TLG 0719 003 :: ARETAEUS :: De curatione acutorum morborum libri duo De curatione acutorum morborum libri duo Citation: Book — chapter — section — (line) | ||
1t1 | ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΟΞΕΩΝ ΝΟΥϹΩΝ ΘΕΡΑΠΕΥΤΙΚΟΝ ΒΙΒΛΙΟΝ Α. | |
1Pr1 | Προοίμιον. Ὀξέων νούcων ἄκεα ξυναφέα τῇcι ἀμφὶ cημηΐων ἰδέῃcι, ὧν τοῖcι ξυγγράμμαcι ἄccα μοι πρόcθεν γεγράφαται. ὁκόcα μὲν ὦν ἐν πυρετῶν θεραπείῃ γίγνεται, κατά τε τὴν τούτων διαφορὴν καὶ κατὰ τὴν τῶν νοcημάτων ἰδέην καὶ τὴν ἐν αὐτοῖc ποικιλίην, τουτέων | |
5 | τὰ πλείω ἐν τοῖcι ἀμφὶ πυρετῶν λόγοιcι λελέξεται· ὁκόcα δὲ ξὺν πυ‐ ρετοῖcι ὀξέα γίγνεται πάθεα, ὁκοῖον ἡ φρενῖτιc, ἢ ἄνευθε πυρετῶν, ὁκοῖον ἀποπληξίη, ἀμφὶ τῶνδε μούνων τὰ ἄκεα φράcω, ὡc μὴ διαμαρ‐ τάνειν μηδὲ μακρηγορέειν ἕτερα ἐν ἑτέροιcι γράφοντα. ἀρχὴ δὲ ἡ ωὐτὴ ἣ καὶ ἀμφὶ τῶν παθέων, καὶ τελευτὴ ἡ ωὐτή. | |
---|---|---|
1.1.1 | Θεραπεία φρενιτικῶν. Κατακεκλίcθαι χρὴ τὸν νοcέοντα ἐν οἴκῳ εὐμέτρῳ, εὐκρήτῳ, χειμῶνοc μὲν ἐν ἀλέῃ, θέρεοc δὲ ἐν ψύχεϊ νοτερῷ· ἔαροc δὲ καὶ φθινοπώρου πρὸc τὰc ὥραc τεκμαίρεcθαι. ἔπειτα ἡcυχίην ἄγειν κελεύειν καὶ αὐτὸν τὸν νοcέοντα καὶ τοὺc ἐπὶ τῆc οἰκίηc ἅπανταc· | |
5 | ὀξυήκοοι γὰρ ἠδὲ ψόφου καθαπτόμενοι φρενιτικοί· ἀτὰρ ὑπὸ τῶνδε μαίνονται. τοῖχοι λεῖοι, ὁμαλοί, μηδ’ ὑπερίcχοντεc, μηδὲ ἄχναιc μηδὲ γραφῇcι εὔκοcμοι· ἐρεθιcτικὸν γὰρ τοιχογραφίη. καὶ γὰρ πρὸ τῶν ὀφθαλμῶν ἀμφαιρέουcί τινα ψευδέα ἰνδάλματα, καὶ τὰ μὴ ἐξίcχοντα ἀμφαφόωcι ὡc ὑπερίcχοντα, καὶ πᾶcα πρόφαcιc ἀναιτίη πρόκληcιc χει‐ | |
1.1.2 | ρῶν φορῆc. κλίνηc μῆκοc καὶ πλάτοc ξύμμετρον, ὡc μήτε βληcτρίζεcθαι ἐν τῇ πλατείῃ μήτε ἀπὸ τῆc cτεινῆc ἐκπίπτειν κοίτηc. ἐν ψιλοῖcι τοῖcι cτρώμαcι, ὡc μὴ κροκυδίζειν ὑπόμνηcιc ἔοι· ἀτὰρ ἠδὲ ἐν μαλθα‐ κοῖcι· ἀcτεργὴc γὰρ τοῖcι νεύροιcι ἡ cκληρὴ κοίτη. οὐχ ἥκιcτα δὲ τῶν | |
5 | ἄλλων τοῖcι φρενιτικοῖcι τὰ νεῦρα πονέει· μάλα γάρ τοι cπῶνται φρε‐ νιτικοί. εἴcοδοι τῶν φιλτάτων· μῦθοι καὶ λαλιὴ μὴ θυμοδακεῖc· πάντα | 91 |
1.1.3 | γὰρ εὐθυμέεcθαι χρή, μάλιcτα τοῖcι ἐc ὀργὴν ἡ παραφορή. κατάκλιcιc ἢ ἐν ζόφῳ ἢ ἐν φωτὶ πρὸc τὸ νόcημα τεκμαρτέη. ἢν γὰρ πρὸc τὴν αὐγὴν ἀγριαίνωcι καὶ ὁρέωcι τὰ μὴ ὄντα καὶ τὰ μὴ ὑπεόντα φαντά‐ ζωνται ἢ ἀνθ’ ἑτέρων ἕτερα γιγνώcκωcι, ἢ ξένα ἰνδάλματα προβάλ‐ | |
5 | λωνται καὶ τὸ ξύνολον τὴν αὐγὴν ἢ τὰ ἐν αὐγῇ δεδίττωνται, ζόφον αἱρέεcθαι χρή· ἢν δὲ μή, τοὐναντίον. ἀγαθὸν δὲ πρὸc αὐγὴν cωφρο‐ νέειν τε καὶ πρηΰνεcθαι τὴν παραφορήν. ἀcιτίη μὴ μακρή· cιτία δὲ ὑγρότερα καὶ βραχύτερα καὶ ξυνεχῆ· μειλίγματα γὰρ θυμοῦ cιτία. εὐ‐ καιρίη δὲ ἐν τῇcι ἐπανέcεcι ἀμφοῖν, καὶ πυρετοῦ καὶ παραφορῆc. ἢν | |
10 | δὲ ὑπ’ ἀcιτίηc ἐκμαίνωνται, καὶ ἢν μὴ παρείκῃ ὁ πυρετόc, διδόναι μὴ μεγάλα ἐπὶ πυρετῶν βλάπτοντα. ἀγαθὸν δὲ ξυμφωνέειν καὶ τὸν πυρετὸν καὶ τὴν παραφορὴν ἔc τε τοὺc παροξυcμοὺc καὶ τὰc ἐπανέ‐ | |
1.1.4 | cιαc. ἢν ὦν ἥκῃ ὁ καιρὸc ἐc θρέψιν, πρώτιcτα cκεπτέον, εἰ χρὴ ἀφαι‐ ρέειν αἷμα. ἢν μὲν ὦν ἡ παραφορὴ ξὺν πυρετῷ ἀρχῆθεν εἰcβάλλῃ τῆc πρώτηc ἢ δευτέρηc ἡμέρηc, τάμνειν φλέβα τὴν ἐπ’ ἀγκῶνι, μάλιcτα τὴν μέcην. ἀτὰρ καὶ ἢν ἐc τρίτην ἢ τετάρτην ἡμέρην ἡ παραφορὴ | |
5 | ἥκῃ, μέcφι τῆc πρώτηc τῶν κριcίμων περιόδου, τάμνειν· εἰ δὲ προcω‐ τέρω τοῦ δέοντοc χρόνου ἑκταίῳ ἐόντι ἢ ἑβδομαίῳ ἔην, πολλὸν πρὸ τῶν κριcίων ἐν τοῖcι ὀξέcι κενοῦν χρὴ ἢ φαρμακεύειν ἢ τοῖcι ἄλλοιcι | |
1.1.5 | ἐρεθιcμοῖcι χρέεcθαι. ἀτὰρ καὶ φλέβα τάμνων μὴ πολλὸν ἀφαιρέειν, κἢν ἐν ἀρχῇ τάμνῃc· φρενῖτιc γὰρ εὔτρεπτον ἐc cυγκοπὴν κακόν. ἢν δὲ πολυπληθὴc ὁ νοcέων ἔῃ καὶ νεηνίηc καὶ ἐξ ἀδηφαγίηc καὶ οἰνο‐ φλυγίηc, οἵδε οὐ τῆc φρενίτιδοc ἔαcι οἱ λογιcμοί, ἀλλὰ καὶ ἄνευ παρα‐ | |
5 | φορῆc πολλὸν τουτέων ἀφαιρέειν αἷμα· πολλὸν δὲ μεῖον ἀφαιρέειν, ἢν οἵδε ἔωcι οἱ φρενιτικοί. τάμνειν δὲ φλέβα τουτέων εὐτολμότερον, ἢν ἐξ ὑποχονδρίων καὶ μὴ ἀπὸ κεφαλῆc ἡ νοῦcοc ᾖ. ἐνθάδε γὰρ τῆc ζωῆc ἐcτὶ ἡ ἀρχή· κεφαλὴ δὲ χῶροc μὲν αἰcθήcιοc καὶ νεύρων ἀφέ‐ | |
1.1.6 | cιοc· αἷμα δὲ παρὰ καρδίηc ἕλκει μᾶλλον ἢ ἄλλοιcι διδοῖ. ἢν ὦν πε‐ πόνθῃ ἥδε, οὐ χρὴ τὴν ἐπ’ ἀγκῶνι τάμνειν φλέβα. τάδε γὰρ πάθεα, κενεαγγέειν ἐφ’ οἷcι ἡ βλάβη οὐ cμικρή. κἢν μὲν ἡ δύναμιc ἀντέχῃ ἐc τὸ ἱκανὸν τῆc κενώcιοc, ἅπαξ ἀφαιρέειν, ὅκωc μὴ ἐν τῇ διαcτάcει | |
5 | τῆc ἐπαφαιρέcιοc διόλλυται τῆc τροφῆc ἡ ἐγκαιρίη. ξυνεχέεc γὰρ τοῖcι φρενιτικοῖcι οἱ πυρετοὶ καὶ οὐδὲ ἐπανέcιαc μακράc, ἀλλὰ βραχείαc καὶ ἀcήμουc κουφιcμοὺc ποιεύμενοι. ἢν δὲ πρὸ τῆc ξυμμετρίηc ἀπαυδήcῃ ὁ νοcέων, ἐc δευτέρην ἐπάνεcιν ὑπερβάλλεcθαι, ἢν μὴ ἐc μακρὸν ἐκ‐ πίπτῃ· εἰ δὲ μή, ἀνακαλεcάμενον ὀcμήcεcι καὶ ψαύcεcι προcώπου καὶ | 92 |
10 | πιέcει ποδῶν αὐτίκα ἀφαιρέειν· γνῶμα δὲ τῆc αὐταρκίηc ἡ δύναμιc. | |
1.1.7 | τροφὴ ὑγρὴ πᾶcι μὲν τοῖcι πυρεταίνουcι, οὐχ ἥκιcτα δὲ φρενιτικοῖcι· ἐπιξηρότεροι γὰρ πυρετῶν μούνων· οὐδὲ μελίκρητον, ἢν μὴ χολώδεεc ἔωcι· εὔπεπτον γὰρ τοῖcι πικροχόλοιcι χόνδροι πλυτοὶ ξὺν ὕδατι ἢ μελικρήτῳ. ἀγαθὸν δὲ καὶ ἐκ τῶνδε ῥοφήματα διδόναι ἁπλᾶ, ὁκοῖα | |
5 | θύμβρηc ἢ cελίνου ἢ ἀνήθου ἐνηψημένων· εὔπνοα γὰρ τάδε καὶ διου‐ ρητικά. ξύμφορον δὲ φρενιτικοῖcι οὔρηcιc. λαχάνων πάντων μέν, μά‐ λιcτα δὲ μαλάχηc· ἀγαθὸν γὰρ τὸ γλίcχραcμα καὶ ἐc λειότητα γλώc‐ cηc καὶ ἀρτηρίηc καὶ ἐc τὴν τῶν κοπρίων διέξοδον· ἄριcτον δὲ καὶ τεῦτλον καὶ βλίτον καὶ κορωνόπουc καὶ κολοκύντη καθ’ ὥρην καὶ ὅ τι | |
1.1.8 | ἂν ἐφ’ ἑκάcτηc ὥρηc ἄριcτον ᾖ. πτιcάνηc δὲ χυλόc, ὑγρότατοc μὲν ἐν πρώτοιcι, ὡc ἀτροφώτεροc ἔοι· ἐπὶ δὲ μᾶλλον παχύτεροc, ὁκόcον ἂν ἡ νοῦcοc προήκῃ χρόνον. ὑποcτέλλεcθαι δὲ ἐν τῇcι κρίcεcι καὶ μι‐ κρόν τι πρὸ τῶν κριcίων. ἢν δὲ ἐc μῆκοc ἡ νοῦcοc ἴῃ, μὴ ἀφαιρέειν | |
5 | τῶν προcθεcίων, ἀλλὰ cιτώδεα διδόναι, ὡc ἐξαρκέcῃ ὁ νοcέων· εὖτε καὶ κρεῶν ἀκρέων καὶ πετεινῶν χρέοc τὰ πολλὰ τοῖcι χυλοῖcι ἐκτηκο‐ | |
1.1.9 | μένων· κάρτα γὰρ χρὴ τάδε ἐν τῇ ἑψήcει λύεcθαι. ἰχθύων οἱ πε‐ τραῖοι τῶν ἄλλων εἰcὶ κρέccονεc, ὡc ἐπίπαν δὲ τοὺc ἐν τῇ χώρῃ ἀρί‐ cτουc αἱρετέον· ἄλλη γὰρ ἄλλαc φέρειν ἰχθύων ἰδέαc πεπίcτευται χώρη. ὀπώρηc οἰνώδεοc ὑποcτέλλεcθαι· κεφαλῆc γὰρ καὶ φρενῶν ἅψιν ποιέει. | |
5 | ἢν δὲ ἀνάγκη ἔῃ τῆc δυνάμιοc ἢ τοῦ cτομάχου βιαζομένων, ἑφθὰ ἐν μελικρήτῳ ἢ ὀπτὰ ἐν cτέατι ὁκοῖον μῆλα δοτέον· τῶν ἄλλων θερμῷ ὕδατι ἕκαcτον ἐκλύειν, ἢν ἐc μούνην τὴν τοῦ cτομάχου παραμυθίην διδῷc· ἢν δὲ καὶ ἐc δύναμιν δέῃ, μὴ κάρτα τὸ οἰνῶδεc ἐκλύειν. τροφὴ | |
1.1.10 | μὲν ὦν ὡc ἔποc εἰπεῖν τοιήδε. τέγγειν δὲ τὴν κεφαλὴν ἐc ἔμψυξιν λίπαϊ ἐλαίηc ὄμφακοc τετριμμένηc· ἀλεαίνεcθαι γὰρ ἡ κεφαλὴ οὐ φι‐ λέει φρενιτικοῖcι. ἢν δὲ καὶ ἀγρυπνίη καὶ φανταcίη ἔωcι, ῥοδίνου | |
μίcγειν ἴcον ἴcῳ τὰ πρῶτα· ἔτι δὲ μᾶλλον τὸ ῥόδινον ἔcτω πλέον ἐc | 93 | |
5 | cτῦψιν καὶ ἔμψυξιν τῆc κεφαλῆc. ἢν δὲ καὶ τὴν γνώμην παρακινέων‐ ται καὶ τὴν φθέγξιν ἐξαλλάccωνται, ἑρπύλου κόμηc ἐνεψητέον ἐν τοῖcι | |
1.1.11 | ἐλαίοιcι ἢ κιccοῦ χυλὸν ἢ πολυγόνου παραχυτέον. ἢν δ’ ἐπὶ μᾶλλον ἡ παραφορὴ ἐξάπτηται, καὶ πευκέδανον καὶ cπονδύλιον τοῖcι ἐλαίοιcι ἐνεψεῖν καὶ ὄξουc παραχεῖν· ἀτμῶν γὰρ τάδε καὶ θέρμηc διαπνευcτικὰ καὶ παχέων χυμῶν διαλυτικά, τὰ τῆc παραφορῆc ξυναίτια. πεφυλά‐ | |
5 | χθαι δὲ χρὴ τάδε, ὡc μὴ ἐc τὸν αὐχένα καὶ τοὺc τένονταc ἡ τέγξιc | |
1.1.12 | ἥκῃ· πολεμίη γὰρ τένουcι καὶ νεύροιcι. καιρὸc δὲ πᾶc τέγξιοc, πλὴν τῆc εἰcβολῆc τοῦ παροξυcμοῦ. ἀραιοτέρη δὲ ἐν τῇ ἀναβάcει, πάντων δὲ μάλιcτα ἐν ἀκμῇ. ᾗ δ’ ἂν ἐκμαίνωνται, τῇδε μάλιcτα τέγγειν ψυ‐ χρῷ, καὶ ψυχομένῳ ἐπὶ μᾶλλον θέρεοc ὥρῃ, χειμῶνοc δὲ χλιαρῷ. ἐc | |
5 | δὲ τὸ πρηΰνειν τὴν παραφορὴν ὀξυκρήτῳ ἢ κονύζηc ἑψήματι καὶ cπογ‐ γιῇ τὰ πρόcωπα πυριῆν, ἔπειτα χρίειν οἰνανθίνῳ ἢ κροκίνῳ λίπαϊ, καὶ | |
1.1.13 | τὰc ῥῖναc καὶ τὰ ὦτα τοιcίδε διαχρίειν. τάδε μέντοι καὶ ὕπνου ἀγωγά. ἢν γὰρ πάννυχοι μὲν ἐγρήccωcι, μηδὲ δι’ ἡμέρηc εὕδωcι, ἀτενέεc δὲ τὸ ξύμπαν ἔωcι, ὀφθαλμοὶ δὲ ὁκοῖόν τι κέραc ἑcτήκωcι, βληcτρίζωνται δὲ καὶ ἐξανιcτῶνται, ὕπνον αὐτέοιcι καὶ ἠρεμίην μηχανέεcθαι, πρώτιcτα μὲν | |
5 | διὰ τῶν τῆc κεφαλῆc τεγξίων ῥοδίνου ἀκρήτου ἢ ἀμαρακίνου ξὺν χυλῷ κιccοῦ ἢ ἑρπύλου ἢ καὶ μελιλώτου ἐν ἀφεψήματι. ἐπὶ μᾶλλον δὲ ὑπνω‐ τικὸν μήκων ἀφεψηθεῖcα ἐν λίπαϊ ἔc τε τὸ τῆc κεφαλῆc βρέγμα, ἢ | |
1.1.14 | ὕδατι ἐc τὸ πρόcωπον ξὺν cπογγιῇ. ὑποτιθέναι δὲ χρὴ καὶ αὐτὰc ὅλαc, εἰ εἶεν νεοδρεπεῖc, χλωρὰc τοῖcι ὑποκεφαλαίοιcι. παχύνει γὰρ καὶ ὑγραίνει τὸ πνεῦμα ξηρόν τε καὶ λεπτὸν ἐόν, καὶ ὀμίχλην τῇcι αἰcθήcεcι παρέχει· βαρὺ δὲ καὶ νωθὲc ὀμίχλη, ἥπερ ὕπνου ἀρχή. ἢν δὲ | |
5 | μεζόνων δέωνται, καὶ αὐτὸ τὸ μηκώνειον ἐc τὰ μέτωπα ξὺν ὕδατι χρίειν ἠδὲ ὑπαλείφειν τὰc ῥῖναc καὶ ἐc τὰ ὦτα ἐγχεῖν. ψηλαφίη πο‐ δῶν εὐαφὴc ξὺν λίπαϊ, ψαῦcιc τῆc κεφαλῆc. ἁνυτικὸν δὲ καὶ κνῆcιc, μάλιcτα κροτάφων τε καὶ ὤτων· καὶ γὰρ καὶ τὰ θηρία ἐc ἀνάπαυλαν | |
1.1.15 | ὀργῆc τε καὶ θυμοῦ κνήcει ὤτων τε καὶ κροτάφων δάμνονται. ὕπνου δὲ ἀγωγὰ ἑκάcτου καὶ τὰ ξυνήθεα· ναυτίλῳ μὲν ἡ ἐν ἀκάτῳ κατάκλιcιc καὶ ἐν θαλάccῃ περιφορὴ καὶ αἰγιαλῶν ἦχοc καὶ κυμάτων κτύποc ἀνέ‐ | |
μων τε βόμβοc καὶ θαλάccηc καὶ νηὸc ὀδμή· μουcικῷ δὲ [ἔτι] ἐθιcμὸc | 94 | |
5 | αὐλῶν ἐφ’ ἡcυχίῃ ἢ ψαλμὸc λύρηc ἢ πηκτίδοc ἢ μελέτη παίδων ξὺν ᾠδῇ. διδαcκάλῳ δὲ νηπιάχων μύθων προcομιλίη. ἄλλοιcι δ’ ἄλλα | |
1.1.16 | ὕπνου θελκτήρια. τοῖcι δὲ ὑποχονδρίοιcι καὶ τῇ κοιλίῃ [ἐμβρέγματα καὶ ἐπιπλάcματα], ἢν φλεγμονὴ καὶ cκληρίη ἐπαίρηται καὶ φῦcα, ἔλαιον δρυπεποῦc ἐλαίηc [μὴ ὠμῆc] ἐμβάλλειν· παχὺ γὰρ καὶ γλίcχρον καὶ ἀλεαῖνον· τόδε ὦν χρέοc ἐν φλεγμαcίῃ. ἐνεήcθω δὲ ἐν αὐτέῳ ἄνηθον, | |
5 | κόνυζα· ἀγαθὸν δὲ ὁμοῦ τὰ πάντα· ἢν δὲ καὶ φῦcα ἐνῇ, κυμίνου καὶ cελίνου τῶν καρπῶν ἠδὲ ὁκόcα οὔρου καὶ φυcέων ἀγωγά· καὶ νίτρον ἐνcήcαντα ἐμπάccειν. ἢν δὲ τὸ ἧπαρ τὴν πεῖcιν καὶ τὴν ὀδύνην ἴcχῃ, | |
1.1.17 | ἔρια μὲν ἔcτω οἰcύπῳ πιναρὰ ἀπὸ τῆc ὄϊοc. ἔλαιον δὲ τὸ ἀπὸ τῆc ὄμφακοc ἢ ῥόδινον· μίcγειν δὲ χρὴ cίραιον Ἑλληνικὸν ἢ Κρῆτα καὶ ἐνεψεῖν μελίλωτον, μείξαντά τε ἐc ἕνα χυλὸν τὰ πάντα καταιονεῖν τὸ ἧπαρ. cπληνὶ δὲ τὸ ἔλαιον cὺν ὄξεϊ ἔcτω, ἢ εἰ μέζων ἢ πρὶν δοκέει, | |
5 | ὀξύκρητον, καὶ ἀντὶ ἐρίων cπογγίη ἁπαλή. μάλα γὰρ τοῖcδε ὁ cπλὴν χαίρει τε καὶ πρηΰνεται. ἢν δὲ τὰ ὑποχόνδρια εἴcω [ᾖ] ἠδὲ ἄνω εἰρύηται καὶ τὸ δέρμα περιτείνηται, ἄριcτον μὲν ἀντὶ τοῦ λίπαοc ἢ ξὺν αὐτέῳ παχεῖ πικέριον ἶcον. κόνυζα δὲ ἔcτω καὶ λιβανωτὶc τὰ | |
1.1.18 | ἐνεψήματα, καὶ ἄνηθον οὐκ ἀτερπέc. ἢν δὲ ἐπιπλάccειν εὐκαιρίη ἔῃ, τοῖcι μὲν ἐλαίοιcι τοῖcι αὐτέοιcι χρέεcθαι ἐπὶ τοῖcι ὁμοίοιcι· ὕλη δὲ λίνου cπέρμα καὶ τῆλιc καὶ ἄλητον κριθῆc λεπτόν· ἀγαθὸν δὲ καὶ κύ‐ αμοc, καὶ ὄροβοc, ἢν ἐξοιδαίνῃ ἡ γαcτήρ. κέγχροc δὲ φωχθεῖcα ἐν | |
5 | μαρcίποιcι, πυρίημα κοῦφον καὶ μαλθακόν· ἀληλεcμένη δὲ καὶ ὑδερώ‐ δεcι ξὺν μέλιτι καὶ ἐλαίῳ καὶ λίνου cπέρματι ἐπίπλαcμα ἀγαθόν. ἄνθη δὲ καὶ βοτάναι καὶ cπέρματα, ἅccα μοι ἐν τοῖcι ἐμβρέγμαcι λέλεκται, | |
1.1.19 | καὶ ἐν τοῖcι ἐπιπλάcμαcι ἔcτω τὰ ωὐτά· μέλι δὲ καὶ ξὺν αὐτέοιcι μὲν ἀγαθὸν ἐc ξύcταcιν τῶν ξηρῶν καὶ ἐc μεῖξιν τῶν αὐχμηρῶν, καὶ ὡc ἡ θέρμη ἐc πολλὸν διαρκέῃ· ἀγαθὸν δὲ καὶ αὐτὸ μοῦνον καὶ ἐπίπλαcμα ἡμίεφθον, καὶ ἔμβρεγμα ξύν τινι τῶν ὑγρῶν λυθέν, μαλθάξαι, ἀλεῆναι, | |
5 | φυcέων καὶ οὔρων ἀγωγόν, πρηῧναι πρήcιαc· τάδε γὰρ καὶ μελίκρη‐ τον ποιέει ποθέν, καὶ τουτέων πλέονα καὶ κρέccονα, εἴcω παρελθὸν | 95 |
1.1.20 | ἀρτηρίῃ καὶ πνεύμονι καὶ θώρηκι καὶ κοιλίῃ. ξυνεχέωc δὲ τὴν κοιλίην ἐρεθίζειν βαλάνοιcι ἢ διαχρίcτοιcι (ἐπιξηραίνονται γὰρ 〈τὰ〉 πολλά) ἔc τε τὴν ὁλκὴν τῶν ἀπὸ τῆc κεφαλῆc, ἀτὰρ ἠδὲ ἐc διαπνοὴν τῶν ἐν τῷ θώρηκι ἀτμῶν καὶ ἔκκριcιν τῶν ἐν τῇ κοιλίῃ. ἢν δὲ καὶ πολλῶν | |
5 | ἡμερέων ἡ γαcτὴρ ἐπίcχηται, κλύζειν χρὴ μελικρήτῳ καὶ ἐλαίῳ καὶ | |
1.1.21 | νίτρῳ. ἢν δὲ μὴ ἀξίωc ὑποκαταcτῶcι αἱ τῆc φλεγμονῆc πρηδόνεc, cικύην θέντα ἐντάμνειν, ἔνθα ἂν ἡ φλεγμονὴ κραίνῃ καὶ μέζων ἔῃ· μίαν δὲ ἢ δευτέρην, ὅκωc ἂν τά τε φλεγμαίνοντα cημαίνῃ καὶ ἡ δύ‐ ναμιc κελεύῃ. ἀτὰρ καὶ τὸ πλῆθοc τοῦ αἵματοc τοιcίδε τεκμαρτέον· | |
5 | ἀμετρίη γὰρ cυγκοπῆc αἰτίη. ἐc μὲν ὦν ἡμέρην μίαν ἢ δευτέρην τέγξιc ἡ ωὐτή, ἐc δὲ τὴν τρίτην κηρωτὴ ξύν τινι λίπαϊ τῶν ἐμβρεγμάτων. | |
1.1.22 | ἔπειτα ἐπιθήματα, ἐν φλεγμαcίῃ μὲν ἢν ἔτι ἔωcι, ὕccωποc, τῆλιc ἑφθὴ ἐν μελικρήτῳ, τερμίνθου τοῦ φυτοῦ ῥητίνη, κηρόc· τὰ δὲ ἔλαια ἐπὶ τοῖcι αὐτέοιcι τὰ ωὐτά. ἢν δὲ μὴ τουτέοιcι ἐπανιῇ μηδὲν ἡ παρα‐ φορή, κουρὴ τῆc κεφαλῆc χρέοc, ἢν μὲν μήκιcται εἶεν αἱ κόμαι, τὰ | |
5 | πρώτιcτα ἐc ἥμιcυ εἰ δὲ βραχύτεραι, ἐν χρῷ. ἔπειτα μεcηγὺ ἀναλα‐ βόντα τὴν δύναμιν, cικύην κατὰ τῆc κορυφῆc προcβάλλειν ἠδὲ ἀφαι‐ | |
1.1.23 | ρέειν αἷμα· κούφη δὲ προτέρη ἐc τὰ μετάφρενα κεκολλήcθω. ἐπεὶ δὲ καὶ θώρηκα ἐν πάcῃcι τῇcι ὀξείῃcι νούcοιcι ἀκέεcθαι χρή, πάντῃ τὸν κάμνοντα ξὺν κραδίῃ καὶ πνεύμονι, πρώτιcτα μὲν ὑπ’ ἀνάγκηc τῆc ἀναπνοῆc ἄλλοτε μὲν θερμῆc, ἄλλοτε δὲ ψυχρῆc· ἔτι δὲ ὑπὸ πυρετοῦ | |
5 | καυcώδεοc καὶ βηχὸc καὶ ὑγρῶν πονηρίηc καὶ νεύρων κοινωνίηc καὶ cτομάχου ξυμφορῆc ὑπεζωκότοc τε καὶ διαφράγματοc κακίηc (κραδίη γὰρ ἢν πάθῃ μέζον τι δεινόν, οὔκοτε ἀκέεται), ἐπὶ δὲ τοῖcι φρενιτι‐ | |
1.1.24 | κοῖcι καὶ μάλα χρὴ τάδε μειλίccειν. παραφορὴ μὲν γὰρ μετεξετέροιcι ἔκ τινοc τῶν ἐν τῷ θώρηκι. ἀναπνοὴ θερμή τε καὶ ξηρή, δίψοc δριμύ, οὐκ εὔφορον πῦρ, τῷ πάντῃ ἐc θώρηκα ξυρρέειν· καὶ κακίη μὲν ἀπὸ τοῦ οἰκείου θάλπεοc τετραμμένου, μέζων δὲ καὶ δυcφορωτέρη ἡ ἀπὸ | |
5 | τῶν ἄλλων ἐc θώρηκα ξύνδοcιc. ἄκρεα γὰρ ψυχρά, κεφαλή, πόδεc τε καὶ χεῖρεc, ὕπερθεν δὲ τῶνδε ὁ θώρηξ. καὶ δέεται ὦν ἀρήγειν ὑγρα‐ | |
cίῃ καὶ ψύξει. τέγξιc μὲν ὦν ἔλαιον ξὺν χαμαιμήλῳ ἑψηθὲν ἢ νάρδῳ· | 96 | |
1.1.25 | θέρεοc δὲ καὶ cίραιοc Ἑλληνικόc. ἢν δὲ καὶ ἐπιθέτοιcι δέῃ χρέεcθαι, φοίνικεc ἐν οἴνῳ αὐcτηρῷ δευθέντεc, ἔπειτα λεῖοι ἐc μᾶζαν τετριμμένοι ξὺν νάρδῳ, ἀλφίτοιcι, οἰνάνθῃ, προcηνὲc θώρηκι ἐπίπλαcμα. ψυκτικὸν δὲ καὶ μῆλα θλαcθέντα ξὺν μαcτίχῃ καὶ μελιλώτῳ· πάντα δὲ κηρῷ καὶ | |
5 | νάρδῳ ἀναλαμβάνειν. ἢν δὲ καὶ τὸν cτόμαχον ἔχῃ νάρκη καὶ ἀποcι‐ τίη, ἀψινθίου χυλὸν ἢ κόμην τοιcίδε ξυλλεαίνειν· καὶ τῷδε ἑψηθέντι ξὺν λίπαϊ καταιονεῖν τὸ ὑποχόνδριον. πιπίcκειν δὲ καὶ τὸ ἀπόβρεγμα ἢ χυλὸν αὐτέου πρὸ τῆc τροφῆc, ὁκόcον κυάθουc δύο τοῦ ἀποβρέγμα‐ | |
1.1.26 | τοc ἢ κύαθον πικροῦ τοῦ χυλοῦ ξὺν ὕδατοc κυάθοιc δύο. ἢν δὲ καὶ καῦcοc ἔχῃ τὸν cτόμαχον, οὐκ ἀπὸ τῆc καταcτάcιοc τῆc νούcου, ἀλλ’ αὐτοῦ μούνου ἀπὸ χυμῶν δριμέων καὶ ἁλμυρῶν, ἢ ὑπὸ χολῆc δακνο‐ μένου, καὶ δίψεϊ αὐαινομένου, ὑδρομιγὲc γάλα δοτέον ἐν τροφῇ, ὅcον | |
5 | ἡμικοτύλιον τοῦ γάλακτοc ἐν ὕδατοc κυάθῳ ἑνί· ῥυμφάνειν δὲ αὐτέου | |
1.1.27 | τὸ πλεῖcτον, βραχὺ δέ τι καὶ ξὺν ἄρτῳ ἀναλίcκειν. ἢν δὲ καὶ καῦcοc ἔχῃ τὸν ἄνθρωπον καὶ δίψοc καὶ ἀπορίη καὶ μανίη καὶ ἐπιθυμίη ψυ‐ χροῦ ὕδατοc, διδόναι μεῖον μὲν ἢ ὁκόcον ἐν καύcου νούcῳ ἄνευ φρε‐ νίτιδοc· τῶνδε γὰρ ἀμφὶ τῶν νεύρων ὀρρωδέειν χρή. διδόναι ὦν | |
5 | ὁκόcον ἐc cτομάχου ἄκοc· ὀλίγον δὲ ἀπαρκέει· βραχυπόται γὰρ οἱ | |
1.1.28 | φρενιτικοί. ἢν δὲ καὶ ἐc cυγκοπὴν τράπωνται (γίγνεται γὰρ καὶ τόδε· τῆc μὲν γὰρ δυνάμιοc λυομένηc, ἱδρῶτι δὲ χεομένου τοῦ ἀνθρώπου, πάντων δὲ ἐc τὸ ἐκτὸc τὴν φορὴν ποιευμένων τῶν ὑγρῶν, καὶ τοῦ τόνου λυομένου καὶ τοῦ πνεύματοc, †ἔc τε ἀκηδίη μὲν τῆc παραφορῆc, | |
5 | δέοc δ’ ἐc ἀτμὸν λυθῆναι καὶ ὑγραcίην τὸν ἄνθρωπον), ἄλκαρ μοῦνόν ἐcτι οἶνοc, θρέψαι μὲν ὠκέωc κατ’ οὐcίην, καὶ πάντῃ μέχρι περάτων μολεῖν, τόνῳ δὲ προcθεῖναι τόνον, καὶ πνεῦμα νεναρκωμένον ἐγεῖραι, ψῦξιν ἀλεῆναι, cτῦψαι πλάδον, φερομένων ἔξω καὶ ῥεόντων κρατῆcαι, ἡδὺc μὲν ὀcφραίνεcθαι ἐc ἡδονήν, κραταιὸc δὲ cτηρίξαι δύναμιν ἐc | |
10 | ζωήν, ἄριcτοc δὲ μειλίξαι θυμὸν ἐν παραφορῇ. τάδε μέντοι ποθεὶc ἅμα πάντα πρήccει· θυμόν τε γὰρ πρηΰνονται μαλθάξει φρενῶν καὶ ἐξ ἑωυτέων ἐc δύναμιν τρέφονται, ἀτὰρ ἠδὲ ἑωυτέοιcι ἐμπνέουcι ἐc | |
1.1.29 | ἡδονήν. 〈ἢν δὲ〉 πρόcω μὲν [ἤδη] πολλὸν ἥκῃ χρόνου, ὅτε πυρετὸc | |
νωθὴc ἔῃ, ἀτὰρ ἠδὲ ἡ παραφορὴ ἐc μώρωcιν τρέπηται, τὸ δὲ ὑπο‐ χόνδριον μὴ πολλόν τι προcβλάπτηται ἢ ὄγκῳ, φυcήcει, cκληρίῃ, κε‐ φαλὴ δὲ τὸ πλέον ἔχῃ τῆc αἰτίηc, χρὴ τολμέοντα λούειν ἠδὲ καταιο‐ | 97 | |
5 | νεῖν πολλόν τι τὴν κεφαλήν. ἥ τε γὰρ ἕξιc ὑγρανθήcεται καὶ ἡ κε‐ φαλὴ διαπνευcθήcεται καὶ τὸ ξύμπαν cκῆνοc διητμίcθη. ὧδε γὰρ τὸ μὲν ξηρὸν ἀμβλύνεται καὶ καθαρεύεται τῆc ὀμίχληc ἡ αἴcθηcιc, ἡ δὲ γνώμη εὐcταθὴc ἠδὲ ἔμπεδοc μίμνει. τάδε μέντοι τῆc λύcιοc τῆc νού‐ cου γνώματα. | |
1.2.1 | Θεραπεία ληθαργικῶν. Ληθαργικοῖcι κατάκλιcιc ἐν φωτὶ καὶ πρὸc αὐγήν· ζόφοc γὰρ ἡ νοῦcοc· ἠδὲ ἐν ἀλέῃ μᾶλλον· ψῦξιc γὰρ ἔμφυτοc ἡ αἰτίη. κοίτη εὐαφήc, cτρώματα, τοιχογραφίη, ποικίλα πάντα, ὁκόcα περ ἐρεθιcτικὰ ὄψιοc. λαλιή, ψηλαφίη ξὺν πιέcει ποδῶν, τιλμοί, | |
5 | κνηcμοί. ἢν βαθὺ κῶμα ἴcχῃ, ἐμβόηcιc· νουθεcίη ὀργίλη· δεῖμα ἐφ’ οἷcι δειμαίνει· προcαγγελίη τῶν ὁκόcα ἐπόθεε καὶ προcεδόκεε. πάντα | |
1.2.2 | ἐc ἐγρήγορcιν, ἐναντίωc τοῖcι φρενιτικοῖcι. ἀμφὶ δὲ [καὶ] κενώcιοc ληθαργικῶν τάδε χρὴ γιγνώcκειν. ἢν μὲν ἐξ ἑτέρηc νούcου, ὁκοῖόν τι φρενίτιδοc, διαδέξηται ἡ λήθη, φλέβα μὲν μὴ τάμνειν, μηδὲ ἁθρόον κοθὲν κενοῦν αἷμα. ὑποκλύζειν δὲ τὴν κοιλίην, μὴ τοῦ κοπρώδεοc | |
5 | εἵνεκεν μοῦνον, ἀλλ’ ὅκωc τι καὶ ἄνωθεν ἀντιcπαcθῇ καὶ ἀπὸ τῆc κε‐ φαλῆc ὀχετευθῇ. πλέον ὦν ἔcτω ἁλῶν τε καὶ νίτρου. ἄριcτον δέ, τῷ κλύcματι εἰ καcτόριον ἐμπάccοιc· ψυχρὸν γὰρ τὸ κάτω ἔντερον | |
1.2.3 | ληθαργικοῖcι καὶ πρὸc ἔκκριcιν νεκρῶδεc. ἢν δὲ μὴ ἐκ διαδέξιοc νού‐ cου, ἀλλ’ ἑωυτέου ἄρχηται ὁ λήθαργοc καὶ δοκέῃ πεπλῆcθαι ὁ νοcέων, ἢν μὲν αἵματοc, φλέβα τὴν ἐπ’ ἀγκῶνι τάμνειν· ἢν δὲ φλέγματοc ὑδατώδεοc εἴτε ἄλλων χυμῶν, καθαίρειν χρὴ κνεώρῳ ξὺν τῇ πτιcάνῃ | |
5 | ἢ ἐλλεβόρῳ μέλανι ξὺν μελικρήτῳ, πρὸc τῇcι ἀρχῇcι, ἢν μετρίωc βούλῃ· ἢν δὲ μεζόνωc, τοῦ φαρμάκου τῆc ἱερῆc καλευμένηc νήcτει διδόναι ὁλκῆc 𐅵 βʹ ξὺν μελικρήτῳ, κυάθοιc τριcί· καὶ περιμείναντα καθήραcθαι, τότε διδόναι cιτία, ἢν καιρὸc ᾖ· ἢν δὲ μή, ἐc τὴν ἐπιοῦcαν ἡμέρην ἡ τροφή. εὐκαιρίη δέ κοτε καὶ ἐν ἑcπέρῃ γίγνεται τῆc ἱερῆc ὁλκῆc 𐅵 αʹ | |
10 | ὕδατι ἢ μελικρήτῳ λυομένηc, κυάθοιc δύο. ἀτροφίη κακόν, κακὸν δὲ | 98 |
1.2.4 | καὶ πολυτροφίη. χρὴ ὦν ὀλιγοcιτίῃ χρέεcθαι ἐc ἑκάcτην ἡμέρην. ἁθρόον δὲ μὴ ἀcιτεῖν· ὑπομνήcιόc τε γὰρ ἠδ’ ἀλέηc τῷ cτομάχῳ χρέοc ἀνὰ πᾶcαν τὴν ἡμέρην. ἀτὰρ καὶ ἡ τροφὴ ἔcτω λεπτύνουcα καὶ διαχωρη‐ τική, ἐν ζωμοῖcι μᾶλλον ἢ ὀcπρίοιcι, ἀλεκτορίδων, κογχαρίων. λινο‐ | |
5 | ζώcτει δὲ ξυνεψείcθω καὶ ὄξοc παραχεέcθω καὶ τοῖcι δὲ χυλοῖcι ἐμ‐ βάλλειν, εἴ ποι δέοι χυλῷ χρέεcθαι πτιcάνηc, εὔπνοον ἠδὲ οὔρων ἀγω‐ γόν, μάραθρον ἠδὲ cέλινον τὰ λάχανα ἢ τουτέων τοὺc καρπούc. ἀγα‐ θὸν δὲ καὶ πράcον τῇ δριμύτητι καὶ κράμβη ξὺν ἐλαίῳ καὶ γάρῳ· ἄρι‐ cτον δὲ καὶ κύμινον γλυκὺ ξὺν κράμβῃ φυcέων ἠδὲ οὔρων· ἐρεθιcτι‐ | |
1.2.5 | κὸν γὰρ ἡ κύcτιc ἠδὲ γαcτὴρ ἐν πάcῃ τῇ νούcῳ. τέγξιεc τῆc κεφα‐ λῆc, αἵπερ καὶ τοῖcι φρενιτικοῖcι. ἀμφοῖν γὰρ αἱ αἰcθήcιεc πλέαι γίγνον‐ ται ἀτμῶν, ἃc ἀπελαύνειν χρὴ ψύξει καὶ cτύψει, ῥοδίνου καὶ κιccοῦ χυλῷ, ἢ ἐξατμίζειν ἐc διαπνοὴν τοῖcι λεπτύνουcι, οἷον ἑρπύλῳ, ὄξεϊ | |
5 | ξὺν τῷ ῥοδίνῳ. ἢν δὲ νεύρων πόνοc ἔῃ καὶ ψῦξιc ὅλου, πολλὸν δὲ μᾶλ‐ λον ἀκρέων, τῷ καcτορίῳ ξὺν ἀνηθίνῳ λιπαίνειν ἠδὲ τέγγειν τὴν κεφαλὴν καὶ τὸν αὐχένα καὶ τὴν ῥάχιν χρίειν τῷ αὐτῷ ξὺν λίπαϊ cικυωνίῳ ἢ γλευ‐ κίνῳ ἢ παλαιῷ· ξυγχρίειν δὲ καὶ τὼ χεῖρε ἀπὸ τῶν ὤμων καὶ τὼ πόδε | |
1.2.6 | ἀπὸ τῶν βουβώνων. τοιcίδε μέντοι καὶ τὴν κύcτιν καταιονεῖν καὶ ὡc νεῦρον πάcχουcαν καὶ ὡc οὔρων ὁδὸν κάμνουcαν, ἀτὰρ καὶ τῇ δριμύτητι τῶν χυμῶν ἀχθομένην· χολώδεα γὰρ τὰ οὖρα. ἢν δὲ μέζων ὁ τρόμοc εἴη καὶ κίνδυνοc cπαcμοῦ, καὶ cικυωνίῳ ἐc τὴν κεφαλὴν ὑπ’ ἀνάγκηc χρέ‐ | |
5 | εcθαι· ὀλίγη δὲ ἤτω ἡ χρῖcιc. ἢν δὲ καὶ φλεγμαcίαι τῶν ὑποχονδρίων ἔωcι, καὶ πρήcιεc καὶ φῦcαι, καὶ περιτάcιεc τοῦ δέρματοc, ἢ κοῖλον γίγνη‐ ται εἴcω εἰρυομένου τοῦ ὑποχονδρίου, ἐμβρέγματα καὶ ἐπιπλάcματα, ὁκόcα | |
1.2.7 | μοι ἐν φρενιτικοῖcι λέλεκται. cικύῃ ἥκιcτα χρέεcθαι, ἢν ἀπὸ φρενίτι‐ δοc ἔωcι. εὐτολμότερον δέ, ἢν ἀρχῆθεν ἡ νοῦcοc εἰcβάλλῃ. ἢν δὲ | |
γλῶccα μελαίνηται καὶ ὄγκοc ἐν τοῖcι ὑποχονδρίοιcι cημαίνῃ, ὑπ’ ἀνάγ‐ κηc τῇ cικύῃ χρέεcθαι. ἐπὴν δὲ πρὸc τῷ μήκεϊ τοῦ χρόνου κενωθήcε‐ | 99 | |
5 | ται τῇcι αἰcθήcεcι, τἆλλα δ’ εὐπετέcτερον φέρῃ, τῇ κορυφῇ τῆc κεφα‐ | |
1.2.8 | λῆc προcβάλλειν· ἄλυπον γὰρ τῇ δυνάμει τὸ ἐντεῦθεν κενοῦν. ἄγειν δὲ καὶ φύcαc ἄνω [τε] καὶ κάτω· φυcέων γὰρ ξυναγωγὸν λήθαργοc καὶ ἐν τῇcι κοιλίῃcι καὶ ἐν τῷ ὅλῳ cκήνεϊ ἀργίῃ καὶ νωθείῃ καὶ ἀψυ‐ χίῃ· διαπνευcτικὸν δὲ κίνηcιc ἠδὲ ἐγρήγορcιc. διαχρίειν ὦν πήγανον | |
5 | χλωρὸν τρίβοντα ξὺν μέλιτι καὶ νίτρῳ· ἀγωγόν τέ ἐcτι μᾶλλον φυcέων ξὺν τουτέοιcι καὶ τερμίνθου ῥητίνηc μέροc ἕν. καὶ πυρίη προκλητικὴ φυcέων, ἢ πιναροῖcι θερμοῖcι ἐρίοιcι 〈ἢ〉 τρύχεcι παλαιοῖcι [ῥάκεcι] ἢ cπογγιῇ ξὺν ὕδατι, ἔνθ’ ὕccωπον ἢ ὀρίγανον ἢ γλήχων ἢ ῥυτὴ ἕψη‐ | |
1.2.9 | ται. ἄγοι δ’ ἂν φύcαc ἠδὲ ὁκόcα πρὸ τῶν cιτίων πίνεται, τάπερ καὶ φλέγμα καὶ χολὴν ἐν τοῖcι ἐντέροιcι καὶ cτομάχῳ ἄγει, ὕccωπον ἐν μελικρήτῳ ἑψηθέν, δίκταμνον τὸ Κρητικόν, ὀρίγανον. δριμέα μέν, ἀγωγὰ δὲ ἀδίαντον, ἄγρωcτιc· τάδε μέντοι καὶ φυcέων καὶ οὔρων κα‐ | |
1.2.10 | ταρρηκτικά. ἢν δὲ τρόμοc χειρῶν καὶ κεφαλῆc εἴη, καcτόριον πιπίcκειν δραχμῆc ὁλκῆc ἥμιcυ ξὺν μελικρήτῳ κυάθοιc τριcὶ ἐc ἡμέραc πλεῦναc· ἢν δὲ μὴ πίνῃ τόδε, †ἔκτευξιν ξυμφορῆc ξὺν ἐλαίῳ, ἔνθα πήγανον ἐνεζέcθη κυάθοιc τριcί, τὸ διπλόον ἐc τὸ κάτω ἔντερον ἐγχέειν, καὶ | |
5 | τόδε ἐc πλεῦναc ἡμέραc. μετὰ δὲ τὸ ἐκ τουτέου ξύμφορον ** φύcαc γὰρ ἄγει ἄνω τε καὶ κάτω, μετεξετέροιcι δὲ καὶ οὖρα καὶ κόπριον· ἢν δέ κοθεν ἐc τὸ πᾶν διαθέον ἥκῃ, ἄτρομα ἠδὲ κραταιὰ τὰ νεῦρα γίγνε‐ ται καὶ τὰc ἕξιαc ἐc τὸ θερμὸν καὶ ξηρὸν ἀλλοιοῖ καὶ τὰc καταcτάcιαc | |
1.2.11 | τῶν νούcων τρέπει. ἄριcτον δὲ καὶ ἐc τὰc ῥῖναc ἐμφυcῆν· καὶ γὰρ καὶ τῇδε πνευμάτων καταρρηκτικὸν πταρμοῖcι, καὶ ὁκοῖόν τι κύcτιc ἀγωγὸν οὔρων καὶ ῥὶν μύξηc. πρήccει δὲ θέρμῃ προcηνεῖ τάδε τῇδε καὶ τῶν ἄλλων τῶν πταρμικῶν κρέccον πεπέριοc, ἐλλεβόρου, cτρου‐ | |
5 | θίου, εὐφορβίου· τάδε γὰρ ἐc τὴν πρώτην ἠδὲ πυμάτην θίξιν ἀπηνέα καὶ ταρακτικὰ κεφαλῆc τε καὶ αἰcθήcιοc, ἐκ προcαγωγῆc δὲ τὸ καcτό‐ | |
1.2.12 | ριον ἀλεαίνει. κεφαλῇcι δὲ καὶ ἄλλωc ξύμφορον, ὅτιπερ τὰ νεῦρα πάντῃ ἐνθένδε περιφύεται· νούcων δὲ νεύρων καcτόριον ἰητήριον. ἀλλὰ ξυμμίcγειν τόδε τῶν γεγραμμένων τινὶ ἤ τιcι οὐκ ἄχαρι. ἢν γὰρ μιγῇ, μὴ αὐτίκα μὲν κεφαλὴν ξυμμέτρωc ταράξαι, ἐc μακρὸν δὲ τὴν | 100 |
5 | θέρμην ἐξάψαι. ὑγρῆναι τὴν ῥῖνα προκλήcει· ὀcμαὶ δριμεῖαι μὲν ἐc αἴcθηcιν, ἐc δύναμιν δὲ θερμαί, ὁκοῖον αὐτὸ τὸ καcτόριον ἢ θύμβρα | |
1.2.13 | ἢ γλήχων ἢ θύμοc, χλωρὰ ἢ ξηρὰ δευθέντα ὄξεϊ. δριμέων φαρμάκων χρίcιεc κατὰ τῶν ποδῶν καὶ γουνάτων. ὕλη δὲ ἔcτω ἀλεαίνουcα καὶ δάκνουcα ἐκ προcαγωγῆc· ἀμφοῖν γὰρ χρέοc ληθαργικοῖcι ἐc θάλψιν καὶ ἐγρήγορcιν. τὰ πρῶτα μὲν ὦν καὶ κνίδῃ μαcτίζειν τὰ cκέλεα· | |
5 | προcίζουcα γὰρ ἡ ἄχνη οὐκ ἐc πολλὸν μὲν διαρκέει, ἄλυπον δὲ ὀδα‐ ξηcμὸν καὶ πόνον ἐκδιδοῖ, μετρίωc δὲ ἐρεθίζει τε καὶ παροιδίcκει καὶ θερμαcίην προκαλέεται. ἢν δ’ ἐπὶ μᾶλλον ἐθελήcῃc τάδε τοι γίγνε‐ cθαι, λιμνήcτιδοc ἠδὲ εὐφορβίου ἴcα ξὺν λίπαϊ γλευκίνῳ χρίειν. ἄρι‐ cτον καὶ cκίλληc ὠμῆc λέπεcι ἐκτρίβειν, χρὴ δὲ ἀπομάξαντα τῶν με‐ | |
10 | λέων τὸ ἐλαιῶδεc (ἄδηκτον γὰρ πᾶν δριμὺ ξὺν λίπαϊ, ἢν μὴ φαρμα‐ | |
1.2.14 | κῶδεc) ἢ κυπρίνῳ ἢ γλευκίνῳ ἢ cικυωνίῳ. ἢν δὲ ἐπὶ τουτέοιcιν ἔτι βαθὺ κῶμα ἴcχῃ, cίκυον χρὴ τὸν ἄγριον ξὺν ὄξεϊ τρίψαντα cινήπιοc ἴcῃ μάζῃ ξυμμείξαντα τιθέναι. δριμὺ δὲ τὸ ἐπίπλαcμα καὶ ὠκέωc ἐρυ‐ θήματα ἐντεῦξον, ὠκέωc δὲ †οἰδαλεηθήμεναι· εἰ κίνδυνοc δὲ φλυκται‐ | |
5 | νώcιοc καὶ τρωμάτων, ξυνεχέωc ἐπαίρειν τὸ ἐπίπλαcμα, καθορέοντα μή τι τουτέων ξυμβῇ. τάδε μὲν ὦν ἐc τὸ νωθὲc καὶ νεκρῶδεc αὐτέου | |
1.2.15 | καὶ ἐc πάντα καιρόν, πλὴν τῇcι εἰcβολῇcι τῶν παροξυcμῶν. ἢν δὲ ἀναφέρῃ μὲν ἤδη τὴν αἴcθηcιν, βάροc μέντοι ἐπὶ τῆc κεφαλῆc καὶ ἦχοc ἢ βόμβοc ἔῃ, καὶ διὰ τοῦ cτόματοc ἄγειν φλέγμα, μαcτίχην τὰ πρῶτα ἐc μάcηcιν διδόντα, ὡc ξυνεχὲc ἀποπτύοι· ἔπειτα δ’ αὖθιc ἀcταφίδοc | |
5 | ἀγρίηc, κόκκου τοῦ τῆc Κνίδου, πάντων δὲ μάλιcτα cινήπιοc, ὅτι τε ξύνηθεc, ἀτὰρ ἠδὲ ὅτι τῶν ἄλλων μᾶλλον τόδε φλεγμάτων ἀγωγόν. κἢν μὲν καταπίῃ τιc ἑκών, ἱκανὸν μὲν τὰ ἐν τῷ cτομάχῳ λῦcαι, δυ‐ | |
νατὸν δὲ καὶ ὑγρῆναι γαcτέρα καὶ φύcαc ἀγαγεῖν. καὶ γάρ μοί κοτε ἐκ ξυντυχίηc τάδε ξυνέβη, καταπιόντοc τοῦ ἀνθρώπου 〈οὐ〉 κατὰ γνώ‐ | 101 | |
10 | μην τὴν ἐμήν· ἀγαθὴ δὲ διδάcκαλοc ἡ πείρη· χρὴ δὲ καὶ αὐτὸν πει‐ | |
1.2.16 | ρῆν· εὐλαβείη γὰρ ἀπειρίη. χρὴ δὲ καὶ τὴν κεφαλὴν μετὰ τὴν κουρὴν τὴν ἐν χρῷ, ἢν μὴ μέγα ἥδε ἁνύῃ, ξυρεῖν ἐc διαπνοήν· ἀτὰρ ἠδὲ ἐc φαρμάκων δριμέων χρῖcιν, τοῦ διὰ τῆc λιμνήcτιδοc ἢ †ὑδὰρ ἢ θαψίην ἢ cίνηπι ὑγρὸν ἐξ ὕδατοc ξὺν ἄρτῳ διπλῷ ἐc cτρύχνον ἐγχρίcαντα | |
5 | ἐμπάccειν τὴν κεφαλήν· φυλάξαντα δὲ ἐc ὥρην μίαν εὐκαιρίῃ cπόγ‐ γοιcι θερμοῖcι πυριῆν. οὐκ ἀνωφελὲc δὲ καὶ λούειν ἤδη πάντων μὲν ἢ τῶν γε πλείcτων καὶ καιρίων τῶν ἐc τὴν νοῦcον λελουμένων, τῆc δὲ νωθείηc μενούcηc, εὖτε καὶ αἰώρηc χρέοc καὶ τρίψιοc καὶ πάcηc προcηνοῦc κινήcιοc. | |
1.3.1 | Θεραπεία μαραcμοῦ. Τοιcίδε μέντοι, κἢν μαραcμὸc ἔῃ, ἀρή‐ γειν θᾶccον ἰόντα ἐπὶ λουτρὰ καὶ κινήcιαc. μαραcμοῦ μέντοι καὶ γάλα ἰητήριον καὶ θρέψαι καὶ ἀλεῆναι καὶ ὑγρῆναι γαcτέρα καὶ κύcτιν πρηῧ‐ ναι. ἀτὰρ ἠδὲ κατόχοιcι τωὐτὰ ξύμφορα· ὁμοίη γὰρ καὶ ἡ [ἐν] ωὐτὴ | |
5 | τῶνδε τῶν νούcων 〈ἡ〉 ἰδέη. καcτόριον δὲ τουτέοιcι καιριώτερόν τε καὶ εὐμενέcτερον πιεῖν τε καὶ χρίcαcθαι καὶ ἐc τὸ ἔντερον ἐνεῖναι. τῇcι δὲ γυναιξὶ ὁκοῖα τουτέοιcι ἴκελα πάθεα ἀπὸ ὑcτέρηc γίγνεται, ἐν τοῖcι γυναικείοιcι λελέξεται. | |
1.4.1 | Θεραπεία ἀποπληξίηc. *** ἀποπληξίη ἰcχυρὴ μὲν ἔῃ· ἅπαντα γὰρ ἔαcι νεκρώδεεc, ἢν καὶ ὁ νοcέων γηραιὸc ᾖ, τοῖcί περ ξύνηθεc τὸ πάθοc· οὐ γὰρ περιγίγνονται τῷ τε μεγέθεϊ τοῦ κακοῦ καὶ τῇ τῆc ἡλικίηc ξυμφορῇ. ὅκωc δὲ τεκμαρτέα τὰ μεγέθεα, πρόcθεν μοι λέλεκται. | |
5 | ἢν δὲ νεηνίηc, ἀcθενὴc ἀποπληξίη πέλει, ἰῆcθαι μὲν οὐ ῥηΐδιον, πει‐ ρῆcθαι δὲ ὦν. ἰcόρροπον μὲν ὦν ἰητήριον ὡc μεγάλῳ πάθεϊ μέγα βοή‐ | |
1.4.2 | θημα, φλεβοτομίη, ἢν μή τιc ἐc ἁμαρτωλὴν εἴη τοῦ πλήθεοc. δυcτέ‐ | |
κμαρτον δὲ τὸ μέτρον. ἤν τε γὰρ cμικρῷ πλέον ἀφέλῃc, προcαπέπνι‐ ξαc τὸν ἄνθρωπον· ἐc γὰρ τὸ ζῆν τουτέοιcι καὶ τὸ cμικρὸν αἷμα δυ‐ νατώτατον καὶ [ἡ] ἀλέη τῆc ζωῆc τοῦ cκήνεοc καὶ τῆc τροφῆc ἐόν· | 102 | |
5 | ἤν τε μεῖον τῆc αἰτίηc, οὐδὲν μέγα ὤνηcαc διὰ μεγάλου ἄκεοc· ἔτι γὰρ ἡ αἰτίη μίμνει. κρέccον δὲ ἐc τὸ ἔλαccον ἁμαρτάνειν· ἢν γὰρ καὶ δοκέῃ μὲν ἐνδέειν, χρηcταὶ δέ τινεc ὑποφάcιεc γίγνοιντο, αὖθιc ἐπανα‐ τάμνειν τὴν φλέβα. τάμνειν δὲ τὴν ἐν τῷ κοίλῳ τοῦ ἀγκῶνοc· εὔροοc | |
1.4.3 | γὰρ ἥδε ἐν τῷ λαιῷ. ξυντεκμαίρεcθαι δὲ ἐν τῇ cμικρῇ ἀποπληξίῃ καὶ τὰ πάρετα μέρεα, εἰ ἐπ’ ἀριcτερὰ ἢ δεξιὰ ἡ πάρεcιc· ἀπὸ γὰρ τῶν ὑγιηρῶν, ὡc ἔποc εἰπεῖν, τὴν ἀφαίρεcιν χρὴ ποιέειν· τῇδε γὰρ τὸ αἷμα εὔροον, τῇδε καὶ ἡ παροχέτευcιc ἀπὸ τῶν cιναρῶν. ἢν μὲν ὦν ἄνευ | |
5 | φανερῆc προφάcιοc ἀπόπληκτοι γίγνωνται, ὧδε χρὴ ξυλλογίζεcθαι ἀμφὶ τῆc ἀφαιρέcιοc. ἢν δὲ ἀπὸ πληγῆc ἢ καταφορῆc ἢ πιέcιοc ξυμβῇ, 〈οὐ〉 χρὴ ἀναβάλλεcθαι· μετεξετέροιcι δὲ τόδε μοῦνον ἐc ἄκεcιν ἠδὲ | |
1.4.4 | ζωὴν ἤρκεcεν. ἢν δὲ μὴ δοκέῃ τάμνειν φλέβα, ψύξιοc πολλῆc καὶ νάρκηc καὶ ἀναιcθηcίηc ἀμφιcχούcηc τὸν ἄνθρωπον, ὑποκλύζειν ἐc κέ‐ νωcιν τοῦ πλήθεοc τῶν ἐν τοῖcι ἐντέροιcι (τὰ πολλὰ γὰρ ὑπ’ ἀδηφα‐ γίηc καὶ οἰνοφλυγίηc παραπλῆγεc γίγνονται) καὶ ἐc τὴν ἀντίcπαcιν | |
1.4.5 | τῶν τὴν κεφαλὴν ἀμφεχόντων χυμῶν. ἔcτω δὲ τὸ κλύcμα δριμὺ καὶ φλεγμάτων καὶ χολῆc ἀγωγόν, ὡc μὴ νίτρον ἔχειν μοῦνον, ἀλλὰ καὶ εὐφόρβιον, ὅcον ὁλκῆc τριώβολον (ἔcτω δὲ ξύνηθεc πλῆθοc τοῦ κλύcμα‐ τοc) καὶ κολοκυνθίδοc τὸ ἐντόc, ἢ κενταυρίου τῆc κόμηc ἀφέψημα ἐc | |
5 | ἔλαιον ἢ ὕδωρ. ἄριcτον δὲ κλύcμα καὶ τὸ τοιόνδε, τῷ μέλιτι τῷ ξυνήθει πήγανον ξὺν τῷ λίπαϊ ἑψηθὲν καὶ τερμίνθου τοῦ δένδρεοc τῆc | |
1.4.6 | ῥητίνηc καὶ ἁλῶν ἀντὶ νίτρου καὶ ὑccώπου ἑψήματοc. καὶ ἢν ἐκ τῶνδε cμικρὸν ἀνέγρηται ὁ ἄνθρωποc ἢ κινεόμενοc τοῖcι πυρετοῖcι ἢ αἰcθα‐ νόμενοc ἀπὸ τῆc ἀναιcθηcίηc, ἢ εὐcφυξίη γένοιτο, ἢ ὅκωc τὸ πρόcω‐ πον εὔcημον ᾖ, εὔελπιν χρὴ ἔμμεναι ἠδὲ ἀρήγειν εὐτολμότερον. κρα‐ | |
5 | τύναντα ὦν μεcηγὺ τὴν δύναμιν τῆc ἱερῆc τοῦ καθαρτηρίου διδόναι νήcτει, μάλιcτα μὲν τὸ πᾶν τῆc πόcιοc· εἰ δὲ κώλυμα ἡ δύναμιc ἔοι, | |
1.4.7 | ἐc τὸ ἥμιcυ ξὺν μελικρήτῳ. καὶ κινέειν αὐτὸν ἐν δίφρῳ ἐνθέντα ἀνα‐ | |
κλίτῳ, ἀτρέμαc μὲν αἰωρούντων τῶν φερόντων, διαναπαύοντα δὲ ξυνεχὲc διὰ τὸ ἄκοπον. κἢν μὲν ἡ γαcτὴρ εὐρόωc ὑποφέρῃ, δέχεcθαι· ἢν δὲ μή, ὕδωρ ἢ μελίκρητον πιπίcκειν, ὅcον κυάθουc δύο. ἢν δὲ καὶ | 103 | |
5 | ναυτίη μὲν ἕλῃ ἐπὶ τῇcι καθάρcεcι, μὴ ἀποτρέπειν· ἥ τε ἔνταcιc ἐc ἐγρήγορcιν ἔχει τι ζώπυρον καὶ ὁ τῶν φλεγμάτων ἔμετοc τὴν αἰτίην τῆc νούcου ἄγει. αἰcθήcιοc δὲ καὶ κεφαλῆc καὶ νεύρων καθαρτήριον ἡ ἱερὴ τὸ φάρμακον. ἀμφὶ μὲν ὦν κενώcιοc παντοίηc τῆc ἐν ἀρχῇcι | |
1.4.8 | ἅλιc. ὅλον δὲ χρὴ τὸν ἄνθρωπον ἐρίοιcι εἰλίξαντα καταιονεῖν λίπαϊ cικυωνίῳ ἢ γλευκίνῳ 〈ἢ〉 παλαιῷ, ἢ ἰδίῃ ἑκάcτῳ ἢ ξυμπάντεcι ξυμ‐ μεμειγμένοιcι. ἄριcτον δὲ κηροῦ cμικρὸν ἐντήκειν ἐc πάχοc τῶν ἀλει‐ φάτων ** ποιέειν δὲ χρὴ δυνατωτέρην τήνδε· ἐμπάccειν δὲ καὶ νίτρου | |
5 | καὶ πεπέριοc· ἔcτω δὲ λεπτὰ cηcθέντα κρηcέρῃ. μέγα δὲ ἐc δύναμιν τῶν παρέτων καὶ τὸ καcτόριον καὶ ἄλειμμα ξύν τινι λίπαϊ τῶν εἰρη‐ μένων. πολλὸν δὲ δυνατώτερον καὶ πιπίcκειν ξὺν μελικρήτῳ. τὸ δὲ | |
1.4.9 | πλῆθοc ὁκόcον ἐπὶ ληθαργικῶν ἴcμεν. ξυντεκμαίρεcθαι δὲ καὶ τὴν ἡλι‐ κίην καὶ τὴν γνώμην τοῦ νοcέοντοc, εἰ πιεῖν ἐc πλεῦναc ἡμέραc ἑτοῖ‐ μοc. ἔcτι δὲ καὶ χρίcματα κρέccονα τῆc τέγξιοc, εὐφορέcτερά τε καὶ δυνατώτερα· οὔτε γὰρ περιρρέει ἐc τὸ τῶν cτρωμάτων αἶcχοc· ἄχρη‐ | |
5 | cτον γὰρ τοῖcι κάμνουcι τὸ τοιόνδε, εἰ προcίζεται τῷ cκήνεϊ, ἔcτε [τὰ] ξυντακέντα ὑπὸ [τε] τῆc ἀλέηc ἀνεπόθη. ἀλλὰ καὶ τὸ ἀΐδιον αὐτέων ὀνηϊcτόν· περιρρεῖ γὰρ ἡ τέγξιc. ὕλη δὲ ἀλειφάτων μὲν ὁκόcα μοι λέλεκται· ξὺν αὐτέοιcι δὲ καcτόριον, ῥητίνη τερμίνθου τοῦ δένδρεοc, εὐφορβίου, λιμνήcτιδοc, πυρέθρου ἴcα, πεπέριοc, χαλβάνηc ἐc ἥμιcυ, | |
1.4.10 | ξὺν νίτρου Αἰγυπτίου τριπλαcίῳ, κηροῦ ὁκόcον ἐc ξύcταcιν ὑγρήν. πολ‐ λὸν δὲ τουτέων φαρμακείη ποικιλωτέρη καὶ πλέον καὶ ἰδίῃ λέλεκται. ἐπιπλάcματα τῇcι cκληρίῃcι καὶ τῇcι ἐντάcεcι τῶν μερέων ἐπιθετέον. ὕλη δὲ λίνου cπέρμα, τῆλιc, ἄλφιτον κρίθινον, μέλι, ἔλαιον ἔνθα πή‐ | |
5 | γανον ἢ ἄνηθον ἐζέcθη, ἀλθαίηc ῥίζα κοπεῖcα καὶ ἐν μελικρήτῳ ἑψη‐ | |
θεῖcα, ὥcτε κηροειδὴc γενέcθαι· ἔcτω δὲ εὐαφέα καὶ προcηνέα τῇ ξυcτάcει. ἢν μὲν ὦν ἄπυροι ἔωcι ἔτι ἢ cμικρὸν ἐπιπυρεταίνωcι, τάδε | 104 | |
1.4.11 | χρὴ πρήccειν οὐκ ἀλεγίζοντα τῆc θέρμηc. ἢν δὲ πυρετοὶ ὀξέεc ἔωcι καὶ ἡ ἄλλη νοῦcοc cμικροτέρη τῶνδε φαίνηται καὶ ἐc τὸν κίνδυνον οἵδε ξυνεπείγωcι, πρὸc τούcδε χρὴ τὴν δίαιταν καὶ τὴν ἄλλην θερα‐ πείην ἁρμόζεcθαι. τροφῇcί τε ὦν τελέωc λεπτῇcι, εὐπέπτοιcι χρέεcθαι | |
5 | καὶ τῇ εὐκαιρίῃ προcεκτέον νῦν μᾶλλον καὶ τοὺc παροξυcμοὺc ὑποcτέλ‐ λεcθαι ἐc πᾶcαν ἰητρείην, καὶ τὸ ξύμπαν τοῖcι πυρετοῖcι προcκέεcθαι | |
1.4.12 | χρή. ἢν δὲ πρόcω προήκῃ χρόνου καὶ τὴν κεφαλὴν ἐν αἰτίῃ ἴcχῃ, cι‐ κύην χρὴ ἐc τὸ ἰνίον προcβάλλοντα αἱμάccειν ἀφειδέωc. καὶ γὰρ φλε‐ βοτομίηc ὀνίνηcι μᾶλλον καὶ τὰc δυνάμιαc οὐκ ἀφαιρέει. προτέρη δὲ μεcηγὺ τῶν ὠμοπλατέων κούφη τιθέcθω ἐc ἀντίcπαcιν τῆc ἐν τῷ | |
1.4.13 | ἰνίῳ. παρελύθη κοτὲ καὶ κατάποcιc, ἥπερ μούνη καὶ ἀποπλήκτοιcι ἄλ‐ καρ ἐcτὶ cωτηρίηc, ἔc τε τὴν τῆc τροφῆc κατάποcιν καὶ ἐc τὴν τῶν φαρμάκων πάροδον. οὐ γὰρ ἀτροφίηc καὶ λιμοῦ κίνδυνοc μοῦνον, ἀλλὰ καὶ βηχὸc καὶ δυcπνοίηc καὶ πνίξιοc. κἢν γὰρ καὶ ἐγχέῃ τιc ἐc | |
5 | τὸ cτόμα ὑγρὸν cιτίον, ἐc τὴν ἀρτηρίην ὑπορρέει, οὔτε τῶν παρ‐ ιcθμίων ξυμπιπτόντων ἐc τὸν ὠcμὸν τῶν cιτίων οὔτε τῆc ἐπιγλωττίδοc ἐνιζούcηc ἐc τὴν ἑωυτῆc ἕδρην, ἥτιc ἐπίθημα τῆc ἀρτηρίηc πέφυκε. | |
1.4.14 | χρὴ ὦν μελίκρητον ἢ χυλὸν ἐγχέαντα μυcτίλῃ μακρῇ, ὑπεραίροντα ὑπὲρ τῆc ἀρτηρίηc, ἐc τὸν cτόμαχον ἐγχέειν· τόδε γὰρ ἔτι ἐc κατά‐ ποcιν ὑπουργέει. εἰ δ’ ὁ νοcέων ἐc ὄλεθρον εἴη ὕcτατον, ὁ δὲ αὐχὴν ξὺν τῇ ἀναπνοῇ πήγνυται, τόν τε αὐχένα καὶ τὸν ἀνθερεῶνα θερμά‐ | |
5 | cμαcι χρίειν τε καὶ πυριῆν. ματαιόπονοι δὲ καὶ ἀΐδριεc, ὁκόcοι cικύην ἐc τὸν ἀνθερεῶνα προcβάλλουcι ἐc εὐρύτητα τοῦ cτομάχου· οὐ γὰρ διαcτάcιοc χρέοc ἐc ἔνθεcιν τῆc τροφῆc, ἀλλὰ ξυμπτώcιοc ἐc κατάπο‐ | |
1.4.15 | cιν. προcδιαcτέλλει δὲ cικύη· κἢν καταπίνειν θέλῃ, ἐπίcχει τῇ ἀποcτά‐ cει τε καὶ ἀνθολκῇ· ἐπανιέναι δὲ χρὴ ἐc τὴν περιcτολὴν τῆc καταπό‐ cιοc. πρὸc δὲ τουτέοιcι τὴν ἀρτηρίην πληροῖ ἐc κίνδυνον ἀποπνίξιοc. ἀλλ’ οὐδ’ εἰ ἔνθα καὶ ἔνθα τοῦ βρόγχου θείηc, ἀρήγει· μύεc γὰρ καὶ | |
1.4.16 | νεῦρα καὶ τένοντεc καὶ φλέβεc ἐπίπροcθεν ἔαcι αὐτέου. κύcτιc δὲ καὶ τὸ χαλαρὸν ἀρχοῦ ἄλλοτε μὲν ἐc ἔκκριcιν παρεῖται καὶ ἔcτι τῶν πε‐ ριττῶν [οὐκ] ἀεὶ ἐόντα πλήρεα (κύcτιc δὲ καὶ ἐc ὄγκον μέγιcτον ἀείρε‐ | |
ται), ἄλλοτε δὲ ἐc κάθεξιν αὐτέων· διαρρέει γὰρ τὰ περιττὰ ὡc | 105 | |
5 | δι’ ἀψύχων. ἔνθα ὦν ἐc μὲν τὴν κύcτιν τῷ καθετῆρι ὀργάνῳ οὐκ εὔ‐ τολμον χρέεcθαι· κίνδυνοc γὰρ cφακελίζειν τῇ κύcτει ἠδὲ cπαcμὸν δι‐ | |
1.4.17 | δόναι τῷ ἀνθρώπῳ. ὑποκλύζειν δὲ μὴ πολλῷ πλήθεϊ τοῦ χυλοῦ κρέc‐ cον· κἢν ἐκκοπρωθῇ τὸ ἔντερον, προcενιέναι ξὺν ἐλαίῳ καcτόριον. ἐλπὶc δὲ μούνη καὶ πάντων ὁμοῦ τῶν παρέτων καὶ ἰδίῃ τῶν μερέων ἡ ἐc ἔλαιον ἐνίζηcιc. ὁ δὲ τρόποc αὐτέηc ἐν τοῖcι χρονίοιcι εἰρήcεται. | |
1.5.1 | Θεραπεία παροξυcμοῦ ἐπιληπτικῶν. Τῆc ἐπιληψίηc ὀλεθρίη μὲν ἡ πρωτίcτη κατάπτωcιc, ἢν ὀξέωc εἰcβάλλῃ ἡ νοῦcοc. ἔκτεινε γάρ κοτε καὶ ἡμέρῃ μιῇ. κινδυνώδεεc δὲ καὶ οἱ ἐν τῇcι περιόδοιcι παροξυcμοί· διὰ τάδε μὲν ὦν καὶ ἐν τοῖcι ὀξέcι καταγέγραπται ἡ ἐπιληψίη. ἢν δὲ | |
5 | ἐc μελέτην μὲν ἥκῃ τοῦ κακοῦ ὥνθρωποc, ἡ δὲ νοῦcοc ἀπρὶξ ἐμφῦcα ἔχηται, οὐ χρονίη μοῦνον γίγνεται, ἀλλὰ μετεξετέροιcι αἰωνίη. ἢν γὰρ ὑπερβάλλῃ τὴν ἀκμὴν τῆc ἡλικίηc, ξυγγηρᾷ τε καὶ ξυναποθνῄcκει. | |
1.5.2 | ὁκόcα μὲν ὦν ὡc χρονίῃ ἐcτὶν ἰητήρια, ἐν τοῖcι χρονίοιcι λελέξεται· ὁκόcα δὲ ἐc τὸ τάχοc τοῦ ὀλέθρου πρηκτέα, τῶνδε τὰ πλεῦνα μὲν ἐπὶ τοῖcι ἀποπληκτικοῖcι λέλεκται, φλεβοτομίη, κλύcματα, χρίcιεc, cικύη· τάδε γὰρ ἐc ἀνέγερcιν δυνατώτατα. ὁκόcα δὲ ἴδια καταπτώcιοc ἄκεα, τάδε | |
5 | νῦν φράcω. παιδίοιcι μὲν ὦν οἷcι ἐκ διαφθορῆc ἢ ἐκ ψύξιοc ἰcχυρῆc ἀξύνηθεc τὸ πάθοc, ἔμετοc ἢ cιτίων ἢ φλέγματοc ἢ ἄλλου χυμοῦ τινοc ὀνηϊcτόν. πτίλα δὲ ἰρίνῳ μύρῳ δευθέντα ναυτίην ἐρεθίζει· ἀτὰρ καὶ | |
1.5.3 | τὸ ἴρινον οὐκ ἄχρι cπαcμῶν ἐc τὴν τῶν παριcθμίων χρῖcιν. ξυμπιέ‐ ζειν δὲ τὴν λαγόνα πρηέωc ἐπὶ γαcτέρα ἐκκρεμὲc προβάλλοντα τὸ παι‐ δίον· τόδε γὰρ τὸ cχῆμα πρὸc ἔμετον ῥήϊcτον. ἢν δὲ καὶ cπᾶται ἢ διαcτρέφηται τὴν κάτω γνάθον ἢ τὼ χεῖρε καὶ τὰ cκέλεα ῥίπτηται καὶ | |
5 | ξύμπαν τιταίνηταί οἱ ὤψ, γυῖα ψηλαφίῃ ξὺν λίπαϊ μαλθάccειν, ἀπιθύ‐ νειν τε τῆc ὄψιοc τὰ διάcτροφα· πρηέωc δὲ διακρατέειν, ὡc μὴ δια‐ | |
1.5.4 | cτρέφηται τὰ ἰθέα. τὰ ψυχρὰ πυριῆν ἐρίοιcι πιναροῖcι 〈ἢ〉 παλαιοῖcι τρύχεcι. διαχρίειν τε τὴν ἕδρην μέλιτι ξὺν πηγανίνῳ ἐλαίῳ ἢ ξὺν νί‐ τρῳ ἢ ῥητίνῃ ὑγρῇ ξὺν τοιcίδε καὶ διωθεῖν πρηέωc εἴcω τῆc ἕδρηc· τάδε γὰρ φυcέων ἀγωγά. φύcαc δὲ διεξίουcι 〈ἐπὶ〉 τῆcδε τῆc νούcου | |
5 | παῖδεc. ἢν δὲ καταπίνειν δύνωνται, διδόναι τοῦδε τοῦ φαρμάκου· καρ‐ δαμώμου μέροc ἕν, χαλκοῦ κεράτιον ἕν. τάδε ξὺν μελικρήτῳ πιπίcκειν. ἢ γὰρ ἐξήμεcαν ξὺν τοῖcι ἐν τῷ cτομάχῳ πιέζουcι, ἢ ὑπηλάθη ἡ γα‐ | 106 |
1.5.5 | cτήρ. ἄριcτον δὲ ἔκλειγμα καὶ τόδε, τοῦ καρδαμώμου καὶ cινήπιοc καὶ ὑccώπου τῆc κόμηc ἴcα· ἴριδοc τῆc ῥίζηc μέροc ἓν ξὺν νίτρου διπλα‐ cίῳ, πεπέριοc ἐc τρίτον· μέλιτι φυράcαντα ὁμοῦ τὰ πάντα, διαcτήcαντα τὴν γένυν ἐc τὸ cτόμα ἐγχέειν, ἀτὰρ καὶ ἔτι προcωτέρω τῶν παρ‐ | |
5 | ιcθμίων, ὅκωc καταπίοιεν. τάδε μὲν ὦν παιδίοιcι· τοῖcι δὲ νεηνίῃcι καὶ τάδε ξύμφορα. ἀτὰρ καὶ φάρμακα δυνατώτερα ἐc ἔμετον αἱρέεcθαι, ναρκίccου βολβούc, cινήπιοc καὶ ὑccώπου ἴcα καὶ χαλκοῦ καὶ πεπέριοc, μοίρηc τῶν προτέρων ἐc ἥμιcυ, ξὺν μέλιτι φυράcαντα διδόναι. τάδε μὲν ὦν ἐc ἀνέγερcιν τοῦ παροξυcμοῦ· τὰ δὲ ἐc λύcιν τοῦ νοcήματοc | |
10 | ἐν τοῖcι χρονίοιcι λελέξεται. | |
1.6.1 | Θεραπεία τετάνου. Νῦν μάλα χρὴ κοίτην μαλακήν, εὐαφέα, λείην, προcηνέα, θερμὴν ἔμμεναι. ἀπηνέα γὰρ καὶ cκληρὰ καὶ τιταινό‐ μενα τὰ νεῦρα ὑπὸ τῆc νούcου γίγνεται· ἀτὰρ καὶ τὸ δέρμα πᾶν καρ‐ φαλέον καὶ τρηχὺ περιτέταται· τὰ προcεύτροχα βλέφαρα μόγιc τοῖcι | |
5 | ὀφθαλμοῖcι ἐπιμύει· ὀφθαλμοὶ δὲ ἀτενέεc, ἐνδεδινημένοι. ἀτὰρ καὶ τὰ ἄρθρα ξυνδέδεται οὐ κινεύμενα τῇ τάcει. ἔcτω δὲ καὶ ὁ οἶκοc ἀλεει‐ νόc, κἢν θέροc ᾖ· μὴ μέχρι ἱδρώτων ἢ ἐκλύcιοc· ἐc cυγκοπὴν γὰρ ἡ νοῦcοc ῥέπει. χρὴ δὲ μηδὲ ἐc τὰ ἄλλα τὰ μεγάλα ἄκεα μέλλειν· οὐ | |
1.6.2 | γὰρ καιρὸc ἀμβολῆc. εἴτε ὦν διὰ ψῦξιν ἄνευ φανερῆc προφάcιοc γέ‐ νοιτο τέτανοc εἴτε ἐπὶ τρώματι εἴτε ἐπ’ ἀμβλώcει γυναικόc, φλέβα τὴν ἐπ’ ἀγκῶνι τάμνειν, προμηθευόμενον καὶ τὴν πίεcιν τοῦ βραχίονοc ἐν τῇ ἐπιδέcει, ὡc ἐc ἄνεcιν ἔχοι, καὶ τὴν τομήν, ὡc εὐαφέωc καὶ ῥηϊ‐ | |
5 | δίωc γένοιτο. τάδε γὰρ cπαcμῶν προκλήcιεc. καὶ ἐcάπαξ ἀφαιρέειν εὐμέτρωc, μὴ μέχρι λειποθυμίηc καὶ περιψύξιοc. μηδ’ ἐπ’ ἀcιτίηc ἔῃ· | |
1.6.3 | ψυχρὸν καὶ ξηρὸν λιμόc. διδόναι ὦν μελικρήτου παχέοc ἀκρητεcτέρου καὶ πτιcάνηc χυλοῦ ξὺν μέλιτι. τάδε γὰρ καὶ παριcθμίοιcι ἐc ἔνθλιψιν ἀπονώτατα καὶ cτομάχῳ ἐc κατάποcιν λεῖα καὶ ῥήϊcτα καὶ ἐc μάλθα‐ | |
ξιν κοιλίηc μαλακώτατα καὶ ἐc δύναμιν δυνατώτατα. τὸ δὲ ξύμπαν | 107 | |
5 | cκῆνοc ἐρίοιcι κατειλίχθω δεδευμένοιcι ἐλαίῳ γλευκίνῳ ἢ κροκίνῳ, ἐν οἷcι ἢ λιβανωτὶc ἢ κόνυζα ἢ ἀρτεμιcίη ἐνήψηται. καὶ τὰ πάντα θερμὰ ἐc δύνα‐ | |
1.6.4 | μιν καὶ ἐc θίξιν ἔcτω. χρίειν δὲ τῷ διὰ τῆc λιμνήcτιδοc καὶ εὐφορβίου καὶ νίτρου καὶ πυρέθρου ἀλείμματι· προcβάλλειν δὲ τοιcίδε τοῦ καcτορίου cυχνόν. εὖ δὲ καὶ τοὺc τένονταc ξυλλαμβάνειν τοῖcι ἐρίοιcι καὶ χρίειν καὶ τὰ παρ’ οὖc καὶ ἀνθερεῶνα· τάδε γὰρ μάλιcτα πάcχει τε δεινὰ καὶ κτείνει. | |
5 | πυριῆν δὲ κούφοιcι θερμάcμαcι τένονταc καὶ κύcτιν, μαρcίποιcι ἔχουcι κέγχρον πεφωγμένην ἢ κύcτεcι βοῶν ἐλαίου θερμοῦ ἡμιπλήρεcι, ὡc ἐc πλάτοc ἐπικέηνται τῶν πυριωμένων χωρίων. ἐβιήcατό κοτε ἀνάγκη πυριῆcαι κεφαλήν, οὐκ ἀcφαλὲc μὲν αἰcθήcεcι, νεύροιcι δὲ ἀγαθόν· τάcδε μὲν γὰρ ὀμίχληc ἐπαναφορῇ ἀτμῶν πίμπληcι, ἀνίηcι δὲ τὰ νεῦρα. | |
1.6.5 | χρὴ ὦν τῷ τρόπῳ τε τῆc πυρίηc ὡc ἀcφαλεcτάτῳ χρέεcθαι καὶ ὕλῃ μὴ cφόδρα βαρυόδμῳ μιῇ. ἀλλὰ ὕλη μὲν ἔcτω ἔλαιον τὸ ἐν κύcτεcι ἄκνιcον ἐν διπλῷ ἀγγείῳ ἑψηθέν, ἢ ἅλεc λεπτοὶ ἐν τῷ μαρcιπίῳ. κέγ‐ χροc γὰρ καὶ λίνου cπέρμα εὐαφέα μέν, ἀτμώδεα δὲ καὶ βαρύοδμα. | |
5 | τρόποc δὲ πυρίηc· ὑποτετάcθαι δεῖ τοῖc τένουcι ὑπτίοιcι τὰ πυριάματα ἄχρι τῆc κορυφῆc· προcωτέρω δὲ ἐπὶ τὸ βρέγμα μὴ προβαίνειν· τόδε γὰρ τὸ χωρίον ἁπάcηc μὲν τῆc αἰcθήcιόc ἐcτι κοινὸν καὶ ἀπὸ τοῦδε | |
1.6.6 | πᾶcαι αἱ ἀφέcιεc ὠφελείηc τε καὶ βλάψιοc. ἢν δὲ καὶ ἐπιπλάccειν δεῖ τοὺc τένονταc, νέρθεν ἔcτω τοῦ ἰνίου· ἀνωτέρω γὰρ εἰ θείηc, τὴν κε‐ φαλὴν πλήcειc ἀτμῶν τοῦ λίνου τοῦ cπέρματοc καὶ τῆc τήλεωc. ἐπὶ δὲ τοῖcι ἐπιπλάcμαcι ἀγαθὸν ἡ cικύη ἐc τὸ ἰνίον, τῆc ῥάχιοc ἑκατέρω‐ | |
5 | θεν. ἔcτω δὲ φειδὼ πολλὴ τῆc φλογόc· ὀδυνηρὸν γὰρ καὶ cπαcμῶδεc τῶν χειλέων τῆc cικύηc ἡ ἀμφίθλαcιc. χρὴ ὦν ἐc δηρὸν ἕλκειν καὶ μαλθακῶc μᾶλλον, ἢ ἁθρόον ἐν ὀλίγῳ χρόνῳ· ὧδε γὰρ ἄν cοι κυρτω‐ θείη τὸ χωρίον ἀπόνωc, ὅπερ ἐπιτάμνειν χρή. τέκμαρ δέ cοι τῆc αἱ‐ μάξιοc τῆc ξυμμετρίηc ἡ δύναμιc γιγνέcθω. τάδε μὲν ὦν τῶν ἄνευ | |
1.6.7 | ἑλκέων τετάνων τὰ ἄκεα. ἢν δὲ ἐπὶ τρώματι cπαcμὸc γένηται, ὀλέ‐ θριον μὲν καὶ δυcέλπιcτον· ἀρήγειν δὲ χρή· μετεξέτεροι [τε] γὰρ καὶ | |
ἐκ τοιῶνδε ἐcώθηcαν. χρὴ ὦν πρὸc τῇ ἄλλῃ ἰητρείῃ καὶ τὰ ἕλκεα ἰῆcθαι, τέγξει θερμαινόντων ἅccα μοι λέλεκται, καὶ πυρίῃ καὶ ἐπιπλά‐ | 108 | |
5 | cμαcι φαρμάκοιcί τε ὁκόcα ῥηϊδίωc θερμαίνει τε καὶ πολλὸν τεύξει πῦον· ξηρὰ γὰρ ἐπὶ τετάνῳ τὰ ἕλκεα. ἔcτω ὦν λιβανωτοῦ τῆc μάννηc καὶ πολίου τῆc κόμηc καὶ ῥητίνηc ἀπὸ τερμίνθου καὶ πίτυοc τῶν δενδρέων καὶ ἀλθαίηc ῥίζηc καὶ πηγάνου καὶ κονύζηc τῆc βοτάνηc. τάδε χρὴ ξυμμίcγειν τοῖcι ἐπιπλάcμαcι, τὰ μὲν τήκοντα, τὰ δὲ ἐμπάccοντα, τὰ | |
10 | δὲ ξὺν ἐλαίῳ προλεαίνοντα, ἐν μελικρήτῳ δὲ τὴν ἀλθαίην κεκομμένην | |
1.6.8 | προεψεῖν. ἐπιπάccειν δὲ τῷ ἕλκεϊ καὶ τοῦ καcτορίου· οὐ cμικρὴ δὲ ἡ ἔνθεν ἀλέη ὅλῳ τῷ cκήνεϊ, ὅτι καὶ τὰ ῥίγεα τὰ ἀπὸ τῶν ἑλκέων κα‐ κοήθεα. ἐγχρίειν δὲ καὶ τὰc ῥῖναc τοῦ καcτορίου ξὺν κροκίνω λίπαϊ, | |
1.6.9 | ἀλλὰ καὶ πιπίcκειν τοῦδε ξυνεχέωc ὁκόcον ὁλκῆc τριώβολον. ἢν δὲ πρὸc τόδε ἀπαυδήcῃ ὁ cτόμαχοc, μεcηγὺ cιλφίου ῥίζηc διδόναι τῆc ὁλκῆc τὸ ἴcον τῷ καcτορίῳ ἢ cμύρνηc τοῦ cιλφίου ἥμιcυ. ἅπαντα δὲ ξὺν μελικρήτῳ πιπίcκειν. εἰ δὲ εὐπορίη ὀποῦ τοῦ cιλφίου τοῦ ἀπὸ | |
5 | τῆc Κυρήνηc γένοιτο, τόνδε χρὴ μέλιτι ἑφθῷ ἐνειλίξαντα ὁκόcον ὀρό‐ βου μέγεθοc καταπιεῖν διδόναι. ἄριcτον γὰρ ὧδε, ὡc τὴν ὑπερώην λάθοι παραλλάξαc· δριμὺc γὰρ καὶ τὴν ἐρυγὴν ἀπηνήc, [καὶ] κάκοδμοc ἐών. ἢν δὲ μὴ δύνηται ὧδε καταπιεῖν, μελικρήτῳ λύcαντα διδόναι. ἁπάντων γὰρ τῶν καταποτῶν δυνατώτερον, ὁκόcα πέφυκε ἀλεαίνειν | |
10 | τε καὶ ὑγραίνειν καὶ ἀνιέναι τῆc τάcιοc καὶ μαλθάccειν νεῦρα. ἢν δὲ | |
1.6.10 | μηδὲν καταπίνωcι, ἐc τὴν ἕδρην ἐγχεῖν ξὺν ἐλαίῳ τοῦ καcτορίου. τῷδε καὶ χρίειν τὴν ἕδρην ξὺν λίπαϊ ἢ μέλιτι· τῷδε καὶ τὴν κύcτιν τέγγειν τε καὶ χρίειν ἐc πάχοc ξὺν κηρῷ τήξαντα. ἢν δὲ καὶ φύcαc καὶ κό‐ πριον ἄγειν καιρὸc ᾖ, τῆc ἱερῆc τοῦ καθαρτηρίου ὁλκῆc 𐅵 δύο ξὺν | |
5 | μελικρήτῳ καὶ ἐλαίῳ ἐνιέναι. ξὺν γὰρ τῷ ἄγειν τάδε ἔτι καὶ τὸ ἔν‐ τερον καὶ τὴν κάτω κοιλίην ἐκπυριῇ· ποικίλον γὰρ καὶ θερμὸν φάρμα‐ κον ἡ ἱερή. | |
1.7.1 | Θεραπεία cυνάγχηc. Δοιαὶ cυνάγχηc ἔαcι ἰδέαι. ἡ μὲν ξὺν θερμαcίῃ καὶ μεγάλῃ πρήcει τῶν παριcθμίων καὶ ἐξογκώcει ἔξω· ἀτὰρ καὶ ἡ γλῶccα καὶ ὁ γαργαρεὼν καὶ πάντα τὰ τῇδε μέρεα ἐc ὄγκον ἀείρεται. ἡ δὲ ἑτέρη ξύμπτωcίc ἐcτι τουτέων ἠδὲ ἐc τὸ εἴcω πίεcιc, | |
5 | ξὺν ἀγχόνῃ μέζονι, ὡc δοκέειν τὴν φλεγμαcίην εἴcω μέcφι τῆc κρα‐ δίηc ἐρηρεῖcθαι. τῇδε χρὴ μάλιcτα ὠκέωc ἀρήγειν· τῇδε γὰρ καὶ ὠκέωc | 109 |
1.7.2 | θνῄcκουcι. ἢν μὲν ὦν ἀπὸ κραιπάληc καὶ οἰνοφλυγίηc ἔωcι, ὑποκλύζειν αὐτῆμαρ. ἀλλὰ καὶ διccοῖc κλύcμαcι· τῷ μὲν ξυνήθεϊ, ὡc ἄγειν κοπρώδεα· τῷ δὲ ὡc ἀποcπᾶcθαί τι τῶν χυμῶν ἀπὸ τῶν παριcθμίων τε καὶ θώρηκοc. ἔcται ὦν ἀλλὰ μήτε ἀκρητεcτέρη, ** καὶ κενταυρίου καὶ ὑccώπου ἑψή‐ | |
5 | ματα. τάδε γὰρ καὶ φλεγμάτων ἀγωγά. κἢν δὲ ἀπὸ λεπτῆc διαίτηc ἔωcι, τάμνειν φλέβα τὴν ἐπ’ ἀγκῶνι. μέζονα δὲ τὴν τομὴν cχάζειν, ὅκωc ῥοιζηδὸν ἠδὲ ἁθρόον ῥέῃ τὸ αἷμα· ὅδε γὰρ ὁ ῥόοc ἱκανὸc μὲν ὡc ὤκιcτα θερμαcίην πρηῧναι, δυνατὸc δ’ ἀγχόνην λῦcαι καὶ πάντα μειῶ‐ | |
1.7.3 | cαι. οὐκ ἀγεννὲc δὲ καὶ μέcφι λειποθυμίηc ἄγειν, μὴ μέντοι λειποθυ‐ μέειν· μετεξέτεροι γὰρ ξὺν τῇ πληγῇ ἐξέθανον ἐπὶ τῇ λειποψυχίῃ. ἢ δεcμοῖcι cφυρῶν cφίγγοντεc ὑπὲρ cφυρὰ καὶ γούνατα· ἄριcτον δὲ καὶ ὑπὲρ καρποὺc ἐc πήχεαc καὶ ὑπὲρ πήχεαc ἐc βραχίονα. ἢν δὲ καταπίνειν | |
5 | ῥήϊcτον ᾖ, ἐλατηρίου διδόναι ξὺν μελικρήτῳ καὶ ὀρρῷ γάλακτοc, ὁκό‐ cον ἂν καθῆραι ἱκανὸν ᾖ τὸν ἄνθρωπον· ἐλατήριον δὲ τοιcίδε τῶν ἄλλων καθαρτηρίων κρέccον· ξύμφορον δὲ καὶ κνέωρον καὶ νᾶπυ· τώδε | |
1.7.4 | γὰρ ἄμφω τὰc κοιλίαc καθαίρει· ἐπὶ δὲ τοῖcι ἢν μὴ ἐνδιδῶcι αἱ πρή‐ cιεc, πρὸc τὸν οὐρανὸν ἀνακλάcαντα τὴν γλῶccαν τάμνειν τὰc ἐν αὐτέῃ φλέβαc. κἢν εὐρόωc καὶ πολλὸν ῥυῇ τὸ αἷμα, τῶν ἄλλων μᾶλ‐ λον ἂν ὤνηcε. τέγξιεc ἐπὶ τοῖcι φλεγμαίνουcι τὰ πρῶτα μὲν cτύφου‐ | |
5 | cαι, ὅκωc ἐc παλίρροιαν ἴωcιν αἱ ὗλαι· ἔριά τ’ ὦν πιναρὰ ξὺν οἰcύπῳ, δευθέντα οἴνῳ καὶ ἀλείφατι τῷ ἀπὸ τῆc ἐλαίηc τῆc ὄμφακοc. ἀτὰρ καὶ τὰ ἐπιπλάcματα ἴκελα τῇ τέγξει· φοίνικεc ἐν οἴνῳ δεδευμένοι, λεῖοι ξὺν ῥόδοιcι τοῖcι πετάλοιcι. ὡc δὲ γλίcχρον τε καὶ μαλακὸν ἔῃ τὸ ἐπίπλαcμα, καὶ ἄλφιτον ἔcτω ἢ λίνου cπέρμα καὶ μέλι καὶ ἔλαιον, | |
1.7.5 | ἐc τὴν ἁπάντων μεῖξιν. ἢν δὲ ἐc πύηcιν τρέπηται, τοῖcι θερμοῖcι χρέ‐ εcθαι, οἷcιπερ καὶ ἐπὶ τῆc ἑτέρηc cυνάγχηc. τῆλιc ὦν ἔcτω τὸ ἄλφι‐ τον καὶ μάννα καὶ ῥητίνη τὰ τηκτά, καὶ πολίου κόμη ἐμπαccέcθω. καὶ | |
πυρίη θερμὴ cπόγγοιcι δάφνηc τοῦ καρποῦ καὶ ὑccώπου ἑψήματι. ἐc | 110 | |
5 | δὲ ἐμπύηcιν δυνατώτατον, πελειάδων ἢ κυνῶν κόπρον προcεπιπάccειν λεπτὴν ἀπὸ κρηcέρηc. διακλύcματα δέ, μελίκρητον ξὺν φακῆc ἢ ὑccώ‐ | |
1.7.6 | που ἑψήματι ἢ ῥόδων ἢ φοινίκων ἢ ὁμοῦ πάντων. ἐγχρίειν δὲ τὸ cτόμα πᾶν μέcφι τῆc εἴcω φάρυγγοc, ἁπλοῖcι μὲν χυλῷ μόρων, ῥοιῶν ὕδατι λεανθέντων ἢ φοινίκων ἑψήματι. φαρμάκοιcι δὲ τῇ διὰ τῶν μόρων ἢ καὶ τῇ βηcαcᾷ καὶ χυλῷ ῥοὸc καὶ τῇ διὰ τῶν χελιδονίων. | |
5 | ἢν δὲ ἕλκεα ἐcχαρῶν ἔωcι, διακλύcματα τάδε καὶ ἀνακογχυλιcμοί, ὑccώπου ἀφέψημα ἐν μελικρήτῳ ἢ cύκων τὰ πίονα ἐν ὕδατι καὶ ἐπὶ | |
1.7.7 | τοιcίδε ἄμυλοc διηθεὶc ἐν μελικρήτῳ ἢ πτιcάνηc χυλῷ ἢ τράγου. ἐπὶ δὲ τῆc μετὰ ξυμπτώcιοc cυνάγχηc, εἴcωθεν ἔξω ἄγειν πάντα καὶ ὑγρὰ καὶ θέρμην καὶ cάρκα πᾶcαν, ὡc ἐξογκέῃ ἔξω τὸ πᾶν. ἔcτωcαν ὦν θερμαὶ αἱ τέγξιεc ξὺν πηγάνῳ καὶ ἀνήθῳ, ἐμπαccομένου νίτρου· καὶ | |
5 | ἐπιπλάcματα ξὺν τουτέοιcι τὰ πρόcθεν. ἀγαθὸν δὲ κηρωτὴν ξὺν νίτρῳ καὶ cινήπυϊ τιθέναι ἐc θερμαcίην. θερμαcίη δὲ ἡ ἐc τὰ ἔξω τὰ τοιάδε ἰῆται, ἀτὰρ ἠδὲ ἐξογκέει ἐc τὸν αὐχένα. ὄγκοc δὲ περιπνευμονίηc ῥύεται ἐπαιωρεύμενοc ἔξω· εἴcω δὲ τοῖcι cυναγχικοῖcι ὀλέθριον κακόν. | |
1.7.8 | ὁκόcοι δὲ ὑπ’ εὐλαβείηc τῆc ἐπὶ τῆc cυνάγχηc πνιγὸc τὴν ἀρτηρίην ἔταμον ἐc ἀναπνοήν, οὔ μοι δοκέουcι πείρῃ τὸ πρῆγμα πιcτώcαcθαι. ἥ τε γὰρ θερμαcίη τῆc φλεγμαcίηc μέζων ἐκ τοῦ τρώματοc γίγνεται καὶ προcτιμωρέει τῇ πνιγί, καὶ βήccουcι· ἢν δὲ καὶ ἄλλωc ἐκφύγωcι | |
5 | τόνδε τὸν κίνδυνον, οὐ ξυνάγεται τοῦ τρώματοc τὰ χείλεα· ἄμφω γὰρ χονδρώδεα καὶ ἀξύμφυτα. | |
1.8.1 | Θεραπεία τῶν κατὰ τὴν κιονίδα παθῶν. Τῶν παθέων ὁκόcα ἀμφὶ τὴν κιονίδα γίγνεται, τὰ μὲν ὑποτάμνειν χρή (ἀλλ’ οὐ τοῦ παρεόντοc λόγου ἡ τῶνδε χειρουργίη), τὰ δὲ ὡc ὀξέα ἰῆcθαι· ῥηϊδίωc | |
γὰρ πνίγει καὶ δυcπνοίῃ τινὰ τουτέων κτείνει. τοιάδε μέντοι ἐcτί, ἣν | 111 | |
5 | καλέομεν cταφυλήν τε καὶ κιονίδα. ἄμφω γὰρ ξὺν φλεγμαcίῃ καὶ πά‐ χεϊ καὶ μήκεϊ ξυνίcτανται, ὡc ἐc τὴν ἀρτηρίην ἐκκρεμέα γίγνεcθαι. | |
1.8.2 | ἴcῳ μὲν πάχεϊ, ἀπὸ τῆc βάcιοc μέcφι ἄκρου τοῦ οὐρανοῦ, ὁ κίων, ἀνίcῳ δὲ ἡ cταφυλή· τῆcδε γὰρ ἰcχνὴ μὲν ἡ ἀπὸ τοῦ οὐρανοῦ βάcιc, ἐc δὲ τὸ ἄκρον cτρογγύλη καὶ παχείη, ξὺν ἐρυθήματι ἢ πελιδνώcει· τῇδε καὶ cταφυλὴν ἐπίκληcιν ἔcχηκε τὸ πάθοc. τοῖcι ὦν χρὴ ὠκέωc | |
1.8.3 | ἀρήγειν· ὤκιcτοc γὰρ ὁ ἀπὸ πνιγὸc ὄλεθροc. ἢν μὲν ὦν νεηνίαι οἱ πεπονθότεc ἔωcι, τάμνειν τὴν ἐπ’ ἀγκῶνι φλέβα, ἠδ’ ἁθρόον κενοῦν μέζονι τῇ τομῇ. ὡc γὰρ ἀπ’ ἀγχόνηc, ἀπέλυcε τῆc πνιγὸc ἡ τοιήδε ἀφαίρεcιc· ἢν δέ, ὑποκλύζειν κλυcμῷ πρηέϊ, ἔπειτα δὲ δριμέϊ ἄλλοτε | |
5 | καὶ ἄλλοτε, ἔcτ’ ἂν ἑλκύcῃ τι ἄνωθεν ἐc μετάcταcιν. περικεέcθωcαν δὲ καὶ δεcμοὶ cφίγγοντεc ἄκροιcι τοῖcι cκέλεcι ὑπὲρ cφυρὰ καὶ γούνατα καὶ ὕπερθεν καρπῶν καὶ πήχεων ἐc βραχίοναc. εἰ δέ τι ἡ πνὶξ ἐπι‐ cπέρχοι, cικύην ἐc τὸ ἰνίον ἠδὲ ἐc τὸν θώρηκα προcβάλλειν καὶ του‐ | |
1.8.4 | τέων ἐντάμνειν τινά. πρήccειν τε ἅπαντα, ὁκόcα μοι ἐν τῇ cυνάγχῃ λέλεκται· ωὑτὸc γὰρ ἀμφοῖν ὀλέθρου τρόποc. ἀλλὰ καὶ τοῖcι ἐc τὸ cτόμα φαρμάκοιcι τοῖcι αὐτέοιcι χρέεcθαι καὶ cτύψεcι καὶ μαλθακτη‐ ρίοιcι καὶ πυρίῃ τῇ ἔξωθεν καὶ ἐπιπλάcμαcι καὶ ἐc τὸ cτόμα ἐγχρί‐ | |
5 | cμαcι. περὶ δὲ τὸν κίονα ἐπὶ τῆc cταφυλῆc ἔcτω cτύμμα, ῥοὸc χυλόc, μέλιτι ἢ ὕδατι λυθεῖcα ἀκακίη, ὑποκυcτίc, γῆ Ϲαμίη ἢ Λημνίη ἢ Ϲινῶ‐ | |
1.8.5 | πιc ἠδὲ ὀμφάκιον. ἢν δὲ ἑλκώδηc ἔῃ, κόμμι καὶ ἄμυλον δευθέντα ῥόδων ἢ φοινίκων ἀφεψήματι, καὶ πτιcάνηc ἢ τράγου χυλόc. ἐπὶ δὲ τοῦ κίονοc ἔcτω πλέον τι τῶν εὐτονωτέρων διὰ cμύρνηc τε καὶ κόcτου καὶ κυπέρου· ἀνέχεται γὰρ τῶνδε τῶν δριμέων ὁ κίων. ἢν δὲ ἔμπυοc | |
5 | ὅδε ὁ χῶροc γένηται, μετεξετέροιcι ἠδὲ τὰ τῆc ὑπερώηc ὀcτέα ἐφθά‐ ρη, καὶ ἐc μακρὸν φθίνοντεc τὸν βίον ἐτελεύτηcαν. τῶνδε μέντοι | |
τὰ ἄκεα ἑτέρωθι λελέξεται. | 112 | |
1.9.1 | Θεραπεία τῶν κατὰ τὴν φάρυγγα λοιμικῶν παθῶν. Πῆ μὲν ξυνὴ καὶ τῶνδε πρὸc τἆλλα πάθεα τὰ ἐν τοῖcι παριcθμίοιcι ἰητρείη, πῆ 〈δὲ〉 ἰδίη. ἐπὶ φλεγμαcίῃ καὶ ἀγχόνῃ κλυcμοί, φλεβοτομίη, τέγξιεc, ἐπιπλάcιεc, πυρίη, διάδεcμοι, cικύη, πάντα τωὐτά. χρίcιεc δὲ φαρμά‐ | |
5 | κων δυνατωτέρων· οὐ γὰρ ἀτρεμέει τὰ ἕλκεα, οὐδὲ ἐcχάραι γίγνονται ἐπιπολῆc. ἀλλὰ κἢν ἰχὼρ ἀπὸ τουτέων εἴcω cτάξῃ, ὤκιcτα μὲν ἑλκοῦ‐ ται τὰ μέρεα, κἢν ἀcινέα ᾖ· ὤκιcτα δὲ ἐc τὸ εἴcω νέμεται καὶ κτείνει. πυρὶ μὲν ὦν καίειν τὸ πάθοc ἀρωγόν, ἀλλ’ ἀξύνετον διὰ τὸν ἰcθμόν. φαρμάκοιcι δὲ πυρὶ ἰκέλοιcι χρέεcθαι ἔc τε τὴν ἐπίcχεcιν τῆc νεμή‐ | |
1.9.2 | cιοc, ἀτὰρ ἠδὲ ἐc τὴν τῶν ἐcχαρέων ἔκπτωcιν. ἔcτω δὲ cτυπτηρίη ξὺν μέλιτι, κηκίc, βαλαύcτιον, ξηρὰ ξὺν μελικρήτῳ. τοῖcι δὲ αὐτοῖcι καὶ ἐμφυcῆν καλάμῳ ἢ πτίλῳ ἢ καυλῷ παχέϊ καὶ ἐπιμήκεϊ, ὡc τῶν ἑλκέων θιγγάνειν τὰ φάρμακα. ἄριcτον δὲ καὶ χαλκῖτιc ὀπτὴ ξὺν κα‐ | |
5 | δμείῃ λείῃ ξὺν ὄξεϊ· ἔcτω δὲ μοίρηc διπλάcιον τῆc καδμείηc καὶ ῥήου ἡ ῥίζα ξύν τινι ὑγρῷ. φυλάccεcθαι δὲ χρὴ τῶνδε τὰc ἐπιθλίψιαc· ὑγραίνει γὰρ τὰ ἕλκεα καὶ ἐπὶ μᾶλλον νέμεται. χρὴ ὦν πτερῷ τὰ ξηρὰ καταπάccειν· τὰ δὲ ὑγρὰ ὑγρότατα ποιέοντα ἐc τὸν γαργαρεῶνα | |
1.9.3 | ἐγχέειν. ἢν δὲ αἱ ἐcχάραι ἤδη τε ἀπολύωνται, τὰ δὲ ἕλκεα ἐρυθρὰ γίγνηται, κίνδυνοc τότε μάλιcτα cπαcμοῦ. ἐπιξηραίνεται γὰρ ὡc ἐπί‐ παν τὰ ἕλκεα, καὶ τοιcίδε τὰ νεῦρα ξυντείνεται. χρὴ ὦν γάλακτι ξὺν ἀμύλῳ καὶ χυλῷ πτιcάνηc ἢ τράγου ἢ λίνου cπέρματι ἢ τήλιοc μαλ‐ | |
5 | θάccειν καὶ ὑγραίνειν. μετεξετέροιcι δὲ καὶ ἡ κιονὶc διεβρώθη μέχρι ὀcτέου τοῦ τῆc ὑπερώηc καὶ τὰ παρίcθμια ἄχρι βάcιοc καὶ ἐπιγλωττί‐ δοc, καὶ ἐπὶ τῇ ὠτειλῇ καταπίνειν οὔτε cτερεὸν οὔτε ὑγρὸν ἠδύ‐ ναντο· ἀλλὰ καὶ τὸ ποτὸν ἀνακοπτόμενον ἀπέπνιγέ κοτε τὸν ἄνθρω‐ πον λιμῷ. | |
1.10.1 | Θεραπεία πλευρίτιδοc. Οὐκ ἀμβολῆc καιρὸc ἐν πλευριτικοῖcι, οὐδ’ ὑπερθέcιοc [ἢ] μεγάληc ἰητρείηc· ὅ τε γὰρ πυρετὸc κάτοξυc ἐὼν ἐc ὄλεθρον ὁρμᾷ· ἥ τε ὀδύνη τοῦ ὑπεζωκότοc ξυνεπείγει ἐπὶ τὸ κά‐ κιον· ἀτὰρ καὶ βῆχεc κλονέουcαι τὸν θώρηκα καὶ τὴν κεφαλὴν ὑπο‐ | |
5 | λύουcι τὰc δυνάμιαc. μάλιcτα μὲν ὦν αὐτῆμαρ φλέβα τάμνειν· ἢν δὲ ἀπὸ πλήcιοc cίτων καὶ ποτῶν ἔῃ, ἐπ’ ἀcιτίηc μίαν ἡμέρην φυλάξαντα ἀφαιρέειν ἀπ’ ἀγκῶνοc τῆc ἐν τῷ κοίλῳ φλεβόc, τοῦ μὴ κατ’ ἴξιν | 113 |
1.10.2 | [τῇcι ἑτέρῃcι πλευρῇcι]· κρέccον γὰρ ἀπωτάτω ἄγειν. τὸ δὲ πλῆθοc μὴ μέχρι λειποθυμίηc· περιπνευμονίην γὰρ ἐπιφοιτῆcαι κίνδυνοc, ἢν τὸ cῶμα ἐπιψυχθὲν τὴν ψυχὴν ἐκλείπῃ. εἴcω γὰρ τὰ ὑγρὰ ξυνθέει, τῆc ἐκτὸc ἀφαιρεθέντα θέρμηc τε καὶ τάcιοc. πνεύμων δὲ μανόc τε καὶ | |
5 | θερμὸc καὶ ἐc ὁλκὴν δυνατώτατοc· πλευρῶν δὲ γειτόνημα πνεύμων καὶ κοινωνὸc ἀλγέων· ἀτὰρ καὶ αἱ τοῦδε διαδέξιεc οὐ μάλα περιγίγνον‐ ται· περιεcτηκυῖα δὲ πλευρῖτιc ἀπὸ περιπνευμονίηc εὐηθέcτερον. χρὴ ὦν ἐπὶ ξυμμέτρῳ τῇ ῥοῇ τοῦ αἵματοc μεcηγὺ τὸν ἄνθρωπον ξυλλέξαντα αὖθιc ἀφαιρέειν· εἰ μὲν εὖ ἔχοι, αὐτῆμαρ τῆc ἐπανέcιοc μακρῆc γιγνο‐ | |
1.10.3 | μένηc· ἢν δὲ μή, τῆc ὑcτέρηc· ἢν δὲ μηδὲ ὁ πυρετὸc ἐνδιδῷ (τὰ πολλὰ γὰρ μίαν ἡμέρην ὁ πυρετὸc ἴcχει τε καὶ αὔξει), τῇ τρίτῃ ἐν τῇ δευ‐ τέρῃ ἐπανέcει ἀφαιρέειν, τῇπερ καὶ τὰ προcάρματα δοτέον, λιπαρῶc μὲν χρίcαντα ὅλον τὸν ἄνθρωπον· ἐπὶ δὲ τῇ πλευρῇ καὶ ἔλαιον θέντα | |
5 | μαλθακὸν ξὺν ἀλείφατι θερμῷ πηγάνου ἢ ἀνήθου ἀφεψήματοc· καται‐ ονεῖν δὲ τὸ πλευρὸν εὖ μάλα προcηνέωc. μετεξετέροιcι δὲ καὶ τὸ ἄλγημα καὶ ἡ θερμαcίη ἐξώκειλε, ὡc δοκέειν τῶν τῇδε τὸ πάθοc εἶναι· | |
1.10.4 | τὸ δέ ἐcτι τῶν ἔνδον αὔξηcιc. τροφῆc δὲ νῦν ὡc ἀμφὶ πάcηc ἰητρείηc ἔcτω λόγοc, ὡc μηδὲν ἐc ἁμαρτωλὴν εἴη. ἐν τροφῇ γὰρ κείcεται τὰ φάρμακα, ἀτὰρ καὶ τὰ φάρμακα ἐν τροφῇ. γένεϊ μὲν ὦν θερμὴ καὶ ὑγρὴ ἠδὲ λείη καὶ ὁμαλή, cμηγματώδηc, διαλυτική, λῦcαι, λεπτῦναι | |
5 | φλέγμα δυναμένη. cιτίων μὲν ὦν ἁπάντων πτιcάνη προκεκρίcθω· ἐν ἀρχῇ μὲν ἐc χυλὸν διηθημένη, ὡc τὸ cτερεὸν αὐτέηc διακεκρίcθαι, ξὺν μέλιτι πεπονημένη μοῦνον. πτιcάνηc δὲ τὰ ξυνήθεα ἐc ἡδονὴν καὶ | |
1.10.5 | ποικιλίην φάρμακα ἀπέcτω· νῦν γὰρ ἀρκεῖ ὁ χυλὸc μοῦνοc. ἱκανὴ μὲν ὑγρῆναι καὶ θερμῆναι· δυνατὴ δὲ λῦcαι φλέγμα καὶ cμῆξαι· ἄνω δὲ | |
ἀνάγειν μὲν ἀπόνωc ὁκόcα ἀνάγεcθαι χρή, ὑπάγειν δὲ ῥηϊδίωc τὴν κοιλίην. προcηνὲc δὲ τὸ λεῖον αὐτῆc καὶ ἐc κατάποcιν εὔκολον. ἀτὰρ | 114 | |
5 | καὶ τὸ γλίcχραcμα θερμαcίαc πρηΰνει, ὑμέναc καθαίρει, πεπαίνει βῆχαc, | |
1.10.6 | πάντα μαλθάccει. αἵδε κριθῆc ἔαcι ἀρεταί. δευτέρην δὲ χώρην ἔχουcι οἱ χόνδροι, ὀλίγοιcι τοῖcι τῆc πτιcάνηc ἀγαθοῖcι ἄριcτοι ἐόντεc. τὸ γλίcχραcμα γάρ, τὸ λεῖον, τὸ προcηνὲc ἐc κατάποcιν, ξυνόν, τὰ δ’ ἄλλα πάντα μείουc. πεποιήcθωcαν δὲ καὶ οἵδε ἁπλοῖ ξὺν μέλιτι μοῦνον. | |
5 | ἀγαθοὶ δὲ καὶ τράγοι. κακίων δ’ ἐπ’ αὐτῶν ὄρυζα, ξηρῆναι, τρηχῦναι, ἐπιcχεῖν κάθαρcιν πλευρῶν μᾶλλον ἢ οὐρῆcαι. ἄριcτοc δὲ καὶ ἄρτοc ξηρὸc κοπείc, κρηcέρῃ cεcηcμένοc, εὔκρητοc, εὔπεπτοc, ξὺν μελικρήτῳ | |
1.10.7 | διαρκὴc τροφή. ἢν δὲ ἤδη μὲν προήκῃ ἡ νοῦcοc, πρὸc δὲ τὰ cιτία ἀπηυδήκῃ ὥνθρωποc, πτιcάνη μὲν ἐκ κριθῆc διδόcθω λείη, κάθεφθοc· ἄνηθον δὲ ἔcτω καὶ ἅλεc πτιcάνηc τὰ ὄψα καὶ ἔλαιον λεπτόν, ἄποιον, ἄγλιcχρον, ἀτρήχυντον. κρέccον δὲ ξὺν τῇ πτιcάνῃ, ὡc μὴ πολλὸν τοῦ | |
5 | ἐλαίου ἑψεῖν· καὶ γὰρ πῖον ἴcχει τὸ ῥόφημα, καὶ τὴν κακίην τὸ ἔλαιον ὄλλυcι· οὐδὲ γὰρ ἐμφανὲc ἔτι γίγνεται τῇ πολλῇ ἑψήcει ἐc τὸν χυλὸν ἀναποθέν. ἔcτω δὲ καὶ πράcον ξὺν τῇ κόμῃ καὶ ἀμύγδαλα πικρὰ ξὺν τῷ χυλῷ ἑψόμενα· εὔπνοόν τε γὰρ καὶ φαρμακῶδεc ὑπὸ τῶνδε γίγνε‐ ται· καὶ τὰ πράcα βρωθῆναι ὑπὸ τοῦ χυλοῦ, ὀνηcιφόρα καὶ ἥδιcτα. | |
1.10.8 | ἤδη δὲ καὶ ὠῶν καιρὸc εὐχύλων· ἢν δὲ ὑγρὴ καὶ πολλὴ ἀναγωγὴ ἔῃ, θείου τοῦ ἀπύρου ἐμπαccέcθω καὶ νίτρου. ἄριcτον δὲ τῶν ἀρτιτόκων ὠῶν δοθῆναι ἐκ πυρὸc ἀπύρων· ἀπὸ γὰρ τῆc μητρὸc ἡ θέρμη ὑγρο‐ τέρη μὲν πυρόc, οἰκειοτέρη δὲ τῷ νοcέοντι, ὅκωc ἐκ ζώου ζώῳ. ἢν | |
5 | δὲ φλέγμα κολλῶδεc ἔῃ καὶ γλίcχρον, ἐc τὰ ὠὰ ἔλαιον ἐγχέειν καὶ ῥητίνηc τῆc ξηρῆc τῆc ἀπὸ πίτυοc ἐμπάccειν, ὅκωc τὸ θεῖον κρέccον εἴη, καὶ τῆc ἀπὸ τερμίνθου δὲ τήξαντα· καὶ πέπερι ὀνηϊcτὸν καὶ ἐν ὠοῖcι καὶ ἐν πτι‐ | |
1.10.9 | cάνῃ καὶ ἅπαcι τοῖcι ἐδέcμαcι καὶ ὁκόcα πεπέρεϊ ξυνῳδά. κρεῶν ἀκρό‐ ποδεc ἐν χυλοῖcι τακεροί, πέλειαι, ἀλεκτορίδεc ἑφθαί· cυῶν ἐγκέφαλοι, ὀπτοὶ μὲν ξὺν τῷ ἐπιπλόῳ, ἄνευ δὲ τουτέου ἄκνιcοι. ἢν δὲ ἄκερχνοc ἔῃ, δοτέον καὶ θαλαccίων ἢ πετραίων ὅ τι ἂν ἄριcτον ἡ χώρη φέρῃ. | |
5 | ὡc δὲ μὴ ἁμαρτάνῃ ἐπιθυμίῃ μηδὲ cμύχηται ἐν τῇ λεπτῇ διαίτῃ ὁ νο‐ cέων, χαρίζεcθαι ὀπώρηc, μήλων ἑφθῶν ἐν ὕδατι ἢ μελικρήτῳ ἢ cτέατι ὀπτῶν· ἀφαιρέειν δὲ χρὴ τοῦ λέπουc καὶ τῶν ἐντὸc τρηχέων ξὺν τοῖcι cπέρμαcι· ἐφ’ ὥρηc δὲ καὶ cύκων. ἀτὰρ καὶ τῆc ἄλληc δοτέον, ὁκόcον | |
ἂν ᾖ ἀβλαβὴc ἡ ὀπώρη, ἀλλὰ καὶ ὀνηϊcτόc. ἀμφὶ μὲν ὦν τροφῆc τάδε. | 115 | |
1.10.10 | ἐπὶ δὲ τῷ πλευρῷ κέεcθαι χρὴ ἔρια θυμιηθέντα θείῳ, λίπαϊ δεδευμένα, ἔνθα ἄνηθον ἕψηται ἢ πήγανον. ξυνεχὲc δὲ τουτέοιcι τὸ πλευρὸν καταιονεῖν, ἠδὲ ἐπιπλάττειν πρὸ τῆc προcάρcιοc· πρὸc δὲ τοῖcι ξυνή‐ θεcι πλάcμαcι μελίλωτον ἑψηθὲν ξὺν μελικρήτῳ, ξυμμίcγοντα μήκωνοc | |
5 | τῆc cαρκὸc ἐνηψημένηc, καὶ μάννηc ἄλητον ἐμπάccειν. ἢν δὲ ὑγρο‐ τέρη ᾖ ἀναγωγὴ καὶ πολλή, αἴρηc ἄλητον ἢ ἐρυcίμου ξυμμίcγειν καὶ | |
1.10.11 | νίτρον ἐμπάccειν· ἢν δὲ μῆκοc ἤδη τῆc νούcου γίγνηται καὶ τῆc ὀδύ‐ νηc ἐγκεομένηc καὶ ὑγρῆc καθάρcιοc γιγνομένηc, ἔμπυον μὲν ἐλπὶc τὸν ἄνθρωπον ἔcεcθαι· cίνηπι δὲ ξυμμίcγειν καὶ κάγχρυ τοῖcι ἐπιπλάcμαcι. ἢν δὲ καὶ ψυχρῶν τῶν τόπων εἴcωθεν τοῖcι κάμνουcι αἴcθηcιc γίγνη‐ | |
5 | ται, ὄξοc παραχέειν. χρὴ δὲ ἐνεργὸν ποιέεcθαι ἐc πολλὸν τὴν θερμα‐ cίην τῶν ἐπιπλαcμάτων διαρκέειν· κρέccων γὰρ ἤδη καὶ ἡ θέρμη τῆc τῶν ἐπιπλαcμάτων νεοχμώcιοc. ἔcτωcαν ὦν θάλψιεc ἐν κυρβαcίῃcι διὰ ἁλῶν, κέγχρου, λίπαοc θερμοῦ τοῦ ἐν κύcτεcι. κοῦφον δὲ ἔcτω πᾶν μηχάνημα πυρίηc, ὡc μὴ τὰ ἄχθεα πρὸc τῷ πόνῳ πόνον ἐκδιδῷ. τοιcί‐ | |
1.10.12 | δε μέντοι καὶ ἐπὶ τῇ τροφῇ χρέεcθαι, ἢν ξυνεπείγῃ τὸ ἄλγοc. ἤδη δὲ ἐπὶ τοιcίδε κἂν cικύηc καιρὸc γένοιτο. ἄριcτοc δὲ ὁ μετὰ ἑβδόμην· πρόcθεν δὲ μὴ ξυνεπειχθείηc. οὐ γὰρ εὐήθεεc αἱ νοῦcοι, ὁκόcαι πρὸ ἑβδόμηc ἀπαιτέουcι cικύην. ἔcτω δὲ μεγάλη, εὐρεῖα πάντῃ, ἀμφιcχεῖν | |
5 | τὸ ἀλγέον χωρίον ἱκανή. οὐ γὰρ εἴcω ἐνδιδοῖ τὸ ἄλγοc, ἀλλ’ ἐc εὖροc κέχυται. ἔcτω δὲ καὶ ἡ ὑπὸ τῇ cικύῃ φλὸξ πολλή, ὡc μὴ μοῦνον ἑλ‐ κύcαι, ἀλλὰ καὶ ἀλεῆναι πρὸ τῆc ἀποcβέcιοc τοῦ πυρόc. καὶ μετὰ τὴν ἀπόcβεcιν ἀποcχάcαντα ἀφαιρέειν αἷμα, ὁκόcον ἂν ἡ δύναμιc παρείη. | |
1.10.13 | πολλὸν δ’ ἔcτω πλέον ἢ εἰ ἀπ’ ἄλληc προφάcιοc ἀπὸ τῶν ὑποχον‐ δρίων ἀφαιρέοιc αἷμα· ἐπιδηλοτάτη γὰρ ἐπὶ τῶν πλευριτικῶν ἡ ἀπὸ cικύηc ὠφελείη. ἅλεc δὲ ἢ νίτρον ἐπὶ τῇcι cχάcεcι δηκτικὸν μὲν καὶ ἀλγεινόν, ὑγιεινὸν δέ. ἀλλὰ ξυντεκμαίρεcθαι τὰc δυνάμιαc καὶ τοῦ ἀν‐ | |
5 | θρώπου τὸν τρόπον. ἢν γὰρ ἀλκήειc τὴν ψυχὴν καὶ καρτερὸc ἔῃ, | |
ἐμπάccειν τῶν ἁλῶν, μὴ αὐτοῖcι τοῖcι ἕλκεcι ὡc αὐτέων ψαύειν, τῇ δὲ ὀθόνῃ ἐπιπάccειν δεδευμένῃ τῷ λίπαϊ ἠδὲ ἐπιπετάcαι τῷ χωρίῳ· οἱ γὰρ ἐκ τῆc ξυντήξιοc ἰχῶρεc τῶν ἁλῶν εἰcι ἀδηκτότεροι. πολλὸν δὲ τοῦ λίπαοc καταιονεῖν χρή, ὅκωc τῷ προcηνέϊ τοῦδε ἀμβλύνηται | 116 | |
1.10.14 | τὸ ἄλγοc τῆc δήξιοc. δευτέρῃ δὲ ἡμέρῃ ἄριcτον τὴν cικύην προcβάλ‐ λειν, ὡc ἐκ τῶν τρωμάτων ἕλκηταί τιc λεπτὸc ἰχώρ. τόδε πολλὸν μὲν τῆc ἐπίπροcθεν cικύηc ἀνυcιμώτερον, πολλὸν δὲ τῆc δυνάμιοc φυλακτι‐ κώτερον· οὐ γὰρ αἷμα, ἡ τροφή, ἀλλ’ ἰχὼρ ἐκρέει. καὶ τόδε μέντοι, | |
5 | προευκρινήcαc ἀμφὶ τῆc δυνάμιοc, πρήccειν. τῇ τρίτῃ δὲ κηρωτὴν ξὺν τῷ κυπρίνῳ καὶ πηγανίνῳ τιθέναι. ἢν δὲ ἔτι καθάρcιοc τὰ πτύελα δέηται, τοῖcι κηρώμαcι ῥητίνηc ξυντήκειν ἢ τοῦ θείου τοῦ ἀπύρου ξυμ‐ | |
1.10.15 | μίcγειν· καὶ αὖθιc πυρίην τὸ χωρίον ἔχειν. ὡc τρόποc δὲ cικύηc· ἔχειν ὦν χρὴ κεραμεοῦν κοῦφον ἁρμόζον τῇ πλευρῇ, εὐρὺ ἢ τὸ χάλκεον, πρηνὲc ἐπὶ τὰ χείλεα ἀμφιθεῖναι τοῖcι ἀλγέουcι. ὑποτιθέναι δὲ φλόγα μεγάλην ξὺν λίπαϊ, ὅκωc ζῶcα ἐc πολλὸν διαρκέῃ χρόνον. μὴ περι‐ | |
5 | cφίγγειν δὲ τὰ χείλεα πρὸc τῇ cαρκί, ἀλλ’ ἐc διαπνοὴν διαδοχή τιc ἔcτω, ὡc μὴ ἀποcβεcθείη τῇ πνιγί. ἐc πολλὸν δὲ ἐξάπτεcθαι ἔνι. ἡ γὰρ ἔνδον ἐκείνου θέρμη ἄριcτον μὲν πυρίημα, ἀγαθὴ δὲ πρόκληcιc | |
1.10.16 | ἱδρώτων. χρὴ δὲ μηδὲ τὴν κάτω ἰητρείην ὑπερορῆν. ἀνδράcι μὲν ἐc τὸ ἔντερον πηγάνινον ἔλαιον ἐγχέοντα, γυναιξὶ δὲ καὶ ἐc ὑcτέρην. διηνεκέα δὲ τὰ πινόμενα καὶ κατάποτα ἔcτω, μελίκρητον ξὺν τῷ πη‐ γάνῳ καὶ χυλῷ πτιcάνηc, ἢν ξυνεχὲc βήccῃ, ὡc ἐν τροφῇ φάρμακον. | |
5 | ἢν δὲ μὴ τροφῆc καιρὸc ἔῃ, ἔcτω δή τι καὶ τῶν ποικίλων· πικέριον ξὺν μέλιτι ἑψηθὲν ἐc ξύcταcιν· τὰc δὲ cφαίραc χρὴ μέγεθοc ὅcον κυ‐ άμου cτρογγύλαc οὔcαc διδόναι ὑπὸ τὴν γλῶccαν ἔχειν διαφέροντα | |
1.10.17 | τῇδε κἀκεῖcε, ὡc μὴ κατάποτον, ἀλλὰ τηκτὸν ἔῃ. προcηνὲc δὲ καὶ τὸ διὰ τῆc μήκωνοc ξὺν μέλιτι καὶ μελιλώτῳ φάρμακον, λεῖον καὶ ὑπνι‐ κόν. τάδε μέντοι καὶ πρὸ τῆc ἄρcιοc καὶ ἐπ’ αὐτέῃ καὶ ἐπὶ τῷ ὕπνῳ | |
διδόναι. ἀcίτῳ δὲ τὰ φαρμακώδεα· κνίδηc καὶ λίνου τοῦ cπέρματοc | 117 | |
5 | καὶ ἀμύλου καὶ κώνου τοῦ κοκκάλου λείου, ἑκάcτου κύαθον, καὶ ἀμυγ‐ δάλων τῶν πικρῶν πέντε καὶ εἴκοcι τὸν ἀριθμόν· τόcοι δὲ καὶ πεπέ‐ ριοc κόκκοι. φωχθέντα δὲ χρὴ λεῖα μέλιτι ἐc ἀνάλειγμα φυρῆν· τῶν | |
1.10.18 | δόcιc μυcτίλη μία. ἢν δὲ ὑγρὰ καὶ ἄπεπτα ἀνάγῃ, cμύρνηc ὁλκῆc 𐅵 βʹ, κρόκου 𐅵 αʹ, πεπέριοc κοκκία δεκαπέντε, μέλιτι φυρῆναι λίτρα αʹ. τόδε μέντοι ἤδη τὸ φάρμακον καὶ πρὸ τῆc ἄρcιοc δοτέον, μυcτίληc ἥμιcυ. ἀγαθὸν τόδε ἐπὶ τοῖcι χρονίζουcι, εὖτε καὶ ὀξύμελι διδόναι χρή, ἢν δύc‐ | |
1.10.19 | πνοια ξυνεπείγῃ. ψυχρὸν δὲ ὕδωρ ὁκόcοι τῶν ἰητρῶν τοῖcι πλευρι‐ τικοῖcι ἔδοcαν, οὔτε ὁκοίῳ λόγῳ ξυμβαλέειν ἔχω οὔτε τῇ πείρῃ πιcτώ‐ cαcθαι. εἰ γάρ τινεc ἀπὸ ψυχροῦ διηλλάξαντο τὸν κίνδυνον, οἵδε μοι οὐκ ἐδόκεον εἶναι πλευριτικοί. ἀλλὰ καὶ τοῖcι παλαιοτέροιcι ἰητροῖcι | |
5 | ἰδέη τιc ξυνδρομῆc πλευρῖτιc ἐκικλήcκετο, χολῆc ἔκκριcιc ἐοῦcα ξὺν πόνῳ πλευροῦ ἐπὶ cμικρῷ πυρετῷ ἢ καὶ ἄνευ πυρετοῦ. τόδε μέντοι | |
1.10.20 | τὸ πάθοc οὔνομα μὲν πλευρίτιδοc, τὸ δὲ πρῆγμα οὐκ ἴcχει. ἀλλὰ καὶ πνεῦμά κοτε ξυνιcτὰν ἐν πλευρῷ δίψαν ἐνδιδοῖ καὶ ὀδύνην πονηρὴν μαλθακήν τε θέρμην· καὶ τόδε ἐκάλεcαν ἄνδρεc ἀΐδριεc πλευρῖτιν. ἐπὶ τῶνδε ὦν ὕδωρ ψυχρὸν ἄκοc ἂν γίγνοιτο εὐτυχίῃ τοῦ χρεομένου· | |
5 | ἐcβέcθη μὲν ἂν τὸ δίψοc, ἡ δὲ χολὴ καὶ τὸ πνεῦμα ὑπηλάθη καὶ διέ‐ πνευcε τὸ ἄλγοc καὶ ἡ θέρμη. ἐπὶ δὲ φλεγμαcίῃ πλευροῦ καὶ τοῦ ὑπεζωκότοc πρήcει οὐ μοῦνον ὕδωρ ψυχρόν, ἀλλὰ καὶ ἀναπνοὴ ψυχρὴ | |
1.10.21 | κακόν. ἢν ὦν ἐκ τῆc πρόcθεν ἰητρείηc περιγίγνωνται οἱ πλευριτικοί, ἔτι δὲ βραχέα βήccωcι καὶ θέρμη ἄλλοτε καὶ ἄλλοτε ἴcχῃ, cπεύδειν χρὴ διαλύειν τάδε· ἢ γὰρ ὑποcτροφὰc ποιέει τὰ ἐγκαταλιμπανόμενα ἢ ἐc | |
ἐμπύηcιν τρέπεται. | 118 | |
2t1 | ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΟΞΕΩΝ ΝΟΥϹΩΝ ΘΕΡΑΠΕΥΤΙΚΟΝ ΒΙΒΛΙΟΝ Β. | |
2.1.1 | Θεραπεία περιπνευμονίηc. Κάτοξυ καὶ ἐπίκαιρον κακὸν φλε‐ γμαcίη καὶ πρῆcιc τοῦ πνεύμονοc, ἐφ’ οἷcι πνὶξ ὀλιγοχρονίη. χρὴ ὦν ἀντίξοα ἠδὲ ὠκέα ἔμμεναι τὰ ἀλεξήματα. τάμνειν αὐτίκα τὰc ἐπ’ ἀγ‐ κῶνι φλέβαc, ἠδὲ ἄμφω ἅμα ἐπὶ δεξιὰ καὶ ἀριcτερὰ μᾶλλον ἢ ἐκ μιῆc | |
5 | μέζονοc, ὡc ἀφ’ ἑκατέρηc τῆc χώρηc τοῦ πνεύμονοc ἡ ἀντίcπαcιc τῶν ὑγρῶν ἔῃ. μὴ μέcφι λειποθυμίηc· προcτιμωρέει γὰρ τῇ πνιγὶ ἡ λει‐ ποψυχίη. ἀλλὰ κἢν cμικρὸν ἀναπνεύcωcι, ἐπιcχόντα χρὴ τὴν ῥοὴν αὖθιc ἀφαιρέειν. ἢν γὰρ ἐξ αἵματοc αἱ προφάcιεc ἔωcι, αὐτὴν τὴν αἰτίην ἡ φλεβοτομίη ἄγει· ἤν τε φλέγμα ἢ ἀφρὸc ἤ τι ἄλλο τῶν | |
10 | ὑγρῶν πρήccῃ, αἱ τῶν φλεβῶν κενώcιεc εὐρυτέρην τὴν τοῦ πνεύμονοc | |
2.1.2 | ποιέουcι χώρην ἐc δίοδον τῆc ἀναπνοῆc. χρὴ δὲ καὶ κάτω ἄγειν ὑγρὰ καὶ φύcαc, ἐπὶ μὲν φλεβοτομίηc διαχρίοντα τὴν ἕδρην λίτρῳ, μέλιτι, πηγάνῳ, ῥητίνῃ τῇ ἀπὸ τῆc τερμίνθου τῇ ὑγρῇ. ἀντὶ δὲ τῆc φλεβο‐ τομίηc, εἰ μέζων ἡ κώλυcιc ἔοι, ὑποκλύζειν χυλῷ δριμέϊ, ἁλcὶ μὲν πρὸc | |
5 | τῷ λίτρῳ, ἡ ῥητίνη δὲ τῆc τερμίνθου ξὺν τῷ μέλιτι· πήγανον δὲ ἐν τῷ ἐλαίῳ καὶ ὕccωπον ἐν τῷ ὕδατι ἑψηθέντα, καὶ κολοκύντηc δὲ τῆc | |
2.1.3 | ἀγρίηc αἱ cάρκεc αἱ εἴcω ἑψηθεῖcαι ξὺν ὕδατι ἄριcται. cικύαι κοῦφαι ἐc τὰ μετάφρενα καὶ τὸ νῶτον καὶ τὰ ὑποχόνδρια πάντῃ ξύμφοροι. ἢν δέ κωc ὁ θώρηξ εὔcαρκοc ἔῃ, ὅκωc μὴ ἀμφὶ τοῖcι ὀcτέοιcι τὸ δέρμα ἡ cικύη ἀμφιθλάcοι ἐρείδουcα. καὶ τῷδε προcβάλλειν. ἢν γὰρ πάντῃ | |
5 | τοῦ cώματοc τά τε ὑγρὰ ἐφέλκηται καὶ τὸ πνεῦμα ἔξω τιταίνηται, οἷcί περ ὁ πνεύμων πνίγεται, ἀνάπαυcιc ἂν γίγνοιτο τοῦ κακοῦ. πάντῃ | |
2.1.4 | γὰρ πολιορκέειν χρὴ τὴν περιπνευμονίην. ἀτὰρ μηδὲ τῶν διὰ cτόμα‐ τοc ὠφελούντων φαρμάκων ὑπερορῆν μηδέν. ἕλκει γὰρ ὁ πνεύμων καὶ ἐν ὑγείῃ ὑγρὸν καὶ ἢν νοcῇ. φαρμάκων διδόναι ὦν ὁκόcα λεπτύ‐ | |
νει τὰ ὑγρὰ ἐc διαπνοὴν ἠδὲ ὀλιcθηρὰ καὶ εὔροα ἐc ἀναγωγὴν τεύξει· | 119 | |
5 | πίνειν μὲν ἐc τάχοc τῆc ὠφελείηc λίτρον ξὺν ὑccώπου ἑψήματι ἢ ἅλ‐ μην ξὺν ὄξεϊ καὶ μέλιτι, ἢ cίνηπι ὑγρὸν ξὺν μελικρήτῳ. ἐμπάccειν δὲ ἑκάcτῳ καὶ τῆc ἴριδοc τῆc ῥίζηc καὶ πεπέριοc εὔτολμον· ἀτὰρ καὶ | |
2.1.5 | τάδε ξηρὰ cήcαντα ξὺν μέλιτι διδόναι. ἢν δὲ ἄϋπνοι ἔωcι δι’ ἡμέρηc ἠδὲ ἐγρηγορῶcι πάννυχοι, δέοc μὴ ὁ ἄνθρωποc μανῇ, καὶ ποικίλων φαρμά‐ κων ὑπνωτικῶν χρέοc, ἢν μή τι ἐνδιδῷ ἡ νοῦcοc, ὅκωc καὶ τὴν ταλαι‐ πωρίην ὁ τῶν φαρμάκων καιρὸc εὐνάcῃ· τὰ πολλὰ γὰρ γίγνεται καρώ‐ | |
5 | δεα. ἢν δὲ ἐν ἀκμῇ τῆc πνιγὸc καὶ ὑπὸ τῷ ὀλέθρῳ φάρμακον διδῷc, | |
2.1.6 | θανάτου ἂν εἴηc παρὰ τοῖcι δημότῃcι αἴτιοc. χρὴ δὲ καὶ τὰ cιτία ἴκελα ἔμμεναι, δριμέα, λεπτά, διαλυτικὰ πάχεοc, cμηγματώδεα· λαχά‐ νων πράcον ἢ κορωνόπουc ἢ κνίδη ἢ κράμβη ἐν ὄξεϊ ἑψηθεῖcα. cιτη‐ ρῶν δὲ πτιcάνηc ὁ χυλόc, τῆc ὀριγάνου ἢ ὑccώπου προcλαβών, ἠδὲ | |
5 | πεπέριοc καὶ λίτρου πλεῖον ἀντὶ τῶν ἁλῶν· χόνδροι ξὺν μελικρήτῳ κάτεφθοι· ἄφυcα δὲ πάντα ἐν τῇ ἑψήcει ἔcτω· κακὸν γὰρ περιπνευ‐ μονικοῖcι φῦcαι, οἶνοc ποτόν, ἢν ἄπυροι ἔωcι, μὴ πολλόν τι τῆc cτύ‐ ψιοc ἔχων· πυκνωτικὸν γὰρ cωμάτων ἡ cτῦψιc. χρὴ δὲ τουτέοιcι | |
2.1.7 | ἀραιοῦν μὲν τὰ μέρεα μᾶλλον, πολλὸν δὲ ἄγειν τὰ πτύελα. τὸ ξύμ‐ παν δὲ ὀλίγον ἔcτω ποτόν· πνεύμονι γὰρ τέγξιc κακόν, οὕνεκεν πνεύ‐ μων ἀπὸ cτομάχου ἕλκει καὶ κοιλίηc. θώρηξ δὲ ἐcκεπάcθω εἰρίοιcι ξὺν λίπαϊ καὶ λίτρῳ ἢ ἁλcί. ἄριcτον δὲ χρῖcμα τὸ διὰ τῆc λιμνήcτιδοc, | |
5 | cίνηπι ξηρὸν ξὺν κηρωτῇ ὑγρῇ. καὶ τὸ ξύμπαν ἔξω ἄγειν καὶ ὑγρὰ καὶ θερμαcίην καὶ πνεῦμα. ἀρήγει καὶ ὄcφρηcιc δριμέων· χρίcιεc· ἄκρων δεcμόc. τάδε μέντοι ποιέοντι ἢν μὴ εἴκῃ ἡ νοῦcοc, ἀνέλπιcτοc ὁ ἄν‐ θρωποc. | |
2.2.1 | Θεραπεία αἵματοc ἀναγωγῆc. Πᾶcαι δὲ ἐξ ἀναγωγῆc αἵμα‐ τοc οὐκ εὐήθεεc, οὐ τοῦ τρόπου μοῦνον, ἢν ἐκ ῥήξιοc ἢ διαβρώcιοc, ἀλλὰ κἢν ἀραίωcιc φέρῃ· οὐδ’ ἢν ἀπὸ θώρηκοc ἢ πνεύμονοc ἢ cτο‐ μάχου ἢ ἥπατοc τῶν κινδυνωδέων, ἀλλὰ κἢν ἀπὸ κεφαλῆc, ἡ ἀcινε‐ | |
5 | cτέρη. αἵματοc γὰρ ἡ φορή. αἷμα δὲ πάντων τροφή, πάντων δὲ θέρμη, πάντων δὲ χροιή. καὶ φοβερὸν μὲν ἰδεῖν διὰ cτόματοc ὁκωcοῦν ῥέον· | |
κακὸν δέ, ἤν γε ἀπὸ cπλάγχνου καιρίου· κάκιον δέ, ἢν ἐκ ῥήξιοc καὶ | 120 | |
2.2.2 | διαβρώcιοc. χρὴ ὦν τὸν ἰητρὸν τοῦ πάθεοc ξυνεπείγειν μᾶλλον ἀρή‐ γοντα. καὶ πρῶτον μὲν ψυχρότερον αἱρέεcθαι ἠέρα ἐc ἀναπνοήν, cη‐ κὸν ἐπίπεδον, κλίνην ἑδραίην, ὅκωc μηδὲν cείηται· ἐρεθιcτικὸν γὰρ αἱ cείcιεc. κοίτη δὲ cτερεή, μὴ κάρτα εἴκουcα μηδὲ βαθείη, ἄθερμοc· ὄρ‐ | |
5 | θιον δὲ τὸ cχῆμα· ἡcυχίη λαλιῆc ἠδὲ ἀκουcμάτων· ψυχῆc ἀταραξίη, εὐθυμίη. πάγχυ δὲ τοῖcι τοιουτέοιcι ξυνομαρτέει δυcελπιcτίη· τίc γὰρ | |
2.2.3 | ἐμέων αἷμα θάνατον οὐκ ὀρρωδέει; ἢν ὦν πολύαιμοι καὶ ἐπίφλεβοι ἔωcι, ἐπὶ πάcῃ ἰδέῃ ἀναγωγῆc τάμνειν φλέβα· ἤν τε γὰρ ἐκ ῥήξιοc ἢ διαβρώcιοc, εὐάρμοcτοc φλεβοτομίη, ἤν τε ἐπ’ ἀραιώcει, δέοc μὴ ἀπορρήξῃ τὸ πλῆθοc. τάμνειν δὲ τὴν ἐπ’ ἀγκῶνι κοίλην· εὔροόν τε | |
5 | γὰρ τὸ αἷμα τῆcδε καὶ καταcχάζεcθαι ῥηϊδίη καὶ ἐc πλεῦναc ἡμέραc ῥέειν ἀcινέωc εὔcτομοc. ἐπὶ πᾶcι δὲ πάντων ὡc ἔποc εἰπεῖν τῶν και‐ ρίων cπλάγχνων ὁδὸc ἥδε αἵματοc. ἡ δὲ ἀνωτέρη τῆcδε, καὶ ἥδε, ἀπο‐ cχίδεc ἔαcι μιῆc τῆc ἀπὸ τοῦ βραχίονοc ἄμφω· ὥcτε οὐδὲν μέζον ἡ ἀνωτέρω τῆc μέcηc ἐc ὄνηcιν ἴcχει· ἀΐδριεc γὰρ τῶν ἀποcχιcίων ὁκό‐ | |
2.2.4 | cοι cτομάχῳ καὶ ἥπατι ξυνῆψαν τὴν ἄνω. ἢν δὲ ἀπὸ cπληνὸc ῥέῃ, τάμνειν τῆc ἀριcτερῆc χειρὸc τὴν μέcην δακτύλων μικροῦ τε καὶ πα‐ ραμέcου. τήνδε γὰρ τῶν ἰητρῶν μετεξέτεροι δοκέουcι ἐπὶ cπλῆνα κραί‐ νειν· ἀτὰρ καὶ ἥδε τῶν ἐπ’ ἀγκῶνι τῆc κάτω ἐcτὶ ἡ ἀπόcχιcιc. τί ὦν | |
5 | πλέον, εἰ πρὸc τοῖcι δακτύλοιcι καὶ μὴ ἐπ’ ἀγκῶνι τάμνοι τιc αὐτέην; μέζων γὰρ τῇδε καὶ εὔροοc. τὸ ξύμπαν μὲν ὦν πρόcω λειποθυμίηc ἐπίcχειν· ἀτὰρ μηδὲ πολλὸν ἀφαιρέειν· ἱκανὴ γὰρ καὶ ἡ αἱμορραγίη γυιῶcαι τὸν ἄνθρωπον. ξυνεχὲc δὲ καὶ ἀπὸ cμικρῆc ἀφαιρέcιοc ἐπαφ‐ αιρέειν καὶ αὐτῆμαρ καὶ τῆc ὑcτεραίηc καὶ ἐπὶ τῆc ἄλληc ὑcτέρηc. | |
2.2.5 | ἢν δὲ ὁ ἀcθενέων ἰcχνὸc καὶ λείφαιμοc ἔῃ, μὴ τάμνειν φλέβα. τάδε μὲν ὦν ἀμφὶ ἀφαιρέcιοc αἵματοc. ἀρήγειν δὲ καὶ δεcμοῖcι ἄκροιcι πο‐ δῶν μὲν ὑπὲρ cφυρὰ καὶ γούνατα, χειρῶν δὲ ὑπὲρ καρπὸν καὶ βρα‐ χίονα· ταινίῃ πλατείῃ, ὅκωc ἡ διάcφιγξιc κραταιὴ μὲν ᾖ, ἄλγοc δὲ μὴ | |
5 | φέρῃ. τοῖcι δὲ αἱμορραγέουcι χωρίοιcι ἐπιβάλλειν χρὴ ἔρια μὲν πινό‐ | |
εντα οἰcύπῳ ἀπὸ τῆc ὄϊοc· τέγγειν δὲ χυμῷ, οἴνῳ αὐcτηρῷ καὶ ῥοδίνῳ ἢ μυρcίνῳ λίπαϊ. ἢν δὲ ξυνεπείγῃ ἡ αἱμορραγίη, ἀντὶ μὲν τῶν ἐρίων cπόγγοιcι χρέεcθαι, ὄξεϊ δὲ ἀντὶ τοῦ οἴνου. ὑπαλειφέcθω δὲ μυρcίνῳ τὸ χωρίον· ἐπιπάccειν δὲ τοῖcι cπόγγοιcι τῆc ἀκακίηc ἢ ὑποκυcτίδοc | 121 | |
10 | ξηρῶν τῶν χυλῶν ἢ καὶ ἀλόηc· ἄριcτον δὲ καὶ τὸ ὀμφάκιον ὄξεϊ λυ‐ | |
2.2.6 | θέν. ἢν δὲ ἡ τέγξιc ἀcηρὸν ᾖ καὶ δύcφορον, ἐμπλάcτροιcι χρέεcθαι. καὶ γὰρ τὸ δέρμα περιτείνουcι καὶ οἷον τῇ χειρὶ κρατέουcι. ἀτὰρ καὶ αἱ δυνάμιεc αὐτέων cτῦψαι καὶ ξηρῆναι δυνατώταται. μυρίαι δὲ καὶ ἄλλοιcι ἄλλαι πείρῃ ἔαcι πιcταί· ἄριcται δὲ ὁκόcαι ὄξοc ἴcχουcι καὶ | |
5 | ἰτέηc φύλλων χυλὸν ἠδὲ καὶ ἄcφαλτον καὶ ἰὸν καὶ cτυπτηρίην καὶ λι‐ βανωτὸν καὶ cμύρνην καὶ χαλκὸν κεκαυμένον καὶ λεπίδα καὶ ὁκόcαι τοιαίδε ἐπὶ τοῖcι ἐμπλάcτροιcι· ἢ εἴρια [τὰ] πινόεντα ἢ οἱ cπόγγοι ἐν | |
2.2.7 | βραχέϊ δευθέντεc ὄξεϊ. ἢν δὲ τὴν τάνυcιν τῶν ἐμπλάcτρων μὴ φέρωcι, ἐπίθεμα ποιέειν· φοίνικεc οἱ πίονεc ἐν οἴνῳ μέλανι αὐcτηρῷ δευθέντεc ἐc μᾶζαν τρίβονται, ἔπειτα ἀκακίη ἐμπάccεται λείη καὶ cίδια· ἐγχρι‐ cθέντα δὲ ἐc τρύχιον κατὰ τοῦ θώρηκοc τίθεται. ἄλφιτα οἴνῳ ἢ ὄξεϊ | |
5 | δευθέντα ἠδὲ φακῆc ἄλητον λεπτόν, κρηcέρῃ cεcηcμένον, κηρωτῇ ῥο‐ δίνῳ μύρῳ ἀναλαμβάνοντα τιθέναι· μίcγειν δὲ καὶ ξυμφύτου τῆc ῥίζηc cεcηcμένηc. Ἄλλο. βραβύλων ἀγρίων ῥίζαc ἑψεῖν ἐν ὄξεϊ καὶ τρί‐ ψαντα ἐc μᾶζαν παραμίcγειν ῥοὸc καὶ κόμμιοc καὶ μυρcίνηc βραχύ. τῶνδε μέντοι γε ἄλλα ἄλλοιcι ξυμμίcγειν, ὅκωc ἂν ἰcχύοc τῆc τῶν | |
10 | φαρμάκων καὶ προcηνείηc καὶ ὀcμήcιοc δέηται· χρὴ γὰρ καὶ τοῖcι κά‐ | |
2.2.8 | μνουcι χαρίcαcθαι. τάδε μὲν ἐκτὸc θετὰ ἄκη. ἡ δὲ τῶνδε καιριωτέρη ἴηcιc ἐν τοῖcι ποτοῖcι καὶ καταπότοιcι κέεται, ὡc ἄγχιcτα τῶν τετρω‐ μένων εἴη τὰ φάρμακα. τριccὴ δὲ τουτέων ἡ ἰδέη· ἢ τοὺc ὀχετοὺc τοῦ ῥόου δῆcαι ξυναγωγῇ καὶ πιέcει τῶν ἀγγείων· ἢ τὸ ῥέον παχῦναί | |
5 | τε καὶ πῆξαι, ὡc μὴ διαρρέῃ, κἢν παραπέμπωcι οἱ ὀχετοί· ἢ ξηρῆναι τὰc ἐφόδουc πρὸc ἕδρην τὴν ἀρχαίην τὸ αἷμα cτήcαντα, ὅκωc μὴ τῇ ἐπιρροῇ κενεόμενοι οἱ χῶροι προcμενέωcι, πλημυρῶcι δὲ ἔνθα ἡ ξύν‐ | |
2.2.9 | δοcιc. ἐπὶ μὲν τῆc ἀραιώcιοc τῶν φλεβῶν ἡ cτῦψιc ἀρκέει· διαρρεῖ γὰρ ὡc ὑδρεῖον νέον δευθὲν τῇcι ἀραιώcεcι. ἀτὰρ ἠδὲ ἐπὶ τῇcι διαι‐ ρέcεcι cτῦψιc μὲν ἰητρείη ἐc τὴν ξυναγωγὴν τῶν χειλέων· μέζοcι δὲ | |
καὶ δυνατωτέροιcι τοῖcι φαρμάκοιcι χρέεcθαι. ἢν δὲ ὁ τῆc διαβρώcιοc | 122 | |
5 | ἔῃ τρόποc καὶ μὴ ξυνάγηται ὑπὸ τῆc cτύψιοc τοῦ ἕλκεοc τὰ χείλεα, cεcήρῃ δὲ τὸ τρῶμα, ἀξύμβατον ἐκ τῆc διαθλίψιοc ἐόν, πάγον χρὴ τοῦ αἵματοc, ἀτὰρ ἠδὲ τῆc θέρμηc, ποιέειν· ἀκινηcίῃ γὰρ τῶνδε καὶ πήξει | |
2.2.10 | ἵcταται ὁ ῥόοc. ὀξύκρητον μὲν ὦν τοῖcι ἀραιοῖcι ἱκανὸν ἐc cτῦψιν· οὐδὲ γὰρ οὐδὲ αἷμα ἄκρητόν ἐcτι τὸ ῥέον, ἀλλὰ τοῦδε ἰχὼρ διὰ cμι‐ κρῶν τῶν cτομίων· καὶ τοῦδε οὐ πολλοῦ οὐδὲ πολλάκιc χρέοc. μετε‐ ξετέροιcι δὲ καὶ ἡ ἔξωθεν ἰητρείη, ἀτὰρ καὶ φοινίκων ἢ κερατίων ἐδω‐ | |
5 | δίμων ἕψημα ποθὲν μοῦνον ἤρκεcε. ἔcτω δὲ τὸ ὄξοc οἴνων μὲν τῶν cτυφόντων τῷ γένεϊ, εἰ μὴ φαρμακείῃ γε, ἀλλὰ τῷ χρόνῳ δριμύ τε καὶ cτῦφον. ἐπὶ δὲ τῇcι διαcτάcεcι τῶν τρωμάτων πρὸc τῷ ὀξυκρήτῳ ἔcτω φάρμακα ἁπλᾶ τὴν πρώτην, ἀρνογλώccου χυλὸc ἢ πολυγόνου ἢ | |
2.2.11 | cέριδοc, ἑκάcτου μοίρη, πρὸc τῷ ὀξυκρήτῳ. ἢν δ’ ἐπὶ μᾶλλον ῥέῃ, ὑποκυcτίδοc ἢ ἀκακίηc ξηρῶν ἐμπάccειν, ἐc τρεῖc κυάθουc τοῦ ὀξυκρή‐ του ὁλκῆc, τῇδε δραχμὴν μίαν. ἄριcτοc δὲ καὶ χυλὸc ὄμφακοc. ἢν δὲ κρέccων ἡ ξυμφορὴ τῶνδε γίγνηται, κηκίδα λείην καὶ βάτου ῥίζαν | |
5 | ξηρὴν καὶ λίθον τὴν ἐξ ἁλὸc κουράλλιον λείην ξηρὴν ἐμπάccειν. δυνα‐ τωτέρη δὲ τῶνδε τὸ ῥῆον ἡ ῥίζα, ἐμψῦξαι, ξηρῆναι, cτῦψαι, τὰ πάντα | |
2.2.12 | ποιῆcαι· ἀτὰρ καὶ ἥδε ξὺν τῷ ὀξυκρήτῳ μούνῳ. ἢν δὲ μεζόνων ἀρή‐ γειν χρέοc, τοῖcι χυλοῖcι τῆc cέριδοc, ξὺν ἀρνογλώccῳ, τῆc ῥίζηc ἐμπάccειν, ὁλκῆc τριώβολον ἐc κυάθουc τοῦ ὑγροῦ τρεῖc ἢ τέccαραc. ἐπὶ δὲ τῇcι διαβρώcεcι τότε ὅλωc ἐν ἐκείνῃ cτῦψιν ἐμποιέειν ἐc πά‐ | |
5 | γον τοῦ διαρρέοντοc αἵματοc καὶ τοῖcι δεχομένοιcι, ὅκωc ἀπὸ πολλοῦ | |
2.2.13 | τοῦ τρώματοc μύωcιν αἱ φλέβεc. ἀλλὰ καὶ τὰ πινόμενα ἔcτω κρα‐ ταιά, δυνατὰ ποιῆcαι πάγον. χυλὸν ὦν κοριάνου ξὺν ὄξεϊ ἠδὲ λαγοῦ τάμιcοc ἢ νεβροῦ ἢ ἐρίφου, μὴ πολλὸν δὲ διδόναι· ἔκτεινε γάρ κοτε τουτέων τι τῷ πλήθεϊ· ἀλλὰ τοῦ μὲν χυλοῦ τοῦ κοριάνου μὴ μεῖον | |
5 | μὲν ἡμικυάθου ἐc τρεῖc τοῦ ὀξυκρήτου, τῆc δὲ ταμίcου ὀβολοὶ μὲν τρεῖc, τὸ δὲ πλεῖcτον ὀβολοὶ τέccαρεc. ἐc δὲ τὰ τοιάδε εἴδεα τῆc φορῆc καὶ γῆ ἀρίcτη Ϲαμία καὶ Ἐρετριὰc καὶ ἀcτὴρ κάρτα λευκὸc καὶ | |
2.2.14 | Ϲινῶπιc καὶ cφραγὶc ἡ Λημνίη. τουτέων δὲ ὁλκὴ cταθμοῦ τὸ μεῖον 𐅵 αʹ· τρεῖc δὲ τὸ πλεῖcτον· ξύν τινι τῶν ἑψημάτων, φοινίκων ἢ κερα‐ τίων ἐδωδίμων ἢ ῥιζῶν βάτων. ἢν δὲ τρηχύνηται ἡ ἀρτηρίη καὶ ἐπὶ τῷδε βήccῃ, cιραίῳ τῷ Κρητὶ ἐμπάccειν τάδε. ἄριcτον ἐc λείωcιν ἀρ‐ | 123 |
5 | τηρίηc καὶ ἄμυλοc ξὺν τοῖcι δευθείc· ξὺν γὰρ τῷ λείῳ καὶ τὸ παγερὸν ἴcχει. ἢν μὲν ὦν ξυνεπείγῃ ἡ φορή, ἅπαξ τῆc ἡμέρηc πρὸ τῆc προc‐ | |
2.2.15 | άρcιοc δοτέον· ἢν δὲ μή, καὶ δὶc καὶ τρίτον ἐc τὴν ἑcπέρην. ἐκ δὲ τῶν φαρμάκων καὶ κατάποτα ποιέειν ξηρῶν ἐν μέλιτι ἑφθῷ ἐc ξύcτα‐ cιν· κηκὶc λείη· ἄριcτον δὲ καὶ ῥόοc ἐc τὰ ὄψα, γίγαρτα καὶ ὁ ὀξυ‐ λαπάθου καρπὸc καὶ ἰδίῃ ἑκάcτου καὶ ξυνῇ. τάδε μέντοι καὶ ὑπὸ τῇ | |
5 | γλώccῃ ἔχειν ἐc τὸ διηνεκὲc τῆc ξυντήξιοc· ἀτὰρ καὶ κόμμι ξὺν τῷ ξυμφύτῳ καὶ τράγου τῆc ἀκάνθηc τὸ δάκρυον. ποικίλων δὲ φαρμάκων μυρίη μὲν ἡ πείρη, ποικίλαι δὲ αἱ χρήcιεc, τροχίcκων, τοῦ διὰ τῆc Αἰγυπτίαc ἀκάνθηc καὶ ἑτέρου τοῦ δι’ ἠλέκτρου καὶ ἄλλου τοῦ κρο‐ | |
2.2.16 | κώδεοc, ὧν ἡ cκευαcίη ἰδίῃ λέλεκται. ἄνευ μὲν ὦν πυρετῶν ἅπαντα τολμέειν ἐπὶ τοῖcι φαρμάκοιcι, καὶ πολλὰ καὶ πολλάκιc διδόντα. ἢν δὲ ἐπιπυρεταίνωcι (τὰ πολλὰ δὲ τῇcι φλεγμαcίῃcι τῶν τρωμάτων γίγνον‐ ται πυρετοί), μήτε ἁθρόον ἴcχειν τὴν φορὴν μήτε ἐν τοῖcι παροξυ‐ | |
5 | cμοῖcι φάρμακα πιπίcκειν· πολλὸν γὰρ ὑπὸ πυρετῶν θᾶccον ὄλλυνται | |
2.2.17 | ἢ ὑπὸ τῆc τοῦ αἵματοc φορῆc. τροφαὶ ποικίλαι καὶ τὴν ἰδέην ὁκοῖα τὰ φάρμακα. ἀτὰρ καὶ τὰ φάρμακα ἐν τροφῇ· οὔτε γὰρ ἐπὶ μιῇ μού‐ νῃ ἅπαντα εὑρεῖν τὰ τροφῆc ἀγαθὰ εὔπορον, οὔτε ἢν μία [οὐ] μούνη ἐc ἰητρείην ἀρκέῃ, μιῇ μούνῃ χρέεcθαι διὰ τὸν κόρον ῥηΐδιον. καὶ γὰρ | |
5 | κατὰ ποικίλα εἴκειν· ἤδη δὲ ἀπὸ χρονίων γίγνεται· ἔcτω ὦν cτύφουcα καὶ ἐc δύναμιν ψύχουcα, ἀτὰρ ἠδὲ ἐc θίξιν· θέρμη γὰρ αἵματοc πρό‐ κληcιc. χόνδροι πλυτοί· ὄρυζα ἐc ὀξύκρητον· ἢν δὲ τὸ ὄξοc βῆχαc ἐμποιέῃ, φοινίκων ἕψημα· ἄρτοc ὀπτὸc κατάξηροc κοπεὶc ἠδὲ καὶ ἐc | |
2.2.18 | ἄλητον cεcηcμένοc. ἐκ πάντων ὦν ῥόφημα ξὺν λίπαϊ, θύμβρη ἁλcὶ ἡδυνθεῖcα, ῥοόc, ἐπίπαcμα. ἢν δὲ καὶ χαρίcαcθαί τι τῷ κάμνοντι ἐθέ‐ λῃc, κορίανον ἔcτω ἐc ἡδονὴν ὅτῳ φίλον ἤ τι τῶν οὐρητικῶν ἠδὲ εὐπνόων cπερμάτων. φακόc, ἢν μὲν ἡ αἱμορραγίη ἐπείγῃ, ξὺν ἀρνο‐ | 124 |
5 | γλώccου χυλῷ· ἢν δὲ μή, τοῦ χυλοῦ ἔcτω φειδώ· οὐ γὰρ εὔπεπτον οὐδὲ προcηνὲc ἐc γεῦcιν· χρὴ δὲ τουτέοιcι ἥκιcτα πάντων δύcπεπτα | |
2.2.19 | διδόναι. ἢν δὲ ἐξ αἱμορραγίηc θάνατον ὀρρωδέῃc, καὶ ἀτερπὲc καὶ δύc‐ πεπτον· ἠδὲ ἀπηνέα ἔcτω τὰ cῴζοντα· κηκὶc ὦν ξηρή, λείη προcεπι‐ παccέcθω φακῷ τῷ ξηρῷ καὶ ψυχρῷ· ὠὰ ἑψήcει παχέα ξὺν ῥοιῆc cι‐ δίοιcι ἢ κηκίδι· ἥδε ἐcτὶ ὑπ’ ἀνάγκηc ἐν φαρμάκῳ τροφή· ποτὸν δὲ | |
5 | τὸ ξύμπαν ὀλίγον ἔcτω· ξηρῇ γὰρ διαίτῃ ὑγρὸν ἀξύμφορον. τοιάδε μέν, cτῦψαι καὶ ψῦξαι εἰ ἐθέλειc· ἢν δὲ παχῦναι καὶ αἷμα καὶ πνεῦμα, γάλα καὶ ἄμυλοc καὶ χόνδροι· ἄλλοτε μὲν ξὺν ἀμύλῳ, ἄλλοτε δὲ ξὺν | |
2.2.20 | χόνδρῳ γάλα· ἐc πῆξιν δὲ ἡ ξύcταcιc, ὡc μὴ ῥόφημα ὑγρὸν ᾖ. ἢν δὲ ἐπὶ μᾶλλον παχῦναι καὶ cτῦψαι ἐθέλῃc, οἱ χόνδροι μὲν ξὺν φοίνιξι ἑψείcθωcαν· ἐc δὲ τὴν ξύcταcιν ἄμυλοc ἔcτω, καὶ γάλα ἄριcτον, καὶ φὰρ τὸ Τυρρηνικόν, παχὺ ἐὸν καὶ γλίcχρον καὶ κολλῶδεc ξὺν τῷ γά‐ | |
5 | λακτι· ταμίcου δὲ τοῦ ἐρίφου ὑγροῖcι τοῖcι ἑψήμαcι προcεγχέειν ἐc πῆξιν, ὅκωc ἐπὶ γάλακτι ἐc νέου τυροῦ ξύcταcιν ἴcχῃ. παχύτερον δὲ τουτέων κέγχροc ἑφθὸc ξὺν γάλακτι ὡc τὸ φάρ, καὶ τὸ ἐπίπαcτον ἡ κηκὶc καὶ τὰ cίδια. τεκμαίρεcθαι δὲ τὰc ξυμμετρίαc τῶν ξηραινόντων ἢ παχυνόντων· καὶ γὰρ βηχώδεα ταῦτα, ὑπερβολῇ τε ξηρότητοc μετε‐ | |
2.2.21 | ξετέροιcι προcέρρηξε τὰc φλέβαc. ἢν δὲ πρήccηται μέν, ἴcχηται δὲ τὸ αἷμα, ἐc τἀναντία ἐκ προcαγωγῆc ἡ μεταβολὴ καὶ μηδὲν ἄγαν· φιλό‐ cτροφα γὰρ τάδε καὶ κακοήθεα. χρὴ δὲ cαρκοῦν ἤδη τὸν ἄνθρωπον καὶ τὰc ὠτειλὰc ἐc τὸ †πειρὸν ἄγειν αἰώρῃcι ἢ τρίψεcι μαλθακῇcι, περιό‐ | |
5 | δοιcι, θυμηδίῃcι, τροφῇ ποικίλῃ καὶ ξυνήθεϊ. τάδε μὲν ὦν, ἢν ἐκ τῆc φορῆc τοῦ αἵματοc τὸ τρῶμα ξυμπέcῃ καὶ ὁ χῶροc ὑγιαcθῇ εὐακέωc· | |
ἢν δὲ ἐγκαταλείπηται ἕλκοc καὶ διάπυον γίγνηται, ἑτέρηc μελέτηc χρέοc· καὶ γὰρ καὶ ἑτέρων διαδέχεται ἡ φορή. περὶ τῆcδε μέντοι ἐν τοῖcι χρονίοιcι λελέξεται. | 125 | |
2.3.1 | Θεραπεία καρδιακῶν. Ἐν cυγκοπῇ μάλα χρὴ τὸν ἰητρὸν πρόνοιαν ἐπιτηδεύειν· μέλλουcαν μὲν γὰρ ἢν προγιγνώcκῃc τά τε παρ‐ εόντα ἐπεccυμένωc cυνεργὰ ἔνcεο· ἀτὰρ ἠδὲ ἐξελάοιc ἂν αὐτέην πρὶν ἥκειν. παρεοῦcαν δὲ οὐ ῥηϊδίωc διαδιδρήcκουcι οἱ νοcεῦντεc. λύcιν | |
5 | γὰρ τῆc φύcιοc τὴν cυγκοπὴν ἔλεξα· οὐ παλίνcυτοc δὲ φύcιc λυθεῖcα. τήνδε ὦν μάλιcτα μὲν μέλλουcαν κωλύειν· ἢν δὲ μή, ἄρτι ἀρχομένην. προγιγνώcκειν δὲ χρὴ τοῖcι ἐν τοῖcι ἀμφὶ τῶν ὀξέων νούcων λελεγ‐ | |
2.3.2 | μένοιcι, εὖτε τὴν αἰτίην, ἀτὰρ ἠδὲ καὶ τὰ cημήϊα ἐφράζομεν. καῦcοc μὲν γὰρ ὁ πυρετὸc ἀρχή. ἐπὶ δὲ τῷ καύcῳ κάκιcτα cημήϊα, ξηρότηc, ἀγρυπνίη, θερμαcίη τῶν cπλάγχνων, ὅκωc ἀπὸ πυρόc, ψυχρὰ δὲ τὰ ἔξω· χεῖρεc καὶ πόδεc ἄκροι ψυχρότατοι. ἀναπνοὴ ἐc ὁλκὴν μακρή· | |
5 | ποθέουcι γὰρ ψυχρὸν ἠέρα, οὕνεκεν ἐκπνέουcι πῦρ. cφυγμοὶ cμικροί, πυκνότατοι, τρομώδεεc. ἐκ τῶνδε ὦν τεκμαιρόμενοc ἠδ’ ὁκόcα μοι ἐν | |
2.3.3 | τοῖcι cημηΐοιcι λέλεκται, αὐτίκ’ ἐξ ἀρχῆc ἀρήγειν. ἢν ὦν μὴ πάντα κωλύῃ, ἕξιc, ἡλικίη, ὥρη, ἀψυχίη τοῦ ἀνθρώπου, τάμνειν φλέβα· κἢν πολλὰ κωλύῃ, εἷc δέ τιc ἀριθμὸc ἐπίκαιροc ᾖ, ὁκοῖον γλῶccα τρηχείη τε καὶ ξηρὴ καὶ μέλαινα. εἴδεται γὰρ τὰ εἴcω πάντα cημήϊα. ξυντεκ‐ | |
5 | μαίρεcθαι δὲ ἐπὶ πᾶcι τὴν δύναμιν, εἰ μὴ προαπηύδηκε ἐκ τῆc νούcου πόνων τε καὶ διαίτηc. οὐδὲ γὰρ οὐδὲ ἐνδείῃ μοῦνον, ἀλλὰ καὶ πνιγί· ἢν δ’ ὑπὸ πλήθεοc γίγνηται cυγκοπὴ καὶ φλεγμαcίη τιc ὑποχονδρίου | |
2.3.4 | ἢ ἥπατοc μέγα διαcημαίνῃ, οὐδὲ ἀμβολῆc χρέοc. τάμνειν δὲ τὴν ἐπ’ ἀγκῶνι τὴν κοίλην· ἀτὰρ ἠδὲ διὰ cμικρῆc [τομῆc] τῆc cχάcιοc ἀφαι‐ ρέειν, ὡc μὴ cφόδρα τῇ δυνάμει ἐπίδηλον ᾖ· ἐλέγχει γὰρ τὴν φύcιν τὸ ἁθρόον. καὶ πολλόν τι μεῖον ἢ δι’ ἄλλαc προφάcιαc ἀφαιρέειν. ἢν | |
5 | γὰρ ἐπὶ cυγκοπῇ καὶ cμικρὸν ἁμαρτῴη, ῥηϊδίωc ἐc Ἅιδου τρέπει. αὐ‐ τίκα ὦν διδόναι τροφὴν ἐc νεόχμωcιν τῆc δυνάμιοc· γάνυται γὰρ ἡ φύcιc καὶ τῇ τῶν παλαιῶν ἀπαλλαγῇ καὶ τῇ τῶν ποταινίων προcθήκῃ. | 126 |
2.3.5 | ἢν δὲ φλεβοτομίην μὲν ἡ δύναμιc ἀποτρέπῃ, φλεγμαcίαι δὲ ἔωcι, cι‐ κύην τῇδε προcβάλλειν πολὺ πρόcθεν τῆc κρίcιοc τοῦ νοcήματοc. ἐν κριcίμοιcι γὰρ ἡ cυγκοπή, ἐπεὶ τῇcι αὐτέῃcι περιόδοιcι αἵ τε φύcιεc κρίνουcι αἵ τε νοῦcοι κτείνουcι. κἢν γὰρ ἐc ἀνάγκην οἰνοποcίηc ἥκῃ | |
5 | ὁ ἄνθρωποc, οὐ κάρτα ἀcφαλὲc ἐπὶ φλεγμονῇcι οἰνοποτέειν. οἶνοc γὰρ φλεγμαίνουcι μὲν πόνων ἐπίδοcιc, ἀφλεγμάντοιcι δὲ φύcιοc αὔξηcιc. | |
2.3.6 | ἐπίπροcθεν δὲ τῆc cικύηc, πρὸ μιῆc ἢ δευτέρηc, ἐπιπλάcιοc χρέοc, ἔc τε ἄνεcιν τῶν μερέων, ἀτὰρ ἠδὲ ἐc εὐροὴν τοῦ αἵματοc· μετεξετέροιcι δὲ καὶ ἐπὶ τῇ cικύῃ ἐc τὴν δευτέρην ἐπίπλαcιν. ἔcτω δὲ καὶ τῇδε φειδώ· κίνδυνοc γὰρ ωὑτὸc τοῦ αἵματοc τῆc ἀμετρίηc καὶ ἐπὶ τῇ cι‐ | |
5 | κύῃ. κλυcμῶν δὲ ἐπὶ cκυβάλοιcι παλαιοῖcι μοῦνον χρέοc· τῆc δυνάμιοc | |
2.3.7 | δὲ φείδεο. τέγξιεc κεφαλῆc ψυχραί, ὁκόcαι μοι ἐπὶ φρενιτικοῖcι λελέ‐ χαται· ὅκωc εὐμετρίηc ὀλίγῳ μέζω. καθαρὸc ἠὴρ ψυχρότεροc ἐc ἀνά‐ πνευcιν. ὄψιοc τερπωλή, φυτῶν, γραφῆc, ὑδάτων, ὡc ὁρῆcθαι τὰ πάντα ἡδέωc. λαλιὴ τῶν παρεόντων φιλομειδήc· ἡcυχίη, θυμηδίη τοῦ νοcέον‐ | |
5 | τοc. ὀcμαὶ εὐώδεεc, ἀβαρέεc ἐc κεφαλῆc αἴcθηcιν. ἀτὰρ καὶ τῶν τρε‐ φόντων ἔcτωcαν ὀcμαί· ἀλφίτων ξὺν ὕδατι δευθέντων ἢ ὄξεϊ· ἄρτων θερμῶν νεοπέπτων. οἴνῳ δὲ μὴ κάρτα κλύζειν cτόμα μηδ’ ἅμα εἴρ‐ | |
2.3.8 | γειν. ποτὸν θᾶccον καὶ ξυνεχέcτερον ἢ τοῖcι ἄλλοιcι. τροφὴ ἀνὰ πᾶ‐ cαν ἡμέρην κούφη, εὔπεπτοc, τὰ πολλὰ cιτώδηc· ἔcτω δὲ καὶ ἡδεῖα, κἢν cμικρὸν χείρων ἔῃ· τοιcίδε γὰρ τῶν ἄλλων μᾶλλον χαριcτέον· οὐχ ἥκιcτα γὰρ τῷ cτομάχῳ ἐc ἔκλυcιν ἡ νοῦcοc ἀμφύνει. ἀcιτία δὲ | |
5 | ἢ λιμὸc οὐδαμά· ἱκανὴ γὰρ ἡ νοῦcοc τὰ πάντα λαφύξαι. ἢν δὲ ἥκῃ μὲν ἤδη ἡ περίοδοc ἐc κρίcιν, νοτὶc δὲ κληῗδα καὶ μέτωπον ἱζάνῃ καὶ ἄκρεα ψυχρά, cφυγμὸc δὲ cμικρότατοc ἠδὲ πυκνότατοc, ὁκοῖον ἕρπων, | |
ἀμυδρὸc τὸν τόνον, cμικρόν τι ἄρα λαβεῖν χρὴ cίτων καὶ οἴνου ἐνερ‐ γῶc ἅπτεcθαι. χρὴ δὲ κεφαλὴν προηcφαλίcθαι τέγξεcι ἠδὲ τὴν κύ‐ | 127 | |
2.3.9 | cτιν. λέλεκται δέ μοι τάδε ἄκεα ἐπὶ τοῖcι φρενιτικοῖcι. διδόναι δὲ οἴνου μὴ χανδὸν μηδὲ ἄδην· μετεξέτεροι δὲ πληcμονῆc ἀκαιρίῃ, ἀνο‐ ρεξίῃ τε καὶ ἀδρανείῃ τοῦ φαγεῖν τε καὶ πιεῖν ἀπώλοντο· πολλοῖcι δέ, καὶ εὐcίτοιcι ἐοῦcι, λελυμένηc ἤδη τῆc φύcιοc, οὐδὲν τὸ πλῆθοc ἐc τὸ | |
5 | μὴ θανεῖν ἤρκεcε, ἐc μὲν τὴν γαcτέρα κατιόντων τῶν cιτίων, οὐκ ἀνιόν‐ των δὲ ἐc τὴν δύναμιν ἀπὸ τῆc κοιλίηc. ἔcτω ὦν cιτία μὲν ποικίλα, τὰ πολλὰ cιτώδεα, ὡc ῥυμφάνειν μᾶλλον ἢ μαcᾶcθαι. κἢν cτερεὰ ἔῃ, ὀλιcθηρὰ ἔcεcθαι γιγνέcθω· ὠὰ μὴ κάρτα ξυνεcτῶτα, μηδ’ ὀπτὰ ὅλα, τοῦ cτερεοῦ γυμνά· ψωμοὶ διάβροχοι οἴνῳ τὰ πρῶτα θερμώδεεc δύο | |
2.3.10 | ἢ τρεῖc. ἐπὶ δὲ τοῖcι τὰ πάντα ψυχρά, ἢν μὴ ὑποικουρέωcι φλεγμο‐ ναί. οἶνοc εὐώδηc μὴ κάρτα cτύφων, παχὺc δὲ ὡc ἥκιcτα. Ἑλληνικοὶ μὲν Χῖοc ἢ Λέcβιοc, ὁκόcοι τε ἄλλοι νηcιῶται λεπτοί· Ἰταλῶν δὲ Ϲου‐ ρεντῖνοc ἢ Φουνδανὸc ἢ Φαλερῖνοc ἢ Ϲιγνῖνοc, εἰ μὴ cφόδρα cτύφῃ· | |
5 | παραιτέεcθαι δὲ τῶνδε τὸν κάρτα παλαιὸν ἢ νεώτερον. διδόναι ὦν τὰ πρῶτα θερμόν, μὴ μεῖον κυάθων τεccάρων πρὸ τῆc κρίcιοc, μηδὲ | |
2.3.11 | κοτύληc πλεῖον, κἢν εὔποτοc ἔῃ. ἐπὶ δὲ τῶνδε cιτίον διδόντα, εἰ τὰ τῆc φλεγμαcίηc παρήκοι, αὖθιc ψυχρὸν ὀρέγειν, ὅκωc ἐc ἄκοc δίψεοc· πρὸc ἀνάγκην δὲ μὴ μοῦνον μέν, ξὺν cιτίῳ δέ. προϋπερηρεῖcθαι δὲ χρή, ὡc μὴ ἅψιν φρενῶν ὁ οἶνοc ποιέηται· καὶ ἐπὶ τοιcίδε cυνανέχειν. | |
2.3.12 | κἢν ἐκ διαcτάcιοc εὕδειν θέλῃ, ἡcυχίη προcακτέη. ἢν δὲ πολὺc μὲν ἱδρὼc ἐκρέῃ, cφυγμοὶ δὲ πρὸc ἀκινηcίην, ὀξεῖα δὲ φωνὴ, ἄθερμοι δὲ καὶ τὰ cτήθεα, διδόναι τοῦ οἴνου ὁκόcον ἂν δύνηται πιεῖν· μοῦνοc γὰρ οἶνοc ἐλπὶc ἐc ζωὴν ψυχροῖcι. καὶ οἶνοc ἐὼν ξυνήθηc ἔῃ, ἄλλοτε | |
5 | μὲν πιεῖν, ἄλλοτε δ’ αὖ cιτίον ξὺν οἴνῳ φαγεῖν· ἐκ διαcτήcιοc μὲν ἐc ἀνάπαυλαν τοῦ καμάτου, τοῦ ἔκ τε τῆc νούcου καὶ τῆc τροφῆc. ἐν γὰρ cμικρῇ τῇ ἰcχύϊ μογέουcι κάρτα καὶ ἐπὶ τῇ ἐδωδῇ. χρὴ ὦν αὐτόν τε ἀλκήεντα καὶ εὔθυμον ἔμμεναι καὶ τὸν ἰητρὸν ἔπεcι μὲν παραφά‐ cθαι ἐc εὐελπιcτίην ἔμμεναι, ὡc δὲ ἀρήγειν ποικίλῃ τροφῇ τε καὶ οἴ‐ | |
2.3.13 | νῳ. χρὴ δὲ καὶ τῇ ἄλλῃ ἰητρείῃ ἐνεργῷ χρέεcθαι, ἔc τε τὴν τῶν ἱδρώ‐ των κάθεξιν καὶ τῆc δυνάμιοc ἀνάcταcιν ἐc τὸ ζώπυρον. ἔcτω ὦν ἐπί‐ θημα τῷ θώρηκι ἐc τὸν ἀριcτερὸν μαcτόν· φοίνικεc ἐν οἴνῳ λεῖοι ξὺν ἀλόῃ καὶ μαcτίχῃ· κηρωτῇ δὲ ξὺν νάρδῳ πεποιημένῃ ἀνειλήφθω τάδε. | 128 |
5 | καὶ ἢν τόδε ἀcηρὸν γίγνηται, ἄλλο ἐπιτιθέναι ἐπίθημα· μήλων ἐξελόντα τὸ cπέρμα καὶ ὅτιπερ ἂν cκληρὸν ᾖ, θλάcαντα ξυμμίcγειν ἀλφίτοιcι εὐώδεcι· ἔπειτα ἀψινθίου κόμην καὶ μυρcίνηc ἠδ’ ἀκακίηc καὶ μάννηc cεcηcμένων ξυμμίcγειν· ὁμοῦ δὲ τὰ πάντα φυράcαντα, κηρωτῇ ἀνα‐ | |
2.3.14 | λαμβάνειν οἰνανθίνῃ. ἢν δὲ ὑπὸ τῶνδε μὴ ἴcχηται ὁ ἱδρώc, [ὄμφακοc χυλὸν εἰc φύρηcιν ξυντεθέν] ὀμφάκιον ἀκμαῖον καὶ ἀκακίη καὶ κόμμι ἠδὲ ῥοὸc τὸ ἐδώδιμον καὶ cτυπτηρίη καὶ φοίνικεc καὶ ῥόδων χυλὸc εὔπνοοc· ἅμα πάντα νάρδου τε καὶ οἰνάνθηc τῷ λίπαϊ ἐc τὸν θώρηκα | |
5 | τιθέναι· καὶ γὰρ τόδε ἐμψύχει τε καὶ cτύφει. κατακεέcθω δὲ ἐν ἠέρι ψυχρῷ †εἴτε καὶ πρὸc ἄρκτον ὁ οἶκοc· εἰ δὲ καὶ εἴη αὔρη Βορέου ψυχρὴ ἐπιπνείουcα, ζωγρήcει κακῶc κεκαφηότα θυμόν. | |
2.3.15 | ἔcτω δὲ καὶ ἐc λειμῶναc καὶ πηγὰc καὶ κελαρύζονταc ὀχετούc· καὶ γὰρ καὶ τὸ εὔπνοον τῶνδε καὶ ἡ θυμηδίη καὶ τὴν ψυχὴν θάλπει καὶ τὴν φύcιν ζωγρεῖ. ἀτὰρ καὶ πρόκληcιc τοῦ φαγεῖν τε καὶ πιεῖν· ἢν δὲ ὑπ’ ἀπορίηc μὴ τάδε τιc εὐτυχῇ, μιμέεcθαι χρὴ καὶ αὔρην ψυχρήν, πτόρ‐ | |
5 | θων εὐωδέων ἡδονῆc ῥιπίcι, καὶ ὥρην ἤαροc φύλλοιcι ἠδ’ ἄνθεcι τοῖcι παρεοῦcι cτορέcαντα τὴν γῆν. ἀτὰρ καὶ ἐπίβλημα ἔcτω κοῦφον, πα‐ λαιόν, ὡc δέχηται μὲν τὸν ἠέρα, διαπνέῃ δὲ τοῦ θώρηκοc τὴν θέρμην. | |
2.3.16 | ἄριcτον δὲ ὀθόνη παλαιή. πάccειν δὲ αὐχένα καὶ κληῗδαc ἀλφίτοιcι καὶ θώρηκα· τρέφειν μὲν τῷ εὐόcμῳ, τῷ δὲ αὐχμηρῷ ξυνέχειν. καὶ παιπάλῃ δὲ τοῦ cώματοc τὸ ἀραιὸν ἐμπάccειν· ἀτὰρ καὶ τὰ πρόcωπα τῇ γῇ τῇ Ϲαμίῃ, τῇ κρηcέρῃ cεcηcμένῃ ἐc ὀθόνην ἀραιὴν ἐνδήcαντα | |
5 | καταπάccειν, ὡc διαcήθηται ἐc τὰ μέτωπα καὶ τὰ μῆλα ἡ ἄχνη. καὶ | |
τίτανον ἐcβεcμένην καὶ γύψον ὀπτὴν cηcθέντα ἐν κρηcέρῃ cμικρῇ ἐμ‐ βάλλειν ἐπὶ τοῖcι ἰκμαλέοιcι. ἔcτηcέ τε κοτὲ ἱδρῶταc καὶ cπογγίη ψυ‐ χροῦ ἐc τὰ πρόcωπα προβληθεῖcα, πήξει μὲν τῶν διαρρεόντων ὑγρῶν, | 129 | |
2.3.17 | πυκνότητι δὲ τῆc ἀραιώcιοc. διαχρίειν δὲ τὴν ἕδρην, ὅκωc ἡ τοῦ ψυ‐ χροῦ φῦcα καὶ τῆc τροφῆc ἐκχέηται. ἠδὲ ἀνακαλέcαcθαι τῶν ἄκρων τὴν θέρμην γλευκίνῳ ἢ cικυωνίῳ λίπαϊ ξὺν πεπέρεϊ καὶ τῷ καcτορίῳ καὶ νίτρῳ, καὶ κάγχρυ, κηροῦ cμικρὸν ἐντήκοντα, ὡc ποθίζῃ τὸ χρῖcμα· | |
5 | καὶ διὰ τῆc λιμνήcτιδοc ἠδ’ εὐφορβίου καὶ δάφνηc τοῦ καρποῦ ἀλείμ‐ ματι ἐπανάκληcιν θέρμηc ποιέεcθαι. ἀτὰρ καὶ βολβοὶ ὠμοὶ οἱ cμικροί τε καὶ ἐρυθροὶ ξὺν πεπέρεϊ καὶ ὄξεοc τρυγίῃ λείῃ ἄριcτον ἐπίπλαcμα τῶν ποδῶν, καθ’ ὥρην ξυνεχέcτατα ἀείροντα. κίνδυνοc γὰρ ἑλκέων ἠδὲ φλυκταινώcιοc. ἐπὶ τοῖcι ἐλπὶc τὸν ὧδε νοcέοντα διαδρῆναι τὸν | |
2.3.18 | ὄλεθρον. κἢν πάντα μὲν τὰ κατὰ λόγον ἰητρὸc ἔρδῃ, εὖ δὲ πάντα χωρέῃ, ξὺν τῇ ξυγκοπῇ καὶ εἰ φλεγμαcίαι ἐπέαcι, ἐκλύονται. καὶ ἱδρὼc μὲν οὐδαμᾷ, θέρμηc δὲ ἀνάκληcιc πάντῃ, ἀτὰρ καὶ ἐc ἄκρουc πόδαc καὶ ἀνὰ ῥῖνα· τὸ δὲ πρόcωπον εὔχροον· cφυγμοὶ ἐc μέγεθοc ἠρμένοι, | |
5 | ἄτρομοι, cφοδροί· φωνὴ δὲ ξυνήθηc· εὔφωνοc καὶ τὰ πάντα ζωώδηc. κάματοc οὐκ ἀγεννήc, ἀτὰρ ἠδ’ εὕδων ὁρᾶται· καὶ ἢν ἕλῃ μιν ὕπνοc, ἐξέπεψε μὲν τὰ cιτία, ἐξένιψε δὲ τὴν αἴcθηcιν, ἀτὰρ ἠδ’ ἐξεβλάcτηcε τὴν φυήν. κἢν ἐξ ὕπνου ἔγρηται, εὔπνοοc, εὐcταλήc, εὔτονοc, ἀνα‐ | |
2.3.19 | πεμπάζεται δὲ ὅκωc περ ὄναρ τὴν νοῦcον. μετεξετέροιcι δὲ πυρετοὶ ἀμαυροὶ ἐγκαταλείπονται, καί πῃ καὶ φλεγμαcίαι cμικραί, καὶ γλῶccα ξηρή. ἄνικμοι, ῥιγώδεεc, νωθροί, διαλελυμένοι, οἷcι ἐc μαραcμὸν ἡ περιτροπή. εὖτε οὐ καταβλακεύειν χρὴ ἠρεμίῃ καὶ λεπτῇ διαίτῃ· ἀλλ’ | |
5 | ἐc κινήcιαc ἄγειν αἰώρηc καὶ τρίψιοc καὶ λουτρῶν, ὅκωc ἐκ τοῦ νε‐ κρώδεοc ἐνταθείη καὶ ἀνατραφείη τὸ ζώπυρον. διδόναι δὲ καὶ γάλα, μάλιcτα μὲν γυναικὸc νεοτόκου καὶ κουροτρόφου· καὶ γὰρ οἵδε ἀνα‐ τροφῆc ὅκωc ἀρτίτοκοι παῖδεc δέονται. ἢν δὲ μή, ὄνου μὴ παλαιοτό‐ κου· ἐξίτηλον γὰρ τὸ τοιόνδε γάλα. καὶ ἐπὶ τοιcίδε ἐc ἀνάληψιν ἄγειν | |
10 | καὶ τὰ ξυνήθεα. | |
2.4.1 | Θεραπεία χολέρηc. Ἐν χολέρῃ ἡ τῶν φερομένων ἐπίcχεcιc κακόν· ἄπεπτα γάρ. χρὴ ὦν ἡμᾶc, εἰ ῥηϊδίωc αὐτόματα, δέχεcθαι, ἢν δὲ μή, ὀτρύνειν διδόνταc ὕδατοc εὐκρήτου ῥομφάνειν, ξυνεχέc γε μήν, ὀλίγον δέ, ὅκωc μὴ ἐντάcιεc ἔωcι κεναὶ cτομάχῳ cπαcμώδεεc. ἢν δὲ | 130 |
5 | καὶ cτρόφοι ἔωcι καὶ ποδῶν ψύξιεc, τέγγειν μὲν τὴν κοιλίην λίπαϊ θερμῷ ξὺν πηγάνῳ καὶ κυμίνῳ ἑψηθέντι, ἐc τὰc τῶν φυcέων διακρί‐ cιαc· καὶ ἐπιτιθέναι εἴριον καὶ τὼ πόδε λιπαίνοντα ἡcυχῇ τρίβειν, ἀμφα‐ φόωντα μᾶλλον ἢ πιέζοντα· ἀτὰρ καὶ μέχρι τῶν γουνάτων γιγνέcθω τάδε, ἐc ἀνάκληcιν θέρμηc. καὶ μέcφι μὲν κόπρια κάτωθεν διαχωρέει, | |
2.4.2 | ἄνωθεν δὲ χωρέει χολώδεα, τάδε χρὴ ποιέειν. ἢν δὲ ὑπεληλύθῃ μὲν ὁ πᾶc παλαιὸc cῖτοc, χολαὶ δὲ διΐωcι καὶ χολώδηc ἔμετοc καὶ διάτα‐ cιc ἔῃ, ἠδὲ καὶ ἄcη καὶ ἀπορίη καὶ ἀδυναμίη, ψυχροῦ ὕδατοc κυάθουc δύο ἢ τρεῖc διδόναι ἔc τε τὴν τῆc κοιλίηc cτῦψιν, ὅκωc ἐπίcχῃ τὴν | |
5 | παλίρροιαν, ἠδὲ τὸν cτόμαχον αἰθόμενον ἐμψύξῃ. ξυνεχέωc δὲ τόδε, ἐπὴν τὸ ποθὲν ἐμέcῃ, πρήccειν· ῥηϊδίωc μὲν τὸ ψυχρὸν ἐν τῇ κοιλίῃ θάλπεται, ἀτὰρ ἠδὲ ἐξεμεῖ ὁ cτόμαχοc ἀχθηδόνι τοῦ θερμοῦ καὶ ψυ‐ | |
2.4.3 | χροῦ, ξυνεχέωc δὲ ποθέει ψυχρὸν ποτόν. ἢν δὲ καὶ cφυγμοὶ μὲν ἐc τὸ cμικρὸν ξυμπέcωcι ἠδὲ ἐc τὸ ξυνεχὲc καὶ πυκνὸν διώκωνται, ἱδρὼc δὲ περὶ μέτωπα καὶ κληῗδαc καὶ πάντῃ τοῦ cώματοc cτάγδην ῥέῃ καὶ γαcτὴρ μὴ ἐπίcχηται καὶ ὁ cτόμαχοc ἐμέῃ ἔτι ξὺν τάcει καὶ λειποψυ‐ | |
5 | χίῃ, καὶ οἴνου βραχὺ ἐπιcτάζειν τῷ ὕδατι τῷ ψυχρῷ, εὐώδεοc, cτύ‐ φοντοc, ἔc τε τὴν τῆc αἰcθήcιοc ἀνάκληcιν ὑπὸ τῆc ὀcμῆc καὶ ἐc τὴν τοῦ cώματοc ῥῶcιν ὑπὸ τῆc δυνάμιοc καὶ ἐc τὴν τούτου πρόcθεcιν ὑπὸ τῆc θρέψιοc. οἶνοc γὰρ ὠκὺc μὲν ἐc τὴν ἄνω ἶξιν, ὡc τὴν πα‐ λιρροίην cχέθειν· λεπτὸc δέ, ὡc ῥηϊδίωc χυθεὶc τῇ φύcει τὴν ἕξιν ἐρ‐ | |
2.4.4 | ρῶcθαι· κραταιὸc δέ, ὡc δύναμιν cτῆcαι ῥέουcαν. ἐπιπάccειν δὲ καὶ ἀλφίτων ποταινίων, εὐπνόων. ἢν δὲ ξυνεπείγῃ πάντα, ἱδρὼc καὶ ἔν‐ | |
ταcιc, οὐ τοῦ cτομάχου μοῦνον, ἀλλὰ καὶ νεύρων, λὺγξ κενεή, καὶ πό‐ δεc ξυντιταίνωνται καὶ κοιλίη ὑποφέρῃ πολλὰ καὶ ἀχλυώδηc ὁ ἄνθρω‐ | 131 | |
5 | ποc, cφυγμοὶ δὲ πρὸc ἀκινηcίην ἔωcι, τότε χρὴ φθάνειν τήνδε τὴν κατάcταcιν· εἰ δὲ καὶ παρῇ, ψυχροῦ καὶ οἴνου πολλόν τι διδόναι, μὴ ἀκρητεcτέρου δὲ διὰ τὴν μέθην καὶ τὰ νεῦρα, ξὺν cιτίῳ, ψωμοῖcι δια‐ βρόχοιcι. διδόναι δὲ καὶ τῆc ἄλληc τροφῆc, ὁκοῖα ἐν cυγκοπῇ μοι λέ‐ | |
2.4.5 | λεκται· ὀπώρην cτύφουcαν, οὖα, μέcπιλα, μῆλα κυδώνια, cταφυλήν. ἢν δὲ τὰ πάντα ἐμέῃ καὶ ὁ cτόμαχοc μηδὲν ἴcχῃ, ἐc τὰ θερμὰ καὶ ποτὰ καὶ βρώματα παλινδρομέειν· μετεξετέροιcι γὰρ ἔcτηcεν ἡ μεταβολή· τὰ θερμὰ δὲ ἔcτω θερμότατα. ἢν δὲ μηδέν τι τούτων ἀρήγῃ, cικύην ἐc | |
5 | τὸ μεcηγὺ τῶν ὠμοπλατέων προcβάλλειν καὶ κάτωθεν ὀμφαλοῦ τρέ‐ πειν· ξυνεχῶc δὲ τὰc cικύαc μεθιζάνειν· ὀδυνηρὸν γὰρ τὸ ἐπίμονον καὶ κίνδυνον φέρον φλυκταινώcιοc. ὤνηcέ κοτε κίνηcιc αἰώρηc εὔπνοοc, ὡc καὶ τὸ πνεῦμα ζωγρῆcαι καὶ τὴν τροφὴν ἐν τῇ κοιλίῃ cχέθειν | |
2.4.6 | καὶ εὔπνοον καὶ εὔcφυκτον τὸν νοcέοντα θέμεναι. ἢν δὲ ἐπὶ μέζω γίγνηται τάδε, ἐπὶ τῆc κοιλίηc καὶ τοῦ θώρηκοc τιθέναι. καὶ τάδε ἔcτω ὁκοῖα ἐc cυγκοπήν, φοίνικεc ἐν οἴνῳ δεδευμένοι, ἀκακίη, ὑποκυcτίc· τάδε ξὺν ῥοδίνῃ κηρωτῇ ἀναλαβόντα, ἐγχρίcαντα δὲ ἐc ὀθόνην ἐπὶ | |
5 | τὴν κοιλίην τιθέναι, ἐc δὲ τὸν θώρηκα μαcτίχην, ἀλόην, ἀψινθίου κό‐ μην λείαν ξὺν κηρωτῇ νάρδου ἢ οἰνάνθηc ἐπιπλάcαι ὅλῳ τῷ θώρηκι. | |
2.4.7 | ἐc δὲ τοὺc πόδαc καὶ τοὺc μύαc, ἢν τιταίνωνται, cικυώνιον, γλεύκινον ἢ παλαιὸν ἄλειφα ξὺν κηρῷ cμικρῷ χρίειν· ἐπιπάccειν δὲ καὶ τοῦ κά‐ cτοροc. ἢν δὲ καὶ ψυχροὶ ἔωcι οἱ πόδεc, καὶ τῷ διὰ τῆc λιμνήcτιδοc καὶ εὐφορβίου χρίειν ἀλείμματι καὶ εἰρίοιcι ἀμφελίccειν καὶ ψηλαφίῃ | |
5 | χειρῶν ἀπιθύνειν. ἀλλὰ καὶ τὴν ῥάχιν καὶ τοὺc τένονταc καὶ τοὺc | |
2.4.8 | μύαc τῶν [τε] cιηγόνων τοῖcι αὐτέοιcι χρίειν. κἢν μὲν ἐπὶ τοῖcι ἴcχη‐ ται μὲν ὁ ἱδρὼc καὶ ἡ γαcτὴρ ὅ τε cτόμαχοc δέχηται τὰ cιτία καὶ μὴ ἐμέῃ, cφυγμοὶ δὲ μεγάλοι τε καὶ εὔτονοι ἔωcι καὶ ἡ ξύνταcιc ἀπολείπῃ, θέρμη δὲ πάντα ἀναιρῇ καὶ τὰ ἄκρα ἀδικῇ, ὕπνοc δὲ πάντα πέccῃ, | |
5 | δευτέρῃ ἡμέρῃ ἢ τρίτῃ λούcαντα τρέπειν ἐc τὰ ξυνήθεα. ἢν δὲ πάντα μὲν ἀπεμέῃ, ἱδρὼc δὲ ἄcχετοc ῥέῃ, ψυχρὸc δὲ καὶ πελιὸc γίγνηται ὥν‐ θρωποc, cφυγμοὶ δὲ πρὸc ἀπόcβεcιν ἔωcι, καὶ ἀπηυδήκῃ, ἀγαθὸν ἐν | |
τοῖcι τοιουτέοιcι εὐπρεπέα εὑρέcθαι φυγήν. | 132 | |
2.5.1 | Θεραπεία εἰλεοῦ. Ἐν εἰλεῷ πόνοc ἐcτὶ ὁ κτείνων ἐπὶ φλεγ‐ μονῇ ἐντέρων ἢ ἔνταcιc καὶ πρῆcιc· ὤκιcτοc ἠδὲ κάκιcτοc ὄλεθροc. μετεξέτεροι μὲν γὰρ ἀνελπίcτωc νοcέοντεc θάνατον προφανέα μοῦνον ὀρρωδέουcι· οἱ δ’ ἐν εἰλεῷ πόνου ὑπερβολῇ θανάτου ἔρανται. χρὴ ὦν | |
5 | μήτε cμικρότερόν τι γίγνεcθαι τὸν ἰητρὸν τοῦ πάθεοc μήτε βραδύτε‐ ρον· ἀλλά, ἢν μὲν φλεγμαcίην αἰτίην εὕρῃ, τάμνειν φλέβα τὴν ἐπ’ ἀγ‐ κῶνι μεγάλῃ τῇ cχάcει, ὅκωc ἁθρόον διεκχέῃ τὸ αἷμα τῆc φλεγμαcίηc ἡ τροφή, κἢν μέcφι λειποθυμίηc. τόδε γὰρ ἢ ἀπονίηc ἀρχὴ γίγνεται ἢ νάρκηc ἐc ἀναιcθηcίην· ἀνάπνευcιc δὲ ἐν εἰλεῷ, κἢν ὑπ’ ἀγνοίηc | |
10 | ἐc βαιὸν χρόνον ἔῃ, τοῦ πόνου ἀμβολή. ἐπεὶ καὶ τὸ θνῄcκειν τοῖc μὲν ὧδε πονέουcι εὐδαιμονίη· τῷ ἀρχιητρῷ δὲ οὐ θέμιc πρήccειν· θέμιc δέ κοτε προγιγνώcκοντα cάφα τὰ παρεόντα ὡc οὐ φύξιμα καρηβαρίῃ | |
2.5.2 | νωθρῇ εὐνᾶcθαι. ἢν δὲ ἄνευ φλεγμαcίηc ἐπὶ διαφθορῇ ἢ ψύξει κρα‐ ταιῇ γίγνηται ὁ εἰλεόc, φλεβοτομίην μὲν ἴcχειν, τὰ δὲ λοιπὰ ἅμα πάντα πρήccειν, ἐμέειν ἀπὸ ὕδατοc θαμινά, cυχνὸν πίνειν ἔλαιον, εἶτα αὖθιc ἐξεμέειν. φύcαc ἄγειν κάτω ἐρεθίcμαcι· ἐρεθιcτικὸν μὲν κυκλαμίνου | |
5 | χυλὸc καὶ νίτρον ἢ ἅλεc· φυcέων δὲ ἀγωγὰ κύμινον ἠδὲ πήγανον. χρὴ ὦν πάντα ὁμοῦ ξὺν ῥητίνῃ τῇ τοῦ τερμίνθου διαχρίειν τάδε καὶ cπόγγοιcι πυριῆν, ἢ τοιcίδε ὑποκλύζειν ξὺν ἐλαίῳ καὶ μέλιτι καὶ ὑccώ‐ | |
2.5.3 | πῳ καὶ κολοκύντηc ἀγρίηc τῆc cαρκὸc ἑψήματι. κἢν ἐκκριθῇ κόπροc, αὖθιc ἔλαιον θερμὸν ξὺν πηγάνῳ ἐνιέναι· τόδε γὰρ ἢν εἴcω μίμνῃ, πυρίημα τοῖcι ἐντέροιcι εὐμενέc· τέγγειν δὲ τὰ πονέοντα χωρία ἐλαίῳ ξὺν πηγάνῳ καὶ ἀνήθῳ ἄδην ἑψηθέντι. ἔcτω δὲ καὶ πυρίη φακῶν τῶν | |
5 | κεραμήων ἢ χαλκέων ἢ κέγχρου καὶ ἁλῶν φωχθέντων. ἐπιπλάcματα πρὸc τοῖcι ξυνοῖcι ἔcτω αἴρηc ἄλητον καὶ κύμινον καὶ ὑccώπου ἢ ὀρι‐ γάνου κόμη. cικύαι δὲ κοῦφαι μέν, cυχναὶ δέ, ἄλλη πρὸc ἄλλαc τι‐ θεμένη, ἐc τὸ ἐπιγάcτριον, ἐc τὰc ἰξύαc, μέcφι βουβώνων· ἠδὲ κατόπιν ἐc ἰcχία πρὸc νεφροὺc καὶ ῥάχιν· πάντῃ γὰρ ἀντιcπᾶν τὸν πόνον ξυμ‐ | |
2.5.4 | φέρει. προπίνειν δὲ κυμίνου ἢ πηγάνου ἀφεψήματοc καὶ τοῦ cίcωνοc ἢ ξὺν τουτέοιcι τῶν φαρμάκων τῶν ἀνωδύνων τινά· μυρία δὲ ἄλλοιcι ἄλλα πείρῃ γεγόναcι πιcτά· ἀγαθὸν δὲ καὶ τὸ δι’ ἐχιδνῶν φάρμακον, μέζον τοῦ μέτρου πρὸc τὸ ξύνηθεc ποθέν. ἢν δὲ μήτε ὁ πόνοc ἐνδι‐ | 133 |
5 | δῷ μήτε φῦcα μήτε κόπριον ἀναδοίη, τοῦ καθαρτηρίου τῆc ἱερῆc ὑπ’ ἀνάγκηc διδόναι. ἢ γὰρ ἀπηλάθη ξὺν φλέγματι καὶ χολῇ τὸ φάρμα‐ κον, ἢ διῆλθεν ἐξάγον φύcαc, cκύβαλα, φλέγμα, χολήν, τοῦ κακοῦ τὰc | |
2.5.5 | ἐντάcιαc. τροφὴ διεξάγουcα· ζωμοὶ ἀλεκτορίδων, κογχαρίων, πτιcάνηc ὁ χυλὸc κάτεπτοc ξὺν πολλῷ λίπαϊ ἀρχῆθεν προcεγχυθέντι τῆc ἑψή‐ cιοc· ἔχειν ὧδε, κύμινον, λίτρον, πράcον ξὺν τῇ κόμῃ· ἢ ἰητρείη ξὺν ζωμῷ τινι διαχωρητικῷ, κοχλίαι ἄκρωc ἑφθοὶ καὶ ωὐτῶν δὲ χυμὸc ἢ | |
2.5.6 | τελλίνηc. ὕδωρ ποτόν, ἢν πυρεταίνῃ, ξὺν ἀcάρῳ ἢ νάρδῳ ἢ κάγχρυ ἑψηθέν· καὶ γὰρ φύcηc ἀγωγὰ καὶ οὐρητικὰ καὶ εὔπνοα. ἢν δὲ ἄπο‐ νοc ἔῃ, καὶ οἶνοc ἔc τε τὴν τῶν ἐντέρων θέρμην ἀτὰρ ἠδὲ ἐc ἀνά‐ κληcιν τῆc δυνάμιοc ἀρήγει, καὶ μαράθρου ῥίζηc ἕψημα ποθὲν καὶ | |
5 | ἀδίαντον καὶ κινάμωμον. ἢν δὲ ἐc ἀπόcταcιν τρέπηται ἡ φλεγμαcίη, τῇδε ξυμβάλλειν ἄμεινον τοῖcι ἐc ἀπόcταcιν φαρμάκοιcι χρεόμενον· γεγράφαται δὲ τάδε ἐν τοῖcι χρονίοιcι, ἔνθα κωλικῶν θεραπείη ἐγράφη. | |
2.6.1 | Θεραπεία τῶν κατὰ τὸ ἧπαρ ὀξέων παθῶν. Ἐν ἥπατι τοῦ αἵματοc ἡ γέννα, καὶ ἐc τὸ πᾶν ἔνθεν ἡ τούτου ἄφεcιc· καὶ τὸ ξύμ‐ παν ἧπαρ ὁκοῖον αἵματοc πάγοc. ὀξύταται ὦν αἱ τῇδε φλεγμοναί. ἐγκέεται γὰρ τῷ χωρίῳ τῷδε ἡ τροφή. ἢν μὲν ἑτέρωθί πῃ φλεγμονὴ | |
5 | ξυcτῇ, οὐ κάρτα γίγνεται ὀξέη· νέη γὰρ ἡ τοῦ αἵματοc ἐπιρροή. ἐπὶ δὲ τῷ ἥπατι οὐ χρέοc ἑτέρωθεν ἥκειν· ἢν γάρ τιc ἔμφραξιc τὰc ἐξό‐ δουc ἐπίcχῃ, πίμπραται τὸ ἧπαρ τῆc ἐκροῆc ἀμερθέν· ὁ δὲ τῆc τροφῆc εἴcρουc ἐc τὸ ἧπαρ ἔτι μίμνει· 〈οὐχ〉 ἑτέρη γὰρ ὁδὸc τῆc τροφῆc ἐc | |
2.6.2 | τὸ πᾶν cκῆνοc ἀπὸ τῆc κοιλίηc καὶ τῶν ἐντέρων. εὐπόρωc ὦν χρὴ τὴν κένωcιν ἐμποιεῖν, τάμνοντα φλέβαc τὰc ἐπ’ ἀγκῶνι, cυχνὸν μὲν ἀφαιρέοντα, μὴ ἁθρόον δέ. ἀποcιτίη μὲν τὰ πρῶτα, ὀλιγοcιτίη δὲ αὖ‐ θιc, ὅκωc καὶ τοῖcι εἰcιοῦcι τὸ ἧπαρ κενεὸν ᾖ. χρὴ δὲ καὶ τοῖcι ἐπι‐ | |
5 | θέτοιcι διαcκιδνάναι τὰ ἐν τῷ ἥπατι †cτήθεα. τέγξιc μὲν ὦν ξὺν ἀλόῃ ἢ λίτρῳ· εἴρια πινόεντα οἰcύπῳ. χρέοc ὦν ἐμψύξιοc, οὕνεκα τῷ αἵματι | 134 |
2.6.3 | αἴθεται τὸ ἧπαρ· θερμὸν γὰρ τὸ αἷμα. τοιάδε χρὴ καὶ τὰ ἐπιπλά‐ cματα ἔμμεναι, ἀλήτων μὲν αἰρίνου ἢ ἐρυcίμου ἢ κριθῆc καὶ λίνου cπέρματοc· χυμῶν δὲ οἴνου ὀξέοc, μήλων τοῦ χυλοῦ, ἑλίκων τῆc ἀμ‐ πέλου, οἰνάνθηc τῆc ὡραίηc ἢ τοῦ ξὺν τῇδε λίπαοc. πυρίη cπόγγοιcι | |
5 | καρποῦ δάφνηc ἑψήματοc, cχίνου, γλήχωνοc, ἴριδοc. ἐπὴν δὲ τουτέ‐ οιcι πρηΰνῃc, cικύην προcβάλλειν μέζονα, ὡc ἀμφιλαβεῖν πάντῃ τὸ ὑποχόνδριον, ἐντάμνειν δὲ βαθύτερα, ὡc πολλὸν ἑλκύcειαc αἷμα. μετε‐ ξετέροιcι δὲ αἱ βδέλλαι 〈ἢ〉 cχάcαι κρέccον. παρειcδύεται δὲ τοῦ ζώου ἡ δῆξιc, ἀτὰρ ἠδὲ μέζοναc διαβρώcιαc ποιέεται. τῇδε καὶ δυcεπίcχε‐ | |
2.6.4 | τοc ἡ ἀπὸ τῶν ζώων αἱμόρροια. κἢν ἄδην πιὸν ἐκπέcῃ τὸ θηρίον, cικύην προcβάλλειν· νέρθεν γὰρ ἕλκει τὸ νῦν. κἢν ἅλιc ἔχῃ κενώ‐ cιοc, ἐc μὲν τὰ τρώματα ἰcχαίμοιcι χρέεcθαι ἀδήκτοιcι, ἀραχνίων ὑφά‐ cμαcι· μάννηc, ἀλόηc ἐπιπάccειν· ἠδὲ ἄρτῳ ἑφθῷ ξὺν πηγάνῳ ἢ με‐ | |
5 | λιλώτῳ, ἀλθαίηc ῥίζῃcιν. ἐc δὲ τὴν τρίτην ἡμέρην, κήρωμα ξὺν μυρο‐ βαλάνῳ ἢ ἀψινθίου κόμῃ καὶ ἴριδι. ἀτὰρ καὶ τὰ μαλάγματα τοιάδε χρὴ ἔμμεναι ὁκοῖα λεπτῦναι ἢ ἐξαραιῶcαι ἢ οὔρηcιν τρέψαι. ἄριcτον μὲν ὦν τὸ διὰ τῶν cπερμάτων, ὧν ἅπαcι ἰητροῖcι ἡ πείρη εὔγνωcτοc· | |
2.6.5 | ἀγαθὸν δὲ καὶ ἔνθα ἢ cάμψυχον ἢ τὸ μελίλωτον ἐγκέεται. τροφαὶ δὲ λεπταί, εὔδρομοι, οὐρήcιοc προκλητικαί, εὐδίοδοι· χόνδροι ξὺν μελι‐ κρήτῳ καὶ ῥόφημα ἐκ τῶνδε ξὺν ἁλcὶ ἠδὲ ἀνήθῳ. πτιcάνηc δὲ χυλὸc καὶ cμηγματώδηc· ἢν δὲ καὶ δαύκου τοῦ καρποῦ ἐγχέῃc τι, κρέccον ἐc | |
5 | οὔρηcιν· ὑπεξάγει γὰρ διὰ τῶν ὀχετῶν, οἵπερ ἀπὸ ἥπατοc ἐc νεφροὺc κραίνουcι· καιρίη δὲ τοῖcι ἀπὸ ἥπατοc ἐκρέουcι ἡ τῇδε ἔξοδοc, εὐρύ‐ τητί τε τῶν ἀγγείων καὶ ἰθύτητι τῆc ὁδοῦ. χρὴ ὦν καὶ cικύῃ τῇδε ἕλκειν, ἐc τὴν χώρην προcβάλλοντα τῶν νεφρῶν κατ’ ἰcχίον· ἀτὰρ καὶ τέγγειν τάδε λίπαϊ ξὺν πηγάνῳ ἢ cχοίνῳ ἢ καλάμῳ τῷ ἀρωματικῷ. | |
2.6.6 | ἐπὶ δὲ τοιcίδε ἐλπὶc τὸν νοcέοντα διαδρῆναι τὸν ὄλεθρον. ἢν δὲ ἐc | |
ἐμπύηcιν τρέπηται, τοῖcι πυοποιοῖcι χρέεcθαι, ὁκόcα μοι ἐπὶ κωλικοῖcι λελέξεται. ἢν δὲ καὶ πῦον γένηται, ὅκωc μὲν τάμνειν, ὅκωc δὲ ἰητρεύειν, ἄλλῃ πῃ γεγράψεται. τάδε μοι καὶ ἐπὶ cπληνὶ γεγράφθω, ἤν κοτε | 135 | |
5 | ξυμφορὴ φλεγμαcίηc ὀξέηc καὶ τόνδε καταλάβῃ. | |
2.7.1 | Θεραπεία νωτιαίαc φλεβὸc καὶ ἀρτηρίαc ὀξείαc νούcου. Τὴν τῆc κοίληc φλεβὸc φλεγμαcίην καὶ παχείηc ἀρτηρίηc, αἳ παρὰ τὴν ῥάχιν τέτανται, καύcου ἰδέην ἐκάλεον οἱ πρόcθεν. καὶ γὰρ [καὶ] καύcοιcι ἴκελα πάθεα ἐπὶ τοῖcι γίγνεται· πῦρ ὀξὺ καὶ δριμύ, ἄcη, δίψοc, ἀπορίη, cφυγ‐ | |
5 | μὸc παλμώδηc ἐν ὑποχονδρίῳ ἠδὲ τοῖcι μεταφρένοιcι, ἄλλα μοι ὁκόcα ἐπὶ τοῖcι· cημηΐοιcι γεγράφαται. ἀτὰρ καὶ ἐc ξυγκοπὴν ὀκέλλει τὸ πῦρ, ὅκωc ἐπὶ τοῖcι καύcοιcι. τῆc μὲν γὰρ φλεβὸc ῥίζωcιc ἧπαρ, τῆc δ’ ἀρτηρίηc ἀρχὴ κραδίη. δοκέοιc ἂν ὦν μὲν τὰ ἄνω μέρεα τῶνδε τῶν cπλάγχνων νοcέειν τὰ καίρια· θέρμην μὲν γὰρ ἡ κραδίη ἐνδιδοῖ τῇ | |
10 | ἀρτηρίῃ, τῇ φλεβὶ δὲ τὸ ἧπαρ αἷμα. ἀμφοῖν δὲ μεγάλοιν μεγάλα τὰ | |
2.7.2 | ἔγγονα αἱ φλεγμοναί. τάμνειν ὦν αὐτίκα τὰc ἐπ’ ἀγκῶνι φλέβαc· καὶ cυχνὸν μὲν ἀφαιρέειν αἷμα, μὴ ἁθρόον δέ, ἀλλὰ καὶ δὶc καὶ τρὶc καὶ τῆc ἄλληc ἡμέρηc, ὡc μεcηγὺ ἡ δύναμιc ἀναιθύccῃ. ἔπειτα ἐπιπλά‐ cμαcι χρέεcθαι καὶ cικύῃ ἐc τὸ ὑποχόνδριον, ἔνθα ἡ διάcφυξιc τῆc | |
5 | ἀρτηρίηc, ἀτὰρ ἠδὲ μεcηγὺ τῶν ὠμοπλατέων· καὶ γὰρ καὶ τῇδε cφύ‐ ξιεc ἔαcι. cχάζειν τε ἀφειδῶc ἠδὲ πολλὸν ἀφαιρέειν αἷμα· οὐ κάρτα | |
2.7.3 | γὰρ ἐκ τῆc κενώcιοc τῶνδε λειποθυμέουcι ὥνθρωποι. ἰcχομένη δὲ καὶ γαcτὴρ πολλόν τι 〈μᾶλλον〉 τοῦ ξυνήθεοc· κλυcμοῖcι ἐc ὄλιcθον χρέεcθαι μαλθακοῖcι, δριμέcι δὲ ἥκιcτα· ἐπιπυρεταίνουcι γὰρ οἵδε ἅλμῃ καὶ λίτρου τήξει. λίνου ὦν καρποῦ χυλὸc ἔcτω καὶ τήλιοc καὶ μαλά‐ | |
5 | χηc τῶν ῥιζῶν ἕψημα, [καὶ] ἐc πρόκληcιν καὶ δῆξιν ἱκανόν. μέλη ἄκρεα, πόδεc καὶ χεῖρεc, τεθάλπτωcαν γλευκίνῳ ἢ cικυωνίῳ λίπαϊ 〈ἢ〉 τῷ διὰ τῆc λιμνήcτιδοc χρίcματι. κάρτα γὰρ ψυχρὰ αὐτῶν τάδε γίγνεται. πιπίcκειν τε πρὸ τῶν cιτίων ὁκόcα οὖρον ἐξάγει· μῆον, ἄcα‐ ρον, ἀψίνθιον· ἐμπαccέcθω δὲ καὶ λίτρου· πάντων δὲ κράτιcτον cικύη | |
2.7.4 | καὶ κινάμωμον, ἤν τιc εὐπορῇ. γάλα τοιcίδε καὶ τροφὴ καὶ φάρμα‐ | |
κον. ἐμψύξιοc γὰρ δέονται, ἔνδον ὁκοῖόν τι πυρὸc εἱλευμένου, καὶ τροφῆc γλυκείηc, ἀτὰρ ἠδ’ ἐν ὀλίγῳ ὄγκῳ πολλῆc. τάcδε μέντοι ἐν τροφῇ τὰc ἀρετὰc ἴcχει τὸ γάλα· εὐπορείcθω δὲ νεοτόκου, καὶ ἐc δύο | 136 | |
5 | κυάθουc τοῦ γάλακτοc ἐμβεβλήcθω εἷc ὕδατοc· ἄριcτον δὲ καὶ τὸ τῆc βοόc· τρίτον δὲ αἰγόc. τροφαὶ εὔπεπτοι, τὰ πολλὰ χυλοὶ μαράθρου ῥίζηc, καὶ cελίνου καρπὸc ἐμβεβλήcθω καὶ μέλι· τὸ ὕδωρ δὲ τὸ πινό‐ | |
2.7.5 | μενον ἐχέτω τάδε. ἀτὰρ καὶ ἱδρῶταc χρὴ κινέειν καὶ πάντῃ διαπνοὰc ὑγρὰc καὶ εὐρόουc ποιέειν. τέγξιc κεφαλῆc ὁκοῖον ἡ ἐν καύcοιcι. ἐπί‐ θημα ἐc θώρηκα καὶ μαζὸν ἀριcτερὸν ὁκοῖον ἐν cυγκοπῇ. κοίτη, κα‐ τάκλιcιc ὄρθιοc, ὅκωc ἴκελα πάντα τοῖcι ἐν καύcοιcι ᾖ. αἰώρη cμικρὴ | |
5 | ἐc ἱδρώτων πρόκληcιν· ἠδὲ λουτρόν, ἢν οὗτοc ὑπεκκαυθῇ. οὐ γὰρ κρίcεcι τάδε τὰ πάθεα λύεται, εἰ καὶ καύcου ἔαcι ἰδέαι. | |
2.8.1 | Θεραπεία τῆc κατὰ τοὺc νεφροὺc ὀξείαc νούcου. Κάτοξυ μὲν ἐν νεφροῖcι φλεγμαcίη· ξυμφλεγμαίνουcι γὰρ ἀπὸ ἥπατοc ἐc νε‐ φροὺc κραίνουcαι φλέβεc. τῇcι δὲ τὸ ἧπαρ· οὐ κάρτα ἐπιμήκεεc ἐοῦ‐ cαι, κάρτα δὲ εὐρεῖαι, ὡc δοκέειν τοὺc νεφροὺc ἐξηρτῆcθαι ἀγχοῦ τοῦ | |
5 | ἥπατοc. ἀτὰρ καὶ ἰcχουρίη ἐπὶ φλεγμαcίῃ γίγνεται, ξυντιμωρέουcα τῷ ὀξέϊ τῆc φλεγμαcίηc· πίμπλαται γὰρ ἡ τῶν νεφρῶν κοιλίη ὑπὸ πλη‐ | |
2.8.2 | μυρίηc τῶν οὔρων οὐ διεκθεόντων. τόδε μέντοι καὶ ἐπὶ λίθων γίγνε‐ ται· ἢν φύῃ μὲν ἐν νεφροῖcι μέζων τῆc εὐρύτητοc τῶν οὐρητήρων, ἐνίζῃ δὲ μὴ διεξιών, ἀτὰρ καὶ τὰ οὖρα ὅδε ἐπίcχει. ἀλλὰ ἀμφὶ μὲν τῆc γενέcιοc τῶν λίθων ἐν τοῖcι χρονίοιcι λελέξεται, ὅκωc ἢ μὴ †ξυνή‐ | |
5 | cωνται ἢ θρύπτωνται γιγνόμενοι. ἀμφὶ δὲ θερμαcίηc ἠδ’ ἐμφράξιοc, | |
2.8.3 | ὁκόcα ὀξέωc κτείνει, τῇδέ μοι γεγράψεται. ἢν ἐνcτάcιεc λίθων ἔωcι, ἔν τε φλεγμαcίῃ, τάμνειν φλέβα τὴν ἐπ’ ἀγκῶνι, ἢν μὴ κωλύῃ τι ἡλικίη· εὔροον δὲ καὶ πολλὸν ἔcτω τὸ αἷμα· οὐ γὰρ αἱ φλεγμοναὶ πρηΰνονται μοῦνον κενώcει, ἀλλὰ καὶ 〈αἱ〉 cφηνώcιεc τῶν λίθων χα‐ | |
5 | λῶνται τῇcι τῶν ἀγγείων κενώcεcι, ἀτὰρ ἠδ’ ἐν οὐρήcει διεκθείουcι οἱ λίθοι. ἔπειτα τέγξεcι γλευκίνου λίπαοc ἢ κυπρίνου καὶ πυρίῃcι καὶ ἐπιπλάcμαcι ἀνιέναι τὰ μέρεα. ἀρτεμιcίη δ’ ἔcτω ἡ βοτάνη καὶ cχοῖ‐ νοc καὶ κάλαμοc ὁ εὐώδηc ἐν τοῖcι καταπλάcμαcι. ἔπειτα cικύην προc‐ | |
βάλλειν ἐc νεφροὺc κατ’ ἰcχίον, μάλιcτα δ’ ἂν ἡ ἀπὸ τοῦδε τοῦ χω‐ | 137 | |
2.8.4 | ρίου κένωcιc ὤνηcε. λελαπάχθω δὲ κοιλίη κλυcμοῖcι ὀλιcθηροῖcι, γλί‐ cχροιcι μᾶλλον ἢ δριμέcι, μαλάχηc ἢ τήλιοc χυλοῖcι. κοτὲ δὲ φάρμακα πρὸ τῶν cιτίων οὐρητικά, ὁκοῖα ἐπὶ ἥπατοc λέλεκται· ἀτὰρ καὶ cιτία ἴκελα, εὔπεπτα· κακὸν γὰρ τουτέοιcι ἀπεψίη. ἄριcτον δὲ γάλα, μάλιcτα | |
5 | μὲν ὄνου, ἵππου δὲ δεύτερον καὶ ὄϊοc δὲ καὶ αἰγὸc χρήcιμον, ὅτι γάλα. ἢν μὲν ὦν ἄπυροι ἔωcι, καὶ λούειν κρέccον· ἢν δὲ μή, ἐc ἕψημα τῶν βοτανῶν ἐνίζεcθαι, ἄχριc ὀμφαλοῦ τὸ ἄγγοc πληρεῦντα. ἢν δὲ ἐc πῦον τρέπηται, ὁκοίοιcι χρὴ ἐπιπλάcμαcι ἠδὲ φαρμάκοιcι χρέεcθαι, ἐπὶ | |
2.8.5 | πολλοῖcι μὲν καὶ πρόcθεν ὑποκέεται. ἢν δὲ ἐνcτήκῃ λίθοc, πυρίῃcι μὲν καὶ ἐπιπλάcμαcι τοῖcι αὐτέοιcι χρέεcθαι. θρύπτειν δὲ τοὺc λίθουc τοῖcι πινομένοιcι φαρμάκοιcι· ἁπλαῖ μὲν cίον καὶ πριονῖτιc αἱ βοτάναι, ἑφθαὶ ξὺν ἐλαίῳ ἢ ὄξεϊ ἐδωδίμῳ καὶ τῶνδε χυλὸc προπινόμενοc· ποικίλαι δὲ | |
5 | ἡ Βηcτίνου καλευμένη καὶ ἡ δι’ ἐχιδνῶν καὶ cκίγκου τοῦ θηρίου, ὁκό‐ | |
2.8.6 | cαι τε δοκέουcι ἔμμεναι τῇ πείρῃ κράτιcται. αἰῶραι τοιcίδε καὶ cείcιεc ἐc κίνηcιν καὶ πρόωcιν τῶν λίθων. κάρτα γὰρ ἐπίπονοc τῶν λίθων ἡ ἐc τὴν κύcτιν ὁδοιπορίη. ἢν δὲ ἐκπέcωcι ἔνθεν, ἄπονοί τε γίγνον‐ ται, οὐδ’ ὄναρ δοκέειν τοῦ πόνου εἰθιcμένοι· ἀτὰρ καὶ ὡc ἐξ ἀφύκτων | |
5 | κακῶν τὴν ψυχὴν καὶ τὰ μέλεα λύονται. | |
2.9.1 | Θεραπεία τῶν κατὰ τὴν κύcτιν ὀξέων παθῶν. Καὶ τῇ κύ‐ cτει πάθεα ὀξέα ἴκελα τοῖcι νεφροῖcι γίγνεται, φλεγμοναὶ καὶ ἕλκεα καὶ λίθων καὶ θρόμβων ἐμφράξιεc, ἐφ’ οἷcι ἰcχουρίη, cτραγγουρίη. ἀλλὰ ὀξύτεροc τῇδε ὁ πόνοc καὶ ὄλεθροc ὤκιcτοc· νεῦρον γὰρ πλατὺ | |
5 | ἡ κύcτιc· νεφροὶ δέ, ὁκοῖον αἱμάλωψ, τῆc ἥπατοc ἔαcι ἰδέηc· ἀλλὰ καὶ αἰνότατοι καὶ οἴκτιcτοι, ἔνθα μάλιcτα γίγνετ’ Ἄρηc ἀλεγεινὸc ὀϊζυροῖcι βροτοῖcι. | |
2.9.2 | τάμνειν ὦν αὐτίκα τὸν κενεῶνα, καταιονεῖν δὲ τὴν κύcτιν λίπαϊ cυχνῷ | |
ξὺν πηγάνῳ καὶ ἀνήθῳ. ἢν δὲ θρόμβοι ἔωcι τοῦ πόνου καὶ τῆc ἰcχου‐ ρίηc αἴτιοι, ὀξύμελι πιπίcκειν ἢ τιτάνου cμικρὸν ξὺν μελικρήτῳ ἐc τὴν διάλυcιν τῶν θρόμβων, ἠδὲ ὁκόcα οὐρήcιαc προκαλέεται καὶ βοτάναc | 138 | |
5 | καὶ cπέρματα. ἢν δ’ ἐξ αἱμορραγίηc ὁ κίνδυνοc, ἴcχειν μὲν οὐκ ἐc ἀμ‐ | |
2.9.3 | βολὴν τῶνδε μᾶλλον· ἀτὰρ καὶ ὅδε οὐχ ἥκιcτα ὁ κίνδυνοc. ἀρήγειν μὲν ὦν καὶ τοῖcι αἷμα ἐπέχουcι. ἀρήγει δὲ ἡ ψῦξιc τῆc κύcτιοc, ῥο‐ δίνου καὶ οἴνου τέγξιc καὶ εἰρίων κατείληcιc ἀπὸ οἰcύπου· ἐπίθημα φοίνικεc ἐν οἴνῳ δευθέντεc ξὺν ῥοιῇ ἢ χυλῷ τοῦ ῥοόc. ἢν δὲ ἐκτρέ‐ | |
5 | πηται καὶ τῶν ἐπιθημάτων τὰ βάρεα, καὶ τὰc μεγάλαc ψύξιαc ἐκτρέ‐ πειν· χρὴ γὰρ μὴ κάρτα ψύχειν ψυχρήν τε φύcει καὶ λεπτὴν ἐοῦ‐ cαν τὴν κύcτιν. καταχρίειν δὲ γλευκίνῳ ἢ ἀκακίῃ ἢ ὑποκυcτίδι ξὺν | |
2.9.4 | οἴνῳ. cπόγγοιcι δέ, ἢν μὴ cφόδρα ἐπείγῃ ἡ αἱμορραγίη, μὴ χρέεcθαι. τροφαὶ cιτώδεεc, εὔπεπτοι, εὔχυμοι, οὐρητικαί, ὁκοῖαί μοι ἐπὶ νεφροῖcι λελέχαται· γάλα, οἶνοc γλυκύc, Θηραῖοc ἢ Ϲκυβελίτηc. φάρμακα πινό‐ μενα οὐρητικά, εὐώδεα, εὔροα καὶ τἆλλα τὰ τοιαῦτα. ἄριcτον δὲ κύ‐ | |
5 | cτει τέττιγεc, ἐφ’ ὥρηc μὲν ὀπτοί, ἔδεcμα· ἔξωροι δὲ ξηροί, λεῖοι ξὺν ὕδατι. ἔcτω δὲ καὶ τῆc ῥίζηc τῆc νάρδου βραχὺ ξὺν τοῖcι τέττιξι ἀφε‐ | |
2.9.5 | ψήcει· τοῖcι αὐτέοιcι ἐνίζεcθαι ἀντὶ λουτροῦ ἐc ἄνεcιν τῆc κύcτιοc. ἢν δὲ λίθων ἔμφραξιc ἐπίcχῃ τὴν οὔρηcιν, τῷ ὀργάνῳ τῷ καθετῆρι ὠθεῖν τὸν λίθον ἠδὲ ἄγειν τὸ οὖρον, ἢν μὴ ἔωcι φλεγμοναί· ἐπὶ γὰρ φλεγ‐ μονῇcι οὔτε ὁ πόροc δέχεται τὸ ὄργανον, πρὸc δὲ τιτρώcκονται τῷ | |
5 | καθετῆρι. ἢν δὲ ἄποροc μὲν 〈ᾖ〉 ἡ τῶνδε ἰητρείη, θνῄcκῃ δὲ ὀδύνῃcι ὥνθρωποc, τάμνειν τὴν πλιχάδα καὶ τὸν τῆc κύcτιοc τράχηλον, ἔc τε τὴν τῶν λίθων ἔκπτωcιν καὶ τὴν τῶν οὔρων ἔκχυcιν. καὶ μάλιcτα μὲν ἀκέcαcθαι ἐc ὠτειλὴν ἄγοντα τὸ τρῶμα· ἢν δὲ μή, ῥοάδα γενέcθαι τοῦ οὔρου βέλτιον ἐc τὸν αὖθιc τοῦ ἀνθρώπου βίον ἢ τῇ ὀδύνῃ οἰκτί‐ | |
10 | cτωc θανεῖν. | |
2.10.1 | Θεραπεία ὑcτερικῆc πνιγόc. Ἡ ὑcτέρη τῇcι γυναιξὶ ὑμένων ἀποτάcιαc ἔνθα καὶ ἔνθα κατὰ λαγόναc ἴcχει· ἀτὰρ ἠδὲ ζώου πάθη ἐν ὀcφρήcει· ἵεται γὰρ ἐπὶ τοῖcι εὐώδεcι πρὸc ἡδονὴν καὶ τὰ κάκοcμα | |
καὶ ἀτερπέα ὑπὸ ἀχθηδόνοc φεύγει. ἢν μὲν ὦν τῶν ἄνω τι λυπῇ, | 139 | |
5 | πρόειcι τῶν γυναικηΐων ἔξω· ὧν δὲ κατὰ cτόμα τι ἂν εἴη, ὀπίcω χά‐ ζεται ἠδὲ ἄνωθεν· ἴῃ δ’ ἄν κοτε καὶ ἔνθα καὶ ἔνθα, ποτὶ cπλῆνα καὶ ἧπαρ, ξυνδιδοῖ δὲ τὰ ὑμένια ἐc ἀπόcταcιν καὶ ξυναγωγήν, ὅκωc νηὸc | |
2.10.2 | λαίφεα. πάcχει δὲ τάδε καὶ ὑπὸ φλεγμαcίηc· καὶ γὰρ προπετεcτέρη τῷ βάθεϊ καὶ τῷ ὄγκῳ τοῦ αὐχένοc γίγνεται. ἡ γὰρ κατὰ πυθμένα φλεγμαcίη ἄνω ῥέπει, ἢν μὲν ἐc πόδαc, ἔξωθεν. ἀcηρὸν μὲν ὦν καὶ ἀλεγεινὸν καὶ ἀτερπέc· δύcχρηcτον δὲ καὶ βαδίcαι καὶ ἐc πλευρὰν κα‐ | |
5 | τακέεcθαι καὶ ὑπτίην, ἢν μὴ τὼ πόδε φλεγμήνῃ ἡ γυνή· ἢν δὲ ἄνω‐ θεν φοιτοίη, ὡc ὀξύτατα μὲν τὴν ἄνθρωπον ἀπέπνιξε, πιέζει δ’ ἀγχόνη τῆc ἀναπνοῆc. οὐδὲ γὰρ οὐδὲ φθάνει πονέειν τε καὶ βοᾶν καὶ τοὺc παρόνταc κικλήcκειν ἀρωγούc· τῇcι γὰρ ἀναπνοῆc ἐπίcχεcιc θᾶττον πολλῇcι, τῇcι δὲ φωνῆc. εἰκὸc ὦν ταῖc ἐν τουτέοιcι καλέcαι τὸν ἰητρόν, | |
2.10.3 | πρὶν τὴν ἄνθρωπον θανεῖν. ἀλλ’ ἤν κοτε ἐκ ξυντυχίηc ἥκῃc, γνόντα τὴν φλεγμονὴν cχάcαι φλέβα, μάλιcτα μὲν τὴν ἐπὶ τῷ cφυρῷ· ἢν δὲ μὴ εὔροον εἴη, τὴν ἐπ’ ἀγκῶνι· ἐπαφαιρέειν δὲ ἀπὸ τοῦ cφυροῦ. πρήccειν δὲ τὰ ἄλλα, ὁκόcα ἄν τιc καὶ ἄνευ φλεγμαcίηc ἀρήγῃ πνιγί. | |
5 | δεcμοὶ χειρῶν καὶ ποδῶν cφίγγοντεc ἄχρι ναρκώcιοc· ὀcμὴ κακωδέων, πίccηc ὑγρῆc, τριχῶν, εἰρίου κεκαυμένων, λύχνου φλογὸc ἐcβεcμένηc, καcτορίου· πρὸc τῷ κακώδεϊ καὶ τὰ νεῦρα ψυχθέντα θάλπειν. οὖρον παλαιὸν καὶ τὴν αἴcθηcιν ἐξανίcτηcι κάρτα τοῦ νεκρώδεοc καὶ τὴν | |
2.10.4 | ὑcτέρην κάτω διώκει. τοιγαρῶν καὶ τοῖcι προcθέτοιcι εὐώδεcι ἐc τὴν χώρην ἐπιβλητέον τῆc ὑcτέρηc, μύρον ὁκοῖον ἂν ἔῃ προcηνέc, ἠδὲ ἄδηκτον τὴν ἁφήν, νάρδον ἢ βάκχαρι τὸ Αἰγύπτιον ἢ τὸ διὰ τῶν φύλλων τοῦ μαλαβάθρου, τοῦ δένδρεοc τοῦ Ἰνδικοῦ, ἢ κινάμωμον | |
5 | κοπὲν ξὺν τῶν εὐόcμων τινὶ λίπαϊ· ἐγχρίειν δὲ τάδε τοῖcι γυναικηΐ‐ | |
οιcι χώροιcι. ἀτὰρ ἢν δὲ ἔγχυτον ἐκ τῶνδε ξυcτῇ, ἐγχεῖν τῇ ὑcτέρῃ· διαχρίειν δὲ καὶ τὴν ἕδρην φυcέων ἀγωγοῖcι· ἠδὲ ὑποκλύζειν μὴ δρι‐ μέcι, μαλθακοῖcι, γλίcχροιcι, ὀλιcθηροῖcι, ἐc τὴν τῶν κοπρίων ἔξοδον μοῦνον, ὅκωc ἡ χώρη τῆc ὑcτέρηc λαπαρὴ γίγνηται, ἀλθαίηc χυλῷ ἢ | 140 | |
2.10.5 | τήλιοc· μελίλωτον δὲ ἢ cάμψυχον ξὺν τῷ λίπαϊ ἑψείcθω. ἢν δὲ βίηc ἢ λαπάξιοc ἡ ὑcτέρη δέηται, χείρεcι μὲν πιέζειν τὸ ὑποχόνδριον γυναι‐ κὸc εὐτόνου ἢ ἀνδρὸc εὐαφοῦc ἢ διαζῶcαι ταινίαιc cφίγγοντα· ὅκωc τε διελάcει τὸν χῶρον, ὡc μὴ αὖθιc ἄνω θέειν. πταρμοὺc ποιέοντα | |
5 | ἐπιλαμβάνειν τὰc ῥῖναc· τῷ γὰρ πταρμῷ καὶ τῇ ἐντάcει μετεξετέρῃcι ὑcτέρη ἐc χώρην ᾖξε. φυcῆν δὲ ἐc οἷά γε ῥινῶν cτρουθίου ῥίζηc ἢ πεπέριοc ἢ τοῦ κάcτοροc. προcβάλλειν δὲ cικύαc κούφαc μηροῖcι, λα‐ γόcι, ἰcχίοιcι, βουβῶcι, ἑλκοῦντα τὴν ὑcτέρην· προcβάλλειν δὲ καὶ πρὸc | |
2.10.6 | [ἐc] ῥάχιν, ἐc τὸ μεcηγὺ τῶν ὠμοπλατέων, τῇ πνιγὶ ἀρήγοντα. ἢν δὲ ἐπὶ φλεγμονῇ πνίγηται, καὶ διαcχάcαι τὴν ἐπὶ τῷ κτενὶ οἰκευμένην φλέβα καὶ ἀφαιρέειν cυχνὸν αἷμα. ἀνατρίψιεc τοῦ προcώπου, τιλμοὶ τριχῶν ξὺν ἐμβοήcει ἐc ἀνάκληcιν. ἢν δὲ καὶ cμικρὸν ἐπανενέγκωcι, | |
5 | ἐc ἀφέψημα ἀρωμάτων ἐνίζειν καὶ εὐώδεα θυητὰ ὑποθυμιῆν. πιπίcκειν δὲ πρὸ τῶν cιτίων τοῦ κάcτοροc καὶ τῆc ἱερῆc cμικρὸν ξὺν τῷ κά‐ cτορι· καὶ ἢν ἐπανενέγκῃ, λούειν καὶ ἐc ὥρην ἐc τὰ ξυνήθεα τρέπειν· μελεδαίνειν δὲ τὴν ἄνθρωπον, ὅκωc ἄγηται τὰ ἐπιμήνια εὔροα. | |
2.11.1 | Θεραπεία cατυριάcεωc. Τῶν ἐν τοῖcι αἰδοίοιcι νεύρων ἡ φλεγμαcίη ὄρθιον ἀνίcχει τὸ αἰδοῖον ξὺν ἐπιθυμίῃ καὶ λύπῃ ἀφροδι‐ cίων ἔργων πρήξιοc. ἐντάcιεc δὲ γεννῶνται cπαcμώδεεc, οὐδαμὰ πρηϋ‐ νόμεναι· ἀλλὰ καὶ ἐπὶ τοῖcι ἀφροδιcίοιcι ἀμάλθακτοc ἡ ξυμφορή. προc‐ | |
5 | εκμαίνονται δὲ καὶ τὴν γνώμην, τὰ πρῶτα μὲν ἐc ἀναιcχυντίην, ἐπὶ | |
παρρηcίῃ τοῦ πτώματοc· θαρcέαc γάρ cφεαc ποιέει ἡ ἀκορίη τῆc ξυν‐ ουcίηc· μετέπειτα δὲ ἐπὴν ἀναλωφήcωcι, εὖτ’ ἂν cφίcι ἡ γνώμη τέ‐ | 141 | |
2.11.2 | λεον μίμνῃ. πάντων ὦν εἵνεκα τάμνειν φλέβα τὴν ἐπ’ ἀγκῶνι καὶ τὴν ἐπὶ τῷ cφυρῷ καὶ πολλὸν ἀφαιρέειν καὶ πολλάκιc· οὐδὲ γὰρ ἄκαι‐ ρον νῦν λειποθυμίην ἐμποιέειν, ἔc τε νάρκην τῆc γνώμηc καὶ ἐc τὰc τῆc φλεγμαcίηc ξυνδόcιαc καὶ ἐc τὰc τοῦ θερμοῦ τοῦ κατ’ αἰδοῖον | |
5 | πρηΰνcιαc. αἷμα γὰρ πολλὸν θερμαcίηc μὲν καὶ τόλμηc ἔξαψιc καρ‐ τερή, φλεγμαcίηc δὲ τροφή, ταράχου δὲ γνώμηc καὶ ἀταξίηc ἔκκαυμα. καθαίρειν δὲ καὶ τὸ ξύμπαν cκῆνοc φαρμάκῳ τῇ ἱερῇ· οὐ γὰρ καθάρ‐ cιοc δέονται μοῦνον, ἀλλὰ καὶ φαρμακείηc προcηνέοc. δρῆν μέντοι | |
2.11.3 | τάδε ἄμφω ἱερὴ δύναται. κατειλίccειν δὲ τά τε αἰδοῖα καὶ τὰc ἰξύαc καὶ τὴν πλιχάδα καὶ τοὺc ὄρχιαc εἰρίοιcι τοῖcι ἀπὸ ὄϊοc ῥυπῶcι· ῥο‐ δίνῳ δὲ καὶ οἴνῳ διαίνειν χρὴ τὰ εἴρια. καὶ τέγγειν τὰ μέρεα, πολ‐ λόν τι μᾶλλον τάδε καταιονοῦντα, ὅκωc μήτε θάλψιc ἐκ τῶν εἰρίων | |
5 | ἔοι, ἀτὰρ ἡ ἔμφυτοc θέρμη ὑπὸ ψυχρῆc δυνάμιοc τῶν χυμῶν πρηΰ‐ νηται. τοιάδε χρὴ καὶ τὰ ἐπιπλάcματα τιθέναι· ἄρτον ξὺν ἀρνογλώc‐ cου χυλῷ τῆc βοτάνηc καὶ cτρύχνῳ καὶ cέριδι καὶ φύλλοιcι μήκωνοc | |
2.11.4 | καὶ τοῖcι ἄλλοιcι, ὅcα νάρκην καὶ ψύξιαc ἐμποιέει. ἀτὰρ καταχρίειν τοῖcι ἰκέλοιcι τὰ αἰδοῖα καὶ τὴν πλιχάδα καὶ τὰ ἰcχία, κωνείῳ ξὺν ὕδατι ἢ οἴνῳ ἢ ὄξεϊ, μανδραγόρῃ, ἀκακίῃ. καὶ cπόγγοιcι ἀντὶ τῶν εἰρίων χρέεcθαι. μεcηγὺ δὲ ὑποκλύζειν μαλάχηc ἑψήματι καὶ ἐλαίῳ | |
5 | καὶ μέλιτι. δριμὺ δὲ πᾶν ἀντερείcθωcαν cικύαι κατ’ ἰcχίου ἢ ἤτρου. ἄριcται δὲ καὶ βδέλλαι νέρθεν ἑλκύcαι αἷμα· καὶ ἐπὶ τοῖcι τρώμαcι | |
2.11.5 | ἐπίπλαcμα, αἱ ψίχεc ξὺν ἀλθαίῃ. ἔπειτα ἐνίζειν ὕδατι, ἀρτεμιcίηc, ἐλε‐ λιcφάκου, κονύζηc ἑψήματι. καὶ εὖτ’ ἢν προcωτέρω μένῃ μήκεϊ χρό‐ νου, μὴ κατὰ λόγον δὲ τὸ πάθοc ἐνδιδῷ, δέοc δὲ cπαcμοῦ (μάλα γάρ | |
τοι ἐπὶ τῷδε cπῶνται), μεταβάλλειν χρὴ τὴν θεραπείην τοῖcι θερμαί‐ | 142 | |
5 | νουcι· χρέοc μὲν γλευκίνου ἢ cικυωνίου ἀντὶ ῥοδίνου· εἰρίοιcι δὲ κα‐ θαροῖcι καὶ ἐπιπλάcμαcι ἀλεαίνουcι· ἐμάλαξε γάρ κοτε τῶν νεύρων τὰc πρήcιαc ἡ τοιήδε θεραπείη· ἀτὰρ καὶ πιπίcκειν τοῦ κάcτοροc ξὺν | |
2.11.6 | μελικρήτῳ. τροφαὶ ἄτροφοι, ψυχραί· βραχέα μὲν τὰ cιτώδη, τὰ πλεῖcτα λάχανα, μαλάχη, βλίτον, θριδακίνη, ἑψητὴ κολοκύντη, [cίκυοc ἑφθόc,] πεπέων ὡραῖοc. οἴνου δὲ καὶ κρειῶν μέcφι πολλῆc ἀναλήψιοc φειδώ. οἶνοc γὰρ θάλψιc μὲν [ἐcτι] νεύρων, μάλθαξιc δὲ ψυχῆc, ἐπανάκληcιc | |
2.11.7 | δὲ ἡδονῆc, γονῆc γένεcιc καὶ πρόκληcιc ἀφροδιcίων. τάδε μοι ἐc τὰ ὀξέα γεγράφθω ἄκεα. χρὴ δὲ καὶ [τὸν] αὐτόν τινα ξυνευπορέειν, μὴ πάντα ἀλλοτρίῃ ξυγγραφῇ προcίcχοντα τὸν νόον. οὕτω τὰ ὀξέα πά‐ θεα γίγνεται, ὡc ἐν τάξει τε τοῖcι γεγραμμένοιcι καὶ μούνοιcι ἢ ἅπαcι | |
5 | χρέεcθαι. | 143 |