TLG 0721 012 :: ANONYMI MEDICI :: De urinis secundum Syros De urinis secundum Syros Citation: Section — (line) | ||
t | * ΕΚ ΣΥΡΙΚΟΥ ΒΙΒΛΙΟΥ. Περὶ οὔρων. | |
1 | Οὖρον ῥούσιον καὶ παχὺ ἔχον ἁφρόν ἐστιν ἀπὸ αἵματος, αὔξει δὲ τὸ αἷμα ἀπὸ τῆς κακῆς τοῦ Μαρτίου μηνὸς ἕως τῆς κδʹης τοῦ Ἰουνίου. δηλοῖ δὲ πλησμονὴν πνευμάτων καὶ νυγμὸν καὶ βῆχα καὶ στένωσιν καὶ νυ‐ | |
5 | γμὸν λαγόνων καὶ βάρος πλατῶν καὶ σφυγμὸν καρδίας. εἰ οὖν ἔστι νέος ὁ τὸ τοιοῦτον οὖρον ἔχων, γενέσθω κέ‐ νωσις αἵματος κάτωθεν τῶν ἑπτὰ ἡμερῶν ἐὰν ἔχῃ δύνα‐ μιν. εἰ δὲ διαβιβάσει τὰς ζʹ ἡμέρας, οὐκ ἐνδέχεται διὰ τὴν ἀδυναμίαν τοῦ σώματος. πιέτω δὲ τὴν διὰ κρόκου ἢ μάννα | |
---|---|---|
10 | μετὰ ὕδατος ἢ φοίνικας ἰνδικὰς καὶ τὰς βιόλας τὰς συν‐ θέτους ἢ τὸ χεράβιν τῶν βιόλων καὶ εἰ ἔαρ ἐστὶ κἂν γέ‐ ρων ὑπάρχῃ, κενωσάτω αἷμα διότι πλησμονὴ αἵματός ἐστιν. | |
2 | Τὸ ῥούσιον καὶ λεπτὸν οὖρον δηλοῖ ξανθὴν χολήν. ἔστι δὲ ἡ ξανθὴ χολὴ θερμὴ καὶ ξηρά, καὶ δηλοῖ τὸ τοι‐ οῦτον οὖρον πυρετὸν καὶ φρίκην καὶ καταπλασμὸν καὶ πικρότητα στόματος καὶ σκότος εἰς τὴν κεφαλὴν καὶ πό‐ | |
5 | νον εἰς τὴν ῥάχιν καὶ τὰς λαγόνας καὶ δίψαν. ἐνδέχεται οὖν, ἵνα γένηται κάθαρσις μετὰ μυροβαλάνου τῶν ξαν‐ θῶν καὶ τοῦ χεράβιν τῶν δαμασκηνῶν καὶ τῶν ῥόδων καὶ τοῦ χεράβιν τοῦ ῥοδοστάγματος. | |
3 | Τὸ λευκὸν οὖρον καὶ λεπτὸν δηλοῖ μέλαιναν χο‐ λήν, ἡ δὲ μέλαινα χολὴ αὔξει ἀπὸ τῆς καʹ τοῦ Αὐγούστου ἕως καὶ τῆς κʹ τοῦ Νοεμβρίου. δηλοῖ δὲ τὸ τοιοῦτον οὖρον | |
βάρος εἰς λήθαργον καὶ πόνον λαγόνων καὶ ὀκνίαν καὶ | 303 | |
5 | ἀγρυπνίαν καὶ ὁρώματα κακὰ καὶ κτύπον καρδίας καὶ φό‐ βον. ἐνδέχεται οὖν ἵνα πίῃ τὴν θεοδώρητον καὶ τὴν Λο‐ γαδίου καὶ τὸ μοναχικὸν καὶ τὴν εὐλογίαν καὶ τὸ χεράβιν τοῦ βουγλώσσου καὶ τοῦ καπνοῦ τῆς γῆς. | |
4 | Οὖρον λευκὸν καὶ παχύ ἐστιν ἀπὸ ὑγρότητος καὶ χυμοῦ φλεγματικοῦ, αὔξει δὲ ὁ τοιοῦτος χυμὸς ἀπὸ τῆς κʹ Νοεμβρίου ἕως κʹ Μαρτίου. δηλοῖ δὲ τὸ τοιοῦτον οὖρον βάρος εἰς τὴν κεφαλὴν καὶ δάκρυα καὶ κώφωσιν καὶ ἔμ‐ | |
5 | φραξιν εἰς τὰ ὦτα καὶ πόνον ῥάχεως καὶ κακοστομαχίαν καὶ πληθυσμὸν συέλου καὶ ὀκνίαν καὶ βῆχα καὶ στένωσιν καὶ κτύπον καρδίας. ἐνδέχεται οὖν ἵνα γένηται κάθαρσις μετὰ τῶν κόκκων γαληνοῦ καὶ ἵνα πίῃ ὁ νοσῶν τὴν πι‐ κρὰν καὶ τὸ μοναχικὸν καὶ τὴν θεοδώρητον καὶ τὴν Λο‐ | |
10 | γαδίου καὶ τὴν Ῥούφου καὶ τὴν Συγκέλου, εἴ ἐστι δυνατός. εἰ δὲ μήγε, πιέτω τὸ χεράβιν τῶν ζινζίφων καὶ τὴν ἀχό‐ ριστον καὶ τὴν ἀθανασίαν καὶ τὴν διὰ λιβάνου, καὶ αἵμα‐ τος κένωσις μὴ γενέσθω. | |
5 | Οὖρον λευκὸν μὴ ἔχον ὑπόστασιν ἀπεψίαν δηλοῖ καὶ δυσουρίαν. Οὖρον ἐν πυρετῷ μέλαν ἐοικὸς οἴνῳ αὐστηρῷ ἡπατικὸν νόσημα σημαίνει. | |
5 | Οὖρον τεθολωμένον ἐοικὸς ἐλαίῳ θάνατον σημαίνει. Οὖρον ὠχρὸν παχύτατον ποδαλγίαν σημαίνει. Οὖρον ἐρυθρὸν μὴ ἔχον ἐναλλαγὴν ἐλεφαντίασιν ση‐ μαίνει. Οὖρον κροκῶδες μὴ ἐναλλάσσον πνευμόνειν καὶ βηχικὸν | |
10 | νόσημα σημαίνει. Οὖρον μελάντερον στίλβον κωλικὸν νόσημα σημαίνει. Οὖρον μέλαν πελιδνὸν ἄνευ πυρετοῦ καὶ ἱδρώτων κε‐ φαλαλγίαν σημαίνει. Οὖρον κρυσταλλῶδες μὴ ἔχον ἐναλλαγὴν ὕδρωπα ση‐ | |
15 | μαίνει. Οὖρον ἐν τριταίῳ πυρετῷ μὴ ἔχον ὑπόστασιν μαρασμὸν | |
σημαίνει. | 304 |