TLG 0721 022 :: ANONYMI MEDICI :: In aphorismos [Hippocratis] In aphorismos [Hippocratis] Source: Flashar, H. (ed.), “Beiträge zur spätantiken Hippokratesdeutung” [Hermes 90] 1962: 404–405. Citation: (Line) | ||
1 | Οἱ μὲν πλεῖστοι τῶν παλαιοτέρων ἰατρῶν σποράδην ἐξηῦρόν τινα τῆς ἰατρι‐ κῆς, ἐκ κληδόνων ἢ τριόδων συνάγοντες καὶ ἀπὸ τύχης ἢ μαντείας ἢ κλήσεων δαιμόνων ἢ ἄλλῳ τινὶ τρόπῳ. Ἱπποκράτης δὲ ὁ τῶν Ἀσκληπιαδῶν ταύτην ὡς ἂν εἴποι τις πλαζομένην συνάξας καὶ τελείως ὑφάνας πλήρη καὶ ἀρτίαν εἰργά‐ | |
---|---|---|
5 | σατο κεφαλὴν ἐπιθείς· καὶ οὐκ ἄν τις ἁμάρτοι λέγων, ὡς ὁ προνοητικὸς θεὸς ἐλεήσας τὸ ἀνθρώπινον γένος ἀλλεπαλλήλοις νόσοις ἀπολλύμενον αὐτὴν τὴν φύσιν σαρκώσας Ἱπποκράτην κατήγαγε πρὸς ἀρτίαν ταύτης παράδοσιν. ἴσως γὰρ καὶ τοῦτο αἰνίττεται κατὰ τὸ προοίμιον τῶν Ἀφορισμῶν λέγων, ὡς | |
ἐπειδὴ κατὰ τὴν πεῖραν ἡ ἰατρικὴ σχεδὸν ἀκατάληπτός ἐστιν (οὔτε γὰρ ὅτε | 404 | |
10 | βουλόμεθα τοῖς πάθεσιν τῶν ἀνθρώπων ἐντυγχάνουσιν οἱ ἰατροί· τύχῃ γὰρ καὶ τῷ σπανίῳ τῆς γενέσεως δουλεύει ταῦτα, ἔτι γε μὴν καὶ ἐπικίνδυνον τῷ ἐν σώματι ῥευστῷ μὲν διὰ τὴν ὕλην καὶ ἀβεβαίῳ, κεκτημένῳ δὲ καὶ θείαν δύναμιν ψυχικὴν γυμνάζεσθαι τὴν ἰατρικὴν τέχνην καὶ οὐκ ἀψύχῳ καὶ ἀτίμῳ καθάπερ τὰς ἄλλας τέχνας, πρὸς δὲ τούτοις καὶ τὰ πάθη ὑπὸ πολλῶν αἰτίων γεννᾶσθαί | |
15 | τε καὶ αὐξάνεσθαι καὶ διὰ τοῦτο δυσχεραίνειν τὴν πεῖραν ἐν τῷ διακρίνειν τὸ ποιητικὸν αἴτιον)· φέρε τῷ λόγῳ ψιλῷ χωρὶς ὑποκειμένης ὕλης ἀσωμάτως πᾶσαν περιλαβὼν ἐν ὀλίγῳ χρόνῳ διδάξω καὶ διὰ τοῦτο καὶ ἐπιστημονικὸν λόγον ἔχειν ποιήσω, καὶ τὰς αἰτίας πάσας ὑποθήσομαι σὺν ταῖς διαγνώσεσι πρὸς τὸ σὲ λοιπὸν τῇ πείρᾳ γυμνάζειν τὸν λόγον, τότε δ’ ἄν σοι κατὰ τύχην | |
20 | περιπέσῃ τι πάθος ἐφαρμόζειν τὸν λόγον καὶ γυμνάζειν καὶ ἀληθῆ τοῦτον εὑρίσκειν‘. Τὸ δὲ μέγιστον τοῦ ἀνδρός, ὅτι οἱ παρ’ αὐτοῦ λεγόμενοι Ἀφορισμοὶ οὐχ ἁρμόζουσι μόνον ἰατρικῇ ἀλλὰ καὶ κοινῶς παντὶ τῷ βίῳ· νόμοι γάρ εἰσι καθο‐ λικοὶ θεσπίζοντες καὶ κανονίζοντες τὰ γινόμενα· ὡς ὅταν λέγῃ ‘ἐν τοῖσι γυμνα‐ | |
25 | στικοῖσι αἱ ἐπ’ ἄκρον εὐεξίαι σφαλεραί‘ καὶ ‘πᾶν τὸ πολὺ τῇ φύσει πολέμιον‘ καὶ ‘ὕπνος ἀγρυπνίη μᾶλλον γιγνόμενα τοῦ μετρίου κακόν‘, καθολικὸν δίδωσιν ἡμῖν κανόνα καὶ νόμον ἐπὶ παντὸς πράγματος, ὡς πᾶν μέτρον ἄριστον· καὶ πάλιν ‘τὰ μὴ καθαρὰ σώματα ὁκόσῳ ἂν θρέψῃς μᾶλλον βλάψεισ‘, ὃ δύναται καὶ ἐπὶ ψυχὴν μεταφέρεσθαι· οὕτω γὰρ ὁ θεῖος Πλάτων ἔφη ‘τὰς μὴ καθαρὰς | |
30 | ψυχὰς ὅσῳ ἂν παιδεύσῃς μᾶλλον βλάψεις, τῆς γὰρ ἀσωμάτου ψυχῆς ἀσώματος τροφὴ παίδευσισ‘. καὶ ἐπὶ ἄλλων δὲ ἀφορισμῶν τὸ εἰρημένον κρίνων εὑρήσεις. ἔχουσι δὲ καὶ τὸ διωρισμένον καὶ τὸ συνεχές, ὃ καὶ αὐτὸ τελείας ἀρετῆς ἐστι σύμβολον· ὡς γὰρ ἐπὶ τῶν γραμματικῶν, καὶ ἐπ’ αὐτῶν εἰ οὕτως ἔτυχεν ὁ πέμπτος τὸν τέταρτον σαφηνίζει καὶ ὁ τέταρτος τὸν τρίτον καὶ ὁ τρίτος τὸν | |
35 | δεύτερον καὶ ὁ ἐφεξῆς ὡσαύτως· καὶ προβαίνων σαφῶς τοῦτο ποιεῖται τὴν τάξιν φυλάττων τοῦ λόγου καὶ τὸ ἀκόλουθον τῆς αἰτίας ἐπὶ ἡλικιῶν ἢ ὡρῶν | |
καὶ παθῶν καὶ τῶν παραπλησίων. | 405 |