TLG 0721 004 :: ANONYMI MEDICI :: De generatione et semine

ANONYMI MEDICI Med.
(Varia)

De generatione et semine

Source: Ideler, J.L. (ed.), Physici et medici Graeci minores, vol. 1. Berlin: Reimer, 1841 (repr. Amsterdam: Hakkert, 1963): 294–296.

Citation: Section — (line)

t

*ΠΕΡΙ ΓΕΝΝΗΣΕΩΣ ΑΝΘΡΟΠΟΥ ΚΑΙ ΓΟΝΗΣ.

1

Νόμος μὲν πάντων κρατύνει. ἡ δὲ γονὴ τοῦ ἀν‐ δρὸς ἄρχεται ἀπὸ παντὸς τοῦ ὑγροῦ τοῦ ἐν τῷ σώματι, ὄντος τὸ σῶμα τὸ ἰσχυρότατον ὑπὸ κάτωθεν.

2

Ἔχει δὲ νεῦρα καὶ φλέβας ἀπὸ παντὸς τοῦ σώματος τεινούσας εἰς τὸ αἰδοῖον, ὡς εἰπεῖν, τριβομένου καὶ διαθερμαινομένου, ὡς ἐξ ἀκοντίου ῥίπτει τὸ σπέρμα ἔξω οὐχ ὅπου τὸ οὖρον,
5ἀλλ’ ὅπου ἡ ὁδός ἐστι τῶν ὄρχεων, νεῦρα καὶ φλέβες εἰς αἰδοῖον τηροῦσαι.

3

Καὶ τοῦ μὲν ἀνδρὸς ἡ γονὴ ἰσχυ‐ ροτέρα ἐστί, τῆς δὲ γυναικὸς ἀσθενεστέρα.

4

Εἰσὶ δὲ τέσ‐ σαρες ἰδέαι τοῦ σώματος, αἵματος, φλέγματος, χολῆς ξαν‐ θῆς καὶ χολῆς μελαίνης.

5

Ἐν δὲ τῷ καιρῷ τῆς συνου‐ σίας εἰς τὴν μῖξιν τῶν αἰδοίων παρατριβομένων καὶ δια‐ θερμαινομένων ἐμπίπτει ἡ ἡδονὴ καὶ θερμαίνει τὸ αἰ‐ δοῖον, καὶ πληροῦται τοῦ σπέρματος.

6

Καὶ ἡ μὲν γονὴ ἐπ’ ἀμφοτέρων ἐμπεσοῦσα μέση εἰς τὴν μήτραν ἔσω, καὶ εἰ μὴ ἀπορήει τῶν ἔξω, ἀλλὰ φυλαχθῇ τῇ μήτρᾳ, ἀθροί‐ ζεται καὶ παχύνεται, καὶ θερμαινομένη καὶ ἐμφυσωμένη
5ὑπὸ τοῦ πνεύματος δίοδος ἔστω καὶ ἔξοδος γίνεται καὶ διὰ τοῦ ὑμένος, κἀκεῖ πρῶτον ταύτην ἕλκει εἰς ἑαυτόν.

7

Ὅταν δὲ ὅδος γένηται τοῦ πνεύματος, ἔξω τοῦ θερμοῦ ὄντος, αὖθις ἕτερον ψυχρὸν ἐπισπᾶται δι’ αὐτῆς μήτρας καὶ τοῦτο ποθεῖ διὰ παντός.

8

Καὶ τὸ μὲν αἷμα μιγνύμενον τῇ γονῇ σὰρξ γίνεται, καὶ θερμαινομένη ὑπὸ τοῦ πνεύματος αὔξει καθ’ ἡμέραν καὶ πληθύνεται. ἅμα γὰρ ἡ γονή, ἅμα τὸ πνεῦμα ἐμπίπτει εἰς τὴν μήτραν καὶ αὔξει καὶ πλη‐
5θύνεται.

9

Τὸ γὰρ ἄψυχον οὔτε αὔξει οὔτε πληθύνεται·
ἡ δὲ γονὴ αὔξει καὶ πληθύνεται ὑπὸ τοῦ πνεύματος, καὶ ἄρχεται ἕκαστον εἰς τὸν ἴδιον τόπον, τὸ ὅμοιον εἰς τὸ ὅμοιον, καὶ τὸ πυκνὸν εἰς τὸ πυκνόν, καὶ τὸ ἀραιὸν εἰς294
5τὸ ἀραιόν, καὶ ἕκαστον κατὰ τὸ ὅμοιον αὐτοῦ, καὶ διορί‐ ζονται καὶ διαρθροῦνται ἔνδοθεν καὶ ἔξωθεν τοῦ σώματος.

10

Καὶ ἡ μὲν κεφαλὴ γίνεται ἀφεστηκυῖα ἀπὸ τῶν ὤμων, καὶ οἱ βραχιόνες καὶ οἱ πήχυες ἀπὸ τῶν πλευρῶν· καὶ τὰ σκέλεα καὶ αἱ κνῆμαι διΐστανται ἀπ’ ἀλλήλων καὶ τὰ νεῦρα καὶ αἱ φλέβες εἰλήσονται καὶ ἀμφοῖν τὰς φύσιας τῶν ἄρ‐
5θρων καὶ τὰ ἔνδον κοιλαίνεται ὑπὸ τοῦ πνεύματος, τὰ ἔντερα γίνονται, καὶ ἕκαστον κατὰ τὸ ὅμοιον.

11

Καὶ τὸ μὲν ἄρρεν τὴν πρώτην πύξιν ποιεῖται δι’ ἡμερῶν λʹ, τὸ δὲ θῆλυ δι’ ἡμερῶν μβʹ.

12

Ὅταν δὲ τὸ παιδίον τελείως διαρθρωθῇ, τότε δὴ τῶν μελέων αὐξανομένων αὐτῷ, δια‐ ζωοῦται καὶ ἀνατομοῦται καὶ τὰ ὀστέα σκληροῦνται καὶ κοι‐ λαίνονται ὑπὸ τῆς θέρμης πηγνύμενα, καὶ ταῦτα μὲν
5ὑπὸ τοῦ πνεύματος γίνεται καὶ κοιλαίνεται.

13

Κοῖλα δὲ ὄντα τὰ ὀστέα ἑλκοῦσιν εἰς αὑτὰ ἀπὸ τῶν σαρκῶν τὸ αἷμα. λοιπὸν τὸ ποιότατον τοῦ μυελοῦ διαζωοῦται καὶ διαρθροῦ‐ ται, αὖθις τὰ ἄκρα τῶν ὀστέων, καὶ διΐστανται ἀπ’ ἀλλή‐
5λων οἱ δάκτυλοι τῶν χειρῶν καὶ τῶν ποδῶν.

14

Ἐπὶ δὲ τοῦ ἄκρου αὐτοῦ οἱ ὄνυχες φύονται, τελευτῶσι δὲ πᾶσαι αἱ φλέβες πρὸς τοὺς δακτύλους τῶν ποδῶν καὶ τῶν χειρῶν.

15

Ὅταν δὲ τὸ παιδίον τελείως διαζωωθῇ καὶ οἱ δάκτυλοι καὶ οἱ ὄνυχες ῥιγωθῶσιν, τότε δὴ καὶ τὴν κίνησιν ποιεῖται. ὁ δὲ χρόνος τῆς κινήσεως αὐτοῦ γίνεται τὸ μὲν ἄρρεν μη‐ νῶν τριῶν, τὸ δὲ θῆλυ τεσσάρων.

16

Ὅταν δὲ κινηθῇ τὸ παιδίον, τότε δὴ σημαίνῃ τῇ μητρί. οἱ γὰρ μαζοὶ αἵ‐ ρονται καὶ θηλαὶ ῥαγῶσι, καὶ τὸ γάλα γίνεται ἀπὸ τῶν πομάτων καὶ βρωμάτων καὶ πιεζόμενον ἀποπηδᾷ· ἐπὶ τὸ
5ἔπιπλον τῶν τιτθῶν, καὶ θερμαινόμενον γίνεται λευκὸν καὶ γλυκύ.

17

Καὶ εἰ μὲν ἐπ’ ἀμφοτέρων τὸ σπέρμα ἰσχυρὸν ἔλθοι, ἄρρεν γίνεται τὸ παιδίον, καὶ εἰ μὲν ἡ τοῦ ἀνδρὸς γονὴ πλέον ἔλθοι, τῷ πατρὶ ὅμοιον ἔοικε τὸ παι‐ δίον.

18

Ἢν δὲ γονὴ τῆς γυναικὸς πλεονάσῃ, τῇ μητρὶ ἔοικεν ὅμοιον, καὶ εἰ μὲν πάλιν ἐπ’ ἀμφότερον ἡ γονὴ ἰσχυρὰ ὑπέλθοι, ἀμφοτέρων ἔοικεν ὅμοιον.

19

Καὶ εἰ μὲν
ἡ μήτρα ᾖ στεγνὴ καὶ μὴ εὐρύχωρος, ἀσθενέστερον καὶ λεπτὸν τὸ παιδίον γίνεται· εἰ δὲ πλατεῖα ᾖ καὶ εὐρύχωρος, ἰσχυρὸν καὶ παχὺ γίνεται.295

20

Καὶ εἰ μὲν ἡ γονὴ εἰς δύο κόλπους τῆς μήτρας ἐμπέσῃ, δίδυμα ἔσονται τὰ παιδία, καὶ εἰ μὲν ἐν τοῖς δεξιοῖς τῆς ὑστέρας ἐμπέσῃ ἄρρενα τὰ δύο. εἰ δὲ ἐν τοῖς ἀριστεροῖς θηλέα τὰ δύο. ὡσαύτως καὶ
5τρία καὶ τέσσαρα παιδία γίνονται, ὅταν ἡ γονὴ ἐμπέσῃ εἰς τεσσάρους κόλπους τῆς μήτρας.

21

Ἱστορεῖται ἐν ταῖς ἀνατομαῖς τῶν ὑστέρων, ὅτι καὶ πέντε γίνονται παιδία, τοῦ σπέρματος εἰς τοὺς εʹ κόλπους τῆς ὑστέρας ἐμπεσούσης.

22

Τὸ οὖν παιδίον αὐξεῖ καὶ μεγεθύνεται καὶ καθ’ ἡμέραν κατὰ βραχὺ τρέφεται ἐκ τῶν αἱμάτων τῶν κατερχομένων τῶν καταμηνίων τῆς μήτρας, ὥς φησιν ὁ Ἱπποκράτης. γυνὴ ἐν γαστρὶ ἔχουσα καὶ φλεβοτομηθεῖσα ἀντιτρώσκει,
5γνοὺς ὅτι τὸ αἷμα τροφή ἐστι τοῦ παιδίου, καὶ μᾶλλον τὸ ἔμβρυον διὰ στέρησιν τροφῆς ἐκτιτρώσκεται.

23

Ὁ δὲ χρόνος τῆς γεννήσεως αὐτοῦ ἐστὶ καφοὶ τρεῖς ἤγουν μῆ‐ νες θʹ τουτέστι διακοσίαι ἑβδομήκοντα ἡμέραι καὶ μόνον καὶ πέντε.

24

Εἰσὶ δὲ ἐν ἡμῖν ὀστέα 𐅹κθ. οὕτως ἡ κε‐ φαλὴ ἔχει ῥαφὰς ε. ἔστι δὲ καὶ μονόραφος κεφαλὴ καὶ ἄραφον (ἀνου?) κράνιον, ἔστι δὲ τοῦτο ὑγιῆ. ὀδόντες λβʹ. σιαγόνες βʹ. ἔχει ἡ ῥάχη σπονδύλους κδʹ ἀπὸ κεφαλῆς μέχρι
5τοῦ ἱεροῦ ὀστέου. εἰσὶ δὲ καὶ πλευρὰ κδʹ, κατακλεῖδες βʹ, ὦμοι βʹ, πλάτες βʹ, βραχίονες βʹ, πήχεις καὶ καρκίδες βʹ, τοῦ καρποῦ ὀστέα ηʹ, τοῦ μεσοκάρπου δʹ. σύγκεινται δὲ οἱ δάκτυλοι εἷς ἕκαστος ἐκ γʹ σκυταλίδων, μόνον δὲ οὐ ἀντί‐
χειρος.296