TLG 0721 016 :: ANONYMI MEDICI :: De urinis in febribus De urinis in febribus Citation: Volume — page — (line) | ||
2.323(1t) | * ΠΕΡΙ ΟΥΡΩΝ ΕΝ ΠΥΡΕΤΟΙΣ. | |
2 | Ἐὰν ἴδῃς τὸ οὖρον ἐρυθρὸν καὶ παχὺ εἰς τὴν πρώ‐ την ἡμέραν τοῦ νοσήματος ἢ εἰς τὴν δευτέραν μέχρι τῆς τρίτης, ὑπάρχοι νέος καὶ σῶμα ἔμπλεον ἔχων, καὶ αἱ | |
---|---|---|
5 | φλέβαι τοῦ βραχίονος ὡσαύτως καὶ ἔτρωγε καὶ ἔπινεν ἀκορέστως, ὅτε εἰς τὴν ὑγίαν αὐτοῦ διῆγε, καὶ ἔχει δύνα‐ μιν, τουτέστι περιπατεῖν καὶ καθεύδειν, καὶ οὐ κατάκειται ἐν κλίνῃ βεβαρωμένος ἢ καταχθονισμένος. καὶ ἡ ὥρα τοῦ ἔτους ἔαρ, τέμνε τὴν φλέβαν αὐτοῦ ἀδεῶς. εἰ δὲ καὶ πυ‐ | |
10 | ρετὸν συνεχῆ ἔχει, φημὶ ἄσπονδον νύκτα καὶ ἡμέραν περισ‐ ωτέρος ἡ ῥεῦσις τοῦ αἵματος αὐτοῦ γενέσθω. τροφὴ δὲ αὐτῷ ἔστω πᾶσα ψυχρὰ καὶ ὑγρὰ δίαιτα ὥσπερ χρυσολά‐ χανα καὶ μαλάχη καὶ ἀγγούρια καὶ κυτράγγουρα καὶ ῥόας καὶ τὰ ὅμοια καὶ πιέτω ζουλάβιν ἢ σάχαρ μετὰ ψιλλίου | |
15 | πεπλυμένου μεχρισότου γένηται γλιῶδες καὶ γλίσχρον, ποι‐ οῦντες οὐδὲ τὸν κανόνα τοῦτον τῆς θεραπείας καὶ παύσει ὁ πυρετὸς ἢ εἰς τὴν τετάρτην ἡμέραν ἐὰν ἱδρὼς γένηται ἢ αἱμορραγία ἐκ τῶν ῥινῶν ἢ κοιλίας ῥεῦσις. ἢ ποτοῦ ἕως τῆς ἑβδόμης ἡμέρας, λαβέτω δίαιταν ἁδρὰν ὥσπερ ᾠὰ τρο‐ | |
20 | μητὰ καὶ ὀρνιθόπουλα μετὰ ζωμοῦ τῆς ὀμφακίου σταφυ‐ λῆς ἢ ὄξος ἢ δαμάσκηνα καὶ μετὰ ταῦτα λουθείτω. εἰ δὲ πολλάκις γένοιτο ὁ τοιοῦτος πυρετὸς ἐν θέρει, ῥίγους δὲ μὴ ὄντος ἢ ἐν φθινοπώρῳ ἢ ἐν χειμῶνι, καὶ ἔστιν ἡ δύ‐ ναμις τοῦ κάμνοντος, καὶ παρακολουθοῦσι τὰ προειρημένα | |
25 | σημεῖα, φλεβοτόμησον καὶ μὴ τήρει καιρὸν χειμῶνος, ἢ | 323 |
2.324 | ἑτέρου τινὸς καιρόν. εἰ δὲ κατίσχνον ἐστὶ τὸ σῶμα τοῦ πυρέττοντός ἐστι καὶ ὠχρὸν τῇ ὄψει ἀνάπαλιν τῶν προ‐ λεχθέντων, καὶ φράττει τὸ σωμάτιον καὶ συστέλλεται, παῦ‐ σον τοῦ φλεβοτομεῖν, καὶ ἀρκέσθητι εἰς τὸ ὀξυσάχαρ, ἢ | |
5 | ὀξύμελι ἢ τὸν ζυμὸν τῶν ῥοῶν. εἰ δὲ ἴδῃς καὶ τὸ οὖρον λεπτὸν καὶ πυρρόν, σημαίνει ξανθὴν χολὴν σεσημένην ἐν τῷ στομάχῳ, ἢ ἔξωθεν τοῦ ἀγγείου, τουτέστιν εἰς τὴν κοι‐ λότητα τοῦ στήθους, καὶ ἐν ἄλλῳ τόπῳ καὶ ἐποίησε ῥῖγος τριταῖον. ἐν πρώτοις δὲ τὸν τοιοῦτον βλέπε εἰς τὴν δύνα‐ | |
10 | μιν καὶ εἰ ἔχει ἐναντίωσιν καὶ σκότωσιν, καὶ ἐπέχεται ἡ γαστὴρ αὐτοῦ, κένωσον μετὰ χροσοβαλάνων ἀπογιγαρτι‐ σμένων, συντεθλασμένα, ποίησον δὲ οὕτως· λάβε ἐξ αὐτῶν ἓξ καὶ δέκα οὐγγίας καὶ θὲς εἰς χύτραν καινὴν σταφί‐ δος οὐγγίαν μίαν δαμάσκηνα ιηʹ ἢ κʹ συρικά, λέγω δὴ ζί‐ | |
15 | ζιφα, ὁμοίως ἐὰν εὐρωθῶσιν, ὀξυφοίνικον οὐγγίαν ῥᾶνον ἐπ’ αὐτῶν ὕδωρ γλυκὺ πηγημαῖον καὶ σκέπασον τὰ εἴδη καὶ τοῦτο εἰκάσμου λίτρας καὶ ἥμισυ καὶ βράσον, ἕως οὗ καταλειφθείη ἡ ἡμίσεια λίτρα καὶ τρίψας καὶ συρώσας πιέτω ὁ ἄρρωστος μετὰ οὐγγίαν σάχαρ. εἰ δὲ καὶ ὁ κάμνων | |
20 | ὑπάρχει ἐπίσημος, πρόσθες τὸ μέλι τοῦ μέλανος καλάμου τοῦ ἰνδικοῦ στάθμην οὐγγίας εʹ LL ἢ καὶ ςʹ καὶ πιέτω καὶ μετὰ τὴν κένωσιν λαβέτω δίαιταν ἐκ τῶν προειρημέ‐ νων λαχάνων. εἰ δὲ ἴδῃς ὅτι ἡ κοιλία ἐπέχεται καὶ ταῦτα οὐ καταδέχεται, καὶ αὐτὸς ἀσυνήθης τῶν πτώσεων τού‐ | |
25 | των, ἀλλ’ ἰδιώτης καὶ ἄγροικος, ἕψησον τὸ παρθένιον μετὰ τῆς μαλάχης καὶ πινέτω, ὅταν φέρῃ ἡ κοιλία καὶ τῇ ἐξῆς γινομένης τῆς ἡμέρας, πινέτω τὸ ὀξυσάχαρ μετὰ τοῦ χυ‐ λοῦ τῆς πτισάνης ἢ ῥοδοσάχαρ καὶ ἡ τροφὴ γενέσθω λά‐ χανα. σημείωσαι δὲ τούτου τὴν ἡμέραν τῆς περιόδου μὴ | |
30 | λάβῃ δίαιταν, μεχρισότου διέλθῃ τὸ ῥῖγος καὶ πληρωθῇ. γίνωσκε δὲ ὅτι ὁ τριταῖος πυρετός, ὁ ἀκριβής φημι, τὸ κα‐ θαρὸν ῥῖγος τὸ κρατοῦν δώδεκα ὥρας τουτέστιν ἡμέραν ἢ νύκτα, καὶ πλέον οὐδέν, ἀφίει τεσσαράκοντα καὶ ὄκτω ὥρας, αἵτινες εἰσὶ δύο ἡμέραι καὶ μήτε πρόςθεσιν δεχό‐ | |
35 | μενον τὸ τοιοῦτον ῥίγος ἢ ἔλλειψιν, οὗτος καλεῖται ὁ ἀκρι‐ βὴς ὁ φυλάττον τάξιν τῶν ὡρῶν αὐτοῦ, καθὼς ἐν τοῖς | |
ἀφορισμοῖς ὁ Ἱπποκράτης λέγει, τριταῖος ἀκριβὴς κρίνεται | 324 | |
2.325 | ἐν ἑπτὰ περιόδοις τὸ μακρότατον. φημὶ ὑπὲρ τῶν ἡμε‐ ρῶν οὐ διαβαίνει, ἀλλὰ λύεται, πῶς δὲ ἐὰν μὴ συγκε‐ ρασθῇ μετὰ ἑτέρου ῥίγους, ἢ ἀπὸ πλήθους ὕλης μὴ κε‐ νωθείσης ἀπὸ τοῦ στομάχου, μήτε ἀπὸ τῆς αὐτομάτου | |
5 | φύσεως διὰ γαστρὸς ἢ δι’ ἐμέτου. ἐπειδὴ γὰρ ὁ τριταῖος κινεῖ τὸν ἔμετον εἰς τὴν δευτέραν περίοδον ἢ εἰς τὴν τρί‐ την ἢ εἰς τὴν τετάρτην, διότι γεννᾶται ἡ σῆψις τῆς χολῆς ἐν τῷ στομάχῳ. περίοδον δὲ λέγει, τοῦ ἐμέτου εἰς τὴν τε‐ τάρτην ἡμέραν γίγνεται, ἢ πολλάκις ἐξ αὐτῆς μέχρι τῆς | |
10 | τετάρτης ἡμέρας, ὅσον δὲ ἐμεῖ, λείπει ὁ πυρετὸς καὶ τὸ ῥῖγος πρὶν τῶν ιδʹ ἡμερῶν, ἢ διὰ τῆς κενώσεως τῆς αὐ‐ τομάτου φύσεως, ἢ διὰ τῆς τέχνης τοῦ ἰατροῦ, εἰ δὲ πα‐ ρακαλουθεῖ τὸν τοιοῦτον ἄρρωστον ἰατρὸς ἰδιώτης, μετ‐ αλλάττεται ὁ τριταῖος εἰς τεταρταῖον, μάλιστα ἐὰν καὶ | |
15 | συμβῇ ὁ τριταῖος εἰς τὰ τέλη τοῦ θέρους καὶ εἰς τὴν ἀρ‐ χὴν τοῦ φθινοπώρου. ἐὰν δὲ ἴδῃς τὸν ἀρρωστοῦντα τὸν τριταῖον, ὅτι φλέβας ἔχει ἐμπεπλησμένας καὶ νέος τὴν ἡλι‐ κίαν, τέμνε τὴν φλέβα τῇ ὀγδόῃ ἡμέρᾳ καὶ τῇ δεκάτῃ καὶ μὴ κενώσει αἷμα πολύ, ὥσπερ ἐκένωσας εἰς τὸν σύνο‐ | |
20 | χον πυρετόν, ἀλλ’ ὀλίγον διὰ τὴν σῆψιν· ἐξέρχεται γὰρ διὰ τοῦ αἵματος καὶ κουφίζεται ὁ ἄρρωστος. πότιζε δὲ αὐτὸν καθ’ ἡμέραν τὸ ὀξυσάχαρ μετὰ τῆς πτισάνης καὶ ἀπόφυγε τὰ θερμὰ ἀπό τε διαίτης καὶ θεραπείας, διότι ἐὰν θρέ‐ ψῃς αὐτὸν μετὰ τῆς θερμῆς διαίτης καὶ τῆς ἰατρείας, | |
25 | ἐξέρχεται εἰς ἴκτερον ὁ λεγόμενος χρυσιασμὸς ἀσκὸς καὶ λύρα, βλάπτεται τὸ ὅλον σῶμα, καὶ οἱ ὀφθαλμοί, καὶ τὸ κλοκίον κίτρινον, καὶ ὁ ἀφρὸς αὐτοῦ, καὶ ἐὰν ἴδῃς τὸ τοι‐ οῦτον κλοκίον, εἰπὲ ἴκτερον ἔχει καὶ ἁρμόζει ἰατρεύεσθαι ὡς τριταῖος, πινέτω δὲ τὸν χυλὸν τῶν ἰνδίβων ἐξαφρισμέ‐ | |
30 | νον καὶ τοῦ στρύχνου μετὰ ὀξυμέλιτος καὶ πᾶν ὄξυνον φαγέτω, ἐκτὸς τῶν ἁλμυρῶν καὶ φλεβοτόμησον, εἰ πλη‐ θωρικὸν σῶμα ἔχει ὁ κάμνων καὶ δύναμιν, καὶ ἡλικίαν καὶ δύναμιν, κενοῦται γὰρ ἡ χολή. αὕτη γὰρ ἡ οἰκονομία — —τοῦ τριταίου. ὁ δὲ ἐφήμερος πυρετὸς— — —θε‐ | |
35 | ραπεύεται— —οὕτως. γίνεται δὲ ἢ ἀπὸ κόπου καὶ ἡλίου ἢ ἀπὸ ἀγρυπνίας ἢ ἀπὸ τροφῆς καὶ πόσεως θερμῆς— — | |
ἢ ἀπὸ φρενίτιδος καὶ λύπης. διὰ τί δὲ καλεῖται ἐφήμερος, | 325 | |
2.326 | ὅτι τὸ πρωῒ ἐὰν πυρέξῃ ὁ ἄρρωστος καὶ οὐκ ἔχει ὕλην τὸ σῶμα, ἀφίῃ τῇ ἑσπέρᾳ ἢ μέχρι τῆς τρίτης καὶ τῆς ἑβδό‐ μης. εἰ δὲ διαβιβάσει τὴν ἑβδόμην, ἐγένετο ἕτερον εἶδος πυρετοῦ καὶ λέγουσιν, ὅτι παρήχθη ὁ τοιοῦτος πυρετὸς ὁ | |
5 | ἐφήμερος, ἀπὸ ἰχθύος τινός, γεννᾷ τὸ πρωΐ, καὶ ἐκ τῶν γενομένων ἰχθύων, τελευτᾷ τῇ ἑσπέρᾳ· ἐν τοῖς πνεύμασι γὰρ γίνεται ὁ ἐφήμερος καὶ λέγονται δυνάμεις εἶναι τρεῖς ὁ ἐφήμερος ἡ φυσικὴ ἥτις ἐστὶ ἐν τῷ στομάχῳ καὶ ἥπατι, ὅθεν ἀλλοιοῦται ἡ τροφὴ πᾶσα καὶ μεταβάλλεται εἰς αἷμα | |
10 | καὶ χολὴν ξανθὴν καὶ μέλαιναν καὶ φλέγμα κατὰ τὸ εἶδος τῆς τροφῆς, καὶ ἐὰν λάβῃ ὁ χρώμενος οἶνον αὐστηρὸν πολύ, ἢ νύπυ ἢ μέλι ἢ σκόρδα καὶ τὰ ὅμοια θερμά, ἐξ‐ άπτεται τὸ ἧπαρ καὶ διὰ τῶν ἀρτηρίων πλησιάζει τῆς καρ‐ δίας καὶ γίνεται ἐφήμερος πυρετὸς ὃν προείπομεν, ὅτι | |
15 | γίνεται ἀπὸ διαίτης θερμῆς καὶ ἀπὸ ἡλίου καὶ ἀπὸ κόπου, καὶ τοῦτον δὲ φλεβοτομεῖν τὸν ἀπ’ οἴνου καὶ πλησμονῆς γινόμενον, εἰ ἡ δύναμις ἀπαιτεῖ— — —καὶ τὰ σημεῖα αἵματος ἔχει, ὥσπερ βάρος μετώπου καὶ κεφαλῆς πόνον καὶ ὀφθαλμῶν ἐρυθρότης καὶ χαυνότητα σώματος, καὶ | |
20 | ὀκνία, καὶ ἡ δίαιτα ἔστω ψυχρὰ καὶ ὑγρά. — — — — ἡ δὲ γένεσις τοῦ ἑτέρου πυρετοῦ ἀπὸ καρδίας— — — — ἀπὸ χολῆς γενομένος καὶ θυμοῦ. — —ἡ θεραπεία τοῦ τοιούτου τούτου— — — —τοῦ καταπραῦναι τὸν θυ‐ μὸν— —αὐτοῦ διὰ— — — — — —προσηνῶν λόγων | |
25 | καὶ πάντα τὰ πρὸς ἀρεσκείαν αὐτοῦ καὶ θεραπείαν— — — — — — —καὶ διὰ ψυχρῶν ποτῶν καὶ τροφῶν, ἡ δὲ γένεσις— — —τοῦ ἄλλου πυρετοῦ, τοῦ ἀπὸ τοῦ ψυχι‐ κοῦ πνεύματος, ἀπὸ λύπης, ἀπὸ φροντίδος, ἀπὸ συμφο‐ ρᾶς, καὶ ἀγρυπνίας— — — —τὸν τοιοῦτον ἄρρωστον | |
30 | δεῖ ἰατρεύειν, τὸν μὲν ἀπὸ λύπης γενόμενον, ὅσα εὐχαρῆ, ὅσα παραμυθῆ ἀπό τε ἀκοῆς καὶ μελωδίας ταῦτα ἐρᾷ καὶ φίλων καὶ γνησίων καὶ ποθεινῶν συνομιλίαι καὶ διηγήσεις, καὶ τῶν εἰρημένων ἡ θεωρία καὶ ἡ χρῆσις καὶ οἴνου κόρος, τὸν δὲ ἀπὸ ἀγρυπνίας συμβάλλοντα γλυκέων ὑδάτων, καὶ | |
35 | τροφαὶ ὑγραὶ ἀπὸ πετραίων ἰχθύων καὶ χρυσολαχάνων καὶ σπαναχίων καὶ μαλάχης καὶ μαρουλλίων καὶ ἀλοιφὰς ἐν τῇ | |
κεφαλῇ, ἔλαιον καὶ τὰ ὅμοια, τὸν δὲ ἀπὸ τοῦ ἡλίου καὶ | 326 | |
2.327 | καύματος γενόμενον πυρετὸν— — — — —ὀπωροφα‐ γέτω ὡς δαμάσκηνα καὶ ἀγγούρια καὶ σταφυλὰς— — — οὐ πολὺ γλυκυτάτας, ἀλλὰ ὑδαρῶδες καὶ τὰ ἄκρα τῶν ἐρί‐ φων, καὶ τῶν πετεινῶν, ὀψημένων μετ’ ὀμφακίου καὶ οἶνον | |
5 | συγκερασμένον καὶ ἰχθύας πηκτὰς καὶ χυλὸν πτισάνης, καὶ ὅσα ψύχουσι καὶ ὑγραίνουσι, καὶ ἀλειφέσθω ἀλείματα ἐλαίου. εἰ δ’ ἔστι πόνος κεφαλῆς, ῥόδινον ἔλαιον σὺν ὄξει μεμιγμένον καὶ χυλὸν ἀκοράντου ἀλείψῃ τὸ μέτωπον καὶ τὰς μήνιγγας. ἐὰν δὲ συμβῇ τεταρταῖος νεωτέρῳ τινὶ ἐν | |
10 | καιρῷ ἔαρος, ὑπάρχει δὲ ἔμπλεος σώματι ἀπὸ ποτοῦ καὶ τροφῆς καὶ αἱ φλέβαι ὄγκον ἔχουσιν, φλεβοτόμησον· ἐὰν δέ ἐστι ἡ δύναμις, καὶ πότιζε μετὰ ταῦτα τὸ ὀξύμελι μετὰ ψυχροῦ ὕδατος, εἰ ἔχει καὶ πυρετόν. εἰ δὲ μήγε, μετὰ θερμοῦ, καὶ παρακολουθήσονται τὸν κανόνα τοῦτον, | |
15 | λέγω δὴ τῶν τοιούτων ψυκτικῶν, ὑπὲρ τῶν θερμαντικῶν. τοῦτο δὲ εἰς τὸ διουρητικόν· σπέρμα σικύων καὶ μαλά‐ θρων καὶ ἰντιβῶν, καὶ τὰς ῥίζας αὐτῶν καὶ τῶν ἀσπα‐ ράγγων ἑψημένων. καὶ τὸν ζυμὸν αὐτῶν πιέτω ὁ ἄρρω‐ | |
στος μετ’ ὀξυμέλιτος, εἰ θεῷ φίλον. | 327 |