TLG 0721 021 :: ANONYMI MEDICI :: Περὶ τροφῶν δυνάμεως

ANONYMI MEDICI Med.
(Varia)

Περὶ τροφῶν δυνάμεως

Source: Delatte, A. (ed.), Anecdota Atheniensia et alia, vol. 2. Paris: Droz, 1939: 467–479.

Citation: Page — (line)

467

(1t)

Περὶ τροφῶν δυνάμεως.
2 Ἐγνώσθη τῶν βρωμάτων ἡ φυσικὴ δύναμις ἐκ τῆς αὐ‐ τῶν γεύσεως. ἡ δὲ γεῦσις διαιρεῖται εἰς ὀκτώ· γεῦσις γλυ‐ κεῖα, γεῦσις πικρά, γεῦσις ἁλμυρά, γεῦσις δριμεῖα, γεῦσις
5λιπαρά, γεῦσις στυπτική, γεῦσις μὴ ἔχουσα αἴσθησιν, γεῦ‐ σις τήκουσα. Ἡ μὲν οὖν γλυκεῖα γεῦσις ὑπάρχει θερμὴ καὶ ὑγρά, ὠφελοῦσα τοὺς ἔχοντας σύμμετρον κρᾶσιν καὶ εὔχρηστον αἷμα γεννῶσα, τοῖς ἔχουσι δὲ τὰ σώματα θερμὰ καὶ ξηρὰ
10καὶ χολώδη μετατρέπουσα εἰς ξανθὴν χολήν. πᾶσα οὖν ὀπώρα ὑγρὰ καὶ γλυκεῖα ἐλάττονα θέρμην ἔχει καὶ ξηρότη‐ τα τοῦ σάκχαρος. βρῶσις δὲ πᾶσα καὶ πόσις ὁπόσον ἔχουσι πλεονάζουσαν εἰς αὐτὰς τὴν γλυκύτητα, τοσοῦτον ἔχουσι καὶ τὴν θέρμην πλεονάζουσαν.
15 Ἡ δὲ πικρὰ κέκτηται πλείονα θέρμην καὶ ξηρότητα τῆς γλυκείας, βλάπτουσα τοὺς ἔχοντας τὰ σώματα θερμὰ καὶ ξηρά· καὶ γὰρ λεπτύνει τὸ φλέγμα καὶ διαλύει αὐτὸ καὶ πεπαίνει τοὺς παχεῖς χυμούς. ἁρμόζει γοῦν τοῖς ἔχουσι τὰ σώματα ψυχρὰ καὶ ὑγρά.
20 Ἡ δ’ ἁλμυρὰ ὑπάρχει ξηρὰ καὶ ὑγρὰ καὶ ποιεῖ δίψαν εἰς τὰ θερμὰ καὶ ξηρὰ σώματα· τέμνει γὰρ τὸ φλέγμα καὶ διαλύει τὰ ἐν τῷ στομάχῳ παχέα περιττώματα καὶ σεση‐
πότα.467

468

Ἡ δ’ ἔχουσα καυστικὴν τὴν δύναμιν ἥτις ἐστὶν ἡ δριμεῖα οἵα ἐστὶν ἡ τοῦ πεπέρεως, τοῦ πυρέθρου, τῶν κρομμύων, τῶν σκόρδων ἃ κέκτηνται πλείστην τὴν θερμασίαν, βλάπτει τὰ ξηρὰ καὶ θερμὰ σώματα· γεννᾷ γὰρ κεφαλαλγίαν
5ἐκ τῶν αὐτῆς ἀναθυμιάσεων καὶ λεπτύνει τὸ αἷμα. ὠφελεῖ γοῦν τοὺς ἔχοντας τὰ σώματα ψυχρὰ καὶ ὑγρά· διαλύει γὰρ τὴν ὑγρότητα καὶ παχύτητα ἐκ τοῦ στομάχου καὶ τῶν ἐντέρων τὴν κατὰ τοὺς ψυχροὺς καὶ ὑγροὺς καιροὺς γινομένην.
10 Ἡ δὲ λιπαρὰ ἔχει σύμμετρον τὴν ὑγρασίαν καὶ τὴν θέρ‐ μην. ἁρμόζει γοῦν τοῖς ἔχουσι κρᾶσιν θερμὴν καὶ ξηράν· ἔστι δ’ ἀνεπιτήδειος τοῖς ἀδύνατον ἔχουσι στόμαχον· ποιεῖ γὰρ τὴν ἀνορεξίαν καὶ φθείρει τὴν πέψιν. ἁρμόζει γοῦν τοῖς δυσεντερικοῖς καὶ τοῖς ἔχουσι τὴν κρᾶσιν ξηράν.
15 Ἡ δὲ στυπτικὴ οἵα ἡ τοῦ κίκεως καὶ τῶν ὁμοίων, κέκτηται κρᾶσιν ψυχρὰν καὶ ὑγράν· ἁρμόζει γοῦν τοῖς ἔχουσι τὴν κρᾶσιν ὑγράν· ὑπάρχει δὲ βλαβερὰ τοῖς ξηροῖς σώμασι· ὠφελεῖ δὲ καὶ τὴν χαύνωσιν τῶν τοῦ στομάχου νεύρων τὴν ἐκ πολλῆς ὑγρότητος καὶ τοὺς κοιλιακούς. ἡ δὲ ἐλάττων
20στυπτικὴ γεῦσις οἵα ἡ τῶν κυδωνίων καὶ τῶν ἀπίων καὶ τῶν μήλων καὶ τῶν ὁμοίων, ἔχει σύμμετρον δύναμιν καὶ ἐνέρ‐ γειαν εἰς τὸ δυναμοῦν τὸν στόμαχον, τὴν κοιλίαν καὶ τὸ ἧπαρ καὶ τὴν ὄρεξιν τοῦ βρώματος. ἐσθιόμενα γοῦν πρὸ τῆς βρώσεως κωλύουσι τὴν φύσιν· μετὰ δὲ τὴν βρῶσιν
25ἄγουσιν αὐτήν. Ἡ δὲ μὴ ἔχουσα αἴσθησιν γεύσεως γεῦσις οἵαπέρ ἐστιν ἡ τῶν τοῦ ᾠοῦ λευκῶν, τοῦ ψυλλίου καὶ τῶν τούτοις ὁμοίων, ὑπάρχει ὑγρὰ καὶ ψυχρὰ καὶ μετατρέπεται ταχέως εἰς τὴν ὑγρότητα. ἁρμόζει γοῦν τοῖς ἔχουσι τὴν τῶν σωμάτων κρᾶ‐
30σιν θερμὴν καὶ ξηράν. Ἡ δὲ τήκουσα γεῦσις ὑπάρχει ψυχρὰ καὶ ξηρά· καὶ ἔστιν ἐπιτήδειος τοῖς ἔχουσι θερμοτέραν τὴν κρᾶσιν. ἐνδυναμοῖ γὰρ τὸν στόμαχον καὶ ἄγει αὐτὸν εἰς ὄρεξιν
παύει τε τὸν πόνον αὐτοῦ καὶ ἐνδυναμοῖ τὴν ἐνέργειαν αὐτοῦ468

469

καὶ καταπαύει τὴν δίψαν. βλάπτει δὲ τοὺς ἔχοντας τὴν κρᾶσιν καὶ τὰ σώματα ψυχρά· ἀδυνατοῖ γὰρ τὰ νεῦρα καὶ βλάπτει αὐτά. τὸ δ’ ὄξος διὰ τὴν φυσικὴν ξηρότητα ἣν κέκτηται τέμνει καὶ ῥύπτει καὶ διαλύει τὴν ὑγρότητα.
5tΠερὶ σπερμάτων καὶ καρπῶν.
6 Ὁ σῖτος ἔχει πλεονάζουσαν τὴν θέρμην καὶ ὑπάρχει βελτίων πάντων τῶν τε βρωμάτων καὶ καρπῶν. γεννᾷ γοῦν αἷμα χρηστὸν καὶ πάνυ καλόν. ἡ δὲ κριθὴ ἔχει τὴν ψυχρότητα πλεονάζουσαν καὶ ἔστιν ἧττον τρόφιμος
10τοῦ σίτου. οὐχ ἁρμόζει γοῦν τοῖς ἔχουσι τὴν κρᾶσιν ψυχρὰν καὶ ὑγράν· πλείστους γὰρ ἀνέμους γεννᾷ. ἁρμόζει δὲ τοῖς ἔχουσι φύσιν θερμοτέραν. ὁ δὲ χυλὸς αὐτῆς ὅς ἐστι πτισάνη, ὑπάρχει ψυχρὸς καὶ ὑγρός· καὶ ὠφελεῖ τοὺς ὀξεῖς πυρετοὺς καὶ τὰ ἐν τῷ θώρακι πάθη· καταπραΰνει τὴν θέρμην καὶ
15παύει τὴν δίψαν. ἡ ὄρυζα σύμμετρός ἐστι μέσον θερμότη‐ τος καὶ ψυχρότητος· ὑπάρχει γοῦν σταλτικὴ κοιλίας· ἑψη‐ θεῖσα δὲ μετὰ ἀρτύματος γίνεται εὐκοίλιος. ὁ κύαμος ἔχει πλεονάζουσαν τὴν ψῦξιν· τίκτει γοῦν φῦσαν καὶ πνεῦμα ἐν τῇ κοιλίᾳ, ποιεῖ δὲ καὶ βάρος ἐν τῇ κεφαλῇ· ἑψηθεὶς
20οὖν μετ’ ὄξους ἱστᾷ κοιλίαν. ὁ ἐρέβινθος ἔχει πλεονά‐ ζουσαν τὴν θέρμην· γεννᾷ δὲ καὶ αὐτὴ φῦσαν ἐν τῇ κοιλίᾳ, ἄγει δὲ καταμήνια καὶ πληθύνει τὰ οὖρα καὶ τὴν συνουσίαν. ἡ φακῆ ὑπάρχει ξηρὰ καὶ ψυχρά· ξηραίνει τὸ σῶμα καὶ πλεονάζει τὸν μελαγχολικὸν χυμόν, ποιεῖ δ’ ἀμβλυωπίαν
25καὶ ψύχει τὰ σώματα. θέρμιά εἰσι θερμὰ καὶ ξηρά· ὑπάρχουσι δὲ δύσπεπτα καὶ καταμηνίων ἀγωγά· εἰ δὲ γλυκανθῶσιν ὕδατι χλιαρῷ, γεννῶσιν κουφοτέραν τροφήν. φασίουλον ἔχει κρᾶσιν θερμὴν καὶ ὑγράν· γεννᾷ δὲ ἀνέμους ἐν τῇ κοιλίᾳ, ἄγει τὴν κοιλίαν καὶ καταμήνια· πλη‐
30θύνει τὰ οὖρα καὶ ὀνειρωγμούς. κέγχρος ὑπάρχει ξηρὰ καὶ οὐ τρέφει τὸ σῶμα, ἱστᾷ καὶ τὴν κοιλίαν.
Ἄρτος οὖν γινόμενος ἐκ τοῦ σίτου βελτιώτερος πάντων469

470

βρωμάτων καὶ εὐτροφώτερος, μάλιστα δ’ εἰ καθαρός, ὁ ἔχων ἅλας καὶ ζύμην σύμμετρον καὶ πλασσόμενος μέσον ξηρότητος καὶ ἁπαλότητος σὺν ἀνίσῳ βραχεῖ καὶ μαράθρου σπέρματι καὶ μαστίχῃ. ἔστι δὲ κάλλιστος ὁ ἔχων θερμοτάτην
5κρᾶσιν· μῖξον εἰς τὸ κατάπλασμα σήσαμον. εἰ δὲ θέλεις προσθεῖναι τῷ ἄρτῳ τινὰ ὑγρασίαν, κατάπλαττε τοῦτον μετ’ ἀμυγδελαίου. καταστατόν, ὃ καὶ ἄμυλον λέγεται, ὑπάρχει ψυχρὸν καὶ ξηρόν· ἁπαλύνει τὸ στῆθος καὶ τὸν τράχηλον. ἑψηθὲν δὲ σὺν ἀμυγδάλοις τετριμμένοις καὶ σακ‐
10χάρει ὠφελεῖ δυσεντερικούς.
11tΠερὶ ὕδατος.
12 Τὸ ὕδωρ φυλάττει τὴν φυσικὴν ὑγρότητα τοῦ σώματος, ἀποσῴζει δὲ τὴν τροφὴν εἰς ἅπαν τὸ σῶμα καὶ εἰς φλέβας. ἁρμόζει δὲ τοῖς ἔχουσι τὴν κρᾶσιν θερμὴν καὶ ξηράν. τὸ
15γοῦν γλυκὺ καὶ κοῦφον ὕδωρ ὑπάρχει βελτιώτερον πάντων τῶν ὑδάτων, μᾶλλον δὲ τὸ μὴ ἔχον δυσωδίαν. τὰ δὲ γένη τῶν ὑδάτων εἰσὶ πέντε· πηγαῖον, φρεάτειον, ποτάμιον, ὄμβριον καὶ λιμναῖον. τὸ γοῦν πηγαῖον ὕδωρ τὸ καθαρὸν καὶ γλυκύ ἐστιν ἐν μὲν τῷ χειμῶνι θερμόν, ἐν δὲ τῷ θέρει
20ψυχρόν, βελτιώτερον πάντων ὑδάτων. τὸ δὲ ἁλμυρὸν ὕδωρ ὑπάρχει πάνυ ξηρόν· ὡσαύτως καὶ τὸ στυπτικὸν ξηραίνει καὶ στύφει. τὸ θερμὸν ὕδωρ πινόμενον πρὸ τῆς βρώσεως διαλύει τὰ φλέγματα καὶ λεπτύνει τὰ περιττώματα. ὁ λου‐ όμενος γλυκέσιν ὕδασιν εὐθετεῖ τὴν κρᾶσιν τοῦ σώματος.
25τὸ χαλκάνθιον ὕδωρ ξηραίνει τὴν ψώραν τὴν ἔχουσαν πολλὴν ὑγρότητα καὶ ὠφελεῖ τὰ παχέα καὶ ὑγρὰ τῶν σωμάτων.
27tΠερὶ οἴνων.
28Οἶνος ὁ γινόμενος ἐκ τῆς πεπανθείσης σταφυλῆς καὶ πάνυ
γλυκανθείσης ὑπάρχει θερμός, ὁ δὲ γινόμενος ἐκ τῆς ἀπέπ‐470

471

του καὶ μὴ γλυκανθείσης ἧττον ὑπάρχει θερμός. καὶ ὁ λευκὸς οἶνος ἐλάττονα καὶ αὐτὸς ἔχει τὴν θερμότητα, ὁ δὲ ἐρυθρὸς ὑπάρχει παχὺς καὶ δύσπεπτος διὰ τὸ πλεονάζειν τὴν γεώδη οὐσίαν εἰς τὴν μέλαιναν σταφυλὴν καὶ διὰ τὴν
5στυφότητα ἣν κέκτηται. ὁ δὲ χρυσοειδὴς οἶνος καὶ αὐστη‐ ρίζων συμμέτρως μέσον γλυκύτητος καὶ στυφότητος, ὑπάρ‐ χει θερμότερος παντὸς οἴνου καὶ εὐτροφώτερος· ἁρμόζει γοῦν ὁ τοιοῦτος οἶνος τοῖς γέρουσι 〈καὶ〉 τοῖς ἔχουσι τὴν κρᾶσιν ψυχράν. τοῖς δὲ θερμοτέραν τὴν κρᾶσιν κεκτημένοις
10ἁρμόζει ὁ λεπτὸς καὶ λευκὸς οἶνος. τοῖς δὲ κοπιῶσιν ὁ μέ‐ λας καὶ γλυκὺς καὶ στυφίζων διὰ τὸ εἶναι τὴν πέψιν αὐτοῖς βραδεῖαν. ὁ μὲν οὖν νέος οἶνος εὐτροφώτερός ἐστι καὶ γεν‐ νᾷ πλῆθος αἵματος· ὁ δὲ παλαιὸς ὑπάρχει συντομώτερος τῇ πέψει καὶ ξηρότερος, ἀτροφώτερος δὲ τοῦ νέου.
15 Οἶνος θερμαίνει τὸν στόμαχον καὶ ἀποπέμπει τὸ λεπ‐ τυνθὲν ἐκ τῆς πέψεως εἰς τὰς φλέβας εἰς ἅπαν τὸ σῶμα συνεργεῖ τε τῇ πέψει καὶ λεπτύνει τὰ περιττώματα καὶ ἀναζωπυροῖ τὸ ἔμφυτον θερμὸν καὶ ποιεῖ αἷμα πολύ. ἡ δὲ εἰς πλῆθος πόσις τοῦ οἴνου καὶ συνεχὴς μέθη πάνυ βλάπ‐
20τει τὰ μόρια τοῦ σώματος οἷον ἧπαρ, ἐγκέφαλον, νεῦρα καὶ ποιεῖ τρόμον εἰς ἅπαν τὸ σῶμα καὶ τίκτει βαρέα καὶ αἰσχρὰ νοσήματα· ποιεῖ γὰρ καρδιωγμὸν καὶ ἀπεψίας, πηροῖ τοὺς ὀφθαλμοὺς καὶ παράλυσιν ἐργάζεται τοῦ παντὸς σώμα‐ τος. συμμέτρως δὲ πινόμενος εὐθετεῖ τὰς κράσεις καὶ τρέ‐
25φει τὰ σώματα πασῶν τῶν ἡλικιῶν. ὁ δὲ σκευαζόμενος οἶνος ἀπὸ τῶν ἀσταφίδων ὑπάρχει καλός· ἔχει πλείστην θέρμην καὶ ἁρμόζει τοῖς χρῄζουσι πολυσαρκίαν. Ὁ δ’ ἀπὸ τοῦ μέλιτος σκευαζόμενος οἶνος κέκτηται πλείονα θέρμην καὶ ξηρότητα παντὸς οἴνου. ἁρμόζει γοῦν
30τοῖς ἔχουσι τὰ σώματα καὶ τὴν κρᾶσιν ὑγρὰν καὶ ψυχρὰν καὶ εἰς ψυχροτέρους καιροὺς καὶ τόπους. ἔστι δὲ ῥυπτικὸς
καὶ καθαρτικὸς στομάχου τῶν παχέων καὶ φλεγματικῶν471

472

περιττωμάτων. πέπτει δὲ καὶ κινεῖ τὰ οὖρα θαυμαστῶς καὶ ποιεῖ εὔχροιαν εἰς τὸ πρόσωπον. εἰσὶ δέ τινες μίσγοντες εἰς τὴν τοῦ μέλιτος σκευασίαν ἀρώματα θερμὰ σὺν τῷ οἴνῳ· καί ἐστι θερμότερος παντὸς οἴνου ὠφελεῖ γοῦν τοὺς ἔχοντας
5τὰ σώματα ψυχρὰ καὶ ὑγρὰ καὶ εἰς τοὺς ψυχροὺς καιροὺς καὶ τόπους.
7tΠερὶ ὀπωρῶν.
8 Τὰ χλωρὰ σῦκα οἰκείαν ἔχουσι θέρμην καὶ ὑγρότητα. τὰ δὲ ξηρὰ πλείστην θέρμην καὶ ξηρότητα· γεννῶσιν οὖν αἷμα
10πολὺ καὶ θολὸν καὶ κινοῦσι γαστέρα κάτωθεν καὶ ποιοῦσι φῦσαν καὶ 〈βλάπτουσι〉 τὴν κοιλίαν τῶν ἐχόντων θερ‐ μοτέραν τὴν κρᾶσιν· παύει γοῦν τὴν βλάβην αὐτῶν τὸ ὀξύμελι πινόμενον καὶ γάρος μετὰ τὴν βρῶσιν αὐτῶν. γεννῶσι δὲ καὶ εἰς τὸ σῶμα περιττώματα καὶ φθεῖρας καὶ ψώρας.
15ἡ δὲ σταφυλὴ ὑπάρχει θερμὴ καὶ ὑγρά· ὅσον οὖν πλεονάζει ἐν αὐτῇ τὸ γλυκὺ ἀνάλογον ἔχει καὶ τὴν θερμότητα. ἡ λευκὴ σταφυλὴ πλείονα τῆς μελαίνης ἔχει τὴν θερμότητα, τρέφει δὲ τὰ σώματα καὶ παχύνει αὐτά. αἱ φοίνικες κέκτηνται παχύτητα καὶ θερμότητα καί εἰσι πολύτροφοι. γεννῶσι δὲ
20κεφαλαλγίαν καὶ ἐμφράξεις εἰς τὰ σπλάγχνα ποιοῦσί τε πολὺ σπέρμα καὶ πλεονάζουσι τὴν γονήν. αἱ δ’ ἀσταφίδες εἰσὶν εὔχυμοι καὶ τρόφιμοι. δαμάσκηνα τὰ μὲν γλυκέα καὶ πεπεμμένα ὑπάρχουσιν ἐλαφρότερα εἰς τὴν ὑγρότητα καὶ ψυχρότητα. τὰ δ’ ὀξίζοντά εἰσι ψυχρότερα καὶ ξηρότερα·
25παύουσιν οὖν τὴν ξανθὴν χολὴν καὶ τὴν ζέσιν τοῦ αἵματος κίνουσί τε κάτω τὴν γαστέρα καὶ ὠφελοῦσι τοὺς ὀξεῖς πυ‐ ρετούς. οὐχ ἁρμόζουσι δὲ γέρουσιν οὐδὲ τοῖς ἔχουσιν ὑγρὰ τὰ σώματα. τὰ πυρόκουκκα ἢ βερρίκουκκα φύσιν ἔχου‐ σιν ὑγρὰν καὶ ψυχρὰν καὶ φθείρονται ταχέως εἰς τὸν στόμα‐
30χον μετατρέπονταί τε εἰς σῆψιν καὶ γεννῶσιν ὑγρότητα καὶ πυρετοὺς καὶ κεφαλαλγίαν. τὰ κεράσιά εἰσι ψυχρὰ καὶ
ὑγρά· καὶ παύουσι τὴν δίψαν καταπραΰνουσί τε τὴν ξανθὴν472

473

χολὴν καὶ τὴν θερμότητα τοῦ σώματος· καὶ κινοῦσι τὴν γαστέρα. πολλάκις δὲ γεννῶσι πόνον εἰς τὸν στόμαχον καὶ μετατρέπονται εἰς μέλαιναν χολήν. τὰ περσικά εἰσιν ὑγρὰ καὶ ψυχρά· παύουσιν οὖν τὴν δίψαν. ἁρμόζουσι τοῖς
5ἔχουσι τὴν κρᾶσιν θερμοτέραν. φθείρουσι τὴν πέψιν τοῦ βρώματος ἐκ τῆς πολλῆς ὑγρότητος καὶ ἀδικοῦσι τὰ νεῦρα τοῦ στομάχου. τὴν δὲ βλάβην αὐτῶν καὶ τῶν πυροκόκκων καὶ τῶν κερασίων παύει ὁ αὐστηρὸς οἶνος ἢ ὑδρόμελι μετὰ ζιγγιβάρεως πινόμενα μετὰ τὴν βρῶσιν αὐτῶν. κίτρον
10τὸ μὲν ἔξωθεν θερμόν, τὸ δὲ μέσον ψυχρὸν καὶ δύσπεπτον, τὸ δ’ ἐντὸς ψυχρόν, ὑδατῶδες καὶ ὀξῶδες. ῥοΐδια τὰ μὲν γλυκέα εἰσὶ θερμὰ καὶ ὑγρὰ ἁρμόζοντα εἰς τὰ τοῦ θώρα‐ κος καὶ τοῦ πνεύμονος πάθη· τὰ δὲ ὀξίζοντα ψυχρὰ καὶ ὑγρὰ καταπραΰνοντα τὴν ζέσιν τοῦ σώματος καὶ παύοντα
15τὴν δίψαν. μῆλα τὰ γλυκέα ἔχουσι φύσιν ὑγρὰν καὶ ψυ‐ χράν· ἐνδυναμοῦσιν οὖν τὸ ἧπαρ καὶ τὴν καρδίαν. τὰ δ’ ὄξυνα παύουσι τὴν δίψαν καὶ κινοῦσιν ὄρεξιν τῆς βρώσεως κατα‐ πραΰνουσί τε τὴν ξανθὴν χολὴν καὶ παύουσι τὰ θανατηφόρα φάρμακα τὰ ἔχοντα θερμὴν τὴν φύσιν. τὰ κυδώνιά εἰσι
20ψυχρὰ καὶ ξηρά· ἐνδυναμοῦσι τὸν στόμαχον καὶ τὸ ἧπαρ, ὠφελοῦσι κοιλιακούς. τὰ δὲ σκευασθέντα ἔκ τε μέλιτος καὶ ἀρωμάτων ἐνδυναμοῦσι τὴν πέψιν καὶ τὸν στόμαχον καὶ διαλύουσι τὰ περιττώματα. τὰ ἄπιά εἰσιν ψυχρὰ καὶ ὑγρά· τὰ γοῦν αὐτῶν ὀξίζοντα ῥέπουσι εἰς ψυχρότητα καὶ
25ξηρότητα· ἐσθιόμενα γοῦν μετὰ τὴν βρῶσιν καθαίρουσι τὸν στόμαχον ἐκ τῶν περιττωμάτων τῆς βρώσεως. πρὸ δὲ τῆς βρώσεως κωλύουσι τὴν κοιλίαν καὶ ξηραίνουσι τὴν κόπρον εἰς τὰ ἔντερα καὶ ποιοῦσι εἰλεόν. ἐνδυναμοῦσιν οὖν τὸν στόμαχον καὶ ἄγουσιν αὐτὸν εἰς βρῶσιν. μόρα τὰ μὲν
30γλυκέα φύσιν ἔχουσι θερμὴν καὶ ὑγρὰν καὶ κινοῦσι τὴν γασ‐ τέρα κάτωθεν· τὰ δὲ δριμέα ῥέπουσιν εἰς ψῦξιν καὶ ἁρμόζουσι τῇ ξανθῇ χολῇ. πέπονες οἱ μὲν γλυκεῖς μετατρέπονται καὶ ποιοῦσι χολεράν. ἔχουσι δὲ φύσιν ὑγρὰν καὶ ψυχράν· παύουσι γοῦν τὴν δίψαν καὶ καταψύχουσι τὴν θέρμην τοῦ
35ἥπατος καὶ τοῦ στομάχου. οὐχ ἁρμόζουσι δὲ τοῖς ἔχουσι473

474

ψυχρὰ τὰ σώματα. βάλανοι ψυχροί εἰσι καὶ ξηροί. λύου‐ σιν οὖν τὴν γαστέρα καὶ τὰ οὖρα. τὰ δὲ κάστανά εἰσιν εὔτροφα πλεῖον τῶν βαλάνων· γεννῶσιν οὖν φῦσαν εἰς τὴν κοιλίαν· εἰσὶ δὲ θερμὰ καὶ ὑγρά. κάρυά εἰσι θερμὰ καὶ
5ξηρά. θερμαίνουσιν οὖν τὸ σῶμα καὶ ποιοῦσι κεφαλαλγίαν. ὠφελοῦσι δὲ τοὺς ἔχοντας ψυχρὰ τὰ σώματα ὁμοίως καὶ εἰς τὰ θανατηφόρα τῶν φαρμάκων καὶ ἰοβόλα τὴν θέρμην ἔχοντα φύσιν. ἀμύγδαλα σύμμετρον ἔχουσιν ὑγρότητα καὶ θέρμην καὶ ὠφελοῦσιν εἰς τὰ τοῦ στήθους νοσήματα καὶ τοῦ
10τραχήλου τῶν νεφρῶν τε καὶ τῆς κύστεως ἐσθιόμενα μετὰ σακχάρεως. ὠφελοῦσιν καὶ εἰς δυσουρίαν καὶ εἰς τὰ τοῦ πνεύμονος καὶ θώρακος πάθη. πιστάκιά εἰσι θερμὰ ῥέπον‐ τα εἰς ξηρότητα· ὠφελοῦσιν εἰς ἔμφραξιν ἥπατος, κινοῦσιν οὖρα, θρύπτουσι λίθους τοὺς ἐν κύστει καὶ νεφροῖς.
15λεπτοκάρυα ἥττονα τῶν καρύων ἔχουσι τὴν θέρμην· ὠφε‐ λοῦσιν οὖν τοὺς ἔχοντας τὴν κρᾶσιν ψυχρὰν καὶ εἰς τὰ θα‐ νατηφόρα φάρμακα. οἱ στρόβιλοι θερμαίνουσι τὸ σῶμα· κινοῦσιν οὖρα, ὠφελοῦσιν εἰς τὰ νεφριτικὰ πάθη καὶ τῆς κύστεως. σήσαμός ἐστι θερμὸς καὶ ὑγρός· κινεῖ τὴν
20γαστέρα, σβέννυσι τὴν ὄρεξιν τῆς βρώσεως, χαυνοῖ τὸν στόμαχον· ὠφελεῖ δὲ δυσεντερικούς. τὰ ξυλοκέρατά εἰσι θερμά· κωλύουσι τὴν γαστέρα καὶ καθαίρουσι τὰ ἔντερα. μάννα σύμμετρον ἔχει τὴν κρᾶσιν ὀλίγον ῥέπουσα εἰς ψυχρότητα· ἄγει γοῦν τὸ σεσηπὸς αἷμα καὶ καταπαύει τὴν
25θέρμην τοῦ στομάχου.
26tΠερὶ βοτανῶν.
27 Ῥόδα ὑπάρχουσι ψυχρὰ καὶ ξηρά· παύουσι τὴν ἀπὸ θέρ‐ μης κεφαλαλγίαν καὶ ἐνδυναμοῦσι τὸν στόμαχον· ὠφελοῦσι καὶ τὴν θέρμην τοῦ ἥπατος. ἴα εἰσὶν ὑγρὰ καὶ ψυχρά·
30παύουσι τὴν ἀπὸ ξανθῆς χολῆς κεφαλαλγίαν καὶ ποιοῦσιν ὕπνον. μύρτα εἰσὶ ψυχρὰ καὶ ξηρά· ἐνδυναμοῦσι τὰ ἀδύ‐
νατα μόρια καὶ ἱστῶσι τὴν κοιλίαν. ὤκιμα πάντα θερμά474

475

εἰσι καὶ ξηρά· ἐνδυναμοῦσι τὴν καρδίαν καὶ διαλύουσι τὸν ἐκ ψυχρότητος γενόμενον 〈πόνον〉 τῆς κεφαλῆς. σάμψυ‐ χόν ἐστι θερμόν· ὠφελεῖ εἰς πόνον νεφρῶν, ἄγει οὖρα, παύει πόνον τῆς κοιλίας· ὁ δὲ χυλὸς αὐτοῦ ὠφελεῖ ἀμβλυ‐
5ωπίαν ὀμμάτων. αἱ νυμφαῖαι ψυχραί εἰσι καὶ ὑγραὶ καὶ ὑπνωτικαί· παύουσι τὴν θερμὴν κεφαλαλγίαν καὶ ὠφε‐ λοῦσιν εἰς πᾶσαν νόσον γενομένην ἐκ θέρμης. τὰ λευκόϊα ἃ σαρακηνιστὶ λέγονται ζαμπακιάσμιν, εἰσὶ θερμά· παύου‐ σιν οὖν τὸν πόνον τῆς κεφαλῆς τὸν ἐκ ψυχρότητος γινόμε‐
10νον καὶ ἐνδυναμοῦσιν αὐτήν· τὸ δ’ ἐξ αὐτῶν σκευαζόμενον ἔλαιον ὠφελεῖ εἰς τοὺς ψυχροὺς καὶ παχεῖς ἀνέμους καὶ εἰς τοὺς νεφρούς. νάρκισσός ἐστι θερμὸς ἔχων τὴν τοῦ ἰασ‐ μίου δύναμιν· καὶ αὐτοῦ ῥίζα πινομένη ποιεῖ ἔμετον ἀκίν‐ δυνον καὶ κοῦφον. καλαμίνθη ἐστὶ θερμὴ καὶ ξηρά·
15ὠφελεῖ εἰς πόνον νεφρῶν καὶ κοιλίας· ὀσφραινομένη δὲ παύει τὴν ψυχρὰν κεφαλαλγίαν. κρίνα εἰσὶ θερμὰ καὶ διαλυτι‐ κά. τὸ δ’ ἐξ αὐτῶν σκευαζόμενον διαλύει τοὺς ψυχροὺς ἀνέ‐ μους. χαμαίμηλον ὑπάρχει θερμὸν διαλυτικόν· διώκει τοὺς παχεῖς ἀνέμους ὡς καὶ τὰ κρίνα.
20tΠερὶ μύρων.
21 Μόσχος θερμὸς καὶ ξηρός ἐστι τὴν φύσιν· ἁρμόζει δὲ τοῖς ἔχουσι κρᾶσιν ὑγρὰν καὶ ψυχράν. διαλύει δὲ πᾶσαν ὀδύνην κεφαλῆς γινομένην ἀπὸ φλέγματος. ὠφελεῖ δὲ καὶ εἰς τὴν ἀδυναμίαν τῆς καρδίας καὶ τὸν καρδιωγμὸν καὶ ὀλιγω‐
25ρίαν. οὐχ ἁρμόζει δὲ τοῖς ἔχουσι τὴν κρᾶσιν θερμήν. ἄμπαρ ἐστὶ θερμὸν φύσει καὶ ἐνδυναμοῖ τὸν ἐγκέφαλον· τὴν καρδίαν καὶ τὸν στόμαχον εὐφραίνει. καμφορὰ ὑγρὰ καὶ ψυχρά ἐστιν· ὠφελεῖ εἰς τὰ θερμὰ νοσήματα τῆς κεφαλῆς
καὶ τοῦ λοιποῦ σώματος· εἰ δέ τις πίῃ ἐξ αὐτῆς πλέον τοῦ475

476

δέοντος ποιεῖ ἀγρυπνίαν. καὶ ψύχει τοὺς νεφροὺς ἐλαττοῖ τε τὴν γονὴν καὶ τίκτει εἰς τὰ μόρια νοσήματα ἀθεράπευτα. σάνταλόν ἐστι ψυχρὸν καὶ ξηρόν· ὠφελεῖ εἰς τὰ θερμὰ νοσήματα τοῦ ἥπατος καὶ ἐνδυναμοῖ αὐτὸ καὶ ψύχει τὴν
5θερμὴν δυσκρασίαν αὐτοῦ. ξυλαλόη ὑπάρχει θερμὴ καὶ ξηρά· καὶ ὠφελεῖ εἰς τὴν ἀδυναμίαν τῆς κεφαλῆς καὶ τοῦ στομάχου καὶ τὴν πολλὴν αὐτοῦ ψῦξιν εἴς τε τὴν ἔμφραξιν τοῦ ἥπατος καὶ τῶν λοιπῶν μορίων τὴν ἐκ ψυχρότητος καὶ ὑγρότητος γινομένην. κρόκος ὑπάρχει ψυχρὸς καὶ ξηρός·
10ἀδικεῖ τὸν στόμαχον καὶ ποιεῖ ὀδύνην καὶ βάρος εἰς τὴν κεφαλὴν καὶ ὕπνον· εὐφραίνει δὲ τὴν καρδίαν. καρυό‐ φυλλον ὑπάρχει θερμὸν καὶ ξηρόν· ἐνδυναμοῖ τὸ στομάχι καὶ τὴν καρδίαν. κάρυα βασιλικά εἰσι θερμὰ καὶ ξηρά· ἔχουσι δὲ δύναμιν καὶ ἐνέργειαν τὴν τοῦ καρυοφύλλου.
15ῥοδόσταγμα ψυχρὸν ὑπάρχει καὶ ὑγρόν· παύει τὸν ἐκ θέρμης πόνον κεφαλῆς ἢ ἀπὸ πολυποσίας οἴνου ἐνδυναμοῖ τε τὴν καρδίαν καὶ ὠφελεῖ εἰς τὴν ὀλιγωρίαν.
18tΠερὶ διαφορᾶς κρεῶν.
19Τὰ κρέη εὐτροφώτερα ὑπάρχουσι πάσης τροφῆς καὶ
20ποιοῦσιν εὐεξίαν σώματος. τοὺς ἐσθίοντας οὖν συνεχῶς τὰ κρέη καὶ πίνοντας τὸν οἶνον χρὴ φλεβοτομεῖν. μερίζονται γοῦν τὰ γένη τῶν κρεῶν εἰς διαφόρους δυνάμεις. τὰ μὲν βόειά εἰσι ψυχρὰ καὶ ξηρά. τὰ δὲ μόσχεια ἔχουσι σύμμε‐ τρον τὴν θέρμην καὶ τὴν ὑγρότητα. τὰ αἴγειά εἰσι ψυχρὰ
25καὶ ξηρά· τὰ δὲ θήλεια τούτων εἰσὶ βελτιώτερα τῶν ἀρρένων· τὰ ἐρίφεια σύμμετρον ἔχουσι τὴν δύναμιν καὶ ὑγρότητα. τὰ πρόβεια θερμὰ τὴν φύσιν καὶ ὑγρά· βελτιώτερα γοῦν τὰ ἐνιαύσια καὶ μάλιστα τὰ εὐνουχισμένα· τὰ δὲ μικρὰ ἀρνία κέκτηνται πλείστην ὑγρότητα. τὰ χοίρεια ἔχουσιν
30ὑγρασίαν πλείονα καὶ θέρμην ἐλάττονα· γεννῶσιν οὖν εἰς τὰ σώματα πλείστην ὑγρότητα, πολὺ φλέγμα· ἐσθιόμενα
γοῦν ὀπτὰ μετὰ πεπέρεως ἢ σινάπεως παύει τὴν αὐτῶν476

477

ὑγρότητα. τὰ τῶν ἀγρίων τράγων ὑπάρχει δύσπεπτα καὶ μελαγχολικά. τὰ τῶν ἐλάφων εἰσὶ θερμὰ φύσει καὶ κοῦφα καὶ γεννῶσι μελαγχολικὸν χυμόν· βελτιώτερα δ’ αὐτῶν τὰ λίπος ἔχοντα. τὰ τῶν δορκάδων εἰσὶ θερμὰ
5καὶ ξηρὰ καὶ δύσπεπτα καὶ ἄτροφα. τὰ τῶν πτωκῶν ψυχρὰ τῇ φύσει καὶ ξηρά· τίκτουσιν οὖν μελαγχολικὸν χυμόν. τὰ τῶν ἄρκτων εἰσὶ ψυχρὰ καὶ ἄτροφα καὶ δύσ‐ πεπτα. ποιοῦσιν οὖν εἰς τὰ νεῦρα τρόμους καὶ ἀδυναμίαν. τὰ τῶν βουβάλων εἰσὶ ψυχρὰ καὶ δύσπεπτα καὶ βαρέα
10καὶ ἄτροφα καὶ πάνυ βλαβερά. οἱ γοῦν ἐσθίοντες συνεχῶς πολλάκις ἐμπίπτουσιν εἰς λώβην καὶ ἐλεφαντίασιν μελαγ‐ χολικά τε καὶ αἰσχρὰ νοσήματα. τὰ τῶν ὀρνίθων ὑπάρ‐ χουσι βελτιώτερα καὶ κουφότερα πάντων τῶν κρεῶν· γεν‐ νῶσιν οὖν αἷμα καθαρὸν καὶ εὔχρηστον. τὰ δὲ μικρότερα
15ἀλεκτόρεια ὑπάρχουσι κουφότερα καὶ εὐπεπτότερα· ἁρμό‐ ζουσιν οὖν τοῖς ἀνισταμένοις ἀπὸ νόσου. τὰ δὲ τῶν γηραιῶν ὀρνίθων ὑπάρχουσι ξηρὰ τῇ φύσει. πινόμενος οὖν ὁ ζωμὸς αὐτῶν διώκει τὴν ὑγρότητα τῶν ἐντέρων. τὰ τῶν νησσα‐ ρίων ἔχουσι πλείονα τὴν θέρμην καὶ παχύτητα τῶν βου‐
20βαλείων καὶ γεννῶσι εἰς τὸ σῶμα πλεῖστα περιττώματα. τὰ τῶν γεράνων ἄγαν ὑπάρχουσι δύσπεπτα καὶ παχέα τῇ φύσει καὶ γεννῶσιν αἷμα ἀγαθόν. τὰ τῶν περιστερῶν εἰσι θερμὰ τῇ φύσει καὶ ξηρά· τὰ δὲ μικρά εἰσι θερμὰ καὶ ὑγρὰ καὶ δύσπεπτα. τὰ κρέα τῶν ταώνων ῥέπουσιν εἰς
25ψῦξιν, ὑπάρχουσι δὲ κοῦφα καὶ ταχύπεπτα. τὰ τῶν μικρῶν στρουθίων εἰσὶ θερμὰ καὶ ὑγρά· ὠφελοῦσι γοῦν τοὺς ἔχοντας τὴν κρᾶσιν ψυχράν. Αἱ κεφαλαὶ πάντων τῶν ζῴων ὑπάρχουσι παχύτεραι καὶ βαρύτεραι τῶν ἄλλων μορίων καὶ ἔχουσι πλείονα τροφήν.
30ὁ δὲ μυελὸς τῆς κεφαλῆς ποιεῖ βάρος εἰς τὸν στόμαχον καὶ ἀνατρέπει αὐτὸν εἰς ἔμετον· χρὴ δὲ ἐσθίειν αὐτὸν μετὰ πεπέρεως ἢ σινάπεως. οἱ μασθοί εἰσι ψυχροὶ καὶ βραδύπεπ‐
τοι καὶ πολύτροφοι, ἁρμόζοντες τοῖς ἔχουσι τὸν στόμαχον477

478

θερμόν. τὰ δὲ ἥπατα θερμὰ καὶ βραδύπεπτα καὶ πολύτρο‐ φα. γεννῶσι δ’ αἷμα μελαγχολικὸν καὶ ἄχρηστον. αἱ κοιλίαι πᾶσαι ψυχραὶ καὶ δύσπεπτοι καὶ γεννῶσιν αἷμα φλεγματῶ‐ δες. οἱ μῦες τῶν κρεῶν γεννῶσιν αἷμα θέρμην ἔχον ὀλίγην.
5τὰ ῥούσια κρέη τὰ μὴ ἔχοντα λίπος γεννῶσιν αἷμα κοῦφον, εὔχρηστον· τὰ δ’ ἔχοντα λίπος γεννῶσι αἷμα ὑγρόν. τὰ ἄκρα τῶν ζῴων ὑπάρχουσιν ἐλαφρὰ καὶ ταχύπεπτα καὶ γεννῶσιν αἷμα γλίσχρον.
9tΠερὶ ᾠῶν.
10 Τὰ ἐκ τῶν ὀρνίθων ὑπάρχουσι βελτιώτερα πάντων τῶν ᾠῶν, εἶτα τῶν περδίκων. τὰ δὲ τῶν νησσαρίων καὶ τῶν ταώνων ἅπαντά εἰσι βαρέα καὶ δύσπεπτα. τὰ δὲ τῶν μι‐ κρῶν στρουθίων ὑπάρχουσι θερμὰ καὶ ὀλιγότροφα. τὰ κόκ‐ κινα τῶν ᾠῶν ἤτοι οἱ κρόκοι ἔχουσι θερμότητα σύμμετρον,
15τὰ δὲ λευκά εἰσι ψυχρὰ καὶ δύσπεπτα· ὠφελοῦσιν εἰς τὴν τραχύτητα τοῦ στήθους καὶ τοῦ πνεύμονος καὶ ῥωννύουσι τὴν δύναμιν· ἐσθιόμενα δὲ σὺν ὄξει ἐπέχουσι τὴν γαστέρα.
18tΠερὶ γάλακτος.
19Τὸ γάλα ἐστὶ ψυχρὸν καὶ ὑγρόν· παχύνει γοῦν τὰ σώματα,
20ὠφελεῖ εἰς τὴν φθίσιν καὶ εἰς τὴν χωρὶς πυρετοῦ βῆχα καὶ εἰς τὴν ἔγκαυσιν τοῦ οὐρήματος. οὐχ ἁρμόζει δὲ τοῖς πυρέσ‐ σουσιν οὐδὲ τοῖς ἀλγοῦσι τὴν κεφαλὴν οὔτε τοῖς ἔχουσιν εἰλεόν. τὸ δὲ νεαρὸν καὶ παγὲν γάλα ὑγραίνει τὴν κοιλί‐ αν καὶ ὠφελεῖ εἰς πόνον κεφαλῆς καὶ θέρμην στομάχου.
25ὁ δὲ ὀρρὸς τοῦ γάλακτος ῥυπτικὴν ἔχει τὴν δύναμιν· λαμ‐ βάνεται γοῦν ὑπαγωγῆς ἕνεκα γαστρὸς ὑπὸ τῶν διαφορη‐ τικῶν δεομένων φαρμάκων. τὸ βούτυρον ὑπάρχει σύμ‐ μετρον καὶ ὑγρόν. ἁρμόζει γοῦν τοῖς ἔχουσι τὴν κρᾶσιν
θερμοτέραν ἁπαλύνει τε τὴν τραχύτητα τοῦ στήθους καὶ478

479

ὠφελεῖ εἰς πόνον τῶν νεφρῶν καὶ εἰς ἔγκαυσιν τῆς κύστεως. τυρὸς νεαρὸς ἄνευ ἁλῶν τρόφιμος εὐστόμαχος, εὐανά‐ δοτος, σαρκῶν ποιητικός, κοιλίας μετρίως μαλακτικός· οἱ δ’ ἄλλοι τυροὶ πάντες κακοὶ πλὴν τῶν ὀξυγαλακτίνων.
5tΠερὶ λαχάνων.
6 Τὰ ἄγρια λάχανα πάντα κακόχυμα· ὁμοίως καὶ τὰ ἥμερα, πλὴν τῆς θριδακίνης καὶ τοῦ τρωξίμου, μαλάχης, χρυσο‐
λαχάνου, βλίτων, ἀνδράχνης, βουγλώσσων.479