TLG 0721 020 :: ANONYMI MEDICI :: Περὶ τῆς τῶν πυρετῶν διαφορᾶς

ANONYMI MEDICI Med.
(Varia)

Περὶ τῆς τῶν πυρετῶν διαφορᾶς

Source: Daremberg, C., Ruelle, C.É. (eds.), Oeuvres de Rufus d’Éphèse. Paris: Imprimerie Nationale, 1879 (repr. Amsterdam: Hakkert, 1963): 601–610.

Citation: Page — (line)

601

Σκοπὸν ἔχομεν ἐν τῷ παρόντι [συγ]γράμματι περὶ τῆς τῶν πυρετῶν διαφορᾶς ... εἴπωμεν τί ἐστι διαφορά. Διαφορά ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει, ἐν τῷ ὁποῖον τί ἐστι κατηγορούμενον. Ποσαχῶς ἡ διαφορά; τριχῶς, κοινῶς, καὶ ἰδίως, καὶ ἰδιαίτατα. Τίς
5ὁ σκοπὸς τῆς ὅλης πραγματείας, καὶ πόσοι θεραπευτικοὶ σκοποί; τέσσαρες εἰσὶ θεραπευτικοὶ σκοποί· ὁ ἀπὸ τοῦ ποσοῦ, καὶ τοῦ ποιοῦ, καὶ τοῦ καιροῦ, καὶ τοῦ τρό‐ που τῆς χρήσεως. Ποσαχῶς ἡ ἔνδειξις τῶν θεραπευτικῶν σκοπῶν; πενταχῶς· πρώτη μὲν ἡ ἔνδειξις ἀπὸ τῆς τοῦ πεπονθότος τόπου κράσεως ἐστὶ, τὸ μέτρον ὁρίζουσα τοῦ θερμαίνειν ἢ ψύχειν, ἢ ξηραίνειν ἢ ὑγραίνειν· ὃ κατὰ συζυγίαν πράττειν αὐτά·
10δευτέρα δὲ, τοῦ κοινὸν εἶναι τὸ ἔργον ἅπασι τοῦ ζώου μορίοις, ἢ κοινὴν τὴν δύναμιν εἶναι χορηγεῖ· τρίτη, ἡ παρὰ τὴν διάπλασιν αὐτοῦ· τετάρτη, ἡ παρὰ τὴν θέσιν, ἧς μέρος ἐστὶν, ἡ πρὸς τὰ πλησιάζοντα τοῦ ζώου μόρια κοινωνία· καὶ πρὸς τούτοις ἅπασιν ἡ τοῦ τῆς αἰσθήσεως ποσοῦ. Πόσα ὄργανα ἔχει ὁ πυρετός; δύο ὄργανα ἔχει ὁ πυρετὸς, καὶ κέχρηται τούτοις
15πρὸς λύμην παντὸς τοῦ σώματος· καρδίαν φημὶ καὶ ἧπαρ· καρδίαν μὲν, ἀνάπτουσαν αὐτόν· ἧπαρ δὲ, τὴν τῶν χυμῶν ὕλην αὐτῷ χορηγοῦν. Ὁρμᾷ οὖν ὁ πυρετὸς ἀπὸ καρδίας καὶ ἥπατος. Φείδεται οὖν ὁ πυρετὸς χόνδρων, ὀστέων, νεύρων καὶ τῶν λοι‐ πῶν, ἢ οὔ; Οὐ φείδεται οὐ χόνδρων, οὐκ ὀστέων, οὐκ ἄλλου τινὸς μορίου, ἀλλὰ συντήκει μὲν ἀρτηρίαν, καταναλίσκει δὲ σάρκας, ἐκδαπανᾷ δὲ πᾶσαν τὴν ὑγρότητα
20τῶν μορίων. Τί ἐστι σκοπός; τὸ προϋπονοούμενον τέλος· καὶ ἄλλως· σκοπός ἐστι πρόσληψις ψυχῆς, καὶ προτύπωσις προτεθεῖσα ἐκ μεταφορᾶς τοῦ τοξότου, τοῦ πρῶτον μὲν στοχαζομένου τὸν τόπον, εἶθ’ οὕτως ἐπιπέμποντος τὸ βέλος. Πόσαι διαφοραὶ τῆς θερμασίας; δύο· ἢ γὰρ ἀνειμένη ἐστὶν, ἢ ἐπιτεταμένη, τοῦτ’
25ἔστιν ἢ ἧττον ἢ μᾶλλον. Οὐκοῦν καὶ τοῦ πυρετοῦ διαφοραὶ δύο, οὐσιώδης καὶ ἐπου‐ σιώδης, καὶ ἐπὶ τὸ ἧττον καὶ μᾶλλον ὑπάρχουσι. Τί ἐστι τὸ προϋπονοούμενον τέλος ὃ ἀποτετέλεσται τοῦ σκοποῦ; ἡ ἀρχὴ καὶ τὸ τέλος. Καὶ τί ἡ ἀρχὴ καὶ τὸ τέλος; τὸ
ἄρξασθαι καὶ τελειῶσαι.601

602

Τίς τυγχάνει ἡ οὐσία τοῦ πυρετοῦ; παρὰ φύσιν θερμασία· τῆς δὲ θερμασίας ταύτης ἡ μὲν μᾶλλόν ἐστιν, ἡ δὲ ἧττον. Καὶ αὗται μὲν οὖν εἰσιν αἱ κυριώταται διαφο‐ ραὶ τοῦ πυρετοῦ· αἱ δὲ ἄλλαι κατὰ συμβεβηκός· τούτων αἱ μὲν ἀχώριστοι, ὅσαι παρὰ τὴν φύσιν, ὡς εἰρήκαμεν, ἐπὶ στερεοῖς καὶ ὑγροῖς καὶ πνεύμασι συνίστανται· αἱ δὲ
5χωρισταὶ, ὅσοι παρὰ τὴν κίνησιν, καθὰ φαμὲν, τοὺς μὲν ὀξεῖς, τοὺς δὲ χρονίους, καὶ τοὺς μὲν τεταγμένους, τοὺς δὲ ἀτάκτους· ἀλλὰ καὶ ἀπὸ χρωμάτων μὲν, ὡς ἂν εἴπωμεν, τοὺς μὲν ξανθοὺς, τοὺς δὲ ἐρυθροὺς, τοὺς δὲ πελιδνοὺς, ἀπὸ μορίων δὲ, ὡς ἂν φήσωμεν, τοὺς μὲν περιπνευμονικοὺς, τοὺς δὲ πλευριτικοὺς εἶναι πυρετούς. Αὗται γὰρ κατὰ συμβεβηκός εἰσι διαφοραὶ, καὶ χωρισταί· οὐ γὰρ ἀεί ἐστιν ὁ πυρετὸς,
10περιπνευμονικὸς δὲ ἐστὶ μεταλαμβανόμενος εἰς ἄλληλα τῶν παθῶν· καὶ ἐπὶ τῶν ὀξέων δὲ, τὸ αὐτό· δύναται γὰρ ἀπὸ τῶν ὀξέων εἰς χρόνιον πεσεῖν. Εἰκότως οὖν αὗται λέ‐ γονται χωρισταὶ διὰ τὸ μεταπίπτειν αὐτὰς [καὶ] μεταβαίνειν ὡσαύτως ἀεί. Πόσαι διαφοραὶ τῶν πυρετῶν; Καὶ λέγομεν ὅτι τῶν πυρετῶν διαφοραὶ διτταὶ, αἱ μὲν οὐσιώδεις, αἱ δὲ ἐπουσιώδεις. Καὶ ποίας καλεῖ οὐσιώδεις, καὶ ποίας ἐπουσιώδεις;
15Καὶ οὐσιώδεις, καὶ οἰκειοτάτας καὶ πρώτας διαφορὰς καλεῖ ὁ Γαληνὸς τὰς ἀπὸ τοῦ εἴδους τοῦ παρὰ τὸ μᾶλλον καὶ ἧττον. Τῶν γὰρ πυρετῶν οἱ μέν εἰσιν οὐσιώδεις, οἱ δὲ κατὰ συμβεβηκός· καὶ τῶν οὐσιωδῶν, οἱ μὲν περὶ τὸ εἶδος, οἱ δὲ περὶ τὴν ὕλην. Καὶ ἡ μὲν περὶ τὸ εἶδος διαφορὰ, τὸ μᾶλλον καὶ ἧττον· ἡ γὰρ θερμασία, ἢ μᾶλλόν ἐστιν ἢ ἧττον· ἡ δὲ περὶ τὴν ὕλην ἢ ἐπὶ πνεύμασιν ἢ ἐφ’ ὑγροῖς, ἢ ἐπὶ στερεοῖς.
20Καὶ ἡ μὲν ἐπὶ πνεύμασιν, ἢ ζωτικὴ, ἢ ψυχικὴ, ἢ φυσική· ἡ δὲ ἐφ’ ὑγροῖς, ἢ ἐπὶ φλέγμασιν, ἢ ἐφ’ αἵματι, ἡ ἐπὶ χολῇ, ἢ ἐπὶ μελαγχολίᾳ· ἡ δὲ ἐπὶ στερεοῖς, ἢ ἐπὶ παρεσπαρμένῃ ὑγρότητι, ἢ ἐπὶ νεοπαγεῖ, ἢ ἐπὶ συνεκτικῷ. Καὶ αὕτη μὲν ἡ οὐσιώδης διαφορὰ τῶν πυρετῶν, ποίας καλεῖ οὐσιώδεις, καὶ ποίας ἐπουσιώδεις; τὰς κυριωτάτας καὶ πρώτας, καὶ τὰ παρὰ τὸ μᾶλλον καὶ ἧττον, οὐσιώδεις καλεῖ· τὰς δὲ ἀπὸ τῆς ὕλης
25καλεῖ ἐπουσιώδεις. Ποῖαι οὖν εἰσιν αἱ οὐσιώδεις, ἢ δηλονότι αἱ τῆς οὐσίας αὐτῆς· τίς δὲ ἡ οὐσία τοῦ πυρετοῦ; ἡ παρὰ φύσιν θερμασία, καὶ ταύτης τοίνυν αἱ διαφοραὶ τῶν πυρετῶν τυγχάνουσι. Πόσαι διαφοραὶ τῶν πυρετῶν; δύο εἰσὶν αἱ διαφοραὶ τῶν πυρε‐ τῶν, αἱ οἰκειόταται καὶ κυριώταται, αἵ τινες καὶ διαιροῦνται ἐν τῷ παρόντι συντάγματι. Καὶ ἐν μὲν τῷ πρώτῳ διαλαμβάνει περὶ τῶν ὁμογενῶν πυρετῶν, φημὶ δὲ περὶ ἐφη‐
30μέρων, καὶ ἑκτικῶν. Ἀλλ’ εὐθέως ἀπορῶν τις ἐπανίσταται καὶ λέγει· Τί φῆς; ὁμογενεῖς ὑπάρχουσιν ὅ τε ἐφήμερος καὶ ὁ ἑκτικός; Παραδέδωκάς μοι τὸν ἐφήμερον εὐηθέστα‐ τον ὄντα, καὶ ἐν μιᾷ ἡμέρᾳ γινόμενόν τε καὶ παυόμενον, τὸν δὲ ἑκτικὸν τοῦτον δυσία‐ τον καὶ κακοήθη; Ὁμογενεῖς δ’ ἀναγορεύεις τοὺς ἐφημέρους; Καὶ λέγομεν οὖν ὅτι ὁμο‐ γενεῖς αὐτοὺς ἔφη εἶναι ὡς ἀμφοτέρους ἐκ προκαταρκτικῆς αἰτίας ἡνωμένους. Ὅτι τῶν
35πυρετῶν, οἱ μέν εἰσιν ἐπὶ πνεύμασιν, οἱ δὲ ἐφ’ ὑγροῖς, οἱ δὲ ἐπὶ στερεοῖς· καὶ πάλιν τῶν πυρετῶν, οἱ μὲν ἐπὶ τῷ πεπονθότι, οἱ δὲ ἄνευ τόπου· καὶ πάλιν οἱ μὲν ἁπλοῖ, οἱ δὲ σύνθετοι. Ὅτι τῶν νοσημάτων, τὰ μέν εἰσιν ὁμοιομερῆ, τὰ δὲ ὀργανικὰ, τὰ δὲ κοινὰ, καὶ τὰ μὲν ἁπλᾶ, τὰ δὲ σύνθετα, καὶ τὰ μὲν μεθ’ ὕλης, τὰ δὲ ἄνευ ὕλης, καὶ ἢ ἐν παντὶ τῷ σώματι, ἢ ἑνὶ μορίῳ, ἢ ἐπὶ κυρίῳ ἢ ἀκύρῳ. Ζητοῦμεν οὖν τὴν οὐσίαν τοῦ πυρετοῦ·
40ὁ μὲν γὰρ πυρετὸς, συμβεβηκός ἐστι, ἡ δὲ ὕλη οὐ συνδιαιρεῖται. Ὁ πυρετὸς γὰρ οὐσία ἐστὶν, ἐπειδὴ καὶ τὰ πνεύματα καὶ τὰ λοιπὰ οὐσίαι εἰσίν. Οὐσία δέ ἐστιν αὐτοῦ ἡ παρὰ φύσιν θερμασία. Τί οὖν; ἐάν τις συγγράφων, ἢ ἐνεργῶν, ἢ ὁδοιπορῶν, θερμανθεὶς
τὰς χεῖρας ἢ τοὺς πόδας, πυρέττειν αὐτὸν λέγομεν; Οὐδαμῶς· ἐπειδὴ αὕτη ἡ θερ‐602

603

μασία ἐν μέρει γίνεται, ὁ δὲ πυρετὸς ἐν ὅλῳ τῷ σώματι. Ἀλλὰ πάλιν ἐροῦσι τινές· Τί οὖν; ἐάν τις λουσάμενος, ἢ οἶνον πιὼν, ἢ ἄλλως πως διαθερμανθῆ ὅλον τὸ σῶμα, τότε πυρέττειν φήσομεν τὸν ἄνθρωπον; Καὶ λέγομεν· Οὐχί, ἐπειδὴ οὐ βλάπτει τὰς ἐνεργείας ἡ τοῦ λουτροῦ θερμασία. Τί δέ ἐστι πυρετός; ἐροῦμεν πάλιν ὅτι πυρετός
5ἐστι θερμασία παρὰ φύσιν ἐν ὅλῳ τῷ σώματι γινομένη καὶ βλάπτει τὰς ἐνεργείας. Ἰστέον οὖν ὅτι ἡ καρδία οἷον πηγή τίς ἐστι τοῦ ἐμφύτου θερμοῦ· ἐκπεφύκασι δὲ ταύτης ἀρτηρίαι, οἷον σωλῆνές τινες, καὶ δι’ αὐτῶν ἐν τῷ παντὶ σώματι χορηγεῖται ἡ θερμότης. Ἐὰν οὖν τις ὁδοιπορῶν θερμανθῇ, τὴν κεφαλὴν ἐκκαυθεὶς, πάσχουσιν αἱ ἀρτηρίαι καὶ τῇ συγγενείᾳ ἀπαγγέλουσι τῇ καρδίᾳ τὸ πάθος, καὶ οὕτως αὕτη μετα‐
10λαμβάνουσα ἀνάπτει τὸν πυρετόν. Τὸ γὰρ ἐν αὐτῇ πνεῦμα ἑτοίμως ὑπὸ τοῦ ὁμοίου θερμοῦ πάσχει. Μεμαθήκατε γὰρ πολλάκις ὅτι τὸ ἡμέτερον σῶμα, ἐκ τριῶν οὐσιῶν συνεστηκὸς, ἐκ πνευμάτων, ἐξ ὑγρῶν, ἐκ στερεῶν, ἐν αὐτῷ συνιστάμενον ἔχει τὸν πυρετόν. Καλεῖ δὲ ὁ Ἱπποκράτης πρέπουσαν ἐν λέξεσι τὴν ὀνομασίαν. Τίς ἐστι συμβεβηκὼς πυρετός; συμβεβηκὼς πυρετός ἐστιν ὃς γίνεται καὶ ἀπογί‐
15νεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. Καὶ πῶς ὁρῶμεν ἐπὶ τὸν περιφρυγῆ μαρα‐ σμὸν, ὅτι γίνεται μὲν, οὐκ ἀπογίνεται δέ; Καὶ λέγομεν ὅτι ὁ περιφρυγὴς μαρασμὸς οὐκ ἀποχωρεῖται τῆς τοῦ ὑποκειμένου φθορᾶς. Ἐροῦμεν δὲ ὅτι πρῶτον μὲν οὐκ ἔστιν ἀληθὴς ἐπὶ πάντων τῶν συμβεβηκότων ὁ ἀποδεδομένος λόγος, ἀλλ’ ἐπὶ μόνων τῶν χωριστῶν. Ἐπὶ δὲ τῶν ἀχωρίστων, οὐκ ἔστιν. Ὁ δὲ κατὰ συμβεβηκὸς τοιοῦτός ἐστιν·
20ἢ ἐν τόπῳ πεπονθότι ἐστὶν ὁ πυρετὸς, ἢ ἄνευ τόπου πεπονθότος· καὶ εἰ μὲν ἐν τόπῳ πεπονθότι ἐστὶν, ἢ ἐν σπληνὶ, ἢ ἐν ἥπατι, ἢ ἐν πλευρῷ καὶ τοῖς τοιούτοις. Καὶ γὰρ ὁ πυρετὸς εἰ φθείρει τὸ ὑποκείμενον, οὐκέτι συμβεβηκός ἐστιν, ἀλλ’ ἢ κακόηθες νόσημα. Εἰ γὰρ ὁ πυρετὸς ἔφθειρε τὸ ὑποκείμενον, ἔδει πᾶν συμβεβηκὸς φθείρειν τὸ ὑποκείμενον. Ἀλλὰ μὴν οὔτε οἱ ἐπὶ πνεύμασιν, οὔτε οἱ ἐπὶ χυμοῖς πυρετοὶ, οὔτε οἱ
25ἑκτικοὶ ἀρχόμενοι τοῦτο ποιοῦσιν, ἀλλὰ μόνοι οἱ μαρασμώδεις. Ὅτι οὐκέτι ὁ πυρετὸς φθείρει τὸ ὑποκείμενον, ἀλλὰ τὸ κακόηθες νόσημα. Καὶ οὗτοι οἱ πυρετοὶ, ἢ συνεχεῖς εἰσὶν, ἢ διαλείποντες, ἢ ὀξεῖς, ἢ χρόνιοι. Εἰ δὲ ἄνευ τόπου πεπονθότος, ἢ ὁ πυρετὸς ἐπ’ ἐμφράξει ἐστί, καὶ αὕτη ἡ ἔμφραξις περὶ τὰ διάφορα μόριά ἐστι. Καὶ μὴ θαυμάσῃς ὅτι μία οὐσία ἐστὶ, πολλαὶ δὲ κατὰ συμβε‐
30βηκός· οὕτω δὲ καὶ ἐν κατηγορίαις καὶ ἐν παντὶ πράγματι. Ἀποροῦσι δέ τινες πρὸς τὴν οὐσιώδη διαφορὰν τῶν πυρετῶν τὴν παρὰ τὸ εἶδος· φασὶ γὰρ τὸ μᾶλλον καὶ ἧττόν τινος λέγεται διαφορὰ, τῆς ἁπλῆς θερμασίας, ἢ τῆς πυρεκτικῆς. Καὶ φαμὲν ὅτι διττὸν τὸ οὐσιῶδες· οὐσιῶδες γάρ ἐστι τὸ ἀπὸ τῆς οὐσίας ὁρμώμενον, καὶ τὸ ἀμέσως ἄγον ἡμᾶς ἐπὶ τὴν οὐσίαν. Ἐνταῦθα οὖν οὐσιώδη διαφορὰν
35λέγομεν τὸ μᾶλλον καὶ ἧττον, ὡς ἀμέσως ἄγον ἡμᾶς ἐπὶ τὴν θερμασίαν. Σημειοῦται δὲ ὁ Γαληνὸς τὸ ἀπὸ τριχῶν καὶ χροιᾶς· οὐσιώδη δὲ καλεῖ τὴν ἁφὴν, ὡς ἄγουσαν ἡμᾶς εἰς κατάληψιν τοῦ καθαπτομένου, καὶ ἄλλοτε ἐξ ἄλλου τῶν εἰρημένων. Ἐπὶ μὲν τῶν κακοχύμων ἄρχεται ἀπὸ τῶν ὑγρῶν· ἐπὶ δὲ τῶν ἀχωρίστων, τὴν ἀρχὴν ποιεῖται ἀπὸ τῶν στερεῶν.
40 Τί ἐστι συμβεβηκός; ὃ γίνεται καὶ ἀπογίνεται, χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς· τὸ δὲ συμβεβηκὸς ἐν σώματί ἐστι; ναί. Καὶ ὁ πυρετὸς ἄρα ἐν σώματι; ναί. Καὶ πόσαι διαφοραὶ τῶν σωμάτων; τρεῖς· καὶ ἐπειδὴ τῶν σωμάτων τρεῖς εἰσι διαφοραί· ἢ γὰρ πνεύματά εἰσιν, ἢ ὑγρὰ ἢ στερεὰ, καὶ ὁ πυρετὸς ἄρα ἐν πνεύμασιν ἐστὶν, ἢ ἐν ὑγροῖς,
ἢ ἐν στερεοῖς. Αἱ μὲν κατὰ γένος διαφοραὶ τῶν πυρετῶν, τρεῖς εἰσι γινόμεναι, κατ’603

604

εἶδος δὲ πλεῖσται. Εἰς πόσα διαιρεῖται ὁ ἐν πνεύματι πυρετός; εἰς δύο· ἢ γὰρ ἐφή‐ μερός ἐστι μονοήμερος, ἢ ἐφήμερος πολυήμερος· ἐπειδὴ γὰρ οὗτος ἢ ἐν ἀπερίττῳ γίνεται σώματι, ἢ περιττωματικῷ. Καὶ εἰ γένηται ἐν ἀπερίττῳ σώματι, τί ποιεῖ; μονο‐ ήμερον. Εἰ δὲ ἐν περιττωματικῷ, ἐφήμερον πολυήμερον. Πῶς; μηκέτι ἀρκούμενος
5ὁ πυρετὸς τῷ πνεύματι, ἀλλ’ ἐπινεμόμενος τῷ αἵματι, παρεκτείνεται εἰς γʹ ἢ δʹ ἡμέ‐ ρας, καὶ γίνεται ἐφήμερος πολυήμερος. Διὰ τί καλοῦμεν τὸν ἐφήμερον πολυήμερον; διὰ τὰ φθάσαντα λεχθῆναι· ἐνιότε γὰρ καλοῦμεν ἐφήμερον μὲν διὰ τὸ πνεῦμα, καὶ τὴν ἰδίαν φύσιν αὐτοῦ, πολυήμερον δὲ, διὰ τὴν ὑποκειμένην ὕλην. Διὰ τί τρεῖς δια‐ φορὰς εἶπε τεσσάρων ὄντων χυμῶν. Ἀλλὰ τοὺς μὲν ἐπὸ χολῇ καὶ φλέγματι καὶ με‐
10λαγχολίᾳ πυρετοὺς ἔφησεν, ἐφ’ αἵματι δὲ οὐκέτι. Ἐπειδὴ πᾶς πυρετὸς ἐπὶ χυμῷ γινόμενος ἐπὶ σήψει τούτου γίνεται. Τὸ δὲ αἷμα σαπὲν καὶ ποιοῦν πυρετὸν, οὐκέτι μὲν αἷμα, ἀλλὰ χολὴ γίνεται καὶ οὐχ αἷμα, καὶ λύεται τὸ ζητούμενον, καὶ τεσσάρων ὄντων χυμῶν, οὐδὲν ἄτοπον τρεῖς εἶναι διαφορὰς πυρετῶν. Καὶ πῶς ἐπὶ ἀσήπτῳ αἵματι πυρετὸς γίνεται; καὶ φαμὲν, ὅτι ἡμεῖς περὶ τῶν ἐπὶ σήψει λέγομεν, οὗτοι δὲ περὶ τῶν
15ἀσήπτων. Ἄλλως τε καὶ ὁ ἐπὶ ἀσήπτῳ αἵματι γινόμενος πυρετὸς ἐπὶ τοὺς πολυημέρους ἐφημέρους ἀνάγεται. Ὅθεν καὶ ὁ Γαληνὸς, ἐν τῷ ὀγδόῳ λόγῳ, τοὺς συνόχους ἐφη‐ μέρους πολυημέρους καλεῖ ἐπὶ ἀσήπτῳ αἵματι γινομένους ἐντὸς τῶν ἀγγείων· οἱ δὲ διαλείποντες ἐκτὸς τῶν ἀγγείων σηπομένου τούτου γίνονται, καὶ οὐκέτι ὡς αἷμά ἐστιν, ἀλλ’ ὡς ξανθὴ χολή.
20 Διὰ τί τεσσάρων ὄντων χυμῶν, τέσσαρες ὄγκοι γίνονται, διαφοραὶ δὲ πυρετῶν μόναι τρεῖς, ἐπειδὴ ὄγκος συνίσταται καὶ χωρὶς σήψεως χυμῶν; δύναται γὰρ καὶ τὸ αἷμα χωρὶς σήψεως ὄγκον ποιῆσαι. Πόσαι διαφοραὶ τῶν ἁπλῶν ὄγκων, καὶ πόθεν ἕκαστος γίνεται; τῶν ἁπλῶν ὄγκων τέσσαρες εἰσὶ διαφοραί· φλεγμονή, σκίῤῥος, οὐριοίδημα, καὶ ἐρυσίπελας. Πόσαι διαφοραὶ τῶν πυρετῶν; δύο μέν εἰσιν αἱ οὐσιώδεις.
25Καὶ ποίας καλεῖ οὐσιώδεις, καὶ ποίας ἐπουσιώδεις; τὰς κυριωτάτας καὶ πρώτας, καὶ τὰς παρὰ τὸ μᾶλλον καὶ ἧττον, οὐσιώδεις καλεῖ· τὰς δὲ ἀπὸ τῆς ὕλης, καλεῖ ἐπουσιώ‐ δεις. Καὶ ποῖαί εἰσι κατὰ συμβεβηκὸς ἀχώριστοι, ποῖαι δὲ χωρισταί; Χωριστὰ μὲν ὡς ἄν τις εἴπῃ τοῦ ζώου, τὸ μὲν λογικὸν, τὸ δὲ ἄλογον. Αὗται αἱ διαφοραὶ οὐσιώδεις ὑπάρχουσιν. Ἐὰν δὲ φήσωμεν τοῦ ζώου, τὰ μὲν λευκὰ ὡς κύκνοι, τὰ δὲ μέλανα ὡς
30χελιδόνες καὶ τὰ ὅμοια καλοῦνται κατὰ συμβεβηκός· ἀπὸ γὰρ τῶν χρωμάτων ἐλείφθη‐ σαν. Διὰ τί καλοῦνται ἀχώριστα; ἀχώριστα δὲ καλοῦνται, διὰ τὸ μὴ χωρίζεσθαι τῆς οὐσίας· τοῦ γὰρ κύκνου τὸ λευκὸν οὐ χωρίζεται, ὡς οὐδὲ τῆς κορώνης ἢ τῆς χελι‐ δόνος τὸ μέλαν. Ἐὰν δὲ εἴπωμεν τὰ μὲν περιπατεῖ, τὰ δὲ οὐ περιπατεῖ, τὰ δὲ ἵσταται, τὰ δὲ κάθηται, τῶν ἐμψύχων εἰσὶ ταῦτα κατὰ συμβεβηκὸς χωριστά. Εἰ τοίνυν ἐπὶ
35παντὸς πράγματος αἱ διαφοραὶ, αἱ μέν εἰσιν οὐσιώδεις, αἱ δὲ ἐπουσιώδεις, καὶ αἱ μὲν ἀχώριστοι, αἱ δὲ χωρισταί. Καὶ ἐπὶ τοῦ πυρετοῦ ἄρα τὸ αὐτὸ φυλαχθήσεται, καὶ γὰρ τὸ ἀληθὲς σώζεται. Εἰ γὰρ ὁ πυρετὸς πρᾶγμά ἐστι, παντὸς δὲ πράγματος οὐσιώδεις διαφοραὶ αἱ εἰρημέναι εἰσὶ, καὶ τοῦ πυρετοῦ ἄρα αὗται διαφοραί. Τούτου γὰρ αἱ μέν εἰσιν οὐσιώδεις, αἱ δὲ κατὰ συμβεβηκὸς, καὶ αἱ μὲν ἀχώρισται, αἱ δὲ χωρισταί. Τινὲς
40λέγουσιν ὅτι τὸ μᾶλλον καὶ ἧττον ἐν τῇ ὕλῃ εὑρίσκεται, τὸ μὲν γὰρ μᾶλλον ἐν συνόχῳ, τὸ δὲ ἧττον ἐν ἀμφημερινῷ καὶ ἑκτικῷ. Λύσις τούτου ῥᾳδία ἐστὶ, μετασχη‐
ματισθείσης τῆς λέξεως, μᾶλλον δὲ προστεθείσης. Ἐν γὰρ τῷ λέγειν «αἱ οὐσιώδεις604

605

κατὰ συμβεβηκὸς,» ἔστι προστεθὲν «τὸ ἐν τοῖς κατὰ συμβεβηκὸς,» λύει τὸ ζητού‐ μενον. Εἰ μὲν γὰρ οὐσιώδεις αὗται, οὐκ εἰσὶ κατὰ συμβεβηκός. Εἰ δ’ ἐν τοῖς κατὰ συμβεβηκὸς ὑπάρχουσιν, οὐδὲν ἄτοπον εἶναι καὶ αὐτὰς ἐπουσιώδεις. Καὶ γὰρ ἡμεῖς οὐσίαι μὲν ὑπάρχομεν, ἀλλ’ ἐν τόπῳ συμβεβηκότι ἔσμεν. Οὕτως οὖν καὶ αἱ παρὰ τὸ
5μᾶλλον καὶ ἧττον οὐσιώδεις οὖσαι ἐν τοῖς κατὰ συμβεβηκὸς ὑπάρχουσι· κἂν τοῦτο μᾶλλον, οὐσιώδεις ἂν εἶεν τῷ πᾶσι παρακολουθεῖν πυρετοῖς. Πῶς ἀναδέχονται τὰ στερεὰ τὸν πυρετὸν, πρὶν τῶν ὑγρῶν, ὅταν τινὲς, ἠθρηκότες ὠμοὺς χυμοὺς καὶ ψυχροὺς ἐν ταῖς κοιλίαις τῆς καρδίας, ἐπειδὰν θυμωθῶσιν, ἢ ἀγρυπνήσωσιν, ἢ φρον‐ τίσωσιν, τότε κατ’ ἀνάγκην μήτε χυμοὺς δυναμένης ἀποδέξασθαι τῆς θερμότητος;
10ψυχροὶ γὰρ εἰσὶ λοιπὸν τῶν ὑγρῶν ξηρανθέντων τὸ πάθος ὑποδέχονται τὰ στερεὰ, διότι ἀμέσως ἄγει ἔπ’ αὐτὰ τὴν οὐσίαν τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ. Τοῦ γὰρ πυρετοῦ οὐσιώδης ἐστὶ διαφορὰ, ἡ περὶ τὴν ὕλην καὶ τὸ εἶδος ἐκ δύο μερῶν σύνθετος. Ὁ γὰρ πυρετὸς σύνθετόν ἐστι πρᾶγμα ἐξ ὕλης καὶ εἴδους· ὕλης μὲν, τῆς θερμῆς δυσκρασίας· εἴδους δὲ, τῆς τοιᾶσδε θερμασίας· ἡ δὲ ὕλη καὶ τὸ εἶδος
15οὐσιώδεις εἰσὶ διαφοραί. Ὁ δὲ τρόπος τῆς κινήσεως συμβεβηκυία ἐστὶ τοῦ πυρετοῦ διαφορά. Τὸ δὲ πλῆθος ἀεὶ τῆς πυρετώδους οὐσίας ἐν τῷ πλήθει κεῖται τῆς ἀποῤῥοῆς τῶν περιττωμάτων ................................................ .............................................................. Πλεονάσαν ἢ σαπὲν τὸ αἷμα τίνα ποιεῖ παθήματα; Ὁπηνίκα δὲ πλεονάσῃ τὸ αἷμα,
20καὶ παρασπαρῇ ἐν τοῖς ἀγγείοις καὶ ἔστιν ἀσαπὲς, ποιεῖ πληθώραν, ἢ σύνοχον τὸν ἐπισηπῇ. Εἰ δέ γε σαπῇ, εἰ μὲν ἐπὶ τοῖς ἀγγείοις, ποιεῖ τὸν σύνοχον τὸν ἐπισηπῇ· εἰ δὲ ἑνὶ μορίῳ πλεονάσῃ, καὶ ἔστιν ἀσαπὲς, ποιεῖ ἐρυθήματα· εἰ δὲ καὶ σαπῇ, ποιεῖ ἀπόστημα. Πλεονάσασα ἢ σαπεῖσα ἡ χολὴ τίνα ποιεῖ παθήματα; εἰ μὲν πλεονάσῃ ἐν τοῖς
25ἀγγείοις καὶ ἀναχυθῇ ἐν ὅλῳ τῷ σώματι, καὶ ἔστι ἀσαπὴς, ποιεῖ ἴκτερον. Εἰ δὲ πλεο‐ νάσασα σαπῇ, εἰ μὲν ἔσω τῶν ἀγγείων, ποιεῖ καῦσον· εἰ δὲ ἔξω τῶν ἀγγείων, ποιεῖ τριταῖον διαλείποντα. Εἰ δὲ ἐν ἑνὶ μορίῳ πλεονάσῃ, καὶ διασαπῇ, ποιεῖ τὸν λεγό‐ μενον ἕρπητα· εἰ δὲ σαπῇ, ἕρπητα τὸν μετὰ ἀναβρώσεως. Τίνα σημεῖα τῆς μελαγχολίας; ὁμοίως καὶ ἐπὶ τῆς μελαγχολίας, σημαίνει τὸ
30ἀνιαρὸν, τὸ ἀλγεινὸν, τὸ ὀδυνηρὸν, τὸ ἐπίπονον, καὶ τὸ διαβρωτικόν. Ποῖον τὸ ἐν ἡμῖν χυμῶν ἀποτελεῖ τὰ ἀτμώδη; ποῖον δὲ τὰ λιγνυώδη, καὶ ποῖον τὰ αἰθαλώδη καὶ ποῖον τὰ καπνώδη; ἰστέον ὅτι, ἐκ μὲν τοῦ αἵματος, οἱ ἀτμοὶ, ἐκ δὲ τῆς χολῆς τῆς ξανθῆς, τὰ λιγνυώδη, ἐκ δὲ τῆς μελαίνης, τὰ αἰθαλώδη, ἐκ δὲ τοῦ φλέγματος, τὰ καπνώδη. Ποῖον καλοῦμεν λυπηρίαν πυρετόν; Ὁ δὲ λυπηρίας καῦσος μέν ἐστι καὶ
35οὗτος. Ἐπὶ δὲ φλεγμονῇ γαστρὸς ἀναπτόμενος, πλεονάσας ἢ σαπεὶς ὁ χυμὸς ὁ με‐ λαγχολικὸς, τίνα ποιεῖ πάθη; εἰ μὲν ἐν ὅλῳ τῷ σώματι πλεονάσει ὁ μελαγχολικὸς χυμὸς καὶ ἔστιν ἀσαπὴς, ποιεῖ τὸν μελανιήτερον. Εἰ δὲ πλεονάσας σαπῇ, εἰ μὲν ἔξω τῶν ἀγγείων, ποιεῖ τεταρταῖον, εἰ δ’ ἑνὶ μορίῳ πλεονάσῃ, καὶ ἔστιν ἀσαπὴς, ποιεῖ σκίῤῥον· εἰ δὲ σαπῇ, ποιεῖ καρκινώματα, ἢ φαγεδαινώματα.
40Πόσα ἀγγεῖα τοῦ αἵματος; Ἰστέον ὅτι δύο ἀγγεῖά εἰσιν ἐν ἡμῖν τοῦ αἵματος, ἀρ‐
τηρίαι καὶ φλέβες· ἡ μὲν τὸ πνεῦμα περιέχουσα, ἡ δὲ τὸ αἷμα. Μεμαθήκαμεν δὲ ὅτι605

606

ταῦτα τὰ ἀγγεῖα, ἢ ἐν τῷ πέρατι συναναστομοῦνται ἀλλήλοις, ἢ ἐν μέσῳ. Πῶς γί‐ νεται ὁ πυρετός; Ὅταν πλεονάσῃ τὸ αἷμα ἐν ταῖς φλεψὶ, τοῦτο μὴ δυνάμενον στέ‐ γεσθαι ἐν αὐταῖς, τῇ συνεχείᾳ κατέρχεται εἰς τὰς ἀρτηρίας· καὶ εἰ μὲν ᾖ μεγάλη ἡ κοιλότης τῶν ἀρτηρίων, μένει ἐκεῖσε στεγόμενον, καὶ μηδὲν παρεμποδὼν γινόμενον
5τῷ πνεύματι· εἰ δὲ στενὴ εἴη ἡ ἀρτηρία, καὶ τὸ αἷμα πολὺ, τότε τῇ ῥώμῃ τοῦ πνεύ‐ ματος τοῦτο ἐξωθούμενον φέρεται περὶ τὰ πέρατα ἅτινα στενότατά εἰσι· καί τοι πᾶν ἐκεῖ σφηνοῦται καὶ κώλυμα γίνεται τοῦ πνεύματος. .............................................................. Πόθεν καὶ πῶς γίνονται τὰ λοιμικὰ νοσήματα, καὶ τίς ἡ αἰτία τούτων; Τῶν δὲ
10λοιμικῶν νοσημάτων, ἡ εἰσπνοὴ μάλιστα αἰτία· γίνεται δὲ ποτὲ καὶ διὰ τοὺς ἐν τῷ σώματι χυμοὺς ἐπιτηδείους πρὸς σήψεις ὑπάρχοντας, ὅταν ἀφορμήν τέ τινα ταχεῖαν ἐκ τοῦ περιέχοντος πυρετοῦ λάβῃ τὸ ζῶον· ὡς τὰ πολλὰ δὲ, ἐκ τῆς ἀναπνοῆς γάρ τοι τοῦ περὶ ἀέρος ὑπὸ σηπεδονώδους ἀναθυμιάσεως μιανθέντος. Τίς ἡ τῆς σηπεδόνος ἀρχή; ἡ δὲ ἀρχὴ τῆς σηπεδόνος ἤτοι πλῆθος τι νεκρῶν ἐστι μὴ καυθέντων ἐν πο‐
15λέμῳ, ἢ ἐκ τέλματος, ἢ λιμνῶν, ἢ βαράθρου τινὸς παρακειμένου καὶ ἀναθυμίασιν δηλητηριώδη καὶ πονηρὰν παραπέμποντος ὥρᾳ θέρους. Τὸ δ’ εἶναι καὶ τοὺς κατὰ τὸ σῶμα χυμοὺς ἐκ πονηρᾶς διαίτης ἐπιτηδείους πρὸς σῆψιν, ἀρχὴ τοῦ λοιμώδους γίνονται πυρετοῦ. Οὐδὲν γὰρ τῶν αἰτίων ἄνευ τῆς τοῦ πάσχοντος ἐπιτηδειότητος ἐνεργεῖν πέφυκε. Καὶ ψύξις πολλάκις ἤνεγκε λοιμικὰ νοσήματα· πυκνοῖ γὰρ τὴν
20ἐπιφάνειαν, καὶ ἀδιαπνευστοῦσιν οἱ χυμοὶ, καὶ τῇ σήψει ποιοῦσι πυρετόν. Ἀλλὰ καὶ ἐπὶ ξηρότητι λοιμικὰ νοσήματα γίνονται, καθώς φησιν Ὅμηρος κύνας ἀργοὺς ὡς ξηρότερον πάθος πρῶτον, ὥσπερ καὶ αἱ θερμότεραι τοῦ περιέχοντος ἡμᾶς ἀέρος καταστάσεις· οἷα περὶ κυνὸς ἐπιτολὴν ἄρτι. Διὰ μὲν τῆς εἰσπνοῆς θερμαίνουσι τὴν καρδίαν, ἔξωθεν δὲ περικεχυμένου τῷ σώματι σύμπαντος τοῦ θερμοῦ, ἀποφαίνουσι
25καὶ μάλιστα τὰς ἀρτηρίας ὡς ἀνελκούσας τι τοῦ περιέχοντος ἀέρος· συνδιατίθεσθαι δὲ τὴν καρδίαν καὶ τὸ ἐν αὐτῇ ἔμφυτον θερμὸν καὶ θέρμης ἀμέτρου γινομένης τὴν πυρετώδη διάθεσιν ἰσχεῖν. Κατὰ πόσους τρόπους γίνονται τὰ λοιμικὰ νοσήματα; κατὰ δύο, ἢ κατὰ τροπὴν τοῦ ἀέρος, ἢ κατὰ ἀναθυμίασιν τῆς γῆς, γίνεται πτῶσις τῶν τετραπόδων. Τί δια‐
30φέρει τὰ ἐπίδημα νοσήματα τῶν λοιμικῶν; τὰ μὲν ἐπίδημα ποιότητι βλάπτει, τὰ δὲ λοιμικὰ τῇ σήψει. Καὶ τὰ μὲν ἐπίδημα ὀλίγους βλάπτει καὶ τοὺς ἐπιτηδείους· τὰ δὲ λοιμικὰ, πολλούς· ὥστε καὶ τοὺς ἀνεπιτηδείους, καὶ τὰ φλεγμήναντα μέλη τῷ λόγῳ τῆς σήψεως ἀνάπτει τὸν πυρετόν. Διὰ τί καὶ ἐν τοῖς λοιμοῖς ὡς ἐπὶ τὸ πλεῖστον ὀφθαλμίαι προκατάρχονται; ὅτι τὸ πνεῦμα ἐν ᾧ ἐστιν ὁ λοιμὸς τροπῆς περὶ αὐτῆς
35γινομένης ἄνω φερόμενον τὴν ὅρασιν ταράσσει· καὶ γὰρ μᾶλλόν ἐστι λεπτὸν καὶ κυριώτερον. Πῶς διὰ σῆψιν γίνεται πυρετός; διὰ σῆψιν, ὅταν οἱ χυμοὶ σαπῶσιν ἐν τῷ βάθει, καὶ ἀναδοθῇ τούτων ἡ σῆψις ἐν τῇ καρδίᾳ, καὶ μολύνει αὐτῆς τὸ ἔμφυτον θερμὸν, ἀνάπτει πυρετόν ........................................... Ποσαχῶς γίνεται ὁ σύνοχος, καὶ ποῖον καλεῖ ὁμότονον, καὶ ποίους ἀκμαστικοὺς,
40καὶ ποίους ἐπακμαστικούς; ὁ σύνοχος ἢ ἐπὶ ζέσει αἵματος γίνεται, καὶ ἀνάγεται ὑπὸ τοὺς πολυημέρους ἐφημέρους, ἢ ἐπὶ σήψει αὐτοῦ, καὶ ἀναφέρεται μεταβληθέντος εἰς χολὴν, ὑπὸ τοῦ ἐπὶ σήψει. Καὶ κατὰ τί διαφέρουσιν οἱ διαλείποντες τῶν συνό‐
χων, καὶ διὰ τί ἐπὶ τῶν διαλειπόντων γίνονται ῥίγη, καὶ φρίκαι, ἐπὶ δὲ τῶν συνόχων,606

607

οὐδαμῶς; οἱ διαλείποντες καὶ διὰ τὸ σχῆμα τῶν τοιούτων, ἀλλὰ διὰ ἀντίθεσιν, δια‐ φέρουσι τῶν συνόχων. Ὅπου γὰρ ἡ ὕλη ἔξω τῶν ἀγγείων ἤτοι καὶ τῶν σαρκωδῶν μορίων σαπῇ διαλείποντα τὸν πυρετὸν ἀπεργάζεται. Καὶ πόσαι διαφοραὶ τοῦ συνό‐ χου· ὁ μὲν γάρ ἐστιν ἐπιδοτικὸς, ὁ δὲ ὁμότονος, ὁ δὲ παρακμαστικός. Πόθεν γί‐
5νονται οἱ σύνοχοι πυρετοὶ, καὶ οἱ συνεχεῖς; γίνονται πάντες ἔσω τῶν ἀγγείων τῆς ὕλης σηπομένης καὶ ζεούσης. Καὶ πόσα εἴδη συνόχου; εἴδη δὲ τοῦ συνόχου τρία, ἀκμαστικὸς, παρακμαστικὸς, καὶ ἐπακμαστικός· ἔστι δὲ ὁ μὲν ἀκμαστικὸς ὁ ταύ‐ την ἀεὶ ἔχων τὴν θερμασίαν, ἀπ’ ἀρχῆς ἕως πέρατος· παρακμαστικὸς δὲ, ὁ ἀεὶ ἔχων μειουμένην τὴν θερμασίαν· ἐπακμαστικὸς δὲ, ὁ ἀεὶ αὐξανόμενος.
10 Ποίαν λέγομεν οὐσίαν τοῦ πυρετοῦ; οὐσίαν δὲ λέγομεν τοῦ πυρετοῦ, τὴν ὕπαρξιν αὐτοῦ, καὶ τὴν ὑπόστασιν καὶ τὴν φύσιν. .............................................................. Πῶς γίνονται οἱ ἐφήμεροι πυρετοί; ἰστέον οὖν ὅτι τοῦδε τοῦ ἐπὶ πνεύμασι γένους ἡ κυρίως διαίρεσις ἥδε ἐστίν· ἢ γὰρ ἐπὶ κόποις, ἢ μέθαις, ἢ ὀργαῖς ἢ λύπαις, ἢ
15φροντίσιν οἱ κυρίως καὶ οὐσιώδεις τῶν ἐφημέρων συνίστανται· οἱ γὰρ ἐπὶ στεγνώσει καὶ πυκνώσει τοῦ δέρματος συνιστάμενοι πυρετοὶ, ἀπὸ τοῦ αὐτοῦ μὲν γένους εἰσὶν, πλὴν οὐ κυρίως· ἐπειδὴ γὰρ ταυτὶ τὰ αἴτια, πῆ μὲν τὸν ἐφήμερον ποιεῖ πυρετὸν, πῆ δὲ τὸν ἐπὶ σήψει. Ἡ γὰρ στέγνωσις καὶ ἡ πύκνωσις ἐν ἀπερίττῳ μὲν σώματι καὶ μηδὲν τῆς ἀπὸ τῶν χυμῶν μοχθηρίας περίττωμα κεκτημένῳ τὸν ἐφήμερον ἐργάζεται πυρε‐
20τόν. Ἐν περιττωματικῷ δὲ σώματι, καὶ πλείστην ὡς εἴρηται μοχθηρίαν χυμῶν κεκτη‐ μένῳ τοὺς ἀπὸ τοῦ ἑτέρου γένους πυρετοὺς ἀπεργάζεται, ὁποτέρως ἂν τύχοιεν τῶν χυμῶν ἄθροισιν γενέσθαι, εἰ μὲν ἐπὶ τοὐκτὸς, τοὺς διαλείποντας, εἰ δ’ ἐπὶ τὰ ἐντὸς, τοὺς συνεχεῖς ἀπεργαζομένη. Καὶ πῶς γίνονται οἱ ἐπὶ βουβῶσι πυρετοί; τριῶν οὖν ἀρχῶν οὐσῶν ἐν τῷ σώματι, λέγω δὴ ἐγκεφάλου, καρδίας καὶ ἥπατος, ἑκάστην τῶν
25ἀρχῶν τούτων ἡ φύσις ἀδέσι τετίμηκε. Δέδωκε γὰρ τούτοις τοῖς μορίοις εἰς τὴν τῶν οἰκείων περιττωμάτων ἀπόθεσιν τοὺς προεισηγμένους ἀδένας, ὡς συμπαρακειμένους τούτοις καὶ πλησιάζοντας. Τοὺς μὲν παρὰ τὰ ὦτα ἀδένας ὁ ἐγκέφαλος κέκτηται, τοὺς δὲ παρὰ τὰς μασχάλας, ἡ καρδία· τοὺς δὲ περὶ τοὺς βουβῶνας, τὸ ἧπαρ. Ὁπόταν οὖν ἀθροισθῇ τι τῶν χυμῶν περίττωμα μοχθηρὸν ἔν τινι τῶν κυρίων μορίων, κατα‐
30κρατῆσαν καὶ ἀσθενῆσαν τοῦτο ποιήσει, τηνικαῦτα ἡ φύσις ἐλευθερῶσαι ζητοῦσα τὰ κύρια μόρια, ἐπὶ ταῖς ἑαυτῆς δυνάμεσι παραγίνεται κατὰ ἀπόστασιν, τὸ ἐνὸν ἐν τούτοις περίττωμα ἀποδιῶξαι σπουδάζουσα, μὴ δυναμένη δὲ, τελείαν ἐλευθερίαν τοῖς κυρίοις παρασχεῖν μορίοις, διὰ τὴν ἐν τούτοις προγεγονυῖαν ἀσθένειαν κατὰ μετάδοσιν ἀπογαλακτίσασα μέρος τι τῆς ὕλης ἐνσκῆψαι τοῖς ἀδέσι ποιεῖ, οἵτινες ὡς
35ἀραιοὶ καὶ σομφώδεις, ἑτοιμότατα δέχονται. Ὅθεν καὶ Ἱπποκράτης τοὺς τοιούτους πάντας, κακούς φησιν εἶναι, ὡς μὴ κατὰ ἀπόστασιν τῆς ὕλης ἔξω φερομένης, ἀλλὰ κατὰ μετάδοσιν τοὺς βουβῶνας ἐξαίρουσα. Καὶ οὐδεμίαν ἀπὸ τῶν ἔξωθεν ἔμφασιν προκαταρκτικῆς τινὸς αἰτίας τῷ ἰατρῷ παρέχουσα, πρὸς διάγνωσιν τῶν τὸν κυρίως ἐφήμερον πυρετὸν ἀπεργαζομένων.
40tΠερὶ τῶν δι’ ἔρωτα πυρεσσόντων.
41Ἔστι δέ τις καὶ ἕτερος πυρετὸς, ἐκ τοῦ τοιοῦδε γένους, ὅστις ἐπὶ συντόνοις τῆς
ψυχῆς φροντίσι συνίσταται· λέγω δὲ, ὅσοι ὥρᾳ κάλλους, ἁλωτοὶ τῷ ἔρωτι γεγόνα‐607

608

σιν, ἀποτυχόντες ἀπολαῦσαι τοῦ ἐρωμένου· ὥσπερ που καὶ Ἐρασίστρατος ἐφώ‐ ρασε δι’ ἔρωτα τὸν τοῦ Σελεύκου ἀῤῥωστοῦντα Ἀντίοχον· οὐ καλῶς δ’ οὖν ὅμως οἱ πολλοὶ τῶν παλαιῶν ἰατρῶν ἀπειλήφασιν, ἀπὸ τοιᾶσδε ψυχικῆς φροντίδος, τὸν ἐφή‐ μερον πυρετὸν συνίστασθαι, μὴ προσδιορισμῷ τινὶ κατὰ λόγον χρησάμενοι· ὁ γὰρ
5ἔρωτι τινὶ κάτοχος γεγονὼς, εἰ μὲν ἀδυνάτως ἔχει ἀπολαύειν τοῦ ἐρωμένου, ἐπύρεξέ τε φροντίσας, καθ’ ὃν χρόνον τῆς τοῦ ἐρωμένου ἀπέτυχεν ὁμιλίας, εἴγε καὶ πολλῶν ἡμερῶν ἀριθμὸς, εἰς ἑξήκοντά που ᾖ, καὶ τούτων πλείους διέλθοι· καί τινες ἐξ αὐ‐ τῶν, οὐκ ἐφημέρῳ, ἀλλ’ ἑκτικῷ πυρετῷ, εἰς τέλος ἑάλωσαν· εἰ δέ γε τοῦ ἐρωμένου οὐκ εἰς μακρὸν ἀπολαύσαιεν, ἧκον οὗτοι τῆς τε φροντίδος καὶ τοῦ πυρετοῦ ἀπαλ‐
10λάττοντες. Εἰσὶ δέ τινες καὶ ἄλλαι ψυχικαὶ φροντίδες, μετὰ συντονίας γινόμεναι τοῖς φιλοπλούτοις τε καὶ φιλοχρύσοις καὶ ἐπὶ σωμάτων ἀεὶ χαίρουσιν ὁμιλίαις· οὗτοι γὰρ τῇ τούτων ἀποτυχίᾳ πεπόνθασι. Καὶ ἐφημέρῳ μὲν πυρετῷ οἱ τοιοῦτοι ἁλίσκονται, ὁπόταν πρὸς ἡμέραν ἀποτυχόντες φροντίσωσιν· ἄμφω γὰρ καὶ οὗτοι τῆς φροντίδος καὶ τοῦ πυρετοῦ λύονται τῇ τῶν ἐλπιζομένων ἐπιτυχίᾳ.
15 Διὰ τί ἁπάντων μὲν τῶν ἀπὸ τοῦ αὐτοῦ γένους ἐφημέρων πυρετῶν ἡ ἀρχὴ, ἀπό τινος προκαταρχούσης τε καὶ φανερᾶς αἰτίας γέγονεν, οἷον ἀγρυπνίας, ἢ λύπης, ἢ φόβου, ἢ θυμοῦ, ἢ ἐγκαύσεως, ἢ μέθης, ἢ κόπου, ἢ ψύξεως, εἴτε τινὸς ἄλλης προ‐ φάσεως φανερᾶς, εἰ καὶ μὴ ἴδια ταῦτα τοῖς τοιοῖσδέ εἰσι πυρετοῖς, ἀχώριστα δέ γε παντάπασιν; Οἱ δ’ ἐπὶ συντόνοις τῆς ψυχῆς φροντίσι γινόμενοι πυρετοὶ, εἰ μὴ προ‐
20καταρκτικῆς τινὸς αἰτίας ὑπαρχούσης ἐν τούτοις, πῶς ἂν γνωρισθεῖεν, καὶ πόθεν τῷ ἰατρῷ ἡ ἔνδειξις τῶν τοιούτων γενήσεται πυρετῶν; ........................ Ἀποροῦσι δέ τινες λέγοντες ὅτι ἐστὶ δυνατὸν τὸν ἐφήμερον ὥρας δεκαοκτὼ κατέ‐ χειν, συνεχῆ ὄντα καὶ τῶν ἀγγείων ἐντὸς, καὶ μηδόλως διαλείμματι ποιούμενον· πρὸς οὓς φαμὲν ὅτι εἰ καὶ συνεχής ἐστιν, ἀλλ’ οὖν τὰ τοῦ διαλείποντος κέκτηται
25ἰδιώματα. Καὶ γὰρ καὶ ὁ συνεχὴς ὁμοίως τῷ διαλείποντι τὴν εἰσβολὴν ποιήσεται πλὴν τοῦ ῥίγους, καὶ τῆς περιψύξεως, καὶ τὰς ὥρας τεταγμένας φυλάξει. Καὶ γὰρ καθέ‐ καστον παροξυσμὸν, καὶ ἀρχὴν λήψει καὶ ἀνάβασιν, καὶ ἀκμὴν, καὶ παρακμήν. Καὶ ὥσπέρ ἐστιν ἐν ἐκείνοις τὸ διάλειμμα, οὕτως ἐν τούτοις ἡ ἔνδοσις καὶ ἡ μυοπυρεξία. Ἐν τούτῳ γὰρ διαφέρει τοῦ συνόχου, καὶ γὰρ ὁ σύνοχος, ἀπ’ ἀρχῆς ἄχρι τέλους,
30ἴσος ἐστὶν, ἢ ἐπακμαστικός, ἢ παρακμαστικός· τοῦτο δὲ γίνεται τῇ σήψει καὶ δια‐ φορήσει· ὁ δέ γε ἀμφημερινὸς, ἐνδίδων ὁρᾶται καὶ παροξύνεται, καὶ τὰ οἰκεῖα τοῦ εἴδους φυλάττων ἰδιώματα, ὡς ἐδείχθη ἐν τῇ περὶ διαφορᾶς πυρετῶν Γαληνοῦ ἐξη‐ γήσει.
34tΠερὶ νόθου ἀμφημερινοῦ ἤτοι συμβεβηκότος.
35 Ἔστι δέ τις ἐν τούτῳ τῷ γένει καὶ ἕτερος πυρετὸς οὐ κυρίως ἀλλὰ κατὰ συμβε‐ βηκὸς, ὅστις τὸ τοῦ νόθου κεκλήρωται ὄνομα· νόθος γὰρ καὶ ὁ τοιοῦτος ὁμοίως τῷ τριταίῳ ἐφήμερος ὀνομάζεται· περιττώματι δὲ καὶ οὗτος, οὐ φλεγματικῷ μόνῳ, ἀλλὰ καὶ ξανθοχολικῷ τὴν ὕπαρξιν ἔσχηκε, καὶ ἡ μὲν τοῦ φλέγματος μᾶλλον, ἧττον δὲ ἡ τῆς χολῆς ποιότης ἐπικρατεῖ ἐν τούτῳ· καὶ διὰ τοῦτο, πραέστερος μὲν οὗτος
40τοῦ ὁμογενοῦς ἑαυτῷ καὶ ἀκριβοῦς γεγένηται.608

609

(1t)

Περὶ πεμπταίου πυρετοῦ διάγνωσις.
2 Φασὶ δὲ τῶν παλαιῶν οὐκ ὀλίγοι ὡς καὶ πεμπταίου πυρετοῦ γεγένηται σύστα‐ σις· καὶ τινὲς τούτων ὧν εἷς ἐστι καὶ ὁ
5Ῥοῦφος ἐν τῷ περὶ τεταρταίου οἰκείῳ λόγῳ γενόμενος, ἱστορίαν τινὰ παραδί‐ δωσι θεατὴς γενέσθαι· καὶ οὕτως αὐτὸς λέγων. Φησὶ γάρ· γυνή τις μετὰ μῆνας τοῦ τοκετοῦ τρεῖς, τεταρταίῳ ἑάλωκε.
10Μήπω δὲ τούτου ἀκμάσαντος, ἀλλ’ ἔτι περὶ τὰς ἀρχὰς ἀναστρεφομένου, διὰ πέμπτης παρώξυνε τὸ γύναιον. Λέγω δὴ τοῦ τεταρταίου δύο διαλείποντος, οὗτος μετὰ τρεῖς εἰσβάλλων ἐφαίνετο, καὶ τοῦτο
15ἐπὶ τρισὶ περιόδοις ἐφάνη γινόμενον. Μετὰ δὲ ταῦτα ὁ πρῶτος τὴν οἰκείαν φυ‐ λάττων τάξιν ἐφαίνετο. Ἀλλὰ καὶ ἑβδο‐ μαῖον ὁ τοιοῦτος ὑποτίθεται γίνεσθαι, καὶ ἐνναταῖον ῥωμαίῳ στρατηγῷ Συμμάντῳ·
20ὁ δέ γε Γαληνὸς, οὐ μόνον [οὐχ] ἱστορῆσαί ποτε φάσκει, ἀλλὰ οὐδὲ ὅλως γενέσθαι τοῦτο ὑποτίθεται.
23tΠερὶ τεταρταίου νόθου.
24Νόθον δὲ τεταρταῖον ὁμολογοῦσιν ἅπαντες γίνεσθαι διὰ τὸ ἄκρατον ἐν τούτοις
25τὸν μελαγχολικὸν τυγχάνειν χυμὸν, ἀλλ’ ἀναμεμίχθαι καὶ τούτῳ καὶ χολῶδές τι περίττωμα, κἀν τούτῳ νοθεύεσθαι ὅστις τοῦ ἀκριβῶς ῥᾷον πεπέφθαι δύναται. Δύο δέ γε καὶ τρεῖς τεταρταῖοι ἐν τῷ ἀνθρωπίνῳ σώματι, κατὰ τὸν αὐτὸν χρόνον πεφύ‐ κασι γενέσθαι, τοῦ περιττώματος δηλονότι τοῦτον ἕνα γεννήσαντος, τισσουμένου κατά τε τὸ ποιὸν καὶ τὸ ποσόν. Ἀλλ’ ἡ μὲν δύναμις τοῦ ποιοῦ ἡ ἐν τῷ νοσήματι καὶ
30ἐν τῇ ὕλῃ φαινομένη οὐχ ὁμοίως τοῖς τρισὶ πεπεράτωται. Ἀλλὰ μᾶλλον μὲν ἐν τῷ προκατάρξαντι φαίνεται, ἧττον δ’ ἐν τοῖς δυσὶ, καὶ διὰ τοῦτο σφοδροτέροις μὲν ὁ πρῶτος τὴν εἰσβολὴν ποιησάμενος φαίνεται, ἧττον δ’ ἐν τοῖς δυσὶ, οἱ λοιποί. Καθ’ ἑκάστην μὲν γὰρ ὁ τοῖσδε τοῖς πυρετοῖς ἁλοὺς, παροξυνόμενος τοῖς πολλοῖς τῶν
ἰατρῶν, ἐφημέρῳ ἑαλωκέναι κριθήσεται, καὶ τούτων μᾶλλον ὅσοις ἡ πεῖρα τοῦ λόγου609

610

διὰ σπουδῆς ἔχειν νενόμισται. Οὐ μήν γε ἴασιν ἀκριβῶς, ὡς οὐδ’ αὐτῇ τῇ τριβῇ ἀκριβέστερον ἐπεμβάλλουσιν, ἀλλὰ δοκοῦντες εἰδέναι, μηδὲν εἰδότες εὑρίσκονται. Ποῖαι τῶν πυρετῶν ἐπιπλοκαὶ, καὶ ποῖαι ἑτερογενεῖς, καὶ ποῖαι ὁμοειδεῖς, καὶ ἑτεροειδεῖς τῶν πυρετῶν ἐπιπλοκαί; Τῶν ἐπὶ σήψει, αἱ μέν εἰσιν ὁμογενεῖς, αἱ δὲ
5ἑτερογενεῖς, καὶ αἱ μὲν ὁμοειδεῖς τυγχάνουσιν, αἱ δὲ ἑτεροειδεῖς. Ὁμογενεῖς μὲν οὖν εἰσιν, αἱ ἀπὸ τῆς αὐτῆς ὕλης συνιστάμεναι, τουτέστιν δύο τριταῖοι, καὶ πάλιν δύο ἀμφημερινοὶ, καὶ τρεῖς ἀμφημερινοὶ, καὶ δύο τεταρταῖοι, καὶ τρεῖς τεταρταῖοι· ἑτερογενεῖς δὲ, οἱ ἀπ’ ἄλλης καὶ ἄλλης ὕλης συνιστάμενοι, ὡς τρεῖς ἀμφημερινοὶ, καὶ τριταῖοι, ἢ τεταρταῖοι· ὁμοειδεῖς δέ εἰσιν οἱ διαλείποντες τοῖς διαλείπουσι, καὶ οἱ
10συνεχεῖς τοῖς συνεχέσι, καὶ οἱ συνεχεῖς τοῖς διαλείπουσιν. Ὅταν οὖν γένηται τρι‐ ταῖος διαλείπων, καὶ ἀμφημερινὸς συνεχὴς, εὔδηλον ὅτι δύο γεγόνασι πυρετοί· καὶ οὗτοι τυγχάνουσιν ἑτεροειδεῖς, καὶ ἑτερογενεῖς· ἑτερογενεῖς μὲν, ὅτι ἀπὸ ἑτέρας καὶ ἑτέρας ὕλης ἐγένοντο· ἑτεροειδεῖς δὲ, ὅτι ὃς μὲν διαλείπων, ὃς δὲ συνεχής ἐστιν. Ἐὰν δὲ ἀμφημερινὸς καὶ τριταῖος διαλείποντες λέγωνται, δῆλον ὡς ἑτερογενεῖς μέν
15εἰσιν, ὅτι ἐκ διαφόρων ἐγένοντο χυμῶν· ὁμοειδεῖς δὲ, ἀμφότεροι διαλείποντες, ἐγέ‐ νοντο. Τὰ ῥίγη πως προηγοῦνται καὶ τοῖσιν ἵστανται, καὶ τοῖσιν ἕπονται. Προη‐ γοῦνται μὲν ἐπὶ τῶν διαλειπόντων. Καὶ διὰ τί μὴ παντὶ ῥίγει ἕπεται πυρετός; ὅτι τὰ τοιαῦτα ῥίγη διαίταις ἕπεται μοχθηραῖς, ἐμπιπλωμένων τῶν ἀνθρώπων καὶ διαιτωμένων ἀργῶς, πολλάκις δὲ καὶ
20λουομένων ἐπὶ τροφαῖς· ὅτε δὲ καὶ τῶν ἐδεσμάτων αἱ ποιότητες ἐκ τῆς ψυχροτέρας τε καὶ φλεγματωδεστέρας ὦσι κράσεως, ἑτοιμοτάτοις ῥίγεσιν ἀνεκθερμάντοις ἁλί‐ σκονται. Διὰ τί ἐπὶ τῶν ὀξέων πυρετῶν φλύκταιναι ἀνὰ τὰ χείλη γίνονται; ἰστέον ὅτι περιήλυσις αὕτη ῥαδία ἐστι· καὶ γὰρ ἐν τοῖς πεμφιγώδεσι πυρετοῖς γίνονται, καὶ οὐκ ἐπὶ πάντων τῶν πυρετῶν τῶν ὀξέων· καί γε διὰ τὴν ἐπίτασιν τῆς θερμα‐
25σίας αὗται γίνονται. Τέλος.610