TLG 0721 011 :: ANONYMI MEDICI :: Περὶ λυκανθρωπίας Περὶ λυκανθρωπίας Citation: (Line) | ||
t | * ΠΕΡΙ ΛΥΚΑΝΘΡΩΠΙΑΣ. | |
---|---|---|
1 | Εἶδος μανίας ἐστὶν ἡ λυκανθρωπία, καὶ νυκτὸς ἐξίασι τὰ πάντα καὶ τάφους διατρίβουσι. γνωριεῖς δὲ τοὺς οὕτω πάσχοντας. τοῖς δὲ ὠχροὶ τυγχάνουσιν καὶ ὁρῶσιν ἁδρα‐ νὲς καὶ ξηροὺς τοὺς ὀφθαλμοὺς ἔχουσι, οὔτε δακρύουσιν | |
5 | οὔτε ὑγραίνονται. θεάσῃ δὲ αὐτῶν καὶ κοίλους τοὺς ὀφθαλ‐ μοὺς καὶ τὸ πρόσωπον ὑγρὸν καὶ τὴν γλῶτταν ξηροτάτην καὶ σιέλον οὐδ’ ὅλως προχωρῶν αὐτοῖς. εἰσὶ δὲ καὶ διψώ‐ δεις ξηροὶ καὶ τὰς κνήμας, διὰ τὸ πολλάκις προςπίπτειν ἀνία αὐτοὺς καὶ ἑλκομένας ἔχουσιν. ἴδια δὲ σημεῖα τῶν | |
10 | μελαγχολικῶν τότε κατισχναίνειν τὸ σῶμα καὶ μελαγχολι‐ κὸν εἶναι τῇ φύσει, ἢ καὶ ἐξεπήκτη [?] τὸν διά τινος φροντίδος ἢ ἀγρυπνίας ἢ μοχθηρῶν σιτίων ἢ προφορᾶς ἢ ἐπίσχεσιν αἱμορροΐδων καὶ καταμηνίων γυναικῶν. τοιαῦτα μὲν δεῖ συμβαίνειν καὶ τὰ τῆς λυκανθρωπίας σημεῖα. | |
15 | Πῶς οὖν θεραπεύσεις. Κατὰ μὲν οὖν τὸν πρῶ‐ τον χρόνον τῆς ἐπισημασίας τέμνω φλέβα τὴν ἐξ ἀγκώ‐ νων καὶ κενῶ τοῦ αἵματος ἄχρι λειποθυμίας καὶ διαίτησιν τὸν κάμνοντα ταῖς εὐχύμοις τροφαῖς· καὶ χρῆσθαι λουτροῖς γλυκέσι ἢ ὀρρῷ γάλακτος χρησάμενος ἐπὶ τρίτην ἡμέραν. | |
20 | καὶ καθαίρων δὲ τῇ διὰ τῆς κολοκυνθίδος ἱερᾷ καὶ βʹ καὶ γʹ καὶ μετὰ τὰς καθάρσεις τῇ διὰ τῶν ἐχιδνῶν θη‐ ριακῇ χρήσομαι καὶ τὰ ἄλλα παραλήψομαι ὅσα ἐπὶ τῆς μελαγχολίας εἴρηται καὶ τὰς αἰμορροΐδας ἀναστομῶσαι καὶ καταμήνια γυναικῶν προπέσθαι κελεύω διὰ τὴν τούτων | |
25 | ἐπίσχεσιν, τὴν γεγενημένην εἰς τὸ πάθος· ἀγαθὰ δὲ καὶ | |
αἱ διουρητικαὶ δυνάμεις καὶ τῶν ἱδρώτων κάθαρσις. | 282 |