TLG 0721 023 :: ANONYMI MEDICI :: Physiognomonica Physiognomonica Citation: Section — (line) | ||
t | ΦΥΣΙΟΓΝΩΜΟΝΙΚΑ. | |
1 | Φοξὴ κεφαλὴ μεστὴ ἀνοίας. μικρὰ κεφαλὴ ἄνους, κἂν στρογγύλη. μεγάλη κεφαλὴ πλήρης γνώ‐ σεως καὶ μάλιστα εἰ στρογγύλη. οὐ πᾶσα φαλακρὰ φρόνιμος, ὥσπερ οὐδὲ πᾶς βαθυπώγων. | |
2 | Ὀφρύες μετάρσιοι σημεῖον ὑψηλοφροσύνης. ὀφρύες συχνάκις ὑψούμεναι τύφον δηλοῦσι. μία ἐπαιρομένη καὶ ἑτέρα καθιεμένη περιεργίας τύπος. τὸ μὴ παντελῶς ὀφρῦς ἔχειν ὀργίλου τύπος· τὸ πυκνὰς | |
5 | λίαν ἔχειν μαλακοῦ τύπος· τὸ διεστώσας ταύτας ἔχειν ἀγνώμονος· τὸ ἡνωμένας λίαν ταύτας ἔχειν ὀργίλου τε καὶ δειλοῦ. | |
---|---|---|
3 | Ὀφθαλμοὶ μέλανες ἀγαθοῦ σημεῖον, εἰ μείζους εἰσίν. ὀφθαλμοὶ δίκοροι ἀστάτου γνώρισμα καὶ ἀνυποστάτου, εἰ μάλιστ’ ἐν τῷ αὐτῷ ὀφθαλμῷ εἰσιν. ὀφθαλμοὶ ὕφαιμοι, εἰ μόνον ὑγιεινοί, ἀνδρείας σημεῖον. | |
5 | ὀφθαλμοὶ ὑπόκιρροι, 〈εἰ〉 μὴ ὑπὸ νόσου, μανίαν δηλοῦσιν. ὀφθαλμοὶ ὀλίγον τὸ γλαυκὸν ἔχοντες, πλέον δὲ τὸ λευκὸν φιλαργύρου τρόπον πόρνου τε καὶ δυσγνώμονος δηλοῦσιν. ὀφθαλμοὶ διηνεκῶς λημῶντες τίκτουσιν ἀνοησίαν. ὀφθαλμοὶ γοργοὶ σημεῖον ἀστα‐ | 225 |
10 | σίας, εἰ ἀεὶ κινοῦνται. ὀφθαλμοὶ διάστροφοι φυσι‐ κῶς καὶ μὴ ὑπὸ πάθους ἀνδρείας σημεῖον. ὀφθαλμοὶ τὸ φῶς ἀποστρεφόμενοι, εἰ μὴ ὑπὸ λήμης, κακίας καὶ ἀνανδρίας σημεῖον. ὀφθαλμοὶ βαρυνόμενοι τὸν ἀμελῆ δηλοῦσιν. ὀφθαλμοὶ συχνῶς τοῖς βλεφάροις σκεπό‐ | |
15 | μενοι δειλίαν καὶ δυστροπίαν δηλοῦσιν. ὀφθαλμὸς δεξιὸς εἰ μείζων τοῦ εὐωνύμου ἐστί, τὸν ἀγαθὰ αἱ‐ ρούμενον σημαίνει. ὀφθαλμὸς εὐώνυμος εἰ μείζων ἐστὶ τοῦ δεξιοῦ, τὸν κακοεργῆ καὶ πονηρὸν ἄνθρωπον δηλοῖ. εἴ τις ὁμιλῶν τὸν δεξιὸν ὀφθαλμὸν καμμύει, | |
20 | εἰ μὴ διὰ τέχνην, σκολιός, ἧττον δ’ ὁ τὸν ἀριστερόν. ἀτενεῖς καὶ ἀσκαρδαμυκτὶ ὁρῶντες ὀφθαλμοὶ τὸν ἀναιδῆ καὶ ἀναίσχυντον δηλοῦσι καὶ μάλιστα ἐὰν γυνὴ ᾖ. εἰ ὁμιλῶν τις καμμύει ἕνα τῶν ὀφθαλμῶν, πονηρίαν καὶ περιεργίαν δηλοῖ ἔχειν αὐτόν. ὀφθαλμοὶ ἐν τῷ | |
25 | ὁρᾶν μὴ ἀνανεύοντες εἰς τὴν ψυχὴν αἰσχύνην ἔχειν | |
δηλοῦσιν. | 226 | |
4 | Βαθέα ὑπώπια ἐπί τε ἀνδρὸς καὶ γυναικὸς τὸν φαῦλον δηλοῖ καὶ μάλιστα τῶν γυναικῶν, εἰ μέλανά εἰσι, δηλοῦσι ταύτας ἐν φυσικῇ ἀκαθαρσίᾳ εἶναι. εἰ δ’ ὦσι ταῦτα πλήρη καὶ ἐξέχοντα, μάλιστα τὸν ἐλα‐ | |
5 | φρὸν κατὰ τὰ νοήματα δηλοῦσιν· εἰ δὲ νηστεύων τις ταῦτα βαθέα ἔχει, καινὸν οὐδέν. | |
5 | Παρειαὶ αἱμόχροοι τὸν μαλακὸν καὶ βραδὺν καὶ εὐγνώμονα δηλοῦσιν, εἰ δὲ παχεῖαι καὶ εὐτρα‐ φεῖς, μάλιστα τὸν δειλόν. αἱ δὲ κιρραὶ καὶ λειπόσαρκοι τὸν ποικίλον καὶ ὀργίλον καὶ σύντομον καὶ δύστροπον | |
5 | δηλοῦσιν, εἰ μὴ ἄρα ὑπὸ ἐγκρατείας οὕτω γεγόνασιν. παρειαὶ βαθεῖαι τὸν δύστροπον καὶ ποικίλον δηλοῦσιν. παρειαὶ ἐρρυτιδωμέναι ἀνδρός, εἰ μὴ ὑπὸ βαθέος γή‐ ρως, τὸν πονηρὸν δηλοῦσιν. παρειαὶ γυμναὶ τριχῶν τὸν παμπόνηρον δηλοῦσιν. | |
6 | Ῥὶς σιμὴ τὸν περίεργον καὶ ποικίλον καὶ πονηρὸν δηλοῖ. ῥὶς ὀξεῖα ἁπλοῦ καὶ εὐθέος σημεῖον. ῥὶς ἐπικαμπὴς τὸν φίλαρχον δηλοῖ. ῥὶς σταλαγμὸν οἱονεὶ ἐπ’ ἄκρου αὐτῆς ἔχειν φαινομένη τὸν ὀργίλον | |
5 | καὶ ἀμυντικὸν δηλοῖ. ῥὶς κοντὴ τὸν ἀλαζόνα δηλοῖ. | |
εὐρυρώθων ἄνθρωπος ὀκνηρὸς καὶ ἀνεπιτήδειος εἰς τὸ μανθάνειν· εἰ δὲ γυνὴ τοῦτ’ ἔχει, πόρνη ἐστὶν ἔξοχος καὶ κλέπτρια. Ῥὶς μεγάλη σημεῖον πολυμήτου, ῥὶς μικρὰ πονηροῦ. | 227 | |
10 | ῥὶς κοτζώδης σημεῖον ὀργίλου. ῥὶς ἱερακοειδὴς σημεῖον φιλάρχου καὶ ἀλαζόνος καὶ μωροῦ καὶ φιλαύτου. Ῥὶς καμπύλη ὑπερηφάνου σημεῖον. | |
7 | Χείλη παχέα καὶ μάλιστα τὰ ἄνω μωρίας σημεῖον. χείλη λεπτὰ εὐγνώμονος καὶ οὐχ ἁμαρτο‐ εποῦς σημεῖον. εἰ φακὸν ἐν χείλεσί τις ἔχει, δύστροπός ἐστι καὶ ψεύστης· εἰ δ’ ἐγγὺς ὀφθαλμοῦ τοῦτον ἔχει | |
5 | τις, φθονερός· εἰ δ’ ἐν χειρὶ τοῦτον ἔχει τις, ἀνελεύ‐ θερος, καὶ μάλιστα εἰ ἐν τῇ δεξιᾷ. | |
8 | Πώγων διχαλὸς εὐγνώμονος σημεῖον. πώγων ὀξὺς ἁπλότητος σημεῖον. πώγων μακρὰς τρίχας φέρων ἀνοήτου καὶ ὑπερηφάνου σημεῖον, εἰ μάλιστα πυκναί εἰσιν. πώγων ἀραιὰς τρίχας καὶ κοντὰς ἔχων τὸν | |
5 | φρόνιμον δηλοῖ. πώγων παντελῶς ἄτριχος πονηροῦ σημεῖον καὶ ποικίλου. | |
9 | Τράχηλος μακρὸς σημεῖον ἀφελείας, εἰ ἐν συμμέτρῳ σώματί ἐστι. τράχηλος κοντὸς ἀνδρείας τὸ σημεῖον. τράχηλος νεύων ἐπὶ τὰ δεξιὰ τὸν εὐθέα | |
δηλοῖ. τράχηλος κεκυφώς, εἰ μὴ ὑπὸ πάθους, τὸν | 228 | |
5 | βουλευτικὸν δηλοῖ καὶ τὸν σκεπτόμενον. τράχηλος νεύων ἐπὶ τὰ εὐώνυμα τὸν κακοεργῆ καὶ πονηρὸν δη‐ λοῖ. τράχηλος ὑπτιάζων καὶ πρὸς τὰ ἄνω τείνων κενόδοξον τρόπον δηλοῖ. | |
10 | Ὦμοι συνεχῶς κινούμενοι, εἰ μὴ ὑπὸ νόσου, ἀπαιδευσίαν ἔχειν δηλοῦσιν. εὐρεῖς ὦμοι τὸν ἀνδρεῖον δηλοῦσιν, οἱ δὲ στενοὶ τὸν ἀσθενῆ καὶ ἐξίτηλον. | |
11 | Μύες μεγάλοι καὶ σαρκώδεις τὸν ἰσχυρόν, τοὐναντίον δ’ οἱ μικροὶ καὶ ὀλιγόσαρκοι, τὸν ἀσθενῆ γὰρ δηλοῦσιν. | |
12 | Πήχεις μακραί, εἰ μὴ ὦσιν ἀναλογοῦσαι, σημεῖον ἀνανδρίας, αἱ δὲ κονταὶ καὶ μὴ ἀναλογοῦσαι σημεῖον ἰσχύος. | |
13 | Ὀστώδεις καρποὶ μεγάλοι τὸν ἰσχυρὸν δηλοῦ‐ σιν, οἱ μικροὶ δὲ τὸν ἀνίσχυρον. | |
14 | Ταρσοὶ χειρὸς κρεώδεις τὸν μαλακὸν καὶ ἀνίσχυρον, οἱ δὲ λειπόκρεω καὶ ἰσχνοὶ τὸν ἰσχυρὸν δηλοῦσιν. | |
15 | Ὄνυχες λεῖοι σημεῖον εὐθέος, οἱ δὲ κοτζώδεις φαύλου. κρείσσους οἱ σαρκοειδεῖς τῶν μελάνων καὶ τῶν κιρρῶν. | |
16 | Στῆθος εὐρὺ σημεῖον ἀνδρείας καὶ φρονήσεως, στῆθος λάσιον ἀνδρείας, μετέχει δὲ καί τινος ὀργῆς | |
τοῦτο δ’ αὐτὸ καὶ τὸ ἐψιλωμένον τριχῶν. | 229 | |
17 | Μαστοὶ ἀνδρὸς ξηροὶ ἰσχύος τὸ σημεῖον καὶ ὑγείας, οἱ δὲ μείζους μαλακίας καὶ νωθείας σημεῖον. | |
18 | Γαστὴρ ἀνδρὸς οἰδουμένη μαλακὸν καὶ βραδὺν καὶ δυσμεταχείριστον δηλοῖ τὸν κεκτημένον. γαστὴρ τοῖς νεφροῖς κολλᾶσθαι δοκοῦσα ἰσχύος πολλῆς σημεῖον. | |
19 | Ἰσχία καὶ γλουτοὶ κρεώδη τὸν ἰσχυρὸν καὶ ἀργὸν δηλοῦσιν, οἱ δὲ ξηροὶ γλουτοὶ τὸν ταχύν. | |
20 | Κνῆμαι κονταὶ καὶ κρεώδεις τὸν ῥωμαλέον τε καὶ ταχὺν δηλοῦσιν, τοῦτον δ’ αὐτὸν καὶ αἱ νευρώδεις τε καὶ ξηραί. | |
21 | Ἀστράγαλοι μεγάλοι τε καὶ ὀστώδεις τὸν ἰσχυρόν, οἱ δὲ ἐναντίοι τὸν χαῦνον 〈δηλοῦσιν〉. | |
22 | Ἴχνη ὀρθῶς βαδίζοντα τὸν ἐπιτήδειον δηλοῦσι, προπετῶς δὲ καὶ διεστραμμένως τὸν ἀπαίδευτον καὶ ἀσύνετον. ἴχνη τῆς ἀναλογίας ὑπερεξέχοντα τὸν μωρὸν καὶ ἀνεπιτήδειον δηλοῦσιν, τὰ δὲ σεληνοειδῆ | |
5 | λεγόμενα τὸν ἀτυχῆ καὶ ἀνεπιτήδειον. Ἴχνη τὰ ὑπὲρ μέτρον καὶ ἀναλογίαν ἢ ῥώμην ἢ μωρίαν δηλοῦσιν· σημειοῦ δὲ τοῦτο πρὸς τὰς ἄλλας ἐνδείξεις τοῦ σώματος καὶ ἀποφαίνου. | |
23 | Σῶμα τριχῶν παντελῶς καθαρεῦον ὀργίλον· | |
τοιοῦτον δὲ καὶ τὸ ὑπέρδασυ, τὸ δὲ μέσον ἀγαθόν. | 230 | |
24 | Ἰξὺς στενὴ ἀνάνδρου σημεῖον, ἡ δ’ εὐρεῖα ἀνδρεῖον δεικνύει· ταὐτὸν τοῦτο 〈ἐν〉 τοῖς ὤμοις. | |
25 | Ἄνθρωπος κοντός, κυρτός, ψεδνός, κυφοειδής, κατὰ τὸ εἶδος πίθηκι ἐοικὼς περίεργος, πονηρός, ὀχλη‐ ρός, φιλάργυρος καὶ ματαιολόγος ἐστίν. ἀνὴρ κατὰ τὸ εἶδος ἐοικὼς γυναικὶ ἄνανδρος καὶ μαλακὸς καὶ ὀλιγό‐ | |
5 | φρων ἐστίν. ἄνθρωπος χλωρὸς τῷ εἴδει, εἴτε ἀνὴρ εἴτε γυνή, ὀργίλος καὶ ἀμυντικός ἐστιν. ἄνθρωπος πυρρός, ἀνὴρ καὶ γυνή, ὀργίλος καὶ φονικὸς καὶ μετεωρολέσχης ἐστίν. ἄνθρωπος κοντὸς ἤγουν τὴν ἡλικίαν μικρὸς πᾶς ἀλαζών ἐστι καὶ μάχιμος 〈καὶ〉 | |
10 | ὀχληρός. ἄνθρωπος μακρὸς καὶ ξηρὸς φρόνιμος καὶ ἀνδρεῖος, εἰ συνεπόμενα ἔχει καὶ τὰ προσήκοντα ἕτερα εἴδη τούτοις· εἰ δ’ ὑπὲρ τὸ μέτρον μακρὸς 〈καὶ〉 ξηρός, μωρὸς καὶ ἀσθενής. ἀνὴρ στενὴν τὴν ἰξὺν ἔχων καὶ τοὺς νεφροὺς λειποσάρκους ὡς ἐπιτοπλεῖστον | |
15 | ἀσθενὴς καὶ ἄφρων. ἀνὴρ ἀνάλογον ἔχων τὸ ὄπισθεν ἅπαν σῶμα τοῖς ὤμοις αὐτοῦ ἀνδρεῖος. κοντόχειρ ἀνὴρ σπάνιον εἰ ἀνδρεῖος. ἀνὴρ ὑπὸ φύσεως ἐοικὼς εὐνούχῳ κάκιστος. ἀνὴρ καγχάζων συνεχῶς καὶ γελῶν ἀνούστατος. ἀνὴρ μειδιῶν ἐν γέλωτι ἐχέφρων. ἀνὴρ | |
20 | σύννους κράτιστος ἐν βουλαῖς τε καὶ λόγοις. ἀνὴρ ἀγέλαστος παντελῶς, εἰ μὴ δι’ ἐντολήν, φαῦλος. ἀνὴρ περισσὰ κοσμῶν ἑαυτὸν λάγνος ἢ ἀπαίδευτος. ἀνὴρ | |
ὡραϊσμένος τὸ πρόσωπον ἀσελγὴς ἢ μωρός. ἀνὴρ προπετῶν ἐν λόγοις ἁμαρτοεπής. ἀνὴρ ὀλιγόλογος | 231 | |
25 | ταχύνους καὶ εὔστοχος ἐν τῷ λέγειν. ἀνὴρ ὀξύτριχος ὑπὲρ τὸ μέτρον μωρός, εὕροις δ’ ἂν τοῦτον ἔστιν οὗ καὶ ἀνδρεῖον. ἀνὴρ ἐν τῷ βαδίζειν σειόμενος καὶ βρενθυόμενος μωρὸς καὶ ἀπράγμων. ἀνὴρ ἐν τῷ περιπατεῖν προσκρούων τὸν ἕνα πόδα αὐτοῦ ἐπὶ θατέρῳ | |
30 | αὐτοῦ μηρῷ ἄφρων ἐστί. | |
26 | Γενειῶσα γυνὴ λάγνος καὶ στεῖρα. γυνὴ γλαυκοὺς ἔχουσα τοὺς ὀφθαλμοὺς εὐγνώμων ἐστί. γυνὴ στιβαρὰ ἰσχύος ἔμπλεως. γυνὴ κοντὴ ὁμοίως. | |
27 | Ἥμερον εἶδος ἠπιότητα ψυχῆς μηνύει, κακοεί‐ δειαν δὲ σώματος ψυχῆς ἀγριότης ἀποτίκτει. | |
28 | Ἔτι καὶ τοῦτο τοῖς εἰρημένοις προσκείσθω. Ἀνὴρ ὡραῖος τὸ εἶδος ἠπιότητα ψυχῆς ἐμφαῖνον, ἐν ταῖς ὁμιλίαις χαρίεις, σεμνὸς τὸν τρόπον, ἡδὺς τὸν λόγον, πάντας ἡττᾶσθαι τῆς αὐτοῦ διανοίας ἔργον ποιούμενος, ἄρχων ἑαυτοῦ | |
5 | μᾶλλον ἢ τῶν ἄλλων, τὸ δὲ ἄρχειν μηδὲν μέγα ποιούμενος, πο‐ θητὸς εἶναι μᾶλλον ἢ φοβερὸς κατὰ τὸν βίον αἱρούμενος, τοὺς ἰδίους λόγους πιστοτέρους σπουδάζων εἶναι ἢ τοὺς τῶν ἄλλων ὅρκους, περὶ πλείονος ποιούμενος μᾶλλον τοὺς παρ’ ἐκείνου τι λαμβάνειν ἐθέλοντας ἢ τοὺς ἐκείνῳ προσάγοντας, ὁ τοιοῦτος τὴν | |
10 | αἰδῶ περιζώννυται καὶ ἐντροπὴν εἰς τὸ πρόσωπον αὐτοῦ περι‐ | |
φέρει, οἷος ἦν ὁ τοῦ Φιλίππου, βασιλεὺς τῶν Μακεδόνων. | 232 |