TLG 0721 010 :: ANONYMI MEDICI :: De alimentis

ANONYMI MEDICI Med.
(Varia)

De alimentis

Source: Ideler, J.L. (ed.), Physici et medici Graeci minores, vol. 2. Berlin: Reimer, 1842 (repr. Amsterdam: Hakkert, 1963): 257–281.

Citation: Chapter — (line)

t

* ΑΝΩΝΥΜΟΥ ΠΕΡΙ ΧΥΜΩΝ, ΒΡΩΜΑΤΩΝ ΚΑΙ ΠΟΜΑΤΩΝ [τῶν τε χερσαίων, ἐναερίων καὶ θαλαττίων, ὅσα τε ἐκ τούτων εἰσὶ τρό‐ φιμα καὶ εὔχυμα, καὶ ὅσα δύσπεπτα καὶ κακόχυμα.]

1

(t)

Περὶ εὐχύμων.
1 Εὐχυμότατόν ἐστι τὸ ἄριστον γάλα σχεδὸν ἁπάντων. ἄριστον δέ ἐστι τὸ τῶν εὐεκτούντων ζῴων, ὅταν ἀμελχθῇ πινόμενον εὐθέως. προσλαμβάνειν δὲ χρὴ τοῦτο πρὸ παν‐ τὸς μὲν σιτίου τε καὶ ποτοῦ καὶ μηδὲν ἕτερον μετ’ αὐτοῦ
5συνεσθίειν, ἕως ἂν πεφθῇ καὶ διαχωρίσῃ κάτω. Καὶ γὰρ εἰ καὶ μικρὸν οὗτινος προσμιγῇ, τοῦτο αὐτό τε διαφθεί‐ ρεται καὶ τὸ ἐπ’ αὐτῷ προσληφθέν. Καλὸν οὖν πρωΐας πίνειν τοῦτο, εὐθύμελκτον καὶ ἀσιτεῖν ἐπ’ αὐτῷ ἡσυχῆ περιπατοῦντα. Κατ’ ἀρχὰς μὲν οὖν κινεῖ τὴν κοιλίαν, καὶ
10μετὰ τοῦτο τρέφει κάλλιστα καὶ οὐκέτι διαχωρεῖ, ἀλλὰ καὶ ἵστησι τὴν γαστέρα. Μετὰ δὲ τὸ γάλα εὔχυμά εἰσι τὰ ᾠὰ τὰ τρομητὰ καὶ ῥοφητὰ τὰ τῶν ὀρνίθων, χείρονα δὲ τὰ τῶν χηνῶν. Κρέατος δὲ πρὸ πάντων, ὄρνιθος καὶ φασιανῶν καὶ οἱ ὄρχεις τῶν ἀλεκτρυόνων. Καὶ ἀπὸ τῶν
15λοιπῶν πετωμάτων, πέρδικος, ταγηναρίου· περιστερὰς δὲ φεῦγε, κίχλας δέ, κοσσύφους, καὶ τῶν μικρῶν στρουθίων, ἐν οἷς εἰσὶ καὶ οἱ τρωγλῆται. σκληρότερα δὲ τούτων καὶ δυσπεπτότερα καὶ εὐρωδέστερα τὰ τοῦ ταῶνος. Ἔτι δὲ τούτων σκληρότερα τὰ τῆς τρύγονος καὶ τῆς φάσσης καὶ
20τῆς νήσσης καὶ τοῦ γεράνου. Περιττωματικώτερα δὲ τού‐ των τὰ τῶν χηνῶν καὶ τῶν κύκνων καὶ ὠτίδων. Τούτων δὲ αὐτῶν εὐχυμότερά εἰσι τὰ τῶν ἔτι αὐξανομένων ἤγουν τὰ τρυφερά· βλαβερὰ δὲ τὰ παλαιὰ καὶ τὰ νεογενῆ. Τού‐ των δὲ αὐτῶν κάλλιστα ὄρνιθες καὶ περιστεραὶ αἱ κατ’257
25ἀγρὸν διαιτώμεναι, καθόλον δὲ τὰ γεγυμνασμένα καὶ τὰ ξηροτέραις τροφαῖς χρώμενα καὶ τὰ καθαρὸν καὶ λεπτὸν εἰσπνέοντα τὸν ἀέρα, βελτίω τῶν ἐναντίων εἰσί, τουτέστι τῶν ὑγροτέραις τροφαῖς χρωμένων καὶ τῶν ἀγυμνάστων. Τῶν μέντοι τοιούτων αἱ μάλιστα μαλακὴν ἔχουσαι τὴν
30σάρκα καὶ εὔθρυπτον καὶ εἰς κόρον ἐσθίειν, τῶν δὲ ἄλ‐ λων φειδομένως. Τῶν δὲ πεζῶν αἱ ἔριφοι, τῶν ἀρνίων κρείττονες, βλαβερώτερα δὲ τὰ μετὰ τὸ δέρμα ἑψόμενα. Ἰχθύων δὲ οἱ πελάγιοι καὶ πετραῖοι, ἐν οἷς ἐστι καὶ ὁ ἐκεῖθεν κρατούμενος κέφαλος καὶ ὁ λαύραξ, ἔτι δὲ καὶ τὰ
35σελάχια καὶ κωβίδια καὶ γαλεοί. Ἐφεξῆς δὲ τούτων, πλὴν ὅτι σπληρότεραι, αἱ μεγάλαι τρίγλαι, μὴ ἔχουσαί τι βρω‐ μῶδες κατὰ τὴν γεῦσιν, μηδὲ εἰς τὰ ἐντόσθια τούτων ἔχουσαι βοτάνην. Μέσον δὲ εὐχύμων καὶ κακοχύμων εἰσὶ κιθαργοί, καὶ βούγλωσσος, καὶ ψισίον, καὶ καθόλου τῶν
40ἰχθύων κάλλιστοι, ὅσοι μήτε γλισχρότητά τινα μήτε ἀη‐ δίαν ἔχουσι κατὰ τὴν γεῦσιν. Τῶν δὲ πεζῶν ζῴων αἱ σάρκες τῶν τρυφερῶν χοιριδίων, οἷον τὰ ἐνιαύσια καὶ μήπω τὴν δίαιταν πληρώσαντα καὶ τὰ μαστάρια καὶ οἱ πόδες [καὶ τὰ ᾠτία]. Τούτων δὲ χείρονα αἱ ῥῖνες καὶ τὰ
45ὦτα. Τῶν ἀγρίων ζῴων ἡ σὰρξ εὐχυμοτέρα τῆς τῶν ἡμέ‐ ρων. Ἄρτος καθαρὸς καὶ καλῶς ἐσκευασμένος, χονδρός, ἤγουν σίτινος ἁδρομερῶς ἀληλεσμένος, κριθαὶ ἀπολεπι‐ σθεῖσαι καὶ καλῶς ἑψηθεῖσαι. Τῶν δὲ ὀσπρίων κύαμοι. Τῶν δὲ ὀπωρῶν σύκα ὤριμα καὶ σταφυλαὶ ὤριμοι, κρε‐

1

(50)

μασθεῖσαι ἐπ’ ὀλίγον, ἰσχάδες ταχὺ μὲν πεφθεῖσαι εὔχυ‐ μοι, χρονίσασαι δὲ ἐν τῇ γαστρὶ κακόχυμοι γίνονται. Μετὰ δὲ καρύων ἐσθιόμεναι, κάλλισται. Ὅσοι δὲ μετά τινος ἄλλου τῶν ἐδεσμάτων ἐσθίουσι τὰ σῦκα καὶ τὰς ἰσχάδας ἰσχυρῶς βλάπτονται. κάστανα οὐ κακόχυμα· ἐκ
55διαλειμμάτων δὲ λαμβάνειν πιστάκια καὶ ἀμύγδαλα. Τῶν δὲ λαχάνων μαϊούλιον, καὶ μετ’ αὐτὸ ἐντύβια, μαλάχη,
κολόκυνθα ἐκζεστή, ὅταν μὴ ἀπεπτηθῇ. Τῶν δὲ οἴνων οἱ εὐώδεις καὶ εὔποτοι. Ἐμφράξεως δὲ συμβαινούσης, λαμβάνειν δεῖ τοῦ ὑδρογάρου τὸν ζωμὸν καὶ τῶν οἴνων258
60τοὺς λευκοὺς καὶ λεπτοὺς καὶ σκόρδα καὶ κρόμμυα ἐκ‐ ζεστά, καὶ εἰσαρτύματα μάλιστα κατὰ χειμῶνα, πέπερι καὶ ὀρίγανον καὶ θρύμβον καὶ βλισκούνην καὶ σίνηπι εὔ‐ ζωμον, σέλινα, πετροσέλινα, ῥεφάνια, ἡδύοσμον, πεντάρ‐ τυμα, ἄνηθον, κύμινον, ἄνισσον, δαυκία, πήγανον· ταῦτα
65πάντα ἀρτύματα ἔχει τῶν εἰρημένων τροφῶν.

2

(t)

Ὅσα εὔπεπτα.
1 Ἄρτοι καλῶς σκευασθέντες τουτέστιν οἱ καλῶς μα‐ λαχθέντες ἐν τῇ ζυμώσει καὶ ὁμαλῶς ὀπτηθέντες καὶ ἁλῶν συμμέτρων δηλονότι αὐτοῖς ἐμβληθέντων. Τῶν ἰχθύων οἱ πετραῖοι πάντες, κωβίος, νάρκη, τρύγων· ἅπαν τὸ γέ‐
5νος τῶν πτηνῶν. Ὀρνίθων ἡ σάρξ, οἷον πέρδικος, ταγη‐ ναρίου, οὐ καλή· περιστερᾶς, ἀλεκτορίδων, καὶ ἀλεκτρυό‐ νων μηκέτι φασιανῶν, τὰ πτερύγια τῶν χηνῶν, εὔπεπτα καὶ μᾶλλον τῶν ἀλεκτορίδων ἤγουν τῶν ὀρνίθων. Καὶ καθόλου κάλλιστα τὰ τῶν λιπαρῶν καὶ νέων πτερύγια,
10χείριστα δὲ τὰ τῶν ἰσχνῶν καὶ γεγηρακότων, τῶν σιτευ‐ θέντων διὰ τυρογάλακτος, χηναρίων τὸ ἧπαρ καὶ τῶν ὁμοίως τραφέντων τῶν πετεινῶν οἱ ὄρχεις. Κάλλιον δὲ τῶν βοῶν εἰσι τὰ μοσχάρια καὶ τῶν αἰγῶν τὰ ἐρίφια καὶ τούτων αὐτῶν ὅσα βόσκεται ἐν ξηροῖς τόποις, ᾠὰ τρο‐
15μητὰ καὶ ῥοφητά. Μαρούλλιον, ἴντυβα, μαλάχη, κολο‐ κύνθα ἐκζεστή, ὅταν μὴ ἀπεπτηθῇ· τὸ κάρυον τοῦ λεπτο‐ καρίου εὐπεπτότερον καὶ οἱ γλυκύτεροι οἶνοι ἔμπροσθεν πινόμενοι παρὰ τοὺς αὐστηροὺς κάλλιον, ἥκιστα δὲ τὸ ἡδέως ἐσθιόμενον, εὐπεπτότερον τοῦ ἀνηδύντου.

3

(t)

Ὅσα δύσπεπτα.
1 Αἴγεια, βόεια, ἐλάφεια κρέη, χεῖρον δὲ τούτων τὰ τράγεια, ἐφεξῆς δὲ τῶν κριῶν, εἶτα τῶν ταύρων. Καὶ τὰ παλαιὰ δὲ ζῷα δύσπεπτα πάντα, κοιλία δύσπεπτος, ἔν‐ τερα, μήτρα, καρδία, ἧπαρ, ὦτα, οὐραί, νεφροί, σπλάγχνα
5πάντα, ἐγκέφαλος, μυελοὶ καὶ τῶν τελείων ζῴων οἱ ὄρχεις,
χῆνες πλὴν τῶν πτερυγίων, φάσσαι, κίσσαι, κίχλαι, κόσσι‐ φοι, καὶ ἡ τῶν μικρῶν στρουθίων σὰρξ σκληροτέρα, καὶ ἔτι μᾶλλον τρυγόνος καὶ νήσσης, καὶ πλέον ἡ τοῦ ταῶνος καὶ ἡ τῶν ὠτίδων. Αἱ κοιλίαι πᾶσαι τῶν πτηνῶν δύσ‐259
10πεπτοι, κοχλιοί, ὀξύγαλα, τυρὸς παλαιός, κογχύλια, ἀστα‐ κοί, πάγουροι, καρκῖνοι, καραβίδες, καρίδες, ὀκταπόδια, σηπίαι, μοσχίται, καλαμάρια, βάτοι, λειόβατοι, ῥῖναι, δρά‐ κοντες, κοκύλια, σκορπίδια, τρίγλαι, ὀρφοί, φαγρία, ᾠὰ ἐκζεστὰ καὶ ὀπτὰ καὶ τηγανιστά, σιτάριον ἐκζεστόν, φάβα,
15αὖχος, λωβοὶ τῶν φασουλίων καὶ αὐτὰ τὰ φασούλια, λά‐ θυροι, ἐρέβινθος, ὀρίζιν, λουπηνάρια, κεγχρίς, φακή, σι‐ σάμιον, κάστανα, μῆλα καὶ ἄπια καὶ σῦκα, σούρουβα, ἄγουρα, σταφυλὴ ὄξυνος, φοίνικες, ξυλοκέρατα, κίτρον πλὴν τοῦ φλοιοῦ, γόγγυλον ὠμότερον, βολβοὶ οἱ ὠμότε‐
20ροι, δαυκὶς καὶ πᾶσαι αἱ ῥίζαι τῶν λαχάνων, καὶ αὐτὰ τὰ λάχανα, πλὴν μαρουλλίου καὶ ἰντιβίου. Τῶν οἴνων οἱ παχεῖς καὶ νέοι δύσπεπτοι, καὶ ὕδωρ πάνυ.

4

(t)

Ὅσα εὐστόμαχα καὶ ῥωστικά.
1 Φοίνικες οἱ στυφότεροι, μῆλα, κυδώνια, ἐλαῖαι ἄσπραι, κολυμβάδες, καὶ πλέον τούτων αἱ μετὰ ὄξους συντιθέμε‐ ναι, σταφίδες αἱ στύφουσαι, σταφυλαὶ αἱ ἐν σταφύλοις ἀποτιθεμέναι, κάρυα μετὰ ἰσχάδων, κινάρα, σίνηπι, ῥε‐
5φάνια, γογγύλια ἐκζεστὰ ἰσχυρῶς ἑψημένα, κάρδαμα ἐλαιο‐ δάφνια, βολβοί, οὗτοι δὲ καὶ ὄρεξιν ἐμποιοῦσιν, κάπαρις, τοῦ κίτρου τὸ δέρμα, ὡς βοήθημα λαμβανόμενον, οἶνος ὀστυφής, εἰς βοηθήματος δὲ λόγον παραλαμβάνεται, ὡς εὐστόμαχα, ἀψίνθιον καὶ ἀλόη.

5

(t)

Ὅσα κακοστόμαχα.
1 Σεῦτλον ὡς καὶ δρασμὸν ἐμποιεῖν, ὅταν πλεῖον βρωθῇ, γογγύλιον ὠμότερον κακοστόμαχον, ὥσπερ τὸ καλῶς ἑψημένον εὐστόμαχον, βλῆτα, χρυσολάχανον, ἐὰν μὴ μετὰ ὄξους καὶ γάρου καὶ ἐλαίου φαγωθῇ, τήλη, σήσαμον, γάλα ψυχρόν.
5τοῖς μὲν ψυχρὸν ἔχουσι τὴν κοιλίαν ὀξύδα ποιεῖ. τοῖς δὲ θερμὴν κνισοῦται. βλαβερὸν δὲ καὶ τοῖς πυρέσσουσιν. πεπώνια μὴ καλῶς πεφθέντα χολερικοὺς ἀποτελεῖ. καὶ γὰρ
καὶ πρὶν διαφθαρῆναι εἰς ἔμετον ἐπιτήδειά εἰσι καὶ πλείω βρωθέντα, ἐὰν μή τις αὐτοῖς τι τῶν εὐχύμων ἐδεσμάτων260
10ἐπιφάγῃ. ἐγκέφαλος πᾶς κακοστόμαχος καὶ εἰς ἔμετον παρ‐ ορμῶν, ὥσπερ καὶ ὁ τῶν ὀστῶν μυελός. οἶνος ὁ μέλας καὶ στυφής, εὐκόλως ὀξίζει καὶ εἰς ἔμετον ὁρμᾷ, καὶ ὁ παλαιὸς καὶ ὁ νέος.

6

(t)

Ὅσα ῥύπτει, τέμνει καὶ ἐκφράττει.
1 Κριθή, τῆλις μηλοπέπων, σταφίδες γλυκεῖαι, φάβα, ἐρέβινθοι, καὶ μᾶλλον οἱ μέλανες, κάπαρις, καὶ μάλιστα δι’ ὀξυμέλιτος ἢ ὀξελαίου ἔμπροσθεν ἐσθιομένη, σεύτλου ὁ χυλός, καὶ αὐτὸ τὸ σεῦτλον, ὅταν μετὰ σινάπεως ἢ ὄξους
5ἐσθίεται, λάπαθον, βολβοί, κρόμμυα καὶ σκόροδα καὶ πράσα καὶ ἀμπελόπρασα· ἑψηθέντα δὲ δὶς ἢ τρὶς ἀπο‐ τίθεται τὴν δριμύτητα, λεπτύνει δὲ ὁμοίως τυρόγαλα, σῦκα ῥύπτει· διὸ καὶ ψαμμώδη οὖρα πολλάκις τοῖς νεφρι‐ τικοῖς ἐσθίουσι ταῦτα ἐκκρίνεται, ἰσχάδαι, ἀμύγδαλα, πι‐
10στάκια, κράμβη, μέλι, ὀξύμελι, οἱ λεπτοὶ τῶν οἴνων, ἐὰν δὲ ψυχροὶ τυγχάνωσιν οἱ χυμοί, ἔστωσαν καὶ παλαιοὶ ὑδα‐ τώδεις οἶνοι.

7

(t)

Ὅσα ἐμφράττει.
1 Γάλα τὸ ἔχον ὀλίγον τυρόγαλα οὐκ ἀσφαλές ἐστι τοῖς ἐν αὐτῷ πλεονάζουσιν ὡς βλάπτειν καὶ νεφροὺς καὶ λί‐ θους ποιεῖν, ἐμφράττει δὲ καὶ τὸ ἧπαρ, ἰσχάδες καὶ σῦκα μετὰ τὴν τροφὴν λαμβανόμενα τῷ λόγῳ τῶν γλυκέων ἐπὶ
5τῇ τροφῇ λαμβανόμενα ἐμφράττει, μιγνύμενα δὲ ὑσσώπῳ ἢ ὀριγάνῳ ἢ πέπερι. καὶ ἔμπροσθεν ἐσθιόμενα οὐ μικρὸν ὄφελος ἔχουσιν. τὸ δὲ εὐκρατόμελι ἀνεπιτήδειον τοῖς κα‐ κοσπλάγχνοις, φοίνικες οἱ χλωροὶ καὶ ὅσα διὰ ἰτρίων καὶ σεμιδάλεως σκευάζεται, ἐμφραντικὰ καὶ σπληνὸς αὐξητικὰ
10καὶ λίθων ποιητικά. ὁμοίως καὶ ἀλευραίαι μετὰ γάλακτος καὶ οἶνος ὁ γλυκὺς ἐμφράττει καὶ τοὺς ὄγκους τῶν σπλάγ‐ χνων αὐξάνει.

8

(t)

Ὅσα ὑπάγει γαστέρα.
1Φακῆς τὸ πρῶτον ἀπόζεμα ἐν τῇ ἑψήσει, καὶ κράμ‐
βης ὁμοίως, καὶ μάλιστα ἀρτυόμενα δι’ ἐλαίου καὶ γάρου. τῶν ὀστρακοδέρμων ὁ ζωμὸς οἷον ἀστακῶν, καὶ παγού‐ ρων καὶ τῶν ὁμοίων. εἰ τὸ ἀφέψημα δι’ ἐλαίου καὶ πεπέ‐261
5ρεως καὶ γάρου ὡς εἴρηται πίοι, εὔλυτον ἕξει τὴν κοιλίαν. ἀλλὰ καὶ τῶν θαλασσίων ἐχίνων, καὶ τῶν κογχυλίων οἱ ζωμοί, καὶ τῶν παλαιῶν ἀλεκτρυόνων ὑπάγουσι τὴν κοι‐ λίαν. ἄρτοι μηβαροὶ διὰ τὸ πλεῖστον μετέχειν πιτύρων. τήλεως ὁ ζωμὸς ἑψηθεὶς μετὰ μέλιτος, καὶ λαμβανόμε‐
10νος, ἐπιτήδειός ἐστιν εἰς τὸ ὑπάγειν ἅπαντας τοὺς ἐν τοῖς ἐντέροις μοχθηροὺς χυμούς, ὀλίγον δὲ εἶναι χρὴ τὸ μι‐ γνύμενον μέλι, ἵνα μὴ δακνῶδες γένηται· ἐλαίαι κολυμ‐ βάδες μετὰ γάρου πρὸ τῶν σιτίων ἐσθιόμεναι, τυρόγαλα μετὰ μέλιτος καλλίστου ὀλίγου, εἰ δὲ ἡπατικοὺς βούλῃ
15ποιῆσαι τοὺς χολικούς, οὓς εἴπομεν, ἅλας περισσότερον ἔμβαλλε. τὰ νέα τῶν ζῴων κρέα τῶν παλαιῶν μᾶλλον ὑπάγει καὶ τὰ ἄκρη τῶν μελῶν. ἀπὸ δὲ τῶν ἰχθύων νάρκη καὶ τρυγὼν μετρίως ὑπάγει, σεῦτλον, λάπαθον, νεα‐ ρὸς τυρὸς μετὰ μέλιτος, χρυσολάχανον, βλῆτον, κολό‐
20κυνθα, πέπονες, σῦκα, ἰσχάδαι, σταφυλαὶ γλυκεῖαι, ὅταν ὦσιν ὑγραί, συκάμινα, καθαρὰ μὲν ἐμπεσόντα τῇ γαστρὶ καὶ πρῶτα ἐσθιόμενα, ὑπάγει τὴν γαστέρα. ἐσθιόμενα δὲ ὕστερον ἢ καὶ κακοχυμίαν εὑρόντα ἐν τῇ γαστρὶ διαφθεί‐ ρεται. ὡσαύτως καὶ ἡ κολόκυνθα τοῦτο ποιεῖ, τὰ κάρυα
25τὰ χλωρὰ καὶ τῶν ξηρῶν τὰ ἀποβεβρεγμένα ἐν ὕδατι καὶ ἀπολεπισθέντα, δαμάσκηνα τὰ ὑγρὰ καὶ τῶν ξηρῶν τὰ εἰς εὐκρατόμελι ἀποβεβρεγμένα, πλέον ἔχουσι τοῦ μέλιτος, κἂν μόνα τις καταφάγῃ, κἂν δὲ ἐπιρροφήσῃ καὶ ἀπὸ τοῦ εὐκρατομέλιτος πλεὸν ὑπάγῃ, ἢ γλυκὺν οἶνον ἐπιπίῃ,
30καὶ μὴ εὐθέως ἀριστήσει [ἀλλὰ διαλιπεῖν τινα χρόνον]. κε‐ ράσια ἁπαλά, βερίκοκκα, ῥοδάκινα ἁπαλὰ καὶ πάντα τὰ ὑγρὰ καὶ ὑδατώδη πρὸς τὸν ἐπιτηδείως ἔχοντα τὴν γα‐ στέρα εἰς τὴν κάτω διαχώρησιν. καὶ διὰ τοῦτο μέση πώς ἐστιν τῶν τοιούτων ἐδεσμάτων ἡ ὕλη, διὰ τὸ μηδεμίαν
35αὐτοῖς ὑπάρχειν δριμείαν ἢ νιτρώδη ποιότητα. μουστάριν, ἀλλὰ καὶ οἶνος γλυκὺς ἐπιτηδείως ἔχει πρὸς αὐτὰς ὅσα
ἐπέχει γαστρός.262

9

(t)

Ὅσα ἐπέχει γαστέρα.
1 Φοίνικες οἱ στυφότεροι, σταφίδες αἱ στύφουσαι, συκά‐ μινα τὰ ὤριμα, βάτζινα, ὁ δὲ τῆς λαγινίδος καρπὸς πλέον, μυρσινόκοκκα τὰ ἄγρια, προῦμνα, μῆλα τὰ στύφοντα, τὰ δὲ γλυκύτερα μετὰ δριμύτητος κινεῖ τὴν γαστέρα. ταῦτα
5καὶ ἐπὶ ῥοϊδίων, καὶ ἀπιδίων νόμιζε λέγεσθαι. τὸ γάλα ἐάν τις αὐτὸ ἑψήσῃ ὡς δαπανηθῆναι τὸ τυρόγαλα, ἀστακοί, πάγουροι, καρίδαι, καραβίδες ἐὰν ἑψήσῃ, αὐτὰ καὶ κενώσῃ τὸ ὑγρὸν αὐτῶν, κρατεῖται τὴν κοιλίαν, ὥσπερ καὶ τῶν ὀστριδίων καὶ μυδίων καὶ τῶν ὁμοίων αὐτοῖς ἡ σάρξ. φοκὴ
10δὲ καὶ κράμβη δὶς ἑψηθεῖσαι ἐπέχουσι τὴν κοιλίαν, ἵνα μετρίως μὲν ἑψηθῇ, εἶτα τὸ ὕδωρ ἀποχυθῇ, καὶ ἐμβάλῃς αὐτὰ ἐν ἑτέρῳ θερμῷ, καὶ ἰσχυρῶς ἑψήσας, ἕως ἁπαλὰ γένωνται, ἔλυμιν, ὀρίζιν, ἐλίμην, κέγχρος, τὰ τηγάνου, λα‐ γωοῦ κρέατα, οἶνος στυφὴς καὶ ξανθός.

10

(t)

Ὅσα κακόχυμα.
1 Τῆς κακοχυμίας οὐχ ἓν εἶδός ἐστιν. τὰ μὲν γὰρ φλε‐ γματικώτερα τυγχάνει, τὰ δὲ χωλοδέστερα, καὶ ἄλλα με‐ λαγχολικώτερα. ἀπέχεσθαι δὲ χρὴ πάντων τῶν κακοχύμων ἐδεσμάτων, κἂν εὔπεπτά τισιν ᾖ· ἐν τῷ χρόνῳ γὰρ κακοχυ‐
5μία θησαυριζομένη ἐν ταῖς φλεψίν, ἐπειδὰν ἀφορμῆς ὀλί‐ γης εἰς σῆψιν ἐπιλάβηται, πυρετοὺς χαλεποὺς ἀπεργάζε‐ ται. ἔστι δὲ κακόχυμα τὰ δέ· τῶν προβάτων ἡ σὰρξ καὶ τῶν αἰγῶν ὁμοίως μετὰ δριμύτητος, ἡ δὲ τῶν τράγων χειρίστη, ἐφεξῆς δὲ ἡ τῶν κριῶν, ἔπειτα τῶν ταύρων, ἐν
10πάσῃ δὲ παλαιὰ χείριστα. τῶν λαγώων ἡ σὰρξ αἵματος μέν ἐστιν παχυτέρου γεννητική. βελτίονος δὲ εἰς εὐχυ‐ μίαν, βοὸς καὶ προβάτου· κακόχυμος δὲ καὶ ὁ τῶν ἐλά‐ φων νεφρὸς καὶ οἱ ὄρχεις τῶν ἐπὶ πλέον ηὐξημένων ζῴων πλὴν τῶν ἀλεκτρυόνων ἐγκέφαλος, ὁ τῆς ῥάχης μυελός,
15σπλήν, τὸ δὲ ἧπαρ ὀλίγον κακοχυμότερον τοῦ χοιρείου. πάντα τὰ σπλάγχνα τῶν ζῴων κακόχυμα, ᾠὰ τὰ τηγα‐ νιστά, τυροὶ παλαιοὶ βολῖται, ἀμανῖται, τῆλις, φακή, τύφη, βρῶμος· ἡ δὲ ὄλυρα μέσον ἐστὶ σίτου καὶ τύφης καὶ βρώ‐ μου, ἐλίμην, κέγχρον καὶ ὅσα τοιαῦτα, οὐκ εὔχυμα. Τῶν
20δὲ ἰχθύων δρακόντιον κοκύλιον, γαλαιώνυμοι, σκορπίοι, ὀρφοί, τρίγλαι αἱ τὰς καρίδας ἐσθίουσαι, καὶ οἱ μεγάλοι τῶν ἰχθύων καὶ τὰ ὀπωρινὰ πάντα. σῦκα δὲ ὀλίγον τῶν ἄλλων κακόχυμα, καὶ αἱ σταφυλαὶ ὁμοίως. κακόχυμοι δὲ καὶ ἰσχάδαι τοῖς ἐν αὐταῖς πλεονάζουσιν, ἀππίδια, ἄγουρα,263
25κινάραι καὶ μᾶλλον ὅταν σκληρότεραι γένωνται, πεπώνια· ἡ δὲ κολόκυνθος τούτων μέν ἐστι κάλλιον, ἐὰν καλῶς πεφθῇ· ἐὰν δὲ ἀποπεφθῇ, κακόχυμος γίνεται. Τῶν δὲ λαχάνων οὐδέν ἐστιν εὔχυμον, μέσων δὲ τῶν εὐχύμων καὶ κακοχύ‐ μων ἐστὶν τὸ μαρούλιον καὶ τὰ ἴντιβα καὶ μετὰ ταῦτα
30μαλάχη, εἶτα χρυσολάχανον, καὶ χοιροβότανον, καὶ βλῆ‐ τον καὶ λάπαθον. αἱ δὲ ῥίζαι τῶν λαχανωδῶν φυτῶν κα‐ κόχυμοί εἰσιν. ὅσαι δριμεῖαι οἷον κρόμμυα καὶ πράσα καὶ σκόροδα, καὶ κραμβίου ὁ καυλός, καὶ δαυκία, γογγύλιον τὸ μὴ ἐψηθὲν καλῶς, κράμβη, βολβοὶ καὶ μὴ καλῶς ἑψη‐
35θέντες. τὰ κρόμμυα δὲ καὶ τὰ σκόροδα καὶ τὰ πράσα καὶ ἀμπελόπρασα, δὶς ἐκζεσθέντα ἀποτίθεται τὴν κακοχυμίαν· κακόχυμα δέ εἰσιν ἐσχάτως τὰ ἄγρια λάχανα ἤγουν ἀγριο‐ μαρούλλια, καὶ ζοχία, καὶ πικρίδες, καὶ τὰ ὅμοια τούτων τῶν οἴνων οἱ παχεῖς καὶ δυσώδεις καὶ αὐστηροί.

11

(t)

Ὅσα φλέγμα γεννᾷ.
1 Τῶν ζῴων τὰ νευρώδη μόρια ἤγουν τὰ ποδάρια, τὰ δέρματα, ἐγκέφαλος, πνεύμων, τῆς ῥάχης ὁ μυελὸς καὶ τῶν ἀρνίων ἡ σάρξ, ἀμανιτάρις καὶ ἡ σὰρξ τῶν ὀστρακο‐ δέρμων καὶ τῶν ἁπαλοσάρκων καὶ μῆλα ἄγουρα.

12

(t)

Ὅσα μελαγχολικὸν χυμὸν γεννᾷ.
1 Κρέατα βόεια, αἴγεια, καὶ μᾶλλον τῶν ταύρων τε καὶ τράγων, λαγωοῦ σάρξ, ἀγριοχοίρεια, τὰ παστὰ κρέη τὰ τῶν τετραπόδων ζῴων καὶ οἱ σπλῆνες τῶν ζῴων. Τῶν δὲ θα‐ λασσίων ἰχθύων κοχλίαι, τῶν δὲ λαχάνων κράμβαι καὶ τῶν
5δένδρων οἱ βλαστοὶ δι’ ἄλμης ἢ καὶ ὀξάλμης συντιθέμε‐ νοι. τῶν δὲ ὀσπρίων ἡ φακή ἐστιν μελαγχολικώτερον ἔδεσμα καὶ μετὰ αὐτὴν οἱ πυρῖται τῶν ἄρτων καὶ οἱ ἐκ τῆς τύφης καὶ κέγχρου καὶ ἐλιμίου καὶ βύκου. τῶν δὲ οἴ‐
νων οἱ παχεῖς καὶ μέλανες.264

13

(t)

Ὅσα χολὴν γεννᾷ.
1 Ξυλοκέρατα, καὶ κινάρια, καὶ τὸ μέλι ἐκχολοῦται εὐ‐ κόλως κατὰ τὰ θερμὰ σώματα, καὶ οἱ γλυκεῖς οἴνοι.

14

(t)

Ὅσα γλίσχρους χυμοὺς γεννᾷ.
1 Οἱ σεμιδαλίται ἄρτοι καὶ αὐτὴ ἡ σεμίδαλις καὶ τὰ τραγανὰ μόρια τῶν ζῴων, ὀστᾶ, ὠτία, καὶ τὰ μυτία καὶ περὶ τὰ χείλη, καὶ τὸ χοίρειον κρέας τὸ χλωρόν, καὶ τὸ τῶν ἀρνίων, τὸ σησάμιν καὶ οἱ βολβοὶ τὰ τετράγγουρα
5καὶ οἱ λιπαροὶ φοίνικες.

15

(t)

Ὅσα ὠμοὺς χυμοὺς γεννᾷ.
1 Οἱ χλωροὶ φοίνικες, ῥίζα τοῦ γογγυλίου, ὅταν πλεο‐ νάσῃ τις ἐν αὐτῇ, ἡ σὰρξ τῶν ὀστρακοδέρμων τῶν σκλη‐ ροσάρκων, ἀποβαλοῦσα τὸν ζωμὸν ἐκ τῆς πολλῆς ἑψήσεως, καὶ τὰ μαλάκια καλούμενα, οἷον ὀκταπόδια, σηπίαι, καλα‐
5μάρια, μοσχίται, καὶ τὰ μεγάλα ὀψάρια, ὡς θύναι, σαυ‐ ροί, ξιφίαι. τῶν δὲ ζῴων τὰ μέρη, κοιλίαι, ἔντερα, μήτρα, ὀξύγαλα, τυροὶ ἁπαλοί, λουπηνάρια, σταφυλαί, ὅταν κρα‐ τήσῃ τὴν κοιλίαν, τὰ δὲ αὐτὰ καὶ τοὺς ψυχροὺς τίκτει χυμούς.

16

(t)

Ὅσα ἄφυσα.
1 Κύμινον, λιβυστικοῦ ῥίζα καὶ τὸ σπέρμα, λινόχοκκα, καναβόσπερμα, φάβα φρυκτόν, βολβοὶ δὶς ἑψηθέντες ἐν ἐλαίῳ καὶ γάρῳ καὶ μετ’ ὄξους ἐσθιόμενα, μέλι τὸ ἀπα‐ φρισθέν, ὀξύμελι, ὥστε καὶ πνεύματα καταρρήγνυσιν, ἄρ‐
5τοι κρίθινοι.

17

(t)

Ὅσα φυσώδη.
1 Ἐρεβίνθια, λουμπηνάρια, φασούλια, αὖχος, κέγχρος, κυάμοι, οἱ χλωροὶ φοίνικες, γάλα, καὶ μάλιστα τὸ ψυχρόν, βολβοὶ οἱ ὠμότεροι, μέλι τὸ ἑψηθέν. τῶν οἴνων οἱ γλυ‐ κεῖς ἅμα καὶ αὐστηροί. σύκων δὲ καὶ μάλιστα τῶν ὡρίμων
5καὶ ἰσχάδες. ὀλιγοχρόνιος ἡ ἐμπνευμάτωσις.265

18

(t)

Ὅσα παχύχυμα. Ὅσα ὀξώδη χυμὸν γεννᾷ.
1 Οἱ λειψανάβατοι ἄρτοι, αἱμουστόπιται, ἰτρίν, τὰ πλα‐ κούντια, οἱ λοβοὶ τῶν φαυσουλίων, τὰ λουπηνάρια, φακή, φάβα φρυκτόν, σισάμην, οἱ κτηνώδεις τῶν ἰχθύων, σηπίαι, ὀκτάποδες, ὀστρύδια, μίδια, κτένια, πίννες, κηρύκια, χηβά‐
5δες, σωλῆνες, ἐγχέλια, κοχλίδια, ἐλάφεια κρέη, αἴγεια, βόεια, λάγεια, χοίρεια, ἧπαρ, νεφροί, ὄρχεις, ἐγκέφαλος τουτ‐ έστι μυελὸς ὁ τῆς κεφάλης, μυελὸς τῆς ῥάχης, μαστά‐ ρια, γλῶσσαι, γάλα τὸ ἐπὶ πλέον ἑψηθέν, τυροὶ πάντες, ὀξύγαλα, ᾠὰ ἐκζεστά, μᾶλλον δὲ τὰ ὀπτὰ σκληρὰ γενόμενα,
10καὶ ἔτι μᾶλλον τὰ τυγανιστά, κάστανα, βαλάνια, βολβοί, γογγύλια, ὕδνα, κώνειον, σύκα τὰ ἀγουρότερα, κίτρου σάρξ, ἀγγούρια καὶ τετράγγουρα, μῆλα τὰ μὴ ὤριμα. τῶν οἴ‐ νων οἱ γλυκεῖς καὶ μᾶλλον τὸ ἕψημα καὶ τὸ μουστάριον.

19

(t)

Ὅσα πολύτροφα.
1 Χοίρεια κρέη, βοῶν ὁ ἐγκέφαλος, ὄρχεις, καρδία, τῆς ῥάχης ὁ μυελός, καὶ πᾶς μυελός. τὰ πτερύγια τῶν χηνῶν καὶ μᾶλλον τῶν ὀρνίθων καὶ παντοίων τῶν πετεινῶν αἱ κοιλίαι. τῶν ὀστρακοδέρμων τὸ σκληρόσαρκα, οἷον κηρύκια,
5κογχύλια, ἀστακοί, πάγουροι, καρίδαι, καραβίδες, ὀκτάπο‐ δες, σηπίαι, καλαμάρια καὶ τὰ τοιαῦτα, νάρκη, τρυγών, βάτοι καὶ λειοβάτοι, καὶ ῥίναι, καὶ τρίγλαι, ὁ σεμιδαλίτης ἄρτος, εἶτα ὁ καθαρὸς ἀλευρίτης, σιτάρην ἑψητόν, σεμί‐ δαλις, κύαμοι, ἐρέβινθοι, φάσουλοι, αὖχος, τήλη, λωβοί,
10λουπηνάρια, κάστανα, φακή, οἱ γλυκεῖς φοίνικες, σταφίδες γλυκεῖαι καὶ λιπαραί, βαλάγιον, γογγύλιον, βολβοὶ δὶς ἑψη‐ θέντες, μέλι τὸ ἀπαφρισθὲν, καὶ εὐκρατόμελι τὸ καλῶς ἑψηθέν, οἱ παχεῖς τῶν οἴνων καὶ ῥούσιοι, πλέον δὲ οἱ μέλανες καὶ γλυκεῖς καὶ παχεῖς καὶ στύφοντες.

20

(t)

Ὅσα ὀλιγότροφα.
1 Τὰ ἄκρα τῶν ζῴων, μήτρα, κοιλία, ἔντερα, οὐρά, ὠτία, ἀξούγγιν, καθόλου πᾶν τὸ γένος τῶν ὀρνίθων ὀλι‐ γοτροφότερά ἐστι τῶν τετραπόδων καὶ τῶν γεγηρακότων ζῴων τῶν ἔτι αὐξανομένων. τῶν ἰχθύων ἡ τροφὴ αἵματός
5ἐστι λεπτοτέρου γεννητική, τῶν ὀστρακοδέρμων τὰ μαλα‐ κόσαρκα, οἷον τὰ ὄστρεια, ἄρτοι κρίθινοι, ἄρτοι πιτυρίται καὶ ῥυπαροί, ἀλλὰ καὶ οἱ πλυτοί, ἄμυλον, βρῶμος, κέγχρος καὶ μᾶλλον ἐλίμην, ὀρίζιν, φάβα χλωρόν, συκάμινα, ἀμύγδαλα, πιστάκια, δαμάσκηνα, ῥοδάκινα, μαζιζάνια,266
10βερίκοκκα, ἐλαῖαι μαῦραι, λεπτυκάρυα καὶ μάλιστα τὰ με‐ γάλα, κάρυα, ζίνζιφα, κράνια, προῦμνα, κάπαρι, σεῦτλον, λάπαθον, ὀξυλάπαθον χοιροβότανον τὸ καὶ τραῦλον λε‐ γόμενον, ῥάφανον, γογγύλιον, σινάπι, κάρδαμον καὶ οἱ ἀσπάραγοι πάντες, δαυκίν· κρόμμυα δὲ καὶ σκόροδα καὶ
15πράσα καὶ ἀμπελόπρασα ὠμὰ μὲν οὐδὲ ὅλως τροφὴν δί‐ δουσι τῷ σώματι, ἑψηθέντα δὲ δὶς ἢ τρίς, ὀλιγίστην ῥοΐ‐ δια, ἄπια κολόκυνθος, σταφίδες αἱ στύφουσαι καὶ μὴ λιπα‐ ραί· τὰ σῦκα ἔχει τι πολυτροφώτερον, χαύνην δὲ ποιεῖ τὴν σάρκα, ὁμοίως ταῖς σταφυλαῖς· ἔλαττον δὲ αἱ σταφυλαὶ
20τῶν σύκων τρέφουσιν.

21

(t)

Ὅσα περιττωματικά.
1 Φάσσαι, χῆναι πλὴν τῶν πτερυγίων σπλάγχνα πάντα, ἢ ἧπαρ, σπλήν, νεφρός, ἔντερα, μήτρα, τῆς ῥάχης ὁ μυε‐ λὸς, τὰ ἐν ταῖς λίμναις καὶ τοῖς ἕλεσι βοσκόμενα ὄρνεα, ἐρέβινθοι, καὶ κύαμοι χλωροί, τὰ λακτέντα, τῶν προβά‐
5των ἡ σὰρξ καὶ πάντων τῶν νέων ζῴων καὶ τῶν ἀργῶς βιούντων, καὶ τῶν ἰχθύων οἱ ποτάμιοι καὶ λιμναῖοι καὶ οἱ ἐν πόλει διαιτώμενοι, καὶ πάντα τὰ κητώδη τῶν ἐν θαλάσσῃ ζῴων.

22

(t)

Ὅσα περιττά.
1 Τράχηλοι τῶν ζῴων, οὐραί, πτερύγια, ἡ τῶν ἀγρίων ζῴων σὰρξ καὶ τῶν ἐν ξηροῖς τόποις διαιτωμένων.

23

(t)

Ὅσα λεπτύνει.
1 Σκόροδα, κρόμυα, κάρδαμα, πράσα, σινάπι, πέπερι, ὀρίγανον, ἡδύοσμον, ὕσσωπον, βλυσκούνιν, θύμος, θρύμ‐ βαι χλωραὶ προσφερόμεναι, εὔζωμα, σέλινα, πετροσέλινα, ῥεφάνια, κράμβη, σεῦτλα, σκώλιμον, μάλαθρον, πήγανον,
5ἄνηθον, κύμινον, κάππαρι, ἄνισον, δαυκίου σπέρμα, κρι‐
θαί, οἱ πετραῖοι τῶν ἰχθύων καὶ τῶν ὀρείων ὀρνέων τῶν μικρῶν, καὶ τὰ ἐν τοῖς ὄρεσι διαιτώμενα τετράποδα, ὄψα‐ ροι, καὶ κίχλαι, καὶ κόσσυφοι, καὶ πέρδικες καὶ οἱ τρωγλῖ‐ ται, καὶ τὰ ἐν ἀμπέλοις εὑρισκόμενα πτηνὰ καὶ αἱ περι‐267
10στεραὶ αἱ διαιτώμεναι εἰς τοὺς πύργους. ἐκ δὲ τῶν σελα‐ χίων ἡ νάρκη καὶ ἡ τρυγὼν τῆς αὐτῆς ἐστι δυνάμεως. τὰ βούγλωσσα καὶ τὰ ψισία, τὰ δὲ μεγάλα τῶν ζῴων καὶ τὰ ὄρνεα, σφάξαντα μετὰ μίαν ἡμέραν ἐσθίειν, καὶ τὰ παστὰ ὅσα εἰσὶ μαλακά, καὶ τῶν ὀπώρων τὰς ὑγροτέρας καὶ εὐ‐
15κοιλίους, ἰσχάδες μετὰ καρύων καὶ πιστακίων καὶ τῶν ἀμυγδάλων αἱ ὑπόπικροι, μέσαι δέ πώς εἰσιν αἱ ἐλαίαι· τῶν οἴνων οἱ λευκοὶ καὶ λεπτοί, καὶ τὸ τυρόγαλα. χρησιμω‐ τέρον δέ ἐστιν εἰς λεπτύνουσαν δίαιταν τὸ ὀξύμελι μάλιστα.

24

(t)

Ὅσα θερμαίνει.
1 Σιτάριν ἐκζεστόν, καὶ οἱ ὑπ’ αὐτῶν ἄρτοι, τῆλις, οἱ γλυκεῖς φοίνικες, μῆλα τὰ γλυκέα, σισάμην, κανάβεως σπέρμα, αἱ γλυκεῖαι τῶν σταφυλῶν, σέλινον, εὔζωμον, ῥάφανον, γογγύλιον, σίνηπι, κάρδαμον, δαῦκιν, σκόροδα,
5κρόμυον, πράσον, ἀμπελόπρασον, τυρὸς παλαιός, οἶνος γλυκύς, θερμότερος δὲ ὁ ξανθὸς οἶνος καὶ παλαιός.

25

(t)

Ὅσα ψύχει.
1 Κριθαὶ κατὰ πάντας τοὺς τρόπους τῆς ἑψήσεως, κίγχρος, ὕδνα, κολόκυνθος ἐκζεστή, πέπωνες, μηλοπέπωνες, ἀγγούρια, τετράγγουρα, κοκκίμηλα, συκόμορα, καὶ ὄξυναι σταφυλαί, καὶ αἱ στύφουσαι τῶν σταφίδων, τὰ στύφοντα
5μῆλα, ῥοΐδια ὄξυνα, μαρούλιον, ἰντύβια, χοιροβότανον, μυρ‐ σινόκοκκα, ὕδωρ, ὑδατώδης οἶνος, οἶνος ὁ λευκὸς καὶ αὐ‐ στηρὸς καὶ παχὺς καὶ νέος αἰσθητῶς ψύχει καὶ τὸ ὄξος. μέσα δὲ τῶν θερμαινόντων καὶ ψυχόντων εἰσὶν ἄρτοι πλυτοί, ἄμυλον, αἱ οἰνώδεις τῶν σταφυλῶν.

26

(t)

Ὅσα ξηραίνει.
1 Φακή, καὶ κράμβη, διὰ τοῦτο καὶ τὴν ὄψιν ἀμβλύ‐ νουσιν, πλὴν εἰ τύχει ὑγροτέρων ὁ σύμπας ὀφθαλμός, ὀλιγώτερον δὲ τῆς κράμβης ὁ καυλὸς αὐτὴν ξηραίνει. τῶν
δὲ ἄλλων λαχάνων ξηρότερος ὁ καυλός ἐστιν, ῥαφάνια, γογ‐268
5γύλια, σίνηπι, λιγόκοκκον, ὄροβοι δὶς ἑψηθέντες καὶ ἀπο‐ γλυκανθέντες πολλάκις δι’ ὕδατος ἔδεσμα ξηραντικὸν γί‐ νεται, καλλίω δέ εἰσιν οἱ λευκοὶ καὶ ὅσα ὀπτᾶται καὶ τη‐ γανίζεται· ξηροτέραν δίδωσι τροφὴν καὶ ὅσα ἀρτύεται διὰ οἴνου καὶ γάρου, ξηρότερα τῶν οὐκ ἐχόντων εἰσὶ καὶ ὅσα
10διὰ σπερμάτων σκευάζεται ἤγουν ἐν οἷς εἰσέρχεται πεν‐ τάρτυμα, καρναβάδιν, βλισκούνιν, καὶ ὅσα τοιαῦτα.

27

(t)

Ὅσα ὑγραίνει.
1 Κριθάριν ἑψημένον, κολόκυνθα, πέπωνες, μηλοπέπω‐ νες, ἀγγούρια, καὶ τετράγγουρα, καρύδια χλωρά, δαμά‐ σκηνα, συκόμορα, συκάμινα, μαρούλλια, ἰντύβια, χοιροβό‐ τανον, μαλάχη, βλῆτα, χρυσολάχανον ὑγραίνει δὲ καὶ τὸ
5τοῦ μαρουλλίου καὶ τὸ τῆς κωδίας βλῦτα σπέρμα, φάβα, καὶ ἐρέβινθα χλωρά, ὕδωρ.

28

(t)

Ὅσα εὔφθαρτα.
1 Ῥοδάκινα, μαζιζάνια, βερίκοκκα καὶ πᾶσαι αἱ ὀπῶραι, ὅταν μὴ ταχέως διαχωρηθῶσιν, διόπερ προεσθίειν αὐτὰ χρὴ τῶν ἄλλων, οὕτως γὰρ αὐτά τε ταχέως ὑπέρχεται καὶ τοῖς ἄλλοις ὁδηγεῖ. ὕστερον δὲ βρωθέντα αὐτά τε διαφθεί‐
5ρεται, συνδιαφθείρει δὲ καὶ τὰ ἄλλα διαφθείρει.

29

(t)

Ὅσα δύσφθαρτα.
1 Κογχύλια, κηρύκια, ἀστακοί, καραβίδες, πάγουροι, κα‐ ρίδες, πίνναι, ταῦτα τοῖς διαφθείρουσι τὴν τροφὴν ὑπὸ κακοχυμίας γινόμενα. ἑψῶντες δὶς καὶ τρὶς ἐν ὕδατι καλ‐ λίστῳ, μετατιθέντες καθαρόν, ὅταν ἤδη τὸ πρότερον ἁλ‐
5μυρὸν φαίνεται.

30

(t)

Ὅσα βραδύπορα.
1 Πάντα ὅσα δι’ ἰτρίων καὶ σεμιδάλεως σκευάζεται βρα‐ δύπορα, φάβα φρασόμενον, οἱ καθαροὶ τῶν ἄρτων, φακὴ τοῦ λέπους ἀφῃρημένη, ἐγκέφαλος, τῆς ῥάχεως ὁ μυελός, ἧπαρ, συκότιν, καρδία, ὀπτὰ ᾠά, ἐκζεστὰ καὶ ἔτι μᾶλλον
5τηγανιστά, λουπινάρια, φασούλια, σισάμην, βαλάνια, μῆλα, καὶ ἀπίδια τὰ ἀγουρότερα, ξυλοκέρατα, οἶνος γλυκύς, καὶ μᾶλλον ὁ στρυφνὸς καὶ τὸ ὕδωρ.269

31

(t)

Ὅσα κεφαλὴν βλάπτει.
1 Συκάμινα, βάτζινα, κεδρόκοκκα, κανναβάκοκκα, φοι‐ νίκια, εὔζωμα, τῆλις, λιγόκοκκον, ὁ ξανθὸς καὶ αὐστηρὸς οἶνος· καὶ οἱ εὐώδεις δὲ ἅπαντες οἶνοι τῆς κεφαλῆς καὶ τῶν νεύρων ἅπτονται, ὁ δὲ ὑδατώδης οὔτε κεφαλὴν οὔτε
5νεῦρον ἀδικεῖ, γάλα, δαμάσκηνα, κρόκος, κάρυα, ὁ νέος οἶνος, κάστανα, πράσα, κρόμμυα, σκόροδα, ταρχὸς φουκάς.

32

(t)

Περὶ πίστου.
1 Πίστος, ἢ κέγχρος ὀλιγότροφος καὶ ψυχρόν, ὑγραινο‐ μένην δὲ γαστέραν ξηραίνει. ἔχει δέ τι καὶ δύσπεπτον.

33

(t)

Περὶ ὀρύζης.
1 Ὀρίζιν ἐπέχει δὲ τὴν γαστέρα, δυσπεπτότερον δέ ἐστιν τοῦ χόνδρου.

34

(t)

Περὶ χόνδρου.
1 Ὃ λέγουσιν οἱ ἄγροικοι κουρκούτιν καὶ ἀτροφώτερον χόνδρος, τὸ κουρκούτην τροφιμόν ἐστιν, φλέγμα δὲ γεννᾷ, ἐὰν εἰς κόρον αὐτὸ φάγῃ τις, ἢ καὶ ἀπεπτήσῃ.

35

(t)

Περὶ φακῆς.
1 Στύφει τὸ λέπος αὐτῆς. ἡ δὲ σὰρξ αὐτῆς μελαγχολι‐ κὸν γεννᾷ χυμόν, βλάπτει δὲ καὶ τὸ φῶς εἰς τοὺς ξηροτέ‐ ρους ἔχοντας ὀφθαλμούς.

36

(t)

Περὶ κυάμου.
1 Κύαμος τὸ λεγόμενον φάβα αἵματος λεπτοτέρου γεν‐ νητικόν. φυσῶδες δέ ἐστιν ἔδεσμα, χλωροὶ δὲ ἐσθιόμενοι ὑγραίνουσι τὰ σώματα.

37

(t)

Περὶ ἐρεβίνθων.
1 Οἱ ἐρέβινθοι φυσώδεις εἰσὶ καὶ αὐτοὶ καὶ τρόφιμοι, ὥσπερ οἱ κύαμοι, ἐπεγείρουσι δὲ καὶ τὰς εἰς τὰς μίξεις κινήσεις, καὶ σπέρματός εἰσι γεννητικοί. θρύπτει δὲ τὸ ἀπόζεμα αὐτῶν τοὺς ἐν τοῖς νεφροῖς λίθους καὶ μάλιστα270
5οἱ μαῦροι καὶ μικροί. ἐὰν δὲ φρυγῶσιν οἱ ἐρέβινθοι, ὥσπερ καὶ οἱ κύαμοι, καὶ τὴν κοιλίαν ἐπέχουσι καὶ τροφιμότεροι γίνονται. χλωροὶ δὲ καὶ αὐτοὶ ἐσθιόμενοι, ὑγρασίαν τοῖς σώμασι παρέχουσιν.

38

(t)

Περὶ λουπιναρίων.
1 Δύσπεπτόν ἐστι καὶ παχὺν γεννᾷ χυμόν, μέσον δέ ἐστιν λουπιναρίου εὐκοιλίου καὶ δυσκοιλίου.

39

(t)

Περὶ τήλεως.
1 Ἀποβραχεῖσα καὶ ἀπογλυκανθεῖσα καὶ φυτρωθεῖσα ἡ τῆλις ὑπάγει γαστέρα, διὰ γάρου προεσθιομένος ὁ καρπὸς δηλονότι ἢ δι’ ὄξους, καὶ γάρου ἢ δι’ οἴνου καὶ γάρου καὶ ἐλαίου· κεφαλαλγὴς δέ ἐστιν ἡ διὰ γάρου μόνου ἐσθιο‐
5μένη· ἐὰν δὲ μετὰ οἴνου καὶ γάρου καὶ ἐλαίου λάβῃ τις αὐτήν, οὐ γίνεται κεφαλαλγής. ὁ χυλὸς δὲ αὐτῆς ἑψηθεὶς καὶ μετὰ μέλιτος λαμβανόμενος ὑπάγει τοὺς ἐν τοῖς ἐν‐ τέροις μοχθηροὺς χυμούς. ἔστι δὲ καὶ εὐκοίλιος.

40

(t)

Περὶ φασουλίου.
1 Καὶ αὔχους καὶ ταῦτά τινες ἀποβρέχουσι μέχρι τοῦ φυῆσαι ῥίζαν καὶ ἐσθίουσιν πρὸ τῆς ἄλλης τροφῆς, ὑπα‐ γωγῆς ἕνεκα γαστρός, καὶ ἐναποβάπτοντες γάροις. τρόφι‐ μον γεννῶσι δὲ χυμὸν ὅταν καλῶς πεφθῶσι. καὶ πλέον
5τῆς τήλεως· εἰσὶ δὲ ταῦτα μέσα πως τῶν εὐχύμων καὶ κακοχύμων, εὐπέπτων τε καὶ δυσπέπτων, βραδυπόρων τε καὶ ταχυπόρων, ἀφύσων τε καὶ φυσωδῶν, ὀλιγοτρόφων τε καὶ πολυτρόφων.

41

(t)

Περὶ λαθύρων.
1Οὗτοι τροφιμώτεροι τῶν φασουλίων καὶ αὔχους. τὰ
δὲ ἄλλα ὅμοιοι· χορτάζει γὰρ τοὺς ἐσθίοντας ταχέως.271

42

(t)

Περὶ σησάμου.
1 Σήσαμον ταχέως τοὺς ἐσθιόντας χορτάζει· ἔστι δὲ βραδύπορον, δύσπεπτον καὶ κακοστόμαχον καὶ παχύχυμον καὶ δυσῶδες.

43

(t)

Περὶ καναβοκόκκου.
1 Δύσπεπτον καὶ κακοστόμαχόν ἐστι, καὶ κεφαλαλγές τε καὶ κακόχυμον. θερμαίνει δὲ ἱκανῶς.

44

(t)

Περὶ κολοκύνθης.
1 Ὑγρὰν δίδωσι καὶ ψυχρὰν τροφὴν τῷ σώματι καὶ ὀλίγην καὶ εὐκοίλιον. ἐὰν δὲ ψυγῇ ὥσπερ κόπτουσι καὶ ξηραίνουσι αὐτὴν καὶ ξηρὰν ἐσθίουσιν ἐν χειμῶνι ὠμῶν χυμῶν ἐστι γεννητική.

45

(t)

Περὶ πεπώνων.
1 Ψυχροί εἰσι καὶ ὑγροί· ἔχουσι δέ τι καὶ καθαρτικόν· διὸ καὶ κινοῦσιν οὖρα καὶ ὑγραίνουσι τὴν κοιλίαν, πλέον τῆς κολοκύνθης, καὶ τῶν μηλοπεπόνων, πλέον δὲ τῆς σαρ‐ κὸς αὐτῶν οὐροῦσι, κινεῖ τὸ σπέρμα. κακοχυμίαν δὲ ποι‐
5οῦσι ἐν τῷ σώματι, καὶ μάλιστα ὅταν μὴ πεφθῶσι κα‐ λῶς. τηνικαῦτα δὲ καὶ χολερικοὺς ἀποτελοῦσι, καὶ πρὶν ἀπεπτηθῶσι, πρὸς ἔμετον ἐπιτήδειοί εἰσι, καὶ μάλιστα, εἰ πλέον βρωθῶσι.

46

(t)

Περὶ μηλοπεπόνων.
1 Οἱ μηλοπέπονες οὐ τοσοῦτόν εἰσιν ὑγροὶ ἢ κακόχυμοι ὅσον οἱ πέπονες, οὔκ εἰσι δὲ οὕτως οὐρητικοί, οὐδὲ εὐκοί‐ λιοι, οὐδὲ εἰς ἔμετον ὁμοίως ἐκείνοις ἐξορμῶσιν· ἀπολει‐ πόμενοι δὲ τῶν εὐστομάχων ὀπωρῶν τῶν ἄλλων οὐκ ἔχουσι
5τῶν πεπόνων τὸ κακοστόμαχον.

47

(t)

Περὶ ἀγγούρων καὶ τετραγγούρων.
1 Ἔχουσιν οὐρητικόν τι καὶ αὐτοί, περισσῶς δὲ ἐσθιό‐ μενοι ἐν τῷ χρόνῳ παχὺν χυμὸν γεννῶσι, μὴ δυνάμενον
εἰς αἷμα μεταβληθῆναι.272

48

(t)

Περὶ σύκων.
1 Κακόχυμα μέν εἰσιν, ὡς αἱ λοιπαὶ ὀπῶραι, πλὴν ὀλι‐ γώτερον ἐκείνων, ἔχουσι δὲ καὶ ἀγαθὰ ταῦτα. εὔκοιλα γάρ εἰσι καὶ ῥυπτικὰ ἤγουν καθαρτικόν τι ἔχουσι, τροφὴν δὲ πλείονα τῶν ἄλλων ὀπωρῶν δίδωσι τῷ σώματι. τὴν δὲ
5σάρκα τῶν ἐσθιόντων, οὐκ ἐσφιγμένην καὶ ἰσχυρὰν ἐργά‐ ζεται, ἀλλ’ ὑπόσομφον, τουτέστιν ὑπόζογχον. ποιεῖ δὲ ἐμπνευμάτωσιν, ἀλλ’ ὅμως ὀλιγοχρόνιον, ἐσθίειν δὲ δεῖ τὰ πάνυ ὤριμα.

49

(t)

Περὶ ἰσχαδίων.
1 Τὰ ἰσχάδια κακόχυμά εἰσιν, ὅθεν καὶ φθειρῶν πλῆθος γεννῶσι. δύναμιν δὲ ἔχουσι λεπτυντικήν τε καὶ τμητικήν, δι’ ἥν εἰσι καὶ εὐκοίλια καὶ καθαρτικὰ τῶν νεφρῶν· ἥπατι δὲ καὶ σπληνὶ φλεγμαίνουσι βλαβερὰ καθάπερ καὶ τὰ
5σῦκα καθὼς πάντα τὰ γλυκέα· ἐμπεφραγμένοις δὲ καὶ σκληρουμένοις ἤγουν σκληροῖς τοῖς σπλάγχνοις μετὰ ὑσ‐ σώπου ἢ βλισκουνίου ἐσθιόμενα μεγάλως ὠφελοῦσι. ὅσοι δὲ αὐτὰ ἐσθίουσιν μετὰ ἄλλων βρωμάτων, μεγάλως βλά‐ πτονται, ἀλλὰ καὶ τρέφουσιν ἱκανῶς, καθὼς τὸ παλαιὸν
10τοῖς ἀθληταῖς ἐδίδοντο.

50

(t)

Περὶ σύκου καὶ σταφυλῆς.
1 Κεφαλαί εἰσιν αὗται τῶν ὀπωρῶν. εἰσὶ δὲ καὶ πασῶν τροφιμώτερα καὶ μάλιστα τὰ σῦκα καὶ ὀλίγον εἰσὶ κακό‐ χυμα, ὅταν εἰσὶν ἀκριβῶς ὤριμα. ὀλιγώτερον δὲ τῶν σύκων αἱ σταφυλαὶ τρέφουσιν. ἀγαθὸν δὲ αὐταῖς ὑπάρχει τὸ τα‐
5χέως διαχωρεῖσθαι. διὸ κἂν ἐπισχεθῶσί ποτε, βλάπτουσιν ἱκανῶς, οὐκ ἐχόντων τοῦτο τῶν σύκων· ἐκεῖνα γὰρ κἂν μὴ διαχωρισθῇ, ἀβλαβῆ τροφὴν δίδωσι τῷ σώματι. αἱ δὲ στα‐ φυλαὶ μὴ τὴν κοιλίαν κινοῦσαι οὐδὲ χονεύονται καλῶς καὶ ὠμὸν χυμὸν γεννῶσι μὴ δυνάμενον εὐκόλως εἰς αἷμα
10μεταβληθῆναι. ἐσθίειν δὲ αὐτὰς χρὴ χωρὶς τῶν γιγάρτων καὶ τῶν σταφυλῶν. ἄπεπτα γὰρ ὑπάρχουσι ταῦτα. τὰ δὲ γίγαρτα καὶ στύφει, καὶ ἀχόνευτα μένει· αἱ μὲν οὖν γλυ‐ κεῖαι τῶν σταφυλῶν, θερμότερον ἔχουσι τὸν χυλόν, αἱ δὲ
αὐστηραὶ ψυχρότερον.273

51

(t)

Περὶ ἀσταφίδων.
1 Αἱ μὲν οὖν αὐστηραὶ τῶν ἀσταφίδων ψυχρότεραι, ῥωννύουσαι δὲ τὸν στόμαχον καὶ τὴν κοιλίαν ξηραίνου‐ σιν. αἱ δὲ γλυκεῖαι θερμότεραι. καὶ μέσαι πώς εἰσιν εὐ‐ στόμαχοι καὶ δυσκοίλιοι. ἔχουσι δέ τι καὶ ῥυπτικόν, καὶ
5τὰς μικρὰς τοῦ στομάχου θεραπεύουσι δήξεις. τροφὴ δὲ ἐκ τῶν ἀσταφίδων ἀναδίδοται, οἷα καὶ ἀπὸ τῶν σταφυλῶν.

52

(t)

Περὶ μήλων.
1 Ὅσα μὲν στύφῃ τῶν μήλων, ψυχρὸν ἔχει καὶ γεώδη χυμόν, τουτέστι παχύν. ὅσα δὲ ὄξυνα, ψυχρὸν καὶ λεπτο‐ μερῆ. μέσης δὲ ὑπάρχει κράσεως, τὰ γλυκέα πρὸς τὸ θερ‐ μότερον ἀποκρίνονται. τὰ δὲ ἄπια ψυχρὰ καὶ ὑδατώδη
5καὶ διὰ τοῦτο τὰ μὲν στυφέα ἐπέχει τὴν γαστέρα. τὰ δὲ ὄξυνα χυμὸν εὑρόντα καὶ τοῦτον τέμνοντα ὑπάγει τὴν κοιλίαν. καθαρὰ δὲ εὑρόντα ἐπέχει. τὰ δὲ ἄπια, τουτέ‐ στιν τὰ μήτε γλυκέα μήτε ὄξυνα, μήτε στυφέα χείριστα πάντων.

53

(t)

Περὶ κυδωνίων καὶ στρουθομήλων.
1 Τὰ κυδώνια στύψιν ἔχει πολλὴν καὶ εἴ τις ἑψήσας αὐτῶν τὸν χυλὸν μετὰ μέλιτος ἀποτίθησιν, φυλάττονται. τῶν δὲ ἄλλων μήλων ὁ χυλὸς ὀξύζει. τῶν δὲ στρουθομή‐ λων καὶ αὐτὸς ὁμοίως τοῖς κυδωνίοις σώζεται.

54

(t)

Περὶ ἀπίων καὶ ῥοϊδίων.
1Ἀμφότερα στύφουσι, ὀλιγοτροφώτερα δὲ τὰ ῥοΐδια.

55

(t)

Περὶ μεσπίλων καὶ σουρούβων.
1 Ἀμφότερα στύφουσι καὶ τὴν γαστέρα ῥέουσαν ἱστῶ‐ σιν. εἰσὶ δὲ τὰ σούρουβα στυπτικώτερα καὶ ἡδονὴν ἔχοντα πλείονα.

56

(t)

Περὶ φοινίκων.
1Τῶν φοινίκων οἱ μὲν γλυκεῖς εἰσιν, οἱ δὲ στύφοντες,
εὐστόμαχοι καὶ γαστρὸς ἐφεκτικοί. ἅπαντες δὲ οἱ φοίνικες δύσπεπτοί τε εἰσι καὶ τὴν κοιλίαν κρατοῦντες, πλείονες βρωθέντες.274

57

(t)

Περὶ ἐλαιῶν.
1 Ὀλιγότροφοί εἰσι καὶ μάλιστα αἱ μαῦραι. αἱ δὲ ἄσπραι αἵτινες γίνονται κολυμβάδαι, διὰ τὴν στύψιν εὐστόμαχοί εἰσιν, ἐπεγείρουσαι καὶ τὴν ὄρεξιν. ἐπιτηδειόταται δέ εἰσιν αἱ δι’ ὄξους συντιθέμεναι.

58

(t)

Περὶ καρύων.
1 Ὀλιγότροφά εἰσι τά τε κάρυα καὶ τὰ λεπτοκάρυα. τὰ δὲ χλωρὰ ὑδατώδη δύναμιν ἔχει, εὐπεπτότερον δέ ἐστι καὶ εὐστομαχώτερον τὸ κάρυον τοῦ λεπτοκαρύου καὶ μάλιστα μετὰ ἰσχάδων ἐσθιόμενα. τὸ δὲ ξηρὸν κάρυον βρεχόμενον
5καὶ ἐκλεπιζόμενον ἴσον δύναται τοῦ χλωροῦ.

59

(t)

Περὶ ἀμυγδάλων.
1 Ὀλιγότροφα [δέ] ἐστι. ἐπικρατεῖ δὲ ἐν αὐτοῖς ἡ λεπτυν‐ τική τε καὶ ῥυπτικὴ δύναμις. τὰ δὲ πικρὰ πολλὴν ἔχει τὴν τμητικὴν τῶν παχέων καὶ γλίσχρων χυμῶν δύναμιν.

60

(t)

Περὶ ζινζίφων.
1Ὀλιγότροφα καὶ ταῦτα ἥπατι δὲ ὠφέλιμα.

61

(t)

Περὶ πιστακίων.
1 Ὀλιγότροφα καὶ ταῦτα, ἥπατι δὲ ὠφέλιμα, ὀλιγότροφα καὶ δύσπεπτά ἐστι καὶ κακοστόμαχα.

62

(t)

Περὶ ξυλοκεράτων.
1 Κακόχυμά ἐστι καὶ χολώδη καὶ δύσπεπτα καὶ κρα‐ τυντικὰ τῆς κοιλίας.

63

(t)

Περὶ καπάρεως.
1 Ἀπορρίπτει τὸ ἐν τῇ γαστρὶ φλέγμα καὶ ἐμφράττει τὰ σπλάγχνα πρὸ τῶν ἄλλων σιτίων, δι’ ὀξυμέλιτος ἢ ἐξ
ἐλαίου.275

64

(t)

Περὶ κίτρου.
1 Τὸ μὲν ὀξῶδες αὐτοῦ ἄχρηστον, ἡ δὲ σὰρξ αὐτοῦ δύσπεπτος. ἀλφοὺς συνεργεῖ εἰς πέψιν καὶ εἰς ῥύσιν στο‐ μάχου, ὥσπερ φάρμακον ὀλίγον ληφθέν.

65

(t)

Περὶ ἀγριολαχάνων.
1Τὰ ἀγριολάχανα ἐσχάτως εἰσὶ κακόχυμα.

66

(t)

Περὶ μαρουλλίων.
1 Πάντων τῶν λαχάνων ὀλίγιστον καὶ κακόχυμον αἷμα γεννώντων, τὸ μαρούλλιον ἧττόν ἐστι κακόχυμον, καὶ ὀλι‐ γότροφον.

67

(t)

Περὶ ἰντίβων.
1 Δεύτερόν ἐστι μετὰ τὸ μαρούλλιον· γλίσχρον γὰρ καὶ διὰ τοῦτο εὐκοίλιον μετ’ ἐλαίου καὶ γάρου ἐσθιόμενον καὶ μετρίως ἐστὶν εὔπεπτον.

68

(t)

Περὶ σεύτλου.
1 Κακοστόμαχόν ἐστι πλείων βρωθέν, ῥυπτικὸν δέ ἐστιν καὶ διὰ τοῦτο εὐκοίλιον. χρήσιμον δὲ εἰς τὰς τοῦ ἥπατος καὶ σπληνὸς ἐμφράξεις, καὶ μάλιστα, ὅταν μετ’ ὄξους ἢ σινάπεως ἐσθίηται.

69

(t)

Περὶ σελίνου.
1 Οὐρητικόν ἐστι καὶ εὐστομαχώτερον τῶν ἄλλων λαχά‐ νων· ἐστὶν ὅτε καὶ ἡδονὴν ἐμποτοῦντα ὠμὰ ἐσθιόμενα.

70

(t)

Περὶ εὐζώμου.
1 Θερμαίνει σαφῶς τοῦτο τὸ λάχανον. γεννᾷ δὲ καὶ σπέρμα καὶ πρὸς συνουσίας ἐπεγείρει, κεφαλαλγικὸν δέ ἐστι.

71

(t)

Περὶ ἀσπαράγων.
1Πάντες εἰσὶν εὐστόμαχοι καὶ διουρητικοὶ καὶ βραχύ
τι τρόφιμον ἔχοντες.276

72

(t)

Περὶ βολβῶν.
1 Οἱ βολβοὶ εὐστόμαχοί εἰσι καὶ μάλιστα δι’ ὄξους ἅμα ἐλαίῳ καὶ γάρῳ ἐσθιόμενοι.

73

(t)

Περὶ δαυκίου.
1Διουρητικόν ἐστιν πλὴν δύσπεπτον.

74

(t)

Περὶ ὕδνων.
1 Ἄποιά εἰσι καὶ ὑδατώδη κατὰ τὴν γεῦσιν. εἰσὶ δὲ πα‐ ραπλήσια τοῖς ἀμανίταις. φλεγματώδης δέ ἐστιν ἡ ἐξ αὐ‐ τῶν τροφὴ καὶ ψυχρά, καὶ εἰ πλεονάσει τις ἐν αὐτοῖς κακόχυμος.

75

(t)

Περὶ ῥαφάνων.
1 Λεπτυντικῆς ἐστι μετὰ τοῦ θερμαίνειν δυνάμεως. ἐπικρατεῖ δὲ ἡ δριμεῖα ποιότης ἐν αὐτοῖς, ὁμοίως καὶ τὰ πράσα καὶ τὰ σκόροδα καὶ τὰ ἀμπελόπρασα.
4tΠερὶ τῆς ἐκ τῶν ζῴων τροφῆς.
5 Αἱ σάρκες τῶν ζῴων αἵματός εἰσιν ἀρίστου γεννητι‐ κοῦ καὶ μάλιστα τῶν εὐχύμων, ὁποῖόν ἐστι τὸ ὕειον· τὰ δὲ νευρώδη φλεγματικωτέρου εἰσὶν αἵματος γεννητικά. πάν‐ των οὖν τῶν ἐδωδῶν κρεῖττόν ἐστι τὸ ὕειον κρέας, τὰ δὲ βόεια παχυτέρου καὶ μελαγχολικωτέρου καὶ παχυτέρου αἵ‐
10ματος γεννητικὰ καὶ βλαβερά, μάλιστα τοῖς μελαγχολικοῖς. Μόσχια δὲ καὶ ἐρίφεια τῶν βοείων καὶ αἰγείων ἀμείνω· τὰ δὲ ἄρνεια ὑγρότερον αἷμα καὶ φλεγματικώτερον γεν‐ νῶσι. Τῶν δὲ προβάτων ἡ σὰρξ κακόχυμος καὶ περιττω‐ ματική, καὶ ἡ τῶν αἰγῶν ὡσαύτως μετὰ δριμύτητος· ἡ δὲ
15τῶν τράγων χειρίστη πρὸς ἀχυμίαν καὶ πρὸς πέψιν. Ἐφε‐ ξῆς δὲ ἡ τῶν κριῶν καὶ μετὰ ταῦτα ἡ τῶν ταύρων. Ἐν πᾶσι δὲ τούτοις τὰ τῶν εὐνουχισθέντων κρείττονα. Χεί‐ ριστα δὲ τὰ παλαιὰ πρὸς πέψιν καὶ εὐχυμίαν καὶ θρέψιν. Τοῦ δὲ λαγῳοῦ αἵματός ἐστι παχυτέρου γεννητική. Κρεῖτ‐
20τον δὲ εἰς ἀχυμίαν βοὸς καὶ προβάτου. Κακόχυμος δὲ ἡ τῶν ἐλάφων καὶ σκληρὰ καὶ δύσπεπτος. Περὶ τῶν ἐν τοῖς πετοῖς ζῴοις μορίων. Οἱ
πόδες τῶν χοίρων ἐπιτήδειοι, δεύτερον δὲ τὰ ῥέγχη, καὶ τρίτον τὰ ὠτία. τὴν δὲ γλῶσσαν χαύνην τε καὶ ὀλίγαι‐277
25μον, οἱ δὲ ὄρχεις κακόχυμοι, χονδρώδη καὶ δύσπεπτα τὰ μυτία. Περὶ γλώσσης. Χαύνη καὶ ἄνεμος καὶ ὀλιγότρο‐ φος καὶ ὀλίγαιμος. Περὶ νεφρῶν καὶ ὄρχεων. Βρωμώδη καὶ δύσπε‐
30πτα, πλὴν τῶν ἀλεκτρυόνων, ὄρχεις καὶ νεφροί, κακόχυμα καὶ ἄπεπτα. ἔχουσι δὲ καὶ δυσῶδες. Περὶ μασταρίων. Τὰ δὲ μαστάρια εὔχυμά εἰσιν, εἰ καλῶς πεφθῶσιν, αἷμα γεννῶσι καλόν· ἀπεφθηθέντα δὲ ὠμὸν καὶ φλεγματώδη χυμόν.
35 Περὶ ἐγκεφάλων. Τοὺς δ’ ἐγκεφάλους κακοχύ‐ μους φαμέν, ὡς βραδύπορον ἔδεσμα καὶ δύσπεπτον καὶ κακοστόμαχον καὶ ναυτίας ποιητικὸν καὶ περιττωματικόν. ὁ δ’ ἐν τοῖς ὀστοῖς μυελὸς γλυκύτερος καὶ ἡδονικώτερος· ναυτιώδεις δὲ καὶ οὗτοι καὶ εἰς ἔμετον ὁρμῶντες. Εἰ δὲ
40καλῶς πεφθῶσι, τρόφιμοι καὶ αὐτοί. Περὶ σπλάγχνων. Τὸ ἧπαρ ἁπάντων τῶν ζῴων παχύχυμόν τε καὶ δύσπεπτον καὶ βραδύπορον. Κάλλιον δὲ παρὰ πᾶσι τὸ τοῦ χοίρου, πλὴν δὲ κακόχυμον καὶ με‐ λάγχολον. Ὁ δὲ σπλὴν μελαγχολικοῦ γεννητικός ἐστι αἵ‐
45ματος καὶ βλαπτικός. Εὐπεπτότερος δὲ ὁ πνεύμων ὡς χαῦνος, πλὴν ὀλιγότροφος καὶ φλεγματικός. Ἡ δὲ καρδία σκληρὰ μέν ἐστι καὶ δύσπεπτος· εἰ δὲ πεφθῇ, τρόφιμός ἐστι καὶ οὐ κακόχυμος γίνεται. Κοιλία δὲ καὶ μήτρα καὶ ἔντερα σκληρὰ καὶ δύσπεπτα καὶ φλέγματα γεννητικά.

75

(50)

κἂν καλῶς πεφθῶσι, οὐκ ἀκριβὲς αἷμα ἀπογεννῶσι, ἀλλὰ ψυχρότερον καὶ ὠμότερον ἐργάζεται, καὶ χρόνου δεόμενον πρὸς κατάστασιν τοῦ ἀρίστου αἵματος. Περὶ τῆς τῶν ἡμέρων ζῴων καὶ τῶν ἀγρίων διαφορᾶς. Τὰ ἥμερα τῶν ζῴων ὑγρότερά ἐστι τῶν
55ἀγρίων· τὰ δὲ ἄγρια ξηρότερα τῶν ἡμέρων, ὥστε τῶν μὲν ἀγρίων ἀπέριττος ἡ τροφή, τῶν δὲ ἡμέρων περιττω‐ ματική. Περὶ τῆς ἀπὸ τῶν πτηνῶν ζῴων τροφῆς. Τὸ γένος ἅπαν τῶν πτηνῶν ὀρνίθων ὀλιγοτροφότερόν
60ἐστι τῶν τετραπόδων. εὐπεπτότερα δέ ἐστι τὰ τῶν ὀρνί‐ θων, καὶ μάλιστα περδίκων, ταγηναρίων, περιστερᾶς. Ξη‐ ρότερα δὲ τούτων κίχλαι, κόσσυφοι, καὶ στρουθία, τού‐ των δὲ πλέον τρυγῶν καὶ φάσσα καὶ νῆσσα. Ὅμοιοι δὲ τῶν ὀρνίθων εἰσὶν οἱ φασιανοὶ εἰς πέψιν καὶ τροφήν,278
65πλὴν ἡδύτερα τὰ τῶν φασιανῶν. Σκληρότερα δὲ καὶ δυσπεπτότερα πάντων τὰ τῶν ταώνων. Χῆνες δὲ περιτ‐ τωματικώτεραί τε καὶ δυσπεπτότεραι πάντων πτηνῶν ζῴων, πλὴν τῶν πτερυγίων. Καλλίονα δὲ τὰ αὐξανόμενα τῶν νεογνῶν καὶ γεγηρακότων.
70 Περὶ σπλάγχνων πτηνῶν. Αἱ δὲ κοιλίαι τῶν χήνων τρόφιμαι καὶ ἡδύτεραι· ἐφεξῆς δὲ τῶν σιτευθέντων ὀρνίθων. Τὰ πτερύγια τῶν πτηνῶν ἐπιτήδεια πεφθῆναι καὶ θρέψαι καὶ οἱ παχεῖς τῶν ἀλεκτρυόνων ἄριστοι. Περὶ ἰχθύων. Κέφαλος βλαβερὸς ἱκανῶς, ὡς πε‐
75ριττωματικὸς ἐκ πηλοῦ τρεφόμενος. κρεῖττον δὲ ὁ ἐν πε‐ λάγει τρεφόμενος. ἔτι δὲ χείρονες οἱ ἐν ταῖς λίμναις· οἱ δὲ ἐν τοῖς ποταμοῖς γινόμενοι καλλίονες καὶ μάλιστα οἱ κατὰ τοὺς ὀξυρρέοντας· οἱ δὲ λιπαροὶ χείρους πεφθῆναι. εἰσὶ δὲ καὶ κακοστόμαχοι καὶ κακόχυμοι.
80 Περὶ λαυρακίων. Αἵματός ἐστι λεπτοτέρου γεν‐ νητικός, καθάπερ καὶ οἱ λοιποὶ ἰχθύες· οὐδὲν δὲ ἕτερον φαῦλον ἔχει. Περὶ τρίγλης. Ἡ τρίγλη σκληροτέραν καὶ εὔ‐ θρυπτον ἔχει τὴν σάρκα καὶ διὰ τοῦτο τρέφει μᾶλλον
85τῶν ἄλλων ἰχθύων, ὅταν πεφθῇ καλῶς· εἰσὶ γὰρ καὶ κα‐ λαὶ τρίγλαι αἱ ἐν καθαρῷ διαιτώμεναί τε χωρίῳ, ἔνθα οὔκ ἐστι βοτάνη. Περὶ πετραίων ἰχθύων. Οἱ πετραῖοι δὲ τῶν ἰχθύων τροφὴν ὑγιεινοτάτην καὶ εὔπεπτον παρέχουσι τοῖς
90μεταλαμβάνουσιν. Τούτων οὐ φαῦλον γὰρ ὡς ἕτερος καὶ λοιποί, ἀλλὰ σύμμετρον καὶ καλὸν αἷμα γεννῶντες. Περὶ κωβίων. Ὁ δὲ κωβίος ἀριστότερός ἐστι· ἡδο‐ νικὸς γὰρ καὶ πρὸς πέψιν ἐπιτήδειος, ἀνάδοσίν τε καὶ εὐχυμίαν. Ὁ κατὰ τὰς ψαμμώδεις αἰγιαλοὺς ἢ τὰς πε‐
95τρώδεις ἀκτάς. Βλαβερὸς δέ ἐστιν ὁ ἐν ταῖς λίμναις καὶ
οὗτος ἐν τοῖς στομίοις τῶν ποταμῶν ἢ λιμνοθαλάσσης, καὶ μάλιστα ἐὰν ἐκεῖσε βάλλονται κάραβοι. Ὁμοίως καὶ πάντες οἱ ἰχθύες φαῦλοι οἱ ἐν τοιούτοις διαιτώμενοι ὕδασι. Περὶ σκληροσάρκων ἰχθύων. Οἱ δὲ σκληρό‐279

75

(100)

σαρκοι τῶν ἰχθύων δύσπεπτοι, οὐ μόνον ἐν τῇ γαστρί, ἀλλὰ καὶ κατὰ τὰς φλέβας καὶ καθ’ ἕκαστον μόριον δη‐ λονότι. Παχυμώτεροι δὲ μαλακοσάρκων εἰσὶ δράκαινα, κοκκύγια, σκορπίος, ὀρφοὶ καὶ τρίγλαι μεγάλαι. Περὶ τῶν ὀστρακοδέρμων. Κοινόν ἐστι τούτοις
105ἁλυκὸν χυμὸν ἔχειν ἐν τῇ σαρκί, ὑπακτικὸν τῆς γαστρός· ἔχουσι δὲ τὰ μὲν πλέον, τὰ δὲ ἔλαττον. Καὶ γὰρ ὀστρύ‐ δια μαλακωτέραν ἔχει τὴν σάρκα τῶν ἄλλων, ἐπειδὴ λοι‐ πὸν τὰ μὲν σκληρόσαρκα καὶ δυσπεπτότερα πάντα. Καὶ διὰ τοῦτο μᾶλλον αἱρετέον αὐτὰ πρὸς τοὺς διαφθείροντας
110τὴν τροφὴν ὑπὸ κακοχύμου ἐν τῇ γαστρὶ ἢ ἐν αὐτῇ τικτο‐ μένου ἢ ἐξ ἥπατος καταρρέοντος. Γεννᾶται δὲ ἐξ αὐτῶν ὁ καλούμενος ὠμὸς χυμὸς πάμπολυς. Ἐκ δὲ τῶν μαλα‐ κοσάρκων ἑψηθέντων τὸν πολὺν ἀποτίθεται ἁλυκὸν χυμὸν καὶ γίνεται τῶν τοιούτων ἡ σὰρξ δύσφθαρτος καὶ γαστρὸς
115ἐφεκτική. Τὸν δὲ ζωμὸν ὅς τις ἐκπίῃ, τὴν κοιλίαν προ‐ τρέπει. Εἰσὶ δὲ ταῦτα ὀστρύδια, μύδια, κογχλίοι, κογχύ‐ λαι καὶ κτένια. Περὶ τῶν σκληροσάρκων. Τὰ σκληρόσαρκα δύσ‐ πεπτα καὶ αὐτά· εἰσὶ δὲ καὶ τρόφιμα· ἑψηθέντα δέ, κα‐
120θάπερ τὰ ὄστρεα, ἐπέχει τὴν κοιλίαν, καὶ γίνεται ὅμοια τοῖς σκληροῖς τῶν ὀστρακοδέρμων. Ἐστὶ δὲ ταῦτα ἀστα‐ κοί, πάγουροι ποτάμιοι καὶ θαλάσσιοι, καρκῖνοι, καρα‐ βίδες, καρίδες, καὶ ὅσα ἄλλα. τὸ περιέχον αὐτοῖς λεπτὸν ὄστρακον.
125 Περὶ τῶν μαλακίων. Τὰ δὲ μαλάκια σκληρόσαρκά τε καὶ δύσπεπτα, πεφθέντα δὲ πολύτροφα γίνεται. Πλεῖ‐ στον δὲ καὶ ταῦτα γεννᾷ τὸν ὠμὸν χυμόν. Ἔστι δὲ ταῦτα ὀκταπόδια, σηπίαι, καλαμάρια, μοσχῖται, καὶ τὰ τοιαῦτα.
130 Περὶ τῶν σελαγίων. Γλυκείαν ἔχει τὴν σάρκα καὶ μαλακὴν καὶ εὐκοίλιον καὶ εὔπεπτον καὶ τρόφιμον μέσως,
οἷον νάρκαι τε καὶ τρυγόνες. βάτοι δὲ καὶ λειοβάτοι, καὶ ῥίναι δυσπεπτότερα. τροφὴν δὲ πλείονα παρέχοντα, νάρ‐ κης καὶ τρυγόνος.280
135 Περὶ τῶν κταπόδων. Πλὴν τῆς ὕσκας, θύννας οὐχ ἕτερον τῇ χρήσει τῇ καθ’ ἡμᾶς· εἰσὶ δὲ πάντα κακό‐ χυμα καὶ περιστωματικά. ταριχεύοντας δὲ ἤγουν πάσσον‐ τας δεῖ ἐσθίειν. —
139tΚοινὰ βοηθήματα πρὸς τὰς τῶν ἰοβόλων πληγάς.
140 Προφυλάττεσθαι μὲν οὖν χρὴ διὰ τὸ προειρμένον μοι παραπεσεῖν τινα κακοποιῷ θηρίῳ. εἰ δὲ ἄρα συμβῇ ὑπὸ ἰοβόλων τινῶν θηρίων πληγῆναι, κοινὸν τοιοῦτον χρη‐ στέον· κουφοτέρας μὲν οὔσης τῆς πληγῆς, ἢ τοῦ δήγμα‐ τος, καταντλεῖν μὲν ὀξύκρατον θερμὸν καὶ ἐκμυζᾶν τὸν
145τόπον οὕτως, διὰ κλυσαμένου τὸ στόμα πρότερον, ἑψεώ‐ μενον ἐκμυζᾶν πρὸς τὸ μὴ βλάπτεσθαι. οὕτως προβάλ‐ λειν τὸ στόμα τῷ πλήγματι ἐκμυζᾶν καὶ ἐν παύσει τὴν ὀδύνην. δεῖ δὲ μὴ ἑλκόμενον ἔχειν τὸ στόμα ἢ τὸ παρ‐ ίσθμιον ἢ ὅλως ἐμπαθὲς ἔχειν. μετὰ δὲ ταῦτα τέφραν

75

(150)

ὄξει φυράσας κατάπλασσε· μάλιστα δὲ συκίνου ξύλου ἢ ἀμπελίνου. εἰ δὲ μή, τοῖς παροῦσι χρηστέων σπουδάζων, μάλιστα δὲ ποιοῦσιν ἐπιτιθέμενα τῇ πληγῇ. εὐθέως ἐξ ἀρχῆς μετὰ συκιασμόν· ἀπότεμνε ζῷα μικρὰ ἔνθερμα, οἷον ὄρνις, ἐρίφια, ἀρνοί, δέλφακες, καὶ τὰ ἐμοὶ κατὰ
155πάντα πλάσματα, οἷον σκόρδα λεῖα μετὰ μέλιτος, κρόμυα μεθ’ ἁλῶν, πήγανον μεθ’ ἁλῶν, σύλφιον ἐπιπαττόμενον, χάσαρ, σκόρδα, ἀρνόγλωσσον μεθ’ ἁλῶν, μελισόφυλον, συασκρίμενες μετὰ μέλιτος, γηὸς ἄφοδος ὄζει ἑφθή, κα‐ λάμινθον καταπλασσόμενον λίαν ὠφελεῖ, σπυράνθιον αἰγὸς
160μετ’ ὄξους. ἅκρως δὲ ποιεῖ πρὸς πᾶσαν ἰοβόλων πληγὴν χωρὶς ἀσπιδίου· ἄσβεστος μετ’ ἐλαίου καὶ μέλιτος, ὡς κηρὸν
τὸ πάχος ἔχειν ἐπιτιθεμένη.281