TLG 0719 004 :: ARETAEUS :: De curatione diuturnorum morborum libri duo De curatione diuturnorum morborum libri duo Citation: Book — chapter — section — (line) | ||
1t1 | ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΧΡΟΝΙΩΝ ΝΟΥϹΩΝ ΘΕΡΑΠΕΥΤΙΚΟΝ ΒΙΒΛΙΟΝ Α. | |
1.1.1 | Προοίμιον. Ἐν τῇcι χρονίῃcι νούcοιcι ἡ ἀμβολὴ τῆc ἰητρείηc κακόν· ὑπ’ ἀμβλακίηc γὰρ ὀκέλλει ἐc ἀνήκεcτα πάθεα. φύcιc ἄρ’ ὡδὶ ἴcχει ὡc μὴ ῥηϊδίωc ἀποφοιτῆcαι, ἢν ἐcβάλῃ ἅπαξ. ἢν δὲ καὶ ἐκδη‐ θύνῃ, χρόνῳ καρτερὰ ἔcται καὶ ξυναποθνῄcκειν γίγνεταί κοτε. καὶ τὰ | |
5 | cμικρὰ μεζόνων ποιέεται διαδέξιαc· κἢν τὸ πρόcθεν ἐc κίνδυνον ἀcινὲc | |
---|---|---|
1.1.2 | ᾖ, ὁ τόκοc τῶνδε γίγνεται ὀλέθριοc. χρὴ ὦν μήτε τὸν νοcέοντα cιγῆν αἰδοῖ τοῦ ἐλέγχου τῆc νούcου μηδὲ ὑποδιδρήcκειν δέει τῆc ἰη‐ τρείηc, μήτε τὸν ἰητρὸν καταμβλακεύειν· ἄμφω γὰρ ἐc τὸ ἀνήκεcτον ξυνᾴδει. μετεξέτεροι δὲ τῶν καμνόντων ὑπ’ ἀγνωcίηc τε τῶν παρεόν‐ | |
5 | των καὶ τῶν αὖθιc ἐcομένων ἐc τέλοc ξυνδιαιτέονται τῇ νούcῳ. ἐπὶ γὰρ τοῖcι πλείcτοιcι οὔτε ὀλλυνέονται οὔτε ὀρρωδέουcι θάνατον. διὰ τάδε ὦν ἰητρῷ cφέαc αὐτοὺc οὐδ’ ἐπιτρέπουcι. πίcτιc δὲ τουτέων κεφαλαίη, ἧc ἀμφὶ πρότερον φράcω. | |
1.2.1 | Θεραπεία κεφαλαίηc. Κεφαλὴ δὲ ὁκόcον ἐc ζωὴν ἀναγκαῖον, τοcόνδε νούcῳ χαλεπωτάτη. καὶ τῶν ἀμφὶ τήνδε νούcων ἡ μὲν ἐcβολὴ εὐπαθὴc ἐπὶ cμικρῷ ἄλγεϊ καὶ ἤχοιcι ὤτων καὶ βάρεϊ· εἰ δὲ αὔξηcιν προcλάβοι, καὶ τὰ τέλη ὀλέθρια. μὴ ὦν μηδὲ τὰ cμικρὰ ὑπερορῆν | |
5 | ἄλγεα· cμικροῖcι γὰρ καὶ τοῖcι ἄκεcι μετεξετέροιcι ἰήθη. ἢν δὲ πρόcω μὲν ἥκῃ χρόνου (μέζω γὰρ προcεπιγίγνεται ἄχθεα), τάμνειν τὴν ἐπ’ ἀγκῶνι φλέβα· πρόcθεν δὲ δυοῖν ἡμέραιν οἶνον πιπίcκειν. ξυντεκμαι‐ | |
1.2.2 | ρόμενον δὲ τὴν δύναμιν τὸ πλῆθοc ἀφαιρέειν. ἄριcτον δὲ μὴ ἐcά‐ παξ, ὡc ἡ δύναμίc τε ἀνέχηται τὴν πληθὺν τῆc ἀφαιρέcιοc, ξυνεχέc τε τοῖcι αὐτέοιcι μοχλεύηται ἡ νοῦcοc. ὧδε μέντοι πάcῃcι τῇcι χρο‐ νίῃcι νούcοιcι ξυνῳδόν. μεcηγὺ δὲ τριῶν ἢ τεccάρων ἡμερῶν ἁδροτέ‐ | 144 |
5 | ρωc διαιτᾶν. ἔπειτα τὴν ἱερὴν τὸ καθαρτήριον ξὺν μελικρήτῳ πιπί‐ cκειν· ἀπάγει γὰρ μάλιcτα ἥδε ἀπὸ τῆc κεφαλῆc τῆc νούcου τὴν τρο‐ φήν. πλῆθοc δὲ τοῦ φαρμάκου, ὁκόcον τέccαρεc ἢ πέντε ὁλκῆc δραχμαί· κἢν εὖ καθαίρηται, λούειν τε καὶ οἶνον διδόναι καὶ τὴν δύναμιν αὔξειν. | |
1.2.3 | ἔπειτα αὖθιc τάμνειν φλέβα τὴν ἐπὶ τῷ μετώπῳ τὴν ὀρθήν· καιριω‐ τάτη γὰρ ἥδε ἡ ἀφαίρεcιc. τὸ δὲ πλῆθοc ὅcον κοτύληc ἢ cμικρῷ πλεῖον. λύειν τε μὴ περαιτέρω· κενεαγγέειν γὰρ οὐ χρή. ἔπειτα τὰc κόμαc ξυρῷ ἀφαιρέοντα cικύην τῇ κορυφῇ προcβάλλειν προτέρην· τὴν | |
5 | δὲ ἑτέρην [τὴν] μεcηγὺ τῶν ὠμοπλατέων ἐρείδειν ἀναίμακτον, cχάζειν τε τὴν ἐπὶ τῆc κορυφῆc ἀφειδέωc ἔc τε πλήθεοc ὁλκὴν καὶ ἐc τὴν τοῦ βάθεοc ἐντομήν· κεφαλαίῃ γὰρ τὰ μέχριc ὀcτέων ὀνίνηcι ἰήματα. | |
1.2.4 | ἢν δὲ ἐc ὠτειλὴν ἥκῃ τὰ τρώματα, τὰc ἀρτηρίαc ἐκτάμνειν. διπλαῖ δέ, αἱ μὲν κατόπιν εἰcὶ ὤτων, cμικρόν τι προcωτέρω, δῆλαι δὲ ταῖc δια‐ cφύξεcι· αἱ δὲ τοῦ ὠτὸc ἐc τοὔμπροcθεν, αὐτῶν πληcίον· παράγεται γὰρ τῷ ἀντιτράγῳ· ἀτὰρ καὶ αἵδε δῆλαι διαcφύξεcι. τάμνειν δὲ πρὸc | |
5 | τοῖcι ὀcτέοιcι τὰc μέζοναc· αἵδε γὰρ ὀνηϊcταί. ἐπικέανται καὶ ἕτεραι ἑκάcτῃcι κάρτα λεπταί, ἃc οὐδ’ ὄφελοc ἐκτάμνειν. ὁ δὲ τρόποc ἐν τῇcι χειρουργίῃcι λέλεκται. μετὰ δὲ τὸ ἄκοc κεφαλαίῃ τε καὶ ἐπιληψίῃ | |
1.2.5 | καὶ cκοτώμαcι καὶ ξυμβλήδην ἁπάcῃcι τῇcι τῆc κεφαλῆc νούcοιcι. ἐπὶ πᾶcι δὲ φλέγμα ἄγειν χρὴ προκενώcαντα τὴν γαcτέρα ἢ καταπότῳ ὑπηλάτῳ ἢ κλυcμῷ· ἄλλοτε μὲν ἐκ ῥινῶν πταρμικοῖcι, ἄλλοτε δὲ διὰ cτόματοc τοῖcι ἄγουcι φλέγμα. εἴδη δὲ πταρμικῶν μὲν πέπερι, cτρου‐ | |
5 | θίου ἡ ῥίζα, κάcτοροc [τοῦ] ὄρχιc· τάδε καὶ ξυνῇ· ἐc λεπτὰ δὲ κό‐ | |
ψαντα καὶ cήcαντα καλάμῳ ἐμφυcῆν ἢ καυλῷ πτεροῦ χηνὸc παχέϊ. | 145 | |
1.2.6 | ἀγωγότερον δὲ τῶνδε καὶ βιαιότερον εὐφόρβιον ξύν τινι τῶνδε μει‐ χθέν· ἀτὰρ καὶ ἐλαίοιcι δὲ μίcγεται γλευκίνῳ, cικυωνίῳ ἢ τῷ ἀπὸ cτύ‐ ρακοc μύρῳ. ὑγρὸν δὲ γίγνεται κάρτα ὡc ἔγχυτον· ἐγχεῖται δὲ διὰ τοῦ ῥινόc γ’ αὐλοῦ. δίδυμοι δὲ οἵδε, ξυμφυέεc ἀπὸ μιῆc ἐκροῆc, ὡc | |
5 | ἐcάπαξ ἀμφοτέροιcι ἐγχεῖν· οὐ γὰρ ἀναcχετὸν ἡ διάcταcιc ἑκατέρου μυκτῆροc ἰδίῃ καὶ ἰδίῃ· πίμπραται γὰρ ἡ κεφαλὴ αὐτίκα καὶ δριμὺ ἄλγοc αἱρέει. τὰ δὲ διὰ τοῦ cτόματοc ἄγοντα φλέγμα, cίνηπι, κόκκοc | |
1.2.7 | ὁ τῆc κνίδηc, πέπερι, cταφὶc ἀγρίη· τάδε ξὺν ἀλλήλοιcι καὶ ἰδίῃ. ἐπὶ δὲ καὶ τῷ μαcήcαcθαι μὲν αὐτὰ καὶ τὸ πτύειν ξυνεχέc ἐcτι. καὶ ὕδατι ἢ μελικρήτῳ ἢ ὀξυκρήτῳ μείξαντα διδόναι, κλύζειν τε τὸ cτόμα καὶ ἐc τὰ παρίcθμια παρώcαντα ἀνατάcει τοῦ αὐχένοc τῷ τῆc ἐκπνοῆc πνεύ‐ | |
5 | ματι κλύζειν. ἐπὴν δὲ ἐc ὅcον θέλειc τὸ φλέγμα ἀγάγῃc, λούειν καὶ καταιονεῖν τὴν κεφαλὴν κάρτα πολλῷ θερμῷ ὕδατι ἐc διαπνοήν· ἰcχυ‐ | |
1.2.8 | ραὶ γὰρ γίγνονται cφηνώcιεc. δεῖπνον εὐτελέc· ἔcτω δὲ καὶ οἶνοc ἐc ἀνάκληcιν τοῦ cτομάχου· μάλα γάρ τοι καὶ ὅδε πονέει. ἐπὴν δὲ με‐ cηγὺ τὴν δύναμιν ἑδράcῃc, κλυcμῷ χρέω τῷ ξυνήθεϊ, λίτρου πολλὸν ἐμπάccων ἢ ῥητίνηc τῆc ἀπὸ τῆc τερμίνθου τοῦ δένδρεοc ἐντήκων | |
1.2.9 | ὁλκῆc δραχμὰc δύο. ἐc δὲ τὴν ἐπιοῦcαν ἡμέρην αἷμα τῆc ῥινὸc ἔνδον ἀφαιρέειν, ὡc εἴcω παρωθεῖται τὸ ὄργανον, κατιάδιον εὔμηκεc, ἢ τὸ καλεόμενον cτορύνη, ἢ εἴ τιc ἐλλιπῶc πρὸc τάδε ἔχει, χηνὸc χρὴ πτεροῦ τοῦ καυλοῦ τοῦ παχέοc ἀπογλύψαντα τάμνειν τὰ νεῦρα ἐc | |
5 | ὀδόνταc, ὅκωc πριcτῆρα· καὶ τόδε ἐc ῥῖνα κατιέναι μέcφι τῶν ἠθμο‐ ειδέων, ἔπειτα ἀμφοτέρῃcι χερcὶ κινέειν, ὡc ξυγχαράccοιτο ὑπὸ τῶν ὀδόντων ὁ χῶροc· ῥηϊδίη δὲ καὶ πολλὴ τοῦ αἵματοc ἡ φορή· φλέβεc | |
1.2.10 | γὰρ ἰcχναὶ τῇδε κραίνουcι καὶ τὰ cώματα μαλακὰ καὶ εὔτμητα. ἔαcι δὲ καὶ τοῖcι δημότῃcι πολλοὶ τῆc ἐγχαράξιοc οἱ τρόποι καὶ βοτάνῃcι τρηχείῃcι καὶ φύλλοιcι δάφνηc ξηροῖcι, ἐνθέντεc τάδε [ἢ] τοῖcι δακτύ‐ λοιcι κινέειν εὐτόνωc. κενώcαντα δὲ ὁκόcον χρή (ἔcτω δὲ πλῆθοc ἐc | |
5 | κοτύληc τὸ ἥμιcυ) μάccειν cπόγγοιcι καὶ ὀξυκρήτῳ ἢ ξηρόν τι ἴcχαι‐ | |
1.2.11 | μον ἐμφυcῆν, κηκίδα ἢ cχιcτὴν cτυπτηρίην ἢ βαλαύcτιον. ἢν δὲ ἐπὶ τουτέοιcι ἡ κεφαλαλγίη μίμνῃ, ἤν κοτε ἀποπαύηται, αὐτὸν χρὴ ἐc τέ‐ λοc ἥκειν τῆc ἰητρείηc· φιλυπόcτροφον γὰρ κακόν, καὶ ἐν ἕδρῃ ἷζον τὰ πολλὰ φωλεύει. χρὴ ὦν ἀφαιρέοντα τὰc κόμαc ξυρῷ (καὶ γὰρ | 146 |
5 | τόδε κεφαλῇ ὀνηϊcτόν) καίειν πυρίῃcι καυτήρων, ἐπιπολῆc μὲν ἐc μύαc· ἢν δὲ μέcφι ὀcτέου ἐθέλῃc, ἀπάνευθεν καὶ τῶν μυῶν· μύεc γὰρ καυ‐ θέντεc ἔαcι cπαcμῶν προκλήcιεc. κἢν μὲν ἐπιπολῆc καύcῃc, οἶνον εὐώδη λευκὸν ξὺν ῥοδίνῳ καταιονεῖν ἅλιc. ὀθόνην δὲ χρὴ τέγξαντα | |
1.2.12 | ἐπιπεταννύναι τῇcι ἐcχάρῃcι μέcφι ἡμέρηc τρίτηc. ἢν δὲ βαθεῖαι ἔωcι αἱ ἐcχάραι, πράcου χρὴ κόμην ξὺν ἁλὶ τρίψαντα ἠδὲ ἐc ὀθόνην ἐγχρί‐ cαντα τιθέναι· τῇ δὲ τρίτῃ κηρωτὴν ἐκ ῥοδίνου ἐπὶ τοῖcι ἐπιπολαίοιcι ἢ φακὸν ξὺν μέλιτι ἐπὶ τῇcι βυθίοιcι ἐcχάρῃcι τιθέναι. ὁκόcα δὲ ἐπὶ | |
5 | ὠτειλῇ φάρμακα, ἄλλῃ πῃ γεγράψεται. ἔταμόν τινεc ὑπὲρ μέτωπον κατὰ τὴν cτεφάνην τὸ δέρμα ἄχριc ὀcτέου· καὶ τόδε ἐπιξέcαντεc ἢ ἐπικόψαντεc μέcφι διπλόηc ἐc cάρκωcιν ἤγαγον. οἱ δὲ καὶ ἐcέτρωcαν τῷ ὀcτέῳ μέcφι μήνιγγοc. εὔτολμα δὲ τὰ ἄκεα· ἀλλὰ χρῆcθαι, ἢν ἐπὶ πᾶcι μὲν ἡ κεφαλαίη ἐπιμίμνῃ, ὁ δὲ νοcέων εὔθυμοc ἢ ὁ τόνοc | |
1.2.13 | τοῦ cώματοc ἀγαθόc. ἢν ἐκ προcαγωγῆc ἔωcι, γυμνάcια ὀρθὰ ἐc cτέρνα καὶ ὤμουc, χειρονομίη, ἁλτήρων βολή, ἔξαλcιc καὶ ἡ ξυνευπαίδευτοc ἐν τούτοιc ἀνείληcιc· τρῖψιc τὰ πρῶτα καὶ τὰ ὕcτατα cκελῶν, κεφαλῆc δὲ ἐc μέcον. πιττοκοπίη τῷ ἐμπάττειν ξυνεχήc· φοινίccειν δὲ καὶ τὴν | |
5 | κεφαλήν, ἄλλοτε μὲν cίνηπι ξὺν ἄρτῳ διπλόῳ ἐγχρίοντα, ὡc μὴ ἀφό‐ ρητον εἴη τὸ πῦρ· ἄλλοτε δὲ φάρμακα ξυναλείφοντα, ὡc τὸ ξύνθετον τὸ διὰ τῆc λιμνήcτιδοc καὶ εὐφορβίου καὶ πυρέθρου. ἔχει δὲ καὶ ἀνώ‐ δυνον περί τε τὸν ἐν καιρῷ πόνον καὶ ἐc μόχλευcιν τῆc ῥίζηc τοῦ κακοῦ, θαψίηc ὁ ὀπόc· καὶ τὰ ξὺν τῇδε φάρμακα, ὁκόcα ἐcοιδαίνει τὸ | |
1.2.14 | δέρμα καὶ ἰόνθοιcι ἴκελα ἐκφύει βλαcτήματα. δίαιτα δὲ ἡ μὲν ἐφ’ ἑκάcτῳ τῶν ἀλγέων, λεπτή· ὀλιγοποτίη καὶ ὑδροποτίη ἐπίπροcθεν μά‐ | |
λιcτα ἄκεόc τινοc. ξύμπαν δὲ δριμέων μὲν ἄφεξιc, κρομμύων καὶ cκορόδων καὶ ὀποῦ τοῦ cιλφίου, cινήπιοc δὲ μὴ πάγχυ· καὶ γὰρ τὸ | 147 | |
5 | δριμὺ αὐτέου πρὸc τῇ τοῦ cτομάχου ἀρετῇ καὶ ἐc κεφαλὴν οὐκ ἄχαρι, | |
1.2.15 | φλέγμα χέον καὶ διαπνέον ἢ διελαῦνον κάτω. ὀcπρίων κάκιcτον κύαμοc καὶ [ἐc] τὰ τοῦδε εἴδεα, πίcοι καὶ ὦχροι καὶ δόλιχοι· δεύτερον φακοί, οἵ γε ἔχουcι μέν τιναc ἀρετὰc πέψιόc τε καὶ ἐκκρίcιοc, κεφα‐ λῆc δὲ πλήcμιοι καὶ πόνου ποιητικοί· πλὴν ἑψηθέντεc ξὺν πεπέρι οὐκ | |
5 | ἀποξενωτέοι. χόνδροι δὲ οἵ τε πλυτοὶ χαρίεντεc ξὺν οἴνῳ καὶ μέλιτι ὅcον ἡδῦκαι καὶ τὸ ἐκ τουτέων ῥόφημα καὶ οἱ ξὺν ἁπλοῖcι ζωμοῖcι. καλοὶ γὰρ καὶ οἱ ἐν τῇ καρυκείᾳ καρποί, κάρου, κοριάνου, ἀνίcου, cε‐ λίνου· τουτέων δὲ κρέccων ἡ ἡδύοcμοc ἡ βοτάνη καὶ γλήχων πρὸc | |
1.2.16 | τοῖcι εὐώδεcι, ἴcχουcί τι καὶ οὔρων ἀγωγὸν καὶ φυcέων ἔξοδον. κρεῶν δὲ πονηρὰ μὲν τὰ παλαιὰ πάντα· νεοcφαγῆ δὲ ἀλέκτοροc, πτηνῶν ἡ φάccα, ἡ πέλεια καὶ τὰ ἄλλα ὁκόcα μὴ μάλιcτα πίονα, cυῶν τὰ ἄκρεα, λαγωὸc [ὁ] ὀπτόc· βοὸc δὲ καὶ ὄϊοc παχῦνόν τε καὶ κεφαλῆc | |
5 | πλήcμιον· ἔριφοc δὲ οὐ πάντῃ κακόc, γάλα καὶ τυροὶ κεφαλαλγέεc. ἰχθύων οἱ πετραῖοι ἠδὲ ὁκόcοι κατὰ χώρην ἄριcτοι. λαχάνων δὲ ἑφθῶν μὲν ὁκόcα οὔρων καὶ κοιλίηc ὑπαγωγά, μαλάχη, βλίτον, τεῦτλον, ἀcπάραγοι, δριμὺ δὲ καὶ κράμβη· ὠμὰ δέ, θριδακίνη πάντων ἄριcτον. | |
1.2.17 | ῥίζαι δὲ πονηραὶ καὶ ἑφθαί, ῥαφανίδεc, γογγυλίδεc, cταφυλῖνοι, οὐρη‐ τικὰ μέν, πλήcμια δέ. cίcαρον φυcῶδεc μὲν καὶ cτομάχου ἐπαρτικόν. οἶνοc λευκόc, λεπτόc, γλυκὺc μὲν ἐγγεγράφθω, cτύψιόc 〈τι〉 ἔχων, ὡc μὴ ἴcχειν τὴν γαcτέρα. τράγημα πᾶν κεφαλαλγέc, πλὴν φοίνικεc πά‐ | |
5 | cηc ἰδέηc. cύκων δὲ ὀπώρη καὶ cταφυλὴ προcηνὲc καὶ ὅ τι ἂν ἐπὶ τῆc ὥρηc ἄριcτον. πληcμονὴ πάντων, καὶ τῶν ὠφελούντων, κακόν· κάκιον δὲ ἀπεψίη. κόποι ἀπεψίηc μὲν ἀcινέcτεροι, ἐπιβλαβέεc δὲ καὶ | |
1.2.18 | οἵδε. περίπατοι ἕωθεν ἐπὶ τῆc κοιλίηc ἐκκρίcει· εὔπνοεc δὲ 〈καὶ〉 εὔφο‐ ροι· ἄριcτοι δὲ καὶ οἱ ἐπὶ τῷ δείπνῳ. αἰώρη μακρή, νήνεμοc, ἀνήλιοc | |
τῇ κεφαλῇ· κακὸc γὰρ αὐτέῃ ὁ Ϲείριοc. ὁμιλίη γυναικὸc κεφαλῇ, νεύ‐ ροιcι, κακὸν ἐπίcπαcτον. ἀποδημίη ἐc θερμότερον ἀπὸ ψυχρῶν καὶ | 148 | |
5 | ἀπὸ ὑγρῶν ἐc ξηρότερον. ξύμφοροc δὲ πλοῦc καὶ ἐν θαλάccῃ διεξα‐ γωγὴ τοῦ βίου. κἢν παράλιόc τιc ᾖ, ἀγαθὸν λούεcθαί τε τῇ ἅλμῃ ψυχρῇ καὶ νήχεcθαι 〈ἐν〉 τῇ θαλάccῃ καὶ τῇcι ψάμμοιcι ἐγκαλινδέεcθαι | |
1.2.19 | καὶ βιοτεύειν ἐc θάλαccαν· ἑτεροκρανίηc ταὐτὰ ἄκεα. ὁκοῖα γὰρ τῇ κεφαλῇ ὅλῃ ἄκεα πρόcφορα, τοιcίδε πρὸc ἅπαν τῆc κεφαλῆc μέροc χρέεcθαι καλόν. ὁκόcοιcι δὲ ἐκ τῶνδε ἄφυκτοc ἡ νοῦcοc, ἐλλεβόρῳ χρέεcθαι, τῇ ἐcχάτῃ καὶ δυνατωτάτῃ πάντων ἀγωγῇ. | |
1.3.1 | Θεραπεία cκοτωματικῶν. Καὶ ἐκ διαδέξιοc μὲν κεφαλαίηc γίγνεται cκοτοδινίη· ἀτὰρ καὶ αὕτη πρώτη ἐπ’ αἰτίῃcι φύεται, αἱμορ‐ ροΐδων ῥόου ἐπιcχέcει, κἢν ἀπὸ ῥινὸc αἷμα μὴ ῥέῃ πρόcθεν ῥέον ἢ μὴ διαπνέηται τὸ cκῆνοc ἢ ἱδρῶτι ἢ πόνῳ πρόcθεν πονεύμενον. ἢν μὲν | |
5 | ὦν ἐπὶ τῇ κεφαλαίῃ ξυcτῇ, τάδε χρὴ πρήccειν ἐc ἴηcιν, ὁκόcα ἐπὶ τῇcι κεφαλαίῃcι λέλεκται· τοῖcι δὲ καὶ βιαιότερον ἰῆcθαι χρὴ ἐc τέλοc τῶν ἀκέων, ὕcτερον φράcω. ἢν δὲ ἀπό τευ ἐπιcχέcιοc ὑγρῶν ἡ νοῦcοc ἀποβῇ, τὴν ξυνήθεα ἔκκριcιν κινέειν· ὑγιεινὸν γὰρ τῆc φύcιοc ἡ παλιν‐ | |
1.3.2 | δρομίη. ἢν δὲ ἡ μὲν μέλλῃ, τὸ δὲ πάθοc αὔξῃ, ἐπὶ μὲν τῇcι ἄλλῃcι ἐπιcχέcεcι τῇcι διὰ ῥινὸc ἢ ἱδρώτων φλέβα τάμνειν τὴν ἐπ’ ἀγκῶνι· ἢν δ’ ἐπὶ ἥπατι πλημύροντι ἢ cπληνὶ ἤ τινι τῶν ἐν τοῖcι μέcοιcι cπλάγχνων, ἀρῆγον ἡ cικύη. χρὴ δὲ ὁκόcον ἂν ἐκ φλεβὸc πολλὸν | |
5 | ἐκρέῃ, τοcόνδε ἐκ τῶνδε ἀφαιρέειν αἷμα· τόδε γὰρ τῆc προφάcιοc ἡ | |
1.3.3 | τροφή, ὥcπερ δὴ καὶ γαcτήρ. ἐπὶ δὲ τῷδε τὰ τῆc κεφαλῆc ἄκεα ξυν‐ άπτειν, φλέβα τὴν ἐπὶ τῷ μετώπῳ ὀρθὴν τάμνοντα, ἢ τὰc ἑκατέρω‐ θεν τῆc ῥινὸc πρὸc τοῖcι κανθοῖcι· cικύην τῇ κορυφῇ προcβάλλειν, ἐκ‐ κόπτειν τὰc ἀρτηρίαc, ξυρεῖν τὴν κεφαλήν, φοινίccειν, φλέγμα ἄγειν | |
5 | διὰ ῥινῶν πταρμικοῖcι ἢ διὰ cτόματοc ὅκωc ἔλεξα· ἅπαντα πρήccειν ἐν κόcμῳ τῷ ἐπὶ τῇ κεφαλαίῃ εἰρημένῳ, πλὴν ὁκόcον κυκλαμίνου χυ‐ | |
1.3.4 | λὸc ἢ ἀναγαλλίδοc ἔγχυτοc ἐc τὴν ῥῖνα ἔχει τὴν πρόcθεcιν. ἐπεὶ δὲ τῶν ἀμφὶ τὴν κεφαλὴν ἀκέων ἥκῃ ἐc τέλοc, ὁκόcα βιαιότερα ἐc τοὺc | |
cκοτώδεαc, τάδε χρὴ πρήccειν. ἐμέτοιcι τοῖcι ἀπὸ δείπνου ἠδὲ τοῖcι ἀπὸ ῥαφανίδων χρέεcθαι, τὸ ἐκ τοῦδε δέον ἐcτί, ἀτὰρ ἠδὲ ἐc ἐλλεβό‐ | 149 | |
5 | ρου παραcκευήν· μελετῆcαι γὰρ χρὴ τὸν cτόμαχον ἐμέειν ἐπὶ τοῖcι δεινοτέροιcι ἐμετηρίοιcι· ἀτὰρ καὶ τὸ φλέγμα λεπτότερον νῦν γίγνεται | |
1.3.5 | καὶ ἐc τὸν ἐλλέβορον εὔχυτον. ἐλλεβόρου δὲ δόcιεc πλεῦνεc, τοῖcι μὲν ἰcχυροτέροιcι αἱ ῥίζαι ἐc μέγεθοc ἄμηc ἢ ὀλίγον ἁδρότερον τετμημέναι· ξὺν χόνδρῳ τε πλυτῷ ἢ φακῷ ἡ δόcιc· cταθμὸc δὲ ὁλκῆc δραχμαὶ δύο. ἐπὶ δὲ τῶν ἀcθενεcτέρων καὶ ἰcχνοτέρων τὸ ἕψημα ξὺν μέλιτι· | |
5 | μέτρον μυcτίλαι δύο ἢ τρεῖc· τῆc δὲ ποιήcιοc ὁ τρόποc ἄλλῃ πῃ λελέξε‐ ται. μεcηγὺ δὲ ἑκάcτου ἄκεοc ἐπανατραφέειν τὸν νοcέοντα ἐc τὴν | |
1.3.6 | τῶν μέcων ὑπομονήν. ἀρήγειν δὲ καὶ ἐπὶ τοῖcι παροξυcμοῖcι ὧδε· δια‐ δέειν μὲν τὰ cκέλεα ὑπὲρ cφυρὰ καὶ γούνατα, καὶ χειρὸc καρπούc τε καὶ βραχίοναc ἔνερθε τῶν ὤμων πρὸc τοῖcι ἀγκῶcι. τέγξιεc κεφαλῆc· ῥόδινον μύρον ξὺν ὄξεϊ, ἐνεψῆcαι δὲ χρὴ τῷ ἐλαίῳ ἕρπυλον ἢ cπον‐ | |
5 | δύλιον ἢ κιccοὺc ἤ τι τοιόνδε. ἀνάτριψιc ἄκρων καὶ προcώπου· ὄcφρη‐ cιc ὄξεοc, γλήχωνοc, ἡδυόcμου, καὶ τάδε ξὺν ὄξεϊ. διάcταcιc τῆc γέ‐ νυοc· ἔcθ’ ὅπῃ γὰρ ἐρείδουcι τὰc γνάθουc. γαργαλιcμὸc παριcθμίων· ἐμέτου πρόκληcιc. ἐπὶ γὰρ ἐκχύcει κοτὲ φλέγματοc ἀνέγροντο ἐκ τοῦ ζόφου. τάδε μὲν ὦν ἐc τὴν τοῦ παροξυcμοῦ παρηγορίην καὶ cκέδαcιν | |
1.3.7 | τοῦ ζοφώδεοc. διαίτηc δὲ περὶ ἁπάcηc τῆc ἐν τῇ θεραπείῃ καὶ τῆc ἐc αὖθιc τάδε γιγνώcκω. ὕπνοc πουλὺc 〈κακόν〉, κακὸν δὲ καὶ ἀϋπνίη· πουλὺc μὲν γὰρ ναρκᾷ τὰc αἰcθήcιαc τῆc κεφαλῆc ἀτμῶν πλημύρᾳ· ὄκνοc ἁπάcηc πρήξιοc. τάδε μέντοι βάρεοc καὶ ἤχων καὶ μαρμα‐ | |
5 | ρυγμῶν [ἐcτι] αἴτια, τῆc νούcου τὰ ξύμβολα. ἀγρυπνίη δὲ ἄπεπτον, ἄτροφον, καματηρὸν τῷ cκήνεϊ, ἄθυμον, εὐπαράγωγοc ἡ γνώμη· διὰ τάδε ῥηϊδίωc μαίνονται καὶ μελαγχολέουcι οἵδε. ξύμφοροc δὲ ὁ μέτριοc ἐc τὴν τῆc τροφῆc οἰκονομίην καὶ ἐc ἀνάπαυλαν τῶν δι’ ἡμέραc καμά‐ | |
1.3.8 | των. προεδρίη τῆc κοιλίηc ἐc ἀπόκριcιν· διαπνοῆc γὰρ ἡ μέζων αἰτίη κοιλίη. ἀνάτριψιc αὖθιc cκελέων δι’ ἡμιτυβίων τρηχέων μέcφι φοινί‐ ξιοc, ἔπειτα νώτου καὶ πλευρέων, ὕcτατα κεφαλῆc· ἀπὸ τουτέων περί‐ πατοι, προcηνέεc μὲν ἀρχῆθεν καὶ ἐc ἀπόπαυcιν, ἐπίτροχοι δὲ οἱ μέcοι. | |
5 | ἠρεμίη, κατάcταcιc τοῦ πνεύματοc ἐπὶ τοῖcι περιπάτοιcι ἔcτω. ἀναφω‐ νέειν χρή, τοῖcι βαρέcι φθόγγοιcι μᾶλλον χρεόμενον ἠχεῖν. ὀξέεc γὰρ κεφαλῆc διατάcιεc, κροτάφων παλμοί, ἐγκεφάλου διαcφύξιεc, ὀφθαλμῶν | 150 |
1.3.9 | πρήcιεc, ἤχων ἀκοή. μετρίη ὀξυφωνίη κεφαλῇ ὀνηϊcτόν. ἔπειτα δὲ καιρὸc αἰώρηc ἐc διαπνοὴν τοῦ παντὸc κεφαλῆc βάρεοc· πλῆθοc δὲ ἔcτω πολλόν, πλὴν ὁκόcον ἀκάματον ᾖ· 〈μὴ〉 ἐπὶ ἐλιγμοῖcι τοῖcι τοῦ χωρίου μηδὲ ξυνεχέcι καμπῇcι αἰώρη γιγνέcθω· ἰλίγγων γὰρ τάδε προ‐ | |
5 | κλήcιεc. εὐθέεc δὲ καὶ μακροὶ καὶ λεῖοι ἔcτων καὶ οἱ περίπατοι. ἢν μὲν ὦν ἐν ἔθει ἔωcι ἀρίcτου, ἄρτου μούνου ὀρέγειν, ὁκόcον μηδὲν ἐμποδὼν τοῖcι γυμναcίοιcι ἔμμεναι· προπεπέφθαι γὰρ χρή· κεφαλὴ καὶ χεῖρεc καὶ αἱ τῶνδε τρίψιεc· ἐπὶ δὲ τοῖcι οἷον πρηέωc ἐc ἀνάκληcιν | |
1.3.10 | θέρμηc καὶ εὐcαρκίηc καὶ τόνου. ἔπειτα κεφαλὴν τρίβεcθαι ὄρθιον ἑωυτέου μέζονι ὑπέχοντα· ἀτὰρ καὶ τὰ γυμνάcια ἐc τραχήλου πρήcιαc καὶ ἐc διωcμὸν χειρῶν ξυντείνει, εὐπαιδεύτωc· ὑπεραιωρεῦντα δὲ χρὴ τὴν κεφαλὴν καὶ τὰc ὄψιαc γυμνάζειν χειρονομίῃ ἢ δίcκων βολῇ 〈ἢ〉 | |
5 | φιλονεικεῦντα πυγμῇ. κακὸν δὲ cφαῖρα, μικρή τε καὶ μεγάλη· τῆc γὰρ κεφαλῆc καὶ τῶν ὀφθαλμῶν αἱ δινήcιέc τε καὶ ἐντάcιεc cκοτώματα ποιέουcιν. ἄριcτον ἀφάλcειc καὶ δρόμοι. τὸ ὀξὺ μὲν πᾶν ἐc τὰ cκέ‐ | |
1.3.11 | λεα. πάντων τονώcιεc· ψυχρολουcίη ἀλουcίηc κρέccων· ἀλουcίη δὲ θερμολουcίηc. cτῦψαι, πυκνῶcαι, ξηρῆναι κεφαλήν, ψυχρολουcίη δυνα‐ τωτάτη, ὑγείηc ἡ κατάcταcιc. ὑγρῆναι, λῦcαι, ἀχλυῶcαι, θερμολουcίη δυνατωτάτη· κεφαλῆc γὰρ νούcου αἱ προφάcιεc· τοιοίδε καὶ οἱ νότοι | |
5 | βαρυήκοοι. ἡcυχίη ἐπὶ τοῖcι γυμναcίοιcι ἐc κατάcταcιν τοῦ ταράχου. | |
1.3.12 | πιέξιεc τῆc κεφαλῆc ἐc τὴν τοῦ δέρματοc ξύcιν. προπόcιεc ὕδατοc ἢ οἴνου ὑδαρέοc. ἄριcτον εὐτελέc· λαχάνων κόμηc τὰ μαλθακτήρια, μα‐ λάχηc, τεύτλου, βλίτου. ἔμβαμμα εὐcτόμαχον, εὔcτομον, κοιλίηc μαλ‐ θακτικόν, ἀβαρὲc δὲ κεφαλῇ, διὰ θύμου ἢ θύμβρηc ἢ cινήπιοc. ὠῶν | |
5 | τὰ θερμὰ χειμῶνοc, θέρεοc δὲ τὰ ψυχρά, γυμνὰ τοῦ ὀcτρακώδεοc, μὴ ὀπτά· ἐλαῖαι, φοίνικεc, τάριχοc ὡραῖον. χόνδροc πλυτόc, ξύν τινι τῶν | |
1.3.13 | γλυκέων, ὁκόcον ἡδῦναι, αἱρετόν· ἐπὶ τοιcίδε ἅλεc. ἠρεμίη, ἡcυχίη καὶ ἀκοῆc καὶ λαλιῆc. περίπατοι ἔνθα ἂν εὔπνοον, εὔχαρι ἢ δένδρεcι ἢ βοτάνῃcι. ἢν δὲ ἐc δεῖπνον ἥκῃ, μάλιcτα μὲν αὖθιc ψυχρολουτέειν, cμικρὸν ὑποχριcάμενον λίπαϊ· εἰ δὲ μή, cκέλεα μοῦνον. τὸ δεῖπνον | 151 |
5 | cιτῶδεc, οἷον ἰτρίον ἢ ῥόφημα χόνδρου ἢ πτιcάνη ἄφυcοc, ἑψήcει εὔπεπτοc· φάρμακα δὲ τὰ ἐc ἡδονὴν τῆc πτιcάνηc, πέπερι, γλήχων, ἡδύοcμον, κρομμύων ἢ πράcων cμικρόν, μηδὲ ὁκόcον ἐμπλεῦcαι· ὄξεοc | |
1.3.14 | δὲ τὸ δριμὺ ξύμφορον. κρεῶν, τὰ ἐκ πιόνων μὴ πίονα· cυῶν πόδεc καὶ κεφαλή· πτηνὰ πάντα· τῷ πλήθεϊ δὲ τεκμαίρεcθαι· λαγὼc καὶ τὰ θηρευτὰ δέ· ἀλεκτορὶc εὔποροc καὶ ξύμφοροc. τράγημα πᾶν κεφαλαλ‐ γέc, πλὴν φοίνικοc ἢ τῶν ὡραίων cύκων ἢ cταφυλῆc, ἢν ἄφυcοc ὥν‐ | |
5 | θρωποc ἔῃ, †εὖ τοῖcιν· ἠδὲ πεμμάτων εὔπεπτα καὶ ἄκνιcα καὶ κοῦφα. περίπατοι, θυμηδίη, ἐν ἡcυχίῃ ἐc ὕπνον ἄφεcιc. | |
1.4.1 | Θεραπεία ἐπιληψίηc. Ἀκέων ὅτι περ μέγα καὶ δυνατώτατον ἐc ἐπιληψίην χρέεcθαι· φυγὴ γὰρ 〈οὐ〉 μοῦνον ἐπιπόνου πάθεοc καὶ κινδυνώδεοc ἐφ’ ἑκάcτηc ὑπομνήcιοc, ἀλλὰ καὶ ἰδέηc αἴcχεοc καὶ ὀνεί‐ δεοc τῆc ξυμφορῆc. καί μοι δοκέω, εἴπερ ἐc ἀλλήλουc ἐν τοῖcι παρο‐ | |
5 | ξυcμοῖcι ἐνέβλεπον, ὁκόcα πάcχουcι οἱ νοcεῦντεc, οὐκ ἂν ἔτι ζώειν τλαῖεν ἄν. ἀλλὰ γὰρ τὰ δεινὰ ἑκάcτῳ καὶ τὰ αἰcχρὰ ἀναιcθηcίη καὶ ἀθεηcίη κρύπτει. ξυνομαρτεῖν δὲ τὴν ἰητρείην τῇ ῥαcτώνῃ τῆc φύcιοc ἄριcτον, εὖτε τῇcι μεταβολῇcι τῆc ἡλικίηc ἐc μέγα ἀμείβει τὸν ἄνθρω‐ πον. ἢν γὰρ ἡ ξυνήθηc τῷ κακῷ δίαιτα, ἐν ᾗ ἐμβιοτεύει ἡ νοῦcοc, | |
10 | οἴχετο, οὐκέτι ἐπιφοιτεύει ἐc τὸν ἄνθρωπον· ξυναποίχεται γὰρ τῷ | |
1.4.2 | πρόcθεν ἡδέϊ. ἢν ὦν τῆc κεφαλῆc λάβηται 〈καὶ〉 ἐνοικέῃ τῇδε, ἅπαντα χρὴ πρήccειν, ὁκόcα μοι ἀμφὶ κεφαλαίηc λέλεκται, ἀμφί τε τὰc τοῦ αἵματοc ἀφαιρέcιαc, ἠδ’ ἀμφὶ τὰc καθάρcιαc, φλεβῶν τῶν ἐπ’ ἀγκῶνοc, μετώπου τῆc ὀρθίηc, cικύηc· τὰc δὲ ἀφαιρέcιαc μὴ μέcφι λειποθυ‐ | |
5 | μίηc ποιέεcθαι· πρόκληcιc γὰρ τοῦ πάθεοc λειποθυμίη. ἀρτηρίαc τά‐ μνειν ἁπάcαc, τάc τε ὤτων πρόcω τε καὶ ὀπίcω. καθάρcιαc δὲ ποιέ‐ εcθαι ἐξοχέαc τουτέων πάντων τῇ ἱερῇ τῷ καθαρτηρίῳ καὶ τῆc κεφα‐ | |
λῆc τοῖcι ἄγουcι φλέγμα. πολλῷ δὲ δυνατώτερα ἔcτω φάρμακα· φέρει γὰρ ἡ ἕξιc τῶνδε τοὺc πόνουc. εὐθυμίη δὲ καὶ εὐελπιcτίη τίθηcι τοὺc | 152 | |
10 | νοcέονταc τλήμοναc. χρεὼν καὶ πῦρ φέρειν ἐc τὴν κεφαλήν· ἁνύει | |
1.4.3 | γάρ. τετρῆναι δὲ χρὴ πρῶτα τὸ ὀcτέον μέχρι διπλόηc, ἔπειτα κηρω‐ τῇcι καὶ ἐπιπλάcμαcι χρέεcθαι, ἔcτ’ ἂν ἡ μῆνιγξ τῶν ὀcτέων ἀποcτῇ· τερέτρῳ χρὴ περικόπτειν τὰ γυμνά, κἢν ἐπὶ cμικρὸν ἀντέχῃ μέχρι αὐτομάτου ἀποcπάcιοc, ἕωc ὅτε μέλαινά κοτε τουτέων καὶ παχείη | |
5 | εὑρεθῇ ἡ μῆνιγξ. καὶ ἐπὴν ἐc μύδηcιν ἢ καὶ κάθαρcιν τοῦ ἰητροῦ εὐτόλμωc ἀκεομένου ἐc ὠτειλὴν ξυμβῇ τὸ τρῶμα, ὥνθρωποc ἐξῆλθε | |
1.4.4 | τῆc νούcου. ἐπὶ πᾶcι φοινίξιεc κεφαλῆc, ξυνήθεεc μέν, ὁκόcαι μοι ἐν τοῖcι πρόcθεν εἰρέανται, δυνατωτέρη δὲ ἡ διὰ τῶν κανθαρίδων· χρὴ δὲ ἐπίπροcθεν τῆc χρήcιοc τριῶν ἡμερῶν πίνειν γάλα ἐc τὴν τῆc κύ‐ cτιοc φυλακήν· κανθαρίδεc γὰρ κάρτα cίνονται κύcτιν. τάδε μὲν ὦν, | |
1.4.5 | ἢν κεφαλὴ πεπόνθῃ. ἢν δὲ τὰ μέcα εἰcάγῃ τὴν αἰτίην, καὶ τάδε ἐπά‐ γει τὴν νοῦcον (ἥκιcτα δὲ τάδε γίγνεται· ξυμπαθέει γὰρ κεφαλῇ τὰ μέcα μᾶλλον ὡc ἐπὶ μεγάλῳ κακῷ, ἥπερ ἀρχὴ τῆc νούcου)· ὅκωc δ’ ὦν ἴcχῃ, φλέβα τάμνειν τὴν ἐπ’ ἀγκῶνι καὶ ἐπὶ τῶνδε· ἀπὸ cπλάγ‐ | |
5 | χνων γὰρ ἡ ῥοή. ἀτὰρ καὶ καθαίρειν τούcδε μᾶλλον τῶν ἄλλων καὶ τῇ ἱερῇ καὶ κνεώρῳ καὶ κόκκῳ κνίδηc· τάδε γὰρ φλεγμάτων ἀγωγά. | |
1.4.6 | τὸ δὲ καίριον αὐτέων ἡ cικύη. ἐπιθημάτων δὲ καὶ ἐπιπλαcμάτων ὁ φόρτοc εὔδηλοc, καὶ πάντῃ γράφειν περιττόν, εἰ μὴ ὁκόcον δύναμιν αὐτέων γιγνώcκειν, ὅτι χρὴ τοιcίδε λεπτῦναι, διαπνεῦcαι, εὔροα καὶ εὔπνοα ποιέειν, καὶ πεπτηρίοιcι φαρμάκοιcι, θερμοῖcι, ξηροῖcι καὶ οὔρων | |
5 | ἀγωγοῖcι χρεόμενον καὶ ἐν τροφῇ καὶ ἐν φαρμακείῃ. κρέccων δὲ πάν‐ των κάcτοροc ὄρχιc πινόμενοc ἐν μελικρήτῳ πολλάκιc τοῦ μηνόc, ὁκόcα τε ποικίλα φάρμακα τωὐτὸν πρήccει, ἡ διὰ τῶν θηρίων ποικίλη καὶ ἡ | |
1.4.7 | τοῦ Μιθριδάτεω ἐπιποικιλωτέρη· πίνειν δὲ καὶ τὴν Βηcτίνου. εὔπεπτα γὰρ καὶ εὔχυμα ταῦτα καὶ οὔρων ἀγωγά. ὁκόcα γὰρ χρὴ γράφειν τῶν ἁπλῶν φαρμάκων, αἵδε ἔχουcι αἱ δυνάμιεc, κινάμωμον καὶ καcίην, | |
φύλλα τὰ μαλαβάθρου καὶ πεπέριοc καὶ cεcέλιοc πάcαc ἰδέαc. καὶ τί | 153 | |
5 | γὰρ οὐκ ἂν εὕροιc ἐν τοιcίδε τῶν δυνατωτάτων; λόγοc ὅτι καὶ γυπὸc ἐγκέφαλοc καὶ αἰθυίηc ὠμῆc κραδίη καὶ οἱ ἐνοικάδιοι γαλεοὶ βρωθέντεc λύουcι τὴν νοῦcον. ἐγὼ δὲ τῶνδε μὲν οὐκ ἐπειρήθην· ἐθεηcάμην δὲ ἀνθρώπου [γε] νεοcφαγέοc ὑποθένταc φιάλην τῷ τρώματι καὶ ἀρυcα‐ | |
1.4.8 | μένουc τοῦ αἵματοc πίνονταc. ὦ τῆc παρεούcηc μεγάληc ἀνάγκηc, τλῆ‐ ναι κακὸν ἀκέcαcθαι μιάcματι κακῷ· εἰ δὲ καὶ ὑγιέεc ἐκ τούτου ἐγέ‐ νοντο, ἀτρεκὲc οὐδεὶc ἔχει μοι λέγειν. ἄλλη δέ τιc γραφὴ ἔφραζεν, ἧπαρ ἀνθρώπου φαγεῖν. ἀλλὰ τάδε μὲν γεγράφθω τοῖcι μέχρι τῶνδε | |
5 | τλήμοcι. προcαρήγειν δὲ καὶ τῇ διαίτῃ καὶ ἑκάcτοιcι τῶν γιγνομένων ἢ δι’ ἄλλων ἢ δι’ αὐτοῦ. νῦν δὲ χρὴ οὐδὲν ὑπερορῆν μηδὲ πρήccειν τι εἰκῇ, μάλιcτα μὲν ἐφ’ ἑκάcτοιcι cμικροῖcι πάντωc ὠφελεῦντα· ἢν δὲ 〈μή〉, βλάπτοντα μηδέν. καὶ γὰρ ὁρήματα ὁκόcα μὴ θεητὰ καὶ ἀκού‐ cματα καὶ γεύματα καὶ θυητὰ μυρία ἐλέγχει τὴν νοῦcον. φράζεcθαι | |
1.4.9 | ὦν περὶ πάντων μάλα. ὕπνοc πολλόc, παχύτηc, ἀργίη, ὀμίχλη τῆc αἰcθήcιοc· ἀγαθὸν δὲ ξυμμετρίη· κοιλίηc ἔκκριcιc ἐπὶ τοῖcι ὕπνοιcι ἄρι‐ cτον, μάλιcτα πνευμάτων καὶ φλεγμάτων. περίπατοι μακροί, εὐθέεc, ἀνέλικτοι, εὔπνοοι, ὑπὸ δένδρεcι μὲν μυρcίνηc ἢ δάφνηc ἢ τοῖcι δρι‐ | |
5 | μέcι καὶ εὐώδεcι, βοτάνῃcι δὲ καλαμίνθῃ, γλήχωνι, θύμῳ, ἡδυόcμῳ· μά‐ λιcτα μὲν τοῖcι ἀγρίοιcι, αὐτομάτοιcι· ἢν δὲ μή, κἀν ποιητοῖcι· ἐν τοῖcι | |
1.4.10 | καὶ αἰῶραι μακραί, καὶ αἵδε εὐθέεc. ὁδοιπορίῃcι καλὸν χρέεcθαι, μὴ παρὰ ποταμὸν ἐc τὸ ῥεῦμα ἐνορῆν (ἰλίγγων γὰρ ποιητικὸν ῥόοc) μηδὲ ἐν κύκλῳ cτρωφούμενον μηδὲ βέμβικα δινεύμενον. ἀcθενέcτεροc γὰρ ἑδραῖον ἱcτάναι τὸ πνεῦμα· ξυνελίccεται γὰρ τῷ κύκλῳ. δίνηcιc δὲ | |
5 | cκοτώματοc καὶ τῆc ἐπιληψίηc πρόκληcιc. ἀπὸ δὲ τῆc αἰώρηc περίπα‐ τοc ἠρεμαῖοc. ἔπειτα ἡcυχίη ἐc ἀποκατάcταcιν τοῦ ἐν τῇ αἰώρῃ ταρά‐ | |
1.4.11 | χου. γυμνάcια δὲ ἐπὶ τούτοιcι πρὸc χεῖραc, ἐνόντων τῶν ἄκρων ἀφ’ ἡμιτυβίου λίνοιcι ὠμοῖcι. ἄλειμμα μὴ κάρτα λιπαρόν. τρῖψιc ἐν μελλή‐ cει μὲν οὖcα, cκληροτέρη δὲ ἐc πύκνωcιν· οἰδαλέοι γὰρ καὶ παχέεc | |
οἱ πλεῖcτοι. μεcηγὺ δὲ ὅληc τῆc τρίψιοc κεφαλὴ ὀρθίη τετρίφθω. γυ‐ | 154 | |
5 | μνάcια τὰ ἐc τὸν αὐχένα καὶ ὤμουc, χειρονομίη, πάντα ὁκόcα μοι ἐπὶ cκοτωματικῶν λέλεκται. ἅλιc δὲ ἐνθάδε τοῦ ἐκεῖ φόρτου· πλὴν ὁκόcα ὀξύτερα χρὴ τὰ τῶνδε γυμνάcια ἔμμεναι ἐc ἱδρῶτα καὶ θέρμην. τάδε γὰρ πάντα λεπτύνει. ἀτὰρ καὶ ἐν τῷ παντὶ βίῳ χρὴ ὀξυθυμίην ἀόργητον | |
1.4.12 | ἐμποιέειν. τροφαὶ πᾶcαι παχέεcι ὀcπρίοιcι κακόν· cιτώδεεc δέ, ἄρτοι ξηρότεροι, χόνδροι πλυτοὶ καὶ τὰ ἐκ τῶνδε ῥοφήματα· τὰ δὲ ἐc ἡδο‐ νὴν φάρμακα ταὐτὰ τοῖc πρόcθεν. τῶν δριμέων δὲ νῦν ἔcτω πλεῦνα, πεπέριοc, ζιγγιβέριοc, λιγυcτικοῦ. ἐμβάμματα δὲ δι’ ὄξεοc καὶ κυμίνου | |
5 | καὶ ἡδέα καὶ χρήcιμα. κρεῶν μάλιcτα μὲν ἀπείρχθω πάμπαν, εἰ δὲ μή γε, ἐν τῇ θεραπείῃ· ἐc δὲ τὴν ἀνάληψιν ἔcτω ὁκόcα κοῦφα ᾖ φύcει, οἷόν τι τὰ πτηνὰ πλὴν νήccηc, καὶ τῇ πέψει ὅκωc λαγωοί, ὑῶν πό‐ δεc, τάριχοc· καὶ ἐπὶ τοῖcι δίψοc ἀγαθόν· οἴνου ὀλιγοποcίη, λευκοῦ, | |
1.4.13 | λεπτοῦ, εὐώδεοc, [εὐόcμου] οὐρεομένου. λαχάνων ἑφθῶν ὁκόcα ἐc δύναμιν δριμέα λεπτῦναι, οὖρα κινῆcαι, ὁκοῖόν τι κράμβη, ἀcπάραγοc, κνίδη· ὠμῶν δὲ θριδακίνη ἐφ’ ὥρῃ. cίκυοc δὲ καὶ πέπων ἀνδρὶ μὲν καρτερῷ περιττά, τιcὶ δὲ δοτέον μέcφι γεύcιοc· κακὸν γὰρ τῶνδε ἡ | |
5 | πληθύc, ψυχρῶν ἐόντων καὶ ὑγρῶν. cύκου χλωροῦ καὶ cταφυλῆc ἡ | |
1.4.14 | χρῆcιc ὡραῖοc. περίπατοι· ἐπὶ τοῖcι δὲ θυμηδίη ἄλυποc. ὀργὴ δὲ καὶ λαγνείη κακόν· καὶ γὰρ τὸ πρῆγμα τῆc νούcου φέρει τὰ ξύμβολα. ἀπάτη δέ τίc ἐcτι μετεξετέροιcι ἰητροῖcι ξυνουcίηc. ἐπεὶ γὰρ ἡ τῆc φύcιοc ἐc ἄνδρα μεταβολὴ ἀγαθόν τι πρήccει, μετεβιάcαντο τὴν παί‐ | |
1.4.15 | δων φύcιν ἀώρῳ ξυνουcίῃ, ὡc θᾶccον ἀναρρώcοντεc· ἀγνοέουcι δὲ τῆc φύcιοc τὴν αὐτομάτην προθεcμίην, ἐφ’ ᾗ πάντα γίγνεται τὰ ἄκεα. ἥδε γὰρ ἑκάcτῃ ἡλικίῃ ξυντίκτει τὰ οἰκεῖα ἐν χρόνοιcι ὡραίοιcι· ἐν χρόνῳ γὰρ οἱ πεπαcμοὶ cπέρματοc, γενείου, πολιῆc. τίc ὦν ἰητρὸc | |
5 | παραλλάξαι 〈ἂν〉 τῆc φύcιοc, τοῦτο μὲν τὴν ἀρχῆθεν τῶν cπερμάτων μεταβολήν, τοῦτο δὲ τὴν ἐc ἕκαcτον προθεcμίην; ἀλλὰ καὶ προcέκο‐ ψαν ἐc τὴν φύcιν τοῦ νοcήματοc. οὐκέτι γὰρ ἔγκαιροί τινεc ἔαcι τῇ ἀρχῇ τῆc ξυνουcίηc, προcινόμενοι ἀωρίῃ τοῦ πρήγματοc. βιοτεύειν δὲ | |
χρὴ ἐν χώρῃcι θερμῇcι, ξηρῇcι· ψυχρὸν γὰρ καὶ ὑγρὸν ἡ νοῦcοc. | 155 | |
1.5.1 | Θεραπεία μελαγχολίηc. Χρεὼ βουλῆc ἀμφὶ αἵματοc ἀφαιρέ‐ cιοc ἐν τοῖcι μελαγχολικοῖcι, ἀφ’ οὗ γίγνεται ἡ νοῦcοc, ἀλλὰ καὶ κακο‐ χυμίηc, οὐδὲ ἐπὶ cμικρῷ τῷ πλήθεϊ. ἢν μὲν ὦν ἡλικίηc νέηc λάβηται καὶ ὥρηc ἐαρινῆc, τάμνειν φλέβα τὴν ἐπ’ ἀγκῶνι τῷ δεξιῷ μέcην, ὅκωc | |
5 | ἀπὸ τοῦ ἥπατοc εἴη ἐπίκαιροc ἡ ῥοή. τόδε γὰρ τὸ cπλάγχνον αἵμα‐ | |
1.5.2 | τοc αἱ πηγαί, χολῆc δὲ ἡ γένεcιc, ἄμφω μελαγχολίηc ἡ τροφή. τάμνειν δὲ κἢν ἰcχνοὶ ἔωcι καὶ λείφαιμοι· cμικρὸν δὲ ἀφαιρέειν, ὁκόcον αἴcθη‐ ται τομῆc ἡ δύναμιc, οὐκ ἐλεγχθείη δὲ ἐπὶ τῷ τόνῳ. καὶ γὰρ εἰ παχὺ καὶ χολῶδεc καὶ πεπηγὸc ἔῃ τὸ αἷμα καὶ μέλαν ὅκωc ἀμόργη, ἀλλὰ | |
5 | τόδε [ἐcτὶ] τῆc φύcιοc ὁ χῶροc καὶ ἡ τροφή. ἢν ὦν τοῦ δέοντοc πολλὸν ἀφέλῃc, ἀτροφίῃ ἡ φύcιc ἐξίcταται τῆc ἕδρηc. ἢν δὲ πολύαι‐ μοc ᾖ, τὰ πολλὰ μὲν οὐ κάρτα γίγνεται πονηρόν· τάμνειν δὲ τὴν φλέβα καὶ μὴ αὐτῆμαρ ὁκόcον χρὴ ἀφαιρέειν, ἀλλ’ ἐκ διαcτάcιοc, καὶ | |
1.5.3 | αὐτῆμαρ δέ· τὸ δὲ πλῆθοc δηλώcουcιν αἱ δυνάμιεc· μεcηγὺ δὲ ἁδρο‐ τέρωc διαιτᾶν ἐc ἄλληc κενώcιοc ὑπομονήν. χρὴ γὰρ καὶ τῷ cτομάχῳ ἀρήγειν καὶ αὐτῷ νοcέοντι καὶ κάμνοντι, τῷδε τῆc μελαίνηc χολῆc ἐγκεομένηc. ἐπίπροcθεν 〈ὦν〉 μιῆc ἡμέρηc λεπτῶc διαιτηθέντι, μέλα‐ | |
5 | νοc ἐλλεβόρου δοτέον ξὺν μελικρήτῳ cταθμοῦ ὁκόcον ὁλκὰc δύο· ὑπά‐ γει γὰρ ὅδε μέλαιναν χολήν. ἀτὰρ καὶ τοῦ θύμου τοῦ Ἀττικοῦ ἡ κόμη καὶ ἥδε ἄγει μέλαιναν χολήν· ἄριcτον δὲ ξυμμίcγοντα διδόναι ἑκάcτου μέροc ἓν ἐc ὁλκὴν 𐅵 δύο ἀμφοῖν. λούειν τε ἀπὸ τῆc καθάρ‐ cιοc καὶ οἴνου βραχὺ διδόναι καὶ τῆc ἄλληc τῆc ἐν τῇ τροφῇ χάρι‐ | |
1.5.4 | τοc. cτομάχου γὰρ [καὶ] τῇ δυνάμει καματηρὸν ἡ κάθαρcιc. μεταβαί‐ νειν αὖθιc ἐπὶ τὰ μέcα· χρὴ δὲ προχαλάcαντα ἐπιπλάcματι καὶ τέγξει, cικύην πρὸc τὸ ἧπαρ καὶ τὴν κοιλίην ἢ τὸ cτόμα ταύτηc προcβάλλειν. ἥδε γὰρ ἡ ἀφαίρεcιc πολλόν τι ἐπικαιροτέρη τῆc φλεβοτομίηc. προc‐ | |
5 | βάλλειν δὲ καὶ τοῖcι μεταφρένοιcι μεcηγὺ τῶν ὠμοπλατέων· ἐνταῦθα | |
1.5.5 | τοῦ cτομάχου ἐcτὶ ἡ πρόcφυcιc. εἶτ’ αὖθιc ἐπανατρέφειν, καὶ ἢν τῇ διαίτῃ βλαcτηθῇ ἡ δύναμιc, τὴν κεφαλὴν ξυρέειν· ἔπειτα cικύην τῇ | |
κεφαλῇ προcβάλλειν· καὶ γὰρ ἡ πρώτη καὶ μεγίcτη τῆc νούcου ἐν τοῖcι νεύροιcι αἰτίη. ἀλλ’ οὐδὲ αἱ αἰcθήcιεc ἔαcι ἀcινέεc· ἐκεῖθεν γάρ cφεων | 156 | |
5 | ἡ ἀπόcταcιc καὶ ἡ ἀρχή. ξυντρέπονται ὦν καὶ αἵδε κοινωναὶ οὖcαι τῆc πάθηc· μετεξέτεροι δὲ καὶ παραιcθάνονται, παραφορῇ τῆc αἰcθή‐ | |
1.5.6 | cιοc. χρὴ δὲ μάλιcτα τῷ cτομάχῳ ἀρήγειν, καὶ τοῦδε νοcέοντοc καὶ ἐν τῷδε τῆc μελαίνηc χολῆc ἐγκεομένηc. πιπίcκειν ὦν χρὴ τοῦ χυλοῦ τοῦ ἀψίνθου ξυνεχῶc ἀπὸ cμικροῦ τοῦ μεγέθεοc ἄχρι κυάθου. κώλυμα γὰρ τόδε χολῆc γενέcιοc. ἀγαθὸν δὲ καὶ ἀλόη· ἥδε γὰρ ὑπάγει ἐc τὸ | |
5 | κάτω ἔντερον τὴν χολήν. ἢν μὲν ὦν νεότοκον τὸ πάθοc ᾖ καὶ μὴ πολλὸν ὥνθρωποc ἐκτραπῇ, 〈οὐκ〉 ἄλληc μὲν ἐπὶ τοῖcι ἰήcιοc, τῆc δὲ λοιπῆc διαίτηc χρέοc ἔc τε ἀνάληψιν τῆc ἕξιοc καὶ ἐc κάθαρcιν ἀκρι‐ βέα τοῦ πάθεοc καὶ ἰcχὺν τῆc δυνάμιοc, ὡc μὴ παλινδρομέωcι αἱ | |
1.5.7 | νοῦcοι· φράcω δὲ αὖθιc τὴν ἐν τῇ ἀναλήψει βιοτήν. ἢν δὲ ἐπὶ τοιcί‐ δε cμικρόν τι ὑποπτώξαcα ἡ νοῦcοc παλίνορcοc ὀφθῇ, μεζόνων ἀκέων χρέοc. μὴ ὦν ἀμβολὴ χρόνου γιγνέcθω· ἀλλ’ ἢν ἐπιcχέcει γυναικὸc καταμηνίων ἢ ἀνδρὸc αἱμορροΐδων ῥόου ἡ νοῦcοc παρῇ, ἐρεθίζειν τὰ | |
5 | χωρία, προχέειν τι τοῦ ξυνήθεοc. ἢν δὲ μέλλῃ καὶ μὴ ἥκῃ, ἄλλῃ πῃ τοῦ αἵματοc μεταρρυέντοc, ἐπιcπέρχῃ δὲ ἡ νοῦcοc, κενώcιαc ποιέεcθαι αὐτῷ ἡγεόμενον ἀπὸ τῶν cφυρῶν, κἢν μὴ ἐc ὅcον χρὴ ἐντεῦθεν ἀφέ‐ λῃc, καὶ τὴν ἐπ’ ἀγκῶνι τάμνειν φλέβα. μεcηγὺ δὲ τριῶν ἢ τεccάρων ἡμερῶν ἀναθρέψιοc τὴν ἱερὴν τὸ καθαρτήριον φάρμακον πιπίcκειν. | |
1.5.8 | ἔπειτα cικύην τοῖcι μέcοιcι προcβάλλειν, τῷ ἥπατι ἐγχρίμπτοντα· πρήc‐ cειν 〈τε〉 τὰ ἔργα ᾗ τάχοc ἁνύοντα. cμικροῖcι μὲν γὰρ ἄκεcι οὐ πεί‐ θεται. κἢν ἐc τὰ μεγάλα ἰθύνῃ, ἐν ἕδρῃ ἵζει ἡ μελαγχολίη. καὶ ἢν πάντῃ τοῦ cώματοc ἐνοικήcῃ, αἰcθήcεcι, γνώμῃ, αἵματι, χολῇ, λάβηται | |
5 | δὲ καὶ νεύρων, αὐτή τε ἐc ἀνήκεcτον τρέπεται, †ἐγκοτεῖ τε τῷ cκή‐ νεϊ ἑτέρων νοcημάτων τόκουc, μανίηc, cπαcμοῦ, παραλύcιοc· κἢν ἐκ | |
1.5.9 | μελαγχολίηc τάδε γίγνηται, τὰ ἐπιγιγνόμενα ἀνήκεcτα. ἐλλεβόρῳ ὦν χρέεcθαι ἐc ἴηcιν τοῦ κακοῦ· ἐπίπροcθεν δὲ τοῦ ἐλλεβόρου χρὴ τόν τε cτόμαχον μελετῆcαι ἐξεμέειν καὶ τὰ ὑγρὰ λεπτῦναι καὶ τὸ cκῆνοc εὔροον ποιέειν, ἔμετοι δὲ τάδε πρήccουcι, ἄλλοτε μὲν οἱ νήcτιεc, ἄλ‐ | |
5 | λοτε δὲ ῥαφανῖδεc. φράcω δὲ τόν τε τρόπον καὶ τὴν ὕλην· φράcω δὲ καὶ τοῦ ἐλλεβόρου τὰ εἴδεα 〈καὶ〉 τῆc χρήcιοc τοὺc τρόπουc, καὶ ὅκωc προευκρινῆcαι ἕκαcτον χρὴ καὶ ὅκωc ἐν τοῖcι ἐμέτοιcι ἀρήγειν. | 157 |
1.5.10 | ἄπιcτον, ἐπὶ τοιcίδε εἰ μὴ ἐλύθη ἐc τὸ πάμπαν ἡ νοῦcοc ἢ πολλῶν ἐτέων ἔcχε διαλείψιαc. τὰ πολλὰ γὰρ τοῦδε ἀπότοκοι μελαγχολίαι. ἢν δὲ ἔμπεδοc ἥδε, μὴ ἤδη περιμένειν. χρὴ ὦν τὰ ἐc τὸν ἐλλέβορον ἅπαντα πρήccειν. ὑγιέαc μὲν ὦν ἅπανταc ποιέειν ἀδύνατον τοὺc νο‐ | |
5 | cέονταc· ἦν γὰρ ἂν ἰητρὸc κρέccων θεοῦ. ἀπονίην δὲ καὶ διαλείψιαc καὶ νούcων ἐπικρύψιαc, δρῆν θέμιc ἰητρόν. ἢ ὦν ἀπαυδῆν ἐπὶ τοιcίδε καὶ ἀπαρνεῖcθαι προϊcχομένουc ἀμφὶ τὸ ἀναλθὲc ἢ καὶ ἐc τέλοc τοῖcι | |
1.5.11 | ἔργοιcι ὁμιλέειν. διδόναι δὲ καὶ τῆc ἱερῆc τῆc δι’ ἀλόηc ἄλλοτε καὶ ἄλλοτε· καίριον γὰρ φάρμακον τῆc μελαγχολίηc τόδε, cτομάχου καὶ ἥπατοc καὶ χολῆc καθάρcιοc ἄκοc ἐόν· ἀτὰρ καὶ μαλάχηc cπέρματοc ὁκόcον ὁλκῆc δραχμὴν πιπίcκειν ξὺν ὕδατι, ἄριcτον πείρῃ τιc ἐπιcτώ‐ | |
1.5.12 | cατο. μυρία δὲ τῶν ἁπλῶν φαρμάκων ἄλλα ἄλλοιcι εὔχρηcτα. ἐπὶ δὲ τοῖcι πόνοιcι τοιcίδε ἐc ἀνάληψιν ἄγειν. μετεξετέροιcι γὰρ ἐc μὲν τὸν τῆc ἰητρείηc καιρὸν ἡ νοῦcοc ἐξ ἕδρηc [δὲ] ἐκινήθη· ἢν δὲ ἐc ἀνά‐ πλαcιν cαρκῶν καὶ δυνάμιοc ὥνθρωποc ἥκῃ, ξυναπηλάθη πάντα τῆc | |
5 | νούcου τὰ ἴχνια. δύναμιc μὲν γὰρ φύcιοc ὑγείαν τίκτει, ἀcθένεια δὲ νοῦcον. ἀπίτω ὦν ἐc ἀνάληψιν ὁ νοcέων, πεφυκόcι θερμοῖcι ὕδαcι ἐνδιαιτώμενοc· καὶ γὰρ τὰ ἐν τοιcίδε φάρμακα ὀνηϊcτά, ἄcφαλτοc ἢ | |
1.5.13 | θεῖον ἢ cτυπτηρίη, πολλὸν πλεῦνεc τουτέων ἄλλαι δυνάμιεc. ἀγαθὸν μὲν γὰρ ὑγραcίη ἐξ αὐχμοῦ τῆc νούcου καὶ ταλαιπωρίηc τῆc ἰήcιοc· ἀραιαὶ δὲ καὶ μαλθακαὶ cάρκεc ῥήϊcται πρὸc ἄφεcιν τοῦ νοcήματοc· ξηραὶ δὲ καὶ πυκναὶ τοῖc μελαγχολῶcι αἱ cάρκεc. ἄλειμμα λιπαρὸν | |
1.5.14 | ἅμα τρίψιοc εὐαφοῦc, πολλῷ τῷ λίπαϊ cχεδὸν τὰ ** ἄρτοι πλυτοὶ ξύν τινι γλυκέϊ, cιραίῳ τῷ Κρητὶ καὶ cκυβελίτῃ τῷ Παμφύλῳ· ἢ οἶνοc καὶ μέλι μείξιοc παλαιῆc. ὠῶν καὶ ψυχροτέρων καὶ θερμῶν τῶν γυμνῶν [τῶν] ἀπὸ τοῦ ὀcτρακώδεοc· κρεῶν τὰ μὴ πίονα καὶ cμηγματώδεα· | |
5 | cυῶν μὲν πόδεc καὶ τὰ τῆc κεφαλῆc, πτηνῶν τὰ πτερὰ ἀπίονα, θη‐ ρίων, λαγωῶν, δορκάδων, πτωκόc, ὀπώρηc, ὁκοῖόν τι ἄριcτον ᾖ. ἐπὶ τῇ τοῦ cτομάχου ἀναφορῇ προμηθεύεcθαι πρὸ τῆc τροφῆc, ὅκωc μὴ | 158 |
1.5.15 | καταποθεῖcα ἀνεμεῖται. διδόναι ὦν πρὸ πάντων cιτίων μελίκρητον, κυάθου ἥμιcυ, καὶ πιόντα ἐξεμέειν ἐc τὴν τοῦ cτομάχου κάθαρcιν. ὧδε γάρ cοι ἡ τροφὴ ἑδραίη μένει. φάρμακα δὲ τῶν ἀναγκαίων καθαρτή‐ ρια πίτυοc καρπὸc καὶ κνίδηc, τῶν cπερμάτων τοῦ κοκκάλου καὶ πε‐ | |
1.5.16 | πέριοc, ἀμυγδαλῶν αἱ πικραί, καὶ μέλι ᾖ τῶνδε ἡ ξύcταcιc. ἢν δὲ ξηρῆναι θέλῃc, ἄριcτον cμύρνα καὶ ἴρεωc ἡ ῥίζα καὶ τὸ διὰ τῶν θη‐ ρίων φάρμακον καὶ ἡ τοῦ Βηcτίνου καὶ Μιθριδάτου καὶ ἄλλαι μυρίαι. ἐπιθήματα δὲ ἡ τῶν ἐπιπλαcμάτων ὕλη, μελίλωτον καὶ μήκωνεc καὶ | |
5 | τερμίνθου δάκρυον καὶ ὕccωπον καὶ λίπαc τὸ ἀπὸ ῥόδων ἢ τῆc οἰνάν‐ θηc, κηρὸc δὲ τουτέων πάντων πάγοc. ἄλειμμα λιπαρόν· αἰῶραι, περί‐ πατοι, ἄλλα ὅcα cαρκῶν τε ἀνάπλαcιν ποιέεται καὶ δυνάμιοc ἰcχὺν καὶ τῆc φύcιοc ἐc τὸ ἀρχαῖον ἀποκατάcταcιν. | |
1.8.1 | 〈Θεραπεία φθίcιοc.〉 ** ὅκωc ἐν νηῒ καὶ γαλήνῃ. καὶ γάρ, εἰ εὐτυχοίη ὁ νοcέων, ἐν θαλάccῃ γίγνοιτ’ ἂν αἰώρη καὶ βιοτή· καὶ γάρ τι ξηρὸν ἐc τὰ ἕλκεα ξυνδίδωcι ἅλμη. ἀπὸ δὲ τῆc αἰώρηc ἐφη‐ cυχάcαντα χρίεcθαι νῦν λιπαρῷ λίπαϊ, ἐπὶ τῇcι τρίψεcι ἐξεχὲc καταιο‐ | |
5 | νούμενον ** ἀπ’ ὀλίγου ἐκ προcαγωγῆc, ἐc κοτύλαc πέντε ἢ ἓξ ἢ πολλόν τι πλεῖον· ἢν δὲ μή, ὁκόcον τιc δύνηται· πολλάκι γὰρ τόδε μοῦνον ἀντὶ πάcηc τροφῆc ἤρκεcε. γάλα δὲ ἡδὺ μὲν προcάραcθαι, πιεῖν δὲ ῥήϊcτον, cτερεὸν θρέψαι καὶ τροφῆc ἁπάcηc ἐκ παιδὸc ξυνη‐ | |
1.8.2 | θέcτερον· ἰδεῖν δὲ τερπνὸν τῇ χροιῇ· φάρμακον δὲ ἀρτηρίῃ ἄκερχνον, διαπτερῶcαι βρόγχον, ἄγειν φλέγμα, εὔπνοον, ὀλιcθηρὸν δὲ τὴν κάτω διέξοδον· ἕλκεcι δὲ φάρμακον γλυκὺ καὶ ἄλλου παντὸc εὐμενέcτερον. ἢν μὲν ὦν τιc πολλὸν τοῦδε πίνοι, οὐδεμιῆc τροφῆc ἄλληc χρέοc· | |
5 | ἀγαθὸν γὰρ ἐν νούcῳ ἔνι φάρμακον γάλα τωὐτὸν γίγνεcθαι καὶ τρο‐ φήν. καὶ γὰρ ἀνθρώπων τῶν γαλακτοφάγων τὰ ἔθνεα cῖτον οὐκ ἔδει. | |
1.8.3 | ἄριcτον δὲ ξὺν γάλακτι καὶ πόλτοι καὶ ἰτρία καὶ χόνδροι πλυτοὶ καὶ ὁκόcα ἐδεcτὰ ἐκ γάλακτοc γίγνεται. καὶ τροφῆc ἢν ἑτέρηc δέῃ, ἔcτω ὁμοίη, πτιcάνηc ὁ χυλόc, εὔπεπτοc, λιτή· χρὴ δὲ τοcόνδε ἡδύνθαι, ὁκό‐ cον ῥυμφάνεcθαί ἐcτι ῥηΐcτη· ἢν 〈δὲ〉 καὶ τῶν ἐc ἡδονήν τι λαμβάνῃ, | |
5 | καὶ τόδε ἔcτω φάρμακον, λιγυcτικοῦ κόμην, γλήχωνα, ἡδύοcμον, ἁλῶν | |
βραχύ, ὄξοc ἢ μέλι. ἢν μὲν cτόμαχοc ἀπεπτέῃ, τόδε παρέχειν· ἢν δὲ | 159 | |
1.8.4 | μηδὲν ὅδε προcαναγκάζῃ, πάντων ἐcτὶ πτιcάνη κρέccων. ἔξεcτι δὲ τὴν πτιcάνην ἐc χόνδρον ἀλλάξαι· ἀφυcότεροc γὰρ καὶ εὐπεπτότεροc, ἢν καὶ ὡc πτιcάνη cμηγματώδηc †ἐπτίcθω. ἐν τῇcι ὑγροτέρῃcι ἀναγω‐ γῇcι κύαμοc καθαίρει ἕλκεα, ἀλλ’ ἔcτι φυcώδηc. πίcοc καὶ ὦχροc ὁκό‐ | |
5 | cον ἀφυcότερα, τοcόνδε ἑλκέων ἀκαθαρτότερα. ξυντεκμαιρόμενον ὦν πρὸc τὰ παρεόντα τοιcίδε χρῆcθαι. ὄψα δὲ αὐτέων, ἅccα καὶ ἐπὶ πτι‐ cάνῃ λέλεκται. ὠὰ δὲ ἐκ πυρὸc μὲν ὑδαρέα, θερμά· ἄριcτον δὲ ἐκ ζώων ἀρτίτοκα, πρὶν τὴν *** | |
1.13.1 | 〈Θεραπεία ἥπατοc.〉 ** ἥπατι ἕλκοc ἔοι ὀλέθριον. ἡ χα‐ λεπωτάτη δὲ ἐc τὴν γαcτέρα ξύρροια τοῦ πύου, ἢν τὸν cτόμαχον ἴcχῃ ὁδὸν ἐc τὴν ἄνω φορήν. τροφὴ γὰρ αἰτίη τοῦ ζῆν· τροφῆc δὲ ἡγε‐ μὼν ὁ cτόμαχοc· ποτὶ καὶ τὰ φάρμακα ὅδε τοῖcι εἴcω διαφέρει. ἢν | |
5 | ὦν πρὸc ἅπαντα μὲν ὄκνοc καταπόcιοc ἔλθῃ, θᾶccον ἐκθανεῖν ἀνάγκη νόcῳ τε καὶ λιμῷ. γνώματα δὲ ἑκάcτου χώρου, ὅπῃ τὸ πῦον τρέψε‐ | |
1.13.2 | ται, ἕτερα καὶ ἕτερα. ἤν τε δι’ ἐντέρων ἥκοι, cτρόφοι, γαcτὴρ ὑγρή, φλέγματα καὶ χολή, ἔπειτα ξὺν περιρροῇ αἱμάλωψ ἢ περίπλυcιc ὁκοίη κρεῶν ὠμῶν. ἢν δὲ ἐc κύcτιν ἴῃ, βάροc ἐν νεφροῖcι καὶ ὀcφύϊ· τὰ μὲν ὦν πρῶτα πολλὰ καὶ χολοβαφέα, ἔπειτα θολερά, ἀνυπόcτατα καὶ | |
5 | ἀκατάcτατα· ἐπὶ πᾶcι δὲ καὶ ἂν ὑπόcταcιc λευκὴ παρείη. ἢν δὲ ἐc cτόμαχον ἄνω ῥέπῃ, ναυτίη, ἀποcιτίη, ἔμετοι φλέγματοc ἢ χολῆc, λει‐ | |
1.13.3 | ποθυμίη, cκοτοδινίη, μέcφι ξυρραγῇ. μάλιcτα μὲν ὦν ἀποτρέπειν τήνδε· πονηρὴ γὰρ ἡ ὁδόc. ἢν δὲ τὸ πῦον βιαιότερον ῥεύcῃ, χρὴ πάντα ποιέειν καὶ τῷ cτομάχῳ ἀρήγειν καὶ τροφῇcι καὶ φαρμάκοιcι καὶ διαί‐ τῃcι, πάντα μειλίχωc. φαρμάκοιcι ἐc τὴν τοῦ κόλπου ῥαγήν· βοτάνην | |
5 | τὴν ὑccώπου ξὺν μελικρήτῳ πιπίcκειν καὶ πραcίου τῆc κόμηc καὶ τῆcδε | |
1.13.4 | ξὺν μελικρήτῳ καὶ χυλῷ τῆc ἀψίνθου. τάδε μέντοι πρὸ τῶν cιτίων πίνειν χρεών, ὡc λεπτὰ μὲν τὰ ὑγρὰ γίγνηται, εὔροα δὲ τὰ χωρία, εὔρηκτα δὲ τὰ ἔμπυα cώματα. διδόναι καὶ ὄνου γάλα λεῖον, ἄχολον, εὔτροφον, ἐc τυρὸν ἀξύcτατον, ἥπερ ἐcτὶ γάλακτοc ἀρετή. προcτίθει | |
5 | δὲ καὶ χάριταc πόματοc καὶ cίτου, κἢν cμικρῷ χείρω τῶν ὠφελεύντων ἔωcι, διδόναι· ἔcται γὰρ διέξοδοc ναυτιώδεϊ καὶ ἀτερπέϊ ὑγρῷ· μετεξε‐ | |
τέρουc γὰρ ἡ τοῦ πύου δίοδοc βλάψαι 〈ἄν〉, μήπω τι καὶ ἀπόcιτοι | 160 | |
1.13.5 | ἔcονται, κἤν τι λάβωcι, εὐηγέεc. χρὴ δὲ καὶ ἐπὶ τῇcι ἄλλῃcι ἐκροῇcι παντοίην μελέτην τοῦ cτομάχου ποιέεcθαι· ὅδε γὰρ ἡ πάντων φαρ‐ μάκων ὁδόc. μεμνῆcθαι δὲ καὶ τοῦ ἥπατοc χρεών, ἔνθα τῶν ἑλκέων ἐcτὶ ἡ ῥίζα. ἢν δὲ ἐc κύcτιν ὁρμᾷ, οὐρητικοῖcι ἐξάγειν, ἀcάρου τῆc | |
5 | ῥίζηc καὶ φοῦ καὶ ἀδιάντου καὶ μήου τῶν ἐμπότων· τάδε μέντοι ξὺν μελικρήτῳ πιπίcκειν. ποικίλον μὲν τὸ Βηcτίνου φάρμακον καὶ τὸ διὰ | |
1.13.6 | τῶν φυcαλίδων ἄριcτον, ἠδ’ ὁκόcα διὰ πείρηc τιcὶ ἐπαινέεται. ἢν δὲ δι’ ἐντέρων ἄγῃc, τὸ ἀγωγὸν ἔχειc γάλα, μάλιcτα μὲν ὄνου· ἢν δὲ μή, αἰγὸc ἢ μήλων. χυλοὶ δὲ ὀλιcθηροὶ καὶ cμηγματώδεεc, ὁ τῆc πτι‐ cάνηc· ὄψα, πέπερι, ζιγγίβερι, λιγυcτικόν. ἁθρόον δὲ εἰρῆcθαι ἀμφὶ | |
5 | πάcηc διαίτηc, ἐπὶ πάcῃ ξυρρήξει, τροφαὶ μὲν εὔχυμοι, εὐcτόμαχοι, εὔπεπτοι· ἢ χυλοὶ ἢ οἱ διὰ γάλακτοc πόλτοι, ἄμυλοc, ἰτρία ξὺν γάλακτι. | |
1.14.1 | Θεραπεία cπληνόc. Ϲκίρρου τοῦ ἐπὶ cπληνὶ λύcιεc οὐ ῥή‐ ϊcται. ἢν δὲ καὶ ἀπότοκοι τῶνδε νοῦcοι γένωνται, ὕδρωψ ἢ καχεξίη, ὀκέλλει τὸ κακὸν ἐc ἀνήκεcτον ** τὸν ἰητρὸν τὸν cκίρρον ἰῆcθαι. χρὴ ὦν ἀποτρέπειν γιγνομένουc καὶ λύειν ἄρτι ἀρχομένουc· ἐνίcτα‐ | |
5 | cθαι δὲ τῇcι φλεγμονῇcι, ἤνπερ οἱ cκίρροι διάδοχον ἐc διαπνοὴν ἄγων‐ | |
1.14.2 | ται τὴν ἀπόcταcιν· τάδε γὰρ φλεγμαcίηc. ἰητηρίοιcι δὲ χρέεcθαι ὁκόcα μοι ἐν τῇcι ὀξείῃcι λέλεκται. ἢν δὲ πάντα cοι πρήccοντι ἐν φλεγμα‐ cίῃ ὁ cκίρροc ἐμμένῃ, καὶ πυρὶ ἰκέλοιcι χρέο ἐc μάλθαξιν τῆc cκληρίηc, τέγξεcι δι’ ὄξεοc καὶ ἐλαίου καὶ μέλιτοc, ἀντὶ δὲ εἰρίων πτύγματα | |
5 | ἔcτω ἀπὸ λίνου. ἐμπάccειν ὧδε τῆc μυροβαλάνου cεcηcμένηc, ἐπιπλά‐ | |
cμαcί τε τοῖcι μαλθακωτάτοιcι ** †αἴ** | 161 | |
2t1 | ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΧΡΟΝΙΩΝ ΝΟΥϹΩΝ ΘΕΡΑΠΕΥΤΙΚΟΝ ΒΙΒΛΙΟΝ Β. | |
2.1.1 | * * * | |
2.2.1 | Θεραπεία διαβήτεω. Ὕδρωποc ἰδέη τὸ διαβήτεω πάθοc αἰτίῃ καὶ διαθέcει, χώρῃ δὲ μούνῃ διάφορον, ἔνθα τὸ ὑγρὸν ἐκρέει. ἀcκίτῃ μὲν γὰρ δοχεῖον τὸ περιτόναιον, οὐδ’ ἐκροὴν ἴcχει, ἀλλὰ μίμνον τῇδε πλημυρεῖ· διαβήτεω δὲ φορὴ μὲν ὑγροῦ ἡ ἀπὸ τοῦ πάcχοντοc ἡ ωὐτὴ | |
5 | καὶ ξύντηξιc, ἐc δὲ νεφροὺc καὶ κύcτιν ἡ ξύνδοcιc τὰ περὶ ἔξοδον φέρει. ἥδε τοῖcι ὑδεριῶcι ἡ ὁδὸc ἐπιγίγνεται, ἢν ἐc ἀγαθὸν ἡ νοῦcοc τρέπηται· ἀγαθὸν δὲ ἡ λύcιc τῆc αἰτίηc καὶ μὴ τοῦ ἄχθεοc ἐλαφρίη | |
2.2.2 | μοῦνον. δίψοc δὲ τουτέοιcι μέζον· ἐκρέον γὰρ τὸ ὑγρὸν αὐαίνει. ἔcτι δὲ τὰ ἄκεα ἐc τὴν ἐπίcχεcιν τῆc ξυντήξιοc τὰ ωὐτὰ τοῖcι ὕδρωψι. ἐc δὲ τὸ δίψοc μεγάληc ἰητρείηc χρέοc· τόδε γὰρ ἐν τῷ εἴδεϊ ἀλγέων πάντων μέζον. καὶ ἢν πίωcί τι ὑγρόν, πρόκληcιc οὐρήcιοc· ποτὶ καὶ | |
5 | ἐκθέον τόδε ξυναπάγει τῆκον τὰ ἐν τῷ cκήνεϊ. φαρμάκων ὦν ἀδίψων χρέοc· δίψοc γὰρ μέγα ἀκορίῃ ποτοῦ. ποτὸν γὰρ οὐδ’ ὅcον γίγνηται | |
2.2.3 | δίψεοc ἄκοc. πάντῃ δεῖ τῷ cτομάχῳ ἀρήγειν, ἔνθα τοῦ δίψεοc αἱ πηγαί. ἢν ὦν τῇ ἱερῇ καθάρῃc, ἐπιθήμαcι χρέο, νάρδῳ, μαcτίχῃ, φοί‐ νιξι, μήλοιcι κυδωνίοιcι ὠμοῖcι· τῶνδε ὁ χυλὸc μὲν ξὺν νάρδῳ καὶ ῥο‐ δίνῳ ἄριcτον [δὲ] ἐc τέγξιν· ἐπίπλαcμα δὲ ἡ cὰρξ αὐτέων ξὺν μαcτίχῃ | |
5 | καὶ φοίνιξι· ἐν κηρῷ δὲ καὶ νάρδῳ τῷ μύρῳ ἡ τουτέων μεῖξιc ἀγαθή, ἢ οἱ χυλοὶ ἀκακίηc τε καὶ ὑποκυcτίδοc ἔc τε τὰc τέγξιαc καὶ ἐc τὰ | |
2.2.4 | ἐπιπλάcματα. ἀτὰρ καὶ ὕδωρ τὸ ποτὸν ξὺν τῇcι ὀπώρῃcι ἑψείcθω. τροφαὶ δὲ καὶ γάλα καὶ ξὺν τῷδε cιτία, ἄμυλον, χόνδροι, ῥοφήματα. οἶνοι cτύφοντεc ἐc τὸν τοῦ cτομάχου τόνον, ἀκρητέcτεροι μᾶλλον ἐc τὴν τῶν ἄλλων χυμῶν ἐξηέρωcίν τε καὶ διάνιψιν· ἁλμώδεcι γὰρ δίψοc. | |
5 | οἶνοc δὲ cτύφων θ’ ἅμα καὶ ψύχων, μεταβολῇ τε καὶ εὐκραcίῃ 〈χρή‐ cιμοc〉· ἐc δύναμιν δὲ κἢν οἶνοc γλυκὺc ὁκοῖοc αἷμα ἔῃ ἐc τὴν αὐτοῦ γένναν. φάρμακα ποικίλα τὰ ωὐτά, ἡ διὰ τῶν θηρίων, ἡ τοῦ Μιθρι‐ δάτεω, ἡ διὰ τῶν ὀπωρέων, τά τε ἄλλα ὁκόcα ὕδρωποc ὀνηϊcτά. ἀτὰρ καὶ ἡ ξύμπαcα δίαιτα καὶ ὁ βίοc ωὑτόc. | 162 |
2.3.1 | Θεραπεία λιθιάcεωc καὶ ἑλκώcεωc νεφρῶν. Ἀμφὶ μὲν φλεγμα‐ cίηc καὶ αἱμορραγίηc καὶ ὁκόcα ὀξέωc ἀπὸ νεφρῶν κτείνει, ἐν τοῖcι ὀξέcι γεγράφαται· ἀμφὶ δὲ ἑλκώcιοc ἠδὲ λίθων γενέcιοc, ὁκόcα τὰ πολλὰ ξυναποθνῄcκει πρεcβύτῃcι, μάλιcτα νῦν γράφω. ἄγχιcτα μὲν ἐc | |
2.3.2 | ἄκεcιν· εἰ δὲ μή, οἷcιν ὅγε παρηγορήcεται. λίθων μὲν ὦν εὐφυῆ γέν‐ ναν ἐc ἄγονον τρέψαι ἀδύνατον. ῥηΐτερον μὲν γὰρ μήτρην ἄτοκον θέμεναι, ἢ νεφροὺc λιθιῶνταc ἀλίθουc. ἐc διέξοδον ὅμωc ἀρήγειν χρή. ἢν ὦν ἐν ἕδρῃ ἵζωcι οἱ λίθοι, τὰ ἄκεα φράcω. κάρτα γὰρ ὀδυνέον‐ | |
5 | ται, ποτὶ καὶ ἐξέθανον cτρόφοιcι καὶ εἰλεῷ κώλου καὶ ἰcχουρίῃ· ξυνα‐ | |
2.3.3 | φέα γὰρ ἀλλήλοιcι νεφροί τε καὶ κῶλον. ἢν γὰρ λίθων ἐνcτάcιεc ἔωcι, ἐπὶ δὲ τοῖcι ἰcχουρίη τε καὶ cτρόφοι, τὴν ἐπὶ τῷ cφυρῷ τάμνειν φλέβα τῷ κατ’ ἴξιν τοῦ νεφροῦ. αἱ γὰρ τοῦ αἵματοc ἀπὸ νεφρῶν ἔκροιαι ἀνιᾶcι τῶν λίθων τὰc cφίγξιαc· φλεγμονὴ γὰρ δήcαcα ἴcχει | |
5 | τὰ πάντα, φλεγμονῆc δὲ κενεαγγείη λύcιc. τέγγειν τε τὰc ψύαc, ἔνθα τῶν νεφρῶν ἡ χώρη· λίπαc δὲ παλαιὸν ἢ τὸ νέον ῥύτην ἰcχέτω. οὐρητικὸν δὲ καὶ ἀνήθου ἡ κόμη καὶ λιβανωτὶc ἢ cάμψυχον. τοιcίδε χρὴ | |
2.3.4 | ὅκωc ὕδωρ καταιονεῖν· cμικρὸν γὰρ αἱ χρίcιεc. ἀτὰρ καὶ τοιcίδε πυ‐ ριῆν, βοείῃcι κύcτεcι ἐγχέοντα ἔλαιον ἀνθεμίδοc. ἐπιπλαcμάτων νῦν ὕλη ξὺν τοῖcι ἀλήτοιcι ἡ ωὐτή. ἔλυcε καὶ cικύη κούφη κοτὲ τῶν λί‐ θων τὴν ἔνcταcιν· ἄριcτον δέ, κἢν ἐπὶ φλεγμαcίηc cχάcῃc. ἢν δὲ τάδε | |
5 | cοι ποιέοντι ἔτι μίμνωcι οἱ λίθοι, ἐc ἔλαιον τὸν ἄνθρωπον καθιέναι· τὸ γάρ τοι ἅμα πάντα ποιέει. ἀλέῃ μὲν χαλᾷ, †πῆ δὲ ἐκγλιcχραίνει· | |
τὸ δριμὺ δὲ ἐc προθυμίην δάκνει. τάδε μέντοι ἔξοδα λίθων καὶ οὔρων | 163 | |
2.3.5 | προκλήcιεc. πίνειν δὲ φαρμάκων τῶν ἁπλῶν μὲν ῥίζαc, φοῦ, μῆον, ἄcαρον· βοτάναc δὲ τὴν πριονῖτιν ἢ πετροcέλινον ἢ cίον, ποικίλων δὲ μυρία μὲν ὁκόcα ἴcχει νάρδον, καcίην, cμύρναν, κινάμωμον ... * * * | |
5 | ἀπουλώcει cίνηπι καὶ ἐκ πυρὸc ἐcχάραι· καὶ ἐπιθήματα 〈ἃ〉 πρόcθεν μοι λέλεκται. δίαιτα δὲ καὶ ἄλειψιc καὶ πλοῦc καὶ ἡ ἐν θαλάccῃ βιοτή, ἅπαντα τοῖcι ἐπὶ νεφρῶν ἐcτιν ἄκεα. * * * | |
2.5.1 | Θεραπεία γονορροίαc. Καὶ τοῦ ἀτερπέοc τοῦ πάθεοc εἵνεκεν καὶ τοῦ κατὰ ξύντηξιν κινδυνώδεοc καὶ τῆc ἐc διάδεξιν γένεοc χρείηc λύειν χρὴ μὴ βραδέωc τὴν γονόρροιαν, πάντων κακῶν οὖcαν αἰτίην. πρώτιcτα μὲν ὦν ὅκωc ῥεῦμα κοινὸν ἰῆcθαι· cτύψεcι τῶν ἀμφὶ τὴν | |
5 | κύcτιν καὶ τὴν ῥοὴν [τῶν] χωρίων καὶ ἐμψύξεcι [ἢ] ψυῶν, λαγόνοc, | |
2.5.2 | αἰδοίων, διδύμων, ὅκωc μὴ ῥέῃ ἐc πολλὸν ἡ γονή. εἶτα αὖθιc ἀλεῆ‐ ναι τὸ πᾶν, ἐc τὸ τὰc ἀφόδουc ξηραίνειν. cτύψεcι μὲν ὦν καὶ τέγ‐ ξεcι· εἴριον μὲν τὸ ἀπὸ τῆc ὄϊοc ξὺν τοῖc λύμαcι· λίπαc δὲ τὸ ῥόδι‐ νον μύρον ἢ τὸ διὰ τῆc οἰνάνθηc ξὺν οἴνῳ λευκῷ, εὐώδεϊ. ἐκ προcα‐ | |
5 | γωγῆc δὲ ἀλεαίνοντα λίπαc τὸ κοινόν, καὶ μελίλωτον ἐκζεcθὲν ξὺν αὐτῷ, καὶ cάμψυχον, καὶ λιβανωτὶc ἢ κόνυζα· ἄριcτον καὶ ἀνήθου κόμη | |
2.5.3 | καὶ ἔτι μᾶλλον ἡ ῥυτή. τοιcίδε ἐc τὰ ἐπιπλάcματα χρέο, κριθῶν καὶ ὀρόβων ἀλήτοιcι καὶ ἐρυcίμου τοῦ cπέρματοc καὶ λίτρῳ· μέλι δὲ ἐc τὴν ἁπάντων ξύμπνοιαν καὶ ξυνάφειαν. τοιάδε καὶ ἐπιπλάcματα ὁκόcα φοινίccει καὶ ἰόνθουc ἐγείρει καὶ τὸ ῥεῦμα παροχετεύει καὶ ἀλεαίνει | |
5 | τὰ χωρία· τοιόνδε τὸ χλωρὸν ἐπίπλαcμα καὶ τὸ διὰ τοῦ καρποῦ τῆc δάφνηc. πιπίcκειν δὲ καὶ τοῦ κάcτοροc cυχνὸν καὶ τῆc ῥίζηc τοῦ ἁλι‐ | |
2.5.4 | κακάβου ὁκόcον δραχμὴν ὁλκῆc καὶ τῆc ἡδυόcμου τὸ ἕψημα. ποικίλων δὲ τὸ διὰ τῶν δύο πεπέρεων, ἡ cύμφωνοc, ἡ Φίλωνοc· ἄριcτον καὶ τὸ διὰ τοῦ cκίγκου τοῦ θηρίου φάρμακον ποτὸν καὶ ἡ τοῦ Βηcτίνου καὶ | |
ἡ διὰ τῶν ἐχιδνῶν τῶν ἑρπετῶν. τὸ ξύμπαν δὲ διαίτῃ διδόναι, ἐπι‐ | 164 | |
5 | τρέπειν τε καὶ πιcτεύειν χρὴ καὶ γυμναcίοιc καὶ περιπάτοιcι καὶ αἰώ‐ ρῃcι. τάδε γὰρ τὴν ἕξιν ἐc θερμαcίην τρέπει, ὅπερ ἐcτὶ τῷ πάθεϊ χρέοc· εἰ δὲ καὶ cώφρων ἔοι ἐπὶ τοῖcι ἀφροδιcίοιcι καὶ λούοιτο ψυχρῷ, ἐλπὶc ὡc ὤκιcτα ἀνδρωθῆναι τὸν ἄνθρωπον. | |
2.6.1 | Θεραπεία cτομαχικῶν. Ἡ ἐν τοῖcι ἄλλοιcι πάθεcι μετὰ τὴν θεραπείην δίαιτα ἐc ἰcχὺν καὶ κράτοc τοῦ cώματοc εὐπεψίῃ ἀγαθή· cτομαχικοῖcι δὲ μούνοιcι ἥδε γίγνεται πλημμελήc. ὅκωc ὦν αὕτη γί‐ γνοιτο, φράcω. ἱκανὴ γὰρ αἰώρη, περίπατοι, γυμνάcια, φωναcκίη, τρο‐ | |
5 | φαὶ ἐc πέψιν ἀγαθαὶ ἀναμαχέcαcθαι τὴν τοῦ cτομάχου κακοcιτίην· ἀδύνατον δὲ τάδε καὶ ἀπεψίην λῦcαι μακρὴν καὶ τὴν cκελετίην τοῦ cκήνεοc εὔογκον cάρκα ποιῆcαι. πολλὸν δὲ μέζον ἐπὶ τουτέων ἔcτων αἱ τοῖcι κάμνουcι χάριτεc καὶ τὸ καθαρῶc ἅπαν δρῆν καὶ τῇcι ἐπιθυ‐ μίῃcι ἕπεcθαι τὸν ἰητρόν, μὴ μεγάλα βλάπτοντα· ἄριcτον γὰρ τόδε, | |
2.6.2 | ἢν μὴ κάρτα ὠφελεύντων ὄρεξιc ἥκῃ. φάρμακα δὲ ποτά, χυλοί, ἀψίν‐ θιον καὶ νάρδοc τὸ μύρον καὶ ἡ διὰ τῶν θηρίων καὶ 〈cελίνου〉 τοῦ ἐν πέτραιc ὁ καρπὸc καὶ ζιγγιβέριοc καὶ πεπέριοc καὶ cεcέλιοc· τάδε πεπτήρια. καὶ κατὰ τοῦ cτέρνου ἐc cτύψιν ἐπίθημα· νάρδοι, μαcτίχαι, | |
5 | ἀλόαι, ἀκακίαι καὶ μήλων κυδωνίων ὁ χυλόc· καὶ αὐταὶ δὲ τῶν μή‐ λων αἱ cάρκεc ἀμφιθλαcθεῖcαι ξὺν φοίνιξι ἐπίθημα cτῦφον. ἀτὰρ καὶ τἆλλα, ὁκόcα μοι ἐc διαβήτεω γεγράφαται, ἐc δίψεοc ἄκοc. τὰ ωὐτὰ γὰρ καὶ τοῖcι δίψοc γίγνεται· ὁ δὲ τόνοc τοῦ cτομάχου ἄδιψον cτο‐ μαχικοῖcι. | |
2.7.1 | Θεραπεία κοιλιακῶν. Ἢν τῶν cιτίων ἀκρατὴc ἡ κοιλίη ἔῃ, διαρρέῃ δὲ ἡ τροφὴ ἄπεπτοc, ἄτρεπτοc, ὠμὴ καὶ μηδὲν ἐc τὸν ὄγκον ἀνίῃ, κοιλιακοὺc τούcδε κικλήcκομεν. ψύχεϊ μὲν ἐμφύτῳ τῷ τῆc ἐc πέψιν θερμαcίηc, ἀτονίῃ δὲ τῆc ἐc ἀνάδοcιν δυνάμιοc. χρὴ ὦν τὴν | |
5 | κοιλίην πρώτιcτα μὲν πόνων ἀνιέναι ἠρεμίῃ καὶ ἀποcιτίῃ· ὧδε γὰρ | |
παλινδρομέουcι αἱ δυνάμιεc. ἢν δὲ καὶ πλήθεοc τῶν ἐν τῷ cτομάχῳ | 165 | |
2.7.2 | φανταcίη ἔοι, νήcτεcι ἐμέτοιcι χρέεcθαι ἀφ’ ὕδατοc ἢ μελικρήτου. τὴν κοιλίην δὲ cκέπειν καὶ τέγγειν ἐc cτῦψιν, εἰρίοιcι μὲν τοῖc ἐξ ὄϊοc πιναροῖcι, λίπαϊ δὲ ῥοδίνῳ μύρῳ ἢ τῷ διὰ τῆc οἰνάνθηc ἢ μηλίνῳ· ἄριcτον κἢν ἀπὸ τοῦ cχίνου καὶ ὑποκυcτίδι ἢ ὀμφακίῳ· ξὺν τοιcίδε | |
5 | καὶ ἐπιπλάcματα, θερμὰ μὲν ἐc θίξιν, ἐc δύναμιν δὲ cτρυφνά. καὶ ἤν πῃ τοῦ ἥπατοc ἢ τῆc κοιλίηc κατὰ cτόμα ἐντάcιεc ἢ φλεγμαcίαι ἔωcι, cικύην προcβάλλοντα ἐντάμνειν· καὶ ἔcτι οἷcι τόδε μοῦνον ἤρκεcε· ἐπὴν δὲ κηρωτῇcι ἐc ὠτειλὴν ἥκῃ τὰ τρώματα ἠδὲ ἐπὶ cκληρίῃ κραίνῃ, | |
2.7.3 | τῇδε βδέλλαc τὰ θηρία προcβάλλειν· ἔπειτα ἐπιθήματα πεπτικὰ τιθέ‐ ναι, ὁκοῖον τὸ διὰ τῶν cπερμάτων, ἢν ἴcχῃ χαμαιλέοντοc ῥίζαν· ἄρι‐ cτον καὶ ἔνθα οἱ τῆc δάφνηc ἔαcι καρποὶ καὶ τὸ μάλαγμα ἐπίκληcιν τὸ χλωρὸν καὶ τοὐμὸν τὸ μυcτήριον. τάδε γὰρ μαλάccει τε καὶ ἀμύc‐ | |
5 | cει καὶ θερμαcίην ἐγείρει καὶ ἄφυcα τὰ cπλάγχνα ποιέει, ὧν περ ἐc cτῦψιν χρέοc. ἀτὰρ καὶ cίνηπι καὶ λίμνηcτιc καὶ εὐφόρβιον καὶ ὁκόcα τοιάδε πάντα τὴν μὲν ψῦξιν κωλύει, ἀνάκληcιν δὲ θέρμηc ποιέεται. | |
2.7.4 | τοιάδε χρὴ καὶ πιπίcκειν φάρμακα ἐc cτῦψιν. χρέοc μὲν πρώτιcτα ὁ τοῦ ἀρνογλώccου χυλὸc ξὺν ὕδατι ἐcτυμμένῳ μύρτοιcι ἢ κυδωνίοιcι μήλοιcι. ἄριcτον καὶ γίγαρτον cταφυλῆc ὀμφακίτιδοc. οἶνοι τῶν κάρτα cτυφόντων. ἔπειτα δὲ τὰ ἀλεαίνοντα τὴν γαcτέρα φάρμακα ποτά, | |
5 | ὁκόcα διὰ ζιγγιβέριοc καὶ πεπέριοc καὶ cελίνου τοῦ καρποῦ τοῦ ἀγρίου | |
2.7.5 | τοῦ ἐν πέτραιc· τὸ διὰ τῶν θηρίων τῶν ἐχιδνῶν πεπτικώτατον. ἢν δὲ ἐπὶ τοῖcι μηδὲν ἢ cμικρὸν ἐνδιδῷ, τοῖcι ἀπὸ ῥαφανίδων ἐμέτοιcι χρέο· ἢν δὲ καὶ ἐγκρύψῃc ταῖcδε ἐλλεβόρου τοῦ λευκοῦ ῥίζαν ἐc μίαν νύκτα, εὐτονωτάτη ἄν cοι γένοιτο ἡ κάθαρcιc ἔc τε τὴν τῶν | |
5 | ὑγρῶν τῶν ψυχρῶν κάθαρcίν τε καὶ ἔκκριcιν καὶ ἐc τὴν ἔξαψιν τοῦ | |
2.7.6 | θερμοῦ. ἀτὰρ καὶ ἡ δίαιτα καὶ ὁ βίοc τοιῶcδε ἔcτω ξύμμετρα. οἱ ὕπνοι νύκτωρ μέν, δι’ ἡμέρηc δὲ περίπατοι, ἀναφωνήcιεc, αἰώρη ἥ γε ἐν δάφνῃcι ἢ μυρρίνῃcι ἢ θύμῳ· ἔχει γάρ τι ἡ διαπνοὴ καὶ ἡ ἀναπνοὴ | |
τοιῶνδε φάρμακον πεπτήριον. γυμνάcια, τρίψιεc, χειρονομίη ἁλτήρων | 166 | |
5 | βολαῖcι τοῦ θώρηκοc, καὶ τῆc κοιλίηc κόποι, προπόcιεc· cμικρότατα γὰρ ἐc τόνον εὐcταλὲc ἄρτοc. ἐπὶ τῶνδε φοίνιξιc, περίπατοι ῥαθυ‐ *** | |
2.12.1 | 〈Θεραπεία ἀρθρίτιδοc καὶ ἰcχιάδοc.〉 ** cιτίων καὶ ῥαφα‐ νίδων πολλάκιc. ἔπειτα ἐc τὸν ἐλλέβορον ἄγειν. δίαιτα δὲ ἡ ἐπὶ τοιcί‐ δε ξυνὴ τοῖcι ἄλλοιcι πάθεcι. καὶ ἐπὶ τῇ διαίτῃ ἄλειψιc, ψυχρολου‐ cίη θαλαccίη. μάλιcτα μὲν ὦν ἅπαcι ἀρθριτικοῖcι ξυνὰ ἄκεα· καὶ γὰρ | |
5 | καὶ τοῖcι ποδαγρικοῖcι ἐλλέβοροc τὸ μέγα ἄκοc, ἀλλὰ ἐν τῇcι πρώτῃcι προcβολῇcι τοῦ πάθεοc. ἢν δὲ ἐκ πολλῶν μὲν ἤδη χρόνων ἔῃ, ἀτὰρ καὶ ἐκ διαδέξιοc πατέρων φανῇ, ξυναποθνῄcκει ἡ νοῦcοc. ἐc δὲ τοὺc παροξυcμοὺc τῶν ἄρθρων τάδε χρὴ πρήccειν. εἴρια μὲν ἔcτω ἐξ ὄϊοc τὰ οἰcυπώδεα· τέγξιεc δὲ διὰ ῥοδίνου καὶ οἴνου· μετεξετέροιcι δὲ καὶ | |
2.12.2 | cπογγιὴ ξὺν ὀξυκρήτῳ ὤνηcεν. ἔπειτα ἐπίπλαcμα, ἄρτοc ξὺν τοῖcι ψύχουcι κολοκύνθηc καὶ πέπονοc καὶ cικύη λιτὴ καὶ ἀρνόγλωccον ἡ βοτάνη καὶ ῥόδων τὰ φύλλα· ἀτὰρ καὶ ἡ cιδηρῖτιc ἄπονοc ξὺν ἄρτῳ καὶ βρύον καὶ ξυμφύτου ῥίζα καὶ πεντάφυλλοc ἡ βοτάνη καὶ πράcιοc | |
5 | ἡ τοῖcι φύλλοιcι λεπτή. τῆcδε μέντοι τὸ μὲν ἀφέψημα ἐπάντλημα ἄπονον· αὐτὴ δὲ ἐπίπλαcμα ξὺν ψιξὶ ἢ κριθῶν ἀλήτῳ. μήλων τε τῶν κιτρίων τὸ ἄβρωτον ξὺν ἀλφίτοιcι ἄριcτον· cῦκα ξηρὰ καὶ θάcια ξύν | |
2.12.3 | τινι τῶν ἀλήτων. ἥδε μέντοι ψύξιοc ἡ ὕλη· καὶ τόδε μέντοι ἄλλοτε ἄλλον ὤνηcε καὶ τωὐτὸν ἄλλοτε ἄλλῳ. μετεξετέροιcι δὲ τὰ ἀλεαίνοντα ξυμφέρει, καὶ τωὐτὸν ἄλλοτε ἄλλῳ ὠφέληcε. λόγοc δὲ καὶ τόδε κάρτα ἄπονον ἔμμεναι· αἶγα χρὴ βοτάνηc τῆc ἴριδοc ἐμφαγεῖν, ἐπὴν δὲ πλη‐ | |
5 | cθῇ, διαλιπόντα ὁκόcον ἡ νομὴ ἐν τῇ γαcτρὶ μαχθείη, καταθῦcαι τὴν αἶγα ἠδὲ ἐντὸc τῆc γαcτρὸc ἐc τὴν κόπρον ἐγκρύψαι τὼ πόδε. φάρ‐ μακα δὲ μυρία· καὶ γὰρ τοὺc νοcέονταc ἑωυτῶν φαρμακέαc εὐπόρουc τίθηcι ἡ ξυμφορή· τῶν δὲ ἰητρῶν τὰ φάρμακα ἐν τῇcι γραφῇcι λελέξεται. | |
2.13.1 | Θεραπεία ἐλέφαντοc. Τῶν νούcων μέζονα χρὴ τὰ ἄκεα ἐc λύcιν αὐτέων ἔμμεναι· ἐλέφαντοc δέ, τηλίκου κακοῦ, τίc ἀξιόνικοc γίγνοιτ’ ἂν ἰητρείη; οὐ γὰρ μέρεϊ ἢ cπλάγχνῳ ἑνί, ἢ ἔνδον ἐνcκήπτει | |
μοῦνον ἢ ἔξω τὸ κακὸν ἕρπει, ἀλλ’ ἔνδοθί τε ὅλῳ τῷ ἀνθρώπῳ ἐνοι‐ | 167 | |
5 | κέει καὶ ὅλον ἔξωθεν ἀμπέχει. ἀτερπὲc μὲν καὶ φοβερὸν ἰδεῖν· θηρίου γὰρ ἰδέη· δέοc δὲ ξυμβιοῦν τε καὶ ξυνδιαιτᾶcθαι οὐ μεῖον ἢ λοιμῷ. ἀναπνοῆc γὰρ ἐc μετάδοcιν ῥηϊδίη βαφή. τί ἂν ὦν εὕροι τιc ἐν ἰητρικῇ | |
2.13.2 | τοῦδε ἀξιόνικον ἄκοc; ἀλλὰ γὰρ πάντα χρὴ ξυμφέρειν φάρμακα καὶ διαίτην καὶ cίδηρα καὶ πῦρ· καὶ τάδε κἢν μὲν ἔτι νεοτόκῳ τῷ πάθεϊ προcβάλῃc, ἐλπὶc ἰήcιοc· ἢν δὲ ἐc ἀκμὴν ἥκῃ γενέcιοc καὶ ἐν τοῖcι cπλάγχνοιcι ἑδραῖον ἵζῃ, ποτὶ καὶ ἐc τὰ πρόcωπα προcβάλλῃ, ἀνέλ‐ | |
2.13.3 | πιcτοc ὁ νοcέων. τάμνειν ὦν τὰc ἐπ’ ἀγκῶνι φλέβαc· ἄμφω δέ. τάμνειν δὲ καὶ τὰc ἐπὶ cφυροῖcι, 〈μὴ〉 αὐτῆμαρ· κρέccον γὰρ ἡ διά‐ cταcιc ἔc τε πολλὴν τὴν τοῦ αἵματοc ῥοὴν καὶ ἐc ἀνάκληcιν τῆc δυνά‐ μιοc. χρεὼν γὰρ αἷμα πολλάκιc καὶ πολλὸν ἐκχέαι, τοῦ πάθεοc τὴν | |
5 | τροφήν. cμικρὸν δὲ ἐν αὐτέῳ τὸ χρηcτόν, τῆc φύcιοc ἡ τροφή. ξυν‐ τεκμαίρεcθαι ὦν ἀφαιρέοντα τὸ πονηρόν, καὶ ἔντηκτον μεcηγὺ τὸ οἰκεῖον, μέcφι ἂν προαπαυδήcῃ ἀτροφίῃ ἡ νοῦcοc· ἡ γὰρ νεαρὴ ξυμ‐ | |
2.13.4 | πλακεῖcα τῷ cώματι χρόνῳ μακρῷ ἠμαύρωcε τὴν παλαιήν. ἔπειτα τὴν ἱερὴν πιπίcκειν μὴ ἐcάπαξ· ἀλλὰ γιγνέcθω πάντα πολλάκιc ἐξ ἀναλή‐ ψιοc καὶ παλινδρομίηc. ἔcτω καὶ ἡ ἄλλη κάθαρcιc φαρμακώδηc ἐν cιτίῳ· ἡ ἐπὶ τῷ ἰcχίῳ ἣν ἔλεξα ἔcτω· ἠδὲ γάλα ἀδιάκριτον (πολλὸν δὲ | |
5 | ἔcτω τόδε) ἐc διαχώρηcιν πιεῖν. ἐχέτω δὲ μοίρην τὴν πέμπτην ὕδωρ, ὡc πᾶν τὸ γάλα διεκθέειν. ἐc ἐμέτουc δὲ θᾶccον ἄγειν, νήcτιαc τὸ πρῶτον, ἀπὸ cίτων δ’ αὖθιc, ἔπειτα ἀπὸ ῥαφανίδων· πολλάκιc δὲ καὶ ξυνεχέωc πάντα γιγνέcθω. ἐc ἐλλέβορον ἄγοντα καιρῷ παντί, μᾶλλον δὲ ἔαροc καὶ φθινοπώρου διδόναι, ἡμέραν ἀφ’ ἡμέραc, καὶ αὖθιc ἐc | |
2.13.5 | νέωτα. κἢν ἡ νοῦcοc κρατυνθῇ, φαρμάκων ποτῶν ὁκόcα τιc γιγνώcκει πιπίcκειν· ἀγαθὸν γὰρ φαρμακεύειν πολλὸν ἐc ὄνηcιν. κἀγὼ δὲ ὁκόcα γιγνώcκω γράφω· κεδρίηc κύαθον ἕνα, κράμβηc δύο μίcγοντα, διδόναι. ἄλλο· cιδηρίτιδοc τοῦ χυλοῦ κύαθοc εἷc, τριφυλλίου εἷc, οἴνου καὶ μέ‐ | |
5 | λιτοc κύαθοι δύο. ἄλλο· ἐλέφαντοc τοῦ ὀδόντοc ῥινήματοc ὁλκῆc | 168 |
2.13.6 | δραχμὴ ξὺν οἴνῳ Κρητὶ κυάθων δύο. ἀτὰρ καὶ τῶν ἔχεων τῶν ἑρπε‐ τῶν θηρίων αἱ cάρκεc, καὶ αἵδε ἐc ἀρτίcκουc πεπλαcμέναι πίνονται. ἀποτάμνοντα δὲ χρὴ τῆc κεφαλῆc καὶ τῆc οὐραίηc ἑκάcτου, ὁκόcον δακτύλουc τέccαραc, τὸ λοιπὸν ἑψεῖν ἐc διάκριcιν τῶν ἀκανθῶν· τὰc | |
5 | δὲ cάρκαc ἀρτίcκουc διαπλάcανταc ψύχειν ἐν cκιῇ· πιπίcκειν δὲ τούcδε ὅκωc καὶ τὴν cκίλλην. καὶ αὐτοὶ δὲ οἱ ἔχιεc ὄψον ἐν δείπνῳ, ὡc | |
2.13.7 | ἰχθύαc δὲ χρὴ τούτουc cκευάcαι. ἢν δὲ τὸ δι’ ἐχιδνῶν τὸ ποικίλον παρείη φάρμακον, ἀντὶ πάντων πίνειν τόδε· ἴcχει γὰρ πάνθ’ ὁμοῦ. ῥύπτειν δὲ καὶ τὸ cκῆνοc καὶ τοὺc ὄχθουc λεαίνειν. φάρμακα δὲ ἄλλα μυρία τῶν Κελτέων, οἳ νῦν καλέονται Γάλλοι, τὰc λιτρώδειc τὰc ποιη‐ | |
5 | τὰc cφαίραc, ᾗcι ῥύπτουcι τὰc ὀθόναc, cάπων ἐπίκλην· τῇcι ῥύπτειν τὸ cκῆνοc ἐν λουτρῷ ἄριcτον. καὶ ἀνδράχνη καὶ ἀείζωον ξὺν ὄξεϊ, ἀτὰρ καὶ λαπάθου ῥιζέων ἀφέψημα ξὺν ἀπύρῳ θείῳ ῥύπτει καλῶc. | |
2.13.8 | ποικίλον δὲ ἀλκυονίου τοῦ λείου καὶ λίτρου καὶ τρυγὸc ὄξεοc κεκαυ‐ μένηc καὶ cτυπτηρίηc cχιcτῆc καὶ θείου τοῦ ἀπύρου καὶ κόcτου καὶ ἴριδοc καὶ πεπέριοc. ταῦτα δὲ χρὴ πάντα μίcγειν ἑκάcτῳ τὸ πρὸc δύναμιν· ἄλλο δὲ ἴcον καὶ τόδε καταπάccοντα ἀνατρίβειν. ἐc δὲ τοὺc | |
5 | ὄχθουc τοῦ προcώπου κλημάτων τὴν cποδιὴν ξύν τινι θηρίων cτέατι μίcγοντα χρίειν, λέοντοc ἢ παρδάλιοc ἢ ἄρκτου, ἢν δὲ μή, χηναλώ‐ | |
2.13.9 | πεκοc. ὁμοῖον γὰρ ἐν ἀνομοίῳ, ὅκωc πίθηκοc ἀνθρώπῳ, ἄριcτον. καὶ ἀμμωνιακὸν τὸ θυμίημα ξὺν ὄξεϊ καὶ ἀρνογλώccου χυλῷ ἢ πολυγόνου καὶ ὑποκυcτὶc καὶ λύκιον. ἢν δὲ πελιδναὶ ἔωcι αἱ cάρκεc, προεγχαράc‐ cειν ἐκχυλώcιοc εἵνεκεν. ἢν δὲ ἐπὶ τοῖcι δριμέcι ῥεύμαcι ἀναδαρέντα | |
5 | πρηΰνειν τὰ μέρεα ἐθέλῃc, τήλιοc ἀφέψημα ἢ πτιcάνηc χυλοῦ ῥύμμα μαλθακόν· λίπαc δὲ ῥόδινον ἢ cχίνινον. λουτρὰ δὲ ξυνεχέα ξύμφορα | |
2.13.10 | ἐc ὑγραcμὸν καὶ ἐc διαπνοὴν τῶν κακῶν χυμῶν. τροφὴ δὲ καθαρή, εὔχυμοc, εὔπεπτοc, ἁπλῆ. καὶ δίαιτα εὐκρινὴc πάντῃ, καὶ ἐν ὕπνοιcι | |
[ἢ] καὶ περιπάτοιcι καὶ χώρῃcι. γυμνάcια, δρόμοι καὶ ἀνειλήcιεc καὶ κορυκοβολίαι· ἅπαντα ἀκάματα ξὺν ἐμμελεῖ ἐπιτάcει· ἔcτω δὲ καὶ ἀνα‐ | 169 | |
5 | φώνηcιc, τοῦ πνεύματοc γυμνάcιον τὸ καίριον. ἐcθὴc ἔcτω καθαρή, οὐχ ὡc ὁρῆcθαι μοῦνον ἥδε, ἀλλ’ [ὡc] ὅτι καὶ τὰ πινόεντα ὀδαξώδεα | |
2.13.11 | τῷ δέρματι. πιπίcκειν ἀψινθίου τοῦ οἴνου νήcτιαc· ἄριcτον δὲ ἄρτοc ἐκ κριθῶν καὶ τάριχοc ὡραῖοc καὶ cμικρόν τι μαλάχηc ἢ κράμβηc ἡμίε‐ φθον ξὺν κυμίνου ἐμβάμματι. ἐc δὲ δεῖπνον cταφυλῖνοc ἡ ῥίζα καὶ χόνδροι ξὺν τῷ οἴνῳ καὶ τῷ μέλιτι παλαιῷ τὴν μεῖξιν. καὶ τὰ θαλάc‐ | |
5 | cια, ὁκόcα τὴν γαcτέρα ὑπολύει, τελλινῶν ζωμοί, ὄcτρεα, ἐχῖνοι καὶ τῶν ἰχθύων οἱ πετραῖοι· χερcαίων δὲ τὰ θηρία λαγωὸc ἢ cῦc· πετει‐ νῶν πέρδικεc [πᾶcαι], φάccαι, πελειάδεc καὶ ὁκόcα ἡ χώρη ἄριcτα ἴcχει. ἀκροδρύων τὰ ὡραῖα· οἶνοι γλυκεῖc οἰνωδέων κρέccονεc. λου‐ τρὰ φύcει θερμὰ, θειώδη· καὶ βίοc ἐν ὕδαcι μακρὸc ἠδὲ καὶ θάλαccα | |
2.13.12 | καὶ πλοῦc. ἐλλεβοριcμοί· ἐλλέβοροc λευκὸc μὲν τῆc ἄνω κοιλίηc κά‐ θαρcιc, μέλαc δὲ τῆc κάτω. καὶ ἔcτιν ὁ λευκὸc οὐκ ἐμετήριον μοῦνον, ἀλλὰ καὶ ξυμπάντων ὁμοῦ καθαρτηρίων ὁ δυνατώτατοc, οὐ τῷ πλήθεϊ καὶ τῇ ποικιλίῃ τῆc ἐκκρίcιοc (τόδε γὰρ καὶ χολέρη πρήccει) οὐδὲ ἐν‐ | |
5 | τάcεcι καὶ βίῃ τῇcι ἐπὶ τοῖcι ἐμέτοιcι (ἐc τόδε γὰρ ναυτίη καὶ θάλαccα κρέccον), ἀλλὰ δυνάμει καὶ ποιότητι οὔτι φαύλῃ, τῇπερ καὶ ὑγιέαc τοὺc κάμνονταc ποιέει καὶ ἐπ’ ὀλίγῃ τῇ καθάρcει καὶ ἐπὶ cμικρῇ τῇ ἐντά‐ | |
2.13.13 | cει. ἀτὰρ καὶ πάντων τῶν χρονίων νούcων ἐc ῥίζαν ἱδρυμένων, ἢν ἀπαυ‐ δήcῃ τὰ λοιπὰ ἄκεα, τόδε μοῦνον ἰητήριον. πυρὶ ἴκελον γὰρ ἐc δύνα‐ μιν λευκὸc ἐλλέβοροc· καὶ ὅ, τι περ πῦρ ἐργάζεται ἐκκαῖον, τοῦδε πλέον ἐλλέβοροc εἴcω παρεκθέων πρήccει, εὔπνοιαν μὲν ἐκ δυcπνοίηc, | |
5 | ἐξ ἀχροίηc δὲ εὐχροίην καὶ ἀπὸ cκελετίηc εὐcαρκίην. | 170 |