TLG 0721 005 :: ANONYMI MEDICI :: De corporis hominis natura

ANONYMI MEDICI Med.
(Varia)

De corporis hominis natura

Source: Ideler, J.L. (ed.), Physici et medici Graeci minores, vol. 1. Berlin: Reimer, 1841 (repr. Amsterdam: Hakkert, 1963): 301–302.

Citation: Section — (line)

t

*ΕΡΜΗΝΕΙΑ ΠΕΡΙ ΤΩΝ ΣΤΟΙΧΕΙΩΝ ΤΟΥ ΑΝΘΡΩΠΟΥ.

1

Ἰστέον ὅτι διὰ τῆς ἀποψύξεως καὶ ὑποχωρίσεως τῆς τοῦ αἵματος θερμότητος ὁ χωρισμὸς τῆς ψυχῆς γίνεται καὶ μερίζονται τὰ στοιχεῖα, τὸ θερμὸν εἰς πῦρ, τὸ ψυχρὸν εἰς τὸν ἀέρα, τὸ ὑγρὸν εἰς τὰ ὕδατα, τὸ ξηρὸν συνάπτεται τῷ
5σώματι.

2

Ὁπηνίκα γοῦν ἀνάστασις γένηται, συντρέχει πάλιν τὰ στοιχεῖα πρὸς ἑαυτόν. Ὁμοίως καὶ ἡ ψυχὴ ἔχεται ἐν αὐτοῖς, καὶ ἀνίσταται ὁλόκληρος ὁ ἄνθρωπος, ὅθεν ὁρῶ‐ μεν, ὅπερ ἡνίκα περὶ τὸ ὑγρὸν στοιχεῖον ἡ φθορὰ γένηται
5θνήσκουσιν αὐτομάτως ἰχθύων πλήθη, ὅτε περὶ τὸ τῆς γῆς ξηρὸν πίπτουσι τὰ κτήνη.

3

Ἐὰν δὲ τὸ τοῦ ἀέρος ψυχρὸν πλεονάσῃ, φθείρονται τὰ πετεινά. εἰ δὲ τοῦ πυρὸς ὑπερζέσει στοιχεῖον, συνειδήσει τοῦ πεποιηκότος τελευτῶ‐ σιν ὑπὸ θανατικοῦ ἄνθρωποι. οἱ ἄωρα ἐκλείψει ἡ ἐν τῷ
5αἵματι θερμὴ κινητικὴ ἐνέργεια, εὐθέως ἡ ζωὴ τοῦ σώμα‐ τος χωρίζεται. Καὶ διὰ τοῦτό τινες τῶν ἀνθρώπων ἀπο‐ θνήσκουσιν.

4

Ἐπὶ δὲ τῶν ψυχῶν τῶν ἀλόγων ζῴων γί‐ νεται διὰ τοῦ πνεύματος τοῦ ἀέρος ἐν τῷ αἵματι ζωτικὴ κίνησις, ἥτις ἐκ τῶν στοιχείων τὴν ὕπαρξιν ἔχουσα ἐν αὐ‐ τοῖς πάλιν κωλύεται τοῦ ζῴου θνήσκοντος.

5

Ψυχὴ δὲ ἀνθρώπου ἐστὶν οὐσία ἀνούσιος λογικὴ ἀθάνατος, νοερά, οὐκ ἐκ στοιχείων, ἀλλ’ ἐκ θεοῦ τὴν ὕπαρξιν ἔχουσα, οἵαν οἶδεν αὐτὸς μόνος.

6

Καὶ ὅθεν οἶδεν ὁ αὐτὸς συστη‐ σάμενος οὐκ ἄναρχον μὲν ὑπάρχουσαν, ἀτελεύτητον δὲ διαμένουσαν; Ἐκ τῶν δ στοιχείων τὸ ἡμέτερον συνίσταται σῶμα, ἐκ θερμοῦ, ἐκ ξηροῦ, ὑγροῦ καὶ ψυχροῦ, θερμοῦ
5μὲν τοῦ αἵματος ἤτοι τοῦ πυρός, ξηροῦ δὲ τῆς ξανθῆς χολῆς ἤτοι τῆς γῆς, ὑγροῦ δὲ τοῦ φλέγματος ἤτοι τοῦ ὕδα‐ τος, ψυχροῦ δὲ τῆς μελαίνης χολῆς ἤτοι τοῦ ἀέρος.301

7

Τοῦ αἵματος ἡ φύσις παρὰ μὲν τοῖς ἀλόγοις οὐσία τίς ἐστι ζωτική, τῶν λοιπῶν τριῶν στοιχείων συστατική, οὗ τινος τὸ ζῷον στερούμενον, θνήσκει, ἐκ τῶν τριῶν στοιχείων μηδὲν ὠφελούμενον.

8

Παρὰ δὲ τοῖς ἀνθρώποις ἡ τοῦ αἵματος φύσις σύν‐ δεσμός ἐστι τῆς ψυχῆς καὶ τοῦ σώματος. ἀφηρουμένου
γοῦν τοῦ συνδέσμου ἀνάγκη τὰ συνδεδεμένα διαλύεσθαι.302