TLG 0721 007 :: ANONYMI MEDICI :: Mensium adornatio Mensium adornatio Citation: (Line) | ||
t1 | ΑΝΩΝΥΜΟΥ | |
---|---|---|
t2 | ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ ΣΤΙΧΟΙ. | |
1t | ΣΕΠΤ. | |
2 | Γῆν ἀροσίμην σπεῦδε τέμνειν, ἀγρότα· Βρωτῶν ποτῶν τε γλυκέων πᾶς ἀντέχου· Χολὴ μέλαινα κυριεύει γὰρ πλέον. | |
5t | ΟΚΤ. | |
6 | Σπείρειν ἀνάγκη, γλυκέων τ’ ἀποτρέχειν· Οἴνῳ παλαιῷ χρώμενος ἐν τοῖς ποτοῖς. Δριμεῖα καὶ γὰρ ἡ χολὴ πλεῖον φέρει. | |
9t | ΝΟΕΜΒ. | |
10 | Συχνῶν λοετρῶν ἀπέχου καὶ δριμέων. Ἔσθιε θερμὰ καὶ γλυκαίνοντα πλέον. Φλέγμα ψυχρὸν γὰρ κυριεύει τῷ τότε. | |
13t | ΔΕΚ. | |
14 | Παύθητι νῦν γε τοῦ σπείρειν, πᾶς ἀγρότης. | |
15 | Ψυχρῶν δὲ πάντων ἀπέχεσθ’ ἐδεσμάτων. Καιρὸς γὰρ οὗτος τὸ πλέον φλέγμα φέρει. | |
17t | ΙΑΝ. | |
18 | Νῦν ἀπογεύου νῆστις ἀκράτου τρίτον. Τὸ φλέγμα πλέον κυριεύει γὰρ πάλιν. | |
20t | ΦΕΒΡ. | |
21 | Θερμοῖς σιτίοις καὶ ποτοῖς ἀνθοσμίου | |
Κέχρησο· καὶ γὰρ φλέγμα ψυχρὸν πλημμύρει. | 421 | |
23t | ΜΑΡΤ. | |
24 | Πρὸς ἐκστρατείαν γυμνάσιά τε τρέπου. | |
25 | Βρωτῶν ποτῶν τε γλυκερῶν πᾶς ἀντέχου. Αἷμα προσαῦξον εὐκραὲς γάρ σοι τότε. | |
27t | ΑΠΡ. | |
28 | Θερμῶν ἁπάντων δριμέων τ’ ἀφεκτέον. Εὔχυμα δ’ ἔσθειν καὶ πίνειν ἀνθοσμίου. | |
30 | Αἵματος ἡ κίνησίς ἐστι γὰρ τότε. | |
31t | ΜΑΙΟΣ. | |
32 | Τῶν ταριχευτῶν ἀπέχου καὶ δριμέων. Τοῖς εὐόσμοις ἥδου τε καὶ γλυκυτέροις. Μέλαν γὰρ αἷμα κυριεύει καὶ πάλιν. | |
35t | ΙΟΥΝ. | |
36 | Νῦν ὕδατος πρωΐθεν ἐκρόφα τρίτον. Θερμὸν γὰρ αἷμα κυριεύει καὶ πάλιν. | |
38t | ΙΟΥΛ. | |
39 | Μόχθους παραιτοῦ καὶ κέχρησο τοῖς ὕπνοις. | |
40 | Ξανθὴ χολὴ γὰρ κυριεύει τὸ πλέον. | |
41t | ΑΥΓ. | |
42 | Τὴν τῶν ψυχρῶν δίαιταν ἀσπάζου πλέον. Μόνην ἐδωδὴν φεῦγε τὴν τῶν λαχάνων. | |
Χλωρὰ χολὴ γὰρ καὶ πάλιν κατισχύει. | 422 |