TLG 0721 026 :: ANONYMI MEDICI :: Διάγνωσις περὶ τῶν ὀξέων καὶ χρονίων νοσημάτων

ANONYMI MEDICI Med.
(Varia)

Διάγνωσις περὶ τῶν ὀξέων καὶ χρονίων νοσημάτων

Source: Fuchs, R. (ed.), “Aus Themisons Werk über die acuten und chronischen Krankheiten” [Rheinisches Museum 58] 1903: 69–114.

= Anonymus Darembergii

Citation: Section — (line)

t

Διάγνωσις περὶ τῶν ὀξέων καὶ χρονίων νοσημάτων.

1

Φρενίτιδος αἰτία. κε. ιγ Ἐρασίστρατος μὲν ἐξ ἀκολούθων τῶν ἑαυτοῦ δογμάτων
φησὶ γίνεσθαι τὴν φρενῖτιν κατά τι πάθος τῶν κατὰ τὴν μήνιγγα ἐνεργειῶν· οὗ γὰρ τόπου κατ’ αὐτὸν ἡ νόησις φρόνησις, ἐπὶ69
5τούτου ἡ παρανόησις παραφρόνησις ἂν εἴη. Πραξαγόρας δὲ φλεγμονὴν τῆς καρδίας εἶναί φησι τὴν φρενῖτιν, ἧς καὶ τὸ κατὰ φύσιν ἔργον φρόνησιν οἴεται εἶναι· ὑπὸ δὲ τῆς φλεγμονῆς ταρασσομένην τὴν καρδίαν τοῦδε τοῦ πάθους συστατικὴν γίνεσθαι. Ὁ δὲ Διοκλῆς φλεγμονὴν τοῦ δια‐
10φράγματός φησιν εἶναι τὴν φρενῖτιν, ἀπὸ τόπου καὶ οὐκ ἀπὸ ἐνεργείας τὸ πάθος καλῶν, συνδιατιθεμένης καὶ τῆς καρδίας· ἔοικε γὰρ καὶ οὗτος τὴν φρόνησιν περὶ ταύτην ἀπολείπειν· διὰ τοῦτο γὰρ καὶ τὰς παρακοπὰς ἕπεσθαι τούτοις. Ὁ δὲ Ἱπποκράτης τὸν μὲν νοῦν φησιν ἐν τῷ ἐγκεφάλῳ τετάχθαι καθάπερ τι ἱ‐
15ερὸν ἄγαλμα ἐν ἀκροπόλει τοῦ σώματος· χρῆσθαι δὲ τροφῇ τῷ περὶ τὴν χοριοειδῆ μήνιγγα αἵματι. ὅταν δὲ τοῦτο ὑ‐ πὸ τῆς χολῆς φθαρῇ, ὑπαλλάττει καὶ τὸ τρεφόμενον τῆς ἰδίας δυ‐ νάμεως· οὗ γὰρ ἡ ἔντακτος καὶ κατὰ φύσιν κίνησις φρόνησις ἦν, τούτου ἡ ἄτακτος καὶ παρὰ φύσιν παραφρόνησις ἂν εἴη.
20Φρενίτιδος σημεῖα. Φρενῖτιν δὲ σημαίνει συνε‐ χὴς πυρετὸς ἐπιγινόμενος εἰς νύκτα καὶ μὴ διαλείπων τι μηδὲ ἀξιόλογον ἐπανιείς, σφυγμὸς δεδιω〈γ〉μένος, σμικρός, πυκνός, ἀναπνοὴ συνεχίζουσα καὶ μὴ δι〈ι〉στᾶσα τελείως θώρακα
25καὶ πρὸς τούτοις ἀγρυπνία διηνεκὴς καὶ παραφορὰ τῆς διανοίας καὶ ποτὲ μὲν ὀργιζομένου καὶ ἀγριαίνοντος καὶ ἔξω τρέχοντος,
26
ποτὲ δὲ ἱ‐ λαροῦ καὶ ᾄδοντος ἢ κατακειμένου καὶ ἐπὶ τὸν ἀέρα τὰς χεῖρας ἔχοντος ἢ τὰς κροκίδας τῶν ἱματίων ἐκλέγοντος ἢ καρφολο‐ γοῦντος καὶ ἀπὸ τῶν τοίχων ἀφαιροῦντος καὶ δοκοῦντος ἀπο‐
29τίλλειν70
30μηδὲν αἴροντος καὶ ψηλαφῶντος, περίψυξις δὲ ἄκρων, ἀγρυπνία δι’ ὅλου, παρακοπὴ ἢ ἀποσιώπησις, γέλως ἢ κατήφεια, ὄμματα ἐνερευθῆ, ὀξυκίνητα, δακρύοντα. κροκοδίζουσι δὲ οἱ ἐν τῷ πάθει. ἡ γλῶττα τούτων ἄνικμος, ὄρεξις ἄλλοις ἄλλη. κινδυνεύουσι δέ. ὑποχόνδριον προσεντείνεται καὶ
35ἀνασπᾶται, τράχηλος δὲ καὶ πρόσωπον ἐφιδροῖ, κοιλία καταρρεῖ, τὸ σῶμα ὑποτρέμει. εἰ δὲ ἀποθνησκόμενοι ἐν τῷ πάθει, ὀξυφωνοῦσιν, ἀσαφῆ λαλοῦσι, τραυλίζουσι, ἀσφυκτοῦσι, δυσπνοοῦσι. ταῦτα πάντα φρενιτικὰ εἶναι ὑπαγόρευε. Φρενίτιδος θεραπεία.
40Τοὺς δὲ φρενιτικοὺς πρῶτον μὲν κατακλιτέον ἐν τόπῳ φωτεινῷ· κατάλληλον γὰρ τοῖς πλείστοις τὸ τοιοῦτον. τοῖς δὲ πρὸς τὸ
41
φῶς ἐκ‐ ταρασσομένοις τὸν ἁρμόζοντα ἔκκρινε ἀέρα. ἐνίοις δὲ παρα‐ ληπτέον καὶ τὸ τοῦ λύχνου φέγγος. καὶ τοὺς μὲν ἐκ πρώτης
43
ἢ δευτέρας ἡμέρας παρακόψαντας φλεβοτομητέον παρόντων τῶν πρὸς τὴν
44φλε‐
45βοτομίαν ἀριθμῶν περὶ τὴν δευτέραν ἢ τρίτην ἡμέραν, σπανίως δὲ περὶ τὴν τετάρτην. εἰ δ’ οὖν κλυστῆρι μετακτέον ἐπὶ τὰ κάτω τὴν ὕλην. τροφὴν δὲ μετὰ διάτριτον προσοίσομεν ὡς ἐπὶ τῷ θεῷ τὰς εὐαρεστήσεις ἐκλαμβάνοντες. ποτοῦ ἀφειδοῦν καὶ ἐπὶ τούτων καὶ μὴ βουλομένους ὑπομνηστέον. ἐμβροχαῖς δὲ

1

(50)

τὴν κεφαλὴν μέχρι πρώτης διατρίτου διὰ ῥοδίνου ὠμοτριβοῦς ἐλαίου παραλαμβανέσθωσαν, ἀπὸ δὲ ταύτης ἡ δι’ ὀξυροδίνου, ἑνὸς δὲ ὄξους πρὸς πέντε ῥοδίνου μεμιγμένου. ἐπιμενούσης δὲ τῆς παρακοπῆς συμπλεκέσθωσαν τούτοις καὶ χυλοὶ ἡδυόσμου τε καὶ πηγάνου ἢ κισσοῦ· πολὺ δὲ πρότερον ἑρπύλλιον·
55μετὰ δὲ τὴν δευτέραν διάτριτον, εἴ τις εἴη ἐν τοῖς μέσον φλεγμονή, σικυαστέον μετὰ κατασχασμοῦ, εἰ δὲ μὴ χω‐ ρὶς τούτου· μετὰ δὲ ταῦτα ἰνίῳ καὶ βραχίονι σικύας κολλητέον. εἰ δὲ πρὸς τούτων ἓν τῶν εἰρημένων ὑπείκοιεν ἡ νόσος, χρη‐ στέον ἕωθεν πρός τε τοὺς ὕπνους καὶ τὰς παρακοπάς.
60κατάλληλον δὲ καὶ ταῦτα αἱρετέον τοῖς πάσχουσι πρὸς δύ‐ ναμιν τὸ πᾶν ἀφορῶντες. ἐν δὲ ταῖς τῶν παρακοπῶν φαντασίαις τῇ ἀπὸ λόγου βοηθείᾳ παρηγορήσομεν περιστάντες ὅτι οὐκ ἐχθροί, ἀλλὰ φίλοι οἱ παρόντες, ὁτὲ δὲ ἐπιπλήξομεν. ἐνίοις δὲ τὰ πρῶτα συναρεσθέντες ὕ‐71
65στερον ὑποθετικῶς παραστήσομεν τὰ ἠγνοημένα καὶ ἐπεισά‐ ξομεν (τοῖς μὲν οὖν αἰδεσθήσονται, τοῖς δὲ φοβηθήσονται). ἐνίοις τέκνα παρηγορήσοντα καὶ ἄλλοις γυναῖκας, εἰ δὲ καὶ πρός τινας ἐρωτικῶς ἔχουσιν. ἐν καλῷ οὖν καιρῷ παραλη‐ φθήτω τῆς ἡσυχίας, ἅπαν ἐν τούτοις θέμενος. ὑπνωτικοῖς
70δὲ χρησόμεθα προσκλύσμασι τῷ διὰ κωδιῶν ἢ ὑοσκυ‐ άμου ἀφεψήματι, καταπλάσμασι δὲ ἐπὶ τοῦ μετώπου ἑρπυλλίῳ ἐν γλυκεῖ ἑψημένῳ. τούτῳ δὲ μάλιστα ἐν παροξυσμοῖς χρηστέον. ἢ ἑφθὰς λείας τὰς κωδίας ἀναλαμβάνοντες ἄρτῳ μετὰ ῥοδίνης κηρωτῆς καταπλάσσομεν. περιχρίσματα
75δὲ δι’ ὀποῦ μήκωνος ἢ μανδραγόρου χρηστῆς. ὑπνωτικοῖς τροχίσκοις χρησόμεθα. προποτιστέον δὲ καὶ τοῖς διὰ μανδρα‐ γόρου καὶ ὀποῦ μήκωνος ἀνωδύνοις. τελευταῖον δὲ καὶ ἐπὶ τὰς ἑδρικὰς κροκίδας συμφευξόμεθα. δεῖ δὲ ἀναλαβόντας ἐρίῳ μή‐ κωνος ὀπὸν ἢ μανδραγόρου καὶ ἀποδήσαντας λίνῳ καθιέναι
80εἰς τὴν ἕδραν, εἰ δέ τισι χρησόμεθα, εὐβαφῶς καὶ μὴ βιαίως αὐτὴν ποιούμενοι. συναλείμμασι δὲ ἀφ’ ἑαυτῶν τοῖς διὰ παλαιοῦ ἢ Σικυωνίου ἐλαίου ἀναμεμιγμένου καστορίου χρησό‐ μεθα καὶ προποτιοῦμεν αὐτούς. προσοίσομεν δὲ καὶ σικύας ἐν σπονδύλῳ καὶ ῥάχει καὶ ὀσφύϊ, μετὰ ταῦτα δὲ καὶ
85θώρακι καὶ ὑποχονδρίοις, ἐπὶ δὲ γυναικῶν καὶ ἤτρῳ καὶ βουβῶσι. ταῖς δὲ τοιαύταις βοηθείαις ἐπιτρεπουσῶν τῶν δυνάμεων πλεονάκις χρησόμεθα, ἀεὶ δὲ μετὰ τοῦτον τὸν κλυστῆρα ὡς μέγιστον βοήθημα ἐγκρίνοντες καὶ τοὺς βαλα‐ νισμοὺς διὰ χολῆς ταυρείας καὶ νίτρου ἢ διὰ στυπτηρίας ὑγρᾶς
90καὶ μέλιτος. μετὰ δὲ τὴν τρίτην ἢ τετάρτην διάτριτον ἐπιμενόντων τῶν παροξυσμῶν ἐμβιβαστέον εἰς ἔλαιον θερμόν. ἔστω δὲ Σάμιον ἢ παλαιὸν ἢ Σικυώνιον. καὶ εἰ πρὸς τοῦτο εὐαρεστηθεῖεν, ἐπιμενέτω. τοὺς δὲ ἐν κατα‐
φορᾷ πλείονι διιόντας διεγείρειν δεῖ τοῖς διὰ νάπυος72
95φοινιγμοῖς καὶ ταῖς ἀκολούθοις πυρίαις. προσακτέον δὲ καί τινα τῶν πταρμικῶν. εἰ δὲ πρὸς μηδὲν τούτων εἴκοιεν, ἐμ‐ φυσητέον εἰς τὰς ῥῖνας ὄξος καθ’ αὑτὸν καὶ μετὰ νάπυος καὶ καστορίου καὶ ὑποκαπνιστέον. ἀποφλεγματισμοῖς καὶ ῥινεγχύτοις. ἔστω δὲ τάδε· τὰ διὰ νάπυος καὶ μέλιτος

1

(100)

καὶ θύμου καὶ ὀριγάνου καὶ γλήχωνος καὶ ὑσσώπου ἀφεψη‐

1

(100)

μένου μετ’ ὀ‐ ξυμέλιτος. ἐν ἐνδόσει δὲ τῶν παθῶν ὄντων ἐπὶ αἰώρας χωρή‐ σομεν. αὗται δὲ γενέσθωσαν ἐν εὐαέροις τόποις. ἐκ παντὸς δὲ φυλακτέον τὸν πνιγώδη καὶ ψοφώδη τόπον καὶ διατάσεις καὶ δυσώδεις ὀσμὰς καὶ εἴ τι τῶν τοιούτων. ὑπομνηστικὰ
105γὰρ ταῦτα τῆς ἐπιλη〈μ〉ψίας· φυλάξομεν καὶ ἀπὸ βαλανείων καὶ οἴνων αὐτούς. προχωρούντων δὲ ἡμῶν κατὰ δεκάτην ἡμέραν κατὰ τρόπον τῆς θεραπείας, εἰ τοῖσδε ἔστι τοῦ πάθους ἀπαλ‐
107
λαγή, αὐτάρ‐ κης ὁ ἐνιαύσιος χρόνος. τὰς δὲ παρακολουθούσας τῷ πάθει παραλύσεις κατὰ μὲν τοὺς παροξυσμοὺς ταῖς ἐμβρο‐
110χαῖς τοῦ καστορίου καὶ ταῖς διὰ τῶν ἐρίων σκεπασμάτων ἀποθεραπεύσομεν. μετὰ δὲ τούτων ταῖς κατὰ τὸ ἐνδε‐ χόμενον ἀφαιρέσεσι χρησόμεθα καὶ συγχρίσμασι καὶ πᾶ‐ σι τοῖς πρὸς τὸ πάθος ἐπιτηδείοις βοηθήμασι.

2

Ληθάργου αἰτία. κε. ιδ Ἐρασίστρατος μὲν κατὰ τὸ ἀκόλουθον αὑτοῦ φησι γί‐ νεσθαι τὸν λήθαργον κατά τι πάθος τῶν περὶ τὴν μήνιγγα ψυχικῶν δυνάμεων, ἐφ’ ὧν δὴ γίνεσθαι τὸν λήθαργον.
5Διοκλῆς δὲ τοῦ περὶ τὴν καρδίαν καὶ τὸν ἐγκέφαλον ψυχικοῦ πνεύματος κατάψυξιν ἡγεῖται εἶναι καὶ τοῦ ταύτῃ συνοίκου αἵματος πῆξιν. Ὁ δὲ Ἱπποκράτης φησὶν ὑπὸ τοῦ ψυχροῦ καὶ ὑγροῦ γίνεσθαι χυμοῦ τὸν λήθαργον· ἔστι δὲ οὗτος τὸ φλέγμα,
ὑφ’ οὗ δὴ βαρούμενον τὸν ἐγκέφαλον μηκέτι δύνασθαι73
10τὴν ψυχικὴν δύναμιν εἰς ἕκαστον μέρος τοῦ σώματος ἐπιπέμπειν καὶ οὕτω τὰς καταφορὰς γίνεσθαι. Ληθάργου σημεῖα. Τοῖς δὲ ληθαργικοῖς παρέπεται πυρετὸς συνεχὴς ἐπιτείνων εἰς
13
νύκτα. σφυγμὸς μέγας καὶ διῃρημένος, οὐ ταχύνων, ἀλλὰ ἀραιότερος ἢ
15κατὰ πυρετὸν καὶ σομφός, ἀναπνοὴ διάστημα πολὺ ἔ‐ χουσα· ἐπιδήλως οὐκ ἀποκρίνονται ῥᾳδίως οἱ ἐν τῷ πάθει, ἥκιστα ὁμιλίας κατάρχονται, ἀμαυρὰ φθέγγονται καὶ μόλις ἐξά‐ κουστα. παραπαίουσι τῇ διανοίᾳ καὶ πιέζονται. δυσα‐ νάκλητος. ὄψις αὐτοῖς περιῴδηκε καὶ ἐρευθής, ἀγγεῖα
20περίκυρτα, ὄμματα κατάλευκα καὶ οὐχ ὅλα τοῖς βλεφάροις καλυπτόμενα, δακρυρροοῦντα, λημιῶντα. κατάκλισις ὑπτία καὶ ἀπόρρυσις τῶν προσκεφαλαίων. γόνατα ἀνεσ‐ πασμένα, χάσμα συνεχές. οὖρα ἀπροαίρετα καὶ περισσώματα ποτὲ μὲν ἀργὰ καὶ λευκά, ποτὲ δὲ λεπτὰ καὶ
25ὑπόξανθα. ὑποχόνδριον ἀνασπᾶται, χεῖρες ὑποτρέ‐ μουσι. κάκιον ἀπαλλάττουσιν οἱ ἐν τῷ πάθει, περιψύχονται
26
καὶ κα‐ ταπίνειν οὐ δύνανται ὡς ἐπιλανθανόμενοι. Ληθάργου θεραπεία. Τοὺς δὲ ληθαργικοὺς κατακλιτέον ἐν τόπῳ εὐμεγέθει
30μήτε λαμπρῷ μήτε ζοφώδει. χρησόμεθα δέ, εἰ μὲν περὶ τὰς ἀρχὰς συσταίη τὸ πάθος, παρόντων τῶν πρὸς φλεβοτομίαν ἀριθμῶν αἵματος ἀφαιρέσει, εἰ δ’ οὖν δριμεῖ κλυστῆρι ὑπα‐ κτέον τὴν κοιλίαν. ἐμβροχαὶ δὲ κατὰ μὲν τὰς ἀρχὰς τοῦ
πάθους ἔστωσαν δι’ ὀξυροδίνου, μετὰ δὲ τὰς παρακμὰς74
35τῶν πυρετῶν μενούσης ἔτι τῆς τοῦ πάθους κατασκευῆς αἱ διὰ καστορίου ἔχουσαι θερμαντικὴν τοῦ φλέγματος δύναμιν. ὀσφραντὰ δὲ προσοίσομεν τὰ διὰ γλήχωνος καὶ θύμου καὶ ὀριγάνου σὺν ὄξει, μάλιστα δὲ κατ’ ἀρχάς. οὐδεὶς συνῆκε ταῖς καταφοραῖς ἀντιτάττεσθαι. ἀποφλεγματι‐
40σμῷ δὲ χρηστέον ὑπ’ αὐτῶν ὀξυμέλιτι συναφεψη‐ μένου ὑσσώπου ἢ θύμου ἢ ὀριγάνου ἢ γλήχωνος. λαβόντας δεσμίδιον ἢ πηγάνου ἢ ἁβροτόνου χρίειν τὸ στόμα καὶ τὸ πα‐ ρακείμενον ἢ ἐπενεχθησόμενον ἀποσπᾶν φλέγμα. τύχοι δ’ ἂν γενομένη οὐχ ἡ τυχοῦσα διὰ τούτων βοήθεια. τρο‐
45φαὶ δὲ μετὰ τὴν φλεβοτομίαν ἐκκρινέσθωσαν εὐθέως, εἰ δ’ οὖν μετὰ τὴν πρώτην διάτριτον· ἔστωσαν δὲ ἁπαλαὶ καὶ σιτώδεις, ποτὲ μὲν καθ’ ἡμέραν, ποτὲ δὲ παρ’ ἡμέραν διδόμεναι. μετὰ δὲ τὴν τροφὴν διακρατητέον ἐπὶ πολὺ τῶν ποδῶν τοὺς δακτύλους πρὸς τὸ μὴ εἴκειν ταῖς καταφοραῖς ὑπανακλωμένων καὶ

2

(50)

κνιζομένων τῶν σκελῶν τῶν ἐν ταὐτῷ περιπεφυκυιῶν τριχῶν δι‐ αλελοιπυιῶν ἀνασπωμένων. τὰς δὲ φυσικὰς ἐκκρίσεις συνεχῶς ὑπομνηστέον. ἔσθ’ ὅτε γὰρ ἁλίσκονται τῷ κα‐ τ’ ἰσχουρίαν κινδύνῳ. ὅθεν ἐμβρεχέσθωσαν συνεχῶς τὰ περὶ τὸ ἦτρον καὶ περίνεον, τὰ πρῶτα διὰ πηγανελαίου,
55ὕστερον Σικυωνίῳ ἢ παλαιῷ ἐλαίῳ, ἔσθ’ ὅτε συνεμβαλλομένου καστορίου, ὃ χρήσιμον καὶ πρὸς ποτισμὸν κατὰ τὸ ἐνδε‐ χόμενον. παρέστω δὲ καὶ κλυστὴρ κομιδῆς χάριν τῶν πα‐ ρακειμένων ἐν κοιλίᾳ. ὑπομνηστέον δὲ συνεχῶς μετὰ τοὺς πα‐ ροξυσμοὺς καὶ τὰ περὶ τὴν κατάποσιν ὕδωρ ἢ ὑδρόμελι ἐνστά‐
60ζοντας περὶ δευτέραν ἢ τρίτην. εἶτα τοῦ πάθους μὴ ἐνδιδόντος χρηστέον κατὰ ἰνίου καὶ ῥάχεως μετὰ κατασχασμοῦ σικύαις, εἰ δὲ καὶ περὶ τὰς μέσον τις εἴη φλεγμονή, καὶ ταύτην ἀποι‐ κονομητέον. εἰ δὲ καὶ πολλὴ ὕλη ἐπὶ κεφαλὴν εἴη ἐνηγ‐ μένη, κολλητέον βδέλλας κροτάφοις καὶ μετώπῳ κατὰ75
65τὰς παρακμάς. καὶ τοῖς διὰ τοῦ νάπυος φοινιγμοῖς χρηστέον ἐπί τε ποδῶν καὶ σκελῶν πρὸ τῆς ἐπιση‐ μασίας, εἰ δὲ ἐπιμένει ἐν τῇ καταφορᾷ, καὶ μέχρι μη‐ ρῶν καὶ βουβώνων σπόγγων μετὰ ταῦτα προσφερο‐ μένων ἐξ ἄγαν θερμοῦ. προσενεκτέον τε καὶ ταῖς ῥισὶ τὸ νᾶ‐
70πυ καὶ καστόριον καὶ πήγανον καὶ δαφνίδας μετ’ ὄξους καὶ ἔρια κεκαυμένα καὶ τρίχας καὶ ἐλάφου κέρας καὶ πίσσαν καὶ χαλβάνην καὶ πάντα τὰ τμητικὰ καὶ διενεργητικὴν δύναμιν ἔχοντα προσάξομεν αὐτοῖς καὶ τὴν τῶν πταρμικῶν ὕλην εὐτόνως. καὶ εἰ μὴ διανίσταται, ἐμφυσή‐
75σομεν εἰς τὰς ῥῖνας τὸ νᾶπυ δι’ ὄξους· εἰ δὲ ἐπιμένει, προσοίσομεν τῇ κεφαλῇ προξυρηθείσῃ τὸ νᾶπυ καὶ τοὺς ἐκ θε〈ρ〉μοῦ σπόγγους· προεξέσονται γὰρ διὰ τούτων οἱ σωτηρίως ἔχοντες. κουρὰν δὲ καὶ ὥραν κα‐
80τὰ τὰς παρακμὰς τοῦ πάθους παραληπτέον. παυσαμένης δὲ τῆς καταφορᾶς καὶ τῶν πυρε‐ τῶν λυθέντων μετὰ τὴν πρώτην καὶ δευτέ‐ ραν διάτριτον ἐπὶ βαλανεῖον ἀκτέον καὶ τὴν ἀναληπτικὴν ἐκκριτέον ἀργήν.

3

Ἐπιλη〈μ〉ψίας αἰτία. νδ Πραξαγόρας περὶ τὴν παχεῖαν ἀρτηρίαν φησὶ γίνεσθαι φλεγματικῶν χυμῶν συστάν‐ των ἐν αὐτῇ· οὓς δὴ πομφολυγουμένους
5ἀποκλείειν τὴν δίοδον τοῦ ἀπὸ καρδίας ψυ‐
χικοῦ πνεύματος καὶ οὕτω τοῦτο κραδαίνειν καὶ σπᾶν τὸ σῶμα· πάλιν δὲ κατασταθεισῶν τῶν πο‐ μφολύγων παύεσθαι τὸ πάθος. Διοκλῆς δὲ καὶ αὐτὸς ἔμφραξιν περὶ τὸν αὐτὸν76
10τόπον οἴεται· συμβαίνει καὶ τὰ ἄλλα κατὰ τὰ αὐτά. Πραξαγόρας δέ φησι γίνεσθαι· τὸ μὲν εἶδος τῆς αἰτίας παραλέλοιπεν, ἐπα‐ ναφέρεσθαι δέ φησι ἐν τῇ καταλέξει τοῦ πάθους ἀπορώτερον ἦν κωλύματα τῷ πνεύματι. Ἱππο‐
15κράτης δὲ ὑγροῦ φλέγματος· ἐμπιπλᾶσ‐ θαι δέ φησιν τὸν ἐγκέφαλον ὑγρῶν πάντα, ἀπο‐ κλείεσθαι δὲ τὸ ψυχικὸν πνεῦμα καὶ οὐ πάντη πληρουμένων τῶν νεύρων ὑπ’ αὐτοῦ δι’ ὧνπερ τὰ μέλη ἐκινεῖτο· τῇ δὲ διὰ τούτων ἐκδρο‐
20μῇ τοῦ πνεύματος τὴν πρόκοψιν γίνεσθαι ἔφη καὶ τὴν συνολκὴν καὶ τὸν σπασμόν· τὸ δὲ πάθος ὀξὺ γίνεσθαι ἤτοι παρὰ τὸ πολλὴν εἶναι τὴν ἐνοχλοῦσαν ὕλην ὡς ἐγκατα‐ πνίγειν τὸ θερμὸν ἢ παρὰ τὴν τοῦ σώματος
25ἀτονίαν ὡς μὴ δύνασθαι τοῖς σπασμοῖς ἀντιτάξασθαι, ἀλλὰ φθάσαι ἀπαυδήσαντα. Ἐπιλη〈μ〉ψίας σημεῖα. καὶ τῶν κε τὰ πολλὰ γινόμενα συναποθνήσκειν.
30〈Σημεῖα〉 τῆς αὐτῆς ἐπιλη〈μ〉ψίας. Τῶν δὲ ἐπιλη〈μ〉πτικῶν οἱ μὲν ὕπνῳ βα‐ θεῖ κατέχεσθαι δοκοῦσιν, οἱ δὲ σπῶνται καὶ τρέμουσι καὶ συνέλκονται, οἱ μὲν ὕπνῳ ἄφωνοι καί εἰσιν ἀναίσθητοι, ἀναπνοὴν
35μεγάλως ἔχουσιν ἔνηχον, σφυγμὸν μέ‐ γαν καὶ βραδύνοντα ἢ ληθαργώδη. οὐδε‐
νὸς τῶν ἐν τῷ πάθει ὄντων μέμνηται. δυσδι‐ έγερτοι δέ εἰσιν, ἔσθ’ ὅτε καὶ πρὸς κατηρίαν. οἱ δὲ μετὰ σπασμῶν ἀναισθητοῦσι μὲν77
40ὁμοίως καὶ ἀμνημονοῦσι καὶ τρέμουσι, ἀναπνοὴν δὲ καὶ σφυγμοὺς ἀτάκτους ἔχουσι μεγέθους ἕνεκα καὶ πυκνότητα, ὄψιν διῳδηκυῖαν, ἀγγεῖα προπαλειότητα καὶ ἐνίοτε σπέρμα ἀπροαιρέτως προΐεται.
45ὑποχόνδριον τούτοις ἀνασπᾶται, ὄμματα κε‐ ρατοῦ(ν)ται καὶ πεπηγότα ἵσταται, ἔσθ’ ὅτε διαναστρέφονται καὶ λοξοῦνται. ἔνιοι οὖν ἐς τὸ λοιπὸν ἐστρεβλώθησαν, οἱ δὲ πρότερον ἐσχηκότες στρεβλουμένους τοὺς ὀφθαλμοὺς

3

(50)

ἀνωρθώθησαν. γλῶττα τούτοις μεγεθύνεται, ὡς τοὺς ὀδόντας προπίπτει, ὅθεν καὶ δάκνου‐ σιν αὐτήν, οἱ δὲ καὶ ἀπέκοψαν· ἀμφοτέρων δὲ ἐμμανεισῶν τῶν ἐπιλή〈μ〉ψεων ἀφρὸς ἐκ στόματος προπίπτει.
55Ἐπιλη〈μ〉ψίας θεραπεία. Τοὺς δὲ ἐπιλη〈μ〉πτικούς, εἰ μὲν παρεῖεν πάντες οἱ τῆς φλεβοτομίας ἀριθμοί, φλεβοτομη‐ τέον ἐν τῇ πρώτῃ ἡμέρᾳ τὴν ἐπαφαίρεσιν εἰς τὴν δευτέραν ὑπερτιθεμένους καὶ τῆς
60δυνάμεως στοχαζομένους. εἰ δὲ οὖν ὡς ὅτι δριμυτάτῳ κλυστῆρι κενωτέον καὶ συνεχῶς ἐπὶ τούτων χρηστέον. αἱ δὲ τροφαί, εἰ μὲν ἐπείγοιν‐ το, πρὸ τῆς τρίτης λαμβανέτωσαν (δέ), εἰ δὲ μὴ περὶ τὴν τρίτην. ἔστωσαν δὲ ἁπαλαὶ καὶ εὐ‐
65διοίκητοι. πρὸς δὲ τοὺς σάμους διακρατή‐ σει χρησόμεθα εὐαφῶς καὶ μὴ βιαίως αὐτὴν ποιούμενοι. συναλείμμασι δ’ ἐφ’ ἑαυτῶν τοῖς διὰ παλαιοῦ ἢ Σικυωνίου ἐλαίου ἀναμεμιγμέ‐ νου καστορίῳ χρησόμεθα καὶ προποτιοῦ‐
70μεν αὐτούς. προσοίσομεν δὲ καὶ σικύας ἐν σπονδύλοις, ἐν ῥάχει καὶ ἐν τῇ ὀσφύϊ, με‐ τὰ ταῦτα δὲ καὶ θώρακι καὶ ὑποχονδρί‐ οις, ἐπὶ γυναικῶν καὶ ἤτρῳ καὶ βουβῶσι. ταῖς δὲ τοιαύταις πολλάκις χρησόμεθα, ἀεὶ78
75δὲ μετὰ τούτων τὸν κλυστῆρα ὡς μέγιστον βο‐ ήθημα ἐγκρίνοντες καὶ τοὺς βαλανισμοὺς διὰ χολῆς ταυρείας καὶ νίτρου ἢ διὰ στυ‐ πτηρίας ὑγρᾶς καὶ μέλιτος. μετὰ δὲ τὴν τρίτην ἢ τετάρτην διάτριτον ἐπιμενόντων
80τῶν παροξυσμῶν ἐμβιβαστέον εἰς ἔλαιον θερμόν· ἔστω δὲ σάβινον ἢ παλαιὸν ἢ Σικυώνιον, καὶ εἰ πρὸς τοῦτο εὐαρεστηθείη, ἐπιμελητέον. τοὺς δὲ ἐν καταφορᾷ πίονι διϊόντας διεγείρειν δεῖ τοῖς διὰ νάπυ‐
85ος φοινιγμοῖς καὶ ταῖς ἀκολούθοις πυρίαις. προσακτέον δὲ καὶ τὰ εὔτονα τῶν πταρ‐ μικῶν. εἰ δὲ πρὸς μηδὲν τούτων εἴκοιεν, ἐμφυσητέον καὶ ἐς τὰς ῥῖνας ὄξος κα‐ θ’ αὑτὸ καὶ μετὰ νάπυος καὶ μετὰ
90καστορίου καὶ ὑποκαπνιστέον ἀποφλεγμα‐ τισμοῖς καὶ ῥινεγχύτοις. ἔστω δὲ τὰ διὰ νάπυος καὶ μέλιτος καὶ θύμου καὶ ὀριγάνου καὶ γλήχωνος καὶ ὑσσώπου ἀφε‐ ψημένου μετὰ ὀξυμέλιτος.
95εἰ δὲ τῶν παθῶν ὄντων ἐπὶ αἰώρας χωρή‐ σομεν, αὐταὶ (δὲ) γενέσθωσαν ἐν εὐαέροις τόποις. ἐκ παντὸς γὰρ φυλακτέον τὸν πνιγώδη καὶ ψόφους καὶ διατάσεις καὶ δυσώδεις ὀδμὰς καὶ εἴ τι τοιοῦτον· ὑπο‐

3

(100)

μνηστικὰ γὰρ ταῦτα τῆς ἐπιλη〈μ〉ψίας. φυλά‐ ξωμεν δὲ καὶ ἀπὸ βαλανείων καὶ οἴνων αὐτούς. προχωρούσης δὲ ἡμῖν κατὰ τρόπον τῆς θε‐ ραπείας εἰς πίστιν τοῦ ἀπηλλάχθαι τοῦ πά‐ θους αὐταρκήσει ἐνιαύσιος χρόνος. τὰς
105δὲ παρακολουθούσας τῷ πάθει παρα‐ λύσεις κατὰ μὲν τοὺς παροξυσμοὺς
ταῖς ἐμβροχαῖς τοῦ καστορίου καὶ ταῖς δι‐ ὰ τῶν ορέων σκέπας ἀποθεραπεύσομεν. μετὰ δὲ τοῦτο ταῖς τε κατὰ τὸ ἐνδεχόμε‐79
110νον ἀφαιρέσεσι χρησόμεθα καὶ συγχρίσ‐ μασι καὶ πᾶσι τοῖς πρὸς τὸ πάθος ἐπιτηδείοις βοηθήμασιν.

4

Ἀποπληξίας αἰτία. ιε (γίνεται δὲ μά‐ λιστα ἡλικίαις ἀπὸ τεσσαράκοντα ἐτῶν μέχρι ξʹ.) Πραξαγόρας καὶ Διοκλῆς περὶ τὴν παχεῖαν ἀρτηρίαν γίνε‐
5σθαί φασι τὸ πάθος ὑπὸ φλέγματος ψυχροῦ καὶ παχέος ὡς μηδ’ ἐν αὐτῇ οὐχ ὁτιοῦν πνεῦμα παραπνεῖσθαι δύνασθαι καὶ οὕτω κινδυνεύειν τὸ πᾶν ἐγκαταπνιγῆναι. Ἱπποκράτης δὲ καὶ Ἐρασίστρατός φασι περὶ τὸν ἐγ‐
8
κέφαλον φλέγ‐ ματος ψυχροῦ καὶ παγετώδους γίνεσθαι σύστασιν, ὑφ’ οὗ
9καὶ τὰ ἀπὸ τούτου
10πεφυκότα νεῦρα πληρούμενα μὴ παραδέχεσθαι τὸ ψυχικὸν πνεῦμα, ἀλλ’ ἐγκαταπνιγόμενον τοῦτο κινδυνεύειν ἀποσβε‐ σθῆναι. —Τοῖς δ’ ἀποπληκτικοῖς παρέπεται ἄφνω ἀναισθη‐
12
σίαν γί‐ γνεσθαι μετὰ ἀτενισμοῦ ὥσπερ ἀκινησίας τῶν ὀμμάτων ὥστε δοκεῖν λελιθῶσθαι καὶ οἷον ἀποπεπηγέναι, ὅθεν
15δὴ καὶ τοὔνομα κέκτηται τὸ πάθος. καὶ οἱ μὲν περὶ τὴν πρώτην καὶ δευτέραν ἢ τρίτην ἡμέραν ἢ ἔτι μακροτέραν ἀπαυδῶσιν, οἱ δ’ ἐσώθησαν μέν, παρελύθησαν δέ τι τοῦ σώματος. οἱ δὲ κοι‐
λίας αὐτομάτου ὑπελθούσης ἀπηλλάγησαν τοῦ πάθους. Ἀποπληξίας θεραπεία.80
20Ἡ δὲ ἀποπληξία σπανίως μὲν λυομένη, ταχέως δ’ ἀναι‐ ροῦσα, ἔχουσα δὲ καὶ τὴν λύσιν χαλεπωτέραν τῶν ἄλλων παθῶν. τὰ πολλὰ καὶ μετὰ τὸ παραλῦσαί τι μέρος ἀπαλλάττεται. ἐν‐ δείκνυται δὲ ἡμῖν ἐν ἀρχῇ φλεβοτομεῖν τοὺς ἁλόντας εὐθὺς μήθ’ ἡλικίας ἢ ὥρας ἢ χώρας πεφροντικότας, μόνον δὲ
25τὸ κατὰ δύναμιν ἀφῃρημένον τοῦ μέτρου καὶ εἰ μὲν ὠφεληθεῖεν ἐγχωρούσης ἔτι τῆς δυνάμεως, ἐπαφαιρετέον τῇ αὐτῇ ἡμέρᾳ, εἰ δ’ οὖν τῇ ἑξῆς. ὑπακτέον δὲ καὶ τὴν κάτω κοιλίαν ὡς δριμυτάτῳ κλυστῆρι καὶ ἐπιμενοῦμεν, εἴπερ ἐπὶ τῶν εὐτόνων βοηθημάτων τὰ τῆς ὠφελείας μὴ ἐγχωροίη. παράσχοι δ’ ἂν
30ἡμῖν καὶ τὸ μελίκρατον καὶ τὰ διὰ μέλιτος γινόμενα ῥοφήματα τὴν κοιλίαν εὔλυτον. ἐν τούτοις δὲ θετέον καὶ τὸν ἀποβεβρεγ‐ μένον καὶ διηθισμένον ἄρτον. ἐμβροχαὶ δὲ ἔστωσαν τῇ κεφαλῇ αἱ δι’ ὀξυροδίνου. χρησόμεθα δὲ προποτίσμασι τοῖς δι’ ὀξυμέλι‐ τος, ἀποφλεγματισμοῖς δὲ τοῖς διὰ θύμου ἢ ὀριγάνου ἢ ὑ‐
35σσώπου ἢ γλήχωνος ἀποικονομημένου τὸ φερόμενον εἰς θώ‐ ρακα πνεῦμα πνιγμοὺς ἐμποιεῖν. προκοπῆς δέ τι‐ νος γενομένης μετὰ τὴν τρίτην ἐπὶ τοὺς ἐξ ὕδατος ἄρτους χωρήσωμεν καὶ ὠὰ ῥοφητὰ τῆς τοῦ σώματος ἐπιμελείας τοῦ λοιποῦ πεφροντικότες. τῆς δ’ ἀφωνίας ἐπιμενούσης
40καὶ τῆς δυνάμεως ἐπιπρεπούσης κολλητέον ἰνίῳ τῷ πρὸς σπονδύλῳ σικύας μετὰ κατασχασμοῦ, εἰ δὲ ἐπιδέ‐ χοιντο, καὶ τοῖς ὑποχονδρίοις. αἰώρᾳ δὲ χρησώμεθα ἐ‐ πὶ τούτων τῇ κρεμαστῇ μετὰ κινήματος καὶ βράσματος σφο‐ δροτέρου. ἐπιμένοντος δὲ τοῦ πάθους καὶ τῶν δυνάμεων
45ἐπὶ τὸ ἔμπαλιν οὐσῶν, ἃ δεῖ ἐκ παντὸς πεφυλάχθαι, μᾶλλον ἐπὶ τούτων προσβάλλομεν σικύας νώτῳ καὶ ῥά‐
χει μέχρις ὀσφύος, μετὰ δὲ ταῦτα ὑποχονδρίοις καὶ ἤτρῳ καὶ βουβῶσι. χρηστέον δὲ καὶ πταρμικοῖς ἐπὶ τούτοις συνεχέστερον σὺν τοῖς ἀποφλεγματισμοῖς. μετὰ δὲ τὴν81

4

(50)

τεσσαρεσκαιδεκάτην προκοπτούσης τῆς θεραπείας καὶ τῆς δυ‐ νάμεως ἀναρρωσθείσης χρησόμεθα καὶ ταῖς ἐκτὸς αἰώραις
51
πεφρον‐ τικότες καὶ τοῦ περὶ τὴν γλῶτταν δυσαλγήματος. δώσομεν δὲ καὶ τὸ παλαιὸν ὑδρόμελι καὶ σὺν ἄρτῳ ἢ πλυτῷ χόνδρῳ εἰς ἀ‐ νάκλησιν τῆς δυνάμεως. εἰ δὲ μηδὲν προχωροίη κατὰ μέσον
55τῆς θεραπείας, ἐπιτρέποιεν δὲ αἱ δυνάμεις, παραλαμβανέσθω‐
55
σαν αἱ διὰ τῆς ἱερᾶς καθάρσεις. μετὰ δὲ μίαν καὶ εἰκοστὴν ἐπὶ βαλα‐ νεῖα προσάξομεν οἶνον ἁπλοῦν καὶ ὀλίγον διδόντες. τὰς δὲ ἀναλήψεις δι’ ἀλειμμάτων καὶ βαλανείων διὰ μακρᾶς παραλαμβα‐ νομένων ποιησόμεθα τοῦ γε οἴνου φειδόμενοι καὶ τῆς ὑδρο‐
60ποσίας ἀφειδοῦντες. ἔστω δὲ τούτοις ἡ διατριβὴ ἐν παραθα‐ λασσίοις τόποις.

5

Κεφαλαίας αἰτία. ιϛ Διοκλῆς τὴν κεφαλαίαν φησὶ γίνεσθαι περὶ τὰς κοίλας καὶ
2
βυθίους φλέβας τῆς κεφαλῆς ἐμφράξεως γενομένης· γίνεσθαι δὲ αὐτὴν
3
καὶ ἐ‐ πικίνδυνον, ἐὰν τὸν ἡγεμόνα τοῦ σώματος συνδιαθῇ τὴν
5καρδίαν, ἀφ’ ἧς τὸ ψυχικὸν πνεῦμα τοῦ σώματος ὥρμηται κα‐ τ’ αὐτόν. Ὁ δὲ Ἱπποκράτης ὀνομαστὶ μὲν τοῦ πάθους οὐ μέμνηται, ἐν δὲ τοῖς περὶ νούσων τὴν συνδρομὴν κατα‐ λέγων γίνεσθαί φησι περὶ τὰς ἐν βάθει τῆς κεφαλῆς φλέβας
8
δριμυ‐ ποιηθέντος τοῦ ἐνταῦθα χυμοῦ ἢ ὑπὸ χολῆς ἢ ἁλμυροῦ φλέγ‐
9ματος.82
10Κεφαλαίας σημεῖα. Τοῖς δὲ ἐν κεφαλαίᾳ συνεδρεύουσιν ἄλγημα σφοδρὸν κεφαλῆς, ἔστι δ’ ὅτε καὶ τραχήλου καὶ ὀμμάτων, ἔρευθος προσώπου, ἀγγεῖα κυρτά, διοίδησις ὅλης ὄψεως, ὄ‐ μματα δυσκίνητα, φωτὸς ἀποστροφὴ καὶ φωνῆς, ἐνίοτε δὲ
15καὶ στομάχου ῥευματισμὸς καὶ ἴλιγγος, ὁτὲ δὲ βάρος ἄφατον. δακρύουσι μάλιστα κατὰ τοὺς ὑπ’ αὐτῆς ἐρεθισμοὺς καὶ συν‐
16
τείνονται μετάφρενα, ἀλγοῦσι βραχίονες ἐνίοις, ναρκοῦσι, δυσκινητοῦσι πάντες, μικροσφυκτοῦσι, περιψύχονται. πρὸς δὲ τὸ τελευταῖον ὄντες ὄμματα λοξοῦνται.
20Κεφαλαίας θεραπεία. Τοὺς δὲ ὑπὸ κεφαλαίας ὀχλουμένους κατακλίνειν μὲν ἐκ παντὸς δεῖ ἐν εὐαέρῳ τόπῳ. φλεβοτομητέον δὲ περὶ τὴν δευτέραν μετὰ τοὺς ὑπόπτους μέχρι λειποθυμίας τὸ πᾶν πρὸς δύ‐ ναμιν ἀφορῶντας. τῇ δὲ τρίτῃ ἐπαφελόντες παραθήσο‐
25μέν τι νεαρὸν ἐμβρόχημα. κατὰ δὲ τὰς ἀρχὰς ταῖς διὰ ῥο‐ δίνου προσεπιβαλλομένου ἀπό τε ἡδυόσμου καὶ κισσοῦ καὶ πηγάνου χυλοῦ. μετὰ δὲ ταῦτα (τῇ) διὰ κλυστῆρος κενώσομεν τὴν κοιλίαν. εἰ δὲ εὐαρεστηθείη ἐκ τούτων, ἐπιμένομεν τῷ βοηθή‐ ματι ἐκ διαλειμμάτων προσφέροντες. τὰς δὲ τροφάς, εἰ
30μὲν συνεχῶς πυρέττοιεν, καθ’ ἡμέραν δοτέον, εἰ δ’ οὖν κατὰ τὰς διαλειπούσας. χρησόμεθα δὲ καὶ ταῖς τῶν ἄκρων διασφίγ‐ ξεσι. καλὸν μὲν οὖν ἐν παντὶ καιρῷ, εἰ δ’ οὖν πρὸ τῶν παροξυσ‐ μῶν ὡς ἐν αὐτοῖς πολλῆς ὠφελείας ἐντεῦθεν ἀπαντησομένης. ἐν δὲ τοῖς παροξυσμοῖς παρηγορητέον καταπλάσσοντας
35τὸ μέτωπον καὶ τοὺς κροτάφους. ὁτὲ μὲν ἄρτον δι’ ὀξυκράτου
35
καὶ ῥοδίνου, ἔσθ’ ὅτε προσβαλλομένων ἀμυγδάλων πικρῶν λείων ἢ ῥόδων
83
36
ἁπαλῶν ἢ καὶ βεβρεγμένων ξηρῶν, ὁτὲ δὲ ἁπαλῶν μετὰ γλήχωνος ἢ
37
τὸν δι’ ὄ‐ ξους ἄρτον μεθ’ ἡδυόσμου ἢ περσικῶν φύλλων ἢ ὠκίμων λείων. ἢ γῆ δι’ ὄξους. ποιοῦσι δὲ καὶ κισσοῦ κόρυμβοι ἑψηθέντες
40σὺν ὄξει καὶ ῥοδίνῳ ἀναληφθέντες καὶ ἑρπύλλιον ἑψηθὲν ἐν ὕδατι
40
σὺν ἀλεύ‐ ρῳ πυρίνῳ. ὑπαλλακτέον δὲ πυκνότερον ταῦτα. περιχριστέον δὲ ἀλόῃ ἢ ἀμμωνιακῷ ἢ μαστίχῃ μετ’ ὄξους. χρησόμεθα δὲ καὶ ταῖς τοπικαῖς ἀφαιρέσεσι βδέλλας μὲν μετώπῳ καὶ κροτά‐
43
φοις προσά‐ γοντες, σικύας δὲ ἰνίῳ καὶ τῷ πρώτῳ σπονδύλῳ. εἰ δὲ ὠφεληθέν‐
45τες μεταξὺ παροξύνονται ἐπιτρεπούσης τῆς δυνάμεως, μετὰ τοῦτο πάλιν προσοίσομεν τὰς σικύας. λυσιτελὴς γὰρ ἡ τούτων ἀφαί‐
46
ρεσις. αἱ δὲ ἐμβροχαὶ μέχρι τῆς δευτέρας ἐβδομάδος αἱ αὐταὶ ἔστωσαν. μετὰ
47
δὲ ταῦτα ταῖς διὰ ῥοδίνου ἢ ὠμοτριβοῦς ἐλαίου θερμαῖς χρησόμεθα συνα‐ φέψοντες ἢ πήγανον ἢ ἄνηθον. ἐπιμενόντων δὲ τῶν πόνων
49καὶ τῶν

5

(50)

κινδύνων προαφῃρημένων τῶν τριχῶν καταιονᾶν δεῖ θερμῷ τὴν κεφαλὴν συναφεψημένης δάφνης ἢ κυπαρίσσου ἢ κωδιῶν
51
ἢ τοῦ τῶν ἀρωμάτων σκυβάλου ἢ ἑτέρου τινὸς (θερμοῦ) θερμαίνειν
52
καὶ παρηγο‐ ρεῖν δυναμένου προσεπιχέοντας ἔλαιον πάντοθεν. μέτρον δὲ ἄρι‐ στον ἡ εὐαρέστησις ἢ ὁ κριθεὶς χρόνος. μετὰ δὲ ταῦτα σκε‐
54πάσομεν
55ἐρίοις αὐτὴν προαφῃρημένην. εἰ δὲ πρὸς ταῦτα ὠφεληθεῖεν, συνε‐ χῶς αὐτοῖς χρηστέον ἐν τοῖς παροξυσμοῖς. τῆς δὲ καταιονή‐84
56
σεως ἀδυ‐ νατούσης προσφέρεσθαι τὰς διὰ τῶν σπόγγων ἀτμίδας ἐκ θερμοῦ δαψιλοῦς ὑδρίας οὖν ἀποθλιβούσης χρησόμεθα πάντοθεν περιτυποῦντες τὴν κεφαλήν. ταῖς δὲ ἐκ τούτων ἐπικουρίαις
60συνεχέστερον χρηστέον διὰ τὸ τὴν δύναμιν παρηγορεῖσθαι ἀνιε‐
60
μένων τῶν πόνων. κατὰ δὲ τοῦτο τοῦ καιροῦ λύειν τὰ διαδεθέντα τῶν μερῶν πολλῆς εὐαρεστήσεως ἐκ τούτων ὑπαντησομένης κατὰ τὴν διάπνοιαν τῆς σαρκός. εἰ δὲ καὶ ἱδρῶτες ἐπιφαίνοιντο, προ‐ κλητέον αὐτοὺς ὡς ἐπωφελεῖς. τὴν δὲ κεφαλὴν καὶ τὸ ἰνίον σὺν
65τοῖς πρώτοις σπονδύλοις ἐνειλητέον ἐρίοις δι’ ἐλαίου καὶ κα‐
65
στορίου προηλειμμένοις. ἐγκειμένων δὲ τῶν πόνων πάλιν τὰς σικύας προ‐ σακτέον ἢ ἀπὸ μετώπου ἢ ἀπὸ ῥινῶν ἀφαιρετέον αἷμα ἀεὶ τὴν δύναμιν ἀφορῶντες ὅθεν καὶ τὰς τροφὰς καθ’ ἡμέραν προσενεκτέον καὶ μάλιστα (ἐπὶ) παρὰ μίαν κατ’ ἀρχὰς τρέφομεν.
70πολλῷ δὲ χρόνῳ τοῦ πάθους ἐγκειμένου ἐνετέον ἐπὶ τῶν αὐτῶν μετὰ τοὺς διαλοίπους κλυσμοὺς τὰ ἀφαιρετικὰ τῶν βοηθημά‐ των προσφέροντας. θρεπτέον δὲ ποικιλωτέρως ἢ τὰ τῆς δυνά‐ μεως 〈ἂν〉 ἀπαιτοίη καὶ θᾶττον τούσδε διὰ σφοδρῶν ἀλγημά‐
73
των παρα‐ λυθέντας ἐνδεδωκότων τῶν πυρετῶν προποτιστέον καστόρι‐
75ον ἐπὶ πλείους ἡμέρας. μὴ κουφιζομένων δὲ τῶν ἀλγημάτων στυ‐ πτηρίαν μίξαντες ἀφλέκτῳ δυνάμει ἐπιρρύψομεν τὸ μέτω‐ πον. ἐπαναστασῶν δὲ τῶν φλυκταινῶν διακεντητέον καὶ ἤτοι σα‐ τέον καὶ κηρωτῇ κατασκεπαστέον τὰ μέρη. λυσιτελὲς δὲ καὶ
78
τὸ νᾶπυ μετὰ ἄρτου ἢ κηρωτὴ ἀναληφθὲν καὶ ἐπιρρυφθὲν τῷ μετώπῳ.
80παραληπτέον δὲ καὶ τοὺς διὰ τῶν συνθέτων ἀποφλεγματισμούς.
τῆς δὲ κεφαλαίας ἐνδούσης καὶ τῶν πυρετῶν λυομένων ἐν ταῖς βεβαίαις παρακμαῖς ἐγκριτέον καὶ τὰς αἰώρας. λυθέντων δὲ τούτων καὶ τὰ βαλανεῖα προσοιστέον καὶ οἶνον κοῦφον ὀλίγον. φυλάττεσθαι δὲ χρὴ τὰ συγκινητικὰ τῆς κεφαλῆς αἴτια 〈διὰ〉85
84τὴν τοῦ πάθους
85παλιγγενεσίαν.

6

Συνάγχης αἰτία. ιζ Συμφώνως οἱ παλαιοὶ ἔφησαν φλεγμονὴν εἶναι τῆς ἐπιγλωτ‐
2
τίδος καὶ βρόγχου καὶ παρισθμίων τὴν συνάγχην. ὁ δὲ Ἱπποκράτης δύο καλεῖ τὰς συνάγχας καὶ τὴν μὲν συνάγχην, τὴν δὲ κυνάγχην
5καλεῖ, καὶ ἐπὶ μὲν συνάγχης παχὺ φλέγμα καὶ χυμοὺς αἰτιᾶται, ἐ‐ πὶ δὲ κυνάγχης φλέγμα μὲν ὁμοίως, ἀλλ’ ἁλμυρὸν καὶ δριμὺ τοῦτο, καὶ τὴν μὲν χειμῶνος, τὴν δὲ θέρους ὡς ἐπίπαν συνίστασθαι. Συνάγχης σημεῖα. Τῇ δὲ συνάγχῃ δύο μὲν παρέπεται, τοῖς μὲν καλουμέν.. μετὰ
9φλεγμονῆς
10παροίδησις παρισθμίων ὥστε τὴν αἰσθητικὴν φάρυγγος ἀποκε‐ κλεῖσθαι κοιλότητα μετ’ ἐρεύθους καὶ ἐντάσεως καὶ πόνων καὶ δυσπνοίας μετ’ ἐπισυριγμοῦ τινος κατὰ τῶν ἠχῶν πνιγμοῦ τε καὶ δυσκαταποσίας ἐξοίδησις. τοῖς δὲ ἐν τῷ πάθει ἡ ὄψις με‐ τ’ ἐρεύθους καὶ ἐντάσεως ἀγγείων, μάλιστα μετώπου. ὀφθαλ‐
14μοὶ μι‐
15κρότοποι. γλῶττα μεγεθύνεται καὶ οἱονεὶ σφυροῦται ὥστε ὑπὲρ τοὺς ὀδόντας προ(σ)πίπτειν. πρὸς δὲ τῷ κινδύνῳ γενομένοις ἡ ὄψις αὐτοῖς πελιοῦται καὶ μελαίνεται. ἀνα‐ κόπτουσι βιασάμενοι διὰ ῥινῶν. θάνατος ὅμοιος τοῖς ἀπαγ‐ χομένοις. τοῖς δὲ μετ’ ἰσχνότητος προσώπου καὶ σύμπτωσις
20παρισθμίων. οὐκ ἐπιπόνως οὐδὲ ὀδυνηρῶς ἔχων. σφυγμὸς πυκνός, ταχύς, ἀσθενής. ὀφθαλμοὶ κοῖλοι μᾶλλον ἢ προπετεῖς. ἰσχνότης, δύσπνοια, χειρῶν ......., πνιγμός· καὶ ὁ ἦχος βιαιότερος καὶ
22
θάνατος ὀξύτερος. Συνάγχης θεραπεία. Τοὺς δὲ συναγχικοὺς πρῶτον μὲν κατακλιτέον ἐν τόπῳ ἀλεεινῷ
25καὶ εὐαέρῳ. ἔπειτα δὲ φλεβοτομητέον ἐκ πάντων ἤτοι περὶ τὴν πρώτην ἢ δευτέραν ἡμέραν. μεγάλῳ γὰρ πάθει τὸ μέγιστον τῶν βοηθημάτων κατάλληλον. ἔστω δὲ ἡ ἀφαί‐86
27
ρεσις πρὸς δύναμιν. εἰ δὲ ἐπείγοι τὸ πάθος καὶ κινδυνεύοιεν ἀποπνι‐ γῆναι, ἄμφω τὰς χεῖρας φλεβοτομητέον, ὅπως συντόμως ἡ
30τῆς ὕλης ἀπόκρισις γένηται. εἰ δὲ ἐπιδέχοιτο, καὶ ἐπαφαιρετέον περὶ τὴν δευτέραν ἢ τρίτην ἡμέραν. μετὰ δὲ ταῦτα κλυστῆρα πα‐ ραλαμβανέτωσαν δριμύτατον. σκεπαστέον δὲ καὶ τὸν τράχηλον ἐρίοις καθαροῖς καὶ διαδετέον εὐτόνως τὰ ἄκρα. χρήσθωσαν δὲ καὶ ἀναγαργαρίσμασι τοῖς πρὸς ταῦτα πεποιημένοις θερμοῖς.
34ἔστι δὲ
35τάδε· διὰ ὑσσώπου καὶ θύμου καὶ ὀριγάνου καὶ σύκων καὶ με‐
35
λανθίου καὶ ἀψινθίου καὶ ἁβροτόνου μετὰ μελικράτου. διαχρήσθωσαν δὲ καὶ τοῖς στοματικοῖς πτεροῖς διὰ τὴν εὐβαφίαν. ἐγκριτέον δὲ καὶ τούτων ἕκαστον τὰς κατ’ ἀλλήλων διαχρήστους. ἄλλα γὰρ ἄλλοις
38
ἁρμόζε
ι, οὐ τὰ αὐτὰ πᾶσι. προϊόντος δὲ τοῦ χρόνου καὶ ἐπωδύνου
39μενούσης
40τῆς διαθέσεως πυριάσθωσαν ἐλαιοβρεχέσιν ἐρίοις τοὺς τόπους. ἐπιτεινομένης τῆς θεραπείας πρὸς τὸ αὐτὸ εὐαρεστητέον. τῆς
41
δὲ ὠφελείας προκοπτούσης ἐπὶ τοῖς εἰρημένοις, εἰ μηδὲν ἐπείγει, μέχρι τῆς δια‐ τρίτου ἐν ἀσιτίᾳ φυλαττέσθωσαν ποτὸν κατὰ τὰς ἐπιζητήσεις λαμβάνοντες. εἰ δὲ σφοδρύνοιτο ἡ διάθεσις, καταπλα‐
45στέον ὠμαῖς λύσεσι ποικίλαις θερμαῖς διὰ χυλισμάτων φυλα‐ σσομέναις καὶ συνεχέστερον τοῖς προειρημένοις ἀναγαργαρι‐
46
ζέσθωσαν ἢ διαχριέσθωσαν ταῖς στοματικαῖς. ἐγκριτέον δὲ καὶ τὰς τοπικὰς ἀφαιρέσεις διὰ σικυῶν ἀνθερεῶνι καὶ τραχήλῳ μετὰ κατα‐ σχασμοῦ κολλωμένων. ἐστοχάσθω δὲ τῆς δυνάμεως τὰ ἀφαιρέ‐

6

(50)

τια τῶν βοηθημάτων πάντων, μετὰ δὲ ταῦτα ταῖς διὰ οἰσυ‐ πηρῶν ἐρίων ἐμβροχαῖς σκεπάσαντες τὰ μέρη καὶ
προαποθεραπεύσαντες τὸ ἄλλο σῶμα διὰ συγχρισμάτων. τροφὴν δὲ ποιήσομεν αὐτάρκη ῥοφήματα διὰ μέλιτος ἢ πλυτὸν ἄρτον ἢ ᾠὰ ῥοφητά. μετὰ δὲ τὸν ἀπὸ τῆς τρο‐87
55φῆς χρόνον ἀδιαλείπτως τά τε 〈ἰ〉άματα καὶ διαχρίσματα καὶ ἀναγαργαρίσματα προσφερέτω. ἐπιμενόντων δὲ τῶν ἀλγημάτων παρηγορητέον συνεχέστερον τῇ διὰ τῶν σπόγγων ἀλέᾳ παραλαμβανομένων διὰ ὑδρελαίου θερμοῦ. προσθετέον δὲ καὶ τῷ σώματι σπόγγους ἐξ ὕδατος θερμοῦ
60καὶ ἀνασπάσθωσαν τὸν ἀπὸ τούτων ἀτμόν. τῆς δὲ φλεγμονῆς ἐν‐ δούσης καὶ ἀφόβου ὑπαρχούσης χωρητέον ἐπὶ τὰ δριμύτερα ἀνα‐ γαργαρίσματα καὶ διαχρίσματα. ἔστι δὲ τὰ μὲν ἀναγαργαρίσματα καὶ διαχρίσματα πηγάνου χυλὸς μετὰ γάλακτος ἢ ὀμφάκων μετὰ ὑδρομέλιτος ἢ γλυκύρριζα ἑψημένη σὺν ὑδρομέλιτι ἢ γλυκεῖ.
65ποτὸν δὲ μετὰ σύκων καὶ ὑσσώπων ἢ λευκίου σπέρματος ἢ
65
νάπυος διειμένου ὀξυμέλιτι. τὰ δὲ διάχριστα πίσσαν ὑγρὰν μετ’ ἐλαίου παλαιοῦ καὶ νίτρου καὶ χελιδόνος ἀγρίας κεκαυμένης μετὰ μέ‐ λιτος καὶ ἁλῶν ὀλίγων ἢ σίναπις λεία ἢ ἀψίνθιον σὺν νίτρῳ μετὰ μέλιτος καὶ ἀμμωνιακὸν διειμένον μετὰ μέλιτος καὶ τὰ ὅ‐
70μοια. πολὺ δὲ ἀποκριθὲν φλέγμα ἀφορμὴν ἡμῖν τῇ τοῦ πά‐ θους παρακμῇ δίδωσι. εἰ δ’ ἐπὶ τούτων πλέον ἀναδάκνοιντο τὰ μέρη, δοτέον αὐτοῖς διάκρατον θερμὸν ἔλαιον ἢ τὸ διὰ τήλεως ἀφέψημα μετὰ μέλιτος. θρέψομεν δὲ καθ’ ἡμέραν καὶ τὴν κοιλίαν ἐπερχομένην ἐπάξομεν. παρακμῆς δὲ γενομένης ἐπὶ
75τοὺς συμμέτρους περιπάτους προσάξομεν καὶ τρίψεις τοῦ
75
ὅλου σώ‐ ματος. παραληψόμεθα δὲ καὶ τὰ ἁπλᾶ τῶν ἀναγαργαρισμάτων καὶ διαχρισμάτων καὶ ταῖς διὰ πηγάνου κηρωταῖς σκεπάσομεν τὰ μέρη. λυθείσης δὲ πάσης ὑπονοίας ἐπὶ βαλανεῖον καὶ οἶνον
78
ἀπολυ‐ τέον φυλαττομένους ψυχρὸν καὶ τὴν ἀπὸ τῶν ψυχρῶν πνευμάτων
80βλάβην. ὑπομνηστικὰ γὰρ τοῦ πάθους ἐστὶ τὰ τοιαῦτα. καὶ ἡ μὲν κοινότερον ἢ πλείστη τῶν συναγχικῶν ἁρμόζουσα θεραπεία
81
τοιαύτη ἐστίν, ἐπὶ δὲ πλειστάκις φαίνεται ἢ ὡς ἄν τις ὑπολάβοι κατασκευὴν ἐχόντων πάθος—ἀγχόνῃ γὰρ ὅμοιον ἐπιφέρει τὸν κίνδυνον— εὐτολμότερον χρηστέον τοῖς βοηθήμασι. θετέον δὲ τοῖς ἐν ἀρχῇ
85προειρημένοις ἀφαιρετικοῖς καὶ τὴν ἀπὸ γλώσσης τῶν ἀγγείων
διαίρεσιν. μειοῦται γὰρ ἐν τάχει ὁ πνιγμός. ἐπὶ δὲ τὰ παρῳδη‐ κότα τῶν ἐκτὸς μερῶν κολλητέον καὶ βδέλλας, μετὰ δὲ τὴν τού‐ των ἀφαίρεσιν σικυαστέον σὺν δαψιλεῖ πυρίᾳ. εἰ δὲ καὶ ἡ γλῶ‐ ττα προσπίπτει, καταχριστέον αὐτὴν πάντοθεν· ὁμοίως88
90δὲ καὶ τὴν κιονίδα, εἰ φλεγμαίνοι. μεταξὺ δὲ ἀναγαργαριζέτω
90
ταῖς στοματικαῖς ἐπὶ πλεῖον ἀνειμένως. εἰ δὲ [μὴ] πρὸς ταῦτα μὴ
91
ὑπείκοι τὸ πάθος, βραδυτέραις ἐπὶ τῶν παρισθμίων ἔνδοθεν ταῖς ἐγχα‐ ράξεσι χρηστέον καὶ τὰς ὑπὸ τὴν γλῶτταν λυτέον φλέβας. σικυ‐ αστέον δὲ συνεχέστερον τοὺς περὶ τὸν ἀνθερεῶνα καὶ τὸν τρά‐
94χηλον τό‐
95πους μετὰ βαθυτέρων ἀμύξεων καὶ σφοδροτέρων ἀποσπασμῶν. τὰ δὲ κενώματα καὶ τὰ ἀναγαργαρίσματα ἔστω δριμύτερα,
96
ὁμοίως δὲ καὶ στοματικά. χρεία γὰρ ὀξυτέρας τοῖς φλεγμαίνουσι τὸ
97
στόμα δια‐ πνοῆς. ἐπεὶ ταχὺ τῷ κατὰ τὸν πνιγμὸν ὑπάγονται κινδύνῳ. τὰ μὲν οὖν ἀναγαργαρίσματα προείρηται, τὰ δὲ διάχριστα
99ἔστω χολὴ

6

(100)

ταυρεία καὶ ἐλατήριον διειμένα ὕδατι καὶ θαψίας χυλὸς μετὰ μέλιτος καὶ ὀπὸς Συριακὸς ἢ Μηδικὸς σὺν ἐλαίῳ καὶ χάλκανθον μετὰ ἐλατηρίου καὶ μέλιτος ἢ κυκλάμινος εἰς λεπτὰ τμηθεῖσα καὶ μετὰ γλυκέος ἑψηθεῖσα ἢ λεπὶς μετὰ μέλιτος ἢ ἔλαιον με‐ τὰ ἀφρονίτρου καὶ ὄξους ἢ ἐλατήριον διειμένον ταύρου χολῇ ἢ ἡ
105διὰ μόρων στοματικὴ σὺν ἐλατηρίῳ ἢ χαλκάνθῳ μετὰ μέλιτος ἢ ἀ‐ φρόνιτρον καὶ χρυσόκολλα μετὰ βραχέος θείου καὶ μέλιτος
106
χριστέον καὶ καταπότια διὰ πεπέρεως καὶ σταφίδος ἀγρίας συντεθειμένα ἢ ὀπὸν Κυρηναϊκόν. τὸ δὲ συνδιειλημμένον φλέγμα εἰ μὴ ἐκ‐ κρίνοιτο, διὰ πτερῶν κομιζέσθω. εἰ δὲ μένει ἡ κατασκευὴ τοῦ
110πάθους πρὸς τὰ προειρημένα ἀνένδοτος, ἐπιμενετέον αὐ‐ τοῖς πυκνότερόν τε τὰ περὶ τὸν ἀνθερεῶνα μέρη μετὰ σικύας διαχρίσομεν θαψίᾳ καὶ νάπυϊ καταπλάσσοντες οὔτε νύκτα οὔτε ἡμέραν ἀπεχόμενοι τῶν ἀναγαργαρισμῶν καὶ διαχρίσεων. εἰ δὲ μηδεμιᾶς ἐκ τῶν προειρημένων φαρμάκων ὠφελείας ἀντι‐
114λαβό‐
115μεθα, μεταβατέον ἐπὶ τὰ στύφοντα καὶ τὰς ὠμὰς λύσεις μετὰ
ἀφεψημένων μύρτων ἢ φοινίκων ἢ σιδίων ἢ μήλων ἢ κυδωνίων. προσενεκτέον δὲ τὴν Πολυΐδου σφραγῖδα καὶ τὸν Ἀνδρώ‐89
117
νιο
ν. καὶ τὰ ἀναγαργαρίσματα διὰ στυφόντων ἔστω. προκοπτούσης δὲ ἐπὶ
118
τὸ ἄ‐ μεινον τῆς θεραπείας μετὰ τὴν τελείαν παρακμὴν ἀκριβῶς ὁ τῆς
120ἀναλήψεως τρόπος ἀναλαμβανέσθω.

7

Σπασμοῦ αἰτία ἤτοι ὀπισθοτόνου. ιη Κοινῶς ἔδοξαν οἱ παλαιοὶ πληροῦσθαι τὰ ἀπὸ τοῦ ἐγκεφάλου πεφυκότα νεῦρα ὑπό τινων γλίσχρων καὶ κολλωδῶν χυμῶν, οἷς προσκόπτον τὸ ψυχικὸν πνεῦμα κατὰ τὴν πάροδον τοὺς
5σπασμοὺς ἐπιφέρει καὶ εἰ μὲν περὶ τὰ ὀπίσω συντεί‐ νεται τὰ νεῦρα, ὀπισθότονος καλεῖται, εἰ δὲ περὶ τὰ ἔμπρο‐ σθεν, ἐμπροσθότονος, εἰ δὲ περὶ ἄμφω, τέτανος, ὅ τε μηδετέρως ἐκνεύσει ἑκάτερος γινόμενος. γίνεται δὲ σπασμὸς κατὰ ἀναξηρα‐ σμὸν καθάπερ ἀπὸ πυρὸς τῶν νεύρων συνελκομένων ὥσπερ
9ἱμάν‐
10των, ὃ ὁρῶμεν γινόμενον περὶ τοὺς ὑδροφοβικούς τε καὶ τοὺς νεφριτικοὺς καὶ κατὰ ἀτονίαν πνεύματος, ὅπερ ἐπὶ τοὺς ἀποθνήσκοντας γίνεται. Σπασμοῦ σημεῖα. Τετάνῳ δὲ παρέπεται ὀδύνη ὑπερβάλλουσα ταχεῖα καὶ τῶν
15χαλινῶν τάσις πολλή, δυσκινησία τῶν γονάτων ὥστε αὐτοὺς δυσαποκλίτως οἷον ἐπιπεπηγέναι, συνέρεισις ὀδόντων δυσδιάστατος, δυσκαταποσία ἀνακόπτουσα πινόμενα εἰς τὰς ῥῖνας. χεῖρον δὲ ἀπαλλάττονται. δι’ ὅλου τοῦ σώματος οἱονεὶ ξυ‐ λοῦνται ὥστε μήτε τὰ σκέλη μήτε τοὺς πήχεις ἔτι δύνασθαι
20ἐπικάμπτειν μικρόν τε εἰς τοὐπίσω ἐπὶ ῥάχιν συναν‐ θέλκονται, περιψύχονται, ἀγρυπνοῦσι, τρέμουσιν, ἔσθ’ ὅτε δὲ αὐτοῖς διαστροφαὶ γίνονται καὶ δακτύλων. φιλεπίστροφον δὲ τὸ πάθος καὶ ῥᾳδίως ἀπαντῶν ὡς φεραϊκός. ὀπισθό‐ τονος δέ· συμβαίνει ταῦτα τὰ συμπίπτοντα μεγέθει διαφέ‐
25ροντα καὶ εἰς τοὐπίσω ἀνάτασις ὥσπερ ἐμπροσθότονος
εἰς τὰ ἔμπροσθεν ὁλκὴ καὶ τοῖς γε ὀπισθοτονικοῖς ἰδιάζοντες τότε σπασμοὶ παρακολουθοῦσι, σκέλη ἀμφιβάλλονται, δυ‐ σαπόσπαστα ἀλλήλων ἔχουσι καὶ χεῖρας ὁμοίως συμπλέξαντες. Σπασμῶν θεραπεία.90
30Τοὺς δ’ ὑπὸ σπασμῶν ἁλόντας κατακλιτέον ἐν τόπῳ ἀλεεινῷ ἐπὶ μαλακῆς στρωμνῆς. ἔστω δὲ ἐπὶ μὲν τῶν τετανικῶν ἐπὶ πλεῖον 〈ὀρθόν〉, ὕπτιον δὲ ἐπὶ ἐμπροσθοτονικῶν. φλεβοτομητέον δὲ πάντας ἤτοι περὶ τὴν πρώτην ἢ δευτέραν ἡμέραν μετὰ ἐ‐ παφαιρέσεως. τοὺς δὲ μὴ πρὸς φλεβοτομίαν ἐπιτηδείους δρι‐
35μεῖ κλυστῆρι κενωτέον. ἐγκρινέσθωσαν δὲ ἐπ’ αὐτοὺς καὶ συ‐ στολῇ μέχρι πρώτου διατρίτου. σκεπαζέσθω τὰ περὶ τὸν τράχηλον ἐλαιοβρεχέσιν ἐρίοις. ταῦτα δὲ ὑποβαλέσθω καὶ ῥάχει ὑπαλη‐
37
λειμμένῃ Σικυωνίῳ. διασφιγκτέον δὲ καὶ τὰ ἄκρα. κατὰ δὲ τοὺς παρο‐
38
ξυσμοὺς πει‐ θηνίως διακρατείσθω ταῦτα μετ’ αὐτοῦ καὶ τοῦ θώρακος καὶ
39τὰ ἰνία
40καταλαμβάνεσθαι πρὸς τῇ κλίνῃ. ἐγκειμένων δὲ τῶν παροξυσμῶν κατ’ ἀρχὰς ἐλαιοβρεχέσιν ἐρίοις πυριαστέον προσεπιβάλλοντας ἄνωθεν τὰς διὰ κέγχρου ἢ ἁλῶν πυρίας. μεταξὺ δὲ καὶ καταπλα‐ στέον ταῖς ὠμαῖς λύσεσι καὶ φυλακτέον θερμάς. τὰς δὲ συνερεί‐ σεις τῶν σιαγόνων τοῖς διὰ κύστεως θερμάσμασι χαλαστέον.
45παρέστω δὲ καὶ καστόριον ἐν τοῖς συναλείμμασι ἐκ παντός.
45
ἐπιμε‐ νόντων δὲ τῶν σπασμῶν συκιαστέον μετὰ κατασχασμῶν ἐπὶ μὲν τετανικῶν καὶ ὀπισθοτονικῶν ὅλην τὴν ῥάχιν καὶ
47
τοὺς τρα‐ χήλου σπονδύλους καὶ τὸν θώρακα, ἐπὶ δὲ τῶν λοιπῶν τοὺς σπονδύλους καὶ τὴν ῥάχιν. ἔστω δὲ ἡ ἀφαίρεσις πρὸς δύ‐

7

(50)

ναμιν. μετὰ ταῦτα δὲ ἐμβρεκτέον καστόριον καὶ τὸ αὐτὸ προ‐ ποτιστέον ἐμβαλλομένου πηγάνου ἢ πεπέρεως. δοτέον δὲ καὶ πάνακος ὀβολοὺς δύο καὶ τρεῖς εὐτόνως. εἰ δὲ μηδὲν πρὸς ταῦτα ὑπείκοιεν, ποτιζέσθωσαν συνεχεῖ καὶ πολλῷ μελικράτῳ καὶ καταρροφείτωσαν ἐν ταῖς τῶν παροξυσμῶν ἀνακόψεσι. τρο‐
55φὴ δὲ ἔστω ῥοφήματα διὰ μέλιτος. τῶν δὲ πόνων καὶ τῶν σπασμῶν ἐγκειμένων ποικίλως τῇ θεραπείᾳ χρησόμεθα. ὁτὲ μὲν γὰρ τὰς διὰ τῶν ὠμῶν λύσεων πυρίας προσάξομεν,
57ὁτὲ δὲ
τὰς δι’ ἐμβροχῶν, ὁτὲ δὲ τὰς διὰ μαρσίππων καὶ διὰ καστορίου συγχρίσματος. προσβάλλομεν δὲ σικύας τοῖς τε κατεσχασμένοις91
60μέρεσι καὶ τοῖς ἀκατασχάστοις. εἰ δὲ ἔντονοι εἶεν, καὶ τρίψεσιν εὐ‐ βαφῶς χρησόμεθα παραβάλλοντες πυρὶ τὰ νῶτα μετὰ πολλοῦ λίπους (ἔστω δὲ ἡ τοῦ πάσχοντος εὐφορία αὐτάρκης χρόνος τῷ βοηθήματι), καὶ μετὰ ταῦτα τῷ διὰ καστορίου συναλείφοντες, ἢ συγχριέσθωσαν. τοὺς δὲ ἐπιφαινομένους ἱδρῶτας οὐκ ἀγαθοὺς
65ὄντας ἀναρπαστέον ὁτὲ μὲν ἐλαιοβρεχέσιν ἐρίοις, ὁτὲ δὲ ξηροῖς, καὶ ἐπὶ τούτοις συγχριστέον. προποτιστέον δὲ κα‐ θ’ ἡμέραν τὸ καστόριον. εἰ δὲ μηδὲν ἐπακούοι τοῖς προ‐ ειρημένοις τὸ πάθος, συγχριστέον ἰρίνῳ ἢ δαφνίνῳ ἢ γλευ‐ κίνῳ ἢ ἀμαρακίνῳ σὺν ἀκόποις. ἐμβρεκτέον δὲ καὶ
70τὴν κεφαλὴν τοῖς αὐτοῖς. ἄκοπα δ’ ἔστω εὔτονα οἷα τὰ δυ‐ σώδη καὶ τὰ δι’ εὐφορβίου καὶ τὰ χλωρὰ ἄκοπα. μικτέον δὲ ἔσθ’ ὅτε τοῖς εἰρημένοις καὶ τὸ καστόριον ἢ λιμνήστινον. ἐμ‐ βρεκτέον δὲ καὶ συγκαταπλαστέον τὰ περὶ τὴν κύστιν προκα‐ ταλαμβάνοντας αὐτῆς τὰς συμπαθείας. χρησόμεθα δὲ καὶ ἐνέ‐
75μασι τῆς κοιλίας ἐπηρμένης, πρότερον δὲ ὑπὸ δριμέων κλυ‐ σμάτων τοῖς δι’ ἐλαίου καὶ πηγάνου προσεμβαλομένοις ὁτὲ μὲν μετὰ χηνείου στέατος, ὁτὲ δὲ μετὰ ὑείου καὶ βραχέος κηροῦ. εἰ δὲ μὴ παρηγοροῖντο, συντηκέσθω τούτοις χαλβάνη ἢ ἄσφαλτος ὅσον οὐγγίας γ. πρὸς δὲ τὰς συνερείσεις τῶν σια‐
79γόνων
80σικύας μετὰ κατασχασμοῦ ἢ βδέλλας τοῖς κορωνοῖς προσ‐ βαλοῦμεν. εἶτα καταπλασθέντες ἐπαλειφέσθωσαν ἀκόπων. ἐγχυματιζέσθωσαν δὲ καὶ τὰ ὦτα τοῖς ὠμοειδέσιν ἀφλεγμάντοις ὠτικοῖς. παραληπτέον δὲ καὶ τὰς διὰ σπόγγων πυρίας καὶ σκεπαστέον τὰ μέρη κηρωταῖς κυπρίναις
85μετὰ πηγάνου προσεμβεβλημένου καστορίου καὶ ὀποπάνακος. χρόνου δὲ προϊόντος καὶ μαλάγμασι χρηστέον. τοῦ δὲ τετάνου παρέλκοντος καὶ τοῦ χρόνου ἐκλύοντος τὸν ἐπ’ αὐτὸν φόβον ἐμ‐ βιβαστέον εἰς θερμὸν ἔλαιον συνεχῶς. ἀνακόπτει γὰρ μόνως οὕτως ἡ ἐντεῦθεν ὠφέλεια. μετὰ δὲ ταῦτα χρι‐
90στέον τοῖς προειρημένοις καὶ καταλειπτέον ἐρίοις. εἰ δὲ ἀντιλαβοίμεθα ψύξεώς τινος οὔσης περὶ τὸν κάμνοντα,
προποτιοῦμεν ὀπῷ Μηδικῷ ἀνιέντες ὅσον ὄροβον ἢ κηρῷ περιπλάσσοντες καταπινέσθω. διδόσθω δὲ μέχρι λύσεως. ἐπὶ δὲ θηλειῶν πρὸς τοῖς εἰρημένοις καὶ τῶν γυναι‐92
95κείων φροντιοῦμεν. τοὺς δὲ ἐκ νυγμάτων ἢ θλασμάτων ἢ διαιρέσεως γινομένους σπασμοὺς ἀκολούθως τοῖς προ‐ ειρημένοις θεραπεύσομεν.

8

Πλευρίτιδος αἰτία. ιθ Τὴν πλευρῖτιν Ἐρασίστρατος μέν φησι τοῦ ὑπεζωκότος τὰς πλευρὰς ὑμένος εἶναι φλεγμονήν, ὁ δὲ Διοκλῆς καὶ τῶν περὶ τὰς πλευρὰς φλεβῶν ἔμφραξιν, αἵπερ
5κατὰ τὰ ἐξημμένα τῶν ὀστῶν τέτανται. πιστοῦνται δὲ ἀμφότεροι πλευρᾶς [τὸ] πάθος [τὸ] ἐπίπονον εἶναι τὸ νόσημα καὶ [τὸ] τὰ ἀλγήματα διήκειν μέχρι κλειδὸς καὶ τρίτον εἰ μὴ ἀναπτυσθείη ἐν ταῖς κυρίαις ἡμέραις, ἀπόστημα περὶ τὰς πλευρὰς γίνεσθαι καὶ 〈ἐὰν〉 ἀνακαθαρθῶσιν ἐν
10τεσσαράκοντα ἡμέραις, ἀφ’ ἧς ἂν ῥῆξις γένη‐ ται, παύονται, εἰ δὲ μή, εἰς φθίσιν μεθίσταν‐ ται. Ὁ δὲ Πραξαγόρας τῶν ἄκρων τοῦ πλεύμονός φησιν εἶναι φλεγμονήν, καθ’ ὁπότερον ἂν γένηται μέρος· πιστοῦται
13
δὲ ὅτι βῆχες παρακολουθοῦσι καὶ ἀναπτύσεις γίνονται ποικίλαι·
15ἐπὶ μὲν γὰρ πνεύμονος εἶναί φησιν εἰς τὴν ἀναγωγὴν ὁδόν, ἐπὶ δὲ πλευρᾶς ἐν ταῖς ἀνατομαῖς μὴ εὑρίσκεσθαι. Ὁ δὲ Ἱπποκράτης ὁτὲ μὲν πλευρᾶς, ὁτὲ δὲ πνεύμονός φησιν εἶναι πτύσιν καὶ γίνεσθαι ἐπὶ μὲν πλευρᾶς διὰ φλεγμονήν, ἐπὶ δὲ πνεύμονος, ὡς ἐν τῷ περὶ τόπων τῶν κατ’ ἄνθρωπόν
19φησι,
20ῥεῦμα φέρεσθαι καὶ ἀπὸ κεφαλῆς εἰς τὸν θώρακα καὶ εἰ μὲν ὅλον ἐμπλήσειε τὸν πνεύμονα, περιπνευμονίαν γίνεσθαι, εἰ δὲ καθ’ ἑκάτερον μέρος τοῦτο ἐνεχθείη, τὴν πλευρῖτιν. Πλευρίτιδος σημεῖα. Τῇ δὲ πλευρίτιδι συνεδρεύει πόνος πλευρᾶς ὑπερβάλλων93
25διήκων μέχρι λαγόνος καὶ κλειδῶν, ἐνίοτε δὲ καὶ ὤμου καὶ βραχίονος. δοκοῦσι δὲ οἱ ἐν τῷ πάθει ἐν ..... τινι δι‐ απείρεσθαι διαδρομαί τε ἐν τοῖς προειρημένοις τόποις γίνονται καὶ νῦν μὲν ἐμπίπτουσιν, αὖθις δὲ λωφοῦσιν, εἶ‐ θ’ οὕτως ὑποστρέφουσι· πυρετὸς ὀξύς, δύσπνοια, σφυγμὸς
30μέγας, πυκνός, σφοδρός, βὴξ ἐπιτεταμένη. ἀνάγουσιν οἱ ἐν τῷ πάθει παντοῖα, δίαιμα, ὑπόχολα, φλεγμα‐ τώδη, ἀφρίζοντα, ἤδη κάκιστα. χαλεπὸν δὲ καὶ τὸ αἱμα‐ τῶδες ἐπιφανὲν τῷ χολώδει. ἐπιτίθενται δὲ αὐτοῖς γλώττης τραχύτης, ἀγρυπνία, ῥιπτασμός, ἀπορία, πάντα
35περὶ τὴν τετάρτην ἡμέραν σφοδρυνόμενοι. ὁτὲ δὲ καὶ πα‐ ρακόπτουσιν, ὑποχόνδριον ἀνασπᾶται, σφοδρύνεται τὰ τῆς δυσπνοίας, σφυγμοί, πίπτουσι, περιψύχονται. Πλευρίτιδος θεραπεία. Τοὺς δὲ πλευριτικούς, εἰ μὲν παρείησαν οἱ τῆς φλεβοτομίας
40ἀριθμοί, περὶ τὴν δευτέραν ἡμέραν φλεβοτόμησον, εἰ δ’ οὖν δριμεῖ κλυστῆρι κενώσομεν καὶ συστολαῖς. τὰ δὲ σφοδρὰ τῶν ἀλγημάτων παρηγορήσομεν ἐπιθέσει χειρὸς ἢ ἐρίου θερμοῦ κατεχομένου. εἰ δ’ ἐπιτείνοιντο, καὶ τὰς διὰ κέγχρων ἢ πιτύρων ἢ ἁλῶν πυρίας προσοίσομεν,
45ἐν δευτέροις δὲ καιροῖς τὰς δι’ ἐλαιοβρόχων ἢ ἐρίων ἢ ῥακῶν θερμασίας παραλαμβάνοντες. πειράσθωσαν δὲ δι‐ ακατέχειν πνεῦμα καὶ ἀνθίστασθαι ταῖς βηξί. παραληπτέον δὲ
καὶ τὰς ἐλαιοβρόχους κύστεις καὶ τοὺς κεραμεικοὺς φακούς. με‐ τὰ δὲ ταῦτα καὶ τὴν διὰ οἰσυπηρῶν ἐρίων σὺν ἐλαίῳ καὶ οἴ‐94

8

(50)

νῳ τεθαλασσωμένῳ ἐπιθέσει χρησόμεθα. περὶ δὲ τὴν τρίτην ἢ τετάρτην ἡμέραν θρέψαντες τοῖς διὰ μέλιτος ῥο‐ φήμασι τοῖς διὰ πικρῶν ἀμυγδάλων καὶ γλήχωνος καὶ πιτυΐ‐ δων ἢ ἐξ ὕδατος ἄρτῳ ἢ πλυτῷ χόνδρῳ μέχρι παρακ‐ μῆς παρὰ μίαν ἄξομεν. ποτὸν δὲ καὶ ὀλίγον καὶ βράδιον προ‐
55σοιστέον. εἰ δὲ τὰ ἀλγήματα περὶ τὴν τρίτην ἡμέραν σφο‐ δρύνοιτο, καταπλαστέον, εἰ δ’ οὖν περὶ τὴν τετάρτην περιαπτο‐ μένων αὐτοῖς ἔξωθεν θυλάκων ἢ κύστεων ἐχουσῶν ἔλαιον ἢ ὑδρέλαιον θερμόν. μετὰ δὲ τὴν διάτριτον ἢ καὶ δευτέραν, εἰ μὴ προφλεβοτομηθεῖεν ἐγκειμένων τῶν ἀλγημάτων, σικυαστέον
60τὰ μέρη. εἰ δὲ ἐπείγει, καὶ ἐπὶ τῶν φλεβοτομηθέντων παραλαμβανέσθω. τοῦ δὲ πάθους μακρὰς τὰς κρίσεις ἐμ‐ φαίνοντος ἕως παρακμῆς ἐπὶ τοῖς αὐτοῖς καλῶς ἔχει τυρῶν τροφὴ τῆς τε τῶν πόλτων καὶ ὤων ὕλης ἐπιμιγνύντας. συντόμως δὲ τὰς ὑποθέσεις ὑποβάλλοντες πρὸ τῆς τοῦ
65τέλους παρακμῆς δοτέον πρὸς τοῖς εἰρημένοις ἐγκεφάλους καὶ τακεροὺς πόδας καὶ νεωτάτους ὄρνιθας ἢ περιστεράς. πρὸ δὲ τῶν ποτῶν προποτιζέσθωσαν μελίκρατον. μετὰ δὲ τὴν ἑβδόμην ἐπὶ τῶν βραδυκρισίμων καὶ τῶν δι’ ὑσσώπων καὶ σύκων καὶ ἴρεως χρησόμεθα. ἐγκειμένης δὲ τῆς βηχὸς δώ‐
70σομεν συνεχῶς τὸ μελίκρατον, ὁτὲ δὲ τὸ ἄπεφθον ὑπὸ τὴν γλῶτταν λαμβανέσθωσαν μέλι. ἔστωσαν δὲ ἐπὶ πάντων συνεχεῖς αἵ τε τῶν πυριῶν προσαγωγαὶ καὶ αἱ ψηλαφήσεις τῶν ποδῶν, εἰ δὲ ἀνέχοιντο, καὶ διασφίγξεις. ἔν τε ταῖς παρακμαῖς ταῖς διὰ πηγάνου καὶ κυπρίνου κηρωταῖς χρη‐
75σόμεθα. ἐπὶ δὲ τῶν δυσαναγωγῶν πλευριτικῶν μικτέον ταῖς ὠμαῖς λύσεσιν ἴρεως Ἰλλυρικῆς τὸ τέταρτον μέρος ἢ
προσαφεψήσαντες ἀψίνθιον καὶ ὀρίγανον σὺν μελικράτῳ τὴν ὠμὴν λύσιν καὶ διὰ σύκων τε καὶ ἀλεύρων κριθίνων σκευάσομεν. ἀπυρέτων δὲ γενομένων εἰ ἐπιμένοιεν αἵ τε95
80βῆχες καὶ οἱ πόνοι, ἐπιρριπτέον μάλαγμα τὸ διὰ σπερμάτων ἢ τὸ διὰ μελιλώτου ἢ τὸ διὰ σαμψύχων ἢ τὸ πολυτρίχιον. προποτιστέον δὲ καὶ ἀντιδότοις. ἀρίστη δὲ ἥ τε θηριακὴ καὶ τὸ διὰ δύο πεπέρεων. παυσαμένης δὲ τῆς ὀδύνης καὶ τῶν βηχῶν βαλανείῳ καὶ οἴνῳ ἀποθεραπευτέον ἀρχὴν τῆς
85ἀναλήψεως ταῦτα τιθεμένους.

9

Περιπνευμονίας αἰτία. κε. κ Τὴν τῆς περιπνευμονίας αἰτίαν κοινότερον οἱ παλαιοὶ ἀπέ‐ δοσαν πνεύμονος εἶναι φλεγμονήν· ἰδικώτερον δὲ Πραξαγόρας φήσας, ἐὰν τὰ παχέα καὶ τὰ πρὸς τὴν ῥάχιν τοῦ πνεύμονος πάθῃ,
5περιπνευμονίαν εἶναι, ἐὰν δὲ τὰ πρὸς τοῖς πλευροῖς, πνευμονίαν, ἐὰν δὲ τὰ πρὸς τοὺς λοβούς, πλευρῖτιν. Περιπνευμονίας σημεῖα. Τῇ περιπνευμονίᾳ παρέπεται πυρετὸς ὀξὺς εἰς νύκτα ἐπιγενόμενος, ὡς ἐπίπαν δὲ περὶ τὸν ὄρθρον. βάρος
10περὶ τὸν θώρακα καὶ θέρμη. ἥκιστα δ’ ἐπίπονόν ἐστι τὸ πάθος. δυσπνοοῦσι, ταχυπνοοῦσι. κατακεῖσθαι οἱ ἐν τῷ πάθει οὐ δύνανται, ἀλλ’ ἀναγκάζονται καὶ ὕπορθοι ὄντες δυσπνο‐ οῦσιν ἧττον. σφυγμὸς πυκνός, σφοδρός. βῆχες συ‐ νεχεῖς ἀναγωγὰς ἔχουσαι παντοίας. τούτοις ἐστὶν ὄμμα
15κατάλυπρον, στίλβον, πρόσωπον ἐρευθές, μάλιστα τοῖς μήλοις, ἀγγεῖα κυρτὰ θώρακος, ἐνερευθῆ τὰ πρὸς τὸν τράχηλον. ὁ κίνδυνος τὰ πολλὰ περὶ τὴν ἑβδόμην, ἀγρυπνία τε καὶ ἀνορεξία καὶ δίψα οἵ τε ὀφθαλμοὶ ἀντὶ τοῦ στίλβοντος ἐνερευθεῖς γίνονται. περιψύξεις. κατάπτωσις σφυγ‐
19μῶν.96
20Περιπνευμονίας θεραπεία. Τοὺς δὲ περιπνευμονικοὺς εἰ μὲν περὶ τὴν πρώτην ἡμέραν συσταίη τὸ πάθος, ὅπερ σπάνιον, φλεβοτομητέον. φυλακτέον
22
δὲ τὴν πο‐ λλὴν ἀφαίρεσιν διδόντας καὶ ταῖς μεταξὺ προσενεχθη‐ σομέναις σικύαις τόπον. εἰ δὲ μὴ ἐνδέχοιντο, μετὰ τὸν
25παροξυσμὸν κατακλιτέον. εἰ δ’ οὖν σικυαστέον μετὰ ἀμύ‐ ξεων προσβαλλομένων τῷ τε θώρακι καὶ ταῖς πλευραῖς πολλῶν καὶ εὐμεγέθων πρὸς δύναμιν τὴν ἀφαίρεσιν ποιουμένους. μετὰ δὲ ταῦτα ἐμβροχαῖς ταῖς οἰσυπηραῖς συναλειφέ‐ σθωσαν καὶ προσφερέσθωσαν ῥοφήματα διὰ τῆς πτισάνης
30ἢ χόνδρων μετὰ μέλιτος ἢ τῶν πλυτῶν χόνδρων ἢ τῶν ἐξ ὕδατος ἄρτων. ποτὸν δέ, εἰ μὲν ἀνέχοιντο, θερμόν, εἰ δὲ μὴ γαλακτῶδες. καταπλαστέον δὲ αὐτοὺς καὶ ταῖς ὠμαῖς λύ‐ σεσι. κατὰ δὲ τοὺς τῶν πυρετῶν παροξυσμοὺς σκεπα‐ στέον ἐλαιοβρεχέσιν ἐρίοις καὶ ταῖς διὰ πηγάνου καὶ κυπρίνου
35κηρωταῖς. τῇ δὲ τετάρτῃ ἡμέρᾳ ἐν ταῖς ἐνδόσεσι ποτιστέον ὕσσωπον μετὰ σύκων μήτε πλεῖον κυάθων πέντε μήτε ἔλαττον τρίς. πλειόνων δ’ ὄντων καὶ δυσα‐ ναγώγων τῶν ὑγρῶν καὶ ἐκ δευτέρου προποτιστέον. δοτέον δὲ καὶ τὴν διὰ πικρῶν ἀμυγδάλων μετὰ σεμιδάλεως
40ἢ χόνδρου ῥόφημα ἢ βουτύρου προσφάτου κοχλιάρια γʹ ἢ μελίκρατον σὺν ἀφεψήματι ἰλλυρίδος. εἰ δὲ κατὰ τῶν παροξυσμῶν ἡ δύναμις συναιρεῖται, προποτιζέσθωσαν συνεχέστερον τὸ μελίκρατον καὶ μετὰ πιτυΐδος ἢ συκίου σπέρματος. ἀνοικτέον δὲ καὶ τὰς θυρίδας ἐκ διαστημάτων νυκτός
45τε καὶ ἡμέρας ἕνεκα τοῦ καθαρὸν εἰσρεῖν ἀέρα. μετὰ δὲ τὴν
45
δευτέ‐ ραν διάτριτον ἐπιτεινομένου τοῦ πάθους σικυαστέον ἐκ δευ‐ τέρου ἔλαττον ἀποσπῶντας αἷμα καὶ προποτιστέον ἴριδι λείᾳ.
ἔστω δὲ δυοῖν ἢ τριῶν κοχλιαρίων τὸ πλῆθος μετὰ μελικράτου λεπτοῦ ἢ πτισάνης χυλοῦ. τροφὰς δὲ προσοίσομεν αὐτῷ97

9

(50)

κρεώδεις· αἳ δ’ εἰσὶ τακεροὶ πόδες καὶ ἐγκέφαλοι ἢ νεοττοὶ ὀρνίθων ἢ περιστερῶν. εἰ δὲ τὰ τῶν δυνάμεων συναι‐ ρεῖται, δοτέον αὐτοῖς μετὰ ῥοφημάτων καὶ χόνδρον καὶ ἄρτον τό τε παλαιὸν ὑδρόμελι καὶ τὸ μελίμηλον. μὴ ἀνα‐ λαμβανομένων δὲ προσοιστέον τὰ προειρημένα δι’ οἴνου.
55καὶ ἐν μὲν τῇ πρώτῃ τῶν πυρετῶν ἀποκλίσει προποτιστέον ὑσσώπῳ, ἐν δὲ τῇ ἐνδόσει ἰλλυρίδι. τὰς δὲ τῆς διανοίας παραφορὰς ἐμβροχαῖς τῆς κεφαλῆς παρηγορήσομεν καὶ τοῖς τοῦ προσώπου ἀποσπογγισμοῖς. τοὺς δὲ ἐπιγενομένους αὐτῶν καύσωνας παρηγορητέον πειρωμένους [τε] μὴ παροξύνειν τὴν
60αἰτίαν τοῦ πάθους ταῖς δι’ ὀξυμέλιτος ὠμαῖς λύσεσι καὶ ὀξυ‐ κράτου ἐλαίου καὶ μέλιτος προσεμβεβλημένου, ἢ πατητοῖς φοίνιξι μετὰ μήλων ἢ κυδωνίων καὶ ἄρτων ἢ ἀλφίτων καὶ τοῖς τῆς κολοκύνθης ξύσμασι καὶ πέπονος κατ’ ἰδίαν καὶ σὺν ἄρ‐ τῳ, ὁμοίως καὶ ἀνδράχνῃ καὶ ἀμπέλου ἕλιξι, πολλάκις δὲ τῇ
65ἄλλῃ ἐκ δυοῖν μερῶν οὔσῃ συγκαταπλέξομεν στρύχνον ἢ ἀείζωον ἢ κορίανον χλωρὸν ἢ πολύγονον σὺν ῥοδί‐ νῳ ἢ μηλίνῳ. συνεχῶς δὲ ὑπαλλάττεσθαι ταύτην, αὐ‐ τάρκης δὲ τούτων εἰς μέτρον ἡ τοῦ νοσοῦντος θεραπεία καὶ
68
εὐφορία. μεταξὺ δὲ ταῖς δι’ ὠμῆς λύσεως ἐσκευασμέναις δι‐
70ὰ μελικράτου χρηστέον. εἰ δὲ περὶ τὴν κοιλίαν ῥευματι‐ σμὸς γένοιτο, συνεργητέον, εἰ δὲ μὴ ὑπακτέον τὴν κοιλίαν βαλανείοις ἢ κλύσμασι. πολλῆς δὲ ἐντεῦθεν ὠφελείας ἐσομένης παρακμάζοντός τε τοῦ πάθους χωρή‐ σομεν ἐπὶ τὰ πολύτροφα πτηνά τε καὶ ἰχθύας καὶ ᾠὰ
75παρατιθέντες. ἐπιθέμασι δὲ χρησόμεθα κηρωταῖς ῥοδίναις ἢ σχοινίναις ἢ μυρσίναις. ἄριστον δὲ καὶ τῶν ὑλῶν καὶ τὸ διὰ στυπτηρίας καὶ πᾶν τὸ τούτοις ὁμο‐ ειδές. τῶν δὲ πυρετῶν τέλεον λυθέντων ἐπὶ βαλα‐ νεῖα καὶ οἶνον προσάξομεν.98

10

Συγκοπῶν αἰτία καρδίας. κε. κα Ὀνομαστὶ μὲν τοῦ πάθους οἱ παλαιοὶ οὐκ ἐμνήσθησαν ὡς καθ’ αὑτὸ γινομένου, ἐπιγινομένου δὲ κυρίοις τόποις φλεγμαίνουσι, μάλιστα δὲ στομάχου ὅπερ καλεῖται
5καρδίᾳ, δι’ ὅπερ τινὲς καρδίας ὑπέλαβον εἶναι τὸ πάθος. γίνεσθαι δὲ αὐτὸ ὑπὸ φλεγμονῆς ἐκτονιζομένου τοῦ πνεύ‐ ματος καὶ λυομένου καθάπερ λιβανωτοῦ τῷ πυρὶ ὁμιλήσαντος. ἔστι τοίνυν αὕτη 〈ἡ〉 τοῦ σώματος ἕξις, συμβαίνει δὲ μάλιστα ἐπὶ στομάχῳ πεπονθότι, ἐπεὶ καθάπερ νεὼς τοῦ σώμα‐
10τος ὑπόζωμα ὑπάρχει, ὥς φησιν Ἀρίστων ὁ ἀπὸ Πέτρωνος. Συγκοπῶν σημεῖα. Τοῖς δὲ ὑπὸ συγκοπῶν ἁλοῦσι συνεδρεύει σφυγμὸς μικρός, συνδεδιωγμένος, ἐκλείπων. ἀναπνοὴ συνεχής τε καὶ ὡς ἂν ἐκλείποντες ἀντιλαμβάνονται τοῦ ἀέρος καὶ οἱονεὶ
15διψῶντες ἀνεῳγμένον ἔχουσι πρὸς τὴν ὁλκὴν ἕτοιμον τὸ στόμα. ἱδροῦσι δαψιλῶς τὰ ἄνω μέρη μάλιστα, ψυχρὸς δὲ αὐ‐ τοῖς ἐστιν ὁ ἱδρώς, δροσίζων δυσεπισχέτως. ἄκρα κρυ‐ σταλλοειδῆ. προϊόντος δὲ ἐπὶ τὸ χεῖρον πελιοῦται, μελαί‐ νεται. βάρος θώρακος συναισθάνονται διψῶσί τε καὶ ἐπι‐
20τεταμένως πυροῦνται τὰ ἐν βάθει. ἀνορεκτοῦσι. χεῖ‐ ρον δὲ ἀπαλλάττονται. μᾶλλον ἱδροῦσι. σφυγμὸς ἀεὶ ταπεινός. μᾶλλον ἴσχουσι καὶ τὰς ὀρέξεις, τελέως ἀποστρέ‐
φονται. τὸ ληφθὲν ἀποχωρίζεται. ὑποχόνδριον μετεω‐ ρίζεται, ἐνίοτε δὲ καὶ κοιλία προεκδοῦσα καθεῖλεν99
25αὐτούς. Συγκοπῶν θεραπεία. Τοὺς δὲ λεγομένους καρδιακοὺς σκοπὸν ἔχοντας τὴν τῆς δυ‐
27
νάμεως ῥῶσιν κατακλιτέον, εἰ μὲν παρείη, ἐν κατωγέῳ οἴκῳ, εἰ δ’ οὖν ποσῶς ἀφεγγεστέρῳ καὶ μὴ πνιγώδει. ἔστω δὲ τὰ ἐπι‐
30βόλαια καὶ τὰ ὑποστρώματα καὶ τὰ ἐνδύματα ἐλαφρά τε καὶ τετριμμένα καὶ τῷ ἐδάφει κατερράνθω καὶ φύλλοις κα‐ τεστρώσθω. μεταδοτέον δὲ αὐτοὺς ἀέρος ψυχροῦ εἰσόδῳ καὶ τοῖς δι’ ὀξυκράτου ἀποσπογγισμοῖς καὶ διακλύσμασι καὶ ἐμβροχαῖς ψυχροῦ καὶ ὀσφραντοῖς ποικίλοις καὶ τροφώ‐
35δεσιν οἷον θερμοῖς ἄρτοις ἢ δι’ οἴνου ἢ σικύοις ἢ πέ‐ ποσιν ἢ μήλοις ἢ οὔοις καὶ τοῖς ὁμοίοις. οἱ δὲ ἐπει‐ σελευσόμενοι ὀλίγοι τε ἔστωσαν καὶ ἥκιστα κατ’ ἀρχῆς αἴτιοι γενόμενοι. παρακελευστέον δὲ θαρρεῖν μηδεμίαν ἔμ‐ φασιν κινδύνου ὑποβάλλοντας. τοὺς δὲ φερομένους ἱδρῶ‐
40τας ῥυπισμοῖς ἐπισχετέον, σπόγγοις ἐκ ψυχροῦ, εἶτα προσπάσαντες λείαν μυρσίνην καὶ τὴν κεφαλὴν ἐμ‐ βρέξαντες ὀξυροδίνῳ καὶ περισπογγίσαντες τὸ πρό‐ σωπον ψυχρῷ προσοίσομεν ἄρτον ἢ χόνδρον δι’ οἴνου ἢ τακεροὺς πόδας καὶ πτηνῶν τὰ παρόντα. ἀρίστη δὲ καὶ
45ἡ τῶν οὔων ὀπώρα, μήλων βερεκοκίων καὶ περσικῶν καὶ ῥοιῶν καὶ τῆς ἐκ κίθρας σταφυλῆς. ποτὸν δὲ κράματος ψυχροῦ προσφερέσθω. μετὰ δὲ τὴν προσφορὰν πειράσθω ὑπνοῦν. εἰ δὲ παραμένει τὰ τῆς διαφορήσεως, πάλιν θρεπτέον. τῇ δὲ ὑστεραίᾳ τὰς ὑπόπτους ἐκλαμβάνοντες

10

(50)

θρέψομεν μετ’ οἴνου, ὁμοίως καὶ τῇ τρίτῃ. εἰ δὲ μηδὲν ὑπαντήσειε,
πᾶν τὸ βουληθὲν ἐπιδώσομεν, εἰ δ’ ἐπιμένοιεν διαφο‐ ρούμενοι, ἀκτέον αὐτούς, ὡς εἴρηται, πρὸς τοὺς συναλείφοντας τὰ ἄκρα τοῖς διὰ πεπέρεως καὶ πυρέθρου καὶ λημνίτιδος. ξη‐ ραντέον δὲ καὶ θερμαντέον τὴν ἐπιφάνειαν ἀσβέστῳ λείῳ100
55ἢ τρυγί. τὰ δὲ μέσα καταπλασσέσθω τοῖς διὰ φοινίκων καὶ μήλων καὶ οἰνάνθης καὶ ἀειζώου τῇ σαρκὶ κατ’ ἰδίαν καὶ μετὰ μέλιτος, ὁτὲ μετὰ μηλίνου ἢ μυρσίνου ἢ ῥοδίνου με‐ θ’ ὕδατος ἐμβρεχέσθωσαν. δεῖ δὲ τὸν ἄριστον ἰατρὸν παρα‐ κολουθεῖν τοῖς ἐκ τῶν προσφερομένων βοηθήμασι καί, εἰ μὲν
60εὐαρεστοῖτο, τοῖς αὐτοῖς ἐπιμένειν, εἰ δ’ οὖν μεταβαίνειν εἰς ἕτερα. εἰ δ’ ἐπί τινων ἀποδοκιμάζομεν τὰς τοῦ οἴνου προσφοράς, ἐπιτήδειον τὸ παλαιὸν ὑδρόμελι καὶ τὸ μηλό‐ μελι. εἰ δ’ ὑπὸ τούτων μὴ ἀναλαμβάνει, ἐκ τοῦ οἴνου βραχὺ
63
προσοί‐ σομεν, εἰ παρείη, Ἄλβανον ἢ Φαλερῖνον ἢ Ἀσιανόν· χρεία γὰρ
65σύντομος τῆς ἀπὸ οἴνου βοηθείας μόνου. τῇ δὲ τροφῇ εὐστομά‐ χῳ χρηστέον. αἰώραν ἤτοι ἐν στοᾷ ποιησόμεθα ἢ διὰ τοῦ κρεμαστοῦ κλινιδίου ἐφορῶντες τὴν δύναμιν. εἰ δὲ συγ‐ κοπαὶ μεθ’ ἱδρώτων καὶ περὶ ἐπιδόσεις καὶ ἀκμὰς τῶν παθῶν γίνοιντο, νεανικώτερον, ὡσὰν ἐν ὀξυτάτοις κινδύνοις ὄντων, καὶ
70τοῖς μὲν ἀποσπογγισμοῖς καὶ ῥυπισμοῖς συνεχέσι καὶ πᾶ‐ σι τοῖς πρότερον εἰρημένοις χρηστέον. καταπλασσέσθωσαν δὲ μυρσίνῃ τάς τε μασχάλας καὶ τοὺς βουβῶνας, τὰ δὲ ἄκρα ποι‐ κίλως ἐκθερμαντέον διὰ τὸ πολλὴν ἐκ τούτου ὠφέλειαν ἀπαντᾶν. παραλαμβανέσθωσαν δὲ καὶ τὰ ὥσπερ καυτη‐
75ρίου τρόπον ἐπέχοντα οἷον τρὺξ κεκαυμένη καὶ ἄσβεστος καὶ πύρεθρον καὶ πέπερι καὶ σκίλλα καὶ βολβοὶ καὶ νᾶπυ
καὶ λημνίστιον κατ’ ἰδίαν καὶ μετ’ ἀλλήλων, ὁτὲ μὲν ξηρὰ ἐμπα‐ σσόμενα τοῖς ἄκροις, ὁτὲ δὲ μιγνύμενα τοῖς βολβοῖς καὶ τῇ σκίλλῃ. τοῖς μὲν οὖν διὰ τῶν βολβῶν καταχριέσθω‐101
80σαν βραχίονες μέχρι δακτύλων ἄκρων καὶ μηροὶ μέ‐ χρι ποδῶν. καταδησάσθωσάν τε λεπταῖς λινίαις. εἰ δὲ μὴ φέροιεν τὰς καταχρίσεις, τὰ μὲν ἄλλα τοῖς ξηροῖς ἐμ‐ πλαστέον, τὰ δὲ περὶ γόνατα καὶ τοὺς πόδας τοῖς προει‐ ρημένοις χρίσαντας περιελεῖν. θέρους δὲ ὄντος ἢ φθι‐
85νοπώρου δοτέον τό τε ἄπεφθον καὶ τὸ διὰ σχοίνου διάκλυσμα καὶ ποτόν. ἔστωσαν δὲ καὶ οἱ ἀποσπογγισμοὶ διὰ τούτων. εἰ δὲ δυνατὸν εἴη, καὶ τὰ βόρεια πνεύματα ἐπεισακτέον. μὴ ἐπεχομένων δὲ τῶν ἱδρώτων ἐπιμενετέον τοῖς ἐμ‐ πλάσμασι τὰ πρότερα μὴ ἀποσύραντας. εἰ δὲ καὶ οὕτως μὴ
90φέροιτο, ἐπὶ πολὺ κεχυμένης τῆς μυρσίνης σπόγγοις δι’ ὀξυκράτου ψυχροῦ ἀπομάξαντες ἐπὶ τὰ ὠμοειδῆ χωρήσομεν καταπλάσαντες ὁτὲ μὲν κηκῖδι ὀμφακίνῃ, ὁτὲ δὲ σὺν ἀσβέστῳ, ὁτὲ δὲ τρυγὶ κεκαυμένῃ 〈ἢ Σαμίᾳ γῇ με‐ τὰ κόμμεως ἢ μάννοις ἢ σιδίοις λείοις, ὁτὲ δὲ
95ψιλῇ ἀσβέστῳ〉. μετὰ δὲ ταῦτα προσοίσομεν τροφὴν ψυχρὰν καὶ πολύτροφον, μετὰ [δὲ] πο‐
96
μάτων ψυχρῶν προσεπιδιδόντες τι τῶν ὡρίων. εἰ δὲ μη‐ δὲν ὑπείκοι πρὸς ταῦτα, κατὰ δύναμιν οἰνοδοτέον, μετὰ δὲ τροφὴν ἢ σιτώδη ἢ κρεώδη ἢ διὰ χιόνος ἢ δι‐

10

(100)

ὰ μόνου ψυχροῦ. ἑξῆς δὲ προτρεψόμεθα ὑπνοῦν αὐτούς, συλλαμβάνεσθαι, τὸ πᾶν τῆς σωτηρίας ἐν τούτοις τι‐ θέμενοι. μὴ ἐπεχομένων δὲ τῶν ἱδρώπων τοὺς μὲν φύσει
λείους τοῖς διὰ τῶν βολβῶν καὶ τρυγὸς συγχριστέον ὅλους ἢ τοῖς δι’ ἀσβέστου καὶ κηκῖδος καὶ ᾠῶν τοῖς λευκοῖς. τοὺς102
105δὲ πολυτρίχους ἐμπλαστέον τοῖς προειρημένοις. δοτέον δὲ τούτοις ἐκ διαλειμμάτων κατὰ τὸν τῆς τροφῆς καιρὸν κατα‐ ρροφεῖν ἄκρατον. πολλάκις γὰρ τούτοις ῥώννυται τὸ πνεῦμα. τῆς δὲ ὥρας καυματώδους οὔσης ἐνδυτέον αὐτοὺς χι‐ τῶνας διαβρόχους ψυχροῖς καὶ πρότερον τοῖς ὀθονίοις ἐ‐
110ξ ὕδατος χρηστέον καὶ βεβρεγμένοις ᾠῶν τοῖς λευκοῖς. ποικίλης δὲ οὔσης τῆς τῶν συγκοπῶν αἰτίας καὶ τὰ βοηθήματα ἁρμοττέσθω κατ’ αὐτήν. εἰ δὲ προκόπτει ἡμῖν τὰ τῆς βοηθείας, ἀκόλουθόν ἐστιν ἔτι τῶν ἀναληπτικῶν διὰ ταχέος.

11

Βουλίμου αἰτία. κε. κβ Ὀνομαστὶ μὲν τοῦ πάθους οἱ ἀρχαῖοι οὐκ ἐμνήσθησαν, κατὰ δὲ τὴν τούτων ἀκολουθίαν φαμὲν αὐτὸν γίνεσθαι κατὰ ψύξιν μὲν τοῦ ἐμφύτου πνεύματος, κατὰ πῆξιν δὲ τοῦ ἐν
5μεσεντέρῳ φλεβῶν αἵματος· ταῦτα γὰρ αἴτια καὶ τῆς ὀρέξεως. Ὁ δὲ Ἱπποκράτης ἐν τῇ διαιτητικῇ, ὁ δὲ Πραξαγόρας
6
ἐν τῇ περὶ νούσων, ὁ δὲ Διοκλῆς ἐν τῇ περὶ πέψεως· εἴπερ οὖν ἡ ἀνει‐ μένη ὄρεξις μικρός ἐστι λιμός, ἡ ἐπιτεταμένη βού‐ λιμος ἂν εἴη. ὅτι δὲ ψύξις ἐστὶ τοῦ αἵματος, πιστοῦται
10διὰ τὸ ἐπιπολάζειν ἐπὶ γέροντας τὸ πάθος μάλιστα, πο‐ λλάκις καὶ ἐν χειμῶνι, καὶ ἡ θεραπεία δὲ δηλοῖ· πυρία γὰρ καὶ οἰνοποσία καὶ δριμέων προσφορὰ ἰῶνται τὸ
νόσημα. Βουλίμου σημεῖα.103
15Τοῖς δὲ βουλιμιῶσι παρέπεται τὸ ἀποψύχεσθαι πᾶν τὸ σῶμα καὶ μάλιστα τὰ ἄκρα καὶ ἀπολιθοῦσθαι σφόδρα καὶ καταπίπτειν καὶ ἀσθμαίνειν καὶ ἀλύειν, διαλέγεσθαι, μὴ εὐτονεῖν, σφυγμοὺς καθαιρεῖσθαι. τινὲς δὲ αὐτῶν καὶ τροφὴν αἰτοῦσι. Βουλίμου θεραπεία.
20Τοὺς δὲ τοιούτους κατακλιτέον ἐν τόποις θερμοῖς καὶ λιπαν‐ τέον παρὰ φλογὶ τὸ σῶμα καὶ μαλακοῖς μετὰ τὴν τρῖψιν ἀμφιάσ‐ μασι σκεπαστέον. τροφαὶ διδόσθωσαν ὁτὲ ἐκ τοῦ θερμοῦ κρά‐ ματος ἄρτος καὶ οἱ λοιποὶ πολύτροφοι καὶ θερμὸν ποτὸν δι’
23
οἴνου. ὠφελεῖ δὲ τούτους καὶ δριμυφαγία καὶ ἡ διὰ πεπέρεως καὶ
25πηγάνου σὺν οἰνομέλιτι ἢ γλυκεῖ προποτισμῷ. παραθετέον δὲ καὶ ὀπὸν ὄξει διειμένον ἐμβάμματος τρόπον, εἰ δὲ κλύζοιεν, καταρροφείτωσαν ἐξ αὐτοῦ. συναλειφέσθωσαν δὲ θερμαν‐ τικαῖς ὁποῖά ἐστι τὰ ἴρινα καὶ τὰ δάφνινα ἢ γλεύκινα ἢ ἀμαράνθινα ἢ τὰ δι’ ἐλαίου καὶ εὐφορβίου καὶ πυρέθρου καὶ
29καστορίου
30καὶ τοῖς ὁμοίοις τοῖς δριμέσιν ἀκόποις, οἷα τὰ δυσώδη, τὰ δι’ εὐφορβίου ἢ τὰ χλωρὰ ἄκοπα. τοῖς δὲ προειρημένοις μύροις μικτέον ἔσθ’ ὅτε καστόριον ἢ λιμνήστιον. ἐπὶ δὲ τούτων ὀσφραντὰ ἔστω μάλαθρον ἢ ὀρίγανον, πήγανον, θύμον, θύμβρα, κλάδος συκῆς καὶ τὰ τρόφιμα. ὠφελεῖ δὲ ἐκ
35διαστημάτων καταρροφούμενος ἄκρατος. ἔστω δὲ κατὰ τὰς ἐπιζητήσεις τὰ τῆς τροφῆς ἑτοίμως μετὰ κράματος θερμοῦ διδόμενα.

12

Ὑδροφόβου αἰτία. κε. κγ Οἱ ἀρχαῖοι οὐκ ἐμνήσθησαν τούτου. ἔοικε δὲ γίνεσθαι διὰ δισσὴν αἰτίαν. ἢ γὰρ ὑπὸ λυσσῶντος κυνὸς ἐνδακόντος καὶ ἐξιώσαντος τοὺς ἐν τῷ σώματι χυμοὺς ἢ χυμῶν τοι‐
5ούτων ἐντραφέντων τῷ σώματι οἷον δύνασθαι ἐπαγαγεῖν τὸ πά‐ θος. ὑπὸ τούτων δὲ ἀναξηραινομένου τοῦ σώματος ὅλου σὺν τῷ πνεύματι καὶ τοῦ στομάχου εἰκός ἐστι καὶ τῶν σπασμῶν ἔσεσθαι καὶ πρὸς τὸν τοῦ ὕδατος ψόφον ἀπεχθῶς ἔχων διὰ τὸ κατάξηρον τῶν ὀρεκτικῶν ὀργάνων. ταῦτα γὰρ διὰ
10τὴν πολλὴν ξηρότητα δυσκινητεῖ, ἢν δὲ κινῆται, ἀλγεῖ. δι’ αὐτῶν γὰρ εἰς κατάποσιν ὑγρῶν μάλιστα ἀλλοτριοῦνται, ὥσ‐ περ οἱ κοπώδεις διὰ τὴν ξηρότητα τὴν ἀπὸ τῶν κόπων γινομέ‐ νην δυσκινηντοῦσι. παρ’ ἑκάστῳ γὰρ ἡ οἰκεία τοῦ αἵματος ὑ‐ γρότης εὐκινησίας ἐστὶν αἰτία.104
15Ὑδροφόβου σημεῖα. Οἱ δὲ ὑδροφοβικοὶ δεδοίκασι πᾶν ὑγρόν, ὥστε καὶ μνη‐ σθέντες ἐξίστανται μετὰ κραυγῆς, τρόμου, φόβου, ἱδρώτων ψυχρῶν, ὀδόντων πατάγων. προκόπτοντος δὲ ἐπὶ τὸ χεῖ‐ ρον πάντα ταῦτα πάσχουσι καὶ χωρὶς ὑγροῦ φαντασίας. ἀλλοτρι‐
20οῦνται καὶ ψιθυρίζουσι καὶ ψόφους ὑδάτων δεδοίκασι, βαρύνονται καὶ κραυγὰς ἀφνιδίους .... ὁ μέντοι τρόμος αὐ‐
21
τοῖς οὐκ ἔ‐ στι διηνεκής, ἀλλὰ κατὰ τὰς φαντασίας ἐπιτιθέμενος. περι‐
22
ψύχον‐ ταί γε μὴν ἄκρα καὶ σφυγμοὶ πυκνοῦνται, συνδιάκεινται μετὰ ἀσθενείας καὶ εἴ τις προσφέρει ποτόν, ἐκτρέπονται καὶ κε‐
25κράγασι καὶ τὸ πνεῦμα κλαυθμῷ διέχουσιν ὁμοίως παισὶν ἀκολύμβοις μέλλουσιν εἰς βυθὸν ῥίπτεσθαι. λυγμὸς οὖν ἐπὶ τὸ χεῖρον προϊοῦσι παρέπεται καὶ φωνὴ ἄτονος καὶ ὑλακῇ παραπλήσιον ἐπήχημα. ἔνιοι δὲ τῇ σφοδρότητι τῆς ταραχῆς ἐν τῷ βιάζεσθαι ἐπισπασθέντες ἀπέθανον.
30Ὑδροφόβου θεραπεία. Τοὺς δὲ ὑδροφοβικοὺς κατακλιτέον ἐν τόποις εὐαέροις καὶ εὐκράτοις. τὴν ποτοῦ λύσιν αὐτοῖς ἐκ παντὸς ἐπιμηχα‐ νητέον καὶ μάλιστα κατὰ τοὺς παροξυσμούς. ἔστω δὲ μελίκρατον, εἰ δὲ ἀδυνατοῖεν τοῦτο ...., ἑψητέον μέλι, ἕως οὗ κηρῶδες
35τὴν σύστασιν γίνηται, ἔπειτα ὥσπερ ῥᾶγας κενὰς ἐμποιοῦν‐ τες καὶ ταύτας ὕδατος ἐμπιπλῶντες καὶ ἐπιπωματίζοντες δίδοτε καταπίνειν. οὕτως γὰρ ἂν τήν τε δίψαν καὶ τὸ κατάξη‐ ρον τῶν σωμάτων παρηγοροῖντο ὡς ἀπὸ μελικράτου καὶ οὐκ ἂν παροξυνθεῖεν πρὸς τὴν τοῦ ὑγροῦ δόσιν. καταπλαστέον δὲ
40αὐτῷ τὸν στόμαχον καὶ θώρακα τοῖς ἐμψύχουσι πᾶσι, τοῖς φοί‐
νιξι μετὰ μήλων Κυδωνίων ἢ πέπονος ἢ κολοκύνθης ξύσμασιν ἢ ἀμπέλων ἕλιξιν ἢ ἀνδράχνῃ ἢ κοριάνῳ ἢ ἀειζῴῳ, ἑκά‐ στῳ ἄρτου ἢ παιπάλης ἀλφίτων συμβαλλομένου, συνεχέστερον δὲ ὑπαλλαττέσθω. ἔστω δὲ χρόνος ἡμῖν αὐτάρκης ἡ τοῦ νο‐105
45σοῦντος εὐφορία. ἐν δὲ τοῖς σπασμοῖς παρέστω καὶ ἡ διὰ τῶν χειρῶν πειθήνιος κράτησις, καὶ συγχρίσματα δὲ τὸ δάφνινον ἢ ἴρινον ἢ ἀμαράκινον ἢ λεύκινον σὺν καστο‐ ρίῳ καὶ τὰ ἄλλα τὰ τούτοις ὅμοια. κατὰ δὲ τὰς ἀνέσεις τροφαὶ ἔστωσαν ῥοφηματώδεις καὶ ὑγραντικαί. εἴη δ’ ἂν ἐν ταύταις

12

(50)

ὁ διὰ πτισάνης χυλὸς σὺν μέλιτι. αὐτάρκη δὲ ἔστω τὰ διδό‐ μενα. προποτιζέσθωσαν δὲ μελικράτῳ. ἀρίστη καὶ ἡ θηριακὴ καὶ αἱ διὰ δύο πεπέρεων διδόμεναι ἀντίδοτοι κατὰ τὰς ἀ‐ νέσεις, κατὰ δὲ τὰς παρακμὰς χρήσαιτ’ ἄν τις καὶ ἑλλεβόρῳ, ὁτὲ μὲν ποτῶν προσφερομένων, ὁτὲ δὲ ἐν βαλάνου μοίρᾳ,
54προωθεί‐
55σθω δὲ ὡς ἐσωτάτω. εἰ δὲ διά τινα αἰτίαν τὴν ἄνω κά‐ θαρσιν ἐκκλίνομεν, ἐπὶ τὴν κάτω χωρητέον. εἴη δ’ ἂν ταύτης ἄριστος μὲν ὁ μέλας ἑλλέβορος, εἰ δ’ οὖν κολοκυνθὶς ἢ ἡ δι‐ ὰ ταύτης ἱερὰ ἢ τὸ ἐπίθυμον, ἄμεινον δ’ ἂν ἐν τούτοις καὶ τὸ ἀπὸ τῆς ἐγκρίτου ἡμετέρας θεᾶς περίαπτον. ἐν δὲ ταῖς ἀνα‐
60λήψεσι προσφερέσθω τά τε εὔπεπτα καὶ εὐστόμαχα καὶ διαχω‐ ρητικὰ τῶν σιτίων καὶ ποτῶν. εἴη δ’ ἂν πᾶσα ὑγραντικὴ δίαι‐ τα αὐτοῖς ἀρίστη.

13

Χολέρας αἰτία. κε. κδ Κατ’ οὐδὲν οὕτως συνεφώνησαν εἰς ἑαυτοὺς οἱ ἀρχαῖοι τῇ κατὰ χολέραν αἰτίᾳ· γίνεσθαι δὲ αὐτὴν διχῶς εἶπον, ἢ γὰρ πεπληρωμένων τῶν ἐν μεσεντέρῳ φλεβῶν πάλιν εἰς ταὐτὸ
5φέρεσθαι τὴν τροφὴν ἢ διὰ κακοχυμίαν τροφῆς ἀνα‐ στομούσης καὶ οἷον ἑλκούσης τὰ στόματα τῶν φλεβῶν καθάπερ ὑ‐ πήλατον τὸ φάρμακον ἢ κατ’ ἄμφω· ἥτις καὶ ἐπικινδυνοτάτη ἐστὶ τῶν προειρημένων. Χολέρας σημεῖα.
10Τῇ δὲ χολέρᾳ συνεδρεύει συνεχὴς ἔμετος κατ’ ἀρχὰς μὲν σιτω‐ δῶν καὶ μετὰ ταῦτα χολῆς παντοίας καὶ πολλάκις προκόπτει ἕως μελαίνης. διαχώρημα μὲν τὸ πρῶτον περιττωματικόν, εἶ‐ τα ὑδατῶδες καὶ μετὰ ταῦτα χολῆς παντοίας. ἄκρα τε ἐν τῷ πάθει περιψύχονται, τρόμοι καὶ σπασμοὶ καὶ συνολκαὶ γα‐
15στρός, κνημῶν καὶ πάντων τῶν μυῶν, νάρκη δὲ καὶ ἀ‐ σφυξία, δηγμοί τε στομάχου παρέπονται, πόνος κοιλίας, στρόφοι, ναυτία, ἀπορία, πταρμοί, ἔκτηξις σαρκός. ἀνορεξίαι δειναί. καθαιροῦνται μὲν ταῖς δυνάμεσι ταχέως, κατα‐ σχόντες δὲ ἅπαξ τροφὴν διασώζονται. τῶν μέντοι ῥευματι‐106
20ζομένων οἱ διὰ τῶν αἱμάτων χείρους. Χολέρας θεραπεία. Τοῖς δὲ χολερικοῖς ἀρχομένων τῶν ἐμέτων ποτὸν θερμὸν δόντες κελεύσομεν ἀπεμεῖν μέχρι παντελοῦς ἀποκαθάρσεως, τούς τε παρεπομένους στρόφους παρηγορήσομεν ταῖς δι’ ἐλαίου
24πυρίαις.
25πολλῆς δὲ τῆς ἐγκρίσεως γενομένης χρηστέον τρίψεσιν ἐπιτετα‐ μέναις καὶ διαδέσεσι τῶν ἄκρων καὶ ξηρῶν πυριῶν ἐπιθέσει. ἐπιγενομένων δὲ τῶν ἱδρώτων ἀποσπογγιοῦμεν ὀξυκράτῳ καὶ διάκλυσμα ψυχρὸν δώσομεν καὶ καταρροφεῖν ἐπιτρέψο‐ μεν ἀκραφναῖς, ἐπιθέμασι δὲ στυπτικοῖς χρίσομεν
30ταῖς δι’ ὀξυμέλιτος ὠμαῖς λύσεσι προσβαλόντες μετὰ στυ‐ πτηρίας ὑγρᾶς καὶ ἀκακίας καὶ ὑποκυστίδος. ποιεῖ δὲ καὶ τὸ τῶν σιτίων δι’ ὀξυκράτου ἀφεψημένου μετὰ ἀλεύρου κριθίνου καὶ δι’ οἰνάνθης. παραμενούσης δὲ τῆς κάτω κοιλίας καὶ ἐμέτων ἐκκρίσεως προσβλητέον καὶ σικύας στομάχῳ τε καὶ τοῖς λοιποῖς
35τῆς κοιλίας μέρεσι (προσβλητέον). περιψυχομένων δὲ τῶν
35
ἄκρων καὶ τῶν σφυγμῶν ἐνδιδόντων ὑπαλείψαντες ἐλαίῳ θερμῷ ταῦτα καὶ τὸ πρόσωπον (ὑπαλείψαντες ἐλαίῳ θερμῷ) καὶ προσκλύσαντες γαλακτώδεσι θρέψομεν χόνδροις ἐξ ὕ‐ δατος ἢ ὑδρομέλιτι ἢ μηλόμηλι παλαιὸν διδόντες
40ἢ πλυτὸν ἄρτον ἢ ᾠὰ τρομητά. τὸ δὲ ποτὸν μετὰ πολλῆς τῆς τροφῆς προσφερέσθωσαν. εἰ δὲ ἐπὶ πλέον κακουμένης τῆς δυνάμεως ἵδρωτες ἐπιγίνονται, δοτέον αὐτοῖς καὶ τὸν ἐκ κράματος χόνδρον καὶ ἄρτον. προσφερέσθωσαν δὲ καὶ κρέη καὶ νεοττοὺς ὀρνίθων καὶ περιστερῶν καὶ
45πέρδικας καὶ φασιανούς. ποτὸν δὲ ἔστω ψυχρὸν ἐξ οἴνου. πρὸς δὲ τοὺς ῥευματισμοὺς τοῦ στομάχου τά τε προει‐
ρημένα καταπλάσματα προσοίσομεν καὶ σικύας μετὰ πολλοῦ πυρὸς ἐπὶ πολὺν δόντες χρόνον καὶ τρίψεις τῶν ἄκρων. τὰς δὲ συνολκὰς τῶν ἄκρων ἐμβροχαῖς ταῖς δι’ ἐλαίου με‐107

13

(50)

τ’ ἐρίων καὶ διακρατήσει χειρῶν παρηγορήσομεν. εἰ δὲ ἐπιμένοιεν διοχλούσης, τοῖς διὰ καστορίου συναλείμμασι χρησόμεθα. παυσαμένης δὲ τῆς προειρημένης χολέρας τῇ ἑξῆς συναλείψαντες καὶ θρέψαντες ἀναρρώσομεν. μετὰ δὲ τὴν διάτριτον μηδενὸς κωλύοντος ἐπὶ βαλανεῖα
55καὶ τὴν ἀκόλουθον ἀγωγὴν ἄξομεν.

14

κε. Εἰλεοῦ αἰτία Ὁμοίως καὶ τὸν εἰλεὸν συμφώνως εἶπον οἱ ἀρχαῖοι γίνεσθαι· ἔμφραξιν γὰρ εἶναι τῶν ἐντέρων ἤτοι ὑπὸ σκληρῶν σκυβάλων ἢ φλεγματικῶν καὶ πεπηγότων ὑγρῶν ἢ ὑ‐
5πὸ ἰλίγγων συστραφέντων ἢ διὰ φλεγμονήν. ὁ δὲ Διο‐ κλῆς ἰδίως καὶ κατὰ ἀπόστημα γίνεσθαι, Πραξαγόρας δὲ
6
κατὰ πλή‐ ρωσιν τοῦ τυφλοῦ ἐντέρου καὶ κατάσπασιν τῶν ἐντέρων, ἐφ’ ὧν ὁ εἰλεός. Εἰλεοῦ σημεῖα.
10Τοῖς δὲ εἰλεωδῶς ὀχλουμένοις συνεδρεύει πόνος μετὰ στρόφου καὶ διὰ τρόμου οὐδαμῶς στηρίζων, ἐπιπορευόμενος δὲ εἰς ὅλον τὸ ὑπογάστριον καὶ κατ’ ἐλαχίστου χρόνου οἱονεὶ δηκτικώτερον ἐπιπίπτων τείνει τὸ ἐπιγάστριον. τῶν ἐν τῇ διαθέσει περικύρτων μάλιστα ὑποχονδρίων ἀποκρα‐
15τοῦνται μετὰ τῶν ἄλλων ἀποκρίσεων φῦσαι καὶ εἰ διέλθοιεν [δὲ] τινές, κουφίσουσιν. οὐκ ἐκδίδοται δὲ οὐδὲ κόπριον ὡς ἐπίπαν οὐδὲ ἐνέματος ἐνεθέντος, ἀλλ’ αὐτὸ μόνον κεχρωσμένον ἀποδίδοται. ἐπιτεινομένων μέντοι τῶν χρόνων ἐξ ἄρθρων δοκοῦσι λύεσθαι τῶν κατὰ γλουττοὺς καὶ
19ἐξ αὐτῶν
20τῶν πλευρῶν. ἀνατρέπεται δὲ καὶ στόμαχος καὶ ἀπορριπτοῦσι κατ’ ἀρχὰς μὲν φλεγματώδη, ὕστερον δὲ καὶ χολώδη, εἶτα πρὸς τὸ κινδυνεύειν ὄντες καὶ περίττωμα. δεινὴ παρ’ ὅλων ἀνορεξία, εἰ δὲ καὶ προΐοι τὸ κακόν, ἀμαύρωσις σφυγμῶν καὶ ἀναπνοῆς, περίψυξις καὶ μελασμὸς ἄκρων τοῖς ἤδη παντάπασιν ἀσώτως
25ἔχουσιν. οἱ κουφισμοὶ δὲ τῶν εἰρημένων τὴν ἐπὶ τὸ βέλτιον ση‐ μαίνουσι μεταβολήν. πολλάκις δὲ καὶ κοιλία ὅμοια γλοιῷ ἀφοδεύουσα λύσιν ἤνεγκε τοῦ πάθους. Εἰλεοῦ θεραπεία. Ὁ δὲ εἰλεὸς πάθος ὀξύτατον καὶ ἐπώδυνον καθεστηκώς, ἐπά‐108
30γων δὲ καὶ τὸν κίνδυνον οἴκτιστον· οἱ γὰρ διακρατηθέντες ἐπὶ διαχωρημάτων ἐμέτοις τελευτῶσι. ποικίλης δὲ καὶ οὐκ
31
ἀτόλμου τῆς θεραπείας δεῖται ἅτε καὶ ὑπὸ διαφόρου αἰτίας γινόμενος. τοὺς μὲν οὖν μείρακας καὶ τοὺς ἀκμάζοντας φλεβοτομητέον ἀνυπερθέτως, ἔτι δὲ καὶ τοὺς πρεσβύτας, εἰ ἐπιδέχοιντο,
35εἰ δὲ μὴ τὰς 〈κατὰ〉 κατασχασμὸν σικύας ἐπὶ τούτων παρα‐
35
ληπτέον, παραληπτέον δὲ ἐπὶ πάντων καὶ τὰς διασφίγξεις προανατε‐ θερμασμένων τῶν ἄκρων. τὰς δὲ ὀδύνας παρηγορητέον πυρίᾳ
37
δι’ ἐλαιο‐ βρόχων ἐρίων συναφεψημένου κυμίνου ἢ πηγάνου. εἰ δὲ ἐμ‐ μένοιεν, καταπλάσσομεν ταῖς διὰ κυμίνου ὠμαῖς λύ‐
40σεσι καὶ ταῖς διὰ τῶν τοιούτων σπερμάτων. ὑπάξομεν δὲ καὶ τὴν κοιλίαν βαλάνοις ταῖς διὰ πηγάνου. καὶ καταπλαστέον τὰ περὶ τὴν ἕδραν μιγνυμένου κυμίνου καὶ μέλιτος. εἰ δὲ ἐπιμέ‐ νοιεν οἱ πόνοι, ἐγκαθιστέον εἰς θερμὸν ὑδρέλαιον φροντίζοντας τῆς εὐαρεστήσεως. τροφὴν δὲ μετὰ τὴν πρώτην δοτέον ῥοφή‐
45ματα καὶ πόλτους καὶ ᾠὰ ἢ τὸν διάβροχον ἄρτον κατὰ τὰς ἡμερινὰς εὐαρεστήσεις φεύγοντας ἐπὶ πάντων τοὺς παροξυσμούς. ἐπιμενόντων δὲ τῶν πόνων ποικίλη ἔστω ἡ προειρημένη θερα‐ πεία, ὁτὲ μὲν ἀπὸ πυριάσεων, ὁτὲ δὲ ἀπὸ καταπλασμάτων. πυριαστέον δὲ τὴν ἕδραν, ὁτὲ μὲν διὰ σπόγγων ἢ ἀγαθίδων ἢ ὀ‐

14

(50)

στράκων ἢ βολβῶν σὺν ἐλαίῳ, καὶ τρίψας δι’ εὐβαφίας χειρῶν προηλλαγμένων ἐπιτελουμένης. προσεπιθλιπτέον δέ, εἰ εὐ‐ άρεστον εἴη. μετὰ ταῦτα σκεπάσομεν κυπρίναις κηρωταῖς πηγάνου καὶ στέατος χηνὸς συνεμβαλλομένου. ἐγκειμένων δὲ τῶν ἀλγημάτων ἐπὶ μὲν τῶν τελεωτέρων παίδων τοῖς διὰ πηγάνου καὶ
55ἐλαίου χριστέον ἐνέμασιν, εἰ δὲ ἀνέχοιντο, καὶ σικυῶν προσ‐ βολαῖς μετὰ ἀμύξεως. ἐπὶ δὲ τῶν μειζόνων μικτέον κηρωταῖς τὰς κοιλιακὰς δυνάμεις. καὶ σκεπαστέον τὰ μέρη.
ἐπὶ δὲ τῶν κειμένων τῷ κινδύνῳ μετὰ τὴν πρώτην διά‐ τριτον ἐνετέον τὸ διὰ πηγάνου καὶ κυμίνου σὺν ἐλαίῳ ἀφέψη‐109
60μα καὶ ἀψίνθιον ἢ ὀποπάνακος καὶ χαλβάνης ἢ ὀπίου δραχμὴν μετὰ τήλεως ἀφεψήματος ἢ ἀσφάλτου λείας δραχμὰς δʹ μετὰ ἐλαίου κυάθων ὀκτώ. τούτῳ δὲ τῷ ἐνέματι οἶδα προσ‐ μαρτυροῦντας πολλοὺς ἐπὶ τῶν ἤδη κόπρια ἐμούντων. εἰ δὲ τὴν ἔκκρισιν θέλομεν παρορμίσαι, καταπλάσσομεν τοῖς μὲν δι’ ἀ‐
65σφάλτου· νίτρον καὶ ὕδωρ· τοῖς δὲ διὰ πηγάνου, ἀψινθίου καὶ τῶν ἄλλων· ἅλας. εἰ δὲ δριμυτέρου χρῄζομεν ἐνέματος, ἀφεψη‐ μένῃ ῥίζῃ σικύου προσβλητέον κόκκου Κνιδίου ὅσον τοῖς τρι‐ σὶ δακτύλοις λαβεῖν ἔστι καὶ σμύρνης δραχμὴν μίαν καὶ μέλιτος τὸ ἀρκοῦν. κατεχομένων δὲ τῶν κλυσμῶν κομιστέον
70διὰ βαλάνου. ἀρίστη δὲ καὶ ἡ διὰ κυμίνου καὶ νίτρου καὶ πη‐ γάνου μετὰ μέλιτος. εἰ δὲ μὴ ὑπακούσειε, τῇ τῶν εὐτόνων καθαρτικῶν ἐπάξομεν πολυωφελοῦς τῆς ἐντεῦθεν ἐσο‐ μένης ἐπικουρίας. τὰς δὲ διὰ τῶν ἐνεμάτων πυρίας πρὸ τῆς τροφῆς καθ’ ἡμέραν παραληπτέον καὶ προποτιστέον δι’ οἴνου
74ἀψιν‐
75θίου μετὰ κυμίνου ἢ πάνακος δι’ ὕδατος· ἢ καστόριον καὶ ἄνισον καὶ πέπερι μετὰ ὀξυμέλιτος, τριώβολον δὲ ἔστω ἕκαστον. εἰ δ’ ἐ‐ πιμένοιεν ἡ διάθεσις, κολλητέον σικύας καθ’ ὅλου τοῦ ἐπιγα‐ στρίου πειθηνίως μετὰ ἀμύξεως. ἔπειτα ἐμβροχαῖς παρηγο‐ ρητέον. εἰ δὲ πρὸς ταῦτα μὴ ὑπείκοι, προποτιστέον ἀντιδότοις
80τῇ θηριακῇ καὶ τῇ διὰ τριῶν πεπέρεων καὶ κωλικοῖς δὲ τῷ πολυαρχίῳ σκεπαστέον τήν τε κοιλίαν καὶ τὴν ὀσφύν. τὰς δὲ τροφὰς μετὰ τὴν διάτριτον καθ’ ἡμέραν προσοίσομεν ἀδιοικήτους. ἐν δὲ τοῖς μεγίστοις βοηθήμασι θετέον καὶ τὴν εἰς τὸ θερμὸν ἔλαιον ἔμβασιν. εἰ δὲ αἱ τροφαὶ οὐ κατέχοιντο,
85δοτέον καὶ τὸν ἐκ ψυχροῦ ἄρτον καὶ τρομητὰ ᾠὰ καὶ ὀπωρῶν τὰ εὐστόμαχα· μῆλα κυδώνια καὶ ῥοιὰς καὶ τὰς ἐκ κίθρας σταφυλάς. εἰ δὲ ἀπορρίπτεται, καὶ ἐκ δευτέρου δοτέον. προσ‐ φερέσθωσαν δὲ καὶ οἶνον διὰ ψυχροῦ· γενομένων δὲ τῶν ὅλων ἐν μεταβολῇ τάχιον ἐπὶ βαλανεῖα καὶ οἴνους ἀκτέον. ἀκρι‐
90βὴς δὲ ἡ ἀνάληψις ἐπὶ τούτων παραλαμβανέσθω.110

15

Κωλικῶν αἰτία. κε. κϛ Τῆς κωλικῆς διαθέσεως οἱ μὲν ἀρχαῖοι οὐκ ἐμνήσθησαν, ἔνεστι δὲ αὐτοῖς ἡ αἰτία· ἤτοι φλεγμονὴ τοῦ κώλου ἢ ἐν τούτῳ τῶν παχέων πνευμάτων μονή, ὑφ’ ὧν περιδιατεινόμενον ἀλ‐
5γήματα παρέχει· κατ’ ἀμφότερα δὲ τὰ μέρη τοῦ σώματος γίνεται, ὅτι καὶ τὸ κῶλον εἴς τε τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ παρήκει. Κωλικῶν σημεῖα. Τοῖς δὲ κωλικοῖς συνεδρεύει πόνος ἐντέρων, βορβορυγμὸς σὺν τῷ τὴν κοιλίαν ἐστεγνῶσθαι ὥστε μηδὲ πνεῦμα δια‐
10φορεῖν. ἐπέχονται δὲ καὶ ἐρεγμοὶ καὶ ἐπιγάστριον διατείνεται, αὐξανομένου δὲ τοῦ πάθους αὔξονται καὶ οἱ πόνοι μετὰ δια‐
11
τάσεως σφοδρᾶς ὡς τὰς λαγόνας δοκεῖν ῥήγνυσθαι καὶ φαντα‐ σίας ἔχειν 〈καὶ〉 διΐστασθαι τοὺς σπονδύλους, ὁτὲ καὶ πυρετὸς
13
αὐτοῖς παρα‐ κολουθεῖ καὶ ἀνορεξία καὶ δίψα. ἀγρυπνία καὶ ῥιπτασμὸς
15καὶ κεφαλῆς πόνος, ἐνίοις δὲ καὶ παρακοπὴ καὶ στομάχου ἀνα‐
15
τροπὴ ὥστε καὶ χολὴν παντοίαν ἐμεῖν, πρὸς δὲ τὸ τελευταῖον καὶ περίττωμα. διορίζεται δὲ πρὸς χρόνον πλευρᾶς ἄλγημα τῷ τε ψόφῳ καὶ βορβορυγμῷ. καίτοι κρόμμυα καὶ σκόροδα ληφθέντα κῶλον μὲν παροξύνει, πλευρὰς
18
δὲ κου‐ φίζει.
20Κωλικῶν θεραπεία. Τῶν δὲ κωλικῶν κατὰ μὲν τὰς ἀρχὰς ὡς πρὸς ὀξὺ πάθος
21
ἱστάμενοι παρηγορήσομεν τοὺς παροξυσμοὺς ταῖς τῶν ἄκρων διασφίγξεσι καὶ πυρίαις ταῖς δι’ ἐλαιοβρόχων ἐρίων ἢ κύστεων ἢ φακῶν
καὶ ταῖς δι’ ὠμῶν λύσεων καταπλάσμασι προσεμβεβλη‐111
25μένου κυμίνου ἢ πηγάνου ἤ τινος τῶν θερμαντικῶν σπερμάτων καὶ ἐνέμασι τοῖς διὰ πηγάνου. κατὰ δὲ τὰ διαβλήματα σκεπά‐
26
σομεν τὸ ὑπο‐ γάστριον ἐρίῳ ἐλαιοβρεχεῖ διὰ πηγάνου ἢ κηρωτῆς τῆς δι’
27
αὐτοῦ πε‐ ποιημένης. σικύαις δὲ χωρὶς ἀμύξεως ἐπὶ τούτων χρησόμεθα πολλοῦ πυρός. πλείστη γὰρ ἀπ’ αὐτῶν ἀνακύπτει ὠφέλεια. ἁρμό‐
30ττει δὲ καὶ ἡ τῶν ἐνεμάτων συνεχὴς προσφορά. εὐδοκιμοῦσι δὲ καὶ αἱ πυρίαι καὶ αἱ ἀνώδυνοι δυνάμεις, ἃς δὴ δοτέον περὶ τὴν ἑσπέραν ἢ τοὺς ἐπείξαντας καιρούς. ἀρίστη δὲ καὶ ἡ θηριακὴ καὶ ἡ δι’ εὐφορβίου κωλικὴ μετὰ ψυχροῦ κατὰ τοὺς παροξυ‐
33
σμοὺς διδομένη. κινδυ‐ νεύοντος δὲ τοῦ πάθους εἰς εἰλεὸν μεταπεσεῖν προσβλητέον
35μετὰ κατασχασμοῦ σικύας. τροφαὶ δὲ λιταὶ καὶ εὐδιοικοίκητοι
35
καὶ θερ‐ μαὶ ἔστωσαν. παρακμάσαντος δὲ τοῦ πάθους ἐπὶ βαλανεῖα καὶ οἴνους ταχὺ ἀκτέον. ἔστω δὲ ἀκριβὴς ἡ μετὰ ταῦτα ἀνάληψις. ἐν δὲ ταῖς περιόδοις τοῦ πάθους ἐγκριτέα τὰ πρῶτα ἡσυχίαν τε καὶ ἀσιτίαν, ὑπακτέον δὲ καὶ τὴν κοιλίαν ἢ βαλάνοις ἢ κλυ‐
40σμοῖς ἢ ἄλλῳ εἴδει τῶν ἠρέμα καθαιρόντων. ὠφελεῖ δὲ καὶ ἡ δι‐ ὰ τῆς ἱερᾶς κάθαρσις διὰ πλειόνων χρόνων παραλαμβανομένης.
41
λύει γὰρ τὴν περὶ τὸ κῶλον κατασκευὴν ὑπάρχουσαν. δριμυφαγέτωσαν δὲ διά τινων ἡμερῶν καὶ τοὺς ἀπὸ δείπνου ἐμέτους παραλαμ‐ βανέτωσαν. ἔστω δὲ καὶ ἡ ἀνάληψις γυμναστικὴ ἐπ’ αὐτῶν διά
45τε αἰώρας καὶ περιπάτων καὶ ἀναφωνήσεων καὶ τρίψεων διά τε ἑτέρων καὶ δι’ ἑαυτοῦ γινομένων καὶ πνεύματος κατοχή. χρησόμεθα δὲ ἐπὶ τούτοις καὶ δρώπα‐ κι ἐν ἡλίῳ ἢ ὑποκαύστοις ἀλειπτηρίοις.
ὠφέλιμοι δὲ οἵ τε διὰ νίτρου καὶ νά‐112

15

(50)

πυος φοινιγμοί, αἱ ἐμβάσεις θερμότεραι καὶ τὰ αὐτοφυῆ τῶν ὑδάτων, μάλιστα τὰ θει‐ ώδη καὶ τὰ ἐπὶ Ῥώμης ψυχρὰ καλούμενα ἄρβουλα. ἀρίστη δὲ καὶ 〈ἡ〉 δι’ ἄμμου πυρία καὶ ἡ διὰ θαλάττης νῆξις. ἐπιμένοντος δὲ τοῦ πά‐
55θους καὶ οἱ διὰ ῥαφανίδων ἔμετοι παραλα‐ μβανέσθωσαν. πρὸς δὲ τὴν παντελῆ ἀποκα‐ τάστασιν χωρητέον καὶ ἐπὶ τὴν δι’ ἐλλεβόρου κάθαρσιν, μεθ’ ἣν μεταβολαῖς ἀέρων καὶ ταῖς διὰ θαλάττης ἀποδημίαις χρήσθωσαν.

16

Σατυριάσεως αἰτία. κε. κζ Ἡ δὲ σατυρίασις ἔντασις οὖσα τῶν σπερματικῶν ἀγγείων καὶ τοῦ τραχήλου καὶ τοῦ καυλοῦ καὶ τοῦ αἰδοίου γίνεται διά
3
τινα με‐ ρικὴν φλεγμονὴν καὶ σπασμὸν ἅτε ὑποπιπτόντων καὶ τούτων
5τῇ προαιρετικῇ κινήσει ὑπὸ τὸν τόπον. Σατυριάσεως σημεῖα. Σατυριάσει δὲ παρέπεται ὄρεξις σφοδρὰ καὶ οἰστρώδης πρὸς ἀφροδίσια μετὰ παρακοπῆς 〈καὶ〉 τοῦ μορίου ἐντάσεως πόνου τε καὶ κινδύνου.
10Σατυριάσεως θεραπεία. Τοὺς δὲ σατυριάσει ἁλόντας φλεβοτομητέον καὶ τὴν κοιλίαν ὑπακτέον δριμεῖ κατακλυσμῷ καὶ τηρητέον μέχρι δι‐ ατρίτου ἐν ἀσιτίᾳ. ἐμβρεκτέον δὲ καὶ τὸ ἦτρον καὶ τὰ ἰσχία καὶ τὰ αἰδοῖα οἰσυπηροῖς δι’ οἰνελαίου τά τε ὑπερκείμενα
15διαδετέον καὶ δίψαν ἐπισχετέον. μετὰ ταῦτα τροφὴν δοτέον σιτώδη ὀλίγην καὶ ποτὸν ὕδωρ μέχρι τῆς ιδ παρὰ μίαν τρέ‐ φοντας. κατὰ δὲ τοὺς παροξυσμοὺς ἐγκαθιστέον εἰς ὑδρέλαιον θερμὸν ἔχον τῶν χαλαστικῶν τι καὶ καταντλητικῶν ἐπὶ πλέον καὶ πυρίαις πρὸς αὐτοῖς ἢ καταπλάσμασι τοῖς δι’ ὠμῆς λύσεως.
20ἐπιμένοντος δὲ τοῦ πάθους σικυαστέον μετὰ ἀμύξεως καὶ βδελλιστέον. τὴν διάνοιαν ἀπάξομεν ἀσώτων καὶ συ‐ νουσίας ἐννοιῶν, διαλογισμοὺς αὐτοῖς περὶ ἀναγκαίων πραγμάτων παρεχόμενοι. ἐπιμενούσης δὲ τῆς ὀχλήσεως καθαρτέον εὐτόνως καὶ πάλιν σικυαστέον μετὰ ἀμύξεως
25καὶ βδελλιστέον. ἀνάγκη δὲ διὰ τὴν ἀπόκρισιν χαλασθῆναι τὴν περὶ τοῖς μορίοις φλεγμονήν. ἐνδόσεως δὲ γενομένης τάχιον ἐπὶ βαλανεῖα καὶ κηρωτὰς καὶ τὰς ἀφλεγμάντους δυνάμεις χωρήσομεν κατὰ τὰς παρακμὰς καὶ τὰ αὐτοφυῆ τῶν ὑδάτων παραλαμβάνοντες. ἡ μὲν οὖν τῶν ὀξέων113
30πραγματεία τοιαύτη τις οὖσα τέλος ἐχέτω. ἔχομεν δὲ
καὶ τὴν τῶν χρονίων συναγωγὴν μετιέναι.114