TLG 0721 017 :: ANONYMI MEDICI :: De cibis De cibis Citation: Chapter — (line) | ||
t | ἘΞ ἸΑΤΡΙΚΗΣ ΒΙΒΛΟΥ ΠΡΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΝ ΒΑΣΙΛΕΑ ΤΟΝ ΠΩΓΩΝΑΤΟΝ ΠΕΡΙ ΤΡΟΦΩΝ. ΣΥΝΤΑΓΜΑ. | |
5 | (Τυγχάνει τόδε σαφῶς πονηθὲν παρὰ ἀνδρὸς σοφωτάτου). | |
---|---|---|
1 | Γνωστὴ ἡ φύσις καὶ ἡ δύναμις τῶν βρωμάτων καὶ πο‐ μάτων ἐκ τῆς αὐτῶν γεύσεως· αἱ δὲ γεύσεις διαιροῦνται εἰς ὀκτώ· γεῦσις γλυκεῖα· γεῦσις πικρά· γεῦσις ἁλμυ‐ ρά· γεῦσις δριμεῖα· γεῦσις λιπαρά· γεῦσις στυπτική· | |
5 | γεῦσις ὀξίζουσα· γεῦσις μὴ ἔχουσα αἴσθησιν. Καὶ ἡ μὲν γλυκεῖα γεῦσις ὑπάρχει θερμὴ καὶ ὑγρὰ, καὶ ἁρμόζουσα τοῖς ἔχουσι σύμμετρον, καὶ πλεονάζει εἰς αὐτοὺς αἷμα εὔχρηστον, ἔχον σύμμετρον κρᾶσιν. τοῖς δὲ | |
σώματα ἔχουσι θερμὰ καὶ ξηρὰ καὶ χολώδη μετατρέπε‐ | 225 | |
10 | ται εἰς χολὴν ξανθήν· πᾶσα δὲ ὑγρὰ ὀπώρα καὶ γλυ‐ κεῖα ἔχει ἐλαττοτέραν θερμότητα καὶ ξηρότητα παρὰ τὴν θερμότητα τοῦ σάκχαρος. πᾶσα δὲ βρῶσις καὶ πόσις ὅσον πλεονάζει εἰς αὐτὰς ἡ γλυκύτης, τοσοῦτον πλεονά‐ ζει καὶ ἡ θερμότης. | |
15 | Τὸ δὲ πικρὸν κέκτηται πλειοτέραν θερμότητα καὶ ξη‐ ρότητα τοῦ γλυκέος καὶ οὐχ ἁρμόζει τοῖς τὰ σώματα ἔχουσι θερμὰ καὶ ξηρά. λεπτύνει δὲ τὸ φλέγμα καὶ δια‐ λύει αὐτὸ, καὶ πεπαίνει τοὺς παχεῖς χυμοὺς, καὶ ἁρ‐ μόζει τοῖς τὰ σώματα ἔχουσι θερμὰ καὶ ξηρά, ποιεῖ δὲ | |
20 | δίψαν καὶ πολυφαγίαν καὶ τέμνει τὸ φλέγμα καὶ δια‐ λύει ἐκ τοῦ στομάχου τὰ παχέα περιττώματα καὶ σεση‐ πότα .......................... .............................. τὰ δὲ ἔχοντα ἐκκαυστικὴν δύναμιν εἰς γεῦσιν αὐτῶν, | |
25 | οἷον τὸ πέπερι, τὸ πύρεθρον, καὶ τὰ κρόμμυα, καὶ τὰ σκόροδα, κέκτηνται καὶ αὐτὰ πλείστην θερμασίαν, καὶ βλάπτουσι τὰ θερμὰ καὶ ξηρὰ σώματα καὶ γεννῶσι κε‐ φαλαλγίαν ἐκ τῶν ἀναθυμιάσεων αὐτῶν, καὶ λεπτύνου‐ σι τὸ αἷμα. χρὴ δὲ λαμβάνειν αὐτὰ τοῖς τὰ σώματα | |
30 | ἔχουσι καὶ ψυχρὰ καὶ ὑγρὰ, καὶ μάλιστα τοὺς καιροὺς τοὺς ψυχροὺς καὶ ὑγρούς· διαλύουσι δὲ τὴν ὑγρότητα καὶ παχύτητα ἐκ τοῦ στομάχου καὶ ἐκ τῶν ἐντέρων. Τὸ δὲ λιπαρὸν ἔχει σύμμετρον θερμότητα καὶ ὑγρό‐ τητα· ἁρμόζει δὲ τοῖς τὴν κρᾶσιν ἔχουσι ξηράν. | |
35 | Τὸ δὲ στύφον ὑπάρχει ξηρὸν καὶ ψυχρὸν καί ἐστιν ἐπιτήδειον τοῖς τὴν κρᾶσιν θερμοτέραν ἔχουσιν· ἐνδυνα‐ μεῖ δὲ τὸν στόμαχον καὶ ἄγει αὐτὸν εἰς ὄρεξιν, καὶ παύει τὸν πόνον αὐτοῦ, καὶ ἐνδυναμεῖ τὴν αὐτοῦ ἐνέργειαν, καὶ καταπραΰνει τὴν δίψαν. ἔστι δὲ τὸ τοιοῦτον βλαβε‐ | 227 |
40 | ρὸν τοῖς τὴν κρᾶσιν καὶ τὰ σώματα ἔχουσι ψυχρὰ, ἀδυ‐ νατοῖ δὲ τὰ νεῦρα καὶ βλάπτει αὐτά. Τὸ δὲ ὄξος διὰ τὴν φυσικὴν ξηρότητα, ἣν κέκτηνται κρᾶσιν ψυχρὰν καὶ ὑγράν. βλαβερὰ δὲ ὑπάρχουσι τοῖς τὰ σώματα ἔχουσι ξηρά. ἁρμόζουσι δὲ τοῖς τὰ νεῦρα τοῦ | |
45 | στομάχου ἔχουσι χαῦνα ἐκ πολλῆς ὑγρότητος, καὶ ὠφε‐ λοῦσιν ἐν τοῖς κοιλιακοῖς· τὰ δὲ ἐλαττοτέραν τὴν στυφό‐ τητα ἔχοντα, οἷον τὰ κυδώνια καὶ τὰ ἄπια καὶ τὰ μῆλα καὶ ὅσα τούτοις ὅμοια ἔχουσι σύμμετρον δύναμιν καὶ ἐνέργειαν εἰς τὸ δυναμεῖν τὸν στόμαχον καὶ τὴν κοι‐ | |
1(50) | λίαν καὶ τὸ ἧπαρ καὶ εἰς τὴν ὄρεξιν τοῦ βρώματος. ἐσθιόμενα δὲ πρὸ τῆς βρώσεως κωλύουσι τὴν φύσιν, καὶ ἐσθιόμενα μετὰ τὴν βρῶσιν ἄγουσι τὴν φύσιν. Ἡ δὲ γεῦσις ἡ μὴ ἔχουσα αἴσθησιν, οἷον τὰ λευκὰ τῶν ὠῶν καὶ τὸ ψύλλιον καὶ ὅσα τούτοις ὅμοια ὑπάρ‐ | |
55 | χουσιν, ὑγρὰ καὶ ψυχρὰ καὶ μετατρέπονται ταχέως εἰς τὴν ὑγρότητα, ἁρμόζουσι δὲ τοῖς ἔχουσι τὴν κρᾶσιν τῶν | |
σωμάτων θερμὴν καὶ ξηράν. | 229 | |
2(1t) | Περὶ τροφῆς σπερμάτων καὶ καρπῶν. | |
2 | Ὁ σῖτος πλεονάζει τῇ θερμότητι καὶ ὑπάρχει βελτιώ‐ τερος πάντων τῶν σπερμάτων, γεννᾷ δὲ αἷμα εὔχρηστον καὶ πάνυ καλόν. ἡ δὲ κριθὴ πλησιάζει τὴν ψυχρότητα | |
5 | καί ἐστιν ἡ τροφὴ αὐτῆς ἐλαττοτέρα τῆς τροφῆς τοῦ σί‐ του, οὐχ ἁρμόζει δὲ τοῖς τὴν φύσιν ἔχουσι θερμοτέραν. ἡ ὄρυζα σύμμετρος (μέσον) θερμότητος καὶ ψυχρότητος, ὑπάρχει δὲ κωλυτικὴ τῆς φύσεως· εἰ δὲ ἑψηθῇ μετὰ ἀρ‐ τύματος γίνεται εὔκοιλος. ὑοσκύαμος πλησιάζει τῇ ψυ‐ | |
10 | χρότητι καὶ τίκτει φῦσαν καὶ πνεῦμα ἐν τῇ κοιλίᾳ καὶ βάρος ἐν τῇ κεφαλῇ· ἑψηθεὶς δὲ μετὰ ὄξους κωλύει τὴν φύσιν. ἐρέβινθος ἔχει θερμότητα, γεννᾷ δὲ καὶ αὐτὸς φύσας ἐν τῇ κοιλίᾳ· ἄγει δὲ καταμήνια καὶ πληθύνει τὰ οὖρα καὶ τὴν συνουσίαν. ἡ φακῆ ψυχρὰ καὶ ξηρὰ, | |
15 | ξηραίνει τὸ σῶμα καὶ πλεονάζει μελαγχολικῷ χυμῷ. ποιεῖ δὲ καὶ ἀμβλυωπίαν καὶ ψύχει τὰ σώματα. θερμία θερμὰ καὶ ξηρὰ, δύσπεπτα, καταμηνίων ἀγωγικά. εἰ δὲ γλυ‐ κανθῶσιν ἐν ὕδατι χλιαρῷ, γεννῶσιν ἐλαφροτέραν τρο‐ φὴν καὶ ἧσσον δύσπεπτον. φάσουλιν ἔχει κρᾶσιν θερμὴν | |
20 | καὶ ὑγράν· γεννᾷ ἀνέμους ἐν τῇ κοιλίᾳ, ἄγει τὴν φύ‐ σιν, πληθύνει τὰ οὖρα, ἄγει τὰ καταμήνια, ποιεῖ ἐνυπνιασμὸν κακόν. ὁ κέγχρος ὑπάρχει ξηρὸς καὶ τρέφει | |
τὸ σῶμα, κωλύει τὴν φύσιν. Ὁ δὲ ἄρτος ὁ γινόμενος ἐκ τοῦ σίτου ὑπάρχει βελτιώτερος πάντων τῶν βρωμάτων | 231 | |
25 | καὶ εὐτροφώτερος· μάλιστα δὲ ὁ καθαρὸς, ὁ ἔχων σύμ‐ μετρον ζύμην καὶ ἅλας καὶ πλασσόμενος μέσον ξηρότη‐ τος καὶ ἁπαλότητος σὺν ὀλίγῳ τῷ ἀνίσῳ καὶ σπέρματος μαλάθρου καὶ μαστίχης ἐστὶ κάλλιστος· ὁ δὲ ἔχων θερμό‐ τητα κράσεως ἑνωσάτω εἰς τὸ κατάπλασμα σήσαμον· εἰ | |
30 | δὲ θέλει τις προσθεῖναι (ἐν) τῷ ἄρτῳ πλείονα ὑγρότητα καταπλασσέτω τῷ ἄρτῳ ἔλαιον τῶν ἀμυγδάλων· κατά‐ στατον ψυχρὸν καὶ ξηρόν, ἁπαλύνει τὸ στῆθος καὶ τὸν τράχηλον, ἑψηθεὶς δὲ σὺν ἀμυγδάλοις τετριμμένοις καὶ σάκχαρι ὠφελεῖ δυσεντερικούς. Ὁ δὲ χυλὸς τῆς κριθῆς, | |
35 | (ὅ ἐστι πτισάνη) ὠφελεῖ εἰς τοὺς ὀξεῖς πυρετούς· πραΰ‐ νει δὲ τὴν θέρμην καὶ δίψαν· ὠφελεῖ δὲ καὶ εἰς τὰ πάθη, τὰ γινόμενα ἐν τῷ θώρακι. | |
3(1t) | Περὶ πόσεως ὑδάτων. | |
2 | Τὸ ὕδωρ φυλάττει τὴν φυσικὴν ὑγρότητα τοῦ σώματος, ἐπισώζει δὲ τὴν τροφὴν εἰς ἅπαν τὸ σῶμα καὶ εἰς τὰς φλέβας· ἁρμόζει δὲ τὴν κρᾶσιν ἔχουσι θερμὴν καὶ ξη‐ | |
5 | ρὰν, καὶ ἐν θερμοτάτῳ τοῦ καιροῦ καὶ τοῦ θέρους· τὸ δὲ γλυκὺ ὕδωρ καὶ ἐλαφρὸν ὑπάρχει βελτιώτερον πάντων τῶν ὑδάτων· μᾶλλον δὲ τὸ μὴ ἔχον δυσωδίαν. Τὰ γένη δὲ τῶν ὑδάτων εἰσὶ πέντε· ὕδωρ πηγαῖον, ὕδωρ φρέα‐ τος, ὕδωρ ποταμιαῖον, ὕδωρ ὄμβριον, ὕδωρ τὸ ἐν ταῖς | |
10 | λίμναις. Τὸ δὲ πηγαῖον ὕδωρ, τὸ καθαρὸν καὶ γλυκύ | |
ἐστι τῷ χειμῶνι θερμόν. Τὸ δὲ ἁλμυρὸν ὕδωρ ὑπάρχει κατάξηρον πάνυ· ὡσαύτως δὲ καὶ τὸ στυπτικὸν ὕδωρ. Τὸ δὲ θερμὸν ὕδωρ πινόμενον πρὸ τῆς βρώσεως διαλύει τὰ φλέγματα καὶ λεπτύνει τὰ περιττώματα· ὁ δὲ λουό‐ | 233 | |
15 | μενος τοῖς γλυκοῖς ὕδασι εὐθετεῖ τὴν κρᾶσιν τοῦ σώμα‐ τος· τὸ δὲ χαλκὸν ὕδωρ ξηραίνει τὴν ψώραν τὴν ἔχου‐ σαν πολλὴν ὑγρότητα καὶ ὠφελεῖ τὰ παχέα καὶ ὑγρὰ τῶν σωμάτων. | |
4(1t) | Περὶ οἰνοποσίας. | |
2 | Οἶνος ὁ γινόμενος ἐκ τῆς πεπανθείσης σταφυλῆς καὶ γλυκανθείσης πάνυ ὑπάρχει θερμὸς καὶ ὁ οἶνος ὁ γινό‐ μενος—ὑπάρχει λεπτότερος τῇ θερμότητι· ὁ δὲ λευκὸς | |
5 | οἶνος καὶ αὐτὸς ἔχει ἐλαττοτέραν τὴν θέρμην. ὁ δὲ ἐρυ‐ θρὸς οἶνος ὑπάρχει παχὺς διὰ τὸ πλεονάζειν τὴν γεώδη οὐσίαν εἰς τὴν μέλαιναν σταφυλὴν διὰ τὴν στυφότητα, ἣν κέκτηται. ὁ δὲ χρυσοειδὴς οἶνος καὶ αὐστηρίζων, σύμμε‐ τρος γλυκύτητος καὶ στυφότητος, ὑπάρχει θερμότερος παν‐ | |
10 | τὸς οἴνου· ἁρμόζει δὲ ὁ τοιοῦτος οἶνος τοῖς γέρουσι καὶ τοῖς τὴν κρᾶσιν ἔχουσι ψυχράν· οἱ δὲ κεκτημένοι θερμο‐ τέραν κρᾶσιν, οὐχ ἁρμόζει αὐτοῖς· τοῖς δὲ κεκοπια‐ κόσιν ἀνθρώποις ἁρμόζει οἶνος ὁ μελίας καὶ στυφίζων· καὶ ὁ μὲν νέος οἶνος καὶ γλυκὺς εὐτροφώτερός ἐστι, γεν‐ | |
15 | νᾷ δὲ πλῆθος αἵματος. Ὁ δὲ οἶνος θερμαίνει τὸν στό‐ μαχον καὶ λεπτύνει τὰ περιττώματα καὶ ἀναζωπυρεῖ τὸ ἔμφυτον θερμὸν, καὶ ποιεῖ αἷμα πολύ. ἡ δὲ εἰς πλῆθος πόσις τοῦ οἴνου καὶ ἡ συνεχὴς μέθη πάνυ βλάπτει τὰ μόρια τοῦ σώματος, οἷον τὸ ἧπαρ, τὸν ἐγκέφαλον | 235 |
20 | καὶ τὰ νεῦρα καὶ ποιεῖ τρόμον εἰς τὸ σῶμα ἅπαν καὶ ποιεῖ καρδιωγμὸν καὶ ἀπεψίας καὶ παρεῖ τὰ ὄμματα καὶ παράλυσιν ἐργάζεται τοῦ παντὸς ὁ οἶνος· ὁ δὲ οἶνος ὁ πινόμενος ἐκ τῶν σταφίδων ὑπάρχει καλός, καὶ ἔχει πλειοτέραν θέρμην καὶ ἁρμόζει τοῖς χρήζουσιν πολυσαρ‐ | |
25 | κίαν. Ὁ δὲ οἶνος ὁ σκευασθεὶς ἐκ τοῦ μέλιτος κέκτηται πλειοτέραν θέρμην καὶ ξηρότητα ὑπὲρ πάντα οἶνον καὶ ὠφελεῖ τοὺς τὰς κράσεις ἔχοντας ψυχρὰς καὶ ὑγρὰς, καὶ εἰς τὴν ψυχρότητα καιρῶν καὶ τόπων. ἔστι δὲ ῥυπτι‐ κὸς καὶ καθαρτικὸς στομάχου εἰς τὰ παχέα περιττώματα | |
30 | καὶ φλεγματώδη, καὶ χωνεύει τὴν βρῶσιν καὶ ποιεῖ εὔ‐ χροιαν εἰς τὸ πρόσωπον. εἰσὶ δέ τινες μιγνύοντες εἰς τὴν σκευασίαν τοῦ μέλιτος ἀρώματα θερμά. (καὶ ποιεῖ πλειο‐ τέραν θέρμην ὑπὲρ πάντα οἶνον καὶ ὠφελεῖ τοῖς τὰ σώ‐ ματα ἔχουσι ψυχρὰ καὶ ὑγρὰ, καὶ εἰς τοὺς ψυχροὺς και‐ | |
35 | ροὺς καὶ τόπους). | |
5(1t) | Ὅσα εὔχυμα. | |
2 | Εὐχυμότατόν ἐστι τὸ ἄριστον γάλα σχεδὸν ἁπάντων, καὶ μάλιστα τὸ τῶν εὐεκτούντων ζώων, ὅταν ἀμελχθῇ πι‐ νόμενον εὐθέως. προλαμβάνειν δὲ τοῦτο χρὴ πρὸ παντὸς | |
5 | σιτίου καὶ ποτοῦ, καὶ μηδὲν ἕτερον μετ’ αὐτοῦ συνεσθίειν ἕως ἂν πεφθῇ καὶ διακαταῤῥυῇ εἰς τὰ κάτω. καὶ γὰρ εἰ καὶ μικρὸν οὑτινοσοῦν προσμιγείη, τοῦτο αὐτό τε δια‐ φθείρεται καὶ τὸ ἐπ’ αὐτῷ προσληφθέν. καλὸν οὖν ἐστιν ἐκ πρωΐας πίνειν τοῦτο εὐθὺ μέλγητον καὶ ἀσιτεῖν ἐπ’ | 237 |
10 | αὐτῷ ἡσυχῆ περιπατοῦντα. καταρχὰς μὲν γὰρ κινεῖ τὴν κοιλίαν καὶ μετὰ τοῦτο τρέφει μάλιστα καὶ οὐκέτι δια‐ χωρεῖ ἀλλ’ ἵστησι τὰ ἔντερα. Μετὰ δὲ τὸ γάλα εὔχυ‐ μά εἰσι καὶ τὰ ὠὰ τῶν ὀρνίθων, τὰ τρομητὰ, ἤγουν τὰ ῥοφητὰ, χείρονα δὲ τὰ τῶν χυτρῶν. Κρέατα δὲ εὔ‐ | |
15 | χυμα πρὸ πάντων ὄρνιθος οἰκιδίας καὶ φασιανοῦ καὶ οἱ ὄρχεις τῶν ἀλεκτορίων καὶ ἀπὸ τῶν λοιπῶν πετομένων, πέρδικός φημι τραγιναρίου, περιστερᾶς, κίχλης, κοσ‐ σύφων καὶ τῶν μικρῶν στρουθίων, ἐν οἷς εἰσιν οἱ τρωγλῖ‐ ται. Σκληρότερα δὲ τούτων καὶ δυσπεπτότερα καὶ νευ‐ | |
20 | ρωδέστερα τὰ τοῦ ταὼ καὶ τῆς τρυγόνος καὶ ἔτι τούτων σκληρότερα τὰ τῆς φάττης καὶ τῆς νήσσης καὶ τοῦ γερά‐ νου· περιττωματικώτερα δὲ τὰ τῶν χηνῶν καὶ κύκνων καὶ ὠτίδων. Τούτων δ’ αὐτῶν εὐχυμότερά εἰσι τὰ τῶν ἔτι αὐξανομένων, βλαβερὰ δὲ τὰ παλαιὰ καὶ τὰ νεα‐ | |
25 | γενῆ δὲ τούτων αὐτῶν. κάλλιστα ὄρνιθες οἰκίδιαι καὶ | |
περιστεραὶ αἱ κατ’ αἰρῶν διαιτώμεναι· καθόλου δὲ τὰ γεγυμνασμένα καὶ τὰ ξηροτέραις τροφαῖς χρώμενα καὶ τὰ καθαρὸν καὶ λεπτὸν ἀναπνέοντα τὸν ἀέρα βελτίο‐ να τῶν ἐναντίων, (τουτέστι τῶν ὑγροτέραις τροφαῖς | 239 | |
30 | χρωμένων καὶ τῶν ἀγυμνάστων), τῶν μέντοι τοιού‐ των εἰ καὶ μάλιστα μαλακὴν ἔχει τὴν σάρκα καὶ εἰς κό‐ ρον ἐσθίειν. Τῶν δὲ πεζῶν τῶν ἀρνείων κρείττους εἰσὶν ἔριφοι· βλαβερώτερα τὰ μετὰ τοῦ δέρματος ἑψόμενα. Ἰχθύων δὲ οἱ πελάγιοι καὶ πετραῖοι, ἐν οἷς ἐστι καὶ ὁ | |
35 | ἐκεῖθεν κρατούμενος κέφαλος καὶ ὁ λάβραξ· ἔτι τε καὶ τὰ σελάχια καὶ κωβιοὶ καὶ γαλία καὶ οἱ ἐφεξῆς τού‐ των πλὴν ὅτι σκληρότεραί εἰσιν αἱ μεγάλαι τρίγλαι. μέ‐ σοι δὲ εὐχύμων καὶ κακοχύμων εἰσὶν οἱ θάργοι, βού‐ γλωσσα, ψισσίον. καὶ καθόλου τῶν ἰχθύων κάλλιστοι, | |
40 | ὅσοι μὲν γλισχρότητά τινα καί τινα μέν γε ἀηδίαν ἔχου‐ | |
σιν ἐν τῇ γεύσει. Τῶν δὲ πεζῶν ζώων αἱ σάρκες τῶν τρυφερῶν χοιρι‐ δίων, οἷον τὰ ἐνιαύσια καὶ τὰ μήπω διετίαν πληρώ‐ σαντα, καὶ τὰ μαστάρια καὶ οἱ πόδες· τοῦδε χείρους αἱ | 241 | |
45 | ῥῖνες καὶ τὰ ὦτα. τῶν δὲ ἀγρίων ζώων ἡ σὰρξ εὐχυμο‐ τέρα τῶν ἡμέρων. Ἄρτος καθαρὸς καὶ καλῶς ἐσκευα‐ σμένος· χόνδρος (σίων), σῖτος ἁδρομερὴς ἀληλεσμένος, κριθαὶ ἀπολεπισθεῖσαι καὶ καλῶς ἑψηθεῖσαι. Τῶν δ’ ὀσπρίων κύαμοι, τῶν δ’ ὀπωρῶν σῦκα ὥριμα καὶ στα‐ | |
5(50) | φυλαὶ ὥριμοι κρεμαστοῦσαι ἐπ’ ὀλίγῳ· ἰσχάδες ταχὺ μὲν πεφθεῖσαι εὔχυμοι, χρονίσασαι δ’ ἐν τῇ γαστρὶ κα‐ κόχυμοι γίνονται, μετὰ δὲ καρύων ἐσθιόμεναι κάλλισται, ὅσοι δὲ μετ’ ἄλλου τινὸς τῶν ἐδεσμάτων ἐσθίουσι τὰ σῦκα καὶ τὰς ἰσχάδας οὐκ ὀλίγα βλάπτονται. τὰ κάστανα | |
55 | οὐ κακόχυμα πλὴν δύσπεπτα, ἑφθὰ δὲ γενόμενα εὔπε‐ πτα. ἐκ ῶν δὲ ἀλλιματων δὲ λαβάνι πιστακὶ καὶ ἀμύ‐ γδαλα. Τῶν δὲ λαχάνων μαιούλια καὶ μετὰ ταῦτα ἴντυ‐ | |
βα. τῶν δὲ οἴνων οἱ εὐώδεις καὶ εὔπεπτοι. | 243 | |
6(1t) | Ὅσα εὔπεπτα. | |
2 | Εὔπεπτοί εἰσιν ἄρτοι οἱ καλῶς σκευασθέντες ἐν τῇ ζυμώσει καὶ οἱ καλῶς ὀπτηθέντες καὶ ἁλῶν καὶ φυρά‐ ματος καὶ ὕδατος δεξάμενοι συμμέτρως. Πάντων δὲ πτη‐ | |
5 | νῶν ἡ σὰρξ οἷον πέρδικος, τραγιναρίου, περιστερᾶς, ἀλεκτωρίωνος καὶ φασιανοῦ. εὔπεπτα καὶ τὰ πτερύγια τῶν χηνῶν· εὔπεπτα καὶ μάλιστα τῶν πίων καὶ νέων, τῶν δὲ ἰσχνῶν καὶ γεγηρακότων χείριστα, καὶ τῶν σι‐ τευθέντων διὰ τυρογάλακτος χοιρίων τὸ ἧπαρ, καὶ τῶν | |
10 | ὁμοίως τραφέντων πετεινῶν οἱ ὄρχεις. κάλλιστοι δὲ τῶν βοῶν οἱ μόσχιοι καὶ τῶν αἰγῶν οἱ ἔριφοι καὶ τούτων αὐ‐ τῶν ὅσοι βόσκονται ἐν ξηροῖς τόποις. καὶ τῶν λαχάνων μαλάχη, κολοκύνθη, ἐκζέστη (ὅταν πεφθῇ). Τὸ λεπτο‐ κάρυον καὶ οἱ γλυκεῖς οἶνοι ἔμπροσθεν πινόμενοι καλλίω | |
15 | τῶν αὐστηρῶν· ἕκαστον δὲ τῶν ἡδέως ἐσθιομένων εὐπε‐ πτότερον τοῦ ἀνηδόνου. | |
7(1t) | Ὅσα δύσπεπτα. | |
2 | Αἴγεια κρέα, βόεια, ἐλάφεια· χείρονα δὲ τούτων τὰ τράγεια, ἑξῆς δὲ τὰ τῶν κριῶν, εἶτα τῶν ταύρων· καὶ πάντα τὰ παλαιὰ ζῶα δύσπεπτα καὶ τὰ τούτων μόρια, | |
5 | οἷον σκέλεα, ἔντερα, μήτρα, καρδία, ἧπαρ, ὦτα, νε‐ | |
φροὶ, σπλάγχνα πάντα, ἐγκέφαλος, οὐρὰ καὶ τῶν τε‐ λείων ζώων οἱ ὄρχεις. καὶ αἱ χῆνες πλὴν τῶν πτερύγων, φάσσαι, κίχλαι, κόσσυφοι καὶ αἱ τῶν μικρῶν στρουθίων σάρκες σκληρότεραι, καὶ ἔτι μᾶλλον τρυγόνος καὶ νήσσης | 245 | |
10 | καὶ πλέον ἡ τοῦ ταὼ καὶ αἱ τῶν ὠτίδων καὶ αἱ κοι‐ λίαι πᾶσαι τῶν πτηνῶν. δύσπεπτοι οἱ κοχλίαι, τυρὸς παλαιὸς, κογχύλη, ἀστακοὶ, παγουρία, καρκίνοι, κα‐ ραβίδες, καρίδες, ὀκτάποδες, σηπίαι, μοσχῖται, κα‐ λαμάρια, βάτοι, λειόβατοι, ῥῖναι, δρακόντιον, κο‐ | |
15 | βίδια, σκορπίδια, τρίγλαι, ὄρφοι, φάγρια. ὠὰ ἔκζε‐ στα, ὀπτὰ καὶ ταγηνιστά· σῖτος ἑφθὸς, φάβα, αὖχος, λόβοι τῶν φασουλίων καὶ αὐτά, λάθυρις, ἐρέβινθος, ὄρυζα, θερμία, σοῦρβα ἄωρα, σταφυλὴ ὀξύνη, φοίνικες πάντες, ξυλοκέρατα, κίτρον πλὴν τοῦ φλοίου, γογγυλὶς | |
20 | ὠμοτέρα, βολβοὶ οἱ ὠμότεροι, δαῦκος καὶ πᾶσαι αἱ ῥῖ‐ ζαι τῶν λαχάνων, καὶ αὐτὰ δὲ τὰ λάχανα, πάντα πλὴν μαιουλίων, καὶ ἰντύβου, καὶ τῶν οἴνων οἱ παχεῖς καὶ νέοι δύσπεπτοι καὶ τὸ ὕδωρ πάνυ. | |
8(1t) | Ὅσα εὐστόμαχα καὶ ῥωστικά. | |
2 | Φοίνικες οἱ στυφώτεροι, μῆλα κυδώνια, ἐλαῖαι κο‐ λυμβάδες καὶ μᾶλλον αἱ μετ’ ὄξους συντιθέμεναι· σταφί‐ δες αἱ στύφουσαι· σταφυλὴ ἡ ἐν τοῖς τράφοις ἀποτιθεμένη. | 247 |
5 | κάρυα μετ’ ἰσχάδων, σίνηπι, ῥάφανα, γογγύλια ἑφθὰ, κάρδαμα, ἐλαιοδάφνια, βολβοὶ, οἵ τι καὶ ὄρεξιν ἐμποι‐ οῦσι, τοῦ κίτρου ὁ φλοιὸς ὡς βοήθημα λαμβανόμενα, οἶνος ὁ στυφὸς, ἀψίνθιον καὶ ἀλωή. | |
9(1t) | Ὅσα κακοστόμαχα. | |
2 | Σεῦτλον, ὡς καὶ δηγμὸν ἐμποιεῖν ὅταν πλέον βρω‐ θῇ, γογγύλιν τὸ ὠμότερον κακοστόμαχον, ὡς καὶ τὸ γάρῳ ἑψόμενον εὐστόμαχον· βλίτον, χρυσολάχανον, ἐὰν μὴ μετ’ | |
5 | ὄξους καὶ ἐλαίου βρωθῇ, σήσαμον. γάλα ψυχρὸν τοὺς μὲν ἔχοντας ψυχρὰν διάθεσιν τῆς κοιλίας ὀξύνειν ποιεῖ, τοὺς δὲ θερμὴν κνισσοῖ· βλαβερόν ἐστιν ἐν τοῖς πυρέσ‐ σουσιν. πεπόνια μὴ καλῶς πεφθέντα χολερικοὺς ἀπο‐ τελεῖ. καὶ γὰρ καὶ πρὶν διαφθορεῖν εἰς ἔμετον ἐπιτήδειά | |
10 | εἰσιν, καὶ πλείω βρωθέντα, ἐὰν μή τις αὐτοῖς τῶν εὐχύμων ἐδεσμάτων ἐπιφάγῃ. ἐγκέφαλος καὶ κακοστόμα‐ | |
χος, καὶ εἰς ἔμετον παρορμᾷ, ὥσπερ καὶ τῶν ὀστῶν μυε‐ λός. οἶνος ὁ μέλας καὶ στυφὸς εὐκόλως ὀξίζει καὶ εἰς ἔμετον ὁρμᾷ καὶ ὁ παχὺς καὶ ὁ νέος. | 249 | |
10(1t) | Ὅσα ῥύπτει, τέμνει καὶ ἐκφράττει. | |
2 | Κριθὴ, τήλη, μηλοπέπων, σταφίδες γλυκεῖαι, φάβα, ἐρέβινθοι καὶ μᾶλλον οἱ μέλανες, κάππαρις, καὶ μᾶλ‐ λον ἡ δι’ ὀξυμέλιτος ἢ ὀξελαίου ἔμπροσθεν ἐσθιομένη, | |
5 | σεύτλου χυλὸς καὶ αὐτὸ τὸ σεῦτλον, ὅταν μετὰ σινήπεως ἢ ὄξους ἐσθίηται, λάπαθον, βολβοὶ, κρόμμυα, σκόροδα, πράσα ἑψηθέντα δὶς ἢ τρὶς ἀποτίθενται τὴν δριμύτητα· λεπτύνει δὲ ὁμοίως τυρόγαλα· καὶ σῦκα ῥύπτει, διὸ καὶ ψαμίθα οὖσα πολλὴ τοῖς νεφριτικοῖς ἐσθίουσι ταῦτα ἐκ‐ | |
10 | κρίνεται. ἰσχάδες, ἀμύγδαλα, πιστάκια, κράμβη, μέλι ὀξύμελι· οἱ λεπτοὶ τῶν οἴνων· ἂν δὲ καὶ ψυχροὶ τυγ‐ χάνωσιν οἱ χυμοὶ, ἔστωσαν καὶ παλαιοὶ καὶ ὑδατώδεις οἶνοι. Ἐμφράξεως δὲ συμβαινούσης λαμβάνειν τὸ ὕδωρ γάρου τῶν ζωμῶν· καὶ τῶν οἴνων τοὺς καλοὺς καὶ λεπτοὺς | |
15 | καὶ λευκούς· τὰ σκόροδα καὶ τὰ κρόμμυα ἑφθά· καὶ ὡς ἄρτυμα καὶ μάλιστα κατὰ τὸν χειμῶνα βάλλειν πέπερι, ὀρίγανον, θρύμβον, βλυσκούνην, σίνηπι, εὔζωμον, | |
σέλινα, πετροσέλινα, ῥάφανα, ἡδύοσμον, πεντάρτυ‐ μα, ἄνηθον, κύμινον, ἄνισον, δαῦκον. ταῦτα πάντα | 251 | |
20 | ἀρτύματα ἔχειν τῶν δριμειῶν τροφῶν. | |
11(1t) | Ὅσα ἐμφράττει. | |
2 | Γάλα τὸ ἔχον ὀλίγον τυρόγαλα οὐκ ἀσφαλές ἐστι τοῖς ἐν αὐτῷ πλεονάζουσιν, ὡς βλάπτειν (καὶ) νεφροὺς καὶ σκληροὺς ποιεῖν· ἐμφράττει καὶ τὸ ἧπαρ ἰσχάδες καὶ σῦκα | |
5 | ἐπὶ τῇ τροφῇ λαμβανόμενα· μιγνύμενα δὲ ὀριγάνῳ, ἢ ὑσσώπῳ, ἢ πεπέρι καὶ ἐσθιόμενα ἔμπροσθεν οὐ μικρὰν ὠφέλειαν ἔχουσιν. εὐκρατόμελι ἀνεπιτήδειον τοῖς κακο‐ σπλάγχνοις· φοίνικες οἱ χλωροὶ καὶ ὅσα δι’ ἰτρίων καὶ σεμιδάλεως σκευάζονται ἐμφρακτικὰ καὶ σπληνὸς αὐξη‐ | |
10 | τικὰ, καὶ λίθων ποιητικὰ ὁμοίως. καὶ ἄλευρα μετὰ γα‐ λακτὸς, καὶ οἶνος ὁ γλυκὺς ἐμφράττει καὶ τοὺς ὄγκους τῶν σπλάγχνων αὐξάνει. | |
12(1t) | Ὅσα ὑπάγει γαστέρα. | |
2 | Φακῆς τὸ πρῶτον ἀπόζεμα ἐν τῇ ἑψήσει καὶ μάλιστα ἀρτυόμενον δι’ ἐλαίου ἢ γάρου. καὶ τῶν ὀστρακοδέρμων ὁ ζωμός, οἷον ἀστακῶν τε καὶ παγουρίων καὶ τῶν ὁμοίων· | |
5 | καὶ γὰρ ἑψήσας αὐτὰ, εἶτα ἡδύνας τὸ ἀφέψημα δι’ ἐλαί‐ ου ἢ γάρου, ὡς εἴρηται, καὶ πεπέρεος ποιεῖ τοῖς εὔλυ‐ τον ἔχουσι τὴν κοιλίαν. ἀλλὰ καὶ τῶν θαλασσίων ἐχί‐ | |
νων καὶ τῶν κογχαρίων καὶ τῶν κοχλιῶν οἱ ζωμοὶ καὶ τῶν παλαιῶν ἀλεκτρυόνων. Ἄρτοι κυβαροὶ διὰ τὸ | 253 | |
10 | πλείστων μετέχειν πιτύρων, τήλεως ὁ ζωμὸς ἑψηθεὶς μετὰ μετρίου μέλιτος ἐπιτήδειός ἐστιν· ὑπάγει γὰρ τοὺς ἐν τοῖς ἐντέροις μοχθηροὺς χυμοὺς ἅπαντας. τὸ δὲ μέλι ὀλίγον ἔστω τῇ κράσει διὰ τὸ δακνῶδες. ἐλαῖαι κολυμβά‐ δες μετὰ γάρου πρὸ τῶν σιτίων ἐσθιόμενα, τυρόγαλα | |
15 | μετὰ μέλιτος καλλίστου ὀλίγου. εἰ δὲ βούλει ὑπακτικωτέ‐ ρους ποιῆσαι τοὺς χυμοὺς, οὓς εἴπομεν, ἅλας ἔμβαλλε πλέον. τὰ τῶν πάνυ νέων ζώων κρέα τῶν παλαιῶν μᾶλλον ὑπάγει. σεῦτλον, λάπαθον, λινόζωστις καὶ τὸ ἀπόζεμα αὐτῶν σὺν ἁλσίν, νεαρὸς τυρὸς μετὰ μέλιτος, | |
20 | χρυσολάχανον, βλίτον, κολοκύνθη, πέπονες, σῦκα, στα‐ φυλαὶ γλυκεῖαι, ὅταν ὦσιν ὑγραί. συκάμινα καθαρὰ ἀεὶ ἐμπεσόντα τῇ γαστρὶ καὶ πρῶτον ἐσθιόμενα ὑπάγει τὴν κοιλίαν, εὐχυμότερα δὲ ὕστερον, καὶ κακοχυμίαν εὑρόντα ἐν τῇ γαστρὶ διαφθείρεται ὡσαύτως. καὶ ἡ κολοκύνθη | |
25 | ὡσαύτως ποιεῖ, καὶ τὰ κάρυα τὰ χλωρὰ, καὶ τῶν ξηρῶν τὰ ἐν ὕδατι βεβρεγμένα καὶ ἀπολελεπισμένα· δαμασκηνὰ τὰ ὑγρὰ καὶ τῶν ξηρῶν τὰ εἰς εὐκρατόμελι βεβρεγμένα κἂν μόνα τις αὐτὰ φάγῃ, ἐὰν δὲ ἐπιῤῥοφήσῃ καὶ ἀπὸ τοῦ εὐκρατομέλιτος πλέον ὑπάγει· οἷς ἂν γλυκὺν οἶνον | |
30 | ἐπιπιεῖν καὶ μὴ εὐθέως ἐπαριστῆσαι, ἀλλὰ διαλείπειν τινὰ χρόνον. κεράσια ἁπαλὰ, βερίκοκκα, ῥοδακινὰ ἁπα‐ λὰ καὶ πάντα τὰ ὑγρὰ καὶ ὑδατώδη πρὸς τὸν ἐπιτη‐ δείως ἔχοντα τὴν γαστέρα εἰς διαχώρησιν ἀλλὰ καὶ διὰ τοῦτο μέσον πώς ἐστι τῶν τοιούτων βρωμάτων ἡ ὕλη, | |
35 | διὰ τὸ μηδεμίαν αὐτοῖς ὑπάρχειν δριμύτητα ἢ νιτρώδη ποιότητα. ἀλλ’ ὁ γλυκὺς οἶνος ἐπιτηδείως ἔχει πρὸς τοῦτο. | 255 |
13(1t) | Ὅσα ἐπέχουσι τὴν γαστέρα. | |
2 | Φοίνικες οἱ στυφοὶ, σταφίδες αἱ στύφουσαι, συκάμινα τὰ ἄωρα, βάτζηνα· ὁ δὲ τῆς λαγίνιδος καρπὸς, πλέον τὰ μυρσιόκοκκα, προῦνα, μῆλα τὰ στύφοντα, τὰ δὲ | |
5 | γλυκέα καὶ τὰ γλυκύτερα ἢ δριμύτερα κινεῖ, ταῦτα καὶ ἐπιρούδιον καὶ ἐπάπιον λέγεται. τὸ γάλα ἐάν τις αὐτὸ ἑψήσῃ ὡς δαπανηθῆναι τὸ τυρόγαλα. οἱ ἀστακοὶ, παγού‐ ρια, καρκίνοι, καραβίδες, ἐὰν ἑψήσῃ τις αὐτὰ καὶ κε‐ | |
νώσῃ τῶν ὑγρῶν αὐτῶν, κρατεῖ τὴν κοιλίαν, ὥσπερ | 257 | |
10 | καὶ ἐπὶ τῶν ὀστρουδίων καὶ ἐπὶ τῶν ὁμιδίων καὶ τῶν ὁμοίων· φακῆ καὶ ἡ κράμβη δεύτερον ἑψηθεῖσαι εἶτα ἐμβληθεῖσα θατέρα τούτων ἐν ἑτέρῳ θερμῷ καὶ ἰσχυρῶς ἑψηθεῖσα ἕως ἂν ἁπαλυνθῇ, καὶ ταύτης ὁ ζωμὸς ἐπέχει. ὀρίζιν, κεγχρὶς, τὰ ταγηνιστὰ ὠὰ, οἶνος στυφὸς καὶ ξαν‐ | |
15 | θός. | |
14(1t) | Ὅσα κακόχυμα. | |
2 | Τῆς κακοχυμίας οὐχ ἓν εἶδος· ἡ μὲν γὰρ φλεγματι‐ κωτέρα ὑπάρχει, ἡ δὲ χολωδεστέρα, ἄλλη μελαγχολικω‐ τέρα. ἀπέχεσθαι δὲ χρὴ πάντων τῶν κακοχύμων ἐδεσμά‐ | |
5 | των, κἂν εὔπεπτα γὰρ ὦσιν, εἶεν τῷ χρόνῳ κακό‐ χυμα θησαυριζόμενα ἐν ταῖς φλεψὶν, ἐπειδὰν ἀφορμῆς ὀλίγης ἐπιλαβομένη ἡ σῆψις πυρετοὺς χαλεποὺς ἀπεργά‐ ζηται. εἰσὶ δὲ κακόχυμα τάδε· τῶν προβάτων ἡ σὰρξ καὶ τῶν αἰγῶν ὁμοίως μετὰ δριμύτητος, ἡ δὲ τῶν τρά‐ | |
10 | γων χειρίστη ἐφεξῆς καὶ τῶν κριῶν, εἶτα τῶν ταύρων· ἐν πᾶσι δὲ τούτοις ἡ τῶν εὐνουχισθέντων καλλίστη, τὰ δὲ παλαιὰ χείριστα τῶν νέων· τῶν λαγωῶν σὰρξ αἵματος μέν ἐστι παχυτέρου γεννητική· βελτίονες δὲ εἰς εὐχυμίαν βοὸς καὶ προβάτου· κακόχυμοι δὲ καὶ τῶν ἐλάφων οἱ | |
15 | νεφροί, κακόχυμοι καὶ οἱ ὄρχεις τῶν ἐπιπλέον ηὐξημέ‐ νων, πλὴν τῶν ἀλεκτρυόνων, καὶ πᾶς ἐγκέφαλος καὶ ὁ τῆς ῥάχεως μυελὸς καὶ ὁ σπλήν· τὸ δὲ ἧπαρ ὀλίγῳ κα‐ κοχυμότερον. χείρω δὲ πάντα τὰ σπλάγχνα τῶν ζώων. Κακόχυμα ὠὰ ταγηνιστὰ, τυροὶ παλαιοὶ, βολβοὶ, ἀμανῖ‐ | 259 |
20 | ται, τήλη, φακῆ, τίφη, βρώμη, ἐλύμη, κέγχρος καὶ τὰ τοιαῦτα οὐκ εὔχυμα. τῶν δὲ ἰχθύων κοβία, γαλέαι, σκορπίδια, ὄρφοι, τρίγλαι, αἱ τὰς καρκινάδας ἐσθίου‐ σαι, καὶ οἱ μεγάλοι τῶν ἰχθύων καὶ πάντα τὰ ὀπωρώδη. σῦκα δὲ ὀλίγα τῶν ἄλλων κακόχυμα, καὶ αἱ σταφυλαὶ | |
25 | ὁμοίως κακόχυμοι, ἰσχάδες τοῖς αὐτῶν πλεονάζουσιν, ἄπια ἄωρα, κινάρα, καὶ μᾶλλον ὅταν περὶ τὴν ἕψησιν σκλη‐ ρότερα γένηται, ἀγγούρια, πεπόνια, ἡ δὲ κολόκυνθα τούτων μέν ἐστι καλλίων ἐὰν καλῶς πεφθῇ. τῶν δὲ λα‐ χάνων οὐδέν ἐστιν εὔχυμον. μέσον δὲ τῶν εὐχύμων καὶ | |
30 | κακοχύμων ἐστὶ τὸ μαιούλιον καὶ τὸ ἴντυβον καὶ μετὰ ταῦτα μαλάχη, εἶτα χρυσολάχανον, καὶ χοιροβότανον καὶ βλίτον καὶ λάπαθον. αἱ δὲ ῥίζαι τῶν λαχανωδῶν φυτῶν κακόχυμοί εἰσιν, ὅσαι δριμεῖαι. τὰ δὲ κρόμμυα καὶ πράσα καὶ σκόροδα καὶ κραύλων ὁ καυλός, δαῦκοι, | |
35 | γογγύλοι, βολβοὶ οἱ μὴ ἑψηθέντες καλῶς. τὰ κρόμμυα δὲ καὶ τὰ πράσα καὶ τὰ σκόροδα καὶ ἀμπελόπρασα δὶς ἑψηθέντα ἀποτίθενται τὴν κακοχυμίαν. τὰ δ’ ἄγρια λά‐ | |
χανα κακόχυμα ἐσχάτως εἰσὶν, οἷον ἀγριομαιούλιον, ζωχία, πικρίδες καὶ τὰ ὅμοια τούτοις. καὶ τῶν οἴνων | 261 | |
40 | οἱ παχεῖς καὶ δυσώδεις καὶ αὐστηροί. | |
15(1t) | Ὅσα φλέγμα γεννᾷ. | |
2 | Τῶν ζώων τὰ νευρώδη μόρια, ἤτοι πόδες καὶ τὰ δέρ‐ ματα, ἐγκέφαλος, πνεύμων, ὁ μυελὸς τῆς ῥάχεως, ἡ τῶν ἀρνίων σὰρξ, ἀμανῖται, ἡ σὰρξ τῶν ὀστρακοδέρμων | |
5 | καὶ τῶν ἁπαλοσάρκων καὶ μῆλα ἄωρα. | |
16(1t) | Ὅσα μελαγχολικὸν γεννῶσι χυμόν. | |
2 | Κρέα τὰ βόεια, αἴγεια καὶ μᾶλλον τὰ τῶν ταύρων καὶ τράγων καὶ λαγωῶν, τὰ παστὰ κρέα τῶν τετραπό‐ δων, τῶν δὲ θαλασσίων θύνναι, κοχλίαι, τῶν δὲ λα‐ | |
5 | χάνων κράμβαι. τῶν δένδρων οἱ βλαστοὶ δι’ ἅλμης καὶ ὀξάλμης συντιθέμενοι. τῶν ὀσπρίων μελαγχολικώτερός ἐστι ὁ φακὸς τῶν ἄλλων καὶ μετ’ αὐτὸν οἱ πιτυρίαι τῶν ἄρ‐ των καὶ οἱ ἐκ τῆς τύφης καὶ κέγχρου καὶ βίκου, τῶν δὲ οἴνων οἱ παχεῖς καὶ μέλανες. | |
17(1t) | Ὅσα χολῆς γεννητικά. | |
2 | Ξυλοκέρατα, κινάρα, τὸ μέλι, πλὴν ἐκχολοῦται ἐπὶ | |
τὰ θερμὰ σώματα, καὶ οἱ γλυκεῖς οἶνοι. | 263 | |
18(1t) | Ὅσα γλισχροὺς χυμοὺς γεννῶσι. | |
2 | Οἱ σεμιδαλῖται ἄρτοι καὶ αὐτὴ ἡ σεμίδαλις, τὰ τρα‐ γανὰ μόρια τῶν ζώων, αὐτῶν ὀστᾶ, ὠτία, μύτις καὶ τὰ περιτράχηλα τὰ χοιρίων, κρέας τὸ χοίρου, τὸ τῶν | |
5 | ἀρνίων. τοσισάκην οἱ βολβοὶ καὶ οἱ λιπαροὶ φοίνικες, οἱ χλωροὶ ὁμοίως καὶ οἱ γογγύλοι καὶ ἡ σὰρξ τῶν ὀστρα‐ κοδέρμων ἀποβαλοῦσα τὸν ζωμὸν ἐκ τῆς πολλῆς ἑψή‐ σεως, καὶ τὰ μαλάκια καλούμενα, οἷον ὀκταπόδια, ση‐ πίαι, καλαμάρια, μοσχῖται, τὰ μὲν ἄλλα ὀψάρια ὥσπερ | |
10 | θύνναι, σαῦροι, ξιφίαι. τῶν ζώων τὰ μόρια, κοιλίαι, ἔντερα, μήτρα, ὀξύγαλα, τυροὶ οἱ παλαιοὶ, τὰ δ’ αὐτὰ καὶ ψυχροὺς τίκτει χυμούς· κύμινον, λιβυστικοῦ σπέρμα καὶ ἡ ῥίζα· λινόκομα· κανναβόσπερμα, φάβα φρυ‐ κτὸν, βολβοὶ ἑψηθέντες ἐν ἐλαίῳ καὶ γάρῳ μετ’ ὄξους | |
15 | ἐσθιόμενα, μάλιστα ἀπαφρισθὲν ὀξύμελι, ὥστε καὶ τὰ | |
πνεύματα καταῤῥήγνυσιν, ἄρτοι κρίθινοι. | 265 | |
19(1t) | Ὅσα ὠμοὺς χυμοὺς γεννῶσιν. | |
2 | Ἐρέβινθοι, λουπινάρια, φασιούλια, αὖχος, κέγχρος, κύαμοι, οἱ χλωροὶ φοίνικες· γάλα καὶ μάλιστα τὸ ψυ‐ χρὸν, βολβοὶ οἱ ὠμότεροι· μέλι, τὸ μὲν ἑψηθέν· τῶν | |
5 | οἴνων οἱ γλυκεῖς ἅμα καὶ οἱ αὐστηροί· σῦκα· καὶ μά‐ λιστα τῶν ὡρίμων καὶ ἰσχάδων ὀλιγοχρόνιος ἡ ἐμπνευμά‐ τωσις. | |
20(1t) | Ὅσα ἰξώδη χυμὸν γεννᾷ. | |
2 | Οἱ κλιβανῖται ἄρτοι, αἱ μουστόπιται, ἰτρία, τὰ πλα‐ κοῦντα, φακῆ, οἱ λοβοὶ τῶν φασουλίων, τὰ λουπινά‐ ρια, φάβα, οἱ κητώδεις τῶν ἰχθύων, σηπίαι, ὀκταπό‐ | |
5 | δια, ὀστρούδια, ὀμίδια, κτένια, πίνναι, κηρύκια, χη‐ βάδες, σωλῆνες, ἐγχέλυες, κοχλίαι, ἐλάφεια κρέα, αἴ‐ γεια, βόεια, λάγεια, χοίρεια, ἧπαρ, νεφροὶ, ὄρχεις, ἐγκέφαλος, μαστοὶ, γλῶσσαι, γάλα τὸ ἐπίπλεον ἑψηθὲν, τυροὶ πάντες, ὀξύγαλα, ὠὰ ἔκζεστα, μᾶλλον δὲ τὰ ὀπτὰ | |
10 | σκληρὰ γενόμενα, καὶ μᾶλλον ἔτι τὰ ταγηνιστὰ, κάστανα, βαλάνια, βολβοὶ, γογγύλαι, ὕδνα, κούμαρα, σῦκα τὰ ὡριμώτερα, κίτρου σὰρξ, ἀγγούρια, πέπονες, μῆλα τὰ ὥριμα· τῶν οἴνων οἱ γλυκεῖς, μᾶλλον δὲ τὸ ἕψημα καὶ | |
ὁ μούστος. | 267 | |
21(1t) | Ὅσα πολύτροφα. | |
2 | Χοίρεια κρέα, βοῶν ἐγκέφαλος, ὄρχεις, καρδία, τῆς ῥάχεως ὁ μυελὸς καὶ ἄλλος πᾶς· τὰ πτερύγια τῶν ὀρνί‐ θων, καὶ τῶν χηνῶν καὶ πάντων πετεινῶν· καὶ τῶν | |
5 | ὀστρακοδέρμων τὰ σκληρότερα, οἷον κηρύκια, κοχλίαι, ἀστακοὶ, παγούρια, καρίδια, ὀκταπόδια, σηπίαι, καλα‐ μάρια καὶ τὰ τοιαῦτα· ναρκὴ, τρύγων, βάτοι, λειόβα‐ τοι, ῥῖναι, τρίγλαι· ὁ σεμιδαλίτης ἄρτος καὶ ὁ καθα‐ ρὸς ἀλευρίτης, σῖτος ἑψητὸς, σεμίδαλις, κύαμοι, ἐρέ‐ | |
10 | βινθοι, φασιούλια, αὖχος, τήλη, βολβοὶ δὶς ἑψηθέντες· μέλι τὸ ἀπαφρισθὲν καὶ εὐκρατόμελι καλῶς ἑψηθέν· λου‐ πινάρια, κάστανα, φακῆ· γλυκεῖς φοίνικες, σταφίδες γλυ‐ κεῖαι καὶ λιπαραί· βαλάνια, γογγύλια· οἱ παχεῖς τῶν οἴνων καὶ ῥούσιοι, πλέον δὲ τούτων οἱ μέλανες, γλυ‐ | |
15 | κεῖς καὶ παχεῖς, καὶ στύφοντες. | |
22(1t) | Ὅσα ὀλιγότροφα. | |
2 | Τὰ ἄκρα τῶν ζώων, μήτρα, κοιλία, ἔντερα, οὐρὰ, ὠτία, πιμελή· καθόλου πᾶν γένος τῶν ὀρνίθων ὀλιγο‐ τροφώτερόν ἐστι τῶν τετραπόδων, καὶ τῶν γεγηρακότων | |
5 | ζώων ἤπερ τὰ ἔτι αὐξανόμενα. τῶν ἰχθύων ἡ τροφὴ αἵ‐ ματός ἐστι γεννητικὴ λεπτοτάτου. τῶν ὀστρακοδέρμων τὰ μαλακόσαρκα οἷον τὰ ὄστρεα· ἄρτοι κρίθινοι, ἄρτοι πι‐ τυρώδεις καὶ κυβαροὶ, βρώμη, κέγχρος, ἐλίμην, ὄρυ‐ | |
ζα, φάβα χλωρὸν, συκάμινα, ἀμύγδαλα, πιστάκια, | 269 | |
10 | κράνα, δαμάσκηνα, ῥοδάκινα, ματζάναι, βερίκοκκα, προῦνα, κάππαρις, σεῦτλον, λάπαθον, ὀξυλάπαθον, χοιροβότανον, ῥάφανον, γογγύλη, σίνηπι, κάρδαμον, ἀσπάραγοι, δαυκία· κρόμμυα, σκόροδα, πράσα, ἀμπε‐ λόπρασα ὠμὰ οὐδόλως τροφὴν δίδωσι τῷ σώματι, ἑψη‐ | |
15 | θέντα δὲ δὶς ἢ τρὶς ὀλιγίστην, ῥόδια, ἄπια, κολόκυν‐ θα, σταφίδες αἱ στύφουσαι καὶ μὴ λιπαραί· τὰ δὲ σῦκα ἔχει τὸ πολυτροφώτερον, χαύνην δὲ ποιεῖ τὴν σάρκα καὶ σομφώδη· ὁμοίως καὶ αἱ σταφυλαί· ἔλαττον δὲ τῶν σύκων αἱ σταφυλαὶ τρέφουσιν. | |
23(1t) | Ὅσα περιττωματικά. | |
2 | Φάσσαι, χῆνες πλὴν τῶν πτερύγων· σπλάγχνα πάν‐ τα· οἷον ἧπαρ, σπλὴν, ἔντερα, μήτρα, κοιλία, ὁ μυε‐ λὸς τῆς ῥάχης καὶ ὁ τῆς κεφαλῆς· τὰ ἐν ταῖς λίμναις | |
5 | βοσκόμενα ὄρνεα· ἐρέβινθοι, κύαμοι χλωροί· τὰ μικρὰ χοιρίδια, τῶν προβάτων ἡ σὰρξ καὶ πάντων τῶν ζώων τῶν ἀργῶς βιούντων· τῶν ἰχθύων οἱ ποτάμιοι καὶ λι‐ μναῖοι, καὶ οἱ ἐν βορβόρῳ διαιτώμενοι καὶ πάντα τὰ κη‐ | |
τώδη τῶν ἐν θαλάσσῃ ζώων. | 271 | |
24(1t) | Ὅσα λεπτύνει. | |
2 | Σκόροδα, κρόμμυα, πράσα, κάρδαμα, σίνηπι, πέ‐ περι, ὀρίγανον, ἡδύοσμος, ὕσσωπον, σφληκούνη, θύ‐ μον, θύμβρα χλωρὰ προσφερομένη, εὔζωμον, σέλινον, | |
5 | πετροσέλινον, ῥάφανον, κράμβη, σεῦτλον, σκόλυμον, κάρδαμον, μάραθρον, κορίανδρον, πήγανον, ἄνηθον, κύμινον, κάππαρις, ἄνισον, δαύκων σπέρμα· κριθή· οἱ πετραῖοι τῶν ἰχθύων, ἢ τῶν ὀρνίθων οἱ ἐν ξηροῖς διαι‐ τώμενοι τόποις· τῶν ὀρνέων τὰ μικρὰ καὶ τὰ ἐν τοῖς | |
10 | ὄρεσι διαιτώμενα ζῶα· ὄψαροι, κίχλαι, κόσσυφοι, πέρδικες, τρωγλῖται καὶ τὰ ἐν τοῖς ἀμπέλοις εὑρισκό‐ μενα στρουθία· αἱ περιστεραὶ αἱ διαιτώμεναι ἐν τοῖς πύρ‐ γοις· ἐκ τῶν πελαγίων αἱ νάρκαι καὶ αἱ τρίγλαι· τῆς αὐτῆς ἐστι δυνάμεως τὰ βούγλωσσα, καὶ τὰ παστὰ, ὅσα | |
15 | εἰσὶ μαλακά· τῶν ὀπωρῶν αἱ ὑγρότεραι καὶ εὔχυλοι ἰσχά‐ δες μετὰ καρύων, πιστάκια, τῶν ἀμυγδάλων τὰ ὑπόπι‐ κρα· μέσαι δέ πώς εἰσιν αἱ ἐλαῖαι· τῶν οἴνων οἱ λευ‐ κοὶ καὶ λεπτοί· τὸ τυρόγαλα χρήσιμόν ἐστιν εἰς λεπτὴν | |
οὐσίαν καὶ δίαιταν, τὸ δὲ ὀξύμελι μᾶλλον τῶν ἄλλων. | 273 | |
25(1t) | Ὅσα θερμαίνει. | |
2 | Σῖτος ἑψητὸς καὶ οἱ ἐξ αὐτοῦ ἄρτοι, ἤτοι αὐτόζυ‐ μοι, τήλη, οἱ γλυκεῖς φοίνικες· μῆλα τὰ γλυκέα, σήσα‐ μον, καναβοῦρι, σταφυλαὶ γλυκεῖαι, σέλινον, εὔζωμον, | |
5 | ῥάφανον, γόγγυλιν, σίνηπι, κάρδαμον, δαῦκος, σκό‐ ροδον, οἶνοι γλυκεῖς, θερμότεροι δὲ οἱ ξανθοὶ οἶνοι καὶ οἱ παλαιοί. | |
26(1t) | Ὅσα ψύχει. | |
2 | Κριθὴ κατὰ πάντων τρόπων τῆς ἑψήσεως· κέγχρος, ὕδνα, κολόκυνθα, ἐκζεστή, πέπων, μηλοπέπων, τετράγ‐ γουρα, συκάμινα, ὄξυναι σταφυλαὶ καὶ αἱ στύφουσαι στα‐ | |
5 | φίδων. | 275 |