TLG 0721 003 :: ANONYMI MEDICI :: Περὶ χροιᾶς τοῦ αἵματος τοῦ ἀπὸ φλεβοτομίας ἐκ τῆς ἰατρικῆς τῶν Περσῶν Περὶ χροιᾶς τοῦ αἵματος τοῦ ἀπὸ φλεβοτομίας ἐκ τῆς ἰατρικῆς τῶν Περσῶν Citation: Section — (line) | ||
t | *ΠΕΡΙ ΧΡΟΙΑΣ ΑΙΜΑΤΟΣ ΤΟΥ ΑΠΟ ΦΛΕΒΟΤΟΜΙΑΣ ΕΚ ΤΗΣ ΙΑΤΡΙΚΗΣ ΤΩΝ ΠΕΡΣΩΝ. | |
1 | Τὸ κατάμαυρον αἷμα *** ὅτι ἰχῶρα οὐ ποιή‐ σει, ῥίγια σημαίνει· εἰ δὲ ποιήσει ἰχῶρα τουτέστιν ὑγρόν, ὡς νερόν, ἀγαθόν. | |
2 | Αἷμα ἑλκῶδες ἀπαλλαγὴν τῆς νόσου σημαίνει. | |
3 | Αἷμα ῥεῦσαν ὡς βενετόν, μὴ φαινομένου αἵ‐ ματος ἐν οἵῳ δή τινι μέρει τοῦ ἀγγείου, ὀλιγοχρόνιος ἔσται ὁ νοσῶν· εἰ δὲ πράσινος ὀφθείη ἡ τοῦ αἵματος χροιά, θά‐ νατον ταχύτατον πάνυ δηλοῖ, ἤγουν πεμπταῖος ἢ ἑβδο‐ | |
5 | μαῖος ὁ τοῦτο ἔχων ἀποθνήσκει. | |
---|---|---|
4 | Εἰ δὲ ὡς σχιστὸν ἀρσενικόν ἐστι, θάνατον καὶ τοῦτο σημαίνει· εἰ δὲ καὶ πισσῶδες, ἐκεῖνον σημαίνει. εἰ δὲ καὶ ἕλκος λευκὸν ἢ βορβορῶδες, σῆψιν δηλοῖ. | |
5 | Αἷμα κογχυλῶδες ὥσπερ ὀξὺ μετάξιον, θάνα‐ τον σημαίνει. | |
6 | Αἷμα ἐν τῷ ἀγγείῳ τὸ ἥμισυ φαινόμενον λευκὸν καὶ τὸ ἥμισυ αἷμα ὑγείας ἐστὶ δηλωτικόν. | |
7 | Αἷμα ἔχον μέσον λευκόν, θανάσιμον. | |
8 | Αἷμα παχύ, μέλαν καὶ δυσῶδες, ἔχον λώρια μέσον ὀστρακώδη, ἐπίκαιρος ἔσται ἡ ζωὴ τοῦ ἀνθρώπου· εἰ δὲ | |
φοινίκινον ἔχει χρῶμα, μακρονοσίαν δηλοῖ. | 293 |