TLG 0721 013 :: ANONYMI MEDICI :: De urinis secundum Persos

ANONYMI MEDICI Med.
(Varia)

De urinis secundum Persos

Source: Ideler, J.L. (ed.), Physici et medici Graeci minores, vol. 2. Berlin: Reimer, 1842 (repr. Amsterdam: Hakkert, 1963): 305–306.

Citation: (Line)

t1* ΣΥΝΟΨΙΣ ΑΚΡΙΒΕΣΤΑΤΗ ΠΕΡΙ ΟΥΡΩΝ
t2ΕΡΜΗΝΕΥΘΕΙΣΑ ΕΚ ΤΗΣ ΙΑΤΡΙΚΗΣ
t3ΤΕΧΝΗΣ ΤΩΝ ΠΕΡΣΩΝ.
1 Δεῖ γινώσκειν ὅτι ὅταν ᾖ τὸ οὖρον ἐρυθρὸν καὶ θο‐ λόν, δηλοῖ ὅτι ἀπὸ αἵματός ἐστιν. ἐρυθρότης θερμασίαν σημαίνει, ἡ δὲ θολότης τὴν ὑγρότητα. τὸ γὰρ αἷμα θερ‐ μόν ἐστι καὶ ὑγρόν· ὅτε δὲ πάλιν ἐστὶ τὸ οὖρον ἐρυθρὸν
5καθαρόν, λεπτὸν ἤγουν ἔκστιλβον, δεῖ γινώσκειν ὅτι ἡ ξανθὴ χολὴ ὑπερέχει. ἡ μὲν γὰρ ἐρυθρότης δηλοῖ τὴν θερμασίαν, ἡ δὲ λεπτότης τὴν ξηρότητα. ἡ γὰρ ξανθὴ χολὴ θερμή ἐστι καὶ ξηρά. ὅταν δὲ τὸ οὖρον λευκὸν καὶ θολόν, δηλοῖ τὸ μὲν θολῶδες ὑγρότητα, τὸ δὲ
10λευκὸν τὴν ψυχρότητα. σημαίνει οὖν τὸ τοιοῦτον ἐπι‐ κρατεῖν τὴν φλεγματικὴν διάθεσιν. τὸ γὰρ φλέγμα ψυ‐ χρὸν καὶ ὑγρόν ἐστιν. ὅταν δὲ τὸ οὖρον λεπτὸν καθα‐ ρόν ἐστι καὶ λευκόν, δεῖ γινώσκειν ὑπερνικᾶν τὴν ξηρό‐ τητα. ἡ γὰρ λευκότης τὴν ψυχρότητα δηλοῖ, ἡ δὲ καθα‐
15ρότης τὴν ξηρότητα. καὶ γὰρ ἡ μέλαινα χολὴ ψυχρά ἐστι καὶ ξηρά. ὅταν δὲ τὸ οὖρον βεβαμμένον ᾖ, γίνωσκε ὅτι ἀρρωστίαν καὶ νόσον καὶ ταραχὴν δηλοῖ. ἔστι δὲ τὸ τοι‐ οῦτον οὖρον ὅμοιον κόνει πρωτοστάκτῳ φαινομένῃ πρα‐ σοειδεῖ. ὅταν γὰρ ἀναμιχθῇ τὸ ὀρρῶδες περίττωμα τῇ
20μελαίνῃ χολῇ, τοιαύτην ἰδέαν τοῦ οὔρου πρασοειδῆ ἀπερ‐ γάζεται. ὅταν δὲ ἀναμιχθῇ μετὰ τοῦ προειρημένου, γίνε‐
ται τὴν χροιὰν ὡς κρόκος. δηλοῖ οὖν ὅτι ἡ ξανθὴ χολὴ ἀνεμίχθη μετὰ τῆς προειρημένης ὑγρότητος καὶ διὰ τοῦτο γέγονε τὸ οὖρον ὡς κροκοειδές, ἤτοι ὡς ὅταν τις ἐμβαλὼν305
25ἐν ὕδατι κρόκον καὶ τρίψας ἀποθλίψῃ καὶ χρῶμα τοιοῦτον ἀποτελέσῃ, ὅταν ἀναμιχθῇ ἡ ξανθὴ χολὴ μετὰ τῆς μελαί‐ νης καὶ θολωθῇ. γίνεται τὸ τοιοῦτον οὖρον μελανοξανθί‐ ζον παρόμοιον κνίκῳ μεμιγμένῳ αἵματι καί ἐστιν ἐξ ἐπι‐ μιξίας χολῆς ξανθῆς καὶ μελαίνης. δεῖ δὲ εἰδέναι, ὅτι τὸ
30οὖρον τῶν νέων ἤτοι τῶν ἀκμαζόντων παρόμοιόν ἐστι τῷ κίτρῳ. ἔστιν οὖν ποσῶς ἐρυθραινόμενον καὶ καθιστάμε‐ νον, τῶν δὲ καθεστηκότων λευκότερον τοῦ προειρημένου καὶ λεπτότερον. τὸ δὲ τῶν γερόντων παρόμοιον τῷ τῶν παιδῶν. ἔστι δὲ καὶ τὸ γυναικεῖον οὖρον λευκότερον τοῦ
35ἀνδρῴου, ἡ δὲ ὑπόστασις αὐτοῦ εἰς τὸν πυθμένα ἐγκάθ‐ ηται καὶ εἰ κινῆσαι βουληθείης, οὐ σκορπίζεται. ἐποχεῖ‐ ται δὲ καὶ ἀφρὸς τῷ τοιούτῳ οὔρῳ. ὅταν οὖν ἴδῃς ἐν τῷ τοιούτῳ οὔρῳ ὥσπερ ῥαμμάτια εἰς τὸν ἀφρόν, δηλοῖ συν‐ ουσιασμόν. ὅταν δὲ ὀφθείη σοι τὰ οὖρα ὡς λευκὴ νε‐
40φέλη, δηλοῖ ὡς ἔγκυός ἐστιν ἡ γυνή, καὶ ὅτι ἂν ὑπόστασιν βενετίζουσαν ἔχει, δηλοῖ ἀρχὴν ἔχειν τὸ ἐγγάστριον. εἰ δὲ
οὐ βενετίζει, τέλειον εἶναι σημαίνει.306