TLG 0721 009 :: ANONYMI MEDICI :: De diaeta

ANONYMI MEDICI Med.
(Varia)

De diaeta

Source: Ideler, J.L. (ed.), Physici et medici Graeci minores, vol. 2. Berlin: Reimer, 1842 (repr. Amsterdam: Hakkert, 1963): 194–198.

Citation: Chapter — section — (line)

t

1

* ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΑΝΩΝΥΜΟΥ

1

.

1

Τροφὴν καὶ πόσιν οὐ χρὴ προσφέρεσθαι πολλάκις τῆς ἡμέρας, ἀλλὰ κατὰ τὸν καιρὸν τοῦ ἀρίστου, ἐν δὲ τοῖς ἑσπερινοῖς δείπνοις οἴνου ποτηρία δύο ἢ τρία σὺν ἄρτῳ βραχεῖ ὡς ἂν ὑπαναθυμιῶσιν ἐπὶ τὴν κεφαλὴν τὰς ὑπνώ‐
5δεις ἀναθυμιάσεις μετρίως καὶ ὑποσύρηται πρὸς τοῦτον ἠρέμα ὁ χρώμενος καὶ μὴ κάμνῃ ἀϋπνῶν ὑπὸ τῆς παν‐ τελοῦς ἀδειπνίας.

1

.

2

Τό γε μὴν πολλάκις τῆς ἡμέρας ἐσθίειν καὶ πίνειν κάματον παρέχει τῇ φύσει ἐν τῷ πολ‐ λάκις ἀναγκάζεσθαι ταύτην πέπτειν καὶ ἐπὶ ἡπιπέπτοις ὠμὰ δέχεσθαι καὶ ἢ μοχθηρῶς πέπτει ἢ τελείως ἀπεπτεῖ
5καὶ ἀμφοτέρωθεν ἀδικεῖ.

1

.

3

Τὸ δὲ ἐπιδειπνεῖν ὀλιγοδεῶς ὡς εἴπομεν ἀγαθὸν ὑπὲρ τὸ τελεῶς ἀδειπνεῖν, ἀλλὰ καὶ δι’ ἐκεῖνο, ἵνα μὴ προσεσθίσας ἑαυτὸν ὁ ἄνθρωπος τῇ κατὰ τὴν ἑσπέραν παντελεῖ ἀπαστείᾳ ἀνάγκης ποτὲ ἢ ἐκ νόσου
5ἢ ἐκ πείνης τυχὸν κατὰ τὴν αὐτὴν ὥραν τραφῆναι δυσχε‐ ράνει μεγάλως τῷ καιρῷ τῆς πέψεως τοῦ στομάχου ἀγνοή‐ σαντος ἤδη ἐκ μακροῦ χρόνου τὴν τοιαύτην τροφὴν καὶ πέψιν.

1

.

4

Ἔσται δὲ καὶ τὰ λεχθέντα ἐπιδείπνεια ποτήρια θερμὰ καὶ μέτρια, ἵνα καὶ μὴ τῷ ψυχρῷ ἀδικία τις ἐγγέ‐ νηται τῷ στομάχῳ κατὰ τὴν νυκτερίνην πέψιν ἢ τῷ πολλῷ πλημμύρα ὁμοίως ἀδικοῦσα καὶ αὐτή.

1

.

5

Ἔσται καὶ ἡ τροφὴ τοῦ ἀρίστου εὔχυμος. εἰ δὲ καὶ περί τινα τῶν μοχθηροτέρων ὀρεκτιᾷ ὅπερ ἡμῶν διαιτώμενος κατὰ τὴν αὐτὴν ὥραν καὶ τράπεζαν συγκεχωρήσθω προσφέρεσθαι
5ταῦτα καὶ μὴ ἐν διαφόροις τῆς ἡμέρας χρόνοις.

1

.

6

Κατὰ ταὐτὸν γὰρ τοῖς εὐχύμοις τὰ μὴ τοιαῦτα ὡς ἐν μιᾷ χύτρᾳ τῇ γαστρὶ συμβληθέντα καὶ τοῖς εὐπέπτοις τὰ ἐναντία, εἰ συνεψηθήσεται ὡς τῆς φύσεως ὅλης εἰς αὐτὰ ἀπασχο‐
194
5ληθείσης ἅπαξ ἀκμαίας, οὐκ ἂν ἀδικήσωσιν ἢ μικρόν.

1

.

7

Τοῦτο δὲ ἐξακουσθήσεται καὶ εἰς τὴν πόσιν τήν τε ἀγαθὴν καὶ μὴ τοιαύτην τυχόν.

1

.

8

Ψυχρὸν δὲ ποτήριον ἓν ἢ δύο ἐν τῷ μεταξὺ τῆς ὅλης τροφῆς τοῦ ἀρίστου ἐκ‐ πίῃς, εἰ τῇ ψυχροποσίᾳ χαίρει σου τὸ σῶμα, χειμῶνος μὲν ὑποχλιαινόμενα, θέρους δὲ κρυερά.

1

.

9

Ἀκράτου δὲ ὕδα‐ τος οὐ γεύσῃ, πλὴν εἰ μὴ ἐν τῷ θέρει μόνῳ, καὶ ψυχρο‐ τέρου τηνικαῦτα διὰ τὴν ἀλέαν τῆς ὥρας καὶ τὸ γεννώμε‐ νον τότε θερμὸν αἷμα καὶ τὴν χλωρὰν χολήν.

1

.

10

Δύσ‐ πεπτον γὰρ τὸ ὕδωρ καὶ δύσπορον εἰς οὖρα καὶ νεφροὺς καὶ στόμαχον ζυμοῖ καὶ ἄτροφόν ἐστι, ὧν τὰ ἐναντία ὁ οἶνος αὐχεῖ, καὶ μᾶλλον ὁ χρηστός.

1

.

11

Καματοῖς χρῶ πρὸ τῶν σιτίων, τοσοῦτον ὡς ἱδροῦν συμμέτρως, ἵνα ἐκ τοῦ διαφορεῖσθαι καὶ διαπνέεσθαι τὸ σῶμα ἀσμένως τὴν τροφὴν καὶ τὴν πλήρωσιν διὰ τὴν κένωσιν οὐχ ὡς ἄχθος,
5καὶ μὴ μόνης τῆς διὰ τῶν ἀδήλων πόρων κενώσεως φρόν‐ τιζε, ἀλλὰ καὶ τῆς διὰ τῶν ἐνδήλων μάλιστα.

1

.

12

Μετὰ δὲ τὴν τροφὴν χρῶ μετρίοις περιπάτοις ὡς ἂν ὑποχαλῶν‐ ται τὰ σιτία, μὴ ἅλμασι καὶ ἀτάκτοις κινήμασιν ἢ κραυ‐ γαῖς, ἵνα μὴ ἀναβράσσωνται.

1

.

13

Μετὰ δὲ τοὺς τοιούτους περιπάτους ὕπνῳ συμμέτρῳ χρῶ μεσημερινῷ καὶ μᾶλλον ἐν ταῖς μείζουσι καὶ θερμοτέραις τῶν ἡμερῶν.

1

.

14

Ἐν μὲν τοῖς ὑποστρώμασι καὶ τοῖς ὕπνοις πᾶσι δεξιοκοιτῶν κάθευδε καὶ ἐπὶ τὸ ἧπαρ ἀνακλίνου· οὕτω γὰρ ἡ πέψις χρηστοτέρα γίνεται καὶ ταχυτέρα, ὡς τοῦ ἥπατος κάτωθεν
5μὲν θαλπομένου τοῖς ὑποστρώμασιν, ἄνωθεν δὲ τοῖς ἐπι‐ πίπτουσιν αὐτῷ σπλάγχνοις.

1

.

15

Ἡ ἀριστερὰ δὲ κατά‐ κλισις τότε καὶ μόνη χρησιμωτάτη, ὅτι ἐκ πολυφαγίας ἢ καὶ πολυποσίας βαρύνονται τὰ σπλάγχνα καὶ ὁ στόμαχος καὶ εἰς ἔμετον ἀνακινοῦνται.

1

.

16

Ἀρκεῖ γὰρ τότε τῷ ἥπατι τὸ βάρος τῆς τροφῆς καὶ οὐχὶ καὶ τοῖς σπλάγχνοις ἐπιβαρυνθήσεται. παρενεχθήσονται δὲ ταῦτα ἐπὶ τὰ ἀρι‐ στερὰ καί τι τοῦ πλήθους τῆς τροφῆς καὶ τὸ ἧπαρ κου‐
5φισθὲν στέξει.

1

.

17

Ἡ δὲ πέψις δεῖται ἡσυχίας καὶ χρό‐ νου, ἡσυχίας δηλονότι τῆς ἀπὸ κινήσεων καὶ ἁλμάτων καὶ δρόμων καὶ βοῆς ἴσως, τὸ δὲ χρόνου προσετέθη διὰ τὸν ὕπνον, ὡς μὴ βραχὺν εἶναι αὐτόν, ἀλλὰ ἄρκιον. γίνεται
195
5γὰρ καὶ ἐν ἐγρηγόρσει πέψις, ἀλλὰ μοχθηρά.

1

.

18

Ὑπα‐ γωγῆς γαστρὸς φρόντιζε ὡς ἅπαξ τῆς ἡμέρας καὶ τῆς νυκτὸς ὡσαύτως εἰ μὴ πλέον ἀποσκυλαβίζεται ταύτην καὶ εἰ μὲν ὁ στόμαχος μὴ ἀντιπράττει διὰ τροφῶν ὑγροτέρων
5καὶ πόσεων ὑπακτικῶν συνεργεῖ τῇ ἐκκρίσει τῆς γαστρός.

1

.

19

Εἰ δ’ οὖν διὰ τῆς ὑποκάτωθεν συνεργείας, φλεβοτο‐ μίας χρῶ. εἰ μὲν πολύαιμος ἔσται, συχνότερον· εἰ δ’ οὖν χρονιώτερον, καὶ τὴν κρανιακὴν μάλιστα τέμνε κατὰ τοὺς ἀλεεινοὺς καφοὺς καὶ θερμοὺς διὰ τὸ ἐν τούτοις μᾶλλον
5τὴν κεφαλὴν πάσχειν.

1

.

20

Ἐν δὲ τοῖς κρυεροῖς καὶ χει‐ μερινοῖς χρόνοις τὴν μέσην καὶ καθόλου διὰ τὸ ἐν τού‐ τοις μᾶλλον τῷ ἄλλῳ σώματι συμβαίνειν τὰ πάθη καὶ τὰς πλευρίτιδας ὑποπτεύεσθαι.

1

.

21

Γινέσθω σοι δὲ ἡ φλεβοτομία καὶ μετὰ ἔκκρισιν γαστρὸς καὶ τοῦ στόματος ἐπικράντου ὄντος καὶ ἀδάκνου.

1

.

22

Τοῖς δὲ λουτροῖς πυκνότερον μὲν χρῶ, ἐὰν ὑποξήρου τετύχηκας σώματος· εἰ δὲ πλαδαροῦ καὶ πληθωρικοῦ σπανιώτερον καὶ τῆς γα‐ στρὸς καὶ τοῦ σώματος, ἐχόντων, ὡς ἐπὶ τῆς φλεβοτομίας
5εἴπομεν.

1

.

23

Μὴ πάνυ δὲ ζέοντα ἔστωσάν σοι τὰ λου‐ τρικὰ ὕδατος, ἀλλὰ συμμέτρως· ὃ γὰρ δύναται τὸ ψυχρὸν ὕδωρ ἐν τῷ σώματι, τοῦτο καὶ τὸ σφόδρα θερμόν. καὶ ὅρα τὰ σκύτη πῶς καταπυκνῶσαι ταῦτα θέλοντες οἱ τῶν
5τοιούτων τεχνίται ὑπερζέουσιν ὕδασιν ἐμβαπτίζουσι.

1

.

24

Πυκνωθέντων δὲ τῶν πόρων τοῦ σώματος τοῖς λίαν θερμολούτροις, οὐδὲν ἔσωθεν περιττὸν ἢ μοχθηρὸν δια‐ πνέεται ὃ κατόρθωμα τῆς θερμολουσίας καὶ δι’ ὅπερ αὕτη σπουδάζεται.

1

.

25

Ἀλλὰ καὶ κατακλίσει μετὰ τὸ λουτρὸν καὶ περιθάλψει τῶν ἐκκλινιδίων ἱματίων καὶ ὕπνῳ χρῷ, ὥστε καὶ ἱδροῦν τὸ σῶμα δαψιλέστερον. ὁ γὰρ τοιοῦτος ὕπνος καὶ ἱδρώς φησιν τὰ περιττὰ μὲν ἐπικρίνει, τὰ ὠμὰ
5δὲ πέπτει.

1

.

26

Καὶ μετὰ δίαιταν δὲ πεφυλαγμένην καὶ χρηστὴν τὴν μετὰ τὸν τοιοῦτον ὕπνον εἰ πάλιν ἐφυπνώ‐ σεις καὶ πάλιν ἐφιδρώσεις ὑπερκαθάρσιον σχεδὸν ὅτι οὖν ἄλλο ἐγένετό σοι ἡ ὠφέλεια.

1

.

27

Καὶ οὐδὲ τῶν ποτῶν βοηθημάτων δεηθήσῃ οὕτω λουόμενος καὶ οὕτω φλεβο‐ τομούμενος καὶ ὑγιαινῶς διαιτώμενος· ὅπερ δὲ ἐπὶ τῆς θερμολουσίας εἴπομεν, τοῦτο καὶ ἐπὶ τῆς θερμοποσίας
196
5λέγομεν, ὅτι οὐ δεῖ καὶ ταύτην πάνυ ζέουσαν εἶναι.

1

.

28

Τὰ αὐτὰ γὰρ ἐντὸς ἐν τοῖς σπλάγχνοις καὶ αὕτη κακουργήσει ἅπερ ἐκείνη ἐκτὸς ἐν τῷ σώματι καὶ τὸν στόμαχον συν‐ άγξει καὶ οὐκ ἐάσει τὸ οἰκεῖον ἐνεργεῖν ἐλευθέρως.

1

.

29

Περιφρύξει δὲ καὶ τὰ ἐν τῇ γαστρὶ περιττώματα καὶ βλάψει τῇ αὐτῶν ἐποχῇ· διὸ ἔστω μέση καὶ ἡ θερμοπο‐ σία καὶ εὐκεκραμένη καὶ τὰ μεγάλα ὀνήσει.

1

.

30

Συμβαί‐ νει δὲ εἰς ὑγείαν καὶ ἡ ὀλιγοποσία, ὅτι καὶ τῇ πέψει συν‐ εργεῖ τῇ τε ἑαυτῆς· ἐπεὶ καὶ τὰ ὑγρὰ πέπτονται καὶ εὐπέπτονται μὲν καὶ ταχυπεπτοῦνται ὡς τὸ εἰκὸς τὰ
5ὀλίγα· ἐναντίως δὲ συμβαίνει ἐπὶ τοῖς πολλοῖς καὶ τῇ τῆς τροφῆς.

1

.

31

Εἰ γὰρ ἡ ταύτης πέψις ἕψησίς ἐστιν ὡς ἐν χύτρᾳ τῇ γαστρί, ἡ δὲ ἕψησις τῇ πολλῇ πλημμύρᾳ παρ‐ εμποδίζεται καὶ μᾶλλον τῇ ψυχρᾷ.

1

.

32

Βραδύνει γὰρ αὕτη τε ζέσαι καὶ τῷ ἑψομένῳ βρώματι τὸ ὅμοιον ἐμποιεῖ ὡς βλέπομεν γενόμενον καὶ ἐν τοῖς ἑψομένοις ἐν ταῖς ἑστίαις.

1

.

33

Πάντως ἡ πολυποσία βλαβερόν· τοὐναντίον δὲ ἡ ὀλιγοποσία ὡς ἔφημεν.

1

.

34

Ἡ δὲ κρᾶσις τοῦ οἴνου, λέγω δὴ τοῦ εἰλικρινοῦς καὶ θερμοῦ γινέσθω σοι οὕτω. κατὰ τὸ χειμέριον κίρνα τοῦτον ἴσον ἴσῳ· ἑσπέρας δὲ τότε καὶ πλεονεκτείτω τι ὁ οἶνος διά τε τὸ ψυχεινότερον
5τῆς νυκτὸς καὶ διὰ τὴν πέψιν· κατὰ δὲ θέρος μοναπλοῦν τὸν οἶνον πρὸς διπλοῦν κίρνα διὰ τήν τε ξανθὴν χολὴν καὶ τὸ θερμὸν αἷμα καὶ ἁπλῶς τὴν ἀλεσινὴν κατάστασιν.

1

.

35

Θέρους μᾶλλον καὶ καύματος φεῦγε τὰς δυσώδεις οἰ‐ κήσεις καὶ ἀέρι περικεχυμένας μεμολυσμένῳ· ἐκ τῆς ἐν‐ τεῦθεν γὰρ εἰσπνοῆς ἡ κεφαλὴ δέχεται πολὺ τὸ βλάπτον καὶ αἱ λοιμώσεις ἐγγίνονται.

1

.

36

Χειμῶνος δὴ τὰς ψυ‐ χρὰς καὶ πρὸς βορρᾶν καὶ νότον ἀνοιγούσας θύρας καὶ παραθύρους, ἀλλὰ καὶ παντότε τῷ οἰκήματί σοι θύρας ἀναπεπτᾶσθαι κρεῖττον τὰς πρὸς ἀπηλιώτην καὶ ζέφυρον,
5τὸν ἑωθινὸν δηλαδὴ καὶ δυτικὸν ἄνεμον διὰ τὸ ἡμέρους
τούτους καὶ κεκραμένους πνεῖν.197

2

t

Περὶ τῆς κατὰ τὰς τεσσάρους ὥρας διαίτης.

2

.

1

Τῷ χειμῶνι πλείοσι δεῖ κόποις χρῆσθαι καὶ πλειόνα ἐσθίειν ἔαρος ἢ δι’ ἐμέτων ἢ διὰ γαστρὸς κενοῦσθαι ἢ διὰ φλεβοτομίας· θέρους ἀνάπαυσις τῶν πόνων συμφέ‐ ρει, ἐλάττωσις τῆς τροφῆς, ψυχροτέρα τροφὴ καὶ ὑδροπο‐
5σία.

2

.

2

Τὸ φθινόπωρον ἀνώμαλον καὶ παντοδαπὰς φύει νόσους· χρὴ οὖν ἐν τοῖς τοιούτοις πεφυλαγμένως διαι‐ τᾶσθαι, φεύγειν τὰ ψυχρά, ὀπωρῶν μὴ ἐμπίπλασθαι, συκᾶ δὲ καὶ σταφυλὰς πρὸ τῶν σιτίων ἐσθίειν, μὴ ψυ‐
5χροτέρου τότε γενομένου τοῦ ἀέρος θερμαίνειν τὸ σῶμα, μετὰ δὲ τὴν ἰσημερίαν κενώσει χρῆσθαι μιᾷ τῶν εἰρημέ‐ νων ἄνωθεν, ἵνα μὴ περιττόν τι κατασχεθὲν ἐν τῷ χει‐
μῶνι γένηται λυπηρόν.198