ, κεχαραγμένα δ’ ἐν κύκλῳ καὶ
10μακρότερα, βαρύοσμα· σκιάδειον ἐπ’ ἄκρου ὅμοιον τῇ πρὸ αὐτῆς ἔχουσα καὶ ἄνθος καὶ καρπόν· ῥίζα δ’ ὕπεστι μακρά, δακτύλου τὸ πάχος.

11

alpha*

29

Ἄλιμος θάμνος ἐστὶ φραγμίτης, ὅμοιος ῥάμνῳ, οὐκ ἔχων ἀκάν‐ θας· φύλλα ἐλαίᾳ παραπλήσια, πλατύτερα μέντοι. φύεται ἐν παραθαλασ‐ σίοις καὶ κρημνοῖς καὶ φραγμοῖς· λαχανεύεται δ’ αὐτῆς τὰ φύλλα ἑψό‐ μενα εἰς βρῶσιν.

11

alpha*

30

Ἀλθαία ἢ ἐβίσκος μαλάχης ἐστὶν εἶδος ἀγρίας· ἔχει δὲ τὰ φύλλα περιφερῆ ὥσπερ κυκλαμίνου, ἔγχλοα· ἄνθος ῥοδοειδές· καυλὸν τρίπη‐
χυν· ῥίζαν γλίσχραν, λευκὴν ἔνδοθεν.

11

alpha*

31

Ἄλκμαρ (οἱ δὲ δαμασώνιον, οἱ δὲ λύραν καλοῦσι) φύλλα μὲν ἔχει ὅμοια ἀρνογλώσσῳ, στενότερα δὲ καὶ ἐπὶ γῆν κλώμενα· καυλὸς δὲ λεπτός, ἁπλοῦς περὶ πῆχυν, ἔχων κεφάλιον θυρσοειδές· ἄνθη λευκά, ὕπωχρα· ῥίζαι ὡς μέλανος ἐλλεβόρου, λεπταί, εὐώδεις, δριμεῖαι, ὑπο‐
5λίπαροι. ὑδρηλὰ φιλεῖ χωρία.

11

alpha*

32

Ἀλόη φύλλον ἔχει παραπλήσιον σκίλλῃ, παχύ, λιπαρόν, ὑπό‐ πλατυ ἐν τῷ περιφερεῖ εἰς τοὐπίσω περικεκαμμένον· παρ’ ἑκάτερα δὲ τὰ φύλλα ἐκ πλαγίων ἀκάνθια ἀραιά, ἔχοντα κολοβά· καυλὸν ἀνίησιν ἀνθερίκῳ ὅμοιον· ἄνθος δὲ λευκὸν καὶ καρπὸν ἀσφοδέλῳ ἐοικότα·
5βαρύοδμος δ’ ἐστίν, ἀπογευομένῳ πικροτάτη καὶ μονόρριζος, ὥσπερ πάτταλον ἔχουσα τὴν ῥίζαν. γεννᾶται δ’ ἐν Ἰνδίᾳ πλείστη, ἐξ ἧς καὶ τὸ πίεσμα κομίζεται· φύεται δὲ καὶ ἐν τῇ Ἀσίᾳ καί τισι παραθαλασ‐ σίοις τόποις καὶ νήσοις, ὡς ἐν Ἄνδρῳ. οὐκ εὔχρηστος εἰς ὀπισμόν, πρὸς δὲ κόλλησιν τραυμάτων ἐπιτηδεία, λεία καταπλαττομένη. διττὸν
10δ’ ἐστὶ τοῦ χυλίσματος εἶδος· τὸ μὲν ψαμμῶδες, ὅθεν ὑποστάθμη ἔοικεν εἶναι τῆς καθαρωτέρας, τὸ δ’ ἡπατίζον. ἐκλέγου δὲ τὴν λιπαρὰν καὶ ἄλιθον, στίλβουσαν, ὑπόξανθον, εὔθρυπτον, ἡπατίζουσαν, ῥᾳδίως ὑγραινομένην, ἐπιτεταμένην τῇ πικρίᾳ· τὴν μέντοι μέλαιναν καὶ δυσκά‐ τακτον ἀπεκλέγου. δολοῦται δὲ κόμμει, ὅπερ ἐλέγχεται γεύσει καὶ
15πικρίᾳ καὶ ὀσμῆς ἐπιτάσει καὶ τῷ μὴ διαλύεσθαι μέχρι ἐλαχίστου ψή‐ γματος θλιβόμενον ὑπὸ τῶν δακτύλων. ἔνιοι δὲ καὶ ἀκακίαν μίσγουσιν. φώγνυται δὲ καὶ εἰς τὰ ὀφθαλμικὰ ἐπὶ καθαροῦ καὶ διαπύρου ὀστρά‐ κου κινουμένη μύστρῳ, μέχρι ἂν πᾶσα ὁμαλῶς πυρωθῇ· καὶ πλύνεται δὲ χωριζομένου τοῦ ψαμμώδους ὡς ἀχρήστου, λαμβανομένου δὲ τοῦ
20λιπαρωτέρου καὶ λείου.

11

alpha*

33

Ἀλσίνη (οἱ δὲ μυὸς ὦτα· ὠνόμασται δ’ ἀπὸ τοῦ ἔχειν ὅμοια φυλλάρια μυὸς ὠτίοις, ἀλσίνη δὲ διὰ τὸ σκιεροὺς καὶ ἀλσώδεις φιλεῖν τόπους) ἔχει παρόμοια ἑλξίνῃ φύλλα, ταπεινότερα δὲ καὶ μακρότερα, οὐ δασέα· διατριφθεῖσα δὲ σικύων ὄζει.

11

alpha*

34

Ἄλυσσον φρυγάνιόν ἐστιν ὑπότραχυ, μονόκαυλον, φύλλα ἔχον στρογγύλα, παρ’ οἷς ὁ καρπὸς ὡς ἀσπιδίσκια διπλᾶ, ἐν οἷς τὸ σπέρμα ὑπόπλατυ. φύεται ἐν ὀρεινοῖς καὶ τραχέσι χωρίοις.

11

alpha*

35

Ἄλυπον φρυγανώδης ἐστὶ πόα, ὑπέρυθρος, λεπτόφυλλος καὶ λεπτόκαρπος· ἄνθος μαλακὸν καὶ κοῦφον· ῥίζα μεστὴ ὀποῦ δριμέος ὡς ἐπιθύμου. γεννᾶται δ’ ἐν τοῖς παραθαλαττίοις τόποις, μάλιστα τῆς
Λιβύης καὶ ἐν ἄλλοις δὲ χωρίοις πλείστοις.

11

alpha*

36

Ἀμβροσία, ἣν ἔνιοι βότρυν, οἱ δ’ ἀρτεμισίαν ἐκάλεσαν, θαμνίσκος ἐστὶ πολύκλαδος, ὡς δισπίθαμος· τούτου τὰ φύλλα περὶ τὴν ἐκβολὴν τοῦ καυλοῦ, μικρὰ ὡς πηγάνου· τὰ δὲ ῥαβδία περίπλεα σπερματίων, ἐοικότα βοτρυδίοις μηδέπω ἀνθοῦσιν· ὀσμὴ οἰνώδης· ἡ δὲ ῥίζα λεπτή,
5δισπίθαμος. καταπλέκεται δ’ ἐν Καππαδοκίᾳ στεφάνοις.

11

alpha*

37

Ἄμι (οἱ δ’ Αἰθιοπικὸν κύμινον)· γνώριμον τὸ σπερμάτιον, μικρό‐ τερον πολλῷ τοῦ κυμίνου, ὀριγανίζον ἐν τῇ γεύσει· ἐκλέγου δὲ τὸ καθαρὸν καὶ μὴ πιτυρῶδες.

11

alpha*

38

Ἀμμωνιακὸν ὀπός ἐστι νάρθηκος· καλεῖται δ’ ὅλος ὁ θάμνος σὺν τῇ ῥίζῃ ἀγάσυλλος· ἐγκριτέον δὲ τὸ εὔχρουν καὶ ἄξυλον, λιβανί‐ ζον τοῖς χόνδροις, καθαρόν, πυκνόν, μηδεμίαν ἔχον ῥυπαρίαν, καστορί‐ ζον τῇ ὀσμῇ, πικρὸν δὲ τῇ γεύσει. καλεῖται δὲ τὸ τοιοῦτο θραῦσμα,
5τὸ δὲ γεῶδες ἢ λιθῶδες φύραμα. γεννᾶται δ’ ἐν Λιβύῃ τῇ κατ’ Ἄμ‐ μωνα, χυλὸς ὢν δένδρου ναρθηκώδους.

11

alpha*

39

Ἀμόργη ὑποστάθμη ἐστὶν ἐλαίου, ἥτις ἑψηθεῖσα ἐν χαλκῷ Κυ‐ πρίῳ μέχρι μελιτώδους συστάσεως στύφει, ποιοῦσα πρὸς ἃ καὶ τὸ λύκιον.

11

alpha*

40

Ἄμπελος ἀγρία κλήματα ἀνίησι μακρὰ ὡς ἀμπέλου οἰνοφόρου, ξυλώδη, τραχέα· φύλλα δ’ ὅμοια στρύχνῳ κηπαίῳ, πλατύτερα δὲ καὶ μακρότερα· ἄνθος ὡς τρίχας βοτρυοειδεῖς· καρπὸν δὲ βοτρυδίοις ὅμοιον μικροῖς, πεπαινόμενον, ἐρυθρόν· περιφερὲς δὲ τὸ σχῆμα τῶν κόκκων.

11

alpha*

41

Ἄμπελος λευκή (οἱ δὲ βρυωνίαν, οἱ δὲ φιλοστάφυλον, οἱ δὲ χελιδόνα, οἱ δὲ ψίλωθρον), ἧς τὰ φύλλα καὶ αἱ ἕλικες ὅμοιαι τῇ ἡμέρῳ ἀμπέλῳ· δασύτεροι δὲ πάντες καὶ ἐμπλέκονται τοῖς παρακειμέ‐ νοις θάμνοις ταῖς ἕλιξιν· καρπὸν δ’ ἔχει βοτρυώδη, πυρρόν, ᾧ ψιλοῦ‐
5ται τὰ δέρματα. ταύτης οἱ ἀσπάραγοι ἑφθοὶ ἐσθίονται, οὔρησιν καὶ κοιλίαν κινοῦντες.

11

alpha*

42

Ἄμπελος μέλαινα, ἣν ἰδίως βρυωνίαν καλοῦσί τινες, οἱ δὲ Χειρώνειον ἄμπελον, φύλλα ἔχει κισσῷ ὅμοια, μᾶλλον δὲ πρὸς τὰ τῆς σμίλακος· καὶ ὁ καυλὸς δέ· μείζονα δὲ πάντα· ἐλλαμβάνεται δὲ καὶ αὐτὴ τῶν δένδρων ταῖς ἕλιξι· καρπὸς δὲ βοτρυώδης, χλωρὸς
5κατ’ ἀρχήν, πεπανθεὶς δὲ μέλας· ῥίζα μέλαινα ἔξωθεν, ἔσωθεν δὲ πυξοειδής.

11

alpha*

43

Ἄμπελος ἀγρία διττή· ἡ μὲν γάρ τις αὐτῆς οὐ περκάζει τὴν σταφυλήν· ἄχρι δ’ ἀνθήσεως ἄγει τὴν λεγομένην οἰνάνθην· ἡ δέ τις καὶ τελεσφορεῖ, μικρόρραγος οὖσα καὶ μέλαινα καὶ στυπτική.

11

alpha*

44

Ἀμυγδαλῆς πικρᾶς ἡ ῥίζα ἀφεψηθεῖσα λεία ἐφήλεις τὰς ἐν προσώπῳ ἀποκαθαίρει. καὶ αὐτὰ δὲ τὰ ἀμύγδαλα κατακλασθέντα τὸ αὐτὸ ποιεῖ· προστιθέμενα δ’ ἄγει καταμήνια, κεφαλαλγίαις ἀρήγει, τοῦ μετώπου καταπλασσομένου μετ’ ὄξους καὶ ῥοδίνου, καὶ πρὸς ἐπι‐
5νυκτίδας σὺν οἴνῳ, πρὸς δὲ σηπεδόνας καὶ ἕρπητας καὶ κυνόδηκτα σὺν μέλιτι ἁρμόζει· ἐσθιόμενά τέ ἐστιν ἀνώδυνα, μαλακτικὰ κοιλίας, ὑπνωτικά, οὐρητικά, καὶ πρὸς αἵματος ἀναγωγὰς μετ’ ἀμύλου καὶ ἡδυόσμου λαμβανόμενα, πρὸς δὲ νεφριτικοὺς καὶ περιπνευμονικοὺς σὺν ὕδατι πινόμενα.

11

alpha*

45

Ἄμυλον ἄριστον τὸ ἐκ πυροῦ καθαροῦ πλυνομένου καὶ βρεχο‐ μένου ἐν ὕδατι γλυκεῖ ἀποχεομένου πεντάκις τῆς ἡμέρας, εἰ δυνατὸν δέ, καὶ τῆς νυκτός· ὅταν δὲ μαλακὸς γένηται, πράως τὸ ὕδωρ ἐκχεῖν δεῖ χωρὶς τοῦ κινεῖν, ἵνα μὴ συνεκκλύζηται τὸ νόστιμον· ἐπὰν δὲ
5καταστῇ μαλακώτατος γενόμενος, ἀπηθήσας τὸ ὕδωρ τρίβειν τοῖς ποσίν, εἶτα ὕδωρ ἐπιχέοντας ἀναιρεῖσθαι τὸ ἐφιστάμενον πίτυρον ἠθμῷ καὶ τὸ λοιπὸν διηθήσαντας βάλλειν εἰς ὑλιστῆρα, διυλίσαντας δ’ εὐθέως ψύχειν ἐπὶ κεραμίδων καινῶν ἐν ἡλίῳ ὀξυτάτῳ· ἔνικμον γὰρ κἂν ἐπ’ ὀλίγον μένῃ, ὀξίζει.

11

alpha*

46

Ἄμωμον κάλλιστόν ἐστι τὸ Ἀρμένιον, χρυσίζον τὴν χρόαν, ἔχον δὲ τὸ ξύλον ὑπόκιρρον, εὐῶδες ἱκανῶς· τὸ δὲ Μηδικὸν διὰ τὸ ἐν πεδίοις καὶ ἐφύδροις τόποις φύεσθαι ἀδυναμώτερον μέγα καὶ χλωρὸν καὶ πρὸς τὴν ἁφὴν ἁπαλὸν καὶ ἰνῶδες τοῖς ξύλοις, ὀριγανίζον τῇ
5ὀσμῇ· τὸ δὲ Ποντικὸν ὑπόκιρρον, δύσθραυστον, βοτρυῶδες, πλῆρες καρποῦ καὶ τῇ ὀσμῇ πληκτικόν. ἐκλέγου δὲ τὸ πρόσφατον καὶ λευκὸν ἢ ὑπέρυθρον, οὐ πεπιεσμένον που ἢ συμπεπλεγμένον, λελυμένον δὲ καὶ διακεχυμένον, σπέρματος πλῆρες ὁμοίου βοτρυδίοις, βαρὺ σφόδρα τε εὐῶδες, δίχα εὐρῶτος καὶ δριμύττον τὴν γεῦσιν, ἁπλοῦν τὴν χρόαν
10καὶ μὴ ποικίλον. δολίζουσι δέ τινες τὸ ἄμωμον τῇ λεγομένῃ ἀμωμιάδι ἐμφερεῖ οὔσῃ τῷ ἀμώμῳ, ἀνόσμῳ μέντοι καὶ ἀκάρπῳ, γεννωμένῃ δ’ ἐν Ἀρμενίᾳ, ἄνθος δ’ ἐχούσῃ ἐμφερὲς ὀριγάνῳ· ἀεὶ δ’ ἐν ταῖς τῶν τοι‐ ούτων δοκιμασίαις τὰ θραύσματα φεῦγε· ἐκλέγου δὲ τὰ ἀπὸ μιᾶς ῥίζης
ἔχοντα τοὺς ἰδίους κλάδους τελείους.

11

alpha*

47

Ἀναγαλλίς· διττόν ἐστιν εἶδος αὐτῆς διαφέρον ἄνθει· ἡ μὲν γὰρ κυάνεον ἔχουσα τὸ ἄνθος θήλεια λέγεται, ἡ δὲ φοινικοῦν ἄρρην.

11

alpha*

48

Ἀνάγυρον (οἱ δ’ ἕλκοπον) θάμνος ἐστὶ τοῖς φύλλοις καὶ ταῖς ῥάβδοις προσεμφερὴς ἄγνῳ, δενδρώδης, βαρύοδμος ἰσχυρῶς· ἄνθη κράμβῃ ἐοικότα· καρπὸς ἐν κερατίοις μικροῖς· τὸ σχῆμα νεφρῶν· ποικίλος, στερεός, σκληρύνεται δὲ περὶ τὸν τῆς σταφυλῆς πεπασμόν.

11

alpha*

49

Ἀνδρόσακες γεννᾶται μὲν ἐν Συρίᾳ ἐν παραθαλασσίοις τόποις· πόα δ’ ἐστὶ λευκή, λεπτόκαρπος, πικρά, ἄφυλλος, θυλάκιον ἐπὶ τῆς κεφαλῆς ἔχουσα, περιεκτικὸν σπέρματος.

11

alpha*

50

Ἀνδρόσαιμον (οἱ δὲ Διονυσιάδα, οἱ δ’ ἄσκυρον) θάμνος ἐστὶ λεπτόκαρπος, φρυγανώδης, πεφοινιγμένος τὰ ῥαβδία· φύλλα τριπλάσια πηγάνου, ἃ θλιβέντα οἰνώδη χυμὸν ἀνίησι· μασχάλας τε ἔχει πλείους ἐπ’ ἄκρῳ τεταρσωμένας, περὶ ἃς ἀνθύλλια μικρὰ μήλινα ἐν καλυκίοις·
5καρπὸς ὅμοιος τῷ τῆς μελαίνης μήκωνος οἱονεὶ κατάγραφος· ἀνατρι‐ φθεῖσα δ’ ἡ κόμη ῥητινώδη ὀσμὴν προσδίδωσιν.

11

alpha*

51

Ἀνεμώνη δισσή· ἡ μὲν ἥμερος, ἡ δ’ ἀγρία, καὶ τῆς μὲν ἡμέρου ἡ μέν τις φοινικᾶ φέρει τὰ ἄνθη, ἡ δ’ ὑπόλευκα, γαλακτίζοντα ἢ πορφυρᾶ· φύλλα δ’ ἔχει κοριοειδῆ, λεπτοσχιδέστερα πρὸς τῇ γῇ· καυλία ἰνώδη, λεπτά, ὑπὲρ ὧν τὰ ἄνθη ὥσπερ μήκωνος, καὶ μέσα κεφάλια
5μέλανα ἢ κυανίζοντα· ῥίζα κατὰ μέγεθος ἐλαίας ἢ μείζων οἱονεὶ γό‐ νασι διειλημμένη. ἡ δ’ ἀγριωτέρα κατὰ πάντα μείζων τῆς ἡμέρου καὶ τοῖς φύλλοις πλατυτέρα καὶ σκληροτέρα· τὴν δὲ κεφαλὴν ἐπι‐ μηκεστέραν ἔχει· ἄνθος φοινικοῦν· ῥιζάρια λεπτὰ καὶ πλείονα· ἡ δέ τις ἔχει φύλλα μέλανα, δριμυτέρα οὖσα. οἱ δὲ μὴ δυνάμενοι διορίζειν
10ἀπὸ τῆς ἀγρίας ἀνεμώνης τὴν λεγομένην ἀργεμώνην ὀνομάζουσι καὶ τὴν ῥοιάδα μήκωνα, περὶ ἧς ἐν ταῖς μηκώνισιν ἱστορήσομεν· διὰ γὰρ τὸ τῶν ἀνθῶν ὁμόχρουν φοινικοῦν ὑπάρχον πλανῶνται καὶ τὴν Εὐπα‐ τορίαν ἀργεμώνην ὀνομάζουσι· πλὴν τῆς ἀργεμώνης ἧττον βαθὺ τὸ φοινικοῦν ἐστὶ καὶ τῆς ῥοιάδος· ὀψιαίτερόν τε αὗται τῶν ἀνεμωνῶν
15ἀνθοῦσι· καὶ ἡ μὲν ἀργεμώνη ὀπὸν ἀνίησι κροκίζοντα καὶ δριμὺν πρὸς τὴν γεῦσιν ἰσχυρῶς, ἡ δὲ ῥοιὰς λευκὸν καὶ δριμύν. ἀμφότεραι δὲ μεταξὺ κεφάλια μήκωνι ἀγρίᾳ παραπλήσια ἔχουσι· πλὴν τὸ μὲν τῆς
ἀργεμώνης ἄνωθεν ὑπόπλατυ, τὸ δὲ τῆς ῥοιάδος ὑπόστενον· τὸ δὲ τῆς ἀνεμώνης οὔτε ὀπὸν ἀνίησιν οὔτε κωδύαν ἔχει, ἀλλ’ οἱονεὶ ἀσπα‐
20ράγου ἄκρον· ἐν ἀρούραις τε τὸ πλέον ἐκεῖναι φύονται.

11

alpha*

52

Ἀνηθίνου σκευασία· ἐλαίου παλαιοῦ 𐆃 ια 𐆄 ηʹ· ἀνήθου ἄνθος τὸ αὐτὸ ἐναπόβρεχε τῷ ἐλαίῳ ἡμέραν μίαν, εἶτ’ ἐκπίεζε ταῖς χερσὶ καὶ ἀπήθει· ἐὰν δὲ θέλῃς διάβροχον ποιῆσαι, πρόσφατον ἄνηθον ὡσαύ‐ τως ἀπόβρεχε. δύναται δὲ μαλάσσειν τὰ περὶ μήτραν καὶ ἀναστομοῦν,
5ἁρμόζον καὶ πρὸς τὰ κατὰ περίοδον ῥίγη, θερμαῖνον καὶ κόπους λῦον καὶ ἀλγήματα ἄρθρων ὠφελοῦν.

11

alpha*

53

Ἀνθεμὶς ἢ λευκάνθεμον ἢ ἡράνθεμον ἢ χαμαίμηλον (οἱ δὲ μηλάνθεμον, οἱ δὲ χρυσοκαλλίαν, οἱ δὲ καλλίαν)· ταύτης εἴδη τρία, ἄνθεσι μόνον διαφέροντα· τὰ γὰρ κεφάλια περιφερῆ ὄντα ἔνδοθεν μὲν λευκὰ καὶ χρυσίζον ἀνθύλλιον ἔχοντα· ἔξωθεν δὲ περίκεινται κυκλο‐
5τερῶς λευκὰ ἢ μήλινα ἢ πορφυρᾶ. συλλέγεται δ’ ἔαρος.

11

alpha*

54

Ἀνθυλλὶς διττή· ἡ μὲν γὰρ φακῷ παραπλήσια φύλλα καὶ κλωνία ἔχει, σπιθαμῆς ὕψος, ὀρθὰ δὲ καὶ τὰ φύλλα καὶ μαλακά· ῥίζα δὲ λεπτή, μικρά. φύεται ἐν ὑφάλμοις καὶ εὐηλίοις· γευσαμένῳ ὑφάλυ‐ κος. ἡ δ’ ἑτέρα χαμαιπίτυϊ τὰ φύλλα καὶ τὰ κλωνία ἔοικε, δασυτέρα
5δέ· ἄνθος πορφυροειδές, βαρύοσμον ἰσχυρῶς· ῥίζα ὥσπερ κιχορίου.

11

alpha*

55

Ἀνωνίς (οἱ δ’ ὀνωνίδα)· κλῶνες σπιθαμιαῖοι καὶ μείζονες, θαμ‐ νοειδεῖς, πολυγόνατοι, μασχάλας ἔχοντες πολλάς· κεφάλια περιφερῆ· φυλλάρια μικρά, λεπτὰ πρὸς τὰ τοῦ πηγάνου ἢ λωτοῦ τοῦ ἐν χορτο‐ κοπίοις, ὑποδασέα, εὐώδη καὶ οὐκ ἀηδῆ. ἁλμεύεται δὲ πρὸ τοῦ ἀκαν‐
5θοφορῆσαι καὶ ἔστιν ἡδίστη· ἔχουσι δὲ καὶ οἱ κλάδοι ἀκάνθας ὀξείας, σκολοποειδεῖς, στερεάς, παχείας· ῥίζαν δὲ στερεάν, λευκήν.

11

alpha*

56

Ἀπαρίνη (οἱ δὲ φιλάνθρωπον) σπέρμα ἔχει σκληρόν, στρογ‐ γύλον, ὑπόκοιλον ἐκ μέσου ὡς ὀμφαλός· προσέχεται δὲ καὶ ἱματίοις ἡ πόα. χρῶνται δ’ αὐτῇ οἱ ποιμένες ἀντὶ ἠθμοῦ 〈ἐπὶ〉 τοῦ γάλακτος πρὸς ἔκληψιν τῶν ἐν αὐτῷ τριχῶν.

11

alpha*

57

Ἄπιος (οἱ δ’ ἰσχιάδα, οἱ δὲ χαμαιβάλανον ἀγρίαν, οἱ δὲ λινό‐ ζωστιν καλοῦσιν)· κλωνία δύο ἢ τρία ἀπὸ γῆς ... αἴροντα τὰ φύλλα,
πηγάνῳ ἐοικότα, ἐπιμηκέστερα, χλωρά· καρπὸς μικρός· ῥίζαι ἀσφοδέλῳ παραπλήσιαι, στρογγυλώτεραι δὲ καὶ πρὸς τὸ τῆς ἀπίου σχῆμα· μεστὴ
5ὀποῦ, φλοιὸν ἔχουσα ἔξωθεν μέλανα, ἔνδοθεν δὲ λευκόν.

11

alpha*

58

Ἀργεμώνη ὅλον μέν ἐστιν ὅμοιον ἀγρίᾳ μήκωνι, τὸ δὲ φύλλον ἀνεμώνης ἐσχισμένης ὅμοιον· καυλὸν ἄνθει φοινικοῦν, κεφαλὴν δ’ ἐοικυῖαν μήκωνι ῥοιάδι, ἐπιμηκεστέραν δὲ καὶ πλατεῖαν κατὰ τὰ ἄνω‐ θεν μέρη· ῥίζαν στρογγύλην· ὀπὸν δ’ ἀνίησι κροκίζοντα, δριμύν.

11

alpha*

59

Ἀρίσαρον μικρόν ἐστι βοτάνιον ῥίζαν ἔχον ὡς ἐλαίας τὸ μέγε‐ θος· ἔστι δὲ δριμυτέρα τοῦ ἄρου.

11

alpha*

60

Ἀριστολοχεία ἡ μὲν στρογγύλη φύλλα ἔχει κισσοειδῆ, εὐώδη μετὰ δριμύτητος, ὑποστρόγγυλα, ἁπαλὰ περὶ πολλοῖς βλαστοῖς ἐκ μιᾶς ῥίζης· τὰ δὲ κλήματα ἐπιμήκη· ἄνθη λευκὰ οἷον πιλίσκους, τὸ δ’ ἐν αὐτοῖς ἐρυθρὸν δυσῶδες. ἡ δὲ μακρὰ φύλλα ἔχει ἐπιμηκέστερα τῆς
5στρογγύλης καὶ τὰ κλωνία λεπτὰ ὡς σπιθαμῆς· ἄνθος ἐμπόρφυρον, δυσῶδες, ὅπερ ἐξανθῆσαν ἀπίῳ παραπλήσιον γίνεται. ἡ δὲ ῥίζα τῆς μὲν στρογγύλης περιφερής, γογγυλίδι παραπλησία, ἡ δὲ τῆς μακρᾶς δακτύλου τὸ πάχος ἔχει, σπιθαμιαία ἢ καὶ μείζων οὖσα· ἀμφότεραι δὲ τὰ φύλλα πυξοειδεῖς ἔνδοθεν, πικραὶ τὴν γεῦσιν καὶ βρωμώδεις. ἔστι
10δέ τις καὶ τρίτη μακρά, ἣ καὶ κληματῖτις καλεῖται, κλωνία ἔχουσα λεπτά, φύλλοις ὑποστρογγύλοις ἀειζῴου μικροῦ ἐμφερέσι περίπλεα ἀνθῶν ἐοικότων πηγάνῳ· ῥίζας μακροτάτας, λεπτάς, φλοιὸν ἐχούσας παχὺν καὶ ἀρωματίζοντα, ἰδίως χρησιμεύοντα μυρεψοῖς.

11

alpha*

61

Ἄρκιον (οἱ δὲ προσωπίδα καλοῦσιν) ὅμοια τὰ φύλλα ἔχει τοῖς τῆς κολοκύνθης, μείζονα μέντοι καὶ σκληρότερα καὶ μελάντερα, δασέα· ἄκαυλος δ’ ἡ πόα· ῥίζα μεγάλη, λευκή.

11

alpha*

62

Ἄρκτιον (οἱ δ’ ἀρκτοῦρον) φλόμῳ τὰ φύλλα ἔχει ἐοικότα, δασύτερα δὲ καὶ στρογγυλώτερα· ῥίζαν ἁπαλήν, λευκήν, γλυκεῖαν· καυλὸν δὲ μακρόν, μαλακόν· καρπὸν δὲ κυμίνῳ μικρῷ ὅμοιον.

11

alpha*

63

Ἀρνόγλωσσον (οἱ δ’ ἑπτάνευρον, οἱ δὲ πολύνευρον) διττόν ἐστι, μικρὸν καὶ μέγα. ἔχει δὲ τὸ μὲν μικρὸν φύλλα μακρότερα καὶ στενότερα καὶ λειότερα· καυλὸν γωνοειδῆ κεκλιμένον ὡς ἐπὶ τὴν γῆν· ἄνθη ὠχρά· τὸ σπέρμα ἐπ’ ἄκρῳ τῷ καυλῷ. τὸ δὲ μεῖζον εὐερνέστε‐
5ρον, πλατύφυλλον, λαχανῶδες· καυλὸς δὲ καὶ ἐπὶ τούτῳ γωνοειδής, ὑπέρυθρος, ὕψος πήχεως, ἐκ μέσου μέχρι κορυφῆς σπέρματι περι‐ εχόμενος λεπτῷ· ῥίζαι ἁπαλαὶ ὕπεισι, πολλαί, δασεῖαι, λευκαί, πάχος
δακτύλου.

11

alpha*

64

Ἄρον τὸ καλούμενον λοῦφας παρὰ Σύροις φύλλα ἀνίησι τοῖς τοῦ δρακοντίου ὅμοια, μικρότερα δὲ καὶ ἀσπίλωτα· καυλὸν σπιθαμιαῖον, ὑπόκιρρον, ὑπεροειδῆ, ἐφ’ οὗ ὁ καρπὸς κροκίζων· ῥίζα λευκὴ πρὸς τὴν τοῦ δρακοντίου, ἥτις καὶ ἕψεται ἐσθιομένη, ἧττον οὖσα δριμεῖα.
5ταριχεύεται δὲ τὰ φύλλα εἰς βρῶσιν καὶ καθ’ ἑαυτὰ ξηραινόμενα ἑψόμενα ἐσθίεται.

11

alpha*

65

Ἀρτεμισία φύεται μὲν ὡς τὸ πολὺ ἐν παραθαλαττίοις τόποις· πόα θαμνοειδής, παρόμοιος ἀψινθίῳ, μείζων δὲ καὶ λιπαρώτερα τὰ φύλλα ἔχουσα· καὶ ἡ μέν τις αὐτῆς εὐερνής, πλατύτερα τὰ φύλλα ἔχουσα καὶ τὰς ῥάβδους, ἡ δὲ λεπτότερα· ἄνθη μικρά, λευκά, βαρύ‐
5οσμα· θέρους δ’ ἀνθεῖ. ἔνιοι δὲ τῶν ἐν μεσογείοις λεπτοκαρφότερον βοτάνιον ἁπλοῦν, τῷ καυλῷ σφόδρα μικρόν, ἄνθους περίπλεον τὴν χρόαν κηροειδοῦς λεπτοῦ, καλοῦσιν ἀρτεμισίαν· ἔστι δ’ εὐωδεστέρα τῆς πρὸ αὐτῆς.

11

alpha*

66

Ἄσαρον φύλλα ἔχει κισσῷ ὅμοια, μικρότερα δὲ πολλῷ καὶ στρογγυλώτερα· ἄνθος μεταξὺ τῶν φύλλων, πρὸς τῇ ῥίζῃ πορφυροῦν, ὑοσκυάμῳ ἢ κυτίνῳ ἐμφερές, ἐφ’ οὗ τὸ σπέρμα ἐοικὸς γιγάρτῳ· ῥίζαι δ’ ὕπεισι πολλαί, γονατώδεις, λεπταί, πλατεῖαι, ὅμοιαι ἀγρώστει, ἰσχνό‐
5τεραι μέντοι πολλῷ καὶ εὐώδεις, θερμαίνουσαι καὶ δάκνουσαι λίαν τὴν γλῶτταν. φύεται δ’ ἐν ὑποσκίοις ὄρεσι· πλεῖστον δ’ ἐν Πόντῳ καὶ ἐν Φρυγίᾳ καὶ Ἰλλυρίδι καὶ ἐν Οὐεστίνοις τῆς Ἰταλίας.

11

alpha*

67

Ἀσκληπιὰς κλωνία ἀνίησι μακρά, ἐφ’ ὧν τὰ φύλλα κισσῷ ὅμοια· ῥίζας δὲ πολλὰς καὶ λεπτάς, εὐώδεις· ἄνθος βαρύοσμον· σπέρμα ὡς πελεκίνου. φύεται ἐν ὄρεσιν.

11

alpha*

68

Ἄσκυρον (οἱ δ’ ἀνδρόσαιμον)· καὶ τοῦτο εἶδός ἐστιν ὑπερικοῦ μεγέθει διαφέρον, κλωσὶ μεῖζον, φρυγανωδέστερόν τε καὶ πεφοινιγμέ‐ νον· ἄνθη δὲ μήλινα φέρει καὶ καρπὸν ὑπερικῷ ὅμοιον, ὄζοντα ῥητί‐ νης καὶ ἐν τῷ παρατριβῆναι οἱονεὶ αἱμάττοντα τοὺς δακτύλους, ὡς διὰ
5τοῦτο καὶ ἀνδρόσαιμον καλεῖσθαι.

11

alpha*

69

Ἀσπάλαθος καλός ἐστιν ὁ βαρὺς καὶ μετὰ τὸ περιφλοιωθῆναι ὑπέρυθρος ἢ πορφυρίζων, πυκνός, εὐώδης, πικρίζων ἐν τῇ γεύσει. ἔστι δὲ καὶ ἕτερον εἶδος αὐτοῦ λευκόν, ξυλῶδες, ἄνοσμον, ὃ δὴ χεῖρον καθέστηκεν.

11

alpha*

70

Ἄσπληνος (οἱ δὲ σκολοπένδριον, οἱ δ’ ἡμιόνιον, οἱ δὲ πτέρυγα)
ἔχει φύλλα σκολοπένδρῃ τῷ θηρίῳ ὅμοια, πλείονα ἀπὸ μιᾶς ῥίζης, φυόμενα ἐν πέτραις καὶ τοίχοις τοῖς ἐκ τῶν καχλάκων ἐν παλισκίοις, ἄκαυλα, ἀνάνθη, ἄκαρπα, ἐντετμημένα ὡς τὸ τοῦ πολυποδίου, κάτωθεν
5ὑπόξανθα καὶ δασέα, ἄνωθεν δὲ χλωρά.

11

alpha*

71

Ἀστράγαλος· θάμνος μικρὸς ἐπὶ γῆς, φύλλοις καὶ κλωνίοις ὅμοιος ἐρεβίνθῳ· ἄνθη πορφυρᾶ, μικρά· ῥίζα δ’ ὕπεστι στρογγύλη ὥσπερ ῥάφανος, εὐμεγέθης, παραφυάδας ἔχουσα στερεάς, μελαίνας, σκληροτάτας ὡς κέρατα, ἀντεμπεπλεγμένας ἀλλήλαις, γευσαμένῳ στυπτι‐
5κάς. φύεται ἐν τόποις εὐηνέμοις καὶ χιονιζομένοις. πολλὴ δ’ ἐν Φενεῷ τῆς Ἀρκαδίας.

11

alpha*

72

Ἀστὴρ Ἀττικὸς ἢ βουβώνιον· ῥαβδίον ξυλῶδες, ἐπ’ ἄκρου ἔχον ἄνθος μήλινον ὥσπερ ἀνθεμίδος· κεφάλιον περισχιδές· ἔχει δὲ φυλλάρια ἀστέρι ὅμοια, τὰ δὲ περὶ τὸν καυλὸν φύλλα ἐπιμήκη καὶ δασέα.

11

alpha*

73

Ἄσφαλτος· διαφέρει ἡ Ἰουδαϊκὴ τῆς λοιπῆς· ἔστι δὲ καλὴ ἡ πορφυροειδῶς στίλβουσα, εὔτονος ἐν τῇ ὀσμῇ καὶ βαρεῖα· ἡ δὲ μέλαινα καὶ ῥυπώδης φαύλη· δολοῦται γὰρ πίσσης μιγνυμένης. γεννᾶται δ’ ἐν Φοινίκῃ καὶ Σιδῶνι καὶ Βαβυλῶνι καὶ Ζακύνθῳ. καλεῖταί τι καὶ νέπτα
5ἤτοι ἄφθα, ὅπερ ἐστὶ τῆς Βαβυλωνίας ἀσφάλτου περιήθημα, τῷ χρώ‐ ματι λευκόν, εὑρίσκεται δὲ καὶ μέλαν, δύναμιν ἔχον ἁρπακτικὴν πυρός, ὥστε καὶ ἐκ διαστήματος ἁρπάζειν τοῦτο, ὅπερ πρὸς ὑποχύσεις καὶ λευκώματα χρησιμεύει.

11

alpha*

74

Ἀτρακτυλλὶς ἢ κνῆκον ἄγριον ἄκανθά ἐστιν ἐοικυῖα κνήκῳ, μικροτέρα πολλῷ, φύλλα ἔχουσα ἐπ’ ἄκρῳ τῷ ῥαβδίῳ, τὸ δὲ πλεῖον γυμνόν· ᾧ καὶ αἱ γυναῖκες χρῶνται ἀντὶ ἀτράκτου· ἔχει δὲ καὶ κόμην ἐπ’ ἄκρου ἀκανθώδη· ἄνθος ὠχρόν· ῥίζα λεπτή.

11

beta

1

Βαλαύστιον· ἄνθος ἐστὶν ἀγρίας ῥοιᾶς· εἴδη δ’ αὐτοῦ πλείονα· εὑρίσκεται γὰρ καὶ λευκὸν καὶ πορφυροῦν καὶ ῥοδόχρουν· ἔοικε δὲ κυτίνῳ ῥοιᾶς καὶ χυλίζεται ὡς ἡ ὑποκιστίς, ποιοῦσα πρὸς ὅσα ἡ ὑπο‐
κιστὶς καὶ ὁ κύτινος.

11

beta

2

Βάκχαρις βοτάνη ἐστὶν εὐώδης στεφανωτική, ἧς τὰ φύλλα τραχέα· καυλὸς γωνιοειδής, πήχεως τὸ ὕψος, ὑπότραχυς, ἔχων καὶ παραφυλλάδας· ἄνθη δὲ πορφυρᾶ, ὑπόλευκα· ῥίζα ὁμοία ταῖς τοῦ μέλανος ἐλλεβόρου, ἐοικυῖα τῇ ὀσμῇ κινναμώμῳ. φιλεῖ δὲ τραχέα καὶ
5ἔνικμα χωρία.

11

beta

3

Βάλανος μυρεψικ· καρπός ἐστι δένδρου μυρίκῃ ἐοικότος, ὅμοιος τῷ λεγομένῳ Ποντικῷ καρύῳ· οὗ τὸ ἐντὸς θλιβόμενον ὥσπερ τὰ πικρὰ ἀμύγδαλα ἐξίησιν ὑγρόν, ᾧ εἰς τὰ πολυτελῆ μύρα ἀντ’ ἐλαίου χρῶνται. γεννᾶται δ’ ἐν Αἰθιοπίᾳ καὶ ἐν Αἰγύπτῳ καὶ ἐν Ἀραβίᾳ καὶ
5ἐν τῇ κατὰ τὴν Ἰουδαίαν Πέτρᾳ. διαφέρει δ’ αὐτῆς ἡ νέα καὶ πλήρης καὶ λευκὴ καὶ εὐλέπιστος.

11

beta

4

Βαλλωτή (οἱ δὲ μέλαν πράσιον καλοῦσι) καυλοὺς ἀνίησι τετρα‐ γώνους, μέλανας, ὑποδάσεις, ἐκ μιᾶς ῥίζης πλείονας· φύλλα δὲ πρασίῳ ὅμοια, μείζονα δὲ καὶ στρογγυλώτερα, μέλανα καὶ δασέα ἐκ διαστη‐ μάτων τοῦ καυλοῦ, παραπλήσια μελισσοφύλλῳ, δυσώδη, ὅθεν καὶ
5τοῦτό τινες μελισσόφυλλον ὠνόμασαν· καὶ τὰ ἄνθη δὲ περίκειται τοῖς καυλοῖς τροχοειδῶς.

11

beta

5

Βάτος Ἰδαία ἐκλήθη μὲν διὰ τὸ πολλὴν ἐν τῇ Ἴδῃ γεννᾶσθαι· ἔστι δ’ ἁπαλωτέρα πολλῷ τῆς πρὸ αὐτῆς, ἀκάνθας μικρὰς ἔχουσα· εὑρίσκεται δὲ καὶ χωρὶς ἀκάνθης.

11

beta

6

Βατράχιον (οἱ δὲ σέλινον ἄγριον)· τούτου πλείονά ἐστιν εἴδη· ἔχει δὲ τὸ μὲν αὐτῶν κορίῳ φύλλα ὅμοια, πλατύτερα καὶ ὑπόλευκα καὶ λιπαρά· ἄνθος μήλινον, ἐνίοτε δὲ πορφυροῦν· καυλὸν οὐ παχύν, ὅσον πηχυαῖον· ῥίζαν λευκήν, μακράν, ἔχουσαν ἀπόφυσιν ὡς ἐλλεβό‐
5ρου. φύεται παρὰ ῥεῖθρα. ἔστι δὲ καὶ ἕτερον γονατωδέστερον καὶ μακροκαυλότερον, ἐντομὰς ἔχον τῶν φύλλων πλείους, δριμύτατον· καὶ τρίτον σφόδρα μικρὸν καὶ δύσοσμον, τῷ ἄνθει ἐγχρυσίζον· καὶ τέταρτον ἐοικὸς τούτῳ, τῷ ἄνθει γαλάκτινον.

11

beta

7

Βδέλλιον δάκρυόν ἐστι δένδρου Ἀραβικοῦ· δόκιμον δ’ αὐτοῦ τὸ τῇ γεύσει πικρόν, διαυγές, ταυροκολλῶδες, λιπαρὸν διὰ βάθους καὶ εὐμάλακτον, ἀμιγὲς ξύλων καὶ ῥυπαρίας, εὐῶδες ἐν τῇ θυμιάσει, ἐοικὸς ὄνυχι· ἔστι δέ τι ῥυπαρὸν καὶ μέλαν, ἁδρόβωλον, παλαθῶδες, κομιζό‐
5μενον ἀπὸ τῆς Ἰνδικῆς· κομίζεται δὲ καὶ ἀπὸ τῆς Πετραίας, ῥητινῶ‐ δες, ὑποπέλιον, δευτερεῦον τῇ δυνάμει. δολοῦται μιγνυμένου κόμμεως· τὸ δὲ τοιοῦτο οὐχ ὁμοίως πικραίνει τὴν γεῦσιν, ἔν τε τῇ θυμιάσει
οὐχ οὕτως εὐῶδες.

11

beta

8

Βεττονικὴ πόα ἐστὶν ἔχουσα φύλλα ὅμοια λαπάθῳ ἀγρίῳ, μελάντερά τε καὶ δασύτερα, στύφοντα ἐν τῇ γεύσει· καυλὸν δ’ ἀνίησιν οὐ μέγαν, ῥίζαν δὲ λεπτὴν καὶ βραχεῖαν· χυλίζεται δ’ αὐτῆς τὰ φύλλα καὶ ἐν ἡλίῳ καὶ πυρὶ συστρέφεται.

11

beta

9

Βήχιον φύλλα ἔχει καθάπερ κισσοῦ, μείζονα δέ, ἓξ ἢ ἑπτὰ ἀπὸ τῆς ῥίζης, ἐκ μὲν τῶν πρὸς τὰ κάτω λευκά, ἐκ δὲ τῶν ἄνω χλωρά, γωνίας πλείους ἔχοντα· καυλὸν σπιθαμιαῖον· ἄνθος ὠχρὸν κατὰ τὸ ἔαρ· ὀξέως δ’ ἀποβάλλει τό τε ἄνθος καὶ τὸ καυλίον· ῥίζα λεπτή.
5φύεται περὶ λιβάδας καὶ καθύγρους τόπους.

11

beta

10

Βολβὸς ὁ ἐμετικὸς ἔχει τὰ φύλλα ἱμαντωδέστερα καὶ πολλῷ μακρότερα τοῦ ἐδωδίμου· ῥίζαν δ’ ἐοικυῖαν, περὶ ἣν λοβὸς μέλας. αὕτη ἐσθιομένη καθ’ ἑαυτὴν καὶ τὸ ἀφέψημα αὐτῆς πινόμενον ἐμέ‐ τους κινεῖ.

11

beta

11

Βότρυς πόα ἐστὶν ὅλη μηλίνη, πολλὰς ἔχουσα μασχάλας· τὸ δὲ σπέρμα ὅλοις τοῖς κλωνίοις περιπέφυκε· φύλλα δ’ ἔχει κιχορίῳ ἐμ‐ φερῆ καὶ τὸ σύμπαν εὐώδη καὶ ἱματίοις συντίθεται. φύεται δὲ μάλιστα περὶ χαράδρας καὶ χειμάρρους.

11

beta

12

Βούγλωσσον ἔοικε φλόμῳ· φύλλον χαμαιπετές, τραχύτερον καὶ μελάντερον καὶ μικρότερον, ὅμοιον βοὸς γλώσσῃ.

11

beta

13

Βούνιον (οἱ δ’ ἄκτιον καλοῦσι) καυλὸν ἀνίησι τετράγωνον, εὐμήκη, πάχει δακτυλιαῖον· φύλλα δ’ ὅμοια σελίνῳ, λεπτότερα πολλῷ πρὸς τὰ τοῦ κορίου· ἄνθος δ’ ὡς ἀνήθου σπέρμα, εὐῶδες, ὑοσκυάμου μικρότερον.

11

beta

14

Βούτυρον σκευάζεται καλὸν ἐκ τοῦ λιπαρωτάτου γάλακτος· τοιοῦτον δ’ ἐστὶ τὸ προβάτειον· γίνεται δὲ καὶ ἐκ τοῦ αἰγείου ἐν ἀγ‐ γείοις κινουμένου τοῦ γάλακτος καὶ χωριζομένου τοῦ λίπους. συνάγε‐ ται δὲ καὶ λιγνὺς ἐκ τοῦ βουτύρου τὸν τρόπον τοῦτον· εἰς λύχνον
5καινὸν ἐγχέας τὸ βούτυρον, ἅψας καὶ πωμάσας ἀγγείῳ σωληνοειδεῖ στενῷ κατὰ τὸ ἄνωθεν, τρῆμα δ’ ἐκ τῶν ὑπὸ πόδας ἔχοντι ὥσπερ οἱ κρίβανοι, ἔα καίεσθαι· ὅταν δ’ ἀναλωθῇ τὸ πρῶτον βούτυρον, ἄλλο ἐπίχει, καὶ ποίει τοῦτο, ἕως ἂν ὅσον βούλει πλῆθος αἰθαλώσῃς· εἶτ’ ἀπόσυρε πτερῷ καὶ χρῶ.

11

beta

15

Βούφθαλμον καυλὸν ἀναφέρει τρυφερόν· φύλλα δὲ μαράθῳ ὅμοια· ἄνθη μήλινα, μείζονα τῆς ἀνθεμίδος, ὀφθαλμοειδῆ, ὅθεν καὶ
ὠνόμασται. φύεται περὶ τὰς πόλεις.

11

beta

16

Βράβι πόα περὶ πῆχυν τὸ ὕψος, ῥάβδους ἔχουσα λεπτάς, πολλάς, παρ’ ἑκάτερα δὲ φύλλα ὥσπερ λεπιδίου, ἁπαλώτερα καὶ λεπτότερα, ἐπ’ ἄκρου δὲ σκιάδειον καθάπερ ἀκτῆς, ἔχον ἄνθη λευκά.

11

beta

17

Βράθυ· τούτου εἴδη δύο· τὸ μὲν γάρ ἐστιν αὐτοῦ τοῖς φύλλοις ὅμοιον κυπαρίττῳ, ἀκανθωδέστερον· βαρυοσμώτερον δὲ τὸ δένδρον καὶ εἰς πλάτος μᾶλλον ἐκχεόμενον· οὗ χρῶνται τοῖς φύλλοις τινὲς ἀντὶ θυμιάματος· τὸ δ’ ἕτερόν ἐστι μυρίκῃ τοῖς φύλλοις ὅμοιον.

11

beta

18

Βρύον ἢ σπλάγχνον εὑρίσκεται ἐπὶ δένδρῳ κέδρῳ ἢ λεύκῃ ἢ δρυΐ· διαφέρει δὲ τὸ Κνίδιον, χλωρόν, ὀρεινόν· δεύτερον τὸ Λυκιακόν. ἔστι δ’ αὐτοῦ καλὸν τὸ εὐῶδες καὶ λευκόν, τὸ δὲ μελανίζον χεῖρον.

11

beta

19

Βρύον θαλάσσιον φύεται ἐπὶ λίθων καὶ ὀστράκων παρὰ θαλάττῃ· τριχῶδες, ἰσχνόν, ἄκαυλον, ἱκανῶς στῦφον.

11

beta

20

Βρυοπτερὶς φύεται κατὰ τὰ βρυώδη μέρη τῶν παλαιῶν δρυῶν, ὁμοία πτερίδι, ἐλάττων δὲ πολλῷ ἐν τῇ σχίσει· ῥίζας δ’ ἔχει καὶ ἐπι‐ πλοκὴν δασείας, στρυφνὰς κατὰ γεῦσιν ἐν τῷ γλυκεῖ.

11

gamma

1

Γάλιον (οἱ δὲ γαλάριον ὀνομάζουσιν ἀπὸ τοῦ γάλα πηγνύναι αὐτοῦ τὸ κλωνίον)· καὶ τὸ φύλλον ἀπαρίνῃ ἔχει ἐμφερέστατον, ὀρθὸν δὲ καὶ ἐπ’ ἄκρου ἄνθος μήλινον λεπτόν, πυκνόν, πολύοσμον. φύεται ἐν ἑλώδεσι τόποις.

11

gamma

2

Γαλοιοψὶς ἢ γαλοιόβδελλον καλοῦσιν· ὅλον τὸ θαμνίον σὺν τῷ καυλῷ καὶ τοῖς φύλλοις ἐμφερές ἐστι κνίδῃ· λειότερα δὲ τὰ φύλλα καὶ ἱκανῶς δυσώδη ἐν τῇ διατρίψει· ἄνθη λεπτά, πορφυρᾶ. φύεται ἐν φραγμοῖς πρὸς τὰς ὁδοὺς καὶ τὰ οἰκόπεδα πανταχοῦ.

11

gamma

3

Γεντιαν· ταύτης τὰ φύλλα τὰ μὲν πρὸς τῇ ῥίζῃ καρύᾳ ἢ ἀρνογλώσσῳ ὅμοια, ὑπέρυθρα, τὰ δ’ ἐν μέσῳ τῷ καυλῷ καὶ μάλιστα κατ’ ἄκρον ἀπεσχισμένα μικρῷ· ὁ καυλὸς κενός, λεῖος, πάχος δακτύ‐ λου, τὸ δ’ ὕψος δίπηχυ, γόνασι διειλημμένος, ἐκ διαστημάτων μειζόνων
5περικείμενος τὰ φύλλα, καρπὸν ἔχων ἐν κάλυξι, πλατύν, κοῦφον, ἀχυρώδη πρὸς τὴν τοῦ σφονδυλίου ῥίζαν, μακράν, ὁμοίαν ἀριστολοχείᾳ, παχεῖαν, πικράν. γεννᾶται ἐν ὑψηλοτάταις ἀκρωρείαις καὶ ἐν συσκίοις τόποις καὶ ἐνύδροις. χυλίζεται δὲ θλασθεῖσα καὶ βρεχθεῖσα ἐν ὕδατι
ἐφ’ ἡμέρας πέντε· ἔπειτα ἑψηθεῖσα ἐν τῷ ὕδατι, ἄχρις ἂν ὑπερέχωσιν
10αἱ ῥίζαι· καὶ μετὰ τοῦτο ψῦχε τὸ ὕδωρ· διηθεῖται ἐν ὀθονίῳ καὶ ἕψεται, ἄχρις ἂν γένηται μελιτῶδες τῇ συστάσει, καὶ ἀποτίθεται ἐν ὀστρακίνῳ ἀγγείῳ.

11

gamma

4

Γεράνιον· τὸ μὲν φύλλον ὅμοιον ἀνεμώνῃ, ἐσχισμένον, μακρό‐ τερον δέ· ῥίζαν ἔχει στρογγύλην, γλυκεῖαν, ἐσθιομένην.

11

gamma

5

Γλαύκιον χυλός ἐστι βοτάνης καθ’ Ἱερὰν πόλιν τὴν ἐν Συρίᾳ γεννωμένης· ἔοικε δ’ αὐτῆς τὰ φύλλα τοῖς τῆς κερατίτιδος μήκωνος, λιπαρώτερα δὲ καὶ χαμαίζηλα, βαρύοσμα, πικρὰ ἐν τῇ γεύσει· χυλὸν δ’ ἔχει πολύν, κροκίζοντα· ταύτης τὰ φύλλα οἱ ἐπιχώριοι βάλλοντες
5εἰς χύτραν θερμαίνουσιν ἐν κριβάνοις ἡμιψυγέσιν ἄχρι μαρασμοῦ· οὕτως τε 〈ἐκκόψαντες ἐκθλίβουσι τὸν χυλόν· ἔστι δ’ αὐτοῦ ἡ χρῆσις πρὸς τὰ ὀφθαλμικὰ ἐν ἀρχῇ ψυκτικοῦ ὄντος.

11

gamma

6

Γλαὺξ κυτίσῳ ἢ φακῷ τὰ φυλλάρια ἔοικεν, ὧν τὰ κάτωθεν λευκότερα, ἄνωθεν δὲ χλωρά· κλωνία δ’ ἀπὸ γῆς ἀφίησι πέντε ἢ ἓξ λεπτά, σπιθαμιαῖα ἀπὸ τῆς ῥίζης· ἄνθη λευκοΐοις ὅμοια, μικρότερα δέ, πορφυρᾶ. φύεται παρὰ θάλατταν.

11

gamma

7

Γλεύκινον σκευάζεται τὸ ἁπλοῦν ἔκ τε ἐλαίου ὀμφακίνου καὶ σχοίνου καὶ καλάμου καὶ νάρδου Κελτικῆς καὶ σπάθης καὶ ἀσπαλάθου καὶ μελιλώτου καὶ κόστου καὶ γλεύκους, συμπεριτιθεμένων τῶν στεμφύ‐ λων τῷ ἔχοντι ἀγγείῳ τὰ ἀρώματα καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον
5κινεῖται δ’ ἐφ’ ἡμέρας τριάκοντα δὶς τῆς ἡμέρας, καὶ μετὰ ταῦτα ἐκπιεσθὲν ἀποτίθεται.

11

gamma

8

Γλυκύρριζα γεννᾶται πλείστη ἐν Καππαδοκίᾳ καὶ Πόντῳ. ἔστι δὲ θαμνίσκος ῥάβδους ἔχων διπήχεις, περὶ αἷς τὰ φύλλα πυκνά, ἐοικότα σχίνῳ, λιπαρὰ καὶ κολλώδη ἁψαμένῳ· τὸ δ’ ἄνθος ὑακίνθῳ ὅμοιον, καρπὸς δὲ πλατάνου σφαιρίων μέγεθος, τραχύτερος, λοβοὺς
5ἔχων ὡς φακοῦ, πυρρούς, μακρούς· ῥίζαι μακραί, πυξοειδεῖς ὡς γεντια‐ νῆς, ὑπόστρυφνοι, γλυκεῖαι, χυλιζόμεναι ὥσπερ τὸ λύκιον.

11

gamma

9

Γλυκυσίδη· καυλὸς φύεται δισπίθαμος, παραφυάδας ἔχων πολλάς. φύλλα δ’ ἔχει ἡ μὲν ἄρρην βασιλικῇ καρύᾳ ὅμοια, ἡ δὲ θήλεια ἐπέσχισται τὰ φύλλα ὥσπερ σμύρνιον. λοβοὺς δέ τινας ἀνίησιν ἐπ’ ἄκρου τοῦ καυλοῦ ἀμυγδάλοις ὁμοίους, ὧν ἀνοιχθέντων εὑρίσκονται
5ἐρυθροὶ κόκκοι πολλοί, μικροί, ἐμφερεῖς τοῖς τῆς ῥόας, ἐν μέσῳ δὲ μέλανες, ἐμπόρφυροι, πέντε ἢ ἕξ· ῥίζα δὲ τῆς μὲν ἄρρενος περὶ
δακτύλου πάχος, μῆκος δὲ σπιθαμῆς, γευομένῳ στύφουσα, λευκή· ἐπὶ δὲ τῆς θηλείας παραφυάδας ὥσπερ βαλάνους ἔχουσιν αἱ ῥίζαι ἑπτὰ ἢ ὀκτὼ ὥσπερ ἀσφόδελος.

11

gamma

10

Γλήχων πόα γνώριμος, θερμαντική, λεπτυντική, πεπτική. ποθεῖσα δ’ ἔμμηνα καὶ δεύτερα καὶ ἔμβρυα ἄγει. ἀνάγει δὲ καὶ τὰ ἐκ πνεύ‐ μονος μεθ’ ἁλὸς καὶ μέλιτος ποθεῖσα καὶ σπωμένοις βοηθεῖ, ναυσίας τε καὶ δηγμοὺς στομάχου μετ’ ὀξυκράτου ποθεῖσα παραμυθεῖται· ἄγει
5δὲ καὶ κατὰ κοιλίαν μέλανα, βοηθεῖ καὶ θηριοδήκτοις μετ’ οἴνου πινο‐ μένη, λειποθυμοῦντάς τε ἀνακτᾶται σὺν ὄξει ταῖς ῥισὶ προσαγομένη. κρατύνει δὲ καὶ οὖλα ξηρὰ λεία κεκαυμένη, ἐπιπλασθεῖσα δὲ πραΰνει πᾶσαν φλεγμονὴν σὺν ἀλφίτῳ, καθ’ ἑαυτὴν δὲ ποδαγρικοῖς ἁρμόζει ἄχρι φοινίξεως τῆς ἐπιφανείας, σὺν κηρωτῇ δ’ ἰόνθους σβέννυσιν·
10ὠφελεῖ δὲ καὶ σπληνικοὺς μεθ’ ἁλὸς καταπλασσομένη. τὸ δ’ ἀφέψημα αὐτῆς κνησμοὺς λουόμενον παύει καὶ εἰς ἐγκάθισμα πρὸς ἐμπνευμα‐ τώσεις καὶ σκληρίας καὶ ἀποστροφὰς ὑστέρας ἁρμόζει.

11

gamma

11

Γναφαλλίου, οὗ τοῖς φύλλοις ἀντὶ γναφάλλου χρῶνται, λευκοῖς οὖσι καὶ μαλακοῖς, ποιεῖ σὺν οἴνῳ αὐστηρῷ ποτιζόμενα τὰ φύλλα πρὸς δυσεντερίαν.

11

gamma

12

Γογγύλης ἡ ῥίζα ἑφθὴ τρόφιμος, πνευματωτική, σαρκὸς πλαδαρᾶς γεννητική, ἀφροδισίων παρορμητική. ὁ δ’ ἐξ αὐτῆς ἀσπάραγος βιβρώσκε‐ ται ἑφθός· ἔστι δ’ οὐρητικός. τὸ δὲ σπέρμα εἰς ἀντιδότους καὶ θη‐ ριακὰς ἀνωδύνους εὔθετον. ἡ δ’ ἀγρία γογγύλη φύεται ἐν ἀρούραις,
5θάμνος πηχυαῖος τὸ ὕψος, πολύκλαδος, ἐξ ἄκρου λεῖος, φύλλα ἔχων λεῖα, μεγάλου δακτύλου τὸ πάχος ἢ καὶ μείζονα, καρπὸν δ’ ἐν λοβοῖς καλυκώδεσιν· ἀνοιχθέντων δὲ τῶν περικαρπίων ἔσωθεν ἄλλος κεφα‐ λοειδής ἐστι λοβός, ἐν ᾧ σπερμάτια μέλανα, θλασθέντα δὲ λευκὰ ἔνδοθεν.

11

delta

1

Δαῦκος ὁ μέν τις καλεῖται Κρητικός, μαράθῳ ὅμοια ἔχων τὰ φύλλα, μικρότερα δὲ καὶ λεπτότερα, καυλὸν δὲ σπιθαμιαῖον, σκιάδειον ὅμοιον κοριάνδρῳ, ἄνθη λευκά· ἐν δὲ τούτοις ὁ καρπὸς λευκός, δασύς, δριμὺς ἐν τῷ διαμασᾶσθαι, εὐώδης· ῥίζα δακτύλου τὸ πάχος, τὸ δὲ
5μῆκος σπιθαμῆς. γεννᾶται δ’ ἐν πετρώδεσι τόποις καὶ εὐηλίοις. ὁ δέ τις αὐτοῦ ἐστι σελίνῳ ἀγρίῳ παραπλήσιος, ἀρωματώδης καὶ εὐώδης, δριμὺς καὶ πυρώδης γευομένῳ· διαφέρει δ’ ὁ Κρητικός. τὸ δὲ τρίτον εἶδος κορίῳ τὰ φύλλα ἔοικε καὶ τὰ ἄνθη λευκά· κεφαλὴν δ’ ἔχει καὶ καρπὸν ὅμοια ἀνήθῳ, σκιάδειον δὲ σταφυλίνῳ ἐοικός, σπέρματος ἐπι‐
10μήκους πλῆρες ὡς κυμίνου, δριμέος.

11

delta

2

Δάφνη ἡ μέν τίς ἐστι λεπτόφυλλος, ἡ δὲ πλατυτέρα. θερμαντι‐ καὶ δ’ ἀμφότεραι καὶ μαλακτικαί, ὅθεν τὸ ἀφέψημα αὐτῶν εἰς ἐγκα‐ θίσματα ταῖς περὶ κύστιν καὶ μήτραν ἁρμόζει διαθέσεσιν. τὰ δὲ χλωρὰ τῶν φύλλων ἠρέμα ὑποστύφει· ὠφελεῖ δὲ λεῖα καταπλασθέντα σφηκῶν
5καὶ μελιττῶν πληγάς· δύναται δὲ καὶ πᾶσαν φλεγμονὴν πραΰνειν σὺν ἄρτῳ καὶ ἀλφίτῳ καταπλασθέντα, ποθέντα δ’ ἀμβλύνει τὸν στόμαχον καὶ ἐμέτους κινεῖ.

11

delta

3

Δάφνη Ἀλεξανδρεία φύλλα ἔχει ὀξυμυρσίνῃ ὅμοια, μείζονα δὲ καὶ μαλακώτερα καὶ λευκότερα· καρπὸν δ’ ἐν μέσοις τοῖς φύλλοις ἐρυθρόν, ἐρεβίνθων τὸ μέγεθος, κλῶνας ἀπὸ γῆς σπιθαμιαίους ἢ καὶ μείζονας· ῥίζαν παραπλησίαν τῇ ὀξυμυρσίνῃ, μείζονα δὲ καὶ εὐώδη καὶ
5μαλακωτέραν. φύεται ἐν τόποις ὀρεινοῖς.

11

delta

4

Δαφνοειδὲς θαμνίσκος ἐστὶ πήχεως τὸ ὕψος, ἔχων κλάδους πολλοὺς καὶ ἱμαντώδεις, πρὸς τῷ ἄνωθεν ἡμίσει φυλλοφόρους (φλοιὸς δὲ περὶ τὰς ῥάβδους γλίσχρος ἰσχυρῶς), φύλλα δάφνῃ ἐοικότα, μαλα‐ κώτερα δὲ καὶ ἰσχνότερα, οὐκ εὔκλαστα, δάκνοντα καὶ πυροῦντα τὸ
5στόμα καὶ τὴν φάρυγγα, ἄνθη λευκά, καρπὸν δὲ μέλανα, ὅταν πεπανθῇ· ῥίζα ἀχρεῖος. φύεται ἐν ὀρεινοῖς τόποις.

11

delta

5

Δελφίνιον (οἱ δὲ διάχυσις, οἱ δ’ ὑάκινθος) κλῶνας ἀνίησι δισπιθαμιαίους ἢ καὶ μείζονας ἀπὸ μιᾶς ῥίζης, περὶ οὓς φυλλάρια ἐπεσχισμένα, λεπτά, ἐπιμήκη, δελφινοειδῆ, ὅθεν καὶ ὠνόμασται· ἄνθος δ’ ὅμοιον λευκοΐῳ, ἐμπόρφυρον· σπέρμα ἐν λοβοῖς κέγχρῳ ἐμφερές. —

11

delta

6

Δελφίνιον ἕτερον καὶ αὐτὸ ἐμφερὲς τῷ πρὸ αὐτοῦ, τοῖς δὲ φύλλοις καὶ τοῖς κλωνίοις ἰσχνότερον πολλῷ.

11

delta

7

Δίκταμνον, ὃ καλοῦσί τινες γλήχωνα ἀγρίαν, πόα ἐστὶ Κρη‐ τική, δριμεῖα, λεία, ὁμοία γλήχωνι, μείζω δὲ καὶ γναφαλοειδῆ τὰ φύλλα ἔχει καὶ ἐριώδη τινὰ ἐπίφυσιν· οὔτε δ’ ἄνθος οὔτε καρπὸν φέρει. ποιεῖ δ’ ἅπαντα ὅσα καὶ ἡ ἥμερος γλήχων, ἐνεργεστέρα δὲ

11

delta

8

πολλῷ. —Τὸ δὲ ψευδοδίκταμνον καλούμενον φύεται ἐν πολλοῖς τόποις, ἐμφερὲς δὲ τῷ πρὸ αὐτοῦ, ἔλαττον δὲ καὶ ἧττον δριμύ, οὐχ ὁμοίως ἐνεργοῦν. —Φέρεται δὲ καὶ ἀπὸ Κρήτης ἕτερον εἶδος δικτάμνου, φύλλοις ἐοικὸς σισυμβρίου, κλωσὶ δὲ μεῖζον, ἐφ’ ὧν ἄνθος ὀριγάνῳ
5ἀγρίῳ ἐοικός, μέλαν, μαλακόν· ὀσμὴ δὲ τῶν φύλλων μεταξὺ σισυμβρίου καὶ ἐλελισφάκου, ἡδίστη.

11

delta

9

Δίψακος τῶν ἀκανθωδῶν ἐστι· καυλὸν δ’ ἔχει ὑψηλόν, ἀκανθώδη, καὶ φύλλα περιειληφότα τὸν καυλόν, ἐμφερῆ θρίδακι, δύο καθ’ ἕκαστον γόνυ, προμήκη, ὥσπερ τινὰς πομφόλυγας ἐπὶ μέσης τῆς ῥάχεως ἔσωθέν
τε καὶ ἔξωθεν ἔχοντα ἀκανθώδεις, κοιλάδας δὲ περὶ τὰ συναφῆ τῶν
5φύλλων, ὥστε ὕδατα ἀπὸ τῶν ὄμβρων καὶ τῶν δρόσων συλλέγειν, ὅθεν καὶ τὸ ὄνομα εἵλκυσεν. ἐπ’ ἄκρου δὲ τοῦ καυλοῦ καθ’ ἑκάστην ἀπόφυσιν κεφαλὴ μία ἐοικυῖα ἐχίνῳ, ὑπομήκης, ἀκανθώδης· ξηρανθεῖσα δὲ λευκὴ φαίνεται. ἔχει δὲ καὶ σκωλήκια κατὰ μέσην τὴν ἐντεριώνην διαιρεθεῖσα ἡ κεφαλή.

11

delta

10

Δορύκνιον ὁ Κρατεύας ἁλικάκκαβον ἢ καλλέαν καλεῖ. θάμνος ὅμοιος ἐλαίᾳ ἀρτιφυεῖ, κλῶνας ἔχων ἐλάσσονας πήχεως· φύλλα δὲ τῷ χρώματι ἐλαίᾳ παραπλήσια, μικρότερα δὲ καὶ στενότερα καὶ τραχέα ἰσχυρῶς· ἄνθος λευκόν. ἐπ’ ἄκρου δ’ ἔχει πυκνὰ θυλάκια ὥσπερ
5ἐρεβίνθου, ἐν οἷς σπερμάτια στρογγύλα πέντε ἢ ἕξ, ὅσον ὄροβοι μικροί, λεῖα, ἰσχυρὰ καὶ ποικίλα, ῥίζαν πάχος δακτύλου, μῆκος δὲ πήχεως. φύεται ἐν πέτραις οὐ πόρρω θαλάσσης.

11

delta

11

Δρακοντία μεγάλη (οἱ δ’ ἄρον, οἱ δ’ ἴσαρον) φύεται ἐν συσκίοις καὶ φραγμοῖς. καυλὸν δ’ ἔχει λεῖον, ὀρθόν, ὡς διπηχυαῖον, παχὺν ὡς βακτηρίαν, ποικίλον κατὰ τὴν χρόαν ὡς ἐοικέναι δράκοντι, καὶ πλεονάζει μὲν ἐν τοῖς διαπορφύροις σπίλοις· φύλλα δ’ ὡς λαπάθου,
5ἀντεμπλεκόμενα· καρπὸν δὲ ποιεῖ ἐπ’ ἄκρου τοῦ καυλοῦ βοτρυοειδῆ, σποδώδη τῷ χρώματι τὸ πρῶτον, ἐν δὲ τῷ πεπανθῆναι κροκίζοντα καὶ φοινικοῦν· ῥίζαν εὐμεγέθη, στρογγύλην, λευκήν, φλοιὸν ἔχουσαν λεπτόν.

11

delta

12

Δρακοντία μικρὰ φύλλα ἔχει κισσοειδῆ, μεγάλα, σπίλους ἔχοντα λευκούς, καυλὸν δ’ ὀρθόν, δίπηχυν, ποικίλον, ὀφιοειδῆ, δια‐ πόρφυρον τοῖς σπίλοις, βακτηρίας τὸ πάχος. καρπὸς δ’ ἐπ’ ἄκρου βοτρυοειδής, χρώματι τὸ μὲν πρῶτον χλοώδης, πεπανθεὶς δὲ κροκίζων,
5ἐπιδάκνων τὴν γεῦσιν· ῥίζα ποσῶς στρογγύλη, βολβοειδής, ὁμοία ἄρῳ, φλοιὸν ἔχουσα λεπτόν. φύεται ἐν συσκίοις περὶ φραγμοὺς καὶ αἱμασιάς.

11

epsilon

1

Ἔβενος κρατίστη ἡ Αἰθιοπική, μέλαινα καὶ μὴ ἔχουσα κτηδόνας, ἐμφερὴς κέρατι εἰργασμένῳ τῇ λειότητι, θλασθεῖσα δὲ πυκνή, δηκτικὴ ἐν τῇ γεύσει καὶ ὑποστύφουσα, τεθεῖσά τε ἐπ’ ἀνθράκων μετ’ εὐωδίας καὶ δίχα καπνοῦ θυμιωμένη. ἡ δὲ πρόσφατος διὰ τὴν λιπαρίαν καὶ
5ἀνάπτεται πυρὶ προσαφθεῖσα, τριφθεῖσα δ’ ἐπ’ ἀκόνης ὑπόκιρρος γίνεται. ἔστι δέ τις καὶ Ἰνδική, ἔχουσα διαφύσεις λευκὰς καὶ κιρρὰς καὶ σπίλους ὁμοίως πυκνούς· πλὴν βελτίων ἡ πρώτη. ἔνιοι δὲ τὰ ἀκάνθινα ἢ καὶ συκάμινα καλούμενα ξύλα ἐμφερῆ ὄντα ἀντὶ ἐβένου
πωλοῦσι· διαγινώσκεται δ’ ἐκ τοῦ χαῦνά τε εἶναι καὶ κατὰ σχίδακας
10μικρὰς ἀπολύεσθαι ἐμπορφύρους τῷ χρώματι, μηδὲν δὲ δηκτικὸν ἔχειν ἐν τῇ γεύσει ἢ ἐν τῇ θυμιάσει εὐῶδες.

11

epsilon

2

Ἐλαφόβοσκον καυλός ἐστι λιβανωτίδι ἢ μαράθῳ ἐμφερής, γεγονατωμένος, φύλλα διδάκτυλα τὸ πλάτος, ἱκανῶς ἐπιμήκη ὡς τερμίνθου, περικεκλασμένα, τραχέα ποσῶς. ἔχει δὲ παραφυάδας ἱκανὰς ὁ καυλός, σκιάδεια ἐχούσας ὅμοια ἀνήθῳ, ἄνθη ὑπομήλινα καὶ τὸ
5σπέρμα ἀνήθῳ ἐμφερές. ῥίζα ὡς τριδάκτυλος τὸ μῆκος, πάχος δακτύ‐ λου, λευκή, γλυκεῖα, ἐδώδιμος· καὶ ὁ καυλὸς δὲ λαχανεύεται ἀρτι‐ φυὴς ὤν.

11

epsilon

3

Ἐλατίνη τὰ μὲν φύλλα ἔχει ὅμοια τῇ ἑλξίνῃ, μακρότερα δὲ καὶ στρογγυλώτερα, δασέα, κλῶνας δὲ λεπτούς, σπιθαμιαίους, πέντε ἢ ἓξ ἀπὸ τῆς αὐτῆς ῥίζης, φύλλων πλήρεις στρυφνῶν ἐν τῇ γεύσει. φύεται ἐν σίτοις καὶ ἐργασίμοις τόποις.

11

epsilon

4

Ἑλένιον (οἱ δὲ σύμφυτον) φύλλα ἔχει φλόμῳ τῷ στενοφύλλῳ παραπλήσια, τραχύτερα δὲ καὶ ἐπιμήκη (καυλὸν δ’ οὐκ ἀνίησι), ῥίζαν ὑπόλευκον καὶ ὑπόκιρρον, εὐώδη, μεγάλην, ὑπόπικρον, ἀφ’ ἧς εἰς τὴν φύτευσιν καθάπερ ἐπὶ τῶν κρίνων ἢ ἄρων αἱ παραφυάδες λαμ‐
5βάνονται. γίνεται δ’ ἐν ὀρεινοῖς καὶ συσκίοις καὶ ἐνίκμοις τόποις. ὀρύσσεται δ’ ἡ ῥίζα θέρους καὶ τεμνομένη ξηραίνεται.

11

epsilon

5

Ἐλελίσφακος θάμνος ἐστὶν ἐπιμήκης, πολύκλωνος, ῥάβδους τετραγώνους καὶ ὑπολεύκους ἔχων, φύλλα δὲ μηλέᾳ κυδωνίᾳ ἐοικότα, ἐπιμηκέστερα δὲ καὶ μικρότερα καὶ τραχέα λεληθότως ὥσπερ τὰ ἀνάτριπτα τῶν ἱματίων, δασέα, ὑπόλευκα, σφοδρῶς εὐώδη, βρωμώδη·
5καρπὸν δ’ ἐπ’ ἄκρων τῶν καυλῶν ὥσπερ ὁρμίνου ἀγρίου ἔχει. φύεται δ’ ἐν τραχέσι χωρίοις.

11

epsilon

6

Ἑλίχρυσον ἢ χρυσάνθεμον (οἱ δ’ ἀμάραντον)· ῥαβδίον λευκόν, χλωρόν, ὀρθόν, στερεόν, φύλλα στενὰ ἐκ διαστημάτων ἔχον πρὸς τὰ τοῦ ἀβροτόνου, κόμην κυκλοτερῆ, χρυσοφανῆ, σκιάδεια περιφερῆ ὥσπερ κορύμβους ξηρούς, ῥίζαν λεπτήν. φύεται δ’ ἐν τραχέσι καὶ χαραδρώ‐
5δεσι τόποις.

11

epsilon

7

Ἐλλέβορος λευκὸς φύλλα μὲν ὅμοια ἔχει τοῖς τοῦ ἀρνο‐ γλώσσου ἢ τεύτλου ἀγρίου, βραχύτερα δὲ καὶ μελάντερα καὶ ἐρυθρὰ τὴν χρόαν· καυλὸν δ’ ἔχει παλαιστιαῖον, κοῖλον, περιφλοιζόμενον, ὅταν ἄρξηται ξηραίνεσθαι. ῥίζαι δ’ ὕπεισι πολλαί, λεπταί, ἀπὸ κεφαλίου
5μικροῦ καὶ ἐπιμήκους ὡσπερεὶ κρομμύου συμπεφυκυῖαι. φύεται ἐν ὀρει‐
νοῖς καὶ τραχέσι τόποις. ὀρύττειν τε δεῖ τὰς ῥίζας περὶ τὸν πυραμη‐ τόν· ἄριστος δ’ αὐτοῦ ἐστιν ὁ μετρίως τεταμένος καὶ λευκός, εὔθραυ‐ στος, σαρκώδης, οὐκ ἄποξυς δὲ καὶ σχοινώδης, χνοῦν ἀνιεὶς ἐν τῷ θραύεσθαι, ἔχων δὲ καὶ τὴν ἐντεριώνην λεπτήν, πυρῶν τε τὴν γεῦσιν
10οὐ λίαν οὐδὲ ἀθρόως σίελον ἐπισπώμενος· πνιγώδης γὰρ ὁ τοιοῦτος. πρωτεύει δ’ ὁ Κυρηναϊκός· ὁ δὲ Γαλατικὸς καὶ Καππαδοκικὸς λευκό‐ τερος καὶ ἰσχνώδης καὶ πνιγωδέστερος.

11

epsilon

8

Ἐλλέβορος μέλας (οἱ δὲ Μελαμπόδιον, οἱ δὲ πολύρριζον καλοῦσιν) ἔχει τὰ φύλλα χλωρά, πλατάνῳ προσεμφερῆ, ἐλάττονα δὲ πρὸς τὰ τοῦ σφονδυλίου καὶ πολυσχιδέστερα καὶ μελάντερα καὶ ὑποτραχέα. καυλὸς βραχύς, ἄνθη δὲ λευκά, ἐμπόρφυρα, τῷ δὲ σχήματι
5βοτρυοειδῆ, καὶ ἐν αὐτῷ καρπὸς κνήκῳ παραπλήσιος, ὃν καὶ αὐτὸν καλοῦσιν οἱ ἐν Ἀντικύρᾳ σησαμοειδές, χρώμενοι πρὸς τὰς καθάρσεις αὐτῷ. ῥίζαι δὲ λεπταί, μέλαιναι, οἱονεὶ ἀπό τινος κεφαλίου κρομμυώ‐ δους ἠρτημέναι, ὧν καὶ ἡ χρῆσις. φύεται ἐν τραχέσι καὶ γεωλόφοις καὶ καταξήροις τόποις.

11

epsilon

9

Ἑλξίνη (οἱ δὲ σιδηρῖτιν, οἱ δ’ Ἡρακλείαν, οἱ δ’ ἡλῖτιν) φύεται ἐν φραγμοῖς καὶ ἀμπελῶσι καὶ σίτῳ. φύλλα ἔχει ὅμοια λινοζώστει, δασέα· περὶ δὲ τοὺς καυλοὺς οἱονεὶ σπερμάτια τραχέα, ἀντιλαμβανόμενα τῶν ἱματίων.

11

epsilon

10

Ἔλυμος, ἥν τίνες μελίνην καλοῦσι, τῶν σιτηρῶν ἐστι σπερμά‐ των, κέγχρῳ ὁμοία, ὡσαύτως σιτοποιουμένη καὶ πρὸς τὸ αὐτὸ ἁρμό‐ ζουσα, ἀτροφωτέρα μέντοι τῆς κέγχρου καθέστηκε καὶ ἧσσον στυπτική.

11

epsilon

11

Ἐπίθυμον· ἄνθος ἐστὶ θύμου τοῦ σκληροτέρου καὶ θύμβρᾳ ἐοικότος· ἔστι δὲ κεφάλια λεπτά, κοῦφα, οὐραχοὺς ἔχοντα ὡς τρίχας.

11

epsilon

12

Ἐπιμήδιον· καυλός ἐστιν οὐ μέγας, κισσῷ παραπλήσια φύλλα ἔχων, ὅσον δέκα ἢ δώδεκα· οὔτε δὲ καρπὸν οὔτε ἄνθος φέρει· ῥίζαι λεπταί, μέλαιναι, βαρύοσμοι, γευσαμένῳ μωραί. φύεται ἐν τόποις ὑδρηλοῖς.

11

epsilon

13

Ἐπιπακτίς (οἱ δ’ ἐλλεβορίνην)· θαμνίσκος μικρός, φυλλάρια ἐλάχιστα ἔχων. πίνεται δὲ πρὸς τὰ θανάσιμα καὶ πρὸς τὰ περὶ ἧπαρ νοσήματα.

11

epsilon

14

Ἐρείκη δένδρον ἐστὶ θαμνῶδες, ὅμοιον μυρίκῃ, μικρότερον δὲ πολλῷ, οὗ τῷ ἄνθει μέλιτται χρώμεναι μέλι ἐργάζονται οὐ σπουδαῖον. ταύτης ἡ κόμη καὶ τὸ ἄνθος καταπλασσόμενα ἑρπετῶν δήγματα ἰᾶται.

11

epsilon

15

Ἔρινον (οἱ δ’ ὠκιμοειδές) φύεται παρὰ ποταμοῖς καὶ κρήναις.
φύλλα δ’ ἔχει ὠκίμῳ ὅμοια, μικρότερα δὲ καὶ ἐπεσχισμένα ἐκ τῶν ἄνωθεν μερῶν, κλωνία δὲ πέντε ἢ ἕξ, σπιθαμιαῖα, ἄνθη λευκά, καρπὸν δὲ μέλανα, μικρόν, στρυφνόν. ὀποῦ δὲ μεστός ἐστιν ὁ καυλός τε καὶ
5τὰ πέταλα.

11

epsilon

16

Ἕρπυλλος ὁ μέν τίς ἐστι κηπευτός, σαμψουχίζων τῇ ὀσμῇ καὶ στεφανωτικός. ὠνόμασται δ’ ἀπὸ τοῦ ἕρπειν καὶ ὅ τι ἂν αὐτοῦ μέρος θίγῃ τῆς γῆς, ῥιζοβολεῖν. ἔχει δὲ καὶ φύλλα καὶ κλωνία ὀριγάνῳ ἐμφερῆ, πλὴν λευκότερα. ὁ δέ τίς ἐστιν ἄγριος, ὃς καὶ ζυγὶς καλεῖται,
5οὐχ ἕρπων, ἀλλ’ ὀρθός, κλωνία ἀνιεὶς φρυγανώδη, φύλλων περίπλεα ὁμοίων πηγάνῳ, ὑπόστενα δ’ ἐστὶ καὶ ἐπιμηκέστερα καὶ σκληρότερα· ἄνθη γευομένῳ δριμέα, ὀσμῇ ἡδέα, ῥίζα ἄχρηστος. φύεται ἐν πέτραις, ἐνεργέστερος καὶ θερμαντικώτερος τοῦ κηπευτοῦ ὑπάρχων.

11

epsilon

17

Ἐρύσιμον (οἱ δὲ χαμαίπλιον) φύεται μὲν περὶ τὰς πόλεις καὶ οἰκόπεδα καὶ ἐν κήποις· φύλλα δ’ ὅμοια εὐζώμῳ ἀγρίῳ ἔχει, καυλία ἱμαντώδη, ἄνθη μηλίζοντα· ἐπ’ ἄκρων δὲ λοβοὶ κερατοειδεῖς, ἰσχνοί, ὡς τήλιδος, ἐν οἷς σπερμάτια μικρά, καρδάμῳ παραπλήσια, πυρώδη
5κατὰ τὴν γεῦσιν.

11

epsilon

18

Ἐρυθρόδανον· ῥίζα ἐστὶν ἐρυθρά, βαφική. ἡ μέν τις ἀγρία, ἡ δὲ σπαρτή, ὡς ἐν Ῥαβέννῃ τῆς Ἰταλίας μεταξὺ ἐλαιῶν ὠφελίμως σπείρεται διὰ τὸ γίνεσθαι ἐκ τούτου πλείστην πρόσοδον. εἰσὶ δ’ αὐτοῦ οἱ καυλοὶ τετράγωνοι, μακροί, τραχεῖς, ὅμοιοι τοῖς τῆς ἀπαρίνης,
5κατὰ πάντα δὲ μείζονες καὶ ῥωμαλεώτεροι, ἔχοντες ἐκ διαστημάτων τὰ φύλλα καθ’ ἕκαστον γόνυ ὥσπερ ἀστέρας ἐν κύκλῳ περικείμενα, καρπὸν στρογγύλον, τὰ πρῶτα χλωρόν, εἶτα ἐρυθρόν, πεπαινόμενον δὲ μέλανα. ῥίζα λεπτή, μακρά, ἐρυθρά.

11

epsilon

19

Ἐρύγγιον τῶν ἀκανθωδῶν ἐστιν, οὗ ἐν ἀρχῇ τὰ φύλλα λαχανεύε‐ ται εἰς ἁλμαίας συντιθέμενα. ἔστι δὲ πλατέα, τραχέα τοῖς πέριξ, ἀρω‐ ματίζοντα τῇ γεύσει, αὐξόμενα δ’ ἀκανθοῦται κατὰ πλείονας ἐξοχὰς καυλῶν, ἐφ’ ὧν κατὰ τὰ ἄκρα κεφάλιά ἐστι σφαιροειδῆ, ἀκάνθας
5περικείμενα ὥσπερ ἀστὴρ κύκλῳ ὀξυτάτας, σκληράς, ὧν τὸ χρῶμα χλωρὸν ἢ λευκόν, ἐνίοτε δὲ καὶ κυανοῦν εὑρίσκεται. ῥίζα δ’ ἐπιμήκης, πλατεῖα, μέλαινα κατὰ τὴν ἐπιφάνειαν, ἔνδοθεν λευκή, δακτύλου με‐ γάλου τὸ πάχος, καὶ αὐτὴ εὐώδης καὶ ἀρωματίζουσα. φύεται ἐν πεδίοις καὶ τραχέσι τόποις.

11

epsilon

20

Εὐπατόριον πόα ἐστὶ φρυγανώδης, ῥάβδον ἀναφέρουσα μίαν, λεπτήν, ξυλώδη, ὀρθήν, μέλαιναν, ἔνδασυν, πήχεως ἢ καὶ μείζονα·
φύλλα δ’ ἐκ διαστήματος, ἐσχισμένα μάλιστά που εἰς πέντε μοίρας ἢ καὶ πλείους, τοῖς τῆς πεντεφύλλου ἢ καννάβεως ἐοικότα, καὶ αὐτὰ
5δ’ ὑπομέλανα, πριονοειδῶς ἐξ ἄκρων ἐντετμημένα. σπέρμα δὲ περι‐ πέφυκεν ἀπὸ μέσου τοῦ καυλοῦ ὑπόδασυ, κάτω νενευκός, ὡς καὶ τοῖς ἱματίοις προσέχεσθαι ξηρανθέν.

11

epsilon

21

Εὐφόρβιον δένδρον ἐστὶ ναρθηκοειδὲς Λιβυκόν, γεννώμενον ἐν τῇ κατὰ Μαυρουσιάδα Ἄτλαντι, ὀποῦ μεστὸν δριμυτάτου, ὃν δεδοικότες οἱ τῇδε ἄνθρωποι συλλέγουσι διὰ τὸ ἐπιτεταμένον τῆς πυρώσεως· κοιλίας γοῦν προβατείας πεπλυμένας περιδήσαντες τῷ δένδρῳ μακρόθεν
5ἀκοντίοις διαιροῦσι τὸν καυλόν· εὐθέως δ’ ὡς ἔκ τινος ἀγγείου πολὺς ἀποχεῖται ὀπὸς εἰς τὰς κοιλίας, καὶ ἀπορραίνεται δ’ εἰς τὴν γῆν ἐξακοντιζόμενος. ἔστι δὲ δύο γένη τοῦ ὀποῦ, τὸ μέν τι διαυγὲς ὡς σαρκοκόλλα, κατὰ μέγεθος ὀρόβων, τὸ δέ τι ἐν ταῖς κοιλίαις ξυσμα‐ τῶδες καὶ συνεστός. δολοῦται δὲ καὶ σαρκοκόλλῃ καὶ κόμμει μιγνυμέ‐
10νοις· ἐκλέγου δὲ τὸν διαυγῆ καὶ δριμύν. δυσδοκίμαστος δ’ ἐστὶ τῇ γεύσει λαμβανόμενος διὰ τὸ ἅπαξ δηχθείσης τῆς γλώσσης ἐπιμένειν τὴν πύρωσιν ἐφ’ ἱκανὸν χρόνον, ὥστε πᾶν τὸ προσαγόμενον εὐφόρβιον δοκεῖν εἶναι. ἡ μέντοι εὕρεσις αὐτοῦ κατ’ Ἰόβαν τὸν βασιλέα τῆς Λιβύης ἐπεγνώσθη.

11

epsilon

22

Ἔχιον (οἱ δ’ ἀρίδα, ἔνιοι Ἀλκιβιάδειον καλοῦσι) τὰ μὲν φύλλα ἔχει προμήκη, τραχέα, ὑπόλευκα, πρὸς τὰ τῆς ἀγχούσης, ἥττονα δὲ καὶ ὑπέρυθρα καὶ λιπαρά, ἀκάνθια λεπτὰ ἐπικείμενα, ἃ καὶ δασύνει τὰ φύλλα· καυλία δὲ λεπτά, πολλά, ἑκατέρωθεν φυλλάρια λεπτά, τεταρσω‐
5μένα, μέλανα, ἐλάττονα δὲ πρὸς λόγον τὰ ἐπ’ ἄκρου τοῦ καυλοῦ· τὰ δ’ ἄνθη παρὰ τὰ φύλλα πορφυροειδῆ, ἐν οἷς ἐστιν ὁ καρπὸς ἔχεως κεφαλῇ ὅμοιος· ῥίζα δὲ λεπτοτέρα δακτύλου, ὑπομέλαινα.

11

zeta

1

Ζέα δισσή· ἡ μὲν γὰρ ἁπλῆ, ἡ δὲ δίκοκκος καλεῖται, ἐν δυσὶν ἐλύτροις ἔχουσα συνεζευγμένον τὸ σπέρμα. ἔστι δὲ τροφιμωτέρα μὲν κριθῆς, εὔστομος, ἀτροφωτέρα δὲ πυρῶν ἀρτοποιουμένη.

11

zeta

2

Ζιγγίβερι ἴδιόν ἐστι φυτόν, γεννώμενον ἐν τῇ Τρωγλοδυτικῇ Ἀραβίᾳ πλεῖστον, οὗ χρῶνται τῇ χλόῃ εἰς πολλά, καθάπερ ἡμεῖς τῷ πηγάνῳ, εἰς προποτισμοὺς καὶ εἰς ἑψήματα μίσγοντες. ἔστι δὲ ῥιζία μικρά, ὥσπερ κυπέρου, ὑπόλευκα, πεπερίζοντα τῇ γεύσει καὶ εὐώδη.
5ἐκλέγου δὲ τὰ ἀτερηδόνιστα. ὑπ’ ἐνίων μέντοι γε ταριχεύεται διὰ τὸ εὔσηπτον καὶ διακομίζεται ἐν κεραμίοις εἰς Ἰταλίαν, εὐχρηστοῦν εἰς
βρῶσιν· λαμβάνεται δὲ μετὰ ταρίχου.

11

eta

1

Ἡδύοσμος (οἱ δὲ μίνθην, οἱ δὲ καλαμίνθην) γνώριμον βοτάνιον, δύναμιν ἔχον θερμαντικήν, στυπτικήν, ξηραντικήν. γίνεται δὲ καὶ ἄγριος ἡδύοσμος (Ῥωμαῖοι μεντάστρουμ), δασύτερος τοῖς φύλλοις καὶ βραχεῖ μείζων σισυμβρίου, τὴν ὀσμὴν βρωμωδέστερος καὶ ἧττον εἰς
5τὴν ἐν ὑγιείᾳ χρῆσιν εὔθετος.

11

eta

2

Ἡδύσαρον τὸ ὑπὸ τῶν μυρεψῶν καλούμενον πελεκῖνος θάμνος ἐστὶ φυλλάρια ἔχων ἐρεβίνθῳ ὅμοια, λοβοὺς δὲ κερατίοις ἐοικότας, ἐν οἷς τὸ σπέρμα πυρρόν, ὅμοιον πελέκει ἀμφιστόμῳ, ὅθεν καὶ ὠνόμασται, πικρὸν γευσαμένῳ.

11

eta

3

Ἡλιοτρόπιον τὸ μέγα, ὃ ἔνιοι σκορπίουρον ἀπὸ τοῦ περὶ τὸ ἄνθος σχήματος ἐκάλεσαν, ἡλιοτρόπιον δ’ ἐκ τοῦ συμπεριτρέπεσθαι τὰ φύλλα τῇ τοῦ ἡλίου κλίσει, ἔχει τὰ φύλλα ὠκίμῳ παραπλήσια, δασύ‐ τερα δὲ καὶ μελάντερα καὶ μείζονα, κλωνία ἀπὸ τῆς ῥίζης τρία ἢ
5τέσσαρα ἢ πέντε καὶ ἐκ τούτων μασχάλας πλείους, ἐπ’ ἄκρων δ’ ἄνθος λευκόν, ὑποπόρφυρον, ἐπικαμπὲς καθάπερ σκορπίου οὐρά· ῥίζα δὲ λεπτή, ἄχρηστος. φύεται δ’ ἐν τραχέσι τόποις.

11

eta

4

Ἡλιοτρόπιον τὸ μικρόν (οἱ δὲ καὶ τοῦτο σκορπίουρον ἐκάλεσαν) φύεται ἐν τελματώδεσι τόποις καὶ παρὰ λίμναις, ἔχον φύλλα παρα‐ πλήσια τῷ προειρημένῳ, στρογγυλώτερα δέ, καρπὸν στρογγύλον, ἀπο‐ κρεμάμενον ὡς ἀκροχορδόνας.

11

eta

5

Ἡμεροκαλλές (οἱ δὲ κρίνον ἄγριον) φύλλα ἔχει καὶ καυλὸν ὅμοια κρίνῳ, χλωρὰ δ’ ὥσπερ πράσα, ἄνθη δ’ ἐπ’ αὐτῷ καθ’ ἑκάστην ἀπόφυσιν τρία ἢ τέσσαρα, τὴν σχίσιν τῷ κρίνῳ ἐοικότα, ὅταν ἄρξηται χάσκειν, τὴν δὲ χρόαν ἰσχυρῶς ὠχράν, ῥίζαν ὁμοίαν βολβῷ, εὐμεγέθη.

11

eta

6

Ἡμιονῖτις (οἱ δὲ σπλήνιον) φύλλον ἀνίησιν ὅμοιον δρακοντίῳ, μηνοειδές· ῥίζαι δ’ ὕπεισι πολλαί, λεπταί· οὔτε δὲ καυλὸν οὔτε καρπὸν οὔτε ἄνθος φέρει. φύεται δ’ ἐν πετρώδεσι τόποις. γευσαμένῳ δ’ ἡ πόα στυπτική.

11

eta

7

Ἠριγέρων (οἱ δ’ ἐρεχθῖτις, οἱ δὲ σενεκίων) καυλίον ἐστὶ πηχυαῖον, ὑπέρυθρον, συνεχῆ ἔχον φυλλάρια ἀκροσχιδῆ ὥσπερ εὔζω‐ μον, παρὰ πολὺ δ’ ἐλάττονα· ἄνθη μηλίζοντα, ταχέως σχιζόμενα καὶ ἐξανθοῦντα εἰς τοὺς λεγομένους πάππους, ὅθεν καὶ ἠριγέρων ὠνο‐
5μάσθη διὰ τὸ τοῦ ἦρος τὰ ἄνθη τριχοειδῶς πολιοῦσθαι· ῥίζα ἄχρηστος.
φύεται μάλιστα ἐπὶ θριγκῶν καὶ περὶ τὰς πόλεις.

11

theta

1

Θαλίητρον φύλλα παραπλήσια κορίῳ ἔχει, λιπαρώτερα δέ, καυλίον πηγανίου πάχος, ἐφ’ οὗ τὰ φύλλα, ἅπερ καταπλασθέντα λεῖα τὰ χρόνια τῶν ἑλκῶν ἀπουλοῖ. φύεται μάλιστα ἐν πεδίοις.

11

theta

2

Θλάσπι (οἱ δὲ θλασπίδιον) βοτάνιόν ἐστι στενὸν τοῖς φύλλοις, ὡς δακτύλου τὸ μῆκος, πεπτωκόσιν ἐπὶ γῆς, ἀκροσχιδέσιν, ὑπολιπάροις· καυλὸν δ’ ἀνίησι λεπτόν, δισπίθαμον, ἀποφυάδας ὀλίγας ἔχοντα· καὶ περὶ ὅλον αὐτὸν καρπὸς ὑπόπλατυς ἐξ ἄκρου, ἐν ᾧ σπερμάτιον ἐμφε‐
5ρὲς καρδάμῳ, δισκοειδές, οἱονεὶ ἐντεθλασμένον, ἐξ οὗ καὶ τὸ ὄνομα ἔσχηκεν, ἄνθος δ’ ὑπόλευκον. ἐν ὁδοῖς καὶ ἐπὶ θριγκῶν καὶ τειχῶν φύεται.

11

theta

3

Θηλυπτερίς (οἱ δὲ νυμφαίαν πτέριν ὀνομάζουσι) τὰ μὲν φύλλα πτέριδι ὅμοια, οὐ μονόμοσχα δ’ ὡς τὰ ἐκείνης, ἀλλὰ πολλὰς ἔχοντα ἀποφύσεις καὶ ὑψηλοτέρας· ῥίζαι δ’ ὕπεισι μακραί, πλάγιαι, πλείους, ὑπόξανθοι ἐν τῷ μέλανι, τινὲς δ’ ἐρυθραί.

11

theta

4

Θυμελαία ἢ χαμελαία· ἐκ ταύτης ὁ Κνίδιος κόκκος. ῥάβδους δ’ ἀνίησι πολλὰς καὶ καλάς, ὅσον διπήχεις· τὰ δὲ φύλλα χαμελαίᾳ ὅμοια, πλὴν στενότερα καὶ λιπαρώτερα, ὑπόγλισχρα ἐν τῷ διαμασᾶσθαι καὶ κολλώδη· ἄνθη λευκά, καὶ μεταξὺ αὐτῶν ὁ καρπός, ὡς μύρτων,
5μικρός, στρογγύλος, ἐν ἀρχῇ μὲν χλωρός, αὖθις δ’ ἐρυθρός. τὸ δὲ περικάρπιον σκληρὸν καὶ μέλαν, τὸ δ’ ἐντὸς λευκόν.

11

theta

5

Θύμβρα γνώριμος, γεννωμένη ἐν λεπτογείοις καὶ τραχέσι τόποις, ὁμοία θύμῳ, ἐλάσσων μέντοι καὶ ἁπαλωτέρα, φέρουσα στάχυν ἄνθους μεστόν, ἔγχλωρον. δύναται δὲ τὰ αὐτὰ τῷ θύμῳ ὁμοίως λαμβανομένη καὶ πρὸς τὴν ἐν ὑγιείᾳ χρῆσιν εὔθετος. γίνεται δὲ καὶ σπαρτὴ θύμβρα,
5κατὰ πάντα τῆς ἀγρίας ἐλάσσων, εὐχρηστοτέρα δὲ πρὸς βρῶσιν διὰ τὸ μὴ ἐπιτετάσθαι τὴν δριμύτητα.

11

theta

6

Θύμος (οἱ δὲ κεφαλωτός, οἱ δ’ ἐπιθυμίς) γινώσκεται ὑπὸ πάν‐ των, θαμνίσκιον φρυγανοειδές, φυλλαρίοις στενοῖς καὶ πολλοῖς περι‐ ειλημμένον, ἔχον ἐπ’ ἄκρου κεφάλια ἄνθους πορφυρίζοντα. μάλιστα δὲ φύεται ἐν πετρώδεσι καὶ λεπτογείοις τόποις.

11

iota

1

Ἰβηρὶς καρδάμῳ τὰ φύλλα ἔχει παραπλήσια, ἐν ἔαρι εὐθαλέστερα. μῆκος δ’ ὅσον πηχυαῖον ἢ ἔλαττον. φύεται δ’ ἐν ἀγεωργήτοις τόποις· θέρους δὲ γαλακτικὸν ἄνθος προβάλλει, καὶ τότε ἐστὶ δραστικώτερον.
ἔχει δὲ ῥίζας δύο ἐμφερεῖς καρδάμῳ.

11

iota

2

Ἰδαία ῥίζα φύλλα ἔχει ὀξυμυρρίνῃ ἐοικότα, παρ’ αὐτὰ δ’ ὡς ἕλικες μικραὶ πεφύκασιν, ἐξ ὧν τὸ ἄνθος.

11

iota

3

Ἱεράκιον τὸ μέγα (Ῥωμαῖοι λαπτούκα ἠρράτικα) καυλὸν ἀνίη‐ σιν ὑπέρυθρον, τραχύν, ἀκανθώδη, ὑπόκενον· φύλλα δ’ ἔχει ἐκ διαστη‐ μάτων ἐπεσχισμένα ἀραιῶς, σόγχῳ ἐμφερῆ τὴν περιφέρειαν, ἄνθη μή‐ λινα ἐν κεφαλίοις ὑπομήκεσιν.

11

iota

4

Ἱεράκιον τὸ μικρόν (οἱ δὲ καὶ τοῦτο σογχίτην καλοῦσι) φύλλα ἔχει καὶ αὐτὸ ἐκ διαστημάτων ἐπεσχισμένα τὴν περιφέρειαν, καυλία δ’ ἀνίησι τρυφερὰ καὶ χλωρά, ἐν οἷς ἄνθη μήλινα, κύκλον περιγράφοντα.

11

iota

5

Ἱππομάραθον μάραθόν ἐστιν ἄγριον (Ῥωμαῖοι φενούκλουμ), μέγα· φέρει δὲ τὸ σπέρμα κάχρυϊ ὅμοιον, ῥίζα δ’ ὕπεστιν εὐώδης.

11

iota

6

Ἱπποσέλινον (Ῥωμαῖοι δ’ ὀλέσαθρον) μεῖζόν ἐστι καὶ λευκό‐ τερον τοῦ κηπευτοῦ σελίνου· καυλὸς δὲ κοῖλος, ὑψηλός, τρυφερός, οἱονεὶ γραμμὰς ἔχων· φύλλα πλατύτερα, ὑποφοινισσόμενα, ἐν οἷς ἐστιν ὡς λιβανωτίδος κόμη μεστὴ ἄνθους, κατὰ κορύμβους πρὶν
5ἐξανθῆσαι συνεστῶσα· σπέρμα δὲ μέλαν, ἐπίμηκες, ναστόν, δριμύ, ἀρωματίζον· ῥίζα εὐώδης, λευκή, εὔστομος, οὐ παχεῖα. φύεται ἐν συσκίοις καὶ παρ’ ἕλεσιν.

11

iota

7

Ἱππόγλωσσον θαμνίσκος ἐστί, μυρσίνῃ ἀγρίᾳ καὶ λεπτῇ ἔχων τὰ φύλλα ὅμοια, κόμην δ’ ἀκανθώδη καὶ ἐπ’ ἄκρου οἱονεὶ γλωττίδας παραφύσεις μικρὰς παρὰ τοῖς φύλλοις.

11

iota

8

Ἱπποφαές (οἱ δ’ ἱπποφυές), ἐν ᾧ γνάπτουσι τὰ ἱμάτια, φύεται μὲν ἐν ἀμμώδεσι καὶ παραθαλασσίοις τόποις· θάμνος δ’ ἐστὶ φρυγανώδης, πυκνός, ἀμφιλαφής, φύλλα ἔχων μακρὰ πρὸς τὰ τῆς ἐλαίας, στενότερα δὲ καὶ λεπτότερα, καὶ μεταξὺ ἀκάνθας ξηράς, ὑπολεύκους, γωνιοειδεῖς,
5ἀπ’ ἀλλήλων διεστώσας· ἄνθη κορύμβοις ἐοικότα κιττοῦ, ὡς βοτρύδια προσκείμενα ἀλλήλοις, πλὴν μικρότερα καὶ μαλακά, μετὰ τοῦ λευκοῦ φοινίσσοντα ἐκ μέρους· ῥίζα παχεῖα καὶ μαλακή, ὀποῦ μεστή, γευσα‐ μένῳ πικρά, ὀπιζομένη ὥσπερ ἡ θαψία. ἀποτίθεται δὲ καθ’ ἑαυτὸν ὁ ὀπὸς καὶ σὺν ὀροβίνῳ ἀλεύρῳ ἀναλαμβανόμενος καὶ ξηραινόμενος.

11

iota

9

Ἱππόφαιστον (οἱ δὲ καὶ τοῦτο ἱπποφαὲς καλοῦσι) φύεται μὲν ἐν τοῖς αὐτοῖς τόποις, ἐν οἷς καὶ τὸ ἱπποφαές, καὶ αὐτὸ γναφι‐ κῆς ἀκάνθης εἶδος ὑπάρχον. ἔστι δὲ χαμαιπετές, κεφάλια μόνον ἔχον χαῦνα καὶ φυλλάρια μικρά, οὔτε δ’ ἄνθος οὔτε καυλὸν φέρει, ῥίζαν
5παχεῖαν μαλακήν.

11

iota

10

Ἵππουρις φύεται ἐν τόποις ἐφύδροις καὶ ἐν τάφροις. καυλία κενά, ὑπέρυθρα, ὑποτραχέα, στερεά, γόνασι διειλημμένα ἐμπεφυκόσιν εἰς ἄλληλα, περὶ δ’ αὐτὰ φύλλα σχοινώδη, πυκνά, λεπτά. αὔξεται δ’ εἰς ὕψος ἀναβαίνουσα ἐπὶ τὰ παρακείμενα στελέχη καὶ κατακρέμαται
5περικεχυμένη κόμαις πολλαῖς μελαίναις καθάπερ ἵππου οὐρά· ῥίζα ξυλώδης, σκληρά.

11

iota

11

Ἔστι δὲ καὶ ἑτέρα ἵππουρις, κόμας ἐκ διαστημάτων βραχυ‐ τέρας καὶ λευκοτέρας καὶ μαλακωτέρας ἔχουσα.

11

iota

12

Ἰξός ἐστι καλὸς ὁ νέος, πρασίζων τῷ χρώματι κατὰ τὸ ἐντός, ἐκτὸς δ’ ὑπόξανθος, μηδὲν ἔχων τραχὺ ἢ πιτυρῶδες. γίνεται δ’ ἔκ τινος καρποῦ περιφεροῦς, γεννωμένου ἐν δρυῒ τῇ ἐχούσῃ τὰ φύλλα ὅμοια πύξῳ. κόπτεται δ’ ὁ καρπός, εἶτα πλύνεται, εἶτα ἐν ὕδατι
5ἕψεται· ἔνιοι δὲ μασώμενοι αὐτὸν ἐργάζονται. γίνεται δὲ καὶ ἐκ μηλέας καὶ ἀπίου καὶ ἐξ ἄλλων δένδρων· εὑρίσκεται δὲ καὶ πρὸς ῥίζαις θάμνων τινῶν.

11

iota

13

Ἴον φύλλα ἔχει μικρότερα κισσοῦ καὶ λεπτότερα, μελάντερα δὲ καὶ οὐκ ἀφόμοια, καυλίον μέσον ἀπὸ τῆς ῥίζης, ἐφ’ οὗ ἀνθύλλιον σφόδρα εὐῶδες, πορφυροῦν. φύεται ἐν παλισκίοις καὶ τραχέσι τόποις.

11

iota

14

Ἶρις (οἱ δ’ Ἰλλυρική, οἱ δ’ οὐρανία) φύλλα φέρει ὅμοια ξιφίῳ, μείζονα δὲ καὶ πλατύτερα καὶ λιπαρώτερα, ἄνθη ἐπὶ καυλῶν παράλληλα, ἐπικαμπῆ, ποικίλα· ἢ γὰρ λευκὰ ἢ ὠχρὰ ἢ μέλανα ἢ πορφυρᾶ ἢ κυανίζοντα ὁρᾶται, ὅθεν διὰ τὴν ποικιλίαν ἀπεικάσθη Ἴριδι τῇ οὐρανίᾳ.
5ῥίζαι δ’ ὕπεισι γονατώδεις, στερεαί, εὐώδεις, ἃς δεῖ μετὰ τὴν τομὴν ξηράναντας ἐν σκιᾷ καὶ διείραντας λίνῳ ἀποτίθεσθαι. ἔστι δὲ βελτίων ἡ Ἰλλυρικὴ καὶ Μακεδονική, καὶ ταύτης ἀρίστη ἡ πυκνόρριζος καὶ ὑπο‐ κόλοβος καὶ δύσθραυστος καὶ τῇ χρόᾳ ὑπόκιρρος καὶ σφόδρα εὐώδης καὶ τῇ γεύσει πυρροτέρα τήν τε ὀσμὴν εἰλικρινὴς καὶ μὴ νοτίζουσα
10πταρμούς τε ἐν τῷ κόπτεσθαι κινοῦσα. ἡ δὲ Λιβυκὴ λευκή τέ ἐστι τὴν χρόαν τῇ τε γεύσει πικρά, δευτερεύουσα τῇ δυνάμει. παλαιούμεναι δὲ τερηδονίζονται, εὐωδέστεραι μέντοι τότε γίνονται.

11

iota

15

Ἰσάτις ἥμερος, ᾗ οἱ βαφεῖς χρῶνται, φύλλα ἔχει ἀρνογλώσσῳ ἐμφερῆ, λιπαρώτερα δὲ καὶ μελάντερα, καυλὸν δ’ ὑπὲρ πῆχυν.

11

iota

16

Ἡ δ’ ἀγρία ἰσάτις, παραπλήσιος οὖσα τῇ ἡμέρῳ, φύλλα ἔχει
μείζονα πρὸς τὰ τῆς θρίδακος, καυλοὺς δὲ λεπτοτέρους, πολυσχιδεῖς, ὑπερύθρους, ἔχοντας ἐξ ἄκρου ὥσπερ θυλάκια γλωττοειδῆ πολλὰ ἀποκρεμάμενα, ἐν οἷς τὸ σπέρμα· ἄνθος δὲ μήλινον, λεπτόν.

11

iota

17

Ἰσόπυρον (οἱ δὲ φασίολον καλοῦσιν ἀπὸ τοῦ ἐοικέναι φασιόλῳ τῷ κατ’ ἄκρον τὸ πέταλον ἕλικα φέρειν)· ἔπεισι δὲ κεφαλαὶ ἐπὶ τοῦ καυλοῦ ἄκρου λεπταί, σπερματίων πλήρεις, παραπλησίων μελανθίῳ τὴν γεῦσιν.

11

kappa

1

Καλαμίνθη (Ῥωμαῖοι νεπέταμ) ἡ μέν τις ὀρεινοτέρα ἐστίν, ἔχει δὲ φύλλα ὅμοια ὠκίμῳ, ὑπόλευκα, κλωνία δὲ καὶ κάρφη γεγωνιωμένα, ἄνθος πορφυροῦν. ἡ δέ τις γλήχωνι ἔοικε, μείζων δέ, ὅθεν ἀγρίαν τινὲς αὐτὴν γλήχωνα ὀνομάζουσι, διότι καὶ τῇ ὀσμῇ παρέοικεν. ἡ δὲ
5τρίτη ἔοικεν ἡδυόσμῳ ἀγρίῳ, ἐπιμηκεστέρα τοῖς φύλλοις, καυλῷ καὶ κλάδῳ μείζων τῶν προειρημένων καὶ ἧττον ἐνεργής. πασῶν δὲ τὰ φύλλα γευομένῳ πυρωτικὰ ἰσχυρῶς καὶ δριμέα, ῥίζα ἄχρηστος. φύεται δ’ ἐν πεδίοις καὶ ἐν τραχέσι τόποις καὶ καθύγροις.

11

kappa

2

Κάλαμος ἀρωματικὸς φύεται μὲν ἐν Ἰνδίᾳ, ἔστι δ’ αὐτοῦ κάλλιστος ὁ κιρρός, πυκνογόνατος καὶ εἰς πολλοὺς σκινδαλμοὺς θραυό‐ μενος, γέμων ἀραχνίων τὴν σύριγγα ὑπολεύκων, ἔν τε τῇ διαμασήσει γλίσχρος, στυπτικός, ὑπόδριμυς.

11

kappa

3

Κάνναβις ἀγρία (οἱ δ’ ὑδράστινα) ῥαβδία φέρει ὅμοια τοῖς τῆς ἀλθαίας, μικρότερα δὲ καὶ μελάντερα καὶ τραχύτερα, τὸ ὕψος πήχεως· τὰ φύλλα ὅμοια τῇ ἡμέρῳ, τραχύτερα δὲ καὶ μελάντερα, ἄνθη ὑπέρυθρα, λυχνίδι ἐμφερῆ, σπέρμα δὲ καὶ ῥίζα ὅμοια τῇ ἀλθαίᾳ.

11

kappa

4

Καπνὸς βοτάνιόν ἐστι θαμνοειδές, κορίῳ ἐοικός, τρυφερὸν πάνυ, τὰ δὲ φύλλα λευκότερα καὶ τεφροειδῆ, πολλὰ πανταχόθεν, ἄνθος πορφυροῦν.

11

kappa

5

Κάππαρις (οἱ δὲ κυνόσβατον, οἱ δὲ καπρίαν) θάμνος ἐστὶν ἀκανθώδης, ἐπὶ γῆς γυροειδῶς ἐστρωμένος, ἀκάνθας ἀγκιστροειδεῖς ἔχων ὡς βάτος, φύλλα δὲ στρογγύλα κυδωνίᾳ ὅμοια, καρπὸν δ’ οἷον ἐλαίας, ὃς ἀνοιχθεὶς λευκὸν προΐεται ἄνθος, οὗ πεσόντος εὑρίσκεταί
5τι οἷον βάλανος ἐπιμήκης, ὅπερ ἀνοιχθὲν ἔχει κόκκους ὥσπερ ῥόας μικρούς, ἐρυθρούς· ῥίζας ξυλώδεις καὶ μεγάλας, πλείστας. φύεται τοὐ‐ πίπαν ἐν τραχέσι καὶ λεπτογείοις τόποις καὶ νήσοις καὶ οἰκοπέδοις. ταριχεύεται δ’ ὁ καυλὸς καὶ ὁ καρπὸς εἰς βρῶσιν.

11

kappa

6

Καρδάμωμον ἄριστον τὸ ἐκ τῆς Κομμαγηνῆς καὶ Ἀρμενίας καὶ
Βοσπόρου κομιζόμενον· γεννᾶται δὲ καὶ ἐν Ἰνδίᾳ καὶ Ἀραβίᾳ. ἐκλέγου δὲ τὸ δύσθραυστον, πλῆρες, μεμυκός (τὸ γὰρ μὴ τοιοῦτον ἔξωρόν ἐστι) καὶ τὸ τῇ ὀσμῇ δὲ πληκτικόν, γεύσει δὲ δριμὺ καὶ ὑπόπικρον.

11

kappa

7

Κασίας ἐστὶ πλείονα εἴδη περὶ τὴν ἀρωματοφόρον Ἀραβίαν γεννώμενα· ἔχει δὲ ῥάβδον παχύφλοιον, φύλλα δ’ ὡς πεπέρεως. ἐκλέγου δὲ τὴν ἔγκιρρον, εὔχρουν, κοραλλίζουσαν, στενὴν λίαν, μακρὰν καὶ παχεῖαν, τοῖς συριγγίοις πλήρη, δηκτικὴν ἐν τῇ γεύσει καὶ στύφου‐
5σαν μετὰ ποσῆς πυρώσεως, ἀρωματίζουσαν, οἰνίζουσαν τῇ ὀσμῇ. ἡ δὲ τοιαύτη ὑπὸ τῶν ἐγχωρίων ἄχυ καλεῖται, δαφνῖτις δὲ προσαγορεύεται ὑπὸ τῶν ἐν Ἀλεξανδρείᾳ ἐμπόρων. πρὸ δὲ ταύτης ἐστὶν ἡ μέλαινα καὶ ἐμπόρφυρος, παχεῖα, ζίγιρ καλουμένη, ῥοδίζουσα τῇ ὀσμῇ, μάλιστα πρὸς τὴν ἰατρικὴν τέχνην εὔθετος, δευτερεύει δ’ ἡ προειρημένη, τρίτη
10δ’ ἐστὶν ἡ καλουμένη βλαστὸς Μοσυλητικός· αἱ δὲ λοιπαὶ εὐτελεῖς.

11

kappa

8

Καυκαλίς (οἱ δὲ μυρῖτις, Δημόκριτος βρύον) καυλίον ἐστὶ σπιθαμιαῖον ἢ καὶ μεῖζον, ὑπόδασυ, φύλλα ἔχον σελίνῳ ἐμφερῆ, ἐπ’ ἄκρου δὲ μαραθοειδῶς λεπτοσχιδῆ, δασέα καὶ ἐπ’ ἄκρου σκιάδειον λευκόν, εὐῶδες.

11

kappa

9

Κέδρος δένδρον ἐστὶ μέγα, ἐξ οὗ ἡ λεγομένη κεδρία συνάγεται, καρπὸν ὥσπερ ἄρκευθος φέρουσα, μέγεθος μύρτου, περιφερῆ. τῆς δὲ κεδρίας ἀρίστη ἡ παχεῖα καὶ διαυγής, βαρεῖα τῇ ὀσμῇ ἀποχεομένη τε κατὰ σταλαγμοὺς ἐπιδιαμένουσα καὶ μὴ διαχεομένη.

11

kappa

10

Κενταύριον τὸ μέγα φύλλα ἔχει καρύᾳ βασιλικῇ ἐοικότα, προμήκη, χρώματι χλωρὰ ὡς κράμβης· τὸ δὲ περιφερὲς αὐτῶν ἐν‐ τέτμηται ὥσπερ πρίων· καυλὸν δ’ ἔχει ὡς λάπαθον, δίπηχυν ἢ καὶ τρίπηχυν, παραφυάδας ἀπὸ τῆς ῥίζης ἔχοντα πολλάς, ἐφ’ ὧν κεφαλαὶ
5ὅμοιαι μήκωνι, ὑπομήκεις ἐν τῷ περιφερεῖ, ἄνθος κυανίζον· καρπὸς δ’ ὅμοιος κνήκῳ, ἐγκείμενος ὥσπερ ἐν ἐριώδεσι τοῖς ἄνθεσι, ῥίζα παχεῖα, στερεά, βαρεῖα, περὶ πήχεις δύο, μεστὴ χυλοῦ, δριμεῖα μετὰ ποσῆς στύψεως καὶ γλυκύτητος, ὑπέρυθρος· ὁμοίως δὲ καὶ ὁ χυλὸς ἐρυθρός. φιλεῖ δὲ λιπαρὰν γῆν, εὐήλιον, δρυμοὺς καὶ γεώλοφα·
10πλεονάζει δ’ ἐν Λυκίᾳ καὶ ἐντὸς τῆς Πελοποννήσου ἐν Ἤλιδι καὶ Ἀρκαδίᾳ καὶ Μεσσηνίᾳ καὶ περὶ Φολόην καὶ Λυκίαν καὶ Σμύρνην.

11

kappa

11

Κενταύριον τὸ μικρόν· ἡ πόα ὑπερικῷ ἢ ὀριγάνῳ παρα‐ πλήσιος, καυλὸν ἔχουσα ὑπὲρ σπιθαμήν, γεγωνιωμένον· ἄνθη ἐν τῷ φοινικῷ ὑποπόρφυρα πρὸς τὰ τῆς λυχνίδος, φύλλα μικρά, ὑπομήκη
ὥσπερ πηγάνου, καρπὸς πυροῖς ὅμοιος, ῥίζα μικρά, ἄχρηστος.

11

kappa

12

Κηπαία ἐμφερής ἐστιν ἀνδράχνῃ, μελάντερα δ’ ἔχει τὰ φύλλα, ῥίζαν λεπτήν.

11

kappa

13

Κινναμώμου ἐστὶ πλείονα εἴδη ὀνομαζόμενα ἐπιχωρίως. δια‐ φέρει δὲ τὸ Μοσυλικὸν διὰ τὸ σῴζειν ποσὴν ἐμφέρειαν πρὸς τὴν Μοσυλητικὴν καλουμένην κασίαν, καὶ τούτου τὸ πρόσφατον, τῇ χρόᾳ μέλαν, τεφρίζον ἐν τῷ οἰνώδει, λεπτὸν δὲ τοῖς ῥαβδίοις καὶ λεῖον,
5ὄζοις συνεχέσι κεχρημένον, σφόδρα εὐῶδες· σχεδὸν γὰρ ἡ τοῦ ἀρίστου κρᾶσίς ἐστι περὶ τὴν ἐν τῇ εὐωδίᾳ ἰδιότητα· εὑρίσκεται γὰρ μετὰ τοῦ ἀρίστου καὶ ἰδιάζοντος ἡ ὀσμὴ πηγανίζουσα ἢ καρδάμῳ ἐμφερής.

11

kappa

14

Κιρκαία (οἱ δὲ διρκαίαν καλοῦσι) τὰ μὲν φύλλα ἔχει στρύχνῳ κηπαίῳ ὅμοια, παραφυάδας δὲ πολλάς, ἄνθη μικρά, μέλανα, πολλά, καρπὸν κεγχροειδῆ ἔν τισιν οἱονεὶ κερατίοις, ῥίζας σπιθαμιαίας τρεῖς ἢ τέσσαρας, λευκάς, εὐώδεις.

11

kappa

15

Κίσθος θάμνος ἐστὶν ἐν πετρώδεσι τόποις φυόμενος, πολύκλα‐ δος, φυλλώδης, οὐχ ὑψηλός, φύλλα ἔχων περιφερῆ, στρυφνά, δασέα, ἄνθη ὥσπερ ῥόας, ἐπὶ δὲ τοῦ θήλεος λευκά.

11

kappa

16

Κισσὸς πολλὰς ἔχει διαφορὰς τὰς κατ’ εἶδος, τὰς δὲ γενικωτά‐ τας τρεῖς· λέγεται γὰρ ὁ μέν τις λευκός, ὁ δὲ μέλας, ὁ δ’ ἕλιξ. καὶ ὁ μὲν λευκὸς λευκὸν φέρει καρπόν, ὁ δὲ μέλας μέλανα ἢ κροκίζοντα, ὃν δὴ καὶ οἱ ἰδιῶται Διονύσιον καλοῦσιν, ὁ δ’ ἕλιξ ἄκαρπός τέ ἐστι
5καὶ λεπτὰ ἔχει τὰ κλήματα καὶ τὰ φύλλα μικρά, γωνιοειδῆ, ἐρυθρά.

11

kappa

17

Κληματὶς φύεται ἐπὶ γῆς ἐν εὐγείοις, κλήματα δ’ ἔχει μικρά, ὡς ὁλοσχοίνου τὸ πάχος, πέταλον δὲ μικρόν, δάφνῃ ἐμφερὲς τῷ τε σχήματι καὶ τῇ χρόᾳ, μικρότερον δὲ πολλῷ.

11

kappa

18

Κληματὶς ἑτέρα κλῆμα ἀνίησιν ὑπέρυθρον, λυγῶδες, φύλλον δριμὺ λίαν γευομένῳ καὶ ἑλκωτικόν. περιελίττεται δὲ τοῖς δένδρεσιν ὡς σμίλαξ.

11

kappa

19

Κλινοπόδιον θαμνίον ἐστὶ φρυγανῶδες, δισπίθαμον, φυόμενον ἐν πέτραις, ἔχον φύλλα ἑρπύλλῳ παραπλήσια καὶ ἄνθη ὅμοια κλίνης ποσὶν ἐκ διαστημάτων, ἐμφερῆ πρασίῳ.

11

kappa

20

Κλύμενον καυλὸν ἀνίησι τετράγωνον, ὅμοιον τῷ τοῦ κυάμου, φύλλα δὲ πρὸς τὰ τοῦ ἀρνογλώσσου, θυλάκια δ’ ἐπὶ τοῦ καυλοῦ εἰς ἄλληλα νεύοντα, ἐοικότα ἴριδι ἢ πολύποδος πλεκτάναις. ἄριστον δὲ τὸ ὀρεινόν.

11

kappa

21

Κνῆκος φύλλα ἔχει ἐπιμήκη, ἐντετμημένα, τραχέα, ἀκανθώδη, καυλοὺς διπήχεις, ἐφ’ ὧν κεφάλια κατὰ μέγεθος ἐλαίας, ἄνθος κρόκῳ
ὅμοιον, σπέρμα λευκὸν καὶ πυρρόν, ἐπίμηκες, γεγωνιωμένον.

11

kappa

22

Κολχικόν (οἱ δ’ ἐφήμερον καλοῦσι) λήγοντος τοῦ φθινοπώρου ἀνίησιν ἄνθος λευκόν, ὅμοιον κρόκου ἄνθει, ὕστερον δὲ τὰ φύλλα φέρει βολβῷ παραπλήσια, λιπαρώτερα δέ, καυλὸν σπιθαμιαῖον, καρπὸν ἔχοντα πυρρόν, ῥίζαν φλοιὸν ἔχουσαν ἔγκιρρον ἐν τῷ μέλανι, ἥτις
5λεπιζομένη λευκὴ καὶ ἁπαλὴ καὶ ὀποῦ μεστὴ εὑρίσκεται καὶ γλυκεῖα· ἔχει δ’ ὁ βολβὸς διάφυσιν μέσην, καθ’ ἣν τὸ ἄνθος ἀφίησιν. γεννᾶται δὲ πλεῖστον ἐν τῇ Μεσσηνίᾳ καὶ ἐν Κόλχοις.

11

kappa

23

Κολοκυνθὶς κλημάτια ἀνίησι καὶ φύλλα ἐστρωμένα ἐπὶ γῆς, ὅμοια τοῖς τοῦ ἡμέρου σικύου, ἐπεσχισμένα· καρπὸν δὲ περιφερῆ, ὅμοιον σφαίρᾳ μέσῃ, πικρὸν ἰσχυρῶς, ὃν δεῖ συλλέγειν ἀρχόμενον μεταβάλλειν ἐπὶ τὸ ὠχρότερον.

11

kappa

24

Κόμαρος δένδρον ἐστὶ παρόμοιον κυδωνίᾳ, λεπτόφλοιον, καρπὸν ἔχον ὡς κοκκυμήλου μέγεθος, ἀπύρηνον, μεμαίκυλον καλούμενον, πεπανθέντα δ’ ὑπόκιρρον, ἐσθιόμενον ἀχυρώδη, κακοστόμαχον καὶ κεφαλαλγῆ.

11

kappa

25

Κονδρίλη (οἱ δὲ σέριν καλοῦσι) τὰ μὲν φύλλα καὶ τὸν καυλὸν καὶ τὰ ἄνθη ἔχει κιχορίῳ ὅμοια, ὅθεν καὶ εἶδος σέριδος ἀγρίας αὐτό τινες εἶπον, λεπτότερον δὲ τὸ ὅλον. περὶ δὲ τῷ κλωναρίῳ αὐτῆς εὑρίσκεται κόμμι ὅμοια μαστίχῃ, μεγέθει κυαμιαῖα.

11

kappa

26

Κόνυζα (οἱ δ’ ἰσχύς, οἱ δὲ Δαναΐς) ἡ μέν τις μικρὰ καλεῖται εὐωδεστέρα οὖσα, ἡ δὲ μείζων, ὑπερέχουσα τῷ θάμνῳ καὶ τοῖς φύλλοις, πλατυτέρα καὶ βαρύοσμος. ἀμφότεραι δ’ ἐοίκασι τοῖς φύλλοις ἐλαίᾳ, ἔστι δὲ δασέα ταῦτα καὶ λιπαρά· ὕψος δὲ τοῦ καυλοῦ ἡ μὲν μείζων
5δύο πήχεων ἔχει, ἡ δ’ ἐλάττων ποδός· ἄνθος ψαφαρόν, μήλινον,

11

kappa

27

ὑπόπικρον, ἐκπαππούμενον, ῥίζαι ἄχρηστοι.〉 —Γίνεται καὶ τρίτον εἶδος κονύζης, καυλῷ παχύτερον καὶ μαλακώτερον, τοῖς δὲ φύλλοις μεῖζον τῆς λεπτῆς, ἔλαττον δὲ τῆς μείζονος, οὐ λιπαρόν, πολὺ καὶ ἀηδέστερον καὶ ἀπρακτότερον, βαρυοσμότερον δὲ πολλῷ. φύεται δ’ ἐν
5ἐφύδροις τόποις.

11

kappa

28

Κόρι (οἱ δὲ καὶ τοῦτο ὑπερικὸν καλοῦσι) φύλλα ἔχει παραπλήσια τῷ τῆς ἐρείκης, μικρότερα δὲ καὶ λιπαρώτερα καὶ ἐρυθρά· θάμνος δὲ σπιθαμιαῖος, εὔστομος, δριμύς, εὐώδης.

11

kappa

29

Κότινος, ἣν ἔνιοι ἀγριελαίαν, οἱ δ’ Αἰθιοπικὴν ἐλαίαν ἐκάλεσαν, τὰ φύλλα ἔχει στυπτικά· χυλίζοντας δεῖ κόπτειν τὰ φύλλα καὶ παρα‐
χέοντας ὕδωρ ἢ οἶνον ἐκθλίβειν καὶ ξηραίνοντας ἐν ἡλίῳ ἀναπλάττειν· ἔστι δ’ εὐτονώτερος διὰ τοῦ οἴνου ἐκθλιβόμενος καὶ εἰς ἀπόθεσιν
5μᾶλλον τοῦ δι’ ὕδατος ἁρμόζων· καίεται δὲ τὰ φύλλα μετὰ τῶν ἀνθῶν καὶ εἰς ἀντίσποδα ἐν χύτρᾳ ὠμῇ περιπεπλασμένῃ τὸ πῶμα πηλῷ ἄχρι ὀπτήσεως τοῦ κεράμου, ἔπειτα κατασβέννυται οἴνῳ καὶ φυραθέντα πάλιν ὁμοίως καίεται, εἶτα πλύνεται ὡς τὸ ψιμύθιον καὶ ἀναπλάσσεται· δοκεῖ δ’ ἡ τοιαύτη καῦσις μὴ λείπεσθαι τοῦ σποδίου
10εἰς τὰ ὀφθαλμικά, ὅθεν καὶ τὴν δύναμιν ὁμοίαν ἡγητέον. δύναται δὲ τὰ αὐτὰ καὶ τὰ τῆς ἡμέρου ἐλαίας φύλλα, λείπεται μέντοι τῇ δυνάμει, ὅθεν πρὸς τὰ ὀφθαλμικὰ μᾶλλον ἁρμόζει διὰ τὸ ἐπιεικέστερον. τὸ δὲ δάκρυον τῆς Αἰθιοπικῆς ἐλαίας ἔοικέ πως σκαμμωνίᾳ, ἔγκιρρον, ἐκ μικρῶν σταγόνων συγκείμενον, δηκτικόν· τὸ δ’ ὅμοιον κόμμει, μέγα
15καὶ λεῖον, οὐ δηκτικόν, τὸ δὲ μελανίζον δηκτικόν, ἀχρεῖον· φέρει δὲ τὸ τοιοῦτον ἡ παρ’ ἡμῖν ἀγριελαία.

11

kappa

30

Κορωνόπους πρόμηκές ἐστι βοτάνιον, κατὰ τοῦ ἐδάφους ἐστρω‐ μένον, κατεσχισμένον τὰ φύλλα, λαχανευόμενον.

11

kappa

31

Κόστος διαφέρει ὁ Ἀραβικός, λευκὸς ὢν καὶ κοῦφος, πλείστην ἔχων καὶ ἡδεῖαν τὴν ὀσμήν· δευτερεύει δ’ ὁ Ἰνδικός, ἁδρὸς ὢν καὶ μέλας καὶ κοῦφος ὡς νάρθηξ· τρίτος δ’ ἐστὶν ὁ Συριακός, βαρύς, τὴν χρόαν πυξώδης, πληκτικὸς τῇ ὀσμῇ· ἄριστος δ’ ἐστὶν ὁ πρόσφατος,
5λευκός, πλήρης, δι’ ὅλου πυκνός, ξηρός, ἀτερηδόνιστος, ἄβρωμος, τῇ γεύσει δηκτικὸς καὶ πυρώδης. μιγνύουσι δ’ ἔνιοι τὰς ῥωμαλεωτάτας τοῦ Κομμαγηνοῦ ἑλενίου ῥίζας δολοῦντες αὐτήν· εὐχερὴς δ’ ἡ διάγνω‐ σις· οὔτε γὰρ πυροῖ τὴν γεῦσιν τὸ ἑλένιον οὔτε τὴν εὐωδίαν εὔτονον καὶ πληκτικὴν παρίστησιν.

11

kappa

32

Κοτυληδών (οἱ δὲ σκυτάλιον) φύλλον ἔχει ὥσπερ ὀξύβαφον περιφερές, λεληθότως κοῖλον· καυλίον βραχύ, ἐφ’ οὗ σπέρμα· ῥιζίον ὡς ἐλαίαν στρογγύλην.

11

kappa

33

Ἔστι δὲ καὶ ἕτερον εἶδος κοτυληδόνος, πλατύτερα ἔχον καὶ λιπαρὰ τὰ φύλλα ὡς γλωττάρια, πυκνὰ περὶ τῇ ῥίζῃ, οἱονεὶ ὀφθαλ‐ μὸν ἐν μέσῳ περιγράφοντα ὥσπερ τὸ μεῖζον ἀείζῳον, τῇ γεύσει στῦφον· καυλὸν λεπτὸν καὶ ἐπ’ αὐτοῦ ἄνθη καὶ σπερμάτια ὅμοια
5ὑπερικῷ· ῥίζαν μείζονα. ποιεῖ δὲ πρὸς ἃ καὶ τὸ ἀείζῳον.

11

kappa

34

Κράμβη ἀγρία φύεται ὡς τὸ πολὺ ἐν παραθαλαττίοις τόποις καὶ κρημνώδεσιν, ἐοικυῖα τῇ ἡμέρῳ· λευκοτέρα δ’ ἐστὶ καὶ δασυτέρα
καὶ πικρά.

11

kappa

35

Κρῆθμον θαμνῶδές ἐστι βοτάνιον, ἀμφιλαφές, περὶ πῆχυν τὸ ὕψος, φυόμενον ἐν πετρώδεσι καὶ παραθαλαττίοις τόποις· φύλλοις περίπλεον λιπαροῖς καὶ ὑπολεύκοις, παρεμφέρουσιν ἀνδράχνῃ, πλατυ‐ τέροις μέντοι καὶ ἐπιμηκεστέροις καὶ ἁλμυρίζουσι πρὸς τὴν γεῦσιν·
5ἄνθη μήλινα, λευκά· τὸν καρπὸν λευκὸν ὥσπερ λιβανωτίδος, μαλακόν, εὐώδη, ὃς ξηρανθεὶς διίσταται καὶ ἔνδον ὡς πυρρὸν ἔχει τὸ σπέρμα· ῥίζας δὲ δακτύλου τὸ πάχος τρεῖς ἢ τέσσαρας, εὐώδεις, ἡδείας.

11

kappa

36

Κρίνου τὸ ἄνθος, καλούμενον δ’ ὑπ’ ἐνίων λείριον, ἀφ’ οὗ καὶ χρῖσμα κατασκευάζεται, ὅ τινες μὲν λείρινον, οἱ δὲ σούσινον καλοῦσιν.

11

kappa

37

Κροκοδείλιον ὅμοιόν ἐστι τῷ μέλανι χαμαιλέοντι· φύεται δ’ ἐν τόποις δρυμώδεσι, ῥίζαν ἔχον μακράν, ὑπόπαχυν, δριμεῖαν· ὀσμὴν δ’ ὁμοίαν καρδάμῳ.

11

kappa

38

Κρόμμυον· δριμύτερον τὸ μακρὸν τοῦ στρογγύλου καὶ τὸ ξαν‐ θὸν τοῦ λευκοῦ καὶ τὸ ξηρὸν τοῦ χλωροῦ καὶ τὸ ὠμὸν τοῦ ὀπτοῦ ἢ ταριχευτοῦ.

11

kappa

39

Κρόκος κράτιστός ἐστιν ὁ Κωρύκιος, πρόσφατος δὲ καὶ εὔχρους, ὀλίγον τὸ λευκὸν ἔχων ἐπὶ τῆς ἕλικος, ἐπιμήκης, ὁλομελής, ἄθραυστος, ἀλιπής, πλήρης, βάπτων ἐν τῇ διέσει τὰς χεῖρας εὐχερῶς, οὐκ εὐρω‐ τιῶν ἢ καὶ γαιάζων, ἐπακτικὸς δ’ ἐν τῇ ὀσμῇ καὶ δριμύς· ὁ γὰρ μὴ
5τοιοῦτος ἢ παλαιός ἐστιν ἢ προαποβέβρεκται· δολοῦται δὲ μίξει δεδευ‐ μένου κροκομάγματος καὶ λιθαργύρου ἢ μολυβδαίνης διὰ τὸ βάρος· ἑψήματί τε ἀλείφεται. δηλοῖ δὲ ταῦτα τὸ ἐντρέχον κονιορτῶδες καὶ τὸ τὴν ὀσμὴν ἑψηματώδη τυγχάνειν. πρὸς δὲ τὸ εὐλέαντον αὐτὸν γίνεσθαι δεῖ ἐν ἡλίῳ ψύχειν ἐπ’ ὀστράκου καινοῦ θερμοῦ καὶ ταχέως
10στρέφειν.

11

kappa

40

Κροκόμαγμα δὲ γίνεται ἐκ τοῦ κροκίνου μύρου τῶν ἀρωμάτων ἐκπιεσθέντων καὶ ἀναπλασσομένων· ἔστι δ’ αὐτοῦ καλὸν τὸ εὐῶδες μέσως κατάσμυρνον, βαρύ, μέλαν, ἄξυλον, ἐν τῷ διεθῆναι ἱκανῶς κροκῶδες τὴν χρόαν, λεῖον, ὑπόπικρον, βάπτον ἰσχυρῶς τοὺς ὀδόντας
5καὶ τὴν γλῶτταν ἐπιμένον τε εἰς συχνὰς ὥρας· τοιοῦτον δ’ ἐστὶ τὸ ἀπὸ Συρίας.

11

kappa

41

Κύμινον τὸ ἄγριον φύεται μὲν τὸ πλεῖον καὶ ἐνεργέστερον ἐν Καρχηδόνι τῆς Σπανίας, καυλὸν σπιθαμιαῖον, λεπτὸν ἔχον· φυλλάρια
τέσσαρα ἢ πέντε, λεπτά, οἱονεὶ ἐμπεπρισμένα τὴν κατάσχισιν ὡς γιγγίδια· καὶ κεφάλια δ’ ἐπ’ ἄκρου πέντε ἢ ἓξ ἔχει στρογγύλα, μαλακά,
5ἐν οἷς ὁ καρπὸς ἀχυρώδης, γευομένῳ δριμύτερος τοῦ ἡμέρου. φύεται ἐν γεωλόφοις.

11

kappa

42

Ἔστι δὲ καὶ ἕτερον ἄγριον κύμινον, ἐμφερὲς τῷ ἡμέρῳ· ἐκ δὲ τοῦ ἄνθους ἀφίησι κεράτια μετέωρα, ἐν οἷς ἐστι σπέρμα ὅμοιον μελανθίῳ.

11

kappa

43

Κυκλάμινος φύλλα ἔχει ὅμοια κισσῷ, ποικίλα δ’ ἄνωθεν καὶ κάτωθεν κηλῖσιν ὑπολεύκοις· καυλὸν δὲ τετραδάκτυλον, γυμνόν, ἐφ’ οὗ ἄνθη ῥοδοειδῆ, πορφυρίζοντα· ῥίζαν μέλαιναν, γογγυλίδι παραπλη‐ σίαν, ὑπόπλατυν· ἀποτίθεται δ’ ἡ ῥίζα τμηθεῖσα ὥσπερ σκίλλα. φύεται
5ἐν συσκίοις τόποις, μάλιστα ὑπὸ δένδρα.

11

kappa

44

Κυκλάμινος ἑτέρα, ἣν ἔνιοι κισσάνθεμον καλοῦσι, φύλλα ἔχει κισσῷ ὅμοια, ἐλάσσονα δέ, καὶ καυλοὺς παχεῖς, γονατώδεις, περιελιτ‐ τομένους τοῖς παρακειμένοις δένδρεσιν ἑλικοειδῶς· ἄνθη λευκά, εὐώδη· καρπὸς δ’ ὡς ῥὰξ σταφυλῆς, ὅμοιος κισσῷ, μαλακός, ἐν τῇ γεύσει
5δριμὺς ἠρέμα καὶ γλίσχρος· ῥίζα δ’ ἄχρηστος. φύεται ἐν τραχέσι χωρίοις.

11

kappa

45

Κύπερος ἀρίστη ἐστὶν ἡ βαρυτάτη καὶ πυκνή, ἁδρὰ καὶ δύσ‐ θραυστος, τραχεῖα, εὐώδης μετά τινος δριμύτητος· τοιαύτη δ’ ἐστὶν ἡ Κιλίκιος καὶ Συριακὴ καὶ ἡ ἀπὸ τῶν Κυκλάδων νήσων.

11

kappa

46

Κύπρος δένδρον ἐστὶ φύλλα ἔχον περὶ τὰς ῥάβδους ἐλαίᾳ παρα‐ πλήσια, πλατύτερα δὲ καὶ χλωρότερα· ἄνθη λευκά, βοτρυώδη, εὐώδη· σπέρμα μέλαν, ὅμοιον τῷ τῆς ἀκτῆς.

11

kappa

47

Κώνειον τῶν φθαρτικῶν ἐστι κατὰ ψῦξιν ἀναιροῦν· βοηθεῖται δ’ ἀκράτῳ· χυλίζεται δ’ ἄκρα ἡ κόμη πρὸ τοῦ ξηρανθῆναι τὸ σπέρμα καὶ ἐκθλίβεται κοπτόμενον. συστρέφεται δ’ ἐν ἡλίῳ καὶ ἔστι πολύχρη‐ στον εἰς τὴν ὑγιεινὴν χρῆσιν· ἐνεργέστατον δ’ ἐστὶ τὸ Κρητικὸν καὶ
5Μεγαρικὸν καὶ Ἀττικὸν καὶ τὸ ἐν Κιλικίᾳ γεννώμενον.

11

lambda

1

Λαγωὸς θαλάττιος ἔοικε μὲν μικρᾷ τευθίδι, δύναται δὲ λεῖος καταχρισθεὶς καθ’ ἑαυτὸν καὶ μετ’ ἀκαλήφης θαλασσίας τρίχας ψιλοῦν.

11

lambda

2

Λαθυρίς· ὅλος ὁ θάμνος ὀποῦ μεστός ἐστιν ὥσπερ τιθύμαλλος.

11

lambda

3

Λάπαθον· τὸ μέν τι αὐτοῦ ὀξυλάπαθον λέγεται, φυόμενον ἐν ἕλεσι, σκληρὸν καὶ τὰ ἄκρα ἄποξυ· τὸ δέ τι κηπευτόν, οὐ κατὰ πᾶν ὅμοιον τῷ πρώτῳ· τρίτον δὲ τὸ ἄγριον, μικρόν, παρόμοιον ἀρνο‐ γλώσσῳ, μαλακόν, μικρόν, ταπεινόν. ἔστι δὲ καὶ τέταρτον εἶδος, ὃ
5ἔνιοι ὀξαλλίδα ἢ ἀναξυρίδα ἢ λάπαθον ἄγριον καλοῦσι· φύλλα ἔχει ὅμοια τῷ ἀγρίῳ καὶ μικρῷ λαπάθῳ· καυλὸς δ’ οὐ μέγας, ἄποξυς· καρπὸς ἐρυθρός, δριμὺς ἐπὶ τοῦ καυλοῦ ἐπὶ παραφυάδων. τὸ δ’ ἱππο‐ λάπαθον λάπαθόν ἐστι μέγα, ἐν ἕλεσι γεννώμενον, δύναμιν ἔχον τὴν αὐτὴν τοῖς προγεγραμμένοις.

11

lambda

4

Λεοντοπέταλον (οἱ δὲ λεοντοπόδιον, οἱ δὲ παρδάλιον, οἱ δὲ θορύβηθρον) καυλὸν ἀνίησι σπιθαμῆς, ἔχοντα μασχάλας πλείονας, ἐφ’ ὧν ἄκρων λοβοὶ ὅμοιοι ἐρεβίνθοις, ἐν δὲ τούτοις δύο ἢ τρία σπερμάτια· φύλλα ἐοικότα κράμβῃ· ῥίζα μέλαινα ὥσπερ γογγύλη,
5ἔχουσα ἐξοχὰς καθάπερ κονδύλους τινάς. φύεται ἐν ἀρούραις καὶ τῷ σίτῳ.

11

lambda

5

Λεπίδιον γνώριμον βοτάνιον ταριχευόμενον εἰς ἁλμαίας μετὰ γάλακτος.

11

lambda

6

Λευκοΐου διαφορὰ ἐν τῷ ἄνθει· ἢ γὰρ μήλινον ἢ λευκὸν ἢ πορφυροῦν εὑρίσκεται· εὔχρηστον δὲ πρὸς τὴν ἰατρικὴν χρῆσιν τὸ μήλινον.

11

lambda

7

Λιβανωτὸς γεννᾶται μὲν ἐν Ἀραβίᾳ τῇ λιβανωτοφόρῳ καλου‐ μένῃ· πρωτεύει δ’ ὁ ἄρρην καλούμενος, ἄτμητος λευκός τε καὶ θλα‐ σθεὶς ἔνδοθεν λιπαρὸς ἐπιθυμιαθείς τε ταχέως ἐκκαιόμενος· ὁ δ’ Ἰν‐ δικὸς ὑπόκιρρός ἐστι καὶ πελιδνὸς τὴν χρόαν. γίνεται δὲ καὶ κατ’ ἐπι‐
5τήδευσιν στρογγύλος· τέμνοντες γὰρ αὐτὸν εἰς τετράγωνα σχήματα καὶ βάλλοντες εἰς κεράμια κυλίουσιν, ἕως ἂν ἀπολάβῃ τὸ στρογγύλον σχῆμα· χρόνῳ δ’ ὁ τοιοῦτος ξανθοῦται, σύαγρος καλούμενος· δευτε‐ ρεύει δ’ ὁ ὀρόβιος, μικρότατος καὶ κιρρότατος ὤν. λέγεταί τις καὶ ἀμωμίτης λευκός, ἐν δὲ τῷ μασᾶσθαι ἐνδιδοὺς ὡς μαστίχη. δολοῦται
10δὲ πᾶς λίβανος τῇ πιτυΐνῃ ῥητίνῃ καὶ κόμμει. εὐχερὴς δ’ ἡ διάγνω‐ σις· τὸ μὲν γὰρ κόμμι οὐκ ἐκφλογοῦται θυμιώμενον, ἡ δὲ ῥητίνη εἰς
καπνὸν ἐκτύφεται· ὁ μέντοι λιβανωτὸς ἐξάπτεται· δηλοῖ δὲ καὶ ἡ ὀσμὴ τὸ τοιοῦτο. δύναται δὲ στύφειν, θερμαίνειν, ἀποκαθαίρειν τὰ ἐπισκοτοῦντα ταῖς κόραις καὶ τὰ κοῖλα τῶν ἑλκῶν πληροῦν καὶ ἀπου‐
15λοῦν, κολλᾶν τὰ ἔναιμα τραύματα αἱμορραγίαν τε πᾶσαν καὶ τὴν ἐκ μηνίγγων ἐπέχειν· καὶ παρηγορεῖ τὰ περὶ δακτύλιον καὶ τὰ λοιπὰ μέρη. καίεται δ’ ὁ λίβανος ἐπ’ ὀστράκου καθαροῦ τεθεὶς ὑφαπτόμενός τε χόνδρῳ ἀναφθέντι ἀπὸ λύχνου, ἄχρι ἂν ἐκκαῇ· δεῖ δὲ μετὰ τὴν τελείαν καῦσιν πωμάζειν, ἄχρις ἂν οὗ σβεσθῇ· οὕτως γὰρ ἐκτεφροῦ‐
20ται. φώγνυται δ’ ἐπ’ ὀστράκου καινοῦ καὶ ἀνθράκων διαπύρων, ἕως μηκέτι πομφολυγίζῃ μηδὲ λιπαρίαν ἢ ἀτμίδα ἀνιῇ. θρύπτεται δ’ εὐχε‐ ρῶς μὴ κατακεκαυμένος. φλοιὸς δὲ λιβάνου· διαφέρει ὁ παχὺς καὶ λιπαρός, εὐώδης, πρόσφατος, λεῖος καὶ μηδὲ πυρώδης, ὑμενοειδής. δολοῦται δὲ μισγομένου αὐτῷ φλοιοῦ στροβιλίνου ἢ πιτυΐνου. ἔλεγχος
25δὲ καὶ τούτων τὸ πῦρ· οἱ μὲν γὰρ λοιποὶ θυμιαθέντες οὐκ ἀνάπτον‐ ται, καπνιζόμενοί τε δίχα εὐωδίας ἐκτύφονται, ὁ μέντοι φλοιὸς τοῦ λιβάνου ἀνάπτεται καὶ μετ’ εὐωδίας· ἐκθυμιᾶται δὲ καὶ οὗτος ὡς λιβανωτός. μάννα δὲ λιβάνου· δόκιμός ἐστιν ἡ λευκὴ καὶ καθαρά, ἔγχονδρος· δύναμιν δ’ ἔχει ἣν ὁ λιβανωτός, ὑπανειμένην δὲ μᾶλλον.
30μίσγουσι δ’ ἔνιοι δολίζοντες αὐτὴν ῥητίνην πιτυΐνην καὶ γύριν ἢ φλοιὸν λιβάνου κεκομμένον· ἐλέγξει δὲ καὶ ταῦτα πῦρ· οὔτε γὰρ κατ’ ἴσον καὶ [εἰ] ἰσοτόνως ἐκθυμιαθήσεται ἀερίζοντι τῷ ἀτμῷ, ἀσβολώδει τε καὶ οὐ καθαρῷ· ἡ δ’ εὐωδία μικτὴν ἕξει τὴν ἀποφοράν. αἰθάλην δὲ λιβα‐ νωτοῦ ποίει· λαβιδίῳ καθ’ ἕνα χόνδρον τοῦ λιβάνου ἅπτων εἰς λύχνον
35ἐντίθει εἰς κοῖλον λοπάδιον ὀστράκινον καινόν, εἶτα περικάθαψον χάλκωμα εἰς κοῖλον τετρημένον κατὰ μέσον ἐπιμελῶς, ὑποτιθείς τε κατὰ τὸ ἕτερον αὐτοῦ χεῖλος ἢ ἀμφότερα λιθάρια, τῷ ὕψει τετρα‐ δάκτυλα πρὸς τὸ διαφαίνειν, εἰ καίεται, καὶ ἵνα χώρα ᾖ ὑποτιθέναι ἑτέρους χόνδρους ἁδροὺς ἀεὶ πρὸ τοῦ τὸν πρῶτον χόνδρον παντελῶς
40σβεσθῆναι ἕτερον προσεπιθείς, ἕως ἂν δόξῃς αὐτάρκη λιγνὺν συναγη‐ οχέναι. πυκνῶς μέντοι σπόγγῳ ἐξ ὕδατος ψυχροῦ περίματτε τὰ ἐκτὸς μέρη τοῦ χαλκώματος· οὕτως γὰρ προσκαθίσει πᾶσα ἡ λιγνὺς μὴ ἄγαν αὐτοῦ πυρουμένου, ἐπεὶ ἀποπίπτουσα διὰ τὴν κουφότητα μίγνυται τῇ ἐκ τοῦ λιβάνου σποδῷ. ἀποψήσας οὖν τὴν πρώτην λιγνὺν ποίει τὸ
45αὐτό, ἐφ’ ὅσον ἂν δοκῇ, ἀναιροῦ δὲ καὶ τὴν ἐκ τοῦ καέντος λιβάνου σποδὸν ἰδίᾳ. τὸν αὐτὸν τρόπον σκευάζεται καὶ ἡ ἐκ σμύρνης καὶ ἡ ἐκ τοῦ στύρακος λιγνύς· ἁρμόζουσι δὲ πρὸς τὰ αὐτά. καὶ τῶν λοιπῶν
δὲ δακρύων ὁμοίως τὴν λιγνὺν λάμβανε.

11

lambda

8

Λιβανωτὶς ἡ μέν τις κάρπιμος, ἧς ὁ καρπὸς κάχρυ καλεῖται· φύλλα ἔχει μαράθῳ ὅμοια, παχύτερα δέ, ἐπὶ γῆς τροχοειδῶς ἐστρω‐ μένα, εὐώδη· καυλὸν δ’ ὅσον πήχεως καὶ μείζονα, μασχάλας ἔχοντα πολλὰς καὶ ἐπ’ ἄκρῳ σκιάδεια, ἐφ’ ὧν καρπὸς πολύς, λευκός, ἐοικὼς
5σπονδυλίῳ, περιφερής, γωνίας ἔχων, δριμύς, ῥητινίζων, ἐν τῷ διαμα‐ σᾶσθαι ἐκκαίων τὴν γεῦσιν· ῥίζα εὐμεγέθης ὕπεστιν, ὄζουσα λιβάνου. — Ἄλλη λιβανωτὶς πάντα ἐοικυῖα τῇ πρὸ αὐτῆς· σπέρμα φέρει πλατύ, μέλαν ὡς σπονδύλιον, εὐῶδες, οὐ πυρωτικόν· ῥίζα ἐκ μὲν τῶν ἐκτὸς μέλαινα, θλασθεῖσα δὲ λευκή. —Ἄλλη λιβανωτὶς ἡ λεγομένη
10ἄκαρπος, κατὰ πάντα ὁμοία οὖσα ταῖς προειρημέναις, οὔτε καυλὸν ἀνίησιν οὔτε ἄνθος οὔτε σπέρμα. φύεται δ’ ἐν τραχέσι καὶ πετρώδεσι τόποις. τῷ σπέρματι δ’ εἰς τὰ ποτήματα δεῖ χρῆσθαι τῆς μὴ τὸ κάχρυ φερούσης λιβανωτίδος· δριμὺ γὰρ ἐκεῖνο καὶ τραχυντικὸν τῆς ἀρτηρίας.

11

lambda

9

Λιβανωτίς, ἣν Ῥωμαῖοι ῥωσμαρῖνον καλοῦσιν, ᾗ καὶ οἱ στεφανο‐ πλόκοι χρῶνται· ῥάβδοι εἰσὶ λεπταί, περὶ ἃς τὰ φύλλα ἐπιμήκη, ἰσχνά, ἔνδοθεν λευκά, ἐκ δὲ τῶν ἐκτὸς χλωρά, βαρύοσμα.

11

lambda

10

Λιγυστικὸν φύεται μὲν πολὺ ἐν Λιγυστίᾳ, πάνακες δ’ αὐτὸ καλοῦσιν οἱ ἐπιχώριοι οὐκ ἀλόγως· ἥ τε γὰρ ῥίζα προσέοικε τῇ τοῦ Ἡρακλεωτικοῦ πάνακος, καὶ ἡ δύναμις ὁμοία καθέστηκε· τὸ δὲ σπέρμα μέλαν, ναστόν, ὑπόμηκες πρὸς τὸ τοῦ μαράθου, γευσαμένῳ δριμύ. καὶ
5ἡ ῥίζα λευκή, εὐώδης· μίγνυται δὲ χρησίμως ταῖς ὀξυπόροις καὶ πεπτι‐ καῖς δυνάμεσιν, ἱκανῶς δ’ ἐστὶν εὔστομον, ὅθεν καὶ ἀντὶ πεπέρεως αὐτῷ χρῶνται οἱ ἐπιχώριοι μίσγοντες τοῖς προσοψήμασιν. δολοῦται δὲ σπέρματί τινι παρομοίῳ· διακρίνεις τῇ γεύσει· πικρότατον γάρ ἐστιν· ἔνιοι δὲ καὶ μαράθου καὶ σεσέλεως σπέρμα μίσγουσιν αὐτῷ.

11

lambda

11

Λιθόσπερμον (οἱ δ’ αἰγώνυχον, οἱ δ’ αἰετώνυχον, οἱ δὲ Διὸς πυρόν, οἱ δ’ Ἡρακλείαν διὰ τὴν περὶ τὸ σπέρμα ἰσχὺν καλοῦσι) φύλλα ἔχει ὅμοια ἐλαίᾳ, μακρότερα δὲ καὶ τὰ περὶ τὸν πυθμένα ἐπὶ γῆς κείμενα· κλωνία δὲ λεπτά, ὀρθά, πάχος ὀξυσχοίνου, στερεά, χυλώδη,
5ἐπ’ ἄκρων δ’ αὐτῶν δίχηλος ἔκφυσις, καυλοειδής, ἔχουσα φύλλα μικρά, παρ’ οἷς σπέρμα στρογγύλον, λιθῶδες, λευκόν, ὀρόβῳ μικρῷ ἴσον. φύεται ἐν τραχέσι τόποις καὶ ὑψηλοῖς.

11

lambda

12

Λειμώνιον (οἱ δὲ νευροειδές) τὰ μὲν φύλλα ἔχει ὅμοια σεύτλῳ, λεπτότερα δὲ καὶ μακρότερα καὶ πλείω· καυλὸν δὲ λεπτόν, ὀρθὸν ὡσπερεὶ κρίνον, γέμοντα καρποῦ ἐρυθροῦ, στύφοντα τὴν γεῦσιν. φύεται
δ’ ἐν λειμώδεσι καὶ ἑλώδεσι τόποις.

11

lambda

13

Λινόζωστις· τὸν μὲν καρπὸν ἡ θήλεια βοτρυοειδῆ καὶ πολύν, ἡ δ’ ἄρρην πρὸς τοῖς πετάλοις μικρόν, στρογγύλον ὥσπερ ὀρχίδια κατὰ δύο προσκείμενα· ὅλος ὁ θαμνίσκος σπιθαμιαῖος καὶ μείζων.

11

lambda

14

Λειχὴν ὁ ἐπὶ τῶν πετρῶν βρύον ἐστὶ προσεχόμενον ταῖς ἐνδρό‐ σοις πέτραις.

11

lambda

15

Λογχῖτις φύλλα ἔχει πράσῳ καρτῷ ὅμοια, πλατύτερα δὲ καὶ ὑπέρυθρα, τὰ πλεῖστα πρὸς τῇ ῥίζῃ περικλώμενα ὡς ἐπὶ τὴν γῆν· ἔχει δὲ καὶ περὶ τὸν καυλὸν ὀλίγα, ἐφ’ οὗ ἄνθη ὅμοια πιλίσκοις, τῷ τύπῳ δὲ κωμικοῖς προσωπείοις κεχηνόσι, μέλανα· λευκὸν δέ τι
5ἐξ αὐτῶν ἐξέχει ἀπὸ τοῦ χάσματος πρὸς τῷ κάτω χείλει ὥσπερ γλωττάριον· σπέρμα δ’ ὅμοιον λόγχῃ, τρίγωνον ἐν προκαρπίοις· ἡ ῥίζα ὁμοία δαύκῳ. φύεται ἐν τραχέσι καὶ ἐνίκμοις χωρίοις.

11

lambda

16

Λογχῖτις ἑτέρα, τραχεῖα, φύλλα ὅμοια ἀνίησι σκολοπενδρίῳ, τραχύτερα δὲ καὶ μείζονα καὶ μᾶλλον ἐσχισμένα.

11

lambda

17

Λύκιον δένδρον ἐστὶν ἀκανθῶδες, ῥάβδους ἔχον τριπήχεις καὶ μείζονας, περὶ ἃς τὰ φύλλα πύξῳ ὅμοια, πυκνά· καρπὸν δ’ ἔχει ὡς πέπερι, μέλανα, πικρὸν λίαν, καὶ τὸν φλοιὸν ὠχρόν, ὅμοιον τῷ διεθέντι λυκίῳ· ῥίζας δὲ πλατείας, ξυλώδεις. φύεται δὲ πλεῖστον ἐν Καππαδοκίᾳ
5καὶ Λυκίᾳ καὶ ἐν ἄλλοις τόποις πολλοῖς· τραχέα δὲ φιλεῖ χωρία. χυλίζεται δὲ τῶν ῥιζῶν σὺν τοῖς θάμνοις θλασθέντων καὶ βραχέντων ἐφ’ ἱκανὰς ἡμέρας, εἶθ’ ἑψομένων, καὶ τῶν μὲν ξύλων ῥιπτουμένων, τοῦ δ’ ὑγροῦ πάλιν ἑψομένου μέχρι μελιτώδους συστάσεως. δολοῦται δ’ ἀμόργης ἅμα τῇ ἑψήσει μιγνυμένης ἢ ἀψινθίου χυλίσματος ἢ χολῆς
10βοείας· καὶ τὸ μὲν ἐπινηχόμενον ἀφρῶδες ἐν τῇ ἑψήσει ἀφελὼν ἀπόθου εἰς τὰ ὀφθαλμικά, τῷ δὲ λοιπῷ εἰς τὰ ἄλλα χρῶ. γίνεται δὲ καὶ ἐκ τοῦ καρποῦ ὁμοίως χύλισμα ἐκπιεζομένου καὶ ἡλιαζομένου. ἔστι δὲ κάλλιστον τὸ καιόμενον λύκιον καὶ κατὰ τὴν σβέσιν τὸν καπνὸν ἐνερευθῆ ἔχον, ἔξωθεν μέλαν, διαιρεθὲν δὲ κιρρόν, ἄβρωμον, στῦφον
15μετὰ πικρίας, χρώματι κροκοειδές, οἷόν ἐστι τὸ Ἰνδικόν, διαφέρον τοῦ λοιποῦ καὶ δυναμικώτερον.

11

lambda

18

Λυσιμάχειος καυλοὺς ἀνίησι πηχυαίους καὶ μείζονας, λεπτούς, θαμνώδεις, ὧν παρὰ τὰ γόνατα φύλλων λεπτῶν ἐκφύσεις, παρα‐ πλησίων τοῖς τῆς ἰτέας, στυφόντων ἐν τῇ γεύσει· ἄνθος πυρρὸν ἢ
χρυσοειδές. φύεται ἐν τόποις ἑλώδεσι καὶ παρὰ τὰ ὕδατα.

11

lambda

19

Λυχνὶς στεφανωτική· ἄνθος ἐστὶ παρόμοιον λευκοΐῳ, ἐμπόρφυ‐ ρον, πλεκόμενον εἰς τὰ στεφανώματα.

11

lambda

20

Λυχνὶς ἀγρία ὁμοία τῇ ἡμέρῳ κατὰ πάντα· τὸ δὲ σπέρμα αὐτῆς 𐅻 β πλῆθος ποθὲν ἄγει τὰ κατὰ κοιλίαν.

11

lambda

21

Λωτὸς ἄγριος φύεται μὲν ἐν Λιβύῃ καυλὸν φέρων δίπηχυν καὶ μείζονα, μασχάλας ἔχοντα πολλάς· φύλλα ὅμοια τριφύλλῳ τῷ ἐν χορτοκοπίοις γεννωμένῳ· σπέρμα ἐοικὸς τήλιδι, μικρότερον δὲ πολλῷ, φαρμακῶδες ἐν τῇ γεύσει.

11

mu

1

Μάκιρ φλοιός ἐστι κομιζόμενος ἐκ τῆς βαρβάρου, ὑπόξανθος, παχύς, στύφων ἱκανῶς κατὰ τὴν γεῦσιν.

11

mu

2

Μαλαβάθρου φύλλον ἐστὶ καλὸν τὸ πρόσφατον καὶ ὑπόλευ‐ κον, ἐν τῷ μελανίζοντι ἄθραυστον, ὁλόκληρον, πληκτικὸν τῇ ὀσμῇ καὶ ἐπιδιαμένον τῇ εὐωδίᾳ, ναρδίζον τῇ γεύσει, μὴ ἁλμυρίζον· τὸ δ’ ἀδρανὲς καὶ λελεπτοκοπημένον εὐρωτιῶσαν ἔχον τὴν ἀποφοράν, φαῦλον. δύνα‐
5μιν δ’ ἔχει τὴν αὐτὴν νάρδῳ, ἐνεργέστερον δὲ πάντα ἐκείνη ποιεῖ· διουρητικωτέρα μέντοι καὶ εὐστομαχωτέρα ἐστὶν ἡ τοῦ μαλαβάθρου δύναμις.

11

mu

3

Μανδραγόρας ὁ μέν τίς ἐστι θῆλυς, μέλας, θριδακίας καλού‐ μενος, φύλλα ἔχων στενότερα καὶ μικρότερα θρίδακος, βρωμώδη καὶ βαρέα κατὰ τὴν ὀσμήν, κεχυμένα δ’ ἐπὶ γῆς, καὶ παρ’ αὐτοῖς μῆλα οὔοις ἐμφερῆ ἢ ἀχράσιν, εὐώδη, ἐν οἷς καρπὸς ὡς ἀπίου· ῥίζαι δ’ εὐμε‐
5γέθεις δύο ἢ τρεῖς, ἀντεμπλεκόμεναι ἀλλήλαις, μέλαιναι κατὰ τὴν ἐπι‐ φάνειαν, ἔνδοθεν λευκαί, παχύφλοιοι· καυλὸν δ’ οὐκ ἔχει. ὁ δ’ ἄρρην φύλλα ἔχει λευκά, πλατέα, μεγάλα ἄγαν καθάπερ τεύτλου· τὰ δὲ μῆλα διπλασίονα, κροκίζοντα τὴν χρόαν, εὐώδη μετὰ βάρους τινός, ἃ καὶ ἐσθίουσιν οἱ ποιμαίνοντες, ποσῶς δ’ ὑποκαροῦντα· ῥίζα δ’ ὁμοία τῇ
10πρὸ αὐτῆς, μείζων δὲ καὶ λευκοτέρα· ἄκαυλος δὲ καὶ οὗτος. χυλίζεται δ’ ὁ φλοιὸς τῆς ῥίζης χλωρὸς θλασθεὶς καὶ ὑποτεθεὶς πιεστηρίῳ· δεήσει δ’ ἡλιάσαντας μετὰ τὸ συστραφῆναι ἀποτίθεσθαι ἐν ὀστρακίνῳ ἀγγείῳ. χυλίζεται δὲ καὶ τὰ μῆλα ὁμοίως, ἀνειμένον δὲ γίνεται ἐξ αὐτῶν τὸ
χύλισμα· καὶ ὁ φλοιὸς τῆς ῥίζης περιαιρεθεὶς καὶ διατρηθεὶς λίνῳ
15κρεμνᾶται εἰς ἀπόθεσιν. ἔνιοι δὲ καθέψουσιν οἴνῳ τὰς ῥίζας μέχρι τρίτου καὶ ὑλίσαντες ἀποτίθενται χρώμενοι ἐπὶ τῶν περιοδυνούντων καὶ ἀγρυπνούντων κυάθῳ ἑνὶ καὶ ἐφ’ ὧν βούλονται ἀναισθησίαν τεμνο‐ μένων καὶ καιομένων ποιεῖσθαι. ὀπίζεται δὲ περιχαραττομένης τῆς ῥίζης θολοειδῶς καὶ τοῦ συρρέοντος εἰς τὴν κοιλότητα συλλεγομένου· ἔστι
20δ’ ἐνεργέστερος τοῦ ὀποῦ ὁ χυλός· οὐκ ἐν παντὶ δὲ τόπῳ φέρουσιν ὀπὸν αἱ ῥίζαι.

11

mu

4

Μάραθον ἄγριον μέγα ἱππομάραθον καλούμενον φέρει σπέρμα κάχρυϊ ὅμοιον· ῥίζα δ’ ὕπεστιν εὐώδης. —Καλεῖται δὲ καὶ ἕτερον ἱππομάραθον, φύλλα ἔχον μικρά, στενά, προμήκη· καυλὸν δὲ στενὸν πρὸς τὸν τοῦ κορίου, δριμύν, εὐώδη, θερμαντικόν· ἀναλογεῖ δ’ ἡ δύναμις
5τῷ προειρημένῳ ἀσθενέστερον ἐνεργοῦσα.

11

mu

5

Μάρον πόα φρυγανώδης, ὁμοία τῷ ἄνθει ὀριγάνῳ· τὰ μέντοι φύλλα τούτου λευκότερα πολλῷ, καὶ τὸ ἄνθος εὐῶδες. γεννᾶται δὲ κατὰ Μαγνησίαν καὶ Τράλλεις πλεῖστον.

11

mu

6

Μάγκορον εἶδός ἐστι μέλιτος πεπηγότος ἐν Ἰνδίᾳ καὶ τῇ εὐδαί‐ μονι Ἀραβίᾳ, εὑρισκόμενον ἐπὶ τῶν καλάμων, ὅμοιον ἁλσὶ τῇ συστάσει καὶ θρυβόμενον ὑπὸ τοῖς ὀδοῦσιν ὥσπερ οἱ ἅλες.

11

mu

7

Μελίλωτος κάλλιστος ὁ Ἀττικὸς καὶ ὁ ἐν Κυζίκῳ καὶ ὁ ἐν Καρχηδόνι γεννώμενος, κροκίζων καὶ εὐώδης. φύεται δὲ καὶ ἐν Καμ‐ πανίᾳ περὶ Νῶλαν, τηλίζων καὶ ἄτονος κατὰ τὴν εὐωδίαν.

11

mu

8

Μελισσόφυλλον· ἥδονται τῇ πόᾳ αἱ μέλισσαι· τὰ δὲ φύλλα αὐτῆς ὄζει κεδρομήλων.

11

mu

9

Μέσπιλον· τὸ δένδρον ἀκανθῶδές ἐστι, καρπὸν φέρον μικρόν, μήλῳ ὅμοιον, ἡδύν, ἔχοντα τρία ὀστάρια. στύφει δὲ καὶ βιβρωσκόμενός ἐστιν εὐστόμαχος, κοιλίας στεγνωτικός.

11

mu

10

Μήδιον φύεται ἐν παλισκίοις καὶ πετρώδεσι τόποις. φύλλα σέριδι ὅμοια· καυλὸς τρίπηχυς· ἄνθη πορφυροειδῆ, μεγάλα καὶ περι‐ φερῆ· καρπὸς μικρός, κνήκῳ ὅμοιος· ῥίζα σπιθαμιαία, βακτηρίας ἔχουσα πάχος, στρυφνή.

11

mu

11

Μήκων ῥοιάς· ὠνόμασται δὲ διὰ τὸ ταχέως τὸ ἄνθος ἀπο‐
βάλλειν. φύεται δ’ ἐν ἀρούραις ἔαρος· τότε καὶ συλλέγεται. ἔοικε τὰ φύλλα ὀριγάνῳ ἢ κιχορίῳ ἢ θύμῳ, ἐπεσχισμένα, μακρότερα· καυλὸν δὲ σχοινώδη, ὀρθόν, παχὺν ὡς πήχεως· ἄνθος φοινικοῦν, ἐνίοτε δὲ
5λευκόν, ὅμοιον τῷ τῆς ἀνεμώνης· καρπὸς πυρρός· ῥίζα δ’ ὑπομήκης, ὑπόλευκος καὶ δακτύλου ἔχουσα μικροῦ πάχος.

11

mu

12

Μικρὰ μήκων ἡ μέν τίς ἐστιν ἥμερος καὶ κηπευτή, ἧς τὸ σπέρμα ἀρτοποιεῖται πρὸς τὴν ἐν ὑγιείᾳ χρῆσιν, καὶ σὺν μέλιτι δ’ ἀντὶ σησάμης αὐτῷ χρῶνται· θυλακῖτις δὲ καλεῖταί τις ἐπίμηκες ἔχουσα τὸ κεφάλιον· τὸ σπέρμα λευκόν. ἡ δέ τις ἀγρία ἐγκαθημένην ἔχουσα τὴν
5κωδύαν, σπέρμα μέλαν· ἡ δὲ καὶ πιχῖτις ὀνομάζεται, ὑπ’ ἐνίων δὲ ῥοιὰς καὶ αὐτὴ διὰ τὸ ῥεῖν τὸν ὀπόν. τρίτη δ’ ἀγριωτέρα καὶ φαρμα‐ κωδεστέρα καὶ μικροτέρα τούτων, ἔχουσα τὴν κωδύαν ἐπιμήκη. κρά‐ τιστος δ’ ἐστὶν ὀπὸς ὁ πυκνὸς καὶ βαρὺς ἔν τε τῇ ὀσμῇ καρωτικός, πικρὸς ἐν τῇ γεύσει εὐχερῶς τε διειμένος ὕδατι, λεῖος, λευκός, οὐ
10τραχὺς οὔτε θρομβοειδὴς οὔτε συστρεφόμενος ἐν τῷ διηθεῖσθαι ὡς κηρός, ἔν τε τῷ ἡλίῳ τεθεὶς διαχεόμενος καὶ πρὸς λύχνον ἐξαπτό‐ μενος οὐ ζοφώδει φλογί, φυλάσσων τε μετὰ τὸ σβεσθῆναι τὴν ἐν τῇ ὀσμῇ δύναμιν. δολοῦσι δ’ αὐτὸν γλαύκιον μιγνύντες ἢ κόμμι ἢ θρίδα‐ κος ἀγρίας χυλόν· ἔστι δ’ ὁ μὲν ἐκ τοῦ γλαυκίου κροκίζων ἐν τῇ
15ἀνέσει, ὁ δ’ ἐκ τῆς θρίδακος ἐξίτηλος τῇ ὀσμῇ καὶ τραχύτερος, καὶ ὁ ἐκ τοῦ κόμμεως ἄτονος καὶ διαυγής. ἔνιοι δ’ εἰς τοσοῦτον ἀπονοίας παραγίνονται ὡς καὶ γῆς μιγνύναι αὐτῷ. φώγνυται δ’ εἰς τὰ ὀφθαλ‐ μικὰ ἐπ’ ὀστράκου καινοῦ, ἕως μαλακὸς καὶ κιρρὸς φανῇ. οὐκ ἄτοπον δ’ ὑπογράψαι καὶ τὸν τρόπον, ᾧ τὸν ὀπὸν συλλέγουσιν· οἱ μὲν οὖν
20τὰς κωδύας μετὰ τῶν φύλλων κόπτοντες ἐκθλίβουσι διὰ πιεστῆρος καὶ τρίβοντες ἐν θυείᾳ ἀναπλάττουσι τροχίσκους· καλεῖται δὲ τὸ τοιοῦτον μηκώνιον, ἀδρανέστερον ὂν τοῦ ὀποῦ. ὀπίζοντας δὲ δεῖ μετὰ τὸ τὰς δρόσους ἐξικμασθῆναι περιγράφειν μαχαιρίῳ τὸν ἀστερίσκον ὡς μὴ εἰς τὸ ἐντὸς διατρῆσαι, καὶ ἐκ πλαγίων δὲ τὰς κωδύας εὐθείας ἐκ‐
25τέμνειν ἐπιπολῆς καὶ ἀποψᾶν τὸ δάκρυον τὸ ἐπερχόμενον δακτύλῳ εἰς μύακα καὶ πάλιν ἐπιπορεύεσθαι μετ’ οὐ πολύ· εὑρίσκεται γὰρ ἐπισυνεστός, καὶ τῇ ἐπιούσῃ δ’ εὑρίσκεται. δεῖ δὲ καὶ τοῦτο τρί‐ βοντας ἐν θυείᾳ ἀναπλάττειν καὶ ἀποτίθεσθαι· ἐν μέντοι τῷ τέμνειν ὀπίσω ἀναχωρεῖν δεῖ πρὸς τὸ μὴ ἅψασθαι ὑπὸ τῶν ἱματίων
30τὸν ὀπόν.

11

mu

13

Μήκων κερατῖτις, ἣν ἔνιοι παράλιον καλοῦσιν, οἱ δ’ ἀγρίαν μήκωνα· φύλλα δ’ ἔχει λευκά, δασέα, ὅμοια φλόμῳ, πεπρισμένα τὴν περιφέρειαν ὥσπερ τῆς ἀγρίας μήκωνος· καὶ τὸν καυλὸν ὅμοιον· ἄνθος ὠχρόν, καρπὸν μικρόν, καμπύλον ὥσπερ κέρας, ὅμοιον τῷ τῆς τήλιδος·
5σπέρμα δὲ μικρόν, μέλαν, ὅμοιον τῷ τῆς μήκωνος· ῥίζαν ἐξ ἐπιπολῆς φυομένην, μέλαιναν, παχεῖαν. φύεται ἐν παραθαλαττίοις τόποις καὶ τραχέσιν. ἔνιοι ἐπλανήθησαν ἐκ ταύτης νομίσαντες τὸ γλαύκιον γίνεσθαι διὰ τὴν τῶν φύλλων ἐμφέρειαν.

11

mu

14

Μήκων ἀφρώδης ὑπό τινων Ἡρακλεία καλεῖται· ἔχει καυλὸν σπιθαμιαῖον καὶ τὸ φύλλον σφόδρα πικρόν, στρουθίῳ ἐοικὸς καὶ παρ’ αὐτῷ καρπὸν λευκόν· καὶ τὸ ὅλον δὲ βοτάνιον λευκόν ἐστι καὶ ἀφρῶδες· ῥίζαν δὲ λεπτὴν ἐπὶ πλεῖον. τούτου ὁ καρπὸς συλλέγεται,
5ὅταν τελείως ἁδρυνθῇ θέρους, καὶ ξηρανθεὶς ἀποτίθεται.

11

mu

15

Μῆον Ἀθαμαντικὸν γεννᾶται πλεῖστον ἐν Μακεδονίᾳ, ὅμοιον καυλῷ καὶ τοῖς φύλλοις ἀνήθῳ, δίπηχυ ὡς τὸ πολὺ ἀναβαῖνον, ταῖς ῥίζαις συνεσπαρμένον λεπταῖς, πλαγίαις καὶ εὐθείαις, μακραῖς, εὐώδεσι, θερμαινούσαις τὴν γλῶτταν.

11

mu

16

Μυελῶν κράτιστος ὁ ἐλάφειος, εἶτα μόσχειος καὶ μετὰ τοῦτον ταύρειος, εἶτα αἴγειος καὶ προβάτειος. συνίσταται δὲ θέρους τοῦ συν‐ εγγίζοντος τῷ φθινοπώρῳ· ἐν γὰρ τοῖς ἄλλοις καιροῖς αἱμαλωπίαι καὶ ... εὔθρυπτος ἐν τοῖς ὀστέοις εὑρίσκεται. ἔστι δὲ δύσγνωστος, ἂν
5μή τις αὐτὸν ἐξοστεΐσας ἀποθῆται. θεραπεύεται δ’ ὁ πρόσφατος μαλα‐ χθεὶς παραχεομένου ὕδατος, ἐκλεγομένων τῶν ὀστέων, εἶτα δι’ ὀθονίου ὑλισθεὶς καὶ ὡσαύτως πλυθείς, ἄχρις ἂν οὗ τὸ ὕδωρ καθαρὸν γένηται, ἔπειτα ἐν διπλώματι τακείς, ἀναληφθείσης πτερῷ τῆς ἐπινηχομένης ῥυπαρίας καὶ διυλισθείσης εἰς θυείαν, μετὰ τὸ παγῆναι ἀποτίθεται ἐν
10ὀστρακίνῳ καινῷ ἀγγείῳ, ἀποξυομένης ἐπιμελῶς τῆς ὑποστάθμης. εἰ δ’ ἀθεράπευτον ἀποθέσθαι βούλει, ποίει πάντα ὡς ἐπὶ τοῦ ὀρνιθείου καὶ χηνείου στέατος.

11

mu

17

Μυκήτων οἱ φθαρτικοὶ παρὰ πολλὰς αἰτίας τοιοῦτοι γίνονται· ἢ γὰρ ἥλοις κατιωμένοις ἢ ῥάκεσι σεσηπόσιν ἢ ἑρπετῶν φωλεοῖς παρα‐ φύονται ἢ δένδρεσιν ἰδίως βλαπτικοῖς. ἔχουσι δ’ οὗτοι γλινώδη ἐπί‐
παγον καὶ τεθέντες μετὰ τὸ ἀφαιρεθῆναι ταχέως διαφθείρονται σηπό‐
5μενοι. οἱ δ’ ἐδώδιμοι ζωμοποιοί· πλεονασθέντες μέντοι καὶ οὗτοι βλάπτουσι δυσπεπτούμενοι ἢ πνίγοντες ἢ χολέραν ἐπάγοντες. βοηθοῦν‐ ται δὲ πάντες ποτιζόμενοι ἐλαίῳ ἢ νίτρῳ ἢ κονίᾳ μετ’ ὀξάλμης ἢ θύμβρας ἀποζέματι ἢ ὀριγάνου ἢ ὀρνιθείᾳ κόπρῳ μετ’ ὄξους πινομένῃ ἢ μέλιτι πολλῷ ἐκλειχομένῳ.

11

mu

18

Μυὸς ὦτα καυλοὺς ἀνίησιν ἀπὸ μιᾶς ῥίζης πλείονας, ὑπερύθρους τὰ κάτωθεν, κοίλους· φύλλα δὲ στενὰ καὶ ἐπιμήκη, ῥάχιν ἐπηρμένην ἔχοντα, μελανίζοντα, ἀνὰ δύο πεφυκότα ἐκ διαστημάτων, εἰς ὀξύτερον ἀπολήγοντα· ἐκφύεταί τε λεπτὰ καυλία ἐκ τῶν μασχαλῶν, ἐφ’ ὧν
5ἀνθύλλια κυανίζοντα, μικρὰ ὥσπερ τὰ τῆς ἀναγαλλίδος· ῥίζα δὲ δακτύ‐ λου τὸ πάχος, ἔχουσα πολλὰς ἀποβλαστήσεις. καθόλου δ’ ἐστὶν ἡ πόα ὁμοία ταῖς σκολοπένδραις, λεπτοτέρα δὲ καὶ ἐλάττων. ταύτης ἡ ῥίζα καταπλασθεῖσα αἰγιλώπια ἰᾶται. ἔνιοι δὲ καὶ τὴν ἑλξίνην μυὸς ὦτα καλοῦσιν.

11

mu

19

Μυρίκη δένδρον παρὰ λίμναις καὶ τοῖς στασίμοις ὕδασι φυό‐ μενον· καρπὸν ὥσπερ ἄνθος φέρουσα κατὰ τὴν σύστασιν βρυώδη. γεννᾶται δ’ ἐν Αἰγύπτῳ καὶ Συρίᾳ ἥμερος, κατὰ τὰ ἄλλα ὁμοία τῇ ἀγρίᾳ, καρπὸν φέρουσα ἐμφερῆ κηκίδι, ἀνώμαλον, στύφοντα
5κατὰ τὴν γεῦσιν, ἁρμόζοντα κατὰ τὴν κηκίδος χρῆσιν εἰς τὰ στο‐ ματικά.

11

mu

20

Μυριόφυλλον· καυλός ἐστι τρυφερός, μονόρριζος, περὶ ὃν φύλλα πολλά, λεῖα, μαράθῳ ὅμοια, ὅθεν καὶ ὠνόμασται· ὁ δὲ καυλός ἐστιν ὑπόκοιλος, διάπυκνος, ὡς ἐπίτηδες διερρινημένος. φύεται ἐν ἑλώδεσι χωρίοις.

11

mu

21

Μυρρίνη ἥμερος πρὸς μὲν τὴν ἰατρικὴν χρῆσιν ἡ μέλαινα τῆς λευκῆς ἁρμοδιωτέρα, καὶ ταύτης μᾶλλον ἡ ὀρεινή· τὸν μέντοι καρπὸν ἀτονώτερον ἔχει. τὸ δὲ μυρτίδανον λεγόμενον ἐπίφυσίς ἐστιν ἀνώ‐ μαλος καὶ ὀχθώδης, ὁμόχρους οἱονεὶ χεῖρες περὶ τὸ τῆς μυρσίνης
5πρέμνον. στύφει δὲ μᾶλλον τῆς μυρσίνης· ἀποτίθεται δὲ κοπὲν καὶ μιγὲν οἴνῳ αὐστηρῷ· ἀναπλασθὲν δ’ εἰς τροχοὺς ἐν σκιᾷ ξηραίνεται. δραστικώτερον δ’ ἐστὶ τοῦ φύλλου καὶ τοῦ καρποῦ.

11

mu

22

Μυρρίνη ἀγρία ἢ ὀξυμυρρίνη, ἧς ὁ ἀσπάραγος νεοθαλὴς ἐσθίεται, διουρητικὸς ὤν, καρπὸν ἔχει περιφερῆ, ἐρυθρὸν ἐν τῷ πεπαί‐
νεσθαι, τὸ ἐντὸς ἔχοντα τὸ ὀστῶδες.

11

mu

23

Μυρσίς (οἱ δὲ μύρραν καλοῦσι) τῷ καυλῷ καὶ τοῖς φύλλοις ἔοικε κωνείῳ· ῥίζαν δ’ ἔχει ἁπαλήν, ὑπομήκη, περιφερῆ καὶ εὐώδη, ἡδεῖαν βρωθῆναι.

11

mu

24

Μῶλυ τὰ μὲν φύλλα ἔχει ἀγρώστει ὅμοια, πλατύτερα δ’ ἐπὶ γῆν· ἄνθη λευκοΐοις ὅμοια, γαλακτόχροα, ἧττον δὲ πρὸς τὰ τοῦ ἴου· καυλὸν δὲ λεπτόν, πηχῶν τεσσάρων· ἐπ’ ἄκρου δ’ ἔπεστιν ὡσεὶ
σκορδοειδές· ῥίζα δὲ μικρά, βολβοειδής.

12

t

1

Ἐκ τῶν Διοσκουρίδου περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἀπὸ τοῦ ν στοιχείου ἕως τοῦ ω καὶ παρασκευαὶ αὐτῶν.

12

nu*

1

Νάρδου ἐστὶ δύο γένη· ἡ μὲν γάρ τις καλεῖται Ἰνδική, ἡ δὲ Συριακή, οὐχ ὅτι ἐν Συρίᾳ εὑρίσκεται, ἀλλ’ ὅτι τοῦ ὄρους ἐν ᾧ γεννᾶ‐ ται τὸ μὲν πρὸς Συρίαν τέτραπται, τὸ δὲ πρὸς Ἰνδούς. καὶ τῆς λεγο‐ μένης Συριακῆς ἐστι βελτίων ἡ πρόσφατος, κούφη, πολύκομος, ξανθὴ
5τῇ χρόᾳ, εὐώδης ἄγαν, καὶ μετὰ τοῦ κυπερίζειν ἐν τῇ ὀσμῇ μικρὸν ἔχουσα τὸν στάχυν, πικρὰ τῇ γεύσει καὶ τῆς γλώσσης ἀναξηραντικὴ ἐπιμένουσά τε τῇ εὐωδίᾳ ἐφ’ ἱκανὸν χρόνον. τῆς δ’ Ἰνδικῆς ἡ μέν τις λέγεται Γαγγῖτις ἀπό τινος ποταμοῦ παραρρέοντος, Γάγγου καλου‐ μένου, παρ’ ᾧ φύεται, ἀσθενεστέρα κατὰ δύναμιν οὖσα διὰ τὸ ἔφυδρον
10τῶν τόπων καὶ ἐπιμηκεστέρα πλείους τε ἔχουσα τοὺς στάχυας ἀπὸ τῆς αὐτῆς ῥίζης καὶ πολυκόμους καὶ περιπεπλεγμένους, βρωμώδης κατὰ τὴν ὀσμήν. ἡ δ’ ὀρεινοτέρα εὐωδεστέρα, κολοβός, τραχύς, κυπε‐ ρίζουσα κατὰ τὴν εὐωδίαν ἔχουσά τε καὶ τὰ ἄλλα ἐν ἑαυτῇ ὅσα καὶ ἡ Συριακὴ λεγομένη. καλεῖται δέ τις καὶ Σαπφαρητική, ἀπὸ χωρίων
15ὠνομασμένη, μεγαλόσταχυς, λευκοτέρα, καυλὸν ἔσθ’ ὅτε μέσον ἔχουσα, ὑπεντραγίζοντα τῇ ὀσμῇ, ἣν δεῖ ἀπεκλέγεσθαι. πιπράσκεται δὲ καὶ ἀποβεβρεγμένη, ὅπερ γινώσκεται ἐκ τοῦ λευκὸν εἶναι τὸν στάχυν καὶ αὐχμηρὸν καὶ μὴ ἔχειν τὸν χνοῦν. δολοῦσι δ’ αὐτὴν ἐμφυσῶντες
στίμι μεθ’ ὕδατος ἢ οἴνου φοινικίνου πρὸς τὸ συμπιλοῦσθαι αὐτὴν
20καὶ βαρυτέραν γίνεσθαι. ἐπὶ δὲ τῆς χρείας ἀφαιρεῖν δεῖ, εἰ προσείη πηλὸς ταῖς ῥίζαις, καὶ σήθειν χωρίζοντα τὸν κονιορτὸν εὐχρηστοῦντα εἰς χειρόνιπτρον. ἀποτίθεται δ’ εἰς τὰ ὀφθαλμικὰ ἐν ἀγγείῳ καινῷ ἀκωνήτῳ λειοτριβηθεῖσα σὺν οἴνῳ καὶ ἀναπλασθεῖσα.

12

nu*

2

Ἡ δὲ Κελτικὴ νάρδος γεννᾶται μὲν καὶ ἐν ταῖς κατὰ Λιγυρίαν Ἄλπεσιν, ἐπιχωρίως ὀνομαζομένη Γάλιον· γεννᾶται δὲ καὶ ἐν τῇ Ἰστρίᾳ. ἔστι δὲ θαμνίσκος μικρός, σὺν ταῖς ῥίζαις εἰς δεσμὰς ἀναλαμ‐ βανόμενος χειροπλήθεις· ἔχει δὲ καὶ φύλλα ἐπιμήκη, ὑπόξανθα· ἄνθος
5μήλινον· μόνων δὲ τῶν καυλῶν ἐστι καὶ τῶν ῥιζῶν ἡ χρῆσις καὶ ἡ εὐωδία, ὅθεν δεῖ πρὸ μιᾶς ἡμέρας καταρράναντας ὕδατι τὰς δεσμὰς καὶ χωρίζοντας τὸ γεῶδες τιθέναι ἐπ’ ἐδάφους νοτεροῦ προϋποκει‐ μένου χάρτου, τῇ δ’ ὑστεραίᾳ καθαίρειν· οὐ γὰρ συναποτίλλεται τῷ ἀχυρώδει καὶ ἀλλοτρίῳ τὸ εὔχρηστον διὰ τὴν ἐκ τῆς ἰκμάδος εὐτονίαν.
10δολίζεται δὲ συναποδεομένης αὐτῇ πόας ἐμφεροῦς, ἣν διὰ τὸ περὶ τὴν ὀσμὴν βρωμῶδες τράγον καλοῦσιν. εὐχερὴς δ’ ἡ ἐπίγνωσις· ἄκαυλός τε γὰρ ἡ πόα ἐστὶ καὶ λευκοτέρα καὶ ἧττον ἐπιμήκη τὰ φύλλα ἔχει, οὐδὲ τὴν ῥίζαν [δὲ] πικρὰν καὶ ἀρωματίζουσαν ὥσπερ τῆς ἀληθινῆς ἔχει. ἀποκρίνας οὖν τὰ καυλία καὶ τὰς ῥίζας, τὰ δὲ
15φύλλα τρίψας, εἰ βούλοιο ἀποθέσθαι, ἀναλαμβάνων οἴνῳ λεῖα καὶ τροχίσκους ἀναπλάσας φύλασσε ἐν ὀστρακίνῳ ἀγγείῳ καινῷ πωμάζων ἐπιμελῶς. ἀρίστη δ’ ἐστὶν ἡ πρόσφατος καὶ εὐώδης, πολύρριζος, οὐκ εὔθρυπτος, πλήρης.

12

nu*

3

Ὀρεινὴ νάρδος γεννᾶται ἐν Κιλικίᾳ, φύλλα καὶ καυλοὺς ὅμοια ἠρυγγίῳ ἔχουσα, μικρότερα μέν, οὐ μὴν τραχέα καὶ ἀκανθώδη· ῥίζαι δ’ ὕπεισι μέλαιναι, εὐώδεις, δύο ἢ πλείους ὥσπερ ἀσφοδέλου, ἰσχνό‐ τεραι καὶ λευκότεραι καὶ μικρότεραι πολλῷ· καυλὸν δ’ οὐδὲ καρπὸν
5οὐδ’ ἄνθος φέρει. ποιεῖ δ’ ἡ ῥίζα πρὸς ἃ καὶ ἡ Κελτικὴ νάρδος.

12

nu*

4

Νάρκισσος· τὰ μὲν φύλλα πράσῳ ἔοικε, ναστὰ δὲ καὶ μικρό‐ τερα παρὰ πολύ· καυλίον μικρόν, κενόν, ἄφυλλον, μεῖζον σπιθαμῆς, ἐφ’ οὗ ἄνθος λευκόν, ἔσωθεν κροκῶδες, ἐνίων δὲ πορφυροειδές· ῥίζα λευκή, στρογγύλη, βολβοειδής· καρπὸς ὡς ἐν ὑμένι μέλας, προμήκης.
5φύεται κάλλιστος ἐν ὀρεινοῖς, εὐώδης, ὁ δὲ λοιπὸς ἐν πεδίοις καὶ ἀμμώδεσι πρασίζει καὶ βοτανώδη τὴν ἀποφορὰν ἔχει.

12

nu*

5

Νάσκαφον (οἱ δὲ νάκαφθον) ἐκ τῆς Ἰνδικῆς κομίζεται. ἔστι δὲ
φλοιῶδες, συκαμίνου λεπίσματι ἐοικός, θυμιώμενον διὰ τὴν εὐωδίαν.

12

nu*

6

Νυμφαία φύεται ἐν ἕλεσι καὶ ὕδασι στασίμοις. φύλλα ὅμοια ἔχει κιβωρίῳ, μικρότερα καὶ ἐπιμηκέστερα ποσῶς, ὑπερέχοντα τοῦ ὕδατος, τὰ δὲ καὶ ἐν αὐτῷ τῷ ὕδατι, πλείονα ἐκ τῆς αὐτῆς ῥίζης· ἄνθος λευκόν, κρίνῳ ὅμοιον, ἔχον δὲ κροκῶδες τὸ μέσον, ὅταν δ’
5ἀπανθήσῃ, στρογγύλον, μήλῳ παραπλήσιον· γίνεται ἡ μήκωνος κεφαλὴ μέλαινα, ἐν ᾧ ὁ καρπὸς πλατύς, πυκνός, γευομένῳ γλίσχρος· ὁ δὲ καυλὸς οὐ λεῖος, παχύς, μέλας, ὅμοιος τῷ τοῦ κιβωρίου· ῥίζα μέλαινα, παχεῖα, ῥοπαλοειδής, ἥτις τέμνεται φθινοπώρῳ. εὑρίσκεται δὲ πολλὴ ἐν τῇ Κιλικίᾳ ἐπὶ τοῦ Ἀνίγρου ποταμοῦ καὶ τῆς Βοιωτίας ἐν Ἁλιάρτῳ.
10γίνεται δὲ καὶ ἄλλη νυμφαία φύλλοις ὁμοία τῇ πρὸ αὐτῆς· ῥίζα μέντοι λευκὴ καὶ τραχεῖα· ἄνθος μήλινον καὶ στίλβον ὡς ῥόδον. φύεται ἐν τοῖς περὶ Θεσσαλίαν ἐν τῷ Πηνειῷ ποταμῷ.

12

xi

1

Ξάνθιον ἢ φάσγανον φύεται ἐν εὐγείοις καὶ λίμναις. καυλὸν ἔχει λιπαρόν, γωνοειδῆ καὶ ἐπ’ αὐτοῦ μασχαλίδας πλείονας· ἀτραφάξυϊ τὰ φύλλα ἐμφερῆ, ἐντομὰς ἔχοντα, καρδάμῳ δὲ τὴν ὀσμὴν παραπλή‐ σιον· καρπὸν δὲ στρογγύλον ὡσανεὶ ἐλαίαν μεγάλην, ἀκανθώδη ὡς
5πλατάνου σφαιρία, ἐλλαμβανόμενον ἱματίων.

12

xi

2

Ξιρίς (οἱ δ’ ἶριν ἀγρίαν, Ῥωμαῖοι δὲ γλαδίολον καλοῦσι) τὸ μὲν φύλλον ἔχει ἴριδι ὅμοιον, πλατύτερον δὲ καὶ ἐξ ἄκρου ὀξύ· καυ‐ λὸν δ’ ἐκ μέσου τῶν φύλλων ἀνίησι πηχυαῖον, ἱκανῶς παχύν, ἐφ’ οὗ λοβοὶ τρίγωνοι καὶ ἐπ’ αὐτοῖς ἄνθος πορφυροῦν, τὸ δ’ ἐν μέσῳ
5φοινικοῦν· καρπὸς δ’ ἐν θυλακίοις ὀρόβοις ὅμοιος, στρογγύλος, μέγας, δριμύς· ῥίζα δὲ πολυγόνατος, μακρά, πυρρά.

12

xi

3

Ξίφιον (οἱ δὲ φασγάνιον διὰ τὸ τοῦ φύλλου σχῆμα)· ἔοικε δ’ ἴριδι, ἔλαττον δὲ καὶ στενότερον καὶ ἄποξυ ὡς μαχαίριον, ἰνῶδες· καυλὸν δ’ ἀνίησι πηχυαῖον, ὀποῦ μεστόν, ἐφ’ οὗ ἄνθη πορφυρᾶ, στοιχηδὸν ἀπ’ ἀλλήλων διεστῶτα· καρπὸν στρογγύλον· ῥίζας δύο, τὴν
5μίαν ἐπὶ τῆς ἑτέρας καθημένην ὥσπερ βολβία μικρά· τούτων ἡ μὲν
κάτω ἰσχνή, ἡ δ’ ἄνωθεν ἁδροτέρα. φύεται μάλιστα ἐν ἀρούραις.

12

omicron

1

Οἰνάνθη τὰ μὲν φύλλα ἔχει ὥσπερ σταφυλῖνος· ἄνθη δὲ λευκά, παχὺν καυλὸν σπιθαμιαῖον· καρπὸν δ’ ὥσπερ ἀτραφάξυος· ῥίζαν μεγάλην, κεφαλὰς ἔχουσαν πλείονας, στρογγύλας. φύεται ἐν πέτραις.

12

omicron

2

Οἰνάνθη καλεῖται καὶ ὁ τῆς ἀγρίας ἀμπέλου καρπός, ὁπότε ἀνθεῖ. ἀποτίθεσθαι δὲ δεῖ αὐτὸν εἰς ἀκώνητον ἀγγεῖον ὀστράκινον συλλέγοντας καὶ ξηραίνοντας ἐπ’ ὀθονίου ἐν σκιᾷ.

12

omicron

3

Ὀμφάκιόν ἐστι χυλὸς ὄμφακος θασίας σταφυλῆς μήπω περκα‐ ζούσης ἢ Ἀμινναίας· δεῖ δὲ πρὸ Κυνὸς ἐκθλίβειν τὸν χυλὸν ἡλιάζειν τε ἐν χαλκώματι ἐρυθροῦ χαλκοῦ ἐσκεπασμένου ὀθονίῳ, μέχρις οὗ συστραφῇ ὅλον, ἀεὶ τὸ περιπηγνύμενον μιγνύντας τῷ ὑγρῷ, νύκτωρ
5μέντοι αἴρειν αὐτὸ ἀπὸ τοῦ αἰθρίου· κωλύουσι γὰρ αἱ δρόσοι τὴν σύστασιν. ἐκλέγου δὲ τὸ ξανθὸν καὶ εὐθρυβές, στῦφον ἱκανῶς καὶ δάκνον τὴν γλῶσσαν· ἔνιοι δ’ ἕψοντες τὸν χυλὸν συστρέφουσιν.

12

omicron

4

Ὀνάγραν (οἱ δ’ ὀνόγυριν) θάμνος ἐστὶ δενδρώδης, εὐμεγέθης, φύλλα ἔχων ἀμυγδαλῇ παραπλήσια, πλατύτερα καὶ ἐμφερῆ τοῖς τοῦ κρίνου· ἄνθη ῥοδοειδῆ, μεγάλα· ῥίζαν μακράν, λευκήν· ξηρανθεῖσα οἴνου ὀδμὴν ἀποδίδωσιν. φύεται ἐν ὀρεινοῖς χωρίοις.

12

omicron

5

Ὀνοβρυχὶς τὰ μὲν φύλλα ἔχει ὅμοια φακῷ, μικρῷ μακρότερα· καυλὸν σπιθαμιαῖον· ἄνθος φοινικοῦν· ῥίζαν μικράν. φύεται ἐν καθύγροις καὶ ἀγρίοις χωρίοις.

12

omicron

6

Ὄνυξ πῶμά ἐστι κογχυλίου ὅμοιον τῷ τῆς πορφύρας, εὑρισκό‐ μενον ἐν Ἰνδίᾳ ἐν ταῖς ναρδοφόροις λίμναις· διὸ καὶ ἀρωματίζει νεμομένων τῶν κογχυλίων τὴν νάρδον. διαφέρει δ’ ὁ ἀπὸ τῆς Ἐρυθρᾶς θαλάττης κομιζόμενος, ὑπόλευκος ὢν καὶ λιπαρός, μέλας δ’ ὁ ἀπὸ
5Βαβυλῶνος καὶ μικρότερος· ἀμφότεροι δ’ εὐώδεις θυμιώμενοι, καστορί‐ ζοντες τῇ ὀσμῇ ποσῶς.

12

omicron

7

Ὀξυάκανθος δένδρον ἐστὶ παραπλήσιον ἀχράδι, μικρότερον δὲ καὶ ἀκανθῶδες ἄγαν. καρπὸν φέρει μύρτοις ἐμφερῆ, ἁδρόν, ἐρυθρόν, ἀραιόν, ἔνδοθεν πυρῆνας ἔχοντα· ῥίζαν δὲ πολυσχιδῆ καὶ βαθεῖαν.

12

omicron

8

Ὀρεοσέλινον· καυλός ἐστι σπιθαμιαῖος εἷς ἐκ ῥίζης λεπτῆς, περὶ δ’ αὐτὸν κλωνία καὶ κεφάλια κωνείῳ παρεμφερῆ, λεπτότερα μέντοι ἱκανῶς, ἐφ’ ὧν καρπὸς ὑπομήκης, δριμύς, εὐώδης, ἐοικὼς
κυμίνῳ. φύεται ἐν τόποις ὀρεινοῖς.

12

omicron

9

Ὀρεστεία πόα ἐστὶ μικρὰ ὑπὲρ γῆς ὡς τριῶν δακτύλων ἢ τεσσάρων· φύλλα δ’ ἔχει καὶ κλήματα κορωνόποδι παραπλήσια ἢ ἀγρώστει, στυπτικά· ῥίζαν φέρει σφόδρα λεπτὴν ὡς τρίχα, λευκήν, οἰνώδη, μῆκος δακτύλων τεσσάρων. φύεται ἐν γεωλόφοις.

12

omicron

10

Ὀρίγανος Ἡρακλεωτική (οἱ δὲ κονίλην καλοῦσι) φύλλον ἔχει ἐμφερὲς ὑσσώπῳ, σκιάδειον δ’ οὐ τροχοειδές, ἀλλ’ ὥσπερ διερρινημέ‐ νον καὶ ἐπ’ ἄκρῳ τῶν ῥάβδων τὸ σπέρμα οὐ πυκνόν.

12

omicron

11

Ὀρίγανος ὀνῖτις καλουμένη λευκοτέρα τοῖς φύλλοις ἐστί, μᾶλλον προσεοικυῖα ὑσσώπῳ, καὶ τὸ σπέρμα ὥσπερ κορύμβους ἐν συνεχείᾳ ἐπικειμένους ἔχει. δύναται δὲ ταὐτὰ τῇ Ἡρακλεωτικῇ, οὐχ οὕτως μέντοι δραστικὴ καθέστηκεν.

12

omicron

12

Ἡ δ’ ἀγρία ὀρίγανος, ἣν πάνακες Ἡράκλειον, οἱ δὲ κονίλην καλοῦσιν, ἔχει τὰ μὲν φύλλα ὅμοια ὀριγάνῳ, ῥαβδία δὲ σπιθαμιαῖα, λεπτά, ἐφ’ ὧν σκιάδεια ὅμοια ἀνήθῳ, λευκά· ῥίζα λεπτή, ἄχρηστος.

12

omicron

13

Ὅρμινον πόα ἐστὶν ἐμφερὴς πρασίῳ τοῖς φύλλοις· καυλὸς τετράγωνος, ἡμιπηχυαῖος, περὶ ὃν ἐξοχαὶ ὅμοιαι λοβοῖς ὡς ἐπὶ τὴν ῥίζαν νενευκυῖαι, ἐν αἷς σπέρμα διάφορον· ἐπὶ μὲν γὰρ τοῦ ἀγρίου στρογγύλον εὑρίσκεται, φαιόν, ἐπὶ τοῦ ἑτέρου ἐπίμηκες καὶ μέλαν,
5οὗπερ καὶ ἡ χρῆσις.

12

omicron

14

Ὀρόβινον ἄλευρον σκευάζεται οὕτως· ἐκλέξας τοὺς εὐτρόφους καὶ λευκοὺς ῥαῖνε ὕδατι ἀναπιὼν ἐάσας τε ἐφ’ ἱκανὸν συμπιεῖν φρῦγε, ἄχρις ἂν οὗ περιρραγῇ ὁ φλοιός, εἶτ’ ἀλέσας καὶ διασήσας κοσκίνῳ λεπτῷ ἀπόθου.

12

omicron

15

Ὄρχις (οἱ δὲ κυνόρχις) φύλλα ἔχει κατὰ γῆς ἐστρωμένα περὶ τὸν καυλὸν καὶ τὸν πυθμένα, ἐλαίᾳ μαλακῇ ὅμοια, στενότερα δὲ καὶ μακρότερα· καυλία σπιθαμῆς τὸ μῆκος, ἐφ’ ὧν ἄνθη πορφυροειδῆ· ῥίζαν βολβοειδῆ, ἐπιμήκη, διπλῆν, στενὴν ὡς ἐλαίας, τὴν μὲν ἀνωτέρω,
5τὴν δὲ κατωτέρω, καὶ τὴν μὲν πλήρη, τὴν δὲ μαλακὴν καὶ ῥυσήν.

12

omicron

16

Ὄρχις ἕτερος, ὃν σεραπιάδα ἔνιοι ἐκάλεσαν· τὰ δὲ φύλλα ἔοικε πράσῳ, ὑπομήκη, πλατύτερα δὲ καὶ λιπαρά· καυλὸς σπιθαμῆς· ἄνθη ὑπόπυρρα, πορφυρᾶ· ῥίζα δ’ ὕπεστιν ὀρχιδίοις ὁμοία.

12

omicron

17

Ὄρχεις κάστορος· ἐκλέγου δ’ ἀεὶ τοὺς συνεζευγμένους ὄρχεις
ἐκ μιᾶς ἀρχῆς· ἀδύνατον γὰρ δύο φύσας ἐζευγμένας ἐν ἑνὶ ὑμένι εὑρεῖν· καὶ τοὺς τὸ ἐντὸς ἔχοντας κηροειδές, βαρύοσμον, βρωμῶδες, δριμύ, δηκτικόν, εὔθρυπτον, διαφραττόμενον συνεχῶς φυσικοῖς ὑμέσιν.
5δολοῦσι δέ τινες αὐτούς, ἀμμωνιακὸν ἢ κόμμι συμπεφυραμένον αἵματι καστορείῳ, ἐγχέοντες εἰς φύσας καὶ ξηραίνοντες· μάτην δ’ ἱστορεῖται ὅτι διωκόμενον τὸ ζῷον ἀποσπᾷ τοὺς διδύμους καὶ ῥίπτει· ἀδυνατεῖ γὰρ ἅψασθαι αὐτῶν προστύπων ὄντων ὥσπερ ὑός. δεῖ δὲ διελόντας τὸ δέρμα κομίζεσθαι σὺν τῷ περιέχοντι ὑμένι τὸ ὑγρόν, μελιτῶδες ὄν,
10καὶ οὕτω ξηραίνοντας ἀποτίθεσθαι.

12

omicron

18

Ὄσιρις· φρυγάνιον μέλαν, λεπτόν· ῥαβδίον δύσθραυστον, καὶ περὶ αὐτὸ φυλλάρια ὥσπερ λίνου, μέλανα κατ’ ἀρχάς, μεταβάλλοντα δ’ ὑπέρυθρα γίνεται.

12

pi

1

Πάνακες (οἱ δ’ Ἡράκλειον)· ἐξ οὗ ὁ ὀποπάναξ συλλέγεται, καὶ πλεῖστον γεννᾶται ἐν Βοιωτίᾳ καὶ ἐν Ψωφίδι τῆς Ἀρκαδίας, ὥστε καὶ ἐπίτηδες κηπεύεσθαι διὰ τὴν ἐκ τοῦ ὀποῦ πρόσοδον. φύλλα ἔχει τραχέα, χαμαιπετῆ, χλωρὰ σφόδρα πρὸς τὰ τῆς συκῆς ἐν τῷ περιφερεῖ
5ἐσχισμένα πενταμερῶς· καυλὸν ὥσπερ νάρθηκα ὑψηλότατον, ἔχοντα χνοῦν λευκὸν καὶ φύλλα τὰ περὶ αὐτὸν μικρότερα· σκιάδειον δ’ ἐπ’ ἄκρου ὡς ἀνήθου· ἄνθος μήλινον· σπέρμα εὐῶδες καὶ πυρωτικόν· ῥίζας πλείονας ἐκ μιᾶς ἀρχῆς, λευκάς, βαρυόδμους, παχὺν ἐχούσας τὸν φλοιόν, ὑποπίκρους ἐν τῇ γεύσει. φύεται δὲ καὶ ἐν Κυρήνῃ τῆς
10Λιβύης καὶ Μακεδονίᾳ. ὀπίζεται δ’ ἡ ῥίζα ἐπί τι τεμνομένη ἄρτι βλαστανόντων καυλῶν· ἀνίησι δὲ λευκὸν ὀπόν, ὃς ξηρανθεὶς κατὰ τὴν ἐπιφάνειαν κροκίζει· δέχονται δὲ τὸ ἀπορρέον φύλλα προϋποτι‐ θέντες εἰς κεκοιλασμένον τὸ ἔδαφος, ἀναιροῦνται δὲ ξηρανθέντα· ὀπίζουσι δὲ καὶ τὸν καυλὸν ἐντέμνοντες περὶ τὸν πυραμητὸν καὶ
15ὁμοίως ἐκδεχόμενοι τὸ ἀπορρέον. εἰσὶ δὲ τῶν ῥιζῶν βελτίους αἱ ξηραὶ καὶ λευκαὶ καὶ τεταναὶ καὶ ἄβρωτοι, πυρώδεις ἐν τῇ γεύσει καὶ ἀρω‐ ματίζουσαι· καρπὸς δ’ εὔθετος ἐκ μέσου τοῦ νάρθηκος· ὁ γὰρ ἐκ τῶν παραφυάδων ἐστὶν ἀτροφώτερος. τοῦ δ’ ὀποῦ διαφέρει ὁ πικρότατος τῇ γεύσει, ἔνδοθεν λευκός, ἔξωθεν δὲ κροκίζων, λεῖος, λιπαρός,
20εὔθρυπτος, ταχέως διιέμενος, βαρύοδμος· ὁ δὲ μέλας φαῦλος καὶ ὁ μαλακός· δολοῦται γὰρ ἀμμωνιακῷ καὶ κηρῷ, δοκιμάζεται δ’ ὕδατι διατριβόμενος τοῖς δακτύλοις· ὁ γὰρ ἄδολος ἀνίεται καὶ γαλακτοῦται.

12

pi

2

Πάνακες Ἀσκλήπιον καὶ Χειρώνειον ἀνίησιν ἀπὸ γῆς
καυλὸν λεπτόν, γόνασι διειλημμένον, πηχυαῖον, περὶ ὃν τὰ φύλλα ὅμοια μαράθῳ, μείζονα δὲ καὶ δασύτερα, δυσώδη, καὶ ἐπάνω σκιάδειον, ἐφ’ οὗ τὰ ἄνθη χρυσοειδῆ, δριμέα, εὐώδη· ῥίζα δὲ μικρά, λεπτή.
5καλοῦσί τινες πάνακες καὶ τὴν ἀγρίαν ὀρίγανον, οἱ δὲ κονίλην, περὶ ἧς εἴρηται ἐν τοῖς περὶ ὀριγάνων.

12

pi

3

Πάνακες Χειρώνειον φύεται μάλιστα ἐν Πηλίῳ τῷ ὄρει· φύλλα δ’ ἔχει ἐμφερῆ μαράκῳ· ἄνθη χρυσοειδῆ· ῥίζαν λεπτὴν καὶ οὐ βαθεῖαν· γευομένῳ δὲ δριμεῖα ἡ πόα.

12

pi

4

Παγκράτιον (οἱ δὲ καὶ τοῦτο σκίλλαν καλοῦσι)· ῥίζα ἐστὶ βολβῷ μεγάλῳ ὁμοία, ὑπόπυρρος, πικρά, πυρώδης πρὸς τὴν γεῦσιν, φύλλα δὲ κρίνῳ ὅμοια ἔχουσα, μακρότερα δέ.

12

pi

5

Παρθένιον (οἱ δὲ μάρακον, οἱ δὲ καὶ τοῦτο λευκάνθεμον) φύλλα ἔχει κορίῳ ὅμοια· ἄνθη λευκὰ κύκλῳ, τὸ δὲ μέσον μήλινον, ὀσμῇ ὑπόβρωμον, τῇ δὲ γεύσει πικρίζον.

12

pi

6

Παρωνυχία φύεται ἐν πέτραις. θαμνίσκιον ὅμοιον πέπλῳ, τῷ μήκει ἔλαττον, τοῖς δὲ φύλλοις μεῖζον.

12

pi

7

Πέπερ καρπὸν ἀνίησι κατ’ ἀρχὰς μὲν προμήκη καθάπερ λοβούς, ὅπερ ἐστὶ μακρὸν πέπερι, ἔχοντα ἐντὸς κέγχρῳ λεπτῇ παραπλήσια, τὸ μέλλον ἔσεσθαι πέπερι τέλειον, ὅπερ κατὰ τοὺς οἰκείους χρόνους ἀναπλούμενον βότρυς ἀνίησι κόκκους φέροντας, οἵους ἴσμεν, τοὺς δὲ
5καὶ ὀμφακώδεις, οἵτινές εἰσι τὸ λευκὸν πέπερι, εὐθετοῦν μάλιστα εἰς τὰ ὀφθαλμικὰ καὶ ἀντιδότους· τὸ δὲ μέλαν ἥδιον, δριμύτερον τοῦ λευκοῦ· τὸ δὲ λευκὸν ὀμφακίζον ἀσθενέστερον τῶν προειρημένων. ἐκλέγου δὲ τὸ βαρύτερον καὶ πλῆρες, μέλαν, μὴ σφόδρα ῥυσόν, πρόσφατον καὶ μὴ πιτυρῶδες. εὑρίσκεται δέ τι ἐν τῷ μέλανι ἄτροφον
10καὶ κενόν, κοῦφον, ὃ καλεῖται βράσμα· φώγνυται δ’ ἐπ’ ὀστράκῳ καινῷ ἐπ’ ἀνθράκων κινούμενον. ἡ δὲ ῥίζα αὐτοῦ οὐκ ἔστι ζιγγίβερι, ὡς ἔνιοι ὑπέλαβον· ἔοικε μέντοι κόστῳ, θερμαίνει δὲ τὴν γεῦσιν.

12

pi

8

Πέπλος (οἱ δὲ συκῆν, οἱ δὲ μήκωνα ἀφρώδη καλοῦσι) θαμνίσκος ἐστὶν ὀποῦ μεστὸς λευκοῦ, ἔχον φύλλον μικρόν, ὅμοιον πηγάνῳ καὶ πλατύτερον· ἡ δὲ σύμπασα κόμη ὡς σπιθαμῆς, περιφερής, ἐκκεχυμένη ἐπὶ τῆς γῆς καὶ ἐπὶ τοῖς φύλλοις ὁ καρπὸς μικρός, στρογγύλος· ῥίζαν
5ἔχει μίαν, ἄχρηστον. γεννᾶται ἐν κήποις ἀμπελῶσι· συνάγεται ἐν πυραμητῷ ξηραινομένη ἐν σκιᾷ καὶ συνεχῶς στρεφομένη. ἀποτίθεται
δ’ αὐτῆς ὁ καρπὸς ἀποβρασθείς.

12

pi

9

Πέπλος (οἱ δ’ ἀνδράχνην ἀγρίαν, Ἱπποκράτης δὲ πέπλιον καλεῖ) φύεται μάλιστα ἐν παραθαλαττίοις τόποις. θάμνος ἀμφιλαφής, ὀποῦ μεστὸς λευκοῦ, φύλλον ἔχων ὅμοιον τῇ κηπαίᾳ ἀνδράχνῃ, περι‐ φερὲς δ’ ἐκ τῶν κάτωθεν, ἐνερυθές· καὶ ὁ καρπὸς δὲ στρογγύλος
5ὑποκάτω τῶν φύλλων ὥσπερ τοῦ πέπλου, πυρώδης τῇ γεύσει· ῥίζα λεπτή, ἄχρηστος. συλλέγεται δὲ καὶ ἀποτίθεται καὶ ταριχεύεται καὶ δίδοται ὥσπερ ὁ πέπλος, δύναμιν ἔχων τὴν αὐτήν.

12

pi

10

Περικλύμενον (οἱ δὲ σπλήνιον, οἱ δὲ καὶ τοῦτο κλύμενον καλοῦσι)· θαμνίσκος δ’ ἐστὶν ἁπλοῦς, ἔχων καυλὸν τετράγωνον καὶ ἐκ διαστήματος φυλλάρια περιειληφότα αὐτὸν ὑπόλευκα, κισσοειδῆ, καὶ παρὰ τὰ φύλλα ἐκβλαστήσεις, ἐφ’ ὧν καρπὸς κισσῷ παραπλήσιος
5οἱονεὶ ἐπικείμενος τῷ φύλλῳ, σκληρός, δυσαπόσπαστος· ῥίζα μακρά. φύεται ἐν χαράδραις καὶ φραγμοῖς, ἐμπεριειλουμένη τοῖς πλησιάζουσι θάμνοις.

12

pi

11

Περιστέριον φύεται ἐν τοῖς ἐνύδροις τόποις· δοκεῖ δ’ ὠνο‐ μάσθαι ἐκ τοῦ τὰς περιστερὰς ἡδέως ἐνδιατρίβειν αὐτῇ. ἡ πόα δ’ ἐστὶ σπιθαμῆς ἔχουσα ἢ καὶ μεῖζον ὕψος· πέταλα δ’ ἐντετμημένα, ὑπόλευκα, ἐκπεφυκότα ἐκ τοῦ καυλοῦ· μονόκλαδος δ’ ὡς τὸ πολὺ καὶ μονόρρι‐
5ζος εὑρίσκεται.

12

pi

12

Περσαία δένδρον ἐστὶν ἐν Αἰγύπτῳ.

12

pi

13

Πετασῖτις· μόσχος μείζων πήχεως, δακτύλου μεγάλου τὸ πάχος, ἐφ’ οὗ φύλλον πετασῶδες, μέγα, προσκείμενον ὥσπερ μύκης.

12

pi

14

Πευκέδανον καυλὸν ἀνίησιν ἰσχνόν, μαράθῳ ὅμοιον· κόμην δ’ ἴσχει ἱκανὴν καὶ πυκνήν· ἄνθος μήλινον· ῥίζαν μέλαιναν, βαρύοσμον, ἁδράν, μεστὴν ὀποῦ. φύεται ἐν ὄρεσι συσκίοις. ὀπίζεται δὲ τῆς ῥίζης ἁπαλῆς ἀποτεμνομένης μαχαιρίῳ, καὶ τὸ ἀπορρέον εὐθέως ἐν σκιᾷ
5τίθεται. ἐν δὲ τῷ συλλέγεσθαι ποιεῖ κεφαλαλγίαν καὶ σκοτώματα, ἐὰν μή τις προδιαχρίσηται τὰς ῥῖνας ῥοδίνῳ καὶ τὴν κεφαλὴν προεμβρέξῃ. ἄχρηστος δὲ γίνεται ἡ ὀπισθεῖσα ῥίζα· ὀπίζονται δὲ καὶ οἱ καυλοὶ καὶ χυλίζονται ὡς μανδραγόρας· ἧττον δ’ ἐνεργεῖ τοῦ ὀποῦ ὁ χυλὸς καὶ τάχιον ἐκπνεῖ. εὑρίσκεται δ’ ἐνίοτε προσπεπηγὸς δάκρυον ὅμοιον τῷ
10λιβανωτῷ πρὸς τοῖς καυλοῖς καὶ ταῖς ῥίζαις. τοῦ δ’ ὀποῦ διαφέρει ὁ ἐν Σαρδόνι καὶ Σαμοθρᾴκῃ γεννώμενος, βαρύοδμος, ἔγκιρρος, θερμαί‐
νων γεῦσιν.

12

pi

15

Πήγανον τὸ ὀρεινὸν τοῦ ἡμέρου δριμύτερον καὶ ἄθετον πρὸς βρῶσιν· τοῦ δὲ κηπευτοῦ ἐδωδιμώτερον τὸ παρὰ ταῖς συκαῖς φυό‐ μενον.

12

pi

16

Πήγανον ἄγριον, ὃ μῶλυ καλοῦσί τινες, γινόμενον ἐν Καππα‐ δοκίᾳ καὶ Γαλατίᾳ τῇ κατ’ Ἀσίαν· ἔστι δὲ θάμνος ἀπὸ μιᾶς ῥίζης ῥάβδους πλείονας ἀναφέρων, φύλλα μακρότερα πολλῷ τοῦ ἄλλου πηγάνου ἔχων, τρυφερώτερα, βαρύοσμα· ἄνθος λευκόν, ἐπ’ ἄκρου δὲ
5κεφάλια μείζονα ὀλίγῳ τοῦ πηγάνου τοῦ ἡμέρου, ἐκ τριῶν μάλιστα συγκείμενα μερῶν, ἐν οἷς σπέρμα ὑπόκιρρον, τρίγωνον, πικρὸν ἱκανῶς πρὸς γεῦσιν, οὗ καὶ ἡ χρῆσις. φθινοπώρου τε ἐκπεπαίνεται τὸ σπέρμα. καλοῦσι δ’ αὐτὸ ἔνιοι ἁρμάλα, Σύροι δὲ βήσσασαν, Καππάδοκες μῶλυ, ἐπειδὴ καὶ κατὰ ποσὸν σῴζει τὴν πρὸς τὸ μῶλυ ἐμφέρειαν, τῇ ῥίζῃ
10μέλαν, τῷ ἄνθει λευκὸν ὑπάρχον. φύεται ἐν γεωλόφοις καὶ εὐγείοις χωρίοις.

12

pi

17

Πίσσα ὑγρὰ συνάγεται ἐκ τῶν λιπαρωτάτων ξύλων, πεύκης καὶ πίτυος· ἔστι δὲ καλὴ ἡ στίλβουσα καὶ λεία καὶ καθαρά. γίνεται καὶ πισσέλαιον ἐκ τῆς πίσσης, χωριζομένου τοῦ ὑδατώδους αὐτῆς· ἐφίστα‐ ται δὲ τοῦτο καθάπερ ὀρὸς καὶ ἐκλαμβάνεται ἐν τῇ ἑψήσει τῆς πίσσης
5ὑπεραιωρουμένου ἐρίου καθαροῦ, ὅπερ, ὅταν ἐκ τοῦ ἀναφερομένου ἀτμοῦ γένηται διάβροχον, ἐκθλίβεται εἰς ἀγγεῖον· καὶ τοῦτο γίνεται, ἐφ’ ὅσον ἂν ἡ πίσσα ἕψηται. συνάγεται δὲ καὶ λιγνὺς ἐκ τῆς ὑγρᾶς πίσσης οὕτως· εἰς λύχνον καινὸν ἐλλελυχνιασμένον ἀποδούς τι τῆς πίσσης ἅψον καὶ πωμάσας κεραμέῳ ἀγγείῳ κριβανώδει, ἄνωθεν μὲν
10περιφερεῖ καὶ στενῷ, κάτωθεν δὲ τρῆμα ἔχοντι καθάπερ οἱ κλίβανοι, ἔα καίεσθαι· ὅταν δ’ ἀναλωθῇ τὸ πρότερον ὑγρόν, ἄλλο ἐπίχεε, ἕως

12

pi

18

ἂν αἰθαλώσῃς τὸ πρὸς τὴν λιγνὺν αὔταρκες, καὶ χρῶ. —Ἡ δὲ ξηρὰ πίσσα ἑψομένης τῆς ὑγρᾶς γίνεται· ἔστι δ’ αὐτῆς ἡ μέν τις ἰξώδης, ἡ δὲ ξηρά, καλὴ δ’ ἐστὶν ἡ λιπαρὰ καὶ καθαρὰ καὶ ἰξώδης καὶ ὑπόκιρρος, ῥητινώδης· τοιαύτη δ’ ἐστὶν ἡ Λυκία καὶ Βρυττία ἅτε

12

pi

19

δύο φύσεων ἐχόμεναι, πίσσης ἅμα καὶ ῥητίνης. —Καλεῖταί τις καὶ πιττάσφαλτος, γεννωμένη ἐν Ἀπολλωνίᾳ τῇ πρὸς Ἐπιδάμνῳ, ἥτις ἐκ τῶν Κεραυνίων ὀρῶν συγκαταφέρεται τῇ τοῦ ποταμοῦ ῥύμῃ καὶ ἐκβράσσεται εἰς τὰς ἠϊόνας βωλοειδῶς πεπηγυῖα, ὄζουσα πίσσης μεμιγ‐
5μένης ἀσφάλτῳ.

12

pi

20

Πολεμώνιον (οἱ δὲ Φιλεταίρειον)· κλωνία λεπτά, τεταρσωμένα· φύλλα ὀλίγῳ μείζονα πηγάνου, ἐπιμηκέστερα δὲ πρὸς τὰ τοῦ πολυ‐ γόνου ἢ τῆς καλαμίνθης· ἐπ’ ἄκρων δ’ αὐτῶν ὥσπερ κόρυμβοι, ἐν οἷς τὸ σπέρμα μέλαν· ῥίζα πηχυαία, ὑπόλευκος, ἐμφερὴς στρουθίῳ.
5φύεται ἐν ὀρεινοῖς καὶ τραχέσι τόποις.

12

pi

21

Πόλιον τὸ μέν ἐστιν ὀρεινόν, ὃ καὶ τεύθρειον καλεῖται, οὗ καὶ ἡ χρῆσις· θαμνίον δ’ ἐστὶ λευκόν, λειπόφυλλον, σπιθαμιαῖον, καρποῦ πλῆρες, ἔχον κεφάλιον ἐξ ἄκρου κορυμβοειδές, μικρὸν ὡς πολιὰν τρίχα, βαρύοδμον, μετὰ ποσῆς εὐωδίας· τὸ δ’ ἕτερον ἀμμωδέστερον,
5οὐχ οὕτως εὔτονον ἐν ὀσμῇ καὶ ἀδρανέστερον.

12

pi

22

Πολύγαλον (οἱ δ’ ὄσιριν) καυλὸν σπιθαμιαῖον ἔχει· φύλλα φακοειδῆ· γευομένῳ ὑπόστρυφνον.

12

pi

23

Πολύγονον ἄρρεν (οἱ δὲ καρκίνηθρον, οἱ δὲ τευθρόβανον, οἱ δὲ κλῆμα)· ἔστι δὲ πόα κλῶνας ἔχουσα λεπτούς, τρυφερούς, πολλούς, γόνασι διειλημμένους, ἕρποντας ἐπὶ γῆς ὥσπερ ἄγρωστις· φύλλα δὲ πηγάνῳ ὅμοια, ἐπιμηκέστερα καὶ μαλακώτερα· ἔχει δὲ
5καρπὸν παρ’ ἕκαστον φύλλον, ὅθεν καὶ ἄρρεν καλεῖται· ἄνθος λευκὸν ἢ φοινικοῦν.

12

pi

24

Πολύγονον θῆλυ θαμνίον ἐστὶ πολύκλωνον, τρυφερόν, καλα‐ μοειδές, γόνατα συνεχῆ ἔχον ἐγκείμενα ἀλλήλοις ὥσπερ σάλπιγγας, καὶ περὶ τοῖς γόνασι κύκλῳ ἐξοχὰς φυλλαρίοις πίτυος ἐοικυίας· ῥίζα ἀχρεῖος. φύεται παρὰ τοῖς ὕδασιν.

12

pi

25

Πολυγόνατον φύεται ἐν ὄρεσι. θάμνος ἐστὶ μείζων πήχεως, φύλλα ἔχων ὅμοια δάφνης, πλατύτερα δὲ καὶ λειότερα· γευσαμένῳ ὅμοιόν τι μήλῳ κυδωνίῳ ἢ ῥοιᾷ μετὰ στύψεως προσβάλλει· καθ’ ἑκάστην δ’ ἔκφυσιν ἄνθη λευκά, τῷ πλήθει ὑπερέχοντα τοῦ ἀριθμοῦ ἀπὸ τῆς
5ῥίζης ἡνωμένα· ῥίζαν δὲ λευκήν, μακράν, μαλακήν, πολυγόνατον, δασεῖαν, βαρύοσμον, πάχος ἔχουσαν δακτύλου.

12

pi

26

Πολύκνημον θαμνίον ἐστὶ φρυγανῶδες· ἔχει φύλλον ὀριγάνῳ ἐμφερές· καρπὸν πολυγόνατον ὥσπερ γλήχων· οὐκ ἔχει μέντοι σκιάδειον, ἐπ’ ἄκρῳ δὲ κορύμβια δριμύ τι μετέχον εὐωδίας ἀποπνέοντα.

12

pi

27

Πολυπόδιον φύεται ἐν πέτραις βρύα ἐχούσαις καὶ ἐν ἄντροις
ἢ πρέμνοις ἐπὶ τῶν δρυῶν, σπιθαμῆς ἔχον ὕψος ὅμοιον πτέριδι, ὑπόδασυ, ἐντετμημένον, οὐ μὴν οὕτως λεπτοσχιδῶς· ῥίζα δ’ ὕπεστι δασεῖα, πλεκτάνας ὥσπερ πόλυπος ἔχουσα, πάχος μικροῦ δακτύλου,
5ξυσθεῖσα δ’ ἔνδοθεν χλωρά, στρυφνὴ κατὰ τὴν γεῦσιν καὶ ὑπόγλυκυς.

12

pi

28

Ποτίρριον (οἱ δὲ φρύνιον, Ἴωνες δὲ νεῦρα, οἱ δ’ ἀκίδωτον καλοῦσι)· θάμνος μέγας κλῶνας ἔχων μαλακούς, μικρούς, ἱμαντώδεις, λεπτούς, ἐμφερὴς τραγακάνθῃ· φύλλα μικρά, περιφερῆ· ὅλος δ’ ὁ θάμνος περίκειται χνοῦν ἐριώδη· ἔστι δ’ ἀκανθώδης· ἄνθη μικρά,
5χλωρά· καρπὸν γευομένῳ εὐώδη καὶ δριμύν, ἄχρηστον. φύεται ἐν ἀμμώδεσι καὶ γεωλόφοις χωρίοις. ῥίζαι δ’ ὕπεισι πηχῶν δύο ἢ τριῶν, ἰσχυραί, νευρώδεις, αἵτινες πρὸς τῇ γῇ ἀποτμηθεῖσαι ἀνιᾶσι δάκρυον κόμμει ὅμοιον.

12

pi

29

Ποταμογείτων φύλλον ἔχει ὅμοιον σεύτλῳ, δασύ, ὑπερκύπτον ὀλίγον τοῦ ὕδατος.

12

pi

30

Πρόπολιν παραληπτέον τὴν ξανθὴν καὶ εὐώδη, στύρακος πνέουσαν, μαλακήν τε ἐν τῷ ὑποξήρῳ καὶ μαστίχης τρόπον ἑλκομένην.

12

pi

31

Πταρμικὴ θαμνίον ἐστὶ κλῶνας ἔχον πολλούς, λεπτούς, περι‐ φερεῖς, ὁμοίους ἀβροτόνῳ, περὶ οὓς φύλλα ἐπιμήκη, ἐοικότα τοῖς τῆς ἐλαίας· ἐπ’ ἄκρῳ δ’ ὥσπερ ἀνθεμίδος κεφάλιον μικρόν, περιφερές, δριμὺ κατὰ τὴν ὀσμήν, ἐρεθίζον πταρμούς.

12

pi

32

Πτέρις (οἱ δὲ βλῆχρον, οἱ δὲ πολύρριζον καλοῦσι)· φύλλα ἐστὶν ἄκαυλα καὶ ἀνανθῆ, ἄκαρπα, ἐξ ἑνὸς μόσχου, περὶ πῆχυν τὸ μέγεθος, ἐντετμημένα καὶ ἀνηπλωμένα ὥσπερ πτέρυξ, ὑποδυσώδη· ῥίζαν δ’ ἔχει ἐπιπόλαιον, μέλαιναν, ὑπομήκη καὶ ἐμφύσεις ἔχουσαν
5πολλάς, ὑποστύφουσαν ἐν τῇ γεύσει. φύεται ἐν ὀρεινοῖς καὶ πετρώ‐ δεσι τόποις.

12

pi

33

Πυκνόκομον φύλλα ἔχει ὅμοια εὐζώμῳ, τραχέα δὲ καὶ δριμέα καὶ παχύτερα· καυλὸν τετράγωνον· ἄνθος δὲ τῷ τοῦ ὠκίμου ἐμφερές· καρπὸν δ’ ὡς πράσου· ῥίζαν μέλαιναν, στρογγύλην, ὠχρὰν ὡς μικρὸν μῆλον, γεῶδες ὄζουσαν. φύεται ἐν πετρώδεσι τόποις.

12

pi

34

Πύρεθρον πόα καυλὸν ἀνιεῖσα καὶ φύλλα ὥσπερ δαῦκον ἄγριον ἢ μάραθον· σκιάδειον δ’ ὡς ἀνήθου, τροχοειδές· ῥίζα δακτύλου τοῦ μεγάλου τὸ πάχος, μακρά, γευσαμένῳ πυρωτικωτάτη καὶ φλέγμα‐
τος ἐπισπαστική.

12

rho

1

Ῥᾶῥῆον· κράτιστον τὸ ἀτερηδόνιστον ἔγγλισχρόν τε κατὰ τὴν γεῦσιν, μάλιστα ἀνειμένης στύψεως, διαμασηθέν τε ἔνωχρον καὶ κροκίζον τῷ χρώματι.

12

rho

2

Ῥάμνος θάμνος ἐστὶ περὶ φραγμοῖς φυόμενος, ῥάβδους ἔχων ὀρθὰς ὥσπερ ὀξυάκανθος· φύλλα ἐπιμήκη, ὑπολίπαρα, μαλακά. ἔστι καὶ ἑτέρα παρ’ αὐτὴν λευκοτέρα. ἔστι καὶ τρίτη μελαντέρα, ἔχουσα τὰ φύλλα πλατύτερα σὺν τῷ ἠρέμα καὶ ἐρυθαίνεσθαι, ῥάβδους ἔχουσα
5μακρὰς ὡς πέντε πηχῶν μᾶλλον, ἀκανθώδεις, ἧττον δὲ στερεὰς καὶ ἐπάκμους τὰς ἀκάνθας· καρπὸς πλατὺς καὶ λεπτὸς ὡς θυλακώδης, ἐοικὼς σπονδυλίῳ.

12

rho

3

Ῥητίνη γίνεται ἐκ τῆς σχίνου ἡ καλουμένη σχινίνη, ὑπ’ ἐνίων δὲ μαστίχη· γεννᾶται δὲ καλλίστη καὶ πλείστη ἐν Χίῳ τῇ νήσῳ· διαφέρει δ’ αὐτῆς ἡ λαμπυρίζουσα καὶ Τυρρηνικῷ κηρῷ ὁμοία τῇ λευκότητι, ἁδρὰ καὶ πυρρά, εὐθρυβής, εὐώδης, ἡ δὲ χλωρὰ ἧττον.
5δολοῦται δὲ λιβάνῳ καὶ ῥητίνῃ στροβιλίνῃ μιγνυμένη.

12

rho

4

Ἡ δὲ τερμινθίνη ῥητίνη διαφέρει, διαυγεστέρα λευκή, ὑαλί‐ ζουσα τῷ χρώματι, εὐώδης, τερμίνθου δὲ πνέουσα· προάγει δ’ ἁπα‐ σῶν ῥητινῶν ἡ τερμινθίνη καὶ μετὰ ταύτην ἡ σχινίνη, εἶθ’ ἡ πιτυΐνη καὶ ἐλατίνη, μεθ’ ἃς ἀριθμοῦνται ἥ τε πευκίνη καὶ ἡ στροβιλίνη.

12

rho

5

Γίνεται δὲ ῥητίνη ὑγρὰ πιτυΐνη καὶ πευκίνη, κομιζομένη ἀπὸ Γαλλίας καὶ Τυρρηνίας, καὶ ἀπὸ Κολοφῶνος πάλαι ποτὲ ἐκομίζετο, ἔνθεν καὶ τὴν προσωνυμίαν ἔσχε, Κολοφωνία κληθεῖσα, καὶ ἀπὸ Γαλλίας τῆς πρὸς ταῖς Ἄλπεσιν, ἣν ἐπιχωρίως οἱ τῇδε ἔνοικοι λάρικα
5ὀνομάζουσιν, ἐξόχως ποιοῦσαν πρὸς τὰς χρονίας βῆχας. διάφοροι δ’ εἰσὶ τοῖς χρώμασι καὶ αὗται· ἡ μὲν γάρ ἐστι λευκή, ἡ δ’ ἐλαιώδης, ἡ δὲ μέλιτι ἔοικεν ὥσπερ ἡ λάριξ. γίνεται καὶ κυπαρισσίνη ὑγρά· τῆς δὲ ξηρᾶς ἡ μέν τίς ἐστι στροβιλίνη, ἡ δὲ πευκίνη, ἡ δὲ πιτυΐνη καὶ ἐλατίνη. ἐκλέγου δ’ ἐκ πασῶν τὴν εὐωδεστάτην καὶ διαυγῆ, μὴ
10καπυρὰν μηδὲ κάθυγρον, κηροειδῆ καὶ εὔθρυπτον. διαφέρει δ’ αὐτῶν ἡ πιτυΐνη καὶ ἡ ἐλατίνη· εὐώδεις τε γάρ εἰσι καὶ λιβανίζουσι· κομί‐
ζονται δὲ διάφοροι ἐκ Πιτυούσης τῆς νήσου, ἥτις κεῖται κατὰ τὴν Σπανίαν· ἡ δὲ πευκίνη καὶ στροβιλίνη καὶ κυπαρισσίνη ἐνδεέστεραί τέ εἰσι καὶ οὐχ ὁμοίᾳ κέχρηνται τῇ δυνάμει, παραλαμβάνονται δὲ πρὸς
15ὅσα κἀκεῖναι· ἡ μέντοι σχινίνη ἀναλογεῖ τῇ τερμινθίνῃ. καίεται δὲ πᾶσα ῥητίνη ὑγρὰ ἐν τετραπλασίονι ἀγγείῳ κατὰ τὸ τοῦ ἐγχεομένου ὑγροῦ πλῆθος· δεῖ γὰρ χοῦν μὲν τῆς ῥητίνης, δύο δὲ χόας ὕδατος ὀμβρίου βάλλοντας εἰς χαλκίον ἑψεῖν πράως ἐπ’ ἀνθράκων διηνεκῶς κινοῦντας, ἄχρι ἄνοσμος καὶ εὔθρυπτος καὶ καπυρὰ γένηται, ὡς καὶ
20τοῖς δακτύλοις εἴκειν, λοιπὸν δὲ ψύξαντας εἰς κεραμεοῦν ἀγγεῖον ἀκώνητον ἀποθέσθαι. γίνεται δ’ ἐξόχως λευκή· δεῖ μέντοι προϋλίζειν πᾶσαν ῥητίνην τήκοντας καὶ χωρίζειν τὸ ῥυπῶδες αὐτῆς. καίονται δὲ καὶ δίχα ὕδατος ἐπ’ ἀνθράκων κούφως τὸ πρῶτον, ὅταν δὲ μέλλωσι συντρέχειν, ἀθρόως πολλοὺς τοὺς ἄνθρακας ὑποθετέον ἀδιαλείπτως
25ἐφ’ ἡμέρας καὶ νύκτας τρεῖς, ἄχρις ἂν τὸ προειρημένον ἰδίωμα ἀπο‐ λάβωσιν. ἀποτίθεσο δ’ ὡς εἴρηται· τὰς μέντοι ξηρὰς ἀρκέσει δι’ ὅλης ἡμέρας ἑψήσαντας ἀποτίθεσθαι. λαμβάνεται δὲ καὶ λιγνὺς ἐκ τῆς ῥητί‐ νης ὥσπερ ἐκ τοῦ λιβάνου, ἐπαιωρουμένου κοίλου ἀγγείου.

12

rho

6

Ῥόδα ψύχει· τὰ δὲ ξηρὰ μᾶλλον στύφει. χυλίζειν δὲ δεῖ τὰ ἁπαλὰ ἀποψαλίσαντας τὸν ὄνυχα, τὸ δὲ λοιπὸν ἐκθλίβειν καὶ τρίβειν ἐν σκιᾷ καὶ θυείᾳ, ἄχρις οὗ συστραφῇ, οὕτως τε ἀποτίθεσθαι εἰς τὰς ὀφθαλμικὰς περιχρίστους. ξηραίνονται δὲ τὰ φύλλα ἐν σκιᾷ συνεχῶς
5στρεφόμενα, ἵνα μὴ εὐρωτιάσῃ.

12

rho

7

Ῥοδία ῥίζα γίνεται ἐν Μακεδονίᾳ, ἐοικυῖα κόστῳ, κουφοτέρα δὲ καὶ ἀνώμαλος, ῥόδων ἐν τῇ διατρίψει ἐμποιοῦσα ὀσμήν.

12

rho

8

Ῥοῦς ὁ ἐπὶ τὰ ὄψα· καρπός ἐστι τῆς καλουμένης βυρσοδεψικῆς ῥοός· ἔστι δὲ δενδρύφιον μικρόν, φυόμενον ἐν πέτραις ὡς δίπηχυ, ἐφ’ οὗ φύλλα ἐπιμήκη, ὑπέρυθρα, τὴν περιφέρειαν ἐντετμημένα πριονοειδῶς· καρπὸς δὲ βοτρυδίοις ἐοικώς, πυκνός, κατὰ μέγεθος
5τερμίνθου, ὑπόπλατυς, οὗ τὸ περικείμενον φλοιῶδές ἐστιν εὔχρηστον· καὶ τὸ χύλισμα δὲ τῶν φύλλων ξηρῶν ἑψομένων σὺν ὕδατι ὥσπερ τὸ λύκιον ἄχρι συστάσεως ἁρμόζει πρὸς ἃ καὶ τὸ λύκιον.

12

sigma

1

Σαγαπηνὸν ὀπός ἐστι πόας ναρθηκώδους γεννωμένης ἐν Μηδίᾳ. διαφέρει δ’ αὐτοῦ τὸ διαυγές, ἔξωθεν μὲν κιρρόν, ἐν δὲ τῷ ἐντὸς λευκόν, ὄζον μεταξὺ ὀποῦ σιλφίου καὶ χαλβάνης, δριμὺ ἐν τῇ
γεύσει.

12

sigma

2

Σαλαμάνδρα εἰδός ἐστι σαύρας, νωχελές, ποικίλον, μάτην πιστευθὲν μὴ καίεσθαι· δύναμιν δ’ ἔχει σηπτικήν, ἑλκωτικήν, θερμαντι‐ κήν· μίγνυται σηπταῖς καὶ ἑλκωτικαῖς δυνάμεσι καὶ λεπρικαῖς ὡς ἡ κανθαρὶς καὶ ἀποτίθεται ὁμοίως· ψιλοῖ δὲ καὶ τρίχας συντακεῖσα ἐλαίῳ.

12

sigma

3

Σάμψουχον κράτιστον τὸ Κυζικηνὸν καὶ Κύπριον, δευτερεύει δὲ τὸ ἐν Αἰγύπτῳ· καλεῖται δ’ ὑπὸ Κυζικηνῶν καὶ τῶν ἐν Σικελίᾳ ἀμάρακον. πόα δ’ ἐστὶ πολύκλωνος, ἕρπουσα ἐπὶ γῆς, φύλλα δασέα καὶ περιφερῆ ἔχουσα, ὅμοια τοῖς τῆς λεπτοφύλλου καλαμίνθης, σφόδρα
5εὐώδη καὶ θερμαντικά, πλεκόμενα καὶ εἰς στεφάνους.

12

sigma

4

Σαρκοκόλλα ἐστὶ δάκρυον δένδρου γεννωμένου ἐν τῇ Περσίδι, ἐοικὸς λιβανωτῷ λεπτῷ, ὑπόκιρρον, ἔμπικρον τῇ γεύσει. δολοῦται δὲ κόμμεως αὐτῇ μιγνυμένου.

12

sigma

5

Σατύριον· οἱ δὲ τρίφυλλον καλοῦσιν, ἐπειδὴ ὡς τὸ πολὺ τρία φύλλα φέρει ὡς ἐπὶ τὴν γῆν κεκλασμένα, λαπάθῳ ἢ κρίνῳ ὅμοια, ἐλάττονα μέντοι καὶ ἐνερευθῆ· καυλὸν δὲ μακρόν, ψιλὸν ὡς πήχεως· ἄνθος κρινοειδές, λευκόν· ῥίζαν δὲ βολβοειδῆ, ὅσον μῆλον, πυρράν,
5τὰ δ’ ἐντὸς λευκὴν ὥσπερ ὠόν, γευομένῳ γλυκεῖαν καὶ εὔστομον. λέγεται δέ τι καὶ Ἐρυθραϊκὸν σατύριον· σπέρμα λινοσπέρμῳ ἐμφερές, μεῖζον δὲ καὶ στίλβον καὶ λεῖον καὶ ῥωμαλέον ὁμοίως· ἔστι δὲ τῆς ῥίζης αὐτοῦ ὁ μὲν φλοιὸς ὕπισχνος καὶ πυκνός, τὸ δ’ ἔνδοθεν λευ‐ κόν· γευομένῳ εὔστομον καὶ γλυκύ. φύεται ἐν εὐηλίοις καὶ ὀρεινοῖς
10τόποις.

12

sigma

6

Σαντονικὸν ἔοικε τῷ ἀψινθίῳ, οὐ μὴν οὕτως ἔνσπερμον, ὑπόπικρον δὲ καὶ δυνάμενον τὰ αὐτὰ σερίφῳ.

12

sigma

7

Καὶ τὸ ἐλεοσέλινον γεννώμενον δ’ ἐν τοῖς ἐνύδροις τόποις ὀλίγῳ μεῖζον τοῦ ἡμέρου σελίνου.

12

sigma

8

Σέρις ἀγρία καὶ ἥμερος· ὧν ἡ μὲν ἀγρία πικρὶς ἢ κιχόριον καλεῖται, ἥτις ἐστὶ καὶ πλατυφυλλοτέρα καὶ εὐστομωτέρα τῆς κηπευ‐ τῆς· τῆς δὲ κηπευτῆς διττὸν εἶδος· ἡ μὲν γάρ ἐστι θριδακωδεστέρα καὶ πλατύφυλλος καὶ ἔμπικρος, ἡ δὲ στενόφυλλος καὶ ὑπόπικρος.

12

sigma

9

Σέριφος πλεῖστον ἐν τῷ Ταύρῳ γεννᾶται. πόα λεπτόκαρπος, ἐοικυῖα ἀβροτόνῳ τῷ μικρῷ, περιπληθὴς σπερματίων, ὑπόπικρος,
κακοστόμαχος, βαρύοδμος, στύφουσα μετὰ ποσῆς θερμασίας.

12

sigma

10

Σέσελι Μασσαλεωτικὸν φύλλα μαράθῳ ὅμοια, παχύτερα δέ, καὶ καυλὸν εὐερνέστερον ἔχει· σκιάδειον ἀνήθῳ ὅμοιον, ἐφ’ οὗ ὁ καρπὸς ἐπιμήκης, γεγωνιωμένος, δριμὺς βιβρωσκόμενος ταχέως· ῥίζα μακρά, εὐώδης.

12

sigma

11

Τὸ δ’ Αἰθιοπικὸν σέσελι φύλλα μὲν ἔχει κισσοῦ, ἐλάσσω δὲ καὶ ἐπιμήκη πρὸς τὰ τοῦ περικλυμένου· θάμνος μέγας, κλήμασιν ὡς διπήχεσιν, ἀφ’ οὗ καυλοὶ σπιθαμιαῖοι· κεφαλαὶ δ’ ὡς ἀνήθου· σπέρμα δὲ μέλαν, πυκνὸν ὡς πυρὸς καὶ δριμύτερον καὶ εὐωδέστερον τοῦ
5Μασσαλεωτικοῦ, ἡδὺ ἰσχυρῶς. δύναται δὲ τὰ αὐτά.

12

sigma

12

Σέσελι Πελοποννησιακὸν φύλλα ἔχει παραπλήσια κωνείῳ, παχύτερα· καυλὸν μείζονα τοῦ Μασσαλεωτικοῦ, ναρθηκοειδῆ· ἐπ’ ἄκρου σκιάδειον πλατύ, ἐν δὲ τούτῳ καρπὸν πλατύτερον καὶ σαρκωδέστερον, εὐώδη. δυνάμεις δὲ τὰς αὐτὰς ἔχει. φύεται δ’ ἐν τόποις τραχέσι καὶ
5ἐφύδροις καὶ γεωλόφοις· φύεται καὶ ἐν τῇ Ἴδῃ.

12

sigma

13

Σησαμοειδὲς τὸ μέγα, ὃ Ἀντικυραϊκὸν ἐλλέβορον καλοῦσι διὰ τὸ μίγνυσθαι ἐν ταῖς καθάρσεσι τῷ λευκῷ ἐλλεβόρῳ· ἔοικεν ἡ πόα πηγάνῳ· τὰ φύλλα μακρά· ἄνθος λευκόν· ῥίζα ἰσχνή, ἄπρακτος· σπέρμα ὅμοιον σησάμῳ, πικρὸν ἐν τῇ γεύσει.

12

sigma

14

Σησαμοειδὲς τὸ λευκὸν καυλία ἔχει σπιθαμιαῖα, ἔχον τὰ φύλλα κορωνόποδι ὅμοια, δασύτερα μέντοι καὶ μακρότερα, ἐπ’ ἄκρων δὲ τῶν καυλῶν κεφάλια ἀνθῶν ὑποπορφύρων, ἐν οἷς τὸ μέσον λευκόν· σπέρμα σησάμῳ ἐοικός, πικρόν, κιρρόν· ῥίζα λεπτή. φύεται ἐν
5τραχέσι τόποις.

12

sigma

15

Σιδηρῖτις (οἱ δ’ Ἡρακλείαν) πόα ἐστὶ φύλλα ἔχουσα ὅμοια πράσῳ, ἐπιμηκέστερα δὲ πρὸς τὰ τοῦ ἐλελισφάκου ἢ δρυός, μικρότερα μέντοι καὶ τραχέα· καυλοὺς δ’ ἀνίησι τετραγώνους, σπιθαμιαίους ἢ καὶ μείζονας, οὐκ ἀηδεῖς ἐν τῇ γεύσει καὶ ποσῶς στύφοντας, ἐν οἷς ἐκ
5διαστημάτων σπόνδυλοι περιφερεῖς ὥσπερ πρασίου καὶ ἐν αὐτοῖς σπέρμα μέλαν. φύεται ἐν ὑποπέτροις χωρίοις.

12

sigma

16

Σιδηρῖτις ἄλλη κλῶνας ἔχει διπήχεις, λεπτούς· φύλλα ἐπὶ μόσχων μακρῶν, ὅμοια τοῖς τῆς πτέριδος, ἀκροσχιδῆ, πολλὰ ἑκατέρω‐ θεν· ἐκ δὲ τῶν ἀνωτέρω μασχαλῶν ἀποφύσεις λεπτάς, μακράς, ἐπ’ ἄκρου σφαιροειδεῖς· κεφαλὰς ἔχουσα τραχείας, ἐν οἷς σπέρμα ὅμοιον
5σεύτλῳ, στρογγυλώτερον δὲ καὶ σκληρότερον.

12

sigma

17

Σιδηρῖτις ἑτέρα, ἣν καὶ αὐτὴν Ἡρακλείαν Κρατεύας καλεῖ, φυομένην ἐν τοῖς τοίχοις καὶ ἀμπελῶσιν, ἔχουσαν φύλλα μικρά, πολλὰ ἀπὸ μιᾶς ῥίζης, ὅμοια κοριάννῳ, περὶ καυλίοις σπιθαμιαίοις τρυφεροῖς, περιλεύκοις, ἐνερευθέσιν· ἄνθη φοινικᾶ, μακρά, γευομένῳ πικρά, γλίσχρα.

12

sigma

18

Καλοῦσί τινες καὶ τὴν Ἀχίλλειον σιδηρῖτιν· φέρει δὲ ῥαβδία σπιθαμιαῖα καὶ μείζονα, ἀτρακτοειδῆ, καὶ περὶ αὐτὰ φυλλάρια λεπτά, μικρά, ἐντομὰς πολλὰς καὶ πυκνὰς ἐκ πλαγίων ἔχοντας, προσεμφερῆ κορίῳ, ὑπόπικρα, πολύοζα, γλίσχρα, πολύοδμα, οὐκ ἀηδῆ δὲ καὶ φαρμα‐
5κώδη τὴν ὀσμήν· σκιάδειον ἐπ’ ἄκρου περιφερές· ἄνθη λευκά, εἶτα χρυσίζοντα. φύεται ἐν εὐγείοις τόποις.

12

sigma

19

Τὸ λεγόμενον ἐλατήριον ἐκ τοῦ καρποῦ τοῦ ἀγρίου σικύου σκευάζεται τὸν τρόπον τοῦτον· λαβὼν τοὺς ἅμα τῷ ἅψασθαι ἀποπη‐ δῶντας σικύους ἀποτίθεσο ἐῶν μίαν ἡμέραν, τῇ δ’ ὑστεραίᾳ ἐπὶ κρατηρίας κόσκινον μὴ πυκνὸν ἐπίθες καὶ μαχαίριον ὕπτιον ἁρμόσας,
5τὴν ἀκμὴν ἔχον ἄνω, λαμβάνων ἀμφοτέραις ταῖς χερσὶ καθ’ ἕνα τῶν σικύων διαίρει καὶ ἔκθλιβε τὸ ὑγρὸν εἰς τὴν ὑποκειμένην κρατηρίαν προεκθλίβων τὸ ἐν αὐτοῖς σαρκῶδες, ὃ δὴ καὶ τῷ κοσκίνῳ προσπίπτει· προσεκθλίβων δὲ τὰ ἐκτεθλιμμένα τῶν σικύων εἰς παρακειμένην λεκάνην βάλε· σωρεύσας δ’ ἐπὶ τοῦ κοσκίνου τὰ κατατετμημένα ὕδατί τε γλυκεῖ
10περιχέας καὶ περιπιέσας, αὐτὰ μὲν ῥίπτε, ταράξας δὲ τὸ ἐν τῷ κρα‐ τῆρι ὑγρὸν καὶ περικαλύψας ὀθονίῳ τίθει ἐν ἡλίῳ, καὶ ὅταν ὑποστῇ, πᾶν τὸ νηχόμενον ὕδωρ μετὰ τοῦ ἐπιπάγου ἀπόχει, τὸ αὐτό τε ποίει πολλάκις, ἄχρις ἂν οὗ καταστῇ τὸ ἐφιστάμενον ὕδωρ, ὅπερ ἐκσπογγίσας ἐπιμελῶς καὶ τὴν ὑποστάθμην βαλὼν εἰς θυείαν λέαινε καὶ ἀνάπλασσε
15τροχίσκους. δοκεῖ δὲ κάλλιστον εἶναι τὸ μετὰ τοῦ λευκοῦ ἡσυχῇ ἔνικμον, λεῖον, κοῦφον, πικρότατον τῇ γεύσει καὶ προσαχθὲν λύχνῳ εὐκαές· τὸ μέντοι πρασίζον καὶ τραχὺ καὶ θολερὸν τῇ ὄψει, μεστὸν βορβόρου καὶ τέφρας, βαρύ τέ ἐστι καὶ φαῦλον· ἔνιοι δὲ καὶ τὸν χυλὸν τοῦ σικύου μιγνύουσιν, οἱ δὲ καὶ ἄμυλον πρὸς τὸ μιμήσασθαι αὐτοῦ
20τὸ λευκὸν καὶ κοῦφον· εἰς μέντοι τὰ καθαρτικὰ τὸ διετὲς ἁρμόδιον μέχρι δέκα ἐτῶν· ἡ δὲ τελεία δόσις ὀβολός, ἐλαχίστη δ’ ἡμιοβόλιον, παιδίοις δίχαλκον· πλεῖον γὰρ δοθὲν κίνδυνον ἐπιφέρει.

12

sigma

20

Σίλλυβον ἄκανθά ἐστι πλατύτερα φύλλα ἔχουσα, χαμαιλέοντι τῷ λευκῷ παραπλήσια, ἥτις ἀρτιφυὴς ἐσθίεται ἑφθὴ σὺν ἐλαίῳ καὶ ἁλσίν.

12

sigma

21

Σίλφιον· ῥίζα γεννᾶται ἐν τοῖς κατὰ Συρίαν καὶ Ἀρμενίαν καὶ
Λιβύην τόποις, οὗ ὁ καυλὸς μαστίερον καλεῖται, ἐμφερὴς νάρθηκι, φύλλα δ’ ἔχων ὅμοια σελίνῳ· σπέρμα πλατύ, φυλλῶδες, ὃ καλεῖται μαγύδαρις· ῥίζα θερμαντική, φυσώδης, ἐρευγική, ἀναξηραντική, δύσπεπ‐
5τος, κύστεως κακωτική. συλλέγεται δ’ ὁ ὀπὸς ἐγχαρασσομένης τῆς ῥίζης καὶ τοῦ καυλοῦ· διαφέρει δ’ αὐτοῦ ὁ ὑπέρυθρος καὶ διαυγής, σμυρνίζων καὶ ἐν τῇ ὀσμῇ εὔτονος, εὐώδης, μὴ πρασίζων μηδ’ ἀπηνὴς πρὸς τὴν γεῦσιν εὐχερῶς τε διειμένος ἐπὶ τὸ λευκὸν χρῶμα. ὁ μέντοι Κυρηναϊκός, κἂν ἐπ’ ὀλίγον αὐτοῦ τις γεύσηται, εὐθέως ἰκμάδας κινεῖ
10δι’ ὅλου τοῦ σώματος τῇ τε ὀσμῇ ἐστι προσηνέστατος ὥστε γευσα‐ μένῳ μηδὲ τὸ στόμα πνεῖν εἰ μὴ πρὸς ὀλίγον· ὁ δὲ Μηδιακὸς καὶ Συριακὸς τῇ δυνάμει εἰσὶν ἀσθενέστεροι καὶ βρωμωδεστέραν ἔχουσι τὴν ὀσμήν. δολοῦται δὲ πᾶς ὀπὸς πρὸ τοῦ ξηρανθῆναι σαγαπηνοῦ μιγνυ‐ μένου ἢ ἀλεύρου ἐρεγμίνου, ἅπερ διακρίνεται τῇ γεύσει καὶ τῇ ὀσμῇ
15καὶ τῇ ὄψει καὶ τῇ διέσει. ἔνιοι δὲ τὸν μὲν χυλὸν σίλφιον ἐκάλεσαν, τὴν δὲ ῥίζαν μαγύδαριν, τὰ δὲ φύλλα μάσπετα. πρακτικώτατος δ’ ἐστὶν ὁ ὀπός, εἶτα τὰ φύλλα, εἶθ’ ὁ καυλός. ἔστι δὲ φυσώδης καὶ δριμύς· διαλύεται δ’ εἰς τὰ ποτήματα ἀμυγδάλοις πικροῖς ἢ πηγάνῳ ἢ ἄρτῳ θερμῷ ἢ μέλιτι ἢ ὕδατι. τὸ δ’ ὀπόφυλλον τὰ αὐτὰ ποιεῖ, παρὰ πολὺ
20δ’ ἔλαττον. ἐσθίεται δὲ μετ’ ὀξυμέλιτος ἁρμόζον τοῖς περὶ ἀρτηρίαν· χρῶνται δ’ αὐτῷ καὶ μετὰ θριδάκων ἐσθίοντες ἀντὶ εὐζώμου. —Λέγεται καὶ ἑτέρα μαγύδαρις γεννωμένη ἐν Λιβύῃ, ἧς ἡ ῥίζα παρόμοιος τῷ σιλφίῳ, ἧττον δριμεῖα καὶ χαύνη καὶ ὀπὸν μὴ ἔχουσα, ποιοῦσα δὲ τὰ αὐτὰ τῷ σιλφίῳ.

12

sigma

22

Σίνηπι· ἐκλέγου μὴ τὸ κατάξηρον καὶ κατάπυρον δέ, ὃ δὴ θλασθὲν ἔνδοθεν χλωρὸν καὶ οἱονεὶ ἔγχυλον· πρόσφατον γὰρ καὶ ἀκμαῖον τὸ τοιοῦτον. χυλίζεται δ’ ἔγχλωρον τὸ σπέρμα καὶ ξηραίνεται ἐν ἡλίῳ.

12

sigma

23

Σίνων σπερμάτιόν ἐστιν ἐν Συρίᾳ γεννώμενον, παρεοικὸς σελίνῳ, πρόμηκες, μέλαν, πυρωτικόν.

12

sigma

24

Σίον φύεται ἐν τοῖς ὕδασι· θαμνίον ὀρθόν, λιπαρόν· φύλλα ἱπποσελίνῳ ἐοικότα, μικρότερα δὲ καὶ ἀρωματίζοντα. Κρατεύας δὲ περὶ αὐτοῦ ἱστορεῖ οὕτως· πόα θαμνοειδής, ὀλίγα φύλλα ἔχουσα περιφερῆ, μείζονα ἡδυόσμου, μέλανα, λιπαρά, ἐγγίζοντα εὐζώμῳ.

12

sigma

25

Σισύμβριον (οἱ δὲ καρδαμίνην, οἱ δὲ καὶ τοῦτο σίον καλοῦσιν)· ἔνυδρός ἐστιν ἡ πόα κατὰ ταὐτὰ τῷ σίῳ γεννωμένη, ἣν καρδαμίνην ἔνιοι λέγουσι διὰ τὸ ἐοικέναι καρδάμῳ τὴν γεῦσιν. φύλλον δ’ ἔχει τὸ
μὲν πρῶτον περιφερές, αὐξόμενον δὲ σχίζεται ὡς τὸ τοῦ εὐζώμου.

12

sigma

26

Σισύμβριον (οἱ δ’ ἕρπυλλον μέγαν καλοῦσιν) ἐν χέρσοις φύεται, ὅμοιον ἡδυόσμῳ, πλατυφυλλέστερον καὶ εὐῶδες, στεφανωτικόν.

12

sigma

27

Σκαμμωνία κλῶνας ἀνίησι πολλούς, ἀπὸ μιᾶς ῥίζης τρεῖς ἢ τέσσαρας, τριπήχεις ἢ τετραπήχεις, λιπαρούς, ἐμφαίνοντάς τι τῆς δασύτητος· καὶ τὰ φύλλα δὲ δασέα ὅμοια τῇ ἑλξίνῃ ἢ κιττῷ, μαλακώ‐ τερα μέντοι καὶ τριγωνοειδῆ· ἄνθη λευκά, περιφερῆ καὶ κοῖλα ὡς
5κάλαθοι, βαρύοσμα· ῥίζα ἐπιμήκης, παχεῖα ὅσον βραχίων, λευκή, βαρύοσμος, ὀποῦ μεστή. συλλέγεται δ’ ὁ ὀπὸς τῆς κεφαλῆς ἀπὸ τῆς ῥίζης ἀφαιρουμένης καὶ θολοειδῶς ἐκθρομβιαζομένης εἰς κοιλότητα· συρρεῖ γὰρ ὁ ὀπὸς εἰς αὐτὴν καὶ οὕτως ἀναλαμβάνεται εἰς μύακας. ἔνιοι δὲ τὴν γῆν ὀρύξαντες ὁλμοειδῶς καὶ καρύων φύλλα ὑποτιθέντες
10καταξύουσι καὶ ἀποτίθενται τὸν ὀπὸν καὶ οὕτως ξηρανθέντα ἀναιροῦν‐ ται. ἔστι δὲ καλὸς ὁ διαυγὴς καὶ κοῦφος, ἀραιός, ταυροκολλώδης τὴν χροιάν, σήραγγας ἔχων λεπτάς, σπογγώδεις. τοιοῦτος δ’ ἐστὶν ὁ ἐν Μυσίᾳ τῇ κατὰ τὴν Ἀσίαν γεννώμενος. μὴ προσέχειν δὲ μόνῳ τῷ λευκαίνεσθαι αὐτὸν κατὰ τὴν τῆς γλώττης θίξιν· τοῦτο γὰρ γίνεται
15καὶ παραμιγέντος αὐτῷ ὀποῦ τιθυμάλλου· μᾶλλον δὲ τοῖς προειρη‐ μένοις καὶ τῷ μὴ λίαν πυροῦν τὴν γλῶτταν, ὅπερ γίνεται τιθυμάλλου παραμιγνυμένου αὐτῷ.

12

sigma

28

Σκίγκος ὁ μέν τίς ἐστιν Αἰγύπτιος, ὁ δ’ Ἰνδικός, ἄλλος δ’ ἐν τῇ Ἐρυθρᾷ γεννώμενος, ἕτερος δ’ ἐν τῇ Ἀπολλωνίᾳ τῆς Μαυρουσιάδος εὑρίσκεται. ἔστι δὲ κροκόδειλος χερσαῖος ἰδιογενής, ταριχευόμενος ἐν καρδάμῳ.

12

sigma

29

Σκίλλα δύναμιν ἔχει δριμεῖαν, πυρώδη· πολύχρηστος δὲ γίνεται ὀπτηθεῖσα, στέατι δ’ ἢ πηλῷ περιπλάττεται καὶ δίδοται εἰς φοῦρνον ἢ εἰς κάμινον ἢ εἰς ἀνθρακιὰν ἐγκρύβεται, ἄχρις ἂν οὗ ὀπτηθῇ ἱκανῶς ὁ πηλὸς ἢ τὸ σταῖς, οὗ περιαιρεθέντος εἰ μὴ τακερὰ εἴη, περιπλάσαν‐
5τες πάλιν τὸ αὐτὸ ποιήσομεν· ἡ γὰρ μὴ οὕτως ὀπτηθεῖσα βλαβερὰ μάλιστα πρὸς τὰς ἐντοσθιδίους δόσεις. ὀπτᾶται δὲ καὶ ἐν χύτρᾳ πεπωμασμένῃ πηλῷ καὶ εἰς κλίβανον καθιεμένῃ· λαμβάνεται δ’ αὐτῆς τὸ μεσαίτατον τῶν ἔξω περιαιρουμένων καὶ ἕψεται ἐντμηθεῖσα, ἀποχεο‐ μένου τοῦ πρώτου ὕδατος, ἑτέρου δ’ ἐπιχεομένου, μέχρις ἂν μὴ
10πικρὸν ἢ δριμὺ τὸ ὕδωρ ᾖ. ξηραίνεται δ’ ἐν σκιᾷ τμηθεῖσα, διαβλη‐ θέντος λιναρίου, ὡς μὴ ἅπτεσθαι ἀλλήλων τοὺς τόμους.

12

sigma

30

Σκόλυμος φύλλα ἔχει μεταξὺ χαμαιλέοντος καὶ τῆς λευκῆς ἀκάνθης, μελάντερα δὲ καὶ παχύτερα· καυλὸν δ’ ἀνίησι μακρόν, περίπλεον φύλλων, ἐφ’ οὗ κεφαλὴ ἀκανθώδης· ῥίζα δ’ ὕπεστι μέλαινα,
τραχεῖα, ἧς καὶ ἡ δύναμις.

12

sigma

31

Σκόρδιον φύεται ἐν ὀρεινοῖς τόποις καὶ ἑλώδεσι, φύλλα ἔχον ἐοικότα χαμαίδρυϊ, μείζονα δὲ καὶ οὐχ οὕτως ἐντετμημένα τὴν περι‐ φέρειαν, ποσῶς ἐν τῇ ὀσμῇ σκορδίζοντα, στυπτικὰ δὲ καὶ ἔμπικρα τὴν γεῦσιν· καυλία δὲ τετράγωνα, ἐφ’ ὧν ἄνθος ὑπέρυθρον.

12

sigma

32

Σκόρδου τὸ μέν ἐστιν ἥμερον, τὸ δὲ κηπευτόν, καὶ τὸ ἐν Αἰγύπτῳ μονοκέφαλον, λευκόν· καλοῦσι δὲ τὰς ἐν αὐτῷ ῥᾶγας ἀγλί‐ θας. ἔστι δὲ καὶ ἄλλο ἄγριον ὀφιόσκορδον καλούμενον.

12

sigma

33

Σκορδόπρασον φύεται ὡς πράσον μέγα, μετέχον τῆς πράσου καὶ σκόρδου ποιότητος.

12

sigma

34

Σμῖλαξ κηπαῖος, ἧς ὁ καρπὸς λόβια, ὑπ’ ἐνίων δ’ ἀσπάραγος καλεῖται· φύλλα ἔχει κισσῷ ὅμοια, μαλακώτερα δέ· καυλοὺς λεπτοὺς καὶ ἕλικας περιπλεκομένους τοῖς παρακειμένοις θάμνοις· αὐξανόμενός τε ἱκανῶς ὥστε καὶ σκηνοποιεῖσθαι· καρπὸν δὲ φέρει ὅμοιον τήλιδι,
5μακρότερον δὲ καὶ ἐπισωματώτερον, ἐν οἷς σπέρματα ὅμοια νεφροῖς, οὐκ ἰσόχροα, ἐκ μέρους δ’ ὑποπόρφυρα.

12

sigma

35

Σμύρνα δάκρυόν ἐστι δένδρου γεννωμένου ἐν Ἀραβίᾳ, ὅμοιον τῇ Αἰγυπτιακῇ ἀκάνθῃ, οὗ ἐγκοπτομένου ἀπορρεῖ τὸ δάκρυον εἰς ὑπεστρωμένους ψιάθους, τὸ δ’ ἐπὶ τῷ στελέχει περιπηγνύμενον κάλλιον. καλεῖται δ’ αὐτῆς ἡ μέν τις πεδιάσιος λιπαρά, ἧς πιεζουμένης ἡ
5στακτὴ λαμβάνεται, ἡ δέ τις σάβιρα λιπαρωτάτη ἐν εὐγείοις καὶ λιπαροῖς τόποις γεννωμένη, ἥτις καὶ πολλὴν ἀνίησι τὴν στακτήν. πρωτεύει δ’ ἡ Τρωγλοδυτικὴ καλουμένη ἀπὸ τῆς γεννώσης αὐτὴν χώρας, ὑπόχλωρος καὶ διαυγὴς οὖσα. λέγεταί τις καὶ λεπτή, μετὰ τὴν Τρωγλοδυτικὴν ἀριθμουμένη, ἐνάπαλος ὡς τὸ βδέλλιον, ὑπόβρωμος
10τῇ ὀδμῇ, ἐν εὐηλίοις τόποις γεννωμένη. ἡ δέ τις καυσαλὶς λέγεται, ὑπέρωρος, μέλαινα, κάτοπτος· ἡ δὲ χειρίστη ἐν ἁπάσαις ἐργασίμη καλεῖται, ψαφαρὰ καὶ ἀλιπής, δριμεῖα, κομμίζουσα καὶ ὄψει καὶ τῇ δυνάμει· καὶ ἡ μινναία δὲ καλουμένη ἀποδόκιμος. καὶ πιέσματα δ’ ἐξ αὐτῶν γίνεται, ἀπὸ μὲν τῶν λιπαρῶν εὐώδη καὶ πικρά, ἀπὸ δὲ τῶν
15ξηρῶν ἀλιπῆ καὶ οὐκ εὐώδη, ἄτονα δὲ διὰ τὸ προσειληφέναι ἔλαιον εἰς τὴν ἀνάπλασιν. δολίζεται δὲ κόμμει βραχέντι σμύρνης ἀποβρέγματι καὶ μιγνυμένῳ. ἐκλέγου δὲ τὴν νέαν, ψαθυράν, κούφην, ὁμόχρουν πανταχόθεν κἀν τῷ θλασθῆναι ἔνδοθεν λευκὰς ὀνυχοειδεῖς ἔχουσαν
διαφύσεις λείας, μικρόβωλόν τε καὶ πικράν, εὐώδη, δριμεῖαν, θερμαντι‐
20κήν. ἡ δὲ βαρεῖα καὶ τῇ χρόᾳ πισσώδης ἐστὶν ἄχρηστος. γεννᾶται δὲ καὶ λιγνὺς ἐξ αὐτῆς ὁμοίως τῇ ἐκ τοῦ λιβάνου, ὡς ὑπεδείξαμεν, ἁρμό‐ ζουσα πρὸς τὰ αὐτά.

12

sigma

36

Ἡ δὲ Βοιωτιακὴ σμύρνα ἐστὶ δένδρου τινὸς ἐν Βοιωτίᾳ γεννωμένου ῥίζα τετμημένη. ἐκλέγου δὲ τὴν ἐμφερῆ σμύρνῃ κατὰ τὴν εὐωδίαν.

12

sigma

37

Σόγχου δύο εἴδη, τὸ μὲν ἀγριώτερον καὶ ἀκανθωδέστερον, τὸ δὲ τρυφερώτερον καὶ ἐδώδιμον. καυλὸς γωνιοειδής, ὑπέρυθρος, κενός· φύλλα ἐκ διαστημάτων ἐσχισμένα τὴν περιφέρειαν.

12

sigma

38

Σπαργάνιον φύλλα ἔχει ἐοικότα ξιφίῳ, στενότερα, ἐπ’ ἄκρων δὲ τοῦ καυλοῦ ὡσεὶ σφαιρία, ἐν οἷς ὁ καρπός.

12

sigma

39

Σπάρτος· θάμνος φέρων ῥάβδους μακράς, ἀφύλλους, στερεάς, δυσθραύστους· φέρει δὲ λοβοὺς ὥσπερ φασήλου, ἐν οἷς σπερμάτια φακοειδῆ· ἄνθος μήλινον ὥσπερ λευκοΐου.

12

sigma

40

Σπονδύλιον φύλλα μὲν ἔχει κατὰ ποσὸν ἐοικότα πλατάνῳ πρὸς τὰ τοῦ πάνακος· καυλοὺς δὲ πηχυαίους καὶ μείζονας, ἐοικότας μαράθῳ· σπέρμα δ’ ἐπ’ ἄκρου ὅμοιον σεσέλει, διπλοῦν, παχύτερον δὲ καὶ λευκότερον καὶ ἀχυρωδέστερον, βαρύοσμον· ἄνθη λευκά· ῥίζαν
5λευκήν, ὁμοίαν ῥαφάνῳ. φύεται ἐν ἑλώδεσι καὶ ἐφύδροις χωρίοις.

12

sigma

41

Στακτὴ καλεῖται τῆς προσφάτου σμύρνης τὸ λιπαρόν, κεκομμένης μεθ’ ὕδατος ὀλίγου ἀποτεθλιμμένης τε δι’ ὀργάνου· εὐώδης δὲ λίαν καὶ πολυτελής ἐστιν, οὖσα καθ’ αὑτὴν μύρον τὸ καλούμενον στακτή. δόκιμος δ’ ἐστὶν ἡ ἀμιγὴς ἐλαίῳ καὶ ἐν ἐλαχίστῳ πλείστην δύναμιν
5κεκτημένη θερμαντικήν, ἀναλογοῦσαν τῇ σμύρνῃ καὶ τοῖς θερμαίνουσι τῶν μύρων.

12

sigma

42

Σταφὶς ἀγρία φύλλα μὲν ἔχει ὥσπερ ἀμπέλου ἀγρίας ἀπεσχισ‐ μένα· κλήματα ὀρθά, μέλανα· τὸ ἄνθος ἔχει ἰσάτει ὅμοιον, τὸν δὲ καρπὸν ἐν θυλακίοις χλωροῖς ὥσπερ ἐρεβίνθου, τρίγωνον, τραχύν, ὑπόκιρρον ἐν τῷ μέλανι, τὸ ἔνδον λευκόν, γευσαμένῳ δριμύν.

12

sigma

43

Σταφυλῖνος ἄγριος (οἱ δὲ κέρας καλοῦσι) φύλλον μὲν ἔχει ὅμοιον γιγγιδίῳ, πλατύτερον δὲ καὶ ὑπόπικρον· καυλὸν δ’ ὄρθιον, τραχύν, σκιάδειον ἔχοντα ἀνήθῳ παραπλήσιον, ἐφ’ οὗ ἄνθη λευκά, ἐν μέσῳ δὲ μικρόν τι πορφυροειδὲς οἱονεὶ κροκύδιον· ῥίζα δὲ δακτύλου
5πάχος, ὅσον σπιθαμῆς τὸ μῆκος, εὐώδης, ἐδωδίμη ἑφθή.

12

sigma

44

Στέαρ· πρὸς μὲν τὴν μήτραν ἁρμόζει τὸ νεαρὸν χήνειονὀρνίθειον καὶ δίχα ἁλῶν θεραπευόμενον· πολέμιον γὰρ ὑστέρᾳ τὸ ἡλισμένον καὶ τὸ τῷ χρόνῳ μεταβεβληκὸς εἰς δριμύτητα. πρόσφατον δὲ λαβὼν τούτων τι καὶ ἐξυμενίσας ἔμβαλε εἰς λοπάδα κεραμέαν
5καινήν, δὶς τοσοῦτον χωροῦσαν, ὅσον ἐστὶ τὸ μέλλον θεραπεύεσθαι· εἶτα θεὶς εἰς ὀξύτατον ἥλιον τὸ ἀγγεῖον κεκαλυμμένον ἱκανῶς, ὑπὸ χεῖρα τὸ ἀποτηκόμενον ἀπήθει εἰς ἕτερον ἀγγεῖον ὀστράκινον, ἕως ἂν ἅπαν δαπανήσῃ· τοῦτο δ’ εἰς κατάψυχρον τόπον ἀποτίθεσο καὶ χρῶ. τινὲς δ’ ἀντὶ τοῦ ἡλίου ὑπὲρ ὕδατος ζεστοῦ ἀπερείδονται τὴν
10λοπάδα ἢ ἐπὶ λεπτῆς καὶ μαλακῆς ἀνθρακιᾶς. ἔστι δὲ καὶ ἄλλος τρό‐ πος θεραπείας τοιοῦτος· μετὰ τὸ ἐξυμενιάσαι τὸ στέαρ λεαίνεται καὶ εἰς λοπάδα ἐμβληθὲν τήκεται, ἁλὸς ὀλίγου καὶ λεπτοῦ προσεμπασθέντος, εἶτα διὰ ῥάκους λινοῦ ὑλισθὲν ἀποτίθεται. ἁρμόζει δὲ τὸ τοιοῦτο εἰς

12

sigma

45

τὰ ἄκοπα. ὕειον δὲ καὶ ἄρνειον θεραπεύεται οὕτως· λαβὼν τὸ πρόσφατον καὶ καταπίμελον, οἷόν ἐστι τὸ νεφρίδιον, ἔμβαλε εἰς δαψιλὲς ὕδωρ ὄμβριον ὡς ὅτι ψυχρότατον καὶ ἐξυμένισον καὶ τρῖβε ταῖς χερσὶν ἐπιμελῶς, ἀνατρίβων αὐτὸ καὶ οἱονεὶ ἀποψύχων· εἶθ’ ἑτέρῳ ὕδατι
5πολλάκις ἀποκλύσας δὸς εἰς χύτραν κεραμέαν τὸ διπλάσιον χωροῦσαν, ἐπιχέας τε ὕδωρ ὡς ὑπερέχειν τοῦ στέατος, θὲς ἐπὶ κούφης ἀνθρακιᾶς καὶ κίνει σπάθῃ, ὅταν δὲ τακῇ, διηθήσας αὐτὸ δι’ ἠθμοῦ εἰς ὕδωρ καὶ ἐάσας αὐτὸ ψυγῆναι πάλιν ἐστραγγισμένον ἐπιμελῶς ἀπόδος εἰς τὴν χύτραν προπεπλυμένην, ἐπιχέας τε ὕδωρ τῆξον πράως, καὶ καθε‐
10λὼν μικρόν τε ἐάσας τὴν τρύγα ὑποστῆναι κατάχει εἰς νενοτισμένην σπόγγῳ λοπάδα· ὁπόταν δὲ παγῇ, ἀνελόμενος καὶ τὴν πρὸς τῷ πυθμένι ἀκαθαρσίαν ἀφελὼν τῆξον ἐκ τρίτης χωρὶς ὕδατος καὶ κατεράσας εἰς θυείαν καὶ καθαρίσας τε ἔμβαλε εἰς κεραμεοῦν ἀγγεῖον,

12

sigma

46

καὶ πωμάσας ἀπόθου εἰς κατάψυχρον τόπον. τράγειόν τε καὶ προβάτειον, ἔτι δ’ ἐλάφειον θεραπευτέον οὕτως· λαβὼν οἷόνπερ εἴρηται στέαρ οὗτινος αὐτῶν καὶ πλύνας ἐξυμενίσας τε, ὡς δεδήλωται ἐπὶ τοῦ ὑείου, δὸς εἰς θυείαν καὶ τρῖβε κατ’ ὀλίγον ὕδωρ ἐπιχέων,
5ἄχρι ἂν μήτε αἱμάλωψ ἐκκρίνηται μήτε λάμπῃ ἐπὶ πλέον λαμπρόν τε γένηται· λοιπὸν δ’ ἐμβαλὼν αὐτὸ εἰς κεραμεοῦν ἀγγεῖον καὶ προσεπι‐
δοὺς ὕδωρ ὥστε ὑπερέχειν, θὲς ἐπὶ κούφης ἀνθρακιᾶς καὶ κίνει· ὅταν δὲ τακῇ ἅπαν, κατεράσας αὐτὸ εἰς ὕδωρ καὶ ψύξας πλύνας τε τὴν χύτραν ἐκ δευτέρου τῆκε καὶ τὰ αὐτὰ τοῖς προειρημένοις ποίει· τὸ
10δὲ τρίτον χωρὶς ὕδατος τήξας εἰς νενοτισμένην θυείαν ἀπήθησον, καὶ

12

sigma

47

ψυγὲν ἀποτίθεσο, ὡς εἴρηται ἐπὶ τοῦ ὑείου. καὶ τοῦ βοείου δὲ στέατος τὸ νεφρίδιον ἐξυμενιστέον καὶ θαλάσσῃ πελαγίᾳ πλυτέον καὶ κοπτέον ἐπιμελῶς ἐπιρραινομένης τῆς θαλάττης· ὅταν δὲ διαλυθῇ ἅπαν, ἐμβλητέον αὐτὸ εἰς κεραμέαν χύτραν καὶ θάλασσαν ἐπιχυτέον
5ὡς ὑπερέχειν μὴ ἧττον σπιθαμῆς· ἑψητέον δέ, ἄχρις ἂν τὴν ἰδίαν ὀσμὴν ἀποβάλῃ, εἶτα πρὸς μνᾶν μίαν τοῦ στέατος τὴν Ἀττικὴν κηροῦ Τυρρηνικοῦ 𐅻 δ ἐμβλητέον καὶ διηθητέον, ἀφαιρετέον δὲ τὴν προσκαθημένην τῷ πυθμένι ἀκαθαρσίαν καὶ εἰς λοπάδιον καινὸν ἀποθετέον, εἶτ’ εἰς ἥλιον καθ’ ἡμέραν κομιστέον περιεσκεπασμένον,

12

sigma

48

ὅπως ἀπολευκανθῇ καὶ τὴν δυσωδίαν ἀποβάλῃ. τὸ δὲ ταύρειον θεραπευτέον οὕτως· λαβὼν καὶ τοῦδε τὸ πρόσφατον καὶ νεφρίδιον ἔκπλυνον ποταμίῳ ῥεύματι, ἐξυμενίσας τε δὸς εἰς χύτραν κεραμέαν καινὴν ἁλὸς ὀλίγον προσεμπάσας καὶ τῆκε· ἔπειτ’ εἰς ὕδωρ διαυγὲς
5ἀπήθησας, ὅταν ἀρχὴν λάβῃ πήξεως, ταῖς χερσὶ πάλιν ἔκπλυνον σφοδρῶς τρίβων, τοῦ μὲν ἀπεζεσμένου ἀποχεομένου ὕδατος, τοῦ δ’ ἐπιχεομένου, ἄχρι ἂν παγηθῆ καλῶς, καὶ πάλιν εἰς χύτραν ἐμβαλὼν ἕψε μετ’ ἴσου οἴνου εὐώδους· ὡς δ’ ἂν ζέσῃ δίς, ἄρας ἀπὸ τοῦ πυρὸς τὴν χύτραν ἔασον ἐννυκτερεῦσαι τὸ στέαρ· τῇ δ’ ἐχο‐
10μένῃ ἐάν τι τῆς δυσωδίας ὑπολείπηται, ἀνελόμενος τὸ προειρημένον εἰς ἑτέραν χύτραν καινὴν προσεπίχεον οἶνον εὐώδη καὶ τὰ αὐτὰ τοῖς προειρημένοις ποίει, ἕως ἂν ἅπασαν τὴν δυσωδίαν ἀποβάλῃ. τήκεται δὲ καὶ χωρὶς ἁλῶν ἐπ’ ἐνίαις διαθέσεσιν, ἐν αἷς οὗτοι ἐναντιοῦνται· γίνεται μέντοι τὸ οὕτω σκευασθὲν οὐκ ἄγαν λευκόν. εἰ δ’ ἀθεράπευτον
15στέαρ χήνειον ἢ ὀρνίθειον ἢ μόσχειον θέλοι τις ἄσηπτον διατηρῆσαι, οὕτως ποιητέον αὐτό· λαβὼν πρόσφατον, ὁποῖον ἂν αἱρῇ τε, ἔκπλυνον ἐπιμελῶς καὶ διαψύξας ἐπὶ κοσκίνου ἐν σκιᾷ μετὰ τὸ ξηρανθῆναι ἔμβαλλε εἰς ὀθόνιον καὶ ἐκπίεσον ταῖς χερσὶν ἐρρωμένως, ἔπειτα λίνῳ διείρας κρέμασον ἐν τόπῳ σκιερῷ, μετὰ δ’ ἡμέρας πολλὰς καινῷ
20ἀποδήσας χάρτῃ ἀποτίθεσο ἐν καταψύχρῳ τόπῳ. ἄσηπτα διαμένει καὶ ἐν μέλιτι ἀποτεθέντα.

12

sigma

49

Στάχυς θάμνος ἐστὶν ἐμφερὴς πρασίῳ, ὑπομηκέστερα δὲ καὶ πλείω τὰ φύλλα ἔχων, ὑποδάσεα, σκληρά, εὐώδη, λευκά· ῥαβδία δὲ πλείονα ἀπὸ τῆς αὐτῆς ῥίζης, λευκότερα τῶν τοῦ πρασίου. φύεται ἐν ὀρεινοῖς καὶ τραχέσι χωρίοις.

12

sigma

50

Στοιχὰς γεννᾶται μὲν ἐν ταῖς κατὰ Γαλατίαν νήσοις καταντικρὺ Μασσαλίας, καλουμέναις δὲ Στοιχάσιν, ὅθεν καὶ τὴν προσωνυμίαν εἴληφεν. πόα ἐστὶ λεπτόκαρφος, ὁμοίαν ἔχουσα κόμην θύμῳ, ἀκρο‐ φυλλοτέραν δὲ καὶ δριμεῖαν ἐν τῇ γεύσει καὶ ὑπόπικρον ποσῶς.

12

sigma

51

Στρατιώτης ὁ ἐν τοῖς ὕδασι φυόμενος· ὠνόμασται καὶ οὗτος διὰ τὸ ἐπινήχεσθαι τῷ ὕδατι χωρὶς ῥίζης· φύλλον δ’ ἔχει ἀειζῴῳ ὅμοιον, μεῖζον μέντοι.

12

sigma

52

Στρατιώτης χιλιόφυλλος· θαμνίσκος μικρός, σπιθαμιαῖος καὶ μείζων, ἔχων τὰ φύλλα ὅμοια πτερῷ νεοττοῦ· εἰσὶ δὲ καὶ ἐκφύσεις τῶν φύλλων σφοδρῶς βραχεῖαι, ἐσχισμέναι· ἔοικε δὲ μάλιστα τὰ φύλλα τῇ βραχύτητι κυμίνῳ ἀγρίῳ, καὶ ἔτι βραχύτερα· καὶ τὸ σκιάδειον δασύ,
5πυκνότερον δὲ τοῦτο καὶ ἁδρότερον· ἔχει γὰρ ἐπ’ ἄκρου καρφία μικρά, ἐφ’ ὧν τὰ σκιάδειά ἐστιν ἀνήθου τρόπον· ἄνθη λευκά, μικρά. φύεται δὲ μάλιστα ἐν τόποις ὑποτραχέσι καὶ μάλιστα παρὰ τὰς ὁδούς.

12

sigma

53

Στρύχνον κηπαῖον ἐδώδιμον· θαμνίσκος 〈οὐ μέγασ〉, μασχάλας ἔχων πολλάς· φύλλα μέλανα, ὠκίμου μείζονα καὶ πλατύτερα· καρπὸς περιφερής, χλωρός, μέλας δ’ ἢ κιρρὸς μετὰ τὸ πεπανθῆναι· ἀβλαβὴς δ’ ἡ βοτάνη πρὸς γεῦσιν.

12

sigma

54

Ἔστι δὲ καὶ ἕτερον στρύχνον (οἱ δ’ ἀλικάκκαβον καλοῦσι), φύλλοις ὅμοιον τῷ προειρημένῳ, πλατύτερα μέντοι· οἱ καυλοὶ δ’ αὐτοῦ μετὰ τὸ ἐξανθῆσαι χαμαικλινεῖς γίνονται· καρπὸν δ’ ἔχει ἐν θυλακίοις περιφερέσιν ὁμοίοις φύσαις πυρρόν, λεῖον ὡς ῥᾶγας σταφυλῆς, ᾧ καὶ
5οἱ στεφανηπλόκοι χρῶνται καταπλέκοντες τοῖς στεφάνοις.

12

sigma

55

Στρύχνον ὑπνωτικόν (οἱ δ’ ἀλικάκκαβον, οἱ δὲ καλλίαν καλοῦσι) θάμνος ἐστὶ καυλοὺς ἔχων πυκνούς, πολλούς, στελεχώδεις, δυσθραύστους, φύλλων πλήρεις λιπαρῶν, ἐμφερῶν μηλέᾳ κυδωνίᾳ· ἄνθος ἐρυθρόν, εὐμέγεθες. φύεται ἐν πετρώδεσιν.

12

sigma

56

Στρύχνον μανικόν, ὃ ἔνιοι περίσκον, οἱ δὲ πεντόδρυον ἐκάλεσαν· τούτου τὸ μὲν φύλλον ἐστὶν εὐζώμῳ παραπλήσιον, μεῖζον
δὲ πρὸς τὸ τῆς ἀκάνθης μᾶλλον, ἥτις καὶ παιδέρως καλεῖται· καυλοὺς δ’ ἀνίησιν ἀπὸ τῆς ῥίζης ὑπερφυεῖς δέκα ἢ δώδεκα, ὕψος ὀργυιᾶς
5ἔχοντας· κεφαλὴν ὑπερκειμένην ὥσπερ ἐλαίαν, δασυτέραν δ’ ὡς πλατά‐ νου σφαιρία, μείζονα δὲ καὶ παχυτέραν· ἄνθος μέλαν· μετὰ δὲ τοῦτο καρπὸν ἔχει βοτρυοειδῆ, στρογγύλον, μέλανα, ῥᾶγας δέκα ἢ δώδεκα κισσῷ ὁμοίοις κορύμβοις, μαλακὸν ὥσπερ σταφυλή· ῥίζα δ’ ὕπεστι λευκή, παχεῖα, κοίλη, ὡς πήχεως. φύεται ἐν ὀρεινοῖς χωρίοις καὶ
10προσηνέμοις καὶ πλατανώδεσιν.

12

sigma

57

Στύραξ δάκρυόν ἐστι δένδρου ὁμοίου κυδωνίᾳ· διαφέρει δ’ αὐτοῦ ὁ ξανθὸς καὶ λιπαρός, ῥητινώδης, θρόμβους ἔχων ὑπολεύκους, ἐπι‐ διαμένων τῇ εὐωδίᾳ ὡς ὅτι πλεῖστον καὶ ἐν τῷ μαλάσσεσθαι ἀνιεὶς ὑγρασίαν τινὰ μελιτώδη. τοιοῦτος δ’ ἐστὶν ὁ Γαβαλίτης καὶ ὁ Πισιδιακὸς
5καὶ Λύκιος· φαῦλος δ’ ὁ μέλας καὶ ψαφαρὸς καὶ πιτυρώδης. εὑρί‐ σκεται δὲ καὶ δάκρυ κόμμει ἐοικός, διαυγές, σμυρνίζον· ὀλίγον δὲ τοῦτο γεννᾶται. δολίζουσι δ’ αὐτὸ τοῖς ἐκ τοῦ δένδρου πρίσμασιν, ὅπερ ὑπὸ τῶν σκωλήκων ἀνατίτραται, μιγνυμένοις καὶ μέλιτι καὶ ἴριδος ὑποστάθμῃ καὶ ἄλλοις τισίν. ἔνιοι δὲ κηρὸν ἢ στέαρ ἀρωματίσαντες
10συνεκμαλάσσουσιν ἐν τοῖς ὀξυτάτοις ἡλίοις τῷ στύρακι καὶ δι’ ἠθμοῦ εὐρυτρήτου ἐκθλίβουσιν εἰς ὕδωρ ψυχρὸν καὶ σκωλήκια ποιοῦσι καὶ πωλοῦσι, σκωληκίτην ὀνομάζοντες. ἐγκρίνουσι δ’ οἱ ἄπειροι τὸν τοιοῦ‐ τον ὡς ἀκέραιον, ἀπέχοντες τῇ κατὰ τὴν ὀσμὴν εὐτονίᾳ· δριμὺς γὰρ λίαν ἐστὶν ὁ ἄδολος. καίεται δὲ καὶ φώγνυται καὶ ὀπτᾶται καὶ αἰθα‐
15λοῦται ὡς λίβανος.

12

sigma

58

Συκόμορον· ἔνιοι δὲ καὶ τοῦτο συκάμινον καλοῦσι· καλεῖται δὲ καὶ ὁ ἀπ’ αὐτοῦ καρπὸς συκόμορον διὰ τὸ ἄτονον τῆς γεύσεως. δένδρον δ’ ἐστὶ μέγα, ὅμοιον συκῇ, πολύοπον σφόδρα, τοῖς φύλλοις ἐοικὸς μορέᾳ, φέρον δὲ καρπὸν γδ τοῦ ἔτους, οὐκ ἀπὸ τῶν
5ἀκρεμόνων ὡς ἐπὶ τῆς συκῆς, ἀπὸ δὲ τοῦ στελέχους, ὅμοιον ἐρινεῷ, γλυκύτερον ὀλύνθου, μὴ ἔχοντα δὲ κεγχραμίδας μηδὲ πεπαι‐ νόμενον δίχα τοῦ ἐπικνισθῆναι ὄνυχι ἢ σιδήρῳ. φύεται δὲ πλεῖστον ἐν Καρίᾳ καὶ Ῥόδῳ καὶ ἐν τοῖς οὐ πολυπύροις τόποις· βοηθεῖ γὰρ ἐν ταῖς σιτοδείαις διὰ τὸ διηνεκὲς τοῦ καρποῦ· ἔστι δ’ εὐκοίλιος ὁ
10καρπός, ἄτροφος, κακοστόμαχος. ὀπίζεται δὲ τὸ δένδρον πρὶν καρπο‐ φορῆσαι ἔαρος, τοῦ φλοιοῦ ἐξ ἐπιβολῆς λίθῳ θλιβομένου· βαθύτερον γὰρ θλασθεὶς οὐδὲν ἀνίησι. συλλέγεται σπόγγῳ ἢ ἐρίῳ τὸ δάκρυον, καὶ ξηρανθὲν καὶ ἀναπλασθὲν ἐν ὀστρακίνῳ ἀποτίθεται ἀγγείῳ. γεννᾶ‐ ται δὲ καὶ ἐν Κύπρῳ εἴδει διαφέρον· πτελέᾳ γάρ, οὐ συκαμίνῳ, τὰ
15φύλλα ἔοικε· τὸν δὲ καρπὸν κατὰ μέγεθος κοκκυμήλῳ καὶ γλυκύτερον· τὰ δ’ ἄλλα πάντα ὅμοια τοῖς προειρημένοις.

12

sigma

59

Σύμφυτον πετραῖον φύεται ἐν πέτραις· κλωνία δ’ ἔχει ἐμφερῆ ὀριγάνῳ, λεπτά· κεφάλια δ’ ὡς θύμου· τὸ δ’ ὅλον ἐστὶ ξυλῶδες καὶ εὐῶδες, γλυκύτερον πρὸς τὴν γεῦσιν καὶ στυπτικόν· ῥίζαν δ’ ἔχει μακράν, ὑπόπυρρον, πάχος ὅσον δακτύλου.

12

sigma

60

Σύμφυτον (οἱ δὲ πηκτήν) καυλὸν ἀνίησι παχύν, δίπηχυν καὶ μείζονα, γωνιώδη, κενὸν ὥσπερ σόγχου, περὶ ὃν οὐκ ἐκ μεγάλων διαστημάτων φύλλα δασέα, στενά, ὑπομήκη πρὸς τὰ τοῦ βουγλώσσου· ἔχει δὲ παρὰ τὰς γωνίας ἐξοχάς τινας παρατεταμένας φύλλων προστύ‐
5πων ἐξ ἑκάστης μασχάλης· ἄνθη δ’ ἔχει μήλινα καὶ καρπὸν περὶ τὸν καυλὸν ὥσπερ φλόμου· ὅλος δ’ ὁ καυλὸς καὶ τὰ φύλλα χνοῦν ὑπότραχυν κατὰ τὴν ἁφὴν κνησμὸν ἐμποιοῦντα· ῥίζαι δ’ ὕπεισι τῇ μὲν ἐπιφανείᾳ μέλαιναι, ἔνδοθεν δὲ λευκαὶ καὶ γλίσχραι.

12

sigma

61

Σχῖνος δένδρον γνώριμον, στυπτικὸν ὅλον· καὶ γὰρ ὁ καρπὸς αὐτῆς καὶ τὸ φύλλον καὶ ὁ φλοιὸς τῶν κλάδων καὶ τῆς ῥίζης ἰσοδυναμεῖ. γίνεται δὲ καὶ χύλισμα ἐκ τοῦ φλοιοῦ τῆς ῥίζης καὶ τῶν φύλλων ἑψομένων σὺν ὕδατι ἐφ’ ἱκανόν, εἶτα μετὰ τὸ ψυγῆναι τῶν
5φύλλων ῥιπτουμένων, τοῦ δ’ ὕδατος πάλιν ἑψομένου ἄχρι μελιτώδους συστάσεως.

12

sigma

62

Σχοίνου λείας τὸ μέν τι καλεῖται ὀξύσχοινος, ἄποξυς ἐπ’ ἄκρῳ. δισσὸν δὲ καὶ ταύτης εἶδος· ἡ μὲν γὰρ ἄκαρπος, ἡ δὲ καρπὸν μέλανα ἔχει, περιφερῆ· τραχύτεροι δὲ καὶ ταύτης οἱ κάλαμοι καὶ σαρκωδέστεροι. ἔστι δὲ καὶ τρίτη σχοῖνος σαρκωδεστέρα τῶν δυεῖν, ἣν
5ὁλόσχοινον λέγομεν· ἔχει δὲ καρπὸν καὶ αὐτὴ ἐπ’ ἄκρῳ, ὅμοιον τῇ πρὸ αὐτῆς.

12

tau

1

Τεύκριος· πόα ῥαβδοειδὴς παρέοικε χαμαίδρυϊ, λεπτόφυλλος, ἔχουσα ἐρεβίνθῳ τὸ πέταλον ὅμοιον. φύεται δὲ πλείστη ἐν Λυκίᾳ τῇ
κατὰ τὴν Γετίδα καὶ Κεντιάδα καλουμένην.

12

tau

2

Τηλέφειον (οἱ δ’ ἀείζῳον, οἱ δ’ ἀνδράχνην ἀγρίαν, οἱ δὲ βρύον)· τοῦτο καὶ τοῖς φύλλοις καὶ τῷ καυλῷ ἔοικεν ἀνδράχνῃ, μασχάλας ἔχον δύο παρ’ ἕκαστον τῶν φύλλων ἐκφυομένας, ἀφ’ ὧν κλωνία ἓξ ἢ ἑπτά, ἀπὸ τῆς ῥίζης πλήρη φύλλων παχέων καὶ σαρκω‐
5δῶν καὶ γλίσχρων· ἄνθη λευκά. φύεται ἐν ἀμπελῶσι καὶ τόποις ἐργασί‐ μοις ἔαρος.

12

tau

3

Τιθυμάλλου δ’ εἴδη ἑπτά, ὧν ὁ μὲν ἄρρην χαρακίας καλεῖται, ὑπὸ δέ τινων κομήτης, ὁ δ’ ἀμυγδαλοειδὴς ἢ κωβιὸς ὀνομάζεται· ὁ δέ τις θῆλυς μυρσινίτης, ὃν καὶ καρυΐτην προσαγορεύουσιν, ὁ δὲ παρά‐ λιος (οἱ δὲ τιθυμαλλίδα ἐκάλεσαν), ὁ δέ τις ἡλιοσκόπιος, ὁ δὲ κυπα‐

12

tau

4

ρισσίας, 〈ὁ〉 δὲ δενδρώδης, ὁ δὲ πλατύφυλλος. τοῦ δὲ χαρακίου καλου‐ μένου καυλοὶ μὲν ὑπὲρ πῆχυν ἐνερευθεῖς, ὀποῦ δριμέος καὶ λευκοῦ μεστοί· φύλλα περὶ ταῖς ῥάβδοις ὅμοια ἐλαίᾳ, μικρότερα δὲ καὶ στενό‐ τερα, ἁδρά, ξυλώδη, ἐπ’ ἄκρῳ δ’ αὐτῶν κόμη σχοινοειδῶν ῥαβδίων
5καὶ ἐπ’ αὐτῶν ὑπόκοιλα, ὅμοια πυελίσιν, ἐν οἷς ὁ καρπός. φύεται δ’ ἐν τραχέσι καὶ ὀρεινοῖς τόποις. ὀπίζεται δὲ πᾶς τιθύμαλλος περὶ τὸν πυραμητὸν συναχθεισῶν τῶν ῥάβδων καὶ ἀποτμηθεισῶν· ἐγκεκλεῖ‐ σθαι δὲ δεῖ αὐτὰς εἰς ἀγγεῖον. ἔνιοι δ’ ὀρόβινον ἄλευρον μιγνύντες συναναπλάσσουσιν ὀροβιαῖα μεγέθη· τινὲς δ’ εἰς τὰ ξηραινόμενα σῦκα
10ἀποστάζουσι σταλαγμοὺς τρεῖς ἢ τέσσαρας καὶ ξηράναντες ἀποτίθενται, καθ’ ἑαυτὸν δὲ τριβόμενος ἐν θυείᾳ ἀναπλάσσεται καὶ ἀποτίθεται. ἐν δὲ τῷ ὀπίζειν οὐ δεῖ κατ’ ἄνεμον ἵστασθαι οὐδὲ τὰς χεῖρας προσάγειν τοῖς ὀφθαλμοῖς, ἀλλὰ καὶ πρὸ τοῦ ὀπίζειν τὸ σῶμα δεῖ χρίειν στέατι ἢ ἐλαίῳ μετ’ οἴνου, μάλιστα δὲ τὸ πρόσωπον καὶ ὄσχεον· τραχύνει

12

tau

5

δὲ καὶ τὴν φάρυγγα. ὁ δὲ θῆλυς, ὃν ἔνιοι μυρσινίτην καλοῦσι καὶ καρυΐτην ἐκάλεσαν, προσεμφερὴς τῷ δαφνοειδεῖ, λευκὸς τῇ φύσει, καὶ τὰ φύλλα ὅμοια ἔχει μυρσίνῃ, μείζω δὲ καὶ στερεά, ἐπ’ ἄκρου δ’ ὀξέα καὶ ἀκανθώδη· κλήματα δ’ ἀπὸ τῆς ῥίζης ὡς σπιθαμῆς ἀφίησι· τὸν δὲ
5καρπὸν φέρει παρ’ ἐνιαυτὸν καρύῳ ὅμοιον, ἡσυχῇ δάκνοντα τὴν γλῶτ‐ ταν. ἐν τραχέσι χωρίοις καὶ οὗτος φύεται. δύναμιν δ’ ἔχει καὶ ἀπό‐ θεσιν ὁ ὀπὸς καὶ τὰ φύλλα καὶ ὁ καρπὸς ὁμοίαν τῷ πρὸ αὐτοῦ,

12

tau

6

ἐμετικώτερος μέντοι ἐκεῖνος τούτου. ὁ δὲ παράλιος λεγόμενος τιθύμαλλος, ὃν ἔνιοι τιθυμαλλίδα ἢ μήκωνα ἐκάλεσαν, φύεται μὲν ἐν παραθαλαττίοις· κλῶνας δ’ ἔχει σπιθαμιαίους, ὀρθούς, πέντε ἢ ἕξ, ὑπερύθρους ἀπὸ τῆς ῥίζης, περὶ οὓς τὰ φύλλα στιχηδὸν μικρά,
5ὑπόστενα, προμήκη, ἐοικότα λίνῳ· κεφαλὴ δ’ ἐπ’ ἄκρῳ πυκνή, περι‐
φερής, ἐν ᾗ ὁ καρπὸς ὥσπερ ὄροβος, ποικίλος· ἄνθη λευκά· ὅλος δ’ ὁ θάμνος καὶ ἡ ῥίζα ὀποῦ λευκοῦ πολλοῦ μεστή. χρῆσις δὲ καὶ ἀπόθεσις

12

tau

7

τούτου ὁμοία τοῖς προειρημένοις. ὁ δ’ ἡλιοσκόπιος λεγόμενος ἀν‐ δράχνῃ ὅμοια ἔχει τὰ φύλλα, λεπτότερα δὲ καὶ περιφερέστερα· κλῶνας δ’ ἀφίησιν ἀπὸ τῆς ῥίζης σπιθαμιαίους, τέσσαρας ἢ πέντε, λεπτούς, ἐρυθρούς, ὀποῦ λευκοῦ πολλοῦ μεστούς· κεφαλὴν δ’ ἀνηθοειδῆ· καὶ
5ὁ καρπὸς ὥσπερ ἐν φιαλίοις· συμπεριφέρεται δὲ τούτου ἡ κόμη τῇ τοῦ ἡλίου κλίσει, ὅθεν καὶ ὠνόμασται. ἐν εὐρίποις μάλιστα καὶ περὶ πόλεις φύεται. συλλέγεται δ’ ὁ καρπὸς καὶ ὁ ὀπὸς ὥσπερ καὶ τῶν ἄλλων, δύναμιν ἔχων τὴν αὐτήν, οὐχ οὕτω μέντοι ἐπιτεταμένην.

12

tau

8

ὁ δὲ κυπαρισσίας καυλὸν μὲν ἀνίησι σπιθαμιαῖον ἢ μείζονα, ὑπέ‐ ρυθρον, ἐξ οὗ βεβλάστηκε τὰ φύλλα, τοῖς τῆς πίτυος ὅμοια, τρυφερώ‐ τερα μέντοι καὶ λεπτότερα· καὶ καθόλου ἔοικε πίτυϊ ἀρτιφυεῖ, ὅθεν καὶ ὠνόμασται· πεπλήρωται δὲ καὶ οὗτος ὀποῦ λευκοῦ. δύναμιν δ’ ἔχει

12

tau

9

ὁμοίαν τοῖς πρὸ αὐτοῦ. ὁ δ’ ἐν ταῖς πέτραις φυόμενος, δεν‐ δροειδὴς δὲ καλούμενος, ἀμφιλαφὴς πάντοθεν καὶ πολύκομος, ὀποῦ μεστός, ὑπέρυθρος τοῖς κλάδοις, περὶ οὓς τὰ φύλλα μυρσίνῃ λεπτῇ προσεοικότα· καρπὸς δ’ ὅμοιος τῷ τοῦ χαρακίου. παραπλησίως δὲ καὶ

12

tau

10

οὗτος ἀποτίθεται καὶ ἐνεργεῖ τοῖς προειρημένοις. ὁ δὲ πλατύφυλ‐ λος φλόμῳ ἔοικεν, οὗ καὶ αὐτοῦ ἡ ῥίζα καὶ ὁ ὀπὸς καὶ τὰ φύλλα ἄγει ὑδατώδη κατὰ κοιλίαν· ἀποκτείνει δὲ καὶ τοὺς ἰχθῦς κοπεὶς καὶ διεθεὶς τῷ ὕδατι· καὶ οἱ προγεγραμμένοι δὲ τὸ αὐτὸ ποιοῦσιν.

12

tau

11

Πιτύουσα (οἱ δὲ κλῆμα, οἱ δὲ κράμβιον, οἱ δὲ παράλιον, οἱ δὲ Κανωπικὸν καλοῦσιν)· εἴδει δὲ δοκεῖ διαφέρειν τοῦ κυπαρισσίου τιθυ‐ μάλλου, ὅθεν καὶ τὸ εἶδος ἐν αὐτοῖς καταριθμεῖται· ἀνίησι δὲ καυλὸν πήχεως μείζονα, πολυγόνατον, φυλλαρίοις ὀξέσι, λεπτοῖς κατειλημ‐
5μένον, ἐμφερέσι τοῖς τῆς πίτυος· ἄνθη μικρά, ὡς πορφυρᾶ· καρπὸν δὲ πλατὺν ὡς φακόν· ῥίζαν λευκήν, παχεῖαν, ὀποῦ μεστήν. εὑρίσκεται δὲ κατὰ τόπους σφόδρα εὐμεγέθης.

12

tau

12

Τόρδιλον, ὃ ἔνιοι σέσελι Κρητικὸν καλοῦσι, φύεται καὶ ἐν τῷ κατὰ Κιλικίαν Ἀμάνῳ· ἔστι δὲ βοτάνιον φρυγανῶδες, ἔχον σπερμάτιον περιφερές, διπλοῦν, ὅμοιον ἀσπιδισκίοις, ὑπόδριμυ, ἀρωματίζον.

12

tau

13

Τραγορίγανος θαμνίσκος ἐστὶν ἑρπύλλῳ ἀγρίῳ ἐμφερῆ τὰ φύλλα καὶ τὰ κλωνία. ἤδη μέντοι κατὰ τόπους εὑρίσκεταί τις εὐερνεσ‐ τέρα καὶ πλατύφυλλος, κολλώδης ἱκανῶς· ἡ δέ τις λεπτόκαρφος καὶ λεπτόφυλλος, ἣν καὶ παρασείαν ἔνιοι καλοῦσιν. ἀρίστη δ’ ἡ Κιλίκιος
5καὶ Σμυρναία καὶ Κρητική.

12

tau

14

Τραγάκανθα· ἔστι ῥίζα πλατεῖα καὶ ξυλώδης, φαινομένη δὲ καὶ ὑπὲρ γῆς, ἀφ’ ἧς κλάδοι ταπεινοί, πυκνοί, ἰσχυροί, χεόμενοι δ’ ἐπὶ πολύ, καὶ ἐπ’ αὐτῶν τὰ φυλλάρια λεπτά, πολλά, μεταξὺ ἀκάνθας ἔχοντα συγκρυπτομένας τοῖς φύλλοις, λευκάς, ἰσχυράς, ὀρθάς. ἔστι δ’ ἡ
5τραγάκανθα δάκρυον τῆς ῥίζης ἀποτμηθείσης ἐπισυνιστάμενον, ἧς δια‐ φέρει ἡ διαυγὴς καὶ λεία καὶ ἰσχνή, καθαρά, ὑπόγλυκυς.

12

tau

15

Τράγος· τὸ σχῆμα παραπλήσιον μὲν χόνδρῳ, ἀτροφώτερος δὲ παρὰ πολὺ ζειᾶς διὰ τὸ πολὺ ἔχειν τὸ ἀχυρῶδες· διὸ καὶ δυσκατέρ‐ γαστός ἐστι καὶ κοιλίας μαλακτικός.

12

tau

16

Τράγιον φύεται ἐν Κρήτῃ μόνῃ· ἔχει δὲ τὰ φύλλα ὅμοια σχοίνῳ καὶ τὰς ῥάβδους καὶ τὸν καρπόν· μικρότερα δὲ πάντα· φέρει δὲ καὶ ὀπὸν ὅμοιον κόμμει.

12

tau

17

Ἄλλο τράγιον ἔχει μὲν φύλλα ὅμοια σκολοπενδρίῳ· ῥίζαν δὲ λευκήν, λεπτήν, παραπλησίαν ῥαφάνῳ ἀγρίᾳ.

12

tau

18

Τράγιον (οἱ δὲ σκορπίον, οἱ δὲ τραγορίγανον) φύεται παρὰ θάλασσαν· θαμνίσκος ἐστὶν ἐπὶ γῆς οὐ μέγας, μέγεθος ἔχων σπιθαμῆς ἢ μείζων· φύλλα δ’ οὐκ ἔχει· ἐπὶ δὲ τῶν κλάδων πρόσκεινται οἱονεὶ ῥᾶγες μικραί, πυρραί, κατὰ μέγεθος πυροῦ, ὀξεῖαι ἐπ’ ἄκρου, πολλαί,
5γευομένῳ στυπτικαί.

12

tau

19

Τραγοπώγων (οἱ δὲ κόμην καλοῦσι)· καυλὸς βραχύς· φύλλα κρόκῳ ὅμοια· ῥίζα μακρά, γλυκεῖα· ἐπὶ δὲ τοῦ καυλοῦ κάλυξ μεγάλη, καὶ ἐξ ἄκρου καρπὸς μέλας, ἀφ’ οὗ καὶ τὸ ὄνομα ἔσχηκεν. ἔστι δ’ ἡ πόα ἐδώδιμος.

12

tau

20

Τρίβολος· ὁ μὲν χερσαῖος ἀνδράχνῃ τὰ φύλλα ἔοικε, λεπτότερα δέ· τὰ κλήματα μακρὰ κατὰ γῆς, στρυφνά, καὶ πρὸς αὐτὰ ἄκανθαι σκληραί. φύεται παρὰ ποταμοῖς καὶ οἰκοπέδοις. ὁ δέ τις καὶ ἔνυδρος ἐν ποταμοῖς φυόμενος ὑπερέχων τὴν κόμην, τὴν δ’ ἄκανθαν κρύπτων·
5φύλλα πλατέα, μόσχον ἔχοντα μακρόν· καυλὸν δ’ ἐξ ἄκρου παχύτερον, μᾶλλον τοῦ ἐν βάθει· πρόσεστι δὲ καὶ τριχώδη τινὰ ἀποπεφυκότα στάχυος εἴδη· ὁ δὲ καρπὸς σκληρὸς ὡς καὶ θατέρου. ἀμφότεροι δὲ στύφουσι καὶ ψύχουσιν. οἱ δὲ περὶ τὸν Στρυμόνα ποταμὸν Θρᾷκες τῇ μὲν πόᾳ χλωρᾷ ἱπποτροφοῦσι, τὸν δὲ καρπὸν γλυκὺν ὄντα καὶ τρόφι‐
10μον σιτοποιοῦσι χρώμενοι αὐτῷ ἀντὶ ἄρτου.

12

tau

21

Τριπόλιον φύεται ἐν παραθαλασσίοις τόποις, οὓς ὑποκλύζει θάλασσα καὶ ὑποχωρεῖ, οὔτε δ’ ἐν ξηρᾷ οὔτε ἐν θαλάττῃ. φύλλα ἔχει ἰσάτει ὅμοια, παχύτερα δέ· καυλὸν σπιθαμιαῖον, ἄνωθεν ἐσχισμένον. ταύτης ἱστορεῖται τὸ ἄνθος τρὶς τῆς ἡμέρας μεταβάλλειν τὸ χρῶμα,
5πρωῒ λευκόν, κατὰ μεσημβρίαν πορφυροῦν, ὀψὲ δὲ φοινικοῦν· ῥίζα λευκή, εὐώδης, θερμαντικὴ γευομένῳ.

12

tau

22

Τριφύλλιον (οἱ δὲ μινυανθές, οἱ δ’ ἀσφάλτιον, οἱ δὲ κνήκιον, οἱ δ’ ὀξύφυλλον καλοῦσι) θάμνος ἐστὶ πήχεως ἢ καὶ μείζων, ῥάβδους ἔχων λεπτάς, μελαίνας, σχοινώδεις, παραφυάδας ἔχουσα, ἐφ’ ὧν φύλλα ὅμοια λωτῷ τῷ δένδρῳ, τρία καθ’ ἑκάστην βλάστησιν· ὀσμὴ δ’ αὐτῶν
5ἄρτι μὲν φυομένων πηγάνου, αὐξηθέντων δ’ ἀσφάλτου· ἄνθος δ’ ἀνίησι πορφυροῦν· σπέρμα δὲ δασύ, ὑπόπλατυ, ἐκ τοῦ ἑτέρου πέρατος ὥσπερ κεραίαν ἔχον· ῥίζα λεπτή, μακρά, στερεά.

12

tau

23

Ἡ δὲ καλουμένη ἱππιακὴ τυρός ἐστιν ἵππειος, βρωμώδης καὶ πολύτροφος, ἀνάλογον τῷ βοείῳ· ἔνιοι ἱππακὴν ἐκάλεσαν τὴν ἵππειον πιτυΐαν.

12

tau

24

Τύφη φύλλον ἀνίησι κυπέρει ὅμοιον· καυλὸν δὲ λεῖον, ὅλον ἐπ’ ἄκρῳ περικείμενον· ἄνθος πυκνόν, ἐκπαππούμενον, ὃ καλοῦσιν ἔνιοι ἀνθήλην.

12

upsilon

1

Ὑάκινθος φύλλα ἔχει ὅμοια βολβῷ· καυλὸν σπιθαμιαῖον, λεῖον, λεπτότερον μικροῦ δακτύλου, χλωρόν· κόμην ἐπικειμένην κυρτήν, ἄνθους περίπλεον πορφυροειδοῦς· ῥίζαν καὶ αὐτὴν ἐμφερῆ βολβῷ.

12

upsilon

2

Ὑδροπέπερι φύεται μάλιστα παρὰ στασίμοις ὕδασιν ἢ ἐπι‐ εικέσι ῥείθροις· καυλὸν ἀνίησι γονατώδη, περὶ ὃν μασχάλαι καὶ φύλλα ἡδυόσμῳ παρεοικότα, μείζονα δὲ καὶ λευκότερα καὶ τρυφερώτερα, δριμύτερα ἐν τῇ γεύσει ὥσπερ τὸ πέπερι, οὐ μὴν ἀρωματίζει· καρπὸν
5δ’ ἔχει ἐπὶ κλωναρίων μικρῶν, ἐκφυόμενον παρὰ τὰ φύλλα, συνεχῆ, βοτρυώδη, δριμύν.

12

upsilon

3

Ὑοσκύαμος (οἱ δ’ ἀδάμαντα καλοῦσι) θάμνος ἐστὶ καυλοὺς ἀνιεὶς παχεῖς· φύλλα πλατέα, ἐπιμήκη, ἐσχισμένα, μέλανα, δασέα· περὶ δὲ τὸν καυλὸν ἐφεξῆς πεφύκασιν ὥσπερ ῥοιᾶς κύτινοι πεφραγμένοι ἀσπιδίσκοις, μεστοὶ σπέρματος ὥσπερ μήκωνος. εἰσὶ δ’ αὐτοῦ διαφοραὶ
5τρεῖς· ὁ μὲν γὰρ ἄνθη ὑποπόρφυρα φέρει, φύλλα ὅμοια σμίλακι,
σπέρμα μέλαν, καὶ τοὺς κυτίνους σκληροὺς καὶ ἀκανθώδεις· ὁ δέ τις ἄνθη μηλοειδῆ, φύλλα καὶ λοβοὺς ἁπαλωτέρους, σπέρμα δ’ ὑπόξανθον ὥσπερ ἐρύσιμον. ἀμφότεροι δ’ οὗτοι μανιώδεις ὑπάρχουσι καὶ καρωτι‐ κοί, δύσχρηστοι δ’ εἰς θεραπείαν. ἠπιώτατος δ’ ὢν ὁ τρίτος λιπαρὸς
10καὶ ἁπαλὸς καὶ χνοώδης, ἄνθη λευκὰ ἔχων καὶ τὸ σπέρμα λευκόν. φύεται παρὰ θαλάττῃ καὶ εὐρίποις. χρηστέον οὖν ἐστι τῷ λευκῷ· εἰ δὲ μὴ παρείη οὗτος, χρηστέον τῷ ξανθῷ, τὸν δὲ μέλανα ἀποδοκιμά‐ ζειν ὡς χείριστον. χυλίζεται δ’ ὁ καρπὸς ἁπαλὸς καὶ τὰ φύλλα καὶ οἱ καυλοὶ κοπτόμενοι ἐν ἡλίῳ ξηραινομένου τοῦ ὑγροῦ· χρῆσις δ’ αὐτοῦ
15πρὸς ἐνιαυτὸν διὰ τὸ εὔσηπτον εἶναι. χυλίζεται δὲ καὶ τὸ σπέρμα κατ’ ἰδίαν ξηρὸν κοπτόμενον ὕδατος θερμοῦ παραχεομένου καὶ ἐκθλι‐ βομένου· ἔστι δὲ βέλτιον τοῦ ὀπίου τὸ χύλισμα καὶ ἀνωδυνώτερον. ἡ δὲ χλόη κοπεῖσα καὶ μιγεῖσα σιτανίῳ ἀλεύρῳ ἀναπλάσσεται εἰς τροχίσκους καὶ ἀποτίθεται.

12

upsilon

4

Ὑπερικόν (οἱ δ’ ἀνδρόσαιμον, οἱ δὲ κόριον, οἱ δὲ χαμαιπίτυν διὰ τὸ τὴν περὶ τὸ σπέρμα ὀσμὴν ἐοικέναι ῥητίνῃ πιτυΐνῃ) φύλλα ἔχει πηγάνῳ παραπλήσια· θάμνον φρυγανώδη, σπιθαμιαῖον, ὑπέρυθρον· λευκοΐῳ ὅμοιον ἄνθος· λοβὸν δ’ ὑπόδασυν, προμήκη ἐν τῷ περιφερεῖ,
5μέγεθος κριθῆς, ἐν ᾧ σπέρμα μέλαν, ῥητίνης ὄζον. φύεται ἐν ἐργασί‐ μοις καὶ τραχέσι τόποις.

12

upsilon

5

Ὑποκιστίς· φύεται παρὰ ταῖς ῥίζαις τοῦ κίσθου ἡ λεγομένη ὑποκιστίς, ὑπ’ ἐνίων δ’ ὀρόβηθρον ἢ κύτινος καλουμένη, ὅμοιόν τι κυτίνῳ ῥοιᾶς· τὸ μέν τι αὐτοῦ κιρρόν, τὸ δὲ λευκόν, ὅπερ χυλίζεται ὥσπερ ἡ ἀκακία. ἔνιοι δὲ ξηράναντες αὐτὴν βρέχουσι θλάσαντες καὶ
5ἕψουσι καὶ τὰ ἄλλα ποιοῦσιν ὡς ἐπὶ τοῦ λυκίου.

12

upsilon

6

Ὑπήκοον φύεται μὲν ἐν σίτῳ καὶ ταῖς ἀρούραις, φύλλον ἔχον πηγάνῳ ὅμοιον, κλῶνας μικρούς. δύναμιν δ’ ἔχει ἀναλογοῦσαν τῷ τῆς μήκωνος ὀπῷ.

12

upsilon

7

Ὕσσωπος πόα γνώριμος δισσή· ἡ μὲν γάρ τίς ἐστιν ὀρεινή, ἡ δὲ κηπευτή· ἀρίστη δ’ ἡ ἐν Κιλικίᾳ γεννωμένη.

12

phi

1

Φακὸς ὁ ἐπὶ τῶν τελμάτων εὑρίσκεται ἐπὶ τῶν στασίμων ὑδά‐ των· φύλλον ὅμοιον φακῷ.

12

phi

2

Φαλάγγιον (οἱ δὲ φαλαγγῖτιν, οἱ δὲ καὶ ταύτην λευκάκανθον καλοῦσι)· κλῶνές εἰσι δύο ἢ τρεῖς ἢ πλείονες, διέχοντες ἀπ’ ἀλλήλων·
ἄνθη λευκά, παραπλήσια κρίνῳ, πολλὰς ἐντομὰς ἔχοντα· σπέρμα δὲ παχύ, μέλαν ὥσπερ φακοῦ ἥμισυ, ἰσχνότερον μέντοι πολλῷ· ῥιζίον
5λεπτόν, χλωρὸν ἅμα τῷ ἑλκυσθῆναι ἐκ τῆς γῆς· ὕστερον γὰρ συνέρ‐ χεται. φύεται ἐν γεωλόφοις.

12

phi

3

Φαληρὶς καυλία ἀνίησιν ἐκ ῥιζῶν λεπτῶν καὶ ἀχρήστων, πολλά, γονατώδη, καλαμοειδῆ, ἐοικότα τοῖς τῆς ζειᾶς, ἰσχνότερα μέντοι καὶ γλυκέα ἐν τῇ γεύσει· καὶ τὰ φύλλα ἐοικότα τοῖς τῆς ζειᾶς· σπέρμα δ’ ὕπεστι μέγεθος κέγχρου λευκοῦ, ὑπόμηκες.

12

phi

4

Φιλυρὶς δένδρον ἐστὶν ὅμοιον κύπρῳ κατὰ μέγεθος· φύλλα δ’ ὅμοια ἐλαίᾳ, πλατύτερα δὲ καὶ μελάντερα· ἔχει καρπὸν σχίνῳ ἐμφερῆ, μέλανα, ὑπόγλυκυν, ὡς ἐν βότρυσι κείμενον. ἐν τραχέσι τό‐ ποις γεννώμενον.

12

phi

5

Φλόμος τὴν μὲν ἀνωτάτω διαφορὰν ἔχει δισσήν· ἡ μὲν γὰρ αὐτῆς λευκή, ἡ δὲ μέλαινα, καὶ τῆς λευκῆς ἡ μὲν θήλεια, ἡ δ’ ἄρρην. τῆς μὲν οὖν θηλείας τὰ φύλλα ἐστὶ παραπλήσια κράμβῃ, δασύτερα καὶ λευκότερα· καυλὸς πηχυαῖος καὶ μείζων, λευκός, ὑπόδασυς· ἄνθη
5λευκά, ὑπόχλωρα· σπέρμα μέλαν· ῥίζα μακρά, στρυφνή, πάχος ἔχουσα δακτύλου. φύεται ἐν πεδίοις. καὶ ἡ ἑτέρα, ἄρρην καλουμένη, λευκό‐ φυλλος, ὑπομήκης καὶ στενοτέρα τοῖς φύλλοις καὶ τῷ καυλῷ λεπτο‐ τέρα. καὶ ἡ μέλαινα ὁμοία τῇ λευκῇ κατὰ πάντα, πλατυφυλλοτέρα μέντοι καὶ μελαντέρα τοῖς φύλλοις ὑπάρχει. γίνεται καὶ ἡ λεγομένη
10ἀγρία, ῥάβδους ὑψηλὰς φέρουσα καὶ δενδρώδεις· φύλλα δ’ ἐλελισφάκῳ ὅμοια· ἔχει δὲ κύκλῳ περὶ ταῖς ῥάβδοις ὥσπερ τὸ πράσιον ἄνθος χρυσοειδές, μήλινον. εἰσὶ δὲ φλογοειδεῖς διπλαῖ, δασεῖαι, προσφυεῖς τῇ γῇ, στρογγύλα ἔχουσαι τὰ φύλλα. ἔστι δὲ καὶ τρίτη φλόμος ἡ καλου‐ μένη λυχνῖτις, ὑπὸ δ’ ἐνίων θρυαλλίς, φύλλα τρία ἢ τέσσαρα ἢ καὶ
15πλείονα ἔχουσα, παχέα, λιπαρά, δασέα, εἰς ἐλλύχνια χρησίμη.

12

phi

6

Φοίνιξ, ἣν ἔνιοι ἐλάτην ἢ σπάθην καλοῦσι, περικάλλυμά ἐστι τοῦ καρποῦ τῶν φοινίκων ἀκμὴν ἀνθούντων· χρῶνται δ’ αὐτῷ οἱ μυρεψοὶ εἰς τὰς τῶν μύρων στύψεις. ἔστι δ’ αὐτῆς κρατίστη ἡ εὐώδης, στύφουσα, βαρεῖα, μεμυκυῖα, λιπαρὸν ἔχουσα τὸ ἐντός.

12

phi

7

Φοίνιξ (οἱ δὲ ῥοῦν, οἱ δ’ ἀγχύνωπα καλοῦσι) τὰ μὲν φύλλα ἔχει ὅμοια κριθῇ, βραχύτερα δὲ καὶ στενότερα· στάχυν δ’ ἐμφερῆ αἴρᾳ· κλῶνας δ’ ἑξαδακτύλους κύκλῳ τῆς ῥίζης καὶ στάχυας ἑπτὰ ἢ
ὀκτώ. φύεται ἐν ἀρούραις καὶ ἐπὶ τῶν στεγῶν νεοκαταχρίστων.

12

phi

8

Φοῦ (οἱ δ’ ἀγρίαν νάρδον καλοῦσι) γεννᾶται μὲν ἐν Πόντῳ· φύλλα δ’ ἐλαφοβόσκῳ ἢ ἱπποσελίνῳ παραπλήσια ἔχει· καυλὸν πηχυαῖον ἢ μείζω, λεῖον, τρυφερόν, πορφυροῦν, μεσόκοιλον, διειλημμένον γόνα‐ σιν· ἄνθη δὲ φέρει πρὸς τὰ τοῦ ναρκίσσου, μείζω δὲ καὶ ἐν τῷ ὑπο‐
5λεύκῳ διαπόρφυρα· ῥίζα δ’ ἡ μὲν ἀνωτέρω περὶ δακτύλου μικροῦ τὸ πάχος, πλάγια δ’ ὑπορρίζια ἔχει καθάπερ σχοῖνος ἢ μέλας ἐλλέβορος, ἀλλήλοις ἐπιπεπλεγμένα, ὑπόξανθα, εὐώδη, ναρδίζοντα τῇ ὀσμῇ μετά τινος βάρους βρωμώδους.

12

phi

9

Φῦκος θαλάσσιον· γίνεται τὸ μέν τι αὐτοῦ πλατύ, τὸ δ’ ἐπί‐ μηκες καὶ φοινίσσον, τὸ δ’ οὖλον· φυόμενον δ’ ἐν τῇ Κρήτῃ πρὸς τῇ γῇ εὐανθὲς σφόδρα καὶ ἄσηπτον. στυπτικὴν δ’ ἔχει πάντα τὴν δύναμιν. Νίκανδρος δέ φησι καὶ θηριακὸν εἶναι τὸ φοινικοῦν, ὅπερ ἔνιοι
5ἔδοξαν εἶναι, ᾧ αἱ γυναῖκες χρῶνται, ὄντος ἐκείνου ῥιζίου, ὁμωνύμως δὲ καλουμένου φύκους.

12

phi

10

Φυλλῖτις φύλλα ἀνίησιν ὅμοια λαπάθῳ, ἐπιμηκέστερα καὶ εὐθαλέσ‐ τερα, ἓξ ἢ ἑπτά, ὀρθά, λεῖα ἐκ τῶν ἐντός, ἐκ δὲ τῶν ὄπισθεν καθάπερ εἰ σκώληκας ἔχοντα λεπτοὺς ἐπηρτημένους. φύεται ἐν παλισκίοις καὶ παραδείσοις· γευσαμένῳ στρυφνή· οὔτε καυλὸν οὔτε καρπὸν οὔτε ἄν‐
5θος φέρει.

12

chi

1

Χαλβάνη ὀπός ἐστι νάρθηκος ἐν Συρίᾳ γεννωμένου, ὃν ἔνιοι μέτωπον καλοῦσιν. ἔστι δ’ αὐτῆς ἀρίστη ἡ λιβανοειδής, χονδρώδης καὶ καθαρά, ἄξυλος, ἔχουσα δέ τι καὶ τοῦ σπέρματος καὶ τοῦ νάρθηκος μεμιγμένον· ὀσμὴ βαρεῖα, οὔτε ἄγαν ὑγρὰ οὔτε κατάξηρος. δολίζουσι
5δ’ αὐτὴν μιγνύντες ῥητίνην καὶ ἐρεγμὸν καὶ ἀμμωνιακόν· καθαίρει δ’ αὐτὴν ὁ βουλόμενος καθιεὶς εἰς ὕδωρ ζεστόν· τακείσης γὰρ αὐτῆς ἐπιπλεύσει τὸ ῥυπαρόν, ὅπερ χωρισθὲν εἰς ὀθόνιον ἀραιὸν δήσας ἀπο‐ κρέμασον εἰς χαλκῆν πυξίδα ἢ ὀστράκινον ἄγγος, ὥστε μὴ ἅπτεσθαι τοῦ πυθμένος τὸν ἔνδεσμον, καὶ πωμάσας εἰς ἀνάβραστον ὕδωρ κάθες·
10οὕτως γὰρ τὸ μὲν νόστιμον εἰς τὸ ἀγγεῖον ἀποτακήσεται ὡς δι’ ἠθμοῦ, τὸ δὲ ξυλῶδες ἐν τῷ ὀθονίῳ μενεῖ.

12

chi

2

Χαμαιδάφνη (οἱ δὲ καὶ ταύτην Ἀλεξανδρείαν καλοῦσι) ῥάβδους ἀνίησι πηχυαίους, μονοκλώνους, ὀρθάς, λεπτὰς καὶ λείας· φύλλα δ’ ὅμοια δάφνῃ, λειότερα δὲ πολλῷ καὶ χλωρά· καρπὸν φέρει ἐρυθρόν,
τοῖς φύλλοις ἐπιπεφυκότα.

12

chi

3

Χελιδόνιον μέγα (οἱ δ’ ὀθόνην καλοῦσι) καυλὸν ἔχει πηχυαῖον καὶ μείζονα, ἰσχνόν, ἔχοντα παραφυάδας φύλλων μεστάς, ὁμοίας βατρα‐ χείῳ, τρυφερώτερα μέντοι τὰ τοῦ χελιδονίου καὶ ὑπόγλαυκα τὴν χρόαν· καὶ παρ’ ἕκαστον φύλλον ἄνθος ὥσπερ λευκοΐου· χυλὸς κροκώδης,
5δριμύς, δηκτικός, ποσῶς ὑπόπικρος καὶ δυσώδης· ῥίζα ἄνωθεν μέν ἐστι μία, κάτωθεν δὲ πλείονες· καρπὸς ὥσπερ κερατίτιδος μήκωνος, λεπτός, μακρός, ἐν ᾧ σπέρματα μείζονα τῶν τῆς μήκωνος. ταύτης ὁ χυλὸς μέλιτι μιγεὶς καὶ ἑψηθεὶς ἐν χαλκῷ ἀγγείῳ ἐπ’ ἀνθράκων ἁρμόζει πρὸς ὀξυωπίαν. χυλίζεται δ’ ἡ ῥίζα καὶ τὰ φύλλα καὶ ὁ καρπὸς ἀρχομένου
10θέρους καὶ ξηραίνεται ἐν σκιᾷ καὶ ἀναπλάττεται.

12

chi

4

Χελιδόνιον τὸ μικρόν (οἱ δὲ πυρὸν ἄγριον ἐκάλεσαν) βοτά‐ νιόν ἐστιν ἐκ μόσχων ἀνηρτημένον, ἄκαυλον, φύλλοις κισσοειδέσι, περι‐ φερεστέροις, ὑπολιπάροις περιεχόμενον· ῥίζας δ’ ἔχει ἐκ τοῦ αὐτοῦ μικράς, πολλάς, ὥσπερ πυροὺς σεσωρευμένους· τρεῖς δ’ ἢ τέσσαρές
5εἰσιν αὐτοῦ μακραὶ πεφυκυῖαι. φύεται παρ’ ὕδασι καὶ τέλμασιν.

12

chi

5

Χαμαίκισσος φύλλα ἔχει ὅμοια πυροῖς, μακρότερα δὲ καὶ λεπτό‐ τερα καὶ πολλά· κλωνία σπιθαμιαῖα, περίπλεα φύλλων ἀπὸ τῆς γῆς, πέντε ἢ ἕξ· ἄνθη λευκοΐοις ὅμοια, μικρότερα δὲ καὶ πικρὰ πρὸς γεῦσιν ἰσχυρῶς· ῥίζα λευκή, ἄχρηστος. φύεται ἐν ἐργασίμοις τόποις.

12

chi

6

Χαμελαία κλῶνας μὲν ἔχει σπιθαμιαίους· ὁ δὲ θάμνος φρυγα‐ νώδης· φύλλα δ’ ἐλαίᾳ παραπλήσια, λεπτότερα δὲ καὶ πυκνά, δάκνοντα τὴν γεῦσιν καὶ τὴν ἀρτηρίαν χαράττοντα.

12

chi

7

Χαμαίδρωψ (οἱ δὲ χαμαίδρυν, οἱ δὲ καὶ ταύτην Τεύκρειον) φύεται ἐν τραχέσι καὶ πετρώδεσι χωρίοις. θαμνίσκος περὶ σπιθαμήν, φύλλα ἔχων μικρά, τῷ σχήματι καὶ τῇ σχίσει δρυῒ ὅμοια, μικρά· ἄνθος ὑπόπυρρον, μικρόν. συλλέγειν δ’ αὐτὴν δεῖ ἐγκύμονα τοῦ καρποῦ.

12

chi

8

Χαμαιπίτυς, ἣν ἐν Πόντῳ μὲν ὁλόπυρον καλοῦσιν, ἐν δ’ Εὐβοίᾳ σιδηρῖτιν, Ἀθήνησι δ’ ἰωνίαν· πόα ἐστὶν ἕρπουσα ἐπὶ γῆς, ὑπόκυρτος, φύλλα δ’ ἔχει ὅμοια ἀειζῴῳ μικρῷ, λεπτότερα δὲ καὶ δασέα, πυκνὰ καὶ λιπαρώτερα περὶ τοὺς κλάδους, ὀσμὴν ἔχοντα πίτυος· ἄνθη δὲ

12

chi

9

λευκόλινα· ῥίζα δ’ ὡς κιχόριον. —Ἔστι δὲ καὶ ἑτέρα χαμαιπίτυς, κλάδους ἔχουσα πηχυαίους, ἀγκυροειδεῖς, λεπτόκαρφος· κόμην δ’ ἐοικυῖαν

12

chi

10

τῇ πρὸ αὐτῆς καὶ ἄνθος· σπέρμα μέλαν. ὄζει δὲ καὶ αὐτὴ πίτυος. —Τρίτη
ἐστὶν ἄρρην καλουμένη, βοτάνιον ἔχον φυλλάρια λευκά, λεπτά, δασέα· καυλὸν λευκόν, δασύν· ἀνθύλλια μήλινα· σπερμάτια περὶ τὰς μασχάλας· ὄζει καὶ τοῦτο πίτυος.

12

chi

11

Χαμαιλέων λευκός, ὃν ἔνιοι ἰξίαν ἐκάλεσαν διὰ τὸ ἔν τισι τόποις ἰξὸν εὑρίσκεσθαι πρὸς ταῖς ῥίζαις αὐτοῦ, ᾧ καὶ ἀντὶ μαστίχης χρῶνται αἱ γυναῖκες· ἔχει δ’ ὅμοια τὰ φύλλα σιλλύβῳ ἢ σκολύμῳ, τραχύτερα δὲ καὶ ὀξύτερα τοῦ μέλανος· καυλὸν δ’ οὐκ ἔχει, ἀλλ’ ἀφίησιν
5ἐκ τοῦ μέσου ἄκανθαν ὁμοίαν ἐχίνῳ θαλασσίῳ ἢ κινάρᾳ· ἄνθη δὲ πορ‐ φυροειδῆ ὥσπερ τρίχας ἐκπαππούμενα· καρπὸν δὲ κνήκῳ παραπλήσιον· ῥίζαν ἐν μὲν τοῖς εὐγείοις παχεῖαν, ἐν δὲ τοῖς ὀρεινοῖς ἰσχνοτέραν, λευκὴν διὰ πάχους, ὑπαρωματίζουσαν, βαρύοσμον, γλυκεῖαν.

12

chi

12

Χαμαιλέων μέλας, ὃν ἔνιοι οὔλοφον ἢ ἰξίαν ἢ κυνόμαχον ἢ ὠκιμοειδὲς ἐκάλεσαν, καὶ αὐτὸς τοῖς φύλλοις σκολύμῳ ἔοικεν, ἐλάττονα μέντοι καὶ λεπτότερα καὶ διέρυθρα ἔχει ταῦτα· καυλὸν δ’ ἀνίησι δακτύ‐ λου πάχος, σπιθαμιαῖον, ὑπέρυθρον, ἐφ’ οὗ σκιάδειον καὶ ἄνθη ἀκαν‐
5θώδη, λεπτὰ καὶ ὑακινθοειδῆ, ποικίλα· ῥίζα δὲ παχεῖα, μέλαινα, πυκνή, ἐνίοτε καὶ βεβρωμένη, σχισθεῖσα δ’ ὑπόξανθος, διαμασηθεῖσα δὲ δηκτική. φύεται ἐν πεδίοις ξηροῖς καὶ βουνώδεσι τόποις καὶ παραθαλαττίοις. ὠνόμασται δὲ χαμαιλέων διὰ τὸ ποικίλον τῶν φύλλων· εὑρίσκεται γὰρ ἢ λίαν χλωρὰ ἢ πυρρὰ ἢ ὑπόλευκα ἢ κυανοειδῆ ἢ ὑπέρυθρα κατὰ τὰς
10τῶν τόπων διαφοράς.

12

chi

13

Χαμαισύκησυκῆ κλῶνας ἀνίησι τετραδακτύλους, ἐπὶ γῆς ἐρριμμένους, περιφερεῖς, ὀποῦ μεστούς· φύλλα φακοειδῆ, τῷ πέπλῳ ὅμοια, μικρά, λεπτά, πρὸς τῇ γῇ· καρπὸς δ’ ὑπὸ τοῖς φύλλοις στρογ‐ γύλος ὡς πεπλίου· οὔτε δ’ ἄνθος οὔτε καυλὸν φέρει· ῥίζαν δ’ ἔχει
5λεπτήν, ἄχρηστον. φύεται ἐν πετρώδεσι καὶ αὐχμηροῖς τόποις.

12

chi

14

Χολὴ πᾶσα ἀποτίθεται τρόπῳ τούτῳ· λαβὼν τὴν πρόσφατον καὶ ἀποδήσας τὸ στόμα αὐτῆς λίνῳ κάθες εἰς ζέον ὕδωρ διαλιπὼν χρόνον τοσοῦτον ὅσον ἄν τις τριῶν σταδίων δρόμον ἀναλώσειεν, εἶτ’ ἐξελὼν ξήραινε ἐν τόπῳ σκιερῷ καὶ ἀνοτίστῳ, τὰς δ’ εἰς τὰ ὀφθαλμικὰ λίνῳ
5ἀποδήσας βάλλε εἰς βίκον ὑαλοῦν, ἔχοντα μέλι καὶ τὴν ἀρχὴν τοῦ λίνου περιδήσας τῷ στόματι τοῦ βίκου πωμάσας ἀποτίθεσο.

12

chi

15

Χόνδρος γίνεται μὲν ἐκ τῆς καλουμένης δικόκκου ζείας, τροφι‐
μώτερος δ’ ὀρύζης καὶ στατικὸς κοιλίας, εὐστόμαχος δὲ μᾶλλον.

12

chi

16

Χονδρίλη τὰ μὲν φύλλα καὶ τὸν καυλὸν καὶ τὰ ἄνθη ἔχει κιχορίῳ ὅμοια, ὅθεν καὶ εἶδός τινες αὐτὸ σέριδος ἀγρίας εἶπον· λεπτό‐ τερον δὲ τὸ ὅλον· περὶ δὲ τῷ κλωναρίῳ αὐτῆς εὑρίσκεται κόμμι ὅμοιον

12

chi

17

μαστίχῃ, μεγέθει κυαμιαίᾳ. —Ἔστι δὲ καὶ ἕτερον εἶδος χονδρίλης φύλλον ἔχον περιβεβρωμένον, πρόμηκες, ἐπὶ γῆς ἐστρωμένον· καυλὸν δ’ ὀποῦ μεστόν· ῥίζαν λεπτήν, ἐπ’ ἄκρου κορυφὴν ἔχουσα στρογγύλην, ὑπό‐ ξανθον, ὀποῦ μεστήν.

12

chi

18

Χρυσοκόμη (οἱ δὲ χρυσῖτιν)· ῥαβδίον σπιθαμιαῖον, ἔχον κόμην κορυμβοειδῆ, ὁμοίαν ὑσσώπῳ· ῥίζαν λίαν δασεῖαν, λεπτήν, ὡς ἐλλεβόρου μέλανος, γευσαμένῳ οὐκ ἀπηνῆ ὡς κυπαρίσσου, ποιοῦσαν ἐν τῷ γλυκεῖ ὑπαύστηρον. φύεται ἐν παλισκίοις καὶ πετρώδεσι τόποις.

12

psi

1

Ψύλλιον (οἱ δὲ κυνοκέφαλον, οἱ δὲ κρυστάλλειον, οἱ δὲ κυνο‐ μυίαν καλοῦσι) φύλλον ἔχει κορωνόποδι ὅμοιον, δασύ· κλῶνας σπιθα‐ μιαίους· καὶ τὸ ὅλον βοτάνιον χορτῶδες· ἄρχεται δ’ αὐτοῦ ἡ κόμη ἀπὸ μέσου τοῦ καυλοῦ· κεφάλια δύο ἢ τρία, ἐπ’ ἄκρου συνεστραμ‐
5μένα, ἐν οἷς σπέρμα ψύλλοις ἐοικός, μέλαν. φύεται ἐν ἀρούραις.

12

psi

2

Ψευδοβούνιον θάμνος ἐστὶ παλαιστιαῖος, φυόμενος ἐν Κρήτῃ
καὶ ἔχων φύλλα βουνίῳ ὅμοια.

13

t

1

Ἐκ τῶν Διοσκουρίδου περὶ τῆς τῶν μεταλλικῶν δυνάμεως καὶ παρασκευαὶ αὐτῶν.

13

alpha*

1

Ἁλῶν ἐνεργέστατόν ἐστι τὸ ὀρυκτόν, τοῦ δὲ κοινοῦ τὸ λευκὸν καὶ ἄλιθον καὶ διαφανὲς πυκνόν τε καὶ ὁμαλὸν τῇ συγκρίσει· ἰδίως δὲ τὸ ἀμμωνιακὸν τῷ γένει, σχιστόν τε καὶ εὐθείας τὰς διαφύσεις ἔχον. καυστέον δ’ αὐτοὺς εἰς ὀστράκινον ἀγγεῖον ἐμβαλόντας καὶ ἐπιμελῶς
5πωμάσαντας, ἵνα μὴ ἐξάλλωνται, ἀνθρακιᾷ τε ἐγκρύψαντας, ἄχρι ἂν ἐκπυρωθῶσι. τινὲς δὲ τοὺς ὀρυκτοὺς σταιτὶ περιπλάσαντες ἐπ’ ἄνθρα‐ κας ἐγκρύβουσιν, ἄχρι ἂν τὸ σταὶς κατακαῇ.

13

alpha*

2

Ἁλὸς ἄχνη ἐφίζημά ἐστιν ἁλὸς ἀφρῶδες, εὑρισκόμενον ἐπὶ τῶν πετριδίων, δύναμιν ἔχον τὴν αὐτὴν τοῖς ἁλσίν.

13

alpha*

3

Ἁλὸς ἄνθος καταρρεῖ μὲν τῷ Νείλῳ ποταμῷ, ἐφίσταται δ’ ἐν λίμναις τισίν. παραληπτέον δὲ τὸ κροκίζον τῇ χρόᾳ, ὑπό τι καὶ δυσω‐ δέστερον ὥσπερ γάρος, ὁμαλὸν καὶ τῇ γεύσει δηκτικώτατον καὶ ὑπο‐ λίπαρον· τὸ δ’ ἔμμιλτον καὶ θρόμβους ἔχον φαῦλον.

13

alpha*

4

Ἡ δὲ προσαγορευομένη ἀδάρκη γεννᾶται μὲν ἐν Γαλατίᾳ, ἔστι δ’ ὥσπερ ἐπίπαγός τις ἐφαλμυρίζων καθ’ ὑγρῶν καὶ τεναγωδῶν τόπων, ἐν ξηρασίᾳ ἐπιγινόμενος καὶ περιπηγνύμενος καλάμοις καὶ χορταρίοις. ἔοικε δὲ τῇ χρόᾳ τῷ ἄνθει τοῦ Ἀσσίου λίθου, τῷ δ’ ὅλῳ τύπῳ
5ἀλκυονίῳ τῷ μαλακῷ καὶ πολυκένῳ· καὶ ἔστιν οἱονεὶ λιμναῖον ἀλκυόνιον.

13

alpha*

5

Ἀλκυονίου εἴδη ἐστὶ πέντε· τὸ μὲν γὰρ πυκνόν ἐστι καὶ τῷ ῥυθμῷ σπογγῶδες καὶ βαρύ, ἔτι δὲ βρωμῶδες καὶ ἰχθύος ὄζον, ὃ δὴ πλεῖστον ἐπὶ τῶν ἠιόνων εὑρίσκεται· τὸ δ’ ἐφεξῆς σχήματι πτερυγίοις ὀφθαλμικῶν σπογγίων ἔοικε, κοῦφόν τέ ἐστι καὶ πολύκενον καὶ
5φυκιώδη ἀποφορὰν ἔχον· τὸ δὲ τρίτον σκωληκοειδὲς ὑπάρχει τῇ χρόᾳ καὶ τῷ τύπῳ πορφυρωπόν, σωληνοειδές, ὅ τινες Μιλήσιον καλοῦσιν· τὸ τέταρτον δ’ ἐρίοις οἰσυπηροῖς ὅμοιον, πολύκενον, κοῦφον· τὸ δὲ πέμπτον ἔοικε μὲν κατὰ τὸ σχῆμα μύκητι, ἄνοσμον δὲ καὶ τραχὺ ἔνδον, κισήρῳ ὅμοιον κατά τι, ἔξωθεν δὲ λεῖον, δριμύ. τούτων τὸ μὲν
10πρῶτον καὶ τὸ δεύτερον εἰς σμῆγμα παραλαμβάνεται γυναικῶν καὶ πρὸς φακούς, λειχῆνας, λέπρας, ἀλφούς, μελανίας, σπίλους τοὺς ἐπὶ προσώπου καὶ τοῦ λοιποῦ σώματος· τὸ δὲ τρίτον εὐθετεῖ πρὸς δυσουροῦντας καὶ ἀμμώδη συλλέγοντας ἐν τῇ κύστει, νεφριτικούς, πρὸς ὕδρωπας, σπλῆνας· καὲν δὲ καὶ καταπλασθὲν σὺν οἴνῳ ἀλωπε‐
15κίας θεραπεύει· τὸ δὲ τέταρτον ὀδόντας λευκαίνει, παραλαμβάνεται δὲ καὶ πρὸς ἄλλα σμήγματα καὶ ψίλωθρα μισγόμενον. καῦσαι δὲ βου‐ λόμενός τι τούτων εἰς ὠμὴν χύτραν ἔμβαλε, καὶ περιαλείψας τὸ στόμα αὐτῆς πηλῷ δὸς εἰς κάμινον· ὅταν δ’ ὀπτηθῇ ὁ κέραμος, ἀνελόμενος ἀπόθου καὶ χρῶ· πλῦνε δ’ ὡς καδμείαν.

13

alpha*

6

Ἀρμενικόν· προκριτέον τὸ λεῖον καὶ τὴν χρόαν κυανοῦν, ὁμαλόν τε καὶ ἄλιθον καὶ εὐθρυβές, τῇ χρυσοκόλλῃ τὰ αὐτὰ ποιοῦν, περὶ τὴν εὐτονίαν λειπόμενον αὐτῆς· ἔστι δὲ καὶ τριχῶν τῶν ἐν βλεφάροις αὐξητικόν.

13

alpha*

7

Ἀρσενικὸν κατὰ τὰ μέταλλα γεννᾶται τῆς σανδαράκης· ἄριστον δ’ ἡγητέον τὸ πλακῶδες καὶ χρυσίζον τῇ χρόᾳ τάς τε πλάκας λεπι‐ ζομένας ἔχον ὥσπερ ἐπικειμένας ἀλλήλαις, ἔτι δ’ ἀμιγεῖς ἑτέρας φύσεως· τοιοῦτο δ’ ἐστὶ τὸ γεννώμενον ἐν Μυσίᾳ τῇ Ἑλλησποντίᾳ.
5ἔστι δ’ αὐτοῦ εἴδη δύο· τὸ μὲν οἷον προείρηται, τὸ δὲ βωλῶδες, τῇ χρόᾳ σανδαρακίζον, ἐκ Πόντου καὶ Καππαδοκίας· δευτερεύει δὲ τὸ τοιοῦτον· ὀπτᾶται δ’ οὕτως· ἐπ’ ὄστρακον καινὸν ἀπερεισάμενος αὐτὸ θὲς ἐπὶ διαπύρους ἄνθρακας καὶ στρέφε πυκνῶς, ὡς ἂν πυρωθῇ καὶ μεταβάλῃ· ψύξας καὶ λεάνας ἀποτίθεσο.

13

alpha*

8

Ἄσβεστος γίνεται οὕτως· τῶν θαλασσίων κηρύκων τὰ ὄστρακα ἐγκρύψας ἄνθραξιν ἢ εἰς διάπυρον κρίβανον καθείς, ἄφες ἐννυκτερεῦ‐ σαι, τῇ δ’ ἐχομένῃ, ἐὰν μὲν λευκότατα γένηται, ἀνελοῦ, εἰ δὲ μή, πάλιν κᾶε, ἄχρι ἂν παντελῶς ἀπολευκανθῶσι· λοιπὸν ἀποψύξας αὐτὰ
5εἰς ψυχρὸν ὕδωρ ἔμβαλε εἰς χύτραν καινὴν καὶ σκεπάσας ῥάκεσιν ἐπιμελῶς ἔασον καὶ ἐνταῦθα νύκτα μίαν, πρωῒ δ’ ἀνελόμενος ἀπει‐ ληφυῖαν τῆς κατεργασίας τὸ παντελὲς ἀποτίθεσο. σκευάζεται δὲ καὶ ἐκ λίθων κοχλάκων καὶ τῆς χυδαίας μαρμάρου, ἥτις καὶ προκρίνεται τῶν ἄλλων ἀσβέστων. δύναμιν δ’ ἔχει κοινὴν ἄσβεστος πᾶσα, πυρωτι‐
10κὴν καὶ δηκτικὴν καὶ καυστικήν, ἔτι δ’ ἐσχαρωτικήν· μισγομένη τέ τισιν ἑτέροις ὡς στέατι ἢ ἐλαίῳ γίνεται πεπτική, μαλακτική, σκεδαστική, κατουλωτική· ἐνεργεστέραν δὲ καὶ ταύτης τὴν πρόσφατον ἡγητέον καὶ ἄβροχον.

13

alpha*

9

Ἀσβόλη, ᾗ οἱ ζωγράφοι χρῶνται, λαμβάνεται μὲν ἐκ τῶν ὑαλουργῶν· διαφέρει γὰρ αὕτη.

13

gamma*

1

Γῆ πᾶσα ἡ πίπτουσα κατ’ ἰατρικὴν χρῆσιν τὴν μὲν ἀνωτάτω δύναμιν ἔχει ψύχουσαν καὶ παρεμπλάσσουσαν, κατ’ εἶδος δὲ διαφέρει ἄλλη ἄλλης εἰς ἄλλα μετά τινος σκευασίας χρησιμευούσης.

13

gamma*

2

Τῆς μὲν οὖν Ἐρετριάδος γῆς ἡ μέν ἐστι λευκὴ ἐπιτεταμένως, ἡ δὲ σποδοειδής· ἀρίστη δ’ ἡ σποδοειδὴς οὖσα καὶ μαλακὴ ἄγαν πρός τε χαλκωμάτιον ἑλκυσθεῖσα γραμμὴν ἰώδη ἐπιφέρουσα. πλύνεται δ’ ὡς ψιμύθιον οὕτως· λεάνας αὐτῆς ὃ θέλεις κατ’ ἰδίαν καὶ σὺν ὕδατι,
5ἔασον καταστῆναι, εἶτα τὸ μὲν ἐλαφρὸν ἀπήθησον, τὴν δὲ γῆν ἐν ἡλίῳ ξηράνας πάλιν τρῖβε ἐφ’ ἡμέραν ἐπιδοὺς ὕδωρ, ἑσπέρας δ’ ἐάσας ὑποστῆναι περὶ τὸν ὄρθρον ἀπήθησον καὶ λέανε ἐν ἡλίῳ ὡς τροχίσκους ἀνάπλασσε· ἐὰν δ’ ὠπτημένης ᾖ χρεία, λαβὼν ἐρεβίνθου μεγέθη τῆς γῆς, δὸς εἰς ἀγγεῖον κεραμεοῦν κατατετρημένον, πωμάσας
10τε τὸ στόμα ἐπιμελῶς ἔνθες εἰς διαπύρους ἄνθρακας καὶ ῥίπιζε συνεχῶς· ὅταν δὲ σποδῷ ἀερώδει μᾶλλον ἐμφερὴς γένηται τὴν χρόαν, ἀνελόμενος ἀπόθου. δύναμιν δ’ ἔχει στυπτικήν, κοιλωμάτων πληρωτι‐ κήν, ἐναίμων κολλητικήν.

13

gamma*

3

Τῆς δὲ Σαμίας γῆς τὴν ἄγαν λευκὴν προκριτέον καὶ ἐλαφρὰν
κἀν τῷ θιγεῖν τῇ γλώττῃ κρατουμένην ἐχεκόλλως, ἔτι τε εὔχυλον καὶ μαλακὴν καὶ 〈εὐ〉θρυβῆ, οἵα ἐστὶν ἥν τινες κολούριον καλοῦσιν. ἔστι δ’ αὐτῆς δύο εἴδη, τό τε προειρημένον καὶ ὁ καλούμενος ἀστήρ,
5πλακώδης ὢν καὶ πυκνὸς ὡς ἀκόνη. δύναμιν δ’ ἔχει καὶ καῦσιν καὶ πλύσιν ἐμφερῆ τῇ Ἐρετριάδι· ἵστησι καὶ αἵματος ἀναγωγὴν καὶ ῥοϊκαῖς δίδοται γυναιξὶ σὺν βαλαυστίῳ, καὶ ὄρχεων καὶ μαστῶν φλεγμονὰς καταχριομένη σὺν ὕδατι καὶ ῥοδίνῳ στέλλει καὶ ἱδρῶτας.

13

gamma*

4

Καὶ τῆς Χίας δὲ τὴν λευκὴν γῆν καὶ ὑπότεφρον παραληπτέον καὶ τῇ Σαμίᾳ ἐμφερῆ· πλακώδης δ’ ἐστὶ καὶ λεπτή, τοῖς δὲ σχήμασι τῆς ἀναπλάσεως διαφέρουσα. δύναμιν δὲ τὴν αὐτὴν τῇ Σαμίᾳ ἔχει, τετανὸν δὲ καὶ στίλβον, ἔτι δ’ εὔχρουν τὸ πρόσωπον καὶ τὸ ὅλον
5σῶμα ἀποτελεῖ· σμήχει δ’ ἀντὶ νίτρου ἐν βαλανείῳ.

13

gamma*

5

Τὸ αὐτὸ καὶ ἡ Σελινουσία γῆ ποιεῖ· ἀρίστη δ’ ἐστὶν ἡ ἄγαν λευκὴ καὶ στίλβουσα, εὐθρυβής τε καὶ ταχέως λυομένη, ἐπειδὰν ὑγρὸν λάβῃ.

13

gamma*

6

Τῆς δὲ Κιμωλίας ἡ μέν ἐστι λευκή, ἡ δ’ ἐμπόρφυρος καὶ λιπαρίαν τινὰ ἔμφυτον κεκτημένη πρός τε τὴν ἁφὴν κατάψυχρος, ἣν ἀρίστην ἡγητέον.

13

gamma*

7

Ἡ δὲ λεγομένη Ἰπνῖτις γῆ τῇ μὲν χροιᾷ ἔοικέ πως τῇ Ἐρετριάδι, ἔστι δ’ ἁδρόβωλος, ψυκτικὴ καὶ εὔθρυπτος πρὸς τὰς τῶν χειρῶν ἐπιβολάς· τῇ δὲ γλώττῃ μάλιστα κολλᾶται ὡς ἐκκρέμασθαι. δύναμιν δὲ τὴν αὐτὴν τῇ Κιμωλίᾳ ἔχει, βραχὺ τῆς εὐτονίας ὑστεροῦσα.
5ταύτην ἔνιοι ἀντὶ Ἐρετριάδος πιπράσκουσιν.

13

gamma*

8

Ἡ δὲ Μηλία γῆ τὴν μὲν χροιὰν καὶ αὐτὴ ἐμφερής ἐστιν Ἐρετριάδι τῇ σποδοειδεῖ, ἔντραχυς δὲ καὶ παρατριβομένη τοῖς δακτύ‐ λοις ὡσεὶ ψιθυρισμόν τινα ἀποτελεῖ ὅμοιον ψωχομένῃ κισήρει· τῇ δὲ δυνάμει στυπτηριώδης ἐστὶν ἀνειμένως, ὃ δὴ καὶ διὰ τῆς γεύσεως
5ἐμφαίνει. ἀναξηραίνει δὲ τὴν γλῶσσαν πράως· δύναται δὲ καθαρὸν καὶ εὔχρουν ἀποτελεῖν τὸ σῶμα λεπτύνειν τε τὰς τρίχας καὶ ἀλφοὺς καὶ λέπρας σμήχειν· χρησίμη δὲ καὶ ζωγράφοις εἰς πλείονα παραμονὴν χρωμάτων καὶ χλωραῖς δυνάμεσι συνεργεῖ. καὶ ταύτης δὲ καὶ κοινῶς ἁπάσης γῆς τὴν ἄλιθον ἐκλέγου, μαλακήν τε καὶ πρόσφατον, εὐθρυβῆ
10τε καὶ εὔλυτον, ὅταν ὑγροῦ τύχῃ.

13

gamma*

9

Τῆς δ’ ἀμπελίτιδις γῆς, ἥν τινες φαρμακῖτιν καλοῦσι, γεννω‐ μένης ἐν Σελευκείᾳ τῇ κατὰ Συρίαν, τὴν μέλαιναν προκριτέον, πευκί‐
νοις ἄνθραξι μακροῖς ἐμφερῆ, ὑποσχιδακώδη τε καὶ στίλβουσαν †ιως, ἔτι δ’ οὐ βραδέως τηκομένην, ὅταν λεανθείσῃ ἐπιχυθῇ ποσὸν ἐλαίου·
5τὴν δὲ λεπτὴν καὶ τεφρώδη καὶ ἄτηκτον φαύλην ἡγητέον. δύναμιν δ’ ἔχει διαλυτικὴν καὶ ψυκτικήν· παραλαμβάνεται δὲ καὶ πρὸς καλλι‐ βλέφαρα καὶ βαφὰς τριχῶν καὶ τὰς τῶν ἀμπέλων χρίσεις πρὸς τὴν τῆς ἐκβλαστήσεως ὥραν, κτείνουσα τοὺς ἐπιγινομένους σκώληκας.

13

gamma*

10

Ἡ δὲ Λημνία λεγομένη σφραγὶς γῆ ἔκ τινος ὑπονόμου ἀντρώδους ἀναφέρεται.

13

gamma*

11

Γύψος δύναμιν ἔχει στυπτικήν, ἐμπλαστικήν, αἱμορραγίας τε καὶ ἱδρῶτας ἵστησι, ποθεῖσα δὲ κτείνει κατὰ πνιγμόν.

13

delta

1

Διφρυγοῦς εἴδη τρία· τὸ μὲν γὰρ μεταλλικόν ἐστιν, ὃ δὴ ἐν Κύπρῳ μόνῃ γίνεται· πηλῶδες γὰρ ὂν ἀναφέρεται ἐκ βυθοῦ τινος τῶν ἐκεῖ, εἶτ’ εἰς ἥλιον τεθὲν ξηραίνεται καὶ καίεται φρυγάνοις κύκλοθεν περιτιθεμένοις, ὅθεν διφρυγὲς ἐκλήθη διὰ τὸ τῷ ἡλίῳ καὶ
5τοῖς φρυγάνοις οἱονεὶ φρύγεσθαι· τὸ δ’ ἕτερον τοῦ κατεργαζομένου χαλκοῦ ὥσπερ ὑποστάθμη τις ἢ τρὺξ ὑπάρχει τήν τε στῦψιν καὶ τὴν γεῦσιν χαλκοῦ ἔχον· τὸ δὲ τρίτον σκευάζεται οὕτω· λίθον τὸν λεγό‐ μενον πυρίτην συνθέντες εἰς κάμινον καίουσιν ὡς τίτανον ἐφ’ ἡμέρας πλείονας, ὅταν δὲ τῇ χρόᾳ μιλτώδης γένηται, ἀνελόμενοι ἀποτίθενται.
10προκριτέον δ’ αὐτοῦ τὸ τῇ γεύσει ἔγχαλκον στῦφόν τε καὶ ἀναξηραῖ‐ νον ἱκανῶς τὴν γλῶσσαν, ὅπερ ἡ κεκαυμένη ὦχρα οὐ κέκτηται, ἣν κάοντες ἀντὶ διφρυγοῦς πιπράσκουσιν.

13

theta

1

Θεῖον ἄριστον τὸ ἄπυρον καὶ λαμπυρίζον τῇ χρόᾳ, διαφανές τε καὶ ἄλιθον, τοῦ δὲ πεπυρωμένου τὸ χλωρὸν καὶ εὐλιπές. γεννᾶται πλεῖστον ἐν Μήλῳ καὶ Λιπάρᾳ.

13

iota

1

Ἰνδικὸν τὸ μὲν αὐτομάτως γίνεται οἱονεὶ ἐκβρασμάτιον τῶν Ἰνδικῶν καλάμων, τὸ δὲ βαφικόν ἐστιν ἐπανθισμὸς πορφύρας ἐπαιω‐ ρούμενος τοῖς χαλκείοις, ὃν ἀποσύραντες ξηραίνουσιν οἱ τεχνῖται.
ἄριστον δ’ ἡγητέον τὸ κυανοειδές τε καὶ ἔγχυλον, λεῖον.

13

iota

2

Ἰὸν τὸν ξυστὸν οὕτω σκευαστέον· εἰς πιθάκνην ἢ εἰς ἄλλο τι ἐοικὸς ἀγγεῖον ἐγχέας δριμύτατον ὄξος ἐπικατάστρεψον χαλκοῦν κῦτος, καλὸν μέν, εἰ καμαροειδές, εἰ δὲ μή, κἂν ἐπίπεδον· ἔστω δ’ ἐσμηγμένον τε καὶ μηδεμίαν διαπνοὴν ἔχον· διὰ δ’ ἡμερῶν δέκα
5ἀναιρούμενος τὸ πῶμα ἀπόξυε τὸν ἐπιτρέχοντα ἰόν. γεννᾶσθαι δέ φασιν ἰὸν καὶ ἐν τοῖς Κυπριακοῖς μετάλλοις, τὸν μὲν λίθοις τισὶν ἐπανθοῦντα τῶν ἐχόντων τὸν χαλκόν, τὸν δ’ ἔκ τινος σπηλαίου στάζοντα ἐν τοῖς ὑπὸ Κύνα καύμασιν· τὸν μὲν ὀλίγον τε καὶ κάλλιστον εἶναι, τὸν δ’ ἐκ τοῦ σπηλαίου δαψιλῆ ἐπιρρεῖν καὶ εὔχρουν, φαῦλον
10δ’ ὑπάρχειν διὰ τὸ πολλοῖς ἀναμεμῖχθαι λιθώδεσιν. δολοῦται δ’ ἄλλοις τε πολλοῖς μισγομένοις καὶ κισήρει ἢ μαρμάρῳ ἢ χαλκάνθῳ· καταληψό‐ μεθα δὲ τὴν μὲν κίσηριν καὶ μάρμαρον καὶ τὰ ὅμοια διὰ τοῦ νοτίσαι τὸν ἀντίχειρα τῆς εὐωνύμου χειρὸς καὶ τῷ ἑτέρῳ προστρίβειν τι τοῦ ἰοῦ μέρος· συμβαίνει γὰρ τὸν μὲν διαχεῖσθαι, τὰ δ’ ἀπὸ τῆς κισήρεως
15καὶ μαρμάρου μέρη εἶναι ἀδιάλυτα καὶ τέλος ἀπολευκαίνεσθαι ἐκ τῆς ἐπὶ πλέον παρατρίψεως καὶ τῆς τοῦ ὑγροῦ παραπλοκῆς, οὐ μὴν ἀλλὰ καὶ διὰ τῆς τῶν ὀδόντων ἐπερείσεως· λεῖον γὰρ ὑποπίπτει καὶ οὐ τραχὺ τὸ ἀμιγές. τὸ δὲ χάλκανθες ἀπελέγχεται τῷ πυρί· εἰ γάρ τις ἐπιπάσσοι τὸν οὕτω δεδολωμένον ἰὸν ἐπὶ λεπίδα ἢ ὄστρακον, ἔπειτα
20τούτων τὸ ἕτερον ἐπὶ τῆς θερμῆς τέφρας ἢ ἀνθρακιᾶς θείη, μεταβάλλει καὶ ἐρυθαίνεται τὸ χάλκανθες διὰ τὸ φύσει καιόμενον αὐτὸ τοιαύτην ἴσχειν χροιάν.

13

iota

3

Τοῦ δὲ λεγομένου σκώληκος δισσὸν εἶδος ὑπάρχει· ὁ μὲν γὰρ ὀρυκτός ἐστιν, ὁ δὲ σκευάζεται οὕτως· εἰς θυείαν Κυπρίου χαλκοῦ, ἔχουσαν δὲ καὶ δοίδυκα ἀπὸ τῆς αὐτῆς πεποιημένον ὕλης, ἐγχέας ὄξους λευκοῦ καὶ δριμέος κοτύλης ἥμισυ τρῖβε, ἕως γλοιωθῇ, εἶτ’
5ἔμβαλε στυπτηρίας στρογγύλης τριώβολα τέσσαρα ἁλὸς ὀρυκτοῦ διαφανοῦς ἢ θαλασσίου ὅτι λευκοτάτου καὶ στερεοῦ, εἰ δὲ μή γε, νίτρου ἴσον, εἶτα λέαινε ἐν ἡλίῳ τοῖς ὑπὸ Κύνα καύμασιν, ἕως τῇ μὲν χρόᾳ ἰώδης, τῇ δὲ συστάσει γλοιώδης ἢ ῥυπώδης γένηται, καὶ οὕτως ἀναπλάσας σκώληκας ὁμοίους τοῖς Ῥοδιακοῖς ἀποτίθεσο. ἐνεργὴς
10δὲ καὶ εὔχρους γίνεται, ἐὰν ὄξους λάβῃ μέρος ἕν, οὔρου δὲ παλαιοῦ μέρη δύο καὶ τὰ ἄλλα δ’ ὡς προείρηται. τινὲς δ’ ἀποδεδευμένον τῷ ξυστῷ κόμμι μίξαντες ἀναπλάσσουσιν, ὃ παραιτητέον ὡς φαῦλον.

13

iota

4

Ἔστι δέ τις καὶ ὑπὸ τῶν χρυσοχόων γινόμενος ἰός, διὰ θυείας
καὶ δοίδυκος Κυπρίου χαλκοῦ, ἔτι δ’ οὔρου παιδικοῦ ᾧ τὸ χρυσίον κολλῶσιν· ἀναλογοῦσι δὲ καὶ οἱ προειρημένοι ἰοὶ κεκαυμένῳ χαλκῷ μᾶλλον ἐρρωμένοι περὶ τὴν ἐνέργειαν. ἰστέον δ’ ὅτι προὔχει μὲν
5αὐτῶν ὁ ὀρυκτὸς σκώληξ, ἐχόμενος δ’ ἐστὶν ὁ ξυστός, εἶθ’ ὁ σκευαστός, δηκτικώτερος μέντοι καὶ μᾶλλον στύφων οὗτος ὑπάρχει, ὁ δὲ τῶν χρυσοχόων ἀναλογεῖ τῷ ξυστῷ. καυστέον δ’ ὃν ἂν θέλῃς ἰὸν οὕτως· θλάσας αὐτὸν εἰς ὁλοσχερέστερα μέρη καὶ κεραμεῷ τηγάνῳ ἐπιθείς, ἐπέρεισον ἐπ’ ἀνθράκων πεπυρωμένων κίνει τε, ἕως ἂν μεταβάλῃ
10καὶ ὑποσποδίσῃ τῇ χροιᾷ· λοιπὸν ψύξας ἀποτίθεσο καὶ χρῶ. τινὲς δ’ ἐν ὠμῇ χύτρᾳ καίουσιν, ὡς ἀνωτέρω εἴρηται· οὐκ εἰς τὸ αὐτὸ μέντοι πάντοτε μεταβάλλουσι χρῶμα.

13

kappa

1

Καδμεία ἀρίστη μέν ἐστιν ἡ Κυπρία, ἐπικαλουμένη βοτρυῗτις, πυκνή, βαρεῖα μέσως καὶ μᾶλλον ἐπὶ τὸ κουφότερον ῥέπουσα, ἔχουσα τὴν ἐπιφάνειαν βοτρυώδη, χρώματι σποδοειδής, θλασθεῖσα δ’ ἔσωθεν ἔντεφρος καὶ ἰώδης· ἐχομένη δ’ ἐστὶν ἡ ἔξωθεν μὲν κυανίζουσα,

13

kappa

2

ἔνδοθεν δὲ διαφύσεις ἔχουσα ἐμφερῶς ὀνυχίτῃ λίθῳ. ἔστι τις καὶ πλακωτὴ λεγομένη, ὡσπερεὶ ζώνας ἔχουσα τὰς διαφύσεις, ὅθεν καὶ

13

kappa

3

ζωνῖτιν αὐτὴν ἐκάλεσαν. καλεῖταί τις καὶ ὀστρακῖτις, ἰσχνὴ καὶ ὡς ἐπὶ τὸ πολὺ μέλαινα, γεώδει δ’ ἢ ὀστρακίνῃ ἐπιφανείᾳ κεχρημένη· φαύλη δὲ καὶ ἡ λευκή. χρησιμεύει δὲ πρὸς τὰ ὀφθαλμικὰ φάρμακα ἡ βοτρυῗτις καὶ ὀνυχῖτις καλουμένη, αἱ δὲ λοιπαὶ εἰς ἐμπλάστρους καὶ

13

kappa

4

ξηρὰ κατουλοῦν δυνάμενα φάρμακα. καὶ ἡ Κυπρία δὲ πρὸς τὰ αὐτὰ χρησιμεύει· ἡ γὰρ ἐκ Μακεδονίας καὶ Θρᾴκης καὶ Σπανίας ἄθετος. τινὲς δὲ καὶ ἐν μετάλλοις λιθικοῖς φασιν εὑρίσκεσθαι καδμείας, πλανώ‐ μενοι ὑπὸ λίθων πολλὴν ἐμφέρειαν ἐχόντων. ἀλλ’ ὁ μὲν λίθος μετὰ
5τὴν πύρωσιν ψυγεὶς ἀλλοιωθήσεται τῷ χρώματι καὶ κουφότερος ἔσται· ἡ δὲ καδμεία κατ’ οὐδὲν μεταβάλλει, εἰ μή τις αὐτὴν ἐφ’ ἱκανὰς ἐκκαύσῃ ὥρας. γεννᾶται δὲ καὶ ἐκ τῶν ἀργυρείων, λευκοτέρα καὶ κου‐ φοτέρα οὖσα, κατὰ δύναμιν ἥττων· καυστέον δὲ τὴν προειρημένην ἐγκρύβοντας εἰς ἄνθρακας, ἕως οὗ διαφανὴς γένηται καὶ πομφολυγίσῃ
10ὡς σιδήρου σκωρέα· εἶτ’ οἴνῳ σβεννύειν Ἀμινναίῳ, τὴν δ’ εἰς τὰ ψωρικὰ ὄξει· τινὲς δὲ τὴν οὕτω καυθεῖσαν λεάναντες μετ’ οἴνου κατοπτῶσι πάλιν ἐν ὠμῇ χύτρᾳ, μέχρι κισηρώδης τὴν θρύψιν γένηται, πάλιν τε μετ’ οἴνου λειοτριβήσαντες τρίτον καίουσι, μέχρι τελείως εἰς
σποδὸν ἀναλυθῇ, μηδὲν ἔχουσα τραχύ· καὶ ἀντὶ σποδοῦ χρῶνται αὐτῇ.
15πλύνεται δὲ τριβομένη ἐν θυείᾳ ἀποχεομένου τοῦ ὕδατος, ἄχρι μηδὲν ἐφίστηται λιπαρόν, καὶ ἀναπλασθεῖσα ἀποτίθεται.

13

kappa

5

Κιννάβαρι οἴονταί τινες τὸ αὐτὸ ὑπάρχειν τῷ καλουμένῳ μινίῳ, πλανώμενοι· τὸ μὲν γὰρ μίνιον σκευάζεται ἐν Σπανίᾳ ἐκ λίθου τινὸς μεμιγμένου τῇ ἀργυρίτιδι ἄμμῳ, ὅστις ἄλλως μὲν οὐ γινώσκεται, ἐν δὲ τῷ χωνίῳ μεταβάλλει εἰς εὐανθέστερον καὶ φλογοειδὲς χρῶμα.
5ἔχει δὲ τὴν ἀποφορὰν ἐν τοῖς μετάλλοις πνιγώδη· περιτίθενται γοῦν τοῖς προσώποις φύσας πρὸς τὸ βλέπειν μέν, μηκέτι δὲ σπᾶν τὸν ἀέρα. χρῶνται δ’ αὐτῷ οἱ ζωγράφοι εἰς τὰς πολυτελεῖς τῶν τοίχων ἑψήσεις. τὸ δὲ κιννάβαρι κομίζεται μὲν ἀπὸ τῆς Λιβύης, πιπράσκεται δὲ πολλοῦ καὶ τοσοῦτόν ἐστιν ὡς μόλις ἐξαρκεῖν τοῖς ζωγράφοις εἰς τὴν ἐν ταῖς
10γραφαῖς ποικιλίαν. ἔστι δὲ καὶ βαθύχρουν· ὅθεν ἐνόμισάν τινες αὐτὸ εἶναι αἷμα δράκοντος.

13

kappa

6

Κίσηριν δὲ προκριτέον τὴν κούφην καὶ πολύκενον, σχιστήν τε καὶ ἄλιθον, ἔτι δὲ ψαθυράν τε καὶ λευκήν. καυστέον δ’ οὕτως· λαβὼν αὐτῆς ὁπόσον ἂν θέλῃς, διαπύροις ἔγκρυψον ἄνθραξιν, ὡς ἂν ἐκπυ‐ ρωθῇ, ἀνελόμενος σβέσον οἴνῳ εὐώδει, καὶ πάλιν πυρώσας σβέσον· τὸ
5δὲ τρίτον δι’ ἑαυτῆς ἐάσας ψυγῆναι ἀπόθου καὶ χρῶ. Θεόφραστος δ’ ἱστορεῖ, ἐὰν εἰς ζέοντα οἴνου τις ἐμβάλῃ πίθον κίσηριν, παύεσθαι παραχρῆμα τὴν ζέσιν.

13

kappa

7

Τὸ δὲ κουράλιον, ὅπερ ἔνιοι λιθόδενδρον ἐκάλεσαν, δοκεῖ μὲν εἶναι φυτὸν ἐνάλιον, στερροποιεῖσθαι δ’ ὅταν ἐκ τοῦ βυθοῦ ἑλκυσθῇ, βαπτόμενον ὡσπερεὶ ὑπὸ τοῦ περικεχυμένου ἡμῖν ἀέρος· εὑρίσκεται δὲ πλεῖστον ἐν τῷ κατὰ Συρακούσας ἀκροτηρίῳ, καλουμένῳ δὲ Παχύνῳ.
5ἄριστον δ’ ἐστὶ τὸ πυρρὸν τῇ χρόᾳ καὶ ἐμφερὲς σηρικῷ χρώματι ἢ σάνδυκι κατακορεῖ, εὐθρυβές τε ὡσαύτως καὶ ὁμαλὸν δι’ ὅλης τῆς συγκρίσεως, ἔτι δ’ ὀσμῇ βρυῶδές τε καὶ φυκίοις ἐμφερές, πρὸς δὲ τούτοις πολύοζον καὶ κινναμωμίζον τῷ τύπῳ τῶν θαμνίσκων· τὸ δὲ λιθῶδες τῇ συγκρίσει καὶ τῇ χροιᾷ ψωρόν, σεσηραγγωμένον τε καὶ
10χαῦνον, φαῦλον ἡγητέον εἶναι. στύφει δὲ τῇ δυνάμει καὶ ψύχει ἐπιεικῶς.

13

kappa

8

Κυανὸς γεννᾶται ἐν Κύπρῳ ἐκ τῶν χαλκουργικῶν μετάλλων, ὁ δὲ πλείων ἐκ τῆς αἰγιαλίτιδος ψάμμου, εὑρισκομένης κατά τινας
σπηλαιώδεις ὑποσκαφὰς τῆς θαλάσσης, ἥτις καὶ διαφέρει. παραληπτέον δὲ τὴν σφόδρα κατακορῆ· καυστέον δ’ ὡς χαλκῖτιν καὶ πλυτέον ὡς
5καδμείαν. δύναμιν δ’ ἔχει κατασταλτικὴν καὶ μετρίως στυπτικὴν καὶ ἐσχαρωτικήν.

13

lambda

1

Λιθάργυρος ἡ μέν τις ἐκ τῆς μολυβδίτιδος λεγομένης ἄμμου γίνεται χωνευομένης ἄχρι τελέας πυρώσεως, ἡ δ’ ἐξ ἀργύρου, ἡ δ’ ἐκ μολύβδου· διαφέρει δ’ ἡ Ἀττική, δευτερεύει δ’ ἡ Σπανή, μεθ’ ἃς ἡ ἐν Δικαιαρχίᾳ καὶ Σικελίᾳ. καλεῖται δ’ ἡ μὲν ξανθὴ καὶ ἀποστίλβουσα
5χρυσῖτις, ἥτις ἐστὶ κρείττων, ἡ δὲ πελία ἀργυρῖτις, ἡ δ’ ἐκ τοῦ ἀργύρου σκαλαυθρίς. δύναμιν δ’ ἔχει στυπτικήν, ψυκτικήν, παρεμπλαστι‐ κήν, μαλακτικήν, κοιλωμάτων πληρωτικήν, σταλτικὴν τῶν ὑπερσαρ‐ κούντων καὶ ἐπουλωτικήν. καύσεις δὲ καταθραύσας αὐτὴν εἰς καρύων μεγέθη καὶ θεὶς εἰς ἄνθρακας ἐκριπίσας τε ἄχρι πυρώσεως καὶ περι‐
10μάξας τὴν προσκειμένην ἀκαθαρσίαν ἀποτίθεσο· ἔνιοι δ’ ὄξει ἢ οἴνῳ σβέσαντες αὐτὴν ἐπὶ τρίς, πάλιν καίουσι, καὶ ταῦτα ποιήσαντες ἀποτί‐ θενται. πλύνεται δ’ ὡς ἡ καδμεία· λευκαίνεται δ’ οὕτως· λαβὼν τῆς ἀργυρίτιδος λεγομένης, εἰ δὲ μή γε, τῆς ἄλλης, κατάθραυσον εἰς μεγέθη κυάμων ὅσον χοίνικα Ἀττικήν, βαλών τε εἰς καινὴν χύτραν
15ἐπίχει ὕδωρ προσεμβάλλων πυρῶν λευκῶν χοίνικα καὶ ἰδίᾳ ἐν ὀθονίῳ καθαρῷ κριθῶν δράκα ἢ καὶ ἀπὸ τοῦ ὠτὸς τῆς χύτρας κρεμάσας ἕψε, ἕως ἂν ῥαγῶσιν αἱ κριθαί, εἶτα κατεράσας πάντα εἰς κρατῆρα πλατύστο‐ μον, τοὺς μὲν πυροὺς ῥῖψον χωρίσας, τὴν δὲ λιθάργυρον ἐπιχέας ὕδωρ πλῦνε, βιαίως ταῖς χερσὶ προσθλίβων ἅμα, εἶτ’ ἀνελόμενος καὶ
20ξηράνας αὐτὴν τρῖβε ἐν θυείᾳ Θηβαϊκῇ ὕδωρ θερμὸν παραχέων, ἕως ἂν διαλυθῇ, καὶ ἀπηθήσας τὸ ὕδωρ πάλιν τρῖβε δι’ ὅλης τῆς ἡμέρας· εἰς ἑσπέραν δ’ ἐπιχέας ὕδωρ θερμὸν ἔασον, καὶ πρωῒ ἀπηθήσας ἄλλο ἐπίχει καὶ ἄφιε καὶ ἀπήθει τῆς ἡμέρας τρίς· τοῦτο ποίει ἐφ’ ἡμέρας ἕξ, εἶτα μίξας τῇ μνᾷ τῆς λιθαργύρου ἁλῶν ὀρυκτῶν δραχμὰς πέντε
25θερμόν τε παραχέων λέαινε τρὶς τῆς ἡμέρας ἀπηθῶν καὶ μιγνὺς ὕδωρ· ὅταν δὲ λευκὴ γένηται, θερμὸν ἐπιχέων τὸ αὐτὸ ποίει, ἄχρις ἂν μη‐ δεμίαν ἔμφασιν τῆς λευκότητος ἔχῃ, καὶ ξηράνας ἐν ὀξυτάτῳ ἡλίῳ προσεκβάλλων τὴν ἰκμάδα ἀποτίθεσο. ἔνιοι δὲ μίαν λίτραν ἁλῶν καὶ
λιθαργύρου λίτραν τρίβουσιν ἐν ἡλίῳ μεθ’ ὕδατος συνεχῶς ἀποχέοντες,
30ἄχρις ἂν λευκὴ γένηται. δοκεῖ δὲ πεπλυμένη ἁρμόζειν εἰς τὰ ὀφθαλ‐ μικὰ καὶ οὐλὰς ἀπρεπεῖς καὶ ἐρρακωμένα πρόσωπα καὶ σπίλων ἔμπλεα.

13

lambda

2

Λίθος Φρύγιος, ᾧ οἱ βαφεῖς ἐν Φρυγίᾳ χρῶνται, ἄριστός ἐστιν ὁ ὠχρὸς καὶ μέσως βαρύς, οὐκ ἰσότονος τῇ συγκρίσει τοῦ χρώματος, ἔχων δὲ διαφύσεις λευκὰς ὡς καδμεία. καίεται δ’ οὕτως· βρέξας αὐτὸν καλλίστῳ οἴνῳ διαπύροις ἔγκρυψον ἄνθραξι καὶ ῥίπιζε συνεχῶς, ὅταν
5δὲ μεταβάλῃ τὴν χρόαν κιρρότερος γινόμενος, ἐξελὼν τῷ αὐτῷ σβέσον οἴνῳ, καὶ πάλιν εἰς τοὺς ἄνθρακας ἀποθέμενος τὰ αὐτὰ ποίει· καῖε δ’ αὐτὸν καὶ ἐκ τρίτου, προσέχων μὴ θρυβῇ καὶ ἀπασβολωθῇ.

13

lambda

3

Λίθος πυρίτης εἶδός ἐστι λίθου, ἀφ’ οὗ ὁ χαλκὸς μεταλλεύεται· ληπτέον μέντοι τὸν χαλκοειδῆ εὐχερῶς τε σπινθῆρας ἀφιέντα. καυστέον δὲ τρόπῳ τούτῳ· μέλιτι δεύσας αὐτόν, ἔνθες εἰς ἀνθρακιὰν μαλακὴν καὶ ῥίπιζε συνεχῶς, ἕως ἂν τὴν χρόαν κιρρὸς γένηται. ἔνιοι δ’ εἰς
5πολλοὺς καὶ πεπυρωμένους ἄνθρακας ἱκανῶς ἀποτίθενται βεβρεγμένον τῷ μέλιτι τὸν λίθον· ὅταν δὲ μέλλῃ τρέπεσθαι ἐπὶ τὸ κιρρόν, ἀν‐ αιροῦνται καὶ ἀποφυσήσαντες τὴν σποδὸν πάλιν καίουσιν ἄβροχον, ἕως ἂν ψαθυρώτατος γένηται ὁμαλῶς· πολλάκις γὰρ μόνον ἐπιφλέγε‐ ται τὴν ἐπιφάνειαν· οὕτω δ’ ἀποκαύσαντες καὶ ξηράναντες ἀποτίθενται.
10ἐὰν δὲ πεπλυμένου χρεία ᾖ, ὡς καδμείαν πλυτέον. ἔνιοι τὸν οὕτω καέντα διφρυγὲς καλοῦσιν.

13

lambda

4

Ἄσσιον δὲ παραληπτέον λίθον κισηρώδη τὴν χρόαν, χαῦνόν τε καὶ κοῦφον, ἔτι δ’ εὐθρυβῆ καὶ διαφύσεις μηλίνας ἔχοντα διὰ βάθους· τὸ δ’ ἄνθος αὐτοῦ ἐστιν ἐφιζάνουσα ἁλμυρὶς τῇ ἐπιφανείᾳ τῶν λίθων, τῇ μὲν συστάσει λεπτή, τῇ δὲ χροιᾷ τὸ μέν τι λευκόν
5ἐστι, τὸ δέ τι ἔοικε κισήρει, ἐπὶ τὸ μήλινον τετραμμένον, προσαγόμενόν τε τῇ γλώττῃ δάκνει ποσῶς. κατασκευάζονται δὲ καὶ πύελοι ἐκ τοῦ λίθου, εἰς ἃς οἱ ποδαγρικοὶ τοὺς πόδας ἐντιθέντες ὠφελοῦνται, καὶ σοροὶ σαρκοφάγοι γίνονται. ἰσχναίνει καὶ τὰ πολύσαρκα καὶ παχέα σώματα καταπασσόμενον ἀντὶ νίτρου ἐν βαλανείῳ γε· ἂν δέ τις πλῦναι
10θέλῃ τὰ προειρημένα, πλυτέον ὡς καδμείαν.

13

lambda

5

Αἱματίτης λίθος ἄριστός ἐστιν ὁ εὐθρυβὴς μὲν ὡς ἐν αὐτῷ, σκληρὸς δὲ καὶ κατακορής, ὁμαλός τε καὶ ἀνεπίμικτος ῥυπαρίας τινὸς ἢ διαζωμάτων. δύναμιν δ’ ἔχει στυπτικήν, θερμαντικὴν ποσῶς καὶ λεπτυντικήν. καίεται δ’ ἐμφερῶς τῷ Φρυγίῳ λίθῳ, τοῦ οἴνου περιρ‐
5ραινομένου· μέτρον δ’ ἔστω τῆς καύσεως τὸ γενέσθαι αὐτὸν μέσως κοῦφον καὶ πεπομφολυγωμένον. δολοῦσι δέ τινες τὸν προειρημένον οὕτω· λαβόντες βῶλον σχιστοῦ λίθου, πυκνόν τε καὶ στρογγύλον (τοιαῦται δ’ εἰσὶν αἱ λεγόμεναι ῥίζαι αὐτοῦ) εἰς κεραμεᾶν γάστραν, σποδιὰν ἔχουσαν θερμήν, ἐγκρύπτουσιν, εἶτα διαλιπόντες μικρὸν
10ἀναιροῦνται καὶ ἐπ’ ἀκόνης τρίβουσι, δοκιμάζοντες εἰ τὴν αἱματίτου χρόαν ἀπείληφε, καὶ ἂν μὲν οὕτως ἔχῃ, ἀποτίθενται, εἰ δὲ μή, πάλιν ἐγκρύβουσι συνεχῶς ἐφορῶντες καὶ δοκιμάζοντες· ἀφεθεὶς γὰρ ἐν τῇ σποδιᾷ ἐπὶ πολὺ μεταβάλλει τῷ χρώματι, ἔπειτα καὶ διαχεῖται. ἀπελέγχεται δ’ ὁ κεκακοτεχνημένος πρῶτον μὲν ταῖς διαφύσεσιν· ὁ μὲν
15γὰρ ἐπ’ εὐθείας κτηδόνας ἀποκλᾶται, ὁ δ’ αἱματίτης ὡς ἔτυχεν· εἶτα τῇ χρόᾳ· ὁ μὲν γὰρ εὐανθὲς ἀνίησιν, ὁ δ’ αἱματίτης βαθύτερον καὶ τῷ κινναβάρει ἐοικός. εὑρίσκεται δὲ καὶ ἐπὶ τῇ Σινωπικῇ μίλτῳ, καὶ ἐκ τῆς μαγνήτιδος πέτρας καιομένης ἐφ’ ἱκανὸν κατασκευάζεται αἱμα‐ τίτης· ὁ δ’ αὐτοφυὴς ἐν Αἰγύπτῳ μεταλλεύεται.

13

lambda

6

Σχιστὸς λίθος γεννᾶται ἐν τῇ καθ’ ἑσπέραν Ἰβηρίᾳ· ἄριστος δ’ εἶναι δοκεῖ ὁ παρακροκίζων τῇ χρόᾳ, εὔθρυπτός τε καὶ εὔσχιστος ὡς ἐν ἑαυτῷ· ἔοικε δὲ τῆς συνθέσεως ἕνεκεν καὶ ἀλληλουχίας τῶν κτηδόνων αὐτοῦ ἀμμωνιακῷ.

13

lambda

7

Τοῦ δὲ Γαγάτου προκριτέον τὸν ταχέως ἐξαπτόμενον καὶ ἀσφαλίζοντα ἐν τῇ ὀσμῇ· μέλας δὲ κοινῶς ὑπάρχει καὶ αὐχμηρός, ἔτι δὲ πλακώδης, κοῦφος ἄγαν. γεννᾶται δ’ ἐν Λυκίᾳ, εὑρισκόμενος κατά τινος ποταμοῦ ἔκρυσιν εἰς θάλασσαν ἐκχεομένου· καλεῖται δ’ ὁ πο‐
5ταμὸς Γάγης.

13

lambda

8

Ὁ δὲ λεγόμενος Θρᾴκιος γεννᾶται μὲν ἐν Σκυθίᾳ, ἐν ποταμῷ λεγομένῳ Πόντῳ· δύναται δὲ τὰ αὐτὰ τῷ Γαγάτῃ. ἱστορεῖται δὲ καίεσθαι μὲν αὐτὸν ὑφ’ ὕδατος, σβέννυσθαι δ’ ὑπ’ ἐλαίου, ὅπερ καὶ ἐπὶ τῆς ἀσφάλτου γίνεται.

13

lambda

9

Τοῦ δὲ Μαγνήτου λίθου ἄριστός ἐστιν ὁ τὸν σίδηρον εὐχερῶς ἕλκων καὶ τῇ χρόᾳ κυανίζων, πυκνὸς καὶ οὐκ ἄγαν βαρύς. δύναμιν δ’ ἔχει πάχους ἀγωγόν, διδόμενος μετὰ μελικράτου τριωβόλου βάρος. ἔνιοι τοῦτον καίοντες ἀντὶ αἱματίτου πιπράσκουσιν.

13

lambda

10

Ὁ δ’ Ἀραβικὸς λεγόμενος λίθος ἔοικεν ἐλέφαντι ἀσπιλώτῳ.

13

lambda

11

Ὁ δὲ λεγόμενος γαλακτίτης ὠνόμασται μὲν ἀπὸ τοῦ γαλακτῶ‐
δες ἀνιέναι· ἔστι μέντοι ἄλλως ἔντεφρος τῇ χρόᾳ γλυκύς τε πρὸς τὴν γεῦσιν. ἁρμόζει πρὸς ὀφθαλμῶν ῥεύματα καὶ ἕλκη ἐγχριόμενος· δεῖ δὲ τρίψαντας ἐν ὕδατι αὐτὸν ἀποτίθεσθαι ἐν πυξίδι μολυβῇ διὰ τὸ
5περὶ αὐτὸν κολλῶδες.

13

lambda

12

Ὁ δὲ μελιτίτης κατὰ πάντα ἔοικε τῷ γαλακτίτῃ, διαφέρων ἐν τῷ γλυκύτατον ἀνεῖναι τὸν χυλόν. ποιεῖ δὲ πρὸς ἃ καὶ ὁ γαλακτίτης.

13

lambda

13

Μόροξος, ὃν ἔνιοι γαλαξίαν ἢ λευκογραφίδα ἐκάλεσαν, ἐν Αἰγύπτῳ γεννᾶται, ᾧ καὶ οἱ ὀθονιοπῶλαι πρὸς λεύκωσιν τῶν ὀθονίων χρῶνται μαλακῷ καὶ εὐανέτῳ ὄντι.

13

lambda

14

Λίθος ἀλαβαστρίτης ὁ καλούμενος ὄνυξ ἀναληφθεὶς κεκαυ‐ μένος ῥητίνῃ ἢ πίσσῃ διαφορεῖ σκληρίας, στομάχου δ’ ἀλγήματα μετὰ κηρωτῆς παρηγορεῖ· στέλλει δὲ καὶ οὖλα.

13

lambda

15

Λίθος ὁ καλούμενος οὐεττῆνος γεννᾶται ἐν Αἰθιοπίᾳ· ἔστι δ’ ὑπόχλωρος, ἰασπίζων, ἐν δὲ τῷ διίεσθαι γαλακτώδης φαινόμενος, ἀναδάκνων σφοδρῶς.

13

lambda

16

Ὁ δὲ Ἰουδαϊκὸς γεννᾶται ἐν τῇ Ἰουδαίᾳ, τῷ σχήματι βαλανοει‐ δής, λευκός, εὔρυθμος ἱκανῶς, ἔχων γραμμὰς παραλλήλους ὡς ἀπὸ τόρνου· ἀνιέμενος δ’ ἐστὶν ἄποιος ἐν τῇ γεύσει.

13

lambda

17

Λίθος ἀμίαντος γεννᾶται ἐν Κύπρῳ, στυπτηρίᾳ σχιστῇ ἐοικώς, ὃν ἐργαζόμενοι οἱ τῇδε ὑφάσματα ποιοῦσιν, ὄντος ἱμαντώδους· προσεμβληθείς τε εἰς πῦρ φλογοῦται μέν, λαμπρότερος δ’ ἐξέρχεται μὴ κατακαιόμενος.

13

lambda

18

Λίθος Μεμφίτης εὑρίσκεται ἐν Μέμφει, ψηφομεγέθης, λιπαρὸς καὶ ποικίλος. οὗτος ἱστορεῖται καταχρισθεὶς λεῖος ἐπὶ τῶν μελλόντων τέμνεσθαι καὶ καίεσθαι τόπων ἀκίνδυνον ἀναισθησίαν ἐπιφέρειν.

13

lambda

19

Λίθος σεληνίτης, ὅν τινες ἀφροσέληνον ἐκάλεσαν διὰ τὸ εὑρίσκεσθαι νυκτὸς ἐν τῇ τῆς σελήνης παραυξήσει· γεννᾶται δ’ ἐν Ἀραβίᾳ, λευκός, διαυγής, κοῦφος.

13

lambda

20

Λίθος ἴασπις ὁ μέν τίς ἐστι σμαραγδίζων, ὁ δὲ κρυσταλλώδης, ἐοικὼς φλέγματι, ὁ δ’ ἀερίζων, ὁ δὲ καπνίας ὥσπερ τις κεκαπνισμένος, ὁ δέ τις καὶ διαφύσεις ἔχων διαλεύκους ἀποστιλβούσας, ὁ δέ τις τερεβινθίζων λέγεται, ὁ δὲ καλλαΐνῳ χρώματι προσόμοιος. δοκοῦσι δὲ
5πάντες εἶναι φυλακτήρια περίαπτα καὶ ὠκυτόκια, μηρῷ προσαπτόμενα.

13

lambda

21

Λίθος ὀφίτης ὁ μέν τίς ἐστι στιβαρός, μέλας, ὁ δὲ σποδοειδὴς τὴν χρόαν, ὁ δὲ κατεστιγμένος, ὁ δέ τις λευκὰς ἔχων γραμμάς. πάντες
δ’ εὔχρηστοί εἰσι περιαπτόμενοι ἐπ’ ἐχεοδήκτων καὶ κεφαλαλγούντων· ὁ δὲ τὰς γραμμὰς ἔχων ἰδίως ἱστορεῖται ληθάργῳ καὶ κεφαλαλγίαις
5βοηθεῖν.

13

lambda

22

Λίθοι οἱ ἐν τοῖς σπόγγοις σὺν οἴνῳ ποθέντες τοὺς ἐν κύστει λίθους θρύπτουσιν.

13

lambda

23

Λίθος ὀστρακίτης ὅμοιός ἐστιν ὀστράκῳ, πλακώδης, ᾧ χρῶνται ἀντὶ κισήρεως πρὸς τριχῶν ἄρσιν αἱ γυναῖκες.

13

lambda

24

Σμύρις λίθος ἐστίν, ᾧ οἱ δακτυλιογλύφοι τὰς ψήφους σμήχουσιν.

13

lambda

25

Εὑρίσκεται δ’ ἐν τῇ Σαμίᾳ γῇ λίθος ᾧ οἱ χρυσοχόοι χρῶνται πρὸς τὸ λεαίνειν καὶ στιλβοῦν· διαφέρει δ’ ὁ λευκὸς καὶ στιβαρός.

13

mu

1

Μέλαν ᾧ γράφομεν, σκευάζεται ἐκ λιγνύος συναγομένης ἐκ δᾴδων· μίγνυται δὲ πρὸς τὴν λίτραν τοῦ κόμμεως 𐆄 γ λιγνύος. σκευάζεται δὲ καὶ ἀπὸ ῥητίνης λιγνὺς καὶ ἀπὸ τῆς ζωγραφικῆς ἀσβόλης· δεῖ δὲ τῆς ἀσβόλης λαμβάνειν μνᾶν, κόμμεως 𐆃 α 𐅶, ταυρο‐
5κόλλης 𐆄 α ὀβολοὺς ιβ, χαλκάνθου 𐅻 α καὶ τριώβολον.

13

mu

2

Μελαντηρία διαφέρει ἡ θειόχρους, λεία, ὁμαλή, καθαρὰ καὶ ἐν τῷ θιγεῖν ὕδατος μελαινομένη ταχέως. δύναμιν δ’ ἔχει καὶ καῦσιν τὴν αὐτὴν τῷ μίσυϊ.

13

mu

3

Μίλτος Σινωπικὴ κρατίστη ἡ πυκνὴ καὶ βαρεῖα, ἡπατίζουσα, ἄλιθος, ὁμόχρους, πολύχυτος ἐν τῇ ἀνέσει. συλλέγεται ἐν Καππαδοκίᾳ, φέρεται εἰς Σινώπην καὶ πιπράσκεται, ὅθεν καὶ τὴν προσωνυμίαν ἔσχεν.

13

mu

4

Ἡ δὲ τεκτονικὴ μίλτος ἥττων ἐστὶ κατὰ πάντα τῆς Σινωπι‐ κῆς· ἀρίστη δ’ ἡ Αἰγυπτία ἐστὶ καὶ Καρχηδονία καὶ ἄλιθος καὶ εὐθρυ‐ βής. γίνεται καὶ ἐν τῇ πρὸς ἑσπέραν Ἰβηρίᾳ τῆς ὤχρας καιομένης καὶ μεταβαλλούσης εἰς μίλτον.

13

mu

5

Μίσυ παραληπτέον τὸ Κύπριον, χρυσοφανές, σκληρὸν καὶ ἐν τῷ θλασθῆναι χρυσίζον καὶ ἀποστίλβον ἀστεροειδῶς. δύναμιν δ’ ἔχει καὶ καῦσιν τὴν αὐτὴν τῇ χαλκίτιδι, δίχα τοῦ ψωρικοῦ τῆς κατασκευῆς ἐν τῷ μᾶλλον καὶ ἧττον διαφέρον. τὸ δ’ Αἰγύπτιον πρὸς μὲν τὰ ἄλλα
5διαφέρει, ἐμπρακτικώτερον ὄν, πρὸς δὲ τὰς ὀφθαλμικὰς δυνάμεις πολλῷ
λείπεται τοῦ προειρημένου.

13

mu

6

Μόλυβδος πλύνεται τὸν τρόπον τοῦτον· βαλὼν εἰς μολυβῆν θυείαν ὕδωρ τρῖβε δοίδυκι μολυβῷ, ἕως ἂν μελανθῇ τὸ ὕδωρ καὶ γένηται ὑλῶδες· εἶτα διήθει αὐτὸ δι’ ὀθονίου προσεπιχέων ὕδωρ, ἵνα πᾶν τὸ διαχυθὲν ὑλισθῇ, καὶ ποίει τὸ αὐτὸ πάλιν, μέχρις ἂν οὗ δόξῃ
5αὐτάρκως ἔχειν, εἶτ’ ἐάσας καταστῆναι τὸν πεπλυμένον ἀπόχει τὸ ὕδωρ καὶ ἄλλο ἐπιχέας πλῦνε ὡς τὴν καδμείαν, ἄχρι μηκέτι ἐφίστηται μέλαν, ἀναπλάσας τε τροχίσκους ἀποτίθεσο. οἱ δὲ καθαρὸν μόλυβδον ῥινήσαντες τρίβουσιν ἐν λιθίνῃ θυείᾳ δοίδυκι λιθίνῳ ἢ ταῖς χερσὶ μεθ’ ὕδατος ὑπὸ χεῖρα ἀποχέοντες τὸ μελαινόμενον, ὅπερ ἐάσαντες ὑπο‐
10στῆναι ἀναπλάσσουσιν εὐθέως· τὸ γὰρ ἐφ’ ἱκανὸν τριβόμενον γίνεται ψιμυθίῳ ὅμοιον. ἔνιοι δὲ προσεμβάλλουσι τοῖς ῥινήμασιν ὀλίγην μολύβδαιναν, φάσκοντες βέλτιον εἶναι τὸν οὕτως πλυνόμενον μόλυβδον.

13

mu

7

Καίεται δ’ ὁ μόλυβδος οὕτως· λαβὼν μολύβδου ἐλάσματα ὡς ὅτι λεπτότατα ἐπὶ καινὴν λοπάδα καὶ ἐπιπάσας θεῖον ἐπίθες ἕτερα πάλιν πέταλα καὶ θεῖον καὶ τὸ αὐτὸ ποίει, ἄχρις ἂν πληρώσῃς τὴν λοπάδα, εἶθ’ ὑπόκαε· ἀναφθέντος δὲ τοῦ μολύβδου, κίνει σιδήρῳ, ἄχρις ἂν
5παντελῶς ἐκτεφρωθῇ, μηδενὸς φαινομένου μολυβδώδους, καὶ ἀνελοῦ. σκέπε δὲ τοὺς ῥώθωνας· βλαβερὰ γὰρ ἡ ἀποφορά. δεῖ δὲ πλύνειν αὐτὸ ὡς καδμείαν καὶ ἀποθέσθαι. δύναμιν δ’ ἔχει ἣν καὶ ὁ πεπλυμένος μόλυβδος, εὐτονωτέραν δὲ μᾶλλον.

13

mu

8

Μολύβδαινα δ’ ἐστὶ καλὴ ἡ λιθαργυροειδής, ξανθή, ὑποστίλ‐ βουσα καὶ κιρρὰ ἐν τῷ λειοτριβεῖσθαι, ἑψηθεῖσα δὲ μετ’ ἐλαίου ἡπατοει‐ δὴς τῷ χρώματι· ἡ δ’ ἀερίζουσα ἡ μολυβδώδης φαύλη. γεννᾶται δ’ ἐξ ἀργύρου καὶ χρυσοῦ. ἔστι δέ τις καὶ ὀρυκτή, κατὰ Σεβαστὴν καὶ
5Κώρυκον εὑρισκομένη, ἧς καὶ αὐτῆς ἐστι βελτίων ἡ μὴ σκωροειδὴς μηδὲ λιθώδης, ξανθὴ δὲ καὶ στίλβουσα. δύναμιν δ’ ἔχει λιθαργύρου καὶ σκωρέᾳ μολύβδου, πλύσιν δὲ καὶ καῦσιν τὴν αὐτήν. μίγνυται δ’ ἐπιτηδειότερον αὕτη καὶ ταῖς λιπαραῖς καὶ ἀνεπιδέτοις χρήσιμος οὖσα, σαρκωτικὴ καὶ ἀπουλωτική· ταῖς μέντοι σμηκτικαῖς οὐχ ἁρμόζει
10δυνάμεσιν.

13

nu

1

Νίτρον δὲ προκριτέον τὸ κοῦφον καὶ ῥοδωπὸν ἢ λευκὸν τὴν χρόαν, κατατετρημένον οἱονεὶ σπογγῶδες· τοιοῦτο δ’ ἐστὶ τὸ ἐκ τῶν νήσων.

13

nu

2

Ἀφρὸς δὲ νίτρου ἄριστος εἶναι δοκεῖ ὁ κουφότατος καὶ πλακώδης, εὔθρυπτός τε καὶ ἐμπόρφυρος, ἀφρώδης, ἔτι δὲ δηκτικός, οἷόν ἐστιν ὁ ἐκ Φιλαδελφίας κομιζόμενος τῆς ἐν Λυδίᾳ· ὁ δ’ Αἰγύπτιος ἐν δευτέρᾳ τάσσεται χώρᾳ. γεννᾶται δὲ καὶ κατὰ Μαγνησίαν τῆς
5Καρίας. δύναμιν δ’ ἔχει καὶ καῦσιν οὗτός τε καὶ τὸ νίτρον ἁλσὶν ἐμφερῆ ἔνιοι δὲ καίουσι τὰ προειρημένα ἐπ’ ἄνθρακας πεπυρωμένους ἀπερεισάμενοι προσυποκειμένου καὶ καινοῦ ὀστράκου, ἕως ἂν πυρωθῇ.

13

pi

1

Πομφόλυξ σποδοῦ ἰδικῶς διαφέρει· γενικὴν γὰρ ἔχει παραλλαγήν· ἡ μὲν γὰρ ὑπομελανίζει καὶ βαρυτέρα ἐστί, κατὰ τὸ πλεῖστόν τε ἔμπλεος καρφῶν καὶ τριχῶν καὶ γῆς ὡσὰν ἀπόσμηγμα καὶ σύρμα τῶν ἐν τοῖς μεταλλουργίοις ἐδάφων καὶ καμίνων· ἡ δὲ πομφόλυξ λιπαρὰ
5ὑπάρχει καὶ λευκή, ἔτι δὲ καὶ κουφοτάτη, ὡς δύνασθαι ἐπιποτᾶσθαι τῷ ἀέρι. ἀρίστην δ’ ἡγητέον τὴν Κυπρίαν, ἔν τε τῷ ὄξει φυραθεῖσαν ἀποφορὰν ἔχουσαν χαλκοῦ, χρόαν δ’ ἰάζουσαν ποσῶς, ἔτι δὲ βορβορί‐ ζουσαν τῇ γεύσει· κἂν ἐπ’ ἄνθρακος διαπύρου ἐπιτεθῇ ἡ ἄδολος, ἐπιάζει ἀερόχρους γινομένη. ἐπιμελῶς δὲ προσεκτέον τοῖς εἰρημένοις
10κριτηρίοις· δολοῦται γὰρ ὑπό τινων ταυροκόλλῃ ἢ πλεύμοσιν ἀρνείοις καὶ θαλασσίοις κεκαυμένοις ὀλύνθοις τε καί τισιν ἄλλοις παραπλησίοις. εὐχερὲς δὲ τὸ διαγνῶναι· οὐδὲν γὰρ τῶν προειρημένων ἐν τῇ δοκι‐ μασίᾳ ἐπὶ τούτων εὑρίσκεται. πλυτέον δὲ κοινῶς πομφόλυγα τὸν τρόπον τοῦτον· ἐνδήσας αὐτὴν καθαρῷ ὀθονίῳ μέσως ἔχοντι ἀραιότη‐
15τος, ἢ ξηρὰν ἢ ὕδατι πεφυρμένην, κάθες εἰς λεκάνην ὕδωρ ἔχουσαν ὄμβριον καὶ ἔκκλυζε ὧδε κἀκεῖσε διαφέρων τὸν ἔνδεσμον· οὕτω γὰρ τὸ μὲν ἰλυῶδες καὶ νόστιμον αὐτῆς ὑπορρυήσεται, τὸ δὲ σκύβαλον ἅπαν ἐν τῷ ὀθονίῳ μενεῖ· εἶτ’ ἐάσας καταστῆναι τὸ ὕδωρ ἀπήθησον σὺν τῇ σποδῷ, καὶ πάλιν ἄλλο ἐπιχέας ἀνατάρασσε καὶ ἀπόχει καὶ τὸ
20αὐτὸ ποίει ἀπηθῶν τε καὶ ἀποχέων, ἄχρις ἂν μηδὲν ἀμμῶδες ἐφιζάνῃ· λοιπὸν τὸ μὲν ὕδωρ ἐκσιφώνισον, τὴν δὲ σποδὸν ξηράνας ἀποτίθεσο·
ἐὰν δ’ ὀπτῆσαι δέοι τὴν σποδόν, λεάνας ἐπιμελῶς αὐτὴν ἀνάδευσον ὕδατι, καὶ ποιήσας τροχίσκους θὲς ἐπ’ ὄστρακον καινὸν ἀπέρεισαί τε τοῦτο ἐπὶ λεπτῆς καὶ κούφης ἀνθρακιᾶς καὶ στρέφε τοὺς κυκλίσκους
25συνεχῶς, ἄχρις ἂν ξηροὶ καὶ κατάπυροι γένωνται. γνωστέον δ’ ὅτι καὶ ἐκ χρυσοῦ καὶ ἀργύρου, ἔτι δὲ καὶ μολύβδου σποδὸς γίνεται· καὶ ἔστι μετὰ τὴν Κυπρίαν ἡ ἐκ τοῦ μολύβδου ἀρίστη.

13

pi

2

Ἐπειδὴ δὲ καὶ τὰ ἀντισπόδια ἱκανῶς εὐχρηστεῖ, ὑστερούσης πολλά‐ κις σποδοῦ, τὰ ἰσοδυναμοῦντα ἀναγκαῖόν ἐστιν ὑποδεῖξαι τίνα τε ὑπάρχει καὶ ὃν τρόπον ἂν παραληφθείη. λαβὼν τοίνυν μυρσίνης φύλλα σὺν τοῖς ἄνθεσι καὶ τοῖς μύρτοις ἀώροις ἔτι οὖσιν, ἔμβαλε εἰς καινὴν
5χύτραν, καὶ περιπλάσας τὸ πῶμα κατατετρημένον συνεχέσιν ὀπαῖς δὸς εἰς κάμινον κεραμικήν· ὅταν δ’ ὀπτηθῇ ὁ κέραμος, εἰς ἄλλην χύτραν ὠμὴν μετάρας αὐτὸ πάλιν ὄπτα· κατοπτηθείσης δὲ καὶ τῆς δευτέρας, ἐξελὼν πλῦνε καὶ χρῶ. ὡσαύτως δὲ καὶ θαλλίαν σκευάσας παραλάμβανε· ἔστω δὲ τῆς ἀγριελαίου, εἰ δὲ μή, τῆς ἡμέρου σὺν τοῖς
10ἄνθεσιν ἢ μῆλα κυδώνια κατατετμημένα καὶ ἐξοστεισμένα ἢ κικίδια ἢ ἄωρα συκάμινα προεξηρασμένα ἐν ἡλίῳ ἢ βοτάνην σχῖνον ἢ τέρμινθον ἢ οἰνάνθην ἢ βάτου τὰ ἁπαλὰ ἢ πύξου κόμας ἢ τὴν λεγομένην ψευδό‐ κυπρον σὺν τῷ ἄνθει. τινὲς δὲ κράδας συκίνας προεξηρασμένας ἐν ἡλίῳ ὡσαύτως σκευάζουσιν. ἄλλοι δὲ κόλλαν ταυρείαν, οἱ δ’ ἔρια
15οἰσυπηρὰ τραχέα ὑγροπίσσῃ ἢ μέλιτι δεύσαντες ὁμοίως καίουσιν.

13

sigma

1

Σανδαράκην προκριτέον τὴν κατακορῆ καὶ πυρράν, εὐάνθη δέ, καθαρὰν καὶ κινναβαρίζουσαν τῇ χρόᾳ, ἔτι δὲ θειώδη ἀποφορὰν ἔχουσαν.

13

sigma

2

Σκωρέα ἀργύρου καλεῖται ἕλκυσμα· τὴν δ’ αὐτὴν ἔχει μολυ‐ βδαίνῃ δύναμιν.

13

sigma

3

Σπόγγους τοὺς μὲν ἄρρενας ἐκάλεσάν τινες, λεπτοτρήτους καὶ πυκνοὺς ὄντας, ὧν τοὺς σκληροτέρους τράγους ὠνόμασαν· τοὺς δὲ θήλεις, ὅσοι ἐναντίως τοῖς προειρημένοις διάκεινται. καῦσιν δ’ ἔχουσι τὴν αὐτὴν ἀλκυονίῳ. λευκαίνονται δ’ οἱ ἁπαλώτατοι αὐτῶν ἐν τοῖς
5καύμασι βρεχόμενοι τῇ ἐπὶ τῶν πετρῶν συνισταμένῃ ἁλὸς ἄχνῃ καὶ
ἡλιαζόμενοι. βλεπέτω δὲ τὸ μὲν κοῖλον αὐτῶν ἄνω, κάτω δ’ ἡ ἀπο‐ τομή· εἰ δ’ εἴη αἰθρία, καὶ ὑπὸ τῇ σελήνῃ τίθενται βρεχόμενοι τῇ ἁλὸς ἄχνῃ ἢ θαλάσσῃ· γίνονται δὲ λευκότατοι.

13

sigma

4

Στίμι κράτιστόν ἐστι τὸ στίλβον καὶ λαμπυρίζον ἐν τῇ θραύσει, πλακῶδες, μηδὲν ἔχον γεῶδες ἢ ῥυπαρὸν εὐχερῶς τε θραυόμενον. τοῦτο ἔνιοι πλατυόφθαλμον, οἱ δὲ λάρβασον ἐκάλεσαν. ὀπτᾶται δὲ σταιτὶ περιπλασθὲν καὶ ἐγκρυβὲν εἰς ἄνθρακας, μέχρις ἀνθρακωθῇ τὸ
5σταίς· ἐξαιρεθὲν δὲ σβέννυται γάλακτι ἀρρενογόνου γυναικὸς ἢ οἴνῳ παλαιῷ. καίεται δ’ ἐπ’ ἀνθράκων ἐπιτεθὲν καὶ ἐκφυσηθὲν ἄχρι πυρώ‐ σεως· ἐὰν γὰρ ἐπὶ πλέον καῇ, μολυβδοῦται. πλύνεται δ’ ὡς ἡ καδμεία καὶ ὁ χαλκός· ἔνιοι δ’ ὁμοίως τῇ τοῦ μολύβδου πλύνουσιν αὐτὸ σκωρίᾳ.

13

sigma

5

Στυπτηρίας εἴδη πλείονα, πρὸς δ’ ἰατρικὴν χρῆσιν παραλαμ‐ βάνεται ταῦτα· σχιστὴ καὶ στρογγύλη καὶ ὑγρά. ἀρίστη δ’ ὑπάρχει ἡ σχιστὴ καὶ ταύτης ἡ πρόσφατος καὶ λευκὴ ἄγαν καὶ ἄρριζος στύφουσά τε εὐτόνως καὶ ἄλιθος, ἔτι δ’ οὐ πεπιεσμένη βωληδὸν ἢ σχιδακηδόν,
5ἀλλ’ ἐξαμμένη κατὰ μονάδας πολιαῖς θριξὶν ἐμφερῶς. εὑρίσκεται δὲ λίθος ἐμφερὴς αὐτῇ, ὃν διακριτέον γεύσει μὴ στύφοντα. τῆς δὲ στρογ‐ γύλης ἡ μὲν χειροποίητος ἀδόκιμος ὑπάρχει, γνωρίζεται δ’ ἐκ τοῦ σχήματος· παραληπτέα δ’ ἡ φυσικῶς στρογγύλη καὶ πομφολυγώδης ὑπόλευκός τε καὶ στύφουσα ἐρρωμένως, ἔτι δὲ ποσὸν ὠχρότητος ἅμα
10καὶ λιπαρίας ἔχουσα, πρὸς δὲ τούτοις ἄλιθος καὶ εὐθρυβὴς καὶ γένει Μηλία ἢ Αἰγυπτία. τῆς δ’ ὑγρᾶς τὴν μάλιστα διαφανῆ προκριτέον καὶ γαλακτώδη ὁμαλήν τε καὶ διόλου χυλώδη, ἔτι δ’ ἄλιθον καὶ τυρῶδες ἀποπνέουσαν· ἐνεργεστέραν δὲ τῆς στρογγύλης τὴν σχιστὴν ἡγητέον· καίονται δὲ καὶ ὀπτῶνται ὡς ἡ χαλκῖτις.

13

sigma

6

Σῶρι ἔνιοι ὑπέλαβον εἶναι τὴν μελαντηρίαν, πλανώμενοι· ἴδιον γὰρ γένος ἐστί, βρωμωδέστερον δὲ τὸ σῶρι καὶ ναυτίας ποιητικόν. προκριτέον δὲ τὸ Αἰγύπτιον καὶ ἐν τῷ θραυσθῆναι μελάντερον φαινό‐ μενον, κατατρήσεις πολλὰς ἔχον καὶ ὑπολίπαρον, ἔτι δὲ στῦφον καὶ
5πρὸς τὴν κατάποσιν ἢ ὄσφρησιν βρωμῶδες καὶ ἀνατρεπτικὸν στομάχου. κοινῷ δὲ τρόπῳ ἐπί τε τούτων καὶ τῶν ἄλλων σχεδόν τι πάντων δυναμικώτερα τὰ ἄκαυστα τῶν κεκαυμένων ἡγητέον πλὴν ἁλῶν καὶ νίτρου καὶ τρυγὸς καὶ τιτάνου καὶ τῶν ὁμοίων, ὅσα ὠμὰ ὄντα ἀνίεται τὴν δύναμιν· ταῦτα γὰρ ἐμπρακτότερα γίνεται καὶ ὑπόμονα ὑπὸ τῆς
10καύσεως.

13

tau

1

Τρύγα παραληπτέον μάλιστα τὴν ἀπ’ οἴνου οὖσαν Ἰταλικοῦ καὶ παλαιοῦ, 〈εἰ〉 δὲ μή γε, κἂν ἀπ’ ἄλλου ὁμοίου· ἡ γὰρ ἀπ’ ὄξους ἐπιτέταται τῇ δυνάμει. καυστέον δ’ ὡς ἀλκυόνιον προεξηραμμένην ἐπιμελῶς· τινὲς δ’ ἐπ’ ὀστράκων καινῶν θέντες πῦρ δαψιλῶς περι‐
5καίουσιν, ἕως ἂν ἐκπυρωθῇ κατὰ βάθους, ἄλλοι δ’ εἰς ἄνθρακας πεπυρωμένους ἐγκρύψαντες βῶλον ὁμοίως ποιοῦσιν. σημεῖον δὲ τῆς δεούσης καύσεως ἡγητέον τὸ λευκὸν ἢ ἀερόχρουν τοῦ σώματος καὶ τὸ προσενεχθεῖσαν φλέγειν τὴν γλῶσσαν· ὡσαύτως δὲ καὶ ἡ ἀπ’ ὄξους καίεται. δύναμιν δ’ ἔχει καυστικήν, ἀναξηραντικὴν καὶ στυπτικήν· χρη‐
10στέον δὲ τῇ τρυγὶ προσφάτῳ οὔσῃ· ταχὺ γὰρ ἐκπνεῖ, ὅθεν οὐδ’ ἀσκέ‐ παστον οὐδὲ χωρὶς ἀγγείου ἀποθετέον αὐτήν· πλύνεται δ’ ὡς πομφόλυξ.

13

upsilon

1

Ὑδράργυρος σκευάζεται ἀπὸ τοῦ μινίου καλουμένου, κατα‐ χρηστικῶς δὲ καὶ τούτου κινναβάρεως καλουμένου· θέντες γὰρ ἐπὶ λοπάδος κεραμεᾶς κόγχον σιδηροῦν ἔχοντα κιννάβαριν, περικαθάπτου‐ σιν ἄμβικα περιαλείψαντες πηλῷ, εἶθ’ ὑποκαίουσιν ἄνθραξιν· ἡ γὰρ
5προσιοῦσα τῷ ἄμβικι αἰθάλη ἀφεψηθεῖσα ὑδράργυρός ἐστιν. εὑρίσκεται δὲ καὶ ἐν τῷ τὸν ἄργυρον μεταλλεύεσθαι πρὸς ταῖς στέγαις κατὰ σταλαγμοὺς συνεστῶσα· φυλάττεται δ’ ἐν ὑάλοις ἢ μολυβοῖς ἢ κασ‐ σιτερίνοις ἀγγείοις· τὴν γὰρ ἄλλην ἅπασαν ὕλην διεσθίει.

13

chi

1

Χαλκὸς κεκαυμένος καλός ἐστιν ὁ ἐρυθρὸς καὶ ἐν τῇ τρίψει κινναβαρίζων, ὁ δὲ μέλας πλεῖον ἢ δεῖ κέκαυται. σκευάζεται δὲ καὶ ἐκ τῶν ναυτίλων ἥλων συντιθεμένων ἐν ὠμῇ χύτρᾳ ἐπιπασσομένου θείου μεθ’ ἁλῶν ἴσων καὶ ἐπιπασσομένου ἐναλλάξ· πωμασθεῖσά τε ἡ χύτρα
5καὶ περιχρισθεῖσα κεραμικῷ πηλῷ δίδοται εἰς κάμινον, ἄχρις ἂν οὗ τελείως ὀπτηθῇ. κινεῖ δὲ καὶ ἐμέτους μεθ’ ὑδρομέλιτος ποθεὶς ἢ ἐκλει‐ χθεὶς σὺν μέλιτι ἢ διαχριόμενος. πλύνεται δ’ ὥσπερ ἡ καδμεία, τετρά‐
κις τῆς ἡμέρας ἀλλασσομένου τοῦ ὕδατος, ἄχρι μηδεμία ἐφίστηται λάμπη· καὶ ἡ σκωρία δ’ αὐτοῦ πλύνεται ὡσαύτως. δύναμιν δ’ ἔχει τὴν
10αὐτὴν πλὴν ὅτι ἀσθενέστερον ἐνεργεῖ.

13

chi

2

Χαλκοῦ ἄνθος, ὅ τινες τῶν παλαιῶν ψῆγμα καλοῦσιν· ἄριστόν ἐστι τὸ εὔθρυπτον καὶ καπυρὸν ἐν τῷ λεαίνεσθαι, κεγχροειδές τε τῷ ῥυθμῷ καὶ βαρὺ καὶ μέσως στίλβον, ἔτι δὲ ῥινημάτων χαλκοῦ ἀμέτοχον, οἷς δολοῦται. ἀπελέγχεται δὲ πλατυνόμενα τῇ τῶν ὀδόντων
5ἐπερείσει.

13

chi

3

Χαλκοῦ λεπὶς ἡ μὲν ἐκ τῶν Κυπρίων μετάλλων ἡ παχεῖα, καλουμένη δ’ ἡλῖτις, καλή· φαύλη δ’ ἡ ἐκ τοῦ λευκοῦ χαλκοῦ, λεπτὴ καὶ ἀσθενὴς ὑπάρχουσα, ἣν ἀποδοκιμάζομεν ἐγκρίνοντες τὴν παχεῖαν καὶ ἔγκιρρον καὶ ὄξους ἐπιρραινομένου ἰουμένην. πλύνεται δ’ οὕτως·
5καθάρας ξηρᾶς τῆς λεπίδος ἡμιμναῖον, βάλε εἰς θυείαν μεθ’ ὕδατος διαυγοῦς, καὶ συναναταράξας τῇ χειρὶ ἐπιμελῶς, ἄχρις ἂν οὗ ὑποστῇ ἡ λεπίς, ἀφαίρει τὰ ἐφεστῶτα, ἀποχέας τε τὸ ὕδωρ ἐπίχει ὀμβρίου ὕδατος κύαθον ἕνα, πλατείᾳ τε τῇ χειρὶ τρῖβε εὐτόνως πρὸς τῇ θυείᾳ οἱονεὶ ἀποψώχων· ὅταν δ’ ἄρξηται ἀνιέναι τινὰ γλισχρότητα, κατὰ
10μικρὸν ὕδωρ παρεπίχει ἄχρι κοτυλῶν ἕξ, τρίβων εὐτόνως, ἀναλαμβά‐ νων τε τὴν λεπίδα τῇ χειρὶ πρὸς τὸ πλευρὸν τῆς θυείας τρῖβε εὐτό‐ νως, καὶ ἐξιπώσας ἀνελοῦ τὸ ἀπορρέον εἰς πυξίδα ἐρυθροῦ χαλκοῦ· τοῦτο γάρ ἐστιν ὡσπερεὶ ἄνθος λεπίδος καὶ εὔτονον τῇ δυνάμει, εὐθετοῦν εἰς τὰ ὀφθαλμικά, τὸ δὲ λοιπὸν ἄτονον. εἶτα πάλιν τὸ
15περιλειπόμενον ὁμοίως πλύνων ἀναιροῦ, ἄχρι μηδεμίαν γλισχρότητα ἀποκρίνῃ· τὸ δὲ λοιπὸν δεήσει σκεπάσαντα ὀθονίῳ τὸ πλῦμα ἐᾶσαι ἀκίνητον ἐφ’ ἡμέρας δύο· εἶτ’ ἀποχέας τὸ ἐφεστηκὸς ὕδωρ καὶ ξηράνας ἀπόθου εἰς πυξίδα. ἔνιοι δὲ καὶ ταύτην πλύνουσιν ὡς τὴν καδμείαν καὶ ἀποτίθενται.

13

chi

4

Ἡ δὲ λεπίδος στομώματος δύναμίς ἐστιν ἡ αὐτὴ τῇ τοῦ χαλκοῦ λεπίδι καὶ πλύσις καὶ ἀπόθεσις ὁμοία· ἐν μέντοι τῷ τὴν κοιλίαν καθαίρειν λείπεται τῆς τοῦ χαλκοῦ.

13

chi

5

Χάλκανθον τῷ μὲν γένει ἓν καὶ ταὐτὸ ὑπάρχει (ὑγρὸν γάρ ἐστι πεπηγός), ἰδικὰς δ’ ἔχει διαφορὰς τρεῖς· τὸ μὲν γὰρ κατὰ σταλα‐ γμὸν διηθούμενον ὑγρὸν εἴς τινας ὑπονόμους συνίσταται, ὅθεν καὶ σταλακτὸν καλεῖται ὑπὸ τῶν τὰ Κυπριακὰ μέταλλα ἐργαζομένων· τὸ
5δ’ ἀφθόνως γυμναζόμενον, εὑρισκόμενον ἐν σπηλαίοις, ἔπειτα μετα‐ χεόμενον εἰς βόθρους τὴν πῆξιν λαμβάνει, ὃ δὴ πηκτὸν ἰδίως ὀνομά‐
ζεται· τὸ δὲ τρίτον καλεῖται μὲν ἑφθόν, σκευάζεται δ’ ἐν Σπανίᾳ, σκευὴν δ’ ἔχει τοιαύτην· ἀχρούστατόν τε καὶ ἀσθενέστατον ὑπάρχον ὕδατι διέντες αὐτὸ ἕψουσιν, εἶτ’ εἰς δεξαμενὰς κατεράσαντες ἐῶσι· τὸ
10δὲ πήγνυται τεταγμέναις ἡμέραις εἰς πολλὰ διαιρούμενον κυβοειδῆ σχήματα, βοτρυηδὸν ἀλλήλοις προσκείμενα. ἄριστον δ’ αὐτοῦ ἡγητέον τὸ κυάνεον καὶ βαρύ, πυκνόν τε καὶ καθαρὸν καὶ διαυγές, οἷόν ἐστι τὸ στακτόν, ὑπ’ ἄλλων δὲ λογχωτὸν καλούμενον· ἐχόμενον δὲ τὸ πηκτόν· τὸ δ’ ἑφθὸν πρὸς μὲν βαφὰς καὶ μελάσματα ἐπιτηδειότερον
15δοκεῖ τῶν ἄλλων εἶναι, πρὸς δ’ ἰατρικὴν ἀσθενέστερον ἡ πείρα δείκνυ‐ σιν. καίεται δ’ ὡς ὑποδείξομεν αὐτίκα ἐπὶ τῆς χαλκίτεως.

13

chi

6

Χαλκῖτιν δὲ προκριτέον τὴν χαλκοειδῆ καὶ εὔθρυπτον, ἄλιθόν τε καὶ οὐ παλαιάν, ἔτι δὲ τὰς ἶνας ἐπιμήκεις καὶ ἀποστιλβούσας ἔχουσαν. σκευάζεται δ’ ἐξ αὐτῆς τὸ καλούμενον ψωρικόν, διπλασίονος χαλκίτεως πρὸς ἁπλῆν καδμείαν μιγνυμένης καὶ σὺν ὄξει λεαινομένης·
5δεῖ δ’ ἐν κεραμεῷ ἀγγείῳ κατορύττειν ἐν τοῖς ὑπὸ Κύνα ἐν κοπρίᾳ ἐφ’ ἡμέρας μ. γίνεται δὲ δριμύτερον, δυνάμενον ὅσα καὶ ἡ χαλκῖτις. ἔνιοι δ’ ἴσα μίξαντες οἴνῳ λεαίνουσι καὶ τὰ αὐτὰ ποιοῦσιν. καυστέον δὲ ταύτην ἐν ὀστρακίνῳ καινῷ ἐπιθέντας καὶ διαπύροις ἄνθραξιν ἐπερεισαμένους· μέτρον δ’ ἔστω τῆς καύσεως ἐπὶ μὲν τῶν πολυύγρων
10τὸ ἀπομφολύγωτον καὶ καλῶς ξηρὰν γενέσθαι, ἐπὶ δὲ τῶν λοιπῶν ἡ ἐπὶ τὸ εὐανθέστερον μεταβολή· ὅταν γὰρ μιλτώδης γένηται τὴν χρόαν κατὰ βάθους, ἀναιρετέον αὐτὴν τήν τε προσκαθημένην ἀκαθαρσίαν ἀποφυσητέον καὶ ἀποθετέον. ὀπτᾶται δ’ ἐπ’ ἀνθράκων ἐκφυσωμένη μέχρι τοῦ ὕπωχρον αὐτὴν γενέσθαι ἢ ἐπ’ ὀστράκου καὶ διαπύρων
15ἀνθράκων στρεφομένη πυκνῶς, ἕως ἂν πυρωθῇ καὶ μεταβάλῃ.

13

chi

7

Χρυσοκόλλα διαφέρει ἡ Ἀρμενιακή, τῇ χρόᾳ κατακόρως πρασί‐ ζουσα· δευτερεύει δ’ ἡ Μακεδονιακή, εἶθ’ ἡ Κυπριακή, καὶ ταύτης τὴν καθαρὰν προκριτέον, τὴν δὲ γῆς καὶ λίθων ἔμπλεον ἀποδοκιμαστέον. πλυτέον δὲ τὴν προειρημένην οὕτως· κόψας αὐτὴν ἔμβαλε εἰς θυείαν
5καὶ ἐπιχέας ὕδωρ τρῖβε πλατυτέρᾳ τῇ χειρὶ πρὸς τὴν ἴγδιν εὐτόνως, εἶτ’ ἐάσας καταστῆναι ἀπήθησον, καὶ ἕτερον ἐπιδοὺς ὕδωρ πάλιν τρῖβε· ταῦτα δὲ ποίει ἐναλλάξ, ἕως καθαρὰ καὶ εἰλικρινὴς γένηται· λοιπὸν ξηράνας ἐν ἡλίῳ ἀποτίθεσο καὶ χρῶ. ἐὰν δὲ καῦσαι θέλῃς, καῖε τὸν τρόπον τοῦτον· λεάνας αὐτῆς τὸ αὔταρκες, δὸς εἰς τήγανον, καὶ θεὶς
10ἐπ’ ἀνθράκων τὰ ἄλλα ποίει ὡς εἴρηται ἐπὶ τῶν πρὸ αὐτοῦ.

13

psi

1

Ψιμύθιον οὕτω γίνεται· εἰς πιθάκνην πλατύστομον ἢ κεραμεᾶν γάστραν ἐγχέας δριμύτατον ὄξος ἀπέρεισαι μολυβίνην πλίνθον ἐπὶ τὸ στόμα τοῦ ἀγγείου προϋποκειμένου ῥίπου καλαμίνου, ἄνωθέν τε αὐτῆς ἐπίρριψον σκεπάσματα πρὸς τὸ μὴ διαπνεῖν τὸ ὄξος, ὡς ἂν διαλυθεῖσα
5καὶ διαρρεύσασα καταπέσῃ, καὶ τὸ μὲν αἰωρούμενον καθαρὸν ὑγρὸν ἀπηθητέον, τὸ δ’ ἰλυῶδες εἰς ἀγγεῖον ἐγχυτέον καὶ ξηραντέον ἐν ἡλίῳ, εἶτ’ ἀλεστέον χειρομυλίῳ ἢ λεαντέον καλῶς καὶ σηστέον· μετὰ δὲ ταῦτα πάλιν τὸ στερέμνιον λεπτοποιητέον καὶ σηστέον, ἐναλλάξ τε ταῦτα καὶ τρὶς καὶ τετράκις ποιητέον. ἄμεινον δ’ ἐστὶ τὸ πρῶτον
10ἀποσησθέν, ὃ καὶ εἰς τὰς ὀφθαλμικὰς παραληπτέον δυνάμεις· δευτε‐ ρεύει δὲ τὸ ἐχόμενον καὶ κατὰ τάξιν τὰ λοιπά. τινὲς δὲ κατὰ μέσον τὸ ἀγγεῖον ἐρείσαντες τὸν ῥῖπον ἐπιτιθέασιν ὡς μὴ ψαύσειν τοῦ ὄξους, τὸ δὲ στόμα αὐτοῦ πωμάσαντες ἐῶσι καὶ δι’ ἡμερῶν ἀναιρούμενοι τὸ πῶμα ἐπισκοποῦνται, ὅταν δὲ διαλυθῇ, τὰ ἄλλα ποιοῦνται ὁμοίως τοῖς
15προειρημένοις· εἰ δ’ ἀναπλάσαι θέλοι τις αὐτό, ὄξει δριμεῖ φυρατέον καὶ οὕτως ἀναπλαστέον καὶ ξηραντέον ἐν ἡλίῳ. θέρους μέντοι ἐρ‐ γαστέον τὰ προειρημένα· οὕτως γὰρ λευκὸν καὶ ἐνεργὲς γίνεται· σκευ‐ άζεται δὲ καὶ χειμῶνος, τῶν πιθακνῶν ὑπεράνω βαλανείων τιθεμένων· ἡ γὰρ ἀναφερομένη θερμασία τὸ αὐτὸ δρᾷ τῷ ἡλίῳ. κάλλιστον δ’ ἡγη‐
20τέον τὸ ἐν Ῥόδῳ σκευασθὲν ἢ Κορίνθῳ ἢ Λακεδαίμονι· δευτερεύει δὲ τὸ ἐκ Δικαιαρχίας. ὀπτητέον δ’ αὐτὸ τὸν τρόπον τοῦτον· ἐπ’ ἀν‐ θράκων πεπυρωμένων θεὶς ὄστρακον καινόν, μάλιστα Ἀττικόν, ἔμπασον λεῖον τὸ ψιμύθιον καὶ κίνει συνεχῶς· ὅταν δ’ ἐν τῇ χρόᾳ ἔνσποδον ὑπάρξῃ, ἀνελόμενος ψῦχε καὶ χρῶ. καῦσαι δὲ θέλων εἰς καινὴν λοπάδα
25λεῖον ἀπόδος, ἐπιθείς τε ἐπὶ τοὺς ἄνθρακας νάρθηκι κίνει, ἕως ἂν τῇ χρόᾳ σανδαράκῃ γένηται ὅμοιον, ἀνελόμενός τε χρῶ. τὸ δ’ οὕτως σκευασθὲν σάνδυξ ὑπό τινων προσαγορεύεται. πλύνεται δὲ τὸ ψιμύθιον ὁμοίως καδμείᾳ.

13

omega

1

Ὦχραν δὲ ληπτέον τὴν κουφοτάτην καὶ μηλίνην δι’ ὅλου, κατα‐ κορῆ δὲ καὶ ἄλιθον, ἔτι δὲ καὶ εὐθρυβῆ καὶ Ἀττικὴν τῷ γένει. καυστέον
δὲ καὶ πλυτέον καὶ ταύτην ὡς καδμείαν.

14

p

1

Οὔτε τὰς ἰδέας τῶν ἁπλῶν φαρμάκων πρόκειται νῦν ἡμῖν γράφειν, Διοσκορίδου καλῶς αὐτὰς διδάξαντος, οὔτε τὰς κατὰ μέρος ἐνεργείας (εἰρήσεται γὰρ ἐπὶ πλέον ὑπὲρ αὐτῶν ἐν τοῖς περὶ συνθέσεως φαρ‐ μάκων κἀν τοῖς θεραπευτικοῖς, ὅταν ἡ χρεία καλῇ), μόνον δὲ τὰς
5καθόλου δυνάμεις ἁπάντων τῶν ἁπλῶν φαρμάκων.

14

.

1

t

Ἐκ τῶν Γαληνοῦ· περὶ τῆς τῶν ὀνομάτων διαιρέσεως.

14

.

1

.

1

Ἕκαστον τῶν σωμάτων ἤτοι θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρὸν λέγεταί τε καὶ φαίνεται, ποτὲ μὲν κατὰ τὴν ἑαυτοῦ φύσιν, ἔσθ’ ὅτε δ’ ἐπίκτητόν τινα ποιότητα προσειληφός· ἔθος δ’ ἡμῖν ἐστι λέγειν τὸ μὲν κατὰ τὴν ἑαυτοῦ φύσιν πρώτως τε καὶ καθ’ ἑαυτὸ καὶ δι’
5ἑαυτὸ καὶ δυνάμει τοιοῦτον ὑπάρχειν τε καὶ φαίνεσθαι, τὸ δὲ τὴν ἐπίκτητον προσειληφὸς ποιότητα κατά τι συμβεβηκὸς εἶναί τε καὶ φαίνεσθαι τοιοῦτον· αὐτῶν δὲ τῶν κατὰ τὴν οἰκείαν φύσιν ἤτοι θερμῶν ἢ ψυχρῶν ἢ ξηρῶν ἢ ὑγρῶν εἶναι λεγομένων τὰ μὲν ἐνεργείᾳ τοιαῦτα ὑπάρχειν, τὰ δὲ δυνάμει, διαφέροντος τοῦδε τοῦ νῦν εἰρη‐
10μένου δυνάμει παρὰ τὸ μικρῷ πρόσθεν ῥηθέν· ἐκεῖνο μὲν γὰρ τῷ

14

.

1

.

2

κατὰ συμβεβηκὸς ἀντεδιῄρητο, τουτὶ δὲ τῷ κατ’ ἐνέργειαν. αὐτῶν δὲ τῶν κατ’ ἐνέργειαν τὸ μὲν ἁπλῶς λέγεται θερμὸν ἢ ψυχρὸν ἢ ὑγρὸν ἢ ξηρόν, ὥσπερ τὰ στοιχεῖα· τὸ δὲ κατ’ ἐπικράτειαν, ὥσπερ ἄνθρωπος καὶ ἵππος καὶ ὅλως τὰ ζῷα, τὸ δέ τι πρὸς τὸ σύμμετρον ὁμογενὲς ἢ
5ὁμοειδές, ὥσπερ, εἰ τύχοι, λέων μὲν ἀνθρώπῳ παραβαλλόμενος, ἄνθρωπος δ’ ἀκμάζων παιδί, τὸ δὲ πρὸς ὁτιοῦν τὸ ἐπιτυχόν, οἷον

14

.

1

.

3

ὁ Δίων πρὸς τὸν Θέωνα. καὶ δὴ καὶ τῶν δυνάμει λεγομένων εἶναι τοίων ἢ τοίων ἀναγκαῖον ἕκαστον ὡς πρὸς τὸ κατ’ ἐνέργειαν
ἀναφερόμενον λέγεσθαι, τὸ μὲν ὅτι ῥᾳδίως ἐκπυροῦται πρὸς τὸ κατ’ ἐνέργειαν ἁπλῶς θερμόν, τὸ δ’ ὅτι τὰ ζῷα θερμαίνει πρὸς τὸ κατ’
5ἐπικράτειαν· οὕτω δὲ καὶ τὸ μὲν ἄνθρωπον θερμαῖνον ὡς πρὸς ἄνθρωπον εἶναι δυνάμει θερμόν, τὸ δὲ βοῦν ἢ ἵππον ὡς πρὸς βοῦν ἢ ἵππον· ὁμοίως δὲ καὶ τὸ μὲν τῷδέ τινι τῶν ἀνθρώπων, τὸ δὲ τῷδε θερμὸν ἢ ψυχρὸν ἢ ὑγρὸν ἢ ξηρὸν ὑπάρχειν, ἐκείνου μόνου τῇ φύσει παραβαλλόμενον.

14

.

2

t

Περὶ τῆς διαφορᾶς τῶν φαρμάκων.

14

.

2

.

1

Πολυειδής ἐστι τῶν φαρμάκων ἡ φύσις· ἢ γὰρ οἷα παρελήφθη διαμένοντα νικᾷ καὶ μεταβάλλει τὸ σῶμα, καθ’ ὃν τρόπον ἐκεῖνο τὰ σιτία, καὶ πάντως ταῦτα δηλητήριά τε καὶ φθαρτικὰ τῆς τοῦ ζῴου φύσεώς ἐστιν, ἐναντία τυγχάνοντα ταῖς ὅλαις οὐσίαις· ἢ μεταβολῆς
5ἀρχὴν παρὰ τοῦ σώματος λαβόντα σήπεται τοὐντεῦθεν ἤδη καὶ δια‐ φθείρεται, κἄπειτα συνδιασήπει τε καὶ συνδιαφθείρει τὸ σῶμα· δηλη‐

14

.

2

.

2

τήρια δ’ ἐστὶν ἔτι καὶ ταῦτα. τρίτον δ’ ἐπ’ αὐτοῖς εἶδός ἐστι φαρμάκων τῶν ἀντιθερμαινόντων μὲν τὸ σῶμα, κακὸν δ’ οὐδὲν ἐργαζομένων, καὶ τέταρτον ὅσα καὶ ποιοῦντά τι καὶ πάσχοντα νικᾶται τῷ χρόνῳ καὶ τελέως ἐξομοιοῦται· συμπέπτωκε δὲ τούτοις ἅμα τε φαρμάκοις εἶναι
5καὶ τροφαῖς.

14

.

3

t

Περὶ χρείας τῶν φαρμάκων.

14

.

3

.

1

Ἡ χρεία τῶν φαρμάκων τοῖς ἀνθρώποις γίνεται πολλάκις μὲν ὡς αὐτὸ τοῦτο μόνον, ἤτοι θερμαινόντων ἢ ψυχόντων ἢ ξηραινόντων ἢ ὑγραινόντων ἢ κατὰ συζυγίαν τινὰ τούτων ἐνεργούντων, ἐνίοτε δ’ ὡς ἤτοι τὸ πέρα τοῦ μετρίου κεχαλασμένον ἐπιτεινόντων τε καὶ
5συναγόντων ἢ τὸ συντεταμένον χαλώντων ἢ ἀραιούντων τὸ πεπυκνω‐ μένον ἢ πυκνούντων τὸ μανὸν ἢ μαλαττόντων τὸ σκληρὸν ἢ σκληρυ‐ νόντων ἀμέτρους μαλακότητας ἢ κενούντων τὸ πλῆρες ἢ πληρούντων τὸ κενὸν ἤ τι τοιοῦτον ἕτερον ἐργαζομένων.

14

.

4

t

Ὅτι πρὸς τὴν εὐκρατοτάτην φύσιν ἀποβλέποντας ἀπευθύνειν δεῖ πάντα.

14

.

4

.

1

Τὰ τῆς μέσης κράσεως ἐφ’ ἑκάτερα βραχὺ παραλλάττοντα φάρ‐
μακα καὶ θερμαίνειν δοκεῖ ποτε καὶ ψύχειν αὖθις, ἐνίοτε δὲ μήτε θερμαίνειν μήτε ψύχειν, ἀλλ’ οἷα παρέλαβε τὰ σώματα διαφυλάττειν· παρὰ γὰρ τό πως ἔχειν τὰ διατιθέμενα καὶ τὸ διατιθὲν οὐχ ὁμοίως

14

.

4

.

2

ἐνεργεῖν φαίνεται. δῆλον οὖν ὡς οὔτε ἔλαιον οὔτε ῥόδινον οὔτε χαμαίμηλον, ἀλλ’ οὔτε λινόσπερμον οὔτε ἄνηθον οὔτε τήλινον ἄλευρον οὔτε πύρινον οὔτε ἄλλα μυρία, τά τε ἀκριβῶς μέσα ταῖς κράσεσι τά τε βραχὺ παραλλάττοντα, τὴν αὐτὴν ἐνέργειαν ἐπιδείξεται διὰ παντός.

14

.

4

.

3

αὐτίκα γέ τοι τὸ ῥόδινον ἐμψύχει μὲν τοὺς ἐγκεκαυμένους τῷ χλιαρῷ δηλονότι τῆς θερμότητος· ὀλίγον δέ τι καὶ τοὺς ἐψυγμένους θερμαίνει, διότι καὶ τοῦτο ἔργον ἐστὶ χλιαρᾶς θερμασίας, ὥσπερ γε καὶ τὰ βαλανεῖα καὶ τοὺς ῥιγῶντας θερμαίνει καὶ τοὺς ἐγκεκαυμένους ἀναψύχει·
5διὸ δὴ πρὸς τὴν εὐκρατοτάτην φύσιν ἀποβλέπειν προσήκει καὶ ἀπευ‐

14

.

4

.

4

θύνειν πάντα. κείσθω τοίνυν ἡμῖν τὸ εὐκρατότατον σῶμα τῆς τῶν φαρμάκων δυνάμεως κανών, καὶ τὸ μὲν ὁμοίαν τῇ τούτου κράσει θερμασίαν ἀνάπτον εὔκρατον ὀνομαζέσθω, κἂν ὅτι μάλιστα θερμαίνειν ἐπιμελῶς δοκῇ πρεσβύτην κατεψυγμένον, τὸ δ’ ἤτοι θερμαῖνον ἢ ψῦχον
5τὸ τοιοῦτο σῶμα, τὸ μὲν θερμαῖνον θερμόν, τὸ δὲ ψῦχον ψυχρὸν καλείσθω.

14

.

5

t

Περὶ τῆς ἐν τοῖς χυμοῖς διαφορᾶς καὶ δυνάμεως.

14

.

5

.

1

Οἱ μὲν καθ’ ἕκαστον φυτόν τε καὶ ζῷον, ἤδη δὲ καὶ κατὰ τὴν γῆν εὑρισκόμενοι χυμοὶ πάμπολλοί τινές εἰσι καὶ οὐκ εὐαρίθμητοι ταῖς ἰδέαις· αἱ δ’ ἐν αὐτοῖς γευσταὶ διαφοραὶ Πλάτωνι μὲν ἔδοξαν εἶναι τὸν ἀριθμὸν ὀκτώ, καὶ ὀνομάζει τὸν μὲν αὐστηρόν, ὃν ἡμεῖς στύφοντα
5καλοῦμεν, τὸν δὲ στρυφνόν, καὶ τὸν μὲν λιτρώδη, τὸν δὲ πικρόν, τὸν δ’ ἁλυκόν, ἑξῆς δὲ τὸν δριμὺν καὶ μετ’ αὐτὸν 〈τὸν〉 ὀξὺν καὶ

14

.

5

.

2

τελευταῖον τὸν γλυκύν. Θεόφραστος δὲ καὶ τὸ λιπαρὸν τούτοις

14

.

5

.

3

προστέθεικεν. τὸ μὲν οὖν στῦφον γεῶδες εἶναι ψυχρὸν ἐδείχθη, τὸ δ’ ὀξὺ λεπτομερὲς ψυχρόν, τὸ δ’ ἄνευ τινὸς ἐπισήμου ποιότητος

14

.

5

.

4

ψῦχον ὑδατῶδες ψυχρόν, τὸ δὲ πικρὸν γεῶδες λεπτομερές. οὕτω καὶ τὸ μὲν δριμὺ πυρῶδες ἐδείχθη, τὸ δ’ ἁλυκὸν γεῶδες θερμόν, οὐ μὴν ἤδη γε πυρῶδες· ὡσαύτως δὲ καὶ τὸ γλυκὺ θερμὸν μέν, ἀλλ’
οὐδέπω καυστικόν· ὅσα δ’ ἐλαιώδη πάντα ὑδατώδη τέ ἐστι καὶ ἀερώδη.

14

.

5

.

5

ἕπεται δὲ δήπου καὶ τὰ ἔργα ταῖς κράσεσιν αὐτῶν· τὸ μὲν γὰρ στῦφον συνάγειν καὶ πιλεῖν καὶ πυκνοῦν καὶ ἀποκρούεσθαι καὶ παχύνειν, ἔτι δὲ πρὸ τούτων ἁπάντων ψύχειν τε καὶ ξηραίνειν πέφυκε, καί ποτε καὶ τὴν καλουμένην αἱμωδίαν ἐργάζεσθαι· τὸ δ’ ὀξὺ
5τέμνειν καὶ διαιρεῖν καὶ λεπτύνειν ἐκφράττειν τε καὶ διακαθαίρειν ἄνευ τοῦ θερμαίνειν· τὸ δὲ δριμὺ παραπλήσια μὲν ὀξεῖ δρᾷ κατὰ τὸ λεπτύνειν τε καὶ διακαθαίρειν, διαφέρει δὲ τῷ τὸ μὲν ὀξὺ ψύχειν, τὸ δὲ δριμὺ θερμαίνειν, καὶ προσέτι τῷ τὸ μὲν ἀποκρούεσθαι, τὸ

14

.

5

.

6

δ’ ἐπισπᾶσθαι καὶ διαφορεῖν. οὕτω δὲ καὶ τὸ μὲν πικρὸν διακαθαίρει τε τοὺς πόρους καὶ διαρρύπτει καὶ λεπτύνει καὶ τέμνει πάχος χυμῶν ἄνευ φανερᾶς θερμότητος· τὸ δ’ ὑδατῶδες ψυχρὸν παχύνει καὶ συνίστησι καὶ συνάγει καὶ πιλεῖ καὶ ναρκοῖ καὶ νεκροῖ· τὸ δὲ δριμὺ
5λεπτύνει, διακαθαίρει, διαφορεῖ, ῥήσσει, ἐπισπᾶται, ἐσχαροῖ· τὸ δ’ ἁλυ‐ κὸν συνάγει, σφίγγει, ταριχεύει, ξηραίνει χωρὶς ἐπισήμου θερμότητος ἢ ψύξεως· τὸ δὲ γλυκὺ χαλᾷ, πέττει, μαλάττει, ἀραιοῖ· τὸ δ’ ἐλαιῶδες ὑγραίνει, μαλάττει, χαλᾷ.

14

.

6

t

Περὶ ἀτμῶν.

14

.

6

.

1

Ὅσα δ’ ὀσμώδη πάντως καὶ θερμά· τὸ γὰρ τῶν ἀτμῶν πλῆθος ἐπὶ θερμότητι· οὐ μὴν εὐθύς γε πᾶν ὀσμῶδες ἡδύ, διότι μηδ’ οἰκεῖον ἅπαν ἐστὶ τῷ κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου πνεύματι· ὥσπερ γὰρ τῶν προσπιπτόντων τῇ γλώττῃ χυμῶν οἱ μὲν οἰκειότατοι γλυκεῖς
5ἦσαν, οἱ δ’ οὐκ οἰκεῖοι πολλὰς ἐκέκτηντο διαφοράς, οὕτω καὶ τῶν ἀτμῶν οἱ μὲν οἰκεῖοι τῷ κατὰ τὸν ἐγκέφαλον πνεύματι φίλιοί τέ εἰσι καὶ ἡδεῖς, οἱ δ’ οὐκ οἰκεῖοι διαφέρουσι μὲν ἀλλήλων οὐκ ὀλίγας διαφοράς, ὀνόματα δ’ αὐταῖς ἁπάσαις οὐ κεῖται, καθάπερ ἐπὶ τῶν χυμῶν· ὀξεῖαν μὲν γάρ τινα καὶ δριμεῖαν ὀσμὴν ἔχειν τόδε τί φαμεν,
10αὐστηρὰν δ’ ἢ στρυφνὴν ἢ ἁλυκὴν ἢ πικρὰν οὐκέτι λέγομεν, ἀλλ’ εἰς δύο ταύτας ἀνάγομεν προσηγορίας τὰ πλεῖστα τῶν ὀσφρητῶν, εὐώδη καὶ δυσώδη προσαγορεύοντες, εὐώδη μὲν ἀνάλογον τοῖς πρὸς γλῶτταν γλυκέσι, δυσώδη δὲ τοῖς μὴ γλυκέσιν· ἀνώνυμον γάρ, ὅσον

14

.

6

.

2

γε ἐπὶ τῶν χυμῶν, ἐστὶν ἑνὶ προσρήματι τὸ τούτων γένος. ἔοικε δὲ τῶν οὐκ ὀσμωδῶν σωμάτων ἤτοι παντελῶς ὀλίγον ἀπορρεῖν ἢ τοῖς ὄγκοις ἀσύμμετρον, ὡς ἐπὶ τῶν ἀκριβῶς ἁλυκῶν τε καὶ στρυφνῶν·
ἀκριβῶς δ’ ὅταν εἴπω τι τοῖον ἢ τοῖον ὑπάρχειν, εἰλικρινὲς καὶ ἄμικτον
5αὐτό, καθ’ ὅσον οἷόν τε, ποιότητος ἑτέρας εἶναί φημι· παχυμερής τε γὰρ ἀμφοῖν ἡ οὐσία, καὶ πρὸς τούτῳ ψυχρὰ τῶν στρυφνῶν, ὥστε εἰκὸς καὶ τὸ ἀπορρέον αὐτῶν ὀλίγον τε εἶναι καὶ παχὺ καὶ οἷον γεῶδες τοῖς ὄγκοις καὶ διὰ τοῦτο μηδ’ ἐκπίπτειν ἐν ταῖς ἀναπνοαῖς εἰς τὸν ἐγκέφαλον· ὅθεν οὐδ’ ἀσφαλὲς ἐξ ὀσμῆς τεκμαίρεσθαί τι περὶ
10τῆς κράσεως τῶν αἰσθητῶν, ὥσπερ ἐκ τῆς γεύσεως· τὰ μὲν γὰρ ἄοσμα παχυμερῆ ταῖς οὐσίαις, ἀλλ’ οὔπω δῆλον, ὅπως ἔχει θερμότητός τε καὶ ψύξεως· τὰ δ’ ὀσμώδη λεπτομερῆ μέν ἐστι καὶ θερμά· τὸ μέντοι

14

.

6

.

3

ποσὸν ἢ τῆς λεπτομερείας ἢ τῆς θερμότητος οὐκέτι ἐνδείκνυται. τὸ δὲ δὴ μέγιστον ἐν ἅπασι τοῖς ὀσμώδεσιν εἰς τὸ μηδὲν ἐνδείκνυσθαι σαφὲς ὑπὲρ τῆς κράσεως ἡ ἀνωμαλία τῆς φύσεώς ἐστιν, ὑπὲρ ἧς εἴρηται πολλάκις ἤδη, δεικνύντι τὰ πλεῖστα τῶν σωμάτων ἀνομοιομερῆ ταῖς
5συστάσεσιν ὑπάρχοντα.

14

.

7

t

Ὅτι δεῖ καὶ ἀπὸ τῶν χρωμάτων τεκμαίρεσθαι περὶ τῆς κράσεως τῶν ἁπλῶν.

14

.

7

.

1

Ἔτι δὲ κἀκ τῶν χρωμάτων ἔστι στοχάσασθαί τι περὶ τῆς τῶν φαρμάκων δυνάμεως· καθ’ ἕκαστον γὰρ γένος ἢ σπέρματος ἢ ῥίζης ἢ χυλοῦ δυνατόν ἐστι κἀκ τῆς χρόας ἔνδειξίν τινα λαβεῖν τῆς κράσεως, οἷον αὐτίκα κρόμμυον καὶ σκίλλα καὶ οἶνος, εἰς ὅσον ἂν ᾖ λευκότερα,

14

.

7

.

2

ἧττόν ἐστι θερμά· τὰ δ’ ὑπόξανθά τε καὶ κιρρὰ θερμότερα. καὶ πυροὶ δὲ καὶ ὦχροι καὶ φάσηλοι καὶ ἐρέβινθοι καὶ ἡ τῆς ἴρεως ῥίζα καὶ ἡ τοῦ ἀσφοδέλου καὶ πολλῶν ἄλλων ὅμοιόν τι πεπόνθασιν· ἐν ἑκάστῳ γὰρ γένει τοὐπίπαν ὅσα κιρρὰ καὶ ξανθὰ καὶ ἐρυθρὰ θερμότερα τῶν
5λευκῶν ἐστιν, ὥστε τι κἀντεῦθεν ἐγχωρεῖ περὶ φαρμάκων δυνάμεως

14

.

7

.

3

τεκμαίρεσθαι. προσκείσθω τῷ λόγῳ κάλλιστον μήν, ὡς εἴρηται πολλά‐ κις, ἐκ τῆς διωρισμένης πείρας ἐξευρίσκειν τὰς δυνάμεις· οὐ γὰρ ἂν σφαλείης οὐδὲν ἐν τῇδε· πρὶν μέντοι τῇ πείρᾳ διαγνῶναι τὴν δύναμιν, ἡ γεῦσις ἐνδείκνυται τὰ πολλά, συνεπιμαρτυρούσης, ὡς εἴρηται, βραχέα
5καὶ τῆς ὀσμῆς.

14

.

8

t

Πῶς χρὴ καὶ διὰ τῆς πείρας ἐξευρίσκειν τὰς δυνάμεις.

14

.

8

.

1

Τῇ πείρᾳ δὲ τὰς δυνάμεις ἐξευρίσκειν οὕτως· ἐν τῷ προσφέρειν
τῷ σώματι τόδε τι τὸ φάρμακον ἢ τὸ σιτίον ἀπηλλάχθω τὸ προσ‐ φερόμενον ἁπάσης σφοδρᾶς ἐπικτήτου θερμότητός τε καὶ ψύξεως· ἡ γὰρ πρώτη προσβολὴ τῷ σώματι τὴν αἴσθησιν ἀπὸ τῆς ἐπικτήτου
5διαθέσεως, οὐκ ἀπὸ τῆς οἰκείας τοῦ προσαχθέντος ἐργάσεται κράσεως.

14

.

8

.

2

ἵνα οὖν ἀκριβής τε καὶ εἰλικρινὴς ἡ φύσις ἐξετάζηται τοῦ προσαγομέ‐ νου, χλιαρόν, ὡς οἷόν τε μάλιστα, ὑπαρχέτω, μηδεμίαν ἐπίσημον ἔξωθεν ἀλλοίωσιν εἰληφός, ἤτοι θερμότητος ἢ ψύξεως σφοδρᾶς.

14

.

8

.

3

προσφερέσθω δὲ μὴ πάσῃ διαθέσει σώματος, ὅταν ἐξετάζῃς αὐτοῦ

14

.

8

.

4

τὴν δύναμιν, ἀλλ’ ἁπλουστάταις, ὡς ἔνι μάλιστα, καὶ ἄκραις. εἰ μὲν οὖν ἐσχάτως θερμῇ διαθέσει προσαχθὲν αἴσθησιν ἐργάζοιτο ψύξεως, εἴη ἂν οὕτω ψυχρόν· ὡσαύτως δὲ καὶ εἰ τῇ ψυχρᾷ θερμὸν ἐν τῷ

14

.

8

.

5

παραυτίκα φαίνοιτο, καὶ τοῦτο ἂν εἴη θερμόν. εἰ δ’ ἤτοι τῇ θερμῇ θερμὸν ἢ τῇ ψυχρᾷ ψυχρὸν φαίνοιτο, μὴ πάντως ἀποφαίνεσθαι τὸ μὲν θερμὸν εἶναι, τὸ δὲ ψυχρόν· ἐνίοτε μὲν γὰρ ἄκρως ἐστὶν ἡ διάθεσις θερμή, μετρίως δὲ ψυχρὸν ὑπάρχον τὸ φάρμακον οὔτε
5ἠλλοίωσεν αὐτὴν ἔτι τε πρὸς τούτῳ ψῦξαν καὶ πυκνῶσαν ἅπασαν τὴν ἐκτὸς ἐπιφάνειαν ἀπέκλεισεν εἴσω καὶ διαπνεῖσθαι τὸ θερμὸν

14

.

8

.

6

ἐκώλυσε κἀκ τούτου μειζόνως ἐξεπύρωσε τὴν διάθεσιν. οὕτω δὲ κἂν εἰ τῇ ψυχρᾷ διαθέσει προσφερόμενον μηδεμίαν ἐπιφέροι θερμότητα, σκέπτεσθαι, μή τι μετρίως ὑπάρχον θερμὸν οὐδὲν ἔδρασεν εἰς τὴν

14

.

8

.

7

ἄκρου θερμοῦ δεομένην διάθεσιν. οὔκουν 〈οὔτε〉 οὕτω χρὴ βασανίζεσθαι τῶν προσφερομένων τὰς δυνάμεις, οὔτε εἰ κατὰ συμβεβηκὸς ἐργάζοιτό τι καὶ μὴ καθ’ ἑαυτό. κρίσις δὲ τοῦ κατὰ συμβεβηκὸς ἥ τε διάθεσις καὶ ὁ χρόνος· ἡ μὲν διάθεσις, εἰ ἁπλῆ καὶ μία· τῷ χρόνῳ δ’ ἡ κρίσις

14

.

8

.

8

διορίζεται κατὰ τάδε. τὸ μὲν ἅμα τῷ προσενεχθῆναι ψύχειν ἢ θερ‐ μαίνειν ἐναργῶς φαινόμενον εἴη ἂν δήπου καθ’ ἑαυτό τε καὶ δι’ ἑαυτὸ τοιοῦτο· τὸ δ’ ἐν τῷ χρόνῳ τάχα ἂν ἔκ τινος συμβεβηκότος εἰς τοῦτο ἄγοιτο, ὡς ἐπὶ τετάνου θέρεος μέσου νέῳ εὐσάρκῳ ὕδατος

14

.

8

.

9

θερμοῦ κατάχυσις θέρμης ἐπανάκλησιν ποιέεται. ἀλλ’ ὅτι γε μὴ καθ’ ἑαυτὸ θερμαίνει τὸ ψυχρὸν ὕδωρ, δῆλον ἐκ τῆς πρώτης προσβολῆς· αἴσθησιν γὰρ ἐργάζεται ψύξεως, καὶ μὲν δὴ καὶ ψύχει τὸ δέρμα, μέχρι ἂν ἐπιχέηται τούτῳ, καὶ τὴν θερμασίαν οὔτε ἐπὶ πάντων σωμάτων
5οὔτε ἐν τῷ καταχεῖσθαι παρέχεται, ἀλλ’ ἐπὶ μόνων εὐσάρκων νέων ἐν θέρει μέσῳ μετὰ τὸ παύσασθαι καταχέοντας· πυκνώσει γὰρ τῆς ἐκτὸς ἐπιφανείας καὶ κατακλείσει τοῦ θερμοῦ τὴν ἐπάνοδον ποιεῖται

14

.

8

.

10

τῆς ἐκ τοῦ βάθους θερμασίας. καὶ μὴν καὶ τὸ θερμὸν ἔσθ’ ὅτε κατὰ
συμβεβηκὸς ψύχει διὰ μέσου τοῦ κενοῦν, ὡς τὸ κατάπλασμα τὴν φλεγμονήν· ἐπειδὴ γὰρ ὑπὸ θερμοῦ ῥεύματος γίνεται φλεγμονή, τὸ μὲν ἴδιον αὐτῆς ἴαμα κένωσίς ἐστι τοῦ περιττοῦ, τὸ δὲ τῇ κενώσει
5πάντως ἑπόμενον ἡ ψῦξις τοῦ διὰ τὴν φλεγμονὴν τεθερμασμένου

14

.

8

.

11

μορίου. ταῦτα οὖν διορίζεσθαι καὶ πειρᾶσθαι κατὰ τὸ ποσὸν τῆς ἁπλῆς διαθέσεως ἐξευρίσκειν τὸ ποσὸν τῆς τοῦ φαρμάκου δυνάμεως, οἷον εἰ ἡ διάθεσις ἄκρως θερμή, καὶ τὸ φάρμακον ἄκρως εἶναι ψυχρόν· εἰ δ’ ὀλίγον ἀπολείποιτο τῆς ἀκρότητος ἡ διάθεσις, ὀλίγον χρῆναι καὶ
5τὸ φάρμακον ἀπολείπεσθαι, κἂν εἰ πλέον ἀπέχοι τῆς ἄκρας θερμότητος ἡ διάθεσις, ἀνάλογον ἀπέχειν τῆς ἄκρας ψυχρότητος τὸ φάρμακον.

14

.

9

t

Ὅτι σχεδὸν πάντα ἀνομοιομερῆ ἐστι τὰ ἁπλᾶ.

14

.

9

.

1

Κἂν γὰρ ἁπλᾶ πρὸς αἴσθησιν φαίνηται, τῇ φύσει γοῦν ὑπάρχει σύνθετα καὶ ἀνομοιομερῆ καὶ πολλάκις γε τὰς ἐναντιωτάτας ἐν ἑαυτοῖς ἔχει δυνάμεις, οἷον ἐκκριτικήν τε καὶ σταλτικὴν ἁπάσας τε τὰς ἄλλας

14

.

9

.

2

ἀντιθέσεις. καὶ οὐδὲν θαυμαστόν, εἰ πρὸ τῶν τοιούτων δυνάμεων ἐν ἑνί τε καὶ ταὐτῷ φαρμάκῳ θερμαντική τε καὶ ψυκτικὴ φαίνοιτο, ξηραντική τε καὶ ὑγραντική, λεπτομερής τε καὶ παχυμερής· εἰ μὴ γὰρ αἱ πρῶται τὴν τοιαύτην εἶχον συμπλοκήν, οὐδ’ ἂν αἱ μετὰ ταῦτα

14

.

9

.

3

ὁμοίως συνεπλάκησαν. ἐν μὲν οὖν τοῖς ὁμοιομερέσι σώμασι θερμότης τέ ἐστι καὶ ψυχρότης, ὑγρότης τε καὶ ξηρότης αἱ δημιουργοῦσαι τὰς κατὰ μέρος ἁπάσας διαφοράς· ἐν δὲ τοῖς ἀνομοιομερέσι δριμύτητές τε καὶ ὀξύτητες, αὐστηρότητές τε καὶ στρυφνότητες, καὶ πικρότητες
5ἁλυκότητές τε καὶ γλυκύτητες καὶ λιπαρότητες, ὥστε ἕκαστον ἐν αὐτοῖς τῶν ὁμοιομερῶν μορίων μὴ πολλάς, ἀλλὰ μίαν ἔχειν ποιότητα, τὸ δ’ ὅλον ἀνομοιομερὲς παμπόλλας· χιλίων γάρ, εἰ οὕτως ἔτυχεν, ἐν τῷ κυάθῳ τοῦδέ τινος τοῦ χυλοῦ περιεχομένων ὁμοιομερῶν σωμά‐ των, ἑκατὸν μὲν ἐξ αὐτῶν ἐγχωρεῖ στύφειν, ἑξήκοντα δὲ δάκνειν,
10ἑξακόσια δ’ εἶναι τὰ γλυκέα, διακόσια δὲ πικρά, τετταράκοντα δ’ ἁλυκά, πάντα δ’ ἀλλήλοις ἀναμεμῖχθαι ταῦτα, καὶ μηδὲν δύνασθαι λαβεῖν μόριον αἰσθητὸν οὕτω μικρόν, ὅτῳ μὴ πάντων μέτεστιν, ὥστε ἐν τῷ ψαύειν τῆς γλώττης ἐνεργεῖν μὲν ἅπαντα κατὰ διάφορον ἕκαστον αὐτῆς μόριον, ᾧπερ ἂν ὁμιλῆσαν τύχῃ, διαδίδοσθαι δὲ τὴν διάθεσιν ἐκ
15τοῦ πρωτοπαθοῦντος εἰς ὅλην αὐτήν.

14

.

10

t

Ὅσα ἐστὶν ἀνομοιομερῆ ταῖς δυνάμεσιν.

14

.

10

1,2

Ἀγρώστεως ἡ ῥίζα δριμύ τι καὶ ὑποστῦφον ἔχει. —Ἀλόη πικρά

14

.

10

.

2

(2)

ἐστι μετὰ τοῦ στύφειν. —Ὁμοίως καὶ ἀγχούσης τῆς ὀνοκλείας ἡ ῥίζα καὶ βρυωνίας τῆς τε λευκῆς καὶ τῆς μελαίνης οἱ βλαστοὶ αὐστηροί. —

14

.

10

3,4

Βουβώνιον διαφορεῖ καὶ ἀποκρούεται. —Ἀσταφὶς ἥμερος στύφει,

14

.

10

.

5

διαφορεῖ μετρίως. —Ἀσπαλάθου μέρη μέν τινα στύφει, οἷς ψύχει,

14

.

10

.

6

μέρη δέ τινα δριμέα, οἷς θερμαίνει. —Βαλάνου μυρεψικῆς πίεσμα

14

.

10

.

7

ῥύπτει καὶ τέμνει καὶ συνάγει καὶ πιλεῖ. —Δάφνης τῆς ῥίζης ὁ φλοιὸς

14

.

10

.

8

ῥύπτει, στύφει. —Ἔλαιον σχίνινον, τερμίνθινον, μαστίχινον μαλάσσει,

14

.

10

.

9

στύφει· τὸ δὲ τῆς ἀγρίας ἐλαίας ῥύπτει, στύφει. —Ἐφήμερον, ἡ καὶ

14

.

10

.

10

ἶρις ἀγρία, ἀποκρούεται, διαφορεῖ. —Ζῦθος τὸ μέν τι δριμὺ καὶ

14

.

10

.

11

θερμὸν ἔχει, τὸ πλεῖστον δὲ ψυχρὸν ὑδατῶδες ὀξύ. —Ζύμη καὶ ὀξύτητος μετέχει ψυχρᾶς καὶ σηπεδονώδους θερμότητος, καὶ προσέτι

14

.

10

.

12

τῆς ἀπὸ τῶν 〈ἁλῶν〉. —Ἡδυσάρου ἢ πελεκίνου τὸ σπέρμα πικρὸν

14

.

10

.

13

καὶ ὑποστῦφόν ἐστιν. —Ἡμεροκαλλοῦς ἡ ῥίζα διαφορεῖ καὶ ἀπο‐

14

.

10

14,15

κρούεται. —Ἡμιονῖτις στύφει μετὰ πικρότητος. —Ἠριγέρων ψύχει,

14

.

10

.

16

διαφορεῖ. —Ἰσόπυρον ἢ φασήλιον ῥύπτει, τέμνει, συνάγει, σφίγγει. —

14

.

10

.

17

Κενταυρείου τοῦ μεγάλου ἡ ῥίζα δριμεῖά τέ ἐστι καὶ στύφουσα ὡς καὶ θερμότητος καὶ παχυμεροῦς ψυχρότητος μετέχειν, καὶ ὁ χυλὸς δὲ τὰ

14

.

10

.

18

αὐτὰ ποιεῖ· τινὲς δ’ ἀντὶ λυκίου κέχρηνται αὐτῇ. —Κορίαννον πολὺ μὲν ἔχει πικρᾶς οὐσίας, ἥτις ἐδείκνυτο λεπτομερὴς ὑπάρχειν καὶ γεώδης, οὐκ ὀλίγον δὲ καὶ ὑδατώδους ὑγρότητος χλιαρᾶς· ἔχει δέ τι καὶ στύψεως ὀλίγον· ἐπικρατεῖ δ’ ἐν αὐτῷ ἡ θερμὴ καὶ ξηρὰ δύναμις. —

14

.

10

.

19

Κύπρου τὰ φύλλα καὶ οἱ ἀκρέμονες ἔχουσι μέν τι καὶ διαφορητικὸν ἐξ ὑδατώδους οὐσίας θερμῆς συμμέτρως, ἔχουσι δέ τι καὶ στυπτικὸν

14

.

10

.

20

ἐκ ψυχρᾶς γεώδους. —Κάπνιος δριμεῖα καὶ πικρὰ καὶ στύφει. —

14

.

10

.

21

Καππάρεως ῥίζης ὁ φλοιὸς ῥύπτει, τέμνει, διακαθαίρει, διαφορεῖ,
συνάγει, πιλεῖ, σφίγγει, καὶ ὁ καρπὸς δὲ καὶ τὰ φύλλα καὶ ὁ καυλὸς

14

.

10

.

22

τῆς αὐτῆς ἐστι δυνάμεως ἀσθενεστέρας. —Κισσὸς ἔχει τι καὶ στυπτι‐

14

.

10

.

23

κῆς οὐσίας καὶ δριμείας καὶ ὑδατώδους χλιαρᾶς. —Κοτυληδὼν ψύχει

14

.

10

.

24

καὶ ἀποκρούεται καὶ ῥύπτει καὶ διαφορεῖ. —Λύκιον ἢ πυξάκανθον, ἐξ οὗ γίνεται τὸ λύκιον, λεπτομεροῦς διαφορητικῆς καὶ θερμῆς μετέχει

14

.

10

.

25

δυνάμεως, στυπτικῆς τε καὶ γεώδους ψυχρᾶς. —Μανδραγόρας ψύχει, ἀλλὰ καὶ θερμότητός τινος μετέχει, καὶ κατά γε τὰ μῆλα καὶ ὑγρό‐ τητος, ὅθεν καὶ κωματώδης τὴν δύναμίν ἐστιν· τῆς ῥίζης δ’ ὁ φλοιὸς ἰσχυρότατος ὢν οὐ ψύχει μόνον, ἀλλὰ καὶ ξηραίνει· τὸ δ’ ἄλλο τὸ

14

.

10

.

26

ἔνδον ἀσθενὲς ὑπάρχει. —Μελίλωτον στύφει καὶ διαφορεῖ καὶ συμπέττει· πλέον γὰρ ἐν αὐτῷ τὸ τῆς θερμῆς οὐσίας ἐστὶν ἢ τὸ τῆς ψυχρᾶς. —

14

.

10

.

27

Μυρσίνη ἐξ ἐναντίων οὐσιῶν κέκραται· ἐπικρατεῖ δ’ ὅμως ἐν αὐτῇ τὸ γεῶδες ψυχρόν· ἔχει δέ τι καὶ λεπτομερὲς θερμόν, ὅθεν ἰσχυρῶς

14

.

10

.

28

ξηραίνει. ἔστι δὲ καὶ τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ ὁ καρπὸς καὶ ὁ χυλὸς οὐ πολλῷ τινι διαφέροντα κατὰ τὴν στῦψιν· ἡ μέντοι τῷ στελέχει τε καὶ τοῖς κλάδοις αὐτοῖς ἐπίφυσις ὀχθώδης, ἣν ἔνιοι μυρτίδα καλοῦσιν, εἰς ὅσον ἐστὶ ξηροτέρα τῶν εἰρημένων, εἰς τοσοῦτον στύφει

14

.

10

.

29

καὶ ξηραίνει σφοδρότερον. ἀποτίθενται δ’ αὐτὴν ἔνιοι κόπτοντες καὶ

14

.

10

.

30

ἀναλαμβάνοντες οἴνῳ καὶ τροχίσκους ἀναπλάττοντες. ἔστι δὲ καὶ τὰ

14

.

10

.

31

ξηρὰ φύλλα τῶν χλωρῶν ξηραντικώτερα. ὁ δὲ χυλὸς οὐκ ἐκ τῶν φύλλων μόνον ἐκθλίβεται τῶν χλωρῶν, ἀλλὰ καὶ ἐκ τοῦ καρποῦ· στεγνωτικῆς δ’ ἐστὶν ἅπαντα ταῦτα δυνάμεως, ἐπί τε τοῦ σώματος

14

.

10

.

32

〈ἐπιτιθέμενα καὶ εἴσω〉 λαμβανόμενα. —Μέλι πικρὸν μικτῆς ἐστι

14

.

10

.

33

δυνάμεως, ὡς εἰ καὶ ἡμῶν τις ἔμιξεν ἀψίνθιον αὐτῷ. —Μορέας πάντα τὰ μέρη καθαρτικήν τε καὶ ἐφεκτικὴν ἔχει δύναμιν· ἐπικρατεῖ δ’ ἐν μὲν τῷ φλοιῷ τῆς ῥίζης ἡ καθαρτική, ἐν δὲ τοῖς ἀώροις μόροις ἡ ἐφεκτική· κατὰ δὲ τὰ φύλλα καὶ τοὺς βλαστοὺς μέση πώς ἐστιν

14

.

10

.

34

ἀμφοῖν ἡ κρᾶσις. —Μυρίκη τμητικῆς ἐστι καὶ ῥυπτικῆς δυνάμεως καὶ λεπτομεροῦς ἄνευ τοῦ ξηραίνειν ἐπιφανῶς· ὁ καρπὸς δὲ καὶ ὁ φλοιὸς οὐ βραχεῖαν στῦψιν προσειλήφασιν, ὥστε κηκῖδος ὀμφακίτιδος ἐγγὺς

14

.

10

.

35

ἥκειν· χρήσαιτο γοῦν ἄν τις αὐτοῖς εἰς ὅσα κηκῖδι. ἡ τέφρα δὲ καυθείσης τῆς μυρίκης ξηραντικῆς γίνεται δυνάμεως, ἔχουσα πλεῖστον

14

.

10

.

36

μὲν τὸ τμητικὸν καὶ ῥυπτικόν, ὀλίγον δὲ τὸ στυπτικόν. —Ὄξος μικτῆς ἐστιν οὐσίας ψυχρᾶς καὶ θερμῆς, ἀμφοῖν λεπτομερῶν· ἐπικρατεῖ δ’ ἡ ψυχρὰ δύναμις λεπτομερὴς οὖσα· διόπερ ἀποκρουστικήν τε ἅμα καὶ

14

.

10

.

37

λεπτυντικὴν καὶ διαφορητικὴν ἔχει δύναμιν. —Ὀξυλάπαθον διαφοροῦν

14

.

10

.

38

ἔχει τι καὶ ἀποκρουστικόν· τὸ δὲ σπέρμα σαφῶς στύφει. καὶ τὸ

14

.

10

.

39

ἱππολάπαθον τῆς αὐτῆς ὂν δυνάμεως ἀσθενέστερόν ἐστιν. —Ὄρχεως τῆς ῥίζης βολβοειδοῦς ὑπαρχούσης καὶ διπλῆς ἡ δύναμίς ἐστιν ὑγρὰ καὶ θερμή, ἀλλ’ ἡ μὲν μείζων πολλὴν ἔχειν ἔοικεν ὑγρότητα περιττω‐ ματικὴν καὶ φυσώδη, ἡ δ’ ἑτέρα ἡ ἐλάττων ἔμπαλιν κατειργασμένην
5ἱκανῶς, ὡς εἶναι τὴν κρᾶσιν αὐτῆς ἐπὶ τὸ θερμότερόν τε καὶ ξηρό‐

14

.

10

40,41

τερον. ἐσθίονται δὲ δίκην βολβῶν ὀπτώμεναι. —Πιτυΐδες καὶ στύ‐

14

.

10

.

42

φουσι καὶ δριμύτητά τινα ἔχουσι μετὰ πικρότητος. —Πολυγόνατον ἔχει τι καὶ στύψεως καὶ δριμύτητος καὶ πικρότητος καί τινος ἀηδίας

14

.

10

.

43

ἀρρήτου. —Ῥῆον ἔχει μέν τι καὶ γεῶδες ψυχρόν, ὡς ἡ στῦψις δηλοῖ· σύνεστι δέ τις αὐτῷ καὶ θερμότης, καὶ μὴν καὶ ἀερώδους τινὸς οὐσίας

14

.

10

.

44

μετέχει λεπτομεροῦς. ὅσοι δὲ τὸ ῥῆόν φασιν εἶναι τὸ μέγα κενταύ‐

14

.

10

.

45

ρειον ἄμεινόν μοι δοκοῦσι γινώσκειν. —Ῥόδων ἡ δύναμις ἐξ ὑδατώ‐ δους θερμῆς καὶ στυφούσης καὶ πικρᾶς σύγκειται· τὸ δ’ ἄνθος ἔτι καὶ μᾶλλον αὐτῶν τῶν ῥόδων στυπτικόν ἐστι, καὶ δῆλον ὅτι διὰ τοῦτο

14

.

10

.

46

καὶ ξηραντικόν ἐστιν. —Σκόρδιον καὶ πικρὸν ἔχει τι καὶ στρυφνὸν καὶ

14

.

10

.

47

δριμύ. —Σύμφυτα ἀμφότερα τέμνει, διαφορεῖ καὶ συνάγει καὶ σφίγγει

14

.

10

.

48

καὶ θερμαίνει μετρίως. —Τῆς ὀξυσχοίνου καὶ ὁλοσχοίνου ὁ καρπὸς σύνθετός ἐστιν ἐκ γεώδους οὐσίας ἠρέμα ψυχρᾶς καὶ ὑδατώδους ἀτρέμα θερμῆς, ὡς ξηραίνειν μὲν τὰ κάτω δύνασθαι, πρὸς δὲ τὴν κεφαλὴν ἀτμοὺς ἀναπέμπειν ἠρέμα ψυχρούς, οἷς ὑπνώδεις ἐργάζεται τοὺς λαμ‐

14

.

10

49,50

βάνοντας. —Διφρυγὲς ἔχει τι καὶ στῦφον καὶ δριμύ. —Φρύγιος

14

.

10

.

51

λίθος ἀποκρούεται καὶ διαφορεῖ. —Καὶ ὁ ἀγήρατος ὁμοίως, ᾧ οἱ

14

.

10

.

52

σκυτεῖς χρῶνται, ἀποκρούεται καὶ διαφορεῖ. —Χάλκανθος ἰσχυρῶς

14

.

10

.

53

στύφει καὶ οὐκ ἀγεννῶς θερμαίνει. —Τυρὸς νεαλὴς ἐμπλάττει τε καὶ
διαφορεῖ καὶ στύφει.

14

.

11

t

Περὶ τάξεως τῆς δυνάμεως τῶν ἁπλῶν φαρμάκων.

14

.

11

.

1

Ταῦτα μὲν οὖν προείρηται· καιρὸς δ’ ἂν εἴη τὰ κατὰ μέρος διελ‐

14

.

11

.

2

θεῖν. δεῖ δὲ μὴ μόνον, ὅτι θερμόν ἐστι τόδε τὸ φάρμακον, ἐπίστασθαι

14

.

11

.

3

τὸν τέλειον ἰατρόν, ἀλλὰ καὶ πόσῳ θερμότερον. ἀρκεῖ δὲ καθ’ ἑκάστην ἐπικράτειαν τέσσαρας ὡς πρὸς τὴν χρείαν ποιήσασθαι τάξεις, θερμὸν μὲν ὀνομάζοντας κατὰ τὴν πρώτην τάξιν ὅ τι ἂν ἡμᾶς θερμαίνῃ, μὴ

14

.

11

.

4

μέντοι γε ἐναργῶς· οὕτω δὲ καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν. ὅσα μέντοι σαφῶς ἤδη θερμαίνειν ἢ ψύχειν ἢ ξηραίνειν ἢ ὑγραίνειν πέφυκε, δευτέρας ταῦτα τάξεως εἶναι λεχθήσεται· τὰ δ’ ἤδη σφοδρῶς, οὐ μὴν εἰς ἄκρον γε, τῆς τρίτης· ὅσα δ’ οὕτως θερμαίνειν πέφυκεν ὡς ἐσχαροῦν
5καὶ καίειν, τετάρτης· οὕτω δὲ καὶ ὅσα ψύχει ὡς ἤδη ναρκοῦν, τετάρ‐

14

.

11

.

5

της καὶ ταῦτα. ξηραῖνον δ’ οὐδέν ἐστι τετάρτης τάξεως ἄνευ τοῦ καίειν· εἴ τι γὰρ ἄκρως ξηραίνει, πάντως τοῦτο καίει.

14

.

12

t

Περὶ τῶν ἐνεργειῶν τοῦ θερμοῦ καὶ ψυχροῦ.

14

.

12

.

1

Τὰ μὲν οὖν εὔκρατα προσηνῆ ἐστι καὶ φίλια· διαχεῖ γὰρ ἡμῶν τὸ πεπηγός τε καὶ συνεστὸς ἐν τοῖς σώμασιν, ἐν ᾧ μάλιστα πάθει τὸ ἥδεσθαι τοῖς ζῴοις ἐστίν· χρονίζοντα δ’ ἀνιαρὰ γίνεται· μεταπίπτει γὰρ εἰς ἀμετρίαν οὕτω γε χύσεως, ὡς διαφορεῖσθαι καὶ λύεσθαι καὶ
5σκεδάννυσθαι τὴν οὐσίαν ἡμῶν, ἀλλὰ κἀν τούτῳ χωρὶς τοῦ δάκνειν ἀνιᾷ, λειποψυχίαν τε ποιοῦντα καὶ κατάπτωσιν τῆς δυνάμεως, ὥστε καὶ

14

.

12

.

2

θάνατον ἕπεσθαι. τὰ δ’ ἐπὶ μᾶλλον θερμὰ τέμνει καὶ διαιρεῖ καὶ διίστησι τὴν οὐσίαν, ὥστε ἐξ ἀνάγκης δακνώδη φαίνεται, καθάπερ καὶ

14

.

12

.

3

τὸ ζέον ὕδωρ καὶ τὸ πῦρ αὐτό. καὶ τῶν ψυχρῶν δὲ κατὰ τὸν αὐτὸν τρόπον ὅσα μὲν οὔπω διασπᾷ τὸ συνεχὲς τοῦ πλησιάζοντος ψυχρὰ μόνον ἐστίν, οὐ μὴν ἤδη γέ πω καὶ δακνώδη· τὰ δὲ πρὸς τῷ συν‐

14

.

12

.

4

άγειν διασπῶντα βιαίως δακνώδη φαίνεται. τὸ μὲν οὖν συνάγειν τε καὶ πηγνύναι τὴν ὑποβεβλημένην ὕλην ἴδιον ἀεὶ τοῦ ψυχροῦ· τὸ δὲ διαχεῖν τε καὶ τήκειν τοῦ θερμοῦ· κοινὸν δ’ ἀμφοῖν ἀμετρότερον αὐξηθέντων τὸ δάκνειν, ὥστε καὶ χαλεπὸν εἶναι διακρῖναι πολλάκις,
5εἴτε κατεψυγμένος τις εἴτε καὶ διὰ χυμῶν δριμύτητα δάκνοιτο, ἀλλ’ ἐπὶ μὲν τῶν ψυχόντων εὐθέως καὶ τοῦ συνάγεσθαί τε καὶ σφίγγεσθαι τὴν οὐσίαν αἴσθησις ἡμῖν ἐστιν, ἐπὶ δὲ τῶν θερμαινόντων τοῦ δια‐

14

.

12

.

5

λύεσθαί τε καὶ χεῖσθαι. καὶ δὴ 〈καὶ〉 τὸ τάχος οὐχ ὅμοιόν ἐστιν ἀμ‐
φοτέρων τῶν παθῶν, ἀλλ’ ἐπὶ μὲν 〈τῶν〉 ψυχόντων βραδύνει μᾶλλόν

14

.

12

.

6

πως ἡ δῆξις, ἐπὶ δὲ τῶν θερμαινόντων ὠκύτατα διέρχεται. μέγιστον δ’ εἰς τὰ τοιαῦτα παθήματα συμβάλλεται καὶ τὸ τῆς οὐσίας τῶν φαρ‐ μάκων ἢ παχυμερὲς ἢ λεπτομερές· ἐπὶ μὲν γὰρ τῶν ψυχόντων τὰ λεπτομερῆ μᾶλλον ἐξικνεῖται πρὸς τὸ βάθος καὶ διὰ τοῦτο δάκνει
5σφοδρότερον· ἐπὶ δὲ τῶν θερμαινόντων τὰ παχυμερῆ μᾶλλον ἑλκοῖ

14

.

12

.

7

καὶ διὰ τοῦτο ἀνιᾷ βιαιότερον. μᾶλλον δ’ ἔτι δάκνει τὰ λεπτομερῆ τε ἅμα καὶ ταῖς κράσεσιν ἀνώμαλα· σχεδὸν δὲ πάντα ἐστὶν ἀνώμαλα· ἢ γὰρ ἀδύνατον ἢ πάνυ χαλεπὸν ἐξευρεῖν οὐσίαν ἡντιναοῦν ἀκριβῶς ὁμοιομερῆ.

14

.

13

t

Ὅσα μέσα τῶν θερμαινόντων καὶ ψυχόντων ἐστίν.

14

.

13

.

1

Ἀδίαντον, ἀσπάραγος ὁ μυακάνθινος, ἄσπληνος, βρύον, τὸ καὶ σπλάγχνον, γλυκυρρίζης ὁ χυλός, δρακοντίου ἡ ῥίζα, ἔλαιον τὸ γλυ‐ κύτατον, ἐκ δρυπεποῦς μάλιστα τοῦ καρποῦ γινόμενον, κηρός, κύαμος, στροβίλου τὸ ἐδώδιμον ἀποβραχὲν εἰς ὕδωρ, λύκιον, λωτὸς ἢ τρίφυλ‐
5λον, μάκιρ, κιτρίου ὁ φλοιός, πτέρεως ἡ ῥίζα καὶ θηλυπτέρεως, σχῖνος, ὑακίνθου ὁ καρπός, φακή, Σελινουσία γῆ καὶ Χία καὶ Σαμία, καδμεία, λιθάργυρος, λίθος γαλακτίτης.

14

.

14

t

Ὅσα εἶπε θερμαίνειν ἄνευ τοῦ προσθεῖναι τὴν τάξιν.

14

.

14

1,2

Ἄγνου τὰ φύλλα καὶ τὸ σπέρμα θερμαίνει μετρίως· ἀκαλήφης

14

.

14

.

2

(2)

ὁ καρπὸς καὶ τὰ φύλλα, ἀκανθίου ἡ ῥίζα καὶ τὰ φύλλα, ἅλιμον μεθ’ ὑγρότητος ἀκατεργάστου καὶ φυσώδους, ἀμύγδαλα γλυκέα, ἀναγαλλίδες ἀμφότεραι, ἀτρακτυλὶς ἢ κνῆκος ἄγριος, ἀφάκη, τῶν βάτων ὁ πέπειρος
5καρπός, γλυκυσίδης ἡ ῥίζα, ἐλαίας ὁ καρπὸς ὁ πέπειρος, ζύμη, ἠρύγ‐

14

.

14

.

3

γιον, κίσθος ἢ κίσθαρος· κίσθος ἢ λάδανον ὁ μὲν παρ’ ἡμῖν ψύχει, ὁ

14

.

14

.

4

δ’ ἐν θερμοῖς χωρίοις θερμαίνει· κράμβη ἀγρία ἰσχυρότερον τῆς ἡμέρου, περικλυμένου ὁ καρπός, πολύγαλον, ῥητῖναι πᾶσαι, ἡ δὲ πευκίνη
πλέον τῆς τερμινθίνης, καὶ ταύτης ἔτι μᾶλλον ἡ στροβιλίνη, μέσαι δ’ αὐτῶν εἰσιν ἡ πιτυΐνη τε καὶ ἡ ἐλατίνη· τῶν δ’ ὑγρῶν ῥητινῶν
5τὸ καπνέλαιον μᾶλλον· δριμείας δ’ ἐστὶν ἡ κυπαρισσίνη δυνάμεως·

14

.

14

.

5

σήσαμον μετρίως καὶ τὸ ἀπ’ αὐτοῦ ἔλαιον καὶ τὸ ἀφέψημα τῆς πόας, σόγχος ξηρανθείς, σχοίνου ἄνθος, φαληρίς, φοινίκων ὁ καρπός, καὶ μᾶλλον ὁ γλυκύς, λίθος μυλίτης, μελιτίτης, ῥύπος, κοχλιῶν κεκαυμένων

14

.

14

.

6

ἡ τέφρα. κυνοκράμβη δὲ πάνυ θερμαίνει καὶ βατραχίου ἡ ῥίζα καὶ σύμπασα ἡ πόα, γλήχων, δάφνης τὰ φύλλα καὶ μᾶλλον ὁ καρπός, ἧττον δ’ ὁ φλοιὸς τῆς ῥίζης, δάφνη ἡ πόα, δίκταμνον ὁμοίως γλή‐ χωνι (τὸ δὲ ψευδοδίκταμνον ἧττον), ἐλελίσφακος, ἐρύσιμον, ἔρια
5κεκαυμένα, ζιγγίβερι, θαψία, καρδάμωμον, ὀπός, καὶ πάντων μᾶλλον ὁ Κυρηναϊκός, πάνακος Ἡρακλείας ὁ φλοιὸς τῆς ῥίζης καὶ ὁ καρπός, ἀλλ’ ἧττον τοῦ ὀποῦ, πάνακες Ἀσκληπίειον καὶ πάνακες Χειρώνειον ἔλαττον πάνακος Ἡρακλείας, σιλφίου ὀπὸς καὶ τὰ φύλλα καὶ ὁ καρπὸς

14

.

14

.

7

καὶ ἡ ῥίζα καὶ ὁ καυλός, τρίχες κεκαυμέναι. θερμαίνει δὲ καὶ ἀμπέλου λευκῆς τῆς βρυωνίας ἡ ῥίζα (τῆς δ’ ἄλλης τῆς μελαίνης ἀσθενεστέρα), ἀναγύρεως τὰ φύλλα καὶ μᾶλλον τὰ ξηρά, ἀριστολοχίαι, ἀσφοδέλου ἡ ῥίζα καὶ καυθείσης ἡ τέφρα, βαλάνου μυρεψικῆς ὁ χυλός, βούνιον,
5βούγλωσσον, ὃ καὶ ἄρκτιον, ψευδοβούνιον, γλαῦξ ἡ πόα, δαῦκος ὁ καὶ σταφυλῖνος, καὶ μᾶλλον ὁ ἄγριος δαῦκος, ἔξωθεν ἡ πόα ἐπιτιθεμένη,

14

.

14

.

8

καὶ μᾶλλον τὸ σπέρμα αὐτῆς, χαμαιδάφνη, δαφνοειδές· δρακοντίου ἡ ῥίζα θερμοτέρα τῆς τοῦ ἄρου, διότι καὶ δριμυτέρα καὶ πικροτέρα·

14

.

14

.

9

ἔβενος, ἔλαιον γλυκὺ καὶ παλαιόν (τὸ δὲ ῥαφάνινον μᾶλλον, καὶ τού‐ των μᾶλλον τὸ σησάμινον καὶ τὸ μελάνθινον καὶ δάφνινον καὶ τὸ κέδρινον καὶ τὸ ἀπὸ τῆς ὑγρᾶς πίττης [καὶ] τὸ δᾴδινον), ἑλενίου τῆς πόας ἡ ῥίζα, ἐρέβινθοι, ἕρπυλλον, ἰξός, καυκαλὶς ὡς δαῦκος,
5λιγυστικοῦ καὶ ἡ ῥίζα καὶ τὸ σπέρμα, σμῖλαξ καὶ ἡ τραχεῖα καὶ ἡ λεία, νάρθηκος σπέρμα, πεπλίου τὸ σπέρμα, σαγαπηνόν, σατύριον, σέλινον, καὶ μᾶλλον τὸ σπέρμα, ἱπποσέλινον, ὀρεοσέλινον, σέσελι, σησαμοειδοῦς τοῦ λευκοῦ τὸ σπέρμα, σίον, σίνων, σμύρνα Βοιωτική, στύραξ, συκῆ,

14

.

14

.

10

ὑδροπέπερι ἔλαττον πεπέρεως, ὑπερικόν. ἅλες οἱ χαῦνοι θερμότεροι

14

.

14

.

11

τῶν ἄλλων· θεῖον, αἷμα, χολή, καὶ μᾶλλον ἡ ξανθὴ τῆς ὠχρᾶς, καὶ ἡ τῶν ταύρων 〈τῆσ〉 τῶν εὐνουχισθέντων βοῶν μᾶλλον· ἀσθενεστάτη
δ’ ἐστὶν ἡ τῶν ὑῶν πλῆν τῶν ἀγρίων· ἡ δὲ τῶν προβάτων βραχὺ δριμυτέρα 〈τῆσ〉 τῶν ὑῶν, καὶ ταύτης μᾶλλον ἡ τῶν αἰγῶν, ᾗ παρα‐
5πλησία πώς ἐστιν ἡ τῶν ἄρκτων τε καὶ βοῶν· ἡ δὲ τῶν ταύρων ἰσχυροτέρα μὲν τούτων, ἀσθενεστέρα δὲ τῆς τῶν ὑαινῶν, αὕτη δ’ αὖ πάλιν τῆς τε τοῦ καλλιωνύμου καὶ τοῦ θαλαττίου σκορπίου καὶ χελώ‐

14

.

14

.

12

νης θαλαττίας· εἰσὶ δὲ καὶ αἱ τῶν πτηνῶν ζῴων πᾶσαι δριμύτεραί τε καὶ ξηραντικώτεραι τῶν ἐν τοῖς τετράποσι, τῶν δὲ πτηνῶν αὐτῶν αἵ τε τῶν ἀλεκτορίδων καὶ περδίκων ἀμείνους· αἱ δὲ τῶν ἱεράκων τε

14

.

14

.

13

καὶ ἀετῶν δριμεῖαι δεινῶς εἰσι καὶ διαβρωτικαί. οὖρον πάντων μὲν ζῴων ἐστὶ θερμόν, μᾶλλον δὲ καὶ ἧττον παρὰ τὴν κρᾶσιν· τὰ γὰρ θερμότερα θερμότερον ἔχει, τὸ δὲ τῶν ἀνθρώπων καὶ τῶν ἐκτμηθέν‐

14

.

14

.

14

των ὑῶν πάντων ἀσθενέστερον. σίελον ἀσθενὲς μὲν πεπωκότων καὶ ἐδηδοκότων ἐστίν, ἰσχυρὸν δὲ καὶ δριμύτατον ὑπερδιψησάντων καὶ

14

.

14

15,16

ὑπερπεινησάντων. σάρκες ἐχιδνῶν· στέαρ χήνειον θερμότερον τοῦ τῶν

14

.

14

.

16

(2)

ἀλεκτορίδων καὶ ἀλεκτρυόνων καὶ τοῦ ὑείου· τὸ δὲ τῶν ταύρων πολὺ θερμότερον καὶ ξηρότερον τοῦ ὑείου· τὸ δὲ μόσχειον ἀπολείπεται τοῦ τῶν ταύρων, ὥσπερ τὸ τῶν ἐρίφων τοῦ τῶν αἰγῶν καὶ τοῦ τῶν
5τράγων· τοῦ δὲ τῶν ταύρων πλέον τὸ τῶν λεόντων· ἁπάσης δὲ

14

.

14

.

17

πιμελῆς ἡ δύναμίς ἐστι θερμαντική τε καὶ ὑγραντική. ἅλμη τῶν ταρι‐ χηρῶν ἰχθύων.

14

.

15

t

Ὅσα θερμαίνει 〈τῆσ〉 πρώτης ἀποστάσεως.

14

.

15

.

1

Ἀλόη ἐπιτεταμένης, ἀνθεμὶς ἢ χαμαίμηλον, ἄρον, ἀψίνθιον (θερ‐ μότερος δ’ ὁ χυλός), λάδανον πληρουμένης, λευκακάνθης ἡ ῥίζα καὶ ὁ καρπός, λινόσπερμον, μαλαβάθρου φύλλον, νάρδου στάχυς (ἀσθενε‐ στέρα δὲ ταύτης νάρδος Κελτικὴ καὶ ἔτι μᾶλλον νάρδος ὀρεία), οἶνος
5γλεύκινος, ὀρός, πυρὸς ἔξωθεν ἐπιτιθέμενος, σῦκα ξηρὰ συμπληρουμένης.

14

.

16

t

Ὅσα θερμαίνει 〈τῆσ〉 δευτέρας ἀποστάσεως.

14

.

16

.

1

Ἀμόργη ἐπιτεταμένης, ἄνηθον ἐπιτεταμένης (τὸ δὲ χλωρὸν ἔλατ‐ τον), ἀρτεμισίαι ἀμφότεραι, βάλσαμον, ἐλαφόβοσκον, κάλαμος ἀρωμα‐ τικός, κρόκος, λιβανωτός, λυχνὶς ἡ εἰς τοὺς στεφάνους πληρουμένης, λωτοῦ ἀγρίου τὸ σπέρμα, μαστίχη Χία, μέλι, μυρρίς (ἔνιοι δὲ μύρραν),
5οἶνος, πευκεδάνου ἡ ῥίζα (ὁ δ’ ὀπὸς μᾶλλον), πίσσα, πόλιον τὸ μικρό‐ τερον συμπεπληρωμένης, πολύκνημον, μελισσόφυλλον, πράσιον, πρό‐ πολις συμπληρουμένης, πταρμικῆς τὸ θαμνίον χλωρὸν ἔτι, ῥοδία πλη‐ ρουμένης, σέριφον ἐπιτεταμένης, σικύου ἀγρίου χυλός, ὃν ἐλατήριον καλοῦσιν, σισάρου ἡ ῥίζα, σκάνδιξ ἐπιτεταμένης, σκίλλα, σκολύμου ἡ
10ῥίζα συμπληρουμένης, σμύρνα, τερμίνθου ὁ φλοιὸς καὶ τὰ φύλλα καὶ ὁ καρπός, τεύκριον, τῆλις, χαμαιλέοντος ἑκατέρου ἡ ῥίζα πληρουμένης, χαμαιπίτυς, ὤκιμον.

14

.

17

t

Ὅσα θερμαίνει τῆς τρίτης ἀποστάσεως.

14

.

17

.

1

Ἀβρότονον, καὶ μᾶλλον τὸ καυθέν, αἶρα ἀρχομένης, αἰγείρου ἄνθη καὶ ἡ ῥητίνη (ἀσθενέστερα δ’ αὐτῆς τὰ φύλλα), ἄκορον, ἄμω‐ μον, ἀμάρακον, ἄμι, ἄνηθον καυθέν, ἀννήσου σπέρμα, ἄρκευθος καὶ ὁ καρπὸς αὐτῆς, ἀσάρου ἡ ῥίζα, βράθυ, ἐλλέβορος ἑκάτερος, ἐπίθυμον,
5μίνθη, καλαμίνθη, θύμα, καλάμου φραγμίτου φλοιὸς καυθείς, κάρω, κασία, κέδροι ἀμφότεραι, κιννάμωμον, κλινοπόδιον, κνήκου τὸ σπέρμα, κόνυζα, καὶ ἡ μείζων καὶ ἡ μικροτέρα (ἡ γὰρ δυσωδεστέρα ἐν ὑγροτέ‐

14

.

17

.

2

ροις χωρίοις γινομένη ἀσθενεστέρα ἐστίν), κύμινον, λεοντοπετάλου ἡ ῥίζα, λευκάς, λιβανωτοῦ ὁ αἴθαλος, μάραθον, μελάνθιον, μήου αἱ ῥίζαι, μῶλυ ἢ πήγανον ἄγριον ἢ ἅρμαλα ἢ βησασᾶ ἢ ὄρειον, ῥοδοδάφνη ἀρχομένης, οἶνος ὁ ἱκανῶς παλαιός, ὀνωνίδος ὁ φλοιός, ὀρίγανοι
5πᾶσαι, ὀποπάναξ, παρωνυχία, πετροσέλινον, πήγανον ἥμερον, πταρμικὴ τὸ θαμνίον ξηρόν, ῥαφανίς (ἡ ἀγρία δραστικωτέρα, καὶ τὸ σπέρμα δὲ δραστικώτερον), σάμψυχον, σησαμοειδὲς μέγα, σισύμβριον, σκορπιοειδές, σμύρνιον, στάχυς ὁ παραπλήσιος πρασίῳ θάμνος, πολίου ἡ ῥίζα, τρί‐ φυλλον (οἱ δ’ ἀσφάλτιον), ὕσσωπον, χαλβάνη ἀρχομένης, χαμαίδρυς,
10χαμαιλεύκη, χελιδόνιον τὸ μεῖζον πληρουμένης.

14

.

18

t

Ὅσα θερμαίνει τῆς τετάρτης ἀποστάσεως.

14

.

18

.

1

Ἀδάρκη, ἀμπελόπρασον, εὐφόρβιον, κεδρέας τὸ ἔλαιον, κληματίδος τὰ φύλλα ἀρχομένης, κόστος, κρόμμυον, λεπίδιον, νάπυ, πήγανον ἄγριον, σκόροδον (τὸ δ’ ἄγριον μᾶλλον ὀφιόσκορδον), στρουθίου ἡ ῥίζα, τιθυμάλλων ὀπός (ἔλαττον δ’ ὁ καρπὸς αὐτῶν καὶ τὰ φύλλα),
5χελιδόνιον τὸ μικρότερον ἀρχομένης, τὰ καυστικὰ πάντα.

14

.

19

t

Ὅσα ψύχειν ἁπλῶς εἶπεν ἄνευ τοῦ προσθεῖναι τὴν ἀπόστασιν.

14

.

19

.

1

Ἀγρώστεως ἡ ῥίζα μετρίως, καὶ ἡ πόα καταπλασσομένη μετρίως, ἀλσίνη χωρὶς στύψεως, ἄπιοι καταπλασσόμεναι μετρίως (αὐστηροὶ δ’ 〈οἱ ἀκρέμονεσ〉), βουβώνιον ἄνευ στύψεως, βαλαύστιον, βάτου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ ὁ ἄωρος καρπὸς καὶ τὸ ἄνθος, βρόμος μετρίως,
5βρύον θαλάσσιον, γλαύκιον μετρίως, γλυκυρρίζης ὁ χυλός, δορύκνιον πάνυ ἐπικρατούμενον ὑδατώδει ψυχρότητι δραστηρίῳ, ἐλαίας οἱ θαλλοὶ καὶ ὁ ἄωρος καρπός, ἔλαιον ὠμοτριβές, ἔλαιον μύρσινον, σησάμινον, βαλάνινον, ὑοσκυάμινον, ἐλατίνη μετρίως, ἑλξίνη ἡ καὶ περδίκιον μετρίως, ἔλυμος ἢ μελίνη καταπλασσομένη, ἐπιμήδιον μετρίως, ἴου τὰ
10φύλλα μετρίως, καλάμου φραγμίτου τὰ φύλλα μετρίως, κώνειον ἄκρως, λειχὴν ὁ ἐπὶ τῶν πετρῶν, μήκωνες πᾶσαι καὶ ὁ ἐξ αὐτῶν ὀπός, μηλέας ὁ καρπὸς καὶ τὰ φύλλα καὶ οἱ χυλοὶ καὶ οἱ φλοιοὶ πλὴν τῶν γλυκέων (ταῦτα γὰρ ὑδατώδη εὔκρατα), περσικῆς ὁ καρπός, κιτρίου ἡ σάρξ, μύκητες ἱκανῶς, ὄμφακος χυλὸς ἱκανῶς, τὸ ἀπὸ τοῦ σίτου ἄμυ‐
15λον μετρίως, ῥόδινον ἔλαιον μετρίως, πάτος ὁ ἀπὸ παλαίστρας, σιδηρῖτις ἑκατέρα, σόγχος ὁ μηδέπω ξηρανθείς, στρατιώτης, τρίβολοι ἀμφότεροι (ἀλλ’ ὁ μὲν ὑγρὰν ἔχει τὴν ψῦξιν, ὁ δὲ χερσαῖος γεώδη), φοίνικος τῶν κλάδων ὁ χυλὸς καὶ ὁ ἐγκέφαλος καὶ ὁ ἐλάτης αὐτοῦ, Σαμία γῆ μετρίως, κιμωλία γῆ, λίθος αἱματίτης (ὁ δὲ σχιστὸς ἧττον), Ναξίας
20ἀκόνης τὸ ἀπότριμμα, μολύβδαινα μετρίως, μόλυβδος ἄκαυστος καὶ κεκαυμένος, ψιμύθιον, σάνδυξ μετρίως, τυρὸς ὁ μαλακὸς καὶ νεοπαγὴς μετρίως.

14

.

20

t

Ὅσα ψύχει τῆς πρώτης ἀποστάσεως.

14

.

20

.

1

Ἀκακία ἄπλυτος, ἀτράφαξυς ἄνευ στύψεως, γίγαρτα, κέγχρος, κριθαί, ὀροβάκχη, πλάτανος, ῥάμνος συμπληρουμένης, σέρις, ἥν τινες
πικρίδα καὶ κιχόριον προσαγορεύουσι· καὶ ἡ χονδρίλη δ’ εἶδός ἐστι σέρεως.

14

.

21

t

Ὅσα ψύχει τῆς δευτέρας ἀποστάσεως.

14

.

21

.

1

Ἀκακία πεπλυμένη, ἀρνόγλωσσον καὶ ὁ καρπὸς αὐτοῦ, βλίτον, κηκὶς ὀμφακῖτις, κολοκύντη, μηλέας Ἀρμενιακῆς ὁ καρπός, ῥοῦς, σίκυος πέπων, στρύχνον τὸ κηπευόμενον (παραπλήσια δὲ τούτῳ καὶ τὰ φύλλα τοῦ στρύχνου τοῦ ἁλικακκάβου), ὑακίνθου ῥίζα πληρουμένης,
5φακὸς ὁ ἐπὶ τῶν τελμάτων, φῦκος χλωρὸν ἔτι καὶ ὑγρὸν ἐξαιρούμενον τῆς θαλάττης, ψυλλίου τὸ σπέρμα.

14

.

22

t

Ὅσα ψύχει τῆς τρίτης ἀποστάσεως.

14

.

22

.

1

Ἀείζῳα ἀμφότερα, ἀνδράχνη αὐτή τε καὶ ὁ χυλὸς αὐτῆς, μανδρα‐ γόρας, κιτρίου τὸ περὶ τὸ σπέρμα ὀξύ, πολύγονον ἀρχομένης, ποταμο‐ γείτων ὁμοίως, στρύχνου τοῦ θαμνώδους τοῦ ὑπνωτικοῦ τῆς ῥίζης ὁ φλοιός, ὑοσκύαμος ὁ καὶ τὸ ἄνθος καὶ τὸ σπέρμα λευκὸν ἔχων, ὑπή‐

14

.

22

.

2

κοον. τῆς δὲ τετάρτης τάξεως ψύχει ὀπὸς μήκωνος.

14

.

23

t

Ὅσα ξηραίνειν φησὶν ἄνευ τοῦ προσθεῖναι τὴν ἀπό‐ στασιν.

14

.

23

.

1

Ἄγνου τὰ φύλλα καὶ τὸ σπέρμα ἧττον τοῦ πηγάνου, ἀγρώστεως ἡ ῥίζα μετρίως, τῆς ἐν Παρνασσῷ ἀγρώστεως τὸ σπέρμα, ἀδίαντον, ἀείζῳα ἀμφότερα μετρίως, αἰγείρου τὰ ἄνθη καὶ ἡ ῥητίνη μετρίως (τὰ ἄλλα δ’ αὐτῆς ἀσθενέστερα), ἀκάνθου ἤτοι μελαμφύλλου ἢ παιδέρωτος
5ἡ ῥίζα, ἀκάνθης λευκῆς ἡ ῥίζα, ἄκανθα Αἰγυπτία, ἀκτὴ ἥ τε δενδρώ‐ δης καὶ ἡ χαμαιάκτη ἡ βοτανώδης, ἄλυσσον, ἀμάραντος καὶ ῥευμάτων ξηραντικὴ πινομένη, ἀμπέλου λευκῆς τῆς καὶ βρυωνίας ἡ ῥίζα (τῆς γὰρ μελαίνης βρυωνίας ἡ ῥίζα ἀσθενεστέρα), ἀναγύρου τὰ ξηρὰ φύλλα ἰσχυρῶς, ἀνδροσαίμου τῆς τε ἀσκύρου (ὑπερικοῦ δ’ εἶδος) καὶ τῆς
10διονυσιάδος καλουμένης τὰ φύλλα, ἀνδρόσακες, ἀνθύλλιοι ἀμφότεραι
μετρίως, ἀπαρίνη μετρίως, ἄπιοι καταπλασσόμεναι [ῥίνη] μετρίως (μᾶλλον δ’ ἀχράδες), ἀριστολοχία πάνυ (μᾶλλον δ’ ἡ στρογγύλη), ἄρκτια ἀμφότερα, ἀσπάραγος μυακάνθινος, ἀσπάλαθος, ἀστραγάλου ἡ ῥίζα, ἀσφοδέλου ἡ ῥίζα, καὶ μᾶλλον καυθείσης ἡ τέφρα, ἀτρακτυλὶς ἢ κνῆκος
15ἄγριος μετρίως, ἀφάκη μᾶλλον φακῆς, βαλαύστιον πάνυ, τῶν βάτων ὁ ἄωρος καρπός (ξηρανθεὶς δὲ μᾶλλον· ὁμοίως καὶ τὸ ἄνθος), βατρα‐ χίου ἡ ῥίζα καὶ ἡ σύμπασα πόα σφοδρῶς, βολβὸς ἐπιπλασσόμενος, γάλιον, γλυκυσίδης τῆς καὶ πεντορόβου καὶ παιωνίας ἡ ῥίζα, δάφνης τὰ φύλλα σφοδρῶς, καὶ μᾶλλον ὁ καρπός (ἧττον δ’ ὁ φλοιὸς τῆς
20ῥίζης), δρυὸς ἅπαντα τὰ μόρια, καὶ μᾶλλον φηγοῦ καὶ πρίνου (καὶ δὴ καὶ τὰ φύλλα τὰ μὲν τούτων τῶν φυτῶν ἁπαλὰ καταπλασσόμενα ξηραίνειν οὐκ ἀγεννῶς πέφυκεν· τὰ δὲ τῆς ἑτέρας δρυὸς ἧττον), ἔλαιον δάφνινον, καὶ μᾶλλον τὸ δᾴδινον, ἔλυμος 〈ἡ〉 καὶ μελίνη κατα‐ πλασσομένη, ἐχίνου τῆς πόας ὁ καρπός, ἠρύγγιον ἱκανῶς, ἰσάτις ἀγρία
25μᾶλλον τῆς ἡμέρου, ἰτέας τοῦ φλοιοῦ ἡ τέφρα ἰσχυρῶς, καννάβεως ὁ καρπός, κάρδαμον, καυκαλὶς ὡς δαῦκος, κερατωνία, ὥσπερ καὶ ὁ καρπὸς αὐτῆς τὰ κεράτια, κόμμι, κονία (ξηραντικωτάτη καὶ ῥυπτικωτάτη πασῶν ἐστιν ἥ τε ἐκ τῆς συκίνης τέφρας καὶ τῆς τῶν τιθυμάλλων, καὶ σχεδὸν ἤδη τῆς καυστικῆς δυνάμεως), κρανίας ὁ καρπὸς καὶ τὰ φύλλα καὶ οἱ
30βλαστοὶ ἰσχυρῶς, κράμβη ἐσθιομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη (οἱ δὲ καυλοὶ καυθέντες αὐτῆς ἰσχυρῶς ξηραίνουσαν ποιοῦσι τέφραν, ὡς ἤδη τι καὶ καυστικῆς μετέχειν δυνάμεως), κράμβη ἀγρία ἰσχυρότερον τῆς ἡμέρου, κρῆθμον, κρίνου τὰ φύλλα καὶ ἡ ῥίζα λειούμενα, κροκοδειλίου τὸ σπέρμα καὶ ἡ ῥίζα, κυνοκράμβη, λαγώπους, λειχὴν ὁ ἐπὶ τῶν πετρῶν,
35λεπίδιον ἔλασσον 〈καρδάμου〉, λιγνὺς πᾶσα, λωτὸς ἢ τρίφυλλον μετρίως, λωτὸς τὸ δένδρον, μαράθου ἀγρίου τὸ σπέρμα καὶ ἡ ῥίζα μᾶλλον τοῦ

14

.

23

.

2

ἡμέρου (καλεῖται δὲ διὰ τὸ μέγεθος ἱππομάραθον. τούτου μὲν οὖν οὐχ ἡ ῥίζα μόνον, ἀλλὰ πολὺ μᾶλλον τὸ σπέρμα κάχρυϊ παραπλήσιόν ἐστιν· ἕτερον δ’ ἐστὶν ἱππομάραθον, οὗ τὸ σπέρμα στρογγύλον τέ ἐστι καὶ δριμὺ τῷ τοῦ κοριάννου παραπλήσιον, ὅμοιον μὲν τῇ δυνάμει τῷ

14

.

23

.

3

τοῦ ἱππομαράθου, ἀσθενέστερον δέ), μυριόφυλλον, ναρκίσσου ἡ ῥίζα, νευράς, νυμφαίας ἡ ῥίζα (ἡ δὲ λευκὴν ἔχουσα ῥίζαν σφοδρότερον), ξύρεως ἢ ξυρίδος ἡ ῥίζα, καὶ πολὺ μᾶλλον ὁ καρπός, ξιφίου ἡ ῥίζα, καὶ μάλιστα ἡ ἄνωθεν, ὀμφάκιον, ὄρχις, ἣν καὶ σεραπιάδα καλοῦσι,
5πλέον τῆς ἄλλης, ἣν καὶ κυνὸς ὄρχιν ὀνομάζουσιν (ξηρανθεῖσα δὲ μᾶλλον), πάπυρος καυθεῖσα, ἧττον δὲ τῆς τέφρας τοῦ χάρτου, πάνακος Ἡρακλείας ὁ φλοιὸς τῆς ῥίζης, ἀλλ’ ἧττον τοῦ ὀποῦ, περιστερεών, πλατάνου ὁ φλοιὸς καὶ τὰ σφαιρία μετρίως (καυθεὶς δ’ ὁ φλοιὸς πλέον), πολύγονον, πολεμώνιον (οἱ δὲ φιλεταίριον), πολυπόδιον, πτέ‐
10ρεως ἡ ῥίζα καὶ ἡ θηλύπτερις, τὸ ἀπὸ τοῦ σίτου ἄμυλον μετρίως, ῥητῖναι πᾶσαι, σπαργάνιον, ὑπερικόν, φαλαγγῖτις, φλόμου τὰ φύλλα, ἅλες, ἀφρόνιτρα, γύψος (καυθεῖσα δὲ μᾶλλον), καδμεῖαι πᾶσαι καὶ πάντα τὰ μεταλλικὰ καὶ λιθώδη καὶ γεώδη καὶ λεπίδες πᾶσαι (μᾶλλον δ’ ἡ τοῦ χαλκοῦ), λιθάργυρος μετρίως, Φρύγιος λίθος, Ἀράβιος λίθος,
15ὀστρακίτης πάνυ, λίτρον, μέλαν ᾧ γράφομεν, ὄστρακον (μᾶλλον δὲ τὸ ἐκ τῶν κριβάνων), σκωρία πᾶσα (ἡ δὲ τοῦ σιδήρου μάλιστα), στίμμι, χρυσοκόλλα, πυτία πᾶσα, κόπρος πᾶσα (ἡ δὲ τῶν χηνῶν ἄχρηστός ἐστι διὰ πολλὴν δριμύτητα· ὁμοίως καὶ ἡ τῶν ἱεράκων καὶ ἀετῶν), ῥύπος μετρίως, σάρκες ἐχιδνῶν, σὰρξ κοχλιῶν κοπεῖσα ἐν ὅλμῳ πάνυ
20καὶ μετὰ ταῦτα λειωθεῖσα ἰσχυρῶς (χρὴ δὲ προσφάτους εἶναι τοὺς κοχλίας), καὶ ἡ τέφρα δ’ αὐτῶν ἱκανῶς καυθέντων, στέαρ ταύρειον τῶν ἄλλων μᾶλλον, κεφαλαὶ ταριχηρῶν μαινίδων κεκαυμέναι, κέρας ἐλάφου καὶ αἰγὸς κεκαυμένα〈, καστόρειον, ὀστᾶ κεκαυμένα〉 ἱκανῶς, δέρμα παλαιὸν ἀπὸ τῶν καττυμάτων καυθέν, ὀστρέων καὶ πορφυρῶν
25τὸ ὄστρακον καυθὲν ἱκανῶς (χρὴ δ’ αὐτὰ χνοώδη γίνεσθαι), σηπέας ὄστρακον, ἔρια κεκαυμένα, τρίχες κεκαυμέναι πάνυ, ὠοῦ ἡ λέκιθος ὀπτηθεῖσα, καρκίνων ἡ τέφρα, γάρος ἱκανῶς, ἅλμη τῶν ταριχηρῶν
ἰχθύων.

14

.

24

t

Ὅσα ἀδήκτως ξηραίνει.

14

.

24

.

1

Ἀκαλήφης ὁ καρπὸς καὶ τὰ φύλλα, ἀλόη, ἀμόργη, καὶ μᾶλλον ἑψηθεῖσα, ἀναγαλλίδες ἀμφότεραι, ἀρνόγλωσσον· βρόμος καὶ διαφορεῖ καταπλασσόμενος· ἔλαιον γλυκὺ ἄναλον πλυθὲν πάντων μάλιστα· ἐρείκη καὶ διαφορεῖ· ζύμη ἀδήκτως ἐπισπᾶται τὰ ἐκ βάθους καὶ διαφορεῖ·
5θαλίητρον, θέρμος ὁ πικρὸς καὶ τὸ ἄλευρον αὐτοῦ μετὰ τοῦ διαφορεῖν, καὶ μᾶλλον ὁ ἄγριος, ἵππουρις ἰσχυρῶς, ἰσάτις ἰσχυρῶς, ἰτέας φύλλα καὶ τὸ ἄνθος μετά τινος στύψεως (ἔνιοι δὲ καὶ χυλὸν ἐξ αὐτῶν ποι‐ οῦντες ἄδηκτον ξηραῖνον ἴσχουσι φάρμακον εἰς πολλὰ χρήσιμον· οὐδὲν γὰρ πολυχρηστότερόν ἐστιν ἀδήκτου ξηραίνοντος καὶ στύφοντος ἠρέμα

14

.

24

.

2

φαρμάκου)· καγκάνου ἡ ῥίζα μετρίως, καρύου λέπος ξηρὸν καυθὲν μετὰ τοῦ λεπτομερὲς εἶναι (καὶ τὰ Ποντικὰ δὲ κάρυα παραπλήσια μέν

14

.

24

.

3

ἐστι τοῖς μεγάλοις· μετέχει δ’ οὐσίας γεώδους ψυχρᾶς)· κέγχρος, κενταύρειον τὸ μικρὸν ἰσχυρῶς, ὁμοίως δὲ καὶ ὁ χυλὸς αὐτοῦ, κεράσου τοῦ δένδρου τὸ κόμμι, κόκκος βαφικός, τὸ ἀπὸ τοῦ κρίνου ἔλαιον καὶ τὰ φύλλα καὶ ἡ ῥίζα τοῦ κρίνου, κύαμος ἔξωθεν ἐπιτιθέμενος, κυπα‐
5ρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ σφαιρία τὰ νέα καὶ μαλακά, κυπέρου αἱ ῥίζαι μετὰ τοῦ θερμαίνειν, κύπρου τὰ φύλλα καὶ οἱ βλαστοί [καὶ τὰ σφαιρία τὰ νέα καὶ μαλακά], στροβίλων τὸ ἐδώδιμον ἐν ὕδατι βραχέν, νευράς, νυμφαίας ἡ ῥίζα, σίραιον πάνυ, παρωνυχία, πενταφύλλου ἡ ῥίζα〈, πολυπόδιον, πτέρεως ἡ ῥίζα〉 καὶ θηλυπτέρεως,
10σμύρνα, σαρκοκόλλα, στοιβῆς ὁ καρπὸς καὶ τὰ φύλλα, τίτανος πλυ‐ θεῖσα, τραγάκανθα, φοίνικος ἡ ῥίζα καὶ ὁ καρπός, ὠκιμοειδοῦς τὸ σπέρμα ἡ καὶ φιλεταίριος, γῆ πᾶσα (συντελεῖ δ’ εἰς τοῦτο αὐτῇ τὸ

14

.

24

.

4

πεπλύσθαι· δραστικωτέρα δ’ ἐστὶν ἡ Λημνία), καδμεῖαι αἱ ἐκ τῶν
καμίνων πλυθεῖσαι, λίθος ὃν καλοῦσι λευκογραφίδα· Ἀσσίας πέτρας ἄνθος τὰς πλαδαρὰς σάρκας ἐκτήκει· ἧττον δ’ αὐτῆς ἡ πέτρα·

14

.

24

.

5

πομφόλυξ συνεχῶς πλυθεῖσα, τίτανος σβεσθεῖσα καὶ πλυθεῖσα γενναίως, ψωρικὸν μᾶλλον χαλκίτεως· ὠῶν τὸ λευκὸν καὶ λεπτὸν ἀδηκτότατον· ὁμοίας δὲ φύσεώς ἐστι καὶ ἡ λέκιθος αὐτῶν· ὀπτηθεῖσα δ’ ἧττον παρηγορεῖ.

14

.

25

t

Ὅσα ξηραίνει τῆς πρώτης ἀποστάσεως.

14

.

25

.

1

Ἀνθεμὶς ἢ χαμαίμηλον, ἀρκεύθου ὁ καρπός, ἄρον, ἀρτεμισίαι ἀμ‐ φότεραι ἐπιτεταμένης, κριθαὶ μᾶλλον τοῦ ἀλεύρου τῶν κυάμων τοῦ χωρὶς τῶν λεμμάτων (τὰ δ’ ἄλφιτα καὶ τῶν κριθῶν πλέον), κρόκος, λιβανωτός, μάραθον, νήριον ἢ ῥοδοδάφνη, οἶνος γλευκίνης, ὀροβάκχη,
5σέρεως πάντα τὰ εἴδη, σικύου πέπονος τὸ σπέρμα καὶ ἡ ῥίζα ξηραν‐ θεῖσα, τῆλις, ὑακίνθου ῥίζα, χαμαιλεύκη.

14

.

26

t

Ὅσα ξηραίνει τῆς δευτέρας ἀποστάσεως.

14

.

26

.

1

Αἶρα πληρουμένης, ἀμάρακον, ἄσφαλτος, ἀμόργη ἐπιτεταμένης, ἄνηθον, ἀρνόγλωσσον καὶ ὁ καρπὸς αὐτοῦ, βάλσαμον, γίγαρτα, γιγγί‐ διον, διψάκου τῆς ἀκάνθης ἡ ῥίζα, ἐλαφόβοσκος, κάλαμος ἀρωματικός, κέγχρος ἐπιτεταμένης, κίσθος ἢ κίσθαρος, λιβανωτοῦ φλοιὸς πληρου‐
5μένης, λύκιον, λυχνίδος τῆς εἰς τοὺς στεφάνους 〈τὸ σπέρμα〉 πληρου‐ μένης, μαλαβάθρου φύλλον πληρουμένης, μάραθον, μαστίχη Χία (ἡ δ’ Αἰγυπτία μᾶλλον), μέλι, κιτρίου ὁ φλοιὸς καὶ τὸ σπέρμα καὶ τοῦ δένδρου τὰ φύλλα, μήου αἱ ῥίζαι, μυὸς ὦτα, νάρδου στάχυς πληρου‐ μένης (νάρδος Κελτικὴ ταύτης ἀσθενεστέρα· νάρδος ὀρεία ἔτι ἀσθενε‐
10στέρα), οἶνος, ὄροβος ἐπιτεταμένης, ὀποπάναξ, πίσσα, πολύκνημον, πταρμικὴ τὸ θαμνίον χλωρὸν ἔτι, ῥάμνος, ῥαφανίς (ἡ δ’ ἀγρία μᾶλλον), σκάνδιξ ἐπιτεταμένης, σκολύμου ἡ ῥίζα, σκορπιοειδές, σμύρνα, σχῖνος, τερμίνθου ὁ φλοιὸς καὶ τὰ φύλλα καὶ ὁ καρπός, καὶ μάλιστα ξηραν‐ θέντα, στρύχνου τοῦ μανικοῦ τῆς ῥίζης ὁ φλοιὸς πληρουμένης, φακοί,
15φῦκος χλωρὸν ἔτι καὶ ὑγρὸν ἐξαιρούμενον τῆς θαλάσσης, χαλβάνη
ἀρχομένης.

14

.

27

t

Ὅσα ξηραίνει τῆς τρίτης ἀποστάσεως.

14

.

27

.

1

Ἀβρότονον, καὶ μᾶλλον τὸ καυθέν, ἀκακία, ἄκορον, ἀλόη, ἄμι, ἄνηθον καυθέν, ἀννήσου σπέρμα, ἄρκευθος, ἀσάρου ἡ ῥίζα, ἀψίνθιον, βράθυ, ἐλλέβορος ἑκάτερος, ἐπίθυμον, θύμα, καλαμίνθη, καλάμου φραγ‐ μίτου ὁ φλοιὸς καυθείς, κάρω, κασία, κέδροι ἀμφότεραι, κιννάμωμον,
5κλινοπόδιον, κόνυζα, καὶ ἡ μείζων καὶ ἡ μικροτέρα (ἡ γὰρ δυσωδε‐ στέρα καὶ ἐν ὑγροῖς χωρίοις γινομένη ἀσθενεστέρα), λεοντοπετάλου ἡ ῥίζα, λευκακάνθου ἡ ῥίζα, λιβανωτοῦ αἴθαλος, μάκιρ, μελάνθιον, κιτρίου τὸ ὑπὸ τὸ σπέρμα, οἶνος ὁ ἱκανῶς παλαιός, ὄξος συμπληρουμένης, ὅταν ἰσχυρὸν ὑπάρχῃ, ὀρίγανοι πᾶσαι, παρωνυχία, πενταφύλλου ἡ ῥίζα,
10πετασῖτις, πετροσέλινον, σμύρνιον, ἀλλ’ ἧττον, πευκεδάνου ἡ ῥίζα (ὁ δ’ ὀπὸς μᾶλλον), πήγανον ἥμερον, πόλιον τὸ μικρότερον, μελισσό‐ φυλλον, πράσιον, πταρμικὴ τὸ θαμνίον ξηρόν, ῥοῦς, σάμψυχον, σέρι‐ φον, σησαμοειδὲς μέγα, σισύμβριον, στοιβῆς ὁ καρπὸς καὶ τὰ φύλλα ἀρχομένης, τεύκριος, τρίφυλλον (οἱ δ’ ἀσφάλτιον), ὑακίνθου ὁ καρπός,
15ὕσσωπον, χαμαίδρυς, χαμαιλέοντος ἡ ῥίζα, καὶ τοῦ μέλανος καὶ τοῦ λευκοῦ, χαμαιπίτυς, χελιδόνιον τὸ μεῖζον.

14

.

28

t

Ὅσα ξηραίνει τῆς τετάρτης τάξεως. Ἀμπελόπρασον, κεδρέας τὸ ἔλαιον, νάπυ, πήγανον ἄγριον, σκό‐ ροδον· τὸ δ’ ἄγριον μᾶλλον, ὀφιόσκορδον ὀνομαζόμενον.

14

.

29

t

Ὅσα ὑγραίνειν φησὶν ἄνευ τοῦ προσθεῖναι ποίας τάξεως.

14

.

29

.

1

Ἀλσίνη, βούγλωσσον, γλαῦξ ἡ πόα, γλυκυρρίζης ὁ χυλός, θρίδαξ μετρίως, ἴου τὰ φύλλα μετρίως, μηλέας Περσικῆς ὁ καρπός, μύκητες, πολύγαλον, ῥόδινον μᾶλλον ἐλαίου, σατύριον, στρατιώτης.

14

.

30

t

Ὅσα ὑγραίνει 〈τῆσ〉 δευτέρας τάξεως.

14

.

30

.

1

Ἀνδράχνη αὐτή τε καὶ ὁ χυλὸς αὐτῆς, ἀτράφαξυς, βλίτον, κολο‐ κύντη, μηλέας Ἀρμενιακῆς ὁ καρπός, σίκυος πέπων, φακὸς ὁ ἐπὶ τῶν
τελμάτων.

14

.

31

t

Ὅσα ὑδατώδη ψυχρότητα ἔχει.

14

.

31

.

1

Ἀκακία, ἀλσίνη, ἀνδράχνη, ἀρνόγλωσσον, ἀτράφαξυς, βάτου τὰ φύλλα, βήχιον πόα ὑγρὰ οὖσα (ξηρανθεῖσα δ’ οὐχ ὁμοίως), βλίτον, βρύον θαλάσσιον, γλαύκιον, δορύκνιον, ἐπιμήδιον μετρίως, θρίδαξ, ἰξός, ἴου τὰ φύλλα, κολοκύντη, κοτυληδών, κώνειον, λεύκη τὸ δένδρον,
5μαλάχη ἥμερος, μήκωνες, μῆλα, πραικόκκια, μύκητες, πλάτανος, πολύ‐ γονον, ποταμογείτων, σιδηρῖτις, σίκυς ἐδώδιμος, σόγχος, στρατιώτης ἔνυδρος, ὁλόσχοινος, τρίβολος, ὑπήκοον, φακὸς ὁ ἐπὶ τῶν τελμάτων, ψυλλίου τὸ σπέρμα, μόλυβδος.

14

.

32

t

Ὅσα μέσα τῶν ξηραινόντων καὶ ὑγραινόντων ἐστίν.

14

.

32

.

1

Ἀγρώστεως ἡ ῥίζα καταπλασσομένη, ἔλαιον τὸ γλυκύτατον ἐκ δρυπεποῦς μάλιστα τοῦ καρποῦ.

14

.

33

t

Περὶ τῶν λεπτομερῶν καὶ παχυμερῶν.

14

.

33

.

1

Ἐπεὶ λεπτομερὲς μὲν καλεῖται τὸ ῥᾳδίως εἰς λεπτὰ καταθραυό‐ μενον, ἁδρομερὲς δὲ καὶ παχυμερὲς τὸ ἐναντίον, ὑπάρχει δὲ τοῖς μὲν γλίσχροις καὶ σκληροῖς ἢ μόλις καὶ χαλεπῶς ἢ οὐδ’ ὅλως εἰς λεπτὰ καταθραύεσθαι, τοῖς δὲ κραύροις καὶ μαλακοῖς ἄνευ γλισχρότητος
5ἑτοίμως εἰς λεπτὰ λύεσθαι, πρόδηλον οἶμαι τοὐντεῦθεν ὡς δυνάμει πολλὰ μέν ἐστι θερμὰ καὶ ῥᾳδίως ἐκπυροῦται, θερμαίνει δ’ οὐ ῥᾳδίως ἡμᾶς· τὸ μὲν γὰρ πῦρ ἁπάντων λεπτομερέστατόν τε ἅμα καὶ θερμό‐ τατον ὑπάρχον εἰς τὸ βάθος αὐτῶν διικνεῖται ῥᾳδίως καὶ καταθραύει καὶ λεπτύνει καὶ μεταβάλλει καὶ πρὸς τὴν ἑαυτοῦ μεθίστησι φύσιν,
10ὁμοιοῦν πάντῃ καὶ κρατοῦν τοῦ πλησιάζοντος· ἡ δ’ ἡμετέρα θερμασία πρὸς τῷ παχυμερὴς εἶναι καὶ ἀτμώδης ἔτι καὶ ἀσθενής ἐστιν, ὡς μὴ

14

.

33

.

2

ῥᾳδίως μεταβάλλειν τὸ πλησιάζον. ἐδείχθη δ’ ὡς οὐδὲν τῶν θερμαίνειν ἡμᾶς φαινομένων ὁμοίως τῷ πυρὶ θερμαίνειν πέφυκεν, ἀλλ’ ὡς εὐέξαπτος ὕλη· τὴν γὰρ ἀρχὴν τῆς μεταβολῆς ἐκ τῆς ἐν ἡμῖν θερμό‐ τητος λαμβάνοντα, καθάπερ οἱ ξηροὶ κάλαμοι παρὰ τοῦ πυρός, ἀντι‐
5θερμαίνει τε ἡμᾶς καὶ οἷον μόρια τῆς ἐμφύτου γίνεται θερμότητος,

14

.

33

.

3

ὡς ἐκεῖνοι τοῦ πυρός. καὶ μὴν ὅτι γε τὸ μὲν πάνυ σμικρὸν σῶμα ῥᾳδίως ἀλλοιοῦται πρὸς τοῦ πλησιάζοντος, τὸ δὲ μεῖζον ἐν χρόνῳ τε καὶ μόγις αἰσθητὴν ἴσχει τὴν ἀλλοίωσιν, πεπιστευμένον ἱκανῶς ἐστιν, ὥστε οὐδὲν θαυμαστόν, εἰ θᾶττον αἰσθανόμεθα θερμαίνοντος

14

.

33

.

4

ὅπερ ἂν ἐπιμελέστερον εἰς ἐλάχιστα καταθραύσωμεν. καὶ ἐναργῶς δὲ φαίνεται μηδὲν τῶν παχυμερῶν, πρὶν ἀκριβῶς καταθραυσθῆναι, μήτε αὐτὸ πάσχον τι ὑπὸ τοῦ σώματος ἡμῶν μήτε ἀντιδρᾶσαί τι δυνάμενον· οὐ γὰρ 〈μόνον〉 ἐπὶ πεπέρεως ἢ νάπυος καὶ τῶν ἄλλων ἁπάντων
5τῶν θερμαινόντων ἡμᾶς, ἀλλὰ κἀπὶ τῶν ψυχρῶν ταῖς δυνάμεσιν

14

.

33

.

5

ὡσαύτως ἔχει. μανδραγόρου γοῦν ῥίζης φλοιὸν εἴ τις εἰς μεγάλα καταθραύσας ἐπιθείη κατὰ τοῦ δέρματος ἢ καταπλάττοι, παντελῶς

14

.

33

.

6

οὐδὲν ἀνύσει· λεπτουργηθεὶς δ’ ἱκανῶς ψύχειν πέφυκεν. οὕτω δὲ καὶ τὸ τῆς μήκωνος σπέρμα καὶ τὸ τοῦ κωνείου, καίτοι τοῦτο σφοδρότα‐ τον ὑπάρχον τῶν ψυχόντων, πρὶν ἀκριβῶς καταθραυσθῆναι πλησιάζον

14

.

33

.

7

ἡμῶν τῷ δέρματι, παντάπασιν ἀσθενὲς ὑπάρχει. μὴ τοίνυν θαύμαζε, εἰ κάλαμοι ξηροὶ καὶ τρίχες εὐέκκαυτα μέν ἐστιν, οὐ μὴν ἡμᾶς γε θερμαίνει πλησιάζοντα· τὴν ἀρχὴν γὰρ οὐδὲ μεταβάλλεται πρὸς τῆς ἐν ἡμῖν θερμασίας, ἵνα ἀντιθερμήνῃ, διὰ τὸ μὴ δύνασθαι καταθραυσθῆ‐
5ναι χνοωδῶς, ἐπεὶ ὅ γε κάλαμος ὁ ἐξ Ἰνδίας τῷ κόπτεσθαί τε καὶ διαττᾶσθαι χνοωδῶς μᾶλλον τοῦ παρ’ ἡμῖν ἐναργῶς φαίνεται θερμαί‐

14

.

33

.

8

νων. οὔτε δέ, ὥς τινες ὑπειλήφασι, πᾶν πῦρ λεπτομερὲς νομιστέον οὔτε τὸ λεπτομερὲς ἅπαν πῦρ· ὅ τε γὰρ ἄνθραξ πῦρ μέν, οὐ λεπτο‐ μερὴς δέ, ὅ τε ἀὴρ λεπτομερὴς μέν, οὐ πῦρ δέ· ἔστι γάρ τι καὶ ψυχρὸν ἀκριβῶς λεπτομερὲς καὶ θερμὸν παχυμερές.

14

.

33

.

9

Ὅσα λεπτομερῆ. Ἀβρότονον κεκαυμένον, ἄγνου τὸ σπέρμα καὶ τὰ φύλλα, σκάνδιξ, τῆς ἐν Παρνασσῷ ἀγρώστεως τὸ σπέρμα, αἰγείρου τὰ ἄνθη, ἀκαλήφης ὁ καρπὸς καὶ τὰ φύλλα, ἀκάνθου ἤτοι μελαμφύλλου ἢ παιδέρωτος ἡ
5ῥίζα, ἀκανθίου ἡ ῥίζα καὶ τὰ φύλλα, ἀκάνθης λευκῆς τὸ σπέρμα, ἄκορον, ἄμωμον, ἀσάρου ἡ ῥίζα, ἀμπέλου ἀγρίας λευκῆς ἡ ῥίζα, ἀναγύρου τῆς ῥίζης ὁ φλοιός, καὶ πλέον αὐτοῦ τὸ σπέρμα, ἀνθύλλιοι ἀμφότεραι (ἡ δὲ τῇ χαμαιπίτυϊ ἐοικυῖα μᾶλλον), ἀνθεμὶς ἡ καὶ
χαμαίμηλον, ἀπαρίνη, ἀριστολοχείας ἡ ῥίζα, καὶ μᾶλλον ἡ στρογγύλη,
10ἄρκτιον τὸ τῷ φλόμῳ ὅμοιον, ἀρνογλώσσου ὁ καρπὸς καὶ τὰ φύλλα ξηρανθέντα, ἀρτεμισίαι ἀμφότεραι, ἄσπληνος, ἀσφοδέλου ἡ ῥίζα, καὶ μᾶλλον καυθείσης ἡ τέφρα, βάλσαμον (ὁ δ’ ὀπὸς τοῦ φυτοῦ μᾶλλον· ὁ δὲ καρπὸς ἔλασσον), βάτου ἡ ῥίζα, βράθυ πάνυ, γλυκυσίδης τῆς καὶ πεντορόβου καὶ παιωνίας ἡ ῥίζα, δίκταμνον, δρακοντίου ἡ ῥίζα πλέον
15τῆς τοῦ ἄρου, ἔβενος, ἔλαιον παλαιόν, ἔλαιον κίκινον, ἔλαιον τὸ ἐκ λύχνου, Σαβῖνον, ἐλαφόβοσκον, εὐπατόριος ἡ πόα, εὐφόρβιον, ζύμη, ἠρύγγιον, ἰτέας ὀπός, καλαμίνθη, κάλαμος ἀρωματικός, καλάμου φραγμίτου φλοιὸς καυθείς, κασία ἱκανῶς, καρύων τὸ ἐδώδιμον, καρύου λέπος ξηρὸν καυθὲν ἱκανῶς, καρπήσιον, κέγχρος, κεδρέας τὸ
20ἔλαιον, κιννάμωμον ἄκρως, κινναμωμὶς ἡ καὶ ψευδοκιννάμωμον, ψευδοδίκταμνος ἔλασσον, λάδανον μετρίως, κλινοπόδιον, κοκκυμηλέας κόμμι, λιγνὺς ἅπασα, λωτὸς τὸ δένδρον, μαστίχη, μελάνθιον, μηδίου τὸ σπέρμα, μυρρίς (ἔνιοι δὲ μύρρα), μῶλυ, ὅ τινες πήγανον ἄγριον, ξύρεως ἢ ξυρίδος ἡ ῥίζα, καὶ μᾶλλον ὁ καρπός, ὀξυακάνθου ὁ καρπός,
25ὀποβάλσαμον, ὀπὸς Κυρηναϊκὸς τοῦ ἄλλου παντὸς μᾶλλον, παρωνυχία. πευκεδάνου ὀπὸς πήγανον, πίσσα (τὸ δὲ πισσέλαιον μᾶλλον), πιστακίου ὁ καρπός, πολεμώνιον (οἱ δὲ φιλεταίριον), πρόπολις, τερεβινθίνη μᾶλλον τῶν ἄλλων ῥητινῶν, καὶ ἔτι μᾶλλον ἡ λάριξ, τῆς δ’ ὑγρᾶς ῥητίνης τὸ καπνέλαιον, ῥόδινον ἔλαιον, ῥόδα, σαγαπηνόν, σάμψυχον,
30σέσελι, σικύου σπέρμα, σισύμβριον καὶ τὸ σπέρμα αὐτοῦ, σῦκα ξηρὰ μετρίως, συκῆ, σχοίνου ἄνθος μετρίως, τεύκριος, τέφρα (ταύτης δὲ μᾶλλον τίτανος), τριβόλου τοῦ χερσαίου ὁ καρπός, ὕδνα μετρίως, ὑπερικόν, ὕσσωπον, φαληρίς, φαλαγγῖτις, φόρμιον, ὠκιμοειδοῦς τὸ σπέρμα, ἅλες οἱ χαῦνοι τῶν ἄλλων μᾶλλον (οἱ δὲ κεκαυμένοι καὶ τού‐
35των πλέον· τὸ δ’ ἁλὸς ἄνθος καὶ τούτων μᾶλλον), ἁλὸς ἄχνη πάνυ, νίτρον (ὁ δ’ ἀφρὸς αὐτοῦ μᾶλλον), ἀλκυονίων τὸ τρίτον πάνυ (τού‐
του δ’ ἔλαττον τὸ τέταρτον), ἀρσενικὸν καυθέν, γύψος καυθεῖσα, θεῖον, καδμεία βοτρυῗτις μᾶλλον, κίσηρις κεκαυμένη, κονία, ἡ τοῦ χαλκοῦ λεπὶς μᾶλλον τῶν ἄλλων, Ἀσσίας πέτρας ἄνθος (ἧττον δ’ ἡ
40πέτρα), μελαντηρία, μίσυ, χαλκοῦ ἄνθος μᾶλλον τοῦ κεκαυμένου χαλκοῦ καὶ τῆς λεπίδος αὐτοῦ, ἡ ἐν θυείᾳ γινομένη χρυσοκόλλα μᾶλλον τῆς μεταλλευομένης (καὶ ταύτην δὲ καύσας λεπτομερεστέραν ἐργάσῃ), σάνδυξ ὁ γινόμενος καιομένου ψιμυθίου, φῦκος, στέαρ λέοντος καὶ παρδάλεως καὶ ὑαίνης πάνυ (τὸ δὲ τῶν ταύρων ἔλαττον), καστόρειον,
45σηπέας ὄστρακον, ἔρια καυθέντα.

14

.

34

t

Ὅσα παχυμερῆ.

14

.

34

.

1

Ἀρνογλώσσου ἡ ῥίζα, βαλαύστιον, γίγαρτα, ἔλαιον βαλάνινον, ζιγγιβέρεως ἡ ῥίζα, καγκάνου ῥίζα, κρόμμυον, σίκυος, λεπίδες πᾶσαι (ἔλαττον δ’ ἡ τοῦ χαλκοῦ), σῶρι, στυπτηρία ἱκανῶς, ἥ τε ὑγρὰ καὶ ἡ πλακῖτις καὶ ἡ πλινθῖτις· λεπτομερεστέρα δέ πώς ἐστι τούτων ἥ τε
5σχιστή, καὶ μετὰ ταύτην ἡ στρογγύλη.

14

.

35

t

Ὅσα ῥωστικά.

14

.

35

.

1

Κασία, κηκὶς ὀμφακῖτις· στοιχὰς ῥώννυσί τε σπλάγχνα πάντα καὶ πᾶσαν τοῦ ζῴου τὴν ἕξιν· φοίνικος ὁ καρπὸς ἔξωθέν τε ἐπιτιθέμενος καὶ ἔσωθεν λαμβανόμενος, ἀψίνθιον.

14

.

36

t

Ὅσα συμπεπτικά.

14

.

36

.

1

Ἄμωμον μᾶλλον ἀκόρου καὶ ἀσάρου ῥίζης, ἀσταφὶς ἥμερος, κηρός, λάδανον, κόλλα, ἣν εἰς τὰ βιβλία σκευάζουσι, κρόκος, λιβανω‐ τός, πίσσα, Αἰγυπτία μαστίχη, ῥόδινον ἔλαιον, σμύρνα, στύραξ, χαλ‐ βάνη, χόνδρος, ὤκιμον ἐπιπλασσόμενον, βούτυρον, οἴσυπος, στέαρ
5ὕειον ἐλαίου μᾶλλον.

14

.

37

t

Περὶ τῶν ἐκπυητικῶν.

14

.

37

.

1

Τὰ ἐκπυΐσκοντα τῶν φαρμάκων ὅμοια ταῖς κατὰ φύσιν κράσεσιν

14

.

37

.

2

ὑπάρχοντα φυλακτικὰ τῆς οὐσίας ἐστὶν ὡς κατὰ μηδὲν ἀλλοιοῦν. ἐν γοῦν ταῖς ἐκπυήσεσιν ἡ μὲν ὑγρότης ἀλλοιοῦται, καὶ εἴ πού τις εἴη σὰρξ τεθλασμένη, τὰ δ’ ἄλλα πάντα τὰ κατὰ φύσιν ἔχοντα διασῴζει τὴν ἑαυτῶν οὐσίαν· τοιοῦτον οὖν εἶναι χρὴ τὸ τῇ διαπυήσει συλληψό‐
5μενον φάρμακον οἷόνπερ καὶ αὐτὸ τὸ ἔμφυτον ὑπάρχει θερμὸν ἐν ταῖς εὐκράτοις φύσεσιν· ὡς γὰρ αἱ κατὰ φύσιν ἀλλοιώσεις ὑπὸ τῆς ἐμφύτου γινόμεναι θερμασίας ὑπὸ τῆς ὁμοίας ἔξωθεν ἐπικουροῦνται,

14

.

37

.

3

κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ περὶ τὰς διαπυήσεις. ἴσμεν γοῦν οὐδὲν οὕτως τῇ κατὰ γαστέρα πέψει συντελοῦν ὡς ἀνθρώπειον σῶμα ψαῦον αὐτῆς, καί τινες παιδία προστιθέμενοι νύκτωρ ἐναργεστάτης ὠφελείας αἰσθάνονται· συμφυλοτέρα γὰρ ἥδε καὶ οἰκειοτέρα πολὺ τῆς διὰ τῶν

14

.

37

.

4

πυριάσεών ἐστιν. ἔνιοι δὲ κυνίδια μικρὰ τῆς αὐτῆς ἕνεκεν ὠφελείας ἀναπαυόμενοι παρατίθενται τῇ γαστρί, τὸ πλῆθος αὐξάνοντες τῆς

14

.

37

.

5

πεττούσης τὰ σιτία θερμότητος, οὐ τὴν ποιότητα. τὰ τοίνυν τοιαῦτα τῶν φαρμάκων ὑγρὰ καὶ θερμὰ λέγομεν, οὐχ ὡς ὑγρότερα καὶ θερμό‐ τερα τῆς ἡμετέρας οὐσίας, ἀλλ’ ὡς παραπλησίας ἡμῖν ὑπάρχοντα

14

.

37

.

6

κράσεως ὑγροῖς καὶ θερμοῖς οὖσι κατὰ τὸν παλαιὸν λόγον. καὶ μὲν δὴ καὶ ὡς ἐμπλαστικὸν εἶναι χρὴ τὸ τοιοῦτον φάρμακον, ἵνα ἄκρως ᾖ διαπυητικόν, ἤδη μοι δοκῶ καὶ τοῦτο φαίνεσθαι σαφῶς· εἰ γὰρ τὴν οὐσίαν αὐτῆς αὐξῆσαι τῆς ἐμφύτου θερμότητος καὶ ἐπιτεῖναι προσήκει
5τὴν ποιότητα, πεφράχθαι χρὴ τοὺς πόρους τοῦ σώματος, ἵνα ἔνδον ἀποστέγωσι τὰς ἀτμώδεις διαπνοάς, ὡς ὅσα γε τῶν καταπλασμάτων ἢ τῷ ῥύπτειν ἢ τῷ θερμαίνειν σφοδρότερον ἐπιτρέπει διαφορεῖσθαι

14

.

37

.

7

τοὺς ἀτμούς, ξηραίνει μέν, οὐ μὴν ἐκπυΐσκει. ἐπιτηδειότατον οὖν ἐστιν εἰς πύου γένεσιν τῶν καταντλουμένων μὲν ὕδωρ εὔκρατον ἢ ὑδρέλαιον, τῶν δ’ ἐπιβρεχομένων ἔλαιον εὔκρατον, ἐπιπλασμάτων δὲ

14

.

37

.

8

τό τε πύρινον ἄλευρον δι’ ὑδρελαίου καὶ ἄρτος αὐτός. ἕψεσθαι δὲ δεῖ συμμέτρως· τὸ μὲν γὰρ ἐπὶ πλεῖστον ἡψημένον ξηραντικώτερόν τέ πώς ἐστι καὶ ταῖς δυσπεπτοτέραις ἁρμόττει φλεγμοναῖς, τὸ δ’ ἐπ’ ἔλαττον ἐπὶ τῶν πάνυ θερμῶν καὶ ζεουσῶν, καὶ τὸ μὲν ἐλαίου πλέον

14

.

37

.

9

ἔχον ἐπὶ τῶν δυσπεπτοτέρων, τὸ δ’ ἧττον ἐπὶ τῶν ζεουσῶν· καὶ τὸ
μὲν ἐξ ἄρτου κατάπλασμα ταῖς δυσπεπτοτέραις ἁρμόττει φλεγμοναῖς (ἔχει γάρ τι καὶ ζύμης καὶ ἁλῶν ὁ ἄρτος), τὸ δ’ ἐξ ἀλεύρου πυρίνου

14

.

37

.

10

〈ταῖσ〉 θερμοτέραις. χόνδρος δὲ ξηραντικώτερος μέν ἐστιν ἀλεύρου πυρίνου (διόπερ ἐπὶ μὲν τῶν μετρίων φλεγμονῶν ἧττον ἐπιτήδειός ἐστιν εἰς ἐκπύησιν), ἐπὶ δὲ τῶν ὑγροτέρων ἀμείνων ἀλεύρου πυρίνου.

14

.

37

.

11

αὐτοῦ δ’ αὖ πάλιν τοῦ ἀλεύρου τοῦ πυρίνου καὶ ἄρτου μᾶλλον ὁ καθαρὸς ἐκπυΐσκει· τὸ μὲν γὰρ πίτυρον ἧττόν τέ ἐστι θερμὸν καὶ μᾶλλον ξηρόν, αὐτὸ δὲ τὸ καθαρὸν καὶ τρόφιμον ἄλευρον ὑγρόν τέ ἐστι καὶ θερμόν· ἐδείχθη δὲ τὰ τοιαῦτα συνεργοῦντα πρὸς τὴν τοῦ

14

.

37

.

12

πύου γένεσιν. οὕτως οὖν καὶ τῶν φαρμάκων τῶν ἐπιτιθεμένων τοῖς φλεγμαίνουσιν ἕλκεσιν ὅσα θερμά τέ ἐστι καὶ ὑγρά, συντελεῖ καὶ ταῦτα πρὸς τὴν ἐκπύησιν, οἷον τό τε χοίρειον στέαρ καὶ τὸ μόσχειον καὶ

14

.

37

.

13

βούτυρον καὶ λιβανωτός. ἐκπυΐσκει δὲ καὶ πίττα καὶ ῥητίνη διεθεῖσαι

14

.

37

.

14

δηλονότι μετ’ ἐλαίου τινός. χρὴ δὲ κἀνταῦθα πρὸς μὲν τὰς ζεούσας φλεγμονὰς διὰ ῥοδίνου τήκειν αὐτά, πρὸς δὲ τὰς ἄλλας διά τινος τῶν θερμαινόντων, οἷόν ἐστι τό τε κίκινον καὶ τὸ ῥαφάνινον καὶ τὸ παλαιὸν καὶ τὸ Σικυώνιον· εἰ δὲ καὶ κηρῷ μόνῳ χρήσαιο διαπυήσεως
5ἕνεκα, ἔν τινι τῶν θερμαινόντων ἐλαίων καὶ τοῦτον τήκειν· αὐτὸς γὰρ καθ’ ἑαυτὸν ἧττόν ἐστι θερμὸς ἢ ὥστε διαπυΐσκειν, ἐπεὶ τό γε ἐμπλάττον ἔχει· μόναις 〈οὖν ταῖς ζεούσαις φλεγμοναῖσ〉 ἐπιτήδειος

14

.

37

.

15

ἔν τινι τῶν θερμοτέρων ἐλαίων διεθείς. ὥσπερ δ’ αὐτὸς ἐνδεῖ τῇ συμμετρίᾳ ὡς πρὸς τὰς μέσας τῇ κράσει φλεγμονὰς καὶ φύσεις ἀνθρώ‐ πων τε καὶ μορίων, οὕτως ὑπερβάλλουσι βραχὺ ῥητίνη καὶ πίττα, καὶ

14

.

37

.

16

διὰ τοῦτο μιγνύμενα ταυτὶ πάντα διαπυΐσκει συμμέτρως. μὴ παρακούσῃ δέ τις μηδ’ οἰηθῇ πάντα με λέγειν τὰ δύσπεπτα καὶ μηδ’ ὅλως ἴσχοντα πύον οὕτω δεῖν θεραπεύεσθαι· σήπεται γὰρ ἔνια τῶν τοιούτων ὑπὸ τῶν ἐμπλαστικῶν φαρμάκων, ἢ διὰ μοχθηρίαν τῶν ἐργασαμένων αὐτὰ
5χυμῶν ἢ δι’ ἀσθένειαν τοῦ πάσχοντος 〈μορίου, τὴν ἔμφυτον θερμασίαν οὕτως ἔχοντοσ〉 ὀλίγην τε καὶ ἄρρωστον, ὡς μηδ’ ἐπιχειρεῖν τῇ πέψει

14

.

37

.

17

τῶν εἰς αὐτὸ κατασκηψάντων χυμῶν. ἐπὶ τούτων οὖν ἀμυχαῖς τε βαθείαις ἀνοίγομεν τὸ δέρμα καὶ πολλάκις γε καὶ διατέμνομεν ἄχρι τοῦ βάθους κατὰ πολλὰ μέρη τοῦ πεπονθότος χωρίου φαρμάκοις τε χρώμεθα ξηραντικωτάτοις· ἐφεδρεύει γὰρ ταῖς τοιαύταις φλεγμοναῖς
5ἡ καλουμένη γάγγραινα, νενικημένης κατ’ αὐτὰς ἤδη καὶ πλησίον
ἡκούσης τοῦ τελέως ἀποσβεσθῆναι τῆς ἐμφύτου θερμασίας.

14

.

38

t

Περὶ τῶν μαλακτικῶν.

14

.

38

.

1

Τὰ δὲ μαλάττοντα τοὺς σκίρρους φάρμακα πολὺ θερμότερα τῆς εὐκράτου φύσεώς ἐστιν, οὐ μὴν ἰσχυρῶς ἤδη θερμά· τὰ γὰρ ὑπὸ γλίσχρου καὶ παχέος χυμοῦ παγέντος σκιρρωθέντα θερμαινόντων μὲν δεῖται καὶ ξηραινόντων φαρμάκων, οὐ μὴν ἰσχυρῶν γε καὶ βιαίων,
5ἀλλ’ ἀρκεῖ τῆς δευτέρας μὲν ἢ καὶ τρίτης ἐνίοτε τάξεως τῶν θερμαι‐

14

.

38

.

2

νόντων, τῆς πρώτης δ’ εἶναι τῶν ξηραινόντων. χρὴ μέντοι τι καὶ τούτοις ἐμπλαστικὸν ὑπάρχειν, ὥσπερ καὶ τοῖς διαπυητικοῖς, ἀλλ’ ὅσῳ κενωτικώτερα προσῆκεν εἶναι αὐτά, τοσῷδε καὶ ἧττον ἐμπλάσσεσθαι

14

.

38

.

3

τοῖς πόροις. πλάτους δ’ ὑπάρχοντος οὐ σμικροῦ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τοῖς οὕτως ἐσκληρυσμένοις σώμασιν, ἀνάγκη δήπου καὶ τῶν ἰωμένων αὐτὰ φαρμάκων οὐκ ὀλίγον εἶναι τὸ πλάτος, οἷον αὐτίκα καὶ τὸ αἴγειόν ποτε στέαρ ὠφέλησε τὰ οὕτως ἐσκληρυσμένα
5καὶ τὸ τῆς ἀλεκτορίδος· ἀλλὰ ταῦτα μὲν ἀσθενέστερά τέ ἐστι καὶ τὰς μετρίας μαλάττει σκληρότητας, ἰσχυρότερον δὲ τοῦ μὲν τῶν ἀλεκτορί‐

14

.

38

.

4

δων τὸ χήνειόν ἐστι, τοῦ δὲ τῶν αἰγῶν τὸ τράγειον· ἰσχυρὸν δὲ καὶ

14

.

38

.

5

τὸ ταύρειον, ἀλλ’ ἧττον τοῦ τραγείου. διαφορητικωτέραν δὲ τούτων 〈δύναμιν〉, οὐ μαλακτικωτέραν ἔχει τὸ λεόντειον καὶ παρδάλειον

14

.

38

.

6

ὑαίνης τε καὶ χηνός. καὶ μὲν δὴ καὶ ὁ μυελὸς ὁ ἐλάφειος ἱκανῶς

14

.

38

.

7

μαλάττει, καὶ μετ’ αὐτὸν ὁ μόσχειος. βελτίων δ’ ὁ ἐκ τῶν ὀστῶν τοῦ

14

.

38

.

8

ἐκ τῆς ῥάχεως, ὃν μυελὸν νωτιαῖον ὀνομάζουσιν. ἐκ ταὐτοῦ δὲ γένους ἐστὶ τοῖς εἰρημένοις, ἀλλ’ ἰσχυρότερα, τό τε ἀμμωνιακὸν θυμίαμα καὶ μᾶλλον τὸ λιπαρὸν καὶ νέον καὶ ὁ στύραξ καὶ ἡ χαλβάνη καὶ τὸ βδέλλιον τὸ Σκυθικόν, ὃ δὴ καὶ μελάντερόν ἐστι καὶ ῥητινωδέστερον·
5τὸ γὰρ ἕτερον τὸ Ἀραβικόν, ὃ δὴ διαυγέστερόν ἐστιν, ἐπὶ μᾶλλον

14

.

38

.

9

ξηραίνει τῶν μαλακτικῶν. ὅσον μὲν οὖν ἐστι νέον αὐτοῦ καὶ ὑγρὸν καὶ κοπτόμενον μαλάσσεται ῥᾳδίως, ἐπιτήδειον εἰς ὅσαπερ καὶ τὸ Σκυθικόν· ὅσον δὲ παλαιότερόν τέ ἐστι καὶ πικρὸν ἱκανῶς καὶ δριμὺ

14

.

38

.

10

καὶ ξηρόν, ἐκπέπτωκε τῆς τῶν μαλαττόντων συμμετρίας. καλλίω δὲ καὶ τῶν ἄλλων ἁπάντων εἰς τὸ μαλάττειν τὰ νέα· παλαιούμενα γὰρ

14

.

38

.

11

ἰσχυρότερον ξηραίνει. τοῦτο μέν γε καὶ μυελὸς καὶ στέαρ ἔχουσιν·
παλαιούμενα γὰρ καὶ ταῦτα δριμύτερα σφῶν αὐτῶν γίνεται καὶ ξηρό‐

14

.

38

.

12

τερα, καθάπερ τὸ χοίρειον στέαρ. οὐ χρὴ δ’ ἔχειν ἁλῶν οὔτε τοῦτο

14

.

38

.

13

οὔτε τἄλλα ὅσα μαλάττει· ξηραίνουσι γὰρ σφοδρῶς οἱ ἅλες. καὶ μὲν δὴ καὶ τὸ Σικυώνιον ἔλαιον ἐκ τοῦ γένους ἐστὶ τούτων καὶ τὸ ἀπὸ τοῦ κρίνου καὶ τὸ ὑοσκυάμινον καὶ τὸ ἐκ τῆς ἐλαίας τὸ γλυκύτατον ἐκ δρυπεποῦς μάλιστα τοῦ καρποῦ γινόμενον, ἀνθεμίς τε 〈ἡ〉 καὶ
5χαμαίμηλον ὀνομαζομένη καὶ ἀλθαίας ῥίζα καὶ ἀγρίου σικύου ῥίζα καθεψηθέντα ἐν ἐλαίῳ ἢ ἐν ὕδατι καὶ τῆς ἀγρίας μαλάχης τὰ φύλλα, καὶ ὠμὰ καὶ ἑφθά (τῆς δὲ κηπευομένης ἀσθενέστερα· ἡ δ’ ἀναδενδρο‐

14

.

38

.

14

μαλάχη ἀλθαία ἰσχυροτέρα· ὁ δὲ καρπὸς αὐτῶν ἰσχυρότερος), λιβανω‐ τίδες αἱ τρεῖς, μαστίχη Χία, τερμινθίνη μᾶλλον τῆς σχινίνης, κολο‐ φωνία ἡ παραπλησία τῇ Χίᾳ μαστίχῃ (ὁμοίως αὐτῇ καὶ ἡ Αἰγυπτία μαστίχη), ὀποπάναξ, ῥύπος ὁ ἀπ’ ἀνδριάντων, πάτος ὁ ἀπὸ παλαίστρας,
5γλοιὸς 〈ὁ〉 ἀπὸ λουτρῶν καὶ τὸ βούτυρον, σμύρνα Βοιωτική, ἱππο‐ γλώσσου ἡ ῥίζα καὶ ὁ χυλός.

14

.

39

t

Περὶ τῶν σκληρυνόντων καὶ χαλώντων.

14

.

39

.

1

Ἡ μὲν δὴ τῶν μαλαττόντων δύναμις αὐτάρκως μοι δεδήλωται·

14

.

39

.

2

περὶ δὲ τῶν σκληρυνόντων ἐφεξῆς δίειμι. χρὴ τοίνυν εἶναι ταῦτα ψυχρὰ καὶ ὑγρά, καθάπερ ἀείζῳόν τέ ἐστι καὶ ἀνδράχνη καὶ ψύλλιον ὅ τε ἐπὶ τῶν τελμάτων φακὸς καὶ τὸ στρύχνον· ἢ τοῦτο μὲν οὐδ’ ὑγρόν ἐστι τὴν κρᾶσιν, ἀλλὰ μέσον ὑγραίνοντος ἁπλῶς καὶ ξηραίνοντος.

14

.

39

.

3

εἰ μὲν δή τι ψύχει καὶ ξηραίνει, σκληρύνει μὲν καὶ τοῦτο πάντως, ἀλλ’ οὐκ ἔστι τῶν ἰδίως σκληρυντικῶν· πήξει γὰρ μᾶλλον ἢ κενώσει τὸ σκληρὸν γίνεται σῶμα· εἴ τι δ’ ἐκ τοῦ τὴν σύμφυτον ὑγρότητα μὴ κατέχειν ἐσκληρύνθη, ξηρὸν μᾶλλον τοῦτο προσαγορεύομεν ἢ σκληρόν,
5καὶ ἡ ἴασις αὐτοῦ δίανσίς τε καὶ ὕγρανσίς ἐστιν, οὐ μάλαξις, ὥσπερ γε καὶ τοῦ συντεταμένου μὲν ἡ ἴασις χάλασίς ἐστι, τοῦ κεχαλασμένου

14

.

39

.

4

δὲ σύντασις. ταῦτα δ’ ὁρᾶται σαφῶς κἀπὶ τοῦ δέρματος μέν, οὕτως

14

.

39

.

5

δὲ κἀπὶ τῶν ἄρθρων πολλάκις. ἡ μὲν οὖν χάλασις ὑγρανθέντων
ἀμέτρως τῶν ἀμφ’ αὐτὰ συνδέσμων καὶ τενόντων ἀποτελεῖται· ἡ δὲ σύντασις οὐκέτι ἁπλῶς, ἀλλ’ ἤτοι ξηραινομένων ἢ φλεγμαινόντων ἢ σκιρρουμένων. κατ’ ἄρθρα μὲν οὕτως· ἐπὶ δὲ τοῦ δέρματος οὐχ οὕτως
5μόνον, ἀλλὰ καὶ τῶν ἐντὸς αὐτοῦ καθ’ ὁντινοῦν τρόπον εἰς ὄγκον αὐξανομένων, ὥσπερ γε καὶ διὰ πολυσαρκίαν τισὶν ἐκτείνεται πολλάκις.

14

.

39

.

6

ἀλλὰ κἀν ταῖς φλεγμοναῖς ταὐτὸ τοῦτο πάσχει· διόπερ οὐδ’ ἁπλῶς ἕν τι τῶν χαλαστικῶν ἔστιν εἶδος, ἀλλὰ τὰ μὲν ὑγραίνοντα χαλᾷ, τὰ δὲ θερμαίνοντα, τὰ δὲ μαλάττοντα, τὰ δὲ κενοῦντα, τὰ δὲ τοὺς παρὰ

14

.

39

.

7

φύσιν ὄγκους καθαιροῦντα, τὰ δέ τινα τούτων ἐργαζόμενα. ἐπεὶ δ’ οὖν πολυειδῶς ἕκαστον γίνεται σκληρότερον ἢ ξηραινόμενον ἢ πηγνύμενον ἢ ὑπερπληρούμενον ὡς διατετάσθαι σφοδρῶς ἢ κατὰ συζυγίαν τινὰ πάσχον ταῦτα, καὶ τὸ μαλάττεσθαι καθ’ ἕκαστον ἴδιον αὐτῶν ἔσται·

14

.

39

.

8

διελώμεθα οὖν ὑπὲρ ἁπάντων ἑξῆς. τὸ μὲν οὖν ὑπὸ ξηρότητος σκληρυνθὲν ὑγρανθῆναι δεῖται, τὸ δ’ ὑπὸ πήξεως θερμανθῆναι, τὸ δ’ ὑπὸ πληρώσεως κενωθῆναι, τὸ δ’ ὑπὸ ξηρότητος ἅμα καὶ πήξεως ὑγρανθῆναί τε καὶ θερμανθῆναι, τὸ δ’ ὑπὸ πήξεως ἅμα καὶ πληρώσεως

14

.

39

.

9

θερμανθῆναί τε καὶ κενωθῆναι. ξηραίνεται μὲν οὖν ἄνευ πήξεως ἔν τε γυμνασίοις ἀμέτροις τὰ σώματα καὶ ἡλίῳ σφοδρῷ καὶ ἐνδείαις ἰσχυραῖς καὶ πυρετῷ καυσώδει καὶ φαρμάκοις τισὶν ὅσα ξηραίνει μὴ ψύχοντα· πήγνυται δ’ ὑπὸ μόνης ψύξεως ἰσχυρᾶς, ὥσπερ καὶ πληροῦ‐
5ται δι’ ἐπιρροὴν ὑγρότητος δαψιλοῦς· ξηραίνεται δ’ ἅμα καὶ πήγνυ‐ ται, συνδραμόντων ἐς ταὐτὸ τῶν συνυπάρξαι δυναμένων αἰτίων, οἷον εἴ τις ὑπερπονήσειεν ἢ ὑπερπεινήσειεν ἐν κρύει· οὕτω δὲ πληροῦται

14

.

39

.

10

καὶ πήγνυται διὰ ῥεῦμα ψυχρὸν ἤ τινα ψῦξιν τοῦ μορίου. κατὰ τοσούτους μὲν τρόπους σκληρύνεται τὰ σώματα· τὸ μέντοι μαλακτικὸν φάρμακον οὐκ ἐπὶ πάντας ἐοίκασι φέρειν τοὺς τρόπους, ἀλλ’ ἐξαιρέτως ἐπὶ τοὺς διὰ πῆξιν ἐσκληρυσμένους, ἔτι δὲ μᾶλλον εἰ καὶ περιεχομένη
5τις ὑγρότης ἐν αὐτοῖς ᾖ παρὰ φύσιν, ὡς ἐπὶ τῶν σκιρρουμένων.

14

.

40

t

Περὶ τῶν ἐμπλαστικῶν.

14

.

40

.

1

Ὁποίαν ἄν σοι τὸ ἀποιότατον ὕδωρ αἴσθησιν γευομένῳ παράσχῃ, τοιαύτην ὅταν ἔν τινι τῶν ξηρῶν εὑρίσκῃς, ἔξω δηλονότι πάσης τὸ τοιοῦτο θερμότητός τε καὶ ψυχρότητος ἐπιφανοῦς ἐστι, μέσην, ὡς
οἷόν τε μάλιστα, κατάστασιν ἔχον ἢ καὶ μικρόν τι ῥέπον ἐπὶ τὸ ψυχρό‐

14

.

40

.

2

τερον. ἀλλ’ εἴπερ οὕτως ἔχον ξηρόν ἐστι τὴν σύστασιν, ἀνάγκη γεῶδες ὑπάρχειν αὐτὸ καὶ ξηραίνειν ἀδήκτως ἐμπλάττεσθαί τε δυσαπολύτως

14

.

40

.

3

τοῖς κατὰ τὸ σῶμα πόροις. τοιαῦτα δ’ ἐστὶ τὰ πλεῖστα τῶν ἀκριβῶς πεπλυμένων, ἄμυλος καὶ πομφόλυξ καὶ ψιμύθιον καὶ τίτανος καὶ καδμεία καὶ γῆ Κρητικὴ καὶ κιμωλία καὶ χόνδρος καὶ Σάμιος ἀστὴρ καὶ τῶν κναφέων ἡ γῆ, γύψος, θέρμος ὁ ἤδη ἐσθιόμενος, καγκάνου

14

.

40

.

4

ἡ ῥίζα, στροβίλων τὸ ἐδώδιμον ἐν ὕδατι βραχέν. τινὰ δ’ ἐξ αὐτῶν οὐ γεώδη μόνον, ἀλλὰ καὶ ὑδατώδη τὴν φύσιν ἐστίν· ἔνια δὲ καὶ ἀέρος ἐν ἑαυτοῖς οὐκ ὀλίγον περιέχει· γλίσχρα μὴν πάντα, καὶ διὰ τοῦτο ἐμπλαστικά· διπλῆ γὰρ ἡ τῶν ἐμπλαστικῶν φαρμάκων ἐστὶ
5φύσις, ἡ μὲν ἑτέρα γεώδης ἀκριβῶς καὶ ξηρά, ἡ δ’ ἑτέρα γλίσχρα μὲν πάντως, μικτὴ δ’ ἐξ ὕδατος καὶ γῆς καὶ τὰ πολλὰ καὶ ἀέρος,

14

.

40

.

5

ὥσπερ καὶ τοὔλαιον τὸ γλυκὺ χωρὶς ἁλῶν σκευασθέν. τὸ δὲ τοῦ ὠοῦ λευκὸν ἐκ τῶν αὐτῶν μέν πως μέμικται, γεωδέστερον δ’ ἐστὶν ἐλαίου.

14

.

40

.

6

καὶ μὲν δὴ καὶ τὸ τυρῶδες τοῦ γάλακτος ἐμπλαστικόν ἐστι, καὶ ὁ μαλα‐

14

.

40

.

7

κὸς καὶ νεοπαγὴς τυρός. καὶ 〈ἡ〉 τοῦ ὑὸς πιμελή, καὶ ἄλλαι δὲ πιμελαὶ ὅσαι μηδέπω δριμύτητά τινα ἔχουσιν, ἐμπλαστικαὶ τῶν πόρων

14

.

40

.

8

εἰσί, καὶ μᾶλλον αἱ ξηρότεραί τε καὶ γεωδέστεραι. τοιοῦτος δ’ ἐστὶ καὶ ὁ πεπλυμένος γλυκὺς κηρός· ἐπιτήδειος δ’ εἰς τοῦτο 〈ὁ〉 ἐξ ὑδατωδεστέρου τε καὶ ἥκιστα δριμέος μέλιτος· ὁ γὰρ πικρὸς ἐναργῶς

14

.

40

.

9

ἀποκεχώρηκε τῶν ἐμπλαστικῶν. ἐμπλαστικὴ δ’ ἐστὶ καὶ ἡ κόλλα ἣν εἰς τὰ βιβλία σκευάζουσι, κόμμι, μυάγρου τὸ σπέρμα, σίραιον πάνυ, πυρός, σήσαμον καὶ τὸ ἀπ’ αὐτοῦ ἔλαιον καὶ τὸ ἀφέψημα τῆς πόας,

14

.

40

.

10

πάτος ὁ ἀπὸ παλαίστρας, σαρκοκόλλα, τραγάκανθα. τὰ μὲν οὖν ἐμπλαστικὰ φάρμακα τοιαῦτά τινά ἐστι, μεταξὺ τῶν τε ἀποκρουομένων καὶ ῥυπτόντων ὑπάρχοντα.

14

.

41

t

Περὶ τῶν καθαιρόντων φαρμάκων.

14

.

41

.

1

Καθάπερ δ’ ἐπὶ τῶν χυμῶν εἴπομεν, ὡς σχεδὸν αὐτῶν οὐδεὶς
ἄμικτός ἐστιν ἀλλοτρίας ποιότητος, οὕτω χρὴ νομίζειν κἀν τοῖς φαρ‐

14

.

41

.

2

μάκοις ἀναμεμίχθαι πολλῶν ἑτερογενῶν οὐσίας. δέδεικται δὲ καὶ τὰς ὁλκὰς οἰκειότητι τῶν ἐν ταῖς οὐσίαις ποιοτήτων συντελεῖσθαι· διὸ καὶ τὰ καθαίροντα φάρμακα τοῖς μὲν ἑλκομένοις χυμοῖς ὑπάρχειν ἀναγκαῖον οἰκεῖα, δραστικώτερα δέ πως εἶναι, καθάπερ καὶ ἡ μαγνῆτις λίθος
5τοῦ σιδήρου· σιδηρίζει μὲν γὰρ καὶ αὐτὴ καὶ δεινῶς αὐτῷ προσέοικε τὴν ἰδέαν, ἀλλ’ ἰσχυροτέρα πώς ἐστιν, ὡς ἕλκειν μᾶλλον ἢ ἕλκεσθαι.

14

.

41

.

3

καὶ μὲν δὴ καὶ τὸ κνῆκος οὐκ ἀπελπιστέον εἶναι φλεγματῶδες, ὡς καὶ τῇ χρόᾳ διαδείκνυσιν, ἀλλ’ ὑπὸ θερμότητος ἰσχυρότερον φλέγματος,

14

.

41

.

4

ὡς ἕλκειν μᾶλλον ἢ ἕλκεσθαι. κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ Κνίδιος κόκκος, ἀλλ’ ἐάν ποτε νικηθῇ πρὸς τοῦ σώματος ἡμῶν (συμ‐ βαίνει δὲ κνήκῳ μὲν συνεχῶς τοῦτο, τῷ κόκκῳ δ’ οὐ πάνυ διὰ τὴν ἰσχύν), ἀντὶ τοῦ καθαίρειν τροφὴ γίνεται, καθάπερ ἐλλέβορος ὀρτύγων

14

.

41

.

5

ἀεί. διὰ τοῦτο ἔνια τῶν καθαρτικῶν φαρμάκων, ὅταν ἀποτύχῃ καθαί‐ ροντα, τὰ μὲν πρὸς τῷ μηδὲν βλάπτειν τὸ σῶμα καὶ τροφὴ γίνε‐ ται τοῦ ζῴου, τὰ δ’ εἰς τὸ φθαρτικόν τε καὶ δηλητήριον ἐκτρέπεται.

14

.

42

t

Περὶ ὑπερκαθάρσεως.

14

.

42

.

1

Αἱ δ’ ὑπερκαθάρσεις συμβαίνουσιν, ἐπειδὰν ἱκανῶς κατισχύσαν τὸ καθαρτικὸν φάρμακον ἐν τοῖς στόμασι τῶν εἰς τὴν γαστέρα καθηκόντων ἀγγείων δῆξίν τε ἅμα καὶ ἀναστόμωσιν ἐργάσηται πλέονα καὶ συνεχῶς ἐρεθίζον καὶ σπαράττον τὰ σώματα καταλύσῃ τὴν ἐν τοῖς ἀγγείοις

14

.

42

.

2

δύναμιν. οὔσης δὲ κατ’ ἀρχὰς μὲν ἔτι καὶ τῆς ἀναστομώσεως καὶ τῆς ἀρρωστίας μετρίας, τὸ λεπτότατόν τε καὶ ἧττον οἰκεῖον ἐκκρίνεται· ἐπὶ πλέον δὲ προηκόντων ἀμφοτέρων, ἤδη καὶ τὰ οἰκειότατα κενοῦται.

14

.

42

.

3

διὰ τοῦτο οὖν ἡ μὲν ξανθὴ χολὴ πρώτη, τὸ δὲ φλέγμα δεύτερον, μέλαινα δὲ τρίτη, κἀπὶ τούτοις ὕστατον ἁπάντων ἐν ταῖς ὑπερκαθάρ‐ σεσιν ἐκκρίνεται τὸ αἷμα, τοῦτο μὲν ὡς οἰκειότατος τῇ φύσει χυμός, ἔμπροσθεν δ’ αὐτοῦ πρῶτος μὲν ὁ λεπτότατος, ὕστατος δ’ ὁ παχύτα‐

14

.

42

.

4

τος. φλέγματος μὲν οὖν ἀγωγὸν εἰ δοίης φάρμακον, ἡ ξανθὴ μὲν πρώτη κατὰ τὰς ὑπερκαθάρσεις, δευτέρα δ’ ἡ μέλαινα, τελευταῖον δὲ

14

.

42

.

5

κενοῦται τὸ αἷμα. χολῆς δὲ ξανθῆς ἀγωγὸν εἴπερ εἴη τὸ φάρμακον, ἕψεται μὲν τὸ φλέγμα, τρίτη δ’ ἡ μέλαινα, καὶ τέταρτον τὸ αἷμα.

14

.

42

.

6

καὶ μὲν δὴ κἂν εἰ μελαίνης χολῆς εἴη καθαρτικόν, ἐκείνην μὲν πρώ‐ την ἐκκενώσει, μετ’ αὐτὴν δὲ τὴν ξανθήν, εἶθ’ οὕτως τὸ φλέγμα,
καὶ πάντων ὕστατον ἀκολουθήσει τὸ αἷμα, καθάπερ ἐξ ἀψύχων ἤδη τῶν ἀγγείων ἐκρέον· ὅταν γὰρ τὰ μὲν ἀγγεῖα μηκέτι κατέχειν 〈ἐν〉
5ἑαυτοῖς δύνηται τοὺς ἄλλους χυμοὺς διὰ τὴν ἀσθένειαν, ἀναπεπτα‐ μένα δ’ αὐτῶν ᾖ τὰ στόματα, μένῃ δ’ ἐρεθίζον τὸ φάρμακον, ἕλκειν δὲ μηκέτι ἔχῃ τὸν οἰκεῖον χυμόν, ἀνάγκη πᾶσα τοὺς ἄλλους ἐκκρίνεσθαι κατὰ τὴν εἰρημένην τάξιν.

14

.

43

t

Περὶ τῆς καθαρτικῆς δυνάμεως.

14

.

43

.

1

Ἡ δὲ καθαρτικὴ δύναμις δύο σημαίνει, τὸ μέν τι κοινὸν ἐπὶ πᾶσι τοῖς ὁπωσοῦν ἐκκαθαίρουσι τὰ τοῦ ζῴου περιττώματα, τὸ δέ τι κατ’

14

.

43

.

2

ἐξοχὴν ἐπὶ τοῖς δι’ ἐμέτων ἢ γαστρὸς ὑπαγωγῆς. ἔστι δ’ ὁμογενὴς ταῖς τοιαύταις καθάρσεσιν ἥ τε διὰ ῥινῶν καὶ στόματος γινομένη διά τε τῶν ἐρρίνων καὶ ἀνακογχυλιασμῶν καὶ μασημάτων, ἅπερ ἑνὶ περιλαμβάνοντες ὀνόματι προσαγορεύουσιν ἀποφλεγματίζοντα, καὶ τὰς

14

.

43

.

3

δυνάμεις δ’ αὐτῶν ἀποφλεγματικὰς ὀνομάζουσιν. ὁμογενῆ δὲ τούτοις ἐστὶ καὶ ὅσα ταῖς μήτραις προστιθέμενα καθαίρει· ἅπαντα γὰρ ὅσα κατέλεξα δύναμιν ἑλκτικὴν ἔχει, τὰ μὲν ἑνός τινος χυμοῦ, τὰ δὲ δυεῖν ἢ καὶ πλειόνων, καὶ τοῦτο αὐτοῖς κοινόν, ὡς ὅσα γε τῷ λεπτύνειν
5τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς οὖρα κινεῖν πέφυκεν ἢ ταῖς ἐκ θώρακος καὶ πνεύμονος ἀναπτύσεσιν ἀρήγει, ἐκκαθαίρει μέν πως καὶ αὐτά, καλεῖται δ’ οὐχ ὁμοίως τοῖς προειρημένοις, ἀλλὰ τὰ μὲν οὐρητικὰ 〈καὶ βηχικά〉, τὰ δ’ ἐμμήνων ἀγωγά, διαλλάττοντα τῶν προειρημένων, ὅτι δύναμιν ἑλκτικὴν οἰκείων χυμῶν οὐκ ἔχει καθάπερ

14

.

43

.

4

ἐκεῖνα. δεῖται δ’ οὖν κἀν τούτοις ὁ λόγος ἑτέρου διορισμοῦ τοιούτου· τὰ μὲν ἐν πεσσοῖς ἢ πυρίᾳ ἤ τινι τοιουτοτρόπῳ ταῖς μήτραις προστι‐ θέμενα κατὰ διττὴν αἰτίαν ἐνεργεῖ, τὰ μὲν τῷ θερμαίνειν μόνῳ προκαλούμενα, τὰ δὲ ταῖς ὀνομαζομέναις ἑλκτικαῖς τε καὶ καθαρτικαῖς
5δυνάμεσιν, ἃς ἐπεδείξαμεν οἰκειότητι τῶν ἑλκομένων τὰς κενώσεις ἐργάζεσθαι· ὅσα δὲ πίνεται τῷ λεπτύνειν μὲν τὸ αἷμα, τοὺς ποροὺς δ’ ἐκφράττειν τε καὶ ἀναστομοῦν, οὐ μὴν ἑλκτικῇ γέ τινι δυνάμει τὰς

14

.

43

.

5

κενώσεις ποιεῖται. τὰ μὲν δὴ πρότερα τοῖς καθαίρουσίν ἐστιν ὁμογενῆ, τὰ δὲ δεύτερα τοῖς γάλα καὶ σπέρμα γεννῶσιν, ὑπὲρ ὧν εἰρήκαμεν
πρότερον.

14

.

44

t

Περὶ τῶν βηχικῶν δυνάμεων.

14

.

44

.

1

Διττῶς ὠνόμασται βηχικὰ φάρμακα, τὰ μὲν τῷ ποιεῖν βῆχα, τὰ δὲ τῷ παύειν· δύναμις δ’ αὐτῶν ἐναντιωτάτη· τὰ μὲν γὰρ τῆς λεπτυντι‐

14

.

44

.

2

κῆς φύσεώς ἐστι, τὰ δὲ τῆς παχυντικῆς. ἡ μὲν οὖν λεπτυντικὴ δύνα‐ μις ἐν θερμαῖς καὶ λεπτομερέσιν οὐσίαις, ἡ παχυντικὴ δ’ ἐν ψυχραῖς καὶ παχυμερέσιν ἐγγίνεται· τούτων δ’ ἔμπροσθεν ἡ ὕλη κατηρίθμηται.

14

.

45

t

Ἐκ τῶν Ζωπύρου· περὶ τῶν ὑγρασίαν ἑλκόντων διὰ στόματος καὶ ῥινῶν καὶ ὀφθαλμῶν.

14

.

45

.

1

Ὑγρασίαν δ’ ἐπισπᾶται διὰ στόματος μασηθέντα καὶ διηττηθέντα πύρεθρον, Ποντικὴ ῥίζα, πολίου, λαπάθου, καππάρεως, ἁλικακκάβου, χαμαιλέοντος, ἀφέψημα πιόνων σύκων, δᾳδός, μέλι γλυκύ, μήκων, ἀψίνθιον, ὀρίγανον, ῥαφανίς, σταφὶς ἄνευ γιγάρτων (ἡ ἑτέρα δ’ ὁμοίως),
5κάχρυ, νάπυ, λευκὸς ἐλλέβορος, ἐλατήριον, θύμον, ἅλες, ὀμφάκιον, ἄννησον, πέπερι, μίσυ, χαλκὸς κεκαυμένος, κόκκος Κνίδιος, χάλκανθος, χαμελαία, δαφνίδες, κεδρέα, θεῖον, ἐλελίσφακον, κιννάμωμον, ἀκάνθου καρπός, βαλσάμου, ἀνεμώνη, πάνακες, κάρδαμον, ἀμμωνιακόν, σανδα‐

14

.

45

.

2

ράκη, τρὺξ ξηρὰ κεκαυμένη. —Διὰ δὲ τῶν ῥινῶν ἄγει ἐλατήριον, πέπερι, σεύτλων ὁ χυλός, κυκλαμίνου τοῦ φλοιοῦ τῆς ῥίζης, μέλι γλυκύ, θλάσπι, κόκκος Κνίδιος, ἀναγαλλίς, μύρον ἴρινον, ἀνεμώνη, βατράχιον, κεδρέα, χύλισμα καρύων πικρῶν, ἐλλέβορος λευκός, στρού‐

14

.

45

.

3

θιον, ὀμφάκιον, πράσιον, φύλλα κισσοῦ τὰ ἁπαλά. ἔνια δὲ τούτων

14

.

45

.

4

καὶ πταρμὸν εἴωθε κινεῖν. —Ἀπὸ δὲ τῶν ὀφθαλμῶν ὑγρασίαν ἄγει μέλι, οἴσυπος, παλαιὸν ἔλαιον, ἀναγαλλὶς τό τε λεγόμενον ἁλῶν λίπος, ὅ τινες ἁλὸς ἄχνην καλοῦσι, δάφνινον χρῖσμα, νάρδος, κασία, κιννάμωμον, κόστος, ὀπὸς μήκωνος, σαγαπηνοῦ ὀπός, φύλλου χυλός,
5δαύκου, σελίνου, ῥοιῶν, τῶν ἀμυγδάλων, πρασίου, ἐλλεβόρου λευκοῦ, τῆς Ποντικῆς ῥίζης, ἀνεμώνης, πηγάνου, καὶ μᾶλλον ἀγρίου, καστό‐ ρειον, λίθος αἱματίτης, χάλκανθος, ἄνθος χαλκοῦ, στέαρ χήνειον, χαλκὸς κεκαυμένος, χολή, σμύρνα, χαλκῖτις Αἰγυπτία, θεῖον ἄπυρον, στυπτηρία σχιστή, σηπέας ὄστρακον κεκαυμένον, μίσυ, οὖρον, φλοιὸς
10λιβάνου, σκίλλα, τὸ λεγόμενον ὀθόννα καθεψηθεῖσα, ἀμμωνιακόν,
νυκτικόρακος ἐγκέφαλος, ἰχὼρ ἥπατος τραγείου, δάκρυον ἰτέας,

14

.

45

.

5

ὀμφάκιον, λεπὶς στομώματος. —Τῶν δ’ ὠτικῶν προκλητικὰς δυνάμεις ἔχειν δοκεῖ μέλι, πέπερι, γλυκὺς λιβανωτὶς ἡ κάρπιμος, μετώπιον, καρύων ἔλαιον, οὖρον βοός, χολὴ ταύρου, λινοζῶστις, σεύτλου χυλός, καππάρεως τῶν ῥιζῶν, ἀγρίου πηγάνου, κόκκου Κνιδίου, τῆς ἐρινεοῦ
5ὁ ὀπός, βδέλλιον, κασία, χαλβάνη, λευκὸς ἐλλέβορος, ἕρπυλλος, ὀμφάκιον.

14

.

46

t

Γαληνοῦ· περὶ τῶν ἐκφρακτικῶν καὶ ῥυπτικῶν καὶ λεπτυντικῶν.

14

.

46

.

1

Τὸ δ’ ἐναντίον τῷ ἐμπλαστικῷ λέγοιτο μὲν ἂν ἐκκαθαρτικὸν ἢ ἐκφρακτικὸν τῶν πόρων, ὥσπερ γε αὖ τὸ ἐμπλαστικὸν οὐκ ἐμπλαστι‐ κὸν μόνον, ἀλλὰ καὶ ἐμφρακτικόν· εἴη δ’ ἂν ὥσπερ τοῖς ἔργοις ἐναντίον, οὕτω καὶ τῇ φύσει τοῦ σώματος οὔτε γλίσχρον οὔτε

14

.

46

.

2

ἄδηκτον, ἀλλὰ νιτρῶδές τε καὶ λεπτομερές. ἐν τῷ μᾶλλον δὲ καὶ ἧττον ἀλλήλων διαφέρει τῷ γένει τῆς οὐσίας οὐ διαφέροντα τά τε ἐμπλαστικὰ τῶν ῥύπον ἐπιτρεφόντων, τά τε τῶν πόρων ἀνακαθαρτικὰ τῶν ῥυπτικῶν· ὅσα μὲν γὰρ τὸν ἐπιπολῆς ἀφαιρεῖ ῥύπον, εἴτε οὖν
5ἑλκῶν εἴτε καὶ τοῦ δέρματος αὐτοῦ, ῥυπτικὰ προσαγορεύεται, τὰ δὲ καὶ τοὺς πόρους ἐκκαθαίροντα λεπτομερέστερά τε τούτων ἐστὶ καὶ τοῖς ἐμπλαστικοῖς ἐναντία καὶ διὰ τοῦτο ἐκφρακτικά τε καὶ καθαρτικὰ

14

.

46

.

3

τῶν πόρων ὀνομάζεται· ἔστι δὲ ταῦτα λιτρώδη καὶ πικρά. κατὰ μὲν δὴ τοῦ δέρματος ἔξωθεν ἐπιτιθέμενα τὴν λιτρώδη ποιότητα μόνον ἀκριβῆ κεκτῆσθαι δεῖ πρὸς τὸ δύνασθαι δρᾶν ἅπερ εἴρηται· εἴσω δὲ τοῦ σώματος λαμβανόμενα, κἂν εἰ στύψεώς τι μετέχοι, δύναιτο ἂν
5εἶναι καὶ οὕτως ἔτι καθαρτικά τε καὶ διαρρυπτικὰ τῶν μειζόνων πόρων, οἷοίπερ κἀν τοῖς σπλάγχνοις εἰσίν· ἔξωθεν μὲν γὰρ ἡ μικρότης τῶν πόρων ὑπὸ τῆς στύψεως τυφλοῦσθαι φθάνουσα πρὶν ἐκκαθαρθῆναι καλῶς οὔτε παραδέχεται τοὐντεῦθεν ἔτι τὴν ῥυπτικὴν οὐσίαν εἰς τὸ βάθος οὔτε καθαίρεται· τὰ δὲ κατὰ τὰ σπλάγχνα μεγίστους ἔχοντα
10πόρους ἐν ἑαυτοῖς εἰς ῥώμην τῶν ἀγγείων ὠφελεῖται πλέον ἢ εἰς

14

.

46

.

4

τὴν τῶν στομάτων μικρότητα βλάπτεται. καὶ διὰ τοῦτο ἔνδοθεν 〈μὲν〉 ἀψίνθιον διακαθαίρειν πέφυκεν, ἔξωθεν δ’ οὔ, σύνθετον ὑπάρχον ἐκ

14

.

46

.

5

στρυφνῆς καὶ πικρᾶς δυνάμεως. ὅσα οὖν ἀνευρίσκεται λιτρώδη καὶ πικρά, ταῦτα ἐκκαθαίρειν ἴσθι δυνάμενα τοὺς πόρους πάντας, ῥύπον δ’ ἑλκῶν ἢ καὶ τοῦ δέρματος οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τὰ μετριώ‐ τερα ταῖς δυνάμεσιν ἀφαιρεῖν πέφυκεν, οἷάπέρ ἐστι τὰ λεπτομερῆ
5γλυκέα καθάπερ τὸ μέλι· ὅσα μὲν γὰρ ἐκφράττει, καὶ ῥύπτει, ὅσα δὲ

14

.

46

.

6

ῥύπτει, οὐ πάντως 〈ἐκφράττει〉. ἐκφράττει μὲν οὖν καὶ διακαθαίρει τοὺς ῥύπους ταυτί.

14

.

47

t

Ὅσα ἐστὶν ἐκφρακτικὰ καὶ διακαθαρτικά.

14

.

47

.

1

Ἀναγύρου τὰ φύλλα ξηρὰ καὶ ὁ τῆς ῥίζης αὐτοῦ φλοιός, ἀγαρι‐ κόν, ἀκαλήφης τὸ σπέρμα, ἀμάραντον, ἀμύγδαλα πικρὰ καὶ τὸ δένδρον αὐτό, ἀμπελόπρασον, ἀδίαντον, ἄρου αἱ ῥίζαι, ἀκάνθου ἤτοι μελαμ‐ φύλλου ἢ παιδέρωτος ῥίζα, γλήχων, δρακόντιον, δαῦκος ὁ καὶ σταφυ‐
5λῖνος, καὶ μᾶλλον ὁ ἄγριος, γεντιανῆς ἡ ῥίζα πάνυ, ἑλενίου ἡ ῥίζα, ἐρυσίμου σπέρμα, ἐρέβινθοι, ἐρέβινθος ἄγριος, εὐπατόριος ἡ πόα ἄνευ θερμότητος ἐπιφανοῦς, θύμα, ἰσχάδων αἱ λιπαραί, ἰσόπυρον, καλαμίνθη, καρδάμου τὸ σπέρμα καὶ τὰ φύλλα ἰσχυρῶς, κασία, κοκκυμηλέας κόμμι, κέστρον, κροκοδειλίου ῥίζα, κυκλάμινος, λευκακάνθου ἡ ῥίζα, λιβανω‐
10τίδες αἱ τρεῖς, μελάνθιον, μηδίου τὸ σπέρμα, μήκων κερατῖτις, μυρρίδος ἡ ῥίζα, ὀνωνίδος ὁ φλοιός, ὀξυακάνθου ὁ καρπός, περικλυ‐ μένου ὁ καρπὸς καὶ τὰ φύλλα, πήγανον, πευκεδάνου ὀπὸς καὶ ῥίζα, πτέρεως ῥίζα καὶ θηλυπτέρεως, σίκυος πέπων, σπονδυλίου ὁ καρπὸς καὶ ἡ ῥίζα, κύπρου τὰ φύλλα καὶ οἱ ἀκρέμονες, στοιχάς, τεύκριος,
15χαμαίδρυς, χαμαιπίτυς, χαμαικίσσου τὸ ἄνθος ὅσα τε ἄλλα, καθάπερ εἴρηται, κρατοῦσαν ἐν ἑαυτοῖς ἔχει τὴν πικρὰν ποιότητα· καὶ γὰρ τὸ λίτρον αὐτὸ καὶ τὸ ἀφρόλιτρον ὅ τε ἀφρὸς τοῦ λίτρου καὶ ἁλὸς ἄχνη καὶ ἅλες ὅ τε ἐξ Αἰθιοπίας λίθος καὶ τὸ σέριφον καὶ τὸ ἀβρό‐ τονον ὅσα τε ἄλλα τοιαῦτα σὺν ἐδέσμασί τε καὶ πόμασι λαμβανόμενα

14

.

47

.

2

τῆς αὐτῆς ἐστι δυνάμεως. εὐθὺς δὲ τούτοις ὑπάρχει πᾶσι καὶ λεπτυντικοῖς εἶναι παχέων τε καὶ γλίσχρων χυμῶν, ὥσπερ τοῖς ἐμπλαστικοῖς ἅπασι παχεῖς καὶ γλίσχρους ἐργάζεσθαι τοὺς κατὰ τὸ σῶμα χυμούς, ὥστε οὐδὲ τῶν ἐκ θώρακός τε καὶ πλεύμονος ἤτοι
5φλεγμάτων γλίσχρων ἢ πύου τμητικώτερά τε καὶ λεπτυντικώτερα
καὶ πρὸς τὴν ἀναγωγὴν ἐπιτηδειότερα δύναιο ἂν εὑρεῖν ἕτερα πρὸ

14

.

47

.

3

τούτων φάρμακα. τοῖς δ’ αὐτοῖς τούτοις καὶ τὰς καθ’ ἧπαρ ἐμφράξεις ἐκκαθαίρειν ὑπάρχει, καὶ τὰς κατὰ σπλῆνα τὰς μετρίας· αἱ δ’ ἰσχυρό‐ τεραι σφοδροτέρων φαρμάκων προσδέονται, καππάρεως φλοιοῦ καὶ μυρίκης ῥιζῶν, σκολοπενδρίου ῥίζης καὶ τῆς ἀσπλήνου πόας.

14

.

48

t

Ὅσα ῥύπτει.

14

.

48

.

1

Ῥύπτει δὲ καὶ ταῦτα μὲν ὅσα τούς τε πόρους ἐκφράττει καὶ τέμνει τοὺς παχεῖς χυμούς, καὶ τὰ νῦν δὲ λεχθησόμενα· αἰγεία κόπρος καυθεῖσα καὶ ἄκαυστος, τῶν ὀστρακοδέρμων πάντων τὰ ὄστρακα, σηπέας ὄστρακα, ἐχίνων ἀμφοτέρων καυθέντων ἡ τέφρα, ὀρὸς γάλακτος, μέλι
5(τὸ δ’ ἑψηθὲν ἔλαττον), ἄλυσσον, ἀμπέλου ἀγρίας οἱ βότρυες (οἱ δὲ τῆς ἡμέρου ἔλασσον), ἀμπέλου λευκῆς τῆς καὶ βρυωνίας ἡ ῥίζα (τῆς δὲ μελαίνης ἀσθενεστέρα), ἀμύγδαλα ἐδώδιμα καὶ αὐτὸ τὸ δένδρον, ἀναγαλλίδες ἱκανῶς ἀμφότεραι, ἀνδροσαίμου (ὑπερικοῦ δ’ εἶδος) τῆς καὶ διονυσιάδος τὰ φύλλα, ἀνεμῶναι, ἀνθύλλιοι ἀμφότεραι, ἀπαρίνη,
10ἀργεμώνη, ἀριστολοχεία μακρά, ἄρκτιον τὸ τῷ φλόμῳ ὅμοιον, ἀρνο‐ γλώσσου τὰ φύλλα καὶ μᾶλλον τὰ ξηρά, ἄρον, ἀσπάραγος μυακάνθινος, ἀσταφὶς ἀγρία, ἀσφοδέλου ἡ ῥίζα, ἀτραφάξυος ὁ καρπός, ἀψινθίου χυλός, βολβὸς ἐπιπλαττόμενος, δαμασώνιον, διψάκου τῆς ἀκάνθης ἡ ῥίζα, ἔβενος, ἐλλέβορος ἑκάτερος, ἑλξίνη ἡ καὶ περδίκιον, ἰτέας ὀπός,
15καλάμου φραγμίτου ἡ ῥίζα σὺν τοῖς φύλλοις ἱκανῶς ἄνευ δριμύτητος καὶ τὰ φύλλα αὐτοῦ μετρίως καὶ ὁ φλοιὸς αὐτοῦ καυθεὶς μετρίως, κενταύρειον τὸ μικρὸν καὶ ὁ χυλὸς αὐτοῦ, κίκεως ὁ καρπός (τὰ δὲ φύλλα ἔλαττον), κράμβη ἡ ἀγρία μᾶλλον τῆς ἡμέρου, κρῆθμον, κριθαὶ μετρίως, κρίνου τὰ φύλλα καὶ ἡ ῥίζα λειούμενα μετρίως, κυάμου ἡ
20σὰρξ μετρίως, λαμψάνη καταπλασσομένη μετρίως, λειχὴν ὁ ἐπὶ τῶν πετρῶν, λευκοΐου πᾶς ὁ θάμνος καὶ ἡ ῥίζα (μᾶλλον δὲ τὰ ἄνθη καὶ τούτων τὰ ξηρότερα), λεύκη τὸ δένδρον, λωτὸς ἢ τρίφυλλον, λωτὸς ἄγριος, μῆον, ναρκίσσου ἡ ῥίζα μετρίως, νυμφαίας ἑκατέρας ἡ ῥίζα, πάνακος Ἡρακλείας ὁ φλοιὸς τῆς ῥίζης μετρίως, πίσσα, πλατάνου ὁ
25φλοιὸς καυθείς, μελισσόφυλλον, πράσιον καταπλασσόμενον, πρόπολις μετρίως, πτελέας τὰ φύλλα (ὁ δὲ φλοιὸς καὶ αἱ ῥίζαι μᾶλλον), πτισάνη (λειοῦντες γοῦν αὐτὴν ὠμὴν ἐγχρίουσι τοῖς προσώποις οἱ ἀνδραποδοκάπηλοι ῥύψεως ἕνεκα τῆς ἐν αὐτοῖς ἀχροίας κατὰ τὸ δέρμα συνισταμένης), τερμινθίνη πλέον τῆς μαστίχης, σαγαπηνὸν
30μετρίως, σησαμοειδὲς μέγα, σησαμοειδοῦς τοῦ λευκοῦ τὸ σπέρμα, σιδηρῖτις ἑκατέρα μετρίως, σίκυος πέπων (μᾶλλον δ’ αὐτοῦ τῆς σαρκὸς τὸ σπέρμα καὶ ἡ ῥίζα ξηρανθέντα), σικύου ἀγρίου ῥίζα, σμύρνα, στρουθίου ἡ ῥίζα, τεῦτλον, τιθύμαλλοι καὶ μᾶλλον ὁ ὀπὸς αὐτῶν, τραγίου τοῦ ἀπὸ Κρήτης τὰ φύλλα καὶ ὁ καρπὸς καὶ τὸ δάκρυον,
35ὑακίνθου ὁ καρπός, φλόμου τὰ φύλλα μετρίως καὶ μάλιστα τῆς χρυσιζούσης τοῖς ἄνθεσιν, φοῦ, χαμαιπίτυς, χαμαισύκη, χελιδόνιον ἰσχυρῶς, ἰός (μετὰ δὲ πολλῆς κηρωτῆς ἀδήκτως ῥύπτει), ἀλκυόνια πάντα, ἀρμενιακόν, Σελινουσία γῆ καὶ Χία καὶ Σαμία μετρίως καὶ ἡ Κρητική, καδμεία, κίσηρις ἄκαυστος καὶ κεκαυμένη, λιθάργυρος
40μετρίως, λίθος ὁ ἐξ Αἰθιοπίας, λίθος ὁ Ἀράβιος, σμύρις ἱκανῶς, τὸ ἐκ τῶν κεραμίων ὄστρακον καὶ μᾶλλον τὸ ἐκ τῶν κριβάνων, κέρας ἐλάφου καὶ αἰγὸς κεκαυμένα.

14

.

49

t

Περὶ τῶν οὐρητικῶν.

14

.

49

.

1

Ἐπειδὰν δ’ οὔρησιν πλείονα κινῆσαι βουληθῶμεν, οὐ πάνυ τι τοῖς εἰρημένοις φαρμάκοις χρηστέον ἐστίν, ἀλλὰ τοῖς δριμυτέροις τε ἅμα καὶ μᾶλλον θερμαίνουσιν· ἔστι δὲ τὰ τοιαῦτα σελίνου, πετροσελί‐ νου, μαράθου, δαύκου, σμυρνίου, ἀννήσου σπέρμα, ἄμι, ἄσαρον, ἄκο‐
5ρον, ἀμπελόπρασον, ἀμπέλου λευκῆς οἱ πρῶτοι βλαστοί, ἀνδρόσακες αὐτή τε καὶ ὁ καρπὸς αὐτῆς πινόμενα, ἀσάρου ῥίζα, ἀσπάραγος ὁ βασιλικὸς καὶ ὁ ἕλειος ὅ τε ὀξυμύρσινος καὶ ὁ ὀξυακάνθινος, βδέλλιον Ἀραβικόν, βούνιον, ψευδοβούνιον, βρυωνία, δάφνη ἡ πόα καὶ ἡ χαμαιδάφνη καὶ τὸ δαφνοειδὲς καλούμενον, ἐρέβινθοι καὶ μάλιστα οἱ
10κριοί, ἕρπυλλον, θύμα, κάλαμος ἀρωματικός, κάρω αὐτό τε καὶ τὸ σπέρμα αὐτοῦ, καρπήσιον, καυκαλίς, κόστος, κοτυληδόνος τὰ φύλλα σὺν τῇ ῥίζῃ ἐσθιόμενα, κροκοδειλίου τὸ σπέρμα, κύμινον, κυπέρου ῥίζαι, λιγυστικοῦ αἱ ῥίζαι καὶ τὸ σπέρμα, μήου αἱ ῥίζαι, μῶλυ, νάρδου
στάχυς, νάρδος Κελτική, ξύρεως ὁ καρπός, ὀνωνίδος τῆς ῥίζης ὁ
15φλοιός, πήγανον, πόλιον, σεσέλεως ῥίζα καὶ ὁ καρπός, σίκυς ἐδώδιμος καὶ μᾶλλον ὁ ἤδη πέπων καὶ ὁ μηλοπέπων, σίνων, σίον, σκάνδιξ, σκόρδιον, σταφυλῖνος, καὶ μάλιστα τὸ σπέρμα αὐτοῦ, σχοίνου ἄνθος, τερμίνθου καρπός, τρίφυλλον ἡ καὶ ἀσφάλτιον, στρύχνου τοῦ ἁλι‐ κακκάβου ὁ καρπός, ὑπερικοῦ ὁ καρπὸς ὅλος, φοῦ ἡ ῥίζα, χαμαίδρυς,

14

.

49

.

2

χαμαιπίτυς. ἀψίνθιον καὶ μάλιστα τὸ ἐν φλεψὶ χολῶδες ἐκκαθαίρει.

14

.

49

3,4

βράθυ αἷμα δι’ οὔρων κινεῖ. ἡ τοῦ ἐρυθροδάνου ῥίζα παχέα οὖρα

14

.

49

.

5

καὶ πολλὰ καί ποτε καὶ αἱματώδη κινεῖ. καπνεῖος προτρέπει οὖρα

14

.

49

.

6

χολώδη πολλά. ὄροβος πλείων ληφθεὶς αἷμα δι’ οὔρων ἄγει.

14

.

49

.

7

περικλυμένου τὰ φύλλα καὶ ὁ καρπὸς πινόμενα ἐν ἀρχῇ μὲν οὐρητικὰ μόνον ἐστί, μέχρι πλείονος δὲ τὸ οὖρον αἱματῶδες ποιεῖ· ἡ δὲ συμ‐

14

.

49

.

8

μετρία τῆς πόσεως δραχμῆς πλῆθος. σκολύμου ἡ ῥίζα πλῆθος οὔρων ἄγει δυσωδῶν, εἴ τις αὐτὴν ἐν οἴνῳ καθεψήσας πίνοι, καὶ διὰ τοῦτο καὶ τὰς δυσωδίας ἰᾶται τῶν τε μασχαλῶν καὶ ὅλου τοῦ σώματος,

14

.

49

.

9

καθαίρουσα τὸν τοιοῦτον χυμόν. ὀνοβρυχίδος τὰ φύλλα ξηρὰ μετ’

14

.

49

.

10

οἴνου πινόμενα στραγγουρίας ἰᾶται. τῆς ἐν Παρνασσῷ ἀγρώστεως τὸ

14

.

49

.

11

σπέρμα οὖρα κινεῖ. μελίκρατον, ὀξύμελι, οἶνος λεπτὸς καὶ ὑδατώδης,

14

.

49

.

12

τὸ ἀπόβρεγμα τῶν στεμφύλων ὃ τρύγα καλοῦσιν. ὑπὸ τῶν τοιούτων φαρμάκων οὐ λεπτύνεται μόνον, ἀλλὰ καὶ χεῖται καὶ διακρίνεται τὸ αἷμα παραπλησίως τῷ γάλακτι· τούτων δ’ οὐδὲν ἄνευ θερμότητος ἰσχυρᾶς ἐνδέχεται γενέσθαι.

14

.

50

t

Ἐκ τῶν Ζωπύρου· ὅσα δι’ οὔρων ἰδίως ἐκ σπληνὸς ἄγει καὶ ἥπατος καὶ νεφρῶν.

14

.

50

.

1

Περικλύμενον, τιθυμάλλου σπέρμα τοῦ χαρακίου, μελάνθιον, κύ‐ μινον, θύμον, λευκῆς ἀμπέλου ἀγρίας ῥίζα, κλύμενον, καππάρεως ῥίζα, σπλήνιον, πάνακος σπέρμα, σκόροδον, ἕρπυλλον, κύτισος, Αἰγυπτία στυπτηρία, Μηλεία, δρακόντιον, λεπὶς σιδήρου, ἡλιοτρόπιον, σισύμβριον,
5ἀριστολοχείας ῥίζα, ὀρίγανος, πόλιον, κολοκυνθὶς ἀγρία, βρυωνία, κυκλά‐ μινος, χαλκοῦ ῥινήματα ἐν οἴνῳ ἀποβεβρεγμένα, ἄσπληνος, ἀνδράχνη,

14

.

50

.

2

σκορπίου θαλασσίου πνιγέντος οἴνῳ τὸ ἀπόβρεγμα. —Τῶν δ’ ἀφ’ ἥπατος ἀγωγὰ ὑπάρχει δι’ οὔρων σπέρμα ἄγνου, δαύκου τὰ φύλλα, μαράθου ὁμοίως, βαλσάμου, κενταυρείου, καπνοῦ, γλυκυσίδης ὁ μέλας καρπός, ἄννησον πεφωγμένον, φοίνικος ὀστοῦν, δάφνης φύλλα, σύμ‐
5φυτον, ὑπερικόν, ὑπνικόν, ἀψίνθιον, βούνιον, ψευδοβούνιον, σμύρνιον (οἱ δ’ ἱπποσέλινον), πευκέδανον, ἀναγαλλίς, ἡδύοσμος, οἰνάνθη, Πον‐ τικὴ ῥίζα, λιβανωτός, ὀπὸς σιλφίου, ἠρύγγιον, Ἡρακλεωτικὸν κάρυον,

14

.

50

.

3

κριθῶν ἀπόβρεγμα. —Ἀπὸ δὲ τῶν νεφρῶν ἄγει δι’ οὔρων τὸ σπέρμα τοῦ ἑλενίου, σελίνου, πέπερι, μήκων, σταφυλῖνος, πράσον, κνῆκος, λιβανωτίδος σπέρμα, τοῦ ἐν τῷ σίτῳ ξιφίου, βρυωνίας τῶν ῥιζῶν ὁ φλοιός, ἄγρωστις, σίραιον, σηπίας ὠά, θεῖον, ἐρέβινθος λευκός.

14

.

51

t

Ἐκ τῶν Γαληνοῦ· περὶ τῶν ἀνακαθαιρόντων θώρακα καὶ πνεύμονα.

14

.

51

.

1

Ἐπεὶ δὲ θερμὰ ταῦτά ἐστι, ταῖς ἐκ θώρακος ἀναπτύσεσι τοῦ πύου τὰ τοιαῦτα πάντα ἀντιπράττει· τὸ μὲν γὰρ ὀρῶδες οἱ νεφροὶ φθάνουσιν εἰς ἑαυτοὺς ἕλκοντες, τὸ δὲ συνιστάμενόν τε καὶ ἀποξη‐ ραινόμενον οὐκέτι εὐπετῶς ἀναπτύεται, καὶ διὰ τοῦτο τμητικὸν μὲν
5εἶναι χρὴ τὸ τοιοῦτο φάρμακον, οὐ μὴν ἐπιφανῶς γε θερμόν, ἵνα μὴ ξηραίνῃ σφοδρῶς, δίδοσθαί τε σὺν τοῖς ὑγραίνουσι ῥοφήμασί τε καὶ

14

.

51

.

2

πόμασι τῆς αὐτῆς χρείας ἕνεκα. τοιαῦτα δ’ ἐστὶ τά τε ἐκφρακτικὰ πάντα ὅσα ἔμπροσθεν ἀναγέγραπται καὶ προσέτι στρόβιλος ὅλος χλω‐ ρός, πιτυΐδες, βούτυρον, χρυσοκόμης ἡ ῥίζα ἐν μελικράτῳ, καστόρειον ἐπ’ ἀνθράκων θυμιώμενον ἑλκόμενόν τε διὰ τῆς εἰσπνοῆς· ὠφελεῖ
5γὰρ μάλιστα τὰ κατὰ πλεύμονα καὶ ἐγκέφαλον ὑγρὰ καὶ ψυχρὰ πάθη.

14

.

51

.

3

καὶ νάρδου στάχυς τὰ κατὰ τὴν κεφαλὴν καὶ τὸν θώρακα ῥεύματα ξηραίνει.

14

.

52

t

Ἐκ τῶν Ζωπύρου· ὅσα ἀνάγει ἐκ πλεύμονος.

14

.

52

.

1

Ἀνάγει δὲ καὶ ἐκ πλεύμονος ἐκλεικτὰ διδόμενα καὶ καταπότια κνίδης σπέρμα καὶ λίνου καὶ δαύκου, μήκωνος μελαίνης, θύμου, κισσοῦ
λευκοῦ, ῥαφανῖδος ἀπὸ χυλοῦ νάπυος, ἀννήσου, σησάμου, καρδάμου, ἐρυσίμου, σκίλλης, ὀρόβου, σικύου, μελανθίου, πεπέρεως, πηγάνου,
5πόλιον, κιννάμωμον, ἄρον, δρακόντιον, κόστος, νάρδος, θεῖον, σμύρνα, δαφνίδων τὸ ἐντός, καππάρεως ῥίζης ὁ φλοιός, ἀμύγδαλα πικρά, γλυκυσίδη, καστόρειον, ἀβρότονον, θρίδακος ὀπός, θαψία, στύραξ, βδέλλιον, σίλφιον, σταφὶς ἄνευ γιγάρτων, στροβίλια, ὀμφάκιον, ἀριστο‐

14

.

52

.

2

λοχεία, χαλβάνη, πράσιον, ἠρυγγίου ῥίζα, κενταύρειον. ὑποθυμιᾶται δὲ πρὸς τὴν αὐτὴν χρείαν ἄσφαλτος, σανδαράκη, κρίθινον ἄλευρον, ῥητίνη, σκίλλα ξηρά, ἐρύσιμον, κέδρινον ἔλαιον, ἐλατήριον σικύου καὶ

14

.

52

.

3

κενταύρειον, μαράθου καρπός. πυρίαι δὲ διὰ τῆς προσηκούσης μηχανῆς ποιοῦσι λαγωοῦ τρίχες, σμύρνα, σικύου χυλός, γάλακτος ὀρὸς αἰγός, οἰός, ὀστράκων διαπύρων.

14

.

53

t

Ἐκ τῶν Γαληνοῦ· περὶ τῶν τοὺς νεφροὺς ἐκκαθαιρόντων.

14

.

53

.

1

Καὶ μέντοι τὰ τοὺς νεφροὺς ἐκκαθαίροντα τμητικὰ μὲν ὁμοίως

14

.

53

.

2

ἐστί, δεῖται δ’ εἰς οὐδὲν ὑγρότητος δαψιλοῦς. ἐπιτήδειά τέ ἐστι τά τε προειρημένα τμητικὰ πάντα καὶ προσέτι ἀρνογλώσσου ξηροῦ αἱ ῥίζαι καὶ τὰ φύλλα καὶ μᾶλλον ὁ καρπός, ἀσπάραγος μυακάνθινος καὶ μάλιστα αἱ ῥίζαι καὶ τὸ σπέρμα, γλυκυσίδης ἡ ῥίζα, ἐρέβινθος,
5ἀμύγδαλα.

14

.

54

t

Περὶ τῶν ἀραιωτικῶν καὶ ἀναστομωτικῶν πυκνωτικῶν τε καὶ στεγνωτικῶν.

14

.

54

.

1

Τὰ δ’ ἀραιωτικά τε καὶ ἀναστομωτικὰ δοκεῖ μὲν πλησιάζειν τοῖς προειρημένοις ὅσα ῥύπτειν καὶ τέμνειν ἐκφράττειν τε καὶ διαιρεῖν ἔφαμεν, οὐ μὴν πάντῃ γε ὡμοίωται· πρῶτον οὖν καὶ τούτων τὰς

14

.

54

.

2

ἐννοίας διοριστέον, εἶθ’ οὕτως τὰς οὐσίας ζητητέον. ὅσα μὲν δὴ τοὺς κατὰ τὸ δέρμα πόρους ἀνοίγνυσιν, ἀραιωτικὰ προσαγορεύουσιν, ὅσα δὲ τὰ στόματα τῶν ἀγγείων, ἀναστομωτικά, καὶ δὴ καὶ τῶν ἐναντίων αὐτοῖς εἰ μέν τι συνάγει τοὺς πόρους, πυκνωτικὸν ὀνομάζουσιν, εἰ
5δέ τι κλείει τὸ στόμιον, ἰδίῳ μὲν οὐκέτι προσαγορεύουσιν ὀνόματι, γενικωτέροις δέ τισι συνάγον καὶ κλεῖον καὶ σφίγγον καὶ στεγνοῦν

14

.

54

.

3

ὀνομάζοντες. ἡ δὲ φύσις ἑκατέρων ἐστὶ τῶν μὲν ἀραιωτικῶν θερμὴ μετρίως καὶ ἥκιστα ξηραίνουσα καὶ παχυμερής, τῶν δ’ ἀναστομωτικῶν

14

.

54

.

4

παχυμερής, δριμεῖα καὶ δηκτική. τῶν 〈δ’〉 ἐναντίων αὐτοῖς ἡ μὲν πυκνωτικὴ ψυκτικὴ μέν, οὐ μὴν οὔτε γεώδης οὔτε ἀερώδης, ἀλλ’ ὑδατώδης μᾶλλον· ἡ δὲ τὰς ἀναστομώσεις κλείουσα παχυμερὴς ψυχρά.

14

.

54

.

5

παραδείγματα τούτων ἀραιωτικῆς μὲν φύσεως χαμαίμηλον καὶ ἀλθαία καὶ τὸ δι’ αὐτῶν ἔλαιον· οὐχ ἥκιστα δὲ καὶ τὸ διὰ τοῦ ἀγρίου σικύου, ἀλλὰ καὶ τὸ παλαιὸν ἐκ τῆς αὐτῆς ἐστιν ἰδέας, ἀβρότονον κεκαυ‐ μένον, ὀνοβρυχιάς· ἀναστομωτικῆς δὲ δυνάμεως ὅσα δριμέα τέ ἐστι
5καὶ γεώδη πάντα, κυκλάμινος, ἀνεμῶναι πᾶσαι, σησαμοειδοῦς τοῦ λευκοῦ τὸ σπέρμα, σκόροδον, κρόμμυον, τῶν ταύρων αἱ χολαί, τῶν μύρων ἁπάντων τῶν παχυμερῶν τε ἅμα καὶ θερμῶν ὑποστάσεις, οἷόνπερ τὸ ἴρινόν ἐστι καὶ τὸ ἀμαράκινον, ἃ δὴ καὶ τὰς τυφλωθείσας

14

.

54

.

6

αἱμορροΐδας ἀναστομοῖ. τὰ δέ γε τὸ τῆς μήτρας στόμιον ὑπὸ φλεγ‐ μονῆς τινος ἢ ξηρότητος ἢ σκίρρου μεμυκὸς ἀναστομοῦν λεγόμενα κατὰ συμβεβηκός, ἀλλ’ οὐ πρώτως οὐδὲ καθ’ ἑαυτὰ τοιαύτης ἐστὶ

14

.

54

.

7

δυνάμεως. τῶν δ’ ἐναντίων αὐτοῖς ἡ μὲν τῶν πυκνωτικῶν ἐστι δι’ ὕδατός τε ψυχροῦ καὶ ἀειζῴου καὶ ἀνδράχνης καὶ τριβόλου χλωροῦ καὶ ψυλλίου καὶ τῆς πόας ἣν μυὸς ὦτα προσαγορεύουσι καὶ φακοῦ τοῦ ἀπὸ τῶν τελμάτων, καὶ ἁπλῶς ὅσα ψύχει μὴ ξηραίνοντα· διὸ
5καὶ μανδραγόρας καὶ κώνειον ὑοσκύαμός τε καὶ μήκων· αὐτὰς δὲ λέγω νῦν τὰς πόας, αἷς εἰ μὲν μετρίως χρήσαιτό 〈τισ〉, πυκνωτικαὶ ταῖς δυνάμεσιν ὑπάρχουσιν, εἰ δ’ ἐπὶ πλέον, οὐ πυκνωτικαὶ μόνον, ἀλλ’ ἤδη καὶ ναρκωτικαί, εἰ δ’ ἐπὶ πλεῖστον, οὐκέτι οὐδὲ ναρκωτικαὶ μόνον,

14

.

54

.

8

ἀλλ’ ἤδη καὶ νεκρωτικαί. ἡ δὲ τῶν ἐναντίων τοῖς ἀναστομωτικοῖς οὐσία παχυμερὴς οὖσα καὶ ψυχρὰ τῶν στυφόντων ἁπάντων ἐστὶ χωρὶς ἐπιμίκτου δριμύτητος· τῆς ὕλης δ’ αὐτῶν εἴρηται παραδείγματα

14

.

54

.

9

πρότερον, γεώδους καὶ ψυχρᾶς ὑπαρχούσης. ὅσα δὲ τῶν φαρμάκων ψυχρὰ μέν ἐστιν ἢ ὁμοίως ἢ μᾶλλον, ὑδατώδη δὲ ταῖς οὐσίαις, ἀσθε‐ νῶς τὰ τοιαῦτα συνάγει καὶ σφίγγει διὰ μαλακότητα· διὸ τοὺς μὲν λεπτοὺς πόρους ἐν ἑκάστῳ σώματι συνάγει καὶ πυκνοῖ, τὸ δ’ ὅλον
5ὄργανον ἀδυνατεῖ σφίγξαι πανταχόθεν, ὥστε εὐλόγως τὰ τοιαῦτα πυκνωτικὰ μέν ἐστι, στεγνωτικὰ δ’ οὐκ ἔστιν· ἄκουε δέ μου στεγνωτικὰ

14

.

54

.

10

νῦν λέγοντος ὅσα τὰς αἰσθητὰς ἐκκρίσεις ἐπέχει. ταυτὶ μὲν οὖν τοιαῦτα ταῖς κράσεσί τέ ἐστι καὶ ταῖς δυνάμεσιν· τὰ δ’ ἀραιωτικὰ θερμαίνει
μετρίως καὶ ἀλύπως.

14

.

55

t

Ὅσα ἱδρωτικά.

14

.

55

.

1

Καλαμίνθη αὐτή τε καθ’ ἑαυτὴν ξηρὰ λαμβανομένη καὶ διὰ μελικράτου ἱδρῶτας κινεῖ καὶ ξηραίνει σύμπαν τὸ σῶμα· ὀνοβρυχὶς σὺν ἐλαίῳ ἀλειφομένη.

14

.

56

t

Ἐκ τῶν Ζωπύρου· περὶ τῶν αὐτῶν.

14

.

56

.

1

Ἱδρωτικαί εἰσι δυνάμεις ἀπὸ τῶν δριμέων ἀρωμάτων καὶ τὸ πέπερι, νίτρον, μύρον ἴρινον, βοὸς στέαρ, χρῖσμα δάφνινον, κύπρινον, ἅλες, σαμψούχινον, γλεύκινον, οἶνος, σταφὶς ἀγρία, κύμινον, ἄννησον, ἕρπυλλον, πόλιον, Κνίδιος κόκκος, σισύμβριον, χαμαιλέων, κόνυζα,
5δαύκου σπέρμα, ἀμμωνιακόν, πράσιον, κασία, χαλβάνη, θεῖον ἄπυρον, χάλκανθον, ἀλκυόνιον, βδέλλιον, στρούθιον, πύρεθρον, ἀριστολοχεία ἁπαλή, θέρμος, βάλσαμον, χαλκοῦ λεπίς.

14

.

57

t

Ἐκ τῶν Γαληνοῦ· περὶ τῶν καυστικῶν καὶ σηπτικῶν καθαιρετικῶν τε καὶ ἐπουλωτικῶν.

14

.

57

.

1

Εἰ δὲ μὴ θερμαίνοι μόνον, ἀλλὰ καὶ παχυμερῆ ταῖς συστάσεσιν εἴη, σφοδρὰ μὲν ὑπάρχοντα καὶ καυστικὰ συντήκει τε τὰ σώματα δίκην πυρὸς ἐσχάρας τε πολλάκις ὁμοίας ταῖς ἀπὸ τῶν καυστηρίων ἐργάζεται, καθάπερ νάπυ καὶ καρδάμου τὸ σπέρμα καὶ ἡ πόα ξηραι‐
5νομένη, κόκκος Κνίδιος, πυρέθρου ἡ ῥίζα, ἀλκυονίων τὸ πέμπτον, ἀρσενικὸν καυθὲν καὶ ἄκαυστον, κονία, μίσυ, σῶρι, χαλκῖτις, σανδαράκη, τίτανος ἡ μὲν ἄσβεστος σφοδρῶς (καὶ ἡ σβεσθεῖσα δ’ ἐσχαροῖ, ἐὰν μὴ χρονία ᾖ, ἡ χρονία δ’ οὐκέτι· θερμαίνει δ’ ἔτι καὶ διατήκει τὰς σάρκας),

14

.

57

.

2

κισσοῦ τὸ δάκρυον ἀμυδρῶς. τὰ δ’ ἧττον ἢ ὥστε καίειν θερμαίνοντα τῆς ἀναστομωτικῆς 〈ἐστι〉 δυνάμεως, ὥστε εἶναι πᾶν ἀναστομωτικὸν φάρμακον τῇ μὲν οὐσίᾳ γεῶδες καὶ πυρῶδες, εἰς τοσοῦτον δ’ ἧκον

14

.

57

.

3

θερμότητος ὡς μήπω καίειν. εἰ μέντοι σφοδρῶς εἴη θερμὸν καὶ προσέτι λεπτομερές, ἤτοι παντάπασιν ἄδηκτον ἔσται τὸ τοιοῦτον ἢ μετ’ ὀλίγης ὀδύνης ἀποτήξει τι τῶν σαρκωδῶν μορίων· τῷ γὰρ μήτε ἀλλοιοῦν ἀθρόως ὡς τὰ σφοδρὰ μήτε μόλις διεξέρχεσθαι καθάπερ τὰ
5παχυμερῆ λανθάνουσαν ἔχει τὴν ἐνέργειαν, εἴ γε καὶ τῶν ἀλλοιώσεων
αἱ ἀθρόαι μάλιστα αἰσθητικαὶ καὶ τῶν διεξόδων αἱ βίαιοι· τὸ γὰρ παχυμερὲς καὶ καυστικὸν ᾧπερ ἂν ἐνιζήσῃ μορίῳ, σκόλοπος δίκην

14

.

57

.

4

ἐμπεπαρμένον ἀνιᾷ. ἀλλ’ ἐκεῖνο μὲν ἐσχαρωτικόν ἐστιν ὁμοίως τοῖς καυστηρίοις· ὑπὲρ ὧν δὲ νῦν ὁ λόγος ἐνέστηκεν, οὔτε ἐσχάραν ἐργά‐ ζεται καὶ καλεῖται σηπτικά, οὐκ οἰκείας μὲν τῆς προσηγορίας τετυχη‐ κότα· τὰ γὰρ ὄντως σηπτικὰ τὰ ὑγραίνοντα μετὰ τοῦ θερμαίνειν
5ἐστίν· ὅμως δ’ οὖν οὕτως καλούμενα τῇ τοῦ συμπτώματος ὁμοιότητι·

14

.

57

.

5

φθορὰ γὰρ ἀνώδυνος ὑπ’ ἀμφοτέρων γίνεται. σηπτὰ δὲ φάρμακά ἐστιν ἀρσενικόν, σανδαράκη, χρυσοκόλλα, δρυοπτερίς, πιτυοκάμπη,

14

.

57

.

6

ἀκόνιτον. κεδρέα δὲ τὰς μὲν ἁπαλὰς σάρκας ἑτοίμως τε ἅμα καὶ

14

.

57

.

7

ἀνωδύνως σήπει, τὰς δὲ σκληρὰς ἐν πλείονι χρόνῳ. ἔνια δ’ ἐξ αὐτῶν ἰδίως ὀνομάζουσι καθαιρετικὰ καὶ χρῶνταί γε πρὸς τὰς ἐπουλώσεις τῶν ὑπερσαρκούντων ἑλκῶν· ἔστι δὲ καὶ ταῦτα τῆς μὲν αὐτῆς τῷ γένει τοῖς σηπτοῖς ὀνομαζομένοις δυνάμεως, ἀσθενεστέρας δ’ εἰς
5τοσοῦτον, ὡς τὸ μὲν ἐπιπολῆς μόνον ᾧ προσπίπτει καθαιρεῖν, εἰς βάθος δ’ ἀδυνατεῖν προέρχεσθαι, καθάπερ καὶ τὸ τῆς Ἀσσίας πέτρας

14

.

57

.

8

ἄνθος. καὶ τὰ ὀστρεώδη δὲ πάντα καυθέντα μετρίως καθαιρεῖ τὰ ὑπερσαρκοῦντα καὶ προσστέλλει, καὶ οἱ ἐχῖνοι δ’ ὁμοίως ἀμφότεροι καυθέντες σὺν τῷ σώματι παντί, καὶ ὁ αἱματίτης λίθος ξηρὸς λειωθεὶς ὡς χνοώδης γενέσθαι ἰός τε καὶ κύανος καὶ ἡ τοῦ χαλκοῦ λεπὶς καὶ

14

.

57

.

9

〈ἡ〉 χρυσοκόλλα. οὐ μὴν τῆς αὐτῆς ἐστι τὰ τοιαῦτα τοῖς ὄντως ἐπουλωτικοῖς δυνάμεως· ἐκεῖνα γὰρ οὐ καθαιρεῖ, οὐδ’ ἀποτήκει 〈τι〉 τῆς σαρκός, ἀλλὰ ξηραίνειν τε καὶ σκληρύνειν πέφυκεν, οἷον ἥ τε στυπτηρία καὶ ἡ κηκὶς ἡ ὀμφακῖτις ὅ τε κεκαυμένος χαλκὸς καὶ
5μάλιστα ὁ πεπλυμένος· ὁ μὲν γὰρ ἄπλυτος ἔχει τι καθαιρετικόν, ὥσπερ καὶ ἡ τοῦ χαλκοῦ λεπίς, ὁ πεπλυμένος δὲ τὸ κάλλιστον τῶν ἐπουλωτικῶν φαρμάκων ἐστίν· χρὴ γὰρ καὶ στύφειν μετρίως καὶ ξηραίνειν τὸ μέλλον ἐπουλώσειν καλῶς, ὅθεν καὶ ὁ τῆς Αἰγυπτίας ἀκάνθης καρπὸς καὶ τὰ τῆς ῥοιᾶς λέμματα ξηρὰ καὶ πάντα ὅσα
10τοιαῦτα τῶν ἐπουλωτικῶν φαρμάκων ἐστίν.

14

.

58

t

Ἐκ τῶν Ζωπύρου· περὶ τῶν αὐτῶν.

14

.

58

.

1

Ἑλκοῖ δ’ ἐπιπολαίως κυνοσβάτου φύλλα, σεύτλου, βατραχίου, σκόροδον, γλήχων, ὕσσωπον, ὀρίγανον, σηπέας 〈ὄστρακον〉, ἀσφοδέλου ῥίζαι καὶ καππάρεως, κοτυληδόνος, ἱπποκαμπὲς κεκαυμένον, σελίνου σπέρμα καὶ τῶν ἁλυκῶν καὶ δριμέων καὶ πικρῶν ὅσα ὅμοια δύναται

14

.

58

.

2

μετὰ τὸ παρατεθῆναι ἢ ἐπιχρισθῆναι μεῖναι χρόνον οὐκ ὀλίγον. εἰς δὲ τὰς καυστικὰς ἔοικε παραλαμβάνεσθαι κανθαρίς, πιτυοκάμπη, βούπρη‐ στις, ἄσβεστος, διφρυγές, τρὺξ κεκαυμένη ὄξους, ἀνεμώνη ἡ τὸ φοινι‐ κοῦν ἄνθος ἔχουσα, σκόροδον, βατράχιον, τέφρα, συκίνη μᾶλλον, νίτρον
5ὀπτόν, χαλκὸς κεκαυμένος, στυπτηρία, κήρυκος ὄστρακον κεκαυμένον, κεφαλὴ μαινίδος, χαμαιλέων τὸ ζῷον, ἀρσενικόν, κάχρυς, σταφὶς ἀγρία, σαλαμάνδρα· εἰς δὲ τὰς σηπτάς τινα μὲν τούτων καὶ ἔτι μέλας ἐλλέ‐ βορος, ἐλατήριον, σικύων ἀγρίων ῥίζα, σταφίς, ὀπός, χαλκοῦ λεπίς,

14

.

58

.

3

ὤχρα, ἀνδράχνη, μήκωνος ὀπός, μανδραγόρας. τὰ δ’ αὐτὰ ταῦτα καὶ τὰς ἐφ’ ἕλκεσι νομὰς καὶ τὰς προσαγορευομένας ἐσχάρας ἵστησιν.

14

.

59

t

Ἐκ τῶν Γαληνοῦ· περὶ τῶν ἑλκτικῶν καὶ ἀποκρουστικῶν.

14

.

59

.

1

Ἑλκτικαὶ δυνάμεις εἰσὶν ὅσαι τὰ κατὰ βάθος ἐπισπῶνται σφοδρό‐ τερον, ἀποκρουστικαὶ δ’ ὅσαι πρὸς τὸ βάθος ἀπελαύνουσι τοὺς πλησιά‐ ζοντας ἐν αὐταῖς χυμούς· ἡ δ’ οὐσία τῶν μὲν θερμή τέ ἐστι καὶ λεπτομερής, τῶν δ’ ἔμπαλιν ψυχρά τε καὶ παχυμερής· ἕλκει μὲν γὰρ
5ἀεὶ τὸ θερμόν, ἀποκρούεται δὲ τὸ ψυχρόν, ἀλλὰ τὸ μὲν λεπτομερὲς θερμὸν ἕλκει σφοδρότερον, τὸ δὲ παχυμερὲς ψυχρόν, οἷον περιστῦ‐ φον, ὠθεῖ βιαιότερον· ἐξ οὖν τοῦ σφοδροῦ τῆς ἐνεργείας ἑκατέρῳ

14

.

59

.

2

τοὔνομα. ἡ μὲν δὴ τῶν στυφόντων ὕλη πρόδηλος, ἡ δὲ τῶν ἑλκτι‐ κῶν τοιαύτη τίς ἐστιν· ἀνεμῶναι πᾶσαι, ἀναγαλλίδες ἀμφότεραι, δίκτα‐ μνον, ἐρέβινθοι, ἐρέβινθος ἄγριος, θαψία βιαίως, κυκλάμινος, ναρκίσσου ἡ ῥίζα, ξύρεως ἢ ξυρίδος ἡ ῥίζα καὶ μᾶλλον ὁ καρπός, ξιφίου ἡ ῥίζα
5καὶ μάλιστα ἡ ἄνωθεν, πρόπολις ἰσχυρῶς, πυκνοκόμου ἡ ῥίζα καὶ ὁ

14

.

59

.

3

καρπὸς καὶ τὰ φύλλα, ζύμη. κόπροι πᾶσαι μὲν τῆς ἑλκτικῆς εἰσι δυνά‐
μεως, οὐ μικρὰ δ’ ἐν αὐταῖς ἡ διαφορά· περιστερᾶς μὲν γὰρ ἱκανῶς ἑλκτική, τὸ δ’ ἴσον ἐφ’ ἑκάτερα ταύτης ἀφεστήκασιν, ἐπὶ μὲν τὸ θερμότερον ἡ τοῦ χηνός, ἐπὶ δὲ τὸ ψυχρότερον ἡ τῶν ἀλεκτρυόνων·
5ἀπολείπεται δὲ ταύτης ἔτι μᾶλλον ἥ τε τῶν ἀνθρώπων καὶ ἡ τῶν ὑῶν· ἡ δὲ τῶν κυνῶν οἵαπερ τὰ ῥυπτικὰ φάρμακά ἐστι, καὶ μᾶλλον

14

.

59

.

4

ὅταν ὀστᾶ κατεσθίωσιν· καὶ ἡ τῶν κροκοδείλων δὲ τῶν χερσαίων ἔτι

14

.

59

.

5

καὶ μᾶλλον ἀκριβοῖ τοῦτο. σαγαπηνὸν ἑλκτικῆς ἐστι δυνάμεως καὶ ὁ Κυρηναϊκὸς καὶ ὁ Μηδικὸς ὀπός, καὶ εἰ δή τις ἄλλος ὅμοιος τούτοις·

14

.

59

.

6

σιλφίου ὀπὸς καὶ ἡ ῥίζα, σπάρτος, ᾧ τὰς ἀμπέλους δεσμοῦσι, ὅ τε καρπὸς καὶ ὁ τῶν ῥάβδων χυλὸς γενναίως, τερμινθίνη μᾶλλον τῶν ἄλλων ῥητινῶν, τραγίου τοῦ ἀπὸ Κρήτης τὰ φύλλα καὶ ὁ καρπὸς καὶ τὸ δάκρυον, φόρμιον, θεῖον, κόπρος βοῶν καὶ μᾶλλον τῶν ὀρόβους

14

.

59

.

7

ἐσθιόντων. τινὰ δ’ οἰκειότητι ποιότητος ἐπισπᾶται, τουτέστιν ὁμοιότητι τῆς ὅλης οὐσίας· θερμὰ δ’ εἶναι χρὴ πάντα τὰ τοιαῦτα· τῶν γὰρ ὁμοίων ταῖς οὐσίαις ἑλκτικώτερον τὸ θερμότερον ὑπάρχει, ὡς ἂν

14

.

59

.

8

προσειληφὸς σύμμαχον τῇ ὁμοιότητι τὴν θερμότητα. καὶ καλαμίνθη

14

.

59

.

9

ἐπισπᾶται καταπλασσομένη· καὶ κόστος ἀποτριβόμενος μετ’ ἐλαίου τοὺς

14

.

59

.

10

ἐκ τοῦ βάθους ἕλκει χυμούς. ἰξὸς ἰσχυρῶς ἕλκει οὐ τὰς λεπτὰς μόνον ὑγρότητας, ἀλλὰ καὶ τὰς παχυτέρας, καὶ ταύτας διαχεῖ τε καὶ διαφορεῖ.

14

.

60

t

Περὶ τῶν διαφορητικῶν.

14

.

60

.

1

Πλησίον δ’ ἀλλήλων εἰσὶν αἵ τε ἑλκτικαὶ δυνάμεις τῶν ἐκ τοῦ βάθους αἵ τε διαφορητικαὶ τῶν ἑλχθέντων· αἵ τε γὰρ ἕλκουσαι καὶ διαφοροῦσι πάντως, αἵ τε διαφοροῦσαι καὶ ἕλκουσιν, ἀλλ’ ἐπικρατεῖ κατὰ μὲν τὰ ἑλκτικὰ τῶν φαρμάκων ἡ ἑλκτικὴ δύναμις, κατὰ δὲ τὰ

14

.

60

.

2

διαφορητικὰ ἡ διαφορητική. ἔστι δ’ ἡ ὕλη καὶ τῶν διαφορούντων τοιαύτη τις· ἀβρότονον, ἀγαρικόν, ἀγήρατον, ἀδίαντον, αἰγίλωψ, ἀκα‐ λήφης ὁ καρπὸς καὶ τὰ φύλλα ἱκανῶς, ἀκάνθου τὰ φύλλα, ἀκτὴ ἥ τε δενδρώδης καὶ ἡ χαμαιάκτη ἡ βοτανώδης, ἄλυσσον, ἄμι, ἀναγύρου τὰ
5φύλλα καὶ μᾶλλον τὰ ξηρὰ καὶ τῆς ῥίζης ὁ φλοιός, ἀνδρόσακες, ἀν‐ θεμὶς ἢ χαμαίμηλον, ἀννήσου σπέρμα, κυνοκράμβη καταπλασσομένη ἱκανῶς, ἀργεμώνη, ἀριστολοχείας ἡ ῥίζα καὶ μᾶλλον ἡ στρογγύλη,
ἀσφοδέλου ἡ ῥίζα καὶ μᾶλλον καυθείσης ἡ τέφρα, ἀτράφαξυς ἠρέμα, βολβός, βούφθαλμον μᾶλλον ἀνθεμίδος, βράθυ, ὅ τινες ἀντὶ κινναμώ‐
10μου διπλάσιον βάλλουσιν, βρύον τὸ καὶ σπλάγχνον, δαῦκος ἡ πόα ἔξωθεν ἐπιτιθεμένη καὶ μᾶλλον τὸ σπέρμα αὐτῆς, ἔβισκος ἢ ἀλθαία (ἔστι δ’ ἀγρία μαλάχη· καὶ ἡ ῥίζα δὲ καὶ τὸ σπέρμα αὐτῆς ὁμοίως ἐνεργεῖ), ἔλαιον γλυκὺ παλαιόν, ἔλαιον τὸ ἐκ λύχνου, κίκινον, Σαβῖνον, ῥαφάνινον καὶ τὸ ἀπὸ τῆς ὑγρᾶς πίσσης (τούτων δὲ μᾶλλον τὸ κέδρι‐
15νον), ἑλξίνη, θαψία, καλάμου φραγμίτου φλοιὸς καυθεὶς ἱκανῶς, κασία, κίκεως ὁ καρπὸς καὶ τὰ φύλλα, 〈κρίνου τὰ φύλλα〉 καὶ ἡ ῥίζα λειού‐ μενα καὶ τὸ ἀπ’ αὐτοῦ ἔλαιον, κροκοδειλίου τὸ σπέρμα καὶ ἡ ῥίζα, κυκλάμινος, κυτίσου τὰ φύλλα, λάδανον, λαμψάνη καταπλασσομένη, λάπαθον μετρίως, λεοντοπετάλου ἡ ῥίζα, λεύκης ὁ καρπός, λιβανωτί‐
20δες αἱ τρεῖς, λινοζῶστις, μαλάχη ἀγρία (ἡ δὲ κηπευομένη ἀσθενεστέρα· τὸ δὲ σπέρμα αὐτῶν ἰσχυρότερον· ἰσχυροτέρα δὲ καὶ ἡ ἀναδενδρο‐ μαλάχη), μαστίχη Χία (ἡ δ’ Αἰγυπτία μᾶλλον), μέλι, περσικῆς οἱ βλαστοὶ καὶ τὰ φύλλα, κιτρίου τὸ σπέρμα καὶ τὰ φύλλα, νήριον ἢ ῥοδοδάφνη καταπλασσομένη, ξανθίου ἢ φασγάνου ὁ καρπός, ξύρεως ἢ
25ξυρίδος ἡ ῥίζα καὶ μᾶλλον ὁ καρπός, ξιφίου ἡ ῥίζα καὶ μάλιστα ἡ ἄνωθεν, ὄλυνθοι, ὀνοβρυχιάς, ὀποβάλσαμον ἄνευ τοῦ θερμαίνειν ἐπι‐ φανῶς, ὀπὸς ὁ Κυρηναῖος σφοδρότατα, παλιούρου τὰ φύλλα καὶ ἡ ῥίζα, ὀποπάναξ, παρωνυχία ἱκανῶς, πευκεδάνου ὀπός, πήγανον, πίσσα, μελισσόφυλλον, πράσιον καταπλασσόμενα, πταρμικὴ τὸ θαμνίον, πυκνο‐
30κόμου ἡ ῥίζα καὶ ὁ καρπὸς καὶ τὰ φύλλα, τὸ ἐξ ἄρτου κατάπλασμα μᾶλλον τοῦ ἐκ τῶν πυρῶν, ζύμη, ῥαφανὶς καὶ τὸ σπέρμα καὶ ἡ ἀγρία ῥαφανίς, τερμινθίνη τῆς μαστίχης πλέον καὶ ταύτης μᾶλλον ἡ λάριγξ, Αἰγυπτία μαστίχη, ῥόδινον ἔλαιον, ῥοδία, ῥύπος ὁ ἀπὸ τῶν ἀνδριάν‐ των, πάτος ὁ ἀπὸ παλαίστρας, σάμψυχον, σικύου ἀγρίου ἡ ῥίζα καὶ τὸ
35ἐλατήριον, σίον, σισύμβριον, σμύρνα, τῶν ἰσχάδων αἱ δριμύτεραι, τὰ τῶν ἐρινεῶν σῦκα, τῶν ἡμέρων συκῶν οἱ ὄλυνθοι, τεῦτλον χωρὶς τοῦ θερμαίνειν (ἰσχυρότερον δὲ τὸ λευκόν), τραγίου τοῦ ἀπὸ Κρήτης τὰ φύλλα καὶ ὁ καρπὸς καὶ τὸ δάκρυον, χαλβάνη, ὤκιμον ἐπιπλασσό‐
μενον, ἅλες (οἱ δὲ κεκαυμένοι τῶν ἀκαύστων μᾶλλον, καὶ τούτων ἔτι
40μᾶλλον τὸ ἁλὸς ἄνθος), ἁλὸς ἄχνη, νίτρα, ἀφρόνιτρα, ἀλκυόνια πάντα, γῆ Σαμία ἡ ἄπλυτος μετρίως, ἰός, κύανος, κιννάβαρι, χρυσοκόλλα, τυρὸς ὀξυγαλάκτινος μετρίως, βούτυρον μετρίως, πυτία, πᾶσα κόπρος πάνυ, οἴσυπος μετρίως, σάρκες ἐχιδνῶν ἰσχυρῶς ἐπὶ τὸ δέρμα κενοῦσαι τὰ περιττώματα (φθειρῶν οὖν πλῆθος ἐπὶ τῶν κακοχύμων γεννᾶται),
45στέαρ λεόντειον ἁπάντων μᾶλλον στεάτων τῶν ἐν τοῖς τετράποσιν (τὸ δὲ τῶν ταύρων ἔλαττον), στέαρ χοίρειον ἀδήκτως (ἔλαττον δὲ τὸ μόσχειον, καὶ ἔτι τούτου μᾶλλον τὸ βόειον· τὸ δὲ χρονίζον στέαρ μᾶλλον ἑαυτοῦ), ὀστᾶ κεκαυμένα ἱκανῶς, ἔρια κεκαυμένα, ἐχίνων ἀμφοτέρων ἡ τέφρα.

14

.

61

t

Ἐκ τῶν Ζωπύρου· ὅσα στύφει.

14

.

61

.

1

Στύφει δὲ μυρσίνης φύλλα καὶ ὀξυμυρσίνης, μηλέας, βάτου, ἀγρι‐ ελαίας, ἡμέρου, ῥόδου, ἀμπέλου, σχίνου, φλόμου, κυπαρίσσου, λειμωνίου, μήκωνος, ἀειζῴου, κυτίνου ἄνθος, βαλαύστιον, ἀλόη, Κυπρία σποδός, ἀκαλήφη, ὑποκιστίς, ἀγριαχράδες, γίγαρτα, ἄπιοι, μῆλα, κρόκος, ἀλθαία,
5ἀστραγάλου ῥίζα, φλόμου, ἕλικες ἀμπέλου, μύρτα, μέσπιλα, τέρμινθος, δρυοπτερίς, κρανία, ἐφήμερον, βάλανος ἡ δρυΐνη, ἀγρίου λαπάθου καρπός, ὑοσκύαμος καὶ τῆς γλυκερίδος οἱ πυρροὶ κόκκοι, κάστανον, κισσός, νυμφαία, φοίνικες ὠμοὶ βέλτιον καὶ τὸ ἐπ’ αὐτῶν ἄνθος τε καὶ καυλός, μήκωνος ῥίζα, ὠοῦ τὸ χλωρὸν ὀπτόν, ἀκακίας χύλισμα,
10κύαμος Αἰγύπτιος, σταφυλῖνος, νάρθηκος πάλαι, παλίουρος, ἱππούρεως ῥίζα, τὸ Λυσιμάχειον βοτάνιον, στυπτηρία, αἷμα πεπηγός, κυπέρις, οἰνάνθη, κράμβη ἐξεψηθεῖσα, πυτία λαγωοῦ, σπόγγος κεκαυμένος, ὀνωνίς, φελλός, ῥάμνος, πεύκης φλοιός, πίτυος καὶ ὁ καρπός, μυρίκη,

14

.

61

.

2

ῥοῦς ὃν ἐσθίομεν, αὐστηρὸς οἶνος ἀθάλασσος, στέμφυλα. στύφει δὲ καὶ τῶν ἀπεσχαρούντων ἔνια, ὡς τὸ διφρυγές, χαλκῖτις, μίσυ, καδμεία,

14

.

61

.

3

χαλκὸς κεκαυμένος. πᾶσα δὲ ῥύσις διὰ τούτων κατέχεται πλὴν ἡ διὰ τῶν οὔρων.

14

.

62

t

Ὅσα διαφορεῖ.

14

.

62

.

1

Πρὸς δὲ τὸ διαφορεῖν καταπλασσόμενα ἢ καταντλούμενα εὐθετεῖ
ἀσφοδέλου ῥίζα, ἀμπέλου μελαίνης τῆς Χειρωνείου, ἀρχεζώστριδος (οἱ δ’ ἀμπέλιν, οἱ δὲ μαδόνην καλοῦσιν), ἰξίου, ἄγνου, σικύου, καὶ μᾶλλον ἀγρίου, καππάρεως, ἀνεμώνης τῆς τὸ φοινικοῦν ἄνθος ἐχούσης, χαμαι‐
5λέοντος, μαράθου, θαψίας, ἀνθερίκου, κυπέρου, σελίνου, κισσοῦ λευκοῦ, λαπάθων ἀγρίων, ὑοσκυάμου, ἀσπαράγου, κράμβης καὶ τὰ τούτων φύλλα καὶ καρποὶ καὶ σταφυλίνου, τριχομανές, ἄμωμον, κάρδαμον, σχοῖνος εὐώδης, ξιφίον, νάρδος, ὠκιμοειδές, ἔχιον, ἀμμωνιακόν, κόστος, πέπερι, γλήχων, ἄρον, ἄλευρον πύρινον, κρίθινον, αἴρινον ὁμοίως,
10θεῖον, νίτρον, ὄροβος, παιδέρως, ὄρχις ἡ βοτάνη, ὀμφάκιον, πᾶσα τέφρα, σκωρέα, βδέλλιον, βάλσαμον, λαγωὸς θαλάσσιος, λίθος Ἄσσιος, ἑλίχρυσον, ἀψίνθια λεῖα, ἕρπυλλον, σίνηπι, σισύμβριον τὸ ἐν τοῖς ὕδασιν, ἡδύοσμον, κόνυζα, καλαμινθίνη, βάλανος μυρεψική, σταφὶς ἀγρία, κίσηρις, λεπὶς χαλκοῦ, στύραξ, σίκυος ἄγριος, βατράχιον, ῥίνης
15θαλασσίας κεκαυμένον δέρμα, στρούθιον, βάλσαμον, ἀγρία θρίδαξ, πρό‐ πολις, ἀλκυόνιον, θάλασσα, λιβάνου φλοιός, ῥαφανῖδος, μέλι γλυκύ, πάνακες Ἡράκλειον, γλοιὸς καὶ ῥύπος ὁ ἐκ παλαίστρας, γλήχων, ἀριστολοχεία, ἄφοδος μυῶν, κύμινον, κοχλίας σὺν τῷ ὀστράκῳ λεῖος, ἀβρότονον, καρκίνου τὸ χελώνιον, ἄρον, ἀρίσαρον, θέρμων πάλη, κόλλα
20ταυρεία, φλόμος, σήσαμον, μελάνθιον, μελιλώτου σπέρμα, κρόμμυον, πόλιον, ἐρύσιμον, βόλβιτον, καὶ μᾶλλον ἑφθὸν ἐν ὕδατι, κάρδαμον, δάκρυον ἐλαίας Αἰθιοπικῆς, χρυσοκόλλα, λευκὸς ἐλλέβορος, μέλας, σησαμοειδές, πράσιον, θύμον, ἀψίνθιον, κυνόσβατος, ἀσφόδελος, ὑπερι‐ κόν, ῥητίνη, ὁ ἀπὸ τῶν πετρῶν λειχήν, πέπερι, κύαμος Ἑλληνικός,
25τῆλις, ἀτράφαξυς, φύλλα λευκοΐου, ὀρίγανον, ἠράνθεμον, ἁλὸς ἄχνη, ἅλες, σμύρνα, γῆ ἁλμυρῖτις, ἀμπελῖτις, ὀμφάκιον, κεδρίδες, κάρυα, σεῦτλον λευκόν, μήκων, σίλφιον, βάλσαμον, σαγαπηνόν, πάνακες, πίσ‐ σινον ἔλαιον, σταφυλῖνος, ἐλέφαντος ξύσμα, ἀργύρου, χρυσοῦ, χαλκοῦ, στυπτηρία Αἰγυπτία, Ποντικὴ ῥίζα, πιόνων σύκων ἀφέψημα καὶ ἀπό‐
30βρεγμα, χολὴ βοός, ἕψημα, λύκιον, μηλέα, πράσον, ἄνθεμον, γύψος, σαυρίδιον, ἣν καρδαμίδα καλοῦσι, φλόμος, κυνόγλωσσον (οἱ δ’ ἀρνό‐ γλωσσον), κρέας βοός, αἰγός, κριθαί, ὄλυραι κεκαυμέναι, φώκης ἔλαιον, ἔριον πιναρὸν κεκαυμένον, ὄξος, δᾴδιον, λάδανον, ὅρμινον, ἀνθήλη, φλοιὸς κυάμου, μολύβδαινα, κόκκος Κνίδιος, ἑλένιον, ἀρτεμισία, νάρ‐
35κισσος, ἀδίαντον, σιδήρου λεπίς, κυκλάμινος, αἷμα βοὸς καὶ τὸ τῶν ὑῶν ὁμοίως, μίλτος Σινωπική, σανδαράκη Μηλεία, ὤχρα, τρὺξ ὀξηρὰ καὶ οἰνηρὰ κεκαυμένη, πιτύρων ἀφέψημα καὶ βραχέντων ἀπήθημα καὶ αὐτά, τίτανος, χάλκανθος, σμύρνιον, σῶρι, περιστερᾶς κόπρος, χελιδό‐ νος, ἀλεκτορίδος, μυῶν, σανδαράκη, λίθος πυρίτης, ὁπὴ κεκαυμένη
40ἵππου, βοός, ὄνου, λιβανωτὶς ἄκαρπος, κοτυληδόνες, χαμαισύκη, μύκαι οἷς τὰ ἱμάτια βάπτουσιν, ὀροβάκχη, κορακίνου Ποντικοῦ σάρξ, σιλούρου ταριχηροῦ ὁμοίως, κολοκυνθὶς ἀγρία, παρθένιον (οἱ δὲ περδίκιον).

14

.

62

.

2

πρὸς τὸ διαφορεῖν μὲν οὖν ἐστι, καθάπερ ἔκκειται, ταῦτα πάντα ἐπι‐ τήδεια, ἀλλὰ καὶ συμπέψαι τι τῶν ἐν ἄλλῳ τόπῳ καὶ τῶν ἀπειλημ‐ μένων ἐν τόποις εὐφυῶς ἔχει· διόπερ καὶ πεπαίνει καὶ διαφορεῖ· τινὰ δ’ αὐτῶν ἐπισπᾶται, ἔτι δ’ ἱδρῶτας κινεῖ καὶ ἀναστομοί· διὸ καὶ διαι‐

14

.

62

.

3

ρεῖν δύνανται. ἀνάγει δὲ λεπίδας μάλιστα ἀριστολοχεία, χάλκανθος, σίλφιον καὶ ἡ σὰρξ τοῦ σιλούρου καὶ λαγωοῦ πυτία.

14

.

63

t

Ἐκ τῶν Γαληνοῦ· περὶ τῶν τὸ γάλα ποιουσῶν δυνά‐ μεων καὶ καταμήνια κινουσῶν.

14

.

63

.

1

Γάλακτος ποιητικαὶ δυνάμεις εἰσὶν αἱ μὲν ἐν φαρμάκοις μόνον, αἱ δὲ καὶ ἐν τροφαῖς· ἐν φαρμάκοις μέν, ἐπειδὰν τοὺς φλεγματικοὺς χυμοὺς θερμαίνοντες εἰς αἷμα μεταβάλλωμεν, ἐν τροφαῖς δέ, κατὰ τὴν τῆς ὅλης οὐσίας ὁμοιότητα, κἀπειδὰν εὔχυμοι καὶ ὑγραὶ μετρίως ὦσι
5καὶ θερμότητος χλιαρᾶς, οἵασπέρ ἐστι καὶ τὸ γάλα· συμμέτρου μὲν γὰρ τῷ ζῴῳ θερμότητος τὸ αἷμα μετέχει, πλείονος δ’ ἢ κατὰ τὸ μέτριον ἡ ξανθὴ χολή, καθάπερ τὸ φλέγμα ψυχρότητος, ἐν τῷ μέσῳ δ’ ἐστὶν αἵματός τε καὶ φλέγματος, ὅσον ἐπὶ θερμότητι, τὸ γάλα· οὐ μὴν ἴσον ἀφέστηκεν ἑκατέρου, ἀλλ’ ἐστὶ πορρωτέρω μὲν τοῦ φλέγματος, ἐγγυτέρω

14

.

63

.

2

δὲ τοῦ αἵματος. ὅταν οὖν ἐνδεῶς ἀθροίζηται γάλα κατὰ τοὺς μαστούς, ἐθέλῃς δὲ πλέον γενέσθαι, διάσκεψαι περὶ τοῦ αἵματος· ἤτοι γὰρ ἔλατ‐

14

.

63

.

3

τόν ἐστι τοῦ προσήκοντος ἢ μοχθηρότερον. τὸ μὲν οὖν ἔλαττον ὑγραι‐ νούσης τε καὶ θερμαινούσης δεῖται τῆς συμπάσης διαίτης, τὸ δὲ μοχθη‐ ρότερον, εἰ μὲν χολῶδες ὑπάρχοι, καθάρσεως μὲν πρῶτον, εἶθ’ οἵας εἴρηται διαίτης, εἰ δὲ φλεγματικόν, φαρμάκων μὲν θερμαινόντων ἤτοι

14

.

63

.

4

κατὰ τὴν πρώτην ἢ δευτέραν τάξιν, οὐ μὴν ξηραινόντων γε. καλλίω δ’ αὐτῶν ὅσα μὴ φάρμακα μόνον ἐστίν, ἀλλὰ καὶ τροφαί, εὔζωμα καὶ μάραθα καὶ ἄνηθα· λέγω δὲ τὰς πόας αὐτὰς ἔτι χλωρὰς καὶ ὑγράς·

14

.

63

.

5

αἱ γὰρ ξηραὶ ξηραίνουσί τε ἤδη καὶ θερμαίνουσι πλέον ἢ δεῖ. τούτου
τοῦ γένους ἐστὶ καὶ σμύρνιον καὶ σέλινον καὶ σίον καὶ πόλιον, καὶ ταῦτα χλωρά· τὰ γὰρ ξηραίνοντα πάντα τὴν ἰκμάδα τοῦ αἵματος ἐκβοσκόμενα παχύτερον ἅμα καὶ ἔλαττον αὐτὸ καθίστησι καὶ θερμό‐
5τερον μὲν τοῦ δέοντος, εἰ θερμὰ τὴν φύσιν ὑπάρχοι, ψυχρότερον δέ,

14

.

63

.

6

εἰ ψυχρά. δεῖται δὲ δήπου συμμέτρως εἶναι θερμὸν καὶ οὐδαμῶς παχὺ πρὸς τὴν τοῦ γάλακτος γένεσιν, ὅθεν ὅσα μὲν τοιαῦτα σβέννυσι μᾶλ‐ λον ἢ γεννᾷ τὸ γάλα, τὰ δὲ θερμαίνοντα μέν, ὡς εἴρηται, ξηρότητος δ’ ἐπιφανοῦς μηδεμιᾶς μετέχοντα γάλακτος ἔχειν γεννητικὰς δυνάμεις

14

.

63

.

7

εἰκότως ἐλέχθη. ταῦτα μὲν 〈οὖν〉 ὀλίγα τὸν ἀριθμόν· οὐδὲ γὰρ οὐδὲ ῥᾴδιόν ἐστι τῆς προειρημένης ἐν τῇ κράσει συμμετρίας ἐπιτυχεῖν· ἄπειρα δέ, ὡς ἂν οὕτως εἴποι τις, τὸ πλῆθος ὅσα βλάπτει γάλα· καὶ γὰρ ὅσα πλέον ἢ χρὴ θερμαίνει καὶ ὅσα ξηραίνει καὶ ὅσα ψύχει, τὰ
5μὲν τῇ ποιότητι τοῦ αἵματος λυμαινόμενα, τὰ δὲ τὴν οὐσίαν ἐλάττονα

14

.

63

.

8

ποιοῦντα, κωλύει γενέσθαι τὸ γάλα. παραπλησίαν δὲ τοῖς εἰρημένοις ἔχει δύναμιν ὅσα προτρέπειν ἢ παύειν καταμήνια πέφυκεν· ὕλη γὰρ

14

.

63

.

9

ἀμφοῖν κοινὴ τὸ ἐν ταῖς φλεψὶν αἷμα. τοῦτο οὖν, ὅταν εὔρουν τε ἅμα καὶ τῇ ποιότητι σύμμετρον ὑπάρχῃ, χορηγίαν ἄφθονον ἑκατέρῳ

14

.

63

.

10

παρέχει. καὶ μὲν δὴ καὶ ὅτι κοιναὶ μαστοῖς τε καὶ ὑστέραις οὐ μικραὶ φλέβες, λέλεκται δι’ ἑτέρων· ταῦτά τοι κἀπειδὰν ἐπὶ θάτερα τῶν

14

.

63

.

11

μορίων φέρηται τὸ αἷμα, ξηραίνεται θάτερα. θαυμαστὸν οὖν οὐδέν, εἰ καὶ τὰ διαιτήματα καὶ τὰ φάρμακα παραπλήσια τά τε γεννῶντα καὶ τὰ παύοντα τήν τε ἐφ’ ἑκάστῳ μηνὶ κάθαρσιν ἐξ ὑστερῶν καὶ

14

.

63

.

12

τὴν ἐν μαστοῖς τοῦ γάλακτος γένεσιν. τοσόνδε μέντοι διαφέρουσιν, ᾗ θερμοτέρων τε καὶ τμητικωτέρων ἐνίοτε τὰ κατὰ τὰς μήτρας χρῄζει· καὶ γὰρ ἀνεστομῶσθαι δέονται μᾶλλον αἱ τῇδε φλέβες ἤπερ αἱ κατὰ μαστοὺς καὶ αἵματος εὐρουστέρου χρῄζουσιν, ὡς ἂν μηδὲν αὐτῆς τῆς
5μήτρας συντελούσης εἰς τὴν φορὰν αὐτοῦ· πέμπεται γὰρ εἰς τὰς ἐν αὐτῇ φλέβας, οὐχ ἕλκεται τὸ καταμήνιον· εἰς μαστοὺς δ’ οὐ πέμπεται μόνον, ἀλλὰ καὶ ἕλκεται, καὶ διὰ τοῦτο βραχυτέρας ἐπικουρίας ἐκ φαρμάκων προσδεῖται τὸ μὴ παραγινόμενον αὐτάρκως εἰς μαστοὺς

14

.

63

.

13

αἷμα. καὶ ὅσα γε τοῦτο ἔρχεσθαι προτρέπει, ταῦτα καὶ τὰς ἐλλιπεῖς καθάρσεις ὠφελεῖ· τὰς δ’ ἐπὶ πλέον βεβλαμμένας ἢ καὶ παντάπασιν ἰσχομένας οὐκέτι οὐδὲν τῶν τοιούτων ἰᾶται, ἀλλὰ βράθυ καὶ μῆον, ἶρίς τε καὶ καλαμίνθη καὶ γλήχων καὶ δίκταμνον, ἄσαρόν τε καὶ κόστος
5ἥ τε κασία καὶ τὸ κιννάμωμόν τε καὶ ἀριστολοχεία καὶ βούνιον ὅσα τε ἄλλα τοιαῦτα τὰς παντελεῖς ἐπισχέσεις τῶν κατὰ μήτραν καθάρ‐
σεων ἰᾶται.

14

.

64

t

Ἐκ τῶν Ζωπύρου· περὶ τῶν αὐτῶν.

14

.

64

.

1

Γάλα δὲ κινεῖν πέφυκε πινόμενον σήσαμον, σικύου σπέρμα, γῆς ἔντερον, κάχρυ, σμύρνα, πολυπόδιον, ἠρύγγη, κιρκαίας ὁ καρπὸς καὶ τὰ φύλλα, γλαυκὸς ἐγκέφαλος καὶ αὐτὴ ἡ γλαὺξ ἑφθὴ καὶ ἡ πόα γλαύξ, τριμήνιοι οἱ πυροί, κριθαί, μάραθα χλωρὰ καὶ ἡ ῥίζα καὶ ὁ
5καρπὸς αὐτῶν καὶ λιβανωτίδος, ἄννησον, ἱππομάραθον, λίνου ὁ καρπός,

14

.

64

.

2

κύμινον, ὄροβοι, πολύγονον. ὑγρὸν δὲ μίσγεται πρὸς ἑκάστην ἀεὶ δύ‐ ναμιν πρόσφορον, οἷον πυρῶν ἀφέψημα, μαράθων ἑφθῶν ὕδωρ, πτι‐

14

.

64

.

3

σάνης χυλὸς πυρίνης ὁμοίως. καταπλάσσεται δὲ μάραθον, μελάνθιον, σμύρνα, κριθῶν βεβρεγμένων χύλισμα, μυὸς ἄφοδος, ἀνδράχνη, στέαρ χήνειον, πτελέας τὰ φύλλα, κηρός, θεῖον, σκωρία, ταύρου χολή.

14

.

65

t

Καταμηνίων ἀγωγά.

14

.

65

.

1

Καταμηνίων δ’ ἀγωγά ἐστι πρόσθετα μὲν στέαρ ἐλάφου πρόσ‐ φατον, ὄνου καὶ χηνός, τρὺξ ξηρὰ κεκαυμένη, χολὴ ταύρου, τῆς χον‐ δρίλης ἡ μαστίχη, ἅλες, ἔλαιον, χρῖσμα ναρκίσσου, κύπερος, ἀφρὸς νίτρου, ὄστρακον Ἀττικόν, μυῶν ἄφοδος, χνοῦς ὁ ἀπὸ τῶν κυδωνίων
5μήλων, ἴρινον μύρον, μανδραγόρου ὀπός, στύραξ, ἀψίνθιον, σιλφίου σπέρμα, ἀρτεμισία, σάμψυχον, ἀγχούσης τὰ λεπτὰ ῥιζία, πενταφύλλου, κυκλαμίνου, κιρκαίας, κενταύρειον, σισύμβριον, σχοῖνος εὐώδης, κάλαμος, ἑλένιον, ἡλιοτρόπιον, ἐλλέβορος μέλας, κόκκος Κνίδιος, λινοζῶστις, κύμινον, σπέρμα καππάρεως, τῆλις, σταφὶς ἐκγιγαρτισμένη, μῶλυ,
10κεδρίδες, ἀμύγδαλον, σήσαμον πεπλυμένον, δαφνίδων πεπείρων τὸ

14

.

65

.

2

ἐκτός. πινόμενα δ’ ἄγει τὰ καταμήνια πήγανον ἄγριον καὶ τὸ ἥμερον καὶ τὸ σπέρμα αὐτῶν, ὁμοῦ δὲ καὶ τὸ τῆς ἀκτῆς, μηδείου, μαράθου, βρυωνίας, κρήθμου, κυμίνου, πεπέρεως κεκαυμένου, νάπυος, ἄρου, πράσου, τραγίου, τήλεως, κάχρυος, ὀρεοσελίνου, σμυρνίου, δαύκου,
5θλάσπεως, μελανθίου, λευκοΐου, κίκεως, δάφνης, σεσέλεως, βαλσάμου, γλυκυσίδης, ἀκαλήφης ῥίζα, κράμβης ἀγρίας σπέρμα ὁμοίως, λαπάθου, μίνθης, σιλφίου, σέσελι, ἄνθος ἀνεμώνης, ἀβρότονον, ἱππομάραθον, ἐρύσιμον, ψευδοδίκταμνον, ἑλίχρυσον, ἀρτεμισία, ἄγνος, κόστος, λωτός, καρδάμωμον, τραγάκανθα, κενταύρειον, λιβανωτίς, ἀμμωνιακόν, κράμ‐
10βης ἀφέψημα καὶ ὁ χυλός, πράσιον, γάλα βοός, πρίσμα λωτοῦ, κυπαρίσ‐

14

.

65

.

3

σου, τιθυμάλλου. ἐπίκοινα δ’ ἄγει πινόμενα καὶ προστιθέμενα σμύρνα, κάρδαμον, κυκλάμινος, κιννάμωμον, νάρδος, ὀρίγανον, λινοζῶστις, γλή‐ χων, μελάνθιον, σελίνου σπέρμα, κνίδης ὁμοίως, πέπερι στρογγύλον

14

.

65

.

4

καὶ τὸ ἕτερον, ἄννησον. τὸν δὲ λευκὸν ῥοῦν ἄγει διὰ τῶν αὐτῶν ἐρυσίμου σπέρμα, κισσοῦ καρπός, πόα ἀκτή, πράσον ἑφθόν, κυμίνου φύλλα, ἐλελίσφακος λευκός, ἀψίνθιον, ὑπερικόν, σκόροδον, καρκίνοι ποτάμιοι, πνεύμων θαλάσσιος, λαγωοῦ πυτία, ἀνδράχνη, κνέωρον,
5ἐλάφειον κέρας, μελάνθιον, ἀναγαλλίς, ὀπός, πίσσα, χηνὸς στέαρ, χολὴ ταύρειος, ἐλλέβορος λευκός, ἐλατήριον, νίτρον, τῆλις, πέπερι, κάρδαμον, ῥητίνη, σμύρνα, λιβανωτός, μίσυ, χαλβάνη, τρύξ, γλήχων, χάλκανθος,

14

.

65

.

5

ὕδωρ ἀπ’ ἀρωμάτων. πίνεται δὲ πρὸς τὴν τοιαύτην κάθαρσιν ἔλαιον, λίνου τὰ πέταλα, λαπάθου σπέρμα, ἐλελίσφακον, ἀνδράχνη, ἀδίαντον, ὑποκιστίς, κύπερος, πνεύμων θαλάσσιος ξηρός, πηγάνου ῥίζα, κνέωρον, ὀπός, ἱπποφαές, ἑφθῶν καρκίνων ποταμίων ἐν οἴνῳ πεπνιγμένων,

14

.

65

.

6

γλυκυσίδης οἱ μέλανες κόκκοι, ἀψίνθιον. κοινὰ δ’ ἐστὶ τούτων ἀγωγὰ πινόμενα καὶ προστιθέμενα λίνου καρπός, Κνίδιος κόκκος, ὠκίμου σπέρμα, κύμινον Αἰθιοπικόν, ἐλελίσφακος, σήσαμον ἄπλυτον, ἄννησον.

14

.

66

t

Ἐκ τῶν Γαληνοῦ· περὶ τῶν τὸ σπέρμα γεννωσῶν καὶ σβεννυουσῶν.

14

.

66

.

1

Ὥσπερ δ’ ἐπὶ γάλακτος, οὕτω καὶ σπέρματος εἰώθασιν ὀνομάζειν ἔνια μὲν γεννητικὰ καὶ τούτοις ἐναντία τὰ σβεστικά, καὶ προκλητικὰ

14

.

66

.

2

δ’ ἕτερα, καὶ τούτοις [τὰ] ἐναντία τὰ ἐπισχετικά. γεννητικὰ μὲν οὖν ἐστι τὰ γεννῶντα τὸ μὴ πρότερον ὑπάρχον, σβεστικὰ δὲ τὰ φθείροντα, προκλητικὰ δὲ τὰ συνηθροισμένα ἐν βάθει πρὸς τοὐμφανὲς ἄγοντα,

14

.

66

.

3

καὶ [πρὸς] τούτοις ἐναντία ἐπισχετικά. γεννητικὰ μὲν σπέρματος ἐδέσματα μὲν ὅσα τρόφιμά τε ἅμα καὶ φυσώδη καὶ ταῖς ὅλαις οὐσίαις ἐστὶν οἰκεῖα, φάρμακα δ’ ὅσα πνευματώδη τε καὶ θερμά· σβεστικὰ δὲ τά τε ξηραίνοντα πάντα καὶ τὰ ψύχοντα καὶ ταῖς οὐσίαις ἐναντία·
5καὶ μὲν δὴ καὶ προκλητικὰ μὲν ὅσα φυσώδη τέ ἐστι καὶ θερμὰ χωρὶς τοῦ ξηραίνειν· ἐπισχετικὰ δὲ τἀναντία· τῆς γὰρ τοῦ σπέρματος οὐσίας ἐκ χρηστοῦ περιττώματος ἐχούσης τὴν γένεσιν, οὔσης δὲ καὶ πνευμα‐ τώδους, τρόφιμά τε ἅμα χρὴ καὶ πνευματώδη πάντα ὑπάρχειν ὅσα

14

.

66

.

4

γεννᾶν ἢ προκαλεῖσθαι δυνήσεται σπέρμα. βολβοὶ μὲν οὖν ἐρέβινθοί τε
καὶ κύαμοι καὶ πολύποδες καὶ κῶνοι ἐδέσματα πολύσπερμα λέγεται καὶ ἔστιν· σκίγκος δὲ καὶ σατύριον φάρμακα· τροφαὶ δ’ ἅμα καὶ φάρμακα

14

.

66

.

5

τό τε τῆς λύγου σπέρμα καὶ τὸ εὔζωμον. ὅσα δὲ ψύχειν πέφυκεν ἐδέσματά τε καὶ φάρμακα, παχύνοντά τε καὶ πηγνύντα καὶ στάσιμον ἐργαζόμενα τὸ σπέρμα τὴν τῶν ἐπεχόντων αὐτὸ δύναμιν, οὐ τῶν φθειρόντων ἔχει, θριδακίναι καὶ βλίτα, ἀτραφάξυες καὶ κολοκύνθαι καὶ
5μόρα καὶ μηλοπέπονες καὶ σίκυοι, ἤν τε πέπονες ἤν τε καὶ μὴ πέ‐

14

.

66

.

6

πονες ὦσιν. ὅσα δὲ ξηραίνει, τὴν ἀρχὴν οὐδ’ ἐπιτρέπει γεννᾶσθαι τὸ σπέρμα, κἂν θερμὰ τὴν φύσιν ὑπάρχῃ, καθάπερ τὸ πήγανον· εἰ δὲ μὴ θερμαίνοι, πολὺ μᾶλλον, ὡς ἡ νυμφαία· ταύτην μέν γε καὶ κατὰ τὴν

14

.

66

.

7

ἰδιότητα τῆς οὐσίας εὔλογον ἐναντίως ἔχειν σπέρματι. τὴν δ’ αὐτὴν ἀναλογίαν ἐδεσμάτων τε καὶ φαρμάκων ἐπί τε γάλακτος ἔστιν εὑρεῖν καὶ καταμηνίων· καθ’ ἕτερον δὲ τρόπον ὑπὸ ταὐτὸ πέπτωκε γένος αὐτοῖς ὅσα τε ταῖς ἐκ τῶν ἀναπνευστικῶν ὀργάνων ἀναπτύσεσι τιμω‐
5ρεῖ καὶ ὅσα κινεῖν οὔρησιν πέφυκεν· ἅπαντα γὰρ ταῦτα λεπτυντικῆς
ἐστι δυνάμεως, ὥσπερ αὖ τἀναντία παχυντικῆς.

15

1:p

t

Ἐκ τῶν Γαληνοῦ· ἑκάστου φαρμάκου αἱ καθόλου δυνάμεις.

15

1:p

1

Ἡ γνῶσις τῶν ἁπλῶν φαρμάκων καὶ τῶν ἐν αὐτοῖς δυνάμεων οὕτως ἀναγκαιοτάτη καθέστηκεν, ὡς μηδ’ οἷόν τε εἶναι χωρὶς ταύτης ἰατρεύειν ὀρθῶς· ἅμα τε γὰρ εὐπόριστά ἐστι καὶ κατὰ πᾶσαν καιρῶν περίστασιν εὐχερῶς εὑρισκόμενα, καὶ εἰς τὰς ἐπικρίσεις τῶν συνθέτων
5δυνάμεων εὔχρηστος ἡ γνῶσις· ἔτι δ’ εἰς τὰς εὑρέσεις αὐτῶν καθόλου

15

1:p

2

τὸ τεχνικὸν ἐπιφαίνει παρὰ πᾶσιν ἡ τούτων εἴδησις. πειρασόμεθα οὖν ἄνωθεν ἀπὸ τῶν στοιχείων ἀρξάμενοι, καθ’ ὅσον ἐνδεχόμενόν ἐστι, τὰς τῶν ἁπλῶν φαρμάκων δυνάμεις ἐπελθεῖν, ὅπως οἱ μὲν εἰδότες

15

1:p

3

ὑπομνησθῶσιν, οἱ δ’ ἀγνοοῦντες μάθωσιν. οἱ μὲν οὖν καθόλου λόγοι πάντες ἐοίκασιν ἤδη τέλος ἔχειν, ἐπὶ δὲ τοὺς κατὰ μέρος μετιέναι

15

1:p

4

καιρός· εἶεν δ’ ἂν ὅσοι καθ’ ἕκαστον τόπον ἰδίᾳ περαινόμενοι. γράψω δ’ οὐ τὰς κατὰ μέρος ἐνεργείας νῦν, ἀλλ’ ἐν ταῖς θεραπευτικαῖς πραγματείαις ὕστερον, ὅταν ἡ χρεία καλῇ· μόνον δὲ τὰς καθόλου δυνάμεις τῶν ἁπλῶν φαρμάκων διελεύσομαι.

15

1:1

1

Ἀβρότονον θερμόν ἐστι καὶ ξηρὸν τὴν δύναμιν ἐν τρίτῃ που τάξει τεταγμένον, πικρὸν δ’ ὑπάρχον διαφορητικήν τέ τινα καὶ τμητι‐ κὴν ἔχει δύναμιν, στρυφνότητος δ’ ὀλίγης μετέχει· διὸ κακοστόμαχόν ἐστιν· ἐδείχθη γὰρ ὡς τὸ μὲν πικρὸν καθ’ ἑαυτὸ παντελῶς εἴη
5κακοστόμαχον, τὸ δ’ αὐστηρὸν ἢ στρυφνὸν ἢ ὅλως στῦφον εὐστόμαχον, ἐπιμιγνυμένων δὲ τῶν ποιοτήτων ἀλλήλαις, ἡ σφοδροτέρα κρατοίη.

15

1:1

2

καὶ τὸ κεκαυμένον δ’ ἀβρότονον θερμόν ἐστι καὶ ξηρὸν τῇ δυνάμει·

15

1:1

3

ἀραιωτικόν τέ ἐστι καὶ λεπτομερὲς καὶ δακνῶδες. —Ἄγνου τὰ φύλλα καὶ ὁ καρπὸς καὶ τὸ ἄνθος θερμὰ καὶ ξηρὰ τὴν δύναμίν ἐστι κατὰ τὴν τρίτην που τάξιν τῶν ἀποστάσεων, κατὰ δὲ τὴν οὐσίαν λεπτομερῆ ἱκανῶς· ἐπιφαίνουσι δὲ καὶ βραχεῖάν τινα στῦψιν. —

15

1:1

4

Ἀγρώστεως ἡ μὲν ῥίζα ξηρὰ καὶ ψυχρὰ τυγχάνει, αὐτὴ δ’ ἡ πόα ψύχει μὲν οὐκ ἰσχυρῶς, ὑγρότητος δὲ καὶ ξηρότητος ἐν τῷ μέσῳ καθέστηκεν.

15

1:1

5

τὸ δ’ ἐν τῇ ῥίζῃ δακνῶδές τε καὶ λεπτομερές ἐστι μὲν ὀλίγον· εἴωθε

15

1:1

6

δ’ οὖν ἔστιν ὅτε καὶ λίθους θρύπτειν. τὸ δὲ σπέρμα τῆς μὲν ἄλλης ἀσθενές, τῆς δ’ ἐν τῷ Παρνασσῷ ξηραντική τέ ἐστιν ἡ δύναμις καὶ

15

1:1

7

λεπτομερὴς καὶ ὑπόστρυφνος. —Ἄγχουσαι τέσσαρες οὐ τῆς αὐτῆς ἅπασαι δυνάμεώς εἰσιν· ἡ μὲν γὰρ ὀνόκλεια προσαγορευομένη στύφου‐ σάν τε ἅμα καὶ ὑπόπικρον ἔχει τὴν ῥίζαν ἱκανὴν καὶ πυκνῶσαι τὰ σώματα καὶ μετρίως λεπτῦναι καὶ ἀπορρύψαι καὶ ἀποπλῦναι τοὺς
5χολώδεις τε καὶ ἁλμώδεις χυμούς, οὐ πινομένη μόνον, ἀλλὰ καὶ ἔξωθεν

15

1:1

8

ἐπιτιθεμένη· καὶ ψύχειν δ’ ἱκανὴ καταπλασσομένη σὺν ἀλφίτοις. τὰ δὲ φύλλα τῆς βοτάνης ἐστὶ μὲν ἀσθενέστερα τῆς ῥίζης, οὐκ ἀπήλλακται

15

1:1

9

δὲ τοῦ ξηραίνειν καὶ στύφειν. ἡ λύκαψος δὲ προσαγορευομένη ῥίζαν

15

1:1

10

ἔχει στυπτικωτέραν ταύτης. τῆς δ’ ὀνοχείλου τε καὶ Ἀλκιβιαδείου καλου‐ μένης ἡ δύναμίς ἐστι φαρμακωδεστέρα καὶ δριμεῖα, ὡς τοῖς ἐχεοδήκτοις ἱκανῶς ἁρμόττειν καταπλαττομένην τε καὶ ἐσθιομένην καὶ περιαπτο‐

15

1:1

11

μένην. λοιπὴ δ’ ἡ τετάρτη καὶ μικρά· παραπλησία μέν ἐστι τῇ Ἀλκι‐

15

1:1

12

βιαδείῳ, πικροτέρα δὲ καὶ πλέον ἔτι φαρμακωδεστέρα. —Ἀγαρικοῦ ῥίζα κατὰ μὲν τὴν πρώτην γεῦσιν γλυκεῖά πως, πικρὰ δ’ ὀλίγον ὕστε‐ ρον φαινομένη καί τινος ἐν τῷ χρόνῳ δριμύτητος ἔμφασιν ἐπάγουσα

15

1:1

13

καὶ βραχείας στύψεως. δῆλον οὖν ὡς σύνθετόν ἐστι τὸ φάρμακον ἐξ οὐσίας ἀερώδους τε καὶ γεώδους ὑπὸ θερμότητος λελεπτυσμένης, ἥκιστα

15

1:1

14

δὲ τῆς ὑδατώδους μετέχει. ταῦτα ἄρα διαφορητικὸν τὴν δύναμίν ἐστι καὶ πάχους τμητικὸν διακαθαίρει τε τὰς ἐν τοῖς σπλάγχνοις ἐμ‐

15

1:1

15

φράξεις. —Ἀγήρατον δυνάμεώς ἐστι διαφορητικῆς τε καὶ ἀτρέμα

15

1:1

16

πως ἀφλεγμάντου. —Ἀδίαντον ξηραίνει, λεπτύνει, διαφορεῖ· οὐ μὴν θερμότητά γέ τινα προσβάλλει σαφῆ καθάπερ οὐδὲ ψῦξιν, ἀλλὰ θείη
ἄν τις αὐτὸ κατὰ τὴν ἐν τούτοις ἀντίθεσιν ἐν τῇ μέσῃ τάξει. —

15

1:1

17

Ἀείζῳον ἑκάτερον ξηραίνει μὲν ἐπ’ ὀλίγον, ὅτι καὶ στύφει μετρίως, ἀπηλλαγμένον ἁπάσης ἄλλης ἰσχυρᾶς ποιότητος, ὡς ἐπικρατεῖν ἐν αὐτῷ τὴν ὑδατώδη μᾶλλον οὐσίαν· ψύχει δ’ οὐ μετρίως, ἀλλὰ κατὰ

15

1:1

18

τὴν τρίτην ἀπόστασιν. —Αἰγίλωψ ἠρέμα πώς ἐστι δριμύς· διὸ καὶ

15

1:1

19

διαφορητικὴν ἔχει δύναμιν. —Αἴρα ξηραίνει καὶ θερμαίνει δραστικῶς,

15

1:1

20

ὡς ἐγγὺς εἶναι τῶν δριμέων· θείη δ’ ἄν τις αὐτὴν ἐν μὲν τῷ θερ‐ μαίνειν τῆς τρίτης τάξεως, ἐν δὲ τῷ ξηραίνειν ἐπὶ τελευτῇ τῆς δευ‐

15

1:1

21

τέρας. —Αἰγείρου τὰ μὲν ἄνθη θερμὰ τὴν δύναμίν ἐστιν ἐκ τῆς τρίτης ἀποστάσεως, ἐν δὲ τῇ κατὰ τὸ ξηραίνειν καὶ ὑγραίνειν διαφορᾷ βραχύ τι τῶν εὐκράτων ἀποκεχώρηκεν ἐπὶ τὸ ξηρότερον· ἔστι δὲ

15

1:1

22

καὶ λεπτομερῆ μᾶλλον ἢ παχυμερῆ. καὶ τὰ φύλλα δ’ αὐτῆς ὅμοια μέν ἐστί πως τοῖς ἄνθεσι, πλὴν εἰς ἅπαν ἀσθενέστερα καὶ ἀπρακτότερα.

15

1:1

23

καὶ ἡ ῥητίνη δ’ αὐτῆς ὁμοίας τοῖς ἄνθεσι δυνάμεώς ἐστι καὶ θερμοτέ‐

15

1:1

24

ρας ἔτι. τὸ δὲ σπέρμα λεπτομερέστερόν τέ ἐστι καὶ ξηραντικώτερον

15

1:1

25

τῆς τε ῥητίνης καὶ τῶν ἀνθῶν, δραστικὸν δ’ οὐ πάνυ τι. —Ἀκακίας καὶ τὸ φυτὸν μὲν αὐτὸ στρυφνόν ἐστι, καὶ ὁ καρπὸς δὲ καὶ ὁ χυλός, ὅστις πλυθεὶς ἀσθενέστερός τε καὶ ἀδηκτότερος γίνεται, ὥς τινα δρι‐

15

1:1

26

μύτητα κατὰ τὴν πλύσιν ἀποτιθέμενος. δῆλον οὖν ὅτι ψυχρόν τέ ἐστι καὶ γεῶδες τὸ φάρμακον, ἀναμεμιγμένης αὐτῷ καὶ ὑδατώδους τινὸς

15

1:1

27

οὐσίας. εἰκασθείη δ’ ἂν οὐδ’ ὁμοιομερὲς ὑπάρχειν, ἀλλ’ ἔχειν τινὰ μόρια διεσπαρμένα λεπτομερῆ καὶ θερμὰ τὰ κατὰ τὴν πλύσιν ἀποχω‐

15

1:1

28

ροῦντα. καὶ κείσθω καὶ τοῦτο τῆς μὲν τρίτης τάξεως τῶν ξηραινόν‐ των, τῆς δευτέρας δὲ τῶν ψυχόντων, ἐπειδὰν πλυθῇ, τὸ δ’ ἄπλυτον

15

1:1

29

τῆς πρώτης. —Ἀκαλήφης ὅ τε καρπὸς καὶ τὰ φύλλα διαφορητικῆς ἱκανῶς ἐστι δυνάμεως· ἔχει δέ τι καὶ φυσῶδες λεπτομερής τε ὑπάρχει καὶ ξηρὰ τὴν κρᾶσιν, οὐ μὴν εἰς τοσοῦτόν γε μετέχουσα θερμότητος ὡς ἤδη δάκνειν· τὸ δὲ πνευματῶδες, οὗ μετέχειν εἴρηται, πεττομένης

15

1:1

30

αὐτῆς γεννᾶται. κοιλίαν δ’ ὑπάγει μεγάλως αὐτῷ μόνῳ τῷ ῥύπτειν

15

1:1

31

καὶ οἷον γαργαλίζειν. —Ἄκανθος· τὰ μὲν φύλλα διαφορητικὴν μετρίως ἔχει τὴν δύναμιν, ἡ δὲ ῥίζα ξηραντικήν τε καὶ τμητικὴν ἀτρέμα καὶ

15

1:1

32

λεπτομερῆ. —Ἀκανθίου ἡ ῥίζα καὶ τὰ φύλλα λεπτομεροῦς τε καὶ

15

1:1

33

θερμῆς ἐστι δυνάμεως. —Ἀκάνθης λευκῆς ἡ μὲν ῥίζα ξηραντικὴ καὶ μετρίως ἐστὶ στύφουσα, τὸ δὲ σπέρμα λεπτομεροῦς τε καὶ θερμῆς ἐστι

15

1:1

34

δυνάμεως. —Ἄκανθα Αἰγυπτία στυπτικὴν καὶ ξηραντικὴν ἔχει δύναμιν

15

1:1

35

μᾶλλον τῆς λευκῆς ἀκάνθης. —Ἀκόρου ἡ ῥίζα δριμεῖα καὶ μετρίως

15

1:1

36

ὑπόπικρός ἐστι κατὰ τὴν γεῦσιν. δῆλον οὖν ὡς θερμὴ τὴν δύναμίν ἐστι καὶ λεπτομερὴς τὴν σύστασιν· ἀπορρύπτει γοῦν καὶ λεπτύνει τὰ

15

1:1

37

πάχη τοῦ κερατοειδοῦς, ἀμείνων δ’ ὁ χυλὸς αὐτῆς εἰς τοῦτο. κείσθω δ’ οὗτος τῆς τρίτης τάξεως ἔν τε τῷ ξηραίνειν καὶ θερμαίνειν. —

15

1:1

38

Ἀκόνιτον ἢ παρδαλιαγχές· σηπτικῆς τοῦτο καὶ δηλητηρίου δυνάμεώς ἐστιν· πρὸς μέντοι τὸ ἀποσῆψαί τινα τῶν ἐκτὸς τοῦ σώματος ἐπιτή‐

15

1:1

39

δειός ἐστιν ἡ ῥίζα τῆς πόας. —Ἀκόνιτον ἢ λυκοκτόνον· ἔστι μὲν καὶ τοῦτο παραπλησίας θατέρῳ δυνάμεως, ἰδιαίτερον δ’ ἀναιρεῖ λύκους,

15

1:1

40

ὥσπερ ἐκεῖνο παρδάλεις. —Ἀκτὴ ἥ τε δενδρώδης καὶ ἡ χαμαιάκτη ξηραντικῆς ἀμφότεραι δυνάμεώς εἰσι τῆς κολλητικῆς τε καὶ μετρίως

15

1:1

41

διαφορητικῆς. —Ἄλιμον ἁλυκόν τι καὶ ὑπόστυφον ἔχει κατὰ τὴν γεῦσιν, ἀνομοιομερὲς ὑπάρχον· τὸ δὲ πλεῖστον αὐτοῦ τῆς οὐσίας θερ‐ μὸν εὐκράτως ἐστὶ μεθ’ ὑγρότητος ἀκατεργάστου τε καὶ φυσώδους

15

1:1

42

ἀτρέμα. —Ἀλόη στύφει μὲν μετρίως, πικράζει δ’ ἰσχυρῶς, ὑπάγει δὲ καὶ γαστέρα, ξηραίνει δ’ ἀδήκτως κατὰ τὴν τρίτην ἀπόστασιν καὶ θερμαίνει κατὰ τὴν πρώτην ἐπιτεταμένην, ἀποκρούεσθαί τε ἅμα καὶ

15

1:1

43

διαφορεῖν πέφυκε μετὰ τοῦ καὶ ῥύπτειν ἐπ’ ὀλίγον. —Ἄλυσσον πολλάκις ἐξιάσατο μόνη τοὺς ὑπὸ λυττῶντος κυνὸς δηχθέντας· ἀλλὰ τοῦτο μὲν ἐκ τῆς καθ’ ὅλην τὴν οὐσίαν ὁμοιότητος δύναται, ξηραντικὴ δ’ ἐστὶ μετρίως καὶ διαφορητικὴ πρὸς τῷ καὶ ῥυπτικὸν ἔχειν τι. —

15

1:1

44

Ἀλσίνη ἢ μυὸς ὦτα οὐσίας ὑδατώδους ἐστὶ ψυχρᾶς· διὸ καὶ χωρὶς

15

1:1

45

στύψεως ἐμψύχει. —Ἀμάρακον ἐν μὲν τῷ θερμαίνειν τῆς τρίτης ἐστὶ

15

1:1

46

τάξεως, ἐν δὲ τῷ ξηραίνειν τῆς δευτέρας. —Ἀμβροσία καταπλαττο‐

15

1:1

47

μένη δύναμιν ἔχει στύφουσάν τε καὶ ἀποκρουστικήν. —Ἄμι· τὸ σπέρμα δυνάμεώς ἐστι ξηραντικῆς καὶ θερμαντικῆς τῆς τρίτης τάξεως ἐπιτεταμένης· ἔστι δὲ καὶ λεπτομερὲς καὶ διαφορητικὸν καὶ γευομένῳ

15

1:1

48

δριμύ τε καὶ ὑπόπικρον· διὸ καὶ οὐρητικόν. —Ἀμάραντον δυνάμεώς

15

1:1

49

ἐστι λεπτυντικῆς καὶ κακοστόμαχον. —Ἀμόργη γεώδους ἐστὶν οὐσίας θερμῆς, οὐ μὴν ὡς δάκνειν ἐπιφανῶς· εἰ δὲ καὶ ἑψηθείη, πολὺ δὴ μᾶλλον παχυμερής τε γίνεται καὶ ξηρά· καὶ εἴη ἂν δευτέρας τάξεως

15

1:1

50

τῶν θερμαινόντων τε καὶ ξηραινόντων ἐπιτεταμένης. —Ἀμπελόπρασον θερμὸν οὕτως ἐστὶν ὡς ἑλκοῦν καταπλασσόμενον· δριμύτερον γὰρ καὶ ξηρότερον ὑπάρχει τοῦ πράσου καὶ παχέων καὶ γλίσχρων χυμῶν τμη‐ τικώτερον ἐκφρακτικώτερόν τε τῶν ἐμπεφραγμένων ὀργάνων. —

15

1:1

51

Ἀμπέλου ἀγρίας οἱ βότρυες ῥυπτικῆς εἰσι δυνάμεως, ἔχουσι δέ τι

15

1:1

52

στυπτικὸν αὐτή τε καὶ οἱ ἀκρέμονες. τῆς δ’ ἡμέρου παραπλησία μὲν

15

1:1

53

ἡ δύναμις, ἀσθενεστέρα δέ. —Ἀμπέλου λευκῆς οἱ πρῶτοι βλαστοὶ ὑπόπικρον καὶ ἀτρέμα δριμεῖαν ἔχουσι τὴν στῦψιν· ἡ δὲ ῥίζα ῥυπτικὴν καὶ ξηραντικὴν καὶ λεπτομερῆ δύναμιν ἔχει καὶ μετρίως θερμήν. —

15

1:1

54

Ἄμπελος μέλαινα παραπλήσιός ἐστι τὰ πάντα τῇ προειρημένῃ, ἀσθενε‐

15

1:1

55

στέρα δέ. —Ἀμύγδαλα πικρὰ τῆς λεπτυνούσης ἐστὶ δυνάμεως καὶ

15

1:1

56

ῥυπτικῆς καὶ ἐκφρακτικῆς. καὶ τὸ δένδρον δ’ αὐτὸ σύμπαν ὁμοίαν

15

1:1

57

ἔχει τὴν δύναμιν. ὅσα δὲ γλυκέα τῶν ἀμυγδάλων μετέχει μὲν καὶ ταῦτα βραχείας πικρότητος, ἀλλ’ ἐπικρατούσης τῆς γλυκύτητος ἀπο‐ κρύπτεται, ἐπιδέδεικται δ’ ὡς γλυκεῖα [συμμέτρως] ποιότης θερμὴ

15

1:1

58

συμμέτρως ἐστίν. —Ἀμμωνιακὸν μαλακτικῆς δυνάμεως ἐπιτεταμένης

15

1:1

59

ἐστίν. —Ἄμωμον· ἔοικε τοῦτο κατὰ τὴν δύναμιν ἀκόρῳ, πλὴν ὅσον ξηρότερόν ἐστι τὸ ἄκορον, πεπτικώτερον 〈δέ〉 πως τὸ ἄμωμον. —

15

1:1

60

Ἀναγαλλὶς ἑκατέρα ῥυπτικῆς ἱκανῶς ἐστι δυνάμεως, ἔχουσά τι καὶ ὑπόθερμον καὶ ἑλκτικόν· καὶ καθόλου ξηραντικὴν ἔχουσι δύναμιν καὶ

15

1:1

61

ἄδηκτον. —Ἀνάγυρις δυσώδης ἐστὶ καὶ δριμεῖα διαφορητικῆς καὶ θερ‐ μαινούσης δυνάμεως, ἧς τὰ φύλλα ξηρανθέντα τέμνει σφοδρῶς καὶ

15

1:1

62

ξηραίνει, καθάπερ καὶ ὁ τῆς ῥίζης φλοιός. τὸ δὲ σπέρμα πλέον ἔτι

15

1:1

63

λεπτομερέστερόν ἐστι καὶ ἐμετικόν. —Ἀνδρόσαιμον τὸ μὲν ἄσκυρον ὀνομαζόμενον, εἶδος ὑπάρχον ὑπερικοῦ, τὸ δὲ Διονυσιάς· ἔστι δ’ ὁ μὲν καρπὸς αὐτῶν καθαρτικός, ἡ δὲ τῶν φύλλων δύναμις ξηραντική

15

1:1

64

τε καὶ ῥυπτικὴ μετρίως. —Ἀνδρόσακες πικρὰ καὶ δριμεῖα πόα·

15

1:1

65

διαφορεῖ τε καὶ ξηραίνει. —Ἀνδράχνη ψύχει μὲν κατὰ τὴν τρίτην ἀπόστασιν, ὑγραίνει δὲ κατὰ τὴν δευτέραν, ὀλίγου δέ τινος καὶ αὐστη‐

15

1:1

66

ροῦ μετέχει. καὶ ὁ χυλὸς δ’ αὐτῆς ὁμοίως, ὥστε οὐ μόνον ἔξωθεν

15

1:1

67

ἐπιτιθέμενος, ἀλλὰ καὶ πινόμενος ψύχει. καὶ αἱμωδίας δ’ ἐστὶν ἴαμα ἡ πόα, τά τε ἐξηρασμένα τραχέως ἀπὸ τῆς τῶν ὀξέων χυμῶν ὁμιλίας λεαίνουσά τε καὶ ἀναπληροῦσα τῷ γλίσχραν ἔχειν τὴν ὑγρότητα. —

15

1:1

68

Ἀνεμῶναι πᾶσαι δριμείας καὶ ῥυπτικῆς εἰσι δυνάμεως ἐπισπαστικῆς τε

15

1:1

69

καὶ ἀναστομωτικῆς. —Ἄνηθον θερμαίνει μὲν εἰς τοσοῦτον ὡς ἤτοι τῆς δευτέρας αὐτὸ τάξεως ἐπιτεταμένης ἢ τῆς τρίτης ἐκλελυμένης ὑπολαβεῖν· τῶν ξηραινόντων δ’ ἐστὶ τῆς δευτέρας τάξεως, ὥστε εἰκό‐ τως ἐναφεψημένον ἐλαίῳ διαφορητικόν τε καὶ ἀνώδυνον καὶ ὑπνο‐
5ποιὸν καὶ πεπτικὸν ὠμῶν καὶ ἀπέπτων ὄγκων ὑπάρχει· γίνεται γὰρ τὸ ἐξ αὐτοῦ ἔλαιον ἐγγύς τι τῇ κράσει τοῖς πυοποιοῖς τε καὶ πεπτικοῖς ὀνομαζομένοις φαρμάκοις, πλὴν ὅσον θερμότερον αὐτῶν βραχὺ καὶ

15

1:1

70

λεπτομερές ἐστι καὶ διαφορητικόν. καυθὲν δὲ τῆς τρίτης γίνεται τάξεως τῶν θερμαινόντων τε καὶ ξηραινόντων, ὑγρότερόν τε δηλονότι καὶ ἧττον θερμόν ἐστι τὸ χλωρὸν ἔτι καὶ ἔγχυλον, ὥστε πεπτικώτερον μὲν καὶ ὑπνοποιὸν ἔσται μᾶλλον τοῦ ξηροῦ, διαφορητικὸν δ’ ἧττον. —

15

1:1

71

Ἀνθύλλιοι ἀμφότεραι ξηραίνουσι μετρίως, ἡ δ’ ἑτέρα αὐτῶν ἡ τῇ χαμαιπίτυϊ ἐοικυῖα λεπτομερεστέρα πώς ἐστι τῆς ἑτέρας καὶ ῥυπτι‐

15

1:1

72

κωτέρα. —Ἀννήσου τὸ σπέρμα δριμὺ καὶ ὑπόπικρον ὑπάρχον ἐγγὺς ἥκει θερμότητι τῶν καυστικῶν, ἔστι δὲ κἀν τῷ ξηραίνειν τρίτης

15

1:1

73

ἀποστάσεως, ὥσπερ κἀν τῷ θερμαίνειν, καὶ διαφορεῖ. —Ἀπαρίνη

15

1:1

74

μετρίως ῥύπτει καὶ ξηραίνει, ἔχει δέ τι καὶ λεπτομερές. —Ἀπίου τὰ φύλλα καὶ οἱ ἀκρέμονες αὐστηροί, ὁ δὲ καρπὸς ἔχει τι καὶ γλυ‐

15

1:1

75

κύτητος ὑδατώδους. ἐσθιόμεναι δ’ ἄπιοι εὐστόμαχοί τέ εἰσι καὶ ἄδιψοι,

15

1:1

76

καὶ καταπλασσόμεναι δὲ ξηραίνουσί τε καὶ μετρίως ψύχουσιν. αἱ δ’ ἀχράδες καὶ στύφουσι μᾶλλον τῶν ἄλλων ἀπίων καὶ ξηραίνουσιν. —

15

1:1

77

Ἀπόκυνον ἢ κυνοκράμβη ἐστὶ μὲν τῶν δηλητηρίων, ἱκανῶς δὲ δυσώ‐ δης· διὸ καὶ θερμὴ πάντως ἐστὶν οὐκ ἀγεννῶς, οὐ μὴν ἀνάλογόν γε

15

1:1

78

ξηρά. διὰ τοῦτο οὖν καταπλασσομένη διαφορητικῆς ἐστι δυνάμεως. —

15

1:1

79,80

Ἀργεμώνη ῥυπτική ἐστι καὶ διαφορητική. —Ἀρίσαρον δριμύτερόν

15

1:1

81

ἐστι πολὺ τοῦ ἄρου. —Ἀριστολοχείας ἡ ῥίζα πικρὰ καὶ ὑπόδριμυς ὑπάρχει, λεπτομερεστέρα δ’ ἐξ αὐτῶν ἐστιν ἡ στρογγύλη καὶ τὰ πάντα

15

1:1

82

δραστικωτέρα τῶν ἄλλων δυοῖν. ἡ κληματῖτις δ’ εὐωδεστέρα μέν, ὥστε καὶ πρὸς τὰ μύρα χρῆσθαι τοὺς μυρεψοὺς αὐτῇ, τὰ δ’ εἰς τὰς ἰάσεις

15

1:1

83

ἀσθενεστέρα. ἡ μακρὰ δ’ ἧττον μὲν λεπτομερής ἐστι τῆς στρογγύλης, οὐ μὴν οὐδὲ αὐτή γε ἄπρακτος, ἀλλ’ ἐστὶ τῆς ῥυπτικῆς τε καὶ θερ‐ μαντικῆς δυνάμεως καὶ τῆς στρογγύλης ἧττον μὲν ῥύπτει καὶ διαφορεῖ,

15

1:1

84

θερμαίνει δ’ οὐχ ἧττον, ἀλλ’ ἴσως καὶ μᾶλλον. —Ἄρκευθος θερμὴ καὶ ξηρὰ τῆς τρίτης κατ’ ἄμφω τάξεως· ὁ δὲ καρπὸς αὐτῆς θερμὸς μὲν ὁμοίως, ξηραίνει δ’ οὐχ ὁμοίως, ἀλλ’ εἴη ἂν ἐν τῷδε τῆς πρώτης

15

1:1

85

τάξεως. —Ἄρκτιον τὸ μὲν τῷ φλόμῳ παραπλήσιον λεπτομεροῦς

15

1:1

86

ἱκανῶς ἐστι δυνάμεως καὶ ξηραντικῆς, ῥύπτει μέντοι μετρίως. τὸ δ’ ἕτερον, ὃ δὴ καὶ προσωπιτίδα καλοῦσι, διαφορητικὸν μέν ἐστι καὶ

15

1:1

87

αὐτὸ καὶ ξηραντικόν, ἔχει δέ τι καὶ στυπτικὸν μετρίως. —Ἀρνό‐ γλωσσον μικτῆς ἐστι κράσεως· ἔχει μὲν γάρ τι καὶ ὑδατῶδες ψυχρόν, ἔχει δὲ καὶ αὐστηρὸν ὅπερ ἐστὶ γεῶδες ψυχρόν, ὥστε ψύχει τε ἅμα καὶ ξηραίνει κατὰ τὴν δευτέραν ἀπόστασιν, μετέχει δὲ τῆς μὲν ξηρό‐

15

1:1

88

τητος ἀδήκτου, τῆς δὲ ψύξεως μηδέπω ναρκούσης. καὶ ὁ καρπὸς δ’ αὐτοῦ καὶ ἡ ῥίζα παραπλησίας εἰσὶ δυνάμεως πλήν γε ὅτι ξηροτέ‐ ρας τε καὶ ἧττον ψυχρᾶς· ἀλλ’ ὁ μὲν καρπὸς λεπτομερέστερος, αἱ δὲ

15

1:1

89

ῥίζαι παχυμερέστεραι. καὶ αὐτὰ δὲ τὰ φύλλα τῆς βοτάνης ξηρανθέντα λεπτομερεστέρας τε καὶ ἧττον ψυχρᾶς γίνεται δυνάμεως, διαφορηθέν‐

15

1:1

90

τος αὐτῶν τοῦ ὑδατώδους περιττώματος. —Ἄρον· ἐκ γεώδους οὐσίας καὶ τοῦτο γέγονε θερμῆς καὶ διὰ τοῦτο ῥυπτικῆς ἐστι δυνά‐

15

1:1

91

μεως, ἀλλ’ οὐκ ἰσχυρᾶς, ὥσπερ τὸ δρακόντιον. ἔστιν οὖν τῷ θερ‐ μαίνειν καὶ τῷ ξηραίνειν τῆς πρώτης τάξεως· αἱ ῥίζαι δ’ αὐτοῦ

15

1:1

92

μάλιστά εἰσι χρήσιμοι. —Ἀρτεμισίαι ἀμφότεραι ἐν μὲν τῷ θερμαίνειν εἰσὶ δευτέρας ἀποστάσεως, ἐν δὲ τῷ ξηραίνειν πρώτης ἐπιτεταμένης·

15

1:1

93

εἰσὶ δὲ καὶ λεπτομερεῖς μετρίως. —Ἀσάρου αἱ ῥίζαι παραπλήσιαι μέν εἰσι ταῖς τοῦ ἀκόρου τὴν δύναμιν, ἐπιτεταμέναι δὲ μᾶλλον. —

15

1:1

94,95

Ἀσπάλαθος κατὰ τὴν γεῦσιν δριμύς ἐστι καὶ στυπτικός. ἐξ ἀνομοιο‐

15

1:1

95

(2)

μερῶν οὖν δηλονότι σύγκειται δυνάμεων, μέρεσιν ἑαυτοῦ τοῖς δριμέσι θερμαίνων, μέρεσι δὲ τοῖς αὐστηροῖς ψύχων, ὥστε κατ’ ἄμφω ξηραί‐

15

1:1

96

νειν. —Ἀσπάραγος μυακάνθινος ῥυπτικῆς ἐστι δυνάμεως, οὐ μὴν

15

1:1

97

οὔτε θερμαίνει σαφῶς οὔτε ψύχει. —Ἄσπληνος λεπτομερὴς μέν, οὐ

15

1:1

98

μὴν θερμή γε τὴν δύναμιν. —Ἀστράγαλος ῥίζας ἔχει στυπτικάς· διὸ

15

1:1

99

καὶ τῶν ξηραινόντων ἐστὶν οὐκ ἀγεννῶς. —Ἀστὴρ Ἀττικός (οἱ δὲ βουβώνιον) ἔχει μέν τι καὶ διαφορητικόν, ἔχει δ’ οὐχ ἥκιστα καὶ ψυκτικόν τι καὶ ἀποκρουστικόν, ὥστε μικτῆς εἶναι δυνάμεως, ὥσπερ

15

1:1

100

καὶ τὸ ῥόδον, ἀλλ’ οὐ στύφει γε τοῦτο. —Ἀσταφὶς ἡ μὲν ἥμερος πεπτικῆς τε ἅμα καὶ στυπτικῆς καὶ διαφορητικῆς ἀτρέμα μετέχει δυνάμεως, ἡ δ’ ἀγρία δριμείας ἰσχυρῶς· ῥύπτει γοῦν σφοδρῶς καὶ

15

1:1

101

μετέχει καὶ καυστικῆς τινος δυνάμεως. —Ἀσφοδέλου ἡ ῥίζα ῥυπτικῆς καὶ διαφορητικῆς ὑπάρχει δυνάμεως· καυθείσης δ’ αὐτῆς ἡ τέφρα

15

1:1

102

δριμυτέρα τε καὶ ξηραντικωτέρα γίνεται. —Ἀτρακτυλὶς ξηραντικῆς

15

1:1

103

τε καὶ μετρίως θερμῆς ὑπάρχει δυνάμεως. —Ἀτράφαξυς ὑγρὰ καὶ ψυχρὰ τὴν κρᾶσίν ἐστιν, ὑγρὰ μὲν τάξεως δευτέρας ἐστί, ψυχρὰ δὲ πρώτης· οὐ μετέχει δὲ στύψεως, ἀλλ’ ἐστὶν ὑδατώδης τε καὶ ἥκιστα γεώδης ὁμοίως τῇ μαλάχῃ καὶ κατὰ γαστέρα διέρχεται ταχέως ὥσπερ
5ἐκείνη διὰ γλισχρότητα· βραχὺ δέ τι παντάπασιν ὑπάρχει διαφορητικὸν

15

1:1

104

αὐτῇ. αἱ κηπευόμεναι δ’ ὑγρότεραι πολὺ καὶ ψυχρότεραι τυγχάνουσι

15

1:1

105

τῶν ἀγρίων. ὁ δὲ καρπὸς αὐτῆς ῥυπτικῆς ἐστι δυνάμεως. —

15

1:1

106

Ἀφάκη δυνάμεώς ἐστι στυπτικῆς ὥσπερ καὶ ὁ φακός, δυσπεπτοτέρα δ’ ἐστὶν αὕτη καὶ ἰσχυρότερον ξηραίνει θερμότητός τε μετέχει συμ‐

15

1:1

107

μέτρου. —Ἀψίνθιον στυπτικὴν καὶ πικρὰν καὶ δριμεῖαν ἅμα ποιότητα

15

1:1

108

κέκτηται, θερμαῖνόν τε ἅμα καὶ ῥύπτον καὶ τονοῦν καὶ ξηραῖνον. εἰ δὲ δεῖ καθόλου περιλαβόντα τὴν κρᾶσιν αὐτοῦ κατὰ πρώτας ἀφορίσαι δυνάμεις, καίτοι γε ἀνομοιομεροῦς ὄντος αὐτοῦ, θερμὸν μὲν ἂν ὑπάρχειν αὐτὸ τῆς πρώτης ἀποστάσεως εἴποιμεν, ξηρὸν δὲ τῆς τρίτης.

15

1:1

109

ὁ δὲ χυλὸς αὐτοῦ πολὺ τῆς πόας θερμότερος.

15

1:2

1

Βαλάνου μυρεψικῆς τὸ ἀπόθλιμμα ἐπικρατοῦσαν ἔχει τὴν πικρὰν
ποιότητα, μέμικται δέ τι καὶ στύψεως αὐτῷ, καὶ διὰ τοῦτο ῥυπτικήν

15

1:2

2

τε ἅμα καὶ τμητικὴν συνακτικήν τε καὶ πιλητικὴν ἔχει τὴν δύναμιν. ὁ

15

1:2

3

μέντοι φλοιὸς αὐτῆς πάνυ στυπτικός ἐστιν. —Βάλσαμον ξηραίνει καὶ θερμαίνει κατὰ τὴν δευτέραν ἀπόστασιν, ἔστι δὲ καὶ 〈λεπτομερές· ὁ δ’ ὀπὸς αὐτοῦ〉 λεπτομερεστέρας ἐστὶ δυνάμεως, οὐ μὴν εἰς τοσοῦτόν γε θερμὸν εἰς ὅσον οἴονταί τινες ὑπὸ τῆς λεπτομερείας ἐξαπατώμενοι.

15

1:2

4

ὁ δὲ καρπὸς αὐτοῦ παραπλήσιος μέν ἐστι κατὰ γένος δυνάμεως, ἀπο‐

15

1:2

5

λείπεται δὲ μακρῷ κατὰ τὸ λεπτομερές. —Βαλαύστιον ἰσχυρῶς στύφει τὴν γεῦσιν, οὐδεμιᾶς ἔμφασιν ἔχον ποιότητος ἑτέρας, καὶ διὰ τοῦτο

15

1:2

6

ἄν τις αὐτὸ θείη ξηραίνειν καὶ ψύχειν οὐκ ἀγεννῶς. —Βάτου καὶ τὰ φύλλα μὲν καὶ οἱ βλαστοὶ καὶ τὸ ἄνθος καὶ ὁ καρπὸς καὶ ἡ ῥίζα τῆς στυπτικῆς μετέχουσι ποιότητος οὐκ ἀσαφοῦς, ἀλλήλων δὲ διαφέ‐

15

1:2

7

ρουσιν ἐν τῷδε. τὰ μὲν φύλλα, καὶ μάλιστα τὰ μαλακὰ καὶ νέα, πλείστου τοῦ ὑδατώδους μετέχοντα, βραχέως ἐστὶ στυπτικά· κατὰ δὲ

15

1:2

8

τὸν αὐτὸν λόγον καὶ οἱ βλαστοί. ὁ δὲ καρπός, εἰ μὲν εἴη πέπειρος, οὐκ ὀλίγου μετέχει καὶ τοῦ συμμέτρως θερμοῦ χυμοῦ γλυκέος ὑπάρχον‐ τος μετὰ τῆς μετρίας στύψεως· ὁ δ’ ἄωρος ὑπὸ ψυχρᾶς γεώδους οὐσίας ἐπικρατεῖται, καὶ διὰ τοῦτο στρυφνός τέ ἐστι καὶ ἰσχυρῶς

15

1:2

9

ξηραντικός. καὶ μὲν δὴ καὶ ξηρανθεὶς ἑκάτερος ξηραντικώτερός ἐστι

15

1:2

10

τοῦ προσφάτου. καὶ τὸ ἄνθος δὲ τῆς αὐτῆς ἐστι τῷ ἀώρῳ καρπῷ

15

1:2

11

δυνάμεως. ἡ δὲ ῥίζα πρὸς τῷ στύφειν ἔτι καὶ λεπτομεροῦς οὐσίας

15

1:2

12

οὐκ ὀλίγης μετείληφεν. —Βατράχια τὰ τέσσαρα δριμείας ἰσχυρῶς ἐστι δυνάμεως, 〈ὡσ〉 ἑλκοῦν μετὰ πόνου· θερμῆς οὖν καὶ ξηρᾶς

15

1:2

13

σφοδρῶς ἐστιν ἥ τε ῥίζα καὶ ἡ σύμπασα πόα. —Βδέλλιον τὸ μὲν Σκυθικὸν μαλακτικῆς ἐστιν ἱκανῶς καὶ δραστηρίου δυνάμεως, τὸ δ’

15

1:2

14

Ἀραβικὸν ἐπὶ μᾶλλον ξηραίνει τῶν μαλακτικῶν· ὅσον δ’ ἔτι νέον αὐτοῦ καὶ ὑγρόν ἐστι καὶ κοπτόμενον μαλάττεται ῥᾳδίως, ἐπιτήδειον εἰς ὅσαπερ καὶ τὸ Σκυθικόν· ὅσον δὲ παλαιότερόν ἐστι καὶ πικρὸν ἱκανῶς ἐν τῇ γεύσει καὶ δριμὺ καὶ ξηρόν, ἐκπέπτωκεν ἤδη τῆς τῶν

15

1:2

15

μαλαττόντων τὰ σκιρρούμενα συμμετρίας. —Βηχίου τῆς πόας ἡ δύ‐

15

1:2

16

ναμις δριμεῖα συμμέτρως ἐστίν. —Βλίτον ὑγρὸν καὶ ψυχρόν ἐστι δευ‐

15

1:2

17

τέρας τάξεως. —Βολβὸς ἐπιπλαττόμενος διὰ τὸ πικρότητός τε ἅμα καὶ στύψεως μετέχειν ῥυπτικός τε καὶ κολλητικὸς γίνεται καὶ ξηραντι‐

15

1:2

18

κός. —Βολβὸς ἐμετικὸς θερμοτέρας ἐστὶ πολὺ τῆς τοῦ προειρημένου

15

1:2

19

κράσεως. —Βούγλωσσον ὑγρὸν καὶ θερμόν ἐστι τὴν κρᾶσιν. —

15

1:2

20

Βούφθαλμος δριμυτέρα τῆς ἀνθεμίδος ἐστὶ καὶ διὰ τοῦτο καὶ διαφορη‐

15

1:2

21

τικωτέρα. —Βράθυ μετέχει δριμείας ποιότητος, ἔτι τε πικρότητος

15

1:2

22

καὶ στύψεως. κείσθω δὲ καὶ τοῦτο τὸ φάρμακον ἐν τῇ τρίτῃ τῶν ἀποστάσεων κατά τε τὸ ξηραίνειν καὶ θερμαίνειν, ἐν τοῖς μάλιστα

15

1:2

23

λεπτομερὲς ὑπάρχον. ἔνιοι δὲ καὶ ἀντὶ κινναμώμου διπλάσιον αὐτὸ βάλλουσιν· λεπτυντικῆς τε γάρ ἐστι καὶ διαφορητικῆς, εἰ ποθείη, δυ‐

15

1:2

24

νάμεως. —Βρεττανικῆς τὰ φύλλα στυπτικά, καὶ ὁ χυλὸς δ’ αὐτῆς ὁμοίως στυπτικός ἐστιν, ὥστε καὶ ἕψοντές τινες αὐτὸν ὡς δραστικώ‐ τατον ἀποτίθενται φάρμακον τῶν στοματικῶν ποιοῦν πρὸς τὰς σηπε‐

15

1:2

25

δόνας. —Βρόμος καταπλασσόμενος ξηραίνει καὶ διαφορεῖ μετρίως καὶ ἀδήκτως· ἔστι δὲ καὶ ψυχρότερον ἀτρέμα τῇ κράσει καί τι καὶ στύψεως

15

1:2

26

ἔχον. —Βρύον θαλάσσιον σύνθετόν ἐστιν ἐκ γεώδους τε ἅμα καὶ ὑδατώδους οὐσίας ἀμφοτέρων ψυχρῶν· στύφει τε γὰρ γευόμενον καὶ

15

1:2

27

ψύχει καταπλασσόμενον. —Βρύον (οἱ δὲ σπλάγχνον), δύναμιν ἔχει στυπτικὴν οὐκ ἰσχυράν· οὐδὲ γὰρ ψυχρὸν ἱκανῶς ἐστιν, ἀλλ’ ἐγγύς πως τοῖς μέσοις, ὅτι καὶ διαφορητικῆς καὶ μαλακτικῆς μετείληφε δυ‐ νάμεως, καὶ μάλιστα τὸ ἐπὶ τῶν κεδρίνων εὑρισκόμενον ξύλων.

15

1:3

1,2

Γάλλιον δύναμιν ἔχει ξηραντικὴν καὶ ὑπόδριμυν. —Γεντιανῆς ἡ

15

1:3

2

(2)

ῥίζα δραστήριος ἱκανῶς ἐστιν, ἵνα χρὴ λεπτῦναί τε καὶ διακαθῆραι καὶ

15

1:3

3

ἀπορρύψαι καὶ ἐκφράξαι· πικρὰ γὰρ ἰσχυρῶς ὑπάρχει. —Γίγαρτα ξηρὰ μέν ἐστι κατὰ τὴν δευτέραν τάξιν, ψυχρὰ δὲ κατὰ τὴν πρώτην· ἡ δ’ οὐσία παχυμερὴς αὐτῶν ἐστι καὶ γεώδης· καὶ γὰρ στρυφνὰ τυγχάνει. —

15

1:3

4

Γιγγίδιον πικρότητός τε καὶ στύψεως μετέχει καὶ ξηραίνει κατ’ ἀμ‐

15

1:3

5

φοτέρας τὰς ποιότητας, καὶ μέντοι καὶ εὐστόμαχόν ἐστιν. θερμασίαν μὲν οὖν οὐ πάνυ τι σαφῆ κέκτηται, ξηραίνει δὲ κατὰ τὴν δευτέραν

15

1:3

6

ἀπόστασιν. —Γλαύκιον στύφει καὶ ψύχει σαφῶς, καὶ ἔστιν ἡ κρᾶσις αὐτοῦ σύνθετος ἐξ ὑδατώδους καὶ γεώδους οὐσίας, ψυχρῶν μὲν

15

1:3

7

ἀμφοῖν, οὐ μὴν ἄκρως, ἀλλ’ ὡς ὕδωρ κρηναῖον. —Γλαὺξ ἡ πόα

15

1:3

8

θερμὴ καὶ ὑγρὰ τὴν κρᾶσίν ἐστιν. —Γλήχων δριμεῖά τε καὶ ὑπόπικρος

15

1:3

9

οὖσα θερμαίνει καὶ λεπτύνει σφοδρῶς. —Γλοιὸς μετρίως ἐστὶ μαλακτι‐

15

1:3

10

κός. —Γλυκυρρίζης ὁ χυλὸς μάλιστά ἐστι χρήσιμος, ὁμοίως ταῖς ῥίζαις

15

1:3

11

αὐταῖς γλυκὺς ὑπάρχων ἅμα βραχείᾳ τινὶ στύψει. εἴη ἂν οὖν ἡ φύσις αὐτῆς οἰκεία τῆς ἡμετέρας κράσεως· τοιοῦτον γὰρ ἐδείχθη τὸ γλυκύ.

15

1:3

12

ἐπεὶ δὲ καὶ ὑγρόν ἐστι τῇ κράσει, δεόντως ἄδιψόν ἐστι, ὑγρόν τε ἅμα

15

1:3

13

μετρίως καὶ ψυχρότερον ὑπάρχον τῆς ἀνθρώπου κράσεως. —Γλυκυ‐ σίδη ἡ καὶ παιωνία τὴν ῥίζαν ἠρέμα στύφουσαν ἔχει μετά τινος γλυκύ‐

15

1:3

14

τητος καὶ δριμύτητος ὑποπίκρου. λεπτομερῆ δ’ ἰστέον εἶναι τὴν

15

1:3

15

κρᾶσιν αὐτῆς καὶ ξηραντικήν, οὐ μὴν ἐπιφανῶς γε θερμήν. —Γνα‐

15

1:3

16

φάλλιον μετρίως στύφει. —Γογγυλίδος τὸ σπέρμα καὶ ἡ ῥίζα φυσώ‐ δους πνεύματός ἐστι γεννητική.

15

1:4

1,2

Δαμασώνιον ῥυπτικὴν ἔχει δύναμιν. —Δαῦκος ὁ καὶ σταφυλῖνος

15

1:4

2

(2)

ὁ μὲν ἄγριος τοῦ ἡμέρου σφοδρότερος ἐν πᾶσι, δριμείας δ’ εἰσὶ καὶ

15

1:4

3

θερμαντικῆς δυνάμεως καὶ λεπτυντικῆς. —Δαύκου τῆς πόας τὸ σπέρμα θερμαντικὸν ἱκανῶς ἐστι καὶ ἐν τοῖς μάλιστα δραστήριον καὶ

15

1:4

4

διαφορητικὸν ἱκανῶς ἔξωθεν ἐπιτιθέμενον. καὶ ἡ πόα δ’ αὐτῆς παραπλησίας ἐστὶ δυνάμεως, ἀσθενεστέρα δὲ διὰ τὴν τῆς ὑγρότητος

15

1:4

5

ἐπιμιξίαν· ἔστι μὴν καὶ αὕτη θερμὴ τὴν κρᾶσιν. —Δάφνης τοῦ δένδρου τὰ φύλλα καὶ ὁ καρπὸς ξηραίνει καὶ θερμαίνει σφοδρῶς, καὶ

15

1:4

6

μᾶλλόν γε ὁ καρπὸς τῶν φύλλων. ὁ δὲ φλοιὸς τῆς ῥίζης ἧττον μέν ἐστι δριμὺς καὶ θερμός, μᾶλλον δὲ πικρὸς καί τι καὶ στύψεως ἔχει. —

15

1:4

7

Δάφνης τῆς πόας ἡ κρᾶσις ἐνεργῶς ἐστι θερμή· δριμεῖά τε γὰρ καὶ

15

1:4

8

ὑπόπικρος τυγχάνει. παραπλησία δὲ καὶ ἡ χαμαιδάφνη τὴν δύναμίν

15

1:4

9

ἐστιν, ὥσπερ καὶ τὸ δαφνοειδές. —Δίκταμνον ἐκ λεπτομερεστέρας

15

1:4

10

ἐστὶν οὐσίας ἢ κατὰ γλήχωνα, τὰ δ’ ἄλλα παραπλήσιον αὐτῇ. τὸ δὲ

15

1:4

11

ψευδοδίκταμνον ἀσθενέστερον εἰς ἅπαντα τοῦ δικτάμνου. —Διψάκου ἡ ῥίζα ξηραντικὴ δευτέρας τάξεώς ἐστιν, ἔχει δέ τι καὶ ῥυπτικόν. —

15

1:4

12

Δορύκνιον ὅμοιον τῇ κράσει μήκωνι καὶ μανδραγόρᾳ καὶ τοῖς οὕτω ψυκτικοῖς ἐστιν, ἐπικρατούμενον ὑδατώδει ψυχρότητι πάνυ δραστηρίως·

15

1:4

13

καροῖ μὲν γὰρ ὀλίγον, ἀναιρεῖ δὲ πλέον ληφθέν. —Δρακόντιον ἔχει μέν τι παραπλήσιον ἄρῳ, δριμύτερον δ’ αὐτοῦ ἐστι καὶ πικρότερον καὶ διὰ τοῦτο θερμαντικώτερόν τε καὶ λεπτομερέστερον· ἔχει δέ τινα καὶ στῦψιν βραχεῖαν, ἧς συνιούσης ταῖς προειρημέναις δύο ποιότησι,

15

1:4

14

τῇ τε δριμείᾳ καὶ τῇ πικρᾷ, δραστήριον γίνεται τὸ φάρμακον. ὁ δὲ καρπὸς ἰσχυρότερος οὐ τῶν φύλλων μόνον, ἀλλὰ καὶ τῆς ῥίζης ἐστίν. —

15

1:4

15

Δρυοπτερὶς ποιότητός ἐστι γλυκείας, δριμείας, ὑποπίκρου, κατὰ δὲ τὴν ῥίζαν καὶ στρυφνῆς, δύναμιν 〈δ’〉 ἔχει σηπτικήν.

15

1:5

1

Ἐλαίας οἱ μὲν θαλλοὶ τοσοῦτον μετέχουσι ψύξεως ὅσον καὶ στύψεως· ὁ δὲ καρπὸς ὁ μὲν ἀκριβῶς πέπειρος θερμὸς συμμέτρως

15

1:5

2

ἐστίν, ὁ δ’ ἄωρος στυπτικώτερός ἐστι καὶ ψυχρότερος. —Ἔλαιον τὸ ἐκ τῆς ἐλαίας ὑγραντικόν ἐστι καὶ συμμέτρως θερμόν, τὸ γλυκύτατον ἐκ δρυπεποῦς μάλιστα τοῦ καρποῦ γινόμενον, τὸ δ’ ὠμοτριβὲς ὀμφά‐ κινον ὀνομαζόμενον εἰς ὅσον στύψεως μετείληφεν, εἰς τοσοῦτον καὶ

15

1:5

3

ψύξεως. τὸ δὲ παλαιὸν τὸ μὲν ἐκ τοῦ γλυκέος παλαιουμένου γινό‐ μενον θερμότερον καὶ διαφορητικώτερόν ἐστι, τὸ δ’ ἐξ ὠμοτριβοῦς, ἄχρι μὲν ἂν ἀποσώζῃ τι τῆς στύψεως, μικτῆς ὑπάρχει δυνάμεως·

15

1:5

4

ἐπειδὰν δ’ ἀποβάλῃ τελέως αὐτήν, ὁμοιοῦται τῷ ἄλλῳ. τὸ γλυκὺ δ’ εἰ φαίνοιτο λεπτομερές (τοιοῦτο δ’ ἐστὶ τό τε καθαρὸν καὶ διαυγές, κἀπειδὰν ὀλίγον ἀλειφθὲν ἐπὶ πλεῖστον ἐκτείνηται τοῦ σώματος, ἑαυτῷ μένον συνεχές, ἀναπίνηταί τε πρὸς τοῦ χρωτός), ἡγεῖσθαι τοῦτο
5κάλλιστόν τε καὶ ἐλαίου μάλιστα κεκτημένον ἀρετήν, οἷόνπέρ ἐστι τὸ

15

1:5

5,6

Σαβῖνον. τὸ δὲ πεπλυμένον ἔλαιον ἀδηκτότατον. τὰ δ’ ἄλλα τῶν

15

1:5

6

(2)

ἐλαίων διαφέρει τὰς αὐτὰς διαφορὰς ἅσπερ καὶ οἱ καρποί, ἐξ ὧν ἐκθλιβομένων γίνεται· τὸ μὲν γὰρ κίκινον λεπτομερέστερόν τε καὶ διαφορητικώτερόν ἐστιν, ὅμοιον μάλιστα τῷ ἐκ τῆς ἐλαίας ἐλαίῳ τῷ
5παλαιῷ· τὸ δὲ ῥαφάνινον ὅμοιον μὲν τὰ ἄλλα, θερμότερον δέ, καὶ μᾶλλον ἔτι τούτου τὸ σινάπινον· ὅμοιον δ’ αὐτῷ τὸ ἐκ τοῦ μελανθίου·
ἔμπαλιν δὲ τούτοις τὸ μύρσινόν τε καὶ σησάμινον καὶ βαλάνινον, τὸ

15

1:5

7

μὲν τῷ στύφειν, τὰ δ’ ὅτι παχυμερῆ. μικτῆς δ’ ἐστὶ δυνάμεως τό τε σχίνινον καὶ τὸ τερμίνθινον καὶ τὸ μαστίχινον· οὐ γὰρ μαλάττει μό‐

15

1:5

8

νον, ἀλλὰ καὶ στύφει. τὸ δ’ ἀμυγδάλινον ἐπικρατοῦσαν μὲν ἔχει τὴν πικρότητα, μετέχει δέ τινος καὶ στύψεως· οὐ μὴν τό γε καρύϊνον,

15

1:5

9

ἀλλ’ ἁπλῆς μάλιστα δυνάμεώς ἐστι διαφορητικῆς. θερμότερον δ’ αὐτοῦ καὶ διαφορητικώτερον ὑπάρχει τὸ δάφνινον, καὶ τούτου μᾶλλον ἔτι τὸ κέδρινον· ἐγγὺς δ’ αὐτοῦ τὸ ἀπὸ τῆς ὑγρᾶς πίττης· τὸ δᾴδινον

15

1:5

10

δ’ ἧττον τοῦ δαφνίνου θερμόν, ξηραίνει δὲ μᾶλλον. τὸ δ’ ὑοσκυάμι‐

15

1:5

11

νον μικτῆς ἐστι δυνάμεως, μαλακτικῆς τε ἅμα καὶ ἐμψυκτικῆς. τὸ δὲ κνήκινον ὑπάγει γαστέρα, τούτου δ’ ἔτι μᾶλλον τὸ ἐκ τοῦ Κνιδίου

15

1:5

12

κόκκου. ἔστι δὲ καὶ τὸ ἐκ τῆς ἀγρίας ἐλαίας ἔλαιον οὐχ ἁπλῆς

15

1:5

13

κράσεως, ἀλλὰ ῥυπτικόν τε ἅμα καὶ στυπτικόν. αὐχμηρότατον δ’ ὡς ἐν ἐλαίοις τοῦτο, καὶ μετὰ τοῦτο τὸ Ἰστρικόν, ἐφεξῆς δ’ αὐτῷ τὸ Σπανόν, λιπαρώτατον δὲ τὸ Λιβυκόν ἐστι καὶ τὸ Κιλίκιον· ἅμα δὲ λιπαρόν τε καὶ λεπτομερὲς τὸ Σαβῖνον· ἐν τῷ μέσῳ δὲ τῶν εἰρημένων
5πάντων τό τε κατὰ τὰς Κυκλάδας νήσους ἐστὶ καὶ τὴν Ἑλλάδα καὶ

15

1:5

14

τὴν Ἀσίαν. κρίνεται δὲ τὸ μὲν λιπαρὸν ἔλαιον τῇ γλισχρότητι, τὸ δὲ λεπτομερὲς τῷ τε διαυγεῖ καὶ καθαρῷ καὶ τῷ πλεῖστον ἀλείφεσθαι τοῦ σώματος ὑπ’ ἐλαχίστου καὶ τῷ πρὸς τοῦ χρωτὸς ἀναπίνεσθαι

15

1:5

15

ῥᾳδίως. ἐκ δὲ τῶν εἰρημένων ἔνεστί σοι καὶ περὶ τῶν ἄλλων ἐλαίων, ὅσα τοῖς μύροις ὁμωνύμως λέγεται, γινώσκειν ἤδη, λέγω δὲ ῥοδίνου καὶ κρινίνου καὶ ὅσα τοιαῦτα καρπῶν ἢ βλαστῶν ἢ ἀνθῶν ἢ φύλλων ἐναποβρεχομένων ἐλαίῳ γίνεται· κατὰ τὴν φύσιν γὰρ ἑκάστου τῶν
5ἐμβληθέντων ἀλλοιωθήσεται τὸ ἔλαιον· ἐξ ὧν οὖν ὑπὲρ ἑκάστου τῶν ἐμβαλλομένων ἐν τῷδε τῷ λόγῳ παντὶ καθόλου μανθάνεις, ἐκ τού‐ των ἂν εἴη σοι καὶ περὶ τοῦ καθ’ ἕκαστον αὐτῶν ἐλαίου γινώσκειν. —

15

1:5

16,17

Ἐλατίνη μετρίως ἐστὶν ἐμψυκτική τε καὶ στυπτική. —Ἐλαφόβοσκος

15

1:5

17

(2)

θερμῆς καὶ λεπτομεροῦς ἐστι δυνάμεως καὶ διὰ τοῦτο καὶ ξηραντικῆς

15

1:5

18

κατὰ τὴν δευτέραν που μάλιστα τῶν ἀποστάσεων. —Ἑλενίου τῆς πόας ἡ ῥίζα οὐκ εὐθὺς θερμαίνει κατὰ τὴν πρώτην προσβολήν, καὶ διὰ τοῦτο λεκτέον αὐτὴν οὐ θερμὴν καὶ ξηρὰν ἀκριβῶς, ὥσπερ τὸ

15

1:5

19

πέπερι, σὺν ὑγρότητι δὲ περιττωματικῇ. —Ἐλελίσφακος θερμαντικῆς

15

1:5

20

ἐναργῶς ἐστι δυνάμεως ὑποστυφούσης ἀτρέμα. —Ἐλλέβορος ἑκάτερος ῥυπτικῆς τε ἅμα καὶ θερμῆς εἰσι δυνάμεως, καὶ κείσθωσαν ἐν τῇ τρίτῃ

15

1:5

21

τάξει τῶν θερμαινόντων τε καὶ ξηραινόντων. ἔστι δὲ τῇ γεύσει θερ‐

15

1:5

22

μότερος μὲν ὁ μέλας, ὑπόπικρος δ’ ὁ λευκός. —Ἑλξίνη, ἔνιοι δὲ περδίκιον· ταύτης ἡ δύναμις ῥυπτική τε καὶ ἀτρέμα στυπτικὴ μεθ’

15

1:5

23

ὑγρότητος ὑποψύχρου. —Ἔλυμος ἡ καὶ μελίνη ἐπιπλαττομένη ξηραίνει

15

1:5

24

καὶ ψύχει. —Ἐπίθυμον τῆς θύμου δυνάμεώς ἐστιν ἰσχυροτέρας τὰ πάντα, ξηραινούσης καὶ θερμαινούσης κατὰ τὴν τρίτην ἀπόστασιν. —

15

1:5

25

Ἐπιμηδίου ἡ δύναμις ψυκτικὴ μετρίως ἐστὶ μεθ’ ὑγρότητος ὑδατώ‐

15

1:5

26

δους· οὐδεμίαν γοῦν ἐπίσημον ἔχει ποιότητα. —Ἐπιμήλιον· στρυφνὸν

15

1:5

27

τοῦτο τὸ φυτόν ἐστι, καὶ ὡς ἂν εἴποι τις, ἀγρία μηλέα. καὶ ὁ καρπὸς

15

1:5

28

δ’ αὐτοῦ στρυφνὸς καὶ κακοστόμαχος. —Ἐρέβινθοι ἐπισπαστικῆς εἰσι δυνάμεως, διαφορητικῆς, τμητικῆς· εἰσὶ γὰρ θερμοὶ μὲν καὶ μετρίως

15

1:5

29

ὑγροί, μετέχουσι δέ τι καὶ πικρότητος. ἐρέβινθος ἄγριος ἰσχυρότερος εἰς ἅπαντα τοῦ ἡμέρου, τουτέστι θερμότερος καὶ ξηραντικώτερος, ὅσον‐

15

1:5

30

περ καὶ δριμύτερος καὶ πικρότερος. —Ἐρείκη διαφορητικῆς ἐστι δυνά‐ μεως ἀδήκτου· τῷ δ’ ἄνθει μάλιστα καὶ τοῖς φύλλοις αὐτῆς χρηστέον. —

15

1:5

31

Ἕρπυλλον θερμαντικῆς ἐστι δυνάμεως· ἔστι δὲ καὶ ἱκανῶς δριμὺ τῇ

15

1:5

32

γεύσει. —Ἐρυσίμου τὸ σπέρμα καθάπερ τῇ γεύσει παραπλήσιον φαί‐ νεται καρδάμῳ, οὕτω καὶ τῇ δυνάμει πυρῶδές τε καὶ θερμαντικὸν

15

1:5

33

ὑπάρχει. —Ἐρυθροδάνου ἡ ῥίζα στρυφνὴ καὶ πικρά ἐστιν, ὥστε ὅσα‐ περ εἴρηται ποιεῖν εἰς ταὐτὸν ἀλλήλαις αἱ τοιαῦται συνελθοῦσαι δυνά‐

15

1:5

34

μεις, ἅπαντα σαφῶς ἐν τῇδε τῇ ῥίζῃ θεάσῃ. —Εὐπατόριος ἡ πόα λεπτομεροῦς καὶ τμητικῆς καὶ ῥυπτικῆς ἐστι δυνάμεως ἄνευ θερμότη‐

15

1:5

35

τος ἐπιφανοῦς, μετέχει δὲ καὶ στύψεως βραχείας. —Εὐφόρβιον καυστι‐

15

1:5

36

κῆς ἐστι 〈καὶ〉 λεπτομεροῦς δυνάμεως. —Ἐφήμερον, οὐ τὸ δηλητή‐ ριον, ὃ καὶ Κολχικὸν ὀνομάζουσιν, ἀλλὰ τὸ ἕτερον, ὃ δὴ καὶ ἶρις ἀγρία καλεῖται, ῥίζαν ἔχει στύφουσαν καὶ εὐώδη, ἐξ ὧν δῆλον ὡς

15

1:5

37

μικτῆς ἐστι δυνάμεως ἀποκρουστικῆς τε καὶ διαφορητικῆς. —Ἐχίνου τῆς πόας ὁ καρπὸς στρυφνὸς καὶ διὰ τοῦτο ἀποκρουστικός τε καὶ
ξηραντικός.

15

1:6

1

Ζιγγιβέρεως ἡ ῥίζα θερμαίνει μὲν ἰσχυρῶς, ἀλλ’ οὐ κατὰ τὴν πρώτην προσβολὴν ὡς τὸ πέπερι· ταύτῃ τοι καὶ λεπτομερέστερον

15

1:6

2

ἧττόν ἐστι πεπέρεως. φαίνεται γοῦν δυσκατεργάστου τινὸς ἔτι καὶ παχυμερεστέρας οὐσίας μετέχον, καὶ ταύτης ὑγρᾶς καὶ ὑδατώδους μᾶλλον.

15

1:6

3

διὰ τοῦτό γέ τοι καὶ τιτρᾶται ῥᾳδίως, ὅτι μέτεστιν αὐτῷ περιττωματι‐

15

1:6

4

κῆς ὑγρότητος. οὐδὲν γοῦν τοῦτο πάσχει τῶν ἤτοι ξηρῶν ἀκριβῶς ἢ

15

1:6

5

ὑγρῶν μέν, ἀλλὰ κατειργασμένην ἐχόντων ὑγρότητα. ταὐτὸ δὲ τοῦτο καὶ τὸ μακρὸν πέπερι πέπονθε, καὶ διὰ τοῦτο παραμένει μέχρι πλείονος ἡ ἀπὸ ζιγγιβέρεώς τε καὶ μακροῦ πεπέρεως θερμότης ἤπερ ἡ ἀπὸ λευκοῦ τε καὶ μέλανος, ὅθεν καὶ ἡ χρεία διάφορος ἑκατέρου τῶν
5φαρμάκων· ὅταν μὲν γὰρ τὸ πᾶν σῶμα θερμῆναι βουλώμεθα διὰ ταχέων, ὅσα ταχέως μὲν ἐκθερμαίνεται πλησιάσαντα τῷ τοῦ ζῴου θερμῷ, ταχέως δὲ πάντῃ φέρεται, δοτέον· ἐπειδὰν δέ τι μόριον ἐψυγμένον ἐκθερμῆναι βουληθῶμεν, ἔμπαλιν πρακτέον, ὅσα βραδέως θερμαινόμενα

15

1:6

6

μέχρι πλείστου παραμένει, ταῦτα προσφέροντας. —Ζύθος δριμύτερός ἐστι τῶν κριθῶν οὐ μικρῷ καὶ κακόχυμος, ὡς ἂν ἐκ σηπεδόνος γεγο‐ νώς, ἔστι δὲ φυσώδης, καὶ τὸ μέν τι δριμὺ καὶ θερμαῖνον ἔχων, τὸ

15

1:6

7

πλεῖστον δὲ ψυχρὸν ὑδατῶδες ὀξύ. —Ζύμη λεπτομερής ἐστι καὶ μετρίως θερμή· διὰ τοῦτο τοίνυν ἀλύπως τε καὶ ἀδήκτως ἐπισπᾶταί

15

1:6

8

τε ἅμα τὰ ἐκ τοῦ βάθους καὶ διαφορεῖ. μέμικται δ’ ἐξ ἐναντίων δυνάμεων· καὶ γὰρ καὶ ὀξύτητος μετέχει καὶ σηπεδονώδους θερμότη‐ τος, καὶ προσέτι τῆς ἀπὸ τῶν ἁλῶν καὶ τῆς ἐκ τοῦ ἀλεύρου τῆς κατὰ φύσιν.

15

1:7

1

Ἡδύοσμος, ἔνιοι δὲ μίνθην εὐώδη προσαγορεύουσιν· ἔστι γὰρ ἑτέρα τις οὐκ εὐώδης μίνθη, ἣν δὴ καὶ καλαμίνθην καλοῦσι· δριμεῖαι δ’ εἰσὶ γευομένοις ἀμφότεραι καὶ θερμαὶ τὴν δύναμιν ἐκ τῆς τρίτης

15

1:7

2

που τάξεως. ἀσθενεστέρα δ’ ἐστὶν ἡ εὐώδης μίνθη τῆς καλαμίνθης·

15

1:7

3

καθόλου γὰρ εἰπεῖν, ὥσπερ ἀγρία τίς ἐστιν, ἡ δ’ ἥμερος. ἔχει δέ τι

15

1:7

4

καὶ πικρὸν ἐν αὑτῇ καὶ στρυφνὸν ἡ μίνθη. —Ἡδύσαρον ἢ πελεκῖνος· τούτου τὸ σπέρμα πικρὸν καὶ ὑποστῦφον φαίνεται, ὅθεν εὐστόμαχόν τέ ἐστι πινόμενον· ἐκκαθαίρει τε γὰρ τὰς ἐν τοῖς σπλάγχνοις ἐμ‐

15

1:7

5,6

φράξεις. ταὐτὸ δὲ καὶ οἱ κλῶνες τοῦ θάμνου δρῶσιν. —Ἡμεροκάλ‐

15

1:7

6

(2)

λους ἡ ῥίζα παραπλησία τῇ τοῦ κρίνου κατά τε τὴν ἰδέαν οὖσα καὶ τὴν δύναμιν διαφορητικῆς ἀτρέμα δυνάμεώς ἐστι μετὰ τοῦ καὶ ἀπο‐

15

1:7

7

κρουστικὸν ἔχειν τι. —Ἡμιονῖτις στύψεως ἅμα σὺν πικρότητι μετέχει. —

15

1:7

8

Ἠριγέρων δύναμιν ψυκτικήν τε ἅμα καὶ μετρίως διαφορητικὴν ἔχει. —

15

1:7

9

Ἠρύγγιον θερμότητι μὲν ἢ βραχύ τι τῶν συμμέτρων ἢ οὐδὲν ὑπερέχει, ξηρότητος δὲ λεπτομεροῦς οὐκ ὀλίγης μετέχει.

15

1:8

1,2

Θαλιήτρου δύναμις ξηραντικὴ χωρὶς δήξεώς ἐστιν. —Θαψία δρι‐

15

1:8

2

(2)

μείας ἐστὶ καὶ ἰσχυρῶς ξηραντικῆς δυνάμεως σὺν ὑγρότητι· ἕλκει τοι‐ γαροῦν ἐκ βάθους βιαίως καὶ αὐτὴ διαφορεῖ τὸ ἑλχθέν· χρόνῳ δ’ ἐργά‐ ζεται πλείονι ταῦτα διὰ τὸ περιττωματικῆς ὑγρότητος ἐμπεπλῆσθαι

15

1:8

3

δαψιλοῦς. —Θέρμος ὁ μὲν ἐδώδιμος τῶν ἐμπλαστικῶν ἐστι φαρμά‐ κων· ὁ δὲ τὴν σύμφυτον ἔχων πικρότητα ῥυπτικός τε καὶ διαφορητι‐

15

1:8

4

κὸς ὑπάρχει καὶ ἀδήκτως ξηραίνει. —Θέρμος ἄγριος πικρότερός τε καὶ ἰσχυρότερος εἰς ἅπαντα τοῦ ἡμέρου, τῆς αὐτῆς ὑπάρχων αὐτῷ

15

1:8

5

κατὰ γένος δυνάμεως. —Θλάσπεως τὸ σπέρμα δριμὺ τὴν δύναμίν

15

1:8

6

ἐστιν. —Θρίδαξ ὑγρὸν καὶ ψυχρόν ἐστι λάχανον, οὐ μὴν ἐσχάτως γε, ἀλλὰ κατὰ τὴν τῶν κρηναίων ὑδάτων, ὡς ἂν εἴποι τις, μάλιστα

15

1:8

7

ψυχρότητα. —Θύμα τέμνει σαφῶς, θερμαίνει τε καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν.

15

1:9

1

Ἰδαία ῥίζα κηπευομένη μέν ἐστι σφόδρα στρυφνὴ καὶ τοῖς ἔρ‐

15

1:9

2

γοις δὲ πειρωμένῳ. —Ἰξὸς ἐκ πλείστης μὲν ἀερώδους τε καὶ ὑδατώ‐ δους οὐσίας θερμῆς, ἐλαχίστης δὲ γεώδους σύγκειται· τὸ γοῦν δριμὺ

15

1:9

3

πλέον ἐστὶν ἐν αὐτῷ τοῦ πικροῦ. καὶ τοίνυν καὶ ἕλκει σφοδρῶς ἐκ τοῦ βάθους ὑγρότητας, οὐ τὰς λεπτὰς μόνον, ἀλλὰ καὶ τὰς παχυτέρας,

15

1:9

4

καὶ ταύτας διαχεῖ τε καὶ διαφορεῖ. —Ἴου τὰ φύλλα τὴν ὑδατώδη

15

1:9

5

καὶ ὑπόψυχρον οὐσίαν ἐπικρατοῦσαν κέκτηται. —Ἵππουρις στυπτικὴν
μετὰ πικρότητος ἔχει ποιότητα καὶ διὰ τοῦτο ξηραντικὴν ἰσχυρῶς τε

15

1:9

6

ἅμα καὶ ἀδήκτως. —Ἰσάτις ἡ μὲν ἥμερος ξηραντικῆς ἰσχυρῶς ἐστι δυνάμεως, [καὶ] οὐδέπω δακνούσης (ἔστι γὰρ πικρά τε ἅμα καὶ στυπτική)· ἡ δ’ ἀγρία ἔχει τι δριμὺ σαφὲς ἤδη κατὰ τὴν γεῦσιν καὶ τὴν ἐνέργειαν,

15

1:9

7

καὶ διὰ τοῦτο τῆς ἡμέρου ξηραντικωτέρα. —Ἰσόπυρον ἢ φασήλιον σπέρμα πικρὸν καὶ ὑποστῦφον· ῥύπτει γὰρ οὖν καὶ τέμνει τοὺς παχεῖς

15

1:9

8

χυμοὺς μετὰ τοῦ συνάγειν καὶ σφίγγειν τὰ σώματα. —Ἰτέας τῶν φύλλων ἡ δύναμίς ἐστιν ἀδήκτως ξηραντική, ἔχει δέ τινα καὶ στῦψιν.

15

1:9

9

ἔνιοι δὲ καὶ χυλὸν ἐξ αὐτῶν ποιοῦντες ἄδηκτόν τε καὶ ξηραῖνον ἴσχουσι φάρμακον εἰς πολλὰ χρήσιμον· οὐδὲν γάρ ἐστι πολυχρηστότε‐

15

1:9

10

ρον ἀδήκτου ξηραίνοντος φαρμάκου στύφοντος ὀλίγον. καὶ ὁ φλοιὸς δὲ τοῦ δένδρου παραπλήσιος ὑπάρχει τῇ τε τῶν ἀνθῶν καὶ τῶν φύλ‐ λων δυνάμει, πλὴν ὅσον ξηρότερός ἐστι τὴν κρᾶσιν, ὥσπερ ἀμέλει

15

1:9

11

πάντες οἱ φλοιοί. ἀλλὰ τοῦτόν γε καίουσιν ἔνιοι καὶ χρῶνται τῇ

15

1:9

12

τέφρᾳ πρὸς ὅσαπερ ἂν ἰσχυρῶς δέωνται ξηρᾶναι. ἔνιοι δὲ κατὰ τὸν καιρὸν τῆς ἀνθήσεως τέμνοντες τὸν φλοιὸν ὀπὸν ἀθροίζουσι ῥυπτικόν τε ἅμα καὶ λεπτομερῆ.

15

1:10

1

Καλαμίνθη λεπτομερὴς τὴν οὐσίαν ἐστὶ καὶ θερμὴ καὶ ξηρὰ τὴν κρᾶσιν ἐκ τῆς τρίτης που τάξεως· δριμεῖά τε γάρ ἐστι τῇ γεύσει καὶ βραχύ τι παντελῶς ὑπόπικρον ἔχει λεπτύνει τε καὶ τέμνει καὶ δια‐

15

1:10

2

φορεῖ. —Κάλαμος ἀρωματικὸς καὶ στύψεως βραχείας· καὶ δριμύτητος ἐλαχίστης μετέχει· τὸ δὲ πλεῖστον αὐτοῦ γεώδους οὐσίας ἐστὶ καὶ ἀερώδους, εὐκράτων ἐν τῇ κατὰ θερμότητα καὶ ψυχρότητα συζυγίᾳ.

15

1:10

3

κείσθω τοίνυν δευτέρας τάξεως τῶν θερμαινόντων τε καὶ ξηραινόντων,

15

1:10

4

καὶ σφοδρότερόν γε ξηραινόντων ἢ θερμαινόντων. ἔχει δέ τι καὶ λεπτο‐ μερὲς ὥσπερ καὶ τὰ ἄλλα σύμπαντα ἀρώματα, ἀλλ’ ἐκείνων μὲν τοῖς πλείστοις πάμπολυ λεπτομερὲς ὑπάρχει, τῷ καλάμῳ δ’ οὐ πολύ. —

15

1:10

5

Καλάμου φραγμίτου ἡ ῥίζα ῥυπτικῆς μετέχει δυνάμεως οὐκ ὀλίγης, ἥκιστα δριμείας, τὰ δὲ χλωρὰ φύλλα μετρίως ἐμψύχει, μετέχοντα καὶ

15

1:10

6

αὐτὰ τῆς ῥυπτικῆς δυνάμεως. ὁ φλοιὸς δ’ αὐτοῦ καυθεὶς λεπτομεροῦς ἱκανῶς καὶ διαφορητικῆς γίνεται δυνάμεως, ἔχων τι καὶ ῥυπτικόν,
ὥστε θερμαίνειν καὶ ξηραίνειν κατὰ τὴν τρίτην που τάξιν, καὶ πλέον

15

1:10

7

γε ξηραίνειν ἢ θερμαίνειν. φυλάσσεσθαι δ’ αὐτοῦ προσήκει τὴν ἀν‐ θήλην· ἐμπίπτουσα γὰρ τοῖς ὠσὶν ἐμπλάσσεται δυσαπολύτως καὶ

15

1:10

8

κακοῖ τὴν ἀκοήν, ὥστε καὶ κωφώσεις ἐργάζεσθαι πολλάκις. —Καγκάνου ἡ ῥίζα δυνάμεως μέν ἐστιν ἀδήκτου καὶ μετρίως ξηραντικῆς, οὐσίας

15

1:10

9

δὲ παχυμεροῦς ἐμπλαστικῆς. —Καννάβεως ὁ καρπὸς ἄφυσός τε καὶ

15

1:10

10

ξηραντικός ἐστιν. —Κάπνιος δριμείας ἅμα καὶ πικρᾶς μετέχει ποιότη‐

15

1:10

11

τος, οὐκ ἀπήλλακται δὲ παντάπασιν οὐδὲ τῆς στρυφνῆς. —Καππάρεως ὁ μὲν τῆς ῥίζης φλοιὸς ἐπικρατοῦσαν ἔχει τὴν πικρὰν ποιότητα, δευ‐ τέραν δὲ τὴν δριμεῖαν, ἐφεξῆς δὲ ταύτῃ τὴν στρυφνήν, ᾧ καὶ δῆλον ὡς ἐκ διαφερουσῶν τε καὶ κατά τι μαχομένων σύγκειται δυνάμεων·
5ῥύπτειν μὲν γὰρ δύναται καὶ διακαθαίρειν καὶ τέμνειν [καὶ διαφορεῖν] τῇ συνούσῃ πικρότητι, θερμαίνειν δὲ καὶ τέμνειν καὶ διαφορεῖν τῇ

15

1:10

12

δριμύτητι, συνάγειν δὲ καὶ πιλεῖν καὶ σφίγγειν τῇ στρυφνότητι. τῷ δὲ φλοιῷ τῆς ῥίζης ὁ καρπὸς ἀνάλογον ἔχει δύναμιν, πλὴν ὅσον ἀσθενέ‐

15

1:10

13

στερός ἐστιν εἰς ἅπαντα. καὶ μὲν δὴ καὶ τὰ φύλλα καὶ ὁ καυλὸς

15

1:10

14

αὐτῶν ὁμοίας ἐστὶ δυνάμεως. ἡ δ’ ἐν τοῖς θερμοῖς πάνυ χωρίοις γεν‐ νωμένη κάππαρις, ὥσπερ καὶ ἡ ἐν Ἀραβίᾳ, πολὺ τῆς παρ’ ἡμῖν ἐστι δριμυτέρα, ὥστε καὶ τῆς καυστικῆς ἐπὶ πλέον μετέχειν δυνάμεως. —

15

1:10

15

Καρδάμου τὸ σπέρμα καυστικῆς μετέχει δυνάμεως, ὥσπερ τὸ νάπυ.

15

1:10

16

καὶ ἡ πόα δὲ ξηρὰ γενομένη παραπλησίας ἐστὶ δυνάμεως τῷ σπέρματι· ὑγρὰ δ’ ἔτι καὶ χλωρὰ διὰ τὴν ἐπιμιξίαν τῆς ὑδατώδους ὑγρότητος ἀπολείπεται πάμπολυ, ὥστε καὶ μετ’ ἄρτου δυνατὸν αὐτῇ χρῆσθαι

15

1:10

17

καθάπερ ὄψῳ. —Καρδάμωμον· ἔστι μὲν ἀμέλει καὶ τοῦτο θερμῆς ἱκανῶς δυνάμεως, οὐ μὴν οὕτως ἰσχυρᾶς ὡς τὸ κάρδαμον· ἑλκοῦν μὲν ἱκανόν ἐστι καὶ αὐτό, ἔχει δέ τι καὶ πικρότητος ἐμφερόμενον ἐν

15

1:10

18

αὑτῷ. —Κάρω θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τρίτην που τάξιν,

15

1:10

19

δριμεῖαν μετρίως ἔχουσα τὴν ποιότητα. —Κασία θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν, ἔστι δὲ καὶ λεπτομερὴς ἱκανῶς· ἐν δὲ τῇ γεύσει πλεῖστον μὲν ἐν αὐτῇ τὸ δριμύ, βραχὺ δέ τι καὶ τὸ στῦφον· διὸ τέμνει τε ἅμα καὶ διαφορεῖ καὶ ῥώμην ἐντίθησι τοῖς ὀργάνοις. —

15

1:10

20

Καρύα τὸ δένδρον ἔχει μέν τι κἀν τοῖς φύλλοις κἀν τοῖς βλαστοῖς στυπτικόν, ἐνεργὲς δὲ καὶ πλεῖστον ἐν τῷ τοῦ καρύου λέμματι προσ‐

15

1:10

21

φάτῳ καὶ ξηρῷ. τοῦ καρύου δ’ αὐτοῦ τὸ μὲν ἐδώδιμον ἐλαιῶδές τέ ἐστι καὶ λεπτομερὲς καὶ μᾶλλον δυνάμενον, ὅσῳπερ ἂν ἀποκείμενον

15

1:10

22

χρονίζῃ· τηνικαῦτα δὲ καὶ διαφορητικὸν ἱκανῶς γίνεται, πρόσφατον

15

1:10

23

δ’ ὑπάρχον ἔχει τι καὶ στυφούσης ποιότητος. τὸ δ’ ἀτελὲς ἔτι καὶ μηδέπω ξηρὸν ὅμοιον τοῖς ἄλλοις καρποῖς ἐστιν, ὅσοι χλωροὶ πλήρεις

15

1:10

24

εἰσὶν ὑγρότητος ἡμιπέπτου. τὸ μέντοι λέπος αὐτοῦ τὸ ξηρὸν καυθὲν

15

1:10

25

λεπτομερές τε γίνεται καὶ ξηραντικὸν καὶ ἄδηκτον φάρμακον. τὸ δὲ λεπτοκάρυον, τὸ Ποντικὸν καλούμενον, πλέον μετέχει τῆς γεώδους οὐσίας ψυχρᾶς, ὥστε καὶ αὐστηρότερον γευομένῳ τό τε φυτὸν αὐτὸ καὶ ὁ καρπὸς καὶ ὁ φλοιὸς φαίνεται· τὰ δ’ ἄλλα παραπλήσιον ὑπάρ‐

15

1:10

26

χει τῷ καλουμένῳ βασιλικῷ. —Καρπήσιον ὅμοιον μὲν ὑπάρχει τῷ καλουμένῳ φοῦ κατὰ τὴν γεῦσιν καὶ τὴν δύναμιν· ἐπὶ πλέον δ’ ἐστὶ λεπτομερές, οὐ μὴν εἰς τοσοῦτό γε λεπτομερές ἐστιν, ὡς ἀντὶ κιν‐

15

1:10

27

ναμώμου χρῆσθαι, καθάπερ Κόϊντος. ἄμεινον δ’ ἐστὶ τὸ Γογγρικὸν τοῦ

15

1:10

28

Λαερτικοῦ, καὶ πλείστων αὐτῶν εὐπορήσαις ἂν ἐν Σίδῃ. —Καυκαλὶς

15

1:10

29

θερμαίνει καὶ ξηραίνει. —Κέγχρος ψύχει μὲν κατὰ τὴν πρώτην τάξιν, ξηραίνει δὲ κατὰ τὴν τρίτην ἐκλελυμένην· ἔστι δέ πως καὶ λεπτομερὴς

15

1:10

30

ἐπ’ ὀλίγον. —Κέδροι ἀμφότεραι θερμῆς καὶ ξηρᾶς κράσεώς εἰσιν ἐκ τῆς τρίτης που τάξεως. ἡ μέντοι κεδρέα καὶ τῆς τετάρτης 〈ἂν〉 ἤδη δόξειεν ἐφάπτεσθαι, ἱκανῶς θερμή τε ἅμα καὶ λεπτομερὴς ὑπάρχουσα.

15

1:10

31

τὸ δὲ λιπαρώτατον ἐξ αὐτῆς τὸ ἀκριβῶς ἐλαιῶδες λεπτομερέστερον μέν ἐστι τῆς ὅλης κεδρέας, ἧττον δὲ δριμύ, καὶ τὸ θερμαῖνον οὐχ

15

1:10

32

ἧττον ἔχει. αἱ δὲ κεδρίδες μετριωτέραν ἔχουσι τὴν δύναμιν, ὡς καὶ

15

1:10

33

ἐσθίεσθαι δύνασθαι. —Κενταυρείου τοῦ μεγάλου ἡ ῥίζα δριμεῖά τε ἅμα καὶ στύφουσα φαίνεται τῇ γεύσει μετά τινος βραχείας γλυκύτη‐ τος· θερμαίνει γοῦν μετέχουσα παχυμεροῦς καὶ γεώδους ψυχρότητος,

15

1:10

34

διαφορεῖ τε καὶ τόνον ἐντίθησι τοῖς μορίοις. τὰ δ’ αὐτὰ τῇ ῥίζῃ καὶ ὁ χυλὸς αὐτῆς ἐργάζεται, καί τινες ἀντὶ λυκίου χρῶνται τῷ φαρμάκῳ.

15

1:10

35

ὅσοι δὲ τὸ ῥῆόν φασιν εἶναι τὸ μέγα κενταύρειον, ἄμεινόν μοι δοκοῦσι

15

1:10

36

γινώσκειν. —Κενταυρείου τοῦ μικροῦ οἱ κλῶνες καὶ μᾶλλόν γε τὰ φύλλα καὶ τὰ ἄνθη χρησιμώτατα, κρατεῖ δ’ ἐν αὐτοῖς ἡ πικρὰ ποιότης, ὀλίγον τι καὶ στύψεως μετέχουσα, καὶ διὰ τὴν τοιαύτην κρᾶσιν ἰσχυ‐

15

1:10

37

ρῶς ξηραντικόν ἐστι τὸ φάρμακον ἄνευ δήξεως. καὶ ὁ χυλὸς δ’ αὐτοῦ

15

1:10

38

παραπλησίας ἐστὶ δυνάμεως ξηραντικῆς τε καὶ ῥυπτικῆς. —Κεράσου τοῦ δένδρου ὁ καρπὸς ὁ μὲν γλυκὺς μᾶλλον ὑπέρχεται κατὰ τὸ ἔν‐ τερον, ἧττον δ’ ἐστὶν εὐστόμαχος, ὁ δ’ αὐστηρὸς τοὔμπαλιν, ὁ δ’ ὀξὺς φλεγματώδεσι καὶ περιττωματικοῖς στομάχοις ἁρμόττει· ξηραίνει τε γὰρ

15

1:10

39

μᾶλλον τῶν αὐστηρῶν καί τι καὶ τμητικὸν ἔχει. —Κερατωνία ξηραν‐ τικῆς ἐστι καὶ στυπτικῆς δυνάμεως, ὥσπερ καὶ ὁ καρπὸς αὐτῆς τὰ

15

1:10

40

κεράτια, μετέχων δηλονότι καὶ γλυκύτητός τινος. —Κέστρον, ὃ καὶ ψυχότροφον, Ῥωμαϊστὶ δὲ βεττονική, δύναμιν ἔχει τμητικήν· πικρὰ

15

1:10

41

γοῦν ἐστι καὶ ὑπόδριμυς. —Κηκὶς ἡ μὲν ὀμφακῖτις στρυφνὸν ἱκανῶς ἐστι φάρμακον, οὐσίας γεώδους ψυχρᾶς τὸ πλεῖστον μετέχουσα, δι’ ἣν ξηραίνει καὶ ἀποκρούεται καὶ συνάγει καὶ σφίγγει καὶ τονοῖ τὰ ἄρ‐

15

1:10

42

ρωστα μόρια. καὶ κείσθω τῆς τρίτης μὲν ἐν τῷ ξηραίνειν, τῆς δευτέρας

15

1:10

43

δ’ ἐν τῷ ψύχειν τάξεως. ἡ δ’ ἑτέρα κηκὶς ἡ ξανθὴ καὶ χαύνη καὶ με‐ γάλη ξηραίνει μὲν καὶ αὐτή, ἀλλ’ εἰς τοσοῦτον ἧττον, εἰς ὅσον καὶ

15

1:10

44

τῆς στρυφνῆς ποιότητος ἧττον μετείληφεν. καυθεῖσαι δὲ κηκῖδες ἰσχαίμου δυνάμεως γίνονται θερμότητός τε καὶ δριμύτητος μεταλαμβά‐

15

1:10

45

νουσι λεπτομερέστεραί τε καὶ ξηραντικώτεραι γίνονται. —Κηρὸς μέσης ἐστὶ κράσεως κατ’ ἀμφοτέρας τὰς συζυγίας, ἔχει δέ τι παχυμερὲς καὶ ἐμπλαστικόν, ὅθεν καὶ ὕλη τῶν ἄλλων ἐστὶ φαρμάκων τῶν θερμαινόν‐ των τε καὶ ξηραινόντων καὶ ψυχόντων· αὐτὸς δὲ καθ’ ἑαυτὸν ἐκ τῶν
5πεπτικῶν ἂν εἴη τῶν ἀσθενῶν τῶν ἔξωθεν ἐπιτιθεμένων· ἔχει γάρ τι βραχὺ διαφορητικῆς τε καὶ θερμῆς δυνάμεως, ἧς πλείστης τὸ μέλι

15

1:10

46

μετείληφεν. —Κίκεως ὁ καρπὸς ῥυπτικήν τε καὶ διαφορητικὴν ἔχει

15

1:10

47

δύναμιν· οὕτω δὲ καὶ τὸ φύλλον ἀσθενέστερον. —Κιννάμωμον ἄκρως ἐστὶ λεπτομερές, οὐ μὴν ἄκρως γε θερμόν, ἀλλ’ ἐκ 〈τῆσ〉 τρίτης που τάξεως· οὐδὲν δ’ οὕτως ξηραίνει τῶν ἐξ ἴσου θερμαινόντων αὐτῷ διὰ

15

1:10

48

τὸ λεπτομερὲς τῆς οὐσίας. ἡ μέντοι κινναμωμὶς οἷόνπερ ἀσθενές ἐστι

15

1:10

49

κιννάμωμον· ἔνιοι δ’ αὐτὴν ψευδοκιννάμωμον ὀνομάζουσιν. —Κιρκέας

15

1:10

50

ἡ ῥίζα εὐώδης τέ ἐστι καὶ θερμαντική. —Κίσθος ἢ κίσθαρος στυπτικὸς

15

1:10

51

θάμνος. τὰ μὲν φύλλα καὶ οἱ μικροὶ βλαστοὶ λειωθέντες εἰς τοσοῦτον ξηραίνουσι καὶ στύφουσιν ὡς κολλᾶν τραύματα· τὰ δ’ ἄνθη δραστικώ‐
τερα· ξηραίνει γάρ που κατὰ τὴν δευτέραν ἀπόστασιν πληρουμένην.

15

1:10

52

ἔστι δὲ ψυχρὸς εἰς τοσοῦτον ὁ θάμνος ὡς καὶ χλιαρᾶς μετέχειν δυνά‐

15

1:10

53

μεως. ἡ δ’ ὑποκιστὶς ἢ ὑποσχιστὶς πολύ τι καὶ τῶν φύλλων ἐστὶ στυπτι‐

15

1:10

54

κωτέρα. —Κίσθος ἢ λάδανον· ἐν τοῖς θερμοτέροις χωρίοις οὗτος ὁ κίσθος γεννώμενος κατ’ ἄμφω τοῦ παρ’ ἡμῖν διήλλαξε, τῷ τε τὴν

15

1:10

55

στῦψιν ἀποθέσθαι καὶ τῷ προσλαβεῖν θερμότητα. τὸ δὲ καλούμενον λάδανον ἐξ αὐτοῦ γίνεται, φάρμακον θερμὸν μὲν κατὰ τὴν πρώτην ἀπόστασιν ἤδη που συμπληρουμένην, μετέχον δὲ καὶ στύψεώς τινος

15

1:10

56

βραχείας. ἔστι δὲ καὶ λεπτομερὲς τὴν οὐσίαν, καὶ διὰ ταῦτα πάντα μαλακτικόν τέ ἐστι μετρίως καὶ διαφορητικὸν καὶ δηλονότι καὶ συμπε‐

15

1:10

57

πτικόν. —Κισσὸς ἐξ ἐναντίων σύγκειται δυνάμεων· ἔχει μὲν γάρ τι καὶ στυπτικῆς οὐσίας, ἣν δὴ γεώδη ψυχρὰν ἐδείκνυμεν, ἔχει δὲ καὶ δριμείας, ἣν θερμὴν εἶναι καὶ ἡ γεῦσις μαρτυρεῖ, καὶ τρίτης δ’ ἐπὶ

15

1:10

58

ταύταις ὑδατώδους οὐσίας μετέχει χλιαρᾶς ὅ γε χλωρός. —Κλινοπό‐ διον τῆς τρίτης ἐστὶ τάξεως τῶν θερμαινόντων καὶ ξηραινόντων. —

15

1:10

59

Κόμαρος στρυφνὸν τὸ δένδρον ἅμα τῷ καρπῷ· μεμαίκυλον δ’ ὀνομά‐

15

1:10

60

ζουσιν αὐτόν. —Κόμμι ξηραντικῆς ἐστι καὶ ἐμπλαστικῆς δυνάμεως καὶ

15

1:10

61

τραχυτήτων ἰατικῆς. —Κονία· ῥυπτικωτάτη καὶ ξηραντικωτάτη πασῶν ἐστιν ἥ τε ἐκ τῆς συκίνης τέφρας καὶ τῆς τῶν τιθυμάλλων καὶ σχεδὸν

15

1:10

62

ἤδη τῆς καλουμένης σηπτικῆς δυνάμεως. —Κόνυζα καὶ ἡ μείζων καὶ ἡ μικροτέρα δριμείας καὶ πικρᾶς τυγχάνουσαι κράσεως τῆς τρίτης εἰσὶ

15

1:10

63

τάξεως ἐν τῷ θερμαίνειν καὶ ξηραίνειν. ἔστι δὲ τρίτον εἶδος κονύζης ἐν ὑγροτέροις χωρίοις φυόμενον, ἀμφοῖν δυσωδέστερον καὶ ἀσθενέ‐

15

1:10

64

στερον. —Κορίαννον ἢ κόριον ἐξ ἐναντίων σύγκειται δυνάμεων, πολὺ μὲν ἔχουσα πικρᾶς οὐσίας, ἥτις ἐδείκνυτο λεπτομερὴς ὑπάρχειν θερμὴ γεώδης, οὐκ ὀλίγον δὲ καὶ ὑδατώδους ὑγρότητος χλιαρᾶς κατὰ δύνα‐

15

1:10

65

μιν· ἔχει δέ τι καὶ στύψεως ὀλίγον. —Κόστος βραχείας μὲν πάνυ τῆς πικρᾶς, πλείστης δὲ τῆς δριμείας καὶ θερμῆς μετέχει ποιότητος, ὡς ἤδη καὶ ἑλκοῦν· ἐνυπάρχει δ’ αὐτῷ καὶ φυσώδης ὑγρότης. —

15

1:10

66

Κοτυληδὼν ὑγρᾶς ὑποψύχρου δυνάμεώς ἐστι καί τινος ἀμυδρῶς στυ‐
φούσης καὶ σὺν αὐτῇ βραχείας πικρᾶς, ὅθεν ἐμψύχει καὶ ἀποκρούεται

15

1:10

67

καὶ ῥύπτει καὶ διαφορεῖ. —Κρανίας τοῦ δένδρου καὶ ὁ καρπὸς μὲν στρυφνὸς ἱκανῶς ἐστι, καὶ τὰ φύλλα δὲ καὶ οἱ βλαστοὶ στρυφνοὶ καὶ

15

1:10

68

ξηραίνουσιν ἰσχυρῶς. —Κράμβη ξηραντικῆς ἐστι δυνάμεως, οὐ μὴν ἤδη γέ πω δριμείας ἐναργῶς. οἱ δὲ καυλοὶ τῆς κράμβης καυθέντες ἰσχυρῶς ξηραίνουσαν ποιοῦσι τέφραν, ὡς ἤδη τι καὶ τῆς καυστικῆς

15

1:10

69

μετέχειν δυνάμεως. —Κράμβη ἀγρία ξηροτέρα καὶ θερμοτέρα τῆς ἡμέρου τὴν κρᾶσίν ἐστιν, ὅθεν οὐδὲ εἴσω τοῦ σώματος ἀλύπως λαμ‐ βάνεται· καὶ διαφορεῖ δὲ καὶ ἀπορρύπτει τῆς ἡμέρου σφοδρότερον. —

15

1:10

70

Κράμβη θαλασσία πρὸς τῷ τὴν γαστέρα λαπάττειν ὑφάλμυρός τε καὶ

15

1:10

71

ὑπόπικρός ἐστιν. —Κραταιογόνου τῆς πόας ὁ καρπὸς δριμύς ἐστι καὶ

15

1:10

72

σφοδρός. —Κρῆθμον ἁλμυρόν πώς ἐστιν ἅμα βραχείᾳ πικρότητι· διὸ

15

1:10

73

καὶ ἡ δύναμις αὐτοῦ ῥυπτική τε ἅμα καὶ ξηραντική. —Κριθαὶ τῆς πρώτης εἰσὶ τάξεως ἐν τῷ ξηραίνειν καὶ ψύχειν, ἔχουσι δέ τι καὶ

15

1:10

74

ῥυπτικὸν ὀλίγον. τὰ δ’ ἄλφιτα πολὺ τῶν κριθῶν εἰσι ξηραντικώτερα. —

15

1:10

75

Κρίνου τὸ μὲν ἄνθος τῇ κράσει μικτόν ἐστιν ἐκ λεπτομεροῦς τέ τινος οὐσίας γεώδους, ἐξ ἧσπερ ἔχει καὶ τὴν ἐν τῇ γεύσει πικρότητα, καί τινος ὑδατώδους εὐκράτου, ὅθεν καὶ τοὔλαιον τὸ ἐξ αὐτοῦ καὶ τὸ μύρον ἀδήκτου διαφορητικῆς τε καὶ μαλακτικῆς ἐστι δυνάμεως. καὶ αἱ
5ῥίζαι δὲ καὶ τὰ φύλλα καθ’ ἑαυτὰ λειούμενα ξηραίνει καὶ ῥύπτει καὶ

15

1:10

76

διαφορεῖ μετρίως. —Κροκοδειλίου τὸ σπέρμα δριμὺ τυγχάνον θερμῆς

15

1:10

77

ἂν εἴη δυνάμεως καὶ διαφορητικῆς καὶ ξηραντικῆς. καὶ ὁ χυλὸς δὲ τοῦ

15

1:10

78

καυλοῦ καὶ τοῦ σπέρματος τῆς αὐτῆς ἐστι δυνάμεως. —Κρόκος ἔχει μέν τι καὶ στῦφον ὀλίγον, ὅπερ ἐδείχθη γεῶδες ψυχρόν, ἐπικρατεῖ δ’ ἐν αὐτῷ θερμαίνουσα ποιότης, ὥστε τὴν οὐσίαν αὐτοῦ ὅλην τῆς δευτέρας μὲν εἶναι τῶν θερμαινόντων τάξεως, τῆς πρώτης δὲ τῶν

15

1:10

79

ξηραινόντων, καὶ διὰ τοῦτο καὶ πεπτικὸν ἔχει τι. —Κρόμμυον ἐκ τῆς τετάρτης ἐστὶ τάξεως τῶν θερμαινόντων· ἡ δὲ οὐσία παχυμερής

15

1:10

80

ἐστιν. —Κύαμος τῆς μέσης κράσεώς ἐστιν ἐγγυτάτω καθ’ ἑκάτερα κατά τε τὸ ξηραίνειν καὶ ψύχειν· μετέχει δέ τινος ἐπ’ ὀλίγον καὶ
ῥυπτικῆς δυνάμεως ἡ σὰρξ αὐτοῦ, καθάπερ τὸ λέμμα τῆς στυπτικῆς. —

15

1:10

81

Κυκλάμινος ποικίλη τὴν δύναμίν ἐστιν· καὶ γὰρ καὶ ῥύπτει καὶ τέμνει

15

1:10

82

καὶ ἀναστομοῖ καὶ ἐπισπᾶται καὶ διαφορεῖ. ἡ ῥίζα δὲ τοῦ χυλοῦ μέν

15

1:10

83

ἐστιν ἀσθενεστέρα, σφοδρὰ δ’ ἐστὶ καὶ αὐτή. ἡ δ’ ἑτέρα κυκλάμινος, ἣν καὶ κισσάνθεμον ὀνομάζουσι, τὴν ῥίζαν ἄχρηστον ἔχουσα τὸν καρπὸν ἔχει δραστικὸν ἱκανῶς· ἡ πικρότης δ’ αὐτοῦ δριμεῖά τε καὶ ὑπό‐

15

1:10

84

γλισχρός ἐστιν. —Κυμίνου τὸ σπέρμα τῆς τρίτης τάξεώς ἐστι τῶν

15

1:10

85

θερμαινόντων, ἄφυσον ὑπάρχον. —Κυνοσβάτου ὁ μὲν καρπὸς οὐκ

15

1:10

86

ἀγεννῶς στυπτικός ἐστι, τὰ δὲ φύλλα μετρίως. φυλάττεσθαι δὲ δεῖ τὸ

15

1:10

87

ἐν τῷ καρπῷ ἐριῶδες ὡς κακωτικὸν τῆς ἀρτηρίας. —Κυπαρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ σφαιρία τὰ νέα καὶ μαλακὰ ξηραντικῆς ἐστι δυνάμεως οὐδὲν ἐπιφανὲς ἐχούσης δριμὺ καὶ θερμόν, ὥσπερ οὖν καὶ ἡ γεῦσις μαρτυρεῖ· φαίνεται γὰρ αὐτῇ βραχὺ μέν τι δριμύ, πλεῖ‐
5στον δὲ τὸ πικρόν, καὶ πολὺ πλέον ἔτι τὸ στρυφνὸν ἐν ὅλῳ τῷ φυτῷ.

15

1:10

88

τοσοῦτον δ’ ἐστὶν ἐν αὐτῷ τὸ δριμὺ καὶ θερμὸν ὅσον ποδηγεῖν μὲν τῇ στρυφνότητι πρὸς τὸ βάθος, οὐδεμίαν δ’ αὐτὸ θερμότητα καὶ δῆξιν

15

1:10

89

ἐργάζεσθαι. —Κυπέρου αἱ ῥίζαι θερμαίνουσι καὶ ξηραίνουσι χωρὶς

15

1:10

90

δήξεως, ἔχουσι δέ τι καὶ στυπτικὸν καὶ τμητικόν. —Κύπρου τὰ φύλλα καὶ οἱ ἀκρέμονες μικτῆς εἰσι δυνάμεως· ἔχει μὲν γάρ τι καὶ διαφορη‐ τικὸν ἐξ ὑδατώδους οὐσίας θερμῆς συμμέτρως, ἔχει δέ τι καὶ στυπτι‐ κὸν ἐκ ψυχρᾶς γεώδους, ὥστε ἀλύπως καὶ ἀδήκτως ξηραντικά τε καὶ

15

1:10

91

τμητικά ἐστιν. —Κυτίσου τὰ φύλλα διαφορεῖ, ἔχει δὲ μεμιγμένην καὶ

15

1:10

92

ὑδατώδη τινὰ δύναμιν. —Κώνειον ὅτι τῆς ἄκρως ψυκτικῆς ἐστι

15

1:10

93

δυνάμεως, ἅπαντες ἴσασιν. —Κώνου καρπὸς ὅλος μὲν χλωρὸς ἔχει τι μεθ’ ὑγρότητος πικρὸν καὶ δριμύ· ὁ δ’ ἐδώδιμος ἀποβραχεὶς ἀδηκτό‐ τατος καὶ ἐμπλαστικώτατος γίνεται καὶ θερμῆς καὶ ψυχρᾶς ποιότητος ἐν τῷ μέσῳ καθέστηκεν, ἐξ ὑδατώδους καὶ γεώδους οὐσίας κεκραμένος,
5ἀερώδους δ’ ἥκιστα μετέχων.

15

1:11

1,2

Λαγώπους ξηραντικῆς ἐστι δυνάμεως. —Λαμψάνη καταπλασσο‐

15

1:11

3

μένη ῥυπτικὸν ἔχει τι καὶ διαφορητικόν. —Λάπαθον διαφορητικῆς μετρίως ἐστὶ δυνάμεως· τὸ δ’ ὀξυλάπαθον μετὰ τοῦ διαφορεῖν καὶ ἀποκρουστικόν τι ἔχει· τὸ δὲ σπέρμα αὐτῶν σαφῶς στυπτικόν ἐστιν.

15

1:11

4

τὸ δ’ ἱππολάπαθον μετὰ τοῦ διαφορεῖν καὶ ἀποκρουστικῆς ἐστι δυνά‐

15

1:11

5

μεως, ἀσθενεστέρας δέ. —Λειμωνίου ὁ καρπὸς αὐστηρὸς ὑπάρχει. —

15

1:11

6

Λειχὴν ὁ ἐπὶ τῶν πετρῶν ῥυπτικῆς ἐστι καὶ μετρίως ψυχούσης δυνά‐

15

1:11

7

μεως, ξηραντικῆς μέντοι κατ’ ἄμφω. —Λεοντοπετάλου ἡ ῥίζα δια‐

15

1:11

8

φορεῖ, ξηραίνει, θερμαίνει κατὰ τὴν τρίτην τάξιν. —Λεπίδιον ἐκ τῆς

15

1:11

9

τετάρτης ἐστὶ τάξεως τῶν θερμαινόντων. —Λευκὰς δριμείας ἐστὶ

15

1:11

10

ποιότητος, θερμαίνει δὲ καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν. —Λευκα‐ κάνθου ἡ ῥίζα πικρά· διὸ τέμνει καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν,

15

1:11

11

ἐν δὲ τῷ θερμαίνειν ἐκ τῆς πρώτης ἐστὶ τάξεως. —Λευκοΐου καὶ σύμπας μὲν ὁ θάμνος ῥυπτικῆς ἐστι καὶ λεπτομεροῦς δυνάμεως, ἐπὶ μᾶλλον δ’ αὐτῆς μετέχει τὰ ἄνθη, καὶ τούτων τὰ ξηρότερα τῶν χλω‐

15

1:11

12,13

ρῶν μᾶλλον. ἔστι δὲ καὶ πικρόν, εἴπερ τι καὶ ἄλλο. καὶ ὁ καρπὸς

15

1:11

13

(2)

δ’ αὐτοῦ τῆς αὐτῆς ἐστι δυνάμεως· καὶ αἱ ῥίζαι δ’ αὐτοῦ ὁμοίως,

15

1:11

14

πλὴν ὅτι παχυμερέστεραί τέ εἰσι καὶ γεωδέστεραι. —Λεύκη τὸ δέν‐ δρον μικτόν ἐστί πως τὴν κρᾶσιν ἐξ ὑδατώδους τε χλιαρᾶς καὶ γεώδους λελεπτυσμένης οὐσίας, ὅθεν καὶ τῆς ῥυπτικῆς μετέχει δυνά‐

15

1:11

15

μεως. —Λιβανωτὸς θερμαντικὸς μέν ἐστι κατὰ τὴν δευτέραν τάξιν,

15

1:11

16

ξηραντικὸς δὲ κατὰ τὴν πρώτην· ἔχει δέ τι καὶ στῦφον ὀλίγον. ὁ δὲ φλοιὸς αὐτοῦ τὴν στυπτικὴν δύναμιν ἐναργῶς κέκτηται· διὸ καὶ ξηραί‐ νει γενναίως, ὡς ἐν τῇ δευτέρᾳ τάξει συμπληρουμένῃ τυγχάνειν· ἔστι δὲ καὶ παχυμερέστερος τοῦ λιβανωτοῦ καὶ ἥκιστα δριμύτητος μετέχων.

15

1:11

17

ὁ δ’ αἴθαλος αὐτοῦ ξηροτέρας καὶ θερμοτέρας ἢ κατὰ τὸν λιβανωτόν ἐστι δυνάμεως, ὡς εἰς τὴν τρίτην ἀπόστασιν ἀφικνεῖσθαι· ἔχει δέ τι

15

1:11

18

καὶ ῥυπτικόν. —Λιβανωτίδες αἱ τρεῖς μαλακτικῆς εἰσι καὶ διαφορητι‐ κῆς δυνάμεως· ἔχουσι δέ τι καὶ ῥυπτικῆς καὶ τμητικῆς δυνάμεως. —

15

1:11

19

Λιγνὺς ἅπασα μέν ἐστι ξηραντική· διὸ καὶ γεώδης ὑπάρχει τὴν οὐσίαν, ἔχουσά τι καὶ τοῦ καύσαντος τὴν ὕλην πυρὸς λείψανον ὀλίγον· ἡ δ’ ὅλη

15

1:11

20

φύσις αὐτῆς γεώδης ἐστὶ λεπτομερής. αἱ κατ’ εἶδος δ’ ἐν αὐτῇ δια‐ φοραὶ παρὰ τὴν καυθεῖσαν ὕλην γίνονται, ἐκ μὲν τῆς δριμυτέρας καὶ θερμοτέρας τοιαύτης καὶ τῆς λιγνύος ἀποτελουμένης, ἐκ δὲ τῆς γλυκυ‐
τέρας καὶ ἀδηκτοτέρας ὁμοίας κἀνταῦθα τῆς λιγνύος γινομένης. —

15

1:11

21

Λιγυστικοῦ ἡ ῥίζα καὶ τὸ σπέρμα τῶν θερμαινόντων ἐστὶ καὶ ἀφύσων. —

15

1:11

22

Λινόσπερμον θερμόν ἐστιν ἐν τῇ πρώτῃ που τάξει, ὑγρότητος δὲ καὶ

15

1:11

23

ξηρότητος ἐν τῷ μέσῳ πως τέτακται. —Λύκιον διαφορεῖ μὲν ἱκανῶς, ξηραίνει δὲ κατὰ τὴν δευτέραν ἀπόστασιν, ἐν θερμότητι δὲ περὶ τὰ

15

1:11

24

μέσα πως τέτακται. ἔχει δέ τι καὶ στῦφον· διὸ καὶ ῥύπτει καὶ συν‐

15

1:11

25

άγει. —Λυσιμάχειος ἐπικρατοῦσαν ἔχει τὴν στυπτικὴν ποιότητα, ἣν κατὰ τύχην ηὗρε Λυσίμαχος ὁ βασιλεὺς ποιοῦσαν πρὸς αἱμορραγίαν· τοῦ γὰρ ἵππου τρωθέντος αὐτοῦ καὶ αἱμορραγοῦντος, παρακειμένην

15

1:11

26

αὐτὴν καὶ ἀγνοουμένην αὐτῷ ἐπέθηκεν ἐπὶ τὸ τραῦμα. παυσαμένης δὲ τῆς αἱμορραγίας, οἱ μετὰ ταῦτα πάντες πρός τε τὰς αἱμορραγίας αὐτῇ

15

1:11

27

χρῶνται καὶ ὀνομάζουσιν ἀπὸ τοῦ εὑρόντος Λυσιμάχειον. —Λυχνίδος τῆς εἰς τοὺς στεφάνους τὸ σπέρμα θερμόν ἐστι κατὰ τὴν δευτέραν που τάξιν ἢ καὶ τρίτην ἤδη καὶ ξηραῖνον κατὰ τὸν αὐτὸν τρόπον. —

15

1:11

28

Λωτὸς ὁ ἥμερος, ὃν ἔνιοι τρίφυλλον ὀνομάζουσι, ῥυπτικῆς ἐστι μετρίως δυνάμεως, οὕτω δὲ καὶ ξηραντικῆς, ἐν δὲ τῇ κατὰ θερμότητα καὶ

15

1:11

29

ψῦξιν συζυγίᾳ μέσος πώς ἐστιν. ὁ δ’ ἄγριος λωτὸς ἐν Λιβύῃ μὲν πλεῖ‐ στος γεννᾶται· τὸ σπέρμα δ’ αὐτοῦ τῆς δευτέρας τάξεώς ἐστι τῶν

15

1:11

30

θερμαινόντων· ἔχει δέ τι καὶ ῥυπτικόν. τοῦ δ’ Αἰγυπτίου τὸ σπέρμα

15

1:11

31

καὶ ἀρτοποιοῦνται. —Λωτὸς τὸ δένδρον στυπτικῆς μὲν ὀλίγης μετέχει ποιότητος· ἔστι δὲ καὶ λεπτομερὲς ξηραντικόν.

15

1:12

1

Μάκιρ φλοιός ἐστι στρυφνὸς ἱκανῶς μετά τινος βραχείας δριμύ‐ τητος· ἔοικεν οὖν ἐκ μικτῆς οὐσίας συνεστάναι, τῆς πλείστης μὲν γεώδους, ὀλίγης δέ τινος θερμαντικῆς τε καὶ λεπτομεροῦς, ὅθεν ἐν μὲν τῇ τρίτῃ τάξει τῶν ξηραινόντων ἐστίν, ἐν δὲ τῇ κατὰ θερμότητα

15

1:12

2

καὶ ψυχρότητα διαφορᾷ μηδέτερον ἐπιφανῶς ἐργαζόμενος. —Μαλα‐ βάθρου τὸ φύλλον νάρδου στάχυϊ παραπλήσιόν ἐστι τὴν δύναμιν. —

15

1:12

3

Μαλάχη ἡ μὲν ἀγρία διαφορητικῆς ἠρέμα καὶ μαλακτικῆς ἐπὶ βραχὺ μετέχει δυνάμεως· ἀσθενεστέρα δ’ ἡ κηπευομένη. ὁ δὲ καρπὸς αὐτῶν

15

1:12

4

εἰς τοσοῦτον ἰσχυρότερός ἐστιν, εἰς ὅσον καὶ ξηρότερος. ἡ δ’ ἀναδεν‐ δρομαλάχη, ἡ καὶ ἀλθαία, διαφορητικωτέρα τῶν εἰρημένων ἐστίν. —

15

1:12

5

Μανδραγόρας τῆς τρίτης τάξεώς ἐστι τῶν ψυχόντων, οὐ μὴν ἀλλὰ καὶ θερμότητός τινος μετέχει καὶ κατά γε τὰ μῆλα καὶ ὑγρότητος, ὅθεν

15

1:12

6

καὶ κωματώδης τὴν δύναμίν ἐστιν. τῆς ῥίζης δ’ ὁ φλοιὸς ἰσχυρότερος ὢν οὐ ψύχει μόνον, ἀλλὰ καὶ ξηραίνει· τὸ δ’ ἄλλο τὸ ἔνδοθεν ἀσθε‐

15

1:12

7

νὲς ὑπάρχει. —Μάραθον θερμαίνει μὲν κατὰ τὴν τρίτην τάξιν, ξηραί‐

15

1:12

8

νει δὲ κατὰ τὴν πρώτην. τὸ δ’ ἄγριον, ὃ καλοῦσιν ἱππομάραθον, οὗ ἡ ῥίζα καὶ τὸ σπέρμα ξηραντικωτέρας ἐστὶ δυνάμεως τοῦ ἡμέρου· ἕτε‐ ρον δ’ ἐστὶν ἱππομάραθον, οὗ τὸ σπέρμα στρογγύλον τέ ἐστι καὶ δριμύ, ὅμοιον μὲν τῇ δυνάμει τῷ τοῦ ἱππομαράθου, ἀσθενέστερον δέ. —

15

1:12

9

Μαστίχη ἡ μὲν λευκὴ καὶ Χία στύφει, μαλάσσει, κατὰ τὴν δευτέραν ἀπόστασιν θερμαίνουσα καὶ ξηραίνουσα· ἡ δὲ μέλαινα ἡ Αἰγυπτία

15

1:12

10

ξηραίνει τε μᾶλλον αὐτῆς καὶ ἧττον στύφει. —Μελάνθιον θερμαίνει μὲν καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν, ἔοικε δὲ καὶ λεπτομερὲς

15

1:12

11

ὑπάρχειν· καὶ τέμνει οὖν καὶ ῥύπτει πικρότητα ἔχον. —Μελίλωτον ἔχει μέν τι καὶ στυπτικόν, ἀλλὰ καὶ διαφορεῖ καὶ συμπέττει· πλέον γὰρ ἐν αὐτῷ τὸ τῆς θερμῆς οὐσίας ἐστὶν ἤπερ τὸ τῆς ψυχρᾶς. —

15

1:12

12

Μέλι καὶ θερμαίνει καὶ ξηραίνει κατὰ τὴν δευτέραν τάξιν· ἔστι δ’ ἁπλῆς,

15

1:12

13

ὡς ἔνι μάλιστα, δυνάμεως, τῆς ῥυπτικῆς. ἑψηθὲν δ’ ἧττον γίνεται δριμὺ

15

1:12

14

καὶ ῥυπτικόν. εἰ δέ τι μέλι πικρόν ἐστι, πρόδηλον ὅτι μικτῆς ὑπάρχει

15

1:12

15

δυνάμεως, ὡς εἰ καὶ ἡμῶν τις ἀψίνθιον ἔμιξεν αὐτῷ. καὶ τὸ σάκχαρ δὲ καλούμενον, μέλιτος εἶδος ὄν, ἧττον μέν ἐστι γλυκὺ τοῦ παρ’ ἡμῖν, παραπλήσιον δ’ αὐτῷ κατὰ τὰ ἄλλα· καθ’ ὅσον δ’ οὔτε κακοστόμαχόν

15

1:12

16

ἐστιν οὔτε διψῶδες, ἀποκεχώρηκεν αὐτοῦ. —Μελισσόφυλλον πρασίῳ μὲν παραπλήσιόν ἐστι τὴν δύναμιν, ἀπολείπεται δ’ αὐτοῦ πάμπολυ· διὸ περιττὸν τὸ χρῆσθαι μελισσοφύλλῳ, παρόντος ἀφθόνως πρασίου

15

1:12

17

πανταχοῦ. —Μεσπίλου τοῦ δένδρου στρυφνός ἐστιν ἱκανῶς ὁ καρπός· ἔστι δὲ κἀν τοῖς βλαστοῖς αὐτοῦ κἀν τοῖς φύλλοις ἡ στρυφνὴ ποιό‐

15

1:12

18

της οὐκ ὀλίγη. —Μηδίου ἡ μὲν ῥίζα αὐστηρά τέ ἐστι καὶ ῥευμάτων ἐφεκτική· τὸ δὲ σπέρμα λεπτομεροῦς καὶ τμητικῆς ὑπάρχει δυνά‐

15

1:12

19

μεως. —Μήκωνος πάσης ἡ δύναμίς ἐστι ψυκτική, ἀλλὰ τῆς μὲν κη‐ πευομένης ὑπνῶδες μετρίως τὸ σπέρμα, λευκὸν ὀφθῆναι, τῆς δὲ τὸ ἄνθος ταχέως ἀποβαλλούσης ἰσχυρότερον ψύχει τὸ σπέρμα, ὥστε αὐτῷ

15

1:12

20

οὐκ ἂν χρήσαιτό τις ἀλύπως μόνῳ. τῶν δ’ ἀγρίων ἡ μὲν οἷον καθη‐ μένην ἔχουσα τὴν κωδύαν ἤδη φαρμακῶδες ἔχει τὸ σπέρμα ψῦχον ἱκανῶς, μέλαν ὑπάρχον· ἡ δ’ ἑτέρα, ἐπιμηκεστέραν ἔχουσα τὴν κωδύαν, φαρμακωδεστάτη πασῶν ἐστι, καὶ κατὰ τὸ σπέρμα καὶ κατὰ τὰς κωδύας
5καὶ κατὰ τὰ φύλλα καὶ κατὰ τὸν ὀπόν· ἰσχυρῶς γὰρ ψύχει μέχρι νάρ‐

15

1:12

21

κης ἄγουσα καὶ νεκρώσεως. —Μήκων κερατῖτις δύναμιν ἔχει ῥυπτι‐

15

1:12

22

κὴν καὶ τμητικήν. —Μηλέας οὐ πάσης ἐστὶ μία φύσις, ὥσπερ οὐδὲ τοῦ καρποῦ· τὰ μὲν γάρ ἐστι γλυκέα τῶν μήλων, τὰ δ’ αὐστηρά, τὰ

15

1:12

23

δὲ στρυφνά, τὰ δ’ ὀξέα, τὰ δὲ τελέως ἔκλυτα καὶ ὑδατώδη. καὶ δὴ καὶ κρατεῖ τὸ μὲν ὑδατῶδες ἐν τούτοις, ὡς εἶναι τὴν κρᾶσιν αὐτῶν ὑγροτέραν τε καὶ ψυχροτέραν, τὸ δὲ γεῶδες ψυχρὸν ἐν τοῖς στρυφ‐ νοῖς, ἐν δὲ τοῖς αὐστηροῖς τοῦτο καὶ τὸ ὑδατῶδες ψυχρόν, κατὰ δὲ
5τὰ ὀξέα τὸ ὑδατῶδες ψυχρόν, ὥσπερ ἐν τοῖς γλυκέσι τὸ ὑδατῶδες

15

1:12

24

εὔκρατον. οὕτω δὲ καὶ τὰ φύλλα καὶ οἱ χυλοὶ καὶ οἱ φλοιοὶ τῶν

15

1:12

25

δένδρων ἀλλήλων διαφέρουσιν. —Μηλέας Περσικῆς 〈τὸ δένδρον〉 ἔν τε τοῖς [καρποῖς καὶ τοῖς] φύλλοις καὶ τοῖς βλαστοῖς ἐπικρατοῦσαν ἔχει τὴν πικρότητα, ἔστι δὲ καὶ διαφορητικὸν φάρμακον· ὁ δὲ καρπὸς

15

1:12

26

αὐτοῦ ψυχρότερός τε καὶ ὑγρότερός ἐστι τὴν κρᾶσιν. —Μηλέας Ἀρμενιακῆς ὑγρός ἐστι καὶ ψυχρὸς ὁ καρπὸς δευτέρας ἀποστάσεως. —

15

1:12

27

Μηλέα Μηδική· ταύτης ὁ καρπὸς κιτρίον ὀνομάζεται, κατὰ μὲν τὸ σπέρμα τὴν ὀξεῖαν ποιότητα καὶ ξηραντικὴν δύναμιν ἐπικρατοῦσαν ἔχον, ὡς τῆς τρίτης εἶναι τάξεως τῶν ξηραινόντων τε καὶ ψυχόντων· κατὰ δὲ τὸν φλοιὸν ξηραινούσης μὲν κἀνταῦθα μετείληφε κράσεως,
5ἀλλ’ οὐκ ὀλίγον ἐχούσης τὸ δριμύ· διὸ καὶ ξηραίνει τοῦτο κατὰ δευ‐ τέραν ἀπόστασιν, οὐ μὴν ψυχρόν γέ ἐστιν, ἀλλ’ ἤτοι σύμμετρον ἢ

15

1:12

28

βραχύ τι κατωτέρω. ἡ δὲ σὰρξ αὐτοῦ παχύχυμός τέ ἐστι καὶ φλεγμα‐

15

1:12

29

τικὴ καὶ ψυχρά. ὁ δὲ πυρήν, ὅσπερ ὄντως σπέρμα ἐστί, πικρὸς ὢν

15

1:12

30

δηλονότι διαφορητικός ἐστι καὶ ξηραντικὸς δευτέρας τάξεως. καὶ τὰ

15

1:12

31

φύλλα δ’ ἐστὶ διαφορητικῆς καὶ ξηραντικῆς δυνάμεως. —Μήου αἱ ῥίζαι θερμαὶ μὲν κατὰ τὴν τρίτην ἀπόστασιν, ξηραὶ δὲ κατὰ τὴν δευ‐

15

1:12

32

τέραν. —Μίλακος τῆς τραχείας τὰ φύλλα δριμύ τι ἔχει καὶ θερμαί‐

15

1:12

33

νει. —Μῖλαξ ἡ λεία παραπλησία τὴν δύναμίν ἐστι τῇ προειρημένῃ. —

15

1:12

34

Μορέας ὁ καρπὸς μετέχει στύψεώς τινος· ὁ δ’ ἄωρος πρὸς τῇ στρυφνό‐

15

1:12

35

τητι καὶ ὀξύτητος μετέχει. τὸ δ’ ὅλον δένδρον ἐν ἅπασι τοῖς μέρεσι μικτὴν ἔχειν ἔοικε δύναμιν, ἐφεκτικήν τε καὶ καθαρτικήν· ἐπικρατεῖ δ’ ἐν μὲν τῷ φλοιῷ τῆς ῥίζης ἡ καθαρτικὴ μετά τινος πικρότητος, ἐν δὲ τοῖς ἀώροις μόροις ἡ ἐφεκτική· κατὰ δὲ τὰ φύλλα καὶ τοὺς βλα‐

15

1:12

36

στοὺς μέση πώς ἐστιν ἡ κρᾶσις. —Μυάγρου τὸ σπέρμα μεθίησιν

15

1:12

37

ἔλαιον, δυνάμεως ἐμπλαστικῆς ὑπάρχον. —Μύκητες ψυχροὶ καὶ ὑγροὶ

15

1:12

38

τὴν κρᾶσιν ἱκανῶς καὶ δηλητηρίου δυνάμεως ἐγγὺς ἥκουσιν. —Μύλης

15

1:12

39

ἡ ῥίζα συνακτικῆς ἐστι δυνάμεως. —Μυὸς ὦτα ξηραίνει μὲν κατὰ τὴν δευτέραν τάξιν, θερμότητα δ’ οὐδεμίαν ἐπιφανῆ κέκτηται. —

15

1:12

40

Μυρίκη τμητικῆς ἐστι καὶ ῥυπτικῆς δυνάμεως ἄνευ τοῦ ξηραίνειν ἐπι‐

15

1:12

41

φανῶς· ἔχει δέ τινα καὶ στῦψιν. ὁ καρπὸς δὲ καὶ ὁ φλοιὸς οὐ βρα‐

15

1:12

42

χεῖαν στῦψιν προσειλήφασι μετὰ τοῦ λεπτομεροῦς καὶ ῥυπτικοῦ. καὶ ἡ τέφρα δὲ καυθείσης τῆς μυρίκης ξηραντικῆς ἱκανῶς γίνεται δυνάμεως, ἐχούσης πλεῖστον μὲν τὸ ῥυπτικόν τε καὶ τμητικόν, ὀλίγον δὲ τὸ

15

1:12

43,44

στυπτικόν. —Μυριόφυλλον ξηραντικῆς ἐστι δυνάμεως. —Μυρρὶς γλυ‐

15

1:12

44

(2)

κεῖαν ἔχει τὴν ῥίζαν, ἐκ τῆς δευτέρας τάξεως οὖσα τῶν θερμαινόντων,

15

1:12

45

ἔχουσά τι καὶ λεπτομερές. —Μυρρίνη ἐξ ἐναντίων οὐσιῶν κέκραται, ἐπικρατεῖ δ’ ἐν αὐτῇ τὸ γεῶδες ψυχρόν· ἔχει δέ τι καὶ λεπτομερὲς

15

1:12

46

θερμόν, ὅθεν ἰσχυρῶς ξηραίνει. ἔστι δὲ καὶ τὰ φύλλα καὶ οἱ καρποὶ καὶ οἱ βλαστοὶ καὶ ὁ χυλὸς οὐ πολλῷ τινι διαφέροντα κατὰ τὴν στῦψιν· ἡ μέντοι τῷ στελέχει καὶ τοῖς φύλλοις ἐπίφυσις ὀχθώδης, ἣν μυρτίδα καλοῦσιν, εἰς ὅσον ἐστὶ ξηροτέρα τῶν εἰρημένων, εἰς τοσοῦτον

15

1:12

47

καὶ στύφει καὶ ξηραίνει σφοδρότερον. ἔστι δὲ καὶ τὰ ξηρὰ φύλλα τῶν

15

1:12

48

χλωρῶν ξηραντικώτερα. —Μῶλυ· τούτου ἡ ῥίζα λεπτομερής ἐστι καὶ θερμὴ κατὰ τὴν τρίτην ἀπόστασιν, ὅθεν καὶ τέμνει καὶ διαφορεῖ.

15

1:13

1

Νάρδου στάχυς θερμαίνει μὲν κατὰ τὴν πρώτην ἀπόστασιν, ξηραί‐ νει δὲ κατὰ τὴν δευτέραν συμπληρουμένην· σύγκειται δ’ ἔκ τε στυ‐ φούσης αὐτάρκως οὐσίας καὶ δριμείας θερμῆς οὐ πολλῆς καί τινος

15

1:13

2

ὑποπίκρου βραχείας. —Νάρδος Κελτικὴ παραπλησίας μέν πώς ἐστι κατὰ γένος δυνάμεως τῇ προειρημένῃ, ἀσθενεστέρα δ’ εἰς ἅπαντα,
πλὴν εἰς οὖρα· θερμοτέρα μὲν γὰρ ἐκείνης ἐστί, ἧττον δὲ στύφει. —

15

1:13

3,4

Νάρδος ὀρεινὴ τῶν προειρημένων ἐστὶν ἀσθενεστέρα. —Νάρθηκος τὸ

15

1:13

4

(2)

μὲν σπέρμα λεπτύνει καὶ θερμαίνει, τὸ δ’ ἐντὸς ἔτι χλωροῦ τὸ καλού‐

15

1:13

5

μενον ἐντεριώνη στυπτικῆς τινος μετέχει ποιότητος. —Νάπυ θερμαί‐

15

1:13

6

νει καὶ ξηραίνει κατὰ τὴν τετάρτην τάξιν. —Ναρκίσσου ἡ ῥίζα ξηραν‐ τικῆς ἐστι δυνάμεως· ἔχει δέ τι καὶ ῥυπτικὸν καὶ ἐπισπαστικόν. —

15

1:13

7,8

Νευρὰς ξηραντικῆς καὶ ἀδήκτου δυνάμεώς ἐστιν. —Νήριον ἔξωθεν

15

1:13

8

(2)

μὲν τοῦ σώματος εἰ καταπλασθείη, διαφορητικῆς ἐστι δυνάμεως, εἴσω

15

1:13

9

δὲ λαμβανόμενον ὀλέθριον. —Νυμφαίας ἥ τε ῥίζα καὶ τὸ σπέρμα δύναμιν ἔχει ξηραντικὴν ἄδηκτον· ἡ δὲ τὴν λευκὴν ἔχουσα ῥίζαν

15

1:13

10

νυμφαία σφοδροτέρας ἐστὶ δυνάμεως. ἔχουσι δέ τι καὶ ῥυπτικόν.

15

1:14

1,2

Ξανθίου καρπὸς διαφορητικῆς ἐστι δυνάμεως. —Ξιρὶς λεπτομε‐

15

1:14

2

(2)

ροῦς ἑλκτικῆς τε καὶ διαφορητικῆς καὶ ξηραντικῆς ἐστι δυνάμεως, ἥ τε

15

1:14

3

ῥίζα καὶ πολὺ δὴ μᾶλλον αὐτῆς ὁ καρπός. —Ξιφίου ἡ ῥίζα, καὶ μᾶλλον ἡ ἑτέρα ἡ ἄνωθεν, ἑλκτικῆς τέ ἐστι καὶ διαφορητικῆς καὶ ξηραντικῆς δυνάμεως.

15

1:15

1,2

Ὄη τὸ δένδρον στυπτικῆς μετέχει ποιότητος. —Οἶνος ἐκ τῆς

15

1:15

2

(2)

δευτέρας τάξεώς ἐστι τῶν θερμαινόντων, ὁ δ’ ἱκανῶς παλαιὸς τῆς τρίτης, ὥσπερ ὁ γλευκίνης τῆς πρώτης· ἀνάλογον δὲ ταῖς θερμότησι

15

1:15

3

καὶ αἱ ξηρότητες αὐτοῦ. —Ὀλόστιον ξηραντικῆς ἐστι δυνάμεως. —

15

1:15

4

Ὄλυνθοι δριμείας εἰσὶ καὶ διαφορητικῆς δυνάμεως μετὰ τοῦ στύφειν. —

15

1:15

5

Ὄναγρον ἢ ὀνοθήρα ἢ ὀνοθουρὶς κατ’ οἶνόν ἐστι τῇ δυνάμει μά‐

15

1:15

6

λιστα. —Ὄνοσμα ἢ σινωνὶς ἐκ δριμείας καὶ πικρᾶς οὐσίας σύγκει‐

15

1:15

7

ται. —Ὀνοβρυχὶς ἀραιωτικῆς τε καὶ διαφορητικῆς ἐστι δυνάμεως. —

15

1:15

8

Ὀνωνὶς ῥίζαν ἔχει θερμαντικὴν ἤδη που κατὰ τὴν τρίτην τάξιν· ὁ δὲ

15

1:15

9

φλοιὸς αὐτῆς ἔχει τι καὶ ῥυπτικόν. —Ὄξος μικτῆς οὐσίας ὑπάρχει ψυχρᾶς καὶ θερμῆς, ἀμφοῖν λεπτομερῶν, ἐπικρατεῖ δὲ τῆς θερμῆς ἡ

15

1:15

10

ψυχρά· ξηραντικὸν δ’ ἐστὶ τῆς τρίτης τάξεως συμπληρουμένης, ὅταν

15

1:15

11

γε ἰσχυρὸν ὑπάρχῃ. —Ὀξυακάνθου ὁ καρπὸς στρυφνός ἐστιν· ἔχει

15

1:15

12

δέ τι καὶ λεπτομερὲς καὶ τμητικὸν ὀλίγον. —Ὀπὸς ὁ μὲν Κυρηναῖος ἁπάντων ἐστὶ θερμότατος καὶ λεπτομερέστατος καὶ διαφορητικώτατος· οὐ μὴν ἀλλὰ καὶ οἱ ἄλλοι θερμοί τέ εἰσιν ἱκανῶς καὶ πνευματώδεις. —

15

1:15

13

Ὀρίγανοι πᾶσαι τμητικῆς τε καὶ λεπτυντικῆς καὶ ξηραντικῆς καὶ θερμαν‐ τικῆς εἰσι δυνάμεως κατὰ τὴν τρίτην ἀπόστασιν· ἡ δὲ τραγορίγανος

15

1:15

14

προσείληφέ τι καὶ στύψεως. —Ὄροβος ξηραίνει μὲν κατὰ τὴν δευ‐ τέραν ἀπόστασιν ἐπιτεταμένην, θερμαίνει δὲ κατὰ τὴν πρώτην, καὶ

15

1:15

15

τέμνει δὲ καὶ ῥύπτει καὶ ἐκφράττει. —Ὀροβάκχη ψυχρᾶς καὶ ξηρᾶς

15

1:15

16

ἐστι κράσεως κατὰ τὴν πρώτην τάξιν. —Ὄρχις, οἱ δὲ κυνὸς ὄρχις· ταύτης ἡ ῥίζα θερμὴ καὶ ὑγρὰ καὶ γλυκεῖα τυγχάνει· ἀλλ’ ἡ μὲν μείζων πολλὴν ἔοικεν ἔχειν ὑγρότητα περιττωματικὴν καὶ φυσώδη,

15

1:15

17

ἡ δ’ ἐλάττων ἔμπαλιν κατειργασμένην ἱκανῶς. —Ὄρχις, ὃν καὶ σε‐ ραπιάδα καλοῦσι, ξηροτέρας δυνάμεώς ἐστιν ἢ κατὰ τὴν προτέραν· ξηρανθεῖσα δὲ πολὺ δὴ μᾶλλον ἔτι καὶ ξηραίνει καί τι καὶ ὑποστῦφον

15

1:15

18

ἔχει. —Ὀσίριδος τῆς πόας πικρὰ μὲν ἡ ποιότης, ἐκφρακτικὴ δ’ ἡ δύναμις.

15

1:16

1

Παγκρατίου ἡ ῥίζα σκίλλῃ κατά τε τὴν γεῦσιν ἔοικε καὶ τὴν

15

1:16

2

δύναμιν· ἀσθενεστέρα δ’ ἐστὶ μακρῷ. —Παλιούρου ἡ ῥίζα καὶ τὰ φύλλα στυπτικῆς οὐκ ἀσαφῶς μετείληφε δυνάμεως, ἔχει δέ τι καὶ

15

1:16

3

διαφορητικόν. ὁ δὲ καρπὸς τμητικῆς μετέχει δυνάμεως. —Πάπυρος καυθεῖσα φάρμακον γίνεται ξηραντικὸν ὡς ὁ κεκαυμένος χάρτης· ἀσθε‐

15

1:16

4

νεστέρα δ’ ἐστὶν ἡ τοῦ παπύρου τέφρα. —Πάνακες Ἡράκλειον (ἐκ τούτου καὶ ὁ καλούμενος ὀποπάναξ γίνεται, θερμαίνων καὶ μαλάττων

15

1:16

5

καὶ διαφορῶν) κατὰ μὲν τὸ θερμαίνειν ἐκ τῆς τρίτης τάξεώς ἐστι,

15

1:16

6

κατὰ δὲ τὸ ξηραίνειν ἐκ τῆς δευτέρας. καὶ ὁ φλοιὸς δὲ τῆς ῥίζης ξηραντικὸν ἅμα καὶ θερμαντικόν ἐστι φάρμακον, ἀλλ’ ἧττον τοῦ ὀποῦ,

15

1:16

7

καὶ μέντοι τι καὶ ῥυπτικὸν ἔχει. καὶ ὁ καρπὸς αὐτοῦ θερμός ἐστιν. —

15

1:16

8

Πάνακες Ἀσκληπίειον· ἧττόν ἐστι τοῦτο θερμὸν τοῦ προγεγραμμένου. —

15

1:16

9

Πάνακες Χειρώνειον· καὶ τοῦτο παραπλησίας ἐστὶ τῷ προγεγραμμένῳ

15

1:16

10

δυνάμεως. —Παρωνυχία λεπτομερής ἐστι καὶ ξηραντικὴ ἀδήκτως τῆς

15

1:16

11

τρίτης τάξεως καὶ θερμαντική. —Πενταφύλλου ἡ ῥίζα ξηραντικὴ μὲν τῆς τρίτης τάξεώς ἐστιν, ἥκιστα θερμότητος ἐπιφανοῦς μετέχουσα,

15

1:16

12

λεπτομερὴς δ’ ἐστὶ καὶ ἄδηκτος. —Πεπέρεως ἡ μὲν ῥίζα κόστῳ μάλιστα κατὰ τὴν δύναμιν ἔοικεν· ὁ δὲ καρπὸς ὁ μὲν ἄρτι βλαστά‐ νοντος αὐτοῦ τὸ μακρόν ἐστι πέπερι (διὸ καὶ ὑγρότερον ὑπάρχει τοῦ

15

1:16

13

πεπείρου· ῥᾳδίως γοῦν τιτρᾶται), ὁ δ’ οἷον ὄμφαξ τὸ λευκόν ἐστι πέπερι, δριμύτερον ὑπάρχον τοῦ μέλανος· ἐκεῖνο γὰρ οἷον ὑπερωπτη‐ μένον ἐστὶν ἤδη καὶ ὑπερεξηρασμένον. ἀμφότερα δ’ ἰσχυρῶς ξηραίνει

15

1:16

14

τε καὶ θερμαίνει. τὸ δὲ μακρὸν πανούργως κατασκευαζόμενον ἐλέγξεις ἐν ὕδατι διαβρέχων· λύεται μὲν γὰρ τὸ σκευασθέν, ἄλυτον δὲ μένει τὸ αὐτοφυές. ἔστι δέ τις αὐτῷ καὶ βοτάνης ἐξάνθησις ἀπὸ τῆς ξένης κομιζομένη παραπλήσιος ἰδεῖν, οὐ μὴν τῇ γεύσει γε ἐοικυῖα· διὸ τηνι‐

15

1:16

15

καῦτα καὶ ῥᾷστον αὐτήν ἐστι διακρῖναι μακροῦ πεπέρεως. —Περσέας

15

1:16

16

τὰ φύλλα στυπτικῆς μετείληφε δυνάμεως. —Περικλυμένου ὁ καρπὸς

15

1:16

17

καὶ τὰ φύλλα τέμνει καὶ θερμαίνει. —Περιστέριον δύναμιν ἔχει ξηραν‐

15

1:16

18

τικήν. —Πετασῖτις ἐκ τῆς τρίτης τάξεώς ἐστι τῶν ξηραινόντων. —

15

1:16

19

Πετροσελίνου τὸ σπέρμα ὥσπερ ἐν τῇ γεύσει δριμὺ μετὰ πικρότητος, οὕτω καὶ τοῖς ἔργοις ἄφυσόν τέ ἐστι καὶ τῆς τρίτης τάξεως τῶν θερμαι‐

15

1:16

20

νόντων καὶ ξηραινόντων. —Πευκεδάνου ἡ ῥίζα καὶ ὁ ὀπὸς καὶ ὁ χυλὸς τῆς αὐτῆς τῷ εἴδει δυνάμεώς ἐστιν· ἰσχυρότερος δ’ αὐτῶν ὁ ὀπός, ἱκανῶς θερμαίνων καὶ διαφορῶν καὶ λεπτύνων καὶ τέμνων. —

15

1:16

21

Πήγανον τὸ μὲν ἄγριον ἐκ τῆς τετάρτης ἐστὶν ἤδη τάξεως τῶν θερμαι‐

15

1:16

22

νόντων καὶ ξηραινόντων, τὸ δ’ ἥμερον ἐκ τῆς τρίτης. ἔστι δ’ οὐ μόνον

15

1:16

23

δριμὺ γευομένῳ, ἀλλὰ καὶ πικρόν, ᾧ τέμνει τε καὶ διαφορεῖ· καὶ μὲν

15

1:16

24

δὴ καὶ λεπτομερές ἐστι καὶ ἄφυσον. —Πίσσα ἡ μὲν ξηρὰ ξηραίνει καὶ θερμαίνει κατὰ τὴν δευτέραν ἀπόστασιν, πλέον δὲ ξηραίνειν πέ‐

15

1:16

25

φυκεν ἢ θερμαίνειν· ἡ δ’ ὑγρὰ τοὔμπαλιν θερμαίνει πλέον ἢ ξηραί‐ νει· ἔχει δέ τι καὶ λεπτομερές. ἀλλὰ καὶ ῥυπτικὸν ἔχουσί τι καὶ συμ‐ πεπτικὸν καὶ διαφορητικόν, ὥσπερ γε καὶ ὑπόπικρον καὶ δριμύ. —

15

1:16

26

Πισσέλαιον ὅμοιον μέν ἐστι τῷ γένει τῇ πίσσῃ, λεπτομερέστερον δέ. —

15

1:16

27

Πιστακίου ὁ καρπὸς λεπτομερής ἐστι καὶ ὑπόπικρος ἀρωματίζων· ἐκ‐

15

1:16

28

φράττει γοῦν καὶ διακαθαίρει. —Πιτυΐδες μικτῆς εἰσι δυνάμεως, ὡς ἂν καὶ στύφουσαι καὶ δριμύτητά τινα κεκτημέναι μετὰ πικρότητος. —

15

1:16

29

Πίτυος φλοιὸς ἐπικρατοῦσαν ἔχει τὴν στυπτικὴν δύναμιν, καὶ ὁ τῆς πεύκης δὲ φλοιὸς ὅμοιος μὲν αὐτῷ, μετριώτερος δὲ κατὰ τὴν δύναμιν· ἐν μέντοι τῷ κώνῳ ἰσχυροτέρα γε ἡ δύναμίς ἐστιν ἔν τε τῷ φλοιῷ

15

1:16

30

καὶ τοῖς φύλλοις. —Πλάτανος ὑγροτέρας ἐστὶ καὶ ψυχροτέρας οὐσίας οὐ πολλῷ τινι τῶν συμμέτρων· ὁ δὲ φλοιὸς αὐτῆς καὶ τὰ σφαιρία

15

1:16

31

ξηραντικωτέρας ἤδη δυνάμεώς ἐστιν. εἰσὶ δ’ οἳ καίοντες τὸν φλοιὸν

15

1:16

32

ἀπεργάζονται φάρμακον. φυλάττεσθαι δὲ δεῖ τὸν ἐπὶ τοῖς φύλλοις τοῦ δένδρου χνοῦν· καὶ γὰρ τὴν ἀρτηρίαν εἰσπνευσθεὶς ἀδικεῖ καὶ κακοῖ τὴν φωνὴν καὶ τὴν ὄψιν καὶ τὴν ἀκοήν, ὀφθαλμοῖς καὶ ὠσὶν ἐμ‐

15

1:16

33

πεσών. —Πολύγονον ἔχει μέν τι καὶ στῦφον, ἐπικρατεῖ δ’ ἐν αὐτῷ τὸ ὑδατῶδες ψυχρόν, ὡς εἶναι κατὰ τὴν δευτέραν τάξιν συμπληρου‐

15

1:16

34

μένην, ψῦχον δὲ καὶ ἀποκρουόμενον δοκεῖ ξηραντικὸν ὑπάρχειν. ἔστι

15

1:16

35

δ’ εἰς ἅπαντα τὸ ἄρρεν τοῦ θήλεος ἰσχυρότερον. —Πολύγαλον αὐστηρὰ μετρίως ἔχει τὰ φύλλα· δοκεῖ δ’ ἐπικρατεῖν ἐν αὐτῷ τὸ

15

1:16

36

ὑγρὸν καὶ θερμόν. —Πολυγόνατον μικτῆς ἐστι δυνάμεως· ἔχει γάρ τι καὶ στύψεως καὶ δριμύτητος καὶ πικρότητος καί τινος ἀηδίας ἀρ‐

15

1:16

37

ρήτου· διὰ ταῦτα οὐδὲ πολύχρηστόν ἐστιν. —Πολεμώνιον (οἱ δὲ

15

1:16

38

φιλεταίριον) λεπτομεροῦς δυνάμεώς ἐστι καὶ ξηραντικῆς. —Πόλιον πικρὸν γευομένοις ἐστὶ καὶ μετρίως δριμύ· ἐκφρακτικὸν τοιγαροῦν

15

1:16

39

ἐστιν. —Πόλιον 〈τὸ μικρόν〉, ᾧ καὶ εἰς τὰς ἀντιδότους χρώμεθα, πικρότερον καὶ δριμύτερόν ἐστι τοῦ μείζονος, ὡς ἐκ μὲν τῆς τρίτης τάξεως εἶναι τῶν ξηραινόντων, ἐκ δὲ τῆς δευτέρας τῶν θερμαινόντων

15

1:16

40

συμπληρουμένης. —Πολύκνημον θερμαίνει καὶ ξηραίνει κατὰ τὴν

15

1:16

41

δευτέραν τάξιν. —Ποταμογείτων στύφει καὶ ψύχει παραπλησίως πολυ‐

15

1:16

42

γόνῳ· παχυμερέστερος δ’ οὗτος. —Πολυπόδιον τὴν γλυκεῖαν ἅμα καὶ αὐστηρὰν ἐπικρατοῦσαν ἔχει ποιότητα, ὡς εἶναι δυνάμεως ξηραντικῆς

15

1:16

43

ἱκανῶς ἀδήκτου. —Πράσιον πικρόν ἐστιν· διόπερ ἐκφράττει, ῥύπτει, διαφορεῖ, καὶ θείη ἄν τις αὐτὸ κατὰ μὲν τὴν θερμότητα τῆς δευτέρας που τάξεως ἤδη [που] συμπληρουμένης, κατὰ δὲ τὴν ξηρότητα τῆς

15

1:16

44

τρίτης. —Πρόπολις ῥυπτικῆς μέν ἐστιν οὐκ ἰσχυρᾶς δυνάμεως, ἑλκτι‐ κῆς δ’ ἱκανῶς ἰσχυρᾶς· ἔστι γὰρ λεπτομερὴς τὴν οὐσίαν, θερμαίνει δὲ

15

1:16

45

κατὰ τὴν δευτέραν ἀπόστασιν ἤδη πληρουμένην. —Πταρμικῆς τὰ μὲν ἄνθη πταρμικῆς ἐστι δυνάμεως, τὸ δ’ ὅλον θαμνίον διαφορεῖ· ἔστι γὰρ ἡ κρᾶσις αὐτοῦ θερμὴ καὶ ξηρά, χλωροῦ μὲν ἔτι κατὰ τὴν δευτέραν

15

1:16

46

που τάξιν, εἰ δὲ ξηρανθείη, κατὰ τὴν τρίτην. —Πτελέας τὰ φύλλα στυπτικὴν ἅμα καὶ ῥυπτικὴν ἐμφαίνει δύναμιν, ὁ δὲ φλοιὸς ἔτι μᾶλ‐

15

1:16

47

λον ὑπόπικρός τέ ἐστι καὶ στυπτικός. καὶ αἱ ῥίζαι δὲ τῆς αὐτῆς εἰσι

15

1:16

48

δυνάμεως. —Πτέρις πικρὰ τυγχάνει, βραχύ τι στύψεως ἔχουσα· διὸ

15

1:16

49

δυνάμεώς ἐστιν ἰσχυρῶς ξηραντικῆς, οὐ μέντοι δακνώδους. ὁμοίαν

15

1:16

50

δ’ αὐτῇ καὶ ἡ θηλύπτερις δύναμιν ἔχει. —Πυκνοκόμου καὶ ἡ ῥίζα καὶ ὁ καρπὸς καὶ τὰ φύλλα διαφορητικῆς τέ ἐστι καὶ ἑλκτικῆς δυνά‐

15

1:16

51

μεως, δριμέα ὄντα. —Πυρέθρου ἡ ῥίζα καυστικῆς ἐστι δυνάμεως. —

15

1:16

52

Πυρὸς ἐκ τῆς πρώτης ἐστὶ τάξεως τῶν θερμαινόντων· οὐ μὴν οὔτε ξηραίνειν οὔτε ὑγραίνειν ἐπιφανῶς πέφυκεν· ἔχει δέ τι καὶ γλίσχρον

15

1:16

53

καὶ ἐμφρακτικόν. τὸ δ’ ἐξ αὐτοῦ σκευαζόμενον ἄμυλον ψυχρότερόν τε

15

1:16

54

καὶ ξηραντικώτερον αὐτοῦ γίνεται. καὶ τὸ ἐξ ἄρτου δὲ κατάπλασμα διαφορητικωτέρας ἐστὶ δυνάμεως ἤπερ τὸ ἐκ τῶν πυρῶν, ὡς ἂν καὶ ἁλῶν καὶ ζύμης προσειληφότος τοῦ ἄρτου· δυνάμεως γὰρ ἐπισπαστι‐ κῆς τε καὶ διαφορητικῆς τῶν ἐκ τοῦ βάθους ἐστὶν ἡ ζύμη.

15

1:17

1

Ῥάμνος ξηραίνει μὲν κατὰ τὴν δευτέραν ἀπόστασιν, ψύχει δὲ

15

1:17

2

κατὰ τὴν πρώτην συμπληρουμένην. —Ῥαφανὶς θερμαίνει μὲν κατὰ τὴν τρίτην ἀπόστασιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν· ἡ δ’ ἀγρία

15

1:17

3

δραστικωτέρα κατ’ ἄμφω. καὶ μὲν δὴ καὶ τὸ σπέρμα δραστικώτερον

15

1:17

4

αὐτοῦ τοῦ φυτοῦ· διαφορητικὴ δ’ ἐστὶν ἐν αὐτοῖς ἡ δύναμις. —Ῥῆον μικτῆς ἐστι δυνάμεως· ἔχει μὲν γάρ τι καὶ γεῶδες ψυχρόν, ὡς ἡ στῦ‐ ψις δηλοῖ· σύνεστι δέ τις αὐτῷ καὶ θερμότης· ὑπόθερμον γὰρ ἐπὶ πλέον μασωμένοις φαίνεται, μετέχει δὲ καὶ ἀερώδους τινὸς οὐσίας

15

1:17

5

λεπτομεροῦς. —Ῥητῖναι πᾶσαι ξηραίνουσι καὶ θερμαίνουσι, διαφέρουσι δ’ ἀλλήλων τῷ τε πλέον ἢ ἔλαττον ἔχειν ἐν τῇ γεύσει δριμὺ καὶ τῇ δυνάμει θερμαῖνον, καὶ τῷ τὰς μὲν αὐτῶν ἧττον εἶναι λεπτομερεῖς,

15

1:17

6

τὰς δὲ μᾶλλον, καὶ τῷ τὰς μὲν στύψεως μετέχειν, τὰς δ’ οὔ. προκέ‐ κριται δ’ εἰκότως ἐξ ἁπασῶν ἡ σχινίνη (μαστίχην δ’ αὐτὴν ὀνομά‐ ζουσιν)· πρὸς γὰρ τῷ στύψεως ὀλίγης μετέχειν ἔτι καὶ τὸ ξηραίνειν ἀλύπως αὐτῇ πάρεστιν· ἥκιστα γὰρ δριμεῖα καὶ μάλιστα λεπτομερής.

15

1:17

7

τῶν δ’ ἄλλων ἡ τερμινθίνη πρωτεύει, σαφῆ μὲν οὐχ ὁμοίως τῇ μαστίχῃ τὴν στῦψιν ἔχουσα, πικρότητα δέ τινα κεκτημένη, καὶ μᾶλλον τῆς μαστίχης διαφορεῖ· διὰ δὲ τὴν αὐτὴν 〈ταύτην ποιότητα καὶ τὸ ῥύπτειν

15

1:17

8

αὐτῷ〉 πάρεστιν. καὶ μὲν δὴ καὶ τὰ κατὰ βάθους ἕλκει μᾶλλον τῶν

15

1:17

9

ἄλλων ῥητινῶν, ὅτι καὶ λεπτομερὴς ἐκείνων μᾶλλόν ἐστιν. ἥ γέ τοι πευκίνη καὶ ταύτης ἔτι μᾶλλον ἡ στροβιλίνη δριμύτεραι μὲν αὐτῆς

15

1:17

10

εἰσιν, οὐ μὴν οὔτε διαφοροῦσι μᾶλλον οὔτε ἐπισπῶνται. μέσαι δ’ αὐτῶν εἰσιν ἡ πιτυΐνη τε καὶ ἐλατίνη, δριμύτεραι μὲν οὖσαι τῆς τερμινθίνης,

15

1:17

11

ἧττον δὲ δριμεῖαι τῆς πευκίνης τε καὶ στροβιλίνης. ἔχει δέ τι καὶ μαλακτικὸν ἡ τερμινθίνη, δευτέρα δ’ ἐστὶν ἐν τῷ μαλάττειν ἡ σχινίνη,

15

1:17

12

καθάπερ ἡ κυπαρισσίνη δριμεῖα. —Ῥόδων ἡ δύναμις ἐξ ὑδατώδους θερμῆς ἀναμεμιγμένης δύο ποιότησιν ἑτέραις, τῇ τε στυφούσῃ καὶ τῇ

15

1:17

13

πικρᾷ, σύγκειται. ἔστι δὲ τὸ ἄνθος αὐτῶν ἔτι καὶ μᾶλλον αὐτῶν τῶν

15

1:17

14

ῥόδων ῥυπτικὸν καὶ διὰ τοῦτο ξηραντικόν. —Ῥοδία ῥίζα λεπτομεροῦς ἐστι 〈καὶ〉 διαφορητικῆς δυνάμεως, ἐν δὲ τῷ θερμαίνειν κατὰ τὴν

15

1:17

15

τρίτην ἀπόστασιν ἀρχομένην. —Ῥοδοδάφνη κατὰ μὲν τὴν ὅλην οὐσίαν δηλητήριός ἐστι, κατὰ δὲ τὴν κρᾶσιν τῆς τρίτης μὲν τῶν θερμαινόντων

15

1:17

16

τάξεως ἀρχομένης, τῆς πρώτης δὲ τῶν ξηραινόντων. —Ῥοὰ πᾶσα τῆς στυφούσης μετέχει ποιότητος, οὐ μὴν ἐπικρατούσης γε πάντως· ἔνιαι μὲν γὰρ αὐτῶν εἰσιν ὀξεῖαι, τινὲς δὲ γλυκεῖαι πλέον ἢ αὐστηραί.

15

1:17

17

καὶ δὴ καὶ τὰς ὠφελείας ἑκάστης αὐτῶν κατὰ τὴν ἐπικρατοῦσαν ἀνάγκη

15

1:17

18

γίνεσθαι ποιότητα. ἔστι δὲ τὰ μὲν γίγαρτα τοῦ χυλοῦ στυπτικώτερα,

15

1:17

19

τούτων δὲ τὰ λέμματα (καλεῖται δὲ σίδια)· παραπλησίας δ’ αὐτοῖς εἰσι

15

1:17

20

δυνάμεως οἱ κύτινοι. —Ῥοῦς στύφει καὶ ξηραίνει· ὁ καρπὸς δ’ αὐτῆς μάλιστα καὶ ὁ χυλὸς εἰς χρείαν ἥκουσιν ἱκανῶς αὐστηρᾶς ὄντα ποι‐

15

1:17

21

ότητος. ξηραίνει μὲν οὖν ἐκ τῆς τρίτης τάξεως, ψύχει δ’ ἐκ τῆς δευ‐

15

1:17

22

τέρας. —Ῥύπος ὁ μὲν ἀπὸ τῶν ἀνδριάντων διαφορητικός ἐστι καὶ μαλακτικός, ἔχων τι καὶ δριμὺ διὰ τὸ προσειληφέναι τοῦ ἀπὸ τῶν

15

1:17

23

ἀνδριάντων ἰοῦ. ὁ δ’ ἐν ταῖς παλαίστραις, ὃν ὀνομάζουσι πάτον, ἐκ διαφερόντων σύγκειται, ἐκ κόνεώς τε καὶ ἐλαίου καὶ ἀνθρώπου ῥύπου

15

1:17

24

καὶ ἱδρῶτος. ἡ μὲν οὖν κόνις ἐμπλαστικόν τέ ἐστι καὶ ψυκτικὸν καὶ ἀποκρουστικόν, τὸ δ’ ἔλαιον μαλακτικόν, ὁ δ’ ἱδρὼς καὶ ὁ ῥύπος δια‐ φορητικοί.

15

1:18

1

Σαγαπηνὸν ὀπός ἐστι θερμὸς καὶ λεπτομερὴς ὡσαύτως τοῖς ἄλλοις

15

1:18

2

ὀποῖς· ἔχει δέ τι καὶ ῥυπτικόν. —Σαμψοῦχον λεπτομεροῦς ἐστι καὶ διαφορητικῆς δυνάμεως· ξηραίνει τε γὰρ καὶ θερμαίνει κατὰ τὴν τρίτην

15

1:18

3

τάξιν. —Σαρκοκόλλα δάκρυον μικτὸν τὴν δύναμίν ἐστιν ἐξ ἐμπλαστι‐ κῆς τινος οὐσίας καὶ βραχείας πικρᾶς, ὅθεν ἀδήκτως ξηραίνει. —

15

1:18

4

Σατύριον ὑγρόν ἐστι καὶ θερμὸν τὴν κρᾶσιν· διὸ καὶ γευομένοις φαί‐ νεται γλυκύ· περιττωματικὴν μέντοι καὶ φυσώδη τὴν ὑγρότητα κέκτη‐

15

1:18

5,6

ται. ταῦτα δὲ καὶ ἡ ῥίζα τῆς βοτάνης δρᾶν πέφυκεν. —Σέλινον

15

1:18

7

θερμὸν καὶ ἄφυσόν ἐστι, καὶ μᾶλλον τῆς πόας τὸ σπέρμα. καὶ τοῦ ὀρεοσελίνου 〈δὲ καὶ τοῦ ἱπποσελίνου〉 παραπλήσιος ἡ δύναμις· ἀσθενέ‐ στερον δὲ τὸ ἱπποσέλινον, ὥσπερ ἰσχυρότερον τὸ ὀρεοσέλινον. —

15

1:18

8

Σέρις ὑπόπικρός ἐστι, καὶ μᾶλλον ἡ ἀγρία, ὅπερ πικρίδα καλοῦσι, τινὲς δὲ κιχόριον. ἔστι δ’ αὕτη μὲν ψυχρᾶς καὶ ξηρᾶς κράσεως κατὰ

15

1:18

9

τὴν πρώτην ἀπόστασιν· ἡ δ’ ἥμερος ἐπὶ μᾶλλον μὲν ψύχει τῆς ἀγρίας,

15

1:18

10

ἐπιμιξίᾳ δὲ πολλῆς ὀθνείας ὑγρότητος ἀπόλλυσι τὸ ξηραίνειν. ἀμφό‐ τεραι δὲ μετέχουσι τῆς στυφούσης ποιότητος, ὥσπερ καὶ ἡ χονδρίλη. —

15

1:18

11

Σέριφον παραπλήσιον μέν ἐστι τῷ ἀψινθίῳ· διαλλάττει δ’ ὅμως τῷ μήτε ὁμοίως ἐκείνῳ στύφειν καὶ μᾶλλον θερμαίνειν τε καὶ πικράζειν

15

1:18

12

μετά τινος ἁλυκότητος κακοστόμαχόν τε εἶναι. καὶ δὴ καὶ θερμαίνει μὲν ἐκ τῆς δευτέρας τάξεως ἐπιτεταμένης, ξηραίνει δ’ ἐκ τῆς τρίτης. —

15

1:18

13

Σεσέλεως καὶ ἡ ῥίζα μέν, ἔτι δὲ μᾶλλον ὁ καρπὸς τῶν θερμαινόντων

15

1:18

14

ἐστὶ μετὰ τοῦ λεπτομερὴς ὑπάρχειν. —Σήσαμον ἐμπλαστικόν τέ ἐστιν

15

1:18

15

ἅμα καὶ μαλακτικὸν καὶ μετρίως θερμόν. τῆς δ’ αὐτῆς δυνάμεώς ἐστι

15

1:18

16

καὶ τὸ ἔλαιον τὸ ἐξ αὐτοῦ. —Σησαμοειδὲς τὸ μέγα, ὅπερ καὶ Ἀντι‐ κυραϊκὸς ἐλλέβορος ὠνόμασται διὰ τὸ καθαίρειν αὐτοῦ τὸ σπέρμα παραπλησίως ἐλλεβόρῳ, τοῦτο καὶ τῇ ἄλλῃ δυνάμει παραπλήσιόν ἐστιν

15

1:18

17

ἐλλεβόρῳ. καὶ μέντοι καὶ κατὰ τὸ ῥύπτειν τε καὶ θερμαίνειν καὶ ξηραίνειν

15

1:18

18

ὅμοιον ἐκείνῳ τὴν δύναμίν ἐστιν. —Σησαμοειδοῦς τοῦ λευκοῦ τὸ σπέρμα μετέχει μέν τινος καὶ δριμείας ποιότητος, πικρὸν δ’ ἱκανῶς ἐστιν·

15

1:18

19

θερμαίνει τοιγαροῦν καὶ ῥήσσει καὶ ῥύπτει. —Σιδηρῖτις ἔχει μέν τι καὶ ῥυπτικόν, ἀλλὰ τό γε πλέον αὐτῆς ὑγρόν τέ ἐστι καὶ ψυχρὸν

15

1:18

20

μετρίως· ὀλίγης δέ τινος μετείληφε στύψεως. καλοῦσι δέ τινες καὶ τὴν ἀχίλλειον σιδηρῖτιν· πλεονεκτεῖ δὲ τῇ στύψει τῆς προειρημένης. —

15

1:18

21

Σίκυος ὁ ἐδώδιμος ὁ μὲν ἤδη πέπων λεπτομερεστέρας οὐσίας ἐστίν, ὁ

15

1:18

22

δὲ μὴ τοιοῦτος παχυμερεστέρας. οὐ μὴν ἀλλὰ καὶ ῥυπτικῆς τε καὶ τμητικῆς μετειλήφασι δυνάμεως· κρατεῖ δ’ ἐν αὐτοῖς ἡ ὑγρὰ καὶ ψυχρὰ

15

1:18

23

κρᾶσις, ὡς ἐν τῇ δευτέρᾳ τάξει τίθεσθαι. εἰ μέντοι τὸ σπέρμα ξηράνειέ τις ἢ τὴν ῥίζαν, τῆς ξηραινούσης ἤδη κατὰ τὴν πρώτην πεπληρωμένην

15

1:18

24

γίνεται. ἔστι δὲ καὶ τὸ ῥυπτικὸν ἐν τούτοις πλέον ἢ ἐν τῇ σαρκὶ τοῦ

15

1:18

25

καρποῦ. —Σικύου ἀγρίου τοῦ καρποῦ ὁ χυλός, ὃν ἐλατήριον ὀνο‐ μάζουσιν, ἄκρως πικρόν ἐστι καὶ λεπτομερές, ἐπ’ ὀλίγον δὲ θερμόν,

15

1:18

26

ὡς ἐκ τῆς δευτέρας τάξεως εἶναι· καὶ διαφορητικὸν δ’ ἐστίν. τῆς ῥίζης δ’ ὁ χυλός, ὥσπερ γε καὶ ὁ τῶν φύλλων, ὅμοιοι μὲν ἐλατηρίῳ τὴν

15

1:18

27

δύναμιν, ἀσθενέστεροι δέ. καὶ αὐτὴ δ’ ἡ ῥίζα παραπλησίας ἐστὶ δυνά‐ μεως· καὶ γὰρ ῥύπτει καὶ διαφορεῖ καὶ μαλάττει· ξηραντικώτερος

15

1:18

28

δ’ αὐτῆς ὁ φλοιός. —Σιλφίου θερμότατος μέν ἐστιν ὁ ὀπός, οὐ μὴν ἀλλὰ καὶ τὰ φύλλα καὶ ὁ καρπὸς καὶ ὁ καυλὸς καὶ ἡ ῥίζα θερμαίνει γενναίως· ἔστι δὲ φυσωδεστέρας οὐσίας ἅπαντα· ἔξωθεν δ’ ἐπιτιθέ‐ μενα δραστηριωδέστερα, καὶ μάλιστα ὁ ὀπός, ἑλκτικῆς ἱκανῶς ὑπάρχων

15

1:18

29

δυνάμεως. καὶ μὲν δὴ καὶ καθαιρετικὸν καὶ ἀποτηκτικόν τι ἔχει. —

15

1:18

30,31

Σίνων θερμὸς καὶ ὑπόπικρός ἐστι καὶ ἐκφρακτικός. —Σίον θερμαίνει

15

1:18

32

καὶ διαφορεῖ. —Σισάρου ἡ ῥίζα θερμαίνει κατὰ τὴν δευτέραν τάξιν·

15

1:18

33

ἔχει δέ τι πικρότητος καὶ στύψεως. —Σισύμβριον λεπτομεροῦς, δια‐ φορητικῆς, θερμαινούσης καὶ ξηραινούσης κατὰ τὴν τρίτην τάξιν ἐστὶ δυνάμεως· τὸ σπέρμα δ’ αὐτοῦ λεπτομεροῦς καὶ θερμῆς ἐστι δυνά‐

15

1:18

34

μεως. —Σισύμβριον, ὅπερ καὶ καρδαμίνην ὀνομάζουσιν, ὅταν μὲν ξηρὸν ᾖ, τῆς τρίτης ἐστὶ τάξεως τῶν θερμαινόντων τε καὶ ξηραινόν‐

15

1:18

35

των· ὅταν δὲ χλωρόν, τῆς δευτέρας. —Σκάνδιξ ὑπόδριμύ τε καὶ ὑπόπικρόν ἐστι καὶ τῷ θερμαίνειν καὶ ξηραίνειν δευτέρας τάξεως ἐπι‐

15

1:18

36

τεταμένης. —Σκίλλα τμητικῆς ἱκανῶς ἐστι δυνάμεως, θερμαίνει δ’ ἐν

15

1:18

37

δευτέρᾳ τάξει. —Σκολύμου ἡ ῥίζα θερμὴ μὲν κατὰ τὴν δευτέραν τάξιν ἐστὶν ἤδη συμπληρουμένην ἢ τρίτην ἀρχομένην, ξηρὰ δὲ κατὰ

15

1:18

38

τὴν δευτέραν. —Σκόρδιον ἔχει τι πικρὸν καὶ στρυφνὸν καὶ δριμύ·

15

1:18

39

διακαθαίρει τε οὖν ἅμα καὶ θερμαίνει τὰ σπλάγχνα. —Σκόροδον θερ‐

15

1:18

40

μαίνει καὶ ξηραίνει κατὰ τὴν τετάρτην ἀπόστασιν. τὸ δ’ ὀφιοσκόροδον ὀνομαζόμενον ἄγριόν 〈ἐστι〉 σκόροδον, ἰσχυρότερον ὂν τοῦ ἡμέρου. —

15

1:18

41

Σκοροδόπρασον ὥσπερ ἐν τῇ γεύσει τε καὶ τῇ ὀσμῇ μικτὴν ἐκ σκορό‐ δου τε καὶ πράσου κέκτηται ποιότητα, κατὰ τὸν αὐτὸν τρόπον κἀν τῇ

15

1:18

42

δυνάμει. —Σκορπιοειδὲς θερμαίνει μὲν κατὰ τὴν τρίτην τάξιν, ξηραίνει

15

1:18

43

δὲ κατὰ τὴν δευτέραν. —Σμῖλαξ δένδρον ἐστὶ δηλητηρίου δυνάμεως. —

15

1:18

44

Σμύρνα τῆς δευτέρας ἐστὶ τάξεως τῶν θερμαινόντων τε καὶ ξηραινόν‐ των, μετέχει δὲ καὶ πικρότητος οὐκ ὀλίγης· ἔστι δ’ αὐτῇ καὶ τὸ ῥυπτι‐

15

1:18

45

κόν. —Σμύρνα Βοιωτικὴ δύναμιν ἔχει θερμαντικήν, μαλακτικήν, δια‐

15

1:18

46

χυτικήν. —Σμύρνιον θερμὸν καὶ ξηρόν ἐστι κατὰ τὴν τρίτην τάξιν. —

15

1:18

47

Σόγκος ἐξ ὑδατώδους σύγκειται καὶ γεώδους οὐσίας, ἀμφοῖν ἀτρέμα

15

1:18

48

ψυχρῶν· καὶ γὰρ στύψεώς τι μετέχει καὶ σαφῶς ἐμψύχει. ἐπειδὰν δὲ τελέως ξηρανθῇ, γεώδης ἡ κρᾶσις αὐτοῦ γίνεται, μετρίως θερμότητος

15

1:18

49,50

ἔχουσα. —Σπαργάνιον ξηραντικῆς δυνάμεώς ἐστιν. —Σπάρτου, ᾧ τὰς

15

1:18

50

(2)

ἀμπέλους δεσμοῦσιν, ὅ τε καρπὸς καὶ ὁ τῶν ῥάβδων χυλὸς ἑλκτικῆς

15

1:18

51

οὐκ ἀγεννῶς ἐστι δυνάμεως. —Στάχυς, ὁ παραπλήσιος τῷ πρασίῳ
θάμνος, δριμύς τέ ἐστι καὶ πικρός, τῆς τρίτης τάξεως ὑπάρχων τῶν

15

1:18

52

θερμαινόντων. —Στοιβῆς ὁ καρπὸς καὶ τὰ φύλλα στυπτικὴν ἔχει δύναμιν ἄδηκτον· ἔστι δὲ κἀν τῷ ξηραίνειν κατὰ τὴν τρίτην που

15

1:18

53

τάξιν ἀρχομένην. —Στοιχάδος πικρά τέ ἐστιν ἡ ποιότης καὶ ὑπο‐ στύφουσα μετρίως· ἡ δὲ κρᾶσις σύμμετρος ἔκ τε ψυχρᾶς γεώδους οὐσίας ὀλίγης, ἀφ’ ἧς στύφει, καὶ λελεπτυσμένης ἑτέρας γεώδους πλείονος, ἀφ’ ἧς πικράζει· διὰ δὲ τὴν ἀμφοτέρων σύνοδον ἐκφράττει,

15

1:18

54

λεπτύνει καὶ ἀπορρύπτει καὶ ῥώννυσιν. —Στρατιώτης ὁ μὲν ἔνυδρος ὑγρὸς καὶ ψυχρὸς τὴν δύναμιν, ὁ δὲ χερσαῖος ἔχει τι στύψεως. —

15

1:18

55

Στρουθίου ἡ ῥίζα δριμεῖα μέν ἐστι κατὰ τὴν γεῦσιν, 〈θερμὴ δὲ καὶ ξηρὰ κατὰ τὴν κρᾶσιν〉 ἐκ τῆς τετάρτης ἤδη που τάξεως· ἔστι δὲ καὶ

15

1:18

56

ῥυπτική. —Στύραξ θερμαίνει καὶ ξηραίνει, μαλάττει, συμπέττει· ἡ δὲ λιγνὺς καυθέντος αὐτοῦ παραπλησία πώς ἐστι τῇ τοῦ λιβανωτοῦ. —

15

1:18

57

Σῦκα τὰ μὲν ξηρὰ θερμὰ τὴν δύναμίν ἐστι κατὰ τὴν πρώτην που

15

1:18

58

τάξιν ἤδη συμπληρουμένην· ἔχει δέ τι καὶ λεπτομερές. αἱ μὲν οὖν λιπαρώτεραι τῶν ἰσχάδων πέττειν μᾶλλον πεφύκασιν, αἱ δὲ δριμύτεραι

15

1:18

59

ῥύπτειν τε καὶ διαφορεῖν. τὸ δ’ ἐπὶ πλεῖστον αὐτῶν συνεψηθεισῶν ἐν ὕδατι γινόμενον ὅμοιόν ἐστιν οὐ τὴν σύστασιν μόνον, ἀλλὰ καὶ

15

1:18

60

τὴν δύναμιν μέλιτι. τὰ δὲ τῶν ἐρινεῶν σῦκα δριμείας ἐστὶ καὶ δια‐

15

1:18

61

φορητικῆς δυνάμεως· οὕτως δὲ κἀκ τῶν ἡμέρων οἱ ὄλυνθοι. —Συκῆ θερμῆς καὶ λεπτομεροῦς ἐστι κράσεως, ὅ τε ὀπὸς αὐτῆς καὶ τῶν φύλ‐

15

1:18

62

λων ὁ χυλός. ὁ δὲ τῆς ἀγρίας συκῆς ὀπός τε καὶ χυλὸς ἰσχυρότερος, καὶ αἱ κράδαι δ’ αὐτῆς οὕτως εἰσὶ θερμαὶ καὶ λεπτομερεῖς, ὥστε καὶ τοῖς βοείοις κρέασι τοῖς σκληροῖς ἐπεμβαλλόμεναι τακερὰ ποιοῦσιν

15

1:18

63

αὐτά. —Σύμφυτον πετραῖον ἔχει μέν τι καὶ τμητικόν, ἔχει δέ τι καὶ συνακτικόν, καὶ τρίτην ἐπ’ αὐτοῖς ὑγρότητά τινα θερμὴν οὐκ ἀμέτρως, δι’ ἣν καὶ γλυκὺ φαίνεται καὶ ἡδὺ πρὸς τὴν ὄσφρησιν,

15

1:18

64

ἄδιψόν τέ ἐστι διαμασωμένοις. διαφορεῖν οὖν ἱκανόν ἐστι καὶ συνάγειν

15

1:18

65

καὶ σφίγγειν. —Σύμφυτον ἕτερον τὸ μέγα παραπλησίας ἐστὶ τῷ προ‐ ειρημένῳ δυνάμεως· οὐ μὴν γλυκὺ γευομένοις οὐδ’ εὐῶδες· καθ’ ὅσον δὲ γλίσχρον τι καὶ κνησμῶδες ἔχει, σκίλλῃ παραπλήσιον ὑπάρχει.

15

1:18

66,67

χρῶνται δ’ αὐτῷ πρὸς ὅσα τῷ προειρημένῳ. —Σφονδυλίου ὁ καρπὸς

15

1:18

68

καὶ ἡ ῥίζα δριμείας ἐστὶ καὶ τμητικῆς δυνάμεως. —Σχῖνος ἐξ ὑδατώ‐ δους οὐσίας ἀτρέμα θερμῆς καὶ γεώδους ψυχρᾶς οὐ πολλῆς σύγκειται,

15

1:18

69

δι’ ἣν καὶ στύφει μετρίως. ξηραίνει μὲν οὖν κατὰ τὴν δευτέραν τάξιν ἤδη συμπληρουμένην, ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψυχρότητα δια‐ φορᾷ μέσος πώς ἐστιν· ὁμοίαν δ’ ἐν πᾶσιν ἔχει τοῖς ἑαυτοῦ μέρεσι τὴν στῦψιν, ἐν ῥίζαις, ἐν κλάδοις, ἐν ἀκρέμοσιν, ἐν βλαστοῖς, ἐν φύλ‐

15

1:18

70

λοις, ἐν καρπῷ καὶ φλοιῷ. καὶ ὁ χυλὸς δ’ ὁ ἐκ τῶν φύλλων ὅμοιός

15

1:18

71

ἐστι τῇ κράσει, στύφων μετρίως. —Σχοίνου ἄνθος θερμαίνει μετρίως καὶ στύφει μετριώτερον καὶ τῆς λεπτομεροῦς φύσεως οὐκ ἀπήλλακται· ἔστι δ’ αὐτοῦ στυπτικωτέρα μὲν ἡ ῥίζα, τὸ δὲ καλούμενον ἄνθος θερ‐

15

1:18

72

μότερον. —Σχοίνου λείας ἡ μὲν ὀξύσχοινος, ἡ δ’ ὁλόσχοινος· ὁ καρ‐ πὸς δὲ τῆς μὲν ὁλοσχοίνου ὑπνωτικός, καὶ τῆς ὀξυσχοίνου δ’ ἡ τὸν

15

1:18

73

καρπὸν ἔχουσα ὑπνώδης, ἀλλ’ ἧττον. ἡ κρᾶσις δ’ αὐτῶν ἐστιν ἐκ γεώδους οὐσίας ἀτρέμα [καὶ] ψυχρᾶς καὶ ὑδατώδους ἀτρέμα θερμῆς.

15

1:19

1

Τερμίνθου ὁ φλοιὸς καὶ τὰ φύλλα καὶ ὁ καρπὸς ἔχουσί τι στυπτι‐ κόν, ἀλλὰ καὶ θερμαίνουσι κατὰ τὴν δευτέραν τάξιν, ὥστε ἤδη δῆλον ὅτι καὶ ξηραίνουσι, πρόσφατοι μὲν ὑπάρχοντες ἔτι καὶ ὑγροὶ μετρίως, ξηρανθέντες δὲ κατὰ τὴν δευτέραν τάξιν. ὁ δὲ καρπὸς ξηρὸς ἐγγὺς

15

1:19

2

τῆς τρίτης ἐστὶ τάξεως τῶν ξηραινόντων. —Τεῦτλον λιτρώδους τινὸς μετείληφε δυνάμεως, ᾗ καὶ ῥύπτει καὶ διαφορεῖ· ἰσχυρότερον δ’ εἰς ταῦτα τὸ λευκὸν τεῦτλον, ὡς τό γε μέλαν ἔχει τι καὶ στύψεως, καὶ

15

1:19

3

μᾶλλον ἡ ῥίζα. —Τεύκριος τμητικῆς καὶ λεπτομεροῦς ἐστι δυνάμεως, καὶ θείη ἄν τις αὐτὴν ἐν τῇ δευτέρᾳ τάξει τῶν θερμαινόντων, ἐν τῇ

15

1:19

4

τρίτῃ δὲ τῶν ξηραινόντων. —Τέφρα τὸ μέν τι γεῶδες ἔχει, τὸ

15

1:19

5

δ’ οἷον αἰθαλῶδες. ταυτὶ μὲν οὖν τὰ μόρια λεπτομερῆ τέ ἐστι καὶ βρεχομένης ὕδατι τῆς τέφρας καὶ διηθουμένης συναποφέρεται· ὅσον δ’ ὑπολείπεται γεῶδες, ἀσθενὲς καὶ ἄδηκτον γίνεται, τῇ κονίᾳ τὴν

15

1:19

6

θερμὴν δύναμιν ἐναποτιθέμενον. οὐχ ἅπασα δὲ τέφρα τὴν αὐτὴν ἀκρι‐ βῶς ἔχει κρᾶσιν, ἀλλὰ κατὰ τὴν τῆς καυθείσης ὕλης διαφορὰν ὑπαλ‐

15

1:19

7

λάττεται. ἐκ μὲν δὴ τῶν στρυφνῶν ξύλων ἡ τέφρα στυπτικὸν οὐκ ὀλίγον ἔχει, ἐκ δὲ τῶν μὴ τοιούτων, οἷον ἡ συκίνη, τὸ ῥυπτικόν.

15

1:19

8

ἔστι δὲ καὶ ἡ τίτανος εἶδός τι τέφρας, λεπτομερεστέρα μὲν οὖσα τῆς
ἐκ τῶν ξύλων, πλυθεῖσα δὲ ξηραντικὸν ἀδήκτως γίνεται φάρμακον,

15

1:19

9

καὶ μᾶλλον εἰ δὶς ἢ τρὶς πλυθείη. διαφορητικὴ δ’ ἱκανῶς γίνεται

15

1:19

10

θαλάττῃ πλυθεῖσα. —Τηλέφιον ῥυπτικῆς ἐστι δυνάμεως καὶ θερμὴ

15

1:19

11

μὲν τῆς πρώτης τάξεως, ξηρὰ δὲ τῆς δευτέρας ἐπιτεταμένης. —Τῆλις θερμὴ μὲν ἐκ τῆς δευτέρας ἐστὶ τάξεως, ξηρὰ δ’ ἐκ τῆς πρώτης. —

15

1:19

12

Τιθύμαλλοι πάντες ἐπικρατοῦσαν μὲν ἔχουσι τὴν δριμεῖαν δύναμιν, τῆς τετάρτης τῶν θερμαινόντων ὄντες τάξεως, ὑπάρχει δ’ αὐτοῖς καὶ

15

1:19

13

πικρότης. ἰσχυρότατος μὲν οὖν αὐτῶν ὁ ὀπός, ἐφεξῆς δ’ ὅ τε καρπὸς καὶ τὰ φύλλα· μετέχει δὲ καὶ ἡ ῥίζα τῶν εἰρημένων δυνάμεων, ἀλλ’

15

1:19

14

οὐκ ἐπίσης. ἑπτὰ δ’ ὄντων αὐτῶν, ἰσχυρότατος μὲν ὅ τε χαρακίας καὶ ὁ μυρσινίτης καὶ ὁ ἐν ταῖς πέτραις ὁ δενδροειδής, ἐφεξῆς δ’ ὅ τε τῇ φλόμῳ προσεοικὼς καὶ ὁ κυπαρισσίας, εἶθ’ οὕτως ὁ παράλιος, εἶθ’ ὁ

15

1:19

15

ἡλιοσκόπιος. κατ’ ἀναλογίαν δὲ τῆς εἰρημένης αὐτῶν δυνάμεώς ἐστιν

15

1:19

16

ἡ τέφρα καὶ ἡ ἀπ’ αὐτῆς κονία. —Τραγάκανθα παραπλησίαν ἔχει τῷ κόμμει δύναμιν, ἐμπλαστικήν τέ τινα καὶ δριμυτήτων ἀμβλυντικήν·

15

1:19

17,18

καὶ δὴ καὶ ξηραίνει παραπλησίως ἐκείνῳ. —Τραγίου καὶ τὰ φύλλα

15

1:19

18

(2)

καὶ ὁ καρπὸς καὶ τὸ δάκρυον ἑλκτικῆς τε καὶ διαφορητικῆς ἐστι δυνάμεως· ἔστι δὲ καὶ λεπτομερὲς καὶ θερμὸν ἐκ τῆς τρίτης ἤδη που

15

1:19

19

τάξεως. τὸ δ’ ἕτερον τράγιον τὸ μικρότερον στυπτικῆς οὐκ ὀλίγης

15

1:19

20

μετείληφε δυνάμεως. —Τρίβολος ἐξ οὐσίας ὑγρᾶς μετρίως 〈ψυχρᾶς καὶ ξηρᾶς οὐ μετρίωσ〉 καὶ ταύτης ψυχρᾶς συνέστηκεν· ἐπικρατεῖ δ’ ἐν μὲν τῷ χερσαίῳ τὸ γεῶδες ψυχρόν, ὅπερ δὴ καὶ στῦφον ἐδείξαμεν, ἐν

15

1:19

21

δὲ τῷ ἐνύδρῳ τὸ ὑδατῶδες. τοῦ δὲ χερσαίου λεπτομερής ἐστιν ὁ καρ‐

15

1:19

22

πός. —Τριπολίου ἡ ῥίζα δριμεῖα καὶ θερμὴ κατὰ τὴν τρίτην ἀπό‐

15

1:19

23

στασίν ἐστιν. —Τρίφυλλον ἢ ἀσφάλτιον τῆς τρίτης τάξεως κατὰ τὸ

15

1:19

24

θερμαίνειν καὶ ξηραίνειν ἐστίν. —Τριχομανὲς ὅσαπερ καὶ ἀδίαντον

15

1:19

25

δύναται. —Τρύχνον τὸ μὲν ἐδώδιμον στύφει καὶ ψύχει κατὰ τὴν

15

1:19

26

δευτέραν ἀπόστασιν. τῶν δ’ ἄλλων τὸ μὲν ἁλικάκκαβον τὸ πυρρὸν ἔχον τὸν καρπὸν ἐοικότα ῥαγὶ σταφυλῆς κατὰ τὸ σχῆμα καὶ τὸ μέγε‐ θος ἐν τῇ τῶν φύλλων δυνάμει παραπλήσιον ὑπάρχει τῷ κηπευομένῳ, οὐρητικὸν ἔχον τὸν καρπόν· τὸ δ’ ἕτερον τὸ θαμνῶδες τὸ ὑπνωτικὸν

15

1:19

27

παραπλήσιόν ἐστι τῷ τοῦ μήκωνος ὀπῷ, ἀσθενέστερον δέ. τρίτον δ’ ἐστὶν ἐπ’ αὐτοῖς τὸ μανικόν, ἄχρηστον εἰς τὰς τῶν ἔνδον ἰάσεις· εἰ μὲν γὰρ 𐅻 δ ληφθεῖεν αὐτοῦ, θάνατον ἐπιφέρουσιν, εἰ δ’ ἐλάττους,

15

1:19

28

μανίαν· ἄλυπος δ’ ἡ μία, πλὴν οὐδ’ αὐτὴ χρηστὸν ἔχουσά τι. τῆς ῥίζης δ’ ὁ φλοιὸς αὐτοῦ ἔξωθεν ἐπιτιθέμενος ξηραίνει κατὰ τὴν δευ‐ τέραν τάξιν συμπληρουμένην καὶ ψύχει κατὰ τὴν δευτέραν ἀρχομένην.

15

1:20

1

Ὑακίνθου ἡ ῥίζα τῆς πρώτης μὲν ἐν τῷ ξηραίνειν, τῆς δευτέρας δ’ ἐν τῷ ψύχειν ἤδη συμπληρουμένης τάξεώς ἐστιν· ὁ δὲ καρπὸς ἀτρέμα ῥύπτει καὶ στύφει, ξηραίνων κατὰ τὴν τρίτην τάξιν, θερμό‐

15

1:20

2

τητος δὲ καὶ ψύξεως ἐν τῷ μέσῳ καθεστηκώς. —Ὕδνα γεωδεστέραν οὐσίαν ἐπικρατοῦσαν κέκτηται, βραχέος τινὸς μεμιγμένου λεπτομεροῦς. —

15

1:20

3

Ὑδροπέπερι θερμὸν μέν, ἀλλ’ οὐκ εἰς ὅσον πέπερι, καὶ διαφορεῖ. —

15

1:20

4

Ὑοσκύαμος ὁ μὲν τὸ μέλαν ἔχων σπέρμα μανιώδης τε καὶ καρωτικὸς ὑπάρχει· πλησίον δ’ αὐτοῦ τὴν δύναμίν ἐστι καὶ οὗ τὸ σπέρμα μετρίως ξανθόν· φεύγειν δ’ ἀμφοτέρους ὡς ἀχρήστους τε καὶ δηλητηρίους.

15

1:20

5

ἐπιτηδειότατος δὲ πρὸς τὰς ἰάσεις οὗ καὶ τὸ σπέρμα καὶ τὸ ἄνθος

15

1:20

6

λευκόν, ἐκ τῆς τρίτης τάξεως ὑπάρχων τῶν ψυχόντων. —Ὑπερικὸν

15

1:20

7

θερμαίνει καὶ ξηραίνει, λεπτομεροῦς οὐσίας ὑπάρχον. —Ὑπήκοον ἐκ τρίτης που τάξεώς ἐστι τῶν ψυχόντων, ὡς μήκωνος ὀλίγον ἀποδέον. —

15

1:20

8

Ὑπογλώσσου ἥ τε ῥίζα καὶ ὁ χυλὸς μαλακτικῆς εἰσι δυνάμεως. —

15

1:20

9

Ὕσσωπον θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν· ἔστι δὲ καὶ λεπτομερές.

15

1:21

1

Φακοὶ στύφουσι μὲν οὐκ ἰσχυρῶς, θερμότητος δὲ καὶ ψύξεως ἐν τῷ μέσῳ καθεστήκασι, καὶ μέντοι καὶ ξηραίνουσι κατὰ τὴν δευτέραν

15

1:21

2

τάξιν. —Φακὸς ὁ ἐπὶ τῶν τελμάτων ὑγρᾶς καὶ ψυχρᾶς ἐστι κράσεως

15

1:21

3

ἐκ τῆς δευτέρας που τάξεως. —Φαληρίδος ὁ χυλὸς καὶ τὸ σπέρμα

15

1:21

4

καὶ τὰ φύλλα κέκτηταί τι λεπτομερὲς καὶ θερμόν. —Φαλαγγῖτις

15

1:21

5

λεπτομεροῦς ἐστι δυνάμεως ξηραντικῆς. —Φλόμου τῆς τε λευκῆς τοῖς φύλλοις καὶ τῆς μελαίνης ἡ ῥίζα στρυφνὴ τυγχάνει τὰ δὲ φύλλα δια‐

15

1:21

6

φορεῖ. οὕτω δὲ καὶ τὰ τῶν ἄλλων φύλλα ξηραντικῆς τε καὶ μετρίως

15

1:21

7

ῥυπτικῆς ἐστι δυνάμεως. —Φοίνιξ τὸ δένδρον στυπτικῆς μετέχει δυνά‐

15

1:21

8

μεως ἐν ἅπασι τοῖς ἑαυτοῦ μέρεσιν. ὁ μὲν οὖν τῶν κλάδων χυλὸς αὐστηρός ἐστιν, ἐξ ὑδατώδους χλιαρᾶς καὶ γεώδους ψυχρᾶς οὐσίας συγκείμενος· ὁμοίας δὲ τούτων φύσεώς ἐστι καὶ ὁ καλούμενος ἐγκέ‐

15

1:21

9

φαλος. ὁ δὲ καρπὸς αὐτοῦ, καὶ μάλιστα ὁ γλυκύς, οὐκ ὀλίγης μετεί‐ ληφε θερμότητος, ἔξωθέν τε ἐπιτιθέμενος τονοῖ καὶ ξηραίνει καὶ συνάγει

15

1:21

10

καὶ πιλεῖ καὶ πυκνοῖ. ὃ δὲ καλοῦσιν ἐλάτην, τὴν αὐτὴν τῷ κατ’ αὐτὸν ἐγκεφάλῳ δύναμιν ἔχει· τὸ δ’ οἷον ἴδιον ἀμφίεσμα αὐτοῦ στυπτικὴν μὲν καὶ αὐτὸ κέκτηται ποιότητα, ξηραίνει δ’ ἐπὶ πλέον ἁπάντων τῶν

15

1:21

11

εἰρημένων. ἔστι δὲ καὶ ἡ ῥίζα τοῦ φυτοῦ ξηραντικῆς ἀδήκτως δυνά‐

15

1:21

12

μεως, ἔχουσά τι καὶ αὐτὴ στύψεως. —Φόρμιον λεπτομεροῦς τε καὶ

15

1:21

13

ἑλκτικῆς καὶ ῥυπτικῆς μετέχει δυνάμεως. —Φοῦ ἡ ῥίζα νάρδῳ παρα‐ πλησία τὴν δύναμίν ἐστιν, ἀλλ’ εἰς μὲν τὰ πλεῖστα καταδεεστέρα· προτρέπει δ’ οὖρα τῆς Ἰνδικῆς καὶ Συριακῆς μᾶλλον, ὁμοίως δὲ τῇ

15

1:21

14

Κελτικῇ. —Φῦκος ὑγρὸν ἔτι καὶ χλωρὸν ψύχει καὶ ξηραίνει κατὰ τὴν

15

1:21

15

δευτέραν τάξιν· ἔχει γάρ τι καὶ στῦφον μετρίως. —Φυλλῖτις στρυφνῆς

15

1:21

16

ἐστι ποιότητος. —Φύλλον μαλαβάθρου παρῆλθεν εἰκότως· φησὶ γὰρ ὅτι νάρδῳ παραπλήσιόν ἐστι τὴν δύναμιν, περὶ ἧς ἤδη πρότερον εἴρηται.

15

1:22

1

Χαλβάνη μαλακτικῆς καὶ διαφορητικῆς ἐστι δυνάμεως, καὶ εἴη ἂν ἐν μὲν τῷ θερμαίνειν ἐκ τῆς τρίτης που τάξεως ἀρχομένης, ἐν δὲ τῷ

15

1:22

2

ξηραίνειν ἐκ τῆς δευτέρας ἀρχομένης. —Χαμαίδρυς ἐπικρατοῦσαν ἔχει τὴν πικρὰν ποιότητα· ἔστι δὲ καὶ δριμεῖά πως καὶ τέμνει καὶ ἐκ‐

15

1:22

3

φράττει. θείη ἄν τις αὐτὴν ἐν τῇ τρίτῃ τάξει κατὰ τὸ ξηραίνειν καὶ

15

1:22

4

θερμαίνειν, καὶ πλέον γε κατὰ τὸ θερμαίνειν ἢ ξηραίνειν. —Χαμαι‐ κίσσου ἄνθος πικρὸν ἱκανῶς ὑπάρχον ἐκφράττει τὰ καθ’ ἧπαρ. —

15

1:22

5,6

Χαμαιλέα τὴν πικρὰν ἐπικρατοῦσαν ἔχει ποιότητα. —Χαμαιλεύκη

15

1:22

6

(2)

θερμὴ τὴν δύναμίν ἐστι κατὰ τὴν τρίτην που τάξιν καὶ ξηρὰ κατὰ

15

1:22

7

τὴν πρώτην. —Χαμαιλέοντος ἡ ῥίζα τοῦ μὲν μέλανος ἔχει τι δηλη‐ τήριον, ὅθεν ἔξωθεν ἡ χρῆσις αὐτῆς· ἔστι γὰρ ξηρὰ κατὰ τὴν τρίτην ἤδη που τάξιν, ἐν δὲ τῷ θερμαίνειν ἐκ τῆς δευτέρας συμπληρου‐

15

1:22

8

μένης. ἡ δὲ τοῦ λευκοῦ ῥίζα ποιεῖ καὶ πρὸς τὰ ἐντός, κρᾶσιν ἔχουσα τὴν αὐτὴν τῷ μέλανι, πλὴν ὅσα πικροτέρα γε ἐκείνης ἐστίν. —

15

1:22

9

Χαμαίμηλον ὅσον ἐπὶ λεπτομερείᾳ ῥόδῳ παραπλήσιον, ὅσον δ’ ἐπὶ θερμότητι, τῆς ἐλαίου μάλιστα δυνάμεως, οἰκείας τε καὶ συμμέτρου τῷ ζῴῳ· διὸ καὶ πόνοις ἀρωγόν ἐστιν, εἴπερ τι καὶ ἄλλο, καὶ ἀλγη‐ μάτων πραϋντικὸν ἀνίησί τε καὶ χαλᾷ τὰ τεταμένα καὶ μαλάττει τὰ

15

1:22

10

μετρίως σκληρὰ καὶ ἀραιοῖ τὰ πεπυκνωμένα. καὶ πυρετῶν, ὁπόσοι χωρὶς σπλάγχνου φλεγμονῆς ἐνοχλοῦσι, λυτικὸν ὑπάρχει, καὶ τούτων μάλιστα τῶν ἐπὶ χολώδεσι χυμοῖς ἢ πυκνώσει δέρματος συνισταμένων.

15

1:22

11

πυρετῶν οὖν, οἵων εἶπον, ἴαμά ἐστι τὸ χαμαίμηλον, καὶ τούτων ἤδη πεττομένων· ὀνίνησι μέντοι καλῶς καὶ τοὺς ἄλλους ἅπαντας, ὅσοι τε μελαγχολικοὶ καὶ ὅσοι φλεγματώδεις εἰσὶ καὶ σπλάγχνων φλεγμονῆς ἔκγονοι· καὶ γὰρ οὖν τούτων ἴαμα γενναιότατόν ἐστι χαμαίμηλον, ὅταν
5ἤδη πεττομένοις προσφέρηται· διὰ τοῦτο καὶ ὑποχονδρίοις εὐμενές, εἴπερ τι καὶ ἄλλο. καίτοι καὶ τὸ τοῦ λινοσπέρμου τοῖς καθ’ ὑποχόν‐ δρια σπλάγχνοις εὐμενές, ἀλλ’ ἧττον χαμαιμήλου· καὶ γὰρ θερμὸν

15

1:22

12

ἧττόν ἐστι καὶ πρὸς τούτῳ καὶ παχυμερὲς ὑπάρχει. εἰς μέντοι τὰς ἀναβάσεις καὶ αὐξήσεις τῶν φλεγμονῶν, καὶ μάλιστα τῶν προχείρων, ἄμεινον χαμαιμήλου τὸ ῥόδινον, ὅτι χλιαρᾶς δέονται θερμασίας καὶ

15

1:22

13

βραχείας στύψεως. —Χαμαιπίτυς ἰσχυρότερον ἔχει τὸν πικρὸν χυμὸν τοῦ δριμέος· διακαθαίρει γοῦν καὶ ῥύπτει τὰ σπλάγχνα πλέον ἢ θερ‐ μαίνει· ἔστι δ’ ἐν μὲν τῷ ξηραίνειν τῆς τρίτης τάξεως, ἐν δὲ τῷ

15

1:22

14

θερμαίνειν τῆς δευτέρας. —Χαμαισύκη ῥυπτικήν τε ἅμα καὶ δριμεῖαν

15

1:22

15

ἔχει δύναμιν. —Χελιδόνιον ῥυπτικῆς ἰσχυρῶς ἐστι καὶ θερμῆς δυνά‐

15

1:22

16

μεως ἐκ τῆς τρίτης τάξεως καὶ ξηρᾶς ὁμοίως. τὸ δὲ μικρότερον δριμύ‐ τερον ὑπάρχον τοῦ μείζονος ἑλκοῖ ταχέως τὸ δέρμα, ὥστε εἴη ἂν τῆς

15

1:22

17

τετάρτης ἤδη που τάξεως τῶν θερμαινόντων ἀρχομένης. —Χονδρίλη· καὶ ταύτην ἔνιοι σέριν ὀνομάζουσιν· ἔστι γάρ πως τῆς αὐτῆς ἐκείνῃ δυνάμεως, πλὴν ὅσα πλέον ἔχει τὸ ὑπόπικρον, καὶ διὰ τοῦτο καὶ

15

1:22

18

ξηραίνει μᾶλλον. —Χόνδρος τῆς ἐμπλαστικῆς ἐστι φύσεως καὶ συμ‐ πεπτικῆς παραπλησίως τῷ πυρῷ, πρὸς ὑποδοχὴν τῶν σφοδροτέρων

15

1:22

19

φαρμάκων ὕλη τις ὤν. —Χρυσοκόμης ἢ χρυσίτιδος ἡ ῥίζα δριμεῖαν ἅμα καὶ στύφουσαν ἐπικρατούσας ἔχει ποιότητας· διὸ καὶ πολύχρη‐
στός ἐστιν.

15

1:23

1

Ψυλλίου τὸ σπέρμα τῆς δευτέρας τάξεώς ἐστι τῶν ψυχόντων,

15

1:23

2

κατὰ δὲ τὸ ξηραίνειν καὶ ὑγραίνειν τῆς μέσης. —Ψευδοδίκταμνον παρῆλθεν εἰκότως· δικτάμνου γὰρ δύναμιν ἔχει, περὶ οὗ διείλεκται.

15

1:24

1

Ὤκιμον ἐκ τῆς δευτέρας μέν ἐστι τάξεως τῶν θερμαινόντων· ἔχει δ’ ὑγρότητα περιττωματικήν, ὅθεν οὐδὲ χρήσιμόν ἐστιν εἴσω τοῦ σώματος λαμβανόμενον, ἔξωθεν δὲ καταπλασσόμενον εἰς τὸ διαφορεῖν

15

1:24

2

καὶ συμπέττειν ἐστὶ χρήσιμον. —Ὠκιμοειδοῦς τὸ σπέρμα λεπτομεροῦς τε καὶ ξηραντικῆς ἀδήκτως ὑπάρχει δυνάμεως.

15

1:25

t

Περὶ τῶν τῆς γῆς διαφορῶν καὶ δυνάμεων.

15

1:25

1

Γῆ πᾶσα ξηραντικὴν ἔχει δύναμιν, καὶ ὅταν γε ἀκριβῶς ᾖ πυρώ‐ δους ἄμικτος οὐσίας, ἀδηκτότατα ξηραίνει· συντελεῖ δ’ εἰς τοῦτο αὐτῇ

15

1:25

2

τὸ πεπλύσθαι. —Ἡ δὲ Σαμία γῆ ψυκτικὴν μετρίως ἔχει δύναμιν. —

15

1:25

3

Ῥυπτικὴν δὲ δύναμιν ἔχει μετρίαν πάνυ Σελινουσία τε γῆ καὶ Χία καὶ

15

1:25

4

χωρὶς θάλψεως ἢ ψύξεως ἐπιφανοῦς. —Ἡ δὲ Κιμωλία μικτῆς οὖσα δυνάμεως ἔχει μέν τι καὶ ψυκτικόν, ἔχει δέ τι καὶ διαφορητικὸν βραχύ· διὸ πλυθεῖσα μὲν ἀποτίθεται τοῦτο, χωρὶς δὲ τοῦ πλυθῆναι

15

1:25

5

κατ’ ἀμφοτέρας ἐνεργεῖ τὰς δυνάμεις. παρὰ δὲ τὴν τῶν μιγνυ‐ μένων ὑγρῶν αὐτῇ δύναμιν ἐναργῶς ἐπιδείκνυται τῶν δυνάμεων ἑκατέραν· τοῖς μὲν γὰρ ἀποκρουομένοις καὶ ψύχουσι μιχθεῖσα τὸν γινόμενον ἐξ αὐτῆς τε κἀκείνων πηλὸν ἐργάζεται ψύχοντά τε καὶ

15

1:25

6

ἀποκρουόμενον, τοῖς δὲ διαφορητικοῖς διαφοροῦντα. —Ἡ δ’ ἀμπε‐ λῖτις γῆ φαρμακωδεστέρα τυγχάνουσα ξηραίνει καὶ διαφορεῖ, τὸ ἄδηκτον καὶ παρηγορικὸν οὐκ ἔχουσα, καθάπερ ἡ Σαμία τε καὶ ἡ Χία καὶ ἡ

15

1:25

7

Σελινουσία. —Καὶ ἡ Κιμωλία δὲ βραχὺ τούτων ἰσχυροτέρα τυγχά‐

15

1:25

8

νουσα ἄδηκτός ἐστιν ἔτι, καὶ μάλιστα εἰ πλυθείη. —Καὶ ἡ Κρητικὴ δὲ γῆ παραπλησία πώς ἐστι ταύταις, ἀλλ’ ἱκανῶς ἀσθενὴς ὑπάρχει,

15

1:25

9

πολὺ τὸ ἀερῶδες ἔχουσα· τὸ μέντοι ῥυπτικὸν ἔχει. —Τούτων δὲ πασῶν ἡ Λημνία δύναμιν ἰσχυροτέραν ἔχει· πρόσεστι γὰρ αὐτῇ 〈τι〉

15

1:25

10

καὶ στύψεως. —Ἡ δ’ Ἐρετριὰς ἔτι καὶ ταύτης ἰσχυροτέρα, οὐ μὴν ὥστε ἤδη δάκνειν· ἂν δὲ καὶ πλυθῇ, πάνυ μετρία γίνεται παραπλησίως

15

1:25

11

ταῖς προειρημέναις. καὶ μέντοι καὶ καίουσιν αὐτὴν ἔνιοι ποιοῦντες

15

1:25

12

λεπτομερεστέραν, ὡς ἐς τὴν διαφορητικὴν μεταπίπτειν δύναμιν. εἰ δὲ πλυθείη καυθεῖσα, ἀποτίθεται μὲν τὸ δριμύ, τὸ δ’ ἐκ τῆς ὀπτήσεως

15

1:25

13

λεπτομερὲς ἔχουσα ξηραντικωτέρα γίνεται. —Ἔστι δὲ καὶ ἄλλη γῆ ἰπνῖτις ὀνομαζομένη, κατὰ μὲν τὴν ὅλην δύναμιν ἐοικυῖα τῇ Κιμωλίᾳ,

15

1:25

14

κατὰ δὲ τὴν χρόαν μέλαινα ὁμοίως τῇ ἀμπελίτιδι. —Ἔστι δὲ καὶ ἄλλη τις ἐξ Ἀρμενίας τῆς ὁμόρου Καππαδοκίας γῆ ξηραντικωτάτη, τὴν

15

1:25

15

χρόαν ὠχρά, εὐλειοτάτη καθάπερ ἡ τίτανος. ὀνομάζεται δὲ τῇ μὲν ἐκείνων φωνῇ ζάρινα, κατὰ δὲ τὴν Συρίαν ζάρναχα, τὸ δ’ ὄρος ἐν ᾧ γεννᾶται πόλεώς ἐστιν ὀνομαζομένης Βαγαουάνα, ὁ δ’ ἀγρὸς ἐν ᾧ τὸ

15

1:25

16

ὄρος Ἀγάρρα. —Καὶ αὐτὴν μὲν οὖν τὴν ἄμικτον γῆν ἄλλῃ τινὶ τῶν ἑτερογενῶν οὐσιῶν ξηραντικῆς ἀδήκτως εἶναι δυνάμεως νομιστέον· ἐπεὶ δ’ ἀδύνατόν ἐστιν ἄμικτον εὑρεῖν ἀκριβῶς τι σῶμα, προσεπι‐ σκέπτεσθαι χρὴ τὴν μῖξιν ἐκ τῶν συμβεβηκότων αὐτῇ κατά τε τὰς ἐν
5κουφότητι καὶ βαρύτητι διαφορὰς καὶ τὰς ἐν τῇ γεύσει· στύψεως μὲν γάρ τινος ἔμφασιν ἔχουσα τοσοῦτον προσείληφε ψύξεως ὅσον καὶ στύψεως· εἰ δὲ δριμύτητος ἐμφαίνοιτό τι, τοσοῦτον ἕξει θερμότητος

15

1:25

17

ὅσον δριμύτητος. ὡσαύτως δ’ ἐπὶ τῆς κούφης τε καὶ βαρείας σκοπεῖ‐ σθαι, τῆς μὲν κούφης τοιαύτης γινομένης, ὅταν ἀερώδους οὐσίας μετέχῃ δαψιλοῦς ἐν τῇ δι’ ὅλης ἑαυτῆς κράσει, τῆς δὲ βαρείας, ὅσῳπερ ἂν ᾖ μᾶλλον τοιαύτη, τοσούτῳ μᾶλλον εἰλικρινεστέρας γῆς ὑπαρχούσης.

15

1:25

18

ἴδιον δὲ γῆς ἐστι τὸ μὴ χεῖσθαι πυρὶ πλησιάζουσαν, ἥτις εἰς πηλὸν λύεται ῥᾳδίως ὕδατι τεγγομένη.

15

1:26

t

Περὶ λίθων.

15

1:26

1

Ὁ μὲν αἱματίτης λίθος τοσοῦτον μετέχει ψύξεως ὅσον καὶ στύ‐ ψεως· ὁ δὲ μελιτίτης συμμέτρου θερμότητος διὰ τὴν σύμμετρον γλυκύ‐

15

1:26

2

τητα· μέσην δ’ ἀμφοῖν κρᾶσιν ὁ γαλακτίτης ἔχει. —Τῷ δ’ αἱματίτῃ λίθῳ παραπλησίαν μέν, ἀσθενεστέραν δὲ δύναμιν ὁ σχιστὸς καλού‐

15

1:26

3

μενος ἔχει. —Κοινοῦ δὲ τοῦ ξηραίνειν ὑπάρχοντος ἅπασι τοῖς λίθοις, ὅσοι μὲν αὐτῶν εἰς χυλὸν λυθέντες οὐδεμίαν ἐναργῆ κατὰ τὴν γεῦσιν ἔχουσι ποιότητα, τούτους μὲν ἡγητέον ἀσθενεστάτους καὶ ἀδηκτοτά‐ τους, ὅσοι δὲ φαίνονται σαφῆ τινα ποιότητα κατὰ τὴν γεῦσιν ἐν‐
5δεικνύμενοι, τῆς ποιότητος ἀνάλογον ἔχειν τὴν ἰσχύν, εἰ μὲν στύφοιεν, εἰς τὸ καταστεῖλαι καὶ σφίγξαι καὶ πιλῆσαι καὶ συναγαγεῖν, εἰ δὲ δάκνοιεν, εἰς τὸ θερμῆναί τε καὶ διαφορῆσαι καὶ τῆξαι· μέσοι δ’ αὐτῶν

15

1:26

4

εἰσιν οἱ ῥύπτοντες μόνον ἄνευ τοῦ στύφειν ἢ δάκνειν. ὁ μὲν οὖν αἱμα‐ τίτης καὶ ὁ σχιστὸς καὶ ὁ γαλακτίτης ὅ τε μελιτίτης εἰς χυλὸν ἀναλύ‐ ονται παρατριβόμενοι θυείαις καὶ ἀκόναις, ὄντων καὶ ἄλλων εἰς χυλὸν λυομένων λίθων, ὥσπερ καὶ οὗτος ὁ κατ’ Αἴγυπτον γεννώμενος, ᾧ
5χρῶνται στιλπνοῦντες τὰς ὀθόνας· ἔστι δ’ ἀποιότερος τῶν εἰρημένων, οὔτε στῦψιν οὔτε ῥύψιν οὔτε δῆξιν ἐμφαίνων, ὅθεν αὐτὸ δὴ τοῦτο

15

1:26

5

μόνον ὑπάρχει τῷ λίθῳ τούτῳ τὸ ξηραίνειν. —Ἁπάντων δὲ τῶν εἰρημένων λίθων ἰσχυροτέραν ἔχει τὴν δύναμιν ὁ ἐκ τῆς Αἰθιοπίας

15

1:26

6

κομιζόμενος ὑπόχλωρος ποσῶς, ὁ ἴασπις. οὗτος ὁ λίθος εἰς χυλὸν γαλακτώδη κατὰ τὴν χρόαν ἀνίεται, δακνώδης δ’ ὑπάρχει γευομένοις. —

15

1:26

7

Ἔστι δὲ καὶ ἄλλος λίθος ἰσχυρὸς τὴν δύναμιν ἐν τῇ Παλαιστίνῃ Συρίᾳ

15

1:26

8

γεννώμενος, Ἰουδαϊκὸς ὀνομαζόμενος. —Εἷς τῶν ἰσχυρὰν δύναμιν

15

1:26

9

ἐχόντων ἐστὶ καὶ ὁ πυρίτης. καθόλου δ’ οἱ δριμεῖς χρήσιμοι πρὸς τὸ ῥύψαι τε καὶ ἀποσμῆξαι καὶ ἀφελεῖν λεπτῦναί τε καὶ διαφορῆσαι καὶ

15

1:26

10

σφοδρῶς ξηρᾶναί τε καὶ τῆξαι. —Ταύτης τῆς δυνάμεως ἔχεται καὶ ὁ Φρύγιος· ξηραίνει γὰρ ἰσχυρῶς, ἔχων τι καὶ στύψεως ἅμα καὶ δήξεως. —

15

1:26

11

Ἔστι δὲ καὶ ὁ ἀγήρατος καλούμενος λίθος μικτῆς δυνάμεως, στυπτικῆς

15

1:26

12

καὶ διαφορητικῆς. —Τὸ δὲ τῆς Ἀσσίας πέτρας ἄνθος λεπτομερές

15

1:26

13

ἐστιν, ὡς ἀδήκτως τὰς πλαδαρὰς σάρκας ἐκτήκειν. ὁμοίαν δ’ αὐτῷ δύναμιν ἔχουσα καὶ ἡ πέτρα, καθ’ ἣν γεννᾶται, τῷ σφοδρῷ τῆς ἐνερ‐ γείας ἀπολείπεται· πλεονεκτεῖ γὰρ αὐτῆς τὸ ἄνθος 〈οὐ〉 μόνον τῷ μᾶλλον ἐκτήκειν τε καὶ διαφορεῖν καὶ ταριχεύειν, ἀλλὰ καὶ τῷ χωρὶς

15

1:26

14

δήξεως ἰσχυρᾶς ταῦτα ποιεῖν. ἔχει δέ τι καὶ ἁλμυρὸν ἐν τῇ γεύσει τουτὶ τὸ τῆς Ἀσσίας πέτρας ἄνθος, ὡς εἰκάσαι τὴν γένεσιν ἴσχειν αὐτό, δρόσου τινὸς ἐκ τῆς θαλάσσης ἐφιζανούσης τῇ πέτρᾳ κἄπειτα

15

1:26

15

ξηραινομένης ὑπὸ τοῦ ἡλίου. —Τῶν λίθων δ’ ἐστὶ μία καὶ ἡ μαγνῆ‐
τίς τε καὶ Ἡρακλεία καλουμένη, παραπλησίαν ἔχουσα τῷ αἱματίτῃ τὴν

15

1:26

16

δύναμιν. —Ὅ γε μὴν Ἀράβιος καλούμενος λίθος, ἐοικὼς ἐλέφαντι,

15

1:26

17

ξηραντικῆς τε καὶ ῥυπτικῆς ἐστι δυνάμεως. —Καὶ ὁ ἀλαβαστρίτης

15

1:26

18

καλούμενος λίθος εἰς χρείαν ἰατρικὴν ἔρχεται καυθείς. —Καὶ ἡ καλου‐

15

1:26

19

μένη δὲ σμύρις ἱκανῶς ῥυπτικῆς ἐστι δυνάμεως. —Εἰ δὲ καὶ ἡ κίσηρις ἐν τοῖς λίθοις ἀριθμεῖται, καὶ αὕτη τῆς αὐτῆς ἐστι δυνάμεως ὅσον ἐπὶ τῷ ῥύπτειν, ὥσπερ γε τὸ ἐκ τῶν κεραμίδων ὄστρακον, ἔτι τε μᾶλλον αὐτοῦ τὸ ἐκ τῶν κλιβάνων· ἀλλ’ ἥ γε σμύρις ἔχει τι καὶ δριμύ, καὶ
5διὰ τοῦτό τινες αὐτὴν μιγνύουσι καυστικαῖς τε καὶ ξηραντικαῖς δυνά‐

15

1:26

20

μεσιν. καυθεῖσα δὲ κίσηρις οὐκ ἀπολείπεται σμύρεως εἰς τὰς αὐτὰς

15

1:26

21

χρείας. —Εἰσὶ δὲ καὶ οἱ ἐν τοῖς σπόγγοις εὑρισκόμενοι λίθοι θρυπτι‐ κῆς δυνάμεως οὐκ ἰσχυρᾶς, ὥσπερ καὶ οἱ ἐκ γῆς Καππαδοκίας, οὓς ἐν

15

1:26

22

τῷ Ἀργαίῳ φασὶ γεννᾶσθαι. λύονται δ’ εἰς χυλὸν οὗτοι γαλακτώδη κατὰ τὴν χρόαν, ὥστε εὔδηλον ὅτι λεπτυντικῆς εἰσι δυνάμεως ἄνευ

15

1:26

23

τοῦ θερμαίνειν ἐπιφανῶς. —Τὸν δ’ ὀστρακίτην ὀνομαζόμενον λίθον ἐπαινούντων ἀκούω τινῶν, ὡς ξηραντικὴν ἱκανῶς ἔχοντα δύναμιν ἐκ στύψεώς τε καὶ δριμύτητος ἐπιμεμιγμένων, ὥσπερ γε καὶ τὸν καλού‐

15

1:26

24

μενον γεώδη ῥύπτειν. —Τό γε μὴν τῆς Ναξίας ἀκόνης ἀπότριμμα

15

1:26

25

ψυκτικῆς ἐστι δυνάμεως. —Καὶ ὁ ὀφίτης δὲ καλούμενος λίθος ῥυπτι‐ κῆς τε καὶ θρυπτικῆς ἐστι δυνάμεως, ὥσπερ καὶ ἡ ὕαλος· ἱκανῶς γὰρ καὶ αὕτη θρύπτει πινομένη δι’ οἴνου λευκοῦ καὶ λεπτοῦ τοὺς ἐν κύστει

15

1:26

26

λίθους. —Ἰδιότητα δέ τινες ἐνίοις λίθοις μαρτυροῦσι τοιαύτην οἵαν ὄντως ἔχει καὶ ὁ χλωρὸς ἴασπις, ὠφελῶν τόν τε στόμαχον καὶ τὸ τῆς

15

1:26

27

γαστρὸς στόμα περιαπτόμενος. τούτου μὲν οὖν τοῦ λίθου κἀγὼ πεῖραν ἱκανὴν ἔχω, καὶ ὁρμάθιόν γέ τι ποιήσας ἐκ λιθιδίων τοιούτων ἐξῆπτον τοῦ τραχήλου σύμμετρον οὕτως ὡς ψαύειν τοὺς λίθους τοῦ στόματος

15

1:26

28

τῆς γαστρός, ἐφαίνοντό τε ὠφελοῦντες σαφῶς. τὸν δ’ ὀφίτην λίθον ἀνὴρ ἀξιόπιστος ὄντως ἔφη τοὺς ἐχεοδήκτους ὠφελεῖν περιαπτόμενον.

15

1:27

t

Περὶ τῶν μεταλλικῶν.

15

1:27

1

Ἅλες οἵ τε ὀρυκτοὶ καὶ οἱ ἐκ τῆς θαλάσσης δύναμιν ἔχουσι παραπλησίαν ἀλλήλοις, μικτὴν ἐκ δυοῖν ποιοτήτων ῥυπτικῆς τε καὶ
στυπτικῆς· ὅτι δ’ ἱκανῶς ἀμφότεραι ξηραίνουσι, δέδεικται σαφῶς

15

1:27

2

πρόσθεν. διαφέρουσι δὲ τῷ μᾶλλον πεπιλῆσθαι τὴν οὐσίαν τῶν ἐκ τῆς γῆς ἁλῶν· διὸ καὶ τὸ παχυμερές τε καὶ τὸ στῦφον ἐν τούτοις μᾶλλόν

15

1:27

3

ἐστιν. —Οἱ δὲ κεκαυμένοι τῶν ἁλῶν τὸ μὲν διαφορητικὸν μᾶλλον ἔχουσι τῶν ἀκαύστων, εἰς ὅσον αὐτῶν λεπτομερέστερον γίνεται τὸ σῶμα, οὐ μὴν ὁμοίως γε τοῖς ἀκαύστοις συνάγειν τε καὶ πιλεῖν τὴν

15

1:27

4

στερεὰν οὐσίαν ἔτι δύνανται. —Ἀρμενιακὸν δύναμιν ἔχει ῥυπτικὴν

15

1:27

5

ἅμα βραχείᾳ δριμύτητι καὶ στύψει βραχυτάτῃ. —Ἀρσενικὸν καυστικῆς ἐστι δυνάμεως, ἄκαυστόν τε καὶ κεκαυμένον· εὔδηλον δ’ ὅτι λεπτο‐

15

1:27

6

μερέστερον γίνεται καυθέν. —Ἀφρόλιτρον ἀφρονίτρου διαφέρει· λίτρου μὲν γὰρ ἀφρὸς ξηραντικόν ἐστι φάρμακον ἀλεύρῳ πυρίνῳ παραπλήσιος ὀφθῆναι· ἀφρόνιτρον δ’ οὐκ ἀλευρῶδες οὐδὲ διακεχυμένον, ἀλλὰ πε‐ πηγός ἐστι καὶ συνεστός, ᾧ πάντες οἱ ῥυπῶντες ἐν τοῖς βαλανείοις

15

1:27

7

χρῶνται, ῥυπτικὴν ἔχοντι δύναμιν καὶ διαφορητικήν. ὁ δ’ ἀφρὸς τοῦ λίτρου τῆς αὐτῆς μέν ἐστι φύσεως, λεπτομερεστέραν δ’ ἔχει τὴν οὐσίαν, ἐν τῷ μεταξὺ δὲ κατὰ τὴν δύναμίν ἐστι τὸ λίτρον ἀφρονίτρου τε καὶ ἁλῶν· ἀφρονίτρῳ μὲν γὰρ ἡ ῥυπτικὴ δύναμις ὑπάρχει μόνη,
5τοῖς δ’ ἁλσὶ καὶ ἡ στυπτική, τῷ λίτρῳ δ’ ἀμφότεραι μέν εἰσιν, ἀλλ’ ἐλαχίστη μὲν ἡ στυπτική, πολὺ πλείων δ’ ἡ ῥυπτική.

15

1:27

8

Γύψος πρὸς τῇ κοινῇ πάντων γεωδῶν τε καὶ λιθωδῶν σωμάτων δυνάμει, καθ’ ἣν ἐλέγετο ξηραίνειν, ἔτι καὶ τοῦτο προσείληφεν· ἐμ‐

15

1:27

9

πλαστικῆς ἐστι δυνάμεως. —Καυθεῖσα δὲ γύψος τὸ μὲν ἐμπλαστικὸν οὐχ ὁμοίως ἔχει, λεπτομερεστέρα δὲ καὶ ξηραντικωτέρα γίνεται, καὶ μέντοι καὶ ἀποκρουστική, καὶ μάλιστα ὅταν ὀξυκράτῳ δευθῇ.

15

1:27

10

Διφρυγὲς μικτῆς ἐστι ποιότητος καὶ δυνάμεως· ἔχει γάρ τι καὶ στῦφον ἐν ἑαυτῷ καὶ δριμὺ μετρίως.

15

1:27

11

Θεῖον ἅπαν ἑλκτικῆς ἐστι δυνάμεως, θερμὸν μὲν τῇ κράσει, λεπτο‐ μερὲς δὲ κατὰ τὴν οὐσίαν ὑπάρχον.

15

1:27

12

Ἰὸς δριμεῖαν ἔχει γευομένοις ποιότητα, διαφορητικός τε καὶ καθαιρετικὸς καὶ τηκτικὸς ὢν οὐχ ἁπαλῆς μόνον, ἀλλὰ καὶ σκληρᾶς
σαρκός.

15

1:27

13

Καδμεία ξηραντικῆς τε καὶ βραχείας ἐστὶ ῥυπτικῆς 〈δυνάμεωσ〉, ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψῦξιν διαφορᾷ σύμμετρός πώς ἐστιν.

15

1:27

14

καὶ λεπτομερεστέρα δ’ ἡ βοτρυῗτις, παχυμερεστέρα δ’ ἡ πλακῖτις. —

15

1:27

15

Κιννάβαρι δριμείας μετρίως δυνάμεώς ἐστιν· ἔχει δέ τι καὶ στύψεως. —

15

1:27

16

Κίσηρις ἔχει τι ῥυπτικόν· ἡ δὲ κεκαυμένη λεπτομερεστέρα γίνεται, ἀλλ’ ἐν τῇ καύσει προσλαμβάνει τι δριμὺ καὶ ἀποτίθεται πάλιν αὐτὸ

15

1:27

17

πλυνομένη. —Κύανος δριμείας ἐστὶ δυνάμεως, καθαιρετικῆς τε καὶ διαφορητικῆς πλείονος ἢ κατὰ τὸ κιννάβαρι· μετέχει δὲ καὶ στύψεως.

15

1:27

18

Λεπὶς ἡ μέν τίς ἐστι χαλκοῦ, ἡ δέ τις σιδήρου τε καὶ στομώμα‐

15

1:27

19

τος, ὀνομάζουσι δέ τινα καὶ ἡλῖτιν λεπίδα. ξηραίνουσι μὲν οὖν ἰσχυρῶς ἅπασαι, διαφέρουσι δ’ ἀλλήλων αὐτῷ τε τῷ [κατὰ τὸ] ξηραίνειν ἧττόν τε καὶ μᾶλλον καὶ τῷ λεπτομερεστέρας ἢ παχυμερεστέρας οὐσίας εἶναι

15

1:27

20

καὶ τῷ στύψεως μετέχειν ἧττόν τε καὶ μᾶλλον. ἡ μὲν οὖν τοῦ χαλκοῦ λεπὶς ἐν τῷ ξηραίνειν πρωτεύει (καὶ γὰρ λεπτομερεστέρα τῶν ἄλλων ἐστί, προσειληφυῖά τι καὶ ἰοῦ)· [καὶ] στύψεως δὲ πλείονος ἡ τοῦ

15

1:27

21

σιδήρου μετέχει, καὶ ταύτης ἔτι μᾶλλον ἡ τοῦ στομώματος. καθαιρεῖ δὲ καὶ τήκει σάρκα μᾶλλον ἡ τοῦ χαλκοῦ, ταύτης δ’ ἔτι μᾶλλον ἡ

15

1:27

22

ἡλῖτις. πᾶσαι δὲ λεπίδες δακνώδεις εἰσὶν οὐκ ἀγεννῶς, καὶ δῆλον ὡς ἡ τῆς οὐσίας αὐτῶν σύστασις οὐ πάνυ τι λεπτομερής ἐστιν, ἀλλὰ παχυμερὴς μᾶλλον· ἀδηκτότατον γὰρ ἀεὶ τῶν τὴν αὐτὴν δύναμιν

15

1:27

23

ἐχόντων ἐστὶ τὸ λεπτομερέστερον. —Λιθάργυρος ξηραίνει μὲν ὥσπερ καὶ τὰ ἄλλα πάντα μεταλλικά, μετριώτατά γε μὴν τοῦτο ποιεῖ, καὶ κατὰ τὰς ἄλλας δὲ ποιότητας καὶ δυνάμεις ἐν τῷ μέσῳ πώς ἐστιν, οὔτε θερμαίνουσα σαφῶς οὔτε ψύχουσα καὶ τοῦ ῥύπτειν τε καὶ στύφειν

15

1:27

24

μετρίως μετέχουσα. τῆς μέσης οὖν τάξεως εἰκότως ἂν ἐν τοῖς μεταλ‐ λικοῖς ὀνομάζοιτο· διὸ καὶ ὡς ὕλῃ χρώμεθα πολλάκις αὐτῇ, μιγνύντες τοῖς ἰσχυρὰν ἔχουσι δύναμιν, ἢ δάκνουσαν ἢ στύφουσαν ἢ ὁτιοῦν ἄλλο

15

1:27

25

ποιοῦσαν. —Λίτρον ξηραίνει καὶ διαφορεῖ, καὶ εἰ ἔσω τοῦ σώματος ληφθείη, τέμνει καὶ λεπτύνει τοὺς παχεῖς χυμοὺς πολὺ μᾶλλον ἀφρολίτρου· μὴ μεγάλης δ’ ἀνάγκης οὔσης, οὐδὲ καταπίνει τις ἀφρό‐ λιτρον κακοστόμαχον ὄν, ἐπεί τοι μᾶλλόν ἐστι λίτρου τμητικόν.

15

1:27

26

Μελαντηρία τῶν στυφόντων ἐστὶν ἱκανῶς φαρμάκων μετὰ τοῦ
καὶ λεπτομερὴς εἶναι σχεδὸν ἁπάντων τῶν στυφόντων μάλιστα. —

15

1:27

27,28

Μέλαν ᾧ γράφομεν· ἱκανῶς καὶ τοῦτο ξηραίνει. —Τὸ μίσυ καὶ τὸ

15

1:27

28

(2)

σῶρι καὶ ἡ χαλκῖτις ὁμογενοῦς εἰσι δυνάμεως, διαφέροντα λεπτομερείᾳ τε καὶ παχυμερείᾳ· παχυμερέστατον γὰρ ἐν αὐτοῖς τὸ σῶρι, λεπτο‐ μερέστερον δὲ τὸ μίσυ, μέσην δ’ ἀμφοῖν δύναμιν 〈ἡ〉 χαλκῖτις ἔχει.

15

1:27

29

καίοντα τὰ τρία καὶ τὰς καλουμένας ἐσχάρας ἐργαζόμενα μετέχει γε μήν, καίτοι καίοντα, στύψεως· ἧττον δ’ ἐν τῷ προσφέρεσθαι ταῖς γυμναῖς σαρξὶ δάκνει τὸ μίσυ τῆς χαλκίτιδος, καίτοι γε οὐχ ἧττον αὐτῆς ὂν θερμόν, ἀλλ’ ἐκ τῆς κατὰ τὴν οὐσίαν λεπτομερείας ἔχει

15

1:27

30

τοῦτο. —Μολύβδαινα λιθαργύρῳ παραπλησίαν ἔχει δύναμιν, ἀπο‐ κεχωρηκυῖα βραχύ τι τῆς μέσης κράσεως ἐπὶ τὸ ψυχρότερον, ἀλλ’ οὐδὲ

15

1:27

31

ῥυπτικῆς ἐστι δυνάμεως. —Μόλυβδος δυνάμεώς ἐστι στυπτικῆς καὶ ψυκτικῆς· ἔχει γὰρ οὐ μόνον ὑγρὰν οὐσίαν πολλὴν ὑπὸ ψύξεως πε‐

15

1:27

32

πηγυῖαν, ἀλλὰ καὶ ἀερώδη, τῆς γεώδους ὀλίγης μετέχων. ὅτι μὲν οὖν ὑγρὰν οὐσίαν ἔχει πλείστην, σημεῖον τόδε ἐστίν· μόλυβδος μόνος ὧν ἴσμεν αὔξεται καὶ ὄγκῳ καὶ σταθμῷ κατατιθέμενος ἐν οἴκοις καταγείοις ἀέρα θολερὸν ἔχουσιν, ὡς εὐρῶτος πληροῦσθαι ταχέως τὰ κατ’ αὐτοὺς

15

1:27

33

κείμενα. καὶ ὁ κεκαυμένος δὲ μόλυβδος, ὅταν πλυθῇ, ψυκτικῆς γίνεται δυνάμεως· πρὶν πλυθῆναι δὲ μικτῆς ἐστι δηλονότι.

15

1:27

34

Ὄστρακον ῥυπτικῆς τε καὶ ξηραντικῆς ἐστι δυνάμεως, μάλιστα δὲ τὸ ἐκ τῶν κλιβάνων τῷ κατωπτῆσθαι.

15

1:27

35

Πομφόλυξ φάρμακόν ἐστιν, εἰ πλυθείη, σχεδὸν ἁπάντων πρῶτον

15

1:27

36

ὅσα ξηραίνειν ἀδήκτως πέφυκεν. ταύτην ἔχων τις οὐκ ἂν δεόντως σποδίῳ χρήσαιτο, μή τοί γε τῷ ἀντισποδίῳ.

15

1:27

37

Σανδαράκη καυστικῆς ἐστι δυνάμεως· εἰκότως οὖν ἔν τε ταῖς

15

1:27

38

διαφορητικαῖς αὐτὴν μιγνύουσι καὶ ταῖς ῥυπτικαῖς. —Σάνδυξ ὁποίας

15

1:27

39

ἐστὶ δυνάμεως, ἐν τῷ περὶ ψιμυθίου λόγῳ ῥηθήσεται. —Σκωρία πᾶσα

15

1:27

40

ξηραντικὸν ἱκανῶς ἐστι φάρμακον, ἡ δὲ τοῦ σιδήρου μάλιστα. τὴν δὲ τοῦ ἀργύρου σκωρίαν ἰδίως προσαγορεύουσιν ἕλκυσμα, τῆς ξηραντικῆς

15

1:27

41

δυνάμεως οὖσαν. —Στίμμι· πρὸς τῇ κοινῇ δυνάμει τῇ ξηραντικῇ καὶ

15

1:27

42

στῦψιν ἔχει τὸ φάρμακον. —Στυπτηρία σφοδροτάτην ἔχει τὴν στῦψιν· παχυμεροῦς δ’ οὔσης αὐτῆς, λεπτομερεστέρα πώς ἐστι τῶν ἄλλων στυπτηριῶν ἡ σχιστὴ καλουμένη, μετ’ αὐτὴν δ’ ἡ στρογγύλη καὶ ἀστραγαλωτή· παχυμερὴς δ’ ἱκανῶς ἥ τε ὑγρὰ καὶ ἡ πλακῖτίς τε καὶ
5ἡ πλινθῖτις ὀνομαζομένη.

15

1:27

43

Τίτανος ἡ μὲν ἄσβεστος καίει σφοδρῶς ὡς ἐσχάραν ποιεῖν, ἡ σβεσθεῖσα δὲ παραχρῆμα μὲν [οὐκ] ἐσχαροῖ, μεθ’ ἡμέραν δὲ μίαν ἢ δευτέραν ἧττόν τε καίει καὶ ἧττον ἐσχαροῖ, μετὰ δὲ χρόνον οὐδ’ ὅλως

15

1:27

44

ἐσχάραν ἐργάζεται, θερμαίνει δ’ ἔτι καὶ διατήκει τὰς σάρκας. εἰ δὲ πλυθείη, τὴν μὲν δῆξιν ἐναποτίθεται τῷ ὕδατι καὶ ποιεῖ τὴν καλου‐ μένην κονίαν· αὕτη δ’ ἀδήκτως ξηραίνει, καὶ εἰ δίς γε καὶ τρὶς καὶ πλεονάκις πλυθείη, τελέως ἄδηκτος γίνεται καὶ ξηραίνει γενναίως
5ἄνευ δήξεως.

15

1:27

45

Χάλκανθος· θαυμαστὸν ἐπὶ τούτου τοῦ φαρμάκου, πῶς ἰσχυρο‐ τάτῃ στύψει μέμικται θερμότης οὐκ ἀγεννής· δῆλον οὖν ὅτι ταριχεῦσαι μάλιστα πάντων δύναται τὰς ὑγρὰς σάρκας, ἐκδαπανῶσα μὲν τῇ θερ‐ μότητι τὴν ὑγρὰν σάρκα, τῇ στύψει δὲ συνάγουσα καὶ πιλοῦσα τὴν

15

1:27

46

οὐσίαν. —Χαλκῖτις μεμιγμένας ἔχει τήν τε στυπτικὴν καὶ δριμεῖαν δύναμιν, ἐπικρατεῖ δ’ ἡ δριμεῖα σφοδρά τις οὖσα μέχρι τε τοῦ καίειν

15

1:27

47

τὴν σάρκα καὶ τὴν καλουμένην ἐσχάραν ἐργάζεσθαι. καυθὲν δὲ τὸ φάρμακον δάκνει μὲν ἧττον, ξηραίνει δ’ οὐχ ἧττον, ἀποτίθεται δὲ καὶ τῆς στύψεως οὐκ ὀλίγον, ὥστε πάντῃ κρείττων ἐστὶν ἡ κεκαυμένη χαλκῖτις τῆς ἀκαύστου, λεπτομερεστέρα μὲν γινομένη, δριμύτητα δ’ οὐ

15

1:27

48

προσλαμβάνουσα, καθάπερ ἄλλα πολλά. μεμάθηκας δὲ καὶ ὅτι πάντα τὰ κεκαυμένα πλυνόμενα μετριώτερα καὶ ἀδηκτότερα γίνεται. —

15

1:27

49

Χαλκὸς κεκαυμένος ἔχει μέν τι καὶ δριμύ, καὶ στύψεως δὲ μετέχει. —

15

1:27

50

Χαλκοῦ ἄνθος λεπτομερεστέρας ἐστὶ δυνάμεως τοῦ τε κεκαυμένου

15

1:27

51

χαλκοῦ καὶ τῆς λεπίδος. —Χρυσοκόλλα· καὶ τοῦτο φάρμακον ἐκ τῶν τηκόντων σάρκας ἐστίν, οὐ μὴν ἰσχυρῶς γε δάκνει· διαφορητικὸν δ’ ἱκανῶς ἐστι καὶ ξηραντικόν.

15

1:27

52

Ψιμύθιον ἐμπλαστικόν τε καὶ ἐμψυκτικόν ἐστι, καιόμενον δ’ εἰς
τὸν καλούμενον σάνδυκα μεταβάλλει, λεπτομερέστερον ἑαυτοῦ φάρ‐

15

1:27

53

μακον, οὐ μὴν ἤδη γέ πω θερμαῖνον. τὸ δέ γε φῦκος τὴν ψῦξιν τοῦ ψιμυθίου φυλάττον, λεπτομέρειαν προσείληφεν, ὡς δύνασθαι δι’ αὐτῆς εἰς τὸ βάθος καταδύεσθαι τῶν ὁμιλούντων σωμάτων τὴν δύναμιν

15

1:27

54

αὐτοῦ. —Ψωρικὸν ξηραντικώτερόν τε ἅμα καὶ ἀδηκτότερόν ἐστι χαλ‐ κίτεως καὶ δηλονότι καὶ λεπτομερέστερον.

15

.

2

t

Ἐκ τῶν Γαληνοῦ· περὶ τῆς ἀπὸ τῶν ζῴων ὠφελείας.

15

.

2

.

1

Γάλα τὸ ὑγιεινότατον τὸ μήτε πικρότητος μήτε ὀξύτητος μήτε ἁλυκότητος μήτε δριμύτητος μήτε δυσωδίας μετέχον ἡδύ τε καὶ βρα‐ χεῖαν ἔχον γλυκύτητα πρὸς τὰ δριμέα καὶ δάκνοντα ῥεύματα συμφο‐ ρώτατόν ἐστιν, οὐ μόνον ἀποπλῦνον αὐτά, ἀλλὰ καὶ περιπλαττόμενον

15

.

2

.

2

τοῖς σώμασιν, ὡς μὴ γυμνοῖς αὐτοῖς προσπίπτειν τὸ ἐπιρρέον. σύγ‐ κειται γὰρ ἐκ τρ〈ιῶν οὐσιῶν〉 σύμπαν γάλα, 〈ὀρώδουσ〉, τυρώδους,

15

.

2

.

3

λιπαρᾶς. —Ὁ μὲν οὖν ὀρὸς ῥυπτικὴν ἔχει δύναμιν, 〈ὅθεν περιρ〉ρύπτει τε καὶ 〈περιπλύνει〉 τὰς δριμύτητας ἀδήκτως· τὸ δὲ τυρῶδες καὶ παχὺ τοῦ γάλακτος ἐμπλάττεται καὶ κατὰ τοῦτο τὰς δριμύτητας ἀμ‐

15

.

2

.

4

βλύνει. τὸ δ’ ὅλον, ἁπλῶς ὡς εἰπεῖν, γάλα παρηγορικόν ἐστι φάρμα‐ κον, ἄδηκτον μὲν ἔχον καὶ τὴν ὅλην οὐσίαν, πολὺ δὲ μᾶλλον, ὅταν ἐκδαπανήσωμεν αὐτῆς ἑψήσει μετρίᾳ τὸ πλέον τῆς ὀρώδους ὑγρό‐

15

.

2

.

5

τητος. —Τῷ περὶ γάλακτος δὲ λόγῳ καὶ περὶ τοῦ τυροῦ προσθεῖναι

15

.

2

.

6

χρή, διότι γάλα πεπηγός ἐστιν. οὐ μὴν οὐσία πᾶσα τοῦ γάλακτος πήγνυται κατὰ τοὺς τυρούς, ἀλλὰ τὸ παχὺ μόνον, ἀποκρινομένου καὶ

15

.

2

.

7

χωριζομένου τοῦ λεπτοῦ καὶ ὀρώδους. ἀποκρουστικὴν μὲν οὖν ὁ μα‐ λακός τε καὶ νεοπαγὴς τυρὸς ἔχει δύναμιν ἐμψύχων ἀτρέμα, ὁ δ’ ὀξυ‐

15

.

2

.

8

γαλάκτινος πρὸς ταύτῃ καὶ διαφορητικὴν ἐπικτᾶται βραχεῖαν. —Βού‐ τυρον 〈γίνεται〉 μὲν 〈ἐκ τοῦ λιπαρωτά〉του κα〈τὰ τὸ γάλα, ....〉 φησι Διοσκου〈ρίδης ἐκ τοῦ〉 προβατείου, ἀλ〈λὰ γίνεται καὶ ἐκ τοῦ βοεί〉ου, πεπτικῆς 〈τέ〉 ἐστι, δυνάμεως, ἔχον ὀλίγον τι τῆς διαφορη‐
5τικῆς ἐπί γε τῶν μέσων κατὰ μαλακότητα καὶ σκληρότητα σωμάτων. —

15

.

2

.

9

Πυτία πᾶσα δριμείας ἐστὶ καὶ λεπτυντικῆς καὶ διαφορητικῆς δυνάμεως, καὶ δηλονότι καὶ ξηραντικῆς· ἕπεται γὰρ τοῖς εἰρημένοις ἐξ ἀνάγκης

15

.

2

.

10

τοῦτο. —Χολή· οὗτος ὁ χυμὸς ἀποδέδεικται θερμότατος εἶναι τῶν

15

.

2

.

11

ἄλλων χυμῶν. ἐν μὲν οὖν τοῖς θερμοτάτοις ἀναγκαῖόν ἐστι καὶ τὴν χολὴν ὑπὲρ τὰς τῶν ἄλλων ζῴων εἶναι χολάς, ἐν δὲ τοῖς ἧττον ἐκείνων θερμοῖς ἀνάλογον ἀπολείπεσθαι κατὰ τὸν χυμὸν τοῦτον, ὅσον

15

.

2

.

12

ἀπολείπεται καὶ τοῖς ἄλλοις. φαίνεται δ’ ἡ χολὴ τοῖς μὲν μᾶλλον θερμοῖς ζῴοις ξανθή, τοῖς δ’ ἧττον ὠχρά· μιγνυμένης γὰρ ὀρώδους

15

.

2

.

13

ὑγρότητος τῇ ξανθῇ, τὴν ὠχρὰν συμβαίνει γίνεσθαι. καὶ ὅταν γε τὰ θερμὰ ζῷα πεινήσαντα τύχῃ καὶ διψήσαντα, πρὸς τὸ μέλαν ἐκτρέπεται χρῶμα, ποτὲ μὲν ἰῶδες ἔχουσα τοῦτο, ποτὲ δὲ κυανοῦν, ἐνίοτε δὲ τὸ

15

.

2

.

14

τῆς ἰσάτιδος, ὅπερ ἐστὶ φαιότερον τοῦ τῆς κράμβης. πρόσεχε τοίνυν καὶ σὺ τῷ χρώματι τῆς χολῆς, ὅταν σκευάζῃς φάρμακον, ἐν ᾧ καὶ

15

.

2

.

15

χολῆς τι περιέχεται. γίνωσκε τοίνυν, ἐὰν μὲν ξανθὴν ἱκανῶς ἐμβάλῃς χολὴν τῷ σκευαζομένῳ φαρμάκῳ, θερμότερον αὐτὸ ποιήσων· ἐὰν δ’ ὠχράν,

15

.

2

.

16

μετρίως θερμόν. καί τινων ταύρων ἐθεασάμην χολὴν κυανῆν, ὑπερ‐ οπτηθείσης τῆς ξανθῆς, ἣν οὐκ ἠξίωσα βαλεῖν εἰς τὸ σκευαζόμενον φάρμακον, ἀλλ’ ἑτέρου ταύρου τὴν μετρίως ξανθὴν εἱλόμην· ὑπερ‐ επεπονήκει γὰρ ὁ ταῦρος ἐκεῖνος βιαίως ἑλκόμενος καὶ θερμοτέραν

15

.

2

.

17

ἐσχήκει τὴν κρᾶσιν. εἰσὶ δὲ καὶ αἱ τῶν πτηνῶν ζῴων χολαὶ πᾶσαι δριμύτεραι τε καὶ ξηραντικώτεραι τῶν ἐν τοῖς τετράποσι, τῶν δὲ πτη‐ νῶν αὐτῶν αἵ τε τῶν ἀλεκτορίδων καὶ τῶν περδίκων ἀμείνους εἰς ἰατρικὴν χρείαν, αἱ δὲ τῶν ἱεράκων καὶ ἀετῶν δριμεῖαι δεινῶς εἰσι
5καὶ διαβρωτικαί· διὸ καὶ ἰώδεις φαίνονται κατὰ τὴν χρόαν, ἐνίοτε δὲ

15

.

2

.

18

καὶ μέλαιναι. ταύτας οὖν αὐτῶν ἐπιστάμενος τὰς διαφοράς, ἐπιστά‐ μενος δὲ καὶ τῶν παθῶν τίνα μὲν μᾶλλον δεῖται ξηραίνεσθαι, τίνα δ’ ἧττον, ἐὰν μιᾶς ἡστι〈νοσοῦν χολῆς ἀπὸ τῶν ἔργων πειραθῇς, ἀπ’〉 ἐκείνης εἰς τὰς ἄλλας μεταβαίνειν δυνήσει κατὰ μέθοδον, ὥστε ἀ〈εὶ

15

.

2

.

19

τὴν〉 ἁρμόττουσαν τῷ 〈πάθει〉 παραλαμβάνειν. —Ἱδρὼς τῆς ἁλμυρᾶς τε καὶ ἁλυκῆς ὀνομαζομένης μετέχει ποιότητος· πολλάκις δ’ αὐτῷ καὶ

15

.

2

.

20

πικρότης συνεμφαίνεται. —Οὖρον θερμὸν μὲν πάντων τῶν ζῴων

15

.

2

.

21

ἐστίν· ἧττον δὲ τὸ τῶν ψυχροτέρων. ἀνθρώπων δ’ οὖρον ἁπάντων τῶν ἄλλων σχεδὸν οὔρων ἐστὶν ἀσθενέστερον, ὅτι μὴ τῶν ἡμέρων ὑῶν, ὧν ἐκτέμνουσι τοὺς ὄρχεις· ἐκείνων γὰρ ἥ τε κρᾶσις ὅλου τοῦ
σώματος ὁμοία τῇ τῶν ἀνθρώπων ἐστί, τό τε οὖρον ὡσαύτως ἀσθενές.

15

.

2

.

22

ῥυπτικῆς δὲ δυνάμεως, εἴπερ τι καὶ ἄλλο, τὸ τῶν ἀνθρώπων ἐστὶν οὖρον, ὡς δηλοῦσι καὶ οἱ κναφεῖς, τὰ ῥυπαρὰ τῶν ἀμφιεσμάτων ἐκ‐

15

.

2

.

23

καθαίροντές τε καὶ ἀπορρύπτοντες αὐτῷ. —Σίαλον ἀσθενέστερον μέν ἐστι τὸ 〈τῶν ἐδηδοκότων〉 καὶ πεπ〈ωκότων, ἰσχυρὸν〉 δὲ κ〈αὶ δριμὺ

15

.

2

.

24

τὸ τῶν ὑπερ〉διψησάν〈των καὶ ὑπερπεινησάν〉των. 〈καθ’ ὅλην δὲ τὴν〉 οὐσίαν 〈τὸ πτύελον ἐνα〉ντιώτατό〈ν ἐστι τοῖσ〉 ἀναιροῦσιν ἀνθρώ‐ 〈πουσ〉 θηρίοις· 〈ἐθεασάμην γοῦν ἐπὶ τῷ σιάλῳ μόνῳ σκορ〉πίον κατα‐ 〈πτύσαντοσ〉 καὶ ἀποθανόντα, καὶ τοῦτο αὐτὸ 〈πάσχοντα〉 ταχέως μὲν
5〈ἐπὶ τοῦ〉 τῶν διψώντων τε καὶ πεινώντων πτ〈υέλου, β〉ραδέως δ’ ἐπὶ

15

.

2

.

25

τῶν ἐμπεπλησμένων βρωμάτων τε καὶ πομάτων. —Κόπρος πᾶσα δια‐

15

.

2

.

26

φορητικωτάτην ἔχει δύναμιν. τινὲς μὲν οὖν πάνυ συνεχῆ τὴν χρῆσιν

15

.

2

.

27

ἔχουσι, τινὲς δὲ σπανιωτέραν. συνεχέστατα μὲν οὖν χρώμεθα ταῖς τῶν αἰγῶν κόπροις (σπύραθοι δ’ ἰδίως ὀνομάζονται), δριμείας καὶ δια‐ φορητικῆς οὖσαι δυνάμεως, ὡς καὶ τοῖς σκιρρουμένοις ὄγκοις ἁρμόττειν.

15

.

2

.

28

καὶ μέντοι 〈καὶ〉 καυθεῖσα λεπτομερεστέρα μέν, οὐ μὴν δριμυτέρα γε

15

.

2

.

29

σαφῶς γίνεται. ἔστι δ’ ἡ δύναμις αὐτῆς ἀκαύστου τε καὶ κεκαυμένης ῥυπτική τε καὶ διαφορητική, καὶ οὐδὲ βραχὺ τὸ διαφορητικὸν ἔχει.

15

.

2

.

30

τὴν μὲν οὖν καθόλου καὶ κοινὴν δύναμιν 〈ἁπάσαις εἶναι τὴν αὐτὴν ἀκ〉ούει〈ν〉 ..νω.. 〈ἐξ〉ηλλά〈χθαι δὲ κατὰ τὰσ〉 τῶν ζῴων 〈κράσεις· τῶν μ〉ὲν γὰρ ξηρ〈οτέρων τῇ κρ〉άσει ζῴων καὶ 〈ἡ κόπροσ〉 ἐστὶ ξηραντικωτέρα, καθάπερ γε καὶ τῶν θερμοτέρων θερμαντικωτέρα· ψύχει

15

.

2

.

31

δ’ οὐδεμία, καθάπερ οὐδὲ ὑγραίνει. πολλὴ δ’ ἂν εἴη καὶ παρὰ τὴν τῶν ἐδηδεσμένων αὐτοῖς φύσιν ἡ διαφορά, καὶ διὰ τοῦτο ἐπ’ ἀνθρώ‐ που μᾶλλον ἢ τῶν ἄλλων ζῴων μείζων ἐστίν, ὅτι ποικιλωτάταις τρο‐ φαῖς χρῆται τὸ ζῷον· τί γὰρ ὅμοιον ἔχει σκόροδά τε καὶ κρόμμυα

15

.

2

.

32

φαγόντος ἢ κολοκύνθας, εἰ οὕτως ἔτυχεν; αἱ δὲ τῶν βοῶν κόπροι

15

.

2

.

33

μετὰ τῆς ξηραντικῆς δυνάμεως ἔχουσι καὶ τὴν ἑλκτικήν. ἡ δὲ τῶν κροκοδείλων κόπρος καὶ ἡ τῶν ψάρων, ὅταν ὄρυζαν μόνην ἐσθίωσι,
ῥυπτικὴν καὶ ξηραντικὴν ἔχουσι δύναμιν, μετρίαν μὲν ἑκατέρα, καὶ

15

.

2

.

34

πολὺ μετριωτέραν καὶ ἀμυδροτέραν αἱ τῶν ψάρων. —Ῥύπος ὁ τῶν ἀνθρώπων ξηραντικῆς ἐστι δυνάμεως, ἔχων τι καὶ θερμότητος· ὅ γε μὴν ἐπιτρεφόμενος τοῖς τῶν προβάτων ἐρίοις ῥύπος, ἐξ οὗ τὸν καλού‐ μενον οἴσυπον ποιοῦσι, πεπτικῆς ἐστι δυνάμεως παραπλησίως τῷ βου‐

15

.

2

.

35

τύρῳ, βραχὺ δέ τι διαφορητικὸν ἔχει. —Σάρκες ἐχιδνῶν διαφορητικήν τε καὶ ξηραντικὴν ἱκανῶς ἔχουσι δύναμιν ἅμα τῷ θερμαίνειν μετρίως· ἐπείγεται δέ, ὡς ἔοικεν, ἡ δύναμις αὐτῶν ἐπὶ τὸ δέρμα, διὰ τούτου

15

.

2

.

36

κενοῦσα τὰ κατὰ τὸ σῶμα περιττώματα. φθειρῶν τε γοῦν οὐκ ὀλίγον πλῆθος γεννᾶται τοῖς ἔχουσι κακοχυμίαν ἐν τοῖς σώμασι δαψιλῆ, καὶ τοῦ δέρματος ἀφίσταταί τε καὶ ἀποπίπτει καθάπερ τις λοπὸς ἡ ἐπι‐ δερμὶς ὀνομαζομένη, καθ’ ἣν ἴσχονται μᾶλλον τῶν εἰς τὸ δέρμα φερο‐
5μένων χυμῶν οἱ παχεῖς καὶ γεώδεις, ὑφ’ ὧν αἵ τε ψῶραι καὶ αἱ

15

.

2

.

37

λέπραι καὶ ἐλεφαντιάσεις γίνονται. —Κοχλιῶν ἡ σὰρξ κοπεῖσα πρό‐ τερον ἐν ὅλμῳ καὶ μετὰ ταῦτα λειωθεῖσα ξηραντικωτάτη γίνεται πάν‐ των τῶν ὑγρότητα περιττὴν ἐχόντων μορίων, ὥστε καὶ τοῖς ὑδερικοῖς

15

.

2

.

38

ἁρμόττειν. —Πιμελῆς δὲ στέαρ διαφέρει τῷ πάχει· διὸ καὶ τοῖς γεω‐ δεστέραν ἔχουσι τὴν ὅλην φύσιν ζῴοις τὸ στέαρ γίνεται, καθάπερ τοῖς

15

.

2

.

39

ὑγροτέραν ἡ πιμελή. διὰ τοῦτο τοιγαροῦν ἡ μὲν πιμελὴ τήκεται ῥᾳδίως ὑπὸ τοῦ πυρός, οὐ ῥᾳδίως δὲ πήγνυται τακεῖσα, τὸ δὲ στέαρ οὔτε τήκεται ῥᾳδίως, κἂν τακῇ, πήγνυται 〈τάχιστα καὶ〉 φαίνεται

15

.

2

.

40

〈πολὺ〉 σκληρότερον τῆς πιμελῆς. ὗς μὲν οὖν εὐτροφῶν πιμελὴν πλείστην ἔχει διὰ τὴν 〈φυσικὴν〉 τῆς κράσεως ὑγρό〈τητα, β〉όες δὲ καὶ αἶγες ὅσα

15

.

2

.

41

τἄλλα κερασφόρα διὰ τὴν ξηρότητα τὸ στ〈έαρ πλεῖσ〉τον γεννᾷ. σὺ δ’ εἰ βούλει, τὴν ἐλαιώδη καὶ λιπαρὰν οὐσίαν ἅπασαν ἐν τοῖς ζῴοις κάλει στέαρ ὥ〈σπερ〉 οἱ πλεῖστοι τῶν ἰατρῶν· ἔξεστι 〈δέ〉 σοι καὶ

15

.

2

.

42

πιμελὴν ὁμοίως. ὑγρότατόν ἐστι τὸ στέαρ τῶν ὑῶν σχεδὸν ἁπάντων τῶν ἄλλων καὶ διὰ τοῦτο κατὰ τὴν ἐνέργειαν ἐγγὺς ἐλαίου τὴν δύνα‐ μιν, μαλακτικώτερόν γε μὴν ἐλαίου καὶ πεπτικώτερόν ἐστι καὶ διὰ τοῦτο τοῖς πρὸς φλεγμονὴν ἁρμόττουσι καταπλάσμασι μίγνυται· τοῖς
5δὲ δακνομένοις κατὰ τὸ ἀπευθυσμένον ἢ τὸ κῶλον ἐνίεμεν αἴγειον μᾶλλον ἢ ὕειον 〈στέαρ〉, οὐ〈χ ὅτι μᾶλλον ἀμβλυν〉τι〈κόν ἐστι δρι‐ μύτητοσ〉, ἀλλ’ ὅ〈τι τὸ μὲν αἴγειον〉 πήγνυ〈ται ῥᾳδίως διὰ〉 παχυ‐ 〈μέρειαν, ἀπορρεῖ δὲ τὸ ὕειον ὁμοίως τῷ ἐλαίῳ, διὰ τοῦτο ἐνίεμεν

15

.

2

.

43

αὐτὸ μᾶλλον ἐπὶ τῶν δυσεντερικῶν τε〉 καὶ τεινε〈σμωδῶν. καὶ διὰ λεπτομέρεια〉ν δ’ ἔνια μᾶλλον 〈ἀμβλύν〉ει δριμύ〈τητας, ὅταν ἐν τῷ βάθ〉ει τῶν 〈δακνομένων〉 σωμάτων 〈τὸ λυποῦν ᾖ〉· ὅλα γὰρ 〈δι‐ εξέρχεται τὰ〉 σώματ〈α καὶ πᾶσι κ〉εράν〈νυται τοῖς δάκν〉ουσιν 〈ἰχῶρ‐

15

.

2

.

44

σιν αὐτό. κατὰ τοῦ〉το γοῦν 〈καὶ τὸ χήνειον〉 στέαρ τὰ 〈κατὰ〉 βάθος τῶν σωμάτων 〈δάκ〉νοντα μᾶλλον ἀμβλύνει· ἔστι δὲ 〈καὶ〉 θερμότερον

15

.

2

.

45

τοῦ ὑείου ..... μεταξύ γε μὴν αὐτῶν 〈ἐστι τὸ〉 τῶν ἀλεκτρυόνων

15

.

2

.

46

καὶ τὸ τῶν ἀλεκτορίδων. θερμότερον δ’ ἀεὶ 〈καὶ ξηρό〉τερον τὸ τῶν 〈ἀρ〉ρ〈ένων〉 ζῴων ἐστίν, αὐτῶν δὲ τούτων τὸ τῶν 〈ἐκ〉τετμημένων ἧττον θερμόν τε καὶ ξηρόν ἐστιν· ὁμοιοῦται γὰρ ἀεὶ τὰ εὐνουχισμένα

15

.

2

.

47

ἄρ〈ρενα〉 τοῖς ὁμογενέσι θήλεσιν. 〈ἁπάσης μὲν οὖν〉 πιμελῆς 〈δύναμίς ἐσ〉τιν ὑγραντική 〈τε καὶ〉 θερμαντικὴ τῶν ἀνθρωπίνων σωμάτων· αἱ δὲ καθ’ ἑκάστην αὐτῶν διαφοραὶ 〈κα〉τὰ τὸ μᾶλλόν τε καὶ ἧττον ...... εἰσιν· τοῦ μὲν 〈γὰρ ὑὸς ὡς πρὸσ〉 ἡμᾶς ἡ 〈πιμελὴ τὸ μὲν ὑγ〉ραί〈νειν ἔχει
5δαψιλῶσ〉, τὸ ......... θερ〈μαίνειν δ’ οὐχ ὁμοίωσ〉 ὥσ〈περ τὸ ἔλα〉ιον· 〈ἀλλ’ ἔστι κατὰ τὴν ἐν ἡ〉μῖν θ〈ερμότητα καὶ〉 ἡ τοῦ λίπο〈υς τῶν

15

.

2

48,49

ὑῶν. ἡ δὲ τ〉ῶν τα〈ύρων〉 πολὺ θερμοτέρα τῆς τῶν ὑῶν ἐστιν. τὸ δὲ

15

.

2

.

49

(2)

μόσχειον στέαρ ἀπολείπεται τοῦ τῶν ταύρων θερμότητι καὶ ξηρότητι, καὶ τὸ τῶν ἐρίφων τοῦ τῶν αἰγῶν, τοῦτο δὲ τοῦ τῶν τράγων, αὐτὸ δὲ πάλιν τὸ τῶν ταύρων τοῦ τῶν λεόντων· διαφορητικώτατον γὰρ
5ἐκεῖνο σχεδὸν ἁπάντων τῶν ἐν τοῖς τετράποσιν· καὶ γὰρ θερμότατόν

15

.

2

.

50

ἐστι καὶ λεπτομερέστατον. χρονίζον δ’ ἅπαν στέαρ ἑαυτοῦ γίνεται θερ‐

15

.

2

.

51

μότερόν τε καὶ λεπτομερέστερον, ὥστε καὶ διαφορητικώτερον. —Μυελὸς μαλακτικῆς τῶν σκληρυνομένων τε καὶ σκιρρουμένων σωμάτων ἐστὶ

15

.

2

.

52

δυνάμεως, εἴτε μύες, εἴτε τένοντες, εἴτε καὶ σπλάγχνα. καλλίστου δ’ ἐπειράθην ἀεὶ τοῦ τῶν ἐλάφων, ἐφεξῆς δὲ τοῦ τῶν μόσχων· ὁ δὲ τῶν ταύρων καὶ τράγων δριμύτερός ἐστι καὶ ξηραντικώτερος, ὥστε οὐ

15

.

2

.

53

δύναται διαλύειν σκληρότητας σκιρρώδεις. λαμβάνεται δ’ οὐ μόνον ὀστῶν μυελός, ὅσπερ δὴ καὶ ὄντως ἐστὶ μυελός, ἀλλὰ καὶ ὁ ἐκ τῆς ῥάχεως, ὃν καὶ αὐτὸν ὀνομάζουσι μυελὸν 〈νωτιαῖον, ὄντα σκληρό〉τερόν τε 〈καὶ αὐχμηρό〉τερον τοῦ λοιποῦ· 〈μαλα〉κώτερος γάρ ἐστιν ἐκεῖνος
5καὶ λιπαρώτερος, καὶ διὰ τοῦτο ἐγὼ τὸν ἐκ τῆς ῥάχεως ἰδίᾳ καθ’

15

.

2

.

54

ἑαυτὸν ἄνευ τούτου κατατίθεμαι. —Μαινίδων κεφαλῶν κεκαυμένων ἔοικε ξηραντική τις ἡ δύναμις εἶναι μὴ πάνυ δριμεῖα· τοῦτο γὰρ ἐνίοις

15

.

2

.

55

ὑπάρχει τῶν κεκαυμένων, ὡς τό γε ξηραίνειν κοινὸν ἅπασιν. —Κέρας ἐλάφου καὶ αἰγὸς κεκαυμένον καὶ πεπλυμένον ξηραντικῆς δυνάμεώς

15

.

2

56,57

ἐστιν. —Καστόρειον ξηραίνει καὶ θερμαίνει καὶ διαφορεῖ. τοῦτο μὲν

15

.

2

.

57

(2)

οὖν αὐτῷ κοινὸν καὶ πρὸς ἄλλα φάρμακα πάμπολλά ἐστιν· λεπτομερὲς δ’ ἱκανῶς ὑπάρχει καὶ κατὰ τοῦτο πλέον ἑτέρων δύναται θερμαινόν‐ των τε καὶ ξηραινόντων ὁμοίως αὐτῷ· τὰ γὰρ λεπτομερῆ δραστικώτερα
5τῶν παχυμερῶν ἐστι, κἂν ἴσην ἔχῃ τὴν δύναμιν, ἐκ τοῦ διεξέρχεσθαι καὶ κατὰ βάθους ἰέναι τῶν ὁμιλούντων σωμάτων, καὶ μάλιστα ὅταν

15

.

2

.

58

ᾖ ταῦτα πυκνά, καθάπερ τὰ νευρώδη. φανερῶς γοῦν .............. ..........................................................

15

.

2

.

59

.......................................................... .......................................................... ............................................ 〈ἠπεπ〉τηκό〈των ζῴων ἢ ὑπερπεπεινηκότων ἢ ὑπερδεδ〉ιψηκό〈των ἢ〉 μοχθηροῖς ἐδέ‐
5σμασι χρησαμένων· τὰ δ’ ὠὰ μίαν μόνην ἐπιδέχεται μοχθηρίαν τὴν ἐκ τῆς παλαιότητος, ἣν ῥᾷστον φυλάττεσθαι τὸν προσφάτοις χρώμενον.

15

.

2

.

60

ἔστι δὲ συνηθέστατον ἡμῖν εὐποριστότατόν τε τὸ τῶν ἀλεκτορίδων, καὶ διὰ τοῦτο αὐτῷ χρώμεθα μὴ δεόμενοι τῶν ἄλλων, καίτοι τὴν αὐτὴν ἐχόντων φύσιν· τῇ κράσει δ’ ἐστὶ ψυχρότερον ὀλίγῳ τοῦ συμ‐

15

.

2

.

61

μέτρου. ἔστι δὲ καὶ ἡ λέκιθος τῶν ὠῶν ὁμοίας φύσεως, καὶ διὰ τοῦτο

15

.

2

.

62

μίγνυται τοῖς ἀδήκτοις, ἑψηθέντων ἢ ὀπτηθέντων τῶν ὠῶν. εὔδηλον δ’ ὅτι διοίσουσιν ἀλλήλων αὗται βραχεῖαν διαφορὰν διὰ τὸ ξηραντι‐ κωτέραν μὲν ἠρέμα γίνεσθαι τὴν ὀπτήν, ὅσον δὲ προσέλαβε τῆς δυνά‐

15

.

2

.

63

μεως ταύτης, τοσοῦτον ἀπολλύναι τοῦ παρηγορικοῦ. ἐμψύχει δὲ

15

.

2

.

64

μετρίως τὸ ὠὸν καὶ ἀδήκτως ξηραίνει. —Ἐχίνων ἀμφοτέρων, τοῦ τε θαλασσίου καὶ τοῦ χερσαίου, τὸ σῶμα πᾶν καιόμενον ἐργάζεται τέφραν

15

.

2

.

65

ῥυπτικῆς τε καὶ διαφορητικῆς 〈καὶ καθαιρετικῆσ〉 δυνάμεως. —Κοχλίων κεκαυμένων ἡ τέφρα ξηραντικῆς ἱκανῶς ἐστι δυνάμεως, ἐχούσης τι

15

.

2

.

66

διὰ τὴν καῦσιν καὶ θερμόν. καὶ ἄκαυστοι δὲ ξηραίνουσιν ἱκανῶς. —

15

.

2

.

67

Καρκίνων τῶν ποταμίων καυθέντων ἡ τέφρα παραπλησίως τοῖς εἰρη‐

15

.

2

.

68

μένοις ξηραντικὴν ἔχει δύναμιν. —Ἀλεκτορίδων ἁπλοῦς ζωμὸς ἐπι‐ κρατητικῆς ἐστι δυνάμεως, ὥσπερ ὁ τῶν παλαιῶν ἀλεκτρυόνων ὑπακτι‐

15

.

2

.

69

κῆς· ἑψεῖν δ’ αὐτοὺς χρὴ μεθ’ ἁλῶν ἐπὶ πλεῖστον. —Ἀδάρκιον δριμύ‐ τατόν ἐστι καὶ θερμαντικώτατον· διὸ καὶ καθ’ αὑτὸ μὲν ἄχρηστόν ἐστι, μίγνυται δὲ τοῖς ἀμβλύνουσι τὴν δύναμιν αὐτοῦ, καὶ οὕτως γίνεται πολύχρηστον ἐπὶ τῶν θερμανθῆναι δεομένων διαθέσεων ἔξωθεν
5προσαγόμενον· εἴσω γὰρ τοῦ σώματος οὐχ οἷόν τε λαβεῖν αὐτὸ διὰ

15

.

2

.

70

τὸ σφοδρὸν τῆς δυνάμεως. —Ἀλκυόνια ῥύπτει μὲν πάντα καὶ δια‐ φορεῖ, δριμεῖαν ἔχοντα ποιότητα καὶ θερμὴν δύναμιν, ἀλλὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν αὐτοῖς ἐστιν ................................. .........................................................

15

.

3

t

〈Ἐκ τῶν Ξενοκράτους· τίνας κήρυκες καὶ πορφύραι ὡς ἔμπλαστρος ὠφελοῦσιν.〉 .....................................................

15

.

3

.

1

τος εφη.............. τῶν γυναικῶν ἀποκαθαίρουσι καταχριόμεναι.

15

.

3

.

2

μαλάγματός τε τρόπον ἐπιτιθέμεναι πρὸς τοὺς οἰδαλέους καὶ πεπωρω‐ μένους τῶν ὄρχεων ἐπαρκέσταται γίνονται, πρός τε τοὺς ἤδη ἔχοντας ὑγρὰ καὶ πρὸς τοὺς συνάγειν μέλλοντας καὶ πρὸς ἅπαν ἀπόστημα καὶ

15

.

3

.

3

φῦμα. χρησάμενοι γοῦν ἐπὶ συναγηοχότων ἤδη καὶ πρὸς διαίρεσιν ἐπι‐ τηδείων ἀποστημάτων διεφορήσαμεν δίχα πάσης ἐναργοῦς αἰσθήσεως.

15

.

3

.

4

δραστικώτερον δὲ σύνθετόν ἐστι τόδε· λιθαργύρου 𐅻 ρϛ, κηρύκων τέφρας 𐅻 ιζ, ἐλαίου παλαιοῦ 𐆂ο λ, ψιμυθίου 𐅻 κ, ῥητίνης τερεβινθίνης

15

.

3

.

5

𐅻 ιγ, λιβάνου 𐅻 η, ὕδατος 𐆂ο δ. τὴν λιθάργυρον καὶ τὸ ψιμύθιον τούς τε κήρυκας καὶ τὸν λιβανωτὸν λεάνας χωρὶς ἕκαστον ἐν θυείᾳ, ἐπι‐ χέας τὸ ὕδωρ καὶ τὸ ἔλαιον ἀνάτριψον ἐπιμελῶς, εἶτα ἐν χύτρᾳ

15

.

3

.

6

καινῇ ἕψε κινῶν συνεχῶς σπάθῃ, προσέχων μὴ προσκαῇ. ἰδὼν δ’ αὐτὰ ἡμίεφθα ἔμβαλε τὴν ῥητίνην, εἶτα τὸν λιβανωτόν· ἕψε δ’ ἕως
μὴ ................τεμπ..........κας· εἶτα ἑψήσας ...........

15

.

3

.

7

ἄν τε κατεράσας, ἀνελόμενος χρῶ. παραδόξως ἐνεργεῖ πρὸς τὰ προ‐ ειρημένα· ποιεῖ δ’ ἄκρως καὶ πρὸς τὰ κακοήθη καὶ νεμόμενα καὶ

15

.

3

.

8

δυσαλθῆ. οἱ δὲ προειρημένοι κήρυκες ἐν τῷ μέλιτι πρὸς παρωτίδας καὶ ἐν μαστοῖς καὶ μεθ’ ὕδατος καταπλαττόμενοι καὶ πρὸς τὰ ἐν κεφαλῇ ἑλκύδρια πυκνά, ἐρυθρά, μικραῖς προσεοικότα θηλαῖς, ἃ καλεῖ‐

15

.

3

.

9

ται κηρία. καὶ μεγάλαι δὲ καὶ σκληραὶ πορφύραι τὰ αὐτὰ ποιοῦσι τοῖς
κήρυξιν.

16

.

1

.

1

......................................................

16

.

1

1,2

[μάκων .............. μόνον] ...................... 〈φαρμά〉κων

16

.

1

.

2

(2)

μόνον ἦν δυνατὸν πάσας ἰᾶσθαι τὰς παρὰ φύσιν διαθέσεις, οὐκ ἂν ἐδεήθημεν οὐδέποτε συνθέτου φαρμάκου· νυνὶ δ’ οὐχ οὕτως ἔχει· πολλάκις γὰρ ἄχρι τοσοῦδέ τινος ἐκθερμῆναι τὸ σῶμα βουλόμενοι,

16

.

1

.

3

τῶν ἁπλῶν οὐδὲν ἔχομεν τοιοῦτον. μία μὲν αὕτη χρεία τῶν συν‐ θέτων, ὅταν ἐκ τῶν ὁμογενῶν τὸ σφοδρὸν τῷ μαλακῷ μίξωμεν ἀπο‐ ροῦντες τοῦ μέσου· μία δ’ ἄλλη τῆς τῶν ἑτερογενῶν ἐκ τοιοῦδε γίνε‐

16

.

1

.

4

ται λογισμοῦ. σπανίως ἂν εὕροι τις διάθεσιν ἤτοι διαφορούντων μόνον ἢ ἀποκρουομένων δεομένην· διὰ τοῦτο γοῦν ἀναγκαζόμεθα πολλάκις μὲν εὐθέως ἐν ἀρχῇ, πάντως δ’ οὖν ὀλίγον ὕστερον μιγνύναι τι τῶν

16

.

1

.

5

διαφορητικῶν· εἰ δ’ ὀδύνη συνῇ σφοδρά, καὶ τῶν παρηγορικῶν. καὶ τά γε πολυχρηστότατα καὶ κάλλιστα φάρμακα τὰς ἐναντίας ἐν ἑαυτοῖς

16

.

1

.

6

ἔχει δυνάμεις. τινὰ δὲ τῶν ἁπλῶν οὐδὲ εἰς χρῆσιν ἀχθῆναι δύναται
χωρίς γε ἑτέρου μίξεως, οἷον ὅταν ἐμπλαστὸν φάρμακον ..........

24

.

1

t

Ἐκ τῶν Γαληνοῦ. Περὶ ἐγκεφάλου καὶ μηνίγγων.

24

.

1

.

1

Γυμνώσας ἐπιτηδείως τὸν ἐγκέφαλον ὄψει τὴν σκληρὰν μήνιγγα κατὰ τὸ μῆκος αὐτῆς μέσον, πολὺ παχυτέραν γε φαινομένην ἐγκατα‐ βαίνουσάν τε μέχρι τινὸς οὕτω, καθ’ ὃ μάλιστα μέρος ἐστὶν ἐν τῷ

24

.

1

.

2

κρανίῳ τῶν ῥαφῶν ἡ μέση. κατὰ δὲ τὸν αὐτὸν τρόπον ὑπὸ τῇ λα‐ βδοειδεῖ ῥαφῇ τὴν παχεῖαν μήνιγγα θεάσῃ διπλουμένην τε ἅμα καὶ

24

.

1

.

3

μέχρι τινὸς ἐγκαταβαίνουσαν τῷ ἐγκεφάλῳ. φανοῦνται δέ σοι καὶ αἱ φλέβες ἀνίσχουσαι δι’ αὐτῆς, ἑκατέρωθεν μία, κατὰ τὰς πλευρὰς τῆς

24

.

1

.

4

λαβδοειδοῦς ῥαφῆς. ἔνθα δ’ ἀλλήλαις εἰς ταὐτὸν ἥκουσιν αὗται, σχε‐ δὸν μέν τι τοῦτο τὸ χωρίον ὑψηλότατον φαίνεται τῶν πέριξ· οὐκ ἴσον δ’ ἀπ’ αὐτοῦ τό τε πρόσω καὶ τοὐπίσω τῶν κατὰ τὸν ἐγκέφαλόν

24

.

1

.

5

ἐστι μορίων, ἀλλὰ τὸ πρόσω παμπόλλῳ μεῖζον. ἐπὶ δὲ τὸ μετεωρό‐ τατον τοῦτο καὶ ἡ ἑτέρα διπλόη παραγίνεται τῆς παχείας μήνιγγος, ὥστε φαίνεσθαι τετραπλασιαίαν τῷ πάχει τῶν ἄλλων ἁπάντων μερῶν

24

.

1

.

6

ἑαυτῆς ὅσα περιλαμβάνει τὸν ἐγκέφαλον κύκλῳ. καὶ μέντοι καὶ φλὲψ ἄλλη τρίτη παρὰ τὰς εἰρημένας δύο κατὰ τὸ μῆκος ἐκτέταται πρόσω φερομένη· τί γὰρ ἂν ἄλλο τις ἢ φλέβα καλέσειε τὸ τοιοῦτον ἀγγεῖον,

24

.

1

.

7

ἐν ᾧ φαίνεται περιεχόμενον αἷμα; θεάσῃ τε τὰς κοιλότητας ταύτας οὐ τὸν τῆς φλεβὸς ἐχούσας χιτῶνα συναναβαίνοντα διὰ τῶν ὀστῶν τῆς κεφαλῆς, ἀλλ’ ὅταν πρῶτον αἱ φλέβες προσάψωνται [ἄρχονται] τοῦ κρανίου, διπλουμένην τε κατ’ αὐτὸ τὴν παχεῖαν μήνιγγα μετὰ
5τοῦ συριγγοῦσθαι τὴν ἔνδον χώραν εἰς ἰδέαν ἀγγείου δεχομένην τὸ
αἷμα καὶ φυλάττουσαν οἷον παρέλαβεν· ἔνθα δὲ συμβάλλουσιν ἀλλή‐ λαις αἱ δύο φλέβες, ἥντινα χώραν ὁ Ἡρόφιλος ὀνομάζει ληνόν.

24

.

1

.

8

ἔστι δ’ αὕτη μὲν ἣν ἐκεῖνος ὀνομάζει, διὰ βάθους μᾶλλον· ἐπιπολῆς δ’ ἑτέρα συμβολὴ φλεβῶν μικρῶν ἐπικειμένη τῇ ληνῷ κατὰ τὴν

24

.

1

.

9

παχεῖαν ὡσαύτως μήνιγγα γεγενημένη. ἀποφύεται δὲ κατ’ ἐκεῖνο τὸ μέρος ἔνθα συμβάλλει ἡ λαβδοειδὴς ῥαφὴ τοῖς λεπιδοειδέσιν ὀστοῖς.

24

.

1

.

10

ἡ δὲ λεπτὴ μῆνιγξ στηρίζει μὲν ἅμα τὸν ἐγκέφαλον καὶ σκέπει, καὶ προσέτι σύνδεσμος γίνεται τῶν κατ’ αὐτὸν ἀγγείων ἁπάντων· ἔοικε γὰρ ἐμβρύου χορίῳ καὶ μεσαραίῳ ζῴου· καὶ γὰρ ἐκείνων ἑκάτερον ἐκ πολλῶν ἀρτηριῶν καὶ φλεβῶν ἐγγὺς ἀλλήλαις κειμένων ὑμένι τε
5λεπτῷ τὰ μεταξὺ διαστήματα συνυφασμένων ἐγένετο, καὶ ἡ μῆνιγξ ὡσαύτως ἁπάσας συνδεῖ τὰς κατὰ τὸν ἐγκέφαλον ἀρτηρίας καὶ φλέ‐

24

.

1

.

11

βας. οὐ περιέχει δὲ μόνον τὸν ἐγκέφαλον, ἀλλὰ καὶ διὰ τοῦ βάθους αὐτοῦ διαδύεται καὶ πάντῃ διεξέρχεται καὶ ὅλον αὐτὸν διαπλέκει, πανταχόσε τοῖς ἀγγείοις παρεκτεινομένη μέχρι τῆς ἔνδον εὐρύτητος

24

.

1

.

12

τῶν κοιλιῶν. ἔστι μὲν οὖν καὶ ἡ παχεῖα μῆνιγξ τοῦ ἐγκεφάλου σκέ‐ πασμα· μᾶλλον δ’ οὐχ ἁπλῶς σκέπασμα χρὴ καλεῖν αὐτήν, ἀλλ’ οἷον ἀμυντήριόν τι πρόβλημα ταῖς τοῦ κρανίου προσβολαῖς ἐγκείμε‐ νον· ἀλλ’ ἥ γε λεπτὴ σύμφυτον αὐτοῦ σκέπασμα· καὶ γὰρ δὴ καὶ
5ἀφέστηκεν ἀπ’ αὐτῆς ἡ παχεῖα, τοῖς διεκπίπτουσιν ἀγγείοις μόνοις

24

.

1

.

13

συνεχομένη. προτέρα μὲν οὖν ἡ λεπτὴ μῆνιγξ, ἐπ’ αὐτῇ δ’ ἡ παχεῖα γέγονεν, ὅσον ὀστοῦ μαλακωτέρα, τοσοῦτον τῆς λεπτῆς σκληροτέρα, ὅσον δὲ ταύτης ἡ λεπτή ἐστι μαλακωτέρα, τοσοῦτον ἐκείνης ὁ ἐγκέ‐

24

.

1

.

14

φαλος. ἡ μὲν οὖν χοριοειδὴς μῆνιγξ σύμφυτόν ἐστιν ἐγκεφάλου σκέ‐ πασμα, καθάπερ τι δέρμα ζῴου· ταύτης δ’ ἡ παχεῖα σύμφυτον μὲν οὐκέτι, πολλαχόθι δὲ συμφυές· ταύτῃ δ’ αὖ πάλιν τῇ παχείᾳ τὸ περι‐ κείμενον ἔξωθεν ὀστοῦν, ὃ δὴ καὶ κρανίον ὀνομάζουσι, καθάπερ τι
5κράνος ἐπίκειται· τὴν μήνιγγα δὲ τῷ κρανίῳ σύμφυτον μὲν οὐκ

24

.

1

.

15

ἐποίησεν ἡ φύσις, εἰς ἀσφάλειαν δ’ αὐτῆς δεσμοὺς ἐτεχνήσατο. τίνες οὖν οἱ δεσμοὶ τῆς μήνιγγος; αὐτῆς ἀποφύονται λεπτοί τινες ὑμένες· ὁδοὶ δ’ αὐτοῖς, ὥστε διεκπίπτειν ἐκτός, αἱ ῥαφαὶ τῆς κεφαλῆς εἰσιν·
περιτεινόμενοι γὰρ οὗτοι περὶ τὸ καθ’ ἑαυτὸν ἕκαστος μέρος, ὅθεν
5ἀνέσχεν, ἐντεῦθέν τε προϊόντες ἀπαντῶσιν ἀλλήλοις καὶ συνάπτονται καὶ συμφύονται καὶ τελέως ἑνοῦνται καὶ σχεδὸν ἕνα γεννῶσιν ὑμένα

24

.

1

.

16

τὸν περικράνιον ὀνομαζόμενον. αὕτη δ’ ἡ μῆνιγξ ἡ παχεῖα τὸ κρανίον ὑπέζωκεν· ὁ δ’ ἐγκέφαλος ἐν τῷ διαστέλλεσθαί 〈τε καὶ συστέλλεσθαι〉 προσέρχεταί τε καὶ ἀποχωρεῖ κατὰ τὴν μεταξὺ χώραν τὴν κενήν.

24

.

1

.

17

αὐτὸς δ’ ὁ ἐγκέφαλος τὴν μὲν οὐσίαν ὁμοιότατός ἐστι τοῖς νεύροις, ὧν ἔμελλεν ἀρχὴ γενήσεσθαι, πλὴν ὅτι μαλακώτερος αὐτῶν ὑπάρχει, καὶ αὐτοῦ δὲ μαλακώτερος μὲν ὁ πρόσθεν, σκληρότερος δ’ ὁ λοιπός, ὃν ἐγκράνιον καὶ παρεγκεφαλίδα καλοῦσιν οἱ ἀνατομικοί· καὶ διείρ‐
5γεσθον ἐνδιπλουμένῃ τῇ σκληρᾷ μήνιγγι, κατὰ μόνον τὸν ὑπὸ τῇ κο‐ ρυφῇ τῆς κεφαλῆς κείμενον πόρον καὶ [τὸν κα]τὰ τοῦτον περιέχοντα

24

.

1

.

18

σώματα συναπτομένω. κοιλίαι δὲ τοῦ ἐγκεφάλου δύο μέν εἰσιν αἱ πρόσθιοι, τὴν εἰσπνοὴν καὶ τὴν ἐκπνοὴν καὶ τὴν φύσην ἐργαζόμεναι τὴν ἐξ ἐγκεφάλου. δέδεικται γὰρ ἑτέρωθι περὶ τούτων· ἀποδέδεικται δὲ καὶ ὅτι προκατεργάζονταί τε καὶ προπαρασκευάζουσιν αὗται τὸ
5ψυχικὸν πνεῦμα· καὶ μὲν δὴ καὶ ὅτι τοῖς κάτω μέρεσι σφῶν αὐτῶν τοῖς πρὸς τὰς ῥῖνας ἅμα μὲν ὀσφρητικόν ἐστιν ὄργανον, ἅμα δ’ οἷον ὀχετός τις εἰς περιττωμάτων ἐκροὴν ἐπιτήδειος· μία δ’ ἡ ἐν τῇ παρ‐ εγκεφαλίδι, τὸ κατειργασμένον ἐν ταῖς προσθίοις ψυχικὸν πνεῦμα μεταλαμβάνουσα· διὸ καὶ ἀναγκαῖον ἦν γενέσθαι τινὰ πόρον ἐξ ἐκεί‐

24

.

1

.

19

νων εἰς ταύτην. ἀτὰρ οὖν καὶ φαίνεται μέγιστος ὁ ἀπὸ τῶν ἔμ‐ προσθεν κοιλιῶν εἰς αὐτὴν ἐμβάλλων πόρος, καὶ κατὰ τοῦτό γε μόνον ἡ σύμφυσίς ἐστι τῇ παρεγκεφαλίδι πρὸς τὸν ἐγκέφαλον· οὕτως γὰρ ἑκατέραν αὐτοῦ τὴν μοῖραν ἔθος ἐστὶ καλεῖν τοῖς περὶ τὸν Ἡρόφιλον,

24

.

1

.

20

τὴν δ’ ὄπισθεν παρεγκεφαλίδα. διειργόμενος οὖν ἀπὸ τῆς παρεγκεφα‐ λίδος, ὡς καὶ πρόσθεν εἴρηται, τῇ τῆς παχείας μήνιγγος διπλώσει, δεόμενος δὲ κἂν καθ’ ἕν τι συναφθῆναι μέρος ἕνεκα τῆς τοῦ προειρη‐ μένου πόρου γενέσεως, εἰς μίαν πρότερον χώραν τὰς κοιλίας ἀμφοτέ‐
5ρας ἐπεράτωσεν, ἣν δὴ τετάρτην ἔνιοι τῶν ἀνατομικῶν ἀριθμοῦσι τοῦ παντὸς ἐγκεφάλου κοιλίαν· ἐκ ταύτης γὰρ τῆς κοιλότητος ὁρμώμενος ὁ πόρος ἐκδεχόμενός τε τὸ περιεχόμενον ἐν αὐτῇ πνεῦμα διαπέμπει

24

.

1

.

21

τῇ παρεγκεφαλίδι. τὸ δ’ ὑπὲρ τὴν κοιλότητα μέρος ἐγκεφάλου, καθά‐ περ οἰκίας τις ὄροφος, εἰς κοίλης σφαίρας ἐπιφάνειαν περιαγόμενον, οὐκ ἂν ἀλόγως δόξειεν ὠνομάσθαι καμάριόν τε καὶ ψαλιδοειδές, [καὶ] ὅτι καὶ τὰ τοιαῦτα τῶν οἰκοδομημάτων ἔθος ἐστὶ τοῖς ἀρχιτεκτονι‐

24

.

1

.

22

κοῖς καμάρας τε καὶ ψαλίδας ὀνομάζειν. τὸ δὲ κατὰ τὴν ἀρχὴν τοῦ συνάπτοντος τὴν μέσην κοιλίαν πόρου πρὸς τὸν ὀπίσθιον ἐγκέφαλον ἐπικείμενον σῶμα, τὸ πρὸς τῶν ἀνατομικῶν ὀνομαζόμενον κωνάριον, τὴν μὲν οὐσίαν ἐστὶν ἀδὴν καὶ τὸ σχῆμα κώνῳ μάλιστα παραπλήσιον,

24

.

1

.

23

ὅθεν αὐτῷ καὶ τοὔνομα. τοῦτον δὴ τὸν ἀδένα τὸν τῷ κώνῳ παρα‐ πλήσιον ἀναπληροῦντα τῆς μεγάλης φλεβὸς τὴν σχίσιν, ἀφ’ ἧς ἅπαντα δὴ σχεδὸν τὰ κατὰ τὰς προσθίας κοιλίας χοριοειδῆ πλέγματα συνί‐ στανται, τῆς αὐτῆς χρείας ἕνεκα τοῖς ἄλλοις ἀδέσι τοῖς στηρίζουσι τὰς
5σχιζομένας φλέβας ἡγοῦμαι γεγονέναι· ἡ δ’ ἐκτεταμένη κατὰ πᾶν τοῦ πόρου σκωληκοειδὴς ἐπίφυσις ἐπιτροπεύει τε καὶ ἄρχει τῆς διόδου τοῦ πνεύματος καὶ ἔχει θέσεώς τε καὶ φύσεως καὶ τῆς πρὸς τὰ παρακεί‐ μενα μέρη κοινωνίας ὧδέ πως· ἑκατέρωθεν τοῦ πόρου λεπταὶ καὶ προμήκεις εἰσὶν ἐξοχαὶ τοῦ ἐγκεφάλου, γλουτία καλούμενα· μηροῖς
10ἀνθρώπου μάλιστα 〈ἂν〉 εἰκάσαις ἀλλήλων ἁπτομένοις τὴν ὁμιλίαν αὐ‐

24

.

1

.

24

τῶν. εἰσὶ δ’ οἳ διδύμοις εἰκάσαντες αὐτὰ διδύμια καλοῦσιν· τινὲς δὲ τὰ μὲν ὁμιλοῦντα τῷ κωναρίῳ σώματα διδύμια καλοῦσι, τὰ δ’ ἐφεξῆς

24

.

1

.

25

αὐτῶν γλουτία. τὰ μὲν οὖν ἀριστερὰ καὶ δεξιὰ μέρη τοῦ πόρου τὰ τούτων ἐστὶ σώματα· τὰ δ’ ἄνωθεν ὑπὸ λεπτοῦ μὲν ὑμένος τινός, οὐ μὴν ἀρρώστου γε, σκέπεται, συναπτομένου τοῖς γλουτίοις ἑκατέρωθεν, ὅστις ὑμὴν ἄχρι τῆς ὀπίσω κοιλίας ἐκτεταμένος τὸ κάτω πέρας ἐστὶ
5τῆς σκωληκοειδοῦς ἐπιφύσεως, οὐδὲν ὅμοιον ἐχούσης τοῖς διδύμοις καὶ γλουτίοις· ἡ μὲν γὰρ πολυειδῶς διήρθρωται, τὰ δ’ ἐστὶν ὅμοια

24

.

1

.

26

πάντῃ καὶ οὐ πάνυ τι σύνθετα. πρὸς δὲ τῷ πολυειδῶς διηρθρῶσθαι καὶ δοκεῖν ἐκ παμπόλλων συγκεῖσθαι μορίων λεπτοῖς ὑμέσι συναπτο‐ μένων ἔτι καὶ τοῦτο ἡ σκωληκοειδὴς ἐπίφυσις ἐξαίρετον ἔχει. κυρτὸν μὲν καὶ λεπτὸν αὐτῆς ἐστι τὸ κατὰ τὴν ὀπίσω κοιλίαν πέρας, ἵναπερ
5εἰς τὸν ἐπικείμενον ὑμένα τελευτᾶν ἐλέγετο· τὸ δ’ ἀπὸ τοῦδε κατὰ βραχὺ προσαυξανομένη τε καὶ πλατυνομένη σχεδὸν ἴσον ἴσχει τὸν νῶτον τῇ τῶν γλουτῶν διαστάσει, καὶ διὰ τοῦτο μακρὰ μὲν ἐκταθεῖσα
κατὰ τοῦ πόρου τελέως αὐτὸν ὅλον ἐπιφράττει, ἀνακλωμένη δ’ εἰς τοὐπίσω συνανασπᾷ μὲν οὕτως τὸν ὑμένα συμφυῆ τοῖς κυρτουμένοις
10ἑαυτῆς μορίοις ὑπάρχοντα, τὸν πόρον δ’ εἰς τοσοῦτον ἀνοίγνυσιν ὅλον, εἰς ὅσον ἀποχωρεῖ πρὸς τοὐπίσω· σφαιρουμένης γὰρ αὐτῆς κατὰ τὴν ἀνάκλασιν καὶ εἰς ἑαυτὴν συνιζανούσης, ὅσον ἀφαιρεῖται τοῦ μήκους, τοσοῦτον συναύξεται τοῦ πλάτους· ὥστε εὐλόγως, ὀλίγον μὲν ἀνακυλισθείσης καὶ διὰ τοῦτο ὀλίγῳ πλατυτέρας γινομένης, μόνοις
15τοῖς κατὰ τὴν βάσιν μέρεσι τοῦ πόρου τοῖς στενοτάτοις μὴ κατεμβαί‐ νειν δύνασθαι τὰ κάτωθεν αὐτῆς πέρατα, πλέονος δὲ τῆς ἀνακλάσεως γενομένης, καὶ διὰ τοῦτο καὶ τῆς πλατύτητος ἐπαυξηθείσης, πλέον καὶ τὸ τοῦ πόρου διοίγεσθαι μέρος, ἀεὶ δὲ τοσοῦτον, ὅσον ἂν ἑκάστοτε

24

.

1

.

27

ἀπορρέῃ τῆς ἐμβησομένης αὐτῷ κυρτότητος. συνέφυσε δ’ ἡ φύσις αὐ‐ τὴν τοῖς τῶν γλουτίων νώτοις συνδέσμοις, οὓς οἱ περὶ τὰς ἀνατομὰς δεινοὶ τένοντας ὀνομάζουσιν, ὑφ’ ὧν ἀμφοτέρων ἐσφιγμένη τε καὶ

24

.

1

.

28

κατεχομένη πλανᾶσθαι κωλύεται. τῆς δὲ τῶν περιττωμάτων ἐκκρίσεως τοῦ ἐγκεφάλου πρόνοιαν ἱκανὴν ἡ φύσις ἐποιήσατο· διττῶν γὰρ ὄντων τούτων τῷ γένει (τὰ μὲν γὰρ οἷον ἀτμώδη τέ ἐστι καὶ καπνώδη σύμφυτον ἔχοντα τὴν ἄνω φοράν, τὰ δ’ οἷον ὑδατώδη τε καὶ ἰλυώδη
5κάτω ῥέποντα), διττοὺς καὶ τοὺς τῆς ἐκκρίσεως αὐτοῖς ἐτέμετο πό‐ ρους, τοὺς μὲν τὰ κοῦφα κενώσοντας ἐπὶ τὰ ὑψηλότατα ἀνάγουσα,

24

.

1

.

29

τοὺς δὲ τὰ βαρέα τε καὶ κάτω ῥέποντα κατάντεις ἐργασαμένη. κατὰ μὲν οὖν τὴν κεφαλήν, ἐπειδὴ καὶ τῶν ἄλλων ἁπάντων τῶν ἐν τῷ σώματι μελῶν ὑπέρκειται καθάπερ τις ὄροφος οἴκου θερμοῦ, καὶ δέχεται τὰ λιγνυώδη τε καὶ ἀτμώδη περιττώματα πάντα τῶν ὑπο‐
5κειμένων, πολλὰς ἀναπνοὰς παρεσκεύασεν, ἅμα μὲν σηραγγῶδες ἐρ‐ γασαμένη τὸ τῆς κεφαλῆς ὀστοῦν, ἅμα δὲ καὶ συνηρθρωμένον ποικί‐ λως ταῖς ὀνομαζομέναις ῥαφαῖς, δι’ ὧν αἱ τῆς ἀτμώδους περιττώσεως ἐκκρίσεις γίνονται, ἃς οὐκ ἀεὶ σαφῶς ἔστιν ἰδεῖν, οὔτε καθ’ ὅλον τὸ σῶμα γινομένας οὔτε διὰ τῆς κεφαλῆς, ὡς ἂν ὑπὸ λεπτότητος ἐνίοτε
10λανθανούσας· οἱ δὲ κατάντεις ἐγκεφάλου πόροι διά τε τῆς ὑπερῴας εἰς τὸ στόμα 〈καὶ〉 διὰ τῶν ῥινῶν ἐξερεύγονται στόμασιν αἰσθητοῖς

24

.

1

.

30

καὶ μεγάλοις αἰσθητὰ καὶ παχέα περιττώματα. τῶν μὲν οὖν δύο πό‐ ρων τῶν εἰς τὰς ῥῖνας φερόντων ἡ κατασκευὴ τοιαύτη τίς ἐστιν· αὐτὴ μὲν ἡ σκληρὰ μῆνιγξ σκέπουσα τὸν ἐγκέφαλον διατέτρηται δίκην ἠθμοῦ· τὰ προκείμενα δ’ αὐτῆς ὀστᾶ πολυειδέστερον, καὶ ὥσπερ αἱ
5σπογγιαὶ μήτε ἐπ’ εὐθείας ἀλλήλοις τῶν πόρων κειμένων μήτε ὅλως εὐθέων ἁπάντων ὑπαρχόντων, ἀλλ’ ἔστιν ὧν, καὶ τούτων πλείστων σκολιῶν τε ἅμα καὶ περιφερῶν, ὥστε ἄλλην τινὰ μακρὰν περίοδον συχνὴν ἐκπεριελθεῖν χρὴ πρότερον, εἴ τι μέλλοι δι’ αὐτῶν ὁδοιπορῆ‐

24

.

1

.

31

σαν ἐπὶ τὸν ἐγκέφαλον ἰέναι. καὶ διὰ τοῦτο συμβαίνει μήτε ἄλλο τι προσπίπτειν ἔξωθεν σκληρὸν τῷ ἐγκεφάλῳ σῶμα, μήτε ἀκραιφνῆ γί‐ νεσθαι τὴν ψῦξιν, εἰσπνεόντων ἡμῶν, εὐθὺς τῶν κατὰ τὸν ἐγκέφαλον

24

.

1

.

32

κοιλιῶν. ἐπεὶ δ’ ἅπαξ ἐγένετο ταῦτα δὴ τὰ τοῖς σπόγγοις προσεοι‐ κότα προβλήματα, καλούμενα πρὸς τῶν ἀνατομικῶν ἠθμοειδῆ, τῆς κατὰ τὸν ἐγκέφαλον ἀσφαλείας ἕνεκα, καὶ τὴν ἀναπνοὴν δι’ αὐτῶν ἀναγκαῖον ἦν ἐπιτελεῖσθαι· διὰ μὲν γὰρ τῆς εἰσπνοῆς ἡ τῶν ἀτμῶν
5γίνεται διάγνωσις, διὰ δὲ τῆς ἐκπνοῆς ἡ τῶν περιττωμάτων ἔκκρισις· ἡ γάρ τοι ῥύμη τῆς ἐν ταύταις ταῖς ἐνεργείαις φορᾶς τοῦ πνεύματος

24

.

1

.

33

συνεπισύρεται πολλὰ τῶν κατὰ μόνας ἀδυνατούντων διελθεῖν. τῶν δ’ ἄλλων δυοῖν πόρων τῶν εἰς τὴν ὑπερῴαν καθηκόντων ὁ μὲν ἐκ τοῦ πυθμένος τῆς μέσης κατὰ τὸν ἐγκέφαλον κοιλίας ὁρμηθεὶς εἰς τὸ κάτ‐ αντες φέρεται, ὁ δ’ ὑπόλοιπος ἄρχεται μὲν ἀπὸ τοῦ συνάπτοντος
5πόρου τὸν ἐγκέφαλον τῇ παρεγκεφαλίδι, φέρεται δ’ ἐπὶ τὸν ἐγκέ‐ φαλον εἰς τὸ κάτω λοξός· ἡνίκα δ’ ἂν πρῶτον εἰς ταὐτὸν ἀλλήλοις ἀφίκωνται, δέχεταί τις ἀμφοτέρους χώρα κοινὴ κοίλη καὶ κατάντης.

24

.

1

.

34

καὶ κύκλος μὲν ἀκριβής ἐστιν αὐτῆς τὸ ἄνω χεῖλος· ἐντεῦθεν δ’ ἀεὶ καὶ μᾶλλον στενουμένη καταφύεται εἰς ὑποκείμενον ἀδένα πεπλατυσ‐

24

.

1

.

35

μένῃ σφαίρᾳ παραπλήσιον, αἰσθητὴν ἔχοντα καὶ αὐτὸν κοιλίαν. ἐκ‐ δέχεται δὲ τοῦτον ἠθμοειδεῖ τινι προσεοικὸς ὀστοῦν, δι’ οὗ γέγονεν

24

.

1

.

36

εἰς τὴν ὑπερῴαν ἡ τῶν παχέων περιττωμάτων ὁδός. ἡ χρεία δ’ ἑκάστου τῶν κατ’ αὐτὴν ὀργάνων· ἡ μὲν ὑποδεχομένη τοὺς πόρους κοιλότης, ἣν οἱ μὲν ἀπὸ τοῦ σχήματος πύελον, οἱ δ’ ἀπὸ τῆς χρείας χοάνην ὀνομάζουσιν, ἐκ μὲν τῶν ἄνω μερῶν οἷον δεξαμενῆς τινος
5ἐπέχει χρείαν· ἐκ δὲ τῶν κάτω, καθάπερ αὐτὸ τοὔνομα ἐνδείκνυται, χοάνην μεμίμηται· διατέτρηται γὰρ εἰς τὸ κάταντες αἰσθητῷ πόρῳ μέχρι τῆς κατὰ τὸν ἀδένα κοιλίας· ἐπεὶ δ’ ἄνωθεν μὲν ἐχρῆν αὐτῷ τῷ ἐγκεφάλῳ συνῆφθαι, κάτωθεν δ’ εἰς τὸν ἀδένα καταφύεσθαι, δεόν‐

24

.

1

.

37

τως ὑμενώδης ἐγένετο. μοῖρα γοῦν τις ἀπὸ τῆς λεπτῆς μήνιγγος τῆς

24

.

1

.

38

χοριοειδοῦς ἀποταθεῖσα τῆς πυέλου τὸ σῶμα συνεστήσατο. τὸ δὲ δικ‐ τυοειδὲς καλούμενον πλέγμα μέγιστον θαῦμα τῶν ἐνταυθοῖ τέτακται, περιλαμβάνον μὲν ἐν κύκλῳ καὶ αὐτὸν τὸν ἀδένα, παρῆκον δὲ καὶ εἰς τοὐπίσω μέχρι πλείστου· πᾶσα γὰρ ὀλίγου δεῖν ἡ τοῦ ἐγκεφάλου

24

.

1

.

39

βάσις ὑποτεταγμένον 〈ἔχει〉 τοῦτο τὸ πλέγμα. ἔστι δ’ οὐχ ἁπλοῦν τὸ δίκτυον, ἀλλ’ ὡς εἰ καὶ ταῦτα τὰ δίκτυα τὰ τῶν ἁλιέων πλείω λα‐

24

.

1

.

40

βὼν ἐπ’ ἀλλήλοις ἐκτείνῃς. πρόσεστι δὲ τῷ τῆς φύσεως ἐκείνῳ δικ‐ τύῳ τὸ τὰς ἐπιβολὰς ἀεὶ θατέρου συνῆφθαι θατέρῳ καὶ μὴ δύνασθαι μόνον ἓν ὁτιοῦν λαβεῖν ἐξ αὐτῶν· ἕπεται γὰρ καὶ τὰ ἄλλα τῷ ληφθέντι,

24

.

1

.

41

κατὰ στοῖχον ἁπάντων ἑξῆς ἀλλήλοις συνημμένων. οὐ μὴν ἐξ ὕλης τῆς ἐπιτυχούσης γέγονεν, ἀλλὰ τῶν ἀπὸ τῆς καρδίας ἐπὶ τὴν κεφα‐ λὴν ἀναφερομένων ἀρτηριῶν τὴν μεγίστην μοῖραν ὕλην ἡ φύσις ἐπε‐ βάλετο τῷ θαυμαστῷ τούτῳ πλοκάνῳ (βραχεῖαι γάρ τινες αὐτῶν
5ἀποβλαστήσεις εἴς τε τὸν τράχηλον καὶ τὸ πρόσωπον καὶ τὰ ἐκτὸς τῆς κεφαλῆς ἀπεχώρησαν μόρια), τὸ δ’ ἄλλο πᾶν ὄρθιον, ὥσπερ ἐξ ἀρχῆς ἐγένετο, διὰ τοῦ θώρακος καὶ τοῦ τραχήλου πρὸς τὴν κεφα‐ λὴν ἀναφερόμενον, ὑπεδέξατο μὲν εὐμενῶς ἡ ταύτῃ μοῖρα τοῦ κρα‐ νίου καὶ διατρηθεῖσα παρέπεμψεν ἀλύπως εἴσω τῆς κεφαλῆς· ὑπεδέχετο
10μὲν καὶ ἡ μῆνιγξ ἡ παχεῖα καὶ κατ’ εὐθὺ τῆς κατ’ ἐκείνων ὁρμῆς ἤδη διετέτρητο, καὶ δόκησις ἦν ἐκ τούτων ἁπάντων εἰσάγεσθαι πρὸς τὸν

24

.

1

.

42

ἐγκέφαλον αὐτάς. ἀλλ’ οὐκ ἄρα τοῦτο οὕτως ἔχει· ὑπερβᾶσαι γὰρ τὸ κρανίον ἐν τῇ μεταξὺ χώρᾳ τούτου τε καὶ τῆς παχείας μήνιγγος, πρῶτα μὲν ἐσχίσθησαν εἰς μικρὰς πάνυ καὶ λεπτὰς ἀρτηρίας, ἑξῆς δὲ τὸ μέν τι πρόσω τῆς κεφαλῆς, τὸ δ’ ὀπίσω, τὸ δ’ εἰς ἀριστερά, τὸ
5δ’ εἰς δεξιὰ δι’ ἀλλήλων φερόμεναί τε καὶ περιπλεκόμεναι πάλιν ἑτέ‐ ραν δόκησιν ἐναντίαν παρέσχον, ὡς ἐπελάθοντο τῆς ἐπὶ τὸν ἐγκέφα‐

24

.

1

.

43

λον ὁδοῦ. ἀλλ’ οὐκ ἄρα οὐδὲ τοῦτο ἀληθὲς ἦν· αὖθις γὰρ ἐκ τῶν πολλῶν ἀρτηριῶν ἐκείνων, ὥσπερ ἐκ ῥιζῶν εἰς πρέμνα, τῆς συναγω‐ γῆς γενηθείσης, ἐξέφυ ζεῦγος ἀρτηριῶν ἄνωθεν ἕτερον ἴσον τῷ κατ’ ἀρχὰς ἀνιόντι, καὶ οὕτως ἤδη διὰ τῶν τῆς παχείας μήνιγγος τρημά‐

24

.

1

.

44

των εἰς τὸν ἐγκέφαλον ἔδυ. τί δὴ τοῦτό ἐστι τὸ θαῦμα, πολλάκις εἴρηται καὶ πρόσθεν, ὡς ἔνθαπερ ἀκριβῶς κατεργάσασθαι τὴν ὕλην ἡ φύσις βούλεται, πολυχρόνιον αὐτῇ διατριβὴν ἐν τοῖς τῆς πέψεως

24

.

1

.

45

ὀργάνοις παρασκευάζει. διὰ τοῦτο οὖν ἐπειδὴ τὸ κατὰ τὸν ἐγκέφαλον πνεῦμα ψυχικὸν ἀκριβεστέρας ἐδεῖτο κατεργασίας, τὸ δικτυοειδὲς πλέγμα πολυπλοκώτερον ἐποίησεν· ὅ τε γὰρ ὅλος ἐγκέφαλος ὑπὸ τούτων τῶν ἀρτηριῶν διαπλέκεται πολυειδῶς σχισθεισῶν, καὶ πολλαὶ
5τῶν ἀποσχίδων εἰς τὰς κοιλίας αὐτοῦ τελευτῶσιν, ὥσπερ οὖν καὶ τῶν ἐκ τῆς κορυφῆς κατιουσῶν φλεβῶν· ἐξ ἐναντίων μὲν γὰρ τόπων ἐμ‐ βάλλουσι ταῖς ἀρτηρίαις, εἰς ἅπαντα δ’ ὡσαύτως αὐτοῦ τὰ μόρια διανέμονται, τά τε ἄλλα καὶ αὐτὰς τὰς κοιλίας, ἐκκρίνουσαι μὲν τὰ περιττώματα, τὸ δ’ αἷμα κατέχουσαι, καθάπερ αἱ ἀρτηρίαι τὸ πνεῦμα,
10μάλιστα πάντων ἀναπνέουσαι· κατασχεθὲν δ’ ἐν αὐταῖς παμπόλλῳ

24

.

1

.

46

χρόνῳ καὶ κατεργασθὲν ἐμπίπτει ταῖς κοιλίαις τοῦ ἐγκεφάλου. μέχρι μὲν οὖν τῆς κεφαλῆς ἀπὸ τῆς καρδίας διὰ τοῦ θώρακός τε καὶ παν‐ τὸς τοῦ τραχήλου τὰς φλέβας ἅμα ταῖς ἀρτηρίαις ἀνήγαγεν ἡ φύσις· ἐντεῦθεν δὲ τὰς μὲν ἀρτηρίας ἐπὶ τὸ δικτυοειδές, ὡς εἴρηται, πλέγμα,
5τὰς φλέβας δ’ ἐπ’ ἄκραν τὴν κορυφὴν τῆς κεφαλῆς εἴσω τοῦ κρανίου παρήγαγε, διπλουμένης τῆς παχείας μήνιγγος καὶ εἰς μέσην ἑαυτὴν ὑποδεχομένης αὐτάς.

24

.

2

t

Περὶ μειώσεως ἐγκεφάλου.

24

.

2

.

1

Ἐγκεφάλου μείωσις, ὥς φησιν Ἱπποκράτης, γίνεται τοῖς φαλα‐ κρουμένοις, ὥστε τὰ τοῦ βρέγματος ὀστᾶ χαυνότερα καὶ λεπτότερα τῶν ἄλλων ὄντα καὶ ἄνωθεν ἐπικείμενα γίνεσθαι ξηρὰ διὰ τὴν ἔν‐ δειαν τοῦ ἐγκεφάλου μήτε ἐξικνουμένου πρὸς αὐτὰ μήτε ἅπτεσθαι
5δυναμένου· συνιζάνει τε γὰρ καὶ καταπίπτει ταπεινὸς ἐπὶ τὴν ἑαυτοῦ

24

.

2

.

2

βάσιν. ἀκόλουθον δ’ ἐστὶ τῶν ὀστῶν τούτων ξηρανθέντων ξηραίνεσθαι καὶ τὸ περιτεταμένον αὐτοῖς δέρμα, καὶ φαίνεταί γε καὶ αὐτῇ τῇ

24

.

2

.

3

αἰσθήσει πάνυ ξηρὸν ἐπὶ τῶν φαλακρῶν. ὅταν γε μὴν ἐπὶ πλέον τύχῃ ξηρανθεὶς ὁ ἐγκέφαλος, ὡς ἐπί τινων ἐν ἐσχάτῳ γήρᾳ συμβαίνει, καὶ τὰς τῶν νεύρων ἐκφύσεις ἀναγκαῖον ἀποξηραίνεσθαι τηνικαῦτα, καὶ διὰ τοῦτο μήτε ὁμοίως ὁρᾶν ἔτι μήτε ἀκούειν μήτε ἄλλο τι τῶν
5κατὰ τὰς αἰσθήσεις ἢ καθ’ ὁρμὴν κινήσεις ἐρρωμένως ἐπιτελεῖν, ἀλλ’ ἔκλυτα πάντα καὶ ἀμυδρὰ καὶ ἄρρωστα γίνεσθαι τὰ κατ’ αὐτὰς ὄρ‐ γανα, δι’ ὧν ἐπετέλουν τὸ πρότερον.

24

.

3

t

Περὶ τοῦ νωτιαίου.

24

.

3

.

1

Τὰς δύο μήνιγγας ὁ νωτιαῖος ἔχει, τήν τε παχεῖαν καὶ τὴν λε‐ πτήν, ἀπὸ τῶν περὶ τὸν ἐγκέφαλον πεφυκυίας, αἷς δὴ καὶ ἥνωται· τρίτον δ’ ἔξωθεν αὐταῖς περιβέβληται σῶμα, καθάπερ ἀμφίεσμά τι καὶ πρόβλημα τοῦ νωτιαίου μυελοῦ, τὴν ἀρχὴν τῆς ἐκφύσεως ἐκ τῶν κο‐

24

.

3

.

2

ρωνῶν τῆς κεφαλῆς εἰληφός. ἔστι δ’ ἡ φύσις αὐτοῦ τῇ τῶν συν‐ δέσμων ἡ αὐτή, καθ’ ὅ τι καὶ πέφυκεν ἐξ ὀστοῦ τοῖς συνδέσμοις ὡσαύτως· καὶ μέντοι καὶ συνδεῖ πως πρόσω σπονδύλων ἐγκαταβαῖνον

24

.

3

.

3

τὸ σῶμα τοῦτο διπλοῦν ταῖς μεταξὺ χώραις αὐτῶν. παραπλήσιον δ’

24

.

3

.

4

ἐστὶ τῇ παχείᾳ μήνιγγι καὶ πάχει καὶ χροιᾷ καὶ σκληρότητι. τμηθεὶς δ’ οὗτος ὁ σύνδεσμος, εἴτε κατὰ μῆκος, εἴτε κατὰ πλάτος, εἴτε κατ’ ἄμφω, βλάβην οὐδεμίαν ἐργάσεται τῷ ζῴῳ, καθάπερ οὐδ’ ἂν ἡ σκληρὰ
τμηθείη μῆνιγξ, κακώσει τὸ ζῷον, οὐδ’ ἂν τὸν νωτιαῖον αὐτὸν τέμῃς
5κατὰ τὸ μῆκος· πέφυκε γὰρ ἑκάτερον τῶν νεύρων ἃ κατὰ συζυγίαν ἐκφύεται τοῦ νωτιαίου κατὰ τὰς συμβολὰς τῶν σπονδύλων ἐκ τῶν

24

.

3

.

5

πλαγίων, τὸ μὲν δεξιὸν ἐκ τοῦ δεξιοῦ, τὸ δ’ ἕτερον ἐκ θατέρου. τῆς τομῆς δ’ ἐγκαρσίας γενομένης τοῦ νωτιαίου, παραλύεσθαι συμβαίνει τὴν κίνησιν ἐκείνων τοῦ ζῴου τῶν μερῶν, ὅσα κατωτέρω τῆς τομῆς τοῦ νωτιαίου τὴν ἀρχὴν ἔχει τῶν εἰς ταῦτα φερομένων νεύρων·
5ὥστε ἐκ τῆς τῶν νεύρων ἀνατομῆς ῥᾷστον ἔσται σοι τὰ καθ’ ἕκαστον

24

.

3

.

6

μέρος τοῦ νωτιαίου τμηθὲν ἑπόμενα πάθη τοῦ ζῴου γινώσκειν. νυνὶ δὲ τοσοῦτον ἔτι προσθήσω τῷ λόγῳ· ἡ μὲν ἐν τῷ μεταξὺ κεφαλῆς τε καὶ τοῦ πρώτου σπονδύλου τομὴ τοῦ νωτιαίου, τὴν σκέπουσαν μή‐ νιγγα τὸ πέρας τῆς ὀπίσω κοιλίας ἐγκεφάλου διαιροῦσα, παραχρῆμα
5τὸ ζῷον ἅπαντος τοῦ σώματος ἀκρατές τε ἅμα καὶ ἀναίσθητον ἐρ‐

24

.

3

.

7

γάζεται. κατὰ τοῦτο τὸ μέρος ὁρᾶτε καὶ τοὺς ταύρους τεμνομένους

24

.

3

.

8

ἐν τοῖς ἱεροῖς ὑπὸ τῶν βουτύπων. ἡ δὲ μετὰ τὸν πρῶτον, οὐχ ὅτι ταύτης μόνης ἅπτεται τῆς κοιλίας, διὰ τοῦτο τὰ αὐτὰ συμπτώματα φέ‐ ρει τοῖς ζῴοις, ἀλλ’ ὅτι τά τε κῶλα παραλύει τοῦ ζῴου καὶ πᾶσαν

24

.

3

.

9

ἀναιρεῖ τὴν ἀναπνοήν. ταὐτὸν δ’ ὑπάρχει τοῦτο καὶ τῇ μετὰ τὸν δεύτερόν τε καὶ τρίτον καὶ τέταρτον σπόνδυλον, ἐάνπερ αὐτὸν οὕ‐ τως ἀκριβῶς τέμῃς, ὡς τὸ κατὰ τὴν συμβολὴν αὐτοῦ τὴν πρὸς τὸν πέμπτον ἀποφυόμενον νεῦρον διατεμεῖν· τά γε μὴν πρῶτα τοῦ τρα‐

24

.

3

.

10

χήλου κινεῖται τοῖς οὕτω τμηθεῖσι ζῴοις. ἡ δὲ μετὰ τὸν πέμπτον τομὴ τοῦ νωτιαίου τὰ μὲν ἄλλα πάντα τοῦ θώρακος παραλύει, τὸ διάφραγμα δ’ ὀλίγου δεῖν ἀπαθὲς φυλάττει καί τι βραχὺ τῶν ὑψηλο‐

24

.

3

.

11

τάτων μυῶν. ἡ δὲ μετὰ τὸν ἕκτον τοὺς μὲν ὑψηλοὺς τοῦ θώρακος

24

.

3

.

12

μῦς ὁμοίως παραβλάπτει, τὸ διάφραγμα δ’ ἧττον ἢ πρόσθεν. ἡ δὲ μετὰ τὸν ἕβδομον, ἔτι δὲ μᾶλλον μετὰ τὸν ὄγδοον, ἀβλαβῆ μὲν ἅπα‐ σαν ἔχει τὴν τοῦ διαφράγματος κίνησιν, ἀβλαβῆ δὲ σχεδόν τι καὶ τὴν τῶν ὑψηλῶν μυῶν καὶ τῶν τοῦ τραχήλου παντός, οὐ μὴν τῶν γε
5μεσοπλευρίων· ἀπόλλυται γὰρ ἅπασα, κατὰ πάντας 〈τοὺσ〉 τοῦ τραχή‐ λου σπονδύλους τῆς τομῆς γενομένης, ὅπου καὶ μετὰ τὸν πρῶτον αὐτοῦ τοῦ θώρακος ὅλου τμηθέντος τοῦ νωτιαίου, οὕτως ἀπόλλυται

24

.

3

.

13

πᾶσα τῶν μεσοπλευρίων μυῶν ἡ ἐνέργεια. παντάπασι δ’ αὐτῆς ὀλί‐ γον σῴζεται, κατὰ τὸ δεύτερον μεσοπλεύριον τῆς τομῆς γενομένης· ἐφεξῆς δὲ κατὰ λόγον ἀεὶ τῶν μὲν ὑψηλοτέρων τῆς τομῆς μεσοπλευ‐ ρίων μυῶν ἐνεργούντων, τῶν ταπεινοτέρων δὲ παραλυομένων.

24

.

4

t

Περὶ ὀφθαλμῶν.

24

.

4

.

1

Εἰς ἑκάτερον τῶν ὀφθαλμῶν ἐκφύσεις ἐγκεφάλου καθήκουσι, πι‐
λούμεναι κατὰ τὴν διὰ τῶν ὀστῶν ὁδὸν ἕνεκα δυσπαθείας, ἐπειδὰν δ’ εἰς αὐτοὺς ἀφίκωνται τοὺς ὀφθαλμούς, αὖθις λυόμεναί τε καὶ πλατυ‐ νόμεναι καὶ περιλαμβάνουσαι μὲν ἐν κύκλῳ χιτῶνος δίκην τὸ ὑαλο‐

24

.

4

.

2

ειδὲς ὑγρόν, ἐμφυόμεναι δὲ τῷ κρυσταλλοειδεῖ. τοῦτο δὲ τὸ κρυσταλ‐ λοειδὲς ὑγρὸν τὸ πρῶτόν ἐστι τῆς ὄψεως ὄργανον, λευκὸν καὶ στίλ‐ βον καὶ λαμπρὸν καὶ καθαρὸν γενόμενον· μόνως γὰρ οὕτως ὑπὸ

24

.

4

.

3

χρωμάτων ἔμελλεν ἀλλοιωθήσεσθαι. τρέφεσθαι δ’ ἄντικρυς ἐξ αὐτοῦ τοῦ αἵματος ἀδύνατον ἦν αὐτῷ πολὺ διεστῶτι ταῖς ποιότησιν· οἰκειο‐

24

.

4

.

4

τέρας δέ τινος αὐτῷ τροφῆς ἔδει. καὶ τοίνυν καὶ γέγονε καὶ παρε‐ σκεύασται πρὸς τῆς φύσεως ἐπιτήδειος αὐτῷ τροφὴ τὸ ὑαλοειδὲς ὑγρόν, ὅσῳ παχύτερον καὶ λευκότερον αἵματος, τοσούτῳ τοῦ κρυσταλ‐

24

.

4

.

5

λοειδοῦς ἀπολειπόμενον παχύτητί τε καὶ φανότητι. φλὲψ δ’ οὐκ ἔστιν οὐδεμία τῶν ὑγρῶν τούτων οὐδετέρῳ· δῆλον οὖν ὡς κατὰ διάδοσιν τρέφεται, τὸ μὲν κρυσταλλοειδὲς ἐκ τοῦ ὑαλοειδοῦς, τὸ δ’ ὑαλοειδὲς ἐκ τοῦ περιέχοντος αὐτὸ σώματος, ὃ πλατυνθείσης τῆς

24

.

4

.

6

ἄνωθεν κατιούσης ἀπ’ ἐγκεφάλου μοίρας ἐγένετο. καὶ καλοῦσιν οὐ κυρίως αὐτό τινες ἀμφιβληστροειδῆ χιτῶνα· προσέοικε μὲν γὰρ ἀμφι‐ βλήστρῳ τὸ σχῆμα, χιτὼν δ’ οὐδαμῶς ἐστιν, οὔτε τὴν χρείαν οὔτε τὴν οὐσίαν, ἀλλ’ εἰ περιελὼν αὐτὸ καθείης μόνον, ἀθροίσας ἐς ταὐτό,

24

.

4

.

7

σαφῶς ἂν δόξαις ἐγκεφάλου τι μέρος ἀφῃρημένον ὁρᾶν. ἔστι μὲν οὖν αὐτοῦ χρεία, πρώτη μὲν καὶ μάλιστα, δι’ ἣν ἄνωθεν κατεπέμφθη τῶν ἀλλοιώσεων αἰσθησόμενον τοῦ κρυσταλλοειδοῦς, ἤδη δὲ καὶ οἷον διαπορθμεύειν τε καὶ διαφέρειν τὴν τροφὴν τῷ ὑαλοειδεῖ· καὶ γάρ
5τοι φαίνεται μεστὸν ἀρτηριῶν τινων καὶ φλεβῶν πολὺ πλειόνων τε καὶ μειζόνων ἢ κατὰ τὸν ἴδιον ὄγκον· ἐκ γὰρ τοῦ χοριοειδοῦς χιτῶ‐ νος τοῦ περιέχοντος αὐτὰ λεπταὶ καὶ ἀραχνώδεις διαφύσεις εἰς τοῦτο δὴ τὸ ἀμφιβληστροειδὲς σῶμα διατεταμέναι σύνδεσμοί τε ἅμα γίνονται καὶ τροφὴν αὐτῷ διαφέρουσιν· πάμπολλα γὰρ οὖν καὶ αὐτὸς οὗτος

24

.

4

.

8

ὁ χιτὼν ὁ χοριοειδὴς ἀγγεῖα φαίνεται καθ’ ἑαυτὸν ἔχων. αὐτήν τε οὖν ταύτην τὴν χρείαν παρέχεται, καὶ προσέτι χιτὼν ὄντως ἐστὶ καὶ σκέπη καὶ περίβλημα τοῖς ὑποκειμένοις σώμασιν· ἡ δ’ ἀρχὴ καὶ τούτῳ

24

.

4

.

9

τῷ χιτῶνι ἡ λεπτὴ μῆνίγξ ἐστιν ἡ τὸν ἐγκέφαλον περιέχουσα. παν‐ ταχόθεν δ’ εἰς μέσον τὸ κρυσταλλοειδὲς περιφερὲς ὂν τῆς προειρη‐ μένης καταφύσεως γενομένης, κύκλος ἀκριβὴς ἐξ ἀνάγκης ἐγεννήθη, καὶ μέγιστος δ’ οὗτός ἐστιν ἐν τῷ κρυσταλλοειδεῖ καὶ δίχα τέμνων

24

.

4

.

10

αὐτό. κατὰ δὴ τὸν κύκλον τοῦτον εὔλογον ἦν ἐπισχεῖν τοῦ πρόσω τὸ ὑαλοειδές, ὥστε διὰ τοῦτο μέσον ὀχεῖται κατ’ αὐτοῦ τὸ κρυσταλ‐

24

.

4

.

11

λοειδές, οἷον σφαῖρά τις ἐν ὕδατι ἡμίτομος. καὶ τοίνυν καὶ συνέφυσεν αὐτὰ κατὰ θάτερον μέρος τὸ ἔνδον τὸ οἷον ἡμισφαίριον τοῦ κρυσταλ‐
λοειδοῦς ἀσφαλείας ἕνεκα καὶ κύκλος εἷς ὁ προειρημένος ὁ μέγιστος τῶν κατὰ τὸ κρυσταλλοειδές, ὅρος τε κοινὸς ἀμφοτέροις ἐστὶ καὶ
5σύνδεσμος αὐτοῖς γίνεται, καὶ προσέτι τῷ ἀμφιβληστροειδεῖ σώματι καὶ τετάρτῳ τῷ χοριοειδεῖ χιτῶνι· τὸ γὰρ ἰσχυρότατον ἐν αὐτοῖς καὶ μάλιστα στηρίζειν αὐτὰ καὶ σκέπειν δυνάμενον ὁ χιτὼν οὗτός ἐστιν.

24

.

4

.

12

ἀλλ’ ὥσπερ εἰς τὴν ἐκείνων φυλακὴν ἰσχυρὸς ἦν, οὕτως εἰς τὴν ἰδίαν ἀσθενὴς καὶ ἀδύνατος φέρειν ἀβλαβῶς τὴν σκληρότητα τῶν περικει‐

24

.

4

.

13

μένων ὀστῶν. ὡς οὖν κατὰ τὸν ἐγκέφαλον, οὕτω κἀνταῦθα τὸν ἀπὸ τῆς παχείας μήνιγγος χιτῶνα περιβέβληται, καὶ διεστὼς δ’ ὁ χιτὼν οὗτος ἀπ’ αὐτοῦ κατὰ πάντα τὰ μέρη καὶ μόναις ταῖς τῶν ἀγγείων διαφύσεσι συναπτόμενος αὐτῷ κατὰ τὸν προειρημένον ἐκεῖνον κύκλον
5ἐν τῷ κρυσταλλοειδεῖ συνέφυ, καὶ πέμπτη σύμφυσις ἐπὶ ταῖς προει‐ ρημέναις τέτταρσι καθ’ ἕνα τόπον τοῦτον γενομένη πᾶσι τοῖς ὑπο‐

24

.

4

.

14

κειμένοις ὄφελος οὐ σμικρόν ἐστιν. ἡ μὲν οὖν σκληρὰ μῆνιγξ ἀσφα‐ λῶς τῇ χοριοειδεῖ συμπέφυκεν, αὕτη δ’ αὖ πάλιν τῷ ἀμφιβληστροει‐ δεῖ, καὶ οὗτος τῷ ὑαλοειδεῖ τε καὶ κρυσταλλοειδεῖ, οὐ καθ’ ὅλον ἑαυτόν, τῷ δὲ κατὰ τὴν ἶριν μόνην· ὥστε διὰ τῶν μέσων σωμάτων
5τὸ ὑαλοειδὲς ὑγρὸν τῷ πάντων ἔξωθεν ἥνωται χιτῶνι, τὸ μαλακώτα‐

24

.

4

.

15

τον τῷ σκληροτάτῳ. ἐπὶ δὲ τὸν αὐτὸν τοῦτον ἕκτος ἔξωθεν ἐγγύς τις ἥκει κύκλος εἰς τὸν σκληρὸν χιτῶνα καταφυόμενος, αἱ τῶν κινούντων

24

.

4

.

16

τοὺς ὀφθαλμοὺς μυῶν ἀπονευρώσεις. ἕβδομος ἐπὶ τούτοις ἄλλος, ἡ τοῦ περιοστίου κατάφυσις, ἅμα μὲν συνδοῦντος ὅλον τὸν ὀφθαλμὸν

24

.

4

.

17

τοῖς ὀστοῖς, ἅμα δὲ σκέποντος τοὺς κινοῦντας αὐτὸν μῦς. καί σοι καὶ τοῦτον ἤδη τὸν ὑμένα θεάσασθαι καὶ πρὸ τῆς ἀνατομῆς ἔστι λευκὸν μὲν οἷόσπερ καὶ φαίνεται, τελευτῶντα δ’ οἷπερ καὶ τῶν ἄλλων ἕκαστος

24

.

4

.

18

ὑποβέβληται κύκλων, ἵνα συνάπτει τὸ λευκὸν τῷ μέλανι. καλεῖται δ’

24

.

4

.

19

ἶρις ὁ τόπος οὗτος, ἔνιοι δὲ στεφάνην ὀνομάζουσιν. καὶ εἰ καλῶς προσέλθοις αὐτῶν τῇ διαιρέσει καὶ μηδὲν συγχέας ἐπισκοπῇς, θεάσῃ κύκλους ἀλλήλοις ἐπιβάλλοντας ἓξ ἐνταῦθα καὶ πάχει καὶ χροιᾷ δια‐ φέροντας, ὥστε μηδ’ ἂν εἰ βουληθείης γε ἑτέρως ὀνομάσαι τὸ χωρίον

24

.

4

.

20

δυνηθῆναι πλὴν ἶριν. μέχρι μὲν οὖν τῆς μέσης χώρας τοῦ κρυσταλ‐ λοειδοῦς ἠγάγομεν ἤδη τῷ λόγῳ τοὺς ἐπιβάλλοντας ἀλλήλοις καὶ συμφυομένους ἐνταῦθα κύκλους ἑπτά· τὸ δ’ ἀπὸ τοῦδε μάλιστα θαυ‐ μάσαις ἄν· ἵνα γὰρ αἰσθάνηταί τε τῶν ἰδίων αἰσθητῶν ἀκριβῶς τὸ
5κρυσταλλοειδές, ἅμα δ’ ἀσφαλῶς φρουρῆται, παχὺν ἱκανῶς ὄντα τὸν κερατοειδῆ χιτῶνα καὶ ἧττον τῆς χρείας πυκνὸν πυκνότερόν τε ἅμα καὶ λεπτότερον ἀποφύειν ὑπήρξατο ἡ φύσις καὶ κατὰ βραχὺ προ‐ άγουσα τὸ μεσαίτατον αὐτοῦ πάνυ σφόδρα λεπτὸν καὶ πυκνὸν ἀπειρ‐

24

.

4

.

21

γάσατο. καί σοι δόξει κοινῶς ἐοικέναι τοῦτο τοῖς κέρασι τοῖς εἰς λεπτὰ τετμημένοις, ὅθεν αὐτῷ καὶ τὴν προσηγορίαν πρέπειν ἡγη‐

24

.

4

.

22

σάμενοι [κερατοειδὴς χιτὼν] τοῦ κερατοειδοῦς οὕτω καλοῦσιν. ὁ τοί‐ νυν κερατοειδὴς χιτὼν λεπτὸς καὶ σκληρὸς καὶ πάνυ πυκνὸς γενό‐ μενος εὐθὺς ἄρα ἔμελλεν ἔσεσθαι καὶ λαμπρός, οἷος ἐπιπέμπειν αὐγὴν ἐπιτηδειότατος εἶναι, παραπλησίως τοῖς ἀκριβῶς διεξεσμένοις τε καὶ

24

.

4

.

23

λελεπτυσμένοις κέρασιν. τὸν δ’ ἀπὸ τῆς λεπτῆς μήνιγγος φυόμενον χιτῶνα τὸν χοριοειδῆ πολλαχόθι μὲν μέλανα, πολλαχόθι δὲ φαιόν τε καὶ κυανοῦν εἰργάσατο ἡ φύσις, ἀπὸ τῆς ἴρεως ἅμα τῷ κερατοειδεῖ προάγουσα, θρέψοντα μὲν τῇ παραθέσει τὸν κερατοειδῆ, κωλύσοντα
5δὲ προσπίπτειν τὸν κερατοειδῆ σκληρὸν ὄντα τῷ κρυσταλλοειδεῖ, θέαμά τε γενησόμενον ἰατήριον πονούσης ὄψεως· ὅθεν οἶμαι καὶ φύ‐ σει πάντες, ἐπειδὰν κάμνωμεν ἐν λαμπραῖς αὐγαῖς, αὐτίκα τὰ βλέφαρα

24

.

4

.

24

κλείομεν, ἐπὶ τὸ σύμφυτον ἴαμα σπεύδοντες. ἐγὼ μὲν οὖν καὶ ταύτην θαυμάζω τὴν ἐπαληλιμμένην τῷ χιτῶνι τούτῳ κύανον· οὐδὲν δ’ ἧτ‐ τον αὐτῆς θαυμάζω καὶ τὴν ἐπιτραφεῖσαν ἐντὸς δασύτητα τῷ πε‐ ριέξοντι τὸ ὑαλοειδὲς ὑγρὸν χιτῶνι· νοτερὰ γὰρ αὕτη καὶ μαλθακὴ
5καθάπερ σπογγιά, τοῦ κρυσταλλοειδοῦς ὑγροῦ ψαύουσα, τὴν τοῦ χιτῶ‐

24

.

4

.

25

νος ὅλου γειτνίασιν ἄλυτον αὐτῷ παρέχει. καὶ τούτου μᾶλλον ἔτι θαυμάζω τὴν ἐκτὸς πυκνότητα, καθ’ ἣν ὁμιλεῖ τῷ σκληρῷ χιτῶνι τῷ κερατοειδεῖ χάριν τοῦ μηδ’ αὐτόν τι πάσχειν ὑπὸ τοῦ κερατοειδοῦς.

24

.

4

.

26

ἔτι δὲ δὴ μεῖζον θαῦμα τὸ κατὰ τὴν κόρην αὐτοῦ τρῆμα· διέτρησε γὰρ ἐνταῦθα τὸν κυανοῦν τοῦτον τὸν ῥαγοειδῆ· καλοῦσι γὰρ οὕτως αὐτόν, εἰκάσαντες, οἶμαι, ῥαγὶ σταφυλῆς τὴν ἐκτὸς λειότητα καὶ τὴν

24

.

4

.

27

ἐντὸς δασύτητα. καὶ κατὰ τοῦτο μόνον τὸ τρῆμα τοῦ κερατοειδοῦς καὶ τοῦ κρυσταλλοειδοῦς οὐδεὶς ἐν τῷ μέσῳ χιτὼν ἕτερός ἐστιν, ἀλλ’ οἷον διὰ λεπτοῦ πάνυ καὶ λευκοῦ κέρατος ἡ τῆς ἔνδον αὐγῆς πρὸς

24

.

4

.

28

τὴν ἔξω κοινωνία τε καὶ κρᾶσις γίνεται. καὶ ὅπως μηδὲ κατὰ τοῦτο 〈τὸ〉 τρῆμα ψαύσῃ ποτὲ ὁ κερατοειδὴς χιτὼν τοῦ κρυσταλλοειδοῦς ὑγροῦ, προὐνοήσατο ὁ δημιουργός, ἅμα μὲν ἐπὶ πλέον ἐκτὸς ἀπαγα‐ γὼν τὴν ταύτῃ μοῖραν τοῦ κερατοειδοῦς, ἅμα δ’ ὑγρὸν λεπτὸν καὶ
5καθαρόν, οἷόνπερ τὸ ἐν τοῖς ὠοῖς ἐστι, περιχέας τῷ κρυσταλλοειδεῖ, καὶ τρίτον ἐπὶ τούτοις αἰθεροειδοῦς τε καὶ αὐγοειδοῦς πνεύματος

24

.

4

.

29

πληρώσας τὴν χώραν ἅπασαν τῆς κόρης. τὸ μὲν οὖν πνεῦμα τοῦτο ἐν τοῖς ὀπτικοῖς ἀποδέδεικται λόγοις, ὡς αὐγοειδές τέ ἐστι καὶ τὴν πρώτην καὶ μεγίστην δύναμιν εἰς τὴν τῶν ὀφθαλμῶν ἐνέργειαν εἰσφέ‐ ρεται. περὶ δὲ τῆς ὑγρότητος ἐκ τῶνδε ἂν μάθοις, ὡς οὐκ εἰς τὸ
5πληροῦν μόνον τὴν κενὴν χώραν, ἀλλὰ καὶ πρὸς τὸ μὴ καταξηραί‐ νεσθαι τό τε ὑγρὸν τὸ κρυσταλλοειδὲς αὐτὸ καὶ τὴν ἔνδον μοῖραν
τοῦ ῥαγοειδοῦς ἀναγκαιότατόν ἐστιν, εἰ πρῶτον μὲν γνοίης ὅση γίνε‐ ται βλάβη ταῖς ὄψεσι πλέονος αὐτοῦ κενωθέντος ἐν ταῖς παρακεντή‐ σεσι, καὶ ὡς τὸ πάθημα τὸ πρὸς τῶν ἰατρῶν ὀνομαζόμενον γλαύκω‐
10σις ξηρότης μέν ἐστι καὶ πῆξις ἄμετρος τοῦ κρυσταλλοειδοῦς ὑγροῦ, τυφλοῖ δ’ εἴπερ τι καὶ ἄλλο τῶν κατὰ τὸν ὀφθαλμὸν νοσημάτων.

24

.

4

.

30

ἅπαντά τε οὖν ταῦτα θαυμαστὴν ἔνδειξιν ἔχει προνοίας, καὶ τούτων οὐχ ἥκιστα τὸ σύμφυτον ἀμφίεσμα τοῦ κρυσταλλοειδοῦς· λεπτότερος γὰρ καὶ τῶν ἰσχνῶν ἀραχνίων ἐστὶ καὶ λευκότερος· καὶ τὸ τούτου μεῖζον, ὅτι μηδὲ περὶ πᾶν ἐκτέταται τὸ κρυσταλλοειδές, ἀλλὰ τὸ μὲν
5ἑνούμενον αὐτοῦ μέρος τῷ ὑαλοειδεῖ τελέως ἀσκέπαστόν ἐστι καὶ γυμνὸν χιτῶνος (ἑνοῦσθαι γὰρ κατὰ τοῦτο ἄμεινον ἦν ἀλλήλοις τὰ ὑγρά)· τὸ δ’ ὑπερκύπτον ἅπαν εἰς τοὐκτός, ψαῦον τοῦ ῥαγοειδοῦς,

24

.

4

.

31

τὸν λεπτὸν τοῦτον καὶ λαμπρὸν περιβέβληται χιτῶνα. καὶ δὴ καὶ τὸ τῆς κόρης εἴδωλον οἷον ἐν κατόπτρῳ τόπῳ τινὶ συνίσταται· καὶ γὰρ

24

.

4

.

32

δὴ καὶ λεῖός ἐστι καὶ στιλπνὸς ὑπὲρ πάντα τὰ κάτοπτρα. καὶ παν‐

24

.

4

.

33

ταχόθεν ἄρα τὸ τῆς ὄψεως ὄργανον ὑπὸ τῆς φύσεως κεκόσμηται. τὰ δ’ ἐπὶ τοὺς ὀφθαλμοὺς ἀπ’ ἐγκεφάλου κατιόντα νεῦρα αἰσθητικὰ πρότερον ἡ φύσις εἴσω τοῦ κρανίου συνάψασα καὶ ἐπικάμψασα καὶ τοὺς πόρους αὐτῶν ἑνώσασα καὶ σχῆμα παραπλήσιον τῷ Χ γράμματι
5ποιήσασα, μετὰ ταῦτα πάλιν ἑκάτερον ἐπὶ τὸν κατ’ εὐθὺ τῆς ἄνωθεν ἐκφύσεως ὀφθαλμὸν προήγαγεν, ὥστε τὸ ἀπ’ ἐγκεφάλου παραγινό‐ μενον εἰς ἑκάτερον τῶν ὀφθαλμῶν πνεῦμα, εἴ ποτε ἕτερος αὐτῶν μύσειεν ἢ πηρωθείη τελέως, ὅλον εἰς τὸν ὑπόλοιπον ἰέναι· διπλα‐ σιαζομένης γὰρ αὐτοῦ τῆς ὀπτικῆς δυνάμεως ἄμεινον ὄψεται.

24

.

5

t

Περὶ ῥινός.

24

.

5

.

1

Τῆς ῥινὸς ἐχούσης μέσον διάφραγμα καὶ πόρους ἀξιολόγους, τού‐ τους δὴ τοὺς φαινομένους, ἕνα καθ’ ἕκαστον μυκτῆρα, χρὴ γινώσκειν ἀνωτέρω τῶν μέσων τῆς ῥινὸς ἑκάτερον αὐτῶν δίχα σχιζόμενον.

24

.

5

.

2

ἥκει δὲ τῶν μερῶν τὸ μὲν ἕτερον εἰς τὰ τοῦ στόματος ἔνδον, τὸ δ’ ἕτερον ὄρθιον, ὡς ἐξ ἀρχῆς ἐφέρετο, πρὸς αὐτὸν ἀναβαίνει τὸν ἐγ‐ κέφαλον, ἔνθα τυγχάνουσιν αἱ ἀποφύσεις τῶν προσθίων κοιλιῶν, καθ’

24

.

5

.

3

ὃ καὶ ἡ τῶν ἠθμοειδῶν ὀστῶν θέσις ἐστίν. καὶ ἥ γε μῆνιγξ ἡ παχεῖα,

24

.

5

.

4

καθ’ ἃ ψαύει τῶνδε τῶν ὀστῶν, ὀπαῖς λεπταῖς τέτρηται. καὶ διὰ ταύ‐ της γέ τοι πρώτης ἠθεῖται τὰ παχύτερα τῶν τοῦ ἐγκεφάλου περιτ‐ τῶν, ἡ βλέννα καὶ ἡ κόρυζα, πρώτην μὲν τὴν παχεῖαν μήνιγγα διεξερχόμενα, μετ’ ἐκείνην δὲ διὰ τῶν ἠθμοειδῶν ὀστῶν ἠθούμενα,

24

.

5

.

5

κἄπειτα οὕτως ἐμπίπτοντα τοῖς πόροις τῆς ῥινός. ἐν δὲ τῇ διὰ τού‐
των πορείᾳ μέρος ἔστιν ὅτε παραρρίπτει τῶν καταφερομένων εἰς τὸ

24

.

5

.

6

στόμα διὰ τῶν εἰρημένων ἐκ τῆς ῥινὸς εἰς αὐτὸ συντρήσεων. ὑπα‐ λείφει δ’ ἄναιμος χιτὼν ὑμένος παχύτερος αὐτούς τε τῆς ῥινὸς τοὺς εὐθεῖς πόρους ἀναφερομένους ἄχρι τῶν ἠθμοειδῶν, καὶ πρὸς τούτοις τοὺς ἄλλους τοὺς λοξούς, οὓς εἰς τὸ στόμα τελευτᾶν ἔφη, συνεχὴς
5ὢν τῷ τὴν τοῦ στόματος ὅλου περιγραφὴν ἔνδοθεν ὑπαλείφοντι καὶ τὴν γλῶτταν ἀμφιεννύντι φάρυγγά τε καὶ λάρυγγα καὶ τραχεῖαν ἀρ‐

24

.

5

.

7

τηρίαν καὶ στόμαχον. γέγονε δ’ ἡ εἰς τὸ στόμα σύντρησις κατὰ τὴν ὑπερῴαν χάριν τοῦ μὴ κατ’ εὐθὺ τῆς τραχείας ἀρτηρίας εἶναι τὴν ἀρχὴν τῆς εἰσπνοῆς, ἀλλὰ καμπήν τινα καὶ οἷον ἕλικα γίνεσθαι πρό‐ τερον, εἰς αὐτὴν ἰόντος τοῦ πνεύματος, ὡς ἂν μὴ ψύχηταί ποτε τὰ
5περὶ τὸν πνεύμονα, ψυχροῦ πολλάκις γινομένου τοῦ περιέχοντος ἡμᾶς ἀέρος, μήτε τοὺς ἀναμεμιγμένους ὄγκους αὐτῷ πολλάκις κόνεως ἢ τέφρας τινὸς ἢ τοιούτου παραγίνεσθαι μέχρι τῆς ἀρτηρίας, φθάνον‐ τας προσπίπτειν τοῖς περὶ τὰς καμπὰς σώμασιν ὑγροῖς καὶ μαλακοῖς ὑπάρχουσιν.

24

.

6

t

Περὶ τοῦ τῆς ὀσφρήσεως ὀργάνου.

24

.

6

.

1

Τὸ δὲ τῆς ὀσφρήσεως ὄργανον, δι’ οὗ ποιούμεθα τὴν διάγνωσιν τῶν ὀσφραντῶν, ἡ ῥὶς εἶναι δοκεῖ κατὰ τὴν πρώτην ἐπιβολὴν τῆς

24

.

6

.

2

διανοίας. ἐν γοῦν τῷ διὰ τοῦ στόματος εἰσπνεῖν στεγνώσαντες ὁπωσ‐ οῦν αὐτὴν οὐδενὸς τῶν ὀσφραντῶν ἀντιλαμβανόμεθα, καθάπερ γε κἀπειδὰν ἀνοίξαντες τοὺς μυκτῆρας εἰσπνέωμεν, εὐθέως αἰσθανόμεθα.

24

.

6

.

3

καὶ δὴ φαίνεται μηδεμία γινομένη διάγνωσις ὀσμῶν ἄνευ τῆς εἰσπνοῆς, καίτοι πεπληρωμένων γε ἐνίοτε τῶν πόρων τῆς ῥινὸς ἀτμοῦ σφοδρο‐

24

.

6

.

4

τάτην ἔχοντος δύναμιν. ἐὰν γοῦν τις ἐν οἴκῳ μικρῷ θυμιάσας ἄσφαλ‐ τον ἢ κασίαν καὶ πληρώσας ὀσμῆς ἰσχυροτάτης αὐτόν, εἰσελθὼν ἀποπειρῷτο διὰ πολλοῦ χρόνου ποιούμενος τὴν εἰσπνοήν, εἴσεται τοῦ λεγομένου τὴν ἀλήθειαν, ἐν μὲν τῷ τῆς εἰσπνοῆς χρόνῳ μόνῳ τῆς
5ὀσμῆς αἰσθόμενος, ἐν δὲ τῷ λοιπῷ παντὶ μηδεμίαν αὐτῶν ἴσχων

24

.

6

.

5

διάγνωσιν, καίτοι πεπληρωμένων τῶν πόρων τῆς ῥινός. ἔοικεν οὖν ἕτερόν τι μόριον εἶναι τὸ τῶν ὀσμῶν διαγνωστικόν, ἔνδον που τεταγ‐ μένον ἐν βαθυτέρῳ τοῦ σώματος, καὶ εἰκός γε κατὰ τὰς προσθίας κοιλίας τοῦ ἐγκεφάλου τὴν τῶν ὀσφραντῶν αἴσθησιν γίνεσθαι· τῆς
5γὰρ ἀναπνοῆς ὅλης ὑπ’ ἐγκεφάλου γινομένης ἕνεκα τοῦ διαφυλάτ‐ τεσθαι τῆς ἐν τῇ καρδίᾳ θερμασίας τὴν συμμετρίαν, εὔλογον δήπου πρώτῳ ταύτην ἑαυτῷ πορίζειν, αὐτὸν ἑτοιμότατα βλάπτεσθαι πεφυ‐

24

.

6

.

6

κότα πρὸς τῶν ἀμετρότερον ἤτοι θερμαινόντων ἢ ψυχόντων. πῶς οὖν οὐκ ἄν τινα πρὸς τοῦτο κίνησιν ἡ φύσις ἔδωκεν αὐτῷ σύμφυτον, ἐν
μὲν ταῖς εἰσπνοαῖς ῥιπίζουσάν τε καὶ σφίγγουσαν, ἐν δὲ ταῖς ἐκπνοαῖς

24

.

6

.

7

ἀποχέουσαν ἐνίοτε πνεῦμα φλογῶδες καὶ βλένναν καὶ κόρυζαν; καὶ φαίνεταί γε ἐναργῶς ἡ κατὰ τὸν ἐγκέφαλον κίνησις, ἥντινα κίνησιν

24

.

6

.

8

ἔν τε τοῖς βρέφεσι καὶ τοῖς ἀνατιτραμένοις θεάσει. αὕτη μὲν οὖν ἡ κίνησις αὐτῷ κατὰ φύσιν τε καὶ διὰ παντὸς ὑπάρχει· προσγίνεται μὴν ἑτέρα τις ἐναργῶς φαινομένη κατὰ πάντα τὰ ζῷα· θεωρεῖται γὰρ ἐκκοπέντων αὐτῆς τῶν ὀστῶν τῆς κεφαλῆς ἡ κίνησις, ἔστε ἂν μὲν
5σιγῶσι, σφυγμώδης γινομένη κατὰ τὸν αὐτὸν ῥυθμὸν ταῖς ἀρτηρίαις καὶ τῇ καρδίᾳ. κεκραγότων δ’ ἐξαίρεταί τε καὶ διαφυσᾶται πᾶς ὁ ἐγκέ‐ φαλος, καί μοι δοκεῖ τοῦτο συμβαίνειν ὑπό τε θερμασίας πλείονος ἀναπτομένης ἐν ταῖς μεγάλαις φωναῖς, ἐκθλιβομένων τε τῶν ὑλῶν

24

.

6

.

9

ἄνω. προνοεῖται μὲν οὖν καὶ τῆς καρδίας ὁ ἐγκέφαλος· προνοεῖται δὲ δήπου πολὺ πρότερον ἑαυτοῦ, διαστέλλων μὲν τὸν θώρακα τῆς καρ‐ δίας ἕνεκα, διαστέλλων δὲ καὶ τὰς ἐν ἑαυτῷ κοιλίας ἑαυτοῦ χάριν.

24

.

6

.

10

ἕλκει δὲ διὰ μὲν τῶν κοιλιῶν τούτων τὸν ἐκ τῆς ῥινὸς ἀέρα, διὰ δὲ τοῦ θώρακος τὸν ἐκ τῆς τραχείας ἀρτηρίας καὶ φάρυγγος, ᾧ πάλιν ὁ ἔξωθεν ἀὴρ ἐξ ἀνάγκης ἕπεται· διὸ οὖν ἡμῖν εὕρηται τό τε ἀναπνεῖν εἰς τὸν ἐγκέφαλον καὶ τὸ τῶν ὀσμῶν ὄργανον εἶναι τὰς κοιλίας
5αὐτοῦ, μάλιστα δ’ αὐτῶν τὰ κάτω πέρατα, πλησιάζοντα τοῖς ἠθμοει‐ δέσιν ὀνομαζομένοις ὀστοῖς.

24

.

7

t

Περὶ ὤτων.

24

.

7

.

1

Τὸ τῆς ἀκοῆς αἰσθητικὸν ὄργανον πρώτην μὲν τὴν κατὰ τὸ λι‐ θοειδὲς ὀστοῦν ἕλικα τοῦ πόρου κατεσκευασμένην ἔχει πρὸς τὸ μηδὲν τῶν ἔξωθεν αὐτῷ προσπιπτόντων λυμαίνεσθαι· δεύτερον δέ, καθάπερ τῶν ὀφθαλμῶν τὰς τρίχας τῶν ὀφρύων ὑπερέθηκεν ἐκδεξομένας προ‐
5τέρας, εἴ τι τῆς κεφαλῆς εἰς αὐτοὺς καταρρέοι, κατὰ τὸν αὐτὸν τρό‐ πον ἐβουλήθη προτάξαι τὰ ὦτα τῆς ἀκοῆς, οὐ μόνον ἀποκωλύειν, ἀλλὰ καὶ προσεπηχεῖν τι δυνάμενα.

24

.

8

t

Περὶ γλώττης καὶ τῶν συμφυῶν αὐτῆς.

24

.

8

.

1

Ὁ χιτὼν τῆς γλώττης συνεχής ἐστιν ἅπαντι τῷ κατὰ τὴν τοῦ στόματος εὐρυχωρίαν ἄχρι τῆς φάρυγγος· ὁ δ’ αὐτὸς οὗτος καὶ διὰ τοῦ στομάχου καὶ τῆς τραχείας ἀρτηρίας κατέρχεται, συνεχὴς ὢν ἑαυτῷ, πάντων, ὡς εἴρηται, τούτων ὑπάρχων κοινός, γλώττης καὶ
5στόματος παντὸς ἐπιγλωττίδος τε καὶ φάρυγγος καὶ στομάχου καὶ

24

.

8

.

2

γαστρὸς καὶ λάρυγγος καὶ τραχείας ἀρτηρίας. τὸ δ’ ἐν τῷ στόματι μέρος τῆς γλώττης ἄνωθεν μὲν ὅλον φαίνεται, κάτωθεν δ’ οὐχ ὅλον, ἀλλ’ ἐκεῖνο μόνον ὅσον ἐκτός ἐστι τοῦ πρὸς τὴν γένυν δεσμοῦ κατὰ

24

.

8

.

3

τὸν ἔξωθεν αὐτῆς χιτῶνα γινομένου. καὶ πολλάκις γε μέχρι πλείονος ὁ δεσμὸς οὗτος ἐκτεταμένος οὐκ ἐπιτρέπει τῇ γλώττῃ πολυειδῶς κινεῖ‐ σθαι, καὶ διὰ τοῦτο ἀναγκαζόμεθα τέμνειν τε τὸν δεσμὸν ἀπολύειν τε τῆς δέσεως τὴν γλῶτταν, ὡς χαλαρὰν γενομένην ἐκτείνεσθαι πρός τε

24

.

8

.

4

τὴν ὑπερῴαν καὶ τὰ πλάγια πάντα τοῦ στόματος μέρη. παρὰ δὲ τὸν δεσμὸν τοῦτον ἑκατέρωθεν ἐκ τῶν πλαγίων μερῶν εὑρήσεις ἀγγείων στόματα τῶν σιαλοχόων ὀνομαζομένων, εἰς ἃ διπύρηνον καθιέναι δυ‐

24

.

8

.

5

νατόν ἐστιν. ταῦτα τὰ ἀγγεῖα τὴν ἀρχὴν ἔχει κατὰ τὴν ῥίζαν τῆς γλώττης, ἔνθα καὶ οἱ ἀδένες αὐτῆς εἰσιν· ἐξ ἐκείνων γὰρ ἐκφύεται παραπλήσια ταῖς ἀρτηρίαις ὄντα τὴν ἰδέαν, δι’ ὧν φερόμενον φλεγμα‐ τῶδες ὑγρὸν ἐπιτέγγει τήν τε γλῶτταν αὐτὴν καὶ τὰ κάτω καὶ τὰ
5πλάγια καὶ τὰ κύκλῳ πάντα τοῦ στόματος· τὰ μὲν γὰρ ἄνω τοὺς ἐξ

24

.

8

.

6

ἐγκεφάλου καθήκοντας ἔχει πόρους, περὶ ὧν εἰρήσεται. συνάπτεται δ’ ἡ ῥίζα σχεδὸν ἅπασι τοῖς πλησιάζουσι σώμασι διὰ τοῦ κοινοῦ χιτῶνος αὐτῆς πρὸς ὅλον τὸ στόμα, δι’ οὗ καὶ τοῖς ἄλλοις ἅπασιν οἷς συμ‐

24

.

8

.

7

πέφυκεν ἑνοῦται. ὅτι μὲν οὖν εἰς τὸ διαλέγεσθαι καὶ τὰς τῶν χυμῶν διαγνώσεις ἡ γλῶττα χρήσιμος ἡμῖν ἐστι, πρόδηλον παντί· φαίνεται δὲ κἀν τῷ μασᾶσθαι μεταφέρουσά τε καὶ μεταβάλλουσα τὰ σιτία, καθ’ ὅ τι ἂν αὐτοὶ βουληθῶμεν.

24

.

9

t

Περὶ λάρυγγος καὶ τῆς ἐπιγλωττίδος.

24

.

9

.

1

Τὸ ὑπὸ τῇ κάτω γένυϊ κατὰ τὴν μέσην χώραν τῶν πρώτων τοῦ τραχήλου μερῶν τεταγμένον σῶμα, προπετὲς εἰς τὸ πρόσω φαινό‐ μενον, ἅπαντες ἴσασί τε καὶ καλοῦσι λάρυγγα, καὶ θλᾶν γε αὐτὸν ἐπιχειροῦσιν οἱ παγκρατιασταί· πνίγεται γὰρ παραυτίκα θλασθέντος
5αὐτοῦ τὰ ζῷα, στενοτάτης κατ’ αὐτὸ τῆς διεξόδου τῷ κατὰ τὴν ἀνα‐

24

.

9

.

2

πνοὴν ἀέρι γινομένης. σύγκειται δ’ ἐκ τριῶν μεγάλων χόνδρων, ὧν μέγιστος μέν ἐστιν ὁ ἔμπροσθεν, οὗπερ καὶ ψαύομεν, ἔξωθεν μὲν κυρτός, ἔσωθεν δὲ κοῖλος ὑπάρχων, ὅπλῳ σκεπαστηρίῳ μάλιστα παρα‐

24

.

9

.

3

πλήσιος τῷ προμηκεστέρῳ τῷ καλουμένῳ θυρεῷ. καὶ τοὔνομά γε αὐτοῦ

24

.

9

.

4

κατὰ τὴν πρὸς τοῦτο [μοι] ὁμοιότητα θυρεοειδής ἐστιν. ὁ δεύτερος δ’ ὅσον ἐλάττων ὑπάρχει τούτου, τοσοῦτον τοῦ τρίτου μείζων, ἐκ μὲν τῶν ἔνδον τεταγμένος μερῶν, ἵναπερ ὁ στόμαχος· ὅσον δ’ ἀποδεῖ τῷ μεγάλῳ πρὸς τὸ τελέως εἰς κύκλον περιῆχθαι, τοῦτο αὐτὸς προσ‐
5τίθησιν· τὰς γὰρ ὁριζούσας τὰ πλάγια μέρη πλευρὰς τοῦ θυρεοειδοῦς θεάσει διὰ παντὸς ὁμιλούσας ταῖς πλευραῖς τοῦ δευτέρου χόνδρου, τό

24

.

9

.

5

τε κάτω μέρος ὅλον τῷ κάτω διὰ μυῶν ἡνωμένον. τὸ δ’ ἄνω πέρας ἑκατέρου τῶν χόνδρων ἀντιτέτακται, καθάπερ εἰ νοήσαις θυρεοὺς δύο ἀλλήλων ψαύοντας οὕτως ταῖς πλευραῖς ὡς ποιῆσαί τινα μέσην χώραν.

24

.

9

.

6

τεττάρων δ’ οὐσῶν τοῦ θυρεοειδοῦς γωνιῶν κατὰ τὰς συμβολὰς τῶν ὁριζουσῶν αὐτὸν τεττάρων γραμμῶν, αἱ μὲν κάτω δύο συμφύονται διὰ νευροχονδρώδους δεσμοῦ τοῖς κάτω πέρασι τῶν ταπεινῶν πλευ‐ ρῶν τοῦ λαβδοειδοῦς· ἐπίκειται δὲ τοῦτο τῷ ἄνω πέρατι τοῦ πρώτου
5χόνδρου, τὴν μὲν εὐθεῖάν τε καὶ μέσην ἑαυτοῦ γραμμὴν κατ’ εὐθὺ τῆς τε ῥάχεως ἔχων τοῦ θυρεοειδοῦς καὶ τῆς ἐν τοῖς κάτω μέρεσι τῆς γλώσσης γραμμῆς, τὰς ταπεινὰς δὲ δύο πλευρὰς ἐπὶ τὰς ἄνω γωνίας ἐκτείνων τοῦ πρώτου χόνδρου· θυρεοειδῆ γὰρ λέγειν ἢ πρῶτον, οὐ

24

.

9

.

7

διοίσει. διαρθροῦνται δ’ ἀλλήλοις οἱ πρῶτοι χόνδροι κατὰ τὰ πλάγια· καὶ σύνδεσμοι γάρ τινες ἐκ τοῦ πρώτου διήκουσιν εἰς τὸν δεύτερον

24

.

9

.

8

ὑμενώδεις τε καὶ νευρώδεις. οὗ δ’ ὁ ἐλάττων ὁ ἔνδοθεν παύεται, δύο

24

.

9

.

9

μὲν ἐπίκεινται κυρτότητες μικραί· ἄρχεται δ’ ἐντεῦθεν ὁ τρίτος χόν‐ δρος ἁρμοττούσας ἀκριβῶς ταῖς ἐξοχαῖς αὐτοῦ κοιλότητας ἔχων, ὥστε τὴν σύνταξιν τῶν δύο χόνδρων τούτων διττὴν ἐργάζεσθαι διάρθρωσιν.

24

.

9

.

10

ἔστι δὲ καὶ στενότερος ταύτης τῆς κάτω βάσεως ὁ δεύτερος χόνδρος, ὥστε [καὶ] διὰ τοῦτο καὶ τοῦ λάρυγγος ὅλου τὸ κάτω πέρας, οὗ ψαύει τῆς ἀρτηρίας, εὐρύτερόν ἐστι τοῦ ἄνω στομίου τοῦ τελευτῶν‐ τος εἰς τὴν φάρυγγα· καὶ γὰρ αὖ καὶ ὁ τρίτος χόνδρος εἰς στενὸν
5κομιδῇ καὶ αὐτὸς τελευτᾷ, οὗ τὸ ἄνω πέρας ἀρυταινοειδὲς οἱ πλεῖ‐ στοι τῶν ἀνατομικῶν ὀνομάζουσιν, ἀπὸ τῆς τοῦ σχήματος ὁμοιότητος τῆς πρὸς ταύτας δὴ τὰς προχόους, ἃς καὶ ἀρυταίνας ἔνιοι καλοῦσιν.

24

.

9

.

11

ἔστραπται δὲ καὶ τούτου τοῦ χόνδρου τὸ κοῖλον εἰς τὸν 〈τοῦ〉 πνεύ‐ ματος πόρον, ὥστε οἷον αὐλόν τινα γενέσθαι τὸ συγκείμενον ἐκ τῶν

24

.

9

.

12

τριῶν. ὧδε μὲν ἔχει κατασκευῆς ἡ ἴδιος οὐσία τοῦ λάρυγγος· ὁ γὰρ δὴ χιτὼν ὁ ἔνδον αὐτὸν ὑπαλείφων κοινὸς τῆς τε ἀρτηρίας ἐστὶ καὶ τοῦ στομάχου· τὴν δὲ κίνησιν αὐτοῦ κατὰ τὴν τοῦ ζῴου γίνεσθαι προαίρεσιν ἀναγκαῖον ἦν, εἴπερ εἴς τε τὰς ἀναπνοὰς καὶ τὰς ἐκπνοὰς
5καὶ τὰς ἐπισχέσεις τῆς ὅλης ἀναπνοῆς καὶ τὰς ἐκφυσήσεις καὶ τὰς φωνὰς ἔμελλεν ἔσεσθαι χρήσιμος· ἅπαντα δὲ ταῦτα βέλτιον ἦν ὑπὸ

24

.

9

.

13

τῆς ἡμετέρας ἄρχεσθαι προαιρέσεως. οἱ χόνδροι δὲ διττὰς ἔχουσι τὰς διαρθρώσεις καὶ κινήσεις, ἑτέρας μὲν τὰς διαστελλούσας 〈τε καὶ συστελ‐

24

.

9

.

14

λούσασ〉, ἑτέρας δὲ τὰς ἀνοιγούσας τε καὶ κλειούσας. εἰς μὲν οὖν τὰς πρώτας ἡ τοῦ πρώτου πρὸς τὸν δεύτερον ἐγένετο διάρθρωσις· εἰς δὲ

24

.

9

.

15

τὰς δευτέρας ἡ τοῦ δευτέρου πρὸς τὸν τρίτον. περὶ μὲν οὖν τῶν χόνδρων τοῦτο εἰρήσθω· κατὰ δὲ τὴν ἔνδον χώραν τοῦ λάρυγγος, δι’ ἧς εἴσω καὶ ἔξω τὸ πνεῦμα φέρεται, τέτακταί τι σῶμα, μήτε τὴν οὐσίαν μήτε τὸ σχῆμα παραπλήσιον ἑτέρῳ τινὶ τῶν καθ’ ὅλον τὸ
5ζῷον, ὅπερ ἔοικεν αὐλοῦ γλώττῃ, μάλιστα κάτωθέν τε καὶ ἄνωθεν

24

.

9

.

16

αὐτὸ θεωμένῳ. λέγω δὲ κάτωθεν μέν, ἵνα συνάπτουσιν ἀλλήλοις ἥ τε ἀρτηρία καὶ ὁ λάρυγξ· ἄνωθεν δέ, κατὰ τὸ στόμα τὸ γεννώμενον ὑπὸ τῶν ταύτῃ περάτων τοῦ τε ἀρυταινοειδοῦς χόνδρου καὶ τοῦ θυρεοει‐

24

.

9

.

17

δοῦς. τοῦτο δὴ πιμελῶδες μέν ἐστιν ἅμα καὶ ὑμενῶδες τὴν οὐσίαν, πρῶτον δὲ καὶ κυριώτατον ὑπάρχει τῆς φωνῆς ὄργανον· ἵνα γὰρ φωνήσῃ τὸ ζῷον, δεῖσθαι πάντως καὶ τῆς κάτωθεν φορᾶς ἀθροωτέρας, δεῖσθαι δ’ οὐδὲν ἧττον ταύτης καὶ τῆς κατὰ τὸν λάρυγγα διεξόδου
5στενοτέρας, καὶ οὐχ ἁπλῶς γε στενοτέρας, ἀλλὰ κατὰ βραχὺ μὲν ἐξ εὐρέος εἰς στενὸν ἀγομένης, κατὰ βραχὺ δ’ ἐκ στενοῦ πάλιν εὐρυνο‐ μένης, ὡς ἐν τοῖς περὶ φωνῆς δείκνυται· ὅπερ ἀκριβῶς ἐργάζεται τουτὶ τὸ σῶμα τὸ προκείμενον ἐν τῷ λόγῳ νῦν, ὃ δὴ γλωττίδα τε

24

.

9

.

18

καὶ γλῶτταν ὀνομάζω λάρυγγος. οὐ μόνον δ’ εἰς τὸ τῆς φωνῆς ὄρ‐ γανον ἀναγκαῖον τῷ λάρυγγι τουτὶ τὸ σῶμα τῆς γλωττίδος, ἀλλὰ καὶ

24

.

9

.

19

τῇ καλουμένῃ καταλήψει τοῦ πνεύματος. ὀνομάζουσι δ’ οὕτως, οὐχ ὅταν ἀπνευστὶ μόνον ἔχωμεν, ἀλλ’ ὅταν ἅμα τῷ συστέλλειν ἐκ παν‐ τὸς μέρους τὸν θώρακα τοὺς μῦς ἐντείνωμεν σφοδρῶς ὅσοι καθ’ ὑπο‐ χόνδριά τε καὶ τὰς πλευρὰς τετάχαται· βιαιοτάτη γὰρ ἐνέργεια τηνι‐
5καῦτα τοῦ τε θώρακος ἅπαντος γίνεται καὶ τῶν κλειόντων τὸν λά‐ ρυγγα μυῶν· ἀντέχουσι γὰρ οὗτοι βιαίως ὠθουμένῳ τῷ πνεύματι, τὸν ἀρυταινοειδῆ κλείοντες χόνδρον, εἰς ὅπερ ἔργον οὐ σμικρὰ συντελεῖ τῆς προειρημένης γλωττίδος ἡ φύσις· εἰς ταὐτὸν γὰρ αὐτῆς ἔρχεται τὰ μόρια τῶν ἀριστερῶν καὶ τῶν δεξιῶν, ὡς συμπεσεῖν ἀλλήλοις ἀκρι‐

24

.

9

.

20

βῶς καὶ κλεῖσαι τὸν πόρον. εἰ δέ τι σμικρὸν ἄκλειστον ὑπολειφθείη, οὐδὲ τοῦτο ἀπρονόητον παρῶπται τῇ φύσει, τρῆμα καθ’ ἑκάτερον μέρος τῆς γλωττίδος ἓν ἐργασαμένῃ ὑποθείσῃ τε τῷ τρήματι κοιλίαν

24

.

9

.

21

ἔνδον οὐ σμικράν. ἐπειδὰν μὲν οὖν εὐρείαις ὁδοῖς ὁ ἀὴρ χρώμενος εἰσίῃ τε εἰς ζῷον ἐξίῃ τε αὖθις, οὐδὲν εἰς τὴν κοιλίαν παρωθεῖται· φθαρείσης δὲ τῆς διεξόδου, στενοχωρούμενος ὠθεῖται βιαίως πρὸς τὰ πλάγια καὶ τὸ τοῦ τρήματος τῆς γλωττίδος ἀνοίγνυσι στόμιον, ὃ τέως
5ἐκέκλειστο τῶν χειλῶν ἐπεπτυγμένων· πληρωθεισῶν δὲ πνεύματος τῶν ἐν τῇ γλώττῃ τοῦ λάρυγγος κοιλιῶν, ἀποχεῖσθαι μὲν δήπου τὸν ὄγκον ἀναγκαῖον εἰς αὐτὸν τὸν τοῦ πνεύματος πόρον, ἀκριβῶς δὲ στενοῦσθαι,

24

.

9

.

22

κἂν εἰ σμικρόν τι πρόσθεν ἀνέῳκτο. κλειομένου δ’ οὕτως ἀκριβῶς τοῦ λάρυγγος, ὡς μηδὲ τὸ βιαίως ἐκθλιβόμενον ὑπὸ τοῦ θώρακος πνεῦμα διοίγειν αὐτόν, οὐ χρὴ ζητεῖν αἰτίαν ἑτέραν τοῦ μὴ φέρεσθαι τὸ πο‐ τὸν εἰς τὸν πνεύμονα· τὴν γὰρ ἐπιγλωττίδα προμηθῶς ἡ φύσις οἷον
5ἐπίθημά τι προὔθηκε τοῦ κατὰ τὸν λάρυγγα στόματος, ἑστηκυῖαν μὲν
ὀρθὴν ἐν τῷ πρόσθεν ἅπαντι χρόνῳ, καθ’ ὃν ἀναπνεῖ τὰ ζῷα, κατα‐ πίπτουσαν δ’ ἐπὶ τὸν λάρυγγα, καταπινόντων ὁτιοῦν· αὐτὸ γὰρ τὸ καταπινόμενον, ἅτε πρῶτον μὲν ἐπιπίπτον αὐτῆς τῇ ῥίζῃ, μετὰ ταῦτα δὲ κατὰ τοῦ νώτου φερόμενον, ἀναγκάσει κατακλίνεσθαί τε καὶ κατα‐

24

.

9

.

23

πίπτειν αὐτήν. ἡ φύσις δ’ ἐποιήσατο τὴν τοιαύτην ἐπίφυσιν, οὐχ ὑπὲρ τοῦ μηδ’ ὅλως ἐμπίπτειν μηδέν, ἀλλ’ ὑπὲρ τοῦ μὴ πολὺ μηδὲ ἀθρόον.

24

.

9

.

24

καταφέρεται γοῦν τι τοῦ πόματος ὀλίγον εἰς τὴν τραχεῖαν ἀρτηρίαν ἐν κύκλῳ περὶ τοὺς χιτῶνας αὐτῆς θλιβόμενον, οὐ διὰ μέσης ὁδοιπο‐ ροῦν τῆς εὐρυχωρίας, καὶ τοσοῦτόν ἐστιν ἐκεῖνο τὸ ὑγρόν, ὅσον εὐθὺς

24

.

9

.

25

ἀναρπάζεσθαι διαβρέχον ὅλον τὸν πλεύμονα. χονδρώδους ὄντος τοῦ λάρυγγος καὶ περιφεροῦς πανταχόθεν, ἀναγκαῖον γίνεσθαι τῷ στομάχῳ

24

.

9

.

26

στενοχωρίαν ἐν τῇ παρόδῳ τῶν σιτίων. πῶς οὖν οὐ στενοχωρεῖται καταπινόντων; πῶς δ’ ἄλλως ἢ κατασπωμένου μὲν αὐτοῦ, τοῦ λάρυγ‐ γος δ’ ἀνασπωμένου; ὑπαλλάττεται γὰρ οὕτως ἡ θέσις αὐτῶν, ὥστε τὴν μὲν ἀρχὴν τοῦ στομάχου κατὰ τὴν τραχεῖαν ἀρτηρίαν γίνεσθαι,

24

.

9

.

27

τὸν λάρυγγα δ’ ἀνατρέχειν εἰς τὴν φάρυγγα. δεῖ δὲ γινώσκειν ὡς ὃν τρόπον ὑπὸ τῶν σιτίων ἡ ἐπιγλωττὶς εἰς τὸν τοῦ λάρυγγος ἀνακλίνε‐ ται πόρον, οὕτως ὑπὸ τῶν ἐμουμένων ὁ ἀρυταινοειδὴς χόνδρος· ἔστρα‐ πται γὰρ κἀκεῖνος εἰς τὴν εὐρυχωρίαν τοῦ λάρυγγος, ὥστε ἡ ῥύμη
5τῶν ἀναφερομένων ἐκ τοῦ στομάχου τοῖς κατὰ τὸ νῶτον αὐτοῦ προσ‐ πίπτουσα ῥᾳδίως εἰς τὴν εἴκουσαν ἀνατρέπει χώραν ὅλον τὸν χόνδρον.

24

.

10

t

Περὶ τοῦ γαργαρεῶνος.

24

.

10

.

1

Ὁ γαργαρεὼν εἰς μέγεθος μὲν καὶ κάλλος τῇ φωνῇ συντελεῖ· περισχίζεται δ’ αὐτῷ πρότερον ὁ εἰσιὼν ἀήρ, καὶ θραύεται τῆς τε

24

.

10

.

2

ῥύμης αὐτοῦ τὸ σφοδρόν, καὶ διὰ τοῦτο καὶ τῆς ψύξεως. ἔνιοι γοῦν τῶν ἐκτμηθέντων αὐτὸν ἄχρι βάσεως οὐ μόνον εἰς τὴν φωνὴν ἐβλά‐

24

.

10

.

3

βησαν ἐπιδήλως, ἀλλὰ καὶ ψυχροτέρας τῆς εἰσπνοῆς ᾔσθοντο. καὶ μέν‐ τοι καὶ ψυχθέντες τὰ κατὰ τὸν πνεύμονα καὶ τὸν θώρακα πολλοὶ τῶν

24

.

10

.

4

τοιούτων ἀπώλοντο. καὶ χρὴ μὴ προπετῶς ἀποτέμνειν αὐτόν, μηδὲ

24

.

10

.

5

ὡς ἔτυχεν, ἀλλ’ ἀπολείπειν τι τῆς βάσεως μέρος. οὐ σμικρὰ δὲ συν‐ τελεῖ τὸ μόριον τοῦτο καὶ πρὸς τὸ μήτε κόνιν ἐμπίπτειν τῷ λάρυγγι μήτε ἄλλην τινὰ οὐσίαν τοιαύτην.

24

.

11

t

Περὶ τῆς τραχείας ἀρτηρίας.

24

.

11

.

1

Ἔστι τι μόριον ἁπλοῦν ἐν τῷ τοῦ ζῴου σώματι, σκληρότερον μὲν τῶν ἄλλων ἁπάντων, μόνου δὲ τοῦ ὀστοῦ μαλακώτερον, ᾧ τοὔ‐

24

.

11

.

2

νομα σχεδὸν ἅπαντες ἰατροὶ χόνδρον ἐπέθεντο. τούτου τοῦ χόνδρου πλεῖστον ἡ φύσις εἰς τὴν κατασκευὴν τῆς τραχείας ἀρτηρίας παρα‐ σκευασαμένη κατέκαμψεν εἰς ἀκριβῆ κύκλου περιφέρειαν, ὥστε ἔξωθεν μὲν εἶναι τὸ κυρτόν, οὗ δὴ καὶ ψαύομεν, ἔσωθεν δὲ τὸ κοῖλον,
5εἶτ’ ἐφεξῆς ἀλλήλων ἐν τῷ τοῦ τραχήλου μήκει θεῖσα καὶ πᾶν τὸ μεταξὺ λάρυγγός τε καὶ πνεύμονος ἐν τούτῳ συμπληρώσασα συνέφυσεν αὐτοὺς ἰσχυροῖς δεσμοῖς ὑμενώδεσιν, ὁμοιοτάτοις τοῖς τῶν καράβων

24

.

11

.

3

ὀστράκοις. ὅσον δ’ αὐτῶν μέρος ὑποκειμένου τοῦ στομάχου ψαύσειν ἔμελλε, τοῦτο οὐκέτι χόνδρον ἐποιήσατο, ἀλλὰ λείπει μέν τι τῷ κύκλῳ κατὰ ταῦτα τὰ μέρη, καὶ ἔστιν ὥσπερ σίγμα τῶν χόνδρων ἕκαστος.

24

.

11

.

4

κοινῇ δὲ κατά τε τούτων τῶν δεσμῶν καὶ τῶν ἄλλων τῶν κυκλοτε‐ ρῶν, καὶ προσέτι τῶν χόνδρων αὐτῶν, ἄλλος τις ἔσωθεν ἐπιτέταται χιτών, ἀκριβῶς κυκλοτερής, ὑπαλείφων ἅπαντα, πυκνὸς μὲν καὶ στε‐ γανός, εὐθείας δὲ κατὰ τὸ μῆκος ἔχων τὰς ἶνας, οὗ καὶ πρόσθεν
5οἶδά που μνημονεύσας, ὡς ἔστι συνεχὴς τῷ τε τὸ στόμα πᾶν ὑπαλεί‐

24

.

11

.

5

φοντι καὶ τῷ τοῦ στομάχου τε καὶ ὅλης τῆς γαστρὸς ἔνδοθεν. καὶ μήν γε καὶ πάντα ἔξωθεν αὐτὰ περιλαμβάνει τις ὑμήν, οἷον ἀμφίεσμά τι

24

.

11

.

6

καὶ περίβλημα τῆς ὅλης ἀρτηρίας. ὡδὶ μὲν ἔχει φύσεως ἡ κατὰ τὸν τράχηλον ἀρτηρία, δι’ ἧς εἰσπνεῖ τε καὶ αὖθις ἐκπνεῖ καὶ φωνεῖ γε καὶ ἐκφυσᾷ τὰ ζῷα· καθ’ ὃ δὲ πρῶτον ὑπερβᾶσα τὰς κλεῖς ἐν τῇ τοῦ θώρακος εὐρυχωρίᾳ γίνεται, [καὶ] σχίζεται κατὰ τοῦτο καὶ πάντῃ τοῦ
5πνεύμονος φέρεται, μετὰ τῶν ἀπὸ τῆς καρδίας ἀγγείων εἰς ἅπαντας

24

.

11

.

7

αὐτοῦ τοὺς λοβοὺς διανεμομένη. οὐ μὴν ἐξίσταταί γε τῆς ἄνωθεν φύσεως οὐδὲ παραλλάττει κατά τι τῶν ἀποβλαστημάτων αὐτῆς οὐδέν, ἀλλ’ ὁμοίως ἅπαντα χόνδροι πολλοὶ σιγματοειδεῖς ὑμενώδεσι δεσμοῖς συνεχόμενοι μέχρι τῶν ἐσχάτων λοβῶν τοῦ σπλάγχνου διαφυλάττονται.

24

.

11

.

8

τοῦτο μόνον ἐν τῷ πλεύμονι τὸ ἀγγεῖον ἀκριβῶς ἐστιν αἵματος καθα‐ ρόν, ἔν γε τῷ κατὰ φύσιν ἔχειν τὸ ζῷον· ἐπειδὰν δέ τις ἢ ῥῆξις ἢ ἀναστόμωσις ἢ διάβρωσις ἀγγείου κατὰ τὸν πνεύμονα γένηται, τότε ἐκχεῖται μέν τι καὶ εἰς τήνδε τὴν ἀρτηρίαν αἵματος· ἐνοχλεῖ δὲ τῷ
5πνεύματι καταλαμβάνον αὐτοῦ τὰς ὁδούς, καὶ οὕτως ἤδη βήττει μὲν τὸ ζῷον, ἀναφέρεται δὲ τὸ αἷμα διὰ τῆς φάρυγγος εἰς τὸ στόμα.

24

.

11

.

9

ὁ δ’ εἰρημένος χιτὼν ἐν μὲν τῷ στομάχῳ τῇ καταπόσει συνεργεῖν ἐδείκνυτο τὰ μέγιστα· κατὰ δὲ τὴν ἀρτηρίαν ἔνδοθεν μὲν τοὺς χόν‐ δρους ὑπαλείφει καὶ αὐτὴν ἀνασπᾷ μετὰ τοῦ λάρυγγος εἰς τὴν φά‐ ρυγγα καταπίνοντος τοῦ ζῴου τρόπον ὁμοιότατον τῷ κατὰ τὰ κηλώνια
5καλούμενα. ταύτης ἐστὶ τῆς φύσεως ἡ ἀρτηρία τοῦ πνεύμονος ἡ ἐκ

24

.

11

.

10

τῶν βρογχίων συγκειμένη· καλεῖν γὰρ οὕτως ἔθος τοῖς ἰατροῖς τοὺς χόνδρους αὐτῆς, ὥσπερ γε καὶ ὅλην μὲν βρόγχον, κεφαλὴν δὲ τὸ ἄνω
πέρας αὐτῆς, ᾧπερ δὴ καὶ λάρυγξ ὄνομα.

24

.

12

t

Περὶ τοῦ ὑπεζωκότος καὶ τῶν διαφραττόντων ὑμένων τὸν θώρακα.

24

.

12

.

1

Ὁ ὑπεζωκὼς ὑμὴν οὐσίαν τε τὴν αὐτὴν ἔχει τῷ περιτοναίῳ καὶ χρείας τὰς αὐτὰς παρέχει πᾶσι τοῖς τοῦ πνεύματος ὀργάνοις ἅσπερ

24

.

12

.

2

ἐκεῖνο τοῖς τῆς τροφῆς. ὀνομάζεται δ’ ὑπεζωκὼς ὑμήν, ἐπειδὴ τὰς πλευρὰς ὅλας ὑπέζωκεν ἔσωθεν, λεπτότατος ὢν ὥσπερ ἀράχνιον

24

.

12

.

3

ὁμοιομερής τε κατὰ πᾶν ἑαυτῷ. καὶ τὰς μὲν πλευρὰς ὑπέζωκεν, ἀμφίεσμα δ’ ἐστὶν οἷον χιτών τις ἁπάντων τῶν πνευματικῶν ὀργά‐ νων, ἐπιτεινόμενος πᾶσι τοῖς ἔνδοθεν τοῦ θώρακος μορίοις, ὡς τὸ

24

.

12

.

4

περιτόναιον ἐλέχθη τοῖς κάτω τῶν φρενῶν. ἐξ αὐτοῦ δὲ καὶ οἱ δια‐ φράττοντες ὑμένες τὸν θώρακα γεννῶνται κατὰ τὸ μῆκος ἄνωθεν καταφερόμενοι· καταφύονται δ’ ἀσφαλῶς, ὀπίσω μὲν εἰς τοὺς τῆς ῥά‐ χεως σπονδύλους, ἔμπροσθεν δ’ εἰς τὸ κατὰ τὰ στέρνα μέσον ὀστοῦν,
5οὗ πέρας ἐστὶ κάτω μὲν ὁ ξιφοειδὴς ὀνομαζόμενος χόνδρος, ὁ κατὰ

24

.

12

.

5

τὸ στόμα τῆς γαστρός, ἄνωθεν δὲ τῶν κλειδῶν ἡ σύνταξις. ἡ δὲ χρεία τῶν ὑμένων ἡ πρώτη μὲν καὶ μεγίστη δύο κοιλίας ἐργάσασθαι τοῦ θώρακος, ἵνα εἰ καί ποτε μεγάλου τραύματος ἐν θατέρῳ μέρει γενηθέντος ἀπόληται τὸ κατ’ ἐκεῖνο 〈τὸ〉 μέρος ἔργον τῆς ἀνα‐
5πνοῆς, ἡ λοιπὴ κοιλία σῳζομένη τὸ γοῦν ἥμισυ τῆς ἐνεργείας διαφυ‐

24

.

12

.

6

λάττοι. διὰ τοῦτο οὖν ἡμίφωνον καὶ ἡμίπνουν ἐπὶ τοῖς εἴσω δια‐ σχοῦσι τραύμασι μεγάλοις ἐν θατέρῳ μέρει τοῦ θώρακος εὐθὺς γίνεται τὸ ζῷον, ἄφωνον δὲ καὶ τελέως ἄπνουν, εἰ ἀμφότεραι συντρηθεῖεν

24

.

12

.

7

αἱ κοιλίαι. ταύτην τοίνυν μεγάλην χρείαν οὕτω παρεχομένων τῷ ζῴῳ τῶν διαφραττόντων ὑμένων τὸν θώρακα καὶ διὰ τοῦτο μάλιστα γεγονότων, ἡ φύσις κατεχρήσατο καὶ πρὸς τὴν ὡς ἀμφιεσμάτων τε ἅμα καὶ συνδέσμων ἐξ αὐτῶν ὠφέλειαν τοῖς ἐντὸς τοῦ θώρακος ὀρ‐
5γάνοις ἅπασιν ἐτεχνήσατο· καὶ γὰρ καὶ τὰς ἀρτηρίας τὰς ἐνταῦθα καὶ τὰς φλέβας καὶ τὰ νεῦρα καὶ τὸν οἰσοφάγον, ἤδη δὲ καὶ αὐτὸν ὅλον τὸν πνεύμονα συνδοῦσι τῷ παντὶ θώρακι καὶ σκέπουσιν οἱ ὑμέ‐ νες οἵδε περιτεινόμενοι.

24

.

13

t

Περὶ πλεύμονος.

24

.

13

.

1

Τὴν τοῦ θώρακος ὁ πλεύμων ἐκπεπλήρωκεν εὐρύτητα, φωνητι‐ κὸν ἅμα καὶ ἀναπνευστικὸν ὄργανον γενόμενος, τὴν ἀρχὴν τῆς κινή‐

24

.

13

.

2

σεως ἔχων παρὰ τοῦ θώρακος. ἡ δὲ χρεία τῆς ἀναπνοῆς διὰ τὴν καρδίαν γίνεται, τὸ μέν που δεομένης καὶ αὐτῆς τοῦ ἀέρος τῆς οὐ‐ σίας, τὸ δὲ πλεῖστον ὑπὸ θερμότητος ζεούσης ἀναψύχεσθαι ποθούσης.
ἀναψύχει δ’ αὐτὴν ἡ μὲν εἰσπνοὴ χορηγίᾳ ποιότητος ψυχρᾶς, ἡ δ’
5ἐκπνοὴ τοῦ ζέοντος ἐν αὐτῇ καὶ οἷον συγκεκαυμένου καὶ λιγνυώδους

24

.

13

.

3

ἀποχύσει. διὰ τοῦτο οὖν καὶ διπλῆν ἔχει τὴν κίνησιν ἐξ ἐναντίων μορίων συγκειμένην, ἕλκουσαν μὲν ἐπειδὰν διαστέλληται, κενουμένην

24

.

13

.

4

δ’ ἐν τῷ συστέλλεσθαι. σκοπεῖσθε δέ μοι κἀνταῦθα τὴν πρόνοιαν τῆς φύσεως· ἐπειδὴ γὰρ ἄμεινον ἡμῖν ἦν ἔχειν φωνήν, ἐδεῖτο δ’ ἐξ ἀνάγ‐ κης αὐτῆς ἡ γένεσις ἀέρος, ὅσον ἤμελλεν ἄλλως ἀργὸν καὶ ἄχρηστον ἐκπνεῖσθαι, τοῦτο ὕλην ἐποιήσατο φωνῆς, καὶ τὴν καρδίαν οὐ διὰ
5τῆς φάρυγγος εὐθὺς ἔξωθεν ἕλκειν ἐποίησε τὸν ἀέρα, μέσον δ’ ἀμφοῖν ἔθηκε τὸν πλεύμονα, καθάπερ τι ταμιεῖον πνεύματος, ἀμφοτέραις

24

.

13

.

5

ταῖς ἐνεργείαις ὑπηρετεῖν ἅμα δυνάμενον. ἔστι δὲ καὶ ἡ σύστασις αὐτοῦ τοιάδε· αἱ καθ’ ὅλον τὸ σῶμα φλέβες ἐξ ἑνὸς ἰδίου γεγόνασι χιτῶνος· ὁ γὰρ ἔξωθεν αὐταῖς ἐνίοτε περιφυόμενος ὑμήν, ἔνθα συν‐ δεῖσθαί τισιν ἢ στηρίζεσθαί τε καὶ σκέπεσθαι δέονται, κατ’ ἐκεῖνα μόνα
5προσέρχεται. δύο δ’ εἰσὶν οἱ τῆς ἀρτηρίας ἴδιοι χιτῶνες, ὁ μὲν ἔξω‐ θεν οἷόσπερ ὁ τῆς φλεβός, ὁ δ’ ἔνδον πενταπλάσιος τῷ πάχει τουδί,

24

.

13

.

6

καὶ μέντοι καὶ σκληρότερος, εἰς ἐγκαρσίας ἶνας διαλυόμενος. ὅ γε μὴν ἔξωθεν, ὁ καὶ ταῖς φλεψὶν ὑπάρχων, εὐθείας τε καὶ μετρίως ἐνίας λοξὰς ἔχει τῶν ἰνῶν, ἐγκαρσίαν δ’ οὐδεμίαν· ὁ δ’ ἔνδον χιτὼν τῆς ἀρτηρίας, ὁ παχὺς καὶ σκληρός, οἷον δέρμα τι κατὰ τὴν ἐντὸς
5ἐπιφάνειαν ἔχει παραπλήσιον ἀραχνίῳ, σαφῶς φαινόμενον ἐπὶ τῶν

24

.

13

.

7

μεγάλων ἀρτηριῶν, ὃν ἔνιοι τρίτον ἀρτηρίας τίθενται χιτῶνα. τέταρ‐ τος δ’ ἄλλος ἴδιος αὐτῆς οὐδείς ἐστιν, ἀλλ’ ὥσπερ ἐνίαις τῶν φλε‐ βῶν, οὕτως καὶ τῶν ἀρτηριῶν ἐπιφύεταί τε καὶ περιφύεται κατά τινα μέρη λεπτὸς ὑμήν, σκέπων ἢ στηρίζων ἢ ξυνδέων αὐτὰς τοῖς πλη‐

24

.

13

.

8

σιάζουσι μορίοις. ὁποῖαι μὲν οὖν καθ’ ὅλον τὸ σῶμά εἰσιν 〈αἱ〉 ἀρ‐ τηρίαι, τοιοῦτον ἐκ τῆς δεξιᾶς κοιλίας τῆς καρδίας ἐκφυόμενον ἀγγεῖον εἰς ὅλον τὸν πνεύμονα κατασχίζεται, ὁποῖαι δ’ αἱ φλέβες, τοιοῦτον ἐκ τῆς ἀριστερᾶς, ὥστε τριῶν ἀγγείων διαπλεκόντων τὸν πλεύμονα,
5τὸ μὲν ἀπὸ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας ὁρμώμενον ἀρτηρίαν φλεβώδη καλεῖσθαι, τὸ δ’ ἀπὸ τῆς δεξιᾶς ἀρτηριώδη φλέβα, τὸ δὲ τρίτον ἀπὸ τῆς φάρυγγος ἀρτηρίαν τραχεῖαν, ἐκ χόνδρων συγκειμέ‐

24

.

13

.

9

νην σιγμοειδῶν τὸ σχῆμα. τὸ μὲν οὖν κυκλοτερὲς τοῦ χόνδρου κατά τε τὴν μεγάλην ἀρτηρίαν τὴν ἐν τῷ τραχήλῳ πρέμνου λόγον ἔχουσαν πρὸς τὰς ἐν τῷ πνεύμονι καὶ κατ’ αὐτὰς ἐκείνας ὥσπερ τινὰς κλά‐ δους ἀπ’ αὐτῆς πεφυκυίας, ἐν τοῖς πρόσω τέτακται μέρεσιν· καθ’ ὃ
5δ’ ἀπολείπεται μέρος ὁ χόνδρος εἰς τὴν τοῦ κύκλου συμπλήρωσιν, ἐν τοῖς ὀπίσω μέρεσίν ἐστι, κατὰ μὲν τὸν τράχηλον ὁμιλοῦν τῷ στομάχῳ, κατὰ δὲ τὸν πνεύμονα τῇ κληθείσῃ πρὸς ἡμῶν ὀλίγον ἔμπροσθεν
ἀρτηριώδει φλεβί· ἀναπληροῦται δὲ τὰ μεταξὺ τῶν ἀγγείων ὑπὸ τῆς τοῦ πλεύμονος ἰδίας οὐσίας, ἣν οἱ περὶ τὸν Ἐρασίστρατον ὀνομάζουσι

24

.

13

.

10

παρέγχυμα. ὅτι δ’ οὐχ ὡς ἐφ’ ἥπατος οἱ λοβοὶ τοῦ πνεύμονος ἄνισοι τὸν ἀριθμόν εἰσιν, ἀλλ’ ἐπὶ πάντων τῶν ζῴων, ὑπὲρ ὧν ὁ λόγος ἡμῖν ἐστι, δύο μὲν ἐν τοῖς δεξιοῖς αὐτοῦ μέρεσι, δύο δ’ ἐν τοῖς ἀριστεροῖς, ὡμολόγηται πᾶσιν· ὡμολόγηται δέ, εἰ καὶ μὴ πᾶσιν, ἀλλὰ
5τοῖς γε ἀκριβέστερον ἀνατέμνουσιν, ὡς ἐν τῷ δεξιῷ μέρει τοῦ θώρα‐ κος ἔστι τις καὶ πέμπτος λοβὸς μικρός, οἷον ἀποβλάστημά τι θατέρου

24

.

13

.

11

τοῖν δυοῖν. εὑρήσεις δ’ αὐτὸν ῥᾷστα τῇ κοίλῃ φλεβὶ προσέχων τὸν νοῦν· ἐκείνῃ γὰρ ὑποβέβληται, καθ’ ὃ πρῶτον ἐμπίπτει τῷ θώρακι

24

.

13

.

12

καταλιποῦσα τὰς φρένας. ἔστι δ’ ὅτε καὶ κοιλότητά τινα κατὰ τῶν ἐπιπολῆς αὐτοῦ σαφῶς ἰδεῖν ἔστιν, ἐφ’ ἧς ἡ φλὲψ ἐστηρίζετο ζῶντος ἔτι τοῦ ζῴου. μετὰ γάρ τοι τὸν θάνατον ὁ πλεύμων ἀεὶ συμπεπτω‐ κὼς ὁρᾶται καὶ μικρός, οὐκ ὀλίγης γινομένης 〈τῆσ〉 μεταξὺ χώρας
5αὐτοῦ τε καὶ τοῦ θώρακος, ἔμπαλιν ἢ ὡς ζῶντος ἔσχε τοῦ ζῴου. πεποίηκε γὰρ ἡ φύσις, οὐχ ὡς ἀναπνευστικὸν ὄργανον, ἀλλὰ ὡς ὑποστόρεσμά τι μαλθακὸν τῇ κοίλῃ φλεβὶ τὸν λοβὸν τοῦτον ἀπὸ τοῦ

24

.

13

.

13

διαφράγματος ἄχρι τοῦ τῆς καρδίας ὠτὸς ἐκτεταμένον. ἡ δὲ σὰρξ τοῦ πλεύμονος ἀερώδης ὁρᾶται καὶ πνεύματος μεστή, σαφῶς εἰς πέψιν ἀέρος ἐνδεικνυμένη παρεσκευάσθαι, καθάπερ ἡ τοῦ ἥπατος εἰς τὴν τροφῆς· εὔλογον γὰρ οὐκ ἀθρόως οὐδ’ ἐξαίφνης τὸν ἔξωθεν ἀέρα
5τοῦ κατὰ τὸ ζῷον πνεύματος γίνεσθαι τροφήν, ἀλλὰ κατὰ βραχὺ μὲν ἀλλοιούμενον, ὥσπερ γε καὶ τὰ σιτία, δεχόμενον δὲ τὴν οἰκείαν ποιό‐ τητα τῷ συμφύτῳ πνεύματι χρόνῳ πλέονι, καὶ ταύτης τῆς ἀλλοιώ‐ σεως τὸ πρῶτον ὄργανον ὑπάρχειν τὴν τοῦ πνεύμονος σάρκα, καθάπερ γε καὶ τῆς εἰς αἷμα μεταβολῆς ἡ σὰρξ τοῦ ἥπατος ἐδείκνυτο τὴν αἰ‐
10τίαν ἔχειν· τὸ γὰρ ἐκ τῶν τραχειῶν ἀρτηριῶν πνεῦμα τὸ ἔξωθεν ἔσω ἐνεχθὲν ἐν μὲν τῇ σαρκὶ τοῦ πνεύμονος τὴν πρώτην ἐργασίαν λαμβάνει· μετὰ ταῦτα δ’ ἐν τῇ καρδίᾳ τε καὶ ταῖς ἀρτηρίαις καὶ μά‐ λιστα ταῖς κατὰ τὸ δικτυοειδὲς πλέγμα τὴν δευτέραν, ἔπειτα τὴν τε‐ λειοτάτην ἐν ταῖς τοῦ ἐγκεφάλου κοιλίαις, ἔνθα δὴ καὶ ψυχικὸν ἀκρι‐
15βῶς γίνεται.

24

.

14

t

Περὶ τοῦ θύμου.

24

.

14

.

1

Τὸν καλούμενον θύμον ἀδένα μέγιστόν τε ἅμα καὶ μαλακώτατον ὑπέτεινεν ἡ φύσις τοῖς ἄνω μέρεσι τοῦ μέσου κατὰ τὸ στῆθος ὀστοῦ τοῦ στέρνου καλουμένου, ὡς μήτε ψαύειν αὐτὸ τῆς κοίλης φλεβὸς τάς τε ἄλλας ἐκφύσεις ἁπάσας αὐτῆς τὰς ἐν τούτῳ τῷ χωρίῳ γινο‐
5μένας παμπόλλας οὔσας στηρίζεσθαι, καθ’ ἃ πρῶτον ἐκφύονται· παν‐ ταχοῦ γὰρ ὅπου μετέωρον ἀγγεῖον ἡ φύσις σχίζει, πάντως ἐνταῦθα μέσον ἀδένα τὴν σχίσιν ἐκπληροῦντα κατατίθησιν.

24

.

15

t

Περὶ καρδίας.

24

.

15

.

1

Σάρξ ἐστιν ἡ καρδία σκληρὰ καὶ δυσπαθής, ἐξ ἰνῶν πολυειδῶν συγκειμένη· μέση δὲ τέτακται τῶν τοῦ θώρακος εὐρυχωριῶν ἑκατέρας, περιλαμβανομένη κατὰ κύκλον ὑπὸ τοῦ πνεύμονος, καθάπερ δακτύ‐

24

.

15

.

2

λοις τισί, τοῖς λοβοῖς αὐτοῦ. διασημαίνει δ’ ἡ κίνησις αὐτῆς ὡς ἐν τοῖς ἀριστεροῖς μᾶλλον κειμένης, διὰ διττὴν αἰτίαν, ὅτι τε κατὰ τοῦτο τέτακται τοῦ ζῴου τὸ μέρος ἡ πνευματικὴ κοιλία, καὶ ὅτι κέκλιταί πως ὅλη πρὸς τοῦτο μᾶλλον· οὐ γὰρ ὥσπερ ἡ βάσις αὐτῆς ἀκριβῶς
5ἐστι μέση τῶν τοῦ θώρακος ἀριστερῶν τε καὶ δεξιῶν, οὕτως καὶ ἡ κορυφή, διότι μηδὲ ἀκριβῶς κατάντης ἀπὸ τῆς ἰδίας βάσεως ἐπὶ τὸ κάτω πέρας ἐκτέταται, παρεγκλίνει δέ, ὡς ἔφην, ἐπὶ τὴν ἀριστερὰν

24

.

15

.

3

χώραν. τὰ δ’ ὦτα τῆς καρδίας καθ’ ὁμοιότητά τινα τοῖς κυρίως ὀνο‐

24

.

15

.

4

μαζομένοις ὠσὶν ἐκάλεσαν οἱ πρόσθεν. δύο δὲ στόματά ἐστιν, ἓν καθ’ ἑκάτερον τῶν εἰσαγόντων ἀγγείων τὰς ὕλας, ἐν μὲν τοῖς δεξιοῖς μέρεσι κατὰ τὴν τῆς φλεβὸς ἔμφυσιν εἰς τὴν ἐνταῦθα κοιλίαν τῆς καρδίας, ἐν δὲ τοῖς ἀριστεροῖς κατὰ τὴν τῆς ἀρτηρίας τῆς φλεβώδους.

24

.

15

.

5

ἀναπτύξαντος δέ σου ταυτὶ τὰ ὦτα, τό τε σῶμα τῆς καρδίας αὐτὸ φανεῖται, καὶ τῶν εἰρημένων στομάτων ἑκάτερον, οἵ τε ὑμένες οἱ κατὰ τὴν ἔμφυσιν ἐπικείμενοι, τρεῖς μὲν ἐπὶ τῆς δεξιᾶς κοιλίας, δύο δ’ ἐπὶ τῆς ἀριστερᾶς, ὧν τὸ σχῆμα τῆς συνθέσεως ἔοικε ταῖς τῶν

24

.

15

.

6

βελῶν γλωχῖσιν. ταῦτά τοι καὶ τριγλώχινας αὐτὰς ὠνόμασαν ἔνιοι

24

.

15

.

7

τῶν ἀνατομικῶν. λοιπὰ δ’ ἐστὶ δύο στόματα τῶν ἐξαγόντων τὰς ὕλας ἀγγείων, ἐκ μὲν τῆς δεξιᾶς κοιλίας εἰς τὸν πλεύμονα τὸ τῆς ἀρτηριώδους φλεβός, ἐκ δὲ τῆς ἀριστερᾶς εἰς ὅλον τοῦ ζῴου τὸ σῶ‐ μα τὸ τῆς μεγάλης ἀρτηρίας· ἐφ’ ὧν αὖ πάλιν ἑκατέρου θεάσει τρεῖς
5ὑμένας σιγμοειδεῖς τὸ σχῆμα, νεύοντας ἔξω τῆς καρδίας, ὥσπερ οἱ

24

.

15

.

8

τριγλώχινες εἴσω. χρεία δ’ αὐτῶν ἐστιν ἁπάντων κοινῇ, κωλῦσαι πα‐

24

.

15

.

9

λινδρομεῖν εἰς τοὐπίσω τὰς ὕλας. τοῦ πνεύμονος δ’ ἐνήλλαξεν ἡ φύσις τῶν ἀγγείων τοὺς χιτῶνας, οὐ μάτην, ἀρτηριώδη μὲν ἐργασα‐ μένη τὴν φλέβα, φλεβώδη δὲ τὴν ἀρτηρίαν· τρέφεται μὲν γὰρ ἕκαστον ὑπὸ τῆς ὁμοίας ἑαυτῷ τροφῆς, κοῦφον δ’ ἐστὶ καὶ μανὸν καὶ οἷον
5ἐξ ἀφροῦ τινος αἱματώδους πεπηγότος τὸ τοῦ πλεύμονος σῶμα, καὶ
διὰ τοῦτο δεόμενον ἀτμώδους καὶ λεπτοῦ καὶ καθαροῦ τοῦ αἵματος, οὐχ ὥσπερ τὸ ἧπαρ ἰλυώδους τε καὶ παχέος· διὸ καὶ ἔμπαλιν αὐτῷ τὰ τῶν ἀγγείων ἔχει, μάλιστα μὲν τοῖς καθ’ ἧπαρ, ἤδη δὲ καὶ τοῖς ἄλλοις τοῦ ζῴου μορίοις· τοῖς μὲν γὰρ ἀραιός τε καὶ λεπτὸς ὁ χι‐
10τὼν ὑπάρχων τοῦ τὸ αἷμα χορηγοῦντος ἀγγείου, πλεῖστον τοῦ παχέος ἑτοίμως τοῖς περιέχουσι διαδίδωσιν· τῷ δὲ πλεύμονι πάχους οὐδέν,

24

.

15

.

10

ὅτι μὴ τὸ λεπτόν, ἐπιτρέπει διέρχεσθαι. καὶ τοῖς μὲν ἄλλοις αἱ ἀρ‐ τηρίαι παχεῖαι καὶ πυκναὶ γενηθεῖσαι παντάπασιν ὀλίγον ἀτμώδους αἵματος τοῖς παρακειμένοις μορίοις ἕλκειν ἐπιτρέπουσι, τῷ δὲ πλεύ‐ μονι μόνῳ πάμπολυ τὸ τοιοῦτον μεθιᾶσιν, ὑπὸ μανότητός τε καὶ
5λεπτότητος ἀδυνατοῦσαι στέγειν· ὥστε πάντῃ τῷ πλεύμονι τὰ περὶ τὴν τροφὴν ὑπεναντίως ἔχει τοῖς ἄλλοις ἅπασι τοῦ ζῴου μορίοις,

24

.

15

.

11

ὥσπερ καὶ τὰ τῆς τοῦ σώματος ἰδέας. διὰ δὴ τὴν εὐπορίαν τῆς τοι‐ αύτης τροφῆς ἀπὸ καρδίας ἐπιπέμπεται τῷ πνεύμονι, τοῦ αἵματος

24

.

15

.

12

ἀκριβῶς ἐν ἐκείνῃ κατειργασμένου τε καὶ λελεπτυσμένου. τὸ δὲ κατὰ τὴν κεφαλὴν τῆς καρδίας εὑρισκόμενον ὀστοῦν οὐκ ἐν ἅπασι τοῖς ζῴοις ἀκριβές ἐστιν ὀστοῦν, 〈ἀλλ’〉 ἐν μὲν τοῖς μείζοσιν ἀκριβὴς χόνδρος ἐστίν, ἐν δὲ τοῖς ἱκανῶς μεγάλοις χόνδρος ὀστώδης, κατὰ δὲ τὰ μέ‐

24

.

15

.

13

γιστα τὸ πλεῖον ὀστώδης. ἀρτηρίαι μὲν οὖν καὶ φλέβες πάντῃ ἐν κύκλῳ περιέρχονται τὸ τῆς καρδίας σῶμα· νεῦρον δ’ οὐδὲν φαίνεται κατεσχισμένον εἰς αὐτήν, ὥσπερ οὐδ’ εἰς ἧπαρ ἢ νεφροὺς ἢ σπλῆνα· μόνον γὰρ δὴ τὸ περικάρδιον σκέπασμα λεπτῶν νεύρων φαίνεται

24

.

15

.

14

δεχόμενον βλαστήματα. θεάσει δὲ δήπου, γυμνώσας ὅλην τὴν καρ‐ δίαν, τὴν μὲν ἀριστερὰν κοιλίαν αὐτῆς ἀνήκουσαν ἐπ’ ἄκραν τὴν κο‐ ρυφήν, τὴν δεξιὰν δὲ πολὺ κατωτέρω παυομένην, καὶ περιγραφὴν δὲ πολλάκις ἰδίαν ἔχουσαν, ἐπὶ μὲν τῶν μεγάλων ζῴων μᾶλλον, ἔστι δ’

24

.

15

.

15

ὅτε μὴν καὶ ἐπὶ τῶν μικρῶν. τινὲς γοῦν δύο κορυφὰς ἔχουσαν εὑρί‐

24

.

15

.

16

σκοντες τὴν καρδίαν ἐνίοτε νομίζουσι δύο εἶναι καρδίας. στόματα δὲ πάντα εἶναί φαμεν τέτταρα τῶν τεττάρων ἀγγείων· τὰ δ’ ὦτα τῶν κοιλιῶν τῆς καρδίας ἐκτός ἐστιν· εἰ δέ τις αὐτὰ μέρη τοῦ σπλάγχνου τιθέμενος ἐπὶ πλέον ἐκτείνοι τὸν ἀριθμὸν τῶν στομάτων, δόξει διαφω‐
5νεῖν ἡμῖν· ἓν γάρ ἐστι τὸ στόμα τῆς φλεβώδους ἀρτηρίας κατὰ τὴν ἀριστερὰν κοιλίαν· οὐ μὴν μένει γε ἄχρι πλείονος, ἀλλ’ εὐθέως ἐν τῇ κατὰ τὸ οὖς εὐρυχωρίᾳ σχισθὲν εἰς τέτταρα μόρια πρὸς ἕκαστον ἓν

24

.

15

.

17

ἀφικνεῖται τῶν τοῦ πλεύμονος λοβῶν. σφύζουσι δ’ ἀμφότεραι μὲν αἱ κοιλίαι τῆς καρδίας διοιγομένου τοῦ θώρακος, οὐ μὴν ὡσαύτως ἐν ἀμφοῖν αἷμά τε καὶ πνεῦμα περιέχεται· πλεονεκτεῖ γὰρ οὐκ ὀλίγῳ
κατὰ μὲν τὴν δεξιὰν ἡ τοῦ αἵματος οὐσία, κατὰ δὲ τὴν ἀριστερὰν ἡ

24

.

15

.

18

τοῦ πνεύματος. ἐπεὶ δ’ ἡ καρδία τῆς ἐμφύτου θερμασίας, ᾗ διοικεῖ τὸ ζῷον, οἷον ἑστία τίς ἐστι καὶ πηγή, πᾶν μὲν ἂν οὕτω μόριον αὐ‐ τῆς εἴη κύριον, ἀλλὰ μᾶλλον ὅσων ἡ χρεία τῷ παντὶ ζῴῳ διαφυλάτ‐

24

.

15

.

19

τει τὴν ζωήν. ἔστι δὴ ταῦτα δυοῖν ἀγγείων στόματα κατὰ τὴν ἀριστερὰν αὐτῆς κοιλίαν, ἣν τοῖς ἰατροῖς ἔθος ἐστὶν ὀνομάζειν πνευ‐ ματικήν· διὰ γὰρ δὴ τούτων τῶν στομάτων ἡ καρδία, διὰ μὲν τοῦ μικροτέρου ταῖς κατὰ τὸν πλεύμονα, διὰ δὲ τοῦ μείζονος ἁπάσαις

24

.

15

.

20

ταῖς καθ’ ὅλον τὸ ζῷον ἀρτηρίαις ἐστὶ συνεχής. ἧττον δ’ ἂν εἴη τούτων κύρια τὰ κατὰ τὴν ἑτέραν αὐτῆς κοιλίαν, ἣν αἱματικὴν ὀνο‐ μάζουσιν· ὅμως μὴν καὶ ταῦτα τῶν ἄλλων κυριώτερα, τὸ μὲν εἰσάγον εἰς αὐτὴν τὸ αἷμα, τὸ δ’ ἐξ αὐτῆς εἰς τὸν πλεύμονα παράγον.

24

.

16

t

Περὶ τοῦ περικαρδίου.

24

.

16

.

1

Ὅ γε μὴν τῆς καρδίας χιτὼν ἴδιος, ὁ περικάρδιος ὀνομαζόμενος,

24

.

16

.

2

ἕτερός ἐστιν ἑκατέρου τούτων, ἐν τῷ μέσῳ κείμενος ἀμφοτέρων. οὐ μὴν αὐτῷ γε τῷ σώματι τῆς καρδίας ὁ περικάρδιος οὗτος χιτὼν συμπέφυκεν, ἀλλ’ ἐν μὲν τοῖς ἄλλοις ἅπασιν οὐ σμικρά τίς ἐστιν ἡ μεταξὺ χώρα τῇ τῆς καρδίας ἀνακειμένη κινήσει· κατὰ δὲ τὴν ἑαυτοῦ
5βάσιν, ἥτις κύκλος ἐστί, τοῖς ἐκφυομένοις αὐτῆς ἀγγείοις συμπέφυκεν, ὧν τὸ μέν ἐστιν ἡ μεγίστη τῶν ἀρτηριῶν ἐν τοῖς ἀριστεροῖς δηλον‐ ότι μέρεσι, τὸ δ’ ἕτερον ἐν τοῖς δεξιοῖς, ἡ ἀφ’ ἥπατος ὁρμωμένη φλέψ· ἄλλα δὲ δύο, ὧν τὸ μὲν ἀρτηρίαν φλεβώδη, τὸ δ’ ἀρτηριώδη φλέβα καλῶ.

24

.

17

t

Περὶ οἰσοφάγου.

24

.

17

.

1

Ὁ οἰσοφάγος κατὰ τῶν τῆς ῥάχεως σπονδύλων ἐπικείμενος καὶ συνδεδεμένος αὐτοῖς καὶ τούτῳ τῷ τρόπῳ διεξερχόμενος ὅλον τὸν θώρακα σὺν τῷ τῆς θέσεως ἑδραίῳ τε καὶ πανταχόθεν ἀσφαλεῖ καὶ τὸ μηδὲν ἐνοχλεῖν μήτε τῇ καρδίᾳ μήτε τῷ πλεύμονι μήτε ἄλλῳ τινὶ

24

.

17

.

2

τῶν κατὰ τὸν θώρακα μορίων ἐπεκτήσατο. σκολιὸς δ’ ἐστὶ τὴν θέσιν· κατὰ μὲν γὰρ τῆς μέσης χώρας τῶν πρώτων τοῦ νώτου τεττάρων σπονδύλων ἀκριβῶς ἐκτέταται μηδαμόσε παρατρεπόμενος, κατὰ δὲ τὸν πέμπτον σπόνδυλον ἐκτρέπεται μὲν τῆς κατ’ εὐθὺ [τῆς] κάτω φορᾶς
5εἰς τὰ δεξιὰ μέρη μεθιστάμενος, ἑτέρῳ δ’ ὀργάνῳ κυρίῳ παραχωρεῖ τῆς βελτίονος ἕδρας, τῇ μεγίστῃ πασῶν ἀρτηρίᾳ· ταύτην γὰρ ἐκ μὲν τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας ἐκφυομένην, εἰς ἅπαν δὲ τὸ σῶμα τοῦ ζῴου νεμομένην, εὔλογον ἦν δήπου κατὰ τῆς ἀρίστης χώρας ἐπι‐

24

.

17

.

3

βῆναι τῶν σπονδύλων, ἥτις ἦν ἡ μέση. τοῖς μὲν οὖν πρώτοις τέτρασι σπονδύλοις ὁ στόμαχος τῆς γαστρὸς ἐπιβέβηκε, τοῖς δ’ ὀκτὼ τοῖς λοι‐ ποῖς ἐκ τῶν δεξιῶν παρατέταται, δι’ ἃς εἶπον αἰτίας· ὅταν δὲ δὴ πρῶτον ἅψηται τῶν φρενῶν, αἳ δὴ τὸ κάτω πέρας εἰσὶ τοῦ θώρακος,
5ὑμέσιν ἰσχυροῖς εἰς ἱκανὸν ὕψος ἐξαιρόμενος, ὑπερβαίνει τὴν μεγά‐ λην ἀρτηρίαν αὖθις ἐπὶ θάτερα μέρη, κἀνταῦθα τὰς φρένας διεξερχό‐ μενος ἐμφύεται τῷ στόματι τῆς γαστρός.

24

.

18

t

Περὶ γαστρός.

24

.

18

.

1

Τοῖς μὲν ἄλλοις ἅπασι τοῦ ζῴου μορίοις οὐ συνῆψεν ἡ φύσις αἴσθησιν τῶν ἐλλειπόντων, ἀλλ’ οἷον φυτὰ ταῦτα τρέφεται, διὰ παν‐ τὸς ἐκ τῶν φλεβῶν ἀρυόμενα τὴν τροφήν· μόνῃ δὲ τῇ γαστρί, καὶ ταύτης μάλιστα τοῖς κατὰ τὸ στόμα μέρεσιν, αἴσθησιν ἐνδείας ἐπέστη‐
5σεν ἐπεγείρουσάν τε καὶ κεντρίζουσαν τὸ ζῷον προσαίρεσθαι σιτία.

24

.

18

.

2

καὶ τούτου χάριν εἰς αὐτὴν ζεῦγος οὐ σμικρῶν νεύρων ἄνωθεν κατα‐ φέρεται καὶ διασπείρεταί τε καὶ διαπλέκει, μάλιστα μὲν τὸ στόμα καὶ τὰ τούτῳ συνεχῆ, καὶ τοῖς ἄλλοις δὲ δὴ τοῖς μέχρι τοῦ πυθμένος

24

.

18

.

3

αὐτῆς ἐπεκτείνεται μέρεσιν. κεῖται δ’ ἡ γαστὴρ ἐν τοῖς ἀριστεροῖς μέρεσι τοῦ ζῴου μᾶλλον, τοῦ πυθμένος αὐτῆς ἐπὶ τὰ δεξιὰ παρεκτει‐

24

.

18

.

4

νομένου μέρη. περίκειται δ’ αὐτῇ κατὰ μὲν τὰ δεξιὰ τὸ ἧπαρ, ἀκρι‐ βῶς περιλαμβάνον αὐτήν, οἷα δακτύλοις τοῖς λοβοῖς, ὁ σπλὴν δὲ κατὰ τὰ ἀριστερά, ἀλλ’ ἀνωτέρω μὲν ἔχει τὴν θέσιν τὸ ἧπαρ ὡς

24

.

18

.

5

ψαύειν τῶν φρενῶν, κατωτέρω δ’ ὁ σπλήν. τὰ μὲν οὖν δεξιὰ τῆς γαστρὸς καὶ τὰ ἀριστερὰ μέρη πρὸς τούτων θερμαίνεται, ὄπισθεν δ’

24

.

18

.

6

ὑπὸ τῶν ῥαχίτων μυῶν ἅμα τῇ κατ’ αὐτοὺς πιμελῇ. λοιπὸν δὲ τὸ πρόσω μέρος αὐτῆς τὸ καλούμενον ἐπίπλοον θερμαίνει, τούτου χάριν γεγονός, ὡς ἔστι μαθεῖν ἐναργῶς ἐφ’ ὧν τρωθέντων τῶν κατ’ ἐπι‐ γάστριον, ἐκπεσὸν διὰ τοῦ τραύματος, ἔπειτα πελιδνὸν γενόμενον, εἰς
5ἀνάγκην ἀφαιρέσεως τοῦ βεβλαμμένου μέρους κατέστησε τοὺς ἰατρούς· ἅπαντες γὰρ οὗτοι ψυχροτέρας αἰσθάνονται τῆς γαστρὸς καὶ ἧττον πέττουσι καὶ πλειόνων τῶν ἔξωθεν ἐπιβλημάτων δέονται, καὶ μάλιστα

24

.

18

.

7

ὅταν ἀξιόλογον ᾖ τῷ μεγέθει τὸ ἀποτμηθέν. τῷ σχήματι δὲ περιφε‐ ρής τε ἅμα καὶ προμήκης ἐστὶν ἡ γαστήρ· καθ’ ἃ δὲ περιβέβηκε τοῖς σπονδύλοις, ἐντετύπωταί τε καὶ διέφθαρται κατὰ ταῦτα ἡ κυρτότης,

24

.

18

.

8

ὅ τε πυθμὴν ἐπ’ ἀνθρώπων εὐρύτερός ἐστι τῶν κατὰ τὸ στόμα. καί σοι δῆλον αὐτῆς ἤδη τὸ σύμπαν σχῆμα· σφαῖραν γὰρ ἀκριβῶς νοή‐
σας, αὐτὴν εὐρυτέραν ἐπινόησον κάτωθεν, εἶτ’ ἔργασαι διττὰς ἀποφύ‐ σεις, εὐρυτέραν μὲν τὴν κατὰ τὸν οἰσοφάγον, στενοτέραν δὲ τὴν
5κάτω· εἶτ’ ἐπὶ τούτοις ἔτι θλίψας αὐτὴν καὶ σιμώσας τὴν ὄπισθεν

24

.

18

.

9

κυρτότητα, τὸ σύμπαν σχῆμα μεμαθηκὼς ἔσει τῆς γαστρός. ὑπεναν‐ τίως δ’ αὐτῆς ἔχει τὰ μέρη ταῖς ἀποφύσεσιν· ἄνωθεν γάρ, ἐν οἷς ἐστιν αὐτὴ στενοτέρα, ὁ στόμαχος εὐρύτερος· κάτωθεν δέ, ἐν οἷς

24

.

18

.

10

ἐστιν εὐρυτέρα, ἡ εἰς τὸ ἔντερον ἔκφυσις στενοτέρα γέγονεν. κατὰ βραχὺ μὲν οὖν ἀπὸ τῆς τοῦ στομάχου καταφύσεως ἀνευρύνεται, σα‐ φῶς αὐτοῦ τοῦ φαινομένου διδάσκοντος, μέρος τι πρόμηκες ἀποτετα‐ μένον αὐτῆς ὑπάρχειν τὸν οἰσοφάγον· οὐ κατὰ βραχὺ δέ, ἀλλ’ ἀθρό‐
5ως ἐκ τοῦ πυθμένος ἐκφύεται τὸ ἔντερον, ὡς ἂν οὐκ αὐτοῦ τοῦ σώματος τῆς κοιλίας μόριον ὑπάρχον, ἀλλ’ ἕτερόν τι συμφυὲς αὐτῇ.

24

.

18

.

11

καὶ μήν γε καὶ ἡ τῶν χιτώνων φύσις τῇ 〈μὲν〉 γαστρὶ καὶ τῷ στο‐ μάχῳ παραπλήσιος, ἀνόμοιος δὲ τοῖς ἐντέροις· ὁ μὲν γὰρ ἔνδον χι‐ τὼν ὑμενωδέστερος ὢν ἐν τῇ γαστρὶ καὶ τῷ στομάχῳ ἶνας εὐθείας ἄνωθεν κάτω φερομένας ἔχει· ὁ δ’ ἔξωθεν ὁ σαρκωδέστερος ἐγκαρ‐
5σίας, οἵασπερ οἱ δύο χιτῶνες ἔχουσιν οἱ τῶν ἐντέρων. κυκλοτερεῖς γάρ εἰσιν αἱ πλεῖσται τῶν ἰνῶν ἐν τοῖς ἐντέροις, ὀλιγίστων ἐπιτετα‐ μένων αὐταῖς εὐθειῶν· ἕλκειν μὲν γὰρ εἰς ἑαυτὴν ἐχρῆν τὴν γαστέρα διὰ τοῦ στομάχου τά τε σιτία καὶ τὰ ποτά, καθάπερ χερσί, ταῖς εὐ‐ θείαις ἰσὶ ταύταις ἐπισπωμένην, προωθεῖν δὲ ταῖς ἐγκαρσίαις κατὰ
10κύκλον περιστελλομέναις· ἑκάστῳ γὰρ τῶν κινουμένων μορίων ἐν τῷ σώματι κατὰ τὰς τῶν ἰνῶν θέσεις αἱ κινήσεις εἰσίν· τοῖς δ’ ἐντέροις (ἑλκτικῆς γὰρ οὐδὲν ἔχει δυνάμεως) αἱ προωθεῖν ἐπιτήδειοι γεγόνασι

24

.

18

.

12

μόναι. τῶν μὲν οὖν ἐγκαρσίων ἰνῶν τεινομένων, ἔλαττον ἀνάγκη γίνεσθαι τὸ εὖρος τῆς περιεχομένης ὑπ’ αὐτῶν κοιλότητος· τῶν δ’ εὐθειῶν ἑλκομένων τε καὶ εἰς ἑαυτὰς συναγομένων, οὐκ ἐνδέχεται μὴ

24

.

18

.

13

συναιρεῖσθαι τὸ μῆκος. ἀλλὰ μὴν ἐναργῶς τε φαίνεται καταπινόντων συναιρούμενον, καὶ τοσοῦτον ὁ λάρυγξ ἀνατρέχων, ὅσον ὁ στόμαχος κατασπᾶται, καὶ ὅταν γε, συμπληρωθείσης τῆς ἐν τῷ καταπίνειν ἐνερ‐ γείας, ἀφεθῇ τῆς τάσεως ὁ στόμαχος, ἐναργῶς πάλιν φαίνεται κάτω
5φερόμενος ὁ λάρυγξ· ὁ γὰρ ἔνδον χιτὼν τῆς γαστρὸς ὁ τὰς εὐθείας ἶνας ἔχων, ὁ καὶ τὸν στόμαχον ὑπαληλιφὼς καὶ τὸ στόμα, τοῖς ἐντὸς ἐπεκτείνεται μέρεσι τοῦ λάρυγγος· ὥστε οὐκ ἐνδέχεται κατασπώμενον

24

.

18

.

14

αὐτὸν ὑπὸ τῆς κοιλίας μὴ συνεπισπᾶσθαι τὸν λάρυγγα. τὸ δὲ τῆς τοῦ μήκους συναιρέσεως ἴδιον τῶν τὰς εὐθείας ἶνας ἐχόντων ὀργά‐

24

.

18

.

15

νων, ἵνα ἐπισπάσωνταί τι. ἀλλὰ μὴν ἐδείχθη κατασπώμενος ὁ στό‐

24

.

18

.

16

μαχος· οὐ γὰρ ἂν εἷλκε τὸν λάρυγγα. δῆλον οὖν ὡς ἡ γαστὴρ ἕλκει

24

.

18

.

17

τὰ σιτία διὰ τοῦ στομάχου. καὶ ἡ κατὰ τὸν ἔμετον δὲ τῶν ἐμουμέ‐ νων ἄχρι τοῦ στόματος φορὰ πάντως μέν που καὶ αὐτὴ τὰ μὲν ὑπὸ τῶν ἀναφερομένων διατεινόμενα μέρη τοῦ στομάχου διεστῶτα κέ‐ κτηται· τῶν πρόσω δ’ ὅ τι ἂν ἑκάστοτε ἐπιλαμβάνῃ, τοῦτο ἀρχόμενον
5διαστέλλεται, τὸ δ’ ὄπισθεν [ὃ] καταλείπει δηλονότι συστελλόμενον· ὥστε ὁμοίαν εἶναι πάλιν τὴν διάθεσιν τοῦ στομάχου κατά γε τοῦτο τῇ τῶν καταπινόντων, ἀλλὰ τῆς ὁλκῆς οὐ παρούσης τὸ μῆκος ἴσον

24

.

18

.

18

ἐν τοῖς τοιούτοις συμπτώμασι διαφυλάττεται. διὰ τοῦτο δὲ καὶ κατα‐ πίνειν ῥᾷόν ἐστιν ἢ ἐμεῖν, ὅτι καταπίνεται μὲν ἀμφοῖν τῆς γαστρὸς τῶν χιτώνων ἐνεργούντων, τοῦ μὲν ἐντὸς ἕλκοντος, τοῦ δ’ ἐκτὸς περιστελλομένου τε καὶ συνεπωθοῦντος, ἐμεῖται δὲ θατέρου μόνου τοῦ
5ἔξωθεν ἐνεργοῦντος, οὐδενὸς ἕλκοντος εἰς τὸ στόμα· οὐδὲ γὰρ ἐπι‐ θυμεῖ τὰ κατὰ τὸ στόμα μόρια τοῦ γενομένου παθήματος, καθάπερ ἡ γαστὴρ ὀρέγεται τοῦ καταπίνειν τὰς τροφάς· οὐ γὰρ δὴ φέρεται κά‐

24

.

18

.

19

τω τῷ βάρει τὰ καταπινόμενα, καθάπερ ᾠήθησαν ἔνιοι. δῆλον δὲ τοῦτό ἐστιν ἐκ τῶν μακροτραχήλων ζῴων, ὅσα νεμόμενα καταπίνει τὴν τροφὴν ἐπικεκυφότα καὶ προσφέρεται τὸ ποτόν· ἔνδειξις γὰρ ἐκ τούτου τοῦ φαινομένου δείκνυται δυνάμει τινὶ χρώμενον ἤτοι τὸν
5στόμαχον ἢ διὰ τούτου τὴν κοιλίαν ἐργάζεσθαι τὴν κατάποσιν, ἥτις δύναμις ἐνίοτε παραλυθεῖσα χωρὶς φλεγμονῆς καταπίνειν ἀδυνάτους

24

.

18

.

20

ἐργάζεται, μὴ ὅτι σιτίον σκληρόν, ἀλλὰ μηδὲ τὸ ὕδωρ. εὔδηλον οὖν ὅτι τῆς ὑγιεινῆς κατασκευῆς τῶν μορίων βλαπτομένης ἡ τοιαύτη παρά‐ λυσις γίνεται, δυσκρασίας τινὸς συμβαινούσης, ἣν ἐπανορθοῦν χρὴ πρὸς τὸ σύμμετρόν τε καὶ κατὰ φύσιν ἐπανάγοντας· ἐάν τε γὰρ ὁ
5ἔξω χιτὼν τοῦ στομάχου τὴν διάθεσιν ἔχῃ ταύτην, ἐάν τε ὁ ἔνδον, ἡ θεραπεία μία γίνεται τῶν τε ἔξωθεν αὐτῷ προσφερομένων τῶν τε διὰ τοῦ στόματος καταπινομένων, ἐνίοτε τόπῳ προσφερομένων καὶ τὴν αὐτὴν ἐχόντων δύναμιν.

24

.

19

t

Περὶ ἐντέρων.

24

.

19

.

1

Ὥσπερ τὰς φλέβας ἡ φύσις ἀναδόσεως ὄργανα ποιήσασα δύνα‐ μιν ἐνέθηκεν αὐταῖς αἵματος γεννητικήν, ὅπως μὴ μάτην ὁ χρόνος ἀπόλοιτο τῆς δι’ αὐτῶν φορᾶς τῇ τροφῇ, κατὰ τὸν αὐτὸν λόγον καὶ τοῖς ἐντέροις τῆς εἰς τὰς φλέβας ἀναδόσεως ἕνεκα γεγενημένοις
5ὡς δύναμίς τις ἐνυπάρχει πεπτικὴ σιτίων. διόπερ οὔτε τῆς τῶν πε‐ ριττωμάτων εἰς τὸ πρόσω φορᾶς ἕνεκεν οὔτε πέψεως, ἀλλὰ τοῦ ἐπί‐ παν εἰς τὰς φλέβας ἀναλαμβάνεσθαι τὸ κεχυλωμένον ἐν τῇ κοιλίᾳ

24

.

19

.

2

παρεσκεύασται τὰ ἔντερα. καὶ διὰ τοῦτο αἱ τῶν ἐντέρων ἕλικες ἀνα‐ ρίθμητόν τι πλῆθος φλεβῶν ἐξ ἥπατος εἰς ἑαυτὰς ἐμφυόμενον ἔχου‐ σαι σύμπαντα τὸν ἐν τῇ γαστρὶ πεπεμμένον χυλὸν ἀναπέμπουσιν.

24

.

19

.

3

ἐπεὶ δ’ ἓν εἶδος κινήσεως ἔχει τὰ ἔντερα τὸ προωστικόν, ἓν χιτῶνος εἶδος 〈εἰσ〉 ἐγκαρσίας τε καὶ κυκλοτερεῖς ἶνας ἀναλυόμενον ἐκτήσατο.

24

.

19

.

4

τί δὴ οὖν οἱ χιτῶνες αὐτῶν δύο γεγόνασιν, εἴπερ ὁμοίως ἔχουσιν

24

.

19

.

5

ἀμφότεροι; ἀλλ’ οὐχ ὧδε ἔχει· σφοδρότητος γὰρ ἕνεκα τῆς ἀποκριτι‐ κῆς δυνάμεως καὶ δυσπαθείας αὐτῶν τῶν ὀργάνων, ὡς δηλοῖ καὶ τὰ

24

.

19

.

6

δυσεντερικὰ παθήματα. πολλοῖς γοῦν καὶ πολλάκις ἐθεασάμεθα κακῶς τε ἅμα καὶ χρονίως νοσήσασι πλεῖστον ἔντερον ἀποσαπέν, ὡς πολλα‐ χόθι τὸν ἔνδον ὅλον ἀπολέσθαι χιτῶνα, καὶ ὅμως ἐβίων τε οὗτοι καὶ διεγένοντο, μὴ ἂν διασωθέντες, εἰ μὴ καὶ δεύτερός τις ἦν ἐπὶ τῷ

24

.

19

.

7

διεφθαρμένῳ χιτὼν ἕτερος ἔξωθεν. τοῦ δὲ μὴ δεῖσθαι συνεχῶς τῆς ἔξωθεν τροφῆς αἱ τῶν ἐντέρων ἕλικές εἰσιν αἴτιαι, καθάπερ καὶ τοῦ μηδ’ ἀποπατεῖν πολλάκις, ἀλλ’ ἐκ μακροτέρων διαστημάτων ἡ τοῦ παχέος εὐρύτης ἐντέρου τὴν αἰτίαν ἔχει, δευτέρα τρόπον τινὰ γαστὴρ
5αὐτοῖς ὑποβεβλημένη· ἵνα γὰρ μὴ ἀποπατῇ τὰ ζῷα συνεχῶς μήτε οὐρῇ, τοῖς μὲν ὑγροῖς περιττώμασιν ἡ κύστις ὑπόκειται, τοῖς δὲ ξη‐ ροῖς τὸ παχὺ καλούμενον ἔντερον, ὃ δὴ καὶ κάτω κοιλίαν ὀνομάζουσί

24

.

19

.

8

τινες. ἀρχὴ δ’ αὐτοῦ τὸ τυφλὸν ἔντερον· οὗ γὰρ δὴ τελευτᾷ τὸ λεπτὸν ἔντερον, ἐντεῦθεν εἰς μὲν τὰ δεξιὰ τὸ τυφλόν, εἰς ἀριστερὰ δὲ τὸ κόλον ἀποφύεται, διὰ τῆς δεξιᾶς πρότερον ἀνενεχθὲν λαγόνος.

24

.

19

.

9

τὸ μὲν δὴ τυφλὸν ἄντικρυς οἷον γαστήρ τίς ἐστι παχεῖα, εἰς ὑπο‐ δοχὴν περιττωμάτων ἐπιτήδειος, ἀνάλογον δ’ αὐτῷ καὶ τὸ κόλον.

24

.

19

.

10

πρῶτον μὲν οὖν ἡ ἔκφυσις, ἣν ἐκ τοῦ πυλωροῦ λαμβάνει τὸ ἔντερον, ἱκανῶς ἐστι στενὴ καὶ οὐκ εἰς ἕλικας ἐπικαμπτομένη κατά τε τῆς ῥά‐ χεως τεταμένη· μετὰ δὲ ταύτην, δωδεκαδάκτυλος οὖσα τὸ μῆκος, ὡς Ἡρόφιλος ἀληθῶς ἔφη, κατακάμπτεται πολυειδῶς εἰς ἕλικας, ἀγγείων
5παμπόλλων ἔχουσα πλῆθος, ὅπερ ὀνομάζουσι νῆστιν, ὅτι κενὸν ἀεὶ

24

.

19

.

11

τροφῆς εὑρίσκεται. τούτῳ δ’ ἐφεξῆς ἐστι τὸ λεπτόν, κατὰ μὲν τὴν οὐσίαν ταὐτὸν τῷδε, διαφέρον δὲ τῷ τε μήτε κενὸν εὑρίσκεσθαι μήτε

24

.

19

.

12

τοσούτων ἀγγείων ἔχειν πλῆθος. ἐπὶ τούτῳ δ’ ἐστὶ τὸ τυφλὸν κα‐ λούμενον, εἶτα τὸ κόλον, ἐφ’ ᾧ κατὰ τὸ πέρας ἄχρι τῆς ἕδρας ἐκτέ‐ ταται τὸ ἀπευθυσμένον ὀνομαζόμενον ἔντερον.

24

.

20

t

Περὶ περιτοναίου.

24

.

20

.

1

Διελὼν ἀπὸ τοῦ ξιφοειδοῦς χόνδρου μέχρι τῶν τῆς ἥβης ὀστῶν
ἅπαντας τοὺς καθ’ ὑπογάστριον μῦς, ἐντεύξῃ τινὶ λεπτῷ σώματι καθ‐

24

.

20

.

2

άπερ ἀραχνίῳ πλατεῖ, τῷ καλουμένῳ περιτοναίῳ. κέκληταί γε μὴν περιτόναιον ἀπὸ τοῦ περιτετάσθαι πᾶσι μὲν τοῖς σπλάγχνοις, πᾶσι δὲ τοῖς ἐντέροις, ἔτι δὲ τοῖς ἀγγείοις ὅσα μεταξὺ φρενῶν τέ ἐστι καὶ

24

.

20

.

3

σκελῶν. οὕτως δὲ καὶ τοῖς ἄλλοις ὅσα τούτων μεταξὺ κεῖται περιτέ‐

24

.

20

.

4

ταται πᾶσιν, ἐν οἷς ἐστι καὶ μήτρα καὶ κύστις. τοῦτον τὸν ὑμένα λεπτότατον ὄντα οὐδὲ ἀποδεῖραι ῥᾴδιόν ἐστιν ἄνευ τοῦ διασπάσαι, καὶ μάλιστα κατά τε τὰς φρένας καὶ τοὺς ὁμιλοῦντας αὐτῷ δύο μῦς τῶν καθ’ ὑπογάστριον τῶν ἐγκαρσίων, ἕνα καθ’ ἑκάτερον μέρος,
5ἀριστερόν τε καὶ δεξιόν· ἔνθα γὰρ οὗτοι πλατὺν καὶ λεπτὸν τένοντα τὴν ἑαυτῶν ἀπονεύρωσιν ἴσχουσι, συμπέφυκεν αὐτοῖς δυσλύτως ὁ περι‐ τόναιος ὑμήν, ὥστε καὶ τὴν καλουμένην γαστρορραφίαν, ἣν οἴονται τοῦ περιτοναίου μόνου ποιεῖσθαι, μετὰ τῆς ἀπονευρώσεως ἧς λέγω,

24

.

20

.

5

γινομένην ἴσθι. χρεῖαι δὲ τοῦ περιτοναίου πλείους τοῖς ζῴοις· μία μὲν ὡς σκεπάσματος ἁπάντων τῶν ὑποκειμένων μορίων, δευτέρα δ’ ὡς διαφράγματος αὐτῶν τούτων πρὸς τοὺς ἔξωθεν ἐπικειμένους μῦς· τρίτη δ’ ὡς πρὸς τὸ θᾶττον ὑπιέναι τὰ περιττώματα τῆς ξηρᾶς τρο‐
5φῆς· οἷον γὰρ ὑπὸ δυοῖν τινων χειρῶν, τοῦ τε περιτοναίου καὶ τῶν φρενῶν, ἄνω μὲν ἡνωμένων, κάτω δὲ διεστηκότων, σφιγγόμενα τὰ μεταξὺ θλίβει τε καὶ ὠθεῖ τὰ τῆς τροφῆς περιττώματα κάτω· καὶ τετάρτη πρὸς τὸ μὴ ῥᾳδίως πνευματοῦσθαι τά τε ἔντερα καὶ τὴν γαστέρα· περιτεταμένον γὰρ σφίγγει καὶ περιστέλλεται ῥᾳδίως τε θλί‐
10βει τῆς φύσης τὸ μὲν ἄνω, τὸ δὲ κάτω· καὶ πέμπτη, πρὸς τὸ πάντα τὰ κάτω τῶν φρενῶν συνδεῖσθαί τε ὑπ’ αὐτοῦ καὶ ὡς ὑπὸ δέρματός τινος ἕκαστον ἰδίᾳ σκέπεσθαι.

24

.

21

t

Περὶ ἐπιπλόου.

24

.

21

.

1

Ἐκ δυοῖν μὲν χιτώνων γέγονε τὸ καλούμενον ἐπίπλοον λεπτῶν καὶ πυκνῶν ἀλλήλοις ἐπικειμένων, παμπόλλων δ’ ἀρτηριῶν καὶ φλε‐ βῶν καὶ πιμελῆς οὐκ ὀλίγης· σύγκειται γὰρ ἐκ δυοῖν οἷον πτυχῶν [τὸ] τοῦ περιτοναίου, μέσων δ’ ἐν αὐταῖς περιεχομένων τῶν ἀγγείων,

24

.

21

.

2

ἀμφίεσμά τε ἅμα γινόμενον αὐτῶν καὶ πρόβλημα καὶ στήριγμα. λε‐ λέχθαι δὲ τὸ ἐπίπλοόν φασιν οὕτως, ἐπειδήπερ οἷον ἐπιπλέον ἐστὶ

24

.

21

.

3

τοῖς ἐντέροις. σχῆμα δ’ ἔχει μάλιστα φασκωλίου τε καὶ θυλάκου καὶ σάκκου, στόμα μὲν ἔχοντος τὴν ἐκ τῆς γαστρὸς ἔκφυσιν ἄνωθέν τε
καὶ κάτωθεν, ὅλον δὲ τὸ κύτος ἑαυτοῦ μέχρι τοῦ πυθμένος ὅσον ἐκ

24

.

21

.

4

τῶν εἰρημένων ἀρχῶν ἀποτείνεται κάτω. μαθήσῃ δ’ ἐναργέστερον οὕτως τοῦτο ἔχον, ἐὰν ἀποτεμὼν ἐντεῦθεν αὐτὸ καὶ κατὰ μηδὲν ἄλλο μέρος ἢ τρήσας ἢ διασπάσας ἐμπιμπλάναι βουληθῇς ἤτοι γε ὑγρᾶς οὐσίας ἢ στερεᾶς· πληρωθήσεται γὰρ ὑπ’ αὐτῆς ὅλον ὑπάρχον ὑγιές

24

.

21

.

5

τε καὶ συνεχὲς ἑαυτῷ, καθάπερ τὰ φασκώλια. ῥᾷστον δ’ ἐστί σοι καὶ τελέως ἐξελεῖν αὐτὸ τοῦ ζῴου· βραχεῖαι γὰρ ἔτι συμφύσεις ὑπολεί‐ πονται πρός τε τὸν σπλῆνα καὶ τὸ κόλον αὐτῷ, μετὰ τὸ τῶν πρώ‐

24

.

21

.

6

των ὅλον ἐκφύσεων χωρισθῆναι. προσφύεται μὲν οὖν ποτε σπανίως καὶ λοβῷ τοῦ ἥπατος ἄλλοτε ἄλλῳ καί τινι νόθῃ πλευρᾷ, μηδὲ ταύτῃ μιᾷ διὰ παντός, ἀλλ’ ὡς ἂν τύχῃ· τοὐπίπαν δ’ ἀπολέλυται καὶ κεχώ‐ ρισται πάντων τῶν ἄλλων ὅτι μὴ τριῶν τῶνδε, γαστρὸς καὶ σπληνὸς
5καὶ κόλου· τούτοις γὰρ ἀεὶ συνῆπται.

24

.

22

t

Περὶ μεσεντερίου.

24

.

22

.

1

Καὶ τὸ μεσεντέριον δ’ ἐκ τοῦ περιτοναίου τὴν γένεσιν ἔχει.

24

.

22

.

2

καλοῦσι δ’ αὐτὸ καὶ μεσάραιον ἀπὸ τῶν συμβεβηκότων αὐτῷ τὰς προσηγορίας ἀμφοτέρας θέμενοι, μεσεντέριον μὲν ἀπὸ τῆς θέσεως, μεσάραιον δ’ ἀπὸ τῆς οἰκείας οὐσίας· μέσον γὰρ τέτακται τῶν ἐντέ‐ ρων καὶ πάσας τὰς ἐξ ἥπατος εἰς αὐτὸ καταφερομένας φλέβας ἅμα
5ταῖς παρακειμέναις ἀρτηρίαις τε καὶ νεύροις ἐν κύκλῳ περιλαμβάνει,

24

.

22

.

3

καθάπερ ἕκαστον τῶν ἐντέρων. ἔνθα μὲν οὖν περιτείνεται τοῖς ἀγ‐ γείοις τε καὶ τοῖς ἐντέροις, ἁπλοῦν ἐστιν, ἔνθα 〈δὲ〉 μέσον αὐτῶν κείμενον οὐ τὴν ἀμφιέσματος ἔτι χρείαν, ἀλλὰ τὴν συνδέσμου παρ‐ έχει, διπλοῦν γίνεται.

24

.

23

t

Περὶ τοῦ παγκρέου.

24

.

23

.

1

Ἡ κατιοῦσα φλὲψ ἐξ ἥπατος μεταξὺ τῆς γαστρὸς καὶ τῶν ἐντέ‐ ρων ἀχθεῖσα τοῖς ὑποκειμένοις σπονδύλοις ἐπιβέβηκεν· εἰς τὸ αὐτὸ δ’ ἥκει χωρίον καὶ ἡ μέλλουσα μετ’ αὐτῆς σχίζεσθαι καθ’ ὅλον τὸ μεσάραιον ἀρτηρία, καὶ τὸ νεῦρον δὲ τὸ συγκατασχιζόμενον τῇ ἀρτη‐
5ρίᾳ καὶ τῇ φλεβὶ καθ’ ὅλον τὸ μεσάραιον εἰς τοῦτον ἤχθη τὸν τόπον, ὥσπερ γε καὶ οἱ τὸ χολῶδες περίττωμα τῆς ἐφ’ ἥπατι κύστεως ἐκ‐ κενώσοντες ...· ὥστε ἐπεὶ καὶ φλέβα καὶ ἀρτηρίαν καὶ νεῦρον καὶ τέταρτον σὺν αὐτοῖς τὸ χοληδόχον ἀγγεῖον εἰς ἓν τοῦτο χωρίον ἤγαγεν ἡ φύσις, τὰς δ’ ἀρχὰς τῆς σχίσεως ἀναγκαῖον ἦν αὐτῶν ἐν‐
10ταυθοῖ γενέσθαι, μεγάλης βοηθείας ἐδεῖτο τοῦτο τὸ χωρίον εἰς ἀσφά‐ λειαν τῶν κατ’ αὐτὸ διανεμηθησομένων καὶ σχισθησομένων ἀγγείων.

24

.

23

.

2

καὶ διὰ τοῦτο ἡ φύσις ἀδενῶδές τι σῶμα δημιουργήσασα, τὸ καλού‐ μενον πάγκρεας, ὑπεστόρεσεν ἅμα καὶ περιέβαλεν ἐν κύκλῳ πᾶσι κα‐ τασχισθὲν ἐπλήρωσέν τε, ὡς μηδὲν αὐτῶν εὔσχιστον εἶναι μηδ’ ἀστή‐ ρικτον, ἀλλ’ ἐπὶ μαλακοῦ καὶ μετρίως εἴκοντος ἀναπαυόμενα πάντα,
5καὶ ἢν κινηθῇ που σφοδρότερον, ἄπληκτά τε καὶ ἄθλαστα καὶ ἄρρηκ‐

24

.

23

.

3

τα διὰ παντὸς φυλάττεσθαι. καὶ μήν γε καὶ ὑμένας ἰσχυροὺς ἰδίᾳ τε καθ’ ἕκαστον ἀγγεῖον καὶ κοινῇ πᾶσιν αὐτοῖς περιέβαλεν, ἀμφιέσοντας δὲ καὶ συνάψοντας, οὐ πρὸς τὸν ἀδένα μόνον, ἀλλὰ σὺν ἐκείνῳ τοῖς μὲν ὑποκειμένοις κατὰ τὴν ῥάχιν πρώτοις καὶ μάλιστα, μετὰ ταῦτα
5δὲ καὶ τοῖς ἄλλοις ἅπασι τοῖς περικειμένοις ὀργάνοις.

24

.

24

t

Περὶ διαφράγματος.

24

.

24

.

1

Εἷς ἐστι τοῦ θώρακος μῦς οὐχ ὁ φαυλότατος, αἱ φρένες, ὀνομά‐

24

.

24

.

2

ζουσι δ’ αὐτὰς καὶ διάφραγμα. τὸ μὲν οὖν μέσον ἐν ταῖς φρεσίν ἐστιν ὁ μῦς ἀπονευρούμενος εἰς τένοντα πλατύν, ἐκ παντὸς μέρους περιλαμβανόμενος ὑπὸ τῶν σαρκωδῶν· ἑκατέρωθεν δ’ αὐτοῦ λεπτὸς ὑμὴν ἐπιπέφυκεν ἄνωθέν τε καὶ κάτωθεν, ὑφ’ ὧν ὁ θώραξ διαφράτ‐

24

.

24

.

3

τεται. δύο δ’ ἐστὶ τὰ τρήματα τῶν φρενῶν, τὸ μὲν ἕτερον τὸ μεῖζον, ἵνα τοῖς σπονδύλοις ἐπιβεβήκασιν, ὁδὸς τῷ τε στομάχῳ καὶ τῇ μεγάλῃ παρεσκευασμένον ἀρτηρίᾳ· τὸ δ’ ὑπόλοιπον τοὔλαττον τὴν κοίλην φλέβα τοῖς ἄνω τοῦ ζῴου μέρεσι κομίζουσαν αἷμα δέχεταί τε καὶ
5παραπέμπει σὺν ἀσφαλείᾳ πολλῇ· καὶ γὰρ καὶ περιπέφυκεν αὐτῇ πάνυ δυσλύτῳ συμφύσει καὶ συναποπέμπει τὸν ἐν τοῖς δεξιοῖς τοῦ

24

.

24

.

4

θώρακος ὑμένα. τὸ δὲ στόμα τῆς γαστρὸς κεῖται μὲν κατὰ τὰς φρέ‐ νας, οὐ μὴν ἰσχυρῶς γε συμφυόμενον, ὥσπερ ἡ κοίλη φλέψ, ἀλλὰ χαλαροῖς ὑμέσι διειλημμένον.

24

.

25

t

Περὶ ἥπατος.

24

.

25

.

1

Οὐχ ἅπασιν ἀνθρώποις ὁμοίως ἔχει τὸ ἧπαρ κατά τε μέγεθος

24

.

25

.

2

καὶ πλῆθος λοβῶν. ἀκριβέστατα γοῦν ὑπὲρ αὐτοῦ γράφων Ἡρόφι‐ λος αὐτοῖς ὀνόμασι τάδε φησίν· «Ἔστι δ’ εὐμέγεθες τὸ τοῦ ἀνθρώπου ἧπαρ, καὶ μεῖζον τοῦ ἔν τισιν ἑτέροις ζῴοις ἰσοπαλέσιν ἀνθρώποις, καὶ καθ’ ὃ μὲν ταῖς φρεσὶ προσψαύει, κεκύρτωται καὶ λεῖόν ἐστιν,

24

.

25

.

3

καθ’ ὃ δὲ τῇ κοιλίᾳ προσψαύει, ἔνσιμον καὶ ἀνώμαλον. ἀφωμοίωται δὲ κατὰ τοῦτο διασφαγῇ τινι, καθ’ ὃ καὶ τοῖς ἐμβρύοις ἐκ τοῦ ὀμφα‐

24

.

25

.

4

λοῦ ἡ φλὲψ εἰς αὐτὸ ἐμπέφυκεν. οὐχ ὅμοιον δ’ ἐστὶν ἐν ἅπασιν,
ἀλλὰ καὶ πλάτει καὶ μήκει καὶ πάχει καὶ ὕψει καὶ λοβῶν πλήθει καὶ ἀνωμαλίᾳ τοῦ ἐκ τοῦ ἔμπροσθεν καὶ ὄγκῳ τοῦ ἐκ τοῦ ἔμπροσθεν, καθ’ ὃ παχύτατόν ἐστι, καὶ τοῖς ἄκροις τοῖς κύκλῳ κατὰ τὴν λεπτό‐
5τητα ἄλλοις ἀλλοῖον· λοβοὺς γάρ τισι μὲν οὐδ’ ἔχει, ἀλλ’ ἔστιν ὅλον στρογγύλον καὶ ἄνορθον· τοῖς δὲ δύο, τοῖς δὲ καὶ πλείους, πολλοῖς

24

.

25

.

5

δὲ καὶ τέσσαρας ἔχει.» ταῦτά τε οὖν ὀρθῶς εἶπεν Ἡρόφιλος, ἔτι τε πρὸς τούτοις, ‘ὀλίγον μὲν ἐπ’ ἀνθρώπων, οὐκ ὀλίγον δ’ ἐπ’ ἄλλων ζῴων ἐπιλαμβάνειν αὐτὸ τῶν ἀριστερῶν μερῶν‘, ἀληθῶς ἔγραψεν.

24

.

25

.

6

τοῦτο τὸ σπλάγχνον εἰς τὸ σιμότατον ἑαυτοῦ μέρος ἀνηκούσας ἔχει τὰς ἐκ τοῦ μεσεντερίου φλέβας· ὀνομάζουσι δὲ τὸν τόπον τοῦτον, εἰς ὃν ἀθροίζονται πᾶσαι, πύλας ἥπατος, καθ’ ὃν εὑρήσεις στόμα μέγιστον

24

.

25

.

7

φλεβός. ἀπὸ τῶν πυλῶν τούτων εἰς ἕκαστον λοβόν, ὅσοιπερ ἂν ὦσιν, [ἂν] μίαν εὑρήσεις ἀφικνουμένην φλέβα μεγάλην, ἧς σχισθείσης εἰς πολλὰς μικράς, ὅσον ἐστὶ μεταξὺ τῶν ἀγγείων, ἅπαν ἀναπεπλή‐ ρωται τῇ τοῦ σπλάγχνου σαρκί. καλοῦσι δ’ αὐτὴν οἱ περὶ τὸν Ἐρα‐

24

.

25

.

8

σίστρατον παρέγχυμα. τῆς δὲ φλεβὸς ἑκάστης καθ’ ἧπαρ ὁ χιτὼν πάνυ λεπτός ἐστιν, οἷος οὐκ ἄλλος ἐν οὐδεμιᾷ τῶν καθ’ ὅλον τὸ

24

.

25

.

9

ζῷον. ὄψει δ’ εὐθέως, ἐὰν ἀκριβῶς προσέχῃς τοῖς κατὰ τὰς πύλας χωρίοις καὶ τὸν ἐκ τῆς χοληδόχου κύστεως πόρον εἰς τὴν ἀρχὴν τῆς τῶν ἐντέρων ἐκφύσεως ἀφικνούμενον, οὐ πολλῷ κατωτέρω τοῦ πυ‐

24

.

25

.

10

λωροῦ καλουμένου, γεγονότα χάριν τοῦ διακρίνεσθαι τὴν χολήν. ἔστι δ’ ὅτε καὶ ἀποσχίδα ἑαυτοῦ τινα πέμπει μικρὰν ἀνωτέρω τοῦ πυλω‐

24

.

25

.

11

ροῦ. καὶ μὲν δὴ καὶ νεῦρον πάνυ τι σμικρὸν ἅμα τῇ πρὸς τὸ σπλάγ‐ χνον ἀναφερομένῃ θεάσει φλεβί, καταφυόμενον εἰς τὸν περικείμενον ἔξωθεν ὑμένα, χωρὶς τοῦ κατασχίζεσθαι σὺν αὐτῇ διὰ βάθους, ἵνα μὴ

24

.

25

.

12

παντάπασιν ἀναίσθητον ᾖ τὸ σπλάγχνον. ἡ μὲν οὖν σὰρξ τοῦ ἥπα‐ τος αὐτὸ δὴ τὸ ἴδιόν ἐστιν αὐτοῦ σῶμα, τὸ πρῶτον τῆς αἱματώσεως ὄργανον· διὸ καὶ ταῖς εἰς τὴν γαστέρα καὶ σύμπαντα τὰ ἔντερα καθη‐ κούσαις φλεψὶν ὑπάρχει δύναμις αἵματος ποιητική, καθ’ ἣν καὶ πρὶν
5εἰς ἧπαρ ἀφικέσθαι, τὸν ἐκ τῶν σιτίων ἀναδιδόμενον χυμὸν αἱματοῦν

24

.

25

.

13

αἱ φλέβες πεφύκασιν. συνῆπται δὲ τὸ ἧπαρ τῇ μὲν γαστρὶ καὶ τοῖς ἐντέροις ἅπασι διά τε τῶν φλεβῶν καὶ τοῦ συνδοῦντος αὐτὰς χιτῶ‐ νος, τοῖς 〈δ’〉 ἄλλοις τοῖς περικειμένοις σώμασι διὰ τοῦ σκέποντος αὐτὰ χιτῶνος, τὴν γένεσιν ἐκ τοῦ περιτοναίου λαμβάνοντος, ὥστε διὰ
5μὲν τούτου πᾶσι τοῖς ἐντὸς συνάπτεται (πᾶσι γὰρ ὁ χιτὼν οὗτος ἐπεκτείνεται), διὰ μεγάλου δὲ δεσμοῦ ταῖς φρεσὶ καὶ διά τινων ἄλλων

24

.

25

.

14

ὑμενωδῶν τε καὶ σμικρῶν ταῖς νόθαις πλευραῖς. ὁ δὲ δὴ πρὸς τὰς φρένας αὐτὸ συνάπτειν εἰρημένος δεσμὸς ἔστι μὲν καὶ αὐτὸς οἷόνπερ τὸ περιτόναιον κατ’ οὐσίαν· καὶ γὰρ δὴ καὶ τὴν γένεσιν ἔκ τε τοῦ περιέχοντος ἔχει τὸ ἧπαρ χιτῶνος καὶ τοῦ τὰς φρένας ὑποζωννύντος
5κάτωθεν, οὓς ἀμφοτέρους δυσπαθείᾳ παμπόλλῳ παραλλάττει ὁ τοῦ

24

.

25

.

15

περιτοναίου. συνάπτει δ’ οὐ ταῖς φρεσὶ μόνον ἐνταυθοῖ τὸ ἧπαρ, ἀλλὰ καὶ τῇ καρδίᾳ διὰ τῶν φρενῶν· τῆς γὰρ κοίλης φλεβὸς πρὸς τὴν καρδίαν ἀνιούσης διὰ τῶν φρενῶν ἐν μέσῳ κειμένων ἀμφοτέρων τῶν σπλάγχνων, δεσμὸν ἡ φύσις παρεσκεύασε σκληρὸν ἕνα καὶ πα‐
5χύν, ἀμφίεσμά τε ἅμα τῆς κοίλης καὶ κοινὸν σύνδεσμον πρὸς τὸ διά‐ φραγμα τῇ τε φλεβὶ καὶ παντὶ τῷ σπλάγχνῳ.

24

.

26

t

Περὶ σπληνός.

24

.

26

.

1

Ὁ σπλὴν ὄργανόν ἐστι καθαρτικὸν τῶν ἐν ἥπατι γεννωμένων

24

.

26

.

2

ἰλυωδῶν καὶ παχέων καὶ μελαγχολικῶν χυμῶν. ἕλκει μὲν οὖν τού‐ τους δι’ ἀγγείου φλεβώδους, οἷον στομάχου τινός· ἑλκύσας δ’ οὐκ εὐθὺς εἰς τὴν κοιλίαν ἀποκρίνει, ἀλλ’ αὐτὸς πρότερον κατεργάζεται

24

.

26

.

3

καὶ μεταβάλλει κατὰ πολλὴν σχολήν. ὅσον μὲν οὖν ἂν εἰς τὸν οἰ‐ κειότατον τῷ σπλάγχνῳ χυμὸν μετακομισθῇ, τροφὴ τῷ σπληνὶ γίνεται ὁπόσον δ’ ἄν τι καὶ τὴν ἐν τούτῳ διαφυγὸν ἐργασίαν καὶ μὴ δυνη‐ θὲν εἰς αἵματος ἰδέαν λεπτοῦ καὶ χρηστοῦ μεταστῆναι παντάπασιν
5ἄχρηστον ᾖ πρὸς τὴν θρέψιν, εἰς τὴν γαστέρα τοῦτο διά τινος ἑτέρου φλεβώδους ὁ σπλὴν ἐξερεύγεται στομάχου, χρείαν καὶ αὐτὸ παρέχον

24

.

26

.

4

οὐ σμικράν. τὸ ἴδιον δὲ σῶμα τοῦ σπληνός, τὸ καλούμενον ὑπό τι‐ νων παρέγχυμα, χαῦνον ἱκανῶς ἐστι καὶ ἀραιόν, ὥσπερ τις σπογγιὰ πρὸς τὸ ῥᾳδίως ἕλκειν τε καὶ παραδέχεσθαι τὸ πάχος τῶν χυμῶν.

24

.

26

.

5

κεῖται δ’ ὁ σπλὴν ἐν τοῖς ἀριστεροῖς, ἀεὶ τὸ σιμὸν ἑαυτοῦ μέρος ἐστραμμένον ἔχων εἰς τὰ δεξιὰ πρὸς τὸ ἧπάρ τε καὶ τὴν γαστέρα· τὸ δ’ αὖ κυρτὸν δῆλον ὡς ἀντίκειται τοῖς σιμοῖς.

24

.

27

t

Περὶ νεφρῶν.

24

.

27

.

1

Τῶν νεφρῶν ὁ μὲν δεξιὸς ἐπὶ πάντων τῶν ζῴων ἀνωτέρω κεῖ‐ ται, ψαύων ἔσθ’ ὅτε τοῦ μεγάλου τῶν καθ’ ἧπαρ λοβῶν, ὁ δ’ ἀριστε‐

24

.

27

.

2

ρὸς κατωτέρω. ἐμφύεται δ’ εἰς αὐτοὺς ἀπὸ τῶν κατὰ ῥάχιν ἀγγείων,

24

.

27

.

3

τῆς τε ἀρτηρίας καὶ τῆς φλεβός, οὐ σμικρὰ τὸ μέγεθος ἀγγεῖα. καὶ μέντοι καὶ τὰ σιμὰ μὲν εἰς ἀλλήλους ἔχουσιν ἐστραμμένα〈, τὰ κυρτὰ

24

.

27

.

4

δ’ ἀπεστραμμένα〉 πρὸς τὰ πλάγια τοῦ ζῴου μέρη. σαφῶς γε μὴν
αὐτὴν τοῦ νεφροῦ τὴν κοιλίαν θεάσει, περιαλειφομένην μὲν ὑμενώδει τινὶ σώματι, καθ’ ἓν δέ τι μέρος αὐτῆς οὐ πόρρω τῆς τῶν ἀγγείων ἐμφύσεως ἕτερόν τι σῶμα ἔχουσαν πρόμηκές τε καὶ κοῖλον ἐμφυόμε‐
5νον, ὅπερ ὀνομάζεται πόρος οὐρητικός, τὸν νεφρὸν τῇ κύστει συν‐

24

.

27

.

5

άπτων. καὶ ἔστιν αἰσθητὸν τὸ στόμα τοῦ πόρου τούτου, κἂν μὴ

24

.

27

.

6

πάνυ τι μέγα τὸ ζῷον ᾖ. ἕνα δ’ ὁ πόρος οὗτος ὁ οὐρητὴρ ἔχει τὸν ἴδιον χιτῶνα, περιλαμβανόμενον ὡσαύτως τοῖς ἄλλοις ἅπασιν ὅσα

24

.

27

.

7

μετέωρα, πρὸς τοῦ περιτοναίου. τὰ δ’ οὖρα διακρίνεται τοῦ αἵματος, τῶν νεφρῶν ἑλκόντων τὸν ὀρόν, κἀντεῦθεν εἰς τὴν κύστιν διὰ τῶν οὐρητήρων ἐκπεμπομένου κἀκεῖθεν ἐκκρινομένου, καθ’ ὃν ἂν ὁ λογισ‐

24

.

27

.

8

μὸς κελεύσῃ καιρόν. μέτεστι δὲ τοῖς νεφροῖς νεύρων, εἰς ὅσον καὶ σπληνὶ καὶ ἥπατι καὶ κύστει τῇ χοληδόχῳ καλουμένῃ· ταῦτα γὰρ πάντα μικρὰ παντελῶς δέχεται νεῦρα τοῖς ἔξωθεν αὐτῶν ἐμφανιζό‐ μενα χιτῶσι, τοσοῦτον αἰσθήσεως ἑκάστῳ μέρει μεταδούσης τῆς φύσεως
5ἕνεκα τοῦ φυτῶν ἀποχωρισθῆναι καὶ ζῴου γενέσθαι μορίοις.

24

.

28

t

Περὶ τῶν κύστεων.

24

.

28

.

1

Τῇ μὲν τὸ οὖρον ὑποδεχομένῃ κύστει νεῦρα μὲν ἀπὸ τοῦ κατὰ 〈τὸ〉 πλατύ τε καὶ ἱερὸν ὀστοῦν ὀνομαζόμενον ἐνέφυσεν ἡ φύσις νω‐ τιαίου (πλησιαίτατα γὰρ οὗτος αὐτῆς ἐτέτακτο), φλέβας δὲ καὶ ἀρτηρίας ἀπὸ τῶν ἔγγιστα καὶ αὐτὰς ἀγγείων, ἵνα πρῶτον αἱ ἐπὶ τὰ σκέλη
5τῶν ἐπὶ ῥάχεως τῶν μεγάλων ἐκφύσεις γίνονται· τῇ δ’ ἑτέρᾳ κύστει τῇ κατὰ τὸ ἧπαρ ἀρτηρίαν μὲν καὶ νεῦρον ἀπὸ τῶν εἰς αὐτὸ τὸ σπλάγχνον ἐμφυομένων ἀποσχίσασα μικρὸν ἑκάτερον ἱκανῶς καὶ δυσ‐ θεώρητον, αἰσθητὴν δὲ καὶ σαφῆ φλέβα τῆς ἐπὶ πύλαις ἀποφύσασα, ταῦτα πάντα τὰ τρία καθ’ ἕνα τόπον εἰς τὸ τῆς κύστεως ἐνέφυσε

24

.

28

.

2

σῶμα κατὰ τὸν καλούμενον αὐχένα. οὕτω δὲ καὶ εἰς τὴν ἑτέραν κύστιν τὴν μεγάλην κατ’ αὐτὸν ἐνέφυσε τὸν αὐχένα τὰ ἓξ ἀγγεῖα,

24

.

28

.

3

τρία καθ’ ἑκάτερον αὐτῆς μέρος. ὅ γε μὴν τρόπος ὁ τῆς ἐμφύσεως εἰς μὲν τὴν κύστιν τῶν οὐρητήρων, εἰς δὲ τὸ ἔντερον τοῦ χοληδό‐ χου πόρου, πάντων θαυμάτων ἐστὶν ἐπέκεινα· λοξοὶ γὰρ εἰς αὐτὰ καταφυόμενοι καὶ μέχρι τῆς ἐντὸς εὐρυχωρίας λοξοὶ καὶ προμήκεις
5διήκοντες, οἷον ὑμένα τινὰ τῶν ἐντὸς ἀποτέμνονται πρὸς μὲν τῆς ἔσω φορᾶς τῶν περιττωμάτων ἀνατρεπόμενόν τε καὶ ἀνοιγνύμενον, ἐν δὲ τῷ λοιπῷ χρόνῳ παντὶ προσπεπτωκότα τε καὶ προσεσταλμένον, καὶ οὕτως ἀκριβὲς πῶμα τῷ πόρῳ γενόμενον, ὥστε μὴ μόνον τοῖς ὑγροῖς
ἀδύνατον εἶναι τὴν εἰς τοὐπίσω φοράν, ἀλλὰ καὶ τῷ πνεύματι.

24

.

29

t

Περὶ μήτρας.

24

.

29

.

1

Ἐντὸς περιτοναίου ἡ μήτρα κεῖται μεταξὺ κύστεως καὶ ἀπευ‐ θυσμένου, τῷ μὲν ἐπικειμένη σχεδὸν ὅλῳ, κύστεως δὲ κατὰ μὲν τὸ πρὸς τὸν ὀμφαλόν, ἔνθα ὁ πυθμὴν αὐτῆς ἐστιν, ὑπερέχουσα ὡς τὰ πολλά· κατὰ δὲ 〈τὸ〉 πρὸς τὸ αἰδοῖον ἡ κύστις τῆς μήτρας ὑπερέχει

24

.

29

.

2

τῷ αὐχένι. τούτων δ’ αὐτῶν ἡ μὲν κύστις κατὰ τὸ ἐφήβαιον τέτακ‐ ται, τὸν αὐχένα μικρότερόν τε καὶ εὐρύτερον ἔχουσα τῆς ἀνδρείας κύστεως μεταξὺ τῶν τῆς ἥβης καλουμένων ὀστῶν καθήκοντα εἰς τὸ γυναικεῖον αἰδοῖον ἐγγὺς τῷ ἔξω τε καὶ ἄνω πέρατι αὐτοῦ· τὸ δ’
5ἀπευθυσμένον τῷ τε ἱερῷ καλουμένῳ ὀστῷ καί τισι τῶν τῆς ὀσφύος σπονδύλων ἐφήδρασται· καὶ γάρ πως καὶ σιμοῦται τἄνδον ἡ ῥάχις

24

.

29

.

3

κατὰ τοῦτο, δι’ ὃ καὶ ἔξωθεν κυρτὴ καταφαίνεται. μέγεθος δ’ ἡ μήτρα οὐκ ἴση μὲν ἐπὶ πασῶν· παρὰ πολὺ γὰρ ἐλαττουμένη τῆς μὴ κυούσης, μείζων δ’ ἡ τῆς ἐγκύου, καὶ ἥτις δ’ οὐδέποτε ἐκύησε, καὶ ταύτης μείων ἐστί, καὶ παρὰ τὰς ἡλικίας, αἷς μηδέπω τοῦ λαγνεύε‐
5σθαι ὥρα ἢ μηκέτι· καὶ γὰρ καὶ ἄλλως ἐλάττων ἀεὶ ταῖς μὴ λαγνευο‐

24

.

29

.

4

μέναις. τό γε μὴν τῆς συμμέτρως ἐχούσης μέγεθος κατὰ μὲν τὸ ἄνω πέρας τὸ τοῦ πυθμένος πλησίον ἐστὶ τῷ ὀμφαλῷ, τὸ κάτω δ’ αὑτῆς πέρας ἐπὶ τὸ αἰδοῖον τῆς γυναικὸς ἔχει καὶ ἔστιν ἀπὸ τοῦ ὀμφαλοῦ ἐπὶ τὸ πέρας τοῦ αἰδοίου τὸ ἔξω οὐκ ἴσον ἐπὶ πασῶν· ὡς τὸ πολὺ
5δὲ τό γε σύμμετρον διάστημα δακτύλων ἐννέα ἢ δέκα, τὸ δὲ πλάτος

24

.

29

.

5

ἐφ’ ἑκάτερα τῶν λαγόνων ἐκτείνεται ταῖς αὑτῆς κεραίαις. περὶ δὲ τῶν κατὰ βάθος περάτων ἤδη εἴρηται, ὅτι τε κύστις καὶ ἀπευθυσμέ‐ νον ὁρίζουσιν αὐτήν, καὶ ὅτι ἡ μὲν ἐπίκειται〈, τὸ δ’ ὑπόκειται〉.

24

.

29

.

6

αὐτὸ δὲ τὸ αἰδοῖον τὸ γυναικεῖον ἡ μεταξὺ τῶν τῆς ἥβης ὀστῶν ἐστιν εὐρυχωρία, κατὰ τὰ ἔξω μέρη δερματώδεις ἐπιφύσεις ἔχουσα,

24

.

29

.

7

ἀνάλογον τῇ ἐπὶ τῶν ἀρρένων πόσθῃ. τὸ δὲ σχῆμα αὐτῆς, τὸ μὲν ἄλλο πᾶν, καὶ μάλιστα ὁ πυθμήν, κύστει ἔοικεν· καθ’ ὅσον δ’ ἐκ τῶν πλαγίων ἐπιφύσεις ἔχει μαστοειδεῖς πρὸς τὰς λαγόνας ἀνανευούσας,

24

.

29

.

8

ταύτῃ οὐκέτι ἔοικεν. αὐτῶν δὲ τούτων τὸ σχῆμα ὁ μὲν Ἡρόφιλος ἡμιτόμῳ κύκλου ἕλικι ἀπεικάζει, Διοκλῆς δὲ κέρασι φυομένοις· ταῦ‐
τά τοι καὶ ὠνομάσθαι αὐτὰς παρωνύμως τοῦ κέρατος κεραίας.

24

.

30

t

Περὶ τῶν αἰδοίων.

24

.

30

.

1

Τῶν τῆς ἥβης ὀνομαζομένων ὀστῶν ἐκφυόμενον νευρῶδες σῶμα κοῖλόν τε ἅμα καὶ κενὸν πάσης ὑγρότητος τὸ τῶν αἰδοίων γένος ἀπεργάζεται, καὶ πληρουμένου τούτου τοῦ κοίλου νεύρου πνεύματος,

24

.

30

.

2

τείνεσθαι τὸ αἰδοῖον ἐν ταῖς συνουσίαις συμβαίνει. τείνεται δ’ οὐχ, ὡς ἂν οἰηθείη τις, ἕνεκα τῆς συνουσίας μόνης, ἀλλὰ καὶ τοῦ διίστα‐ σθαι καὶ ἀνευρύνεσθαι τὸν πόρον, ἵνα ἐπὶ πλεῖστον ἐξακοντίζηται τὸ

24

.

30

.

3

σπέρμα. διὰ τοῦτο ἡ φύσις καὶ δύο μύας ἑκατέρωθεν τούτου τοῦ κοίλου νεύρου τέταχεν, ἵνα ὥσπερ ὑπὸ χειρῶν τινων ἀντισπώμενος ἀνευρύνηται ὁ πόρος ἐφ’ ἑκάτερα, μένοντος ἀκλινοῦς τοῦ σύμπαντος

24

.

30

.

4

αἰδοίου. ἔμελλε δὲ δήπου καὶ ἡ εὐθύτης τοῦ πόρου διὰ τῆς τοιαύτης κατασκευῆς φυλάττεσθαι, χρήσιμον δ’ ἐστὶ κατὰ τὰς ἀποκρίσεις τοῦ σπέρματος εὐρύτατόν τε ἅμα καὶ εὐθύτατον ἀκριβῶς φυλάττεσθαι τὸν πόρον, ὑπὲρ τοῦ συνεχὲς ὅλως καὶ ἀθρόως ὅτι τάχιστα πρὸς τοὺς

24

.

30

.

5

κόλπους αὐτὸ τῶν μητρῶν ἐξικνεῖσθαι. ἐπεὶ δὲ καὶ ἡ κύστις ἐτέτακτο πλησίον, ἕτερον οὐκ ἦν ἄμεινον ἐκκρίσεως οὔρων ἐργάζεσθαι πόρον

24

.

30

.

6

μᾶλλον ἢ συγχρήσασθαι τῷ τοῦ σπέρματος. εὐλόγως οὖν καὶ ὁ ταύ‐ της αὐχὴν ἅπαν κατείληφε τὸ τοῦ περιτοναίου χωρίον, ἀναφερόμενος ἀπὸ τῆς ἕδρας, ἐφ’ ἧς ἐξ ἀρχῆς ἔκειτο μέχρι τῆς κατὰ τὸ αἰδοῖον

24

.

30

.

7

ἐκφύσεως. ἐπὶ δὲ τῶν γυναικῶν, ἅτε οὐκ ὄντος αἰδοίου προμήκους, τὴν τοιαύτην ἀπόφυσιν ὁ τῆς κύστεως αὐχὴν οὐκ ἔσχεν, ἀλλὰ τὸ μὲν αἰδοῖον αὐτὸ τὸ γυναικεῖον ἐπίκειται κατὰ τῆς ἕδρας, ἐπὶ δὲ τὸ ἄνω πέρας αὐτοῦ τῆς κύστεως ὁ τράχηλος τελευτᾷ, κἀνταῦθα προχεῖ τὸ
5οὖρον, οὔτε ἱκανῶς καμπύλος ὡς ἐπὶ τῶν ἀνδρῶν, οὔτε οὕτως μα‐

24

.

30

.

8

κρὸς γενέσθαι δεηθείς. οἷον δέ τι πρόβλημα τῆς φάρυγγος ὁ γαργα‐ ρεών ἐστι, τοιοῦτο τῶν μητρῶν ἡ νύμφη προσαγορευομένη, σκέπουσά τε ἅμα καὶ ψύχεσθαι κωλύουσα τὸ καθῆκον αὐτῶν εἰς τὸ γυναικεῖον αἰδοῖον στόμα τοῦ τραχήλου.

24

.

31

t

Ἐκ τῶν Σωρανοῦ. Περὶ μήτρας καὶ αἰδοίου γυναικείου.

24

.

31

.

1

Ἡ μήτρα καὶ ὑστέρα λέγεται καὶ δελφύς· μήτρα μὲν οὖν ὅτι μήτηρ ἐστὶ τῶν ἐξ αὐτῆς γεννωμένων ἐμβρύων, ἢ ὅτι τὰς ἐχούσας αὐτὴν μητέρας ποιεῖ· κατὰ δέ τινας ὅτι μέτρον ἔχει χρόνου πρὸς
κάθαρσιν καὶ ἀπότεξιν· ὑστέρα δὲ διὰ τὸ ὕστερον ἀποδιδόναι τὰ
5ἑαυτῆς ἐνεργήματα, ἢ διὰ τὸ ἐσχάτην κεῖσθαι τῶν σπλάγχνων, εἰ καὶ μὴ πρὸς ἀκρίβειαν ἀλλὰ κατὰ πλάτος· δελφὺς δὲ διὰ τὸ ἀδελφῶν

24

.

31

.

2

αὐτὴν εἶναι γεννητικήν. κεῖται δ’ ἐν τῇ τῶν ἰσχίων εὐρυχωρίᾳ με‐ ταξὺ κύστεως καὶ ἀπευθυσμένου ἐντέρου, τούτῳ μὲν ἐπικειμένη, τῇ κύστει δ’ ὑποκειμένη, ποτὲ μὲν ὅλη, ποτὲ δ’ ἀπὸ μέρους, διὰ τὸ κατὰ μέγεθος ἐξαλλάττεσθαι. ταῖς μὲν γὰρ νηπίαις μικροτέρα τῆς
5κύστεώς ἐστιν (διὸ καὶ ὅλην ταύτην ὑπελήλυθεν), ταῖς δ’ ἐν ἀκμῇ παρθένοις ἴση τῇ κύστει κατὰ τὰ ὑπερκείμενα, ταῖς δὲ προηλικεστέ‐ ραις καὶ ἤδη διακεκορευμέναις καὶ μᾶλλον προκεκυηκυίαις μείζων, ὥστε ταῖς πλείσταις ἐν λήξει τοῦ κόλου προσαναπαύεσθαι· μᾶλλον δ’ ἐν τῷ κυοφορεῖν, ὡς καὶ τῇ ὁράσει καταλαμβάνειν ἔστιν, εἰς πολὺ
10διογκουμένου τοῦ περιτοναίου καὶ τοῦ ἐπιγαστρίου, καὶ ἐκ τοῦ τηλι‐ κοῦτον εἶναι τὸ ἀποτικτόμενον μετὰ τῶν σὺν αὐτῷ χιτώνων καὶ

24

.

31

.

3

ὑγρῶν. μετὰ δὲ τὴν ἀπότεξιν συστέλλεται μέν, ἄλλως δὲ μεῖζον ἔχει

24

.

31

.

4

τὸ μέγεθος τοῦ πρὸ τῆς ἀποτέξεως. τότε οὖν ἐστι μείζων τῆς κύ‐ στεως, οὐ κατ’ ἴσον δ’ ὑπελήλυθεν αὐτήν· κατὰ μὲν γὰρ τὰ ἐμπρόσθια μέρη προπαλέστερός ἐστιν ὁ τῆς κύστεως τράχηλος, ὡς ἂν τὴν οὐ‐ ρήθραν πέρας ἔχων καὶ ὅλῳ τῷ γυναικείῳ παρατεινόμενος κόλπῳ·
5προανακεχώρηκε δ’ ἀπὸ τῆς ὑστέρας· κατὰ δὲ τὰ ὄπισθεν ἀνωτέρω τοῦ τῆς κύστεως πυθμένος ὁ τῆς μήτρας ἐστὶ πυθμήν, κείμενος ὑπὸ τὸν ὀμφαλόν, ὥστε τῆς κύστεως τὴν μὲν εὐρυχωρίαν ἐπικεῖσθαι τῷ

24

.

31

.

5

τραχήλῳ τῆς ὑστέρας, τὸν δὲ πυθμένα τῷ κύτει. συνέχεται δὲ λεπτοῖς ὑμέσιν ἡ μήτρα πρὸς μὲν τὰ ὑπερκείμενα τῇ κύστει, πρὸς δὲ τὰ ὑπο‐ κείμενα τῷ ἀπευθυσμένῳ, πρὸς δὲ τὰ πλάγια καὶ τὰ ἐξόπισθεν τοῖς

24

.

31

.

6

ἐκπεφυκόσιν ἀπὸ τῶν ἰσχίων καὶ τοῦ ἱεροῦ ὀστέου. τούτων γοῦν συνελκομένων μὲν διὰ φλεγμονήν, ἀνασπᾶται καὶ παρεγκλίνεται, παρ‐ ειμένων δὲ καὶ χαλωμένων, προπίπτει, ζῷον μὲν οὐκ οὖσα, καθὼς ἐνίοις ἔδοξε, τοῖς ἄλλοις δὲ παραπλησίως αἴσθησιν τοπικὴν ἔχουσα καὶ διὰ
5τοῦτο συστελλομένη 〈μὲν〉 ὑπὸ τῶν ψυχόντων, χαλωμένη δ’ ὑπὸ τῶν

24

.

31

.

7

ἀραιούντων. σχῆμα δὲ μήτρας οὐχ ὡς ἐπὶ τῶν ἀλόγων ζῴων ἑλι‐ κοειδής, ἰατρικῇ δὲ σικύᾳ παραπλήσιος· ἀπὸ γὰρ περιφεροῦς καὶ πλα‐ τέος ἀρξαμένη τοῦ κατὰ πυθμένα πέρατος πρὸς λόγον ἐπὶ στενὸν

24

.

31

.

8

συνάγεται τὸ στόμιον. κέκληται δ’ αὐτῆς τὸ μὲν πρῶτον καὶ προά‐ γον μέρος στόμιον, τὸ δὲ μετὰ τοῦτο τράχηλος, τὸ δ’ ἑπόμενον αὐχήν, ἡ συνδρομὴ δὲ τούτων καυλός, τὰ δ’ ἑκατέρωθεν μετὰ τὴν στενότητα τοῦ τραχήλου πλατυνόμενα πρῶτα μέρη τῶν ὑστερῶν
5ὦμοι, τὰ δὲ μετὰ ταῦτα πλευρά, τὸ δ’ ὕστατον πυθμήν, τὸ δ’ ὑπο‐

24

.

31

.

9

κείμενον βάσις, τὸ δ’ ὅλον χώρημα κύτος καὶ γάστρα καὶ κόλπος. τὸ δὲ στόμιον κατὰ μέσον κεῖται τοῦ γυναικείου αἰδοίου· περισφίγγεται γὰρ ὁ τράχηλος ὑπὸ τῶν πτερυγωμάτων· τούτων δ’ ἀφέστηκε τὸ στόμιον ταῖς μὲν μᾶλλον, ταῖς δ’ ἧττον παρὰ τὰς ἡλικίας· ὡς ἐπὶ τὸ

24

.

31

.

10

πολὺ δὲ ταῖς ἤδη τελείαις πέντε ἢ ἓξ δακτύλους. προχειρότερον δὲ

24

.

31

.

11

γίνεται κατὰ τὰς ἀποτέξεις, ἐπεκτεινομένου τοῦ τραχήλου. διάφορον δ’ ἔχει καὶ τὸ μέγεθος, πλὴν ἐπί γε τῶν πλείστων ἐν τῷ κατὰ φύσιν τηλικοῦτόν ἐστιν, ἡλίκον τὸ ἐκτὸς πέρας τῆς ἀκουστικῆς εὐρυχωρίας.

24

.

31

.

12

διίσταται δὲ κατά τινας καιροὺς καθάπερ ἐν τῇ ὀρέξει τῆς συνουσίας πρὸς παραδοχὴν τοῦ σπέρματος, κἀν ταῖς καθάρσεσι πρὸς ἀπόκρισιν τοῦ αἵματος, κἀν ταῖς συλλήψεσι πρὸς λόγον τῆς τοῦ ἐμβρύου συν‐ αυξήσεως· ἐν δὲ τῇ ἀποτέξει καὶ πλεῖστον προσανευρύνεται μέχρι

24

.

31

.

13

τοῦ καὶ χεῖρας τελείων παραδέχεσθαι. κατὰ μέντοι τὴν φύσιν τρυφε‐ ρόν ἐστι καὶ σαρκῶδες, ἐπὶ [δὲ] τῶν ἀδιακορεύτων σομφότητι πλεύ‐ μονος ἢ τρυφερίᾳ γλώττης ἐοικός· ἐπὶ δὲ τῶν ἀποκεκυηκυιῶν τυλω‐ δέστερον γίνεται κεφαλῇ πολύποδος ἢ ἄκρῳ βρόγχου, καθώς φησιν
5Ἡρόφιλος, ὅμοιον, τυλούμενον τῇ παρόδῳ τῶν ἀποκρινομένων καὶ

24

.

31

.

14

ἀποτικτομένων. ἡ δ’ ὅλη μήτρα κατὰ τὸ πλειστοδυναμοῦν ἐστι νευρώδης· σύγκειται γὰρ οὐκ ἐκ νεύρων μόνον, ἀλλὰ καὶ φλεβῶν καὶ σαρκῶν καὶ ἀρτηριῶν, ἐξ ὧν τὰ νεῦρα μὲν ἀπὸ νωτιαίας μήνιγγος λαμβάνει τὴν καταρχήν, αἱ δ’ ἀρτηρίαι καὶ φλέβες ἀπὸ τῆς παρακει‐
5μένης τῇ ῥάχει κοίλης φλεβὸς καὶ παχείας ἀρτηρίας· δύο μὲν γὰρ ἀποσχίζονται φλέβες ἀπὸ τῆς κοίλης φλεβός, δύο δ’ ἀρτηρίαι ἀπὸ τῆς παχείας ἀρτηρίας, ὧν ἀνὰ μία φλὲψ καὶ ἀρτηρία φέρονται πρὸς ἑκάτερον νεφρόν, ἔπειτα πρὶν εἰς αὐτοὺς ἐμφυῆναι δισχιδεῖς γινό‐ μεναι ταῖς μὲν δυσὶν ἐκφύσεσιν εἰς ἑκάτερον νεφρὸν ἐμφύονται, ταῖς
10δὲ δυσὶ τὴν ὑστέραν ἀναπλέκουσιν, ὥστε γίνεσθαι τεσσάρων εἰς αὐτὴν

24

.

31

.

15

ἀγγείων ἔμφυσιν, δύο μὲν ἀρτηριῶν, δύο δὲ φλεβῶν. ἐκ τούτων δὲ καὶ εἰς ἑκάτερον τῶν διδύμων ἀνὰ μία μὲν φλέψ, ἀνὰ μία δ’ ἐμπέ‐

24

.

31

.

16

φυκεν ἀρτηρία. προσπαραπεφύκασι δ’ ἔξωθεν οἱ δίδυμοι σύνεγγυς τοῦ αὐχένος πρὸς ἑκάτερον πλευρὸν ἀνὰ εἷς, καὶ εἰσὶ μὲν ψαφαροὶ

24

.

31

.

17

καὶ ἀδενώδεις ἰδίῳ σκεπόμενοι ὑμένι. κατὰ σχῆμα δ’ οὐχ ὡς ἐπὶ τῶν ἀρρένων ὑπομήκεις ὑπάρχουσιν· ὑπόσιμοι δὲ καὶ στρογγύλοι, ἐπ’ ὀλί‐

24

.

31

.

18

γον πλατυνόμενοι κατὰ βάσιν. ὁ σπερματικὸς δὲ πόρος ἀπὸ τῆς ὑστέρας δι’ ἑκατέρου φέρεται διδύμου, καὶ ταῖς πλευραῖς παραταθεὶς

24

.

31

.

19

μέχρι τῆς κύστεως εἰς τὸν ταύτης ἐμφύεται τράχηλον. ἔνθεν δὲ δοκεῖ τὸ τοῦ θήλεος σπέρμα πρὸς ζῳογονίαν μὴ συλλαμβάνεσθαι τῷ εἰς τὸ ἐκτὸς ἐκχεῖσθαι, περὶ οὗ διελάβομεν ἐν τῷ περὶ σπέρματος

24

.

31

.

20

λόγῳ. ἔνιοι δέ, καθὼς βούλεται καὶ Χῖος, καὶ ἀνακρεμαστῆρά φασιν
αὐταῖς ἐμπεφυκέναι, καὶ ἡμεῖς δὲ τοῦτο ἐπὶ τῆς αὐτοψίας ἱστορήκα‐ μεν ἐπί τινος ἐντεροκηλικῆς γυναικός, ἐφ’ ἧς ἐν τῇ χειρουργίᾳ προέ‐ πιπτεν ὁ δίδυμος, χαλασθέντων τῶν κατεχόντων αὐτὸν καὶ περιειλη‐

24

.

31

.

21

φότων ἀγγείων, σὺν οἷς καὶ ὁ κρεμαστὴρ ὑπέπεσεν. ἡ δ’ ὅλη μήτρα συνέστηκεν ἐκ δυοῖν χιτώνων ἐναντίως ἑαυτοῖς ἐσχηματισμένων ἐμ‐

24

.

31

.

22

φερῶς ταῖς τῶν χαρτῶν ἰσίν. ὁ μὲν οὖν ἔξωθεν νευρωδέστερός ἐστι καὶ λειότερος καὶ σκληρότερος καὶ λευκότερος· ὁ δὲ ἔσωθεν σαρκω‐ δέστερος καὶ δασύτερος καὶ ἁπαλώτερος καὶ ἐνερευθέστερος, δι’ ὅλου μὲν καταπεπλεγμένος ἀγγείοις, πλείοσι δὲ καὶ ἀξιολόγοις κατὰ τὸν
5πυθμένα, καὶ τοῦ σπέρματος ἐκεῖ κολλωμένου, καὶ τῆς καθάρσεως

24

.

31

.

23

ἐκεῖθεν φερομένης. οἱ μέντοι δύο χιτῶνες οὗτοι συνέχονται πρὸς ἀλλήλους ὑμέσι λαγαροῖς καὶ νεύροις, ὥστε πολλάκις ἐπεκτεινομένων αὐτῶν προπίπτειν τὴν ὑστέραν, τοῦ μὲν νευρώδους χιτῶνος κατὰ

24

.

31

.

24

χώραν μένοντος, τοῦ δ’ ἔσωθεν κατ’ ἐκτροπὴν προπίπτοντος. ἔτι κοινῶς ἐπὶ μὲν τῶν ἀτόκων ἡ μήτρα κατὰ τὸν πυθμένα στολίδας ἔχει δύο κατὰ τὸ πλεῖστον πιλοειδῶς ἐνδεδιπλωμένας· ἐπὶ δὲ τῶν τε‐

24

.

31

.

25

τοκυιῶν ἐκτείνεται ὅλη καὶ περιφερὴς γίνεται. Διοκλῆς δὲ καὶ κο‐ τυληδόνας ἢ πλεκταίνας καὶ κεραίας λεγομένας εἶναί φησιν ἐν τῇ εὐρυχωρίᾳ τῆς ὑστέρας, αἵτινες μαστοειδεῖς ἐκφύσεις ὑπάρχουσι, πλα‐ τεῖαι μὲν κατὰ βάσιν, μείουροι δὲ κατὰ τὸ ἄκρον, ἑκατέρωθεν κεί‐
5μεναι τῶν πλευρῶν, προνοητικῶς ὑπὸ τῆς φύσεως γεγενημέναι χάριν

24

.

31

.

26

τοῦ τὸ ἔμβρυον προμελετᾶν τὰς θηλὰς τῶν μαστῶν ἐπισπᾶσθαι. κατα‐ ψεύδονται δὲ τῆς ἀνατομῆς· οὐχ εὑρίσκονται γὰρ αἱ κοτυληδόνες, καὶ ἀφύσικός ἐστιν ὁ περὶ αὐτῶν εἰσαγόμενος λόγος, ὡς ἐν τοῖς περὶ

24

.

31

.

27

ζῳογονίας ὑπομνήμασιν ἀποδέδεικται. τὴν μέντοι γε μήτραν οὐχ ὑποληπτέον κυριότητα πρὸς τὸ ζῆν ἔχειν. οὐ γὰρ προπίπτει μόνον· ἐπ’ ἐνίων δὲ καὶ ἀποκόπτεται δίχα τοῦ θάνατον αὐτὴν ἐπενεγκεῖν, ὡς ἱστόρηκε Θεμίσων· ἐν Γαλατίᾳ δὲ τὰς ὗς εὐτροφωτέρας γίνεσθαί

24

.

31

.

28

φασι μετὰ τὴν ἐκτομὴν τῆς μήτρας. πάσχουσα μέντοι πρὸς συμπά‐ θειαν στόμαχον ἄγει καὶ μήνιγγας· ἔστι δέ τις αὐτῇ καὶ πρὸς τοὺς

24

.

31

.

29

μαστοὺς φυσικὴ συμπάθεια. μεγεθυνομένης γοῦν αὐτῆς ἐν ταῖς ἀκμαῖς καὶ οἱ μαστοὶ συνδιογκοῦνται, καὶ αὐτὴ μὲν τὸ σπέρμα τελεσιουργεῖ,

24

.

31

.

30

μαστοὶ δ’ εἰς τροφὴν τῶν κυηθησομένων γάλα παρασκευάζουσιν. καὶ φερομένων μὲν τῶν καταμηνίων, σβέννυται τὸ γάλα· φερομένου δὲ τοῦ γάλακτος, οὐκέτι φαίνεται κάθαρσις, καθάπερ καὶ ἐπὶ τῶν παρη‐ λικεστέρων συστελλομένης τῆς ὑστέρας καὶ οἱ μαστοὶ τρόπῳ τινὶ
5μαραίνονται, καὶ πάσχοντος τοῦ ἐμβρύου στενοῦται τὸ μέγεθος αὐτῶν.

24

.

31

.

31

ἐπὶ γοῦν τῶν κυοφορουσῶν θεασάμενοι ῥηγνυμένους τοὺς μαστοὺς

24

.

31

.

32

καὶ συναγομένους γενησομένην προλέγομεν ἔκτρωσιν. καὶ τοιαύτη μὲν ἡ φύσις τῆς μήτρας. Περὶ γυναικείου αἰδοίου.

24

.

31

.

33

Τὸ δὲ γυναικεῖον αἰδοῖον καὶ κόλπος ὠνόμασται γυναικεῖος· ὑμὴν δ’ ἐστὶ νευρώδης καὶ ὑπό τι περιφερὴς ὥσπερ ἔντερον, εὐρυχωρέστε‐ ρον μὲν κατὰ τὸ ἔνδον, στενότερον δὲ κατὰ τὸ ἐκτός, ἐν ᾧ καὶ τοὺς

24

.

31

.

34

πλησιασμοὺς συμβέβηκε γίνεσθαι. τὸ μὲν οὖν ἔνδον αὐτοῦ μέρος περι‐ πέφυκε τῷ τραχήλῳ τῆς μήτρας ὡς ἐπὶ τῶν ἀρρένων ἡ πόσθη τῇ βαλάνῳ, τὸ δ’ ἔξω τοῖς πτερυγώμασιν, τὸ δὲ κάτω τῇ ἕδρᾳ, τὰ δὲ πλάγια τοῖς σαρκώδεσι τῶν ἰσχίων, τὸ δ’ ἄνω τῷ τραχήλῳ τῆς κύ‐
5στεως· οὗτος γάρ, ὡς ἔφην, ὑπερπεσὼν τὸ στόμιον τῆς ὑστέρας καὶ παραταθεὶς ἄνωθεν τῷ αἰδοίῳ, κατ’ ἄκρον εἰς τὸν οὐρητικὸν πόρον

24

.

31

.

35

ἐμφύεται. φαίνεται τοίνυν ὡς ὁ γυναικεῖος κόλπος ὑπόκειται μὲν τῷ τραχήλῳ τῆς κύστεως, ἐπίκειται δὲ τῷ δακτυλίῳ καὶ τῷ σφιγκτῆρι

24

.

31

.

36

καὶ τῷ ἄκρῳ τοῦ ἀπευθυσμένου. κατὰ δὲ μῆκός ἐστιν, ὡς ἔμπροσθεν ὑπεδείξαμεν, ἄνισος, οὐ μόνον παρὰ τὰς ἡλικίας ἢ παρὰ τὰς συνου‐ σίας, ἐν αἷς ἐπεκτεινόμενος ὁ τράχηλος τῆς ὑστέρας, ὥσπερ καὶ τὸ τῶν ἀρρένων αἰδοῖον, ἐπιλαμβάνει τι τοῦ κόλπου, ἀλλὰ καὶ τῷ φύσει
5τινὰς μὲν προπετέστερον ἔχειν τὸν τράχηλον, τινὰς δ’ ἄγαν κολοβὸν

24

.

31

.

37

[ἢ κονδόν]· ταῖς δὲ πλείσταις τῶν τελείων ἕξ ἐστι δακτύλων. συμ‐ πέπτωκε μέντοι γε καὶ στενότερός ἐστιν ἐπὶ παρθένων στολίσι κεχρη‐ μένος συνεχομέναις ὑπ’ ἀγγείων ἀπὸ τῆς ὑστέρας τὴν ἀπόφυσιν εἰλη‐ φότων, ἅπερ [καὶ] κατὰ τὰς διακορήσεις καὶ ὀδύνην ἐπιφέρει, ἁπλου‐
5μένων τῶν στολίδων· ῥήγνυται γὰρ καὶ ἀποκρίνεται τὸ συνήθως ἐπιφερόμενον αἷμα· τὸ γὰρ οἴεσθαι διαπεφυκέναι λεπτὸν ὑμένα δια‐ φράσσοντα τὸν κόλπον, τοῦτον δὲ ῥήγνυσθαι κατὰ τὰς διακορήσεις καὶ ὀδύνην ἐπιφέρειν, ἢ θᾶττον καθάρσεως γινομένης, ἐμμείναντα δὲ καὶ σωματοποιηθέντα τὸ ἄτρητον λεγόμενον πάθος ἀποτελεῖν, ψεῦδός
10ἐστιν. πρῶτον μὲν γὰρ διὰ τῆς ἀνατομῆς οὐχ εὑρίσκεται· δεύτερον δ’ ἐπὶ τῶν παρθένων ἐχρῆν ἀντικόπτειν τι τῇ μηλώσει· νυνὶ δὲ

24

.

31

.

38

μέχρι βάθους ἄπεισιν ἡ μήλη. τρίτον δ’ εἰ κατὰ τὰς διακορήσεις ῥηγνύμενος ὁ ὑμὴν ὀδύνης γίνεται παραίτιος, ἐχρῆν ἐξ ἀνάγκης ἐπὶ τῶν παρθένων ἔμπροσθεν τῆς διακορήσεως ἐπιφανείσης καθάρσεως

24

.

31

.

39

περιωδυνίαν παρακολουθεῖν, κατὰ δὲ τὴν διακόρησιν μηκέτι. καὶ ἄλλως, εἰ σωματοποιηθεὶς ὁ ὑμὴν τὸ ἄτρητον ποιεῖ πάθος, ἔδει κατὰ
τὸν αὐτὸν τόπον εὑρίσκεσθαι διηνεκῶς αὐτόν, ὃν τρόπον καὶ ἐπὶ τῶν ἄλλων μερῶν ἕκαστον ἐπὶ τοῦ ἰδίου τόπου πάντοτε θεωρούμενον.

24

.

31

.

40

νυνὶ δ’ ἐπὶ τῶν ἀτρήτων ὁ διαφράττων ὑμὴν αὐτὸν τὸν πόρον ποτὲ μὲν κατὰ τὰ πρόχειρα μέρη τῶν πτερυγωμάτων εὑρίσκεται, ποτὲ δὲ κατὰ μέσον τοῦ αἰδοίου, ἄλλοτε δὲ κατὰ μέσον τὸ στόμιον τῆς ὑστέ‐

24

.

31

.

41

ρας. τοιοῦτος μὲν οὖν ἐστι καὶ ὁ γυναικεῖος κόλπος· τὰ δ’ ἔξωθεν αὐτοῦ καὶ φαινόμενα πτερυγώματα καλεῖται, τρόπῳ τινὶ χείλη τοῦ

24

.

31

.

42

κόλπου καθεστῶτα. παχέα δ’ ἐστὶ καὶ σαρκώδη καὶ πρὸς μὲν τὰ κάτω πρὸς ἑκάτερον μηρὸν ἀποτελευτᾷ, καθάπερ ἀλλήλων ἀποσχι‐ σθέντα, πρὸς δὲ τὰ ὕπερθεν εἰς τὴν λεγομένην ἀπολήγει νύμφην· αὕτη δὲ τῶν δυοῖν πτερυγωμάτων ἐστὶν ἀρχή, τῇ φύσει δὲ σαρκίδιόν

24

.

31

.

43

ἐστιν ὡσανεὶ μυῶδες. νύμφη δ’ εἴρηται διὰ τὸ ταῖς νυμφευομέναις ὁμοίως ὑποστέλλειν τὸ σαρκίον· ὑπὸ δὲ τὴν νύμφην πάλιν ἕτερον ὑποστέλλει σαρκίδιον ἐπανεστηκός, ὃ πέρας ἐστὶ τοῦ τραχήλου τῆς κύστεως, καλεῖται δ’ οὐρήθρα, ἡ δ’ ἔνδον στολιδώδης τραχύτης χεῖλος.

24

.

31

.

44

διαφέρει δὲ τῆς ἐπ’ ἀνδρῶν ἡ ἐπὶ θηλειῶν κύστις· ἐκείνη μὲν γὰρ μείζων ἐστὶ καὶ σκολιὸν ἔχει τὸν τράχηλον, αὕτη δὲ μικροτέρα καὶ εὐθυτράχηλος.

24

.

32

t

Ἐκ τῶν Λύκου. Ὅτι οὐκ ἐφικνεῖται τὸ σύμμετρον αἰδοῖον τοῦ ἄρρενος τοῦ στομίου τῆς ὑστέρας.

24

.

32

.

1

Τοῦ κύτους τῆς μήτρας ἐπίπροσθεν ὁ τράχηλός τε καὶ τὸ στόμα ἐστίν· τοῦ δὲ στόματος αὐτῆς ὁ κόλπος ὁ γυναικεῖος προτέτακται, μέγεθος ἔχων τοσοῦτον, ὡς τῷ αἰδοίῳ τῷ μὴ μεγίστῳ εἰς τὸ ἐμβα‐ λεῖν τῷ στόματι τῆς ὑστέρας τὴν γονὴν μὴ ἐξαρκεῖν τὸ μέγεθος,
5ἀλλὰ καὶ βολῆς τινος προσδεῖν.

25

.

1

t

Ἐκ τῶν Ῥούφου. Περὶ ὀνομασιῶν τῶν κατὰ τὸν ἄνθρωπον.

25

.

1

.

1

Ἀναγκαιότατόν ἐστι προδιδαχθῆναι τοῖς τὴν ἰατρικὴν τέχνην

25

.

1

.

2

μανθάνουσιν ὡς χρὴ καλεῖν ἕκαστον μόριον τοῦ σώματος. ἔστι δὴ μέγιστα μέρη τοῦ σώματος κεφαλὴ καὶ αὐχὴν καὶ θώραξ καὶ χεῖρες καὶ σκέλη· θώρακα γὰρ οὐ μόνον τὸ ἀπὸ τῶν κλειδῶν μέχρι τῶν ὑποχονδρίων καλοῦμεν, ἀλλὰ καὶ τὸ σύμπαν ἀπὸ τῶν κλειδῶν μέχρι
5τῶν αἰδοίων· κεφαλὴν δὲ καὶ τὸ τετριχωμένον καλοῦμεν καὶ τὸ σὺν

25

.

1

.

3

τῷ προσώπῳ. τοῦ οὖν τετριχωμένου τὸ μὲν ἔμπροσθεν καλεῖται βρέγμα, ἐφ’ οὗ τέτακται ἡ καλουμένη στεφάνη, περὶ ἣν τοὺς στεφάνους τίθε‐ μεν, ἰνίον 〈δὲ〉 τὸ ὀπίσω, τὰ δ’ ἑκατέρωθεν τοῦ βρέγματος κρόταφοι καὶ κόρσαι, τὸ δ’ ἐν μέσῳ, καθ’ ὃ δὴ μάλιστα εἰλοῦνται αἱ τρίχες,

25

.

1

4,5

κορυφή. ὑπὸ δὲ τῷ βρέγματι κεῖται τὸ μέτωπον. αἱ δὲ παρὰ τοὺς

25

.

1

.

5

(2)

κροτάφους τῶν τριχῶν ἐκφύσεις ἴουλοι, χαῖται δ’ ὄπισθεν κατὰ τὸ

25

.

1

.

6

ἰνίον. ἡ δὲ τοῦ μετώπου ἐσχάτη ῥυτὶς ἐπισκύνιον, τὰ δὲ τετριχωμένα

25

.

1

.

7

[τὰ] τοῦ μετώπου ὀφρύες. τούτων ἡ μεσότης μεσόφρυον, ἀφ’ οὗ ἡ ῥὶς τέταται, ἧς τὸ ἄκρον σφαιρίον καλεῖται, τὸ δ’ ὑποκείμενον διά‐

25

.

1

.

8

φραγμα. ἀπὸ δὲ τοῦ σφαιρίου τὸ καθῆκον σαρκῶδες ἐπὶ τὸ χεῖλος κίων, μυξωτῆρες τὰ κοιλώματα ἐξ ἑκατέρου μέρους δι’ ὧν γίνεται ἡ ὄσφρησις, πτερύγια ῥινὸς λέγεται τὰ τὰς κοιλότητας ταύτας περιέχοντα.

25

.

1

.

9

τὸ δ’ ὑπὸ τῷ κίονι κοῖλον 〈τὸ〉 ἐπάνω τοῦ χείλους φίλτρον καλεῖ‐ ται· πᾶν δὲ τὸ μετὰ τὴν ῥῖνα τοῦ ἄνω χείλους ὑπόρρινον, εἶτα χείλη δύο, ὧν τὰ ἄκρα πρόχειλα, τὸ δὲ σύμβλημα τῶν χειλῶν προστόμιον.

25

.

1

.

10

ὑπὸ δὲ ταῖς ὀφρύσιν ὑπόκεινται οἱ ὀφθαλμοί, αὐτοὺς δὲ τοὺς ὀφθαλ‐ μοὺς τὰ σκέποντα βλέφαρα, ὧν τὸ μὲν ἄνωθεν, τὸ δὲ κάτωθεν, αἱ

25

.

1

.

11

δὲ συμβολαὶ αἱ ἐν τῷ ἐπιμύειν γινόμεναι ταρσοί. αἱ δὲ τρίχες αἱ ἐκ τῶν βλεφάρων ἐκπεφυκυῖαι βλεφαρίδες, τὰ δὲ πέρατα τῶν ταρσῶν
κανθοί, ὧν ὁ μὲν πρὸς τῇ ῥινὶ μέγας, ὁ δὲ πρὸς τῷ κροτάφῳ μικρός.

25

.

1

.

12

κόραι ἢ ὄψεις ἢ γλῆναι τὰ μέσα τῶν ὀφθαλμῶν δι’ ὧν ὁρῶμεν· οἱ δ’ ὄψιν μὲν ᾧ βλέπομεν, κόρην δὲ καὶ γλήνην τὸ εἴδωλον τὸ ἐν τῇ

25

.

1

.

13

ὄψει. τὰ δὲ μετὰ ταῦτα μέλανα ἢ γλαυκὰ ἢ χαροπὰ ἀπὸ τῆς χρόας

25

.

1

14,15

καλεῖται. ἶρις δ’ ὁ κύκλος ὁ συνάπτων τῷ λευκῷ. τὰ δ’ ὑπὸ τοῖς

25

.

1

.

15

(2)

ὀφθαλμοῖς ὑπώπια, οἷς ὑπόκεινται ἐπαναστάσεις τινές, αἳ καλοῦνται

25

.

1

.

16

μῆλα, οἷς ἐρυθριῶμεν. ἀπὸ δὲ τῶν μήλων αἱ καλούμεναι παρειαὶ καὶ σιαγόνες καὶ γνάθοι, ὧν αἱ γένυες ἀπολήγουσιν εἰς τὸ ἄποξυ τῶν κάτω γνάθων, ἀφ’ οὗ τὸ μέχρι τοῦ κάτω χείλους περιφερές τε καὶ ἐξέχον γένειον· τὸ δ’ ὕπτιον ὑπὸ τὸ γένειον σαρκῶδες ἀνθερεῶνα,
5οἱ δὲ λευκανίαν· οἱ δ’ ἀνθερεῶνα μὲν τοῦτο, λευκανίαν δὲ τὸ πρὸς

25

.

1

.

17

τῇ κλειδὶ κοῖλον ὀνομάζουσιν. ὦτα καλοῦνται αἱ ἐπαναστάσεις αἱ ἐξ ἑκατέρου μέρους τῶν κροτάφων πρὸς τοῖς τέρμασι πεφυκυῖαι, ὧν τὰ μὲν τρήματα πόροι ἀκουστικοὶ δι’ ὧν ἀκούομεν, τὰ δ’ ἐκκρεμῆ καὶ σαρκώδη λοβοί, τὰ δὲ χονδρώδη καὶ ἀνωτάτω πτερύγια, ἕλικες δὲ τὰ
5ἐντεῦθεν συνάπτοντα τὴν περιφέρειαν, ἀνθέλικες δὲ τὰ ἐν μέσῳ ὑπερ‐ αίροντα μετὰ τὴν ἕλικα παρὰ τὴν κοιλότητα, κόγχη δὲ τὸ ἀπὸ τῆς ἀνθέλικος κοῖλον, τὸ δ’ ἀπέναντι τῆς κόγχης ἔξαρμα παρὰ τὸ πέρας τοῦ κροτάφου τράγος, τὸ δ’ ἀντικρὺ τούτου παχὺ πέρας τῆς ἀνθέλι‐

25

.

1

.

18

κος ἀντίτραγος. στόμα δ’ ἡ πρώτη τομὴ τῶν χειλῶν καὶ ἡ λοιπὴ

25

.

1

.

19

εὐρυχωρία πᾶσα μέχρι τῆς φάρυγγος. ἐν δὲ τῷ στόματι ἄλλα τέ τινά ἐστι καὶ οἱ ὀδόντες, ὧν οἱ μὲν ἔμπροσθεν τομεῖς καλοῦνται, ὀκτὼ τὸν ἀριθμὸν ὑπάρχοντες, κυνόδοντες δ’ οἱ μετ’ αὐτοὺς τέσσαρες, οἱ δὲ

25

.

1

.

20

λοιποὶ πάντες εἴκοσι μύλαι προσαγορεύονται. τούτων δ’ οἱ ἔσχατοι καὶ ἐνδοτέρω σωφρονιστῆρες τέσσαρες, οἵτινες, ἡνίκα ἀρχόμεθα φρονεῖν,

25

.

1

21,22

φύονται. τὰ δὲ τούτους περιέχοντα σαρκία οὖλα. ἡ δὲ σύνδεσις τῶν

25

.

1

.

22

(2)

γνάθων χαλινὸς καλεῖται· τράπεζαι δὲ τὰ πλατέα τῶν γομφίων, ὁλ‐ μίσκοι δὲ καὶ φάτναι αἱ κοιλότητες τῶν γνάθων, εἰς ἃς ἐμπεπήγασιν

25

.

1

.

23

οἱ ὀδόντες. τῆς δὲ γλώσσης ῥίζα μὲν ἡ ἔκφυσις, αὐχὴν δὲ τὸ ἐφεξῆς, πρόγλωσσον δὲ τὸ ἔμπροσθεν, παράσειρα δὲ τὰ ἑκατέρωθεν, ὑπογλωσ‐ σὶς δὲ τὸ ὑποκάτω, ἐπιγλωσσὶς δὲ τὸ ἔνδον ὑπὲρ τοῦ βρόγχου πῶμα γινόμενον τῆς τραχείας ἀρτηρίας, ὅταν τι καταπίνωμεν, ὑπὲρ τοῦ
5μηδὲν ἐμπίπτειν εἰς τὸν πνεύμονα, ἀναπνεόντων δὲ μετέωρόν ἐστιν,

25

.

1

.

24

ὡς μὴ κωλύοι τὴν τοῦ πνεύματος ἄνοδον. οὐρανὸς ἢ ὑπερῴα τὸ ὑπεράνω τῆς γλώσσης περιφερές· τὸ δ’ ἐντεῦθεν κατὰ τὰ ἔνδον μέρη ἐκκρεμάμενον σαρκίον κιονίς, οἱ δὲ γαργαρεῶνα, οἱ δὲ σταφυλήν· ὑπό‐

25

.

1

.

25

κειται δ’ αὐτῇ ἡ τοῦ βρόγχου κεφαλή. ἐφεξῆς τράχηλος, τὸ δ’ αὐτὸ καὶ δειρή· οὗ τὸ μὲν ἔμπροσθεν βρόγχος καὶ τραχεῖα ἀρτηρία, ἡ δὲ κατὰ μέσον ἐπανάστασις λάρυγξ, τὸ δ’ ὀπίσω αὐχὴν καὶ ἰνίον, τὸ δὲ

25

.

1

.

26

πρὸς ταῖς κλεισὶ κοῖλον ἀντικάρδιον καὶ σφαγή. τὰ δ’ ἀπὸ τοῦ τένον‐ τος ἐπὶ τοὺς ὤμους καθήκοντα ἐπωμίδες, ὦμοι δ’ αἱ κεφαλαὶ τῶν βραχιόνων, ὠμοπλάται 〈δὲ〉 τὰ ἐπικείμενα τῷ νώτῳ πλατέα ὀστᾶ, ὧν
ἡ διὰ μέσου ὑπεροχὴ ῥάχις· ἀκρώμια δ’ οἱ σύνδεσμοι τῶν κλειδῶν καὶ

25

.

1

.

27

τῶν ὠμοπλατῶν, ἐχομένως δὲ καὶ αἱ κατακλεῖδες. μασχάλη δ’ ἡ ὑπὸ τῷ ὤμῳ κοιλότης, εἰς ἣν τὰ πολλὰ ὁ ὦμος ὀλισθάνει, ἑξῆς βραχίων.

25

.

1

.

28

ἡ δὲ γωνία τοῦ ἄρθρου, ἐφ’ ἣν κλινόμενοι στηριζόμεθα, ἀγκὼν ἢ

25

.

1

.

29

ὀλέκρανον, τὸ δ’ ἐντεῦθεν πῆχυς. περαίνεται δὲ πρὸς τὸν καρπόν, ἀφ’ οὗ ἐστι τὸ μετακάρπιον, ἑξῆς στῆθος χειρός (οἱ δ’ ὑπόθεναρ), ὅ ἐστιν ὑπὸ

25

.

1

.

30

τὸν μέγαν δάκτυλον, μεθ’ ὃ ἡ κοιλότης τῆς χειρός. δακτύλων δ’ ὁ μέν τις μέγας ὁ ἀφεστηκὼς τῶν ἄλλων, ὁ δὲ λιχανὸς ὁ πρῶτος τῶν

25

.

1

.

31

τεσσάρων, ὁ δὲ μέσος, ὁ δὲ παράμεσος, ὁ δὲ μικρός. τούτων τὰ ὀστᾶ σκυταλίδες ἢ φάλαγγες, κόνδυλοι δ’ αἱ συγκαμπαί, ὧν τὰ πρῶτα προ‐

25

.

1

.

32

κόνδυλοι, τὰ δ’ ἐφεξῆς μετακόνδυλοι. αἱ δὲ τῶν ὀνύχων ἀρχαὶ ῥιζω‐

25

.

1

.

33

νυχίαι, τὰ δὲ πέρατα τῶν δακτύλων ῥῶγες ἢ κορυφαί. θέναρ τὸ με‐ ταξὺ διάστημα τοῦ λιχανοῦ καὶ τοῦ μεγάλου δακτύλου· ἔοικε δ’ Ἱπ‐

25

.

1

.

34

ποκράτης πᾶν τοῦτο τὸ χωρίον θέναρ καλεῖν. ἀπὸ δὲ τῶν κλειδῶν στῆθος μὲν τὸ ἔμπροσθεν καὶ στέρνον, νῶτος δὲ τὸ ὄπισθεν ἀπὸ τοῦ αὐχένος, ἐφ’ ᾧ τὸ μετάφρενον, ὀσφὺς 〈δὲ〉 τὸ τελευταῖον τῆς ῥάχεως.

25

.

1

.

35

αἱ δ’ ἐπὶ τῷ στήθει σαρκώδεις ἐπαναστάσεις μαστοί, ὧν τὰ ἄκρα θηλαί.

25

.

1

.

36

πλευρὰ δὲ καλεῖται πᾶν τὸ ὑπὸ τῇ μασχάλῃ· τὰ δ’ ὀστᾶ πλευραὶ καὶ σπάθαι, ὧν αἱ πρῶται συνάπτουσιν ἀλλήλαις εἰς τὸ τέρμα τοῦ στέρνου, καθ’ ὃ ἡ καρδία ἐστίν, εἶτα αἱ φρένες (οἱ δὲ προκάρδιον, οἱ

25

.

1

.

37

δὲ καρδίαν), μεθ’ ὅ ἐστι τὸ στόμα τῆς κοιλίας. τὰ δὲ μεταξὺ τῶν πλευρῶν μεσοπλεύρια, νόθαι δὲ πλευραὶ αἱ μὴ συνάπτουσαι ἀλλήλαις,

25

.

1

.

38

χόνδροι τὰ πέρατα τούτων. ὑποχόνδρια δὲ τὰ ἐν τοῖς χόνδροις μυώδη.

25

.

1

.

39

κοιλία δ’ ἡ γαστήρ, τὸ ἐν μέσῳ δ’ ἐπιγάστριον, τὸ ἐπὶ τῆς γαστρὸς

25

.

1

.

40

δέρμα. ὀμφαλὸς δὲ τὸ ἐν μέσῳ κοῖλον, τὸ δὲ περικείμενον δέρμα τῷ

25

.

1

.

41

ὀμφαλῷ γραῖα, καθότι ῥυτιδούμενον τοῦτο γῆρας σημαίνει. τὸ δ’ ὑπο‐ κάτω τοῦ ὀμφαλοῦ ὑπογάστριον καὶ ἦτρον, τὸ δ’ ὑπὸ τοῦτο μέχρι

25

.

1

.

42

τῶν αἰδοίων ἐπίσειον ἢ ἐφήβαιον. τῶν δ’ αἰδοίων τοῦ μὲν ἄρρενος

25

.

1

.

43

τὸ μὲν ἐκκρεμὲς στῆμα, τὸ δὲ μὴ ἐκκρεμὲς ὑπόστημα ἢ περίναιος, τὸ

25

.

1

.

44

δ’ ἄκρον τούτου πόσθη. ὄσχεος δ’ ἐν ᾧ οἱ δίδυμοι, ὧν τὸ μὲν ἄνω κεφαλή, τὸ δὲ κάτω πυθμὴν καλεῖται· τὸ δὲ χαλώμενον τοῦ ὀσχέου

25

.

1

.

45

λακκόπεδον. τῆς δὲ γυναικὸς κτεὶς μὲν τὸ ἄνω, σχίσμα δ’ ἡ πρώτη τομή, τὸ δ’ ἐν μέσῳ μυῶδες σαρκίον μύρτον ἢ νύμφη· μυρτόχειλα δὲ

25

.

1

.

46

τὰ ἑκατέρωθεν πτερυγώματα. τῆς δὲ ῥάχεως τὰ ὀστᾶ σπόνδυλοι· ἡ δὲ πᾶσα σύνθεσις τῶν σπονδύλων ἄκανθα, ἧς τὸ κατωτέρω ὀσφύς, τὸ δὲ

25

.

1

.

47

τελευταῖον τῆς ῥάχεως ἱερὸν ὀστοῦν, οἱ δ’ ὑποσπόνδυλον. τούτου τὸ

25

.

1

.

48

ἄκρον κόκκυξ καλεῖται. τῆς δ’ ὀσφύος τὰ παρ’ ἑκάτερα γλουτοί· πυγαὶ

25

.

1

.

49

δὲ τὰ μετὰ τὴν ὀσφὺν σαρκώδη, ἃ καὶ ἐφέδρανα καλεῖται. βουβῶνες δ’ αἱ ἀρχαὶ τῶν μηρῶν, 〈τῶν δὲ μηρῶν〉 τὰ μὲν εἴσω μέρη παραμή‐

25

.

1

.

50

ρια, τὰ δὲ μεταξὺ τούτων τὰ πρὸς τὸν περίναιον πλιχάδες. οἱ δὲ πρὸς τοῖς γόνασι μύες ἐπιγουνίδες, τὰ δ’ ὀστᾶ γονατίδες· Ἱπποκράτης

25

.

1

.

51

τοῦτο μύλην καλεῖ. γόνυ δ’ ἐστὶ τὸ ἄρθρον τοῦ μηροῦ τὸ πρὸς τῇ

25

.

1

.

52

κνήμῃ, ἡ δὲ σύγκαμψις ἰγνύα. γαστροκνήμια δ’ ὁ μέγας μῦς ὁ ὄπισθεν

25

.

1

.

53

τῆς κνήμης, ἀφ’ οὗ τὸ πλατὺ νεῦρον τὸ πρὸς τῇ πτέρνῃ. τῶν δ’ ὀστέων τὸ μὲν ὀπίσω κνήμη, τὸ δ’ ἔμπροσθεν ἀντικνήμιον, τὰ δ’ ἄκρα τὰ

25

.

1

.

54

πρὸς τοῖς ποσὶ σφυρά. ἀστράγαλοι δ’ οὐκ ὀρθῶς ὀνομάζονται· εἰσὶ μὲν

25

.

1

.

55

γάρ, ἀλλ’ οὐκ ἐμφανεῖς. πτέρνα τὸ ὄπισθεν περιφερὲς τοῦ ποδός, τὸ δ’ ἐφεξῆς κοῖλον, τὸ δὲ μετὰ τοῦτο καλεῖται πεδίον, οὗ τὸ ἐπάνω

25

.

1

.

56

ταρσός. πέζα δ’ ἡ πᾶσα θέσις τοῦ ποδός· δάκτυλοι δ’ ὁμοίως τοῖς τῆς χειρὸς ὀνομάζονται.

25

.

2

t

Ἐκ τῶν Γαληνοῦ. Περὶ ὀστῶν.

25

.

2

.

1

Τῶν ἐν τοῖς ἀνθρώποις ὀστῶν ἁπάντων συνημμένων ἀλλήλοις ἡ μὲν ὅλη σύνταξις ὀνομάζεται σκελετός· ἔστι δ’ ὁ τρόπος τῆς συν‐ θέσεως αὐτῶν διττός, ὁ μὲν ἕτερος κατ’ ἄρθρον, ὁ δ’ ἕτερος κατὰ

25

.

2

.

2

σύμφυσιν. τὸ μὲν οὖν κατ’ ἄρθρον ἐστὶ σύνταξις ὀστῶν φυσική, ἡ δὲ σύμφυσις ἕνωσις ὀστῶν φυσική· πρόσκειται γὰρ ἑκατέρῳ τῶν ὅρων τὸ φυσική, ὅτι καὶ τὰ παραρθρήσαντα ἢ ἐξαρθρήσαντα παράκειται μὲν ἀλλήλοις, ἀλλ’ οὐ φύσει, καὶ ὅσα καταγέντα συνέφυσε πῶρος, ἑνοῦται

25

.

2

.

3

μέν, ἀλλ’ οὐ φύσει. οἱ δ’ αὐχένες ἀποφύσεις εἰσὶ τῶν ὀστῶν ἰσχναί, τελευτῶσι δ’ εἰς παχύτερόν τε καὶ περιφερὲς πέρας, ὃ δὴ καλεῖται κεφαλή· ὅταν 〈δ’〉 εἰς ὀξὺ τελευτήσῃ πέρας ἡ ἀπόφυσις, οὐκέτι αὐχήν, ἀλλὰ κορώνη καὶ κορωνὸν καλεῖται. καὶ τῶν ὑποδεχομένων δὲ τὰς
5κεφαλὰς κοιλοτήτων ἡ μὲν βαθυτέρα κοτύλη καλεῖται, ἡ δ’ ἐπιπολῆς

25

.

2

.

4

ὑπ’ ἐνίων ὠνόμασται γλήνη. ὑποβέβληται δὲ καὶ οἷον ὑπερήρεισται τὰ ὀστᾶ τῇ λοιπῇ τοῦ σώματος οὐσίᾳ καθάπερ τινὰ θεμέλια· πάντα γὰρ

25

.

2

.

5

ἐπὶ τοῖς ὀστοῖς πέφυκέ τε καὶ ἐστήρικται. εἰσὶ δ’ ἐν αὐτοῖς ὅσα μὲν μεγάλα, μεγίστας ἔχοντα κοιλίας μυελοῦ μεστάς· τὰ δὲ σμικρὰ πλήρη

25

.

2

.

6

τέ ἐστιν ὅλα καὶ οὐδεμίαν αἰσθητὴν ἔχει κοιλότητα. τῶν δὲ μεγάλων τοῖς πλείστοις ἐπιφύσεις εἰσὶ κατὰ τὸ πέρας ἑτέρων ὀστῶν, οἷον βραχίονι μὲν ἄνω, πήχει δὲ κάτω, κερκίδι δὲ καὶ μηρῷ καὶ κνήμῃ

25

.

2

.

7

καὶ περόνῃ κατ’ ἄμφω. γένυς δ’ ἡ κάτω μυελὸν μὲν ἔχει, ἐπίφυσιν δ’ οὐκ ἔχει, ἀλλὰ τῶν περάτων αὐτῆς τὸ μὲν κάτω κατὰ σύμφυσιν ἥνωται, τὸ δ’ ἄνω δύο ἀποφύσεις ἔχει, τὴν μὲν κορώνην, τὴν δ’ αὐχένα μόνον· διαφέρει γὰρ ἀπόφυσις ἐπιφύσεως, ὅτι ἡ μὲν ἐπίφυσις ἑτέρου
5πρὸς ἕτερόν ἐστιν ἕνωσις, ἡ δ’ ἀπόφυσις τοῦ παντὸς ὀστοῦ μέρος.

25

.

3

t

Περὶ τῶν τῆς κεφαλῆς ὀστῶν.

25

.

3

1,2

Κρανίον ὀνομάζεται τὸ τῆς κεφαλῆς ὀστοῦν. ἔστι δὲ τὸ μέν τι

25

.

3

.

2

(2)

κατὰ φύσιν τῆς κεφαλῆς σχῆμα προμήκει μάλιστα σφαίρᾳ προσεοικός,

25

.

3

.

3

ἕτερον δὲ τὸ καλούμενον φοξόν. τὸ μὲν οὖν κατὰ φύσιν εἴς τε τὸ πρόσω καὶ τοὐπίσω προπετέστερον ὑπάρχον τρεῖς ἔχει τὰς πάσας ἐν αὑτῷ ῥαφάς, δύο μὲν ἐγκαρσίας, ὧν ἡ μὲν ἑτέρα τέτακται κατ’ ἰνίον, ἡ δ’ ἑτέρα κατὰ τὸ βρέγμα· τρίτην δ’ ἄλλην ἐπ’ αὐταῖς κατὰ τὸ
5μῆκος τῆς κεφαλῆς, ἀπὸ μέσης τῆς ὄπισθεν ἐπὶ μέσην τὴν ἔμπροσθεν

25

.

3

.

4

ἐκτεταμένην. ὀνομάζουσι δὲ τὴν μὲν ἐν τοῖς πρόσω στεφανιαίαν, ἐπειδὴ κατὰ τοῦτο μάλιστα τῆς κεφαλῆς οἱ στέφανοι κατατίθενται, τὴν δ’ ὄπισθεν λαβδοειδῆ, διότι τὸ σύμπαν αὐτῆς σχῆμα τῷ λάμβδα

25

.

3

.

5

γράμματι προσέοικεν. αὐτὸ δὲ τὸ τῶν τριῶν ῥαφῶν σχῆμα τῷ ἦτα

25

.

3

.

6

μάλιστα ὡμοίωται γράμματι. αἱ μὲν δὴ τοῦ κατὰ φύσιν ἐσχηματισμένου κρανίου ῥαφαὶ τὸν εἰρημένον ἔχουσι τρόπον· αἱ δὲ τοῦ φοξοῦ κατὰ

25

.

3

.

7

τάδε διάκεινται. τῆς μὲν ὄπισθεν ἀπολομένης ἐξοχῆς, καὶ ἡ λαβδοει‐ δὴς ῥαφὴ συναπόλλυται, τῆς δ’ ἔμπροσθεν, ἡ στεφανιαία, καὶ γίνεται καθ’ ἑκάτερον αὐτῶν τὸ τῶν σῳζομένων ῥαφῶν σχῆμα τῷ ταῦ γράμ‐ ματι παραπλήσιον· ἀμφοτέρων δ’ ἀπολομένων τῶν ἐξοχῶν, αἱ φαινό‐
5μεναι δύο ῥαφαὶ πρὸς ὀρθὰς γωνίας ἀλλήλας τέμνουσιν εἰς ὁμοιότητα

25

.

3

.

8

τῷ χῖ γράμματι. τέτακται δ’ ἡ μὲν ἐγκαρσία κατὰ μέσην μάλιστα τὴν κεφαλήν, ἡ δ’ ἑτέρα κατὰ τὸ μῆκος ὄπισθεν πρόσω φερομένη, καθάπερ ἐπὶ τῶν ἄλλων ἁπάντων κρανίων· ἀεὶ γὰρ αὕτη μὲν διαφυλάττεται, μεταπίπτουσι δ’ αἱ λοιπαὶ τῷ τῆς ὅλης κεφαλῆς σχήματι συναλ‐

25

.

3

.

9

λοιούμεναι. καὶ μὲν δὴ καὶ δύο ἕτεραι τῇδε παράλληλοι γραμμαὶ κατὰ τὸ μῆκός εἰσι τῆς κεφαλῆς ὄπισθεν πρόσω φερόμεναι τῶν ὤτων ὑπεράνω· γεννῶνται δὲ καὶ αἵδε δυοῖν ὀστοῖν ἀλλήλοις ὁμιλούντων, οὐ κατὰ ῥαφήν, ὥσπερ τὰ πρόσθεν εἰρημένα· κατὰ βραχὺ γὰρ ἀπο‐
5λεπτυνόμενον εἰς λεπίδα τὸ κατιὸν ἀπὸ τοῦ βρέγματος ὀστοῦν ὑπο‐ βέβληται τῷ κάτωθεν ἀπὸ τῶν ὤτων ἀνιόντι, καὶ διὰ τοῦτό τινες οὐδὲ ῥαφὰς ὠνόμασαν ἁπλῶς αὐτάς, ἀλλ’ ἤτοι λεπιδοειδεῖς ῥαφὰς ἢ

25

.

3

.

10

λεπιδοειδῆ προσκολλήματα. καὶ ἡμῖν δὲ σαφοῦς ἕνεκα διδασκαλίας αἱ κατὰ τὰ ὦτα λεπιδοειδεῖς καλείσθωσαν ῥαφαί, ὡς εἶναι πέντε μὲν ἰδίας ῥαφὰς τῆς κεφαλῆς, τὴν λαβδοειδῆ, τὴν στεφανιαίαν, τὴν κατὰ τὸ μῆκος εὐθεῖαν, τὰς παραλλήλους αὐτῇ δύο τὰς ἐν τοῖς λεπιδοειδέ‐
5σιν, ἄλλας τε κοινὰς δύο πρός τε τὴν ἄνω γένυν καὶ πρὸς τὸ μέσον ἀμφοτέρων ὀστοῦν, ὅ τινες μὲν τῇ κεφαλῇ προσνέμουσι, τινὲς δὲ τῆς ἄνω γένυος εἶναί φασιν. ἔγκειται γὰρ ὥσπερ τις σφὴν μεταξὺ τῆς τε

25

.

3

.

11

κεφαλῆς καὶ τῆς ἄνω γένυος. ὅσον μὲν οὖν αὐτῆς ἐπὶ τὰ πέρατα τῆς
στεφανιαίας ἀναφέρεται, κοινὸν τοῦτο πρὸς τὴν κεφαλήν ἐστιν· ὅσον δ’ ἑκατέρωσε κατέρχεται πρὸς τὴν ὑπερῴαν, ὁ πρὸς τὴν ἄνω γένυν ὅρος τυγχάνει τοῦ σφηνοειδοῦς ὀστοῦ· καλείσθω γὰρ οὕτως σαφοῦς

25

.

3

.

12

διδασκαλίας ἕνεκα. κατὰ τοῦτο τὸ ὀστοῦν αἱ πτερυγοειδεῖς 〈εἰσιν〉

25

.

3

.

13

ἀποφύσεις ἅμα ταῖς ἑκατέρωθεν αὐτῶν κοιλότησιν. ἡ δ’ ἑτέρα ῥαφὴ τῆς κεφαλῆς ἡ πρὸς τὴν ἄνω γένυν αὐτὴν ὁρίζουσα τὴν ἀρχὴν μὲν ἐκ τῶν κατὰ τοὺς κροτάφους ἔχει κοιλοτήτων· προέρχεται δ’ ἐντεῦθεν ἐπὶ τὰς χώρας τῶν ὀφθαλμῶν, καὶ διὰ μέσων αὐτῶν ἐνεχθεῖσα κατὰ

25

.

3

.

14

τὸ μεσόφρυον ἑαυτῇ συνάπτει. καὶ δὴ καὶ τούτων οὕτως ἐχόντων, ἓξ ὀστᾶ γίνεται τῆς ὅλης κεφαλῆς τὰ πάντα χωρὶς τοῦ σφηνοειδοῦς, δύο μὲν κατὰ τὸ βρέγμα, κοινὴν ἔχοντα ῥαφὴν τὴν κατὰ τὸ μῆκος εὐθεῖαν, ἄλλα δὲ δύο τούτων κάτωθεν καθ’ ἑκάτερον οὖς, καὶ πέμπτον ἐπὶ

25

.

3

.

15

τούτοις τὸ κατ’ ἰνίον, καὶ ἕκτον τὸ κατὰ μέτωπον. ἔστι δὲ τὰ μὲν τοῦ βρέγματος ὀστᾶ τετράπλευρα, τὰ δὲ καθ’ ἑκάτερον οὖς τρίπλευρα· τὸ δὲ πέμπτον ὀστοῦν τῆς κεφαλῆς τὸ κατ’ ἰνίον περιέχει τὸ μέγιστον ἐν ἑαυτῷ τῶν τῆς κεφαλῆς τρημάτων, τὸ κατὰ τὸν πρῶτον σπόν‐

25

.

3

.

16

δυλον. καὶ δὴ καὶ τῶν εἰρημένων ἓξ ὀστῶν τὰ μὲν τοῦ βρέγματος χαυνότατά 〈τε καὶ ἀσθενέστατα〉 τετύχηκεν ὄντα, πυκνότατον δὲ καὶ

25

.

3

.

17

ἰσχυρότατον τὸ κατ’ ἰνίον, μέσον δ’ ἀμφοῖν τὸ κατὰ μέτωπον. ἑκάτε‐ ρον δὲ τῶν λοιπῶν τῶν κατὰ τὰ ὦτα πολυειδὲς ὑπάρχει· τὸ μὲν γάρ τι μέρος αὐτῶν ὀνομάζεται λιθοειδές, ὥσπερ οὖν καὶ ἔστιν· ὁρίζεται δὲ τοῦτο τοῖς ἐπεκτεινομένοις πέρασι τῆς λαβδοειδοῦς ῥαφῆς (ἐν
5τούτῳ καὶ ἡ στυλοειδὴς ἀπόφυσίς ἐστιν, ἣν ἐγὼ βελονοειδῆ τε καὶ γραφιοειδῆ καλῶ, καὶ ἡ τὸν ἀκουστικὸν περιέχουσα πόρον)· ἕτερον δὲ μέρος ἐφεξῆς τοῦδε τὸ κατὰ τὰς ἐκφύσεις ἐστί, τήν τε μαστοειδῆ καλουμένην, καὶ προσέτι τὴν τοῦ ζυγώματος, καὶ τρίτον ἐπὶ τῷδε τὸ κατὰ τὸν κρόταφον.

25

.

4

t

Περὶ ζυγώματος.

25

.

4

.

1

Τοῦ κροταφίτου μυὸς ὀστοῦν περιβέβληται, λοξὴν κατὰ τὸ μέσον ἑαυτοῦ περιέχον ῥαφήν, ὥστε εἶναι συνεχῆ τὴν μὲν ἅπασαν ὄπισθεν μοῖραν αὐτοῦ τῷ κατὰ τὸ οὖς ὀστῷ τῆς κεφαλῆς, τὴν δ’ ἔμπροσθεν τῷ κατὰ τὸν μικρὸν κανθὸν πέρατι τῆς ὀφρύος· ὀνομάζεται δ’ ὅλον
5τὸ ὀστοῦν τοῦτο ζύγωμα.

25

.

5

t

Περὶ τῶν τῆς ἄνω γένυος ὀστῶν.

25

.

5

.

1

Τρία καθ’ ἑκάτερον μέρος ἐξ ἀριστερῶν τε καὶ δεξιῶν ὀστᾶ τῆς

25

.

5

.

2

ἄνω γένυός ἐστιν, οἷς συντέτακται τῇ κεφαλῇ. μέγιστον μὲν αὐτῶν
ἐστι τὸ κατὰ τὸ ζύγωμα· καὶ γὰρ καὶ τοῦ κροτάφου τι συνεπιλαμ‐ βάνει καὶ τῆς ὀφρύος καὶ τῆς χώρας τῶν ὀφθαλμῶν, καὶ τὸν μικρὸν κανθὸν ὅλον ἐν ἑαυτῷ περιλαμβάνει, μέχρι τοῦ καλουμένου μήλου
5καθῆκον. ἑξῆς δ’ αὐτῷ καὶ θέσει καὶ μεγέθει τὸ κατ’ αὐτόν ἐστι τὸν ὀφθαλμόν, ἐν ᾧ περιέχεται τὰ πρὸς τὴν ἄνω γένυν ἀφικνούμενα νεῦρα. σμικρότατον δ’ ἁπάντων ὑπάρχει τὸ περὶ τὸν μέγαν κανθόν.

25

.

5

.

3

ὑπὸ δὲ τούτοις ἅπασι καθ’ ἑκάτερον μέρος ἓν ὀστοῦν ἐστι τοῖς εἰρη‐ μένοις τρισὶν ὑποτεταγμένον, ἀξιόλογον τῷ μεγέθει· καὶ γὰρ καὶ τὸ μῆλον ὀνομαζόμενον τούτου μόριόν ἐστι, καὶ τὰ τῶν ὀδόντων ἁπάντων

25

.

5

.

4

φατνία πλὴν τῶν τομέων. τούτοις δὲ τοῖς ὀστοῖς μεγίστοις οὖσιν, ὡς εἴρηται, δύο ἕτερα παράκειται σμικρά, καθ’ ἃ καὶ συντέτρηται πρὸς

25

.

5

.

5

ὑπερῴαν ἡ ῥίς. καὶ μὴν καὶ τὰ τῆς ῥινὸς ὀστᾶ δύο ἐστίν· τὸ κάτω δὲ τῶν ὀστῶν τούτων πέρας ἐπίφυσιν ἔχει χονδρωδῶν σωμάτων

25

.

5

.

6

λεπτῶν, ἃ καλεῖται πτερύγια. λοιπὸν δ’ ἐστὶν ἓν ὀστοῦν ἐπὶ τῷ πέ‐ ρατι τῆς γένυος, ἐν ᾧ τῶν τομέων ὀδόντων αἱ ῥίζαι τε καὶ φατνία περιέχονται. φαίνεται δ’ ὡς τὰ πολλὰ μὲν ἁπλοῦν τοῦτο δι’ ἀκρίβειαν ἁρμονίας τῶν συντιθέντων αὐτό· ποτὲ μὴν καὶ σαφῶς ἐν τοῖς ἐπὶ
5πλέον ἐξειργασμένοις σκελετοῖς ἡ ῥαφὴ φαίνεται κατ’ εὐθεῖαν τετα‐ μένη τῇ δι’ ὅλου τοῦ οὐρανίσκου φερομένῃ.

25

.

6

t

Περὶ ὀδόντων.

25

.

6

.

1

Ὀδόντες ἑκκαίδεκα ὑπάρχουσι καθ’ ἑκατέραν τὴν γένυν, ἔμπρο‐ σθεν μὲν τέτταρες οἱ τομεῖς ὀνομαζόμενοι, μονόρριζοι πάντες, ἑξῆς δ’ αὐτῶν ἑκατέρωθέν εἰσιν οἱ κυνόδοντες, μονόρριζοι καὶ οὗτοι, εἶθ’ οἱ γόμφιοι τούτων ἑξῆς ἑκατέρωθεν πέντε, τρίρριζοι μὲν οἱ ἐν τῇ ἄνω
5γένυϊ, δυεῖν δὲ ῥιζῶν οἱ ἐν τῇ κάτω, πλὴν [οἷα] πολλάκις εὑρίσκονται τετράρριζοι μέν τινες τῶν ἄνω, τρίρριζοι δὲ τῶν κάτω, καὶ μάλιστα

25

.

6

.

2

δ’ οἱ πρῶτοι πάντων ἔσωθεν [δὲ] δύο, σπανιώτερον δ’ ὁ τρίτος. τισὶ δ’ οὐ πέντε καθ’ ἑκάτερον, ἀλλὰ τέτταρες ἢ ἓξ ἔφυσαν οἱ γόμφιοι.

25

.

6

3,4

καλοῦνται δ’ οὐχ οὕτως μόνον, ἀλλὰ καὶ μύλαι θηλυκῶς. ἐγγεγόμ‐

25

.

6

.

4

(2)

φωνται δ’ ἅπαντες ἐν τοῖς τῶν φατνίων βοθρίοις· φατνία μὲν γὰρ αὐτὰ τὰ περιέχοντα αὐτοὺς ὀστᾶ, βοθρία δ’ αἱ κοιλότητες αἷς ἐμ‐

25

.

6

.

5

πεπήγασιν ὀνομάζονται. μετειλήφασι δὲ τῶν ἀπ’ ἐγκεφάλου νεύρων τῶν μαλακῶν ὀδόντες μόνοι τῶν ἄλλων ὀστῶν, ὅθενπερ καὶ σαφῶς αἰσθάνονται μόνοι.

25

.

7

t

Περὶ τῆς κάτω γένυος.

25

.

7

.

1

Οὐδὲ τὸ τῆς κάτω γένυος ὀστοῦν ἁπλοῦν ἐστιν, ὡς ἄν τῳ δό‐ ξειεν· ἑψόμενον γὰρ καὶ τοῦτο διαλύεται κατ’ ἄκρον τὸ γένειον, ὡς

25

.

7

.

2

φαίνεσθαι σαφῶς ὅτι καὶ συνεπεφύκει. τὸ δ’ ἀνατεινόμενον ὡς ἐπὶ
τὴν κεφαλὴν αὐτοῦ μέρος εἰς δύο τελευτᾷ πέρατα, καὶ τούτων τῶν περάτων τῷ μὲν ὀξεῖ τὸν ἐκ τοῦ κροταφίτου μυὸς καθήκοντα δέχεται τένοντα, τῷ δ’ ἑτέρῳ διαρθροῦται πρὸς τὸ τῆς κεφαλῆς ὀστοῦν ὑπὸ
5τὴν ἀπόφυσιν τοῦ μαστοειδοῦς, κονδυλώδει τινὶ περιφερείᾳ κατὰ τῆς ἐνταῦθα γληνοειδοῦς κοιλότητος ἐπιβεβηκός.

25

.

8

t

Περὶ τοῦ λαβδοειδοῦς ὀστέου.

25

.

8

.

1

Τὸ λαβδοειδὲς ὀστοῦν τὴν ἰδέαν ἐστὶ τοιοῦτον· τὸ μὲν μέσον αὐτοῦ μέρος, ὃ κατὰ τὴν οἷον διχοτομίαν τοῦ τραχήλου ἐστὶ καὶ παντὸς τοῦ σώματος, ὀστοῦν ὄψει βραχὺ μὲν καὶ τῷ μήκει, τὸ δ’ οὖν πλάτος τε καὶ βάθος οὕτως ἔχον μικρὸν ὡς καὶ τοῦ μήκους ὑπάρχειν
5ἔλαττον· ἐκ δὲ τῶν πλαγίων μερῶν τοῦ κάτω πέρατος αὐτοῦ δύο ἀποφύονται πλευραὶ πρὸς τὰς ὑψηλὰς γωνίας, ὡς ἔφην ἄρτι, τοῦ

25

.

8

.

2

θυρεοειδοῦς ἐκτεινόμεναι λοξαί. τὸ δ’ ἄνω πέρας τοῦ λαβδοειδοῦς ὀστοῦ τοῦδε δύο ἄλλας ἔχει πλευρὰς ἀποφυομένας παραλλήλους ταῖς κάτω, λεπτὰς καὶ στενὰς καὶ περιφερεῖς ὡς βελόνας παχείας ἢ γρα‐

25

.

8

.

3

φίου τὸ πέρας. ἡ δ’ οὐσία τῶν πλευρῶν τούτων, λοξῶν καὶ αὐτῶν, ἀτρέμα εἰς τὸ κάτω νευουσῶν, ἀκριβὴς χόνδρος ἐστί, καί τις στρογ‐ γύλος οἷάπερ τὰ νεῦρα σύνδεσμος ἀπὸ τοῦ πέρατος ἑκατέρας αὐτῶν ἐκφυόμενος ἐπὶ τὰς γραφιοειδεῖς τῆς κεφαλῆς ἀποφύσεις ἐκτείνεται,
5πέρας καὶ ταύτας ἐχούσας ὁμοιότατον αὐταῖς ταῖσδε ταῖς ὑψηλαῖς πλευραῖς τοῦ λαβδοειδοῦς· τῇ τε γὰρ οὐσίᾳ χόνδροι εἰσί, καὶ τὸ σχῆμα ταὐτὸν ἁπάσαις ἐστίν· τῷ μήκει δ’ ἀπολείπονται τῶν πλευρῶν τοῦ λαβδοειδοῦς αἱ γραφιοειδεῖς ἐκφύσεις.

25

.

9

t

Περὶ ῥάχεως.

25

.

9

.

1

Τῆς ὅλης ῥάχεως οἱ σπόνδυλοι τέτταρες ἐπὶ τοῖς εἴκοσιν ὑπάρ‐ χουσιν· παρὰ φύσιν γὰρ ἤδη τὸ πλέον τε καὶ τοὔλαττον ὥσπερ καὶ

25

.

9

.

2

αἱ φοξαὶ κεφαλαί. διαιρεῖται δ’ ἡ πᾶσα σύνταξις αὐτῶν εἰς τράχηλόν

25

.

9

.

3

τε καὶ νῶτον καὶ ὀσφὺν καὶ ἱερὸν ὀστοῦν. ὁ μὲν δὴ τράχηλος ἔζευ‐ κται τῇ κεφαλῇ· ὁ δὲ νῶτος ἐφεξῆς τούτῳ τέτακται, τηλικοῦτος ὑπάρ‐ χων τὸ μῆκος, ἡλίκοσπερ ἂν ᾖ καὶ ὁ θώραξ· ὅσον δ’ ὑπόλοιπον κάτω, τοῦτο ὀσφὺς ὀνομάζεται, κατὰ τὸ πέρας αὐτοῦ τὸ καλούμενον ἱερὸν

25

.

9

.

4

ὀστοῦν ἔχον· ἔνιοι δὲ πλατὺ προσαγορεύουσιν αὐτό. σπόνδυλοι δὲ κατὰ μὲν τράχηλον ἢ αὐχένα (καλεῖται γὰρ καὶ οὕτως) ἑπτὰ τὸν ἀριθμὸν ὑπάρχουσι, κατὰ δὲ τὸν νῶτον δώδεκα, κατὰ δὲ τὴν ὀσφὺν

25

.

9

.

5

πέντε. τῶν οὖν κατὰ τὸν αὐχένα σπονδύλων οἱ πρῶτοι μὲν δύο ἤρθρωνται πάντῃ, τῶν δ’ ἄλλων τῶν πέντε τὸ πρόσω μέρος ἰσχυρὸς
συμφύει δεσμός· οὐ γὰρ δὴ διὰ χόνδρου γε συμφύονται, καθάπερ οἴονταί τινες, ἀλλ’ ὁ τὰς τοῦ νωτιαίου δύο μήνιγγας ἔξωθεν περι‐
5λαμβάνων χιτὼν εἰς τὴν μεταξὺ χώραν αὐτῶν παρεμπίπτων κοινὸς

25

.

9

.

6

ἀμφοτέρων γίνεται δεσμός. οὕτω δὲ καὶ κατὰ πάντας ἔχει τοὺς σπον‐

25

.

9

.

7

δύλους πλὴν τῶν πρώτων δυοῖν, ὡς εἴρηται. διττῶν δ’ οὐσῶν κινή‐ σεων τῇ κεφαλῇ, τῆς μὲν ἐπινευόντων τε καὶ ἀνανευόντων, τῆς δ’ ἐν τῷ περιάγειν ἐφ’ ἑκάτερα, τὴν μὲν προτέραν ἡ τοῦ δευτέρου σπον‐ δύλου πυρηνοειδὴς ἀπόφυσις ἐργάζεται μάλιστα, τὴν δ’ ἑτέραν ἡ τοῦ
5πρώτου πρὸς τὰ κορωνὰ τῆς κεφαλῆς διάρθρωσις. ἀλλ’ αὗται μὲν διὰ τῶν πλαγίων γίνονται μερῶν τοῦ τε πρώτου σπονδύλου καὶ αὐτῆς τῆς κεφαλῆς· ἡ δὲ πυρηνοειδὴς ἀπόφυσις ἀνάντης μέν ἐστιν, ἀπὸ δὲ τῶν προσθίων ἀρχομένη μερῶν τοῦ δευτέρου σπονδύλου συνδεῖται τῇ

25

.

9

.

8

κεφαλῇ διά τινος εὐρώστου τε ἅμα καὶ στρογγύλου συνδέσμου. καὶ δὴ καὶ χώραν ἐπιτήδειον ὁ πρῶτος σπόνδυλος αὐτῇ παρέχει, καθ’ ἧς ἀσφαλῶς στηρίζεται, καί τις ἕτερος ἐγκάρσιος δεσμὸς ἐπ’ αὐτῷ τῷ

25

.

9

.

9

πρώτῳ σπονδύλῳ γεννώμενος ἔσωθεν ἐπιβέβληται κατὰ ταύτης. ἔνιοι ταύτην ὀδοντοειδῆ καλοῦσιν ἀπόφυσιν· Ἱπποκράτης δὲ καὶ ὅλον

25

.

9

.

10

τὸν σπόνδυλον ὀδόντα ποτὲ προσηγόρευσεν. ἔχει δὲ καὶ ἄλλας ὁ πρῶ‐ τος σπόνδυλος δύο κοιλότητας γληνοειδεῖς ἐν τοῖς κάτω μέρεσιν αὐτοῦ, παραπλησίας ταῖς ἄνωθεν· εἰσὶ δ’ εἰκότως αἱ μὲν ἄνωθεν μείζους, ὡς ἂν τῇ κεφαλῇ διαρθρούμεναι, μικρότεραι δ’ αἱ κάτωθεν, αἷς περι‐

25

.

9

.

11

βέβληκε τὸν δεύτερον σπόνδυλον. ἔστι δ’ ὁ μὲν πρῶτος εὐρύτατός 〈τε ἅμα καὶ ἰσχνότατοσ〉, ὁ δ’ ἐφεξῆς αὐτοῦ στενότερος μέν, ἀλλ’ εὐρω‐ στότερος· οὕτως δὲ καὶ οἱ ἄλλοι πάντες οἱ μετ’ αὐτούς· ἐφ’ ὅσον γὰρ ὁ νωτιαῖος εἰς τὰς τῶν νεύρων ἀποφύσεις καταναλισκόμενος ἰσχνότε‐
5ρος ἑαυτοῦ γίνεται, ἐπὶ τοσοῦτον καὶ αἱ τῶν κατωτέρω σπονδύλων εὐρύτητες ἐλαττοῦνται· ἑκάστη γὰρ ἴση τῷ πάχει τοῦ περιεχομένου

25

.

9

.

12

καθ’ ἑαυτὴν ὑπάρχει νωτιαίου. τοῦτο δ’ οὖν ἅπασι κοινὸν τοῖς σπον‐ δύλοις ἐστίν, ὥσπερ γε καὶ αἱ εἰς τὸ πλάγιον ἀποφύσεις ἔτι τε πρὸς ταύταις αἱ ἀνάντεις τε καὶ κατάντεις, καθ’ ἃς πρὸς ἀλλήλους διαρ‐ θροῦνται.

25

.

10

t

Περὶ τοῦ ἱεροῦ ὀστοῦ.

25

.

10

.

1

Καὶ τοῦτο τοῖς σπονδύλοις ἀνάλογον ἔχει κατὰ τὴν πρὸς τὸν ὑπερκείμενον διάρθρωσιν· ὑποδέχεται γὰρ αὐτοῦ τὰς κατάντεις ἀπο‐

25

.

10

.

2

φύσεις, ὡς ἐκεῖνος 〈τὰσ〉 τοῦ πρὸ αὐτοῦ. καὶ μήν γε καὶ τὴν ἄκαν‐

25

.

10

.

3

θαν ὁμοίαν ἔχει τοῖς ἄλλοις. αἱ δ’ εἰς τὸ πλάγιον ἀποφύσεις αὐτοῦ μεγάλαι τέ εἰσι καὶ πλατεῖαι, κἀκ τῶν ἐντὸς μερῶν ἔχουσί τινα κοιλό‐

25

.

10

.

4

τητα γληνοειδῆ, καθ’ ἧς ἐπιβέβηκε τὰ τῶν λαγόνων ὀστᾶ. σύγκειται
δ’ ἐκ τριῶν μορίων, ὥσπερ τινῶν ἰδίων σπονδύλων, οἷς τέταρτον ἐπίκειται κατὰ τὸ πέρας ὀστοῦν ἕτερον, ὃ καλοῦσι κόκκυγα. διαλυθέν‐ των δ’ ὑφ’ ἑψήσεως ἁπάντων, σύνταξις ὁμοία φαίνεται ταῖς κατὰ
5τοὺς σπονδύλους.

25

.

11

t

Περὶ τοῦ κόκκυγος.

25

.

11

.

1

Ἐπὶ πέρατι τοῦ πλατέος ἕτερον ὀστοῦν ἐστι τὸ καλούμενον κόκ‐ κυξ, ἐκ τριῶν καὶ τοῦτο συγκείμενον ἰδίων μορίων χονδρωδεστέρων ἢ κατὰ τὸ πλατύ, καὶ μάλιστα τοῦ κατὰ τὸ πέρας ἐπικειμένου.

25

.

12

t

Περὶ τῶν τοῦ θώρακος ὀστῶν.

25

.

12

.

1

Στέρνον καὶ πλευραὶ καὶ τῆς ῥάχεως οἱ κατὰ τὸν νῶτον σπόν‐ δυλοι τὰ τοῦ θώρακός ἐστιν ὀστᾶ, δώδεκα μὲν ἑκατέρωθεν αἱ πλευραί, καθάπερ καὶ οἱ σπόνδυλοι. διήθρωται γὰρ ἑκάστη πρὸς ἕνα· τὰ δὲ τοῦ στέρνου συνήρθρωνται μὲν ἀλλήλοις, ἑπτὰ δ’ ἐστὶ τὸν ἀριθμόν, ὅσαιπερ
5καὶ αἱ πρὸς αὐτὸ διαρθρούμεναι πλευραί· τῷ κάτω δ’ αὐτοῦ πέρατι

25

.

12

.

2

τρίγωνος ἐπιπέφυκε χόνδρος. τὸ δὲ σύμπαν σχῆμα τοῦ μὲν στέρνου παραπλήσιον ὑπάρχει ξίφει· διὸ καὶ ξιφοειδὲς ἔνιοι προσαγορεύουσιν αὐτό· τινὲς δ’ οὐχ ὅλον, ἀλλὰ τὸν ἐπὶ τῷ πέρατι μόνον αὐτοῦ χόν‐

25

.

12

.

3

δρον οὕτως ὀνομάζουσιν. τῶν δὲ πλευρῶν οὐχ ἓν οὐδ’ ἁπλοῦν τὸ σχῆμα· μετὰ γὰρ τὴν πρὸς τοὺς σπονδύλους διάρθρωσιν ἐπὶ τὰ πρόσω τε ἅμα καὶ κάτω φερόμεναι καὶ μέχρι πολλοῦ τοῦτο πάσχουσαι, πάλιν ἀνανεύουσιν ἄνω πρὸς τὸ στέρνον, ἀθρόαν τινὰ ποιούμεναι κάμπην,
5ὅθενπερ ἤδη τὸ 〈πρὸσ〉 τὸ στέρνον αὐτῶν ἅπαν οὐκέτι ὀστοῦν ἐστιν, ἀλλὰ χόνδρος· αἱ δ’ ὑπόλοιποι πέντε καλοῦνται μὲν νόθαι, συμφύον‐ ται δὲ τῷ τε διαφράγματι καὶ ἀλλήλαις, εἰς ἀκριβῆ τελευτῶσαι χόν‐ δρον· ἡ δ’ ὑστάτη μόνη κεχώρισται κατὰ τὸ πέρας αὐτῶν καὶ ὄντως

25

.

12

.

4

ἐστὶ νόθη. τὸ μῆκος δ’ οὔτε ταύταις οὔτε ταῖς ἄλλαις πλευραῖς ἴσον ἁπάσαις ἐστίν, ἀλλ’ αἱ μὲν ἄνωθέν τε καὶ κάτωθεν βραχύτεραι τυγχά‐ νουσιν οὖσαι, μακρότεραι δ’ αἱ μέσαι.

25

.

13

t

Περὶ ὠμοπλατῶν.

25

.

13

.

1

Αἱ ὠμοπλάται κεῖνται μὲν ὄπισθεν τοῦ θώρακος, ἐμφύονται δὲ διὰ τῶν μυῶν τῷ τε κατ’ ἰνίον ὀστῷ τῆς κεφαλῆς καὶ τῇ τῆς ῥάχεως ἀκάνθῃ καὶ ταῖς τοῦ θώρακος πλευραῖς καὶ τῷ προτεταγμένῳ τοῦ

25

.

13

.

2

λάρυγγος ὀστῷ. ἀπὸ δὲ τῆς βάσεως ἀρχομένη τις ῥάχις ταπεινὴ κατὰ μικρὸν προσαυξάνεται μέχρι τῶν κατὰ τὸ ἀκρώμιον ἀνιοῦσα χωρίων·

25

.

13

.

3

συναρθροῦται δ’ αὐτῇ κατὰ τοῦτο ἡ κλείς. καί τινες μὲν τῶν ἀνατο‐ μικῶν αὐτὴν τὴν σύνταξιν [τινὲς] αὐτῶν ὀνομάζουσιν ἀκρώμιον· ἔνιοι
δὲ τρίτον ἕτερον παρ’ ἀμφότερα τὰ συζευγνύμενά φασιν ὀστοῦν ὑπάρ‐ χειν ἐν ἀνθρώποις μόνον εὑρισκόμενον, ὃ κατακλεῖδά τε καὶ ἀκρώ‐

25

.

13

.

4

μιον προσαγορεύουσιν. ὑπὸ δὲ τοῦτο τὸ χωρίον ἀπόφυσίς τις ὑπόκει‐ ται τῆς ὠμοπλάτης, ὀνομάζεται δ’ αὐχὴν ὠμοπλάτης, ᾧ κατὰ πέρας εἰς κοτύλην τινὰ τελευτῶντι τοῦ βραχίονος ἡ κεφαλὴ διαρθροῦται.

25

.

13

.

5

ἔστι δὲ καὶ ἄλλη τις ταύτης ἔσωθεν ἀπόφυσις ὀξεῖα καὶ σμικρά· κα‐ λοῦσι δ’ αὐτὴν οἱ μὲν ἀγκυροειδῆ, οἱ δὲ κορακοειδῆ, διότι τὸ πέρας αὐτῆς ἐκτὸς ἐπινένευκεν ὥσπερ κορώνη. Περὶ κλειδῶν.

25

.

13

.

6

Τοῦ στέρνου τῷ ἄνω πέρατι τῶν κλειδῶν ἑκατέρα διαρθροῦται, σηραγγώδης τε οὖσα καὶ ἀνώμαλος τό τε σχῆμα καὶ τὸ πάχος.

25

.

14

t

Περὶ χειρὸς καὶ βραχίονος.

25

.

14

.

1

Εἰς τρία τὰ μέγιστα τεμνομένης τῆς χειρός, τὸ μὲν βραχίων, τὸ

25

.

14

.

2

δὲ πῆχυς, τὸ δ’ ἄκρα χειρῶν ὀνομάζεται. τὸ μὲν οὖν τοῦ βραχίονος ὀστοῦν ἁπάντων μέγιστον ὑπάρχει πλὴν τοῦ μηροῦ· διαρθροῦται δὲ

25

.

14

.

3

κατ’ ἄμφω τὰ πέρατα. κατὰ μὲν δὴ τὸν ὦμον ἀπόφυσιν ἔχει κεφαλῆς εὐμεγέθους ἐπ’ αὐχένι σμικρῷ, καί τις ἐν αὐτῇ κοιλότης ἐστὶν ὥσπερ τομὴ πλατεῖα κατὰ τὰ πρόσω μέρη, διαιροῦσα τὴν ὅλην κεφαλὴν εἰς δύο μοίρας ὁμοίας κονδύλοις· τὸ κάτω δὲ πέρας εἰς κονδύλους ἀνίσους
5τελευτᾷ, καὶ πρὸς μὲν τὸν ἔξωθεν αὐτῶν ἡ τῆς κερκίδος κεφαλὴ διαρ‐

25

.

14

.

4

θροῦται, πρὸς δὲ τὸν ἔνδον οὐδὲν ὅλως ὀστοῦν συντέτακται. περιφερὴς δ’ ἐστὶν ὁ βραχίων, οὐ μὴν εὐθὺς καὶ ὅμοιος πάντῃ· κυρτὸς μὲν γὰρ εἴς τε τὸ πρόσω καὶ τὸ ἔξω, σιμὸς δ’ ἔνδοθέν τε καὶ ὄπισθέν ἐστιν.

25

.

15

t

Περὶ πήχεως.

25

.

15

.

1

Πῆχυς καλεῖται μὲν καὶ ὅλον τὸ κῶλον τὸ μεταξὺ βραχίονος καὶ καρποῦ, καλεῖται δὲ καὶ τὸ ἕτερον ὀστοῦν τῶν ἐν αὐτῷ τὸ μεῖζον,

25

.

15

.

2

ὅπερ ὑποτέταται θατέρῳ, τῇ κερκίδι προσαγορευομένῃ. αὕτη μὲν οὖν κατὰ τὸ πέρας αὐτῆς τὸ ἄνω περιλαμβάνει τὸν ἔξω τοῦ βραχίονος κόνδυλον ἐπιπολαίῳ κοιλότητι, καὶ ἔστι τῆς διαρθρώσεως ταύτης ἔργον

25

.

15

.

3

ἐπὶ τὸ πρηνές τε καὶ ὕπτιον ὅλην τὴν χεῖρα περιάγειν. ὁ δὲ πῆχυς ἀποφύσεις ἔχει δυοῖν κορωνῶν, ἐλάττονος μὲν τοῦ προσθίου, μείζονος δὲ θατέρου· κοιλότητα δ’ αὗται περιλαμβάνουσι τοῦ πήχεως σιγμοειδῆ, καθ’ ἧς ἐπιβέβηκεν ἡ τροχιλώδης περιφέρεια τοῦ βραχίονος, ἡ μεταξὺ
5τῶν κονδύλων αὐτοῦ, καὶ ἔστι ταύτης τῆς διαρθρώσεως ἔργον ἐκτείνειν

25

.

15

.

4

τε καὶ κάμπτειν ὅλην τὴν χεῖρα. συνδεῖται δὲ καθ’ ἑκάτερον τῶν
περάτων ὁ πῆχυς τῇ κερκίδι συνδέσμοις ἰσχυροῖς, τοὐν μέσῳ δὲ πᾶν

25

.

15

.

5

ἀπ’ ἀλλήλων διεστήκασιν. ἔχει δ’ ἐπίφυσιν ἑκάτερον αὐτῶν κατὰ τὰ πρὸς τῷ καρπῷ μέρη, κυρτὴν μὲν ἔξωθεν, ἔνδοθεν δὲ κοίλην, πῆχυς μὲν κατὰ τὸν μικρὸν δάκτυλον, κερκὶς δὲ κατὰ τὸν μέγιστον· ἐμβαίνει

25

.

15

.

6

δὲ τῇ κοιλότητι ταύτῃ, καὶ ἀρθροῦται πρὸς αὐτὴν ὁ καρπός. ἐκ περιτ‐ τοῦ δὲ τῷ πήχει καὶ ἡ καλουμένη στυλοειδὴς ἀπόφυσίς ἐστι, διαρ‐ θρουμένη καὶ αὐτὴ πρὸς τὸν καρπόν. ἀλλὰ ταύτης μὲν ἔργον αἱ εἰς τὰ πλάγια περιφοραὶ τοῦ καρποῦ, τῆς δ’ ἑτέρας αἱ κατ’ εὐθύ, καθ’ ἃς
5ἐκτείνομέν τε καὶ κάμπτομεν ἄκραν τὴν χεῖρα.

25

.

16

t

Περὶ καρποῦ.

25

.

16

.

1

Ὀκτὼ συντίθησιν ὀστᾶ τὸν καρπὸν ἐπὶ δύο στίχους συγκείμενα,

25

.

16

.

2

σκληρὰ πάντα καὶ μικρὰ καὶ ἀμύελα καὶ πολυειδῆ τὸ σχῆμα. ἡ μὲν οὖν ἄνωθεν μοῖρα τοῦ καρποῦ, τριῶν ὀστῶν οὖσα, περιφερής πως γινομένη, διαρθροῦται πρὸς πῆχύν τε καὶ κερκίδα· ἡ δὲ κάτωθεν μοῖρα, τοῖς τέσσαρσι μὲν ἑαυτῆς ὀστοῖς συνήρθρωται τῷ μετακαρπίῳ·
5τὸ πέμπτον δ’ ἐποχούμενον ἔχει τοῖς μέρεσιν ἐκείνοις τοῦ καρποῦ, καθ’ ἃ μάλιστά ἐστιν ἡ στυλοειδὴς τοῦ πήχεως ἀπόφυσις.

25

.

17

t

Περὶ μετακαρπίου καὶ δακτύλων.

25

.

17

.

1

Τὸ μεταξὺ καρποῦ τε καὶ δακτύλων μετακάρπιον ὀνομάζεται, συναρθρούμενον 〈μὲν πρὸς τὸν καρπόν, διαρθρούμενον δὲ〉 πρὸς τὰς πρώτας τῶν δακτύλων φάλαγγας (οὕτω γὰρ καλεῖται τὰ τῶν δακτύ‐ λων ὀστᾶ· ἔνιοι δὲ σκυταλίδας ὀνομάζουσιν αὐτά), μόνου τοῦ μεγάλου
5δακτύλου τῆς πρώτης φάλαγγος αὐτῷ τῷ καρπῷ διαρθρουμένης ἐκ πλαγίων, ὥστε ἕκαστον 〈τῶν〉 δακτύλων ἐκ τριῶν ὀστῶν συγκεῖσθαι, τῆς προτέρας ἀεὶ φάλαγγος ἐπιβαινούσης κοιλότητι κατὰ τὴν ἀρχὴν τῆς ἑπομένης τεταγμένῃ. εὔλογον γὰρ καὶ τὸν μέγαν ἐκ τριῶν ὀστῶν συγκεῖσθαι λέγειν, καὶ μὴ προσνέμειν τὴν πρώτην αὐτοῦ τῷ μετακαρ‐
10πίῳ φάλαγγα, κατ’ ἄμφω γε τὰ μέρη διηρθρωμένην, ὃ τοῖς μὲν πρώ‐ τοις τῶν δακτύλων ὀστοῖς συμβέβηκεν, οὐ μὴν τοῖς τοῦ μετακαρπίου.

25

.

17

.

2

πεντεκαίδεκα δὲ τὰ τῶν πέντε δακτύλων ἐστὶν ὀστᾶ· ὅσοι δὲ τὸ τρίτον ὀστοῦν τοῦ μεγάλου δακτύλου τῷ μετακαρπίῳ προσνέμουσι, τεσ‐ σαρεσκαίδεκα μὲν εἶναί φασι τὰ τῶν δακτύλων, πέντε δὲ τὰ τοῦ μετακαρπίου.

25

.

18

t

Περὶ τῶν ἀνωνύμων.

25

.

18

.

1

Ταῖς ἐκ τῶν πλαγίων ἀποφύσεσι ταῖς ὀρθίαις τε καὶ μεγάλαις τοῦ πλατέος ὀστᾶ συντέτακταί τινα δύο μηδὲν ἐφ’ ὅλων ἑαυτῶν ὄνομα κείμενον ἔχοντα. τὰ μὲν γὰρ ἄνωθεν αὐτῶν μέρη τὰ πλατέα λαγόνων
ὀστᾶ καλεῖται, τὰ δὲ μετὰ τὴν ἐπίβασιν ἔξωθέν τε καὶ κάτωθεν ἰσχίων
5ὀστᾶ, τὰ δ’ εἰς τὸ πρόσω μέρος ἐντεῦθεν ἀνατεινόμενα, λεπτὰ καὶ διατετρημένα καὶ συμφυόμενα κατὰ τὸ πέρας ἀλλήλοις ἥβης ὀστᾶ.

25

.

18

.

2

κοτύλη δ’ ἐστὶν ἐν ἑκατέρῳ τῶν ἰσχίων εὐμεγέθης, ἰσχυροτάτῳ συν‐ δέσμῳ συμπεφυκυῖα τῇ τοῦ μηροῦ κεφαλῇ.

25

.

19

t

Περὶ μηροῦ.

25

.

19

.

1

Τὸ κατὰ μηρὸν ὀστοῦν μέγιστον μὲν ἁπάντων ἐστὶ τῶν κατὰ τὸ ζῷον· διαρθροῦται δ’ ἄνω μὲν πρὸς ἰσχίον, κάτω δὲ πρὸς κνήμην.

25

.

19

.

2

ἔστι δ’ ὅλος ὁ μηρὸς τῷ σχήματι κυρτὸς μὲν ἐν τοῖς 〈πρόσω καὶ

25

.

19

.

3

ἔξω, σιμὸς δ’ ἐν τοῖσ〉 ὀπίσω καὶ ἔνδον. ἀποφύσεις ἔχει δύο μικρὸν ὑποκάτω τοῦ αὐχένος, ἃς τροχαντῆρας ὀνομάζουσι, πολλῷ δὲ μείζονα τὴν ἔξωθεν, ᾗ γλουτὸς ὄνομα.

25

.

20

t

Περὶ κνήμης.

25

.

20

.

1

Ἡ κνήμη· καλεῖται μὲν οὕτω καὶ ὅλον τοῦ σκέλους τὸ μέσον ὅσον ἐστὶ γόνατός τε μεταξὺ καὶ ἀστραγάλου· καλεῖται δὲ καὶ τὸ μεῖζον

25

.

20

.

2

ὀστοῦν ἐν αὐτῷ. τέτακται δ’ ἔσωθεν τοῦτο, καὶ πρὸς μόνον αὐτὸ διαρθροῦται ὁ μηρός· τὸ γὰρ ἔξωθεν ὀστοῦν, ἡ περόνη καλουμένη, καὶ τῷ πάχει μὲν ἀποδεῖ τῆς κνήμης συχνῷ, καὶ τῷ μήκει δ’ οὐκ

25

.

20

.

3

ἐξικνεῖται πρὸς τὸ γόνυ. συναρθροῦται δὲ τῇ κνήμῃ κατ’ ἄμφω τὰ

25

.

20

.

4

πέρατα· τὸ δ’ ἐν τῷ μέσῳ πᾶν ἀφεστήκασιν ἀλλήλων. ὅσον δ’ ἄσαρ‐ κόν τε καὶ λεπτὸν ἐν τοῖς πρόσω τῆς κνήμης ἐστίν, ἀντικνήμιον ὀνομά‐ ζεται· τὰ δὲ κάτωθεν αὐτοῦ πέρατα κνήμης τε καὶ περόνης σφυρά· τὰ δὲ κυρτὰ πάλιν ἐνταῦθα παντελῶς ἄσαρκα καὶ τῶν ἄλλων ἐκκεί‐
5μενα καλοῦσιν ἀστραγάλους οἱ πολλοί, τοῦ παντὸς ἁμαρτάνοντες· ὁ γὰρ ἀστράγαλος ὑπὸ τούτων ἑκατέρωθεν περιλαμβάνεται σκεπόμενος πανταχόθεν, ὥστε οὐκ ἂν ἅψαιο αὐτοῦ· πέρατα δ’ ἐστὶ ταῦτα τῶν κνήμης τε καὶ περόνης ἀποφύσεων, κυρτὰ μὲν ἔξωθεν, ὥσπερ καὶ φαίνεται, κοῖλα δ’ ἔνδοθεν.

25

.

21

t

Περὶ ἐπιγονατίδος.

25

.

21

.

1

Κατὰ τῆς μηροῦ καὶ κνήμης διαρθρώσεως ἔξωθεν ὀστοῦν χον‐ δρῶδες ἐπίκειται, περιφερὲς τῷ σχήματι, τὰ κυρτὰ μὲν καὶ οἷον κον‐ δυλώδη τῶν ὑποκειμένων ὀστῶν περιλαμβάνον ἐπιτηδείαις κοιλότησιν, ἐξοχῇ δέ τινι βραχείᾳ τὴν μηροῦ τε καὶ κνήμης εὐρυχωρίαν καταλαμ‐

25

.

21

.

2

βάνον. ὀνομάζουσι δὲ τὸ ὀστοῦν τοῦτό τινες μὲν ἐπιγονατίδα, τινὲς
δ’ ἐπιγουνίδα, τινὲς δὲ μύλην.

25

.

22

t

Περὶ τῶν κατὰ τὸν πόδα ὀστῶν.

25

.

22

.

1

Ὑπὸ τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων ἀποφύσεων ἐπὶ τοῖς κάτω πέρασι κνήμης τε καὶ περόνης ὁ ἀστράγαλος περιλαμβάνεται, τὸ τέτρω‐

25

.

22

.

2

ρον αὐτοῦ καλούμενον ἄνω νενευκὸς ἔχων. ὑπόκειται δ’ αὐτῷ τὸ μέγιστον ὀστοῦν τῶν ἐν ποδί, καλεῖται δὲ πτέρνα, τὰ μὲν περιφερῆ τοῦ ἀστραγάλου περιλαμβάνουσα, δύο δέ τινας ἐξοχὰς εἰς ἐπιτηδείας

25

.

22

.

3

ἐκείνου κοιλότητας ἐναρμόζουσα. τῶν πρόσω δ’ αὐτῆς μερῶν τὸ μὲν κατ’ εὐθὺ τοῦ μεγάλου δακτύλου ὑποβέβληταί τε τῇ κεφαλῇ τοῦ ἀστραγάλου καὶ οὐδὲν ἑαυτῷ συνταττόμενον ὀστοῦν ἔχει, τὸ δ’ ὡς κατὰ μικρὸν δάκτυλον πέρας αὐτῆς ὀστῷ τινι συναρθροῦται κυβοειδεῖ

25

.

22

.

4

προσαγορευομένῳ. παρατέταται δ’ ἐκ τῶν ἐντὸς μερῶν τῷ σκαφοειδεῖ, ἀλλ’ ἐκεῖνο μὲν κοῖλόν ἐστι, καθ’ ἃ διαρθροῦται πρὸς ἀστράγαλον, τὸ

25

.

22

.

5

δὲ κυβοειδὲς τοῦτο κυρτόν. ἐφεξῆς δ’ ἐστὶν ὀστᾶ τρία μικρὰ συναρθρού‐ μενα τῷ κάτω πέρατι τοῦ σκαφοειδοῦς, οἷς καὶ αὐτοῖς ἔξωθεν συμ‐

25

.

22

.

6

παρεκτείνεται τὸ κυβοειδές. καὶ μετὰ ταῦτα τὰ τέτταρα παύεται μὲν ὁ ταρσὸς τοῦ ποδός, ἄρχεται δὲ τὸ καλούμενον πεδίον ἐκ πέντε συγκείμενον ὀστῶν, οἷς ἐφεξῆς εἰσιν οἱ δάκτυλοι τοῦ ποδὸς ἐκ τριῶν ἅπαντες φαλάγγων ὁμοίως τοῖς κατὰ τὰς χεῖρας συγκείμενοι, πλὴν
5τοῦ μεγάλου· μόνος γὰρ οὗτος ἐν αὐτοῖς ἐκ δυοῖν ὀστῶν ἐγένετο.

25

.

22

.

7

ταῦτα ἀρκεῖν μοι δοκεῖ περὶ ὀστῶν ἐπίστασθαι· καὶ γὰρ εἴ τι κατ’ ἄλλο μόριον ὀστοῦν μικρὸν εὑρίσκοιτο, καθάπερ ἐν καρδίᾳ τε καὶ λάρυγγι καὶ ῥινὶ καὶ κατὰ τοὺς δακτύλους, καὶ εἴ τι τοιοῦτον ἕτερον, οὐκ ἀνάγκη νῦν λέγεσθαι.

25

.

23

t

Περὶ τῶν κατὰ χείλη μυῶν.

25

.

23

.

1

Οἱ μὲν τῶν χειλῶν μύες, οἵπερ δὴ καὶ ἀκριβῶς ἀναδείκνυνται

25

.

23

.

2

τῷ ταύτῃ δέρματι, τέτταρές εἰσι τὸν ἀριθμόν. ἐκ μὲν τῶν ἄνωθεν μερῶν εἷς ἑκατέρωθεν, ἀπὸ τῶν μήλων καταφερόμενοι λοξοί, ἐκ δὲ τῶν κάτωθεν ἀπὸ τῆς γένυος ἄκρας, ἵναπέρ ἐστι τὸ καλούμενον γέ‐ νειον, εἷς κἀνταῦθα καθ’ ἑκάτερον μέρος, ὁ μὲν ἐκ τῶν δεξιῶν, ὁ

25

.

23

.

3

δ’ ἐκ τῶν ἀριστερῶν. εἰ μὲν δὴ ἀμφότεροι ταθεῖεν οἱ ἄνωθεν, ἀνα‐ σπᾶται τὸ ἄνω χεῖλος, εἰ δ’ ὁ ἕτερος μόνος, παρασπᾶται πρὸς ἐκεῖνον.

25

.

23

.

4

οὕτω δὲ καὶ τῶν κάτωθεν ἀμφοῖν μὲν ταθέντων, κατασπᾶται τὸ χεῖλος

25

.

23

.

5

τὸ κάτω, θατέρου δὲ μόνον, παρασπᾶται. καὶ τῶν μὲν ἐκτὸς ἰνῶν ἐκτεινομένων, ἐκτρέπεσθαι συμβαίνει τοῖς χείλεσιν, ἐντρέπεσθαι δὲ καὶ ὑποπτύσσεσθαι διὰ τῶν ἐντός· ὀκτὼ δὲ τὰς πάσας γίνεσθαι κινήσεις ὑπὸ
τῶν τεττάρων μυῶν, λοξὰς μὲν τέτταρας, εὐθείας δ’ ἄλλας τοσαύτας.

25

.

24

t

Περὶ τῶν ὑπὸ τῷ δέρματι τοῦ τραχήλου μυῶν κινούν‐ των τὰς γνάθους.

25

.

24

.

1

Ὅπως δ’ ἐπὶ πλεῖστον οὐχ αὗται μόνον, ἀλλὰ καὶ σὺν αὐταῖς αἱ κατὰ τὰς γνάθους ἐπιτελοῖντο, μῦν πλατὺν καὶ λεπτὸν ἡ φύσις ἔξωθεν ἐπέτεινεν, ἕνα καθ’ ἑκάτερον μέρος, εἴς τε τὰς γνάθους καὶ τὰ χείλη τελευτῶντας, ἠγνοημένους ἅπασι τοῖς ἀνατομικοῖς· ἄρχονται
5δ’ ἀπὸ τῆς κατὰ τὸν τράχηλον ἀκάνθης ὑποτεταμένοι παντὶ τῷ περὶ

25

.

24

.

2

τὸν τράχηλον ἐν κύκλῳ δέρματι. κινοῦσι δ’ ἅμα τοῖς χείλεσι τὰς

25

.

24

.

3

γνάθους, ἡσυχαζούσης τῆς κάτω γένυος. ἔνεστι δὲ τῷ βουληθέντι τοὺς ὀδόντας ἐπ’ ἀλλήλων ἐρείσαντι τῶν γνάθων ἑκατέραν ἕλκειν ἐπὶ τἀναντία πρὸς τὰ τοῦ τραχήλου πλάγια· συμβήσεται γὰρ ἐν τούτῳ καὶ αὐτὸ τὸ δέρμα τείνεσθαι, πρὸς ἀκρώμιον μάλιστα καὶ τὸ ταύτῃ
5πέρας τῆς κλειδός, ἤδη δὲ καὶ πρὸς τὰ πλάγια τοῦ τραχήλου πάντα.

25

.

24

.

4

καὶ τοῖς σπασθήσεσθαι δὲ μέλλουσιν οὗτοι πρῶτοι οἱ μύες ἐντείνονται, καὶ οἱ κυνικοὶ καλούμενοι σπασμοὶ τούτων μάλιστα πάθος εἰσίν.

25

.

24

.

5

ὀνομαζέσθω δ’ ὑφ’ ἡμῶν σαφοῦς ἕνεκα διδασκαλίας μυῶδες πλάτυσμα.

25

.

25

t

Περὶ τῶν τῆς ῥινὸς μυῶν.

25

.

25

.

1

Τοὺς κινοῦντας τὰ τῆς ῥινὸς πτερύγια σαφῶς ἀποφαίνεσθαι χρὴ μῦς εἶναι τοιούτους τὴν φύσιν, οἷόνπερ καὶ τὸν πλατὺν μῦν, ὃν ἡμεῖς εὕρομεν· ὑπόκεινται γὰρ κἀνθάδε τῷ δέρματι συμφυεῖς ἶνες, ὑφ’ ὧν

25

.

25

.

2

κινεῖται. μικροὶ δ’ εἰσὶ παντάπασιν, ἀρχόμενοι μὲν καὶ αὐτοὶ κατὰ τὰ μῆλα, καταφυόμενοι δ’ εἰς τὸ καθ’ ἑαυτὸν ἑκάτερος τῆς ῥινὸς πτερύ‐

25

.

25

.

3

γιον ἀνοιγνύντες αὐτό. συστέλλεται δ’ ὑπ’ οὐδενὸς μυὸς ἡ ῥίς, ἀλλ’ ὅταν οἱ προειρημένοι μύες ἐνεργοῦντες παύσωνται, τὴν μέσην τηνικαῦτα λαμβάνει κατάστασιν. ἐπέκεινα δ’ αὐτῆς ὑπ’ οὐδενὸς ἀπάγεται μυός, ἀλλ’ ἐν ταῖς σφοδροτέραις εἰσπνοαῖς τῇ ῥύμῃ τοῦ πνεύματος ἕπεται
5τὰ πτερύγια· κάτω μέντοι κατασπᾶται τοῖς χείλεσιν ἀκολουθοῦσα κατὰ προσάρτησιν.

25

.

26

t

〈Περὶ〉 τῆς ὑπὸ τῷ δέρματι τοῦ μετώπου μυώδους φύσεως.

25

.

26

.

1

Καὶ μὲν δὴ καὶ τῷ τοῦ μετώπου δέρματι μυώδης φύσις ὑποτέ‐ ταται λεπτὴ συμφυὴς αὐτῷ· διὸ πᾶν τὸ περὶ τὸ πρόσωπον δέρμα
κινεῖται, κἂν ἀκίνητος ἡ γένυς φυλάττηται.

25

.

27

t

Περὶ τῶν κατὰ τὸν ὀφθαλμὸν μυῶν.

25

.

27

.

1

Ὁ μὲν δὴ περὶ τῇ βάσει μῦς, εἴτε ἕνα τις αὐτὸν φήσειεν εἴτε διπλοῦν ἢ τριπλοῦν εἴτε δύο ἢ τρεῖς συμφυεῖς, εἰς τὸ στηρίζειν τὸν ὀφθαλμόν ἐστι χρήσιμος, ἐπειδὰν μάλιστα κατ’ εὐθὺ βλέπειν ἀκριβῶς

25

.

27

.

2

τι μικρὸν σῶμα δεηθῶμεν. ἔτι μὴν σφίγγει τε καὶ φρουρεῖ τὴν τοῦ

25

.

27

.

3

νεύρου τοῦ μαλακοῦ κατάφυσιν. εἰ γοῦν τινος θεάσει προπετέστερον ὀφθαλμόν, εἰ μὲν ἔτι βλέποι, καὶ χωρὶς πληγῆς εἴη τὸ πάθημα γεγονός, ἐκτεταμένον ἴσθι τὸ μαλακὸν ἐκεῖνο νεῦρον ἐπὶ παραλύσει τοῦ μυός,

25

.

27

.

4

εἰ δὲ μηκέτι βλέποι, καὶ αὐτὸ τὸ νεῦρον ἤδη πεπονθός. εἰ δὲ διὰ πληγὴν σφοδρὰν συμβαίη προπετῆ γενέσθαι τὸν ὀφθαλμόν, εἰ μὲν ἔτι

25

.

27

.

5

βλέποι, ὁ μῦς αὐτὸς μόνος, εἰ δὲ μηκέτι, τὸ νεῦρον ἀπέρρωγεν. οἱ δ’ ἄλλοι πάντες οἱ κινοῦντες αὐτὸν ἓξ τὸν ἀριθμὸν ὑπάρχουσιν, εὐθειῶν μὲν κινήσεων οἱ τέτταρες ἐξηγούμενοι, δύο δ’ οἱ λοιποὶ περιστρέφον‐ τες ὅλον τὸν ὀφθαλμόν. ἀλλ’ οὗτοι μὲν ἀπὸ τῶν κατὰ τὸν μέγαν
5κανθὸν ὁρμώμενοι χωρίων ἐπὶ τὸν μικρὸν ἀφικνοῦνται· τῶν δ’ ἄλλων τῶν τεττάρων ὁ μὲν ἀνατείνειν αὐτόν, ὁ δὲ καθέλκειν, ὁ δὲ τῇ ῥινὶ προσάγειν, ὁ δ’ ἐκτὸς ἐπισπᾶσθαι πέφυκεν.

25

.

28

t

Περὶ τῶν κινούντων τὰ βλέφαρα μυῶν.

25

.

28

.

1

Ὑπὸ τῷ δέρματι τῷ καλύπτοντι τὰ βλέφαρα ὑμένες εἰσὶ λεπτοί, σκέποντες μὲν καὶ αὐτοὺς τοὺς κινοῦντας τὸ βλέφαρον μῦς, μικροὺς παντελῶς ὑπάρχοντας· συνεπεκτείνονται δ’ αὐτῶν καὶ ταῖς ἀπονευρώ‐

25

.

28

.

2

σεσι ταῖς εἰς τὸν ταρσὸν καταφυομέναις. τῶν δὲ μυῶν ὁ μὲν ἕτερος κατὰ τὸν μέγαν κανθὸν πρὸς τῇ ῥινὶ τεταγμένος πλάγιος εἰς τὸ ταύτῃ μέρος ἥμισυ καθήκει τοῦ ταρσοῦ, ὁ δ’ ἕτερος, λοξὸς μὲν καὶ αὐτός, ἀλλὰ τῷ μικρῷ κανθῷ παρατεινόμενος, εἰς τὸ λοιπὸν τοῦ ταρσοῦ

25

.

28

.

3

μέρος ἥμισυ τὸ καθ’ ἑαυτὸν ἐμβάλλει. καὶ τοίνυν ὅταν μὲν ὁ πρότερος εἰρημένος ἐνεργῇ, καθέλκει τὸ συνεχὲς αὐτοῦ μέρος τοῦ βλεφάρου τὸ

25

.

28

.

4

πρὸς τῇ ῥινί, ὅταν δ’ ὁ ἕτερος, τὸ λοιπὸν ἀνέλκει. εἰ μὲν οὖν ἑκάτεροι κατὰ τὸν αὐτὸν τείνοιεν χρόνον ὁμοῦ τὸ βλέφαρον, ἄνω μὲν αὐτοῦ τὸ κατὰ τὸν μικρὸν ἀνασπασθήσεται κανθόν, κάτω δ’ ἀχθήσεται τὸ κατὰ τὸν μέγαν, ὡς μηδὲν μᾶλλον ἀνεῷχθαι 〈τὸν ὀφθαλμὸν ἢ κεκλεῖ‐
5σθαι〉, καὶ τοῦτό ἐστι τὸ πρὸς Ἱπποκράτους καμπύλον ὀνομαζό‐ μενον βλέφαρον, ὃ δὴ καὶ κακοῦ μεγάλου σημεῖον ἐν τοῖς νοσοῦσι

25

.

28

.

5

τίθεται. καί που τὴν διαστροφὴν αὐτοῦ ταύτην ἴλλωσιν ὀνομάζει, καὶ γίνεται τὸ πάθημα τῶν μυῶν ἑκατέρου σπωμένου τε καὶ πρὸς ἑαυτὸν

25

.

28

.

6

ἕλκοντος τὸ συνεχὲς μέρος τοῦ ταρσοῦ. εἰ δ’ ὁ μὲν ἕτερος ἐνεργεῖ μῦς, ἐφ’ ἑαυτὸν ἕλκων τὸ βλέφαρον, ὁ δ’ ἕτερος ἡσυχάζει τελείως, ἀνοίγνυσθαι τηνικαῦτα καὶ κλείεσθαι συμβαίνει τῷ παντὶ βλεφάρῳ· συνεφέλκεται γὰρ τὸ καθ’ ἕτερον μέρος τοῦ ταρσοῦ κινούμενον ἅμα

25

.

28

.

7

ἑαυτῷ καὶ τὸ λοιπόν. τὰ μὲν δὴ κατὰ τὸ ἄνω βλέφαρον ὧδε ἔχει· τῷ κάτω δ’ οὐ μέτεστι κινήσεως, ἀλλ’ ἀπὸ τῶν περὶ τὸν ὀφθαλ‐ μὸν ἔσφιγκται προστετυπωμένον αὐτῷ καὶ περικείμενον ἀκριβῶς καὶ

25

.

28

.

8

ῥᾳδίως ἐκθλίβειν πάντα τὰ περιττώματα δυνάμενον. τὴν μὲν δὴ περὶ τὰ βλέφαρα τέχνην τῆς φύσεως ἐξευρηκέναι τε καὶ καλῶς ἐξηγήσασθαι δοκοῦσιν οἱ ἄριστοι τῶν ἀνατομικῶν, ὡς εἴρηται νῦν· ἐγὼ δ’ ἐπειθό‐ μην ἂν αὐτοῖς τὸ σύμπαν, εἰ τὸν παρὰ τῷ μεγάλῳ κανθῷ μῦν ἐμαυ‐
5τὸν ἀκριβῶς ἔπειθον ἑωρακέναι· νυνὶ δέ—οὔτε γὰρ ἐκεῖνον ἤδη πω σαφῶς εἶδον, ἔν τε ταῖς τῶν αἰγιλώπων χειρουργίαις οὐ μόνον ἐκ‐ κόπτεται πολλάκις, ἀλλὰ καὶ καίεται σύμπαν ἐκεῖνο τὸ χωρίον, ὡς λεπίδας τῶν ὑποκειμένων ὀστῶν ἀφίστασθαι, μηδὲν εἰς τὴν κίνησιν ἐμποδιζομένου τοῦ βλεφάρου· διὰ τοῦτό μοι δοκῶ προσδεῖσθαι σκέψεως.

25

.

29

t

Περὶ τῶν τὴν κάτω γένυν κινούντων μυῶν.

25

.

29

.

1

Τέτταρες συζυγίαι μυῶν τὴν κάτω γένυν κινοῦσιν, ἀνατείνοντες μὲν οἱ κροταφῖται καλούμενοι καὶ οἱ ἔνδον τοῦ στόματος, εἰς δὲ τὰ πλάγια παράγοντες οἱ κατὰ τὰς γνάθους, οὓς μασητῆρας ὀνομάζουσιν, ἀπὸ τῆς χρείας τοὔνομα θέμενοι, κατασπῶντες δ’ οἱ λοιποὶ δύο.
5ἀλλ’ οὗτοι μὲν στενοί τέ εἰσι καὶ προμήκεις, ἀρχόμενοι μὲν ὄπισθέν τε καὶ κάτω τῶν ὤτων, διὰ δὲ τοῦ τραχήλου πρόσω φερόμενοι, κἄπειτα ἐς ταὐτὸν ἀλλήλοις ἰόντες, ἵνα δὴ καὶ καταφύονται τῇ γένυϊ

25

.

29

.

2

διοίγοντες αὐτήν, ἐπειδὰν ταθῶσιν. οὗτοι μόνοι συμπάντων μυῶν

25

.

29

.

3

σαρκώδη μὲν ἔχουσι τὰ πέρατα, τὸ μέσον δ’ ἀκριβῆ τένοντα. τῶν δ’ ἄλλων τριῶν συζυγιῶν εὐρώστων τε ἅμα καὶ μεγάλων οὐσῶν οἱ μὲν κροταφῖται καθήκουσιν εἴς τε τὰς κορώνας ἄκρας τῆς γένυος, εἷς ἑκατέρωθεν, εἴς τε τὴν γένυν αὐτὴν παρὰ τὴν ἔκφυσιν τῆς κορώνης,
5ἰσχυραῖς ἀπονευρώσεσιν ἐμφυόμενοι· δι’ ὧν τήν τε γένυν ἀνασπῶσι καὶ κλείουσι τὸ στόμα, καὶ διὰ τοῦτο καὶ τούτους τοὺς μῦς ἔνιοι μαση‐

25

.

29

.

4

τῆρας ὀνομάζουσιν. μάλιστα δ’ οὗτοι πάντων μυῶν καὶ οἱ τῶν ὀφθαλ‐ μῶν, ἐπειδὰν πάθωσι, σπασμοὺς καὶ πυρετοὺς καὶ κάρους καὶ παρα‐ φροσύνας ἐπιφέρουσι, διότι τῆς ἀρχῆς τῶν νεύρων ἐγγυτάτω πεφύκασιν.

25

.

29

.

5

οἱ δ’ ἐντὸς τοῦ στόματος μύες ἐπιβεβήκασι μὲν τοῖς πλατέσι τε καὶ κοίλοις τῆς κάτω γένυος, ἀνατείνονται δ’ ἐπὶ τὴν ὑπερῴαν ἐμφυόμενοι
τοῖς ἐνταῦθα κοίλοις ὀστοῖς, ἃ περιλαμβάνουσιν αἱ πτερυγώδεις ἐκ‐

25

.

29

.

6

φύσεις· ἔστι δ’ αὐτοῖς ἐνταῦθα καὶ τένων τις εὔρωστος. ὅλον δὲ τὸ πλάγιον μέρος τῶνδε 〈τῶν〉 μυῶν συμπέφυκε τοῖς κροταφίταις· καὶ μέντοι καὶ τὴν αὐτὴν ἐνέργειαν ἔχουσιν αὐτοῖς, ἀνασπῶντες ἐκ τῶν

25

.

29

.

7

ἔνδοθεν μερῶν τὴν κάτω γένυν. λοιποὶ δ’ οἱ δύο μύες ἔξωθεν ἐπι‐ βέβληνται τῷ μήκει τῆς κάτω γένυος, παραφερόμενοί τε καὶ κατα‐ φυόμενοι, διὰ τὰς ἐν ταῖς μασήσεσιν περιφορὰς τῆς γένυος ὑπὸ τῆς

25

.

29

.

8

φύσεως γενόμενοι καὶ τῶν γνάθων τὸ σαρκῶδες ἐργαζόμενοι. δεόντως οὖν ὀνομάζουσι τοὺς μῦς τούτους μασητῆρας, εἰ καὶ ὅτι μάλιστα ταύ‐

25

.

29

.

9

της καὶ τοῖς κροταφίταις μέτεστι τῆς προσηγορίας. ἐκεῖνοι μὲν γὰρ ἓν μόνον τοῦτο ἔργον ἐν ταῖς μασήσεσι παρέχονται, σφοδρῶς ἀλλήλοις συμβάλλειν τοὺς ὀδόντας, ᾧ συνέπεται θραύειν, εἴ τι μεταξὺ παρα‐ κέοιτο, καὶ ὥσπερ ὑπὸ μυλῶν τῶν γομφίων λειοῦσθαι τὴν τροφήν·

25

.

29

.

10

τῶν μασητήρων δ’ ἔργον μυῶν τὸ μασᾶσθαι. οὗτοι δ’ αὐτοὶ καὶ μετα‐ βάλλουσι τὰ σιτία, καὶ τὰ τῶν ὀδόντων ἀποπίπτοντα πάλιν αὐτοῖς ἐπιβάλλουσι, τεινόμενοί τε καὶ προσστελλόμενοι, τῶν κροταφιτῶν μυῶν

25

.

29

.

11

μηδὲν εἰς τοῦτο ἔτι συμβαλλομένων. ἀλλ’ ἡ γλῶττα μὲν οὐ σμικρὰ διαπράττεται περὶ τὴν ἐνέργειαν ταύτην, οἷα χεὶρ ἀεὶ μεταβάλλουσα καὶ στρέφουσα τὴν ἐν τῷ στόματι τροφὴν ὑπὲρ τοῦ πᾶν ὁμοίως αὐτῆς

25

.

29

.

12

καταθραύεσθαι μέρος. ἔξωθεν δ’ εἷς ἑκατέρωθεν ὁ μασητὴρ οὗτος μῦς

25

.

29

.

13

οἷον ἑτέρα τις χεὶρ ἐπίκουρος τῆς γλώσσης παρεσκεύασται. μεγίστην δ’ εἰς τοῦτο βοήθειαν παρέχει τὰ κάτω πέρατα τῶν γνάθων τὰ δερ‐ ματώδη τὰ πρὸς τοῖς χείλεσιν, εἰς ἃ καθήκουσιν οἱ λεπτοὶ καὶ πλα‐ τεῖς μύες.

25

.

30

t

Περὶ τῶν εἰς τὰς ὠμοπλάτας ἐκ τῆς κεφαλῆς ἐμφυομέ‐ νων μυῶν.

25

.

30

.

1

Πρῶτοι πάντων ἀφαιρεθέντος τοῦ μυώδους πλατύσματος, ἐκ τοῦ κατ’ ἰνίον ὀστοῦ τῆς κεφαλῆς ἐκφυόμενοι φαίνονται δύο μύες ἀλλή‐ λων ψαύοντες, εἷς ἑκατέρωθεν, ὁ μὲν ἐκ τῶν δεξιῶν τοῦ ζῴου μερῶν,

25

.

30

.

2

ὁ δ’ ἐξ ἀριστερῶν. ἔστι δ’ ἡ ἔκφυσις αὐτῶν ἰσχνὴ καὶ πλατεῖα, κατὰ γραμμὴν ἐγκαρσίαν ἐπ’ ὦτα φερομένη· οὐ μὴν ἐξικνεῖταί γε πρὸς

25

.

30

.

3

ἑκάτερον τῶν ὤτων, ἀλλ’ ἐλάττων ἐστὶ συχνῷ. ἐντεῦθεν ὁρμηθέντες οἱ δύο μύες ἀεὶ καὶ μᾶλλον πλατύνονται καὶ τελευτῶντες ἐμφύονται ταῖς ῥάχεσι τῶν ὠμοπλατῶν ἄχρι τοῦ καθ’ ἑκάτερον τοῦ ἀκρωμίου,

25

.

30

.

4

συνεπιλαμβάνοντές τι τῶν κλειδῶν. τούτους τοὺς μῦς ἰδεῖν ἔστιν ἐπὶ τῶν γυμναστικῶν ἐναργῶς καὶ πρὸ τῆς ἀνατομῆς· εὐτραφέστατοι γὰρ γίνονται καὶ σύμπαντα καταλαμβάνουσι τὸν αὐχένα. τὸ δ’ ἔργον αὐτῶν

25

.

30

.

5

τὰς ὠμοπλάτας ἐπὶ τὴν κεφαλὴν ἀνέλκειν. μετὰ δὲ τὴν τῶν προ‐ ειρημένων ἔκφυσιν ἐκτμηθεῖσαν ὑπόκειταί τις ἑτέρα συζυγία μυῶν ἰσχνῶν καὶ μακρῶν, λεπτὴ μὲν καὶ πλατεῖα κατὰ τὴν ἔκφυσιν, ἀεὶ δ’ ἐν τῷ προϊέναι στρογγυλοτέρα γινομένη· τὸ μὲν μῆκος ἴσον τοῖς
5προειρημένοις (ἀρχόμενοι γὰρ ἐκ τῆς αὐτῆς χώρας τοῦ κατ’ ἰνίον ὀστοῦ τῆς κεφαλῆς ἐμφύονται τῇ μετεώρῳ γωνίᾳ τῆς κατὰ τὴν ὠμο‐ πλάτην βάσεως). εὖρος δ’ οὐκ ἴσον αὐτοῖς, ἀλλὰ παμπόλλῳ τινὶ λειπό‐

25

.

30

.

6

μενον. τελευτῶν δ’ ἑκάτερος μῦς λεπτὸν ἀποφύει τένοντα κατὰ τὴν ἀρχὴν τῆς βάσεως τῆς ὠμοπλάτης ἀκριβῶς στρογγύλον οἷόνπερ νεῦρον, ὅστις ἐκ τῶν ἔνδον μερῶν παραφερόμενος τῇ βάσει καὶ προελθὼν ἄχρι τοῦ ἡμίσεως αὐτῆς, οὕτως ἤδη τὴν ἔμφυσιν εἰς αὐτὸ τὸ τῆς βάσεως

25

.

30

.

7

ὀστοῦν ποιεῖται. ἡ χρεία δ’ αὐτοῦ τῆς ὠμοπλάτης 〈τὴν βάσιν κατ’ εὐθὺ ἀνέλκειν〉 τῆς κεφαλῆς· οἱ δέ γε πρότεροι μύες οὐ μόνην τὴν βάσιν, ἀλλ’ ὅλην αὐτὴν ἀνέλκουσιν.

25

.

31

t

Περὶ 〈τῶν τὴν〉 ὠμοπλάτην κινούντων μυῶν.

25

.

31

.

1

Ἑπτὰ μύες εἰσὶν οἱ κινοῦντες ἑκατέραν τῶν ὠμοπλατῶν, δύο μὲν ἀπ’ ἰνίου καταφερόμενοι, περὶ ὧν ἔμπροσθεν εἶπον, ἕτερος δὲ τρίτος ἀπὸ τῆς εἰς τὸ πλάγιον ἐξοχῆς τοῦ πρώτου σπονδύλου, τέταρτος δ’ ἀπὸ τοῦ τὸν λάρυγγα περιέχοντος ὀστοῦ, καὶ δύο ἄλλοι τὴν ἔκ‐
5φυσιν ἐκ τῆς κατὰ τὸν νῶτον ἀκάνθης ἔχοντες, ἕβδομος δ’ ἀπὸ τῆς ὀσφύος ἀναφερόμενος ἐπὶ τὴν κατ’ ὦμον διάρθρωσιν μέγιστος μῦς, οὗ τὴν φύσιν ἅπασαν ἐν τοῖς ἑξῆς διηγήσομαι κατ’ ἐκεῖνο τοῦ λόγου τὸ μέρος ἔνθα δίειμι περὶ τῶν τὸ κατ’ ὦμον ἄρθρον κινούντων μυῶν.

25

.

31

.

2

ἐμφύεται δ’ ὁ μὲν ἐκ τοῦ πρώτου σπονδύλου τὴν ἔκφυσιν ἔχων εἰς τὸ τῆς ἐν ὠμοπλάτῃ ῥάχεως πέρας, ὅσον ὑψηλόν ἐστι πρὸς ἀκρωμίῳ

25

.

31

.

3

σχεδὸν εἰς τὸ τρίτον που μέρος ὅλης αὐτῆς. ἔστι δὲ σαρκοειδής τε καὶ ἥκιστα πλατὺς οὗτος ὁ μῦς καὶ προσάγει τὴν ὠμοπλάτην τοῖς πλαγίοις

25

.

31

.

4

μέρεσι τοῦ τραχήλου. ὁ δ’ ἐκ τοῦ περιέχοντος ὀστοῦ τὸν λάρυγγα τὴν ἔκφυσιν ἔχων εἰς ἐκεῖνο μάλιστα τῆς κατ’ ὠμοπλάτην ὑψηλῆς ἐκφύεται πλευρᾶς, ἵναπερ ἡ ἀρχὴ τῆς ἀγκυροειδοῦς ἀποφύσεώς ἐστιν. στενὸς καὶ μακρὸς μῦς οὗτος ὑπάρχει καὶ προσάγει τὴν ὠμοπλάτην εἰς τὸ
5πρόσω τοῦ τραχήλου πρὸς τὴν ἰδίαν ἀρχήν, ὅπερ κοινόν ἐστιν ἁπάν‐

25

.

31

.

5

των τῶν μυῶν. ὁ δ’ ἀπὸ τῶν πλευρῶν τε καὶ τῆς ὀσφύος ἐπὶ τὴν κατὰ τὸν ὦμον διάρθρωσιν ἀναφερόμενος μῦς τῇ τε βάσει τῆς ὠμοπλά‐ της ὁμιλῶν ὅλῃ καὶ τοῖς σιμοῖς τοῖς κατὰ τὴν ταπεινοτέραν πλευρὰν κάτωθέν τε 〈καὶ〉 πρόσθεν ἐφ’ ἑαυτὸν ἐκ τούτων τῶν λαβῶν ἐπι‐

25

.

31

.

6

σπᾶται τὴν ὅλην ὠμοπλάτην εἴς τε τὰ κάτω καὶ πρόσω. τῶν δ’ ὑπο‐
λοίπων δύο μυῶν ὁ μὲν ἐπιπολῆς ἐξ ἁπάντων ἐκφυόμενος τῶν τοῦ θώρακος σπονδύλων εἰς τὸ κάτω μέρος ἐκφύεται τῆς ῥάχεως αὐτῆς, ὁ δ’ ὑπ’ αὐτῷ κείμενος ἐκφύεται μὲν ἔκ τε τῶν ἑπτὰ τοῦ θώρακος
5σπονδύλων καὶ προσέτι τῶν ἐν τραχήλῳ πέντε, καταφύεται δ’ εἰς

25

.

31

.

7

ὅλον τὸ χονδρῶδες τῆς βάσεως. ἀπάγει μὲν οὖν ἑκάτερος αὐτῶν ὀπίσω τὴν ὠμοπλάτην, ἀλλ’ ὁ μὲν πρότερον ῥηθεὶς σὺν τῷ κατασπᾶν, ὁ δὲ δεύτερος ὡς ἐπὶ τὸν τράχηλον ἀνέλκων· εἰ δ’ ἄμφω ταθεῖεν, ὀπίσω πρὸς τὴν ῥάχιν ἀπάγουσιν ὅλην τὴν ὠμοπλάτην ἐπὶ τοὺς ἑπτὰ
5τοῦ θώρακος σπονδύλους τοὺς πρώτους, οἷς καὶ παρατέτανται.

25

.

32

t

Περὶ τῶν τὴν κεφαλὴν κινούντων μυῶν.

25

.

32

.

1

Ἡ κεφαλὴ τὰς μὲν οἰκείας κινήσεις ἄνευ τοῦ τραχήλου κινεῖται, βραχυτάτας τε ἅμα καὶ δισσὰς οὔσας κατὰ διττὰς διαρθρώσεις, τὰς μὲν ἑτέρας ἐφ’ ἑκάτερα περιστρεφομένη, τὰς δ’ ἑτέρας ἐπινευόντων τε πρόσω καὶ ἀνανευόντων ὀπίσω· αἱ δὲ σὺν ὅλῳ τῷ τραχήλῳ κινήσεις
5αὐτῆς ἐπὶ πολὺ γίνονται, καὶ μετ’ ὀλίγον ὑπὲρ αὐτῶν δίειμι· νυνὶ δὲ

25

.

32

.

2

περὶ τῶν οἰκείων αὐτῆς μυῶν εἰρήσεται. τῇ προειρημένῃ συζυγίᾳ τῶν ἰσχνῶν μυῶν, οὓς καὶ αὐτοὺς ἔφην ἀνασπᾶν τὴν ὠμοπλάτην, τοῦ κατ’ ἰνίον ὀστοῦ τῆς κεφαλῆς ἐκφυομένους, ἐφεξῆς ἐστιν ἑτέρα τὴν ἔκφυσιν ἐγκαρσίαν τε ἅμα καὶ σαρκώδη καὶ πλατεῖαν ἄχρι τῶν ὤτων

25

.

32

.

3

ἔχουσα. συνεκφύεται δ’ αὐτῇ τις ἑτέρα, τὴν ἀρχὴν ἐκ τῆς ὑπ’ αὐτὸ

25

.

32

.

4

τὸ οὖς χώρας πεποιημένη. αὗται δι’ ὅλου τοῦ τραχήλου πρὸς τὰ πρόσω φέρονται λοξαί, κατὰ μὲν τὴν πρώτην ἔκφυσιν μετρίως συμ‐ φυεῖς, ἐν δὲ τῷ μετὰ ταῦτα χωρίῳ ἀποχωροῦσι μᾶλλον, καὶ διὰ τοῦτο καὶ δύο μύες εἶναι δόξειαν ἄν τῳ καὶ εἷς ἑκατέρωθεν τοῦ τραχήλου.

25

.

32

.

5

ἀμφοτέρων δὲ καὶ ἡ χρεία καὶ ἡ κίνησις καὶ ἡ τῶν ἰνῶν θέσις ὁμοία· καὶ γὰρ ἡ κίνησις αὐτῶν λοξή, καὶ ἡ χρεία τὴν κεφαλὴν τοῦ ζῴου

25

.

32

.

6

περιάγειν εἰς τὰ πρόσω. αὕτη μὲν οὖν ἡ συζυγία μεγάλων ἱκανῶς ἐστι μυῶν, ὥστε καὶ πρὸ τῆς ἀνατομῆς ἐπὶ πάντων ἀνθρώπων διαγινώσκε‐ σθαι σαφῶς, καὶ μάλιστα ἐπὶ τῶν γυμναστικῶν· οἱ δ’ ὄπισθεν ἐξ ἰνίου πεφυκότες ἐλάττους τε πολὺ τούτων εἰσὶ καὶ πάμπολλοι τὸν ἀριθμόν·
5ἔστι δ’ αὐτῶν, ὡς ἄν τις εἴποι, δύο γένη, τὸ μὲν ἕτερον κοινὸν τοῦ τραχήλου καὶ τῆς κεφαλῆς, τὸ δ’ ἕτερον αὐτῆς μόνης τῆς κεφαλῆς.

25

.

32

.

7

τὸ μὲν οὖν κοινὸν τραχήλου καὶ κεφαλῆς εἰς ὀκτώ που διαιρεῖται μῦς. ἑκατέρωθεν τῆς ἀκάνθης τέτταρας· ἡ μὲν πρώτη συζυγία πλατείας ἔχουσα τὰς κατ’ ἰνίον ἐκφύσεις, στενοῦται κατιοῦσα, καὶ γίνεται τὸ

25

.

32

.

8

σχῆμα τῶν μυῶν ἑκατέρου τριγώνῳ παραπλήσιον ὀρθογωνίῳ. οὗτοι μὲν οὖν οἱ μύες ὥσπερ τινὲς πτύχες ἐπίκεινται τοῖς ἄλλοις πεπλατυσ‐
μένοι, καθ’ ἑκάτερον μέρος μῦς εἷς· ἀρθέντων δ’ αὐτῶν ἐνίοτε μὲν ἐναργῶς φαίνονται τρεῖς συζυγίαι μυῶν, ὡς τὸ πολὺ δὲ δύο, παρα‐
5τεταμένη μὲν ἡ ἑτέρα παρὰ τὴν ἄκανθαν ἀτρέμα πλατέων μυῶν λοξῶν ἀπ’ ἰνίου πρὸς τὰ πλάγια τῆς ῥάχεως φερομένων, ἡ δ’ ἑτέρα στρογ‐ γύλων ὑπεναντίως ἐκείνοις ἐχόντων τὰς ἶνας ἐκ τῶν πλαγίων μερῶν τῆς κεφαλῆς, ὅθενπερ καὶ τὴν ἔκφυσιν ἔχουσιν, ἐπὶ τὴν ἄκανθαν

25

.

32

.

9

φερομένας. ἀφελόντι δ’ αὐτὰς ἀκριβῶς ἤδη καταφαίνεται τὰ περὶ τὴν διάρθρωσιν τῆς κεφαλῆς· 〈εἰσὶ δ’ ἐνταῦθα τέτταρες μύες μικροὶ καθ’ ἑκάτερον μέρος, δύο μὲν ἐκ τοῦ τῆς κεφαλῆσ〉 ὀστοῦ τὴν ἔκ‐ φυσιν ἔχοντες ἐκ κοινῆς ἀρχῆς κατὰ τὸ τοῦ ἰνίου πέρας, ἁπτόμενοι

25

.

32

.

10

τῆς διαρθρώσεως. καθήκει δ’ ὁ μὲν εὐρωστότερος αὐτῶν εἰς τὴν ὀπι‐ σθίαν ἀπόφυσιν τοῦ δευτέρου 〈σπονδύλου〉, ὁ δ’ ἕτερος λοξὸς εἰς τὴν πλαγίαν τοῦ πρώτου· τρίτος δ’ ἄλλος μῦς ἐπιζεύγνυσιν ἀμφοτέρους, ἀπὸ τῆς τοῦ 〈πρώτου〉 σπονδύλου πλαγίας ἀποφύσεως ἐπὶ τὴν ὄπι‐

25

.

32

.

11

σθεν ἀφικνούμενος τοῦ δευτέρου. καταφύεται δ’ οὗτος μὲν εἰς τὰ πλάγια τῆς ἐκφύσεως, ὁ δ’ ἕτερος ὁ πρῶτος λεχθεὶς εἰς αὐτὸ τὸ

25

.

32

.

12

ὑψηλόν, ὅπερ ἄκανθαν ὀνομάζουσιν. ὑπόκειται δὲ τούτῳ μῦς ἕτερος μικρὸς ἐκ τοῦ τῆς κεφαλῆς ἰνίου καταφυόμενος εἰς τὸν πρῶτον σπόν‐

25

.

32

.

13

δυλον. ἡ δ’ ἐνέργεια τῶν μὲν ὑστάτων εἰρημένων μυῶν τούτων τῶν ὀκτὼ τὸν ἀριθμὸν ὄντων τὴν διάρθρωσιν μόνην κινῆσαι τῆς κεφαλῆς, τῶν δ’ ἐπικειμένων αὐτοῖς ἅμα τῷ τραχήλῳ παντὶ τὴν κεφαλήν.

25

.

32

.

14

ἀνανεύουσι μὲν οὖν ἐπ’ εὐθείας μόνην τὴν κεφαλὴν οἱ καθήκοντες ὄρθιοι μύες εἴς τε τὸν πρῶτον καὶ δεύτερον σπόνδυλον· μετὰ δὲ βραχείας ἐγκλίσεως οἱ λοιποὶ τέτταρες, οἱ μὲν ἐκ τῆς κεφαλῆς ἐκ‐ πεφυκότες ἀτρέμα λοξὴν ἀπάγοντες εἰς τὸ πλάγιον, οἱ λοιποὶ δὲ δύο
5συνεργοῦντες τῇδε καὶ τὴν γινομένην ἐκ ταύτης τῆς κινήσεως τοῖς ἀντιτεταγμένοις μυσὶν ἀνάτασιν λοξὴν ἐπὶ τὴν κεφαλὴν ἅμα τοῖς συν‐ εχέσι μέρεσι τοῦ πρώτου σπονδύλου πρὸς τὸ κατὰ φύσιν ἐπανάγοντες.

25

.

32

.

15

πρόδηλον δ’ ὅτι καθ’ ἕνα μὲν ἕκαστον μῦν αἱ κινήσεις αὗται γίνον‐ ται λοξαί· συναμφοτέρου δὲ καθ’ ἑκάστην συζυγίαν ἐνεργήσαντος,

25

.

32

.

16

εὐθεῖα κίνησις ἀποτελεῖται μία. ὁμοίως δὲ καὶ τῶν ἐπικειμένων αὐτοῖς μυῶν τῶν ὅλον τὸν τράχηλον κατειληφότων οἱ μὲν λοξοὶ λοξὴν ἀνα‐

25

.

32

.

17

νεύουσιν, οἱ δ’ εὐθεῖς εὐθεῖαν ἐργάζονται. ἄλλοι δ’ ἐκ τῶν πρόσω δύο μύες εἰσὶ τῶν κινούντων ἅμα τῷ τραχήλῳ τὴν κεφαλήν, εὔρωστοί τε καὶ μακροί· προβαίνουσι δ’ ἄχρι τοῦ πέμπτου τῶν κατὰ θώρακα σπον‐ δύλων, ἐπιτεταμένοι μὲν ἅπασι τοῖς κατὰ τὸν αὐχένα σπονδύλοις ἐκ

25

.

32

.

18

τῶν ἔμπροσθεν μερῶν, ὑποβεβλημένοι δὲ τῷ στομάχῳ. ἡ δ’ ἔκφυσις τούτων ἐκ τῶν κάτω μερῶν ἐστι τῆς κεφαλῆς, σαρκώδης τε οὖσα καὶ κατειληφυῖα τὸ μεταξὺ τῆς τε διαρθρώσεως αὐτῆς καὶ τοῦ κάτω πέ‐

25

.

32

.

19

ρατος τῆς λαβδοειδοῦς ῥαφῆς. κάμπτουσιν οἱ μύες οὗτοι σὺν τῷ τρα‐
χήλῳ τὴν κεφαλήν, ἐπειδὰν ἐνεργῶσιν ὅλοι· τὸ δ’ ἄνω μέρος αὐτῶν, ὅσον ἀπὸ τῆς κεφαλῆς εἰς τὸν πρῶτόν τε καὶ δεύτερον ἐκφύεται σπόνδυλον, αὐτὴν μόνην ἐπινεύει τὴν κεφαλήν, ἰδίαν ἔσθ’ ὅτε σαφῆ

25

.

32

.

20

περιγραφὴν ἔχον ἀνάλογον τοῖς ὄπισθεν μυσὶ τοῖς μικροῖς. εἰσὶ δὲ κἀκ τῶν πλαγίων μερῶν περὶ τὸ τῆς κεφαλῆς ἄρθρον ἄλλαι δύο συζυγίαι μικρῶν μυῶν, ἡ μὲν ἑτέρα συνάπτουσα τῇ κεφαλῇ τὸν πρῶτον σπόν‐

25

.

32

.

21

δυλον, ἡ δ’ ἑτέρα τούτῳ τὸν δεύτερον, οὐκ ἀεὶ σαφής. ἐνέργεια δὲ τούτων ἐστὶν εἰς τὸ πλάγιον ἐπινεύειν αὐτὰς μόνον τὰς κατὰ τοὺς

25

.

32

.

22

πρώτους σπονδύλους διαρθρώσεις. τούτων ἁπάντων τῶν μικρῶν μυῶν ὅσοι τὴν διάρθρωσιν ἐστεφανώκασι τῆς κεφαλῆς, ὥσπερ χορὸς ἐν κύκλῳ περικείμενος, ἄλλος ἄλλην ἐνέργειαν πεπίστευται.

25

.

33

t

Περὶ τῶν τῆς τραχείας ἀρτηρίας μυῶν.

25

.

33

.

1

Τῆς τραχείας ἀρτηρίας τέτταρές εἰσιν ἴδιοι μύες, συστέλλοντές τε καὶ στενοῦντες αὐτήν, ἐπειδὰν ταθῶσιν, ἀντισπῶντες τό τε ὑοειδὲς

25

.

33

.

2

ὀστοῦν καὶ τὸν λάρυγγα. ἄρχονται δ’ αὐτῶν οἱ μὲν μείζους ἐκ τοῦ κάτω πέρατος τῆς εὐθείας γραμμῆς τοῦ ὑοειδοῦς, εἶτα κατὰ τὸ μῆκος ὅλης τῆς ἀρτηρίας ἐνεχθέντες ἐπιφύονται τῷ στέρνῳ κατὰ τὰ ἔνδον

25

.

33

.

3

μέρη. δόξειαν δ’ ἄν σοί ποτε διφυεῖς ὑπάρχειν οἱ δύο μύες οὗτοι.

25

.

33

.

4

ἄλλοι δὲ δύο τῶν πλαγίων τε καὶ κάτω μερῶν ἐκφυόμενοι τοῦ θυρεο‐ ειδοῦς χόνδρου τελευτῶσι καὶ αὐτοὶ πρὸς τὸ στέρνον ἐκ τῶν πλαγίων περιλαμβάνοντες τὴν ἀρτηρίαν.

25

.

34

t

Περὶ τῶν τοῦ λάρυγγος ἰδίων μυῶν.

25

.

34

.

1

Δύο μὲν ἐπὶ τοῖς προσθίοις μέρεσι τοῦ χόνδρου τοῦ θυρεοειδοῦς, ὁ μὲν ἐκ τῶν δεξιῶν, ὁ δ’ ἐκ τῶν ἀριστερῶν, ὄρθιοι κατὰ τὸ μῆκος ἐπίκεινται πεφυκότες ἐκ τῶν ταπεινῶν πλευρῶν τοῦ λαβδοειδοῦς.

25

.

34

2,3

ἀνασπῶσιν οὗτοι πρός τε τὸ ἄνω καὶ πρόσω τὸν χόνδρον. ἕτεροι δὲ

25

.

34

.

3

(2)

δύο μύες ἀπὸ τῶν ὀπίσω περάτων τοῦ θυρεοειδοῦς χόνδρου, καθ’ ἑκά‐ τερον εἷς, ἐκφυόμενοι καταφύονται τῷ στομάχῳ, σφιγκτῆρος τρόπον

25

.

34

.

4

περιλαμβάνοντες αὐτόν· συνάγειν καὶ προσστέλλειν οὗτοι πεφύκασι τὸν

25

.

34

.

5

χόνδρον. ἄλλοι δὲ δύο διφυεῖς τὰ πέρατα τοῦ πρώτου καὶ δευτέρου χόνδρου συνάπτουσί τε καὶ συνάγουσι, καὶ μετ’ αὐτοὺς ἄλλοι τέτταρες ἐκ τοῦ δευτέρου χόνδρου διήκοντες εἰς τὸν τρίτον, οἱ μὲν εἰς τοὐπίσω διαστέλλουσι τὴν διάρθρωσιν, οἱ δ’ εἰς τὰ πλάγια τὸ ἄνω πέρας ἀν‐
5οιγνύντες τοῦ λάρυγγος, καὶ μετ’ αὐτοὺς ἄλλοι δύο μὴ φαινόμενοι πρὶν διοιχθῆναι τὸν λάρυγγα συνάπτουσι τὸν θυρεοειδῆ χόνδρον τῷ

25

.

34

.

6

μὲν ἀρυταινοειδεῖ διὰ παντός, οὐ διὰ παντὸς δὲ τῷ λοιπῷ. ἀντι‐ κειμένην οἱ μύες οὗτοι τὴν ἐνέργειαν ἔχουσι τοῖς προειρημένοις τέτ‐
ταρσι, στενοῦντες ἀκριβῶς ἅμα τοῖς εἰρημένοις δύο διφυέσι τὸ κάτω

25

.

34

.

7

πέρας τοῦ λάρυγγος. ἔστι δὲ καὶ περὶ τῇ βάσει τοῦ τρίτου χόνδρου μῦς διφυὴς ἢ δύο συμφυεῖς· συνάγουσι δ’ οὗτοι τὸν χόνδρον καὶ κλείουσι τὸ καθ’ ἑαυτοὺς μέρος τοῦ λάρυγγος.

25

.

35

t

Περὶ τῶν ἰδίων τοῦ λαβδοειδοῦς [τῶν] μυῶν, ὅπερ καὶ ὑοειδὲς ὀνομάζεται.

25

.

35

.

1

Δύο μύες πλατεῖς τῇ κάτω γένυϊ συνάπτουσι τὸ ὑοειδὲς ὀστοῦν, ἐκ μὲν τῶν πλαγίων μερῶν τῆς εὐθείας αὐτοῦ γραμμῆς ἐκφυόμενοι, καταφυόμενοι δ’ εἰς τὰ πλάγια μέρη τῆς γένυος μετὰ τὴν τῶν ἰδίων

25

.

35

.

2

αὐτῆς μυῶν ἔκφυσιν. ἄλλοι δὲ δύο μύες ἐπ’ ἄκραν ἥκουσι τὴν γένυν ἀλλήλοις ἐζευγμένοι· ἀρχὴ δ’ αὐτῶν ἐστι τὸ ἄνω πέρας τῆς ὀρθίας

25

.

35

.

3

γραμμῆς τοῦ λαβδοειδοῦς. ἕτεροι δὲ δύο μύες ἐκ μὲν τῆς ῥίζης ἄρ‐ χονται τοῦ γραφοειδοῦς, ἐκπεφύκασι δὲ τῆς ὀρθίας γραμμῆς τοῦ λα‐

25

.

35

.

4

βδοειδοῦς τῷ κάτω πέρατι, καθ’ ἑκάτερον μέρος εἷς. αὗται μόναι τρεῖς συζυγίαι μυῶν αὐτοῦ μόνου τοῦ λαβδοειδοῦς εἰσιν ἴδιαι, βραχείας τινὰς αὐτῷ διδοῦσαι κινήσεις, ἡ μὲν ἀπὸ τῆς βάσεως τῶν βελονοειδῶν ἀρχομένη πρὸς τὴν ὀπίσω χώραν ἀπάγουσα, αἱ λοιπαὶ δ’ ἐπί τε τὰ
5πλάγια τῆς γένυος διορίζουσαι καὶ πρὸς τὴν γένυν ἀνατείνουσαι· οἱ δ’ ἄλλοι μύες οἱ ἀπὸ τοῦ ὑοειδοῦς ὀστοῦ πεφυκότες ἑτέρων ἕνεκα γεγόνασι μορίων μᾶλλον, οἱ μὲν εἰς τὰς ὠμοπλάτας ὑπὲρ τοῦ κινεῖν ἐκείνας, ὡς ἔμπροσθεν εἶπον, οἱ δ’ εἰς τὴν γλῶτταν, ὡς καὶ περὶ

25

.

35

.

5

ταύτης εἰρήσεται. καὶ λοιπὸς ἐπ’ αὐτοῖς ὁ κατὰ τῆς φάρυγγος ἔξωθεν ἐπιβεβλημένος, εἴτε ἕνα τις αὐτὸν ἐθέλοι διφυῆ προσαγορεύειν, εἴτε δύο παραφυομένους ἀλλήλοις, ὅπερ ἄμεινον εἶναί μοι δοκεῖ· προσ‐ στέλλουσι δ’ οὗτοι τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὸ λαβδοειδὲς ἀντι‐
5σπῶσι κάτω.

25

.

36

t

Περὶ τῶν τὴν γλῶτταν κινούντων μυῶν.

25

.

36

.

1

Τῶν κινούντων τὴν γλῶτταν μυῶν δύο μὲν ἀπὸ τῶν βάσεων τῶν βελονοειδῶν ἐκφύσεων ἀρξάμενοι στενοὶ καὶ μακροί, προήκοντες εἰς τὰ πλάγια μέρη τῆς γλώττης, ἑκατέρωθεν εἷς, ἐμφύονται, λοξῶν κινήσεων ἐξηγούμενοι, οἱ δ’ ὑπόλοιποι πάντες ἐκφύονται μὲν ἐκ τοῦ
5περιέχοντος ὀστοῦ τὴν κεφαλὴν τοῦ λάρυγγος, ὃ καλοῦμεν ὑοειδές, ἐμβάλλουσι δ’ εἰς τὴν γλῶτταν, οἱ τέτταρες μὲν κατὰ δύο συζυγίας, ἐναργῶς κινοῦντες αὐτήν· ὁ πέμπτος δ’ ὁ διφυής, ὁ ἐκ τοῦ ἄνωθεν πέρατος ἀρχόμενος τῆς ὀρθίας γραμμῆς τοῦ ὑοειδοῦς ὑποπέφυκε τῇ γλώττῃ κατὰ τὸ μῆκος αὐτῆς, ἀφικνούμενος ἕως ἄκρας τῆς κάτω γένυος

25

.

36

.

2

ἐπὶ τὸ καλούμενον γένειον, ἔνθα συμπέφυκεν αὐτῇ τὰ ὀστᾶ. οὗτος ὁ
μῦς ἀντισπᾷ μὲν ἄνω τὸ ὑοειδές, ἀντιτεταγμένος τοῖς κατασπῶσιν ἐπὶ τὸ στέρνον αὐτό· σαφῆ δ’ οὐδεμίαν ἐπὶ τῆς γλώττης ἐργάζεται κίνη‐ σιν, ἀλλ’ οἵ γε ἐναργῶς ταύτην κινοῦντες οἱ λοιποὶ τέτταρές εἰσιν.

25

.

36

.

3

ἐκφύονται δ’ οἱ δύο μὲν ἐκ τῶν ἄνω μερῶν τοῦ ὑοειδοῦς, ὅθενπερ καὶ ὁ προειρημένος ὁ διφυὴς ἤδη πως ἐν τοῖς πλαγίοις αὐτοῦ μᾶλ‐ λον· οἱ δ’ ὑπόλοιποι δύο τούτων ἐφεξῆς ἔκ τε τῶν πλαγίων τῆς ὀρθίας γραμμῆς καὶ τῶν ταπεινῶν αὐτοῦ πλευρῶν ἐκφύονται, οἱ μὲν
5μείζους εἰς τὴν μέσην χώραν τῆς γλώττης, ἀλλήλων ψαύοντες ἄχρι παντός, ἐξήκουσί τε πρὸς τὸ δεδεμένον αὐτῆς τὸ πρόσω, οἱ δ’ ἐλάτ‐ τους εἰς τὰ πλάγια μεταξὺ τούτων τε καὶ τῶν ἐφ’ ἑκατέρας βάσεως

25

.

36

.

4

τῆς βελονοειδοῦς ἐκφύσεως ἡκόντων .... ἀνάλογον τῇ θέσει, λοξαὶ μὲν τῶν λοξῶν, εὐθεῖαι δὲ τῶν εὐθειῶν, ὥσπερ γε καὶ τῶν πρώτων ῥη‐

25

.

36

.

5

θέντων 〈πλαγίων〉 πλάγιαι. ὑποβέβληνται δὲ τοῖς εἰρημένοις ἅπασι μυσὶν ἐκ τῶν κάτω μερῶν οἱ τὰς ἐγκαρσίας ἔχοντες ἶνας, ὑποπεφυ‐ κότες μὲν ὅλῃ τῇ γλώττῃ, καταφυόμενοι δ’ εἰς τὸ τῆς γένυος ὀστοῦν σχεδὸν ὅλον πλὴν τοῦ γενείου. δύνανται δ’ οἱ μύες οὗτοι ταθέντες
5ἐπᾶραί τε καὶ κυρτῶσαι τὴν γλῶτταν.

25

.

37

t

Περὶ τῶν τῆς φάρυγγος μυῶν.

25

.

37

.

1

Χώρα τις πρόκειται κοινὴ στομάχου καὶ φάρυγγος, εἰς ἣν ἑκα‐ τέρου τὸ στόμα ἀνήκει· καλοῦσι δ’ αὐτὴν μὲν τὴν χώραν ἰσθμόν, ἐπειδὴ στενή τε καὶ προμήκης ἐστί, τὸ περιέχον δ’ αὐτὴν σῶμα φά‐ ρυγγα, καθ’ ἣν ἑκατέρωθεν εἷς ἐστι μῦς ἔν τε τῷ φωνεῖν καὶ κατα‐
5πίνειν ἐνεργῶν.

25

.

38

t

Περὶ τῶν τὸν τράχηλον κινούντων μυῶν.

25

.

38

.

1

Περὶ τῶν ἰδίων τοῦ τραχήλου μυῶν ἐν τῷδε ῥηθήσεται· δύο καθ’ ἑκάτερον αὐτοῦ μέρος εἰσίν, ὁ μὲν ὀπίσθιός πως μᾶλλον, ὁ δ’ ἐμ‐

25

.

38

.

2

πρόσθιος. ἐκφύεται δ’ ὁ μὲν ὀπίσθιος ἐκ τῆς πλαγίας ἐξοχῆς τοῦ πρώτου σπονδύλου κατ’ αὐτὸ μάλιστα τὸ κυρτότατον αὐτῆς· ἐκ γὰρ τῆς πρόσω μᾶλλον ἐπὶ τὴν ἀρχὴν τῆς ὠμοπλάτης ἀνατεινόμενος, ὑπὲρ οὗ πρόσθεν εἶπον, ἔχει τὴν ἔκφυσιν· ὁ δ’ ὀπίσθιος τοῦ τραχήλου μῦς
5οὗτος, ὑπὲρ οὗ πρόκειται νῦν λέγειν, ἄχρι τῆς ὠμοπλάτης καθήκει, ἐκπεφυκὼς ἐξ ἁπάντων τῶν σπονδύλων διὰ συνδέσμων ἰσχυρῶν, ὡς δοκεῖν πολλοὺς εἶναι μῦς, καὶ τὸ κάτω πέρας αὐτοῦ συνεχὲς ἀκριβῶς

25

.

38

.

3

ἐστι τῷ κατὰ σιμὰ ὠμοπλάτης τοῦ θώρακος μυΐ. ὁ δ’ ἕτερος ὁ πρό‐ σθιος τοῦ τραχήλου μῦς ἄρχεται μὲν ἐκ τῆς διατετρημένης ἀποφύσεως τοῦ δευτέρου σπονδύλου, συνεκφύεται δὲ καὶ τῶν ἄλλων τῶν κατὰ τὸν τράχηλον· ἐντεῦθεν δὲ διὰ τῶν μασχαλῶν ἄχρι τῆς πέμπτης
5πλευρᾶς τοῦ θώρακος ἀφικνεῖται, ψαύων ἔσθ’ ὅτε καὶ τῆς ἕκτης· καταφύεται δέ τινι μοίρᾳ καὶ εἰς τὴν πρώτην αὐτοῦ πλευρὰν τὴν

25

.

38

.

4

ἐφεξῆς τῇ κλειδί. στρογγύλος πως μᾶλλον ὁ μῦς οὗτός ἐστι καὶ μακρός.

25

.

38

.

5

ἐνέργεια δ’ αὐτοῦ, καθ’ ἃ μὲν ἐπιπέφυκε τῷ τραχήλῳ, κάμπτειν τοῦ‐ τον ὡς ἐπὶ τὰ πρόσω λοξόν, ἔνθα δ’ εἰς τὰς πλευρὰς τοῦ θώρακος ἀφικνεῖται, διαστέλλειν ἐκεῖνον· ὅθεν ἄμεινον ἤτοι δύο μῦς ἀλλήλοις ἡνωμένους ὁμοίως τοῖς προειρημένοις ὑπολαμβάνειν αὐτούς, ἤ, εἴπερ
5ἕνα χρὴ τίθεσθαι, τοῦ θώρακος νομίζειν αὐτόν· ἐκεῖνος μὲν γὰρ ἐν‐ αργῶς φαίνεται διαστέλλων τὸν θώρακα, τὸν τράχηλον δ’ ἐπινεύων οὐχ ὁμοίως ἐναργῶς· ἀντιτεταγμένην δ’ αὐτῷ κίνησιν ὁ προειρημένος ἔχει, κάμπτων καὶ αὐτὸς εἰς τὰ πλάγια καὶ πρὸς τοὐπίσω μᾶλλον τὸν

25

.

38

.

6

τράχηλον. εἰ δ’ ἀμφότεροι ταθεῖεν ἅμα, τὴν μέσην κάμπην ἐπὶ τὰ πλάγια τοῦ σύμπαντος ἐργάζονται τραχήλου· εἰ δ’ οἱ πρόσθιοι μόνοι ταθεῖεν οἱ ἑκατέρωθεν, ὅ τε ἐκ τῶν δεξιῶν καὶ ὁ ἐκ τῶν ἀριστερῶν, ὅλον εἰς τὰ πρόσω τὸν τράχηλον ἐπινεύειν ἀναγκάζουσιν· εἰ δ’ οἱ
5ὄπισθεν, ἀνανεύειν ὅλον ὀπίσω· εἰ δὲ καὶ πάντες ἅμα ταθεῖεν οἱ τέτ‐ ταρες, ἀρρεπὴς εἰς ἅπαντα τὰ μέρη γένοιτο ἂν οὕτως ὁ τράχηλος, ὡς κἀν τῷ πάθει τῷ τετάνῳ συμβαίνει.

25

.

39

t

Περὶ τῶν κατὰ τὰ σιμὰ τῶν ὠμοπλατῶν τὸν θώρακα διαστελλόντων μυῶν.

25

.

39

.

1

Τὸν διαστέλλοντα τὸν θώρακα μεγάλην διαστολὴν μῦν, ἕνα καθ’ ἑκά‐ τερον ὑπάρχοντα μέρος, εἴτε κοινὸν τῆς ὠμοπλάτης καὶ θώρακος ὀνο‐ μάζειν ἐθελήσειέ τις, εἴτε τοῦ θώρακος τὸν κατ’ ὠμοπλάτην, οὐ δι‐

25

.

39

.

2

οίσει. ἐκφύεται δ’ ἀπὸ τῆς βάσεως αὐτῆς ἐπιτεταμένος ἅπαντι τῷ σιμῷ.

25

.

39

.

3

τουτὶ μὲν οὖν αὐτοῦ κατακέκρυπται τὸ μέρος· τὸ δ’ ἀπὸ τοῦδε σύμ‐ παν ἐστὶ φανερὸν ἐπιπεφυκὸς τῷ θώρακι μέχρι τοῦ καθήκοντος ἐπὶ τὴν ἕκτην πλευρὰν ἀπὸ τοῦ τραχήλου μυός, ἀλλὰ καὶ τῶν νόθων πλευρῶν ἐπιβαίνει δυοῖν ὁ μῦς οὗτος ἐγγὺς ἤδη τῶν χονδρωδῶν ἀπο‐

25

.

39

.

4

φύσεων. ἔστι δ’ οὐ συνεχὴς ἡ κατάφυσις, ἀλλ’ οἷον εἰς μικρούς τινας

25

.

39

.

5

ἐσχισμένη μῦς, ἕνα καθ’ ἑκάστην πλευράν. ἐφεξῆς δὲ τοῖς τούτου πέ‐ ρασιν ἅπασι τοῖς πρόσω τὴν ἀρχὴν τῆς ἐκφύσεως ὁ μέγιστος ἔχει τῶν κατὰ τὸ ἐπιγάστριον μυῶν, ἐσχισμέναις ὁμοίως καὶ αὐτὸς ἐκφύσεσιν ἀνηρτημένος.

25

.

40

t

Περὶ τῶν τὸ κατ’ ὦμον ἄρθρον κινούντων μυῶν.

25

.

40

.

1

Ἐπειδὰν ἀφέλῃς τούς τε κινοῦντας τὴν ὠμοπλάτην μῦς καὶ μετ’ αὐτοὺς τὸν ἐν τοῖς σιμοῖς μῦν, ὃν ἄρτι διῆλθον, εὐφορώτατον ἤδη τὸν ἀριθμὸν ἅπαντα τῶν κινούντων τὸν βραχίονα μυῶν ἕξεις· ὄντων γὰρ ἁπάντων ἕνδεκα, τοὺς μὲν ἀπὸ τοῦ στήθους ἐπ’ αὐτὸν
5ἀναφερομένους θεάσει τρεῖς, δύο δ’ ἐκ τῶν κατὰ τὰς λαγόνας χωρίων, πέντε δ’ ἐξ αὐτῆς τῆς ὠμοπλάτης ὁρμωμένους, ἑνδέκατον δ’ ἐπὶ τού‐ τοις ἅπασι τὸν τὴν ἐπωμίδα κατειληφότα· τὸν γὰρ μικρὸν μῦν τὸν

25

.

40

.

2

κατὰ τὴν διάρθρωσιν ἐξαίρω τοῦ παρόντος λόγου. αἱ κινήσεις δ’ αὐτῶν· τοῦ μὲν τὴν ἐπωμίδα κατειληφότος ἀνατείνειν ἄνω τὸν βραχίονα κατ’ εὐθεῖαν μάλιστα γραμμήν, τῶν δ’ ἑκατέρωθεν αὐτοῦ τῶν ἐξ αὐτῆς τῆς ὠμοπλάτης ἐκπεφυκότων, ὁ μὲν κατὰ τὴν ὑψηλὴν πλευρὰν
5ἀνατείνει μέν, ἀλλ’ ἐκκλίνων ἐπὶ τὰ ἔνδον, τῶν δὲ κατὰ τὴν ταπεινὴν ὁ μὲν μείζων ἀνατείνει μὲν καὶ αὐτός, ἀλλ’ ἐπὶ τἀκτός· ὁ δ’ ὡς μό‐

25

.

40

.

3

ριον αὐτοῦ λοξὸν ἀπάγει πρὸς τοὐκτός. διαδέχονται δὲ τὰς κινήσεις ταύτας, ἔνδοθεν μὲν οἱ ἀπὸ τοῦ στήθους ἀνιόντες, εἴτε τρεῖς αὐτοὺς ἐθέλοις λέγειν εἴτε τέτταρας, ἔξωθεν δ’ ὁ ἀπὸ τοῦ κάτω πέρατος τῆς

25

.

40

.

4

ταπεινῆς πλευρᾶς ἀναφερόμενος. τῶν μὲν οὖν ἀπὸ τοῦ στήθους μυῶν ἁπάντων προσαγόντων ἔσω τὸν βραχίονα τὴν μὲν κεφαλὴν αὐτοῦ μᾶλλον ὁ ὑψηλότατος ἐπισπᾶται, τὸ δ’ ὅλον κῶλον ὡς ἐπὶ τὸ στῆθος ὁ μέγιστος ὁ διφυὴς προσάγει· ταθέντων δ’ ἀμφοτέρων ὁμοῦ τῶν
5κατ’ αὐτὸν μυῶν, ὁμοτόνως ἀνατείνεται· εἰ δ’ ὁ ἕτερος μόνος ἐνερ‐ γήσειεν, ὑψηλοτέραν μὲν τὴν προσαγωγὴν ὁ ὑψηλότερος ἐργάζεται,

25

.

40

.

5

ταπεινοτέραν δ’ ὁ ταπεινότερος. ὁ δὲ παρὰ τὸν τιτθὸν καὶ προσάγει

25

.

40

.

6

τῷ στήθει τὸν βραχίονα καὶ κατασπᾷ κάτω. ἐπὶ τούτοις δ’ ὁ μὲν ἐπι‐ πολῆς ὁ λεπτὸς ὡς ἐπὶ τὰς λαγόνας ἀτρέμα πλάγιον. ὁ δ’ ὑπ’ αὐτῷ

25

.

40

.

7

μέγιστος εὐθὺν ἀποτείνει παρὰ τὰς πλευρὰς τὸν βραχίονα. τούτων δ’ ἐφεξῆς οἱ λοιποὶ δύο μύες οἱ ἀπ’ αὐτῆς τῆς ὠμοπλάτης ἐκδέχον‐ ται περιάγοντες ἔξω τε καὶ εἰς τοὐπίσω τὸ κῶλον, ὁ μὲν ἀπὸ τῶν σιμῶν ἐκπεφυκὼς τὴν κεφαλὴν αὐτοῦ περιστρέφων ὀπίσω, ὁ δ’ ἀπὸ
5τοῦ κάτω πέρατος τῆς ταπεινῆς πλευρᾶς ἐκεῖνο μάλιστα τὸ μέρος, εἰς

25

.

40

.

8

ὅπερ ἐμφύεται, πρὸς τοὐκτὸς ἀπάγων. ἀμφότεροι δ’ ἐνεργήσαντες ἅμα τὴν ἐν τῷ καλουμένῳ διπλασμῷ περιαγωγὴν ἐργάζονται τοῦ βραχίονος.

25

.

41

t

Περὶ τοῦ μικροῦ μυὸς τοῦ κατὰ τὴν ἐν ὤμῳ διάρθρωσιν.

25

.

41

.

1

Τοῦτον τὸν μῦν καὶ μέρος μὲν ἴσως ἄν τις θείη τοῦ κατὰ τὸν βραχίονα μεγάλου μυός, οὐ μὴν ἀλλὰ καὶ καθ’ ἑαυτόν· ἀνατάσει γὰρ λοξῇ βραχύ τι δύναται συντελεῖν.

25

.

42

t

Περὶ τῶν κινούντων τὴν κατ’ ἀγκῶνα διάρθρωσιν.

25

.

42

.

1

Ἡ κατ’ ἀγκῶνα διάρθρωσις ὑπὸ τεττάρων κινεῖται μυῶν ἅπαν

25

.

42

.

2

ἐν κύκλῳ 〈τὸ〉 τοῦ βραχίονος ὀστοῦν κατειληφότων. οἱ μὲν οὖν πρό‐ σθιοι δύο κάμπτουσι τὸ ἄρθρον, οὐκ εὐθεῖαν ἀκριβῶς ἑκάτερος κάμπην,
ἀλλ’ ὁ μὲν ἔσω παρεκκλίνων, ὁ δ’ ἔξω· ταθέντων δ’ ἀμφοῖν, ἡ μέση

25

.

42

.

3

γίνεται κάμψις ἡ τὸν καρπὸν ἐπὶ τὸ ἀκρώμιον ἀνάγουσα. ὁ μὲν οὖν ἔσω μᾶλλον κάμπτων ὁ μείζων μῦς ἐναργῶς ὁρᾶται καὶ πρὸ τῆς ἀνατομῆς, ὅλον τοῦ βραχίονος κατειληφὼς τὸ πρόσθιον· ἄρχεται δ’ ἀπὸ τῆς ὑψηλῆς ὀφρύος τοῦ τῆς ὠμοπλάτης αὐχένος, ἐντεῦθεν δὲ
5κατιὼν διὰ τῶν ἔμπροσθεν μερῶν τοῦ βραχίονος ἄχρι μὲν ἡμίσεως αὐτοῦ ψαύει, τὸ δ’ ἀπὸ τοῦδε μετέωρος ἐπιβεβλημένος θατέρῳ τῶν ἐνταῦθα μυῶν εἰς τὴν κατ’ ἀγκῶνα διάρθρωσιν ἐμβάλλει· ὁ δ’ ἕτερος ἐκ τοῦ βραχίονος ἐκφύεται μόνου, τὴν μὲν ἀρχὴν ὄπισθεν ἔχων ἐγγὺς τῇ κεφαλῇ τοῦ βραχίονος, ἐντεῦθεν δὲ διὰ τῶν ἔξω μερῶν λοξὸς ἐπὶ

25

.

42

.

4

τὰ πρόσω παραγινόμενος ἄχρι τῆς κατ’ ἀγκῶνα διαρθρώσεως. ἐμφύεται δ’ ὁ μῦς οὗτος εἰς τὸ τοῦ πήχεως ὀστοῦν, ὥσπερ ὁ προειρημένος ὁ μείζων εἰς τὸ τῆς κερκίδος· τῶν δ’ ἐκτεινόντων τὴν κατὰ τὸν ἀγκῶνα διάρθρωσιν μυῶν ἡ μὲν ἑτέρα τῶν ἀρχῶν ἀπὸ τῆς ταπεινῆς ἐστι
5πλευρᾶς τῆς ὠμοπλάτης τοῦ ἡμίσεως, ὅσον ὡς πρὸς τὸν ὦμον ἀνα‐ φέρεται, ἡ δ’ ἑτέρα μετὰ τὴν κεφαλὴν τοῦ βραχίονος ἐκ τῶν ὄπισθεν

25

.

42

.

5

αὐτοῦ μερῶν ἐκπέφυκεν. ἐκτείνουσι μὲν οὖν οἱ μύες ἀμφότεροι τὴν κατ’ ἀγκῶνα διάρθρωσιν, ἀλλ’ ὁ μὲν πρότερος ἅμα τῷ παρεγκλίνειν ἐκτός, ὁ δ’ ἕτερος εἴσω, καὶ οὗτος ἐπὶ βραχὺ λοξὴν ποιεῖται τὴν

25

.

42

.

6

ἔγκλισιν. ἡ δὲ περιπεφυκυῖα τὸ τοῦ βραχίονος ὀστοῦν μοῖρα τοῦ δευ‐ τέρου ῥηθέντος μυός (ἔστι γὰρ ὥσπερ τις διφυής), σαρκώδης ὅλη δια‐ μένουσα, κατὰ τὸ ὄπισθεν ἐμβάλλει μέρος τοῦ ἀγκῶνος, εὐθεῖάν πως μᾶλλον ἔκτασιν ἐργαζομένη περὶ τὸν πῆχυν εἴσω βραχὺ ῥέπουσαν.

25

.

43

t

Περὶ τῶν κατὰ τὸν πῆχυν μυῶν.

25

.

43

.

1

Ἐκ μὲν τῶν ἔνδον τοῦ πήχεως ἑπτὰ μύες εἰσὶ τεταγμένοι, κατὰ δὲ τὴν ἔξω χώραν ὁ μὲν ἐλάχιστος ἀριθμὸς ὀκτώ, διαχωριζομένων δὲ τῶν συμφυῶν μυῶν, ὁ πλεῖστος δέκα, μέσος δ’ ἀμφοῖν ὁ τῶν ἐν‐

25

.

43

.

2

νέα. τοὺς μὲν οὖν τέτταρας δακτύλους ἄνευ τοῦ μεγάλου μῦς ἐκτεί‐ νει κατὰ τὴν μέσην μάλιστα χώραν τεταγμένος ὅλου τοῦ κώλου, τέτ‐ ταρας ἀποφύων τένοντας εἰς ἕκαστον δάκτυλον ἕνα· δύο δ’ ἐφ’ ἑκά‐ τερα τοῦδε μύες, ὁ μὲν τὸν μικρὸν δάκτυλον ἀπάγει λοξόν, ὁ δὲ

25

.

43

.

3

τοὺς λοιποὺς τρεῖς τούτῳ προσάγει. εἰ δ’ ἀκριβολογοίης, δύο μῦς ἂν

25

.

43

.

4

εἴποις εἶναι τούτους ἀλλήλοις συμφυεῖς. ἄλλοι δ’ ἐφ’ ἑκάτερα τού‐ των, ὁ μὲν τῷ πήχει παρατεταμένος ἔξωθεν εἰς τὸ πρὸ τοῦ μικροῦ δακτύλου μετακάρπιον ἐμφύεται δι’ ἑνὸς τένοντος, ὁ δ’ εἰς τὸ πρὸ τοῦ λιχανοῦ τε καὶ μέσου διὰ δυοῖν, καὶ τρίτος ἐπὶ τοῖσδε δι’ ἑνὸς

25

.

43

.

5

εἰς τὸ πρῶτον ὀστοῦν τοῦ καρποῦ τὸ κατὰ τὸν μέγαν δάκτυλον. ὑπὸ τούτων τῶν τριῶν καρπὸς ἐκτείνεται, κατὰ μὲν τὸν μικρὸν δάκτυλον ἐγκλινομένης ὡς ἐπὶ τὸ πρηνὲς σχῆμα τῆς ἄκρας χειρός, κατὰ δὲ τὸν
μέγαν ἐπὶ τὸ ὕπτιον. ὁ μέσος δ’ ἀμφοῖν μῦς μέσην ἀμφοτέρων ἐργά‐
5ζεται τὴν ἔκτασιν τοῦ καρποῦ· μέσην δέ, κἂν οἱ λοιποὶ δύο μύες

25

.

43

.

6

ἐνεργήσωσιν ἅμα, τὴν κατάστασιν ἡ χεὶρ ἄκρα λαμβάνει. τῷ μέντοι κατὰ τὸν μέγαν δάκτυλον κινοῦντι τὸν καρπόν, ὡς εἴρηται, παραπέ‐ φυκεν ἕτερος μῦς, ὡς ἀμφοτέρους ἕνα φαίνεσθαι, καθήκων εἰς τὸ πρῶτον ὀστοῦν τοῦ μεγάλου δακτύλου· καὶ κινεῖ γε αὐτὸν τὴν ἀνά‐
5λογον ἐπὶ θάτερα κίνησιν τῇ προειρημένῃ λοξῇ κατὰ τοὺς πέντε δακ‐

25

.

43

.

7

τύλους, ἣν ὑπὸ τριῶν ἔφην γίνεσθαι. λοιποὶ δὲ τῶν ἔξωθεν τοῦ πή‐ χεως μυῶν εἰσιν ὅ τε ἐμφυόμενος τοῖς ἄνω μέρεσι τῆς κερκίδος λοξὸς ὅλος σαρκοειδής, ὅ τε ἐπικείμενος ἄνωθεν αὐτῇ μακρός, οὐδ’ εἰς ἀκριβῆ τένοντα τελευτῶν οὐδ’ οὕτως ὡς τὸ πολὺ ἐνέργειαν ἔχων

25

.

43

.

8

ὑπτίαν ἐργάζεσθαι τὴν χεῖρα. λοιπὸς δ’ ὁ πρὸ τούτου λεχθεὶς ἐμ‐ φύεται τῆς κερκίδος τοῖς ἄνω μέρεσιν, οὐχ ὥσπερ ὁ τελευταῖος λεχθεὶς

25

.

43

.

9

τοῖς κάτω. καὶ διὰ τοῦτο ἑκάτερος αὐτῶν ἐκεῖνο τὸ μέρος κινεῖ τῆς κερκίδος εἰς ὃ καταπέφυκεν· ἀμφοτέρων δ’ ἐνεργησάντων ὁμοῦ, τὴν ὑπτίαν κατάστασιν ἡ χεὶρ ὅλη λαμβάνει· ἐπιβαίνων δὲ μετὰ τὴν πρώ‐

25

.

43

.

10

την ἔκφυσιν ὅλῳ τῷ πήχει παραπέφυκεν. οὕτω μὲν ἔχουσι θέσεώς τε καὶ κινήσεως οἱ ἔξωθεν μύες· τῶν 〈δ’〉 ἐντὸς τοῦ πήχεως ἑπτὰ τὸν ἀριθμὸν μυῶν ὄντων, δύο μὲν τὸν καρπὸν κάμπτουσι, δύο δὲ τοὺς δακτύλους, δύο δ’ ἄλλοι τὴν κερκίδα περιάγουσιν ἐπὶ τὸ πρανές, ὁ
5δ’ ὑπόλοιπος εἷς, ὅσπερ καὶ πάντων ἰσχνότατός ἐστιν, ἐπιπολῆς μὲν ἐπὶ τῷ δέρματι τέτακται κατὰ μέσον μάλιστα τὸ κῶλον, ἄνωθεν κάτω φερόμενος, οὐδὲν ἄρθρον κινῶν.

25

.

44

t

Περὶ τῶν ἐν ἄκρᾳ τῇ χειρὶ μυῶν.

25

.

44

.

1

Διττὰ γένη μυῶν ἐστιν ἐν ἄκρᾳ τῇ χειρὶ κατὰ τὰ ἔνδον αὐτῆς μέρη, μικροὶ μὲν πάντες ἐξ ἀνάγκης, ἀλλήλων δ’ οὐκ ὀλίγον δια‐

25

.

44

.

2

φέροντες τά τε ἄλλα καὶ κατὰ μέγεθος. πέντε μὲν οὖν εἰσιν οἱ τῶν λοξῶν κινήσεων ἐπὶ τὰ ἔσω τε καὶ ἄνω κινοῦντες τοὺς δακτύλους, εἷς καθ’ ἕκαστον· ἕκτος δ’ ὁ τὸν ἀντίχειρα καλούμενον τὸν μέγαν προσάγων τῷ λιχανῷ· ὁ δ’ ἕβδομος ἀπάγει μέχρι πλείστου τὸν μικρὸν

25

.

44

.

3

δάκτυλον ἀπὸ τῶν ἄλλων. ἄλλοι δὲ μύες ἐν τῷ μετακαρπίῳ κεῖνται, τοῖς τε ἀνατομικοῖς ἀγνοηθέντες ἅπασι κἀμοὶ μέχρι πολλοῦ, μετὰ παρεγκλίσεως τῆς εἰς τὸ πλάγιον ἑκάστου τῶν δακτύλων κάμπτοντες

25

.

44

.

4

τὸ πρῶτον ἄρθρον, δύο καθ’ ἕκαστον δάκτυλον ὄντες. κατὰ δὲ τὸν μέγαν δάκτυλον οὐκ ἴσος ἐστὶν ἀριθμός· εἷς μὲν γὰρ μικρότερός τέ ἐστι καὶ καταφύεται τῷ δακτύλῳ πλησίον τῆς δευτέρας διαρθρώσεως, οὐ πάνυ μὲν ἐκείνην σαφῶς κινῶν, τὴν πρώτην δὲ μᾶλλον· οἱ
5δ’ ἐφεξῆς αὐτοῦ δύο τὴν δευτέραν κάμπτουσι διάρθρωσιν, ὁ μὲν τοῦ προειρημένου τοῦ μείζονος ψαύων, ἀρρεπῆ τὴν κάμπην ποιούμενος,

25

.

44

.

5

ὁ δὲ μετ’ αὐτὸν ἐκκλίνων ἀτρέμα εἰς τὸ πλάγιον. ἁπάντων δὲ τῶν εἰρημένων ἕνδεκα μυῶν τῶνδε κοινὸν ἔργον ἐστὶ τὴν πρὸς τὸν καρ‐ πὸν συνάρθρωσιν ἑκάστου τῶν κατὰ τὸ μετακάρπιον ὀστῶν κάμπτειν τοσοῦτον ὅσον ἑκάστη πέφυκε κάμπτεσθαι· βραχύτατον δ’ ἐστὶ τοῦτο·
5συνήρθρωται γὰρ ἀλλήλοις τὰ κατὰ τοῦτο τὸ μέρος ὀστᾶ καὶ οὐ καθά‐

25

.

44

.

6

περ τὰ τῶν δακτύλων ὀστᾶ διήρθρωται. διὰ τοῦτο δὲ καὶ ἡ τοῦ με‐ γάλου δακτύλου πρώτη διάρθρωσις ἐναργῆ τὴν κίνησιν ἔχει, λεληθυῖαν δὲ καὶ τελέως ἀμυδρὰν ἡ τῶν τοῦ μετακαρπίου πρὸς τὸν καρπόν· ἐνίοτε μέντοι κατὰ τὸν μέγαν δάκτυλον οἱ δύο μόνοι φαίνονται μύες
5ὁμοίως ἔχοντες τοῖς ἐπὶ τῶν ἄλλων· κἀκεῖνοι δὲ πολλάκις οὕτως ἀλ‐ λήλοις εἰσὶ συμφυεῖς, ὡς ἕνα φαίνεσθαι καθ’ ἕκαστον δάκτυλον.

25

.

45

t

Περὶ τῶν ὑπὸ ταῖς κλεισὶ μυῶν.

25

.

45

.

1

Ὑφ’ ἑκατέρᾳ κλειδὶ μῦς ὑπόκειται, μηδὲ φανῆναι σαφῶς δυνά‐ μενος πρὶν ἀρθῆναι τὴν κλεῖν. ὁμοίαν δὲ τοῖς μεσοπλευρίοις ὀνομαζο‐ μένοις μυσὶ τὴν ἐνέργειαν ἔχουσιν· ὥσπερ γὰρ ἐκείνων ἕκαστος ταῖς ἔξωθεν ἰσὶ πρὸς τὴν ὑψηλοτέραν πλευρὰν ἀνασπᾷ τὴν ταπεινοτέραν,
5οὕτω καὶ οἵδε πρὸς τὴν κλεῖν ἀνέλκουσι τὴν πρώτην πλευράν.

25

.

46

t

Περὶ τῶν τοῦ θώρακος μυῶν.

25

.

46

.

1

Τῶν τοῦ θώρακος μυῶν οἱ μὲν ἐν τοῖς μεσοπλευρίοις δύο καὶ εἴκοσίν εἰσι, τῷ μήκει τὰς ἶνας ἔμπαλιν ἔχοντες· οὐ γὰρ ὥσπερ οἱ μύες ἀπὸ τῆς ῥάχεως ἄχρι τοῦ στέρνου περαίνουσιν, οὕτω καὶ αἱ ἶνες αὐτῶν, ἀλλ’ ἐκ πλευρᾶς εἰς πλευρὰν ἐμπεφύκασι λοξαί, τῷ
5χ γράμματι παραπλησίως ἐναντίαν ἀλλήλαις αἵ τε ἔξω καὶ ἐντὸς

25

.

46

.

2

ἔχουσαι τὴν θέσιν. αἱ μὲν οὖν ἐκτὸς ἶνες ἐν τοῖς ἄνωθεν καταφερο‐ μένοις μέρεσι τῶν πλευρῶν διαστέλλουσι τὸν θώρακα, συστέλλουσι δ’ αἱ διὰ βάθους· ἐναντίως δ’ αὐταῖς αἱ κατὰ τὰ χονδρώδη τὰ πρὸς τῷ στέρνῳ συστέλλουσι μὲν αἱ ἐπιπολῆς, διαστέλλουσι δ’ αἱ διὰ βά‐

25

.

46

.

3

θους. ἐπὶ δὲ τῶν κατὰ τὰς νόθας πλευρὰς μυῶν ἄχρι τῆς τελευτῆς αὐτῶν ἡ αὐτὴ φύσις ἐστὶ τῶν ἰνῶν· οὐδὲ γὰρ ἔχουσιν αἵδε τινὰ

25

.

46

.

4

κάμπην. ἑτέρα δὲ μία συζυγία μικρῶν μυῶν ἀνασπᾷ τὰς πρώτας πλευράς, ὥσπερ ἕτεραι δύο κατασπῶσι τὴν δεκάτην τε καὶ τὴν ἑν‐ δεκάτην. ἡ γάρ τοι δωδεκάτη πλευρὰ τοῦ διαφράγματος ἔξωθέν ἐστι συμπεφυκυῖα τῷ λοξῷ κατ’ ἐπιγάστριον μυῒ τῷ μικροτέρῳ· φαίνεται
5δ’ ἐνίοτε καὶ περιγραφὴν ἰδίου μυὸς ἔχουσα τοῦ κατασπῶντος αὐτήν.

25

.

46

.

5

ἄλλαι δὲ τρεῖς ἐκ τραχήλου καθήκουσαι συζυγίαι μυῶν διαστέλλουσι τὸν θώρακα, μεγίστη μὲν ἡ κατὰ τὰ σιμὰ τῶν ὠμοπλατῶν, ἐλάττων

25

.

46

.

6

δ’ ἡ πρόσθεν αὐτῆς, ἐλαχίστη δ’ ἡ ὄπισθεν. οὗτοι πάντες οἱ μύες διαστέλλουσι τὸν θώρακα, καὶ πρὸς αὐτοῖς αἱ φρένες. συστέλλουσι δ’ οἵ τε μεσοπλεύριοι ταῖς ἡμισείαις ἰσί, καὶ οἱ τοῖς ῥαχίταις παρατε‐ ταμένοι κατὰ τὰς ῥίζας τῶν πλευρῶν, καὶ τῶν ὀρθίων κατ’ ἐπι‐
5γάστριον ἡ ἄνω μοῖρα, καὶ οἱ τὰς ἐσχάτας πλευρὰς κατασπῶντες.

25

.

46

.

7

συντελοῦσι δέ τι πρὸς τὰς συστολὰς τοῦ θώρακος ἐνίοτε καὶ οἱ κατ’ ἐπιγάστριον.

25

.

47

t

Περὶ τῶν τῆς ῥάχεως μυῶν.

25

.

47

.

1

Οἱ ῥαχῖται μύες ἄρχονται μὲν ἀπὸ τοῦ δευτέρου σπονδύλου τῶν κατὰ τὸν τράχηλον· ἤτοι δὲ τοσοῦτοι τὸν ἀριθμόν εἰσιν, ὅσοιπερ οἱ ἀπὸ τοῦδε σπόνδυλοι διαφυεῖς ἀλλήλοις ὄντες, ἢ μέγιστος εἷς ἑκατέ‐

25

.

47

.

2

ρωθεν τῆς ἀκάνθης ἐκ πολλῶν μορίων σύνθετος. ἁπάντων δ’ αἱ ἶνες ἀτρέμα τε λοξαὶ τυγχάνουσιν οὖσαι καὶ ταθεῖσαι βραχὺ παρεγκλίνουσιν ἐφ’ ἑαυτὰς ἕκαστον τῶν συνεχόντων σπονδύλων· ὅταν δ’ ἀμφότεραι ταθῶσιν, αἵ τε ἐκ τῶν δεξιῶν καὶ ἐκ τῶν ἀριστερῶν ἑκάστου σπον‐
5δύλου, τηνικαῦτα ὀρθὸς καὶ ἀρρεπὴς μένων ἀνακλᾶται πρὸς τοὐπίσω, καὶ εἰ καθ’ ὅλην τὴν ῥάχιν οὕτως γένοιτο, μετὰ μὲν μετρίας τῆς τάσεως ἐκτείνεται πᾶσα, βιαιότερον δὲ ταθέντων ἀνακλᾶται πρὸς τοὐπίσω τὴν ἐναντίαν τῇ κυφώσει καλουμένῃ λαμβάνουσα διάθεσιν.

25

.

47

.

3

κατὰ δὲ τὴν ἄνω μοῖραν ἅπασαν ἄχρι τοῦ τετάρτου, ποτὲ δὲ καὶ τοῦ πέμπτου τῶν κατὰ θώρακα σπονδύλων, οἱ δύο μύες οἱ ὑποβεβλημένοι τῷ στομάχῳ κάμπτουσι τὴν ῥάχιν· κατὰ δὲ τὰ κάτω ἡ κατ’ ὀσφὺν ἔνδον ἅπασα χώρα μεγίστους ἔχει δύο μύας, οὓς ψόας ὀνομάζουσιν
5οἱ ἀνατομικοὶ πάντες· ἐκφύονται δ’ ἀνωτέρω τοῦ διαφράγματος οἵδε κατὰ τὸν ἑνδέκατον ἢ δέκατον ἐνίοτε τοῦ θώρακος σπόνδυλον, κάμ‐

25

.

47

.

4

πτοντες τὸ καθ’ ἑαυτοὺς μέρος τῆς ῥάχεως. τὸ δ’ ἐν τῷ μεταξὺ τού‐ των τε καὶ τῶν προειρημένων, ὅπερ ἐστὶ τοῦ θώρακος τὸ μέσον, οὐδένα κέκτηται μῦν ἴδιον, ἀλλὰ τοῖς ἑκατέρωθεν μέρεσι συγκινεῖται.

25

.

48

t

Περὶ τῶν κατ’ ἐπιγάστριον μυῶν.

25

.

48

.

1

Ὀκτὼ μύες εἰσὶν οἱ κατ’ ἐπιγάστριον, τέτταρες ἑκατέρωθεν, ἔξωθεν μὲν ἁπάντων οἱ ἀπὸ τοῦ θώρακος καταφερόμενοι λοξοὶ μέχρι τῶν τῆς ἥβης ὀστῶν, μέγιστοι τῶν ἐνταῦθα μυῶν· δεύτεροι δ’ ὑπ’ αὐτοῖς οἱ ἀπὸ τῶν λαγόνων ἀναφερόμενοι, καὶ τρίτοι τούτοις συνάπτοντες
5οἱ εὐθεῖς, καὶ τέταρτοι οἱ τῷ περιτοναίῳ συμφυεῖς, ἐγκάρσιοι τῇ θέσει.

25

.

48

.

2

καὶ λανθάνει γε τοὺς πλείστους τῶν ἰατρῶν τὸ σύνθετον ἐξ αὐτῶν τε

25

.

48

.

3

καὶ τοῦ περιτοναίου σῶμα, περιτόναιον εἶναι νομίζοντας. ἀμέλει κἀν ταῖς καλουμέναις γαστρορραφίαις ὡς ὑμένα διαρράπτουσιν αὐτό· κατα‐ λείπει μέντοι τὸ περιτόναιον ἐν τοῖς κάτω μέρεσιν ἡ ἀπονεύρωσις

25

.

48

.

4

αὕτη, καὶ φαίνεται λοιπὸν ἐκεῖνο μόνον γυμνόν. χρήσιμοι δ’ εἰσὶν οἱ ὀκτὼ μύες οὗτοι πρός τε τὰς ἐκφυσήσεις καὶ τὰς καλουμένας καταλή‐ ψεις τοῦ πνεύματος καὶ τὰς μεγάλας τε καὶ τὰς ὀξείας φωνὰς ἐμέτους

25

.

48

.

5

τε καὶ διαχωρήσεις γαστρός. συντελεῖ δ’ αὐτῶν ἡ κάτω χώρα, καὶ μάλιστα τῶν ἐπιβεβλημένων τῇ κύστει, τῇ κατὰ τὴν οὔρησιν ἐνεργείᾳ, προσστέλλοντες εἴσω τὸ ὑπογάστριον.

25

.

49

t

Περὶ τῶν ἐπὶ τοὺς ὄρχεις κάτω ἐπιφερομένων μυῶν.

25

.

49

.

1

Δύο πρὸς ἑκάτερον ὄρχιν ἀφικνοῦνται μύες ἰσχνοί· ἐκφύονται δ’ ὁ μὲν ἐκ τοῦ τῆς ἥβης ὀστοῦ δι’ ὑμενώδους συνδέσμου λεπτοῦ,

25

.

49

.

2

ὁ δ’ ἐκ τοῦ τῆς λαγόνος ὁρμωμένου. καταφέρονται δ’ ὁ μὲν ἔνθεν, ὁ δ’ ἔνθεν τοῦ καθήκοντος ἐπὶ τὸν ὄρχιν πόρου, κἄπειτα πλατυνό‐

25

.

49

.

3

μενοι περιλαμβάνουσι τὸν ἐλυτροειδῆ. τὸ δ’ ἔργον αὐτῶν ἀνατείνειν τὸν ὄρχιν, ὅθεν ἔνιοι κρεμαστῆρας αὐτοὺς ὀνομάζουσιν.

25

.

50

t

Περὶ τῶν κατὰ τὸν τράχηλον τῆς κύστεως μυῶν.

25

.

50

.

1

Σαρκώδης μῦς περιβέβληται τῷ τραχήλῳ τῆς κύστεως· τὸ πλεῖ‐

25

.

50

.

2

στον δ’ αὐτοῦ μέρος ὑποβέβληται κάτωθεν. οὗτος ὁ μῦς κλείει τὸ στόμα τῆς κύστεως ὑπὲρ τοῦ μηδὲν ἐκρεῖν ἀκουσίως· συνεπωθεῖ δὲ καὶ τὸ δι’ αὐτοῦ φερόμενον οὖρον.

25

.

51

t

Περὶ τῶν τοῦ αἰδοίου μυῶν.

25

.

51

.

1

Δύο μὲν ἔχει πάνυ σμικροὺς μῦς λοξοὺς τὸ αἰδοῖον εἰς τὴν ἔκ‐ φυσιν ἐμβάλλοντας αὐτοῦ, δύο δ’ ἄλλους συμφυεῖς ἢ ἕνα διφυῆ σαρ‐ κώδη, κάτωθεν μὲν ὑποκειμένους αὐτῷ μᾶλλον, οὐ μὴν ἀλλὰ καὶ

25

.

51

.

2

περιλαμβάνοντας ἐν κύκλῳ. τούτων μὲν οὖν εἰς οὐδὲν σαφῶς ὀστοῦν ἀνήκουσιν αἱ κεφαλαί, τῶν δ’ ἄλλων δυοῖν εἰς τὰ τῆς ἥβης ὀστᾶ

25

.

51

.

3

ὀνομαζόμενα. δύνανται δ’ ἅπαντες οἱ εἰρημένοι τό τε ἀρρεπὲς ἐν ταῖς ἐντάσεσι παρέχειν τῷ αἰδοίῳ καὶ τὰς ἐν τῷ διασείειν τε καὶ ἀνασείειν αὐτῷ κινήσεις.

25

.

52

t

Περὶ τῶν κατὰ τὴν ἕδραν μυῶν.

25

.

52

.

1

Εἷς μέν τίς ἐστιν ἀζυγής, στρογγύλος, ἐγκάρσιος μῦς, περιβεβλη‐ μένος τῇ ἕδρᾳ, κλείων ἀκριβῶς καὶ ἰσχυρῶς, εἰ ταθείη, τὸ ἀπευθυσ‐ μένον ἔντερον, κατὰ μὲν τὸ μέσον ἑαυτοῦ ψαύων τοῦ καλουμένου

25

.

52

.

2

κόκκυγος, ἑκατέρωθεν δ’ εἰς τὴν ἔκφυσιν τοῦ αἰδοίου τελευτῶν. αὐτὸ
δὲ τὸ ἐξωτάτω πέρας αὐτῆς συγκεκραμένον ἔχει τῷ δέρματι μῦν, οἷόν τι καὶ τὸ τῶν χειλῶν ἐστι πέρας, ὡς ἤτοι δερματώδη μῦν ὀνομάζειν

25

.

52

.

3

ἢ δέρμα μυῶδες. ἡ χρεία δὲ καὶ τούτου παραπλησία τῷ μυΐ, πλὴν

25

.

52

.

4

ὅσον ἰσχύϊ καὶ ῥώμῃ τῆς ἐνεργείας ἀπολείπεται. οἱ λοιποὶ δὲ δύο μύες ὑμενώδεις ὄντες ἀνωτέρω τοῦ στρογγύλου μυὸς ἔχουσι τὴν θέσιν· ἐκφύονται μὲν γὰρ ἔκ τε τῶν ἔνδον μερῶν τῶν τῆς ἥβης ὀστῶν καὶ τῶν τοῦ καλουμένου πλατέος ἢ ἱεροῦ, καταφύονται δ’ ἑκατέρωθεν
5εἰς λοξόν, τείνοντες ἄνω τὴν ἕδραν, ἡνίκα ἂν ἐπὶ πλεῖστον αὐτὴν ἐκστραφῆναι συμβῇ προθυμίαις ἰσχυραῖς· ὑπὸ γὰρ τῶν καθ’ ὑπο‐ γάστριον μυῶν ἅμα ταῖς φρεσὶ θλιβόντων τά τε ἔντερα καὶ δι’ ἐκεί‐ νων ὅ τι περ ἂν ἐν αὐτοῖς περιέχηται, προωθεῖσθαί τε συμβαίνει τὴν ἕδραν ἐκτρέπεσθαί τε πολλάκις εἰς τοσοῦτον ὡς μηδὲν ὑπὸ τῶν εἰρη‐
10μένων δυοῖν μυῶν ἑτοίμως ἀνασπᾶσθαι· καὶ ὅταν γε παραλυθῶσιν ἢ ἀτονήσωσιν οἱ μύες οὗτοι, χαλεπῶς καὶ μόγις ἀνασπᾶσθαι συμβαίνει τὴν ἕδραν ἢ καὶ παντάπασιν ἐκτετραμμένην διαμένειν, ὡς καὶ τῶν

25

.

52

.

5

χειρῶν δεῖσθαι βοηθῶν. εὐθὺς δὲ καὶ τὴν ἔκφυσιν τοῦ αἰδοίου συν‐ ανασπῶσιν οἱ μύες οὗτοι διὰ τὴν προειρημένην κοινωνίαν.

25

.

53

t

Περὶ τῶν τὴν κατ’ ἰσχίον διάρθρωσιν κινούντων μυῶν.

25

.

53

.

1

Δέκα μύες εἰσὶν οἱ τὴν κατ’ ἰσχίον διάρθρωσιν κινοῦντες· ἡ μὲν οὖν ψόα, μῦς τις οὖσα οὐ μικρός, ἀρχομένη τε ἐκ τῆς δεκάτης τοῦ θώρακος πλευρᾶς, κάμπτει τε ἅμα καὶ πρὸς τοὐκτὸς μᾶλλον ἐπιστρέ‐

25

.

53

.

2

φει τὸν ὅλον μηρόν. καὶ ἕτερός τις ἐμφύεται μῦς μικρὸς ἀπὸ τῆς βάσεως ἀρχόμενος τοῦ κατ’ ἰσχίον ὀστοῦ παρὰ τὸ ψιλὸν καὶ ἄσαρκον

25

.

53

.

3

τῆς πυγῆς· ταπεινῆς προσαγωγῆς ὁ μῦς οὗτός ἐστιν αἴτιος. ὁ δὲ μέ‐ γιστος τῶν κατὰ τὸν μηρόν, πάντων τῶν κατὰ τὸ σῶμα μυῶν, ἐπί‐ κειται μὲν ἅπαντι τῷ τῆς ἥβης ὀστῷ συνεπιλαμβάνων τι καὶ τῶν ἰσ‐ χίων ἐκ πλαγίων τε ἅμα καὶ κάτωθεν ἄχρι τοῦ ψιλοῦ καὶ ἀσάρκου,
5καταφύεται δ’ εἰς ὅλον κύκλῳ τὸν μηρὸν σαρκώδεσι λαβαῖς ἀντ‐ εχόμενος αὐτοῦ, ταῖς μὲν ἐκ τῶν κάτω μερῶν παρὰ τὸ ψιλὸν καὶ ἄσαρκον ἐμφυομέναις ἰσίν, αἷς ἐγγὺς τῆς κατὰ τὸ γόνυ διαρθρώσεως ἐξικνεῖται, πρὸς τοὐπίσω μᾶλλον ἀπάγων τὸν μηρὸν ἅμα τῷ προσ‐ άγειν ἀτρέμα πρὸς τὸν ἕτερον μηρόν, ταῖς δ’ ὑψηλοτέραις τούτων
10προσάγων μόνον, ταῖς δ’ ὑψηλοτάταις, ἄνωθεν μὲν ἀρχομέναις, εἰς δὲ τὰ πρῶτα μέρη τοῦ μηροῦ καταφυομέναις, προσάγων τε ἅμα καὶ

25

.

53

.

4

ἀνατείνων αὐτόν. ἀνατεμνομένου δὲ τούτου τοῦ μυός, ὅ τε προειρη‐ μένος ἐναργῶς φαίνεται καί τινες ἕτεραι περιγραφαὶ μυῶν οὐκ ἐναρ‐ γεῖς, ἐνίοτε μὲν δυοῖν, ἔστι δ’ ὅτε τριῶν, οὓς ἐάν τις ἐν τοῖς μυσὶν ἀριθμῇ, πλέονας ἐρεῖ τῶν δέκα τοὺς κινοῦντας εἶναι τὴν κατ’ ἰσχίον

25

.

53

.

5

διάρθρωσιν. ἐκ δὲ τῶν ὀπίσω μερῶν κατὰ τὴν πυγὴν πρῶτος μὲν ὁ ἐπιπολῆς μῦς, ἐκτείνει δ’ ἀκριβῶς τὸν μηρόν, ἐπισπώμενος εἰς τοὐπίσω· δεύτερος ἐπὶ τῷ προειρημένῳ μυῒ τῷ ἐπιπολῆς ἕτερός ἐστι μῦς, ἱκανῶς παχὺς καὶ σαρκώδης, ἐκτείνων τε ἅμα τὸν ὅλον μηρὸν καὶ πρὸς τὴν
5ἐντὸς χώραν ἐπισπώμενος αὐτοῦ τὴν κεφαλήν· ὑποφύεται δ’ αὐτῷ μῦς ἕτερος ἀνατείνων τε ἅμα καὶ πρὸς τοὐκτὸς ἐπισπώμενος τοῦ

25

.

53

.

6

μηροῦ τὴν κεφαλήν. ἄλλος δέ τις μῦς μικρὸς καὶ παχὺς ἐκ τῶν ἔξωθέν τε καὶ κάτω μερῶν τοῦ τῆς λαγόνος ὀστοῦ τῶν κατ’ ἰσχίον τὴν ἔκφυσιν ποιησάμενος ὑποφύεται τῷ προειρημένῳ μεγάλῳ μυῒ ἀνατείνων τε ἅμα καὶ πρὸς τοὐκτὸς περιστρέφων τοῦ μηροῦ τὴν κε‐

25

.

53

.

7

φαλήν. ὑπόλοιποι δὲ δύο μύες εἰσὶ τῶν κινούντων τὸν μηρόν· ἐκ‐ φύονται δὲ τῶν τῆς ἥβης ὀστῶν ὅλων, ὁ μὲν ἔσωθεν, ὁ δ’ ἔξωθεν.

25

.

53

.

8

οὗτοι οἱ μύες καὶ τὸ φυσικὸν τρῆμα κατειλήφασι τοῦ τῆς ἥβης ὀστοῦ, μέσον ἔχοντες ἑαυτῶν ὑμενώδη σύνδεσμον, ὀπίσω δ’ ἐς ταὐτὸν ἀλ‐ λήλοις ἥκουσι περιφυόμενοι τῷ κατ’ ἰσχίον ὀστῷ σαρκώδεσι λαβαῖς.

25

.

53

.

9

ἔργον τούτων τῶν μυῶν ἐστι περιστρέφειν τὴν κεφαλὴν τοῦ μηροῦ, ἔσω μὲν ἅμα καὶ πρόσω τοῦ πρώτου μυός, ἔξω δ’ ἅμα καὶ ὀπίσω τοῦ

25

.

53

.

10

λοιποῦ. δέκατος ἐπὶ τοῖς εἰρημένοις ἐστὶ μῦς ἐκ τῶν ἔνδον μερῶν τοῦ μηροῦ κείμενος, ὃς ἴσως μέν τι καὶ τὴν κνήμην κινεῖ· ἐναργέστατα δὲ πᾶσιν ὅλον ἔσω προσάγει τὸν μηρόν, ὃν ὀλίγον ὕστερον ὁποῖός τίς ἐστι διηγήσομαι μετὰ τῶν κινούντων τὴν κατὰ γόνυ διάρθρωσιν,
5ἐπειδὴ σὺν αὐτοῖς τέτακται.

25

.

54

t

Περὶ τῶν κινούντων τὴν κατὰ γόνυ διάρθρωσιν μυῶν.

25

.

54

.

1

Ἐννέα μύες εἰσὶν οἱ τὴν κατὰ γόνυ κινοῦντες διάρθρωσιν· πρῶ‐ τος μὲν ὁ ἐπιπολῆς, στενότατός τε καὶ μακρότατος, τὴν μὲν ἄνωθεν ἔκφυσιν ἐκ μέσης τῆς ὀρθίας ῥάχεως τοῦ τῆς λαγόνος ὀστοῦ πεποιη‐ μένος, διὰ δὲ τῶν ἔνδον τοῦ μηροῦ φερόμενος ἐπὶ τὸ γόνυ κἀνταῦθα
5καταφυόμενος εἰς τὸ καλούμενον ἀντικνήμιον οὐ μετὰ πολὺ τῆς διαρ‐

25

.

54

.

2

θρώσεως. οὗτος μὲν οὖν κάμπτει τε ἅμα πρὸς τοὐντὸς τὴν κνήμην καὶ ἀνατείνει πως ὑψηλὴν καὶ εἰς τουτὶ ἄγει τὸ σχῆμα τὸ σκέλος σύμπαν, ἐν οἵῳ μάλιστα καθίσταται, μεταλλαττόντων ἡμῶν αὐτὸ κατὰ θατέρου· ὁ δ’ ἐφεξῆς τούτῳ τὴν ἀρχὴν μὲν ἐκ τῶν τῆς ἥβης ὀστῶν
5ἔχει, καταφύεται δ’ εἰς αὐτὸ μάλιστα τὸ ἀντικνήμιον, ἔσω καὶ αὐτὸς

25

.

54

.

3

ἐπιστρέφων τὴν κνήμην μετὰ τῆς ἐπὶ τὸ ὄρθιον ἀνατάσεως. ὁ δ’ ὡς
τὸ πολὺ μὲν ἐκ τῶν ἔνδον μερῶν, ἐνίοτε δὲ βραχεῖ τοῦ προειρη‐ μένου κατωτέρω, συνεχὴς αὐτῷ μῦς, ὁμοίως τένοντι καταφυόμενος εἰς τὸ ἀντικνήμιον, κάμπτει τε ἅμα καὶ πρὸς τοὐκτὸς περιστρέφει τὴν

25

.

54

.

4

κνήμην λοξήν, ὥσπερ καὶ αὐτὸς κινεῖται λοξός. τούτῳ τῷ μυῒ συνεχῆ τὴν ἔκφυσιν ἔχοντες ἄλλοι τρεῖς εἰσι μύες, ὁ μὲν ἐκ τῶν ἔξω μερῶν τοῦ σκέλους, εὔρωστος ἱκανῶς, πρὸς τοὐκτὸς ἐπιστρέφων τὴν κνήμην, οἱ λοιποὶ δὲ δύο τὴν μὲν ἄνωθεν ἀρχὴν ἐκ τῶν ἔνδον μερῶν ἔχουσι

25

.

54

.

5

τῶν προειρημένων δυοῖν· καθήκουσι δ’ ὁ μὲν ἐφεξῆς τῶν προειρημέ‐ νων δυοῖν εἰς τὸ τῆς κνήμης ἔνδον οὐ πολὺ τῆς διαρθρώσεως κάμ‐ πτων, ἀλλὰ καὶ πρὸς τοὐκτὸς ἐπιστρέφων αὐτὴν διὰ τένοντος ἠρέμα στρογγύλου· ὁ δ’ αὖ πάλιν ἐφεξῆς τῷδε τοῖς ἔνδον μέρεσι τοῦ μηροῦ
5τοῖς πρὸ τῆς κατὰ γόνυ διαρθρώσεως ἐμφύεται, ἔσω ἅμα τε καὶ ἐπ’ ὀλί‐

25

.

54

.

6

γον ὀπίσω τὸν μηρὸν ἀπάγων. δέκατον δ’ αὐτὸν ὠνόμασα τῶν κινούν‐ των τὸ κατ’ ἰσχίον ἄρθρον· ἀνεβαλόμην τε τὴν διδασκαλίαν αὐτοῦ ποιήσασθαι μετὰ τῶν κινούντων τὴν κατὰ γόνυ διάρθρωσιν, ἐπειδὴ

25

.

54

.

7

σὺν αὐτοῖς τέτακται. οἱ δ’ ὑπόλοιποι τρεῖς μύες τῶν κατὰ τὸν μηρὸν οἱ πρόσθιοι τὴν κατὰ γόνυ διάρθρωσιν ἐκτείνουσιν, οἱ μὲν ἐπιπολῆς εὔρωστοι δύο τελευτῶντες εἰς ἰσχυρὸν τένοντα πλατύν· ὁ δ’ ὑπὸ τού‐ τοις κατακεκρυμμένος εἴς τε τὴν ἀρχὴν ἐμφύεται τῆς ἐπιγονατίδος καὶ

25

.

54

.

8

τοῖς περὶ τὴν διάρθρωσιν ἐπιφύεται συνδέσμοις. οὗτοι μὲν οὖν ἅπαν‐ τες οἱ εἰρημένοι μύες ἄνωθεν κάτω φερόμενοι διὰ τοῦ μηροῦ, τὴν κατὰ γόνυ διάρθρωσιν κινοῦσιν, ὡς μὲν ἐγώ φημι, δικαιότερον ἂν ἐννέα ῥηθέντες, ἵνα δὲ μὴ δοκῶμεν ἐπὶ σμικροῖς διαφέρεσθαι πρὸς
5τοὺς πρεσβυτέρους ἡμῶν, ὀκτώ. μικρὸς δέ τις ἄλλος μῦς ἐγκατακέ‐ κρυπται τῇ διαρθρώσει κατ’ αὐτὴν τὴν ἰγνύαν σύνδεσμον ἔχων τὴν κεφαλὴν ἰσχυρὸν καὶ στρογγύλον ἐκπεφυκότα κατὰ τὸν ἔξω κόνδυλον

25

.

54

.

9

τοῦ μηροῦ. καθήκει δ’ οὗτος εἰς τὸ τῆς κνήμης ὀστοῦν λοξός πως μᾶλλον διὰ τῶν ὀπίσω μερῶν ἐποχούμενος τῇ διαρθρώσει, κάμπτειν αὐτὴν ἐκπεφυκώς.

25

.

55

t

Περὶ τῶν κατὰ τὴν κνήμην μυῶν, ὑφ’ ὧν ὅ τε ποῦς ὅλος καὶ οἱ δάκτυλοι κινοῦνται.

25

.

55

.

1

Τεσσαρεσκαίδεκα μύες ἐν κύκλῳ περίκεινται τῇ κνήμῃ, ἑπτὰ μὲν

25

.

55

.

2

ἐκ τῶν ὀπίσω μερῶν, ἑπτὰ δ’ ἐκ τῶν πρόσω. τῶν μὲν οὖν ὀπίσω τεταγμένων οἱ τρεῖς μὲν εἰς τὸ τῆς πτέρνης ὀστοῦν τελευτῶσιν, οἱ τρεῖς δὲ τούς τε δακτύλους κάμπτουσιν ὅλου τοῦ ποδός, ὁ δ’ ἕβδομος εἰς τένοντα τελευτήσας ὑποφύεται τῷ ψιλῷ καὶ ἀσάρκῳ τοῦ ποδὸς
5ἅπαντι πλατυνόμενος ... τῷ τῆς πτέρνης ὀστῷ κάτωθεν πλατυν‐

25

.

55

.

3

θείς· ἔπειτα δέ, ὡς εἶπον, ὅλῳ τῷ ποδί. τούτου δ’ ἡ χρεία δυσπερί‐
τρεπτόν τε καὶ τεταμένον καὶ σκληρόν, ἔτι δὲ ψιλὸν τριχῶν εὐαίσθη‐ τόν τε κατασκευάσαι τὸ καλούμενον πέλμα, τῶν δ’ εἰς τὴν πτέρναν

25

.

55

.

4

ἐμβαλλόντων ἀπάγειν ὀπίσω μετ’ αὐτῆς ὅλον τὸν πόδα. οἱ μὲν οὖν ὄπισθεν μύες τῆς κνήμης οὕτως ἔχουσιν· τῶν δ’ ἔμπροσθεν ὁ μὲν ἀνατείνων ὅλον τὸν πόδα καὶ καταφυόμενος εἰς τὸν ταρσὸν μέγιστός ἐστι τῶν προσθίων μυῶν, ὁ δὲ παρακείμενος αὐτῷ καὶ μέρος αὐτοῦ
5νομιζόμενος εἶναι εἰς τὸ πρῶτον ὀστοῦν ἐμφύεται τοῦ μεγάλου δακτύ‐ λου, ἀνατείνων αὐτὸν ἀτρέμα λοξόν· ἐφεξῆς δὲ τούτων ἐστὶν ἀπο‐ νεύρωσις εἰς ὅλον τὸν μέγαν δάκτυλον ἐμβάλλουσα κατὰ μῆκος, ὑφ’ ἧς

25

.

55

.

5

ἐκτείνεται. ποιεῖται δὲ τὴν ἔκφυσιν ὁ τῆς ἀπονευρώσεως ταύτης μῦς ἰσχνὸς ὢν ἱκανῶς, ἐκ τῆς μεταξὺ χώρας κνήμης τε καὶ περόνης ἀμ‐ φοτέρων ἀντιλαμβανόμενος τῶν ὀστῶν· ὅταν δ’ ἐγγὺς ᾖ τῷ μεγάλῳ δακτύλῳ, σύνδεσμόν τινα διεξέρχεται τοιαύτην ἔχοντα χρείαν οἵαν

25

.

55

.

6

ἐπὶ τῶν ἁρμάτων οἱ κυκλίσκοι, δι’ ὧν τὰς ἡνίας διεκβάλλουσιν· καὶ

25

.

55

.

7

δύναιτο ἄν τις τοὺς τρεῖς μῦς τούτους ἕνα νομίζειν. ὁ δὲ μετ’ αὐτόν, ὁ τοὺς δακτύλους ἐκτείνων, ἁπάντων μέσος κεῖται τῶν ἔμπροσθεν

25

.

55

.

8

μυῶν. μετὰ δὲ τούτους [τοὺς] τρεῖς ἄλλοι μύες εἰσὶν ἐκ τοῦ τῆς πε‐ ρόνης ὀστοῦ τὴν ἔκφυσιν ἔχοντες, εἷς μὲν τὸν μέγαν δάκτυλον κάμ‐ πτων τοῦ ποδός, ἕτερος δ’ ἰσχνὸς τὸν μικρὸν ἐκτὸς ἀπάγων, ὁ δέ γε

25

.

55

.

9

τρίτος ἀνατείνων ὅλον τὸν πόδα. ἐφεξῆς δ’ αὐτῶν σχεδὸν ἤδη πλη‐ σίον ἐστὶ τὸ μέσον τῆς περόνης, ὅθεν ὁ τρίτος ἐκφύεται μῦς ὁ σιμῶν τὸν πόδα· δισχιδὴς δ’ οὗτος κατὰ τὴν ἔκφυσιν γίνεται τοὐπίπαν ἀνίσοις μέρεσι, καὶ διεξέρχεταί γε αὐτὸν μέσος ὁ τὸν μικρὸν δάκτυλον ἐκτὸς

25

.

55

.

10

ἀπάγων. οἱ τρεῖς οὗτοι μύες εἷς ἐνομίσθησαν ἐνίοις διὰ τὴν κοινωνίαν

25

.

55

.

11

τῆς πρώτης ἐκφύσεως. ἔστι δὲ καὶ κατὰ τὴν ἰγνύαν μῦς, τῷ μὲν μήκει βραχύς, οὐ μὴν ἄρρωστός γε καὶ ἀτρέμα πως λοξός, καὶ τὴν τῆς κνήμης κάμπην οὐκ ἀκριβῶς εὐθεῖαν, ἀλλ’ ἐκκλίνουσαν ἠρέμα πρὸς

25

.

55

.

12

τοὐκτὸς ἐργάζεται. πεντεκαιδέκατος οὗτος ἡμῖν ἀριθμείσθω μῦς τῶν κατὰ τὴν κνήμην ἔσχατος, εἰρημένος ἐν τοῖς κινοῦσι τὴν κατὰ γόνυ διάρθρωσιν.

25

.

56

t

Περὶ τῶν ἐν τῷ ποδὶ μυῶν.

25

.

56

.

1

Κατὰ δὲ τὸν πόδα τέτταρα γένη μυῶν ἐστιν, οὐχ ὡς ἐν τῇ χειρὶ δύο, τρία μὲν ἐν τοῖς κάτω τοῦ ποδός, ἓν δ’ ἐν τοῖς ἄνω κατὰ τοῦ

25

.

56

.

2

ταρσοῦ τεταγμένον. εἰσὶ δ’ οὗτοι μὲν οἱ μύες πέντε λοξῶν κινήσεων ἐξηγούμενοι τοῖς δακτύλοις ἀνάλογον τοῖς ἐπὶ τῆς χειρὸς ἔξωθεν.

25

.

56

.

3

οἱ δ’ ὑποκάτω τοῦ ποδός, ἑπτὰ μὲν κἀνταῦθα τὰς ἀνάλογον τοῖς ἐπὶ τῆς χειρὸς ἑπτὰ μυσὶ κινήσεις ἕκαστον τῶν δακτύλων κινοῦντες· ὧν οἱ δύο καθάπερ ἐν τῇ χειρὶ τῶν πρώτων κατὰ τὸν καρπὸν ὀστῶν ἀπεφύοντο, καὶ οὗτοι κατὰ τὸν πόδα τῶν πρώτων κατὰ τὸν ταρσόν,
5ἐπὶ πλεῖστον ἀπάγοντες τῶν ἄλλων δακτύλων τοὺς ἔξωθεν· οἱ λοιποὶ

25

.

56

.

4

δὲ πέντε μικρὸν ὕστερον εἰρήσονται. ἄλλοι δ’ ἐκ τῶν κάτω μερῶν εἰσι μικροὶ μύες, ἐκπεφυκότες τῶν τοὺς δακτύλους καμπτόντων τενόν‐

25

.

56

.

5

των, πρὶν ἀκριβῶς εἰς ἕκαστον αὐτῶν σχισθῆναι. τὸ δ’ ἔργον τούτων τῶν μυῶν κάμπτειν τὸ μέσον ἄρθρον ἑκάστου δακτύλου· τοῖς γὰρ ἐσχισμένοις ἤδη τένουσιν ἕτεροι μύες ἐπιφύονται τοῖς ἔνδον ἐν τῇ χειρὶ τῆς λοξῆς κινήσεως ἐξηγουμένοις ἑκάστῳ δακτύλῳ τὴν αὐτὴν

25

.

56

.

6

ἀναλογίαν ἔχοντες. τέτταρες δ’ εἰσὶ καὶ οὗτοι τὸν ἀριθμόν, ὥσπερ κἀκεῖνοι· προσελθόντων δ’ αὐτοῖς δυοῖν μὲν τῶν τοὺς ἐσχάτους δα‐ κτύλους ἐπὶ πλεῖστον ἀπαγόντων, οὓς προειρήκαμεν, ἑνὸς δ’ ἔτι τοῦ τὸν μέγαν προσάγοντος τῷ οἷον λιχανῷ, τὸ σύμπαν πλῆθος ἑπτὰ

25

.

56

.

7

γίνεται. τρίτον δ’ ἄλλο γένος ἐστὶ μυῶν ἐν τοῖς ποσὶ κάτω τῶν ἐν αὐτοῖς τοῖς ποσὶν ἐπιπεφυκότων, ἀνάλογον τοῖς ἀγνοηθεῖσι τελέως ἐν χερσίν, οὓς δηλονότι θεάσει τοὺς τένοντας ἅπαντας ἐκτεμών, ὥσπερ

25

.

56

.

8

κἀκεῖ. καὶ ἥ γε θέσις αὐτῶν πᾶσα καὶ ὁ ἀριθμὸς καὶ ἡ χρεία κατὰ τοὺς ἐν τῇ χειρὶ προειρημένους· δύο γὰρ ἑκάστου δακτύλου τῆς πρώ‐ της διαρθρώσεως προτεταγμένοι κάμπτουσι μετρίως αὐτήν, ἅμα μὲν ἐνεργήσαντες ἰσόρροπον, ἰδίᾳ δ’ ἑκάτερος ἐγκλίνων ἀτρέμα πρὸς τὸ

25

.

56

.

9

πλάγιον. εὑρίσκονται δ’ ἐνίοτε συνεχεῖς ἀλλήλοις οὕτως ὡς ἕνα δοκεῖν εἶναι καθ’ ἕκαστον δάκτυλον.

25

.

57

t

Περὶ τῆς τῶν νεύρων διανομῆς.

25

.

57

.

1

Οὐδὲν τῶν τοῦ ζῴου μορίων οὔτε κίνησιν, ἣν προαιρετικὴν ὀνο‐ μάζουσιν, οὔτε αἴσθησιν ἔχει χωρὶς νεύρου, καὶ εἰ διατμηθείη τὸ νεῦ‐

25

.

57

.

2

ρον, ἀκίνητόν τε καὶ ἀναίσθητον εὐθέως γίνεται τὸ μόριον. ἀρχὴ δὲ τῶν νεύρων ἐστὶν ὁ ἐγκέφαλος, ὥσπερ καὶ τοῦ νωτιαίου μυελοῦ, καὶ τὰ μὲν ἐξ αὐτοῦ τοῦ ἐγκεφάλου, τὰ δ’ ἐκ τοῦ νωτιαίου πέφυκεν.

25

.

57

.

3

αὐταὶ μὲν γὰρ αἱ πρόσθιαι κοιλίαι 〈αἱ〉 κατὰ τὸν ἐγκέφαλον εἰς τὰ πρόσω φερόμεναι στενοῦνται κατὰ βραχὺ κώνου σχήματι παραπλησίως, ἄχριπερ ἂν ἐπὶ τὴν ἀρχὴν ἀφίκωνται τῆς ῥινός, ἀλλήλαις παρακεί‐ μεναί τε καὶ ψαύουσαι διὰ παντός, ὡς μηδὲν εἶναι μέσον αὐτῶν, ὅτι

25

.

57

.

4

μὴ τὴν λεπτὴν μήνιγγα. ταύτην μὲν οὖν οὐ συναριθμοῦσι ταῖς ἀποφύ‐ σεσιν, ὅτι μήτε νεύρων ἐκφύσεις ἔχει, καθάπερ αἱ ἄλλαι, μήτε ἐκ‐

25

.

57

.

5

πίπτει τῶν ὀστῶν ἐκτός. τούτων δ’ ἑκατέρωθεν ἔν τε τοῖς δεξιοῖς μέρεσιν ἔν τε τοῖς ἀριστεροῖς ἐστιν ἀξιόλογον τῷ πάχει νεῦρον, ἐκ‐ φυόμενον μὲν ἐξ αὐτοῦ τοῦ ἐγκεφάλου, προερχόμενον δ’ εἰς τοὺς ὀφθαλμοὺς ἔξω τοῦ κρανίου διὰ τρήματος ἴσον ἔχοντος εὖρος ἀκρι‐

25

.

57

.

6

βῶς τῷ πάχει τοῦ νεύρου. τέτακται δὲ τὸ τρῆμα τοῦτο καθ’ ὃ πρῶ‐ τον ἡ χώρα τῶν ὀφθαλμῶν ἄρχεται γεννᾶσθαι, καὶ δόξουσί σοι θεασα‐
μένῳ καθάπερ τινὲς ῥίζαι τὰ νεῦρα ταῦτα εἶναι τῶν ὀφθαλμῶν.

25

.

57

.

7

διαλύεταί γε μὴν οὐκ εἰς πολλὰς ἶνας ὥσπερ τὰ ἄλλα σύμπαντα νεῦρα τὰ διανεμόμενα τοῖς ὑποδεχομένοις ὀργάνοις αὐτά, θαυμαστὸν δέ τινα τρόπον ἕτερον, ὃν οὔτε εἰπεῖν ῥᾴδιον, οὔτε ἀκούσας τις ἴσως πιστεύσει πρὶν αὐτόπτης γενέσθαι τοῦ θεάματος. εἰς γὰρ τὸν κατ’ εὐθὺ
5κείμενον ὀφθαλμὸν ἑκάτερον εἴσω δυόμενον εἰς πλάτος ἐκτείνεται περιφυόμενον ἐν κύκλῳ σφαιροειδῶς τῷ κατ’ αὐτὸν ὑγρῷ τῷ καλου‐ μένῳ ὑαλοειδεῖ, μηδέν τι παραλλάττον ἐνταῦθα τῆς ἐγκεφάλου φύσεως.

25

.

57

.

8

ἀλλὰ καὶ μόνοις τούτοις τοῖς νεύροις, πρὶν εἰς τὸν ὀφθαλμὸν ἐμ‐ φύεσθαι, σαφῶς ἔνδον ἐστὶν αἰσθητός τις πόρος, ὅθεν αὐτὰ καὶ πόρους ἔνιοι τῶν ἀνατομικῶν ἐκάλεσαν, οὐ νεῦρα· τινὲς δ’ ὀπτικὰ νεῦρα

25

.

57

.

9

προσαγορεύουσιν, ἀπὸ τῆς ἐνεργείας τοὔνομα θέμενοι. καὶ πρώτην γε ταύτην συζυγίαν ἀριθμοῦσι τῶν ἀπ’ ἐγκεφάλου νεύρων, ἁπασῶν τῶν

25

.

57

.

10

ἄλλων οὖσαν μαλακωτάτην. ἑτέρα δ’ ἐφεξῆς ἐστι συζυγία, τοῖς κινοῦσι τοὺς ὀφθαλμοὺς μυσὶ διανεμομένη σκληροτέρα τε καὶ μακροτέρα πολλῷ τῆς προειρημένης, καὶ διεκπίπτει γε τοῦ κρανίου πλησίον ἐκείνης,

25

.

57

.

11

ὀστῷ λεπτοτάτῳ διοριζομένη. παράκειται δ’ αὐτῇ κατὰ τὴν διὰ τοῦ κρανίου φοράν, οὐ μὴν κατά γε τὴν πρώτην ἔκφυσιν ἡ τρίτη τῶν νεύρων συζυγία, τὴν ἀρχὴν ἔχουσα καθ’ ὃ συνάπτει τὸ πρόσθιον μέρος

25

.

57

.

12

τοῦ ἐγκεφάλου τῷ ὄπισθεν. καλοῦσι δὲ τὰ νεῦρα ταῦτα μαλακά, πάμ‐

25

.

57

.

13

πολλα φαινόμενα κατὰ τὴν πρώτην ῥίζαν. καθάπερ οὖν ἐκ πολλῶν φαίνεται τῶν πρώτων συγκειμένη ῥιζῶν, οὕτω καὶ κατασχίζεται πολυ‐

25

.

57

.

14

ειδῶς. πρῶτον μὲν οὖν αὐτῶν ἀποχωρεῖ μόριον εἰς τὸ κάτω τῆς κε‐ φαλῆς φερόμενον, ἀγνοηθὲν τοῖς ἀνατομικοῖς. κοινὸν δ’ ἐστὶ τὸ τρῆμα τοῦ κρανίου, δι’ οὗ τοῦτο φέρεται κάτω, καὶ τῆς καρωτίδος ἀρτηρίας τὸ λείψανον ἀναφέρεται πρὸς τὸν ἐγκέφαλον, ἓν καθ’ ἑκάτερον μέρος.

25

.

57

.

15

ὅπως μὲν οὖν ταῦτα τὰ νεῦρα φέρεται διά τε τοῦ τραχήλου καὶ τοῦ θώρακος εἰς τὰ κάτω τῶν φρενῶν χωρία, καὶ ἥτις αὐτῶν ἡ νομή, προϊὼν ὁ λόγος ἐξηγήσεται· νῦν δ’ ἐπὶ τὰ λοιπὰ μόρια τῆς τρίτης

25

.

57

.

16

συζυγίας ἀνέλθωμεν. ἐκπίπτει δὲ τὸ μόριον αὐτῆς καὶ παρὰ τὴν διάρ‐ θρωσιν τῆς γένυος εἰς τὰ πρόσω τῶν ὤτων, ὃ τοῖς ἀπὸ τῆς πέμπτης

25

.

57

.

17

συζυγίας ἥκουσιν ὅπως ἀναμίγνυται, μικρὸν ὕστερον ἀκούσει. τοῦτο μὲν οὖν μικρόν τι μόριον αὐτῆς ἐστιν· τὸ δ’ οἷον πρέμνον ἁπάντων τῶν ἀπ’ αὐτοῦ πεφυκότων μερῶν ἐν λόγῳ κλάδων τε καὶ ἀκρεμόνων δίχα μὲν σχίζεται τὸ πρῶτον, ἑκάτερον δ’ αὖθις ἐκείνων εἰς πάμ‐
5πολλα μόρια, τὸ μὲν ἕτερον εἴς τε τοὺς κροταφίτας μῦς καὶ τοὺς μασητῆρας ὀνομαζομένους, ὅσοι τε ἄλλοι τῆς ἄνω γένυος ἐκπεφύκασι, διανεμόμενον· ἔτι δὲ καὶ τοῖς οὔλοις ὀνομαζομένοις, καὶ τοῖς ὀδοῦσι καὶ τοῖς βλεφάροις καὶ ταῖς ὀφρύσι καὶ τῷ δέρματι παντὶ τῷ περὶ τὸ
πρόσωπον καὶ τῷ τῆς ῥινὸς χιτῶνι τῷ ἔνδοθεν αὐτὴν ὑπαλείφοντι
10διὰ τούτων τῶν νεύρων ἡ αἴσθησις· τὸ δ’ ἕτερον εἴς τε τὰς ῥίζας τῶν κατὰ τὴν κάτω γένυν ὀδόντων σχίζεται κατὰ τὴν αὐτὴν ἀναλο‐

25

.

57

.

18

γίαν ἣν ἐσχίσθη τὸ πρότερον εἰς τοὺς ἄνω. καὶ τοῖς οὔλοις ἀπονε‐ μήσεις ὁμοίως πέμπει καὶ τοῖς κάτω χείλεσιν ὥσπερ ἐκεῖνο τοῖς ἄνω.

25

.

57

.

19

τὸ πλεῖστον δ’ αὐτοῦ μέρος εἰς τὸν τῆς γλώττης διανέμεται χιτῶνα, καὶ καλοῦσί τινες τὸ ζεῦγος τοῦτο τῶν νεύρων γευστικόν, ἐπειδὴ

25

.

57

.

20

δι’ αὐτῶν τῆς γεύσεως αἴσθησις γίνεται. τὰ μὲν οὖν τῇ κάτω γένυϊ καὶ τῇ γλώττῃ καταφυόμενα κατάντεσιν ὁδοῖς εὐλόγως ἐχρήσατο διὰ τὴν τῶν δεχομένων αὐτὰ θέσιν· τοῖς δ’ εἰς τὴν ἄνω γένυν φερομένοις ἑτέραν ὁδὸν ἡ φύσις ἐτέμετο προσήκουσαν, καὶ πρῶτον μὲν εἰς τοὔμ‐
5προσθεν διεβίβασεν αὐτὰ καὶ πλησίον τῶν κατὰ τοὺς ὀφθαλμοὺς χωρίων ἤγαγεν, ἔπειτα ἐνταῦθα συνεχρήσατο τῷ τρήματι δι’ οὗ τοῖς μυσὶ τῶν ὀφθαλμῶν ἐνέφυσε τὰ νεῦρα, ὡς δι’ ἑνὸς φέρεσθαι τρήματος τὰ δύο νεῦρα, ἓν μὲν τὸ ἐπὶ τοὺς τῶν ὀφθαλμῶν μῦς μεριζόμενον, ἕτερον δὲ τὸ πρὸς τὴν ἄνω γένυν ἀφικνούμενον, ὃ διεκπίπτει μὲν ἅμα θα‐
10τέρῳ, γενόμενον δ’ ἐν τῇ χώρᾳ τῶν ὀφθαλμῶν εὐθὺ τοῦ καλουμένου μήλου φέρεται, διατιτραμένων [τῶν] ἐνταῦθα καὶ ὁδὸν αὐτοῖς παρ‐

25

.

57

.

21

εχόντων τῶν ὑποκειμένων τοῖς ὀφθαλμοῖς ὀστῶν. τοιαύτη μέν τις ἡ τῆς τρίτης συζυγίας νομή· ἡ δὲ τετάρτη συζυγία τῶν νεύρων ὀλίγῳ τινὶ τούτων ὄπισθεν τέτακται, παντὶ δὲ τῷ κατὰ τὴν ὑπερῴαν ἐμ‐

25

.

57

.

22

φύεται χιτῶνι. μικρὰ δ’ ἐστὶν ἱκανῶς τὰ νεῦρα καὶ βραχεῖ τινι τῶν

25

.

57

.

23

κατὰ τὴν τρίτην συζυγίαν σκληρότερα. ἐφεξῆς δ’ ἐστὶν ἄλλη συζυγία νεύρων, ἐκ πλαγίων μερῶν τῆς κεφαλῆς ἔχουσα τὰς ἀποφύσεις, ἣν Μαρῖνος ὀνομάζει πέμπτην, καίτοι γε οὐκ ἐκ μιᾶς ἀκριβῶς ῥίζης ἀνίσχουσαν, ἀλλ’ εἰσὶ μὲν πλησίον ἀλλήλων, ἕτερον δ’ ἐξ ἑτέρας ἐκ‐
5φύεται νεῦρον, ἐν μὲν τοῖς πρόσω μᾶλλον, ὃ καλοῦσιν ἀκουστικόν, εἰς τὸ τρῆμα τῆς ἀκοῆς ἐμπῖπτον ἅμα τῇ συνεμφυομένῃ μήνιγγι τῇ σκληρᾷ, μεθ’ ἧς πλατυνθὲν ὑπαλείφει τὸν πόρον· ἐκ δὲ τῶν ὀπίσω θάτερον εἰς ἕτερόν τι τρῆμα τοῦ λιθοειδοῦς ἐμπῖπτον ὀστοῦ, τὸ καλούμενον τυφλόν· ὠνόμασαν γὰρ οὕτως οἱ παλαιοὶ τῶν ἀνατομικῶν αὐτό, μὴ
10δυνηθέντες ἀκριβῶς ἀνατρῆσαι τὴν ἕλικα, δι’ ἧς ἐκπίπτει πρὸς τοὐκ‐

25

.

57

.

24

τὸς τὸ νεῦρον ὀπίσω τῶν ὤτων. ἐπιμίγνυται δ’ αὐτίκα τοῦτο τῷ κατὰ τὴν τρίτην συζυγίαν εἰρημένῳ διεκπίπτειν ἔξω παρὰ τὴν διάρθρωσιν τῆς γένυος, οὐκ ἐκείνου πρὸς τοῦτο ἀφικνουμένου, περιμένοντος δὲ

25

.

57

.

25

τοῦτο πρὸς ἑαυτὸ παραγινόμενον. ἐξ ἀμφοτέρων δ’ αὐτῶν μιχθέντων τὸ πλεῖστον μέρος, ἄμεινον δ’ εἰπεῖν ἅπαν, εἰς τὸν πλατὺν μῦν κατα‐ σχίζεται τὸν ὑποπεφυκότα τῷ δέρματι, τὸν τὴν γνάθον κινοῦντα
χωρὶς τῆς γένυος, ὃν ἡμεῖς εὕρομεν, ἕνα δηλονότι καὶ τοῦτον ἑκατέ‐

25

.

57

.

26

ρωθεν. τοῦτο οὖν τὸ νεῦρον τῷ πλείστῳ μὲν ἑαυτοῦ μέρει τὸν πλατὺν τῶν γνάθων διοίγει μῦν· ὀλίγον δ’ αὐτοῦ τι βοηθεῖ τοῖς ἀπὸ τῆς τρίτης συζυγίας ἥκουσιν εἰς τοὺς κροταφίτας, ὅσον ἐκείνοις προσῆκε σκληροῖς οὖσιν εἰς ῥώμην κινήσεως ἐνδεῖν, τοσοῦτον αὐτὸ παρ’ ἑαυτοῦ

25

.

57

.

27

προστιθέν. φέρονται δέ τινες ἀποσχίδες αὐτοῦ εἴς τε τοὺς ἀδένας καὶ τὰ ἄλλα τὰ περὶ τοῖς ὠσὶ καὶ εἰς τὰ λεπτὰ τῶν γνάθων· αὐτὸ δὲ τὸ τετριχωμένον δέρμα μόνης αἰσθήσεως ἕνεκεν, ὥσπερ καὶ τὸ ἄλλο καθ’ ὅλον τὸ ζῷον, ἀποσχίδας ὀλίγας καὶ λεπτὰς καὶ ἀραιὰς ἶνας ἐκ

25

.

57

.

28

τῶν ὑποκειμένων ἁπάντων λαμβάνει. ἐπεὶ καὶ τὸν ὑπαλείφοντα τὰς ῥῖνας ἔνδοθεν χιτῶνα μετέχειν ἐλέγομεν τῆς ἐπὶ τὰς χώρας τῶν ὀφθαλ‐ μῶν φερομένης μοίρας τῶν νεύρων, οὐ μὴν τήν γε ὁδὸν αὐτῶν εἴπο‐

25

.

57

.

29

μεν, εὔλογον ἂν εἴη καὶ ταύτην προσθεῖναι. κατὰ δὴ τὸν μέγαν καν‐ θὸν ἐν ἑκατέρῳ τῶν ὀφθαλμῶν ἔστιν ἰδεῖν διατετρημένον εἰς τὰς τῶν ῥινῶν εὐρυχωρίας τὸ κοινὸν ἐκείνων τε 〈καὶ〉 τῶν ὀφθαλμῶν ὀστοῦν, καὶ φερόμενον δι’ ἑκατέρου τῶν τρημάτων νεῦρον οὐ μικρόν, ἀποσχι‐
5ζόμενον ἐκ τῆς χώρας τῶν ὀφθαλμῶν, ἐπειδὰν πρῶτον ἐν αὐτῇ γέ‐

25

.

57

.

30

νηται τὰ κατὰ τὴν τρίτην συζυγίαν νεῦρα. καὶ τοῦτο τὸ νεῦρον οὐκ εἰς τὸν ἐν τῇ ῥινὶ μόνον ὑμένα φαίνεται διασπειρόμενον, ἀλλὰ καὶ μέχρι τῆς ὑπερῴας προερχόμενον· κοινός τε γὰρ δὴ καὶ εἷς ἐστιν ὁ χιτὼν οὗτος τῇ τε ῥινὶ καὶ τῷ στόματι διὰ τῶν εἰς αὐτὸ συντρήσεων,
5δι’ ὧνπερ καὶ ἀναπνέομεν, τὴν κοινωνίαν τε καὶ συνέχειαν κτώ‐ μενος. τοιαύτη μὲν οὖν καὶ ἡ τῆς πέμπτης συζυγίας νομή· κείσθω γὰρ

25

.

57

.

31

εἶναι μία διὰ Μαρῖνον, εἰ καὶ διττὴ φανερῶς ἐστιν. ἡ δ’ ἕκτη συζυ‐ γία διὰ τῶν ἀπ’ ἐγκεφάλου νεύρων ἑνὶ μὲν κέχρηται τρήματι τῷ κατὰ τὸ κάτω πέρας τῆς λαβδοειδοῦς ῥαφῆς, ἀρχὰς δ’ εὐθὺς ἐκ τῆς βάσεως τοῦ ἐγκεφάλου τριῶν ἔχει νεύρων· ἐκπεσόντα δ’ ἔξω τοῦ κρανίου
5ταῦτα πολυειδῶς ἀλλήλοις τε καὶ τοῖς παρακειμένοις, ἃ μικρὸν ὕστε‐

25

.

57

.

32

ρον ἐρῶ, πως μίγνυται. κατέρχεται δὴ μία μοῖρα μέχρι καὶ τοῦ πλα‐ τέος μυὸς τοῦ σχεδὸν εἰς ἅπαντα τὰ ἔντερα καὶ τὰ σπλάγχνα διασπει‐ ρομένου· τῷ πλείστῳ δὲ καὶ μεγίστῳ μέρει σφῶν αὐτῶν ἐμβάλλοντα φαίνεται εἰς τὴν κοιλίαν τε καὶ τὸ στόμα αὐτῆς, καὶ διὰ τοῦτο αἰσθη‐

25

.

57

.

33

τικώτατόν ἐστι τοῦτο τῆς γαστρός. συνήγαγε δ’ αὐτὰ τοῖς τῆς ἑβδόμης ἡ φύσις εὐθὺς ἅμα τῷ διεξελθεῖν τὸ τῆς κεφαλῆς ὀστοῦν ὑμέσιν ἰσχυ‐

25

.

57

.

34

ροῖς περιλαβοῦσα καὶ πανταχόθεν ἀκριβῶς σκεπάσασα. πάλιν δὲ ταῦτα τὰ ἐπὶ τὸν στόμαχον ἰόντα νεῦρα, διότιπερ ἀναγκαῖον ἦν βραχὺ προ‐ ελθόντων ἀποχωρισθῆναι 〈τὰ〉 κατὰ τὴν ἑβδόμην συζυγίαν ἐπὶ γλῶτ‐
ταν φερόμενα, ταῖς καρωτίσιν ἀρτηρίαις πλησίον οὔσαις συνήγαγε καὶ
5μετ’ ἐκείνων τὸν τράχηλον διεβίβασε, κοινοῖς ὑμέσι πρὸς αὐτὰς συνάψασα. κατὰ δὲ τὸν θώρακα κατὰ τῶν ἀρτηριῶν τῶν ἐπὶ τὴν ἀριστερὰν τῆς καρδίας κοιλίαν τεταγμένων ἀπέσχισεν αὖθις αὐτὰ καὶ συνῆψεν αὖθις ἐνταῦθα πάλιν ἓν ἑκατέρωθεν τῷ στομάχῳ, καὶ ἡνίκα γε πρῶτον ἤμελλεν αὐτὰ σχίσειν εἰς τὴν γαστέρα, τὸ μὲν ἐκ τῶν δε‐
10ξιῶν εἰς τὰ ἀριστερά, τὸ δ’ ἐκ τῶν ἀριστερῶν εἰς τὰ δεξιὰ περιήγαγε

25

.

57

.

35

λοξὰ δυσπαθείας ἕνεκα. τούτων τῶν νεύρων καὶ οἱ τοῦ λάρυγγος μύες ἀποβλαστήματα λαμβάνουσιν· τῶν δ’ ἄλλων δυεῖν τὸ μὲν εἴς τε τοὺς τῆς φάρυγγος μῦς καὶ τὴν ῥίζαν τῆς γλώττης ἀφικνεῖται, τὸ δ’ εἴς τε

25

.

57

.

36

τὸν τῆς ὠμοπλάτης μῦν τὸν πλατὺν καί τινας ἄλλους τῶν τῇδε. οἵ γε μὴν πρὸς ἄλλα μόρια κοινοὶ τοῦ λάρυγγος μύες οὐ διὰ παντὸς ἀπὸ τῆς ἕκτης συζυγίας λαμβάνουσι νεῦρα, καθάπερ οὐδ’ οἱ τὸ λαβδοειδὲς καὶ ὑοειδὲς ὀστοῦν ὀνομαζόμενον ἐν τῷ στέρνῳ συνάπτοντες· λελήθασι
5δὲ τοὺς πολλοὺς τῶν παραφυομένων νεύρων ταῖς καρωτίσιν ἀρτη‐ ρίαις, ἃ μόνα νομίζουσι τὴν ἕκτην εἶναι συζυγίαν, οὐκ ὀλίγαι τῶν ἀποφύσεων, ἃς διά τε τοῦ τραχήλου καὶ τοῦ θώρακος φερόμενα ποιεῖται πρὶν ἐμπίπτειν τῷ στόματι τῆς γαστρός· οὐ μὴν οὐδ’ ὅπως ἐκ μέσου τοῦ θώρακος ἀνάπαλιν ἥκει τινὰ μόρια τούτων τῶν νεύρων
10ἐπί τινας τοῦ λάρυγγος μῦς ἴσασιν, οὐδ’ ἥντινα δύναμιν ἔχει ταῦτα,

25

.

57

.

37

καίτοι τῆς ἀφωνίας ἐστὶν αἴτια τοῖς ζῴοις βλαβέντα. ποικίλη δ’ ἐστὶ καὶ ἡ μετὰ τὰς φρένας νομὴ τῶν νεύρων τούτων· καὶ γὰρ παρὰ τοῦ κατὰ τοῦτο τὸ μέρος νωτιαίου λαμβάνει τινὰ μόρια καὶ διασπείρεται πρὸς τὰ ταύτῃ σπλάγχνα, καὶ τοῖς εἰρημένοις πρόσθεν ἀπὸ τῆς τρίτης
5συζυγίας καταφέρεσθαι διά τε τοῦ τραχήλου καὶ τοῦ θώρακος ἀναμί‐ γνυται· καίτοι γε ἅπαντες αὖ πάλιν ταῦτα τὰ παρὰ τὰς ῥίζας τῶν πλευρῶν καταφερόμενα τῆς ἕκτης συζυγίας ἀποβλαστήματα εἶναι δο‐

25

.

57

.

38

κοῦσιν. ποικίλη δ’ οὖν καὶ ἡ τούτων ἐπιμιξία πρὸς τὰ τῶν μεσοπλευ‐ ρίων νεῦρα καὶ πάντα τὰ ἔντερα καὶ τὰ κατ’ ὀσφὺν σχεδὸν ἅπαντα τὰ σμικρὰ καὶ τὸ λείψανον 〈τῶν ἐπὶ τὸ στόμα τῆς κοι〉λίας ἐλθόν‐ των· ποικίλη δὲ νομὴ καὶ ἡ κατὰ τὴν ἐντὸς τοῦ περιτοναίου χώραν,
5ἣν οὐ πρόκειται νῦν εἰς ἐσχάτην ἀκρίβειαν ἐξεργάζεσθαι· μόνον δ’ ἀρκεῖ γινώσκειν ὡς ἐξ ἐγκεφάλου νεῦρα πρὸς ἧπάρ τε καὶ σπλῆνα καὶ νεφρούς, ἔτι τε πρὸ τούτων ὅλην τὴν γαστέρα καὶ πάντα τὰ ἔντερα φαίνεται καθήκοντα, τὰ μὲν ἀπὸ τῆς τρίτης, ὡς εἴρηται, συζυ‐

25

.

57

.

39

γίας, τὰ δ’ ἀπὸ τῆς ἕκτης. ὅτι δὲ καὶ πλεύμων καὶ καρδία παρὰ τῆς ἕκτης συζυγίας λαμβάνει τὸ μόριον, ὀρθῶς εἰρήκασιν ἅπαντες· οὐ μὴν ὅτι γε καὶ στόμαχος καὶ ἀρτηρία καὶ φλέβες αἱ μέγισται τῶν κατὰ

25

.

57

.

40

τράχηλον, ἔγνωσαν ἅπαντες. λοιπὴ δ’ ἐστὶν 〈ἡ〉 ἑβδόμη συζυγία τῶν
ἀπ’ ἐγκεφάλου νεύρων, τὴν νομήν, ὅθεν καταπαύεται μὲν ὁ ἐγκέφα‐ λος, ἄρχεται δ’ ὁ νωτιαῖος, ἔχουσα· προελθόντα δὲ τὰ νεῦρα μέχρι τινὸς ἅμα τοῖς κατὰ τὴν ἕκτην συζυγίαν, εἶτ’ αὖθις αὐτῶν ἀποχωρι‐
5σθέντα, τῷ πλείστῳ μέρει σφῶν αὐτῶν εἰς τοὺς τῆς γλώττης μῦς διανέμεται· σμικρὸν γὰρ τὸ μόριον αὐτῶν ἀεὶ μὲν εἰς τοὺς κοινοὺς μῦς ἀφικνεῖται τοῦ τε θυρεοειδοῦς χόνδρου τοῦ λάρυγγος καὶ τῶν ταπεινῶν πλευρῶν τοῦ λαβδοειδοῦς, οὐκ ἀεὶ δὲ καὶ εἰς ἄλλους τινάς.

25

.

57

.

41

ἐπιμίγνυται δέ, ὡς ἔφην, ἀλλήλοις τὰ κάτω τῆς κεφαλῆς φερόμενα νεῦρα, τό τε ἀπὸ τῆς τρίτης συζυγίας καὶ τῶν νῦν εἰρημένων ἐσχά‐

25

.

57

.

42

των δυοῖν. καὶ μέντοι καὶ τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων ἥ τε πρώτη καὶ ἡ δευτέρα συζυγία πολλὴν ἐπιμιξίαν ποιεῖται πρὸς ταυτὶ τὰ νεῦρα.

25

.

57

.

43

ταῦτα πρῶτα τῆς ἑβδόμης συζυγίας ἀκριβῶς ἐστιν ἤδη σκληρά· τῶν γὰρ ἔμπροσθεν εἰρημένων ἁπάντων τὰ μὲν ἧττόν ἐστι, τὰ δὲ μᾶλλον μα‐ λακά, σκληρὸν δ’ ὁμοίως τούτοις οὐδέν· ἀλλά τοι κἀκείνων ὅσα μυσὶν

25

.

57

.

44

ἐμφύεται, σαφῶς τῶν ἄλλων γίνεται σκληρότερα. τὰ μὲν οὖν αἰσθη‐ τικὰ νεῦρα κατ’ ἔμφυσιν τῆς γλώττης εὐθέως πλατυνθέντα τὸν ἔξωθεν αὐτῆς διέπλεξε χιτῶνα, μηδὲ προσαψάμενα τῶν ὑποτεταγμένων μυῶν· ταυτὶ δὴ τὰ κινητικὰ τὰ κατὰ τὴν ἑβδόμην συζυγίαν εἰς πολλὰς ἶνας
5λυθέντα πάντας αὐτῆς διυφαίνει τοὺς μῦς.

25

.

58

t

Περὶ τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων.

25

.

58

.

1

Πρώτη μὲν συζυγία νεύρων ἐκφύεται τοῦ νωτιαίου διατιτραμένου τοῦ πρώτου σπονδύλου, μίαν μὲν ἔχουσα κατ’ αὐτὸν τὸν νωτιαῖον τὴν ῥίζαν, εὐθὺς δὲ σχισθεῖσα, τῷ μὲν ἑτέρῳ τῶν μορίων ὀπίσω φέ‐

25

.

58

.

2

ρεται, τῷ δὲ θατέρῳ πρὸς τὰ πλάγια. μόνους δ’ εἰς τοὺς περὶ τὴν

25

.

58

.

3

διάρθρωσιν τῆς κεφαλῆς μῦς ἡ πρώτη νενέμηται συζυγία· ἡ δὲ δευ‐ τέρα τῶν ἀπὸ τοῦ νωτιαίου συζυγία νεύρων ἐκ τῶν ὀπίσω μὲν ἀνίσχει καὶ αὐτὴ μερῶν, οὐ μὴν διὰ τρημάτων γέ τινων, καθάπερ ἡ πρώτη· χώρα γάρ τίς ἐστι καθ’ ἑκάτερον μέρος τῆς ἀκάνθης γυμνὴ
5τῶν κατὰ τοὺς σπονδύλους ὀστῶν ἐν τῷ μεταξὺ τοῦ τε πρώτου καὶ δευτέρου, καθ’ ἣν ἐκφύεται τὰ νεῦρα, μέρει μέν τινι καὶ ταῦτα διὰ τῶν πλαγίων ἐπὶ τὰ πρόσω φερόμενα συμπλεκόμενά τε τοῖς κατὰ τὴν πρώτην καὶ τρίτην συζυγίαν, ὥσπερ γε καὶ ἡ τρίτη ταῖς ἀπ’ ἐγκεφά‐ λου. ἡ πλείστη δ’ αὐτῶν μοῖρα τοῖς ὀπίσω τοῦ τραχήλου διανέμεται
10μυσίν, ἀφ’ ὧν αἱ τῶν πρώτων σπονδύλων πρὸς ἀλλήλους τε καὶ τὴν κεφαλὴν γίνονται κινήσεις, μετὰ τοῦ καὶ διδόναι τι τοῖς πλατέσι μυσὶ

25

.

58

.

4

τοῖς κινοῦσι τὰς γνάθους. ὅσον δ’ ὑπόλοιπον αὐτῶν ἐστιν, ἐπὶ τὴν κεφαλὴν ἀναφέρεται τοῦτο, τὴν ὀπίσω χώραν αὐτῆς ἅπασαν διαπλέ‐
κον, τά τε περὶ τὰ ὦτα μόρια καὶ τὰ μέχρι τῆς κορυφῆς γε καὶ τῆς

25

.

58

.

5

ἀρχῆς τοῦ βρέγματος. ἡ δὲ τρίτη συζυγία τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων ἐκ μὲν τῶν πλαγίων μερῶν φύεται, καθ’ ὃ συμβάλλοντες ἀλλήλοις ὁ δεύτερός τε καὶ τρίτος σπόνδυλος ἐργάζονται τρῆμα κοινὸν στρογγύλον ἴσον εὖρος τῷ πάχει τοῦ νεύρου· σχιζομένη δ’ αὐτίκα τῷ
5μὲν ἑτέρῳ τῶν μερῶν ὀπίσω φέρεται διὰ βάθους τῶν ἐνταῦθα μυῶν, ἀπονεμήσεις αὐτοῖς διδοῦσά τινας· ἔπειτα ἀνίσχει παρ’ αὐτὴν τὴν ἄκανθαν τῆς ῥάχεως, ἐντεῦθέν τε πάλιν ἐπὶ τὰ πρόσω φέρεται τὸ νεῦρον τοῦτο λοξὸν εἰς τοὺς ὀπίσω τοῦ ὠτὸς μῦς διασπειρόμενον ....

25

.

58

.

6

καὶ τοῖς τὰς γνάθους κινοῦσι καὶ τοῖς ἀνανεύουσιν ὅλον τὸν τράχη‐

25

.

58

.

7

λον ὀπίσω μετὰ τῆς συμπάσης κεφαλῆς. ἐπιμίγνυται δ’ αὐτῆς τὸ πρόσω φερόμενον ἀμφοτέραις ταῖς συζυγίαις, τῇ τε πρόσθεν εἰρημένῃ τῇ δευτέρᾳ καὶ τῇ μετὰ ταῦτα ῥηθησομένῃ τῇ τετάρτῃ, καὶ τήν γε ἀκριβῆ νομήν, ἣν ἐν τοῖς πρόσω τοῦ τραχήλου μέρεσιν ἡ σύζευξις
5αὐτῶν ἴσχει, καθ’ ἕτερον εἰρήσεται λόγον. ἐν δὲ τῷ παρόντι χρὴ γινώσκειν τοσοῦτον, ὡς ἡ τρίτη καὶ τετάρτη συζυγία τοῖς τε κοινοῖς τοῦ τραχήλου καὶ κεφαλῆς μυσὶν αὐτὴ χορηγεῖ τὰ νεῦρα καὶ τοῖς τὰς γνάθους κινοῦσιν, ὥσπερ γε καὶ τοῖς ὀπίσω τῶν ὤτων ἅπασι μέρεσιν.

25

.

58

.

8

αἱ δ’ ἐφεξῆς συζυγίαι κοινὸν μὲν ἔχουσιν ἅπασαι τὸ διὰ τρημάτων οἵων εἶπον ἐκπίπτειν τὰ νεῦρα· κοινὸν δ’ ἐπὶ τούτων καὶ τὸ σχίζε‐ σθαι κατὰ τὴν ἔκφυσιν αὐτίκα φέρεσθαί τε τῷ μὲν ἑτέρῳ μέρει τῷ μικροτέρῳ πρὸς τὸ πρόσω, τῷ δ’ ἑτέρῳ τῷ μείζονι διὰ βάθους, πρῶ‐
5τον μὲν ὡς ἐπὶ τὴν ἄκανθαν, ἐντεῦθεν δὲ πάλιν εἰς τὰ πρόσω τοῦ πλατέος μυὸς τοῦ τὴν γνάθον ἀπάγοντος ἐπὶ τὰ πλάγια μέρη σὺν

25

.

58

.

9

τοῖς χείλεσι χωρὶς τοῦ κινῆσαι τὸ τῆς γένυος τῆς κάτω ὀστοῦν. ἔτι δὲ καὶ τοῦτο κοινὸν ἁπάσαις ταῖς ἐφεξῆς συζυγίαις ἐστίν, ὡς αὐτίκα μετὰ τὴν πρώτην ἔκφυσιν ἀπονέμησίν τινα βραχεῖαν αὐτῶν εἰς τοὺς ῥαχίτας νέμεσθαι μῦς. καὶ μέντοι κἀν τῷ φέρεσθαι πρὸς τὴν ῥάχιν
5ὀπίσω πᾶσιν ὑπάρχει τοῖς νεύροις τούτοις κοινόν, ἀποφύσεις τινὰς διδόναι τοῖς κοινοῖς τραχήλου τε καὶ κεφαλῆς μυσίν· πάντες γὰρ οἵ τε ἐν τοῖς πρόσω τοῦ τραχήλου μύες οἵ τε ἐν τοῖς πλαγίοις ἀπὸ τούτων τῶν συζυγιῶν λαμβάνουσι νεῦρα χωρὶς ἐκείνων οὓς προ‐

25

.

58

.

10

εῖπον ἐκ τῶν ἀπ’ ἐγκεφάλου συζυγιῶν ἀπονέμεσθαί τι. ταῦτα μὲν οὖν ἁπάντων κοινὰ τῶν καθ’ ὅλον τὸν τράχηλον ἑπτὰ σπονδύλων ὄντα· καὶ προεγνωσμένων τούτων εὔδηλον ἤδη τὸ καθ’ ἑκάστην τῶν ἐφεξῆς

25

.

58

.

11

συζυγιῶν ἴδιον, ᾧ πρόσεχε τὸν νοῦν. ἀπὸ μὲν τῆς τετάρτης, ἥτις ἐκ‐ φύεται μεταξὺ τρίτου καὶ τετάρτου σπονδύλου βραχὺ πάντῃ νευρίον ἐπὶ τὴν ἑξῆς ἀφικνεῖται συζυγίαν ἀναμιγνύμενον αὐτῇ, καθ’ ὃ πρῶτον ἀνίσχει· τῆς δὲ πέμπτης συζυγίας μετὰ τὸν τέταρτον σπόνδυλον ἐκ‐
5φυομένης ἓν μέν τι μόριον σμικρὸν εἰς τὸ κάταντες φέρεται, μελ‐
λῆσον, εἰ προσλάβοι τινὰ παρὰ τῶν ἑξῆς μόρια σμικρά, τὸ τοῦ δια‐ φράγματος ἔσεσθαι νεῦρον. ἐκ μὲν γὰρ τῆς τετάρτης συζυγίας ἀραχνο‐ ειδῆ τινα μοῖραν τῷ διαφράγματι κατέπεμψεν ἡ φύσις, ἐκ δὲ τῆς πέμπτης ἀξιόλογον, εἶτα ἐκ τῆς ἕκτης ἑτέραν, ἐλάττω μὲν ταύτης,

25

.

58

.

12

μείζω δὲ τῆς πρώτης. ἕτερον δὲ μεῖζον τούτου ἐπὶ τὸ τῆς ὠμοπλάτης

25

.

58

.

13

ὑψηλὸν ἀναφέρεται. τὸ δὲ λοιπὸν ἅπαν ἐν τῷ κοινῷ λόγῳ τῆς κατα‐

25

.

58

.

14

σχίσεως εἴρηται. τῶν δ’ ἐφεξῆς συζυγιῶν ἡ μὲν ἕκτη μετὰ τὸν πέμ‐ πτον, 〈ἡ δ’ ἑβδόμη μετὰ τὸν ἕκτον,〉 ἡ δ’ ὀγδόη μετὰ τὸν ἕβδομον ἀνίσχει σπόνδυλον ἐκ τῶν κοινῶν, ὡς εἴρηται, τρημάτων, ἐπιμιγνύ‐ μεναι δ’ ἀλλήλαις ἐπί τε τὰ σιμὰ τῶν ὠμοπλατῶν φέρονται καὶ τὸν

25

.

58

.

15

βραχίονα διὰ τῆς μασχάλης. ἄλλαις δ’ αὐτῆς συζυγίαις ἐπιμίγνυται τὸ πλεῖστον μέρος ἐκ τῶν τοῦ θώρακος ἤδη σπονδύλων ἐκφυομέναις με‐

25

.

58

.

16

ταξὺ τοῦ πρώτου καὶ δευτέρου κατ’ αὐτόν. μέρος μὲν οὖν τι σμικρὸν αὐτῆς εἴς τε τὸ πρῶτον κατασχίζεται μεσοπλεύριον καὶ εἰς τοὺς ῥαχίτας ὀπίσω μῦς ἀφικνεῖται· τὸ δ’ ἄλλο πᾶν ὑπὲρ τὴν πρώτην ἀνατεινόμενον πλευρὰν συνάπτεται τῷ μετὰ τὸν ἕβδομον σπόνδυλον
5νεύρῳ, κἄπειτα οὕτως ἄμφω τε ταῦτα καὶ τὰ ἄλλα τὰ προειρημένα διὰ τῆς μασχάλης ἐπί τε τὰ σιμὰ τῶν ὠμοπλατῶν καὶ τὸν βραχίονα

25

.

58

.

17

φέρεται μιγνύμενά πως πρὸς ἄλληλα καὶ ἀντεμπλεκόμενα. διανέμεται δὲ πολὺ μὲν αὐτῶν εἴς τε τοὺς τοῦ βραχίονος μῦς καὶ τοὺς τοῦ

25

.

58

.

18

πήχεως· ὅσον δ’ ὑπόλοιπον εἰς ἄκραν χεῖρα διασπείρεται. κατ’ εὐθὺ δὲ μάλιστά ἐστι τῇ μὲν ἐσχάτῃ τῶν εἰρημένων ἐκφύσεων ὅσα πρὸς ἄκραν χεῖρα παραγίνεται, τῇ δ’ ὑπὲρ αὐτῇ τὰ κατὰ τὸν πῆχυν· ὅσα δὲ κατὰ τὸν βραχίονα καὶ ὅσα τούτων ἔτι ὑψηλότερα πρὸς τὴν
5ὠμοπλάτην ἀφικνεῖται νεῦρα, ταῖς ἀνωτέραις συζυγίαις ἐστὶ κατ’ εὐθύ.

25

.

58

.

19

κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐξ ἁπάντων τοῦ θώρακος τῶν σπονδύλων ἐκφύεται νεῦρα παραπλησίαν ἔχοντα τὴν νομὴν πάντα πλὴν τοῦ κατὰ τὸ δεύτερον μεσοπλεύριον· ἐντεῦθεν γὰρ ἐκπίπτει σαφὲς νεῦρον ἐπὶ τὸ δέρμα τοῦ βραχίονος παραγινόμενον· αἱ δ’ ἄλλαι πᾶσαι συζυγίαι
5κατὰ μὲν τὴν ἔκφυσιν αὐτίκα μέρος τι τοῖς ῥαχίταις μυσὶ διδόασι καὶ τοῖς ἄλλοις τοῖς κατὰ τὸ μετάφρενον, οἷον τοῖς τε τὰς ὠμοπλά‐ τας κινοῦσι καὶ τοῖς ἄνω φερομένοις ἐπὶ τὴν κατ’ ὦμον διάρθρωσιν. ὅλῳ δὲ τῷ λοιπῷ καὶ πλείστῳ μέρει σφῶν αὐτῶν διὰ τῶν μεσοπλευ‐ ρίων προερχόμεναι μέχρι τοῦ κατὰ τὸ στέρνον ὀστοῦ τούς τε ἐν
10αὐτοῖς τοῖς μεσοπλευρίοις μῦς διαπλέκουσι καὶ τοὺς ἔξωθεν ἐπικει‐

25

.

58

.

20

μένους τῷ θώρακι, διεκβάλλουσαι μόρια σφῶν αὐτῶν. αἵ γε μὴν κατὰ τὰς νόθας πλευρὰς συζυγίαι τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων, ἐπειδὴ πρὸς τὸ στέρνον οὐκ ἐξήκουσιν αἱ νόθαι, βραχὺ μέν τι τῷ καθ’ ἑαυτὴν ἑκάστη μεσοπλευρίῳ διανέμει, τῷ δ’ ἄλλῳ παντὶ ἐκπίπτει πρὸς ὑπο‐
5χόνδριον εἴς τε τοὺς πρώτους ἐπιβεβλημένους ἔξωθεν μῦς τοὺς λοξοὺς τοὺς ἄνωθεν ἐκ τοῦ θώρακος καταφερομένους καὶ τοὺς κατάντεις τοὺς

25

.

58

.

21

σαρκώδεις διανεμομένη. μετὰ δὲ ταύτας εἰσὶν αἱ κατὰ τὴν ὀσφὺν ἐκ‐
φύσεις τῶν νεύρων, οὐκ ἐκ κοινοῦ τρήματος ὥσπερ αἱ κατὰ τὸν τρά‐ χηλον· ὁ γὰρ ὑπερκείμενος σπόνδυλος ἐνταῦθα μόνος διατετρημένος

25

.

58

.

22

ἔξοδον ἐπιτηδείαν παρέχει τῷ νεύρῳ. κοινὸν δὲ καὶ τούτοις ἅπασι τοῖς νεύροις εἴς τε τοὺς ῥαχίτας ἰέναι μῦς καὶ τοὺς κατ’ ἐπιγάστριον

25

.

58

.

23

ἐπί τε τὰς ψόας. ἐκ δὲ τῶν πρώτων μετὰ τὸ διάφραγμα σπονδύλων καὶ τοῖς ἄνωθεν καταφερομένοις ἐξ ἐγκεφάλου νεῦρον ἐπιμίγνυται τὸ

25

.

58

.

24

μικρὸν ἀφ’ ἑκάστου. κατὰ δὲ τοὺς τελευταίους τῆς ὀσφύος σπονδύλους δύο ἐκφύσεις μέγισται γίνονται νεύρων ἐπὶ τὰ σκέλη φερομένων· ἀνα‐ μίγνυνται δ’ αὐταῖς ἄλλαι μικραί, μία μὲν ὑπερκειμένη, μία δ’ ἄλλη κατωτέρω, τοῦ πρώτου κατὰ τὸ πλατὺ καλούμενον ὀστοῦν τρήματος

25

.

58

.

25

ἐκφυομένη. αὗται μὲν οὖν εὐθὺς ἀποχωρισθεῖσαι τοῖς πρώτοις μυσὶ τοῖς κινοῦσι τὴν κατ’ ἰσχίον διάρθρωσιν ἐκφύονται· τὸ δ’ ἄλλο πᾶν εἰς τὰ σκέλη καταφέρεται διασχιζόμενον ἄχρι τοῦ πέρατος ἐν αὐτοῖς

25

.

58

.

26

εἰς ἕκαστον μῦν ἀνάλογον τοῖς ἐν χερσίν. οὕτω δὲ καὶ ὅσα ......

43

.

36

t

〈Ἐκ τῶν Γαληνοῦ ...〉 .........................

43

.

36

.

1

.... κακοήθων ἑλκῶν ἰδίοις ὀνόμασι κατ’ ἐξοχήν τινα κέκληται καρκι‐ νώδη, Χειρώνεια, Τηλέφεια, φαγεδαινικά· πάντα γάρ ἐστι καὶ ταῦτα

43

.

36

.

2

ἀνεκπύητα. δυσεπούλωτον μὲν οὖν ἐστιν ἕλκος τὸ δι’ ἐπιρροὴν πολ‐ λῶν ἢ δριμέων κωλυόμενον εἰς ὠτειλὴν ἰέναι διὰ τὸ καθυγραίνεσθαί τε καὶ προσαναβιβρώσκεσθαι ὑπὸ τοῦ ῥεύματος, καὶ ὅταν ἤτοι τὰς τρίχας ἴδῃς ἐκπιπτούσας τῶν περικειμένων τῷ ἕλκει χωρίων, ἢ καὶ τὸ
5σῶμα λεπίδας ἀφιέν, ἴσθι τοῖς οὕτως ἔχουσι μοχθηροὺς ἐπιρρεῖν τῷ μορίῳ χυμοὺς ἀναβιβρώσκοντας τὸ ἕλκος· κακόηθες δ’ ᾧ ἐπιρρεῖ μὲν οὐδέν, δύσκρατον δ’ ἔχει τὸ μόριον ἐν ᾧπέρ ἐστιν, ὡς ἀεὶ προσδια‐ φθείρειν τὸ χρηστὸν αἷμα, ὅπερ ἕνεκα τοῦ θρέψαι παραγινόμενον

43

.

36

.

3

αἴτιον τοῖς δεομένοις σαρκώσεως ἐγίνετο. πάντα οὖν τὰ δυσίατα τῶν ἑλκῶν τὰ μὲν διὰ τὴν δυσκρασίαν τῆς ἡλκωμένης σαρκός, τὰ δὲ διὰ

43

.

36

.

4

τὸν ἐπιρρέοντα χυμὸν γίνεται τοιαῦτα. καὶ τῆς μὲν δυσκρασίας δύο ἔστων διαφοραί, ποτὲ μὲν ταῖς ποιότησι μόναις οὐ κατὰ φύσιν ἐχού‐ σης τῆς ὑποκειμένης σαρκός, ἐνίοτε δὲ καὶ μετ’ ὄγκου τινὸς ἐπικτή‐ του, τῆς δ’ ἐπιρροῆς ἕτεραι δύο, τό τε ποσὸν καὶ τὸ ποιὸν τῶν ἐπιρ‐

43

.

36

.

5

ρεόντων χυμῶν. ἐνίοτε δὲ καὶ μίγνυσθαι συμβαίνει τινὰς τῶν εἰρημέ‐

43

.

36

.

6

νων διαθέσεων 〈ἢ〉 καὶ πάσας ἅμα. χρὴ δ’ οὐχ ἁπασῶν δήπουθεν ἅμα

43

.

36

.

7

λέγεσθαι τὴν μέθοδον τῆς ἰάσεως, ἀλλ’ ἑκάστης ἰδίᾳ. τῆς μὲν οὖν σαρκὸς αὐτῆς ἰάσῃ τὴν δυσκρασίαν, εἰ μὲν αὐχμώδης καὶ ξηρὰ φαί‐

43

.

36

.

8

νοιτο, τέγγων εὐκράτῳ πολλάκις ὕδατι. καθ’ ἑκάστην δὲ χρῆσιν ὁ σκοπὸς ἔστω σοι τῆς καταντλήσεως, ὅταν πρῶτον εἰς ἔρευθός τε καὶ
ὄγκον αἴρηται τὸ μόριον, ἀφίστασθαι τηνικαῦτα· διαφορήσεις γὰρ ὃ

43

.

36

.

9

εἵλκυσας καταιονῶν ἐπὶ πλέον. ἀλλὰ καὶ τῶν φαρμάκων ἡ δύναμις ὑγροτέρα τις ἔστω τῆς ἔμπροσθεν ἐπὶ τῆς ὑγιοῦς σαρκὸς παρῃνημένης.

43

.

36

.

10

εἰ δ’ ὑγροτέρα τοῦ κατὰ φύσιν ἡ σὰρξ φαίνοιτο, τὰ ἐναντία ποιη‐ τέον, ἐπιτείνοντα μὲν τῶν φαρμάκων τὴν δύναμιν ἐπὶ τὸ ξηρότερον, ὕδατι δὲ μηδ’ ὅλως χρώμενον, ἀλλ’ εἰ καὶ ἀποπλῦναι δέοι τὸ ἕλκος,

43

.

36

.

11

οἶνος ἢ ὀξύκρατον ἢ ἀφέψημα πόας αὐστηρᾶς παρεσκευάσθω. κατὰ ταὐτὰ δὲ τὴν μὲν θερμοτέραν τοῦ δέοντος σάρκα ψυκτέον, τὴν δὲ

43

.

36

.

12

ψυχροτέραν θερμαντέον. τῶν δὲ σὺν ὄγκῳ τινὶ παρὰ φύσιν ἡλκωμέ‐ νων μορίων ἰᾶσθαι χρὴ πρότερον τὸν ὄγκον· ἥτις δὲ τῶν παρὰ φύ‐ σιν ἁπάντων ἐστὶν ὄγκων ἡ ἴασις, ἐν τοῖς ἑξῆς εἰρήσεται· νυνὶ δ’

43

.

36

.

13

ὅσον ἐξ αὐτῶν συνῆπται τῇ τῶν ἑλκῶν θεραπείᾳ ῥητέον. ἐπειδὰν τὰ χείλη μόνα τῶν ἑλκῶν ἐπὶ πλέον ἀχροίας ἢ σκληρότητος ἥκῃ, περι‐ τέμνειν αὐτὰ χρὴ μέχρι τῆς ὑγιοῦς σαρκὸς ἢ χρόνῳ πλέονι θεραπεύ‐ ειν τοῖς μαλάσσουσι φαρμάκοις, ὅπως ἂν καὶ ὁ κάμνων ἔχῃ προθυμίας.

43

.

36

.

14

οὕτω δὲ κἀπὶ τῶν ἐπιρρεόντων τοῖς ἡλκωμένοις μέρεσι μοχθηρῶν χυμῶν ἡ μὲν ὡς ἡλκωμένων ἴασις ἐν τῷδε λελέξεται, ἡ δ’ ὡς κακο‐

43

.

36

.

15

χυμίας ἢ πλήθους ἐν τοῖς ἰδίοις ἐκείνων λογισμοῖς. ὅταν οὖν ἐκείνων ὀλίγῳ τι πλείων καὶ μὴ πολὺ φαυλότερος ᾖ τοῦ κατὰ φύσιν ὁ ἐπιρ‐ ρέων χυμός, ἀποτρέπειν αὐτὸν καὶ ἀναστέλλειν προσήκει στύφοντα

43

.

36

.

16

καὶ ψύχοντα τὰ πρὸ τῶν ἡλκωμένων χωρία. χρὴ δὲ καὶ τὴν ἐπίδεσιν

43

.

36

.

17

ἄρχεσθαι μὲν ἀπὸ τοῦ πεπονθότος, ἐπινέμεσθαι δ’ ἐπὶ τὸ ὑγιές. τὰ δὲ τοῖς ἕλκεσιν αὐτοῖς ἐπὶ τῶν ῥευματικῶν προσαγόμενα φάρμακα

43

.

36

.

18

κατὰ τήνδε σοι τὴν μέθοδον εὑρισκέσθω. ἐπειδὴ τὸ μὲν ἐπέρρευκεν ἤδη τῷ ἕλκει καὶ ὑγρότερον αὐτὸ πολλῷ καὶ ῥυπαρώτερον πεποίηκε, τὸ δ’ ἔτι καὶ νῦν ἐπιρρεῖ, δύο σκοποὺς ἡμᾶς ἔχειν ἀνάγκη τῆς θερα‐ πείας, ἕνα μὲν ὥστε κωλῦσαι τὸ ἐπιρρέον ὑγρόν, ἕτερον δ’ ὥστε δια‐

43

.

36

.

19

φορῆσαι τὸ ἐνεστηριγμένον ἐν τῷ πεπονθότι μορίῳ. γίνεται δὲ ταῦτα δι’ ἐναντίων δυνάμεων· ἀναστέλλει μὲν γὰρ τὸ ἐπιρρέον ὅσα στύφειν πέφυκε φάρμακα, διαφορεῖ δὲ τὸ περιεχόμενον τῷ πεπονθότι μορίῳ

43

.

36

.

20

τὰ δύναμιν ἔχοντα διαφορητικήν τε καὶ ἑλκτικήν. τὰ δ’ ἕλκοντα καὶ διαφοροῦντα τὰς ἐκ τοῦ βάθους ὑγρότητας ἀναγκαῖόν ἐστι μὴ ἄνευ δριμύτητός τινος ἐργάζεσθαι τοῦτο· τῇ δριμύτητι δ’ ἐξ ἀνάγκης ἕπεταί τις ὀδύνη διὰ τὸ δάκνεσθαι τὸ ἕλκος, καὶ οὕτως συμβαίνει διὰ τὴν
5ἐκ τῶν δακνόντων ἀνίαν ἐρεθίζεσθαι μᾶλλον τὴν ἐπιρρέουσαν ὑγρό‐ τητα, τούτου δὲ γινομένου, φλεγμαίνειν τε ἅμα καὶ διαβιβρώσκεσθαι

43

.

36

.

21

τὸ ἕλκος. ἐπεὶ τοίνυν τὰ διαφοροῦντα καὶ τὸν ῥύπον ἐκκαθαίροντα δριμείας ἐστὶ δυνάμεως, ἐφ’ ὅσον μὲν ῥύπου πλῆρές ἐστι τὸ ἕλκος,
οὐκ ἀντιλαμβάνεται τῆς δριμύτητος αὐτῶν ὁ κάμνων· καθάπερ γάρ τι πρόβλημα τῶν ἡλκωμένων μερῶν ὁ ῥύπος μέσος ὑπάρχων τοῦ τε
5φαρμάκου καὶ τῆς ὑποκειμένης σαρκός, οὐκ ἐᾷ τὴν ὑπὸ τοῦ φαρμά‐

43

.

36

.

22

κου γινομένην δῆξιν καθικνεῖσθαι τοῦ ἕλκους. προσέχειν οὖν δεῖ πόσον ἀπορρύπτεται τοῦ ῥύπου, καὶ πόσον ἐγκαταλείπεται, καὶ εἰ τοῦτο ἀνωδύνως πράσσεται· δῆλον γὰρ ὡς πρὸς τὴν ἀφαίρεσιν τοῦ ῥύπου καθαρώτερον γινόμενον τὸ ἕλκος ἀντιλαμβάνεται τῆς δριμύτητος.

43

.

36

.

23

μέγιστον οὖν σημεῖον ἔστω σοι τοῦ μηδὲν ἔτι τοιῷδε φαρμάκῳ χρῆ‐ σθαι, ἐὰν δήξεως ἀντιλαμβάνηται τὸ πάσχον μόριον, καὶ τὰ πέριξ αὐτοῦ σώματα ἐρυθρὰ γίνηται· τῶν γὰρ δριμέων φαρμάκων ἴδιόν ἐστι τό τε δηγμὸν ἐμποιεῖν τῷ ἕλκει [τῷ δριμεῖ φαρμάκῳ] καὶ ἔρευ‐

43

.

36

.

24

θος ἐργάζεσθαι τοῖς πέριξ σώμασιν. εἰ δ’ ἀφλέγμαντα μὲν τὰ περὶ τὸ ἕλκος εἴη, δηγμοῦ δὲ μηδὲν ἀντιλαμβάνοιτο, ῥύπος δ’ ἐπιγίνοιτο τῷ ἕλκει, τῷ δριμεῖ φαρμάκῳ προσήκει ἐπιμένειν· πάντως γὰρ ὠφε‐ λήσει τὸν ῥύπον ἀποκαθαῖρον καὶ τὴν ὑγρότητα ξηραῖνον· ἅμα μέν‐
5τοι τῷ καθαρὸν γενέσθαι τὸ ἕλκος καὶ ἀντιλαμβάνεσθαι βραχείας δήξεως τὸν κάμνοντα μεταβαίνειν ἐφ’ ἕτερον δεῖ φάρμακον τῶν ἀδήκτως ξηραίνειν καὶ στύφειν δυναμένων, ὁποῖά ἐστι τὰ πεπλυμένα

43

.

36

.

25

μεταλλικὰ καὶ τὰ μὴ πεπλυμένα μέν, ἄδηκτα δὲ φύσει. γινώσκειν δὲ καὶ τοῦτο, ὡς οὐ μόνον τὰ δριμέα φάρμακα ῥυπαίνει τὰ καθαρὰ τῶν ἑλκῶν· ἀλλὰ γὰρ καὶ τὰ πάνυ μαλθακώδη καὶ ἐκλελυμένα ταῖς δυνά‐ μεσι καὶ πάνυ κηρωτοειδῆ· τοιαῦτα δ’ ἐστὶ δηλονότι στέαρ καὶ πιμελὴ

43

.

36

.

26

καὶ κηρὸς καὶ αὐτὸ τὸ ἔλαιον. χρὴ δὴ οὖν ἐπὶ τῶν πεπαλαιωμένων ἑλκῶν μηδαμῶς προσφέρειν τὰ τοιαῦτα, πλὴν εἰ μὴ ἐπουλωμένα ἤδη τυγχάνει· τηνικαῦτα γὰρ ὑπὲρ τοῦ τὰς οὐλὰς μαλάσσεσθαι καὶ τὰ

43

.

36

.

27

τοιαῦτα τῶν φαρμάκων προσφέρειν. μὴ δυναμένης δ’ ὑπὸ φαρμάκων κρατηθῆναι τῆς ἐπιρροῆς, τὴν αἰτίαν αὐτῆς ἐπισκεψάμενον ἐκείνην

43

.

36

.

28

ἐκκόπτειν πρότερον. εἰ μὲν οὖν δι’ ἀτονίαν τοῦ δεχομένου τὸ ῥεῦμα μορίου τοῦτο συμβαίνοι, ταύτην ἰατέον· ἐπεὶ δ’ αὕτη διὰ δυσκρασίας ἀμετρίαν ἀεὶ γίνεται, θεραπεύσας, ὡς εἴρηται ἔμπροσθεν, τὴν δυσκρα‐

43

.

36

.

29

σίαν, ἰάσῃ καὶ τὴν ἀτονίαν. εἰ δὲ δι’ ἕτερον μόριον ἢ καὶ σύμπαν τὸ σῶμα, πληθωρικὸν ἢ κακόχυμον ὑπάρχον, ἐπιρρέοι μοχθηρὸς χυμός, ἰάσασθαι χρὴ πρότερον ἢ τὸ τοῦ ῥεύματος αἴτιον μόριον ἢ τὸ σύμπαν

43

.

36

.

30

σῶμα. ἐπ’ ἐνίων μὲν οὖν ἀρκεῖ καθᾶραι μόνον, ἐπ’ ἐνίων δ’ ἀφελεῖν αἵματος, ἐπ’ ἄλλων δ’ ἄμφω ταῦτα πρᾶξαι, τινῶν δ’ ὑπερκείμενον ἐκκόψαι κιρσὸν ἢ ἧπαρ ἢ σπλῆνα ἤ τι μόριον ἕτερον ἐπίσημον πε‐

43

.

36

.

31

πονθὸς ἰάσασθαι. ἐπεὶ δ’ ἀναγκαῖόν ἐστι τὰ δυσεπούλωτα καὶ κακοήθη
τῶν ἑλκῶν ὑγρότητος εἶναι μεστὰ μοχθηρᾶς, οὐκ ὀλίγα δ’ αὐτῶν καὶ ῥύπον ἔχειν δαψιλῆ, ὅταν ἐπιπάττειν αὐτοῖς μέλλωμέν τι τῶν ξηρῶν φαρμάκων, προεκμάττειν χρὴ δι’ ὀθονίου μαλακοῦ τε καὶ καθαροῦ
5καὶ ξηροῦ, πληρώσαντας δὲ τοῦ φαρμάκου τὸ κοῖλον ἕλκος ἐπιβάλ‐ λειν ἔξωθεν ἐμπλάστρου λεπτυνούσης τὰ χείλη πλάτυσμα κατά τε τούτου πάλιν ὀθόνιον ἔξωθεν ἴσον πάντῃ καὶ κατ’ αὐτοῦ σπόγγον ἐξ ὕδατος ἢ οἴνου καὶ περὶ παντὸς ποιεῖσθαι ψυχρὸν διαμένειν τὸν σπόγγον, ὃ γίνοιτο ἂν εὐκόλως, εἰ συνεχῶς αὐτοῦ καταντλοῖ τις ὕδωρ

43

.

36

.

32

ψυχρὸν ἄνευ τοῦ λύειν τὸν ἐπίδεσμον. εἰ μὲν εἷς ἐπίδεσμος εἴη, κά‐ τωθεν ἄνω νέμεσθαι χρή· εἰ δὲ δυσὶν ἐθέλοις κεχρῆσθαι καθάπερ ἐπὶ τῶν καταγματικῶν, ὁ μὲν πρότερος ἀπὸ τοῦ πεπονθότος μορίου πρὸς τὴν ἄνω χώραν νεμέσθω μόνην, ὁ δὲ δεύτερος κάτω μὲν πρότερον,

43

.

36

.

33

ἐφεξῆς δ’ ἄνω τελευτῶν εἰς ταὐτὸ τῷ προτέρῳ παραγινέσθω. πρό‐ δηλον οὖν ὅτι τοὺς ἐπιδέσμους τούτους ἐξ ὀθονίων, οὐ ῥάκους εἶναι προσήκει· λύειν δὲ καὶ διὰ τρίτης καὶ λύσαντας μὴ προσφέρειν ὕδωρ τῷ ἕλκει, ἀλλὰ καθ’ ὃν προείρηται τρόπον ἄρτι δι’ ὀθόνης μαλακῆς
5τε καὶ ξηρᾶς καὶ καθαρᾶς ἀπομάττοντας τοὺς ἰχῶρας· ἐὰν δὲ καὶ πέριξ τοῦ ἕλκους ἐμφαίνηταί τι φλεγμονῶδες, ἐπιβάλλειν κατὰ τοῦ πλατύσματος ἔξωθεν ἐπὶ πολὺν τόπον ὑγρὸν φάρμακον ἐκ τῆς ἐμῆς φοινικίνης, οὐχ ἁπλῶς τετηκυίας, ἀλλὰ στύφοντος οἴνου προσειλη‐

43

.

36

.

34

φυίας ὅσον οἷόν τε πλεῖστον. οὐ μὴν οὐδὲ διὰ τοῦ τυχόντος ἐλαίου τήκειν αὐτὴν προσήκει, ἀλλ’ εἰ μὲν ἐρυθρότης τις ἢ ὅλως θερμότης ἐπικρατεῖ κατὰ τὰ πέριξ τοῦ ἕλκους, διά τινος τῶν στυφόντων τε καὶ ψυχόντων (ἔστι δὲ τοιαῦτα μύρρινόν τε καὶ μήλινον)· εἰ δὲ μὴ
5παρείη ταῦτα, τὸ καλούμενον ὀμφάκινον ἔλαιον· εἰ δὲ σκληρότης ἐπι‐ κρατεῖν φαίνοιτο, δι’ ἐλαίου παλαιοῦ τήκειν ἢ διὰ κικίνου τὴν φοινι‐

43

.

36

.

35

κίνην. ἀσφαλέστερον δέ, κἂν μηδὲν ἐν τῷ περιέχοντι τὸ ἕλκος τόπῳ μοχθηρὸν ἐμφαίνηται, αὐτῷ γοῦν τῷ ὑπερκειμένῳ τὸ ὑγρὸν φάρμα‐ κον ἐπιβάλλειν, ἀποκρουσόμενον, εἴ τι πρόσθεν ἢ μοχθηρὸν ἢ πλέον τοῦ προσήκοντος ἐπέρρει, καὶ μάλιστα ὅταν ἐν σκέλει τὸ ἕλκος

43

.

36

.

36

ὑπάρχον ὑπερκειμένην ἔχῃ φλέβα κιρσώδη. καὶ εἰ μὲν εἴη δυνατὸν ἄνευ τῆς τοῦ σώματος βλάβης ἀλουτεῖν τὸν θεραπευόμενον ἀνατριβό‐ μενόν τε σινδόσιν ἐπὶ πλέον, ἄμεινον ἐφεξῆς δι’ ἐλαίου κἄπειτα δι’ ἁλτήρων γυμναζόμενον, εἰ σκέλος εἴη τὸ πεπονθός, ἢ διὰ δρόμων ἐπὶ
5τῶν ὑπερκειμένων· εἰ δ’ ἀλουτεῖν ἀδύνατον εἴη τῷ θεραπευομένῳ χωρὶς βλάβης ὅλου τοῦ σώματος, οὐ χρὴ λύειν τὴν ἐπίδεσιν, ἀλλ’ ὡς ἐπιδέδεται λουσάμενον ἐκθλίψαντά τε τοῖς σπόγγοις τὸ θερμὸν ὕδωρ εὐθέως ἄλλο καταχεῖν θερμόν, ὡς μηδεμίαν ἀπολείπεσθαι θερμότητα

43

.

36

.

37

κατὰ τὴν ἐπίδεσιν. εἰ δὲ φαίνοιτο προχωρεῖν ἡ θεραπεία, καὶ χωρὶς ἐπιθέσεως σπόγγου θεραπεύεσθαι δύνανται, τῆς ὑγρᾶς φοινικίνης ἐπι‐
βαλλομένης ἔξωθεν, ὡς εἴρηται, καὶ χωρὶς ἐπιθέσεως σπόγγου κατα‐

43

.

36

.

38

λαμβανομένης ἐπιδέσμοις καταγματικῷ τρόπῳ. ταῖς κοπταῖς δὲ κα‐

43

.

36

.

39

λουμέναις χρώμενος ἔστω τις θερμὰς ἔχων τὰς χεῖρας. ἀναιρείσθω τηλικοῦτον τοῦ φαρμάκου μέγεθος, ἡλίκον μαλαχθέν τε καὶ πλατυν‐ θὲν ἐπιτεθήσεται καθ’ ὅλου τοῦ ἕλκους, ὡς καὶ τὰ χείλη σκέπειν.

43

.

36

.

40

ὅταν δ’ ᾖ βαθύ, προσαναπληροῦται τὸ κοῖλον αὐτοῦ πᾶν, ἐντεθέντος αὐτῷ τοῦ φαρμάκου, καὶ μετ’ ἐκεῖνο πάλιν ἕτερον ἐπιτείνεται πλά‐ τυσμα συμπεριλαμβάνον καὶ τὰ χείλη, κἄπειτα τούτῳ πάλιν βεβρεγ‐ μένον ὀθόνιον ὕδατι ψυχρῷ τηλικοῦτον ἐπιβάλλεται κατὰ παντὸς ὡς
5σκεπάσαι τὸ φάρμακον, εἶτ’ ἔξωθεν σπογγίον μαλακὸν ἐπιδέσμῳ κατ‐ ειλημμένον ἐξ ὀθόνης, ἅπαξ ἢ δὶς ἐν κύκλῳ περὶ τὸ πεπονθὸς μόριον ἑλιττομένῳ τηλικούτῳ τὸ πλάτος ὡς πᾶν κατειλῆφθαι τὸ ἕλ‐ κος ἅμα τοῖς χείλεσι καί τι τῶν ὑπερκειμένων τε καὶ ὑποκειμένων

43

.

36

.

41

αὐτοῖς. ἡ δ’ ἐπίδεσις ἀπὸ δυοῖν ἀρχῶν δεδέσθω· καλοῦσι δ’ οὕτως, ὅταν τὸ μέσον ὅλου τοῦ τελαμῶνος ἐπιβάλληται τῷ πεπονθότι τόπῳ,

43

.

36

.

42

τῶν σκελῶν δ’ ἑκάτερον ἐπάγηται πρὸς τὸ ἀντικείμενον. εἶτα, ἐὰν μὲν ἰσχυρὸν ᾖ τὸ ὀθόνιον, ὡς διὰ μιᾶς ἐπιβολῆς ἀσφαλῶς κατέχειν τὸν σπόγγον, αὐτόθι που συρραφήσεται διὰ τῶν περάτων, ἀφαιρου‐ μένου ψαλίδι τοῦ περιττεύοντος· ἐὰν δ’ ἀσθενές, αὖθις ἀχθήσεται

43

.

36

.

43

τῶν σκελῶν ἑκάτερον ὁμοτόνως ἑλκόμενον ἐπὶ τὸ πεπονθός. ὅταν δέ σοι ταῦτα κατὰ τὴν πρώτην ἡμέραν πραχθῇ, τῇ δευτέρᾳ διάβρεχε

43

.

36

.

44

τὸ σπογγίον, ὕδατος ἐπιχέων ψυχροῦ. θερμοῦ δὲ καὶ ξηροῦ τοῦ περιέχοντος ὄντος, καὶ δὶς καὶ τρὶς τῆς ἡμέρας ποιητέον τοῦτο, καὶ λυτέον τὸν ἐπίδεσμον διὰ τρίτης· εἰ δὲ χειμὼν εἴη, καὶ διὰ τετάρτης.

43

.

36

.

45

ἐπισκεπτέον δὲ τὴν γεγονυῖαν ἐκ τοῦ φαρμάκου περὶ τὸν πεπονθότα τόπον ἀλλοίωσιν ἔν τε τῇ κοιλότητι τοῦ ἕλκους καὶ κατὰ τὰ χείλη, καὶ μέντοι καὶ πέριξ αὐτῶν· ἤτοι γὰρ ξηρότερον ἢ ὑγρότερον ἢ θερ‐ μότερον ἢ ψυχρότερον ἐφάνη τοῦ πρόσθεν ὅλον τὸ πεπονθὸς μόριον

43

.

36

.

46

ἕκαστόν τε τῶν μερῶν αὐτοῦ. καὶ πρὸς τούτοις ἐπισκέπτεσθαι προσ‐ ήκει, πότερα δὴ καθῄρηταί τι τῶν χειλῶν ἢ μεμάλακταί πως ἢ λε‐ λέπτυνται, καὶ περὶ τῆς κατὰ τὴν χροιὰν ὑπαλλαγῆς καὶ περὶ τοῦ κατὰ τὸν ῥύπον πλήθους· ἐκ τούτων γὰρ εἴσῃ, πότερον ἰσχυρότερον
5ἢ μαλακώτερον ἐπιθεῖναι προσήκει φάρμακον, ἢ ταὐτὸν τῷ πρώτῳ.

43

.

36

.

47

δυνήσῃ δὲ καὶ τὸ πρῶτον αὐτὸ ῥᾳδίως ἐξαλλάττειν, εἰ μὲν μαλακώ‐ τερον ποιῆσαι βούλοιο, μιγνὺς ἐν τῷ μαλάττειν ὀλίγον τινὸς τῶν στυφόντων ἐλαίων, μυρσίνου ἢ ῥοδίνου ἢ μηλίνου ἢ σχινίνου ἢ μαστι‐
χίνου ἢ κυπρίνου· εἰ δ’ ἰσχυρότερον, ἤτοι τῆς λεπίδος ἢ τοῦ ἰοῦ·
5παρεσκευάσθω γάρ σοι τούτων ἑκατέρου βραχὺ λεῖον ἀκριβῶς, ἵνα ἐν

43

.

36

.

48

τῷ μαλάττειν προσβάλῃς. ἐπεὶ δ’ ἔνιοι νομίζουσιν, εἰ τρὶς τῆς ἡμέ‐ ρας ἐκμάξειας τοὺς ἰχῶρας τοῦ ἕλκους, ἄμεινόν τι πράττειν, τοὺς δ’ ἅπαξ λύοντας καὶ αὐτοὶ πολλάκις οἱ κάμνοντες ὡς ἀμελούμενοι μέμ‐ φονται, προσήκει γινώσκειν ἡμᾶς ὡς αἱ ποιότητες ἁπάντων τῶν πλη‐
5σιαζόντων εἰς ἀλλήλας τι δρῶσι, κἂν τὸ ἕτερον ἰσχυρότερον αὐτῶν ᾖ πολλῷ· κατὰ γάρ τοι τὸν λόγον τοῦτον ὁμοειδεῖς πως ἀλλήλαις τῷ χρόνῳ γίνονται, κἂν διαφέρωσι πάμπολυ· γενομένης δ’ ὁμοειδοῦς τῷ θεραπευομένῳ σώματι τῆς τοῦ φαρμάκου ποιότητος, ἡ ὠφέλεια μείζων ἕπεται.

43

.

37

t

Περὶ τῶν διὰ κιρσὸν δυσιάτων.

43

.

37

.

1

Μεγάλης δ’ ὑπερκειμένης κιρσώδους φλεβὸς καὶ κατὰ τὴν χροιὰν ἐμφαινούσης οὐκ ἐρυθρὸν οὐδὲ χρηστὸν αἷμα περιέχειν, ἀλλὰ μελάν‐

43

.

37

.

2

τερόν τε καὶ μελαγχολικώτερον, ἐκκόπτειν χρὴ τὴν φλέβα. ἄμεινον δ’ ἐπὶ τούτων τὴν ἰσχὺν τοῦ θεραπευομένου θεασάμενον ἀπὸ φλεβο‐ τομίας μὲν ἄρξασθαι, καθᾶραι δ’ ἐφεξῆς φαρμάκῳ μελαγχολικὸν ἐκ‐ κενοῦντι χυμὸν ἢ σὺν τούτῳ καὶ φλεγματικόν, ἐπειδὴ καὶ οὗτος συν‐
5επιρρεῖ τῷ μελαγχολικῷ κατὰ τὰς τῶν κιρσῶν γενέσεις, εἶθ’ ἑξῆς αὐτὴν κατὰ τὸ μῆκος σχάσαι τὴν ὑπερκειμένην τοῦ ἕλκους φλέβα καὶ κενώσαντα δαψιλῶς αὐτὴν ταύτην πρότερον ἰάσασθαι τὴν γενομένην

43

.

37

.

3

διαίρεσιν τῆς φλεβός. ὅταν δ’ ἀκριβῶς ἤδη φαίνηται συνουλωμένη, τηνικαῦτα τῇ θεραπείᾳ τοῦ κακοήθους ἐπιχείρει, ὡς προείρηται.

43

.

38

t

Περὶ τῶν κυκλοτερῶν ἑλκῶν.

43

.

38

.

1

Τῶν δὲ κυκλοτερῶν ἑλκῶν ἐπειράθημεν ἱκανῶς μηδὲν ἐμποδίζον τῇ ἰάσει τὸ σχῆμα· οὐ γὰρ δὴ αἴτιόν ἐστι τῆς κακοηθείας τῶν αὐτο‐ μάτων ἑλκῶν, ἀλλὰ σημεῖον· ὅσα γὰρ ἐξ ἐπιρροῆς ὑγρῶν μοχθηρῶν ἀναβιβρώσκεται, ταῦτα ὡς περὶ κέντρον τὸ πρῶτον ἀρχόμενον πά‐
5σχει μόριον ἀνάλογον τε εἰς μῆκος καὶ πλάτος αὐξανόμενα κυκλο‐ τερῆ γίνεται, δι’ αὐτὸ δὲ τοῦτο καὶ ὑπόκοιλα· τὸ γὰρ πρῶτον ἀρχό‐ μενον ἀναβιβρώσκεσθαι μέρος αὐτῶν κοιλότερον εἰς τοσοῦτον γίνεται

43

.

38

.

2

τῶν πέριξ, ὅσον καὶ πολυχρονιώτερον. καὶ μέντοι καὶ τὰ χείλη τῶν τοιούτων ἑλκῶν σκληρὰ καὶ ἄχροα τοὐπίπαν ἀποτελεῖται· διὸ καὶ περιτέμνεσθαι δεῖται, κατ’ ἀμφότερα τούτου συμφέροντος αὐτοῖς, ὅτι τε τοῦ αἵματος ἀπορρεῖ συχνόν, ὅτι τε σαρκώσεως ἢ ἐπουλώσεως

43

.

38

.

3

ἀρχὴν ἐκ τῶν περιτμηθέντων λαμβάνει. κάλλιον μὲν οὖν ἐν κύκλῳ
περιτέμνειν τὸ χεῖλος· εἰ δὲ μή, ἀλλὰ πάντως γε τὸ ἥμισυ, κατὰ τὸ μῆκος ἢ κατὰ τὸ πλάτος τὴν περιτομὴν αὐτοῦ ποιούμενον· δεῖ γὰρ κατὰ τὰ σχήματα τῶν ὑποκειμένων μυῶν περιτέμνειν, καὶ μάλιστα
5ὅταν καὶ αὐτῶν τι τῶν μυῶν πεπονθὸς ᾖ· τοῦτο γὰρ εἴς τε τὴν τῶν οὐλῶν εὐσχημοσύνην συντελεῖ οὐ σμικρὰ καὶ εἰς τὰς κατὰ φύσιν

43

.

38

.

4

κινήσεις τῶν μυῶν. μεγάλων μέντοι τῶν τοιούτων ἑλκῶν ὄντων, καὶ κάθαρσιν τοῦ σώματος τῆς ὅλης θεραπείας προηγεῖσθαι βέλτιον.

43

.

39

t

Περὶ τῶν σηπεδονωδῶν ἑλκῶν.

43

.

39

.

1

Τὰ δὲ σηπεδονώδη τῶν ἑλκῶν ὅταν ἐπινέμηται τοὺς πέριξ τό‐

43

.

39

.

2

πους, ὀνομάζουσιν ἰδίως νομάς. καὶ δῆλον ὅτι τῶν σφοδροτάτων φαρμάκων καὶ δριμυτάτων δέονται τῷ πυρὶ τὴν δύναμιν ἐοικότων, οἷόν ἐστι μίσυ καὶ χαλκῖτις καὶ ἀρσενικὸν καὶ τίτανος καὶ σανδαράκη· καὶ γὰρ οὖν καίει παραπλησίως πυρὶ τὰ τοιαῦτα φάρμακα· πολλάκις
5δὲ καὶ τούτων νικωμένων αὐτῷ τῷ πυρὶ χρώμεθα.

43

.

40

t

Περὶ τῶν ἀναρρηγνυμένων πολλάκις ἑλκῶν δι’ ἀναφθορὰν ὀστῶν.

43

.

40

.

1

Ὅσα δὲ τῶν ἑλκῶν εἰς πλείονα χρόνον ἐκπίπτει, συνουλοῦται μὲν πολλάκις, μετὰ χρόνον δ’ οὐ πολὺν ἀναφλεγμαίνει τε καὶ αὖθις ἀναρρήγνυται, λυομένης αὐτῶν τῆς οὐλῆς· ὅταν γὰρ ἐκ τῶν προσ‐ φερομένων φαρμάκων ἡ κατὰ τοῦ πεπονθότος ὀστοῦ σὰρξ ἐπικειμένη
5ξηρανθεῖσα συνουλωθῇ, παραχρῆμα μὲν ὑγιάσθαι τελέως δοκεῖ, κατὰ βραχὺ δὲ πάλιν ἰχῶρός τινος ἐπιρρέοντος ἐκ τοῦ φθειρομένου κατὰ τὸ βάθος ὀστοῦ, φλεγμονή τέ τις αὖθις ὑπογίνεται, καὶ πύου γένεσις ἕπεται, διαβιβρώσκοντος μὲν τὴν οὐλήν, ἑλκοῦντος δὲ τὴν σάρκα.

43

.

40

.

2

τίς οὖν ἡ τῶν τοιούτων ἑλκῶν ἴασίς ἐστιν; ξήρανσις ἐπὶ τοσοῦτον ὡς ἀποστῆναι τὸ πεπονθὸς τοῦ ὀστοῦ μέρος.

43

.

41

t

Ἐκ τῶν Ῥούφου. Περὶ λοιμώδους ἕλκους.

43

.

41

.

1

Καλεῖται δέ τι καὶ λοιμῶδες ἕλκος, ᾧ συνεδρεύει φλεγμονὴ ἰσχυ‐ ρὰ καὶ πυρετὸς ὀξὺς καὶ παραφροσύνη. ἐνίοις δὲ καὶ οἱ βουβῶνες ἐπωδύνως σκληρύνονται, καὶ οὐκ εἰς μακρὰν ἐπὶ τούτοις τοῖς ἕλκεσιν

43

.

41

.

2

ἀπόλλυνται. γίνεται δὲ τὰ πολλὰ τοῖς περὶ τὰ ἕλη οἰκοῦσιν.

43

.

42

t

Ἐκ τῶν Ἀρχιγένους. Περὶ λοιμικῶν ἑλκῶν.

43

.

42

.

1

Τὸ δὲ λοιμῶδες καλούμενον ἕλκος οὐκ ἐν στόματι μόνον, ἀλλὰ

43

.

42

.

2

καὶ ἐπὶ τοῦ λοιποῦ γίνεται σώματος, μάλιστα δ’ ἐν κνήμαις. ἀλλὰ τὸ μὲν ἐν στόματι ἕλκωσίς ἐστι περὶ τὰ τῆς κιονίδος ἢ τῆς ὑπερῴας μέρη λευκὴ καὶ δυσώδης, νομὴν ἔχουσα ταχεῖαν, καί ποτε μὲν εἴσω,

43

.

42

.

3

ἔσθ’ ὅτε δ’ ἐπὶ τοὺς ἐκτὸς τόπους. τῇ μὲν οὖν εἴσω βηχία παρέπεται, καὶ ἐν τῷ χρέμπτεσθαι ἐσχάριον ἀνάγεται ἢ δίαιμον ἢ ἰχωροειδές·

43

.

42

.

4

ἀναβαινούσης δὲ τῆς νομῆς, ἔτι μᾶλλον βηχία γίνεται. ποιεῖ δ’ ἐπὶ τούτων ὁ ἐν στόματι συνεχὴς ἀνακογχυλιασμὸς ὅ τε διὰ φακοῦ καὶ ..δων....ας, σιδίων καὶ κορυφάνων ἢ κηκῖδος ὀμφακίνου ἀφέψημα καὶ βάτου ἀκρεμόνων ἀγριελαίας τε καὶ ἐλαίας ἡμέρου φύλλων ἢ καὶ
5σχίνου ἑλξίνης τε καὶ χυλοῦ ὑποκιστίδος ἢ στυπτηρία σχιστή, ᾗ οἱ

43

.

42

.

5

βαφεῖς χρῶνται, ἥ τε βεττονικὴ βοτάνη καὶ ὁ χυλὸς αὐτῆς. φάρμακα δὲ τὰ μὲν ἁπλᾶ, τὰ δὲ σύνθετα, καὶ ἁπλᾶ μὲν μόρα, μίσυ, στυπτηρία σχιστὴ κεκαυμένη, διφρυγές (ταῦτα καὶ σὺν μέλιτι μιγέντα ἐνεργῶς ποιεῖ), καὶ ἡ βεττονικὴ δὲ καὶ ἡ ἀλόη· σύνθετοι δ’ αἵ τε ἀνθηραὶ καὶ
5περίχριστοι διὰ μόρων καὶ διὰ ῥοᾶς ἥ τε διὰ τῶν οἰσυπηρῶν ἐρίων καὶ ἡ λεγομένη σφραγὶς πᾶσαί τε αἱ ὑπὸ τὸ αὐτὸ πίπτουσαι γένος.

43

.

42

.

6

περιφείδεσθαι δὲ τοῦ μή τι καταποθῇ· ταύτῃ δὲ δοκῶ καὶ εἰς τὸ

43

.

42

.

7

ἀνίατον περιίστασθαι τὰ νήπια. ἔξωθεν δὲ καταπλάττειν οἷς εἰς τὰς

43

.

42

.

8

νομὰς παρεκελευσάμην. ἀλλὰ καὶ εἴ τις περιχρίει τὰ κύκλῳ ταῖς περιχρίστοις ἢ ὡς ἔμπλαστρον ἐν ὀθονίου ἐπιθέσει, οὐχ ἁμαρτήσει.

43

.

42

.

9

ἐν τόπῳ δὲ περιψύχοντι κατακλίνειν καὶ τροφαῖς ὑγραῖς διαιτᾶν, παντὶ δὲ κοιλίαν ἐξυγραίνειν, τὰ δ’ ἐκτὸς ἐπικαίειν.

43

.

43

t

Ἐκ τῶν Γαληνοῦ. Περὶ ἀνθράκων.

43

.

43

.

1

Ἄνθρακες δὲ συνίστανται, ἐπειδὰν μελαγχολικὸν γενόμενον καὶ

43

.

43

.

2

οἷον ζέσαν τὸ αἷμα διακαύσῃ τὸ δέρμα. ταῦτα ἄρα καὶ σὺν ἐσχάρᾳ γίνονται, καὶ φλύκταινα προηγεῖται τοῦ ἕλκους ὥσπερ ἐν τοῖς πυρι‐

43

.

43

.

3

καύτοις ὀξύτατόν τε πυρετὸν ἐπιφέρει καὶ κίνδυνον ὑπόγυον. γίνον‐ ται μὲν οὖν ἐκ χυμοῦ παχέος τε καὶ ζέοντος· ἄρχονται δὲ τὰ πολλὰ μὲν ἀπὸ φλυκταίνης, ἐνίοτε δὲ καὶ χωρὶς ταύτης, ἀλλὰ κνῶνταί γε
πάντως ἐν ἀρχῇ τὸ μόριον, εἶτ’ ἀνίσταται φλύκταινά τις, ἧς ῥηγνυ‐

43

.

43

.

4

μένης ἕλκος ἐσχαρῶδες γίνεται. πολλάκις δ’ οὐδὲ μία φλύκταινα γεννᾶται κνησαμένων, ἀλλὰ πολλαὶ μικραὶ καθάπερ τινὲς κέγχροι καταπυκνοῦ‐ σαι τὸ μέρος, ὧν ἐκρηγνυμένων ὁμοίως .................. .........................................................

43

.

57

t

〈......................〉

43

.

57

.

1

〈Ἡ δὲ Λημνία σφραγὶσ〉 ἐπὶ χρονίων καὶ 〈κακοήθων καὶ ση〉πε‐ δον〈ωδῶν καὶ δυσεπου〉λώτων ἑλκῶν μεγάλως ὠφέλησεν· ἡ δὲ χρῆ‐ σις 〈γίνεται κατὰ〉 τὸ μέγεθος τῆς τοῦ ἕλκους κακίας· τὸ μὲν 〈γὰρ δυσῶδες καὶ〉 λίαν πλαδαρὸν καὶ ῥυπαρὸν ἀνέχεται δι’ ὄ〈ξους δριμυ‐

43

.

57

.

2

τάτου〉 τῆς Λημνίας λελυμένης εἰς πηλώδη δηλονότι 〈σύστασιν. καὶ δι’ οἴ〉νου ἢ ὕδατος ἢ ὀξυμέλιτος ἢ ὀξυκράτου 〈ἢ μελικράτου, ὅπωσ〉

43

.

57

.

3

ἂν ἡ χρεία κελεύῃ, ἐπιτήδειόν ἐστιν. εἴ τις 〈θυΐαν ἐκ〉 μολύβδου σκευάσας μετὰ δοίδυκος μολυβδίνου 〈ῥόδινον ἐμ〉βαλὼν ἢ ὀμφάκινον ἔλαιον ἢ χυλὸν ἀειζῴου 〈ἢ κοτυλη〉δόνος ἢ σέρεως ἢ θριδακίνης ἢ χονδρίλης ἢ ψυλλίου 〈ἢ ὄμφα〉κος ἢ ἀνδράχνης τρίβοι ὡς ἀνεῖναι χυλόν
5τινα, ἄριστον ἕξει φάρμακον πρὸς τὰ καρκινώδη καὶ κακοήθη πρός τε τὰς ἐν αἰδοίοις καὶ ὄρχεσι καὶ τιτθοῖς φλεγμονὰς πρός τε τὰς ἐν

43

.

57

.

4

ἕδρᾳ μεθ’ ἑλκῶν ἢ στολίδων ἀνεξασμένων. γάλα τοῖς ἀνωδύνοις ὠφελίμως μίγνυται φαρμάκοις πρὸς τὰ κακοήθη καὶ καρκινώδη τῶν

43

.

57

.

5

ἑλκῶν. γάρος καὶ ἡ ἀπὸ τῶν ταριχηρῶν ἰχθύων ἅλμη πρὸς τὰ ση‐

43

.

57

.

6

πεδονώδη τῶν ἑλκῶν ἁρμόττει. κενταύριον τὸ μικρὸν καταπλασσό‐ μενον πρόσφατον τά τε παλαιὰ καὶ δυσεπούλωτα τῶν ἑλκῶν ἀπουλοῖ

43

.

57

.

7

καὶ τὰ κακοήθη ἰᾶται. κυπαρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ σφαιρία τὰ νέα καὶ ἁπαλὰ τὰς κατὰ βάθος ὑγρότητας ἐν ταῖς πλα‐ δαραῖς καὶ σηπεδονώδεσι διαθέσεσιν ἀλύπως τε ἅμα καὶ ἀσφαλῶς ἐκ‐

43

.

57

.

8

βόσκεται. κυπέρου ῥίζαι τὰ δι’ ὑγρότητα πολλὴν ἑλκύδρια δυσεπού‐

43

.

57

.

9

λωτα θαυμαστῶς ὠφελοῦσιν. ὑπερικοῦ τὸν καρπὸν μετὰ τῶν φύλλων ξηράνας καὶ κόψας εἰ ἐπιπάττοις, ἰάσῃ τὰ πλαδαρὰ καὶ σηπεδονώδη

43

.

57

.

10

τῶν ἑλκῶν. κολοκύντης ἐξηραμμένης ἡ τέφρα τοῖς ὑγροῖς ἅμα καὶ χωρὶς φλεγμονῆς τετυλωμένοις ἁρμόττει, καὶ μάλιστα τοῖς ἐπὶ πόσθης

43

.

57

.

11

αἰδοίου· ὁμοίως καὶ ἀνήθου ῥίζης. ἀρνόγλωσσον πρὸς τὰ κακοήθη καὶ

43

.

57

12,13

πρὸς ῥεύματα καὶ σηπεδόνας ἁρμόττει. ὁμοίως καὶ ἀσπάλαθος. βράθυ

43

.

57

.

13

(2)

πρὸς σηπεδόνας ἁρμόττει, καὶ μάλιστα ὅσαι κακοηθέστεραί τέ εἰσι καὶ

43

.

57

.

14

χρονιώτεραι. καὶ τὰ μεμελασμένα κα〈ὶ τὰ λίαν ῥυπαρὰ〉 μετὰ μέλι‐

43

.

57

.

15

τος ἀποκαθαίρει, καὶ ἄνθρακας 〈ἀπολύει. ἰσά〉τις 〈ἡ〉 ἥμερος πρὸς πᾶν ἕλκος κακόηθες δρ〈αστηρίως ἀνθίσταται〉, κἂν σήπηται κἂν ἀνα‐ βιβρώσκηται· εἰ δ〈έ ποτε τῆς τοῦ〉 κάμνοντος φύσεως ἰσχυροτέρα φαίνο〈ιτο, μιγνύναι χρὴ〉 τοῖς φύλλοις αὐτῆς λειωθεῖσιν ἢ ἄρτον ἢ
5〈κρίθινον ἄλευρον〉 ἢ πύρινον ἢ ἄλφιτα κατὰ τὴν 〈ἐν〉 ἑκάστῳ 〈ἐπι‐

43

.

57

.

16

κρατοῦσαν διάθεσιν〉. ἡ δ’ ἀγρία πρὸς μὲν τὰς ὑγρὰς σηπεδόνας 〈ἰσχυροτέρως ἀν〉θίσταται, τὰ δ’ ἄλλα χείρων ἐστὶν ἀμετρότερον

43

.

57

.

17

〈ξηραίνων. τῷ〉 ὀστράκῳ τῶν ὀνομαζομένων ἰδίως ὀστρέων 〈κεκαυ〉‐ μένῳ χρῶμαι πρὸς τὰς ἐκ ῥευμάτων χρονίας καὶ 〈δυσσαρ〉κώτους

43

.

57

.

18

κοιλότητας ὅσαι συριγγώδεις εἰσὶ καὶ βαθεῖαι. πάντα δὲ ταῦτα τὰ ὀστρεώδη καὶ τὰ ὑπερσαρκοῦντα μετρίως καθαιρεῖ καὶ προσστέλλει.

43

.

57

.

19

σηπίας ὄστρακον ἄκαυτον κοπτόμενόν τε καὶ λειούμενον ἕλκη ξη‐

43

.

57

.

20

ραίνει. ἔρια κεκαυμένα τὰς πλαδαρὰς σάρκας ἐπὶ τῶν ἑλκῶν ἀποτή‐

43

.

57

.

21

κει τάχιστα. πλατάνου φλοιὸς καθ’ ἑαυτὸν ἐπιπαττόμενος τὰ δι’

43

.

57

.

22

ὑγρότητα πολλὴν ἕλκη πλαδαρὰ καὶ ῥυπαρὰ ἰᾶται. σκόρδιον ξηρὸν ἐπιπασσόμενον ἀνακαθαίρει τὰ ῥυπαρὰ καὶ εἰς οὐλὴν ἄγει τὰ κακοήθη.

43

.

57

.

23

πάνακος τοῦ Ἡρακλείου τῆς ῥίζης ὁ φλοιὸς ποιεῖ πρός τε τὰ γυμνὰ

43

.

57

.

24

τῶν ὀστῶν καὶ τὰ κακοηθευμένα τῶν ἑλκῶν. πευκεδάνου ῥίζα λεπί‐ δας ὀστῶν ἀφίστησι τάχιστα καὶ τοῖς κακοήθεσιν ἕλκεσιν ἄριστόν ἐστι φάρμακον ἐπιπαττομένη ξηρά· αὕτη γὰρ καὶ καθαίρει καὶ σαρκοῖ καὶ

43

.

57

25,26

ἐπουλοῖ. ἀναγαλλίδες αἱ δύο τοῖς σηπομένοις βοηθοῦσιν. ἀλόη τὰ

43

.

57

.

26

(2)

δυσεπούλωτα τῶν ἑλκῶν ἰᾶται, καὶ μάλιστα τὰ καθ’ ἕδραν τε καὶ

43

.

57

.

27

αἰδοῖον· ὠφελεῖ δὲ καὶ τὰς φλεγμονὰς αὐτῶν ὕδατι διεθεῖσα. καλα‐ μίνθης ὁ χυλὸς τοὺς ἐν τοῖς σηπεδονώδεσιν ἕλκεσι συνισταμένους σκώ‐

43

.

57

.

28

ληκας ἀναιρεῖ. παλαιὰ κάρυα τὰ ἐλαιώδη πρὸς ἄνθρακας ποιεῖ, καὶ κυπαρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ νέα σφαιρία σὺν ἀλφίτοις.

43

.

58

t

Περὶ τῶν ἐν αἰδοίοις καὶ κύστει καὶ μήτρᾳ καὶ ἕδρᾳ ἑλκῶν.

43

.

58

.

1

.........................................................

44

.

1

t

〈Ἐκ τῶν Γαληνοῦ. Περὶ φλεγμονῆς.〉

44

.

1

.

1

......................................................... ............................. ....μαίνειν ἀρχομένου, ποτὲ δ’

44

.

1

.

2

ἕλκοντος ἐφ’ ἑαυτὸ τοῦ πάσχοντος αὐτοῦ. τὰ μὲν οὖν πέμποντα ποτὲ μὲν ὡς τῷ πλήθει περιττόν, ποτὲ δ’ ὡς ἀνιαρὸν τῇ ποιότητι διωθεῖται τὸν χυμόν, ἐνίοτε δὲ καὶ δι’ ἄμφω, τὰ δ’ ἕλκοντα δι’ ὀδύ‐

44

.

1

.

3

νην ἢ διὰ θερμότητα νοσώδη. θερμότερον μὲν οὖν γίνεται τὸ μό‐ ριον διὰ κίνησιν ἀμετροτέραν ἤ τινα θάλψιν ἐξ ἡλίου καὶ πυρὸς ἢ διὰ δριμὺ φάρμακον· ὀδυνᾶται δὲ διὰ δυσκρασίαν καὶ τραῦμα καὶ θλάσμα καὶ στρέμμα καὶ τάσιν, ἔτι δ’ ἔμφραξίν τινα ἢ πνεῦμα φυσῶδες. ἡ δὲ
5δυσκρασία ποτὲ μὲν ἔξωθεν αὐτῷ γίνεται, ποτὲ δ’ ἐκ τῶν κατὰ τὸ σῶμα χυμῶν· ἔξωθεν μὲν ἐπί τινι τῶν ἰοβόλων θηρίων ἢ φαρμάκῳ θερμαίνοντι σφοδρῶς ἢ ψύχοντι κἀκ τοῦ περιέχοντος, ἔσωθεν δὲ διὰ

44

.

1

.

4

μοχθηροὺς χυμοὺς ἀθροισθέντας. ταῦτα οὖν πάντα διασκεψάμενος ἀκριβῶς, πρότερον μὲν τὰς αἰτίας ἐκκόπτειν δι’ ἃς αἱ φλεγμοναὶ γίνονται, ἐφεξῆς δὲ τὸ γεγενημένον ἤδη τῆς φλεγμονῆς ἰᾶσθαι, καθ‐ ισταμένων ἐνίοτε διὰ τῶν αὐτῶν ἀμφοτέρων, οἷον ὅταν τοῦ ψυχροῦ
5κρατοῦντος ἡ δυσκρασία γίνηται· θερμαίνων γὰρ τήν τε δυσκρασίαν ἅμα καὶ τὴν φλεγμονὴν ἐκθεραπεύσεις, ὥσπερ γε καὶ εἰ διὰ θερμασίαν πλείονα, τοῖς ψύχουσιν ἰάμασιν ἄμφω καταστήσει· ἡ μὲν γὰρ δυσκρα‐ σία τῶν ἐναντίων ἀεὶ δεῖται. κενοῦται δὲ τὸ πεπληρωμένον οὐ μόνον τοῖς διαφορητικοῖς φαρμάκοις, ἀλλὰ καὶ τοῖς στύφουσι καὶ ψύχουσιν.
10καὶ μᾶλλόν γε ἐπὶ τῶν ἀρχομένων φλεγμονῶν τοῖς στύφουσι καὶ ψύχουσι χρηστέον ἢ τοῖς διαφοροῦσιν· ἔτι δὲ μᾶλλον, ὅταν μὴ παχὺ

44

.

1

.

5

τὸ ἐπιρρέον ᾖ. σφοδρᾶς δὲ τῆς ἐν τῷ φλεγμαίνοντι μορίῳ σφηνώσεως γεγενημένης, οὐκέτι οἷόν τε τοῖς ἀποκρουομένοις χρῆσθαι, ἀλλ’ ἐπὶ τὸ διαφορεῖν ἰέναι καιρός· τῆς γὰρ φλεγμονῆς κατὰ διττὸν τρόπον ἐξ‐ εστώσης τοῦ κατὰ φύσιν, ὅτι τε πεπλήρωται τὸ μόριον αἵματος πολλοῦ,
5καὶ ὅτι θερμότερόν ἐστιν, ὁ τῆς κενώσεως σκοπὸς ἐπικρατεῖ μᾶλλον

44

.

1

.

6

τοῦ τῆς ἐμψύξεως. κένωσις δ’ ἐπινοεῖται διττὴ τῶν οὕτως ἐχόντων,
μεθισταμένου πρὸς ἕτερα χωρία τοῦ περιεχομένου κατὰ τὸ φλεγμαῖ‐ νον αἵματος ἢ ἔξω τοῦ σώματος ἐκκρινομένου· βέλτιον δ’ ἐστὶν ἀμφο‐ τέραις κεχρῆσθαι προσέχοντα τὸν νοῦν, μὴ κατὰ συμβεβηκὸς γένηταί

44

.

1

.

7

τις βλάβη. διττῆς δ’ ἑκατέρας τῶν εἰρημένων κενώσεων οὔσης, εἰς τέτταρας ἁπάσας ἡ τομὴ γίνεται τῶν κενωτικῶν ἁπάντων βοηθημά‐ των· τῆς μὲν γὰρ εἰς τὰ ἄλλα μόρια μεταρρύσεως τοῦ αἵματος ἡ μὲν ἑτέρα διωθουμένων αὐτὸ τῶν φλεγμαινόντων, ἡ δ’ ἑτέρα τῶν ἀπαθῶν
5ἑλκόντων γίνεται· τῆς δ’ ἔξω τοῦ σώματος κενώσεως μία μὲν αἰσθη‐ ταῖς ἐκροαῖς, ἡ δ’ ἑτέρα λόγῳ θεωρηταῖς ἐπιτελεῖται· καὶ τῆς αἰσθη‐ ταῖς ἐκροαῖς γινομένης ἡ μὲν ἑτέρα δι’ αὐτοῦ τοῦ φλεγμαίνοντος, ἡ δ’ ἑτέρα διὰ τῶν συνανεστομωμένων αὐτῷ· διὸ καὶ χρεία τῆς ἀνατομῆς

44

.

1

.

8

ἐστιν εἰς γνῶσιν τῆς τοιαύτης κοινωνίας. κατὰ μὲν οὖν τὰς ἀρχὰς τῶν φλεγμονῶν τὴν ἀποκρουστικὴν δύναμιν ἐπικρατεῖν προσήκει, κατὰ δὲ τὰς αὐξήσεις ἀφαιρεῖν μέν τι ταύτης, προστιθέναι δὲ τῆς διαφορητικῆς· ὅταν δ’ εἰς τὴν οἰκείαν ἀκμὴν ὁ τῆς φλεγμονῆς ὄγκος
5ἐφίκηται, παραπλησίας ἀλλήλαις εἶναι χρὴ τὰς δυνάμεις, τήν τε ἀπο‐ κρουστικὴν καὶ τὴν διαφορητικήν, ἐάν γε μή τις ὀδύνη σφοδρὰ παρηγορικοῦ δέηται φαρμάκου· παρακμαζούσης δὲ τῆς φλεγμονῆς, τὴν διαφορητικὴν δύναμιν ἐπικρατεῖν προσήκει, ὡς μηδ’ ὅλως ἐν

44

.

1

.

9

ἐκείνῳ τῷ καιρῷ μίγνυσθαί τι στῦφον. ἡ μὲν οὖν ἀρχὴ τῆς φλεγμο‐ νῆς ἡ οἷον γένεσις αὐτῆς ἐστιν ἐν ἐκείνῳ τῷ χρόνῳ καθ’ ὃν πληροῦ‐ ται τὸ μόριον αἱματώδους οὐσίας· ὅταν δὲ τὸ μὲν ἐπιρρέον παύσηται, τὸ δ’ ἐν τῷ φλεγμαίνοντι περιεχόμενον ὑπάρχηται σήπεσθαι, θερμασία
5τις γίνεται διὰ τὴν σηπεδόνα καὶ χύσις ἐπὶ πλέον διὰ τὴν θερμασίαν, ἐφ’ ᾗ καὶ πνεῦμα γεννᾶται, καὶ δι’ ἄμφω ταῦτα διατείνεται μᾶλλον ἢ πρόσθεν τὸ μόριον, εἰ καὶ μηδὲν ἔτι ἐπιρρέοι· δεύτερος οὗτός ἐστι

44

.

1

.

10

χρόνος ὁ τῆς αὐξήσεως τῆς φλεγμονῆς. ὅταν δ’ εἰς πύον ἤδη μετα‐ βάλλῃ, μέγιστοι μὲν δὴ πόνοι τηνικαῦτα καταλαμβάνουσι, καλεῖται δ’ ἀκμὴ τοῦ πάθους ὁ τοιοῦτος καιρός· εἰ δ’ ἐκπυΐσκον ἢ διαφορούμενον τὸ ῥεῦμα τόν 〈τε〉 ὄγκον ἐλάττω καὶ τὴν τάσιν ἀποφαίνοι, παρακμῆς
5ἀρχὴ τὸ τοιοῦτόν ἐστιν. δυοῖν γὰρ θάτερον ἀναγκαῖον ἀπαντῆσαι κατὰ τὰς τοιαύτας διαθέσεις, νικήσαντος μὲν τοῦ ῥεύματος, φθορὰν τῶν νικηθέντων σωμάτων, νικηθέντος δέ, τὴν εἰς τὸ κατὰ φύσιν ἐπά‐

44

.

1

.

11

νοδον τῶν πεπονθότων. καὶ δὴ καὶ νικάσθω πρότερον τὸ ῥεῦμα· διτ‐ τὸς ἐν τούτῳ τρόπος ἔσται τῆς ἰάσεως, ἢ διαφορηθέντος ἅπαντος τοῦ κατασκήψαντος ὑγροῦ ἢ πεφθέντος. ἀλλ’ ἡ μὲν διαφόρησις ἡ
εὐκταιοτάτη τῶν ἰάσεών ἐστιν· τῇ πέψει δ’ ἕπεται δύο ταῦτα ἐξ
5ἀνάγκης, πύου τε γένεσις καὶ ἀπόστασις· εἰ δὲ νικηθείη τὰ σώματα πρὸς τοῦ ῥεύματος, εἰς τοσαύτην ἀφίξεται δηλονότι δυσκρασίαν, ὡς καὶ τὴν ἐνέργειαν αὐτῶν ἀπολέσθαι καὶ φθαρῆναι τῷ χρόνῳ, παύσε‐ ται δ’ ὀδυνώμενα τότε πρῶτον, ὅταν ἐξομοιωθῇ τῷ μεταβάλλοντι· πονεῖ γὰρ οὐκ ἐν τῷ μεταβεβλῆσθαι τὴν κρᾶσιν, ἀλλ’ ἐν τῷ μετα‐

44

.

1

.

12

βάλλεσθαι. εἰ μὲν οὖν ἥ τε θερμότης τοῦ αἵματος ἡ κατὰ τὸ φλεγμαῖνον μόριον ἐπιεικὴς ὑπάρχοι καὶ τὸ περιεχόμενον αἷμα καθ’ ὅλον τοῦ ζῴου τὸ σῶμα μετρίως ἔχοι κράσεως, οὐ πάνυ τι ῥᾳδίως συνεκθερ‐ μαίνεται τῷ πεπονθότι· εἰ δ’ ἤτοι ζέοι σφοδρότερον, ἢ καὶ τὸ καθ’
5ὅλον 〈τὸ〉 ζῷον αἷμα θερμότερον ὑπάρχοι καὶ χολῶδες, παραχρῆμα πᾶν ἐκθερμαίνεται, πολὺ δὲ μᾶλλον, ἐπειδὰν ἄμφω συνδράμῃ, καὶ τὸ κατὰ τὴν φλεγμονὴν αἷμα θερμὸν ἱκανῶς εἶναι, καὶ τὸ καθ’ ὅλον τὸ ζῷον χολῶδες· εἰ δ’ ἐγγὺς εἴη τῶν πολυαίμων σπλάγχνων τὸ φλεγ‐ μαῖνον μόριον, ἔτι καὶ θᾶττον αὐτῷ συνεκθερμαίνεται τὸ καθ’ ὅλον τὸ

44

.

1

.

13

ζῷον αἷμα. ἑλξίνη πρὸς πάσας φλεγμονὰς ποιεῖ ἐν ἀρχῇ τε καὶ ἀνα‐

44

.

1

14,15

βάσει μέχρι τῆς ἀκμῆς. γλαύκιον ὁμοίως. ἀτράφαξυς καὶ μαλάχη ταῖς

44

.

1

.

15

(2)

μὲν ἀρχομέναις καὶ αὐξανομέναις ἔτι καὶ οἷον ζεούσαις αἱ κηπευόμε‐ ναι, ταῖς δ’ ἀκμαζούσαις καὶ παρακμαζούσαις καὶ σκληρυνομέναις καὶ

44

.

1

.

16

ἀποψυχομέναις αἱ ἄγριαι συμφορώτεραι. θρίδαξ καὶ κολοκύντη ὅλη καὶ ἴου τὰ φύλλα καθ’ ἑαυτὰ καὶ μετ’ ἀλφίτων ἐπιπλασσόμενα πρὸς

44

.

1

17,18

τὰς θερμὰς ποιεῖ. πολύγονον ὁμοίως. ἀλσίνη καὶ ἀείζῳον πρὸς τὰς

44

.

1

.

18

(2)

ἐκ ῥεύματος φλεγμονάς, καὶ τρίβολοι ἀμφότεραι πρὸς τὰς συνισταμέ‐

44

.

1

.

19

νας καὶ ὅλως πρὸς πάσας ἐπιρροάς. αἰγίλωψ πρὸς τὰς σκληρυνομέ‐

44

.

1

20,21

νας. καὶ κράμβη πρὸς τὰς ἤδη σκληρυνομένας καὶ δυσλύτους. καὶ

44

.

1

.

21

(2)

βηχίου τὰ φύλλα χλωρὰ καταπλασσόμενα πρὸς τὰς δυσπέπτους.

44

.

1

.

22

βολβίτῳ τις ἰατρῶν ἐκέχρητο ἐπὶ τῶν ἀγροίκων, ὑγρὸν λαμβάνων

44

.

1

.

23

ἦρος, ὁπότε νέμονται τὴν πόαν οἱ βόες. ἀράχνης ὕφασμά φασί τινες
ἀφλέγμαντα φυλάττειν τὰ ἐπιπολῆς ἕλκη.

44

.

2

t

Περὶ ῥευματικῆς διαθέσεως.

44

.

2

.

1

Αἱ δὲ ῥευματικαὶ καλούμεναι διαθέσεις πλεονάζουσι μὲν ἐν τῇ Ῥωμαίων πόλει, γίνεσθαι δέ μοι δοκοῦσιν ἐξ ἐπιρροῆς μὲν αἵματος, καθάπερ ἡ φλεγμονή, μὴ μέντοι θερμότητα προσλαμβάνειν, ὥσπερ ἐκείνη· φαίνεται γάρ μοι τὸ πάθος τοῦτο μήτε θερμὸν εἶναι μήτε

44

.

2

.

2

ψυχρόν. συνίστανται δὲ τῆς θρεπτικῆς δυνάμεως ὅλου τοῦ σώματος ἀρρωστούσης τε καὶ καχεκτούσης, τῶν κυρίων μορίων εἰωθότων, ὅταν ἀσθενῇ, βαρύνεσθαι, κἂν ὀλίγον ἐν αὐτοῖς ᾖ τὸ αἷμα, διωθουμένων τε τοῦτο πρὸς τὰ κατὰ τὸ δέρμα μέρη τὰ σαρκώδη, καὶ μᾶλλόν γε εἰς
5τοὺς ἀδένας ἐπιτηδείους ὄντας ὑποδέχεσθαι τὸ περιττὸν διά τε τὸ χαῦνον τῆς οὐσίας, καὶ ὅτι τῶν ἄλλων μορίων ἀσθενεστάτας ἔχουσι

44

.

2

.

3

τὰς φυσικὰς δυνάμεις, ὥσπερ γε καὶ ἡ πιμελή. ἐφεξῆς δὲ τοῖς ἀδέσιν ὁ πνεύμων ἑτοιμότατος δέξασθαι ῥεῦμα, εἶθ’ ἑξῆς ὁ σπλήν· ὁ δ’ ἐγ‐ κέφαλος ὁμοίως μὲν τούτοις ἢ καὶ μᾶλλον ἐπιτήδειος ὑποδέξασθαι ῥεῦμα, πλεονεκτεῖ δ’ αὐτῶν ἐκ τῆς κατασκευῆς εἰς ἀπόκρισιν ἑτοίμης
5οὔσης ὧν ὑπεδέξατο· κοιλίας γὰρ ἔχει μεγάλας κατάντεσι πόροις

44

.

2

.

4

ἐκκενουμένας. οἷς ἂν οὖν φύσει ῥωμαλεώτερος ᾖ τοῦ σαρκώδους γέ‐ νους ὁ πνεύμων τε καὶ ὁ σπλὴν καὶ ὁ ἐγκέφαλος, ἐπὶ τούτων εἰς τοὺς ἀδένας καὶ τὰς σάρκας ἀφικνεῖται τὰ ῥεύματα, τῆς τοῦ σώματος

44

.

2

.

5

ἕξεως ὅλης ἀσθενοῦς οὔσης. εἰκότως τοιγαροῦν ἡ θεραπεία τούτων οὐ κένωσιν ἔχει τὸν σκοπόν, ἀλλὰ τοῦ παντὸς σώματος τὴν ῥῶσιν·

44

.

2

.

6

ἥ γε μὴν ἀρχὴ τῆς θεραπείας ἀπὸ φλεβοτομίας αὐτοῖς γίνεται. τοῦ μέντοι ῥέοντος αἵματος εἰς τὰ τοιαῦτα μόρια κατὰ τὰς ῥευματικὰς διαθέσεις ἔχοντός τινα κακοχυμίαν, ἡ διάθεσις γίνεται μικτή, καὶ γέ‐ νοιτο ἂν ἴσως τοῦτο σπανιώτατον· διὰ παντὸς γὰρ ὤφθη μοι χωρὶς
5φλέγματος ἢ χολῆς ξανθῆς ἢ μελαίνης αἷμα τῇ συστάσει λεπτὸν

44

.

2

.

7

ἐπιρρέον. ἀθροίζεται δὲ τοῦτο διὰ τὴν ἐν τοῖς μορίοις τῶν δυνάμεων ἰσχύν τε καὶ ἀρρωστίαν· ἐὰν μὲν γὰρ ἰσοσθενεῖς ὑπάρχωσιν οἵ τε ἐξοχετεύοντες πόροι καὶ τὰ περιττώματα κατὰ φύσιν ἔχωσιν, ὑγιαίνει τὰ μόρια· πλέονος δ’ ἐνεχθέντος ἢ ὅσον ἀλλοιοῦται, τὸ περιττὸν
5ἅπαν ἀναγκαῖον ἀποκρίνεσθαι πρὸς τῆς ἀποκριτικῆς δυνάμεως ὠθού‐ μενον· εἰ δ’ ἀρρωστήσειεν αὕτη, μένειν ἐν τῷ χωρίῳ, τὸ μὲν πολὺ βαρῦνόν τε καὶ διατεῖνον αὐτό, τὸ δὲ δριμὺ διαβιβρῶσκόν τε καὶ δά‐
κνον, ὥσπερ γε καὶ τὸ θερμὸν θερμαῖνον καὶ τὸ ψυχρὸν ψῦχον· εἴτε γὰρ αἷμα μοχθηρὸν εἴη τὸ ὠθούμενον, εἴτε ἄλλος τις χυμός, ἀνάγκη
10μὲν πάντως ἐστὶν εἴς τι τῶν πλησίον ἀφικέσθαι μορίων αὐτόν, ἐν ἐκείνῳ δὲ δυοῖν θάτερον, ἢ πεφθέντα καὶ διαφορηθέντα οὐκέτι εἰς ἄλλο μεταρρυῆναι τρίτον, ἢ μηδετέρου τῶν εἰρημένων τυχόντα, πάλιν ἐκ τοῦ δευτέρου μορίου μεταρρεῖν εἰς ἕτερον, εἶτ’ ἐξ ἐκείνου πάλιν εἰς ἄλλο, καὶ τοῦτο μὴ παύεσθαι γινόμενον, ἄχρις ἂν εἰς ἄλλο τι κα‐
15τασκήψῃ τοιοῦτον, ὃ μηκέτι εἰς ἄλλο διώσασθαι δύναται τὸ πλεονάζον

44

.

2

.

8

ἐν ἑαυτῷ. συμβαίνει δὲ τοῦτο τῶν μορίων ἐκείνοις ὅσα τὴν ἀποκρι‐ τικὴν δύναμιν ἀσθενεστέραν ἔχει τῶν πλησιαζόντων ἁπάντων· οὐκέτι γὰρ ἀπώσασθαι τὸ λυποῦν εἰς ἐκεῖνα δύνανται μὴ παραδεχόμενα 〈διὰ〉 τὴν ἐν αὐτοῖς ἰσχύν· διὸ καὶ τὰ πάντων ἀσθενέστερα μόρια πρῶτα
5τοῖς περιττωματικοῖς ἁλίσκεται νοσήμασιν· ἀσθενῆ δ’ ἀποτελεῖται ταῦ‐ τα καὶ διὰ τὰς ἄλλας μὲν ἁπάσας δυσκρασίας, ὡς τὸ πολὺ δὲ διὰ

44

.

2

.

9

τὴν ψυχράν. ἐὰν οὖν ὑγραίνῃ τις αὐτὰ καὶ θερμαίνῃ τοῖς χαλαστι‐ κοῖς φαρμάκοις, τελέως ἔκλυτά τε καὶ ἄρρωστα γίνεται, πολλάκις δ’ αὖ στύφων ἰσχυρῶς τοὺς ἐν ταῖς ῥευματικαῖς διαθέσεσιν ὄγκους ἐν ἀρχῇ μὲν ἀνύειν τι δόξεις, δύσλυτον δ’ ἐργάσῃ καὶ σκιρρῶδες αὐτῶν
5τὸ λείψανον, ὡς τὰ πολλὰ δ’ οὐδὲ φέρουσι τὴν τῶν ἄγαν στυφόντων ἐπίθεσιν αἱ τοιαῦται διαθέσεις, ὀδυνώμεναί τε καὶ συντεινόμεναι πρὸς

44

.

2

.

10

αὐτῶν. πληροῦνται δέ τινα μόρια περιττωμάτων οὐ μόνον δεχόμενα διὰ τὴν ἀσθένειαν τὰ παρὰ τῶν ἰσχυροτέρων ἐπιπεμπόμενα, ἀλλὰ καὶ αὐτὰ [τὰ] ἕλκοντα πολλάκις, ἤτοι δι’ ἄμετρον καὶ ἰσχυρὰν θερμότητα

44

.

2

.

11

ἢ καὶ ὀδύνην σφοδράν. τὸ δ’ ἤτοι πλέον ἢ ἔλαττον ἢ μοχθηρὸν ἢ χρηστότερον ἐπιρρυῆναι τὴν αἰτίαν οὐκέτι ἐξ αὐτῶν ἔχει μόνων τῶν ῥευματιζομένων σωμάτων, ἀλλὰ τοῦ μὲν χρηστότερον ἢ μοχθηρὸν ἐν τοῖς πέμπουσι μέρεσιν ἡ αἰτία, τοῦ δ’ ἧττόν τε καὶ πλέον ἐν ἀμφο‐
5τέροις. αἱ μὲν γὰρ ἰσχυραὶ θερμασίαι τε καὶ ὀδύναι πλέον ἕλκουσιν, αἱ δ’ ἀσθενέστεραι μεῖον· οὕτως δὲ καὶ τὰ μὲν ἀπέριττα σώματα βραχὺ τοῖς ἕλκουσι πέμπει, τὰ δὲ περιττωματικά τε καὶ πληθωρικὰ

44

.

2

.

12

τοσούτῳ πλεῖον ὅσῳπερ ἂν ἐξεστήκῃ τοῦ κατὰ φύσιν. τῆς δ’ ἀμετρίας τῶν περιττωμάτων διττὸν αἴτιον, ἥ τε ἀλλοιωτικὴ δύναμις κακῶς διακειμένη καὶ τῶν ἐδεσμάτων ἡ μοχθηρία· τὰ μὲν γὰρ μελαγχολικώ‐ τερα φύσει, τὰ δ’ ὑδατωδέστερα, τὰ δὲ πικρόχολα ταῖς οὐσίαις ἐστίν.

44

.

2

.

13

καὶ μήν γε καὶ τῆς ἀλλοιωτικῆς δυνάμεως ἡ δυσκρασία πρὸς μὲν τὸ
θερμότερον ἐκτρεπομένη ποτὲ μὲν τὸ πικρόχολον, ἔσθ’ ὅτε δὲ τὸ μελαγχολικὸν ἀποτελεῖ περίττωμα (δέδεικται δ’ ἐν ἑτέροις, ὁποῖον ἑκάτερον)· ἐπὶ δὲ τὸ ψυχρότερον, ἤτοι φλεγματικὸν ἢ ὑδατῶδες.

44

.

2

.

14

ὅταν οὖν οὐδεμιᾶς προφάσεως φανερᾶς προηγησαμένης ἐξαίφνης φλεγμήνῃ τὸ μόριον, ἡ μὲν ἐργασαμένη τὸ πάθος αἰτία ῥεῦμα καλεῖ‐ ται, τὸ πάθος δ’ αὐτὸ ῥευματικὴ διάθεσις, καὶ χρὴ μάλιστα ἐπὶ τῶν τοιούτων φλεγμονῶν τὰς ἀρχὰς τῶν ἰάσεων χρηστὰς εἶναι· τὰ γὰρ
5ἐν ταύταις ἁμαρτήματα δυσλύτους ἢ καὶ παντάπασιν ἀνιάτους ἐργάζε‐ ται τὰς διαθέσεις· μέγιστα δ’ ἁμαρτήματα δύο ταῦτα, τό τε μηδεμίαν ὅλου τοῦ σώματος πρόνοιαν ποιεῖσθαι καὶ τὸ θερμαίνειν τε καὶ

44

.

2

.

15

ὑγραίνειν τὸ μέρος. τὸ μὲν αὖ ὅλον σῶμα κενοῦν ταῖς ἐνδεχομέναις κενώσεσι, μηδενὸς κωλύοντος, αὐτὸ δὲ τὸ φλεγμαῖνον μέρος ἐπι‐ βρέχειν τε καὶ καταπλάττειν τοῖς ἀπωθεῖσθαι μὲν τὸ ἐπιρρέον δυνα‐ μένοις, κενοῦν δὲ τὸ ἤδη περιεχόμενον τῷ πεπονθότι, τόνον δὲ καὶ

44

.

2

.

16

ῥώμην ἐντιθέναι τοῖς ἤδη πεπονηκόσι μορίοις. ἐν μὲν οὖν τοῖς κάτω μέρεσι τῆς φλεγμονῆς συστάσης, τέμνειν χρὴ τῶν ἐν ἀγκῶνι φλεβῶν ἤτοι τὴν ἐντὸς ἢ τὴν μέσην· εἰ δὲ τῶν ἄνωθέν τι πεπόνθοι, κάτωθεν ἀπάγειν τοῦ αἵματος· ἀεὶ γὰρ εἰς τοὐναντίον τῆς τοῦ ῥεύματος ὁρ‐

44

.

2

.

17

μῆς ἀντισπᾶν συμφέρει. καταπλάττειν δὲ τῷ διὰ τοῦ ἀειζῴου καὶ λεμμάτων ῥοιᾶς ἑφθῶν ἐν οἴνῳ κιρρῷ καὶ ἀλφίτων συγκειμένῳ· κάλ‐ λιστον γὰρ τοῦτο ἔν γε τοῖς τοιούτοις καὶ πάντα ὅσων δεόμεθα δρᾶν δυνάμενον· ἀποκρούεταί τε γὰρ τὸ ἐπιρρέον καὶ ξηραίνει τὸ περι‐

44

.

2

.

18

εχόμενον καὶ ῥώννυσι τὰ μόρια. καὶ ἄλλα δὲ μυρία φάρμακα κατὰ

44

.

2

.

19

τὸν αὐτὸν τρόπον ἔνεστι συντιθέναι. εἰ μὲν δὴ μὴ σφοδρῶς ὀδυνῷτο, 〈τοῖσ〉 τοιούτοις χρῆσθαι· σὺν ὀδύνῃ δὲ μείζονι τοῦ ῥεύματος ἐμπε‐ σόντος, οὐ χρὴ μὲν οὐδ’ οὕτως οὔτε ὕδωρ θερμὸν οὔτε ἔλαιον οὔτε διὰ τῶν ἀλεύρων προσφέρειν καταπλάσματα· πολέμια γὰρ ἅπαντα τὰ
5τοιαῦτα ταῖς ῥευματικαῖς διαθέσεσι, κἂν εἰ παραχρῆμα δόξειε ῥᾳστώ‐

44

.

2

.

20

νην τινὰ φέρειν· ἀρκεῖ δὲ τῶν τοιούτων τινὶ παραμυθήσασθαι τὸ σφοδρὸν τῆς ὀδύνης, ὅσα διὰ γλυκέος τε καὶ ῥοδίνου καὶ κηροῦ

44

.

2

.

21

βραχέος ἐν ἀμφοῖν τετηκότος σύγκεινται. χρὴ δὲ ταῦτα ἀναλαμβά‐ νειν ἐρίοις ῥυπαροῖς οἴσυπον πλεῖστον ἔχουσι, καὶ θέρους μὲν ψυχρά,

44

.

2

.

22

χειμῶνος δὲ χλιαρὰ προσφέρειν. οὕτως δὲ καὶ καταπλάσματα· μικρὸν δ’ ὑπεράνω τῶν πεπονθότων χωρίων ἐπιτιθέναι σπόγγον, οἴνῳ στρυφ‐ νῷ βρέχων ἢ ὕδατι ψυχρῷ· κάλλιον δ’ εἰ καὶ ὄξους ὀλίγον ἔχοι, καὶ εἰ μὲν ἐπὶ τούτοις ἀξιόλογος ἡ ὠφέλεια γίνοιτο, καὶ μηδαμοῦ πύον
5ὑποφαίνοιτο, τοῖς πρὸς τὰ ῥεύματα φαρμάκοις ἐμπλαστοῖς χρῆσθαι.

44

.

2

.

23

κάλλιστα δ’ αὐτῶν ὅσα ξηραίνειν τε ἅμα καὶ ἀπωθεῖσθαι δύναται τὸ ἐπιρρέον αἷμα χωρὶς ὀδύνης, ὡς τά γε συντείνοντα σφοδρῶς καὶ διὰ τοῦτο ὀδυνῶντα πλέον ἀδικεῖ τοῖς ἀλγήμασιν ἢ ὠφελεῖ ξηραίνοντα.

44

.

2

.

24

τοιοῦτον εἶναι δεῖ τὸ φάρμακον οἷόν ἐστι τὸ σύνηθες ἡμῖν τὸ διὰ χαλκίτεως· εἰ δὲ καὶ καθαρὸν ἔριον οἴνῳ στρυφνῷ βρέχων ἔξωθεν

44

.

2

.

25

ἐπιβάλλοις αὐτῷ, πλεῖον ὀνήσεις. οὕτω μὲν ἰᾶσθαι τὰς ἐπὶ ῥεύμασι φλεγμονάς· τὰς δ’ ἐπί τινι τῶν ἄλλων αἰτίων ὑγραίνειν τε καὶ θερ‐ μαίνειν οὐδὲν κωλύει, καὶ εἰ ἐκπυῆσαί γε βουληθείης αὐτάς, κατα‐

44

.

2

.

26

πλάττειν ἀλεύρῳ πυρίνῳ δι’ ἐλαίου καὶ ὕδατος ἑψομένῳ. καὶ εἴ ποτε καὶ ἀποσχάζειν δεήσει, οὐδὲ τοῦτο χρὴ δεδιέναι· τὰς δ’ ἐπὶ τοῖς ῥεύ‐ μασιν εἰ ἀποσχάσαις, μέγα τι κακὸν ἐργάσῃ, καὶ μάλιστα εἰ κατ’ ἀρχάς· ὅσαι γὰρ αὐτῶν πλείονος χρόνου οὖσαι μετά γε τὴν τοῦ παντὸς σώ‐
5ματος κένωσιν καὶ τὴν ἄλλην τὴν προσήκουσαν ἴασιν σκληρότητας ἢ μελανότητας ἐν τοῖς μέρεσιν ὑπολειπομένας ἔχουσι, τούτων ἀπάγειν τοῦ αἵματος οὐδὲν ἄτοπον· οὐδὲ γὰρ φλεγμονὰς ἔτι τὰς τοιαύτας νομιστέον.

44

.

3

t

Περὶ τῶν ἅμα φλεγμοναῖς ἀποστημάτων.

44

.

3

.

1

Ὅταν δὲ χρόνῳ τοῦ κατασκήψαντος αἵματος ἐν τῷ φλεγμαίνοντι μορίῳ μὴ διαφορηθέντος κρατήσῃ μὲν ἡ φύσις, πεφθῇ δὲ σύμπαν τὸ ῥεῦμα, τότε γίνεται πύον ἐν τοῖς φλεγμαίνουσι μορίοις· τὸ γὰρ αἷμα, ὡς ἂν ἔξω τῶν ἀγγείων γεγενημένον, ἐπανελθεῖν μὲν εἰς τὴν ἀρχαίαν
5φύσιν οὐκέτι δύναται, μεταβάλλεται δὲ καὶ σήπεται καθότι καὶ πάντα

44

.

3

.

2

ὅσα θερμαίνεται σφοδρότερον ἐν ἀλλοτρίῳ χωρίῳ. ἐὰν μὲν οὖν ἐπὶ πλεῖον ἐξεστηκὸς ᾖ τῆς οἰκείας κράσεως τὸ ἔμφυτον θερμόν, ὡς ἐν ἀψύχῳ σώματι σήπεται τὸ αἷμα· διασῴζοντος δ’ αὐτοῦ τινα δύναμιν, μικτή τις ἡ μεταβολὴ πρός τε τῆς παρὰ φύσιν αἰτίας καὶ τῆς κατὰ φύσιν,
5σηπούσης μὲν τῆς παρὰ φύσιν, πεττούσης δὲ τῆς κατὰ φύσιν· ὁποτέρα δ’ ἂν μᾶλλον αὐτῶν κρατήσῃ, κατ’ ἐκείνην αὐτὴν καὶ τὰ γνωρίσματα

44

.

3

.

3

προέρχεται τά τε τῆς χρόας καὶ ὀσμῆς καὶ συστάσεως. κρατησάσης μὲν οὖν ἀκριβῶς τῆς φύσεως, τὸ κάλλιστον γίνεται πύον, ἰδεῖν μὲν λευκὸν καὶ παχὺ καὶ ὅμοιον ἑαυτῷ πανταχόθι, λεῖον δ’ ἁπτομένοις καὶ ἥκιστα δυσῶδες· μὴ κρατησάσης δέ, οἷον ἡμισαπὲς γίνεται, πολλά‐
5κις μὲν λευκὸν ἀποτελεσθέν, ἤτοι δὲ δυσῶδες ἢ λεπτὸν κατὰ τὴν σύστασιν, ἐνίοτε δ’ οὐδὲ λευκόν, ἀλλὰ πελιδνὸν καὶ πολλὰς ἄλλας
διαφορὰς ἴσχον ἐν τῷ μᾶλλόν τε καὶ ἧττον δέχεσθαι τὴν πέψιν· τε‐ λέως δ’ ἀρρωστούσης τῆς δυνάμεως, οὐδεμίαν ἴσχει χρηστὴν μεταβολὴν

44

.

3

.

4

ἡ σηπεδών. ἀθροίζεται δὲ τὸ πύον ἐνίοτε μὲν ὑπὸ τῷ δέρματι, πολ‐ λάκις δ’ ἐν τῷ βάθει κατὰ διττὴν αἰτίαν, ἢ τῷ 〈τὸ〉 διαπυῆσαν μό‐ ριον ἐντὸς τοῦ περιτοναίου τὴν θέσιν ἔχειν, ἢ τῷ, κἂν μῦς ὁ πεπον‐ θὼς ᾖ, τὸ πύον ὑπό τι τῶν ἀμφιεσμάτων αὐτοῦ καταλαμβάνεσθαι
5μὴ φθάσαν εἰς τὴν ἐκτὸς χώραν ἀφικέσθαι διὰ γλισχρότητα καὶ πάχος ἢ τὴν τοῦ περιέχοντος χιτῶνος πυκνότητα· σπεύδει μὲν γὰρ ἡ φύσις ἐκκρῖναι τὸ πύον ἀπωσαμένη τῶν πεπονθότων σωμάτων, καὶ τυγχάνει γε τούτου πολλάκις, ὅταν εὐτυχήσῃ πόρων ἐπιτηδείων εἰς ἔκρουν,

44

.

3

.

5

οἷον ὀχετῶν τινων. οὐ μὴν ἀεί γε τούτων ἐπιτυχοῦσα συνωθεῖ τὸ πύον ἐπὶ τὰς παρακειμένας χώρας, καὶ ὅταν γε μικραὶ τυγχάνωσιν οὖσαι, καὶ ὑποδιαιρεῖ τὸ περιέχον αὐτὰς σκέπασμα, τὴν ὑπ’ αὐτῷ

44

.

3

.

6

χώραν εὐρύνουσα. δῆλον οὖν ὅτι τῶν οὕτω διαπυησάντων ἐπιεικέ‐ στερα καθέστηκε τὰ τὴν ῥοπὴν ἔξω ποιησάμενα, καὶ τούτων αὐτῶν ὅσα μὴ πολὺν ἐπιλαμβάνει τόπον εἰς τὸ πλάτος ἐκτεινόμενα, συν‐ εσταλμένα δ’ ὄντα πρός τινα κορυφὴν ἀνατείνεται μίαν, κωνοειδῆ τῷ
5σχήματι γινόμενα· ταῦτα γὰρ ἅμα μὲν ἐνδείκνυται ῥώμην τῆς ὠθού‐ σης ἔξω δυνάμεως τὸ πύον, ἅμα δ’ οὐ πολὺ διαφθείρει μέρος ὧν

44

.

3

.

7

διαβιβρώσκει σωμάτων. κρείττω δὲ καὶ τὰ ὁμαλῶς ἐκπυϊσκόμενα· τὰ γὰρ ἐκ μέρους τινὸς ἑαυτῶν ἐκπυήσαντα, τὸ λοιπὸν δ’ ἀνεκπύητον ἔχοντα, πρῶτον μὲν αὐτῷ τῷ χρονιώτερα τῶν ὅλων εὐθέως ἐκπυη‐ σάντων εἶναι μοχθηρά, δεύτερον δὲ τῷ δυσχερεῖ τῆς θεραπείας· ἄλλων
5μὲν γὰρ δεῖται τὰ διαπυήσαντα φαρμάκων, ἄλλων δὲ τὰ ἀνεκπύητα.

44

.

3

.

8

καὶ τὰ μὴ περίσκληρα δὲ βελτίω τῶν περισκλήρων, ταῦτα δ’ ἐστὶ τὰ 〈τὸ〉 μέσον ἑαυτῶν ἔχοντα μαλακὸν καὶ διαπυΐσκον, ὅσον δ’ ἐν κύκλῳ

44

.

3

.

9

τούτου σκληρόν τε καὶ δυσεκπύητον. κρείττω δὲ καὶ τὰ κατάρροπα κατὰ τὴν κάτω χώραν ἑαυτῶν τὴν κορυφὴν ἴσχοντα τῆς ἐκπυήσεως·

44

.

3

.

10

ἐνταῦθα γὰρ ἀναστομωθέντα τὰς ἀπορρύσεις εὐπετεῖς λαμβάνει. καὶ τὰ μὴ δίκραια δὲ βελτίω τῶν δικραίων· εὑρίσκεται γὰρ τῶν δικραίων

44

.

3

.

11

τὸ μέσον οὐκ ἀπαθὲς μέν, ἀνεκπύητον δὲ καὶ σκληρόν. ὅταν δὲ κατὰ κύρια μόρια γίνηται ἡ ἐκπύησις, ῥῖγος ἕπεται τηνικαῦτα καὶ πυρετὸς ἐπ’ αὐτῷ· δάκνουσα γὰρ ἡ δριμύτης τοῦ γεννωμένου πύου καὶ διαβι‐

44

.

3

.

12

βρώσκουσα τὰ περικείμενα σώματα τὸ ῥῖγος ἐργάζεται. τῷ χρόνῳ δὲ
παραλλάττουσιν ἀλλήλων αἱ ἐκπυήσεις διά τε τὸ πάσχον μόριον καὶ τὸν πλεονεκτοῦντα χυμόν· τὰ μὲν γὰρ θερμότερα καὶ μαλακώτερα μόρια θᾶττον ἐκπυΐσκονται, τὰ δὲ ψυχρότερα καὶ σκληρότερα βραδύ‐
5τερον· οὕτω δὲ καὶ τῶν χυμῶν οἱ μὲν θερμότεροι θᾶττον, οἱ δὲ

44

.

3

.

13

ψυχρότεροι βραδύτερον. αὗται μὲν αἱ κατὰ τὴν τοῦ πράγματος οὐ‐ σίαν εἰσὶ διαφοραί· προσέρχονται δ’ ἔξωθεν αἱ κατὰ τὴν ἡλικίαν τε καὶ φύσιν ὥραν τε καὶ χώραν καὶ κατάστασιν, ἔτι τε δύναμιν τοῦ κάμνοντος· ἐν ἁπάσαις δ’ αὐταῖς οἱ μὲν θερμότεροι χυμοὶ θᾶττον, οἱ
5δὲ ψυχρότεροι βραδύτερον ἐκπυΐσκονται.

44

.

4

t

Περὶ τῶν ἐκπυηθέντων ἐν ῥευματικαῖς διαθέσεσιν, ἐν ᾧ τὸ διὰ τῶν ἰσχάδων κατάπλασμα.

44

.

4

.

1

Ῥευματικῆς μὲν οὔσης τῆς διαθέσεως καὶ ἐκ μηδενὸς τῶν προ‐ δήλων αἰτίων συστάσης, καταπλάττειν μὲν ἀναγκαῖον ἅπαξ ἢ δίς που· καὶ ἄμεινον εἰς τὰ παρόντα τὸ ἐκ τῶν κριθῶν ἄλευρον, παρα‐ πλέκειν δ’ ὅμως τι κἀν τούτοις ἢ ὄξους ἢ οἴνου, καὶ διελόντα καὶ
5κενώσαντα τὸ πύον φυλάττεσθαι μὲν τοῦ λοιποῦ προσφέρειν ἔλαιον

44

.

4

.

2

ἢ ὕδωρ. ἀλλ’ εἰ καὶ ἀπονίψαι δέοι ποτὲ τὸ τραῦμα, μελικράτῳ τε

44

.

4

.

3

καὶ ὀξυκράτῳ καὶ οἴνῳ καὶ οἰνομέλιτι χρηστέον. ἐπιτιθέναι δέ, εἰ μὲν ἔτι φλεγμαίνοι, τὸ διὰ τῆς φακῆς κατάπλασμα, μὴ φλεγμαίνοντος δέ, τῶν τε ἄλλων φαρμάκων τῶν ἐμπλαστῶν, οἷς ἐπὶ ταῖς τοιαύταις το‐ μαῖς χρώμεθα, καὶ οὐχ ἥκιστα τὸ διὰ τῆς χαλκίτεως· ἐπιτιθέναι δὲ
5κατ’ αὐτῶν ἔξωθεν σπόγγον ἢ ἔριον οἴνῳ βεβρεγμένον στρυφνῷ· μὴ παρόντος δὲ στρυφνοῦ, τῷ ὕδατι μίξας ὄξους τοσοῦτον ὡς πιεῖν δύ‐ νασθαι, τούτῳ βρέχειν, τῷ δὲ τραύματι μηδὲν τῶν λιπαινόντων φαρ‐ μάκων προσφέρειν, οἷον τὸ τετραφάρμακόν ἐστιν· ἀκριβῶς γὰρ δεῖται

44

.

4

.

4

ξηραίνεσθαι. μὴ οὔσης δὲ ῥευματικῆς, ἀλλ’ ἐπί τινι τῶν ἄλλων αἰτίων συστάσης, ἀρχομένης μὲν τῆς ἀποστάσεως, διὰ τῆς ἀνωδύνου τε καὶ χαλαστικῆς ἀγωγῆς τῆς ἰωμένης τὰ φλεγμαίνοντα θεραπευτέον· ἤδη δὲ προηκούσης, ἐπὶ τὴν πεπτικήν τε καὶ διαπυητικὴν μεταβαίνειν.

44

.

4

.

5

ὕδατί τε οὖν ἐπὶ πλέον καταντλεῖν προσήκει καταχέοντας ἔλαιον θερμὸν κατὰ τοῦ φλεγμαίνοντος μορίου, καταπλάττειν τε τῷ τῶν πυρῶν ἀλεύρῳ, δι’ ὕδατος καὶ ἐλαίου συμμέτρως ἕψοντας· θᾶττον γὰρ ἄγει πρὸς διαπύησιν τοῦτο τοῦ δι’ ἄρτου καταπλάσματος· ἐκεῖνο
5μὲν γὰρ διαφορητικώτερόν ἐστιν, ὡς ἂν ἁλῶν τε καὶ ζύμης ἔχον

44

.

4

.

6

ὠπτημένον τε καλῶς. καὶ ὅταν γε τὴν ἀρχομένην ἐκπυΐσκεσθαι φλεγ‐ μονὴν θεραπεύων ἐλπίσῃς κωλῦσαι τὴν διαπύησιν, ἐπὶ πλεῖστον ἕψει τὸν ἄρτον, ἐλαίῳ δηλονότι καὶ ὕδατι φυράσας· πολλαπλάσιον δ’ ἔστω

44

.

4

.

7

τὸ ὕδωρ τοῦ ἐλαίου. μᾶλλον δ’ ἔτι κωλύει τούτου τὴν ἐκπύησιν τὸ

44

.

4

.

8

τῶν κριθῶν ἄλευρον ὁμοίως σκευαζόμενον. ἔστω δ’ ἐν τῇ θεραπείᾳ ταύτῃ τὸ καταντλούμενον ὕδωρ ἡψημένην ἔχον ἐν ἑαυτῷ ῥίζαν ἀλ‐

44

.

4

.

9

θαίας. εἰ δὲ τάσις εἴη περὶ τῷ φλεγμαίνοντι μορίῳ τοῦ δέρματος ἰσχυρά, σχάζειν αὐτὸ πολλαῖς ἀμυχαῖς συμμέτρως τῷ βάθει, καὶ μετὰ

44

.

4

.

10

ταῦτα τὸ κρίθινον ἄλευρον ἕψοντας, ὡς εἴρηται, καταπλάττειν. ἐφ’ ὧν μέντοι δυσεκπύητός τε καὶ δυσδιαφόρητος ὁ ὄγκος ἐστί, τοὺς ἐσφηνωμένους χυμοὺς ἡγητέον εἶναι παχυτέρους τε καὶ γλισχροτέρους· ἐν δὴ ταῖς τοιαύταις διαθέσεσι μόναις ἐπιτήδειός ἐστιν ἡ διὰ τῶν

44

.

4

.

11

βαθειῶν ἀμυχῶν ἴασις. ἐπιτήδειον δὲ καὶ τὸ διὰ τῶν ἡψημένων ἰσχάδων κατάπλασμα· χρὴ δ’ οὐκ αὐτὰς τὰς ἰσχάδας λαμβάνειν, ἀλλὰ

44

.

4

.

12

τὸ ὕδωρ ἐν ᾧ διετάκησαν ἡψημέναι. προσήκει δὲ δηλονότι γλυκείας καὶ λιπαρὰς εἶναι τὰς ἰσχάδας, ὡς ἐν ἑαυταῖς ἔχειν ὑγρότητα παρα‐ πλησίαν μέλιτι, καὶ εἰ τοιαύτας λαβὼν ἑψήσεις ἄχρι πλείστου, τὸ

44

.

4

.

13

ἀφέψημα μέλιτι λεπτῷ γενήσεται παραπλήσιον. τούτῳ τοιγαροῦν τῷ ὕδατί ποτε μὲν κρίθινον ἄλευρον ἀναδεῦσαι προσήκει, ποτὲ δ’ ἄρτον

44

.

4

.

14

συγκομιστόν, ὅ τι περ ἂν ἁρμόττειν σοι δοκῇ. εἰ δὲ διαφοροῖτο μὲν ὁ ὄγκος, ἐλλιπέστερον δ’ ἢ προσήκει, συνεψεῖν ταῖς ἰσχάσιν ὕσσωπον ἢ ὀρίγανον· εἰ δ’ ἰσχυρότερόν ποτε ξηρᾶναι βουληθείης τὸν ὄγκον,

44

.

4

.

15

ἅλας ἐπεμβάλλειν τῷ ἀφεψήματι. προσέχειν δὲ χρὴ τὸν νοῦν ἀκρι‐ βῶς ἐφ’ ἑκάστης λύσεως· ἡ γὰρ διὰ τῶν ἰσχυρῶς ξηραινόντων ἀγωγὴ σκιρρῶδες αὐτῶν τὸ κατάλοιπον ἐργάζεται, κἄν ποτε τοιαύτην ὑποψίαν ἔχῃς, ἀφεψεῖν ἐν ὕδατι σικύου τοῦ ἀγρίου ῥίζαν ἢ βρυωνίας
5ἢ ἀλθαίας ἢ ἀσάρου, πολλάκις μὲν αὐτῶν μόνων, ἐνίοτε δὲ καὶ τῶν λιπαρῶν ἰσχάδων ἐπεμβάλλων, εἶτα τῷ ὕδατι μιγνύειν τὸ ἄλευρον,

44

.

4

.

16

ἀναμιγνύντας τι καὶ στέατος. ἰσχυροτέρα δὲ τούτων ἐστὶν ἡ τοῦ δρα‐ κοντίου, καὶ εἴ ποτε χρῆσθαι βουληθείης αὐτῇ λεπτομερεστέρᾳ τε πολὺ τῶν εἰρημένων οὔσῃ καὶ διαφορητικωτέρᾳ, μίγνυε πάντως τὸ

44

.

4

.

17

στέαρ. διαφορεῖ δὲ σκληρίας ἀβρότονον λεῖον ἑψηθὲν σὺν ὠμηλύσει·

44

.

4

.

18

καὶ ἄγνου σπέρμα καὶ φύλλα μετὰ τῶν ἐπιτηδείων. ἀδίαντον δ’

44

.

4

.

19

ἀποστήματα διαφορεῖ, καὶ ἀκαλύφη φύματα καὶ παρωτίδας. ἀνήθινον ἔλαιον διαφορητικόν ἐστι καὶ πεπτικὸν ὠμῶν καὶ ἀπέπτων ὄγκων, πεπτικώτερον δὲ τὸ ἀπὸ τοῦ χλωροῦ ἀνήθου καὶ ἧττον διαφορητικόν.

44

.

4

.

20

ἔβισκος ἢ ἀλθαία (ἔστι δ’ ἀγρία μαλάχη) φυμάτων ἀπέπτων ἐστὶ

44

.

4

.

21

πεπτική, καὶ ἡ ῥίζα δ’ αὐτῆς καὶ τὸ σπέρμα ὁμοίως ἐνεργεῖ. παλιού‐ ρου τὰ φύλλα καὶ ἡ ῥίζα φύματα θεραπεύει, ὅσα γε μὴ ὑπάρχει

44

.

4

.

22

φλεγμονώδη καὶ θερμά. ῥύπος ὁ ἀπὸ τῶν ἀνδριάντων φύματα δια‐

44

.

4

.

23

φορεῖ, καὶ τῶν πικρῶν θέρμων τὸ ἄλευρον. πίττα συμπέττει τοὺς σκληροὺς καὶ ἀπέπτους ὄγκους ἅπαντας ἐμβαλλομένη τοῖς καταπλάσ‐

44

.

4

.

24

μασι, καὶ μᾶλλον ἡ ὑγρά. βούφθαλμα σκληρίας ἰᾶται μιγνύμενα κη‐

44

.

4

.

25

ρωτῇ. ὅταν δ’ ἀπογνῷς διαφορῆσαι, τοῖς διὰ τοῦ πυρίνου ἀλεύρου καταπλάσμασι χρῶ· συλλαμβάνουσι γὰρ ἰσχυρῶς τῷ τάχει τῆς ἐκπυή‐ σεως· ἔπειτα ἀναστομώσας, ἐὰν μὲν ἀκριβῶς ᾖ τὰ πέριξ τῆς τομῆς ἀφλέγμαντα, τοῖς ἐμπλαστοῖς φαρμάκοις θεράπευε· ξηραντικὴ δ’ αὐ‐
5τῶν ἡ δύναμις καὶ ἄδηκτος ἔστω, μὴ διὰ τῶν στυφόντων συγκειμένη φαρμάκων, ἀλλ’ ἤτοι τῶν διαφορούντων ἀλύπως μόνων, ἢ καὶ βραχύ

44

.

4

.

26

τι στύψεως ἐχόντων. ἐχρησάμην δ’ ἐγὼ πολλάκις ἐπὶ τῶν τοιούτων τῷ τε διὰ ζύμης καὶ τῷ διὰ τῶν κεκαυμένων ὀστρέων, ἔτι τε τῷ διὰ τῆς χαλκίτεως· εἰ δέ τι τῶν πέριξ τῆς τομῆς φλεγμαίνοι, τῷ διὰ τῆς χαλκίτεως, ἐλαίῳ τήξας, ὅταν ἀτρέμα ψυχθῇ, κατεράσας εἰς θυΐαν

44

.

4

.

27

μαλάττων ταῖς χερσί, οἶνον παραχέων. ὅταν γε μὴν ἐπὶ πλέον ἐκ‐ ταθῇ τὸ δέρμα κατὰ τὰς ἐκπυήσεις, ὡς ῥακῶδες γενέσθαι, δυσκόλλη‐ τον ἀποτελεῖται τοῖς ὑποκειμένοις σώμασιν, ὥστε ἀνάγκην εἶναι τῇ

44

.

4

.

28

κατὰ πλάτος ἀγωγῇ θεραπεύεσθαι τὸ ἕλκος. πολλὰ δὲ τῶν ἐν τοῖς ἄρθροις ἑλκῶν οὐκ ἐκπυΐσκονται· μυξῶδες γάρ ἐστι τὸ ἐν τούτοις ὑγρόν, κἀπειδὰν πλεονάσῃ καὶ διαβρέξῃ τὰς περικειμένας σάρκας, ὄγκους ἐργάζεται παραπλησίους τοῖς λευκοφλεγματίαις ὑδέροις, ἐφ’
5ὧν ἐξαπατηθέντες ἔνιοι καὶ τεμόντες, ὡς πύον εὑρήσοντες, οὐχ εὗρον μὲν ὃ ἤλπισαν, ἐθεάσαντο δὲ διάβροχον καὶ μυξώδη πᾶσαν τὴν περὶ

44

.

4

.

29

τὸ ἄρθρον σάρκα. ἐπὶ δὲ τῶν ἐν βάθει συνισταμένων ἀποστημάτων, καὶ μάλιστα κατὰ τὰ σπλάγχνα, τὰ ἔξωθεν ἐπιτιθέμενα ξηραντικὰ τῇ δυνάμει καὶ τῶν πινομένων τὰ διὰ τῶν ἀρωμάτων φάρμακα λυσιτε‐ λέστατά ἐστιν, ὧν ἡ δύναμις λεπτύνει καὶ εἰς ἀτμοὺς λύει καὶ δια‐

44

.

4

.

30

φορεῖ τὸ συνιστάμενον ὑγρόν. ἔστι δὲ καὶ ἄλλα μὲν πολλὰ τοιαῦτα, μάλιστα δ’ αὐτῶν εὐδόκιμα τό τε διὰ τῶν ἐχιδνῶν ἥ τε ἀθανασία

44

.

4

.

31

καλουμένη καὶ ἀμβροσία. ταῦτα μὲν πολυτελῆ· τῶν δ’ εὐτελῶν
ἄριστόν ἐστι τὸ ἡμέτερον, ὃ διὰ τῆς καλαμίνθης σκευάζομεν.

44

.

5

t

Ἐκ τῶν Ἀντύλλου καὶ Ἡλιοδώρου. Χειρουργία ἀποστημάτων.

44

.

5

.

1

Εἰ μὲν κατὰ τὴν κεφαλὴν γένοιτο ἐπιπολῆς ἀπόστημα, ἁπλο‐ τομήσομεν, τάττοντες τὴν διαίρεσιν οὐ κατὰ τὴν εὐθύτητα τῶν τρι‐ χῶν, ἀλλ’ ἐπικάρσιον καὶ ὑποβεβλημένην τῇ τριχώσει, ὅπως ἡ οὐλὴ μετὰ ταῦτα κρύπτοιτο ὑπὸ τῆς τῶν τριχῶν ἐπιπτώσεως· εἰ δὲ βύθιον
5κατὰ τὸν περικράνιον ὑμένα τὸ ὑγρὸν ὑποπίπτοι, ὥστε ἢ διαφθαρῆ‐ ναι μέρος τι αὐτοῦ ἢ διαγανακτῆσαι καὶ συμπαθῆσαι, τῆς μὲν εὐμορ‐ φίας ἥττονα ποιησόμεθα λόγον, τοῦ δ’ ἀσφαλοῦς προνοούμενοι δύο διαιρέσεις ἐμβαλοῦμεν συμμέτρους ὡς πρὸς τὸ ἀπόστημα, τὴν μὲν εὐθυτενῆ, τὴν δ’ ἐπικαρσίαν, τεμνούσας κατὰ μεσότητα ἀλλήλας, ὡς
10τὸ σχῆμα αὐτῶν παραπλήσιον εἶναι τῷ χῖ γράμματι· οὕτω γὰρ ὁ

44

.

5

.

2

περικράνιος οὐ διαγανακτήσει πανταχόσε διαιρούμενος. εἰ δὲ κατὰ μέτωπον ἀπόστημα γένοιτο, ἐπικαρσίως διαιροῦμεν μιμούμενοι τὰς φυσικὰς ἐν τῷ μετώπῳ γραμμάς· εἰ δὲ κατὰ ῥῖνα, τὴν τομὴν εὐθυ‐ τενῆ τάξομεν κατὰ τὸ μῆκος τῆς ῥινός· εἰ δὲ κατὰ μῆλα, εἰ μὲν ὑπ’
5αὐτοῖς τοῖς ὀφθαλμοῖς, μηνοειδεῖ διαιρέσει χρησόμεθα, τὸ κύρτωμα τῆς διαιρέσεως κάτω στρέφοντες, ἵνα ταῖς φυσικαῖς τῶν ὑπωπίων περιφερείαις σχηματισθῇ· εἰ δὲ κατωτέρω κατὰ τὰ λεπτὰ καλούμενα τῆς γνάθου, εὐθυτενῆ τομὴν διελοῦμεν, ἐπεὶ καὶ ἡ ῥυσότης ἡ κατὰ

44

.

5

.

3

φύσιν τῶν παρειῶν κατ’ εὐθύτητά ἐστιν. ὄπισθεν δὲ τοῦ ὠτὸς ὑγροῦ γενομένου, μηνοειδῶς περιγράψομεν, μιμούμενοι τὴν βάσιν τοῦ ὠτός.

44

.

5

.

4

τραχήλου δ’ ἐπ’ ἀποστήματι τεμνομένου, ἐπὶ μὲν τῶν ὄπισθεν εὐθυ‐ τενὴς διαίρεσις ἁρμόδιος, ἐπὶ δὲ τῶν ἔμπροσθεν, ἐπεὶ λαπαρὸν τὸ δέρμα διὰ τὰς ἐπικύψεις καὶ πολλὴν ἐπίδοσιν ἔχει, περιελοῦμεν· ἐκ γὰρ τῆς εὐθυτομίας οὐ πάνυ τι προσπίπτει τὰ σώματα, οἷα δὴ τοῦ

44

.

5

.

5

δέρματος ἐγχαλωμένου καὶ ἀφισταμένου τῶν συνεχῶν σωμάτων. ταὐτὰ δὲ ποιοῦμεν καὶ ἐπὶ μασχάλης καὶ βουβῶνος καὶ δακτυλίου διὰ τὴν ὁμοεί‐

44

.

5

.

6

δειαν τοῦ δέρματος πρὸς τὸ τοῦ τραχήλου δέρμα. ἐπὶ δὲ μαστῶν, παχέων μὲν ὄντων τῶν ἐπικειμένων τῷ πύῳ σωμάτων, ἁπλοτομία γινέσθω· λεπτῶν δὲ καὶ ἀνεπιτηδείων πρὸς κόλλησιν, ἐκτεμνέσθω.

44

.

5

.

7

τὰ μὲν οὖν ἄλλα μέρη τοῦ τιτθοῦ ἀδεῶς περιαιρείσθω· ὁ δὲ πλη‐ σίον τῆς θηλῆς τόπος πεφροντισμένως μηνοειδεῖ περιαιρέσει, συντη‐

44

.

5

.

8

ρουμένης τῆς θηλῆς. ἐν δὲ τοῖς βραχίοσι καὶ τοῖς ἀγκῶσιν ἔν τε ταῖς χερσὶ καὶ δακτύλοις καὶ τοῖς ἀπὸ τῶν βουβώνων κατωτέρω

44

.

5

.

9

πᾶσιν εὐθείας κατὰ μῆκος διαιρέσεις ἐγχαράσσομεν. εἰ δὲ κατ’ ὠμο‐ πλάτην 〈ἢ〉 ὑπὸ κλεῖς ἀπόστημα συμβαίη, λοξὸν τὸ εἶδος τῶν τομῶν παραληπτέον κατὰ μίμησιν τῆς ἐξοχῆς τῶν ὀστέων τούτων· εἰ δὲ

44

.

5

.

10

κατὰ ῥάχιν, εὐθυτενῶς διαιροῦμεν, ὥσπερ οἱ μύες ἐπιπεφύκασιν. ἐπὶ δὲ πυγῶν, κατὰ μὲν τὰ περιφερῆ καὶ ὀπίσω μέρη διαιροῦμεν εὐθείαις τομαῖς, κατὰ δὲ τὰ ὑπεσταλμένα καὶ συνεγγίζοντα τοῖς μηροῖς περι‐ ελοῦμεν· συριγγοῦται γὰρ ῥᾳδίως, εἰ μὴ περιαιροῖτο ἐκ πλάτους.

44

.

5

.

11

ὁμοίως δέ, εἰ καὶ περὶ τὸν σφιγκτῆρα ὑγρὸν γένοιτο, τὸ εἶδος τῆς διαιρέσεως ἐπικάρσιον ἐπιτηδευέσθω· ταύτῃ γὰρ καὶ αἱ στολίδες πε‐

44

.

5

.

12

φύκασιν. δεῖ δ’ ἐν τῷ καιρῷ τῆς κατουλώσεως κασσιτέρινον σωλῆνα κυκλοτερῆ ἐντιθέναι, ἔξωθεν μὲν ἀχανῆ, εἰς δὲ τὸ βάθος περιφερῆ

44

.

5

.

13

τρῆμα μέσον ἔχοντα πρὸς τὰς τῶν πνευμάτων ἀποδόσεις· μέχρι τέλους δὲ τῆς θεραπείας ἐγκείσθω ὁ σωλὴν πρὸς τὴν ἐν διαστολῇ

44

.

5

.

14

κατούλωσιν. ἐπὶ δὲ πλευρῶν καὶ στέρνου τὸ εἶδος τῆς διαιρέσεως ἐπικάρσιον ἐπιτηδευέσθω· ταύτῃ γὰρ καὶ αἱ πλευραὶ πεφύκασιν· ὁμοί‐ ως δὲ καὶ ἐπὶ τοῦ ἐπιγαστρίου διὰ τὸ τὰς φυσικὰς στολίδας αὐτοῦ

44

.

5

15,16

πάσας ἐπικαρσίους εἶναι. ἐπὶ δ’ ὀσχέου καὶ καυλοῦ τομαῖς εὐθυτενέσι

44

.

5

.

16

(2)

χρηστέον, καὶ τὸ σύνολον εἰδέναι χρὴ ὅτι τὰ σχήματα τῶν διαιρέσεων διδασκόμεθα ἐκ τῆς ἐπιβλέψεως τῆς πρόσθεν πρὸς τὸ ἀσφαλὲς καὶ τὸ εὔμορφον· γραμμὰς μὲν γὰρ φυσικὰς ἀπομιμούμενοι διὰ τῆς τομῆς,
5ἐπὶ τὸ εὔμορφον ποιούμεθα τὴν ἀναφοράν· εὐθυτενῶς δὲ τέμνοντες, οἷον ἐπὶ τῶν κώλων καὶ τῶν τενόντων, τῆς ἀσφαλείας προνοούμεθα, ἵνα μὴ τῶν νεύρων καὶ τῶν ἀγγείων ἐκ τῆς ἐπικαρσίου διαιρέσεως

44

.

5

.

17

ἀναγκασθῶμεν διελεῖν τι. χρὴ μέντοι γινώσκειν ὡς οὐκ ἐπίσης ὀφει‐ λόντων ἀποβλέπειν ἡμῶν πρός τε τὸ ἀσφαλὲς καὶ τὸ εὐπρεπές·

44

.

5

.

18

πανταχοῦ γὰρ προσεχέστερον τὸ τῆς ἀσφαλείας τίθημι. πάλιν ἐπὶ μὲν τῶν μικρῶν ἀποστημάτων μιᾷ διαιρέσει χρησόμεθα, καθ’ ὃ λεπτότατα αὐτὰ ἑαυτῶν εὑρίσκεται τὰ σώματα· ἐπὶ δὲ τῶν μειζόνων πλείοσι διαιρέσεσι χρώμεθα· τέμνοντες γὰρ ᾗ λεπτότατον τὸ δέρμα καὶ τὸ
5ὑγρὸν ἐκκρίνοντες, καθίεμεν τὸν λιχανὸν δάκτυλον τῆς ἀριστερᾶς χειρὸς διὰ τῆς διαιρέσεως εἰς τὸν κόλπον, ἔπειτα πανταχῇ περι‐

44

.

5

.

19

άγοντες αὐτὸν τὸ μέγεθος τοῦ κόλπου κατανοοῦμεν. εἰ μὲν οὖν ἐφ’ ἕν τι μέρος ὁδηγοῖτο ὁ δάκτυλος, τῶν πέριξ ἀπαθῶν ὄντων, καθ’ ὁπότερα 〈ἂν〉 ὑγιὲς ᾖ τοῦ κόλπου, κατὰ ταῦτα κυρτώσαντες αὐτὸν καὶ περιτείναντες τὴν σάρκα, δευτέραν ἐμβαλοῦμεν διαίρεσιν τὸ αὐτὸ

44

.

5

.

20

σχῆμα ἔχουσαν τῇ προτέρᾳ. εἰ δ’ ὁ κόλπος ὁ περιέχων τὸ ὑγρὸν εὐθυτενὴς μὲν εἴη, τύχοι δὲ πολὺ ἐπιμηκέστερος τοῦ δακτύλου, μετὰ
τὴν δευτέραν διαίρεσιν κομισάμενοι τὸν δάκτυλον, πάλιν διὰ τῆς δευ‐ τέρας αὐτὸν καθήσομεν καὶ τρίτην ἄλλην ἐμβαλοῦμεν ἐπὶ τῇ δευτέρᾳ

44

.

5

.

21

παραπλησίως. εἰ δὲ πλατὺς εἴη καὶ περιφερής, στομώσομεν ᾗ λεπτό‐ τατος ὑποπίπτει· καθέντες δὲ τὸν δάκτυλον, τὴν μέν τινα διαίρεσιν κατωτέρω τῆς πρώτης ἐμβαλοῦμεν, τὴν δ’ ἀνωτέρω, εἰ τύχοι κἀν‐ ταῦθά τις διασημαίνειν ὑποφορά· ἄλλας δ’ ἐκ πλαγίων τῆς πρώτης
5καὶ τῆς μετὰ τὴν πρώτην, πάσας μέντοι αὐτὰς ἐπὶ τὸ αὐτὸ ἐκτεινο‐

44

.

5

.

22

μένας μέρος. στοχασμὸς δὲ γινέσθω μάλιστα τοῦ τὰς ὑστάτας διαι‐ ρέσεις τὰς πρὸς τοῖς πέρασι τοῦ κόλπου παρ’ αὐτὴν τὴν ὑγιαίνουσαν καὶ μὴ ἀφεστηκυῖαν σάρκα ἐμβάλλεσθαι· εἰ μὴ γὰρ τοῦτο γένοιτο, ἀλλ’ ὑπολείποιτό τις χώρα κεκολπωμένη δυναμένη φυλάττειν ὑγροῦ
5τι μέρος ἐν ἑαυτῇ, μείζων ὁ κόλπος γενήσεται, τῶν ὑγρῶν διασηπόν‐

44

.

5

.

23

των ἐκεῖνα τὰ μέρη, καθ’ ἃ ἂν ὑφίστασθαι τύχῃ. εἰ μὲν οὖν ὑπό‐ πλατυ τὸ ἀπόστημα τύχοι καὶ μὴ πάνυ ἐξωγκωμένον, εὐθυτομήσομεν· εἰ δὲ κυρτὸν ἰσχυρῶς εἴη καὶ περίογκον εἰς ὀξεῖάν τε ἀνατεῖνον κο‐ ρυφήν, περιαιρέσει χρησόμεθα, μεγάλῃ μέν, εἰ καὶ αὐτὸς ὁ τόπος προ‐
5καλοῖτο τὴν περιαίρεσιν, ὡς μασχάλη καὶ βουβὼν καὶ τὰ περὶ τὸν δακτύλιον· εἰ δ’ ὁ μὲν τόπος, ὅσον ἐφ’ ἑαυτῷ, παραιτοῖτο τὴν περι‐ αίρεσιν, τὸ δ’ ἀπόστημα διὰ τὸ ἰσχυρῶς κεκορυφῶσθαι τὴν τῆς περι‐

44

.

5

.

24

αιρέσεως ἀνάγκην ἐπάγοι, μικρᾷ χρησόμεθα. χρὴ δὲ περιδιαιρεῖν τὸν τρόπον τοῦτον· μετὰ τὸ σημειώσασθαι τὸν περιαιρεθησόμενον τόπον διαγράψομεν τὸ βάθος μυρσινοειδῶς, εἶτ’ ἄγκιστρον καταπείραντες εἰς μέσην τὴν περιγεγραμμένην σάρκα καὶ ἀνατείναντες ἰσχυρῶς διὰ τῆς

44

.

5

.

25

ἀριστερᾶς χειρός, πᾶν τὸ περιχαραχθὲν ἐκτεμοῦμεν. ταὐτὰ δὲ ποιήσο‐ μεν, κἂν τὰ ἐπεστορεσμένα σώματα τῷ ἀποστήματι λεπτὰ ἢ νενεκρω‐ μένα εἶναι τύχῃ· εὐδόκιμος γὰρ ἐπ’ ἀμφοῖν τούτοιν ἡ περιαίρεσίς

44

.

5

.

26

ἐστιν. μέτρον δὲ τῆς περιαιρέσεως αὐτὸ τὸ λελεπτυσμένον ἢ νενεκρω‐

44

.

5

.

27

μένον ἔστω σῶμα. τοσαῦτα περὶ τῆς χειρουργίας τῶν ὑποπιπτόντων ἀποστημάτων· ἑξῆς δὲ περὶ τῆς θεραπείας λεκτέον.

44

.

6

t

Ἐκ τῶν Ἡλιοδώρου. Περὶ τῶν ἐν κατακαλύψει ἀπο‐ στημάτων.

44

.

6

.

1

Ἐὰν μὲν οὖν ὁ πεπονθὼς τόπος ὑποπίπτῃ χειρουργίᾳ, συνεργεῖν δεῖ τῇ πρὸς τὴν ἐπιφάνειαν ῥοπῇ τοῦ ἀποστήματος διὰ πυριῶν θερμῶν καὶ ἐπισπαστικῶν καταπλασμάτων τε καὶ ἐμπλάστρων· τοῦ δ’ ἀποστήματος ὑπὸ σύρρηξιν ἀγομένου, τἀναντία δεῖ ποιεῖν καὶ συνερ‐
5γεῖν τῇ εἰς βάθος ὁρμῇ πρὸς τὴν ἀναστόμωσιν, τῇ μὲν ἐπιφανείᾳ προσάγοντας τῶν στυφόντων καταπλασμάτων τῶν διὰ φοινίκων καὶ
θαλλίας φύλλων καὶ σιδίων καὶ μήλων, πόματα δὲ διδόντας θερμαί‐ νοντα, οἷα τὰ διὰ πεπέρεως, σμύρνης, πηγάνου, ὀποῦ, ἵνα τῆς ἐπι‐ φανείας στελλομένης καὶ τοῦ βάθους θερμαινομένου καὶ ἐρεθιζομένου

44

.

6

.

2

λεπτυνθὲν τὸ ἀπόστημα ἀναστομωθῇ. ἐπὶ δὲ τῶν ὑποπιπτόντων ἀπο‐ στημάτων τοῖς τῆς χειρουργίας ἔργοις, τελείας ἐκπυήσεως γενομένης, ἐπὶ τὴν χειρουργίαν ἥκειν δεῖ.

44

.

7

t

Τῶν ἐν μεσοπλευρίῳ ἀποστημάτων χειρουργία.

44

.

7

1,2

Σχηματιζέσθω ὁ κάμνων κεκλιμένος ἐπὶ τὸ ὑγιὲς πλευρόν. πρὸς

44

.

7

.

2

(2)

δὲ τὴν διαίρεσιν αἱρεῖσθαι δεῖ μεσοπλεύριον τὸ μεσαίτατον τοῦ ὄγκου

44

.

7

.

3

καὶ τῶν ἄλλων πλατύτερόν τε καὶ εἰκτικώτερον. ἡ δὲ διαίρεσις δι‐ δόσθω πλαγία μέν, ὑπόλοξος δὲ πρὸς τὸ τοῦ μεσοπλευρίου σχῆμα.

44

.

7

.

4

τεμνέσθω δὲ πρῶτον μὲν τὸ δέρμα, καὶ πρὸ τῆς τοῦ ἀποστήματος στομώσεως διὰ τῶν τῆς διαιρέσεως χειλῶν ἀγκτῆρες ῥαμμάτινοι διεκβαλλέσθωσαν τέσσαρες, δύο καὶ δύο· δι’ ἣν δὲ χρείαν, ὕστερον

44

.

7

.

5

εἴσεσθε. μετὰ τὴν τῶν ἀγκτήρων διεκβολὴν τῷ τοῦ σμιλαρίου κόρακι στομούσθω τὸ ἀπόστημα· ἅμα δὲ καὶ τῷ δακτύλῳ διαρτάσθω τὸ

44

.

7

.

6

καταλελειμμένον συνεχὲς σῶμα. μέγεθος δὲ τῆς τομῆς σύμμετρον

44

.

7

.

7

ἔστω ὡς διδάκτυλον ἢ καὶ ἔτι μεῖζον. τῇ δὲ πρώτῃ ἐνεργείᾳ μὴ ὅλον ἐκλαμβανέσθω τὸ πύον· ἡ γὰρ ἀθρόα ἔκκρισις τετήρηται τὸν

44

.

7

.

8

κατὰ λειποθυμίαν κίνδυνον ἐπιφέρουσα. ἐκληφθέντος δὲ τοῦ ὑγροῦ, σπόγγον μαλακὸν λίνῳ διαδεδεμένον ἐπὶ τὴν διαίρεσιν ἐντιθέσθω, ἵνα δι’ αὐτοῦ τὸ καταλελειμμένον ὑγρὸν ἐπέχηται· εἶτα τιλτοῖς μότοις χρηστέον καὶ πτυγματίῳ διπτύχῳ ἢ τριπτύχῳ, τῷ καλουμένῳ μοτο‐

44

.

7

.

9

φύλακι. κατὰ δὲ τούτου οἱ ἀγκτῆρες ἁμματιζέσθωσαν τοπικοῦ κρατή‐ ματος χάριν· εἶτ’ ἔξωθεν ἐπιμοτούσθω ἡ τομὴ τιλτοῖς οἰνελαίῳ βε‐ βρεγμένοις, καὶ ἔξωθεν ὁ κοινὸς μοτοφύλαξ ἐπιτιθέσθω, καὶ ὅλῳ τῷ

44

.

7

.

10

θώρακι ἔριον οἰνελαίῳ βεβρεγμένον. τῇ δὲ δευτέρᾳ ἢ τρίτῃ λυέσθω,

44

.

7

.

11

καὶ πάλιν μέρος τοῦ ὑγροῦ αὔταρκες κενούσθω. γινέσθω τε ταῦτα καὶ ταῖς ἑξῆς, ἵνα τρισὶν ἢ πλείοσιν ἐπιβολαῖς τὸ τοῦ ὑγροῦ πλῆθος

44

.

7

.

12

πᾶν κομισθῇ. ἀλλ’ ἐπεὶ τὰ ἀποστήματα ταῦτα κινδυνώδη ἐστί, τὸν ἄριστον ἰατρὸν χρὴ προγινώσκειν τὸν ὀλεθρίως ἔχοντα καὶ τὸν σωτη‐

44

.

7

.

13

ριωδῶς. ὀλεθρίως μὲν οὖν ἔχων ὁ πάσχων μετὰ τὴν τοῦ ὑγροῦ ἔκ‐ κρισιν ἀσώδης ἐστὶ καὶ δυσόρεκτος καὶ δύσπνους καί ποτε καὶ βήσσει μετ’ ἀγρυπνίας καὶ ἀσθενείας τῆς δυνάμεως, καὶ τοῦ ὑγροῦ κενου‐ μένου καθ’ ἡμέραν πάλιν συλλέγεται δαψιλὲς δυσῶδες, καὶ φθειρομέ‐
5νου τοῦ ὑπεζωκότος ὑμένος καὶ ἀπολύματα φανήσεται ἐμφερόμενα τῷ ὑγρῷ· σωτηρίως δὲ διακειμένου τοῦ νοσοῦντος, τὰ ἐναντία

44

.

7

.

14

συνεδρεύει. καὶ χρὴ μετὰ τὴν παντελῆ τοῦ ὑγροῦ ἔκκρισιν τὸν λι‐
χανὸν δάκτυλον καθιέναι καὶ σκοπεῖν, πότερον γυμναί εἰσιν αἱ πλευ‐

44

.

7

.

15

ραὶ ἢ λελιπασμέναι ἢ σκέπονται ὑπὸ σωμάτων. ἐὰν οὖν ἔτι σκέπωνται τῷ ὑπεζωκότι ὑμένι, γινέσθω κατάντλησις δι’ ὕδατος εὐκράτου, εἶτ’ ἐγκλυζέσθω τὸ βάθος μελικράτῳ, καὶ κλινέσθω ὁ πάσχων πρὸς τὸ

44

.

7

.

16

πάσχον μέρος. τὸ δ’ ἐναπομεῖναν ἐρίῳ περὶ μηλωτρίδα εἰλημένῳ ἀναρπαζέσθω, εἶτ’ ἐγχυματιζέσθω μέλι λεῖον ὠμὸν ἢ μετρίως ἀπεζε‐ σμένον· φάρμακα γὰρ λιπαίνοντα ἐπὶ τῶν ἀποστημάτων τούτων ἐστὶν ἄθετα, τὸ δὲ μέλι διὰ βαρύτητα ὑποτρέχον καὶ τὸ ὑγρὸν ἀνακουφίζον

44

.

7

.

17

πρὸς ἔκκρισιν ἄγει. μετὰ τὴν τοῦ μέλιτος ἔγχυσιν λημνίσκοι καθιέ‐ σθωσαν, καὶ τότε ἡ τομὴ τιλτοῖς μότοις διαστελλέσθω, εἶτ’ ἔξωθεν πτυγμάτιον μέλιτι βεβρεγμένον ἐπιτιθέσθω, καὶ οὕτως οἱ ἀγκτῆρες

44

.

7

.

18

ἁμματιζέσθωσαν. περιμοτούσθω δὲ τὰ πλησίον μέρη, καὶ κατ’ αὐτοῦ

44

.

7

.

19

ὅλου τοῦ πλευροῦ σπληνίον κεκηρωμένον ἐπιτιθέσθω. τοῦ δὲ βάθους ῥευματιζομένου, κατάπλασμα στυπτικὴν ἔχον δύναμιν ἔξωθεν ἐπι‐

44

.

7

.

20

τιθέσθω τοῦ σπληνίου. ταῦτα γινέσθω ταῖς ἑξῆς ἡμέραις, ἕως οὗ καθαρθῇ καὶ σαρκωθῇ τὸ βάθος· ἐν δὲ τῷ μέσῳ τῆς θεραπείας χρόνῳ

44

.

7

.

21

οἱ ἀγκτῆρες διακοπτόμενοι κομιζέσθωσαν. οὗτός ἐστιν ἄριστος τρόπος τῆς θεραπείας, ἐν αὐτῷ τῷ ὑμένι συλλεγέντος τοῦ ὑγροῦ· μεταξὺ δὲ τῶν πλευρῶν καὶ τοῦ ὑμένος συλλεγέντος, μετὰ τὴν ἀσφαλῆ τοῦ ὑγροῦ ἔκκρισιν ὁρμῆσαι δεῖ ἐπὶ τὴν τῶν πλευρῶν ἐκκοπήν· ἐκθήσομαι
5δ’ αὐτὴν ἑπομένως.

44

.

8

t

Περὶ ἐκκοπῆς πλευρῶν.

44

.

8

.

1

Ἐκτεμνέσθω τὰ σκέποντα τὴν πλευρὰν ἢ τὰς πλευρὰς σώματα, ὑπό τι τετραγώνου τῆς ἐκτομῆς ὑπομήκους σχηματιζομένης· πρὸς δὲ τὴν περιχάραξιν διδόσθω μία πρώτη πλαγία διαίρεσις κατὰ μεσο‐ πλευρίου ὑπὸ τὴν δεομένην ἐκκοπῆς πλευρὰν λελοξωμένη πρὸς τὸ
5τοῦ μεσοπλευρίου σχῆμα, εἰς ὃ καταπειρέσθω ἄγκιστρον, καὶ ἀναταθὲν

44

.

8

.

2

ἐκτεμνέσθω. καὶ οὕτως αἱ πλευραὶ ψιλούσθωσαν, καὶ τῇ δεομένῃ πλευρᾷ ἀναιρέσεως πλατὺ μήλης ἢ μηνιγγοφύλακος ἔλασμα ὑπερειδέ‐ σθω ἕδρας χάριν, καὶ ἡ ἀκμὴ τοῦ τρυπάνου στηριζέσθω κατὰ τὸ ἐψιλωμένον μέρος τῆς πλευρᾶς πρὸς τοῖς κατὰ φύσιν σώμασι, καὶ

44

.

8

.

3

γινέσθω ἡ ἐνέργεια. κἂν ὑποπέσῃ τῷ ἐνεργοῦντι κενεμβατῆσαι, τὸ

44

.

8

.

4

ἔλασμα τῆς μήλης παραγαγέτω ὑπὸ τὸ τετρημένον μέρος. ὅλον δὲ δι’ ὅλου τὸ τῆς πλευρᾶς πάχος τιτράσθω, καὶ ἤτοι δύο τὰ πάντα διδόσθω τρήματα, ἓν καὶ ἕν, στενῆς οὔσης τῆς πλευρᾶς, ἢ δύο καὶ

44

.

8

.

5

δύο, πλατυτέρας οὔσης. τὸν δὲ τρόπον τῆς τῶν τρημάτων δόσεως ἐκτίθεμεν ἐν τῷ περὶ τῶν τοῦ κρανίου λόγῳ, καθάπερ καὶ τὸν

44

.

8

.

6

τρόπον τῆς ἐκκοπῆς. διακοπτέσθω δὲ τῆς πλευρᾶς καθ’ ἓν μέρος τὸ
πλεῖον πάχος, καὶ λεπτὴ συνέχεια καταλειπέσθω, εἶτα τότε τὸ ἕτερον

44

.

8

.

7

διὰ τῶν ἐκκοπέων διαιρείσθω ὅλον. τούτου γενομένου, δακτύλοις ἢ ὀστάγρᾳ συνεχέσθω ἡ πλευρά, ἵνα ἡ καταλελειμμένη λεπτὴ συνέχεια

44

.

8

.

8

μιᾷ ἐπιβολῇ τῇ τοῦ σμιλίου τοῦ ἐκκοπέως ἀκμῇ διακοπῇ. κἂν μὲν ᾖ ἁπαλὰ τὰ τῆς πλευρᾶς ἄκρα, ἀρκεῖσθαι δεῖ· ἀνώμαλα δ’ ὄντα ῥίνῃ

44

.

8

.

9

ὁμαλίζειν. ταῦτα ποιοῦμεν ἐπὶ τῶν ὀστωδῶν πλευρῶν· ἐπὶ δὲ τῶν χονδρωδῶν ἐκτέμνειν χρὴ καὶ ἀναιρεῖσθαι διὰ σμιλίου βαρυτάτου ἢ κατ’ ἐνέρεισιν ἀκμῇ σμιλίου τοῦ ἐκκοπέως· οὔτε γὰρ ἀντέρεισις ἐπὶ χονδρώδους πλευρᾶς παραλαμβάνεται οὔτε ἐκκοπὴ διὰ τὴν ἁπαλό‐

44

.

8

.

10

τητα τῆς οὐσίας. ἐκτεμνέσθω δὲ μὴ μόνον τὸ λελιπασμένον μέρος

44

.

8

.

11

τοῦ χόνδρου, ἀλλὰ καί τινα τῶν κατὰ φύσιν τῆς πλευρᾶς. μετὰ δὲ τὴν τῶν πλευρῶν ἀναίρεσιν λημνίσκοις ἀναπληρούσθω τὸ τῆς ἐκτο‐ μῆς κοίλωμα, καὶ τὰ πρόχειρα μέρη τιλτοῖς μότοις ἀναπληρούσθω, καὶ κατὰ τοῦ μοτοφύλακος ὅλου τοῦ θώρακος ἔριον οἰνελαίῳ βεβρεγ‐

44

.

8

.

12

μένον ἐπιτιθέσθω, εἶτ’ ἐφιδρύσθω. μετὰ δὲ τὴν κάθαρσιν πρὸς τὴν σάρκωσιν ἐγκρίνειν δεῖ ἐμπλάστρους κεφαλικὰς ἀνιεμένας ῥοδίνῳ· τὰ γὰρ λιπαίνοντα φάρμακα ἀνοίκεια σύνεστιν, ὅτι πλευρῶν ἄκρα γε‐ γύμνωται, καὶ λιπαινόμενα πρὸς τοῖς ἐσχάτοις τῆς θεραπείας συριγγοῖ

44

.

8

.

13

τοὺς τόπους μετὰ τὴν σάρκωσιν. ὑπτία οὖσα ἰσόπεδος ἡ ἕλκωσις κατουλούσθω.

44

.

9

t

Περὶ περιτοναίου καὶ τοῦ μεταξὺ ἐπιγαστρίου καὶ περιτοναίου ἀποστήματος.

44

.

9

.

1

Ἐπὶ τοῦ περιτοναίου τόπου τε τοῦ μεταξὺ ἐπιγαστρίου καὶ περι‐ τοναίου ἡ αὐτὴ χειρουργία γινέσθω· διαιρεῖται γὰρ ἕως τοῦ πύου

44

.

9

.

2

τὰ σκέποντα σώματα, τοῦ πάσχοντος ὑπτίου ἐσχηματισμένου. καὶ τἄλλα γίνεται ὡς ἐπὶ θώρακος· ἄμεινον δ’ ἐστὶ μετὰ τὴν παντελῆ τοῦ ὑγροῦ ἔκκρισιν τὸν δάκτυλον εἰς βάθος καθιέναι καὶ διαίρεσιν

44

.

9

.

3

εἰς ὑπόρρυσιν διδόναι. ὀλίγου δ’ ὄντος τοῦ συλλεχθέντος ὑγροῦ, κατὰ μίαν ἐπιβολὴν ἡ ἔκκρισις τοῦ παρακειμένου γινέσθω ὡς ἐπὶ τῶν ἐν ἐπιφανείᾳ ἀποστημάτων.

44

.

10

t

Περὶ ἥπατος καὶ σπληνὸς ἀποστήματος.

44

.

10

.

1

Ἐπὶ τῶν ἐν ἥπατι καὶ σπληνὶ ἀποστημάτων δοκεῖ μοι δεῖν

44

.

10

.

2

τέμνειν ἢ καίειν. διαιρείσθω δὲ τὰ ἐπικείμενα τῷ σπλάγχνῳ σώματα, ἐπιγάστριον καὶ περιτόναιον, καὶ πλείστης οὔσης συλλογῆς διεκβαλλέ‐ σθωσαν ἀγκτῆρες διὰ τῶν τοῦ ἐπιγαστρίου χειλῶν, καὶ τότε τὸ ἀπό‐ στημα διαιρείσθω πάλιν, πρὸς δύναμιν ἐκκρινομένου τοῦ ὑγροῦ, πρὸς
5δ’ ἐποχὴν τοῦ καταλελειμμένου, ὡς ἤδη ἐρρέθη, σπογγίου μαλακοῦ ἐντιθεμένου· γινέσθω δὲ καὶ τὰ ἑξῆς οἷα ἐπὶ τοῦ θώρακος εἴρηται·
ὀλίγον δ’ ὂν τὸ ὑγρὸν σύμπαν κατὰ μίαν ἐπιβολὴν ἐκκρινέσθω.

44

.

10

.

3

εἴωθε μὲν οὖν, σαρκουμένης τῆς ἐν τῷ βάθει ἑλκώσεως, συσσαρκοῦ‐ σθαι καὶ τὰ χείλη τοῦ ἐπιγαστρίου καὶ τοῦ περιτοναίου, ὥστε μίαν συνούλωσιν τῆς τομῆς γίνεσθαι· ἐὰν δὲ φθάσῃ ἐπουλωθῆναι ἡ τοῦ σπλάγχνου ἕλκωσις, ἀναιμασσέσθω τὰ τῆς τομῆς χείλη καὶ ῥαπτέσθω

44

.

10

.

4

πρὸς κόλλησιν. ἐὰν δέ ποτε τὸ ἐν ἥπατι καὶ σπληνὶ ἀπόστημα ἀνα‐ στομωθῇ, ὡς τὸ ὑγρὸν προχεόμενον ὑποδραμεῖν τὸ περιτόναιον καὶ περιχυθῆναι τοῖς σπλάγχνοις, ἐὰν μὲν ᾖ πλῆθος τὸ προκεχυμένον, ὡς ἀναλογεῖν πλήθει τῷ ἐφ’ ὕδρωπος, παρακεντήσει χρώμεθα· ὀλίγου δ’
5ὄντος τοῦ ὑγροῦ τοῦ κεχυμένου, τοπικὴ γινέσθω διαίρεσις τοῦ ἐπι‐ γαστρίου καὶ τοῦ περιτοναίου, εἶθ’ ὅταν φανῇ τοῦ σπλάγχνου στόμω‐ σις, ἐπιδιαιρείσθω πρὸς τὴν τοῦ ἀποστήματος ἀνασκευήν, καὶ τότε τὰ ἀκόλουθα γινέσθω ὅσα μικρῷ πρόσθεν εἴρηται.

44

.

11

t

Περὶ ἀπευθυσμένου ἐντέρου ἀποστήματος καὶ τῶν ἐν ἄλλοις μορίοις.

44

.

11

.

1

Τοῦ ἀπευθυσμένου ἐντέρου ἀποστάντος, ποτὲ μὲν χειρουργεῖν δεῖ, ποτὲ δὲ συνεργεῖν τῇ κατὰ βάθος συρρήξει· χειρουργεῖν μὲν ἐν τοῖς προχείροις τόποις τοῦ ἀποστήματος ὄντος, πλησιάζοντος τῷ σφιγκτῆρι, ἁφῇ ὑποπίπτοντος· συνεργεῖν δὲ συρρήξει, ἐν βάθει γινο‐

44

.

11

.

2

μένου. πρὸς δὲ τὴν χειρουργίαν ὕπτιος σχηματιζέσθω ὁ πάσχων ἐπὶ παρέδρου δίφρου πρὸς αὐγῇ λαμπρᾷ, συνημμένα ἔχων τὰ σκέλη πρὸς τὸ ἐπιγάστριον καὶ τοὺς μηροὺς διεστῶτας ἀπ’ ἀλλήλων· ἔστωσαν δὲ καὶ οἱ πήχεις ταῖς ἰγνύαις ὑποβεβλημένοι καὶ πρὸς τὸν τένοντα διὰ

44

.

11

.

3

τῶν ἀνισοτόνων βρόχων ἀνειλημμένοι. μετὰ τὸν δεδηλωμένον σχη‐ ματισμὸν τοῖς δακτύλοις ἐκτρεπέσθωσαν αἱ πρόχειροι τοῦ δακτυλίου στολίδες, εἶτ’ ἄγκιστρον τῷ λιχανῷ δακτύλῳ συγκαθιέσθω εἰς τὸ τῆς ἕδρας βάθος καὶ καταπειρέσθω εἰς τὸν ὄγκον, δι’ οὗ ἀποτεινόμενον
5τὸ ἀπόστημα ἐκτρεπέσθω καὶ ἐπιδιαιρείσθω, παχέων ὄντων τῶν ἐπι‐

44

.

11

.

4

κειμένων τῷ πύῳ σωμάτων. ταῦτα τὰ ἔργα δύναται γενέσθαι ἐπὶ παιδικῶν καὶ γυναικείων σωμάτων τῶν ἁπαλοσυγκρίτων· ἐπὶ δὲ νέων περισκλήρων ἀκμαζόντων ἀνθρώπων, ἐὰν μὴ δύνηται ἐκτρέπεσθαι ἡ ἕδρα, συγκαθιέσθω εἰς τὸ βάθος τῷ λιχανῷ δακτύλῳ ἡ τοῦ ἡμισπα‐
5θίου ἀκμὴ ἢ στενῆς κατιάδος ἔλασμα, καὶ διὰ τῆς ἀκμῆς ἔσωθεν ἔξω

44

.

11

.

5

ἀγομένης διαιρείσθω ὅλον τὸ ἀπόστημα. μετὰ δὲ τὴν τοῦ πύου ἔκ‐ κρισιν λημνίσκῳ καθεθέντι ἀναπληρούσθω ὁ τοῦ ἀποστήματος κόλπος,
καὶ τὰ ἄλλα τὰ ἀκόλουθα γινέσθω· τῇ δὲ τρίτῃ καθεζέσθω εἰς λεκά‐ νην πεπληρωμένην ὕδατος θερμοῦ καὶ προσαντλείσθω μετὰ περιχύ‐
5σεως ἐλαίου καὶ θεραπευέσθω λημνίσκῳ πυοποιῷ φαρμάκῳ κεχρισμέ‐

44

.

11

.

6

νῳ, πάντων καὶ τῶν ἄλλων ἀκολούθως γινομένων. μετὰ δὲ τὴν πύωσιν ἡ ἕλκωσις καθαιρέσθω μέλιτι ἢ ἄλλῳ τινὶ φαρμάκῳ καὶ

44

.

11

.

7

ἐπουλούσθω τῇ διὰ καδμείας. εἴωθα δὲ πριαπίσκον περιπλάσσειν τῷ

44

.

11

.

8

φαρμάκῳ καὶ εἰς τὴν ἕδραν ἐντιθέναι. σημεῖα δ’ ἐστὶ τῆς ἐπουλώ‐

44

.

11

.

9

σεως ἀνωδυνία, καὶ ὅταν μηκέτι πύον ἐκκρίνηται. τοῦ δ’ ἀποστήματος ἐν τῷ βάθει γεγενημένου καὶ τῇ ἁφῇ μὴ ὑποπίπτοντος, συνεργεῖν δεῖ τῇ ῥήξει τοῖς δριμυτέροις κλυσμοῖς δι’ ἀφεψήματος ὑσσώπου, ὀριγάνου μετ’ ἰσχάδων, καὶ τῆς ὀσφύος ἅμα καταπλασσομένης, μετὰ
5τὴν σύρρηξιν κατ’ ἀρχὰς μὲν ἐγκλύζειν ἀκρατέστερον τὸ μελίκρατον,

44

.

11

.

10

ὕστερον δὲ τὸ τοῦ φαρμάκου ἢ τῶν ῥόδων ἀφέψημα. εἰ δ’ ἐν τῷ διαφράγματι τῶν μυξωτήρων ἀποστημάτιον γένοιτο, διαιρείσθω καὶ

44

.

11

.

11

τότε ἐκτεμνέσθω. ἔπειτα ἂν μὲν κατὰ φύσιν ἔχῃ ὁ χόνδρος, ἐάσθω· λελιπασμένος δὲ περιτεμνέσθω, καὶ τότε οἱ ἐλλυχνιωτοὶ μότοι εἰς τοὺς μυξωτῆρας ἐντιθέσθωσαν, εἶτ’ ἔξωθεν ὅλῃ τῇ ῥινὶ ἐλαιοβραχὲς

44

.

11

.

12

ἔριον ἐντιθέσθω, συνανακεκομμένης λιβανωτοῦ μάννης. ταῖς δ’ ἑξῆς

44

.

11

.

13

ἡμέραις πυριάσθω, καὶ τὸ ἑλκύδριον θεραπευέσθω. ἐν δὲ τοῖς παρ‐ ισθμίοις ἀποστήματος συστάντος, διελεῖν χρὴ διαστείλαντα τὸ στόμα τῷ στοματοδιαστολεῖ ἢ σφηνάριον πρίνινον τάξαντα μεταξὺ τῶν μύλων

44

.

11

.

14

καὶ τὴν γλῶσσαν καταστείλαντα σπαθομήλῃ ἢ τῷ γλωσσοκατόχῳ. εἰ δ’ ἐν τῷ ὀσχέῳ, ἐὰν μὲν ᾖ παχέα τὰ περιέχοντα τὸ ὑγρὸν σώματα, τοῖς καθ’ ἁπλοτομίαν ἔργοις χρησόμεθα, πρὸς τὸ τοῦ ἀποστήματος μέγεθος ἢ μιᾷ διαιρέσει ἢ δυσὶν ἢ τρισὶν ἀρκούμενοι, λημνίσκου τε
5διεκβολῇ χρώμενοι καὶ τῇ λοιπῇ διαμοτώσει· λελεπτοποιημένων δὲ τῶν σωμάτων, τὴν ἐκτομὴν αὐτῶν δοκιμάσομεν.

44

.

12

t

Ἐκ τῶν Γαληνοῦ. Περὶ κόλπων καὶ συρίγγων.

44

.

12

.

1

Ὅταν δ’ ἐπὶ πλέον ἀκόλλητον ᾖ τὸ δέρμα τοῖς ὑποκειμένοις σώμασι, κόλπον ὀνομάζουσι τὸ τοιοῦτον· ἐφεξῆς οὖν καὶ τῆς τούτου

44

.

12

.

2

θεραπείας μνημονεύσομεν. βέλτιον μὲν αὐλίσκον εὐθύτρητον ἐκ χαλ‐ κοῦ πεποιημένον ἢ κέρατος ἡτοιμάσθαι σοι· μὴ παρόντων δ’ ἐκείνων, τῶν καλουμένων πυουλκῶν ὅστις ἂν εὐρύτατον ἔχῃ τὸ τρῆμα, καὶ τὸ διὰ χάρτου κεκαυμένου συντιθέμενον ἡμέτερον φάρμακον ὀλίγον ῥο‐
5δίνῳ πολλῷ μιγνύντα διὰ τοῦ τοιούτου πυουλκοῦ τοῖς κόλποις
ἐνιέναι κἄπειτα μότῳ βύειν τὸ στόμιον· ὅσα δ’ ἐμπλαστὰ φάρμακα τήκοντες ῥοδίνῳ ἐνίεμεν, οὐ διεξέρχεται τὸν πυουλκόν, ἀλλ’ ἐπὶ τού‐ των προσήκει κύστιν λαβόντα χοιρείαν προσδεῖν εὐθύτρητον αὐλίσκον.

44

.

12

.

3

εἶναι δὲ χρὴ τὰ τηκόμενα φάρμακα δριμύτερα τῶν ἐμμότων ὀνομαζο‐ μένων, ὁποῖά ἐστι τὰ συνήθη πᾶσι χλωρὰ τῇ χροιᾷ· προσήκει μὲν γὰρ αὐτὰ τοῦ ῥοδίνου κατὰ τὴν τῆξιν οὐκ ὀλίγον ἔχειν, ὥστε ἐνίεσθαι τῷ κόλπῳ δύνασθαι· καταλύεται δὲ τῶν ἐμμότων ἡ δύναμις

44

.

12

.

4

ἐν ταῖς τοιαύταις μίξεσιν. ὅσα τοίνυν ἐμπλαστὰ φάρμακα τέως ὄντα καθάπερ τό τε τοῦ Μαχαιρίωνος καὶ τὸ τοῦ Ἐπιγόνου καὶ ἡ Ἴσις εἰς τὴν τῶν ἐμμότων χρῆσιν ἀγόμενα κηρωτῆς μιγνυμένης δεῖται, ταῦτα ἐπιτηδειότατα τοῖς κόλποις ἐστίν, εἰ τακείη μόνον αὐτὰ καθ’

44

.

12

.

5

αὑτά, μὴ μιχθείσης αὐτοῖς τῆς κηρωτῆς. συμμέτρως δ’ ὑποσαρκωθέντος τοῦ κόλπου, τῶν κολλητικῶν φαρμάκων ἐπιθήσεις, ὡς εἰ καὶ πρόσφα‐ τον ἔναιμον ἐθεράπευες· πολλὰ δ’ ἐστὶ τὰ τοιαῦτα, τὰ μὲν δι’ ἀσφάλ‐ του σκευαζόμενα (καὶ καλοῦσιν αὐτὰ βαρβάρους), ἕτερα δὲ κιρρὰ διὰ
5λιθαργύρου τε καὶ ἰοῦ μέχρι πλείονος ἑψηθέντα, ἐπειδὴ οἱ κόλποι πάντες οὐχ ἁπλαῖ διαιρέσεις εἰσίν, ἀλλ’ ἀναδέδαρται σῶμα συχνὸν ἐν

44

.

12

.

6

αὐτοῖς ἄλλο κατ’ ἄλλο μέρος, ὅπερ οὐδ’ αὐτὸ χρὴ λανθάνειν σε. πρὸς μὲν γὰρ τὴν ἄνω χώραν ἀνατεταμένου τοῦ κόλπου, ῥᾳδίως ἐκρεῖ διὰ τοῦ στόματος ὁ ἰχώρ· κατάντους δ’ ὄντος αὐτοῦ, μένων ἔνδον

44

.

12

.

7

ἀναβιβρώσκει τι τῶν συνεχῶν. ἐπὶ μὲν δὴ τῶν τοιούτων κόλπων, εἰ μὴ πρότερον εἰς ὑπόρρυσίν τινα ποιήσαις τομήν, οὐδὲν ἀνύσεις, οὔτε ἐν τῷ σαρκοῦν αὐτοὺς οὔτε ἐν τῷ κολλᾶν· ἐπὶ δὲ τῶν ἄλλων οὐ δεήσῃ διαιρέσεως, ἐάν γε μόνον φυλάττῃς τὸ προσῆκον σχῆμα τῷ
5πεπονθότι μορίῳ, δι’ ὃ σχῆμα δύναιό ποτε καὶ τὸν ἀνάρροπον κόλπον κα‐

44

.

12

.

8

τάρροπον ἐργάζεσθαι καὶ τὸν κατάρροπον ἀνάρροπον. πρὶν δ’ ἐπιτιθέναι τὸ κολλητικὸν φάρμακον, ἐγκλύζειν μελικράτῳ τὸν τόπον 〈ἢ οἴνῳ〉 ἢ οἰνομέλιτι· πρὸς μὲν γὰρ τὸ ἀπορρύψαι τε καὶ ἀποκαθῆραι τοὺς κατ’ αὐτοὺς ἰχῶρας ἄμεινον τὸ μελίκρατον, ὥσπερ γε καὶ εἰ ἄγαν εἴη

44

.

12

.

9

ῥυπαρόν, ἡ κονία, εἰς δὲ τὴν μέλλουσαν κόλλησιν ὁ οἶνος. ἔστω δὲ

44

.

12

.

10

μέσος ἡλικίᾳ τε καὶ στύψει. καὶ μέντοι καὶ μετὰ τὴν ἐπίθεσιν τοῦ κολλήσοντος φαρμάκου σπόγγος καινὸς ἐξ οἰνομέλιτος ἢ οἴνου περι‐ βαλλέσθω μαλακός, ὡς ἔνι μάλιστα, καὶ ἡ ἐπίδεσις ἀπὸ μὲν τοῦ πυθ‐

44

.

12

.

11

μένος ἀρχέσθω τοῦ κόλπου, τελευτάτω δ’ ἐπὶ τὸ στόμα. αἱ δὲ περι‐ βολαὶ τῶν ὀθονίων σφιγγέτωσαν μὲν ἀνωδύνως τὸν πυθμένα τοῦ κόλπου, κατὰ βραχὺ δ’ ἐκλυέσθωσαν ἄχρι τοῦ στομίου, καὶ τοῦτό γε αὐτὸ χαλαρὰν ἐπίθεσιν ἐχέτω τοῦ φαρμάκου, τῆς περιβαλλομένης
5ἔξωθεν ἐμπλάστρου τῷ κόλπῳ διεψαλισμένης κατὰ τὸ στόμιον, ὥστε ἐκρεῖν, εἴ τις ἰχὼρ ἐκθλίβοιτο τοῦ κόλπου, μικροῦ τινος ἄλλου κατὰ τοῦτο ἐπιτεθέντος ἐμπλαστρίου μέχρι τῆς λύσεως, ἣν διὰ τρίτης ποιησάμενος ἀφαιρήσεις αὐτὸ οἷον ἐπίθεμα περικείμενον, ἐάσας τὸ

44

.

12

.

12

καθ’ ὅλου τοῦ κόλπου περιβεβλημένον φάρμακον. ἔσται δέ σοι διά‐ γνωσις, εἰ κεκόλληται τὸ βάθος τοῦ κόλπου καλῶς, ἐκ τοῦ ῥέοντος ἰχῶρος, εἰ πολὺς ἢ ὀλίγος ἐστὶν ἢ πεπεμμένος ἢ ἄπεπτος· ἔτι δὲ καὶ κατ’ αὐτὸν τὸν κόλπον, εἰ μήτε ὀδύνη τις αἰσθητὴ μήτε ὄγκος,
5ἀλλὰ προσέσταλται τὸ χωρίον ἅπαν καὶ ξηρὸν καὶ ἀνώδυνόν ἐστιν.

44

.

12

.

13

ἂν δὲ καὶ πύον εὔτροφον ἴδῃς ἐπὶ τοῦ στόματος ὀλίγον, ἔτι μᾶλλον ἐλπίδας ἀγαθὰς ἕξεις περὶ τοῦ κεκολλῆσθαι τὸν κόλπον, ἐπιθείς τε τὸν σπόγγον αὖθις ἐπιδήσας τε, ὡς εἴρηται, λύε κατὰ τὴν ὑστεραίαν ἢ διὰ τρίτης, ὑπαλλάττων ἀεὶ τὸ κατὰ 〈τὸ〉 τοῦ κόλπου στόμιον
5ἐπικείμενον ὀθόνιον, ἐκ τῆς αὐτῆς ἐμπλάστρου κεχρισμένον, ὃ περι‐

44

.

12

.

14

λήψεται σύμπαν ἐν κύκλῳ τὸ στόμιον. εἶναι δ’ αὐτὸ χρὴ μὴ πάνυ προστετυπωμένον, ἀλλ’ ὥστε δύνασθαι τὸν ἰχῶρα τοῦ κόλπου πάντα

44

.

12

.

15

κενοῦσθαι δι’ αὐτοῦ. κατὰ μὲν οὖν τὴν πρώτην καὶ δευτέραν ἡμέραν ἐὰν ἐκκρίνηταί τις ἰχὼρ λεπτὸς ἐκ τοῦ κόλπου, μὴ πάνυ τι τῆς κολλήσεως ἀπέλπιζε· πολλάκις γὰρ ἡ τοῦ περιβαλλομένου φαρμάκου τῷ πεπονθότι μορίῳ δύναμις ἐκθλίβει σφοδρῶς ἐκ τοῦ δέρματος
5αὐτοῦ καὶ τῆς ὑποκειμένης αὐτῷ σαρκὸς ὑγρότητα λεπτήν, ὅταν γε οὕτως ἔχῃ διαθέσεως τὸ τοῦ θεραπευομένου σῶμα διὰ φυσικὴν κρᾶσιν ἢ μοχθηρὰν δίαιταν, ἧς ἐκθλιβείσης συμμέτρως ξηρὰ γενόμενα τὰ χωρία κολλᾶται. κατὰ δὲ τὴν τρίτην ἡμέραν ἢ τὴν τετάρτην ἀπὸ τῆς ἀρχῆς ἐὰν ἄπεπτος ἰχὼρ φέρηται διὰ τοῦ στομίου, γίνωσκε μὴ

44

.

12

.

16

κεκολλῆσθαι τὸν κόλπον. ἔστω δὲ πρὸ πάντων τὸ περιβαλλόμενον τῷ πεπονθότι μορίῳ φάρμακον ἰσχυρῶς μὲν ξηραῖνον, οὔτε δὲ δάκνον οὔτε συντεῖνον, οἷόν ἐστι τὸ ἡμέτερον κιρρόν, ὃ χωρὶς κηροῦ σκευάζε‐ ται διὰ μεταλλικῶν φαρμάκων ἡψημένων καὶ ἐλαίου κικίνου καὶ ὄξους,
5ᾧ καὶ σύριγγας πολλάκις ἐθεράπευσα, τῇ κονίᾳ προκλύσας ἐφ’ ὧν οὐδὲ τύλος ἦν ἔνδον, ἀλλὰ ῥύπος μόνον, εἶτ’ ἐπιθεὶς τὸ φάρμακον.

44

.

12

.

17

ὅταν γε μὴν εἰς ἀπόστασιν ἀφικομένων ὄγκων ἡ τομὴ γένηται βρα‐ δέως, ἢ διαβρωθέντος τοῦ δέρματος ὑπὸ τοῦ πύου, συμβαίνει πολ‐ λάκις τὸ περικείμενον δέρμα λεπτὸν ἱκανῶς γενέσθαι καθάπερ τι ῥάκος, καὶ ἔστι τὰ τοιαῦτα δέρματα δυσκόλλητα, καὶ μάλιστα ἐάν τις
5αὐτοῖς ἐπιβάλῃ ξηρὸν κατὰ τὴν σύστασιν φάρμακον· ὑπὸ τούτων γὰρ ἔτι μᾶλλον γίνεται ῥακωδέστερον καὶ ξηρότερον τὸ δέρμα παραπλή‐

44

.

12

.

18

σιον ταῖς τριβακαῖς διφθέραις. ἔδοξεν οὖν μοι προσηκόντως ἀντιχρή‐ σασθαι πρὸς τὴν κόλλησιν αὐτοῦ τῇ συστάσει μὲν ὑγρῷ φαρμάκῳ, τῇ δυνάμει δὲ ξηρῷ. κάλλιστον δὲ πάντων ἐστὶ τὸ συντεθὲν ὑπ’ ἐμοῦ διὰ λιθαργύρου καὶ στέατος χοιρείου παλαιοῦ καὶ χαλκίτεως, ἔχον

44

.

12

.

19

ἔλαιον παλαιότατον. ἄμεινον δ’ ἐνεργοῦντος ἐπειράθην αὐτοῦ κατὰ τὰς τοιαύτας διαθέσεις, ὅταν μὴ πάνυ τι σκληρὸν ᾖ μηδὲ ἀκριβῶς

44

.

12

.

20

ἀμόλυντον. ἁρμόττει δέ, ὡς εἴρηται, ἐπὶ τῶν ῥακωδῶν δερμάτων οὐχ

44

.

12

.

21

ἥκιστα μέλι μέχρι συστάσεως ἑψηθέν. ἔστι δ’ ἡ συμμετρία τῆς ἑψή‐ σεως αὐτοῦ δυσκατόρθωτος τῷ μὴ τεθεαμένῳ· χρὴ γὰρ αὐτὸ μήτε οὕτως γενέσθαι σκληρὸν ὡς δυσπρόσπτωτον εἶναι, μήτε οὕτως ὑγρὸν ὡς περιρρεῖν, καὶ διὰ τοῦτο ἄμεινον ἔδοξέ μοι καταπάττειν χνοώδη
5σμύρναν ἢ ἀλόην ἢ λιβανωτόν, ἤ τινα τούτων ἢ πάντα, καὶ μάλιστα ὅταν ἐπὶ τῆς ὀθόνης ἐγχρισθὲν ὑγρότερον φαίνηται. καταπάττω δ’

44

.

12

.

22

αὐτὰ διὰ κοσκίνου μετεώρου κρατουμένου κατὰ τοῦ μέλιτος. ἀρκεῖ δ’ ἅπαξ ἢ δὶς αὐτὸ κροῦσαι πρὸς τὴν συμμετρίαν τῆς διεκπτώσεως.

44

.

12

.

23

ἐνίοτε δὲ καὶ κατ’ αὐτὴν τὴν ἕψησιν ἐμπάττω τι τῷ μέλιτι τῶν εἰρη‐ μένων φαρμάκων, μάλιστα ὅταν ὁ κόλπος ᾖ μείζων τε καὶ βαθύτερος.

44

.

12

.

24

ἐπειράθην δὲ καὶ τοῦ λεπτοῦ κενταυρίου θαυμαστοῦ φαρμάκου πρὸς

44

.

12

.

25

τὴν τοιαύτην χρείαν. ἐφεξῆς δ’ αὐτῷ σύμφυτον ἐπιτήδειόν ἐστι καὶ μετὰ τοῦτο τῆς Ἰλλυρίδος ἴρεως ἡ ῥίζα, μεθ’ ἣν τὸ τῶν ὀρόβων

44

.

12

.

26

ἄλευρον. εὔδηλον δ’ ὅτι πάντα τὰ τοιαῦτα χνοώδη ποιεῖν προσῆκε, καθαιροῦντα δὲ τὴν κακκάβην τοῦ πυρὸς ἐπιπάττειν ἅπαντα τὰ τοι‐ αῦτα, κἄπειτα κινεῖν ἐπιμελῶς, ἄχρις ἂν οὕτως γένηται τὸ μέλι

44

.

12

.

27

χλιαρόν, ὡς ἐπιτιθέναι δύνασθαι τῷ θεραπευομένῳ σώματι. μὴ θερα‐ πευθεὶς δὲ ταχέως ὁ κόλπος τυλοῦταί τε καὶ σκληρὸς γίνεται τῷ χρόνῳ καὶ οὐχ οἷόν τέ ἐστιν ἔτι κολλῆσαι τοῖς ὑποκειμένοις αὐτόν· προσστέλλεται μέντοι ξηρανθεὶς ὑπὸ φαρμάκων καὶ διαίτης, ὡς δο‐

44

.

12

.

28

κεῖν ὑγιὲς ἀμέμπτως ὑπάρχειν τὸ μόριον. εἰ μὲν δὴ διὰ παντὸς ἀκριβῶς τις διαιτώμενος ὑγιεινὸν ἔχοι καὶ ἀπέριττον τὸ σῶμα, προσ‐ εσταλμένος ὁ κόλπος μένει· περιττώματος δέ τινος ὑποτραφέντος, αὖθις πληροῦται καὶ γίνεται πάλιν, ὅπερ ἐξ ἀρχῆς ἦν, ἀπόστημα, καὶ
5αὖθις δεόντως ἰωμένων ἐκκενοῦται καὶ ξηραίνεται καὶ προσστέλλεται, καὶ πολὺ ῥᾷον ἅπαντα αὐτῷ γίνεται ταῦτα τῶν ἐξ ἀρχῆς ἀποστάν‐ των· οὔτε γὰρ ὀδυνᾶται διασπώμενα τὰ μόρια (διέστηκε γὰρ ἤδη), καὶ πληροῦται τάχιστα, ῥᾳδίως ὑποδεχομένου τοῦ κόλπου τὸ ῥεῦμα.

44

.

12

.

29

καὶ δὴ 〈καὶ〉 κενοῦται ταχέως ὡδοποιημένων αὐτῷ τῶν ἐκροῶν, ὡς ὅταν γε κολληθῶσιν αὐτά, πάλιν ὀδυνῶνται, ῥηγνυμένου τοῦ ἀποστή‐

44

.

12

.

30

ματος. ἔστι δὲ καὶ ἡ σύριγξ ὀνομαζομένη στενὸς καὶ προμήκης κόλ‐ πος ὁμοίως τοῖς ἄλλοις κόλποις προσστελλομένη τε καὶ αὖθις ἀφιστα‐
μένη δι’ ἐπιρροὴν περιττωμάτων ὥσπερ ἐκεῖνοι. Ὅσα ἁπλᾶ.

44

.

12

.

31

Σπονδυλίου ἡ ῥίζα περιξεομένη καὶ ἐντιθεμένη συρίγγων τύλους

44

.

12

.

32

ἀφαιρεῖ, καὶ ὀπὸς τιθυμάλλου ἐξαιρεῖ. ἐλλέβορος μέλας ἐντιθέμενος ἐν δύο που καὶ τρισὶν ἡμέραις ἀφίστησι τὸν τύλον.

44

.

13

t

Περὶ τῶν ἐν τοῖς ἀδέσι φλεγμονῶν καὶ ἀποστημάτων.

44

.

13

.

1

Ἐπειδὰν κατ’ ἀρτηρίας μεγάλης ἢ φλεβὸς ἕλκος γένηται, τάχιστα μὲν οἱ βουβῶνες ἀνίστανται· φαίνεται δ’ ἐνίοτε καὶ ἡ φλὲψ αὐτὴ καθ’ ὅλον τὸ κῶλον ἐρυθρά τε καὶ θερμὴ καὶ τεταμένη, καὶ εἰ θίγοις

44

.

13

.

2

αὐτῆς, ὀδυνωμένη. πληθωρικοῦ μὲν οὖν ὄντος ἢ κακοχύμου τοῦ παντὸς σώματος, ἡ θεραπεία δύσκολος γίνεται, ὑγιεινοῦ δ’ ἀκριβῶς ῥᾳδία· θερμαίνειν τε γὰρ χρὴ καὶ ὑγραίνειν ὅλον τὸ σκέλος, ὅπως

44

.

13

.

3

ἀνώδυνον γίνοιτο. γινώσκεις δὲ δήπου τὴν τῶν τοιούτων ὕλην, αὐτῷ μὲν τῷ ἕλκει τῆς τετραφαρμάκου δυνάμεως ἐπιτιθεμένης ἐν μότῳ· λύεται δὲ ῥοδίνῳ μὲν μάλιστα, μὴ πάροντος δ’ αὐτοῦ, τῶν χαλαστι‐ κῶν ἐλαίων τινί· τῷ δ’ ὅλῳ κώλῳ περιελιττομένου πιλήματος ἐλαίῳ

44

.

13

.

4

θερμῷ βεβρεγμένου. καὶ μέντοι καὶ αὐτῷ τῷ ἕλκει τὸ φάρμακον ἐπι‐ τιθέναι χρὴ θερμόν, ἔξωθέν τε καταπλάττειν αὐτὸ θερμῷ κατα‐ πλάσματι, τὸ μὲν ἄλευρον ἤτοι πύρινον ἢ κρίθινον ἢ μικτὸν ἐξ

44

.

13

.

5

ἀμφοῖν ἔχοντι, τὸ δ’ ὑγρὸν ὕδωρ μετ’ ἐλαίου βραχέος. οὕτω δὲ καὶ αὐτῷ τῷ ἀδένι τῷ φλεγμαίνειν ἠργμένῳ παρηγορικῶς χρὴ προσ‐ φέρεσθαι τὴν μὲν πρώτην ἐξ ἐλαίου θερμοῦ διάβροχον ἔριον ἐπιτι‐ θέντας, οὐχ ὥς τινες, εὐθέως μεθ’ ἁλῶν· ὕστερον γὰρ ἐκείνοις χρησό‐
5μεθα, τοῦ τε καθ’ ὅλον τὸ κῶλον ἀγγείου παρηγορηθέντος, ἀνωδύνου

44

.

13

.

6

τε τοῦ ἕλκους γενομένου. πληθωρικοῦ δ’ ὄντος ἢ κακοχύμου τοῦ σώματος, ἡ διὰ τῶν οὕτω θερμαινόντων ἀγωγὴ ῥευματίζει τὸ κῶλον·

44

.

13

.

7

οὐ μὴν οὐδ’ ἄλλῃ τινὶ χρῆσθαι δυνατόν. ἀναγκαζόμεθα τοιγαροῦν ἤτοι καθαίρειν ἢ κενοῦν αἵματος φλέβα τέμνοντες ἢ ἀποσχάζοντες

44

.

13

.

8

τὰ μὴ πεπονθότα κῶλα. ὡς τὰ πολλὰ μὲν οὖν ἐπὶ τοῖς προειρημέ‐ νοις βοηθήμασι παύεται τῶν ἀδένων ἡ φλεγμονή· πολλάκις δὲ καὶ

44

.

13

.

9

ἐκπυΐσκεται μείζων γενομένη. καὶ μέντοι καὶ τὰ καλούμενα φύματα
κατὰ τοὺς ἀδένας συμβαίνει διὰ ῥεῦμα κατασκῆψαν ἄνευ τῆς ἐξ ἕλ‐

44

.

13

.

10

κους προφάσεως. ὅταν οὖν τὸ οἷον ζέον τῆς φλεγμονῆς παύσηται, τῶν παρηγορικῶν ἀποχωροῦντα καταπλασμάτων ἐπὶ τὰ διαφορητικὰ χρὴ μεταβαίνειν κατὰ βραχύ, πρῶτα μὲν τοῖς παρηγορικοῖς μιγνύντα μέλιτος ὀλίγον, εἶτ’ ἀφαιροῦντα μὲν ὅλον τὸ πύρινον ἄλευρον, ἀρ‐
5κούμενον δὲ τῷ κριθίνῳ μετὰ τοῦ καὶ τὸ μέλι προσαύξειν, εἶθ’ ἑξῆς ἐπί 〈τι〉 τῶν διαφορούντων ἰέναι φαρμάκων ὅσα ταῖς συστάσεσιν ἤτοι γε ὑγρὰ τοῖς ἐμμότοις ὁμοίως ἐστὶν ἢ κηρωτοειδῆ· ἀφίστασθαι δὲ τῶν σκληρῶν, οἷα πολλὰ τῶν ἐμπλαστῶν εἰσιν· συντείνει τε γὰρ τὰ λείψανα τῶν φλεγμονῶν αὖθίς τε φλεγμαίνειν ἀναγκάζει τὰ πε‐

44

.

13

.

11

πονθότα μόρια. κἂν εἰ πύον δέ τι κατὰ τὸ διαπυῆσαν ἀξιόλογον ᾖ περιεχόμενον, οὐ χρὴ στομοῦν αὐτίκα, καθάπερ ἔνιοι πράττουσιν, ἀλλὰ διαφορεῖν ἐπιχειρεῖν φαρμάκοις, ὧν ἡ χρῆσις ἐστοχάσθω τῆς διαθέσεως· ὅταν μὲν γὰρ ἔτι φλεγμονῶδες κατὰ τὸ μόριον ᾖ, τὰ
5δριμέα τῶν φαρμάκων ἐρεθίζει μᾶλλον ἢ διαφορεῖ· ὅταν δέ σοι φαί‐ νηται τὸ τῆς φλεγμονῆς λείψανον οἷον σκιρρῶδες γινόμενον, ἐπι‐ θαρρεῖν ἤδη τοῖς ἰσχυροῖς φαρμάκοις, ἐπιβλέποντα δὶς τῆς ἡμέρας τί

44

.

13

.

12

δρᾷ. κἂν ἴδῃς ποτὲ διὰ τὴν τοῦ φαρμάκου δριμύτητα τὸ πεπονθὸς ἐρεθιζόμενον, ὡς ὀγκωδέστερον ἢ ἐρυθρότερον ἢ ὀδυνωδέστερον γε‐ γονέναι, παρηγόρει μεταξὺ τῇ διὰ τῶν σπόγγων πυρίᾳ, καὶ αὕτη δέ σοί ποτε μὲν ἐξ ὕδατος ἔστω ποτίμου, ποτὲ δ’ ἁλῶν ἔχοντός τι, κατὰ

44

.

13

.

13

τὰς σκιρρωδεστέρας δηλονότι φλεγμονάς. ἐχρησάμην δ’ ἐπὶ τῶν κατὰ

44

.

13

.

14

βουβώνων πολλάκις καὶ ταχέως παυόμενον ἐθεασάμην τὸν ὄγκον. εἰ δὲ καὶ νικηθείη ποτὲ τὰ φάρμακα πρὸς τοῦ πλήθους τοῦ πύου, στο‐ μοῦν χρὴ τὸ οὕτως ἀφιστάμενον, ἔνθα μάλιστά ἐστιν ὑψηλότατον

44

.

13

.

15

ἑαυτοῦ· καὶ γὰρ καὶ λεπτότατον ἐνταῦθα εὑρήσεις τὸ δέρμα. μέμνησο δὲ καὶ θατέρου σκοποῦ τοῦ τῆς ὑπορρύσεως ἐν τῇ τομῇ, καὶ πρὸς ἀμφοτέρους ἀποβλέπων οὕτως σχάζε τὸ διαπυῆσαν, ἐπιτίθει τε φάρ‐

44

.

13

.

16

μακον ἐφεξῆς τῶν ξηραινόντων ἀδήκτως. εἰ δὲ καὶ σεσηπέναι φαί‐ νοιτό τινα τοῦ διαπυήσαντος, ἐκκόπτειν ἀναγκαῖον αὐτά, μὴ μεγάλας δὲ ποιεῖσθαι τὰς περιτομάς· αἴσχιόν τε γὰρ τὸ μέρος εἰς οὐλὴν ἀχθὲν γίνεται καὶ προσέτι καὶ ἀσθενέστερον· ἐμποδίζεται γὰρ πολλά‐

44

.

13

.

17

κις εἰς τὰς κινήσεις. μυρσινοειδοῦς δὲ γενομένης τῆς περιαιρέσεως καὶ ἐχούσης τὸ μῆκος μεῖζον τοῦ πλάτους, ἐγκάρσιον ἔστω τὸ μῆκος ἐπὶ τοῦ βουβῶνος, μὴ κατ’ εὐθὺ τοῦ κώλου· καὶ γὰρ καὶ κατὰ φύσιν

44

.

13

.

18

οὕτως ἐπιπτύσσεται τὸ δέρμα, καμπτόντων τὸ κῶλον. ἐπὶ δὲ τῇ περιαιρέσει πληροῦν χρὴ τὸ πεπονθὸς τῇ καλουμένῃ μάννῃ· στύφει γὰρ καὶ ξηραίνει γενναίως· διὸ καὶ πρὸς τὰς μετριωτέρας αἱμορραγίας
αὐτῷ χρώμεθα μόνῳ, καθάπερ γε καὶ τὰς σφοδροτέρας καυθέντι

44

.

13

.

19

μόνῳ καὶ διηττημένῳ δηλονότι καὶ χνοώδει γεγονότι. καὶ μὲν δὴ καὶ παρηγορῆσαι χρὴ πρότερον τὸ τμηθέν, εἰς ὅσον ἂν φαίνηται δεό‐ μενον ἐπιβροχῆς μὲν πρῶτον, εἶτα καταπλάσματος, εἶτα τῶν ὑγραι‐ νόντων, ἔξωθεν ἐπιτιθεμένων δηλονότι τούτων· κατ’ αὐτοῦ γὰρ τοῦ
5ἡλκωμένου τήν τε μάνναν, ὡς εἴρηται, καὶ τῶν ἐμμότων φαρμάκων τὰ διαπυΐσκοντα μὲν πρῶτον, εἶτ’ ἀνακαθαίροντα θετέον ἐστίν, ἐφ’ οἷς εἰ μὲν εἴη κοιλότης ἔτι, τὰ σαρκοῦντα προσφέρειν· εἰ δ’ οὐκ εἴη, τὰ συνουλωτικὰ καὶ ἐπουλωτικὰ καλούμενα, καθάπερ τὸ διὰ τῆς

44

.

13

.

20

καδμείας. ἐπεὶ δ’ ἐνίοτε συμβαίνει τοῖς ἐπουλωτικοῖς χρωμένοις φαρ‐ μάκοις τὰς οὐλὰς γίνεσθαι τοῦ πέριξ δέρματος ὑψηλοτέρας, ὅπως ἂν μὴ γένηται τοῦτο, τοῖς τοιούτοις φαρμάκοις χρῆσθαι προσήκει, πρὶν ὁμαλὲς ἀποδειχθῆναι τὸ ἕλκος, ἐπὶ μὲν τὰ χείλη διὰ μήλης πυρῆνος
5ἐπιτιθέντα τῶν ξηρῶν τι φαρμάκων, τὸ δ’ ἄλλο μότῳ σκέποντα δεδευμένῳ τῶν ἐπουλωτικῶν τινι φαρμάκων ὑγρῶν τῇ συστάσει.

44

.

13

.

21

προκοπτούσης δὲ τῆς θεραπείας, καὶ τοῦτο ἀφαιρήσεις, ὕστερον μόνῳ τῷ ξηρῷ φαρμάκῳ χρώμενος, ἐφ’ ὅλου τοῦ ἕλκους ἐπικυλιομένου

44

.

13

.

22

τοῦ τῆς μήλης πυρῆνος. ἔξωθεν δ’ ἀρκεῖ μότος ἤτοι ξηρὸς ἢ ἐξ

44

.

13

.

23

οἴνου, καὶ μᾶλλον ὁ τῶν μαλακῶν ἐλλυχνίων. τοὺς μὲν οὖν ἐπὶ προσκόμμασιν ἢ ἑλκυδρίοις προφανέσι γινομένους βουβῶνας καὶ πυρε‐ τοὺς ἀκινδύνους εἶναι νομιστέον, τοὺς δ’ ἄλλους κακούς, ἐνδεικνυμέ‐ νους ἐν τῷ βάθει τοῦ σώματος εἶναί τινα φλεγμονώδη διάθεσιν.

44

.

13

.

24

κακοὶ δὲ καὶ οἱ ἐπὶ πυρετοῖς γινόμενοι βουβῶνες, καὶ χείρους παρα‐ βαλλόμενοι τοῖς προηγουμένοις τῶν πυρετῶν· εἰ γὰρ ἐπὶ προήκοντι τῷ πυρετῷ βουβῶνες γένοιντο, εἰς τὸ χεῖρον ἰέναι τὴν τῆς νόσου διάθεσιν ἐνδείκνυνται, καὶ οἶδά γέ τινα, δοκοῦντος ἤδη παρακμάζειν
5τοῦ νοσήματος, ἐπιφανέντων βουβώνων ὀξέως τε πυρέξαντα καὶ ὕστερον ἀποθανόντα, κατασκηψάντων δηλονότι τῶν ἐν ταῖς φλεψὶ

44

.

13

.

25

περιεχομένων χυμῶν εἴς τι κύριον μόριον. ἐκείνῳ γοῦν ἐφάνη τὸ ἧπαρ φλεγμῆναν· ἀτὰρ οὖν ἤδη προκεκμηκυίας τῆς δυνάμεως τῷ μήκει τοῦ χρόνου τῇ λύσει τῆς φλεγμονῆς οὐκ ἐξήρκεσεν ὁ κάμνων.

44

.

14

t

Ἐκ τῶν Ῥούφου. Περὶ βουβῶνος.

44

.

14

.

1

Βουβὼν ὁ μὲν ἐπὶ ταῖς τυχούσαις αἰτίαις φανερῶς παρὰ τράχη‐ λον καὶ μασχάλας καὶ μηροὺς ἀνιστάμενος ἄνευ τε πυρετοῦ καὶ σὺν πυρετῷ· ἀνάγκη δὲ τὸν ἐπὶ βουβῶνι πυρετὸν φρικώδη εἶναι, καὶ εἰ μηδὲν ἄλλο συναίτιον ᾖ, λύεσθαι ῥᾳδίως ἄνευ κινδύνου· περὶ τούτου
5Δημόκριτός φησιν ὅτι, μολύβδου μετὰ φοινικηΐου περιαφθέντος, ἢ τὸ παράπαν ἀφλέγμαντος γίνεται ἢ πολλῷ δὴ ῥηΐζει· οἱ δὲ λοι‐ μώδεις καλούμενοι βουβῶνες θανατωδέστατοι καὶ ὀξύτατοι, οἳ μάλιστα περὶ Λιβύην καὶ Αἴγυπτον καὶ Συρίαν ὁρῶνται γινόμενοι· ὧν μεμνη‐

44

.

14

.

2

μονεύκασιν οἱ περὶ τὸν Διονύσιον τὸν κυρτόν. Διοσκουρίδης δὲ καὶ Ποσειδώνιος πλεῖστα διεληλύθασιν ἐν τῷ περὶ τοῦ κατ’ αὐτοὺς γενομένου λοιμοῦ ἐν Λιβύῃ· παρακολουθεῖν δ’ ἔφασαν αὐτῷ πυρετὸν ὀξὺν καὶ ὀδύνην δεινὴν καὶ σύστασιν ὅλου τοῦ σώματος καὶ
5παραφροσύνην καὶ βουβώνων ἐπανάστασιν μεγάλων τε καὶ σκληρῶν καὶ ἀνεκπυήτων, οὐ μόνον ἐν τοῖς εἰθισμένοις τόποις, ἀλλὰ κατ’ ἰγ‐ νύας καὶ ἀγκῶνας, καίτοι ἐνταῦθα μὴ πάνυ τι γινομένων τῶν τοιού‐

44

.

14

.

3

των φλεγμονῶν. τάχα δὲ καὶ τὸ παρ’ Ἱπποκράτει βουβωνῶδες

44

.

14

.

4

πάθος τὴν εἰρημένην διάθεσιν δηλοῖ. γένοιτο δ’ ἄν ποτε καὶ ἐν αἰδοίῳ ὁ τοιοῦτος βουβών, ὥσπερ καὶ τὸ ἕλκος τὸ λοιμῶδες καὶ ὁ πυρετὸς ὃν λοιμώδη καλοῦσιν· τὸ μέντοι πλεῖστον ἐπιδήμια τὰ τοι‐ αῦτά ἐστιν, ὥστε κοινὰ εἶναι ἡλικιῶν καὶ φύσεων ἔν τισιν ὥραις ἐξαιρέτως

44

.

14

.

5

ἀπαντῶντα. ἡ δ’ ἱστορία παντὸς τοῦ τοιούτου χρησίμη, ἵνα τὸν μὲν συνήθη βουβῶνα θεραπεύωμεν ὡς οὐδὲν δύσκολον ἔχοντα, τὸν δὲ λοιμώδη μετὰ προαγορεύσεως καὶ προσοχῆς ἀκριβεστέρας.

44

.

15

t

Περὶ τερμίνθου.

44

.

15

.

1

Εἶδός τι φύματος καὶ ἡ καλουμένη τέρμινθός ἐστιν, ἀλλὰ τοῖς νῦν ἰατροῖς οὐ πάνυ σύνηθες τὸ ὄνομα· Πραξαγόρας δὲ καὶ τὰ συμπίπτοντα αὐτῷ γράφει, ὡσαύτως δὲ καὶ ὁ μαθητὴς αὐτοῦ Ξε‐

44

.

15

.

2

νοφῶν. φασὶ δ’ ἀνωτάτω μὲν ἐπικεῖσθαι τῷ ἕλκει φλύκταιναν μέ‐ λαιναν ὡς τὸ πολύ, ἧς ἐκραγείσης τὸ ὑποκάτω ὅμοιον ἀποσεσυρμένῳ

44

.

15

.

3

εἶναι· τούτου δὲ διαιρεθέντος πύον εὑρίσκεται. τάχα δὲ τέρμινθος ἐκλήθη διὰ τὸ ποικίλον τῆς χροιᾶς, ὅτι καὶ ὁ καρπὸς τῆς τερμίνθου ποικίλος, εἴ γε ἡ μὲν φλύκταινα μέλαινα, τὸ δὲ τῷ ἀποσύρματι ἐοι‐

44

.

15

.

4

κὸς ἐνερευθές, καὶ τὸ πύον ἡσυχῇ λευκόν. μέμνηται δὲ καὶ Ἱππο‐ κράτης ἐν Ἐπιδημίαις τοῦ ἕλκους, ὥς τισιν ἐν ποσὶ γεγενημένου· εἰ δὲ ποδῶν μόνων ἐστὶν ἢ οἷόν τε καὶ ἄλλῃ γενέσθαι τοῦ σώματος,
τοῦτο οὔτε ἐκεῖνος οὔτε ἄλλος τις διωρίσατο.

44

.

16

t

Ἐκ τῶν Διοκλέους. Περὶ φλυκταινίδων.

44

.

16

.

1

Τῶν δὲ φλυκταινίδων τῶν ἀπὸ μηδεμιᾶς προφάσεως ἔξωθεν ἀξιο‐ λόγου γινομένων τὸ μὲν καλεῖται τέρμινθος, τὸ δὲ σταφυλή, τὸ δ’ ἐπινυκτίς· ἔστι δ’ ἡ μὲν τέρμινθος φλυκταινίδιον μικρὸν πελιδνόν, ἡ δὲ σταφυλὴ μέλαινα, ἡ δ’ ἐπινυκτὶς ὀρφνῶδες, ταχὺ πυούμενα πάντα.

44

.

17

t

Ἐκ τῶν Ῥούφου. Περὶ ἐπινυκτίδος.

44

.

17

.

1

Αἱ δ’ ἐπινυκτίδες ἑλκύδριά εἰσιν ἀπὸ ταὐτομάτου ἐξανθοῦντα, φλυκταινοειδῆ, ὑπέρυθρα· ὧν ἐκρηγνυμένων ἰχὼρ ὕφαιμος ἀπορρεῖ.

44

.

17

.

2

ταῦτα μὲν ἡμέρας οὐ πάνυ ἐνοχλεῖ, νυκτὸς δ’ ἐπώδυνά ἐστιν· διό‐ περ καὶ οὕτως ὠνομάσθη· καὶ ὀδύναι μείζους ἢ κατὰ τὸ μέγεθος

44

.

17

.

3

τοῦ ἕλκους. ὀπὸν σιλφίου ὕδατι διεὶς ἐπιτίθει· ἀναξηραίνει καὶ οὐκ

44

.

17

.

4

ἀναδάκνει. ἢ αἱματίτην λίθον μεθ’ ὕδατος τρίψας ἐπίχριε· ἐὰν δὲ

44

.

17

.

5

φλεγμάνῃ, τρῖψον μετ’ οἴνου. ἢ κώνειον λεάνας ἐπιτίθει.

44

.

18

t

Περὶ φυγέθρου.

44

.

18

.

1

Καὶ τὸ φύγεθρον ἐν τοῖς εἴδεσι τῶν φυμάτων τίθενται οἱ περὶ τὸν Πραξαγόραν· φασὶ δὲ συνεδρεύειν αὐτῷ ἔρευθος μετ’ οἰδήμα‐ τος, ὥσπερ καὶ τῷ φύματι, καὶ οὐκ ἔλασσον ἔμπυον τοῦ φύματος γίνεσθαι, ἐπὶ δὲ τοῦ δέρματος φλύκταιναν ἀνίστασθαι ὁμοίαν τοῖς

44

.

18

.

2

πυρικαύτοις. προστίθησι δ’ ὅτι οὐ μωλυτικός, ὅτι οὐδὲ πεπαίνεται ῥᾳδίως, ἀλλὰ μόγις, καὶ ὅτι χρονίζει, καὶ ὅτι κακόηθές ποτε γίνεται

44

.

18

.

3

καὶ μᾶλλον παιδίοις. τὸ δὲ περὶ βουβῶνας συνίστασθαι τὸ ἕλκος πάντες ὁμοίως λέγουσιν.

44

.

19

t

Ἐκ τῶν Ἀντύλλου. Περὶ συρίγγων.

44

.

19

.

1

Αἱ σύριγγες γίνονται τὰ πολλὰ ἐξ ἀποστημάτων μὴ κατὰ τρό‐ πον θεραπευθέντων. διαφοραὶ δ’ αὐτῶν εἰσιν αἵ γε μείζους καὶ ἐπι‐ στροφῆς ἄξιαι παρὰ τὸ σχῆμα, παρὰ τὸν τύπον, παρὰ τὸ εἶδος τοῦ σώματος· παρὰ μὲν τὸ σχῆμα, ἐπεὶ αἱ μὲν αὐτῶν εἰσιν εὐθυτενεῖς,
5αἱ δὲ σκολιαί, καὶ τῶν εὐθυτενῶν αἱ μὲν κυκλοτερῆ περιειλήφασι πόρον, αἱ δ’ ὑπόπλατυν, καὶ τῶν σκολιῶν αἱ μὲν μίαν καμπὴν ἔχουσιν, αἱ δὲ πλείους· παρὰ δὲ τὸν τόπον, ἐπεὶ αἱ μὲν ἐν κεφαλῇ, αἱ δ’ ἐν τραχήλῳ, αἱ δ’ ἐν μασχάλαις ἢ ἐν ἄλλῳ τινὶ μέρει τοῦ σώ‐ ματος γίνονται· παρὰ δὲ τὸ εἶδος, ἐπεὶ αἱ μὲν εἰς ὀστέα τὴν ἀπο‐
10τελευτὴν ποιοῦνται, αἱ δὲ καταλήγουσιν εἰς μῦν ἢ νεῦρον ἢ φλέβα

44

.

19

.

2

ἢ ἀρτηρίαν ἢ ἕτερόν τι τῶν ἁπλῶν ἢ τῶν συνθέτων. σημειωσόμεθα δὲ τὰς μὲν εἰς ὀστοῦν ἀποληγούσας ἐκ τῆς ἀντιτυπίας, καθιέντες πλατὺ μήλης ἐπὶ τῶν εὐρυτέρων, ἐπὶ δὲ τῶν στενοχώρων μηλωτίδα· ἀντιληψόμεθα γὰρ σκληροῦ σώματος ἀντιπίπτοντος καὶ ὀστώδους·
5πρὸς δὲ καὶ ἤχου τινός, ὁποῖος ἂν γένοιτο συγκρούοντος ὀστοῦ πρὸς

44

.

19

.

3

χαλκόν. καὶ οὐ μόνον γε διὰ τῆς μηλώσεως γνωσόμεθα τὸ εἰς ὀστοῦν περατοῦσθαι τὴν σύριγγα, ἀλλὰ καὶ τὸ ἀδιάφθορον εἶναι τὸ ὀστοῦν ἢ διεφθορέναι καταληψόμεθα· παράγοντες μὲν γὰρ τὴν μηλωτίδα πανταχοῦ, ἂν μὲν αἰσθανώμεθα πάντοθεν ἀπολισθαίνουσαν αὐτὴν
5ὥσπερ ἀπὸ λείου τινὸς σώματος, ἐροῦμεν ἀδιάφθορον εἶναι τὸ ὀστοῦν· ἂν δὲ κατὰ τὴν παραγωγὴν ἡ μηλωτὶς ἐνίσχηταί τισι μέρεσιν, ἀνω‐ μαλίας καὶ τραχύτητας ὑποσημαίνουσα, διεφθορέναι τὸ ὀστοῦν ἀπο‐

44

.

19

.

4

φανούμεθα. ἐπὶ μέντοι τῶν εὐρυστόμων συρίγγων πολλάκις καὶ τῇ

44

.

19

.

5

ὄψει ὑποπίπτει τὸ ὀστοῦν, ὥστε μηδὲ μηλώσεως δεῖσθαι. εἰ δὲ σκολιὰ τυγχάνει, καμπὴν μίαν ἢ πλείους ἔχουσα, ἡ σύριγξ, ὥστε μὴ δύνασθαι παροδεύειν, μηλωτίδα μολυβδίνην χρὴ ποιεῖν ἢ κασσιτερίνην· εὐκαμ‐

44

.

19

.

6

πὴς γὰρ οὖσα ἡ τοιαύτη ῥᾳδίως συσχηματίζεται ταῖς σύριγξιν. χρησό‐

44

.

19

.

7

μεθα δὲ καὶ ὑείᾳ τριχί. εἰ δὲ μηδὲν τῶν τοιούτων κατασκευασμάτων διὰ τὴν σκολιότητα ἡ σύριγξ παραδέχοιτο, ἐξ αὐτοῦ τοῦ φερομένου ὑγροῦ τὴν εἰς ὀστοῦν ἀπόληξιν κατανοήσομεν· ὡς ἐπίπαν γὰρ ἀπὸ

44

.

19

.

8

τῶν τοιούτων λεπτὸν καὶ ἐλαιῶδες τὸ ἐκκρινόμενον ὑγρόν ἐστιν. εἰ δ’ εἰς νεῦρον τὸ τέρμα τῆς σύριγγος περαίνοιτο, πρῶτον μὲν ἐκ τῆς ὀδύνης τοῦτο σημειωσόμεθα· ναρκώδης γὰρ ἔσται καὶ νυγμα‐ τώδης, ἥ τε κίνησις ἡ ὑπὸ τοῦ νεύρου συντελουμένη χείρων καὶ
5δυσεργεστέρα, ἔν τε τῇ μηλώσει ψαυόμενον τὸ νεῦρον αἴσθησιν δριμυ‐ τέραν καὶ ὀξυτέραν παρέχεται· τὸ δ’ ὑγρὸν τὸ φερόμενον λεπτὸν μὲν ἔσται παραπλησίως ὡς καὶ ἀπὸ τῶν ὀστῶν, ἀλλ’ οὐκ ἐλαιῶδες

44

.

19

.

9

οὐδὲ λιπαρόν, ἀλλ’ ἰχωρῶδές τε καὶ χολῶδες. τὰ δ’ αὐτὰ παρακο‐ λουθεῖ καὶ ταῖς εἰς μῦν καθηκούσαις σύριγξιν· ἐπὶ δὲ τῶν ἐν σαρκὶ τὴν ἀποπεράτωσιν ἐχουσῶν τὸ ὑγρὸν παχύτερον καὶ ἀργότερον

44

.

19

.

10

εὑρίσκεται. εἰς φλέβα δὲ τῆς σύριγγος κατερριζωμένης, τὰ αὐτὰ ση‐ μεῖα παρακολουθεῖ ὅσα καὶ εἰς νεῦρον, πλὴν ἀμυδρὰ πάντα, καὶ τὰ

44

.

19

.

11

τῶν ἀλγημάτων, κίνησίς τε οὐδεμία ἐμποδισθήσεται. τὰ αὐτὰ καὶ εἰς ἀρτηρίαν ἀπολήγοντα παρακολουθήσει· εἰ δ’ ἀνάβρωσις γένοιτο ὑπὸ
τῆς σύριγγος, εἰ μὲν φλεβός, αἷμα πολὺ καὶ παχὺ ἐνεχθήσεται, εἰ δ’ ἀρτηρία ἀναβρωθείη, λεπτὸν καὶ ξανθὸν μετὰ πνεύματος πολλοῦ
5καὶ συριγμοῦ.

44

.

20

t

Ἐκ τῶν Ἀντύλλου καὶ Ἡλιοδώρου. Χειρουργία συρίγγων.

44

.

20

.

1

Εἰ μέντοι πλάγιαι εἶεν ὥστε ὑπ’ αὐτὸ τὸ δέρμα τείνειν κατὰ μῆκος εὐθυτενῶς ἢ κατεσκολιωμένως, εἰ μὲν εὐρύστομοι τυγχάνοιεν, τὸν λιχανὸν καθέντες τῆς ἀριστερᾶς χειρὸς καὶ ἐπάραντες τὸ δέρμα,

44

.

20

.

2

τέμνομεν παρὰ τὸν δάκτυλον ὥστε ἁπλοτομηθῆναι τὴν σύριγγα, κἂν μὲν ᾖ βραχεῖα, μία κάθεσις τοῦ δακτύλου ἐξαρκέσει· ἐὰν δ’ ἐπιμήκης, μετὰ τὸ τεμεῖν τοσοῦτον διάστημα ὁπόσον ὁ δάκτυλος ἐφικνεῖται,

44

.

20

.

3

πάλιν ἐπικαθήσομεν καὶ πάλιν ἐπιτεμοῦμεν. τὸ δ’ αὐτὸ ποιή‐

44

.

20

.

4

σομεν ἐκ τρίτου, εἰ τοῦτο ἀπαιτοίη τὸ μῆκος τῆς σύριγγος. μετὰ δὲ τὸ ἁπλοτομῆσαι, τοὺς τύλους, τοὺς αἰτίους τῆς συριγγώσεως, ἐὰν μὲν ὦσιν ἐπιπολῆς, τοῖς ὄνυξιν ἀναξάναντες νεαροποιήσομεν τὸ ἕλκος· ἐὰν δὲ βαθύτερον, προσαναξύσομεν ἀκμῇ σμιλίου· ἐὰν δὲ μεγάλοι τε

44

.

20

.

5

καὶ διὰ βάθους ὑποπίπτωσι, περιελοῦμεν ὅλους. ἔπειτα τῇ ἑξῆς ἀπο‐ θεραπείαν ὁμοίαν ποιησόμεθα, οἵαν καὶ ἐπὶ τῶν χειρουργηθέντων

44

.

20

.

6

ἀποστημάτων ἐλέγομεν. εἰ δὲ μετὰ τὴν ἀνάπτυξιν, τῆς σύριγγος εὐρυτέρας καθεστώσης, ἀπαιωροῖτο τοῦ δέρματος, περιελοῦμεν τὰ

44

.

20

.

7

ἀφεστῶτα τῆς συμφυοῦς σαρκός. ἐπὶ δὲ τῶν σφόδρα στενοστόμων, εἰ μὴ παραδέχοιντο τὸν δάκτυλον, τὸ πλατὺ μήλης καθήσομεν ἢ τὸν

44

.

20

.

8

πυρῆνα· τὰ δ’ ἄλλα ὁμοίως ποιήσομεν. πρόδηλος δὲ καὶ ὁ ἐπὶ τῶν ἐσκολιωμένων συρίγγων τρόπος τῆς χειρουργίας· καθ’ ἑκάστην γὰρ καμπήν, ἀρξάμενοι ἀπὸ τῆς πρώτης, καθήσομεν τὸν δάκτυλον ἢ τὸ

44

.

20

.

9

πλατὺ τῆς μήλης, κἄπειτα διελοῦμεν οὕτως. εἰ δὲ μὴ πλάγιον τὸ σχῆμα τῆς σύριγγος, ἀλλ’ ἀντίον, τουτέστιν εἰς βάθος τείνοι, περι‐ ελοῦμεν κατὰ κύκλον τὴν σύριγγα, τοσοῦτον περιγράφοντες τῆς κύκλῳ

44

.

20

.

10

σαρκὸς ὥστε τοὺς τύλους ὅλους ἐκκοπῆναι. εἰ δὲ τοιοῦτον εἴη τὸ βάθος ὥστε εἰς ὀστέον καταλήγειν, ἐκτυλώσομεν ὁμοίως, καὶ ἐὰν μὲν αὐτὸ μόνον γεγυμνωμένον ᾖ τὸ ὀστοῦν, μετὰ τὴν περιαίρεσιν τῆς σαρκὸς ξύσομεν· ἐὰν δὲ λελιπασμένον ἢ τετερηδονισμένον ἢ ἄλλως

44

.

20

.

11

πως ἐφθαρμένον ὑποπίπτοι, μέχρι σήραγγος ἐκκόψομεν. τὴν δ’ ἐκκο‐ πὴν ἐπὶ μὲν τῶν μικρῶν ὀστῶν διὰ μόνων τῶν τετραγώνων ἐκκο‐ πέων καλουμένων ποιησόμεθα, παραξέοντες τὸ ὀστοῦν οὐκ ἐξεπιπολῆς τὸ ἐφθορός, ἀλλὰ μέχρι σήραγγος κατιόντες, ἵνα σαρκὸς ἀναβλάστησις

44

.

20

.

12

ἐκ τῆς σήραγγος γένηται. εἰ δέ τι τῶν μειζόνων ὀστέων, οἷον βραχίων ἢ μηρὸς ἢ πῆχυς ἢ κνήμη, πεπονθὸς ὑποπίπτοι, τρήσαντες τρυπάνῃ μέχρι σήραγγος, οὕτως τοῖς ἐκκοπεῦσιν ἀναβαλοῦμεν τὰ

44

.

20

.

13

μέσα τῶν περιτρήσεων. εἰ δὲ μέχρι μυελοῦ συμβαίη πεπονθέναι τὸ ὀστοῦν, καὶ τὴν ἐκκοπὴν μέχρι μυελοῦ ποιησόμεθα, οὐκ αὐτὸ μόνον τὸ πεπονθὸς ἐκκόπτοντες, προσπεριλαμβάνοντες δὲ καί τι τοῦ ἀπα‐

44

.

20

.

14

θοῦς εἰς τὸ ῥᾳδίαν τὴν μετὰ τοῦτο σάρκωσιν γενέσθαι. εἰ δὲ δι’ ὅλου τὸ ὀστοῦν διανταίως πάθοι, χρὴ τὴν μεσότητα πᾶσαν ἀναιρεῖν

44

.

20

.

15

ὁ δὲ τῆς ἐκκοπῆς τρόπος τοιόσδε τίς ἐστιν· ἐκκοπέα χρὴ τῶν στενῶν καὶ πάχος ἱκανὸν ἐχόντων, οἷοί εἰσιν οἱ καλούμενοι γομφωτῆρες, ἐρείσαντας κατὰ τὴν μεσότητα τοῦ διεφθορότος ὀστοῦ, ἰσχυρότερον ἐπικρούειν ἤπερ ἐν ταῖς ἄλλαις περιστάσεσιν, ἵνα καταβὰς εἰς τὸ
5βάθος διαλύσῃ τὴν συνέχειαν τοῦ ὀστοῦ, καὶ ἐὰν μὲν εἷς ἐκκοπεὺς ἐξαρκέσῃ, τὰ ἑξῆς συνελεῖν, ἐὰν δὲ μὴ δύνηται ἀποκαυλισθῆναι ὑφ’

44

.

20

.

16

ἑνός, καὶ δεύτερον παραληπτέον, κἂν δέῃ ποτέ, καὶ τρίτον. διακο‐ πέντος δὲ τοῦ ὀστοῦ, τὸ ἕτερον τῶν μερῶν αὐτοῦ κατὰ τὸ πέρας τῶν ἀντεχόντων σωμάτων γυμνωτέον, καὶ μετὰ τὸ γυμνωθῆναι το‐ σοῦτον, ὅσον παραλλάξαι προελούμεθα, δύο ληπτέον τελαμῶνας στε‐

44

.

20

.

17

νοὺς εὐτόνους. τοῦ μὲν οὖν ἑνὸς τὴν μεσότητα περιβλητέον περὶ ἄκρον τὸ ὀστοῦν πρὸς τὸ ἐπισπάσασθαί τε καὶ ἐξάγειν αὐτὸ τῆς σαρ‐ κὸς δύνασθαι· τοῦ δ’ ἑτέρου τὴν διπλόην τῇ σαρκὶ τοῦ βραχίονος

44

.

20

.

18

περιθετέον πρὸς τὸ ἐπὶ θάτερα τείνειν. ἔπειτα μηνιγγοφύλακα ὑπο‐ βαλόντες ἢ σπάθην τῶν ξυλίνων τούτων ἢ καί τι ἕτερον ὁμοιοειδὲς τούτοις σῶμα κατ’ ἐπικόπου τούτων τινὸς πρίονι ἀποπρίσομεν πᾶν τὸ ἐφθορός τε καὶ ὑπερέχον ἔξω τῆς σαρκὸς τοῦ ὀστοῦ· ἀκώλυτος
5γὰρ ὁμοῦ καὶ ἀβλαβὴς ἡ πρίσις ἔσται διὰ τὰς τῶν τελαμώνων περι‐ βολὰς καὶ τὴν τῆς σπάθης ἢ τὴν τοῦ μηνιγγοφύλακος ὑποβολήν, οὔτε τῆς σαρκὸς ὑπὸ τοῦ πρίονος ἐνοχλουμένης, οἷα δὴ ὑπὸ τοῦ τελαμῶνος ἀφελκομένης, οὔτε τοῦ ὀστοῦ ἐγκρυπτομένου τῇ σαρκί,

44

.

20

.

19

ἅτε ἀνατεινομένου διὰ τῆς ἑτέρας ταινίας. ἀποπρισθέντος δὲ τοῦ ἑτέρου μέρους, πάλιν ἐπὶ τὸ ἕτερον διαβατέον, καὶ τὸν αὐτὸν τρόπον

44

.

20

.

20

καὶ ἐκείνου τὸ διεφθορὸς καὶ ἐψιλωμένον ἀπολυτέον. τὰ δ’ αὐτὰ ποιητέον, καὶ εἰ μὴ ἐφθορέναι μὲν τὸ ὀστέον τύχοι, περιπλεῖσθαι δὲ πάντοθεν ὑπὸ τῆς σύριγγος· οὐδενὶ γὰρ τρόπῳ τὰ κατὰ κύκλον περι‐ πλεόμενα σαρκωθῆναι δυνήσεται· διὸ καὶ ἐπὶ τούτων διακοπτέον πρό‐
5τερον τὰ ὀστέα καὶ ἀποκαυλιστέον, εἶθ’ οὕτως πᾶν τὸ περιπλεόμενον

44

.

20

.

21

καὶ γεγυμνωμένον ἐκπριστέον. ἢν δ’ ἡ σύριγξ μὴ εἰς μέσον τὸ μῆκος τοῦ ὀστοῦ τύχῃ καθήκειν, ἀλλ’ εἰς τὸ πέρας, ὥστε λῦσαι τὸ ἄρθρον,

44

.

20

.

22

πᾶν τὸ πρὸς τῷ ἄρθρῳ τοῦ ὀστοῦ μέρος ἐκκοπτέον. εἰ δ’ ὅλον τὸ τοῦ βραχίονος ὀστοῦν διαφθαρείη μελανθὲν ἢ λιπανθὲν ἢ τερηδονισθέν,

44

.

20

.

23

ἁπλοτομήσαντες μεγάλῃ διαιρέσει πᾶν τὸ ὀστοῦν κομισόμεθα. εἰ δ’
εἰς μέσον ἄρθρον ἡ σύριγξ καθήκοι, ὥστε ἑκατέρου ὀστοῦ τὸ πέρας φθεῖραι καὶ λῦσαι τὴν σύνδεσιν, δυσεργεστέρα μὲν ἤδη καὶ οὐ πάνυ τι εὐκατόρθωτος ἡ χειρουργία· χρὴ δ’ ὁμοίως ἐγχειροῦντας ἑκατέρου

44

.

20

.

24

τοῦ ὀστοῦ τὸ πέρας τὸ ἐφθορὸς ἅπαν κομίσασθαι. ἐπὶ μέντοι γε μη‐ ροῦ κατὰ κοτύλην λελυμένου καὶ συνδιεφθορυίας καὶ τῆς ἐν τῷ ἰσχίῳ κοτύλης παραιτητέον τὴν χειρουργίαν διὰ τὸ μέγεθος τῶν σωμάτων.

44

.

20

.

25

παραιτητέον δὲ καὶ εἰ εἴς τινα τῶν τοῦ νωτιαίου σπονδύλων ἡ σύριγξ καθήκοι, φθείρασα τὸν σπόνδυλον· εἰ δ’ εἰς πλευρὰν ἡ σύριγξ καθ‐ ήκοι καὶ ἐκκόψαι χρὴ τὴν πλευράν, οὕτως ποιήσομεν ὡς ἐν τοῖς περὶ

44

.

20

.

26

ἀποστημάτων εἰρήκαμεν. ὅταν δ’ ἐν τῷ πήχει συστῇ, τὰ αὐτὰ γινέσθω τοῖς ἐπὶ βραχίονος, ἀλλ’ ὁ μὲν βραχίων μονοειδὲς ὀστέον ἔχει, ὁ δὲ

44

.

20

.

27

πῆχυς διζυγής ἐστιν. μέσης οὖν τῶν δυοῖν ὀστέων τῆς ὑποφορᾶς οὔσης, ἀνάγκην ἔχει ὁ ἐνεργῶν τὸ ἕτερον ὀστέον ἐκκόψαι, ἐκκόπτεσθαι δὲ τὸ λεπτότερον, ἐὰν μὲν κάτω γένηται πρὸς καρπῷ ἡ ὑποφορά, 〈τὸ〉 τοῦ πήχεως, ἐὰν δ’ ἄνω πρὸς ἀγκῶνι, τὸ τῆς κερκίδος· ἀντι‐

44

.

20

.

28

θέτως γὰρ ἔχει τὰ τοῦ πήχεως ὀστᾶ. εἰ δ’ εἰς μάλην καθήκοι, καὶ δέος εἴη μή πως ἐν τῇ περιαιρέσει, ἣν ἠξιοῦμεν ἐπὶ τῶν ἀντίων συρίγ‐ γων παραλαμβάνειν, ἀρτηρίαι τῶν εὐρώστων ἢ φλέβες ἢ καὶ νεῦρα ὑποπέσωσι, τῆς μὲν περιαιρέσεως ἀποστησόμεθα, πλὴν εἰ μή τις
5ἐθέλοι τὴν ἐπιφάνειαν μόνην περικόπτειν, καθήσομεν δέ τι τῶν ἐκτυ‐

44

.

20

.

29

λωτικῶν φαρμάκων, ἵνα ἡ χρεία τῆς περιαιρέσεως ὑπαντήσῃ. τὰ δ’ αὐτὰ ποιητέον, καὶ ἢν κατὰ βουβῶνος ἢ τραχήλου ἡ σύριγξ ὑπο‐ πίπτῃ, καὶ μέντοι κἂν εἰς ὀστοῦν ἐνερείδοι, δέοι δ’ ἐκκόπτειν τὸ ὀστοῦν, ἀγγεῖα δ’ ἢ νεῦρα ἐμπελάζοι τινά, οὐ πρότερον τὴν ἐκκο‐
5πὴν ποιητέον, πρὶν διαπυῆσαι περιαιρεθεῖσαν τὴν σύριγγα· μετὰ γὰρ τὴν διαπύησιν καὶ ἀναίμακτος καὶ ἀκίνδυνος ἡ ἐκκοπὴ τῶν ὀστῶν

44

.

20

.

30

γίνεται. εἰ δὲ μεταξὺ ὠμοπλάτης καὶ τῶν ὑπ’ αὐτῇ σωμάτων ἡ σύ‐ ριγξ πλαγία γένοιτο, τῶν ἀρχαίων ἀπηγορευκότων τὴν θεραπείαν,

44

.

20

.

31

ἡμεῖς ἐγχειροῦμεν τόνδε τὸν τρόπον. καθίεμεν διὰ τοῦ στομίου τῆς σύριγγος πλατὺ μήλης, ἐφ’ ὅσον οἷόν τε προβῆναι αὐτήν, ἔπειτα καθ’ ἃ μέρη ὁ πυρὴν πλάγιος προσαπαντᾷ, στοχαζόμενοι κατὰ ταῦτα

44

.

20

.

32

χιεζοῦμεν τὰ ἐπεστορεσμένα σώματα τῇ ὠμοπλάτῃ. ἔπειτα εἰ μὲν ἀναίμακτος ὁ χιεσμὸς γένοιτο, ἐκκόπτομεν τὸ κατ’ αὐτὸν μέρος τῆς ὠμοπλάτης· ἐκκόψαντες γὰρ ἐντευξόμεθα τῷ πυρῆνι τῆς μήλης, καὶ

44

.

20

.

33

οὕτως ἀπακολουθοῦντες ἐκτυλώσομεν τὴν σύριγγα. εἰ δ’ ὑφ’ αἱμορ‐ ραγίας ἐπὶ τῷ χιεσμῷ γενομένης ἐμποδισθείη παραυτίκα ἐκκοπῆναι ἡ

44

.

20

.

34

ὠμοπλάτη, δεῖ τὴν διαπύησιν περιμείναντας οὕτως ἐκκόπτειν. τὰς δ’ εἰς τὸ ἄρθρον τῆς γένυος ἀποτελευτώσας ἀπαγορεύειν ἄξιον· ἡ γὰρ γειτνίασις τῶν τε μασητήρων καὶ τῶν κροταφιτῶν μυῶν οὐδαμῶς ἀκίνδυνον τὴν χειρουργίαν ὑπογράφει· τὰ δὲ κάτω μέρη τῆς γένυος

44

.

20

.

35

ὑπὸ σύριγγος φθαρέντα εὐθεράπευτα. ὁ δὲ τρόπος τῆς ἐγχειρήσεως

44

.

20

.

36

ὁ αὐτὸς τῷ καὶ ἐπὶ τῶν ἄλλων ὀστῶν εἰρημένῳ. εἰ δὲ κατὰ τὴν ὑπερῴαν ἐκ τῶν ἔνδοθεν μερῶν συστᾶσα ἡ σύριγξ φθείρειε τὸ ὀστοῦν, εἰ μὲν διὰ πάχους, ἐκ τῶν ἔξωθεν μερῶν καὶ τὰ μῆλα χιάσαντες

44

.

20

.

37

οὕτως ἐκκόψομεν τὸ ὀστέον· εἰ δὲ μὴ πᾶν φθαρείη τὸ ὀστοῦν, μόνη δ’ ἡ ἔνδοθεν ἐπιφάνεια, τὸ μὲν ἐκκόπτειν ἀνεπιτήδειον· οὔτε γὰρ ὅλον αἴρειν ἐκεῖνο οὗ μέρος ὀλίγον πέπονθεν εὔλογον, οὔτε αὐτὸ τὸ πεπονθὸς ἐκκόπτειν δυνατόν· πῶς γὰρ ἄν τις διὰ τοῦ στόματος ποι‐

44

.

20

.

38

οῖτο τὴν ἐκκοπήν; χρὴ τοίνυν ἐκ τῶν ἔνδοθεν περιελόντας τὴν σάρκα καὶ γυμνώσαντας τὸ πεπονθὸς ὀστοῦν καίειν, ὅπως ἀποστῇ

44

.

20

.

39

λεπίς· καίειν δὲ τὸν τρόπον τοῦτον. χαλκοῦν αὐλίσκον κατεσκευάσθαι χρὴ παραπλήσιον κατὰ τὴν κοιλότητα τοῖς καλαμίσκοις καλουμένοις· τετρήσθω διανταίῳ τρήματι, καὶ μὴ προσκείσθω πυθμήν· ἐχέτω δὲ καὶ καμπὴν ὁ αὐλίσκος μὴ γαμμοειδῆ (τὸ γὰρ τοιοῦτο σχῆμα πρὸς
5τὴν χρείαν ἄθετον)· ἀλλὰ μονοειδῶς πᾶς ἐπινενεύσθω πρὸς τὸ ἐντιθε‐ μένου τῷ στόματι τὸ στόμιον αὐτοῦ ἐνερείδειν εἰς τὴν ὑπερῴαν ἄνω.

44

.

20

.

40

μῆκος δὲ τοῦ αὐλίσκου τοσοῦτον ὥστε, τοῦ ἑτέρου πέρατος ἐνερεί‐ δοντος εἰς τὸ πεπονθὸς μέρος τῆς ὑπερῴας, τὸ ἔξωθεν τῶν ὀδόντων

44

.

20

.

41

ὑπερέχειν δακτύλοις τρισίν. ἔπειτα καυτήριον κατασκευαστέον ὁμοιό‐ σχημον τῷ αὐλίσκῳ πρὸς τὸ διοδεύειν δύνασθαι δι’ αὐτοῦ· κατὰ δὲ τὸ ἄκρον τὸ καυτήριον μὴ πυρῆνα ἐχέτω, ἀλλὰ βάσιν ἐπίπεδον

44

.

20

.

42

ἐξ ἀποτομῆς. ἐπὶ τῆς χρείας οὖν ἐνθετέον τὸν αὐλίσκον εἰς τὸ στόμα, καὶ ἀνανεύσαντες αὐτοῦ τὴν καμπὴν εἰς τὴν ὑπερῴαν, ὥστε ἐφηδράσθαι τῷ πεπονθότι τοῦ ὀστέου, πυρακτώσαντες τὸ καυτήριον καθήσομεν διὰ τοῦ αὐλίσκου καὶ προσαρμόσαντες τῷ ὀστέῳ καύσομεν·
5οὕτως γὰρ οὐδὲν τῶν πέριξ σωμάτων ὑπὸ τῆς πυρώσεως ἐνοχλη‐

44

.

20

.

43

θήσεται. οὐ μόνον δ’ ἐφ’ ὑπερῴας ἐστὶν οὗτος ὁ τρόπος ὁ τῆς ὀργανοποιίας εὔθετος, ἀλλὰ καὶ ἐπὶ πάντων ὀστῶν, ὅσα δεῖται μὲν

44

.

20

.

44

καύσεως, γειτνιᾷ δὲ νεύροις ἢ ἄλλοις κυρίοις τισὶ σώμασιν. ὅσαι δ’ εἰς βρόγχον καθήκουσι σύριγγες ἔξωθεν τὴν ἀρχὴν ἐκ τοῦ τραχήλου λαβοῦσαι, οἱ μὲν ἀρχαῖοι ἰατροὶ ἀπηγόρευον, ἡμῖν δ’ ἀρέσκει μυρσι‐ νοειδῶς περιελόντας αὐτὰς καὶ τοῦ βρόγχου περιγλύψαντας τὸ ἐφθο‐
5ρός, ἐπάγειν τὸ δέρμα καὶ ζυγοῦν· ἐνίοτε γὰρ εὐστοχεῖται τὰ περὶ

44

.

20

.

45

τῆς κολλήσεως. τὰς δ’ εἰς τὴν εὐρυχωρίαν τοῦ θώρακος κατιούσας, καὶ ταύτας ἀπηγόρευσαν οἱ παλαιοί· ἡμεῖς δέ, εἰ μὲν ὁ πνεύμων
ἰσχυρῶς ὑπὸ τῆς σύριγγος ἐνοχληθῆναι τύχοι, ἢ καὶ τοῦ ὑπεζωκότος ὑμένος πολύ τι μέρος, καὶ αὐτοὶ παραιτησόμεθα· εἰ δ’ ὀλίγον ὁ
5ὑπεζωκὼς πάθοι, ὥστε αὐτῷ μόνον σύντρησιν γενέσθαι, παραπλησίως

44

.

20

.

46

ἐγχειρήσομεν ὥσπερ καὶ ἐπὶ τῶν εἰς βρόγχον κατατεινουσῶν. ἐπὶ δὲ τῶν εἰς ἔντερα, εἰ μὲν καὶ αὐτῶν τι τῶν ἐντέρων ἀναστομωθείη, δῆλον ὅτι ἀπαγορεύσομεν, εἰ δὲ μόνον τὸ περιτόναιον, περιελόντες, εἰ μὲν ἐνδέχοιτο, μυρσινοειδῶς, ἐναίμως ἄξομεν, χρησάμενοι τῷ τῆς
5γαστρορραφίας τρόπῳ, ἧς τὸ εἶδος ἐν οἰκείῳ τόπῳ παραδείξομεν·

44

.

20

.

47

εἰ δὲ μὴ ἐπιδέχοιτο τὸ σχῆμα τῆς σύριγγος μυρσινοειδῆ περιαίρεσιν, κυκλοτερῆ περιγράψαντες, τὸν κατὰ συσσάρκωσιν τῆς θεραπείας ἐπάξο‐

44

.

20

.

48

μεν τρόπον. περὶ δὲ τῶν εἰς φλέβα ἢ ἀρτηρίαν, εἰ μὲν εἴη μεγάλη, παρεδείξαμεν ἤδη ὅτι διὰ φαρμακείας ἐκτυλοῦν καὶ ἀποθεραπεύειν χρὴ τὰς τοιαύτας· ἐπὶ δὲ τῶν μικροτέρων ἔξεστι μὲν καὶ περιαιρέσει, βέλτιον δὲ καύσει χρῆσθαι· οἵ τε γὰρ τύλοι ὑπὸ τῆς καύσεως ἐκδα‐
5πανῶνται, καὶ ἐν τῷ παραυτίκα μεταβάλλουσιν εἰς ἐσχάραν, ἀναίμα‐

44

.

20

.

49

κτός τε ἡ ἀποθεραπεία γίνεται. τὰς δ’ εἰς νεῦρον περαιουμένας

44

.

20

.

50

πάσας διὰ φαρμακείας θεραπευτέον. τὰ δ’ ἐν τοῖς οὔλοις συρίγγια

44

.

20

.

51

ἐπιδιαιρεῖσθαι χρή· ἐξαπλωθέντα γὰρ θεραπεύεται ὡς ἕλκη. ἐὰν δ’

44

.

20

.

52

εἰς τὰς ῥίζας φθάσῃ, οὕτως καταλιπεῖν βέλτιον. ἐὰν δὲ δυσανασχετῇ ὁ πάσχων, ἐξαιρείσθω ὀδούς· ἅμα γὰρ τῇ τοῦ ὀδόντος ἐξαιρέσει τὸ

44

.

20

.

53

συρίγγιον ἀνασταλήσεται καὶ τὸ οὖλον συμπεσεῖται. ἐπὶ δὲ τῆς ἕδρας, φανερᾶς μὲν οὔσης τῆς σύριγγος ἔξω τοῦ στομίου παρὰ τῷ δακτυλίῳ, ἔνδοθεν δὲ τοῦ δακτυλίου συντετρημένου, ὁ τῆς μηλωτρίδος πυρὴν εἰς τὸ στόμιον ἐντιθέσθω, καὶ διωθείσθω τὸ ἔλασμα, ἕως κενεμβατήσῃ,
5εἰς τὸν τῆς ἕδρας πόρον, εἶτ’ ἐπικαθιέσθω εἰς τὴν ἕδραν ὁ λιχανὸς δάκτυλος τῆς ἀριστερᾶς χειρός, καὶ δι’ αὐτοῦ ἐκλαμβανέσθω ὁ τῆς μηλωτρίδος πυρὴν καὶ ἀποτεινέσθω, καὶ τότε ἐκτεμνέσθω πάντα τὰ

44

.

20

.

54

σεσυριγγωμένα, ὅλα τὰ ἐξειλημμένα. κἂν φανῇ τύλος ὑποκείμενος,

44

.

20

.

55

ἀπὸ τῶν ὑγιῶν ἐκτεμνέσθω. ἐὰν δ’ ᾖ βαθυτέρα ἡ σύριγξ, συντετρη‐ μένου τοῦ σφιγκτῆρος ἢ τοῦ πέρατος τοῦ ἀπευθυσμένου, ἐὰν μὲν ᾖ δυνατόν, τῇ μηλωτρίδι ἐκλαμβανέσθω ἡ ὑποφορά, καὶ τότε ὁ μὲν σφιγκτὴρ ἀποτεινέσθω, ὁ δὲ δακτύλιος περιαιρείσθω· σφιγκτὴρ γὰρ
5ὅλος διὰ βάθους περιαιρεθεὶς οὐ συμφύεται, ἀλλὰ τῆς τοῦ σκυβάλου

44

.

20

.

56

ῥυάδος αἴτιος γίνεται. ἐὰν δ’ ἐκτρέπεσθαι μὴ δύνηται ὁ σφιγκτὴρ σὺν τῷ δακτυλίῳ διὰ πάχος καὶ τὴν ἀπήνειαν τῶν σωμάτων, καθιέσθω ἡ μηλωτρὶς εἰς τὸ βάθος ἕως οὗ κενεμβατήσῃ, καὶ τῷ δακτύλῳ καθε‐ θέντι γυμνὸν προσπέσῃ τὸ τῆς μηλωτρίδος ἔλασμα· ἐπικόπου δ’ ὄντος
5τοῦ ἐλάσματος, τὸ τῆς ὑποφορᾶς βάθος ἐπιδιαιρείσθω, τοῦ ἀπευθυ‐

44

.

20

.

57

σμένου λέγω καὶ σφιγκτῆρος. πρὸς δὲ τὴν ἐπιδιαίρεσιν, τῷ λιχανῷ δακτύλῳ συγκαθιέσθω ἡ τοῦ ἡμισπάθου ἀκμὴ 〈ἢ〉 τοῦ ὑπό τινων κατασκευαζομένου συριγγοτόμου, καὶ ἔσωθεν ἔξω ἀγομένη ἡ ἀκμὴ

44

.

20

.

58

διαιρείτω τὸ τῆς ὑποφορᾶς βάθος. ἐπιδιαιρεθέντος δὲ τοῦ σφιγκτῆ‐ ρος, κομιζέσθω μὲν ἡ ἀκμή, τῷ δὲ λιχανῷ δακτύλῳ ἐκλαμβανέσθω ἔσωθεν ἔξω τὸ τῆς μηλωτρίδος ἔλασμα, ἵνα ὁ σεσυριγγωμένος δα‐ κτύλιος κατὰ τὴν μεσότητα γένηται τοῦ τῆς μηλωτρίδος ἐλάσματος,

44

.

20

.

59

καὶ πάλιν γένηται ἡ ἐκτομὴ κατὰ τὸν ἱστορημένον τρόπον. ἀσυντρή‐ του δ’ οὔσης τῆς ὑποφορᾶς, τὸ τῆς μηλωτρίδος ἔλασμα καθιέσθω· καθιέσθω δὲ καὶ εἰς τὴν ἕδραν ὁ λιχανὸς δάκτυλος, ἵνα ἐκ διαδόσεως τῆς ἁφῆς γινώσκῃ ὁ σημειούμενος τὸ πάχος τῶν σωμάτων, κἂν μὲν
5ᾖ λεπτά, συντιτράσθω κατὰ τὸ πέρας ἡ ὑποφορά· συντιτράσθω δ’ ἢ τῇ μηλωτρίδι ἢ τῇ ὀξείᾳ, καὶ μετὰ τὴν σύντρησιν ἐκλαμβανέσθω τὰ

44

.

20

.

60

εἰρημένα. ἐὰν δ’ ᾖ παχέα τὰ μεταξὺ τῆς ἕδρας καὶ τῆς ὑποφορᾶς σώματα, τοπικὴ γινέσθω τῆς σύριγγος ἀναστολή· παχύτατα γὰρ σώ‐ ματα ἐκτεμνόμενα αἱμορραγίαν δυσκράτητον ἐμποιεῖ· ἅμα δὲ καὶ διὰ

44

.

20

.

61

τὸ βάθος τῆς ἐκτομῆς δυσχερὲς συσσάρκωσιν γενέσθαι. ὅταν δ’ ᾖ κεχωρισμένη ἡ σύριγξ τῆς ἕδρας πλησιάζουσα τῷ ἰσχίῳ, πρότερον αὐτὴν ἰπωτηρίῳ ἀνευρύνειν δεῖ καὶ τότε ὅλην ἀπὸ τῆς ἐπιφανείας ἕως τοῦ βάθους ἀναστέλλειν ἐκτέμνειν τε τὰ χείλη· ἐφ’ ὅσον γὰρ
5ὑγιάζεται ἡ ἀναστολὴ μεμυουρισμένη κατὰ τὸ βάθος, ἐπὶ τοσοῦτον

44

.

20

.

62

συντομωτέρα γίνεται ἡ συσσάρκωσις. ταῦτα φρονοῦμεν ἐπὶ τῶν εὐθειῶν συρίγγων· ἄνω δὲ τῆς σύριγγος ἐσχηματισμένης, κατὰ τὸ

44

.

20

.

63

σχῆμα καὶ τὸ βάθος τῆς ὑποφορᾶς ἡ ἀναστολὴ γινέσθω. ἐὰν δὲ πλη‐ σιάζῃ ἡ ὑποφορὰ τῷ τῆς κύστεως τραχήλῳ, ἐγκειμένης τῆς μηλω‐ τρίδος τῇ σύριγγι, καθιέσθω διὰ τῆς οὐρήθρας πρὸς τὴν ἡλικίαν καθετήρ, ἵνα ἐν τῇ χειρουργίᾳ διὰ τῆς ἁφῆς ἐκ διαδόσεως τοῦ καθε‐
5τηρίου ἀντιλαμβανόμενοι τοῦ τῶν σωμάτων πάχους ἀσύντρητον

44

.

20

.

64

φυλάξωμεν τὸν τῆς κύστεως τράχηλον. κάτω δὲ τῆς σύριγγος ἐσχη‐ ματισμένης καὶ τοῦ ἱεροῦ ὀστέου λελιπασμένου ἢ τετερηδονισμένου, οὐ δεῖ αὐτὸ δεδοικέναι διὰ τὸ ὄνομα (οὐ γάρ ἐστι κύριον)· ἀλλ’ ἐὰν ἐπιζητῇ ἐκκοπήν, ἐνεργεῖν καθὼς ἐδηλώθη ἐπὶ τῶν ἄλλων τετερηδο‐

44

.

20

.

65

νισμένων ὀστέων. κρυπτῆς δὲ σύριγγος γενομένης ἐν δακτυλίῳ, τοῦ μὲν στομίου ἔνδον ὄντος, τῆς δ’ ὑποφορᾶς πλαγίας, τοῦ βάθους προσ‐ αναμετρηθέντος ἔσωθεν ἀπὸ τοῦ στομίου, ἀγκίστροις ἀποτεῖναι δεῖ

44

.

20

.

66

τὴν σύριγγα καὶ ὅλην ἐκτέμνειν. ταῦτα μὲν οὖν δύναται γίνεσθαι, ὅταν ᾖ ἔξωθεν τοῦ δακτυλίου ἢ κρυπτὴ 〈ἡ〉 σύριγξ· ὅταν δὲ βαθεῖα τυγχάνῃ, τὸν σφιγκτῆρα σεσυριγγωκυῖα, ἤτοι ἀπὸ δακτυλίου ἀρξαμένη
καὶ ἐπὶ πολὺ κεχωρηκυῖα ἢ ἐν τῷ σφιγκτῆρι κατεσκευασμένη, μετὰ
5τὴν δεδηλωμένην σημείωσιν τῷ ἑδροδιαστολεῖ, 〈τῷ μικρῷ〉 διοπτρίῳ λέ‐ γω, διαστεῖλαι δεῖ τὴν ἕδραν ὡς γυναικεῖον κόλπον, εἶθ’ ὅταν φανε‐ ρὸν γένηται τὸ τῆς σύριγγος στόμιον, δι’ αὐτοῦ καθιέσθω ὁ τῆς μηλωτρίδος πυρὴν καὶ διωθείσθω εἰς τὸ βάθος, ἐπικόπου τε ὄντος

44

.

20

.

67

τοῦ ἐλάσματος, ὅλη διαιρείσθω ἡ σύριγξ τῷ ἡμισπαθίῳ. ταῦτα γινέσθω ἐπὶ τῶν μονοστόμων καὶ μονοσχιδῶν συρίγγων· τῆς δὲ σύριγγος πολυστόμου καὶ μονοσχιδοῦς οὔσης, πρότερον ἐκτεμνέσθω πάντα τὰ φαινόμενα στόμια· γυμνωθεῖσα γὰρ ἡ τοῦ κόλπου ἀρχὴ μονοστόμιον
5καὶ μονοσχιδῆ σύριγγα ἐνδείξεται, ὥστε πάλιν ἡμᾶς κατὰ δευτέραν ἐπιβολὴν τοῖς αὐτοῖς ἔργοις χρήσασθαι τοῖς μικρῷ πρόσθεν εἰρη‐

44

.

20

.

68

μένοις. ἐπὶ δὲ τῆς μονοστόμου καὶ πολυσχιδοῦς σύριγγος ἢ μονο‐ στόμου καὶ πολυκόλπου τῇ δυνάμει ταὐτά ἐστιν ἔργα· ἐκτμηθέντος γὰρ τοῦ στομίου, γυμνωθεῖσαι αἱ τῶν κόλπων ἀρχαὶ πολύστομον καὶ

44

.

20

.

69

πολυσχιδῆ σύριγγα ἐνδείξονται. κοινότερον δ’ ἐπὶ τούτων ἐξετάσαι δεῖ, πότερον τὰ μεταξὺ τῶν ὑποφορῶν σώματα λεπτά ἐστιν ἢ παχέα, ἵνα, ἐὰν ᾖ λεπτά, συντμηθῇ πάντα καὶ γένηται μία ἕλκωσις, ἐὰν δὲ

44

.

20

.

70

παχέα, ἑκάστη ὑποφορὰ καθ’ ἑαυτὴν ἀνασταλῇ. ἐὰν δ’ ἡ μέν τις ὑποφορὰ ἄνω ᾖ ἐσχηματισμένη, ἡ δὲ κάτω, ἄλλη δὲ πλαγία κεχω‐ ρισμένη, κατὰ πολὺ τῶν συρίγγων παχέων ὄντων τῶν μεταξὺ σωμά‐

44

.

20

.

71

των, ἑκάστη ὑποφορὰ καθ’ ἑαυτὴν ἀναστέλλεσθαι ὀφείλει. αἱ χειρουρ‐ γίαι εἰσὶν αὗται· μεθ’ ἃς θεραπεῖαι ἐγκρινέσθωσαν ἀναξηραίνουσαι μὲν ὀστέον γεγυμνωμένον, λιπαίνουσαι δ’ ὅταν ᾖ ἐσκεπασμένα τὰ

44

.

20

.

72

ὀστᾶ. τοῦ δὲ δακτυλίου κατὰ πλείονα μέρη καθ’ ὅλον τὸν κύκλον περιῃρημένου, ἵνα μὴ φιμὸς γένηται, ἐν μὲν ταῖς πρώταις ἡμέραις πριαπίσκος ἐντιθέσθω, ἐν δὲ ταῖς ἐσχάταις πρὸς τὴν κατούλωσιν σωλὴν μολυβδοῦς ἢ κασσιτέρινος γινέσθω καὶ ἐντιθέσθω μέχρι κατου‐

44

.

20

.

73

λώσεως. καὶ μετὰ τὴν κατούλωσιν δὲ συμφέρει βραδῦναι τὴν τοῦ

44

.

20

.

74

σωλῆνος ἔνθεσιν πρὸς ἀσφαλῆ καὶ βεβαίαν θεραπείαν. καὶ ἐν δακτύ‐ λοις ἀποστηματικὰ συρίγγια γίνεται, ὡς ἐπίπαν ἐν ταῖς συναρθρώσε‐ σιν· ἐφ’ ὧν δεῖ ἤτοι τὸ ἀποστημάτιον ἤτοι τοῦ συριγγίου τὸ στόμιον κατὰ τετράγωνον σχῆμα τέμνειν, κἂν μὲν ᾖ ἀλιπῆ τὰ ὀστάρια, μηδὲν
5περιεργάζεσθαι, λιπασμοῦ δ’ ὄντος, ἐκκόπτειν τὰς τῶν σκυταλίδων κεφαλίδας σμιλιωτοῖς ἐκκοπεῦσιν, εἶτ’ ἐντιθέναι μοτάρια τιλτά, καὶ τότε μοτοφυλάκιον οἰνελαίῳ βεβρεγμένον καὶ ἐπιδεῖν δεσμιδίῳ στενῷ, συνεπιδεῖν δὲ τὸν πλησίον δάκτυλον, ἵνα στηρίζηται ὁ κεχειρουργη‐ μένος, τῷ δὲ μεγάλῳ τῷ ἀντίχειρι ναρθήκιον ἢ φιλύριον σανίδιον

44

.

20

.

75

συνεπιδεδέσθαι στηριγμοῦ χάριν. τῶν δ’ ἐν τῷ ὀσχέῳ συρίγγων ἡ
μὲν κατὰ τὰ ἐμπρόσθια μέρη βαθυνθεῖσα συντρήσει τὸν ἐλυτροειδῆ

44

.

20

.

76

χιτῶνα, ἡ δὲ κατὰ τὰ ὀπίσθια τὰ κατὰ τὴν πρόσφυσιν. τοῦ μὲν οὖν ἐλυτροειδοῦς χιτῶνος συντετρημένου, ἅμα τῇ καθέσει διὰ τῆς συντρή‐ σεως κενεμβατεῖ ἡ μηλωτρίς· ὅταν δ’ ἐπερεισθῇ τῷ διδύμῳ, νύξασα τοῦτον, σφοδροτάτην ποιεῖ ὀδύνην· ἐπὶ δὲ τῆς κατὰ 〈τὰ〉 ὀπίσθια

44

.

20

.

77

μέρη ὁμοίως νυσσομένου τοῦ διδύμου, γίνεται ἀλγηδών. σχηματιζέσθω δ’ ὕπτιος ὁ πάσχων ἐν τῇ χειρουργίᾳ, ἔπειτα διωθείσθω τὸ ἔλασμα, ἐπικόπῳ τε χρώμενος αὐτῷ ὅλην τὴν σύριγγα ἐξάπλου καὶ ἐκτύλου.

44

.

20

.

78

τῆς δὲ σύριγγος κατὰ τὰ ὀπίσθια μέρη γεγενημένης, καὶ τοῦ διδύμου κεκακωμένου, ἀνάγκην ἕξομεν τῇ τῶν σκεπόντων σωμάτων ἀναστολῇ καὶ τὸν κεκακωμένον δίδυμον ἀφελεῖν, διακρίσεως τῆς αὐτῆς γινομέ‐ νης καὶ τῆς τῶν ἀγγείων ἀποσφίγξεως, ὡς πρόσθεν ἐδηλώθη.

44

.

21

t

Ἐκ τῶν Μέγητος. Περὶ συρίγγων.

44

.

21

.

1

Θεραπεία δὲ τῶν συρίγγων ἡ μὲν διὰ φαρμάκων, ἡ δὲ διὰ χειρ‐ ουργίας, τρίτη δ’ ἡ διὰ τῶν βρόχων· χρῆσις δὲ φαρμάκων ξηρῶν ἢ κολλυρίων ἢ ἐγχύτων ἢ ἐμπλαστῶν ἀποτήκειν δυναμένων ἢ καυστι‐ κῶν· χειρουργία δὲ δύναται τεμεῖν, καῦσαι, περιελεῖν, ξύσαι, ὀστοῦν
5ἀνελέσθαι, τὸν χόνδρον ἐκγλύψαι· τούτων δὲ τομὴ καθ’ αὑτὴν αὐ‐ τάρκης καὶ περιαίρεσις καὶ καῦσις· τὰ δ’ ἄλλα ἐπὶ τούτοις ποιητέα ἢ φαρμάκοις γυμνῶσαι τὸ πεπονθὸς ὀστοῦν δυναμένοις ἢ τὸν χόνδρον· οἱ δὲ βρόχοι τὰς ἐνέδρας ἁπλᾶς οὔσας ἰῶνται καί τινας τῶν πολυ‐

44

.

21

.

2

σχιδῶν. ὁπόσαι μὲν οὖν τῶν συρίγγων ἁπλαῖ τέ εἰσι καὶ ἐν σαρκὶ μὴ ἐνερρυσωμένῃ μηδὲ κοίλῃ καὶ ἀκινήτῳ ἢ ἐπ’ ὀλίγον συγκινουμένῃ, καλῶς ἂν θεραπεύοιντο φαρμάκῳ, κἂν μὲν τύχωσιν ἐξ ὀλίγου του χρόνου ἐγγινόμεναι, ἐμπλαστοῖς ὅσαι τραυματικαί εἰσι, δι’ ἀλόης ἢ
5στυπτηρίας ἢ ἰοῦ καὶ λεπίδος καὶ τῶν μεταλλικῶν λεγομένων· τοῦ γὰρ ἐμπλαστοῦ φαρμάκου σκωλήκιον ἀναπλάττοντα ἐντιθέναι, ὅσον μὴ διασφηνῶσαι, μέχρι αἷμα καθαρὸν ἀπίοι· εἶτα τὸ αὐτὸ φάρμακον σπληνίον ποιήσαντα ἐπιτιθέναι καὶ σπόγγον ὑπὲρ αὐτὸ ὄξει διάβροχον· λύειν δὲ διὰ πέμπτης καὶ διαιτᾶν κρέας ὀπτὸν καὶ ἄρτον πεπονη‐
10μένον, οἶνον δὲ πίνειν σάρκα αὐξῆσαι δυνάμενον καὶ κατακείμενον

44

.

21

.

3

προαλείφεσθαι. ἁρμόσει δ’ ἂν πόρρω τοῦ θώρακος ἡ σύριγξ γένηται,

44

.

21

.

4

δι’ ἡμερῶν νῆστις ἔμετος καὶ διὰ ῥαφανίδων ἐπιτηδευόμενος. ἄριστον δὲ φάρμακον σύριγξι τὸ ἐμὸν κολλύριον· ἔστι δ’ ἰοῦ ξυστοῦ δραχμαὶ δύο καὶ θυμιάματος ἀμμωνιακοῦ ὀβολοὶ δύο· ὁ μὲν ἰὸς ξηραίνεται, τὸ δ’ ἀμμωνιακὸν ὄξει διεθὲν ὡς κόμμι ἐπιχυθὲν τῷ ἰῷ καὶ μιγὲν

44

.

21

.

5

ἀναπλάττεται. καθιέναι δὲ χρὴ μέχρις αἷμα σταθηρὸν ἀποκριθῆναι·

44

.

21

.

6

ἀπαντᾷ δ’ ὁ τύλος περὶ τῷ κολλυρίῳ. χρὴ δὲ τὸ κολλύριον ἐνιέντα καταπλάσσειν τοῖς ἀνωτέρω γεγραμμένοις, ὅσα ψύχειν δύναται ἢ στύφειν ἠρέμα· τὰ γὰρ πλησίον τῆς σύριγγος φλεγμαίνειν ποιεῖ.

44

.

21

.

7

ποιεῖ δὲ καὶ τὸ καυστικὸν φάρμακον, ὅταν βρέξας τις ἔτι αὐτῷ πά‐ πυρον ἢ σπόγγον ἐσκελετευμένον καθῇ· παρελθὸν γὰρ ἔκαυσε τὴν σύριγγα· ἐπ’ ἀμφοῖν δέ, κολλυρίου τε καὶ τοῦ καυστικοῦ, ἐγκλύζειν

44

.

21

.

8

χρὴ τοῖς ἀνακαθαρτικοῖς, περὶ ὧν εἴρηται. ἀποτήκει δὲ καὶ σκίλλα τιλτὴ ἐνεψηθεῖσα κονίᾳ, ᾗ χρῶνται οἱ τοὺς πηλοὺς ἐργαζόμενοι (τήκει γὰρ ἐρρωμένως καὶ αἱμάττει) καὶ φάρμακα ὑγρὰ ἐγχεόμενα, τὰ μὲν ὡς ἔχει, τὰ δ’ οἴνῳ, ἔστι δ’ ὅτε ὄξει, χρονίων καὶ διατύλων οὐσῶν

44

.

21

.

9

τῶν συρίγγων. καὶ ξηρὰ δὲ φάρμακα, ὅταν προανοίξῃ τις ἰπωτηρίῳ τὴν σύριγγα, ἐμφυσώμενα διὰ καλάμου, τὰ μὲν τήκει, ἃ δ’ ἐκάθαρεν· ἔστι δ’ ἃ στεγνωτικὰ ὄντα τὸ ῥεῦμα ἐπέσχε, ξηρανθὲν δὲ τὸ ἕλκος

44

.

21

.

10

κατούλωσεν. οἶδα δὲ καὶ τοῖς σηπτοῖς φαρμάκοις, ὥσπερ καὶ τοῖς καυστικοῖς, τύλους ἀφανισθέντας· ἔχριον δὲ τὸ σηπτὸν περὶ τρίχας ὑείας συνδῶν αὐτάς, ἢ ἁλὶ σχοῖνον χρίων παρῆγον εἰς τὴν σύριγγα· τέλος γὰρ τὸ μὴ ὑγιὲς τῆς σαρκὸς μηδὲ οἰκεῖον ἐξαγαγεῖν, τὴν δὲ

44

.

21

.

11

συγγενῆ ἀνακαθήραντα ἐᾶσαι συνελθεῖν. τὸ δὲ λίνον ἐπιτήδειον ταῖς ἐν ἕδρᾳ σύριγξιν ἀμφιστόμοις ἢ ἓν στόμα ἐχούσαις· χρὴ δ’ αὐτὸν

44

.

21

.

12

διατρῆσαι. ἔστω δέ σοι μηλωτρὶς ἐπ’ ἄκρου τρῆμα ἔχουσα, οἷον αἱ βελόναι τὸ κύαρ, ἢ οἷον ἕλικα πρὸς τῷ πέρατι, καὶ εἰς σχῆμα κοχλίου δινωθήτω, εἴ γε διὰ τοῦ στόματος διεῖραι χρὴ τὸ λίνον καὶ ἐρρω‐

44

.

21

.

13

μένως ἐστραμμένον, ὅσον δίστροφον ἢ τρίστροφον. κἂν μὲν ἀμφίστο‐ μος ᾖ, καθιέναι διὰ τοῦ ὁρωμένου στόματος τὴν μηλωτρίδα σὺν τῷ λίνῳ, καὶ διὰ θατέρου καὶ ἐντός, εἰς ὃ περατοῦται ἡ σύριγξ, στόματος ἐκλαβόντα τὸ ἄκρον τῆς μηλωτρίδος τὴν μὲν ἀρχὴν αὐτῆς τῆς ἀρι‐
5στερᾶς χειρὸς τοῖς δυσὶ δακτύλοις, λιχανῷ τε καὶ μεγάλῳ, κατασχεῖν μηδὲν ἐφελκόμενον, μὴ ὅλον σοι τὸ λίνον διεκπέσῃ διὰ τοῦ ἐντὸς τρήματος· τὸ δὲ μετὰ τοῦτο καθ’ ἑκάστην 〈τὴν〉 μηλωτρίδα ἀνακό‐ μισον· ἔσται γάρ σοι τοῦ λίνου τὸ μὲν ἔξω ἀπαιωρούμενον ἄκρον, τὸ

44

.

21

.

14

δὲ διὰ τοῦ ἐντὸς καὶ τῆς ἕδρας ἐξειλημμένον· σύνδει οὖν αὐτὰ πρὸς

44

.

21

.

15

ἄλληλα ἀγκύλῃ. τὴν σάρκα μὲν σφίγγων χαλαρώτατα χρῆσθαι τῷ

44

.

21

.

16

λίνῳ. περιπατείτω δὲ καὶ λουέσθω δι’ ἡμερῶν· μὴ πολλὰ δ’ ἐσθιέτω,

44

.

21

.

17

μηδὲ ὥσπερ εἰ μηδὲν κακὸν εἶχε διαιτάσθω. χρὴ δὲ τὸ λίνον ἅπαξ ἢ
δὶς τῆς ἡμέρας διέλκειν, μὴ λυομένου τοῦ βρόχου· προσέχειν δὲ τὸν νοῦν ὡς μὴ λάθῃ σαπὲν τὸ λίνον, ἀλλὰ διὰ τρίτης αὐτὸ ἀλλάττειν· λύσαντα γὰρ χρὴ τὴν ἀγκύλην λίνον νεαρὸν τῇ ἔξω ἀρχῇ τοῦ παλαιο‐
5τέρου προσδεῖν καὶ τὸ ἐντὸς ἕλκειν, μέχρι παρελθὸν τὸ νεαρὸν διὰ τῆς σύριγγος ὅλης τὴν ἑτέραν ἀρχὴν διὰ τῆς ἕδρας περιβάλῃ, εἶτα

44

.

21

.

18

συνδεῖν ὁμοίως καὶ ταὐτὰ ποιεῖν. δύναται δὲ τὸ λίνον καὶ ὁ περί‐ πατος τὴν πρὸ τῆς σύριγγος ἐπιφάνειαν ἅμα τε διαιρεῖν, καὶ τὸ διαι‐

44

.

21

.

19

ρεθὲν ἑπόμενον κατουλοῦται. οὗτος ὁ τρόπος μακρὸς μέν ἐστιν ἐν θεραπείᾳ, ἄλλως δ’ ἀνώδυνος· τοῖς δὲ βουλομένοις θᾶττον τῷ λίνῳ θεραπεύεσθαι προσήκει πρίζειν τὴν σάρκα· ἐμπρίζεται γάρ,

44

.

21

.

20

ἀλλὰ μετ’ ὀδύνης. καθιέναι δ’ εἰς τὴν νύκτα σπογγία ἐσκελετευ‐ μένα, ὑφ’ ὧν τεινόμενον τὸ δέρμα λεπτὸν ἔσται· τὸ δὲ λίνον εὐπε‐

44

.

21

.

21

τῶς δι’ αὐτοῦ καὶ τῆς σαρκὸς αἰσθήσεται. ἐὰν δ’ ἐπιταχύνειν βουλη‐ θῇς, χρῖε τῶν γεγραμμένων τινὶ φαρμάκων τὸν σπόγγον· ἅμα δὲ τῷ τάχει καὶ τῇ ὀδύνῃ προσθήσεις.

44

.

22

t

Ἐκ τῶν Γαληνοῦ. Περὶ γαγγραίνης καὶ σφακέλου.

44

.

22

.

1

Γαγγραίνας τὰς διὰ μέγεθος φλεγμονῆς νεκρώσεις ὀνομάζουσιν,

44

.

22

.

2

οὐκ ἤδη γεγενημένας, ἀλλὰ γινομένας ἔτι. καὶ ἢν μὴ ταχέως τις τὴν τοιαύτην διάθεσιν ἰάσηται, νεκροῦται ῥᾳδίως τὸ παθὸν οὕτω μόριον ἐπιλαμβάνει τε τὰ συνεχῆ καὶ ἀποκτείνει τὸν ἄνθρωπον· ἐπειδὰν γὰρ ἰσχυρῶς φραχθῇ κατὰ τὰς μεγίστας φλέβας τά τε στόματα τῶν ἀγ‐
5γείων οἵ τε πόροι πάντες οἱ κατὰ τὸ δέρμα τῆς κατὰ φύσιν ἀποστε‐ ρούμενα διαπνοῆς, τὰ οὕτω κάμνοντα σώματα νεκροῦται ῥᾳδίως, καὶ πρῶτον μὲν αὐτῶν ἀποσβέννυται τὸ τῆς χροιᾶς εὐανθὲς ὃ συνῆν ταῖς φλεγμοναῖς, ἔπειτα ἡ ὀδύνη καὶ ὁ σφυγμὸς οἴχονται, οὐ πεπαυ‐

44

.

22

.

3

μένης δήπου τῆς διαθέσεως, ἀλλὰ τῆς αἰσθήσεως νενεκρωμένης. καὶ ὅταν γε τελέως ἀναίσθητα γένωνται τὰ οὕτως πάσχοντα σώματα, τὸ πάθος οὐκέτι γάγγραιναν, ἀλλ’ ἤδη σφάκελον ὀνομάζουσι, φθαρείσης ἤδη τῆς ὅλης οὐσίας τοῦ σφακελίσαντος μέλους, ὥστε οὐδ’ ἂν ἰάσαιτό
5τις αὐτὸν ἤδη συνιστάμενον, ἀλλ’ ἔτι ἀρχόμενον, ὅσπερ οὐδὲ σφάκελός ἐστιν ὄντως, ἀλλὰ γάγγραινα μεγάλη πλησίον ἥκουσα σφακέλου· κατα‐ χρώμεθα δ’ ἐνίοτε τοῖς τῶν παρακειμένων παθῶν ὀνόμασιν ἐπὶ τῶν ἀφικνουμένων εἰς αὐτά, μηδέπω δ’ ἐχόντων τὴν ἐκείνων ἰδέαν

44

.

22

.

4

τε καὶ φύσιν. οὕτως γοῦν καὶ τὴν μεγίστην φλεγμονήν, ὅταν μήτε τὴν εὔχροιαν ἔτι διασῴζῃ τὴν ἑαυτῆς μήτε τὴν ὀδύνην ἐνίοτε γάγ‐ γραιναν ὀνομάζομεν, οὐδέπω μὲν οὖσαν ἀκριβῶς γάγγραιναν, εἰ δ’

44

.

22

.

5

ἀμεληθείη, μικρὸν ὕστερον ἐσομένην. τὴν ὅλην τῆς οὐσίας ἑκάστου μορίου φθορὰν ὀνομάζουσιν οἱ παλαιοὶ σφάκελον, ἀλλ’ ἐπὶ μὲν τῶν

44

.

22

.

6

σαρκωδῶν μορίων ἄλλοις ὀνόμασι χρῶνται. λέγει γοῦν Ἱπποκράτης καὶ σαπρὰν σάρκα καὶ μυδῶσαν καὶ σηπομένην καὶ ἄλλα τοιαῦτα ὀνό‐ ματα, κατὰ δὲ τοῦ φθειρομένου δι’ ὅλης ἑαυτοῦ τῆς οὐσίας ὀστοῦ τὸ

44

.

22

.

7

σφάκελον ἐπιφέρει. συμβαίνει δὲ τοῦτο τὸ πάθημα τοῖς ὀστοῖς, ὅταν ἡ περικειμένη σὰρξ αὐτοῖς μοχθηροὺς ἰχῶρας γεννῶσα διαβρέξῃ τού‐

44

.

22

.

8

τοις αὐτὰ καὶ διασήψῃ. τελέως μὲν οὖν νεκρωθὲν μόριον, ὡς νυττό‐ μενον ἢ τεμνόμενον ἢ καιόμενον ἀναίσθητον ὑπάρχειν, καὶ τάχιστα χρὴ περικόπτειν καθ’ ὃ ψαύει τοῦ πλησιάζοντος ὑγιοῦς· ἀλλὰ τὸ μὲν οὕτως διατεθὲν μέλαν γίνεται, τὸ δ’ ἐν τῷ μεταξὺ καθεστηκὸς

44

.

22

.

9

ὡς ὁδοιπορεῖν ἐπὶ τὴν νέκρωσιν ὀνομάζεται γάγγραινα. θεραπεία δ’ αὐτοῦ γίνεται, κενωσάντων ἡμῶν ὅσον οἷόν τε πλεῖστον τοῦ κατὰ τὸ πάσχον μόριον αἵματος ἐσφηνωμένου, δι’ ὃ καὶ ἡ νέκρωσις γίνεται, μὴ δυναμένων τῶν ἀρτηριῶν ὑπὸ στενοχωρίας διαστέλλεσθαι, τῷ δ’

44

.

22

.

10

ὑπολοίπῳ διαπνοὰς παρασχόντων. ἢ τοίνυν φλέβα τέμνοντα κενῶσαι δεῖ τὸ διεφθαρμένον αἷμα, ὅταν ἡ διάθεσις ἐν μορίῳ γένηται φλέβα μεγάλην ἔχοντι δυναμένην ἀκινδύνως τμηθῆναι, ἢ ὅλον τὸ δέρμα πολλαῖς τομαῖς βαθείαις διαιρεῖν χρή, τέμνοντας ἅμα αὐτῷ τὴν ὑπο‐
5κειμένην οὐσίαν, ἢ πολλαῖς ἀμυχαῖς βαθείαις ἀποσχάζειν, ἐάσαντα δ’ ἀπορρυῆναι τὸ αἷμα τῶν φαρμάκων ἐπιτιθέναι τι τῶν πρὸς τὰ σηπό‐

44

.

22

.

11

μενα χρησίμων· ἔστι δὲ ταῦτα δι’ ὀξυμέλιτος ἄλευρον ὀρόβων ἢ αἰ‐ ρῶν, ἢ εἰ μὴ παρείη ταῦτα, τὸ τῶν κυάμων αὐτό τε μόνον τὸ ὀξύ‐

44

.

22

12,13

μελι. σφοδρότερον δ’ αὐτῷ χρῆσθαι βουλόμενος ἁλῶν ἐπεμβαλεῖς. ἢ

44

.

22

.

13

(2)

τῶν κυκλίσκων τινὰ λειοῦν ἀκριβῶς, οἷος ὁ Ἄνδρωνός ἐστι καὶ ὁ Μούσα καὶ ὁ Πολυείδους καὶ ὁ Πασίωνος, καὶ ἔτι τούτων [ὅτι] μᾶλ‐ λον ὁ Βιθυνὸς ὀνομαζόμενος, ὄξει μιγνύμενοι πάντες ἢ ὀξυμέλιτι.

44

.

22

.

14

εἰδέναι δὲ χρὴ τῶν μὲν ἰσχυροτάτων δεῖσθαι φαρμάκων τὰ σκληρὰ

44

.

22

.

15

σώματα, τῶν δ’ ἀσθενεστέρων τὰ ἁπαλά. κἂν ἐκτέμῃς δέ ποτε σεση‐ πὸς ἢ νενεκρωμένον μέρος, ἀσφαλείας ἕνεκα τοῖς εἰρημένοις ἀρτίως χρῶ φαρμάκοις, ἀποβλέπων εἰς τὰς τῶν σωμάτων φύσεις· τινὰ γὰρ τάχιον σήπεται, καὶ βέλτιον ἀσφαλείας ἕνεκεν, ὅταν ἐκτέμῃς ἢ περι‐
5τέμῃς τὸ σεσηπός, τὴν οἷον ῥίζαν αὐτοῦ συνημμένην τοῖς ἀπαθέσι καίειν, ὡς ἐπὶ τῶν αἰδοίων εἰώθαμεν ἐργάζεσθαι πολλάκις, ἐνίοτε μὲν αὐτοῖς τοῖς πεπονθόσι μορίοις τὰ καυτήρια προσφέροντες, ἐνίοτε δὲ

44

.

22

.

16

προϋποβάλλοντες μότους. μετά γε μὴν τὴν καῦσιν εἰώθαμεν χυλῷ πράσου χρῆσθαι· μὴ παρόντος δὲ τούτου, τοῖς εἰρημένοις ὀλίγον

44

.

22

.

17

ἔμπροσθεν. ὅταν δέ σοι φαίνηται τούτων γενομένων πεπαῦσθαι τὸ σηπόμενον, ὅπως ἀποπέσῃ θᾶττον ἡ ἐσχάρα, τῷ κεφαλικῷ καλουμένῳ

44

.

22

.

18

φαρμάκῳ μετὰ μέλιτος χρῶ. κάλλιον δὲ καὶ καταπλάττειν ἔξωθεν δι’ ὑδρελαίου τὸν ἄρτον ἕψοντας, ἢ κρίθινον ἄλευρον, ἢ μετ’ αὐτοῦ

44

.

22

.

19

μῖξαι πύρινον. καὶ μὴν καὶ τὸ τετραφάρμακον ἔτι τε τὸ Μακεδονικὸν

44

.

22

.

20

ἐπιτήδεια, καὶ πάντα ὅσα διαπυΐσκει. καὶ ἄρτος δὲ μετὰ σελίνου λειω‐ θεὶς ἢ ὠκίμου περιρρήσσει καὶ χωρίζει τὰς ἐσχάρας ἀπὸ τῶν ὑγιῶν.

44

.

22

.

21

ἐπὶ δὲ τῶν μαλακῶν σωμάτων ἀρκεῖ καὶ τὸ τῶν ὀρόβων ἄλευρον

44

.

22

.

22

μετὰ μέλιτος ἢ λιβανωτοῦ ὁμοίως. ἀφαιρεῖ δ’ ἐσχάρας καὶ τὸ τοῦ

44

.

22

.

23

Μαχαιρίωνος φάρμακον καὶ ἡ Ἴσις ἔμμοτος μετὰ μέλιτος. ὅταν δ’ ἐκπέσωσιν αἱ ἐσχάραι, καὶ διὰ τῶν ἐπιτυχόντων σαρκοῦνται τὰ τοι‐

44

.

22

.

24

αῦτα τῶν ἑλκῶν. φλεβοτομία μὲν οὐδ’ ὅλως ὀνίνησι τὴν τοιαύτην διάθεσιν, ἀλλὰ καὶ βλάπτει πολλάκις τοὺς ἤδη προκατισχνωμένους, κενοῦσα μὲν αὐτῶν τὸ χρηστὸν αἷμα, καταλείπουσα δὲ τὸ διεφθαρ‐ μένον· ὠφελήσει δὴ μόνον τοὺς ἰσχυροὺς ἔτι τὴν δύναμιν ὄντας ἅμα

44

.

22

.

25

περιουσίᾳ τοῦ αἵματος. ποιεῖ πρὸς γάγγραιναν παλαιὰ κάρυα τὰ

44

.

22

.

26

ἐλαιώδη. ἀνακαθαίρει δ’ αὐτὰς ἀκαλήφη καὶ ὀπὸς τιθυμάλλου ἐν

44

.

22

.

27

καιρῷ καὶ μέτρῳ προσαγόμενος. ὠφελεῖ δ’ αὐτὰς θέρμων πικρῶν ἀφέψημα καταντλούμενον.

44

.

23

t

Ἐκ τῶν Ἀρχιγένους. Περὶ γαγγραινῶν.

44

.

23

.

1

Τὸ μὲν γαγγραινούμενον αὐτὸ μέν ἐστι πελιδνόν, ἔχει δὲ κύκλῳ μηλίζοντα καὶ πελιούμενα τρεπόμενά τε εἰς τὸ χλωρόν· τὸ δὲ περὶ τῷ χλωρῷ λευκόν τε καὶ ῥυσόν, καὶ τὸ περὶ τούτοις μετέωρον καὶ ἀτρέμα ὑπέρυθρον· μετέπειτα δὲ τὸ μὲν χλωρὸν πελιοῦται, τὸ δὲ
5λευκὸν χλωρὸν γίνεται, τὸ δ’ ἐρυθρὸν ἀπολευκαίνεται, τὸ δὲ πελιὸν
κατὰ τὴν ἁφὴν ἀναίσθητον καὶ ξηρὸν γίνεται, ἔπειτα μελαίνεται καὶ

44

.

23

.

2

σήπεται. ἐπὶ δὲ μεγέθει φλεγμονῆς καὶ τραύματος σομφότης τε καὶ ψόφος οἱονεὶ πνεύματος ὑπιόντος γίνεται· ἀτὰρ καὶ φλυκτίδες ἐπαί‐

44

.

23

3,4

ρονται. καὶ ἡ μὲν ἐπινέμεται κατὰ τὸ συνεχές, ἡ δὲ διεσπαρμένη. εἰ

44

.

23

.

4

(2)

μὲν οὖν ἐκ βάθους, προηγησαμένη περιωδυνία γίνεται· πολλὴν δ’ ἔχει σομφότητα καὶ οἷς ἄνωθεν εἰς βάθος κάτεισιν· οἷς δ’ ἐν ἐπιφανείᾳ μένει, ψόφος μὲν οὐδὲ εἷς, φλυκτίδες δ’ ἐπαίρονται· πᾶσα δ’ ἐστὶ

44

.

23

.

5

χαλεπὴ καὶ δυσκράτητος. ὡς ἐν τοιαύτῃ οὖν διαθέσει τὴν ἔμφασιν ἀπολείπουσαν ποσῆς σωτηρίας ἐκλεκτέον, ὅσον τὴν ἐπιφάνειαν ἐν νεωτέρῳ σώματι καὶ μὴ γηραλέῳ, καὶ τὴν ἐν σαρκώδεσι καὶ μὴ περί τισι νευρώδεσιν ἢ βουβῶσιν ἢ μασχάλαις ἢ ἐν κυρίοις σύνεγγυς τόποις.
5δύσκολος καὶ ἡ ἐπὶ πλέον πελιουμένη, βραδὺ δὲ μεταβάλλουσα εἰς

44

.

23

.

6

μέλαν. χαλεπὸν δὲ καὶ τὸ μηδὲν ἐν ταῖς κατασχάσεσιν αἷμα ῥεῖν, ἀλλ’ οἷον ἐξυδατωμένον, σομφότης τε ἐν ταῖς πιέσεσι γινομένη.

44

.

23

.

7

οὕτως δὲ τὸ πάθος ὀξὺ καὶ χαλεπόν ἐστιν, ὥστε μήτε ἀρχὰς μήτε μεσότητας εὑρίσκεσθαι θεραπείας, πλὴν κοινῶς πάντας φλεβοτομητέον.

44

.

23

.

8

ἐστεγνωμένης δὲ κοιλίας, κενωτέον καὶ κατασχαστέον τό τε νενεκρωμένον

44

.

23

.

9

περιχαρακτέον, οὗ τὸ βάθος ἡ τοῦ αἵματος μηνύει ῥύσις. τὸ δὲ κα‐ τασχασθὲν ἁλὶ λεπτῷ καὶ ἐλαίῳ ἀνατριπτέον σφοδρῶς καὶ ἐφ’ ἱκανόν, ἔπειτα καταπλάσσειν φλοιῷ ῥαφάνου σὺν αἰρίνῳ ἀλεύρῳ ἢ θερμίνῳ ἀλεύρῳ μετὰ νίτρου ἀφροῦ, καὶ τοῦ μὲν ἀλεύρου δύο μοῖραι, μία δὲ

44

.

23

.

10

τοῦ νίτρου. μετὰ δ’ ὄξους δριμυτάτου καταπλαστέον, καὶ πύρινον δ’

44

.

23

.

11

ἄλευρον σὺν δαφνίσι καθαραῖς. περίχριστοι δ’ ἥ τε σφραγὶς διεθεῖσα ὄξει καὶ ἡ διὰ τῶν οἰσυπηρῶν καὶ πᾶσα ἡ ταύταις ἀνάλογος· κατάν‐ τλημα δὲ συνεχὲς οὖρον δριμὺ θερμόν, ῥαφάνου ἀφέψημα ἢ πράσου ἢ ἀγριελαίων ἢ βάτου ἢ κορίου ἢ ὄξος σκιλλιτικόν· ἐνεργεῖ δὲ μᾶλλον

44

.

23

.

12

θερμόν. στάσιν δὲ λαβούσης τῆς νομῆς, ἐπὶ τὰς ἀνακαθαιρούσας δυ‐ νάμεις βαδιστέον· πάμπολλαι δ’ εἰσὶν ἐξ ὧν παραδείγματος χάριν ὀλίγας παραθήσω· φακὸς γὰρ ἑφθὸς καὶ κατ’ ἰδίαν καὶ σὺν ῥοᾶς λεπυχάνοις λείοις σὺν μέλιτι ὀρόβου τε ἄλευρον ὁμοίως σκευασθὲν
5καὶ αἶραι καὶ πράσιον καὶ σταφὶς ἐκγιγαρτισμένη καὶ μαλάχης ἀγ‐ ρίας φύλλα, μετὰ μελικράτου ἀρνόγλωσσον, ἥ τε Αἰγυπτία, πᾶσά τε

44

.

23

.

13

χλωρὰ δύναμις ῥοδίνῳ διεθεῖσα. μετὰ δὲ τὴν ἔκπτωσιν τῶν ἀπαλλο‐ τριωθέντων ταῖς πυοποιοῖς καὶ πληρωτικαῖς χρηστέον, καὶ τὰ μὲν ὑπὲρ τὸ ἕλκος καταπλαστέον τοῖς ἀποκρουομένοις, τὰ δ’ ἕλκη ἀδή‐
κτοις θεραπευτέον.

44

.

24

t

Ἐκ τῶν Γαληνοῦ. Περὶ ἐρυσιπέλατος.

44

.

24

.

1

Ὅταν μὲν αἱματικὸς εἰς τὸ μόριον κατασκήψῃ χυμός, φλεγμονὴ καλεῖται τὸ πάθος, περὶ ἧς εἴρηται πρόσθεν· ὅταν δὲ παχύτερος καὶ δριμύτερος, ἀποδέρει μὲν τὴν ἐπιδερμίδα, καί ποτε ἐν χρόνῳ πρὸς τὸ βάθος ἐξικνεῖται τοῦ δέρματος ἡ ἕλκωσις, ἐρυσίπελας δ’ ὀνομάζε‐
5ται, διττὴν ἔχον, ὡς εἴρηται, διαφοράν, ἤτοι χωρὶς ἑλκώσεως ἢ σὺν

44

.

24

.

2

αὐτῇ γινόμενον. μιχθέντος δ’ αἵματος ἴσου τῇ χολῇ, τὸ πάθος ἀμφοῖν ἐν μέσῳ τὴν ἰδέαν ἐστὶ καὶ τὴν φύσιν, ἐρυσιπέλατός τε καὶ φλεγμο‐ νῆς· εἰ δ’ ἐπικρατοίη τὸ ἕτερον, ἀπὸ μὲν τοῦ κρατοῦντος ἡ προσ‐

44

.

24

.

3

ηγορία τῷ πάθει, προσκατηγορεῖται δ’ αὐτῷ τὸ μιχθέν. ἐρυσίπελας μὲν οὖν φλεγμονῶδες ἐπὶ τῇ ξανθῇ χολῇ κρατούσῃ, φλεγμονὴ δ’ ἐρυσιπε‐ λατώδης ἐπὶ τῷ αἵματι λέγεται· ταύτας δὲ τὰς διαθέσεις καὶ φύγεθρά

44

.

24

.

4

τινες ὀνομάζουσιν. κοινὸς μὲν οὖν σκοπὸς ἅπασι τοῖς οὕτω παρὰ φύσιν ὄγκοις ἡ κένωσις, διττή τις οὖσα, μία μὲν ἀπωθουμένων ἡμῶν αὐτοὺς εἰς ἕτερα, δευτέρα δὲ διαφορούντων ἔξω κατὰ τὴν ἄδηλον

44

.

24

.

5

αἰσθήσει κένωσιν. ἐπεὶ δ’ οὐ τῷ πόσῳ μόνον ἀνιᾷ τὸ ἐρυσίπελας, ἀλλὰ καὶ τῷ ποίῳ, σφοδρὰν ἔχον τὴν φλόγωσιν, ἐμψύξεως δεήσεται περιττοτέρας ἢ κατὰ τὴν φλεγμονήν· οὐ μὴν ἀκίνδυνός γε ἡ τοι‐ αύτη θεραπεία τῷ παντὶ σώματι διὰ τὸ φέρεσθαι τὴν χολὴν ἐνίοτε
5πρός τι τῶν ἐπικαίρων μορίων, ὅπου γε οὐδ’ ὅταν αἷμα τύχῃ πλεο‐

44

.

24

.

6

νάζον, ἀκίνδυνον τὸ τοιοῦτον. προκενώσαντες οὖν τὸ πᾶν σῶμα χολαγωγῷ φαρμάκῳ, τοῖς ἀποκρουστικοῖς χρώμεθα, τὸ πεπονθὸς μέ‐

44

.

24

.

7

ρος ἐμψύχοντες. ὅρος δ’ ἔστω τοῦ ψύχειν τῆς χρόας ἡ μεταβολή, καὶ τό γε ἀκριβὲς ἐρυσίπελας εὐθὺς ἅμα ταύτῃ παύεται, τὸ δ’ οὐκ ἀκριβές, ἀλλ’ ἤδη πως φλεγμονῶδες, πελιδνὸν ἀποφαίνει τὸ δέρμα,

44

.

24

.

8

ψυχόντων ἐπὶ πλέον. εἰ δὲ μηδ’ οὕτως παύοιτο, μελαίνεται, καὶ μά‐ λιστα ἐπὶ τῶν πρεσβυτικῶν σωμάτων, ὥστε ἔνια τῶν οὕτως ψυχθέν‐ των οὐδὲ τοῖς διαφορητικοῖς φαρμάκοις ἐκθεραπεύεται τελέως, ἀλλ’

44

.

24

.

9

ὑπολείπει τινὰ περὶ τὸ μόριον ὄγκον σκιρρώδη. μεταβαίνειν οὖν ἄμει‐ νον ἀπὸ τῶν ψυχόντων ἐπὶ τὰ διαφοροῦντα, καθ’ ὃν ἂν καιρὸν ἴδῃς ἠλλοιωμένον τὸ χρῶμα τοῦ πάσχοντος μορίου, πρὶν ἤτοι πελιδνὸν ἢ

44

.

24

.

10

καὶ παντάπασι μέλαν γενέσθαι. ἐμψυχόντων δὲ δεῖται τῶν μεθ’ ὑγρό‐ τητος ἄνευ στύψεως [ψυχόντων], ὁποῖόν ἐστιν ἀείζῳόν τε καὶ ἀν‐
δράχνη καὶ ψύλλιον ὅ τε ἀπὸ τῶν τελμάτων φακὸς καὶ τὸ στρύχνον καὶ ἡ κοτυληδὼν ὅ τε ὑοσκύαμος καὶ ἡ θριδακίνη καὶ ἡ σέρις καὶ τὸ

44

.

24

.

11

γλαύκιον αἵ τε δι’ ὕδατος πάνυ ψυχροῦ κηρωταί. μίγνυται δὲ καὶ ὀποῦ τι τούτοις καὶ χυλοῦ μήκωνος καὶ κωνείου καὶ μανδραγόρου, καὶ γίνεται σύνθετα ἃ ἐν τοῖς περὶ φαρμάκων εἴρηται. Ψύχουσα κηρωτή.

44

.

24

.

12

Κηρὸν καθαρόν, ὡς ἔνι μάλιστα, τήξαντας ἐλαίῳ, ποιῆσαι δεῖ κηρωτὴν ὑγράν, εἶτα ψύξαντας καὶ ξύσαντας ἐν θυΐᾳ μαλάττειν διὰ χειρῶν, ὕδωρ ψυχρὸν παραχέοντας εἰς ὅσον ἂν ἡ κηρωτὴ δύνηται δέχεσθαι, καὶ μή πως περιρρέῃ τὸ ὑγρόν.
5Φάρμακα ψυκτικά.

44

.

24

.

13

Ἐπί τε τῶν ἑκτικῶν πυρετῶν συνισταμένων ἐπὶ μορίοις κυρίοις καὶ ἐρυσιπελάτων καὶ φλεγμονῶν τῶν ἐν αἰδοίοις ἐν ἀρχῇ, πρὶν ὑπο‐ φαίνεσθαι νομώδη τινά, παρεσκευάσθαι χρὴ κηρὸν ὡς κάλλιστον καὶ ῥόδινον ἐξ ὀμφακίνου χωρὶς ἁλῶν, καὶ ἄμφω τήκεσθαι δι’ ἀγγείου

44

.

24

.

14

διπλοῦ. τριπλάσιον δ’ ἔστω τοῦ κηροῦ τὸ ῥόδινον, καὶ μιγνύσθω ψυχθείσῃ τῇ κηρωτῇ κατὰ βραχὺ τοσοῦτον ὕδατος, ὅσον ἂν ἐν θυΐᾳ

44

.

24

.

15

μαλαττομένη δέξασθαι δύναιτο. μῖξαι δ’ εἰ βούλοιο καὶ ὄξους ὀλίγον ἱκανῶς λεπτοῦ καὶ διαυγοῦς, ἔτι δὴ μᾶλλον ὑγραῖνόν τε ἅμα καὶ

44

.

24

.

16

ψῦχον ἐργάσῃ φάρμακον. χρὴ δ’ αὐτὸ συνεχῶς ὑπαλλάττεσθαι, πρὶν θερμαίνεσθαι σαφῶς. Ἄλλο.

44

.

24

.

17

Ὀξαλίδος ἢ ὀξυλαπάθου χυλὸς ἀλφίτων ὀλίγων μιχθέντων ἀνα‐ λαμβανέσθω διπτύχῳ ῥάκει ἢ ὀθονίῳ· ψυχρὸν δ’ ἱκανῶς ἐπιτιθέσθω·

44

.

24

.

18

καὶ τοῦτο δὲ καὶ τἄλλα ὅσα ψύχειν ἐλέχθη σὺν ἀλφίτοις πάντα. καὶ

44

.

24

.

19

χωρὶς ἀλφίτων ὅλας τὰς πόας ἔξεστι λειοῦντα χρῆσθαι. καὶ μὲν δὴ

44

.

24

.

20

καὶ τὸ διὰ τῶν φοινίκων τῶν λιπαρῶν ἀγαθὸν φάρμακον. ἑψεῖν δὲ χρὴ τούτων τὴν σάρκα, τὸ ὑμενῶδες ἅπαν ἐξαιροῦντα, τακερᾶς δ’

44

.

24

.

21

ἱκανῶς γενηθείσης λειοῦντα χρῆσθαι. ξηρότερον δ’ εἰ φαίνοιτό σοι κατὰ τὴν σύστασιν, ἄμεινον μίγνυται τῆς προγεγραμμένης κηρωτῆς.

44

.

24

.

22

μεταπεσούσης δὲ τῆς φλογώσεως τοῦ πεπονθότος μορίου, καταπλάτ‐ τειν αὐτὸ πρὶν πελιδνὸν γενέσθαι δι’ ὠμῆς λύσεως· εἰ δὲ καὶ πελι‐ δνὸν γενέσθαι φθάσειεν, ἀποσχάζοντα καταπλάττειν, αἰονᾶν δὲ τὰ μὲν
πλεῖστα δι’ ὕδατος θερμοῦ· καὶ θαλάσσῃ δέ ποτε καὶ ἅλμῃ συνοίσει

44

.

24

.

23

καὶ αὐτῷ τε τῷ καταπλάσματι μιγνύναι ὕδωρ ἢ ὄξος ἢ ὀξάλμην. ἐν τούτῳ δὲ τῷ καιρῷ καὶ κοριάννου μετ’ ἀλφίτων ἔνιοι πειραθέντες ἔγραψαν ὡς ἀγαθὸν φάρμακον ἐρυσιπελάτων, εἶτ’ αὖθις ἕτεροι κατ’

44

.

24

.

24

ἀρχὰς χρησάμενοι μεγάλης βλάβης τῷ κάμνοντι γεγόνασιν αἴτιοι. καὶ ἡ διὰ τοῦ ῥοδίνου δὲ κηρωτὴ ἡ λαμβάνουσα τίτανον κατὰ τὸν αὐτὸν τρόπον ἐνίοις γέγραπται, καὶ ἄλλα τινὰ τῶν θερμαινόντων ἱκανῶς, ὧν οὐδέν ἐστιν ἐρυσιπέλατος ἴαμα, πρὶν μεταπεσὸν αὐτὸ παύσασθαι
5μὲν ὅπερ ἐξ ἀρχῆς ἦν, ἕτερον δ’ ἐναντίον ἐκείνῳ γενέσθαι· πῶς γὰρ οὐκ ἐναντίον ἐστὶ τῷ θερμῷ πάθει τὸ ψυχρὸν ἢ τῷ ξανθῷ τὴν χρόαν

44

.

24

.

25

ἢ ὠχρῷ τὸ πελιδνὸν ἢ μέλαν; ἐπιμεμιγμένων δὲ τῶν παθῶν ἡ θερα‐ πεία σοι γινέσθω καθάπερ ἐν ἅπασι τοῖς συνθέτοις, μάλιστα μὲν ἀνθ‐ ισταμένῳ πρὸς τὸ κρατοῦν, οὐκ ἐπιλελησμένῳ δ’ οὐδὲ τῆς ἀπὸ [τῆς] τοῦ μιχθέντος ἐνδείξεως.

44

.

25

t

Ἐκ τῶν Ῥούφου. Περὶ ἐρυσιπελάτων.

44

.

25

.

1

Ὅσα δ’ ἐφ’ ἕλκεσιν ἐρυσιπέλατα γίνεται, κακοήθη πάντα, καὶ τὰ

44

.

25

.

2

ἀφανιζόμενα ὡσαύτως, καὶ οἷς πυρετοὶ συνεδρεύουσιν. οὐκ ἀγαθὸν δ’ οὐδὲ τοῦ στήθους κατακεχυμένον ἀφανίζεσθαι μετὰ δυσπνοίας καὶ νυσταγμοῦ καὶ μήλων ἐρεύθους· εἰς γὰρ περιπνευμονίαν τὰ τοιαῦτα ὁρμᾷ καὶ διὰ ταχέων ἀποκτείνει.

44

.

26

t

Ἐκ τῶν Γαληνοῦ. Περὶ ἕρπητος καὶ φαγεδαίνης καὶ τῶν ὁμοίων.

44

.

26

.

1

Συνίσταται δὲ καὶ ὁ ἕρπης ἐκ χυμοῦ δριμέος· ἐπεὶ δ’ αὐτοῦ τοῦ δριμέος ὁ μὲν ἧττον, ὁ δὲ μᾶλλον ὑπάρχει τοιοῦτος, ἰστέον ὑπὸ μὲν τοῦ δριμέος τὸν ἐσθιόμενον ἕρπητα συνιστάμενον, ὑπὸ θατέρου δὲ τὸν ἕτερον, ὃν κεγχρίαν ἔνιοι τῶν μεθ’ Ἱπποκράτην τοὔνομα

44

.

26

.

2

ἔθεντο, διότι κέγχροις ὁμοίας ἐξοχὰς ἀποτελεῖ κατὰ τὸ δέρμα. φλέγ‐ ματι μὲν οὖν δοκεῖ μοι μεμῖχθαι τὸ τοιοῦτον ῥεῦμα, τὸ δ’ ἕτερον ἀκριβῶς εἶναι χολήν, καὶ διὰ τοῦτο μετ’ ἀναβρώσεως γίνεται, τὸ συνεχὲς ἀεὶ τοῦ δέρματος ἐπιλαμβάνοντος τοῦ πάθους, ὅθεν αὐτῷ

44

.

26

.

3

καὶ τοὔνομα. γεννᾷ μὲν οὖν καὶ τὸν ἕρπητα χολώδης χυμός, ὥστε κατ’ αὐτό γε τοῦτο ταὐτοῦ γένους ὑπάρχει τῷ ἐρυσιπέλατι, καὶ μᾶλ‐ λόν γε τῷ ἑλκουμένῳ, διαφέρει δὲ τῇ λεπτότητι τοῦ χυμοῦ· πάνυ
γάρ ἐστι λεπτὸς ὁ τὸν ἕρπητα γεννῶν, ὡς μὴ μόνον διὰ πάντων
5διέρχεσθαι τῶν ἔνδον μορίων, ὁπόσα σαρκώδη τὴν σύστασίν ἐστιν, ἀλλὰ καὶ δι’ αὐτοῦ τοῦ δέρματος ἄχρι τῆς ἐπιδερμίδος, ἣν μόνον ἀναβιβρώσκει τε καὶ διεσθίει τῷ στέγεσθαι πρὸς αὐτῆς, ὡς εἴ γε καὶ ταύτην διεξῄει τοῖς ἱδρῶσιν ὁμοίως, οὐκ ἂν ὅλως ἕλκος εἰργάσατο· κοινὸν γὰρ δὴ τοῦτο τοῖς γινομένοις ἐκ χυμοῦ δακνώδους ἕλκεσιν,
10ἅπερ αὐτόματα προσαγορεύουσιν, ἴσχεσθαί τε καὶ βραδύνειν ἐν τῇ διεξόδῳ τὸν ἐργαζόμενον αὐτὰ χυμόν· τῷ δ’ ἧττόν τε καὶ μᾶλλον ἕτερον ἑτέρου χυμὸν ἤτοι λεπτὸν ἢ παχὺν ὑπάρχειν αἱ κατὰ βάθος

44

.

26

.

4

ἐν τοῖς ἕλκεσι γίνονται διαφοραί. τούτου τοῦ γένους ἐστὶ καὶ ἡ φαγέδαινα καὶ οἱ ἑλκούμενοι τῶν καρκίνων, ἐφ’ ὧν ἁπάντων ἡ μὲν κοινὴ θεραπεία κωλύσαντα τὸν ἐπιρρέοντα χυμὸν ἰᾶσθαι τὸ ἕλκος, ἡ δ’ ἰδία καθ’ ἕκαστον ἔκ τε τῆς τοῦ μορίου φύσεως εὑρίσκεται καὶ τῆς

44

.

26

.

5

ἰδέας τε καὶ ποσότητος τοῦ χυμοῦ. λεπτότατος μὲν οὖν ἐν τοῖς τοι‐ ούτοις χυμοῖς ἐστιν ὁ τὸν ἑλκούμενον ἕρπητα γεννῶν (οὗτος δ’ ἐπι‐ νέμεται μὲν ἀναβιβρώσκων τὰ πέριξ, ἀλλ’ ἔστι μόνου τοῦ δέρματος ἕλκωσις), παχύτατος δ’ ὁ τὸν καρκῖνον, ἐφεξῆς δὲ τούτῳ κατά γε
5τὸ πάχος ὁ τὰς φαγεδαίνας ὀνομαζομένας, αἳ σὺν τῷ δέρματι καὶ

44

.

26

.

6

τῶν ὑποκειμένων ἅπτονται. τῶν δὲ φαγεδαινῶν ἰδέαι τινές εἰσι τά τε Χειρώνεια καὶ Τηλέφεια καλούμενα, καὶ εἰ δή τινες ἄλλαι προση‐ γορίαι γεγόνασιν ἄχρηστοι καὶ περίεργοι· πρὸς γάρ τοι τὴν θεραπείαν ἐπισκοπεῖσθαί σε χρὴ τό τε πλῆθος τοῦ χυμοῦ καὶ τὴν σύστασιν καὶ
5τὴν δύναμιν, οἷον εὐθέως ἐπὶ τῶν ἑρπήτων, ἐπεὶ λεπτός ἐστιν ὁ χυμός, ἐκ τοῦ γένους ὢν δηλονότι τῆς ξανθῆς χολῆς, ὅταν ἀναδείρῃ

44

.

26

.

7

τὴν ἐπιδερμίδα, διαφορηθεὶς ἐπιτρέπει συνουλωθῆναι τῷ ἕλκει. ἐὰν μὲν οὖν τις φθάσῃ ἐκκαθᾶραι τὸ πᾶν σῶμα, μετὰ τοῦτο τοῖς ἀναστέλ‐ λουσι καὶ ἀποκρουομένοις τοὺς ἐπιρρέοντας χυμοὺς χρήσηται φαρμά‐ κοις, ἰάσατο τὸν ἕρπητα· μηδέτερον δ’ ἐργασάμενος τούτων, ἀλλὰ
5μόνοις ἀρκεσθεὶς τοῖς ἐπουλοῦσι τὴν ἡλκωμένην ἐπιδερμίδα, ταύτην μὲν ἰάσατο, τὴν συνεχῆ δ’ αὐτῇ παθεῖν οὐκ ἐκώλυσεν, εἶτ’ αὖθις πάλιν ἐκείνης ἐπουλουμένης, ἡ συνεχὴς ἀναδέρεται, καὶ τοῦτο ἐπὶ πλεῖστον γίνεται, καθάπερ ἕρποντος τοῦ πάθους, ἄχριπερ ἂν ὁ ἐρ‐ γαζόμενος αὐτὸ χυμὸς ἐκκενωθῇ, ποτὲ μὲν τῷ τὴν ὠχρὰν χολὴν
10ἐκκαθαίροντι φαρμάκῳ, ποτὲ δὲ τῷ τὴν μέλαιναν, ἔστι δ’ ὅτε μικτῷ χολήν τε ἅμα καὶ φλέγμα κενοῦντι, ὥσπερ ἐπὶ θατέρου τῶν ἑρπή‐ των, ὃν ἀπὸ τῆς πρὸς τὰς κέγχρους ὁμοιότητος ὀνομάζουσι κεγχρίαν·
οὗτος γὰρ οὐκ εὐθέως ἕλκος ἐργάζεται, καθάπερ ὁ ἕτερος, ἀλλὰ μικρὰς πάνυ φλυκταίνας ὥσπερ κέγχρους, αἳ καὶ αὐταὶ τοῦ χρόνου
15προϊόντος εἰς ἕλκος τελευτῶσιν, καί τισιν οὐκ ἀλόγως ἔδοξεν ἐπι‐

44

.

26

.

8

μίγνυσθαι τῇ χολῇ φλέγματος ἐν τῷ τοιούτῳ πάθει. ἀρκεῖ δ’ ἐνίοτε κατὰ τοὺς ἐσθιομένους ἕρπητας, ἐπειδὴ λεπτός ἐστιν ὁ τὸ πάθος ἐργαζόμενος χυμός, καὶ λαπάξαι γαστέρα διὰ τῶν ἐπιτυχόντων ἢ οὖρα κινῆσαι διὰ τῶν μετρίως οὐρητικῶν, τοὺς δ’ ἕρπητας τῇ τοῦ
5ὅλου κενώσει ὁμοίως τοῖς ἐρυσιπέλασιν ἰᾶσθαι, τὰ δὲ περὶ τὸ πεπον‐ θὸς μέρος οὐκέτι ὁμοίως· ἅπαντες γὰρ οἱ ἀναβιβρωσκόμενοι ψύχεσθαι μὲν ἐθέλουσιν ὡσαύτως τοῖς ἄλλοις ἕρπησί τε καὶ ἐρυσιπέλασιν, οὐ μὴν ὅσα γε σὺν τῷ ψύχειν φάρμακα καὶ ὑγραίνειν πέφυκε, ταῦτα ἔτι φέρουσιν, ἀλλὰ μόνων τῶν ψυχόντων καὶ ξηραινόντων ἀνέχονται.

44

.

26

.

9

μὴ τοίνυν μήτε θριδακίνην αὐτοῖς μήτε πολύγονον μήτε τὸν ἀπὸ τῶν τελμάτων φακὸν ἢ τὸν ἕλειον λωτὸν ἢ ἀνθύλλιον ἢ ἀνδράχνην ἢ σέριν ἢ ἀείζῳον ἤ τι τῶν οὕτως ὑγραίνειν τε καὶ ψύχειν δυναμέ‐ νων προσφέρειν, ἃ τοῖς ἐρυσιπέλασιν ἦν οἰκεῖα, μηδὲ σπόγγῳ ποτὲ
5θαρσήσῃς ὕδατι ψυχρῷ βεβρεγμένῳ μηδὲ στρύχνῳ, καίτοι καὶ τοῦτο ξηραίνειν πέφυκεν, ἀλλὰ μετρίως· οἱ δ’ ἄρα σφοδροτέρας ἢ κατὰ

44

.

26

.

10

στρύχνον δέονται ξηρότητος. ἐπιπλάττειν οὖν αὐτοῖς κατ’ ἀρχὰς μὲν ἕλικας ἀμπέλου καὶ βάτου καὶ κυνοσβάτου καὶ ἀρνογλώσσου, μετὰ δὲ ταῦτα τήν τε φακὴν μιγνύς, εἰ δέοι, ποτὲ δὲ καὶ μέλιτος καὶ ἀλφί‐ των, καὶ τὸ προγεγραμμένον πρὸς τὰς ἐκ ῥεύματος φλεγμονὰς κατά‐
5πλασμα, περιελὼν αὐτοῦ τὸ ἀείζῳον· αὐτὰ δὲ τὰ ἡλκωμένα καταχρί‐ ειν φαρμάκοις τοῖς πρὸς ἕρπητας γεγραμμένοις ἐν ταῖς φαρμακίτισι

44

.

26

.

11

βίβλοις. πολλὰ δ’ ἐστὶ ταῦτα παρὰ πᾶσι, καὶ εἰς κυκλίσκους ἀνα‐ πλάσσεται τὰ πλεῖστα, καὶ δεῖται χρωμένων ἀνίεσθαι γλυκεῖ· μὴ παρόντος δέ, οἴνῳ λεπτῷ τε καὶ ὑποστύφοντι, μηδὲν ἐν τῇ γεύσει

44

.

26

.

12

δριμὺ διὰ παλαιότητα κεκτημένῳ. καὶ ὀξυκράτῳ δ’ ὑδαρεῖ ποτε χρη‐

44

.

26

.

13

σάμενος ἀντὶ τούτων οὐδὲν ἧττον ἂν ἔχοις. ἤδη δὲ κεχρονισμένων τῶν ἑλκῶν, μήτε γλυκεῖ λύειν τοὺς κυκλίσκους μήτε ὑδαρὲς ἔτι τὸ

44

.

26

.

14

ὀξύκρατον ἔστω. καὶ τῶν οἴνων ὅσοι στύφουσιν ἱκανῶς ἀγαθοί, μά‐

44

.

26

.

15

λιστα μὲν οἱ μέλανες· εἰ δ’ ἀποροῖμεν αὐτῶν, οἱ λευκοί. φάρμακα δ’ ἐν τῷ καιρῷ τούτῳ μάλιστα ἂν ἁρμόσειε τό τε Πασίωνος καὶ τὸ Πολυείδους καὶ τὸ Μούσα καὶ τὸ Ἄνδρωνος καὶ ὅσα τούτοις ἔοικεν.

44

.

26

.

16

τοὺς δὲ τὰ ἐπιπολῆς μόνον ἑλκοῦντας ἕρπητας, εἰ μὴ πάνυ σφόδρα κεχρονικότες εἶεν, οὐδενὶ χρὴ καταχρίειν τούτων (ἔστι γὰρ ἰσχυρὰ καὶ ξηραίνει σφοδρῶς), ἀλλ’ ἀρκεῖ τοῖς τοιούτοις ἕρπησιν ὅσα κατὰ
γλαυκίου δύναμίν ἐστι φάρμακα· λύεσθαι δὲ μάλιστα μὲν ὕδατι χλιαρῷ
5μηδὲν δ’ ἀνύοντος αὐτοῦ, καὶ ὄξος παραπλέκειν· εἰ δὲ καὶ στρύχνου

44

.

26

.

17

χυλῷ δεύσειας καὶ ἀρνογλώσσου, μεγάλως ὠφελήσεις. γίνεται δέ ποτε καὶ χωρὶς τῆς τοῦ παντὸς σώματος ἰσχυρᾶς κακοχυμίας ἐν μέρεσιν ἕλκη, θεραπευόμενα ῥᾳδίως ὑπὸ φαρμάκου μικτὴν ἔχοντος δύναμιν,

44

.

26

.

18

ἀποκρουστικήν τε καὶ διαφορητικήν. δῆλον δ’ ὅτι κατὰ μὲν τὴν γένε‐ σιν τῶν ἑλκῶν ἐπικρατεῖν χρὴ τὰ τὴν ἀποκρουστικὴν ἔχοντα δύναμιν, μηκέτι δ’ ἐπιρρέοντος τοῦ μοχθηροῦ χυμοῦ τῷ μορίῳ, τὰ τὴν διαφο‐ ρητικήν. ἡ μὲν γὰρ ὀλίγη κακοχυμία, κἂν ἀπώσηταί τις αὐτὴν ἐπί τε
5τὰ σπλάγχνα καὶ τὰς μεγάλας φλέβας, οὐδὲν ἐργάζεται κακὸν αἰσθη‐ τόν· ἡ δ’ ἀξιόλογος εἴς τι κύριον ἐνίοτε κατασκήπτει μόριον, ὅταν γε μὴ διὰ ῥώμην τῆς φύσεως ἐκκαθαιρούσης τὸ σῶμα κενωθῆναι φθάσῃ μετὰ τῶν διαχωρημάτων ἢ τῶν οὔρων ἢ καὶ διὰ τοῦ περι‐

44

.

26

.

19

έχοντος ὅλον τὸ σῶμα δέρματος. ὀπὸς τιθυμάλλου τὰ φαγεδαινικὰ

44

.

26

.

20

τῶν ἑλκῶν ὠφελεῖν πέφυκεν, ἐν καιρῷ καὶ μέτρῳ χρωμένων. χαμαι‐

44

.

26

.

21

λέοντος μέλανος ἡ ῥίζα καταπλασθεῖσα ὁμοίως. σταφυλίνου τοῖς φύλ‐ λοις ἔνιοι χλωροῖς μετὰ μέλιτος τὰ φαγεδαινικὰ τῶν ἑλκῶν κατα‐ πλάσσουσιν ὑπὲρ τοῦ καθαρὰ ποιῆσαι. Πρὸς ἕρπητας.

44

.

26

22,23

Ἀκακίας χυλὸν ὄξει διαλύσας ἐπίχριε. ἢ γλαυκίου χυλὸν γλυκεῖ

44

.

26

.

24

διαλύσας ἐπίχριε. ἢ σιδίων καὶ κόμμεως ἀνὰ 𐅻 α τρίψας ἐπιμελῶς καὶ

44

.

26

.

25

γλυκεῖ ἀναλαβὼν ἐπίχριε. φλυκταινῶν δ’ ἐπιγινομένων καὶ ῥηγνυμέ‐

44

.

26

.

26

νων χρηστέον τοῖς ὑπογεγραμμένοις τροχίσκοις πρὸς ἕρπητας. μίσυος

44

.

26

.

27

ὠμοῦ 𐅻 η, ἁλὸς ὀρυκτοῦ 𐅻 α, κόμμεως 𐅻 β. τρῖβε οἴνῳ καὶ ἀναπλάσας

44

.

26

.

28

τροχίσκους ἀπόθου. ἐπὶ δὲ τῆς χρήσεως μυρτίτῃ οἴνῳ διαλύων ἐπίχριε. Ἄλλο φάρμακον ἐπιτετευγμένον.

44

.

26

.

29

Ψιμυθίου 𐅻 λη, στυπτηρίας σχιστῆς 𐅻 ιβ, λιθαργύρου 𐅻 η, ἀκακίας 𐅻 η, κρόκου 𐅻 β, λιβάνου 𐅻 β, διφρυγοῦς 𐅻 β, ὀπίου 𐅻 β· τρῖβε μεθ’

44

.

26

.

30

ὕδατος. πρὸς τοὺς ἐκδαρέντας ἕρπητας λιπαρά· ψιμυθίου, λιθαργύρου, στυπτηρίας σχιστῆς, μίσυος ὀπτοῦ ἀνὰ 𐅻 δ, ῥητίνης πιτυΐνης 𐅻 ϛ, κηροῦ

44

.

26

.

31

𐅻 δ, ἐλαίου μυρσίνου 𐆂ο 𐅶, οἴνου μέλανος 𐆂ο α. τὰ ξηρὰ τρῖβε οἴνῳ ἐπιβάλλων, ἕως ἂν δαπανῇς τὸν οἶνον, τὰ δὲ τηκτὰ τῆκε καὶ κατέρα,
καὶ ἀνακόψας ἀνελόμενος χρῶ, ἐμπλάσσων εἰς ὀθόνιον. Ἄλλο τὸ ἰπωτήριον ἐπιγραφόμενον.

44

.

26

.

32

Μολύβου σκωρίας 𐅻 ιϛ, σποδοῦ Κυπρίας, στέατος μοσχείου ἀνὰ 𐅻 ιϛ, κηροῦ λευκοῦ 𐅻 δ, τερμινθίνης 𐅻 β, ἐλαίου μυρσίνου τὸ ἀρκοῦν.

44

.

26

33,34

τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. ἔστι δὲ καὶ ἑδρική.

44

.

27

t

Περὶ σκίρρων.

44

.

27

.

1

Ἀντίτυπός ἐστι καὶ σκληρὸς ἀκριβῶς ὥσπερ ὀστοῦν ὁ τῶν σκιρ‐ ρουμένων ὄγκος ἀεὶ καὶ μᾶλλον εἰς δυσαισθησίαν προερχόμενος, ὥστε τὰ τελευταῖα καὶ ἀναίσθητοί τινες αὐτῶν ἐγένοντο, καί εἰσιν ἀνίατοι οἱ τοιοῦτοι παντάπασιν· ἐφ’ ὧν δ’ ἐστὶ μὲν αἴσθησις, ἀλλ’

44

.

27

.

2

ἀμυδρά, θεραπεύεται ταῦτα 〈διὰ〉 διαφορούντων φαρμάκων. ἄρχεται μὲν γὰρ ἡ τῶν σκιρρουμένων διάθεσις ἐκ ῥεύματος φλεγματικοῦ γλίσχρου τε καὶ παχέος ἐν μικροῖς πόροις τοῦ μορίου σφηνωθέντος, διαφορηθείσης δὲ τῆς ἐν αὐτῷ λεπτομεροῦς ὑγρότητος, εἶτα τῆς
5ὑπολοίπου ψυγείσης τε καὶ οἷον πῆξίν τινα λαβούσης, καὶ διὰ τοῦτο

44

.

27

.

3

ψυχρὸν εἶναι τὸ πάθος φασὶ τῆς διαθέσεως. κοινὸς μὲν οὖν σκοπὸς ἐκκενῶσαι τὸ περιεχόμενον ἐν τῷ μορίῳ παρὰ φύσιν ἅπαν, ἴδιος δὲ τρόπος τῆς κενώσεως· ἀπορρύψαι γὰρ αὐτὸν χρὴ δυσλύτως ἐμπε‐

44

.

27

.

4

πλασμένον. ἐὰν οὖν ἀθρόως ἕλκουσί τε καὶ διαφοροῦσι φαρμάκοις ἐγχειρήσῃ τις κενοῦν ἄνευ τοῦ μαλάττειν τε καὶ χεῖν τοῖς ὑγραίνουσι καὶ θερμαίνουσιν, ἐν ὀλίγαις μὲν ἡμέραις ταῖς πρώταις ἀξιόλογον ἐπίδοσιν δόξει λαμβάνειν ἡ θεραπεία, τό γε μὴν ὑπόλοιπον τῆς δια‐

44

.

27

.

5

θέσεως ἀνίατον ἔσται, διαφορηθέντος ἅπαντος τοῦ λεπτομεροῦς. διὰ τοῦτο οὖν ἐπὶ τῶν σκιρρωδῶν διαθέσεων οὐδὲν τῶν ἰσχυρῶς θερμαι‐ νόντων ἢ ξηραινόντων φαρμάκων ἁρμόττει, μόνα δ’ ὅσα μετὰ τοῦ μαλάττειν ἱκανὰ διαφορεῖν ἐστιν, οἷον ἐλάφειόν τε στέαρ καὶ μυελὸς
5καὶ στέαρ ταύρειόν τε καὶ τράγειον καὶ λεόντειον, ὅπερ καὶ νεύρων ἀγκύλαις καὶ σκίρροις προσφορώτατόν ἐστι, καὶ παρδάλειον καὶ ἄρ‐ κειον, ἔτι τε πρὸς τούτοις ἀμμωνιακὸν θυμίαμα καὶ βδέλλιον καὶ

44

.

27

.

6

στύραξ. καὶ ἐρέβινθοι δὲ παρωτίδας καὶ διδύμους ἐσκιρρωμένους δια‐

44

.

27

.

7

φοροῦσιν. καὶ τὸ τοῦ ἐρυσίμου σπέρμα ὁμοίως καί τι τὰς σκιρρώδεις

44

.

27

.

8

φλεγμονὰς διαφορεῖ. καὶ αἰγεία κόπρος πᾶσι τοῖς σκιρρουμένοις ἁρ‐ μόττει μετὰ κριθίνου ἀλεύρου ἐν ὀξυκράτῳ· δριμύτερον δ’ ἐστὶν ἢ ὥστε μαλακοσάρκους φέρειν· τῷ δ’ εἶναι τῶν μορίων τὰ μὲν ἀραιό‐ τερα φύσει, τὰ δὲ πυκνότερα, καὶ τὴν κένωσιν ἑτέρων δεῖσθαι κατ’

44

.

27

.

9

εἶδος βοηθημάτων ἀναγκαῖόν ἐστιν. ὅτι μὲν οὖν οὐ δεῖται τῶν ἰσχυ‐ ρῶς ξηραινόντων φαρμάκων τὸ πάθος τοῦτο, προείρηται· περὶ δὲ τῆς κατὰ λεπτομέρειάν τε καὶ παχυμέρειαν διαφορᾶς νῦν εἰπεῖν προσ‐ ήκει, τῶν πραχθέντων ἐπὶ τοῦ Κερκυλλίου παιδὸς μνημονεύσαντας.
5τούτου γὰρ ἐξ ἐρυσιπέλατος σφοδρῶς ψυχθέντος τε καὶ στυφθέντος ὄγκον τε σκιρρώδη ἔχοντος ἐν ὅλῳ τῷ μηρῷ, λεπτομερῆ ἡμῖν ἐφαί‐ νετο δεῖν εἶναι τὰ μέλλοντα θεραπεύειν αὐτὰ φάρμακα· διὸ καὶ κατήντλουν ἐλαίῳ τὸν μηρόν, ἐν σκάφῃ καθίζων βαθείᾳ τὸ παιδάριον ἐχούσῃ πλῆθος ἐλαίου τοῦ Σαβίνου, διότι λεπτομερέστατον ἁπάντων
10ἐλαίων ὧν ἴσμεν αὐτό· λουτροῦ δ’ ἀπέσχον ὅτι μὴ διὰ πλειόνων

44

.

27

.

10

ἡμερῶν ἕνεκα τῆς τοῦ παντὸς σώματος ἐπιμελείας. μετὰ τὴν εἰρη‐ μένην κατάντλησιν τὰ διὰ τῶν μυελῶν τε καὶ στεάτων φάρμακα προσ‐ έφερον, ἐνίοτε δὲ καὶ βδελλίου τοῦ Σκυθικοῦ μιγνὺς καὶ μαστίχης Αἰγυπτίας καὶ ἀμμωνιακοῦ θυμιάματος λιπαροῦ τε καὶ μὴ παλαιοῦ

44

.

27

.

11

καὶ χαλβάνης ὡσαύτως. κἀπειδὴ διὰ τούτων προπαρεσκεύαστο, λύσας ἀμμωνιακὸν τὸ λιπαρὸν ὄξει δριμυτάτῳ κατέχρισα τὸν μηρὸν ὅλον ἐν κύκλῳ, κἄπειτα δι’ ἡμερῶν αὖθις ὀποπάνακος ἔμιξα, τὸ λιπαρώ‐

44

.

27

.

12

τατον ἐκλέγων καὶ πρόσφατον. καὶ ἀσκωλιάζειν δὲ κατὰ θατέρου σκέλους ἐποίουν τὸ παιδάριον, ὅπως ἐπ’ ἐκεῖνο φέροιτο τὸ πλέον τῆς

44

.

27

.

13

τροφῆς. ὕστερον δέ, ὡς ἤδη προσέσταλτο μὲν ὁ σκιρρώδης ὄγκος, ἐδεδίειν δὲ μή τι λείψανον αὐτοῦ μείνῃ, τοὐναντίον εἰργαζόμην, ἐπι‐

44

.

27

.

14

χρίων τῳ τῶν πιττωτῶν φαρμάκων τὸν μηρόν. ἐφαίνετο δὲ σαφῶς ἐπὶ μὲν τοῖς δι’ ὄξους ἐπιχρίσμασιν ἀξιολόγως καθαιρούμενος ὁ σκιρ‐ ρώδης ὄγκος, ἐπὶ δὲ τοῖς χαλαστικοῖς μαλακυνόμενος μέν, ἐλάττων δὲ μὴ γινόμενος, ἀλλ’ ἡ μετὰ μέτρου τοῦ προσήκοντος ἐναλλὰξ
5αὐτῶν χρῆσις ἐθεράπευσε τὸ παιδάριον· μετὰ γὰρ τὸ λυθῆναι τὴν

44

.

27

.

15

σκληρότητα τῶν διαφορητικῶν ἐστι χρεία φαρμάκων. οἱ μὲν οὖν
ἰατροὶ συνέθεσαν φάρμακα πρὸς ἀμφοτέρους ἀποβλέποντες τοὺς σκο‐ πούς, τόν τε τῆς λύσεως τοῦ ἐσκιρρωμένου μορίου τόν τε τῆς δια‐ φορήσεως, οὐκ ἐναλλὰξ ἑκατέροις χρώμενοι, καθάπερ ἐμὲ πράττοντα
5βλέπετε πολλάκις, ἀλλ’ ἀεὶ τὰ δύο διὰ τοῦ συνθέτου φαρμάκου ποι‐ οῦντες. 〈Περὶ〉 τενόντων καὶ συνδέσμων ἐσκιρρωμένων.

44

.

27

.

16

Ἐπὶ δὲ τενόντων καὶ συνδέσμων ἔδοξέ μοι βέλτιον εἶναι παρα‐ μιγνύναι τι τῇ διὰ τῶν μαλαττόντων ἀγωγῇ τῆς τμητικῆς, ὧν ἐν

44

.

27

.

17

τοῖς μάλιστα ὄξος ἐστίν· χρώμεθα δ’ ὡδί πως αὐτῷ. ὄξει δριμυτάτῳ σβέννυμεν λίθον διάπυρον, εἰ μὲν οἷόν τε εἴη, τὸν πυρίτην καλού‐ μενον, μὴ παρόντος δὲ τούτου, τὸν μυλίτην· εἶτ’ ἀναφερομένου τινὸς ἀτμοῦ θερμοῦ μετὰ τὸ καταχυθῆναι τοῦ λίθου τὸ ὄξος ἐν ἐκείνῳ τὸν
5ἐσκιρρωμένον σύνδεσμον ἢ τένοντα διακινεῖν ἀναγκάζω, καὶ μετὰ τοῦτο πάλιν ἐπιτίθημι τὸ μαλακτικὸν φάρμακον. πολλὰ γὰρ ἤδη τε‐ λέως ἠγκυλωμένα διὰ τούτου τοῦ τρόπου τῆς θεραπείας ἐν αὐτῷ τῷ διακινηθῆναι ἐθεραπεύθη τελέως, ὡς εἶναι τὸ πρᾶγμα μαγείᾳ παρα‐

44

.

27

.

18

πλήσιον. ἐλαίῳ γε μὴν τῶν λεπτομερῶν ἀπ’ ἀρχῆς τῆς θεραπείας, οὐχ ὕδατι κατήντλουν τὸ πεπονθὸς μέρος ἄχρι παντὸς ἑκάστης ἡμέ‐ ρας, ἐναφεψῶν δὲ τῷ ἐλαίῳ καὶ ἀλθαίας ῥίζαν ἢ ἀγρίου σικύου ἤ

44

.

27

.

19

τι παραπλήσιον τούτοις. ἡ δὲ δι’ ὄξους θεραπεία χρήσιμός ἐστιν ἐπὶ προήκοντι τῷ πάθει, προπαρεσκευασμένου τοῦ μέρους ὑπὸ τῶν μα‐

44

.

27

.

20

λακτικῶν. ἐπενόησα δὲ καὶ σύνθετά τινα φάρμακα δι’ ὄξους, ἃ μεταξὺ τῶν μαλακτικῶν ἐπιτίθημι πρὸς μίαν ἡμέραν· ἡ γάρ τοι τοῦ ὄξους δύναμις, ἐὰν μέν τις μετρίως τε καὶ κατὰ τὸν προσήκοντα χρῆται καιρόν, ὠφελεῖ τὰς τοιαύτας διαθέσεις, τέμνουσα καὶ διαλύουσα τοὺς
5παχεῖς καὶ γλίσχρους χυμούς· εἰ δ’ ἀμετρότερον ἢ οὐκ ἐν καιρῷ τῷ προσήκοντι, τὸ λεπτότερον ἐξαρπάζουσα τὸ κατάλοιπον ἐᾷ λιθοῦσθαι, καὶ μέντοι καὶ μέχρι πλείονος εἴ τις αὐτῇ χρῷτο, τῆς οὐσίας ἅπτεται

44

.

27

.

21

τῶν νεύρων. διὰ τοῦτο οὖν οὔτε πολλάκις οὔτε κατ’ ἀρχὰς οὔτε ἐν χρόνῳ πλείονι χρηστέον ἐστὶ τοῖς δι’ ὄξους φαρμάκοις ἐπὶ συνδέσμων τε καὶ τενόντων, ἐπὶ μέντοι σπληνὸς ἢ τῶν σαρκωδῶν μορίων τοῦ

44

.

27

.

22

μυὸς σκιρρουμένων ἀκίνδυνος ἡ χρῆσις. ὥσπερ δ’ ἐν τοῖς ἄλλοις ἅπασιν, ὅσα μεταπίπτειν εἰς ἄλληλα πέφυκεν, ἔστι τι μεθόριον ἀμ‐ φοτέρων ἠρέμα μετέχον, οὕτως καὶ τῶν φλεγμονωδῶν ὄγκων πρὸς τοὺς ἄνευ φλεγμονῆς σκίρρους· ὑπάρχει γάρ τις ἐν τῷ μεταξὺ διά‐
5θεσις, ἀνώδυνος μέν, εἰ μὴ τοὺς δακτύλους ἐπερείδοις, ὀδυνωμένη δὲ τοῦτο πραττόντων· σαφοῦς δὲ διδασκαλίας ἕνεκεν ἤτοι φλεγμονὴν

44

.

27

.

23

σκιρρώδη λεκτέον ἢ σκίρρον φλεγμονώδη. καὶ βοηθεῖν δεῖ τοῖς τοι‐ ούτοις, πρὸς ἀμφοτέρους ἀποβλέποντα τοὺς σκοπούς, τόν τε τῆς φλεγμονῆς καὶ τὸν τοῦ σκίρρου.

44

.

28

t

Ἐκ τῶν Γαληνοῦ. Περὶ οἰδημάτων.

44

.

28

.

1

Ὥσπερ ἐπὶ χολώδει ῥεύματι τὸ ἐρυσίπελας, οὕτως ἐπὶ φλεγμα‐ τώδει τὸ οἴδημα γίνεται, χαῦνός τις ὄγκος 〈καὶ〉 εἴκων καὶ βοθρού‐ μενος κατὰ τὰς τῶν δακτύλων ἐπερείσεις καὶ ἀνώδυνος, ἔχων ἐν ἑαυτῷ τι τοῦ καλουμένου φυσώδους πνεύματος, ὅπερ ἀτμώδους ὑγρό‐
5τητος ἔγγονος ὑπάρχει, καὶ μάλιστα ἐν ὑδερικοῖς πάθεσι καὶ φθόαις ἀθροίζεται τοιοῦτον κατὰ τοὺς πόδας, ὅπερ ἐκθεραπεύεται τριβο‐ μένων τῶν μορίων, ἐνίοτε μὲν δι’ ὀξυρροδίνου, ποτὲ δὲ δι’ ἁλῶν καὶ ἐλαίου καὶ ὅλως τῶν διαφορούντων τε καὶ ξηραινόντων ἀλύπως.

44

.

28

.

2

ἐφ’ ὧν δὲ φλέγματος ἐπιρρυέντος οἴδημα γίνεται, καὶ σπόγγος ὕδατι βεβρεγμένος ὀλίγον ὄξους ἔχοντι μετ’ ἐπιδέσεως ἀτρέμα σφιγγούσης, ἀρχομένης μὲν ἐκ τῶν κάτω μερῶν, εἰς τὰ ἄνω δὲ τελευτώσης,

44

.

28

.

3

ἰάσατο τὸ πάθος. ἔστω δ’ ὁ σπόγγος καινός· εἰ δὲ μὴ παρείη τοιοῦ‐ τος, ἐκκαθαιρέσθω τῶν ἄλλων τις ἀφρονίτρῳ, καὶ μᾶλλον τῇ καλου‐

44

.

28

.

4

μένῃ κονίᾳ στακτῇ. μὴ καταστάντος δ’ ἐπὶ τοῖσδε τοῦ οἰδήματος,

44

.

28

.

5

ἐπειδὰν αὖθις ἐπιδέῃς, ἐπέμβαλέ τι βραχὺ στυπτηρίας. ἀγαθὸν δὲ καὶ

44

.

28

.

6

τὸ ἁπαλώτατον ἐλλύχνιον ὑγρότητι τοιαύτῃ δευθέν. ἐπιτήδειον δ’ εἰς ταῦτα φάρμακόν ἐστι καὶ τὸ γλαύκιον, ἔτι τε μᾶλλον τὸ δι’ αὐτοῦ συντιθέμενον ἡμέτερον φάρμακον, ὃ καὶ τὸν ἐπὶ ταῖς λυχνίαις συνιστά‐ μενον ῥύπον λαμβάνει· ὁ γάρ τοι σκοπὸς τῆς θεραπείας ἐπὶ τῶν
5τοιούτων παθῶν μικτός ἐστι, τὸ μέν τι διαφορεῖν τῆς οὐσίας αὐτῶν,

44

.

28

.

7

τὸ δέ τι συνάγειν καὶ σφίγγειν. ἐγὼ δ’ ἐπὶ κεχρονικότος οἰδηματώ‐ δους ὄγκου προϋπαλείψας ἐλαίῳ τὸ μόριον, εἶτ’ ἐπιθεὶς σπόγγον ἐκ κονίας καὶ σφίγξας βιαιότερον, οἶδα τελέως ἐκθεραπεύσας τὸ πάθος, οὐκέτι δηλονότι τῆς τοιαύτης ἀγωγῆς σκοπὸν ἐχούσης τὸ μικτὸν τῶν
5δυνάμεων, ἀλλ’ ἐπὶ τὸ διαφορητικόν τε καὶ τμητικὸν ἀποκλινάσης,

44

.

28

.

8

ὅπερ ἐπὶ τῶν χρονιζόντων σχεδὸν ἁπάντων ἴσμεν εὐδοκιμοῦν. ἴσατις
ἥμερος τοὺς οἰδηματώδεις ὄγκους διαφορεῖ τε καὶ προσστέλλει θαυ‐

44

.

28

.

9

μαστῶς. γῆ λιπαρὰ πᾶσα, καὶ μάλιστα ἡ Αἰγυπτία, τάς τε παλαιὰς φλεγμονὰς καὶ τὰ χαῦνα τῶν οἰδημάτων καὶ τοὺς ὅλην τὴν ἕξιν

44

.

28

.

10

οἰδαλέους ὀνίνησι καταχριομένη. ἄκανθα λευκὴ τὰ οἰδήματα κατα‐ πλαττομένη προσστέλλει· ὁμοίως καὶ τοῦ ἀναγύρου τὰ φύλλα.

44

.

29

t

Περὶ δοθιήνων.

44

.

29

.

1

Ἐκ παχέων χυμῶν οἱ δοθιῆνες γίνονται καθ’ ὅλον τὸ σῶμα συνιστάμενοι, διττοί πως ὄντες· ἔνιοι μὲν γάρ, ὡς ἂν εἴποι τις, ἰον‐ θώδεις καὶ σκληροὶ καὶ δύσπεπτοι, τινὲς 〈δὲ〉 φλεγμονώδεις, ἐφ’ οἷς καὶ πυρετοὶ συμπίπτουσιν ἐνίοτε, καὶ μέγεθος καὶ ὄγκον ἴσχουσι καὶ μετα‐
5βολὴν εἰς πύον, ὅθεν καὶ ἡ θεραπεία τὸ πλεῖστον ἔχει ταὐτὸ 〈ὃ〉

44

.

29

.

2

ἐπὶ τῆς φλεγμονῆς. πυροὶ μασώμενοι καὶ ἐπιτιθέμενοι δοθιῆνας δια‐

44

.

29

.

3

φοροῦσι καὶ πέττουσιν. ὠφελεῖ δ’ αὐτοὺς καὶ μαστίχη Αἰγυπτία.

44

.

30

t

Ἐκ τῶν Ἀπολλωνίου. Πρὸς δοθιῆνας.

44

.

30

.

1

Νίτρον λεῖον ἀναλαβὼν ῥητίνῃ, εἰς ὀθόνιον ἐμπλάσσων, ἐπιτί‐

44

.

30

.

2

θει. —Ἄλλο. Μάνναν ἀναλαβὼν ῥητίνῃ καὶ εἰς ὀθόνιον ἐμπλάσας

44

.

30

.

3

ἐπιτίθει. —Ἄλλο. Ὕσσωπον τρίψας μετ’ ἀλφίτου ἐν ὕδατι βεβρεγ‐

44

.

30

.

4

μένου κατάπλασσε. —Ἄλλο. Σταφίδας ἐκγιγαρτίσας καὶ τρίψας μῖξον ἁλὸς λείου τὸ ἴσον καὶ κατάπλασσε τοῦτο· ἢ διαχεῖ ἢ ῥήσσει. —

44

.

30

5,6

Ἄλλο. Στέαρ αἴγειον ἢ βόειον μεθ’ ἁλὸς τρίψας ἐπιτίθει. —Ἄλλο.

44

.

30

.

6

(2)

Ὀρίγανον καὶ ἅλας λεάνας σμύρνῃ μῖξον καὶ ἐπιτίθει· παραχρῆμα δὲ

44

.

30

.

7

πεπαίνει. σμύρνα καὶ ὀρίγανον ἴσα μίξας καὶ ὕδωρ παραχέας χρῶ. —

44

.

30

8,9

Ἄλλο. Ἰσχάδας ἑφθὰς τρίψας καὶ ῥητίνῃ μίξας ἐπιτίθει. —Μυρίκης

44

.

30

.

9

(2)

καρπὸν μετ’ ὀρνιθείου στέατος λεάνας ἐπιτίθει.

45

.

1

t

Ἐκ τῶν Γαληνοῦ. Περὶ τῶν ἄνευ φλεγμονῆς ἀπο‐ στημάτων.

45

.

1

.

1

Ἀποστήματα καλοῦμεν τὰς διαθέσεις ἐκείνας, ἐν αἷς ἀλλήλων

45

.

1

.

2

ἀφίσταται τὰ πρότερον ψαύοντα σώματα. χώραν οὖν ἀναγκαῖον ἐν τῷ μεταξὺ γενέσθαι κενήν, ἥτις ἤτοι πνευματώδη τινὰ οὐσίαν ἢ

45

.

1

.

3

ὑγρὰν ἢ ἐξ ἀμφοῖν σύνθετον περιέξει. συνίστανται δ’ ἐκ μόνων φλεγμονῶν καὶ ἐρυσιπελάτων φλεγμονωδῶν, ἀλλὰ χωρὶς τούτων αἱ τῶν ἀποστημάτων διαθέσεις ἐκ περιουσίας μέν τινος ὑγρῶν ἢ πνευ‐ μάτων ἀτμωδῶν, ἤτοι δ’ ἐν αὐτοῖς τοῖς πάσχουσι σώμασι γεννωμένων
5ἢ ἐξ ἑτέρων ἐπιρρεόντων λόγῳ τῶν καλουμένων ἀποσκημμάτων· ὀνομάζουσι δ’ οὕτως, ὅταν χυμοί τινες ἐνοχλοῦντες πρότερον ἑτέρῳ

45

.

1

.

4

μορίῳ καταλιπόντες ἐκεῖνο μεταστῶσιν εἰς ἕτερον. ὅτῳ δ’ ἂν τρόπῳ γένηται διάθεσις ἀποστήματος, ἡ μεταξὺ χώρα τῶν ἀφισταμένων σω‐ μάτων πληροῦται τῶν ἐργαζομένων αὐτὴν ὑγρῶν, ἅπερ ἐνίοτε χρο‐

45

.

1

.

5

νίζοντα πολυειδεῖς ἀλλοιώσεις ἴσχει. τμηθέντα γοῦν παντοίαν ἰδέαν ὑγρῶν καὶ στερεῶν σωμάτων ἐντὸς ἑαυτῶν ἔχοντα φαίνεται· καὶ γὰρ βορβόρῳ καὶ πηλῷ καὶ οὔρῳ καὶ ἀμόργῃ καὶ τρυγὶ καὶ θρόμβῳ καὶ χυλῷ μελιτώδει καὶ μυξώδει καὶ ὀστοῖς καὶ λίθοις καὶ πώροις καὶ
5ὄνυξι καὶ θριξὶ καὶ πολλοῖς ἄλλοις τοιούτοις εὕρηται πολλάκις ἐν

45

.

1

.

6

ἀποστήμασιν ὅμοια περιεχόμενα σώματα. καὶ μὴν καὶ ζῷα πολλάκις εὕρηται σχεδὸν ἅπασι τοῖς ἐκ σηπεδόνος ἔχουσι τὴν γένεσιν ὁμοιό‐

45

.

1

.

7

τατα. ἀλλὰ ταῦτα μὲν σπανιώτερα, συνηθέστερον δὲ γινόμενα τοῦ γένους τοῦδε τῶν νοσημάτων ἐστὶν εἴδη τρία, προσηγορίας ἕκαστον
αὐτῶν ἰδίας τετυχηκός, ἀθέρωμά τε καὶ στεάτωμα καὶ μελικηρίς, ἀπὸ τῆς ὁμοιότητος τῶν περιεχομένων οὐσιῶν κατὰ τοὺς ὄγκους· ἔστι γὰρ
5αὐτῶν ἡ μέν τις οἷόνπερ τὸ στέαρ, ἡ δ’ οἷον μέλι, καί τις ἀθάρῃ

45

.

1

.

8

παραπλήσιος. οἱ σκοποὶ δὲ τῆς θεραπείας κοινοὶ διαφορῆσαι τὸ περι‐

45

.

1

.

9

εχόμενον ἢ σῆψαι πᾶν ἢ ἐκτεμεῖν. ἔνιοι μὲν οὖν ὄγκοι τοῖς τρισὶν ὑποπίπτουσι σκοποῖς, ὅσοι λεπτότερον ὑγρὸν ἔχουσιν, ὡς ἡ μελικηρίς, ἔνιοι δὲ τοῖς δυσὶ μόνοις, ὥσπερ τὸ ἀθέρωμα· καὶ γὰρ καὶ ἐκτεμεῖν οἷόν τε καὶ σῆψαι τοῦτο· τὸ δὲ στεάτωμα διὰ χειρουργίας μόνης
5θεραπεύεται, μήτε σαπῆναι μήτε διαφορηθῆναι δυνάμενον.

45

.

2

t

Ἐκ τῶν Ἀντύλλου. Περὶ στεατωμάτων.

45

.

2

.

1

Τὸ στεάτωμα ὁμόχρουν ὡς τὰ πολλὰ τῷ σώματι διαλλάττει τούτοις, οἷς καὶ σημειώσαιτο ἄν τις αὐτό· ὄγκῳ στενῷ μὲν ἐκ βά‐ σεως, περιφερεῖ δὲ κατὰ τὰ ἄνω μέρη, ἀνωδυνίᾳ, εὐαφείᾳ, κατὰ τὴν στερεὰν ἐπαφὴν εἴξει καὶ κοιλότητι, ὥστε μετὰ τὴν ἄρσιν τῆς χειρὸς

45

.

2

.

2

μέχρι τινὸς ἐμφαίνεσθαι τὰς ἐντυπώσεις. καὶ μὴν καὶ προσφυές τε καὶ προσαρτὲς διαγνῶναι καὶ διακρῖναι στεάτωμα ῥᾴδιον· τὰ μὲν γὰρ προσαρτῆ καθάπερ ἐμπλέοντα τῇ σαρκὶ εὐμετάγωγά ἐστιν, τὰ δὲ προσφυῆ οὐχ ὁμοίως ὑπακούει ταῖς κινήσεσιν οὐδ’ ὥσπερ ἐντρέμει

45

.

2

.

3

τῇ σαρκί. χειρουργητέον δ’ αὐτὸ οὕτως· [χειρουργία στεατώματος] περιτεῖναι σφόδρα χρὴ τὸ δέρμα κατὰ τὴν κορυφὴν τοῦ στεατώματος λιχανῷ τε καὶ μεγάλῳ δακτύλῳ τῆς ἀριστερᾶς χειρὸς καὶ οὕτως ἐπεμβάλλειν διαίρεσιν ἐπ’ εὐθείας, φυλαττομένους μή πως τὸν χιτῶνα
5συντρήσωμεν, ἢ ἀντὶ τῆς περιτάσεως ἀνατάσει χρῆσθαι τοῦ δέρματος, ἐνδιπλοῦντας αὐτὸ καὶ ἀνατείνοντας δι’ ὑπηρέτου καὶ τῆς ἀριστερᾶς

45

.

2

.

4

χειρός, ἔπειθ’ οὕτως διαιρεῖν. τοῦτο δὲ ποιητέον, εἰ προσαρτὴς ὁ χιτὼν εἴη· μετὰ δὲ τὴν διαίρεσιν, εἰ μικροτέρα γένοιτο τοῦ δέοντος, ἐπιδιαιρεῖν μέχρις ἂν συμμέτρως ἔχῃ πρὸς τὸν ὄγκον, ἔπειτ’ εἰς τὰ χείλη τοῦ δέρματος ἄγκιστρα ἑκατέρωθεν καθιέναι καὶ διατείνειν αὐτά.

45

.

2

.

5

διασταλέντων δὲ τῶν χειλῶν, εἰ μέν τινες ὑμένες ἔτι ὑποφαίνοιντο ἐνεστρωμένοι τῷ χιτῶνι τῷ περιέχοντι τὸ στεάτωμα, τούτους περι‐ κοπτέον· εἰ δ’ αὐτῷ τῷ χιτῶνι ἐντύχοιμεν, γνωσόμεθα αὐτὸν ἔκ τε

45

.

2

.

6

τῆς ὁμαλότητος καὶ τῆς λευκότητος. γνόντες οὖν, εἰ μὲν προσαρτὴς εἴη, τῇ λαβῇ τοῦ σμιλίου πάσας τὰς ἀντοχὰς τὰς πρὸς τὴν σάρκα
κατὰ κύκλον ἀπολύσομεν, ὑπολειπομένου δέ τι τοῦ κατὰ τὴν βάσιν μέρους, ἄγκιστρα καθέντες κατὰ κορυφὴν εἰς αὐτὸν τὸν χιτῶνα καὶ
5περιστρέψαντες αὐτά, ἀνατεμοῦμεν ἰσχυρῶς διὰ τῆς ἀριστερᾶς χειρός· οὕτως γὰρ εὐεργὴς ἡ ἀναβολὴ τοῦ χιτῶνος ἔσται, κατὰ τὴν ἀνάτασιν τῶν ὑμένων ἀνατεινομένων τε καὶ φανερῶν γινομένων,

45

.

2

.

7

ὥστε ῥᾳδίαν αὐτῶν γενέσθαι τὴν ἀπόλυσιν. χρὴ δὲ πειρᾶσθαι πάντως ὁλόκληρον κομίζεσθαι τὸν χιτῶνα· ὑπολειφθὲν γάρ τι μέρος αὐτοῦ

45

.

2

.

8

παλιγγενεσίας αἴτιον καθίσταται. εἰ δὲ μὴ προσαρτής, ἀλλὰ προσφυὴς ὁ χιτὼν εἶναι τύχοι, σπαρακτέον ἀκμῇ σμιλίου τὴν πρόσφυσιν καὶ

45

.

2

.

9

ἀπολυτέον· τὰ δ’ ἄλλα ὁμοίως ἐγχειρεῖν. εἰ δὲ τύχοι ἐν νεύροις ἢ μυσὶν ἤ τισιν εὐρώστοις ἀγγείοις ἡ βάσις ἐπικεῖσθαι τοῦ χιτῶνος, εἰ μὲν προσαρτὴς εἴη, κομιστέον ὁλόκληρον, μόνας τὰς ἀντοχὰς μὴ τῷ χιτῶνι προσνέμοντας, ἀλλὰ τοῖς ὑποκειμένοις σώμασιν, εἰ δ’ ἐπιπεφυ‐
5κέναι τύχοι τῶν προειρημένων σωμάτων τινὶ ὁ χιτών, πᾶν τὸ ἐπι‐ πεφυκὸς αὐτοῦ μέρος καταλειπτέον τοῖς νεύροις ἢ τοῖς ἀγγείοις· οὐ

45

.

2

.

10

γὰρ ἀκίνδυνος ἡ διάκρισις γίνεται. μετὰ δὲ τὴν κομιδὴν τοῦ στεατώ‐ ματος, ἐὰν μὲν ὁλόκληρος ὁ χιτὼν τύχῃ βεβαστάχθαι, καὶ τὸ δέρμα συνδραμὸν εἰς αὐτὸ μηδεμίαν περιττότητα ἐμφαίνῃ, ἐκθρομβώσαντες ἱκανῶς τὰ σώματα καὶ ἀπονίψαντες ῥαφαῖς ζυγώσομεν τῷ τε κολλη‐
5τικῷ τῆς θεραπείας ὑπάξομεν τρόπῳ, εἰ δὲ διὰ τὸ μέγεθος τοῦ στεατώματος ὑπερπίπτοι τι τοῦ δέρματος τὴν αὐτάρκειαν, πᾶν τὸ

45

.

2

.

11

περιττεῦον περιελοῦμεν, ἔπειθ’ οὕτως ζυγώσομεν. εἰ δὲ τοῦ χιτῶνός τι ἐγκαταλειφθείη διὰ τὸ ἐπιπεφυκέναι κυρίοις σώμασι, τοῦ μὲν δέρ‐ ματος τὸ περισσὸν οὐδὲν ἧσσον περικόψομεν· οὐκέτι δ’ ἐπὶ τὰς ῥαφὰς ἐλευσόμεθα, ἀλλὰ πρότερον τὸ ὑπολειπόμενον τοῦ χιτῶνος
5φαρμάκῳ ἐκδαπανήσαντες ἐπάξομεν τὸν κατὰ συσσάρκωσιν τρόπον.

45

.

2

.

12

μεγίστου δ’ ὄντος κατὰ κορυφὴν τοῦ στεατώματος, στενοτάτης δὲ καὶ λεπτοτάτης ἄγαν οὔσης τῆς βάσεως, ἀφαιρεῖν αὐτὸ χρή· μικρᾶς γὰρ τῆς ἑλκώσεως γενομένης καὶ ἰσοπέδου, ῥᾳδίως θεραπευθήσεται.

45

.

3

t

Περὶ μελικηρίδων καὶ στεατωμάτων.

45

.

3

.

1

Κοινὰ μέν ἐστι σημεῖα μελικηρίδι πρὸς στεάτωμα ὄγκος συνημ‐ μένος τοῖς κατὰ φύσιν σώμασιν, ὁμόχρους, περιωρισμένος κατὰ περι‐ γραφήν, ἀναλγής, εὐαφής· διαφέρουσι δ’ ἀλλήλων τῇ τε συστάσει καὶ τῇ χρόᾳ τῇ τοῦ ὑγροῦ καὶ τῇ τοῦ χιτῶνος εὐρωστίᾳ καὶ τῷ τοῦ
5ὄγκου σχήματι καὶ τῇ κατὰ τὴν ἁφὴν ἀντιλήψει· τῇ τε γὰρ συστάσει πολὺ λεπτότερον τὸ ἐν ταῖς μελικηρίσιν ὑγρὸν καὶ τῇ χρόᾳ ξανθό‐

45

.

3

.

2

τερον καὶ μελιτῶδες. ὅ γε μὴν χιτὼν πολὺ παχύτερος ὁ περιέχων τὰς μελικηρίδας, καὶ τὸ σχῆμα ἐπὶ μὲν τῶν μελικηρίδων ἀεὶ περι‐ φερές, ἐπὶ δὲ τῶν στεατωμάτων ὑπόπλατυ καὶ ἐπίμηκες καὶ πλείους ἔχον κορυφάς· πολλάκις δὲ καὶ κατὰ τὴν ἁφὴν πολὺ εὐαφέστεραί

45

.

3

.

3

εἰσιν. ἐν δὲ τῷ θλίβεσθαι 〈αἱ〉 μελικηρίδες μὲν ἀντιμεθιστάμεναι φαί‐ νονται, τὰ στεατώματα δ’ οὐδέποτε, 〈οὐδ’〉 ἀντιτυπώσεις ἐπὶ τῶν μελικηρίδων ὥσπερ ἐπὶ τῶν στεατωμάτων μετὰ τὴν ἁφὴν ὑπολείπον‐

45

.

3

.

4

ται. τὸ δὲ μάλιστα γνωρίζον ἡμῖν ἀψευδῶς τὰς μελικηρίδας ἐστὶ τὸ κατὰ τὴν θλῖψιν· θλιβόμεναι γὰρ ἰσχυρῶς τοῖς δακτύλοις ὑποτρίζου‐ σιν ἡσυχῇ, τοῦτο οὔτε στεατωμάτων οὔτε ἄλλων ὄγκων πασχόντων.

45

.

3

.

5

προσλάβοι δ’ ἄν τις τοῖς εἰρημένοις καὶ τὸν τόπον ἐν ᾧ συνίστανται· κατὰ γὰρ τὸ πλεῖστον πρὸς ταῖς καμπαῖς τῶν ἄρθρων ἀπογεννῶνται,

45

.

3

.

6

τῶν στεατωμάτων ἐπὶ παντὶ μέρει συνισταμένων. ὁ δὲ τῆς χειρουρ‐ γίας τρόπος τὰ μὲν ἄλλα παραπλήσιος τῷ ἐπὶ τῶν στεατωμάτων· πεφυλάχθαι δὲ μάλιστα τοῦ χιτῶνος τοῦ ἐπὶ τῶν μελικηρίδων χρή·

45

.

3

.

7

στομωθέντος γὰρ αὐτοῦ, δυσχερὴς ἡ κομιδὴ γίνεται. εἰ δέ ποτε στο‐ μωθείη, διαρράπτειν αὐτὸν χρή· παραπλήσιος γὰρ ἔσται μετὰ ταῦτα

45

.

3

.

8

ἡ χειρουργία, ὡς εἰ καὶ ἀστόμωτος ὁ χιτὼν ἔμενεν. εἰ δὲ τύχοι ἢ προεκρυῆναι τὸ ὑγρὸν ἢ πρὸς τῶν ῥαφῶν μὴ δύναται τὸ ἔνδον κατέχεσθαι, σπόγγους ἁπαλοὺς ἐνθετέον εἰς τὸν χιτῶνα ἢ ἔρια· περι‐ τενοῦς γὰρ ἰσχυρῶς γενομένου, ὥσπερ ὑπὸ τοῦ ὑγροῦ περιετέτατο,
5καταρραπτέον· ἄλλως γὰρ οὐκ ἂν ἡ κομιδὴ γένοιτο τοῦ χιτῶνος

45

.

3

.

9

ῥᾳδία. τὸ δ’ ὅλον αὐτὸν δεῖν κομίζεσθαι προείρηται.

45

.

4

t

Περὶ ἀθερωμάτων.

45

.

4

.

1

Τὸ ἀθέρωμά ἐστιν ὑγρὸν ἀργόν τε καὶ λευκὸν περιεχόμενον ἐν

45

.

4

.

2

χιτῶνι, τῇ συστάσει μεταξύ πως μελικηρίδος καὶ στεατώματος. γνοίη δ’ ἄν τις αὐτὸ καὶ διακρίνειεν ἀπὸ μὲν μελικηρίδος τῷ τε μὴ τρίζειν καὶ τῷ μὴ ῥᾳδίως ἀντιμεθίστασθαι κατὰ τὴν ἁφὴν καὶ τῷ μὴ οὕτως εὐαφὲς καθεστάναι, ἀπὸ δὲ στεατωμάτων πάλιν τῷ εὐαφέστερον εἶναι
5τούτου καὶ ὑπείκειν τε τοῖς δακτύλοις καὶ τῷ τὴν βάσιν μὴ ἔχειν

45

.

4

.

3

στενὴν ὥσπερ τὰ στεατώματα. χειρίζεται δὲ καὶ ἀποθεραπεύεται
παραπλησίως μελικηρίσι τε καὶ στεατώμασιν.

45

.

5

t

Ἐκ τῶν Ἡλιοδώρου. Περὶ ἀθερωμάτων.

45

.

5

.

1

Ἐὰν ἀθερωμάτιον μικρὸν γένηται ἐν τῷ τοῦ ἀγκῶνος βάθει ὑπὸ τὰ νεῦρα καὶ τὰ ἀγγεῖα, ὑπερτιθέσθω ἡ τοιαύτη χειρουργία, ἕως ἂν μείζων γένηται· τότε γὰρ πρὸς τῇ ἐπιφανείᾳ γινομένου τοῦ χιτῶνος, τῇ περιτάσει διίσταται τὰ νεῦρα καὶ τὰ ἀγγεῖα, ὡς ἀκινδυνοτέραν

45

.

5

.

2

γίνεσθαι τὴν ἐνέργειαν. μελικηρίδος δὲ κατὰ τὸν ὀπίσθιον τόπον τοῦ ἀγκῶνος κατὰ τὸν κορωνὸν γενομένης, ἐγχειρεῖν οὐ χρή· κομιζο‐ μένου γὰρ τοῦ χιτῶνος καὶ συνεκτεμνομένου τοῦ ναρκώδους νεύρου,

45

.

5

.

3

κίνδυνος ἐπακολουθήσει. στεατωμάτια ἀθερωμάτιά τε καὶ μελικηρίδες καὶ πωρία μικρὰ πρὸς τῇ ἐπιφανείᾳ ἐν τοῖς βλεφάροις γίνεται· δεῖ οὖν τοῦ βλεφάρου διατεινομένου ταινίδιον περιχαράσσειν κατὰ πλά‐ τος ἀνάλογον τῷ τοῦ ὄγκου μεγέθει καὶ ἐκτέμνειν ἀναρράπτειν τε
5ὡς ἐπὶ τριχιάσεως.

45

.

6

t

Περὶ πώρου.

45

.

6

.

1

Ὁ κυρίως λεγόμενος πῶρος οὐσία λιθώδης ἐστὶν ἀλλόκοτος, ἀπη‐

45

.

6

.

2

νής, περιωρισμένος ὁμαλῶς ἢ ἀνωμάλως. μικροῦ μὲν οὖν ὄντος τοῦ πώρου, ἁπλοτομείσθω τὸ ἐπικείμενον αὐτῷ σῶμα· μεγάλου δέ, μυρ‐ σινοειδῶς ἐκτεμνέσθω, καὶ γυμνωθέντος αὐτοῦ τὰ χείλη τῆς τομῆς ἀγκίστροις διαστελλέσθω· ἔπειθ’ ὁ ὑποκείμενος ὄγκος τῇ τοῦ σμιλίου
5λαβῇ ἢ ἀναβολέως ἢ λιθούλκου καμπῇ κομιζέσθω, καὶ τετυλωμένου τοῦ βάθους τῇ τοῦ σμιλίου ἀκμῇ αἱμασσέσθω, καὶ ὅταν τὰ πάντα γένηται νεαρά, ἢ ῥαφαῖς συναγέσθω τὰ χείλη πρὸς τὴν καθ’ ἷξιν κόλλησιν, ἢ διαμοτούσθω τὸ βάθος, ἵνα τῇ πυοποιῷ ἀγωγῇ θεραπευ‐

45

.

6

.

3

θῇ. ἐπὶ δὲ τῶν μυξωτήρων πώρων, μικρῶν μὲν ὄντων, αὐτόθεν ἐνεργεῖν δεῖ τῷ πολυπικῷ σπαθίῳ πρὸς τὴν ὑποτομὴν ἢ περιτομὴν καὶ κομιδὴν ὅλων τῶν ὄγκων· μεγάλων δ’ ὄντων, πρότερον ἀναστέλ‐

45

.

6

.

4

λειν χρὴ τὰ πτερύγια. γίνεται καὶ ἐν τῷ ὑπογλωσσίῳ πῶρος, καὶ ὅταν μέγας γένηται, μετεωρίζει τὴν γλῶσσαν καὶ δυσκίνητον ποιεῖ.

45

.

6

.

5

δεῖ οὖν κατὰ τὴν ἀναλογίαν τοῦ μεγέθους ἐγχειρεῖν, κἂν μὲν λεπτό‐ τερα ᾖ τὰ κατὰ τὸν ἀνθερεῶνα, τέμνειν πρὸς τὴν τοῦ ὄγκου κομι‐ δήν, ἐὰν δὲ ταῦτα μὲν ᾖ παχύτερα, λελεπτοποιημένον δὲ τὸ ὑπο‐ γλώσσιον, τέμνειν διαιρέσει εὐθείᾳ κατὰ τὸ μεταξὺ τῶν ὀστῶν διά‐
5στημα· νῦν γὰρ διὰ τὸ τοῦ ὄγκου μέγεθος καὶ τὴν τῶν σωμάτων

45

.

6

.

6

περίτασιν προδηλότατα γίνεται τὰ ἀγγεῖα. δεῖ δὲ μετὰ τὴν διαίρεσιν
τὰ χείλη τῆς τομῆς τυφλαγκίστροις μεγαλοκαμπέσι παραστέλλειν καὶ τὸν πῶρον κομίζεσθαι τῇ τοῦ σμιλίου λαβῇ ἢ ἀναβολέως ἢ λιθούλκου

45

.

6

.

7

καμπῇ, καὶ τότε τὸ βάθος τετυλωμένον αἱμάσσειν. πῶρος γίνεται καὶ ἐν μαστοῖς, ποτὲ μὲν λιθώδης, ποτὲ δὲ σκληρότερος τύλος σαρκώδης,

45

.

6

.

8

τοῦ λεγομένου σκληρώματος ἀντιτυπώτερος. ὁ μὲν οὖν λιθώδης πῶρος ἐμπλέων εὑρίσκεται τοῖς σώμασι κεχωρισμένος τῶν κατὰ φύσιν

45

.

6

.

9

ὡς ἀλλόκοτος οὐσία, ὁ δὲ τυλώδης προσφυὴς συνημμένος. δεῖ δὲ τὰ ἐπικείμενα τῷ ὄγκῳ σώματα ἢ ἁπλοτομεῖσθαι ἢ μυρσινοειδῶς περιαι‐ ρεῖσθαι· ὅταν δὲ φανῇ λεπτότερα ὄντα καὶ γυμνωθέντα τῶν πώρων, λιθώδη μὲν ὄντα καὶ ἀπόλυτα τῶν σωμάτων ἀναβολέως ἢ λιθούλκου
5καμπῇ κομιζέσθω, καὶ τὸ βάθος αἱμασσέσθω τῇ τοῦ σμιλίου παραφορᾷ, προσφυῆ δὲ τυγχάνοντα κατὰ περιτομὴν ἐξαιρείσθω, καὶ μετὰ τὴν χειρουργίαν ἢ ῥαπτέσθω καὶ κολλάσθω ἢ διαμοτούσθω, ἵνα σαρκωθῇ.

45

.

7

t

Περὶ σκληρώματος.

45

.

7

.

1

Τὸ σκλήρωμα ὄγκος ἐστὶ σαρκώδης, τυλώδης, σκληρότερος στεα‐

45

.

7

.

2

τώματος καὶ χοιράδος, περιωρισμένος δέ. συνήνωται τοῖς κατὰ φύσιν σώμασιν, ὡς ἐξ αὐτῶν γεγονώς, πάσης προσφύσεως εὐτονώτερον

45

.

7

.

3

ἠσφαλισμένος. διαιρεῖν δὲ δεῖ τὴν μέσην τοῦ ὄγκου κορυφὴν ἢ μυρ‐ σινοειδῶς ἐκτέμνειν, ἔπειτα τὰ χείλη τῆς τομῆς εὐτόνοις ἀγκίστροις διαστεῖλαι καὶ κατὰ περιτομὴν καὶ ὑποτομὴν τῆς προσφύσεως ὅλον τὸν ὄγκον κομίζεσθαι, μετὰ δὲ ταῦτα ῥαφαῖς χρῆσθαι καὶ τῇ κολλη‐

45

.

7

.

4

τικῇ θεραπείᾳ ἢ τῇ πυοποιῷ ἀγωγῇ. καθάπερ δ’ ἐν ἄλλοις τόποις τοῦ σώματος, οὕτως καὶ ἐν τραχήλῳ τῆς κύστεως σκλήρωμα γίνεται,

45

.

7

.

5

οὐκ ἐν μόνῳ δὲ τῷ τραχήλῳ, ἀλλὰ καὶ ἐν τῷ κύτει. τὸ μὲν οὖν ἐν τῷ κύτει σκλήρωμα οὐδενὸς αἴτιον γίνεται χαλεποῦ (διὸ οὐδὲν ὑπὲρ τούτου λέγειν χρή)· κατὰ δὲ τὸν τράχηλον τῆς κύστεως, ἐν ἀρχῇ μὲν γενομένου τοῦ σκληρώματος πλησίον τῆς ἕδρας, ὑπερτίθεσθαι δεῖ τὴν
5ἐγχείρησιν· πρὸς δὲ τῷ ὀσχέῳ [τῆς ἕδρας], τὸν ὑπὸ τὸ σκλήρωμα τό‐ πον διαιρεῖν χρή, συνδιαιρουμένου τῷ περιτοναίῳ τοῦ τραχήλου τῆς κύστεως, ἵνα κατ’ ἐπιτήδευσιν γένηται ῥυάς· αἱρετώτερον γάρ ἐστι ῥυαδικὸν γενέσθαι τὸν πάσχοντα ἢ ἰσχουρίᾳ κρατηθέντα ἀναιρεθῆναι.

45

.

8

t

Ἐκ τῶν Ῥούφου. Περὶ γαγγλίων.

45

.

8

.

1

Γαγγλίων τὰ μέν ἐστιν ἀνώδυνα, τὰ δὲ καὶ δεινῶς ὀδυνηρά, ὥστε καὶ ἐρυθαίνεσθαι καὶ φλεγμαίνουσιν ὅμοια εἶναι, καὶ τοῦτο πάσχειν

45

.

8

.

2

κατὰ περιόδους καὶ ἀτάκτως, ἅπερ κακοηθέστερά ἐστιν. τὰ δ’ ἀνώ‐ δυνα γαγγλία τὰ ἐπὶ τῷ καρπῷ ἐν τῷ κινεῖν συνεχῶς τὰς χεῖρας καὶ αὐτὰ ὀδυνᾶν εἴωθεν· διαλειπόντων δὲ καὶ ἀναπαυσαμένων καθίσταται

45

.

8

.

3

ὁ πόνος. ἴδιον δὲ τοῖς τοιούτοις συμβέβηκεν· διαχεῖται γὰρ θλιβό‐ μενα, καί ποτε μὲν εἰς τέλος ἀποπαύεται, ποτὲ δὲ διαλείποντα χρό‐ νον ἐπανήκει.

45

.

9

t

Ἐκ τῶν Ἡλιοδώρου. Περὶ γαγγλίου.

45

.

9

.

1

Τὸ γαγγλίον νεύρου ἐστὶ συναγωγὴ πλεονάζον ἐν τοῖς καρποῖς,

45

.

9

.

2

γινόμενον δὲ καὶ ἐν τοῖς ἄλλοις μέρεσιν. παντὶ δὲ γαγγλίῳ συν‐ εδρεύει ὄγκος μικρὸς ὁμόχρους, ἀναλγὴς ἤ που ἐν τῷ παραπιεσμῷ

45

.

9

.

3

ναρκώδη αἴσθησιν ἐμποιῶν. οὗτος ὁ ὄγκος οὐ μετάγεται καθ’ ὅλον τὸν κύκλον, ἀλλ’ εἰς δύο τόπους παράγεται, τοὺς ἀντικειμένους τῇ τοῦ νεύρου παρεμφύσει.

45

.

10

t

Ἐκ τῶν Ἀντύλλου. Περὶ γαγγλίου.

45

.

10

.

1

Ἐν μὲν κεφαλῇ καὶ μετώπῳ καὶ αὐτοὶ πολλάκις γαγγλία τέμνο‐

45

.

10

.

2

μεν καὶ ἄλλους τέμνοντας ἑωράκαμεν. ὁ δὲ τρόπος τῆς ἐνεργείας αὐτῶν τοιοῦτος· ἁπλῶσαι χρὴ τὸ δέρμα τὸ ἐπικείμενον τῷ γαγγλίῳ καὶ διαστείλαντα, ἐὰν μὲν ᾖ μικρόν, σαρκολάβῳ ἐπισπασαμένους εἰς τὸ ἐκτὸς μέρος ἀποτέμνειν· ἂν δὲ μεῖζον ᾖ 〈ἢ〉 κατὰ τὴν τοῦ σαρ‐

45

.

10

.

3

κολάβου χρείαν, ἄγκιστρα καταπαρέντα παρέξεται. μετὰ δὲ τὴν κομι‐

45

.

10

.

4

δὴν ζυγώσομεν ἐναίμως τε ἄξομεν. ἐπὶ δὲ τῶν ἐν τοῖς σκέλεσι καὶ τοῖς καρποῖς γινομένων τὴν μὲν χειρουργίαν ἀπαγορεύειν χρή. θερα‐ πεύσομεν δ’ αὐτὸ κατὰ τρόπους δισσούς· ἢ γὰρ μολύβιον δισκοειδὲς καὶ ἔτι παχύτερον ὥσπερ οἱ σπόνδυλοι μεῖζον τοῦ γαγγλίου ἐπι‐
5δεσμεῖται (τῷ βάρει γὰρ διαλύσειεν ἂν αὐτὸ ἐν χρόνῳ πλείονι), ἢ εἰ τύχοι τῆς χειρὸς κατὰ καρπὸν εἶναι τὸ γαγγλίον, τιθεμένης ἐπί τινος μαλακοῦ, ἠρέμα τις παρεστὼς δοίδυκι πλήττει τὸ γαγγλίον· δια‐ θλασθέντος γὰρ ἀπευθύνεται τὸ νεῦρον.

45

.

11

t

Ἐκ τῶν Ῥούφου. Περὶ ἀκροχορδόνων καὶ καρκινω‐ μάτων.

45

.

11

.

1

Ὁ δὲ Ξενοφῶν ἐν τῷ περὶ τῶν καρκινωμάτων εἶδός τι ἀκρο‐

45

.

11

.

2

χορδόνος ἱστορεῖ κακόηθες καὶ καρκινῶδες, οὕτω γράφων· «Προσαγο‐ ρεύεται δὲ καρκίνωμα, καὶ ὅταν ἔκφυσις γένηται ἔκ τινος τῶν τοῦ
σώματος τόπων, τὴν μὲν αὔξησιν εἰς τὸ ἐκτὸς ποιουμένη παραπλη‐ σίως ταῖς ἀκροχορδόσι καὶ τοῖς θύμοις, τὸ δ’ εἶδος ἐμφερὴς ἀκροχορ‐
5δόνι, μελαντέρα μὲν καὶ τραχυτέρα, ἁδροτέρα δὲ καὶ στρογγυλωτέρα, προσομοιοτέρα ἢ θύμῳ ἢ ἰχθύων τοῖς ὀφθαλμοῖς καλουμένοις ἢ μόρῳ ἐνώμῳ ἢ πέπονι ἢ ἄλλῳ τινὶ τοιούτῳ, ἐάνπερ καὶ ὁ τόπος ἐξ οὗ ἂν γένηται ἡ τοιαύτη ἔκφυσις, πρός τε τὴν ἁφὴν σκληρότερος φαί‐ νηται τοῦ κατὰ φύσιν γεγονὼς καὶ τὰς φλέβας τὰς εἰθισμένας ἐπ’
10αὐτοῦ φαίνεσθαι παχυτέρας τε ἔχων καὶ μελαντέρας καὶ ἐπὶ πλείω

45

.

11

.

3

τόπον φαινομένας ἢ πρότερον. συμβαίνει δὲ καὶ τούτων τῶν καρ‐ κινωμάτων ἕκαστον τοῖς μὲν μεῖζον γίνεσθαι, τοῖς δ’ ἔλασσον, καὶ τοῖς μὲν πλείστοις ἁπλοῦν εἶναι, τοῖς δὲ δισχιδὲς καὶ τρισχιδές, καὶ τοῖς μὲν πλείστοις διαμένειν ἐπὶ τοῦ αὐτοῦ μεγέθους, ὃ ἐν τοῖς πρώ‐
5τοις χρόνοις σχῇ, ἐνίοις δὲ μεῖζον γίνεσθαι, καί τισι μὲν τοῦτο βραδύ‐ τερον ποιεῖν, τισὶ δὲ θᾶσσον, καὶ μάλιστα ἐν ταῖς καχεξίαις, καὶ τοῖς μὲν πλείστοις παρέχειν πόνον, ἐνίοις δὲ καὶ μὴ παρέχειν, καὶ μάλιστα

45

.

11

.

4

οἷς ἂν μέγα γένηται παντελῶς. γίνεται δ’ ἕκαστον τῶν καρκινω‐ μάτων τούτων καὶ ἐν ἄλλοις μὲν τόποις τοῦ σώματος, μάλιστα δὲ τὸ μὲν τῇ ἀκροχορδόνι ὅμοιον ἐπὶ χείλους καὶ ὠτὸς καὶ ῥινὸς καὶ τραχήλου, τὸ δὲ τῷ θύμῳ περὶ ἕδραν καὶ αἰδοῖα, τὸ δὲ τοῖς τῶν
5ἰχθύων ὀφθαλμοῖς ἐπὶ βλεφάρων καὶ ἐπὶ τοῦ τῆς χειρὸς θέναρος, τὸ δὲ τῷ μόρῳ τῷ ἐνώμῳ περὶ τὴν μασχάλην καὶ τὴν ἥβην, τὸ δὲ τῷ πέπονι παρὰ τὴν τοῦ μαστοῦ θηλήν, καὶ μᾶλλον τὴν τοῦ γυναικείου.»

45

.

11

.

5

Ἵνα οὖν ἐν ταῖς θεραπείαις διορίζοντες τὰ τοιαῦτα μὴ ῥᾳδίως ἀπο‐ τέμνωμεν (ἑλκωθῆναι γὰρ αὐτοῖς οὐ συμφέρει), χρήσιμον ἔκ τε ὧν ὁ Ξενοφῶν ἱστόρηκεν, ἔκ τε ὧν πολλάκις ὁρῶμεν, ἐμπείρους γενο‐ μένους καὶ προλέγειν καὶ θεραπεύειν τὰ τοιαῦτα πεφυλαγμένως.

45

.

12

t

Περὶ θύμου.

45

.

12

.

1

Θύμος ἕλκος ἐστὶν ὑπερσαρκοῦν τραχείᾳ καὶ ψαθυρᾷ σαρκί· γί‐

45

.

12

.

2

νεται δ’ ἔν τε ἕδρᾳ καὶ αἰδοίοις καὶ τοῖς ἄλλοις τόποις πᾶσιν. καὶ τὸ μὲν εὔηθες παντάπασι καὶ πολλάκις αὐτόματον ἀποπῖπτον, τὸ δ’ εἰ ἀποκόπτοις, κακοηθέστερόν τε καὶ ὀδύνην παρέχον καὶ χορηγού‐ μενον αἱματώδει ἰχῶρι· ἔστι δ’ οἷς καὶ ἀποτεμνόμενα τοιαῦτα φύεται
5πάλιν, ὡς χρῄζειν ἢ καύσεως ἢ φαρμάκου καυστικοῦ· τὰ δὲ καὶ

45

.

12

.

3

ἀνίατα ὤφθη. ὅσα δὲ καρκινώδη τρόπον συνίσταται, χαλεπώτερα, καὶ τὰ ἐκφυόμενα τῆς βαλάνου χαλεπώτερα τῶν ἐκ τῆς πόσθης, καὶ τὰ

45

.

12

.

4

ἐν τῇ ἕδρᾳ τὰ βαθύτερα τῶν προχειροτέρων. ὤφθη δέ ποτε ἐπι‐ νεμόμενα ἐκ τῆς ἕδρας πρὸς τὸ αἰδοῖον τῆς γυναικός, τὰ δὲ καὶ

45

.

12

.

5

αὐτόθεν βλαστάνοντα. συμβαίνει δὲ καὶ ἐφ’ ἕλκεσι καὶ ἄνευ ἑλκώσεως,
προηγησαμένης σαρκὸς ἐκβολῆς, οἵας εἰρήκαμεν γενέσθαι.

45

.

13

t

Περὶ ἥλων.

45

.

13

.

1

Οἱ δ’ ἧλοι γίνονται μάλιστα μὲν ἐν τοῖς ποσίν· εἰσὶ δὲ σκλη‐ ρότητες ὑπερέχουσαι πέλματος, περιερρωγυῖαι, ἐπίπονοι ἔν τε τῷ ψαύειν καὶ ἐν τῷ βαδίζειν, κἄν τις περιτέμνοι τὰς ὑπεροχάς, πάλιν

45

.

13

.

2

αὔξονται. γίνονται δὲ καὶ βαθύτεροι καὶ ἐπιπολαιότεροι, καὶ οἱ βα‐ θύτεροι καὶ τῷ πονεῖν καὶ τῷ δυσκολώτερον ἰᾶσθαι διαφέρουσι τῶν ἐπιπολαιοτέρων.

45

.

14

t

Ἐκ τῶν Ἡλιοδώρου. Περὶ ἀκροχορδόνος καὶ μυρ‐ μηκίας.

45

.

14

.

1

Ἀκροχορδόνες καὶ μυρμηκίαι γίνονται μὲν ἐν παντὶ μέρει τοῦ

45

.

14

.

2

σώματος, συνεχέστατα δ’ ἐν τοῖς δακτύλοις. ἔστι δ’ ἡ μὲν ἀκροχορ‐ δὼν σαρκώδης ὑπεροχὴ λεία, στενῇ βάσει κεχρημένη· ἡ δὲ μυρμηκία

45

.

14

.

3

τραχεῖα ὑπεροχὴ ἐνερριζωμένη τῷ σώματι. γίνεται δέ ποτε καὶ κα‐ κοήθης μυρμηκία ἀλγεινή, νυγματώδεις πόνους ἐπιφέρουσα, καὶ παροξυνομένη ἐν ταῖς χειραψίαις καὶ φαρμακείαις, ὑποπέλιος ἢ τρυ‐

45

.

14

.

4

γώδης οὖσα τῇ χρόᾳ. τὴν μὲν οὖν ἀκακοήθη κατὰ τετράγωνον ἐκτε‐ μεῖν δεῖ σχῆμα καὶ ἰσχαίμῳ ξηρῷ χρῆσθαι· κακοήθους δ’ οὔσης τῆς μυρμηκίας, ἀκρωτηριαζέσθω ὁ δάκτυλος ἀπὸ τῶν ὑγιῶν, εἶτα παρα‐ λαμβανέσθω καῦσις.

45

.

15

t

Ἐκ τῶν Ἀντύλλου. Περὶ ἀγκυλίου.

45

.

15

.

1

Τὸ προσαγορευόμενον ἀγκύλιον σχεδὸν ἐν πᾶσι τοῖς ἐπὶ πολὺ καμπτομένοις μέρεσι τοῦ σώματος γίνεται· καὶ γὰρ περὶ τράχηλον συνίσταται καὶ περὶ μασχάλην καὶ περὶ ἀγκῶνα περί τε δακτύλους· συνίσταται δὲ καὶ περὶ βουβῶνα καὶ ἰγνύαν καὶ περὶ τὴν τοῦ ποδὸς

45

.

15

.

2

πρὸς κνήμην συναφήν. ἔστι μὲν οὖν συνολκὴ σωμάτων φύσει καμπτο‐ μένων καὶ ἐκτεινομένων, ἐκ δὲ τοῦ πάθους συναγομένων οὕτως ὥστε

45

.

15

.

3

ἐκτείνεσθαι μὴ δύνασθαι. γίνεται δ’ ἤτοι τῶν νεύρων τῶν κάμπτειν τὰ σώματα πεφυκότων συνταθέντων διὰ πάθος ἢ ἐκ γενετῆς οὕτω φύντων, ἢ τῶν νεύρων ἀπαθῶν μὲν ὄντων, τοῦ δὲ δέρματος καὶ τῆς

45

.

15

.

4

σαρκὸς τῆς ἐπεστορεσμένης τοῖς νεύροις συσπειραθέντων. τὰ μὲν οὖν ἐκ νεύρου συνδρομῆς ἀγκυλωθέντα σώματα οὐ δοκιμάζομεν ὑπάγειν χειρουργίᾳ διά τε τὸν κίνδυνον τὸν ἐξακολουθοῦντα τῇ τῶν νεύρων διακοπῇ, διά τε τὸ πάντῃ πάντως ἀκίνητον ἔσεσθαι τὸ μέρος ταύτην
5τὴν κίνησιν, ἣν τὸ διακοπτόμενον εἰργάζετο νεῦρον· ὅσα δ’ ἐκ δέρ‐ ματος καὶ σαρκὸς συντάσεως ἀγκύλια γίνεται, πάντα ὑπὸ χειρουργίαν

45

.

15

.

5

ἄγομεν. εἰ μὲν οὖν νεῦρον ᾖ τὸ αἴτιον, τὸ δέρμα λιπαρὸν καὶ εὐεπί‐
δοτον καὶ ὅμοιον κατὰ τὴν ἁφὴν τῷ κατὰ φύσιν εὑρεθήσεται, ἡ δὲ τάσις βύθιος ὑποπεσεῖται καὶ διὰ πολλῶν σωμάτων, ναρκώδης δ’ αἴσθησις ἀπαντήσεται θλιβομένου τοῦ συντεταμένου νεύρου· εἰ δ’ ἐν
5τῷ δέρματι αὐτοῦ τὸ αἴτιον εἴη, πρόχειρός τε καὶ ἐπιπόλαιος ὅ τε

45

.

15

.

6

σκληρυσμὸς ἥ τε συνδρομὴ φανεῖται. πρὸς δὲ καὶ τὸ δέρμα συντετα‐ μένον αὐτὸ καὶ τῷ κατὰ φύσιν ἀνόμοιον, καὶ ὡς τὰ πολλὰ αἰτίαν προηγησαμένην ἐσχήκασιν, ἤτοι καῦσιν ἐκ πυρὸς ἢ ἐξ ἑλκώσεως οὐλὴν

45

.

15

.

7

ἀμέτρως συνεληλυθυῖαν. ὁ δὲ τῆς χειρουργίας τρόπος ἁπλοῦς· χρὴ γὰρ ἐπικάρσιον τέμνειν τὸ δέρμα κατὰ τὴν μεσότητα τῆς συνδρομῆς, ἐπὶ μὲν δακτύλων μίαν ἐμβάλλοντας τομήν· ἐπὶ δὲ τραχήλου καὶ ἰγνύας καὶ βουβῶνος καὶ δυσὶ καὶ πλείοσι τομαῖς ἐνίοτε χρηστέον,

45

.

15

.

8

ἐπικαρσίους τε καὶ παραλλήλους τάσσοντας αὐτάς. ἀλλ’ ἐπὶ μὲν τῶν ἠρέμα συντεταμένων μερῶν αὐτάρκεις διαιρέσεις αὐταὶ μόναι· ἐπὶ δὲ τῶν ἰσχυρῶς ἠγκυλωμένων, εἴ τι μετὰ τὴν διαίρεσιν ἐπαιώρηται, κα‐

45

.

15

.

9

θάπερ τινὰ πτύγματα τοῦ δέρματος, περιαιρεῖται κἀκεῖνα. ὁ δὲ τῆς ἀποθεραπείας τρόπος οὐκ ἔναιμος, ἀλλὰ συσσαρκωτικὸς ἐπαγέσθω, διαστελλομένης σφόδρα τῆς διαιρέσεως ἢ τῶν διαιρέσεων πρὸς τὸ μὴ παλιγγενεσίαν ἀπαντῆσαι· μετὰ δὲ τὴν διαπύησιν ἐγχρονιστέον τῷ

45

.

15

.

10

πυοποιῷ τῆς ἀγωγῆς τρόπῳ. καὶ τοῖς μὲν ἐπιδεχομένοις μέρεσι σω‐ λὴν μολιβοῦς εἰς τὸ ἀπευθύνειν ἀνωτέρω τῶν φαρμάκων ἐπιδείσθω· κατόπιν δὲ τοῦ σωλῆνος νάρθηξ ἐντιθέμενος καὶ συνεπιδεόμενος

45

.

15

.

11

ἀπευθυνέτω μετὰ τοῦ σωλῆνος τὸ μέρος. τοῖς δὲ μὴ ἐπιδεχομένοις σωλῆνας, ὥσπερ τραχήλῳ καὶ μασχάλῃ καὶ βουβῶνι, ἀντιστήριγμά τι

45

.

15

.

12

πρὸς ἀπευθυσμὸν ἢ σκύτινον ἢ μολίβδινον προσβαλλέσθω. χρὴ δ’ ἐπὶ τῶν βυθίων ἀγκυλῶν μὴ πάνυ σπουδάζειν κατὰ τὴν πρώτην ἐπιβολὴν πᾶσαν συντελέσαι τὴν χειρουργίαν· πολλοὶ γὰρ ἤδη τοῦτο ἐπιβουλεύ‐ σαντες ὑμένας ἀπὸ τῶν νεύρων πεφυκότας, οἱ δ’ αὐτὰ τὰ νεῦρα

45

.

15

.

13

τρώσαντες, ἐπήρωσαν ἢ ἀπέκτειναν τὸν πεπονθότα. χρὴ οὖν ταμιευο‐ μένους καὶ τὸ πρῶτον ἐπ’ ὀλίγον διελόντας, κἄπειτα ἀποθεραπεύ‐ σαντας, αὖθις καὶ αὖθις ὥσπερ ἐξ ἀρχῆς χειρίζοντας διελεῖν· οὗτος γὰρ ἀκίνδυνος ὁ τῆς χειρουργίας εὑρήσεται τρόπος.

45

.

16

t

Περὶ ἀγκυλογλώσσου.

45

.

16

.

1

Γλῶττα δ’ ἡ μὲν κατὰ φύσιν ἐξαπλοῦται, καὶ πλέον γε ἢ τὸ ἥμισυ μέρος εὔλυτός ἐστιν, ὑμέσι τε τρισὶ προσδεῖται πρὸς τὴν κάτω γνάθον προσεχέσι τῆς ἄλλης προσφύσεως, ὧν εἷς μέν ἐστι μέσος κατὰ μέσην αὐτὴν ἐμφανέστατος, δύο δ’ εἰσὶν ἑκατέρωθεν τοῦ μέσου [τοῦ]

45

.

16

.

2

παρὰ τὰς ῥίζας τῆς γλώττης. τούτων δὲ τῶν ὑμένων ἐν τοῖς ἀγκύ‐ λοις καλουμένοις ὡς τὰ πολλὰ μὲν ὁ μέσος, ἢ βραχύτερος παρὰ τὸ προσῆκον γενόμενος, κατέχει τὴν γλῶτταν κάτω, ἢ ὑπερβὰς αὐτὴν
τὴν μεσότητα πλατυνθείς τε τοῖς ἄκροις αὐτοῖς ἐμφύσει συνδεῖ πρὸς
5τὴν κάτω γνάθον πᾶσαν αὐτήν· ἐνίοτε δ’ οἱ ἐκ τῶν πλαγίων συν‐ δεθέντες ποιοῦσι τὸ ἀγκύλιον· σπάνιον δ’ εἴ ποτε, μεταξὺ τῶν τριῶν

45

.

16

.

3

τῶν εἰρημένων ἄλλοι τινὲς ἐκφυέντες κατέχουσιν αὐτήν. ὁ μὲν οὖν τῆς χειρουργίας τρόπος ἁπλοῦς· δεῖ γὰρ ἀπολύειν τοὺς ὑμένας τοὺς καταδέοντας τὴν γλῶτταν, οὔτε ἀγγείων οὔτε νεύρων προμηθουμένους·

45

.

16

.

4

ἀκίνδυνα γὰρ τὰ ἐνταῦθά γε. οὐ μὴν οὐδὲ περὶ ἀποθεραπείας δια‐ λεκτέον· εὐαλθέστατα γὰρ τὰ ἐνστόμια πάντα· ὁ δὲ τῆς σημειώσεως τρόπος οὐ κατὰ τοὺς χειρουργούς ἐστιν· οὐδὲ γὰρ αὐτοὺς οἷόν τε γινώσκειν, τίνες τῶν ὑμένων αἴτιοι τῆς ἀγκυλώσεως· οὐδὲ γὰρ ὄψει
5ῥᾴδιον καταλαβεῖν αὐτούς· ἀκριβολογητέον δὲ τὰ περὶ τῆς σημειώσεως.

45

.

16

.

5

εἰ μὲν οὖν δέλτα καὶ λάβδα καὶ ῥῶ, καὶ ὅσοις ὀνόμασιν ἐμφέρεται ταῦτα τὰ γράμματα, μὴ δύναιτο λέγειν, ὁ μέσος ὑμὴν αἴτιος αὐτοῦ τῆς συνδέσεως, καὶ οὗτος ὑποτμητέος· εἰ δὲ φῖ ἢ πῖ ἢ κάππα καὶ χῖ μὴ φωνοίη, οἱ ἐκ πλευρῶν ὑμένες ὑποτμητέοι· οὗτοι γὰρ αἴτιοι τῆς

45

.

16

.

6

τούτων ἀφωνίας. χρὴ δὲ καὶ βραχύτητα καὶ πλατύτητα γλώττης ἐπι‐ σκοπεῖν καὶ πάχος ἄμετρον καὶ τὸ λίαν ὑγρὸν καὶ τὸ τῆς γνώμης τοῦ φθεγγομένου νεναρκηκός· πολλοὶ γὰρ ἐχόμενοι τούτων τινὶ τῶν αἰτίων ἐξαπατῶσι τοὺς ἰατρούς, ὡς οὐ δυνάμενοι κατὰ φύσιν φθέγ‐

45

.

16

.

7

γεσθαι διὰ τὸ ἠγκυλωμένον τῆς γλώττης αὐτῶν. μαρτυρεῖ δὲ τῷ λόγῳ τῷδε καὶ ὅλα ἔθνη ψελλίζοντα ἐξ ἔθους, ὥσπερ τό τε τῶν Σύρων καὶ τῶν Αἰγυπτίων.

45

.

17

t

Περὶ χοιράδων.

45

.

17

.

1

Χοιράδες γίνονται καὶ περὶ ἄλλα μέν τινα μέρη τοῦ σώματος, πλειστάκις δὲ καὶ μέγισται εὑρίσκονται περὶ τράχηλον καὶ μασχάλας,

45

.

17

.

2

ἔτι δὲ καὶ βουβῶνας. ἡ δὲ σημείωσις αὐτῶν εὔκολος· ναστὰ γὰρ τὰ σώματα καὶ ἀνώμαλα καὶ πολλὰ ὑποπίπτει μεθ’ ὁμοχροίας τὰ πολλά.

45

.

17

.

3

τούτων δ’ αἱ μὲν ἀγγείοις ὑπόκεινται καὶ τρόπον τινὰ ἐκπεφύκασιν, ἃς δὴ καὶ προσφυεῖς προσαγορεύομεν· αἱ δέ τινες [μὴ] προσηρτημέναι

45

.

17

.

4

τοῖς ἀγγείοις ῥᾳδίαν ἴσχουσι τὴν ἀποχώρισιν. χρὴ τοίνυν κατακλίναν‐ τας τὸν κάμνοντα καὶ σχηματίσαντας, ὅπως πρὸς αὐγὴν ᾖ τὸ χειριζό‐

45

.

17

.

5

μενον μέρος, διδόναι διαίρεσιν εὐθεῖαν ἐν τῷ τραχήλῳ. εἰ μὲν οὖν ὑπ’ αὐτῷ τῷ δέρματι εἶεν αἱ χοιράδες, ἀφειδεστέρως τέμνειν· εἰ δ’ ἀγγεῖα ἐπεστορεσμένα τύχοι, μετάγειν τὴν χοιράδα πρὸ τῆς τομῆς εἰς τὰ ἀναγγείωτα χρὴ μέρη καὶ ἐν ἐκείνοις ποιεῖσθαι τὴν διαίρεσιν κατ’
5ἐπικόπου τῆς χοιράδος· εἰ δὲ μετάγεσθαι μὴ δύναιτο ἡ χοιρὰς διὰ τὸ προσφυές, ὥστε ἀδύνατον εἶναι καὶ τὴν διαίρεσιν χωρὶς τῆς διακοπῆς αὐτῶν γενέσθαι, ἐπὶ τούτων ἠρέμα χρὴ διελόντας τὸ δέρμα διασφίγ‐

45

.

17

.

6

γειν ἑκατέρωθεν τὸ ἀγγεῖον, εἶθ’ οὕτως διακόπτειν. εἰ δὲ κατὰ τὴν καρωτὶν ἀρτηρίαν ἢ τὴν σφαγῖτιν φλέβα ἡ χοιρὰς συσταίη, εἰ μὲν ὥστε μὴ εἶναι χειρουργῆσαι χωρὶς τῆς τούτων διαιρέσεως, ἀπαγορεύ‐ σομεν τὴν ἐνέργειαν (ἥ τε γὰρ διαίρεσις αὐτῶν ἥ τε διάσφιγξις
5θανατηφόρος παραυτίκα)· εἰ δ’ ἐπικέοιτο μετάγεσθαι δυνάμενα τὰ ἀγγεῖα, ἐκ πλαγίων τὴν διαίρεσιν ἐμβαλοῦμεν· μετὰ δὲ τὸ διελεῖν ἀγκίστροις ἀναπτύξαντες τὰ χείλη τῆς διαιρέσεως, προσαρτοῦς μὲν οὔσης τῆς χοιράδος, λαβῇ σμιλίου τὴν προσάρτησιν διαλύσομεν, ἢ καὶ τῷ δακτύλῳ, καθέντες τε αὐτόν, ἔπειθ’ οὕτως ἀναβαλοῦμεν, καὶ μετὰ
10τὴν ἀναβολὴν πάλιν καθέντες τὸν δάκτυλον διερευνήσομεν, εἰ καὶ ἀλλαχοῦ χοιράδες ἐπικέοιντο, καὶ πάσας τὸν προειρημένον τρόπον

45

.

17

.

7

ἀναβαλοῦμεν. ὅσαις δ’ ἐπισπωμέναις εἰς τὸ ἐκτὸς ἐξακολουθοῦσιν ὑμένες, ἐπὶ τούτων τοὺς ὑμένας ἀποκόψομεν ἀκμῇ· ὅσαις δὲ διὰ τῶν ὑμένων καὶ ἀγγεῖα προσέχεται, εἰ εὔρωστα εἴη, προδιασφίγξαντες

45

.

17

.

8

ἀποκόψομεν αὐτά. ἐπὶ δὲ τῶν προσφυῶν χοιράδων, εἰ μεγάλαι σφόδρα εἶεν καὶ τὸ δέρμα λεπτὸν καὶ ἀκαταγγείωτον ὑποκείμενον, μυρσινοειδῶς περιελοῦμεν αὐτό· ἐπὶ δὲ τῶν μέσων καὶ μικρῶν τὸ μέγεθος ἢ ἀγγεῖα ὑπὲρ αὐτῶν ἐπεστορεσμένα ἐχουσῶν, εὐθεῖαν μὲν
5τὴν διαίρεσιν ἐμβαλοῦμεν· πολὺ δὲ μᾶλλον ἐπὶ τούτων χρησόμεθα διαιρέσει ἤπερ ἐπὶ τῶν προσαρτῶν, δυσεργοῦς γινομένης τῆς κομιδῆς

45

.

17

.

9

ἐπὶ τῶν τοιούτων. ἔπειτα ἀναστέλλοντες τὸ δέρμα τοῖς ἀγκίστροις ἠρέμα ὑποδιαιροῦμεν, ὁμοιοτρόπου κατὰ πάντα γινομένης τῆς ὑποδο‐ ρᾶς τῆς ἐπὶ μελικηρίδων καὶ ἐπὶ στεατωμάτων παραλαμβανομένης, πλὴν ὅτι ἐνταῦθα μᾶλλον προεσκεμμένως ἐνεργεῖν χρὴ διὰ τὸ πλῆθος
5καὶ μέγεθος τῶν ἀγγείων, ὥστε καὶ τὰς βάσεις τῶν προσφυῶν χοιρά‐ δων τὰς ἐπ’ αὐτοῖς τοῖς ἀγγείοις, εἴ ποτε, ὑπολείπεσθαι χρή, δυνα‐

45

.

17

.

10

μένων αὐτῶν διὰ φαρμακείας ὕστερον ἐκτακῆναι. ἐφ’ ὧν δ’ ἐξ ἀμφο‐ τέρων τῶν μερῶν τοῦ τραχήλου χοιράδες εἰσίν, ἐὰν μὲν μικραὶ καὶ προσαρτεῖς τυγχάνωσι καὶ ὀλίγαι, τὴν ἐνέργειαν αὐτῶν ἑκατέρωθεν ἐπὶ μιᾶς ποιησόμεθα· εἰ δὲ μείζους ἢ ἄλλην τινὰ περισκέλειαν ἔχου‐
5σαι τυγχάνοιεν, τὰς ἐκ τοῦ ἑτέρου μέρους πρῶτον χειρουργήσαντες καὶ ἀποθεραπεύσαντες, οὕτως ἐξ ὑστέρου μεταβησόμεθα καὶ ἐπὶ τὰς

45

.

17

.

11

ἑτέρας. ὁ δὲ τῆς ἀποθεραπείας τρόπος πρόδηλος· ὅμοιος γάρ ἐστι τῷ ἐπὶ τῶν στεατωμάτων, ἐναίμως ἡμῶν ἀγόντων διὰ παρακολλητικῆς ἀγωγῆς, εἰ πάσας ἐκ βάσεως τὰς χοιράδας κομισόμεθα, ἢ κατὰ συσσάρ‐

45

.

17

.

12

κωσιν, ἐὰν ὑπολειπόμεναι βάσεις τινὲς ἢ χοιράδες δέοιντο ἐκτακῆναι. τὸ
δὲ σχῆμα τῆς ἐπιδέσεως ἐν τῷ περὶ βρόχων εἰρήσεται καὶ ἐπιδέσμων.

45

.

18

t

Περὶ κιρσῶν.

45

.

18

.

1

Οἱ κιρσοὶ συνίστανται φλεβῶν ἀνευρυνομένων καὶ πλείονος αἵ‐ ματος κατασκήπτοντος· συνίστανται δὲ καὶ ἐν κεφαλῇ καὶ ἐν ἐπι‐

45

.

18

.

2

γαστρίῳ καὶ ἐν ὀσχέῳ καὶ ἐν σκέλεσιν. καὶ ἐπειδὴ πλεῖστόν ἐστι τὸ

45

.

18

.

3

ἐνταῦθα πάθος, ἀπὸ τῶν ἐν τοῖς σκέλεσιν ἀρξώμεθα. χρὴ τοίνυν πρὸ μιᾶς τῆς ἐνεργείας ἡμέρας ἀποξύραντα τὸ σκέλος λουσάμενον τὸν κάμνοντα, εὐθὺς ἔτι θερμὸν ὄντα στῆσαι ὀρθὸν ἀπερεισάμενον ὡς ὅτι μάλιστα ἐπὶ τοῦ κεκιρσωμένου σκέλους καὶ σημειοῦσθαι κατὰ πάσας
5τῶν κιρσῶν τὰς ἐπαναστάσεις, ἐμβάλλοντας ἐπιπολῆς βραχείας ἀμυχάς· οὕτω γὰρ εἰ κατ’ αὐτὴν τὴν χειρουργίαν ἀφανῆ γένοιτο τὰ ἀγγεῖα διὰ δειλίαν ἢ δι’ ἄλλην τινὰ πρόφασιν, οὐ διαμαρτησόμεθα τῶν κιρ‐

45

.

18

.

4

σῶν τεκμαιρόμενοι ταῖς σημειώσεσιν. τὰς δ’ ἐπιπολῆς ἀμυχὰς εὐθυτε‐ νεῖς ποιησόμεθα, οὐ κατὰ τὴν τῶν κώλων φύσιν, ἀλλὰ κατὰ τὸ τῶν

45

.

18

.

5

κιρσῶν σχῆμα, ὡς ἐπιπολάζειν τῷ μήκει τὰς ἀμυχάς. μέλλοντες δ’ ἐνεργεῖν, κατακλινοῦμεν τὸν πάσχοντα πρηνῆ, τὰ μὲν ἄλλα μέρη πρὸς τὸ βάθρον τῷ σχηματοδέσμῳ καταδέοντες, τὸ δὲ κιρσοτομού‐ μενον σκέλος ἐκ μὲν τῶν δεσμῶν εὔλυτον ἀφιέντες, ὑπηρέταις δὲ δια‐
5κρατεῖν παραδόντες πρὸς τὸ μετασχηματίζειν ποτὲ μὲν ἐπὶ τὸ πρηνές, ποτὲ δ’ ἐπὶ τὸ ὕπτιον, ὅπως ἂν ἡ χρεία ἀπαιτῇ, ἔπειτα λαβόντες ἄγκιστρα τῶν σφόδρα μικροκαμπῶν, καλουμένων δὲ κιρσουλκῶν, γαμ‐ μοειδῆ κατὰ τὴν καμπήν, καὶ καταπείραντες ἐπιπολῆς εἰς τὸ δέρμα κατὰ τὸ ἐπιφανέστατον τοῦ κιρσοῦ μέρος παρὰ τὴν ἐγχάραξιν τὴν
10σημειώδη πλάγιόν τε παρὰ τὸ σκέλος παρατείναντες αὐτὸ καὶ ἐνειλή‐ σαντες τῇ καμπῇ τὸ δέρμα, ὥστε περιτενὲς καὶ κυρτὸν γενέσθαι, κατὰ τῆς σημειώσεως ἐμβαλοῦμεν διαίρεσιν εὖ μάλα μικρὰν κατὰ τὸ μῆκος, καὶ μικροτέραν γε τῶν ἐν φλεβοτομίαις, διελοῦμέν τε τὸ δέρμα διὰ

45

.

18

.

6

βάθους μέχρι τοῦ κιρσοῦ. ῥᾳδίως δὲ γνωριοῦμεν αὐτό· λεῖόν τε γὰρ

45

.

18

.

7

καὶ κυανίζον ὀφθήσεται διὰ τὴν τοῦ αἵματος ὑπαυγήν. εἰ δὲ μετὰ τὴν τοῦ δέρματος τομὴν ὑμένες τινὲς ὑπεστορεσμένοι φαίνονται (δῆ‐ λοι δ’ ἔσονται τῇ τε δασύτητι καὶ τῇ λευκότητι), τὸ ἄγκιστρον ἐκ τοῦ δέρματος κομισόμεθα, διὰ δὲ τῆς γεγονυίας διαιρέσεως καθέντες αὐτοῦ
5τὴν καμπὴν καταπείραντές τε εἰς τοὺς ὑμένας καὶ ἀνατείναντες, διε‐ λοῦμεν αὐτοὺς μέχρι τοῦ ἀγγείου, καὶ δίς γε καὶ τρὶς μεταπείρομεν

45

.

18

.

8

αὐτούς, εἰ πλείους ὑποπίπτοιεν ὑμένες. ἔπειτα κάτω στρέψαντες τὸ ἄγκιστρον (ἔστω δὲ κατὰ τοῦτο μὴ ἔπακμον, ἀλλ’ ὡς οἱ χειρουργοὶ

45

.

18

.

9

καλοῦσι, τυφλάγκιστρον), τούτῳ τὸν κιρσὸν ἀναβαλοῦμεν. εἰ δὲ δυσχε‐ ρῶς ἀναβάλλοιτο, καὶ ἕτερον τυφλὸν καθήσομεν οὐκ ἐκ τοῦ αὐτοῦ μέρους, ἀλλ’ ἐκ τοῦ ἀντικειμένου καὶ ἀντεστραμμένου, ἀμφοτέροις τε

45

.

18

.

10

περιλαμβάνοντες ἀναβαλοῦμεν. ἰστέον μέντοι ὅτι ἀναβληθεὶς οὐκέτι κυανοῦς ὁ κιρσός, ἀλλὰ λευκὸς καὶ νευρώδης φανήσεται, ἅτε τοῦ μὲν
αἵματος ἐκθλιβομένου εἰς τὰ ἑκατέρωθεν, μόνου δὲ τοῦ χιτῶνος ἐν τῇ περιτάσει καταλειπομένου· ὃς δὴ νευρώδης τέ ἐστι καὶ λευκὸς

45

.

18

.

11

αὐτὸς ἐφ’ ἑαυτοῦ. εἰ δὲ μὴ ὑποπίπτοι τὸ ἀγγεῖον (οὐχ ὑποπίπτει δὲ πολλάκις, ἤτοι διὰ τὸ εἰς τὰ πλάγια τῆς διαιρέσεως παρωλισθηκέναι ἢ διὰ τὸ ἐν πολλῷ βάθει τὴν θέσιν ἔχειν), τηνικαῦτα τῷ τυφλῷ πρῶτον μὲν τὰ πλάγια διερευνήσομεν, καθιέντες μὲν ὀρθὸν καὶ κατὰ
5ποσὸν ἐκκλίνοντες αὐτοῦ τὴν κορυφήν, ἐνερείσαντες δὲ τὸ μέρος τῷ δέρματι τῷ κατὰ τὴν ἐπιφάνειαν, ἔξωθέν τε τῷ λιχανῷ τῆς ἀριστε‐ ρᾶς χειρὸς ἐπιθλίβοντες τὸ δέρμα κατὰ τὴν κυρτότητα τὴν ὑπὸ τοῦ τυφλαγκίστρου γινομένην, ὥστε μὴ διαλαθεῖν τὸ ἀγγεῖον· οὕτως γὰρ

45

.

18

.

12

ὁ κιρσὸς ἡμᾶς παρωλισθηκὼς εἰς τοῦτο τὸ μέρος οὐ διαφεύξεται. εἰ δὲ μὴ ὑποπέσοι, πάλιν ἐπὶ τὰ ἕτερα στρέψαντες τὸ τυφλάγκιστρον

45

.

18

.

13

τὴν ὁμοίαν ἔρευναν ἐκ τῶν ἐναντίων ποιησόμεθα μερῶν. οὐχ εὑρόν‐ τες δέ, τὰ χείλη τῆς ἐν τῷ δέρματι διαιρέσεως δύο καμπαῖς ἐπάκμων ἀγκίστρων λαβόντες παραδόντες τε ὑπηρέταις διακρατεῖν ταῦτα, αὐτοὶ καθήσομεν τρίτον ὀξυκαμπὲς εἰς τὴν τῶν ὑμένων διάστασιν διακόψο‐
5μέν τε αὐτοὺς ἐντείνοντες μέχρι τῆς ἐντεύξεως τοῦ κιρσοῦ, καὶ οὕτως ἀναβαλοῦμεν αὐτὸν ἢ ἑνὶ ἢ δύο τυφλαγκίστροις κατὰ τὰ πρόσθεν

45

.

18

.

14

δεδηλωμένα. γίνεται δ’ ἡ δυσέργεια ὡς τὰ πολλὰ περὶ τὴν πρώτην ἀναβολήν, αἱ δὲ λοιπαὶ πολλὴν εὐέργειαν ἔχουσιν· εἴτε γὰρ εὐθὺς ἐν τῇ πρώτῃ διαιρέσει μετ’ αὐτὴν τὴν τοῦ δέρματος τομὴν ὁ κιρσὸς ὑπαντῆσαι τύχοι, καὶ ἐν ταῖς ἑξῆς ὁμοίως ὑποπεσεῖται, εἴτε πολλοὺς
5ἢ ὀλίγους ὑμένας ὑπεστορεσμένους εἶναι τύχοι, εἴτε ἐν πολλῷ βάθει

45

.

18

.

15

κείμενος, κατὰ πάσας τὰς διαιρέσεις ὁμοίως ἔχων εὑρεθήσεται. ἀνα‐ βαλόντες δὴ τὸν κιρσὸν διὰ τῶν εἰρημένων ὀργάνων, εἰ πολλὰ παρ‐ εῖναι τύχοι, ἢ αὐτῶν τι τῶν ὀργάνων πλάγιον ὑποβαλοῦμεν τῷ κιρσῷ διὰ τῆς διαιρέσεως ἀνασπάσαντες αὐτόν, ἢ πτερὸν ἢ ἄλλο τι
5εὐαφὲς σῶμα ἢ καὶ βελόνῃ ῥάμμα ἐνείραντες ἀμβλείᾳ καὶ ὑποβαλόντες αὐτὸ διὰ τῆς βελόνης τῷ κιρσῷ, κἄπειτα ψαλίσαντες πρὸς τῷ πυθ‐

45

.

18

.

16

μένι τῆς βελόνης τὸ ῥάμμα. γινέσθω δὲ ταῦτα τοῦ κιρσοῦ ὑπὸ τῶν τυφλαγκίστρων διὰ τῆς διαιρέσεως εὖ μάλα ἀνατεινομένου· ἄλλως

45

.

18

.

17

γὰρ οὐκ ἂν ἡ ὑποβολὴ γενέσθαι δύναιτο. μετὰ δὲ τὴν πρώτην διαί‐ ρεσίν τε καὶ ἔκληψιν τοῦ κιρσοῦ τὰς ἑξῆς ἐμβαλοῦμεν κατὰ τὸν αὐτὸν τρόπον, ἐκεῖνο προδιορισάμενοι ὅτι, εἰ οἷόν τε εἴη, μάλιστα ἄρχεσθαι χρὴ

45

.

18

.

18

τῆς ἐκλήψεως οὐκ ἐκ τῶν κατωτάτω τοῦ σκέλους μερῶν. καὶ εἰ μὲν εὐθυτενεῖς εἶεν σφόδρα οἱ κιρσοί, τὰς διαιρέσεις ἐμβλητέον οὐχ ἧττον διδακτυλιαίου διάστημα ἐχούσας ἀπ’ ἀλλήλων· εἰ δ’ ἐσκολιωμένοι, ... κατὰ πάσας τε τὰς διαιρέσεις καὶ τὰς ἐκλήψεις ὑποβάλλοντες ἢ τὰ
5ἄγκιστρα ἢ τὰ πτερὰ ἢ τὰ ῥάμματα, οὕτως ἐπ’ αὐτὴν ἥξομεν τὴν

45

.

18

19,20

κιρσοτομίαν. ἀρξόμεθα δὲ πρῶτον ἐκ τῶν κατωτέρω μερῶν. εἰ μὲν

45

.

18

.

20

(2)

οὖν ἄγκιστρον ὑποβεβλῆσθαι τύχοι, λαβόντες ἕτερον ἄγκιστρον καὶ κατὰ τοῦ κιρσοῦ ἐπὶ τῶν ἀντικειμένων παραλλήλως ἐπιθέντες αὐτὸ τῷ προτέρῳ μεσολαβήσαντές τε τὸν κιρσὸν δι’ ἀμφοτέρων καὶ ταῖς
5χερσὶ συνερείσαντες ἰσχυρῶς αὐτὰ πρὸς ἄλληλα καὶ συνέχοντες, ὡς εἰ ἓν εἴη ἀμφότερα ἐν τούτῳ τῷ σχήματι, τὸ μὲν κάτωθεν ἄγκιστρον ὑποστρεφόμενον ὡς πρὸς τὸ σφυρόν, τὸ δ’ ἄνωθεν ὡς πρὸς τὸ ἄνω‐ θεν μέρος τῆς κνήμης, τοῦτόν τε τὸν τρόπον ἐνειλοῦντες αὐτὰ ἐπι‐ σπασόμεθα, ὡς οἷόν τε, ἐπὶ πλεῖστον τὸ μέρος τοῦ κιρσοῦ τὸ πρὸς

45

.

18

.

21

τῷ σφυρῷ. ἀποκόψαντες δ’ ἄνω τὸν κιρσόν, μεταβησόμεθα ἐπὶ τὴν ἐξολκὴν τὴν διὰ τῆς δευτέρας τῶν κάτω διαιρέσεων, οὐκέτι μὲν ἀπο‐ κόπτοντες τὸν κιρσόν, ἐξέλκοντες δὲ μόνον, κἄπειτα ἐπὶ τὴν τρίτην τε καὶ τὰς ἀνωτέρας. εἰ μὲν δὴ ὁ κιρσὸς εἴη ὁλόκληρον ἀγγεῖον, διὰ

45

.

18

.

22

τῆς ἀνωτάτω κομιούμεθα διαιρέσεως· εἰ δ’ ἀποσχίδας ἔχοι, δισχιδὴς ὢν κατὰ τὸ υ γράμμα ἢ τρισχιδὴς κατὰ τὸ ψῖ, καὶ ἔτι πολυσχιδέστε‐ ρος, τὰς ἀποσχίδας πρῶτον κατὰ μίαν ἐπισπασάμενοι διακόψομεν πάσας, ἔπειθ’ οὕτως κομισόμεθα διὰ τῆς ἐξολκῆς τῆς εἰς ἓν συστελ‐

45

.

18

.

23

λούσης. εἰ δ’ ἀποκοψάντων ἡμῶν τὰς προφανεῖς ἀποσχίδας, ἔπειτα ἐξελκόντων διὰ τοῦ χορηγοῦ, μὴ ἕποιτο ὁ κιρσός, ἀλλ’ ἀντέχοιτο, ἐπισπασόμεθα μὲν εὖ μάλα τὸν χορηγόν (καλῶ δὲ νῦν χορηγὸν οὐ τὸ ἀνωτέρω τῆς ἰγνύας κεκιρσωμένον ἀγγεῖον, ἀλλὰ τὸ πολλὰς ἀπο‐
5σχίδας ἀποστέλλον)· κατὰ δὲ τὴν βίαιον ἐξολκὴν αὐτοῦ εἰ σιμότης τε καὶ συνδρομὴ τοῦ δέρματος φαίνοιτο ἐν ὁποίῳ δὴ μέρει τοῦ σκέλους, τεκμαιρόμενοι κατὰ τὴν σιμότητα εἶναί τινα ἀποσχίδα ἐκ τοῦ χορη‐ γοῦ [τὴν] οὖσαν μὴ γνώριμον ἡμῖν, διελοῦμεν κατὰ τὴν γενομένην σιμότητα, εἰκάζοντες μὴ ἄνευ τάσεως ἀγγείου γεγενῆσθαι τὴν σιμότητα.

45

.

18

.

24

κιρσοτομήσαντες δὴ τὰ κατὰ τὰ αὐτά, οὕτως ἐπισπασόμεθα τὸν χορη‐

45

.

18

.

25

γόν. εἰ δὲ τῶν προφανῶν ἀποσχίδων διακεκομμένων ἁπασῶν, ὁ χο‐ ρηγὸς ἀνελκόμενος μὴ ὑπακούοι, σιμότης δὲ μηδεμία γένοιτο ἐν τῷ σκέλει, διελοῦμεν τὸν χορηγὸν κατ’ ἐπικόπου τῆς ἐπιβολῆς τοῦ τυφλαγκίστρου (διελοῦμεν δ’ ἐλαφρῶς, ὥστε τὸν ἀνωτέρω τοῦ κιρσοῦ
5χιτῶνα μόνον διατεμεῖν)· ἔπειτα διπύρηνον διὰ τῆς διαιρέσεως καθή‐ σομεν εἰς τὸν κιρσόν, ἀκολουθοῦντες τῇ κενεμβατήσει καὶ ἄλλοτε ἀλλαχοῦ παράγοντες· οὕτω γὰρ διαιρούμενον, τότε μὲν κατὰ τῶν κάτω διαιρέσεων εἰς τὸ ἐκτὸς προκύψει, τότε δ’ ἄλλοτε ἀλλαχοῦ

45

.

18

.

26

παραγενόμενον ἐνερείσει μέρει τινὶ τῆς ἀτμήτου σαρκός. κατὰ τοῦτο δὴ μοχλεύσαντες καὶ κυρτώσαντες τῷ διπυρήνῳ τὸ δέρμα διαίρεσίν τε κατὰ τῆς κυρτώσεως ἐμβαλόντες καὶ ἀπολύσαντες κατὰ τοῦτο τὸ μέρος, ἐπισπασόμεθα σὺν ταῖς ῥίζαις πάντα τὸν χορηγόν, ἀνέλκοντες
5τοῦτον τὸν τρόπον ἐπὶ τὴν ἀρχὴν τοῦ κιρσοῦ, εἴτε κατ’ ἰγνύας, εἴτε ἐν μηρῷ τύχοι, εἶτα βιαίως ἢ διὰ τῆς τῶν δύο ἀγκίστρων ἐνειλή‐ σεως ἢ καὶ διὰ τῆς τοῦ κιρσουλκοῦ κατασκευῆς ἐπισπασάμενοι τὸν κιρσὸν ἐκ τῶν ἄνωθεν μερῶν, ὥστε ὑπερβίαιον γενέσθαι τὴν ἐξολκήν,
οὕτως ἀποκόψομεν τὸν κιρσόν· αἴτιος δ’ ἡ βίαιος ἐξολκὴ γίνεται
10τοῦ μήτε αἱμορραγεῖν κατὰ τὴν διακοπὴν τὸν κιρσόν, μήτε δεῖν ἡμᾶς

45

.

18

.

27

ἀποσφίγξεσιν ἢ διαβροχισμοῖς χρῆσθαι. ἐπὶ δὲ τῶν σφόδρα ἐνειλη‐ μένων καὶ βοτρυοειδῶν ὁ μὲν τῆς ἐξολκῆς τρόπος ἄχρηστος· εὐθυτενῆ δὲ χρὴ κατὰ μῆκος διαίρεσιν ἐμβαλόντας, διὰ ταύτης κομίσασθαι πᾶν τὸ βοτρυοειδές, τά 〈τε〉 τελευταῖα τοῦ κιρσοῦ μέρη, τά τε ἄνω καὶ
5τὰ κάτω, τὸν παραπλήσιον ἐπισπάσασθαι τρόπον τῷ πρόσθεν εἰρη‐

45

.

18

.

28

μένῳ. εἰσὶ δέ τινες ἐριώδεις τῶν κιρσῶν, οὕτως ὑπὸ τῶν χειρουργῶν καλούμενοι· τούτους οὐχ οἷόν τε κατ’ ἐξολκὴν κομίζεσθαι· ξαίνονται γὰρ καὶ διασπῶνται ταχέως· τοῦτο δὲ πάσχουσι μὲν καὶ φύσει τινές, καὶ διὰ πλῆθος δὲ τοῦ περιεχομένου αἵματος δαπανωμένων τῶν χιτώ‐

45

.

18

.

29

νων. ἐπὶ τούτων ὁ μὲν τῆς ἐξολκῆς τρόπος ἀδύνατος ῥᾳδίως ἀπο‐ σπωμένων· χρὴ τοίνυν ἐπ’ αὐτῶν μετὰ τὴν ὑποβολὴν τῶν πτερῶν ἢ τῶν τυφλαγκίστρων ἢ τῶν ἄλλων τῶν προειρημένων σωμάτων, εἰ κατανοήσομεν αὐτούς, οὕτως ἐκκόπτειν καθ’ ἑκάστην διαίρεσιν πᾶν
5τὸ τῆς διαιρέσεως προκύπτον, ὡς τὸ πτερὸν ἢ ὡς τὸ τυφλάγκιστρον ὑπόκειται· οὐ μέντοι διακοπτέον αὐτὸ μόνον, ἀλλ’ ἐκκοπτέον, ἵνα μὴ

45

.

18

.

30

συμφυὲν τὸ ἀγγεῖον αὖθις εἰς τὴν ὁμοίαν κίρσωσιν ἐπανέλθῃ. μετὰ δὲ τὴν χειρουργίαν αἱμορραγίας μὲν οὐκ ἔσται δέος, οὐδ’ ἀπὸ τῶν ἀνωτέρω τοῦ χορηγοῦ σωμάτων, οἷα δὴ ἐπιφραττομένης αὐτῶν τῆς ὁδοῦ, [ἐκ τῆς] τῶν ἀγγείων ἐπὶ πλέον ἑλκυσθέντων ἐκ τῆς γενο‐
5μένης κιρσουλκίας, θλιβομένων τε καὶ μυόντων ἐκ τῆς περιεχούσης

45

.

18

.

31

σαρκός, τῶν τε κατωτέρω τὸ παραπλήσιον πεπονθότων. τὸ αἷμα οὖν εὖ μάλα θλίψαντες καὶ ἐκθρομβώσαντες τὸ σκέλος, πολύ τε ἀνωτέρω τῆς κατὰ τὴν ἰγνύαν τομῆς τὴν εἰς τὰ κάτω θλῖψιν ποιούμενοι, πολύ τε κατωτέρω κατὰ τὸ σφυρόν, αὐτήν τε τὴν κνήμην πιεζοῦντες εὖ
5μάλα, ὥστε πάντοθεν τὸ ἐν ταῖς τομαῖς συνδεδραμηκὸς αἷμα ἐκκρι‐ θῆναι· γινέσθω δ’ ἡ ἐκπίεσις καὶ διὰ τῶν χειρῶν μὲν ἠρέμα συμπιε‐ ζουσῶν, καὶ ἔτι μᾶλλον διὰ σπόγγων ἐνερειδομένων· δέος γὰρ ἐκ τῶν χειρῶν καὶ περίθλασιν γίνεσθαι· διὰ τοῦτο οὔτε βιαίως θλίβομεν, ὅτι ἐκ πάσης ἀνάγκης εἰ καὶ μικρότατός τις θρόμβος αἵματος μετὰ τὴν
10χειρουργίαν καταλειφθείη, τούτου ἂν οἰδήσαντος διαπύησιν γίνεσθαι συμβαίνει, ὑγρόν τε ἀναβῆναι κατὰ τὰς διαιρέσεις, νευρικάς τε ἀπαν‐ τῆσαι συμπαθείας, πρός γε μὴν τούτοις ἀτευκτηθῆναι τὴν ἔναιμον ἀγωγήν, ἧς οὐδέποτε ἀστοχήσομεν ἐκθρομβώσαντες ἐπιμελῶς· ἄγομεν δ’ ἐναίμως τοὺς κιρσουλκηθέντας, ἢ σπληνίον ἐμπλάστρου τῶν ἐναί‐
15μων καλουμένων τινὸς ἐπιβάλλοντες καὶ κατ’ αὐτοῦ σπόγγον ὀξυ‐ κράτῳ διάβροχον ἐπιβάλλοντες ἡσυχῇ τε δεσμῷ πιέζοντες, ἢ ἀντὶ τῆς ἐμπλάστρου ὀθόνιον ὀξυκράτῳ βεβρεγμένον προϋποτιθέντες τοῖς σπόγ‐

45

.

18

.

32

γοις. τοὺς δ’ ἐν κεφαλῇ κιρσοὺς οἱ μὲν παλαιοὶ διακαίειν ἠξίουν, φοβούμενοι τὴν ἐξολκήν, μὴ διαγανακτήσαντος ἐν τῷδε τῷ τόπῳ
τοῦ περικρανίου συμπάθειά τις γένηται τοῦ νευρώδους· ἡμεῖς δὲ τὸν κατ’ ἐκκοπὴν ἐγκρινοῦμεν τρόπον, ὃν ἤδη τε ἐπὶ τῶν ἐριωδῶν κιρ‐
5σῶν ἐξεθέμεθα, καὶ ἔτι σαφέστερον ἐν τῷ περὶ ἀγγειολογίας παρα‐

45

.

18

.

33

δείξομεν τόπῳ. καὶ μὴν ἐπὶ τῶν ἐν ἐπιγαστρίῳ κιρσῶν ἀδύνατος ὁ τῆς ἐξολκῆς τρόπος, συντρέχοντος τοῦ δέρματος διὰ τὴν ἰδίαν μαλα‐ κότητα καὶ διὰ τὸ μῆκος τῷ περιτενὲς εἶναι· ἀλλ’ οἱ μὲν πρόσθεν εὐθείας κατὰ μῆκος τῶν κιρσῶν ἰσομήκεις τε αὐτοῖς διαιρέσεις ἐμβάλ‐
5λοντες, οὕτω κομίζονται αὐτούς· ἡμῖν δέ, εἰ μὲν βοτρυοειδῶς ἐνειλῆ‐ σθαι τύχοιεν, ὁ τῆς εὐθυτομίας ἀρκεῖ τρόπος, καθάπερ οὖν καὶ ἐπὶ τῶν ἐν σκέλει βοτρυοειδῶς ἐσχηματισμένων ἠξιοῦμεν· εἰ δ’ εὐθεῖς εἶεν ἢ εὐθυσκόλιοι, παραιτούμεθα τὴν εὐθυτομίαν, οὐχ ἧττον ἀπρε‐ ποῦς τῆς οὐλῆς γινομένης αὐτῶν τῶν κιρσῶν· τὸν δὲ τῆς ἐκκοπῆς
10ἐγκρινοῦμεν τρόπον, καθάπερ καὶ ἐπὶ τῶν ἐριωδῶν καλουμένων.

45

.

19

t

Ἐκ τῶν Ἡλιοδώρου. Περὶ τῶν ἐν τῷ ὀσχέῳ κιρσῶν.

45

.

19

.

1

Τοὺς ἐν τῷ ὀσχέῳ γενομένους κιρσοὺς ἢ τῷ κατ’ ἀποκοπὴν τρόπῳ κομίσασθαι δεῖ, ἐκ δακτυλιαίων τῶν μεταξὺ διαστημάτων ἀνα‐ σπωμένων τῶν κιρσῶν, ἀποσφιγγομένων τε κατὰ μέρος καὶ ἀποτεμνο‐ μένων, ὡς ἐπὶ τῶν σκελῶν εἴρηται, ἢ τοῖς πυρηνοειδέσι καυτηρίοις
5καίειν ὁμοίως ἐκ συνεχῶν συμμέτρων τῶν μεταξὺ διαστημάτων πρὸς τὴν τῶν κεκιρσωμένων ἀγγείων ἐσχάρωσιν.

45

.

20

t

Ἐκ τῶν Γαληνοῦ. Περὶ κιρσῶν.

45

.

20

.

1

Πολλάκις ἡ φύσις εἰς τὰς κατὰ τὰ σκέλη φλέβας ἀποτίθεται τὸ μελαγχολικὸν αἷμα, ὑφ’ οὗ διατεινόμεναί τε καὶ διευρυνόμεναι κιρσώ‐ δεις ἀποτελοῦνται, καὶ μελαίνεταί γε τῷ χρόνῳ καὶ τὸ δέρμα τὸ κατὰ τὰς τοιαύτας φλέβας. ἐφ’ ὧν δ’ αἵματος πλῆθος μόνον ἄνευ τοῦ
5μελαγχολικὸν ὑπάρχειν ἀσθενεστέρας οὔσας φύσει τὰς τῇδε φλέβας ἀνευρύνει κατασκῆπτον, οὐδενὸς τοιούτου συμβαίνοντος, ὡς ἐφ’ ὧν γε 〈ἂν〉 τὸ μελαγχολικὸν αἷμα τοὺς κιρσοὺς ἐργάσηται, κίνδυνος ἐπὶ τούτων ἐστίν, ἐὰν ἐκτέμῃ τις τὰς πεπονθυίας φλέβας, ἁλῶναι μελαγ‐ χολίᾳ· καὶ γὰρ καὶ τοῦτο πολλάκις ἑώρακά τε γινόμενον οὐ μόνον
10κατὰ τοὺς κιρσούς, ἀλλὰ καὶ κατὰ τὰς ὑπὸ τοῦ τοιούτου χυμοῦ γινο‐

45

.

20

.

2

μένας αἱμορροΐδας. ἕλκος δέ τις ἔχων ἐν κνήμῃ χρόνῳ παμπόλλῳ τὴν ὑπερκειμένην φλέβα κιρσωδεστέραν οὖσαν ἐκτμηθεὶς παραυτίκα μὲν ἐθεραπεύθη τὸ ἀρχαῖον ἕλκος, ὃ δ’ ἐκ τῆς τομῆς ἔσχεν ἐξαιρου‐

45

.

20

.

3

μένης τῆς φλεβός, ἀνίατον ἔμεινεν. ὕστερον δέ ποτε μετ’ ἐνιαυτὸν εἷς τῶν ἐν Περγάμῳ διδασκάλων Στρατόνικος ὁ μαθητὴς Σαβίνου
φλέβα τεμὼν ἐν ἀγκῶνι τἀνθρώπου καὶ θεασάμενος ἐκκρινόμενον αἷμα παχὺ καὶ μέλαν, ἐπαφεῖλε κατὰ τὴν ὑστεραίαν ὀλίγον, καθήρας
5τε μετὰ ταῦτα φαρμάκῳ μέλανα χυμὸν ἐκκενοῦντι καὶ τὴν δίαιταν εὔχυμον αὐτῷ παρασκευάσας ἐπὶ τὴν θεραπείαν τοῦ ἕλκους ἦλθεν.

45

.

21

t

Περὶ χοιράδων.

45

.

21

.

1

Αἱ χοιράδες γίνονται μὲν σκιρρουμένων ἀδένων, ἡ θεραπεία δ’ αὐτῶν, ὅσον μὲν ἐπὶ τῷ πάθει, κοινὴ τοῖς ἐν ἄλλῳ τινὶ μέρει γινο‐ μένοις σκίρροις, ὅσον δ’ ἐπὶ τῇ φύσει τοῦ μορίου, κατά τινας ἀδένας ἑτέρους προσλαμβάνει σκοποὺς διττούς· τῶν γὰρ σίελον ἢ γάλα παρα‐
5σκευαζόντων ἢ σπέρμα, καὶ μέντοι καὶ ὅσοι φλεγματώδη τινὰ γεν‐ νῶσιν ὑγρότητα κατὰ μεσεντέριον ἢ φάρυγγα ἢ λάρυγγα, μείζων τέ ἐστιν ἡ χρεία, καὶ σκιρρωθέντας θεραπευτέον αὐτοὺς ὡσαύτως τοῖς ἄλλοις ἅπασι μορίοις· ὅσοι δ’ ἀδένες ἀγγείων σχιζομένων ἀναπληροῦσι τοὐν μέσῳ, στήριγμα γινόμενοι τῆς σχίσεως αὐτῶν, οὔτε μεγάλη τού‐
10των ἡ χρεία τοῖς ζῴοις ἐστί, καὶ σκοπὸς ἕτερος ἐπ’ αὐτῶν τῆς ἰάσεως

45

.

21

.

2

προσέρχεται ἐν ᾧ συναναιρεῖται τῷ πάθει τὸ μέρος. ἔστι δὲ καὶ αὐτὸς οὗτος διττός, ἤτοι γε ἐκκοπτόντων ἡμῶν σμίλῃ τὸ πεπονθὸς

45

.

21

.

3

ὅλον, ὡς ἐπὶ τῶν καρκίνων, ἢ σηπόντων φαρμάκοις. θέρμων πικρῶν ἄλευρον οὐ τὰ πελιδνὰ μόνον, ἀλλὰ 〈καὶ〉 χοιράδας καὶ φύματα σκληρὰ θεραπεύει, ἐν ὄξει δ’ ἑψεῖν αὐτὸ χρὴ τηνικαῦτα ἢ ὀξυμέλιτι ἢ ὀξυκράτῳ, κατὰ τὰς κράσεις τῶν καμνόντων καὶ τῶν παθῶν τὰς

45

.

21

.

4

διαφορὰς ἐξευρίσκοντας τὸ δέον. καππάρεως τῆς ῥίζης ὁ φλοιὸς χοι‐ ράδας καὶ ὄγκους σκληροὺς διαφορεῖ, τοῖς ἐπιτηδείοις φαρμάκοις πρὸς ταῦτα μιγνυμένη· οἶδα δέ ποτε τοῖς φύλλοις μόνοις διαφορήσας χοι‐ ραδώδη σκληρότητα. μίγνυται δ’ αὐτοῖς τι τῶν ἀμβλυνόντων τὸ

45

.

21

.

5

σφοδρὸν τῆς δυνάμεως. ὄνων ὄνυχας κεκαυμένους ἐλαίῳ φυραθέντας

45

.

21

.

6

χοιράδας διαφορεῖν φασιν. ἰατρός τις ἐπὶ σκληρῶν σωμάτων ἐχρῆτο βοείᾳ κόπρῳ σὺν ὄξει πρὸς χοιράδας καὶ τοὺς σκιρρώδεις ὄγκους

45

.

21

.

7

ἅπαντας καταπλάττων. ἀμμωνιακὸν διαφορεῖ καὶ ἀδίαντον.

45

.

22

t

Περὶ ἐμφυσημάτων, καὶ μάλιστα ἐν μυσίν.

45

.

22

.

1

Εἴτε πνευματικὴν διάθεσιν εἴτε ἐμφύσημα καλεῖν τις ἐθέλει τὸν γινόμενον ὄγκον ἔν τισι μορίοις παρὰ φύσιν, ἀντίτυπον μέν, οὐ μὴν ὑπὸ χυμοῦ πλήθους εἰς τοῦτο ἠγμένον, ἀλλ’ ὑπὸ φυσώδους πνεύ‐
ματος, γίνεται δ’ ἐμφυσήματα τοιαῦτα καὶ κατὰ τὴν γαστέρα καὶ
5〈κατὰ〉 τὰ σπλάγχνα· γίνεται δὲ καὶ κατὰ τοὺς μῦς ἐκ πληγῶν τοὐ‐

45

.

22

.

2

πίπαν, ἐν οἷς ἐθλάσθη τι μόριον αὐτῶν. καὶ δυσίατοί γε ἐνίοτε γίνον‐ ται τῶν μυῶν αἱ τοιαῦται διαθέσεις, ἐπειδὴ κατὰ πολλὰ μόρια τοῦ μυὸς διασπείρεται τὸ φυσῶδες πνεῦμα, στεγόμενον ὑπό τε τῶν περι‐ εχόντων σωμάτων αὐτὸ καὶ τῶν ἔξωθεν ἐπιβλημάτων ἄχρι τοῦ

45

.

22

.

3

δέρματος. ἴσχεται δὲ καὶ κατὰ τὰς λόγῳ θεωρητικὰς χώρας ἐν τοῖς

45

.

22

.

4

μυσὶ καὶ τοῖς ἄλλοις σώμασιν. οὕτως γοῦν καὶ αὐτὸς ὁ μῦς ἐμφυσᾶ‐ ται, καὶ κατὰ τὸ τῆς γαστρὸς ἢ τῶν ἐντέρων σῶμα κατακλείεται πνεῦμα φυσῶδες· ὅταν δὲ καὶ ψυχρὸν ἱκανῶς ᾖ τοῦτο, τὴν μεγίστην

45

.

22

.

5

ὀδύνην παρέχει. τῆς μὲν οὖν γεννήσεως τῶν ἐμφυσημάτων ὕλη πνεῦμα φυσῶδες καὶ παχὺ καὶ ἀτμῶδες, συλλαμβάνει δ’ εἰς τὸ μὴ διαπνεῖσθαι τὸ τοιοῦτον πνεῦμα καὶ ἡ τῶν σωμάτων πύκνωσις, ὥστε καὶ ἡ ἴασις τοῦ πάθους σκοπὸν ἕνα κοινὸν ἀμφοῖν ἕξει τῆς γε τῶν
5πεπυκνωμένων σωμάτων ἀραιώσεως καὶ τῆς τῶν πεπαχυμμένων πνευ‐ μάτων λεπτύνσεως· θερμαίνων γὰρ ἱκανῶς δι’ οὐσίας λεπτομεροὺς

45

.

22

.

6

ἀραιώσεις μὲν τὸ πεπυκνωμένον, λεπτυνεῖς δὲ τὸ πεπαχυμμένον. ἡ δὲ τῶν πασχόντων μορίων φύσις συνενδείξεταί σοι τήν τε ἐπιτήδειον

45

.

22

.

7

ὕλην τῶν βοηθημάτων καὶ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν αὐτῇ. τῶν γοῦν μυῶν τῶν διὰ θλάσιν ἐμπεφυσημένων ὅτι μὲν διαφορεῖσθαι χρὴ τὸ πνεῦμα, πρόδηλον· ἐπεὶ δὲ θερμὰ καὶ δριμέα τοὐπίπαν ἐστὶ τὰ διαφοροῦντα φάρμακα, συμβαίνει τοὺς μῦς ἀγανακτεῖν, καὶ διὰ τοῦτο

45

.

22

.

8

τάς τε ὀδύνας ἴσχει μείζους, ἑπομένης γε φλεγμονῆς αὐταῖς. μικτῆς οὖν διὰ τοῦτο δυνάμεως εἶναι χρὴ τὰ τοὺς ἐμπεφυσημένους μῦς ὠφε‐ λήσοντα, καὶ μάλιστα ὅταν ἡ θλάσις αὐτῶν ἔχῃ τι καὶ φλεγμονῆς, ἐπικρατεῖν δ’ ἐν ἀρχῇ μὲν τὸ παρηγορικὸν εἶδος τῶν φαρμάκων, ἐπὶ

45

.

22

.

9

τελευτῇ δὲ τὸ διαφορητικόν. ἐκ δὲ τοῦ παρηγορικοῦ πρὸς τὸ δια‐ φορητικὸν οὐκ ἀθρόως χρὴ μεταβαίνειν, ἀλλὰ κατὰ βραχύ, τῶν μὲν

45

.

22

.

10

παρηγορικῶν ἀφαιροῦντα, τῶν δὲ διαφορητικῶν προστιθέντα. παρη‐ γορικὰ μὲν οὖν ἐστι τῆς τοιαύτης διαθέσεως τῶν μυῶν τό τε καλού‐ μενον ἕψημα καὶ ὕσσωπος ἔλαιόν τε βραχὺ τούτοις μιγνύμενον· ἐκ δὲ τῆς διαφορητικῆς δυνάμεως ὄξος καὶ νίτρον, ἔτι τε μᾶλλον ὁ
5ἀφρὸς αὐτοῦ καὶ ἡ καλουμένη κονία στακτή· διὸ κατ’ ἀρχὰς μὲν ἀρκεῖ μόνῳ χρῆσθαι τῷ ἑψήματι, βραχέος ἐλαίου μιχθέντος, ἐνίοτε δὲ καὶ οἴνου βραχέος, ἵνα ἔχῃ τι καὶ ἀποκρουστικόν, ἀναλαμβάνεσθαι δὲ

45

.

22

.

11

ταῦτα θερμανθέντα τοῖς οἰσυπηροῖς ἐρίοις. πρὸ πάντων δὲ φυλάτ‐ τεσθαι χρὴ μήτε ψυχρὰν τὴν ἐπιβροχὴν ταύτην προσφέρειν μήτε ἐπὶ

45

.

22

.

12

πλείονα χρόνον ἐπικειμένην ἐᾶν ψύχεσθαι. περιβαλεῖν οὖν ἔξωθεν
ἔρια θερμὰ προσῆκεν· ὅταν δὲ τῆς θερμασίας μηκέτι ὁμοίως ὁ κάμνων αἰσθάνηται τῆς ἀπὸ τῶν ἐπικειμένων, αὖθις ἑτέραν ἐπιβροχὴν ὁμοίως

45

.

22

.

13

ἐσκευασμένην προσφέρειν. παρηγορηθέντος δὲ καὶ ἀπονωτέρου τοῦ κάμνοντος γενομένου, τοῦ τε ὄξους παραμιγνύναι καὶ τοῦ νίτρου, καὶ οὕτως αὐξάνοντα τὸ πλῆθος αὐτῶν, ἂν παραμένῃ τι λείψανον αὐτῆς, ἐπεμβάλλειν καὶ τῆς καλουμένης κονίας στακτῆς, εἶτα τῶν
5μαλακτικῶν τε καὶ διαφορητικῶν φαρμάκων καὶ ἐμπλαστρωδῶν εἰς

45

.

22

.

14

ἀποκατάστασιν ἐπιτιθέναι. παράδειγμα ἐρῶ καὶ τῶνδε· γλοιὸν ἀναζέ‐ σας ἤθησον πρῶτον, ὡς γενέσθαι καθαρόν, εἶτ’ αὖθις ἐπεμβαλὼν τῇ κακκάβῃ, τίτανον ἄσβεστον λείαν ὡς ἄλευρον ἔμπαττε μέχρι πηλώδους συστάσεως.

45

.

23

t

Περὶ ἀνευρύσματος.

45

.

23

.

1

Ἀρτηρίας ἀναστομωθείσης, τὸ πάθος ἀνεύρυσμα καλεῖται. γίνεται δὲ τρωθείσης, ἐπειδὰν εἰς οὐλὴν μὲν ἀφίκηται τὸ προκείμενον αὐτῆς δέρμα, μένῃ δὲ τὸ τῆς ἀρτηρίας ἕλκος μήτε συμφύσης μήτε σαρκὶ

45

.

23

.

2

φραχθείσης. διαγινώσκεται δὲ τὰ τοιαῦτα πάθη τῷ σφυγμῷ τῶν ἀρτηριῶν, ἀλλὰ καὶ θλιβόντων ἀφανίζεται πᾶς ὁ ὄγκος, παλινδρο‐

45

.

23

.

3

μούσης εἰς τὰς ἀρτηρίας τῆς ἐργαζομένης αὐτὸν οὐσίας. τρωθέντος

45

.

23

.

4

δὲ τοῦ ἀνευρύσματος, ἐξακοντίζεται τὸ αἷμα δυσεπισχέτως. ὑποχωρεῖ μὲν οὖν κἀν τοῖς οἰδήμασι θλιψάντων ἡ ὕλη τοῖς δακτύλοις, καὶ βοθροῦται τὸ μέρος, ἀλλ’ οὔτε σφυγμός ἐστιν ἐν τῷδε τῷ πάθει, καὶ ἡ χρόα λευκοτέρα, καὶ τὸ οἴδημα πολλῷ πλατύτερόν τε καὶ μεῖζον
5ἀνευρύσματος, πλὴν εἴ ποτε θρόμβος τις ἐγγενόμενος ἀνευρύσματι σφάκελον ἐργάζοιτο· καλῶ δ’ οὕτως τὴν φθορὰν τῶν στερεῶν σωμά‐ των ἁπάντων.

45

.

24

t

Ἐκ τῶν Ἀντύλλου. Περὶ ἀνευρύσματος.

45

.

24

.

1

Διαφοραὶ τῶν ἀνευρυσμάτων δύο· τὸ μὲν γὰρ αὐτῶν γίνεται τῆς κατὰ τόπον ἀρτηρίας ἀνευρυνθείσης (ἐντεῦθεν καὶ τὸ ὄνομα ἐτέθη τῷ ἀνευρύσματι), τὸ δὲ ῥαγείσης ἀρτηρίας καὶ τὸ αἷμα ἐξερευγομένης

45

.

24

.

2

εἰς τὴν ὑποκειμένην σάρκα. ὅσα μὲν οὖν κατ’ ἀνευρυσμὸν ἀρτηρίας γίνεται, προμηκέστερά ἐστιν· ὅσα δὲ κατὰ ῥῆξιν, ταῦτα στρογγυλώ‐ τερα μέν, καὶ πλείονα ἐπεστόρηται σώματα ἐπὶ τοῦ κατ’ ἀνεύρυνσιν ἀρτηρίας γεγονότος ἀνευρύσματος, ἐπὶ δὲ τῶν κατὰ ῥῆξιν γεγονότων
5ἐν ταῖς διὰ τῶν δακτύλων θλίψεσιν ὥσπερ ψόφου τινὸς ἐξακουο‐ μένου, οὐδενὸς δ’ ἤχου κατὰ τὸ ἕτερον εἶδος τῶν ἀνευρυσμάτων.

45

.

24

.

3

τὸ μὲν οὖν πᾶν ἀνεύρυσμα, καθάπερ ἔδοξε τοῖς παλαιοῖς χειρουργοῖς, ἀπαγορεύειν ἠλίθιον· ἐπικίνδυνον δὲ καὶ τὸ πάντα χειρουργεῖν· ὅθεν τὸ μὲν ἐν μασχάλῃ καὶ βουβῶνι καὶ τραχήλῳ παραιτησόμεθα διά τε τὸ μέγεθος τῶν ἀγγείων καὶ τὸ ἀδύνατον καὶ ἐπικίνδυνον αὐτῶν
5τὴν ἔκληψιν καὶ τὸν ἀποβροχισμὸν γενέσθαι· ἀπαγορεύομεν δὲ καὶ τὸ ὑπερμέγεθες, κἂν ἐν ἄλλῳ τινὶ τόπῳ τύχῃ· τὰ δ’ ἐν τοῖς ἄκροις καὶ

45

.

24

.

4

τοῖς κώλοις ἐν κεφαλῇ τε τοῦτον χειρουργήσομεν τὸν τρόπον. ἐὰν μὲν οὖν κατ’ ἀνευρυσμὸν ὑποπέσῃ, διαίρεσιν εὐθεῖαν ἐμβαλοῦμεν τῷ δέρματι κατὰ μῆκος τοῦ ἀγγείου, ἔπειτα διαστείλαντες ἀγκίστροις τὰ χείλη τῆς διαιρέσεως τοὺς ὑμένας πάντας πεφυλαγμένως τοὺς μεταξὺ
5τοῦ δέρματος τῆς τε ἀρτηρίας διελοῦμεν· τὴν φλέβα δὲ τὴν παρα‐ κειμένην τῇ ἀρτηρίᾳ τυφλαγκίστροις εἰς τὰ πλάγια παρώσαντες γυμνώσομεν πάντοθεν τὸ ἀνευρυσμένον μέρος τῆς ἀρτηρίας, ὑπο‐ βαλόντες τε ἐκ τοῦ κάτωθεν μέρους πυρῆνα μήλης καὶ ἀνατείναντες ἄνω βελόνην διώσομεν παρὰ τὸν πυρῆνα ἔχουσαν διπλοῦν νενημένον
10ῥάμμα, ὡς ὑπὸ τῇ ἀρτηρίᾳ γενέσθαι, ψαλίσομέν τε πρὸς τῷ πυθμένι τὰ ῥάμματα, ὥστε δύο μὲν αὐτὰ γενέσθαι, τέσσαρας δ’ ἀρχάς, ἔπειτα λαβόμενοι τῶν δυεῖν ἀρχῶν τοῦ ῥάμματος ἀνάξομεν αὐτὰ ἠρέμα πρὸς τὸ πέρας τὸ ἕτερον τοῦ ἀνευρύσματος ἀκριβῶς τε ἀφαμματίσο‐

45

.

24

.

5

μεν. ὁμοίως δὲ καὶ τὸ ἕτερον ῥάμμα ἐπὶ τὸ ἀντικείμενον πέρας ἀγα‐ γόντες ἐκεῖσε διαδήσομεν τὴν ἀρτηρίαν, ὥστε τὸ ἀνεύρυσμα πᾶν ἐν

45

.

24

.

6

μέσῳ τῶν διαβροχισμῶν ἀμφοτέρων γενέσθαι. μετὰ δὲ τοῦτο στομώ‐ σομεν κατὰ μέσον τὸ ἀνεύρυσμα διαιρέσει μικρᾷ· οὕτως γὰρ τὸ μὲν παρακείμενον ἐκκριθήσεται πᾶν, κίνδυνος δ’ οὐκ ἔσται αἱμορραγίας.

45

.

24

.

7

ὅσοι δ’ ἀποβροχίζουσι μὲν ὥσπερ ἡμεῖς ἑκατέρωθεν τὴν ἀρτηρίαν, τὸ δὲ μέσον τὸ ἀνευρυσμένον ἐκκόπτουσιν, ἐπικινδύνως ἐνεργοῦσιν· ὑπὸ γὰρ τῆς βίας καὶ τῆς τάσεως τοῦ πνεύματος πολλάκις ἐκπτύεται τὰ

45

.

24

.

8

ῥάμματα. εἰ δὲ κατὰ ῥῆξιν ἀρτηρίας γένοιτο τὸ ἀνεύρυσμα, ἀπολα‐ βεῖν δεῖ τοῖς δακτύλοις σὺν τῷ δέρματι πᾶν ὁπόσον δυνατὸν εἴη τοῦ ἀνευρύσματος, ἔπειτα βελόνην διείρειν κατωτέρω τοῦ ἀποληφθέντος ἔχουσαν διπλοῦν ῥάμμα ἢ λίνον ἢ νευράν, καὶ μετὰ τὴν διεκβολὴν
5ψαλίσαι πρὸς τῷ πυθμένι, ὥστε δύο γενέσθαι ῥάμματα, εἶτα λαβέσθαι τοῦ ἑτέρου ῥάμματος τῶν ἀρχῶν ἀμφοτέρων καὶ ἐπὶ τὰ δεξιὰ μέρη ἀναγαγεῖν κἀκεῖ ἀφαμματίσαι εὐτόνως, ὥστε μὴ περιολισθῆσαι τὸ ῥάμμα, παραπλησίως δὲ καὶ τὰς ἑτέρας ἀρχὰς ἐπὶ τὰ ἀριστερὰ τὰ

45

.

24

.

9

ἀντικείμενα ἀναγαγεῖν. εἰ δὲ φόβος εἴη τῆς περιολισθήσεως τῶν ῥαμμάτων, καὶ ἄλλην βελόνην διεκβλητέον διὰ τοῦ αὐτοῦ τόπου χιέζουσαν τὴν προτέραν τῷ χῖ σχήματι τῆς διεκβολῆς, ἔχουσαν ῥάμμα

45

.

24

.

10

ὁμοίως νενημένον διπλοῦν. ψαλιστέον δὲ τά τε ῥάμματα παραπλη‐ σίως καὶ ἐφαπτέον ὥσπερ καὶ τὰ πρότερον, ὥστε διὰ ῥαμμάτων τεσ‐
σάρων τὴν διάσφιγξιν γενέσθαι, εἶθ’ οὕτως κατὰ κορυφὴν στομοῦν χρὴ τὸν ὄγκον, καὶ μετὰ τὴν ἔκκρισιν τοῦ παρακειμένου τὸ περιττὸν
5τοῦ δέρματος περιαιρεῖν, καταλιπόντας ἐκεῖνο ὅπερ ἐπὶ τῶν ῥαμμά‐ των ἐσφίγγετο· οὕτως γὰρ ἀναιμορράγητος ἡ χειρουργία γίνεται.

45

.

25

t

Ἐκ τῶν Ἀντύλλου. Περὶ κολοβωμάτων.

45

.

25

.

1

Ἔστι μὲν τὸ κολόβωμα ἔλλειψις μορίου ἤ τινος δέρματος κα‐

45

.

25

.

2

λύπτοντος τὰ σώματα. εἰ μὲν οὖν ἐν ὀφρύι γένοιτο τὸ κολόβωμα, οὕτως χειρουργήσομεν· τετράγωνον ἐκκοπὴν ποιησόμεθα, εἰ μή πως αὐτὸ κατὰ συντυχίαν τετράγωνον εἶναι τύχῃ, ὥστε ἐν τῇ τετραγώνῳ ἐκκοπῇ περιειλῆφθαι τὸ κολόβωμα, ἔπειτα τὴν ἄνω πλευρὰν τοῦ
5τετραγωνίσματος, λέγω δὲ τὴν γενομένην ἐπὶ τῷ μετώπῳ, ἐφ’ ἑκά‐ τερα ἐκβαλοῦμεν, διαιροῦντες καὶ ὡς πρὸς τὴν ῥῖνα καὶ ὡς πρὸς τὸ οὖς, ὥστε πολὺ ἐπιμηκεστέρας τῆς τοῦ τετραγώνου πλευρᾶς γενέσθαι

45

.

25

.

3

τὰς ἑκατέρωθεν ἐπεκτεταμένας διαιρέσεις. παραπλησίως δὲ καὶ τὴν ἀντικειμένην πλευρὰν τὴν ἐπὶ τῇ ὀφρύι ἐπιδιελοῦμεν ἐφ’ ἑκάτερα, ὥστε τὸ σχῆμα γενέσθαι συμπάσης τῆς διαιρέσεως σὺν τῷ τετραγω‐ νίσματι παραπλησίως τῷ Η κατεστραμμένῳ στοιχείῳ, τῆς τετραγωνό‐

45

.

25

.

4

τητος νοουμένης ὅλης ἀντὶ τῆς μέσης γραμμῆς τῆς ἐν τῷ Η. γενομένου δὲ τούτου, μεταξὺ τῶν διαιρέσεων ὑποδεροῦμεν καὶ ἀναπτύξομεν μέχρις τῶν κεραιῶν τῶν γραμμῶν, ἔπειτα ἐπισπασάμενοι αὐτὰ μετὰ τὴν ὑποδορὰν συνάξομεν πρὸς ἄλληλα (ἔσται δ’ αὐτῶν ἡ συμβολὴ
5κατὰ μέσην τὴν τετράγωνον ἐκκοπήν)· ἔπειτα ζυγώσαντες ἐναίμως

45

.

25

.

5

ἄξομεν. χρὴ δ’ ἐν τῇ ὑποδορᾷ μὴ ἐξ ἐπιβολῆς πάνυ ὑποδέρειν τὸ δέρμα (νεκροῦται γὰρ τὸ τοιοῦτον λεπτυνόμενον), ἀλλὰ ποσόν τι καὶ

45

.

25

.

6

τῆς σαρκὸς προσλαμβάνειν τῷ δέρματι. παραπλησίως δὲ χειρουργητέον καὶ τὰ ἐν μετώπῳ καὶ τὰ ἐν μήλοις καὶ τὰ κατὰ μέσην τὴν ῥῖνα κολοβώματα· εἰ μέντοι μέχρι τοῦ ὀστοῦ τύχοι τὸ κολόβωμα εἶναι, ὥστε γεγυμνῶσθαι τὸ ὀστοῦν, τὰ μὲν ἄλλα πάντα παραπλησίως ποιή‐
5σομεν, πρὸ δὲ τοῦ ζυγοῦν ἐπιμελησόμεθα τοῦ ὀστοῦ, ξέσαντες αὐτὸ ἢ κατατρήσαντες ἐξεπιπολῆς, ὥστε μὴ ἀτευκτηθῆναι τὴν παρακόλλησιν.

45

.

26

t

Περὶ τῶν ἐν ῥισὶ καὶ ὠσὶ κολοβωμάτων.

45

.

26

.

1

Εἰ μὲν κατὰ τὸ σφαιρίον τῆς ῥινὸς γίνοιτο κολόβωμα, παραπλη‐ σίως χειρουργήσομεν ὡς καὶ ἐπὶ τῶν κατὰ τὴν ὀφρὺν κολοβωμάτων· μετὰ γὰρ τὴν τετράγωνον ἐκκοπὴν τὰς δύο πλευρὰς τοῦ τετραγω‐ νίσματος, οὐχὶ τὰς κατὰ μῆκος τῆς ῥινός, ἀλλὰ τὰς ἐγκαρσίας ἐπ’
5ἀμφότερα ἐμβαλοῦμεν, καταβιβάζοντες αὐτὰς εἰς τὰ πλάγια τῆς ῥινὸς ἑκατέρωθεν πρὸς τὰ πτερυγώματα, ἔπειτα 〈τὰ〉 μεταξὺ τῶν διαιρέσεων
ταινίδια τοῦ δέρματος ὑποδείραντες καὶ ἐπισπασάμενοι ζυγώσομεν

45

.

26

.

2

αὐτὰ ἄνω κατὰ τὸν τοῦ σφαιρίου τόπον. εἰ δὲ κατὰ τὸ διάφραγμα τῆς ῥινὸς εἴη κολόβωμα, ἀπό τε τῶν ἄνωθεν μερῶν τῆς ῥινὸς καὶ ἀπὸ τῶν κάτωθεν τῶν πρὸς τῷ χείλει τὰ ταινίδια περιγράψαντες καὶ

45

.

26

.

3

ὑποδείραντες ἐπάγοντές τε τὸ διάφραγμα ῥάψομεν. κατὰ δὲ τὸ πτερύγιον εἰ γένοιτο κολόβωμα, παρὰ τὴν ῥῖνα αὐτὴν δώσομεν διαίρεσιν, ἐπεκτείνοντες τὴν εὐθεῖαν πλευρὰν τοῦ τετραγωνίσματος ἄνω τε ἀνιόντες ὡς πρὸς τὸν μέγαν κανθόν· ὁμοίως δὲ καὶ τὴν
5ἀντικειμένην αὐτῇ διαίρεσιν ἐπεμβαλοῦμεν ἄνω ὡς πρὸς τὸ ὑπώπιον ὑποδείραντες καὶ ἐπαγαγόντες τὸ ταινίδιον τοῦτο ζυγώσομεν αὐτὸ πρὸς τὰ ἑκατέρωθεν τῷ κολοβώματι παρακείμενα σώματα. οὐ γὰρ ἀποδεχόμεθα τοὺς ἀπὸ τοῦ σφαιρίου τῆς ῥινὸς πειρωμένους ἐπάγειν τὸ ταινίδιον· εἰ γάρ τις πείθοιτο ἐκείνοις, εἰς τὸ ἕτερον μέρος δια‐

45

.

26

.

4

στρέφει τὴν ῥῖνα διὰ τὴν σύντασιν τοῦ δέρματος. παραπλησία δ’ ἡ κατὰ τὰ ὦτα τῶν κολοβωμάτων ἐστὶ διόρθωσις· ὁπόταν μέντοι γε μὴ μόνον τὸ δέρμα, ἀλλὰ καὶ ὁ χόνδρος αὐτὸς ἐλλείπῃ, εἴτε κατὰ τὰ ὦτα, εἴτε κατὰ τὰ ἄκρα τῆς ῥινός, χρὴ πρὸ τῆς ἐπαγωγῆς τοῦ δέρ‐
5ματος περικόπτειν τὸν χόνδρον αὐτόν, ὥστε ἀπευθύνεσθαι κατὰ πο‐ σὸν τὴν γενομένην τοῦ κολοβώματος κοιλότητα· οὕτω γὰρ ἐπαχθέντος τοῦ δέρματος, οὐκ ἀπρεπὲς φανεῖται τὸ ἀποτέλεσμα.

45

.

27

t

Ἐκ τῶν Γαληνοῦ. Περὶ ἐλεφαντιάσεως.

45

.

27

.

1

Μελαγχολικόν ἐστιν ὁ ἐλέφας πάθημα, τὴν μὲν πρώτην γένεσιν ἐξ αἵματος ἴσχων μελαγχολικοῦ, τῷ χρόνῳ δὲ πλείων ἡ μέλαινα γίνεται τοῦ αἵματος, ἡνίκα δυσώδεις εἰσὶ καὶ εἰδεχθεῖς· ἐνίοις δ’

45

.

27

.

2

αὐτῶν καὶ ἕλκη συμπίπτει. ὅταν μὲν ἐπιεικὴς κατὰ τὰς ποιότητας ὁ μέλας ᾖ χυμὸς αἵματί τε συμμιγής, τοὺς ὑπερύθρους ἐλέφαντας ἐρ‐

45

.

27

.

3

γάζεται, χρονίζοντες δὲ καὶ οὗτοι γίνονται μελάντεροι. τοῦτο τὸ πάθος ἀρχόμενον μὲν ὀνομάζουσι σατυριασμόν, ἐπειδὴ τοῖς σατύροις ὅμοιοι γίνονται· σιμοῦται μὲν γὰρ ἡ ῥὶς αὐτοῖς, τὰ χείλη δὲ παχέα

45

.

27

.

4

καὶ ἀπωξυσμένα τὰ ὦτα φαίνεται. γίνονται μὲν ἐκ παχέος καὶ με‐ λαγχολικοῦ χυμοῦ τὴν ῥοπὴν τῆς φορᾶς πρὸς τὸ δέρμα ἔχοντος,

45

.

27

.

5

συμφέρουσι δ’ αἱ ἐπὶ τῶν καρκινωδῶν ἑλκῶν εἰρημέναι καθάρσεις. ἐὰν δὲ τὰ τῆς ἡλικίας καὶ δυνάμεως ἐπιτρέπῃ, φλεβοτομεῖν πρότερον.

45

.

27

.

6

θαυμαστὸν δ’ ἐστὶ τοῖς πάσχουσι βοήθημα 〈ἡ〉 τῶν ἐχιδνῶν ἐδωδή, χρὴ δ’ ἐσθίειν αὐτὰς ὧδε σκευάζοντας· πρῶτον μὲν ἀποκοπτομένης τῆς κεφαλῆς καὶ τῆς οὐρᾶς ἄχρι δακτύλων τεσσάρων, εἶτα τῶν ἔνδον ἁπάντων ἐξαιρεθέντων καὶ τοῦ δέρματος ἀφαιρεθέντος ὕδατί τε
5τοῦ σώματος αὐτῶν περιπλυθέντος, ἐν λοπάσι ταῖς ἐγχέλυσι παρα‐

45

.

27

.

7

πλησίως σκευάζοντας διὰ λευκοῦ ζωμοῦ. γίνεται δ’ οὗτος ὕδατος μὲν δαψιλοῦς ἐπιβληθέντος, ἐλαίου δὲ βραχέος, καὶ σὺν αὐτῷ πράσου καὶ

45

.

27

.

8

ἀνήθου. πρόδηλον δ’ ὅτι μέχρι τοσούτου τὰς σάρκας τῶν ἐχιδνῶν

45

.

27

.

9

ἑψεῖν προσήκει, μέχρις ἂν ἀκριβῶς γενηθῶσι μαλακαί. καὶ αὐτὸ δὲ τὸ δι’ αὐτῶν σκευαζόμενον φάρμακον, ὃ καλοῦσι θηριακήν, ἐπιτήδειόν ἐστι πίνεσθαι δαψιλὲς τοῖς οὕτω κάμνουσι, καὶ εἰ βούλοιτό τις αὐτῷ καὶ τὸ δέρμα χρίεσθαι· ταῦτα γὰρ ἅπαντα ποιούντων ἔσθ’ ὅτε λέπος
5ἀφίσταται τοῦ δέρματος, ὁποῖόν ἐστι τῶν ὄφεων τὸ καλούμενον γῆρας.

45

.

27

.

10

ἐν οἴνῳ γοῦν κατὰ τύχην πνιγείσης ἐχίδνης ἐλεφαντιῶν τις ἐκ τού‐ του πίνων ὑγιὴς ἐγένετο θαυμαστόν τινα τρόπον· ὅλον γὰρ αὐτοῦ τὸ τοῦ δέρματος ὀχθῶδες ἀπέπεσεν, ὡς τῶν μαλακοστράκων τὸ σκέ‐

45

.

27

.

11

πασμα, ὅσον δ’ ὑπόλοιπον ἦν αὐτῷ, μαλακὸν ἐφαίνετο. καὶ ἕτερος

45

.

27

.

12

δὲ τοιοῦτον οἶνον πιὼν ὁμοίως ὑγιὴς ἐγένετο. καὶ ἄλλος πυθόμενος τὰ ἐκ τύχης τοῖς προειρημένοις συμβεβηκότα οἶνον οὕτω φαρμαχθέντα πιὼν λεπρώδης ἐγένετο, χρόνῳ δ’ ὕστερον ἰασάμεθα καὶ τὴν λέπραν

45

.

27

.

13

αὐτοῦ τοῖς συνήθεσι φαρμάκοις. χρώμεθα δ’ ἐπ’ αὐτῶν καὶ τοῖς ἁλσὶ τοῖς θηριακοῖς καὶ τῇ καλαμίνθῃ· ἀγαθὸν γὰρ καὶ τοῦτο μὴ μόνον γεν‐ ναίως διαφοροῦν τοὺς λεπτοὺς χυμούς, ἀλλὰ καὶ λεπτῦνον ἰσχυρῶς

45

.

27

.

14

καὶ τέμνον τοὺς παχεῖς τοὺς τοῦτο τὸ νόσημα γεννῶντας. οὐ μὴν ἁπλῶς ἐφ’ ἕκαστον τούτων ἐρχόμεθα, προκαθαίρομεν δέ, ὡς εἴρηται,

45

.

27

.

15

πάντως, ἔστι δ’ ὅτε καὶ προφλεβοτομοῦμεν. τὸ δ’ ἐν ἦρι τῆς θερα‐ πείας ἄρχεσθαι κοινόν ἐστι πρὸς τὰ πλεῖστα τῶν χρονίων παθῶν.

45

.

27

.

16

ἐπεὶ δ’ ἔνιοι τῶν φαγόντων ἐχίδνας ἑάλωσαν δίψει σφοδροτάτῳ (φασὶ δέ τινες τοῦτο ποιεῖν τὰς παρὰ θαλάττῃ καὶ τόποις ἁλμυρίδα πολλὴν ἔχουσι διαιτωμένας), ἀσφαλέστατόν ἐστι φυλάττεσθαι τὰς ἐν

45

.

27

.

17

τοῖς τοιούτοις χωρίοις εἰς ἐδωδὴν ἢ φαρμάκου κατασκευήν. ἔγραψαν δέ τινες καὶ τὴν τοῦ χερσαίου ἐχίνου σάρκα σκελετευθεῖσαν, εἰ ποθείη,
βοηθεῖν ἐλεφαντιῶσι καὶ καχέκταις.

45

.

28

t

Ἐκ τῶν Ῥούφου. Περὶ ἐλεφαντιάσεως.

45

.

28

.

1

Οὐδὲν μὲν παρὰ τῶν παλαιῶν περὶ τῆς ἐλεφαντιάσεως ἀκηκόα‐ μεν, καὶ θαυμάζειν ἄξιον εἰ οὕτω μέγα καὶ χαλεπὸν νόσημα καὶ πολ‐ λοῖς γινόμενον παρεῖδον ἱκανοὶ ἄνδρες πᾶν καὶ τὸ βραχύτατον κατα‐ σκέψασθαι· μόνος ἡμῖν Στράτων ὁ τοῦ Ἐρασιστράτου μαθητὴς
5ἐννοίας παρέσχε τοῦ πάθους, κακοχυμίαν αὐτὸ ὀνομάζων· τὸ γὰρ εἰς Δημόκριτον ἀναφερόμενον βιβλίον περὶ τοῦ νοσήματος φανερῶς

45

.

28

.

2

κατέψευσται. οἱ δ’ ὀλίγον πρὸ ἡμῶν καὶ διαφορὰς εἰσηγήσαντο τοῦ πάθους, τὴν μὲν ἀρχὴν αὐτοῦ λεοντίασιν καλοῦντες, ὅτι τὸ σῶμα δυσῶδες γίνεται, καὶ ὅτι χαλῶνται αἱ γνάθοι, καὶ παχύνεται τὰ χείλη· ὅταν δ’ ὀφρύες διεγείρωνται, καὶ τὰ μῆλα ἐρυθραίνηται, καί τις ὁρμὴ
5καταλαμβάνῃ τοὺς πεπονθότας πρὸς ἀφροδίσια, τότε σατυρίασιν κα‐ λοῦσιν, ἕτερόν τι τοῦτο τοῦ κατ’ αἰδοῖα πάθους· ἐκεῖνο μὲν γὰρ ἀπὸ τῆς συνεχοῦς ἐντάσεως τῶν μορίων ὠνόμασται, τοῦτο δὲ καὶ ἀπὸ τῆς μορφῆς· διαβαινόντων δὲ τῶν συμπτωμάτων ἐπὶ πᾶσαν τὴν ἕξιν,

45

.

28

.

3

ἐλέφαντα καλοῦσιν. τὰ δὲ συμπτώματα οὐκ ἄδηλα, ὄχθοι πελιδνοὶ καὶ μέλανες μώλωψι μάλιστα ὅμοιοι, ἄλλοι περὶ τὴν ὄψιν, ἄλλοι περὶ χεῖρα, ἄλλοι περὶ σκέλη· καὶ περὶ νῶτα δὲ καὶ στῆθος καὶ γαστέρα πολλοὶ ἀνίστανται, τὰ μὲν πρῶτα ἀνέλκωτοι, εἶτα καὶ ἑλκούμενοι
5τρόπον τὸν πονηρότατον μετὰ χειλῶν ἐπαναστάσεως, μετὰ σηπεδόνος βαθείας, ὥστε ἐνίοις καὶ ἄκρους δακτύλους ἀποπίπτειν, καὶ τὰ ἕλκη

45

.

28

.

4

μηδέποτε εἰς οὐλὴν ἀφικνεῖσθαι. δοκεῖ μὲν οὖν ἐπιπόλαιον εἶναι τὸ νόσημα, ὅτι ἐν τῷ δέρματι φαίνεται· τὸ δὲ περὶ τὴν ἴασιν δύσκολον καὶ τὸ ἐγγυτάτω τοῦ ἀδυνάτου βαθυτέραν τὴν ἀρχὴν ὑποβάλλει καὶ ἧς οὐ ῥᾴδιον ἅψασθαι, οἷόν τι καὶ περὶ τὰ καρκινώματα πεπίστευται
5εἶναι· καὶ γὰρ τούτων ὁ Πραξαγόρας βύθιον τὴν ἀρχὴν ποιεῖ μάλιστα.

45

.

29

t

Ἐκ τῶν Φιλουμένου. Τίς θεραπεία ἐλεφαντιάσεως.

45

.

29

.

1

Φλεβοτομία μὲν οὖν πρῶτόν ἐστι βοήθημα, καὶ ὁπότε τῆς ὅλης ἐναρχόμεθα θεραπείας, καὶ ὁπότε τῆς ἐπετείου· μεμερίσθω δὲ καὶ εἰς ἐπαφαίρεσιν, καὶ ἡ πᾶσα κένωσις γενηθήτω σύμμετρος· φείδεσθαι γὰρ ἐν τῇ διαθέσει ταύτῃ τοῦ αἵματος ἀναγκαῖόν ἐστιν· πλέον γὰρ τὸ
5οἰκεῖον τοῦ ἀνοικείου διὰ τῆς φλεβοτομίας κενοῦται, τῷ πεπαχύνθαι μὲν ὑπὸ τῆς θρομβώσεως, καθὰ προείρηται, τὸ αἷμα, περιρρεῖν δ’

45

.

29

.

2

αὐτοῦ πρὸς τὴν ἔκκρισιν τὸ λεπτότερον. ὅσον οὖν εἰς χαλασμὸν τῶν σωμάτων καὶ διακίνησιν τῆς ἐσφηνωμένης ὕλης, τῇ φλεβοτομίᾳ χρη‐ στέον· μετὰ διάστημα δὲ σύμμετρον ἀπ’ αὐτῆς ἐπὶ τὰ καθαρτήρια
χωρητέον, καὶ πρώτῳ γε τούτῳ χρηστέον· κολοκυνθίδας δύο συμ‐
5μέτρους τῷ μεγέθει περιγλύψαι δεῖ κατὰ τὸ ἕτερον μέρος τοσοῦτον, ὅσον αὔταρκες ἐπιπωματίσαι· εἶτα τὸ μὲν σπέρμα πᾶν αὐτῶν ἐκκενῶ‐ σαι (περιωδυνίας γὰρ εἴωθεν ἰσχυρὰς ἐπιφέρειν), τὴν δ’ ἐντεριώνην ἐᾶσαι γεμίσαι τε τὰς κολοκυνθίδας ἐλαίου γλυκέος καὶ περιπωμάσαι

45

.

29

.

3

τῷ περιγλυφέντι σώματι, νύκτα δ’ ἐᾶσαι μίαν. τῇ δ’ ἑξῆς, τοῦ ἐλαίου κενωθέντος, ἑψῆσαι δεῖ τὰς κολοκυνθίδας ἐν ὕδατι ἄχρι τακερωθῶσιν, εἶτ’ αὐτὰς μὲν ἐκρίψαι, τοῦ δ’ ἐλαίου τῷ ὕδατι παραχυθέντος, προσ‐ επιβάλλειν μέλανος μὲν ἐλλεβόρου τριώβολον, σκαμμωνίας δὲ μήτε
5δραχμῆς πλέον μήτε ὀβολῶν τεσσάρων ἔλασσον· συνεψῆσαι δὲ τούτοις πολτάριον ἐκ σεμιδάλεως· ἔπειτα ἀπὸ τούτου τῷ πάσχοντι διδόναι λιτῶς προδιῃτημένῳ μεγέθει καρύων Ποντικῶν τεσσάρων καὶ εἴκοσι καὶ ποτὸν ὕδωρ· ἐᾶσαι δ’ αὐτὸν καθαίρεσθαι· συντελεσθείσης δὲ τῆς κενώσεως περὶ τὴν ἑσπέραν λουτρῷ θεραπεύειν καὶ ἀναλαμβάνειν

45

.

29

.

4

χόνδρῳ διὰ κράματος στρυφνοτέρου καὶ ἐλαίαις ἁλμάσιν. εἰ δ’ εὔτο‐ νος τυγχάνει, καὶ τῇ ἑξῆς κάθαρσιν συναπτέον δευτέραν· δώδεκα δὲ τοῦ πολταρίου δοτέον οἷα προείρηκα μεγέθει· καὶ τὴν ἀνάληψιν ποιη‐

45

.

29

.

5

τέον ὁμοίαν. παρεθείσης δὲ τῆς καθάρσεως ταύτης, τὴν ἱερὰν δοτέον τὴν διὰ τῆς κολοκυνθίδος, ἔχουσαν βραχὺ σκαμμωνίας ἐν ταῖς δυσὶ

45

.

29

.

6

δραχμαῖς, ὅπως ἡ κένωσις ἐμπρακτοτέρα γίνηται. δυνατὸν δὲ τὴν μὲν

45

.

29

.

7

σκαμμωνίαν περιελεῖν, τρισὶ δὲ χρῆσθαι δραχμαῖς τοῦ φαρμάκου. κα‐ θαίρει δ’ ὠφελίμως τοὺς ἐλεφαντιῶντας καὶ ὁ γλυκὺς ὁ ἐννυκτερεύων

45

.

29

.

8

τῇ κολοκυνθίδι, καθὼς ἐπὶ τῶν ἰκτερικῶν ὑπεδείξαμεν. τῆς δυνάμεως δ’ ἀναληφθείσης μετὰ τὰς τοιαύτας κενώσεις δι’ ὑδροποσίας καὶ διαί‐ της εὐσταλοῦς τῆς ἀπ’ ἰχθύων τε καὶ πτηνῶν, μεθ’ ἡμέρας ὅσον δέκα ἐπὶ τὴν διὰ τοῦ γάλακτος κάθαρσιν ἐλθετέον, ἥτις οὐ κενοῖ μόνον,

45

.

29

.

9

ἀλλὰ καὶ ἐπικίρνησι τὰς ὕλας καὶ ἐπιγλυκαίνει τὰς δριμύτητας. ἔστω

45

.

29

.

10

δὲ καὶ μάλιστα μὲν ὄνειον τὸ γάλα, εἰ δὲ μή γε, τὸ αἴγειον. καὶ καλαμίνθην τὸ ζῷον, εἰ οἷόν τε εἴη, προσεσιτήσθω, καὶ ἡ σχίσις τοῦ γάλακτος μετὰ τὴν ἕψησιν διὰ καλαμίνθης ἀποβαπτομένης εἰς ὄξος

45

.

29

.

11

γεγενήσθω· τὴν γὰρ πρώτην σχιστῷ χρηστέον τῷ γάλακτι. διδόσθω δὲ πρὸς δύναμιν μήτε ἔλασσον τριῶν, μήτε ὑπὲρ τὰς πέντε κοτύλας

45

.

29

.

12

ἔστω τὸ πλῆθος. ταῖς δ’ ἐφεξῆς ἡμέραις ἀσχίστῳ τῷ γάλακτι τὴν ἕξιν ἀναθρεπτέον, διδόντας μὴ ἔλασσον κοτύλης μιᾶς μετὰ τοὺς ἑωθινοὺς περιπάτους θερμὸν προσηνῶς ἢ ἅμα τῷ ἀμελχθῆναι τὴν

45

.

29

.

13

ἰδίαν ἔτι θερμασίαν ἔχον. μετὰ δὲ τεσσαρεσκαίδεκα ἡμέρας ἀποστῆναι μὲν προσήκει τοῦ γάλακτος, ἐλθεῖν δ’ ἐπὶ δριμυφαγίαν, ὥστε διακινῆ‐ σαι τὴν σύγκρισιν καὶ λεπτῦναι τὸ πάχος, εἴ τι ἐγκαθήμενον ὑπάρχοι·

45

.

29

.

14

διὸ καὶ συναπτέον δευτέραν καὶ τρίτην δριμυφαγίαν. τῇ τετάρτῃ δ’ ἀνέδην διαιτηθεῖσιν αὐτοῖς ἔμετον συντακτέον· ὕλη δ’ οἰκεία πρὸς

45

.

29

.

15

ἔμετον ὁποία τις πρόσθεν ὑπεδείχθη. καὶ δεύτερον δ’ ἐκ διαστήματος
ἀπὸ δείπνου παραληπτέον ἔμετον καὶ τρίτον, μελέτης τε καὶ ὠφελείας χάριν, εἶτα τὸν ἀπὸ ῥαφανίδων, καὶ λοιπὸν εὐκολίας πρὸς τὰς ἀπερά‐ σεις γεγενημένης, ἐπὶ τὸν ἐλλεβορισμὸν ἐλθετέον, ὅσον μετὰ τέσσαρας

45

.

29

.

16

ἢ πέντε ἡμέρας. καὶ τούτου δ’ ἐντελῶς ὁ τρόπος ἐν ἄλλοις εἴρηται.

45

.

29

.

17

μετὰ τὸ βοήθημα δ’ ἐκ προσαγωγῆς ἡ ἀνάληψις ἐγκρινέσθω, καὶ ῥωσθέντος αὐτάρκως τοῦ σώματος, ἐπιμέλειά τις γινέσθω τῶν μέσων διά τε τοῦ ἀπὸ τῆς ὠμηλύσεως καταπλάσματος καὶ κούφων σικυῶν στόματι κοιλίας καὶ σπλάγχνων ἑκατέρωθεν προσβαλλομένων μετὰ
5φλογὸς μείζονος καὶ βιαιότερον ἀποσπωμένων, ἕνεκα τοῦ κινῆσαι τὰς διοικητικὰς τῆς τροφῆς ἐνεργείας, καὶ περιολκῆς δὲ τῆς ἀπὸ τῶν

45

.

29

.

18

ἄκρων χάριν· ὅθεν καὶ κατὰ μεταφρένου τὰ αὐτὰ ποιητέον. μετὰ δὲ τρεῖς ἡμέρας εἰς τὴν αὐτὴν χρείαν καὶ δρώπακα κολλητέον τοῖς μέ‐ σοις, μετὰ δὲ μίαν ἡμέραν καὶ τοῖς ἄκροις, ἀλλὰ τούτοις μὲν χωρὶς ἀποσπασμοῦ βιαίου πρὸς τὸ μαλάξαι μόνον καὶ διαχέαι τὰς ὀχθώδεις

45

.

29

.

19

ἐπαναστάσεις, τοῖς δὲ μέσοις μετ’ ἀποσπασμοῦ πλέονος. τῆς δὲ πρώ‐ της περιόδου τῶν βοηθημάτων μέχρι τούτου συντελεσθείσης, ἀνακαμ‐ πτέον πάλιν ἐπὶ τὰς κενώσεις, καὶ τὴν μὲν φλεβοτομίαν παραιτητέον, ἀπὸ δὲ τῆς διὰ κολοκυνθίδος ἱερᾶς τὴν ἀρχὴν τῆς καθάρσεως ποιη‐

45

.

29

.

20

τέον. ἡ μὲν οὖν στοιχειώδης θεραπεία τῆς διαθέσεως τοιαύτη τίς ἐστι, καὶ δὶς καὶ τρὶς αὐτὴν καθ’ ἕκαστον ἔτος ἐπαναλαμβάνων τις τέλεον ἀπαλλάξει τοῦ πάθους, ἐκ παραλλήλου ταῖς κενώσεσι τὰς ἀνα‐ θρέψεις ποιούμενος, ἵνα δι’ ὧν μὲν ἀποτήκηται πᾶν τὸ ἠλλοτριω‐
5μένον, δι’ ὧν δ’ ἡ σύγκρισις νεοπλαστεῖ σαρκὶ κατασκευάζηται καινο‐

45

.

29

.

21

τέρα. φάρμακα δὲ πρὸς τὸ πάθος, εἴ τις ἀποκνοίη χρῆσθαι τοῖς προειρημένοις κύκλοις, ἔστιν οὐκ ὀλίγα, καὶ σφόδρα γε πρακτικά· τούτων δέ τινα μὲν δύσποτα καθέστηκε, τινὰ δὲ ληφθέντα πεφθῆναι

45

.

29

.

22

ῥᾴδια· πάντα δ’ ἐνδελεχισμῷ περιγίνεται τῆς θεραπείας. ὄξους τοίνυν Αἰγυπτίου ἢ ἄλλου ὡς δριμυτάτου κύαθος εἷς, καὶ κράμβης τῶν φύλλων κεκομμένων καὶ ἀποτεθλιμμένων τοῦ χυλοῦ κύαθοι δύο συγκιρνάμενα εἰς ἓν ἕωθεν δίδοται τῷ πάσχοντι πιεῖν, εἶτα πρὸς
5ἑσπέραν ἄρτος μάλιστα μὲν κρίθινος, εἰ δὲ μή, πύρινος συγκομιστός.

45

.

29

.

23

συνεισφέρεται δ’ ἐπ’ αὐτῷ τι τῶν κουφοτέρων πτηνῶν, καὶ παρ’ ἡμέρας δύο ἢ τρεῖς τὰς πλείστας τὸ αὐτὸ γίνεται μέχρι πολλοῦ, καὶ

45

.

29

.

24

θεραπεύονται. τῆς δὲ κράμβης αὐτῆς τοῦ ἀφεψήματος κύαθοι τρεῖς καθ’ ἑκάστην ἡμέραν πινόμενοι καλῶς ὠφελοῦσι, καὶ ταῖς τε μέσαις μετὰ τὸ προειρημένον ἐπάνω φάρμακον τῇ πόσει ταύτῃ συνεχῶς

45

.

29

.

25

χρηστέον. ἀντίδοτός τε ἡ διὰ τῶν ἐχιδνῶν συνεχῶς καὶ ἐπὶ μήκιστον λαμβανομένη πολλῶν ἐξέκοψε τὴν διάθεσιν αὐταί τε αἱ ἐχίδναι ἐσθιό‐ μεναι· οὐ γὰρ ἄβρωτοι τυγχάνουσι σκευασθεῖσαί τινα τρόπον, ὥστε καὶ ἄλλως λοπαδεύοντες ἐσθίουσιν ἔνιοι τῶν ἐπ’ ἐρημίας βιούντων.

45

.

29

.

26

καὶ θηριακῶν δὴ καλουμένων ἀρτίσκων 𐅻 α λειοτριβηθεῖσα ζεννύσθω
δὶς ἢ τρὶς ἐν οἴνῳ καλῷ ἀκράτῳ κυάθῳ ἑνὶ καὶ οὕτως προσφερέσθω.

45

.

29

.

27

ἱστοροῦσι δέ τινες καὶ ῥίνημα ἐλέφαντος ἁρμόζειν πρὸς τὴν διάθεσιν·

45

.

29

.

28

διδόασι δὲ 𐅻 α ἐν μελικράτῳ κυάθους τρεῖς. τὸ δὲ τῆς ἐλάφου κέρας καιόμενον καὶ διδόμενον ὡσαύτως ἐπὶ πλεῖστον ἔγνωμεν ἁρμόζον, καὶ τῆς σιδηρίτιδος βοτάνης τῶν φύλλων ξηρῶν τὸν ἴσον σταθμὸν ὡσαύτως διδόμενον, καὶ τῆς τριφύλλου πόας, καὶ μάλιστα τῆς ἀσφαλτί‐
5τιδος, 𐅻 α, οὐχ ὡσαύτως δὲ πινόμενον, ἀλλὰ δεῖ ποιῆσαι τρεῖς κυά‐ θους, τὸν μὲν ἕνα μέλιτος, τὸν δ’ οἴνου βελτίστου, τὸν δ’ ὄξους

45

.

29

.

29

σκιλλίνου, καὶ μίξαντα τὴν βοτάνην προσφέρειν. καὶ κατ’ ἰδίαν δὲ τὸ σκίλλινον διδόμενον αὐτοῖς καθ’ ἡμέραν μετὰ τοὺς ἑωθινοὺς περι‐

45

.

29

.

30

πάτους ἄκρως ποιεῖ· τὸ πλῆθος δ’ ἔστω 𐆂υ α. ἔνιοι δὲ τοὺς ὄνους τοὺς ὑπὸ ταῖς ὑδρίαις λεγομένους πέντε ἢ ἓξ λεάναντες ἐν μελι‐ κράτῳ κυάθοις τρισὶ διδόασιν αὐτοῖς· ἁρμόσαι δ’ ἂν τὸ τοιοῦτον πρὸς τὰς δυσπνοίας μᾶλλον τὰς συμβαινούσας τοῖς ἤδη κεκρατημένοις ὑπὸ

45

.

29

.

31

τοῦ πάθους· καὶ γὰρ ἐνίοις τῶν ἀσθματικῶν ἄκρως βοηθεῖ. τοῦτο δὲ τῆς σκίλλης σπέρματος ὀβολὸν ἐπιδοτέον τοῖς ἐλεφαντιῶσιν ἐν

45

.

29

.

32

μέλιτι ἡμιέφθῳ κυάθῳ ἑνί· ἐσκευάσθω δὲ τρόπῳ ἐκλείγματος. ὡσαύτως

45

.

29

.

33

δὲ καὶ Αἰθιοπικοῦ κυμίνου 𐅻 γ μέλιτι συγκαταπλεκόμεναι. διδόσθω δὲ καὶ ὀποῦ Κυρηναϊκοῦ μέγεθος ὀροβιαῖον βουτύρῳ καὶ μέλιτι διει‐

45

.

29

.

34

μένον. φαρμάκου δὲ καιρός ἐστιν, εἰ πρὸς τὴν διάθεσιν δοκιμάζοιτό

45

.

29

.

35

τι τῶν εἰρημένων, ὁ μετὰ τοὺς ἑωθινοὺς περιπάτους. ἀπὸ δὲ τῆς ἀναφωνήσεως διαστήσαντες ἐπὶ τὰ γυμνάσια καὶ τὴν τρῖψιν ἀπίτωσαν.

45

.

29

.

36

ἡγείσθω δὲ τούτων ὁ ἐν ἀναβολῇ καλπασμὸς ἢ καὶ δρόμος· ἔπειτα ἀναρπασθείσης τῆς νοτίδος, ἥτις ἐπηνθηκυῖα διὰ τὸν σάλον [εἰ] ὑπάρχοι, λίπει χριέσθωσαν ἀρκείῳ ἢ ἀλωπεκείῳ· τρίτην δ’ ἔχει χώραν λεόντειόν τε καὶ ταύρειον· εἰ δὲ μηδὲν τούτων παρείη, τῶν πτηνῶν
5τινος ἢ βουτύρῳ προσφάτῳ· καίτοι γε Θεμίσων πᾶν ἄλειμμα πολε‐ μιώτατον τοῖς ἐλεφαντιῶσιν εἶναί φησι, λόγῳ καὶ οὐχὶ τῇ πείρᾳ προσεσχηκώς· μαλάσσεται μὲν γὰρ ὑπὸ τῶν ἀλειμμάτων ἡ σύγκρισις· αὐχμηρὰ δὲ μένουσα καὶ περίξηρος ῥήγνυται ῥᾳδίως· ὥστε τοὺς κατὰ τῆς ἐπιφανείας ὄχθους δυσαλθῶς ἑλκοῦσθαι παρὰ τὴν αἰτίαν ταύτην

45

.

29

.

37

συμβαίνει. τά τε οὖν γυμνάσια καὶ ἡ τρῖψις ἔν τινι λίπει τῶν προ‐ ειρημένων ἐπιτελείσθω, καὶ τὸ πλέον μὲν ἄφαλσις ἔστω καὶ τῶν σκελῶν ἀνάτασις καὶ βολαὶ χειρῶν πρὸς κώρυκον, ἢ καὶ διακρατου‐ μένων ἁλτηρίων. ἤδη δὲ καὶ πάλη τις παιδιώδης πρὸς ἀσθενέστερόν

45

.

29

.

38

τε καὶ ἔμπειρον. μετὰ δὲ τὰ γυμνάσια τήλεως αὐτοῖς ἀφέψημα περι‐ χείσθω ἢ χυλὸς πτισάνης ἀμμωνιακοῦ βραχὺ συντετηκότος ἔχων·

45

.

29

.

39

ὄξει δὲ τὸ ἀμμωνιακὸν λελυμένον τῷ χυλῷ παραπλεκέσθω. καὶ τοῦ‐ τον τὸν τρόπον ἀπολυέσθωσαν εἰς τὸ βαλανεῖον· ἐπιβλαβεῖς γὰρ αἱ

45

.

29

.

40

ἀλουσίαι. καὶ βέλτιον μὲν ξηραῖς χρῆσθαι πυρίαις αὐτοφυέσιν, εἰ παρ‐ είησαν· εἰ δὲ μή, ἐπιτεχνηταῖς· ὕστερον δὲ καὶ ὕδασι θειώδεσιν ἢ στυπτηριώδεσι ψυχροῖς, οἷά ἐστι τὰ τῆς Ἰταλίας Ἄλβουλα καὶ τὰ Νεπίσινα καὶ τὰ ἐν Μακεδονίᾳ καὶ τὰ ἐν Κρήτῃ, καὶ ἐπὶ Θρᾴκης τὰ
5ἐν Ἀγχιαλῷ καὶ ἄλλοις τόποις· εἰκὸς γὰρ εἶναι πολλὰ τοιουτότροπα.

45

.

29

.

41

τὰ δ’ Ἄλβουλα καὶ πινόμενα θαυμαστῶς ὠφελεῖ τοὺς ἐλεφαντιῶντας.

45

.

29

.

42

εἰ δὲ μὴ παρείη ψυχρά, θερμοῖς αὐτοφυέσι χρηστέον· ἢ μετὰ τὰ

45

.

29

.

43

κοινὰ βαλανεῖα θαλάσσῃ ἐννηχέσθωσαν ἢ καταχείσθωσαν. λυσιτελέστα‐ τον δὲ καὶ τῷ ἀφεψήματι περιαντλεῖσθαι περδικίου ἢ ἀρνογλώσσου ἢ

45

.

29

.

44

σεύτλου. περιμαξάμενοι γοῦν ἀφ’ οὑτινοσοῦν τῶν προειρημένων λου‐

45

.

29

.

45

τρῶν, ἐπαλειφέσθωσαν σχινίνῳ ἢ οἰνανθίνῳ. σπουδαιότατον δ’ ἄλειμμα καὶ τὸ διὰ βουτύρου καὶ τὸ διὰ μυρσίνου καὶ οἴνου ἴσον καὶ ὠοῦ εἰς γλοιοῦ πάχος πεπονημένον· τῷ δ’ οἴνῳ βραχὺ παραπεπλέχθω ἀμμω‐

45

.

29

.

46

νιακοῦ ἢ στυπτηρίας στρογγύλης. καταψυχθέντες δὲ πράως ἀπὸ τῶν συγχρισμάτων ῥάκεσι τρυφεροῖς, ὥστε μὴ τραχυνθῆναι τὴν ἐπιφάνειαν ἀπὸ τῶν ὠμολίνων, ἡσυχίᾳ μακροτέρᾳ παραδιδόσθωσαν· ἔπειτα προ‐ πινέτωσαν ὕδωρ εἰς τὸ ἀποκλύσαι τὸν στόμαχον, καὶ εἰ τοῦτο ἐπι‐

45

.

29

.

47

πολάζοι, καθέσει δακτύλων ἀπορρίψοντες τὸ ποθέν. συναποπτύεται δ’ αὐτῷ πολλάκις χόλιον, καὶ πάντως γοῦν φλέγμα ἀφρῶδες ὑπόδριμυ

45

.

29

.

48

πικρόν. λαμβανέτωσαν δ’ ἀψινθίτου κεκραμένου ἢ ὀριγανίτου συμ‐ μέτρου κύλικος μὴ πλέον, καὶ σύμμετρον ἐπιδιαστήσαντες προσφε‐ ρέσθωσαν τὴν τροφήν, οἴνου τε λοιπὸν ἀπεχόμενοι γλυκέος καὶ οἰνο‐ μέλιτος καὶ παντὸς τοῦ ἐγκαθίζειν καὶ δυσχερῶς ἐξοικονομεῖσθαι
5πεφυκότος· διὸ καὶ ψυχροποσίας ἀποσχετέον αὐτούς· ἀντιπίπτει γὰρ

45

.

29

.

49

ταῖς πέψεσιν. αἱ τροφαὶ δ’ ἐν μὲν τοῖς τῶν καθάρσεων καιροῖς εὐέκ‐ κριτοι παραλαμβανέσθωσαν, ὅπως μὴ ἐξ ἀποκοπῆς ἐπίσχεσιν αἱ ὗλαι λαμβάνωσιν, ἀλλ’ ἐκκριθῇ πᾶν τὸ ἐφθακὸς μεταβεβληκέναι ὑπὸ τῆς

45

.

29

.

50

φαρμακείας. ἄρτος μὲν οὖν κρίθινος ἢ συγκομιστὸς ἢ μᾶζα ἐξ ἀλφί‐ των εὖ κατωπτημένων ἐπιτήδειος· λαχάνων δὲ σεῦτλον καὶ ῥάφανος ἑφθὴ καὶ κεφαλωτὸν πράσον δυσὶν ὕδασιν ἀπογλυκανθὲν καὶ κράμβη κάθεφθος θριδακίνη τε ἐξ ἅλμης καὶ κάππαρις ἡ ἐξηνθηκυῖα σελίνῳ
5καὶ μαράθῳ καὶ ὄξει τμητικωτέρῳ ἡδυσμένη· τῶν δ’ ἐκ θαλάσσης ὄστρεα καὶ κτένες ἐχῖνοί τε καὶ πελωρίδες καὶ τελλῖναι σεύτλοις συνηψημέναι· καὶ γὰρ ἰδιαίτερον ὁ ζωμὸς αὐτῶν χρησίμως τὰς ἐκ‐

45

.

29

51,52

κρίσεις κινεῖ. νῦν δὲ καὶ τάριχος ἐπιτήδειος παλαιότερος. ἐν δὲ τοῖς

45

.

29

.

52

(2)

τῶν ἐπικράσεων καιροῖς καὶ τῶν μετὰ τὰς καθάρσεις ἀναλήμψεων πᾶν μὲν τὸ μετέχον δριμύτητος περιαιρετέον δίχα τῶν εἰς τὰς ἀρ‐ τύσεις καὶ τὰς συμμέτρους εὐστομίας ἐπιτηδείων· τὸ δὲ ποσῶς ἐπι‐
5γλυκαῖνον παραληπτέον, καθάπερ ὠὰ καὶ χόνδρους πλυτοὺς καὶ γάλα καὶ μέλι σὺν ἄρτῳ καὶ μαλάχην καὶ λάπαθον καὶ σίσαρον, καὶ τῶν ἐν
θαλάσσῃ φυκίδας, κίγχλας, βούγλωσσα, νάρκας, καὶ τὰ πλεῖστα τῶν πτηνῶν, ὅσα μὴ τὰς διατριβὰς ἐν ὕδασι ποιεῖται, κρεῶν δ’ ἐρίφεια καὶ λάγεια καὶ δορκάδεια, ὀπώρας δὲ σῦκον εὐγενὲς καὶ σταφυλὴν
10συμπεπτωκυῖαν ποσῶς καὶ σταφίδα τὴν λιπαρωτέραν, μελιτωμάτων δὲ κοπτὴν διὰ στροβίλων καὶ ἀμυγδάλων φρυκτῶν καὶ ἀλεύρου κικί‐

45

.

29

.

53

νου πεποιημένην. τῷ τε ἄρτῳ κατ’ αὐτὴν τὴν δίαιταν χρηστέον ἐκ τῶν βελτίστων πυρῶν, καθαρῶν μὲν ἄκρως, ἐγχύλως δ’ ὠπτημένων.

45

.

29

.

54

καὶ τοιαῦτα μὲν τὰ ἐν τῇ προσφορᾷ· τὰ πλεῖστα δὲ τῶν λοιπῶν ἀποδοκιμαστέον χωρὶς τῶν ἐμφέρειάν τινα ἐχόντων πρὸς τὰ κατη‐

45

.

29

.

55

ριθμημένα. τὸ δὲ δὶς σιτεῖσθαι μονοσιτίας αἱρετώτερον· ἔστω δὲ τὸ μὲν ἄριστον καὶ τῷ πλήθει εὐσταλὲς καὶ ταῖς ποιότησιν ἀποίκιλον· ἢ γὰρ ξηρὸς ἄρτος ὀλίγος ἢ ἕν τι μετ’ αὐτοῦ προσέψημα· τὸ δεῖπνον

45

.

29

.

56

δὲ καὶ ἐκτενέστερον καὶ ποικιλώτερον. οἶνος δὲ κατὰ μὲν τὴν λοιπὴν θεραπείαν ἄθετος, ἐν δὲ ταῖς ἀναλήψεσιν ὀλίγος λεπτὸς εὐώδης λευ‐

45

.

29

.

57

κὸς μετὰ τὰ σιτία παραλαμβανέσθω. ὕπνος ὁ μεθ’ ἡμέραν ἀνεπιτή‐ δειος, καὶ μάλιστα ὁ ἐν φωτί· νυκτερινὸς δ’ ἀπερίσπαστος ἐπιτη‐

45

.

29

.

58

δευέσθω, καὶ μετὰ πολὺ τοῦ δείπνου διάστημα. τοιοῦτος μὲν οὖν ὁ τύπος τῆς διαίτης ἔν τε ποιουμένοις καὶ προσφερομένοις· λοιπὸν δ’ ἐπὶ τὰ ἔξωθεν προσπίπτοντα μεταβάντες, ὅσα συγχρίσματα καὶ

45

.

29

.

59

σμήγματα κατάλληλα τῷ πάθει λέγωμεν. ἐν αὐτῷ οὖν τῷ βαλανείῳ σμηχέσθωσαν ἀφεψήματι τήλεως καὶ σευτλίων, ἀφροῦ νίτρου πεπλεγ‐ μένου, ἢ τῷ Γερμανικῷ σμήγματι (καλεῖται δὲ σάπων) ἢ τῷ μυρο‐ βαλάνῳ· πρὸ δὲ τοῦ λουτροῦ ψίλωθρον καταχριέσθωσαν, ἤτοι κατ’

45

.

29

.

60

ἰδίαν ἢ μετὰ χυλοῦ πτισάνης. φυλάσσεσθαι δὲ δεῖ τὴν εἰς τὰ ὄμματα κατάρρυσιν, ἐπεὶ καὶ τὸ πρόσωπον ἀνάγκη καταχρίειν, πλεῖον ὑπὸ

45

.

29

.

61

τοῦ πάθους ἤπερ τὰ λοιπὰ μέρη τοῦ σώματος ἐπηρεαζόμενον. καὶ ἐπιμένειν μὲν τῷ χρίσματι πλείονα προσήκει χρόνον, μὴ μέντοι μέχρις ἑλκώσεως· τὰ φθάσαντα δ’ ἀποδέρεσθαι λιθαργύρῳ μετὰ ῥοδίνου

45

.

29

.

62

γλοιώδει θεραπεύειν. ἱκανῶς δ’ αὐτῶν ἀποκαθαίρει τοὺς χρῶτας καὶ ἀνδράχνη μετ’ ὄξους λειωθεῖσα καὶ τὸ λεπτὸν ἀείζῳον καὶ λαπάθου

45

.

29

.

63

ῥίζα ἑψηθεῖσα ἐν ὄξει. [χρηστέον] καὶ στυπτηρία μεθ’ ἁλῶν καὶ σαν‐ δαράκης ἴσον σὺν οἴνῳ καὶ σχινίνῳ λελειοτριβημένον σπουδαίως ἀπο‐ σμήχει, καὶ τὸ πρὸς ἀλφοὺς φάρμακον· ἔστι δ’ ἀλκυόνιον καὶ νίτρον

45

.

29

.

64

καὶ θεῖον ἄπυρον καὶ μυρρίνη καὶ συκῆς φύλλα ἀγρίας. πάντα δ’

45

.

29

.

65

ὁμοῦ δι’ ὄξους γλοιοῦ πάχος ποιούμενα καταχρίεται. θαυμαστὸν δὲ φάρμακον καὶ τοῦτό ἐστιν· λαπάθου τῶν ῥιζῶν καὶ ὀξυλαπάθου δεσμίδιον χειρόπληθες, νίτρου 𐅻 μ, θείου ἀπύρου 𐅻 κε, λιβάνου

45

.

29

.

66

𐅻 ιε, κόστου 𐅻 ιβ. τὰ ξηρὰ λεαίνεται μετ’ ὄξους Αἰγυπτίου καὶ κατα‐

45

.

29

.

67

χρίεται. πρακτικὸν δ’ ἐπίχρισμα καὶ τὸ τοιοῦτο· ἀρσενικοῦ 𐅻 ιδ, θείου ἀπύρου 𐅻 η, καστορίου 𐅻 ιβ, δαφνίδων ξηρῶν 〈𐅻ιβ, ἀσβέστου 𐅻 δ,

45

.

29

.

68

κέδρου 𐅻 α. ταῦτα πάντα φυρᾶται λεύκης τῶν φύλλων χυλίσματι ἢ τῷ ἀφεψήματι παχεῖ καὶ σύστασιν ἔχοντι μέλιτος, παραλαμβάνεται.

45

.

29

.

69

καταχρίεται καὶ ἡ τεκτονικὴ κόλλα διαλυθεῖσα ἐν ὄξει, καὶ μετὰ τὸ παγῆναι ἀφαιρεῖται, καὶ δὶς καὶ τρὶς καὶ πλειστάκις τὸ αὐτὸ δεῖ

45

.

29

.

70

ποιεῖν. σκευάζεται δὲ καὶ ὑφ’ ἡμῶν φάρμακον ἄκρως ἐπὶ πάντων ἡρμοκὸς τοιοῦτο· ῥιζῶν λαπάθου δεσμὰ δύο καθέψονται ἐν ὄξει, ἔπειτα ὁλμοκοποῦνται· μετὰ τοῦτο δ’ ἐν θυΐᾳ λειοτριβοῦνται, παρα‐ χεομένου ὄξους, ἢ ἐν ᾧ ἡψήθησαν, εἴ τι περισσὸν εἴη, ἢ ἑτέρου, καὶ
5προσεμβάλλονται ἀλκυονίου 𐆃 α, θείου ἀπύρου 𐆄 ϛ, χαμαιλέοντος μέλανος ῥίζης 𐆄 δ, καὶ κοχλιῶν ὀστράκων κεκαυμένων 𐆄 δ, ἀφρονί‐

45

.

29

.

71

τρου 𐆄 η. συνεκλεαίνεταί τε πάντα ὁμοῦ μέχρι γλοιοῦ σχῇ πάχος, εἶτα καταχρίεται, θέρους μὲν ἐν ἡλίῳ πλεονάκις ψυχόμενον καὶ μετὰ δύο ὥρας ἀπομασσόμενον, χειμῶνος δ’ ἐν βαλανείῳ μέχρι ἀφιδρώσῃ.

45

.

29

.

72

καὶ αὐταὶ δ’ αἱ ὀχθώδεις ἐπαναστάσεις, φλεγμαίνουσαι μὲν ἢ καὶ προεξηλκωμέναι, γλαυκίῳ καταχριέσθωσαν ἢ λυκίῳ ἢ ἀλόῃ· καταπλασ‐ σέσθωσαν δέ, εἰ καὶ τούτου δέοι, χόνδρῳ μετὰ χυλίσματος ἀρνογλώσ‐ σου ἢ πολυγόνου ἢ κράμβης· ἄλλως δὲ μετ’ ἀμμωνιακοῦ οἴνῳ διει‐

45

.

29

.

73

μένου ἢ πρασίου χυλῷ. θαυμαστῶς δ’ ὠφελεῖ τὰς ἐπαναστάσεις τὰς κατὰ τοῦ προσώπου κατάπλασμα τὸ διὰ τῆς Μιλησίας βοτάνης· κόπ‐ τεται δὲ μετ’ ἀξουγγίου παλαιοῦ χλωρᾶς τῆς πόας τὰ φύλλα καὶ

45

.

29

.

74

ἐπιρρίπτεται. καὶ φοινίσσεται μὲν ἱκανῶς καταλειφθέντα τὰ μέρη, στέλλεται δὲ ῥᾳδίως ἄρτου ἐπιπλασθέντος, ἢ κηρωτῆς δι’ ἀμυγδαλίνου

45

.

29

.

75

πεποιημένης, καὶ ἐπὶ τὴν κατὰ φύσιν εὔχροιαν ἀποκαθίσταται. συγχρί‐ σματά τε ἐπὶ τοῦ πάθους τά τε ἤδη παραδεδομένα τῶν θηρίων στέατα εὐδόκιμα καὶ τὸ ἀμυγδάλινον αὐτό· πρακτικωτάτη 〈δ’〉 ἐστὶν

45

.

29

.

76

ἡ κεδρέα καὶ φώκης λίπος εἰς ἓν συντακέντα. πρὸς μέντοι τὰς ἑλκώσεις καὶ ἐμπλάστροις χρηστέον τῇ διὰ τοῦ διφρυγοῦς καὶ τῇ διὰ τοῦ οἴνου μηλίνῃ, καὶ πρὸς τὰς τυλώδεις καὶ ὀχθώδεις τῇ διὰ τῶν

45

.

29

.

77

ἁλῶν καὶ ψιμυθίου καὶ ἐλαίου παλαιοῦ. λαμβάνει δὲ τῶν μὲν ξηρῶν ἀνὰ 𐅻 α, τοῦ δ’ ἐλαίου 𐅻 β, καὶ μετὰ τὸ πάντα ὁμοῦ συλλεανθῆναι

45

.

29

.

78

ἕψεται. διαφορεῖ δὲ καὶ αὐτὴ τὰς σκληρίας καὶ ἀποτήκει τοὺς τύλους.

45

.

29

.

79

τοσαῦτα μὲν καὶ τὰ κατὰ τῆς ἐπιφανείας φάρμακα τοῖς ἐλεφαντιῶσιν· συνουσίας δ’ αὐτοῖς παντελῶς ἀφεκτέον, ὡς πολεμιωτάτης πρὸς τὴν διάθεσιν· τεκμήριον δ’ ὅτι γυναῖκες μὲν ἥκιστα ἐλεφαντιῶσιν, εὐνοῦχοι
δὲ σπανιώτατα καὶ θεραπεύονται ῥᾳδίως.

45

.

30

t

Ἐκ τῶν Ῥούφου. Περὶ ἀποσκημμάτων.

45

.

30

.

1

Ὅσα τῷ ἀνθρώπῳ νοσήματα γίνεται, τὰ μὲν ἰωμένοις καθίστα‐

45

.

30

.

2

ται, τὰ δ’ ἀποσκήψεσι καὶ διαδοχαῖς πόνων ἑτέρων. ὡς μὲν οὖν τοῖς ἰάμασι θεραπεύειν χρή, ἑτέρωθι εἴρηται, καὶ διαιτημάτων τρόποι παν‐ τοδαποὶ καὶ φάρμακα οἰκεῖα ἑκάστῃ νόσῳ· νῦν δ’ ἐρῶ ὅσοι δὴ πόνοι χρηστῶς ἐπιγίνονται λύοντες τὰς ἀρχαίας νόσους, οὐδὲν μὲν τοῦ
5ἰατροῦ μηχανωμένου εἰς τόδε· ἢν δέ πῃ ὁρμήσῃ καλῶς, ἵνα μὴ ἐμποδὼν ἵστηται· καὶ γὰρ δή τινες καὶ ἰσχίου ὀδύνην καὶ ἄλλου ἄρθρου καὶ οἴδημα παρούσαις ἀνιστάμενον, καὶ δυσεντερίαν δὲ καὶ ἴκτερον καὶ ἄλλα πολλά, περὶ ὧν γεγράψεται, ἀγνοήσαντες, ὡς δὴ κακοῦ γινομένου, δέχεσθαι μὲν ἢ προτρέπειν οὐχ ὑπέμειναν, κωλύειν
10δὲ πειρώμενοι, πρὶν ὅλον τὸ σῶμα ταύτῃ στηρῖξαι, μείζω δεινὰ ἐξειργάσαντο· ἐγὼ δ’ ὅσα τε χρὴ κωλύειν, ἢν πονηρῶς προσίῃ, καὶ ὅσα ἐρεθισμῷ προτρέπειν πλέον ἢ ἀποπαύειν, ἐν τῷ παρόντι λόγῳ δηλώσας, μέγα τι τοῦτο ἐλπίζω εἰς ἅπασαν τὴν τέχνην συγγεγραφέναι.

45

.

30

.

3

καίτοι φήσει τις οὐκ ἐμὰ εἶναι τὰ εὑρήματα· πάλαι γὰρ Ἱππο‐ κράτην πολλὰ δὴ ἐπὶ πολλοῖς τοιάδε εἰρηκέναι· κἀγὼ σύμφημι· τί δ’ οὐ παρ’ ἐκείνου τῇ γραφῇ ἐστιν; ἀλλὰ τὸ ἑνὶ λόγῳ περιγράφειν πάντα, καὶ ὅτε τι ὕστερον ἐγνώσθη, καὶ διακεκριμένον ἕκαστον, ταῦτα

45

.

30

.

4

οὐδὲ τήνδε ἀχάριστον ποιεῖ τὴν συγγραφήν. αὐτίκα ἢν κατάρρου ἔχοντος ἐπιγένηται πυρετός, τὸ μὲν ξηραίνεται τοῦ ῥεύματος, τὸ δὲ

45

.

30

.

5

πέσσεται· λύσις δ’ αὕτη τῷ κατάρρῳ. καὶ ἢν ἀπὸ ψυχροῦ μέλλῃ νο‐ σεῖν ὁ ἄνθρωπος, καὶ κόπος τε αὐτὸν ἤδη ἔχῃ καὶ βάρος, καὶ ἀλγῇ ἁπτόμενος καὶ κινεῖσθαι μὴ θέλῃ, καὶ τάδε πυρετὸς ἐπιγενόμενος λύει.

45

.

30

.

6

καὶ πλησμονὴν δ’ ἐκένωσε πυρετός, τὸ μὲν τοῖς ἐμέτοις, τὸ δέ τι καὶ ἐπὶ γαστέρα τρέψας τῆς πλησμονῆς, τὸ δέ τι καὶ ἱδρῶσι πάντοθεν

45

.

30

.

7

ὡρμημένος. οὕτω μὲν οὖν κατ’ ἔκρους ἐκένωσε πυρετὸς ἀναλώσας, ὥσπερ καὶ ἄλλο πῦρ, οἷς ἂν ἐντύχῃ· διό μοι δοκεῖ καὶ ἀποπληκτικοῖς οὐ πονηρὸς ἐπιγίνεσθαι πυρετός· καὶ γὰρ καὶ αὕτη ἡ νόσος πλησμονή

45

.

30

.

8

ἐστιν· δέονται δ’ οἱ ἀποπληκτικοὶ καὶ θερμασμάτων. οὐκ ἂν οὖν μοι δοκοῖς εὑρεῖν ἄλλο φάρμακον δι’ ὅλων θερμαῖνον μᾶλλον πυρετοῦ· διὸ καὶ τῷ σπωμένῳ ἀγαθὸν τοῦτο ἴαμα καὶ τῷ ὑπὸ τετάνου παγέντι καὶ γυναικὶ λεχοῖ σπασθείσῃ, καὶ εἴ γέ τις οὕτως ἀγαθὸς ἰατρὸς ἦν
5ὥστε δύνασθαι ποιῆσαι πυρετόν, οὐδ’ ἄλλο τι ἴαμα χρῆν ζητεῖν τῇ

45

.

30

.

9

νόσῳ. λέγουσι δ’ οὖρον τράγου πινόμενον εἶναι πυρετωδέστατον, καὶ ἤκουον Λιβύων τινὰς χρωμένους ἐπικαλεῖσθαι τούτῳ πυρετόν· οἶδα δὲ καὶ Εὐήνορα Ἕλληνα ἰατρὸν τῷ φαρμάκῳ χρώμενον, εἴτε πως

45

.

30

.

10

αὐτὸν ἐξευρόντα, εἴτε δὴ καὶ παρὰ Λιβύων μαθόντα. σπασμὸς δ’ ἄρα καὶ ἡ ἐπιληψία· ταύτης οὖν τεταρταῖος πυρετὸς ἴαμά ἐστιν, ὥστε ἤν τε ὕστερον ἐπιγένηται, λύεται ἡ ἐπιληψία, ἤν τε πρόσθεν, οὐκ ἂν

45

.

30

.

11

ἔτι τούτῳ τῷ ἀνθρώπῳ γένοιτο. ὅπως δὲ καὶ Τεύκρῳ τῷ Κυζικηνῷ ἔσχεν, εἰπεῖν ἄξιον· ἐπεὶ γὰρ ἥλω τῇ ἐπιληψίᾳ, ἧκε μὲν εἰς Πέργα‐ μον παρὰ τὸν Ἀσκληπιόν, αἰτῶν λύσιν τῆς νόσου· ὁ δ’ αὐτῷ φανεὶς εἰς λόγους ἀφικνεῖται, καὶ ἐρωτᾷ εἰ ἐθέλει τῶν παρόντων ἕτερα

45

.

30

.

12

ἀλλάξασθαι. καὶ ὃς μάλιστα μὲν οὐκ ἐθέλειν ἔφη, ἀλλά τινα εὐθεῖαν ἀπαλλαγὴν σχεῖν τοῦ κακοῦ· εἰ δ’ ἄρα, μὴ χείρω τὰ γενησόμενα εἶναι

45

.

30

.

13

τῶν παρόντων. φήσαντος δὲ τοῦ θεοῦ ῥᾴω τε ἔσεσθαι καὶ παντὸς ἄλλου σαφέστερον θεραπεύσειν, οὕτω δὴ ὑφίσταται τὴν νόσον, καὶ αὐτῷ ἥκει τεταρταῖος πυρετός, καὶ τὸ ἀπὸ τοῦδε τῆς ἐπιληψίας

45

.

30

.

14

ἐξάντης γίνεται. τεταρταῖος δὲ καὶ μελαγχολίας ῥύεται, καίτοι πολὺς μὲν ἐν τῇ μελαγχολίᾳ ὁ χυμὸς οὗτος ἔνεστι, πολὺς δ’ ἐν τῷ τεταρ‐

45

.

30

.

15

ταίῳ πυρετῷ. ἀλλ’ εἰ ἐπὶ πᾶσι τὴν πρόφασιν ἐθέλοις ζητεῖν, οὐκ ἂν ἐξευρίσκοις, ἐπεὶ καὶ τόδε ἄπορον ἦν· ποτὲ τοῦ ἄσθματος (νόσος δ’ αὕτη τοῦ πνεύμονός ἐστι δυσμεταχείριστος καὶ τοῦ ψυχροτέρου τρό‐ που) πάλιν δὴ ὁ τεταρταῖος καὶ τοῦ ἄσθματος ἔχει λύσιν, πυρετῶν

45

.

30

.

16

πάντων ὀρθῶς εἶναι λεχθεὶς ψυχρότατος. τεταρταῖον δ’ οἶδα καὶ ἐξανθημάτων κατὰ δέρμα πολλῶν καὶ τραχέων, ὁποῖα λέπρας καλοῦσι, γεγενημένον ἴαμα, καίτοι καθάρσεις μὲν πάσας ἐκαθάρθη ὁ ἄνθρωπος καὶ ἔξωθεν καὶ ἔνδοθεν, διαίτῃ δ’ ἐπὶ τὸ χρηστὸν τρεπούσῃ εἰς πολὺ
5ἐχρήσατο, ὅλως τε οὐδὲν τῶν νομιζομένων ἐπὶ τούτοις παρῆκεν, ἀλλ’ οὐδέν τι μᾶλλον αὐτῷ κατέστη πρὶν τὸν τεταρταῖον ἐλθεῖν, ἀρξά‐

45

.

30

.

17

μενον μὲν ἀπὸ φθινοπώρου, τείναντα δὲ μέχρι τροπῆς θερινῆς. ὅτι γε μὴν καὶ πυρετοῖς, τὰ ἄλλα οὐκ ἀσφαλέσιν, ἐπιγενόμενος ἐξέωσεν,

45

.

30

.

18

πᾶς τις οἶδεν. κατὰ μὲν τὸν τεταρταῖον ὧδε ἔχει· καὶ αὐτὸς δέ που ἤδη ἑτέροις ἐλύθη τισί, τοῦτο μὲν ἀποσκήμμασιν οἷς καὶ οἱ ἄλλοι

45

.

30

.

19

πυρετοί, περὶ ὧν ἤδη αὐτίκα γράψω, τοῦτο δὲ περιόδῳ ἄλλῃ. μά‐ λιστα μὲν οὖν εἰς ἀμφημερινὸν τοῦτο τρέπεται (καὶ γὰρ μάλιστα ἐκεῖθεν γίνεται), εἰς τριταῖον δ’ οὐ μάλα τρέπεται· ἑτεροία γὰρ ἡ

45

.

30

.

20

φύσις τριταίου πυρετοῦ πρὸς τεταρταῖόν ἐστιν. καὶ οἱ πεπλανημένοι δὲ καλούμενοι πυρετοὶ κατέπαυσαν τεταρταῖον, ὥσπερ οὖν καὶ ἐπηγά‐ γοντο· καὶ συνεχὴς δ’ ὡσαύτως, οὐ μὴν ἀφροντίστως, ἀλλ’ ὥστε δεῖσαι περὶ τῷ ἀνθρώπῳ, τεταρταίου κρίσιν ἤνεγκεν, ὅσαις τε ἄλλαις
5περιόδοις κεχρονισμέναις ἐπιγίνεται συνεχὴς πυρετός, κρίνειν εἴθισται.

45

.

30

.

21

καλὸν δὲ καὶ τῷ λειπυρίᾳ καὶ τῷ ἠπιάλῳ καὶ τῷ κρυμῷ καῦσον ἐπι‐

45

.

30

.

22

γενέσθαι. [καύσων διάγνωσις] δύο δὲ καῦσοί εἰσιν, ὡς οὕτω φάναι· ὁ μὲν τὰ εἴσω καίει, καὶ δίψος γε ἄπαυστον ἔχει, καὶ οὖρα μέλανα, καὶ ἡ γαστὴρ τὸ μὲν ἄνω ὑπερβάλλει χολὴν παντοδαπήν, τὸ δὲ κάτω ἐκδίδωσιν ὁποῖα συντήξεις ὀνομάζομεν, καὶ μυκτήρ τε ἀποστάζει, καὶ
5ἡ γλῶσσα τραχύνεται καὶ μελαίνεται, καὶ ἄγρυπνοί εἰσι καὶ ἀσηροὶ
καὶ παράληροι, τό τε πνεῦμα συνεχές, καὶ ἀπορία πολλή· τὰ δ’ ἔξω

45

.

30

.

23

πάντα ψυχρότεροι, καὶ ἔτι μᾶλλον χεῖρας καὶ πόδας. οὗτος μὲν οὖν ὁ καῦσος ἐπιπονώτατος πυρετῶν καὶ θανατωδέστατος· ὁ δ’ ἕτερος καίει μὲν ὥσπερ φλογί, πάντῃ δ’ ἐξικνεῖται· κακὸν δ’ οὐδέν ἐστι

45

.

30

.

24

μέγα τοῖς εἴσω, ῥᾳδίως τε σὺν ἱδρῶτι σβέννυται. καὶ δὴ τοῦτόν φημι τῶν προειρημένων πυρετῶν τὸ ἴαμα εἶναι· γένοιτο δ’ ἂν οὗτος καὶ τοῦ πρώτου καύσου ἴαμα, εἰ μηκέτι κρύπτοιτο ἔνδον τυφόμενος, ἀλλ’

45

.

30

.

25

ἐκλάμψαι. τοσαῦτα ἔγνων ἀγαθὰ ἐκ πυρετῶν γινόμενα· ἐπὶ δὲ πυρε‐ τοῖς πόνοι τε ἰσχίων χρηστῶς ἐπιγίνονται καὶ τῶν ἄλλων ἄρθρων

45

.

30

.

26

καὶ μηροῦ καὶ σύμπαντος σκέλους. εἰ δὲ διασημήνειε μὲν ὁ πόνος τῇδε, ἀφανισθείη δὲ μήτε ἐκκρίσεώς τινος γενομένης πεπείρου, μήτε ἐπί τινι τῶν εἰωθότων ἰαμάτων, μήτε ἑτέρωθι μεταστάντος τοῦ πό‐ νου (χρὴ δὲ τὴν μετάστασιν 〈μὴ〉 εἰς ἐπίκαιρα γίνεσθαι· οὐδὲ γὰρ
5τοῦτο ἀγαθὸν οὐδέν, εἰ μὴ κακὸν ἔσχατον)—ταῦτα εἰ μηδὲ ὧδε γίνοι‐ το, ἀνάγκη τὸν πυρετὸν ἐπανελθεῖν σὺν παραφροσύνῃ ἢ σπασμῷ ἢ

45

.

30

.

27

κώματι ἤ τινι ἄλλῳ κακῷ ἀνηκέστῳ. ἀγαθὸν δὲ καὶ τὰ παρὰ τὰ ὦτα ἐπαιρόμενα οἰδήματα, εἰ μὴ ἀπέπτως καὶ σκληρῶς καὶ βιαίως ἐπαίρηται· πολλοὶ γὰρ δὴ σφόδρα ἐρεισάντων διεφθάρησαν, καὶ τὰ ἄλλα οὐκέτι ἀντέχοντες ὑπ’ ἀσθενείας τῇ νόσῳ· εἰ δ’ ἐν τῇ ἀκμῇ
5τῶν πυρετῶν ἥκοιεν καὶ ἐκ προσαγωγῆς, καὶ ὁ πόνος μικρὸς εἴη καὶ τὸ οἴδημα μαλακόν, καὶ πᾶν ἔξω τρέποιτο, ὥστε μήτε συναγχικόν τι εἶναι, μήτε γλῶσσαν ἐπιξηραίνεσθαι, καὶ εἰ τῆς νόσου μὴ ἀπέπτου οὔσης, καὶ εἰ αὐτὸ τὸ οἴδημα συμπεπαίνοιτο ἢ ἄλλως διαλύοιτο, καὶ εἰ μὴ νῦν μὲν ἐξίσχοι, νῦν δ’ ἀφανίζοιτο, τὰ οὕτως γινόμενα τοὺς

45

.

30

.

28

πυρετοὺς παύει. παύει δὲ καὶ ληθάργους καὶ παραφροσύνας· ἧσσον μὴν ληθάργῳ ἀγαθὸν ἢ παραφροσύνῃ· τὸ δέ τι καὶ μέλλον ἐπὶ πνεύ‐

45

.

30

.

29

μονα ὁρμᾶν ὑπεδέξατο. σκληρὰ δὲ καὶ ἀνεκπύητα τὰ οἰδήματα ἔσθ’ ὅτε λύεται σὺν γαστρὸς ταραχῇ καὶ οὔροις πολλοῖς παχέσι, καὶ ἥδε ἡ λύσις οὐ παροξύνει τὸν πυρετὸν οὔτε ἀνακαλεῖται εἰς ὑποστροφήν.

45

.

30

.

30

ἐν δὲ τοῖς λοιμώδεσι πυρετοῖς αἱ ἀποσκήψεις τὴν μεγίστην ἀσφάλειαν ἔχουσιν· γίνονται δὲ παντοδαπαὶ μὲν ὥσπερ τῶν τοιούτων πυρετῶν· τὸ γοῦν πλεῖστον εἰς ἄκρα κατασκήπτει σὺν πόνοις καὶ ἕλκεσι καὶ ἄρθρων ἀποπτώσεσι, καί ποτε οἶδα γνάθους ἀποψιλωθείσας καὶ ὀδόν‐
5τας μελανθέντας καὶ μεγάλα τῶν γνάθων ὀστᾶ ἐν χρόνῳ ἀποστάντα.

45

.

30

.

31

κρίνεται δὲ καὶ ἰκτέρῳ πυρετός, ἀλλὰ δεῖ μὴ αὐτίκα καὶ ἐν ἀρχαῖς ἐπιφαίνεσθαι, ὡς τοῦτο δεινὸν πρὶν ἐκ τῆς ἑβδόμης ἐξανθῆσαι τὸν

45

.

30

.

32

ἴκτερον, καὶ σημαίνει καθ’ ἧπαρ πονηρεύεσθαι τὴν νόσον. ἐπὶ δὲ τοῖς καύσοις τὰ ῥίγη ἀγαθά, ἢν ἰσχύῃ ὁ νοσῶν· τοῖς δὲ πάνυ ἀρρώστοις

45

.

30

.

33

θανατώδη. καὶ ἄλλας δὲ συνεχείας πυρετῶν ῥίγη διέστησε καὶ εἰς

45

.

30

.

34

περιόδους ἵδρυσεν. οὐ φαῦλον δ’ οὐδὲ διάρροια ἐπὶ πυρετῷ· δυσεν‐ τερία δὲ χαλεπώτερον μέν, ἀλλὰ καὶ ἥδε πυρετῶν ἔσθ’ ὧν δὴ κεχρο‐

45

.

30

.

35

νισμένων ἐρύσατο. κύστις δ’ ἐπώδυνος κάκιστον μὲν ἐν πυρετῷ (καὶ
γὰρ παραφροσύνην σημαίνει καὶ ἄλλα πολλὰ δυσχερῆ), γένοιτο δ’ ἄν που καὶ τοῦτο χρηστόν, ἢν αὐτὴ μὲν ἡ κύστις μαλθακὴ ᾖ, τῇ δὲ δια‐ δόσει τῶν οὔρων πονῇ, παχέων τε ὄντων καὶ πολλῶν· καὶ γὰρ ἂν

45

.

30

.

36

κοιλίαν ἐπιξηράναι κάθυγρον καὶ κρίσιν βεβαίαν παράσχοι. τὰ δ’ ἐξαν‐ θήματα καὶ ὅσαι τραχύτητες, ἢν μὲν ἐν καιρῷ γίνωνται καὶ μετρίως τῇ νόσῳ, καὶ τρεπόμενα ἔξω μηκέτι παλινδρομῇ εἴσω, ταῦτα λύει πυρετοὺς καὶ εἰς ἀσφάλειαν ἄγει· τὰ δ’ ἐναντία πάντα ὕποπτα, ἢν

45

.

30

.

37

μή τις ἑτέρα ἔκκρισις ὑποδεξαμένη αὐτὰ ἀπενέγκῃ. περὶ δὲ τοῦ ἐρυσιπέλατος, οὐδὲν μὲν ἡγοῦμαι ἀγαθὸν ἐρυσίπελας ἐν πυρετοῖς· καὶ γὰρ νέμεται πάντῃ καὶ φλογώσεις ἄλλας πρὸς ταῖς ἐκ πυρετοῦ παρ‐ έχει, καὶ εἰ θελήσει τρέπεσθαι εἴσω, σαφέστατα ἀπόλωλεν ὁ ἄνθρω‐
5πος· στηρίξαν δέ που καὶ ἕλκος ποιησάμενον, τὸ μὲν ἕλκος οἷον πυρίκαυτον ὑγρὸν καὶ δύσοδμον καὶ κακῶς σηπόμενον γίνεται· σάρκες δὲ μεγάλαι ἐκπεσοῦσαι καὶ ὀστᾶ ψιλωθέντα καὶ ἀποστάντα σωτηρίαν

45

.

30

.

38

ἤνεγκεν. οἱ δὲ κεχρονισμένοι πυρετοὶ καὶ πρὸς ἕδραν ἀφίστανται, ὥστε ἐμπύημα μὲν παρὰ τὴν ἕδραν γενέσθαι, λυθῆναι δὲ ταύτῃ τὸν

45

.

30

.

39

πυρετόν· ἄλλοις δέ τισι κατὰ βουβῶνα ἐκπυεῖ, ἄλλοις δ’ ἄλλῃ. πο‐ νηρὰ δὲ πάντα ὅσα ἔνδον ἢ ὑπὸ στῆθος ἢ ὑπὸ κενεῶνας ἐκπυεῖ· τῶν μὲν γὰρ πυρετῶν τὸ ὀξὺ θραύει, τρόπον δ’ ἕτερον θανατηφόρα ἐστίν.

45

.

30

.

40

ἐπῄνεσα δέ ποτε καὶ σπληνὸς οἴδημα καὶ ὑποχονδρίου ἔντασιν ἐν πυρετοῖς κακοήθεσι, καί μοι καλῶς ἀπέβη, καὶ μᾶλλον ὅσοις ἐπὶ σπλῆνα ἀνώρμησεν· εἰ δ’ ἐντεῦθεν ἐπὶ κύστιν ῥυῇ, τοῦτο δὴ κάλλιστον

45

.

30

.

41

καὶ ἀγαθὸν τελειότατον. οἱ μὲν δὴ πυρετοὶ διὰ τοιῶνδε καὶ τόπων καὶ παθημάτων λύονται· τὰ δ’ ἄλλα νοσήματα, δυσεντερία μὲν χρόνιος ἐπιληψίαν τε ἰάσατο καὶ εἰλίγγους καὶ ἕλκη κεφαλῆς καὶ πόνους ἰσχίων, καί μοι δοκοῦσιν οἱ ἰατροὶ παρὰ τῆσδε τῆς νόσου ἐκμαθόντες,
5ἢ τὰ ἄλλα μηδέν, πρὸς τὴν ἰσχιάδα φάρμακα ἐνιέναι τῷ ἀνθρώπῳ, ἀφ’ ὧν αἷμά τε καὶ ἰχὼρ παντοδαπὸς ῥυήσεται, ὥσπερ ἐν τῇ δυσεν‐ τερίᾳ, οἱ δ’ αὖ τινες ἔσωθεν διακαίειν τὰ ἰσχία· χρῆναι γὰρ δὴ πάν‐

45

.

30

.

42

τως ἐφ’ ἕλκει παύσασθαι τὴν νόσον. ἰάσατο δὲ δυσεντερία καὶ μανίας τῆς τε ἄλλης καὶ μελαγχολίας· ἰάσατο δὲ καὶ γυναῖκα νοσημάτων ὑστερικῶν καί τινος φύματος τοῦ παντάπασιν εὐήθους, οἷα δὴ φύε‐ ται γυναιξὶν ἔν τε τιτθοῖς καὶ ὑπὸ μασχάλαις, κρυπτὰ καρκινώδη

45

.

30

.

43

ὀνομαζόμενα. καὶ σπονδύλων δὲ κυφώματα, ὅσα κατ’ ὀσφὺν γίνεται,

45

.

30

.

44

δυσεντερία ἔλυσεν. τό γε μὴν φοβερώτατον τῶν νοσημάτων καὶ δυσμεταχείριστον, ὃ νῦν μὲν ἐλέφαντα καλεῖν εἰθίσμεθα διὰ τὴν ὁμοιό‐ τητα τῆς τε τοῦ νοσήματος ἕξεως καὶ τῆς τοῦ θηρίου φύσεως (πάλαι δ’ ἀπὸ τῶν χυμῶν τῆς κακίας τὴν ἐπίκλησιν εἶχε), τοῦτο δυσεντερία

45

.

30

.

45

χρονίσασα ἐξεκάθηρεν. αἱ δὲ τοῦ αἵματος ἐκκρίσεις, αἱ μὲν καθ’ αἱμορροΐδας μελαγχολίαν τε ἰῶνται καὶ πᾶσαν μανίαν ἄλλην· καὶ ἐπι‐
ληψίαν δ’ ἰῶνται καὶ εἴλιγγον κεφαλῆς καὶ πτύσιν αἵματος· οὐδ’ ἂν οὔτε πλευρῖτις γένοιτο ἐφ’ αἱμορροΐδι οὔτε περιπνευμονία οὔτε καυ‐
5σώδης πυρετὸς οὔτε τι ἄλλο κάτοξυ νόσημα· ἀτὰρ οὔτε ἕλκος πονη‐ ρὸν ἄν τι γένοιτο, οὔτε ὅσα ἐξανθεῖ ἔξω λέπραι καὶ λειχῆνες, καὶ

45

.

30

.

46

ὅσαι τοιαῦται τραχύτητες. καὶ τί δὴ καθ’ ἕκαστον οὕτω λέγω, ἐξὸν τὸ σύμπαν εἰπεῖν ὅτι μεγάλη αὕτη κώλυσίς τε εἰς τὸ γενέσθαι νό‐

45

.

30

.

47

σημα καὶ λύσις τῶν ἤδη παρόντων; μάθοις δ’ ἂν ἰδὼν τὸν εἰθισμένον μὲν κενοῦσθαι καθ’ αἱμορροΐδα, δι’ ἐπισχέσεως δ’ ὄντα, ὡς οἰδεῖ μὲν ἅπας καὶ ὑδερώδης γίνεται, βαρύνεται δὲ καὶ ὑπνοῦν ἐθέλει· καὶ νωθρὸς μὲν τὴν γνώμην ἐστίν, ἀλγεῖ δ’ ὅ τι ἂν τύχῃ· ὁ δ’ αὖ καὶ

45

.

30

.

48

ὑπερεμήσας ἄνω ἔπτυσεν· ὁ δ’ αὖ καὶ τέλεον ἀπεπλήχθη. μικρὸν δ’ ἐπὶ ταῖς αἱμορροΐσι καθαιρομέναις μετρίως τὸ γινόμενον βλάβος, οὐ νόσημα, ἀλλά τις ὀλίγη ἀσθένειά τε καὶ κακόχροια· τὰ δ’ ἄλλα μέ‐

45

.

30

.

49

γιστα ἀγαθά, ὡς εἴρηται· εἰ δ’ ὑπερβάλλοι, κίνδυνος ὑδατωθῆναι. καὶ γυναικὶ δέ, ἢν ἀπὸ ῥοῦ ἐνοχλουμένῃ ἐπιγένηται αἱμορροΐς, καταπαύσει,

45

.

30

.

50

τὸν ῥοῦν· εἰ δὲ καὶ ταύτῃ ὑπερβάλλοι, κίνδυνος ὑδατωθῆναι. δεύτερα δὲ φέροιτο ἂν κιρσὸς ἐπὶ τῇ αἱμορροΐδι· καὶ γὰρ οὖν καὶ κιρσοὶ πολλὰ προσωφελοῦσιν, ἐπεὶ καὶ μελαγχολίαν καὶ μανίαν, καὶ ὅσα περὶ κεφαλὴν κεχρονισμένα γίνεται, καὶ βάρη ὀσφύος καὶ κυφώματα,
5ὅσα ὑπὸ συντάσεως τῶν νεύρων κατ’ ὀσφὺν γίνεται, προσωφελοῦσιν.

45

.

30

.

51

καί μοι δοκεῖ ἄμφω κίνδυνον φέρειν ἰαθέντα, εἰ μή τις πόνοις τε

45

.

30

.

52

τοῦ σώματος καὶ ἕτερον τρόπον τὸ πλήρωμα ὑπεκκομίζῃ. οἶδα γοῦν τινα κιρσοῦ ἰαθέντα, ὃς οὐ πολὺ ὕστερον εἰς δυσεντερίαν ἐμπεσὼν τὴν αἱματώδη διεφθάρη, καὶ ἄλλον ἐκμανέντα· οἵτινες οὐκ ἐδόκουν ἄν μοι παθεῖν τάδε, εἰ μὴ ἀπεκλείσθησαν αὐτοῖς αἱ ὁδοὶ τοῦ αἵματος

45

.

30

.

53

αἱ ἐπὶ τοὺς κιρσούς. πλευρῖτις δὲ περιπνευμονίαν λύει (κακὸν δ’ ἐκ πλευρίτιδος εἰς περιπνευμονίαν ἐλθεῖν), καὶ ὀξυρεγμία λειεντερίαν, καὶ διάρροια ἐμέτους σίτων· λίθοι δὲ κατὰ νεφροὺς καὶ κύστιν ὀδύνην

45

.

30

.

54

κόλου. χολέρα δ’ οἱονεὶ καὶ ἐλατηρίῳ καθαρθείς τις ὤνατο, οὕτως ὀνίνησιν, ὥστε πολλοὶ ἄσμενοι ἐδέξαντο τὴν νόσον, καὶ εἴ τις πρὶν

45

.

30

.

55

καλῶς καθαρθῆναι δείσας ἐπέσχεν, ἄλλο τι πάθημα ἐξήγειρεν. αἱ δὲ φρενίτιδες τῶν ληθάργων ἰάματά εἰσι, καὶ οἱ λήθαργοι τοὺς ἀθρόως

45

.

30

.

56

ἐξισταμένους καὶ ἀπαραλογίστως φρενιτικοὺς ἡμεροῦσιν. πόνον δ’ ἥπατος ὀξὺν καὶ βίαιον αἷμα ὑπελθὸν κατὰ γαστέρα ἀπέπαυσεν, εἴπερ δὴ αἷμα χρὴ νομίζειν εἶναι τὸ ὑπερχόμενον, ἀλλὰ μὴ χυμόν τινα ἄλλον· εἰκὸς δ’ αἷμα ἐλθεῖν ἐξ ἥπατος ἐπὶ γαστέρα· εἰκὸς δὲ καὶ
5μέλαν εἶναι τὸ ὑπερχόμενον· καὶ γὰρ δὴ καὶ μάλιστα ἐγγυτάτω τὴν

45

.

30

.

57

φύσιν ταῦτα ἀλλήλοις. ἀγαθαὶ δὲ καὶ πύου ἐκκρίσεις, αἱ μὲν διὰ ῥινῶν ἢ ὤτων γινόμεναι τὰ κατὰ κεφαλὴν παύουσαι, αἱ δὲ διὰ κύστεως ἢ ἕδρας ἐμπυημάτων τε ῥυόμεναι καὶ πόνων κεχρονισμένων.

45

.

30

.

58

ὅσα δ’ ἐκπυεῖ ἐπὶ φλεγμοναῖς, ἢ εἴσω ἢ ἔξω, τὰς ὀδύνας τῶν φλεγ‐

45

.

30

.

59

μαινόντων παύει. οἰδήματα δὲ συνάγχῃ τε χρηστῶς ἐπιγίνεται καὶ
ποδάγραις, οἷς τε ἂν ἐξαρθῇ οἴδημα, καὶ οἷς ἂν ἰσχνὸς μὲν ὁ τράχη‐ λος ἰδεῖν πνιγομένοις, ἰσχνοὶ δ’ οἱ πόδες τἄλλα ὀδυνωμένοις· ἐπι‐ γίνεται δὲ χρηστῶς καὶ ἕλκεσιν· εἰ δὲ μή, κίνδυνος καὶ σπασθῆναί
5τινα καὶ πυρέξαι πυρετῷ χολώδει καὶ ἀγρύπνῳ καὶ παρακρουστικῷ.

45

.

30

.

60

ἐπιφλεγμῆναι δὲ καὶ ἄρθροις ἐμβεβλημένοις συμφέρει· κωλύουσι γὰρ αἱ φλεγμοναὶ τὸ ἄρθρον τὸ ἔπειτα ὀλισθαίνειν· χρὴ δὲ μήτε ἄγαν ἰσχυρὰς εἶναι τὰς φλεγμονάς, μήτε τὸ ἄρθρον νεύροις καὶ μυσὶ σύν‐

45

.

30

.

61

τονον. τὰς δὲ βῆχας τὰς ξηρὰς καὶ χρονίους λύει ὀδύνη στηρίξασα

45

.

30

.

62

εἰς ὄρχιν ἢ ἰσχίον ἢ σκέλος. ἀρθρῖτις δὲ καὶ ποδάγρα πολλῶν ἄλλων κακῶν ὑποδοχαί εἰσιν· τὰ γὰρ ῥεύματα ἐθιζόμενα ταύτης εἶναι τοῖς

45

.

30

.

63

μὲν ἄρθροις ἐπίπονά ἐστι, κωλύει δ’ ἕτερα νοσήματα γίνεσθαι. ὅσοις γοῦν ἀπετράπετο ἄλλῃ τὸ ῥεῦμα, κατὰ μὲν τὰ ἄρθρα διακουφίζει· πυρετοὶ δὲ καὶ περιπνευμονίαι, καὶ ἀπόπληκτοι οἱ πολλοὶ γίνονται.

45

.

30

.

64

ἤδη δὲ καὶ ἐπὶ φαρμάκοις καθαίρουσι τὸ ῥεῦμα ἔξω καὶ τῇδε μάλιστα ὠφελεῖν πεπιστευμένοις, ἐκλειφθεῖσιν ἄλλο ὑποτραφὲν ῥεῦμα, καὶ ἐπὶ μὲν τὰ ἄρθρα οὐχ ὁρμῆσαν, κατελθὸν δ’ ἑτέρωσε οὐ βραδέως ἔκτεινεν.

45

.

30

.

65

οὐ δεῖ, φημί, ἀφύλακτον ἐᾶν τὸν ἄνθρωπον ἐπὶ ταύταις φαρμακευ‐ θέντα ταῖς νόσοις, ἀλλά τινα δίαιταν αὐτῷ ξηροτέραν ἐξευρίσκειν.

45

.

30

.

66

ὡσαύτως δ’ ἐπαινῶ καὶ τὰ κατὰ τὸ δέρμα ἐξανθοῦντα πάντα· ἀλφοὶ γοῦν καὶ λέπραι καὶ ψῶραι μελαγχολίαν καὶ ἐπιληψίαν ἰάσαντο.

45

.

30

.

67

τὰ μὲν ἐκ νοσημάτων νοήσασιν ἀγαθὸν ὧδε ἔχει· κακαὶ δ’ ἀποστάσεις

45

.

30

.

68

καὶ διαδοχαὶ νόσων αἵδε εἰσίν. ἐπὶ σπληνὶ καὶ ἥπατι ὕδερον γενέσθαι κακόν· γίνεται δὲ καὶ ἐπὶ δυσεντερίᾳ καὶ λειεντερίᾳ καὶ ἐπὶ διαρροίᾳ κεχρονισμένῃ· καὶ ἐπὶ πυρετοῖς δ’ ὀξέσι καὶ χρονίοις γίνεται, ὅταν οἱ

45

.

30

.

69

πυρετοὶ κατὰ σπλάγχνα κακουργήσωσιν. τὰ μὲν οὖν περὶ γαστέρα ἱστᾶσιν, ὥστε ἐλπίδα εἶναι καλήν· ἐξαπατῶνται δέ· οὐ γὰρ ἀναλί‐ σκεται ἧσσον, ἀλλ’ ἑτέρωσε μεθίσταται, καὶ εἰ μὴ διὰ ταχέων πάλιν ἐπὶ τὴν γαστέρα ἕλκοις, ἀποδιδοὺς τὰς ἀρχαίας νόσους, ἀπόλλυνται·
5τὸν δὲ σπλῆνα καὶ τὸ ἧπαρ καὶ τοὺς πυρετοὺς οὐδὲ σμικρὸν οἱ ὕδε‐ ροι διακουφίζουσιν, ὥστε πρὸς τοῖς ἐξ ἀρχῆς τοῦτο ἕτερον κακὸν

45

.

30

.

70

γίνεται. πονηρὸν δὲ καὶ ἐφ’ αἵματος ἐκκρίσει καθ’ ὑστέραν ἢ αἱμορ‐

45

.

30

.

71

ροΐδι ἐκλειπούσῃ ἄνω πτῦσαι. πονηρὸν δὲ καὶ τὰ ἐν κνήμαις ἐπὶ σπληνὶ ἕλκη· οὔτε γὰρ τὸ οἴδημα τοῦ σπληνὸς ὥσπερ τινὰ ἄλλα ἕλκη πραΰνει, οὔτε αὐτὰ τὰ ἕλκη ῥᾳδίως εἰς ὠτειλὰς ἀφικνεῖται.

45

.

30

.

72

καὶ περιπνευμονία δ’ ἐκ πλευρίτιδος θανατῶδες, καὶ λήθαργος ἐκ τῶν

45

.

30

.

73

πλευριτικῶν, ἢν μὴ ἀγριώτερον ἐξίστηται. τὸ δὲ σύμπαν ἐπιβλέπειν χρὴ τὸν ἰατρὸν τὴν παροῦσαν νόσον, οἵα τίς ἐστι, καὶ ἐν ὅτῳ τοῦ σώματος ἵδρυται, καὶ τὸ μόριον τοῦ σώματος ἐν ᾧ τὸ ἔργον, καὶ εἰ ἐπίκαιρον τὸ εἰς τὸ ζῆν, παρέχειν δὲ καὶ τοὺς χρόνους τῆς νόσου,
5καὶ τὰ ἀπιόντα, ὁποῖα καὶ ὁπόσα ἐστί, καὶ δι’ ὧν ἄπεισιν· ταῦτα γάρ τις ὀρθῶς σκεπτόμενος γινώσκοι ἂν ὅσα γε χρὴ δέχεσθαι, καὶ ὅσα
ἐρεθίζειν, καὶ ὅσα ἀποτρέπειν· ἢν μὲν γὰρ ἐξ ἐπικαιροτέρων πρὸς ἀκαιρότερα ὁρμᾷ, δέχεσθαι, καὶ ἢν οἱ πόνοι ἐπιπολῆς ἐκ βαθέων γίνωνται, δέχεσθαι, καὶ τὰ πέπονα ἀποσκήμματα καὶ τὰς ἐκκρίσεις τὰς
10πεπείρους δέχεσθαι· τὰ δ’ ἐναντία κωλύειν πάντα πάντῃ· μὴ γινομέ‐
νων δέ, μηχανᾶσθαι οἷ τὰ βέλτιστα καὶ αὐτόματα ἦν γινόμενα.

46

.

1

t

Ἐκ τῶν Γαληνοῦ. Περὶ καταγμάτων.

46

.

1

.

1

Ἐπειδὴ λέλυται τῆς συνεχείας τὰ τοῦ κατεαγότος ὀστοῦ μόρια, σκοπὸς μὲν τῆς θεραπείας αὐτῶν ὁ γοῦν πρῶτος ἕνωσις· ἐπεὶ δ’ οὗτος ἀδύνατος διὰ τὴν τῶν πεπονθότων μορίων ξηρότητα (πλὴν γὰρ τῶν μαλακῶν ἱκανῶς ὀστῶν, ὡς ἐπὶ τῶν παιδίων, οὐκ ἐγχωρεῖ
5δέξασθαι σύμφυσιν), δεύτερος ἄλλος ὁ διὰ τῆς τοῦ πώρου κολλήσεως

46

.

1

.

2

ἀπόκειται σκοπός. σκεπτέον οὖν ἐφεξῆς ὅτῳ μάλιστα ἄν τις τρόπῳ

46

.

1

.

3

τοῦτο πράξειεν. τεττάρων δ’ οὐσῶν ἐνεργειῶν ἐν τῇ τῶν καταγμά‐ των θεραπείᾳ, κατατάσεως, διαπλάσεως, ἐπιδέσεως, ἀποθέσεως, ἀπὸ

46

.

1

.

4

τῆς κατατάσεως ἄρχεσθαι προσήκει τὴν θεραπείαν. εἰ μὲν οὖν εἴη μικρὸν τὸ κάταγμα, φυλάξει τὴν οἰκείαν θέσιν ἑκάτερον τῶν τοῦ παθόντος ὀστοῦ μορίων· εἰ δ’ ὅλον συντριβείη τὸ ὀστοῦν, ἀναγκαῖον ἐν τῷδε παραλλάττειν αὐτοῦ τὰ μέρη, καὶ χρὴ κατ’ εὐθὺ πρότερον

46

.

1

.

5

αὐτὰ ποιήσαντας τῶν ἐφεξῆς τι πράττειν. ἕξει δὲ δήπου τὴν τοιαύ‐ την θέσιν, ἐὰν ἐπὶ τἀναντία παράγηται τὰ ἐξεστῶτα, τῶν θατέρου

46

.

1

.

6

μερῶν ἀντωθουμένων μετρίως. ἀλλ’ ἐν τῷ τὴν ἐναντίαν ὁδὸν ἄγειν ἑκάτερον οὐ μικρὸς ὁ κίνδυνος θραυσθῆναί τινας ἐξοχὰς αὐτῶν, καὶ μεταξὺ τῶν συναγομένων μερῶν ἱσταμένας κωλύειν ψαύειν ἀλλήλων

46

.

1

.

7

τὰ συναρμοττόμενα. εἰ δ’ ἄρα καὶ δυνηθείη τι πρὸς τὸ ἐκτὸς τῶν ὀστῶν ἐκπεσεῖν, οὐδ’ οὕτως ἀκριβῶς ἡ ἁρμονία γενήσεται, τῶν ἐξο‐ χῶν μὴ ἁρμοζομένων ἐν ταῖς κοιλότησιν· θραυσθεισῶν δ’ αὐτῶν ἅπαξ καὶ ἀπολυομένων, κενὴν χώραν ἀναγκαῖον ἀπολειφθῆναι μεταξὺ τῶν
5ἁρμοζομένων ὀστῶν, εἰς ἣν ἰχῶρας ἀθροιζομένους, εἶτ’ ἐν τῷ χρόνῳ

46

.

1

.

8

σηπομένους, ὅλον ἅμα ἑαυτοῖς τὸ κῶλον ἀνάγκη διαφθεῖραι. διὰ ταῦτα μὲν οὖν χρὴ τῶν ὀστῶν τὴν παραγωγὴν ποιεῖσθαι διεστώτων,
αὐτὸ δὲ δὴ τοῦτο πάλιν οὐχ οἷόν τε καλῶς ἐργάσασθαι χωρὶς ἀντι‐

46

.

1

.

9

τάσεως. χρὴ τοίνυν ἢ διὰ τῶν χειρῶν, εἰ μικρὸν εἴη τὸ κῶλον, ἢ διὰ βρόχων περιβαλλομένων ἢ καὶ σὺν αὐτοῖς ὀργάνων τὴν ἀντίτασιν

46

.

1

.

10

ποιεῖσθαι. ἐπειδὰν δ’ ἱκανῶς διαταθῇ καὶ μηκέτι ᾖ κίνδυνος ἀλλήλοις ἐνερείδοντα παράγεσθαι, κατ’ εὐθὺ θέμενον ἀνεῖναι τοὺς βρόχους, ἐπι‐ τρέψαντα τοῖς μυσὶ συνάγειν εἰς ἑαυτὰ τὰ διεστῶτα, συνεφάπτεσθαι δ’ ἐν τούτῳ καὶ αὐτὸν ταῖς χερσίν, εἴ τί που παραλλάττοι μικρόν,

46

.

1

.

11

ἐπανορθούμενόν τε καὶ διαπλάττοντα. τῶν μὲν οὖν ἄλλων ἰατρῶν ἔνιοι νομίζουσιν ἄμεινον εἶναι μὴ κατατείνειν εὐθέως τὸ κατεαγὸς κῶλον, ἀλλὰ παρηγορήσαντας πρότερον οὕτως ἥκειν ἐπὶ τὴν κατά‐ τασιν ὕστερον ἡμέρᾳ τρίτῃ καὶ τετάρτῃ μετὰ τὴν ἀρχήν· ὁ δ’ Ἱππο‐
5κράτης τὸ ἐναντιώτατον ἐπιδείκνυσιν ἁρμόττειν, ἐν ἀρχῇ μὲν κατα‐ τείνειν τὸ κῶλον, ἐν δὲ τῇ τρίτῃ καὶ τετάρτῃ μάλιστα τῶν ἡμερῶν

46

.

1

.

12

παρηγορεῖν. γινέσθω δ’ ἡ διάτασις κατ’ ἐκεῖνα μάλιστα τὰ μόρια καθ’ ἃ μέγιστα καὶ πάχιστά ἐστι τά τε ὀστᾶ καὶ οἱ περὶ αὐτὰ μύες· οὗτοι γάρ εἰσιν οἱ μάλιστα κατατείνεσθαι δεόμενοι· διὸ καὶ μᾶλλον

46

.

1

.

13

ἀνασπᾶσθαι πεφύκασιν ἐπὶ τὰς ἑαυτῶν κεφαλάς. ἡ μὲν οὖν ἧττον τοῦ συμμέτρου γινομένη διάτασις μόνην ἀποτυχίαν φέρει, διαπλάσεως μὲν ἐπὶ τῶν καταγμάτων, ἐμβολῆς δ’ ἐπὶ τῶν ἐξαρθρημάτων, οὐ μὴν ἄλλην γέ τινα βλάβην ἰδίαν ἔχει, καθάπερ ἡ μᾶλλον· αὕτη γὰρ ὀδυ‐
5νηρὰ μὲν ἐνεργουμένη, φλεγμονὰς δ’ ἐξ ὑστέρου καὶ πυρετοὺς καὶ

46

.

1

.

14

σπασμούς, ἐνίοτε δὲ καὶ παραλύσεις ἐπιφέρει. ἧττον δ’ οἱ παῖδες τῶν τελείων ἐπὶ τῇ πλεονασθείσῃ τάσει βλάπτονται διὰ τὴν ὑγρότητα καὶ μαλακότητα τῶν σωμάτων, εὐνοῦχοί τε ὁμοίως καὶ γυναῖκες καὶ οἱ

46

.

1

.

15

ἐκ φύσεως ὑγροὶ καὶ μαλακοί. ὅπως δ’ ἂν φυλάττοιτο τῶν διαπλα‐ σθέντων ἡ θέσις, ἀσφαλὲς δεσμῷ περιλαβεῖν τὸ κάταγμα καὶ σφίγγειν μετρίως, ὡς μήτε θλίβειν, καὶ διὰ τοῦτο ὀδύνην γενέσθαι, μήτε οὕτως

46

.

1

.

16

ἐκλύειν τὴν σφίγξιν ὡς διὰ χαυνότητα κινεῖσθαι τὸ κάταγμα. σκοποὶ μὲν οὖν οὗτοι τῶν ἐπιδέσμων πιέσεως· ἀκριβῶς δ’ αὐτῶν στοχάζεσθαι κατ’ ἀρχὰς μὲν οὐχ οἷόν τε, πολλάκις δ’ ἐπιδήσαντα δυνατόν· προσ‐ έχων γὰρ ἀκριβῶς τῷ ποσῷ τῆς τάσεως ἧς ἐποιήσω περιβάλλων τὸν
5ἐπίδεσμον, εἶτ’ ἐρωτήσας τὸν ἐπιδούμενον ὁποίας αἰσθάνεται τῆς ἐπι‐
βολῆς τῶν ὀθονίων, ἐκ δευτέρου πάλιν ἐπιβαλὼν εἴσει πότερον ἐκλῦ‐ σαι δεῖ τὴν τάσιν ἢ προσαυξῆσαι· θλίβεσθαι μὲν γὰρ εἰπόντος αὐτοῦ πρόδηλον ὡς ἐκλῦσαι προσῆκεν, οὕτω δ’ εἶναι χαλαρὸν εἰπόντος, ὡς

46

.

1

.

17

ὅτι μηδὲ εἰ περίκειται γινώσκειν, ἐπαυξῆσαι. δεῖ δὲ κἀκεῖνο προσεν‐ νοεῖν, ὅτι τῶν σωμάτων ὅσα μὲν ἰσχυρὰ καὶ σκληρά, βιαιοτέρας ἀνέχε‐ ται τῆς τάσεως, ὅσα δ’ ἀσθενέστερα καὶ μαλακά, τῆς ἀνειμένης ταῦτα

46

.

1

.

18

χρῄζει. φησὶ δ’ Ἱπποκράτης καὶ οἰδημάτιον ἔσεσθαι μαλθακὸν ἐν ἄκρᾳ τῇ χειρὶ κατὰ τὴν δευτέραν ἡμέραν, ἐὰν συμμέτρως πιέσωμεν, ὡς εἴ γε μηδ’ ὅλως εὕροιμεν, ἢ σκληρὸν εὕροιμεν, εἰδέναι χρὴ σαφῶς ἐνδεέστερον μὲν πεπιέχθαι τὸ κάταγμα μηδ’ ὅλως εὑρεθέντος, ἐπὶ

46

.

1

.

19

μᾶλλον δὲ τεθλῖφθαι σκληροῦ φανέντος. πρόδηλον δ’ ὡς μεγάλου καὶ ἀντιτύπου φανέντος οἰδήματος ἐν ἄκρῳ τῷ κώλῳ κατὰ τὴν δευτέραν ἡμέραν, αὐτίκα λυτέον ἐστὶ καὶ καταντλητέον ὕδατι πολλῷ θερμῷ παραχέοντα δαψιλῶς ἔλαιον ἐπιδεῖν τε μετρίως πιεζοῦντα· εἰ
5δὲ μηδ’ ὅλως εἴη γεγονὸς οἴδημα κατὰ τὴν δευτέραν ἡμέραν, ἐν τῇ

46

.

1

.

20

τρίτῃ τῶν ἡμερῶν λύσας ἐπίδησον εὐτονώτερον. εἰ δὲ μέτριον εἴη γεγονός, ὁ μὲν Ἱπποκράτης ἐπιλύει καὶ τοῦτο διὰ τρίτης, ἐγὼ δ’ εἰς τὴν τετάρτην ἡμέραν ἀναβαλλόμενος ἐνίοτε, καὶ μάλιστα ἐν χει‐

46

.

1

.

21

μῶνι, χεῖρον οὐδὲν εὗρον ἐκ τούτου γενόμενον. εἰ μὲν οὖν ἰσοπαχὲς ἦν ἕκαστον τῶν μορίων, ὁ πλατύτατος ἂν ἐπίδεσμος ἄριστος ὑπῆρχεν, ὅλον ὁμαλῶς τε καὶ συνεχῶς ἐκ παντὸς μέρους περιλαμβάνων τὸ κατεαγός· ἐπεὶ δ’ οὐχ οὕτως ἔχει, τῷ μὲν θώρακι περιβάλλειν ἐγχω‐
5ρεῖ τὸν πλατύν, οὔτε δ’ ἐπὶ τῶν κώλων οὔτε ἐπὶ κλειδός, ἀλλ’ ἐπὶ τῶν τοιούτων ἀμείνων ὁ στενός, μήτε ῥυτιδούμενος ἅπαντός τε μο‐

46

.

1

.

22

ρίου ψαύων. ἀλλ’ οὗτός γε οὐκ ἀσφαλής, ὀλίγαις λαβαῖς συνέχων τὸ

46

.

1

.

23

κατεαγός. ὅσον οὖν εἰς ἀσφάλειαν αὐτῷ διὰ τὴν στενότητα λείπει, τοῦτο ἔκ τε τοῦ πλήθους τῶν περιβολῶν καὶ τῆς ἐπὶ τὸ ὑγιὲς νομῆς

46

.

1

.

24

προστιθέναι. Ἱπποκράτης μὲν οὖν τό τε πλάτος καὶ τὸ μῆκος τῶν ἐπιδέσμων ὥρισεν ἐν τῷ Κατ’ ἰητρεῖον, εἰπών· «τριῶν ἢ τεττάρων πήχεων μὲν μῆκος, δακτύλων δὲ πλάτος», τῶν ἰδίων δηλονότι τοῦ ἐπιδεομένου· γελοῖον γὰρ τριῶν ἐτῶν εἰ τύχοι παιδίον, οὕτως μακροῖς
5ὀθονίοις ἐπιδεῖν ὡς ἀνδρὸς τελείου τεσσάρων εἶναι πηχῶν τὸ μῆκος.

46

.

1

.

25

βέλτιον δὲ πρὸς τὸ μέγεθος τοῦ κατάγματος ἁρμοττομένους ἡμᾶς εὑρίσκειν τὸ μῆκος τῶν ὀθονίων· εἰ γὰρ δὶς μὲν καὶ τρὶς αὐτῷ τῷ
κατάγματι περιβάλλειν χρή, μετὰ δὲ ταῦτα πυκναῖς ταῖς ἐπιβολαῖς χρώμενον ἄνω τελευτῆσαι, πολὺ τοῦ ὑγιοῦς ἐπιλαμβάνοντα, τηλικοῦ‐
5τον δηλονότι τὸ πρῶτον ὀθόνιον προσήκει ὑπάρχειν ὡς ἐξαρκέσαι

46

.

1

.

26

ταῖς εἰρημέναις περιβολαῖς. ὡσαύτως δὲ καὶ κατὰ τοὺς ἄλλους ἐπι‐ δέσμους γινέσθω τὸ μῆκος αὔταρκες ὡς ταῖς ὑπ’ αὐτοῦ γινομέναις

46

.

1

.

27

ἑλίξεσιν ἐξαρκέσαι. τό γε μὴν πλάτος τῶν ἐπιδέσμων ἐξ ὧν Ἱππο‐ κράτης εἴρηκε σκοπῶν εὑρήσεις· «ἡρμόσθαι μὲν γάρ» φησίν, «πε‐

46

.

1

.

28

πιέχθαι δὲ μή». τὸ δὲ «ἡρμόσθαι» τὸ οἷον ἐστηρίχθαι δηλοῖ, τοῦτο δ’ ἔσται μὴ πάνυ πλατέων παρασκευασθέντων τῶν ὀθονίων· ῥυσοῦται γὰρ ἐν ταῖς περιβολαῖς τὰ τοιαῦτα, ἐπεὶ ἄλλως γε τὸ πλατύτερον ὀθόνιον, ὡς ἂν πλείονα τόπον περιλαμβάνον, ἀσφαλέστερον κρατεῖ τὰ
5κατεαγότα μόρια τῶν ὀστῶν, καὶ ὅσον ἐπὶ τούτῳ κάλλιστος ἂν ἦν ἐπίδεσμος ὁ πλατύτερος· ἀλλ’ ἐπειδὴ ῥυσούμενος ὁ τοιοῦτος, ἐν οἷς ἂν πάθῃ τοῦτο μέρεσιν, ἑαυτοῦ χαλαρώτερος γινόμενος, ἀπόλλυσι τὴν ἀσφαλῆ λαβὴν τῶν ὑποκειμένων σωμάτων, διὰ τοῦτο χρὴ μὴ πάνυ

46

.

1

.

29

πλατὺν ὑπάρχειν αὐτόν. αὐξανέσθω δή σοι τὸ τοῦ ἐπιδέσμου πλάτος, ἄχρις ἂν ἐνδέχηται ὡς μηδέπω χαλαρόν τι αὐτοῦ γίνεσθαι μέρος· διὸ καὶ τὰ τοιαῦτα πάντα κάλλιον ὁ τετριμμένος τοῖς ἔργοις πράξει· στοχαστικοὶ γὰρ οἱ σκοποί, καὶ οὐδεὶς τοιοῦτος οἷος ἐν τῷ γράφειν

46

.

1

.

30

τε καὶ ἀναγινώσκειν. ἀλλ’ ἐπεὶ τῶν ἐπιδέσμων ὅσοι πιλοῦσί τε καὶ σφίγγουσιν ἀλύπως τὴν σάρκα, φύσιν ἔχουσιν ἐκθλίβειν μὲν ἐξ ἐκεί‐ νων τῶν μορίων οἷς πρώτοις ἐπιβάλλονται τοὺς χυμούς, ἐναπο‐ τίθεσθαι δὲ καὶ στηρίζειν εἰς ἅπερ ἐτελεύτησαν, εὔλογον οἶμαι βάλ‐
5λεσθαι τὴν ἀρχὴν ἀπ’ αὐτοῦ τοῦ πεπονθότος καὶ νέμεσθαι τοὐντεῦθεν

46

.

1

.

31

ἐπὶ τὸ ὑγιές. δύο οὖν ἐπιδέσματα πρῶτα ποιησάμενος, τῷ μὲν ἑτέρῳ τῷ προτέρῳ τὴν νομὴν ἀπὸ τοῦ πεπονθότος ἐπὶ τὰ ἄνω ποιήσει, τῷ δ’ ὑπολοίπῳ κατὰ μὲν τὰς πρώτας ἐπιβολὰς κατ’ αὐτοῦ τοῦ κατάγματος, εἶτ’ ἐπὶ τὰ κάτω, κἀκεῖθεν παλινδρομήσεις ὡς εἰς ταὐτὸν
5τῷ προτέρῳ τελευτῆσαι· τὰς γὰρ ἐπιρροὰς τοῦ αἵματος ἐν τοῖς κατ‐ άγμασι πρὸς τῶν ἐπιδέσμων κωλύεσθαι, τὴν ἀρχὴν ἐχούσας ἐκ τῶν ἄνω μερῶν τῶν κώλων, ἔτι τε τὸ περιεχόμενον ἐν τοῖς περὶ τὸ

46

.

1

.

32

κάταγμα μέρεσιν ἐκθλίβεσθαι. ἡ μὲν οὖν ἐπιρροὴ μίαν ὁδὸν ἔχει τὴν ἄνωθεν κάτω, ἡ δ’ ἔκθλιψις ἀμφοτέρας, τήν τε ἄνωθεν κάτω καὶ τὴν κάτωθεν ἄνω· καὶ γὰρ εἰς τὰ κάτω τοῦ κώλου δυνατὸν ἐκθλῖψαι καὶ

46

.

1

.

33

εἰς τὰ ἄνω. βέλτιον δ’ ἐκθλίβεσθαι τὸ αἷμα τοῦ πεπονθότος μορίου πρός τε τὰ ὑπερκείμενα μέρη τοῦ κώλου καὶ τὸ σῶμα πᾶν, ἐπειδὴ
τὸ ἄκρον ἔλαττόν ἐστιν ἢ ὥστε δέξασθαι χωρὶς βλάβης δαψιλῆ χυμόν, ὅπου καὶ μετὰ τὸν πρῶτον ἐπίδεσμον ἐκθλίβοντα τοῦ πεπονθότος
5μορίου τὸ αἷμα πρὸς τὴν ἀρχὴν τοῦ κώλου, ἐὰν ὁ δεύτερος δαψι‐ λέστερον σφίγγῃ, φλεγμονὴ γίνεται κατὰ τὸν καρπὸν καὶ τοὺς δακτύ‐

46

.

1

.

34

λους. διὰ ταῦτα τοιγαροῦν ἄνω πρῶτον ἐκπιέζειν χρή, μάλιστα μέν, εἰ οἷόν τε, πᾶν τὸ λυπῆσον, εἰ δ’ ὑπολείποιτό τι μικρόν, ἐκθλίβειν

46

.

1

.

35

τοῦτο κάτω διὰ τοῦ δευτέρου τῶν ἐπιδέσμων. τοῦ μὲν οὖν προτέρου τῶν ὀθονίων τὴν ἀρχὴν ἐπὶ τὸ κάταγμα δὶς ἢ τρὶς περιβαλεῖς, τοῦ δευτέρου δ’ ἅπαξ, ὥστε ἄνω μᾶλλον ἢ κάτω τὸ περιεχόμενον τοῖς

46

.

1

.

36

περὶ τὸ κάταγμα μέρεσιν ἐκθλίβεσθαι διὰ τὴν εἰρημένην αἰτίαν. διὰ τοῦτο καὶ ἧττον σφίγγεσθαι τὸ κῶλον προσῆκεν ὑπὸ τοῦ δευτέρου τῶν ἐπιδέσμων· ἔνθα μὲν γὰρ ἔσφιγκται μᾶλλον ἡ ὑποκειμένη σάρξ, ἐκθλίβεται τὸ περιεχόμενον ὑγρὸν ἐν αὐτῇ πρὸς τὰ πέριξ· ἔνθα δ’

46

.

1

.

37

ἧττον, ἐνταῦθα δέχεται τὸ μεταρρέον ἐκ τῶν μᾶλλον θλιφθέντων. ἐν μὲν οὖν τῇ πρώτῃ τῶν ἡμερῶν, ὅθεν προσήκει πιέζειν, οὐ πιέσομεν, ὀδυνωμένου τοῦ κάμνοντος ἐπὶ τῇ πληγῇ· πάντων δὲ καλῶς γενο‐ μένων, ἐν τῇ τρίτῃ τῶν ἡμερῶν ἀνωδυνότερον ἔχοντες τὸν ἄνθρωπον
5αὐξήσομεν τὴν τάσιν· οὐ μὴν οὐδὲ νῦν εἰς ὅσον ἡ διάθεσις ἀπαιτεῖ· τοῦτο γάρ, ἐὰν ὀρθῶς πάντα γίνηται, κατὰ τὴν πέμπτην ἡμέραν ὑπάρξει· διὸ καὶ τοῖς ὀθονίοις πλείστοις χρήσασθαι τηνικαῦτα δεῖ, καὶ τῇ τάσει τελειοτάτῃ, ὡς εἴ γε διά τι πλημμεληθὲν ἐν τῷ μεταξὺ μηδέπω τελέως ἀφλέγμαντον εἴη τὸ κῶλον τῇ πέμπτῃ τῶν ἡμερῶν,
10οὐ χρησόμεθα τοῖς ὀθονίοις πᾶσιν· ἡ μὲν γὰρ ἀσφάλεια τῆς τῶν κατεαγότων ἐπιδέσεως ἐκ τῆς πιέσεως καὶ τοῦ πλήθους τῶν ὀθονίων

46

.

1

.

38

γίνεται. μάλιστα δ’ αὐτῇ χρώμεθα κατ’ ἐκεῖνον τὸν καιρόν, ἐν ᾧ προσεσταλμένον μὲν ἱκανῶς φαίνεται τὸ περὶ τὸ κάταγμα χωρίον, αὐτὸ δὲ τὸ συντετριμμένον ὀστοῦν χαλαρὸν καὶ εὐπαράγωγόν ἐστιν.

46

.

1

.

39

ἐὰν οὖν ποτε συμβῇ μὴ γίνεσθαι τοῦτο κατὰ τὴν πέμπτην ἡμέραν,

46

.

1

.

40

ἀναμενοῦμεν ἑτέραν ἐπίλυσιν. ἐπιδέοντα δὲ δεῖ τὸν πρῶτον ἐπίδεσμον τὰ μὲν δεξιὰ μέρη πεπονθότα περιτρέπειν ἐπ’ ἀριστερά, τὰ δ’ ἀρι‐ στερὰ τοὐναντίον ἐπὶ τὰ δεξιά· γίνεται δὲ τοῦτο, τὴν μὲν ἀρχὴν τοῦ ἐπιδέσμου βαλλομένων ἡμῶν κατὰ τὸ πεπονθὸς μέρος, οὐκ ἀκριβῶς
5κατ’ αὐτοῦ τοῦ κατάγματος ἢ τοῦ ἕλκους, ἀλλ’ ἔνθεν ἢ ἔνθεν τούτου,
κἄπειτα τῇ μὲν ἑτέρᾳ χειρὶ τὴν ἀρχὴν κρατούντων, τῇ δ’ ἑτέρᾳ περι‐ τρεπόντων ἐπὶ τἀναντία τὸ πεπονθὸς ἅμα τῷ πιλεῖν. ἐπειδὰν δ’ εἰς τὸ ἀντικείμενον μέρος ὁ ἐπίδεσμος ἑλιττόμενος γένηται, μηκέτι ἐκεῖ σφιγγόντων ὁμοίως, ἔτι δὲ μᾶλλον οὐδὲ περιτρεπόντων, ἄχρις ἂν ἐν
10κύκλῳ περιελιττόμενος ὁ ἐπίδεσμος ἐπὶ τὴν ἰδίαν ἀρχὴν ἀφίκηται· τηνικαῦτα γὰρ ᾗ κατείχομεν ἔμπροσθεν χειρὶ τὴν ἀρχήν, ταύτῃ πάλιν ἐκεῖνο τὸ μέρος τοῦ ἐπιδέσμου τὸ ψαῦσαν αὐτῆς ἐπιτιθέντες, κατ’ αὐτῆς ἀσφαλῶς κρατοῦμεν, ὥστε δευτέρας αὖθις ἄρξασθαι κατὰ τῶν αὐτῶν ἐπιβολῆς, ὁμοίως τῇ πρώτῃ πιλούσης τε καὶ περιτρεπούσης

46

.

1

.

41

ἐπὶ τἀναντία. καὶ ταύτην πάλιν ὡσαύτως τῇ πρώτῃ περιελίξαντες, ὅταν αὖθις ἐπὶ τὴν ἀρχὴν ἀφικώμεθα, κρατήσαντες ὁμοίως τῇ ἑτέρᾳ χειρὶ τὸν ἐπίδεσμον, ἀνατείνομεν τῇ ἑτέρᾳ πιλοῦντες καὶ περιτρέπον‐ τες ἐπὶ τὸ ἀντικείμενον μέρος τὸ πεπονθός· οὕτως γὰρ ἰσόρροπον

46

.

1

.

42

ἀπεργασθήσεται τὸ κατεαγὸς ὀστοῦν. τὰ δ’ ὀθόνια καθαρὰ μὲν ἔστω, ὅπως μήτε δῆξις ἐκ τοῦ ῥύπου γίνοιτο, μήτε διικνεῖσθαι πρὸς τὸν χρῶτα τῶν ἐπιβρεχομένων ὑγρῶν ἡ δύναμις εἵργοιτο, κοῦφα δ’ ὅπως μὴ βαρύνοιτο ὁ πεπονθὼς τόπος, λεπτὰ δ’ ὅτι καὶ κουφότερα ταῦτα
5καὶ μαλακώτερα καὶ τὰς ἐπιβροχὰς ἑτοίμως διαπέμπει, μαλθακὰ δ’

46

.

1

.

43

ὅπως μὴ θλίβοι. πρόδηλον δ’ ὅτι τούτων ἕκαστον εἰς τὸ μὴ φλεγμῆ‐

46

.

1

.

44

ναι τὸ πεπονθὸς μόριον συντελεῖ. ἔστω δὲ καὶ ὁμαλὸν καὶ ὅμοιον ἑαυτῷ πάντῃ τὸ ὀθόνιον, ὡς μὴ σκληρόν τι ὑπάρχειν ἐν ἑαυτῷ μήτε μαλακώτερον μήτε στενότερον ἢ λεῖπόν τι καὶ διαβεβρωμένον ἢ ἐξέχον

46

.

1

.

45

καὶ παχύ, καθάπερ ἐπὶ τῶν παρυφασμάτων γίνεται. καὶ τετάσθω δ’ ὁμοίως ἅπασι τοῖς μέρεσιν ὁ ἐπίδεσμος, ἐσφίγχθω τε ἔξω πρὶν ἐπι‐ βάλλεσθαι τῷ σώματι· εὐληπτότερος γὰρ οὕτως ἔσται, διότι καὶ λεπτό‐

46

.

1

.

46

τερος, ἀποτεταμένας τε τὰς περιβολὰς ἔχων. πρὸς δὲ τὸ μὴ φλεγμῆ‐ ναι καὶ φαρμάκῳ τινὶ χρήσῃ τῶν ἀφλεγμάντων, οἵαπέρ ἐστιν ἡ ὑγρὰ

46

.

1

.

47

κηρωτή. τὸν ἐπίδεσμον οὖν ἑλίσσοντα, καθά φησιν Ἱπποκράτης, ἀμφὶ τὸ κατεαγός, σὺν αὐτῷ χρῆσθαι προσήκει κηρωτῇ μαλθακῇ καὶ
καθαρῇ καὶ λείῃ· οὐ γὰρ δὴ μόνον τὸ δέρμα τοῦ πάσχοντος ἐπαλεί‐ φεσθαι βούλεται ξηρῶν αὐτῷ περιβαλλομένων τῶν ἐπιδέσμων, ἀλλὰ
5καὶ καθ’ ἑκάστην ἐπιδέσμου περιείλησιν ἀκολουθεῖν ἐπιχριομένην αὐτῷ τὴν κηρωτήν· εἰ γὰρ μόνον χρήσαιτό τις αὐτῇ κατὰ τοῦ δέρ‐ ματος, ἀποστερήσει τὸ πεπονθὸς μόριον ἐν τάχει τῆς γινομένης αὐτῷ βοηθείας ἐκ τῆς κηρωτῆς, ἀναπινόντων μὲν τῶν ὀθονίων αὐτὴν ὑγρὰν οὖσαν, αὐχμηρὸν δ’ ἐργαζομένων ἐκ τούτου τὸ δέρμα, καὶ τὴν θερ‐
10μασίαν τῶν μορίων αὐξανόντων, καὶ διὰ τοῦτο καὶ τὴν ἐκ τῶν πλη‐

46

.

1

.

48

σιαζόντων χωρίων ὑγρότητα πρὸς τὸ πεπονθὸς ἐπισπωμένων. τὴν κηρωτὴν δὲ διὰ τί μὲν εἶναι μαλθακὴν ἀξιοῖ, πρόδηλον· ἀντὶ γὰρ

46

.

1

.

49

ἐπιβροχῆς αὐτῇ χρῆται. καὶ καθαράν γε εἶναι βούλεται αὐτήν, του‐ τέστι μηδὲν ἐμφερόμενον ἔχουσαν ἐν ἑαυτῇ μήτε προπόλεως μήτε ῥύπου μήτε γεώδους ἢ ψαμμώδους οὐσίας ἢ ἄλλης τινὸς παρὰ τὸν κηρόν· εἴη δ’ ἂν εὐθέως ἡ τοιαύτη καὶ λεία, πλὴν εἰ διὰ τὰς ὀνο‐

46

.

1

.

50

μαζομένας ἐγκηρίδας ἐπὶ πλέον ἡ λεία τῆς καθαρᾶς νοοῖτο. ἄξιον δ’ ἐπισκέψεώς ἐστι, διὰ τί κηρωτῇ κελεύει νῦν χρῆσθαι, καίτοι γε ἐν οἷς

46

.

1

.

51

ἐξέσχεν ὀστοῦν τοῦ δέρματος, οἴνῳ χρώμενος αὐστηρῷ μέλανι. δοκεῖ δή μοι φρονεῖν μὲν ὡς περὶ γενναιοτέρου βοηθήματος εἰς τὰ τοι‐ αῦτα τοῦ οἴνου, παραλείπειν δ’ αὐτὸν ἐπὶ τῶν ἄλλων καταγμάτων, ἐν οἷς οὐκ ἐγυμνώθη τῶν συντριβέντων ὀστῶν οὐδέν, διὰ τὸ πολλῆς
5ἐπιμελείας δεῖσθαι τὴν χρῆσιν· εἰ μὴ γὰρ συνεχῶς ἐπιβρέχοιτο, με‐ γίστη γίνεται βλάβη ξηραινομένων τῶν ὀθονίων· ἐπιβρέχειν δὲ συν‐ εχῶς, καὶ μάλιστα νύκτωρ, οὐκ ἐθέλουσιν οἱ πλεῖστοι τῶν ὑπηρετου‐

46

.

1

.

52

μένων τοῖς κάμνουσιν. ἀλλ’ ἐπειδήπερ εἰς τὰ ἔσχατα νοσήματα αἱ ἔσχαται θεραπεῖαι εἰς ἀκριβείην κράτισται, διὰ τοῦτο ἐφ’ ὧν ἐξεῖχεν ὀστοῦν, οἴνῳ χρῆσθαι κελεύει· λεχθήσεται γάρ μοι κατ’ ἐκεῖνο τὸ

46

.

1

.

53

χωρίον, ἔνθα χρῆται τῷ οἴνῳ, περὶ τῆς δυνάμεως αὐτοῦ. νυνὶ δ’ ἀρκεῖ τό γε τοσοῦτον εἰπεῖν ὡς ἐπεὶ τὰ ἄλλα κατάγματα δυνατὸν καὶ χωρὶς οἴνου θεραπεύεσθαι, μόνῃ τῇ κηρωτῇ χρωμένων ἡμῶν, οὐκ ἀναγκαῖόν ἐστιν ἐπ’ αὐτῶν οἶνον προσφέροντα ἁμαρτεῖν ποτε διὰ τὴν
5τῶν ὑπηρετουμένων ἀμέλειαν· ἔνθα δὲ μέγας ὁ κίνδυνος, ἐνταῦθα καὶ αὐτοὶ μὲν ἑκόντες οἱ ὑπηρέται ταλαιπωρεῖσθαι προαιροῦνται, καὶ

46

.

1

.

54

ἡμῖν δὲ παρακαλοῦσι πείθονται. καὶ μέντοι καὶ συνεχέστερον ἐπιφαι‐ νόμεθα τοῖς τοιούτοις διὰ τὸ τοῦ κινδύνου μέγεθος, ἐνίοτε καὶ παρα‐ μένοντες ὅλης νυκτός, ὅταν μὴ σφόδρα θαρρῶμεν τοῖς ὑπηρέταις.

46

.

1

.

55

φρουρεῖ τε οὖν ἅμα καὶ στηρίζει τὸ κατεαγός, ἀφλέγμαντόν τε φυ‐ λάττει τὰ πρῶτα δύο τῶν ὀθονίων· οὐ μὴν ἱκανά γε μόνα πρὸς
ἀμφοτέρας τὰς χρείας, ὅθεν εἰς μὲν τὴν φρουρὰν ἐπικουρίαν αὐτοῖς ἕξεις τὴν τῶν σπληνῶν ἐπιβολὴν ἅμα τοῖς ἔξωθεν ὀθονίοις τούτους
5αὐτοὺς στηρίζουσι, πρὸς δὲ τὸ μὴ φλεγμῆναι τὴν ὑγρὰν κηρωτήν.

46

.

1

.

56

τούς γε μὴν σπλῆνας τριπτύχους ἢ τετραπτύχους εἶναι προσήκει, ἀριθμὸν δ’ αὐτῶν εἰκὸς εἶναι τοσοῦτον, ὅσον ἂν αὐτάρκως περι‐ λαμβάνῃ τὸ κῶλον, καὶ τῷ μήκει μὲν ἴσους τῇ ἐπιδέσει, τῷ πλάτει δὲ τριῶν ἢ τεττάρων δακτύλων, τῶν αὐτοῦ τοῦ ἐπιδεομένου δηλονότι.

46

.

1

.

57

στηρίγματα μὲν οὖν εἰσιν οἱ σπλῆνες τῶν δυοῖν ἐπιδέσμων, οὓς ἰδίως ὑποδεσμίδας ὠνόμασεν· ἐπιβάλλονται δ’ αὐτοῖς ἐναντίως· ἐκεῖνοι μὲν γὰρ ἐγκάρσιοι περὶ τὸ κῶλον ἑλίττονται, κατὰ μῆκος δ’ οἱ σπλῆνες ἐπιτείνονται, τὴν τῶν πρώτων δυοῖν ὀθονίων ἐπίδεσιν ὅλην κατα‐

46

.

1

.

58

λαμβάνοντες. κεχρῖσθαι δ’ αὐτοὺς ὀλίγῃ κηρωτῇ κελεύει· περιρρυΐ‐ σκονται γὰρ καὶ ἀστήρικτοι γίνονται διὰ τὸ πλῆθος, ὥσπερ διὰ τὴν ὀλιγότητα τὴν ἀρχὴν οὐδὲ ἑνωθήσονται ταῖς ἐπιδεσμίσιν· ἔστι γὰρ

46

.

1

.

59

ὥσπερ τις κόλλα πρὸς ἐκείνας αὐτοῖς ἡ κηρωτή. ἐπὶ σπληνῶν δὲ καὶ

46

.

1

.

60

θλῖψίς τις γίνεται ξηρῶν ἐπιτιθεμένων τῶν ὀθονίων. τὸ δὲ τῆς κλει‐ δὸς ἢ πλευρᾶς κάταγμα περιλαμβάνειν ἐν κύκλῳ δυνατὸν οὐκ ἔστιν, ἀλλ’ ἐπὶ τούτων τὸ μέγεθος τοῦ κατάγματος ἐνδείξεταί σοι τὸν

46

.

1

.

61

ἀριθμὸν τῶν σπληνῶν. ἐπὶ δ’ οὖν κλειδὸς εἰώθαμεν ὡς τὸ πολὺ χρῆσθαι τρισὶ τετραπτύχοις, τοὺς δύο μὲν τοὺς πρώτους εἰς ὁμοιό‐ τητα τοῦ χῖ γράμματος ἐπιβάλλοντες, ὡς κατ’ αὐτοῦ τοῦ συντετριμ‐ μένου τὸ μέσον ἑκατέρου, καθ’ ὃ συμβάλλουσιν ἀλλήλοις, ἐπικεῖσθαι·
5τρίτον δ’ αὐτοῖς καὶ ἔξωθεν ἐπιτιθέντες κατὰ τὸ τοῦ σώματος μῆκος ἐκτεταμένον, αὐτούς τε τοὺς ὑποκειμένους σφίγγοντα καὶ τὸ κατεαγὸς

46

.

1

.

62

μέρος τῆς κλειδὸς πιλοῦντα. χρεία δὲ διττὴ τῶν σπληνῶν, κράτησίς τε τῶν ὑποδεσμίδων ἀναπλήρωσίς τε ἐπί τινων μορίων ἃ καλεῖν Ἱπποκράτης εἴωθε ἀπόξη τε καὶ ἀπόξηρα, καθάπερ ἐπὶ πήχεως μὲν τὸ πρὸς καρπῷ, κνήμης δὲ τὸ πρὸς τῷ ποδί· περιβάλλειν γὰρ ἐν
5τοῖς τοιούτοις ἀξιοῖ κυκλοτερῶς τοὺς σπλῆνας, ὡς μετὰ τὴν ἐπιβολὴν

46

.

1

.

63

τῶν ἔξωθεν ἐπιδέσμων ἴσην εἶναι τῷ πάχει τὴν ἐπίδεσιν. ἔστωσαν δὲ τῷ μὲν μήκει τηλικοῦτοι ὡς ἐν κύκλῳ περιλαμβάνειν τὸ ἐπιδούμενον

46

.

1

.

64

σῶμα, τῷ πάχει δὲ καὶ τῷ πλάτει κατὰ τὴν ἔνδειαν τοῦ μορίου. τὴν περιβολὴν δὲ τῶν σπληνῶν τούτων οὐκ εἰς ἅπαξ ἀθρόαν, ἀλλὰ κατὰ βραχὺ ποιεῖσθαι δεῖ· λεπτοτέρους μὲν γὰρ τῷ πάχει τοὺς ἀνωτέρω
τιθεμένους εἶναι δεήσει, παχυτέρους δὲ τοὺς κατωτέρω· ἐὰν γὰρ
5ἀθρόως ἕνα περιβάλῃς, ἔσται σοι σχῆμα τῆς κατὰ τοῦτο τὸ χωρίον

46

.

1

.

65

ἐπιδέσεως, οἷον ἐξ ἀρχῆς ὑπῆρχε τῷ κώλῳ. οἱ δ’ ἔξωθεν ἐπίδεσμοι κατὰ τῶν σπληνῶν ἐπιβαλλόμενοι δύο μὲν ὡς τὰ πολλὰ γενήσονται, κάτωθεν μὲν ἄνω τὴν φορὰν ποιούμενος ὁ ἕτερος αὐτῶν, ἄνωθεν δὲ κάτω πάλιν ὁ ἕτερος· ἐγχωρεῖ γε μὴν καὶ τρεῖς καὶ τέτταρας αὐτοὺς

46

.

1

.

66

ποιεῖν, ἀλλ’ ἡμεῖς ἀεὶ δυσὶ χρώμεθα. πρὸς τούτους οὖν τις ἀποβλέ‐ πων τοὺς σκοπούς, εὔδηλον ὅτι δυνήσεται στοχάζεσθαι κατ’ ἀρχὰς μὲν ταῖς δύο μοίραις τῶν ὀθονίων χρῆσθαι, καθ’ ὃν δ’ ἂν χρόνον

46

.

1

.

67

ἀφλέγμαντον ᾖ τὸ πεπονθὸς μέρος, ταῖς τρισίν. αἱ μὲν οὖν ὑπο‐ δεσμίδες οὐκ ἐναλλὰξ ἀλλήλαις εἶχον τὴν νομήν, ἀλλ’ ἐπὶ τοὐναντίον ἀμφότεραι τῆς εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς ἐπανῆγον τὸ κῶλον· οἱ δὲ μετὰ τοὺς σπλῆνας ἐπίδεσμοι, σκοπὸν ἔχοντες ὅλον μὲν τὸ κῶλον
5ἰσόρροπον, ἅπασαν δὲ τὴν ἐπίδεσιν ὁποίαν παρέλαβον φυλάττειν, ἔμπαλιν ἀλλήλοις ποιοῦνται τὴν νομήν, ὁ μὲν ἐπὶ τὸ δεξιὸν μέρος, ὁ δ’ ἐπὶ θάτερον ἑλιττόμενος, καὶ κάτω μὲν ὁ ἕτερος, ἄνω δ’ ὁ ἄλλος· οὕτως γὰρ φυλάξουσι τὴν ἐπίδεσιν οἵαν παρέλαβον· διόπερ αἱ μὲν ἐπὶ τὰ δεξιά τε καὶ ἀριστερὰ νομαὶ κατὰ πᾶν ἴσαι γινέσθωσαν,
10αἱ δ’ ἄνω καὶ κάτω μὴ πολὺ μὲν ἀλλήλων ὑπερεχέτωσαν, ὅμως δ’ οὖν ἡ κάτωθεν ἄνω πλεονεκτείτω τῆς ἄνωθεν κάτω γινομένης· ἀσφα‐ λέστερον γὰρ τοῦτο διὰ τὴν ὀλίγον ἔμπροσθεν εἰρημένην αἰτίαν, ἡνίκα εἰς τὴν ἀρχὴν τοῦ κώλου τὸ αἷμα συνεβουλεύομεν ἐκθλίβειν

46

.

1

.

68

ἀπὸ τοῦ κατάγματος. τὴν δὲ θέσιν τοῦ κατεαγότος μορίου φησὶν ὁ Ἱπποκράτης ἀρίστην εἶναι τὴν μαλθακήν τε καὶ ὁμαλὴν καὶ ἀνάρ‐ ροπον, μαλθακὴν μὲν ὡς ἂν μὴ θλίβηται κατ’ ἐκεῖνο τὸ μόριον ὁ

46

.

1

.

69

κάμνων· ἡ δ’ ἀνώμαλος θέσις ὀδυνηρά τέ ἐστιν ἅμα καὶ διαστρέφει

46

.

1

.

70

τὸ κῶλον· εἰκότως οὖν τὴν ὁμαλὴν ἐπαινεῖ· ἡ δὲ κατάρροπος ῥευ‐

46

.

1

.

71

ματίζουσα φλεγμονῆς αἰτία γίνεται. ἐπὶ πάντων μὲν οὖν τῶν μορίων τοιαύτην εἶναι χρὴ τὴν θέσιν, ἐξαιρέτως δ’ ἐπὶ τῶν ἐξεχόντων, ὁποῖόν ἐστιν ἰσχίον καὶ πτέρνα· ἐπεὶ δ’ ἐν ταῖς τοιαύταις θέσεσιν καὶ ἄλλως ἐν ταῖς χρονίαις κατακλίσεσιν ἡ πτέρνα μελαίνεται ἀμελῶς ἐπὶ σκλη‐
5ροῦ τε κειμένη καὶ μὴ συνεχῶς ἐπαιρομένη, καὶ διὰ τοῦτό γε θερμαι‐ νομένη καὶ πιλουμένη πρὸς τῶν ὑποκειμένων, εἰθίσμεθα ποιεῖν κυ‐ κλίσκον ἐξ ἐρίου μαλακοῦ (καλοῦσι δ’ ἔνιοι στρόφιον αὐτό), τῷ
μεγέθει τῆς πτέρνης ἀνάλογον ἔχον τὴν ἐντὸς ἑαυτοῦ κοιλότητα, καθ’ οὗ κυκλίσκου στηρίζομεν οὕτως τὴν πτέρναν ὡς αἰωρεῖσθαι τὸ κάτω‐
10θεν αὐτῆς μέρος, ὅπως ἄθλιπτός τε ἅμα καὶ διαπνεομένη ἀθέρμαντος

46

.

1

.

72

φυλάττοιτο. καὶ δὴ καὶ κατὰ τὸ πέρας, ἔνθα τὸ ἴχνος ἐστί, ἀντιστη‐ ρίζοντός τινος μαλακοῦ ἢ ὑπαυχενίου ἢ καὶ ξύλου ὀρθοῦ, ᾧ προσ‐

46

.

1

.

73

δεδεμένος ὁ ποὺς ἔστω μαλακαῖς ταινίαις. οἶδα δέ τινας ἰατροὺς ὑποτιθέντας τῷ σκέλει σωλῆνάς τε καὶ γλωσσοκόμους κνήμης ἢ μηροῦ πεπονθότων· Ἱπποκράτης δ’ οὐκ ἀρέσκεται τῇ τοιαύτῃ χρήσει, τοῦ ξύλου πρὸς τοῖς ἄλλοις καὶ ἀπηνοῦς ὄντος διὰ τὸ μηδὲ εἴκειν ὥσπερ
5τὰ ὑπαυχένια καλούμενα· ταῦτα γὰρ εἴκοντα μετρίως οὐκ ἔστιν

46

.

1

.

74

ἀνιαρὰ τῷ σκέλει. τινὲς οὖν τῷ ὑπαυχενίῳ χρῶνται κατ’ ἀρχὰς εὐθύς, ὑποβάλλοντες αὐτῷ ταινίας ἐγκαρσίας, ἃς ὅταν ἐνθῶσι τὸ σκέλος ἀνατείναντες ἑκατέρωθεν εἰς ὕψος, ἔπειτα ἐκ τῶν ἄνω μερῶν τοῦ κώλου συνδήσαντες ἀλλήλαις, ἀσφαλῆ νομίζουσι τὴν θέσιν τοῦ σκέ‐
5λους· τό τε γὰρ ὑπαυχένιον ἐν ταῖς μετακομιδαῖς τοῦ κάμνοντος

46

.

1

.

75

ἀντὶ γλωσσοκόμου γίνεται τῷ σκέλει. καὶ μέντοι καὶ κατὰ τὸ κάτω πέρας αὐτοῦ προστιθέασιν ἔνιοι ξύλον ὄρθιον, ᾧ προσδοῦσιν ἄκρον τὸν πόδα, προϋποβάλλοντες ἔρια δηλονότι, χάριν τοῦ μήτε ἄνω τὸ σκέλος ἕλκειν δύνασθαι τὸν κάμνοντα μήτε ἀποτείνειν κάτω· τὴν μὲν
5γὰρ ἀνάτασιν ὁ δεσμὸς κωλύει, τὴν δ’ ἐπὶ τὰ κάτω φορὰν τὸ προσε‐

46

.

1

.

76

ρηρεισμένον τῷ πέλματι ξύλον. μεθ’ Ἱπποκράτη δ’ ηὑρέθη τὸ μηχανικὸν γλωττοκόμιον, οὗ τὴν κατασκευὴν ἐρῶ νῦν, ἐπειδὴ χρησι‐ μώτατόν ἐστι μετὰ τὸ παύσασθαι τὴν φλεγμονήν, καὶ μάλιστα ὅταν ἤδη πωροῦσθαι δέῃ τὸ κάταγμα, τὴν ἀντίτασιν ἐργαζόμενον ἰσορρό‐

46

.

1

.

77

πως τε καὶ ἀλύπως τῷ κατεαγότι τοῦ σκέλους ὀστέῳ. δι’ ἑνὸς οὖν ἄξονος ἐπὶ τῇ τελευτῇ τοῦ μηχανήματος ἐν τοῖς κάτω μέρεσι τε‐ ταγμένου τὴν ἀντίτασιν ἐργάζεται τῷ κώλῳ τάσεσι διτταῖς· ὀνομάζεται δ’ αὐτῶν ἡ μὲν κατ’ εὐθὺ τείνουσα τὸ κῶλον εὐθύπορος, ἡ δ’ ἄνω
5μὲν πρότερον, εἶτα κάτω μεταληπτική· γίνονται δ’ ἀμφότεραι διὰ

46

.

1

.

78

περιθέσεως βρόχων. ἄριστος δ’ εἰς τοῦτο βρόχος ὁ ἐκ δυοῖν διαν‐

46

.

1

.

79

ταίων. οὗτος οὖν ἐν μὲν τοῖς κάτω τοῦ κατάγματος μέρεσι τῷ κώλῳ περιτεθεὶς τὴν εὐθύπορον ἐργάζεται τάσιν, τῶν σκελῶν αὐτοῦ περι‐ βληθέντων τῷ ἄξονι· ἐν δὲ τοῖς ἄνω μέρεσι τοῦ κατάγματος αὐτὸς οὗτος ὁ βρόχος εἰ περιτεθείη, τὴν μεταληπτικὴν ἀποτελεῖ τάσιν,
5ἀπαχθέντων αὐτοῦ τῶν σκελῶν, ἄνω μὲν πρότερον, εἶτ’ αὖθις κάτω·

46

.

1

.

80

περιβληθῆναι γὰρ χρὴ καὶ ταῦτα τῷ ἄξονι. τὴν περιαγωγὴν δὲ καὶ
τὴν οἷον καμπὴν τῶν σκελῶν τοῦ βρόχου τὴν ἐκ τῶν ἄνω μερῶν εἰς τὸ κάτω διὰ τροχιλιῶν γίνεσθαι χρὴ κατὰ τὰς πλευρὰς τοῦ γλωτ‐

46

.

1

.

81

τοκομίου τεταγμένων. χειρὸς δὲ καταγείσης, ὅταν ἤδη περιέρχηται καὶ μηκέτι ὁ ἄνθρωπος κατακείμενος ᾖ (τουτέστι μετὰ τὴν δεκάτην ἡμέ‐ ραν· ἔμπροσθεν γὰρ ὡς τὸ πολὺ κατέκειτο, τῆς χειρὸς ἐν σχήματι κειμένης ὑψηλότερον ἐχούσης βραχὺ τὸ ἄκρον αὐτῆς), τοῦ τραχήλου
5ταινίαν ἐξαψάσθω πλατεῖαν οὕτως ὡς ὅλον ἐπ’ αὐτῆς ὀχεῖσθαι τὸν

46

.

1

.

82

πῆχυν. οὐχ ἁπλῶς δὲ χρὴ τὴν ταινίαν τήνδε περιβάλλειν, ἀλλ’ ὁμα‐ λῶς ὑποτείνειν ἅπαντι τῷ πήχει, μηδὲν αὐτοῦ μέρος ἐῶντας ἀστή‐ ρικτον, ἐφ’ οὗ τῷ συμφύτῳ βάρει ῥέπον τὸ τοῦ πήχεως ὀστοῦν

46

.

1

.

83

ἐνεχθήσεταί τε πρὸς τὸ κάτω καὶ διαταθήσεται. σχῆμα δ’ αἱρεῖσθαι χρὴ τὸ ἀνωδυνώτατον καὶ εὐθύτατον, τοῦτο δ’ ἐστὶν ἐπὶ μὲν χειρὸς τὸ καλούμενον ἐγγώνιον, ἐπὶ δὲ σκέλους τὸ μικροῦ δεῖν ἐκτεταμένον.

46

.

1

.

84

εἰς ἀνωδυνίαν δ’ οὐ μόνον ἕκαστον τῶν κατὰ φύσιν σχημάτων, ἀλλ’

46

.

1

.

85

ἔτι καὶ τὸ ἔθος ἔοικε συντελεῖν. εὔλογον οὖν ἔδοξέ μοι μᾶλλον ἐκτεταμένον σχηματίζειν τὸ σκέλος ἐφ’ ὧν εἴθισται πλείστῳ χρόνῳ τοῦτο ἔχειν τὸ σχῆμα, καθάπερ καὶ ἧττον ἐκτεταμένον ἐφ’ ὧν δι’ ὅλης ἡμέρας κέκαμπται, καὶ τῇ πείρᾳ τε βασανίσας αὐτὸ τοιοῦτον
5εὗρον ὑπάρχον ὁποῖον ἤλπισα, καὶ περὶ τῶν χειρῶν δὲ κατὰ τὸν αὐτὸν λόγον, δεῖν μὲν ἐγγὺς τοῦ ἐγγωνίου σχήματος σχηματίζειν αὐτάς, ἀλλ’ εἰς τὸ μᾶλλόν τε καὶ ἧττον ἐκ τῶν ἐθῶν λαμβάνειν τὴν

46

.

1

.

86

ἔνδειξιν. λύειν δὲ διὰ τρίτης, ὅπως μήτε ἄση τις ἐπιγίνοιτο, μήτε κνῆσις ἀήθως σκεπασθέντι τῷ μορίῳ, μήτε ἐπὶ πλέον αἱ διαπνοαὶ κωλύοιντο τοῦ φθάσαντος ἐνεστηρῖχθαι κατὰ τὸ κάταγμα, δι’ ἃς μὴ μόνον ἀσωδῶς κνᾶσθαι συμβαίνει τισίν, ἀλλὰ καὶ διαβρωθέντος ὑπὸ
5τῆς τῶν ἰχώρων δριμύτητος ἐνίοτε τοῦ δέρματος ἕλκωσιν γίνεσθαι.

46

.

1

.

87

καταντλεῖν οὖν ὕδατος εὐκράτου τοσοῦτον, ὅσον ἱκανόν ἐστι διαφο‐

46

.

1

.

88

ρῆσαι τοὺς τοιούτους ἰχῶρας. ἢν δὲ δὴ καὶ αὖθις ὁμοίως πράξῃς, ἑβδόμη μὲν ἂν εἴη μετὰ τὴν πρώτην ἀρχὴν ἡμέρα, φαίνοιτο δ’ ἂν ἤδη, μηδενὸς ἐμποδὼν γενομένου, πάντα ἀφλέγμαντα, καὶ αὐτοῦ γε τοῦ κατὰ φύσιν ἐνίοτε μᾶλλον ἰσχνά. τότε οὖν ἐγχωρεῖ καὶ νάρθηκας
5περιτιθέναι, διαπλάσαντα νῦν δηλονότι τὸ κῶλον ἐπιμελέστερον, ὡς

46

.

1

.

89

ἂν καὶ τῶν ὀστῶν ὄντων χαλαρῶν. ἡ δὲ χρεία τῶν ναρθήκων ἐστίν, ἥπερ δὴ καὶ τῶν σπληνῶν, κρατεῖσθαι τὸ κατεαγὸς ὀστοῦν, ὡς ἀκί‐ νητον διαμένειν, εἰ καὶ τὸ κῶλον ἅπαν κινοῖτο· σεισθέντων γὰρ καὶ
κινηθέντων τῶν χειλῶν τοῦ κατάγματος, ἡ πῆξις τοῦ πώρου κωλυ‐

46

.

1

.

90

θήσεται. ἀξιοῖ δ’ Ἱπποκράτης λείους τε εἶναι καὶ ὁμαλοὺς τοὺς νάρ‐ θηκας καὶ σιμοὺς κατὰ τὰ ἄκρα, τουτέστιν ἀπεξεσμένους ἀτρέμα κατὰ τὴν κάτω χώραν· οἱ γὰρ ἰσοπαχεῖς ἄχρι τοῦ πέρατος ἴσην ἐνταῦθα τὴν ἐπίδεσιν ἐργάζονται παντὶ τῷ ἄλλῳ μέρει τῷ τῆς ἐπιδέσεως, ὅπερ
5οὐ χρὴ γίνεσθαι· βούλεται γὰρ ἐν μὲν τῷ μέσῳ τὴν ἐπίδεσιν ἐσφίγ‐ χθαι μᾶλλον, ἐκλύεσθαι δ’ ἐντεῦθεν ἄχρι τῶν περάτων, ἐκεῖνα δ’

46

.

1

.

91

ἁπάντων ἐκλύεσθαι μᾶλλον. ἀλλὰ καὶ μικροτέρους αὐτοὺς κατὰ τὸ μῆκος εἶναι κελεύει τῆς ἐπιδέσεως, ὅπως μὴ ψαύσειάν ποτε τοῦ μετὰ τὴν ἐπίδεσιν δέρματος ὑψουμένου πολλάκις ἐκ τοῦ δέχεσθαι τοὺς ὑπὸ

46

.

1

.

92

τῶν ἐπιδέσμων ἐκθλιβομένους χυμούς. ἀλλὰ καὶ κατ’ αὐτὸ τὸ κάταγμα παχυτέρους εἶναι συμβουλεύει τοὺς νάρθηκας, ἐπειδὴ τὸ χωρίον τοῦτο

46

.

1

.

93

μάλιστα τῆς ὑπ’ αὐτῶν ἰπώσεως δεῖται. φυλάττεσθαι δὲ χρὴ καὶ κατὰ τὰς ἐξοχὰς τῶν ὀστῶν, ὁποῖαι κατά τε τῆς κνήμης εἰσὶ καὶ περόνης τὰ κάτω πέρατα, τίθεσθαι τοὺς νάρθηκας· ἔσται δὲ τοῦτο κατὰ δύο τρόπους, ἢ μηδ’ ὅλως ἡμῶν τιθέντων αὐτοὺς κατ’ ἐκεῖνα τὰ μέρη
5τῆς ἐπιδέσεως, ἢ βραχυτέρους τιθέντων, ὡς μὴ παραγίνεσθαι πρὸς τὸ

46

.

1

.

94

κυρτόν, ἀλλὰ προκαταπαύεσθαι πρὶν ἐκείνου ψαῦσαι. καὶ βέλτιόν γε

46

.

1

.

95

πράττειν οὕτως· θλίβονται γὰρ ὑπ’ αὐτῶν. μᾶλλον δ’ οὐκ αὐτὰ χρὴ θλίβεσθαι λέγειν, ἀλλὰ τοὺς ἐπικειμένους μῦς ἢ ὑμένας αὐτοῖς, καί

46

.

1

.

96

τινας ἀπονευρώσεις καὶ τὸ δέρμα. μετὰ δὲ τὴν ἐπίθεσιν τῶν ναρθή‐ κων, εἴ τί που χαλαρὸν γίνοιτο τῆς ἐπιδέσεως, ἐπισφίγγειν αὐτοὺς χρὴ διὰ τριῶν, οὐ λύειν ὅλην τὴν ἐπίδεσιν ἄχρι τῆς εἰκοστῆς, ὥστε βεβαίαν γενέσθαι τὴν οἷον κρηπῖδα τῷ πώρῳ, πλὴν εἰ μή τις ὀδύνης
5αἴσθησις ἢ κνῆσις σφοδρὰ καὶ τῆς ἑλκώσεως φόβος καὶ ὑποψία τοῦ μὴ καλῶς πεπλάσθαι τὸ κάταγμα καὶ κίνησις σφοδρὰ κατά τινα συν‐

46

.

1

.

97

τυχίαν ἐν τῷ κώλῳ γενομένη λύειν ἡμᾶς ἀναγκάσει. γενομένης δὲ τῆς πωρώσεως, οὐκέτι ἐν ἡσυχίᾳ παντελεῖ τηρεῖν χρὴ τὸ κάταγμα· προσήκει γὰρ ἀνατρέφειν τὸν πῶρον, ὅταν ἀσφαλῶς ῥιζωθῇ, τὸ δ’ ἀνατρέφειν γίνεται τῇ χορηγίᾳ τῆς ὕλης, ἣν ὥσπερ ἀπεστρέψαμεν ἐξ
5ἀρχῆς ἀπὸ τοῦ πεπονθότος εἰς ἕτερα μόρια τοῦ σώματος, οὕτως νῦν δεῖ προσκαλεῖσθαι, καταντλοῦντας ὕδωρ θερμὸν ἄχρι τῆς εἰς ὄγκον

46

.

1

.

98

ἐρυθρὸν ἐπάρσεως τῆς σαρκός. τινὲς δὲ πτελέας ῥιζῶν τῷ ἀφεψή‐

46

.

1

.

99

ματι καταντλοῦσιν ὅσα πωρώσεως δεῖται κατάγματα. καὶ μέντοι καὶ ὥσπερ ἐν ἀρχῇ παντάπασιν αὐτὴν ἐκωλύομεν εἰς τὸ πεπονθὸς ἔρχε‐ σθαι τῇ πιέσει καὶ τῷ πλήθει τῶν ὀθονίων, οὕτω νῦν προσήκει μὴ κωλύειν ἐπιρρεῖν, ἀφαιροῦντα κατὰ βραχὺ τοῦ πλήθους τῶν ὀθονίων

46

.

1

.

100

ἅμα τῷ καὶ τὴν πίεσιν ἐκλύειν. ἐφ’ ὧν δ’ ὑγρότης ἐστὶ πλείων καὶ δι’ αὐτὴν οὐ πωροῦται τὰ κατεαγότα, ξηραίνειν αὐτήν, ὡς ἔμπροσθεν εἴρηται, πειρᾶσθαι δι’ ἐπιδέσεως προσηκούσης καὶ καταντλήσεως, ἤτοι γε ἐλαχίστης παντάπασιν ἢ πλείστης· ἡ μὲν γὰρ ἐλαχίστη πρὶν ἐπιρ‐
5ρυῆναί τι παυομένη τά τε πρόχειρα τῶν ὑγρῶν διαφορεῖ τά τε ἐν βάθει διαχεῖ μετρίως, συμφέρει δ’ οὕτως κεχύσθαι τοῖς ὑπὸ τῆς ἐπι‐ δέσεως ἐκθλίβεσθαι μέλλουσιν· ἡ δὲ πλείστη διαφορεῖ μᾶλλον ἢ ἕλκει.

46

.

1

.

101

εὔδηλον δὲ δήπου καὶ ὡς ἐπὶ μὲν τῆς ἐκθλιβούσης ἐπιδέσεως ἧττον χρὴ πιέζειν τὰ τελευταῖα τῶν ὀθονίων, ἐπὶ δὲ τῆς ἀνατρεφούσης οὔτε ἧττον ταῦτα καὶ συμπάσας τὰς περιβολὰς χαλαρωτέρας ποιεῖσθαι.

46

.

1

.

102

διαιτᾶν δ’ ἐν ἀρχῇ λεπτοτάτως χρή, καὶ φλεβοτομεῖν ἐνίοτε καὶ διὰ γαστρὸς ἐκκενοῦν τὰ περιττά, ὡς ἐν τῇ τῶν φλεγμονῶν οἰκείᾳ θερα‐ πείᾳ λέλεκται· κατὰ δὲ τὸν τῆς πωρώσεως καιρὸν ἀνατρέφειν χρὴ τὸ σῶμα σιτίοις εὐχύμοις καὶ τροφίμοις, ἐξ ὧν εἴωθε γεννᾶσθαι χυμός,
5οὐ μόνον χρηστός, ἀλλὰ καὶ γλίσχρος, ἐξ οἵου δεῖ μάλιστα γίνεσθαι

46

.

1

.

103

τὸν πῶρον. καὶ τῶν φαρμάκων δ’ ὅσα μὲν ἐμπλαστικὰ ταῖς οὐσίαις ἐστί, μετρίως θερμαίνοντα προτρέπει τε καὶ συναύξει τοὺς πώρους,

46

.

1

.

104

ὅσα δὲ διαφορητικὰ καὶ τοὺς ὄντας ἤδη καθαιρεῖ. θᾶττον μὲν οὖν κρατύνεται τὰ κατεαγότα, τουτέστιν ἀσφαλῶς πωροῦται, διά τε τὴν ὕλην ἐξ ἧς ὁ πῶρος γίνεται, συμμέτρως ἔχουσαν ἐν ποσότητι καὶ ποιότητι, καὶ διὰ τὴν ῥώμην τῆς πηγνυούσης αὐτὴν δυνάμεως· εἰς
5χρόνον δ’ ἐκπίπτει πλείονα διὰ τὴν ἔνδειαν τῆς ὕλης, ἔσθ’ ὅτε δὲ καὶ διὰ πλῆθος ἄμετρον· ἀποκλύζεται γὰρ ὁ πηγνύμενος πῶρος ὑπὸ τῆς ἔνδον ἐπιρρεούσης ὑγρότητος, ὅταν ᾖ πολλή τε ἅμα καὶ συνεχής.

46

.

1

.

105

ἔστι δὲ τὸ μὲν πάχος τῆς ὕλης ἐπιτηδειότερον εἰς τὸ παγῆναί τε καὶ γενέσθαι πῶρον, ἡ δ’ ὑγρότης, ὅταν ὑδατώδης τις ᾖ καὶ λεπτὴ

46

.

1

.

106

κατὰ τὴν σύστασιν, ἀνεπιτήδειος εἰς πώρου γένεσιν. ὅτι δὲ καὶ ἡ δύναμις ἡ μὲν ἰσχυροτέρα ταχέως ἐργάζεται τὸ ἑαυτῆς ἔργον, ἡ δ’

46

.

1

.

107

ἀσθενεστέρα βραδύτερον, οὐδὲ λόγου δεῖ. διὰ ταῦτα μὲν οὖν ἐν δια‐ φέρουσι χρόνοις αἱ πωρώσεις γίνονται τοῖς συντετριμμένοις ὀστοῖς· πλείων δὲ καὶ ἐλάττων ἡ ὕλη καὶ παχυτέρα καὶ λεπτοτέρα γίνεται
διά τε τὴν ἐξ ἀρχῆς ἑκάστου κρᾶσιν καὶ διὰ τὴν ἐπίκτητον ἐν ᾧ
5θεραπεύεται χρόνῳ κατάστασιν, ἔτι τε δίαιταν ᾗ διαιτῶνται καὶ τρό‐ πον ἐπιδέσεως ὃν ἐπιδοῦνται τήν τε ἡλικίαν καὶ τὴν ὥραν καὶ τὴν χώραν, ἐξ ὧν ἁπάντων καὶ ἡ δύναμις ἤτοι γε ἀσθενὴς ἢ ἰσχυρὰ

46

.

1

.

108

γίνεται. τὰ δ’ ἐξαιρόμενα τῶν οἰδημάτων διὰ τὴν ἔκθλιψιν τῶν χυ‐ μῶν ἐκ τῆς σφοδροτέρας ἐπιδέσεως ἐνίοτε ποιούμεθα. θεραπευτέον ἐπιτιθέντας ἔρια πολλὰ ῥυπαρὰ καλῶς κατειργασμένα, ῥαίνοντας

46

.

1

.

109

ἐλαίῳ τε καὶ οἴνῳ. προϋποχρίειν δὲ δεῖ τὸ δέρμα καθ’ οὗ ταῦτα ἐπιτεθήσεται κηρωτῇ, καὶ τὴν ἐπίδεσιν ἀπὸ τῶν οἰδημάτων ἐπὶ τὸ

46

.

1

.

110

ἄνω ποιεῖσθαι. τινὲς μὲν οὖν ὑπὲρ τὴν ἐπίδεσιν ἀνιέναι βούλονται τὸν ἐκθλιβόμενον τῶν οἰδημάτων χυμόν, ἔνιοι δ’ εἰς τὰ κατὰ τὴν

46

.

1

.

111

ἐπίδεσιν χωρία παραγίνεσθαι. κρῖναι δ’ οὐ χαλεπόν ἐστι τὴν διαφω‐ νίαν αὐτῶν, ὁρισθείσης τῆς ἐπιδέσεως· εἰ μὲν γὰρ ἐπανέντες τοὺς νάρθηκας ἐπιδήσαιμεν, ὡς εἴρηται, τὸ οἰδηκός, ἀφίκοιτο ἄν τι τοῦ αἵματος εἰς τὰ κατὰ τὴν ἐπίδεσιν χωρία· εἰ δ’ ἀφελόντες τοὺς νάρ‐
5θηκας καὶ λύσαντες ὅλην τὴν ἐπίδεσιν αὖθις ἐξ ἀρχῆς ἐπιδήσαιμεν, ἅμα μὲν τῷ καταγματικῷ τρόπῳ χρώμενοι τῆς ἐπιδέσεως, ἅμα δὲ καὶ μιγνύντες αὐτῷ τὸν ἀπὸ τῶν οἰδημάτων ἀρχόμενον, ὑπερθείη ἂν οὕτως τὴν ἀρχαίαν ἐπίδεσιν ὁ ἐκθλιβόμενος χυμὸς ἐπὶ τὰ τῆς ἐπι‐

46

.

1

.

112

δέσεως ὑψηλότερα χωρία. περὶ μὲν δὴ τῶν ἐγκαρσίων καταγμάτων ἱκανὰ καὶ ταῦτα· περὶ δὲ τῶν παραμήκων τὰ μὲν ἄλλα σύμπαντα τὰ αὐτά, πιέζειν δὲ χρὴ μᾶλλον ταῦτα κατ’ αὐτὸ τὸ κάταγμα καὶ προσ‐

46

.

1

.

113

στέλλειν εἴσω τὸ ἀφεστηκός. ὅσα δ’ ἐθραύσθη πολυειδῶς, καὶ μάλιστα σὺν ἕλκεσιν, ὅπερ ὡς τὰ πολλὰ φιλεῖ γίνεσθαι, σπλῆνας σκεπαρνηδὸν περιβαλεῖν οἴνῳ τέγγοντας μάλιστα ἐν θέρει· σήπεται γάρ, εἴτε ἐλαίῳ τις εἴτε καὶ κηρωτῇ χρῷτο, δεόμενά γε ξηραίνεσθαι μειζόνως ἢ τἄλλα,

46

.

1

.

114

διότι καὶ μεῖζον τὸ πάθημα. καὶ τοίνυν καὶ τὰ φάρμακα πάντα τῶν

46

.

1

.

115

ξηραινόντων ἔστω φαρμάκων ἐκ τῶν ἐναίμων ὀνομαζομένων. τῶν δὲ μεθ’ ἕλκους καταγμάτων, ὅταν μὲν μὴ ἐξέχον τι μήτε ἀποστήσεσθαι προσδοκώμενον ᾖ μόριον τοῦ καταγέντος ὀστοῦ, χρῆσθαι δεῖ τῷ τρό‐ πῳ τῆς ἐπιδέσεως, ὃν ἐδιδάξαμεν ἐπὶ τῶν χωρὶς ἕλκους καταγμάτων·
5ὅταν δ’ ἐπίδοξον ᾖ τι μέρος αὐτοῦ τῷ χρόνῳ χωρισθὲν ἀποκριθήσε‐ σθαι πρὸς τῆς φύσεως διὰ τῆς κατὰ τὸ ἕλκος χώρας, τὴν ἀρχὴν δεῖ θέντα, ἤτοι γε ἐκ τῶν δεξιῶν ἢ τῶν ἀριστερῶν μερῶν, ἐπιδεῖν ἑξῆς ὡς ὅλον αὐτὸ καταληφθῆναι, καὶ μηδὲν ἀπολειφθῆναι μέρος γυμνόν,

46

.

1

.

116

μὴ σφόδρα τε πιέζειν τῇ ἐπιδέσει. δεῖ δ’ ὑποπτεύειν πεπονθέναι τὸ
ὑποκείμενον ὀστοῦν, ὅταν πλέον ᾖ τὸ ἀπορρέον πύον ἢ κατὰ τὸ μέ‐ γεθος τοῦ ἕλκους· ἐὰν δὲ καὶ ἐπειγόμενον φαίνηται πρὸς τὴν ἀπό‐

46

.

1

.

117

κρισιν τὸ πεπονθὸς μέρος, ἔχοις ἂν ἤδη βεβαίαν τὴν διάγνωσιν. πόθεν οὖν ὅτι πρὸς ἀπόκρισιν ἐπείγεται; πρῶτον μὲν ἐξ αὐτῶν τῶν χειλῶν τοῦ ἕλκους οὐκ ἐθελόντων συνιέναι πρὸς ἄλληλα, διισταμένων τε καὶ ἐκτρεπομένων, εἶτα καὶ τῆς τοῦ κάμνοντος αἰσθήσεως, ἐν τῷ βάθει

46

.

1

.

118

κινήσεως αὐτῷ τινος ἀμυδρᾶς φαινομένης. ὅταν μὲν οὖν κατὰ τὸ μῆκος τοῦ κώλου γένηται τὸ ἕλκος, ἐγχωρεῖ τοὺς νάρθηκας ἐπιβάλλειν ἑκατέρωθεν· ὅταν δ’ ἐγκάρσιον, κωλύει τὴν ἐπίθεσιν τῶν ναρθήκων,

46

.

1

.

119

καὶ μάλιστα ἐὰν ᾖ μεῖζον, ἐφ’ ὧν πλείοσιν ὀθονίοις χρηστέον. ὠφελι‐ μώτατος δ’ ἐστὶν ἁπάντων οἴνων εἰς τὰς τοιαύτας διαθέσεις ὁ μέλας

46

.

1

.

120

καὶ αὐστηρός. δῆλον δ’ ὅτι καὶ κατὰ τὴν σύστασιν ὁ τοιοῦτός ἐστι παχύς, τὸ μὲν κοινὸν ἀγαθὸν ἔχων, οὗ χάριν εἰς ἐπιβροχὰς ἑλκῶν παραλαμβάνεται, τῶν δ’ ἄλλων οἴνων τῶν στυφόντων ἀδηκτότερος ὤν, ὅπερ οὐ τὸ τυχὸν ἀγαθόν ἐστιν ἐν ταῖς τοιαύταις θεραπείαις·
5διὸ κἂν μὴ λίαν αὐστηρός, ἀλλὰ μετρίως ᾖ τοιοῦτος, ἀμείνων ἐστίν· ὀδύνην γὰρ ὁ λίαν αὐστηρὸς φέρει, συνάγων καὶ πιλῶν τὴν σάρκα περαιτέρω τοῦ προσήκοντος· ὅθεν οὐδὲ ὁ λεπτομερὴς κατὰ τὴν οὐσίαν, οἷόσπέρ ἐστιν ὁ λευκὸς ἢ ξανθὸς ἢ κιρρός, ἐπιτήδειος· εἰσδυό‐ μενος γὰρ εἰς ὅλον τὸ βάθος τῆς ἡλκωμένης σαρκός, αἴσθησιν ὀδυνη‐
10ρὰν πλείονα φέρει διὰ τὴν ἐν αὐτῇ γινομένην σφίγξιν τε καὶ πίλη‐ σιν· ὁ δὲ παχυμερής, ὁποῖός ἐστιν ὁ μέλας, οὐ καταδυόμενος εἰς τὸ βάθος τῆς σαρκός, ἀλλὰ μόνῃ τῇ τῆς ποιότητος διαδόσει στύφων τε καὶ συνάγων αὐτήν, ἀποκρούεται μὲν τοὺς ἤδη περιεχομένους χυμούς,

46

.

1

.

121

ἀναστέλλει δὲ τοὺς ἐπιρρέοντας. λέλεκται δὲ καὶ πρόσθεν ὡς ἀεὶ χρὴ τέγγεσθαι τὸ ἕλκος ὑπ’ αὑτοῦ· ξηρανθέντων γὰρ ἐπ’ ὀλίγον ἢ θερ‐ μανθέντων τῶν ἐπιβεβλημένων ὀθονίων τῷ ἕλκει, φλεγμονὴν ἀναγ‐ καῖον ἀκολουθῆσαι, καὶ μάλιστα ἐν θέρει, καθ’ ὃν καιρὸν καὶ παρ’
5ἡμῖν ἐν Περγάμῳ, τῶν ἀρχιερέων τὰς καλουμένας μονομαχίας ἐπιτε‐ λούντων, τοὺς κάκιστα τρωθέντας ἐθεράπευσα, πτύγματα μὲν ὀθονίων ἐπιθεὶς τοῖς τραύμασιν οἴνῳ τοιούτῳ βεβρεγμένα, κατ’ αὐτῶν δ’ ἔξω‐ θεν σπόγγους καινοὺς μαλθακούς, εἶτα σχεδὸν δι’ ὅλης ἡμέρας τε καὶ

46

.

1

.

122

νυκτὸς ἐπιβρέχων. προϋπέβαλλον δὲ τῷ τετρωμένῳ κώλῳ δέρμα κοιλαῖνον ἀτρέμα κατὰ τὴν πρὸς ποδῶν χώραν, ὡς διὰ τούτου φέ‐ ρεσθαι τὸν ἐκ τῆς ἐπιβροχῆς οἶνον ἐκκενοῦσθαί τε καθάπερ δι’ ὀχετοῦ, δεχομένης αὐτοῦ τὴν ἐκροὴν λεκάνης κενῆς, ὥστε ἀναλαμβανόμενον

46

.

1

.

123

αὖθις τὸν ἀθροιζόμενον οἶνον ἐν αὐτῇ καταντλεῖσθαι δεύτερον. γνω‐ στέον δ’ ὡς τὸ κῦρος τῆς θεραπείας ἡ ἐπίτεγξις ἔχει, κατά γε τὰς
πρώτας ἡμέρας, ἡνίκα ἐκθλῖψαί τε χρὴ τῶν ἡλκωμένων μορίων ὅσον ἤδη φθάνει κατ’ αὐτὰ περιττῆς ὑγρότητος ἠθροῖσθαι κωλῦσαί τε τὸ
5ἄνωθεν ἐπιρρέον· ἀπὸ δὲ τῆς τρίτης ἡμέρας ἡ πισσηρὰ κηρωτὴ χρη‐

46

.

1

.

124

σιμωτέρα, πέττουσα τὰ κατὰ τὸ ἕλκος. ἀλλ’ ὅ γε Ἱπποκράτης εὐθέως ἐξ ἀρχῆς αὐτὴν παραλαμβάνει, τὴν ἐκ τοῦ οἴνου δύναμιν οὐκ ἐθέλων ἀκραιφνῆ προσπίπτειν τοῖς ἡλκωμένοις μορίοις, ἀλλὰ κατὰ

46

.

1

.

125

διάδοσιν, ὅπως μή τις ἀνία γένηται διὰ τὴν στῦψιν. πολλάκις δὲ καὶ ἀποσχίδες ὀστῶν καὶ λεπίδες ἀποπίπτουσιν ἐν τῷ χρόνῳ, καὶ βέλτιον αὐτοῖς ἐστιν ὑπὸ τῆς φύσεως ὠθουμένοις κατὰ βραχὺ τὴν ἔκπτωσιν ἐν χρόνῳ σχεῖν, οὐ διὰ φαρμάκων ἐρεθισθεῖσιν ἢ δι’ ὀργάνων ἑλκυ‐
5σθεῖσιν· ὅσα μὲν γὰρ ὑπὸ βίας ἀθρόως ἀποσπᾶται, συριγγώδεις ἐργάζεται κοιλότητας, ὅσα δ’ ὑπὸ τῆς φύσεως ὑποφυούσης ἤτοι πω‐ ροειδῆ τινα οὐσίαν ἢ σάρκα, ταῦτα ἐκπεσόντων τῶν τῆς ἐκπτώσεως δεομένων, εὐθέως φαίνεται πλήρη καὶ διὰ ταχέων ἐπουλοῦται, προσ‐

46

.

1

.

126

αχθέντος αὐτοῖς μετρίως ξηραίνοντος καὶ στύφοντος φαρμάκου. καὶ νευρώδη δέ τινα καὶ ὑμενώδη σώματα πολλάκις ἐκπίπτει, διαπυΐσκοντα μὲν ἀκινδύνως ἐν χρόνῳ πλείονι κατὰ βραχύ· βιασθέντα δ’ ὑπὸ φαρ‐ μάκων δριμέων ἢ δι’ ὀργάνου τινὸς ἢ διὰ τῶν ἡμετέρων δακτύλων
5ἀποσπασθέντα συμπαθείας ἐπάγεται τῶν ὑποκειμένων μορίων, ὡς καὶ

46

.

1

.

127

φλεγμῆναι καὶ πυρέξαι καὶ παραφρονῆσαι καὶ σπασθῆναι. τῶν δ’ ὀστῶν ἀποπρίειν ἐκεῖνα προσῆκεν ὅσα γε κατὰ τὰς ἐμβολὰς ἐμποδίζει, καὶ ὅσα λυπεῖ τὰς ψαυούσας σάρκας, καί, ὡς Ἱπποκράτης φησίν, δυσθεσίην παρέχει, τουτέστι δυσχερῆ καὶ ἀνιαρὰν τὴν αὐτῶν θέσιν.

46

.

1

.

128

δῆλον δ’ ὅτι τὰ γυμνωθέντα τῶν σαρκῶν ὀστᾶ καὶ μὴ παραχρῆμα

46

.

1

.

129

ταχθέντα καταξηραίνεταί τε καὶ ἀποπίπτει. κακῶς δὲ διαπλασθέντων ποτὲ τῶν καταγέντων ὀστῶν, ἐὰν μὲν μηδέπω πεπωρωμένῳ περι‐ τύχῃς, διαστρέψας εἰς τὸ κατὰ φύσιν ἐπάναγε, πεπωρωμένῳ δ’ ἐν‐ τυχών, ὕδατι μετ’ ἐλαίου πολλοῦ καταντλήσας, εἶτα διατείνας ἰσχυρῶς,
5πρῶτον μὲν κάταξον ὡς ἐξ ἀρχῆς ἦν κατεαγός, ἐφεξῆς δὲ τῷ κατὰ φύσιν σχήματι διάπλασσε καὶ μετὰ ταῦτα ἐπίτρεπε τῇ φύσει πωρῶσαι τὸ κατεαγὸς ἐν τούτῳ τῷ σχήματι.

46

.

2

t

Περὶ ῥινὸς καταγείσης.

46

.

2

.

1

Τὰ θλάσματα τῆς ῥινὸς πειρᾶσθαι χρὴ μάλιστα μὲν ἀφλέγμαντα διαφυλάττειν, εἰ δὲ καὶ φλεγμήνειεν, ἀφλέγμαντα ποιεῖν ὡς τάχιστα.

46

.

2

.

2

δεῖται δ’ οὐδὲν ἐπιδέσεως, ἀλλ’ ἀρκέσει τὸ μέσον τοῦ ὀθονίου κατὰ
τοῦ μέσου τῆς ῥινὸς ἐπιβάλλοντα μὴ βιαίως ἀπάγειν τῶν σκελῶν ἑκάτερον ὀπίσω τῆς κεφαλῆς ἐντεῦθέν τε ἐπὶ τὸ μέτωπον ἄγοντα

46

.

2

.

3

δῆσαι· καταπλάσσειν δ’ ἀλεύρῳ γλίσχρον σταὶς ἐργαζομένῳ προσβάλ‐ λοντα κόμμι ἢ μάνναν ὀλίγην· ἐγὼ δέ ποτε μήτε μάννης μήτε κόμ‐

46

.

2

.

4

μεως εὐπορῶν ἐχρησάμην ὑγρᾷ ῥητίνῃ. χρήσαιο δ’ ἄν ποτε καὶ μέλιτι, μηδὲ ταύτης παρούσης, ἀλλ’ ἄμεινον ἐπὶ τὴν μάνναν ἔρχεσθαι καὶ τὸ κόμμι· θερμαίνει γάρ πως τό τε μέλι καὶ ἡ ῥητίνη, τὰ δὲ τοιαῦτα κατὰ τὰς ἀρχάς ἐστιν ἄχρηστα, προϊόντος μέντοι τοῦ χρόνου καὶ μέ‐
5νοντός τοῦ λειψάνου τῆς φλεγμονῆς, ταῦτα γίνεται τῶν ἄλλων χρη‐

46

.

2

.

5

σιμώτερα. διαπλάττομεν δὲ τὸ κατεαγὸς τῆς ῥινός, ὅταν μὲν ἐγχωρῇ, τοῖς δακτύλοις χρώμενοι, καθιέντες εἰς τοὺς μυκτῆρας, ὅταν δὲ μὴ ἐνδέχηται, σπαθομήλαις, ἀνάγοντες οὐ κατὰ τὸ πρόσθεν μέρος τῆς ῥινός, ἀλλὰ καθ’ ὃ μάλιστα καταπέπτωκεν εἰς τὴν κοιλότητα τὸ
5κατεαγὸς αὐτῆς· ἐκεῖνο γάρ ἐστι τὸ καὶ τῆς μοχλείας δεόμενον, ἵνα ὑψωθὲν εἰς τὴν κατὰ φύσιν ἀφίκηται χώραν· οὐδὲ γὰρ οὐδὲ ἄλλο τι τὸ διαπλάττειν ἐστὶν ὁτιοῦν μέρος ἔξω τοῦ τὴν οἰκείαν ἑκάστῳ τῶν

46

.

2

.

6

μερῶν αὐτοῦ διδόναι χώραν. ἅπασα δ’ ἡ διὰ τῶν προσκολλημάτων ἀντίτασίς τε καὶ οἷον εὔθυνσις τῆς διεστραμμένης ῥινὸς ἀσθενὴς ἐφάνη μοι πειρωμένῳ· εἰ μὲν γὰρ ἰσχυρότερον τείναις αὐτό, ἀποκολλᾶταί τε καὶ ἀφίσταται· μετρίως δὲ τείνοντος, οὐδὲν ἀξιόλογον περαίνεται.

46

.

3

t

Περὶ γένυος καταγείσης.

46

.

3

.

1

Τῶν κατεαγότων μορίων τῆς γένυος τὴν ἀντίτασιν χρὴ γίνεσθαι, τὸ μὲν ἕτερον μέρος τοῦ κατεαγότος ὀστοῦ πρὸς τὸ γένειον τεινόν‐

46

.

3

.

2

των κάτω, τὸ δ’ ἕτερον ἄνω πρὸς τὴν κεφαλήν. ἱμάντες δ’ ἔστωσαν ἁπαλοί, τὰ πέρατα ἔχοντες κατὰ βραχὺ μειούμενα τοῦ πλάτους, ὅπως ἡ δέσις ἀσφαλεστέρα γένηται· τὰ γὰρ πλατύτερα, κἂν ἐπιμελῶς τις

46

.

3

.

3

δήσῃ, τὸ μόνιμον οὐκ ἔχει. ἀναφέρειν δὲ δεῖ πρὸς τὴν κεφαλὴν τοῦ κάμνοντος ἀμφότερα τοῦ ἱμάντος τὰ πέρατα καὶ δεσμεῖν κατὰ τὴν κορυφὴν αὐτῆς· μᾶλλον δὲ δεῖ τετάσθαι τὸν κάτω, χάριν τοῦ τὴν

46

.

3

.

4

γένυν εἰς ὀξὺ πέρας ἄγεσθαι. χρὴ δ’ ἐπιδεῖν προσστέλλοντάς τε καὶ καταναγκάζοντας τὸ ἐξεστηκὸς μέρος τῆς γνάθου πρὸς τὸ ἕτερον. ἔσται δὲ τοῦτο τῶν ὀθονίων αὐτὸ προσαγόντων ἐκείνῳ· προσαχθήσε‐ ται δέ, εἰ μὲν τὸ δεξιὸν μέρος εἴη τὸ ἐξεστηκὸς, ἐντεῦθεν μὲν ἀρχο‐
5μένων, ἐπὶ δὲ τὸ ἀριστερὸν ἀγόντων τὸν ἐπίδεσμον· εἰ δὲ τὸ ἀριστε‐ ρὸν εἴη πεπονθός, ἐκεῖθεν μὲν ἀρχομένων, ἐπὶ δὲ τὸ δεξιὸν ἀφικνου‐

46

.

3

.

5

μένων. ἐμβάλλοντα δὲ δεῖ στόματι τὸν δάκτυλον ἐπισκοπεῖσθαι μή πῃ παραλλάσσῃ τὰ μέρη τοῦ κατεαγότος ὀστοῦ, καὶ οὕτως ἐπανορθοῦσθαι τῷ δακτύλῳ πρὸς ὅτιπερ ἂν δόξῃ συμφέρειν, ἀντωθοῦντα τὸ εἴσω

46

.

3

.

6

ῥέπον πρὸς τὴν ἐκτὸς χώραν. ὅτι δ’ οὐκ αὐτὸν τὸν ἰατρὸν ἀεὶ χρὴ τοῦτο ποιεῖν, ἀλλὰ τὸν κάμνοντα διδάξαι πράττειν οὕτως, δῆλον εἶναι νομίζω.

46

.

4

t

Περὶ κλειδὸς καταγείσης.

46

.

4

.

1

Ὅταν μὲν ὁλοκλήρως ἡ κλεὶς ἀποκαυλισθῇ, παραλλάττειν εἴωθε τοὐπίπαν ἀλλήλων τὰ μόρια, καὶ τὸ μὲν ἄνω χωρεῖν, τὸ δὲ κάτω, καὶ τὸ μὲν ἔξω, τὸ δ’ ἔσω, καὶ κατὰ τοῦτο φαίνεται μέγα τε τὸ κάταγμα καὶ δυσίατον εἶναι. κατὰ δὲ τὸν ἕτερον τρόπον, ἡνίκα πα‐
5ραμήκης ἐστὶν ἡ διάθεσις τοῦ κατάγματος, ἡ μὲν φαντασία μικροτέρα, χαλεπωτέρα δ’ ἡ ἴασις· οὐ γὰρ ἐπιδέχεται τὴν ἐν κύκλῳ περιβολὴν ὥσπερ τὰ κῶλα, μόνην δυναμένην προσστεῖλαι καὶ προσαγαγεῖν τὸ

46

.

4

.

2

παρὰ μῆκος ἀπεσχισμένον τῆς κλειδός. ὅταν οὖν τὸ συνεχὲς τῷ στέρ‐ νῳ μέρος τῆς κλειδὸς ἢ εἰς τὸ πλάγιον ἢ εἰς τὸ κάτω παρολίσθῃ, τηνικαῦτα γένοιτο ἂν ἡ κατόρθωσις, εἴ τις τὸν ἄνθρωπον ὕπτιον κατακλίνας ὑποθείη μεταξὺ τῶν ὠμοπλατῶν κατ’ αὐτὴν τὴν ῥάχιν
5προσκεφάλαιον ἢ ὑπαυχένιον, ὡς περικεκλασμένον κατὰ τοῦτο γίνε‐ σθαι τὸν θώρακα σύμπαντα· σχηματισθέντος γὰρ οὕτως τἀνθρώπου, τὸν ἰατρὸν χρὴ τῇ μὲν ἑτέρᾳ χειρὶ τὴν κεφαλὴν τοῦ βραχίονος ἀπω‐ θεῖν ἐκτός (οὕτως γὰρ ἂν διασταίη μάλιστα τὰ κατεαγότα μόρια τῆς κλειδός), διαπλάττειν δὲ τῇ ἑτέρᾳ χειρὶ καὶ συνάγειν πρὸς ἄλληλα
10τὰ διεστῶτα τῆς κλειδὸς μόρια, τὸν βραχίονα πρὸς τὰς πλευρὰς παρα‐

46

.

4

.

3

τεταμένον ἀνάγοντα. τὰ πολλὰ μὲν οὖν κατορθοῦται διὰ τῆς προ‐ κειμένης ἐνεργείας· εἰ δέ γε ἐν τῷ πράττειν αὐτὴν μὴ ὑπακούοι τὸ ἔργον, ἐφ’ ἕτερον σχῆμα μεταβαίνειν, τὸν ἀγκῶνα παράγοντα πρὸς τὸ στῆθος, ὡς ἄκραν τὴν χεῖρα θέσιν ἴσχειν παρ’ αὐτὸ τὸ ἀκρώμιον

46

.

4

.

4

τοῦ ὑγιοῦς ὤμου. τὸ δὲ τοιοῦτον σχῆμα πρὸς τὴν ἐκτὸς χώραν ἀπάγει δηλονότι τὴν κεφαλὴν τοῦ βραχίονος, ᾧ συναπάγεται καὶ τὸ
τῆς κλειδὸς μέρος τὸ συνημμένον τῷ ἀκρωμίῳ.

46

.

5

t

Περὶ τῶν ἐν πλευροῖς καταγμάτων.

46

.

5

.

1

Τὰ κατάγματα τῶν πλευρῶν τοῦτον ἐπιδοῦμεν τὸν τρόπον, ὅν‐ περ καὶ τὰ κῶλα. τῶν μὲν γὰρ δεξιῶν πεπονθότων, τὴν ἀρχὴν ἐν‐ ταῦθα βαλλόμενοι τὴν νομὴν ἐπ’ ἀριστερὰ ποιούμεθα· τῶν δ’ ἀρι‐ στερῶν, ἀπὸ τούτων ἀρξάμενοι τὴν οἷον ὁδοιπορίαν τῆς ἐπιδέσεως

46

.

5

.

2

ἐπὶ τὸ δεξιὸν μέρος ἐργαζόμεθα. χωρὶς μὲν οὖν ἐπιθλάσεως ὅταν ἁπλᾶ καὶ μόνα γένηται τὰ κατάγματα τῶν πλευρῶν, τῇ μὲν φαντασίᾳ χαλεπώτερα τῆς περιθλάσεώς ἐστι, τῇ δυνάμει δ’ ἐπιεικέστερα (θερα‐ πεύεται γὰρ ἄνευ κινδύνου τάχιστα), χωρὶς δὲ κατάγματος ὅταν αἱ
5περὶ ταῖς πλευραῖς σάρκες θλασθῶσιν, εἰς μέγιστον ἐνίοτε κίνδυνον ἥκουσιν οἱ οὕτω παθόντες.

46

.

6

t

Περὶ ἀπάγματος.

46

.

6

.

1

Οὐχ ἕτερόν τι γένος πάθους ἐστὶ τὸ ἄπαγμα τοῦ κατάγματος, ἀλλ’ ἔστι τὸ ἄπαγμα κάταγμα κατὰ τὸ τῆς διαρθρώσεως χωρίον γινό‐

46

.

6

.

2

μενον. ἐν δὲ τῇ κατ’ ἀγκῶνα διαρθρώσει ποτὲ μὲν τὸ τοῦ πήχεως

46

.

6

.

3

ὀστοῦν ἀπάγνυται, ποτὲ δὲ τὸ τοῦ βραχίονος. ἀπάγνυται δ’ ὁ πῆχυς κατὰ τρεῖς ἑαυτοῦ τόπους, ποτὲ μὲν κατὰ τὴν βαθμίδα, ὅτε καὶ πλανῶδες μάλιστα ἐν τούτῳ τῷ κατάγματι τὸ τοῦ βραχίονος ἄρθρον γίνεται, μηκέτι ἐπὶ βάσεως ἀσφαλοῦς στηριζόμενον, ποτὲ δ’ ἐφ’ ἑκά‐
5τερα ταύτης, ἢ ἐν τοῖς ὀπίσω μέρεσι κατὰ τὸ τοῦ ἀγκῶνος χωρίον ἢ ἐν τοῖς πρόσω κατὰ τὴν ἀρχὴν τῆς ἐκφύσεως τοῦ προσθίου κορω‐

46

.

6

.

4

νοῦ. χείρισται δ’ εἰσὶν αἱ θλάσεις τῶν κατὰ τὴν διάρθρωσιν ταύτην παθημάτων· οὐ γὰρ ἐπὶ τοῖς τῶν ὀστῶν πάθεσιν αὐτοῖς δι’ ἑαυτὰ κίνδυνος ἕπεται τοῖς πάσχουσιν, ἀλλ’ ὅτι συμπάσχουσιν οἵ τε μύες

46

.

6

.

5

καὶ οἱ τένοντες καὶ τὰ νεῦρα. εἴπερ οὖν ὁπότε συμπάσχουσι κίνδυνον ἐπιφέρουσι, πολὺ μᾶλλον ὅταν αὐτοὶ πρῶτοι πάθωσιν.

46

.

7

t

Ἐκ τῶν Ἡλιοδώρου. Περὶ τῶν ἐν κεφαλῇ τραυμάτων.

46

.

7

.

1

Πᾶν τραῦμα τῇ αὐτοψίᾳ καὶ τῇ μηλώσει καταλαμβάνεται, τῇ μὲν αὐτοψίᾳ ἢ ἁπλοῦν ὁρώμενον ἢ μετὰ περιθλάσεως σωμάτων, τῇ μη‐ λώσει δὲ τὸ βάθος αὐτοῦ καταλαμβάνεται, ἐάν τε ἐπιπόλαιον ᾖ, ἐάν

46

.

7

.

2

τε βαθύ. εἰ δὲ βαθύτατον εἴη τὸ τραῦμα, συνδιακεκομμένου τοῦ περι‐ κρανίου ὑμένος, καθεθεῖσα ἡ μηλωτρὶς ἀντιτύπῳ τῷ ὀστέῳ ἐπερεισθή‐ σεται· ἐὰν δ’ ᾖ ἐξασμένος ὁ περικράνιος ὑμήν, ὑμενώδη σώματα φα‐

46

.

7

.

3

νήσεται. ἐάν τε τετρωμένος ᾖ, ἐάν τε τεθλασμένος, τὴν ἐπιδιαίρεσιν ζητεῖ πρὸς ἀκίνδυνον θεραπείαν· μὴ ἐπιδιαιρεθέντος γὰρ αὐτοῦ ἢ

46

.

7

.

4

ἄλλως ἀπείρως θεραπευθέντος, ἐπιγίνεται φλεγμονὴ τοῦ ὑμένος. καὶ κατ’ ἀρχὰς μὲν ὁ τοῦ τραύματος τόπος οἰδεῖ μετ’ ὀδύνης· βραδυνού‐ σης δὲ τῆς ἐπιμελείας, τῷ πρωτοπαθήσαντι τόπῳ συμπάσχειν εἴωθεν ὁ περικράνιος ὑμήν· οἰδήσαντος δ’ αὐτοῦ, τὰ σκέποντα συνοιδεῖ σώ‐
5ματα, ὡς τὴν ὅλην ἐπαίρεσθαι κεφαλήν, ἐνίοις δὲ καὶ τὸ πρόσωπον

46

.

7

.

5

μετὰ πυρετοῦ ὀξυτάτου. καὶ τοῖς μὲν ἀκινδυνότερον διατελοῦσι πυοῦ‐ ται ὁ ὑμήν, ὥστε κατὰ πολλὰ μέρη τὴν κεφαλὴν ἀφίστασθαι, τοῖς δὲ χαλεπώτερον τούτων διάγουσι χολημεσία, παρακοπή, σπασμὸς ἕπεται,

46

.

7

.

6

καὶ οἱ πλεῖστοι ἀπόλλυνται. τοῦ δὲ τραύματος κατὰ κροτάφου γε‐ γονότος, ἐπιπολαίου μέν, μόνου τοῦ δέρματος διακεκομμένου, ἀκίνδυ‐ νος γίνεται ἡ θεραπεία· χαλεπὴ δέ, βαθυτάτου γεγονότος τοῦ τραύ‐

46

.

7

.

7

ματος, τοῦ μυὸς διατιθεμένου. φαίνεται δὲ καὶ αὐτὸς ὁ μῦς τετρωμένος ἢ διῃρημένος· σαρκωδέστερον μὲν γάρ ἐστι τὸ δέρμα, νευρώδης δ’ ὁ μῦς τῇ συγκρίσει, καὶ ἐκ μὲν τούτου κοινὸν αἷμα ἐκκρίνεται, ἐκ δὲ τοῦ μυὸς ξανθόν, λεπτόν, ἔνθερμον· ἐν γὰρ τοῖς μυσὶ μᾶλλον πλεο‐

46

.

7

.

8

νάζει τὰ ἀρτηριώδη ἀγγεῖα. πάλιν δὲ τοῦ τραύματος μὴ ἐπιδιαιρε‐ θέντος, ἀγανακτήσαντος τοῦ μυὸς εἴωθε γίνεσθαι σπαραγμός.

46

.

8

t

Θεραπεία τραυμάτων.

46

.

8

.

1

Ἐὰν οὖν γένηται τραῦμα μικρὸν ἐπιπόλαιον, μετὰ τὴν τῶν τρι‐ χῶν ἀποξύρησιν σπληνίον ἐπιτιθέσθω δυνάμεως ἀφλεγμάντου κολλη‐ τικῆς· ἐὰν δὲ μεῖζον ᾖ καὶ βαθύτερον, τοῦ περικρανίου ὑμένος ἀπα‐ θοῦς ὄντος, ἔναιμα ὄντα τὰ χείλη ῥαφαῖς συνάγειν δεῖ, ἔπειτα

46

.

8

.

2

χρῆσθαι τῇ ἀκολούθῳ κολλητικῇ θεραπείᾳ. ἐὰν δὲ βαθὺ μὲν ᾖ τραῦμα, ἐστενωμένον δὲ κατὰ τὴν ἐπιφάνειαν, ἐπιδιαιρείσθω, ἵνα γένηται ἰσο‐

46

.

8

.

3

βαθές, καὶ τότε τὰ εἰρημένα γινέσθω. τοῦ δὲ περικρανίου ὑμένος τετρωμένου, πρότερον ἐπιδιαιρεῖν δεῖ τὸν ὑμένα, εἶτα συνάγειν τὰ

46

.

8

.

4

τοῦ τραύματος χείλη. ταῦτα μὲν οὖν ἐπ’ ἐναίμων ὁμαλῶν σωμάτων ποιεῖν· ὅταν δὲ τὸ τραῦμα μετὰ θλάσματος γένηται, καὶ αὐτὸς ὁ ὑμὴν τεθλασμένος καὶ ἐξασμένος τυγχάνῃ, μετὰ τὴν ἐπιδιαίρεσιν τὴν διαμότωσιν δοκιμάζειν, τοῖς τιλτοῖς μοταρίοις πληρουμένου τοῦ βά‐
5θους, καὶ τότε ἔξωθεν ἐπιτιθέναι σπληνίον ἀφλεγμάντου δυνάμεως· κατὰ δὲ τοῦ σπληνίου καὶ τῶν ἔξωθεν τόπων ἐπιτιθέσθω ἔρια οἰνε‐

46

.

8

.

5

λαίῳ βεβρεγμένα, εἶτ’ ἐπίδεσις ἐγκρινέσθω ἡ οἰκεία. ἀπὸ δὲ τῆς τρίτης πυρία δοκιμαζέσθω ἡ διὰ τῶν σπόγγων ἢ κατάντλησις, εἶτα πάλιν διαμότωσις, μότων ἐντιθεμένων πυοποιῷ φαρμάκῳ βεβρεγμένων, καὶ ἡ ἀκόλουθος πυοποιὸς ἀγωγὴ ἐγκρινέσθω πρὸς τὴν τοῦ τραύ‐

46

.

8

.

6

ματος σάρκωσιν. εἴωθε δέ ποτε τετρωμένου ἢ τεθλασμένου ἢ ἐξασμέ‐ νου τοῦ περικρανίου ὑμένος ἀμελεῖσθαι τὸ τραῦμα, ὅτε συμβαίνει τῆς ἐπιδιαιρέσεως ἀμεληθείσης ἐπιγίνεσθαι νεανικὴν φλεγμονήν, ὡς εἴρηται.

46

.

8

.

7

συμφέρει οὖν μετὰ τὴν τῆς κεφαλῆς ψίλωσιν κατάντλησιν ἐγκρίνειν τὴν διὰ τοῦ εὐκράτου ὕδατος καταπλάσματά τε δοκιμάζειν τὰ πρὸς τὴν τῆς φλεγμονῆς λύσιν εὐθετοῦντα, ὡς ἐδηλώθη ἐν τῷ περὶ φλεγ‐

46

.

8

.

8

μονῆς λόγῳ. λυθείσης μὲν οὖν τῆς φλεγμονῆς, εὖ ἂν ἔχοι· πυωθέντος δὲ τοῦ περικρανίου ὑμένος καὶ ἀποστάντων τῶν σωμάτων, οὐ μόνον τὸ τραῦμα, ἀλλὰ καὶ τὰ πλησίον μέρη τὰ ἀφεστῶτα ἐπιδιαιρεῖν δεῖ

46

.

8

.

9

καὶ τῇ ἐπὶ τῶν ἀποστημάτων χρῆσθαι ἀγωγῇ. εἴωθα δ’ ὅταν τινὸς προθεραπευθέντος ἐντύχω τῷ τραύματι, ἀρχὴν ἐχούσης τῆς φλεγμο‐ νῆς, ἐπὶ τὴν διαίρεσιν ὁρμᾶν· κωλύεται γὰρ οὕτως ἡ τῆς φλεγμονῆς

46

.

8

.

10

γένεσις. δεῖ δ’ ὁμοίως τὴν ἐπιδιαίρεσιν διαστέλλειν τοῖς μότοις, καὶ τότε ἔξωθεν μοτοφύλακα ἐπιτιθέναι οἰνελαίῳ βεβρεγμένον ἢ σπλη‐ νίον δυνάμεως ἀφλεγμάντου, καὶ πάλιν ἔξωθεν ἔρια ἐπιτιθέναι οἰνε‐ λαίῳ νενοτισμένα, εἶτ’ ἐπιδεῖν προσηκόντως καὶ ταῖς ἑξῆς ἡμέραις τῇ
5πυοποιῷ ἀγωγῇ χρῆσθαι, ἔτι δὲ φλεγμονῆς οὔσης μετὰ τὴν διαμότω‐

46

.

8

.

11

σιν δοκιμάζειν τὰ καταπλάσματα. κατὰ κροτάφου δὲ τοῦ τραύματος γεγονότος, μόνου μὲν τοῦ δέρματος διακεκομμένου ἡ κοινὴ δοκιμαζέ‐ σθω τραυματικὴ ἀγωγὴ ἡ μικρῷ πρόσθεν εἰρημένη· τετρωμένου δὲ τοῦ μυός, ἔτι δὲ καὶ τεθλασμένου, ἐπιδιαιρεῖν χρή, οὐ πάντως δὲ
5χιέζειν τὸν μῦν, ἀλλὰ μεγεθύνειν τὴν ἐπιδιαίρεσιν· τοῦτο γὰρ κωλυ‐

46

.

8

.

12

τικὸν γίνεται τοῦ σπασμοῦ. δεῖ δ’ οὐδὲ τὴν εὐθυτομίαν δοκιμάζειν, ἀλλὰ τὸν μῦν κατὰ λοξὸν σχῆμα ἐπιδιαιρεῖν· μᾶλλον γὰρ οὕτως ἀπο‐

46

.

8

.

13

λύεται τὸ σύγκριμα καὶ ἀσυμπαθέστερον γίνεται. οὐ πάντως δ’ ὅλον δι’ ὅλου τοῦ πάχους διακόπτειν δεῖ τὸν μῦν, ἀλλὰ μεγεθύνειν ἐφ’

46

.

8

.

14

ὅσον ἂν συμφέρῃ. μετὰ δὲ τὴν ἐπιδιαίρεσιν οἱ μὲν ῥαφαῖς ἐχρήσαντο, οἱ δὲ διαμοτώσει καὶ τῇ ἀκολούθῳ πυοποιῷ θεραπείᾳ. σύντομος μὲν οὖν ἐστιν ἡ ἔναιμος ἀγωγή, ἄνευ βλάβης δὲ μᾶλλον ἡ ἀφλέγμαντος καὶ πυοποιὸς θεραπεία.

46

.

9

t

Περὶ τοῦ ἐπὶ μεγάλῳ τραύματι ἐπὶ πλεῖον ἐψιλωμένου ὀστέου.

46

.

9

.

1

Μεγάλου δὲ τραύματος γενομένου καὶ ἐπὶ πλεῖον ψιλωθέντος τοῦ ὀστέου, εἴωθέ ποτε προκόπτειν ἡ διὰ μόνης τῆς φαρμακείας ἀγωγὴ

46

.

9

.

2

ἡ διὰ τῶν λεγομένων κεφαλικῶν ξηρίων τε καὶ ἐμπλάστρων. ταύτῃ
δὲ τῇ ἀγωγῇ χρωμένων ἡμῶν, ὅταν μὴ ἐπιτευχθῇ, ἡ κατὰ περισάρ‐ κωσιν ἀναγκαία θεραπεία· ἀναξηραινόμενον γὰρ ἐπὶ πλεῖον τὸ ὀστέον ἀφίσταται κατὰ λεπίδος ἀπόστασιν, χωριζομένης αὐτοῦ τῆς πυκνῆς

46

.

9

.

3

ἐπιφανείας, καὶ τάχιστα σαρκοῦται τὸ τραῦμα. πυριᾶν δὲ δεῖ τὸ τραῦμα ἢ καταντλεῖν, ἅμα τῇ τῶν φαρμάκων χρήσει διαμοτούμενον

46

.

9

.

4

καὶ σπληνούμενον καὶ ἐπιδεόμενον. συντομωτέρα δὲ γίνεται ἡ θερα‐ πεία, ἐπιξυσθέντος τοῦ κρανίου· τῇ γὰρ ξύσει δαπανηθείσης αὐτοῦ τῆς πυκνῆς ἐπιφανείας, ἡ σάρκωσις ἐκ τῆς ὑποκειμένης σήραγγος γίνεται· διὸ καὶ τὸ βάθος τῆς ξύσεως κανονίζεται ἕως τῆς διπλόης.

46

.

9

.

5

ἡ δὲ ξύσις διὰ κοινοῦ ξυστῆρος γινέσθω ὁμαλῶς ἰσοβαθής, καὶ πάλιν μετὰ τὴν ξύσιν ἐγκρινέσθω ἡ μικρῷ πρόσθεν δεδηλωμένη θεραπεία.

46

.

10

t

Περὶ καταγμάτων.

46

.

10

.

1

Ἐν πρώτοις διαστείλασθαι χρὴ περὶ τῆς τῶν σωμάτων ἀναστο‐ λῆς. χρῶμαι δ’ ἐγὼ οὐ μονοειδεῖ τῇ ἀναστολῇ, ἀλλὰ πρὸς τὸ σχῆμα καὶ τὸ εἶδος τοῦ κατάγματος κατάλληλον εἴωθα αὐτὴν ποιεῖσθαι· ἔσθ’ ὅτε γὰρ ἐπὶ ῥωγμῆς μεγάλης καὶ ἡ ἁπλοτομία εὐθετεῖ, περιτενοῦς
5ὄντος τοῦ τῆς κεφαλῆς δέρματος· διισταμένων δ’ ἐπὶ πολὺ τῶν τῆς

46

.

10

.

2

διαιρέσεως χειλῶν, πλεοναζόντως [δὲ] τῷ χιεσμῷ χρῶμαι. δεῖ δ’ ἀπὸ τοῦ τραύματος ἄρξασθαι, ἔπειτα διελεῖν τὰ σώματα πρὸς τὴν τοῦ

46

.

10

.

3

ὑποκειμένου κατάγματος γύμνωσιν. ἡ δὲ τῆς ἀναστολῆς ἀκολουθία

46

.

10

.

4

γίνεται, ἅμα τῷ διελεῖν κατοπτευόντων ἡμῶν τὸ κάταγμα. ὅταν δὲ τὰ πέρατα στενότερα ὄντα εἰστρέπηται καὶ τὸ κάταγμα σκέπηται, εἴωθα πρὸς εὐχερῆ ἀνάτρησιν τὰ εἰστρεπόμενα μυδίῳ ἀποτείνειν καὶ

46

.

10

.

5

ἐκτέμνειν. πρὸς δ’ ἀνεμπόδιστον θεραπείαν τοῦ κατάγματος δεῖ καὶ τὸ μέγεθος τῆς ἀναστολῆς τῶν σωμάτων κατάλληλον ποιεῖσθαι.

46

.

11

t

Περὶ ῥωγμῶν.

46

.

11

.

1

Ἐπιπολαίου τῆς ῥωγμῆς οὔσης, τῆς μήνιγγος μὴ ἀφισταμένης, θεραπεία προσαγέσθω ἡ αὐτὴ τῇ ἐπὶ τοῦ ἐψιλωμένου ὀστέου δεδη‐ λωμένῃ· ἀφεστώσης δὲ τῆς μήνιγγος, καὶ ὑγροῦ συλλελεγμένου, μετὰ τὰς πρώτας τῆς θεραπείας ἡμέρας ἐπὶ τὴν ἀνάτρησιν ὁρμῆσαι χρή.

46

.

11

.

2

σχηματιζέσθω δ’ ὁ κάμνων ὕπτιος μέν, ἐὰν τὸ τραῦμα γεγονὸς ᾖ κατὰ τὸ μέτωπον ἢ κατὰ τὸ βρέγμα, πρηνὴς δέ, ὅταν ὀπίσω κατὰ τὸ ἰνίον· ἐὰν δ’ ἐκ πλαγίων, ἐπὶ τοῦ ὑγιοῦς πλευροῦ ὁ σχηματισ‐

46

.

11

.

3

μὸς γενέσθω. ὅταν δὲ κατὰ τὴν κορυφὴν γένηται, τότε δεῖ καθέδριον σχηματίζειν, καὶ τὸ κεφάλιον στηρίζειν ἐπὶ τῶν τοῦ ἐνεργοῦντος γο‐

46

.

11

.

4

νάτων. εἰώθαμεν δὲ κατὰ τὸ πλεῖστον δεσμοῖς μὴ χρῆσθαι, ἀναλγήτων
ὄντων τῶν ὀστέων· ὅταν δέ ποτε ἐμπιέσματος ἢ ἐγγεισώματος γεγο‐ νότος, νυσσομένης τῆς μήνιγγος, δυσανασχετῇ ὁ πάσχων, τότε τοῖς

46

.

11

.

5

δεσμοῖς χρώμεθα πρὸς τὴν χειρουργίαν. οἱ δ’ ὑπηρέται πλησίον κα‐ θεζέσθωσαν, καὶ ὁ μὲν τὸ κεφάλιον τοῦ πάσχοντος συνεχέτω, ὁ δὲ

46

.

11

.

6

τὰ ἀκόλουθα εἰς τὴν ὑπηρεσίαν ποιείτω. ἐρίοις τε συνειλημένοις ἐμφρασσέσθωσαν οἱ ἀκουστικοὶ πόροι, ἵνα μὴ διὰ τὸν ἦχον τὸν ἐν τῇ

46

.

11

.

7

ἐκκοπῇ πτοῆται. γενομένων δὲ τούτων, ἐπερειδέσθω τῷ κρανίῳ ἡ αἰχμὴ τοῦ τρυπάνου κατὰ τοῦ ἑτεροχροοῦντος ὀστέου τοῦ παρὰ φύσιν ἔχοντος, πλησίον τοῦ κατὰ φύσιν, ἔπειτα ἠρέμα τῇ ἀρίδι στρεφέσθω τὸ τρύπανον, ἕως οὗ ἐγκοπέντος τοῦ ὀστέου στηριχθῇ ἡ ἀκμή, καὶ
5τότε μᾶλλον ἡ ἐνέργεια ὀξυτέρα γινέσθω, στρεφομένου τοῦ τρυπάνου

46

.

11

.

8

τῇ ἀρίδι, ἕως ὅτου καταβιβασθῇ ἡ ἀκμὴ εἰς τὴν διπλόην. αἰσθήσεται δ’ ὁ ἐνεργῶν γεγονότος τούτου, ἀπὸ πυκνῆς τῆς ἐπιφανείας εἰς

46

.

11

.

9

χαύνην τὴν σήραγγα καταβεβιβασμένης. ἔσθ’ ὅτε δὲ καὶ αἷμα διὰ τοῦ τρήματος ἀναβλύζει· τοῦτο δ’ ἐὰν μὲν ὀλίγον ᾖ, καταφρονεῖν δεῖ τῆς ἐκκρίσεως καὶ βαθύνειν τὸ τρῆμα· ἐὰν δὲ πολύ, καὶ διὰ τοῦτο μολύ‐ νηται τὸ ἔργον, μοταρίῳ συνεστραμμένῳ ἐμφρασσέσθω, καὶ τότε τὸ
5δεύτερον ἢ καὶ τρίτον τρῆμα γινέσθω· ἐν ᾧ γὰρ χρόνῳ τὰ πλησίον τρήματα δίδοται, ἐν τοσούτῳ φθάσει ἐπισχεθῆναι τὸ αἱμάτιον, εἶτα πάλιν ἐξέσται ἀναδραμεῖν ἐπὶ τὸ πρῶτον τρῆμα καὶ προσβαθῦναι

46

.

11

.

10

αὐτό, ὡς εἴρηται. ἀεὶ δ’ ἀνατιτραμένου τοῦ κρανίου, στέατι τὰ ψήγ‐ ματα ἀναλαμβανέσθω ἢ ἐρίῳ περὶ μηλωτρίδα εἰλημένῳ, ἵνα μὴ τὸ

46

.

11

.

11

ἔργον ἐμποδίζηται. ἔστω δὲ καὶ ἄλλη μηλωτρὶς ἔχουσα ἔριον περιειλη‐ μένον, ἵνα διὰ τοῦ ἐρίου τούτου ἐκ διαστημάτων ψυχρὸν ὕδωρ παρα‐

46

.

11

.

12

στάζηται τῷ τρυπάνῳ. ὅταν δὲ βαθύτερον γένηται τὸ τρῆμα, ὑπὲρ τὸ τῆς διπλόης πάχος τετρημένου τοῦ ὀστέου, τότε ἡ τοῦ τρυ‐ πάνου περιδίνησις ἀσφαλεστέρα γινέσθω, ἵνα μὴ ἀθρόως καταβιβασθέν‐

46

.

11

.

13

τος τοῦ τρυπάνου ἡ μῆνιγξ τρωθῇ. ὅταν δ’ ἤδη καταβιβασθῇ τὸ τρύ‐ πανον καὶ ἤτοι στοχασμῷ νοηθῇ, ὅτι ὅλον τὸ τοῦ ὀστέου πάχος τέτρηται, ἢ παρὰ μικρὸν λεπτῆς συνεχείας καταλελειμμένης, τότε ὁ ἐνεργῶν καταγευέσθω τοῦ βάθους, καθεὶς βελόνης λεπτῆς τὸ ἀμβλὺ
5μέρος, κἂν ἔτι λείπηται συνέχεια, ἐπικαθιέναι δεῖ τὴν ἀκμὴν τοῦ τρυ‐ πάνου εἰς τὸ βάθος καὶ τῇ ἠρεμαίᾳ στροφῇ τὸ καταλελειμμένον συν‐

46

.

11

.

14

εχὲς ὀστέον τρῆσαι. ποιεῖν δὲ τὰ αὐτὰ καὶ ἐν τοῖς λοιποῖς τρήμασιν,

46

.

11

.

15

ἕως οὗ περιτρηθῇ ἡ ῥωγμή. αὐτάρκη δὲ διαστήματα ἔστω τὰ μεταξὺ

46

.

11

.

16

τῶν τρημάτων ἀναλογοῦντα πυρῆνι μήλης στενῆς. μετὰ τὴν τῶν τρημάτων δόσιν ἐπὶ τὴν λεγομένην ἐκκοπὴν χωρῆσαι δεῖ, ἵνα δια‐ κοπέντων τῶν ἐκτρημάτων ἐκ διαστημάτων ἐξαιρεθῇ τὰ παρὰ φύσιν

46

.

11

.

17

ἔχοντα ὀστέα. ἔστι δ’ ὁ ἄριστος ἐκκοπῆς τρόπος τοιόσδε· δύο δεῖ λαβεῖν σμιλιωτοὺς ἐκκοπέας, ἔπειτα τοῦ ἑνὸς τὴν ἀκμὴν εἰς τὸ δεύ‐ τερον ἢ τὸ τρίτον τρῆμα κατὰ τὴν ἑτέραν γωνίαν λελοξωμένην ἐντι‐ θέναι, τὴν δὲ λαβὴν προστάξαι τῷ ἀντικαθημένῳ ὑπηρέτῃ ἀσφαλῶς

46

.

11

.

18

συνέχειν ἀντερείσεως χάριν. τοῦ δ’ ἑτέρου ἐκκοπέως ἡ ἀκμὴ ἐντιθέσθω εἰς τὸ πρῶτον τρῆμα, ἧς τὸ μὲν ὀλίγον μέρος ἔστω πρὸς ὑγιὲς ὀστέον τεταγμένον, τὸ δ’ ὠνυχωμένον πρὸς τὸ παρὰ φύσιν, ἐπείπερ ἰδίως ἐν τῇ πλήξει τέμνουσι μᾶλλον οἱ ἐκκοπεῖς, καθ’ ὃ μέρος ὠνύχω‐

46

.

11

.

19

ται ἡ ἀκμή. ἡ δὲ λαβὴ ὑπὸ τοῦ ἐνεργοῦντος κρατουμένη πλησσέσθω

46

.

11

.

20

τῷ κεφαλικῷ σφυρίῳ. συμβαίνει δ’ ἅμα διαιρουμένου τοῦ ὀστέου σφηνοῦσθαι τὴν ἀκμὴν καὶ διὰ τὴν ἔνωσιν βραδέως προβιβάζεσθαι.

46

.

11

.

21

πρὸς δὲ τὴν εὐχερῆ ἐνέργειαν ἐξαιρείσθω ἡ ἀκμή, καὶ πάλιν εἰς τὴν

46

.

11

.

22

αὐτὴν τοῦ ὀστέου ἐγκοπὴν ἐντιθέσθω, εἶθ’ ἡ λαβὴ πλησσέσθω. γινέ‐ σθω δὲ τοῦτο ὁπόσον ἂν ἐνδέχηται, ἕως οὗ διακοπῇ ἡ μεταξὺ τῶν

46

.

11

.

23

τρημάτων τοῦ ὀστέου συνέχεια. τὰ δ’ αὐτὰ γινέσθω ἔργα καὶ ἐπὶ τῶν λοιπῶν μεταξὺ διαστημάτων, ἕως οὗ διακοπῇ πάντα, καθὼς εἴρηται, χωρὶς τοῦ ἐσχάτου καὶ δευτερεσχάτου, ἵνα μὴ τοῦ ὀστέου ὅλου διακοπέντος ἡ τοῦ ἀντερηρεισμένου ἐκκοπέως ἀκμὴ κενεμβατή‐

46

.

11

.

24

σασα διέλῃ τὴν μήνιγγα. τοιγαροῦν ὅταν τὰ πλείω διαστήματα δια‐ κοπῇ, τὰ δ’ ἔσχατα καταλειφθῇ, παρακαθήμενος ὑπηρέτης ἀσφαλῶς τὴν κεφαλὴν διακρατείτω, καὶ ὁ ἐνεργῶν ἠρέμα τῇ πλήξει χρώμενος

46

.

11

.

25

τὴν λοιπὴν τοῦ ὀστέου συνέχειαν διακοψάτω. τοῦ δ’ ὀστέου κατὰ κύκλον ὅλου περικοπέντος, πρὸς τὴν ἀναβολὴν αὐτοῦ ὁρμῆσαι δεῖ.

46

.

11

.

26

μετεωριζέσθω δὴ πρῶτον τοῖς ἀναβολεῦσιν ἢ μετ’ ἀναβολέως καὶ τῷ κυαθίσκῳ τῆς τραυματικῆς μηλωτρίδος· ὅταν δ’ ἄνω μετεωρισθῇ, τότε ὀστάγρᾳ ἀναιρείσθω· οὗ κομισθέντος τῷ δακτύλῳ κατὰ κύκλον περι‐ αγομένῳ προσάψασθαι δεῖ τῆς ἐκτρήσεως, κἂν μὲν ᾖ λεία, οὕτως
5ἐᾶσαι· ἐὰν δέ τις ὀξεῖα ὑποπέσῃ προὔχουσα κατά τι μέρος τῆς ἐκ‐

46

.

11

.

27

τρήσεως, ἀποθραυέσθω. ἀποθραυέσθω δὲ μετ’ ἀσφαλείας, τῆς μήνιγγος

46

.

11

.

28

μηνιγγοφύλακι σκεπομένης. δεῖ δὲ τὸ ἕτερον μέρος τοῦ μηνιγγοφύ‐ λακος ἐπιτιθέναι τῇ μήνιγγι, καὶ τὸ πέρας ὑπερείδειν τῷ ὑγιεῖ ὀστέῳ ὑπὸ τὴν ὀξεῖαν καὶ ἀποθραύειν σμιλίῳ ἢ τῇ τοῦ ἐκκοπέως ἀκμῇ, τῆς

46

.

11

.

29

λαβῆς κρατουμένης καὶ πλησσομένης τῷ σφυρίῳ. ἐὰν δὲ μετὰ τὴν
θραῦσιν ἀνώμαλος 〈ὁ〉 τῆς ἐκτρήσεως τόπος ᾖ, τῷ λεγομένῳ περι‐

46

.

11

.

30

ξυστῆρι λειοποιείσθω. ἐὰν δέ τινα ᾖ ὀστάρια τεθραυσμένα ἐπικείμενα τῇ μήνιγγι, ἀθερολογίῳ ἐκλεγέσθω· τὰ δὲ τοῦ ὀστέου ψήγματα ἐρίῳ

46

.

11

.

31

περὶ μηλωτρίδα εἰλημένῳ ἐκλαμβανέσθω. ὁ δ’ Ἀρχίβιος ἀναστείλας τὰ τραύματα τὴν μεσότητα τῆς ῥωγμῆς ἐξέκοψε, τὰ δὲ πέρατα οὕτως εἴασεν, ἵνα διὰ τοῦ μέσου τόπου ἅμα μὲν τῶν ὑγρῶν ἔκκρισις, ἅμα δ’ ἡ τῶν φαρμάκων ἔγχυσις γένηται· τῷ δὲ Μηνοδώρῳ δοκεῖ ὅλον

46

.

11

.

32

ἐκκόπτειν τὸ ὀστέον. ἀρέσκει δὲ κἀμοὶ ὅλον τὸ ἀφεστὸς ὀστέον τὸ

46

.

11

.

33

παρὰ φύσιν ἔχον ἐκκόπτειν. εἴωθα δέ ποτε κἀγὼ τὰ μέσα μέρη 〈ἐκ‐〉 κόπτειν· ὅταν δ’ ᾖ τινα ἐρρωγότα τοῦ κρανίου μέρη ἐπιπολαιότερα, τῆς μήνιγγος τοῖς ὀστέοις προσκειμένης, τὰ οὕτως ἔχοντα καταλείπω,

46

.

11

.

34

χρώμενος μετὰ τὴν ἀνάτρησιν τῇ καταλλήλῳ θεραπείᾳ. τῆς δὲ ῥωγ‐ μῆς πλησίον ῥαφῆς γεγενημένης κατὰ φύσιν ἐχούσης, μόνη ἡ ῥωγμὴ περιτιτράσθω καὶ ἐκκοπτέσθω· πρὸς δὲ τὴν ἀσφαλῆ ἀνάτρησιν στίχος εὐθὺς τρημάτων διδόσθω μεταξὺ τῆς ῥαφῆς καὶ τῆς ῥωγμῆς, ἔπειτα
5ἄλλος ὑπό τι ἡμικυκλοειδὴς περιορίζων ὅλην τὴν ῥωγμήν, αὐτοῦ τοῦ

46

.

11

.

35

παρὰ φύσιν ἔχοντος ὀστέου περιτιτραμένου. μετὰ δὲ τὴν περίτρησιν

46

.

11

.

36

δοκιμαζέσθω ἐκκοπὴ κατὰ τὸν ὑποδεδειγμένον τρόπον. εἰ δὲ πλησίον τῆς ῥαφῆς δύο γένωνται ῥωγμαί, ἢ μιᾶς γεγενημένης συναποστῇ ἡ ῥαφή, ἑκατέρωθεν ἐκτιτράσθω ὅλον τὸ ἀφεστὸς ὀστέον καὶ ἐκκοπτέσθω μετ’ ἀσφαλείας, ἵνα μὴ τῇ τῆς ἐκκοπῆς βίᾳ διαστῇ ἡ ῥαφή.

46

.

12

t

Περὶ ἐγκοπῆς.

46

.

12

.

1

Ἡ ἐγκοπὴ διαίρεσίς ἐστι τοῦ κρανίου μετ’ ἀνακλασμοῦ τοῦ πε‐ πονθότος, ἔστι δ’ ὅτε καὶ μετ’ ἀποθραύσεως τοῦ πεπονθότος ὀσταρίου.

46

.

12

.

2

ἐὰν μὲν οὖν ᾖ ἀποτεθραυσμένον, ἀπολυτέον τὸ ὀστέον, καὶ μετὰ τὴν τῶν σωμάτων ἀναστολὴν δακτύλοις ἢ ἀθερολογίῳ κομιζέσθω, καὶ τὸ κατὰ φύσιν ὀστέον ἀνώμαλον ὂν ξύσει λειούσθω· ἐὰν δὲ συνέχηται κατὰ τὴν βάσιν τὸ ἐγκεκομμένον ὀστέον, λεπτῆς μὲν οὔσης τῆς συν‐
5εχείας, αὐτόθεν διὰ τῶν σμιλιωτῶν ἐκκοπέων ἡ ἐκκοπὴ γινέσθω τοῦ ἀνακεκλασμένου ὀσταρίου· εὐτόνου δ’ οὔσης τῆς κατὰ τὴν βάσιν συν‐ εχείας, πρότερον αὐτὴ ἡ βάσις ἐκ διαστημάτων συμμέτρων τιτράσθω, ἔπειτα διακοπτέσθω τὰ μεταξὺ τῶν τρημάτων διαστήματα τοῖς σμι‐

46

.

12

.

3

λιωτοῖς ἐκκοπεῦσιν. μετὰ δὲ τὴν τοῦ ὀστέου ἀναίρεσιν ἡ ξύσις πρὸς
λειοποίησιν τοῦ κρανίου δοκιμαζέσθω.

46

.

13

t

Περὶ καμαρώσεως.

46

.

13

.

1

Ἡ καμάρωσις διαίρεσίς ἐστι τοῦ κρανίου μεθ’ ὑψώσεως τῶν πε‐ πονθότων ὀστέων, ὥστε τὴν καμάρωσιν ἢ διπλῆν εἶναι ὑψηλοτέραν

46

.

13

.

2

ἐγκοπὴν ἢ ῥαγάδα μεμετεωρισμένα ἔχουσαν τὰ χείλη. ὅσα τε ἐπὶ τῇ ῥωγμῇ παρήγγειλα ποιεῖν, ταῦτα καὶ ἐπὶ τῆς καμαρώσεως γινέσθω.

46

.

14

t

Περὶ ἐμπιέσματος.

46

.

14

.

1

Τὸ ἐμπίεσμα πολυμερής ἐστι τοῦ κρανίου διαίρεσις κατά τι μέ‐ ρος μετὰ τοῦ τὰ κατεαγότα ὀστάρια ὑποκεχωρηκέναι κάτω ὡς πρὸς

46

.

14

.

2

τὴν μήνιγγα. τῶν δ’ ὀσταρίων τούτων ἐὰν μὲν ᾖ τινα ἐν μέσῳ ἀπό‐ λυτα ἐμπλέοντα, ἀθερολογίῳ κομιζέσθω, καὶ τὸ γεγυμνωμένον μέρος τῆς μήνιγγος ὀθονίῳ καθαρῷ σκεπέσθω, ἅμα καὶ τῶν ἀνωμάλων ὀσταρίων ὑπὸ τοῦ αὐτοῦ ὀθονίου σκεπομένων, καὶ τότε ἡ ἐπίτρησις

46

.

14

.

3

τοῦ κατάγματος καὶ ἡ ἀκόλουθος ἐκκοπὴ γινέσθω. ὅταν δὲ συμπεπη‐ γότα μὲν ᾖ τὰ ὀστάρια, κάτω δ’ ὑποκεχωρηκότα πρὸς τὴν μήνιγγα, τότε αὐτὸς ὁ κύκλος τοῦ κατάγματος περιτιτράσθω καὶ ἐκκοπτέσθω.

46

.

14

.

4

ἀσφαλείας δὲ χρείαν ἔχει τὸ ἔργον διὰ τὴν μήνιγγα.

46

.

15

t

Περὶ ἐγγεισώματος.

46

.

15

.

1

Τὸ ἐγγείσωμα διαίρεσίς ἐστιν ὀστέου τοῦ κρανίου μετὰ τοῦ τὸ κατεαγὸς ὀστέον ὑποκεχωρηκέναι κάτω καὶ ὑπεληλυθέναι τῷ κατὰ

46

.

15

.

2

φύσιν. δύο δ’ εἰσὶ τῶν ἐγγεισωμάτων διαφοραί· ἢ γὰρ ἀπόλυτον τὸ ὀστέον τὸ κατεαγὸς ὑπὸ τὸ ἀντικείμενον τὸ κατὰ φύσιν ἔχον χωρεῖ, ἢ κυκλοτεροῦς γεγονότος τοῦ κατάγματος, τοῦ ἀπολελυμένου ὀστέου πλατυτέρου ὄντος κατὰ τὴν βάσιν, στενοτέρου δὲ κατὰ τὴν κορυφήν,
5τὸ ὑποκεχωρηκὸς εὑρίσκεται συνεχόμενον καθ’ ὅλον τὸν κύκλον ὑπ’

46

.

15

.

3

ὀφρυώδους ἐξοχῆς. κατὰ μὲν οὖν τὴν προτέραν διαφοράν, καθ’ ὃ μέρος τοῦ πέρατος τοῦ κατάγματος, τὸ κατὰ φύσιν ὀστέον τὸ ἐπι‐ κείμενον τῷ παρὰ φύσιν ἐπιτρῆσαι δεῖ καὶ ἐκκόψαι, ἵνα γυμνωθὲν

46

.

15

.

4

τὸ ἐγκεκομμένον ὀστέον ἀναιρεθῇ. ἐπὶ δὲ τῆς ἑτέρας διαφορᾶς, συν‐ εχομένου τοῦ ἐγγεισώματος ὑπὸ τῆς κατὰ κύκλον ὀφρυώδους ἐξοχῆς, αὐτὸ τὸ κατὰ φύσιν ἔχον ὀστέον περιτρῆσαι δεῖ καὶ ἐκκόψαι, ἵνα γυμνωθῇ ὅλον τὸ περιερρωγός, καὶ τότε τοῖς ἀναβολεῦσιν αὐτὸ με‐

46

.

15

.

5

τεωρίσαι πρὸς τὴν κομιδήν. κοινότερον δ’ ἐπὶ πάσης ἀνατρήσεως, ἐὰν μὲν ᾖ ἀπόλυτα τοῦ κατάγματος ὀστάρια, αὐτόθεν κομιζέσθω· ἐὰν δὲ συνέχηται πρὸς τὴν μήνιγγα, πρότερον καθ’ ὑποδορὰν μήλης πλάτει ἢ τυφλαγκίστρῳ ὑποδερέσθω τὸ ὀστάριον, ἵνα χωρισθῇ τῆς μήνιγγος.

46

.

15

.

6

δυσχεροῦς δ’ οὔσης τῆς ὑποδορᾶς, ἐὰν μηδὲν ἀδικῇ τὴν μήνιγγα,
οὕτως ἐάσθω, ἕως οὗ τῇ πυώσει ἀπόλυτον γένηται.

46

.

16

t

Περὶ ὑποπύων ὀστέων.

46

.

16

.

1

Τὸ λεγόμενον ὑπόπυον ὀστέον, κατάγματος μὴ ὄντος, ἐν μὲν αὐτῷ τῷ κρανίῳ ἐν διαστολῇ τοῦ ὑγροῦ συλλελεγμένου, περιτρῆσαι

46

.

16

.

2

δεῖ ὅλον τὸ ἀφεστὸς ὀστέον καὶ ἐκκόψαι. ἐν δὲ τῷ περιτιτρᾶν τοῦ ὑγροῦ διὰ τῶν τρημάτων ἀναφερομένου ἐπέχειν αὐτὸ δεῖ τιλτῶν μοταρίων ἐντιθεμένων· συνεκχεομένου γὰρ τοῦ ὑγροῦ αἰσθητὴ γίνεται

46

.

16

.

3

ἡ περίτρησις ἕως τοῦ πύου τοῦ τρυπάνου καταβιβαζομένου. ἐπὶ δὲ τῆς ὑπὸ τὸ κρανίον καὶ ἐν τῇ διπλόῃ συλλογῆς, τῆς μήνιγγος ἀφε‐ στώσης τοῦ ὀστέου, ἔργα δοκιμαζέσθω τὰ ἐπὶ τῶν ῥωγμῶν εἰρημένα τῶν μετ’ ἀποστάσεως τῆς μήνιγγος γεγονυιῶν.

46

.

17

t

Περὶ θλάσματος.

46

.

17

.

1

Ὅταν ποτὲ θλασθῇ τὸ κρανίον ἐπὶ παίδων κατά τι μέρος ἐκ παραπιεσμοῦ, μηδενὸς ἐπισυμβεβηκότος ὀχληροῦ, εἴωθε πάλιν με‐ τεωρίζεσθαι ἰσούμενον τῷ κατὰ φύσιν, ὑπ’ αὐτῆς τῆς μήνιγγος ἀνα‐

46

.

17

.

2

βιβαζόμενον. ἐπὶ τοῦ τοιούτου θλάσματος οὐδὲν δεῖ περιεργάζεσθαι, ἀλλ’ ἐρίῳ μαλακῷ ἐλαίῳ βεβρεγμένῳ σκέπειν τὸ κεφάλιον· ἐξέσται δέ,

46

.

17

.

3

ὅταν βραδύνῃ, σπληνίῳ χρῆσθαι δυνάμεως ἀφλεγμάντου. συλλογῆς δὲ γενομένης ὑπὸ τὸ δέρμα, τῆς μήνιγγος τῷ κρανίῳ προστετυπωμένης, διαιρέσει ἀναστελλέσθω τὸ δέρμα πρὸς τὴν τοῦ ὑγροῦ ἔκκρισιν· ἔπειτα

46

.

17

.

4

διαμοτούσθω ἡ διαίρεσις, καὶ ἡ ἀκόλουθος θεραπεία ἐγκρινέσθω. τῆς δὲ συλλογῆς ὑπὸ τὸ θλάσμα γεγενημένης, τῆς μήνιγγος ἀφεστώσης, οὐδὲν ἄλλο δεῖ ποιῆσαι ἢ περιτρῆσαι καὶ ἐκκόψαι τὸ παρὰ φύσιν

46

.

17

.

5

ὀστάριον τὸ ἐπικείμενον τῷ πύῳ. γινέσθω δὲ μετὰ σπουδῆς καὶ ἀκρι‐ βείας τὸ ἔργον, ἵνα μὴ τρωθῇ ἡ μῆνιγξ· μετὰ δὲ τὴν περίτρησιν ἡ ἐκκοπὴ γινέσθω μετ’ ἀσφαλείας.

46

.

18

t

Περὶ τῆς τῶν ῥαφῶν διαστάσεως.

46

.

18

.

1

Τῆς τῶν ῥαφῶν διαστάσεως ἐκ ῥευματισμοῦ γεγενημένης, τὰ πρῶτα ἔργα γινέσθω ὅσα εἴρηται ἐπὶ τῶν ὑδροκεφάλων, κἂν μετὰ τὴν παντελῆ τοῦ ὑγροῦ ἔκκρισιν, τῆς ἀκολούθου ἀγωγῆς δοκιμασθεί‐ σης, συναρμογῶσιν αἱ ῥαφαί, ἀσμενίζειν δεῖ· ἐὰν δὲ φθαρῇ τὰ τῶν

46

.

18

.

2

ὀστέων πέρατα ἑκατέρωθεν, περιτιτράσθω καὶ ἐκκοπτέσθω. ἐκ πληγῆς δὲ τῆς διαστάσεως γεγενημένης, ἀνυπερθέτως δεῖ ἑκατέρωθεν διὰ τῶν χειρῶν παραπιέζειν τὴν κεφαλὴν καὶ τὰ διιστάμενα ὀστᾶ συνάγειν
πρὸς τὴν κατὰ φύσιν τῆς ῥαφῆς συναρμογήν, ἔπειτα ὅλην τὴν κεφα‐
5λὴν ἀποξυρᾶν καὶ ἐπιτιθέναι σπληνίον δυνάμεως ἀφλεγμάντου κολλη‐ τικῆς, ἐπιδεῖν δ’ ἐπιδέσει τῇ δυναμένῃ συνεργῆσαι τῇ τῶν ῥαφῶν συμβολῇ, τῷ λαγωῷ ἐπιδέσμῳ, λύειν τε διὰ μιᾶς ἡμέρας ἢ διὰ δύο καὶ πυρίαν ξηρὰν προσάγειν ἐπιτιθέναι τε τὸ αὐτὸ σπληνίον καὶ ἐπι‐ δέσει τῇ αὐτῇ χρῆσθαι· εἴωθε δὲ διὰ τῆς εἰρημένης ἀγωγῆς κρατύνε‐

46

.

18

.

3

σθαι ἡ τῶν ὀστέων συμβολή. ἐὰν δέ ποτε ὑπόπυον γένηται τὸ τῆς ῥαφῆς διάστημα, διαιρείσθω τὸ ἐπὶ τῷ ὑγρῷ σῶμα, καὶ μετὰ τὴν τοῦ πύου ἔκκρισιν ἑκατέρωθεν ὡς ἐπὶ ῥωγμῆς περιτιτράσθω τὰ τῆς ῥαφῆς πέρατα καὶ ἐκκοπτέσθω.

46

.

19

t

Θεραπεία ἀνατετρημένων.

46

.

19

.

1

Ἐπὶ τῶν ἀνατετρημένων, αἱμορραγίας μὲν οὔσης, βοηθήματα πρῶτον ὀφείλει ἐπάγεσθαι πρὸς τὴν τοῦ αἵματος ἐπίσχεσιν τὰ παρα‐ δοθησόμενα ἐν τοῖς περὶ αἱμορραγίας· αἱμορραγίας δὲ μὴ γενομένης, ἠρέμα δεῖ τὸ ἐπικείμενον τῇ μήνιγγι αἷμα ἐρίῳ περὶ μηλωτρίδα ὀξυ‐
5κράτῳ βεβρεγμένῳ ἀποκαθαίρειν καὶ τότε ῥόδινον ἔλαιον ἐπιστάζειν τῇ μήνιγγι, ἔπειτα μοτάρια ῥοδίνῳ βεβρεγμένα ὑπὸ τὰ ἀνεσταλμένα σώματα ἐπιτιθέναι καὶ ἄλλα μοτάρια μακρότερα ῥοδίνῳ βεβρεγμένα

46

.

19

.

2

διπλᾶ εἰς τὰς διαιρέσεις τῆς ἀνατομῆς τιθέναι. ἔστωσαν δὲ τούτων αἱ διπλόαι ἔνδον νενευκυῖαι, καὶ τὰ πέρατα ἔξωθεν ἐσχηματισμένα,

46

.

19

.

3

ἵνα μὴ αἱ τῶν ἄκρων ἐξάστεις τῇ μήνιγγι ἐπισύρωνται. γενομένων δὲ τούτων, ὅλῳ τῷ κύκλῳ τῆς ἀναστολῆς ἄλλα μοτάρια ῥοδίνῳ βε‐

46

.

19

.

4

βρεγμένα ἐπιτιθέσθω. ἐκ δὲ τῆς δεδηλωμένης περιμοτώσεως εὐρυχω‐ ρία γίνεται κοίλη μηνοειδής, ἣν καὶ προσαναπληρῶσαι δεῖ τῇ τοῦ ῥοδίνου ἐπιχύσει, καὶ τότε τῷ λεγομένῳ μηνιγγοφύλακι ῥοδίνῳ βε‐

46

.

19

.

5

βρεγμένῳ σκεπάσαι τὴν ἀχάνειαν. ὁ δὲ μηνιγγοφύλαξ βύσσινον ἔστω ὕφασμα ἢ ὀθόνιον λεπτὸν καὶ καθαρόν· κατὰ δὲ τούτου ἔριον λεπτὸν

46

.

19

.

6

καὶ μαλακὸν τῷ ῥοδίνῳ βεβρεγμένον ἐπιτιθέναι δεῖ· χορηγὸς δὲ λέγε‐

46

.

19

.

7

ται τοῦτο. κοινότερον δὲ τῷ χορηγῷ καὶ τῷ μηνιγγοφύλακι μότοι

46

.

19

.

8

προσπλάσσονται κεκηρωμένοι, ἵνα μείνῃ αὐτῶν ἡ περίτασις. μετὰ δὲ ταύτην ὅλῃ τῇ κεφαλῇ ἐπιτιθέναι σπληνίον κεκηρωμένον ἐκκεκομμένον

46

.

19

.

9

κατὰ τὴν ἀνάτρησιν πρὸς τὴν τοῦ ῥοδίνου χορηγίαν. καὶ ταῖς σιαγόσι

46

.

19

.

10

δ’ ἄλλο κεκηρωμένον σπληνίον προστιθέσθω. ἔπειτα κατὰ τοῦ σπλη‐ νίου τοῦ τῇ κεφαλῇ ἐπικειμένου κύκλος ἐξ ἐρίου περιτίθεται, περι‐

46

.

19

.

11

ορίζων τὸν τῆς ἀνατρήσεως τόπον. ὁ δὲ τροχὸς οὗτος κουφιστὴρ καλεῖται ἀπὸ τοῦ κουφίζειν τὸ μετ’ αὐτὸν ὅλῃ τῇ κεφαλῇ ἐπιτιθέμε‐ νον ἔριον· δεῖ γὰρ μετὰ τὸν κύκλον τὴν ὅλην κεφαλὴν ἐρίῳ σκεπάσαι,

46

.

19

.

12

προσθεῖναι δὲ καὶ ταῖς σιαγόσιν ἄλλο ἔριον. πάντα δὲ ταῦτα συνέχε‐ ται οὐκ ἐπιδέσει διὰ τὸ βάρος, ἀλλὰ κεκρυφάλῳ, ἵνα συνέχηται μέν, μὴ βαρύνηται δ’ ἡ μῆνιγξ· τοῦ δὲ κεκρυφάλου τὸ κατὰ τὴν ἀνάτρη‐ σιν μέρος μέσον ψαλίδι ἐκκόπτεται, ἵνα γένηται ἀχανές, καὶ τότε εἰς
5τὴν ἀχάνειαν ἔριον μαλακὸν ἐστενωμένον κατὰ τὰ πέρατα καὶ δε‐

46

.

19

.

13

διπλωμένον ῥοδίνῳ βεβρεγμένον ἐντίθεται. τὸ δ’ ἔριον τοῦτο λέγεται ἐπιστακτής· διὰ γὰρ τούτου ἐκ διαστημάτων ῥόδινον ἐπιστάζεται.

46

.

19

.

14

γενομένων δὲ τούτων, εἰς τοὺς ἀκουστικοὺς πόρους ἐρίδια συνεστραμ‐ μένα ἐντιθέναι καὶ τὸν πάσχοντα κατακλίνειν ἐπὶ μαλακῇ στρωμνῇ

46

.

19

.

15

ἐν τόπῳ ἀλεεινῷ. ἀπεχέσθω δ’ ὁ πάσχων ψυχροῦ ὕδατος, ψυχρῶν

46

.

19

.

16

πάντων ἐδεσμάτων, οἴνου, οἰνωδῶν. τῇ δὲ τρίτῃ θεραπευέσθω 〈ἐν〉 θερμῷ οἰκίσκῳ, καὶ θερμῷ ὕδατι εὐκράτῳ ἐπαντλείσθω αὐτὴ ἡ κεφαλή,

46

.

19

.

17

ἅμα περιαλειφομένη χλιαρῷ ἐλαίῳ. ἐν δὲ τῇ καταντλήσει σκεπέσθω ἡ ἀνάτρησις ἢ σπόγγῳ μαλακῷ ἢ τῇ ἑτέρᾳ χειρὶ τοῦ θεραπεύοντος,

46

.

19

.

18

ἵνα ὑγραίνηται μὲν ἡ μῆνιγξ, μὴ πλήσσηται δέ. εἶτα περισπογγιζέσθω ἡ κεφαλὴ καὶ περιαλειφέσθω, καὶ τὰ αὐτὰ πάντα γινέσθω τὰ μικρῷ πρόσθεν εἰρημένα, καὶ ταῖς ἑξῆς ἡμέραις ὡσαύτως θεραπευέσθω.

46

.

19

.

19

ἐξέστω δὲ καὶ τῇ τετραφαρμάκῳ ἀνειμένῃ χρήσασθαι, τῶν ἄλλων γινο‐

46

.

19

.

20

μένων ὡσαύτως. τῆς δὲ μήνιγγος ἀκαθάρτου οὔσης, κεφαλικῇ δυνάμει ἐξανειμένῃ τῷ ῥοδίνῳ χρήσθω, τῆς αὐτῆς ἀγωγῆς δοκιμαζομένης.

46

.

19

.

21

μετὰ δὲ τὴν κάθαρσιν καὶ σάρκωσιν ἰσόπεδον γενόμενον τὸ ἕλκος κα‐ τουλῶσαι δεῖ, ἤτοι σποδίῳ λείῳ ἢ τρυφερᾷ δυνάμει καθαρτικῇ, ὁποία ἐστὶν ἡ διὰ τῆς καδμείας ἐξανειμένη ῥοδίνῳ.

46

.

20

t

Περὶ φλεγμονῆς μήνιγγος.

46

.

20

.

1

Ἡ μῆνιγξ κυρία οὖσα ἐν φλεγμονῇ γενομένη κινδυνωδεστάτη ἐστίν· διογκοῦται δ’ ἐν τῇ φλεγμονῇ μετ’ ἀντιτυπίας καὶ ἐρυθήματος ἀλγήματός τε ἐπιγινομένου οὐ μόνου τοῦ τοπικοῦ, ἀλλὰ καὶ τῆς

46

.

20

.

2

ὅλης κεφαλῆς. διογκοῦται δ’ ἐπὶ τοσοῦτον ἡ μῆνιγξ, ὥστε μὴ μόνον τὸν τῆς ἐκτρήσεως κύκλον πληροῦν, ἀλλά ποτε καὶ ὑπερέχειν τὸ τοῦ ὀστέου πάχος, συνεχομένη δ’ ἀποτίθεται τὸ φυσικὸν ἑαυτῆς σφυγμα‐ τῶδες ἐνέργημα, συμπαρέπεται δὲ καὶ πυρετὸς ὀξύς· τῇ δὲ φλεγμονῇ

46

.

20

.

3

ἐπιγίνεται χολημεσία, παρακοπή, σπασμός. οὐ δεῖ δ’ ἀναμένειν ταῦτα ὀλεθρίου θανάτου ὄντα μηνυτικά, ἀλλ’ ἐν ἀρχῇ τοῦ συμβεβηκότος ἔτι

46

.

20

.

4

τῆς φλεγμονῆς ἀμυδροτέρας οὔσης ἐπιβοηθεῖν τῷ πάσχοντι. ἐξετάζειν δὲ δεῖ ἐν πρώτοις, τί τὸ τῆς φλεγμονῆς ἐστιν αἴτιον, καὶ τούτῳ

46

.

20

.

5

ἐνίστασθαι. ἐὰν μὲν οὖν, ἐλλιποῦς τῆς ἐκκοπῆς γεγενημένης, ὀξεῖα προὔχουσα καὶ νύσσουσα τὴν μήνιγγα, καὶ δύνηται αὕτη ἠρέμα ἐκ‐ κοπῆναι, ἀποθραυσθήτω, τῆς μήνιγγος ἀπαθοῦς τηρηθείσης· ὅταν δ’ ἀνωμαλίας οὔσης ξαίνηται, λειούσθω ὁ τῆς ἐκτρήσεως κύκλος, ἵνα μὴ

46

.

20

.

6

νύσσηται. ταῦτα δὲ τὰ ἔργα γινέσθω, ἐὰν ᾖ ποσὴ εὐρυχωρία· ἂν δ’ ἐξ ἀδήλου αἰτίας γεγενημένη ἡ φλεγμονή, τὰ κατάλληλα βοηθήματα δοκιμαζέσθω, ταῖς πρώταις ἡμέραις ὑποστολή, ἔπειτα λεπταὶ τροφαὶ προσαγόμεναι· ἀεὶ δ’ ὑδροποσία σύμφορος, θερμοῦ ποτοῦ προσφερο‐

46

.

20

.

7

μένου. σφοδροτάτης δ’ οὔσης τῆς φλεγμονῆς ἐπὶ νέου πολυύλου, καὶ

46

.

20

.

8

τῇ φλεβοτομίᾳ χρῆσθαι. ἐν δὲ τοῖς τοπικοῖς βοηθήμασι τὸ σύνολον οὐ συμφέρει τὴν μήνιγγα βαρύνειν, ἀλλ’ ἀφόρτως αὐτὴν παρηγορεῖν.

46

.

20

.

9

ἁρμόζει δὲ σκεπάσαι ὅλον τὸν ἀπὸ τῆς φλεγμονῆς ὄγκον λεπτῷ μα‐

46

.

20

.

10

λακῷ καθαρῷ ὀθονίῳ ῥοδίνῳ βεβρεγμένῳ. εἶτ’ ἔξωθεν ὅλη ἡ κεφαλὴ καταπλασσέσθω καταπλάσματι παρηγορικῷ, ὡς τῷ διὰ μελιλώτου ἢ λινοσπέρμου ἀλεύρου καὶ ἐλαίου σκευαζομένῳ, τοῦ σπληνίου ἐκτιτρα‐ μένου κατὰ τὸν τῆς ἀνατρήσεως τόπον, καὶ τὰ ἔξωθεν πάντα ἐρίῳ

46

.

20

.

11

κούφῳ σκεπέσθω. ταῖς δ’ ἑξῆς ἡμέραις παραλαμβανέσθω κατάντλησις ἀπὸ τήλεως ἢ μαλάχης ἀφεψημένων μετὰ περιχύσεως ἐλαίου, καὶ

46

.

20

.

12

πάλιν ἐγκρινέσθω ἡ αὐτὴ θεραπεία ἡ μικρῷ πρόσθεν εἰρημένη. τού‐ τοις ἀρκέσει ἐπιμένειν ἕως τοῦ τέλους.

46

.

21

t

Ἐκ τῶν Γαληνοῦ. Περὶ τῶν ἐν κεφαλῇ καταγμάτων.

46

.

21

.

1

Πάντα τὰ πάθη τῶν ὀστῶν τῆς κεφαλῆς, ὅσα πάσχει διὰ τὰς ἔξωθεν πληγάς, πέντε τὸν ἀριθμόν ἐστιν, ἕδρα, θλάσις, ῥωγμή, ὦσις, εἴσθλασις· ἕδραν γὰρ καὶ διακοπὴν ταὐτὸν εἶναί φησιν Ἱπποκρά‐ της, ὠνομασμένην οὕτως διὰ τὸ κατὰ τὴν γενομένην διακοπὴν
5ἑδράζεσθαί τε καὶ στηρίζεσθαι τὸ τιτρῶσκον, ὃ πάντως ὀξὺ μὲν ὑπάρ‐ χειν ἀναγκαῖόν ἐστιν ἵνα διακόψῃ, κοῦφον δ’ ἵνα μήτε θλάσῃ μήτε κατάξῃ τὸ κρανίον. ἡ μὲν γὰρ θλάσις γίνεται διὰ τὸ βάρος τῶν πληττόντων, ἡ δὲ διαίρεσις διὰ τὴν ὀξύτητα· συνελθόντων δ’ ἐς ταὐ‐ τὸν ἀμφοτέρων τῶν αἰτίων, εἴσθλασις γίνεται, τῆς μὲν ὀξύτητος τοῦ
10πλήττοντος διαιρούσης τὸ ὀστοῦν, τοῦ βάρους δ’ ὠθοῦντος εἴσω τὸ

46

.

21

.

2

διῃρημένον. ἐὰν δὲ βαρὺ μὲν ᾖ τὸ πλῆττον, ὀξύτητα δ’ ἔχον οὐδε‐ μίαν, ἤτοι γε ὦσις γίνεται μόνη τοῦ πληγέντος ἢ καὶ ῥωγμὴ σὺν
αὐτῇ, ὦσις μὲν ἐπὶ τῶν μαλακῶν ὀστῶν, ὁποῖα τὰ τῶν παίδων ἐστί, ῥωγμὴ δ’ ἐπὶ τῶν σκληρῶν τε καὶ ξηρῶν, ἐπὶ δὲ τῶν μέσων τὴν

46

.

21

.

3

φύσιν ἀμφότερα. τῶν δ’ ἄλλων παθῶν τῆς κεφαλῆς ὁ μὲν ἀπο‐ σκεπαρνισμὸς ὑπὸ τῶν νεωτέρων χειρουργῶν ὀνομασθεὶς ἐκ τοῦ τῆς ἕδρας ἐστὶ γένους, τὸ δ’ ἐγγείσωμα καὶ ἡ καμάρωσις ἕτερον· αἱ γάρ

46

.

21

.

4

τοι γενέσεις αὐτῶν αἵδε εἰσίν. ὅταν μὲν ὀξὺ τὸ τιτρῶσκον ἐκ τῶν πλαγίων μερῶν προσπεσόν τινι τῶν ἐξεχόντων τῆς κεφαλῆς ἀποκόψῃ σύμπαν αὐτό, καλεῖται μὲν ἀποσκεπαρνισμὸς τὸ τοιοῦτον· γίνεται δὲ κατὰ ψιλὴν καὶ μόνην διαίρεσιν, ὥσπερ ἡ ἕδρα, τῷ δ’ εἶναι κυρτὸν τῷ
5σχήματι τὸ διακοπτόμενον μέρος ἐκ πλαγίων τε μερῶν ἐμπεσεῖν αὐτῷ τὸ τιτρῶσκον, οὐδὲν ὑπολείπεται τοῦ τρωθέντος ἀπαθές, ὡς εἴ γε ὑπολειφθείη, γένοιτο ἂν ἕδρα τηνικαῦτα σαφὴς καὶ ἀναμφισβήτητος.

46

.

21

.

5

ἡ ῥωγμὴ δὲ συνεχείας ἐστὶ λύσις τῶν ὀστῶν, μενόντων κατὰ τὴν ἰδίαν χώραν τῶν μερῶν τοῦ ῥαγέντος ὀστοῦ, ὡς ὅταν γε μὴ μεί‐ ναντα πρὸς τὸ βάθος εἴσω χωρήσῃ, σύνθετον ἤδη γίνεται τὸ πάθος, ἤτοι περιρρήξεως μόνης προσερχομένης ἢ καὶ τῆς θλάσεως ἅμα αὐτῇ.

46

.

21

.

6

καλοῦσι δέ, ὡς εἴρηται, τὸ τοιοῦτον πάθος ἔνιοι τῶν νεωτέρων

46

.

21

.

7

ἰατρῶν ἐγγείσωμα. πολλάκις δὲ τὰ οὕτως ἀπορραγέντα τῶν συνεχῶν, ἐπὰν ὑπὸ τῆς τοῦ πλήξαντος ὁρμῆς ὠσθῇ πρὸς τὸ βάθος, ἐπανέρχε‐ ται σὺν αὐτῷ πρὸς τοὐκτός, εἰς ὕψος ἐξαιρόμενα ταῖς ὀνομαζομέναις καμάραις ὡσαύτως, ὅθενπερ καὶ τοὔνομα αὐτῷ καμάρωσιν ἔθεντο.

46

.

21

.

8

λοιπὸν δὲ τὸ κληθὲν ὑπ’ αὐτῶν ἀποκόπημα ῥωγμή τίς ἐστιν, οὐ κατὰ τὸ πληγὲν μέρος, ἀλλ’ ἐν ἑτέρῳ γινομένη, ὁμοίως τῷ κατὰ τὰ κε‐ ραμέα τῶν ἀγγείων ὅσα κατ’ ἄλλο τι μέρος πληγέντα κατ’ ἄλλο τὴν

46

.

21

.

9

ῥωγμὴν ἔσχεν. καὶ γίνεσθαι τὸ τοιοῦτον εἰκός ἐστιν, ὅταν ἰσχυρὸν μὲν ᾖ καὶ πυκνὸν ἡνωμένον τε πᾶσι τοῖς ἑαυτοῦ μορίοις τὸ πληγέν,

46

.

21

.

10

ἀσθενὲς δὲ τὸ ῥαγέν. πληττόμενον δὲ τὸ τῆς κεφαλῆς ὀστοῦν ὑπό τινος τῶν ἔξωθεν ῥωγμὴν μόνην οὐ δύναται παθεῖν, ἀλλ’ ἐξ ἀνάγ‐ κης σύνεστι τῇ ῥωγμῇ καὶ θλάσις. ἕδρα μέντοι καὶ θλάσις ἅμα δύνα‐ ται γίνεσθαι χωρὶς ῥωγμῆς· εἴσθλασις δ’ οὐκ ἂν γένοιτο χωρὶς ῥωγ‐
5μῆς· ἀναγκαῖον γάρ ἐστι κύκλῳ περιρρήγνυσθαι τὸ ὀστοῦν, ἵνα ἔσω

46

.

21

.

11

χωρήσῃ. αἱ μὲν οὖν ἁπλαῖ ῥωγμαὶ μέχρι διπλόης διασχοῦσαι τῶν νῦν εἰρημένων ξυστήρων χρῄζουσι τῶν στενῶν. εἶναι δ’ αὐτοὺς χρὴ πολ‐ λοὺς μὲν τὸ πλῆθος, ἀνίσους δὲ τὸ μέγεθος, ὡς μηδέποτε ἀπορεῖν τοῦ χρησιμωτάτου τῷ ἔργῳ, κἄπειτα γυμνωθέντος κατὰ τὰ εἰθισμένα
5τοῦ πεπονθότος ὀστοῦ χρῆσθαι πρώτῳ μὲν τῷ πλατυτέρῳ, δευτέρῳ δὲ τῷ μετ’ αὐτὸν στενοτέρῳ, κἄπειτα οὕτως ἑξῆς τοῖς ἄλλοις ἄχρι

46

.

21

.

12

τοῦ στενοτάτου. τούτῳ δὲ χρηστέον ἐπ’ αὐτῆς τῆς διπλόης, εἶτ’ ἰάσασθαι ξηροῖς φαρμάκοις αὐτίκα τε καὶ μέχρι τέλους, ἃ δὴ δι’ αὐτὸ

46

.

21

.

13

τοῦτο προσηγόρευται κεφαλικά. σύγκειται δὲ διά τε τῆς Ἰλλυρίδος ἴριδος καὶ τοῦ τῶν ὀρόβων ἀλεύρου καὶ μάννης ἀριστολοχίας τε καὶ πάνακος ῥίζης φλοιοῦ, καὶ πάντων ἁπλῶς ὅσα ῥύπτειν πέφυκεν ἄνευ τοῦ δάκνειν· αὐτὴ μὲν γὰρ ἡ γεννωμένη σὰρξ ἔργον τῆς φύσεώς
5ἐστιν, ὥστε οὐδὲν εἰς τοῦτο τῆς ἰατρικῆς ὁ κάμνων δεῖται, τὸ δὲ τὴν γεννωμένην συμφύεσθαί τε καὶ περιφύεσθαι πᾶσι τοῖς τῶν ὀστῶν μέρε‐ σιν ἐκ τοῦ μήτε ῥύπον ἐπ’ αὐτοῖς εἶναι μήτε ἐλαιώδη τινὰ λιπαρό‐

46

.

21

.

14

τητα γίνοιτο ἂν μάλιστα. τοῦτο οὖν ἐστιν ὃ παρὰ τῶν ἰατρῶν οἱ κάμνοντες ἴσχουσιν εἰς τὴν σάρκωσιν, ὡς ξηρὸν μὲν ἅπαν εἶναι τὸ χωρίον, ἕκαστον δὲ μέρος τῶν πεπονθότων ὀστῶν ἀκριβῶς καθαρόν.

46

.

21

.

15

τῶν δ’ ἄχρι μήνιγγος διασχόντων εἰ μὲν εἴη μόνη ῥωγμή, τοῖς εἰ‐ ρημένοις ξυστῆρσι χρηστέον· εἰ δὲ μετὰ θλάσεώς τινος, ἐκκόπτειν χρὴ

46

.

21

.

16

τὸ τεθλασμένον διὰ τρυπάνων τοῖς ἐκκοπεῦσι χρωμένους. ἀλλὰ πολ‐ λάκις ἀθρόως κατενεχθέντα διὰ φυσικὴν ἀσθένειαν ἢ λεπτότητα τῶν

46

.

21

.

17

ἀνατιτραμένων ὀστῶν ἔτρωσε τὴν μήνιγγα. διὰ τοῦτο οὖν οἱ νεώ‐ τεροι τοὺς κυκλίσκους ἐξεῦρον· καλοῦσι δ’ οὕτως ἐκκοπέων εἶδός τι

46

.

21

.

18

κεκοιλασμένον ἐπὶ τῷ πέρατι. καὶ χρῆσθαι τούτοις ἄριστον, κατὰ μὲν τὴν πρώτην ἐπιβολὴν τοῖς πλατυτέροις, ἑξῆς δ’ αὐτῶν τοῖς στενοτέ‐

46

.

21

.

19

ροις, ἄχριπερ ἂν ἐπὶ τὴν παχεῖαν μήνιγγα κατέλθῃς. οὐ μὴν οὐδὲ ἐν κύκλῳ πᾶν ὅσον ἐκκοπῆναι χρὴ τοῖς κυκλίσκοις γυμνωτέον, ἀλλὰ κατ’ ἐκεῖνο μάλιστα τὸ μέρος ἔνθα τὸ κάταγμα βιαιότερον ἑαυτοῦ γέγονεν· πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ ἡ μῆνιγξ ἀφίσταται τάχιστα τῶν ἰσχυ‐
5ρῶς παθόντων ὀστῶν, ὥστε οὐδείς ἐστι κίνδυνος ἅψασθαι τῆς ἀφεστώ‐

46

.

21

.

20

σης ἤδη. ἢν δ’ ἅπαξ ἕν τι γυμνώσῃς μέρος, ὑποβαλὼν ἐκκοπέα, τὸ μὲν φακοειδὲς ἐπὶ τῷ πέρατι προὖχον ἀμβλὺ καὶ λεῖον [φακὸν] ἔχον‐ τα, τὸ δ’ ὀξὺ κατὰ τὸ μῆκος ὄρθιον, ὅταν στηρίξῃς κατὰ τῆς μήνιγγος τὸ πλατὺ τοῦ φακοειδοῦς, ἐπικρούων τῇ μικρᾷ σφύρᾳ, διαιρεῖν οὕτω

46

.

21

.

21

τὸ κρανίον. τούτου τοῦ τρόπου τῆς ἀνατρήσεως οὔτε ἀκινδυνότερον

46

.

21

.

22

οὔτε θᾶττον ἐνεργοῦντα δυνατὸν εὑρεῖν. ἀλλὰ καὶ οὕτως ἔχει τι μοχθηρόν, ἐφ’ ὧν οὐδαμόθι κατ’ οὐδὲν μέρος ἀπορέρηκται σαφῶς τὸ πεπονθὸς ὀστοῦν· ἀναγκάζονται γὰρ ἐν πλείονι χρόνῳ κατὰ βραχὺ πλατύνειν αὐτό, πολλάκις πλήττοντες τοὺς ἐκκοπέας, ὡς διακινεῖσθαι
5τὸν ὅλον ἐγκέφαλον· ὅθεν ἔνιοι τῶν νῦν ἰατρῶν ἀφιστάμενοι τῶν

46

.

21

.

23

κυκλίσκων ἐπὶ τὰ τρύπανα παραγίνονται μᾶλλον. ταῦτα οὖν ἐπιστά‐ μενός τις ἑλέσθαι δύναται καθ’ ἑκάστην διαφορὰν κατάγματος τὸν

46

.

21

.

24

ἐπιτηδειότατον ἑαυτῷ τρόπον εἰς τὴν χειρουργίαν. εἰ δὲ καὶ κατ’ αὐτὴν τὴν ῥαφὴν εἴη τὸ πάθος, ἐκ τοῦ πέριξ ἐκεῖθεν ἄρχεσθαι τοῦ πεπονθότος τῆς ἐξαιρέσεως· ἐν γὰρ τοῖς κατὰ τὰς ῥαφὰς χωρίοις αἱμορραγίαι τε γίνονται καὶ συμπάθειαι μείζους, ἐπειδὴ κοινωνία δι’
5αὐτῶν ἐστι τοῖς ἔξωθεν τοῦ κρανίου σώμασι πρὸς τὴν παχεῖαν μή‐

46

.

21

.

25

νιγγα δι’ ὑμένων τε καὶ φλεβῶν. ἀλλὰ καὶ διὰ τῆς ὀστάγρας ἀνατεί‐ ναντες ἢ ἀνακλάσαντες ἔνια τῶν ἰσχυρῶς συντετριμμένων ὀστῶν, κατ’ ἐκεῖνο μάλιστα τὸ μέρος ὑποδῦναι τῷ φακωτῷ παρασκευάσομεν.

46

.

21

.

26

τὸ μὲν οὖν ἰσχυρῶς συντριβὲν ὅλον ἐξαιρεῖν χρή, εὖ εἰδότας ὡς οὐδὲν βλάβος ἀκολουθήσει διὰ τοῦτο, τῶν ἄλλων ἁπάντων ὀρθῶς

46

.

21

.

27

πραχθέντων. ἐπὶ μὲν οὖν τῶν ἄλλων καταγμάτων ἡ ἐπίδεσις ὅταν ὀρθῶς γένηται, τοσούτου δεῖ περιττὴν ὑγρότητα συγχωρεῖν ὑποτρέ‐ φεσθαι κατὰ τὸ πεπονθὸς ὀστοῦν, ὥστε καὶ τοῦ κατὰ φύσιν ἰσχνό‐ τερον ἀποφαίνει τὸ χωρίον· ἐπὶ δὲ τῆς κεφαλῆς ὁ μὲν διὰ τῆς ἐπι‐
5δέσεως τρόπος οὐχ οἷός τέ ἐστι ξηραίνειν οὕτως τό τε κατεαγὸς ὀστοῦν αὐτὸ καὶ τὰ πέριξ, ὡς μήτε φλεγμῆναι μήτε ὅλως ἐργάσασθαί τινα ἰχῶρα, φάρμακόν τε οὐδὲν οὐδὲ ἐπὶ τῶν ἄλλων μερῶν ἄνευ τῆς ἐπιδέσεως ἱκανὸν εἰς ὅσον εἴρηται ξηρὸν καὶ ἀπέριττον ἐργάσα‐

46

.

21

.

28

σθαι τὸ κατεαγός. ἀναγκαῖον οὖν ἡμῖν γίνεται γυμνοῦν τι τοῦ κατάγ‐ ματος, ἵνα ἔχωμεν ἀπομάττειν καὶ ἀποπλύνειν ἀπὸ τῆς μήνιγγος τοὺς ἰχῶρας, ὡς εἴ γε μηδεὶς ἐκ τῶν πεπονθότων ἰχὼρ ἐντὸς ἔρρει, περιττὸν ἦν ἐκκόπτειν ὀστοῦν, πωροῦσθαι δυνάμενον ὁμοίως τοῖς

46

.

21

.

29

ἄλλοις. εἰ δ’ ἀπ’ αὐτοῦ τινες ἐπὶ πλέον ἐκτείνοιντο ῥωγμαί, ταύταις

46

.

21

.

30

ἕπεσθαι μέχρι πέρατος οὐ χρή. δεῖ δὲ πρὸς τὴν διάθεσιν ἀποβλέπον‐ τας ποιεῖσθαι τὴν χειρουργίαν· συντεθλασμένου μὲν γὰρ ἰσχυρῶς τοῦ ὀστοῦ, καί που καὶ βαρυνομένης ἢ νυττομένης τῆς παχείας μήνιγγος
ἐκ τῆς ἔσω ῥοπῆς αὐτοῦ, καὶ δηλονότι πρὸς αὐτῇ τῆς τε ὑποκειμέ‐
5νης αὐτῇ τῆς λεπτῆς, καὶ προσέτι τοῦ ἐγκεφάλου, προσήκει κατὰ τὴν πρώτην ἡμέραν ἐκκόπτειν τὸ πεπονθὸς ὀστοῦν, εἰ καὶ μὴ πᾶν, ἀλλὰ τό γε κατεπεῖγον, καὶ μάλιστα ἐν ὥρᾳ θερινῇ· κατὰ ταύτην γὰρ ἀνα‐ βάλλεσθαι τὴν χειρουργίαν οὐ χρή, διότι θᾶττον ἴσμεν ἐν ταῖς θερ‐

46

.

21

.

31

μαῖς ὥραις σηπόμενα πάντα. μηδενὸς δὲ τοιούτου γενομένου, τὴν τρίτην ἡμέραν ἀναμένειν, πρῶτον μὲν ὑπὲρ τοῦ παύσασθαι τὴν ἐκ τῆς τομῆς αἱμορραγίαν ἅπασαν, ἔπειτα δ’ ἵνα τὸ ὑποκείμενον ὀστοῦν τῇ τομῇ, τὸ γεγυμνωμένον, ἀπολυθὲν τῆς πρὸς τὰ πλησιάζοντα κοινω‐
5νίας καὶ διὰ τοῦτο ξηρότερον ἑαυτοῦ γενόμενον, ἀκριβέστερον ἡμῖν

46

.

21

.

32

ἐνδείξηται τὴν διάθεσιν. δεῖ δὲ μηδέποτε τὴν τρίτην ἀπὸ τῆς ἀρχῆς ἡμέραν ὑπερβῆναι, ἀλλ’ εἶναι τοῦτον ὅρον ἐξωτάτω, τοὺς πλείστους

46

.

21

.

33

δὲ κατὰ τὴν δευτέραν ἡμέραν χειρουργεῖν. φαρμάκοις δὲ χρῶνται καὶ ὅλῃ τῇ μετὰ τὴν ἀνάτρησιν ἀγωγῇ οἱ μὲν πλεῖστοι τῇ πραοτάτῃ

46

.

21

.

34

τε καὶ παρηγορικωτάτῃ. αἷμα γοῦν περιστερᾶς καταχέουσι τῆς παχείας

46

.

21

.

35

μήνιγγος, τινὲς δὲ τὸ τῆς φάττης, καὶ ἄλλοι γε τρυγόνος. ἐγὼ δὲ μυρίους εἶδον τῶν ἀνατρηθέντων οὐδὲν βλαβέντας ἐπὶ τῇ τοῦ ῥοδίνου χρήσει· θερμὸν δ’ εἶναι αὐτὸ προσῆκεν οὕτως ὡς τὸ τῆς περιστερᾶς αἷμα, καὶ ἴσως γε τῷ συμμέτρῳ τῆς κατὰ τὴν θίξιν θερμασίας ὠφέλι‐

46

.

21

.

36

μόν ἐστιν, οὐκ ἐξαιρέτῳ τινὶ καὶ ἀγνώστῳ δυνάμει. ὀλίγοι δέ τινες τῇ ἐναντιωτάτῃ διὰ τῶν ἰσχυρότερον ξηραινόντων φαρμάκων, ὡς καὶ τὴν Ἶσιν ὀνομαζομένην εὐθέως ἐπιτιθέναι γυμνωθείσῃ τῇ μήνιγγι, καὶ

46

.

21

.

37

ταύτης ἔξωθεν ὀξύμελι. καὶ θαυμαστὸν οὐδὲν εἰ ἡ μῆνιγξ ἡ παχεῖα πρὶν ἀξιολόγως φλεγμῆναι τοῖς ἰσχυροτάτοις χαίρει φαρμάκοις, ὡς

46

.

21

.

38

ἂν φύσει ξηρὰ τὴν οὐσίαν ὑπάρχουσα. πάντες δὲ σχεδὸν ἐπὶ ταῖς ἀνατρήσεσιν οὐδενὶ ἑτέρῳ ἐπιδοῦσιν, ἀλλ’ ἀρκοῦνται μόνῃ τῇ τοῦ

46

.

21

.

39

κροκυφάντου περιβολῇ. καὶ τὰ χωρὶς ἀνατρήσεως δ’ ἕλκη καὶ αὐτά, καθ’ ὅσον οἷόν τε, πειρᾶσθαι χρὴ θεραπεύειν ἄνευ ἐπιδέσμων, οὐ μόνον ὅτι βαρύνεται πιλουμένων ὑπὸ τῆς ἐπιδέσεως τῶν ἐπιτιθεμέ‐ νων αὐτοῖς, ἀλλὰ καὶ διότι περαιτέρω τοῦ προσήκοντος θερμαίνεται·
5καὶ γὰρ ὅπερ ἐπὶ τῶν ἄλλων μερῶν ἡ ἐπίδεσις, τοῦτο ἐπὶ τῆς κεφα‐
λῆς ἡ θέσις παρέξει· διόπερ ἡ ἐπίδεσις ἐκ περιττοῦ τε παραληφθήσε‐

46

.

21

.

40

ται καὶ βάρος παρέξει λυπηρότερον. αἱ δὲ κατὰ τοῦ βρέγματος ἐπιδέσεις πρὸς τῷ βαρύνειν τε καὶ θερμαίνειν ἔτι τὰς γένυς συμπερι‐ λαμβάνουσιν, ὥστε καὶ διὰ τοῦτο ὀχληραὶ καὶ ἀσώδεις ἀποτελοῦνται.

46

.

21

.

41

ὅσα δ’ ἅμα τῷ πληγῆναι μετ’ οἰδήματος γίνεται χαύνου, ταῦτα οὐ δι’ αὑτὰ χρῄζει τῆς ἐπιδέσεως, ἀλλὰ καὶ διὰ τὸ οἴδημα, καὶ διὰ τοῦτο μαλακὸν σπόγγον ὀξυκράτῳ βρέξαντες ἐπιτίθεμεν, ἄνωθεν δ’ αὐτοῦ τὴν μεσότητα τοῦ ἐπιδέσμου θέντες ἐφεξῆς οὕτως τὴν ὀνο‐

46

.

21

.

42

μαζομένην ἀπὸ δυοῖν ἀρχῶν ἐπίδεσιν ποιούμεθα. χωρὶς δ’ ἄλλης δια‐ θέσεως ἕλκος ἐν κεφαλῇ διὰ τὴν ἐκτροπὴν τῶν χειλῶν ἐπιδοῦμεν, εἰ μὲν ἀμφότερα τοῦτο πεπόνθοι, παρασκευάζοντες μὲν ἐπίδεσμον ἀπὸ δυοῖν ἀρχῶν, ἀρχόμενοι δὲ τῆς ἐπιδέσεως ἐξ ἀντικειμένης οὕτω χώρας
5ὡς ἀπαντῆσαι τὰ σκέλη τοῦ ἐπιδέσμου κατὰ τὸ ἕλκος ἀλλήλοις· εἰ δὲ τὸ ἕτερον μόνον ἐκτετραμμένον εἴη, ἀπὸ μιᾶς ἀρχῆς εἰλημένῳ τῷ ἐπιδέσμῳ χρώμενοι τὴν πρώτην εὐθέως ἐπιβολὴν ποιησόμεθα κατ’ ἐκεῖνο τὸ μέρος, ἔνθα τὸ χεῖλος ἐκτέτραπται, τρεῖς ἢ τέτταρας δα‐ κτύλους ἀπέχουσαν τοῦ ἕλκους, ὡς ἐπαγομένου τοῦ ἐπιδέσμου προσά‐
10γεσθαι θατέρῳ χείλει τὸ ἐκτετραμμένον.

46

.

22

t

Ἐκ τῶν Ἡλιοδώρου. Περὶ τερηδονισμοῦ κρανίου.

46

.

22

.

1

Τὴν τοῦ κρανίου φθορὰν καὶ τῶν ἄλλων ὀστέων συνήθως οἱ ἰα‐ τροὶ τερηδόνα προσηγόρευσαν. διαφοραὶ δὲ τερηδόνων εἰσὶν αἵδε· ἢ γὰρ χαυνοῦται ἢ ἀραιοῦται μελαινόμενον τὸ φθειρόμενον ὀστέον ἢ ἀναβιβρωσκόμενον βοθροῦται· ἱστόρησα γὰρ καὶ κυκλοτερῆ τερη‐
5δόνα, ἐφ’ ἧς τοῦ μέσου ὀστέου κατὰ φύσιν ἔχοντος φθείρεται ὁ κύ‐ κλος· παρὰ δὲ τὸ βάθος ἢ λιπαίνεται τὸ ὀστέον μελλούσης γίνεσθαι τῆς φθορᾶς ἢ φθείρεται κατὰ τὴν ἐπιφάνειαν τερηδονιζόμενον, ποτὲ δ’ ἐπὶ πλέον κακοήθως, τῆς σήραγγος κατὰ φύσιν ἐχούσης, ἔσθ’ ὅτε δὲ καὶ αὐτὴ ἡ σήραγξ φθείρεται, τοῦ πλείονος πάχους τοῦ ὀστέου

46

.

22

.

2

τερηδονιζομένου. ὅλου δὲ δι’ ὅλου τοῦ πάχους τοῦ κρανίου τερηδο‐ νισθέντος, ἡ μῆνιγξ ἀφίσταται ὑγροῦ ὑποσυλλεγομένου, καί ποτε μὲν ἀφίσταται κατὰ φύσιν ἔχουσα, ὡς ἐπὶ τοῦ ὑποπύου γενομένου κρα‐

46

.

22

.

3

νίου, ποτὲ δὲ καὶ αὐτὴ φθείρεται. σημεῖα δὲ τερηδόνων τάδε· ἐπὶ
πάσης τερηδόνος τὸ ἕλκος γίνεται πλαδαρόν, σομφόν, ἀκάθαρτον, ῥευματιζόμενον ἰχῶρι λεπτῷ· ἐὰν δ’ ἐπὶ φαγεδαινικῷ ἕλκει ἢ ἄλλως κακοήθει ἢ κηρίῳ ἢ σύριγγι γίνηται τὸ πάθος, μετὰ τῶν ἑκάστῳ

46

.

22

.

4

πάθει συνεδρευόντων σημείων καὶ τὰ τῆς τερηδόνος συνεδρεύει. διὰ δὲ τῆς μηλώσεως γινώσκεται· λιπασμοῦ μὲν ὄντος, καθεθεῖσα ἡ μηλω‐ τρὶς ἀντιτύπῳ τῷ ὀστέῳ ἐπιβαίνει, ἧς παραφερομένης αἰσθήσεται ὁ σημειούμενος ἐπιλιποῦς οὐσίας τῆς τῷ ὀστέῳ προσκειμένης· τερηδόνος
5δ’ οὔσης ἐπιπολαίου, χαῦνον τῇ ἐπερείσει ὑποπεσεῖται τὸ ὀστέον, καὶ μᾶλλον ἰχωρροοῦν τὸ ἕλκος φανήσεται, ἰχῶρι λεπτῷ ὑγραινόμενον· βαθυτέρας δ’ οὔσης τῆς τερηδόνος, ἕως τῆς σήραγγος κεχαυνωμένου τοῦ ὀστέου, τῆς δὲ σήραγγος κατὰ φύσιν ἐχούσης, τραχύτερον ὑπο‐ πεσεῖται τὸ ἐφθαρμένον ὀστέον· ἐὰν 〈δ’〉 ᾖ μᾶλλον κεχαυνωμένον τῷ
10ῥεύματι, ὁμῶς τῇ τῆς ἐπερείσεως βίᾳ ἡ μηλωτρὶς εἰς αὐτὸ τὸ ὀστέον ἐμπαγήσεται. εἴωθε δέ ποτε διὰ τοῦ κεντήματος ἐκ τῆς σήραγγος παρὰ τῆς διπλόης ἀναφέρεσθαι αἷμα· τὰ δ’ ἀλγήματα σφοδρότερα

46

.

22

.

5

παρακολουθήσει ἢ τὰ πρότερα. κατὰ δὲ τὸ πλεῖον πάχος, ἢ δι’ ὅλου τοῦ πάχους τετερηδονισμένου τοῦ κρανίου καὶ δι’ αὐτὸ τοῦτο τῆς μήνιγγος προσαφισταμένης, ὑγροῦ ὑπὸ τὸ κρανίον συλλελεγμένου,

46

.

22

.

6

σημεῖα συνεδρεύει τὰ ἐπὶ τῶν ὑποπύων ὀστέων ῥηθησόμενα. ἐὰν δὲ καὶ αὐτὴ ἡ μῆνιγξ κακωθῇ, ἅτε δὴ κυρίου συγκρίματος φθειρομένου, τὰ ὀλέθρια σημεῖα συνεδρεύει, ὧν τὴν παράδοσιν ἐν τοῖς ἐχομένοις

46

.

22

.

7

ποιήσομαι. ἐπὶ δὲ τῆς κατ’ ἀνάβρωσιν τερηδόνος ἐν τῇ μηλώσει ἀπὸ στερεοῦ κύκλου εἰς τὸ μέσον κοίλωμα εἰς τὸ βεβρωμένον χώρημα κενεμβατήσει ἡ μηλωτρίς, τὰ δ’ ἄλλα πάντα, ὅσα ἐπὶ τῶν τερηδόνων

46

.

22

.

8

εἴρηται, καὶ νῦν συνεδρεύει. ἡ δὲ κυκλοτερὴς τερηδὼν τότε μάλιστα

46

.

22

.

9

γινώσκεται, ὅταν ἡ τῶν σωμάτων γένηται ἀναστολή. ἀπαγορευέσθω δὲ τερηδὼν ἡ δι’ ὅλου τοῦ πάχους τῆς μήνιγγος ἀφισταμένη καὶ φθειρομένη, ᾗ συνεδρεύει τὰ ὀλέθρια σημεῖα· συνεγγίζει γὰρ ἐπ’ αὐτῆς

46

.

22

.

10

ὁ θάνατος. δυσίατος δ’ ἐστὶ τερηδὼν ἡ διὰ πάχους γεγονυῖα, τῆς μήνιγγος κατὰ φύσιν ἐχούσης· ἐπὶ γὰρ ταύτης δοκιμασθῆναι ὀφείλει

46

.

22

.

11

ἡ ἀνάτρησις. ὁ δὲ λιπασμὸς καὶ ἡ ἐπιπόλαιος τερηδών, κἂν ἕως τῆς διπλόης ᾖ γεγενημένη, ταύτης κατὰ φύσιν ἐχούσης, ἐμφανίζουσι τὴν

46

.

22

.

12

εὐθεραπευσίαν. ἐπὶ πάσης τερηδόνος ἀναστεῖλαι δεῖ τὰ σκέποντα τὸ ὀστέον σώματα, ἵνα καταφανὴς γένηται ἡ τοῦ ὀστέου φθορά· δεῖ δ’ ἅμα μὲν περισαρκίσαι, ἅμα δὲ διελεῖν ἐν τῷ διαστέλλειν, ὡς ἂν ἀπαι‐

46

.

22

.

13

τῇ ἡ ἐγχείρησις. ἀνασταλέντων δὲ τῶν σωμάτων, τὰ κατ’ ἀναλογίαν

46

.

22

.

14

τῆς τερηδόνος ἔργα δοκιμαζέσθω. λιπάσματος μὲν οὖν ὄντος ἢ ἐπι‐ πολαίου φθορᾶς, ἐγκρινέσθω ξύσις, οὐχ ἵνα μόνον ἡ ἐπιλιπὴς οὐσία ξυσθῇ, ἀλλ’ ἵνα τῇ ἐπιμόνῳ ξύσει καὶ ἡ πυκνὴ ἐπιφάνεια τοῦ κρα‐

46

.

22

.

15

νίου δαπανηθῇ· ἡ γὰρ σάρκωσις ἐκ τῆς σήραγγος γίνεται. εἴωθα δέ ποτε μετὰ τὴν ἀναστολὴν καὶ τὴν πρώτην ξύσιν τῆς ἐπιφανείας ἐπὶ
τὴν ἀναξηραίνουσαν θεραπείαν ὁρμᾶν τὴν διὰ τῶν κεφαλικῶν ξηρῶν ἢ ἐμπλάστρων, ἵνα κατὰ λεπίδος ἀπόστασιν χωρισθῇ τὸ ἠλλοτριωμέ‐
5νον ὀστέον ἀπὸ τοῦ ὑγιοῦς, ὅταν τὴν ξύσιν ἐπώδυνον οὖσαν μὴ

46

.

22

.

16

δύνηται ὑπομένειν ὁ πάσχων. ἐπὶ δὲ τῆς κατ’ ἀνάβρωσιν τερηδόνος, βεβοθρισμένου τοῦ κρανίου, πάλιν δεῖ μετὰ τὴν τῶν σωμάτων ἀνα‐ στολὴν ὅμοιόν τι ξύσει δρᾶσαι διὰ τῶν σμιλιωτῶν ἐκκοπέων καὶ πάλιν τῇ αὐτῇ ἀγωγῇ τῆς θεραπείας χρήσασθαι, ἢ διὰ τῶν κεφαλικῶν

46

.

22

.

17

ξηρῶν ἢ ἐμπλάστρων. ὅταν δ’ ὅλον τὸ πάχος τοῦ ὀστέου φθαρῇ, ἐπὶ

46

.

22

.

18

τὴν ἀνάτρησιν ὁρμῆσαι δεήσει. ἐπὶ δὲ τῆς κυκλικῆς τερηδόνος, ἐφ’ ἧς κυκλοτεροῦς οὔσης τῆς φθορᾶς τὸ μέσον ὀστέον ἔμεινε κατὰ φύσιν ἔχον, μετὰ τὴν τῶν σωμάτων ἀναστολήν, ἐπιπολαίου μὲν οὔσης τῆς τερηδόνος, τὴν ξύσιν δοκιμάζειν δεῖ καὶ δαπανᾶν μετὰ τοῦ σιναροῦ
5τὸ ὑγιές· βαθείας δέ, ἐπὶ τὴν ἔκτρησιν τοῦ πεπονθότος ὀστέου ὁρ‐ μᾶν καὶ διδόναι δύο στίχους τρημάτων κυκλοτερεῖς, τὸν μὲν ἔξω, τὸν

46

.

22

.

19

δ’ ἔνδον, καὶ συναναιρεῖν τὰ κατὰ φύσιν τῷ παρὰ φύσιν. ἀνατρήσεως δοκιμασθείσης ἡ ἀκόλουθος ἐπιμέλεια ἐγκρινέσθω ἡ ῥηθησομένη ἐν τῷ περὶ τῶν τοῦ κρανίου καταγμάτων λόγῳ· ξύσεως δέ, ἡ ἀναξηραίνουσα θεραπεία ἐγκρινέσθω.

46

.

23

t

Ἐκ τῶν Ἀρχιγένους. Περὶ ὑποδραμόντος αἵματος.

46

.

23

.

1

Ὑποδρομὴ δ’ αἵματος ἡ μὲν ὑπὸ διπλόῃ δήλη, ὡς καὶ ἡ ὑπ’ ὄνυξιν· χρόνῳ δὲ μεταβαλλόμενον εἰς πύον τὸ αἷμα μηλίζον ἀπο‐

46

.

23

.

2

δείκνυσι τὸ ὀστοῦν. ἀλλὰ τοῦτο μὲν καὶ γνῶναι καὶ ἁπλῶς ἐκτρή‐ σαντα κομισάμενόν τε τὸ ὑγρὸν θεραπεύειν ῥᾴδιον· ἡ δ’ ὑπὸ μήνιγγι

46

.

23

.

3

ἑκατέρως ἐστὶ χαλεπή· ἐκ τοῦ παθεῖν γὰρ μήνιγγας διαφαίνεται. διὰ τοῦτο ἄρα πυρετοὶ μετὰ φρίκης ἐπιγίνονται, ἔρευθος προσώπου, καὶ περισσὴ ἡ θέρμη ἡ κατὰ τὸν πυρετόν, ταραχώδεις τε ὕπνοι, ὀφθαλ‐ μοὶ ὑπολίπαροι καὶ λημώδεις καὶ ἐρυθροί, ἄτροφόν τε τὸ ἕλκος καὶ

46

.

23

.

4

ἀνεκπύητον καὶ βλιχῶδες· ἔστι δ’ οἷς καὶ ἐπὶ γλώσσῃ φλυκτίς. οὗτοι ταχέως μὲν χειρισθέντες ὑπόνοιαν ἔχουσι σωτηρίας, βραδέως δ’ ὡς ἐπίπαν τελευτῶσιν.

46

.

24

t

Περὶ μελανίας.

46

.

24

.

1

Μελανίας δὲ τὰς μὲν ὑπὸ κακότητος φαρμάκου γινομένας καὶ τῇ φύσει τοῦ ὀστοῦ ῥᾴδιον γνῶναι (ταχὺ γὰρ λευκαίνεται), ἔτι καὶ τῷ μὴ δυσώδη τὸν ἰχῶρα εἶναι στερεάν τε τὴν σάρκα καὶ τὴν πέριξ
τρίχωσιν (ξύσις δ’ ἐπ’ αὐτῆς δυνατὴ τὸ μελανθὲν αἴρουσα)· τὰς δ’
5ὑπὸ τῶν ἐν τῷ σώματι αἰτιῶν κατὰ διαφθορὰν γινομένας ἔκ τε τοῦ μαδᾶν τὴν τρίχα δυσώδη τε τὸν ἰχῶρα εἶναι ἄνικμόν τε τὸ ὀστοῦν καὶ μήτε ἀνιέναι πρὸς τὴν ξύσιν μήτε λευκαίνεσθαι, ἀλλὰ μένειν πε‐

46

.

24

.

2

λιὸν πυρετόν τε ἔχειν, γλῶσσαν ξηρὰν, κροτάφων ὀδύνην. καὶ παρὰ τὸν τόπον δὲ χαλεπωτέρα γίνεται, ὡς καὶ τὰ παρὰ μασητῆρσι καὶ ἰνίῳ, πλὴν συνταχύναντας δεῖ περιτρήσαντας ἀναιρεῖσθαι τὸ μελανθὲν

46

.

24

.

3

καὶ τῇ προσηκούσῃ ἐπιμελείᾳ χρῆσθαι. ἐπὶ δὲ τῶν παρά τινας προφά‐ σεις ψιλωθέντων ὀστῶν δύναται μὲν καὶ ξύσις, ἄχρις ἂν ἐφαιμάσση‐ ται, μάλιστα δ’ ἁπλῶς τρῆσις ἐκ διαστημάτων μέχρι διπλόης, ἔπειτα δ’ ἶρις ξηρὰ ἢ ἀριστολοχία σὺν μότοις· οὕτω γὰρ ἐκπληροῦται συν‐
5τόμως ὑπὸ σαρκὸς ὁ τόπος, ἥτις ἐπ’ οὐλὴν ἀχθεῖσα σκεπάζει τὸ ὀστοῦν.

46

.

25

t

Περὶ ὑπερσαρκώσεως.

46

.

25

.

1

Σάρκωσιν δὲ περισσὴν καὶ τῶν ὀστῶν ὑπερέχουσαν ἐκ τοῦ πλα‐ δαρὰν καὶ ἄτονον καὶ μηδὲν τῶν φλεγμονῇ παρεπομένων ἔχειν γνώσῃ.

46

.

25

.

2

ἔστι δ’ αὐτὴν καὶ σηπτῷ φαρμάκῳ καὶ σμιλίῳ ἀφελεῖν καὶ ἀποδήσαν‐ τας περιφειδομένους τοῦ μὴ ἐπὶ πλέον ἢ δεῖ· τὸ γὰρ ἐπιλιπὲς ἔστι

46

.

25

.

3

καὶ αὖθις τοῖς φαρμάκοις ἀποτῆξαι. μετὰ δὲ γύμνωσιν μήνιγγος χρη‐ στέον ῥοδίνῳ λευκῷ προϋποτιθέντας ὀθόνιον λεπτόν, εἶτα μότους

46

.

25

.

4

καταβρόχους καὶ κηρωτὴν κατ’ αὐτὴν ἐρίων τε κύκλους καταδεῖν. ἐν δὲ τῷ διὰ μέσου χρόνῳ, ἐντετμημένου τοῦ σπληνίου, ἐγχυματιστέον ῥοδίνῳ, πολλὰ τοῖς καταλαλοῦσιν τοῦ μύρου χαίρειν λέγοντας, ἢ

46

.

25

.

5

μελικράτῳ χρηστέον ἀντὶ τοῦ μύρου. ταῖς δ’ ἐπιούσαις καὶ τὰ χείλη μᾶλλον ἐπικλιτέον ἐντὸς ἀναπλάσσοντας, ὡς μὴ ἐπιστρέφοιντο, πολλῷ τε καταντλητέον ὕδατι θερμῷ, καὶ θερείας μὲν δίς, ἅπαξ δὲ χειμῶνος

46

.

25

.

6

θεραπευτέον. ἀρχομένης δὲ σαρκοῦσθαι τῆς μήνιγγος, ἐπιξύσαντας τὸ ὀστοῦν, ὡς ἤδη εἴρηται, ἐπισυντιθέναι τὰ χείλη σαρκοκόλλῃ τε πειρᾶ‐

46

.

25

.

7

σθαι ἑνοῦν. κατάκλισις δὲ καὶ θεραπεία ἐν σκεπηνῷ τόπῳ, ἀκάπνῳ, ἀνόσμῳ· τροφῆς δὲ κανονιζέσθω δόσις ὥρᾳ, ἡλικίᾳ, πάθους κατασκευῇ, ἔθει, ἔτι τε τοῖς συγχρονοῦσιν, καὶ μᾶλλον ἐπὶ τὰς ἁπλᾶς καὶ εὐδιοι‐ κήτους ῥέπειν ἢ ἐπὶ τὰς ἐναντίας, καὶ ὑπάνεσιν μὴ πυρετῶν μόνον,

46

.

25

.

8

ἀλλὰ καὶ ὀδύνης μετὰ θεραπείαν. μετὰ δὲ τὴν ἑβδόμην εὖ χωρούντων

46

.

25

.

9

προσθετέον καὶ ταῖς τροφαῖς. ἐκκλιτέον οἶνον, γάλα, ὄξος, ἐγκαύσεις, περιψύξεις, πταρμούς, ὁμιλίας τά τε βῆχας ἐγείροντα, μέχρι δὲ παντε‐

46

.

25

.

10

λοῦς κατουλώσεως καὶ ἀφροδίσια. ὁ δὲ λοιπὸς τῆς ἀποθεραπείας τρό‐
πος οὐκ ἐν ἀδήλῳ τοῖς ἐπὶ ποσὸν ἰατρικῆς ψαύσασιν.

46

.

26

t

Ἐκ τῶν Ἡλιοδώρου. Περὶ τῆς τῶν ῥαφῶν διαστάσεως.

46

.

26

.

1

Τῆς τῶν ῥαφῶν διαστάσεως ἐκ ῥευματισμοῦ γεγενημένης, τὰ πρῶτα ἔργα γινέσθω ὅσα εἴρηται ἐπὶ τῶν ὑδροκεφάλων, κἂν μετὰ τὴν παντελῆ τοῦ ὑγροῦ ἔκκρισιν, τῆς ἀκολούθου ἀγωγῆς δοκιμασθείσης, συναρμογῶσιν αἱ ῥαφαί, ἀσμενίζειν δεῖ· ἐὰν δὲ φθαρῇ τὰ τῶν ὀστέων

46

.

26

.

2

πέρατα ἑκατέρωθεν, περιτιτράσθω καὶ ἐκκοπτέσθω. ἐκ πληγῆς δὲ τῆς διαστάσεως γεγενημένης, ἀνυπερθέτως δεῖ ἑκατέρωθεν διὰ τῶν χειρῶν παραπιέζειν τὴν κεφαλὴν καὶ τὰ διιστάμενα ὀστᾶ συνάγειν πρὸς τὴν κατὰ φύσιν τῆς ῥαφῆς συναρμογήν, ἔπειτα ὅλην τὴν κεφαλὴν ἀποξυ‐
5ρᾶν καὶ ἐπιτιθέναι σπληνίον δυνάμεως ἀφλεγμάντου κολλητικῆς, ἐπι‐ δεῖν δ’ ἐπιδέσει τῇ δυναμένῃ συνεργῆσαι τῇ τῶν ῥαφῶν συμβολῇ, τῷ λαγωῷ ἐπιδέσμῳ, λύειν τε διὰ μιᾶς ἡμέρας ἢ διὰ δύο καὶ πυρίαν ξηρὰν προσάγειν ἐπιτιθέναι τε τὸ αὐτὸ σπληνίον καὶ ἐπιδέσει τῇ αὐτῇ χρῆσθαι· εἴωθε δὲ διὰ τῆς εἰρημένης ἀγωγῆς κρατύνεσθαι ἡ τῶν

46

.

26

.

3

ὀστέων συμβολή. ἐὰν δ’ ὑπόπυον γένηται τὸ τῆς ῥαφῆς διάστημα, διαιρείσθω τὸ ἐπὶ τῷ ὑγρῷ σῶμα, καὶ μετὰ τὴν τοῦ πύου ἔκκρισιν ἑκατέρωθεν ὡς ἐπὶ ῥωγμῆς ἐπιτιτράσθω τὰ τῆς ῥαφῆς πέρατα καὶ ἐκκοπτέσθω.

46

.

27

t

Ἐκ τῶν Ἀρχιγένους. Περὶ τῶν αὐτῶν.

46

.

27

.

1

Τοὺς δὲ περισωθησομένους ἢ ἀπολουμένους ἐκ τούτων τεκμαρ‐ τέον, τὸ μὲν πλέον ἐκ τοῦ τραύματος, ἔπειτα κἀκ τοῦ ἄλλου σώ‐ ματος. οἱ μὲν γὰρ σωτηρίως ἔχοντες ἐκ τοῦ τὸ μὲν ἕλκος ἄπονον εἶναι, μήνιγγας δὲ διαφυλάσσειν τὸ κατὰ φύσιν χρῶμα καὶ κίνημα,
5καθαίρεσθαί τε μετ’ ἐκπύησιν τὸ ἕλκος, πύον λευκόν, ὁμαλόν, ἡσυχῇ παχύ, μὴ κάκοσμον, τὸ γοῦν κατ’ ἀρχὰς λευκὸν φανὲν μετὰ χρόνον ἐρυθραίνεσθαι, σάρκα κεγχρώδη προσβάλλειν, λεπίδας τε πρὸς τοὺς ἰδίους ἀποβάλλειν χρόνους, ἀταράχως ὑπνοῦν, ἀπυρέτους εἶναι, ὀρέ‐ γεσθαι, τὸ λαμβανόμενον διοικεῖν, ἀναλόγους τὰς ἀποκρίσεις γίνεσθαι,
10ἀδένας ἐν ταῖς ἀρχαῖς ἢ ἐρυσίπελας φανὲν συντόμως λύεσθαι· τοὺς δὲ κινδυνεύοντας ἔκ τε τῆς ὄψεως καὶ τῶν περὶ τὸ τραῦμα καὶ τὸ

46

.

27

.

2

ἄλλο σῶμα γινομένων καὶ τῶν ἀποκρινομένων. χρῶμα γοῦν ἐπὶ πλέον ἀνατραπὲν καὶ μεῖναν κινδυνῶδες καὶ ὀφθαλμῶν κοιλότης καὶ διαστροφὴ καὶ ἐκστροφὴ καὶ τὸ καταληφθέντα ἐφ’ ἡμέραν καὶ
νύκτα μὴ ἀνενεγκεῖν παραλυθῆναί τε τοῦ σώματος, ἀλγεῖσθαι τὸ
5ἕλκος ἐφ’ ἡμέραν μᾶλλον κατάξηρον ἄνικμόν τε γίνεσθαι ἐπὶ πλέον,

46

.

27

.

3

ἰχωρροεῖν λεπτῷ καὶ δυσώδει. τά τε χείλη ἐξέρυθρα τῆς τομῆς εἶναι καὶ πλαδαρά, καὶ ἔτι μᾶλλον ἐπικαμπῆ, τό τε προσαφίστασθαι τὸ δέρμα τοῦ ὀστέου μοχθηρόν, μήνιγγα τετρῶσθαι, ἀκίνητον, ἔκλευκον ἢ πελιὰν φαίνεσθαι ἢ μέλαιναν ἢ φλεγμαίνουσαν ἐπὶ πλέον ἢ προπί‐
5πτουσαν καθαιρομένην τε ἐπιρρυπαίνεσθαι, μὴ ὑπό τινος τῶν ἔξωθεν.

46

.

27

.

4

ὀστοῦν κατάξηρον ἢ πελιὸν ἢ μέλαν ἢ χλωρὸν εἶναι, τό τε τὰς ῥαφὰς ἐν τῷ χρόνῳ τῆς θεραπείας διίστασθαι μοχθηρόν, καὶ τένων ἀκίνητος, ἐπιπόνως συνελκόμενος, ἀκράτεια κεφαλῆς κἀν τῷ δὴ βα‐ σταχθῆναι σκοτόδινον ἐπάγουσα, ἀπροαιρέτως τε δακρύειν ἢ λημώδεις
5ὀφθαλμοὺς φαίνεσθαι καὶ τὸ φεύγειν τὴν αὐγήν, ἐρυθρά τε ἢ πελιὰ τὰ λευκὰ γίνεσθαι, ὑποσημαίνειν τε συμβαλλομένων τῶν βλεφάρων τὰ λευκά, ἤχους ἢ βόμβους ἐν τοῖς ὠσὶν εἶναι, καὶ μηδὲν ἀκούειν, ἀμαυροῦσθαι τὴν ὅρασιν, δεδέσθαι σιαγόνας ἢ τρέμειν ἢ παρεῖσθαι, πόνος τῶν ὀδόντων ἀθροῦς ἐμπίπτων, φωνῆς ἰσχνότης, ἀσάφεια, βάρ‐
10βαρος καὶ ἀσυνήθης ὁμιλία, ὕπνος πλείων τοῦ δέοντος ἢ ἀγρυπνία καὶ πόνος ἐπανάγων, πυρετοὶ μηδὲν μὲν ἀνιέντες, ἐφ’ ἡμέραν δ’ ἐπι‐ τείνοντες, ὑπόπυα μέρη γινόμενα, ἱδρώτων πολλὴ ῥύσις καὶ πύον διὰ

46

.

27

.

5

ῥινὸς ἢ ὤτων δυσῶδες φερόμενον. τρόμος, παλμὸς συνεχής, δακτύλων ἄλογος κίνησις μοχθηρόν, κατὰ κοιλίαν ἢ χολῶδες ἢ μέλαν ἢ ὠμὸν φέρεσθαι, οὖρα λεπτὰ πολλὰ ἢ παχέα ἢ ὑποζυγίοις ὅμοια, καὶ τὸ ἀπροαιρέτως φέρεσθαι τὰς χεῖρας ἐπὶ τὸ τραῦμα, κροκυδίζειν, ἐξαν‐
5ίστασθαι, περιψυχόμενον τὰ ἄκρα τὰ μέσα ἐκπυροῦσθαι, ἄτακτον εἶναι σφυγμόν, δυσπνοεῖν, ψυχρὸν ἐκπνεῖν.

46

.

28

t

Ἐκ τῶν Ἀντύλλου. Περὶ ὑδροκεφάλων.

46

.

28

.

1

Τὸ ὑδροκέφαλον γίνεται πάθος, ἀφυῶς τῆς κεφαλῆς θλιβομένης ὑπὸ τῶν μαιῶν, ἔτι νεογνῶν ὄντων τῶν παιδίων· παρακολουθεῖ δὲ τοῖς ἐν τῷ πάθει ὄγκος πολὺς προμήκης περὶ τὴν κεφαλήν, αἶσχος

46

.

28

.

2

οὐκ ὀλίγον παρεχόμενος. διαφοραὶ δὲ τῶν ὑδροκεφάλων εἰσὶ τρεῖς· ἢ γὰρ μεταξὺ τοῦ δέρματος καὶ τοῦ περικρανίου ἢ μεταξὺ περικρα‐ νίου καὶ ὀστέου ἢ μεταξὺ ὀστέου καὶ μήνιγγος· μεταξὺ γὰρ μήνιγγος καὶ ἐγκεφάλου συστῆναι ὑγρὸν ἀδύνατον· φθαρείη γὰρ ἂν πρότερον

46

.

28

.

3

ὁ τοῦτο παθὼν πρὶν ἢ τὸ ὑδροκέφαλον συστῆναι πάθος. σημεῖα δὲ τῶν μεταξὺ τοῦ δέρματος καὶ περικρανίου τὸ ὑγρὸν ἐχόντων τοι‐ αῦτά ἐστιν· ὄγκος εὐαφής, ὁμόχρους, ἀναλγής, εἰς ὕψος κεκυρτω‐ μένος, ἠρέμα δι’ ὀλίγου σώματος ὑποπίπτων, κατὰ τὴν ὑπέρεισιν τῶν

46

.

28

.

4

δακτύλων ῥᾳδίως ὑπείκων τε καὶ ἀντιμεθιστάμενος. εἰ δὲ μεταξὺ περικρανίου καὶ ὀστοῦ συσταίη τὸ ὑγρόν, τὰ μὲν ἄλλα ὁμοίως παρα‐ κολουθήσει, ἀλγημάτων δὲ μᾶλλον ἀντιλήψονται οὗτοι, καὶ ὄγκος αὐτοῖς ἧσσον διαυγήσει καὶ ἀντιμεταστήσεται βραδύτερον, καὶ τὰ ἐπε‐

46

.

28

.

5

στορεσμένα σώματα πολλὰ τοῖς ἐπαφωμένοις ἀπαντήσεται. εἰ δὲ με‐ ταξὺ μήνιγγος καὶ ὀστέου τὸ ὑγρὸν συσταίη, ὄγκος μὲν ἔσται (τὸ γὰρ ὀστοῦν ἔτι ἀπαγὲς ἐπὶ τῶν νηπίων ἐστί, καὶ εὐκίνητον καὶ εὔ‐ θλαστον ὂν ἐπεκταθήσεται ῥᾳδίως, καὶ στερεός γε ὄγκος εὑρεθήσεται
5καὶ ἐπώδυνος καὶ ἐς ὀξὺ μᾶλλον ἀνηγμένος), οἱ τόποι δ’ οἱ κατὰ μέτωπον καὶ κροτάφους στενότεροι ἢ κατὰ λόγον τοῦ σώματος εὑρε‐ θήσονται, συναγομένων τῶν ἐνταῦθα μερῶν διὰ τὴν εἰς ὕψος ἀνάτα‐ σιν, περί τε ὀφθαλμοὺς μαρμαρυγαὶ καὶ σκαρδαμυγμοὶ τούτοις παρα‐

46

.

28

.

6

κολουθήσουσιν. εἰ δὲ συσταίη μεταξὺ μήνιγγός τε καὶ ὀστέου τὸ ὑγρόν, μὴ προώσειε δὲ μηδὲ κυρτώσειε τὸ ὀστοῦν, ἀλλὰ διαστήσειε τὰς ῥα‐ φάς, ἀνελεύσεται μὲν τὸ ὑγρὸν καὶ εὑρεθήσεται μεταξὺ περικρανίου καὶ ὀστοῦ· σημεῖα δὲ τὰ μὲν ἄλλα παρέψεται τὰ αὐτά, ἅπερ εἶχεν ἡ
5μεταξὺ περικρανίου καὶ ὀστοῦ σύστασις, τὰ δ’ ἀλγήματα τούτοις, ὧν

46

.

28

.

7

αἱ ῥαφαὶ διεστᾶσι, μείζω παρακολουθήσει. ἴδια δὲ καὶ ἐξαίρετα ἐπὶ τούτων εὑρεθήσεται σημεῖα δύο, τό τε θλιβομένου πάντοθεν τοῦ ὄγκου τὸ ὑγρὸν ἔλασσον φαίνεσθαι, ὡς ἂν καταδυόμενον διὰ τῆς δια‐ στάσεως τῶν ῥαφῶν εἰς ἐκεῖνο τὸ χωρίον ὅθεν ἐπανῆλθεν, καὶ τὸ
5τὴν χεῖρα ὁμαλῶς παραγομένην ἐπὶ τοῦ ὄγκου κατά τινα μέρη οἷον

46

.

28

.

8

κενεμβατεῖν, τουτέστι κατ’ ἐκεῖνα, καθ’ ἃ διεστᾶσιν αἱ ῥαφαί. εἰ μὲν οὖν μεταξὺ δέρματός τε καὶ περικρανίου τὴν σύστασιν λάβοι τὸ ὑγρόν, εἰ μὲν σύμμετρον εἴη τῷ πλήθει, καὶ μικρὸς ὄγκος τυγχάνοι, μίαν διαίρεσιν κατὰ μέσον ἐμβλητέον, σύμμετρον τῷ μεγέθει πρὸς τὸν

46

.

28

.

9

ὄγκον. οὕτως δ’ ἐμβλητέον τὴν διαίρεσιν ὥστε τὴν ἐξ αὐτῆς γινομέ‐

46

.

28

.

10

νην οὐλὴν ὑπὸ τῆς ἐπιπτώσεως τῶν τριχῶν σκέπεσθαι. μετὰ δὲ τὴν ἔκκρισιν τοῦ ὑγροῦ τὸν κόλπον δεῖ ὁμοίαις ἀγωγαῖς ἀποθεραπεύειν,

46

.

28

.

11

αἷς καὶ τοὺς ἀπὸ τῶν ἀποστημάτων κόλπους ἰώμεθα. εἰ δὲ μείζων ὁ ὄγκος εἴη, δύο καὶ πλείους διαιρέσεις ἐμβαλοῦμεν καὶ καθόλου μετοί‐

46

.

28

.

12

σομεν ἐνταῦθα πᾶσαν τὴν ἀπὸ τῶν ἀποστημάτων χειρουργίαν. εἰ δὲ μεταξὺ περικρανίου καὶ ὀστέου γένοιτο τὸ ὑγρόν, ὁ μὲν αὐτὸς τρό‐ πος τῆς χειρουργίας παραληφθήσεται, φυλαξόμεθα δὲ τοὺς ἐμπίπτον‐ τας μῦς, οἷον τοὺς τῶν κροτάφων, καὶ οὐ κατ’ αὐτούς, ἀλλὰ παρ’

46

.

28

.

13

αὐτοὺς τὰς διαιρέσεις δώσομεν. ἐκκριθέντος δὲ τοῦ ὑγροῦ, τῆς ψιλώ‐ σεως ἐπιμελησόμεθα τῆς κατὰ τὸ ὀστοῦν ὅνπερ τρόπον ἐπὶ τῶν

46

.

28

.

14

συρίγγων ἐλέγομεν. εἰ δ’ ὑπὸ τὸ ὀστοῦν συσταίη τὸ ὑγρόν, εἴτε σὺν διαστάσει ῥαφῶν, εἴτε ἄνευ διαστάσεως, ἀπαγορεύσομεν τὴν χειρουρ‐
γίαν· τήν τε γὰρ μήνιγγα ἀμήχανόν ἐστι μὴ οὐχὶ κακῶς ὑπὸ τοῦ ὑγροῦ περιπλεομένην διακεῖσθαι, ἥ τε διάστασις τῶν ῥαφῶν ἀθεράπευ‐

46

.

28

.

15

τός ἐστιν. εἰ δὲ χωρὶς τῆς διαστάσεως ἐξογκωθείη τὸ ὀστοῦν, καὶ ὣς ἀνωφελὴς ἡ χειρουργία· ἀνατρήσαντες γὰρ τὸ μὲν ὑγρὸν κομισόμεθα, τὴν δ’ ἀμορφίαν τὴν γεγονυῖαν ἐκ τῆς ἐπαναστάσεως τοῦ ὀστοῦ

46

.

28

.

16

καταστεῖλαι πῶς ἄν τις δυνηθείη; εἰ δέ τις πᾶν ἐθέλοι τὸ ἐπανεστη‐ κὸς ὀστοῦν ἐκκόπτειν, γυμνώσει τὴν μήνιγγα πᾶσαν καὶ σπασμῷ τὸν κάμνοντα παραδώσει.

46

.

29

t

Ἐκ τῶν Ἡλιοδώρου. Περὶ ὀστώδους ἐπιφύσεως.

46

.

29

.

1

Ὀστώδης ἐπίφυσις ἐν παντὶ μὲν γίνεται μέρει τοῦ σώματος, πλεοναζόντως δ’ ἐν τῇ κεφαλῇ, μάλιστα δὲ πλησίον τῶν κροτάφων.

46

.

29

.

2

ὅταν δὲ δύο ἐπιφύσεις γένωνται πλησιάζουσαι τοῖς κροτάφοις, κέρατα ταῦτά τινες εἰώθασιν ὀνομάζειν, ἔνιοι δὲ διονυσιακοὺς τοὺς οὕτω

46

.

29

.

3

πεπονθότας ἀνθρώπους προσηγόρευσαν. ἔστι δὲ τὸ πάθος εὐκατάληπ‐ τον· συνεδρεύει γὰρ ὄγκος ἀντίτυπος, ὁμόχρους, ἀναλγής· ἀντίτυπος δ’ ἄγαν ὡς ἀπ’ ὀστέου, ἀμετακίνητος· ἐξ αὐτοῦ γὰρ τοῦ κατὰ φύσιν

46

.

29

.

4

ὀστέου γίνεται ἡ ὀστώδης ἐπίφυσις. δεῖ δ’ ἐπὶ μὲν τῶν ἄλλων τῆς κεφαλῆς μερῶν ἀναστολῇ χρήσασθαι ἐμφερεῖ τῷ Η στοιχείῳ, ἵνα μετὰ τὴν τῆς ἐπιφύσεως ἀναίρεσιν ἰσοπλατῆ ὄντα τὰ συναγόμενα σώματα ῥᾳδίως κολληθῇ, ἐπὶ δὲ τοῦ μυὸς τῷ χιεσμῷ· πολυειδῶς γὰρ ὁ μῦς

46

.

29

.

5

διαστελλόμενος ἀσυμπαθὴς μένει. ἐξέσται δέ, μικρᾶς μὲν οὔσης τῆς ἐπιφύσεως, διαιρέσει ἀρκεσθῆναι κατὰ τὴν τοῦ ὄγκου κορυφήν, ἔπειτα

46

.

29

.

6

διαστεῖλαι τοῖς ἀγκίστροις τὰ χείλη καὶ τὴν ἐπίφυσιν ἐκκόψαι. ἐπὶ δὲ τοῦ μυὸς οὐ πάντως δεῖ χιέζειν τὸ σύγκριμα, ἄλλως δὲ μείζονι χρῆ‐ σθαι διαιρέσει συμμέτρως ὑπολόξῳ, ἵνα τὸ πλεῖον αὐτοῦ μέρος τέμνη‐

46

.

29

.

7

ται, καὶ τῷ μεγέθει τῆς διαιρέσεως γυμνωθῇ ἡ ἐπίφυσις. ὅλη δ’ ἐκ βάσεως ἐκκοπτέσθω, ἵνα ὁμαλισθέντος τοῦ τόπου ἡ φυσικὴ εὐπρέπεια

46

.

29

.

8

γίνηται. ἐὰν μὲν οὖν χαύνη ᾖ ἢ σηραγγώδης ἡ ἐπίφυσις, αὐτόθεν τοῖς σμιλιωτοῖς ἐκκοπεῦσιν ἐκκοπτέσθω, ὅλη ἐκ τῆς βάσεως ἀναιρου‐ μένη· ἐὰν δ’ ᾖ πυκνὴ ἢ ὀστώδης, πρότερον περιτιτράσθω ἡ τοῦ ὄγκου βάσις, τῆς τοῦ τρυπάνου ἀκμῆς πλαγίας [ὑπὸ λοξοῦ] προστιθε‐

46

.

29

.

9

μένης, καὶ οὕτως ἡ ἐκκοπὴ γινέσθω. μετὰ δὲ τὴν τῆς ἐπιφύσεως ἀναίρεσιν τὸ κατὰ φύσιν ὀστέον ξυστῆρι ἐπιξυέσθω, ἵνα ὁμαλισθῇ, καὶ τότε τὰ ἀνεσταλμένα σώματα ἐπαγέσθω καὶ ῥαπτέσθω πρὸς κόλλησιν.

46

.

29

.

10

ὅταν δέ τι ἀντιβαίνῃ τῇ κολλήσει, διαμοτούσθω ἡ ἀναστολή, καὶ δι’
ὅλου ἡ πυοποιὸς ἐπιμέλεια ἐγκρινέσθω.

46

.

30

t

Περὶ ἀλωπεκίας.

46

.

30

.

1

Τῆς ἀλωπεκίας ἡ ὑπερμεγέθης ἀθεράπευτός ἐστιν, ἡ δ’ ἁπλῶς μεγάλη δυσίατος, καὶ ἡ παρὰ κροτάφοις συστᾶσα, καὶ ἡ χρονία δυσία‐

46

.

30

.

2

τος ὁμοίως. ἐν δὲ τῷ τῆς θεραπείας καιρῷ ξυρᾶν δεῖ τὴν ἀλωπεκίαν, ἵνα ἐρεθισθῇ ἡ ἐπιφάνεια, καὶ ὀθονίῳ τραχυτάτῳ τὸν τόπον ἀνα‐ τρίψαντα κατασχᾶν ἐπιπολαίοις ἀμυχαῖς πρὸς ἔκκρισιν τοῦ τῆς ψιλώ‐ σεως αἰτίου, εἶτ’ ἐπιθεῖναι φάρμακον ἑλκυστικόν, οἷόν ἐστι τουτί·
5φλοιοῦ καλάμου κεκαυμένου τέφραν, καὶ νίτρου καὶ καρδάμου πε‐ φωγμένων ἴσα λεῖα ἀναλάμβανε ὑγρᾷ πίσσῃ, ἵνα ἐμπλαστρῶδες γένη‐ ται, ποιήσας τε σπληνίον ἀφλεγμάντου δυνάμεως κατὰ τὴν μεσότητα ἔκκοπτε ἀναλόγως τῷ τῆς ἀλωπεκίας μεγέθει, ἵνα τὰ μὲν πλησίον

46

.

30

.

3

μέρη σκεπασθῇ, γυμνὸς δὲ μείνῃ ὁ τῆς ἀλωπεκίας τόπος. καὶ τότε πλάτυσμα τοῦ φαρμάκου ἐπιτίθει κατὰ τῆς ἀλωπεκίας, χαρτίῳ σκε‐ πάζων αὐτὸ καὶ οὐκ ὀθονίῳ, ἵνα μὴ διὰ τῶν ἀραιωμάτων ἐκρεύσῃ τὸ

46

.

30

.

4

φάρμακον, ἐπίδεσίς τε οἰκεία παραλαμβάνεται. καὶ τῇ τρίτῃ λύσας, ἐὰν μὴ φανῇ φλύκταινα γεγονυῖα μεγάλη, πάλιν ἐπιτίθει τὸ αὐτὸ φάρμακον· τῇ δὲ τετάρτῃ ἢ τῇ πέμπτῃ τῆς φλυκταίνης φανείσης τοῖς δακτύλοις ἀποδέρειν, καὶ τοῦ ὑγροῦ ἐκκριθέντος προσάμυσσε τὸν τό‐
5πον φαρμάκῳ τινί, οἷόν ἐστι τὸ ἀφόδευμα τῶν μυῶν σὺν λιβανωτῷ

46

.

30

.

5

καὶ ὄξει. ταῖς δ’ ἑξῆς ἡμέραις, ἐὰν μὲν ἐπιπόλαιος οὖσα ἡ ἕλκωσις ταχέως φαίνηται ἐπουλουμένη, τοῖς αὐτοῖς ἐπίμενε, εἰ δὲ βραδύνοι, κηρωτῇ χρῶ δι’ ἐλαίου καὶ ψιμυθίου ἐσκευασμένῃ· ἅμα γὰρ κατουλώθη ὁ τόπος 〈καὶ〉 χνοώδεις ἀραιαὶ φαίνονται φυόμεναι τρίχες, ἃς δεῖ
5συνεχέστατα ξυρᾶν, πράως ἀνατρίβοντα τὸν τόπον· βραδυνούσης δὲ

46

.

30

.

6

τῆς τριχοφυΐας, τοῖς εἰρημένοις φαρμάκοις πάλιν χρηστέον. κροκοδεί‐ λου χερσαίου τὸ δέρμα καὲν ἀναισθήτους ποιεῖ τοὺς μέλλοντας τέ‐
μνεσθαι.

47

.

1

t

Ἐκ τῶν Γαληνοῦ. Περὶ ἐξαρθρημάτων.

47

.

1

.

1

Τῶν ἐξαρθρημάτων τινὰ μὲν ἐξαιφνιδίους τε καὶ σφοδρὰς ἔχει προηγουμένας κινήσεις, τινὰ δ’ ἀμετρίᾳ τῆς ἐν τοῖς ἄρθροις ὑγρότη‐ τος γίνεται, τεγγούσης μὲν τοὺς συνδέσμους καὶ χαλώσης, ὀλισθηρὰν

47

.

1

.

2

δὲ τῇ γλισχρότητι τὴν ὅλην διάρθρωσιν ἐργαζομένης. ἐνίοις δὲ τῶν ἀμφὶ τὰς κοτύλας ὀφρύων περιθραυσθεισῶν ἑτοίμη ταῖς κεφαλαῖς τῶν κώλων ἡ παράλλαξις γίνεται, τισὶ δ’ εὐθὺς ἐξ ἀρχῆς ὕπτιαί τε καὶ προ‐

47

.

1

.

3

πετεῖς εἰσι καὶ παντάπασιν ἐπιπολῆς αἱ κοτύλαι. ὅταν οὖν διά τινα τῶν εἰρημένων αἰτίαν ἐκπέσῃ τῆς οἰκείας ἕδρας τὸ διηρθρωμένον ὀστοῦν, ἡ κατ’ ἐκεῖνο τὸ μέρος εἰς ὃ τὴν ἔκπτωσιν ἐποιήσατο κατα‐ πεφυκυῖα τελευτὴ τοῦ μυός, ὡς ἂν εἰς ἑαυτὸν ὅλου συντρέχοντος
5αὐτοῦ καὶ πρὸς τὴν ἰδίαν ἀνελκομένου κεφαλήν, ἀνασπᾷ τὸ συμφυὲς αὐτῷ τοῦ κώλου μόριον, ὅπερ ἐστὶν ἡ κεφαλὴ τοῦ κατὰ τὴν διάρθρω‐ σιν ὀστοῦ, ταύτης δ’ ἀνασπωμένης συνανασπᾶται καὶ τὸ σύμπαν ὀστοῦν.

47

.

1

.

4

ἐν τούτῳ δὴ τῷ παθήματι συμβαίνει τὴν κεφαλὴν τοῦ ταπεινοτέρου κατὰ τὴν διάρθρωσιν 〈ὀστοῦ〉 τῆς ἀρχαίας θέσεως ὑψηλοτέραν γίνε‐ σθαι, ὥστε ἀδύνατον ἐμβάλλειν αὐτὴν εἰς τὴν οἰκείαν ἕδραν πρὶν κατατείναντα τὸ σύμπαν ὀστοῦν μεταστῆσαι κάτω τοσοῦτον, ὅσον

47

.

1

.

5

ὑψώθη παρὰ φύσιν. ποιησαμένους οὖν τὴν ἀντίτασιν ἐπὶ τἀναντία μέρη τῆς ἐκπτώσεως ἀπωθεῖσθαι προσήκει τὸ ἐκπεπτωκὸς ἄρθρον· ἔνθα δ’ ἐμβαλλόντων ἐξοχή τις ὀστοῦ προμήκης ἐστίν, ὑπεραιωρήσαν‐ τας τὸ ἐμβληθησόμενον ὀστοῦν κατατάξαι δεῖ τὸ ἄρθρον ἀπωθοῦντας

47

.

1

.

6

εἰς τὴν πρόσω χώραν. σκέπτου τοίνυν ἐφ’ ἑκάστης ἐξαρθρώσεως ὁπό‐ θεν μὲν ἤρξατο τῆς μεταστάσεως τὸ ἄρθρον, ὅπως δὲ προελθὸν ὅποι τὴν τελευτὴν ἐποιήσατο· δεήσει γάρ σε τὴν μὲν τελευτὴν τῆς μετα‐ στάσεως ἀρχὴν τῆς ἐπανόδου ποιήσασθαι, προελθεῖν δ’ ἐντεῦθεν ἀνά‐
5παλιν ἐπὶ τὴν ἀρχὴν τῆς ἐκπτώσεως.

47

.

2

t

Περὶ γένυος.

47

.

2

.

1

Προδιακινῆσαι καὶ προμαλάξαι δεῖ τὰ νεῦρα καὶ τοὺς μύας ἕλ‐
κοντα κάτω τὴν γένυν, ἀπάγοντα δὲ καθ’ ὅσον ἐνδέχεται τῆς ἄνω προσήκει παράγειν τε ἐξαίφνης καὶ ἀθρόως εἰς τὸ κατ’ εὐθὺ τῆς κατὰ φύσιν χώρας τὸ ἄρθρον, ἐν τούτῳ τε καταστήσαντα παραχρῆμα
5πάλιν ὠθεῖν εἰς τοὐπίσω, κελεύσαντα τῷ πάσχοντι συναγαγεῖν τὸ στόμα. πρότερον μὲν γὰρ αὐτὸν χάσκειν δεῖ χαλαρὰν παρέχοντα τὴν γένυν, ὅπερ ἐστὶ μηδένα τῶν μυῶν τείνοντα· τοῦτο γὰρ ἦν συμφορώ‐ τατον εἴς τε τὸ διακινῆσαι τὰ νεῦρα καὶ τοὺς μῦς ἐξαίφνης τε παρα‐ γαγεῖν ἐπὶ τὸ κατὰ φύσιν τὴν παρεστραμμένην γένυν ἀπώσασθαί τε

47

.

2

.

2

πρὸς τοὐπίσω. νυνὶ δ’ ὅταν ἤδη κατ’ εὐθὺ τῶν ἰδίων χωρῶν ἑκάτε‐ ρον τῶν ἄκρων τῆς γένυος γένηται, συμφέρει τοὺς κροταφίτας ἐνερ‐ γήσαντας ἐπισπᾶσθαι πρὸς ἑαυτοὺς ὅλην αὐτήν· ἐνεργήσουσι δὲ προ‐ θυμηθέντος τοῦ κάμνοντος συναγαγεῖν τε καὶ κλεῖσαι τὸ στόμα.

47

.

2

.

3

προσκατέχειν δέ τινα τὴν κεφαλὴν ἐν τῷ διακινεῖν τὴν γένυν ἀπ‐ άγειν τε μετρίως εἰς τὸ κάτω δεῖ χάριν τοῦ μὴ συνακολουθεῖν αὐτὴν τῇ κάτω γένυϊ. τοῦτο δὲ κοινὸν ἐπὶ πασῶν ἀντιτάσεών ἐστι τὸ παρ‐

47

.

2

.

4

άγγελμα. ἐὰν δὲ κατ’ ἀμφοτέρας τὰς διαρθρώσεις ἡ ἔκπτωσις γένη‐ ται, μᾶλλον μὲν εἰς τὸ πρόσω χωρεῖ νῦν ἡ κάτω γένυς ἤπερ ὅτε κατὰ θάτερον μέρος ἐκπεπτώκει, καὶ πλέον ἀφεστηκυῖα φαίνεται τῆς ἄνω γένυος, οὐ μὴν παρασπᾶταί γε οὐδὲ διαστρέφεται, φυλάσσουσα

47

.

2

.

5

τὸ κατὰ φύσιν ἀδιάστροφον. διαγνώσῃ δὲ τῇ τῶν ὀδόντων εὐθυωρίᾳ, τουτέστιν ὅταν οἱ κάτω τοῖς ἄνω κέωνται κατ’ εὐθύ, τομεῖς μὲν το‐

47

.

2

.

6

μεῦσι, κυνόδοντες δὲ κυνόδουσι, μύλαι δὲ ταῖς μύλαις. τάχιστα δ’ ἐμβάλλειν συμφέρει πρὶν διὰ τὴν τῶν μυῶν τάσιν εἰς συμπάθειαν ἀφικέσθαι τὸν ἐγκέφαλον· ὁ δὲ τρόπος τῆς ἐμβολῆς, ὃν ἐπὶ τῆς κατὰ τὸ ἕτερον μέρος ἐξαρθρώσεως εἴπομεν, οὐ κατὰ πᾶν ὁ αὐτός μοι
5δοκεῖ νῦν γίνεσθαι προσήκειν· τότε μὲν γὰρ εἰς τὸ πλάγιον ἡ γένυς ἀτρέμα παρῆκτο, νυνὶ δ’ ἰσόρροπός ἐστιν, ὥστε αὔταρκες διακινήσαντα καὶ πρὸς τὰ κάτω τὸ ὀστοῦν ἑλκύσαντα χάριν τοῦ τὸ πέρας τῆς κο‐ ρώνης κατωτέρω γενέσθαι τοῦ ζυγώματος οὕτως ἤδη πρὸς τὴν ἔσω χώραν ὠθεῖν ἑκατέρωθεν ὅλην τὴν γένυν ἅμα τῷ κελεῦσαι τῷ κάμ‐

47

.

2

.

7

νοντι κλείειν τὸ στόμα. οὐκ ἀκίνδυνος μὲν οὖν οὐδὲ ἡ κατὰ τὸ ἕτε‐ ρον μέρος ἐξάρθρωσις, ἡ δὲ κατ’ ἄμφω διπλασίως χαλεπωτέρα, πάν‐ τας τοὺς ἀνέχοντας τὴν κάτω γένυν ἐντείνουσα μῦς, ἔχοντας ἀπ’
ἐγκεφάλου τὰ νεῦρα καὶ τάχιστα εἰς συμπάθειαν ἄγοντας αὐτόν.

47

.

3

t

Περὶ ἀκρωμίου ἀποσπασθέντος.

47

.

3

.

1

Χονδρῶδές ἐστιν ὀστοῦν τὸ ἀκρώμιον, ἐπικείμενον τῇ συζεύξει τῆς κλειδὸς καὶ τῆς ὠμοπλάτης, ὑμένας ἐκπεφυκότας ἔχον, οἷς συν‐ δεῖται τὰ πέρατα τῶν ὀστῶν· ἀποσπασθέντι δ’ αὐτῷ καὶ ἡ κλεὶς εἴωθε συνέπεσθαι, καὶ διὰ τοῦτο καὶ ἡ ἐπανόρθωσις γίνεται κατ‐
5αναγκαζομένης εἰς τὸ κάτω τῆς κλειδός, ὡς ἀποτελεῖσθαί τινα κυκλο‐ τερῆ καμπὴν αὐτῆς ἐνταῦθα. διὸ καὶ τοῖς νεωτέροις ἡ κατανάγκασις αὕτη μᾶλλον ἐπιτυγχάνεται· ὅσῳ γὰρ ἡ ἡλικία προέρχεται, ξηρότερα

47

.

3

.

2

ἡμῶν τὰ σώματα ἀποτελεῖται. καθάπερ οὖν τὰ ξηρὰ ξύλα πρὸς τὰς καμπάς ἐστιν οὐκ ἐπιτήδεια, τὰ δ’ ὑγρὰ καὶ χλωρὰ ῥᾳδίως πάσχει τοῦτο, κατὰ τὸν αὐτὸν τρόπον καὶ τὰ τῶν ἔτι αὐξανομένων ζῴων ὀστᾶ κάμπτεσθαι δύναται καταναγκαζόμενα, καὶ πολὺ μᾶλλον ὅταν ᾖ

47

.

3

.

3

χαῦνα καὶ σηραγγώδη, καθάπερ καὶ ἡ κλείς ἐστιν. καὶ ἔγωγε ἐπει‐ ράθην αὐτὸς ἐπ’ ἐμαυτοῦ καμπτομένης αἰσθανόμενος τῆς κλειδός· ἔσφυζε γὰρ διὰ βάθους, ὁπότε σφοδρῶς καταναγκασθείη τῷ βιαίῳ

47

.

3

.

4

τῆς ἐπιδέσεως. ὑπέμεινα δὲ τοῦτο μέχρι τεσσαρακοστῆς ἡμέρας, ἐν αἷς οὕτω προσήχθη τῇ κεφαλῇ τοῦ βραχίονος ἡ κλείς, ὥστε τοὺς μὲν νῦν ὁρῶντας ἀπιστεῖν, εἰ ἀπεσπάσθη ποτέ, τοὺς δ’ ἰδόντας, ὁπόταν ἀπεσπάσθη, τριῶν δακτύλων διάστημα τὸ μεταξὺ γενόμενον, ὑπερ‐

47

.

3

.

5

θαυμάζειν τὸ πρᾶγμα. ἐπὶ δὲ μειρακίων, καὶ μᾶλλον ἐπὶ παιδίων ἑτοιμότερον ἡ ἐπίδεσις καταναγκάζει τὸ ὀστοῦν. ἐμοὶ μὲν γὰρ ἔτος ἄγοντι πέμπτον καὶ τριακοστὸν οὕτω παθεῖν ἐν παλαίστρᾳ συνέβη· οὐ μὴν ἄλλον γέ τινα τῶν ἤδη τελείων ἠδυνήθην ὁμοίως ἰάσασθαι

47

.

3

.

6

διὰ τὸ μὴ φέρειν αὐτοὺς τὸ βίαιον τῆς ἐπιδέσεως. ἐγὼ δ’ οὖν καὶ αὐτὸς ᾐσθανόμην ψυχροῦ τοῦ χωρίου πάντως, ὡς ἀναγκάζεσθαι δι’ ὅλης ἡμέρας καὶ νυκτὸς ἔλαιον καταντλεῖν θερμόν, ὑποβεβλημένου

47

.

3

.

7

δέρματος ὅλῳ τῷ σώματι· γυμνὸς γὰρ ἐπ’ αὐτοῦ κατεκείμην. ὑπο‐ κειμένης οὖν κατὰ τὸ πρὸς τῶν ποδῶν μέρος λεκάνης κενῆς, ἐσχη‐ μάτιστο κατὰ τοῦτο πρὸς ἔκρουν ἐπιτηδείως τὸ δέρμα, πάλιν τε τὸ ἀθροισθὲν ἐν τῇ λεκάνῃ μεταβαλόντες εἰς λέβητα κατὰ πυρὸς ἐπικεί‐
5μενον ἐθέρμαινον, ἐντεῦθέν τε λαμβάνοντες ἀπήντλουν τῷ πεπονθότι

47

.

3

.

8

χωρίῳ παντί. καὶ εἰ βραχύ ποτε διέλιπον, ᾐσθανόμην τάσεως εὐθέως τῶν κατὰ τὸν τράχηλον μυῶν, ὡς εἶναι δῆλον ὅτι σπασμὸς ἀκολου‐

47

.

3

.

9

θήσει ῥᾳθυμησάντων περὶ τὴν κατάντλησιν. οἱ πολλοὶ δ’ αἱροῦνται
τὴν εἰς τὸν ἔπειτα χρόνον ἐκ τοῦ πάθους ἔχειν δυσχέρειαν ὑπὲρ τοῦ μὴ πονῆσαι μέχρι τεσσαράκοντα ἡμερῶν· οὐ γὰρ ἡγοῦμαι θᾶττον δύ‐ νασθαι τῶν τοσούτων ἀκριβῶς καμφθῆναι τὸ τῆς κλειδὸς ὀστοῦν.

47

.

4

t

Περὶ τῶν κατ’ ὦμον ἐξαρθρημάτων.

47

.

4

.

1

Ἐπὶ τῶν τοῦ βραχίονος ἐξαρθρημάτων μέγιστόν τε καὶ ῥᾷστον εἰς διάγνωσίν ἐστιν ὄγκος στρογγύλος καὶ σκληρὸς ἐν τῇ μασχάλῃ φαινόμενος· οὐ γὰρ ἐνδέχεται γενέσθαι τοῦτο χωρὶς τοῦ τὴν κεφαλὴν τοῦ βραχίονος ἐκπεσοῦσαν τῆς διαρθρώσεως εἰς τὸ τῆς μασχάλης
5ἐνεχθῆναι χωρίον, ὥστε εἰ καὶ μόνῳ τις τούτῳ τῷ σημείῳ πιστεύσειεν,

47

.

4

.

2

οὐκ ἂν ἁμάρτοι. καὶ μέντοι καὶ ῥᾴστην ἔχει τὴν διάγνωσιν· ἐνθεῖ‐ ναι γὰρ χρὴ μόνον εἰς τὴν μασχάλην τοὺς δακτύλους ὡς ψαῦσαι τῆς

47

.

4

.

3

ἐξοχῆς, καὶ φανεῖται σαφῶς ἡ κεφαλὴ τοῦ βραχίονος ἐνταῦθα. πυκ‐ νῶς δ’ ἐκπίπτει τὸ ἄρθρον ἐπὶ μικραῖς προφάσεσιν, ἤτοι διὰ τὸ τῆς κοιλότητος ἀβαθές τε ἅμα κἀν ταῖς ὀφρύσιν ὕπτιον ἢ διὰ τὴν ὑγρό‐ τητα τῶν περικειμένων τῇ διαρθρώσει σωμάτων, δι’ ἣν χαλαρά τέ

47

.

4

.

4

ἐστι καὶ ῥᾳδίως ἐκτεινόμενα. διὰ τὰς αὐτὰς οὖν αἰτίας καὶ αἱ ἐμβο‐ λαὶ τῶν τοιούτων ἄρθρων εἰσὶ ῥᾴδιαι, καὶ διὰ τοῦτο χωρὶς ἰατρῶν ὑπ’ αὐτῶν τῶν πασχόντων γίνονται, τῆς ἑτέρας χειρὸς ἐντιθέντων τοὺς κονδύλους εἰς τὴν μασχάλην ἀναγκαζόντων τε εἰς τὸ ἄνω τὸ

47

.

4

.

5

ἄρθρον τόν τε ἀγκῶνα παραγόντων παρὰ τὸ στῆθος. ὁ μὲν οὖν πρῶτός τε καὶ ῥᾷστος τρόπος τῆς ἐμβολῆς οὗτός ἐστιν, δεύτερος δ’ ὁ τοιοῦτος· ὑποβάλλοντος ἰατροῦ τινος ὑπὸ τὴν κεφαλὴν τοῦ βραχίο‐ νος τοὺς κονδύλους τῆς χειρός, οὐχ ἁπλῶς, ἀλλ’ ἐκ τῶν ἔνδον με‐
5ρῶν, ὥστε ἀποστῆσαι κάτω πρῶτον, εἶθ’ οὕτως εἰς τὴν ἄνω χώραν ἀπώσασθαι καὶ κατ’ εὐθὺ ποιῆσαι τῆς ὑποδεχομένης αὐτὸν κοιλότητος· ἐντεῦθεν γὰρ ἤδη καὶ οἱ περικείμενοι τῇ διαρθρώσει μύες ὑπηρετοῦσί τε καὶ συμπράττουσιν ἀνασπῶντες αὐτήν. σύνθετος γάρ ἐστιν ἐκ τριῶν ἐνεργειῶν ἡ ἐμβολή, πρώτης μὲν καθ’ ἣν εἰς τὸ πρόσω τὸ
10ἄρθρον ἄγεται, δευτέρας δὲ καθ’ ἣν ἄνω, καὶ τρίτης καθ’ ἣν ὀπίσω· ταύτας γὰρ ἀναγκαῖον ἐργάσασθαι τὸν ἐμβάλλοντα, δι’ οὗπερ ἂν

47

.

4

.

6

ἐπιχειρῇ τρόπου τὴν ἐμβολὴν ποιήσασθαι. ὅταν οὖν εἰς τὴν πρόσω χώραν ἀπὸ τῆς οἰκείας ἕδρας ἡ κεφαλὴ τοῦ βραχίονος ἀποχωρήσασα κάτω μὲν πρῶτον ἐνεχθῇ τῷ βάρει ῥέψασα, μετὰ ταῦτα δ’ ὀπίσω πρὸς τὰς πλευρὰς ὑπὸ τῶν μυῶν εἰς ἑαυτοὺς συντρεχόντων ἀνασπα‐
5σθῇ, τὴν εἰς τὸ κατὰ φύσιν ἐπάνοδον ἄρξασθαι μὲν ἀπὸ τῆς ὀπίσω χώρας ἀναγκαῖόν ἐστιν, ἐντεῦθεν δὲ πρόσω μὲν πρῶτον, εἶτ’ ἄνω παραγενέσθαι, κἀπειδὰν ἤδη κατ’ εὐθὺ τῆς κοιλότητος ᾖ, δυοῖν θάτε‐

47

.

4

.

7

ρον, ἢ τοῖς μυσὶν ἐπιτρέψαι τὸ πᾶν ἢ καὶ συνεπωθεῖν αὐτόν. ὅταν δ’ ἐπιτρέψῃς τοῖς μυσί, μὴ καταλίπῃς τὴν κάτω χώραν ἀφρούρητον (ἀποκεῖσθαι γὰρ ἐπί τινος ἐνταῦθα χρὴ τὸν βραχίονα), μή πως, ἠτο‐ νηκότων τῶν μυῶν ἀνασπᾶν αὐτόν, ἐνεχθῆναι κάτω φθάσῃ, πρὶν ὑπ’

47

.

4

.

8

ἐκείνων εἰς τὴν οἰκείαν ἐνεχθῆναι χώραν. οὐσῶν οὖν τριῶν τούτων ὁδοιποριῶν, ἄριστον μέν ἐστιν ἑκάστην ποιεῖσθαι κατ’ εὐθεῖαν γραμ‐ μήν, πρώτην μὲν τὴν πρόσω, δευτέραν δὲ τὴν ἄνω, καὶ τρίτην τὴν ὀπίσω· πολλάκις δ’ οὐχ οὕτως, ἀλλὰ περικυλινδουμένης τῆς κεφαλῆς
5τοῦ βραχίονος τῷ τῆς ὠμοπλάτης αὐχένι τὴν ἐμβολὴν ἐργαζόμεθα, καὶ ὅ γε πρῶτος τρόπος ὁ διὰ τῶν δακτύλων ὑπό τε τοῦ πάσχοντος αὐτοῦ καὶ τῶν ἰατρῶν γινόμενος ἐκ τούτου τοῦ εἴδους ἐστίν, ἐπι‐ τυγχανόμενος ἄνευ βλάβης ἐν τῇ κατ’ ὦμον διαρθρώσει μηδεμίαν ἐξοχὴν ἐχούσῃ προμήκη, μήτε κατὰ τὴν κεφαλὴν τοῦ βραχίονος (ἀκρι‐
10βῶς γάρ ἐστι περιφερής) μήτε κατὰ τὰς ὀφρύας τῆς ἐπιδεχομένης

47

.

4

.

9

αὐτὴν κοιλότητος. οἷς μὲν οὖν ἐκπίπτει πυκνῶς, ἀνάγκη τήν τε διάρθρωσιν εἶναι χαλαράν, καὶ τὴν κοιλότητα βραχείας ἔχειν τὰς ὀφρῦς, καὶ διὰ τοῦτο ῥᾳδίως ἐμβάλλουσιν ἑαυτοῖς τὸ ἄρθρον οἱ οὕτως κατεσκευασμένοι, τοὺς κονδύλους τῶν δακτύλων τῆς ἀπαθοῦς
5χειρὸς ἐντιθέντες εἰς τὴν μασχάλην, ὡς μεταξὺ δηλονότι τὴν ἔνθεσιν αὐτῶν γενέσθαι τῆς τε κεφαλῆς τοῦ βραχίονος καὶ τῶν πλευρῶν· γίνονται γὰρ ἀντὶ μοχλοῦ τηνικαῦτα τῆς χειρὸς οἱ δάκτυλοι, τελευ‐ τώντων μὲν εἰς ὀξὺ πέρας τῶν κονδύλων, ὥσπερ εἰς τριγώνου κορυ‐ φήν, αὐτῇ δὲ ταύτῃ τῇ κορυφῇ παρεισερχομένων ῥᾳδίως εἰς τὴν
10μεταξὺ χώραν τῆς κεφαλῆς τοῦ βραχίονος καὶ τῶν πλευρῶν, ἢν δ’ ἅπαξ ὑπ’ αὐτῆς εἰσδεχθῶσι, ῥᾳδίως τῆς ἐμβολῆς γινομένης διὰ τὴν

47

.

4

.

10

ὑγρότητα πάντων τῶν κατὰ τὴν διάρθρωσιν σωμάτων. οἱ μὲν δάκτυ‐ λοι παραδεχθέντες εὐθέως ἐν αὐτῷ τούτῳ τὸ ἄρθρον εἰς τὸ πρόσω μέρος ἀπεστάλκασι τῶν πλευρῶν· ὁ δ’ ἀγκὼν ὑπὸ τὸν ὦμον τοῦ κάμνοντος ἔστω, χάριν τοῦ κατ’ εὐθὺ γενέσθαι τὸν βραχίονα τῆς
5ἰδίας ἕδρας· εἴρηται γὰρ ἡμῖν ἤδη πολλάκις, ὡς ὅταν ἐν τούτῳ κα‐ ταστῇ τὸ ἐμβαλλόμενον ἄρθρον, ἑτοίμην ἴσχει τὴν ἔμπτωσιν, εἰ μὴ

47

.

4

.

11

καὶ συνεπωθοῖμεν ἡμεῖς, τῶν μυῶν ἐργαζομένων τὸ δέον. λέγει δὲ καὶ ἄλλον τρόπον ἐμβολῆς Ἱπποκράτης κατὰ τήνδε τὴν λέξιν· «χρὴ δὲ τὸν μὲν ἄνθρωπον χαμαὶ κατακλῖναι ὕπτιον, τὸν δ’ ἐμβάλ‐ λοντα χαμαὶ ἵζεσθαι, ἐφ’ ὁπότερα ἂν τὸ ἄρθρον ἐκπεπτώκῃ, ἔπειτα
5λαβόμενον τῇσι χερσὶ τῇσι ἑωυτοῦ τῆς χειρὸς τῆς σιναρῆς κατατείνειν αὐτήν, τὴν δὲ πτέρναν ἐς τὴν μασχάλην ἐμβάλλοντα ἀντωθεῖν, τῇ

47

.

4

.

12

μὲν δεξιῇ εἰς τὴν δεξιήν, τῇ δ’ ἀριστερῇ εἰς τὴν ἀριστερήν. δεῖ δ’ εἰς τὸ κοῖλον τῆς μασχάλης ἐνθεῖναι στρογγύλον τι ἐναρμόσσον· ἐπι‐ τηδειότατον δὲ πάνυ σμικραὶ σφαῖραι σκληραί, οἷαι ἐκ τῶν πολλῶν

47

.

4

.

13

σκυτέων ῥάπτονται.» ἐνίους δέ φησι καὶ ὑπέρῳ ἀναγκάζειν. μᾶλλον

47

.

4

.

14

δὲ τῶν ἔμπροσθεν ἐμβολῶν ἐπαινεῖ τὴν διὰ τοῦ κλιμακίου, καὶ ἔτι

47

.

4

.

15

μᾶλλον ταύτης τὴν διὰ τῆς ἄμβης. «χρὴ μέντοι» φησί «καὶ ἐπὶ τῷ κλιμακτῆρι ἐπιδεδέσθαι στρογγύλον τι ἄνωθεν ἐναρμόσσον εἰς τὸ κοῖ‐ λον τῆς μασχάλης, ὃ προσδιαναγκάσει τὴν κεφαλὴν τοῦ βραχίονος εἰς τὴν φύσιν ἀπιέναι.» ξύλον γὰρ τοιοῦτον ἐξέχον εὐθὺς ἀπ’ ἀρχῆς
5γίνεται κατὰ τὸ μηχανικὸν κλιμάκιον, ᾧ καὶ ἡμεῖς συνήθως χρώμεθα,

47

.

4

.

16

παραπλήσιον τῷ ξύλῳ τῷ τὴν ἄμβην ἔχοντι κατὰ τὸ πέρας. ὅλον δὲ τὸ ξύλον οἱ ἰατροὶ προσαγορεύουσιν ἄμβην ἐκ τῆς κατὰ τὸ πέρας ἐπικειμένης ὀφρύος ἄμβωνι παραπλησίας· τοιαύτη δ’ ἐστὶν ἡ ὀφρὺς οἵα καὶ κατὰ τὸ τῶν λοπάδων πέρας τὸ ἄνω γίνεται, πρὸς τὴν ἐκ‐

47

.

4

.

17

τὸς ἐστραμμένην κοιλότητα. ἐπιτηδειότατον δ’ ἐστὶ τοῦτο παραδοῦναι μεταξὺ τῆς κεφαλῆς τοῦ βραχίονος καὶ τῶν πλευρῶν, καὶ μέντοι καὶ μοχλεύοντι χρησιμώτατον, ἀσφαλῶς ἐπιλαμβάνον τὴν κυρτότητα τῆς κεφαλῆς τοῦ βραχίονος. ὁ μὲν οὖν Ἱπποκράτης εἰς μασχάλην

47

.

4

.

18

μόνον ἑωρακέναι φησὶν ὀλισθαίνοντα βραχίονα, τῶν δὲ μετ’ αὐτὸν ἰατρῶν ἔνιοι καὶ ἄλλας ἐκπτώσεις ἔγραψαν, ὡς ἰδόντες αὐτοί, καὶ

47

.

4

.

19

ἡμεῖς δὲ μέχρι δεῦρο πεντάκις εἴδομεν. ἐγένοντο δ’ ἐκπτώσεις ἅπα‐ σαι μὲν ἐν τῇ πρόσω χώρᾳ, διέφερον δ’ ἀλλήλων ἐν τῷ πλησιαί‐ τερον ἢ πορρώτερον εἶναι τῆς διαρθρώσεως κατά τε τὸ μῆκος τοῦ

47

.

4

.

20

κώλου καὶ τὸ πλάτος. ἡ δ’ οὖν ἐμβολὴ καὶ τούτων τῶν ἐξαρθρη‐ μάτων τοῖς αὐτοῖς ὑπάγεται σκοποῖς, ἀντιτάσει τε καὶ μοχλείᾳ καὶ ἀποθέσει· προσήκει δ’ οὐχ ὡς ἐπὶ τῆς εἰς μασχάλην ἐκπτώσεως, οὕτως καὶ νῦν μοχλεύειν. ἐπ’ ἐκείνης μὲν γὰρ ἔδει πρόσω πρῶτον,
5εἶτ’ ἄνω τὸ ἄρθρον ἄγειν, ἄχρι ἂν ἐπ’ εὐθείας γένηται τῇ κοιλό‐ τητι· νῦν δ’ ἐπειδὴ πάντως μὲν ἐν τοῖς πρόσω μέρεσι τῆς διαρθρώ‐ σεώς ἐστιν, ἤτοι δ’ ἐγκέκλιται πρὸς τὴν ἔξω ἢ ἔνδον χώραν, ἐσφηνω‐ μένον ἐν τοῖς μυσίν, ὠθεῖν αὐτὸ χρὴ πρὸς τὴν ἐναντίαν χώραν

47

.

4

.

21

ἐμβάλλοντα τῶν μυῶν. ἐν τούτῳ δὲ τῷ ἔργῳ κίνδυνος εἰς τὴν κάτω χώραν ὀλισθῆσαν αὐτὸ πρὸς τῶν μυῶν ἀνασπασθὲν εἰς τὴν μασχάλην

47

.

4

.

22

ἐνεχθῆναι. μάλιστα μὲν οὖν οὔτε ἡ ἀντίτασις ἐᾷ γενέσθαι τοῦτο, καὶ κατ’ αὐτὴν δὲ τὴν ἀντίτασιν οὐδὲν χεῖρόν ἐστιν ἠσφαλίσθαι τὸ κατὰ τὴν μασχάλην χωρίον, ὡς ἐπράξαμεν ἐν Σμύρνῃ περὶ τὸ γενόμενον οὕτως ἐξάρθρημα. κατὰ παλαίστραν μὲν γάρ τινι συνέβη, διπλωθείσης
5τῆς χειρὸς ὑπὸ τοῦ συμπαλαίοντος, ὅστις μάλιστα τρόπος εἰς τὸ

47

.

4

.

23

πρόσω δύναται μεταστῆσαι τὸ ἄρθρον. ὕπτιον δὲ κατακλίναντες τὸν πεπονθότα τὴν ἀντίτασιν ἐποιησάμεθα τῇ διὰ τῆς πτέρνης παραπλη‐ σίαν, ὄπισθεν μὲν καθίσαντές τινα, περιβαλόντες δὲ τὴν μασχάλην πλατεῖ ἱμάντι, προϋποβεβλημένου τινὸς εἰς τὸ κοῖλον ἐκπληρώματος·
5αὐτοὶ δέ, ὡς ἔφην, ἔξω τῶν περισφιγγόντων τὸ ἄρθρον μυῶν ἀπώ‐ σαντες, εἶτ’ ἀνέντες τὴν κατάτασιν, ἐπετρέψαμεν ἀνασπασθῆναι πρὸς τῶν μυῶν εἰς ἑαυτοὺς συντρεχόντων ἐμβληθῆναί τε τῇ κοιλότητι.

47

.

4

.

24

τοῦτο μὲν οὖν εὐκόλως ἐνέπεσε καὶ παραχρῆμα, καὶ ἤρκεσέ γε τῆς πεπονθυίας χειρὸς ἡ κατάτασις ὑφ’ ἡμῶν αὐτῶν γενομένη, καθάπερ

47

.

4

.

25

ἐπὶ τοῦ διὰ τῆς πτέρνης τρόπου. ἄλλοτε δὲ καὶ διὰ βρόχου τὴν κατάτασιν ἐποιησάμεθα· χρὴ δ’ ἰσότονον εἶναι τὸν βρόχον, οἷός ἐστιν ὅ τε διπλοῦς καρχήσιος, ὅ τε ἐκ δυοῖν διανταίων· ἄλλοτε δὲ κεχρονι‐ σμένου τοῦ ἐξαρθρήματος ἐδεήθημεν τοῦ Ἱπποκρατείου βάθρου.

47

.

5

t

Περὶ τῶν κατ’ ἀγκῶνα.

47

.

5

.

1

Ἡ τῶν κατ’ ἀγκῶνα διακινημάτων θεραπεία ῥᾴστη· χρὴ γάρ, ἀποτεταμένης ὅλης τῆς χειρός, ἀντιτείνεσθαι τῷ πήχει τὸν βραχίονα κατὰ τὸ κοινὸν ἁπάσης ἐμβολῆς, ὅπως ἑτοιμότερον ὑπακούσῃ ταῖς

47

.

5

.

2

χερσὶν ἡμῶν ἀπωθούσαις τὸ παρηλλαχὸς ἄρθρον. γνώρισμα δὲ τοῦ μὴ πᾶν τὸ ἄρθρον ἐκπεπτωκέναι τὸ κατὰ χώραν μένειν τὴν ὄπισθεν κορώνην τοῦ πήχεως· μενούσης γὰρ ταύτης, εἰ καὶ παραλλάττοι κατά

47

.

5

.

3

τι τὸ λοιπὸν τῆς διαρθρώσεως, οὔπω τέλειόν ἐστιν ἐξάρθρημα. καλεῖ‐ ται δ’ ὑφ’ Ἱπποκράτους διακινήματα τὰ τοιαῦτα, καὶ γίνεται τῶν κονδύλων τοῦ βραχίονος εἰς τὴν βαθμίδα τοῦ πήχεως ἐμβαινόντων, ἣν τέως ἡ μέση περιφέρεια κατειλήφει τοῦ κάτω πέρατος τοῦ βρα‐

47

.

5

.

4

χίονος, ἣν τροχιλώδη προσαγορεύουσιν. δῆλον δ’ ὅτι ῥυσότερον μὲν φαίνεται τὸ χωρίον ὅθεν ἀπεχώρησεν ὁ κόνδυλος, ὄγκον δ’ ἴσχει τὸ

47

.

5

.

5

ἐναντίον. ὅταν οὖν ὁ βραχίων πρὸς τὴν ἔσω χώραν μεταστῇ, τῆς τοῦ πήχεως κοιλότητος ἀποστάς, εἰκότως τὸν τοιοῦτον τρόπον τοῦ ὀλισθήματος ὀνομάζουσι σιγμοειδῆ, διότι τῷ σίγμα στοιχείῳ προσέοικεν.

47

.

5

.

6

ὥσπερ οὖν ἀντωθεῖν ἀλλήλοις προσήκει κατὰ τὴν ἐμβολὴν τό τε τοῦ βραχίονος καὶ τὸ τοῦ πήχεως ὀστοῦν, ἵνα θᾶττον εἰς τὴν οἰκείαν χώραν ἐπανέλθῃ τὸ γιγγλυμοειδὲς τοῦ βραχίονος, οὕτως καὶ ἡ πρὸς τὴν ἔσω χώραν ἐπιστροφὴ τοῦ πήχεως οὐ βραχύ τι συντελέσει, στρε‐
5φομένης ἤδη τηνικαῦτα τῆς σιγμοειδοῦς κοιλότητος ἀπαντώσης τε τῷ

47

.

5

.

7

πρὸς αὐτὴν ἀγομένῳ πέρατι τοῦ βραχίονος. οὐ μόνον δ’ ἐπὶ τῆς εἰς τὴν ἔσω χώραν γινομένης παραρθρήσεως ἐπιστρέφεσθαι χρὴ τὸν πῆχυν ὡς ἐπὶ τὸ πρανές, ἀλλὰ κἀπὶ τῆς ἀντικειμένης αὐτῇ τῆς ἐπὶ τὸ ἔξω μέρος· ἐμβαλλόντων γὰρ ταύτην ἐπιτήδειόν ἐστιν ὑπτίαν
5πως ἐπιστρέφειν τὴν χεῖρα πρὸς τὸ καὶ νῦν ἀπαντῆσαι τὴν σιγμοειδῆ κοιλότητα τῇ πρὸς αὐτὴν ἀγομένῃ τροχιλώδει κυρτότητι τοῦ βραχίο‐

47

.

5

.

8

νος. τὸ δὲ μεταστῆναι τὸ κατ’ ἀγκῶνα πέρας τοῦ βραχίονος, ἢ ἔνθα ἢ ἔνθα, καταλιπὸν τὴν βαθμίδα τοῦ πήχεως, ὀλιγάκις εἴωθε συμβαίνειν, οὐχ ὥσπερ τὰ πρόσθεν εἰρημένα πολλάκις, ἐφ’ ὧν εἴπο‐

47

.

5

.

9

μεν φυλάττεσθαι τὴν ὀπίσω διάρθρωσιν. ἀλλ’ ἐν οἷς τελέως ὑπερέβη τὸ τοῦ πήχεως ὀστοῦν ὁ βραχίων, ὡς ἐκ πλαγίων αὐτῷ παρακεῖσθαι κατὰ τὴν ἔξω χώραν, τὴν κατάτασιν οὐ χρὴ ποιεῖσθαι τῆς ὅλης χει‐ ρὸς ἐκτεταμένης, ἀλλὰ κατὰ τὸ καλούμενον ἐγγώνιον σχῆμα· δεήσει
5γὰρ ἐκ τῶν πλαγίων μερῶν παρακείμενον τὸν βραχίονα τῷ πήχει μετεωρίσαι τε καὶ ὑψηλότερον ἐργάσασθαι τῆς κατὰ τὸν πῆχυν βαθμί‐ δος· ἐκ πλαγίων γὰρ αὐτῇ παρακείμενος οὐκ ἂν ἐμβαίη πρὶν ὑπερ‐

47

.

5

.

10

αιωρηθῆναι. τῆς οὖν κατατάσεως ὑμᾶς ἀναμιμνῄσκεσθαι χρὴ τῆς γεγραμμένης ἔμπροσθεν, ἡνίκα περὶ τῶν τοῦ βραχίονος ἐδιδάσκομεν ἐξαρθρημάτων· ὅταν γὰρ ἐκ τῆς εἰρημένης ἀντιτάσεως ὁ βραχίων ὑψωθῇ τοσοῦτον ὡς ὑπεραιωρηθῆναι τῆς ὑποδεξομένης αὐτὸν χώρας,
5ἕτοιμον ἤδη καὶ ῥᾴδιόν ἐστι καταστῆσαι τὴν διάρθρωσιν ὅλην εἰς τὸ

47

.

5

.

11

κατὰ φύσιν, ἀπωθουμένην τοῖς θέναρσι τῶν χειρῶν. ἡ δ’ εἰς τὸ πρόσθεν ἔκπτωσις κατὰ τὰς ἀμέτρους ἐκτάσεις γίνεται, καθάπερ καὶ τὸ ἐναντίον ἐν ταῖς βιαίαις τε καὶ ἀθρόαις κάμψεσιν· ἐκτεινόντων μὲν γὰρ τὴν χεῖρα συμβαίνει τὴν ὀπίσθιον κορώνην ἐν τῇ τοῦ βραχί‐
5ονος ἑδράζεσθαι κοιλότητι, τῆς προσθίας ἐπὶ πλεῖστον ἀφισταμένης ἀπὸ τῆς οἰκείας ἑαυτῇ βαθμίδος, ὡς κινδυνεύειν ὀλίγου δεῖν ἔξαρθρον εἶναι κατὰ τοῦτο τὸ μέρος τὸν βραχίονα. πάλιν δ’ αὖ καμπτόντων ὀλίγου δεῖν ἔξαρθρος γίνεται κατὰ τὴν ὀπίσω χώραν ὁ βραχίων, ἔμπαλιν δὲ τηνικαῦτα τὸ πρόσθιον κορωνὸν τοῦ πήχεως ἀσφαλῶς

47

.

5

.

12

στηρίζεται κατὰ τῆς προσθίας τοῦ βραχίονος βαθμίδος. εἰκότως οὖν οὔτε ἐπὶ πλεῖστον ἐκτεινόντων ὑπερβῆναι δύναται πρὸς τὴν ὀπίσω χώραν ὁ βραχίων, ἐγκαταβαινούσης αὐτοῦ τῇ κοιλότητι τῆς ὀπισθίας τοῦ πήχεως κορώνης, οὔτε ἐπὶ πλεῖστον καμπτόντων εἰς τὰ πρόσω
5παραρθρῆσαι· κωλύει γὰρ κἀνταῦθα τὸ πρόσθιον κορωνὸν τοῦ πήχεως ἐν τῇ προσθίᾳ βαθμίδι τοῦ βραχίονος στηριζόμενον, ὥστε καὶ ἡ ἐμ‐ βολὴ κατὰ τὸν οἰκεῖον τρόπον ἑκατέρα γίνεται τῆς ἐξαρθρήσεως, ἐπειδὰν μὲν ὀλίσθῃ πρόσω τὸ ἄρθρον, ἀθρόως καὶ βιαίως καμπτόν‐

47

.

5

.

13

των, ἐπειδὰν δ’ ὀπίσω, βιαίαν καὶ ἀθρόαν ἔκτασιν ποιουμένων. χρὴ δ’ ἐπὶ τῆς εἰς τὸ πρόσθεν ἐκπτώσεως προσεντιθέναι τι πλάγιον ὀθό‐ νιον σκληρόν, ὥσπερ τινὰ σφῆνα, συναπώσοντα κατὰ τὴν ἐμβολὴν εἰς τὴν ὀπίσω χώραν τὸ πέρας τοῦ βραχίονος· εὔδηλον γὰρ ὅτι τῷ
5πρόσω μεταστάντι τὴν εἰς τὸ κατὰ φύσιν ἐπάνοδον χρὴ γίνεσθαι κατὰ μὲν τὴν αὐτὴν ὁδόν, οὐ μὴν ὡσαύτως γε, ἀλλ’ ἐναντίως βαδί‐ ζοντι· βαδίζοι δ’ ἂν ἐναντίως, εἰ κατὰ τὴν ἔκπτωσιν ἀφικόμενον

47

.

5

.

14

πρόσω, νῦν ἐμβαλλόντων, ὀπίσω προέρχοιτο. τοῦτο οὖν ἔνθα μὲν δυνατόν ἐστιν, αἱ ἡμέτεραι χεῖρες ἐργάζονται, προωθοῦσαι τὸ ἐμβαλού‐ μενον ὀστοῦν· ἔνθα δ’ οὐ δυνατόν, ἀντὶ τῶν χειρῶν ἄλλο τι μηχά‐ νημα παραλαμβάνεται, καθάπερ ἡ πλαγία νῦν ὀθόνη· τῶν γὰρ ἡμετέ‐
5ρων χειρῶν οὐ δυναμένων ἐν τῷ κάμπτειν διωθεῖν ὀπίσω τὸν βραχίονα, διότι τὴν καμπὴν ἂν αὐτὴν ἐκωλύσαμεν γενέσθαι, μέσων αὐτῶν ἐγκειμένων τοῦ βραχίονος καὶ τοῦ πήχεως, ἡ διὰ τῆς ὀθόνης ἐπε‐ νοήθη μόχλευσίς τε καὶ ἄπωσις· ὥστε δῆλον ὅτι κρατεῖσθαι δεῖ κατὰ τὴν καμπὴν αὐτὴν ἐξ ἑκατέρων τῶν μερῶν ὑπό τινος ἐν τῷ κάμπτειν
10ἀθρόως τε καὶ βιαίως τὴν χεῖρα τὸν καταρτιζόμενον, ἵνα ἀσφαλῶς ἐστηριγμένη κατὰ τοὺς κονδύλους τοῦ βραχίονος ὠθεῖν αὐτὸν εἰς τὴν

47

.

5

.

15

ὀπίσω χώραν δύνηται. καὶ οὐ μόνον γε τῆς ὀθόνης κρατεῖν τὰ πέ‐ ρατα κελεύω καθ’ ἑκάτερον μέρος, ἀλλὰ καὶ πρὸς τὴν ὀπίσω χώραν ὅτι μάλιστα συνεπωθεῖν ἐν τῷ κάμπτειν τὴν χεῖρα τὸν κάμνοντα.

47

.

5

.

16

κατὰ μὲν οὖν ταύτην τὴν ἐμβολὴν ἀδύνατον τοῖς θέναρσι τῆς ἡμετέ‐ ρας χειρὸς χρώμενον ὠθεῖν ὀπίσω τὴν κεφαλὴν τοῦ βραχίονος· οὐ
γὰρ οἷόν τε κάμπτειν τε ἅμα κελεύειν τὸν κάμνοντα τὴν κατ’ ἀγκῶνα διάρθρωσιν, αὐτόν τε μέσην ἐνθεῖναι τῇ καμπῇ τὴν χεῖρα· κατὰ δὲ
5τὴν ἐκτεταμένης τῆς διαρθρώσεως γινομένην οὐκ ἀδύνατόν ἐστι διὰ τῆς ἡμετέρας χειρὸς ὠθεῖν ὀπίσω τὸν βραχίονα μετὰ τοῦ καὶ τὸν πῆχυν ἀπωθεῖν εἰς τὸ πρόσω τῇ ἑτέρᾳ χειρί, κατὰ τὸν ἀγκῶνα τὴν ἐμβολὴν ποιούμενον.

47

.

6

t

Περὶ διαστάσεως κερκίδος.

47

.

6

.

1

Ὅταν ἡ κερκὶς κατὰ τὴν σύμφυσιν ἀποχωρήσῃ τοῦ ἑτέρου ὀστοῦ, πλατύτερον τοσούτῳ φαίνεται τὸ χωρίον ἅπαν, ὅσῳ διέστη ταῦτα· σῳζομένης δ’ ἀβλαβοῦς τῆς τοῦ βραχίονος πρὸς τὸν πῆχυν διαρ‐ θρώσεως, ἐκτείνειν καὶ κάμπτειν δύνανται, κἂν τελέως ἐνήργουν ἑκά‐
5τεροι, ὅσον ἐπὶ τῷ τῆς διαρθρώσεως ἀβλαβεῖ, εἴπερ μηδὲν οἱ μῦς ἐπεπόνθεισαν· νυνὶ δὲ καὶ τούτους ἀνάγκη συνεπεκτείνεσθαι τοσοῦτον,

47

.

6

.

2

ὅσον ἀλλήλων ἀφίσταται τὰ ὀστέα. διὰ τὴν τούτων οὖν παρὰ φύσιν ἔκτασιν ὀδυνώμενοι τὰς κατ’ ἔκτασιν καὶ κάμψιν ἐνεργείας οὐχ ὁμοίως

47

.

6

.

3

ἐπιτελοῦσιν. φανήσεται δέ σοι σαφῶς ἡ διάστασις ψαύοντι κατὰ τὴν

47

.

6

.

4

ἔνδον χώραν τοῦ ἀγκῶνος. εἰς μὲν οὖν τὴν σύμφυσιν ἄγειν τὰ δια‐ σπασθέντα τῶν ὀστῶν ἀδύνατον, εἰς δὲ τὴν ἐξ ἀρχῆς θέσιν, εἰ πάνυ

47

.

6

.

5

βιάσαιο κατὰ τὴν ἐπίδεσιν, ἔσθ’ ὅτε παραγίνεται. χρὴ δὲ τὴν ἐπίδεσιν ἐπὶ τῶν τοιούτων παθημάτων γίνεσθαι καταγματικήν, καταλαμβανόν‐ των ἡμῶν ἔξωθεν μὲν τὸν ἀγκῶνα, κατὰ δὲ τὴν ἔνδον χώραν τὴν καμπὴν αὐτῆς τῆς διαρθρώσεως· διὸ καὶ δυσκίνητα γίνεται πολλάκις
5ἐξ αὐτοῦ τοῦ τρόπου τῆς ἐπιδέσεως τὰ κατὰ τὸν ἀγκῶνα μόρια, καὶ πάσχει πάθημα τὴν καλουμένην ἀγκύλην, ἐὰν μή τις αὐτὰ καταντλή‐ σει τε συνεχεῖ τῇ δι’ ἐλαίου καὶ ὕδατος μαλάττῃ καὶ μετὰ τὸ παρ‐ ελθεῖν τὸν χρόνον τῆς φλεγμονῆς διακινῇ συνεχῶς, ἐν τε ταῖς κατ‐ αντλήσεσι καὶ ταῖς δεξαμεναῖς, ὅταν ὁ κάμνων λούηται.

47

.

7

t

Περὶ τῶν κατ’ ἰσχίον.

47

.

7

.

1

Εἰ δ’ ἡ κεφαλὴ τοῦ μηροῦ τῆς οἰκείας μεταστᾶσα χώρας ἐν τοῖς ἔξω μέρεσι τῆς διαρθρώσεως ἐν σαρκὶ στηρίζεται, κατ’ ἀρχὰς μὲν οἱ οὕτω παθόντες ὀδυνῶνται τὴν θλιβομένην ὑπ’ αὐτῆς σάρκα, τῷ
χρόνῳ δὲ τυλοῦται καθάπερ τῶν σκαπτόντων ἢ ἐρεσσόντων αἱ χεῖρες.

47

.

7

.

2

ὅταν δὲ τοῦτο γένηται, παραπλήσιον τῇ διαρθρώσει παρασκευάζεται, χρωμένου τοῦ μηροῦ τῇ γεγενημένῃ τρίβῳ, καθάπερ ἔμπροσθεν ἐχρῆτο τῇ κοτύλῃ τοῦ ἰσχίου· τά τε γὰρ ἄλλα καὶ ὑγρότης τις αὐτῇ προσ‐ γίνεται, κατ’ ἀρχὰς μὲν διὰ τὴν φλεγμονὴν ἀθροιζομένη πλείων, ἐν
5δὲ τῷ χρόνῳ τοῦ λεπτοτέρου τε καὶ ὑδατώδους ἐν αὐτῇ διατμισθέν‐ τος ὑπὸ τῶν ἐπιτιθεμένων ἔξωθεν φαρμάκων, καταλειπομένου δὲ τοῦ γλίσχρου τε καὶ μυξώδους πρὸς τὴν κίνησιν τῆς κεφαλῆς τοῦ μηροῦ, καὶ διὰ ταύτην οὖν τὴν ὑγρότητα καθάπερ ἄρθρῳ χρῶνται τῇ τρίβῳ.

47

.

7

.

3

εἰ μὲν οὖν ἀπορραγέντος τοῦ συνδέσμου τὸν μηρὸν ἐκπεσεῖν συμβαίη, κἂν ἐμβληθῇ παραχρῆμα, μεῖναι κατὰ χώραν οὐ δυνήσεται· κατάντους γὰρ οὔσης τῆς κοτύλης καὶ μεγάλου βάρους αὐτῆς ἐκκρεμαμένου τοῦ παντὸς σκέλους, ἑτοίμως αὖθις ὁ μηρὸς ἐκστήσεται τῆς οἰκείας χώρας,
5εἴ τις ἐν τῷ βαδίζειν ἐγχειρήσαι βραχὺ θᾶττον [ἢ] ὑπερβῆναί τι τῶν ἐν ποσίν, ὡς εἴ γέ τις ὀλίγην αὐτοῦ ποιοῖτο κίνησιν ἐφ’ ὁμαλοῦ ἐδάφους, ἀεὶ δύναιτο ἂν οὕτως μόνως φυλάξαι τὴν κατὰ φύσιν θέσιν.

47

.

7

.

4

οὕτως μὲν οὖν ἡ φύσις τοῦ πράγματος ἡμᾶς διδάσκει μὴ δύνασθαι μεῖναι κατὰ χώραν τὸν μηρὸν ἐμβληθέντα, τοῦ συνδέσμου διασπασθέν‐ τος. καὶ γὰρ αὖ κἀκεῖνο προσθεὶς ἄν τις ἀληθεύοι· τῇ μὲν κατὰ γόνυ διαρθρώσει σύνδεσμοί τινες ἔξωθέν εἰσι νευρώδεις, τῷ μηρῷ δὲ μόνος
5εἷς οὗτος, οὐδενὸς ἔξωθεν ἄλλου τοιούτου σφίγγοντος τὴν διάρθρω‐ σιν, ὅτι μὴ τῶν μυῶν· οὐ γὰρ οὖν οὐδὲ παρὰ τούτων ὀλίγη τίς ἐστι βοηθεία πρὸς τὸ μὴ ῥᾳδίως ἐκπίπτειν τὰ ἄρθρα, καὶ μάλιστα ὅταν ὦσιν εὐτραφεῖς τε καὶ σύντονοι, καθάπερ εἰσὶ τοῖς γυμναστικοῖς, οἷς καίτοι σφοδροτάτας ἴσχουσι κατὰ τὰ παλαίσματα πληγάς τε καὶ πτώ‐
10σεις καὶ τάσεις καὶ περιστροφὰς τῶν ἄρθρων οὐκ ἐκπίπτει τὰ κῶλα,

47

.

7

.

5

διὰ τὸ πάντοθεν ἰσχυροῖς καὶ μεγάλοις σφίγγεσθαι μυσίν. διαρραγέν‐ τος οὖν τοῦ κατὰ τὸν μηρὸν συνδέσμου, μένειν οὐχ οἷόν τε τῷ ἄρ‐ θρῳ κατὰ χώραν, κἂν ἐμβληθῇ, καὶ μάλιστα ἐπὶ τῶν ἰσχνῶν· εἰ δ’ ὁ σύνδεσμος ἐπιτρέψειεν ἐκπεσεῖν τῷ μηρῷ κἄπειτα ἐμβληθείη, μενούσης
5μὲν τῆς ὑγρότητος, αὖθις ὡσαύτως ἐκπεσεῖται· ξηρανθείσης δὲ τὴν

47

.

7

.

6

κατὰ φύσιν ἀσφάλειαν ἀπολήψεται. προσήκει δὲ μέχρι πολλοῦ ξηραί‐ νουσι φαρμάκοις περιλαμβάνειν τὴν διάρθρωσιν, ἄχρι ἂν αὐτάρκως
ξηρανθῇ τὸ συνδετικὸν νεῦρον.

47

.

8

t

Περὶ τῆς πρὸς τὸν πόδα διαρθρώσεως τῆς κνήμης.

47

.

8

.

1

Ὅταν τῆς πρὸς τὸν πόδα διαρθρώσεως τὸ τῆς κνήμης ὀστοῦν ἐξαρθρήσῃ γυμνωθέν, ἀφίστασθαι δεῖ τῆς ἐμβολῆς διὰ τὸν ἐπιγινό‐ μενον σπασμὸν καὶ μᾶλλον αἱρεῖσθαι χωλὸν ἐᾶν αὐτό· συμβαίνει γὰρ κατὰ τὰς τοιαύτας διαθέσεις τὸ μέν τι διασπᾶσθαι τῶν μυῶν, τὸ δὲ

47

.

8

.

2

συνέχεσθαί τε καὶ διασῴζειν τὴν ἕνωσιν. ἀνασπασθέντων οὖν αὐτῶν ἐπὶ τὴν ἀρχήν, ἔλαττον γίνεται τὸ κῶλον ὅλον, ἀκολουθοῦν τε καὶ

47

.

8

.

3

συνανασπώμενον τοῖς μυσίν. ἐὰν δέ τις κατατείνας ἐμβάλῃ τὸ ἐξέχον ὀστοῦν, ἅμα μὲν ἡ κατάτασις αὕτη βλάβην οὐ μικρὰν ἐργάζεται τοῖς μυσίν, ἅμα δὲ καὶ τὸ μῆκος τοῦ κώλου συναποτεῖνον αὐτοὺς ὀδυνήσει σφοδρῶς, καὶ κατὰ τοῦτο μεγάλων μὲν ὄντων τῶν μυῶν, ἐξ ἀνάγκης
5ἀκολουθήσει σπασμός· εἰ δὲ μικροὶ τύχοιεν ὄντες, οἷοι κατὰ τοὺς δακτύλους εἰσίν, οὐδὲ οὕτως μὲν ἀκίνδυνον ἔσται, σὺν ἀκριβείᾳ δὲ πολλῇ τῆς ὅλης θεραπείας οἱ πολλοὶ τῶν τοιούτων διασῴζονται.

47

.

9

t

Περὶ τῶν κατὰ τὴν πτέρναν.

47

.

9

.

1

Διίσταται πολλάκις πηδησάντων τινῶν ἰσχυρότερον τὰ κατὰ τὴν πτέρναν ὀστᾶ, δηλονότι τῶν συμφυόντων αὐτὰ συνδέσμων ἀπορρηγνυ‐ μένων, ἐφ’ ὧν κίνδυνός ἐστιν ὀδύνας τε μεγάλας ἀκολουθῆσαι καὶ φλεγμονὴν οὐ σμικράν· ὀστώδη τε γὰρ τὰ χωρία, καὶ οὐδὲ ἐκ τῶν
5ἐπιτυχόντων ὀστῶν, ἀλλ’ ἐκ πάνυ σκληρῶν συνηρθρωμένα, ὥστε κἂν βραχεῖά που γένηται φλεγμονή, μεγάλας ὀδύνας ἕπεσθαι διὰ τὴν θλῖψιν, ὅ τε ἐμφυόμενος τῇ πτέρνῃ τένων, ἀξιόλογος ὢν τὸ μέγε‐

47

.

9

.

2

θος, εἰ φλεγμήνειε, κίνδυνον ἕξει σπασμῶν. καὶ μὴν καὶ νεῦρα κατὰ

47

.

9

.

3

τὸ μόριον τοῦτο μεγάλα τέτακται, ψαύοντα τῶν ὀστῶν. τά τε οὖν ἄλλα τῆς θεραπείας ἁπάσης ἠκριβῶσθαι χρή, κατά τε τὴν τῆς διαίτης λεπτότητα καὶ τὸ πλῆθος τοῦ καταντλουμένου θερμοῦ, καὶ μέντοι καὶ τὸ δέρμα τὸ κάτω τοῦ ποδός, ὃ προσαγορεύουσιν ἴχνος, ἀμύσσειν χρὴ
5συμμέτρως, ὅρον τοῦ βάθους τῆς τομῆς ποιούμενον τὴν σκληρότητα· τυλοῦται γὰρ ἐπ’ ἐνίων ὡς μηδὲ βραχὺ προχεῖν αἵματος, εἰ μὴ μέχρι

47

.

9

.

4

βάθους ἱκανοῦ καθείη τις τὴν σμίλην. αὐτὸ δὴ οὖν τοῦτο μόνον αὐτοῦ προσήκει τέμνειν τὸ μέρος, ὅσον οὔπω προχεῖ τοῦ αἵματος, ἐκείνου δὲ φείδεσθαι καθ’ ὃ τεμνόμενον εὐθέως αἱμάσσεται (καὶ γὰρ
καὶ ὀδυνᾶται τεμνόμενον ἐκεῖνο), τέμνειν δ’ οὐχ ἁπλῶς, ἀλλ’ ὁμαλῶς τὸ

47

.

9

.

5

σκληρὸν τοῦ δέρματος. ἔχοις δ’ ἂν τρεῖς σκοποὺς τοῦ τέμνειν ὁμα‐ λῶς, ἕνα μὲν τὸ μῆκος τῆς τομῆς, ἕτερον δὲ τὸ βάθος, καὶ τρίτον τὸ μεταξὺ διάστημα· χρὴ γὰρ ἴσας τῷ μήκει καὶ βάθει τὰς τομὰς ἀλλή‐ λαις τέμνειν, ἴσον τε διεστηκυίας, ὅπως ἅπαν ὁμοίως τὸ ἴχνος ἀλύ‐

47

.

9

.

6

πως ἐπεκτείνηται κατὰ τὸν τῆς φλεγμονῆς καιρόν. σχάζειν δ’ ἀναγ‐ καζόμεθα τὸ δέρμα, τοῦτο μὲν κενοῦντές τι τῆς περιουσίας τοῦ κατὰ τὴν φλεγμονὴν αἵματος, τοῦτο δὲ καὶ διαπνοὰς ἐργαζόμενοι, καὶ προσ‐

47

.

9

.

7

έτι τὴν τάσιν ἐκλύοντες τῆς φλεγμονῆς ἧς ἔσχεν. τέμνειν μὲν οὖν, ὡς εἴρηται, τὸ ἴχνος, ἑξῆς δὲ λεπτύνειν· γένοιτο δ’ ἂν τοῦτο τῆς μὲν σκληρότητος μαλαττομένης, τοῦ δὲ πάχους καθαιρουμένου· γενήσεται δ’ ἄμφω ταῦτα καταντλούντων ἔλαιόν τε καὶ ὕδωρ θερμὸν οὐκ ὀλί‐
5γον, εἶτ’ ἐπὶ τῇ καταντλήσει πρὸ τῶν ἐπιδέσμων ὑπαλειφόντων ἔλαιον

47

.

9

.

8

μηδεμίαν ἔχον στῦψιν. ἐπιδεῖν δὲ προσήκει καὶ ἐπὶ τούτων τῷ καταγ‐ ματικῷ τρόπῳ· μόνος γὰρ ἐκεῖνος, ὡς πρόσθεν ἔφαμεν, διωθεῖται τὸ αἷμα πρὸς τὰ πλησιάζοντα χωρία, τῆς συνήθους τοῖς πολλοῖς ἐκ τῶν

47

.

9

.

9

ἄλλων μερῶν τοῦ ποδὸς ἐπὶ τὴν πτέρναν ἐκθλιβούσης τὸ αἷμα. πρώ‐ την οὖν τὴν πτέρναν ἐπιδήσομεν καὶ τὰς πλείστας ἐπιβολὰς τῶν

47

.

9

.

10

ὀθονίων κατ’ αὐτὴν ποιησόμεθα. δεῖ δὲ μὴ ἰσχυρῶς πιέζειν τοῖς ἐπι‐ δέσμοις, ἀλλὰ πολλοῖς τοῖς ὀθονίοις χρῆσθαι· τὴν γὰρ ἀσφάλειαν τῆς

47

.

9

.

11

ἐπιδέσεως ἢ τῇ πιέσει ποιητέον ἢ τῷ πλήθει τῶν ὀθονίων. ἐφ’ ὧν οὖν δεδοίκαμεν μὴ βραχὺ μᾶλλον ἐρεισάντων γένηται συμπάθεια τῆς τῶν νεύρων ἀρχῆς, ἐπὶ τούτων ἄμεινον τῷ πλήθει τῶν ὀθονίων ἐργάζεσθαι τὴν ἀσφάλειαν, οὐ τῷ τῆς πιέσεως ἰσχυρῷ.

47

.

10

t

Περὶ τῶν ἐν ἄκροις τοῖς κώλοις κινηθέντων ὀστῶν.

47

.

10

.

1

Ἐν ἄκροις τοῖς κώλοις ὀστοῦν κινεῖται τῶν συναπτόντων αὐτὰ πρὸς τὰ πλησιάζοντα συνδέσμων ἀπορρηγνυμένων· ἀλλ’ οὔτε πάντες οἱ περιέχοντες ἐν κύκλῳ σύνδεσμοι τὸ κινηθὲν ὀστοῦν ἀπορρήγνυνται
(σπάνιον γὰρ ἱκανῶς τὸ τοιοῦτον), εἰ δέ ποτε καὶ γένοιτο, καταλιπὸν
5ἅπασαν τὴν ἑαυτοῦ χώραν τὸ βλαβέν, οὕτως ἀναπηδᾷ πρὸς τὸ δέρμα, καὶ μάλιστα οἷς ἐστι χαλαρόν, ὡς τό γε σύντονον ἀνθίσταται τῇ πρὸς

47

.

10

.

2

ἑαυτὸ φορᾷ τοῦ κινηθέντος ὀστοῦ. διὰ τοῦτο γοῦν οὐδὲ εἰς τὸ κάτω τοῦ ποδὸς εἴωθε τὰ πολλὰ τὸ κινηθὲν ὀστοῦν ἐξίσχειν, ὅτι σκληρὸν καὶ παχὺ τὸ δέρμα τὸ καλούμενον ἴχνος, ἀλλὰ καὶ διότι τὰ πλήτ‐

47

.

10

.

3

τοντα τοὐπίπαν ἐκ τῶν ἄνω μερῶν ἐμπίπτει τῷ ποδί. μόνως οὖν οὕτως εἰς τὸ κάτω μέρος ἐκστήσεται τὸ κινηθὲν ὀστοῦν, ὅταν ἀφ’ ὑψηλοῦ τινος ὁ ἄνθρωπος ἐπὶ λίθον τραχὺν ἐξοχὰς ὀξείας ἔχοντα

47

.

10

.

4

καταπηδῶν ἐρείσηται. τὰ μὲν οὖν πάντοθεν ἀπολυθέντα καὶ τελέως ἐκστάντα τῆς ἑαυτῶν χώρας, εἴτε κάτω τοῦ ποδὸς εἴτε ἄνω χωρήσειε, χαλεπώτατόν ἐστιν εἰς τὴν οἰκείαν ἐμβαλεῖν χώραν· εἰ δ’ ἄρα καὶ σπανίως εὐτυχηθείη τινὶ τὸ ἔργον, ἀλλὰ τὸ φυλάξαι γε τὴν χώραν
5ἀεὶ χαλεπόν· ἔνθα γὰρ ἂν ὀστοῦν σφοδρότερον κινηθῇ, πάλιν ἐκστήσε‐ ται, τοὺς κρατοῦντας αὐτὸ συνδέσμους οὐκ ἔχον· ἐκ μέρους δ’ ἀπο‐ λελυμένον, καθάπερ ἂν ἀπορραγῶσιν οἱ σύνδεσμοι, προκύπτειν εἴωθεν.

47

.

10

.

5

δεῖ δὲ τὴν θεραπείαν τοιαύτην ποιεῖσθαι καὶ νῦν, οἵαν ἐπὶ τῶν καταγμάτων προειρήκαμεν· καὶ γὰρ ἀπὸ διατάσεως ἄρχεσθαι χρή, χάριν τοῦ καλῶς διαπλάσαι τὰ διακεκινημένα τῶν ὀστῶν, καὶ μετὰ τὴν διάπλασιν ἐπιδοῦντα τῶν αὐτῶν στοχάζεσθαι σκοπῶν· ἀφλέγμαν‐
5τόν τε γὰρ εἶναι βουλόμεθα τὸ μόριον, ἐσφίγχθαι τε καὶ κρατεῖσθαι

47

.

10

.

6

τὸ διαπεπλασμένον ὀστοῦν ὑπὸ τῶν ὀθονίων. τὴν καταγματικὴν οὖν ἐπίδεσιν καὶ νῦν κελεύομεν ποιεῖσθαι πλὴν ναρθήκων, ἐπειδὴ τοῦ

47

.

10

.

7

μέρους ἡ φύσις οὐ προσίεται τὴν ἐπίθεσιν τούτων. χρῆσθαι δὲ δεῖ τοῖς ὀθονίοις καὶ τοῖς σπλήνεσι πλείοσιν, ὅτι τὴν τῶν ναρθήκων ἐπί‐

47

.

10

.

8

θεσιν οὐ προσίεται τὸ χωρίον. ἐπιδεῖν δ’ οὐχ ὡς ἐπὶ τῶν κατεαγό‐ των, ἵνα εἰ μὲν ἐπὶ τὰ δεξιὰ ῥέποιεν, εἰς ἀριστερὰ περιτρέποιμεν, εἰ δ’ εἰς ἐκεῖνα, πρὸς τὴν δεξιὰν χώραν ἐπανάγοιμεν, ἀλλ’ ἰσόρροπον ποιεῖσθαι τὴν ἐπίδεσιν, ἐπειδὴ τὰ κατὰ τὸν πόδα τῆς ἰδίας χώρας
5ἐξιστάμενα τῶν ὀστῶν οὐκ εἰς τὰ πλάγια ποιεῖται τὴν ῥοπήν, ἀλλ’

47

.

10

.

9

εἰς τὸν ἄνω τόπον ἢ κάτω. χρηστέον δὲ καὶ τῇ τοῦ θερμοῦ ὕδατος καταντλήσει πλείονι· χαλᾶσθαι γὰρ χρῄζει τὰ κατ’ ἄρθρα μάλιστα παθήματα, καὶ ὅτι νευρωδέστερά τέ ἐστι καὶ ὀστωδέστερα ταῦτα τὰ
μόρια, θλίβεταί τε ὑπὸ τῶν ὀστῶν τὰ φλεγμαίνοντα.

47

.

11

t

Περὶ τῶν κατὰ ῥάχιν σπονδύλων.

47

.

11

.

1

Ὅταν συνημμένον γένηται τοῖς σπονδύλοις φῦμα, μετεωριζομένῳ τούτῳ καὶ αὐξανομένῳ πρὸς τὴν ἔνδον χώραν ἀναγκαῖον ἕπεσθαι τοὺς συνδέσμους τῶν σπονδύλων, οἷς πάλιν αὐτοὺς τοὺς σπονδύλους

47

.

11

.

2

ἀκολουθεῖν. ἐὰν μὲν οὖν κατὰ μίαν χώραν γένηται τὸ φῦμα, ταύτης ἑλκομένης ἐντός, ἡ λόρδωσις συμβαίνει τοῖς τῆς ῥάχεως σπονδύλοις· ἐὰν δὲ κατὰ δύο, μεταξύ τινος ἀπαθοῦς περιλαμβανομένης χώρας, ἡ κύφωσις· ἑκατέρου γὰρ τῶν φυμάτων ἕλκοντος πρὸς ἑαυτὸ τὸν συν‐

47

.

11

.

3

εχῆ σπόνδυλον, οἱ μέσοι κυρτοῦνται πρὸς τοὐπίσω. οὐ μὴν οὐδὲ αἱ σκολιώσεις ἑτέραν ἔχουσιν αἰτίαν γενέσεως, ἀλλὰ καὶ ταύτας γίνεσθαι συμβαίνει σκληροῦ καὶ δυσπέπτου φύματος ἔν τινι τῶν πλαγίων με‐ ρῶν συνισταμένου· τρία γὰρ ταῦτα πάθη κατὰ τὴν ῥάχιν ἐν ταῖς
5τῶν σπονδύλων γίνεται μεταστάσεσι, κύφωσις, λόρδωσις, σκολίωσις, ὀπίσω μὲν ἀποχωρούντων ἡ κύφωσις, εἰς τὰ πρόσω δ’ ἰόντων ἡ λόρ‐

47

.

11

.

4

δωσις, ἐπὶ δὲ τὸ πλάγιον ἐκτρεπομένων ἡ σκολίωσις. ἔξωθεν δὲ τού‐ των ἡ σεῖσις καλουμένη τέταρτον πάθος ἐστὶ τῶν ἐν τῇ ῥάχει σπον‐ δύλων, ὅταν διακινηθῶσι μὲν αἱ ἁρμονίαι, κατὰ χώραν δὲ μένωσιν οἱ

47

.

11

.

5

σπόνδυλοι. ἐπεὶ δὲ γιγγλυμοειδῶς οἱ σπόνδυλοι σύγκεινται, ὅταν τις ἐξ αὐτῶν καθ’ ὁντινοῦν τρόπον ἐκστῇ τῆς διαρθρώσεως, χαλεπώτατόν ἐστιν αὐτὸν ἐμβιβάσαι, πολλῶν μὲν ἀποφύσεων οὐσῶν, πολλῶν δὲ κοιλοτήτων ἐν ἑκάστῳ.

47

.

12

t

Ἐκ τῶν Ἀσκληπιάδου τοῦ Βιθυνοῦ. Ὅτι καὶ διὰ νόσον χρονίαν ἔξαρθροί τινες γίνονται.

47

.

12

.

1

Ὅτι χωρὶς φανερᾶς αἰτίας νοσησάντων χρονίως ἐκβαίνει τὰ ἄρ‐ θρα, δίδωσι μὲν καὶ Ἱπποκράτης μαρτυρίαν ἐν τοῖς Περὶ ἄρθρων, περιπέπτωκα δὲ κἀγῶ δυσίν, ἑνὶ μὲν ἐν Παρίῳ, ὃς οὔτε πληγεὶς οὔτε πεσών, ἀλγήσας δὲ τὸ σκέλος ἐξ ἀρχῆς καὶ κατακλιθεὶς ἐπὶ τρεῖς μῆ‐
5νας, εἱλκύσθη καὶ ἐξέβαλε τὴν τοῦ μηροῦ κεφαλὴν εἰς τὸ ἔξω, δι’ ὑπερβολὴν τῶν ἀλγημάτων τοῦτο παθών, ὡς νομίζω, ἑτέρῳ δὲ νεα‐ νίσκῳ τραγῳδοποιῷ τινι· καὶ γὰρ καὶ οὗτος ἄνευ φανερᾶς αἰτίας ἐξ ἰσχιάδος ἐξέβαλε τὸν μηρὸν ἔξω, τῆς σαρκὸς διὰ τὴν φλεγμονὴν ἐπι‐
σπασαμένης τὸ ἄρθρον καὶ ἐκ τῆς οἰκείας χώρας ἐκβαλούσης.

47

.

13

t

Ἐκ τῶν Ἀρχιγένους. Περὶ τῶν ἀφαιρεθησομένων μερῶν.

47

.

13

.

1

Ἀφαιρεῖται δέ τινα μέρη τοῦ σώματος (καλὸν γὰρ ἐφ’ ἑνὸς τό‐ που τὸν καθόλου παραδοῦναι λόγον) ἢ διὰ νέκρωσιν, ὡς ἐπὶ γαγ‐ γραίνης ἢ σηπεδόνος ἢ φαγεδαίνης καί τινων καρκινωμάτων, καὶ ἐφ’ ὧν πλεονάζει τὸ κατὰ φύσιν τῆς τε τάξεως τῆς προσηκούσης ἐκβε‐
5βλάστηκε, καὶ ἐφ’ ὧν τύλους ἐκκόψαι βουλόμεθα, ἐφ’ ὧν τε γυμνῶσαι θέλομεν τὰ ὑποκείμενα, καὶ βελῶν χάριν κομιδῆς ἢ τῶν σὺν τοῖς

47

.

13

.

2

βέλεσιν ἐνιεμένων. ἀποκόπτομεν καὶ τὰ τῆς φυσικῆς δέσεως λυόμενα, ὅταν μὴ οἷά τε ᾖ ἐξ ἀρχῆς ὑπὸ φαρμακείας ἀρθῆναι, καὶ χάριν τοῦ μὴ τὰ πέρατα τῶν τόνων ἀτροφοῦντα συνέλκεσθαι, ὁποῖον καὶ ἐπὶ τῶν χειριζομένων γίνεται· τινὲς δὲ καὶ τοῦ μετ’ ἐκτομὴν ταινίας τὴν
5ἀναβλαστάνουσαν ἐκ τῶν ὀστῶν σάρκα κωλύειν τὸ ἐπὶ τοὺς ὀφθαλ‐

47

.

13

.

3

μοὺς φερόμενον ῥεῦμα. αὗται μὲν δὴ προφάσεις καθ’ ὅσας ἄν τις ἐπὶ τὴν ἀποκοπὴν ἔλθοι· δεῖ δὲ πρὸ παντὸς τὴν δύναμιν ἐφορᾶν τοῦ κάμνοντος, εἰ οἵα τέ ἐστιν ὑπενεγκεῖν τὸν τῆς θεραπείας σκοπόν· ἔσχατον γὰρ ἔργων ἀποκοπή τε καὶ καῦσις τάξει τε καὶ δυνάμει,
5τάξει μέν, ἐπεὶ μεγάλα γίνεται, δυνάμει δέ, ἐπεὶ πάντων μάλιστα.

47

.

13

.

4

εὐλόγως οὖν ἰσχύος τῆς τοῦ θεραπευομένου δεῖ, καὶ ἃ μὲν πρὸ τῆς

47

.

13

.

5

ἀποκοπῆς, ἃ δὲ κατὰ τὴν ἀφαίρεσιν, ἃ δὲ μετ’ αὐτὴν ποιητέον. ἀπο‐ βροχιστέον οὖν ἢ διαρραπτέον τὰ φέροντα τῶν ἀγγείων ἐπὶ τὴν τομήν, καὶ διαδετέον ἐπί τινων πᾶν μέρος, ψυχρῷ τε προσαιονητέον, ἐνίους δὲ καὶ φλεβοτομητέον· εἶτ’ ἐπιθέντας ἐπί τινος ἀντιτύπου

47

.

13

.

6

τάξιν ἔχοντος ἐπικόπου ἐνεργεῖν. ἐπὶ δὲ τῶν ἐμπλεόντων καὶ ὑπο‐ βλητέον τόξον καὶ † ἐπὶ τὴν τάξιν (τάχιον γὰρ ἀφαιρεῖται)· περικλιτέον

47

.

13

.

7

τε τὰς κατ’ ἄρθρον ἀποκοπάς. δεῖ δ’ ἐπὶ τούτων ἐπισπασάμενον εἰς τοὺς ἄνω τόπους τὸ δέρμα ἐπὶ τὸ ὑγιές, καιρίᾳ ἤ τινι ἀναλόγῳ κυκλοτερῶς ἀποδῆσαι πιεζοῦντα, παρ’ ἣν ἀπόδεσιν καὶ ὁ περίδρομος

47

.

13

.

8

τῆς τομῆς ἔσεσθαι μέλλει· εἰς πολλὰ δὲ τοῦτο εὔχρηστον. ἀνάλογον δὲ πρὸς τὸ ἀφαιρεθησόμενον μέρος καὶ τὸ ἀφαιροῦν ἄρμενον ἔστω.

47

.

13

.

9

κείσθω δὲ τὸ ἐξ οὗ ἡ ἀφαίρεσις ἐπείγει, ὡς τὸ περιχαράσσον ἢ τὸ

47

.

13

.

10

ἀποπρῖον ἀνεμποδίστως ἀνύοι τὸ ἔργον. εἶτ’ ἀπὸ τῆς ἀποκοπῆς τὰ νεῦρα κύκλοθεν ἄγειν, ἀποξύσαντας δὲ τοὺς ἐπικειμένους ὑμένας

47

.

13

.

11

πρίειν. καὶ πλείονος μὲν φερομένου αἵματος, ἐπιφλέγειν διαφανέσι καὶ πάχος ἔχουσι καυτηρίοις, προϋποκειμένου ὀθονίου διπτύχου τοῖς

47

.

13

.

12

ἐξ ὧν τὸ αἷμα φέρεται, φυλαττομένους τῶν νεύρων ψαύειν. εἶτα
λύσαντας καταπλάττειν πράσῳ καρτῷ μεθ’ ἁλός, τὰς δ’ ἐπιρροίας στύφουσι, τένοντας δὲ καὶ μασητῆρας ἰρίνῃ κηρωτῇ συγχρίειν ἢ πολ‐

47

.

13

.

13

λῷ ἐλαίῳ παλαιῷ. διὰ τρίτης δὲ λύσαντας τοῖς ἤδη προγεγραμμένοις ἀνακαθαίρειν, τῇ δ’ ἄλλῃ προφυλακῇ τε καὶ θεραπείᾳ χρῆσθαι, ὡς ἤδη μοι εἴρηται.

47

.

14

t

Ἐκ τῶν Ἡλιοδώρου. Περὶ ἀκρωτηριασμοῦ.

47

.

14

.

1

Ἀφαιρεῖται χεὶρ ἢ πούς, γαγγραίνης γενομένης, ἢ ἐξ ἄλλης

47

.

14

.

2

αἰτίας νεκρωθέντος ἄκρου τινός. τὰ μὲν οὖν κάτω μέρη τῶν ἄκρων ἀκινδυνότερον ἀφαιρεῖται, τὰ δ’ ὑπεράνω ἀγκῶνος ἢ γόνατος μετὰ κινδύνου, διὰ τὸν κατὰ τὸ πλεῖστον ἐν χερσὶ καθ’ αἱμορραγίαν γινό‐

47

.

14

.

3

μενον κίνδυνον, μεγάλων ἀγγείων διακοπτομένων. ἔνιοι μὲν οὖν κε‐ νόσπουδον τάχος ἐπιτηδεύοντες κατὰ μίαν ἐπιβολὴν ὅλα τὰ σώματα ἐπιχαράσσουσιν, ἔπειτα ἐκπρίζουσι τὰ ὀστᾶ· οὐ γίνεται δ’ ἀκίνδυνος ἡ τοιαύτη ἀφαίρεσις, πολλῶν ἀγγείων κατὰ τὸν αὐτὸν καιρὸν αἱμορ‐
5ραγούντων· διό μοι δοκεῖ τὰ ἀσαρκότερα μέρη τοῦ κώλου πρότερον διελεῖν, ὡς κατὰ τὸ ἀντικνήμιον, ἔπειτα πρίζειν, καὶ μετὰ τὴν τῶν ὀστῶν πρῖσιν τὰ λοιπὰ σώματα διακόπτειν πρὸς τὴν τοῦ μέρους

47

.

14

.

4

ἀφαίρεσιν. εἴωθα δὲ πρότερον ὑπεράνω τοῦ πριζομένου μέρους ἐπι‐ δέσει χρώμενος, ἐφ’ ὅσον ἐνδέχεται, εἰς συμπλήρωσιν ἄγειν τὰ ἀγγεῖα

47

.

14

.

5

καὶ τότε ἐνεργεῖν ὡς δεδήλωται. ἐν δὲ τῷ πρίζειν κατ’ ἴσον ἀγέσθω ἡ τοῦ πρίονος λεπίς, ἵνα καὶ ἡ τῶν ὀστῶν πρῖσις ἴση γένηται.

47

.

14

.

6

πρισθέντων δὲ τῶν ὀστῶν, μετὰ ταῦτα σμιλίῳ ὡς ὅτι τάχιστα δια‐ κοπτέσθω τὰ καταλελειμμένα συνεχῆ σώματα, καὶ τότε ἅμα τῇ ἀφαι‐ ρέσει προστιθέσθωσαν μότοι μεγάλοι καὶ ἀντὶ τοῦ μοτοφύλακος παράλ‐

47

.

14

.

7

ληλα πτύγματα. ἔξωθεν δὲ σπόγγοι καὶ ἐπίδεσις παραλαμβανέσθω

47

.

14

.

8

κατὰ ποσὸν προσπεπιεσμένη. ἀπὸ δὲ τῆς τρίτης ἢ τετάρτης ἡμέρας, τῆς αἱμορραγίας ἐπισχεθείσης, πυοποιὸς ἐπιμέλεια παραλαμβανέσθω, τοῦ ἕλκους ἀεὶ διαμοτουμένου.

47

.

15

t

Περὶ τῶν κατὰ τοὺς δακτύλους συμβαινόντων.

47

.

15

.

1

Ἑξαδάκτυλοι γίνονται, ἐκ φύσεως παραφυομένων τῶν περισσῶν δακτύλων ἢ τῷ μεγάλῳ ἢ τῷ μικρῷ σπανίως, καὶ ἤτοι ἐκ σκυταλί‐

47

.

15

.

2

δος ἡ ἔκφυσις γίνεται ἢ ἀπὸ σαρκός. ὅταν οὖν ἐκ σαρκὸς ἡ ἔκφυσις γένηται, εὐχερὴς ἡ ἀφαίρεσις γίνεται· δακτύλοις γὰρ ἢ μυδίῳ ἀπο‐ τείνεται καὶ ἐκτέμνεται, εἶθ’ ἡ ἕλκωσις βραχεῖα οὖσα οὐλοῦται τά‐

47

.

15

.

3

χιστα. τῆς δ’ ἐκφύσεως ἐκ τῆς ὑποκειμένης σκυταλίδος οὔσης, ἐκ‐

47

.

15

.

4

κοπῇ χρήσασθαι δεῖ· ὁ δὲ τῆς ἐνεργείας τρόπος ἐστὶν οὗτος. περιχα‐
ράσσεται κατὰ κύκλον ὁ παραπεφυκὼς δάκτυλος πλησίον τῆς βάσεως, ἀπὸ ταύτης τῆς κυκλοτεροῦς περιχαράξεως δύο διαιρέσεις δίδονται

47

.

15

.

5

εὐθεῖαι, μία καὶ μία, εἶτ’ ἀναστέλλεται δύο σώματα. γυμνωθείσης δὲ τῆς βάσεως, ὅλος ὁ παραπεφυκὼς δάκτυλος τοῖς σμιλιωτοῖς ἐκκοπεῦ‐ σιν ἐκκοπτέσθω, καὶ τότε ἡ ὑποκειμένη σκυταλὶς ξυστῆρι λειοποιείσθω, καὶ τὰ ἀνεσταλμένα σώματα ἐπαγέσθω καὶ ῥαπτέσθω πρὸς κόλλησιν.

47

.

15

.

6

γίνονται δὲ καὶ συμφυεῖς δάκτυλοι ἐκ φύσεως, καὶ χρὴ τὴν σύμφυσιν

47

.

15

.

7

ἁπλοτομεῖν. σαρκώδους δέ τινος σώματος μεμεσολαβημένου, τὸ πε‐

47

.

15

.

8

ρισσὸν τῆς φύσεως ἐκτεμνέσθω. τούτου γενομένου, κατ’ ἰδίαν ἕκαστος δάκτυλος περιμοτωθεὶς μοτοφύλακι σκεπέσθω καὶ καθ’ ἑαυτὸν ἐπι‐

47

.

15

.

9

δείσθω. τεινέσθω δὲ τὰ ἀκόλουθα πρὸς τὴν τῶν ἑλκῶν οὔλωσιν.

47

.

16

t

Περὶ τῆς κατὰ τοὺς δακτύλους γαγγραίνης καὶ σηπεδόνος.

47

.

16

.

1

Νεκροῦνται δάκτυλοι σηπεδονικῶς ἢ γαγγραινικῶς διατιθέμενοι.

47

.

16

.

2

ἡ μὲν οὖν σηπεδονικὴ φθορὰ λευκαινομένων τῶν νεκρουμένων σωμά‐

47

.

16

.

3

των γίνεται, ἡ δὲ γαγγραινικὴ μελαινομένων. τὰ μὲν οὖν ἄλλα βοη‐ θήματα περὶ τούτων ἐν ἄλλοις εἴρηται· ἰδίως δὲ δακτύλου νεκρω‐ θέντος, κατὰ τὸ τέλειον ἀκρωτηριασμὸς δοκιμάζεται, τοῦ ἀλλοτρίου

47

.

16

.

4

σώματος ἀπὸ τοῦ ὑγιοῦς ἀφαιρουμένου. ὅταν μὲν οὖν ἐγκρίνωμεν καὶ ἀφαίρεσιν καὶ καῦσιν παραλαβεῖν, ἀπὸ τοῦ ἄρθρου τὴν ἐκκοπὴν δοκιμάζομεν, ἵνα ἡ τῆς σκυταλίδος ἀρχὴ ἐπικαίηται πυκνὴ οὖσα, σαρ‐

47

.

16

.

5

κοῦσθαι μὴ δυναμένη, ἀποστάσεως 〈δὲ〉 δεομένη. ἐὰν δ’ αὐτόθεν ἀφαιρῶ, ἀρκοῦμαι τῷ ἀκρωτηριασμῷ καὶ τὴν σκυταλίδα πρίζω πρὸς εὐχερῆ σάρκωσιν.

47

.

17

t

Περὶ τῶν ἐσφηνωμένων δακτυλιδίων.

47

.

17

.

1

Σφίγγει ποτὲ δακτυλίδιον δάκτυλον· καλῶς δ’ ἔχει ἀνυπερθέτως αὐτὸ κομίζεσθαι κατὰ περιστροφήν, ἅμα τῆς χειρὸς καταντλουμένης

47

.

17

.

2

χλιαρῷ ὕδατι, καὶ τοῦ δακτυλίου λιπαινομένου. ὅταν δὲ μὴ ὑπακούῃ, τότε δοκιμαζέσθω τὸ εἰρησόμενον· λίνου παχυτάτου ἐστραμμένου μία ἀρχὴ τριχοῦται, ὡς εἰώθασιν ποιεῖν οἱ σκυτορράφοι, καὶ διὰ τοῦ δα‐ κτυλιδίου εἴρεται· τὸ δὲ λοιπὸν τοῦ λίνου χάλασμα περιειλεῖται τῷ

47

.

17

.

3

δακτύλῳ. τούτου γενομένου, ἕλκεται ἡ τετριχωμένη τοῦ λίνου ἀρχή, καὶ τοῦ λίνου ἀνειλουμένου προβιβάζεται τὸ δακτυλίδιον πρὸς τὴν

47

.

17

.

4

ἐξαίρεσιν. ὅταν δὲ μηδὲ οὕτως ὑπακούῃ, ἐπὶ τὴν τοῦ κρίκου διακο‐ πὴν ἔρχεσθαι δεῖ, διαρινήσει χρωμένους μαχαιροειδεῖ ῥίνῃ, ἢ ἐκκόπτειν

47

.

17

.

5

σμιλιωτῷ ἐκκοπεῖ. πρὸς δ’ ἑκατέραν ἐνέργειαν ὑποβαλλέτω τῷ κρίκῳ
τοῦ δακτυλιδίου δορίδιον τυφλαγκίστρου ἢ πλατὺ μήλης, καὶ διακο‐ πέντος τοῦ κρίκου λίνα ἢ σπαρτία περιτίθεται τῷ δακτυλιδίῳ, δι’ ὧν ἑλκόμενος ὁ κρίκος ἐξαπλοῦται· ἢ ἑκατέρωθεν τῆς σφενδόνης διακό‐
5πτεται, ἵνα μερισθὲν τὸ δακτυλίδιον εὐχερῶς κομισθῇ.

48

.

1

t

Ἐκ τῶν Ἡρακλᾶ. Πῶς πλέκεται βρόχος ὁ 〈καλούμενοσ〉 ἐρτός.

48

.

1

.

1

Ἕνεκα τῆς τοῦ ἐρτοῦ βρόχου πλοκῆς καιρία προσλαμβάνεται διπλῆ, ἧς αἱ μὲν ἀρχαὶ τῇ εὐωνύμῳ χειρὶ διακρατοῦνται, ἡ δ’ ἀγ‐ κύλη διὰ τῆς δεξιᾶς χειρὸς ταῖς ἀρχαῖς ἐπιτίθεται, εἶτα διὰ μέσης τῆς ἀγκύλης τὰ χαλάσματα τῆς καιρίας, τουτέστιν αἱ ἀρχαί, συνέχονται·
5ἐντεῦθεν γὰρ γίνονται παρὰ μέρος μὲν ἡ τοῦ βρόχου πλοκή, παρὰ

48

.

1

.

2

μέρος δ’ αἱ ἀρχαί. ἔστι δ’ ὁ βρόχος οὗτος τῇ δυνάμει ἀνισότονος, καὶ εὔχρηστος οὐ μόνον πρὸς τὴν τάσιν, ἀλλὰ καὶ πρὸς κράτημα κώλου ἐν καταρτισμοῖς καὶ πρὸς σχηματισμοὺς σωμάτων ἐν χρήσει χειρουργίας· πρὸς μὲν γὰρ τὴν τάσιν οἰκείωται ἐπὶ τῶν διζύγων κώ‐
5λων, ὅταν τὸ ἕτερον τῶν ὀστέων πάθῃ, τῶν μὲν ἀγκυλῶν τοῦ βρόχου τασσομένων κατὰ τοῦ σιναροῦ ὀστέου, τῶν δ’ ἀρχῶν κατὰ τοῦ ὑγιεινοῦ· προσπίπτουσαι γὰρ αἱ ἀγκύλαι τῷ χρωτὶ νεανικῶς τεί‐ νουσι τὰ πάσχοντα, αἱ δ’ ἀρχαὶ ἀφιστάμεναι τοῦ χρωτὸς ἤτοι οὐ τεί‐

48

.

1

.

3

νουσι τὰ μὴ πάσχοντα ἢ ἐπ’ ἔλαττον τείνουσιν. πρὸς κράτημα δὲ κώλου ἐν καταρτισμοῖς ἥρμοσεν ὁ βρόχος οὗτος, καθάπερ ἐπὶ τῶν τριῶν τοῦ ἀγκῶνος διαφορῶν ἐφ’ ὧν κέκαμπται ἡ χεὶρ ἐκτείνεσθαι μὴ δυναμένη, τουτέστιν ἐπὶ τῆς ἔσω διαφορᾶς 〈καὶ τῆς ἔξω〉 καὶ τῆς
5ὀπίσω, πλησίον τοῦ καρποῦ περιτίθεται ὁ βρόχος τοῖς τοῦ πήχεως ὀστέοις, καὶ τότε αἱ ἀρχαὶ ἀναφέρονται εἰς τὰ μετέωρα καὶ ἀποδί‐

48

.

1

.

4

δονταί τινι ἀκινήτῳ πρὸς κράτημα. ἔτι πρὸς σχηματισμὸν σώματος ἐν χειρουργίᾳ λυσιτελὴς γέγονεν ὁ βρόχος· ἐπὶ γὰρ τῶν κατασκευαζο‐ μένων παθῶν κατὰ τὴν ἕδραν ὑποβάλλονται μὲν οἱ πήχεις ταῖς ἰγ‐
νύαις, οἱ δ’ ἐρτοὶ βρόχοι τοῖς πήχεσι περιτίθενται πλησίον καρπῶν,
5εἶτ’ ἀναφέρονται τῶν βρόχων αἱ ἀρχαὶ ἐπὶ τὸν αὐχένα τοῦ πάσχον‐

48

.

1

.

5

τος καὶ πρὸς ἀλλήλας ἁμματίζονται. ὅτι ὁ ἐρτὸς βρόχος οὐ μόνον πλέκεται καὶ περιτίθεται, ἀλλὰ καὶ ἐκ περιθέσεως τοῦ κώλου 〈γίνε‐ ται〉· ἀπαρτίζεται γὰρ ἡ καιρία, καὶ ἡ μὲν ἀγκύλη ὑποβάλλεται τῷ κώλῳ, αἱ δ’ ἀρχαὶ τῆς καιρίας διὰ μέσης τῆς ἀγκύλης διεκβάλλονται.

48

.

1

.

6

καὶ οὕτως ἐκ περιθέσεως ὁ προκείμενος γίνεται βρόχος.

48

.

2

t

Πῶς πλέκεται βρόχος ὁ καλούμενος ναυτικός.

48

.

2

.

1

Καιρία προσλαμβάνεται, καὶ ἐκ μέσου τοῦ τῆς καιρίας χαλά‐ σματος δύο πλέκεται ἀγκύλια [καὶ] κατ’ ἐναλλαγὴν ἀλλήλοις παρατιθέ‐ μενα, τὸ μὲν ἔσωθεν ἔξω, τὸ δ’ ἔξωθεν ἔσω· οὕτως γὰρ ἀναφέρεται παρὰ μέρος μὲν ἡ τοῦ βρόχου πλοκή, παρὰ μέρος δ’ αἱ ἀρχαί.

48

.

2

.

2

εὐθετεῖ δὲ καὶ οὗτος ὁ βρόχος πρὸς τὰς ἀνισοτόνους τάσεις καὶ πρὸς κράτημα ναρθήκων ἐπὶ τῶν ναρθηκιζομένων καταγμάτων· μετὰ γὰρ τὴν ἐπίδεσιν τῇ μὲν εὐωνύμῳ διακρατεῖται ἡ τοῦ ἱμάντος ἀρχή, ἀπὸ δὲ τοῦ λοιποῦ χαλάσματος μία καὶ δευτέρα ἀγκύλη γίνεται μετὰ
5χαλάσματος περὶ τὸ πάσχον κῶλον· ἡ δ’ ἀντικειμένη τοῦ ἱμάντος ἀρχὴ διὰ μέσων τῶν ἀγκυλῶν διεκβάλλεται ἐκ τῶν πρὸς ἡμᾶς μερῶν

48

.

2

.

3

εἰς τὰ ἀντικείμενα καὶ ὑπὸ τῆς εὐωνύμου χειρὸς διακρατεῖται. μετὰ δὲ τὴν τοῦ βρόχου πλοκὴν οἱ μὲν νάρθηκες παρεντίθενται περὶ τὸ πάσχον κῶλον, ἕλκονται δ’ αἱ τοῦ ἱμάντος ἀρχαὶ καὶ πρὸς ἀλλήλας

48

.

2

.

4

ἁμματίζονται πρὸς τὴν τῶν ναρθήκων συνοχήν. ὥσπερ δὲ πρὸς τὴν τάσιν καὶ τὴν συνοχὴν τῶν ναρθήκων, οὕτως καὶ πρὸς ἀνάληψιν πήχεως ὁ αὐτὸς οἰκείωται βρόχος· μὴ παρόντος γὰρ πλατυτάτου τελαμῶνος πρὸς ἀνάληψιν τοῦ πήχεως, πλέκεται καὶ περιτίθεται τῷ
5πήχει, καὶ αἱ μὲν ἀγκύλαι τοῦ βρόχου ἀπ’ ἀλλήλων χωρίζονται οὕτως ὥστε τὴν μίαν ἀγκύλην παρὰ τῷ ἀγκῶνι τετάχθαι, τὴν δ’ ἑτέ‐ ραν παρὰ τῷ καρπῷ, αἱ δ’ ἀρχαὶ περὶ τὸν τένοντα τοῦ πάσχοντος ἀναφέρονται καὶ πρὸς ἀλλήλας ἁμματίζονται.

48

.

3

t

Πῶς πλέκεται βρόχος ὁ καλούμενος χιεστός.

48

.

3

.

1

Ἕνεκα τῆς πλοκῆς τοῦ χιεστοῦ βρόχου καιρία προσλαμβάνεται διπλῆ, καὶ αἱ μὲν ἀρχαὶ τῆς καιρίας τῇ εὐωνύμῳ χειρὶ διακρατοῦνται, ἡ δ’ ἀγκύλη τῇ δεξιᾷ διακρατεῖται, εἶτ’ ἐπιστρέφεται ἡ ἀγκύλη, ἵνα χιεσθῇ τὰ τῆς καιρίας χαλάσματα· ἐντεῦθεν γὰρ καὶ χιεστὸς βρόχος

48

.

3

.

2

εἴρηται. μετὰ δὲ τὸν χιεσμὸν τῶν τῆς καιρίας χαλασμάτων ἐπιβάλλε‐ ται ἡ ἀγκύλη τοῖς χιέσμασι, καὶ διὰ μέσης τῆς ἀγκύλης τὸ ὑποκείμε‐ νον τῆς καιρίας χάλασμα ἀνασπᾶται· οὕτως γὰρ γίνεται μέση μὲν ἡ τοῦ βρόχου πλοκή, παρ’ ἑκάτερα δ’ ὅπου μὲν ἀγκύλη μία, ὅπου δ’

48

.

3

.

3

ἀρχαὶ δύο. ἔστι δὲ καὶ ὁ βρόχος οὗτος ἀνισότονος τῇ δυνάμει.

48

.

4

t

Πῶς πλέκεται βρόχος ὁ καλούμενος βουκολικός.

48

.

4

.

1

Ὁ βουκολικὸς βρόχος καλούμενος εἴρηται ὑπό τινων καὶ σαν‐ δάλιος· ὡς δ’ ἂν ὑπό τινος προσαγορεύηται, πλέκεται σὺν τῷ προσ‐ αγορευομένῳ χιεστῷ· δεῖ γὰρ πλέξαι πρῶτον τὸν χιεστόν, εἶτα, ἵνα γένηται ὁ σανδάλιος, τὴν παρειμένην τοῦ χιεστοῦ ἀγκύλην διὰ μέσης
5ἀνασπάσαι κάτωθεν ἄνω τῆς ἀντικειμένης ταῖς ἀρχαῖς ἀγκύλης· ἐν‐ τεῦθεν γὰρ ἀναφέρεται παρὰ μέρος μὲν ἡ τοῦ βρόχου πλοκή, παρὰ μέρος δ’ αἱ ἀρχαί· ἐν δὲ τῇ πλοκῇ τρεῖς ὁρῶνται ἀγκύλαι γεγονυῖαι,

48

.

4

.

2

δύο μὲν παρ’ ἑκάτερα, ἡ δὲ τρίτη μέση. εὐχρηστεῖ δ’ ὁ βρόχος οὗτος πρὸς ἀπότασιν σφυροῦ καταρτιζομένου· ἡ μὲν γὰρ μία ἀγκύλη περι‐ τίθεται τῷ πλατεῖ νεύρῳ ὄπισθεν τοῦ σφυροῦ, ἡ δ’ ἑτέρα ἀγκύλη τάσσεται εἰς τὰ ἐμπρόσθια μέρη κατὰ τὴν τοῦ ταρσοῦ τάξιν, ἡ δὲ
5μέση ἀγκύλη, τουτέστιν ἡ τρίτη, κατὰ τὴν τάξιν τοῦ πέλματος βάλλε‐ ται, καὶ τότε αἱ ἀρχαὶ τοῦ βρόχου τοῖς τῆς τάσεως αἰτίοις ἀποδίδον‐

48

.

4

.

3

ται. οὐκ ἐπὶ μόνου δὲ τοῦ σφυροῦ ἥρμοκεν ὁ βρόχος οὗτος, ἀλλὰ καὶ ἐπὶ γένυος καταρτιζομένης ἐν τοῖς ὀλισθήμασιν· ἡ μὲν γὰρ μία ἀγκύλη τοῦ βρόχου βάλλεται κατὰ τὸ μέτωπον τοῦ πάσχοντος, ἡ δ’ ἑτέρα κατὰ τὸ ἰνίον, ἡ δὲ μέση ἀγκύλη μεταξὺ τοῦ στόματος παρεν‐
5τίθεται ὑπὸ τὴν ἄνω γένυν, αἱ δ’ ἀρχαὶ διὰ τῶν κροτάφων ὑπὲρ κεφαλῆς τοῦ πάσχοντος ἀναφέρονται, καὶ ἀποδίδονται ἤτοι πρὸς κρά‐ τημα ἢ πρὸς ἀνάτασιν.

48

.

5

t

Πῶς πλέκεται βρόχος ὁ καλούμενος δράκων.

48

.

5

.

1

Ἕνεκα τῆς πλοκῆς τοῦ καλουμένου δράκοντος ἡ μεσότης τάσσε‐ ται κατὰ τὸν ὀπίσθιον τοῦ σφυροῦ τόπον, ἔνθα τοῦ πλατέος νεύρου ἐστὶν ἡ τάξις· αἱ δ’ ἀρχαὶ διὰ τῶν πλαγίων μερῶν φέρονται εἰς τὰ ἐμπρόσθια καὶ κατὰ τὸν ταρσὸν κατὰ χιεσμὸν ἐναλλάσσονται, εἶτ’

48

.

5

.

2

ἀναφέρονται ἐπὶ τὸ πέλμα, καὶ πάλιν ἐναλλάσσονται. ἀπὸ δὲ τοῦ πέλματος ἐπιβάλλονται τῇ κατὰ τὸ σφυρὸν κυκλοτερεῖ εἰλήσει, ἤτοι κάτωθεν ἄνω ἢ ἄνωθεν κάτω, καὶ τότε ἀποδίδονται τοῖς τῆς τάσεως

48

.

5

.

3

αἰτίοις. εὐθετεῖ δ’ οὗτος ὁ βρόχος πρὸς ἀπότασιν σφυροῦ καταρτιζο‐ μένου.

48

.

6

t

Πῶς πλέκεται βρόχος ὁ καλούμενος ἁπλοῦν ἅμμα.

48

.

6

.

1

Ὁ βρόχος ὁ καλούμενος ἁπλοῦν ἅμμα ὑπ’ ἐνίων ὠνόμασται καὶ

48

.

6

.

2

περίναιος. ὅπως ποτὲ δ’ ἂν λέγηται, πλοκῆς ἠξίωται τοιᾶσδε· καιρία
προσλαμβάνεται, καὶ ταύτης γίνεται ἁπλοῦν ἅμμα, εἶθ’ αἱ μὲν ἀγκύ‐ λαι τῆς καιρίας ἀνασπῶνται, αἱ δ’ ἀρχαὶ παρειμέναι ἐῶνται, εἶτα τότε τίθεται τὸ καταρτιζόμενον κῶλον μεταξὺ τῶν ἄνω ἀγκυλῶν, εἶθ’ ἡ
5μία ἀγκύλη διὰ τῆς ἑτέρας ἀγκύλης διεκβάλλεται καὶ φέρεται πρὸς τὰς ἀρχάς, καὶ κατὰ κοινὸν οὖν ἅμμα ταῖς ἀρχαῖς τῷ τῆς τάσεως

48

.

6

.

3

αἰτίῳ ἀποδίδονται. καὶ οὗτος δ’ ὁ βρόχος τῇ δυνάμει ἐστὶν ἀνισότονος.

48

.

7

t

Πῶς πλέκεται βρόχος ὁ καλούμενος λύκος.

48

.

7

.

1

Δύο καιρίαι προσλαμβάνονται αὐτάρκεις τῷ μήκει καὶ διπλοῦν‐ ται, καὶ αἱ μὲν ἀρχαὶ κατὰ τὸν αὐτὸν τάσσονται τόπον, αἱ δ’ ἀγκύ‐ λαι ἀντ’ ἀλλήλων, εἶτα τότε τῆς μὲν καιρίας αἱ ἀρχαὶ κάτωθεν ἄνω ἀνασπῶνται, αἱ δ’ ἄνωθεν κάτω καθέλκονται, ὥστε φανῆναι κατὰ μὲν
5τὴν μεσότητα τὴν τοῦ βρόχου πλοκήν, παρ’ ἑκάτερα δ’ ἀρχαὶ δύο.

48

.

7

.

2

οὗτος ὁ βρόχος ἰσότονος μέν ἐστι τῇ δυνάμει, ἥρμοκε δ’ οὐ μόνον πρὸς τὴν τάσιν τῶν καταρτιζομένων ὀστέων, ἀλλὰ καὶ πρὸς ἀπό‐ σφιγξιν περιτοναίου, ἀνασκευαζομένου τοῦ ἐντεροκηλικοῦ πάθους, καὶ

48

.

7

.

3

πρὸς ἀπόσφιγξιν ἀγγείων αἱμορροούντων. σύνηθες δ’ ἡμῖν ἐστι ταῖς ἀγκύλαις τοῦ βρόχου λίνα περιάπτειν ἁπλᾶ· ταῦτα δὲ τὰ λίνα ὁ

48

.

7

.

4

ἰατρικὸς ὅμιλος ὠνόμασε σχαστηρίας. οὐκ ἀσκόπως δὲ ταῖς σχαστηρίαις χρώμεθα, ἀλλ’ ἵνα, ὅταν θελήσωμεν τὴν σφίγξιν ἀνεῖναι, μὴ διὰ τῶν ἀρχῶν τοῦ βρόχου, ἀλλὰ διὰ τῶν σχαστηριῶν τοῦτο πράσσωμεν.

48

.

8

t

Πῶς πλέκεται Ἡρακλεωτικὸν ἅμμα.

48

.

8

.

1

Ἕνεκα τοῦ Ἡρακλεωτικοῦ ἅμματος καιρία προσλαμβάνεται, καὶ

48

.

8

.

2

γίνεται [καὶ] ἐκ τῆς καιρίας δύο ἅμματα ἀπ’ ἀλλήλων διεστῶτα. ἐν‐ τεῦθεν παρανακύπτει τὸ Ἡρακλεωτικὸν ἅμμα, παρ’ ἑκάτερα ὅπου μὲν

48

.

8

.

3

ἀγκύλη μία, ὅπου δ’ ἀρχαὶ δύο. ἔστι δ’ ἰσότονος ὁ βρόχος οὗτος· εἴ τις δὲ τὴν ἀντικειμένην ταῖς ἀρχαῖς ἀγκύλην μέσην διακόψειεν, εὑρήσει γεγονότα τὸν λύκον.

48

.

9

t

Πῶς πλέκεται βρόχος ὁ ἁπλοῦς καρχήσιος.

48

.

9

.

1

Ὁ ἁπλοῦς καρχήσιος ἰσότονος τῇ δυνάμει, πλέκεται δ’ οὕτως· καιρία προσλαμβάνεται διπλῆ, καὶ αἱ μὲν ἀρχαὶ τῇ εὐωνύμῳ χειρὶ διακρατοῦνται, ἡ δ’ ἀγκύλη διὰ τῆς δεξιᾶς χειρὸς ἀνακλασθεῖσα ταῖς

48

.

9

.

2

ἀρχαῖς ἐπιτίθεται. καὶ τὰ μὲν μέσα τῆς καιρίας χαλάσματα κατὰ χιεσμὸν ἐναλλάσσονται, ἡ δ’ ἐπιτεθεῖσα ταῖς ἀρχαῖς ἀγκύλη ἄνωθεν

48

.

9

.

3

κάτω διὰ μέσου τοῦ χιέσματος ἀνασπᾶται. ἐντεῦθεν ἀναφαίνεται μέση μὲν ἡ τοῦ βρόχου πλοκή, παρ’ ἑκάτερα δ’ ὅπου μὲν ἀγκύλη μία, ὅπου
δ’ ἀρχαὶ δύο.

48

.

10

t

Πῶς πλέκεται βρόχος ὁ διπλοῦς καρχήσιος.

48

.

10

.

1

Ὁ διπλοῦς καρχήσιος βρόχος ἐστὶν ἰσότονος μὲν τῇ δυνάμει,

48

.

10

.

2

κατὰ πολὺ δ’ ἁπλοῦ καρχησίου εὐτονώτερος. πλέκεται δ’ ὅμως τρό‐ πῳ τοιῷδε· καιρίαι προσλαμβάνονται διπλαῖ, καὶ αἱ μὲν ἀρχαὶ τῇ

48

.

10

.

3

εὐωνύμῳ χειρὶ κρατοῦνται, ἡ δ’ ἀγκύλη παρειμένη ἐᾶται. καὶ ἀπὸ μὲν τοῦ ἀντικειμένου τῆς καιρίας χαλάσματος μικρὸν πλέκεται ἀγκύ‐ λιον καὶ κατὰ τῆς ἀριστερᾶς τίθεται χειρός· διὰ μέσου δὲ τοῦ ἀγκυ‐ λίου τὸ ἕτερον τῆς καιρίας ἀνασπᾶται χάλασμα, εἶτ’ ἐπιστρέφεται διὰ

48

.

10

.

4

τῶν ἀγκυλῶν ἡ πλοκή, καὶ κατὰ τῆς ἀριστερᾶς τίθεται χειρός. μετὰ δὲ τὴν στροφὴν πάλιν ἐκ τοῦ ἀντικειμένου τῆς καιρίας χαλάσματος

48

.

10

.

5

ἕτερον πλέκεται ἀγκύλιον καὶ κατὰ τῆς πλοκῆς τάσσεται. ἐπὶ τέλει δ’ ἡ παρειμένη ἀγκύλη κάτωθεν ἄνω 〈διὰ〉 μέσης τῆς πλοκῆς ἀνασπᾶται· ἐντεῦθεν γὰρ πάλιν μέση μὲν εὑρίσκεται ἡ τοῦ βρόχου πλοκή, παρ’ ἑκάτερα δ’ ὅπου μὲν ἀγκύλη μία, ὅπου δ’ ἀρχαὶ δύο.

48

.

11

t

Πῶς ἐκ τοῦ ἁπλοῦ διπλοῦς πλέκεται καρχήσιος.

48

.

11

.

1

Ἐπεὶ ὁ διπλοῦς καρχήσιος ποικίλως εἴωθεν ἀποτελεῖσθαι, ποτὲ μὲν ἀφ’ αὑτοῦ πλεκόμενος, ποτὲ δ’ ἀπὸ τοῦ ἁπλοῦ καρχησίου, ἔσθ’ ὅπῃ δὲ καὶ ἐκ περιθέσεως ἀπαρτίζεται, κατὰ τὸν εἰκότα λόγον ὑπο‐ δείξαντες πῶς ἐξ αὑτοῦ πλέκεται, νῦν διδάξαι βουλόμεθα πῶς ἐκ τοῦ

48

.

11

.

2

ἁπλοῦ συντελεῖται. τοίγαρτοι δεῖ πρῶτον διαπλέξαι τὸν ἁπλοῦν καρχήσιον καὶ τὰς ἀγκύλας ἀπ’ ἀλλήλων διαστῆσαι, εἶτα τότε τὴν ὑποκειμένην ἀγκύλην κατὰ τῆς μετεώρου ἀγκύλης ἐπιβάλλειν διαστῆ‐ σαί τε ἀπ’ ἀλλήλων τὰς ἀγκύλας καὶ διὰ μέσης τῆς διαστάσεως
5αὐτῶν τὴν ἀντικειμένην ταῖς ἀρχαῖς ἀγκύλην ἀνασπάσαι κάτωθεν ἄνω· οὕτως γὰρ πάλιν μέση εὑρίσκεται ἡ τοῦ βρόχου πλοκή, παρ’ ἑκάτερα δ’ ὅπου μὲν ἀρχαὶ δύο, ὅπου δὲ μία ἀγκύλη.

48

.

12

t

Πῶς ἐκ περιθέσεως ὁ διπλοῦς καρχήσιος γίνεται.

48

.

12

.

1

Ἐπεὶ πολλάκις ἐκ τῶν εὐτόνων σωμάτων σφοδρᾶς τάσεως γινο‐ μένης ἀπὸ μέρους αἱ τοῦ βρόχου ῥήγνυνται ἀρχαί, μηδέπω τῆς τά‐ σεως ἀπαρτισθείσης, ἵνα μὴ χαλάσωμεν τὰς καταλελειμμένας τοῦ βρόχου ἀρχάς, ἐκ περιθέσεως ἀποτελοῦμεν τὸν καρχήσιον βρόχον·
5διακρατοῦμεν γὰρ τῇ εὐωνύμῳ χειρὶ τὴν ἀρχὴν τῆς καιρίας, εἶτα τρεῖς ἀγκύλας ἀποτελοῦμεν [τε] περὶ τὸ καταρτιζόμενον κῶλον ἀπ’

48

.

12

.

2

ἀλλήλων διεστώσας [μὲν] διὰ χαλάσματος ἱκανοῦ. μετὰ δὲ ταῦτα τὴν πρώτην ἀγκύλην κατὰ τῆς τελευταίας τάσσομεν ἀγκύλης, καὶ ἅπαξ ἢ
δὶς ἐπιστρέψαντες διὰ μέσου αὐτῶν τὴν μέσην ἀνασπῶμεν ἀγκύλην· πάλιν γὰρ οὕτως περὶ μὲν αὐτὸ τὸ κῶλον τοῦ βρόχου γίνεται 〈ἡ〉
5πλοκή, παρ’ ἑκάτερα δ’ ὅπου μὲν ἀρχαὶ δύο, ὅπου δ’ ἀγκύλη μία.

48

.

13

t

Πῶς πλέκεται βρόχος ὁ καλούμενος πλίνθιος ὁ τετράκυκλος.

48

.

13

.

1

Ἕνεκα τῆς πλοκῆς τοῦ πλινθίου βρόχου καιρία προσλαμβάνεται κεκρικοποιημένη, τουτέστιν ἀρχὴν οὐκ ἔχουσα, καὶ περιτίθενται ἀμφο‐ τέρων τῶν χειρῶν κατὰ τὸν ἔνδον τόπον τοῖς ἀντίχειρσιν καὶ τοῖς μικροῖς δακτύλοις, περιτίθενται δὲ καὶ τοῖς λιχανοῖς, ἵνα αἱ πᾶσαι
5ἀγκύλαι γένωνται ἕξ, τρεῖς καθ’ ἑκατέραν χεῖρα, κατὰ τοὺς μικροὺς

48

.

13

.

2

δακτύλους καὶ κατὰ τοὺς λιχανοὺς καὶ κατὰ τοὺς ἀντίχειρας. μετὰ δὲ ταῦτα ἀπὸ μὲν τῶν ἀντιχείρων μεταφέρονται αἱ ἀγκύλαι ἐπὶ τοὺς παραμέσους δακτύλους, ἀπὸ δὲ τῶν μικρῶν ἐπὶ τοὺς λιχανούς, εἶτα διὰ μέσου τῶν πρώτων δακτύλων ὑπὸ τῶν ἀντιχείρων δακτύλων
5ἄνωθεν κάτω κατασπῶνται ὕστερον [τῶν] τοῖς λιχανοῖς ἐπιβληθεῖσαι ἀγκύλαι· ἐντεῦθεν γὰρ ἀναφέρεται μέση μὲν ῥομβοειδὴς ἡ τοῦ βρόχου

48

.

13

.

3

〈πλοκή〉, παρ’ ἑκάτερα δ’ αἱ ἀγκύλαι δύο καὶ δύο. ἔστι δ’ ὁ βρόχος οὗτος ἰσότονος τῇ δυνάμει καὶ δοκεῖ εὔχρηστος εἶναι οὐ μόνον πρὸς τὴν τάσιν, ἀλλὰ καὶ πρὸς τὸν ἀπευθυσμὸν τῶν τοῦ γενείου καταγμά‐ των· ἐνίοτε γὰρ διαστρεφομένου τοῦ κατὰ τὸ γένειον γεγονότος κατ‐
5άγματος κατὰ τὴν ἐπίδειξιν ἔξωθεν, οὕτω τῷ γενείῳ περιτίθεται ἡ ῥομβοειδὴς τοῦ βρόχου πλοκή, αἱ δ’ ἀγκύλαι διὰ παρειάδων εἰς τὰ μετέωρα ἀναφέρονται, καὶ κατὰ τὸν τῆς κορυφῆς τόπον πρὸς ἀλλή‐ λας ἁμματίζονται.

48

.

14

t

Πῶς πλέκεται ἐπαγκυλωτὸς βρόχος.

48

.

14

.

1

Ἕνεκα τῆς πλοκῆς τοῦ ἐπαγκυλωτοῦ βρόχου καιρία προσλαμ‐ βάνεται, ἧς ἡ μὲν ἀρχὴ κατὰ τὸν τόπον τῆς χειρὸς τάσσεται μεταξὺ ἀντίχειρος καὶ λιχανοῦ, τὸ δὲ τῆς καιρίας χάλασμα ἔξωθεν περιειλεῖ‐ ται τῷ μετακαρπίῳ καὶ φέρεται εἰς τὸν ἐσώτατον τόπον καὶ κατὰ
5τοὺς ἀντίχειρας τάσσεται καὶ κρατεῖται ὑπό τε τοῦ μικροῦ καὶ τοῦ

48

.

14

.

2

παραμέσου δακτύλου. ἕλκεται δ’ ἡ μὲν ἀρχὴ τῆς καιρίας διὰ τῆς δεξιᾶς χειρός, τὸ πέρας δὲ διὰ τοῦ μικροῦ 〈καὶ〉 παραμέσου δακτύ‐ λου· οὕτω γὰρ δύο μὲν ἀγκύλαι φαίνονται, μεταξὺ δὲ τῶν ἀγκυλῶν

48

.

14

.

3

ἅμμα ἐπίσπαστον. εὐχρηστεῖ δ’ ὁ βρόχος οὗτος πρὸς τοὺς ἐν ταῖς χειρουργίαις σχηματισμοὺς τοῦ σώματος· μεταξὺ γὰρ τῶν ἀγκυλῶν αἱ τοῦ πάσχοντος διεκβάλλονται χεῖρες, διὰ δὲ τοῦ λοιποῦ τῆς καιρίας
χαλάσματος ἀσφαλίζεται τὸ σῶμα.

48

.

15

t

Πῶς πλέκεται βρόχος ὁ καλούμενος ὦτα.

48

.

15

.

1

Ἕνεκα τῆς πλοκῆς τῶν ὤτων πλέξαι δεῖ πρῶτον τὸν καλούμε‐ νον ἐπαγκυλωτόν· ἐπίτηδες δὲ τὴν μίαν ἀγκύλην μείζονα δεῖ ποιῆ‐ σαι, καὶ ἐκ ταύτης τὸν χιεστὸν ἀπεργάσασθαι βρόχον, ἵνα δύο μὲν φανῶσιν ἀγκύλαι, μεταξὺ δὲ τῶν ἀγκυλῶν διπλοῦν εὑρεθῇ τὸ τῆς

48

.

15

.

2

καιρίας χάλασμα. εὐχρηστεῖ δ’ οὗτος ὁ βρόχος πρὸς τοὺς καταρ‐ τισμοὺς τῶν τῆς γένυος ὀλισθημάτων καὶ πρὸς τὰς ἐναρθρήσεις τῶν τῆς κεφαλῆς κορωνῶν· τάσσονται γὰρ αἱ μὲν ἀγκύλαι παρὰ τοῖς τοῦ πάσχοντος κροτάφοις, τὸ δὲ μέσον τῶν ἀγκυλῶν διπλοῦν τῆς καιρίας
5χάλασμα κατὰ τοῦ μετώπου, καὶ τότε παραλαμβάνεται ἐπίδεσμος ὁ

48

.

15

.

3

λεγόμενος λαγωός. μετὰ τὴν ἐπίδεσιν αἱ 〈ἀρχαὶ〉 τῶν ὤτων ὑπὲρ κεφαλῆς τοῦ πάσχοντος ἀναφέρονται καὶ ἀποδίδονται ἢ πρὸς κρά‐ τημα ἢ πρὸς ἀνάτασιν.

48

.

16

t

Πῶς πλέκεται βρόχος ὁ καλούμενος διάγκυλος, ὅν τινες καταχρηστικῶς ἄγχοντα καλοῦσιν.

48

.

16

.

1

Ὁ καλούμενος διάγκυλος βρόχος ἐκ δύο χιεστῶν γίνεται βρόχων διεστηκότων ἀπ’ ἀλλήλων. εὐθετεῖ δὲ πρὸς σχηματισμὸν σώματος ἀνασκευαζομένου πάθους τινὸς κατὰ τὴν ἕδραν· ὅταν γὰρ οἱ πήχεις ταῖς ἰγνύαις ὑποβληθῶσι, διὰ μὲν τῶν χιεστῶν βρόχων οἱ πήχεις
5σφίγγονται, τὸ δὲ μέσον τῶν βρόχων διπλοῦν τῆς καιρίας χάλασμα ἀναφέρεται ἐπὶ τὸν τένοντα τοῦ πάσχοντος, καὶ ἐντεῦθεν ὁ σχημα‐ τισμὸς τοῦ σώματος ἀποτελεῖται.

48

.

17

t

Πῶς πλέκεται βρόχος ὁ καλούμενος κυρίως ἄγχων.

48

.

17

.

1

Ὁ κυρίως καλούμενος ἄγχων πλέκεται ἐκ τοῦ ἁπλοῦ καρχησίου γινόμενος· πλέκεται γὰρ ἁπλοῦς καρχήσιος, καὶ αἱ μὲν ἀγκύλαι ἀπ’

48

.

17

.

2

ἀλλήλων διίστανται. εὐθετεῖ δ’ ἐφ’ ὧν καὶ ὁ πρὸ αὐτοῦ ἀναγεγραμ‐ μένος· πάλιν γὰρ οἱ πήχεις μεταξὺ τῶν ἀγκυλῶν διεκβάλλονται καὶ ἀποσφίγγονται, τὸ δὲ διπλοῦν τῆς καιρίας χάλασμα, ὃ δὴ καὶ μέσον τέτακται, ἐπὶ τὸν τένοντα τοῦ πάσχοντος ἀναφέρεται.

48

.

18

t

Πῶς πλέκεται βρόχος ὁ καλούμενος ὑπερβατός.

48

.

18

.

1

Ὁ λεγόμενος ὑπερβατὸς ἐκ τοῦ λεγομένου ναυτικοῦ γίνεται βρό‐ χου· πλέκεται γὰρ ὁ ναυτικὸς βρόχος καὶ περιτίθεται τῷ πήχει, καὶ αἱ μὲν ἀγκύλαι τοῦ βρόχου ἀπ’ ἀλλήλων διίστανται, αἱ δ’ 〈ἀρχαὶ〉

48

.

18

.

2

ἐπὶ τὸν τένοντα ἁμματίζονται. καὶ οἱ μὲν διὰ τῆς περιοδίας εὔχρηστοι
φανέντες βρόχοι οὗτοί εἰσιν.

48

.

19

t

Ἐκ τῶν Γαληνοῦ. Περὶ ἐπιδέσμων.

48

.

19

.

1

Σκοποὶ πάσης ἐπιδέσεώς εἰσι πρῶτοι καὶ μέγιστοι, τῆς γε δι’ ἑαυτὴν παραλαμβανομένης, οὐχ ὑπηρεσίας ἕνεκα τῶν ἐπικειμένων τῷ πάσχοντι μορίῳ, τό τε κατέχειν ἀκίνητον ὡς διεπλάσθη τὸ πε‐ πονθὸς ἀφλέγμαντόν τε φυλάττειν. ἐπεὶ δ’ οὐ δύναται ταῦτα ποιεῖν
5ἡ ἐπίδεσις ἄνευ τοῦ διεμμένειν αὐτὴν καὶ μὴ μετακινεῖσθαι πρὸς τὰ κάτω τοῦ σώματος ἢ ἄνω, διὰ τοῦτο τοῖς ἀπαθέσι μορίοις ἀναγκα‐ ζόμεθα προσπεριβάλλειν τοὺς ἐπιδέσμους, ὅπως ἔνθα μὲν εἰκὸς ἀνα‐ δραμεῖν ἐστιν ὅλην τὴν ἐπίδεσιν, ἡ ἀντίληψις αὐτῆς γίνοιτο ἐπὶ τῶν

48

.

19

.

2

ταπεινοτέρων, ἔνθα δὲ καταδραμεῖν, ἐπὶ τῶν ὑψηλοτέρων. ἐπ’ ἐνίων δὲ μορίων ἡ διὰ τῶν ἀντικειμένων ἀντίληψις ὠφελιμωτέρα, καθάπερ ἐπ’ ὤμου καὶ βουβῶνος, ἀκριβῶς δ’ εἰπεῖν, ἐπ’ ὤμου μὲν οὐ περὶ τὸν ἕτερον ὦμον, ἀλλὰ τὴν μασχάλην, ἐπὶ βουβῶνος δὲ 〈περὶ〉 τὸν
5κενεῶνα περιβάλλεσθαι δεῖ τὸν ἐπίδεσμον· οὔτε γὰρ ὁ ὦμος οὔτε ὁ γλουτὸς ἀσφαλῶς φυλάττειν δύναται τὰς περιβολάς, ἀλλ’ ἡ μα‐

48

.

19

.

3

σχάλη καὶ ὁ κενεών. ὡσαύτως δὲ καὶ τῆς κνήμης εὐαπόρρυτον ἐχούσης τὴν ἐπίδεσιν διὰ τὴν κυρτότητα τῆς γαστροκνημίας, ἡ ἄνω περιβολὴ χρησίμη, κατ’ ἐκείνας δηλονότι τὰς ἐπιδέσεις, καθ’ ἃς ἀναγκαῖόν ἐστι τὸ κυρτὸν τῆς γαστροκνημίας περιλαμβάνειν, ἐπεί τοι τὰ κατὰ τὰ
5σφυρὰ χωρία τὸ μόνιμον τῆς ἐπιδέσεως ἐξ ἑαυτῶν ἔχει, μεταξὺ δυοῖν

48

.

19

.

4

ἐξοχῶν κείμενα. οἷς δὲ μορίοις οὐκ ἔστιν οὔτε παρακείμενόν τι τοι‐ οῦτον μόριον, οἷον ἐπὶ κνήμης, οὔτε ἀντικείμενον, ὡς ἐπ’ ὤμου καὶ βουβῶνος, ἐπὶ τούτων τοιαύτην χρὴ ποιεῖσθαι τὴν ἐπίδεσιν ὡς ἐν τῷ ὁμαλωτάτῳ τὰς καταλήψεις γίνεσθαι, καθάπερ κἀπὶ τῆς κεφαλῆς.

48

.

19

.

5

εἰ δ’ οὐκ ἐνδέχεται τὴν κεφαλὴν οὕτως καθάπερ τὰ κῶλα περιλαβεῖν ἐν κύκλῳ (κωλύει γὰρ ὁ τράχηλος συμφυὴς ὢν αὐτῇ), διὰ τοῦτο ἐπ’ αὐτῆς, ἐάν τε κατὰ τὸ δεξιὸν μέρος ἐάν τε κατὰ τὸ ἀριστερὸν ᾖ τὸ τῆς ἐπιδέσεως δεόμενον πάθος, τὴν κατ’ ἰθυωρίαν ἐπίδεσιν αἱρούμεθα,
5διὰ μὲν τῆς κορυφῆς ἀγομένου τοῦ ἐπιδέσμου, καταγομένου δ’ ἐν‐ τεῦθεν ἐπ’ ἄκραν τὴν κάτω γένυν, εἶτ’ ἀναγομένου πάλιν ἐπὶ τὸ πεπονθός, εἶτ’ αὖθις ὁμοίως, εἴτε δὶς εἴτε τρὶς αὔταρκες εἶναι νο‐
μίζοιμεν, ἑλιττομένου μέχρι τῆς τελευτῆς· αὕτη δὲ πάντως κατὰ τῆς

48

.

19

.

6

κορυφῆς γινέσθω· μονιμώτατον γὰρ τὸ χωρίον τοῦτο. λοιπῶν δ’ ὄν‐ των 〈τῶν〉 τῆς κεφαλῆς ἑτέρων μερῶν ἐναντίων ἀλλήλοις, ὧν τὸ μὲν ὀπίσω τε καὶ κατ’ ἰνίον ἐστί, τὸ δὲ πρόσω τε καὶ κατὰ τὸ μέτω‐ πον, ἀπὸ δυοῖν ἀρχῶν ἐπιδεῖν χρή· ἔστι δ’ ἀπὸ δυοῖν ἀρχῶν ἐπίδεσις,
5ὅταν τὸ μέσον ὅλου τοῦ ἐπιδέσμου κατὰ τοῦ πεπονθότος ἐρείσαντες ἰσορρόπως ἑκάτερον αὐτοῦ τῶν μερῶν ἐπὶ τὸν ἀντικείμενον ἄγωμεν

48

.

19

.

7

τόπον. ὅσαι δὲ τελευταὶ τῶν οὕτως ἐπιδουμένων ἐπὶ τὸ μέτωπον ἄγονται, μονιμώτεραι· τοῦτο γὰρ τὸ χωρίον τοῦ ἰνίου μονιμώτερον.

48

.

19

.

8

πεπονθότων δ’ ὁμοίως τῶν ἀντικειμένων μερῶν, ὡς ἐπειδὰν τὰ κα‐ λούμενα καυληδὸν γένηται κατάγματα, τὴν ἐπίδεσιν ἀπὸ δυοῖν ἀρχῶν

48

.

19

.

9

ποιήσει καθάπερ ἐπὶ τῶν σκεπαρνηδὸν περιβαλλομένων σπληνῶν. ἐὰν δ’ ἀπὸ μιᾶς ἀρχῆς ἐπιδέῃς τὰ τοιαῦτα, κατὰ τὴν ὁμοιότητα τῆς ἀπὸ δυοῖν ἀρχῶν ἐπιδέσεως ἑλίττων τὸν ἐπίδεσμον, οὕτως ἄξεις ἐπὶ τὸ

48

.

19

.

10

μόνιμον χωρίον ὡς ἐνταῦθα τελευτῆσαι. ἥκιστα δὲ λοξῷ τῷ ἐπιδέσμῳ δεῖ χρῆσθαι, διότι τὸ χρησιμώτατον τῆς ἐπιδέσεώς ἐστι τὴν τελευτὴν αὐτῆς ἀπαρέγκλιτον φυλάττειν εὐθύτατα περατουμένην, ἤτοι γε ἐπὶ τὸ μέτωπον ἢ τὸ μέσον ὅλης τῆς κεφαλῆς, ἔνθα τὸ καλούμενον
5βρέγμα· τῆς μὲν γὰρ ἐπ’ ἀνθερεῶνα καταγομένης ἐπιδέσεως ἡ τελευτὴ προσηκόντως ἂν ἐπὶ τὸ μέσον ἀνάγοιτο τῆς κεφαλῆς, ἀπαρέγκλιτος ἀνατεινομένη, τῆς δὲ κυκλοτερῶς περιβαλλομένης ἐπὶ τὸ μέτωπον, ὁμοίως καὶ αὕτη κατὰ μηδὲν ἐγκεκλιμένη· περιαγομένη γὰρ οὕτως ἑλιχθήσεται καὶ τοῖς ὀπίσω μέρεσι περὶ τὸ καλούμενον ἰνίον, ὃ με‐

48

.

19

.

11

ταξὺ τοῦ τραχήλου καὶ τῆς ὀπίσω κυρτότητός ἐστι τοῦ κρανίου. διὰ τοῦτο δέ φησιν Ἱπποκράτης τὴν ἐσχάτην περιβολὴν τῶν ἐπιδέσμων ἥκιστα λοξὴν εἶναι προσήκειν, ὅτι τὰς πρὸ αὐτῆς ἤδη πολλάκις ἐξ ἀνάγκης γινομένας λοξὰς ἕνεκα τοῦ περιλαμβάνεσθαι τὸ πεπονθὸς
5ἄλλοτε κατ’ ἄλλο μέρος ὑπάρχον· ἀλλὰ τάς γε διὰ τὸ πάθος λοξὰς

48

.

19

.

12

γεγονυίας περιβολὰς ἡ ὑστάτη κατέχει μηδαμόθεν λοξουμένη. δῆλον

48

.

19

.

13

οὖν ὅτι τῇ αὐτῆς ἀσφαλείᾳ κἀκεῖναι συνδιαμενοῦσιν ἀμετακίνητοι. ὡς οὖν ἐπὶ τῆς κεφαλῆς, οὕτω κἀπὶ τῆς ἄνω τοῦ γόνατος ἢ κάτω γινο‐ μένης ἐσχάτης περιβολῆς ἀκριβῶς φυλάττεσθαι χρὴ τὸ ἀπαρέγκλιτον· ἐπὶ μέντοι τῶν κατὰ βουβῶνα καὶ ὦμον ἐπιδέσεων, ἐν αἷς ἀναγκαζό‐
5μεθα καὶ τῶν ἀντικειμένων τι μορίων συγκαταλαμβάνειν, αἱ ἔσχαται περιβολαὶ κυκλοτερεῖς ἀπαρέγκλιτοι γίνεσθαι δέονται, κατὰ τοὺς κε‐
νεῶνας μὲν ἀμφοτέρους, ἔνθα τὸν βουβῶνα δεσμεῖν προαιρούμεθα,

48

.

19

.

14

κατὰ δὲ τὸ στέρνον, ἐφ’ ὧν τὸν ὦμον. ἀνάλογον δὲ τούτοις ἥ τε

48

.

19

.

15

τῆς κατὰ τὸν καρπὸν καὶ τῆς κατὰ τὸν ἀστράγαλον διαρθρώσεως. τῇ μύλῃ δὲ τῇ καλουμένῃ πρός τινων ἐπιγονατίδι πλατὺν χρὴ περιτε‐ τάσθαι τὸν ἐπίδεσμον ὡς ὅλην αὐτὴν περιλαμβάνειν· ὁ γὰρ μὴ περι‐ κείμενος οὕτως ἢ πρὸς τὴν ἄνω χώραν ἐνεχθήσεται ῥᾳδίως ἢ πρὸς
5τὴν κάτω, περισφαλλόμενος ἐφ’ ἑκάτερα διὰ τὴν κυρτότητα τῆς μύ‐

48

.

19

.

16

λης. τῇ δ’ ἰγνύι συνεσταλμένον τὸν ἐπίδεσμον χρὴ περιβάλλειν· οὔτε γὰρ ὑποδέξασθαι δύναται τὸν εἰς πλάτος ἐκτεταμένον οὔτε φυλάξαι.

48

.

19

.

17

οἶδα δέ τινα πάθη μὴ φέροντα τὴν ἐπίδεσιν· ταῦτα δ’ ἐστὶν ἐφ’ ὧν, εἰ καὶ βραχὺ κινηθῇ τὸ πεπονθὸς μόριον, ὀδύνη μεγίστη γίνεται, καθ‐ άπερ ἐκ καταπτώσεως οὐ πρὸ πολλοῦ τις οὕτως ἔπαθε τὰ κατὰ τὴν ῥάχιν ὡς μηδὲ βραχύτατον εἰ κινηθείη, δύνασθαι φέρειν τὸ μέγεθος

48

.

19

.

18

τῆς ὀδύνης. ἠναγκάσθημεν οὖν αὐτοῦ τὸν χιτωνίσκον ἀφελεῖν, οὐκ ἀποδύσαντες, ἀλλὰ διαρρήξαντες μὲν πρῶτον ἁπάσας τὰς ῥαφάς, μετὰ δὲ ταῦτα παμπόλλοις τοῖς διακρατοῦσιν ὅλον τὸ σῶμα χρησάμενοι

48

.

19

.

19

πρὸς τὸ μετεωρίσαι τὸν ἄνθρωπον ἰσορρόπως. ἡτοίμαστο δ’ ἡμῖν ἐπὶ βάθρου πλατέος ἐκτεταμένον ῥάκος ἐπιβεβλημένην ἔχον ἐρίου πλάκα.

48

.

19

.

20

ταῦτα μὲν οὖν ἐκελεύσαμεν, ἐπειδὰν ὁ κάμνων ὑπὸ τῶν διακρατούν‐ των ἀπὸ τῆς στρωμνῆς ὑψωθῇ, διὰ ταχέων ἐπιβάλλειν μὲν ἐκείνῃ κατὰ πλάτος, ὑποβάλλειν δὲ τῇ ῥάχει τοῦ μετεωρισθέντος, αὐτοὶ δ’ ἑτέραν ἐρίου πλάκα διαβεβρεγμένην ἔχοντες ἐλαίῳ θερμῷ, μετὰ τὴν
5ἀφαίρεσιν τοῦ χιτωνίσκου ταχέως περιβαλόντες τῇ ῥάχει κατεκλίναμεν ὑποκειμένης πλακὸς ἅμα τῷ ῥάκει, καὶ οὕτως πρῶτα μὲν ἀνηγάγομεν ἐπὶ τὰ πρόσω τοῦ σώματος τὰ πέρατα τῆς διαβρόχου πλακὸς ἓν ἑκατέρωθεν, εἶτ’ ἐπ’ αὐτῇ τὰ τῆς ξηρᾶς, καὶ μετ’ ἐκεῖνα τὰ τοῦ ῥά‐

48

.

19

.

21

κους, ἃ καὶ πρὸς ἄλληλα διὰ ῥαφῶν ἡνώσαμεν. ὡσαύτως δὲ κἀπὶ τῶν κατ’ ἰσχίον μερῶν ἐπράξαμέν ποτε, καὶ τῶν κατὰ μηρὸν ἐπ’ ἄλλου, καὶ κατὰ βραχίονά γέ ποτε, καὶ τοῦ τραχήλου τὴν ὀπίσω χώραν.

48

.

19

.

22

μετὰ δὲ τὴν ἐπίδεσιν, ἐὰν μὲν τὸ πέρας αὐτὸ μόνον τοῦ ἐπιδέσμου συρράπτηται τοῖς ὑποκειμένοις αὐτοῦ μέρεσιν, ἐφ’ ὧν μὲν ἐπιδέσεων οὐ δεόμεθα τῶν ἀντικειμένων μορίων, ὡς ἐπὶ πήχεως καὶ βραχίονος καὶ μηροῦ καὶ κνήμης, ἐπὶ τούτων ἀναγκαῖόν ἐστιν, ἤτοι γε ἀπὸ τῶν
5ἀριστερῶν μερῶν ἐπὶ τὰ δεξιὰ διείρειν τὴν βελόνην ἢ ἀνάπαλιν, ἑκατέρως δὲ πειρᾶσθαι τὴν φορὰν αὐτῆς ἐκκλίνοντα πρὸς τὸ ἄνω συρράπτειν οὕτως τὸ πέρας τῆς ὀθόνης ταῖς ὑποβεβλημέναις περιβο‐
λαῖς· ἐφ’ ὧν δ’ ἐστὶ χρεία καὶ τῶν ἀντικειμένων μορίων, ὡς ἐπ’ ὤμου καὶ ἰσχίου, πειρᾶσθαι τὴν τελευτὴν τοῦ ἐπιδέσμου ποιεῖσθαι
10κατὰ τὴν ἄνω φοράν, εἶτ’ ἐνταῦθα τὴν βελόνην διείροντα κάτωθεν ἄνω, τὴν συρραφὴν οὕτως ποιεῖσθαι, μὴ κατασπῶντα τὸ ὑψηλὸν μέρος τῆς ἐπιδέσεως, ἀλλ’ ἀνασπῶντα τὸ ταπεινόν. ἐγχωρεῖ μὲν γὰρ ἑκά‐ τερον ποιεῖν ἐν τῇ συρραφῇ τῶν ὀθονίων· ἀλλὰ μετὰ τὸ διεκβαλεῖν τὸ ῥάμμα μετὰ τῆς βελόνης ἀνατείνειν χρὴ τὸ κάτωθεν αὐτοῦ μέρος
15πρὸς τὸ ἄνω καὶ μὴ κατατείνειν τὸ ἄνωθεν εἰς τὸ κάτω, σκοπὸν ἔχοντα διὰ τῶν ἄνω μερῶν τῆς ἐπιδέσεως ἀνέλκεσθαι τὰ κάτω. ὥσπερ γὰρ σχῆμα ταὐτὸν φυλάττεσθαι δεῖ τῶν ἐπιδεδεμένων μορίων, οὕτως καὶ τὴν νομὴν τοῦ ἅμματός τε καὶ ῥάμματος, ἀλλὰ τὴν ἀνά‐ τασιν ἴσχειν ἄνω, πρώτου μὲν τοῦ πέρατος τῆς ἐπιδέσεως ἀσφαλῶς
20ἀνατεινομένου τε καὶ κρατουμένου, δι’ ἐκείνου δὲ καὶ ὅλης αὐτῆς.

48

.

19

.

23

χρὴ δὲ μήτε κατ’ ἐκεῖνο τὸ μέρος τὰς ἀρχὰς τοῦ ῥάμματος, ἐν ᾧ τὸ ἕλκος ἐστί, μήτε τὸ ἅμμα κατὰ τὸ ἕλκος γίνεσθαι· θλιφθήσεται γὰρ οὐ μόνον ὑπ’ αὐτοῦ τοῦ ἅμματος, ἀλλὰ καὶ τοῦ ἐπιδέσμου πιλου‐ μένου σφοδρότερον ὑπ’ αὐτοῦ, δεομένου τοῦ ἅμματος ἐσφίγχθαι βιαιό‐

48

.

19

.

24

τερον, εἰ μέλλοι κρατήσειν τὸν ἐπίδεσμον. οὕτως δὲ κἂν χωρὶς ῥάμ‐ ματος ἅμμα γίνηται, τῶν τοῦ ἐπιδέσμου περάτων ἐπιπλεκομένων ἀλλήλοις, ἤ τινος ἔξωθεν καταλήμματος, οὐ χρὴ βάλλεσθαι κατὰ τὸ

48

.

19

.

25

ἕλκος αὐτά. τό τε οὖν ἅμμα τίθεσο μὴ κατὰ τὸ ἕλκος, ἀλλ’ ἔνθα δυνήσῃ τὴν νομὴν αὐτοῦ πρὸς τὴν ἄνω χώραν ποιεῖσθαι, φυλαττό‐

48

.

19

.

26

μενος, ὥς φησιν Ἱπποκράτης, τρίβον καὶ ἔργον. τρίβον μὲν οὖν καλεῖ καθ’ ὃ τρίβεταί τι μέρος τοῦ σώματος, ἔργον δὲ καθ’ ὃ τὴν ἐνέργειαν ἔχει καμπτόμενον, ἢ ἐκτεινόμενον ἢ εἰς τὰ πλάγια παρα‐

48

.

19

.

27

γόμενον. ἔσται δὴ τρίβος τῷ μὲν βαδίζοντι τὸ ἴχνος τοῦ ποδός, τῷ δὲ κατακειμένῳ τὸ ἰνίον ἅπαν, καὶ μάλιστα αὐτοῦ τὰ ἐξέχοντα τῆς κεφαλῆς ὀπίσω, τῷ δὲ καθημένῳ τὰ κατὰ τὰς πυγάς. εἰ δὲ καὶ διὰ τῶν χειρῶν ἐνεργεῖν τις ἐπιδεδεμένος μέλλοι, σκέψαι τίνα τε τὴν
5ἐνέργειαν ἐνεργήσει, καὶ περὶ τί τῶν ἔξωθεν· οὕτως γὰρ δυνήσῃ καὶ τὴν ἐν αὐτῇ τρίβον ἐξευρεῖν· αἱ δ’ ἐνέργειαι δηλονότι κατὰ τὰς δι‐

48

.

19

.

28

αρθρώσεις γίνονται. φυλάξει τοίνυν αὐτὰς ἀεί, καὶ μάλιστα τὰς μελ‐ λούσας ἐνεργεῖν ἐπιδεδεμένου τοῦ κάμνοντος· εἰ γὰρ τὸ συνέχον ὅλην τὴν ἐπίδεσιν ἅμμα τεθείη κατὰ τῶν μάλιστα σχηματιζομένων μορίων ἐν ταῖς κινήσεσιν, ἀναγκαῖον ἔσται ποτὲ μὲν χαλαρὰ περαιτέρω τοῦ
5προσήκοντος, αὖθις δὲ θλίβοντα γίνεσθαι τὰ ἅμματα καθ’ ἡντινοῦν

48

.

19

.

29

ἐπιβεβλημένα διάρθρωσιν. τῶν δ’ ἐπιδέσμων ἁπλαῖ τρεῖς εἰσιν ἐπι‐ βολαί, εὔκυκλος μὲν ἡ κατὰ κύκλον ἀπαρεγκλίτως περιλαμβάνουσα τὸ πεπονθὸς μέλος, ἐφ’ ἧς τὰ τῆς δευτέρας καὶ τρίτης ἐπιβολῆς τῶν ὀθονίων τὰ τοῦ πλάτους πέρατα κατ’ ἀλλήλων ἐπικείσεται, μήτε
5ὑπερέχοντός τινος μήτε ἐνδέοντος· τὴν δ’ ἐπ’ ὀλίγον ἐγκεκλιμένην

48

.

19

.

30

σκέπαρνον ὀνομάζομεν, ὥσπερ γε τὴν ἐπὶ πολὺ σιμήν. τὸ δὲ τῆς ἐπιδέσεως εἶδος, ὃ καλοῦμεν ὀφθαλμόν, ἐπ’ ὀφθαλμοῦ παραλαμβάνο‐ μεν, ἤτοι προπεσεῖν κινδυνεύοντος, ἢ κρατήματος ἕνεκα τῶν ἐπικει‐ μένων αὐτῷ· τὸν δὲ ῥόμβον ἐπὶ κεφαλῆς, ἤτοι ῥαφὰς κεχαλασμένας
5βουλόμενοι συναγαγεῖν, ἢ ἕλκους ἐκπεπταμένα χείλη, καί ποτε καὶ προσστεῖλαι καὶ κολλῆσαι τὸ δέρμα μέχρι πλείονος ἀποσεσυρμένον.

48

.

19

.

31

ἀνάλογον δὲ τοῖσδε καὶ ἡ τοῦ ἡμιρρομβίου γίνεται χρεία.

48

.

20

t

Ἐκ τῶν Ἡλιοδώρου. Περὶ ἐπιδέσμων.

48

.

20

.

1

Τῶν ἐπιδέσμων οἱ μέν εἰσιν εἰλητοί, οἱ δὲ ῥαπτοί, οἱ δὲ σχιστοί,

48

.

20

.

2

καὶ τῶν εἰλητῶν οἱ μὲν ἁπλοῖ, οἱ δὲ ποικίλοι. εἰλητοῖς ἁπλοῖς ἐπι‐ δέσμοις χρώμεθα ἐπὶ καταγμάτων, τὰ ἔσχατα αὐτῶν κηρωτῇ προσπλάσ‐ σοντες· οὐδὲ γὰρ θέλομεν ἅμματα ποιεῖν, φυλασσόμενοι τὴν ἐκ τού‐

48

.

20

.

3

των ἀνωμαλίαν. στενοῖς ἐπιδέσμοις εἰλητοῖς χρώμεθα ἐπὶ δακτύλου

48

.

20

.

4

καὶ καυλοῦ, τὰ τέλη αὐτῶν ῥάμματι ἢ λίνῳ καταλαμβανόμενοι. εἰλη‐ τοῖς ἐπιδέσμοις χρώμεθα ἐπὶ τῶν κώλων, ὧν τὰ πέρατα τῷ στενῷ τελαμωνιδίῳ τῷ λεγομένῳ καταλήμματι συνέχομεν, ἢ οὕτως τὸ τοῦ ἐπιδέσμου πέρας εἰς δύο σκέλη ἐπιρρήξαντες, ἐναλλάξαντες δὲ τὰ
5σκέλη πρὸς ἄλληλα ἁμματίζομεν συνοχῆς χάριν τῆς ὅλης ἐπιδέσεως.

48

.

20

.

5

εἰλητοῖς ἐπιδέσμοις χρώμεθα ἐπὶ θώρακος, νώτου, ὤμων, μασχαλῶν, ὀσχέου, καθ’ ὅλων τῶν μέσων τοῦ σώματος, τὰ πέρατα αὐτῶν εἰς δύο καὶ δύο σκέλη ῥηγνύντες ἐπὶ τέλει τῆς ἐπιδέσεως, τὰς ἀρχὰς πρὸς

48

.

20

.

6

ἀλλήλας ἁμματίζοντες ἀσφαλείας χάριν. σχιστοῖς ὀθονίοις χρώμεθα ἐφ’ ὧν πρόκειται μιᾷ ἁπλῇ τοῦ ὀθονίου προσθέσει σκεπάσαι τὸν ἐπι‐ δεόμενον τόπον, ὥσπερ ἐπὶ κεφαλῆς, σιαγόνων, ἄλλων τινῶν τοῦ σώματος μερῶν· τοῖς δὲ ῥαπτοῖς ἐπὶ μαστῶν, γυναικείων, ἕδρας,

48

.

20

.

7

ὀσχέου. περὶ μὲν τῶν ἁπλῶν ἐπιδέσμων ταῦτα· μνησθήσομαι δὲ καὶ τῶν ἐν ταῖς καταβολαῖς ταῖς ἐν ταῖς πλοκαῖς τῶν ποικίλων ἐπι‐

48

.

20

.

8

δέσμων ὀνομάτων, εὐσήμου διδασκαλίας χάριν. λέγεταί τις εὐθεῖα,

48

.

20

.

9

πλαγία, λοξή· εὔδηλοι δ’ εἰσὶν αὗται ἀπὸ τῶν ὀνομάτων. καλεῖταί τις παρειάς, ἡ κατὰ τῆς παρειάδος εὐθεῖα, στεφανιαία ἡ περιστεφα‐ νοῦσα τὸ βρέγμα κυκλοτερὴς περιείλησις, [ἢ] κροταφιαία ἡ κατὰ κρο‐ τάφου λοξὴ καταβολή, μετωπιαία ἡ περὶ τὸ μέτωπον κυκλοτερὴς
5περιείλησις, γενειὰς ἡ περὶ τὸ γένειον κυκλοτερὴς περιείλησις, σκέπαρ‐

48

.

20

.

10

νος ἡ μηνοειδὴς ἐπαγωγὴ τῆς περιειλήσεως. ἐν δὲ τοῖς ἀποτελέσμασι τῶν πλοκῶν λέγεται φολίς, στεῖρα, ἡμιρρόμβιον, ῥόμβος, ἑτερόσχημα

48

.

20

.

11

διαλείμματα. φολὶς μὲν οὖν ἐστιν ἡ διὰ δύο σκεπάρνων καταβολὴ

48

.

20

.

12

ἀντικειμένων ἀλλήλοις, μέσον τι καταλιποῦσα διάστημα. στεῖρα δ’ ἐστὶν ἡ ἐξ ἀντικειμένων λοξῶν καταβολῶν γινομένη τῆς ἐπιδέσεως

48

.

20

.

13

πλοκή, ὁμοιουμένη τῇ ἐν βίῳ λεγομένῃ στείρᾳ. ἡμιρρόμβιον δ’ ἐστὶ τὸ δύο λοξὰς ἔχον καταβολὰς καὶ μίαν πλαγίαν, τοῦ μέσου διαστή‐

48

.

20

.

14

ματος τῷ δέλτα στοιχείῳ ὁμοιουμένου. ῥόμβος δ’ ἐστὶν ὁ ἐκ τεσσά‐ ρων λοξῶν παραλλήλων καταβολῶν πλεκόμενος, τοῦ μέσου διαστή‐

48

.

20

.

15

ματος ὁμοιουμένου ῥόμβῳ. τὰ δὲ λεγόμενα ἑτερόσχημα διαλείμματα μέσα ἐστὶ τῶν καταβολῶν διαστήματα ὡρισμένα σχήματα οὐκ ἔχοντα.

48

.

20

.

16

τὴν τοῦ τόπου τεχνολογίαν παραδοὺς ἤδη βούλομαι ἐπὶ τὰς τῶν ἐπι‐ δέσμων πλοκὰς ὁρμῆσαι· τῆς δ’ ἀρίστης τάξεως ἐχόμενος πρώτους παραδώσω τοὺς ἐπὶ τῆς κεφαλῆς εὐθετοῦντας ἐπιδέσμους.

48

.

21

t

Σχιστὸς ὀκτασκελὴς ἐπὶ κεφαλῆς.

48

.

21

.

1

Πρὸς τὴν τῆς ὅλης κεφαλῆς ἐπίδεσιν, κατὰ πολλὰ μέρη θλα‐ σμάτων ἢ τραυμάτων γενομένων, μὴ βουλόμενοι ἅμμασιν ἀνωμάλοις σκληροῖς θλίβειν τὰ σώματα, σχιστῷ ἐπιδέσμῳ χρώμεθα ὀκτασκελεῖ· ὁ

48

.

21

.

2

δὲ τρόπος τῆς ἐπιδέσεως τοιοῦτος ὀφείλει γίνεσθαι. τελαμῶνα δεῖ λαβεῖν πλάτει καὶ μήκει ἱκανὸν ἐξαρκέσαι πρὸς τὴν δηλουμένην ἐπί‐ δεσιν, ἔπειτ’ αὐτὸν ἑκατέρωθεν ἐπιρρῆξαι εἰς σκέλη τὰ πάντα ὀκτώ,

48

.

21

.

3

τέσσαρα καὶ τέσσαρα. πρὸς τὴν ἐπίδεσιν τὸ μέσον αὐτοῦ μέρος ἐπι‐ τίθεται τῇ κεφαλῇ πρὸς τὴν σκέπην, ἔπειτα δύο σκέλη μέσα [τὰ] κατὰ τὰ ὦτα ἐπιρρήγνυνται, ὧν αἱ ἀρχαὶ ὑπὸ τὸν ἀνθερεῶνα ἁμματίζον‐ ται, καὶ τότε ἐξόπισθεν ἀπ’ ἰνίου δύο τὰ ὀπίσθια σκέλη περιάγεται
5ὑπεράνω τῶν ὤτων ὡς ὑπὸ τὸ βρέγμα, καὶ ὁ μὲν ὑποστέλλεται, ὁ δ’ ἐπάγεται, εἶτ’ ἄλλα δύο σκέλη ἐμπρόσθια ἀπὸ μετώπου ὀπίσω φέρε‐ ται ὡς ἐπ’ ἰνίον καὶ πάλιν ἐναλλάσσονται, ἧς μὲν ὑποστελλομένης ἀρχῆς, ἧς δὲ κατὰ τῶν πρώτων σκελῶν, τὸ δὲ πέρας τοῦ τελευταίου

48

.

21

.

4

σκέλους καταρράπτεται πρὸς τὴν ἐπίδεσιν. τούτῳ χρώμεθα τῷ ἐπι‐
δέσμῳ ὅλην ἐπιδέοντες τὴν κεφαλήν.

48

.

22

t

Σχιστὸς ἑξασκελὴς ἐπὶ κορυφῆς.

48

.

22

.

1

Ἐπὶ τῆς κορυφῆς καὶ τῶν γειτνιώντων τῇ κορυφῇ τόπων ἑξα‐

48

.

22

.

2

σκελεῖ ἐπιδέσμῳ χρώμεθα, ἐπιδέοντες τρόπῳ τούτῳ. τὸ μέσον τοῦ ὀθονίου μέρος τὸ συνεχὲς ἐπιτίθεμεν τῇ κορυφῇ, ἔπειτα δύο σκέλη τὰ μέσα ῥήξαντες κατὰ τὰ ὦτα ἄγομεν αὐτῶν τὰς ἀρχὰς κάτω καὶ ὑπὸ τὸν ἀνθερεῶνα ἁμματίζομεν, ἔπειτα μεσότητα στενοῦ ταινιδίου ὡς
5διδακτυλιαίου προστίθεμεν τῷ ἰνίῳ, τούτου δὲ τὰ χαλάσματα ὑπεράνω τῶν ἐκ πλαγίων τῆς κεφαλῆς ἄγοντες ἁμματίζομεν κατὰ τὰ ἀπολή‐

48

.

22

.

3

γοντα μέρη τοῦ βρέγματος. τῶν δὲ λοιπῶν σκελῶν δύο τὰ ἐμπρό‐ σθια ἄγομεν ὀπίσω καὶ ὑπεράνω τοῦ ἰνίου πρὸς ἄλληλα ἁμματίζομεν, καὶ δύο τὰ ὀπίσθια ἄγομεν ἔμπροσθεν καὶ κατὰ τὰ ἀπολήγοντα τοῦ βρέγματος ὑπεράνω τοῦ πρώτου ἅμματος ἁμματίζεται.

48

.

23

t

Σχιστὸς τετρασκελής.

48

.

23

.

1

Ἐπὶ τοῦ μετώπου καὶ τοῦ πλησιάζοντος τοῦ βρέγματος σχιστῷ

48

.

23

.

2

τετρασκελεῖ ἐπιδέσμῳ χρώμεθα. τούτου δὲ τοῦ ἐπιδέσμου τὸ μέσον μέρος τὸ συνεχὲς προστίθεμεν τῷ μετώπῳ καὶ τῷ βρέγματι, τῶν δὲ σκελῶν τὰ μὲν ἄνω κάτω παρίεμεν, τὰ δὲ κάτω κατὰ τῶν παρ‐ ειμένων ἀγαγόντες ἁμματίζομεν κατ’ ἰνίον ὀπίσω, τὰ δὲ λοιπὰ δύο

48

.

23

.

3

σκέλη ὑπεράνω τοῦ πρώτου ἅμματος πρὸς ἄλληλα διαδέομεν. τῷ δ’ αὐτῷ ἐπιδέσμῳ καὶ ἐπὶ τοῦ ἰνίου χρώμεθα, πᾶν τὸ [μὲν] ἄσχιστον αὐτοῦ μέρος προστιθέντες τῷ ἰνίῳ καὶ τὰ μὲν ἄνω σκέλη ποιοῦντες χαλασθῆναι κάτω, τὰ δὲ κάτω κατὰ τῶν πρώτων ἄγοντες καὶ ὑπερ‐
5άνω μετώπου ἁμματίζοντες, ἔπειτα τὰ λοιπὰ δύο σκέλη ὑπεράνω

48

.

23

.

4

τοῦ πρώτου ἅμματος κατὰ τὸ βρέγμα πρὸς ἄλληλα διαδέομεν. τού‐

48

.

23

.

5

τοις τοῖς σχιστοῖς ἁπλοῖς ἐπιδέσμοις ἐπὶ τῆς κεφαλῆς χρώμεθα. ἐπὶ τοὺς ποικίλους μέτειμι.

48

.

24

t

Ὁ Ἱπποκράτους ῥόμβος.

48

.

24

.

1

Οὗτος ὁ ἐπίδεσμος εὐθετεῖ ἐπὶ τῶν κατὰ τὰς ῥαφὰς διαστημά‐ των, καὶ ἐφ’ ὧν τραύματος ὄντος κατὰ τὸ βρέγμα τὰ γειτνιῶντα αὐτῷ σώματα ἀφίσταται· ἠθέλησαν γὰρ οἱ τῷδε τῷ ἐπιδέσμῳ χρη‐ σάμενοι τὰ μὲν ἀφεστῶτα ἐπιδῆσαι πρὸς παρακόλλησιν, τὸν δὲ τοῦ

48

.

24

.

2

τραύματος τόπον γυμνὸν ἐᾶσαι πρὸς τὴν τῶν ὑγρῶν ἔκκρισιν. πλέ‐ κεται δ’ ὁ ἐπίδεσμος οὗτος τρόπῳ τοιούτῳ· τῆς ἀρχῆς τοῦ τελαμῶ‐ νος ἐκ πλαγίων τῆς κεφαλῆς κρατουμένης, ἀπ’ ἰνίου ἄγεται λοξὴ ὡς
ἐπὶ τὸ βρέγμα, ἀφ’ ἧς συντελεῖται παρειάς, εἶτ’ ἐπὶ τὸν ἀνθερεῶνα,
5ἀπὸ τοῦ ἀνθερεῶνος ἀντικειμένη παρειάς, εἶτ’ ἐπὶ τὸ βρέγμα λοξή, ἵνα γένηται χίεσμα, ἀπὸ τοῦ βρέγματος ἐπ’ ἰνίον, ἀπ’ ἰνίου λοξὴ ὡς ἐπὶ τὸ βρέγμα διεστῶσα τῆς πρώτης, εἶτ’ ἐπ’ ἰνίον, ἀπ’ ἰνίου λοξὴ ὡς ἐπὶ τὸ βρέγμα διεστῶσα τῆς δευτέρας, καὶ πάλιν παρειάδες δύο, ἵνα γένηται δύο χιέσματα, ὧν ὁ ῥόμβος [ὁ] κατὰ τὸ τραῦμα, καὶ

48

.

24

.

3

πάλιν ἐπ’ ἰνίον, ἀπ’ ἰνίου κυκλοτερὴς μετωπιαία. ἡ δὲ νομὴ τῆς ἐπι‐ δέσεως κατὰ τῶν ὤτων, αὐτοῦ γινομένου τοῦ ἅμματος ὑπεράνω μετώπου.

48

.

25

t

Διοκλέους. Σκαφεῖον ἢ θόλος.

48

.

25

.

1

Οὗτος ὁ ἐπίδεσμος δύο ἔχει κυκλοτερεῖς περιειλήσεις κεφαλὴν περιστεφούσας, μίαν μὲν τὴν κάτω τὴν λεγομένην μετωπιαίαν, ἄλλην δ’ ὑπεράνω κατὰ τὸ βρέγμα τὴν καλουμένην στεφανιαίαν· ἡ δὲ νομὴ τῆς ἐπιδέσεως γίνεται τῆς μὲν κάτω πρὸς τὰ ἄνω, τῆς δ’ ἄνω πρὸς

48

.

25

.

2

τὰ κάτω. οὗτος ὁ ἐπίδεσμος εὐθετεῖ ἐφ’ ὧν πλαγίας οὔσης κατὰ τὸ βρέγμα διαιρέσεως, πρόκειται τὰ χείλη συνάγειν πρὸς τὴν κόλλησιν ὡς ἐπὶ περισκυθισμοῦ.

48

.

26

t

Λαγωὸς χωρὶς ὤτων.

48

.

26

.

1

Τῆς τοῦ τελαμῶνος ἀρχῆς ἐκ πλαγίων τῆς κεφαλῆς διακρατου‐ μένης, ἀπ’ ἰνίου ἄγεται λοξὴ ὑπὸ λοβὸν ὠτὸς τοῦ πλησίον ἐπὶ κρό‐ ταφον, 〈ἀπὸ κροτάφου ἐπὶ βρέγμα,〉 ἀπὸ βρέγματος ἐπ’ ἰνίον, ἀπ’ ἰνίου λοξὴ καὶ ἐκ πλαγίων τῆς κορυφῆς ἐπὶ τὸ βρέγμα, ἵνα γένηται
5χίεσμα, εἶτ’ ἐπὶ τὸν ἕτερον κρόταφον, καὶ τότε ὑπὸ λοβὸν ὠτὸς τοῦ ἀντικειμένου, ἀπὸ δὲ τούτου ἐπ’ ἰνίον, ἀπ’ ἰνίου κυκλοτερὴς μετω‐ πιαία περιείλησις, ἵνα γένηται διάστημα ἐμφερῶς τῷ δέλτα στοιχείῳ, τὸ λεγόμενον ἡμιρρόμβιον· ἐπὶ τέλει δὲ τῆς ἐπιδέσεως τὸ ἅμμα γίνε‐

48

.

26

.

2

ται κατὰ τὰ ἀπολήγοντα τοῦ βρέγματος. οὗτος ὁ ἐπίδεσμος εὐθετεῖ ἐπὶ τῶν κατὰ τὰς ῥαφὰς διαστημάτων πρὸς τὴν τῶν διεσταμένων ὀστέων συναρμογήν.

48

.

27

t

Λαγωὸς σὺν ὤτοις.

48

.

27

.

1

Πλέξαι δεῖ βρόχον ὃν καλοῦμεν ὦτα, οὗ τὴν πλοκὴν παραδέδωκα ἐν τῷ εἰσαγωγικῷ ὑπομνήματι τῆς ὀργανικῆς πραγματείας, ἔπειτ’ αὐτοῦ τὰς ἀγκύλας τάξαι κατὰ τοὺς κροτάφους, παρατετηρημένως δ’ ἀγκύλην τὴν κατὰ τὸ ἅμμα, ὅπου ἐστὶν ἡ βραχυτέρα ἀρχὴ πλησίον
5τοῦ δεξιοῦ κροτάφου, [πλησίον] τοῦ μέσου διπλοῦ τῆς καιρίας διαστή‐

48

.

27

.

2

ματος κατὰ τὸ μέτωπον ὄντος. τούτων τε γενομένων, ἄγεται περιεί‐
λησις ὑπὸ τὸ ἰνίον ἀπὸ τοῦ δεξιοῦ κροτάφου ὡς ἐπὶ τὸν ἀριστερόν, καὶ τότε τῷ ἅμματι τῆς μετωπικῆς ἀγκύλης δύο ἢ τρεῖς περιειλήσεις γινέσθωσαν, εἶθ’ ὑπονοστείτω ἡ καιρία ὡς ὑπὸ τὸ ἰνίον, ἀπὸ τοῦ
5ἰνίου λοξὴ ἀγέσθω καταβολὴ ὑπὸ λοβὸν ὠτὸς τοῦ πλησίον καὶ κατὰ τοῦ δεξιοῦ κροτάφου, εἶτ’ ἐπὶ τὸ βρέγμα, 〈ἀπὸ τοῦ βρέγματοσ〉 ἐπ’ ἰνίον, ἀπ’ ἰνίου λοξὴ ἐπὶ τὸ βρέγμα, καὶ τότε ὑπειλήσθωσαν τῷ λοβῷ τοῦ ἀριστεροῦ ὠτός, εἶτ’ ἐπ’ ἰνίον, ἀπ’ ἰνίου μετωπιαία, καὶ τὸ ἅμμα γινέσθω πλησίον τοῦ δεξιοῦ κροτάφου, ὅπου ἐστὶν ἡ βραχυτέρα ἀρχή.

48

.

27

.

3

οὗτος ὁ ἐπίδεσμος εὐθετεῖ πρὸς κράτημα κεφαλῆς, καταρτιζομένης γένυος, ἢ ἄλλου τινὸς συμπτώματος μεθοδευομένου κατὰ πρόσωπον.

48

.

28

t

Σχιστὸς ἐπίδεσμος [ὁ] ἐπ’ ὀφθαλμούς.

48

.

28

.

1

Προπαρασκευάσαι δεῖ δύο τελαμωνίδια μικρὰ ὡς διδακτυλιαῖα τῷ πλάτει, μήκει αὐτάρκη πρὸς τὴν χρείαν, καὶ ἄλλον τελαμῶνα μείζονα, τῷ πλάτει καὶ τῷ μήκει ἱκανὸν ἐξαρκέσαι πρὸς τὴν ἐπίδεσιν.

48

.

28

.

2

οὗτος δ’ ὁ τελαμὼν κατὰ τὴν μίαν ἀρχὴν εἰς δύο σκέλη ῥήγνυται,

48

.

28

.

3

ῥήγνυται δὲ κατὰ τὸ πλεῖον αὐτοῦ μέγεθος. πρὸς δὲ τὴν ἐπίδεσιν τῶν δύο στενῶν τελαμωνιδίων ἓν τὸ στενότερον πλάγιον κατὰ τῆς

48

.

28

.

4

κορυφῆς τάσσεται, οὗ αἱ ἀρχαὶ ἐῶνται παρειμέναι κάτω. καὶ τότε τοῦ μεγάλου τελαμῶνος τὸ συνεχὲς μέρος ἀπὸ κορυφῆς καὶ βρέγματος ἐπὶ μέτωπον καὶ τὸν δεόμενον σκέπης ὀφθαλμόν, καὶ τότε τὰ σκέλη τοῦ τελαμῶνος ὑπὸ τὴν σιαγόνα ἐνηνεγμένα διὰ τοῦ αὐχένος ἐπ’
5ἰνίον ἄγεται καὶ πρὸς ἄλληλα ἁμματίζεται ἅμματι ἁπλῷ, εἶθ’ ὁμόσε αἱ ἀρχαὶ ἄγονται, καὶ πρὸς διακρατουμένην 〈τὴν〉 ἄσχιστον ἀρχὴν

48

.

28

.

5

διπλοῖς ἅμμασιν ἀσφαλίζονται. μετὰ δὲ τὸν ἁμματισμὸν ἐναλλάσσον‐ ται αἱ ἀρχαὶ τοῦ πλαγίου τελαμῶνος (λέγεται δ’ οὗτος ἀγκτήρ), ἵνα τῇ τῶν ἀρχῶν ἐναλλαγῇ ὡς ὑπὸ τοπικοῦ ἅμματος κρατηθῇ ὁ τελα‐

48

.

28

.

6

μών. τούτων δὲ τῶν ἀρχῶν καθειλκυσμένων, τοῦ πλατυτέρου τελα‐ μῶνος ἡ μεσότης προστίθεται τῷ ἰνίῳ, οὗ αἱ ἀρχαὶ ὑπεράνω ὤτων ἄγονται, καὶ ἁμματίζονται πρὸς ἀλλήλας κατὰ τὰ ἄνω μέρη τοῦ

48

.

28

.

7

μετώπου· ἐπὶ τέλει δὲ τοῦ ἀγκτῆρος αἱ ἀρχαὶ κατὰ τὴν κορυφὴν

48

.

28

.

8

πρὸς ἀλλήλας διαδέονται. ἡ ἐπίδεσις ὡς ἐφ’ ἑνὸς ὀφθαλμοῦ εἴρηται· ὡς ἐξ ἐπινοίας δὲ τῶν εἰρημένων δυνατὸν ἔσται ἀμφοτέρους ἐπιδῆσαι

48

.

28

.

9

τοὺς ὀφθαλμούς. ὀθονίοις σχιστοῖς ἐπιδέονται οἱ ὀφθαλμοί, ὡς ἱστό‐

48

.

28

.

10

ρησα ὑμῖν. τῇ τάξει ἐπὶ τοὺς εἰλητοὺς μέτειμι.

48

.

29

t

Ἁπλοῦς ὀφθαλμός· οἱ δ’ ἔφασαν Ἱπποκράτους ὀφθαλμός.

48

.

29

.

1

Τελαμῶνος αὐτάρκους πρὸς τὴν χρείαν τῆς ἀρχῆς διακρατουμέ‐
νης ἐκ πλαγίων τῆς κεφαλῆς, ἀπ’ ἰνίου ἄγεται λοξὴ ὑπὸ λοβὸν ὠτὸς τοῦ πλησίον, καὶ τότε κατὰ τοῦ ὀφθαλμοῦ τοῦ δεομένου σκέπης, εἶτ’ ἐπὶ τὸ μέτωπον ἀνάγεται, ἀπὸ τοῦ μετώπου ἐπὶ τὸ βρέγμα, ἀπὸ τοῦ
5βρέγματος ἐπ’ ἰνίον, ἀπ’ ἰνίου μετωπιαία κυκλοτερὴς περιείλησις, ἐπὶ τέλει τοῦ ἅμματος γινομένου κατὰ τὰ ἀπολήγοντα τοῦ βρέγματος.

48

.

30

t

Διπλοῦς ὀφθαλμός.

48

.

30

.

1

Ἐπὶ τετελειωμένῳ τῷ ἁπλῷ ὀφθαλμῷ χωρὶς τῆς μετωπιαίας περι‐ ειλήσεως ὁ διπλοῦς ὀφθαλμὸς ἔχει ἀπ’ ἰνίου λοξὴν ἐπαγωγὴν ἐπὶ κορυφὴν καὶ βρέγμα, μέτωπον, ὀφθαλμὸν τὸν ἕτερον πρὸς τὴν σκέ‐ πην, χιέσματος κατὰ τὸ μέτωπον γεγονότος, εἶθ’ ὑπὸ λοβὸν ὠτὸς
5τοῦ πλησίον, καὶ τότε ἐπ’ ἰνίον, ἀπ’ ἰνίου μετωπιαία κυκλοτερὴς πε‐ ριείλησις, πάλιν τοῦ ἅμματος γινομένου κατὰ τὰ ἀπολήγοντα τοῦ

48

.

30

.

2

βρέγματος. οὗτος ὁ ἐπίδεσμος εὐθετεῖ πρὸς τὴν ἀμφοτέρων τῶν ὀφθαλμῶν ἐπίδεσιν.

48

.

31

t

Ἀμύντου χάραξ.

48

.

31

.

1

Ἐπὶ τετελειωμένῳ τῷ ἁπλῷ ὀφθαλμῷ ἔχει ὁ τοῦ Ἀμύντου χάραξ περισσὴν κυκλοτερῆ περιείλησιν ἀπ’ ἰνίου γινομένην ὑπὸ λοβοὺς ὤτων κατὰ μέσης τῆς ῥινός, πάλιν τοῦ ἅμματος κατὰ τὰ ἀπολήγοντα τοῦ

48

.

31

.

2

βρέγματος γινομένου. εὐθετεῖ δ’ ἐφ’ ὧν ὀφθαλμὸν ἅμα καὶ ῥῖνα ἐπι‐

48

.

31

.

3

δῆσαι θέλομεν. ἐπὶ τῶν πλαγίων τοῦ τῆς ῥινὸς ὀστώδους, ἐφ’ ὧν οἱ λεγόμενοι αἰγίλωπες καὶ ἀγχίλωπες γίνονται, τοῦ ἑτέρου μέρους ἐπι‐

48

.

31

.

4

δεομένου, ἐπιδέσει χρῶμαι τοιαύτῃ. δεῖ δὲ πρὸς τὴν ἐπίδεσιν τελαμω‐ νίδιον λαβεῖν ὡς δακτυλιαῖον τῷ πλάτει, μήκει ἱκανὸν ἐξαρκέσαι πρὸς τὴν ἐπίδεσιν, ἔπειτα τὴν ἀρχὴν τάξαι κατὰ τὸν τῆς κορυφῆς τόπον, ἀπὸ δὲ τῆς κορυφῆς καὶ τοῦ βρέγματος ἀγαγεῖν λοξὴν καταβολὴν ὡς
5ἐπὶ τὸ μέτωπον ἐκ πλαγίων τοῦ τῆς ῥινὸς ὀστώδους, εἶτ’ ἐπὶ χαλι‐ νόν, ἀπὸ τοῦ χαλινοῦ ὑπὸ τὸν ἀνθερεῶνα, ἀπὸ τοῦ ἀνθερεῶνος ἐπὶ τὸν αὐχένα, εἶτ’ ἐπ’ ἰνίον, ἀπ’ ἰνίου κυκλοτερῆ μετωπιαίαν περιείλη‐ σιν ἐπιτελέσαι, καὶ τότε τῇ κατ’ ἰνίον κυκλοτερεῖ περιειλήσει ἐπεμβα‐ λεῖν τὸ τοῦ τελαμωνιδίου πέρας, ἢ κάτωθεν ἄνω ἢ ἄνωθεν κάτω,
10ἔπειτα τὰς ἀρχὰς ἁμματίσαι πρὸς ἀλλήλας κατὰ τὸν τῆς κορυφῆς τόπον.

48

.

32

t

Σχιστὸς ἐπὶ ῥινός.

48

.

32

.

1

Τελαμῶνα δεῖ ἑτοιμάσαι πλάτει καὶ μήκει αὐτάρκη πρὸς τὴν δηλουμένην ἐπίδεσιν, καὶ πάλιν τοῦτον, ὡς εἴρηται ἐπὶ τοῦ ὀφθαλ‐ μοῦ, κατὰ μίαν ἀρχὴν ῥῆξαι ἐπὶ τὸ πλεονάζον μέρος τοῦ μήκους.

48

.

32

.

2

τούτου τοῦ λεγομένου ἡ συνεχὴς ἀρχὴ τάσσεται κατὰ τὸν τῆς κορυ‐ φῆς καὶ τοῦ βρέγματος τόπον, εἶτ’ ἄγεται ἐπὶ τὸ μέτωπον καὶ τὴν

48

.

32

.

3

ῥῖνα πρὸς τὴν σκέπην αὐτῆς. τῶν δὲ τοῦ τελαμῶνος σκελῶν ἀπὸ τοῦ σφαιρίου παρειμένων κάτω, στενοῦ τελαμωνιδίου ἡ μεσότης κατὰ τῶν σκελῶν τῷ ἄνω χείλει 〈προστίθεται, οὗ αἱ ἀρχαὶ〉 ὑπὸ λοβοὺς ὤτων ἄγονται 〈καὶ〉 κατὰ τὰ ὀπίσθια μέρη τῆς κορυφῆς πρὸς ἀλλή‐
5λας ἁμματίζονται ἅμματι ἁπλῷ, ἔπειθ’ ὁμόσε πρὸς τὴν διακρατουμέ‐ νην ἄσχιστον ἀρχὴν κατὰ τὴν κορυφὴν καὶ τὸ βρέγμα διπλοῖς

48

.

32

.

4

ἅμμασιν ἁμματίζονται. καὶ τὰ παρειμένα σκέλη ἐναλλάσσονται πρὸς τὴν τῶν πτερύγων συναγωγήν, ἔπειτα δι’ ἀλλήλων ἀνάγεται καὶ κατὰ

48

.

32

.

5

τὸν τῆς κορυφῆς τόπον ἁμματίζεται πρὸς ἄλληλα. ἐπὶ τέλει δὲ πρὸς συνοχὴν ὅλης τῆς ἐπιδέσεως τελαμωνιδίου ὡς διδακτυλιαίου καὶ πο‐ σὸν στενοτέρου ἡ μεσότης τῇ ῥινὶ προστίθεται, οὗ τὰ χαλάσματα δι’ ἀλλήλων ὑπὸ λοβοὺς ὤτων ἄγεται, αἱ δ’ ἀρχαὶ κατ’ ἰνίον ἐναλλα‐
5γεῖσαι ὑπεράνω ὤτων φέρονται 〈καὶ〉 κατὰ τὰ ἀπολήγοντα τοῦ

48

.

32

.

6

βρέγματος πρὸς ἀλλήλας ἁμματίζονται. τούτῳ δὲ μάλιστα τῷ ἐπι‐ δέσμῳ χρώμεθα ἐπί τε πουλύπων μετὰ τὴν χειρουργίαν καὶ ἐπὶ τῶν αἱμορραγούντων μυξωτήρων ἐπί τε ἄλλων τῶν ἐν τοῖς πόροις γινο‐ μένων παθῶν.

48

.

33

t

Μεταγωγεὺς Ἡλιοδώρου.

48

.

33

.

1

Τοῦ μυκτῆρος εἰς τὰ πλάγια μέρη διεστραμμένου, ἔδοξέ μοι μετὰ τὸν διαπλασμὸν καὶ τὴν τῶν ἐλλυχνίων μότων ἔνθεσιν καὶ στηριζόν‐ των τὸν μυκτῆρα, ἅμα καὶ τοῦ ὠοβραχοῦς ἐρίου ἐσκεπακότος τὴν ῥῖνα,

48

.

33

.

2

χρήσασθαι ἐπιδέσει πρὸς τὴν τοῦ διαπλασμοῦ ἀσφάλειαν. πολὺ πρό‐ τερον δ’ ἐχρήσατο τῇ μεταγωγῇ ὁ ἀρχαῖος Ἱπποκράτης διὰ τοῦ

48

.

33

.

3

Καρχηδονίου ἱμάντος. ἱμάντα ἑτοιμάσας αὐτάρκη πρὸς τὴν χρείαν, τὴν μίαν αὐτοῦ ἀρχὴν τὴν πλατυτέραν ἀπογλύψας, λεπτοτέραν γενο‐ μένην ταυροκόλλῃ καταχρίσας, ἐκ πλαγίων τῷ μυκτῆρι προσέθηκεν.

48

.

33

.

4

ἔπειθ’ ὑπειλήσας δηλονότι τοῖς πτερυγίοις καὶ τῷ κίονι ἤγαγεν ὑπὸ λοβὸν ὠτὸς τοῦ πλησίον, καὶ τὴν κεφαλὴν ἐπιστρέψας ἐξ ἐπεμβολῆς

48

.

33

.

5

τοῦ πέρατος ἠσφαλίσατο τὴν ἐπίδεσιν. ἡ μὲν ἐπίνοια αἱρετὴ συνεργῆ‐ σαι δυναμένη τῇ μονῇ τοῦ διαπεπλασμένου μυκτῆρος, οὐκ ἐπὶ κεφαλῆς δέ, ἐπείπερ εἴωθε χαλατονεῖν· ὁρμηθεὶς δ’ ἀπὸ τῆς ἐπινοίας τοῦ

48

.

33

.

6

θαυμασιωτάτου Ἱπποκράτους, ἐπιδέσμῳ ἐχρησάμην τοιούτῳ. στε‐ νοῦ τελαμωνιδίου ὡς διδακτυλιαίου τῷ πλάτει τὴν ἀρχὴν τάξας κατὰ τὴν κορυφὴν καὶ τὸ βρέγμα, ἤγαγον εὐθεῖαν κατὰ τοῦ μετώπου, ἀφεὶς ἐκ πλαγίων τῆς ῥινὸς ὑπὸ τὸν μυκτῆρα ἀπευθύνουσαν τὴν
5διαστροφήν, εἶθ’ ὑπὸ λοβὸν ὠτὸς τοῦ πλησίον, ἀπὸ δὲ τούτου τοῦ

48

.

33

.

7

τόπου ὑπ’ ἰνίον· ἀπ’ ἰνίου κυκλοτερῆ περιείλησιν ὑπὸ λοβοὺς ὤτων
καὶ τῆς ῥινὸς πλησίον τοῦ σφαιρίου, ἅμα μὲν πρὸς κράτημα τῆς εὐθείας, ἅμα δὲ συναπευθύνουσαν τὸν διαστραφέντα μυκτῆρα, μετὰ δὲ ταύτην ἄλλην συντελέσας περιείλησιν, τὸ τοῦ τελαμωνιδίου πέρας
5ἐπεμβαλλόμενος τῇ κατ’ ἰνίον κυκλοτερεῖ περιειλήσει, τὰς ἀρχὰς ἡμ‐ μάτισα πρὸς ἀλλήλας κατὰ τὸν τῆς κορυφῆς τόπον.

48

.

34

t

Κράτημα Ἡλιοδώρου.

48

.

34

.

1

Τοῦ τῆς ῥινὸς ὀστώδους ἀποτεθραυσμένου καὶ διεστραμμένου, μετὰ τὸν τοῦ κατάγματος διαπλασμόν, ὅλῃ τῇ ῥινὶ ἐπιτεθέντος σπλη‐ νίου καταγματικῆς δυνάμεως, ἢ ἄλλου τινὸς ἐπιθέματος δοκιμασθέν‐ τος, τῶν ἑκατέρωθεν τοῦ ὀστώδους προσπτυγματίοις παραπεπληρω‐

48

.

34

.

2

μένων, εἴωθα ἐπιδέσει συνέχειν τὸ ἡρμοσμένον κάταγμα. στενοῦ τελαμωνιδίου τὴν ἀρχὴν τάσσω κατὰ τὴν κορυφὴν καὶ τὸ βρέγμα, εἶτ’ ἄγω λοξὴν κατὰ τὸ μέτωπον ἐκ πλαγίων τοῦ τῆς ῥινὸς ὀστώ‐ δους, ἀπὸ δὲ τούτου ἐπὶ τὸν πλησίον τῶν χειλῶν χαλινόν, εἶτ’ ἐπὶ
5τὴν σιαγόνα, 〈ἀπὸ τῆς σιαγόνοσ〉 ὑπὸ τὸν ἀνθερεῶνα, ἀπὸ τοῦ ἀν‐ θερεῶνος ἐπ’ ἰνίον, ἀπ’ ἰνίου ἄγω λοξὴν ἐπὶ κορυφὴν καὶ τὸ βρέγμα ἀντικειμένην τῇ πρώτῃ, καὶ πάλιν κατὰ τὰ πλάγια τοῦ ὀστώδους ὡς ἐπὶ τὸν ἕτερον χαλινόν, εἶθ’ ὑπὸ τὸν ἀνθερεῶνα ἐπὶ τὸν αὐχένα καὶ

48

.

34

.

3

τὸ ἰνίον. καὶ ἀπὸ τοῦ ἰνίου μετωπιαία κυκλοτερὴς περιείλησις, καὶ πάλιν ἐπ’ ἰνίον, ἀπ’ ἰνίου κατὰ μέσης τῆς ῥινὸς ὑπεράνω μυκτῆρος πλησίον τοῦ ὀστώδους ὑπὸ τοὺς λοβοὺς τῶν ὤτων, εἶτ’ ἄλλη μετω‐

48

.

34

.

4

πιαία. καὶ πάλιν τὸ τοῦ δεσμιδίου πέρας ἐπεμβάλλεται ταῖς κατ’ ἰνίον κυκλοτερέσι περιειλήσεσιν, ἔπειτα πρὸς τὴν διακρατουμένην ἀρχὴν

48

.

34

.

5

ἁμματίζεται [καὶ] κατὰ τὸν τῆς κορυφῆς τόπον. ἀπὸ τῆς ῥινὸς γενό‐ μενος ἐπὶ τὰ χείλη μέτειμι.

48

.

35

t

Χειλοφύλαξ Ἡλιοδώρου.

48

.

35

.

1

Ἀγκτῆρα δεῖ τάξαι κατὰ τὸν τῆς κορυφῆς τόπον, ἔπειτα τελαμω‐ νιδίου στενοῦ τὴν μεσότητα τῷ ἰνίῳ προσθεῖναι, οὗ τὰ χαλάσματα κατ’ ἐναλλαγὴν ἐπὶ τὸ χεῖλος ἀγαγεῖν, καὶ τότε διὰ τῶν σιαγόνων παρὰ τὰ μῆλα πλησίον τῶν ὤτων τὰς ἀρχὰς ἀγαγεῖν ὑπεράνω ἰνίου
5ὡς ἐπὶ τὰ ὀπίσθια τῆς κορυφῆς, ἃς καὶ ἐναλλάξαι, καὶ μετὰ τὸ χίε‐ σμα ὑπεράνω ὤτων ἀγαγεῖν καὶ κατὰ τὰ ἀπολήγοντα τοῦ βρέγματος ἁμματίσαι· ἐπὶ τέλει δὲ δεῖ τὰς τοῦ ἀγκτῆρος ἀρχὰς ἁμματίσαι καὶ

48

.

35

.

2

πρὸς ἀλλήλας διαδῆσαι. ἐπὶ δὲ τοῦ κάτω χείλους ἀγκτῆρα δεῖ πλά‐ γιον τάξαι κατὰ τὸν τῆς κορυφῆς 〈τόπον〉, οὗ τὰς ἀρχὰς ἐᾶσαι χαλα‐ σθῆναι κάτω, καὶ τότε μεσότητα τελαμῶνος στενοῦ προσθεῖναι τῷ ἰνίῳ, ἔπειτα κατ’ ἐναλλαγὴν ἐπαγαγεῖν τῷ χείλει καὶ τότε ἐπὶ τὸ
5ἰνίον ἐνεγκεῖν, ἀπὸ δὲ τοῦ ἰνίου ὑπεράνω τῶν ὤτων ὡς ἐπὶ τὰ ἀπο‐ λήγοντα τοῦ βρέγματος καὶ κατὰ τοῦ μετώπου ἁμματίσαι αὐτά, καὶ νὺν ἤδη 〈τοῦ〉 συνοχῆς χάριν τῆς ὅλης ἐπιδέσεως προκαταβεβλημένου ἀγκτῆρος τὰς ἀρχὰς κατὰ τὸν τῆς κορυφῆς τόπον ἁμματίσαι.

48

.

36

t

Σχιστὸς ἐπὶ γενείου.

48

.

36

.

1

Τελαμῶνα δεῖ λαβεῖν αὐτάρκη ὄντα πρὸς τὴν ἐπίδεσιν 〈καὶ〉 ἑκα‐ τέρωθεν ἐπιρρῆξαι κατὰ τὰ πλείονα μέρη εἰς σκέλη τέσσαρα, ἔπειτα τοῦ τελαμῶνος τούτου τὴν μεσότητα προσθεῖναι τῷ γενείῳ καὶ τὰ ἄνω σκέλη διὰ τῶν σιαγόνων ἐπ’ ἰνίον ἀγαγεῖν καὶ ἁμματίσαι ἅμματι
5ἁπλῷ, τὰ δὲ κάτω σκέλη ἔμπροσθεν τῶν ὤτων διὰ τῶν κροτάφων ἐπὶ τὸ βρέγμα ἀγαγεῖν καὶ πάλιν πρὸς ἄλληλα ἁμματίσαι ἅμματι ἁπλῷ, ἔπειτα αὐτῶν ἐνηλλαγμένας τὰς ἀρχὰς κατὰ τὸν τῆς κορυφῆς τόπον διπλοῖς ἅμμασιν.

48

.

37

t

Σχιστὸς ἐπὶ σιαγόνος, ἀνθερεῶνος, παρειῶν.

48

.

37

.

1

Ἐπίδεσμον δεῖ λαβεῖν ἑξασκελῆ, οὗ τὸ συνεχὲς μέρος ὑποθεῖναι τῷ ἀνθερεῶνι, δι’ αὐτοῦ δ’ ἅμα καὶ τὰς παρειὰς ὅλας σκεπάσαι καὶ τὰς σιαγόνας, ἔπειτα δύο σκέλη τὰ ἐμπρόσθια ἔμπροσθεν τῶν ὤτων διὰ τῶν κροτάφων ἀγαγεῖν ἐπὶ τὸ βρέγμα καὶ πρὸς ἄλληλα ἁμματί‐
5σαι ἅμματι ἁπλῷ, δύο δὲ τὰ ὄπισθεν τῶν ὤτων ἀναγαγεῖν καὶ κατὰ τὰ ὀπίσθια τῆς κορυφῆς πάλιν πρὸς ἄλληλα ἁμματίσαι ἅμματι 〈ἁπλῷ〉, ὧν τὰς ἀρχὰς ἐνηλλαγμένας πρὸς ἀλλήλας διαδῆσαι τοῖς διπλοῖς

48

.

37

.

2

ἅμμασιν. ἐπὶ τέλει δὲ δεῖ τὰ ὀπίσθια σκέλη ἀπὸ τοῦ ἰνίου κατ’ ἐναλλαγὴν ὑπεράνω τῶν ὤτων ἀναγαγεῖν καὶ κατὰ τὸ μέτωπον ἁμ‐

48

.

37

.

3

ματίσαι. τούτῳ τῷ ἐπιδέσμῳ συνεχέστατα χρώμεθα ἐπί τε παρωτίδων καὶ χοιράδων καὶ τῶν ἄλλων τοπικῶν παθῶν.

48

.

38

t

Φορβεὰ ἐπὶ γένυος καθ’ ἓν μέρος ἐξαρθρηκυίας καὶ ἐπὶ τῶν κυνικῶς σπωμένων.

48

.

38

.

1

Εἰλῆσαι δεῖ τὸν ἐπίδεσμον ἀπὸ δύο ἀρχῶν ἕως τῆς μεσότητος, εἶτ’ αὐτοῦ τὴν μεσότητα προσθεῖναι τῷ ἰνίῳ, καὶ τότε τῷ ὑπηρέτῃ προσδοῦναι τὸ ἓν τοῦ τελαμῶνος εἴλημα, ἔπειτα ἀπὸ τοῦ ἰνίου ἐκ τοῦ ἑτέρου εἰλήματος λοξὴν ἀγαγεῖν καταβολὴν ἐπὶ τὸ βρέγμα, ἀπὸ
5τοῦ βρέγματος εἰς εὐθεῖαν ἐπιτελέσαι παρειάδα ἀπευθύνουσαν τὴν διαστραφεῖσαν γένυν, εἶτ’ ἐπὶ τὸν ἀνθερεῶνα, ἀπὸ τοῦ ἀνθερεῶνος ἀντικειμένην παρειάδα ἀποτελέσαι, καὶ τότε ἐπὶ τὸ βρέγμα λοξήν,
εἶτ’ ἐπ’ ἰνίον, καὶ ταύτην μὲν τὴν ἀρχὴν προσδοῦναί τινι διακρατῆ‐ σαι, ἐκ δὲ τοῦ ἑτέρου εἰλήματος τὴν μετωπιαίαν καὶ τὴν γενειάδα
10συντελέσαι, ἵνα καὶ αὗται αἱ κυκλοτερεῖς περιειλήσεις ἀναλογήσασαι τῇ πρώτῃ παρειάδι ἀπευθύνωσι τὴν στροφήν.

48

.

39

t

Φορβεὰ ἡ κυρίως ἀπὸ δύο ἀρχῶν πλεκομένη.

48

.

39

.

1

Ἀπὸ τῶν δύο ἀρχῶν εἰλημένου τοῦ ἐπιδέσμου, ἡ τοῦ τελαμῶνος μεσότης ὑποτίθεται τῷ ἀνθερεῶνι, ἀπὸ τοῦ ἀνθερεῶνος ἀνάγονται δύο παρειάδες ὡς ἐπὶ τὸ βρέγμα, ἔνθα γίνονται δύο λοξαὶ χιεζού‐ μεναι, εἶτ’ ἐπ’ ἰνίον, ἀπ’ ἰνίου δύο μετωπιαῖαι ἐναλλασσομένων τῶν
5ἀρχῶν καὶ δύο γενειάδες, εἶτ’ ἐπ’ ἰνίον, καὶ τότε αἱ ἀρχαὶ κατὰ τὸν

48

.

39

.

2

εἰρημένον τρόπον ἁμματίζονται. αὕτη ἡ ἐπίδεσις εὐθετεῖ ἐφ’ ὧν κατ’ ἀμφότερα τὰ μέρη γένυς ἐξήρθρηκε, καὶ ἐπὶ τῶν ὅλον τὸ πρόσωπον κυνικῶς σπωμένων.

48

.

40

t

Διεζευγμένος.

48

.

40

.

1

Οὗτος ὁ ἐπίδεσμος πλέκεται ἐκ τῆς κυρίως ἀπὸ τῶν δύο ἀρχῶν συντελουμένης φορβεᾶς ἐπιδέσεως χωρὶς τῆς γενειάδος· εὐθετεῖ δ’ ἐπὶ τῆς κάτω γένυος καταγείσης.

48

.

41

t

Ἀπολλωνίου θηρὸς μόνωψ.

48

.

41

.

1

Τῆς ἀρχῆς τοῦ τελαμῶνος ἐκ πλαγίων τῆς κεφαλῆς διακρατου‐ μένης, ἀπ’ ἰνίου ἄγεται λοξὴ ὑπὸ λοβὸν ὠτὸς τοῦ πλησίον, ἔπειτα κατὰ τοῦ ὀφθαλμοῦ τοῦ δεομένου σκέπης· ἀπὸ δὲ τούτου ἐπὶ τὸ μέτωπον καὶ τὸ βρέγμα ἄγεται, εἶτ’ ἐπ’ ἰνίον· ἐπὶ τέλει δ’ ἅμματα

48

.

41

.

2

γίνεται κατὰ τὰ ἀπολήγοντα τοῦ βρέγματος. ὁ ἐπίδεσμος οὗτος εὐθετεῖ πρὸς ἐπίδεσιν τοῦ ἐκ πλαγίων τῆς γένυος τοῦ κατὰ τὴν σι‐ αγόνα γεγονότος κατάγματος, ἀλλὰ δὴ καὶ πλησίον τοῦ ὀφθαλμοῦ δεομένου σκέπης.

48

.

42

t

Ἡμίτομος.

48

.

42

.

1

Πάλιν τῆς ἀρχῆς τοῦ ἐπιδέσμου ὡσαύτως κρατουμένης κατὰ τὰ ἀντικείμενα μέρη τοῦ ἰνίου, ἀπ’ ἰνίου ἄγεται λοξὴ ἐπὶ κορυφὴν καὶ βρέγμα, ἀφ’ ἧς παρειὰς γίνεται, εἶθ’ ὑπὸ τὸν ἀνθερεῶνα ὁ τελαμὼν ἄγεται, ἀπὸ δὲ τοῦ ἀνθερεῶνος λοξὴ πλησίον τοῦ χαλινοῦ ἐκ πλα‐
5γίων τοῦ τῆς ῥινὸς ὀστώδους, καὶ τότε ἐπὶ τὸ μέτωπον καὶ τὸ βρέγμα, εἶτ’ ἐπ’ ἰνίον, ἀπ’ ἰνίου μετωπιαία κυκλοτερὴς περιείλησις, καὶ πάλιν ἐπ’ ἰνίον, ἀπ’ ἰνίου γενειάς, εἶτ’ ἐπ’ ἰνίον· τὸ δ’ ἅμμα

48

.

42

.

2

γίνεται κατὰ τὰ ἀπολήγοντα τοῦ βρέγματος. οὗτος ὁ ἐπίδεσμος ἀνα‐ γέγραπται ἐπὶ τῶν κυνικῶς σπωμένων καθ’ ἓν μέρος τὸ πρόσωπον
καὶ ἐπὶ τῆς καθ’ ἓν μέρος ἐξηρθρηκυίας γένυος.

48

.

43

t

Ἐπάνεσις.

48

.

43

.

1

Ἐπὶ προπλακέντι τῷ χωρὶς ὤτων λαγωῷ ἐπιδέσμῳ χωρὶς τοῦ ἁμματισμοῦ, ἐκείνη ἐπάνεσις· ἀπ’ ἰνίου λοξὴ ἐπὶ κορυφὴν καὶ βρέγμα, ἔπειτα δὲ δύο παρειάδες, καὶ τότε ἐπ’ ἰνίον, πάλιν τοῦ ἅμματος ἐπὶ τέλει τῆς ἐπιδέσεως κατὰ τὰ ἀπολήγοντα τοῦ βρέγματος γινομένου.

48

.

43

.

2

εὐθετεῖ δ’ ἡ ἐπίδεσις αὕτη ἐπὶ τῆς κάτω γένυος καταγείσης καὶ ἐπὶ τῶν κατὰ τὰς ῥαφὰς διαστημάτων.

48

.

44

t

Φάλαρα.

48

.

44

.

1

Ἐπὶ τετελειωμένῃ τῇ ἐπανέσει οὗτος ὁ ἐπίδεσμος ἔχει περισσὴν ἀπ’ ἰνίου κυκλοτερῆ περιείλησιν ἀγομένην κατὰ τοῦ γενείου. εὐθετεῖ δ’ ἐφ’ ὧν ἡ ἐπάνεσις, ἅμα σπουδαζόντων ἡμῶν συνεπιδῆσαι τὸ γένειον.

48

.

45

t

Γλαυκείου ῥόμβος φάλαρα.

48

.

45

.

1

Τοῦ τελαμῶνος ἀπὸ τῶν δύο ἀρχῶν εἰλημένου, ἡ μεσότης αὐτοῦ προστίθεται τῷ ἰνίῳ, ἔπειτα ἀπάγονται δύο λοξαὶ ὑπὸ λοβοὺς ὤτων κατὰ τῶν ὀφθαλμῶν ὡς ἐπὶ τὸ βρέγμα, καὶ ἐνθάδε γίνεται χίεσμα, εἶτ’ ἐπ’ ἰνίον, ἀπ’ ἰνίου δύο παρειάδες, καὶ πάλιν ἐπ’ ἰνίον, ἀπ’ ἰνίου
5δύο κυκλοτερεῖς, μετωπιαία καὶ γενειάς· πάλιν δὲ τὸ ἅμμα ὑπεράνω

48

.

45

.

2

μετώπου γίνεται. οὗτος ὁ ἐπίδεσμος εὐθετεῖ πρὸς ἐπίδεσιν τῶν σιαγόνων καὶ τῶν ὀφθαλμῶν.

48

.

46

t

Στάχυς.

48

.

46

.

1

Ὁ ἐπίδεσμος οὗτος πλέκεται τρόπῳ τούτῳ· ἡ ἀρχὴ τοῦ τελα‐ μῶνος ἐπερρηγυῖα εἰς ἀρχὰς δύο, ὅταν ἁμματίζηται ἡ ἐπίδεσις, τάσ‐ σεται ὑπὸ τὴν ἀντικειμένην μασχάλην ὡς ἐπὶ τὸν μασθόν, εἶτ’ ἐξ‐ όπισθεν ἄγεται λοξὴ καταβολὴ κατὰ τοῦ νώτου ὡς ἐπ’ ὠμοπλάτην,
5σφαγήν, κλεῖδα τὴν κατὰ τὸ πάσχον μέρος, εἶθ’ ὑπειλεῖται τῇ μα‐ σχάλῃ, ἀπὸ τῆς μασχάλης ἀνάγεται ὡς ἐπ’ ὠμοπλάτην καὶ κλεῖδα τὴν αὐτήν, 〈εἶθ’〉 ὡς ἐπὶ τὸ στῆθος καὶ τὴν ἀντικειμένην μασχάλην,

48

.

46

.

2

χιέσματος γεγονότος κατὰ τὴν σφαγήν. ἡ δὲ τῆς ἐπιδέσεως νομὴ

48

.

46

.

3

κατὰ τῶν αὐτῶν γίνεται πρὸς τὴν τῶν γυμνῶν σκέπην. ἐπὶ τέλει δὲ μία κυκλοτερὴς δοκιμάζεται περιείλησις κατὰ τοῦ νώτου καὶ τοῦ στή‐

48

.

46

.

4

θους. τὸ δὲ πέρας τοῦ τελαμῶνος ἐπιρρήγνυται, καὶ τότε αἱ ἀρχαὶ

48

.

46

.

5

πρὸς ἀλλήλας κατὰ τὸ στῆθος ἁμματίζονται. οὗτος ὁ ἐπίδεσμος εὐθε‐
τεῖ πρὸς ἐπίδεσιν νώτου, ὠμοπλάτης, σφαγῆς, κλειδός, μασχάλης.

48

.

47

t

Γερανίς.

48

.

47

.

1

Ἐπὶ τετελειωμένῳ τῷ στάχυϊ ἐπιδέσμῳ χωρὶς τῆς κατὰ τοῦ νώ‐ του καὶ τοῦ στήθους κυκλοτεροῦς περιειλήσεως ἔχει ἡ γερανὶς ἐπί‐ δεσις ἀπὸ τῆς ἀντικειμένης μασχάλης κυκλοτερῆ περιείλησιν ἐπαγο‐ μένην κατὰ τοῦ βραχίονος συνέχουσαν τὸν βραχίονα πρὸς τὰς πλευ‐

48

.

47

.

2

ράς. εὐθετεῖ δ’ ἐπὶ τοῦ ἐξηρθρηκότος ὤμου κατηρτισμένου, πρὸς τὴν

48

.

47

.

3

τοῦ ἄρθρου συνοχήν, καὶ ἐπὶ καταγείσης κλειδός. εἴωθα δὲ τὴν αὐτὴν ἐπίδεσιν ἀσφαλέστερον πλέκειν· μετὰ γὰρ τὴν κυκλοτερῆ περιείλησιν ἀπ’ ἀντικειμένης μασχάλης λοξὴν ἄγω κατὰ τοῦ νώτου, ὠμοπλάτης, σφαγῆς, κλειδός, εἶθ’ ὑπειλῶ τὴν μασχάλην συνέχων τὴν εἰρημένην
5κυκλοτερῆ περιείλησιν, καὶ τότε πάλιν φέρω ἐπ’ ὠμοπλάτην, σφαγήν, κλεῖδα τὴν αὐτήν, εἶτ’ ἐπὶ στῆθος καὶ τὴν ἀντικειμένην μασχάλην, ἐπὶ τέλει δὲ κυκλοτερῆ περιείλησιν ἐργασάμενος κατὰ τὸ στῆθος ἁμ‐ ματίζω τὰς ἀρχάς.

48

.

48

t

Θώραξ.

48

.

48

.

1

Ἡ τοῦ τελαμῶνος ἀρχὴ τάσσεται ὑπὸ [τὴν ἀντικειμένην] τὴν ἀριστερὰν μασχάλην καὶ ἐπάγεται λοξὴ κατὰ τοῦ νώτου, ὠμοπλάτης, σφαγῆς, κλειδὸς δεξιᾶς, καὶ ὑπειλεῖται τῇ μασχάλῃ καὶ ἄγεται κατὰ 〈τῶν〉 αὐτῶν ὡς ἐπὶ τὸ στῆθος καὶ τὴν ἀντικειμένην μασχάλην, ἀπὸ
5τῆς μασχάλης ἀνάγεται λοξὴ καταβολὴ κατὰ τῆς ἀριστερᾶς ὠμοπλάτης, εἶτ’ ἐπὶ τὴν κατακλεῖδα φέρεται, 〈καὶ〉 κατὰ τοῦ στήθους ὑπὸ τὴν δεξιὰν μασχάλην, ἀφ’ ἧς ἀνάγεται λοξὴ κατὰ τοῦ νώτου ἐπ’ ἀριστε‐ ρὰν ὠμοπλάτην, σφαγήν, κλεῖδα, μασχάλην, ἵνα γένηται χιέσματα τέσ‐ σαρα, ὧν δύο μὲν κατὰ τὰς κλεῖδας, τῶν δὲ λοιπῶν δύο τὸ μὲν

48

.

48

.

2

ἐμπρόσθιον κατὰ τὸ στῆθος, τὸ δ’ ὀπίσθιον κατὰ τὸν νῶτον. ἡ δ’

48

.

48

.

3

αὐτὴ τῆς ἐπιδέσεως γινέσθω νομὴ πρὸς τὴν τῶν γυμνῶν σκέπην. ἐπὶ τέλει δὲ μία ὀφείλει δοκιμασθῆναι κυκλοτερὴς περιείλησις, ἵνα κατὰ τὸ στῆθος γένηται τὰ ἅμματα. εὐθετεῖ δ’ ὁ ἐπίδεσμος οὗτος πρὸς ἐπί‐ δεσιν ὤμων, κλειδῶν, μασχαλῶν, στήθους.

48

.

49

t

Στηθοδεσμίς.

48

.

49

.

1

Δύο τελαμωνίδια δεῖ λαβεῖν, ἔπειτα τούτων τὰ μέσα ἐπιθεῖναι σφαγαῖς, εἶτα κλεισὶ καὶ ὠμοπλάταις, τὰς δ’ ἀρχὰς χαλασθῆναι ἐᾶσαι κάτω, καὶ τότε τῷ εἰλητῷ ἐπιδέσμῳ εἰλῆσαι καὶ σκεπάσαι τὸν νῶτον καὶ τὸν θώρακα, ἔπειθ’ ἁμματίσαι αὐτοῦ τὰς ἀρχὰς ἢ τὸ πέρας κα‐
5ταρράψαι πρὸς τὰς κυκλοτερεῖς περιειλήσεις, καὶ τότε τὰς τῶν τελα‐

48

.

49

.

2

μωνιδίων ἀρχὰς ἀναγαγεῖν καὶ κατὰ τὰς σφαγὰς ἁμματίσαι. οὗτος ὁ
ἐπίδεσμος εὐθετεῖ πρὸς ἐπίδεσιν νώτου τε καὶ θώρακος.

48

.

50

t

Ῥαπτὸς ἀνάδεσμος ἐπὶ μασθοῦ.

48

.

50

.

1

Τελαμῶνα λαβόντες πλάτει 〈καὶ〉 μήκει ἱκανὸν ἐξαρκέσαι πρὸς τὴν ἐπίδεσιν, διπλώσαντες αὐτὸν κατὰ μέσα μέρη, συρράπτομεν ἀπὸ μέσης τῆς διπλόης κάτω λοξὸν σχῆμα, ἔπειτα τὸ ἐπὶ τὴν συρραφὴν αὐτοῦ μέρος ἀποψαλίσαντες, ἵνα εὐρυχωρία γένηται πιλοειδὴς δυνα‐
5μένη χωρῆσαι τὸν μασθὸν σὺν τοῖς σκεπάσμασι, τούτου τὰς ἀρχὰς εἰς τέσσαρα ῥήξαντες, δύο καὶ δύο, τῷ ἀντικειμένῳ μέρει τῇ συρραφῇ, τῷ ὡσανεὶ χείλει τοῦ ὀθονίου, τελαμῶνα ὡς διδακτυλιαῖον τῷ πλάτει παρὰ μέρος προσράπτομεν, ὡς τὴν μὲν μακροτέραν εἶναι ἀρχήν, τὴν

48

.

50

.

2

δὲ κολοβωτέραν. ὁ δὲ τελαμὼν οὗτος ζώνη λέγεται μέν, παρασκευὴ

48

.

50

.

3

〈δὲ〉 τοιάδε· περιτίθεται τῷ μασθῷ τὸ τοῦ ἀναδέσμου χώρημα πρὸς τὴν σκέπην αὐτοῦ, ἔπειτα τὸ μακρότερον μέρος τῆς ζώνης ἐπὶ τὴν ῥάχιν ἄγεται καὶ ἐπὶ τὸν ὑγιῆ μασθὸν πρὸς τὴν κολοβωτέραν ἀρχὴν

48

.

50

.

4

ἁμματίζεται. τῶν δὲ σκελῶν δύο τὰ ἐμπρόσθια ἀνάγεται καὶ τῷ τέ‐ νοντι κατ’ ἐναλλαγὴν περιειλεῖται, τὰ δὲ λοιπὰ δύο πρὸς τὰς παρει‐ μένας ἀρχὰς ἁμματίζεται.

48

.

51

t

Εἰλητὸς ἐπίδεσμος ἐπὶ μασθῶν.

48

.

51

.

1

Μακροτέρου τελαμῶνος τῷ πλάτει αὐτάρκους ὄντος πρὸς τὴν χρείαν ἡ μία ἀρχὴ ῥήγνυται εἰς δύο σκέλη, τάσσεται δὲ κατὰ τὸν ἀντικείμενον τόπον πλησίον τοῦ ὑγιοῦς μασθοῦ, εἶτ’ 〈ἐπὶ ῥάχιν,〉 ἀπὸ ῥάχεως ἄγεται λοξὴ κατὰ τοῦ πεπονθότος μασθοῦ καὶ τῷ ὑγιεῖ ὑπει‐
5λεῖται, εἶτ’ ἐπὶ ῥάχιν, ἀπὸ ῥάχεως ἐπὶ τὸν πεπονθότα μασθὸν ἄνω ὡς ἐπὶ τὸν ὑγιῆ λοξή, ἵνα γένηται χίεσμα κατὰ τὸ μεσομάζιον, ἀπὸ

48

.

51

.

2

τούτου ἐπὶ ῥάχιν. αἱ ἐπινομαὶ κατὰ τῶν αὐτῶν πρὸς τὴν τῶν γυμ‐

48

.

51

.

3

νῶν σκέπην. τὸ δὲ πέρας τοῦ τελαμῶνος ῥήγνυται, καὶ τότε τὰ σκέλη πρὸς ἄλληλα ἁμματίζεται, οὗ μὲν ἅμματος ὑπὸ τὸν ὑγιῆ μα‐ σθὸν γινομένου, οὗ δ’ ὑπεράνω τούτου.

48

.

52

t

Ἐπὶ τοῦ ἀγκῶνος

48

.

52

1,2

εἰλητῷ ἐπιδέσμῳ τοιούτῳ χρώμεθα· τοῦ τελαμῶνος τὴν ἀρχὴν προσ‐

48

.

52

.

2

(2)

τιθέντες τοῦ βραχίονος κατὰ τὰ ἀπολήγοντα μέρη τὰ πλησιάζοντα τῷ ἀγκῶνι, κυκλοτερῆ περιείλησιν ἐργαζόμενοι τοπικήν, λοξὴν ἄγομεν καταβολὴν κατὰ τὸν ἐμπρόσθιον τόπον τοῦ ἀγκῶνος, καθ’ ὃν αἱ
5φλεβοτομίαι γίνονται, καὶ τῷ πήχει ὑπειλοῦντες ἀνάγομεν λοξὴν ὡς
ἐπὶ τὸν βραχίονα, ἵνα γένηται χίεσμα κατὰ τὸν ἐμπρόσθιον τόπον τοῦ

48

.

52

.

3

ἀγκῶνος. ἡ δὲ τῆς ἐπιδέσεως νομὴ κατὰ τῶν αὐτῶν ὀφείλει γενέσθαι πρὸς τὴν τῶν γυμνῶν σκέπην, ἀεὶ τοῦ ἅμματος ἐκ πλαγίων τοῦ

48

.

52

.

4

ἀγκῶνος γινομένου. κοινότερον δ’ ὅ τε βραχίων καὶ ὁ πῆχυς πάντα τε τὰ κῶλα ταῖς κυκλοτερέσι περιειλήσεσιν ἐπιδεδῆσθαι ὀφείλει, μεθ’ ὧν ἔσθ’ ὅτε καὶ ταῖς ἐπαγομέναις λοξαῖς καταβολαῖς πρὸς τὴν τῆς ἐπι‐ δέσεως ἀσφάλειαν, τούτου τοῦ ἐπιδέσμου τοῦ πέρατος ἢ καταρραπτο‐
5μένου ἢ στενῷ τελαμωνιδίῳ καταλαμβανομένου ἢ ῥηγνυμένου, ἵνα τὰ δύο σκέλη ἐνηλλαγμένα κατὰ τὸ ἕτερον μέρος τοῦ κώλου ἁμματισθῇ.

48

.

53

t

Ἔξακρος Μενεκρίτου.

48

.

53

.

1

Ἡ ἀρχὴ τοῦ ἐπιδέσμου τάσσεται κατὰ τὰ ἀπολήγοντα τοῦ πή‐ χεως πλησίον καρποῦ καὶ μετὰ μίαν τοπικὴν κυκλοτερῆ περιείλησιν ἄγεται λοξὴ κατὰ τοῦ μετακαρπίου, εἶθ’ ὑπειλεῖται τῷ κοίλῳ τῆς χειρός, ἀφ’ οὗ ἀνάγεται λοξὴ ἀντικειμένη τῇ πρώτῃ, ἵνα χίεσμα γένη‐
5ται κατὰ τὸ μετακάρπιον, ἀπὸ δὲ τοῦ μετακαρπίου ἐπὶ τὸν καρπόν.

48

.

53

.

2

πάλιν δ’ ἡ τῆς ἐπιδέσεως νομὴ κατὰ τῶν αὐτῶν γίνεται πρὸς τὴν

48

.

53

.

3

τῶν γυμνῶν σκέπην. οὗτος ὁ ἐπίδεσμος εὐθετεῖ πρὸς ἐπίδεσιν τοῦ καρποῦ καὶ τοῦ μετακαρπίου.

48

.

54

t

Καρκῖνος.

48

.

54

.

1

Στενοῦ τελαμωνιδίου ὡς διδακτυλιαίου ἡ ἀρχὴ προστίθεται τῷ καρπῷ καὶ τῷ κοίλῳ τῆς χειρός, ἔπειτα ἄγεται λοξὴ ἔσωθεν ἔξω ὡς ἐπὶ τὸν μέγαν δάκτυλον, εἶτ’ ἔξωθεν ἄλλη λοξὴ κατὰ τοῦ δακτύλου ὡς ἐπὶ τὸν καρπὸν ἀντικειμένη τῇ πρώτῃ, ἵνα γένηται χίεσμα κατὰ

48

.

54

.

2

τὰ ἔξω μέρη τοῦ ἀντίχειρος δακτύλου. κατὰ δὲ τῶν αὐτῶν ἡ ἐπί‐

48

.

54

.

3

δεσις πρὸς τὴν τῶν γυμνῶν σκέπην. ἐπὶ τέλει δὲ μία γίνεται κυκλο‐

48

.

54

.

4

τερὴς περιείλησις περὶ τὸν καρπόν, ὅπου καὶ τὸ ἅμμα. οὗτος ὁ ἐπί‐ δεσμος εὐθετεῖ πρὸς ἐπίδεσιν τοῦ μεγάλου δακτύλου τοῦ ἀντίχειρος λεγομένου.

48

.

55

t

Ἁπλοῦς βουβωνίσκος, ὅν τινες καρκῖνον ἐπὶ βουβῶνος προσηγόρευσαν.

48

.

55

.

1

Ἡ ἀρχὴ τοῦ ἐπιδέσμου κατὰ τὴν ἀντικειμένην λαγόνα τάσσεται, ἔπειτα ἀπὸ τῆς ὀσφύος ἄγεται λοξὴ κατὰ τοῦ βουβῶνος τοῦ δεομέ‐ νου σκέπης, καὶ τότε ὑπειλεῖται τῷ ἀκρισχίῳ, ἀπὸ τοῦ ἀκρισχίου ἀνάγεται ἐπὶ τὸν αὐτὸν βουβῶνα καὶ τὸ ἦτρον, ἵνα γένηται χίεσμα,

48

.

55

.

2

ἀπὸ τοῦ ἤτρου ἐπὶ τὴν ἀντικειμένην λαγόνα. ἡ δὲ τῆς ἐπιδέσεως

48

.

55

.

3

νομὴ κατὰ τῶν αὐτῶν γίνεται πρὸς τὴν τῶν γυμνῶν σκέπην. καὶ τότε μία κυκλοτερὴς περιείλησις δοκιμάζεται περὶ τὴν ὀσφὺν καὶ τὸ

48

.

55

.

4

ἦτρον, τῶν ἁμμάτων γινομένων κατὰ τὸ ἦτρον. οὗτος ὁ ἐπίδεσμος
εὐθετεῖ πρὸς ἐπίδεσιν βουβῶνος.

48

.

56

t

Διπλοῦς βουβωνίσκος.

48

.

56

.

1

Ἐπὶ τετελειωμένῳ τῷ ἁπλῷ βουβωνίσκῳ χωρὶς τῆς κυκλοτεροῦς περιειλήσεως ὁ διπλοῦς ἔχει ἀπὸ τῆς ὀσφύος λοξὴν καταβολὴν ὡς ἐπὶ τὸ ἦτρον καὶ τὸν ἕτερον βουβῶνα, εἶθ’ ὑπὸ τὸ ἀκρίσχιον, ἀπὸ τοῦ ἀκρισχίου ἐπὶ τὸν αὐτὸν βουβῶνα, ἵνα καθ’ ἑκάτερον φανῇ χίεσμα,

48

.

56

.

2

εἶτ’ ἐπὶ τὴν ὀσφύν. ἡ δὲ δευτέρα πλοκὴ κατὰ τῶν αὐτῶν γίνεται

48

.

56

.

3

πρὸς τὴν τῶν γυμνῶν σκέπην. οὗτος ὁ ἐπίδεσμός ἐστιν ἐπιτήδειος πρὸς τὴν τῶν δύο βουβώνων ἐπίδεσιν, ἐπὶ τέλει τῆς πλοκῆς τῆς κυκλοτεροῦς περιειλήσεως δοκιμαζομένης.

48

.

57

t

Βουβωνοφύλαξ.

48

.

57

.

1

Εἰλητοῦ ἐπιδέσμου πρὸς μίαν ἀρχὴν ὡς ἐπὶ τριπαλαίστου διαστή‐ ματος εὐθὺς τελαμὼν προσράπτεται πηχῶν δύο τὸ μέγεθος ἔχων.

48

.

57

.

2

τούτου τοῦ ἐπιδέσμου ἡ ἀρχὴ τάσσεται κατὰ τὴν ἀντικειμένην λα‐ γόνα, ἔπειτα 〈ὁ〉 εὐθὺς τελαμὼν ἐξόπισθεν ἀπὸ τῆς ὀσφύος καὶ τοῦ γλουτοῦ ὑπάγεται τῷ περιναίῳ, ἀπὸ τοῦ περιναίου ἄγεται ἐπὶ βου‐

48

.

57

.

3

βῶνα τὸν δεόμενον σκέπης. τούτου δὲ τοῦ τελαμῶνος ἀνατεινομένου, ἀπὸ [δὲ] τοῦ εἰλητοῦ ἐπιδέσμου ἐπάγονται δύο ἢ τρεῖς κυκλοτερεῖς περιειλήσεις, καὶ τότε ὁ τελαμὼν καθέλκεται δι’ αὐτοῦ ὡς ὑφ’ ἅμμα‐ τος, ἅμα ταῖς κυκλοτερέσι περιειλήσεσι πιεζομένου τοῦ βουβῶνος· εἶθ’
5ὑπειλεῖται τῷ ἀκρισχίῳ, ἀπὸ δὲ τούτου ἀνάγεται ἐπὶ τὸν αὐτὸν βου‐

48

.

57

.

4

βῶνα καὶ τὸ ἦτρον. καὶ τότε ἐκ τοῦ εἰλητοῦ ἐπιδέσμου ἡ τοῦ ἁπλοῦ βουβωνίσκου γίνεται πλοκή, τῶν ἁμμάτων συντελουμένων κατὰ τὸ

48

.

57

.

5

ἦτρον. ἄριστός ἐστιν ὁ ἐπίδεσμος οὗτος ἐπὶ βουβωνοκήλης, τῆς χειρ‐ ουργίας ὑπέρθεσιν ἐχούσης.

48

.

58

t

Ῥαπτὸς ἐφ’ ἕδρας.

48

.

58

.

1

Τελαμῶνα δεῖ λαβεῖν πλάτει 〈καὶ〉 μήκει ἱκανὸν πρὸς τὴν δη‐

48

.

58

.

2

λουμένην ἐπίδεσιν. πρὸς μίαν ἀρχὴν ἄλλος πλάγιος στερεώτερος τε‐ λαμὼν προσράπτεται, ὡς τριδακτυλιαῖος τῷ πλάτει· ζώνη δ’ οὗτος

48

.

58

.

3

καλεῖται. ἀπὸ διαστήματος τῆς ζώνης ὡς ἐπὶ σπιθαμιαίου ἄλλος πλά‐ γιος τελαμὼν προσράπτεται ὁμοιοπλατὴς τῇ ζώνῃ· οὗ τὰ ἑκατέρωθεν

48

.

58

.

4

μέρη καλεῖται παρασκέλια. τὸ δ’ ἕτερον πέρας τοῦ εὐθέος τελαμῶνος

48

.

58

.

5

τὸ τῇ συρραφῇ ἀντικείμενον εἰς δύο ῥήγνυται σκέλη. τῇ ζώνῃ περι‐ χάσκων ζώννυται ὁ πάσχων, καὶ τότε 〈ὁ〉 εὐθὺς τελαμὼν ἀπὸ τῆς ὀσφύος ἄγεται ἐπὶ τὴν ἕδραν καὶ τὸν περίναιον· οὗ τὰ σκέλη διὰ τῶν βουβώνων ἀναχθέντα ἐπεμβάλλεται τῇ ζώνῃ, καὶ τότε τὰ παρα‐
5σκέλια ἀνάγεται τεταμένα, καὶ τότε τῇ αὐτῇ ζώνῃ ἐπεμβληθέντα πρὸς

48

.

58

.

6

τὰς τῶν σκελῶν ἀρχὰς ἁμματίζεται. τούτῳ τινὲς τῷ ἐπιδέσμῳ χωρὶς τῶν παρασκελίων ἐπὶ τῶν λελιθοτομημένων ἐχρήσαντο, ἡμεῖς δ’ αὐτὸν παραιτούμεθα διὰ τὰς ἐκ τῶν ῥαμμάτων ἀνωμαλίας, ἵνα μὴ θλίβηται τὸ ἦτρον· πιεζομένη γὰρ ἀνωμάλως ἡ κύστις εἰς φλεγμονὴν περι‐

48

.

58

.

7

ίσταται. χρώμεθα δ’ ἡμεῖς ἐπὶ τῶν λελιθοτομημένων ἐπιδέσμῳ τῷ μικρῷ πρόσθεν ἐπὶ βουβωνοκήλης ἱστορημένῳ, νῦν κολοβώτερον εὐθὺν τελαμῶνα συρράπτοντες καὶ κατὰ τὸ πέρας εἰς δύο σκέλη ῥηγνύντες, οἷς κατὰ πολύ ἐστι τοῦ ἑδρικοῦ αἱρετώτερος· τῷ γὰρ εἰλητῷ ἐπι‐
5δέσμῳ κατὰ κύκλον περιειλουμένῳ σκέπεται ὅλον τὸ ἦτρον καὶ ἡ ὀσφύς, οὗ τὸ πέρας καταρράπτεται πρὸς τὰς κατὰ τὸ ἦτρον κυκλο‐ τερεῖς περιειλήσεις, καὶ τούτου τοῦ εὐθέος τελαμῶνος τὸ συνεχὲς μέρος ἀπὸ τῆς ὀσφύος ἄγεται ἐπὶ τὴν ἕδραν καὶ τὸν περίναιον, καὶ τότε καὶ τὰ σκέλη διὰ βουβώνων ἀχθέντα προσάπτεται ταῖς κυκλο‐

48

.

58

.

8

τερέσι περιειλήσεσιν. σπουδαῖός ἐστιν ὁ ἐπίδεσμος οὗτος ἐπὶ τῶν λε‐ λιθοτομημένων.

48

.

59

t

Σχιστὸς ἐπ’ ὀσχέου.

48

.

59

.

1

Τελαμῶνα δεῖ λαβεῖν πλάτει 〈καὶ〉 μήκει ἱκανὸν δυνάμενον ἐξαρ‐ κέσαι πρὸς τὴν δηλουμένην ἐπίδεσιν, ἔπειθ’ ἑκατέρωθεν αὐτὸν ῥῆξαι

48

.

59

.

2

εἰς σκέλη τέσσαρα καὶ τέσσαρα, ὀκτὼ τὰ πάντα. τῶν δεδηλωμένων

48

.

59

.

3

σκελῶν ἃ μὲν κολοβώτερα γινέσθω, ἃ δὲ μακρότερα. ὑπὸ δὲ μέσοις τοῖς κολοβωτέροις σκέλεσιν ὁ τελαμὼν ἐκκοπτέσθω ἐκκοπῇ ἀναλογούσῃ

48

.

59

.

4

τῇ τοῦ καυλοῦ περιοχῇ πρὸς τὴν χρείαν. ζώνῃ δὲ περιζωννύσθω ὁ πάσχων, καὶ τότε τοῦ τελαμῶνος δύο τὰ μέσα κολοβώτερα σκέλη ἐπεμβληθέντα τῇ ζώνῃ ἁμματιζέσθω πρὸς ἄλληλα, τὰ δὲ λοιπὰ δύο

48

.

59

.

5

σκέλη τῇ αὐτῇ ζώνῃ ἐπεμβληθέντα ἐάσθω παρειμένα. ἔπειθ’ ὁ καυλὸς διὰ τῆς ἐκκοπῆς ἐκλαμβανέσθω, ὁ δ’ ὅλος ὀσχέος τῷ συνεχεῖ μέρει

48

.

59

.

6

τοῦ τελαμῶνος σκεπέσθω. καὶ τότε τῶν κάτω παρειμένων τῶν μα‐ κροτέρων σκελῶν δύο τὰ ἔξω κατ’ ἐναλλαγὴν παρειληθέντα τῷ ὀσχέῳ, τῇ αὐτῇ ζώνῃ ἐπεμβληθέντα, ὡς τὰ πρῶτα ἐάσθω παρειμένα, τὰ δὲ λοιπὰ δύο τὰ μέσα πάλιν τῷ ὀσχέῳ κατ’ ἐναλλαγὴν ὑπειλη‐
5θέντα διὰ τῶν ἀκρισχίων ἀναγέσθω καὶ τῇ αὐτῇ ζώνῃ ἐπεμβληθέντα πρὸς τὰς παρειμένας ἀρχὰς τῶν πρώτων σκελῶν ἁμματιζέσθω.

48

.

60

t

Πρὸς κράτημα κώλου ἐν καταρτισμοῖς

48

.

60

.

1

ἁπλοῦς ἐπίδεσμος ἀναγέγραπται, τοῦ κώλου ὡς τοῦ βραχίονος ἀσφαλιζομένου πρός τι, ὡς πρὸς κλιμάκιον κλίμακος, ἢ διάπηγμα

48

.

60

.

2

στασίμου ὀργάνου ἢ ἄλλου τινὸς τῶν ὁμοίων. ἡ ἀρχὴ τῆς και‐ ρίας ἄνω τάσσεται, ἄγεται λοξὴ κατὰ τοῦ κώλου, καὶ τῷ διαπήγ‐ ματι ὑπειλεῖται, εἶτ’ [ἄνω] ἄγεται ἄνωθεν κάτω λοξὴ ἀντικειμένη

48

.

60

.

3

τῇ πρώτῃ. δὶς ἢ τρὶς τὰ αὐτὰ γίνεται, καὶ τότε ἄνω τὸ ἅμμα.

48

.

61

t

Εὔκυκλος, οἱ δ’ Ἱπποκράτους εὔκυκλος.

48

.

61

.

1

Οὗτος ὁ ἐπίδεσμος ἐπί τινος κώλου κυκλοτερέσι περιειλήσεσιν

48

.

61

.

2

ἐπαγομέναις συντελεῖται. κατὰ ταὐτὰ δὲ καὶ οὗτος εὐθετεῖ πρὸς κρά‐ τημα κώλου ἐν καταρτισμοῖς· μᾶλλον δὲ δεδοκίμασται πρὸς παρακόλ‐ λησιν ἀφεστώτων σωμάτων, τῇ τεχνικῇ παρατηρήσει τῆς ἐπιδέσεως γινομένης· κάτω μὲν γὰρ ὄντος τοῦ στομίου καὶ τῶν ἀφεστώτων,
5ἄνωθεν κάτω ἡ τῆς ἐπιδέσεως γίνεται νομή, ἵνα τὰ μὲν ὑγρὰ ἐκκρί‐ νηται, τὰ δ’ ἀφεστῶτα προσπίπτῃ πρὸς τὴν παρακόλλησιν· ἄνω δὲ

48

.

61

.

3

τοῦ στομίου ὄντος, κάτωθεν ἄνω ἐγκρίνεται ἡ ἐπίδεσις. ὅταν δ’ ᾖ τὰ πλάγια ἀφεστῶτα σώματα, ἀπ’ αὐτῶν ἄγονται περιειλήσεις ὡς ἐπὶ τὸ στόμιον πρὸς τὴν τῶν ὑγρῶν ἔκκρισιν.

48

.

62

t

Ἰσοσκελὴς ῥόμβος.

48

.

62

.

1

Οὗτος ὁ ἐπίδεσμος ἐπὶ τοῦ μηροῦ ἀναγέγραπται, τραύματος ὄν‐ τος κατά τι τοῦ μηροῦ μέρος καὶ τῶν πλησίον σωμάτων ἀφεσταμέ‐

48

.

62

.

2

νων· συντελεῖται δὲ τρόπῳ τοιούτῳ. κατὰ τὰ κάτω μέρη τοῦ ἕλκους ὑπὲρ τὸ γόνυ γίνεται κυκλοτερὴς περιείλησις, ἀφ’ ἧς ἀνάγεται λοξὴ ἐκ πλαγίων τοῦ ἕλκους, καὶ πάλιν ἄνω γίνεται κυκλοτερὴς περιείλη‐ σις, ἀφ’ ἧς ἄγεται λοξὴ κάτω, ἵνα γένηται χίεσμα, ἔπειτα ἐκ διαστή‐
5ματος συμμέτρου παρὰ τὸ ἕλκος ἄλλαι δύο λοξαί, ἡ μὲν κάτωθεν ἄνω, ἡ δ’ ἄνωθεν κάτω, ἵνα γένηται δύο χιέσματα, ὧν μέσος ῥόμβος κατὰ τὸ ἕλκος, ὥστε διὰ τοῦ μέσου διαστήματος, γεγυμνωμένου τοῦ τόπου,

48

.

62

.

3

τὴν τῶν ὑγρῶν ἔκκρισιν γίνεσθαι. ἡ δὲ νομὴ κατὰ τῶν αὐτῶν ὀφείλει γίνεσθαι πρὸς τὴν τῶν γυμνῶν σκέπην, ὥστε τὰ μὲν ἀφεσταμένα διὰ τῆς ἐπιδέσεως πειθηνίως ἄγεσθαι πρὸς παρακόλλησιν, γεγυμνωμένου δὲ τοῦ ἕλκους τὰ συλλεγόμενα ὑγρὰ ἐκκρίνεσθαι.

48

.

63

t

Ἀνισοσκελὴς ῥόμβος.

48

.

63

.

1

Ἐπὶ τετελειωμένῳ τῷ προκειμένῳ ἐπιδέσμῳ ἔχει ὁ ἐπίδεσμος

48

.

63

.

2

οὗτος καὶ κατὰ τοῦ ἕλκους ἀγομένας λοξὰς καταβολάς. τούτῳ δ’ ἐχρήσαντο ἅμα βουληθέντες σκεπάσαι τὸ ἕλκος.

48

.

64

t

Σκέπαρνον.

48

.

64

.

1

Οὗτος ὁ ἐπίδεσμος ἀναγέγραπται ὑπὸ τῶν χρησαμένων αὐτῷ
ἐφ’ ὧν ἕλκους ὄντος κατά τι μέρος τοῦ μηροῦ τὰ γειτνιῶντα μέρη

48

.

64

.

2

προσαφίσταται· γίνεται δὲ τρόπῳ τοιούτῳ. ὑπὸ τὸ ἕλκος ἐνσκέπαρνος γίνεται καταβολή, τὸ μὲν περίκυρτον ἔχουσα ἐσχηματισμένον κάτω, τὸ

48

.

64

.

3

δὲ σιμὸν ἄνω, εἶτ’ ἄλλη ἀντικειμένη ταύτῃ ὑπὲρ τὸ ἕλκος. ἡ δὲ τῆς ἐπιδέσεως νομὴ συντελεῖται πρὸς τὴν τῶν γυμνῶν σκέπην, τῆς μὲν κάτω πρὸς τὰ ἄνω, τῆς δ’ ἄνω πρὸς τὰ κάτω, ἔσθ’ ὅτε δὲ καὶ κατὰ τοῦ ἕλκους πρὸς τὴν τοῦ ἕλκους σκέπην.

48

.

65

t

Πλάγιος χιεσμός.

48

.

65

.

1

Πρώτη γίνεται κυκλοτερὴς περιείλησις ... καὶ κατὰ τὰ ἀπολή‐ γοντα τοῦ μηροῦ πλησίον τοῦ γόνατος, ἀφ’ ἧς ἄγεται λοξὴ ἀντι‐

48

.

65

.

2

κειμένη τῇ πρώτῃ, ἵνα γένηται χίεσμα ἐκ πλαγίων τοῦ γόνατος. ἡ δὲ

48

.

65

.

3

νομὴ τῆς ἐπιδέσεως κατὰ τῶν αὐτῶν γίνεται τόπων. οὗτος ὁ ἐπί‐ δεσμος εὐθετεῖ ἐπὶ παρηρθρηκότος γόνατος εἰς τὰ πλάγια μετὰ τὸν καταρτισμὸν δοκιμαζόμενος, τῶν χιεσμάτων γινομένων κατὰ τὸν τοῦ παραρθρήματος τόπον.

48

.

66

t

Χελώνη.

48

.

66

.

1

Ὑπὲρ τὸ γόνυ γίνεται κυκλοτερὴς περιείλησις, ἀφ’ ἧς ἄνωθεν κάτω ἄγεται λοξὴ κατὰ τῆς ἐπιγονατίδος ὡς ἐπ’ ἰγνύαν, εἶτ’ ἄλλη γίνεται κυκλοτερὴς περιείλησις ὑπὸ τὸ γόνυ, 〈ἀφ’ ἧς ἄγεται λοξὴ〉 ἀντικειμένη τῇ πρώτῃ, ἵνα γένηται χίεσμα κατὰ τὴν ἐπιγονατίδα, καὶ
5τότε ἐπάγεται μέση κυκλοτερὴς περιείλησις περὶ τὴν ἰγνὺν καὶ τὴν

48

.

66

.

2

ἐπιγονατίδα. ἡ δὲ νομὴ τῆς ἐπιδέσεως κατὰ τῶν αὐτῶν γίνεται.

48

.

66

.

3

οὗτος ὁ ἐπίδεσμος ἀναγέγραπται ἐπὶ παντὸς γονατίου παραρθρήματος.

48

.

67

t

Περιπτερνίς.

48

.

67

.

1

Περὶ τὸ σφυρὸν γίνεται κυκλοτερὴς περιείλησις, ἀφ’ ἧς ὀπίσω λοξὴ ἐκ πλαγίων τοῦ πλατέος νεύρου ... ἀντικειμένη τῇ πρώτῃ, καὶ

48

.

67

.

2

τότε ὑπειλεῖται τῇ πτέρνῃ, ἀπὸ δὲ τῆς πτέρνης ἐπὶ τὸν ταρσόν· ἡ δὲ

48

.

67

.

3

νομὴ κατὰ τῶν αὐτῶν γίνεται. ὁ ἐπίδεσμος οὗτος εὐθετεῖ πρὸς τὴν τῆς πτέρνης ἐπίδεσιν.

48

.

68

t

Περισφυρίς.

48

.

68

.

1

Ὑπὲρ τὸ σφυρὸν γίνεται κυκλοτερὴς περιείλησις, ἀφ’ ἧς ἄγεται λοξὴ κατὰ τοῦ ταρσοῦ, εἶθ’ ὑπειλεῖται τῷ πέλματι, ἀπὸ τοῦ πέλματος ἀνάγεται λοξὴ ἀντικειμένη τῇ πρώτῃ, ἵνα γένηται χίεσμα κατὰ τὸν

48

.

68

2,3

ταρσόν· ἡ δὲ νομὴ κατὰ τῶν αὐτῶν. ὁ ἐπίδεσμος οὗτος εὐθετεῖ πρὸς

48

.

68

.

4

τὴν τοῦ σφυροῦ ἐπίδεσιν. ὅταν οὖν συνεπιδέηται τῷ σφυρῷ τὸ πεδίον,
ἅμα τῇ εἰρημένῃ πλοκῇ κυκλοτερεῖς γίνονται περιειλήσεις.

48

.

69

t

Στάχυς ἐπ’ ἴχνους.

48

.

69

.

1

Κυκλοτερὴς γίνεται περιείλησις περὶ τὸν μέγαν δάκτυλον, ἀφ’ ἧς ἄγεται λοξὴ κατὰ τοῦ πεδίου καὶ τῷ σφυρῷ περιειλεῖται, ἀπὸ τοῦ σφυροῦ ἄγεται λοξὴ κατὰ τοῦ πεδίου, ἵνα γένηται χίεσμα, ὡς ἐπὶ τὸν

48

.

69

.

2

μικρὸν δάκτυλον, εἶθ’ ὑπειλεῖται τῷ στήθει τοῦ ποδός· ἡ δὲ νομὴ τῆς

48

.

69

.

3

ἐπιδέσεως κατὰ τῶν αὐτῶν γίνεται. οὗτος ὁ ἐπίδεσμος ἀναγέγραπται τοῖς προγενεστέροις πρὸς τὴν τοῦ μεγάλου δακτύλου τοῦ ποδὸς ἐπί‐ δεσιν, καί μοι δοκεῖ περίεργος εἶναι τοῦ δακτύλου τῷ πεδίῳ συνεπι‐ δεομένου· διό μοι δοκεῖ τοπικὴν ἐπιτελεῖν τὴν τοῦ δακτύλου ἐπί‐
5δεσιν, συνεπιδεομένου τοῦ πεδίου καὶ τοῦ στήθους τοῦ ποδὸς κατὰ τὰ πρὸς τοῖς δακτύλοις μέρη, ὡς ἐπὶ τῆς χειρὸς εἴρηται.

48

.

69

.

4

Παραδοὺς τοὺς ἐπιδέσμους ἔτι βούλομαι ἐπὶ τέλει τοῦ ὑπομνή‐ ματος περὶ τῶν ἁμμάτων διαστείλασθαι· ἀκολουθήσω δ’ Ἱπποκρά‐ τους τῇ λέξει ἐν τῷ Κατ’ ἰητρεῖον δεδηλωμένῃ, δι’ ἧς ἔφη· «ἀρχὰς βάλλεσθαι μὴ ἐπὶ τὸ ἕλκος, ἀλλ’ ἔνθα ἢ ἔνθα τὸ ἅμμα· τὸ δ’ ἅμμα

48

.

69

.

5

μήτε ἐν τρίβῳ μήτε ἐν ἔργῳ μήτε ἐκεῖσε ὅπου μὴ ἐνεὸν ᾖ.» οἱ

48

.

69

.

6

δ’ οὕτως· «ὅπῃ μὴ κενεὸν ᾖ.» καὶ ἀμφότερα δὲ σημαίνει τὸ ἄπρακτον.

48

.

69

.

7

τρίβον δ’ ἐξηγήσαντο οἱ ἐξηγησάμενοι τὸν ἄνδρα τὸ πέλμα, ἐπείπερ ἐν τῷ περιπάτῳ τρίβεται· οὐ δεῖ δ’ ἐν τῷ πέλματι ποιεῖν τὸ ἅμμα

48

.

69

.

8

διὰ τὴν ἀνωμαλίαν. ἔστω μὲν οὕτως· ἐχέτω δ’ ἡ ἀπόδοσις κοινὴν τὴν ἔκδοσιν, ὥστε εἶναι τρίβον πάντα τόπον τὸν τριβόμενον, ἢ ἐν περι‐ πάτῳ ἢ ἐν καθέδρᾳ ἢ ἐν κατακλίσει· ὥσπερ γὰρ ἐπὶ τὸ πέλμα ἅμμα ποιεῖν οὐ δεῖ, οὕτως οὐδὲ κατ’ ἰσχίον διὰ τὴν ἐφέδραν, οὐδὲ κατὰ

48

.

69

.

9

νῶτον ἢ ῥάχιν διὰ τὴν ἐν τῷ ὑπτίῳ σχήματι κατάκλισιν. μηδὲ ἐν ἔργῳ· πάλιν ἔργον ἐξηγήσαντο οἱ ἄλλοι τὰς χεῖρας, τὰ κοῖλα τῶν

48

.

69

.

10

χειρῶν· διὰ γὰρ τῶν χειρῶν γίνεται τὰ ἔργα. προσδεκτέον μέντοι τὴν ἀπόδοσιν· κοινὸν δὲ πᾶν ἔργον νοείσθω ἄρθρον διὰ τὴν κίνησιν καὶ τὴν ἐνέργειαν· οὔτε γὰρ κατ’ ὦμον ἢ μασχάλην ἅμμα δεῖ ποιεῖν οὔτε

48

.

69

.

11

κατ’ ἀγκῶνα οὔτε κατὰ βουβῶνα ἢ ἰγνύαν ἢ ἄλλο τι ἄρθρον. μηδὲ μὴν ἐκεῖ ὅπου ἄπρακτον ἔσται· διὰ τοῦτο ἡμεῖς ὡς ὅτι μάλιστα τὰ κῶλα ἐπιδέοντες λίνον ποιοῦμεν κατὰ τὴν ἀρχὴν τῆς ἐπιδέσεως.

48

.

69

.

12

τετελείωταί μοι διὰ τοσούτων τὸ περὶ τῶν ἐπιδέσμων ὑπόμνημα.

49

.

1

t

Ἐκ τῶν Ἡλιοδώρου. Περὶ διαφορᾶς καταρτισμῶν.

49

.

1

.

1

Τρεῖς εἰσιν αἱ γενικαὶ καὶ ὡσανεὶ ὁλοσχερεῖς διαφοραὶ τῶν κα‐ ταρτισμῶν. οἱ μὲν γὰρ αὐτῶν λέγονται παλαιστρικοὶ τρόποι, κατὰ τὸ πλεῖστον διὰ ψιλῶν χειρῶν τελειούμενοι· ἀσθενεῖς ὄντες εὐθετοῦσιν ἐπὶ τῶν εὐαφῶν σωμάτων, παιδικῶν τε καὶ γυναικείων, ἐπ’ ἀρρενι‐
5κῶν τε τῶν ἔτι τούτων ἰσχυροτέρων, ὅταν ἔτι ᾖ πρόσφατα 〈τὰ〉 ὀλισθήματα. οἱ δὲ μεθοδικοὶ καταρτισμοί, διὰ τῶν κοινῶν τοῦ βίου ἐργαλείων συντελούμενοι, τῶν παλαιστρικῶν τρόπων εἰσὶν ἰσχυρότεροι·

49

.

1

.

2

εὐθετοῦσι δ’ ἐπὶ πάντων ἀνδρῶν, θηλειῶν ἐπ’ ἀρρένων τῶν ἤδη ἰσχυροτέρων ἐπί τε τῶν νεανικῶν σωμάτων καὶ τῶν ἤδη κατὰ ποσὸν

49

.

1

.

3

κεχρονικότων ὀλισθημάτων. οἱ δ’ ὀργανικοὶ καταρτισμοὶ τούτων εἰσὶ πρακτικώτεροι· καὶ γὰρ ἐπὶ τῶν χρονίων εὐθετοῦσι καὶ ἐπὶ τῶν ἀθλητικῶν σωμάτων, πάντα τε ὅσα θεραπευτὰ ὀλισθήματα μὴ δύναν‐ ται οἱ μεθοδικοὶ τρόποι καταρτίσαι, ταῦτα διὰ τῶν ὀργανικῶν κα‐
5ταρτίζεται.

49

.

2

t

Περὶ διαφορᾶς τῶν ὀργάνων.

49

.

2

.

1

Τῶν ἰατρικῶν ὀργάνων διαφοραί εἰσιν ὁλοσχερεῖς καὶ ὡσανεὶ γενικαί, κατὰ μὲν τοὺς ἄλλους ὡς ἐπὶ τὸ πλεῖστον ἀριθμῷ τρεῖς, εἴπερ τὰ μὲν αὐτῶν ἐστι τόνια, ἃ δὲ στάσιμα, ἄλλα δὲ μηχανήματα· κατὰ δ’ ἡμᾶς ἐστιν αὐτῶν τὰ μὲν τόνια, τὰ δὲ μηχανήματα, ἃ δὲ

49

.

2

.

2

στάσιμα, ἃ δ’ ἐφέδρανα. τόνια μὲν οὖν ἐστιν ὅσα μικρὰ καὶ εὐσταλῆ ὄντα ταῖς κατασκευαῖς τάσιν μόνον ἐπαγγέλλεται, δεῖται δέ τινων ἐπεισάκτων, ἵνα ἐνεργήσῃ, ὡς βάθρου, κλίνης, κλίμακος, καθ’ αὑτὰ

49

.

2

.

3

ἐνεργῆσαι μὴ δυνάμενα. διὰ δὲ τοῦτο καὶ πρόσδετα ἔτι τε ἐπίπεδα

49

.

2

.

4

καλεῖται. ὅταν ἐν ἀγρῷ ἢ ἐρήμῳ τινὶ τόπῳ καταρτίζωμεν καὶ μήτε βάθρον ἔχωμεν μήτε κλίνην μήτε κλίμακα, ἐπὶ τοῦ ἐδάφους κατα‐

49

.

2

.

5

πήξαντες πρὸς αὐτὸ ἀσφαλιζόμεθα τὸ τόνιον. μηχανήματα δ’ ἐστὶν ὄργανα ὅσα μείζονα ὄντα τῶν τονίων, μικρότερα δὲ τῶν ἄλλων
ὀργάνων, οὐ μόνον τάσιν, ἀλλὰ καὶ μοχλείαν ἐπαγγέλλεται, προηγου‐

49

.

2

.

6

μένως ἐπί τινων μελῶν κατεσκευασμένα. στάσιμα δ’ ὄργανά ἐστιν ὅσα εἰς ὕψος ἀνατεταμένας ἔχοντα τὰς κατασκευὰς οὐ μόνον τάσεις, ἀλλὰ

49

.

2

.

7

καὶ μοχλείας ἐπαγγέλλεται. ἐφέδρανα δ’ ἐστὶν ὄργανα ὅσα κεκλιμένας ἔχοντα τὰς κατασκευὰς περιέχει ἐν αὑτοῖς τοὺς τατικοὺς καὶ μοχλευ‐ τικοὺς τρόπους, ὥστε ἐπικαθημένους αὐτοῖς τοὺς πάσχοντας κα‐

49

.

2

.

8

ταρτίζεσθαι. εἰσὶ δέ τινες αὐτῶν εἰδικαὶ παραλλαγαὶ κατασκευῶν.

49

.

3

t

Ἐξ ὧν ὀφείλει τὰ ὄργανα κατασκευάζεσθαι.

49

.

3

.

1

Βάσεις, σκέλη, πλευρά, διαπήγματα, ἀγκῶνες, χελῶναι, παρα‐ σκέλια, πάντα ταῦτα ὅσα μεγάλα ἐστὶν ἐν τοῖς ὀργάνοις κατα‐ σκευάσματα, ξύλινα ὀφείλει γίνεσθαι ἐκ τῆς εὐτονωτάτης ὕλης, τῆς

49

.

3

.

2

πρινίνης, ἐν δευτέρᾳ δὲ τάξει καὶ τῆς μειλίνης. εὐτονωτάτην δ’ εἶναι δεῖ τὴν ὀργανικὴν ὕλην, ἵνα δύνηται ὑπομένειν τὰς τῶν καταρτισμῶν

49

.

3

.

3

βίας, καὶ μάλιστα ἐπὶ τῶν στασίμων ὀργάνων. στροφώματα δὲ καὶ ῥίζαι, τύλοι τε καὶ κόρακες, ἁλύσεις τε καὶ σκυτάλαι, πάντα ὅσα ἐστὶ μικρά, καὶ μᾶλλον τὰ ἐν τοῖς ἐνεργητικοῖς, ὀφείλει γίνεσθαι χαλκᾶ ἢ σιδηρᾶ, ἵνα τὸ ἐλλιπὲς διὰ τὴν μικρότητα τῆς κατασκευῆς ἀπαρτίζηται

49

.

3

.

4

τῇ τῆς ὕλης εὐτονίᾳ. ἐζήτηται καὶ περὶ τοῦ πότερον χαλκᾶ δεῖ κα‐

49

.

3

.

5

τασκευάζειν ἢ σιδηρᾶ. οἱ δὲ τὸν χαλκὸν τοῦ σιδήρου προκρίναντες ἔφασαν αὐτὸν λειότερον, εὐπινέστερον δυσιωτότερόν τε εἶναι τοῦ σιδήρου· οἱ δὲ τὸν σίδηρον τοῦ χαλκοῦ προκρίναντες διὰ τὴν δύνα‐ μιν αὐτοῦ ἐπῄνεσαν τὴν ὕλην· δυνατώτερος γὰρ καὶ ἰσχυρότερός

49

.

3

.

6

ἐστιν ὁ σίδηρος τοῦ χαλκοῦ. ὡς μὲν οὖν ὁ σίδηρος τοῦ χαλκοῦ ἐστιν εὐτονώτερος, συμπεφώνηται· τὸ δὲ περισσὸν τῆς ἰσχύος παρέλκει,

49

.

3

.

7

ὅταν αὑτοῦ τὴν ἐνέργειαν μὴ ἔχῃ. δύνανται γὰρ εὐθετεῖν τὰ χαλκᾶ κατασκευάσματα ὄντα εὐπινῆ καὶ αὐτάρκη δύναμιν ἔχοντα, δύνανται

49

.

3

.

8

δὲ καὶ τὰ σιδηρᾶ. ἀλλ’ ἐὰν μὲν χαλκᾶ γίνηται, ἐξ ἐλατοῦ χαλκοῦ κατασκευαζέσθω· ὁ γὰρ χυτὸς λεγόμενος εὔθρυπτός ἐστι καὶ εὔρηκτος, καὶ ἔστιν αἱρετώτερον μᾶλλον τῷ σιδήρῳ ἢ τῷ χυτῷ χαλκῷ χρῆσθαι.

49

.

3

.

9

ἀλλ’ ἐπεὶ ἰοῦται ταχέως ὁ σίδηρος, διὰ τοῦτο αὐτὸν συνεχέστατα λιπαίνειν διά τινων ἡμερῶν καὶ χειροτριβεῖν, χάριν τοῦ μὴ ἰοῦσθαι αὐτόν, ἐρεῖ τις· ἐὰν δὲ καταλειπόμενος ὁ σίδηρος ἀτημέλητος ἰούμε‐ νος φθείρηται, ἔσται ἡ τοῦ ἐγκλήματος ἀναφορὰ ἐπὶ τὸν κεκτημένον
5τὸ ὄργανον.

49

.

4

t

Ἐκ τίνων κατεσκεύασται τὰ ὄργανα, καὶ τίνες αὐτῶν αἱ χρεῖαι.

49

.

4

.

1

Πᾶν ὄργανον κατεσκεύασται οὐκ ἐκ πάντων ὧν λέγω, ἀλλ’ ἔκ τινων τῶν καταριθμουμένων τῶνδε· ἐκ βάσεων, σκελῶν, διαπηγμά‐ των, ἀγκώνων, ἀξόνων, κανόνων, χελωνῶν, κοχλιῶν, τυμπάνων, τύ‐ λων, περιαγωγίδων, σκυταλῶν, ἐπιτονίων, ἀντηρίδων, σφηνοειδῶν,
5μηνοειδῶν, τροχῶν, τροχίλων, καπέτων, πωμάτων, στροφωμάτων, περονῶν, ῥιζῶν, κοράκων, ἁλύσεων, ψαλίδων, ἐφεδράνων, πριαπίσκων, ἅμα δὲ καὶ τοῦ λεγομένου περικοχλίου, σφηνίσκων, χηνίσκων, πρίστε‐

49

.

4

.

2

ων, ἐργάτου. σχεδόν τι ταῦτά ἐστιν ἐξ ὧν τὰ ὄργανα κατασκευάζεται·

49

.

4

.

3

δεῖ δέ με τούτων ἑπομένως τὰς χρείας διδάξαι ἑκάστου αὐτῶν. αἱ βάσεις προηγουμένως κατεσκευάσθησαν πρὸς τὸ ἐπ’ αὐτῶν βεβηκέναι

49

.

4

.

4

τὰ στάσιμα ὄργανα. σκέλη δ’ ἐν ὀργάνοις λέγεται καὶ πλευρά, ἀλλ’ ἐν μὲν τοῖς στασίμοις ὀργάνοις κυρίως μὲν [τὰ] σκέλη, καταχρηστι‐ κῶς δὲ πλευρὰ καλεῖται· ἐν δὲ τοῖς τονίοις κυρίως μὲν πλευρά,

49

.

4

.

5

καταχρηστικῶς δὲ σκέλη καλεῖται. κοινῶς δὲ ταῦτα κατεσκεύασται ἐπὶ τῶν ὀργάνων πρὸς συνοχὴν τῶν ἐν αὐτοῖς μηχανημάτων· ἰδίως δ’ ἐπὶ τῶν στασίμων ὀργάνων εὖ καὶ καλῶς τὰ σκέλη μεμετρημένα

49

.

4

.

6

εὐθετεῖ πρὸς τὸν λεγόμενον καθ’ ὑπεραιώρησιν καταρτισμόν. τὰ δὲ διαπήγματα, ὥσπερ καὶ αὐτὸ δηλοῖ τοὔνομα, γέγονε πρὸς τὸ διαπήσ‐

49

.

4

.

7

σειν τὰ σκέλη καὶ τὰ πλευρά. ἡ μὲν ἀπότακτος αὐτῶν χρεία καὶ προηγουμένη ἐστὶν αὕτη· κατά τέ τι παρεπόμενον τὰ διαπήγματα γέγονε καὶ πρὸς συνοχὴν μηχανημάτων ὡς τροχίλων, ἀγκώνων, ἄλ‐

49

.

4

.

8

λων τινῶν. οἱ δ’ ἀγκῶνες ἐν τοῖς ὀργάνοις γεγόνασι πρὸς τοὺς κατ’ ἀνάτασιν καταρτισμούς, ὥσπερ ἔστιν ἰδεῖν ἐπί τε τοῦ Τέκτονος καὶ τοῦ Ἀνδρέου ὀργάνου· διὰ γὰρ τοῦ ἄνω διαπήγματος κατενηνεγμένοι ἀγκῶνες ἐπιβεβήκασι τῇ χελώνῃ, ὡς τῆς χελώνης ἀναβιβαζομένης οἱ

49

.

4

.

9

κατ’ ἀνάτασιν γίνονται καταρτισμοί. κεκλήκασι δ’ οἱ ὀργανικοὶ τὰ μὲν ἄνω μέρη τῶν ἀγκώνων τὰ πλατέα πτερώσεις, τὰ δὲ κάτω τετράγωνα

49

.

4

.

10

πτέρνας. κυρίως μὲν οὖν ἀγκῶνες λέγονται· ἐν καταχρήσει δ’ ὑπό

49

.

4

11,12

τινων σπάθαι. ἐπενοήθησαν πρὸς μοχλείαν εἶναι χρήσιμοι. ἡ δ’ ἐν τῷ

49

.

4

.

12

(2)

Τέκτονος καὶ Ἀνδρέου σπάθη πρὸς τὴν κατ’ ἐξελκυσμὸν μοχλείαν ἐπὶ τῆς ὀπίσω τοῦ μηροῦ διαφορᾶς τέτακται· εἰσὶ δὲ καὶ ἄλλαι σπάθαι ἐν

49

.

4

.

13

ὀργάνοις τισὶ πρὸς ἄλλας μοχλείας κατεσκευασμέναι. ῥίζαι δὲ καὶ

49

.

4

.

14

περόναι ἐν τοῖς ὀργάνοις πλείστας ἔχουσι χρείας. εὐθέως μέντοι ῥίζα καὶ περόνη συνέχει πρὸς τὴν χελώνην τὴν ἐκ τοῦ Τέκτονος ὀργάνου

49

.

4

.

15

σπάθην· ἐν δὲ τῇ χελώνῃ ἐστὶν ἡ ῥίζα. αὕτη δ’ ἡ σπάθη, καθ’ ὃ μέρος ἐστὶ τετράγωνος, μέσην ἔχει ἐγκοπήν, καὶ εἰς τὴν ἐγκοπὴν ἔγκειται ἡ ῥίζα, εἶτ’ ἐκ πλαγίων κατακλείεται περόνη εἰς τετρημένην τὴν

49

.

4

.

16

σπάθην καὶ τὴν ῥίζαν, ἥτις τῆς συνοχῆς αἰτία ἐστίν. ἰδίως δ’ αἱ ῥίζαι γεγόνασι πρὸς ἐμπτώσεις κοράκων καὶ πρὸς ἄλλας τοιαύτας χρείας, αἱ δὲ περόναι χάριν τοῦ τὰ μηχανήματα εἶναι ἀκίνητα ὥσπερ ἄξο‐

49

.

4

.

17

νας ἀκινήτους φυλάσσουσιν. αἱ δ’ ἁλύσεις γεγόνασι χάριν τοῦ ἐξ αὐτῶν κρεμασθῆναι τὰς περόνας, ἵνα μένωσιν ἐν τοῖς ὀργάνοις καὶ

49

.

4

.

18

μὴ διαπίπτωσιν. οἱ δὲ κόρακες πρὸς ἀκινησίαν τῶν κινουμένων μη‐ χανημάτων γεγόνασιν ὡς ἀξόνων, ἵνα ῥίζαις ἐπεμπίπτοντες στήσωσί

49

.

4

.

19

τινα τῶν ὀργάνων μηχανήματα. τὰ δὲ στροφώματα γέγονε πρὸς τὰς πλείστας χρείας, ἵνα τινὰ τῶν ὀργάνων ἀκινητοῦντα δι’ αὐτῶν κινῆ‐ ται, ὥσπερ τὰ σκέλη τοῦ Ἀνδρέου ὀργάνου, 〈οὗ〉 ἐπ’ ὀργάνου τὰ σκέλη πλάγια διαπέπρισται καὶ συνέχεται στροφώμασι καὶ περόναις,
5ἵνα ποτὲ μὲν ἡνωμένα, ποτὲ δὲ διὰ τῶν στροφωμάτων καμπτόμενα

49

.

4

.

20

τὴν κατὰ περίσφαλσιν μοχλείαν ἐμποιῇ. ἐν ποιᾷ δὲ κατασκευῇ τοῦ Ἀνδρέου ὀργάνου τὰ τοῦ πλινθίου πλησίον τῆς βάσεως διαπέπρισται καὶ πάλιν τοῖς στροφώμασι συνέχεται, ἵνα ποτὲ μὲν [ᾖ] ὄρθιον ἡνω‐ μένον ᾖ [τὸ] στάσιμον ὄργανον, 〈ποτὲ δὲ〉 διὰ τῶν στροφωμάτων ἐπὶ τὰ
5παρασκέλια κινῆται καὶ τὴν τοῦ ἐφεδράνου ὀργάνου χρείαν ἐπιτελῇ.

49

.

4

.

21

τοιαῦταί εἰσιν αἱ τῶν στροφωμάτων τοῖς ὀργάνοις χρεῖαι· ἄξονες δ’ ἐν ὀργάνοις γεγόνασι πρὸς τὰς τῶν σωμάτων ἀγωγάς, λέγω δὲ τὰς

49

.

4

.

22

τάσεις. τῶν δ’ ἀξόνων οἱ μέν εἰσιν ἔκθετοι αὐτοκίνητοι, οἱ δὲ κρυ‐

49

.

4

.

23

πτοί, ὑφ’ ἑτέρων μηχανημάτων κινούμενοι. ἔκθετός ἐστιν ἄξων ὁ ἔν τε τῷ τοῦ Νειλέως πλινθίῳ καὶ οἱ ἐν τῷ Ἱπποκράτους βάθρῳ ἄξονες, κρυπτοὶ δ’ οἱ ἐν τῷ Ἀπελλίδος τρισπάστῳ καὶ ὁ ἐν τῷ Νυμφοδώρου

49

.

4

.

24

γλωσσοκόμῳ. οἱ μὲν οὖν ἔκθετοι ἄξονες αὐτόθεν διὰ τῶν χειρῶν στρέφονται, οἱ δὲ κρυπτοὶ διά τινων ἑτέρων μηχανημάτων, ὡς ὁ ἐν τῷ Νυμφοδώρου γλωσσοκόμῳ διὰ τυμπάνων καὶ φακωτοῦ κοχλίου, οἱ δ’

49

.

4

.

25

ἐν τῷ τρισπάστῳ διὰ κάλων ἐμφύσεως. τύλοι οἱ τοῖς ἄξοσιν ἐγκαθη‐ λωμένοι ὠφελοῦσι πρὸς τὴν περίθεσιν τῶν κάλων ἢ τῶν καιριῶν ἤ

49

.

4

.

26

τινων ἄλλων τῶν πρὸς τάσιν ἐπιτηδείων ὄντων. περιαγωγίδες δὲ καὶ ἐπιτόνια καὶ σκυτάλαι, ταῦτα πάντα μηχανήματα γέγονε πρὸς κίνησιν

49

.

4

.

27

ἀξόνων καὶ κοχλιῶν. αἱ δὲ περιαγωγίδες 〈τὴν πρώτην,〉 σκυτάλαι δευτέραν ἔχουσι τάξιν, ἧσσον δὲ τούτων ἐνεργεῖ τὰ ἐπιτόνια· τὰ γὰρ

49

.

4

.

28

πλεῖστα αὐτῶν τὰ μικρότερα μιᾷ χειρὶ στρέφεται. οἱ δὲ χηνίσκοι ἐπε‐
νοήθησαν πρὸς συνοχὴν ἀξόνων, ὡς ἐν τῇ λύρᾳ· μὴ παρόντων δέ, χηνίσκον εἰς διαφορώτερα ἄν τις νοήσειεν· κατὰ γὰρ τὴν δύναμιν τὴν τῶν σκελῶν ἔχουσι χρείαν, τῆς δ’ εὐπρεπείας χάριν ἐκ διαγλυ‐

49

.

4

.

29

φῆς χηνίσκων προτομαὶ μεμόρφωνται ξύλιναι. φλιαὶ δ’ ἐν ὀργάνοις ἐπενοήθησαν πρὸς τὴν τῶν ἐκθέτων ἀξόνων συνοχήν, ὥσπερ ἐν τῷ

49

.

4

.

30

Ἱπποκράτους βάθρῳ καὶ ἐν τῷ ἡμετέρῳ. ἔστι δέ τις ἄλλη ἐν τῷ Ἱπποκράτους ὀργάνῳ μέση πιοειδὴς φλιὰ πρὸς τὴν κατ’ ἐξελκυσμὸν

49

.

4

.

31

μοχλείαν ἐπινενοημένη ἐπὶ τῆς τοῦ μηροῦ διαφορᾶς. τρόχιλοι δὲ γεγόνασιν ἐν τοῖς ὀργάνοις πρὸς διαδρομὰς ἀκωλύτους κάλων, ὥσπερ ἐν τῷ τοῦ Τέκτονος ὀργάνῳ· τρόχιλος δ’ ἐστὶ διπλοῦς ἐπὶ τοῦ ἄνω

49

.

4

.

32

διαπήγματος τῆς χελώνης κινητικός. κἀν τῷ ἡμετέρῳ δ’ ὀργάνῳ πά‐ λιν εἰσὶ τρόχιλοι διὰ κάλων ἐνδέσεως ἀναβιβάζοντες τοὺς ἄξονας.

49

.

4

.

33

κοινῶς δὲ τρόχιλοι γεγόνασι πρὸς διαδρομὰς ἀκωλύτους κάλων καὶ

49

.

4

.

34

καιριῶν, ἅμα δὲ καὶ πρὸς τὰς κατὰ μετάληψιν. οἱ δὲ τροχοὶ πρὸς εὐκινησίαν τῶν τροχίλων ἐπενοήθησαν, εὐκίνητοι [δ’] ὄντες καὶ ὑπ’ αὐτῶν μεσολαβούμενοι, ὡς ἐν τῇ Δημοσθένους ἀστράβῃ, καὶ πρὸς

49

.

4

.

35

συνοχὴν κάλων, ὡς ἐν τῷ Ἀπελλίδος τρισπάστῳ. σφηνοειδές, τοῦτο προηγουμένως κατεσκεύασται ἐπὶ τῆς εἰς τὴν μασχάλην τοῦ ὤμου διαφορᾶς· κατὰ δέ τι παρεπόμενον καὶ πρὸς ἄλλας χρείας αὐτῷ

49

.

4

.

36

χρώμεθα. τὸ δὲ μηνοειδὲς εὐθετεῖ ἐπὶ τῆς ἔμπροσθεν καὶ τῆς ὀπίσω

49

.

4

.

37

τοῦ ὤμου διαφορᾶς. πόλος λέγεται· ἔστι δ’ οὗτος ὁ πόλος ξύλον

49

.

4

.

38

ἐπιπεπηγὸς τοῖς ἄνω ἄκροις τῶν τοῦ ὀργάνου σκελῶν. ἔστι δ’ ὁ πόλος οὗτος ἐν τῷ τοῦ Φιλιστίωνος ὀργάνῳ πρὸς τάδε· ἐπὶ τοῦ ὤμου ἐξαρθρήματος ἐκτεινομένης τῆς χειρός, ὁ πόλος ἀντιβαίνει τῷ

49

.

4

.

39

αὐχένι τοῦ καταρτιζομένου. τὸ δ’ ἐπίπωμα τὸ λεγόμενον ἐπίπηγμά ἐστι πιοειδὲς ἐπὶ τῶν ξύλων κατὰ συμπηγίαν γεγονὸς ἀντιθέτως τῷ πῖ στοιχείῳ, ἐπιπηγνύμενον τῷ ὀργάνῳ ἐν ποιᾷ κατασκευῇ τοῦ λεγο‐

49

.

4

.

40

μένου Ἑρμοῦ. γέγονε δὲ τοῦτο, ἵνα μὴ ὑπὸ τῆς προτομῆς τοῦ Ἑρμοῦ παρατρίβηται τὰ σώματα, ὡς ἐν τῇ κατασκευῇ τοῦ ὀργάνου

49

.

4

.

41

δηλωθήσεται. καλάθιον καὶ σκυτάλιον, ταῦτα κοινῶς ἐτεχνάσθησαν χάριν τοῦ βαστάζειν ἐπίπηγμα· ἔστι δὲ τὸ μὲν σκυτάλιον ξύλον ἑξα‐ δακτυλιαῖον μεσόπαχυ, τὸ δὲ καλάθιον ξύλον ἑξαδακτυλιαῖον περι‐

49

.

4

.

42

φερὲς στενοτέρᾳ βάσει κεχρημένον ὡμοιωμένον καλαθίῳ. εἰσὶ δέ τινες
καὶ πρίστεις ἐν ὀργάνοις ἐκ διαγλυφῆς ὡμοιωμέναι πρίστεων μορφαῖς, εὐπινείας χάριν γεγονυῖαι· αὗται δ’ αἱ πρίστεις γεγόνασι πρὸς τὸ

49

.

4

.

43

ἄλλο βαστάζειν ἐπίπηγμα. τύμπανα δ’ ἐν τοῖς ὀργάνοις ἐγένετο χάριν τοῦ δι’ αὐτῶν ἠρέμα κινεῖσθαι ἐνεργητικά τινα μηχανήματα, ὡς ἄξονάς τε καὶ κοχλίας· ἔστι δὲ τὸ τύμπανον κυκλοτερὲς κατασκεύασμα

49

.

4

.

44

ὠδοντισμένον. δελφῖνες ἐπιπίπτοντες ὀδοῦσιν ἀκίνητα φυλάσσουσι τὰ

49

.

4

45,46

μηχανήματα. τὴν δ’ αὐτὴν χρείαν καὶ κόρακες ἐπιτελοῦσιν. χελῶναι

49

.

4

.

46

(2)

ἐν ὀργάνοις ἐπενοήθησαν πρὸς ἠρεμαίαν καὶ ἀσπάρακτον τάσιν τῶν καταρτιζομένων σωμάτων· ὥσπερ γὰρ τὰ ζῷα αἱ χελῶναι, οὕτως καὶ

49

.

4

.

47

τὰ μηχανήματα αὐτοῖς ὡμοιωμένα βραδυπορεῖ. τῶν δὲ χελωνῶν αἱ

49

.

4

.

48

μὲν ἐοίκασι διαπήγματι, αἱ δ’ ὑπομήκεις, ἄλλαι δὲ κυβοειδεῖς. δια‐ πήγματι ἐοίκασιν 〈αἱ〉 ἐν τῷ τοῦ Ἀνδρέου ὀργάνῳ καὶ ἐν τῷ τοῦ Τέκτονος· εὐμήκης δ’ ἐστὶν ἡ ἐν τῷ τετραγώνῳ κίονι τῷ λεγομένῳ Ἑρμῇ· κυβοειδὴς μέντοι ἡ ἐν τῷ στρογγύλῳ κίονι τοῦ Ἐφεσίου Ἡρα‐

49

.

4

.

49

κλείδου. ἔτι δὲ τῶν χελωνῶν 〈αἱ μὲν〉 ἀναβιβάζουσιν ἀγκῶνας καὶ σπάθας, ἄλλαι δὲ μηνοειδὲς καὶ σφηνοειδές τι ἐπίπηγμα· ἔνιαι δ’

49

.

4

.

50

αὐτῶν μηδὲν ἀναβιβάζουσαι πρὸς μόνην τάσιν ἐπενοήθησαν. ἀγκῶνας ἀναβιβάζει ἡ ἀνωφερὴς χελώνη τοῦ Ἀνδρέου ὀργάνου, ἀγκῶνας δὲ καὶ σπάθην ἡ ἐν τῷ Τέκτονος ὀργάνῳ χελώνη· μηνοειδὲς δὲ καὶ σφηνοειδὲς ἐπίπηγμα ἀναβιβάζει ἡ ἐν τῷ Ἑρμῇ χελώνη· οὐδὲν δ’
5ἀναβιβάζει, ἀλλὰ πρὸς μόνην τάσιν γέγονεν ἡ ἐν τῷ στρογγύλῳ κίονι τοῦ Ἐφεσίου Ἡρακλείδου, ὡσαύτως δὲ καὶ ἡ κατωφερὴς χε‐

49

.

4

.

51

λώνη ἡ ἐν τῷ τοῦ Ἀνδρέου ὀργάνῳ. καὶ αἱ ἐν τῷ ὀργάνῳ πτέρυγες δράκοντος καθηλωμέναι χελῶναι τύλων χρείας ἐπέχουσιν· ἰδίως δ’

49

.

4

.

52

οἱ δράκοντες, ὅσον ἐπὶ τῇ ὕλῃ, ἀντ’ ἐπαγωγίδων ἐτεχνάσθησαν. ἐπεὶ δὲ κατὰ τὸ πλεῖστον αἱ χελῶναι ὑπὸ κοχλιῶν κινοῦνται, ἑπομένως

49

.

4

.

53

τὰς τῶν κοχλιῶν κατασκευὰς καὶ τὰς ἐνεργείας δηλώσω. κοχλίαι δὴ ἐν ὀργάνοις ἐτεχνάσθησαν πρὸς κίνησιν ἄλλων μηχανημάτων, ὡς τυμπάνων καὶ χελωνῶν, ἵνα ἀσπάρακτοι καὶ ἠρεμαῖαι αὐτῶν γένων‐

49

.

4

.

54

ται αἱ τάσεις. τῶν δὲ κοχλιῶν οἱ μέν εἰσι τετράγωνοι, οἱ δὲ φακωτοί· τὰ δὲ σχήματα ταῦτα ὠνόμασται πρὸς τὰς ἕλικας, οὐ πρὸς τὴν τοῦ τύλου κατασκευήν· πᾶς μὲν γὰρ κοχλίας ἐστὶ στρογγύλος, τετορνευ‐ μένος εἰς τὸ περιφερὲς σχῆμα, διαφέρουσι δ’ αὑτῶν οἱ κοχλίαι ταῖς

49

.

4

.

55

ἕλιξι, δι’ ἃς οἱ μὲν τετράγωνοι λέγονται, οἱ δὲ φακωτοί. τετράγω‐ νός ἐστι κοχλίας ὁ τετραγώνους ἔχων τὰς ἕλικας, τὴν κοίλην ἕλικα καὶ τὴν ὑπερέχουσαν (τοιοῦτοι δ’ εἰσὶν οἱ κοχλίαι τοῦ Ἀνδρέου

49

.

4

.

56

ὀργάνου)· φακωτοὶ δ’ εἰσὶν οἱ τὰς μὲν κοίλας ἕλικας στενὰς ἔχοντες κατὰ τὰ βάθη, εὐρείας δὲ κατὰ τὰ ἄνω, τὰς δ’ ὑπερεχούσας πλατείας μὲν κατὰ τὰς βάσεις, μεμυουρισμένας δὲ κατὰ τὰς κορυφάς, ἐοικυίας

49

.

4

.

57

ἡμιτόμῳ φακῷ. ἀπό γέ τοι τοῦ σχήματος ὁ τοιοῦτος κοχλίας

49

.

4

.

58

φακωτὸς ὠνομάσθη. τοιοῦτοι δ’ ὄντες οἱ τετράγωνοι καὶ οἱ φακωτοὶ κοχλίαι γεγόνασι πρὸς κίνησιν διαφόρων μηχανημάτων· οἱ μὲν γὰρ τετράγωνοι χελώνας κινοῦσιν, οἱ δὲ φακωτοὶ προηγουμένως μὲν τύμ‐ πανα, ποτὲ δὲ καὶ χελώνας ἐν τοῖς λεγομένοις περικοχλίοις.

49

.

5

t

Πῶς τετράγωνος κοχλίας κινεῖ χελώνην.

49

.

5

.

1

Ἔστω οὕτως ἔχουσα ἡ κατασκευὴ ὥσπερ ἐν τῷ τοῦ Ἀνδρέου ὀργάνῳ χελῶναι· ἑκάστη δ’ αὐτῶν τέτρηται, καὶ διὰ τοῦ τρήματος διενήνεκται ὁ κοχλίας, ἔνδοθεν δὲ κατὰ τὸ τρῆμα σιδηροῦν ἢ χαλ‐ κοῦν ἐλασμάτιον προσήλωται τῇ χελώνῃ. τὸ δ’ ἐλασμάτιον τοῦτο κέ‐

49

.

5

.

2

κληται ὀδούς. οὗτος ἤδη ὁ τῆς χελώνης ὀδοὺς εἰς τὴν τοῦ κοχλίου ἕλικα κατακέκλεισται· λοιπὸν δὴ συμβαίνει τῇ ποιᾷ τοῦ κοχλίου συ‐ στροφῇ εἰλούμενον τὸ ἐλασμάτιον τὸ λεγόμενον ὀδοντάριον περὶ τὸν κοχλίαν ἐν αὐτῇ τῇ κοίλῃ ἕλικι συνεχόμενον κινεῖν τὴν χελώνην.

49

.

5

.

3

αὐτῶν δὲ τούτων τῶν τετραγώνων οἱ μέν εἰσιν ἁπλοῖ, οἱ δὲ διπλοῖ.

49

.

5

.

4

ἁπλοῦς ἐστι κοχλίας ὁ μιᾷ ἕλικι συντετμημένος καὶ μίαν κινῶν χελώ‐ νην· διπλοῦς δὲ τοιοῦτός ἐστι κοχλίας ὁ δυσὶν ἕλιξι διατετμημένος

49

.

5

.

5

καὶ δύο κινῶν χελώνας. τοιοῦτος δ’ ἐστὶ κοχλίας ἐν τῷ μεγάλῳ πλινθίῳ τῷ Ἀνδρέου ὀργάνῳ· ἀπὸ γὰρ τῆς μεσότητος τὸ ξύλον ἐκ τῶν διαπηγμάτων ἀντιθέτοις ἕλιξι τέτμηται, ὥστε κατὰ ποιὰν τοῦ κοχλίου συστροφὴν ἤτοι ἀπὸ τῆς μεσότητος ἐπὶ τὰ διαπήγματα ὁρμᾶν
5τὰς χελώνας ἢ ἀπὸ τῶν διαπηγμάτων εἰς τὸν μέσον τόπον συντρέχειν.

49

.

5

.

6

ἔστι δὲ καὶ ἄλλος διπλοῦς κοχλίας ἐν τῷ λεγομένῳ κηρυκείῳ, ἄνωθεν ἀπὸ τῆς ἀρχῆς ἕως τοῦ πέρατος ἀντιθέτοις ἕλιξι τετμημένος, πάλιν καὶ αὐτὸς κινῶν δύο χελώνας, ὡς ἐν αὐτῇ τῇ τοῦ ὀργάνου κατασκευῇ

49

.

5

.

7

〈δηλωθήσεται〉. ὁ δὲ φακωτὸς κοχλίας κινεῖ τύμπανον· αἱ γὰρ ἕλικες τοῦ κοχλίου ἐπιβαίνουσαι τοῖς ὀδοῦσι τοῦ τυμπάνου στρέφουσι τὸ μηχάνημα· ὅσπερ κοχλίας διὰ τοῦ περιτονίου ἢ τῆς περιαγωγίδος στρεφόμενος καὶ ἐπεμπίπτων τοῖς ὀδοῦσι τοῦ τυμπάνου κινεῖ τὸ μη‐

49

.

5

.

8

χάνημα. κινεῖ δέ ποτε ὁ αὐτὸς κοχλίας χελώνην, ἀλλ’ οὐκέτι δι’ ὀδόν‐
τος, ὥσπερ ὁ τετράγωνος, ἀλλ’ ἐν τῷ λεγομένῳ περικοχλίῳ συνεχό‐ μενος, ὃ περικόχλιον ἐν αὐτῇ τῇ τῆς χελώνης γίνεται κατασκευῇ· αὐτὸ γὰρ τὸ τῆς χελώνης τρῆμα τὸ παραδεχόμενον τὸν κοχλίαν
5ἀντιθέτοις ἕλιξι τοῖς τοῦ φακωτοῦ κοχλίου περιέσκαπται, ὥστε τὰς ἐξεχούσας ἕλικας τοῦ φακωτοῦ κοχλίου κατακεκλεῖσθαι εἰς τὰς τοῦ περικοχλίου κοιλίας καὶ παραδεδέχθαι εἰς τὰς 〈τοῦ φακωτοῦ κοιλίας

49

.

5

.

9

τὰσ〉 τοῦ περικοχλίου ἐξοχάς. συμβαίνει δὴ ἐν τῇ τοῦ κοχλίου συστρο‐ φῇ τῶν κοχλιῶν ἐν ταῖς ἕλιξιν εἰλουμένων τὴν τῆς χελώνης κίνησιν

49

.

5

.

10

γίνεσθαι ποτὲ μὲν ἄνω, ποτὲ δὲ κάτω. μᾶλλον δὲ πλεονάζουσιν αἱ τοιαῦται κατασκευαὶ ἐν τοῖς πιεστηρίοις ὀργάνοις· ἐγένοντο γὰρ χάριν τοῦ κλινομένων τῶν ὀργάνων ἐπ’ αὐτῶν ἐφεδράζεσθαι τοὺς καταρ‐ τιζομένους· τὰ γὰρ ἐφέδρανα ὄργανα ὅσα κεκλιμένας ἔχει τὰς κατα‐
5σκευάς, οὕτω κατεσκεύασται, ὥστε ἢ καθημένους ἐπ’ αὐτῶν ἢ κεκλιμέ‐

49

.

5

.

11

νους τοὺς πάσχοντας καταρτίζεσθαι. πριαπίσκος λέγεται ὁ αὐτὸς καὶ

49

.

5

.

12

στυλίσκος, ἔτι τε σκαλμός. ὅπου τὸ ἐφέδρανον, ἐκεῖ καὶ τὸν πριαπί‐ σκον εὑρήσεις· γέγονε γὰρ οὗτος πρὸς ἀντέρεισιν τοῦ περιναίου τὴν

49

.

5

.

13

ἐν τοῖς καταρτισμοῖς γινομένην. ἔστι δ’ ὁ πριαπίσκος ξύλον ὀκτω‐ δακτυλιαῖον περιφερὲς κατὰ τὸ πλεῖον αὐτοῦ μέγεθος, κατὰ δὲ τὸ λοιπὸν μέρος τετράγωνον, ἵνα τὸ τετράγωνον αὐτοῦ μέρος εἰς τὴν πιοειδὴν ἐκκοπὴν τοῦ ἐφεδράνου ἐνίζηται, τὸ δὲ λοιπὸν τὸ ἄνω μέ‐

49

.

5

.

14

ρος ἀντερείδηται τῷ περιναίῳ. πῖ σιδηροῦν γέγονε προσπηγνύμενον τοῖς διαπήγμασιν ἀσφαλοῦς χάριν συνεχείας τοῦ πριαπίσκου· ἐν δὲ τῷ ἡμετέρῳ ὀργάνῳ εὑρεθήσεται μέγα σιδηροῦν πῖ πρὸς ἄλλην χρείαν κατεσκευασμένον, πρὸς τὴν κατ’ ἴπωσιν μοχλείαν τῶν τῆς ῥάχεως

49

.

5

.

15

ὑβωμάτων. τὰ δὲ λεγόμενα πώματα γέγονεν ἐν τοῖς τονίοις ὀργάνοις χάριν τοῦ ὑπ’ αὐτῶν κρύπτεσθαι τὰ μηχανήματα πρὸς τὸ μὴ τοῖς

49

.

5

.

16

ἰδιώταις φανερὰ γενέσθαι οὕτως ἐκκείμενα ἀσκέπαστα. οἱ δὲ κρίκοι γεγόνασιν ἐν τοῖς τονίοις τῆς προσδέσεως χάριν· ἐν ἄλλοις δ’ ὀργά‐ νοις εἰσὶ πρὸς συνοχὴν μηχανημάτων τετεχνασμένοι, ὥσπερ ἐν τῷ τοῦ

49

.

5

.

17

Μενεκρίτου βουκρανίῳ οἱ τὸν ἄξονα συνέχοντες. καὶ ἐν ἄλλοις ὀργά‐ νοις χάριν τῆς αὐτῆς χρείας παρελήφθησαν ψαλίδες· ἐν δέ τισιν ὀργάνοις πρὸς ἀσφαλῆ συμπηγίαν σκελῶν πρὸς διαπήγματα ψαλίδας

49

.

5

.

18

χαλκᾶς εὑρίσκομεν προσηλωμένας. παρασκέλια δ’ ἐπὶ τῶν στασίμων ὀργάνων ἐγένετο χάριν τοῦ κλινόμενα τὰ ὄργανα καὶ τὴν τῶν ἐφε‐

49

.

5

.

19

δράνων χρείαν ἐπιτελοῦντα ἐπ’ αὐτῶν στηρίζεσθαι. παραδοὺς ἐξ ὧν πάντα τὰ ὄργανα κατεσκεύασται, καὶ ἃς χρείας ἕκαστον τῶν ἐν αὐ‐ τοῖς μηχανημάτων ἐπιτελεῖ, ἑξῆς βούλομαι διδάξαι, τίνα τῶν ἐν τοῖς ὀργάνοις ἀκίνητα ὄντα ἐνεργεῖ, τίνα κινούμενα, καὶ τῶν κινουμένων
5τίνα ἐν τῷ αὐτῷ τόπῳ μένοντα κινεῖται, καὶ τίνα ἀμείβοντα ἐνεργεῖ, πάλιν τε τῶν ἀκινητούντων τίνα ἀεὶ καὶ εἰς ἅπαν μένει ἀκίνητα, καὶ

49

.

5

.

20

τίνα ἐξαιρούμενα ἑτέρας χρείας ἐπιτελεῖ. ἀκίνητα δή ἐστιν ἐν τοῖς ὀργάνοις ταῦτα, βάσεις, σκέλη, πλευρά, διαπήγματα, σφηνοειδῆ, μη‐ νοειδῆ, ἐφέδρανα, πριαπίσκοι, ἄλλα τινὰ πλεῖστα· κινούμενα δ’ ἐνεργεῖ στροφώματα, κόρακες, ἄξονες, τύμπανα, ἀγκῶνες, κοχλίαι, χελῶναι,
5ἄλλα τε πλεῖστα τούτοις ἀνάλογα· ἀλλ’ ἐν μὲν τῷ αὐτῷ τόπῳ μέ‐ νοντα κινεῖται τὰ τοιαῦτα, στροφώματα, κόρακες, τύμπανα, κοχλίαι,

49

.

5

.

21

οἱ πλεῖστοι ἄξονες· τόπον δ’ ἐκ τόπου ἀμείβουσι χελῶναι, ἀγκῶνες.

49

.

5

.

22

τῶν δ’ ἀκινητούντων ἐν τοῖς ὀργάνοις ἃ μὲν ἀεὶ καὶ εἰς ἅπαν ἀκί‐

49

.

5

.

23

νητα μένει, ἃ δ’ ἐστὶν ἐξαίρετά τε καὶ ἔνθετα. ἀεὶ μὲν οὖν ἀκίνητα μένει τὰ τοιαῦτα· βάσεις, σκέλη, πλευρά, διαπήγματα, ῥίζαι, ἐφέδρανα, μηνοειδῆ· ἐξαίρετα δ’ ἐπί τινων ὀργάνων ἀκίνητα ὄντα σφηνοειδῆ.

49

.

5

.

24

ὡσαύτως δὲ καὶ οἱ πριαπίσκοι πρὸς ἑτέρας χρείας ἔνθετοί τε καὶ ἐξαίρετοι γίνονται.

49

.

6

t

Ἐκ τῶν Γαληνοῦ. Περὶ μηχανημάτων.

49

.

6

.

1

Μόνον μὲν ἱκανόν ἐστιν εἰς ἐμβολὰς ἄρθρων τὸ καλούμενον Ἱπ‐ ποκράτειον βάθρον· εἰ δ’ ἄρα τις θέλοι καὶ ἄλλοις χρῆσθαι, πρὸς μὲν τὰς ὁδοιπορίας τὸ καλούμενον πολύσπαστον ἐπιτήδειον (Ἀρχιμήδους δ’ αὐτό φασιν εὕρημα εἶναι), πρὸς δὲ τὰς ἐν πόλει χρείας στάσιμον
5μὲν ἄξιον λόγου τὸ τοῦ Τέκτονος καλούμενόν ἐστιν ἢ τὸ τοῦ Ἀν‐ δρέου, ἐφέδρανον δὲ τουτὶ τὸ Ἱπποκράτους βάθρον.

49

.

7

t

Περὶ τοῦ μηχανικοῦ γλωττοκόμου.

49

.

7

.

1

Οὐκ ἀλόγως εὑρῆσθαί μοι δοκεῖ τοῖς νεωτέροις ἰατροῖς γλωσσό‐ κομον ὄργανον ἐπιτήδειον εἰς τὰς πωρώσεις, ἐάν τε μηρὸς ἐάν τε κνήμη συντριβῇ· πρόσκειται γὰρ αὐτῷ κατὰ τὸ πέρας ἄξων, ἐφ’
ὃν αἱ τελευταὶ τῶν ἀντιτεινόντων τὸ κῶλον βρόχων ἀχθεῖσαι περι‐
5βάλλονται· τοὺς βρόχους δ’ αὐτοὺς περιτιθέναι χρὴ κατὰ τὰ πέρατα

49

.

7

.

2

τοῦ θεραπευομένου τῶν ὀστῶν. ἔστωσαν δ’ ἐκ δυοῖν διανταίων, ὡς εἶναι σκέλη τέτταρα τῶν βρόχων ἑκατέρου, δύο μὲν ἐκ τῶν δεξιῶν,

49

.

7

.

3

δύο δ’ ἐκ τῶν ἀριστερῶν. ταῦτα οὖν τὰ σκέλη τὰ μὲν ἐκ τοῦ κάτω βρόχου διεκβάλλοντα διὰ τρημάτων τινῶν ἐν τῷ κάτω πέρατι τοῦ γλωσσοκόμου γεγονότων ἐπὶ τὸν ἄξονα φέρειν χρή, τὰ δ’ ἐκ τοῦ ἄνω βρόχου πρότερον ἀπάγοντα πρὸς τὴν ἄνω χώραν τοῦ γλωσσο‐
5κόμου διεκβάλλειν καὶ αὐτὰ τρημάτων τινῶν ἐν τοῖς πλαγίοις αὐτοῦ

49

.

7

.

4

μέρεσι γεγονότων· ἐχέτω δὲ τὰ τρήματα τροχιλίας ἐν ἑαυτοῖς. εἶθ’ ἑκατέρωθεν ἐκ τῶν ἔξω μερῶν τοῦ γλωσσοκόμου κατάγοντα χρὴ φέρειν ἐπὶ τὸν ἄξονα τὰ εἰρημένα πέρατα τῶν βρόχων· τούτων γὰρ οὕτως σκευασθέντων μία περιστροφὴ τοῦ ἄξονος ὡσαύτως τείνει τοὺς
5δύο βρόχους, κάτω μὲν τὸν ἐν τῷ κάτω πέρατι τοῦ κατεαγότος ὀστοῦ περιβεβλημένον, ἄνω δὲ τὸν ἕτερον, ὥστε μετὰ μὴν ἀπόθεσιν ἔτι σοι λοιπὸν εἶναι καθ’ ἑκάστην ἡμέραν ἐπανορθοῦσθαι τὴν ἀντίτα‐ σιν τῶν βρόχων, ἤτοι γε ἐπιτείνοντι τὴν τάσιν αὐτῶν ἢ ἐκλύοντι· τὸν μὲν γὰρ ἐν τοῖς κάτω μέρεσι τοῦ κώλου βρόχον ὁ ἄξων δι’
10εὐθυπόρου τάσεως ἐπισπᾶται, τὸν δ’ ἄνω μετὰ τῆς μεταληπτικῆς ἢ ἀντιμεταληπτικῆς ὀνομαζομένης.

49

.

8

t

Ἐκ τῶν Ἡλιοδώρου. Νειλέως πλινθίον.

49

.

8

.

1

Τὸ τοῦ Νειλέως πλινθίον κατεσκεύασται ἐκ τῶν λεγομένων τε‐ τραγώνων ὑπομήκων τονίων· πλευρὰ γὰρ ἔχει δύο μήκει τετραπα‐ λαιστιαῖα, 〈πλάτει παλαιστιαῖα,〉 πάχει δακτυλιαῖα, συμπεπηγότα πρὸς ἄλληλα κατὰ τὰ πέρατα τοῖς λεγομένοις διαπήγμασιν· τὰ δὲ διαπήγ‐
5ματα ταῦτα ἰσοπλατῆ μέν ἐστι καὶ ἰσοπαχῆ ταῖς πλευραῖς, τῷ δὲ

49

.

8

.

2

μήκει παλαιστιαῖα. τοιγαροῦν κατὰ λόγον τῶν μὲν ὄντων τετρα‐ παλαιστιαίων, παλαιστιαίων δὲ τῶν διαπηγμάτων, ἐγένετο συμπηγία

49

.

8

.

3

τοῦ τονίου τετράγωνος ὑπομήκης. ἐξέσται δὲ τῷ βουλομένῳ καὶ τὰ πλευρὰ κολοβώτερα τοῦ ἱστορημένου μέτρου ποιῆσαι, ἐπείπερ ἑνὶ

49

.

8

.

4

ἄξονι ἐνεργεῖ τὸ ὄργανον. ἐν δὲ μέσοις τοῖς πλευροῖς ἐκκεκομμένοις στρογγύλοις καὶ διανταίοις τρήμασιν ἄξων ἐστὶν ἔκθετος μέσον ἔχων τύλον, κατὰ δὲ τὰς ἐκθέτους ἀποτορνώσεις σκυτάλας, τῇ μὲν ὕλῃ

49

.

8

.

5

χαλκᾶς ἢ σιδηρᾶς, δεκαδακτυλιαίους δὲ τῷ μεγέθει. ἔχει δὲ καὶ κρί‐ κους τέσσαρας τὸ τόνιον τοῖς πλευροῖς καθηλωμένους, δύο ἄνω καὶ

49

.

8

.

6

δύο κάτω. ἡ ἀρχαία καὶ κατ’ αὐτὸν τὸν Νειλέα τοῦ Νειλέως κατα‐ σκευή ἐστιν αὕτη· γενόμενος δέ τις Ἡρόδοτος ἀνὴρ ὀργανικὸς τὰ διαπήγματα κατὰ τὰ ἐμπρόσθια μέρη κατὰ μεσότητας ἐκοίλανε σιγ‐ μοειδῶς, ἵνα αἱ ἀπὸ τῶν τεινομένων σωμάτων καιρίαι καταφερό‐
5μεναι ἐπὶ τὸν τύλον τοῦ ἄξονος μὴ προστρίβωνται ἐκθέτοις οὔσαις

49

.

8

.

7

ταῖς γωνίαις, ἀλλὰ κατάλληλοι 〈ἐπ’〉 αὐτὸν ἄγωνται. τοιοῦτος καὶ ὁ Ἡρό‐ δοτος· καθάπερ δ’ ἡμεῖς παρειλήφαμεν τὴν ἱστορίαν ταύτην, κατὰ ταῦτα παραδίδομεν. λέγεται Πασικράτην τὸν ὀργανικὸν γενόμενον ἐν τῇ Σιδῶνι τεθεωρηκέναι τὸ τόνιον τοῦτο ὑπ’ ἀνδριάντος διακρα‐
5τούμενον, κατασκευῇ διαφόρῳ κεχρημένον· τῆς γὰρ αὐτῆς οὔσης συμπηγίας, εἶχεν ἐκεῖνο τὸ τόνιον κατὰ τὰς ἐκθέτους τοῦ ἄξονος ἀποτορνώσεις χαλκῶν δρακόντων ἐμπλοκάς, κατ’ ἰθὺ προκειμένων

49

.

8

.

8

τῶν κεφαλῶν καὶ τῶν οὐρῶν. οὗτοι δ’ οἱ δράκοντες τίνος χάριν ἐγένοντο; ὅτι ἀντὶ τῶν σκυταλῶν κατεσκευάσθησαν πρὸς τὴν τοῦ ἄξονος στροφήν, ἐπεὶ τὸ ἐν τῇ Σιδῶνι ὄργανον μέσα τὰ διαπήγματα εἶχε τετρημένα στρογγύλοις τρήμασι καταλλήλοις τῷ τύλῳ τοῦ ἄξο‐

49

.

8

.

9

νος. δῆλον δ’ ὅτι τῶν τρημάτων ἐστὶν ἡ αὐτὴ χρεία τῇ κατὰ τὸν Ἡρόδοτον, ἵνα διὰ τῶν τρημάτων κατάλληλοι ἄγωνται ἐπὶ τὸν

49

.

8

.

10

τύλον αἱ ἀπὸ τῶν τεινομένων σωμάτων καιρίαι. ἔτι ὁ Πασικράτης ἱστόρησε καὶ τῷ ἄξονι περικείμενα τέσσαρα τύμπανα περιτεθειμένα χαλκᾶ πλησίον τῶν πλευρῶν, δύο μὲν ἔνδοθεν, δύο δ’ ἔξωθεν· ἐτέ‐

49

.

8

.

11

τρητο γὰρ καὶ τὰ πλευρὰ κατὰ τὴν τῶν ὀδόντων τάξιν. τούτων δ’ εὐχρηστία αὕτη· ἵνα μετὰ τὴν αὐτάρκη τάσιν ἐντιθέμεναι περόναι εἰς τὰ μεταξὺ τῶν ὀδόντων διαστήματα στηρίζωσι τὸν ἄξονα πρὸς τὴν

49

.

8

.

12

ἐν τοῖς καταρτισμοῖς χρείαν. οἱ δὲ μεταγενέστεροι τὰ μὲν τύμπανα παρῃτήσαντο, ἔτρησαν δ’ ἀντία τὰ πλευρὰ κατὰ τὰ ἐμπρόσθια μέρη, ἔτρησαν δ’ ἅμα κατὰ κύκλον ἐκ διαστημάτων τινῶν καὶ αὐτὰς τὰς τοῦ ἄξονος ἀποτορνώσεις, ἵνα πρὸς τὴν δεδηλωμένην χρείαν περόναι

49

.

8

.

13

ἐντιθέμεναι ἀκίνητον φυλάξωσι τὸν ἄξονα. ἐγὼ δέ, ἐπείπερ δια‐ πίπτουσιν αἱ περόναι, τῆς ἱστορημένης εὐχρηστίας χάριν κόρακας ἐφή‐
λωσα τοῖς πλευροῖς αὐτάς τε τὰς τοῦ ἄξονος ἀποτορνώσεις [σὺν] τοῖς τῶν πλευρῶν κατὰ κύκλον ἐκ διαστημάτων συμμέτρων ἔτρησα
5τρήμασι καταλλήλοις, ἵνα ὁπότε βουληθείην ἐν καταρτισμῷ ἀκινητεῖν

49

.

8

.

14

τὸν ἄξονα, κατακλείσω τὸν κόρακα εἰς τὸ κατάλληλον τρῆμα. ἡ κοινὴ τοῦ τονίου πλινθίου κατασκευή ἐστιν αὕτη, ἐγὼ δὲ καὶ ἄλλως τὸ πλινθίον κατεσκεύασα· τῶν γὰρ αὐτῶν ὄντων μέτρων τῶν πλευρῶν, τὸ κάτω διάπηγμα ἄνω ἀναβεβίβακα, τὰ κάτω τῶν πλευρῶν πέρατα
5ἔτι παλαιστιαῖα ὑπὲρ τὸ διάπηγμα καταλιπών, τὸν δ’ ἄξονα ἔταξα ἐν

49

.

8

.

15

μέσῳ τῷ τῶν διαπηγμάτων λεγομένῳ φωτί. καὶ βάθρον δέ τι τῶν σχολικῶν κατὰ τὸ ἓν πέρας τῆς σανίδος ἐξέκοψα τετραγώνοις ὑπο‐ μήκεσιν ἐκκοπεῦσιν, ἵνα τὰ δεδηλωμένα τῶν πλευρῶν πέρατα ἐναρ‐ μόζηται εἰς τὰς ἐκκοπάς· αὐτὰ δὲ τὰ πλευρὰ κατὰ τὰ πέρατα ἔτρησα
5ἐκ τῶν πλαγίων εἰς τὰ πλάγια διανταίοις τρήμασιν, ἵνα ἐντιθεμένη περόνη εἰς τὰ τρήματα συνάγῃ τὸ πλινθίον. αὕτη τοῦ ὀργάνου κατασκευή· ἑξῆς δ’ ἐπὶ τὴν κίνησιν αὐτοῦ πάρειμι.

49

.

9

t

Περὶ κινήσεως τονίων.

49

.

9

.

1

Ἐπεὶ τὰ τόνια ὄργανά ἐστιν ἐλλιπῆ καθ’ ἑαυτὰ ἐνεργῆσαι μὴ δυνάμενα, ἀλλὰ προσδεῖται ἑτέρῳ, ὡς κλίμακι, κλίνῃ, βάθρῳ, ὅ τε καταρτισμὸς μηδενὸς τούτων παρόντος ἐπὶ τοῦ ἐδάφους γίνεται εἰς τὴν γῆν, καλῶς ἔχειν μοι δοκεῖ, ὡς ἐν σχολικῇ παραδόσει, πρὸς τὴν
5παροῦσαν διδασκαλίαν ἐπὶ κλίμακος παρεσκευασμένης τὴν τοῦ ὀργάνου

49

.

9

.

2

κίνησιν δηλῶσαι. ἡτοιμάσθω κλίμαξ μία τῶν κοινῶν, μὴ ἐκείνη ἡ πλατεῖα μὲν καὶ λοξὰ τῇ θέσει ἔχουσα κλιμάκια (τὰ γὰρ τοιαῦτα τῶν κλιμακίων πρὸς τὸν καταρτισμόν ἐστιν ἀνεπιτήδεια), ἀλλ’ ἔστω

49

.

9

.

3

κλίμαξ ἰσοπαχὴς ἔχουσα τετράγωνα τὰ κλιμάκια. χάριν δὲ τοῦ τὰ σώματα μὴ παρατρίβεσθαι ὑπὸ τῶν γωνιῶν ἔστωσαν αἱ γωνίαι αὐ‐ τῶν ἀπολελειωμέναι καὶ εἰς τὸν στρογγύλον τρόπον ἐξεσμέναι· ὅταν δὲ μὴ ᾖ τοιαῦτα τὰ κλιμάκια τῆς κλίμακος, ἐρίοις περιειλήσθω εὐα‐

49

.

9

.

4

φείας τῶν σωμάτων χάριν. ἄρξομαι δὲ τῆς παραδόσεως ἀπὸ τῆς εἰς

49

.

9

.

5

τὴν μασχάλην τοῦ ὤμου διαφορᾶς. δεῖ δέ, ὅταν καταρτίζηται τὸ ἐξάρθρημα τοῦτο, αἱρεῖσθαι σφηνοειδὲς τὸ ἐκ τῶν κάλων ἠρτημένον· τοῦτο δὲ τὸ σφηνοειδὲς κατὰ κλιμακίου τοῦ ἐπιτηδείου πρὸς τὴν τῆς χειρὸς ὑπέρθεσιν, ὥσπερ ὑπέδειξα, τιθέσθω καὶ διὰ τῶν κάλων πρὸς
5αὐτὸ ἀσφαλιζέσθω· ἐπιτήδειον δ’ ἐστὶ κλιμάκιον πρὸς τὸν καταρτι‐

49

.

9

.

6

σμὸν ἐκεῖνο ὃ ἔφην. μετὰ τὴν τῆς χειρὸς ὑπέρθεσιν καὶ κατάτασιν
κρεμασθήτω ὁ πάσχων ἀφεστὼς τοῦ ἐδάφους ὡς διπαλαιστιαῖον μέ‐

49

.

9

.

7

τρον. τὸ δὲ σφηνοειδὲς μὴ ἀδιαφόρως, ἀλλὰ παρατετηρημένως τῷ κλιμακίῳ ἀσφαλῶς προστιθέσθω, ὥστε τὸ μὲν ἀμβοειδὲς αὐτοῦ μέρος σχηματίζεσθαι πρὸς τὸν βραχίονα, τὸ δὲ περίκυρτον αὐτοῦ πρὸς τὰς

49

.

9

.

8

πλευράς. ἀπὸ δὲ διαστήματος τοῦ σφηνοειδοῦς εἰς τὰ κάτω ὡς μετὰ δύο ἢ τρία κλιμάκια τὸ ὄργανον ἀσφαλιζέσθω πρὸς τὴν κλίμακα διὰ τῶν προσόντων αὐτῷ κρίκων καὶ κάλων ἢ καιριῶν ἢ ἄλλων τινῶν διεκβαλλομένων· προσδείσθωσαν δὲ τῇ κλίμακι καὶ αὐτῇ ἀσφαλῶς κα‐
5ταπεπηγυίᾳ εἰς τὸ ἔδαφος εἰς τὸ ἀκινητοῦσαν ἐν ταῖς κατατάσεσιν

49

.

9

.

9

ἑδραίαν καὶ ἀκλινῆ μένειν. τρόχιλοι δὲ τέσσαρες μονόξυλοι ἢ δίξυλοι σπουδαιότεροι ἔστωσαν, δύο μὲν ἄνω ἐκ τοῦ ἄνω κλιμακίου ἀνηρτη‐ μένοι νεύοντες κάτω, δύο δὲ κάτω τῷ κάτω κλιμακίῳ προσδεδεμένοι

49

.

9

.

10

νεύοντες ἄνω. γενομένης δ’ οὕτω τῆς σκευῆς, φέρειν πρὸς καταρτι‐ σμὸν τὸ σφηνοειδές, ἐρίῳ δὲ μαλακῷ λεπτῷ σκέπειν· ἐπεὶ γάρ ἐστιν ἀπηνὲς τὸ ξύλον, τὸ ἔριον περιτιθέμενον αὐτῷ ὡς μάλαγμα παρα‐

49

.

9

.

11

λαμβάνεται. καὶ δι’ ἑτέραν δ’ αἰτίαν τοῦτο γίνεται· ἰδίως γὰρ ἱδρῶτες ἐπιγίνονται ἐν τῇ μασχάλῃ πολυθέρμῃ οὔσῃ, καὶ μᾶλλον διὰ τὴν τοῦ

49

.

9

.

12

καταρτιζομένου δειλίαν καὶ πόνον. τούτους τοὺς ἱδρῶτας ἀναρπάζει

49

.

9

.

13

τὸ περιειλούμενον τῷ σφηνοειδεῖ ἔριον. καὶ αὐτὴ δ’ ἡ κλίμαξ ἤτοι ὑπὸ τῶν παρόντων ἀσφαλῶς διακρατείσθω, ἢ τὰ κάτω τῶν σκελῶν πέρατα εἰς τὸ ἔδαφος καταπεπήχθω μετὰ σφηνώσεως, ὡς πρόκειται.

49

.

9

.

14

δῆλον δ’ ὅτι μήκους εὖ ἔχειν δεῖ τὴν κλίμακα καὶ εἶναι μετὰ τὸ εἰς τὴν γῆν καταπεπῆχθαι τὸ ὑπερκείμενον αὐτῆς μέτρον αὔταρκες ἀεὶ

49

.

9

.

15

πρὸς τὸ τοῦ καταρτιζομένου μέγεθος. ἐστηριγμένης δὲ τῆς κλίμακος ὑποπόδιον αὐτῇ παρατιθέσθω, ἐφ’ ᾧ ἐπιβεβηκὼς ὁ πάσχων ὑπερτι‐ θέτω τὴν χεῖρα ὑπὲρ τὸ κλιμάκιον, ἵνα τὸ σφηνοειδὲς εὐαρμόστως

49

.

9

.

16

ἐντεθῇ εἰς τὴν μασχάλην. ἔπειτα διπλῆς καιρίας μεσότης τασσέσθω μεταξὺ τοῦ σφηνοειδοῦς καὶ τοῦ βραχίονος, ἧς αἱ ἀρχαὶ ἔστωσαν ἔξω

49

.

9

.

17

παρειμέναι. μετὰ δὲ ταῦτα βρόχος ὁ καρχήσιος λεγόμενος ἢ ἄλλος τις ἰσότονος περιτιθέσθω τῷ βραχίονι, ἀλλὰ μὴ κατὰ μέσου, ἵνα μὴ ὁ μῦς σφίγγηται, ὑπεράνω δὲ τοῦ τοῦ μυὸς πάχους ἢ ὑπὸ τὸν μῦν· νῦν γὰρ ἡ ἐκ τοῦ ἀγκῶνος ἀνωμαλία κωλύσει τὸν βρόχον ὑποχωρῆ‐
5σαι, καὶ μᾶλλον οὕτω συμφέρει· τὰ γὰρ ἐκ πολλοῦ διαστήματος τει‐ νόμενα σώματα εὐχερῶς ἀνίεται, τὰ δὲ σύνεγγυς εὐχερῶς τεινόμενα

49

.

9

.

18

δυσχερῶς χαλᾶται. μετὰ δὲ τὴν [τοῦ βρόχου] περίθεσιν τῆς καιρίας
αἱ τοῦ βρόχου ἀρχαὶ ἀγέσθωσαν κάτω καὶ ἀποδιδόσθωσαν κατ’ εὐθὺ τῷ τύλῳ τοῦ ἄξονος, εἶτα τότε διὰ τῶν σκυταλῶν ἢ αὐτόθεν [ἢ] διὰ χειρῶν ὁ ἄξων στρεφέσθω, ἵνα τῇ τοῦ ἄξονος στροφῇ γένηται

49

.

9

.

19

[καὶ] κατάτασις εὐθύπορος. ἅμα δὲ τῇ κατατάσει, ἤδη τῆς τάσεως προκοπτούσης, ὑφελκέσθω τὸ ὑποπόδιον, ἵνα ἐκ τῆς κλίμακος κρεμα‐

49

.

9

.

20

σθῇ ὁ πάσχων πρὸς τὸν καθ’ ὑπεραιώρησιν καταρτισμόν. κρεμαμένου δὲ τοῦ καταρτιζομένου, ὁ ὑπηρέτης ἐξόπισθεν πλησίον αὐτοῦ [ἢ ἐπί τινος τραχήλου] ἑστὼς ἀμφοτέρας τὰς χεῖρας αὑτοῦ συνημμένας κα‐ θαπτέτω κατὰ τοῦ τραχήλου τοῦ καταρτιζομένου καὶ ἀντιμεταγέτω

49

.

9

.

21

βίᾳ τὸν τράχηλον. προστιθέσθω δ’ ἅμα τῇ κατατάσει καὶ τῇ ὑπεραιω‐

49

.

9

.

22

ρήσει· ἀνίεται γὰρ τὰ περικείμενα τῷ ἄρθρῳ πλέγματα. τῆς δὲ τάσεως αὐτάρκους γινομένης, παρεστὼς ὁ καταρτίζων, συλλαβὼν τὴν τῆς καιρίας ἀρχήν, δι’ αὐτῆς ἑλκέτω τὴν τοῦ βραχίονος κεφαλήν, τὸν

49

.

9

.

23

ἀγκῶνα ἀντιμετάγων εἰς τὰ κλιμάκια· τοῦ δ’ ἐξελκυσμοῦ γενομένου,

49

.

9

.

24

ἀνίεται ἡ τάσις καὶ σφάλμα ἐπαγέσθω πρὸς τὴν ἐνάρθρωσιν. τοιοῦτός ἐστιν ὁ τρόπος τῆς εὐθυπόρου κατατάσεως· συμφέρει δὲ πρὸς τὸν ἀσφαλῆ καταρτισμὸν πρὸ τῆς κατατάσεως ἀσφαλίζεσθαι καιρίαις τὰ σκέλη πρὸς ἄλληλα καὶ τὴν ὑγιῆ χεῖρα παρατεταμένην πρὸς τὰς
5πλευρὰς δεῖν, ἵνα μὴ ἐκ 〈τῆσ〉 τοῦ καταρτισμοῦ ἀλγηδόνος ἤτοι ἐπι‐ βαίνῃ τοῖς κλιμακίοις ὁ καταρτιζόμενος ἢ τῇ χειρὶ τὰς ἀρχὰς τοῦ

49

.

9

25,26

βρόχου συνέχῃ. ἐξέσται δέ τινι καὶ κατὰ μετάληψιν κατατεῖναι. τίς

49

.

9

.

27

δὴ ὁ τρόπος τῆς κατὰ μετάληψιν κατατάσεως, ὑποδείξω. πάντων τῶν αὐτῶν γεγονότων ἐπὶ τῆς εὐθυπόρου κατατάσεως τῶν δεδηλωμένων, αἱ τοῦ βρόχου ἀρχαὶ διὰ τῶν κάτω τροχίλων μεταλαμβανέσθωσαν ἔσωθεν ἔξω, ἀποδιδόσθωσαν δὲ τῷ τύλῳ τοῦ ἄξονος, ἢ ἔξωθεν ἔσω,
5καὶ περιτιθέσθωσαν ταῖς σκυτάλαις τοῦ ἄξονος, ἵνα συνεπιστρεφομένου

49

.

9

.

28

τοῦ ἄξονος ἡ κατὰ μετάληψιν γένηται κατάτασις. δύναται δὲ διὰ τῆς αὐτῆς παρασκευῆς καὶ ἡ κατ’ ἀντιμετάληψιν κατάτασις γίνεσθαι· δηλῶ

49

.

9

.

29

δὲ τοῦτο πῶς. αἱ τοῦ βρόχου ἀρχαὶ ἄγονται κάτω καὶ διεκβάλλονται καὶ διὰ τῶν ἄνω τροχίλων, ἐπὶ τέλει τε καταφέρονται καὶ ἀποδίδον‐ ται ταῖς σκυτάλαις τοῦ ἄξονος, ὅτε κίνησις ἡ κατ’ ἀντιμετάληψιν καὶ

49

.

9

.

30

κατάτασις γενήσεται. πάλιν μετὰ τὴν αὐτάρκη τάσιν αἱ ἀκόλουθοι

49

.

9

.

31

μοχλεῖαι ἐγκρίνονται αἱ ἐπὶ τῆς εὐθυπόρου τάσεως δεδηλωμέναι. οἱ ἐκ κατατάσεως τρόποι εἰσὶν οὗτοι· δεῖ δὲ μετὰ τὸν καταρτισμὸν πλη‐ σίον τῆς κλίμακος τὸ ὑποπόδιον τιθέναι, ἵνα ἐπιβῇ αὐτῷ ὁ καταρτι‐ σθείς, καὶ τότε αὐτὸν ἀπὸ τοῦ σφηνοειδοῦς παράγειν, χωρίζειν δ’

49

.

9

.

32

ἀπὸ τῆς κλίμακος ἔχοντα τὸν βραχίονα, ὡς προεῖπον. ἐπεὶ δὲ διὰ τοῦ αὐτοῦ ὀργάνου ἀνάτασις τοῖς πρὸ ἡμῶν ἱστορήθη γίνεσθαι, ὀφείλω κἀγὼ κατὰ τὸ ἀκόλουθον καὶ τοὺς τῆς ἀνατάσεως τρόπους

49

.

9

.

33

ὑμῖν δηλῶσαι. ὥσπερ οὖν ἔφην, ἠθέλησαν οἱ προγενέστεροι καὶ τοὺς κατ’ ἀνάτασιν καταρτισμούς, ἔτι τε καὶ τοὺς κατὰ διάτασιν εἰσηγήσα‐ σθαι· μάλιστα δὲ τῇ ἀνατάσει ἐχρήσαντο ἐφ’ ὧν οὐ μόνον ἐξάρθρημα,

49

.

9

.

34

ἀλλὰ καὶ κάταγμα τοῦ βραχίονος ἐγένετο. ἴδωμεν οὖν τοὺς τρόπους καθ’ οὓς ἔδοξεν αὐτοῖς καταρτίζειν ἐπὶ τοῦ κατ’ ἀνάτασιν τρόπου.

49

.

9

.

35

τῆς ἄλλης τοίνυν κατασκευῆς τοῦ κλιμακίου τῆς αὐτῆς οὔσης, οὐκέτι τὸ σφηνοειδὲς ἐπηρτισμένον τῷ κλιμακίῳ πρὸς αὐτὸ ἀσφαλίζεται, ἀλλ’ αὐτὸ μόνον ἐπιτίθεται αὐτῷ· αἱ δὲ τῶν κάλων ἀρχαὶ μακρόταται οὖσαι διὰ τῶν ἄνω προσδεδεμένων τροχίλων διεκβάλλονται ἔσωθεν
5ἔξω, εἶτ’ ἄγονται κάτω καὶ ἀποδίδονται ταῖς σκυτάλαις τοῦ ἄξονος

49

.

9

.

36

ὡς τύλοις. τούτων οὕτως γενομένων, τίθεται πλησίον τῆς κλίμακος ὑποπόδιον, ᾧ ἐπιβεβηκὼς ὁ πάσχων ὑπερτίθησι τὴν χεῖρα, ἵνα πάλιν τὸ σφηνοειδὲς εἰς τὴν μασχάλην 〈ἐντεθῇ〉, ἔπειτα βρόχος ὁ καρχή‐ σιος ἢ ἄλλος τις ἰσότονος περιτίθεται τῷ βραχίονι, οὗ αἱ ἀρχαὶ ἄγον‐
5ται κάτω καὶ ἀποδίδονται κλιμακίῳ ἑνί τινι κλίμακος πρὸς κράτημα.

49

.

9

.

37

γενομένου δὲ τοῦ κρατήματος, καθὼς ἐδηλώθη, στρέφεται ὁ ἄξων, ὅτε συμβαίνει τῇ τοῦ ἄξονος στροφῇ διὰ τοῦ κάλου κατὰ μετάληψιν

49

.

9

.

38

ἀνελκόμενον τὸ σφηνοειδὲς τὴν ἀνάτασιν ἐπιτελεῖν. μετὰ δὲ τὴν αὐτάρκη τάσιν ἡ κατ’ ἐξελκυσμὸν μοχλεία διὰ διπλῆς καιρίας γίνεται,

49

.

9

.

39

τὸ δὲ σφάλμα διὰ χειρῶν. τούτῳ ἐγὼ τῷ καταρτισμῷ οὐ συναρέσκο‐ μαι· διότι, ἐγὼ φράσω· αἰωρούμενον τὸ σφηνοειδὲς περιτρέπεται· ὅταν δὲ μὴ μένῃ ἐν τῇ μασχάλῃ, οὐ γίνεται οὐδὲ τὸ τοῦ καταρτισμοῦ τέλος, καὶ μάλιστα ὅταν θέλῃ τις κρεμαμένου τοῦ πάσχοντος καθ’
5ὑπεραιώρησιν καταρτίσαι· ἀσφαλὴς δὲ γίνεται ἡ κατάτασις, βεβηκότος τοῦ σφηνοειδοῦς 〈κατὰ〉 τῶν κλιμακίων καὶ διὰ τῶν κάλων ἠσφα‐

49

.

9

.

40

λισμένου, ὡς πρόσθεν ἐδηλώθη. πῶς δὲ καὶ κατ’ ἀνάτασιν ἡμεῖς ἐνερ‐ γοῦμεν ἀσφαλῶς, εἴσεσθε μετ’ ὀλίγον ἐν τῇ παραδόσει τῶν κεκλιμέ‐ νων καταρτισμῶν· ὁ δὲ κατὰ διάτασιν τρόπος γίνεται, τῶν ἄλλων μὲν πάντων συντελουμένων, τῶν δὲ τοῦ βρόχου ἀρχῶν οὐκέτι
5ἀσφαλιζομένων πρὸς τὸ κλιμάκιον, ἀλλὰ τῷ τύλῳ τοῦ ἄξονος αὐτόθεν προσδεδεμένων, ἢ κατὰ μετάληψιν πρότερον διὰ τῶν κάτω τροχίλων

49

.

9

.

41

μεταλαμβανομένων καὶ τότε τῷ ἄξονι ἀποδιδομένων. ἐγκλήματα δὲ ταὐτὰ καὶ νῦν κομιζέσθω τὰ τῆς διατάσεως τὰ μικρῷ πρόσθεν ἐπὶ τῆς ἀνατάσεως εἰρημένα· ἀεὶ γάρ μοι ἀρέσει, ὀρθοῦ τοῦ πάσχοντος

49

.

9

.

42

καταρτιζομένου, μόνῃ τῇ κατατάσει ἐνεργεῖν. περὶ τῆς εἰς τὴν μασχά‐ λην διαφορᾶς λόγον ποιησάμενος ἀκολούθως βούλομαι καὶ 〈περὶ〉 τῆς ἔμπροσθεν ἔτι καὶ τῆς ὀπίσω διαστείλασθαι διαφορᾶς.

49

.

10

t

Περὶ τῆς ἔμπροσθεν καὶ τῆς ὀπίσω τοῦ ὤμου διαφορᾶς.

49

.

10

.

1

Ἐπὶ τῆς ἔμπροσθεν καὶ ὀπίσω τοῦ ὤμου διαφορᾶς τοῦ κλιμακίου κατὰ ταὐτὰ καὶ ὡσαύτως παρεσκευασμένου ἢ ἐσχηματισμένου, προσ‐ δεδεμένου δὲ τοῦ τονίου καὶ τῶν τροχίλων, καθάπερ προείρηται, πάλιν πρὸς τὸν καταρτισμὸν ὑποπόδιον δεῖ τιθέναι πλησίον τῆς κλί‐
5μακος καὶ 〈τὸ〉 πρὸς τὸν καταρτισμὸν ἐπιτήδειον κλιμάκιον ἐρίῳ ἢ ὀθονίῳ περιειλεῖν, ἔπειτα ὑπερτιθέναι τὴν χεῖρα, ἵνα κατὰ τοῦ κλι‐ μακίου προπεριειλημένου, ὡς ὑπεδείχθη, στηριχθῇ ἡ μασχάλη, καὶ τότε τῷ βραχίονι τὸν καρχήσιον βρόχον ἢ ἄλλον ἰσότονον περιτιθέναι,

49

.

10

.

2

καθὼς εἴρηται. τοῦ βρόχου τὰς ἀρχὰς ἄγειν κάτω ἐπὶ τὸ τόνιον δεῖ καὶ ἀποδιδόναι τῷ ἄξονι ἤτοι κατ’ εὐθὺ 〈ἢ κατὰ〉 μετάληψιν, ὡς προϊστόρηται ἐπὶ τῆς εἰς τὴν μασχάλην διαφορᾶς, ἵνα πάλιν τῇ τοῦ

49

.

10

.

3

ἄξονος στροφῇ 〈ἡ〉 τοιάδε κατάτασις γένηται. ἅμα δὲ τῇ κατατάσει πάλιν ὀφείλει τις ἐξόπισθεν παρεστὼς καθάπτειν ἑαυτοῦ τὰς χεῖρας κατὰ τοῦ τραχήλου τοῦ καταρτιζομένου πρὸς τὴν τοῦ σώματος ἀντι‐

49

.

10

.

4

μεταγωγήν. ἐξέσται δὲ νῦν μᾶλλόν τι προσθεῖναι τῇ τῆς τάσεως βίᾳ καὶ τῇ κατατάσει, τὸ ὑποπόδιον ὑφελκύσαντα, τὸν δὲ πάσχοντα κρε‐ μάσαντα, ἵνα καὶ ἡ ὑπεραιώρησις συνεργήσῃ τῷ χαλάσματι τῶν προ‐

49

.

10

.

5

κειμένων τῷ ἄρθρῳ πλεγμάτων. αὐτάρκους δὲ τῆς τάσεως γενομένης, πρὸς τὴν ἀρθρεμβολίαν αἱ κατὰ παραγωγὴν μοχλεῖαι γινέσθωσαν ὑπ’

49

.

10

.

6

αὐτοῦ τοῦ καταρτίζοντος. δεῖ δ’ ἐπὶ μὲν τῆς ἔμπροσθεν διαφορᾶς τῷ θέναρι τῆς χειρὸς βιάζεσθαι τὴν κεφαλὴν τοῦ βραχίονος ἐκ τοῦ παρὰ φύσιν τόπου εἰς τὸ κατὰ φύσιν, τῇ ἑτέρᾳ χειρὶ ἀντιμεταγομένου τοῦ

49

.

10

.

7

ἀγκῶνος ἐκ τῶν ὀπισθίων μερῶν εἰς τὰ ἐμπρόσθια. τούτου δὲ τοῦ ἔργου γινομένου, ὑπηρέτης παρεστὼς πλατείᾳ τῇ χειρὶ ἀνατρεπέτω τὴν ὠμοπλάτην, ἀντερείδων τὴν χεῖρα τῇ ὠμοπλάτῃ, ἵνα μὴ ἐκλύη‐

49

.

10

.

8

ται ἡ τοῦ ἔργου βία. ἐπὶ δὲ τῆς ὀπίσω διαφορᾶς γινέσθω τὰ ἐναντία· τῆς μὲν κεφαλῆς τοῦ βραχίονος κατὰ τὴν τοῦ αὐτοῦ θέναρος ἀντέ‐
ρεισιν ἀπὸ τοῦ πρὸς τῇ ὠμοπλάτῃ τόπου εἰς τὸ κατὰ φύσιν μετα‐ γομένης, ὁ δ’ ἀγκὼν τῇ ἑτέρᾳ χειρὶ εἰς τοὐπίσω πάντῃ μεταγέσθω.

49

.

10

.

9

οὕτως ἡμῖν ἀρέσκει τὴν εἰς τὸ ἔμπροσθεν καὶ τὸ ὀπίσω τοῦ ὤμου διαφορὰν καταρτίζειν· οἱ δ’ ἄλλοι ἐπεὶ ἀμφοτέρων τούτων ἀνέ‐ γραψαν καὶ τὸν κατ’ ἀνάτασιν καταρτισμόν, ἴδωμεν πῶς ἔδοξεν

49

.

10

.

10

αὐτοῖς ἐνεργεῖν. κλιμακίου ὡσαύτως παρεσκευασμένου, διπλῆς καιρίας ἢ κάλου μεσότης ἐρίῳ ἢ ὀθονίῳ περιειλεῖται, εἶθ’ ὑποτίθεται ὑπὸ τὴν μασχάλην, καὶ τότε αἱ ἀρχαὶ ὑπὸ τῶν ἄνω τροχίλων ἐκληφθεῖσαι ἄγονται κάτω καὶ ἀποδίδονται ταῖς σκυτάλαις ταῖς τοῦ ἄξονος ὡς

49

.

10

.

11

τύλοις. ἔπειτα τῷ βραχίονι καρχήσιος βρόχος ἢ ἄλλος ἰσότονος περι‐ τίθεται, οὗ αἱ ἀρχαὶ ἄγονται κάτω, καὶ προσδέονται κλιμακίῳ τινὶ

49

.

10

.

12

τῆς κλίμακος πρὸς κράτημα. τούτων γενομένων, ὡς εἴρηται, στρέφεται ὁ ἄξων· στρεφομένου δὲ τοῦ ἄξονος, κράτημα γίνεται καὶ ἀνάτασις.

49

.

10

.

13

πάλιν δὲ μετὰ τὴν αὐτάρκη τάσιν αἱ κατὰ παραγωγὴν δοκιμάζονται

49

.

10

.

14

μοχλεῖαι. ἐπὶ τῆς διατάσεως αἱ μὲν τοῦ βρόχου ἀρχαὶ τῷ τύλῳ τοῦ ἄξονος ἀποδίδονται, ἢ αὐτόθεν 〈ἢ〉 κατὰ μετάληψιν, αἱ δὲ τοῦ κά‐ λου ἀρχαὶ κατὰ μετάληψιν, 〈ἵνα τῇ〉 τοῦ ἄξονος στροφῇ ἡ διάτασις γένηται, μετὰ τὴν αὐτάρκη τάσιν τῶν αὐτῶν μοχλειῶν τῶν 〈κατὰ〉

49

.

10

.

15

παραγωγὴν δοκιμαζομένων. αἱ μὲν οὖν τάσεις γίνονται, αἱ δὲ μοχλεῖαι οὐκ εἰσὶν ἀσφαλεῖς· αἰωρούμενος γὰρ τῷ κρεμασμῷ καὶ παραφερό‐

49

.

10

.

16

μενος ὁ πάσχων δυσχερῶς ἀρθρεμβολεῖται. καὶ διὰ ταύτην τὴν αἰτίαν ἔδοξέ μοι καὶ νῦν ὑπερτίθεσθαι τὴν ἀνάτασιν καὶ τὴν διάτασιν, ἐνερ‐ γεῖν δὲ τὴν ἐπὶ πάντων τοῦ ὤμου ὀλισθημάτων κατάτασιν, ὀρθοῦ

49

.

10

.

17

τοῦ πάσχοντος καταρτιζομένου γινομένην. ἀπὸ τοῦ ὤμου ἐπὶ τὸν ἀγκῶνα μέτειμι.

49

.

11

t

Περὶ ἀγκῶνος.

49

.

11

.

1

Κοινῶς τὰ δύο τοῦ πήχεως ὀστᾶ εἰς τέσσαρας τόπους ὀλισθαί‐ νει, τὸν ἔσω, τὸν ἔξω, τὸν ἔμπροσθεν, τὸν ὀπίσω, καὶ ἐπὶ μὲν τῶν τριῶν διαφορῶν, τῆς ἔσω καὶ τῆς ἔξω καὶ τῆς ὀπίσω, κέκαμπται ἡ χεὶρ ἐκτείνεσθαι μὴ δυναμένη, ἐπὶ δὲ τῆς ἔμπροσθεν διαφορᾶς ἐκτέ‐

49

.

11

.

2

ταται κάμπτεσθαι μὴ δυναμένη. κοινῶς δ’ ἐπὶ τῶν τριῶν διαφορῶν, ἐφ’ ὧν κεκαμμένη ἡ χεὶρ ἀδυνατεῖ ἐκτείνεσθαι, τῆς κλίμακος μετὰ τοῦ τονίου παρεσκευασμένης, καθὼς εἴρηται, πρὸς τὸν καταρτισμόν, εἶτ’ αὐτόθεν παρεστὼς τῇ κλίμακι ὁ καταρτιζόμενος καὶ πλησίον ὄντι
5τῷ ὑποποδίῳ ἐπιβεβηκὼς ὑπερτιθέτω τὴν χεῖρα ὑπὲρ τὸ ἐπιτήδειον
αὐτῆς κλιμάκιον, καὶ τότε ὁ βραχίων διὰ τοῦ λεγομένου φοίνικος

49

.

11

.

3

ἐπιδέσμου κρατείσθω. βρόχος ἀνισότονος, ὡς ὁ ἐρτός, χιεστός, ναυτι‐ κός, [ᾧ] περιτιθέσθω τῷ πήχει πλησίον τοῦ καρποῦ, οὗ αἱ ἀρχαὶ ἀναγέσθωσαν καὶ ἀποδεδέσθωσαν ἑνὶ κλιμακίῳ πρὸς κράτημα, ἵνα μείνῃ ἐν τῇ τάσει ἀσφαλῶς φυλασσόμενον τὸ τῆς χειρὸς ἐγγώνιον
5σχῆμα· ὧν οὕτως γενομένων, διπλῆς καιρίας μεσότης περιτιθέσθω 〈τῷ〉 πήχει ἐγγὺς ἀγκῶνος· ἧς αἱ ἀρχαὶ ἀγέσθωσαν κάτω ἐπὶ τὸν ἄξονα καὶ ἤτοι κατ’ εὐθὺ 〈τῷ〉 τύλῳ τοῦ ἄξονος ἀποδιδόσθωσαν ἢ κατὰ μετάληψιν, καθάπερ ἐπὶ τῶν τοῦ ὤμου ἐξαρθρημάτων, ἵνα

49

.

11

.

4

πάλιν τῇ τοῦ ἄξονος στροφῇ γένηται κατάτασις. ἀναγέγραπται δ’ ἐπὶ τοῦ ἀγκῶνος καὶ ὁ κατ’ ἀνάτασιν καταρτισμός, τρόπῳ δὲ γίνεται τούτῳ· τῶν ἄλλων ἁπάντων συντελουμένων, καθὼς ἱστορήθη, οὐκέτι ὁ βραχίων ἀσφαλίζεται κρατήματι, ἀλλ’ αὐτῷ ὁ βρόχος ὁ καρχήσιος
5ἢ ἄλλος τις ἰσότονος περιτίθεται· οὗπερ βρόχου αἱ ἀρχαὶ ἀνάγονται καὶ διὰ τῶν ἄνω τροχίλων ἔσωθεν ἔξω ἐκλαμβάνονται, εἶτα φέρονται κάτω καὶ ταῖς σκυτάλαις τοῦ ἄξονος ὡς τύλοις ἀποδίδονται· τῆς δὲ διπλῆς καιρίας αἱ ἀρχαὶ καταφέρονται καὶ ἀποδίδονται ἀκινήτῳ τινὶ πρὸς κράτημα, ὅτε λοιπὸν στρεφομένου τοῦ ἄξονος οὐδὲν ἄλλο

49

.

11

.

5

γίνεται ἢ κράτημα καὶ ἀνάτασις ἡ κατὰ μετάληψιν. πρόδηλος δ’ ἐκ τούτων ἐστὶ καὶ ὁ τῆς διατάσεως τρόπος· τὴν γὰρ διάτασιν ... αἱ μὲν τοῦ βρόχου ἀρχαὶ τῷ τύλῳ τοῦ ἄξονος αὐτόθεν ἢ κατὰ μετά‐ ληψιν, 〈οἱ δὲ τῆς διπλῆς καιρίας κατὰ μετάληψιν〉 ταῖς σκυτάλαις τοῦ
5ἄξονος ἀποδίδονται, ἵνα τῇ αὐτῇ τοῦ ἄξονος στροφῇ διάτασις γένη‐

49

.

11

.

6

ται. μετὰ δὲ τὴν αὐτάρκη τάσιν αἱ ἀκόλουθοι μοχλεῖαι δοκιμάζονται, ἐπὶ μὲν οὖν τῶν δύο διαφορῶν, τῆς τε ἔσω καὶ τῆς ἔξω 〈ἡ〉 κατὰ παραγωγήν, ἐπὶ δὲ τῆς ὀπίσω ἡ κατ’ ἐξελκυσμόν· τοὺς δὲ τρόπους τῶν μοχλειῶν τούτων ἐν τῇ Περὶ ὀλισθημάτων πραγματείᾳ δεδήλωκα.

49

.

11

.

7

ταῦτα δεῖ ποιεῖν ἐπὶ τῶν δεδηλωμένων τοῦ ἀγκῶνος διαφορῶν· ἐπὶ δὲ τῆς ἔμπροσθεν διαφορᾶς, ἐφ’ ἧς ἔλεξα ἐκτεταμένην τὴν χεῖρα μὴ κάμπτεσθαι, πάλιν τῆς αὐτῆς οὔσης 〈τῆσ〉 κλίμακος καὶ τῆς τοῦ το‐ νίου παρασκευῆς, πλησίον τῆς κλίμακος ἑστῶτος τοῦ καταρτιζομένου,
5ὑπερτίθεται ἡ χεὶρ εἰς τὸ ἐπιτήδειον τῆς κλίμακος κλιμάκιον, εἶτ’ ἀσφαλίζεται ὁ βραχίων πρὸς τὸ κλιμάκιον διὰ τοῦ αὐτοῦ ἐπιδέσμου, καὶ τότε [ὁ] βρόχος ἰσότονος τῷ πήχει περιτίθεται πλησίον τοῦ

49

.

11

.

8

καρποῦ. οὗ αἱ ἀρχαὶ ἄγονται ἐπὶ τὸ τόνιον πρὸς τὴν κατάτασιν. εἰ δέ τις βούλοιτο κατὰ κράτημα καὶ ἀνάτασιν ἐνεργεῖν, μηκέτι τὸν
βραχίονα ἀσφαλιζέσθω πρὸς τὸ κλιμάκιον, ἀλλ’ ἀμφοτέροις τοῖς κώ‐ λοις ἰσοτόνους βρόχους περιτιθέτω, ἕνα μὲν τῷ βραχίονι, ἕνα δὲ τῷ
5πήχει, καὶ τοῦ μὲν ἄνω βρόχου τὰς ἀρχὰς ἀναγέτω ὑπὲρ κεφαλῆς, τοῦ δὲ κάτω, ἵνα τάσεις γένωνται, καθὼς ἐν τοῖς ἄλλοις καταρτι‐

49

.

11

.

9

σμοῖς ἐδηλώθη. μετὰ δὲ τὴν αὐτάρκη τάσιν νῦν πρὸς τὴν καταγωγὴν δύο μοχλευτικὰ ἐνεργήματα παραλαμβάνεται, τό τε κατ’ ἴπωσιν καὶ τὸ κατὰ περίσφαλσιν· πρωτοστατεῖ δ’ ἡ ἴπωσις ἐπιμενούσης τῆς τά‐

49

.

11

.

10

σεως γινομένη, εἶτ’ ἐπακολουθεῖ ἡ περίσφαλσις ἀνεθείσης. τοὺς δὲ τρόπους τῶν μοχλειῶν τούτων πολὺ πρότερον ἐκτέθειμαι ἐν τῷ

49

.

11

.

11

Περὶ τῶν ὀλισθημάτων ὑπομνήματι. δεῖ δὲ μετὰ τὴν καταγωγὴν τῶν μερῶν κάμπτειν τὴν χεῖρα καὶ ἐκτείνειν στρέφειν τε αὐτὴν ἐπί τε τὸ πρηνὲς καὶ τὸ ὕπτιον σχῆμα εἰς ἐπίγνωσιν τοῦ καταρτισμοῦ τέ‐ λους καὶ τότε ἐγγώνιον τὴν χεῖρα σχηματίζειν πρὸς τὴν ἑξῆς ἀκό‐

49

.

11

.

12

λουθον θεραπείαν. τοῖς δεδηλωμένοις τρόποις καταρτίζεται ἀμφότερα τὰ τοῦ πήχεως ὀστᾶ παρὰ φύσιν διατεθέντα· ἐπεὶ δέ ποτε καὶ ἑκά‐ τερον αὐτῶν κατ’ ἰδίαν πάσχει ἐξιστάμενον τῆς ἰδίας χώρας, ἀναγ‐ καῖόν ἐστιν ἑξῆς εἰπεῖν, πῶς ὁ πῆχυς ἐξαρθρήσας καταρτισθήσεται,
5καὶ πῶς ἡ κερκὶς παραρθρήσασα καταγωγῆς ἀξιωθήσεται.

49

.

12

t

Περὶ πήχεως καὶ κερκίδος.

49

.

12

.

1

Ἐξαρθρεῖ ποτε καθ’ ἑαυτὸν ὁ πῆχυς, καὶ πάλιν κατ’ ἰδίαν ἡ κερκὶς παραρθρεῖ εἰς τοὺς εἰρημένους τόπους τῇ Περὶ τῶν ἄρθρων.

49

.

12

.

2

πάλιν δὲ πρὸς τὸν καταρτισμὸν τῶν ὀστέων τούτων ..., εἶτ’ ἀσφα‐ λίζεσθαι τὸν βραχίονα πρὸς τὸ κλιμάκιον διὰ τοῦ φοίνικος ἐπιδέ‐ σμου· αὐτῷ δὲ τῷ πήχει συμφέρει περιτιθέναι ἀνισότονον βρόχον.

49

.

12

.

3

τούτου δὲ τοῦ βρόχου αἱ μὲν ἀγκύλαι ἐπὶ τοῦ καταρτιζομένου μέρους, αἱ δ’ ἀρχαὶ κατὰ τὸ ἀντικείμενον, τουτέστι κατὰ τὸ ὑγιές· ἰδίως γὰρ οἱ ἀνισότονοι βρόχοι ἐκεῖνα μᾶλλον βιάζονται τὰ μέρη οἷς περιτίθεν‐ ται αὐτῶν αἱ ἀγκύλαι, ἧσσον δὲ κατὰ τὰς ἀρχάς· θέλομεν δ’ ἡμεῖς
5τὸ μὲν ἄνω ὠλισθηκὸς ὀστέον κατατείνειν, τὸ δὲ κατὰ φύσιν ἔχον

49

.

12

.

4

μὴ βιάζεσθαι. τοῦ δὴ οὖν βρόχου αἱ ἀρχαὶ ὀφείλουσιν ἀποδίδοσθαι τῷ τύλῳ τοῦ ἄξονος, ἢ αὐτόθεν 〈ἢ〉 κατὰ μετάληψιν, ἵνα τῇ τοῦ

49

.

12

.

5

ἄξονος στροφῇ ἡ κατάτασις γένηται, μετὰ δὲ τὴν αὐτάρκη τάσιν πρὸς

49

.

12

.

6

τὴν καταγωγὴν ταῖς ἀκολούθοις μοχλείαις χρήσασθαι. ἐπὶ μὲν τῆς ἔσω τοῦ πήχεως διαφορᾶς καὶ τῆς ἔξω 〈τῆσ〉 κερκίδος παραγωγῆς τῶν δύο χειρῶν οἱ δάκτυλοι συνημμένοι ὑποτίθενται τῷ ἀγκῶνι, καὶ τὰ θέναρα ἑκατέρωθεν παρατίθεται, ὧν τῇ βεβιασμένῃ προσερείσει ἡ

49

.

12

.

7

παραγωγὴ γίνεται. ἐπὶ δὲ τῆς ὀπίσω διαφορᾶς, καὶ μάλιστα τοῦ πήχεως, 〈τὸ〉 κατ’ ἐξελκυσμὸν ἐνέργημα εὐθετεῖ· τῆς δὲ κερκίδος εἰς τὸν ἔμπροσθεν τόπον παρηρθρηκυίας, ἴπωσις καὶ περίσφαλσις δοκιμάζεται, καθὼς ἐδηλώθη, ὅτε κατηρτίζετο ἀμφότερα τὰ ὀστέα εἰς

49

.

12

.

8

τὸν ἔμπροσθεν τόπον ἐνηνεγμένα. τοὺς δ’ ἀκριβεῖς τρόπους τῶν μοχλειῶν τούτων ἐν τῇ Περὶ τῶν ὀλισθημάτων πραγματείᾳ ἐκτέθει‐

49

.

12

.

9

μαι. τεκμήριον δ’ ἔσται τοῦ καταρτισμοῦ, ἐπὶ μὲν τοῦ πήχεως ἡ ἀνεμπόδιστος τῆς χειρὸς κάμψις τε καὶ ἔκτασις, ἐπὶ δὲ τῆς κερκίδος

49

.

12

.

10

ἡ ἐπὶ τὸ πρηνὲς καὶ τὸ ὕπτιον στροφή. ὡς μὲν οὖν δεῖ διὰ τοῦ κλιμακίου ὀρθὸν τὸν πάσχοντα καταρτίζειν, ἐδηλώθη· ἐπεὶ δὲ διά τινα εὔλογον αἰτίαν, ἢ δι’ ἀσθένειαν ἢ διὰ κάταγμα τοῦ μηροῦ ἅμα γενόμενον ἢ κνήμης, ὀρθὸς καταρτίζεσθαι οὐ δύναται ὁ πάσχων,
5ἀναγκαῖόν μοί ἐστιν ἑξῆς διδάξαι πῶς κεκλιμένης τῆς κλίμακος ἐπι‐ κεκλιμένος αὐτῇ ἢ βάθρῳ ὁ πάσχων καταρτισθήσεται.

49

.

13

t

Πῶς κεκλιμένον τὸν πάσχοντα δεῖ καταρτίζειν.

49

.

13

.

1

Κλίνειν δεῖ τὴν κλίμακα καὶ τότε τοῖς σκέλεσιν αὐτῆς ἑκατέ‐ ρωθεν ὑπὸ τὰ πέρατα λίθους ἢ ξύλα ὑποτιθέναι, ἵνα μετεωρισθῇ ἀπὸ τοῦ ἐδάφους, σινδόνα δὲ τοῖς κλιμακτῆρσιν ἐπιτιθέναι ὁμαλισμοῦ χάριν· οὕτω γὰρ ἢ κλίνῃ ἀναλογήσει ἢ βάθρῳ πρὸς τὴν ἐν τῷ

49

.

13

.

2

καταρτισμῷ κατάκλισιν τοῦ πάσχοντος. τὸ δὲ τόνιον ἀσφαλιζέσθω πρὸς τὴν κλίμακα πρὸς τοῖς κάτω πέρασι τῶν σκελῶν, καὶ πάλιν οἱ τρόχιλοι, καθὼς εἴρηται, προσδεδέσθωσαν, δύο μὲν ἄνω, δύο δὲ κάτω.

49

.

13

.

3

τῆς δὲ κλίμακος πρὸς τὸν κεκλιμένου καταρτισμὸν αἱρετώτερόν ἐστι βάθρον μᾶλλον πᾶν τὸ κατὰ τὸ πέρας τῆς σανίδος τετραγώνοις ἐκ‐ κοπαῖς ἐκκεκομμένον πρὸς ἀσφαλῆ τὴν εἰς αὐτὸ τοῦ τονίου ἔνθεσιν.

49

.

13

.

4

ἡ μὲν παρασκευὴ ἡμῖν τίς εἶναι ὀφείλει, δεδήλωται· τούτους δὲ πά‐

49

.

13

.

5

λιν ἐκθήσομαι τοὺς τοῦ ὤμου καταρτισμούς. δεῖ δὴ τοίνυν ἐπὶ τῶν τοῦ ὤμου ἐξαρθρημάτων κεκλιμένον σχηματίζειν τὸν κάμνοντα, ἤτοι ἐπὶ τῆς κλίμακος ἢ ἐπὶ 〈τοῦ βάθρου〉, τοῦ τονίου πλησίον τῶν πο‐ δῶν ὄντος, ὕπτιον μὲν ἐπί τε τῆς εἰς τὴν μασχάλην καὶ τῆς ἔμπρο‐

49

.

13

.

6

σθεν διαφορᾶς, πρηνῆ δ’ ἐπὶ τῆς ὀπίσω. λοιπὸν δὲ δεῖ ἐπὶ τῆς εἰς τὴν μασχάλην διαφορᾶς ἀπάγειν τὰς τῶν κάλων ἀρχὰς ὑπὲρ κεφαλῆς μὲν ἔμπροσθεν ἢ ὄπισθεν οὔσας καὶ τῆς διπλῆς καιρίας τὴν μεσότητα περιτιθέναι τῷ βραχίονι μεταξὺ τοῦ βραχίονος καὶ τοῦ σφηνοειδοῦς,
5〈ὡσ〉 γίνεσθαι ἔξω τὰς τῆς καιρίας ἀρχάς, καὶ οὕτως ἐᾶν παρειμένας, μετὰ ταῦτα δὲ καρχήσιον βρόχον ἢ ἄλλον ἰσότονον περιτιθέναι τῷ βραχίονι, καθὼς ἐλέχθη πρόσθεν, οὗ βρόχου τὰς ἀρχὰς ἄγειν κάτω

49

.

13

.

7

ὡς ἐπὶ τὸ τόνιον. λοιπὸν δ’ ἔχοντες 〈τὰσ〉 ἀρχὰς κάτω πρὸς τοὺς πόδας, ἐνεργήσομεν ἢ κατὰ κράτημα καὶ ἀνάτασιν 〈ἢ〉 κατὰ διάτασιν, ἤτοι κατὰ τὸ εὐθύπορον ἢ κατὰ μετάληψιν, ὡς πρόσθεν ὑπεδείχθη.

49

.

13

.

8

δεῖ δὲ μετὰ τὴν αὐτάρκη τάσιν ταῖς καταλλήλοις μοχλείαις ἀρθρεμβο‐ λεῖν τὸν βραχίονα· εὐθετεῖ δ’ εἰς τὴν τῆς μασχάλης διαφορὰν δύο μοχλευτικὰ ἐνεργήματα, τό τε κατ’ ἐξελκυσμὸν καὶ τὸ κατὰ σφάλμα·

49

.

13

.

9

γίνεται δ’ ἐπιμενούσης τῆς τάσεως διὰ τῆς διπλῆς καιρίας. τὰς ἀρχὰς διακρατήσαντες ἐξέλκομεν βιαίως τὴν κεφαλὴν τοῦ βραχίονος, ἅμα δὲ τῷ ἐξελκυσμῷ ἀντιμετάγομεν τὸν ἀγκῶνα ἔνδον πρὸς τὰς πλευράς· τῷ γὰρ δεδηλωμένῳ ἐνεργήματι ῥᾳδίως ἐξάγεται καὶ εὐχερῶς με‐

49

.

13

.

10

τάγεται ἡ κεφαλὴ τοῦ βραχίονος εἰς τὸν ἔξω τόπον. τοῦ δ’ ἐξελ‐

49

.

13

.

11

κυσμοῦ γενομένου, ἐπαναγέσθω τὸ σφάλμα † ὡς ἂν τὰ σχήματα ἅμα νοήματι ἡ μὲν τάσις ἀνιέσθω, συλλαμβανέσθω δ’ ὁ βραχίων καὶ ἀνα‐

49

.

13

.

12

βιβαζέσθω πρὸς ἐνάρθρωσιν. ταῦτα δεῖ ποιεῖν ἐπὶ τῆς εἰς τὴν μασχά‐ λην διαφορᾶς.

49

.

14

t

Περὶ ὤμου διαφορᾶς.

49

.

14

.

1

Ἐπὶ τῆς ἔμπροσθεν καὶ τῆς ὀπίσω διαφορᾶς τοῦ ὤμου, ἐσχη‐ ματισμένου τοῦ πάσχοντος, καθὼς δεδήλωται, ὑπτίου μὲν ἐπὶ τῆς ἔμπροσθεν διαφορᾶς, πρηνοῦς δ’ ἐπὶ τῆς ὀπίσω, κάλου ἢ καιρίας μεσότης ἐρίῳ ἢ ὀθονίῳ περιειλημένη ὑποτιθέσθω τῇ μασχάλῃ, καὶ
5τότε αἱ ἀρχαὶ ἀναγέσθωσαν ὑπὲρ κεφαλῆς, ἀλλὰ μὴ κατὰ κάθετον 〈κατὰ τὸν〉 πάσχοντα ὦμον, λοξαὶ δ’ ὡς ἐπὶ τὸν ἀντικείμενον φερέ‐

49

.

14

.

2

σθωσαν καὶ ἀποδιδόσθωσαν ἀκινήτῳ τινὶ πρὸς κράτημα. ἡ δ’ αἰτία ἐζήτηται, διὰ τί οὐ κατ’ εὐθὺ ἀνάγονται αἱ ἀρχαί, ἀλλὰ λοξούμεναι

49

.

14

.

3

φέρονται ὡς ἐπὶ τὸ ἀντικείμενον μέρος. οἱ μὲν οὖν περὶ τὸν Πασι‐ κράτην καί τινες ἄλλοι ἔφασαν τοῦτο γίνεσθαι, ἵνα μή, ὑπὸ τῆς τοῦ κάλου μεσότητος ἀνελκομένης τῆς τοῦ βραχίονος κεφαλῆς, ἐμποδίζη‐ ται ἡ κατάτασις· ἐπλανήθησαν δ’ οὗτοι τῇ τοῦ μηροῦ ὁμοιότητι, τοῦ
5πράγματος οὐκ ἔχοντος οὕτως· ὁ μὲν γὰρ μηρὸς ἐπικλινείᾳ κέχρη‐ ται γαμμοειδεῖ, ὁ δὲ βραχίων καθ’ ἡμίτομον ἐσφαίρωται, καὶ οὐχ ὥσπερ ὁ μηρός, οὕτως καὶ ὁ βραχίων ὑπὸ τῆς μεσότητος τοῦ κάλου

49

.

14

.

4

ἀνέρχεται. τίνος οὖν χάριν τοῦτο γίνεται; ἵνα μὴ ὑπὸ τῆς μεσότητος τοῦ κάλου ἀναπιεζούμενα τὰ τῆς μασχάλης σώματα πληρώσῃ τὸν τῆς μασχάλης τόπον· τῆς γὰρ κοτύλης ἀναπληρωθείσης, οὐκέτι τόπον

49

.

14

.

5

ἕξει πρὸς τὴν ἐνάρθρωσιν ἡ κεφαλὴ τοῦ βραχίονος. ὡσαύτως δὲ καὶ ἡμεῖς κατὰ ταὐτὰ τοῖς οὐ πολὺ πρὸ ἡμῶν γενομένοις σχηματίζομεν

49

.

14

.

6

τὴν καιρίαν ἢ τὸν κάλων διὰ τὴν ἱστορημένην αἰτίαν. εἰώθαμεν δέ ποτε καὶ ἄλλως τὸ κράτημα ἐπιτελεῖν· δύο γὰρ βρόχους ἀνισοτόνους πλέκοντες περιτίθεμεν τῷ θώρακι καὶ τῷ νώτῳ καὶ ὑπὸ τὰς μασχά‐ λας καὶ κατ’ ἀντίθετον τάξιν τὰς ἀρχὰς ἀναδίδομεν τῷ κρατήματι.

49

.

14

.

7

γενομένου δὲ τοῦ κρατήματος κατὰ τὸν ἱστορημένον τρόπον, βρόχον ἰσότονον τῷ βραχίονι περιτίθεμεν, καθὼς εἴρηται ἐπὶ τῆς εἰς τὴν μασχάλην τοῦ ὤμου διαφορᾶς, καὶ τότε τοῦ βρόχου τούτου τὰς ἀρχὰς ἄγομεν κάτω ἐπὶ τὸ τόνιον καὶ ἀποδίδομεν τῷ ἄξονι, ἵνα τῇ

49

.

14

.

8

τοῦ ἄξονος στροφῇ κράτησις γένηται καὶ κατάτασις. μετὰ δὲ τὴν αὐτάρκη τάσιν 〈τῇ〉 κατ’ ἴπωσιν μοχλείᾳ χρώμεθα πρὸς τὴν τοῦ ἄρθρου καταγωγήν, τῷ θέναρι τῆς χειρὸς βίᾳ ἰποῦντες τὴν κεφαλὴν τοῦ βραχίονος καὶ τῇ ἑτέρᾳ ἀντανακλῶντες τὸν ἀγκῶνα· τὸ δὲ ση‐

49

.

14

.

9

μεῖον τῆς καταγωγῆς πρόσθεν ἡμῖν ἐδηλώθη. ἔσθ’ ὅτε δέ ποτε μετὰ τοῦ ἐξαρθρήματος καὶ κάταγμα γίνεται κατὰ μέσον τοῦ βραχίονος, καὶ ἀνάγκην ἴσχει ὁ ἰατρὸς ὑπὸ τὸν αὐτὸν καιρὸν ἀμφότερα τὰ συμπτώ‐ ματα καταρτίσαι· στήσω δὲ τὸν λόγον διδασκαλίας χάριν ἐπὶ τῆς εἰς

49

.

14

.

10

τὴν μασχάλην διαφορᾶς, ἅμα τοῦ βραχίονος μέσου κατεαγότος. ἐζή‐ τησαν δ’ οἱ προγενέστεροι ἄνδρες περὶ τοῦ καταρτισμοῦ τῶν τοιού‐ των συμπτωμάτων, καὶ ὁ μὲν Πασικράτης πρῶτον κατήρτισε τὸ ὀλίσθημα, ὅτι πλείστην ἐζήτει βίαν ἐν τῷ καταρτισμῷ, τὸ δὲ κάταγμα

49

.

14

.

11

ἥσσω [μέν]. ἂν 〈δέ〉 τις ὑπὸ τὸ κάταγμα περιθεὶς τὸν βρόχον ἐν
τῷ αὐτῷ καιρῷ ἀμφότερα τὰ συμπτώματα καταρτίζῃ, τοῦ κατάγματος μᾶλλον ἢ δεῖ κατατεινομένου, ἐν 〈ᾧ〉 χρόνῳ αὐτάρκως τείνεται τὰ ἐξαρθρήματα, 〈τὰ〉 περικείμενα πλέγματα τῷ κατάγματι ὑπερδιατεινό‐
5μενα ἀδικηθήσεται 〈καὶ τὰ〉 νεῦρα παραλυθήσεται ἢ ῥαγήσεται, τάχα δὲ καὶ ὅλα τὰ σώματα, μήπω φθάσαντος τοῦ ἄρθρου χαλασθῆναι.

49

.

14

.

12

διὰ ταῦτα ἔδοξεν αὐτῷ ὑπὲρ τὸ κάταγμα βρόχον περιτιθέναι, καὶ

49

.

14

.

13

πρῶτον τὸ ἐξάρθρημα καταρτίζειν, εἶτα μετὰ τοῦτο τὸ κάταγμα. Ἀρι‐ στίων δ’ ὑπὸ τὸν αὐτὸν καιρὸν ἠθέλησεν ἀμφότερα τὰ συμπτώματα καταρτίζειν· ἐὰν γὰρ πρῶτον τὸ ἐξάρθρημα καταρτισθῇ, ἐν τῇ τοῦ κατάγματος καταρτίσει ὑπογύως κατηρτισμένη ἡ κεφαλὴ τοῦ βραχίο‐

49

.

14

.

14

νος ἐκπεσεῖται. τὰ δ’ εἰς ἑκάτερον μέρος εἰρημένα ἐγκλήματά ἐστιν ἀληθῆ, καὶ διὰ ταῦτα ἡμῖν ἀρέσκει πρῶτον μὲν καταρτίζειν τὸ ἐξάρ‐ θρημα, καὶ τότε τὸ κάταγμα, ἀλλὰ μετ’ ἀσφαλείας, ἵνα μὴ τῇ τοῦ

49

.

14

.

15

κατάγματος κατατάσει ἐκπέσῃ καὶ τὸ ἄρθρον. πρὸς δὲ [καὶ] τὸν καταρτισμὸν τὸ ἐκ τῶν κάλων ἠρτημένον σφηνοειδὲς ἐντίθεται εἰς τὴν μασχάλην, καὶ πάλιν αἱ τῶν κάλων ἀρχαὶ ἀνάγονται ὑπὲρ κε‐

49

.

14

.

16

φαλῆς. τῷ βραχίονι ὑπεράνω τοῦ κατάγματος βρόχος καρχήσιος ἢ ἄλλος ἰσότονος περιτίθεται, καὶ τούτου αἱ ἀρχαὶ ἄγονται κάτω, καὶ ἀποδίδονται ἀκινήτῳ τινὶ πρὸς κράτημα, κατ’ ἀνάτασιν καταρτισθέντος τοῦ ἄρθρου, ἅτε ἐγκείμενον τὸ σφηνοειδὲς εἰς τὴν μασχάλην, ἵνα

49

.

14

.

17

μείνῃ ἡ κεφαλὴ τοῦ βραχίονος. ἅμα δὲ καὶ αἱ τοῦ βρόχου ἀρχαὶ λύονται κάτωθεν καὶ ὑπὲρ κεφαλῆς ἀναχθεῖσαι τῷ κρατήματι ἀποδί‐ δονται, ἵνα κατὰ τὸ συναμφότερον ὑπὸ τοῦ σφηνοειδοῦς καὶ τοῦ

49

.

14

.

18

βρόχου μείνῃ κεκρατημένον τὸ ἄρθρον ἐν τῇ ἰδίᾳ χώρᾳ. γενομένων δὲ τούτων, βρόχος ὁ καρχήσιος ἢ ἄλλος ἰσότονος περιτίθεται τῷ βραχίονι, οὗ αἱ ἀρχαὶ ἄγονται κάτω καὶ ἀποδίδονται τῷ ἄξονι πρὸς τὴν κατάτασιν, ἵνα τὸ κάταγμα κατὰ τάξιν καταρτισθῇ, τοῦ ἄρθρου

49

.

14

.

19

ἄνω κεκρατημένου. ἀπὸ τοῦ ὤμου ἐπὶ τὸν ἀγκῶκα μέτειμι.

49

.

15

t

Περὶ διαφορᾶς ἀγκῶνος.

49

.

15

.

1

Ἐπὶ τῶν τριῶν τοῦ ἀγκῶνος διαφορῶν, ἐφ’ ὧν ἡ χεὶρ κέκαμπται ἐκτείνεσθαι μὴ δυναμένη, τοῦ πάσχοντος ὑπτίου ἐσχηματισμένου ἐπὶ τῆς ἐπικειμένης τῇ κλίμακι σανίδος τοῦ βάθρου, καὶ τοῦ τονίου κάτω προσδεδεμένου, βρόχος ἀνισότονος τῷ πήχει περιτιθέσθω πλησίον τοῦ
5καρποῦ, οὗ αἱ ἀρχαὶ 〈ἀναγέσθωσαν καὶ ἀποδεδέσθωσαν ἑνὶ κλιμακίῳ πρὸς κράτημα, τῷ δὲ βραχίονι περιτιθέσθω βρόχος ἰσότονος, οὗ αἱ ἀρχαὶ〉 ἀναγέσθωσαν ὑπὲρ κεφαλῆς, καὶ ἀποδιδόσθωσαν ἀκινήτῳ τινὶ
πρὸς κράτημα, καὶ τότε διπλῆς καιρίας ἡ μεσότης κατὰ τοῦ πήχεως ἐγγὺς τοῦ ἀγκῶνος τασσέσθω, καὶ ταύτης αἱ ἀρχαὶ ἀγέσθωσαν κάτω.

49

.

15

.

2

λοιπὸν δὴ ἔχοντες ἀρχὰς τοῦ βρόχου τοῦ περικειμένου τῷ βραχίονι ὑπὲρ κεφαλῆς καὶ ἀρχὰς διπλῆς καιρίας κάτω, ἐνεργήσομεν ἢ κατὰ κράτημα καὶ ἀνάτασιν 〈ἢ κατὰ διάτασιν〉, ὡς ἐν τοῖς πρόσθεν ἱστο‐

49

.

15

.

3

ρήθη. μετὰ δὲ τὴν αὐτάρκη τάσιν ταῖς αὐταῖς μοχλείαις χρησόμεθα

49

.

15

.

4

ταῖς πάλαι ἐπ’ ὀρθῆς τῆς κλίμακος δεδηλωμέναις. ἐπὶ δὲ τῆς ἔμπρο‐ σθεν διαφορᾶς ἐκτεταμένης τῆς χειρός, [καὶ] πάλιν τοῦ πάσχοντος ὑπτίου ἐσχηματισμένου, βρόχος ἰσότονος περιτιθέσθω τῷ βραχίονι, οὗ αἱ ἀρχαὶ ἀναγέσθωσαν ὑπὲρ κεφαλῆς, καὶ ἄλλος βρόχος ἰσότονος τῷ
5πήχει κατὰ τὰ ἀπολήγοντα μέρη περιτιθέσθω, οὗ αἱ ἀρχαὶ ἀγέσθωσαν

49

.

15

.

5

κάτω πρὸς τοὺς πόδας. 〈αἱ〉 δὲ τάσεις ὀφείλουσι γίνεσθαι ὡς ἐν τοῖς

49

.

15

.

6

πρόσθεν ἐκτέθειμαι. ταῖς δ’ αὐταῖς μοχλείαις ὀφείλει ἡ κατάτασις τοῦ

49

.

15

.

7

ἄρθρου γίνεσθαι, τῇ κατ’ ἴπωσιν καὶ τῇ κατὰ περίσφαλσιν. ὡσαύτως καταρτίζειν δεῖ ὡς ἐπὶ τοῦ ὀρθοῦ ἐδηλώθη, καὶ ὅταν τὸ ἕτερον ὀστέον παρὰ φύσιν διατεθῇ, ἤτοι ὁ πῆχυς ἐξαρθρήσει, ἢ ἡ κερκὶς παραρθρήσει, πάλιν τῷ μὲν βραχίονι ἰσοτόνου περιτιθεμένου βρόχου,
5καὶ τῶν ἀρχῶν ἄνω ὑπὲρ κεφαλῆς ἀποδιδομένων κρατήματι, τῷ δὲ πήχει ἀνισοτόνου, καθὼς ἐδηλώθη, περιτιθεμένου, καὶ τῶν ἀρχῶν ἀγομένων κατὰ τὸ ἐπιτόνιον, μοχλειῶν τῶν αὐτῶν δοκιμαζομένων

49

.

15

.

8

πρὸς τὰς τῶν ὀστέων καταταγάς. σύμπας μοι ἀπήρτισται ὁ περὶ τοῦ ὤμου καὶ τοῦ ἀγκῶνος λόγος, ὥστε με δεῖν ἑπομένως περὶ τοῦ καρποῦ ἀποδεῖξαι.

49

.

16

t

Περὶ καρποῦ.

49

.

16

.

1

Ὁ καρπὸς 〈εἰσ〉 τέσσαρας τόπους παραρθρεῖ, ἔσω, ἔξω, ἔμπρο‐ σθεν, ὀπίσω· καταρτίζεσθαι δ’ ὀφείλει ἤτοι ἐπὶ τοῦ βάθρου ἢ ἐπὶ τῆς κλίμακος κεκλιμένης, παρακαθημένου τοῦ πάσχοντος τῇ κλίμακι ἢ τῷ

49

.

16

.

2

βάθρῳ. σχηματιζέσθω δ’ ἡ χεὶρ ὑπτία μὲν ἐπὶ τῆς ἔσω διαφορᾶς, πρηνὴς δ’ ἐπὶ τῶν λοιπῶν τριῶν διαφορῶν, καὶ τότε τῷ κοίλῳ τῆς

49

.

16

.

3

χειρὸς πλάγιον καυτήριον προσδεδέσθω 〈ἢ〉 πλαγία σκυτάλη. εἶτ’ ἀσφαλιζέσθω τὸ μετακάρπιον πρός τι τῶν εἰρημένων, καὶ τότε τοῖς προκειμένοις ἄκροις τῆς σκυτάλης ἢ τοῦ καυτηρίου βρόχων ἀνισοτό‐ νων ἀγκύλαι ἢ διπλῶν καιριῶν μεσότητες περιτιθέσθωσαν, ὧν αἱ

49

.

16

.

4

ἀρχαὶ ἀγέσθωσαν ἔμπροσθεν ὡς ἐπὶ τὸ τόνιον. τῷ δὲ πήχει πλησίον τοῦ καρποῦ βρόχος ἰσότονος περιτιθέσθω, οὗ αἱ ἀρχαὶ ἀγέσθωσαν ὀπίσω, καὶ πάλιν τάσεις γινέσθωσαν αἱ μικρῷ πρόσθεν εἰρημέναι, ἤτοι κατὰ κράτημα καὶ κατάτασιν ἢ κατὰ κράτημα καὶ ἀνάτασιν ἢ κατὰ

49

.

16

.

5

διάτασιν. μετὰ δὲ τὴν τάσιν ἐγκρινέσθωσαν μοχλεῖαι αἱ ἐν τῇ Περὶ τῶν ὀλισθημάτων πραγματείᾳ δεδηλωμέναι, ἐπὶ μὲν τῆς ἔσω καὶ τῆς ἔξω διαφορᾶς κατ’ ἴπωσιν, ἐπὶ δὲ τῆς ἔμπροσθεν καὶ ὀπίσω κατὰ

49

.

16

.

6

παραγωγήν. μέτειμι δὴ τῇ τάξει ἐπὶ τὴν ῥάχιν.

49

.

17

t

Περὶ ῥάχεως.

49

.

17

.

1

Τῆς ῥάχεως ὑβώματα 〈τὰ〉 πρόσφατα ἐκ πληγῆς γινόμενα καταρ‐ τίζεται· πρὸς δὲ τὸν καταρτισμὸν πρηνῆ σχηματίζειν δεῖ τὸν πά‐ σχοντα, ἤτοι ἐπὶ τῆς κλίμακος τῆς ἐχούσης ἐπικειμένην τοῖς κλι‐ μακτῆρσι τὴν σανίδα ἢ ἐπὶ τοῦ βάθρου καὶ τῶν τροχίλων, καθὼς
5ἐδηλώθη, ἔπειτα τῇ ῥάχει βρόχους περιτιθέναι ἤτοι ἰσοτόνους δύο, ἕνα μὲν ἄνω ὑπὲρ τὸ ὕβωμα, ἕνα δὲ κάτω ὑπὸ τὸ ὕβωμα, ἢ τέσσα‐ ρας ἀνισοτόνους ἀντιθέτους, δύο ἄνω καὶ δύο κάτω, καὶ τῶν μὲν ἄνω βρόχων τὰς ἀρχὰς 〈ἄγειν〉 ἄνω, τῶν δὲ κάτω κάτω· ἐνεργεῖν 〈δέ〉, ἤτοι κατὰ κράτημα καὶ κατάτασιν ἢ κατὰ κράτημα καὶ ἀνάτασιν
10ἢ κατὰ διάτασιν, πρὸς δὲ τὴν διάτασιν τοῖς τροχίλοις κατὰ μετάληψιν χρωμένου τοῦ ἐνεργοῦντος, εἶτ’ ἐγκρίνειν μετὰ τὴν αὐτάρκη τάσιν μοχλείαν, καθὼς ὑπέδειξα ἐν τῇ Περὶ τῶν ἄρθρων πραγματείᾳ.

49

.

17

.

2

ἑπόμενον δ’ ἐστὶ δηλῶσαί με τοὺς καταρτισμοὺς τῶν τοῦ μηροῦ ἐξαρθρημάτων.

49

.

18

t

Περὶ μηροῦ.

49

.

18

.

1

Ὁ μηρὸς εἰς τέσσαρας τόπους ἐκπίπτει, ἔσω, ἔξω, ἔμπροσθεν, ὀπίσω, καὶ ἐπὶ μὲν τῶν τριῶν διαφορῶν [ἐφ’ ὧν] ἐστιν ἐκτεταμένον τὸ σκέλος κάμπτεσθαι μὴ δυνάμενον, ἐπὶ δὲ τῆς ὀπίσω διαφορᾶς

49

.

18

.

2

κέκαμπται μὴ ἐκτεινόμενον. ἐπὶ τῶν τριῶν διαφορῶν ἐφ’ ὧν ἐστιν ἐκτεταμένον τὸ σκέλος, ὕπτιος ὁ πάσχων σχηματιζέσθω ἐπὶ κλίμακος ἢ ἐπὶ τοῦ βάθρου, καὶ τότε διπλῆς καιρίας ἢ κάλου μεσότης ἐρίῳ ἢ ὀθονίῳ περιειλημένη τῷ περινέῳ προστιθέσθω· αἱ δὲ τοῦ κάλου

49

.

18

.

3

ἀρχαὶ ἀναγέσθωσαν ὑπὲρ κεφαλῆς. ἐπὶ μὲν οὖν τῆς ἔξω καὶ τῆς ἔμπροσθεν διαφορᾶς ἀδιαφόρως προστίθεται τῷ περινέῳ τῆς καιρίας δι’ ὅλου ἡ μεσότης, ἐπὶ δὲ τῆς ἔσω διαφορᾶς παρατετηρημένως μεταξὺ
τοῦ κατὰ φύσιν μηροῦ καὶ τῆς κεφαλῆς τοῦ καταρτιζομένου κώλου,
5ἵνα μὴ ὑποκειμένη τῇ κεφαλῇ τοῦ μηροῦ κωλύῃ κατατείνεσθαι τὸ

49

.

18

.

4

κῶλον. τούτου δὲ γενομένου, καρχήσιος βρόχος ἢ ἄλλος ἰσότονος περιτίθεται τῷ μηρῷ κατὰ τὰ ἀπολήγοντα μέρη, οὗ αἱ ἀρχαὶ ἄγον‐ ται κάτω ὡς ἐπὶ τὸ τόνιον καὶ τῷ τύλῳ τοῦ ἄξονος ἀποδίδονται,

49

.

18

.

5

ἵνα τῇ τοῦ ἄξονος στροφῇ κράτημα γένηται καὶ κατάτασις. ἐξέσται δὲ καὶ κατ’ ἀνάτασιν ἢ κατὰ διάτασιν ἐνεργῆσαι, καθὼς ἐπὶ τοῦ ὤμου

49

.

18

.

6

δεδήλωται. μετὰ δὲ τὴν αὐτάρκη τάσιν μοχλείαις κεχρήμεθα ταῖς αὐταῖς ταῖς ἱστορημέναις ἡμῖν ἐν τῇ Περὶ τῶν ἄρθρων πραγματείᾳ.

49

.

18

.

7

ἐπὶ δὲ τῆς ὀπίσω διαφορᾶς, ἐφ’ ἧς ἔλεξα κεκαμμένον τὸ σκέλος μὴ ἐκτείνεσθαι, ... μὲν ... ἀλλ’ ἢ τοῦ τονίου κάτω προσδεδεμένου, σχη‐ ματιζέσθω ὁ πάσχων καθέδριος μέν, μᾶλλον δὲ προσανανενευκὼς

49

.

18

.

8

πρὸς τὸ ὕπτιον σχῆμα, ἐπιρρεπὴς πρὸς τὸ ἕτερον ἰσχίον. ἔπειτα γίνεται τὸ κράτημα, καθὼς ἐδηλώθη ἐν τῇ Περὶ τῶν ἄρθρων πραγ‐ ματείᾳ, καὶ τότε βρόχος καρχήσιος ἢ ἄλλος ἰσότονος περιτίθεται τῷ μηρῷ, οὗ αἱ ἀρχαὶ ἄγονται κάτω καὶ ἀποδίδονται τῷ ἄξονι πρὸς τὴν

49

.

18

.

9

κατάτασιν. μετὰ δὲ τὴν αὐτάρκη τάσιν πρὸς τὴν ἀρθρεμβολίαν ταῖς αὐταῖς μοχλείαις χρώμεθα ταῖς ἱστορημέναις ἐν τῇ Περὶ τῶν ἄρθρων πραγματείᾳ, πάλιν τῇ ἰπώτριδι σπάθῃ κατ’ ἐξελκυσμὸν μοχλευομένης ἔξω καὶ προβιβαζομένης τῆς τοῦ μηροῦ κεφαλῆς, καὶ τοῦ μὲν σκέλους
5τῇ κατατάσει ἐκτεινομένου, τοῦ δὲ πάσχοντος κατ’ ἀνατροπὴν ὑπτίου

49

.

18

.

10

σχηματιζομένου πρὸς τὴν τοῦ ἄρθρου καταταγήν. σημειούμεθα δὲ τὴν ἐμβολὴν ἐκ τῆς ἀπηχήσεως καὶ τῆς τοῦ σκέλους ἐκτάσεως· ἐπὶ πάσης γὰρ διαφορᾶς μετὰ τὸν καταρτισμὸν τεκμαιρόμεθα τὴν καταταγήν, ἀπαρεμποδίστων ὄντων τῶν τοῦ σκέλους ἐνεργημάτων, τῆς κάμψεως
5λέγω καὶ τῆς τάσεως.

49

.

19

t

Περὶ γόνατος.

49

.

19

1,2

〈Τὸ〉 γόνυ εἰς τρεῖς τόπους παραρθρεῖ, ἔσω, ἔξω, ὀπίσω. ἀεὶ δὲ

49

.

19

.

2

(2)

τοῦ σκέλους ἐκτεταμένου, ἐπὶ μὲν τῆς ἔσω καὶ τῆς ἔξω διαφορᾶς ὕπτιον δεῖ σχηματίζειν τὸν πάσχοντα τὸ σκέλος, ἐπὶ δὲ τῆς ὀπίσω διαφορᾶς πρηνῆ, καὶ τότε τοὺς βρόχους ἰσοτόνους περιτιθέναι τοῖς
5κώλοις, ἕνα τῷ μηρῷ πλησίον τοῦ γόνατος, καὶ ἄλλον τῇ κνήμῃ ὑπὲρ τὴν γαστροκνημίαν, εἶτα πάλιν τοῦ τονίου κάτω προσδεδεμένου, τὰς αὐτὰς δοκιμάζειν τάσεις τὰς ἐπὶ τῶν ἄλλων ὀλισθημάτων ἱστορη‐ μένας καὶ μοχλείας τὰς δεδηλωμένας ἐν τῇ Περὶ τῶν ἄρθρων πραγ‐
ματείᾳ.

49

.

20

t

Περὶ σφυροῦ.

49

.

20

.

1

Τὸ σφυρὸν ποτὲ μὲν ἔσω, ποτὲ δ’ ἔξω διαστρέφεται, ἔσθ’ ὅτε

49

.

20

.

2

δ’ ὀπίσω ὑποχωρεῖ. πάλιν δὲ δεῖ, τοῦ πάσχοντος καθεδρίου ἐσχημα‐ τισμένου καὶ τοῦ σκέλους ἐκτεταμένου, βρόχον ἰσότονον περιτιθέναι τῇ κνήμῃ, οὗ τὰς ἀρχὰς ἄγειν ὀπίσω, τῷ δὲ σφυρῷ τὸ σανδάλιον ἢ τὸν δράκοντα, οὗ τὰς ἀρχὰς ἄγειν ἔμπροσθεν ἐπὶ τὸν ἄξονα, ἐνερ‐
5γεῖν 〈δὲ〉 κατὰ κράτημα καὶ κατάτασιν 〈καὶ〉 τὰς αὐτὰς ἐγκρίνειν μοχλείας τὰς παραδεδομένας ἐν τῷ Περὶ τῶν ὀλισθημάτων ὑπομνή‐

49

.

20

.

3

ματι. τοὺς δὲ καταρτισμοὺς ἐπέδραμον, ἐπεὶ προηγουμένως περὶ αὐτῶν λέγω ἐν τῇ κινήσει τῶν ἐφεδράνων ὀργάνων, μάλιστα δὲ τοῦ ἡμετέρου κατασκευάσματος.

49

.

21

t

Νυμφοδώρου γλωσσόκομον.

49

.

21

.

1

Τὸ Νυμφοδώρου γλωσσόκομόν ἐστιν ἐκ τῶν λεγομένων τετρα‐

49

.

21

.

2

γώνων τονίων. πλευρὰ κατέχει δύο συμπεπηγότα πρὸς ἄλληλα κατὰ τὰ πέρατα δυσὶ τοῖς λεγομένοις διαπήγμασιν· ἔστι δὲ τοῖς μέτροις τὰ διαπήγματα τοῖς πλευροῖς ἀνάλογον, μήκει μὲν καὶ πλάτει διπα‐

49

.

21

.

3

λαιστιαῖα, τῷ δὲ πάχει διδακτυλιαῖα. ἴσης δ’ οὔσης τῆς ἀναμετρήσεως αὐτῶν, κατὰ λόγον ἐγένετο γλωσσόκομον ἴσον κυρίως τετραγώνῳ

49

.

21

.

4

λεγομένῳ. ἐν μέσοις δὲ τοῖς πλευροῖς ἀνεσκαμμένοις καὶ κεκοιλασμέ‐ νοις κοιλότησιν ἐπιπολαίοις ἄξων ἐστὶ κρυπτὸς μέσον ἔχων τύμπανον, καὶ τούτου τοῦ τυμπάνου ἑκατέρωθεν ἤτοι ἀγκύλια σιδηρᾶ δύο τὰ πάντα ἢ τρήματα γέγονε πρὸς κάλων ἔνδεσιν, ὧν ἡ ἔνδεσίς ἐστι
5τοιαύτη· δύο κάλοι κατὰ τὰ μέσα μέρη περιτίθενται τοῖς ἀγκυλίοις

49

.

21

.

5

καὶ ἁμματίζονται ἑκατέρωθεν πλησίον τῶν τρημάτων. τεσσάρων δ’ οὐσῶν ἀρχῶν, δύο μὲν ἀρχαὶ διεκβάλλονται διὰ τοῦ ἐμπροσθίου διαπήγματος τετρημένου ἔσωθεν ἔξω, αἱ δὲ λειπόμεναι δύο διὰ τοῦ

49

.

21

.

6

ὀπισθίου. τῷ δὲ τυμπάνῳ παρέστηκε κατ’ εὐθὺ φακωτὸς κοχλίας ὁ λεγόμενος κατ’ ἐπισύνθεσιν κοχλιάξων, οὗ τὸ ἄκρον ἔγκειται εἰς ἐπι‐ πόλαιον κοιλότητα τοῦ ἐμπροσθίου διαπήγματος, τὸ δ’ ἑλικωτὸν μέ‐ ρος τῷ τυμπάνῳ ἔγκειται, τὸ δὲ λειπόμενον αὐτοῦ μῆκος διενήνεκται
5διὰ τοῦ τρήματος, καὶ κατὰ τὸ πέρας ἔχει ἐπιτόνιον προσκείμενον πρὸς τὴν στροφήν, ἵνα διὰ τῆς τοῦ ἐπιτονίου στροφῆς κινούμενος ὁ κοχλιάξων στρέφῃ τὸ τύμπανον· στρεφομένου δὲ τοῦ τυμπάνου,
στρέφεται ὁ ἄξων, κινουμένου δὲ τοῦ ἄξονος, εἰσάγονται αἱ ἔκθετοι

49

.

21

.

7

τῶν κάλων ἀρχαὶ πρὸς τὰς τάσεις. ἔχει δὲ καὶ πώματα τὸ γλωσσό‐ κομον χάριν τοῦ κρύπτεσθαι τὰ ἐν αὐτῷ μηχανήματα· ἔχει δὲ καὶ κρίκους τέσσαρας τοῖς πλευροῖς προσηλωμένους, δύο ἄνω καὶ δύο

49

.

21

.

8

κάτω, χάριν τῆς προσδέσεως τοῦ τονίου. αὕτη ἡ κατασκευὴ κατ’ Ἀριστίωνά ἐστι τὸν Πασικράτους πατέρα, ἐπεί τοί γε κατ’ αὐτὸν τὸν Νυμφόδωρον ἄλλως ἔχει ἡ ὀργανοποιία τοῦ τονίου· ἐν γὰρ τῇ ἀρχαίᾳ κατασκευῇ 〈ἡ〉 τοῦ κοχλιάξονος ἔνθεσις οὐκ ἔστιν
5ἐν τοῖς διαπήγμασιν, ἀλλὰ κατὰ τὴν τῶν πωμάτων τάξιν· δύο γάρ εἰσι ψαλίδες σιδηραῖ ἐνηλωμέναι τοῖς πλευροῖς, κατὰ τὰ μέσα μέρη τετρημέναι, ὧν ἡ μὲν ὑπόκειται τῷ ἄξονι, ἡ δ’ ἐπίκειται· ἀμφότεραι

49

.

21

.

9

δὲ παρὰ μέρος τοῦ τυμπάνου κεῖνται. ἡ μὲν οὖν κάτω ψαλὶς στενό‐ τερον ἔχει τὸ τρῆμα, ἡ δ’ ἄνω εὐρύτερον, τοῦ κοχλιάξονος ἐντὸς

49

.

21

.

10

κατὰ τὰ πώματα ὑπὸ τῶν ψαλίδων συνεσχημένου. τὸ μὲν οὖν 〈κάτω〉 πῶμα ἀνεμποδίστως κλείεται, τὸ δ’ ἕτερον ἐπικλείεται ἄνω διὰ τοῦ προκειμένου τοῦ κοχλιάξονος λεπτοτέρου μέρους, ᾧ τὸ τόνιον ἐπι‐

49

.

21

.

11

πέπηγεν. τοῦτο δὲ τὸ πῶμα ἤτοι κατὰ τὴν μεσότητα ἐκτετμημένον 〈ἐστὶν ἢ〉 διχοτομεῖται πλάγιον, καὶ τὸ μέν τι αὐτοῦ μέρος μένει ἀκίνητον, τὸ δ’ ἐπικλείεται, κατὰ τὴν ἡμίσειαν τοῦ μήκους μηνοειδῶς ἐκκεκομμένον, ἵνα ὅταν ἐπικλείηται τὸ πῶμα, ἡ μηνοειδὴς ἐκκοπὴ τὸ

49

.

21

.

12

προκείμενον τοῦ κοχλιάξονος παραδέξηται. ὁ δ’ Ἀριστίων οὐ συγ‐ κατατιθέμενος τῇ τοῦ Νυμφοδώρου κατασκευῇ περισσὸν ἄξονα προσέθηκε τῷ ὀργάνῳ ἔχοντα τύμπανα καὶ τρήματα, ἵνα 〈ὁ〉 μέσος τῶν ἀξόνων κινούμενος ὁπουοῦν στηρίζηται καὶ μὴ τῇ βίᾳ παρεγκλίνῃ.

49

.

21

.

13

μετέθηκε δὲ καὶ τοὺς κρίκους πλησίον τοῦ ἐμπροσθίου διαπήγματος, ἵνα [διὰ] τοῦ τονίου ἡ πρόσδεσις μὴ γίνηται κατὰ τὴν τῶν πωμάτων τάξιν, ἀλλὰ κατὰ τὴν τοῦ ἐμπροσθίου διαπήγματος, ἅμα δὲ καὶ τὰς ἀρχὰς τῶν κάλων διὰ τῶν πωμάτων ἐξέβαλεν, ἃς μὲν ἄνω, ἃς δὲ

49

.

21

.

14

κάτω. τῇ δὲ τῶν κρίκων διαθέσει ἡμεῖς συναινοῦμεν, ὧν τὸν δεύτερον ἄξονα ὡς περισσὸν παραιτούμεθα· αὐτάρκης γάρ ἐστιν ὁ εἷς ἄξων

49

.

21

.

15

πρὸς τὴν χρείαν ἐξ εὐτόνου ὕλης κατεσκευασμένος. εἰρημένης ἡμῖν τῆς κατασκευῆς τοῦ γλωσσοκόμου, ἀκόλουθόν ἐστι καὶ ἐπὶ τὴν τοῦ
ὀργάνου κίνησιν χωρῆσαι.

49

.

22

t

Περὶ κινήσεως τοῦ ὀργάνου.

49

.

22

.

1

Ἐπὶ τῶν τοῦ ὤμου ἐξαρθρημάτων, μάλιστα δ’ ἐπὶ τῆς εἰς τὴν μασχάλην διαφορᾶς, τῆς κλίμακος παρασκευασθείσης, ὡς ἐδηλώθη ἐν τῇ κινήσει τοῦ Νειλέως πλινθίου, ἀντὶ τοῦ πλινθίου νῦν ἀσφα‐ λιζέσθω πρὸς τὴν κλίμακα τὸ ὄργανον καὶ προσδεδέσθω τῇ κλίμακι
5κατὰ τὸ κλιμάκιον, μὴ κατὰ τὴν τῶν πωμάτων τάξιν, ἵνα μὴ ὑπὸ τοῦ κοχλιάξονος ἐγκόπτωνται αἱ καιρίαι, ἀλλὰ κατὰ τὸ ἐμπρόσθιον

49

.

22

.

2

διάπηγμα, κρίκων πλησίον αὐτοῦ ὄντων. ἀνοιγέσθω δὲ καὶ τὰ πώ‐ ματα, εἶθ’ αἱ τῶν δεδεκότων τὸν ἄξονα κάλων ἀρχαὶ ἐκλαμβανέσθω‐ σαν, αἱ μὲν ἄνω, αἱ δὲ κάτω, καὶ τότε πρὸς τὸν καταρτισμὸν ὑπο‐ πόδιον πλησίον τῆς κλίμακος τιθέσθω, ᾧ ἐπιβεβηκὼς ὁ πάσχων
5ὑπερτιθέτω τὴν χεῖρα, ἵνα τὸ σφηνοειδὲς ἐντεθῇ εἰς τὴν μασχάλην.

49

.

22

.

3

βρόχος ὁ καρχήσιος ἢ ἄλλος ἰσότονος περιτιθέσθω τῷ βραχίονι, οὗ αἱ ἀρχαὶ ἀγέσθωσαν πρὸς τὰς ἄνω τῶν κάλων ἀρχάς, ἵνα τῇ τῶν μηχανημάτων κινήσει εὐθύπορος γένηται κατάτασις. καὶ ἡ κατὰ μετά‐

49

.

22

.

4

ληψιν 〈κατάτασις γίνεται〉 τρόπῳ τοιούτῳ. αἱ ἀρχαὶ τοῦ βρόχου διὰ τῶν κάτω τροχίλων μεταλαμβάνονται καὶ ἐπάγονται καὶ πρὸς τὰς τῶν κάλων ἀρχὰς ἁμματίζονται, ὅτε πάλιν συμβαίνει τῇ κινήσει τῶν τοῦ γλωσσοκόμου μηχανημάτων κατάτασιν γίνεσθαι τὴν κατὰ μετάληψιν

49

.

22

.

5

[κατάτασις γίγνεται] τῶν τοῦ βρόχου ἀρχῶν. μεταλαμβανομένων δὲ καὶ διὰ τῶν ἄνω, εἶτ’ ἀποδεδεμένων ταῖς κάτω τῶν κάλων ἀρχαῖς, πάλιν [γὰρ] τῶν μηχανημάτων κινουμένων, ἡ κατ’ ἀντιμετάληψιν γίνεται

49

.

22

.

6

κατάτασις. αἱ δ’ ἑξῆς μοχλεῖαι συντελοῦνται κατὰ τὸν εἰρημένον τρό‐ πον ἐπὶ τῆς εἰς τὴν μασχάλην διαφορᾶς, ἡ κατ’ ἐξελκυσμὸν ὑπὸ τῆς διπλῆς καιρίας, τὸ δὲ σφάλμα διὰ χειρῶν, τῆς τάσεως χαλασθείσης.

49

.

22

.

7

ἱστορήθησαν τοῖς ἄλλοις καὶ διὰ τοῦ αὐτοῦ ὀργάνου οἱ κατ’ ἀνάτασιν

49

.

22

.

8

〈καταρτισμοί. τὸ τόνιον〉 ἄνω ὑπὲρ κεφαλῆς ὑπερμετατίθεται, καὶ τότε τὸ σφηνοειδὲς ἐπερηρεισμένον τῷ κλιμακίῳ, μὴ προσδεδεμένον
δ’ αὐτῷ, ἐντίθεται εἰς τὴν μασχάλην, ἔπειτ’ αἱ ἀρχαὶ τοῦ σφηνοειδοῦς

49

.

22

.

9

προσάπτονται ταῖς κάτω ἀρχαῖς τῶν κάλων τοῦ ὀργάνου. βρόχος δ’ ὁ καρχήσιος περιτίθεται τῷ βραχίονι, οὗ αἱ ἀρχαὶ ἄγονται κάτω καὶ ἀποδίδονται κάτω κλιμακίῳ ἀκινήτῳ πρὸς τὸ κράτημα γίνεσθαι καὶ

49

.

22

.

10

ἀνάτασιν εὐθύπορον. δύναται δὲ 〈καὶ〉 κάτω τοῦ τονίου δεδεμένου

49

.

22

.

11

ἀνάτασις [δὲ] ἡ κατὰ μετάληψιν 〈γίνεσθαι〉. τῶν τοῦ βρόχου ἀρχῶν ἀποδεδομένων τῷ κρατήματι, ὡς ἱστόρηται, αἱ ἀρχαὶ τῶν ἀπὸ τοῦ σφηνοειδοῦς κάλων διὰ τῶν τροχίλων μεταληφθεῖσαι ἀποδίδονται ταῖς ἄνω ἀρχαῖς τῶν τοῦ ὀργάνου κάλων, ἵνα τῇ τῶν μηχανημάτων κι‐

49

.

22

.

12

νήσει ἡ κατὰ μετάληψιν γίνηται ἀνάτασις. 〈ἡ δὲ διάτασισ〉 γίνεται τῶν τοῦ βρόχου ἀρχῶν μηκέτι 〈τῷ〉 κρατήματι, ἀλλὰ τοῖς κάλοις τοῦ ὀργάνου ἀποδιδομένων, ἤτοι κατ’ εὐθὺ τοῖς ἄνω ἢ κατὰ μετά‐

49

.

22

.

13

ληψιν τοῖς κάτω. πάλιν δὲ μετὰ τὴν αὐτάρκη τάσιν ταῖς αὐταῖς

49

.

22

.

14

μοχλείαις ἐχρήσαντο ταῖς μικρῷ πρόσθεν εἰρημέναις. εἴρηταί μοι τὰ τῆς ἱστορίας· ὥσπερ δ’ ἐπὶ τοῦ Νειλέως πλινθίου ἐκτέθειμαι, καὶ ἐπὶ τούτου μοι ἀρέσκει, ὀρθῆς οὔσης τῆς κλίμακος, 〈κατὰ〉 κατάτασιν ἐνεργεῖν, ἀσφαλιζομένου τοῦ σφηνοειδοῦς πρὸς κλιμάκιον, τὴν δ’ ἀνά‐
5τασιν καὶ τὴν διάτασιν ὑπερτίθεσθαι· ἀσθενεῖς γάρ εἰσιν αὗται αἱ τά‐ σεις· κεκλιμένου δὲ τοῦ πάσχοντος, οὕτω ποτὲ ἐδικαίωσα καταρτίζειν.

49

.

22

.

15

ἀρκοῦμαι τοῖς ἱστορημένοις καταρτισμοῖς πρὸς τὴν τοῦ ὀργάνου κί‐ νησιν, παραδείγμασιν αὐτοῖς χρησάμενος· πάντα γὰρ ὀλισθήματα καὶ τοῦτο τὸ ὄργανον καταρτίζειν δύναται, ὥσπερ καὶ τὸ Νειλέως πλιν‐ θίον· τὰ μὲν γὰρ μηχανήματα αὐτῶν ἐστι διάφορα, οἱ δ’ αὐτοὶ κα‐
5ταρτισμοί, ὥστε ὑμᾶς ἀπὸ τῶν προεκτιθεμένων τὴν ὅλην κίνησιν δύνασθαι τοῦ ὀργάνου γινώσκειν.

49

.

23

t

Ἀπελλίδος ἢ Ἀρχιμήδους τρίσπαστον.

49

.

23

.

1

Γνωστέον ἐστὶν ὑμῖν ἐν πρώτοις ὅτι οὔτε ὁ Ἀπελλὶς οὔτε Ἀρχιμήδης ἦσαν ἰατροί, ἀλλὰ μηχανικοὶ ἄνδρες, οἳ καὶ τὸ ὄργανον
ἐπενόησαν, καθάπερ ἐν τῇ ἱστορίᾳ παρειλήφαμεν, πρὸς τὰς τῶν πλοίων καθολκάς, οὐ χερσὶ τῶν κάλων ἑλκομένων, ἀλλ’ ἐργάταις· οἱ
5δὲ τότε ἰατροὶ συστείλαντες τὰ τῆς κατασκευῆς μέτρα τόνιον ὄργανον ἰατρικὸν τὸ τρίσπαστον τοῦτο πρὸς τοὺς τῶν ἐξαρθρημάτων καὶ τῶν

49

.

23

.

2

καταγμάτων καταρτισμοὺς ἐποίησαν. ἔστι δ’ αὐτοῦ ἡ κατασκευὴ αὕτη· τὸ ὅλον ἐκ διαφορᾶς ἐστι τῶν λεγομένων τετραγώνων ὑπομήκων·

49

.

23

.

3

συμπηγίαν δ’ ἔχει τοιαύτην. δύο πλευρὰ μήκει τετραπαλαιστιαῖα, 〈πλάτει διπαλαιστιαῖα,〉 τῷ πάχει δακτυλιαῖα· ταῦτα δὲ τὰ πλευρὰ συνέσχηται πρὸς ἄλληλα τοῖς διπαλαιστιαίοις διαπήγμασι, πάχει δακτυ‐

49

.

23

.

4

λιαίοις. τῷ πλάτει δὲ τὸ ὀπίσθιον διάπηγμα μάλιστα ἑξαδακτυλιαῖον

49

.

23

.

5

γίνεται διὰ 〈τὰ〉 πώματα, τὸ δ’ ἐμπρόσθιον διπαλαιστιαῖον. ὡς δὲ Πασικράτης ἱστόρησεν, ἐν μέσοις τοῖς πλευροῖς ἀνεσκαμμένοις κοι‐ λότησιν ἐπιπολαίοις δύο εἰσὶν ἄξονες κρυπτοὶ πλησίον τῶν πλευρῶν τροχοὺς ἔχοντες· ἑκάτερος δὲ τροχὸς τέτρηται τρήματι διαμπερεῖ· τὰ
5δὲ τρήματα ταῦτα γέγονε πρὸς κάλων ἐνδέσεις· ἔστι δὲ τοιαύτη.

49

.

23

.

6

δύο κάλοι λαμβάνονται ἡμματισμένοι κατὰ τὰ πέρατα· οὗτοι οἱ κάλοι εἴρονται διὰ τῶν τρημάτων τοῦ ἐμπροσθίου ἄξονος καὶ διέλκονται, ἵνα τὰ ἅμματα τοῖς τρήμασι προσπέσῃ, καὶ τότε ἕκαστος κάλος τῷ κατ’ αὐτὸν τροχῷ περιειλεῖται διὰ τῶν τρημάτων τοῦ ὀπισθίου ἄξο‐

49

.

23

.

7

νος καὶ ἁμματίζεται. ὁ δ’ ὀπίσθιος ἄξων ἐν μέσῳ τῷ μεταξὺ τῶν τροχῶν διαστήματι τρῆμα ἔχει· πάλιν δὲ καὶ τοῦτο τὸ τρῆμα πρὸς

49

.

23

.

8

ἔνδεσιν κάλου. κάλος δ’ εὐμήκης λαμβάνεται διημματισμένος καθ’ ἓν πέρας, εἶτ’ εἴρεται διὰ τοῦ δεδηλωμένου τρήματος καὶ ἀνέλκεται, ἵνα τὸ ἅμμα τῷ τρήματι προσπέσῃ, ἔπειτα εἰλεῖται τῇ μεσότητι τοῦ ἄξο‐ νος, καὶ τότε τὸ πέρας αὐτοῦ διεκβάλλεται διὰ τοῦ ὀπισθίου δια‐

49

.

23

.

9

πήγματος μέσου τετρημένου. τί δὴ νῦν γίνεται; πρός τινος τοῦ ἐκθέ‐ του κάλου ἑλκομένου τῇ χειρὶ καὶ ἀνειλημένου στρέφεται ὁ ὀπίσθιος ἄξων· στρεφομένου δὲ τούτου, εἰσάγονται ἄλλαι ἀρχαὶ τῶν ἐκθέτων

49

.

23

.

10

κάλων· εἰσὶ δὲ τέσσαρες, δύο καὶ δύο. τῶν κάλων ἡ ἔνδεσίς ἐστι τοιαύτη· δύο λαμβάνονται κάλοι ἡμματισμένοι κατὰ τὰ πέρατα· οὗτοι οἱ κάλοι εἴρονται διὰ τῶν δύο τρημάτων [διὰ] τοῦ ἐμπροσθίου ἄξο‐ νος τῶν ὄντων ἐν τῷ μεταξὺ διαστήματι τῶν τροχῶν καὶ διέλκονται,
5ἵνα τὰ ἅμματα προσπέσῃ τοῖς τρήμασι, καὶ τότε αἱ τῶν κάλων ἀρχαὶ διὰ τοῦ ἐμπροσθίου διαπήγματος τετρημένου ἔσωθεν ἔξω ἐκλαμβάνον‐ ται· ἢ εἷς κάλος διπλοῦς, οὗ αἱ ἀρχαὶ διὰ τῶν τρημάτων τοῦ ἐμπρο‐ σθίου ἄξονος ἐκλαμβάνονται καὶ διέλκονται, ἵνα τὸ μέσον τοῦ κάλου

49

.

23

.

11

κατὰ τὸ μεταξὺ διάστημα τῶν τρημάτων γένηται. ἔπειτα αἱ τοῦ κάλου
ἀρχαὶ διὰ τῶν τρημάτων τοῦ ἐμπροσθίου διαπήγματος ἐκλαμβάνονται,

49

.

23

.

12

ἄλλοι δὲ δύο κάλοι λαμβάνονται ἡμματισμένοι κατὰ τὰ πέρατα. οὗτοι οἱ κάλοι εἴρονται διὰ τῶν δύο τρημάτων τοῦ ὀπισθίου ἄξονος, ὄντων μὲν ἐν τῷ μεταξὺ διαστήματι τῶν τροχῶν, κεχωρισμένων δὲ τοῦ

49

.

23

.

13

μέσου τρήματος. οὗτοι οἱ κάλοι εἴρονται· εἶθ’ ὅταν αὐτῶν τὰ ἅμ‐ ματα προσπέσῃ τοῖς τρήμασι, τότε διέλκονται καὶ διεκβάλλονται διὰ τοῦ ὀπισθίου διαπήγματος τετρημένου, ὥστε νῦν εἶναι ἐκθέτων κάλων ἀρχὰς πέντε, δύο μὲν διὰ τοῦ ἐμπροσθίου διαπήγματος, τρεῖς δὲ διὰ

49

.

23

.

14

τοῦ ὀπισθίου. ἑλκόμεναι δὲ διὰ τοῦ μέσου ὀπισθίου κάλου τῇ χειρί, καὶ τῶν κρυπτῶν κάλων ἀντιμετειλημένων, ὡς εἴρηται, εἰσάγονται ἔκθετοι τῶν κάλων ἀρχαί, ταῖς 〈δ’〉 ἀρχαῖς ἀποτείνονται 〈αἱ〉 ἀπὸ

49

.

23

.

15

τῶν τεινομένων σωμάτων καιρίαι. ταύτην τὴν κατασκευὴν ὁ Πασι‐ κράτης εἰσηγησάμενος κατηγόρησε τῆς ὀργανοποιίας ὡς ἀπράκτου· ἡ γὰρ ὅλη ἐνέργεια τοῦ ὀργάνου κίνησις γίνεται 〈τοῦ〉 ὀπισθίου κάλου τῇ χειρὶ ἑλκομένου· οὐκ ἰσχύσει δ’ ἐν τοῖς καταρτισμοῖς ἡ χεὶρ τὴν
5τοσαύτην βίαν ὑπομεῖναι, καὶ μάλιστα ἐπὶ μεγάλων ἄρθρων καὶ ἐπὶ σωμάτων εὐτόνων· ἧς αἰτίας χάριν μετεποίησε τὴν ὀργανοποιίαν καὶ τοὺς δύο κρυπτοὺς ἄξονας ἐκθέτους κατεσκεύασε, τὸν μὲν ἐμπρόσθιον μικρότερον ἠλασσωμένον ταῖς ἐκθέτοις ἀποτορνώσεσι, τὸν δ’ ὀπίσθιον

49

.

23

.

16

μείζονα καὶ μακροτέρας τὰς ἀποτορνώσεις ἔχοντα. καὶ τῷ μὲν ἐμπρο‐ σθίῳ ἄξονι προσήλωσε τύλους ἐν ταῖς ἐκθέτοις ἀποτορνώσεσι, τῷ δ’

49

.

23

.

17

ὀπισθίῳ προσέθηκεν ἐπιτόνια 〈ἢ〉 περιαγωγίδας. ἐνδεδεμένων δὲ τῶν ἀξόνων δυσὶ κρυπτοῖς τύλοις, τὸ ὄργανον ἐν τοῖς καταρτισμοῖς οὕτως

49

.

23

.

18

ἐκίνησεν. τὰς ἀπὸ τῶν τεινομένων σωμάτων καιρίας περιέθηκε τοῖς ἐκθέτοις τύλοις τοῦ ἐμπροσθίου ἄξονος, ἵνα τῇ τοῦ ὀπισθίου ἄξονος στροφῇ καὶ τοῦ προσθίου εἰλουμένου ὑπὸ τῶν ἀντειλουμένων κάλων

49

.

23

.

19

αἱ τάσεις γίνωνται. Ἀριστίων δ’ ὁ τοῦ Πασικράτους υἱὸς ὑπήν‐ τησε τῷ πατρὶ ἠγνοηκότι τὴν ἀρχαίαν τοῦ ὀργάνου κατασκευήν· ἐν γὰρ τῇ ἀρχαίᾳ, φησίν, ὀργανοποιίᾳ οὐκ ἐν κοιλότησι πλευρῶν ἐκι‐ νοῦντο οἱ ἄξονες, ἀλλὰ περὶ κνώδακας προσηλωμένους τοῖς πλευροῖς
5κοιλότητας ἔχοντας ἑλικοειδεῖς, ὥσπερ ἔστι θεάσασθαι τὸ τοιοῦτον γινό‐ μενον ἐπὶ τῶν ὑδραγωγῶν ὀργάνων, διὰ τὴν κατασκευὴν ῥᾳδίως στρεφο‐

49

.

23

20,21

μένων. οὐδὲ μὴν οἱ τροχοὶ κοῖλοί εἰσιν, ἀλλ’ ὑπερέχοντες. ἐπείπερ

49

.

23

.

21

(2)

οὖν ὁλμίσκοις περὶ κνώδακας κινοῦνται, καὶ οἱ τροχοί εἰσι μετέωροι,
εὐχερέστατα τῶν ἀξόνων κινουμένων, ἀνεμπόδιστοι αἱ τάσεις ἔσονται, κἂν χειρὶ ἕλκηται ὁ κάλος· διὰ γὰρ αὐτό που καὶ τρίσπαστον προση‐
5γορεύθη τὸ ὄργανον, ὅτι τρεῖς εἰσιν οἱ ἐνεργοῦντες κάλοι, εἷς μὲν

49

.

23

.

22

ἔκθετος, δύο δὲ κρυπτοί. ταῦτα μὲν ὑπὸ τούτου πεπιθανολόγηται· ἀληθῆ δ’ ἦν τὰ ὑπὸ τοῦ Πασικράτους εἰρημένα· οὐδὲ γὰρ ἡ χεὶρ ἰσχύει ἕλκουσα τὸν κάλον καταρτίσαι καλῶς, ἀλλὰ τάχα ἴσως πρὸς τὴν σχολικὴν ἐπίδειξιν κινῆσαι τὸ ὄργανον, ἡ δ’ ἐν τοῖς καταρτισμοῖς
5βία διὰ τῆς χειρὸς οὐκ ἐπιγενήσεται· δι’ ἣν αἰτίαν ἔδοξεν ἡμῖν, τῶν αὐτῶν γινομένων τῶν δεδηλωμένων ἐν τῇ ἀρχαίᾳ κατασκευῇ, τρίτον ἄξονα προστιθέναι τῷ ὀργάνῳ ἔκθετον, ὅπως ὁ ὀπίσθιος νῦν μέσος

49

.

23

.

23

γένηται ἄξων. ὁ δ’ ὀπίσθιος ἐχέτω τρῆμα καὶ ἐν ταῖς ἐκθέτοις ἀπο‐ τορνώσεσι σκυτάλας ἢ περιαγωγίδας ἢ ἐπιτόνια· τοῦ δὲ μέσου ὀπι‐ σθίου κάλου μετὰ τὴν περὶ τὸν ἄξονα περιείλησιν ἡ ἀρχὴ διείρεται

49

.

23

.

24

διὰ τοῦ 〈τοῦ〉 ἐκθέτου ἄξονος τρήματος 〈καὶ〉 ἐφαμματίζεται. τού‐ των δὲ γενομένων, τῇ τοῦ ὀπισθίου ἄξονος στροφῇ, τῇ τοῦ ἐκθέτου λέγω, ἀντιπεριειλημένου τοῦ κάλου τῷ ἐκθέτῳ ἄξονι, κινεῖται ὁ μέ‐ σος ἄξων, στρεφομένου δ’ αὐτοῦ, κινεῖται καὶ ὁ ἐμπρόσθιος ἄξων· τῇ
5δὲ τῶν τριῶν ἀξόνων στροφῇ εἰσάγονται 〈αἱ〉 ἔκθετοι τῶν κάλων ἀρχαί, αἷς ἀποδέδενται αἱ ἀπὸ τῶν τεινομένων σωμάτων καιρίαι.

49

.

23

.

25

ἔχει δὲ καὶ πώματα τὸ τόνιον ὡς 〈τὸ〉 γλωσσόκομον, ἵνα κρύπτηται τὰ μηχανήματα· ἔχει δὲ καὶ κρίκους τοῖς πλευροῖς προσηλωμένους

49

.

23

.

26

τῆς προσδέσεως χάριν. τοιαύτη ἐστὶν ἡ σύμπασα τοῦ τρισπάστου κατασκευή· οἱ δὲ καταρτισμοὶ τοιοῦτοί εἰσιν οἱ δεδηλωμένοι ἐπὶ τοῦ γλωσσοκόμου· τὰ μὲν γὰρ κινούμενα μηχανήματά ἐστι διάφορα, εἰσα‐ γωγὴ δὲ κάλων ἡ αὐτή, τῶν καιριῶν πρὸς τοὺς κάλους ἁμματιζο‐

49

.

23

.

27

μένων. τετελείωται ἡμῖν καὶ ἡ τοῦ τρισπάστου κατασκευή.

49

.

24

t

Περὶ τῆς κατασκευῆς τοῦ Τέκτονος ὀνομαζομένου ὀργάνου.

49

.

24

.

1

Κατεσκεύασται τὸ τοῦ Τέκτονος ὄργανον διὰ 〈τῆσδε〉 τῆς συμπη‐ γίας· δύο σκέλη ἐπινοήσας ἐπιβεβηκότα βάσει τῇ λεγομένῃ κρηπῖδι, ὀργανικῇ ἀναμετρήσει μεμετρημένα, μήκει μὲν δύο ἥμισυ πηχῶν ἢ μακρότερα, πλάτει δὲ τετραδάκτυλα, καὶ πάχει τριδάκτυλα, ταῦτα τὰ
5σκέλη συμπέπηγε πρὸς ἄλληλα δυοῖν διαπήγμασιν, ἑνὶ μὲν κάτω, ἀφεστῶτι τῆς βάσεως πενταπαλαιστιαῖον μέτρον, ἄλλῳ δ’ ἄνω κατὰ

49

.

24

.

2

τὰ τῶν σκελῶν πέρατα. ὑπὸ δὲ τὸ κάτω διάπηγμα σανίς ἐστι πλαγία

49

.

24

.

3

προσπεπηγυῖα τῷ διαπήγματι καὶ τοῖς σκέλεσι τοῦ ὀργάνου. ταύτην τὴν σανίδα συνήθως πάντες ἐφέδρανον καλοῦσιν, 〈ὃ〉 πρὸς τῷ δια‐ πήγματι κατὰ τὴν τοῦ πλάτους μεσότητα ἐκκέκοπται πῖ ἀνεστραμ‐ μένου ἐκκοπῇ· κατὰ δὲ τὴν τῆς ἐκκοπῆς τάξιν τῷ διαπήγματι προσ‐

49

.

24

.

4

ήλωται σιδηροῦν πῖ. κοινότερον δὲ τοῦτο τὸ πῖ καὶ ἡ ἐκκοπὴ

49

.

24

.

5

ἐγένετο πρὸς ἔνθεσιν πριαπίσκου ὀκταδακτυλιαίου τῷ μεγέθει. μεταξὺ δὲ τῶν διαπηγμάτων ἔνδον τὰ σκέλη σεσωλήνισται σωληνισμοῖς, ἵνα ἐν τούτοις κινῆται χελώνη τετράγωνος, ἐν τοῖς καταρτισμοῖς σπάθην τε καὶ ἀγκῶνας 〈κινοῦσα〉· τὸ γὰρ ἐμπρόσθιον μέρος τῆς χελώνης τὸ
5λεγόμενον μέτωπον τέτρηται διανταίως· εἰς δὲ τοῦτο τὸ τρῆμα ἔγκειται ῥίζα, ἧς τὸ μύουρον πέρας ὀπίσω διενήνεκται τοῦ τῆς χελώ‐

49

.

24

.

6

νης πάχους. τῆς δὲ ῥίζης τὸ προκείμενον πέρας τέτρηται ἐκ τῶν πλαγίων εἰς τὰ πλάγια· εἰς ὃ τρῆμα περόνη ἔγκειται, ἵνα ἡ ῥίζα μὴ ἐξέλκηται, ἀλλ’ ἐν τῷ τρήματι οὖσα στρέφηται· ἡ δὲ περόνη κατὰ τὸ

49

.

24

.

7

τῆς ῥίζης πέρας ἔξωθεν κεκάλυπται ἀσπιδίσκης ἐπιθέσει. γέγονε δ’ ἡ ῥίζα τῆς σπάθης τῆς ἐν τῷ ὀργάνῳ ἐξαρτήσεως χάριν· σπάθην γὰρ ἕξει τὸ ὄργανον ἀμβοειδῆ μεγέθει τηλικαύτην ὡς ἀπὸ τοῦ κάτω δια‐ πήγματος ὑπερέχουσαν τὸ ἄνω διάπηγμα τὸ λεγόμενον κεφάλιον

49

.

24

.

8

ἀναλόγως σφηνοειδεῖ. ταύτης τῆς σπάθης τὸ ἀντικείμενον πέρας τῷ ἀμβοειδεῖ σχήματι κατὰ τὴν αὐτοῦ μεσότητα ἐκκόπτεται τετραγώνῳ ἐκκοπῇ, εἰς ἥνπερ ἐκκοπὴν κατακέκλεισται τὸ προκείμενον τῆς ῥίζης

49

.

24

.

9

πλατύ τε καὶ τετρημένον πέρας. τέτρηται δὲ καὶ αὕτη ἡ σπάθη ἐκ τῶν πλαγίων εἰς τὰ πλάγια· εἰς ταῦτα δὲ τὰ τρήματα περόνη ἔγκει‐

49

.

24

.

10

ται συνοχῆς χάριν τῆς σπάθης πρὸς τὴν ῥίζαν. αὕτη δ’ ἡ χελώνη κατὰ τὰ μέσα ἑαυτῆς μέρη τέτρηται τρήμασι τέτρασι τὸν ἀριθμόν, ἤτοι στοιχηδὸν τεταγμένοις ἢ δυσὶ μὲν ἐμπροσθίοις, δυσὶ δ’ ὀπισθίοις.

49

.

24

.

11

τὰ δὲ τρήματα ταῦτα γέγονε πρὸς κάλου ἔνδεσιν, ὡς ἐν τοῖς ἐχο‐

49

.

24

.

12

μένοις δηλώσω. μέσον δὲ τὸ κεφάλιον, τὸ ἄνω διάπηγμα λέγω, τετρά‐ γωνον ἔχει ἐκκοπήν, ἐν ᾗ ἐκκοπῇ διπλοῦς τρόχιλος τέτακται περὶ

49

.

24

.

13

περόνῃ κινούμενος. ἔχει δὲ καὶ ἄλλας τὸ κεφάλιον δύο τετραγώνους διαμπερεῖς ἐκκοπὰς ἐν ἑκατέρῳ μέρει τοῦ τροχίλου, μίαν καὶ μίαν, περιεχούσας 〈τὰ〉 τετράγωνα μέρη τῶν ἀγκώνων· δύο γάρ εἰσιν ἀγ‐ κῶνες διενηνεγμένοι ἄνωθεν κάτω, τῇ χελώνῃ ἐπιβεβηκότες, κοιλότη‐

49

.

24

.

14

τας ἐχούσῃ τετραγώνους ἐπιπολαίους. τῶν δ’ ἀγκώνων τὰ μὲν κάτω μέρη τετράγωνα καὶ λεπτὰ πτέρνας ὠνόμασαν οἱ ὀργανικοί, τὰ δ’

49

.

24

.

15

ἄνω πλατέα τε καὶ περιφερῆ πτερώσεις. ἐν δὲ ταῖς ὑπὲρ τὸ κεφάλιον τῶν ἀγκώνων πτερώσεσι διεκτετρημέναις διανταίοις τρήμασιν ἄξων ἐστὶν ἔκθετος, μέσον ἔχων σφηνοειδές, ἐν αὐταῖς 〈δὲ〉 ταῖς ἐκθέτοις ἀποτορνώσεσιν ἤτοι σκυτάλας ἢ περιαγωγίδας πρὸς τὴν στροφήν.

49

.

24

.

16

τέτρηται δὲ τὰ ἐμπρόσθια μέρη τῶν πτερώσεων κατὰ τὰ τρήματα, συντέτρηται δὲ καὶ ὁ ἄξων κατὰ τὰς ἀποτορνώσεις, ἵνα, εἴ ποτε πρὸς τὴν χρείαν, ἐντεθειμέναι περόναι εἰς τὰ τρήματα ἀκίνητον φυ‐

49

.

24

.

17

λάξωσι τὸν ἄξονα. ἔτι τε τὸ ὄργανον παρασκέλια ἔχει δύο προσκεί‐ μενα τοῖς τῶν σκελῶν πέρασιν, ἵνα, ἐάν ποτε ὡς ἐφέδρανον ἐνεργῇ

49

.

24

.

18

τὸ ὄργανον, ἐπὶ τὴν βάσιν καὶ τὰ παρασκέλια κινῆται. ἐπειδὴ ἡ χε‐ λώνη διὰ κάλου ἀναβιβαζομένη ἀνάγει τὴν σπάθην καὶ τοὺς ἀγκῶ‐

49

.

24

.

19

νας, ἑπομένως δὴ βούλομαι τὴν τοῦ κάλου ἔνδεσιν δηλῶσαι. διπλοῦς κάλος λαμβάνεται, οὗ αἱ ἀρχαὶ διὰ δύο πήχεων ἢ τρημάτων εἴρον‐ ται, ἢ τῶν ἐμπροσθίων ἢ τῶν ὄπισθεν 〈ἢ τῶν〉 μέσων, κάτωθεν ἄνω καὶ ἀνέλκονται, ἵνα ἡ τοῦ κάλου μεσότης γένηται κατὰ τὸ μεταξὺ

49

.

24

.

20

τῶν τρημάτων διάστημα. εἶθ’ αἱ ἀρχαὶ ἀνάγονται καὶ περιειλοῦνται τῷ ἐν τῷ κεφαλίῳ διπλῷ τροχίλῳ· ἐναλλαγεῖσαι δέ, ὡς εἴρηται, ἄγονται κάτω καὶ ἀποδίδονται τύλοις ἐκθέτου ἄξονος· ἔχει γὰρ τὸ τοῦ Τέκτονος ὄργανον καὶ ἄλλον ἄξονα κάτωθεν κεκρυμμένον τοῖς
5σκέλεσιν ὑπεράνω τοῦ διαπήγματος ὡς διὰ πενταδακτυλιαίου μέτρου.

49

.

24

.

21

οὗτος δ’ ὁ ἄξων δύο τύλους ἔχει μέσους καὶ ἐν ταῖς ἐκθέτοις ἀπο‐

49

.

24

.

22

τορνώσεσι σκυτάλας ἢ περιαγωγίδας. ταύταις δὲ ταῖς σκυτάλαις στρε‐ φομένου τοῦ ἄξονος, διὰ τοῦ κάλου ἀναβιβαζομένη ἡ χελώνη συν‐ αναβιβάζει τὴν σπάθην καὶ τοὺς ἀγκῶνας ἐπὶ τὸν ἐν ταῖς πτερώσεσιν

49

.

24

.

23

ἄξονα πρὸς τοὺς κατ’ ἀνάτασιν καταρτισμούς. αὕτη ἐστὶν ἡ ἀρχαία τοῦ Τέκτονος ὀργάνου κατασκευή.

49

.

25

t

Κίνησις τοῦ ὀργάνου.

49

.

25

.

1

Ἐπείπερ προηγουμένως στάσιμα ὄργανα ἐγένοντο ἐπὶ τοῦ ὤμου πρὸς τοὺς καθ’ ὑπεραιώρησιν καταρτισμούς, καὶ πρὸς τοὺς ἄλλους δὲ τρόπους ἐστὶν ἐπιτήδεια, πρόκειται περὶ τῶν τοῦ ὤμου καταρ‐ τισμῶν δηλῶσαι· ἄρξομαι δ’ ἀπὸ τῆς εἰς τὴν μασχάλην διαφορᾶς.

49

.

25

.

2

ἵνα δὲ γένηται ἀπηρτισμένη ἡμῖν ἡ τοῦ ὀργάνου κίνησις, προστιθέσθω‐ σαν τῷ κατασκευάσματι τρόχιλοι τέσσαρες, δύο μὲν κάτω ἐν τῷ λεγο‐
μένῳ ἄμβακι τῆς βάσεως, δύο δ’ ἄνω πρὸς τοῖς ἄνω πέρασι τῶν

49

.

25

.

3

σκελῶν. ὅταν δὲ καταρτίζηται ὁ πάσχων, πρότερον τὸ σφηνοειδὲς ἐρίῳ ἢ ὀθονίῳ περιειλείσθω, καὶ τότε ὑποπόδιον πλησίον τοῦ ὀργά‐

49

.

25

.

4

νου ἐπιτιθέσθω, ᾧ ὑποποδίῳ ἐπιβαινέτω ὁ πάσχων. ἔπειτα αὐτοῦ τὰ σκέλη ἀσφαλιζέσθω πρὸς ἄλληλα καιρίᾳ, καὶ ἡ χεὶρ ἡ κατὰ φύσιν

49

.

25

.

5

ἔχουσα παρατεταμένη πρὸς τὴν πλευράν. εἰς δὲ τὰ τρήματα τῶν πτερώσεων καὶ τοῦ ἄξονος αἱ περόναι ἐντιθέσθωσαν, ἵνα μένῃ ἀκί‐

49

.

25

.

6

νητος ὁ ἄξων ἕως τῆς ἐπιτηδείου τῆς κινήσεως χρείας. γενομένων δὲ τούτων, ὑπερτιθέσθω ἡ χεὶρ ὑπὲρ τὸν ἄξονα, εἶθ’ ὅταν τὸ σφη‐ νοειδὲς ἐντεθῇ εἰς τὴν μασχάλην, βρόχος ὁ καρχήσιος ἢ ἄλλος ἰσό‐ τονος περιτιθέσθω τῷ βραχίονι, καὶ αἱ τοῦ βρόχου ἀρχαὶ ἀγέσθωσαν
5κάτω καὶ ἀποδιδόσθωσαν τοῖς τύλοις τοῦ ἐν τοῖς σκέλεσιν ἄξονος,

49

.

25

.

7

τοῦ κάλου μὴ ἐνδεδεμένου, ὥσπερ ἐν τῇ κατασκευῇ ἱστορήθη. τοῦ δ’

49

.

25

.

8

ἄξονος στρεφομένου, εὐθύπορος ἔσται ἡ κατάτασις. ἡ δὲ κατὰ μετά‐ ληψιν κατάτασις τρόπῳ τοιούτῳ γίνεται· 〈αἱ〉 ἀρχαὶ τοῦ βρόχου πρότερον μεταλαμβάνονται διὰ τῶν κάτω τροχίλων, εἶτ’ ἀνάγονται καὶ ἀποδίδονται τοῖς τύλοις, ἵνα τῇ τοῦ ἄξονος κινήσει ἡ δεδηλω‐

49

.

25

.

9

μένη τάσις γένηται, ἣ κατὰ μετάληψιν γίνεται. μεταλαμβανομένων τῶν τοῦ βρόχου ἀρχῶν διὰ τῶν κάτω τροχίλων, καὶ τότε περιειλουμένων τοῖς ἄνω τροχίλοις, εἶτ’ ἀποδιδομένων τοῖς τύλοις τοῦ ἄξονος, γίνε‐

49

.

25

.

10

ται ἡ κατ’ ἀντιμετάληψιν κατάτασις. οἱ ἐκ κατατάσεως τρόποι εἰσὶν οὗτοι· ὅταν δέ τις βούληται κατ’ ἀνάτασιν ἐνεργῆσαι, ἐνδεδεκότος τοῦ κάλου τὴν χελώνην, καθὼς ἐν τῇ κατασκευῇ ἐδηλώθη, τὰς ἀρχὰς τοῦ βρόχου ἀγέτω κάτω καὶ ἀποδιδότω τινὶ ἀκινήτῳ πρὸς κράτημα,

49

.

25

.

11

ἔπειτα στρεφέτω τὸν ἄξονα. συμβήσεται δὲ τῇ τοῦ ἄξονος στροφῇ κατὰ μετάληψιν τὴν διὰ τοῦ κάλου βιβαζομένην χελώνην τὴν ἀνάτα‐

49

.

25

.

12

σιν ἐπιτελεῖσθαι. ἐκ δὲ τῶν εἰρημένων φαίνεται καὶ ὁ τῆς διατάσεως τρόπος· πρὸς δὲ τὴν διάτασιν τὰς ἀρχὰς τοῦ βρόχου οὐκέτι δεῖ τῷ κρατήματι ἀποδιδόναι, ἀλλὰ τῶν ἔσω τύλων τοῦ ἄξονός τινι, ἢ αὐτό‐ θεν ἢ κατὰ μετάληψιν, ἵνα μιᾷ τῇ τοῦ μηχανήματος κινήσει ἡ δεδη‐

49

.

25

.

13

λωμένη διάτασις γένηται. ἐν ἁπάσαις δὲ ταῖς τάσεσιν ὁ ἄξων ἀκινη‐

49

.

25

.

14

τείτω, καθὼς ἐδηλώθη. μετὰ δὲ τὴν αὐτάρκη τάσιν ἐξελκέσθωσαν αἱ τῆς ἀκινησίας τοῦ ἄξονος 〈αἰτίαι〉 περόναι, καὶ τότε αὐτὸς ὁ ἄξων διὰ τῶν σκυταλῶν ἢ τῶν περιαγωγίδων ἐπιστρεφέσθω, ἵνα [τῆ] κατὰ ποσὸν ἐπινεύοντος τοῦ σφηνοειδοῦς, ἡ κατ’ ἐξελκυσμὸν γένηται μοχ‐

49

.

25

.

15

λεία, ὡς καὶ ἐπὶ τῶν ἄλλων ὀργάνων εἴρηται. εἶτ’ ἐν τῷ καταρτίζειν κατατεινομένου τοῦ βραχίονος, ὑπηρέτης ἐξόπισθεν ἑστὼς καθαπτέτω τὰς χεῖρας ἑαυτοῦ κατὰ τοῦ τραχήλου τοῦ καταρτιζομένου πρὸς τὴν

49

.

25

.

16

τοῦ σώματος εἰς τοὺς ὑπὸ πόδα τόπους ἀντιμεταγωγήν. ἐὰν δὲ καθ’
ὑπεραιώρησιν καταρτίζηται ὁ πάσχων, ἅμα τοῦ ὑπηρέτου τὸ δεδη‐ λωμένον ἐνέργημα ποιοῦντος, τὸ ὑποπόδιον ὑφελκέσθω τὸ ὑπὸ τοὺς πόδας τοῦ καταρτιζομένου κείμενον, ἵνα ἐκ τοῦ ὀργάνου κρεμασθῇ ὁ

49

.

25

.

17

πάσχων. εἶτα, ὡς ἔφην ἐν ἄλλοις, ἅμα τῇ κατατάσει καὶ τῇ ὑπεραιω‐ ρήσει ἐπιτηδεία τοῦ σφηνοειδοῦς κατ’ ἐξελκυσμόν ... χαλάσαι δεῖ τὴν τάσιν καὶ τὸ σφάλμα ἁρμόζειν, ταῖς 〈δὲ〉 χερσὶν ἀμφοτέραις συλλαμ‐

49

.

25

.

18

βάνειν τὰ κῶλα καὶ ἀναβιβάσαι πρὸς τὴν ἐμβολήν. οὕτως καταρτίζε‐ ται ἡ εἰς τὴν μασχάλην τοῦ ὤμου διαφορά· ἐπὶ δὲ τῆς ἔμπροσθεν καὶ τῆς ὀπίσω τοῦ ὤμου διαφορᾶς στρέψαι δεῖ τὸν ἄξονα, ἵνα τὸ μὲν σφηνοειδὲς κάτω γένηται, τὸ δὲ λεῖον αὐτοῦ μέρος ἄνω·
5τοῦτο γάρ ἐστιν ἐπιτήδειον πρὸς τὸν νῦν καταρτισμὸν τοῦ ὤμου ἐπὶ

49

.

25

.

19

τῶν προκειμένων διαφορῶν. γενομένου τούτου, πλησίον τοῦ ὀργάνου ὑποπόδιον τιθέσθω, ᾧ ὁ καταρτιζόμενος ἐπιβαινέτω, καὶ τότε τὴν

49

.

25

.

20

χεῖρα ὑπερτιθέτω, ἵνα κατὰ τοῦ ἄξονος ἐρεισθῇ. τούτου δὲ γενομένου, βρόχος ἰσότονος περιτιθέσθω τῷ βραχίονι, οὗ αἱ ἀρχαὶ ἀγέσθωσαν κάτω ὡς ἐπὶ τὸν ἄξονα· τάσεις τε γινέσθωσαν αἱ αὐταὶ ταῖς ἐπὶ τῆς εἰς τὴν μασχάλην διαφορᾶς δεδηλωμέναις, καὶ μετὰ τὴν αὐτάρκη
5τάσιν μοχλεῖαι αἱ παραδεδομέναι ἡμῖν ἐν τῇ τῶν ἄλλων ὀργάνων

49

.

25

.

21

κινήσει γινέσθωσαν. μὴ ὄντων δ’ ἀγκώνων δηλονότι, οὐδὲ 〈ἄξονοσ〉 ἐν ταῖς πτερώσεσιν, ἡ εἰς τὴν μασχάλην διαφορὰ διὰ τῆς σπάθης καταρτίζεται τρόπῳ τοιούτῳ· ἀνακλᾶται ἡ σπάθη, ὥστε αὐτῆς τὸ ἀμβοειδὲς πέρας ὑπερᾶραι τὸ κεφάλιον ὡσανεὶ σφηνοειδές, καὶ τότε
5διπλῆς καιρίας μεσότης τάσσεται μεταξὺ τοῦ διαπήγματος καὶ τῆς

49

.

25

.

22

σπάθης, ἧς αἱ ἀρχαὶ ἔξω ἐῶνται παραμεῖναι. πρὸς δὲ τὸν καταρτισμὸν παρεστῶτος τοῦ πάσχοντος τῷ ὀργάνῳ, ὑπερτίθεται ἡ χεὶρ ὑπὲρ τὸ

49

.

25

.

23

διάπηγμα, ἵνα ἡ σπάθη ὡς ἄμβη ἐντεθῇ εἰς τὴν μασχάλην. ἔπειτα τῷ βραχίονι ὁ καρχήσιος βρόχος ἢ ἄλλος ἰσότονος περιτίθεται, οὗ αἱ ἀρχαὶ ἄγονται κάτω καὶ ἀποδίδονται τῷ διαπήγματι πρὸς κράτημα.

49

.

25

.

24

ἐνδεδεμένης δὲ τῆς χελώνης τῷ κάλῳ, τῇ τοῦ ἄξονος στροφῇ ἀνα‐ βιβαζομένης τῆς χελώνης, συναναβιβαζούσης δὲ καὶ τὴν σπάθην, τὸν

49

.

25

.

25

κατ’ ἀνάτασιν τρόπον ἐπιτελεῖ. δύναται δὲ καὶ ὁ κατὰ διάτασιν τρό‐ πος, τῶν τοῦ βρόχου ἀρχῶν μεταλαμβανομένων καὶ ἀποδιδομένων

49

.

25

.

26

τῷ ἄξονι· νυνὶ γὰρ κινουμένου τοῦ ἄξονος ἔσται ἡ διάτασις. δεῖ δὲ μετὰ τὴν αὐτάρκη τάσιν συνέχειν τὰς τῆς διπλῆς καιρίας ἀρχὰς καὶ δι’ αὐτῆς τῆς καιρίας συνέχειν τὴν σπάθην, ἵνα νῦν διὰ τῆς σπάθης

49

.

25

.

27

ἡ κατ’ ἐξελκυσμὸν γένηται μοχλεία. γενομένου δὲ τοῦ ἐξελκυσμοῦ, ἡ ἔντασις ἀνιέσθω, τὸ δὲ σφάλμα ὡς ὅτι τάχιστα συντελείσθω πρὸς τὴν

49

.

25

.

28

τοῦ ἄρθρου ἐμβολήν. μὴ οὔσης δὲ σπάθης ἐν τῷ ὀργάνῳ μήτε ἀγκώ‐ νων μήτε τοῦ ἐν αὐτοῖς ἄξονος, ἡ εἰς τὴν μασχάλην διαφορὰ κα‐ ταρτίζεται διὰ τοῦ σφηνοειδοῦς τρόπῳ τοιούτῳ· τὸ ἐκ τῶν κάλων ἠρτημένον σφηνοειδὲς ἐρείδεται κατὰ τοῦ ἄνω διαπήγματος καὶ πρὸς
5αὐτὸ διὰ τῶν κάλων ἀσφαλίζεται, ἔπειτα ὑπερτίθεται ἡ χείρ, καὶ ἡ

49

.

25

.

29

μασχάλη κατὰ τὸ σφηνοειδὲς τείνεται. τοῦ δὲ σφηνοειδοῦς ἐντεθέντος εἰς τὴν μασχάλην, ὁ καρχήσιος βρόχος τῷ βραχίονι περιτίθεται, οὗ αἱ ἀρχαὶ ἄγονται κάτω καὶ ἀποδίδονται τῷ ἐν τοῖς σκέλεσιν ἄξονι,

49

.

25

.

30

ἵνα τῇ τούτου στροφῇ ἡ κατάτασις γένηται. μετὰ δὲ τὴν αὐτάρκη τάσιν δοκιμάζονται αἱ μοχλεῖαι αἱ ἐπὶ τῶν ἄλλων ὀργάνων δεδηλω‐

49

.

25

.

31

μέναι, ἡ κατ’ ἐξελκυσμὸν 〈καὶ〉 ἡ κατὰ σφάλμα. τῇ δεδηλωμένῃ κατα‐ τάσει γίνεται ... ᾗ συγκατατίθεμαι· τοῖς δ’ ἄλλοις ἔδοξε διὰ τῆς χελώνης καταρτίζειν τρόπῳ τοιούτῳ· πρότερον ἐκλύεται ὁ κάλος καὶ τότε διπλοῦται· διπλωθέντος δ’ αὐτοῦ, αἱ ἀρχαὶ ἄνωθεν κάτω διὰ
5δύο τῆς χελώνης τρημάτων διεκβάλλονται καὶ ἀποδίδονται τοῖς τύ‐ λοις τοῦ κάτω ἄξονος· ἀναβιβάζεται δ’ ἡ χελώνη πλησίον τοῦ ἄνω διαπήγματος, καὶ τότε πρὸς τὸν καταρτισμὸν ὑπερτίθεται ἡ χείρ, καὶ ἐντίθεται τὸ σφηνοειδὲς εἰς τὴν μασχάλην, εἶθ’ ὁ βραχίων ἀσφαλίζε‐

49

.

25

.

32

ται πρὸς τὴν χελώνην διὰ τοῦ φοίνικος ἐπιδέσμου. γενομένων δὲ τούτων, στρέφεται ὁ κάτω ἄξων, ὑπὸ 〈τε〉 τοῦ ὑποκειμένου κάλου καθελκομένη [ἡ χεὶρ] ἡ χελώνη κατατείνει τὸν βραχίονα, καὶ ἡ μὲν κατάτασις γίνεται, αἱ δ’ ἀκόλουθοι μοχλεῖαι παραποδίζονται, προσδε‐
5δεμένου τοῦ βραχίονος τῇ χελώνῃ.

49

.

26

t

Περὶ τῶν τριῶν τοῦ ἀγκῶνος διαφορῶν.

49

.

26

.

1

Ἐπὶ τῶν τριῶν τοῦ ἀγκῶνος διαφορῶν, ἐφ’ ὧν κατακέκαμπται ἡ χείρ, τῆς ἔσω λέγω καὶ τῆς ἔξω, ἐπί τε τῆς ὀπίσω, ὁλοκλήρου οὔσης τῆς τοῦ ὀργάνου κατασκευῆς, τοῦ πάσχοντος πλησίον ἑστῶτος ἐπί τινος ὑποποδίου, στρεφέσθω ὁ ἄξων, ἵνα τὸ σφηνοειδὲς κάτω γένηται,
5τὸ δὲ λεῖον αὐτοῦ μέρος ἄνω, καὶ τότε ὑπερτιθέσθω ἡ χεὶρ ὑπὲρ

49

.

26

.

2

τὸν ἄξονα. εἶθ’ ὁ μὲν βραχίων ἀσφαλιζέσθω πρὸς τὸν ἄξονα διὰ τοῦ φοίνικος ἐπιδέσμου, τῷ δὲ πήχει πλησίον τοῦ καρποῦ ἀνισότονος περιτιθέσθω βρόχος, οὗ αἱ ἀρχαὶ ἀναγέσθωσαν καὶ τῇ καταλλήλῳ πτερώσει ἢ τῇ ἐκθέτῳ τοῦ ἄξονος ἀποτορνώσει προσαπτέσθωσαν.

49

.

26

.

3

οὕτω δὲ τοῦ τῆς χειρὸς σχήματος ἐγγωνίου πεπλεγμένου, διπλῆς καιρίας [ἡ] μεσότης ἢ πλατείας ταινίας τασσέσθω κατὰ τοῦ πήχεως ἐγγὺς τοῦ ἀγκῶνος, ἧς αἱ ἀρχαὶ φερέσθωσαν κάτω ὡς ἐπὶ τὸν ἄξονα.

49

.

26

.

4

αἱ δὲ τάσεις τελειούσθωσαν, καθὼς ἱστορήθη ἐν τοῖς τοῦ ὤμου κα‐ ταρτισμοῖς· ἐξέσται δὲ καὶ νῦν ἢ κατὰ κράτημα καὶ ἀνάτασιν ἢ κατὰ

49

.

26

.

5

διάτασιν ἐνεργῆσαι. πάλιν μετὰ τὴν αὐτάρκη τάσιν μοχλεῖαι αἱ αὐταὶ ἐγκρινέσθωσαν αἱ προπαραδεδομέναι ἐν τῇ τῶν ἄλλων ὀργάνων κι‐

49

.

26

.

6

νήσει. ἐπὶ δὲ τῆς ἔμπροσθεν διαφορᾶς, τῆς χειρὸς ἐκτεταμένης, μετὰ τὴν ὑπέρθεσιν ὁ βραχίων ἀσφαλιζέσθω πρὸς τὸν ἄξονα, καὶ τότε τῷ πήχει βρόχος ὁ καρχήσιος ἢ ἄλλος ἰσότονος περιτιθέσθω, οὗ αἱ ἀρχαὶ ἀγέσθωσαν κάτω, καὶ πάλιν αἱ αὐταὶ δοκιμαζέσθωσαν τάσεις,
5καὶ μετὰ τὰς τάσεις αἱ ἱστορημέναι μοχλεῖαι ἐν τῇ τῶν ὀργάνων

49

.

26

.

7

παραδόσει. ἰδίως δ’ ἐδόκει ἡ σπάθη εὐθετεῖν πρὸς τοὺς τοῦ ἀγκῶνος καταρτισμούς· ἴδωμεν δὲ πῶς, τῶν ἀγκώνων μὴ ὄντων μηδὲ τοῦ ἐν

49

.

26

.

8

ταῖς πτερώσεσιν ἄξονος, συντελεῖται τὸ ἔργον. ἐκλύεται ὁ κάλος καὶ διπλοῦται, εἶτ’ αὐτοῦ αἱ ἀρχαὶ διὰ δύο τρημάτων τῆς χελώνης ἄνω‐ θεν κάτω διεκβάλλονται καὶ ἀποδίδονται τοῖς τύλοις τοῦ ἄξονος· ἡ δὲ χελώνη μετὰ τῆς σπάθης ἀναβιβάζεται ὡς πρὸς τὸ ἄνω διάπηγμα,
5καὶ τότε ἡ σπάθη ἀνακλᾶται, εἶθ’ ὑπερτίθεται ἡ χεὶρ ὑπὲρ τὸ διά‐ πηγμα ἐρίου περιειλημένου, καὶ ὁ μὲν βραχίων ἀσφαλίζεται πρὸς τὸ διάπηγμα [ἐν] τῇ τοῦ φοίνικος ἐπιδέσει, ὁ δὲ πῆχυς πρὸς τὴν σπά‐ θην τῆς χειρὸς κεκαμμένης, ὅτε λοιπὸν στρεφομένου τοῦ ἐν τοῖς σκέ‐ λεσιν ἄξονος ὑπὸ τοῦ κάλου καθελκομένη ἡ χελώνη κατατείνει τὴν

49

.

26

.

9

σπάθην. εἶθ’ οὕτως ἡ κατάτασις γίνεται· μετὰ δὲ τὴν κατάτασιν δοκιμάζονται μοχλεῖαι αἱ πάλαι ἱστορημέναι, ἐπὶ μὲν τῶν δύο δια‐ φορῶν, τῆς ἔσω καὶ τῆς ἔξω, αἱ κατὰ παραγωγήν, ἐπὶ δὲ τῆς ὀπίσω

49

.

26

.

10

ἡ κατ’ ἐξελκυσμόν. καὶ ἡ μὲν κατάτασις γίνεται· αἱ δὲ μοχλεῖαι διὰ τὴν τῆς χειρὸς πρὸς τὴν σπάθην πρόσδεσιν παραποδίζονται, ἐκτὸς εἰ μὴ 〈ἡ〉 κατ’ ἐξελκυσμὸν μοχλεία γένοιτο, τῆς ῥίζης ἐξέλκεσθαι δυνα‐

49

.

26

.

11

μένης ἐκ τοῦ τρήματος. μᾶλλον δ’ εὐθετεῖ ἡ σπάθη ἐπὶ τῆς ἔμπρο‐

49

.

26

.

12

σθεν διαφορᾶς. ταύτης καταρτιζομένης ὡσαύτως τοῦ κάλου ἐνδεδεμέ‐ νου, ἐᾶσαι τὴν σπάθην κάτω παρειμένην εἶναι, ἔπειτα τῆς χειρὸς ὑπερταθείσης τὸν μὲν βραχίονα ἀσφαλίζεσθαι πρὸς τὸ διάπηγμα, τὸν
δὲ πῆχυν πρὸς τὴν σπάθην, κἄπειτα μετὰ ταῦτα τὴν κατάτασιν δοκι‐
5μάσαι, μετὰ δὲ τὴν αὐτάρκη 〈τάσιν τὰσ〉 ἀκολούθους μοχλείας παρα‐ λαμβάνειν, μίαν μὲν τὴν κατ’ ἴπωσιν, δευτέραν δὲ τὴν κατὰ περί‐ σφαλσιν, τῆς σπάθης μετὰ τῆς χειρὸς ἀνακλωμένης καὶ καμπτομένης

49

.

26

.

13

περὶ τὸ τῆς ἰπώσεως αἴτιον. οὕτω καὶ τὰ τοῦ ἀγκῶνος ἐξαρθρήματα.

49

.

27

t

Ἐκ τῶν Ῥούφου. Τὸ Ἱπποκράτους βάθρον.

49

.

27

.

1

Ὁ θαυμασιώτατος Ἱπποκράτης τὸ αὑτοῦ ὄργανον ἐν πολλοῖς συγγράμμασιν εἴρηκε ξύλον, ἐν δέ τισι σχεδίαν· οἱ δὲ μετ’ ἐκεῖνον βάθρον αὐτὸ προσηγόρευσαν, ὑποπήξαντές 〈τε〉 αὐτῷ πόδας ὡς ὀρ‐

49

.

27

.

2

γάνῳ καὶ ὡς βάθρῳ ἐχρήσαντο. ἔστι δ’ αὐτοῦ ἡ κατασκευὴ τοιαύτη· ξύλον ἑξάπηχυ τῷ μήκει, τῷ πλάτει 〈δὲ〉 δίπηχυ, πάχει δέ πως σπι‐

49

.

27

.

3

θαμιαῖον. τοῦτο τὸ ξύλον ἔχει κατὰ τὰ πέρατα ἐπιπεπηγότα τῇ ὑπτίᾳ σανίδι ἕτερα ξύλα ποδιαῖα τῷ μήκει, τῷ δ’ ἀριθμῷ τέσσαρα,

49

.

27

.

4

δύο καὶ δύο, περιφερῆ κατὰ τὰς κορυφὰς γεγονότα. ταῦτα τὰ ξύλα ὁ Ἱπποκράτης φλιὰς ὠνόμασεν· ἐν δὲ ταῖς φλιαῖς ἐκκεκομμέναις κατὰ τὰ πλάτη στρογγύλοις καὶ διανταίοις τρήμασιν ἄξονες ἔγκεινται ἔκθετοι, μέσους ἔχοντες τύλους καὶ κατὰ τὰς ἐκθέτους ἀποτορνώσεις

49

.

27

.

5

περιαγωγίδας πρὸς τὴν στροφήν. ὅλον δὲ τὸ ξύλον κατὰ τὴν ἡμίσειαν ἐκ διαστημάτων τετραδακτυλιαίων σεσωλήνισται σωλῆσιν ὁμοίως κατὰ βάθος τετραδακτυλιαίοις· τούτους δὲ τοὺς σωληνισμοὺς καπέτους

49

.

27

.

6

ὠνόμασεν Ἱπποκράτης. ἔτι μέσον τὸ ξύλον ἐκκοπὴν ἔχει τετράγω‐

49

.

27

.

7

νον βαθεῖαν, εἰς ἣν ἔγκειται σκαλμὸς ὁ λεγόμενος πριαπίσκος. ἔστι δ’

49

.

27

.

8

ἄλλη μέση πιοειδὴς φλιὰ πρὸς χρείαν ἐπινενοημένη. καὶ ἡ μὲν κατα‐ σκευὴ ἡ κατὰ τὸν Πασικράτην ἐστὶν αὕτη· μεθ’ ἣν ἀκολούθως ἐκθήσομαι τὴν κίνησιν τοῦ Ἱπποκρατείου βάθρου ἔχοντος τὴν ἀρ‐ χαίαν ὀργανοποιίαν, 〈ἵνα〉 κεκλιμένου τοῦ πάσχοντος πάντα δύναται
5καταρτίζεσθαι τὰ ὀλισθήματα, καθὼς ἱστορηθήσεται ἡμῖν ἐν τοῖς κατὰ
μέρος.

49

.

28

t

Περὶ γένυος.

49

.

28

.

1

Ἐπὶ τῶν τῆς γένυος διαφορῶν, ὑπτίου τοῦ πάσχοντος ἐσχημα‐ τισμένου, ἄν τε καθ’ ἓν μέρος τύχῃ ἐξηρθρηκυῖα ἡ γένυς, ἄν τε κατ’ ἀμφότερα τὰ ἄκρα, τοῦ πάσχοντος ἐσχηματισμένου ὑπτίαν ἔχοντος τὴν κεφαλὴν παρὰ τῷ καταλλήλῳ ἄξονι, τῶν χειρῶν ἀσφαλιζομένων
5πρὸς τῷ θώρακι καὶ τῷ ἐπιγαστρίῳ, καὶ τῶν σκελῶν πρὸς ἄλληλα, καὶ πάντων πρὸς τὸ ὀργανικὸν βάθρον, τῇ κεφαλῇ ἐπιπλεκέσθω ὁ

49

.

28

.

2

λαγωὸς ἐπίδεσμος σὺν τοῖς ὠτίοις. καὶ τότε τοῦ ἐπιδέσμου αἱ ἀγκύ‐ λαι ἁμματιζέσθωσαν πρὸς τὴν ὑπερκειμένην φλιὰν κρατήματος χάριν, μεσότης τε καιρίας ἐντιθέσθω τῷ στόματι ὡς ἐσωτάτω πλησίον τῶν χαλινῶν μεταξὺ τῶν μυλιαίων ὀδόντων· ἧς αἱ ἀρχαὶ καταγέσθωσαν
5κάτω καὶ ἀποδιδόσθωσαν τῷ πρὸς τοὺς πόδας ἄξονι, ἄλλης τε και‐ ρίας μεσότης ὑπερτιθέσθω τῷ γενείῳ, ἧς αἱ ἀρχαὶ ὑπὲρ κεφαλῆς ἀγέσθωσαν καὶ ἀποδιδόσθωσαν τῷ ὑπὲρ κεφαλῆς ἄξονι διαστήματος

49

.

28

.

3

χάριν. γενομένων δὲ τούτων, στρεφέσθω ὁ κάτω ἄξων, ἵνα ὡσανεὶ

49

.

28

.

4

κατὰ κράτημα καὶ κατάτασιν ἡ ἐνέργεια γένηται. μετὰ δὲ τὴν αὐτάρκη τάσιν μοχλεῖαι ἐγκρινέσθωσαν αἱ παραδεδομέναι ἡμῖν ἐν τῇ Περὶ

49

.

28

.

5

ἄρθρων πραγματείᾳ. ἐπὶ μὲν τῆς καθ’ ἓν μέρος ἐξαρθρήσεως τρεῖς ἐνέργειαι παραλαμβανέσθωσαν, παραγωγή, ἴπωσις, σφάλμα· ἐπὶ δὲ

49

.

28

.

6

τῆς κατ’ ἀμφότερα τὰ ἄκρα ἐκπαλείας ἴπωσις καὶ σφάλμα. ταῦτα εἴρηταί μοι περὶ τῆς γένυος· μέτειμι νῦν ἑξῆς περὶ τοῦ ὤμου.

49

.

29

t

Περὶ ὤμου.

49

.

29

.

1

Τῆς εἰς τὴν μασχάλην διαφορᾶς καταρτιζομένης καὶ τῆς ἔμπρο‐

49

.

29

.

2

σθεν, ὕπτιος ὁ πάσχων σχηματιζέσθω· τῆς δ’ ὀπίσω, πρηνής. τῆς μὲν οὖν εἰς τὴν μασχάλην διαφορᾶς καταρτιζομένης, τὸ σφηνοειδὲς εἰς τὴν μασχάλην ἐντιθέσθω παρατετηρημένως, ὥστε τὸ μὲν ἀμβοειδὲς αὐτοῦ μέρος ἔμπροσθεν νενευκέναι, τὸ δὲ περιτετραμμένον ὀπίσω.

49

.

29

.

3

συμφέρει δὲ τὸ σφηνοειδὲς ὀθονίῳ ἢ ἐρίῳ περιειλεῖν μαλάγματος χάριν· πᾶν γὰρ ξύλον ἀστεργὲς καὶ ἀπηνές, καθάπερ Ἱπποκράτης

49

.

29

.

4

λέγει. ταύτης μὲν οὖν πρώτης αἰτίας χάριν τῇ ἀπὸ τοῦ ἐρίου σκέπῃ χρώμεθα· δευτέρας δὲ διὰ τοὺς ἐν τῇ μασχάλῃ ἱδρῶτας γενομένους, ἅμα μὲν διὰ τὴν τοῦ καταρτισμοῦ εὐλάβειαν, ἅμα δὲ καὶ διὰ τὴν

49

.

29

.

5

τοῦ τόπου φυσικὴν θερμασίαν συνεργοῦσαν τῷ χαλάσματι. ἀναπίνει τοιγαροῦν τὸν συλλεγόμενον ἱδρῶτα καὶ ἅμα οὐ παρολισθαίνει τὸ

49

.

29

.

6

σφηνοειδές. εἶθ’ αἱ τῶν κάλων ἀρχαί, αἱ μὲν ἔμπροσθεν, αἱ δ’ ὄπι‐ σθεν, ὑπὲρ κεφαλῆς ἀγέσθωσαν ἐπὶ τὸν ἄξονα, καιρίας τε διπλῆς ἡ μεσότης ὑποτιθέσθω τῇ μασχάλῃ μεταξὺ τοῦ σφηνοειδοῦς καὶ τοῦ βραχίονος, ὡς δ’ ἔδοξεν ἄλλοις, μεταξὺ τοῦ σφηνοειδοῦς καὶ τῶν

49

.

29

.

7

πλευρῶν, ἧς αἱ ἀρχαὶ ἔξω ἀγέσθωσαν. αὐτῷ δὲ τῷ βραχίονι βρόχος καρχήσιος ἢ ἄλλος ἰσότονος περιτιθέσθω· περιαπτέσθω δ’ ὁ βρόχος μὴ τῷ μυΐ, ἵνα μὴ νευρώδης ὢν σφιγγόμενος ἀγανακτήσῃ, ἀλλ’ ὑπερ‐

49

.

29

.

8

άνω τοῦ μυὸς ἢ ὑπὸ τὸν μῦν. οἱ πολλοὶ τὸν ἄνω αἱροῦνται τόπον ὡς ἐπιτηδειότερον, ὅτι συνεγγίζει τῷ ἄρθρῳ· δυσχρηστότερος δ’ ἐστὶν οὗτος πρὸς τὴν ἐνέργειαν, παραποδίζων τὴν κατ’ εὐθὺ μοχλείαν.

49

.

29

.

9

ἅμα δὲ καὶ δι’ ἐκεῖνο μάλιστα τὸν ὑπὸ τὸν μῦν αἱρούμεθα τόπον, ἐπείπερ τοπικῶς σφιγγομένου τοῦ ἄρθρου δυσχερῶς ἀνίεται τὰ σώ‐

49

.

29

.

10

ματα, ἐκ διαστήματος δὲ συμμέτρου τεινόμενα ῥᾳδίως χαλᾶται. συμ‐ φέρει δὲ μαλάγματος χάριν συμπεριειλεῖν ἔριον λεπτὸν τῷ βραχίονι καὶ τότε τὸν βρόχον περιάπτειν· ὑποκείμεναι γὰρ αἱ τοῦ ἀγκῶνος ἀνωμαλίαι συνέχουσι τὸν βρόχον, ὥστε μηκέτι τῇ τῆς τάσεως βίᾳ
5ἀπορρεῖν κάτω· ὧν οὕτως γενομένων, αἱ τοῦ βρόχου ἀρχαὶ κατα‐ φερέσθωσαν κάτω καὶ ἀποδιδόσθωσαν κατ’ εὐθὺ τῷ τύλῳ τοῦ ἄξονος,

49

.

29

.

11

ἢ κατὰ περιείλησιν ἢ πρὸς ἀλλήλας ἡμματισμέναι. μᾶλλον δὲ συμφέρει αὐτὰς ἁμματίζειν καὶ τότε περιτιθέναι τῷ τύλῳ· ἔστι γὰρ ἥδε ἡ

49

.

29

.

12

ἐνέργεια ἀσφαλεστέρα. ἐνεργήσομεν δ’ ἢ κατὰ κράτημα καὶ κατάτασιν ἢ κατὰ κράτημα καὶ ἀνάτασιν ἢ κατὰ διάτασιν διὰ τῶν ἐν τῷ ὀρ‐

49

.

29

.

13

γάνῳ ἀξόνων. μετὰ δὲ τὴν αὐτάρκη τάσιν ἡ μὲν κατ’ ἐξελκυσμὸν μο‐ χλεία διὰ τῆς διπλῆς καιρίας πρώτη γινέσθω διὰ τῆς μιᾶς χειρός, καὶ ἅμα τῷ ἐξελκυσμῷ ὁ ἀγκὼν μεταγέσθω ἔξωθεν ἔσω τῇ ἑτέρᾳ χειρὶ τοῦ ἐνεργοῦντος, ἔτι τῆς τάσεως οὔσης· δευτέρα δ’ ἡ κατὰ σφάλμα

49

.

29

.

14

ἀνεθείσης καὶ χαλασθείσης τῆς τάσεως διὰ τῶν χειρῶν. ἐπὶ δὲ τῆς ἔμπροσθεν καὶ τῆς ὀπίσω διαφορᾶς, 〈τοῦ πάσχοντος οἰκείως ἐσχηματι‐ σμένου, ἐπὶ μὲν τῆς ἔμπροσθεν διαφορᾶσ〉 ὑπτίου, ἐπὶ δὲ τῆς ὀπίσω

49

.

29

.

15

πρηνοῦς, τὸ σφηνοειδὲς παραιτούμεθα. 〈ἐπὶ μὲν τῆς ἔμπροσθεν δια‐ φορᾶσ〉 διπλῆς καιρίας μεσότης ἐρίῳ περιειλημένη ὑποτιθέσθω τῇ μασχάλῃ, καὶ τότε αἱ ἀρχαὶ ὑπὲρ κεφαλῆς ἀγέσθωσαν, μὴ κατὰ κάθε‐ τον κατὰ τὸν πάσχοντα ὦμον, ἀλλὰ κατὰ τὸ ἀντικείμενον μέρος τοῦ
5πάσχοντος [οἰκείως ἐσχηματισμένου, ἐπὶ μὲν τῆς ἔμπροσθεν διαφορᾶς].

49

.

29

.

16

ἡ δ’ αἰτία ἐζήτηται δι’ ἣν τοῦτο γίνεται· καὶ ἔφασαν οἱ περὶ τὸν
Πασικράτην, ἵνα μὴ τῇ κατ’ εὐθὺ ἀναγωγῇ ὑπὸ τῆς καιρίας ἄνω κρατῆται ὁ βραχίων· οἱ δὲ μετ’ αὐτοὺς οὐ τούτου χάριν ἐᾶν λοξοῦ‐ σθαι τὰς ἀρχάς, ἀλλ’ ἵνα μὴ ἀναπιεζούμενα τὰ τῆς μασχάλης σώματα

49

.

29

.

17

πληροῖ τὸν τῆς ὠμοπλάτης τόπον. συμφώνως δὲ πᾶσιν ἤρεσεν ἡμῖν λοξὰς ποιεῖσθαι τὰς ἀρχὰς ὡς πρὸς τὰ ἀντικείμενα μέρη πρὸς τῇ

49

.

29

.

18

καταλλήλῳ φλιᾷ. πάλιν τε ὁμοίως τῷ βραχίονι καρχήσιος βρόχος περιτιθέσθω ἢ ἕτερος ἰσότονος, οὗ αἱ ἀρχαὶ ἀγέσθωσαν κάτω ἐπὶ τὸν πρὸς τοῖς ποσὶν ἄξονα, ἵνα γένηται κράτημα καὶ κατάτασις, ἢ εἴ τις

49

.

29

.

19

βούλοιτο τῷ κατὰ διάτασιν ἐνεργῆσαι τρόπῳ. αἱ ἀκόλουθοι ἐπὶ τού‐ των μοχλεῖαι παραλαμβανέσθωσαν αἱ ἐπάνω ἡμῖν εἰρημέναι· προηγου‐

49

.

29

.

20

μένως δ’ ἡ διὰ τῶν χειρῶν παραγωγὴ καὶ ἴπωσις. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ὀπίσω διαφορᾶς, πρηνοῦς τοῦ πάσχοντος ἐσχηματισμένου, τὰ αὐτὰ ἐνεργήματα προσαγέσθω, ἃ καὶ ἐπὶ τῆς ἔμπροσθεν διαφορᾶς τοῦ

49

.

29

.

21

ὤμου. μετὰ τὴν αὐτάρκη τάσιν ἡ διὰ τῶν χειρῶν ἴπωσις καὶ παρα‐ γωγὴ καὶ σφάλμα παραλαμβανέσθω.

49

.

30

t

Περὶ ἐξαρθρήματος βραχίονος καὶ κατάγματος.

49

.

30

.

1

Ἔσθ’ ὅτε τῷ τοῦ βραχίονος ἐξαρθρήματι συγχρονίζει καὶ κάταγμα, μέσου τοῦ κώλου ῥαγέντος, γίνεταί τε χρεία ἅμα μὲν κατατάξεως τοῦ

49

.

30

.

2

ἐξαρθρήματος, ἅμα δὲ διαπλασμοῦ τοῦ κατάγματος. νῦν εὐτεθήσει καταρτισμὸς τοῦ ἐξαρθρήματος κατὰ κράτημα καὶ ἀνάτασιν, τοῦ δὲ κατάγματος κατὰ κράτημα καὶ κατάτασιν, πρῶτον δὲ καταρτιζέσθω τὸ

49

.

30

.

3

ἐξάρθρημα, καὶ τότε τὸ κάταγμα. πρὸς μὲν οὖν τὸν τοῦ ἐξαρθρή‐ ματος καταρτισμὸν τὸ σφηνοειδὲς ἐντιθέσθω εἰς τὴν μασχάλην, ἀνα‐ γέσθωσάν τε ὑπὲρ κεφαλῆς αἱ τῶν κάλων ἀρχαί· μεσότης δὲ καιρίας τασσέσθω μεταξὺ τοῦ σφηνοειδοῦς καὶ τοῦ βραχίονος, ἧς αἱ ἀρχαὶ
5φερέσθωσαν ἔξω· δὲ καρχήσιος βρόχος ὑπὸ τὸ σφηνοειδὲς ὑπεράνω

49

.

30

.

4

τοῦ κατάγματος περιτιθέσθω. τούτου αἱ ἀρχαὶ ἀγέσθωσαν κάτω καὶ ἀποδιδόσθωσαν τῇ φλιᾷ πρὸς κράτημα· αἱ δὲ τῶν κάλων ἀρχαὶ τῷ ὑπὲρ κεφαλῆς ἄξονι, ἵνα τῇ τούτου στροφῇ κράτημα γένηται καὶ

49

.

30

.

5

ἀνάτασις. μετὰ δὲ τὴν αὐτάρκη τάσιν διὰ τῶν ἀκολούθων μοχλειῶν ἡ τοῦ ἄρθρου γινέσθω κατάταξις, κἄπειτα τοῦ ἐξαρθρήματος καταρτι‐ σθέντος αἱ τοῦ βρόχου ἀρχαὶ ἀγέσθωσαν καὶ ὑπὲρ κεφαλῆς ἀναφερέ‐

49

.

30

.

6

σθωσαν καὶ ἀποδιδόσθωσαν κρατήματι. ἄλλος δὲ βρόχος ἰσότονος ὡς καρχήσιος τῷ βραχίονι περιτιθέσθω, οὗ αἱ ἀρχαὶ καταφερέσθωσαν κάτω, καὶ ἀποδιδόσθωσαν τῷ ἄξονι τῷ πλησίον τῶν ποδῶν, ἵνα γέ‐

49

.

30

.

7

νηται τὸ ἐνέργημα κατὰ κράτημα καὶ κατάτασιν. νῦν οὐκ ἔστιν εὐλα‐ βὴς ἐν τῇ τοῦ κατάγματος κατατάσει ἡ τοῦ κατηρτισμένου ἄρθρου ἐκπαλεία· κεκράτηται γὰρ ἄνω ὑπὸ τοῦ σφηνοειδοῦς καὶ τοῦ ἄνω

49

.

30

.

8

βρόχου. μετὰ τὴν κατάτασιν διὰ χειρῶν τὸ κάταγμα διαπλασσέσθω,

49

.

30

.

9

καθὼς πλειστάκις ἐδηλώσαμεν. καὶ ἐπὶ τῆς ἔμπροσθεν ἔτι τε τῆς ὀπί‐ σω διαφορᾶς ταῖς αὐταῖς ἐπινοίαις γινέσθωσαν οἱ καταρτισμοί. καὶ τὰ

49

.

30

.

10

μὲν περὶ τοῦ ὤμου ἐν τοσούτοις μοι μεμηνύσθω.

49

.

31

t

Περὶ ἀγκῶνος.

49

.

31

.

1

Ἐπὶ τῶν τριῶν τοῦ ἀγκῶνος διαφορῶν, τῆς ἔσω, τῆς ἔξω, τῆς ὀπίσω, ἐφ’ ὧν κέκαμπται ἡ χεὶρ ἐκτείνεσθαι μὴ δυναμένη, ὕπτιος ὁ πάσχων ἐπὶ τοῦ ὀργάνου κλινέσθω, καὶ μετὰ τὸν οἰκεῖον σχημα‐ τισμὸν βρόχος ὁ καρχήσιος ἢ ἄλλος ἰσότονος περιτιθέσθω τῷ βρα‐
5χίονι, οὗ αἱ ἀρχαὶ ἄνω φερέσθωσαν ὑπὲρ κεφαλῆς κρατήματος χάριν.

49

.

31

.

2

τῷ δὲ πήχει πλησίον καρποῦ ἀνισότονος περιτιθέσθω βρόχος ὡς ἐρτὸς ἢ χιεστὸς ἢ ναυτικός, οὗ αἱ ἀρχαὶ ἀναγέσθωσαν καὶ τῇ καταλλήλῳ

49

.

31

.

3

φλιᾷ προσδείσθωσαν, ὡς γενέσθαι τὸ σχῆμα ἐγγώνιον. εἶτα τότε δι‐ πλῆς καιρίας μεσότης ἢ ταινίας πλατείας τασσέσθω κατὰ τοῦ πήχεως ἐγγὺς ἀγκῶνος, οὗ αἱ ἀρχαὶ ἀγέσθωσαν κάτω ἐπὶ τὸν πρὸς τοῖς

49

.

31

.

4

ποσὶν ἄξονα. ἔχοντες οὖν ἄνω μὲν τοῦ βρόχου ἀρχάς, κάτω δὲ τῆς διπλῆς καιρίας, ἄξονάς τε δύο, ὃν μὲν ὑπὲρ κεφαλῆς, ὃν δὲ πρὸς τοῖς ποσίν, ἐνεργήσομέν γε ἢ κατὰ κράτημα καὶ 〈κατάτασιν ἢ κατὰ κράτημα καὶ〉 ἀνάτασιν ἢ κατὰ διάτασιν, καὶ μετὰ τὴν αὐτάρκη
5τάσιν μοχλείαις χρησόμεθα ταῖς καταλλήλοις πρὸς τὴν τοῦ ἄρθρου καταταγήν, ἐπὶ μὲν τῆς ἔσω καὶ τῆς ἔξω διαφορᾶς ταῖς κατὰ

49

.

31

.

5

παραγωγήν, ἐπὶ δὲ τῆς ὀπίσω τῇ κατ’ ἐξελκυσμόν. ἐπὶ δὲ τῆς ἔμπρο‐ σθεν διαφορᾶς, ἐφ’ ἧς ἐκτέταται ἡ χεὶρ κάμπτεσθαι μὴ δυναμένη, σχηματιζέσθω ὁ πάσχων ὕπτιος ἐπιρρεπὴς ἐπὶ τὸ πάσχον μέρος· τῆς δὲ χειρὸς ἐκτεταμένης ἐπὶ τοῦ σανιδώματος, βρόχος ὁ καρχήσιος
5περιτιθέσθω τῷ βραχίονι, οὗ αἱ ἀρχαὶ ἀγέσθωσαν ὑπὲρ κεφαλῆς, καὶ τῷ πήχει ἄλλος ἰσότονος βρόχος κατὰ τὰ ἀπολήγοντα μέρη τὰ πρὸς τῷ καρπῷ, οὗ αἱ ἀρχαὶ ἀγέσθωσαν κάτω, τάσεις τε δοκιμαζέσθωσαν αἱ προειρημέναι ἢ κατὰ κράτημα καὶ κατάτασιν 〈ἢ κατὰ διάτασιν〉.

49

.

31

.

6

καὶ μᾶλλον νῦν αἱρετωτέραν νομίζω τὴν κατὰ διάτασιν ἐνεργεστέραν

49

.

31

.

7

οὖσαν τῆς ἁπλῆς κατατάσεως πρὸς τὴν τοῦ ἄρθρου καταταγήν. δεῖ δὲ μετὰ τὴν αὐτάρκη τάσιν τὰς ἐπιτηδείους ἐγκρίνειν μοχλείας, τὴν κατ’ ἴπωσιν καὶ κατὰ περίσφαλσιν, τὴν μὲν κατ’ ἴπωσιν ἔτι μενούσης

49

.

31

.

8

τῆς τάσεως, τὴν δὲ κατὰ περίσφαλσιν χαλασθείσης. δεῖ δὲ μετὰ τὸν καταρτισμὸν πρὸς ἀσφαλῆ γνῶσιν τῆς τῶν ὀστέων καταταγῆς πειρά‐ ζειν τὰ φυσικὰ τῆς χειρὸς ἐνεργήματα, κάμψιν λέγω καὶ ἔκτασιν, ἔτι τε τὴν ἐπὶ τὸ πρηνὲς καὶ ὕπτιον στροφήν· ταῦτα γὰρ τὰ ἐνεργή‐

49

.

31

.

9

ματα ἀνεμποδίστως γινόμενα δηλοῖ τὸ τοῦ καταρτισμοῦ τέλος. ἔνεστι δὲ καὶ ἐξ ἀντιπαραβολῆς τῆς πρὸς τὸν ἕτερον ἀγκῶνα ἐπιγινώσκειν

49

.

31

.

10

τὸ ἀποτέλεσμα. ἐπὶ τέλει δ’ ἡ χεὶρ καμπτέσθω τῷ οἰκείῳ ἐγγωνίῳ

49

.

31

.

11

σχήματι φυλαττέσθω τε πρὸς τὴν ἀκόλουθον θεραπείαν. τοῖς δεδηλω‐ μένοις τρόποις καταρτίζεται τὰ δύο τοῦ πήχεως ὀστέα παρὰ φύσιν διατεθέντα· ἐπεὶ δὲ καὶ κατ’ ἰδίαν ἕκαστον αὐτῶν πάσχει, ὁ μὲν πῆχυς ἐξαρθρῶν, ἡ δὲ κερκὶς παραρθροῦσα, καὶ περὶ τούτων δια‐

49

.

31

.

12

λέξομαι. διατίθεται κατ’ ἰδίαν ὁ πῆχυς χωρὶς τῆς κερκίδος, καὶ πάλιν ἡ κερκὶς παραρθρεῖ καθ’ αὑτὴν χωρὶς τοῦ πήχεως· ὁπότερον δ’ ἂν τῶν ὀστέων τούτων πάθῃ, πάλιν τοῦ καταρτισμοῦ διὰ τοῦ ὀργάνου γινομένου, ὁ μὲν βραχίων ἀσφαλιζέσθω βρόχῳ πρὸς τὴν ὑπερκειμένην
5φλιάν, τῷ δὲ πήχει πάλιν κατὰ τὰ ἀπολήγοντα μέρη περιτιθέσθω βρόχος ἀνισότονος, ὡς ἐρτὸς ἢ ναυτικός, οὗ αἱ ἀρχαὶ ἀγέσθωσαν

49

.

31

.

13

κάτω καὶ περιτιθέσθωσαν τοῖς τοῦ ἄξονος τύλοις πρὸς τὴν τάσιν. ἡ δὲ τοῦ ἀνισοτόνου βρόχου περίθεσις παρατετηρημένη γινέσθω, ὥστε τὰς μὲν ἀγκύλας τετάχθαι πρὸς τὸ καταρτιζόμενον μέρος, τὰς δ’ ἀρχὰς κατὰ τὸ ἀντικείμενον· ἰδίως γὰρ οἱ ἀνισότονοι βρόχοι ἐκεῖνα
5μᾶλλον βιάζονται τὰ μέρη οἷς περίκεινται αὐτῶν αἱ ἀγκύλαι, ἧσσον δὲ τὰ ἀντικείμενα· ἐπεὶ δὲ διζυγής ἐστιν ὁ πῆχυς, καὶ τὸ ἕτερον ὀστέον παρὰ φύσιν ἔχον καταρτίζεται, συμφέρει ἐκεῖνο μὲν βιάζεσθαι,

49

.

31

.

14

τὸ δὲ κατὰ φύσιν, εἰ οἷόν τε, μὴ διαταθῆναι. τάσεως αὐτάρκους γενομένης, μοχλεῖαι παραλαμβανέσθωσαν αἱ τῷ ὀλισθήματι κατάλλη‐

49

.

31

.

15

λοι. ἐπὶ μὲν τῆς ἔσω τοῦ πήχεως διαφορᾶς καὶ τῆς ἔξω τῆς κερκίδος συνημμένοι οἱ δάκτυλοι τῶν δύο χειρῶν ὑποτιθέσθωσαν τῷ ἀγκῶνι, καὶ τὰ θέναρα ἐκ πλαγίων παρατιθέσθω, ἵνα διὰ τῆς τῶν θενάρων παραθέσεως ὡσανεὶ κατὰ παραγωγὴν βίᾳ καταταγῆς ἀξιωθῇ τὸ ὀστέον.

49

.

31

.

16

ἐπὶ δὲ τῆς ὀπίσω τοῦ πήχεως 〈ἢ〉 τῆς κερκίδος διαφορᾶς, τῆς χειρὸς κατὰ ποσὸν κεκαμμένης, ἅμα τῇ κατατάσει θέναρι χειρὸς ἡ ἴπωσις γινέσθω πρὸς τὴν τοῦ ὀστοῦ καταταγήν, καὶ αὐτῆς τῆς τάσεως ἰδίως

49

.

31

.

17

συνεργούσης τῷ καταρτισμῷ. τῆς δὲ κερκίδος εἰς τὸν ἔμπροσθεν τό‐ πον παρηρθρηκυίας, ἐκτεταμένης τῆς χειρός, οὕτως ἐνεργεῖν δεῖ ὡς

49

.

31

.

18

ἐπὶ τῆς ἔμπροσθεν διαφορᾶς ἀμφοτέρων τῶν ὀστέων. δοκιμαζέσθω τοίνυν τάσις μὲν ἡ κατὰ κράτημα καὶ κατάτασιν· μετὰ δὲ τὴν αὐ‐ τάρκη τάσιν μοχλεῖαι δύο παραλαμβανέσθωσαν ἡ κατ’ ἴπωσιν καὶ 〈ἡ〉 κατὰ περίσφαλσιν, καὶ ἡ μὲν κατ’ ἴπωσιν μενούσης τῆς τάσεως, ἡ δὲ

49

.

31

.

19

κατὰ περίσφαλσιν ἀνεθείσης [τῆς τάσεως], ὡς ἐκεῖ ἐδηλώθη. μετὰ δὲ τὸν καταρτισμὸν κοινότερον ἐπ’ ἀμφοτέρων τῶν χειρῶν δοκιμάσαι δεῖ τὰ τῆς χειρὸς ἐνεργήματα, εἰ ἀνεμποδίστως γίνεται, κάμψιν λέγω

49

.

31

.

20

καὶ ἔκτασιν, ἐπί τε τὸ πρηνὲς καὶ τὸ ὕπτιον στροφήν. τούτων τῶν ἐνεργημάτων ἀπαραποδίστων ὄντων, τεκμαίρεσθαι δεῖ τὴν τελείαν καταταγὴν γεγονυῖαν, μεθ’ ἣν τὸ ἐγγώνιον σχῆμα χαρίσασθαι τῇ χειρὶ δεῖ πρὸς τὴν ἀκόλουθον θεραπείαν.

49

.

32

t

Περὶ καρποῦ.

49

.

32

.

1

Ὁ καρπὸς εἰς τέσσαρας τόπους παραρθρεῖ, ἔσω, ἔξω, ἔμπροσθεν,

49

.

32

.

2

ὀπίσω. δεῖ δ’ ἐπὶ τῆς ἔσω διαφορᾶς ὑπτίαν σχηματίζειν τὴν χεῖρα ἐπὶ τοῦ βάθρου, τοῦ πάσχοντος ὁμοίως κεκλιμένου, ἐπὶ δὲ τῶν

49

.

32

.

3

λοιπῶν τριῶν διαφορῶν πρηνῆ. μετὰ τὸν προειρημένον σχηματισμὸν τῷ πήχει καρχήσιος βρόχος ἢ ἄλλος ἰσότονος περιτιθέσθω, τῷ δὲ κοίλῳ τῆς χειρὸς πλαγία σκυτάλη ἢ καυτήριον ἐντιθέσθω, ἔπειτα ἀσφαλιζέσθω πρὸς τὸ μετακάρπιον διὰ τοῦ καλουμένου ἐξάκρου ἐπι‐
5δέσμου, καὶ τότε τοῖς τῆς σκυτάλης ἄκροις ἢ τοῦ καυτηρίου διπλῶν καιριῶν μεσότητες ἢ βρόχων ἀνισοτόνων ἀγκύλαι περιτιθέσθωσαν ἀγόμεναι κάτω, ἕτερός τε βρόχος περιτιθέσθω τῷ πήχει ἰσότονος, οὗ αἱ ἀρχαὶ ὑπὲρ κεφαλῆς ἀγέσθωσαν ἀποδεδομέναι κρατήματι· αἱ δὲ κάτω ἀρχαὶ περιτιθέσθωσαν τῷ ἄξονι πρὸς τὴν κατάλληλον τάσιν,

49

.

32

.

4

ἵνα κινουμένου τούτου κράτημα γένηται καὶ κατάτασις. μετὰ δὲ τὴν αὐτάρκη τάσιν αἱ ἁρμόζουσαι μοχλεῖαι παραλαμβανέσθωσαν, μάλιστα δὲ νῦν συμφέρει ἐπὶ τοῦ καρποῦ κατὰ κράτημα καὶ κατάτασιν ἐνερ‐

49

.

32

.

5

γεῖν· ἐξέσται δὲ καὶ ἀνατάσει καὶ διατάσει χρήσασθαι. τῆς τάσεως αὐτάρκους γενομένης, ἁρμοζέσθωσαν αἱ κατάλληλοι μοχλεῖαι πρὸς τὴν

49

.

32

.

6

καταταγήν. ἐπὶ μὲν τῆς ἔσω καὶ τῆς ἔξω διαφορᾶς θέναρι χειρὸς ἢ πτέρνης κατ’ ἐπίβασιν βιαζέσθω τὰ ἰπούμενα ὀστέα, εἶθ’ ἡ χεὶρ ἄκρα κατὰ τὰ μέρη τὰ πρὸς τοῖς δακτύλοις ἀντανακλάσθω· ἐπὶ δὲ τῆς ἔμπροσθεν καὶ τῆς ὀπίσω διαφορᾶς αἱ κατὰ παραγωγὴν μοχλεῖαι
5ὀφείλουσι παραλαμβάνεσθαι.

49

.

33

t

Περὶ ὑβώματος.

49

.

33

.

1

Πᾶσαι μὲν αἱ διαφοραὶ τῶν ἐκβολῶν τῷ τοῦ Ἱπποκράτους ὀργάνῳ καταρτίζονται, προηγουμένως δὲ τὰ τῆς ῥάχεως ὑβώματα· τῶν δὲ τῆς ῥάχεως ὑβωμάτων μάλιστα θεραπευτὰ νενόμισται τὰ ἐκ

49

.

33

.

2

πληγῆς γινόμενα πρόσφατα ὄντα. σχηματιζέσθω δὲ νῦν ὁ πάσχων πρηνὴς ἐπὶ τοῦ βάθρου, ἵνα αἱ τῶν βρόχων ἀρχαὶ κατάλληλοι γί‐ νοιντο τοῖς ἄξοσιν, περιτιθέσθωσαν δὲ τῇ ῥάχει ἤτοι ἰσότονοι βρόχοι
δύο, εἷς μὲν ἄνω ὑπὲρ τὸ ὕβωμα, εἷς δὲ κάτω ὑπὸ τὸ ὕβωμα, ἢ
5ἀνισότονοι τέσσαρες, δύο ἄνω καὶ δύο κάτω, κατ’ ἀντίθετον τασσό‐

49

.

33

.

3

μενοι, ὡς ἐδηλώθη ἐν τῇ Τῶν ὀλισθημάτων πραγματείᾳ. ἡ δὲ τῆς τάσεως ἐνέργεια γινέσθω μᾶλλον μὲν κατὰ διάτασιν, ἔσθ’ ὅπῃ δὲ

49

.

33

.

4

κατὰ κράτημα καὶ κατάτασιν ἢ κατὰ κράτημα καὶ ἀνάτασιν. μετὰ δὲ τὴν αὐτάρκη τάσιν προσαγέσθωσαν μοχλεῖαι αἱ κατ’ ἴπωσιν· διαφόρους δ’ ἰπώσεις ἀνέγραψεν ὁ Ἱπποκράτης, τήν τε διὰ τοῦ θέναρος τῆς

49

.

33

.

5

χειρὸς καὶ τὴν διὰ τῆς ἰπωτρίδος σπάθης. ἡ δὲ διὰ τῆς ἰπωτρίδος σπάθης μοχλεία ἐγίνετο ἐν τοῖς εὐπορίστοις καταρτισμοῖς, τοῦ τῆς σπάθης ἄκρου ἐντιθεμένου εἰς ἐντοίχιον ὄρυγμα ἢ ξύλον ἐσκαμμένον.

49

.

33

.

6

ἡμεῖς δ’ ἐν τῷ Ἱπποκρατείῳ βάθρῳ πρὸς τὴν τῆς σπάθης ἀντέρεισιν ἐποιήσαμεν πῖ σιδηροῦν ἀνάλογον τῇ σπάθῃ ἔνθετον καὶ ἐξαίρετον, τετρημένον πολλοῖς τρήμασιν, εἰς τρήματα τῶν τοῦ ὀργάνου σκελῶν

49

.

33

.

7

ἐντιθέμενον. πρὸς τὸ κατάλληλον τοῦ ὑβώματος μέγεθος ἁρμόσας τὸ πῖ, τὸ τῆς σπάθης ἄκρον ἐνθεὶς εἰς τὸ πῖ, κατάγω τὴν ἰπωτρίδα

49

.

33

.

8

κατὰ τοῦ ὑβώματος πρὸς τὴν κατ’ ἴπωσιν μοχλείαν. ἔνιοι δὲ καὶ διπλῆς καιρίας ὑποθέντες μεσότητα τῷ ὀργάνῳ τὴν αὐτάρκη, ἐκεῖ

49

.

33

.

9

τὴν ἰπωτρίδα σπάθην ἐνθέντες ἴπωσαν. τὸ δὲ μέτρον τῆς ἰπώσεως ἐν τοῖς Περὶ ὀλισθημάτων ἀκριβέστερον εἴρηται.

49

.

34

t

Περὶ τῶν τοῦ μηροῦ ἐξαρθρημάτων.

49

.

34

.

1

Εἰς τέσσαρας τόπους ἐξαρθρεῖ ὁ μηρός, ἔσω, ἔξω, ἔμπροσθεν, ὀπίσω, καὶ ἐπὶ μὲν τῶν τριῶν διαφορῶν, τῆς ἔσω, τῆς ἔξω, τῆς ἔμ‐ προσθεν, ἐκτέταται τὸ σκέλος κάμπτεσθαι μὴ δυνάμενον, ἐπὶ δὲ τῆς

49

.

34

.

2

ὀπίσω διαφορᾶς κέκαμπται ἐκτείνεσθαι μὴ δυνάμενον. ἐπὶ τῶν τριῶν διαφορῶν, ἐφ’ ὧν ἐκτέταται τὸ σκέλος, σχηματιζέσθω ὕπτιος ὁ πά‐ σχων, καὶ τότε διπλῆς καιρίας μεσότης ἐρίῳ περιειλημένη τῷ περινέῳ

49

.

34

.

3

ὑποτιθέσθω, αἱ δ’ ἀρχαὶ ἀνατετάσθωσαν ὑπὲρ κεφαλῆς. ἀδιαφορώ‐ τερον μὲν [ἡ] ἐπὶ τῶν λοιπῶν διαφορῶν ἥ τε μεσότης τῆς καιρίας τῷ περινέῳ περιτιθέσθω, παρατετηρημένως δὲ μᾶλλον ἐπὶ τῆς ἔσω διαφορᾶς πρὸς τῷ ὑγιεῖ μηρῷ, ἵνα μὴ ὑπὸ τῆς μεσότητος τῆς και‐
5ρίας ἡ τοῦ μηροῦ κεφαλὴ ἐν τῇ τάσει κρατηθῇ· ἄνω δ’ οὖσαι αἱ ἀρχαὶ ἀποδιδόσθωσαν ἢ τῷ ἄξονι, εἰ κατὰ διάτασιν ἐνεργεῖν μέλλο‐ μεν· εἰ δὲ κατὰ κράτημα καὶ κατάτασιν, τῇ ὑπερκειμένῃ φλιᾷ, καὶ
τότε τῷ μηρῷ κατὰ τὰ ἀπολήγοντα μέρη τὰ πρὸς τῷ γόνατι καρχή‐ σιος βρόχος περιτιθέσθω, οὗ αἱ ἀρχαὶ ἀγέσθωσαν κάτω καὶ ἀποδιδό‐
10σθωσαν τῷ τύλῳ τοῦ ἄξονος, ἵνα τῇ τούτου στροφῇ κράτημα γένη‐

49

.

34

.

4

ται καὶ κατάτασις. τάσεως αὐτάρκους γενομένης, μοχλεῖαι προσα‐

49

.

34

.

5

γέσθωσαν. ἰδίως δ’ ἡ πιοειδὴς φλιὰ ἐπενοήθη ἐπὶ τῆς ἔσω διαφορᾶς τοῦ μηροῦ· ἧς καταρτιζομένης, σχηματίζεται ὁ πάσχων κεκλιμένος ἐπὶ τὸ κατὰ φύσιν ἔχον μέρος, τοῦ πριαπίσκου ἐξῃρημένου, καὶ τὸ μὲν ὑγιὲς σκέλος τάσσεται ὑπὸ τὴν φλιάν, καὶ οὕτως ἀσφαλίζεται
5πρὸς τὸ βάθρον, ἵνα ἀτρεμῇ· ὡσαύτως δὲ καὶ αἱ χεῖρες σὺν τῷ λοι‐ πῷ σώματι· τὸ δὲ σιναρὸν σκέλος φέρεται ἄνω ὑπὲρ τὴν φλιὰν κατὰ

49

.

34

.

6

τοῦ πιοειδοῦς πήγματος πλησίον περινέου. καὶ τῷ [ἐν] μηρῷ κατὰ τὰ ἀπολήγοντα μέρη τὰ πρὸς τῷ γόνατι καρχήσιος βρόχος ἢ ἄλλος ἰσότονος περιτίθεται, οὗ αἱ ἀρχαὶ ἄγονται κάτω ἐπὶ τὸν ἄξονα· αὐτῇ δὲ τῇ φλιᾷ ὑπὸ τὸ καταρτιζόμενον σκέλος ἐπιτίθεται σπάθη ἰπωτρὶς

49

.

34

.

7

ἢ ἄμβη ἔσωθεν ἀπὸ τοῦ περινέου ὅλῳ τῷ σκέλει ὑποκειμένη. τούτων γενομένων, πρὸς τὸν καταρτισμὸν στρέφεται ὁ ἄξων, οὗ κινουμένου

49

.

34

.

8

γίνεται κατάτασις. μετὰ τὴν αὐτάρκη τάσιν ἄγεται ἡ σπάθη ἢ ἄμβη κατὰ τῆς φλιᾶς καταγομένη βίᾳ μετὰ τοῦ σκέλους, ἥ τε κατ’ ἐξελκυ‐ σμὸν γίνεται μοχλεία· μετὰ δὲ τὸν ἐξελκυσμὸν δοκιμάζεται τὸ

49

.

34

.

9

σφάλμα, ὡς καὶ ἐπὶ τῆς εἰς τὴν μασχάλην διαφορᾶς εἴρηται. ἐπὶ δὲ τῆς ὀπίσω διαφορᾶς οὔτε τὸ πρηνὲς οὔτε τὸ ὕπτιον σχῆμα αἱρού‐ μεθα, ἀλλὰ 〈τὸ〉 καθέδριον ὡς ἐπὶ τὸ ὑγιὲς ἰσχίον μᾶλλον [δὲ] προσ‐

49

.

34

.

10

κεκλιμένον. τοιούτου δ’ ὄντος τοῦ σχήματος, δύο δεῖ λαβεῖν καιρίας, ὧν ἣν μὲν ἁπλῆν παρατεῖναι, ἣν δὲ διπλῆν ἐπεμβαλέσθαι τῇ μεσότητι τῆς ἁπλῆς, καὶ τῇ μὲν ἁπλῇ καιρίᾳ περιζῶσαι τὸν πάσχοντα, τὴν δὲ διπλῆν ἄνωθεν κάτω ἀπαγαγεῖν ἀπὸ τοῦ ἤτρου ὡς ἐπὶ τὸν περίνεον
5καὶ διὰ τῆς ἕδρας ὀπίσω ἐνεγκεῖν, ἵνα ὁμόσε αἱ τέσσαρες τῶν καιριῶν

49

.

34

.

11

ἀρχαὶ ἀποδοθῶσιν ὀπίσω πρὸς τὸ κράτημα. γενομένου δὲ τοῦ κρατή‐ ματος, σπάθης ἰπωτρίδος τὸ πλατὺ μέρος ὑποτιθέσθω τῷ ἰσχίῳ, τῷ δὲ μηρῷ κατὰ τὰ ἀπολήγοντα μέρη τὰ πρὸς τῷ γόνατι ἰσότονος βρόχος περιτιθέσθω, οὗ αἱ ἀρχαὶ ἀγέσθωσαν κάτω ἐπὶ τὸν ἄξονα, ἵνα

49

.

34

.

12

τῇ τοῦ ἄξονος στροφῇ κράτημα γένηται καὶ κατάτασις. τάσεως αὐτάρκους γενομένης, ἅμα τῇ κατατάσει ἡ τοῦ μηροῦ κεφαλὴ διὰ τῆς σπάθης ἔξω προβιβαζέσθω, καὶ πλατείᾳ τῇ χειρὶ εἰς τὸ ὕπτιον κατα‐ κλινέσθω ὁ πάσχων· τῇ γὰρ δεδηλωμένῃ βίᾳ ἀρθρεμβοληθήσεται ὁ

49

.

34

.

13

μηρός. τὸ δὲ τῆς καταταγῆς σημεῖον ἐξ ἀντιπαραβολῆς τῆς πρὸς τὸ
ἕτερον σκέλος γνωρίζεται καὶ τῶν ἀνεμποδίστων ἐνεργημάτων αὐτοῦ τοῦ σκέλους· ὅταν γὰρ ἀνεμποδίστως κάμπτηται καὶ ἐκτείνηται, τότε λογίζεσθαι δεῖ περὶ τῆς ἀρίστης καταταγῆς.

49

.

35

t

Περὶ γόνατος.

49

.

35

.

1

Τὸ γονάτιον εἰς τρεῖς τόπους παραρθρεῖ, τὸν ἔσω, τὸν ἔξω, τὸν ὀπίσω· ἐπὶ δὲ πάσης διαφορᾶς ἐκτέταται τὸ σκέλος κάμπτεσθαι μὴ

49

.

35

.

2

δυνάμενον. δεῖ δ’ ἐπὶ μὲν τῆς ἔσω καὶ τῆς ἔξω διαφορᾶς ὕπτιον σχηματίζεσθαι ἐπὶ τοῦ βάθρου τὸν πάσχοντα, ἐκτεταμένου τοῦ σκέ‐

49

.

35

.

3

λους, ἐπὶ δὲ τῆς ὀπίσω πρηνῆ. τοῦ σχηματισμοῦ γενομένου, καθὼς εἴρηται, δύο βρόχοι ἰσότονοι περιτιθέσθωσαν τῷ σκέλει, εἷς μὲν ἄνω 〈κατὰ〉 τοῦ μηροῦ, εἷς δὲ κάτω 〈κατὰ〉 κνήμης, καὶ τοῦ μὲν ἄνω βρόχου αἱ ἀρχαὶ ἀναγέσθωσαν ἄνω ὑπὲρ κεφαλῆς, τοῦ δὲ κάτω ἐπὶ
5τὸν ἄξονα, εἶτ’ ἐγκρινέσθωσαν 〈αἱ τάσεις αἱ〉 καὶ ἐπὶ τῶν λοιπῶν ἄρθρων δεδηλωμέναι· ἐξέσται γὰρ ἢ κατὰ κράτημα καὶ κατάτασιν

49

.

35

.

4

ἐνεργῆσαι ἢ κατὰ κράτημα καὶ ἀνάτασιν ἢ κατὰ διάτασιν. τάσεως αὐτάρκους γενομένης, ἐπὶ μὲν τῶν εἰς τὰ πλάγια διαφορῶν, τῆς ἔσω καὶ τῆς ἔξω, αἱ κατὰ παραγωγὴν ἐγκρίνονται μοχλεῖαι, ἐπὶ δὲ τῆς

49

.

35

.

5

ὀπίσω καὶ ἡ κατ’ ἴπωσιν καὶ ἡ κατὰ περίσφαλσιν. τοὺς δὲ τρόπους τῶν μοχλειῶν τούτων ἐμφερεῖς ὄντας τοῖς ἐπὶ τοῦ ἀγκῶνος μετάγειν δεῖ καὶ ἐνθάδε.

49

.

36

t

Περὶ σφυρῶν.

49

.

36

.

1

Τὸ σφυρόν ποτε μὲν ἔσω, ποτὲ δ’ ἔξω διαστρέφεται, ἔσθ’ ὅπῃ δ’

49

.

36

.

2

ὀπίσω ὑποπηδᾷ. κοινότερον δ’ ἐπὶ πάσης διαφορᾶς σχηματιζέσθω ὁ πάσχων ὕπτιος, ἐκτεταμένον τὸ σκέλος ἔχων, καὶ τότε τῇ κνήμῃ βρό‐ χος ἰσότονος καρχήσιος περιτιθέσθω, οὗ αἱ ἀρχαὶ ἀγέσθωσαν ὀπίσω

49

.

36

.

3

κατὰ τοῦ ὑπὲρ κεφαλὴν ἄξονος. τῷ δὲ σφυρῷ βρόχος περιτιθέσθω ὁ καλούμενος δράκων ἢ τὸ σανδάλιον, αἵ τε τούτου ἀρχαὶ ἀγέσθωσαν κάτω ἐπὶ τὸν ἄξονα, καὶ τότε ἢ διατεινέσθω ἢ κατὰ κράτημα καὶ κα‐

49

.

36

.

4

τάτασιν τεινέσθω τὸ μέρος. τάσεως αὐτάρκους γενομένης, αἱ ἀκόλου‐ θοι μοχλεῖαι δοκιμαζέσθωσαν· ἐπὶ μὲν τῆς ἔσω καὶ τῆς ἔξω διαφορᾶς δοκιμαζέσθωσαν μοχλεῖαι αἱ κατ’ ἀντεπιστροφήν, ἐπὶ δὲ τῆς ὀπίσω ἡ κατ’ ἐξελκυσμόν. νυνὶ γὰρ διὰ τὸν σχηματισμὸν γίνεται ἡ κατ’ ἐξελ‐

49

.

36

.

5

κυσμόν. τοὺς δὲ τρόπους τῶν μοχλειῶν τούτων ἐπιμελέστερον ὑμῖν
ἐκθήσομαι ἐν τῇ Περὶ ὀλισθημάτων πραγματείᾳ.

50

.

1

t

Γαληνοῦ. Περὶ λειποδέρμων.

50

.

1

.

1

Ἐφ’ ὧν ὀλίγον ἐνδεῖ τῷ δέρματι τοῦ αἰδοίου πρὸς τὸ κατὰ φύ‐ σιν, ἐπὶ τούτων πολλάκις μόνῃ τῇ τάσει τὸ δέον εἰργασάμην, ἶνα χάρτου [τὴν] μαλακὴν καὶ εὔτονον ἐν κύκλῳ 〈περιελίσσων〉 ὑποκεχρι‐

50

.

1

.

2

σμένου τῷ δέρματι κόμμεως. εὔδηλον δήπουθεν ὅτι τὸ τῆς ἰνὸς πέρας ἐπικολλᾶν χρὴ διὰ κόμμεως τῷ ὑποβεβλημένῳ μέρει τῆς ἰνός. ἐν

50

.

1

.

3

τάχει τε γὰρ ξηραίνεται καὶ ἀλύπως σφίγγει. ὑποτιθέναι δὲ χρὴ τοῦ δέρματος τῆς πόσθης ἐκ τῶν ἔνδον μερῶν στρογγύλον τι σύμμετρον,

50

.

1

.

4

ὃ μετὰ τὸ κολλῆσαι τὴν ἶνα ῥᾳδίως ἐξαιρήσεις. ἐγὼ δ’ εἴωθα, κἂν μηδὲν τοιοῦτον παρῇ, τοῦ χαρτίου σύμμετρον ἑλίσσων ἐντιθέναι στή‐ ριγμα τοῦ περιβλήματος, ἵνα ὕστερον, ὅταν ἀκριβῶς παγῇ τὸ περι‐ ελιττόμενον ἔξωθεν, ἐξαιρεθέντος τοῦ στηρίγματος, εὐθέως οὐρεῖν

50

.

1

.

5

ὑπάρχῃ τῷ θεραπευομένῳ. ἔνιοι δὲ τῶν διὰ θαψίας ἐπαγόντων τὴν πόσθην τὸ στρογγύλον τοῦτο μολύβδινον ἐποίησαν ὥσπερ τι σωληνά‐ ριον, εἶτ’ ἔξωθεν αὐτῷ περιτείναντες τὸ δέρμα τῆς πόσθης καταδοῦσιν ἱμάντι μαλακῷ, καὶ γένοιτο ἄν ποτε καὶ τοῦτο χρήσιμον, ἐφ’ ὧν

50

.

1

.

6

ἐνδεῖ πολὺ τοῦ δέρματος. ὑπάγεται δὲ καὶ χειρουργίας τρόπῳ.

50

.

2

t

Ἀντύλλου. Περὶ λειποδέρμων.

50

.

2

.

1

Τῶν ἐκ γενετῆς λειποδέρμων οἱ κατ’ ἐπιγέννημα δυσθεραπευ‐ τότεροι καθεστᾶσιν· τοῖς μὲν γὰρ ἐνειλεῖται κατὰ τὸν καυλὸν ἡ
πόσθη καὶ ὑποδαρεῖσα ῥᾳδίως ἐπάγεται, τοῖς δ’ ἐξ ἐπιγεννήματος, ἅτε ἀφῃρημένου τινὸς μέρους αὐτῆς, δυσκόλως ἡ ἐπαγωγὴ γίνεται.

50

.

2

.

2

αὐτῶν δὲ τούτων ἔτι δυσθεραπευτότεροι ἐφ’ ὧν καὶ τοῦ καυλοῦ μέ‐

50

.

2

.

3

ρος τι γεγύμνωται. τῆς χειρουργίας δὲ τὸν καθ’ ὑποδορὰν τρόπον ἐκθήσομαι· σχηματίσαντες τὸν κάμνοντα λίνῳ πάχος ἔχοντι ἱκανὸν ἢ ῥάμματι εὐρώστῳ σφόδρα, πλέξαντες ἐξ αὐτοῦ ναυτικὸν βρόχον ἢ ἄλλον τινὰ τῶν ἀνισοτόνων καὶ περιβαλόντες κατωτέρω τῆς βαλάνου
5περὶ αὐτὴν τὴν στεφάνην, ἀνατενοῦμεν τὸ αἰδοῖον παραδώσομέν τε τὰς ἀρχὰς τοῦ βρόχου διακρατεῖν ὑπηρέτῃ καὶ ἀνατείνειν· αὐτοὶ δὲ κυκλοτερῆ τομὴν περιγράψαντες ὑπὸ τὸν βρόχον, ἥντινα περιγραφὴν στεφανιαίαν ὀνομάζομεν, μετὰ ταῦτα τῇ χειρὶ τῇ ἀριστερᾷ λαβόμενοι τοῦ δέρματος τοῦ κατὰ τὸν καυλὸν πρὸς αὐτῇ τῇ περιγραφῇ ἀφέλ‐
10κομεν, 〈τούς τε〉 ἀντιβαίνοντας διὰ [τοῦ] μέσου 〈ὑμένασ〉 δακτύλῳ πρὸς τὸν καυλὸν ἀπολύσομεν· ῥᾳδίως δὲ χωρίζονται διά τε ὀλιγό‐

50

.

2

.

4

τητα καὶ δι’ ἀσθένειαν αὐτῶν. μετὰ τὴν ἀπόλυσιν τὴν τῶν ὑμένων ἐκτρέπειν πειρασόμεθα ἔξω τὸ δέρμα, ὥσπερ ἐπὶ τῶν ἱερείων, ἐπειδὰν περιδέρηται, καὶ ἐπειδὰν τὸ καθ’ αὑτοὺς μέρος ἀποδείρωμεν, κατὰ ποσὸν ἐπιστρέψαντες τὴν βάλανον διὰ τοῦ βρόχου καὶ τὸ ἀπαντικρὺ

50

.

2

.

5

μέρος περιδεροῦμεν. μέτρον δὲ τῆς ὑποδορᾶς ἔστω τὸ λεῖπον μέρος τῆς πόσθης· ἐπὶ μὲν γὰρ τῶν ἐπ’ ὀλίγον λειποδέρμων 〈μετρίᾳ〉 χρη‐ σόμεθα τῇ ὑποδορᾷ, ἐπὶ δὲ τῶν ἐπὶ πολὺ τοῦ περιόντος μεγάλην

50

.

2

.

6

παραληπτέον τὴν ὑποδοράν. ἐπεὶ δὲ συμβαίνει πολλάκις, τῆς ὑπο‐ δορᾶς ἡλκωμένης, τὴν πόσθην συμφύεσθαι τῇ βαλάνῳ, ὡς μηκέτι μετάγεσθαι δύνασθαι, χρὴ διὰ τοῦτο μετὰ τὴν ὑποδορὰν ἄκραν τὴν βάλανον ὀθονίῳ τρυφερῷ περιελίσσειν, εἶθ’ οὕτως ἐπάγειν τὸ δέρμα.

50

.

2

.

7

μετὰ δὲ τοῦτο ἐπισπᾶσθαι δεῖ τὸ δέρμα, ὥστε αὐτάρκως καλύψαι τὴν βάλανον, ὀθονίῳ τε ἔξωθεν στενῷ κατειλῆσαι, τὴν μὲν ἀρχὴν τῆς ἐπινεμήσεως τοῦ ὀθονίου πρὸς τῇ βάσει τάττοντας τοῦ καυλοῦ, τε‐ λευτῶντας δὲ πρὸς τῇ βαλάνῳ, ἵνα ἐπεκτείνηται ἡ πόσθη, ἄκραν δὲ
5τὴν πόσθην ἀνεπίδετον καταλείποντας, ἵνα μὴ συμφυῇ τῷ καυλῷ, καὶ μετέπειτα σπόγγους ὕδατι ψυχρῷ ἢ ὀξυκράτῳ διαβρόχους περιβαλεῖν

50

.

2

.

8

ἐν κύκλῳ ἐπιδῆσαί τε ἐπιδέσμῳ τῷ ἁρμόζοντι ἐπὶ τῶν αἰδοιικῶν. τὰ πολλὰ μὲν οὖν ἔναιμος ἀγωγὴ παρακολλᾶν εἴωθεν· εἰ δ’ ἀτυχηθείη τὰ τῆς κολλήσεως, ἐγκλύσμασι χρηστέον τοῖς ἀνακαθαίρειν δυναμένοις

50

.

2

.

9

ἀνειμένοις τε φαρμάκοις τοῖς πρὸς συσσάρκωσιν ἐπιτηδείοις. εἰ δέ γε νομὴ γένηται περὶ τὴν πόσθην, χρηστέον ἁλσί τε καὶ μέλιτι φακοῦ

50

.

2

.

10

τε ἀφεψήματι καὶ ῥόδων. εἰ δὲ νεκρωθείη ὑποδαρεῖσα 〈ἡ〉 πόσθη,
περιαιρετέον αὐτήν.

50

.

3

t

Ἐκ τῶν Ἀντύλλου καὶ Ἡλιοδώρου. Περὶ ὑποσπαδιαίων.

50

.

3

.

1

Ἐκ γενετῆς ἐνίοις ἡ βάλανος οὐ τέτρηται κατὰ φύσιν, ἀλλ’ ὑπὸ τῷ κυνὶ καλουμένῳ καὶ κατὰ τὸν ἀπαρτισμὸν τῆς βαλάνου τὸ τρῆμά

50

.

3

.

2

ἐστιν. ἐντεῦθεν οὔτε οὐρεῖν εἰς τὰ ἔμπροσθεν δύνανται, ἂν μὴ πάνυ ἀνακλάσωσι τὸ μόριον ὡς πρὸς τὸ ἦτρον, οὔτε τεκνοποιεῖν, τοῦ σπέρματος ἐπ’ εὐθείας εἰς τὴν μήτραν ἐξακοντίζεσθαι μὴ δυναμένου,

50

.

3

.

3

ἀλλὰ παραρρέοντος εἰς τὸ γυναικεῖον αἰδοῖον. ἔνιοι δ’ ἐξ ἐπιγεννή‐ ματος γίνονται, οἷς τῆς βαλάνου κατὰ φύσιν ἐχούσης, πεπωροποιη‐ μένης τῆς οὐρήθρας ἐκ νομῆς ἢ ἄλλης περιστάσεως, παράτρητοι γί‐

50

.

3

.

4

νονται οἱ οὐρητικοὶ πόροι. ποτὲ μὲν οὖν πόρρω τοῦ κυνὸς εὑρίσκεται τὸ τρῆμα κατὰ μέσην τὴν οὐρήθραν πρὸς τῇ τοῦ καυλοῦ βάσει, ὅτε δὴ ἀθεράπευτοί εἰσιν· ποτὲ δὲ κατὰ τὸν λεγόμενον κύνα, καὶ ἔστι

50

.

3

.

5

θεραπευτὸν τὸ πάθος. χειρουργίας δὲ τρόπος βέλτιστός ἐστι καὶ

50

.

3

.

6

ἁπλούστατος καὶ ἀκινδυνότατος ὁ καλούμενος κατ’ ἀποκοπήν. χρὴ δὲ σχηματίσαι τὸν κάμνοντα ὕπτιον, ἔπειτ’ ἀνατείνειν τὴν βάλανον διὰ τῆς ἀριστερᾶς χειρὸς ἰσχυρῶς, εἶτ’ ἀκμῇ σμιλίου τὴν βάλανον κατὰ τὴν στεφάνην ἀποκόπτειν· ὑποπλάγιον δὲ μὴ ποιητέον τὴν ἀποτο‐
5μήν, ἀλλὰ περιγλυφῇ ὁμοίαν, ὥστε καταλειφθῆναί τινα ἐξοχὴν βαλα‐

50

.

3

.

7

νοειδῆ. καὶ εἰ μὲν ὀλίγον αἷμα φέροιτο, ἐπιδέσμῳ τε καὶ ὀξυκράτῳ καταπαυστέον τὴν φοράν (εἰ δέ, ἰσχαίμοις χρηστέον)· εἰ δ’ ἰσχυρὰ ἡ

50

.

3

.

8

φορὰ γένοιτο, καυτηρίοις ἐπικαίειν τὸν τόπον. δεῖ δὲ τὴν ἀποκοπὴν ἐν τῇ βαλάνῳ μᾶλλον ἢ ἐν τῷ καυλῷ ποιεῖσθαι· ναστὴ γὰρ οὖσα ἡ

50

.

3

.

9

βάλανος ἧσσον αἱμορραγεῖ. μετὰ δὲ τὴν χειρουργίαν, εἰ μὲν καυτηρίῳ χρησαίμεθα, παραληπτέον θεραπείαν τὴν ἁρμόζουσαν ταῖς καύσεσιν·

50

.

3

.

10

εἰ δὲ μή, ἐναίμως ἀκτέον. γινώσκειν δὲ χρὴ πῶς οὐδὲ πρὸς παιδο‐ ποιίαν ἐμποδισμόν τινα ἡ ἀποκοπὴ ἐργάζεται, διότι ἐν τῇ συνουσίᾳ ἡ βάλανος οὐκ εἰς τὸ τῆς μήτρας στόμιον ἐμπίπτει, ἀλλ’ ὁ μὲν πλη‐ σιασμὸς ἐν τῷ γυναικείῳ αἰδοίῳ γίνεται, διισταμένου δὲ τοῦ τῆς
5μήτρας στόματος τὸ σπέρμα εἰς αὐτὴν ἀκοντίζεται, ἐάν τε μεῖζον ᾖ ἐάν τε μικρότερον τὸ μόριον.

50

.

4

t

Ἐκ τῶν Ἡλιοδώρου. Περὶ ῥυάδος.

50

.

4

.

1

Ἡ τοῦ οὔρου γίνεται ῥυὰς διακοπέντος τοῦ τῆς κύστεως λεπτοῦ, ἡ τοῦ τραχήλου περιαιρεθέντος 〈ἢ〉 ὅμοιόν τι περιαιρέσει παθόντος·

50

.

4

.

2

ταῦτα δὲ συμβαίνει διὰ πλείονας προφάσεις. ἔστι δὲ τὸ πάθος ἀθε‐
ράπευτον.

50

.

5

t

Ἐκ τῶν Ἀντύλλου. Περὶ φιμώσεως.

50

.

5

.

1

Διττὸν τὸ τῆς φιμώσεώς ἐστιν· ποτὲ μὲν γὰρ ἡ πόσθη καλύ‐ ψασα τὴν βάλανον ἀποσύρεσθαι πάλιν ἀδυνατεῖ, ποτὲ δ’ ἀπαχθεῖσα

50

.

5

.

2

ὀπίσω οὐκέτι ἐπάγεται. τοῦτο τὸ εἶδος ἰδίως περιφίμωσις προσα‐

50

.

5

.

3

γορεύεται. ἡ μὲν οὖν πρώτη διαφορὰ γίνεται δι’ οὐλὴν ἐν πόσθῃ γενομένην ἢ διὰ σαρκὸς ἔκφυσιν· τὸ δὲ δεύτερον μάλιστα ἐν ταῖς αἰδοιικαῖς φλεγμοναῖς ἀποτελεῖται, ὁπόταν ἀπαχθέντος τοῦ δέρμα‐ τος ὀπίσω ἡ βάλανος ἀνοιδήσασα οὐκέτι ἐπιδέχηται τὴν πόσθην.

50

.

5

.

4

εἰ μὲν δὴ τὸ πρῶτον εἶδος τῆς φιμώσεως γένοιτο, χειρουργήσομεν τόνδε τὸν τρόπον· μετὰ τὸ σχηματίσαι τὸν κάμνοντα ἐπισπασάμενοι τὴν πόσθην εἰς τὸ ἔμπροσθεν καθήσομεν ἀγκίστρια εἰς αὐτὴν τὴν ἄκραν καὶ δόντες ὑπηρέταις διακρατεῖν ἀξιώσομεν, ἐφ’ ὅσον οἷόν τε,
5διατείνειν καὶ διανοίγειν αὐτήν, ἔπειτα, ἐὰν μὲν ἐξ οὐλῆς ᾖ 〈ἡ〉 συνδρομή, φλεβοτόμῳ ἢ σκολοπίῳ ἐκ τῶν ἔνδοθεν μερῶν διαιροῦμεν τὴν πόσθην, ἐν τρισὶν ἢ τέτρασι τόποις ποιούμενοι τὰς διαιρέσεις κατὰ μόνα τὰ ἔνδοθεν μέρη, εὐθυτενεῖς τε καὶ ἴσον ἀπ’ ἀλλήλων

50

.

5

.

5

διεστώσας· ἔστι δὲ διπλῆ κατὰ τὴν βάλανον ἡ πόσθη. τὸ μὲν οὖν 〈ἓν〉 αὐτῆς, τὸ ἔνδοθεν μέρος, διελοῦμεν· οὕτως γὰρ τὸ οἷον ἀγκύ‐ λιον τὸ ἐκ τῆς οὐλῆς γενόμενον διαλύσαντες ἐπάξομεν τὴν πόσθην.

50

.

5

.

6

εἰ δὲ σὰρξ προσπεφυκυῖα ἐκ τῶν ἔνδοθεν μερῶν ἐργάζοιτο τὴν φίμω‐ σιν, κατ’ αὐτῆς τῆς σαρκὸς πάσας 〈τὰσ〉 ἐγχαράξεις τάξομεν, ἀπο‐ σύραντες τὴν πόσθην, τὰς 〈δὲ〉 μεταξὺ τῶν διαιρέσεων τῆς σαρκὸς

50

.

5

.

7

ὑπεροχὰς ἀποξύσομεν. μετὰ δὲ τοῦτο μολύβδου σωλῆνα περιβαλοῦμεν τῇ βαλάνῳ πάσῃ, κατειλήσαντες αὐτὴν ἐσκελετευμένῃ παπύρῳ· οὕτως γὰρ διὰ τὴν τοῦ σωλῆνος περίθεσιν κωλυθήσεται συμφῦναι πάλιν

50

.

5

.

8

ἐπαχθεῖσα ἡ πόσθη. ἐν διαστάσει δὲ φυλάξομεν αὐτὴν [τὴν] ὑπό τε τοῦ μολύβδου καὶ τῆς κατειλημένης παπύρου· ἀνοιδοῦσα γὰρ ἐκ τῆς

50

.

5

.

9

καταβροχῆς ἔτι μᾶλλον διαστήσει τὸ δέρμα. εἰ δ’ ἡ λεγομένη περι‐ φίμωσις γένοιτο, εἰ μὲν χρονίσειε, συμφύεται καὶ ἀνίατός ἐστιν, εἰ μή τις ἐθέλοι χειρίζειν ὡς λειπόδερμον· εἰ δὲ μήπω συμπεφυκέναι τύχοι, κατασχάσαντες αὐτὴν εὐθυτενέσιν ἀμυχαῖς πέντε ἢ ἓξ κύκλῳ καὶ κα‐
5ταντλήσαντες ἐπιμελῶς οὕτως ἐπισπασόμεθα.

50

.

6

t

Περὶ προσφυοῦς πόσθης.

50

.

6

.

1

Ἑλκώσεως προηγησαμένης περὶ τὴν βάλανον ἢ περὶ τὴν πόσθην

50

.

6

.

2

ἢ περὶ ἀμφότερα, γίνεται πρόσφυσις. δεῖ οὖν ἀποσύραντα, ἐφ’ ὅσον οἷόν τέ ἐστιν, ἀκμῇ σμιλίου τὰς ἀντοχὰς ἀπολύειν, πειρωμένους μάλιστα μὲν καθαρῶς τὴν βάλανον ἀπὸ τῆς προσπεφυκυίας πόσθης διακρῖναι, εἰ δὲ δυσχερὲς εἴη τοῦτο, προσλαμβάνειν ὀλίγον τι 〈μᾶλ‐
5λον〉 τῆς βαλάνου πρὸς τὴν πόσθην ἤπερ τὸ ἐναντίον· λεπτὴ γὰρ

50

.

6

.

3

οὖσα ἡ πόσθη διατιτρᾶται ῥᾳδίως. μετὰ δὲ τὴν ἀπόλυσιν τῆς προσ‐ φύσεως ὀθόνιον λεπτὸν ὕδατι ψυχρῷ διάβροχον μεταξὺ θετέον τῆς βαλάνου καὶ τῆς πόσθης, ἵνα μὴ πάλιν πρόσφυσις γένηται.

50

.

7

t

Περὶ τῶν περιτεμνομένων.

50

.

7

.

1

Οὐ περὶ τῶν διὰ θεότητα περιτεμνομένων νῦν ὁ λόγος ἐστίν, ἀλλὰ περὶ τούτων οἷς διαθέσεως αἰδοιικῆς γενομένης ἡ πόσθη μελαί‐

50

.

7

2,3

νεται. χρὴ τοίνυν τὰ μεμελανισμένα περιελεῖν κατὰ κύκλον. τὰ πολλὰ

50

.

7

.

3

(2)

μὲν οὖν ἀναιμορράγητος ἡ πόσθη διαμένει (νεκρούμενα γὰρ ὑπὸ τῆς ἐπινεμήσεως τὰ ἀγγεῖα τυφλοῦται)· ὅθεν ἐπὶ τούτων χρηστέον μετὰ τὴν ἐπιτομὴν λεπίδι σὺν μέλιτι· τήν τε γὰρ νομὴν ἵστησι καὶ τὸ

50

.

7

.

4

ἕλκος ἐπιεικῶς διατίθησι τοῦτο τὸ φάρμακον στῦφον ἰσχυρῶς. ἐπεὶ δ’ ἐνίοτε αἱμορραγίαι ἐξακολουθοῦσι, κάλλιον ἔχει παρασκευάσασθαι διὰ τὴν φορὰν αὐτῶν καυτῆρα μάλιστα μηνοειδῆ, οἷς καὶ καταστελοῦμεν τὴν φορὰν τὴν τοῦ αἵματος, καὶ ἄλλως δὲ διαλυτικόν τι ἔχει τῆς

50

.

7

.

5

νομῆς τὰ καυτήρια. ὁ δ’ ἀκόλουθος τρόπος μετὰ τὴν καῦσιν τῆς ἀπο‐ θεραπείας.

50

.

8

t

Περὶ θύμων τῶν ἐν αἰδοίοις.

50

.

8

.

1

Σαρκώδεις καὶ ἐνερευθεῖς ἐπαναστάσεις γίνονται ποτὲ μὲν ἐπὶ τῆς βαλάνου, ποτὲ δ’ ἐπὶ τῆς πόσθης, θύμοι καλούμενοι· εἴδη δὲ

50

.

8

.

2

διττὰ τῶν θύμων· οἱ μὲν γὰρ αὐτῶν εἰσι κακοήθεις, οἱ δ’ οὔ. τοὺς μὲν οὖν μὴ κακοήθεις ἀποξύειν σμίλης ἀκμῇ προσήκει φαρμάκῳ τε χρῆσθαι μετὰ τοῦτο τῶν ἠρέμα ἐσχαρούντων, ἐπὶ δὲ τῶν κακοήθων

50

.

8

.

3

μετὰ τὴν ἀφαίρεσιν καύσει χρηστέον. ἐπεὶ δὲ πολλάκις ἐπὶ τῆς πό‐ σθης γίνονται θύμοι κατὰ τὰ ἔνδον αὐτῆς καὶ κατὰ τὰ ἔξω μέρη, καί τινες αὐτῶν καὶ κατὰ τὸ αὐτὸ μέρος, ὥστε εἶναι κατ’ ἀλλήλων,
χρὴ μὴ πᾶσιν αὐτοῖς ἀθρόως ἐπιχειρεῖν· εἰ γάρ τις καύσειε κἀκ τῶν
5ἔνδοθεν κἀκ τῶν ἔκτοσθεν μερῶν τὴν πόσθην, καὶ μάλιστα ἐπ’ ἀλλή‐

50

.

8

.

4

λαις ποιούμενος τὰς καύσεις, λήσεται διατρήσας αὐτήν. ἄμεινον οὖν κατὰ μέρος πρῶτον τὸ ἔνδοθεν ἀποτεμόντας καὶ διακαύσαντας καὶ ἀπουλώσαντας κατὰ τρόπον, οὕτως ἐξ ὑστέρου καὶ ἐπὶ τὴν τῶν ἄλλων θεραπείαν παραγίνεσθαι.

50

.

9

t

Ἐκ τῶν Ἡλιοδώρου. Περὶ συσσαρκωθείσης οὐρήθρας.

50

.

9

.

1

Σαρκοῦται ἡ οὐρήθρα ἑλκώσεως προηγησαμένης· σαρκοῦται δ’ οὐχ ὅλη, ἀλλὰ κατά τι μέρος, ἢ ἀπὸ μέρους στενοχωρουμένου τοῦ

50

.

9

.

2

πόρου ἢ ὅλου τῇ σαρκὶ πληρουμένου. ὅταν οὖν ἀπὸ μέρους γένηται συσσάρκωσις, δυσουρεῖ ἢ στραγγουρεῖ ὁ πάσχων· ὅλου δὲ τοῦ πόρου πληρωθέντος κατὰ τὸ τῆς εὐρυχωρίας διάστημα, ἰσχουρία γίνεται.

50

.

9

.

3

δεῖ οὖν σκόλοπι τῷ στενῷ τὴν σάρκα ἐκτέμνειν· ὁ δὲ τρόπος τῆς ἐγχειρήσεώς ἐστι τοιοῦτος· τοῦ πάσχοντος ὑπτίου ἐσχηματισμένου, καὶ τοῦ καυλοῦ ἀπευθυσμένου, τοῖς δακτύλοις τῆς ἀριστερᾶς χειρὸς πα‐ ραπιέζεται τὰ ὑπὸ τὴν σάρκα τῆς οὐρήθρας μέρη, ἵνα συμπέσῃ, καὶ

50

.

9

.

4

μή ποτε ἐν τῇ ἐκτομῇ αἷμα εἰς τὸ βάθος κατενεχθῇ. γενομένου δὲ τούτου, τῇ δεξιᾷ χειρὶ διακρατουμένης τῆς τοῦ σκόλοπος λαβῆς, ἡ ἀκμὴ καθίεται εἰς τὴν οὐρήθραν, καὶ διωθεῖται κατὰ τὴν βάσιν τῆς

50

.

9

.

5

ἐκπεφυκυίας σαρκώσεως, 〈ἕωσ〉 οὗ κενεμβατήσῃ. μετὰ δὲ τὴν κενεμ‐ βάτησιν περίαγε κατὰ κύκλον· τῆς δὲ σαρκὸς περιτμηθείσης, καὶ τῆς τοῦ σκόλοπος ἀκμῆς ἀνεκκόπως περιενεχθείσης, τοῖς δακτύλοις περι‐

50

.

9

.

6

πιέζεται ἡ οὐρήθρα, ἵνα συμπεσούσης προπέσῃ ἡ σάρξ. ὅταν δὲ προ‐

50

.

9

.

7

κύψῃ καὶ μὴ ἐκπέσῃ, μυδίῳ ἐξελκύσθω. καὶ τῆς σαρκὸς κομισθείσης, φυλάξαι δεῖ τὸν οὐρητικὸν πόρον ἐν εὐρύτητι· μάλιστα δ’ ἀνευρύνε‐ ται ταῖς πρώταις ἡμέραις ἰπωτηρίου ἐντεθέντος τοῦ ἀπὸ τῆς ἐσκελε‐

50

.

9

.

8

τευμένης παπύρου. ἐχέτω δ’ ἐν ἑαυτῷ τὸ ἰπωτήριον σωληνάριον χαλκοῦν ἢ κασσιτέρινον ἢ ἀντὶ τοῦ σωληναρίου καλαμίδα πτεροῦ

50

.

9

.

9

ὀρνιθείου. ἡ δὲ προπαρασκευὴ τοῦ ἰπωτηρίου γίνεται τρόπῳ τοιούτῳ· βρέχεται ἡ πάπυρος ἐπὶ δύο ἢ τρεῖς ἡμέρας· ὅταν δ’ ἐμφυσηθῇ, ἐν‐

50

.

9

.

10

τίθεται εἰς αὐτὴν τὸ σωληνάριον καὶ τότε περισφίγγεται. ἐὰν δὲ πτε‐ ροῦ καλαμὶς ᾖ ἡ ἐντιθεμένη, πρὸ τῆς περισφίγξεως εἰς αὐτὴν ἐντι‐ θέσθω μηλωτρίδος ἔλασμα, καὶ τότε σφιγγέσθω, ἵνα μὴ τῇ εἰκαίᾳ

50

.

9

.

11

σφίγξει συμπέσῃ. ἐᾶται δὲ ξηρανθῆναι τὸ ἰπωτήριον, ἕως οὗ μάλιστα σκελετευθῇ, καὶ πρὸς τὴν χρείαν τότε ἡ πάπυρος περιγλύφεται ἀνα‐

50

.

9

.

12

λόγως τῇ οὐρήθρᾳ, εἶτ’ εἰς τὸν οὐρητικὸν πόρον ἐντίθεται. ἔξωθεν δὲ τῷ καυλῷ περιτίθεται σπογγίον ψυχρῷ ὕδατι βεβρεγμένον, ἐπίδεσις
δὲ δοκιμάζεται ἡ οἰκεία, καὶ πάλιν τὸ μόριον ἀναλαμβάνεται τῷ τε‐ τρασκελεῖ ἀναδέσμῳ, καὶ οὕτως ἐᾶται ὁ πάσχων ἕως τρίτης, νοτίζει

50

.

9

.

13

δὲ διὰ τοῦ σωληναρίου. τῇ τρίτῃ λύεται, καταντλεῖται, ἐνστάζεται εἰς τὴν οὐρήθραν μέλι διὰ τὴν τοῦ ἕλκους ἀνακάθαρσιν, καὶ πάλιν, ἐὰν

50

.

9

.

14

ἐπείγῃ, ἄλλο ἰπωτήριον ἐντίθεται, ἵνα προσανευρυνθῇ ὁ πόρος. ἔξω‐ θεν δὲ περιτίθεται τῷ καυλῷ δυνάμεως ἀφλεγμάντου σπληνίον, ἐπί‐

50

.

9

.

15

δεσίς τε καὶ ἀνάληψις ἡ συνήθης γίνεται. ἀπὸ δὲ τῆς τετάρτης ἀντὶ τοῦ ἰπωτηρίου σωληνάριον ἐντίθεται εἰς τὴν οὐρήθραν κασσιτέρινον ἢ μολυβδοῦν, ἀσπιδίσκην ἔχον προκειμένην, ἵνα τῷ σωληναρίῳ διαστελ‐

50

.

9

.

16

λομένη ἡ οὐρήθρα κατουλωθῇ. τὰ δὲ λοιπὰ τῆς ἐπιμελείας τὰ αὐτὰ παραλαμβανέσθω.

50

.

10

t

Περὶ τῶν ἐν τῷ αἰδοίῳ ῥαγάδων.

50

.

10

.

1

Ῥαγάδες γίνονται ἐν τῇ πόσθῃ, μάλιστα δ’ ἐν τῇ ἀκροποσθίᾳ,

50

.

10

.

2

ὅταν στενὴ οὖσα ἀπάγηται. κατ’ ἀρχὰς μὲν οὖν πᾶσα ῥαγὰς νεαρὰ οὖσα αἱμάσσεται, χρονίζουσα δὲ τυλοῦται, καὶ πάλιν, ὅταν βίᾳ διίστη‐

50

.

10

.

3

ται, ἐπιρρηγνυμένη αἱμάσσεται. σπουδάζειν δὲ δεῖ τὰς ῥαγάδας ταύτας φαρμακείᾳ θεραπεύειν· ὅταν δὲ χρόνιαι οὖσαι ἐντετυλωμέναι βραδύ‐ νωσι, συμφέρει τὸ δέρμα ἀπάγειν καὶ 〈τὰ〉 τετυλωμένα τῶν ῥαγάδων χείλη ὑπτίῳ τῷ σμιλίῳ ὡσανεὶ ἀπογλύψαι· αἱ γὰρ νεαροποιούμεναι
5ῥαγάδες ὑγιάζονται τάχιστα.

50

.

11

t

Περὶ κρικώσεως.

50

.

11

.

1

Ὁ κρικούμενος τῷ ἐνεργοῦντι ἀντίως παρίσταται, καὶ τότε τοῖς δακτύλοις τὸ τῆς ἀκροποσθίας δέρμα καθέλκεται, καὶ τὸ καθελκυσ‐ μένον ἐᾶται ἀναχωρῆσαι· τοῦτο δὲ γίνεται ἢ δὶς ἢ τρὶς, ἵνα ὅσον

50

.

11

.

2

ἐστὶ 〈τὸ〉 φυσικὸν τῆς ἀκροποσθίας χάλασμα φανῇ. μετὰ δὲ ταῦτα ὑπ’ ἄκραν τὴν βάλανον κατὰ τὴν ἀρχὴν τῆς ἀκροποσθίας ἡ κρίκωσις

50

.

11

.

3

γίνεται. ἐγὼ μὲν οὖν τῇ τεχνικῇ γυμνασίᾳ χρώμενος αὐτόθεν εἴωθα ἐνεργεῖν· οἱ δ’ ἄλλοι πρότερον ἐσημειώσαντο ἑκατέρωθεν τὴν τῆς ἀκροποσθίας ἀρχὴν μέλανι γραφικῷ, ἵνα κατὰ τὰ στίγματα γένηται

50

.

11

.

4

καὶ ἡ κρίκωσις. πρὸς δὲ τὴν κρίκωσιν ῥάμμα δεῖ λαβεῖν φοινικοῦν· τοῦτο γὰρ τετήρηται τὸ ῥάμμα συνεργοῦν τῷ τῶν τρημάτων ἀνευ‐

50

.

11

.

5

ρυσμῷ. εἰρομένου δ’ αὐτοῦ εἰς βελόνην εὔρωστον, κατὰ τὸν εἰρημένον τόπον κατὰ τὴν τῆς ἀκροποσθίας ἀρχὴν διακεντείσθω τὸ δέρμα ἐκ τῶν πλαγίων εἰς τὰ πλάγια, καὶ ἡ μὲν βελόνη ἐξελκέσθω, τὸ δὲ

50

.

11

.

6

ῥάμμα κεχαλασμένον ἁμματιζέσθω, ἵνα φανῇ ὡς κρίκος. ταῖς δ’ ἑξῆς ἡμέραις παράγεται τὸ ῥάμμα, ἢ αὐτόθεν, ἵνα εὐρυνθῇ τὰ τρήματα, ἢ

50

.

11

.

7

ἁλὶ μετ’ ἐλαίου κεχρισμένον. ἀλλὰ δεῖ πάλιν μετὰ 〈τὸν〉 τῶν τρημά‐
των ἀνευρυσμὸν ἀντικαθιέναι κασσιτέρινον ἐλασμάτιον πρὸς τὴν τῶν

50

.

11

.

8

τρημάτων κατούλωσιν. ἔστω δὲ τὸ ῥάμμα διπλοῦν ἐστραμμένον, οὗ τὰ ἅμματα λυέσθω, καὶ τότε τοῦ ἐλασματίου τὸ πέρας κατ’ ἐλάτησιν λελεπτοποιημένον εἰς τὴν τοῦ ῥάμματος ........................ .........................................................

50

.

41

t

〈Περὶ τῆς κατὰ ῥῆξιν ἐντεροκήλης.〉

50

.

41

.

1

............................................... καὶ τοῦ ἐπίπλου ῥαγέντος μόνον τὸν ................ κατολισθαίνει, ποτὲ δ’ οὐ ῥαγέντος .............. 〈κα‐〉 τεισι μόνον, ποτὲ δὲ σὺν τῷ ἐντέρῳ .................
5ταῖς ἐπάνω προειρημέναις.

50

.

42

t

〈Πῶς διακριτέον τὴν κατ’ ἐπέκτασιν〉 ἐντεροκήλην τῆς 〈κατὰ ῥῆξιν〉.

50

.

42

.

1

Ἐπὶ μὲν οὖν τῆς κατ’ ἐπέκτασιν ὅτε βύθ〈ιοσ〉 ..... καὶ διὰ πολλῶν σωμάτων ὁμαλός τε ............ 〈παν‐〉

50

.

42

.

2

ταχόθεν. κατανοοῦμέν τε ἐν ταῖς ἀν ................. εἰ μείζων ὁ ὄγκος εἴη καὶ ἔτι μ〈ᾶλλον〉 .............. ἢ δι’ οὐδέν· ἧσσον γὰρ εὐογκότερα τὰ 〈κατὰ τὴν θέσιν〉 τῶν ἀγγείων ὑποπίπτει σώματα, εἴ τις 〈αὐτὰ παραβάλοι〉
5πρὸς τὰ ἀντικείμενα διὰ τὸ ἐκεῖνα ............. 〈κατὰ〉 φύσιν ὑποπίπτειν σώματα ἐνταῦθα 〈τὸ περι‐〉

50

.

42

.

3

τόναιον. τοῦτο ἰσχυρὸν ὂν τὸ σημεῖον ἐπὶ τῶν 〈δικήλων〉 καὶ ἐπὶ τῶν νηπίων παιδίων οὐ πάνυ τι εὐδοκιμεῖ· ἐπί τε γὰρ τῶν δικήλων ἐξ ἀμφοτέρων τῶν μερῶν εἰ τύχοι κατωλισθηκέναι τὸ περι‐ τόναιον, ἀμφοτέρωθεν ἀναθλιβέντων τῶν ἐντέρων, ὅμοιον ὄγκον ἐξ

50

.

42

.

4

ἑκατέρου μέρους κατὰ τὴν τῶν ἀγγείων θέσιν δείκνυσιν. ἐπί τε τῶν παιδίων σφόδρα λεπτὸν ὂν τὸ περιτόναιον οὐκ αἰσθητὴν παραλλαγὴν

50

.

42

.

5

τῇ συγκρίσει πρὸς τὰ κατὰ φύσιν ἔχοντα σώματα παρέχεται. ἐπὶ δὲ τῆς κατὰ ῥῆξιν ἐντεροκήλης πρῶτον μὲν πλησίον τοῦ κατὰ τὸν ὄσχεον δέρματος ὁ ὄγκος ὑποπίπτει, αὖθις δὲ διπλοῦς ἢ πολλαπλοῦς, οὐδαμῶς δ’ ἁπλοῦς εὑρίσκεται· κἄν τε γὰρ μία ἕλιξ ἐντέρου κατο‐
5λισθαίνειν τύχῃ, δύο ὄγκοι φανοῦνται, καὶ μᾶλλον ἡνίκα ἢ πνεῦμα ἢ σκύβαλα καταβαίνει κάτω, γινομένου τοῦδε ἐπὶ τῶν κατ’ ἐπέκτασιν

50

.

42

.

6

διὰ τὸ πάσαις ταῖς ἕλιξιν ἐν κύκλῳ περικεῖσθαι τὸ περιτόναιον. ἐν δὲ τοῖς ἀναπιεσμοῖς τῶν ἐντέρων ἐπὶ τῆσδε τῆς 〈δια〉φορᾶς κατὰ φύσιν

50

.

42

.

7

ἔστι δεῖξαι τὰ ἀγγεῖα ἔχειν σὺν κρεμαστῆρι. μετά γε μὴν τὸν ἀναπιε‐ σμὸν ἐπὶ μὲν τῶν 〈κατ’ ἐπέκτασιν ἡ κατο〉λίσθησις βραδυτέρα γίνεται
τοῦ περι〈τοναίου,〉 ... 〈ἐπὶ δὲ τῶν〉 κατὰ ῥῆξιν ταχεῖα ἡ κατάβασις.

50

.

43

t

Πῶς σημειωτέον τὴν ἐντέρου πρὸς τὸ 〈ἐπεκταθὲν〉 περιτόναιον πρόσφυσιν.

50

.

43

.

1

....................... περιτοναίου συντελεσθείη, σημειωσόμεθα ....................ισιν δι’ ἀναθλίψεως· ὥσπερ γὰρ πρότερον ὅ‐ 〈τε〉 ............. 〈ἐπεξετέτατ〉ο τὸ περιτόναιον, ἦν τις παραλλαγὴ ........................ασμὸν τῶν ἐντέρων πρὸς τὰ ἐπὶ θάτερα
5.............. 〈κατὰ φύ〉σιν ἔχοντα, οὕτω πολὺ μᾶλλον ὀφθήσεται 〈νῦν ὁ ὄγκος περὶ τὸν τῶ〉ν ἀγγείων τόπον κατὰ τὴν ἀνάθλιψιν ............... 〈περιτο〉ναίου καὶ ἐντέρου διπλώσεως ὑποπιπτούσης ............................. κατὰ τῆς ἀνακρίσεως· οἷς μὲν γὰρ ............ 〈οὐ προσφυ〉ὲς 〈τὸ〉 ἔντερον, ὀλιγάκις ἐνοχλοῦται ὑπὸ
10〈πνευμάτων ἢ〉 σκυβάλων κατερχομένων εἰς τὸν ὄσχεον. τὰ γὰρ ἔντερα μὴ προσφυῆ ὡς ἐπίπαν κενὰ μὲν ὄντα κατολισθαίνει, πλήρη δὲ γενόμενα πνεύματος ἄνω μένει διὰ τὸ εὐογκότερα γίνεσθαι τοῦ πόρου δι’ οὗ κατέρχεται· ὅσοις δὲ τῶν ἐντεροκηλικῶν προσφύεται τὸ ἔντερον τῷ περιτοναίῳ, τούτοις ἐκ πάσης ἀνάγκης πάροδος τῶν

50

.

43

.

2

περιττωμάτων τε καὶ πνευμάτων διὰ τοῦ ὀσχέου γίνεται. ὀδυνῶνται οὖν ἰσχυρῶς ἔν τε ταῖς πνευματώσεσιν ἔν 〈τε〉 ταῖς πληθώραις, βορ‐ βορυγμοί τε αὐτοῖς κατὰ τὸν ὄσχεον γίνονται καθ’ ἑκάστην ἡμέραν.

50

.

43

.

3

καὶ μὴν ἔν τε ψύξεσι καὶ χειμῶσι τέλεον ὁ ὄγκος οὐδέποτε συσταλή‐

50

.

43

.

4

σεται, καὶ μάλιστα εἰ μὴ θλίβοι τις αὐτόν. τοῦτο δὲ τὸ εἶδος ᾠήθησαν δυσχώριστόν τινες ἀφ’ ὑδροκήλης καὶ σαρκοκήλης τυγχάνειν· οὐκ ἔστι δὲ χαλεπὸν διακρῖναι· ὑδροκήλη μὲν γὰρ καὶ σαρκοκήλη πάν‐ τοτε ἀνώδυνός ἐστι, σφήνωσις δὲ σκυβάλων οὐδεμίαν ὑπερβολὴν ὀδύ‐
5νης καταλείπει, οἵ τε κίνδυνοι διὰ ταχέων ἐξακολουθοῦσιν ἐπὶ τούτων.

50

.

44

t

Πῶς σημειωσόμεθα ἔντερον δαρτὸν ἢ ἐλυτροειδῆ προσπεφυκέναι.

50

.

44

.

1

.........................................................

50

.

46

t

〈Διάκρισις περιτοναίου.〉 .....................................................

50

.

46

.

1

............ τάσσομέν τε τὰ ἄγκιστρα ἐκ τῶν ὄπισθεν μερῶν τοῦ ὄγκου διεστῶτα ἀπ’ ἀλλήλων, ὥστε τετράγωνον φαίνεσθαι τὴν ὑπ’

50

.

46

.

2

αὐτῶν διάστασιν. καθαπτέσθω δ’ αὐτῶν τὰ δύο πρὸς αὐτῇ τῇ διαιρέ‐ σει τοῦ ἐπιγαστρίου κάτω διαστέλλοντα τοὺς ὑμένας· ἡ γὰρ ἔρευνα καὶ ἡ εὕρεσις πρὸς τῇ βάσει γίνεται τοῦ περιτοναίου· αὐτό τε γὰρ ἑαυτοῦ τῇδε εὐρωστότερόν ἐστι καὶ πλατύτερον, ὡς ἂν εἰς ὀξεῖαν
5κορυφὴν [τὰ] κατὰ μικρὸν ἀπολῆγον· τὰ δ’ εὔρωστα καὶ μείζω τῶν

50

.

46

.

3

ὡς ἑτέρως ἐχόντων εὐκαταληπτότερα. ἐπὶ δὲ τῇ διαστάσει τῇ γενομένῃ τῶν δεδηλωμένων τόπων ὑπὸ τῶν ἀγκίστρων, ὁ μὲν ὑπηρέτης ἀνα‐ τείνων τὸν δίδυμον ἐπὶ [τὸ] ποσὸν αὐτὸν πλαγιαζέτω καὶ πρὸς τὸν ὄσχεον ἀνιέτω, ἵνα πρὸς τὴν ἐνέργειαν ἡ κατὰ κάθετον ἀνάτασις τοῦ
5διδύμου μὴ ἐμποδίζῃ, αὐτοὶ δὲ τοὺς ὑμένας τοὺς διατεταμένους ὑπὸ τῶν ἀγκίστρων διελοῦμεν κατὰ μῆκος καὶ μετὰ τὴν διαίρεσιν περιε‐

50

.

46

.

4

λοῦμεν αὐτούς. καὶ εἰ μὲν φαίνοιτο γυμνὰ τὰ ἀγγεῖα, εἰσόμεθα ὅτι οὐκέτι περιαιρέσεως ὑμένων δεῖ, ἀλλὰ τῆς ἐρεύνης τοῦ περιτοναίου· εἰ δέ τινες ὑμένες ἐπιφαίνοιντο περιειληφότες τὸν ὄγκον σὺν τοῖς ἀγγείοις, εἰς τούτους ὁμοίως καταπείραντες ἄγκιστρα, παραπλησίως
5καὶ τούτους διαιροῦντες ἐκτέμνομεν, καὶ τοῦτο ποιοῦμεν, μέχρις ἂν μή τις ὑμὴν ἐμποδίσῃ περικείμενος πρὸς τὴν ἔλληψιν τοῦ περιτοναίου.

50

.

46

.

5

ἐπεὶ δὲ τὰ ἀγγεῖα κενούμενα μιμεῖται τὴν τῶν ὑμένων ὁμοιότητα, δεῖ κελεύειν τῷ ὑπηρέτῃ καὶ πλαγιάζειν τὸν δίδυμον ἰσχυρῶς καὶ ἀνιέναι τὴν τάσιν πρὸς τὸ ἐπιρρυῆναι πάλιν εἰς αὐτὰ τὸ αἷμα καὶ

50

.

46

.

6

ἐμφανῆ καὶ γνώριμα καταστῆναι. εὑρόντες δὴ τὰ ἀγγεῖα καὶ ἀπολα‐ βόντες αὐτὰ ἰδίᾳ πρὸς τῷ βουβῶνι (ἐν τούτῳ γὰρ τῷ μέρει καὶ ἡ θέσις αὐτῶν ἐστιν ἡ φυσική), πάλιν ἐν τῷ ἐπὶ θάτερα πρὸς τῷ κύκλῳ τὸν κρεμαστῆρα ἐρευνήσομεν· ῥᾳδία δὲ κἀκείνου λοιπόν ἐστιν
5ἡ εὕρεσις, κεχωρισμένων τῶν ἀγγείων· γνωριοῦμεν δ’ αὐτὸν ἐκείνοις

50

.

46

.

7

τοῖς σημείοις 〈οἷσ〉 ἐπὶ τῶν ἑτέρων ὄγκων παρεδείξαμεν. διακεκρι‐ μένων δὴ τῶν ἀγγείων καὶ τοῦ κρεμαστῆρος, τὸ ἐν μέσῳ σῶμα τὸ

50

.

46

.

8

περιτόναιόν ἐστιν. ὁ μὲν οὖν τῆς ἐπιβολῆς τρόπος ἐστὶν οὗτος· οὐδὲν μέντοι κωλῦόν ἐστι πρότερον ἐντυχόντα τῷ κρεμαστῆρι [τε] κατ’ ἔρευ‐ ναν αὐτοῦ, εἶτα κατὰ συντυχίαν ἄλλως ἐξ ὑστέρου ἐπὶ τὴν τῶν ἀγ‐ γείων εὕρεσιν ἀφικνεῖσθαι.

50

.

47

t

Περὶ διαφορᾶς περιτοναίου καὶ δαρτῶν σωματοποιημένων.

50

.

47

.

1

Ῥητέον δ’ ὅπως ἄν τις χειρουργῶν μὴ διαψευσθείη· οἱ γὰρ ὑμέ‐ νες οἱ δαρτοὶ ὡς ἐπίπαν διὰ τῆς συνεχοῦς χειραψίας σωματοποιη‐

50

.

47

.

2

μένοι πολλῷ γίνονται παχύτεροι τοῦ περιτοναίου. ἀπατῶσι δὴ πολ‐ λοὺς τῶν χειρουργῶν διὰ τὸ πάχος οἰομένους τοῦτο εἶναι τὸ περι‐

50

.

47

.

3

τόναιον. διακρινοῦμεν δὴ τοῦ περιτοναίου τοὺς δαρτοὺς χρώματι, συστάσει, περιφερείᾳ· χρώματι μέν, ἐπειδὴ τὸ περιτόναιον λευκόν ἐστιν, ἅτε νευρῶδες ὄν, καὶ [ὑπὸ] τῇ κύστει παραπλήσιον κατὰ τὴν χροιάν, οἱ δὲ δαρτοὶ σφόδρα ἐνερεύθεις διὰ τὸ εὖ μάλα κατηγγιῶ‐
5σθαι· συστάσει δέ, ἐπεὶ τὸ μὲν περιτόναιον πυκνόν ἐστι καὶ ναστὸν καὶ λεῖον, οἱ δ’ ἐκ τῶν ἐναντίων χαῦνοι καὶ δασεῖς καὶ ἀνώμαλοι·
περιφερείᾳ δέ, ἐπεὶ τὸ μὲν κοῖλόν ἐστιν ὥσπερ καὶ κύστις, οἱ δ’ οὐδεμίαν ἔχουσιν ἐντὸς τοιαύτην εὐρυχωρίαν, ἀλλ’ ἁπλῶς περιβέβλην‐

50

.

47

.

4

ται. περιελόντες οὖν οἵῳ δήποτε τρόπῳ τοὺς δαρτούς (βέλτιον γὰρ περιελεῖν ἤπερ ἁπλοτομεῖν, οὐκ ὀλίγα συντελούσης τῆς περιαιρέσεως πρός τε τὴν εὔκολον εὕρεσιν τοῦ περιτοναίου καὶ τὴν ῥᾳδίαν τῶν ἀγγείων καὶ τοῦ κρεμαστῆρος διάκρισιν καὶ τὴν εὐεργεσίαν τῆς ἀπο‐
5θεραπείας, ἀνοιδούντων τῶν δαρτῶν καὶ φλεγμαινόντων, εἰ μὴ περι‐ αιρεθεῖεν, ἐμποδιζόντων δὲ πρὸς τὸν ἔναιμον τῆς ἀποθεραπείας τρό‐ πον) τά τε ἀγγεῖα, ὁπόσα ἐν τοῖς δαρτοῖς εὔρωστα εὑρεθείη, πάντα διασφίγξαντες πρὸς τὸ μὴ αἱμορραγεῖν μετὰ τὴν χειρουργίαν μηδ’ ἐνθρομβώσεως αἴτια γίνεσθαι ..., τὰ δὲ μικρότερα καταπείραντες εἰς
10αὐτὰ ἄγκιστρα καὶ περιστρέψαντες πολλάκις καὶ ἀποτυφλώσαντες αὐτὰ διὰ τῆς περιστροφῆς, ἐπὶ τὴν 〈τοῦ〉 περιτοναίου διάκρισιν ἐλευσόμεθα.

50

.

47

.

5

χωρίσαντες οὖν αὐτὸ τῶν τε ἀγγείων καὶ τοῦ κρεμαστῆρος καὶ τοῦ ἐλυτροειδοῦς (χωρίζεται δ’ εὐκολώτατα, εἰ τύχοιεν οἱ δαρτοὶ περι‐ ῃρημένοι μέν, ὅλος 〈δ’〉 ὁ κρεμαστὴρ ὅ τε δίδυμος μετὰ τοῦ ἐλυ‐ τροειδοῦς ἄσκυλτοι τύχοιεν εἶναι), τὸ μὲν περιτόναιον ἀνατείναντες
5σφόδρα τῷ ὑπηρέτῃ παραδώσομεν κρατεῖν ἐάσαντα τὸν δίδυμον, αὐτοὶ δὲ κατατάξαντες εἰς τὸν ὄσχεον τὸν δίδυμον σὺν τοῖς ἀγγείοις καὶ τῷ κρεμαστῆρι, οὕτως ἐπὶ τὴν κατανόησιν ἐλευσόμεθα τοῦ περι‐

50

.

47

.

6

τοναίου. διὰ τοῦτο δὲ κατατάσσομεν πρὸ τῆς ἀποκοπῆς τοῦ περι‐ τοναίου τὸν δίδυμον εἰς τὸν ὄσχεον, ἵνα μὴ πολλαῖς ὥραις ἔξω μέ‐

50

.

47

.

7

νων ἐπιψύχηται. μετὰ δὲ τὴν κατάταξιν, εἴτε ἄρα τῷ περιτοναίῳ ὑμὴν δαρτὸς προσηρτημένος εἴη, 〈εἴτε μή〉, χωρίσαντές τε αὐτὸ πάν‐ των τῶν ἄλλων σωμάτων ψηλαφήσαντές τε ἐπιμελῶς, μή τις ἄρα ἕλιξ ἐντέρου παρωλισθηκυῖα εἰς αὐτὸν λανθάνῃ (γνωρισόμεθα δὲ τοῦτο
5τῇ διαυγείᾳ· πλατυνομένου γὰρ ταῖς χερσὶ τοῦ περιτοναίου, κατ’

50

.

47

.

8

ἐκεῖνα οὐ δυνήσεται διαυγεῖν τὰ μέρη καθ’ ἃ ἡ ἕλιξ κεῖται· γνωσό‐ μεθα δὲ τῇ ἁφῇ· ἀνώμαλον γὰρ τῷ πάχει τὸ περιτόναιον ὑποπεσεῖ‐ ται, πῂ μὲν λεπτὸν ὄν, 〈ᾗ〉 τῆς ἕλικος κεχώρισται, πῂ δὲ παχύτερον, ὡσανεὶ καὶ τῆς ἕλικος ὑποπιπτούσης δεδιπλωμένης). ..............

50

.

48

t

Περὶ ἀποκοπῆς περιτοναίου.

50

.

48

.

1

Εἰ μὲν οὖν παράκειτο τὸ ἔντερον, κενὸν δ’ εἴη τὸ περιτόναιον, ἐπὶ τὴν ἀποκοπὴν χωρήσομεν τοῦ περιτοναίου· ἀποκόπτομεν δὲ μά‐ λιστα τῆς συμμετρίας στοχαζόμενοι· εἴτε γὰρ ὀλιγώτερον τοῦ κατω‐
λισθηκότος παντὸς ἀποκοπείη, παλιγγενεσίας αἴτιον, κεχαλασμένων
5τῶν χειλῶν καὶ πάροδον εὔκολον παρεχόντων τῇ κατολισθήσει τῶν ἐντέρων· εἴτε πλείω τοῦ κατολισθαίνοντος ἀποκοπείη, προσεπισπα‐ σθέντος ἐκ μέρους καὶ τοῦ κατὰ φύσιν, γίνονται μὲν καὶ πάλιν κῆλαι πολλάκις, μὴ δυναμένων εἰς αὑτὰ συντρέχειν τῶν χειλῶν τοῦ περι‐ τοναίου διὰ τὸ μέγεθος τῆς ἐκτομῆς, καὶ κινδυνεύουσι δὲ πολλάκις,

50

.

48

.

2

ὡς ἂν τῶν κατὰ φύσιν σωμάτων περιῃρημένων. ἵνα οὖν μὴ πλανη‐ θῶμεν τῷ μέτρῳ, δεῖ τὸ περιτόναιον ἐπισπᾶσθαι πρὸς τὸ ἐκτὸς ἐχο‐ μένους τῆς κορυφῆς αὐτοῦ· ὅταν δ’ ἄρχηται τὰ χείλη τῆς ἐν τῷ ἐπιγαστρίῳ διαιρέσεως ἐκτρέπεσθαι, συνακολουθοῦντος τῷ ἐπισπασμῷ
5τοῦ περιτοναίου, ἔξω τῆς διαιρέσεώς ἐστιν· εἰ δὲ σφόδρα ἐκτραπείη τὰ χείλη, γινώσκειν ὅτι πέρα τοῦ δέοντος ἐπεσπασάμεθα, καὶ ἐνδι‐

50

.

48

.

3

δόναι προσήκει. μετὰ δὲ τὴν ἀπόληψιν τὴν αὐτάρκη περιστρέφομεν· μετὰ γὰρ τὴν ἀθρόαν ἀποκοπὴν φρίσσον τε καὶ συντρέχον εἰς ἑαυτὸ

50

.

48

.

4

οὕτως μύει, ὡς μηκέτι μηδὲ πυρῆνα μήλης παραδέχεσθαι. εἰ δ’ ἕλιξ ἐντέρου κατωλισθηκέναι τύχοι, ἀπὸ τῶν κενεώνων ἀρξάμενοι τοῦ περιτοναίου πρὸς τῇ κορυφῇ τῶν μερῶν, ἠρέμα τὴν ἕλικα εἰς τὸ βάθος ἀπωσάμενοι, τῷ τε ὑπηρέτῃ τοὺς δακτύλους ἀμφοτέρων τῶν
5χειρῶν παραδώσομεν τάξαι παρὰ τὰ χείλη τῆς διαιρέσεως καὶ περι‐ λαβόντα τὸ ἀπωσθὲν μέρος τοῦ ἐντέρου ἀναβιβάζειν τε καὶ κατέχειν διὰ τῶν δακτύλων ἔνδον ὑπὲρ τοῦ μὴ προπεσεῖν αὖθις, οὕτως τε

50

.

48

.

5

ἐπὶ τὸ μέτρον τῆς ἀποκοπῆς ἐλευσόμεθα. εἰ δὲ προσφυὲς κατά τι μέρος τὸ ἔντερον τῷ περιτοναίῳ (γνωρίσομεν δ’ ἐκ τοῦ μηδαμῶς ἐκθλίβεσθαι τοῖς δακτύλοις μηδὲ χωρίζεσθαι κατ’ ἐκεῖνο τὸ μέρος τοῦ περιτοναίου δύνασθαι), τῷ μὲν ὑπηρέτῃ κελεύσομεν δι’ ἀμφοῖν ταῖν
5χεροῖν συνέχειν τε τὰ χείλη τῆς διαιρέσεως καὶ ἄνωθεν εὖ μάλα τὰ ἔντερα, ὡς μὴ δύνασθαι προπεσεῖν ἄλλην ἕλικα, αὐτοὶ δ’ ἐν τοῖς λεπτοῖς τοῦ περιτοναίου 〈τοῖσ〉 κεχωρισμένοις 〈τοῦ〉 ἐντέρου διαίρεσιν ἐμβαλόντες ἱκανὴν παραδέξασθαι δάκτυλον καθήσομεν τὸν λιχανὸν καὶ κατ’ ἐπικόπου τοῦ δακτύλου διελοῦμεν τὸ περιτόναιον παρὰ τὴν
10πρόσφυσιν τοῦ ἐντέρου, προσκαταλιπόντες πᾶν τὸ προσπεφυκὸς τῷ

50

.

48

.

6

ἐντέρῳ τοῦ περιτοναίου. μετὰ τοῦτό τε καταπείραντες εἰς τὰ χείλη τοῦ περιτοναίου δύο τυφλάγκιστρα καὶ ἀνατείνειν ὑπηρέταις παρα‐ δόντες αὐτοὶ τὸ ἔντερον ἀπηλλαγμένον ἤδη τοῦ περιτοναίου, συναπο‐ φέροντες αὐτῷ τὸ καταλειφθὲν ἐκ τῆς προσφύσεως, ἀπώσομεν διὰ τοῦ
5λιχανοῦ, ἔτι 〈τε〉 ἐγκειμένης τῆς κορυφῆς τοῦ δακτύλου, περιστρέ‐ φειν διὰ τῶν ἀγκίστρων τὸ περιτόναιον ἀρξόμεθα, ἔπειτα ὑποσπά‐ σαντες τὸν δάκτυλον ἐπὶ πλέον τε περιστρέψαντες τὸν ὑμένα κατὰ
τὸ εἰρημένον μέρος ἀποκόψομεν.

50

.

49

t

Περὶ τῆς μετὰ τὴν χειρουργίαν ἐπιμελείας.

50

.

49

.

1

Μετὰ δὲ τὴν ἀποκοπὴν τοῦ περιτοναίου τῷ μὲν ὑπηρέτῃ ἀνέχειν καὶ φυλάττειν κατὰ χώραν τὰ ἔντερα προστάξομεν, αὐτοὶ δὲ τὸν δί‐ δυμον ἀναθλίψαντες ἀναβαλοῦμεν, καὶ τὸν ὄσχεον ἐνδιπλοῦντες διὰ τοῦ παραμέσου δακτύλου, καθάπερ τοῦτο ἐπράττομεν κατ’ ἀρχάς,
5σπογγίσαντές τε τὸν δίδυμον καὶ τὰ ἀγγεῖα καὶ τὸν κρεμαστῆρα ἐκθρομβώσαντές τε τὸν ὄσχεον, εἰ ἄρα τύχοι τι τοῦ αἵματος εἰς αὐτὸν συνδεδόσθαι (εἰ δ’ ἄρα ἔτι ἐπιδακρύει τὰ σώματα, καὶ τὴν κα‐ λουμένην εἰς ὑπόρρυσιν τομὴν παραληψόμεθα, ἥτις ἐμβάλλεται κατ’ ἐπικόπου τῆς κορυφῆς τοῦ παραμέσου δακτύλου τοῦ τὸν ὄσχεον
10ἐκτρέποντος διὰ τῆς ἐν τῷ ἐπιγαστρίῳ διαιρέσεως), λημνίσκον στενόν, ἄνωθεν ἔτι ἐγκειμένου τοῦ δακτύλου, ἐμβιβάσομεν εἰς τὴν διαίρεσιν τὴν 〈εἰσ〉 ὑπόρρυσιν καὶ τὴν ἀρχὴν αὐτοῦ διὰ τῶν δακτύλων τῆς ἀριστερᾶς χειρὸς εἰς τὸ κάτω μέρος ἐπισπασόμεθα τὸν δίδυμόν τε πάλιν εἰς τὴν οἰκείαν κατατάξομεν χώραν μετὰ τῶν ἐμπεφυκότων

50

.

49

.

2

αὐτῷ σωμάτων. μετὰ δὲ ταῦτα μότῳ ξηρῷ ταύτην πᾶσαν ἐκπληρώσο‐ μεν τὴν ἐν τῷ ἐπιγαστρίῳ τομήν, ἄλλοις τε μότοις μετὰ τοῦτο διαβρόχοις ταῖς καὶ ἐφ’ ὑδροκηλῶν εἰρημέναις ἐμβροχαῖς τὴν διαίρεσιν ἐμπλάσομεν καὶ ἄλλοις τὸ ἐπιγάστριον ἐπιληψόμεθα, ἐπιδήσομέν τε
5καὶ ἀποθεραπεύσομεν παραπλησίως ὥσπερ ἠξιοῦμεν τοὺς ὑδροκηλι‐

50

.

49

.

3

κούς. ἐπὶ δὲ τούτων ἀκριβέστερον ἕκαστα πράττοντες, καὶ τοῖς σκέ‐ λεσιν αὐτῶν ἠρέμα συνηγμένοις ἑκατέρῳ προσκεφάλαιον ὑπεμβαλοῦ‐ μεν κατὰ τὰς ἰγνύας, ὥστε ὁμοῦ μὲν ἀναρρεπῆ μένειν, ὁμοῦ δ’ ἐν

50

.

49

.

4

διαστάσει φυλάττεσθαι τὰ σκέλη, μὴ ὑποπίπτοντα τῇ διαιρέσει. τένον‐ τας δὲ καὶ ὑποχόνδρια καὶ βουβῶνας λιπανοῦμεν ἐμβροχῇ μελικράτῳ 〈τε〉 σφόδρα διέφθῳ ποτίσομεν, ὑποστείλαντες καὶ τῇ πρώτῃ καὶ τῇ

50

.

49

.

5

δευτέρᾳ μετὰ τὴν χειρουργίαν. τῇ δὲ τρίτῃ λύσομεν ἀτμῷ τε πυριά‐ σομεν ἑφθῷ τε καταπλάσομεν ἄρτῳ καὶ τὸ ἐπιγάστριον καὶ τὸν

50

.

49

.

6

ὄσχεον· ἐχέτω δὲ μέλι ὁ ἄρτος πρὸς τὸ μὴ ἀποξυνθῆναι. καὶ τῇ τε‐ τάρτῃ λύσαντες καὶ καταιονήσαντες πάλιν ὕδατι καταπλάσομεν καὶ τῇ πέμπτῃ τοῖς αὐτοῖς χρησόμεθα μετά τε τὴν πέμπτην, εἴ γε μηδὲν ἐνοχλοίη, οἷον ἄλγημά τι ἢ συμπάθεια ἢ ἔμετος χολῆς 〈ἢ〉 ἀγρυπνία

50

.

49

.

7

ἡ πυρετός, ἐπὶ κηρώματα χωρήσομεν. μετὰ δὲ τὴν ἑβδόμην λύσομέν
τε καὶ τῶν μαλακτικῶν τινα ἐμπλάστρων ἐμβαλοῦμεν.

50

.

50

t

Τίνα σημεῖα τοῦ ἀκινδύνως ἔχειν τὸν χειρουργηθέντα.

50

.

50

.

1

Ἐπακολουθεῖ μὲν τοῖς ἀσφαλῶς μέλλουσι διαζῆν κατὰ τὴν πρώ‐ την ἡμέραν ὀδύνη περὶ τὴν τομὴν ἰσχυρά, ἐνίοις δὲ καὶ περὶ τὴν δευτέραν, πυρετός τε ὡς ἐπίπαν τῆς πρώτης νυκτὸς ἀρξάμενος, ἐνίοις

50

.

50

.

2

δὲ περὶ τὴν δευτέραν ἡμέραν ἢ νύκτα. ἐνδίδωσι δὲ ταῦτα περὶ τὴν τρίτην ἢ τὴν τετάρτην, καὶ ἱδρὼς ἐπιγίνεται λυομένῳ τῷ πυρετῷ.

50

.

51

t

Τίνα σημεῖα τῶν ἐπισφαλῶς ἐχόντων μετὰ τὴν χειρουργίαν.

50

.

51

.

1

Τῶν δὲ μὴ πάνυ εὐτρόπως διακειμένων 〈οἱ μὲν〉 ἐφαιμορραγοῦσι μετὰ τὴν χειρουργίαν, καὶ κινδύνους δύο κινδυνεύουσι, τὸν μὲν ἐκ τῆς ῥύσεως τοῦ αἵματος, τὸν δ’ ἐκ τῆς θρομβώσεως καὶ τῶν ἐξα‐ κολουθουσῶν συμπαθειῶν· οἱ δὲ χωρὶς αἱμορραγίας ἐν συμπαθείαις

50

.

51

.

2

γίνονται νευρικαῖς. καὶ τοῖς μὲν διὰ τὴν ῥύσιν τοῦ αἵματος κινδυ‐ νεύουσι παρακολουθεῖ ἰσχνότης, ἀτονία, σφυγμὸς μικρός, φωνὴ ἀλαμπής, ἄκρων περίψυξις, ἱδρὼς ὀλίγος ὑπόψυχρος· τοῖς δὲ γινο‐ μένοις ἐν συμπαθείᾳ, εἴτε διὰ θρόμβωσιν εἴτε ἄλλως παθεῖν τι ὑπο‐
5πτευομένοις, παρέπεται ταῦτα περὶ δευτέραν καὶ τρίτην ἢ καὶ ἔτι πόρρω· τὰ ὑποχόνδρια ὀδυνῶνται, τὸ ἐπιγάστριον αὐτοῖς πᾶν ἐντεί‐ νεται καὶ ἐμπνευματοῦται, καὶ πυρετὸς δριμύτερος ἐπακολουθεῖ, ταῖς νυξὶν ἐπιτεινόμενος μᾶλλον, καὶ κροτάφους ὀδυνῶνται καὶ τένοντα καὶ ῥάχιν ἰσχυρῶς, καὶ βουβῶνας ἔτι μᾶλλον, παραφέρονταί τε τῇ

50

.

51

.

3

διανοίᾳ. εἰ δὲ χαλεπώτερον ἔχοιεν, ταῦτα 〈τὰ〉 συμπτώματα σφοδρύ‐ νεται κατὰ λόγον τῆς χαλεπότητος, καὶ ἐκ τῶν τενόντων εἰς τοὐπίσω κατατείνονται δυσουριῶσί τε καὶ καρηβαροῦσιν ὥσπερ νεναρκηκότες

50

.

51

.

4

καὶ χολημετοῦσιν ἀγρυπνοῦσί τε καὶ ἀνόρεκτοι διατελοῦσιν. οἱ δ’ ὀλε‐ θρίως ἔχοντες μύουσι μὲν τῷ στόματι, συντεινομένων τῶν μασητήρων μυῶν, καὶ οὐ δύνανται διανοίγειν τὸ στόμα, οὔτε αἰσθητῶς οὔτε δια‐

50

.

51

.

5

λεγόμενοι· οἴονται γὰρ ὑπὸ παρισθμίων ἐνοχλεῖσθαι. καὶ τὸ ποτὸν πίνοντες ἀνακόπτουσιν εἰς τὰς ῥῖνας λύζουσί τε, καὶ ἡ γαστὴρ αὐτοῖς ἐκταράσσεται ταραχὴν χολώδη, καὶ τὰ περὶ τὴν διαίρεσιν οὐδ’ ὅλως λέγουσιν ἀλγεῖν.

50

.

52

t

Περὶ τῶν αἱμορραγούντων μετὰ τὴν χειρουργίαν.

50

.

52

.

1

Εἰ δ’ αἱμορραγοίη, λύσαντες καὶ ἀφελόντες τὰ μότα, εἰ μὲν οἷόν
τε εἴη, τὸ ἐφαιμορραγοῦν ἀγγεῖον ἐκληψόμεθα, εἴτε ἐν τοῖς δαρτοῖς ὑμέσιν εἴη τοῦτο, εἴτε ἐν τῷ περιτοναίῳ, εἴτε τι τῶν τρεφόντων τετρῶσθαι τύχοι· γνωσόμεθα δὲ τοῦτο ἐκ τῆς διοιδήσεως τοῦ ὀσχέου.

50

.

52

.

2

πάλιν ἀναβαλοῦμεν τὸν δίδυμον οὕτως τε τὸ ἀγγεῖον ἐκληψόμεθα.

50

.

52

.

3

εἰ δὲ μὴ δύναιτο ἀναβληθῆναι περιτεθρομβωμένος ὑπὸ τοῦ αἵματος, εὐθυτομήσαντες τὸν ὄσχεον, ὥσπερ ἐπὶ τῶν ὑδροκηλικῶν, καὶ τὸ αἷμα ἐκκρίναντες ἐπισπασάμενοί τε τὸν δίδυμον διὰ τῆσδε τῆς διαιρέσεως καὶ συνελκύσαντες αὐτῷ τὰ ἀγγεῖα ἀποβροχίσομεν τὸ αἱμορραγοῦν.

50

.

52

.

4

εἰ δὲ μὴ ἐξ ἀγγείου φέροιτο μεγάλου, πολλὰ δ’ ἐπιδακρύοι σώματα, εἰ μὲν ἄνωθεν, ταῖς τε ψυχούσαις καὶ στυφούσαις ἐμβροχαῖς ἀδια‐ λείπτως ἀπαντλήσομεν μάννῃ τε πολλῇ χρησόμεθα ἐπιπάττοντες καὶ Λημνίᾳ σφραγῖδι καὶ ἀστέρι Σαμίῳ καὶ σπόγγῳ καινῷ, πίσσῃ μὲν
5ἐνειληθέντι ὑγρᾷ, καέντι δὲ μετὰ τοῦτο καὶ λειωθέντι, χάρτῃ τε κε‐

50

.

52

.

5

καυμένῃ καὶ τοῖς ὁμοίοις. εἰ δ’ ἐκ τοῦ ὀσχέου γένοιτο ἡ ἐπιδάκρυσις, ἐμβαλόντες, ὡς ἔφαμεν, τὴν ἐν τῷ ὀσχέῳ διαίρεσιν εὐθυτενῆ, εἰ μὲν ὁ δίδυμος ἀνηρτῆσθαι τύχοι, τοῖς εἰρημένοις ἰσχαίμοις ἐμπάσσομεν τὸν ὄσχεον, εἰ δὲ μένοι κατὰ χώραν, μάννῃ καὶ κυαμίνῳ ἀλεύρῳ ὅτι
5λεπτοτάτοις [τὸν ὄσχεον]· προσηνῆ γάρ ἐστι ταῦτα τῷ διδύμῳ.

50

.

53

t

Περὶ τῶν 〈ἐν〉 νευρικαῖς συμπαθείαις γινομένων.

50

.

53

.

1

Εἰ δὲ φλεγμαινόντων τῶν σωμάτων νευρικαὶ συμπάθειαι παρα‐ κολουθοῦσι, φλεβοτομεῖν χρὴ τηνικαῦτα καὶ λιπαίνειν εὖ μάλα ταῖς

50

.

53

.

2

ἐμβροχαῖς. εἰ δὲ μᾶλλον ὑποπτεύοιτο ὁ κίνδυνος, πύρεθρον καὶ κά‐ χρυ καὶ πέπερι καὶ καστόριον ἐμπασσέσθω, καὶ λιπαινέσθωσαν πλέον τῶν ἄλλων τένοντές τε καὶ χεῖρες, καταιονάσθωσάν τε ἀπὸ τοῦ ὀμ‐ φαλοῦ μέχρις ὀσχέου ἀφέψημα [τε] τήλεως, λινοσπέρμου, μαλάχης.

50

.

53

.

3

τὴν δὲ διαίρεσιν καὶ τὸν ὄσχεον κατ’ ἀρχὰς μὲν ἐρίοις οἰσυπηροῖς, προεπιβεβλημένων μότων τῇ διαιρέσει, σκεπαστέον ἐπιτεγγομένοις συνεχῶς οἰνελαίῳ πολλῷ καὶ θερμῷ, μέχρις ἂν ἀρχὴν λάβῃ διαπυή‐ σεως, εἶτ’ ἐπὶ τὰ καταπλάσματα μεταβατέον, ἐπὶ τούτοις φάρμακα
5ἐπὶ τὰς τομὰς παραληπτέον, εἴτε πρὸς διαπύησιν εἴτε πρὸς ἀνακά‐ θαρσιν εἴτε καὶ πρὸς ἀπούλωσιν καί τινων κόλπων κόλλησιν· εὔδηλα

50

.

53

.

4

δὲ πάντα ἐστίν. ἐχέτω δὲ τὰ καταπλάσματα ἄρτου καὶ μέλιτος καὶ

50

.

53

.

5

λινοσπέρμου καὶ πηγάνου καὶ κυμίνου. εἰ δὲ μὴ κουφίζοιντο πρὸς αὐτῶν, ἀντὶ τῆς καταιονήσεως εἰς πύελον ἐμβιβαζέσθωσαν .........
.........................................................