TLG 0721 014 :: ANONYMI MEDICI :: Commentatio de urinis

ANONYMI MEDICI Med.
(Varia)

Commentatio de urinis

Source: Ideler, J.L. (ed.), Physici et medici Graeci minores, vol. 2. Berlin: Reimer, 1842 (repr. Amsterdam: Hakkert, 1963): 307–316.

Citation: Volume — page — (line)

2

.

307

(1t)

* ΣΥΝΟΨΙΣ ΠΕΡΙ ΟΥΡΩΝ.
2 Τῶν μὲν οὔρων πολλαὶ μὲν κατὰ γένος διαφοραί, πολλαὶ δὲ καὶ κατὰ γένος εἰδέαι. καὶ πρῶται μὲν καὶ γε‐ νικώταται δύο χῦμά τε καὶ παρυφιστάμενον. καὶ χῦμα
5μὲν καλεῖται αὐτὸ τὸ ὅλον οὖρον παρὰ τὸ κεχύσθαι, παρ‐ υφιστάμενον δὲ τὸ ἐν ἑαυτῷ ἕτερόν τι ἐμφαῖνον. ἐν τούτῳ δὲ τῷ χύματι, δύο θεωροῦνται ἐν συγκρίσει διαφο‐ ραί, σύστασις καὶ χροιά. ἑκατέρα δὲ τούτων εἰς ἕτερα διαι‐ ρεῖται καὶ ὑποδιαιρεῖται. ἡ μὲν γὰρ σύστασις εἰς λεπτότητα
10καὶ παχύτητα καὶ ἐξ ἀμφοτέρων σύμμετρον. ὅπερ δὴ κατὰ φύσιν ὑπάρχει ἀδιαίρετος, φέρων φορὰν θεωρεῖται. τὸ δὲ λεπτὸν καὶ τὸ παχὺ τέμνεται διχῇ. εἰ γὰρ ἐξουρεῖται λε‐ πτὸν καὶ μένῃ λεπτόν, ἢ οὐρεῖται μὲν λεπτόν, ἀναθολοῦ‐ ται δὲ καὶ γίνεται παχὺ καὶ τὸ ἀνάπαλιν, ἢ οὐρεῖται παχὺ
15καὶ μένει παχύ, ἢ οὐρεῖται μὲν παχὺ καὶ ὕστερον ἀποκαθ‐ ίσταται, καὶ τὸ μὲν ἐξουρούμενον λεπτὸν καὶ μένον λε‐ πτὸν δηλοῖ ἐσχάτην ἀπεψίαν τοῦ φλεβώδους γένους. οὐ γὰρ ἐνεχείρησεν ἡ φύσις ὅλως ἐπαναστῆναι πρὸς ἄμηναν τοῦ ἐπισωρευθέντος καὶ πλεονεκτοῦντος ἐν φλεψὶ χυμοῦ.
20τὸ δὲ ἐξουρούμενον λεπτὸν καὶ ὕστερον ἀναθολούμενον δηλοῖ τὴν φύσιν ἐπαναστᾶσαν. ἄρχεται δὲ κενεῖν καὶ ἐκ‐ μοχλεύειν τὴν ὑποκειμένην καὶ πλεονάζουσαν ἐν φλεψὶν ὕλην. πάλιν τὸ ἐξουρούμενον παχὺ καὶ μένον παχὺ δηλοῖ τὴν ἀκμάζουσαν τῶν παχέων πνευμάτων καὶ χυμῶν ζύ‐
25μωσιν, τὸ δὲ ἐξουρούμενον πολὺ καὶ ὕστερον ἀποκαθι‐
στάμενον δηλοῖ, παύεσθαι μὲν τὴν τῶν παλαίων χυμῶν307

2

.

308

ζύμωσιν, ἄρχεσθαι δὲ τὴν διάκρισιν γίγνεσθαι. αἱ δὲ ἐν συστάσει τοῦ χύματος θεωρούμεναι διαφοραὶ τῆς πέψεως καὶ τῆς ἀπεψίας τῶν χυμῶν δηλοῦται. αἱ δὲ ἐν χρώματι διαφοραὶ πολλαὶ μέν, ἐν συντόμῳ δὲ εἰπεῖν, εἰς ἓξ ταύτας
5παραστήσομεν ὡς οἷον λευκόν, ὠχρόν, ξανθόν, πυρρόν, ἐρυθρὸν καὶ μέλαν. καὶ τὸ μὲν λευκὸν πολλὰ σημαίνει. εἰ γὰρ ἀσθένειαν δυνάμεως καθάπερ ἐπὶ τῶν γερόντων καὶ τῶν χρονίων νοσημάτων ἢ δι’ ἔμφραξιν τῶν ἀγγείων ἢ διὰ πολυποσίαν. εἰ δὲ πάχος ἔχει τὸ λευκόν, σῆψιν ὠμῶν χυ‐
10μῶν ἐν φλεψὶ κειμένην δηλοῖ. πάλιν τὸ ὠχρὸν ἀσθένειαν φύσεως δηλοῖ μὴ δυναμένης δεόντως ἀλυῶσαι καὶ πέψαι τὸ χῦμα τὸ ἐν φλεψί. τὸ δὲ ξανθὸν οὖρον ἔνδειαν ὕλης σημαίνει, ὡς δηλοῖ νεώτερος, ἀσιτήσας ἢ ἀγρυπνήσας ἢ θερμότητα ἐν τῷ βάθει ἐναποκειμένην ἔχων ὡς ἐπὶ τοῦ
15τριταίου. τὸ δὲ πυρρὸν ἄπεπτον ὑπάρχον κατὰ τὴν σύ‐ στασιν, ξηρότητα πολλὴν σημαίνει· εἰ δὲ καὶ πάχος ἔχει καὶ πυρετόν, τὰ δὲ πολλὰ τῶν οὔρων εὐχερῶς χρώννυνται ἀπὸ χολῆς * * * * πλὴν τὸ ἐρυθρὸν οὖρον ἀπὸ πλείστου αἵματος γίνεται. οἱ γὰρ ἰχῶρες τοῦ αἵματος καταβάπτουσι
20τὸ οὖρον. τοῦτο δὲ γίνεται καὶ ἐπὶ τῶν φλεγμονῶν. τὸ δὲ μέλαν οὖρον ἢ διὰ τὸ ἐκκαθαίρεσθαι καὶ ἐκκρίπτεσθαι τὸν μελαγχολικὸν χυμὸν ἢ διὰ ὑπερόπτησιν τοῦ αἵματος. ταῦτα δὲ πάντα τὴν διάθεσιν τῶν ἐν φλεψὶ κειμένων χυ‐ μῶν σημαίνουσι. τὸ μὲν κατὰ φύσιν οὖρον ἐν συμμετρίᾳ
25τῶν προειρημένων ποιοτήτων θεωρεῖται, κατὰ μὲν τὴν σύ‐ στασιν μήτε λεπτὸν μήτε πολύ, κατὰ δὲ τὸ χρῶμα ξαν‐ θόν τε καὶ ὑπόπυρρον, λευκὴν λείην καὶ ὁμαλὴν ἔχων ὑπόστασιν καὶ ἐν τῷ πυθμένι τοῦ κολοκίου ἀποκαθιστα‐ μένην. τοῦτο κυρίως λέγεται κατὰ φύσιν. εἰρηκότες τοίνυν
30τὰς ἐν συστάσει καὶ κατὰ χροιὰν διαφορὰς ζητήσωμεν ὁμοίως καὶ τοῦ παρυφισταμένου τὰς διαφοράς, ἀλλὰ πρό‐ τερον μάθωμεν τί ἐστι παρυφιστάμενον. παρυφιστάμενον λέγεται τῷ ἐν αὐτῷ τὸ οὖρον ἕτερόν τι ἐμφαῖνον ἢ ὑπο‐ φαινόμενον καὶ οἱονεὶ μετεωριζόμενον ἢ καὶ ὑφιζάμενον.
35καὶ ἐν τούτῳ δὲ τοῦ παρυφισταμένου δʹ τινα θεωροῦνται πρὸς ἀκριβῇ γνῶσιν, σύστασις, τόπος, χρόνος καὶ χροιά.
καὶ σύστασις μὲν ὁμαλὴ ἢ ἀνωμάλως καὶ λικμὴ τραχέα.308

2

.

309

χροιά, εἰ κατὰ φύσιν, ἔστι λευκή, μὴ καταβαφεῖσα ἀπὸ χυ‐ μῶν τινος ἢ ἄλλως πως πλεονεκτήσαντος καὶ ἐπιχρώσαν‐ τος αὐτήν. καὶ ταῦτα μὲν ἐπὶ τῶν κατὰ σύστασιν καὶ χροιάν. τοῦ δὲ τόπου τρεῖς εἶναι λέγομεν διαφοράς, ἀνω‐
5τέραν, μέσην καὶ κατωτέραν καὶ εἰ μὲν ἐν τῷ οὔρῳ ἄνω κεκρέμαται τὸ παρυφιστάμενον, καλεῖται νεφέλιον. εἰ δὲ ἐν τῷ μέσῳ μετεωρίζεται, καλεῖται ἐναιώρημα. εἰ δὲ πάλιν ἐν τῷ πυθμένι τοῦ κοκίου καθυφιζάνει καὶ ἀποκαθίσταται, καλεῖται ὑπόστασις. καὶ πάλιν τὸ μὲν διεσπασμένον καὶ
10μετέωρον ἐν τῷ οὔρῳ φαινόμενον ἄνω, ὅπερ λέγεται νε‐ φέλη, σημαίνει πλῆθος πνευμάτων παχέων ἀποκλεισθέν‐ των ἐν τῷ βάθει καὶ μὴ δυναμένων ἐκλεπτυνθῆναι. τὸ δὲ ὑποκατελθὸν καὶ κατὰ τὴν μέσην χῶραν μεῖναν, ὅπερ ἐνεώρημα καλεῖται, πέψιν μὲν τῶν χυμῶν σημαίνει, ἀλλ’
15οὐ τέλειαν. ὑπόστασις μὲν γὰρ τῇ φύσει γνωρίζεται τῷ τόπῳ καὶ τῇ θέσει, καταλλαττομένη τὸν δὲ τόπον ἀμείβη ἢ τοῦ πνεύματος περιουσία τοῦτο τὸ πνεῦμα ἀπὸ τῆς κατὰ μέρος πέψεως λεπτύνεται καὶ διαφορεῖται καὶ ἡ μὲν τέλεια ἡ πέψις γίνεται ὑπὸ τῆς φύσεως. τοῦτο πνεῦμα λεπτυν‐
20θὲν καὶ τελείως διαπνευσθὲν τὸ ἐναιώρημα φαίνεται κάτω καὶ ποιεῖ τὴν ὑπόστασιν· τότε δηλοῦνται τελεία ἡ πέψις ἐκ τούτων τῶν τριῶν, λέγω δὴ συστάσεως χρώματος καὶ τόπου. καὶ ὁ χρόνος τοῦ νοσήματος μετρηθήσεται. ἡ μὲν γὰρ ἄνω ἐπιπολάζει ἡ λεγομένη νεφέλη, ἀρχὴν δείκνυσι
25τοῦ νοσήματος, εἰ δὲ ἐν τῷ μέσῳ ἐναιωρεῖται, μεσάζουσαν τὴν πέψιν δηλοῖ τοῦ ὅλου νοσήματος, εἰ δὲ κάτω ὑποκα‐ ταστήσεται, τὴν τέλειαν καὶ ἀσφαλῆ πέψιν δηλοῖ τοῦ ὅλου νοσήματος, ὅσον λεπτύνεται τὸ πνεῦμα καὶ ὑποκαταβαίνει τοῦ ὕψους, τὸ παρυφισταμένον τοσοῦτον τὰ νοσήματα καὶ
30συμπτώματα πρᾳώτερα ἑαυτῶν γινήσονται, ἐν τούτοις θεω‐ ρεῖται ὁ χρόνος τοῦ νοσήματος ἐκ τῶν μέτρων τῆς πέ‐ ψεως καὶ τῆς ἀπεψίας. οὖρα πονηρά ἐστι ταῦτα χλωρά, πελιδνά, μέλανα, αἱματώδη, καὶ λίαν παχέα τὰ πυρρά, λίαν ἀνάκρατα τὰ ὠμὰ καὶ λεπτὰ καὶ μηδεμίαν ἔχοντα
35ὑπόστασιν. μοχθηρὰ δὲ τὰ δυσώδη καινὰ δὲ τὰ λιπαρὰ καὶ ἐλαιώδη. φαῦλα δέ ἐστι τὰ λεπτὰ καὶ ὑδατώδη καὶ
ὑπερβάλλοντα τὸ πλῆθος τοῦ πινομένου, νεφέλαι δὲ καὶ309

2

.

310

ὑποστάσεις πονηραὶ καὶ πελιδναί, μέλαιναι καὶ ζοφώδεις, ποικίλαι διεσπασμέναι καὶ κρυμνώδεις. αἱ μὲν πυρετώδεις καὶ χλωραί, φλεγματώδεις καὶ δυσώδεις, τὰ δὲ ἀνυπόστατα πάντα πονηρά. καὶ ταῦτα μὲν τὰ εἴδη τῶν οὔρων σημαί‐
5νουσι πλῆθος αἰτιῶν καὶ διαφοραὶ νοσημάτων καὶ αὔξησιν τούτων καὶ μείωσιν, διάκρισίν τε καὶ κρίσιν, πέψιν τε καὶ ἀπεψίαν καὶ τρόπους κινδύνων γεννησομένων. * * *. σκο‐ πεῖν δὲ δεῖ τὸν ἰατρὸν ἐπὶ τούτων ἁπάντων τὸ πλῆθος καὶ τὴν δύναμιν τῶν αἰτιῶν καὶ τὴν ὑπεροχὴν εἰς τὸ δια‐
10μάρτητον φυλαχθῆναι τὰ πολλὰ τούτων τῆς διακρίσεως ἤγουν διαγνώσεως καὶ τῆς γεννησομένης προρρήσεως. ὣς ἐκ τῶν οὔρων θεωρία.
13tΠερὶ τῶν κατὰ φύσιν ἀρίστων οὔρων.
14Ἐπὶ τῶν πυρεκτικῶν νοσημάτων ἡ ἐκ τῶν οὔρων
15σημείωσις χρησιμωτάτη καθέστηκε. ἐπειδὴ δὲ πᾶν τὸ παρὰ φύσιν ἐκ τοῦ κατὰ φύσιν εὑρίσκεται, ἀπὸ τῶν κατὰ φύσιν ἀρξώμεθα. οὖρον μὲν οὖν ἄριστόν ἐστι ἐπὶ τῶν ἐν ὑγείᾳ καὶ εὐεξίᾳ διακειμένων ἀνθρώπων ὑπόπυρρον, ὑπόξανθον καὶ τῷ πάχει σύμμετρον καὶ μένον τοιοῦτον τῇ χρόᾳ,
20ὁποῖον ἀπουρηθῇ, λείαν τε καὶ ὁμαλὴν καὶ λευκὴν ἔχον ὑπόστασιν παρὰ πάντα τὸν χρόνον. πλῆθος δὲ πρὸς λόγον τοῦ πινομένου, ἐπὶ δὲ τῶν γυναικῶν τὸ κατὰ φύσιν οὖ‐ ρον τῇ χρόᾳ λευκότερον τοῦ ἀνδρὸς εἶναι χρὴ καὶ ὑπό‐ στασιν ἔχειν πλείονα. ἐπὶ δὲ τῆς παιδικῆς ἡλικίας ἱκανῶς
25παχεῖαν ὑπόστασιν αὐτὸ ἔχειν χρὴ διὰ τὰς τῶν παίδων ἀδδηφαγίας καὶ ἀκάκτους καὶ ἀκαίρους κινήσεις, λεῖαν δὲ ὑπόστασιν Ἱπποκράτης καλεῖ τὸ συνεχὲς καὶ ἀδιάπαυστον δηλῶσαι βουλόμενος, ὁμαλὸν δέ φησιν, ἵνα διόλου ἀεὶ ὅμοιον οὐρῆται καὶ μὴ σήμερον μὲν πεπεμμένον, τῇ δὲ
30ἑξῆς ἄπεπτον, μήτε μὴν τὴν ὑπόστασιν ἢ τὸ χῦμα ὅλον ἔχειν ἀνώμαλον. Ζητοῦμεν οὖν ἐπὶ τοῦ κατὰ φύσιν οὔρου χρῶμα καὶ σύστασιν τοῦ χύματος καὶ τὰ παρεμφερόμενα ἐν τῷ χύ‐ ματι οἷον νεφέλην ἐναιώρημα κατὰ τὴν ἐν τῷ πυθμένι
35ὑπόστασιν. εὔδηλον οὖν ὅτι κατά τι τούτων τρεπόμενον
τὸ οὖρον ἀπεψίαν τὴν ἐν ταῖς φλεψὶ ἐνδείκνυται.310

2

.

311

(1t)

Ποῖον ἄριστον οὖρον τῶν νοσούντων.
2 Ἄριστον μὲν οὖν ἐστι οὖρον ἐπὶ τῶν νοσούντων τὸ τοῖς ὑγιαίνουσιν ὁμοιότατον ὕπωχρον, ἢ ὑπόξανθον, καὶ λευκὴν καὶ λείαν καὶ ὁμαλὴν ἔχον ὑπόστασιν, ὑποδεέστε‐
5ρον δὲ τὸ ἔχον ἐναιώρημα λευκὸν καὶ λεῖον καὶ ὁμαλόν. ἔτι δὲ τούτου ἀπεπτότερον τὸ νεφέλην τοιαύτην ἔχον. ἐφ’ ὧν γὰρ πνεῦμά ἐστιν ἐν τῷ βάθει παχὺ καὶ ἄπεπτον, εἰ μὲν ὀλίγον εἴη, συγχωρεῖ μὲν τὴν ὕλην ἐπὶ τὸν πυθμένα τοῦ ἀγγείου κάτω φέρεσθαι, διαμερίζον δὲ αὐτὴν οὐ συγχω‐
10ρεῖ ἑνοῦσθαι. εἰ δέ τι πλεονάσει τὸ ἄπεπτον πνεῦμα, ἐν τῷ βάθει μετεωρίζει τὴν ὑπόστασιν κατὰ τὸ μέσον τοῦ χύματος καὶ ποιεῖ τὸ καλούμενον ἐναιώρημα. εἰ δ’ ἔτι καὶ μᾶλλον εἴη τὸ ἄπεπτον πνεῦμα, πρὸς τὴν ἄνω ἐπιφά‐ νειαν τοῦ χύματος φέρει τὴν ὑπόστασιν καὶ ποιεῖ τὴν κα‐
15λουμένην νεφέλην. ἐφ’ ὅσον οὖν ἰσχύει τὸ πνεῦμα μερί‐ ζειν καὶ μετεωρίζειν τὴν ὑπόστασιν, ἐπὶ τοσοῦτον ἀπεπτό‐ τερον νομίζεται τὸ οὖρον. ἐπὶ δὲ τῶν ἀκριβῶν τριταίων καὶ ἐφημέρων πυρετῶν νεφέλη μόνον ἢ ἐναιώρημα πολ‐ λάκις ἤρκεσε πρὸς λύσιν τοῦ νοσήματος, ἐνίοτε δὲ καὶ τὸ
20εὔχρουν γενέσθαι τὸ οὖρον μόνον.
21tὍτι οὐ πᾶσα λευκὴ ὑπόστασις ἀγαθόν τι σημαίνει καὶ περὶ ὠμοῦ
22tχυμοῦ καὶ πύου.
23 Πολλάκις δὲ τὸ λευκὸν χρῶμα τοῦ παρεμφερομένου ἐν τῷ χύματι ἀπατᾷ τοὺς ἰδιώτας, ὡς ὑπόστασιν χρηστὴν
25νομίζεσθαι, μὴ οὖσαν χρηστήν. σημαίνει γὰρ ὠμὸν χυ‐ μὸν καὶ λευκόν, συνεκκρινόμενον τὸ οὖρον, ὑφίστασθαι καὶ φαντασίαν χρηστῆς ὑποστάσεως παρέχειν. ἐνίοτε δὲ ἥπατος ἢ νεφρῶν πεπονθότων πῦον ἐκκρίνεται σὺν τῷ οὔρῳ καὶ παρυφιστάμενον ἀπατᾷ τὸν τεχνίτην. ἀλλὰ
30τοῦτο πρῶτον διορίζεται τὸ προπεπονηκέναι τὸν ἄνθρω‐ πον τὸν νεφρὸν ἢ τὸ ἧπαρ ἤ τι ἕτερον μόρων τῶν εἰω‐ θότων ἐκκαθαίρεσθαι διὰ τῶν οὔρων. ἔπειτα καὶ δυσῶδες εὑρίσκεται τὸ μετέχον πύου. ὁ δὲ ὠμὸς χυμὸς διορίζεται, τῶν χρηστῶν ὑποστάσεως καὶ τῇ ἀνωμάλῳ συστάσει τὸ
35παρυφιστάμενον. οὐ γὰρ συνεχὲς ἑαυτῷ μένει, ἀλλὰ δια‐
μερίζεται εἰς μικρά, οἷον ψαμμία καὶ οὐδὲ ὅλως λεῖόν ἐστι,311

2

.

312

καθὼς ἡ ἀληθὴς ὑπόστασις. ἐπὶ μὲν οὖν τῶν χρηστῶν οὔρων πρῶτον μὲν ἐπιφαίνεται νεφέλη, ἔπειτα ὑποκατα‐ βαίνουσα ποιεῖ τὸ ἐναιώρημα, ἐπὶ τέλει δὲ ὑφιζάνουσα ἐν τῷ πυθμένι τοῦ ἀγγείου ποιεῖται τὴν ὑπόστασιν δηλονότι,
5ἂν τελείως πεφθῇ, ἐπὶ δὲ τῶν ὠμῶν χυμῶν εὐθὺς ἐξ ἀρ‐ χῆς εἰς τὸν πυθμένα τοῦ ἀγγείου, ὑποχωρεῖ πλῆθος πολὺ μετὰ τοῦ εἶναι κακόχροον καὶ τὸ χῦμα ὅλον. ἔπειτα δὲ κατὰ βραχὺ πεπτόμενος καὶ λεπτυνόμενος, αἰωρεῖται κατὰ τὸ μέσον τοῦ χύματος καὶ ποιεῖ τὸ ἐναιώρημα. ὅταν δὲ
10ἐπὶ πλέον λεπτυνθῇ καὶ πεφθῇ, ἐφίσταται ἐπὶ πολὺ τοῦ χύματος καὶ ποιεῖ τὴν νεφέλην καὶ πλανᾷ τοὺς ἰδιώτας ὡς ὑπολαμβάνειν ἐπὶ τὸ χεῖρον προβαίνειν τὴν νόσον.
13tΤί δηλοῖ τὸ λεπτὸν καὶ ὠχρόν.
14Τὸ δὲ λεπτὸν καὶ ὠχρὸν οὖρον ἄπεπτον μέν ἐστι τῇ
15συστάσει· πεπεμμένον δὲ μετρίως τῇ χρόᾳ ἀσθένειαν καὶ τοῦτο δηλοῖ τῆς φύσεως. τῷ μὲν γὰρ χρώματι, ἔπεψεν ὡς ἂν ῥᾴδιον ὕπαρχον, οὐκέτι δὲ καὶ τῇ συστάσει, διὰ τὸ δυσκολώτερον.
19tΤί δηλοῖ τὸ λεπτὸν καὶ πυρρόν.
20 Τὸ δὲ λεπτὸν τῇ συστάσει καὶ πυρρὸν τῷ χρώματι βέλτιον τοῦ ὠχροῦ, ὅμως ἄπεπτον διὰ τὴν σύστασιν.
22tΤί δηλοῖ τὸ ἐρυθρόν.
23 Τὸ ἐρυθρὸν οὖρον ἀπεψίαν σημαίνει, οὐ θάνατον, ἀλλὰ χρόνου δεῖται εἰς πέψιν. ἔστι γὰρ ἐξ αἵματος ἤγουν
25χωροειδοῦς μήπω τελείαν πέψιν λαβόντος μηδὲ τὴν ἰδίαν χρόαν καὶ διὰ τοῦτο χρονιώτερον σημαίνει τὸ πάθος. ἐπὶ δὲ τῶν συνοχῶν πυρετῶν, τῶν ἐπὶ πλήθει αἵματος συνι‐ στάμενον ἐκκρίνεται τὸ οὖρον ἐρυθρὸν καὶ παχὺ καὶ δῆλον, ὥς ἐστι τοῦτο καὶ τῷ χρώματι καὶ τῇ συστάσει τοῦ χύμα‐
30τος καὶ τῷ παρυφισταμένῳ ἄπεπτον.312

2

.

313

(1t)

Τί δηλοῖ τὸ λεπτὸν οὐρούμενον καὶ ἔξω ἀναθολούμενον.
2 Τὸ δὲ λεπτὸν οὐρούμενον καὶ μετὰ ταῦτα ἔξω ἀνα‐ θολούμενον ἄπεπτόν ἐστι διὰ περιουσίαν πνεύματος πα‐ χέος, δηλοῖ δὲ τὴν φύσιν ἄρχεσθαι πέττειν.
5tΤί δηλοῖ τὸ παχὺ οὐρούμενον καὶ μένον παχὺ καὶ μὴ καθιστάμενον
6tοἷόν ἐστι τὸ τῶν ὑποζυγίων.
7 Ἀκμάζειν δηλοῖ τὴν τῶν παχέων πνευμάτων τε καὶ χυμῶν οἷον ζύμωσιν, ἐπὶ τούτων κεφαλαλγίαι ἢ πάρεισιν ἢ παρέσονται διὰ τὴν ἐν τοῖς χυμοῖς ταραχὴν καὶ τὰς ἀνα‐
10θυμιάσεις.
11tΤί δηλοῖ τὸ οὐρούμενον παχὺ καὶ μετὰ ταῦτα καθιστάμενον.
12 Τὸ δὲ οὐρούμενον παχὺ καὶ μετὰ ταῦτα καθιστάμε‐ νον παύεσθαι μὲν τὴν ἐν τοῖς χυμοῖς ζύμωσιν καὶ λεπτύ‐ νεσθαι ποσῶς δηλοῖ, ἄρχεσθαι δὲ τὴν διάκρισιν.
15tΤί δηλοῖ τὸ λευκὸν καὶ λεπτὸν οὐρούμενον καὶ μένον τοιοῦτον.
16 Τὸ λευκὸν καὶ λεπτὸν οὖρον ἐσχάτην ἀπεψίαν ση‐ μαίνει. οὐ γὰρ ἐνεχείρισεν φύσις ὅλως ἐπὶ τούτου πρὸς τὴν πέψιν, γίνεται δὲ τοῦτο ἢ δι’ ἀσθένειαν τῆς δυνά‐ μεως ἢ δι’ ἔμφραξιν ἢ διὰ τὸ χρόνιον εἶναι τὸ νόσημα.
20ἐπὶ γὰρ τῶν τεταρταίων χρονιωτάτων ὄντων ἐν ἀρχαῖς διὰ τὸ πάχος καὶ τὸ δυσπειθὲς τῆς ὕλης, διηθούμενον τὸ οὖ‐ ρον λεπτὸν οὐρεῖται. οὐρεῖται δὲ λεπτὸν καὶ δι’ ἔμφραξιν ἥπατος ἢ νεφρῶν, ἀλλὰ διαγινώσκεται διὰ τῆς τοπικῆς ὀδύνης. οὐρεῖται δὲ ἐνίοτε λεπτὸν καὶ λευκόν, καὶ ἐπὶ τῶν
25διακαῶν πυρετῶν καὶ σημαίνει φρενίτιν ἀπειλουμένην. καὶ γὰρ ὁ καῦσος πυρετὸς πλῆθος δηλοῖ χολῆς, οὐ χρώννυται δὲ τὸ οὖρον. εὔδηλον οὖν ὅτι οὐ μένει ἐν τοῖς ἀγγείοις ἡ χολή, ἀλλὰ τῇ κουφότητι εἰς τὸν ἐγκέφαλον ἀνέδραμεν. εἰ μὲν οὖν μὴ πάρεστιν ἡ φρενίτις, ἐπὶ τούτων γίνωσκε αὐ‐
30τὴν μέλλουσαν ἤδη ἔσεσθαι. εἰ δέ, καὶ παρούσης φρενίτι‐ δος οὐρεῖται λευκὸν καὶ λεπτὸν οὖρον, ἐπὶ διακαοῦς πυρε‐ τοῦ προαγγέλλει θάνατον ὡς ἐπιπολύ. οὐ γὰρ ὑπομένει ἡ ἐν ἐγκεφάλῳ δύναμις ἤδη προκαταβεβλημένη τῷ διακαεῖ
πυρετῷ, ἐνεγκεῖν δριμύτητα καὶ δῆξιν χολῆς, ἤδη σεσηπυίας.313

2

.

314

(1t)

Πόσαι διαφοραὶ τῶν ἐλαιωδῶν οὔρων καὶ τί σημαίνουσι.
2 Εἴωθε ὁ πυρετὸς πρότερον τὴν πιμελὴν ἐκτήκειν, ἔπειτα τὴν σάρκα· ἔσχατον δὲ καὶ αὐτῶν τῶν στερεῶν σω‐ μάτων καθάπτεται. πυρετῷ οὖν τῆς πιμελῆς τηκομένης,
5τὰ ἐλαιώδη οὖρα ἐκκρίνεται, κατὰ βραχὺ δὲ ἡ πιμελὴ τήκε‐ ται, ὅθεν καὶ ἀρχὴν ἔχει καὶ ἀνάβασιν καὶ ἀκμήν. ἐν ἀρχῇ μὲν οὖν τῆς συντήξεως ἐλαιόχροα ποιεῖ τὰ οὖρα, ὡς εἶναι αὐτὰ ἄμφω, εἴτε ἐλαιώδη εἴτε ὑδατώδη ἐστιν· ἐν δὲ τῇ ἀναβάσει ἐλαιοφανῆ γίνεται, ἐπισημοτέραν τὴν μῖξιν
10τοῦ ἐλαιώδους ἔχοντα, ἐν δὲ τῇ ἀκμῇ τῆς συντήξεως ὅλα δι’ ὅλων τὰ οὖρα καὶ ἐν χρώματι καὶ ἐν συστάσει οἷον ἔλαιόν ἐστι. ἀλλ’ αὐτὴ ἡ τηκομένη πιμελὴ ἢ τῶν νεφρῶν μόνον ἐστὶν ἢ τοῦ παντὸς σώματος. εἰ μὲν οὖν μόνον νεφρῶν εἴη, ἀθρόως ἐκκρίνεται πλῆθος τοιοῦτον, ἀλλὰ καὶ
15θερμασίας πλείονος αἴσθησις περὶ τοὺς νεφροὺς γίνεται· εἰ δὲ ἐκ τοῦ παντὸς σώματος εἴη, κατὰ βραχὺ τὴν προσ‐ θήκην ποιεῖται.
18tΤί σημαίνουσιν αἱ ὀροβοειδεῖς ὑποστάσεις.
19Ὅταν δαπανηθῇ ἡ πιμελὴ καὶ λοιπὸν ἡ σὰρξ τήκη‐
20ται, ὀροβοειδεῖς ὑποστάσεις γίνονται ἐν τοῖς οὔροις, ἀλλὰ καὶ αὗται ἢ τῶν νεφρῶν μόνον εἰσίν, ἢ τοῦ παντὸς σώ‐ ματος. εἰ μὲν οὖν ἐν πυρετοῖς φανείη τὸ τοιοῦτον οὖρον, τοῦ παντὸς σώματος δηλοῖ τὸ πάθος εἶναι· εἰ δὲ μὴ τῶν νεφρῶν μόνον καὶ πάλιν εἰ μέν ἐστιν ἀπεψία τῶν οὔρων,
25ὅλου τοῦ σώματος τὸ κακόν. εἰ δὲ πεπεμμένον μὲν εἴη τὸ οὖρον, αἱ ὀροβοειδεῖς δέ εἰσιν ὑποστάσεις, τῶν νεφρῶν δηλοῖ τὸ πάθος.
28tΤί δηλοῦσιν αἱ πυροειδεῖς ὑποστάσεις.
29Ὅταν δ’ ὁ πυρετὸς δαπανήσῃ τὴν πιμελὴν καὶ τὸ
30πλέον τῆς σαρκὸς καὶ ἐν τῷ βάθει τῶν ἀγγείων ἐγκατα‐ σκήψῃ, γίνονται πιτυρώδεις ὑποστάσεις, στενώτεραι μὲν τῶν πεταλωδῶν, παχύτεραι δὲ αὐτῶν, ὁμοίως δὲ καὶ ἐκ τῆς κύστεως ἐκκρίνεται. ἀλλ’ εἰ μὲν πυρετὸς παρείη ὅλου
τοῦ σώματος, ἂν δὲ μή, τῆς κύστεως καὶ εἰ μὲν ἄπεπτον314

2

.

315

εἴη τὸ οὖρον, τοῦ παντὸς σώματος τὸ πάθος, εἰ δὲ πε‐ πεμμένον, τῆς κύστεως μόνης. ἀλλὰ καὶ τοπικὴ ὀδύνη ἐστίν.
3tΤί δηλοῦσιν αἱ πεταλωδεῖς ὑποστάσεις.
4Ὅταν αὐτὰ πάθωσι τὰ στερεά, πρῶτον μὲν τὰ ἐπι‐
5πολῆς διαζέονται καὶ γίνονται πεταλώδη τὰ ἐν τοῖς οὔροις· ἀλλὰ καὶ ἐκ τῆς κύστεως μόνης τοιαῦτα ἐκκρίνεται. εἰ μὲν οὖν εἴη πυρετός, τὸ ὅλον σῶμα κεκάκωται, εἰ δὲ μή, τῆς κύστεως τὸ πάθος. καὶ εἰ μὲν ἄπεπτα τὰ οὖρα, τοῦ ὅλου σώματος τὸ πάθος, εἰ δὲ μή, τῆς κύστεως μόνης.
10tΤί δηλοῖ τὰ κριμνώδη ἐν τοῖς οὔροις.
11 Ἐπειδὰν πυρετὸς μετὰ τοῦ κατειληφέναι τὸ βάθος καὶ μεῖζον πλάτος ἐπιλάβῃ καὶ μῆκος, ἁδρότερα γίνεται τὰ τοιαῦτα τῶν πιτύρων καὶ καλεῖται κριμνώδη· δύο δὲ σημαίνει· ἢ ὄπτησιν τοῦ αἵματος δηλοῖ ἢ σύντηξιν ἰσχυ‐
15ρὰν τῶν στερεῶν. εἰ μὲν οὖν λευκὰ εἴη αὐτὰ τὰ κριμνώδη, τῶν στερεῶν σωμάτων ἐστὶ τὸ πάθος, εἰ δὲ ἐρυθρά, τοῦ αἵματος.
18tΤί δηλοῖ τὸ δυσῶδες οὖρον.
19Τὸ δυσῶδες οὖρον σῆψιν δηλοῖ καὶ τῆς φύσεως νέ‐
20κρωσιν μέλλουσαν.
21tΤί δηλοῖ τὸ μέλαν οὖρον.
22 Πάντα τὰ μέλανα τῶν οὔρων εὐθὺς καὶ παχέα. τὰ δὲ ἰχωρώδη καὶ σανδαραχίζοντα τῶν οὔρων θάνατον δηλοῦ‐ σα πάντως εἰσί. σπάνιον γὰρ ἢ οὐδ’ ὅλως εὑρεθῆναι λε‐
25πτὸν καὶ μέλαν. τὸ γὰρ μέλαν χρῶμα προσγίνεται τοῖς οὔροις ἐκκαθαιρομένου τοῦ μελαγχολικοῦ χυμοῦ ἢ αὐτῆς τῆς μελαίνης χολῆς, τῆς τε διὰ ψύξιν γενομένης καὶ τῆς δι’ ὑπερόπτησιν. αἱ δὲ τρεῖς αὗται διαφοραὶ παχύτητας κέκτηνται τὰς συστάσεις· ἐξ ἀνάγκης οὖν καὶ παχέα εὑρε‐
30θήσεται τὰ μέλανα τῶν οὔρων· ἐπὶ μὲν οὖν τῶν ὀξέων νοσημάτων ὀλεθριώτατόν ἐστι σύμπαν τὸ οὖρον μελανθέν, καὶ μάλιστα ὅταν καὶ δυσῶδες ὑπάρχῃ καὶ παχὺ καὶ ὑπό‐
στασιν ἔχον μέλαιναν. ἀδύνατος γὰρ ὀξέως νοσοῦντα τοι‐315

2

.

316

οῦτον οὐρήσαντα σωθῆναι. καὶ εἰ μὲν ὑπόστασις εἴη μέ‐ λαινα, ὀλεθριώτατον. εἰ δὲ ἐναιώρημα μᾶλλον, ἧττον κα‐ κόν, ὅμως κακόν. εἰ δὲ νεφέλη εἴη μέλαινα, ἔτι ἠπιώτερον, ὅμως κακόν. τὸ δὲ μέλαν ποτὲ μὲν ἐνδείκνυται ψύξιν,
5ποτὲ δὲ θερμότητα ἤγουν ἐξυπερόπτησιν. εἰ μὲν οὖν πρό‐ τερον, οὐρηθείη πελιδνὸν οὖρον, εἶθ’ οὕτως γένοιτο μέ‐ λαν, ἔχει ψύξιν τὴν αἰτίαν. εἰ δὲ τὸ ξανθὸν προηγήσοιτο καὶ οὐρηθείη, ἔπειτα μέλαν γένοιτο, δηλονότι ὑπὸ πλείο‐ νος θερμότητος μέλαν γέγονεν ἐξυπεροπτηθέν. γνωστέον
10μέντοι ὅτι καὶ ἐπὶ τῇ παρακμῇ τοῦ τεταρταίου πυρετοῦ καὶ ἐπὶ τῆς μελαγχολικῆς· παρανοίας λυομένης, οὖρα φαί‐ νεται μέλανα παχέα. ἡμεῖς δὲ ὀλέθρια ἔφημεν εἶναι ταῦτα ἐπὶ τῶν ὀξέων.
14tΤί δηλοῦσι τὰ ἰχωρώδη καὶ σανδαραχίζοντα τῶν οὔρων.
15 Παρεικομένων, καὶ αὐτῆς τὴν οὐσίαν ἀναλύεσθαι καὶ τὸ λεπτομερὲς αὐτοῦ τὴν ἰχωρώδη χροιὰν διαλύει. εἰ δὲ παχυμερές, τὴν σανδαραχίζουσαν, καὶ ὡς ἐπιπολὺ θάνα‐
τον σημαίνουσιν, εἰ δὲ περισώζει τὴν ἰχῶρα.316