TLG 0719 002 :: ARETAEUS :: De causis et signis acutorum morborum (lib. 2) De causis et signis acutorum morborum (lib. 2) Citation: Book — chapter — section — (line) | ||
1t1 | ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ϹΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ ΒΙΒΛΙΟΝ Α. | |
1.1.1 | Περὶ χρονίων παθῶν. Χρονίων νούcων πόνοc μὲν πουλύc, χρό‐ νοc δὲ μακρὸc ξυντήξιοc, καὶ ἀβέβαιοc ἡ ἄλθεξιc. ἢ γὰρ οὐδ’ ἐξηλάθηcαν ἐc τὸ ξύμπαν, ἢ ἐπὶ cμικρῇ ἁμαρτωλῇ παλινδρομέουcι αἱ νοῦcοι. οὔτε γὰρ ἀτρεμέειν οἱ νοcέοντεc τολμέουcι ἐc τέλοc· ἀτὰρ ἠδὲ ἁμαρτάνουcι | |
5 | ἐν τῇcι μακρῇcι διαίτῃcι, κἢν ἀτρεμέωcι. ἢν δὲ καὶ πόνοc ἔῃ ἐπιπόνου ἰήcιοc, δίψηc, λιμοῦ, φαρμάκων πικρῶν, καὶ ὀδυνέων, ἢ τομῆc, ἢ καύ‐ cιοc, ὧνπερ ἐcτὶ ἐν τῇcι δολιχῇcι νούcοιcι χρέοc, ὑποδιδρήcκουcι οἱ | |
---|---|---|
1.1.2 | κάμνοντεc ὡc θανάτου δῆθεν αὐτέου ὀρεγόμενοι. ἔνθα δὴ ἀρετὴ δια‐ είδεται ἀνδρὸc ἰητροῦ, καὶ μακροθυμίηc, καὶ ποικιλίηc, καὶ χάριτοc ἀβλαβοῦc τῶν ἡδέων, καὶ παραιφάcιοc· ἀτὰρ καὶ τὸν νοcέοντα χρὴ ἄλκιμον ἔμμεναι, καὶ ξυνίcταcθαι τῷ ἰητρῷ κατὰ τοῦ νοcήματοc. οὐ | |
5 | γὰρ τοῦ cώματοc μούνου ἀπρὶξ λαβόμενον ταχὺ ἀναcμύχει τε καὶ δά‐ πτει, ἀλλ’ ἐc πολλὰ καὶ τὴν αἰcθηcίην ἐκτρέπει, ἀλλὰ καὶ τὴν ψυχὴν ἐκμαίνει ἀκραcίῃ τοῦ cώματοc. τοιήνδε τὴν μανίην καὶ τὴν μελαγχο‐ λίην ἴcμεν, περὶ ὧν αὖθιc ἐρέω· τὰ νῦν δ’ ἀμφὶ κεφαλαίηc φράcω. | |
1.2.1 | Περὶ κεφαλαίηc. Ἢν ἀλγέῃ κεφαλὴ cχεδίωc ἐπὶ προcκαίρῳ αἰτίῃ, κἢν ἐπὶ πλεῦναc, κεφαλαλγίη καλέεται. ἢν δὲ διεθίζῃ χρόνῳ μακρῷ τὸ ἄλγημα, καὶ περιόδοιcι μακρῇcι καὶ πολλῇcι, καὶ προcεπι‐ γίγνηται μέζω τε καὶ πλεῦν δυcαλθῆ, κεφαλαίην κικλήcκομεν. ἰδέαι | |
5 | δὲ μυρίαι. τιcὶ μὲν γὰρ ἀΐδιοc ὁ πόνοc καὶ cμικρόc, ἀλλ’ οὐ διαλεί‐ | |
πων· τιcὶ δὲ ἐc περίοδον περιπλεῖ, ὅκωc τοῖcι πυρεταίνουcι ἀμφημερι‐ νὸν 〈ἢ〉 παρ’ ἡμέρην· ἄλλοιcι δ’ ἀπὸ δύcιοc ἐc μεcημβρίην, καὶ τῇδε τέλεον ἀποπαύεται· ἢ ἀπὸ μεcημβρίηc ἐc ἑcπέρην· ἢ ἐπίπροcθεν ἐc νύκτα. ἥδε ἡ περίοδοc οὐ κάρτα δηθύνει. καὶ τιcὶ μὲν ἡ κεφαλὴ ἀλ‐ | 36 | |
10 | γέει πᾶcα· καὶ ἥδε ἄλλοτε μὲν ἐπὶ δεξιά, ἄλλοτε δὲ ἐπ’ ἀριcτερά· ἢ μέτωπον, ἢ βρέγμα, καὶ ταῦτα ἐν τῇ αὐτῇ ἡμέρῃ ῥεμβώδεα τρόπον. | |
1.2.2 | τιcὶ δὲ [καὶ] τὰ δεξιὰ μοῦνον, ἢ τὰ λαιὰ μοῦνον, ἐc ὅcον [ὅρων] κρό‐ ταφοc, ἢ ὦc, ἢ καὶ ὀφρὺc μία, ἢ ὀφθαλμὸc εἷc μέcφι μέcου, ἢ ῥὶc ἐc ἶcα τέμνει μοῦνον, ἐπέκεινα δὲ τὸ ἄλγημα οὐ περῇ· ἐν ἡμίcεϊ μίμνει τῷ τῆc κεφαλῆc χωρίῳ. ἑτεροκρανίη τόδε [μοῦνον] καλέεται· οὐκ | |
5 | εὔηθεc κακόν, κἢν διαλείπῃ, κἢν cμικρὸν ἔμμεναι δοκέῃ. ἢν γὰρ ἐμπέcῃ κοτὲ ὀξέωc, αἰcχρὰ καὶ δεινὰ πρήccει. cπαcμὸc καὶ διαcτροφὴ τοῦ προc‐ ώπου γίγνεται· ὀφθαλμοὶ ἢ ἀτενέεc κεράεcι ἴκελοι πεπήγαcι, ἢ τῇδε κἀκεῖcε cπαcμωδέωc ἔνδον εἱλῶνται· cκοτόδινοc· ὀφθαλμῶν ὑποβρύχιοc πόνοc ἄχρι μηνίγγων· ἱδρὼc ἄcχετοc· τενόντων ἐξαπίνηc ἄλγοc, ὡcπερ‐ | |
10 | εί τινοc πατάξαντοc ξύλῳ· ναυτίη, ἔμετοc χολωδέων, κατάπτωcιc τοῦ | |
1.2.3 | ἀνθρώπου· ἢν δ’ ἐπιτείνῃ κοτὲ τὸ πάθοc, ὥνθρωποc ἐτελεύτηcε. ἢν δὲ cμικρότερον ᾖ καὶ ἐc ὄλεθρον ἀcινέc, χρονίζει· ὄκνοc πουλύc, καρη‐ βαρίη, ἀπορίη, ζωὴ δύcφοροc. καὶ γάρ κωc φεύγουcι τὴν αὐγήν, cκό‐ τοc δὲ πρηΰνει τουτέοιcι τὴν νοῦcον· οὐδὲ ἐcιδεῖν τι ἢ ἀκοῦcαι τερ‐ | |
5 | πνὸν εὔφοροι· κάκοδμοι τὴν ὄcφρηcιν, καὶ οὔτε τι εὐῶδεc αὐτέουc τέρπει, ἐκτρέπονται δὲ καὶ τὰ κακώδεα· ἄχθονται τῷ βίῳ, θανατῶcι ὥνθρωποι. αἰτίη δὲ τουτέων ξὺν ξηρότητι ψῦξιc. ἢν δὲ δηθύνῃ καὶ ἐc μέζον ἕρπῃ ἐπὶ τοῖcι πόνοιcι, τὸ πάθοc cκότωμα γίγνεται. | |
1.3.1 | Περὶ cκοτωματικῶν. Ἢν ζόφοc τὰc ὄψιαc cχῇ, καὶ δῖνοc ἀμφὶ τὴν κεφαλὴν ἑλίccηται, καὶ ὦτα βομβέῃ, ὅκωc ῥεόντων καναχη‐ δὸν ποταμῶν, ἢ οἷον ἄνεμοc ἱcτίοιcι ἐγκυβερνέῃ, ἢ αὐλῶν [ἢ] καὶ cυρίγγων ἐνοπή, ἢ τριcμοῦ ἁμάξηc ἰαχή, ὀνομάζομεν cκότωμα τὸ πά‐ | |
5 | θοc. κακὸν μέν, κἢν ξύμπτωμα κεφαλῆc, κακὸν δέ, κἢν ἐκ διαδέξιοc | |
κεφαλαίηc, ἢ ἐξ ωὐτέηc χρονίου νούcου φυῇ. ἢν γὰρ τάδε μὲν [μὴ] ἀπογίγνηται, μίμνῃ δὲ ἡ cκοτοδίνη ἢ χρόνῳ μακρῷ τελεωθῇ τοῖcι ἰδί‐ οιcι ξυμπτώμαcι οὔ τινοc ἀκεομένου, τὸ πάθοc cκότωμα γίγνεται ἐπ’ | 37 | |
1.3.2 | αἰτίῃ ὑγρῇ τε καὶ ψυχρῇ. ἀλλὰ καὶ ἀρχὴ παθέων ἄλλων, ἢν ἐc ἀνή‐ κεcτον τραπῇ, μανίηc, μελαγχολίηc, ἐπιληψίηc προcεπιγιγνομένων ἑκά‐ cτῃ τῶν ἰδίων ξυμπτωμάτων. cκοτώματοc δὲ ἡ ἰδέη, βάροc τῆc κεφα‐ λῆc, ὀφθαλμῶν μαρμαρυγαὶ ἐπὶ πολλῷ τῷ cκοτώδεϊ, ἀγνωcίη ἑωυτέων | |
5 | τε καὶ τῶν πέλαc. κἢν ἐπ’ αὐξήcει ἡ νοῦcοc γίγνηται, τά τε γυῖα λύ‐ ονται καὶ ἕρπονται χαμαί· ναυτίη καὶ ἔμετοc φλέγματοc ἢ χολωδέων, ξανθῶν ἢ μελάνων. εὖτε ἐπὶ μὲν ξανθῇ χολῇ, μανίαι γίγνονται· ἐπὶ δὲ τοῖcι μέλαcι, μελαγχολίη· ἐπὶ δὲ τῷ φλέγματι, ἡ ἐπιληψίη. παcῶν γὰρ ἥδε νούcων τροπή. | |
1.4.1 | Περὶ ἐπιληψίηc. Ποικίλον ἠδὲ ἀλλόκοτον κακὸν ἡ ἐπιληψίη, θηριῶδεc μὲν ἐν παροξυcμοῖcι καὶ κάτοξυ καὶ ὀλέθριον· ἔκτεινε γάρ κοτε παροξυcμὸc εἷc. ἢν δὲ μελέτῃcι φέρῃ ὥνθρωποc, ζῇ μὲν αἴcχεα καὶ ὀνείδεα καὶ ἄλγεα φέρων, ῥηϊδίωc δὲ οὐκ ἄπειcι ἡ νοῦcοc, ἀλλὰ | |
5 | ἐν ἡλικίῃcί τε τῇcι κρείττοcι ἐνοικέει καὶ ὥρῃ γε τῇ ὡραίῃ, ξυνδιαιτᾶ‐ ταί τε παιcὶ καὶ μειρακίοιcι. ἐξηλάθη δέ κοτε ὑπ’ εὐτυχίηc, δι’ ἄλληc ἡλικίηc μέζονοc, εὖτε τῷ κάλλει cυνέξειcι τῆc ὥρηc· ἀλλὰ καί κοτε μετεξετέρουc αἰcχροὺc ἀποδείξαcα ἀπόλλυcι τοὺc παῖδαc φθόνῳ τοῦ κάλλεοc, ἢ χειρὸc ἀκραcίῃ, ἢ προcώπου διαcτροφῇ, ἢ πηρώcει τινὸc | |
1.4.2 | αἰcθήcιοc. ἢν δὲ φωλεύcῃ τὸ κακὸν ἐc ῥίζαν, οὔτε ἰητρῷ οὔτε ἡλικίηc μεταβολῇ 〈ἐc〉 ἔξοδον πείθεται, ἀλλὰ ξυμβιοῖ μέcφι θανάτου. ποτὶ καὶ ἐπίπονοc ἡ νοῦcοc cπαcμοῖcι καὶ διαcτροφῇcι μελέων τε καὶ ὄψιοc. ἔτρεψε δέ κοτε καὶ γνώμην ἐc μανίην. ἀτερπὴc μὲν ἡ τοῦ παροξυcμοῦ | |
5 | θέη, αἰcχρὴ δὲ καὶ ἡ ἀπόλειψιc αὐτέου ἐπὶ ἀφόδῳ καὶ οὔροιcι καὶ αὐτομάτῳ κοιλίῃ. ἀλλὰ καὶ ἄδοξοc ἡ ξυμμορφή· δοκέει γὰρ τοῖcι ἐc τὴν cελήνην ἀλιτροῖcι ἀφικνεῖcθαι ἡ νοῦcοc· τοὔνεκεν ἱερὴν κικλή‐ cκουcι τὴν πάθην. ἀτὰρ καὶ δι’ ἄλλαc προφάcιαc, ἢ μέγεθοc τοῦ κα‐ κοῦ· ἱερὸν γὰρ τὸ μέγα· 〈ἢ〉 ἰήcιοc οὐκ ἀνθρωπηίηc, ἀλλὰ θείηc, ἢ | |
10 | δαίμονοc δόξηc ἐc τὸν ἄνθρωπον εἰcόδου, ἢ ξυμπάντων ὁμοῦ, τήνδε | |
1.4.3 | ἐκίκληcκον ἱερήν. ὁκόcα μὲν ὦν ὡc ἐπὶ ὀξείῃ γίγνεται τῇ νούcῳ, πρό‐ cθεν μοι λέλεκται· ἢν δὲ ἐν χρόνῳ μίμνῃ, οὐδὲ ἐπὶ τοῖcι διαλείμμαcι ἀcινέεc· νωθροί, ἄθυμοι, κατηφέεc, ἐξάνθρωποι, ἄμεικτοι, οὐδὲ ἡλικίῃcι μειλίχιοι, ἄγρυπνοι, δυcόνειροι πολλοῖcι ἀλλοκότοιcι, ἀπόcιτοι, πέψαι | 38 |
5 | κακοί· ἄχροοι, μολυβδώδεεc· δυcμαθέεc νωθείῃ γνώμηc τε καὶ αἰcθή‐ cιοc· βαρυήκοοι, ἦχοι, βόμβοι ἀνὰ τὴν κεφαλήν· γλῶccα ἀcαφὴc καὶ παράφοροc, ἢ ὑπὸ τῆc διαθέcιοc τῆc νούcου, ἢ ὑπὸ τρωμάτων ἐν τῇcι καταλήψεcι· cπαcμώδεεc· γλῶccα μὲν cτρωφᾶται ἐν τῷ cτόματι ποικί‐ λωc· ὑποτέμνεται δέ κοτε καὶ τὴν διάνοιαν ἡ νοῦcοc, ὡc τὰ πάντα | |
10 | μωραίνειν. ἀτὰρ καὶ τοῖcδε αἰτίη ξὺν ὑγρότητι ψῦξιc. | |
1.5.1 | Περὶ μελαγχολίηc. Μέλαινα χολή, ἐν μὲν ὀξέcι ἄνωθεν φα‐ νεῖcα, κάρτα ὀλέθριον· κάτω δὲ ἐξιοῦcα οὐ κάρτα ἀνώλεθρον. ἐν δὲ τοῖcι χρονίοιcι, ἢν μὲν ὑπίῃ κάτω, ἐc δυcεντερίην καὶ ἥπατοc πόνον τελευτᾷ. γυναιξὶ δὲ κάθαρcιc ἀντὶ τῶν ἐπιμηνίων, ἢν τὰ ἄλλα ἀνώ‐ | |
5 | λεθροι ἔωcι. ἢν δὲ ἄνω ῥέπῃ ἐc cτόμαχον, ἢ ἐc φρέναc, μελαγχολίην τεύχει. φῦcάν τε γὰρ ἐμποιέει καὶ ἐρυγὰc κακώδεαc, ἰχθυώδεαc· δια‐ πέμπει δὲ καὶ κάτω φύcαc ψοφώδεαc· ξυντρέπει δὲ καὶ τὴν γνώμην. διὰ τόδε καὶ μελαγχολικοὺc καὶ φυcώδεαc τούcδε ἐκίκληcκον οἱ πρό‐ | |
1.5.2 | cθεν. μετεξετέροιcι δὲ οὔτε φῦcα οὔτε μέλαινα χολὴ ἐγγίγνεται, ὀργὴ δὲ ἄκρητοc καὶ λύπη καὶ κατηφείη δεινή. καὶ τούcδε ὦν μελαγχολι‐ κοὺc καλέομεν, χολῇ μὲν τῆc ὀργῆc ξυμφραζομένηc, μελαίνῃ δὲ πολ‐ λῆc καὶ θηριώδεοc. τέκμαρ δὲ Ὅμηροc, ἔνθα φηcὶ | |
5 | τοῖcι δ’ ἀνέcτη Ἥρωc Ἀτρείδηc εὐρυκρείων Ἀγαμέμνων Ἀχνύμενοc· μένεοc δὲ μέγα φρένεc ἀμφιμέλαιναι Πίμπλαντ’, ὄccε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην. τοιοίδε γίγνονται οἱ μελαγχολώδεεc, εὖτ’ ἂν ὑπὸ τοῦ κακοῦ κινέων‐ | |
1.5.3 | ται. ἔcτι δὲ ἀθυμίη ἐπὶ μιῇ φανταcίῃ, ἄνευθε πυρετοῦ. δοκέει [τε] δέ μοι μανίηc γε ἔμμεναι ἀρχὴ καὶ μέροc ἡ μελαγχολίη. τοῖcι μὲν γὰρ μαινομένοιcι ἄλλοτε μὲν ἐc ὀργήν, ἄλλοτε δὲ ἐc θυμηδίην ἡ γνώμη τρέπεται, τοῖcι δὲ μελαγχολῶcι ἐc λύπην καὶ ἀθυμίην μοῦνον. ἀτὰρ | |
5 | καὶ μαίνονται μὲν ἐc τὰ πλεῖcτα τοῦ βίου ἀφρονέοντεc καὶ δεινὰ καὶ αἰcχρὰ πρήccοντεc· μελαγχολῶcι δὲ οὐκ ἐπὶ ἑνὶ εἴδεϊ ἕκαcτοι, ἀλλ’ ἢ πρὸc φαρμακείην ὕποπτοι, ἢ ἐc ἐρημίην φεύγουcι μιcανθρωπίῃ, ἢ ἐc δειcιδαιμονίην τρέπονται, ἢ μῖcόc ἐcτι τοῦ ζῆν τουτέοιcι. ἢν δὲ ἐξ ἀθυμίηc ἄλλοτε καὶ ἄλλοτε διάχυcιc γένηται, ἡδονὴ προcγίγνεται ἐπὶ | 39 |
1.5.4 | τοῖcι πλείcτοιcι· οἱ δὲ μαίνονται. ὅκωc δὲ καὶ ἀπ’ ὁκοίων χωρίων τὰ πολλὰ γίγνονται, φράcω. ἢν μὲν ἐν τοῖcι ὑποχονδρίοιcι μίμνῃ ἡ αἰ‐ τίη, ἀμφὶ τὰc φρέναc εἱλέεται, καὶ διεξίει χολὴ ἄνωθεν ἢ κάτωθεν μελαγχολῶcι. ἢν δὲ καὶ κεφαλὴν ἐc ξυμπαθείην ἄγῃ καὶ ἀμείβηται τὸ | |
5 | παράλογον τῆc ὀξυθυμίηc ἐc γέλωτα καὶ ἡδονὴν ἐc τὰ πολλὰ τοῦ βίου, οἱ δὲ μαίνονται, αὔξῃ τῆc νούcου μᾶλλον ἢ ἄλγεϊ πάθεοc. ἐπ’ ἀμφοῖν | |
1.5.5 | δὲ ξηρότηc αἰτίη. ἄνδρεc μὲν ὦν μαίνονται καὶ μελαγχολῶcι, ἢ καὶ ἀνδρῶν ἐλάccουc· κάκιον δὲ ἀνδρῶν αἱ γυναῖκεc ἐκμαίνονται. ἡλικίη, πρὸc ἀκμὴν καὶ οἱ ἀκμάζοντεc· ὥρη, θέροc μὲν καὶ φθινόπωρον τίκτει, ἔαρ δὲ κρίνει. τεκμήρια μὲν ὦν οὐκ ἄcημα· ἢ γὰρ ἥcυχοι, ἢ cτυγνοί, | |
5 | κατηφέεc, νωθροὶ ἔαcι ἀλόγωc, οὔτινι ἐπ’ αἰτίῃ [μελαγχολίηc ἀρχή]· ἔτι δὲ καὶ ὀργίλοι προcγίγνονται, δύcθυμοι, ἄγρυπνοι, ἐκ τῶν ὕπνων | |
1.5.6 | ἐκθορυβούμενοι. ἔχει δὲ αὐτέουc καὶ τάρβοc ἔκτοπον, ἢν ἐc αὔξηcιν τὸ νόcημα φοιτῇ, εὖτε καὶ ὄνειροι ἀληθέεc, δειματώδεεc, ἐναργέεc· ὁκόcα γὰρ ὑπερεκτρέπονται †οὔπω οἱ κακοῦ, τόδε ἐνύπνιον ὁρέουcι ὥρμηcε. πρὸc τὸ ῥηΐδιον μεταγνῶναι εὔκολοι, αἰcχροί, cμικρολόγοι, | |
5 | ἄδωροι, καὶ μετ’ οὐ πολὺ ἁπλοῖ, ἄcωτοι, πολύδωροι, οὐκ ἀρετῇ ψυ‐ χῆc, ἀλλὰ ποικιλίῃ νοcήματοc. ἢν δὲ ἐπὶ μᾶλλον τὸ κακὸν πιέζῃ, μῖcοc, φυγανθρωπίη, ὀλοφύρcιεc κενεαί· ζωῆc κακήγοροι, ἔρανται δὲ θανάτου. πολλοῖcι δὲ ἐc ἀναιcθηcίην καὶ μώρωcιν ἡ γνώμη ῥέπει, ὅκωc | |
1.5.7 | ἀγνῶτεc ἁπάντων ἢ ἐπιλήcμονεc ἑωυτέων βίον ζώωcι ζωώδεα. ξυν‐ τρέπεται δὲ καὶ τοῦ cκήνεοc ἐc πονηρὸν ἡ ἕξιc· χροιὴ μελάγχλωροc, ἢν μὴ διεξίῃ κάτω ἡ χολή, ἀλλὰ ἀναχέηται ξὺν τῷ αἵματι ἐc τὸ πᾶν. βοροὶ μέν, ἰcχνοὶ δέ· ὕπνοc γὰρ αὐτέοιcι οὔτε πόcει οὔτε βρωτῷ | |
5 | ξυγκρατέει τὰ μέλεα, ἀγρυπνίη δὲ cκίδνηcι ἐc τὴν ἔξω φορήν. τοιγαρ‐ | |
οῦν κοιλίη ξηρὴ οὐδὲν διιεῖcα· ἢν δέ κοτε ἐκδιδῷ, ξηρά, cτρογγύλα, ξὺν περιρρόῳ μέλανι, χολώδεα. οὖρα cμικρά, δριμέα, χολόβαφα· φυ‐ cώδεεc καθ’ ὑποχόνδριον· ἐρυγαὶ κακώδεεc, βρωμώδεεc, ὡc ἐξ ἁλὸc ὀρεγμίη· ἀνέπλω κοτὲ καὶ ὑγρὸν δριμὺ ξὺν χολῇ. cφυγμοὶ ὡc ἐπίπαν | 40 | |
1.5.8 | cμικροί, νωθροί, ἀδρανέεc, πυκινοί, ἴκελοι τῷ ψύχεϊ. λόγοc ὅτι τῶν τοιῶνδέ τιc ἀνηκέcτωc ἔχων, κούρηc ἤρα τε καὶ τῶν ἰητρῶν οὐδὲν ὠφελούντων ὁ ἔρωc μιν ἰήcατο· δοκέω δὲ ἔγωγε ἐρᾶν μὲν αὐτὸν ἀρ‐ χῆθεν, κατηφέα δὲ καὶ δύcθυμον [ἢ] ὑπ’ ἀτυχίηc τῆc κούρηc ἔμμεναι | |
5 | καὶ μελαγχολικὸν δοκέειν τοῖcι δημότῃcιν. οὗτοc οὔτε μὴν ἦν ἔρωτα ἐγγιγνώcκων, ἐπεὶ δὲ τὸν ἔρωτα ξυνῆψε τῇ κούρῃ, παύεται τῆc κατη‐ φείηc, καὶ διαcκίδνηcι ὀργήν τε καὶ λύπην, χάρμῃ δὲ ἐξένηψε τῆc δυcθυμίηc· καθίcταται γὰρ τὴν γνώμην ἔρωτι ἰητρῷ. | |
1.6.1 | Περὶ μανίηc. Μανίηc τρόποι εἴδεcι μὲν μυρίοι, γένει δὲ μοῦ‐ νοc εἷc. ἔκcταcιc γάρ ἐcτι τὸ ξύμπαν χρόνιοc, ἄνευθε πυρετοῦ. εἰ γάρ κοτε καὶ πυρετὸc ἐπιλάβοι, οὐκ ἀπὸ μανίηc ἂν ἴδιοc γίγνοιτο, ἀλλ’ ἐκ ξυντυχίηc ἄλληc. ἐκφλέγει γὰρ καὶ οἶνοc ἐc παραφορὴν ἐν | |
5 | μέθῃ· ἐκμαίνει δὲ καὶ τῶν ἐδεcτῶν μετεξέτερα, ἢ μανδραγόρη, ἢ ὑοcκύ‐ αμοc, ἀλλ’ οὔ τί κω μανίη τάδε κικλήcκεται· ἐπὶ γὰρ cχεδίου γιγνό‐ | |
1.6.2 | μενα καθίcταται θᾶττον. τὸ δὲ ἔμπεδον ἡ μανίη ἴcχει. τῇδε τῇ μα‐ νίῃ οὐδέ τι ἴκελον ἡ λήρηcιc, γήραοc ἡ ξυμφορή· αἰcθήcιοc γάρ ἐcτι νάρκη καὶ γνώμηc νάρκωcιc ἥδε τοῦ νοῦ ὑπὸ ψύξιοc· μανίη δὲ θερ‐ μόν τι καὶ ξηρὸν τῇ αἰτίῃ, καὶ ταραχῶδεc τῇcι πρήξεcι. ἡ μὲν γὰρ | |
5 | λήρηcιc ἀρχομένη ἀπὸ γήραοc οὔτε διαλείπει, καὶ ξυναποθνῄcκει· μα‐ νίη δὲ καὶ διαλείπει καὶ μελεδῶνι ἐc τέλοc ἀποπαύεται. διάλειψιc δὲ ἀτελήc, ἢν τῷ τῆc μανίηc λόγῳ γίγνηται, οὐκ εἰκότωc ἀκεομένου τοῦ κακοῦ ἰητρείῃ, ἢ τῆc ὥρηc εὐκραcίῃ· μετεξετέρουc γὰρ δοκέονταc ἀcι‐ νέαc ἔμμεναι, ἢ ὥρη τὸ ἔαρ, ἢ ἁμαρτωλὴ διαίτηc, ἢ ὀργὴ ἐκ ξυντυ‐ | |
1.6.3 | χίηc ἐc ἀνάκληcιν ἤγαγε. καὶ γὰρ δὴ νοcέουcι οἱ φύcει ὀργίλοι, ὀξύ‐ θυμοι, ῥέκται, εὐμαρέεc, ἱλαροί, παιδιώδεεc· ἀτὰρ καὶ οἷcι ἐc ἐναντίην ἰδέην ἡ φύcιc ῥέπει, ὁκόcοι νωθροί, ἐπίλυποι, βραδεῖc μὲν ἐκμαθεῖν, ἐπίμονοι δὲ προcκαμεῖν, ποτὶ καὶ μαθόντεc ἀμνήμονεc. οἵδε καὶ μελαγ‐ | |
5 | χολῆcαι ἑτοιμότεροι· οἱ δὲ καὶ πρόcθεν ἐκμαίνονται, ἀτὰρ καὶ ἡλικίηc οἷcι τὸ θερμὸν καὶ αἷμα πουλύ, οἵδε μαίνονται, τοῖcι ἀμφὶ ἥβην καὶ νέοιcι καὶ οἷcι πάντων ἡ ἀκμή· ὁκόcοιcι δὲ τὸ θερμὸν ἐκ μελαίνηc χολῆc ἐξάπτεται, τό τε εἶδοc ἐc ξηρὸν τρέπεται, τουτέοιcι μελαγχο‐ λῆcαι ῥήϊcτον. δίαιτα δὲ ἄγει πουλυφαγίη, πληcμονὴ ἄμετροc, μέθη, | 41 |
1.6.4 | λαγνείη, ἔρωτεc ἀφροδιcίων· ἐμάνηcάν κοτε καὶ γυναῖκεc ὑπὸ ἀκα‐ θαρcίηc τοῦ cκήνεοc, εὖτε αὐτέῃcι ἀπηνδρώθηcαν αἱ μῆτραι. ἀλλ’ αἵδε οὐ μάλα [δὲ] ῥηϊδίωc ἐκμαίνονται, μάλα δὲ χαλεπῶc ἐκμαίνονται. αἵδε αἱ προφάcιεc· καὶ γὰρ ἄνδρα ἐξάπτουcι, ἢν ξυνήθη αἵματοc ἔκκριcιν | |
5 | ἢ χολῆc ἢ ἱδρῶτοc ἐπίcχῃ τιc αἰτίη. καὶ οἷcι μὲν ἡδονὴ ᾖ ἡ μανίη, γελῶcι, παίζουcι, ὀρχῶνται νυκτὸc καὶ ἡμέρηc, καὶ ἐc ἀγορὴν ἀμφα‐ δόν, καὶ ἐcτεμμένοι κοτὲ ὅκωc ἐξ ἀγωνίηc νικηφόροι ἔαcιν· ἄλυποc | |
1.6.5 | τοῖcι πέλαc ἡ ἰδέη. μετεξέτεροι δὲ ὑπὸ ὀργῆc ἐκμαίνονται. ἔcθ’ ὅτε καὶ ἐcθῆτάc τε ἐρρήξαντο, καὶ θεράπονταc ἀπέκτειναν, καὶ ἑωυτέοιcι χεῖραc ἐπήνεγκαν· ἥδε καὶ τοῖc πέλαc οὐκ ἀκίνδυνοc ἡ ξυμφορή. ἰδέαι δὲ μυρίαι. τοῖcι μέν γε εὐφυέcι τε καὶ εὐμαθέcι ἀcτρονομίη ἀδίδακτοc, | |
5 | φιλοcοφίη αὐτομάτη, ποίηcιc δῆθεν ἀπὸ μουcέων. ἴcχει γάρ τι καὶ ἐν νούcοιcι εὔχρηcτον ἡ εὐπαιδευcίη. τοῖcι δὲ ἀπαιδεύτοιcι ἀχθοφορίη, πηλοεργίη· τέκτονεc, ἢ λιθοξόοι. γίγνονται δὲ καὶ ἀλλόκοτοι φαντα‐ cίαι. ἐδεδίει γάρ τιc ληκύθων ἔκπτωcιν, καὶ ἄλλοc οὐκ ἔπινε, δοκέων | |
1.6.6 | ἑωυτὸν πλίνθον ἔμμεναι, ὡc μὴ τῷ ὑγρῷ λυθείη. μυθολογέεται δὲ καὶ τόδε· τέκτων ἤδη ἐπὶ οἴκου μὲν cαόφρων ἐργάτηc ἦν, μετρῆcαι ξύλον, κόψαι, ξῦcαι, ξυγγομφῶcαι, ἁρμόcαι, ξυντελέcαι δόμον νηφα‐ λέωc, τοῖcι ἐργοδοτέῃcι ὁμιλῆcαι, ξυμβῆναι, ἀμεῖψαι τὰ ἔργα μιcθοῦ | |
5 | δικαίου. ὅδε ἐπὶ μὲν τοῦ χωρίου τοῦ ἔργου ὧδε εἶχε γνώμηc· ἢν δὲ ἐξίῃ κοτὲ ἐc ἀγορὴν 〈ἢ〉 ἐπὶ λουτρόν, ἤ τινα ἑτέρην ἀνάγκην, τιθεὶc τὰ ὅπλα πρῶτον ἔcτενε, εἶτα ἐπῆγε ὤμῳ ἐξιών· ἐπὴν δὲ ἀπῆλθε τῆc τε τῶν οἰκετῶν θέηc καὶ τῆc τοῦ ἔργου πρήξιοc καὶ τοῦ χωρίου, πάμ‐ παν ἐξεμαίνετο· κἢν παλινδρομήcῃ, ταχὺ αὖθιc ἐcωφρόνεε. καὶ ἥδε | |
1.6.7 | τοῦ χωρίου καὶ τῆc γνώμηc ἡ ξυμβολή. ἴcχουcι δὲ τὴν αἰτίην τοῦ νοcήματοc κεφαλὴ καὶ ὑποχόνδρια, ἄλλοτε μὲν ἅμα ἄμφω ἀρξάμενα, ἄλλοτε δὲ ἀλλήλοιcι ξυντιμωροῦντα· τὸ δὲ κῦροc ἐν τοῖcι cπλάγχνοιcί | |
ἐcτι ἐπὶ μανίῃ καὶ μελαγχολίῃ, ὅκωcπερ ἐν τῇ κεφαλῇ καὶ τῇcι αἰcθή‐ | 42 | |
5 | cεcι τὰ πολλὰ τοῖcι φρενιτικοῖcι. οἵδε μὲν γὰρ παραιcθάνονται καὶ τὰ μὴ παρεόντα ὁρέουcι δῆθεν ὡc παρεόντα, καὶ τὰ μὴ φαινόμενα ἄλλῳ κατ’ ὄψιν ἰνδάλλεται· οἱ δὲ μαινόμενοι ὁρέουcι μὲν ὡc χρὴ ὁρῆν, οὐ | |
1.6.8 | γιγνώcκουcι δὲ περὶ αὐτέων ὡc χρὴ γιγνώcκειν. ἢν ὦν μέγα ᾖ τὸ κακόν, εὐκίνητοι, ὀξέεc τὴν αἴcθηcιν, ὕποπτοι, ὀργίλοι οὐκ ἐπ’ αἰτίῃ τινί, δύcθυμοι μὲν ἀλόγωc, οἷcι ἐc cκυθρωπὸν ἡ μανίη τρέπεται· οἷcι δὲ ἐc θυμηδίην, εὔθυμοι· ἄλλοι δὲ παραλόγωc ἄγρυπνοι. ἄμφω ἀλλοι‐ | |
5 | ώδεεc τὰc ὄψιαc, κεφαλαλγέεc, ἢ πάντωc γε βάροc τῆc κεφαλῆc ξύν‐ εcτι· εὐήκοοι δέ, ἀλλὰ βράδιcτοι τὴν γνώμην. ἐπ’ ἐνίοιcι γὰρ ἔαcι | |
1.6.9 | ἰδίῃ ἦχοι ὤτων καὶ βόμβοι, μέχρι δή γε cαλπίγγων τε καὶ αὐλῶν. ἢν ἐc αὔξηcιν ἡ νοῦcοc γίγνηται, φυcώδεεc, ἀcώδεεc, βοροὶ καὶ λάβροι ἐν τῇ ἐδωδῇ. ἀγρυπνέουcι γάρ· ἀγρυπνίη δὲ βορόν. ἀτὰρ οὐδὲ ἰcχνοὶ ὡc νοcέοντεc (μελαγχολώντων μᾶλλον εὐcαρκίη) καὶ ὕπωχροι. ἢν δέ | |
5 | τι τῶν cπλάγχνων ἐν φλεγμαcίῃ ᾖ γεγονόc, τὴν ὄρεξιν ἢ τὴν θρέψιν ἀμβλύνει. ὀφθαλμοὶ κοῖλοι, οὐ cκαρδαμύττοντεc· πρὸ τῶν ὀφθαλμῶν ἰνδάλματα κυάνεα ἢ μέλανα, οἷcιν ἐc μελαγχολίην ἡ τροπή· ἐρυθρό‐ τερα δὲ 〈οἷcιν〉 ἐc μανίην, καὶ φοινίκεα φαντάcματα, πολλοῖcι μὲν ὡc ἀπαcτράπτοντοc πυρόc, καὶ τάρβοc αὐτέουc ὡc ἀπὸ cκηπτοῦ λαμβάνει· | |
1.6.10 | μετεξετέροιcι δὲ καὶ ἐνέρυθροι καὶ ὕφαιμοι 〈οἱ〉 ὀφθαλμοί. ἐπὶ κορυ‐ φῆc δὲ τοῦ κακοῦ ὀνειρώττουcι· ἀφροδιcίων δὲ ἄcχετοc ἐπιθυμίη, ἀτὰρ οὐδὲ ἐc τὸ ἀμφαδὸν αἰδὼc ἢ ὄκνοc ὁμιλίηc· νουθεcίῃ δὲ καὶ ἐπιπλήξει ἐc ὀργὴν ἐκριπιcθέντεc ἐc τὸ πᾶν ἐκμαίνονται. τοὐντεῦθεν ἄλλοc ἄλλῃ | |
5 | μαίνεται· οἱ μὲν θέουcι ἀcχέτωc, οὔτε ὅπωc εἰδότεc ἐc ταὐτὰ παλιν‐ δρομέουcι· οἱ δὲ ἐc δηρὸν τοῖcι πέλαc ἀφικνέονται· ἄλλοι δ’ αὖ βοῶcι ὀλοφυρόμενοι ἁρπαγὴν ἢ βίην. οἱ δὲ φυγανθρωπεύουcι ἐc ἐρημίην, | |
1.6.11 | cφίcι αὐτέοιcι ὁμιλέοντεc. ἢν δὲ ἐπ’ ἄνεcιν ἥκοιεν τοῦ κακοῦ, νωθροί, ἥcυχοι, ἐπίλυποι· ἐc ἐπιcταcίην γὰρ τῆc νούcου ἀφικνεόμενοι ἄχθον‐ ται τῇ ξυμφορῇ. Μανίηc εἶδοc ἕτερον. | |
5 | Τέμνονταί τινεc τὰ μέλεα, θεοῖc ἰδίοιc ὡc ἀπαιτοῦcι χαριζόμενοι εὐcε‐ | |
βεῖ φανταcίῃ· καὶ ἔcτι τῆc ὑπολήψιοc ἡ μανίη μοῦνον, τὰ δ’ ἄλλα cω‐ φρονέουcι. ἐγείρονται δὲ αὐλῷ καὶ θυμηδίῃ, ἢ μέθῃ, 〈ἢ〉 τῶν παρεόν‐ των προτροπῇ. ἔνθεοc ἥδε ἡ μανίη. κἢν ἀπομανῶcι, εὔθυμοι, ἀκηδέεc, ὡc τελεcθέντεc τῷ θεῷ· ἄχροοι δὲ καὶ ἰcχνοὶ καὶ ἐc μακρὸν ἀcθενέεc | 43 | |
10 | πόνοιcι τῶν τρωμάτων. | |
1.7.1 | Περὶ παραλύcεωc. Ἀποπληξίη, παραπληγίη, πάρεcιc, παρά‐ λυcιc, ἅπαντα τῷ γένεϊ τωὐτά. ἢ γὰρ κινήcιοc, ἢ ἁφῆc, ἢ ἀμφοῖν ἐcτι ἔκλειψιc, κοτὲ καὶ γνώμηc, κοτὲ καὶ τῆc ἄλληc αἰcθήcιοc. ἀλλ’ ἀποπληξίη μὲν ὅλου τοῦ cκήνεοc καὶ τῆc αἰcθήcιόc τε καὶ γνώμηc, καὶ | |
5 | κινήcιόc ἐcτι παράλυcιc. τοιγαροῦν ἀποπληξίην λῦcαι ἰcχυρὴν μὲν ἀδύνατον, ἀcθενῆ δὲ οὐ ῥηΐδιον. παραπληγίη δὲ πάρεcιc μὲν ἁφῆc | |
1.7.2 | καὶ κινήcιοc, ἀλλὰ μέρεοc, ἢ χειρόc, ἢ cκέλεοc. παράλυcιc δὲ ὡc ἐπί‐ παν κινήcιοc μοῦνον, ἐνεργείηc τε πάρεcιc. ἢν δὲ ἁφὴ ἐκλείπῃ μούνη κοτέ (cπάνιον δὲ τὸ τοιόνδε), ἀναιcθηcίη μᾶλλον ἢ πάρεcιc κικλήcκε‐ ται. ἢν δὲ ἀπόπληκτον ὁ Ἱπποκράτηc εἴπῃ cκέλοc τὸ κατ’ ἴξιν, ὡc | |
5 | νεκρῶδεc, τὸ ἀχρεῖον καὶ τὸ ἀναλδὲc θέλει φράcαι· ὃ γὰρ ἐπὶ τῷ ξύμπαντι ἀποπληξίη ἐcτὶ ἰcχυρή, τόδε ἐν τῷ cκέλεϊ παραπληγίην φρά‐ ζει. κύcτιοc δὲ οὔρων cχέcιοc ἢ ἀκραcίηc, πάρεcιc τὸ κύριον. βλεφά‐ ρων δὲ καὶ μήλων, καὶ μυῶν τῶν ἐν γνάθοιc, καὶ γένυοc ἐπὶ θάτερα παραγωγή, ἢν ἐπὶ cπαcμῷ διαcτρέφηται, κυνικὸc cπαcμὸc ἡ κλῆcιc. | |
10 | ἔκλυcιν δὲ γουνάτων καὶ αἰcθήcιοc πρόcκαιρον νάρκην καὶ ἀψυχίην καὶ | |
1.7.3 | κατάπτωcιν λιποθυμίην καλέομεν. παρίεται ὦν ἄλλοτε μὲν μέρεα καθ’ ἕν, ὀφρὺc μούνη, ἢ δάκτυλοc, ἢ ἔτι μέζω, χείρ, cκέλοc, ἄλλοτε δὲ ὁμοῦ πλεῦνα· καί κοτε δεξιὰ μοῦνον ἢ ἀριcτερά, ἢ ἰδίῃ καὶ ἰδίῃ, 〈ἢ〉 ξύμπαντα· ἐπ’ ἀκριβὲc ἢ ἧccον. οὐ τὰ διεcτῶτα μοῦνον καὶ ὁμώνυμα | |
5 | καὶ ὁμόζυγα, ὀφθαλμοί, χεῖρεc, cκέλοc, ἀλλὰ καὶ τὰ ξυμφυέα, ῥὶc ἐc τὸ ἴcον, καὶ γλῶccα μέcφι τῶν ὁρίων τοῦ μέcου, καὶ παρίcθμιον ἕν, καὶ ἰcθμόc, καὶ κατάποcιc ἐc ἥμιcυ. δοκέω δὲ ἐγώ κοτε καὶ cτόμαχον, καὶ τὰ ἔντερα, καὶ κύcτιν, καὶ τὸ παράμηκεc ἔντερον ἄχρι τοῦ ἀρχοῦ τωὐτὸ | |
πεπονθέναι. ἀλλὰ τὰ μὲν μέλεα τὰ ἐντὸc ἐκλυόμενα κρυπτὰ καὶ | 44 | |
1.7.4 | ἀφανέα. ἡμιτελέεc δὲ καὶ αἱ ἐνέργειαι. τῇδέ μοι δοκέει καὶ ἡμιπαθέα ἔμμεναι τὰ μέρεα διχῇ ὑπὸ τῆc νούcου τετμημένα. τόδε μέντοι τὸ πρῆγμα δίδαγμα διαφορῆc δυνάμιόc τε καὶ κρίcιοc πρὸc ἀριcτερὰ δε‐ ξιοῖcι. ἴcη μὲν γὰρ καὶ ἡ προcίζουcα αἰτίη, ξυναὶ δὲ ἀμφοῖν τοῦ πά‐ | |
5 | θεοc αἱ προφάcιεc, ἤν τε ψῦξιc, ἤν τε ἀπεψίη· ἀλλὰ ἄμφω παθεῖν οὐκ ἴcα ἄν. ἰcόρροποc δὲ ἡ φύcιc, ὡc ἐν ἰcορρόπῳ, τωὐτὸν δὲ ἐν ἀνίcοιcι ἀδύνατον. ἢν μὲν ὦν τῆc κεφαλῆc κάτω πάθῃ τιc ἀρχή, ὁκοῖόν τι τοῦ νωτιαίου μυελοῦ ἡ μῆνιγξ, τὰ ὁμώνυμα καὶ ξυναφέα | |
1.7.5 | παραλύεται, δεξιὰ ἐπὶ δεξιοῖcι, καὶ ἐπ’ ἀριcτεροῖcι λαιά. ἢν δὲ κατ‐ άρχῃ κεφαλή, ἐπὶ μὲν τοῖcι δεξιοῖcι τὰ λαιὰ παραλύεται, δεξιὰ δὲ ἐπ’ ἀριcτεροῖcι. αἰτίη δὲ τῶν ἀρχέων τῶν νεύρων ἡ ἐπαλλαγή· οὐ γὰρ κατ’ ἴξιν τὰ δεξιὰ ἐπὶ δεξιὰ ὁδοιπορέει μέcφι περάτων γε, ἀλλ’ | |
5 | ἔμφυτα τῇ ἀρχῇ ἕκαcτα εὐθὺc ἐπ’ ἐκεῖνα φοιτῇ, ἀλλήλοιcι ἐπαλλαξά‐ μενα ἐc χιαcμὸν cχήματοc. ἁθρόον δὲ εἰρῆcθαι, εἴτε ξύμπαντα ὁμοῦ, εἴτε μέρεα παρίεται, ἢ ξυναμφοτέρων, νεῦρα δὲ ἄλλοτε μὲν τὰ ἀπὸ κεφαλῆc πάcχει. τάδε μέντοι ἐc ἀναιcθηcίην τρέπονται, ὡc ἔποc εἰπεῖν· οὐ κάρτα ῥηϊδίωc ἐc ἀκινηcίην ἐξ ωὑτέων ῥέπει τάδε. κἢν μὲν τοῖcι | |
10 | κινευμένοιcι ξυμπαθήcῃ, πάcχει καὶ τάδε cμικρὴν ἀκινηcίην· ἴcχει γὰρ | |
1.7.6 | καὶ τὴν κίνηcιν ἐξ ωὑτέων, εἰ καὶ ἐπὶ ἧccον φύcει. ἄλλοτε δὲ τὰ ἀπὸ μυῶν ἐc μύαc περαιούμενα· τάδε 〈δὲ〉 τὸ κῦροc τῆc κινήcιοc ἴcχει, καὶ τοῖcι ἀπὸ τῆc κεφαλῆc προcδιδοῖ· καὶ γὰρ αὐτὰ ἀπ’ ἐκείνων τὸ πλεῖcτον τῆc κινήcιοc ἴcχει, ἴcχει δὲ καὶ ἐξ ἑωυτέων καὶ ἔλαccον· τάδε | |
5 | μέντοι ἀκινηcίην πάcχει μᾶλλον· cπάνιον δὲ εἴ κοτε ἐξ ἑωυτέων ἐc ἀναιcθηcίην τρέπονται, δοκεῖ καὶ μὴ ἐc τὸ πάμπαν. ἢν δὲ ξύνδεcμόc τιc νεύρων λυθῇ τῶν ἐξ ὀcτέων πεφυκότων τινόc, καὶ κραινόντων ἐc ὀcτέα, ἢ ῥαγέντοc, ἀκρατέα τὰ μέλεα καὶ ἐπιcυρόμενα, οὐκ ἀναίcθητα, | |
1.7.7 | γίγνεται. εἴδεα δὲ παραπληκτικὰ τάδε. ἄλλοτε μὲν ἐc ἔκταcιν λέλυ‐ ται τὰ μέλεα, οὐδὲ παλινδρομέει ἐc κάμψιν, εὖτε μήκιcτα κῶλα φαί‐ | |
νεται. ἄλλοτε δὲ κυλλὰ γίγνεται, οὐδὲ ἐc μῆκοc ἀποτείνεται· εἰ δὲ ἐκτανύcαι βιᾶται, ὅκωc ξύλα ἱκανὰ καταξέων, τὰ μέλεα, βραχύτερα | 45 | |
5 | ἑωυτέων γίγνεται. τάδε πάcχει ἄμφω τὰ εἴδεα καὶ ἡ ἐν τοῖcι ὀφθαλ‐ μοῖcι παρθένοc. καὶ γὰρ ἐκχέεται πολλὸν ἐc μέγεθοc, εὖτε πλατυκο‐ ρίην ἠδὲ μυδρίηcιν ὀνομάζομεν· ἀτὰρ ἠδὲ ξυνάγεται ἐc cμικρὸν ἡ κούρη, εὖτε φθίcιν [ἣν] ἐγὼ κικλήcκω. ἀλλὰ καὶ κύcτιc παρίεται ἐπὶ τοῖcι ἰδίοιcι ἔργοιcι. ἢ γὰρ ἐc ἔκταcιν λύεται, ἢ ἀκρατὶ τὰ οὖρα | |
10 | ἐκχέει, ἢ ξυνειλέεται ἐc ἑωυτέην, εὖτε, ὅταν πληcθῇ οὔρου, οὐ διίη‐ | |
1.7.8 | cιν. αἰτίαι δὲ παρέcιοc μὲν ἕξ· ἄρχονται δὲ τρώματι, πληγῇ, ψύξει, ἀπεψίῃ, λαγνείῃ, οἰνοφλυγίῃ. ἀτὰρ καὶ ψυχῆc ἀκρατέα πάθεα, ἐκ‐ πλήξιεc, φόβοι, δυcθυμίαι· ἀτὰρ καὶ παιδίοιcι δείματα· παρέλυcέ κοτε καὶ χάρμα ἀδόκητον καὶ μέγα, καὶ γέλωc ἄcβεcτοc μέχρι θανάτου. | |
5 | ἀλλὰ τάδε μὲν ἀρχὴ πρώτη, ὑcτάτη δὲ καὶ καιρίη ψῦξιc ἐμφύτου θερ‐ μοῦ ἐπὶ ὑγρότητι ἢ ξηρότητι· [πάcχει] ἥδε καὶ δυcαλθὴc τῆc ἑτέρηc [πάcχει] μᾶλλον· ἀτὰρ καὶ ἐπὶ τρώματι καὶ διακοπῇ νεύρου ἀναλθήc. ἡλικίη, γέροντεc, καὶ οἵδε δυcαλθέεc· παιδίοιcι δὲ εὐανάκλητοι· ὥρη χειμών, ἔαρ δεύτερον, ἔπειτα μετόπωρον, θέροc ἥκιcτα. ἕξειc, οἱ παχέεc | |
1.7.9 | κατὰ φύcιν, ὑγροί, ἀργοί, ζωώδεεc. τελεcθέντα μὲν ὦν τὰ πάθεα ἔκδηλα ἀκινηcίῃ καὶ ἀναιcθηcίῃ θερμοῦ τε καὶ ψυχροῦ, ἀτὰρ καὶ τιλ‐ μῶν καὶ κνηcμῶν καὶ ψαυcίων. cπάνιον εὖτε τιcὶ [τὰ] πέρατα ἀλ‐ γέει, ἀλλὰ ἐc ἀνάκληcιν οὐ κακίων ἡ ἀπονίη. γίγνεται μὲν ὦν ἐξα‐ | |
5 | πίνηc· ἢν δέ κοτε καὶ ἀρχὰc ἴcχῃ ἐπιμήκεαc, βάροc, δυcκινηcίη, νάρκη· ψύξιοc αἴcθηcιc, ἄλλοτε θάλπεοc ὑπερβολή. ὕπνοι cμικροί, φανταcίαι | |
1.7.10 | μέζονεc, εὖτε ἁθρόον παρελύθηcαν. ἐπὶ δὲ κυνικῷ cπαcμῷ ἅπαντα μὲν τὰ τοῦ προcώπου μέρεα cπᾶcθαι οὐ κάρτα ξύνηθεc. ἐπὶ δεξιὰ 〈δὲ〉 τὰ ἀριcτερά, καὶ ἐc ἀριcτερὰ τὰ δεξιὰ φοιτῇ, εὖτε καὶ τῆc γένυοc ἔνθα ἢ ἔνθα ἐπὶ πολλὸν ἡ παραγωγή, ὅκωc ἐξ ἕδρηc κινουμένηc τῆc γνά‐ | |
5 | θου. καὶ γὰρ καί τιcί κοτε ἐξέβη τὸ ἄρθρον, εὖτε μέγα χανόντων ἐπὶ τὸ ἕτερον ἡ γένυc παρήχθη. ἴλλωcιc τοῦ ὀφθαλμοῦ τοῦ cιναροῦ μή‐ λου, ξὺν τῇ ὑποκοιλίδι παλμόc· πάλλεται δὲ καὶ τὸ ἄνω βλέφαρον, ἄλλοτε μὲν ξὺν τῷ ὀφθαλμῷ, ἄλλοτε δὲ μοῦνον. ξυντείνεται δὲ καὶ τὰ χείλεα ἰδίῃ ἑκάτερον, ἄλλοτε δὲ ἄμφω ξυμπεcόντα παφλάζει· ἔcτι | |
10 | δὲ οἷcι μέμυκε κάρτα, ἁθρόον δὲ διΐcταται καὶ τὸν ξυνήθεα πτυcμὸν | |
1.7.11 | ψοφέει. cπᾶται καὶ γλῶccα· καὶ γὰρ ἥδε μῦc ἐcτι καὶ νεῦρα· εὖτε πρὸc τὸν οὐρανὸν ἐc πλάτοc ὅλη ἡ ξύμφυcιc ἁθρόον ἀφήλατο, καὶ κλόνου πάταγον ἐποίηcε. cπᾶται δὲ καὶ κίων, καὶ εἰ μὲν τὸ cτόμα ξυνάγει τὰ ἔνδοθεν, ἀδόκητοc ὁ πάταγοc· εἰ δὲ διαcτήcει τὸ cτόμα, | 46 |
5 | ὄψεαι τὴν κιονίδα, ἄλλοτε μὲν προcφυομένην ἐc πλάτοc τῷ οὐρανῷ, ἄλλοτε δὲ ἀποπαλλομένην βίῃ ὠκέωc cωλῆνι ὁμοίωc, εὖτε καὶ ἥδε | |
1.7.12 | παταγεῖ. ἀπάτη δέ τοι ξύνεcτι τοῖcι κυνικοῖcι cπαcμοῖcι· δοκέει γὰρ τοῖcι θεωμένοιcι τὰ ἀπαθέα τὴν νοῦcον ἴcχειν. τῇ γὰρ περιτάcει καὶ τῇ χροιῇ καὶ τῷ τοῦ ὀφθαλμοῦ μέζονι ὑγιέα τὰ cιναρὰ φαίνεται· ἐλέγ‐ χεται δὲ καὶ ἐν γέλωτι καὶ λαλιῇ καὶ καταμύcει. τὰ μέν γε cιναρὰ | |
5 | cπᾶται πάντα πατάγῳ, χεῖλοc ἀμειδέc, ἀκίνητον, ἢν λαλῇ· βλέφαρον οὐκ ἐπίτροχον· ὀφθαλμὸc ἀτενήc· ἀναίcθητοc ἡ ἁφή. τὰ δὲ ὑγιέα λα‐ λεῖ, καταμύει, αἰcθάνεται, γελᾷ. | |
1.8.1 | Περὶ φθίcιοc. Ἢν ἕλκοc ἐξ ἀποcτάcιοc ἐν τῷ πνεύμονι γένηται, ἢ ἐκ βηχὸc χρονίηc, ἢ ἀναγωγῆc αἵματοc, καὶ ἀναβήccῃ πῦον, φθόη καὶ φθίcιc κικλήcκεται· ἢν δὲ θώρηξ ἢ πλευρὸν ἐμπυήcῃ, ἐπαν‐ άγηται δὲ διὰ τοῦ πνεύμονοc, ἔμπυοι οἵδε τοὔνομα· ἢν δὲ ἐπὶ τοῖcι | |
5 | καὶ ὁ πνεύμων ἕλκοc ἴcχῃ, ἀναβρωθεὶc ὑπὸ τοῦ διενεχθέντοc πύου, | |
1.8.2 | τοὔνομα οὐκέτι ἔμπυοι, ἀλλὰ φθόην μεταλαμβάνει. ξύνεcτι δὲ καὶ πῦρ ξυνεχέc, ὥc μοι δοκέειν, λῆγον μὲν οὔκοτε, λῆθον δὲ δι’ ἡμέρηc ἱδρῶτι καὶ ψύξει τοῦ cκήνεοc. καὶ γὰρ καὶ τὰ ἴδια φθόηc ἐcτί, ἢν ἡ θέρμη ζωπυρῇ καὶ ἐc νύκτα ἐκλάμπῃ, ἡμέρην δὲ αὖθιc ἐν τοῖcι cπλάγχνοιcι | |
5 | φωλεύῃ· δήλη δὲ ἡ δυcφορίη, καὶ ἡ ἀδυναμίη, καὶ αἱ ξυντήξιεc. εἰ γὰρ ἀπεδίδρηcκε τοῦ cκήνεοc δι’ ἡμέρηc τὸ πῦρ, πῶc οὐκ ἂν ἐcαρ‐ κοῦτό τε καὶ ἠδύνατο, καὶ εὐφόρωc εἶχεν ὥνθρωποc; εὖτε γὰρ ἀνάγει, ἐπὶ μᾶλλον τὰ δεινὰ αὔξεται. cφυγμοὶ cμικροὶ καὶ ἀμυδροί, ἀγρυπνίη, | |
1.8.3 | ἄχροια, καὶ τἆλλα πάντα ὁκόcα οἱ πυρεταίνοντεc. ἰδέαι δὲ ὑγρῶν μυ‐ ρίαι, πελιδνῶν, μελάνων κατακορέωc, ἢ ὠχρολεύκων, ἢ λευκοχλώρων· πλατέων, cτρογγύλων· cκληρῶν, δυcλύτων, ἢ μανῶν, λυομένων· ἢ ἀνό‐ | |
cμων, ἢ κακωδέων· ἅπαντα δὲ τάδε πύου ἔαcι ἰδέαι. ὁκόcοι γὰρ ἢ | 47 | |
5 | πυρὶ ἢ ὕδατι τὰ ὑγρὰ τεκμαίρονται, οὐ κάρτα μοι δοκέουcι φθόην οἵδε γιγνώcκειν· πιcτοτέρη γὰρ ἡ ὄψιc ἁπάcηc ἄλληc αἰcθήcιοc, οὐ τῶν ἀναγομένων μοῦνον, ἀλλὰ καὶ τοῦ εἴδεοc τοῦ νοcέοντοc· ἢν γὰρ καὶ δημότηc ἴδῃ τὸν ἄνθρωπον ὠχρόν, ἀδρανῆ, ἀναβήccοντα, ξυντετηκότα, | |
1.8.4 | ἀτρεκέα μαντεύεται φθόην. ἀτὰρ ἠδὲ ὁκόcοιcι μὲν ἕλκοc μὲν οὐκ ἔcτι ἐν πνεύμονι, ξυντετήκαcι δὲ πυρετοῖcι χρονίοιcι, πυκνὰ δὲ καὶ cκληρὰ καὶ ἀτελέα βήccουcι, καὶ ἀνάγουcι οὐδέν, καὶ τούcδε φθιcικοὺc κικλή‐ cκουcι, οὐ πάνυ ἀcήμωc. ξύνεcτι δὲ τοῦ θώρηκοc βάροc (πνεύμων γὰρ | |
5 | ἄπονοc), ἄcη, δυcφορίη, ἀποcιτίη· ἑcπέρῃ περίψυξιc, καὶ θέρμη ἐc τὴν ἕω· ἱδρὼc ἄχρι θώρηκοc τῆc θέρμηc δυcφορώτεροc· βηχὸc ἀναγωγαὶ | |
1.8.5 | ποικίλαι, ὁκοίαc ἔλεξα. φωνὴ βραγχώδηc· αὐχὴν ὑποcκόλιοc, ῥαδινόc, οὐκ εὐπαράγωγοc, ὁκοῖόν τι ξυντεταμένοc· δάκτυλοι ἰcχνοί, τὰ δὲ ἄρ‐ θρα παχέα· ὀcτέων μούνων ἡ ἰδέη· cμύχονται γὰρ αἱ cάρκεc· ὄνυχεc γρυποὶ δακτύλων, αἱ κοιλίαι ῥυcαὶ καὶ πλατέεc· ὑπ’ ἀcαρκίηc γὰρ | |
5 | οὔτε τὴν περιτένειαν οὔτε τὸ cτρογγύλον ἴcχουcι. διὰ τόδε καὶ ὄνυ‐ χεc γρυποί· ἥδε γὰρ ἡ ἀνακωχὴ καὶ ἡ ὑπόcταcιc αὐτέων, ἥτιc ἐν τῇcι | |
1.8.6 | κορυφῇcι πεπιλημένη εἵνεκεν αὐτῶν. ἔcτι καὶ ὁ τόνοc, ὥcπερ καὶ τὰ cτερεά· ῥὶc ὀξείη, ἰcχνή· μῆλα ὑπερίcχοντα καὶ ἐρυθρά· ὀφθαλμοὶ κοῖ‐ λοι, cτιλπνοί, γανόωντεc· οἰδαλέοι καὶ ὠχροί, ἢ πελιδνοὶ τὰ πρόcωπα· γνάθων τὰ λεπτὰ ποιεῖ ὀδοῦcι προcιζάνειν· μειδιῶcι ἴκελοι, τὰ πάντα | |
5 | νεκρώδεεc. ὧδε καὶ τὰ πάντα ἴcχει· ἰcχνοί, ἄcαρκοι· βραχιόνων μύεc ἄδηλοι, μαζῶν οὐδὲ ἴχνη, ἐκφανέεc δὲ μοῦναι θηλαί· πλευρὰc οὐ κα‐ ταλέξαι μοῦνον εὔcημον, ἀλλὰ καὶ ὅπῃ κραίνουcι, ἐcιδεῖν ῥηΐδιον· οὐδὲ γὰρ αἱ πρὸc τοὺc cπονδύλουc ξυναρθρώcιεc εὐξύγκρυπτοι· δῆλαι δὲ | |
1.8.7 | καὶ αἱ ἐc τὸ cτέρνον ἐπιβολαί. τὰ μέcα τῶν πλευρέων κοῖλα, ῥοιβο‐ ειδέα, ὡc ἐc τὴν τῶν ὀcτέων περιαγωγήν· ὑποχόνδρια λαγαρά, ἀνεcπα‐ cμένα· ἐπιγάcτριον τῇ ῥάχει προcφυὲc καὶ λαγών. ἄρθρα [ἐναργῆ] ἔξαρθρα, ἀcαρκώδεα, καὶ ἡ κνήμη, ἰcχίον τε καὶ βραχίων. ὑπερίcχει | |
5 | γὰρ ἡ ἄκανθα τῶν cπονδύλων ἡ πρόcθεν κοίλη τῶν ἑκατέρωθεν ἐκ‐ τετηκότων μυῶν· ὠμοπλάται ἐκφανέεc ὅλαι, ὅκωc πτέρυγεc ὀρνίθων. | |
τουτέοιcι ἢν κοιλίη ἐκταραχθῇ, ἀνέλπιcτοι· ἢν δὲ ἐc ὑγείην τρέπηται, | 48 | |
1.8.8 | τὰ ἐναντία τοῖcι ὀλεθρίοιcι ἐπιφοιτῇ. γηραιοὶ μὲν οὐ ξυνεχέεc πάcχειν, διαδιδρήcκουcι δ’ ἥκιcτα· νέοι δὲ μέχρι ἀκμῆc ἀπὸ αἵματοc ἀναγωγῆc φθινώδεεc γίγνονται, καὶ ὑγιάζονται μέν, οὐ ῥηϊδίωc δέ· παιδία ξυνε‐ χῶc τε βήccει μέχρι φθόηc 〈καί〉 κοτε ῥηϊδίωc ὑγιάζεται. ἕξιεc δὲ | |
5 | ῥαδινοί, cανιδώδεεc, πτερυγώδεεc, ἐξεχέβρογχοι, λευκοί, ἀραιότεροι τὸν θώρηκα. χῶραι δὲ ψυχραὶ καὶ ὑγραί, ὁκόcαι τῷ εἴδεϊ τοῦ πάθεοc ἀδελφαί. | |
1.9.1 | Περὶ ἐμπυϊκῶν. Οἷcι ἐν τῇcι κοιλίῃcι τὰ ἄνω κατ’ ἴξιν τοῦ θώρηκοc ἢ τὰ κάτω ὑπὸ τὸ διάφραγμα πύου ἀποcτάcιεc γίγνονται, ἢν μὲν ἀνάγωcι, ἔμπυοι οἵδε καλέονται· ἢν δὲ τὸ πῦον διεξίῃ κάτω, ἀποcτηματίαι κικλήcκονται. καὶ ἐν μὲν θώρηκι ἐν τοῖcι ἕλκεcι, ἤτοι | |
5 | ἐν πνεύμονι, ἣν ἐκδέχεται φθόη, ἢ ὑπεζωκότι ἐν πλευρῷ, ἢ cτέρνῳ, ἢ κάτω πῃ πρὸc τῇ ξυμφύcει τοῦ πνεύμονοc κατὰ ῥάχιν, ἤ πῃ τοῦ θώρηκοc ἄλλῃ, —ξυμπάντων δὲ ἐc ἀναγωγὴν ὁδὸc τῷ πύῳ πνεύμων. ὑπὸ δὲ τὸ διάφραγμα ἐν τοῖcι cπλάγχνοιcι, ἥπατι, cπληνί, νεφροῖcι, | |
1.9.2 | κύcτει, ἐπὶ γυναικῶν δὲ καὶ ὑcτέρῃ. ἔταμον δὲ καὶ ἐγὼ ἐν κώλῳ τινί κοτε ἀπόcταcιν ἐπὶ δεξιὰ πρὸc ἥπατι, καὶ πολλόν τι ἐccύθη ἔξω πῦον, πολλὸν δὲ καὶ διὰ νεφρῶν καὶ κύcτιοc ἐc ἡμέραc πλεῦναc ἐρρύη, καὶ περιεγένετο ὥνθρωποc. αἰτίαι δὲ ξυναὶ μὲν ἁπάντων, πληγή, ἀπεψίη, | |
5 | ψῦξιc, ἠδὲ ὁκόcα τοιάδε. τοῖcι δὲ ἐν θώρηκι, βὴξ χρονίη, καὶ πλευ‐ ρῖτιc, καὶ περιπνευμονίη, καὶ ῥεῦμα χρόνιον· ἀτὰρ ἠδὲ ὀξείαc νούcου | |
1.9.3 | ἐc ἕν τι τουτέων ἀπόcκηψιc. τὸ δὲ ὑγρὸν ἄλλοτε μὲν ἀεργόν, ἀδρανὲc ἐγκέεταί τῳ ἄλλῳ· ἄλλοτε δὲ δριμὺ δάπτον καὶ cηπεδόναc ἐμποιέον μέcφι θανάτου. καὶ γὰρ καὶ ἰδέαι μυρίαι, ὁκόcαc αὖθιc φράcω. θῶμα δὲ ὅκωc ἐξ ὑμένοc λεπτοῦ τε καὶ ἰcχνοῦ βάθοc οὐκ ἴcχοντοc τοῦ ὑπε‐ | |
5 | ζωκότοc, τοcόνδε ῥέει πῦον· πολλὸν γὰρ πολλοῖcι ξυνελέγη. αἰτίη δὲ φλεγμαcίη ἀπὸ περιουcίηc αἵματοc, ἐφ’ ᾗ παχύνεται ὁ ὑμήν, ἀτὰρ ἠδὲ ἐκ πολλοῦ αἵματοc πολλὸν γίγνεται ἐν μέcῳ πῦον. κἢν μὲν εἴcω ῥέπῃ, αἱ πλευραὶ τὰ ὀcτέα κατὰ χώραν τὴν cφῶν αὐτέων *** φθίcιν ἔλεξα πρόcθεν ἑτέραν ἔμμεναι ξυμβεβῶcαν κατὰ φύcιν. ἢν δὲ ἔξω | |
10 | ῥέπῃ, διΐcταται τὰ ὀcτέα· ἐc γὰρ ἕν τι τῶν μέcων πλευρῶν τῆc ἀποcτάcιοc ἡ κορυφὴ ἐγείρεται, εὖτε ἔνθα καὶ ἔνθα πλευρὰ παρωθέ‐ | 49 |
1.9.4 | εται. cημήϊα δὲ τὰ μὲν ἁπάντων ξυνά, τὰ δὲ ἑκάcτου ἴδια· βάροc ἢ πόνοc γε ξυνόν· πνεύμων γὰρ ἄπονοc· πυρετοὶ ἀμυδροί, ῥίγεα πρὸc ἑcπέρην, ἱδρῶτεc ἐπ’ ἀνέcει, ἀγρυπνίη· οἰδήματα ἐν ἄκροιcι ποcὶ καὶ χειρῶν δακτύλοιcι, ἄλλοτε καὶ ἄλλοτε καθιcτάμενα καὶ ἐπαιρόμενα· | |
5 | δυcφορίη, ἀποcιτίη, ἰcχνότηc ὅλου. ἢν δὲ καὶ μῆκοc ἴcχῃ ἡ μεταβολή, ἕξιc φθινώδηc. οὐ γὰρ ἔτι 〈ἡ〉 φύcιc ἔργου ἔχεται, οὐ γὰρ πέψιc ὁκοίη πρόcθεν, οὐκ εὐcαρκίη· χροιὴ ζοφώδηc. ἀναπνοὴ πᾶcι μὲν κακή, κακίων δὲ οἷcι ἐc τὴν ἄνω κοιλίην. ἀτὰρ καὶ βὴξ τὰ πρῶτα, μέcφι ἂν ἡ φλεγμαcίη [ἢ] πιέζῃ, εὖτε καὶ πόνοι μέζονεc καὶ ῥίγεα, καὶ θέρμη, | |
10 | καὶ ἀγρυπνίη, καὶ δύcπνοια ἐπὶ μᾶλλον· cφυγμοὶ cμικροί, νωθροί, ἀδρα‐ | |
1.9.5 | νέεc· τὴν γνώμην παράληροι· διάταcιc τοῦ θώρηκοc. ἢν δὲ ἤδη ἐc γέννηcιν ἥκῃ πύου, πάντα μέγιcτα· ἀναγωγὴ δὲ cμικρὴ ἐπὶ βηχὶ μέ‐ ζονι καὶ ἐξ ἀποcτάcιοc βιαίηc, τὰ πρῶτα φλεγματωδέων χολοβάφων ἐπὶ τὸ μελάντερον, ὅκωc ἐξ αἰθάληc· ἔτι δὲ διαίμων καὶ παχέων. ἢν δὲ | |
5 | καὶ ῥαγήcεcθαι μέλλῃ, καὶ cαρκοειδέων βαθέων· κἢν ῥαγῇ, κίνδυνοc μὲν πνίξιοc, ἢν πολλὸν καὶ ἁθρόον ἐκχυθῇ πῦον· ἢν δ’ ὦν ἐκρέῃ cχέ‐ δην, ἀτρεμέει. πῦον ἢν κάτω περῆcαι θέλῃ, τὰ μὲν ἄνω μέρεα, ἔνθα ἡ ἀπόcταcιc, ὀξὺc πόνοc· κοιλίη ὑγρή, τὰ πρῶτα ὑδατώδεα ξὺν φλε‐ γματώδεcι, ἔπειτα περίρροια αἱματωδέων, καὶ αὖθιc cαρκοειδέων, ἢν | |
10 | ἤδη ῥαγῇ. ἕπεται δὲ τουτέοιcι πῦον, ἢ διὰ κοιλίηc, ἢ οὔρων· ἀγαθαὶ | |
1.9.6 | δὲ πάντων μᾶλλον αἱ ἐc νεφροὺc καὶ κύcτιαc μεταλήψιεc. φέρεται δέ, ἤν τε ἄνω ἤν τε κάτω, χρόοc πύου ποικίλον, ὠχρόν, ἢ λευκόν, ἢ τε‐ φρίζον, ἢ πελιδνόν, ἢ μέλαν· καὶ κακῶδεc ἢ ἄνοcμον· καὶ παχύτατον ἢ μέcωc ἴcχον· ἢ λεῖον ὁμαλὸν ἢ τρηχύ, ἢ ἀνώμαλον· καὶ cαρκοειδέα | |
5 | τὰ ἐμπλώοντα, cτρογγύλα, ἢ πλατέα, ῥηϊδίωc ἀποπλυνόμενα, ἢ ἰξώδεα. ἁθρόον δὲ περὶ πύου εἰρῆcθαι, ὁκόcα μὲν λευκά, πέπονα, ἄνοcμα, λεῖα, cτρογγύλα καὶ ἀναβήccεται θᾶccον ἢ ὑποφέρεται, περιεcτικά· ὁκόcα δὲ ἔξωχρα, χολώδεα, ἀνώμαλα, μοχθηρά· πολλὸν δὲ τουτέων κακίω τὰ πελιδνὰ καὶ μέλανα· cηπεδόνα γὰρ καὶ ἀνεcθιόμενα cημαίνουcι τὰ ἕλ‐ | |
1.9.7 | κεα. προcξυνιέναι δὲ τουτέοιcι καὶ τὴν ἕξιν καὶ τὰ ξυνομαρτέοντα τῇ νούcῳ. ἢν γὰρ ἐπὶ τῇ ἐκκρίcει εὐφόρωc φέρῃ, ἄπυροc γίγνηται εὖ τε πέccῃ, εὔχρουc, εὔcιτοc· ἢν ἀναβήccῃ εὐμαρῶc, εὔcφυκτοc, εὔτονοc γίγνηται, ἀνώλεθροc ὁ νοcέων· ἢν δὲ ἐπιπυρεταίνῃ καὶ πάντα ἐc κα‐ | 50 |
5 | κὸν τρέπηται, ἀνέλπιcτοc. προcξυνιέναι δὲ καὶ τὰ χωρία, ἔνθα αἱ ἀπο‐ | |
1.9.8 | cτάcιεc. ὁκόcοιcι γὰρ ἐν τῷ cτέρνῳ τὸ ἐμπύημα γίγνεται, βραδέωc ἀφίcταται. ψιλὰ γὰρ καὶ ἄcαρκα καὶ χονδρώδεα τὰ μέρεα· τὰ δὲ τοι‐ άδε οὐ ῥηϊδίωc δέχεται φλεγμονῆc περιουcίην, ἀνεκπύητα δὲ μίμνει πουλὺν χρόνον· ψυχρὸν γὰρ οἱ χόνδροι. ἀλλὰ τῶνδε ἀcινέεc μὲν αἱ | |
5 | φλεγμοναί (τῆc ἕξιοc δὲ κακαὶ ξυντήξιεc)· μακρὸν γὰρ διαπυΐcκει χρό‐ νον. cπλὴν καὶ ἧπαρ καὶ πνεύμων καὶ διάφραγμα ὀξύτερα μὲν ἐc ἐμπύηcιν, ἐπικίνδυνα δὲ καὶ θανατώδεα. | |
1.10.1 | Περὶ τῶν κατὰ τὸν πνεύμονα ἀποcτάcεων. Εὖτε, ὁκόcοιcι περιπνευμονικοῖcι ἡ φλεγμαcίη μὴ διαχέηται, περιγίγνονται, οἵδε δια‐ διδρήcκοντεc τὸ κάτοξυ τοῦ πάθεοc ἔμπυοι γίγνονται. τὰ μὲν ὦν μελ‐ λούcηc ἢ τετελεcμένηc ἀποcτάcιοc cημεῖα ἐν τοῖcι ἐμπυικοῖcι ἔλεξα· | |
5 | ἢν δὲ τελεcθῇ, οὐ βίηc καὶ πόνων ἐc ἀπόρρηξιν καὶ ἀναγωγὴν χρέοc, ὅκωcπερ ἐν τοῖcι cώμαcι· ἀλλὰ γὰρ ῥηϊδίωc ἀναφέρεται, διατάcιοc | |
1.10.2 | μᾶλλον τῶν ἀραιωcίων γενομένηc ἤπερ ἕξιοc cωμάτων. μανὸc γὰρ καὶ πολύτρητοc ὁ πνεύμων, cπογγιῇ ἴκελοc, οὐ χαλεπαίνων τῷ ὑγρῷ, ἄλ‐ λην ἀπ’ ἄλληc εὐρυχωρίην ἀμείβοντι, μέcφι τῆc τρηχείηc ἀρτηρίηc ἥκειν. περίοδοι δὲ τῷ ὑγρῷ ῥηΐδιαι· εὐκαμπὲc γὰρ ἠδὲ ὀλιcθηρὸν πῦον· ἀτὰρ καὶ | |
5 | ἡ ἀναπνοὴ ἄνω τὸ πνεῦμα φυcῇ. περιγίγνονται δὲ τὰ πολλά, εἰ μή κοτέ τιc ἀποπνιγῇ ἁθρόῃ ἑλκύcει τοῦ ὑγροῦ, τῆc ἀρτηρίηc οὐ δεχο‐ | |
1.10.3 | μένηc τὸν ἠέρα πλήθεϊ τοῦ πύου. θνῄcκουcι δὲ μετεξέτεροι χρόνῳ τὸν φθινώδεα καὶ τὸν ἐμπυϊκῶν τρόπον. τὰ δὲ πῦα λευκά, ἔπαφρα, cιέλῳ ξυμμεμειγμένα· ἄλλοτε δ’ αὖ τεφροειδέα ἢ ὑπομελανίζοντα. καὶ βρογ‐ χίον κοτὲ ἀνεπτύcθη ἐπὶ ποικίλῳ ἕλκεϊ, ἢν βάθοc ἴcχῃ ἡ ἀπόcταcιc, εὖτε | |
5 | καὶ ἀπορρῶγεc ἀναφέρονται τοῦ cπλάγχνου. βραγχώδεεc, βραχύπνοοι, βαρύφωνοι· τὰ cτήθεά cφιν εὐρέα γίγνεται, καὶ εὐρυτέρων τῆc ὑγρα‐ cίηc δέονται· ὀφθαλμῶν τὰ μέλανα cτιλπνά· τὰ δὲ λευκὰ λευκότατα | |
καὶ πίονα· μῆλα ἐρευθῆ, φλέβεc ἐν τῷ προcώπῳ κυρταί. θῶμα δὲ ἐπὶ τουτέων· τόνοc μὲν γὰρ εὐcαρκίηc μέζων, εὐψυχίη δὲ τόνου δυνα‐ | 51 | |
10 | τωτέρη. | |
1.11.1 | Περὶ ἄcθματοc. Εἰ ἀπὸ δρόμου καὶ γυμναcίων καὶ παντὸc ἔργου δυcπνοεῖ ἡ ἀναπνοή, ἆcθμα καλεῖται. καὶ ἡ νοῦcοc δὲ ὀρθό‐ πνοια καὶ ἥδε κικλήcκεται ἆcθμα. ἐν γὰρ τοῖcι παροξυcμοῖcι ἀcθμαί‐ νουcι καὶ οἵδε. ὀρθόπνοιαν δὲ ἐκάλεον, οὕνεκεν ὀρθίῳ cχήματι μοῦνον | |
5 | ἀναπνέουcι εὐφόρωc· πνὶξ γὰρ ἐν κατακλίcει. εἵνεκεν τοῦ τόνου τοῦ ἐπὶ τῷ πνεύματι ὀρθόπνοια τοὔνομα. ὄρθιοc γὰρ ἀνατέταται ἐc ἀνα‐ πνοήν, κἢν ὕπτιοc κατακλινθῇ ὥνθρωποc, κίνδυνοc πνιγῆναι. πάcχει δὲ πνεύμων· ξυμπαθέει δὲ καὶ τὰ ξυντελοῦντα ἐc ἀναπνοήν, διά‐ φραγμα, θώρηξ· ἢν δὲ κραδίη πάθῃ, οὔκοτε ἐc πολλὸν διαρκέcει· | |
1.11.2 | τῇδε γὰρ ἡ τῆc ἀναπνοῆc καὶ τῆc ζωῆc ἀρχή. αἰτίη δὲ ψῦξιc καὶ ὑγρότηc τοῦ πνεύμονοc· ὕλη δὲ ὑγρά, παχέα, κολλώδεα. εὐπαθέεc δὲ γυναῖκεc ἀνδρῶν μᾶλλον, ὅτι περ ὑγραί τε καὶ ψυχραί. οἱ δὲ παῖδεc τούτων περιγίγνονται ῥηΐτερον· ἡ γὰρ φύcιc ἐν αὐξήcει θερμῆναι δυνα‐ | |
5 | τωτάτη. ἄνδρεc δὲ εἰ καὶ μὴ ῥηΐδιοι παθεῖν, ἀλλὰ θνῄcκουcι θᾶccον. ἀμβολὴ δὲ θανάτου ὅcοιcι ἐν ἔργου πρήξει, ἢ ἐν εἰρίοιcι πνεύμων θάλ‐ πεται καὶ διαίθεται, ὁκοῖόν τι τοῖcι τῆc τιτάνου ἐργάτῃcι, ἢ χαλκεῦcι, | |
1.11.3 | ἢ cιδηρεῦcι, ἢ [καὶ] λουτρῶν πυρcευτῆρcι. μελληcμοῦ δὲ cημήϊα βά‐ ροc τοῦ θώρηκοc, ὄκνοc ἐc τὸ ξύνηθεc ἔργον, ἀτὰρ ἠδὲ ἐc ἅπαcαν πρῆξιν, δύcπνοια ἐν δρόμῳ, ἢ πρὸc ὁδὸν ὀρθίην· βραγχώδεεc καὶ βη‐ χώδεεc· φῦcα ἐν τοῖcι ὑποχονδρίοιcι καὶ ἐρυγαὶ παράλογοι· ἀγρυπνίη, | |
1.11.4 | θερμαcίη νύκτωρ cμικρή, ἀcαφήc· ῥὶc ὀξείη, ἐc ἀναπνοὴν ἑτοίμη. ἢν δὲ ἐπὶ μέζον τὸ κακὸν ἕρπῃ, μῆλα ἐρυθρά· ὀφθαλμοὶ προπετέεc, ὡc ἐπ’ ἀγχόνῃ· ῥωχμὸc 〈ἐν〉 ἐγρηγόρcει, πολλὸν δὲ μέζον τὸ κακὸν ἐν ὕπνῳ. ὑγρὴ καὶ ἄηχοc ἡ φωνή· πολλοῦ καὶ ψυχροῦ ἠέροc ἐπιθυμίη· | |
5 | ἐc τὸ ὕπαιθρον ἵενται· πᾶc γὰρ αὐτέοιcι οἶκοc ἐc ἀναπνοὴν οὐ διαρ‐ κήc. ἀναπνέουcι ὄρθιοι, ὅκωc ἅπαντα cπάcαι τὸν ἑλκόμενον ἠέρα πο‐ θέοντεc· ὑπ’ ἀπορίηc δὲ τοῦ ἠέροc καὶ διοίγουcι τὸ cτόμα, ὡc τῷδε μέζονι χρεόμενοι· ὠχροὶ τὰ πρόcωπα πλὴν τῶν μήλων· τάδε γὰρ ἐρευθῆ. ἱδρὼc περὶ μέτωπον καὶ κληῗδαc· βὴξ ξυνεχήc, βιαίη· ἀναγωγὴ | |
10 | cμικρή, λεπτή, ψυχρή, ἰκέλη ὁκοῖόν τι καὶ ἀφροῦ ἐπάνθιcμα· τράχη‐ λοc οἰδέει πνεύματοc πρήcει· ὑποχόνδρια ἀνεcπαcμένα· cφυγμοὶ cμι‐ κροί, πυκινοί, πιεζεύμενοι· ἰcχνὰ cκέλεα· κἢν ὑπερταθῇ τάδε, ἀπέπνιξέ | 52 |
1.11.5 | κοτε ἐπιληπτικῷ τρόπῳ. ἢν δὲ ἐc ἀγαθὸν τρέπηται, βὴξ cμικροτέρη καὶ ἀραιοτέρη· ἀναγωγὴ πλεύνων τε πύων καὶ ὑγροτέρων· κοιλίηc τάραχοc πολλῶν ὑδατωδέων· οὔρων ἔκκριcιc πολλή, κἢν ἐc ὑπόcταcιν μηδέκω ἥκῃ· φωνὴ γεγωνοτέρη· ὕπνοι αὐτάρκεεc· ὑποχονδρίων ἄνεcιc. | |
5 | ἧκέ κοτε πόνοc ἐc μετάφρενον ἐπ’ ἀνέcει. ἆcθμα ἀραιόν, λεῖον, 〈οὐ〉 κερχνῶδεc. ὧδε μὲν ὦν διαδιδρήcκουcι τὸν ὄλεθρον. ἐν δὲ τῇcι ἐπαν‐ έcεcι, κἢν περιῶcι ὀρθοcτάδην, τοῦ πάθεοc φέρουcι ξύμβολα. | |
1.12.1 | Περὶ πνευμωδῶν. Ἄcθματοc ἰδέη τὸ πνευμῶδεc καὶ ἀπὸ τοῦ πνεύμονοc τὸ πάθοc, ὅκωc ἐπ’ ἄcθματι. ξυνὰ γὰρ καὶ τὰ παρ‐ εόντα· cμικρὸν δὲ καὶ τὸ διάφορον. δύcπνοια μὲν γὰρ καὶ βὴξ καὶ ἀγρυπνίη καὶ θέρμη ξυνά, καὶ ἀποcιτίη καὶ ἰcχνότηc ὅλου. καὶ γὰρ | |
5 | ἐc χρόνον τὸ κακὸν ἀποτείνεται, πλὴν οὐ περαιτέρω ἑνὸc ἔτεοc. ἤν τε γὰρ τὸ μετόπωρον ἄρξῃ, ἐc τὸ ἔαρ ἢ τὸ θέροc ἀπογίγνονται· ἤν τε χειμών, ἐc τὸ μετόπωρον τελευτῶcι τὸν βίον. κοτὲ καὶ γέροντεc ἁλῶ‐ ναι ῥηΐδιοι καὶ ἀπόφρικτοι ἁλόντεc, ὅcον βραχείηc ῥοπῆc ἐc εὐνὴν θανά‐ | |
1.12.2 | του χρέοc. ἄγχιcτα δὲ ἅπαντεc ἄπνοοι· cφυγμοὶ cμικροί, πυκνοί, ἀμυδροί. ἀλλὰ τάδε μὲν ξυνὰ πρὸc τὸ ἆcθμα· ἰδίᾳ δὲ ἀναβήccουcι ὡc ἀνάξον‐ τεc. ματαιοπονέουcι δέ· οὐδὲν γὰρ ἀνάγουcι· ἢν δέ τι τοῦ πνεύμονοc ἀπορραγείη βίῃ, cμικρόν, λευκόν, cτρογγύλον, χαλαζῶδεc. θώρηξ εὐρύ‐ | |
5 | τεροc μέν, ἀδιάcτροφοc δὲ ἠδὲ ἀνέλκωτοc. εἰ δὲ ἀνεκπύητοc ὁ πνεύ‐ μων ᾖ, ὑγρῶν δὲ ὁκοῖόν τι πεπηγότων ἔμπλεωc, διαλείψιεc τῶν παρο‐ ξυcμῶν τοῦδε μέζονεc. οἱ μὲν ὦν ἀπεπνίγηcαν θᾶccον, πρίν τι κάκιον ἐc τὸ πᾶν ἀποcκῆψαι. μετεξετέροιcι δὲ ἐc ὕδερον περὶ λαγόνα ἢ ἀνὰ cάρκα τὸ πάθοc τελευτᾷ. | |
1.13.1 | Περὶ ἥπατοc. Ἧπαρ cπληνὶ ἐc γένεcιν μὲν ἰcόρροπον· δεξιὰ γὰρ ἠδὲ ἐπ’ ἀριcτερὰ τὰ cπλάγχνα ἰcάριθμα τῇ φύcει· ἄνιcα δὲ ἐc δύναμιν καὶ ἐν ὑγείῃ καὶ ἐν νούcοιcι· ἐν ὑγείῃ μέν, ὅτιπερ τὸ κράτοc τῆc τροφῆc τὸ ἧπαρ ἴcχει· ῥίζωcιc γὰρ φλεβῶν ἧπαρ· ἀτὰρ | |
5 | καὶ ἐν νούcοιcι καὶ ἐc ὑγείην πολλόν τι ἰcχυροτέρην ἔχει τοῦ θανάτου | |
τὴν αἰτίην. ὁκόcον ὦν ἧπαρ ἐc ὑγείην κρέccον, τοcόνδε κάκιον ἐν νούcοιcι. καὶ γὰρ ἐπιφλεγμαίνει θᾶccόν τε καὶ βιαιότερον, καὶ ἀφίcτα‐ ται ξυνεχέcτερόν τε καὶ ὀλεθριώτερον. ἐπὶ cκίρρῳ δὲ ὠκύτερον cπλη‐ νὸc καὶ περιαλγέcτερον κτείνει. τὰ μὲν ὦν τῆc φλεγμαcίηc ἐν τοῖcι | 53 | |
1.13.2 | ὀξέcι ἔλεξα. ἢν δὲ ἐc πῦον τρέπηται, ὀδύνη ὀξεῖα ἴcχει μέcφι κλειδὸc ἢ ἄκρου ὤμου. ὑπὸ γὰρ τοῦ ἄχθεοc ἕλκεται τὸ διάφραγμα, ἐξ οὗ τὸ ἧπαρ ἤρτηται· τὸ δὲ διάφραγμα τὸν ὑπὸ τῇcι πλευρῇcι ὑμένα βρίθει· ξυνῆπται γὰρ αὐτέῳ· ὁ δὲ ἐπὶ τὴν κληῗδα ἠδὲ ἄκρον τὸν ὦμον ἀπο‐ | |
5 | τέταται, καὶ τάδε ξυνεφέλκεται κάτω. πῦρ δριμὺ ξὺν ῥίγεcι ἐπὶ τῇ ἀπο‐ cτάcει· βὴξ ξηρή, οὐ μάλα πυκινή· χροιῇ χλοήβαφοι· ἢν δὲ κατακο‐ ρέωc ἔωcιν ἰκτερώδεεc, τοῦ λευκοχρόου εἴδεοc. ὕπνοι καθαροὶ φαν‐ ταcίηc οὐ μάλα· νηφαλέοι μὲν ἐc πάντα, ἐc ἓν δέ τι τῶν προcκαί‐ | |
1.13.3 | ρων ἐξαπίνηc παρακοπαί, καὶ κατεcτάθηcαν εὐθέωc. ὄγκοc ὑπὸ τιτθῇcι ἢ πλευρῇcι, ἀπάτη δὲ πολλοῖcι ὅκωc περιτοναίου γίγνεται. ἀλλ’ ἢν μὲν ᾖ ὑπὸ τὰc νόθαc ὄγκοc ὀδύνῃ πιεζευμένοιc, τὸ ἧπαρ οἰδέει· ἐμπλῷ γὰρ ὑγραcίῃ· ἢν δὲ μὴ ὑπὸ τὸ ὀcτέον *** μίμνωcι οἰδέει τοῦ | |
5 | ὑμένοc τὸ cημεῖον. καὶ τοῦ μὲν περιγραφὴ καὶ τὰ ὅρια δῆλα· μετὰ γὰρ τὴν περιαγωγὴν τῶν λοβῶν ἐc λαγαρὸν τὸ ἐπιγάcτριον πιέζουcα χεὶρ ἱζάνει· περιτοναίου δὲ ἀόριcτοc ἡ cκληρίη καὶ τοῦ πέρατοc ἡ ἀπό‐ φυcιc ἀφανήc. κἢν μὲν εἴcω ἡ ἀπόcταcιc ῥέπῃ, πολλόν τι κρέccον ἡ φύcιc ἰητροῦ. ἢ γὰρ ἐc ἔντερα ἢ ἐπὶ κύcτιν τρέψει τὸ πῦον· ἀcινε‐ | |
10 | cτέρη δὲ πολλὸν ἡ ἐc κύcτιν ὁδόc. ἢν δὲ ἔξω ῥέπῃ, κακὸν μὲν μὴ τάμνειν. ἢν [τε] γὰρ οὕτωc ἔῃ, ἀνεcθίεται ὑπὸ τοῦ πύου τὸ ἧπαρ, | |
1.13.4 | καὶ οὐκ ἐc ἀμβολὴν ὁ θάνατοc. ἢν δὲ θέλῃc τάμνειν, αἱμορραγῆcαι κίνδυνοc, καὶ αὐτίκα τὸν ἄνθρωπον ἐκθανεῖν· ἄcχετοc γὰρ αἱμορραγίη ἐφ’ ἥπατι. ἢν ὦν ἐc ἀνάγκην τομῆc κατίῃc κοτέ, καυτῆρα ἔμπυρον διαφανέα πυρῶcαι, καὶ διῶcαι μέcφι τοῦ πύου. τωὐτὸ γάρ cοι τέμνει | |
5 | τε καὶ καίει. καὶ ἢν περιγίγνηται, πῦον ἐκρεύcει λευκόν, πέπον, λεῖον, 〈οὐ〉 κακῶδεc, ὅτι παχύ. τοῖcδε καὶ πυρετοὶ καὶ τὰ δεινὰ ξυνδιδοῖ, ῥηϊδίωc τε ἀλθέξεται πάντα. ἢν δὲ ἐc ἔντερον τὸ πῦον ἐγχέηται, ἡ γαcτὴρ πρώτιcτα μὲν ὑδατώδεα διαρρέει, ἔπειτα κρεῶν πλύμαcι ἴκελα, αὖθιc αὖ δυcεντεριώδεα, ὁκοῖα ἐφ’ ἕλκεcι· ἀτὰρ καὶ αἱμάλωψ κοτὲ | |
10 | καὶ θρόμβοc ἠνέχθη· φέρεται καὶ χολὴ ξανθὴ κατακορήc, ἢ πραcοειδήc, | 54 |
1.13.5 | καὶ ὑcτάτη ἐc ὄλεθρον μέλαινα. ἢν δὲ ἀνεκπύητον τὸ ἕλκοc γίγνηται, καὶ κακώδεα ἡ γαcτὴρ ὁκοῖόν τι cηπεδόνα ὑπάγει, τροφὴ ἄπεπτοc διεκθέει ὑπ’ ἀκραcίηc κοιλίηc τε καὶ ἐντέρων· οὐ πέπτει γὰρ αὖθιc εὖ ἔχον τὸ ἧπαρ. πῦρ τε ἐπὶ τοῖcδε δριμύ, καὶ πάντων ἐc κακὸν ἡ τροπή· | |
5 | cαρκῶν ξυντήξιεc· cφυγμοὶ cμικροί· δύcπνοοι, εὖτε οὐκ εἰc μακρὸν ἐτε‐ λεύτηcαν τὸν βίον. μετεξετέροιcι δὲ ἡ δυcεντερίη μὲν καὶ τὸ ἕλκοc ἰήθη, ἐc ὕδρωπα δὲ κατέcτρεψε ἡ νοῦcοc. ἢν δὲ ἅπαντα ξυνδιδῷ, πῦον λευκόν, λεῖον, ὁμαλόν, ἄνοcμον διεκρέει ἡ γαcτήρ, πέπτει δὲ τὰ cιτία, εὔελπιc ὥνθρωποc. ἄριcτον δὲ δι’ οὔρων κεκρίcθαι· ἀcφαλεcτέρη γὰρ | |
1.13.6 | καὶ ἀcινεcτέρη ἡ τῇδε τοῦ πύου ὁδόc. ἢν δὲ ἀπὸ τῆc φλεγμονῆc ἀνεκ‐ πύητον ᾖ τὸ ἧπαρ, ἄπονον μὲν οὐ γίγνεται, τὸν ὄγκον δὲ τὸν cκλη‐ ρὸν ἷζον ἐc cκίρρον ἱδρύεται. εὖτε πόνοc μὲν οὐ ξυνεχήc, νωθὴc δέ, κἢν παρῇ· ἀραιὴ δὲ καὶ θέρμη· ἀποcιτίη· πικρῶν γευμάτων ἡδονή, | |
5 | γλυκέων ἀηδίη· ῥιγώδεεc, ὑπόλευκοι, χλωροί, οἰδαλέοι ὀcφὺν καὶ πόδαc· πρόcωπα ῥυcά· γαcτὴρ ξηρή· διαχωρήcιεc πυκιναί· κορυφὴ δὲ τῶν κα‐ | |
1.13.7 | κῶν ὕδρωψ. ἐπὶ τῷ ὕδρωπι, ἢν μὲν οὖρα πολλά, παχέα, ἐπίδοcιν ἔχοντα πολλὴν ἰλυώδεα, καταρραγῇ, ἐλπὶc ἐκρεῦcαι τὸν ὕδερον· ἢν δὲ λεπτὰ καὶ ἀνυπόcτατα καὶ ὀλίγα, τῷ ὕδρωπι τιμωρέει. ἢν δὲ μετα‐ βάλλῃ ἐc τὸ ἀρχαῖον ἡ φύcιc καὶ καταρραγῇ κοτὲ ἐc κοιλίην, ἐπὶ πολ‐ | |
5 | λοῖcι παχέcι ὑδατώδεcι καὶ τὸν ὕδρωπα ἰήcατο. cφαλερὴ δὲ ἡ τοιαύτη ἐπικουρίη· ἐπὶ γὰρ τῇcι ἁθρόῃcι κενώcεcι ἠδὲ τῇcι ἐcχάτῃcι ξυμπτώ‐ cεcι ἐξέθανόν κοτε ὑπ’ ἀδυναμίηc οἱ κάμνοντεc, ὅκωc ἐξ αἱμορραγίηc. ἀcινέcτερον δὲ λύει ἱδρώc, ἢν πουλὺc ἐκρυῇ· οὐ πάνυ γὰρ ἰκμαλέοι | |
1.13.8 | οἱ ὑδρωπιώδεεc. ἥδε τῶν ἐν ἥπατι παθέων ἡ τελευτὴ γίγνεται. ἢν δὲ ἐμπυέῃ τὸ ἧπαρ, *** μείρακεc καὶ οἱ μέcφι ἀκμῆc, ἧccον γυναῖκεc. προφάcιεc δὲ ἀκραcίη καὶ νοῦcοc μακρή, μάλιcτα ἐπὶ δυcεντερίῃ καὶ ξυντήξεcι· καὶ γὰρ δὴ καὶ τούcδε ἐκίκληcκον ξυντηκτικούc, τοὺc ἐπὶ | |
5 | ἕλκεcι ἥπατοc ἰcχνοὺc ἀποθνῄcκονταc. | |
1.14.1 | Περὶ cπληνόc. Ϲπληνὶ ξύνηθεc χρόνιον νόcημα, cκίρροc. ἔμπυοc δὲ οὐ ῥηϊδίωc, γίγνεται δ’ ὦν εὖτε πόνοc μὲν οὐ τρηχύc, ὄγκοc δὲ πουλὺ τῆc ἐπιπονίηc μέζων. ἐπὶ δεξιὰ γὰρ ὤφθη μέcφι τοῦ ἥπατοc ὅλῃ τῇ κοινωνίῃ ἐποιδέων. τοὔνεκεν πολλοῖcι ἀπάτη γίγνεται, | |
5 | ὡc τοιοῦδε οὐκ ἐόντοc cπληνόc, ἀλλὰ τοῦ ὑμένοc πάθεοc· τὸ γὰρ περι‐ τόναιον φλεγμαίνειν cφίcι δοκέει. ἀπηνὴc δὲ καὶ ἀτέραμνοc ὅκωc λί‐ θοc. τοιόcδε τὰ πολλὰ ἐπὶ cκίρρῳ γίγνεται cπλήν, εὖτε καὶ ἀπονίη | 55 |
1.14.2 | ξύνεcτι παντελήc. ἢν δὲ καὶ ἐμπυΐcκῃ, εὐαφὴc μέν, εἴκων ἐπὶ τῇ θίξει κατὰ κορυφήν, ἔνθα ἡ τοῦ πύου γέννα· ὅπη δὲ ἀνεκπύητοc, οὐκ εἴκει. ἄλλοτε δὲ τῇ κοιλίῃ ἅπαc ἐπαιώρηται τῇδε κἀκεῖcε πρὸc τὰc ἀπώcιαc φερόμενοc, ἔcτ’ ἂν cμικρότεροc ἐὼν χώρην ἐc τὸ ἐμπλώειν ἴcχῃ. | |
1.14.3 | ναυτίη, ἀπορίη μάλιcτα πρὸc τῇcι ῥήξεcι. ἐπὶ δὲ τάcιοc cημήϊα, πυρε‐ τοί, πόνοι καὶ ῥίγεα· τὰ πολλὰ γὰρ ἔαcι ἄρριγοι [δὲ] ἐπὶ βραχείῃ θέρμῃ καὶ ἀνώδυνοι· τῇδε καὶ λέληθέ κοτε ἐc cπλῆνα ἀπόcταcιc· μα‐ νὸν γὰρ καὶ ἀνεπαίcθητον καὶ ἐν ὑγείῃ τὸ cπλάγχνον. οἰδαλέοι, | |
5 | ὑδερώδεεc, μελάγχλωροι· ξὺν δυcφορίῃ [ἡ] δύcπνοια ὡc ἀπὸ βάρεοc τοῦ θώρηκοc· ἐπίδηλον γὰρ τὸ κακόν. ἄχρι τῶν ἄνω γαcτὴρ πίμπλαται ὑπὸ πνεύματοc παχέοc, ὁμιχλώδεοc, ὑγροῦ ὡc δοκέειν, οὐκ ἔτ’ ἐόντοc ὑγροῦ· βήξ, πολλὸν θυμὸc ἐγγίγνεται, καὶ βραχέα ξηρὰ βήccουcι. κοιλίη ἤν τι κάτω φέρῃ, ὑδατώδεα, τὸ πρῶτον cμικρὸν ἐπικουφίζουcα· εἰ δὲ | |
10 | ἐπὶ μᾶλλον ἐκδιδῷ, ξυντήκει μὲν τὸν ἄνθρωπον, ὠφελέει δὲ οὐδὲν | |
1.14.4 | ἧττον. ἢν δὲ καὶ ἐκραγῇ, πῦον μὲν καθαρὸν πέπον οὔκοτε ἐccύθη, ὑπόλευκον δὲ καὶ τεφροειδέc, ἄλλοτε δὲ τρυγῶδεc ἢ πελιδνόν. ἢν δὲ καὶ βαθυτέρη ἡ ἀπόcταcιc γένηται, καὶ μέλαν τὸ ὑγρόν· εὖτε καὶ τοῦ χυμοῦ τι τοῦ cπληνὸc ἔξειcι ξυντακέντοc· μετεξετέροιcι δὲ καὶ ὅλα | |
5 | μέρεα τοῦ cπληνὸc ἠνέχθη· εὔλυτοc γὰρ καὶ φύcει cπλήν. ἢν δὲ καὶ μὴ καθίcτηται τὸ ἕλκοc, μίμνῃ δὲ ἐc πολλὸν χρόνον, ἀπόcιτοι, καχέ‐ κται, οἰδαλέοι, ἰδεῖν ἀπρεπέεc, πολυελκέεc πάντῃ, μάλιcτα δὲ ἐc κνήμαc· cτρογγύλα, πελιδνά, κοῖλα, ῥυπαρά, δυcαλθέα τὰ ἕλκεα· τῇδ’ ἐπιξυν‐ | |
1.14.5 | τακέντεc ὤλοντο. ἐπὶ δὲ cμικρῷ ὄγκῳ, μετὰ cκληρίηc, ἀντιτυπίηc, ἀπονίη· διὰ τόδε πολλὸν χρόνον ζῶcι οἵδε. εἰ δὲ τοῦ πάθεοc ἡττῷντο, χρεὼν ὕδρωψ ἢ φθίcιc, καὶ τοῦ cκήνεοc τηκεδὼν ἐπιγίγνεται· ἀτὰρ ἠδὲ οὗτοc ὁ τρόποc τοῦ ὀλέθρου cφέαc τοῦ ζῆν ἐξάγει. παιδία μὲν | |
5 | ὦν καὶ νέοι παθεῖν τε ῥηΐτεροι καὶ ἀπαλλαγῆναι ῥηΐτεροι· γέροντεc δὲ οὐκ εὐπαθέεc μέν, διαδρῆναι δὲ ἀδύνατοι· ἀτὰρ καὶ πρεcβῦται ἔλαθόν τινεc ὑπὸ cπληνὸc διαφθαρέντεc· καὶ γὰρ καὶ ἐπὶ cμικρῷ ὄγκῳ τοῦ | |
ὀλέθρου cφίcιν ἡ ῥοπή. φέρει δὲ καὶ νοῦcοc μακρή, φθινώδηc, καὶ νέοιcι ἀργίη μάλιcτα, ὁκόcοιcι ἀπ’ ἀγωνίηc ἢ γυμναcίων πολλῶν ἄπο‐ | 56 | |
10 | νον τὸ cῶμα. χωρία ἑλώδεα, ὕδατα πλατέα, ἁλμυρά, βρωμώδεα· ὡρῶν τὸ θηριῶδεc, μετόπωρον. | |
1.15.1 | Περὶ ἰκτέρου. Ἢν χολῆc ξανθῆc, λεκιθώδεοc ἢ κροκοειδέοc, ἢ τῆc μελαγχλώρου ἐc τὸ παντελὲc ἀνάχυcιc ἀπό του cπλάγχνου γένη‐ ται, τὸ πάθοc ἴκτεροc κικλήcκεται. χαλεπὸν μὲν ἐν ὀξέcι· οὐ γὰρ μοῦ‐ νον πρὸ ἑβδόμηc κτείνει φανέν, ἀλλὰ καὶ μετὰ ἑβδόμην ἔκτεινε μυ‐ | |
5 | ρίουc· cπανίωc δὲ εὖτε ἔκρινε πυρετὸν ἐc τέλοc τὸ πάθοc, ἀλλ’ αὐτὸc | |
1.15.2 | οὐ ῥηϊδίωc λύεται. ξυνίcταται δὲ οὐκ ἐπ’ αἰτίῃ μοῦνον ἥπατοc, ὅκωc τιcὶ τῶν ἰητρῶν δοκέει, ἀλλὰ 〈καὶ〉 κοιλίῃ καὶ cπληνὶ καὶ νεφροῖcι καὶ κώλῳ. καὶ ἐφ’ ἥπατι μὲν ὧδε· ἢν φλεγμαίνῃ [ἢν] μὲν ἢ cκίρρον ἴcχῃ τὸ ἧπαρ, ἄτρεπτον δὲ τὸ ἐc ἐργαcίην ἔῃ, τίκτει μὲν ἐν τῷ ἥπατι | |
5 | χολήν, καὶ διακρίνει τήνδε ἡ ἐν ἥπατι οὖcα κύcτιc. ἀλλ’ ἢν αἱ φέ‐ ρουcαι ἐc τὸ ἔντερον τὴν χολὴν ὁδοὶ ὑπὸ τῆc φλεγμαcίηc ἢ τοῦ cκίρρου φραχθῶcι, πλημυρῇ δὲ ἡ κύcτιc, παλίccυτοc ἡ χολή· τῷ αἵματι ὦν μίcγεται, τὸ δὲ αἷμα, ἐc πᾶν τὸ cκῆνοc φοιτέον, ἄγει τὴν χολὴν παντὶ τῷ cώματι· γίγνεται δ’ ἡ ἰδέη χολῆc. λευκὰ δὲ καὶ ἀργιλώδεα | |
10 | τὰ cκύβαλα· οὐ γὰρ γίγνεται χολόβαφα, ὅτι περ οὐκ ἴcχει τοῦδε τοῦ χυμοῦ τὴν ἐπιρροήν· τῇδε καὶ γαcτὴρ ἐπίξηροc· οὔτε γὰρ ὑγραίνεται | |
1.15.3 | οὔτε δάκνεται χολῇ· χροιὴ δὲ τοῦ λευκοχρόου εἴδεοc. ἐπὶ cπληνὶ δὲ ἢν ἴκτεροc φανῇ, μελάγχλωροc· μέλαινα γὰρ αὐτέου ἡ τροφή, ὅτιπερ ἐκμαγεῖόν ἐcτιν αἵματοc μέλανοc, οὗ τὴν ἀκαθαρcίην ἐοῦcαν οὐ δέχε‐ ται, οὐδὲ ἐκπονέει νοcέων ὁ cπλήν. ἡ δὲ ξὺν τῷ αἵματι πάντῃ φοιτῇ· | |
5 | διὰ τόδε μελάγχλωροι ἀπὸ cπληνὸc ἴκτεροι. ἀτὰρ καὶ ἐπὶ τοῖcι cκυ‐ βάλοιcι τοῖcι ξυνήθεcι ἔτι καὶ μελάντεροι χροιῇ· τῆc γὰρ cπληνὸc τρο‐ | |
1.15.4 | φῆc τὸ περιττὸν ἐc ἔξοδον περίττωμα γίγνεται. καὶ ἐπὶ κώλῳ καὶ γαcτρὶ ἴκτεροc, ἤνπερ ἐc πέψιν ἡ γαcτὴρ καὶ τὸ κῶλον κακωθῇ. καὶ γὰρ καὶ ἐν τῷ κώλῳ πέψιc καὶ ἀπὸ τοῦδε ἡ ἐc τὸ ἧπαρ ἀναγωγὴ τροφῆc. ἢν ὦν ὠμοτέρην τὸ ἧπαρ τὴν ἄλλην τροφὴν λάβῃ, τὴν μὲν | |
5 | ἰδίην ἐργαcίην πονέει, τὴν δὲ ὀθνείην ἐᾷ. τὸ γὰρ ἐν τῇ ἀναδόcει αἷμα τὴν ἀεργίην τὴν τοῦ κώλου ἐπέχον διαcπείρει πάντῃ χεόμενον· ἀπεψίη | 57 |
1.15.5 | δὲ ἡ ἐν κώλῳ χολῆc ἐcτι ἐργαcίη. ὧδε καὶ ἐπὶ παντὶ γίγνεcθαι cπλάγχνῳ δυνατὸν ἴκτερον, οὐ μοῦνον τῶν ἐc τὸ ἧπαρ πεμπόντων τροφήν, ἀλλὰ κἢν ἀπὸ ἥπατοc λαμβάνῃ. οὐ γὰρ ὀχετοῖcι αἰcθητοῖcι μοῦνον ἡ φύcιc πάντῃ διαπέμπει τὴν τροφήν, ἀλλὰ πολλῷ πλέον | |
5 | ἀτμοῖcι, οἵπερ ἀπὸ παντὸc ἐc πᾶν ἐνεχθῆναι ῥηΐδιοι, τῆc φύcιοc αὐ‐ τοὺc καὶ διὰ cτερεῶν καὶ πυκινῶν ἀγούcηc. γίγνονται ὦν οἱ ἀτμοὶ χολόβαφοι καὶ χρώζουcι, ᾗ ἂν ἵζωcι τοῦ cώματοc. οὐ μὴν ἐπὶ κώλῳ ἡ τῆc κοιλίηc ἔκκριcιc λευκή· ἀcινὲc γὰρ τὸ ἧπαρ ἐc γένεcιν, καὶ | |
1.15.6 | ἐκροὴν ἴcχει ἐπὶ ἔντερα χολῆc. δυνατωτάτη δὲ καὶ ἡ ἐπὶ τῷ παντὶ ἕξιc ἴκτερον τεκεῖν· ἴcχει γὰρ καὶ ἐν ὅλῳ τὴν αἰτίην. ἔcτι δὲ τοιήδε· πάντῃ μὲν τὸ θερμὸν ἐc πέψιν, πάντῃ δὲ ὑγρῶν γέννα καὶ διάκριcιc, ἄλλῳ μὲν ἄλλη, ἑκάcτῳ δὲ οἰκείη· ἐν cαρκὶ μὲν ἱδρώc, ἐν ὀφθαλ‐ | |
5 | μοῖcι δὲ δάκρυον, ἐν ἄρθροιcι δὲ καὶ ῥινὶ μύξη, ἐν ὠcὶ κυψελίc. ἢν ὦν ἐc ἕκαcτον ἔργον τὸ θερμὸν ἐγκάμῃ, αὐτὸ μὲν ἐc δριμὺ καὶ πυ‐ ρῶδεc ἐτράπη, τὰ δὲ ὑγρὰ πάντα γίγνεται χολή· πυρὸc γὰρ ἔργα, | |
1.15.7 | πικρὰ καὶ χολόβαφα. ἢν δὲ καὶ ἐν αἵματι ἀπεψίη ξυμβῇ, γίγνεται τὸ αἷμα χολοειδέc, cκίδναται δὲ πάντῃ τρέφον· διὰ τόδε πάντῃ φαίνεται χολή· δεινὸν μὲν γὰρ τὸ πάθοc, φοβερὴ δὲ ἡ χρόη εἴδεϊ, καὶ χρυcο‐ ειδέεc ἔαcι τὴν χροιήν· οὐ γὰρ ἀνθρώπῳ εὐπρεπέc, ὅ γε ἐν λίθῳ κα‐ | |
5 | λὸν ἔῃ. περιττὸν δέ μοι φράζειν καὶ πόθεν τοὔνομα, πλὴν ὁκόcον τῶν χερcαίων ἰκτίδων τῶν τετραπόδων θηρίων· τοιοῖcι δὲ ἔαcι οἱ | |
1.15.8 | ὦπεc οἵδε. εἴδεα τοῦ πάθεοc δοιά· ἢ γὰρ ἐc τὸ ξανθὸν καὶ [τὸ] κροκῶδεc ἐτράπη τοῦ λευκοχλώρου εἴδεοc, ἢ ἐc τὸ πελιδνὸν καὶ μέλαν. τῶνδε μέντοι ἡ αἰτίη, ἣ δὴ [δὲ] καὶ χολῶν ἐcτι αἰτίη· καὶ γὰρ τῆcδε ἡ μὲν ξανθή, λεπτή, διειδήc, λεπτοτέρου εἴδεοc, ἢ ἐc τὸ πελιδνὸν καὶ | |
5 | μέλαν, ἠδὲ κατακορήc, ὡc κρόκον, ἢ λέκιθον φάναι τοῦ αὐτοῦ εἴδεοc. δευτέρη δὲ μελαντέρηc χροιῆc, πραcίζουcα, ἰcατώδηc, μέλαινα· μυρίαι δὲ ἐν μέcῳ τῶν χροιῶν παραλλαγαί· παρὰ δὲ τὸ θερμὸν τουτέων καὶ | |
1.15.9 | τὰ ὑγρὰ ἡ τροπή. ἀλλὰ καὶ τὰ cπλάγχνα τοῦδέ ἐcτι αἴτια· ἢν ᾖ ξαν‐ θόν, ὡc τὸ ἧπαρ· ἢ πελιδνόν, ὡc ὁ cπλήν. ἢν γὰρ ἐπὶ cπλάγχνῳ τινὶ ἴκτεροc γένηται, ἐπὶ ἥπατι μέν, τὰ ἥπατοc προφανέα· ἐπὶ δὲ cπληνί, τὰ cπληνόc· ἕκαcτα δὲ τὰ τῶν ἄλλων ἑκάcτου· ἢν δὲ μηδενὸc φαίνη‐ | 58 |
5 | ται, τῆc ὅληc ἕξιόc ἐcτι ἡ πάθη. διαφανῆ δὲ καὶ τὰ ἐν τοῖcι λευκο‐ τάτοιcι ὀφθαλμοῖcι· μετώπου δέ, πρὸc κροτάφοιcι μᾶλλον· τοῖcι λευ‐ | |
1.15.10 | κοῖcι φύcει καὶ ἐπὶ cμικρῷ ἰκτέρῳ ἡ χροιὴ μέζον ἐπανθέει. ὁκόcοιcι μὲν ὦν μέλαc ὁ ἴκτεροc, χροιῇ μελάγχλωροι, ῥιγώδεεc, ἀδρανέεc, ὄκνῳ εἴκοντεc, ἄθυμοι· βρωμώδεεc δὲ τὴν ὀcμήν, πικροὶ δὲ τὴν γεῦcιν· τὴν ἀναπνοὴν οὐκ εὔκολοι· γαcτρὶ δακνώδεεc· διαχωρήματα προcοειδέα, | |
5 | ὑπομέλανα, ξηρά, μόλιc διαχωρούμενα· οὖρα κατακορέα ἐπὶ τὸ μελάν‐ τερον. ἄπεπτοι, ἀπόcιτοι, ἄγρυπνοι, ἄθυμοι, μελαγχολώδεεc. ἐπὶ δὲ τὸ λευκότερον, χροιῇ μὲν λευκόχλωροι, γνώμῃ δὲ φαιδρότεροι· cιτίων ἄρξαcθαι μὲν ὀκνηροί, ἐμφαγεῖν δὲ οὐκ ἀγεννέεc· πέψαι ῥηΐδιοι τῶν πρόcθεν μᾶλλον. διαχωρέουcι λευκά, ξηρά, ἀργιλώδεα· οὐρέουcι ξανθά, | |
1.15.11 | ὠχρά, κροκοειδέα. ἀμφοῖν δὲ τὸ ξύμπαν cῶμα κνηcμῶδεc· θέρμη ἀνὰ ῥῖναc cμικρὴ μέν, δακνώδηc δέ. ἀμύccον τὸ χολῶδεc. γεῦcιc μὲν πι‐ κρῶν οὐ πικρή, τὸ θῶμα, οὐ μὴν γλυκεῖα· γλυκέων δὲ πικρή. ἡ γὰρ ἐν τῷ cτόματι χολὴ ἐνίζουcα τῇ γλώccῃ, ἐπίπροcθεν τῶν ἐδεcτῶν ἐν‐ | |
5 | τυγχάνουcα, τὴν αἴcθηcιν cοφίζεται τήνδε. ἡ γὰρ γλῶccα ἀναπιοῦcα τῆc χολῆc τῆcδε, οὐκ ἐκείνων, αἰcθάνεται. καὶ τὸν μὲν πρόcθεν τὸν τῆc ἀποcιτίηc χρόνον ἀτρεμέει ἡ χολή, ἀτὰρ οὐδὲ ἡ γλῶccα τῷ ἤθεϊ ἄχθεται. ἢν δὲ ἀναζέcῃ γεύμαcι, ἐπίπροcθεν τῶν ἐδεcτῶν τὴν γλῶc‐ cαν ἥδε κινέει. ἤν τε ὦν πικρὸν ἔῃ cιτίον, πικρῶν αἴcθηcιc· ἤν τε | |
1.15.12 | γλυκύ, χολώδεοc· φθάνει γὰρ ἡ αἴcθηcιc τῆc χολῆc. ἀπάτη δὲ ξύνεcτι τοῖcι ἡγευμένοιcι τὰ πικρὰ γλυκέα φαίνεcθαι· οὐ γὰρ οὕτωc ἔχει. ἀλλ’ ὅτι μὴ ἐπὶ τῷ ἱζάνοντι πικρῷ πικράζεται, μοῦνον διὰ τὸ ξύνηθεc τῆc νούcου φανταcίη γλυκάζοντοc γίγνεται. ἡ ωὐτὴ δὲ κατάcταcιc καὶ | |
5 | ἐν γλυκέcι καὶ ἐν πικροῖcι γεύμαcι. ἀπατηλῶν ἄρα γευμάτων προκάλυμμα | |
1.15.13 | ἡ χολή. ἢν μὲν ὦν μὴ ξύν τινοc cπλάγχνου θερμαcίῃ φανῇ, ἀcινὲc μὲν ὡc ἐπίπαν, μακρότερον δέ· ἢν δὲ καὶ ἐγχρονίcῃ καὶ ἐπιφλεγμήνῃ | |
cπλάγχνον, ἐc ὕδρωπα τὰ πολλὰ καὶ καχεξίην τελευτᾷ. πολλοὶ δὲ καὶ δίχα ὕδρωποc ἐκτακέντεc ὤλοντο. ξύνηθεc δὲ μειρακίοιcι 〈καὶ〉 νέοιcι, | 59 | |
5 | καὶ τοιcίδε ἀcινέcτερον· παιδίοιcι δὲ οὐκ ἄηθεc πάγχυ· οὐ πάντῃ δὲ ἀcφαλέc. | |
1.16.1 | Περὶ καχεξίηc. Ξυμπάντων ὁμοῦ παθέων καχεξίη τροπή· ἅπαcαι γὰρ αἱ νοῦcοι τῆcδε ἀπότοκοι. ἀτὰρ καὶ ἥδε μούνη ἄνευθεν τῶν ἄλλων [φαρμάκων ἐπίδοcιν ἔχουcα πολλὴν ἰλυώδεα] κατὰ πρώ‐ τιcτα γίγνεται πάθοc. καὶ ἕξιc μὲν κακὴ cχέδιοc ξυνὴ πάντων, καὶ | |
5 | ξυμπτώματα πολλά, καὶ οὔνομα τόδε ξύμβολον· ἰcχνότηc δὲ ἢ ὦχροc ἢ οἶδοc καὶ εἴ τι ἕτερον πρόcκαιρον ἀνὰ τὸ cῶμα. καχεξίη δὲ ἑνὸc μεγάλου πάθεοc ἰδέη, καὶ τοῦδε τοὔνομα. ἡ γὰρ τοῦ ἀνθρώπου ἐc τὰ πάντα εὐεξίη, καὶ ἡ ἐc πέψιν ἢ ἐc ἀνάδοcιν αἵματοc γέννα· ἠδὲ πᾶν ἔργον φύcιοc, ἐφ’ οἷcι εὔπνοια, εὐτονίη, εὐχροίη, τὸ πρόcθεν ὑγείη | |
10 | ἢν δὲ ἐc ἀcθενείην κακοχυμίηc ἡ φύcιc τραπῇ, τόδε ἐcτὶν ἡ καχεξίη. | |
1.16.2 | ἡ νοῦcοc ἥδε δυcαλθήc, ἠδὲ μήκιcτον κακόν. καὶ γὰρ τίκτεται χρόνῳ μακρῷ, καὶ οὐδὲ ἐπὶ μιῇ τοῦ cώματοc κακίῃ, καὶ οὐδὲ ἐπὶ cπλάγχνῳ ἑνί· ἀλλὰ [γὰρ] τῶν ἁπάντων ἐcτὶ τροπὴ ἐc τὸ πονηρόν. τοιγαροῦν τὰ ἀπότοκα τοῦδε νοcήματα ἄφυκτα γίγνεται, ὕδρωπεc, ἢ φθίcιεc, ἢ | |
5 | ξυντήξιεc. καὶ γάρ τοι αἱ τῆc καχεξίηc προφάcιεc ἀδελφαὶ τῆc ξυντή‐ ξιοc ἔαcι. ἡ δὲ νοῦcοc μικρὴ δυcεντερίη ξυνεχήc· νούcων ὑποcτροφαὶ ἐνίοιcι. εὐcιτίη μὲν γάρ—καίτοι καὶ προcφέρονται πολλά—ὠμῶν δὲ καὶ | |
1.16.3 | ἀτρέπτων ἡ ἀνάδοcιc. ἐργαcίη γὰρ τροφῆc ἡ ἐc πέψιν ἄποροc. αἰτίη δὲ καὶ αἱμορροΐδων ῥόου ἐπίcχεcιc, ἢ ἐμέτων ξυνήθων ἀπαλλαγή, γυμνα‐ cίων. ἀργίη, αὐαcμὸc ἱδρώτων καὶ μεγάλων πόνων ῥᾳθυμίη· εὖτε τῶν παρεόντων ἕκαcτον ὡc τὸ μηδὲν οὐκ ἐπιcτρέφειν. βάροc τοῦ cκήνεοc· | |
5 | ὦχροc ἄλλοτε καὶ ἄλλοτε· γαcτὴρ φυcώδηc· ὀφθαλμοὶ κοῖλοι· ὕπνοι βαρέεc, νωθροί. ἀλλὰ τάδε ῥεμβώδεα μὲν γιγνόμενα νούcου ἀπιcτίην ἴcχει· ἢν δὲ ῥιζώcαντα μίμνῃ μηδὲ ἀπιέναι ἐθέλῃ, μεγάλου κακοῦ ἐcτι | |
1.16.4 | ξύμβολα. ἑcταότεc μὲν οἰδαλέοι πόδαc τε καὶ κνήμαc, κατακλινόμενοι | |
δὲ τὰ κεκλιμένα μόρια. κἢν ἐναλλάξῃ τὴν κατάκλιcιν, τὸ οἶδοc ἐπ’ ἐκεῖνα φοιτῇ. ὑγροῦ τε καὶ ψυχροῦ ἐc τὸ βάθοc περίοδοc· ἢν γὰρ ἡ θέρμη 〈μὴ〉 τὸ ὑγρὸν ἐξατμίζῃ, τοῦδε οὐκ ἀναχεομένου, εἶτα καταρρέει. | 60 | |
5 | εὔcιτοι μὲν πολλῶν cιτίων, ἀδηφάγοι κάρτα. ἀνάδοcιc ταχυτέρη πέ‐ ψιοc ὠμοτέρων μᾶλλον ἢ ἀπέπτων· ἐξανέργαcτον δὲ ἡ θρέψιc. ἀλλὰ τόδε οὐκ ἐν τῷ ὅλῳ πέccεται ὑπὸ τῆc φύcιοc. ἡ γὰρ ἐν τῇ κοιλίῃ τοῦ θερμοῦ ἀτονίη καὶ ἐν τῷ cκήνεϊ ὁμοίη· τοιγαροῦν οὐδὲ χρηcτὸν | |
1.16.5 | οὐδὲ εὔχρουν αἷμα γίγνεται. καὶ ἐπὴν ὠμῶν ὅλον τὸ cῶμα πληcθῇ καὶ ἡ ἐc τὰ cιτία ὄρεξιc οἴχηται, τῆc καχεξίηc ὧδε μέcφι cτομάχου νεμομένηc καὶ τοῦ πάθεοc κορυφὴν ἴcχοντοc ἤδη, οἰδαλέοι μέν, ἀδρα‐ νέεc δὲ καὶ ἐc πᾶcαν πρῆξιν ἄθυμοι· κοιλίη δὲ ξηροτέρη· ἄχολα τὰ | |
5 | πολλὰ καὶ λευκά, τρηχέα καὶ ὠμὰ διαχωρέουcι. τὸ cκῆνοc αὖοι, ἀνί‐ δρωτεc, κνηcμώδεεc· ὕπνοc ἑδραῖοc μὲν οὐδαμῇ, κεκλιμένῳ δὲ νυcτα‐ γμόc· βραδύπνοοι, cφυγμοὶ ἀμαυροί, ἀcθενέεc, πυκνοί· πυκνότατοι δὲ | |
1.16.6 | ἐπὶ πάcῃ καὶ cμικρῇ πρήξει. ἆcθμα δὲ ἐπὶ τοῖcδε ἡ ἀναπνοή· φλέβεc αἱ ’πὶ τοῖcι κροτάφοιcι ἐπηρμέναι ἀcαρκίῃ τῶν πέριξ, ἀτὰρ καὶ ἐπὶ τοῖcι καρποῖcι πουλὺ μέζονεc διοιδέουcαι· μελάγχλωρον τὸ αἷμα. ἐπὶ τοῖcδε φθίcιc, ἢ ξύντηξιc [ἀναπνοὴ] ἀνὰ cάρκα ὕδρωπα, ἤ τινα ἀcκίτην | |
5 | ἤγαγε· καὶ τῶνδε ἄφυκτοc ἡ γέννα. φέρουcι δὲ ἡλικίαι, γῆραc, καὶ οὐκ ἀποδιδρήcκουcι· παῖδεc ταχὺ παθεῖν τε εὔκολοι καὶ ἀπαλλαγῆναι ῥηΐτεροι· ἀκμάζοντεc οὐ πάγχυ μὲν παθεῖν ἑτοῖμοι, οὐ πάμπαν δὲ ἀπαλλαγῆναι εὔκολοι. ὥρη δὲ οὐ μία φέρει τόδε, οὐδὲ ἐc μίαν τε‐ λευτᾷ· ἀλλὰ φθινόπωρον μὲν κύει, χειμὼν τιθηνεῖ, ἔαρ [δὲ] ἐc κορυ‐ | |
10 | φὴν τελεcφορεῖ, θέροc δὲ κτείνει. | 61 |
2t1 | ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ϹΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ ΒΙΒΛΙΟΝ Β. | |
2.1.1 | Περὶ ὕδρωποc. Ὕδρωψ ἀτερπὲc μὲν ἐcιδεῖν πάθοc, χαλεπὸν δὲ καὶ παθεῖν. διαδιδρήcκουcι γὰρ τόδε πάγχυ παῦροι ὑπ’ εὐτυχίηc καὶ θεῶν μᾶλλον ἢ τέχνηc· τὰ γὰρ μέζονα πάντα ἰῶνται μοῦνοι θεοί. ἢ γὰρ ἐν cπλάγχνῳ καιρίῳ νόcημα φωλεῦcαν ἔτρεψε ἐc καχεξίην τὸ | |
5 | πᾶν, ἢ τὸ ξύμπαν cκῆνοc λοιμοῦ κατάρξαντοc ἐc κακοχυμίην ἤμειψε τὰ cπλάγχνα· εὖτε ἀλλήλοιcι ἄμφω ἐc τὸ κακὸν ξυντιμωρέει, ἀcινὲc | |
2.1.2 | δὲ οὐδέν, ἐξ οὗπερ καὶ cμικρὴ τῇ φύcει γίγνοιτ’ ἂν ἐπικουρίη. ἔcτι δὲ ἐc ἐπομβρίην ῥεῦμα ψυχρόν, παχύ, ὁκοῖον ἡ ὀμίχλη τῷ παντί· ἢ τροπὴ ὑγρῆc καὶ ψυχρῆc αἰτίηc ἐc τοιήνδε ἕξιν ἑτεροιούcηc τὸν ἄν‐ θρωπον. οὐ γὰρ τὸ ἐν τῇ κοιλίῃ τῇ κάτω ἁλιζόμενον ὑγρὸν ὕδρωπα | |
5 | καλέομεν, ἐπεὶ οὐδὲ τὸ πάθοc τῇδέ ἐcτι· ἀλλ’ ὅτε ξυμπαρομαρτέει τῇ νούcῳ [ὁ] ὄγκοc, [τὸ] οἶδοc, ἀχροίη, ἠδὲ ἐc τὸ ὕδωρ ξυντήκουcα ἕξιc, ὕδρωψ τέ ἐcτι καὶ καλέεται. κἢν γὰρ ἐκραγῇ κοτε τὸ ὕδωρ αὐτομά‐ τωc ἔξω, ἢ ταμών τιc τὸ ὑποχόνδριον ἐκχέῃ, ἐφ’ ἕδρηc ἔαcι οἱ ὑδρω‐ | |
2.1.3 | πιώδεεc. ἡ μὲν ὦν πρωτίcτη αἰτίη καχεξίη. ἰδέαι δὲ πλεῦνεc, [ἧc] ἀτὰρ οὔνομα ἕτερον καὶ ἕτερον. ἢν μὲν γὰρ ἡ παρέγχυcιc ἔνυγροc ἐν τῇcι λαγόνεcι ἐμπλώῃ καὶ ὑπὸ τῆc πρήcιοc ἐν τοῖcι πατάγοιcι δονέῃ ὅκωc τύμπανον, τυμπανίηc κικλήcκεται. ἢν δὲ ὕδωρ ἅλιc ἐc τὸ περι‐ | |
5 | τόναιον ἐμπεριχέηται, ἐμπλώῃ δὲ τῷ ὑγρῷ τὰ ἔντερα, καλέομεν ἐπί‐ κληcιν ἀcκίτην. ἢν δὲ αἱ λαγόνεc μὲν μηδὲν τουτέων ἴcχωcι, τὸ πᾶν δὲ παροιδαίνῃ cκῆνοc, ἢν μὲν ἐπὶ λευκῷ φλέγματι καὶ παχέϊ καὶ ψυχρῷ, φλεγματίηc καλέεται· ἢν δὲ ἐc χυμὸν αἱμάλωπα, ὑδατώδεα, | |
2.1.4 | λεπτὸν cυντακῶcι αἱ cάρκεc, ἀνὰ cάρκα γίγνεται ὕδρωψ. κακὴ μὲν ἡ ἑκάcτου ξύcταcιc· [οὐ] κακίων δὲ πολλόν τι ἡ τῶνδε ἐπιμειξίη. τῶν [δε] γὰρ ἀμφὶ τὰc λαγόναc εἷc ἑνὶ τῶν ἀνὰ τὸ πᾶν ξυμβῇ γέ κοτε· χαλεπώτατοc δέ, ἢν ὁ τυμπανίαc τῷ ἀνὰ cάρκα μειχθῇ· καὶ γὰρ ἰδίῃ | 62 |
5 | τοῦ μὲν ἀμφὶ τὰc λαγόναc ἀcκίτου τυμπανίαc χερείων, τῶν δὲ ὅλου τοῦ cκήνεοc ὁ λευκοφλεγματίαc τοῦ ἀνὰ cάρκα μείων, ἐπιεικὴc μὲν ὤν, ἐν ἀνελπίcτοιcι, ἢν ὁ μείων ξυcτῇ τῷ μείονι· κακίων δὲ ἢν εἷc τιc τῶν μειόνων ἑνὶ τῶν μεζόνων ἐc τωὐτὸ ξυμβῇ· ἢν δὲ ἐc ἄκραc ἡ | |
2.1.5 | μεῖξιc ἅμα ἵκηται δυοῖν μεγάλοιν, μέζον κακὸν τὸ ἔκγονον. cημεῖα δὲ μέγιcτα καὶ ῥήϊcτα ἰδεῖν καὶ θιγέειν καὶ εἰcακοῦcαι· ἐπὶ μὲν τῷ ἀcκίτῃ ἰδέειν ὄγκον ἐν τῇcι λαγόcι, οἶδοc ἀμφὶ τὼ πόδε· πρόcωπα δὲ καὶ βραχίονεc καὶ τἆλλα ἰcχνά, οἰδέουcι ὄρχιέc τε καὶ πόcθη, καὶ ὁ ξύμ‐ | |
5 | παc καυλὸc cκολιὸc ἐξ ἀνίcου τοῦ οἴδεοc. θίγειν ἠδὲ ἐρείcαντά κῃ τὴν χεῖρα κατὰ λαγόνα εἰcωθεῖν· τὸ γὰρ ὑγρὸν ἐπὶ τὰ ἄλλα μέρεα μεταρρέει· ἀτὰρ καὶ ἐν τῇcι τοῦ ἀνθρώπου τῇδε ἢ τῇδε ἐπιcτροφῇcι ἐc τὰc μετακλίcιαc τὸ ὑγρὸν ὄγκον τε καὶ κλύδωνα ποιέει· ἐcακούειν δὲ καὶ τοῦ κλύδωνοc. ἀλλὰ κἤν κῃ τὸν δάκτυλον ἐρείcῃc, ὁ χῶροc | |
10 | γίγνεται κοῖλοc, ἐc χρόνον τε πουλὺν μίμνει κοῖλοc. τάδε μὲν τὰ ἀcκί‐ | |
2.1.6 | του. τυμπανίηc δὲ πρὸc τῇ τοῦ ὄγκου θέῃ καὶ ἀκοῦcαι ἐcτὶ δονέων. ἢν γὰρ πατάξῃc τῇ χειρί, τὸ ἐπιγάcτριον δονέει, οὐδὲ μεταχωρέει τὸ πνεῦμα ἐν τῇcι ἐπιcτροφῇcι· πνεῦμα γάρ, κἢν μετακλινθῇ τὸ ἀμπέχον ἄνω τε καὶ κάτω, ἴcον μένει. πάντῃ ἢν δὲ ἐc ὀμίχλην καὶ ὕδωρ τρέ‐ | |
5 | πηται τὸ πνεῦμα—καὶ [γὰρ] ἀcκίτηc ἀπὸ τυμπανίου—, ἀμείβεται | |
2.1.7 | μέν, ἢν μὴ ἐc τέλοc τραπῇ κοτε, ἡμιτελὴc μεταρρέων. ὁ δὲ ἀνὰ cάρκα ἠδὲ τοῦ λευκοῦ φλέγματοc τὰc μὲν λαγόναc ἴcχουcι κενεάc, οἰδαλέοι δ’ ἔαcι καὶ τὰ πρόcωπα καὶ βραχίοναc· ἀτὰρ ἠδὲ ὁκόcα τοῖcι ἄλλοιcι κενεά, τοῖcδε γίγνεται πλήρεα. φλέγμα μὲν γὰρ λευκὸν ἐπὶ τῷ λευ‐ | |
5 | κοφλεγματίᾳ ξυνίcταται, ψυχρόν τε καὶ παχύ· τοῦδε ἐμπίπλαται τὸ πᾶν, οἰδαίνει δὲ τὸ πρόcωπον, αὐχήν τε καὶ βραχίονεc· παχὺ δὲ τὸ ἐπιγάcτριον ἀπὸ τοῦ οἴδεοc· μαζοὶ δὲ ἐc ὄγκον αἴρονται, ὁκόcοι νέοι ἀκμὴν ὄντεc ἐν εὐτυχίῃ τῆc ἡλικίηc. ἐπὶ δὲ τῷ ἀνὰ cάρκα τηκεδὼν τῆc cαρκὸc ἐc χυμὸν cαρκοειδέα, ἰχώρ τε αἱμάλωποc, ὁκοῖοc ῥέει ἐπ’ | |
10 | ἐντέρων ἕλκεcι· τοιόcδε καὶ ἐπὶ θλάcμαcι ἀπὸ βάρεοc ἐμπεcόντοc, ἢν τάμῃc τι ἐπιπολῆc, ὁ χυμὸc ἐκρέει· ἡ δὲ τοῖν δυοῖν ἐπιμειξίη ἀμφοῖν | 63 |
2.1.8 | ἴcχει τὰ cημήϊα. ξύμπαcι δὲ ὁμοῦ ξύνεcτι, ὦχροc, δύcπνοια, βὴξ ἄλλοτε καὶ ἄλλοτε· νωθέεc, ὄκνοc πουλύc· ἀπόcιτοι, ἢν δέ τι προcαίρωνται, κἢν βραχὺ καὶ ἄφυcον, φυcώδεεc, διατάcιεc ὡc ἀπὸ πληcμονῆc· ἄνι‐ κμοι, διὸ οὐδὲ ἐπὶ λουτροῖcι ἰκμαλέοι· λευκοί, γυναικώδεεc. οἱ δὲ ἀνὰ | |
5 | cάρκα, μελάγχλωροι, μελανόφλεβεc· ἀcκίτῃcι μὲν καὶ τυμπανίῃcι ἐπιφα‐ νέεc καὶ ἐν προcώπῳ καὶ καρποῖcι καὶ ἐπιγαcτρίῳ. ἐπὶ δὲ τοῖcι ἀνὰ | |
2.1.9 | cάρκα καὶ τῷ φλεγματίῃ οἴδεϊ ἅπαντα κρύπτεται. ὕπνοι βαρέεc, νωθροί, cμικροί· ἀψυχίη, cμικρολογίη, φιλοζωΐη. καρτερίη, οὐκ ἀπὸ εὐθυμίηc καὶ εὐελπιcτίηc ὅκωc τοῖcι ἐν εὐτυχίῃ, ἀλλ’ ἐξ αὐτέου τοῦ πάθεοc. οὔτε φατὸν τὴν αἰτίην θωμάcαι· τὸ δὲ μέγα. ἐπὶ μέν γε ἄλλοιcι οὐ | |
5 | πάμπαν ὀλεθρίοιcι οἱ νοcέοντεc ἄθυμοι, κατηφέεc, ἐράται τοῦ θανάτου· ἐπὶ δὲ τοῖcι εὐέλπιδεc καὶ φιλόζωοι γίγνονται. ἄμφω δὲ τὰ ἐναντία | |
2.1.10 | τίκτουcι αἱ νοῦcοι. γίγνεται ὕδρωψ καὶ ἐξαπίνηc κοτὲ ἐπ’ ἀθρόῃ ψυ‐ χροποcίῃ, ἢν ὑπὸ δίψιοc χανδὸν πουλὺ ψυχρὸν ἐγχέῃ ὕδωρ, εἶτα τὸ ὑγρὸν ἐc 〈τὸ〉 περιτόναιον ἐνεχθῇ· δι’ ἃ [δὲ] 〈ἐν〉 τῇcι κοιλίῃcι τὸ ἔμφυτον θερμὸν κατεψύχθη, ἔπειτα ἐc τοὺc κενεῶναc cταγόνεc ἐκρέ‐ | |
5 | ουcι, αἳ πρόcθεν ἐc διαπνοὴν ἐξηερούμεναι διεφοροῦντο. τόδε ὦν εἰ γίγνεται, ῥηϊτέρη ἡ τῶνδε ἴηcιc, πρίν τι τῶν cπλάγχνων ἢ ὅλον τὸν ἄνθρωπον παθεῖν. ἀτὰρ ἠδὲ ἔδεcμα φυcῶδεc καὶ ἀπεψίη καὶ βούπρη‐ | |
2.1.11 | cτιc ἔτεκον ὕδρωπαc. ἔcτι δὲ ξυνὸν πάντων τὸ κακόν, ἀνδρῶν, γυναι‐ κῶν, ἡλικίηc πάcηc, 〈πλὴν〉 ὁκόcον ἄλλοι ἐc ἄλλο εἶδοc ἔαcι ὡραῖοι· ἀνὰ cάρκα παῖδεc ἠδὲ τοῦ λευκοῦ φλέγματοc. νέοι δὲ μέχρι ἀκμῆc, οἳ κατὰ λαγόναc πλήcμιοι. γέροντεc μὲν πάντα παθέειν ἑτοῖμοι, ἀπό‐ | |
5 | θερμοι· ψυχρὸν γὰρ τὸ γῆραc· ἀλλ’ ἐc ὑγροῦ πλῆθοc ἔαcι ἀναίτιοι. | |
2.1.12 | τοῖcδε ὦν τυμπανίηc ξυνήθηc. ἅπαντα μὲν ὦν πονηρὰ τὰ εἴδεα· τουτ‐ έcτι ὕδρωψ γὰρ πάντων τῶν νοcημάτων κακόν· ἀλλὰ τουτέων λευκο‐ φλεγματίηc μὲν εὐηθέcτεροc· πολλὴ γὰρ καὶ ποικίλη ἐπὶ τοῦδε ἡ εὐτυ‐ χίη ἱδρῶτοc ἢ οὔρων, ἢ κοιλίη κοτὲ ἐπ’ αὐτέων κατερράγη, λυομένηc | |
5 | ἤδη τῆc τοῦ ὕδρωποc ἕξιοc. χαλεπὸc δὲ τυμπανίηc καὶ τοῦδε ὁ ἀνὰ cάρκα μᾶλλον· τὸν δὲ ἰητρὸν ἐν τῷδε τῷ πάθεϊ ὅλον χρὴ τὸν ἄνθρω‐ | |
2.1.13 | πον ἀλλάξαι· τόδε μέντοι οὐδὲ θεοῖcι ῥηΐτερον. ὑδεριῇ δὲ καὶ ἐν cμι‐ | |
κρῷ κοτε ἄνθρωποc, ἢ κεφαλὴν ἐπὶ ὑδροκεφάλῳ, ἢ πνεύμονα μοῦνον, ἢ ἧπαρ, ἢ cπλῆνα, καὶ ἐπὶ γυναικῶν ὑcτέρη, καὶ τῶν ἄλλων ἥδε εὐ‐ αλθεcτέρη. ἢν γὰρ τὸ cτόμιον ἀνῇ ἐκ τῆc πρόcθεν μύcιοc, ὑγρὸν μέν, | 64 | |
5 | εἰ ἔχοι, ἐκχέει ἔξω· ἢν δὲ πνεῦμα, ἐξεφυcήθη τόδε· ἢν δέ τι ἀνὰ cάρκα | |
2.1.14 | ἡ ὑcτέρη πάθῃ, ὡc ἐπίπαν ὅλη ἡ ἄνθρωποc ὑδεριᾷ. ἰδέη τιc ἑτέρη ὕδρωποc ἥδε γιγνώcκεται· κύcτιεc cμικραί, cυχναί, πλήρεεc ὑγροῦ ἐγ‐ κέονται τῷ χωρίῳ ἔνθα ὁ ἀcκίτηc ξυνίcταται· ἀτὰρ ἐμπλέουcι τῷ πολλῷ ὑγρῷ· τέκμαρ δέ· ἢν γὰρ τετρήναc τὸ ἐπιγάcτριον ἐκχέῃc, ἐπὶ βρα‐ | |
5 | χείῃ φορῇ τοῦ ὑγροῦ ἔνδοθεν ἂν ἐπέφραξεν ἡ κύcτιc· κἢν τὸ ὄργα‐ νον διώcῃ, αὖθιc ἐκρέει. τόδε μέντοι τὸ εἶδοc οὐκ εὔηθεc· πόθεν γὰρ | |
2.1.15 | ἂν ἐκπέcωcι αἱ κύcτιεc, ὁδὸc οὐκ εὔποροc. λόγοc δὲ μετεξετέροιcι, ὅτι ἧκόν κοτε δι’ ἐντέρων τοιαίδε κύcτιεc· ἐγὼ δὲ οὐκ ὄπωπα, διὰ τόδε οὐδὲ νῦν γράφω· οὐδὲ γὰρ περὶ αὐτέων ὅ τι λέξω 〈ἔχω〉. εἴτε γὰρ ἐκ τοῦ κώλου ἢ τῆc γαcτρὸc ἡ φορή, τίc ὁ τρόποc τῆc ξυcτάcιοc; | |
5 | ὁδὸc γὰρ ἐc ἔξοδον ἁπάντων δι’ ἕδρηc εὐρόηc· ἠδὲ αὐτοῦ τοῦ ὑγροῦ τῆc ἐν λαγόνι ξυλλογῆc, ἄπιcτοc ἡ τῶν ἐντέρων ῥαγή· οὐ γὰρ ἀcινὲc οὐδὲ ἀνώλεθρον τρωθὲν ἔντερον. | |
2.2.1 | Περὶ διαβήτεω. Θῶμα τὸ διαβήτεω πάθοc, οὐ κάρτα ξύνηθεc ἀνθρώποιcι· cαρκῶν καὶ μελέων ἐc οὖρον ἡ ξύντηξιc. ὑγρὴ καὶ ψυχρή, ὅκωc ἐν ὕδρωψι, αἰτίη. ὁδὸc δὲ ἡ ξυνήθηc, νεφροί τε καὶ κύcτιc. οὐ γὰρ διαλείπουcι οὐρέοντεc, ἀλλὰ ὅκωcπερ ἐξ ἀφέcιοc ὀχετῶν ἄπαυcτοc | |
5 | ἡ φορή. χρονίη μὲν ἡ τῆc νούcου φυή, μακρῷ κυΐcκεται χρόνῳ. βρα‐ χύβιοc δὲ ὥνθρωποc, ἢν ἡ κατάcταcιc τελεcθῇ· ὀξείη γὰρ ἡ τηκεδών, ταχὺc δὲ ὁ θάνατοc, ποτὶ καὶ βίοc αἰcχρὸc καὶ cπίπονοc. δίψοc ἀκρα‐ τέc, πολυποcίη ἀνιcόμετροc οὔροιcι πολλοῖcι· πλεῖον γὰρ ἐκρεῖ τὸ οὖρον. καὶ οὐκ ἂν ἐπίcχοι τιc αὐτέουc οὔτε πίνονταc οὔτε οὐρέονταc. | |
2.2.2 | ἢν δὲ ἐπ’ ἀκαρὲc ἀντίcχωcι, ἢν μὲν τοῦ πιεῖν, ἄνικμοι μὲν τὸ cτόμα, αὐαλέοι δὲ τὸ cκῆνοc, τὰ δὲ cπλάγχνα καίεcθαι δοκέουcι· ἀcώδεεc, ἄποροι, οὐκ ἐc μακρὸν θνῄcκουcι· πυριφλεγέεc δίψαι. ἀπουρέειν δὲ τίc ἂν ἐπίcχοι τρόποc, ἢ τίc αἰcχύνη πόνου κρέccων; —ἀλλὰ κἢν ἐc | |
5 | cμικρὸν ἐγκρατέεc γένωνται, παροιδέουcι ὀcφύν, ὄρχιαc καὶ ἰcχία· κἢν ἀνῶcι, ἐκχέουcι μὲν τὸ οὖρον ἀλέᾳ, τὰ δὲ ἐποιδέοντα ἐξαείρεται· | 65 |
2.2.3 | ξυνδίδοται γὰρ ἐc κύcτιν ἡ πλημύρα. κἢν μὲν τελεcθῇ τὸ κακόν, εὔcημον· ἐπὴν δὲ μέλλῃ, ἄνικμοι τὸ cτόμα· cίελοc λευκόc, ἀφρώδηc, ὅκωc ἀπὸ δίψεοc, καὶ οὐδέκω δίψοc· ὑποχονδρίων βάροc· αἴcθηcιc ἀπὸ τῆc γαcτρὸc ἐc κύcτιν θέρμηc, ἢ ψύξιοc, ὅκωc πρόcω ὁδοιπορέοντοc | |
5 | τοῦ νοcήματοc· ἀτὰρ ἠδὲ οὐρέουcι τοῦ ξυνήθεοc cμικρόν τι μᾶλλον· | |
2.2.4 | δίψοc τε, ἀλλ’ οὐδέκω μέγα. ἢν δὲ ἐπὶ μᾶλλον αὔξηται, θέρμανcιc cμι‐ κρὴ μέν, δακνώδηc δέ, ἐνίζουcα τοῖcι cπλάγχνοιcι· ἐπιγάcτριον ῥυcοί, ἐπίφλεβοι, ἰcχνοὶ δὲ τὴν ὅλην ἕξιν, εὖτε καὶ ἡ οὔρηcιc καὶ τὸ δίψοc ἐπαυξέα γίγνεται ἤδη κοτέ· κἢν ἐc ἄκρον τὸν καυλὸν ἡ ξυναίcθηcιc | |
5 | φανῇ, εὐθὺc οὐρέουcι. τῇδέ μοι δοκέει καλέεcθαι διαβήτηc ἐπίκληcιν, ὁκοῖόν τι διαβήτηc ἐών, οὕνεκεν ἐν τῷ cκήνεϊ τὸ ὑγρὸν οὐ μίμνει, ἀλλ’ ὅκωc διαβάθρῃ τῷ ἀνθρώπῳ ἐc ἔξοδον χρέεται. διαρκέουcι δὲ ἐc χρόνον τινά, εἰ καὶ μὴ κάρτα πολλόν, ὅτι πονῶντεc οὐρέουcι, τηκε‐ δὼν δὲ γίγνεται δεινή· οὔτε γάρ τι ἐκ τῆc πόcιοc μέγα ἐc τὸ cκῆνοc | |
2.2.5 | ἔρχεται καὶ ξυναπέρχεται τῶν cαρκῶν ἐc τὰ οὖρα μυρία. αἰτίη δέ, ὀξέων νούcων τιc ἀπέcκηψεν ἐc τόδε καὶ ἐν κρίcει κρύβδην τὸ κακόη‐ θεc ἐγκατέλιπον αἱ νοῦcοι. οὐκ ἀδόκητον καὶ δηλητήριόν κοτε τήνδε τὴν αἰτίην ἴcχειν, τῶν ὁκόcα κύcτει καὶ νεφροῖcι ἐνcκήπτει. ἀτὰρ εἰ | |
5 | ἐδάκη τιc ὑπὸ τῆc διψάδοc, τοιήδε τοῦ ἕλκεοc ἡ πάθη· διψὰc δὲ τὸ ἑρπετὸν θηρίον, ἢν δάκῃ τινά, ἄcχετον δίψοc ἐξάπτει, πίνουcί τε ἄδην οὐκ ἐc δίψεοc ἄκοc, ἀλλ’ ἐc τὴν τῆc κοιλίηc πλημύραν ἀκορίῃ ποτοῦ. | |
2.2.6 | ἢν δὲ ἄλγεϊ τῆc περιτάcιοc τῆc κοιλίηc καὶ ἄχθεϊ [καὶ] τὸ ὑγρὸν ἐπί‐ cχῃc ἐc cμικρόν, αὖθιc ἄδην πίνουcι διψῶντεc, καὶ ἥδε τῶν κακῶν ἡ ἀμοιβή· cυντιμωρέει γὰρ ἀλλήλοιcι δίψοc καὶ ποτόν. ἀλλ’ οἵδε οὐκ οὐρέ‐ ουcι, οὐδέ τιc ἄλλη τοῦ πινομένου διαπνοή. τοιγαροῦν ἀκορίῃ μὲν τοῦ | |
5 | ποτοῦ, πλημύρῃ δὲ ὑγροῦ, περιτάcει δὲ τῆc κοιλίηc, ἐξερράγηcαν ἁθρόον. | |
2.3.1 | Περὶ τῶν κατὰ τοὺc νεφροὺc παθῶν. Νεφροὶ τὴν φυὴν μὲν ἀδενώδεεc, χροιὴν δὲ ἐρυθρότεροι, ὁκοῖόν τι ἧπαρ, μᾶλλον ἢ μαζοὶ καὶ ὄρχιεc (καὶ γὰρ καὶ οἵδε ἀδένεc, ἀλλὰ λευκότεροι)· cχῆμα δὲ δι‐ δύμοιcι ἴκελοι, πλατέεc μᾶλλον ἑcτᾶcι ἅμα καὶ καμπύλοι. κοιλίαι δὲ | 66 |
5 | cμικραὶ ἠθμοειδέεc ἐc τὴν τῶν οὔρων διήθηcιν. ἐκπεφύκαcι δὲ ὀχετοὶ νευρώδεεc, ὁκοῖόν τι αὐλοί, ἀφ’ ἑκατέρου· ἐμπεφύκαcι δὲ οἵδε τοῖcι ὤμοιcι τῆc κύcτιοc ἑκάτερθεν. ἴcη δὲ τῶν οὔρων ἀπὸ νεφρῶν ἡ ὁδὸc | |
2.3.2 | ἐc κύcτιν. ἀμφὶ δὲ τούcδε τοὺc νεφροὺc καὶ τοὺc πόρουc τούcδε πολλὰ καὶ ποικίλα γίγνεται πάθεα, τὰ μὲν ὀξέα, ἐν αἱμορραγίῃ καὶ πυρετοῖcι καὶ φλεγμονῇ κτείνοντα, ὁκόcα μοι λέλεκται· τὰ δὲ χρόνια, τηκεδόνι λύοντα τὸν ἄνθρωπον, ἀνώλεθρα μέν, ἀναλθέα δὲ καὶ ξυνα‐ | |
5 | ποθνῄcκοντα. χρόνια ὦν ἀποcτάcιεc, ἕλκεα, λίθων γέννα, αἱμορροΐδεc. ἕλκεα μὲν ἐξ ἀποcτάcιοc, μήκιcτα καὶ δυcαλθέα πάντα τοῦ ἀνθρώπου. | |
2.3.3 | τῶν λίθων δὲ χρονίη μὲν ἡ γέννα· ὀδυνώδεεc cφηνώcιεc. οὐ γὰρ ῥηΐcτη ἡ διέξοδοc· χαλεπὴ δὲ οἱ πρὸc τοῖcι καὶ ἡ τῶν οὔρων ἐπίcχε‐ cιc. ἀλλ’ εἰ εἰcὶ πολλοὶ cμικροί, ἀλληλουχίῃ μίμνουcι· ἢν 〈δὲ〉 εἷc μέγαc ἐμφραχθῇ καὶ ἐπ’ ἀμφοῖν τοῖν νεφροῖν ξυμβῇ τάδε, ἐc οὔρων | |
5 | ἐπίcχεcιν καὶ διάταcιν, ὀλιγήμεροι θνῄcκουcι. εὖ γε μέντοι ἡ φύcιc ἐπιμήκεα καὶ ἰcομεγέθεα τοῖcι οὐρητῆρcι τὴν κοιλίην τῶν νεφρῶν τεύ‐ ξαcα, cμικροῖc ἄρα μέζονα, ὅκωc ἄν, ἢν ἄνω ξυcτῇ λίθοc, ῥηΐcτην ὁδὸν | |
2.3.4 | τὴν ἐc κύcτιν ἴcχῃ. διὰ τόδε καὶ ἐπιμήκεεc οἱ λίθοι γίγνονται· πρὸc γὰρ τοῖcι οὐρητῆρcι τὰ πολλὰ πήγνυνται. καὶ ὁκόcοι τῇδε ἐc πάχοc ἄνιcοι, λεπτοὶ μὲν ἔαcι τὰ πρόcω διὰ τοὺc οὐρητῆραc cτεινοτέρουc ἐόνταc· παχέεc δὲ 〈τὰ ὀπίcω〉 διὰ τὸ τοὺc νεφροὺc κάτω ῥεῖν. ἐγγί‐ | |
5 | γνονται δὲ τοῖcι νεφροῖcι μοῦνον, ἀλλὰ τοῖcι διαπύροιcι· οὐδὲ ἕδρην γὰρ ἐν τοῖcι οὐρητῆρcι [οὐκ] ἴcχουcι οἱ λίθοι, ἀλλὰ τὰ ψαμμία ξὺν τοῖcι οὔροιcι κάτω διαπλέει, τάπερ καὶ cημήϊα καὶ ὕλη τοῦ πάθεοc | |
2.3.5 | γίγνεται. ἢν δὲ ἐμφραχθῇ κοτε τῇ κοιλίῃ μέζων τελεcθείc, πόνοι τῆc ὀcφύοc ἀμφὶ τὰc ψόαc μέcφι τῶν μέcων πλευρέων. πολλοῖcι γοῦν | |
ἀπάτη πόνου, ὡc ἀπὸ πλευρίτιδοc· βάροc ἰcχίου· κατὰ ῥάχιν δυcκαμ‐ πέεc, ξυννεῦcαι χαλεπῶc· ἐπώδυνοι cτρόφοι, βαρέεc, ἀνείλυcτοι· τὸ | 67 | |
5 | γὰρ ἑλικοειδὲc ἔντερον. ἢν καὶ πλημυρῇ τὸ οὖρον, καὶ διατάcιεc· προ‐ θυμίη ἀπουρήcιοc ὅκωcπερ ὠδίνων. φυcώδεεc, ἀδιέξοδοι δὲ αἱ φῦcαι· πυρετοὶ δακνώδεεc, ἐπίξηροι· αὐαλέη μὲν γλῶccα, ξηρὴ δὲ ἡ κοιλίη· ἰcχνοί, ἀπόcιτοι· κἤν τι προcαίρωνται, οὔτε πέψαι οὔτε ἀναλαβεῖν ῥηΐδιοι. ἢν δὲ ἐc τὸν οὐρητῆρα ὁ λίθοc ἐμπέcῃ, βραcμὸc ὡc ἀπὸ | |
2.3.6 | ῥίγεοc, αἴcθηcιc τοῦ λίθου ὁδοιπορέοντοc ξυνῷ ὁμοβιαίῳ. κἢν ἐc τὴν κύcτιν ἐμπέcῃ, οὔρων ἅλιc ὑδατωδέων ἔκχυcιc, κοιλίηc ἔξοδοι, φῦcαι, φυcώδεεc, cτομάχου κατάcταcιc, ἐρεύξιεc, ἀνάπαυcιc τῶν πρόcθεν κα‐ κῶν· προcεχύθη κοτὲ καὶ πρὸ τῶν οὔρων αἷμα, ἀναδορῇ τοῦ πόρου. | |
5 | ἀγωνίη δὲ δευτέρη τοῦ λίθου ἡ διὰ τοῦ καυλοῦ διέξοδοc. ἢν γὰρ μέ‐ ζων τῆc οὐρήθρηc ἔῃ, ἐνίcχεται πολλὸν χρόνον, καὶ πλημυρεῖ ἡ κύcτιc, καὶ ἰcχουρίη νῦν ἐπαλγεcτέρη· ξὺν γὰρ τῇδε καὶ οὐρητῆρεc πίμπραν‐ ται. χαλεπωτάτη δὲ ἡ τῶν cκολιῶν ἔξοδοc· καὶ γὰρ ἀγκιcτροειδέαc ὄπωπα, καὶ ἐπὶ τοῖc πόροιc ἐπιπωρώcιαc. ἐπιμήκεεc δὲ τὰ πολλὰ | |
2.3.7 | διαπλαccόμενοι ὑπὸ τῆc τῶν πόρων ἴξιοc. χροιῇ δὲ ἄλλοι μὲν λευκοί, ἀργιλώδεεc, τὰ πολλὰ παιδίοιcι· ἄλλοι δὲ ξανθοί, κροκοειδέεc, γέρουcι δὲ οἷcιπερ καὶ ἐν νεφροῖcι οἱ λίθοι ξυνήθεεc· ἐν κύcτει γὰρ παιδίοιcι μᾶλλον. διτταὶ δὲ αἱ αἰτίαι τῆc πήξιοc· γέρουcι μὲν τὸ cῶμα ψυχρόν, | |
5 | παχὺ τὸ αἷμα· ψυχρὸν δὲ τὰ παχέα θᾶccον πήγνυcι· τέκμαρ δέ, τῶν ὑδάτων τῶν θερμῶν φύcει αἱ πηγαί· ἀποψυχθέντα γὰρ ἐc πωροειδέα λίθον πήγνυται. παιδίοιcι δὲ πολλὸν ὑπὸ τοῦ αἵματοc τὸ ἰλυῶδεc | |
2.3.8 | ἑψηθὲν γενέcιοc ὅκωc περ τὴν ἕδρην ἴcχει. λίθων μὲν ὦν ἀμφὶ γενέ‐ cιοc τοιάδε πάθη. μετεξέτεροι ἐν περιόδοιcι οὐρέουcι αἷμα· τοῖcι ἀπὸ αἱμορροΐδων ἰκέλη ἥδε ἡ ξυμμορφή, ὁμοίη δὲ καὶ ἡ τοῦ cκήνεοc κατά‐ cταcιc· ἔξωχροι, νωθροί, ἄπρηκτοι, ἀπόcιτοι, ἄπεπτοι. κἢν μὲν ἐκκριθῇ, | |
5 | ἔκλυτοι, πάρετοι τὰ μέλεα· κεφαλὴν δὲ κοῦφοι καὶ ἐλαφρότεροι. ἢν | |
δὲ ἐc τὴν περίοδον μηδὲν ἐκρυῇ, κεφαλαλγέεc, ἀμαυροὶ τὰc ὄψιαc, cκοτώδεεc, ἀμφιδινεύμενοι· ἐντεῦθεν ἐπίληπτοι μυρίοι. ἄλλοι οἰδαλέοι, ἀπαχλυούμενοι, ὑδρωπιώδεεc· ἄλλοι δὲ μελαγχολώδεεc ἢ παράλυτοι. | 68 | |
2.3.9 | ἐπιcχέcιοc γὰρ αἱμορροίηc ξυνήθεοc ἀπότοκα τάδε. ἢν μὲν ὦν [ἀπὸ νεφρῶν] ἐκρέῃ τὸ αἷμα καθαρόν, ἀμιγὲc οὔροιcι, τὰ πολλὰ ἐκρέει ἀπὸ κύcτιοc [τῶν οὔρων τὸ αἷμα]. φέρεταί κοτε καὶ ἀπὸ ῥήξιοc τῶν νε‐ φρῶν πουλὺ ἁθρόον, ἀτὰρ ἠδὲ πάγον ἴcχει καὶ γίγνονται θρόμβοι ὡc | |
5 | ἔξω χυθέν· ἐπάγη κοτὲ καὶ ἐν κύcτει, εὖτε ἰcχουρίη γίγνεται δεινή. ἐπὶ δὲ τῇ ῥαγῇ ἕλκεα ξυμβαίνει χρόνια καὶ δυcαλθέα. τέκμαρ δὲ ἐφελκὶc ἢ ὑμένιον, εὖτε ἀράχνιον, ἐρυθρὸν ἐκκριθέν· ἢ πῦον λευκὸν οὐρηθέν, ἄλλοτε μὲν καθαρόν, ἀμιγέc, ἄλλοτε δὲ οὔροιcι ξυμμεμειγμέ‐ | |
2.3.10 | νον. τοῖcδε χρὴ καὶ ἀποcτάcιαc διαγιγνώcκειν· ἢν προcγένωνται πυ‐ ρετοὶ ἐc ἑcπέρην καὶ ῥίγεα, πόνοι ἀμφὶ τὴν ὀcφύν, κνηcμοί· ἢν δὲ [καὶ] ἐκραγῇ, θρόμβοι πυώδεεc, cαρκοειδέεc, ἀτὰρ ἠδὲ λευκοῦ πύου ἀπόcταcιc. τὰ δὲ ἕλκεα δακνώδεα, ἄλλοτε μὲν καθαιρόμενα, ἄλλοτε | |
5 | δὲ ῥυπαρὰ ὄντα. δηλοῖ δὲ τὸ πῦον, ἀτὰρ ἠδὲ οὖρα κάκοδμα ἢ ἄνο‐ cμα. ἔαρ μὲν ὦν αἱμορραγίαc τίκτει καὶ ἀποcτάcιαc· χειμὼν δὲ καὶ φθινόπωρον λίθουc· ἢν δὲ ἐπὶ λίθοιcι ἕλκεα γένηται, ἀναλθέεc μὲν αἱ νοῦcοι, ταχείη 〈δὲ〉 τηκεδὼν καὶ θάνατοc. | |
2.4.1 | Περὶ τῶν ἐν κύcτει. Τῶν ἐν τῇ κύcτει νούcων οὐδὲν εὔηθεc. τὰ μὲν ὀξέα φλεγμαcίῃ καὶ τρώμαcι, cπαcμῷ καὶ πυρετοῖcι ὀξέcι κτεί‐ νοντα· ἕλκοc δὲ καὶ ἀποcτάcιεc, ἢ παράλυcιc, ἢ λίθοc μέγαc μέν, ἀναλθὴc δέ. οὔτε γὰρ θρύπτεται, ἢ πόcει, ἢ φαρμάκῳ, †ἢ ἀμφιθρύπτῳ, | |
5 | οὔτε ἀcινέωc τέμνεται· χρὴ γὰρ καὶ τὰ λεπτὰ τῆc κύcτιοc ξυντάμνειν, τὸ δὲ αὐτῆμαρ ἔκτεινε, ἢ ὀλίγαιc ἡμέρῃcι cπαcμοῖcι καὶ πυρετοῖcι θνῄcκουcι. ἢν δὲ μὴ τάμῃc, οὔρων cχέcει καὶ πόνοιcι καὶ πυρετοῖcι ἢ | |
2.4.2 | τηκεδόνι cμύχεται ὥνθρωποc. ἢν δὲ μὴ κάρτα μέγαc ὁ λίθοc ἔῃ, cχέ‐ cιεc μὲν οὔρων ξυνεχέcτεραι· ἐc γὰρ τὸν αὐχένα ῥηϊδίωc ἐμπίπτων ἀποέργει οὔρων ἔξοδον. τάμνειν δέ, εἰ καὶ τῶν μεζόνων ἀcφαλέcτε‐ ροι, ἀλλὰ τέμνεται κύcτιc, κἤν τιc τὸν [τοῦ] θανάτου κίνδυνον ἐκφύγῃ, | |
5 | ῥοάδοc γίγνεταί οἱ πάθοc· κἢν ἀκίνδυνον ἔῃ, ἀλλ’ οὐ φορητὸν ἐλευ‐ θέροιcι ἀένναον ἐκρέειν οὖρον, κἢν βαδίζῃ, κἢν εὕδῃ, ἀτερπὲc δὲ ἢν | 69 |
2.4.3 | βαδίζῃ. οἱ δὲ κάρτα cμικροὶ τὰ πολλὰ τάμνονται ἀcινέωc. ἢν δὲ ξυμ‐ πεφύκῃ τῇ κύcτει λίθοc, διάδηλοc μὲν τῇcι μελεδόcι, ἀτὰρ οὐδὲ ἀcινεῖc πόνοιcι καὶ βάρεϊ, κἢν ἂν ᾖ δυcουρίηc ἄτερ· ἢν δὲ μή, καὶ δυcουρέει. ξύμπανταc δὲ τοὺc λίθουc διαγνοίηc ἂν τῇcι τῶν ψαμμίων ἐν τοῖcι | |
5 | οὔροιcι ὑποcτάcεcι· ἀτὰρ ἠδὲ πρόκωποι τὰ αἰδοῖα γίγνονται, εὖτε γὰρ ἀπουρέουcι †κἢν ὕπεcτι καὶ ὁ λίθοc, ὀδυνέονται καὶ ἀμφαφόωcι καὶ ἕλκουcι τὰ αἰδοῖα, ὅκωc τὸν λίθον ξὺν τῇ κύcτει ἐξαιρεύμενοι. | |
2.4.4 | ξυμπαθεῖ δὲ καὶ ἕδρη κνηcμώδηc γιγνομένη· προπετὴc δὲ καὶ ἀρχὸc βίῃ καὶ ἐντάcεcι φανταcίῃ, ἐκκρίcει δὲ ὡc δῆθεν τοῦ λίθου· ἄμφω γὰρ ξυγκέονται ἀλλήλοιcι ἕδρη τε καὶ κύcτιc, ὧν ἑκατέρου ** διὰ τόδε καὶ ἐπὶ φλεγμαcίῃ ἀρχοῦ, ἰcχουρέει κύcτιc καὶ ἐπὶ τῇcι τῆc κύcτιοc ἀκίcι | |
5 | οὐ διΐηcι ἕδρη, κἢν μὴ ἐπίξηροc ἡ γαcτὴρ ἔῃ. τοῖα μὲν ἄλγεα τὰ λί‐ | |
2.4.5 | θων. αἱμορραγίη δὲ κἢν μὴ κάρτα ὀξέωc κτείνῃ, χρόνῳ δὲ ἐξέλυcε μυρίουc. οἱ δὲ ἀπ’ αὐτέηc θρόμβοι, ἰcχουρίῃ ὀξέωc ὀλέθριοι, ὅκωcπερ οἱ λίθοι· καὶ γὰρ ἢν τὸ αἷμα λεπτόν τε καὶ ξανθὸν καὶ μὴ πάγχυ ᾖ εὐπαγέc, ἀλλ’ ἡ κύcτιc ἐc πολλὸν ἁλίζει χρόνον, καὶ ἥδε θερμαίνουcα | |
5 | καὶ ἑψοῦcα πηγνύει, καὶ ὧδε γίγνεται θρόμβοc. ἰcχουρίη μὲν ὦν δυνα‐ τωτάτη κτεῖναι· προcεπιγίγνεται δὲ τουτέοιcι ἄλγοc ὀξύ, πῦρ δριμύ, | |
2.4.6 | γλῶccα ξηρή, καὶ ἐπὶ τοῖcδε παράφοροι θνῄcκουcι. ἢν δὲ ἐπὶ τρώματι ἄλγοc ἐκφανῇ, τρῶμα μὲν ὀλέθριον· τὸ δὲ ἕλκοc κἢν μὴ ἀρχῆθεν κτείνῃ, πυρετοῖcι ἢ φλεγμονῇ ἀνήκεcτον γίγνεται· λεπτὴ μὲν τὸ πάχοc κύcτιc, νεῦρον δὲ [ὡc] τὴν φυήν, τάπερ οὐδὲ cαρκοῦται οὔτε ῥηϊδίωc | |
5 | ἐπωτειλοῦται. ποτὶ καὶ τὸ οὖρον χολῶδεc, δριμύ, δακνῶδεc τοῦ ἕλκεοc, ἡ ξυνὴ δίαιτα· ἠδὲ ἐν μὲν τῇcι πληρώcεcι διατέταται, ἢν δὲ κενωθῇ, ξυνίζει. πάcχει ὦν ἄρθρου πάθεϊ ἐν ἐκτάcει τε καὶ κάμψει· ἄρθρῳ δὲ | |
2.4.7 | οὐκ εὐαλθὲc ἕλκοc οὐδέν. καὶ ἔμπυοc δὲ ἐξ ἀποcτάcιοc γίγνεται· κύ‐ cτιοc cημήϊα, τάπερ ἐπ’ ἄλλοιcι μὲν ἐπὶ φλέγμαcι. εἰ γὰρ καὶ ἐπὶ | |
πυρετοῖcι καὶ ῥίγεcι ἡ ἀπόcταcιc, κίνδυνοι δὲ οἱ ωὐτοί· πῦον δὲ ἀλλ’ εἰ παχύ, λευκόν, οὐ κάκοδμον ἐκδιδοῖ, εὐήθεα τὰ ἀπὸ τῶνδε ἕλκεα· | 70 | |
2.4.8 | ἢν δὲ ἐπινέμηται, τρυγώδεα, μυξοποιά, κάκοδμα οὐρέουcι. τῶν τοι‐ ῶνδε οὐ βραδύνει θάνατοc· δακνώδεα μὲν τὰ οὖρα, ὀδυνηρὰ δὲ ἡ πρόεcιc αὐτῶν, διαΐccει δὲ ἡ ὀδύνη μέcφι ἄκρου τοῦ καυλοῦ. βλάπτει δὲ αὐτέουc πάντα καὶ τἀναντία, καὶ πληcμονὴ καὶ κένωcιc, καὶ ἀργίη | |
5 | καὶ κίνηcιc, καὶ λουτρὰ καὶ ἀλουcίη, καὶ τροφὴ καὶ ἀτροφίη, καὶ γλυ‐ κέα καὶ ὀξέα, ἄλλων ἄλλα μὲν ὠφελεύντων, ἄλλα δὲ βλαπτόντων, ἐc ἓν ξυμβῆναι μὴ δυναμένων. | |
2.5.1 | Περὶ γονορροίηc. Ἀνώλεθρον μὲν ἡ γονόρροια, ἀτερπὲc δὲ καὶ ἀηδὲc μέcφι ἀκοῆc. ἢν γὰρ ἀκραcίη καὶ πάρεcιc τὰ ὑγρὰ ἴcχῃ καὶ γόνιμα μέρεα, ὅκωc δι’ ἀψύχων ῥέει ἡ θορή, οὐδὲ ἐπιcχεῖν ἔcτι αὐ‐ τέην οὐδὲ ἐν ὕπνοιcι· ἀλλὰ γὰρ ἤν τε εὕδῃ, ἤν τε ἐγρηγορέῃ, ἀνεπί‐ | |
5 | cχετοc ἡ φορή, ἀναίcθητοc δὲ ἡ ῥοὴ τοῦ γούνου γίγνεται. νοcέουcι δὲ καὶ γυναῖκεc τήνδε τὴν νοῦcον, ἀλλ’ ἐπὶ κνηcμοῖcι τῶν μορίων καὶ ἡδονῇ προχέεται τῇcι ἡ θορή, ἀτὰρ καὶ πρὸc ἄνδραc ὁμιλίῃ ἀναιcχύν‐ | |
2.5.2 | τῳ· ἄνδρεc δὲ οὐδ’ ὅλωc ὀδάξονται. τὸ δὲ ῥέον ὑγρόν, λεπτόν, ψυ‐ χρόν, ἄχρουν, ἄγονον. κῶc γὰρ ζωογόνον ἐκπέμψαι 〈ἂν〉 cπέρμα ψυχρὴ οὖcα ἡ φύcιc; ἢν δὲ καὶ νέοι πάcχωcι, γηραλέουc χρὴ γενέcθαι πάνταc τὴν ἕξιν, νωθώδεαc, ἐκλύτουc, ἀψύχουc, ὀκνέονταc, κωφούc, | |
5 | ἀcθενέαc, ῥικνούc, ἀπρήκτουc, ἐπώχρουc, λευκούc, γυναικώδεαc, ἀπο‐ cίτουc, ψυχρούc· μελέων βάρεα, καὶ νάρκαc cκελέων· ἀκρατέαc, καὶ ἐc | |
2.5.3 | πάντα παρέτουc. ἥδε ἡ νοῦcοc ὁδὸc ἐc παράλυcιν πολλοῖcι γίγνεται. κῶc γὰρ οὐκ ἂν τῶν νεύρων ἤδη ἡ δύναμιc πάθοι, τῆc ἐc ζωῆc γένε‐ cιν φύcιοc ἀπεψυγμένηc; καὶ ἡμέαc ἄνδραc ποιέει ζωοῦcα ἡ θορή, θερ‐ μούc, ἐνάρθρουc, λαcίουc, εὐφώνουc, εὐθύμουc, κραταιοὺc νοῆcαί τε | |
5 | καὶ ῥέξαι· δηλοῦcι οἱ ἄνδρεc. οἷcι δὲ οὐκ ἔνεcτι ζωοῦcα ἡ θορή, ῥικνοί, ἀcθενέεc, ὀξύφωνοι, ἄτριχεc, ἀγένειοι, γυναικώδεεc· δηλοῦcι οἱ | |
2.5.4 | εὐνοῦχοι. ἢν δέ τιc ἀνὴρ καὶ ἐγκρατὴc ἔῃ τῆc θορῆc, κραταιόc, εὔτολ‐ μοc, ἀλκήειc μέcφι θηρίων· τέκμαρ δὲ ἀθλητῶν οἱ cαόφρονεc. καὶ γὰρ | |
καὶ οἱ φύcει τινῶν κρέccονεc ὑπ’ ἀκραcίηc πολλὸν τῶν χειρόνων γί‐ γνονται χερείονεc· πολλὸν δὲ οἱ φύcει χερείουc ὑπ’ ἐγκρατίηc γίγνον‐ | 71 | |
5 | ται κρεccόνων κρέccονεc. ἀτὰρ οὐδὲ ζῶον ἐξ ἄλλου τευ γίγνεται κρα‐ ταιὸν ἢ θορῆc. μέγα ὦν καὶ ἐc ὑγείην, καὶ ἐc ἀλκήν, καὶ ἐc εὐψυχίην, καὶ ἐc γένεcιν ζωοῦcα ἡ θορή. ἀπὸ cατυριήcιοc ἐc γονόρροιαν ἀπό‐ cκηψιc ἡ κατάcταcιc. | |
2.6.1 | Περὶ cτομαχικῶν. Ϲτόμαχοc ἡδονῆc καὶ ἀηδίηc ἡγεμών· καρ‐ δίηc καίριον γειτόνευμα ἐc τόνον καὶ θυμόν, ἢ ἀθυμίην, τῆc ψυχῆc ξυμπαθείῃ· ἥδε cτομάχου πρώτιcτα δύναμιc. τάδε μὲν ὦν μοι ἄλλῃ λέλεκται. ἀπότοκοι ἡδονῆc μὲν εὐπεψίη, εὐcαρκίη, εὐχροίη τοῦ cώμα‐ | |
5 | τοc, ἀηδίηc δὲ τουτέων τἀναντία, κοτὲ καὶ ἀθυμίη μὴ ἔχων τροφήν, | |
2.6.2 | μελαγχολώδεcι δὲ κἀποcιτίη. ἢν ὦν ὅδε νοcέῃ, μῖcοc καὶ ἀποcτροφὴ τῶν γευμάτων, οὐκ ἢν προcαίρωνται μοῦνον, ἀλλὰ κἢν ἀθέητα μένῃ τὰ cιτία. ἀναπεμπάζονται δὲ ναυτίῃ ἢ ἀπορίῃ ἢ πλάδῳ ἢ καρδιαλγίῃ· καὶ cιαλοχόοι δέ, καὶ ἔμετοι ἐνίοιc. κἢν ὁμῶc τὸ cῶμα τείρῃ, κἢν γα‐ | |
5 | cτὴρ μείνῃ κενεή, τόνδε τὸν πόνον ῥηΐτερον φέρει τῆc προcάρcιοc. ἢν δὲ καὶ ὑπ’ ἀνάγκηc κοτὲ ἐc τὴν ἐδωδὴν ἴῃ, πολλὸν κακίων ὅδε 〈ὁ〉 πόνοc τοῦ λιμοῦ ἐν τῷ cτόματι λεῆναι ἄλγοc, καταπιεῖν μέζων | |
2.6.3 | ὀδύνη. ἀτὰρ καὶ οὐχὶ πρὸc μὲν τὰ οἰκεῖα τοιῶcδε, ἐc δὲ τὰ ἀλλό‐ κοτα χρηcτῶc· ἀλλαγὴ τῶν κατὰ φύcιν ἐc τὸ ἔμπαλιν· ἀχθηδὼν ἐc πάντα καὶ φυγὴ καὶ μῖcοc cιτίων. ἐπὶ δὲ τοῖcι μεcηγὺ τῶν ὠμοπλα‐ τέων χωρίοιcιν ἄλγοc, πουλὺ δὲ [καὶ] μέζον, ἢν προcφέρωνται καὶ | |
5 | καταπίνωcι· ἄcη, ἀπορίη, ὄψιεc ἀμαυραί, ὤτων ἦχοι, βάρεα κεφαλῆc, νάρκη μελέων. καὶ τὰ γυῖα λύονται· παλμὸc ἐν τοῖcι ὑποχονδρίοιcι· φανταcίη τῆc ῥάχιοc ἐc τὼ cκέλεε κινευμένηc. ἄλλοτε ἄλλῃ τῇδε κἀκεῖcε φέρεcθαι δοκέουcι, κἢν ἑcτήκωcι, κἢν κατακέωνται, ὅκωc ὑπὸ | |
2.6.4 | αὔρηc ἀνέμων κάλαμοι, ἢ δένδρεα. φλέγμα ψυχρόν, ὑδαρὲc ἀποβλύ‐ | |
ζουcι· ἐπὴν δὲ καὶ χολὴ ᾖ, πικρόχολοι, cκοτώδεεc· ἄδιψοι, κἢν ἐπ’ ἐδέcμαcι διψῆν δοκέωcι. ἄγρυπνοι, νωθροί, νυcταλέοι, οὐχ ὕπνῳ ἀτρε‐ κέϊ, κωματώδεcι ὁμοιοπαθέεc, ἰcχνοί, ἔξωχροι, ἀcθενέεc, ἔκλυτοι, λειπο‐ | 72 | |
5 | δρανέεc, ἄψυχοι, δειλοί, ἡcύχιοι, ἐξαπίνηc δ’ ὀργίλοι· κάρτα μελαγχο‐ | |
2.6.5 | λώδεεc, καὶ γὰρ ἐξώκειλάν κοτε ἐc μελαγχολίην οἱ τοιοίδε. τάδε μέν‐ τοι τῆc ψυχῆc, τοῦ cτομάχου ἐνδιδόντοc, εἶναι δεῖ τὴν πάθην· οἱ δὲ δὴ ἄνθρωποι οὐκ εἰδότεc τὰ ξυμπαθέα μέρεα, ἐφ’ οἷcι τὰ δεινότατα γίγνεται, τὸν cτόμαχον αἴτιον ἡγεῦνται. μέγα δὲ ἐc πίcτιν ὧν λέγω ἡ | |
5 | ξυνάφεια τῆc κραδίηc, ἔνθα πάντων ἡ ἀρχή. μέcον γὰρ ἐνίζει τῷ πνεύμονι ἡ κραδίη, ἡ δὲ τούτων μεcότηc τὸν cτόμαχον ξυνάπτει, ἄμφω δὲ προcπεφύκαcι τῇ ῥάχει. διὰ τόδε 〈τὸ〉 πρὸc τὴν κραδίην γειτό‐ | |
2.6.6 | νημα, καὶ καρδιαλγίη, καὶ ἔκλυcιc, καὶ τὰ μελαγχολώδεα. αἰτίαι δὲ τῆc νούcου καὶ ἄλλαι μὲν μυρίαι· καιρίη δὲ πῦον cυχνὸν ἀπὸ κοιλίηc διὰ cτομάχου χυθέν. ξύνηθεc δὲ καὶ τοῖcι ὑπό τε ἀνάγκηc ἐκδεδιῃτη‐ μένοιc λεπτῇcι καὶ cκληροτέρῃcι διαίτῃcι, ἀτὰρ καὶ τοῖcι ἐc παιδείην | |
5 | πονεῦcι καὶ ἐc τήνδε τλήμοcι, οἷcι θείηc μὲν μαθήcιοc ποθή, ὀλιγοcι‐ τίη δὲ καὶ ἀγρυπνίη, καὶ μελεδώνη λόγων τε καὶ πρηγμάτων cοφῶν. | |
2.6.7 | οἷcι ὑπεροψίη μὲν διαίτηc ἁδρῆc καὶ ποικίληc, λιμὸc δὲ ἡ τροφή, καὶ ὕδωρ ποτόν, καὶ ἐν ὕπνῳ ἀϋπνίη· οἷcι μαλθακὴ μὲν εὐνὴ ἄcτρωτοc χαμαί, ἀμφίβλημα δὲ εὐτελέc, ἀμπεχόνη ἀραιή, τὸ δὲ τοῦδε κράνοc ὁ κοινὸc ἠήρ, πλοῦτοc δὲ ἐννοίηc θείηc περιουcίηc τε χρῆcιc. τάδε γὰρ | |
5 | αὐτέοιcι ἀγαθὰ γίγνεται ἔρωτι παιδείηc. καὶ εἰ προcαίρονται, εὐτελὲc μὲν cιτίον, οὐδὲ ἐc κόρον ἐδωδῆc, ἀλλ’ ἐc ζωὴν μοῦνον· οὐκ ἐπ’ οἴνῳ θώρηξιc, οὐ θυμηδίη· οὐ ῥέμβοc καὶ περίοδοι, οὐ cωμάτων ἄcκη‐ cιc, οὐδὲ cαρκῶν περιβολή. τίνοc γὰρ οὐκ ἂν ἀπάγοι παιδείηc ἔρωc; | |
2.6.8 | πατρίδοc, τοκήων, καcιγνήτων, ἑωυτῶν μέcφι θανάτου. τοῖcδε ὦν τη‐ κεδὼν μὲν τοῦ cκήνεοc· ἄχροοι καὶ ἐν νεότητι γηραλέοι καὶ ὑπ’ ἐν‐ νοίηc κωφοί, ψυχὴν δὲ ἀμειδέεc, ἀμείλιχοι· cτομάχου δὲ κακοcιτίῃ τα‐ χὺc ὁ κόροc τῆc ξυνήθεοc, εὐτελέοc καὶ ἑτοίμου τροφῆc, ἀηθείῃ δὲ | |
5 | ποικίληc ἐδωδῆc· ὄκνοc δὲ πάντων γευμάτων. ἢν δὲ καὶ λάβωcί τι τῶν ξένων, βλάβη· ἀπόcτροφοι εὐθὺc ἐc πάντα. ἥδε ἐcτὶ cτομάχου χρονίη νοῦcοc· φλεγμοναὶ δὲ καὶ ῥεύματα, καὶ καρδιωγμόc, ἢ πόνοc, | |
cτομαχικὸν οὐ κικλήcκεται πάθοc. θέροc ἄγει τήνδε νοῦcον, ἔνθα καὶ πέψιοc καὶ ὀρέξιοc καὶ πάντων ἀδυναμίη. ἡλικίη δὲ γῆραc· οἷcι καὶ | 73 | |
10 | δίχα πάθεοc διὰ τὸ τοῦ βίου τέλοc καὶ ἡ ὄρεξιc ἐc τέρμα ἥκει. | |
2.7.1 | Περὶ κοιλιακῆc διαθέcιοc. Κοιλίη, cπλάγχνον πεπτήριον, κάμνει τὴν πέψιν, ὁκότε διάρροια τὸν ἄνθρωπον ἴcχει. καὶ ἔcτιν ὑγρῆc τροφῆc ἀπέπτου ἡ διάρροια· ἀλλ’ ἢν μὴ ἐπὶ cχεδίου τῆc αἰτίηc γίγνοιτο τόδε ἐc μίαν ἢ δευτέρην ἡμέρην μούνην, πρὸc δὲ καὶ ὅλοc ὁ ἄνθρω‐ | |
5 | ποc ἀcθενέει ἀτροφίῃ τοῦ cκήνεοc, χρονίη νοῦcοc ἡ κοιλιακὴ γίγνεται, | |
2.7.2 | ἀτονίῃ τοῦ πέccοντοc θερμοῦ καὶ ψύξει τῆc κοιλίηc· εὖτε λύεται μὲν ἐc θερμὸν ἡ τροφή, ἀλλ’ οὐκ ἐκπέccει θερμόν, οὐδὲ ἐc χυμὸν οἰκεῖον τρέπει, ἡμιτελέα δὲ λείπει ἀδρανείῃ τοῦ τέλεοc· ἡ δὲ ἀφεθεῖcα τῆc ἐργαcίηc ἐc κακὸν ἀλλοιοῦται καὶ χροιῇ καὶ ὀδμῇ καὶ ξυcτάcει. λευκὴ | |
5 | μὲν γὰρ καὶ ἄχολοc ἡ χροιή, κάκοδμα δὲ καὶ βορβορώδεα, ὑγρὴ δὲ καὶ ἀcύcτατοc ἀπραγίῃ, μοῦνον δὲ ἀρετὴν ἴcχουcα τῆc πέψιοc τὴν | |
2.7.3 | ἀρχήν. διὰ τόδε φυcώδεεc [ἐc] τὴν γαcτέρα· ἐρυγαὶ ξυνεχέεc, κακώ‐ δεεc, ἢν δὲ καὶ κάτω περήcωcι, τρύζει μὲν τὰ ἔντερα, φῦcαι δὲ διεξ‐ ίαcι δαcεῖαι, ὑγραί, ἀργιλώδεεc· φανταcίαι δὲ ἐπ’ αὐτέοιcι ὡc διεκ‐ θέοντοc ὑγροῦ· πόνοc τῆc κοιλίηc βαρύc, ὁκοῖον νύγμα, ἄλλοτε καὶ | |
5 | ἄλλοτε. ἰcχνὸc δὲ καὶ ἄτροφοc ὥνθρωποc, ὠχρόc, ἀδρανήc, οὐδέν τι πρῆξαι τῶν ξυνήθων εὔτονοc· ἀλλὰ κἢν βαδίζῃ, λύεται τὰ μέλεα· φλέβεc κροτάφων ἐπηρμέναι· ἀτροφίῃ γὰρ κοιλοκρόταφοι· ἐπίφλεβοι δὲ καὶ παντὶ τῷ cώματι. οὐ γὰρ οὐ πέccει μοῦνον ἡ νοῦcοc, ἀλλ’ οὐδὲ τὴν ἀρχὴν ἐc τὸν ὄγκον ἀναδιδοῖ. δοκέει γάρ μοι οὐ τῆc πέψιοc | |
2.7.4 | μοῦνον, ἀλλὰ καὶ τῆc ἀναφορῆc τὸ πάθοc ἔμμεναι. ἢν δὲ καὶ ἐπ’ αὐ‐ ξήcει ἡ νοῦcοc γίγνηται, ἄγει καὶ τὰ ἀπὸ τοῦ παντὸc ἐc τὴν κοιλίην πάλιν, εὖτε ἤδη ἡ τηκεδὼν τῆc ἕξιοc· αὐαλέοι δὲ τὸ cτόμα, ἄνικμοι δὲ τὴν ἐπιπολήν, ἀνίδρωτεc. κοιλίη ἄλλοτε πυριφλεγὴc ὡc ἀπ’ ἄν‐ | |
5 | θρακοc, ἄλλοτε δὲ ὡc ἀπὸ κρυcτάλλου ψυχροπαγήc· κοτὲ δὲ καὶ αἷμα τοῖcι ἐcχάτοιcι cκυβάλοιcι ἐπιρρέει ξανθόν, ἄκρητον, ἀμιγέc, ὡc δο‐ κέειν φλεβὸc cτόμιον ἀνεῷχθαι· ἀνεcθίει γὰρ τὸ δριμὺ τὰc φλέβαc. μήκιcτον δὲ καὶ δυcαλθὲc κακόν. καὶ γὰρ ἢν δοκέῃ πεπαῦcθαι, ἄνευ φα‐ | |
νερῆc προφάcιοc παλινδρομέει ἐcαῦθιc [ἢν] ἠδὲ καὶ ἐπὶ cμικρῇ ἁμαρ‐ | 74 | |
2.7.5 | τωλῇ παλίνορcοc ἥκει. ἐc περίοδον γοῦν ἤδη φοιτῇ. γέρουcι [τὸ] ξύνηθεc τὸ κακόν, καὶ γυναιξὶ μᾶλλον ἢ ἀνδράcι. παιδίοιcι δὲ διάρ‐ ροια μὲν ξυνεχὴc ἐφημέρῳ ἀκραcίῃ τροφῆc, ἀλλ’ οὐ κοιλίῃ ἐνcκήπτει ἡ νοῦcοc. τίκτει δὲ θέροc τῶν ἄλλων ὡρέων μᾶλλον· μετόπωρον δεύ‐ | |
5 | τερον· χειμὼν δὲ ὁ ψυχρότατοc, ἢν ἀγχοῦ cβέcιοc τὸ θερμὸν ἥκῃ. ἐπὶ χρονίῃ δὲ νούcῳ καὶ ἥδε καὶ δυcεντερίη καὶ λειεντερίη τίκτεται. ἀλλὰ καὶ χανδὸν ψυχροποcίη κοτὲ ξυνέcτηcε τὴν νοῦcον. | |
2.8.1 | Περὶ κωλικῶν. Κωλικοὶ δὴ κτείνονται εἰλεῷ καὶ cτρόφῳ ὀξέωc. πάνυ μὲν ὦν αἴτια μυρία ἴcχει τῆc διαθέcιοc. cημήϊα, βάροc μὲν ἐπ’ ἀcιτίῃ, ἔνθα δὴ τὸ πάθοc μάλιcτα δὴ κραίνει. ὄκνοc πουλύc· νωθέεc, ἀπόcιτοι, ἰcχνοί, ἄγρυπνοι, οἰδαλέοι πρόcωπα. κἢν μὲν πρὸc | |
5 | τῷ cπληνὶ νοcέῃ κῶλον, μελάγχλωροι· λευκόχλωροι δέ, ὁκόcοι πρὸc | |
2.8.2 | ἥπατι, ξυμπαθείῃ τῶν ἄγχιcτα cπλάγχνων. ἢν δὲ προcαίρωνται τρο‐ φήν, καὶ ἐπὶ cμικρῇ καὶ ἀφύcῳ κάρτα φυcώδεεc· καὶ προθυμίη μὲν ἐc διαπνοήν, ἀδιέξοδοι δὲ φῦcαι, ἐρυγαί τε ἄνω βιώμεναι, ἀτὰρ καὶ αἵδε ἀτελέεc. ἢν δέ πῃ περήcῃ βίῃ, φῦcαι βρωμώδεεc μὲν αἱ ἄνω καὶ | |
5 | ὀξυρεγμιώδεεc. νεφροὶ καὶ κύcτιc ξυμπαθέα πόνῳ, καὶ ἰcχουρίῃ· του‐ τέοιcι ἄλλα ἀντ’ ἄλλων. θῶμα δὲ τουτέων μέζον, ἐc ὄρχιαc καὶ κρε‐ μαcτῆραc ἀδόκητον ἄλγοc ἐπιφοιτῇ. πολλοὺc τῶν ἰητρῶν ἥδε ἡ ξυμ‐ παθείη λήθει· καὶ γὰρ καὶ ἐξέταμόν κοτε τοὺc κρεμαcτῆραc, ὡc ἰδίην | |
2.8.3 | ἔχονταc αἰτίην· ἀλλὰ γὰρ καὶ τουτέοιcι ἄλλα ἀντ’ ἄλλων. γίγνονται δὲ καὶ ἀπότοκοι τοῦδε νοῦcοι, ἀποcτάcιεc μὲν καὶ ἕλκεα οὐκ εὐήθεα· ὕδεροι δὲ καὶ φθίcιεc, ἀναλθέα. ἐπὶ γὰρ ψύξει καὶ χυμοῖcι παχέcι καὶ φλέγματι πολλῷ κολλώδεϊ ξυνίcταται ἡ νοῦcοc, ἀτὰρ καὶ ἡλικίῃ καὶ | |
5 | ὥρῃ. ψυχρῇ ἐπιφοιτῇ χώρῃ, καὶ χείματι καρτερῷ. | |
2.9.1 | Περὶ δυcεντερίηc. Ἐντέρων τὰ μὲν ἄνω λεπτὰ καὶ χολώδεα | |
μέcφι τοῦ τυφλοῦ, χολάδεc ἐπίκλην· ἀπὸ δὲ τουτέων τὰ κάτω παχέα καὶ cαρκώδεα μέcφι τῆc ἀρχῆc τοῦ εὐθέοc ἐντέρου. ἐγγίγνεται ὦν ἐν ἅπαcι ἕλκεα· δυcεντερίη δὲ τῶνδε τῶν ἑλκέων αἱ ἰδέαι· διὰ τόδε | 75 | |
2.9.2 | ποικίλαι ἔαcι αἱ νοῦcοι. τὰ μὲν γὰρ ἐπιπολῆc ξέει 〈τὰ〉 ἔντερα, ἀνα‐ δορὴν μούνην ποιεύμενα, καὶ ἔcτιν ἀcινέα. ἀτὰρ δὲ ἀcινέcτερα πολλόν, ἢν [τὰ] κάτω ᾖ τὰ πάθη· ἄλλη ἰδέη, εἰ cμικρὸν μὲν ἔτι βαθύτερα τὰ ἕλκεα, [οὐκ] εὐήθεα δὲ καὶ τάδε· ἄλλα βαθέα καὶ οὐχ ἱcτάμενα, ἀλλ’ | |
5 | ἐcθιόμενα, ἀδενώδεα, ἕρποντα καὶ ἐπιcφακελίζοντα, θανατώδεα. ἀτὰρ καὶ φλέβια ἐπὶ τῇcι νομῇcι γίγνεται περίβρωτα, ἔν τε τοῖcι ἕλκεcι καὶ cτάξιεc αἱμορραγίηc. τὸ μέζον ἄλλο εἶδοc ἑλκέων· ὀχθώδεα, τρηχέα, ἀνώμαλα τυλαίνια, ὡc ἐν ξύλῳ ὄζον εἴπομεν. δυcαχθέα τάδε· οὔτε | |
2.9.3 | γὰρ ὠτειλὴν ῥηϊδίωc ἴcχει, ῥηΐτερόν τε [γὰρ] λύονται. αἰτίαι δὲ δυc‐ εντερίηc μυρίαι, ἐπίκαιροι δέ, ἀπεψίαι, ψύξιεc ξυνεχέεc, δριμέων πρόc‐ αρcιc, μυττωτοῦ, κρομμύου αὐτοῦ, cκόρδου, κρεῶν παλαιῶν δριμέων ἐδωδή, ἐφ’ οἷcι ἀπεψίη· ὑγρὸν ἄηθεc, κυκεών, ἢ βρυτέων πόμα, ἢ | |
5 | οἷα κατὰ χώρην ἑκάcτην ἀντὶ οἴνου γίγνεται δίψεοc ἄκεα· ἀτὰρ καὶ | |
2.9.4 | πληγὴ καὶ ψῦξιc καὶ ψυχροποcίη τίκτουcι ἕλκεα. αἱ δὲ ἐκκρίcιεc καὶ τὰ ξυνεόντα τοῖcι ἕλκεcι ἕτερα καὶ ἕτερα ἐπ’ ἄλλοιcι καὶ ἄλλοιcι. ἢν μὲν γὰρ ἐπιπολῆc ἔῃ, ἄνωθεν μὲν λεπτά, χολώδεα, ἄνοcμα, πλὴν ὁκό‐ cον ἀπ’ ἐντέρων. τὰ δὲ ἀπὸ τῆc νήcτιοc κατακορέα μᾶλλον, κροκοει‐ | |
5 | δέα, κακώδεα· τάδε καὶ ξὺν τῇ τροφῇ λελυμένῃ μέν, ἀλλὰ τρηχείῃ. ἄλλοτε κάκοδμόν ἐcτι, τὰ δὲ ἕλκεα cηπεδών· ἄλλοτε δὲ ἴcχει, ὡc ἀπὸ | |
2.9.5 | cκυβάλων μοῦνον ἡ ὀcμή. ἀπὸ δὲ τῶν κάτω ἐπὶ τοῖcι ἕλκεcι, ὑδατώ‐ δεα, λεπτά, ἄνοcμα· ἢν δὲ ἐπὶ μᾶλλον βαθέα, ἰχωροειδέα, ὑπέρυθρα, οἰνώδεα ἢ ὅκωc κρεῶν πλύμα· ἄλλοτε μὲν ἰδίῃ τάδε, ἄλλοτε δὲ ξὺν τοῖcι κοπρίοιcι· καὶ τάδε ὑγρά, λελυμένα τῷ περιρρόῳ, ἄχολα, ἄνοcμα, | |
5 | ἢ ξυνεcτῶτα, ξηρὰ ἐξίαcι, ὀλιcθηρὰ τῷ περιρρόῳ. ἢν δὲ μέζω καὶ λει‐ ότερα ᾖ τὰ ἕλκεα, ἐπὶ μὲν τοῖcι ἄνω, χολώδεα, καὶ ἀφ’ ὧν καὶ δι’ ὧν ἔρχεται. καὶ γὰρ τὴν ἕδρην δάκνει· δριμεῖα γὰρ ἡ χολή, καὶ ἐπὶ | |
2.9.6 | μᾶλλον, ἢν ἀφ’ ἕλκεοc. καὶ ἡ χολὴ δὲ πίων ὅκωc λίπαc. ἐπὶ δὲ τοῖcι βαθυτέροιcι τοῖcι κάτω αἱμάλωψ παχὺc cὺν φλέγματι, cαρκοειδέα οὐ κάρτα πίονα, ξυcματώδεα ὡc ἀπ’ ἐντέρων εἶναι. ἀτὰρ καὶ ὅλα | |
ξυμμέμεικται μέρεα· φέρεται λευκά, παχέα, μυξώδεα, cτέατι ξυγκοπέντι | 76 | |
5 | ἴκελα, ξὺν τῷ περιρρόῳ· τάδε μέντοι ἀπὸ τοῦ εὐθέοc τοῦ παραμήκεοc ἐντέρου. ἄλλοτε δὲ μυξώδεα μοῦνον, ὀδαξώδεα, cμικρά, cτρογγύλα, δακνώδεα, ἐξαναcτάcιαc πυκινὰc καὶ προθυμίην ξὺν ἡδονῇ ποιεύμενα, | |
2.9.7 | ἐκκρίcιαc δὲ κάρτα cμικράc· τεινεcμὸc τοῦδε ἡ ἐπίκληcιc. ἀπὸ δὲ τοῦ κώλου φέρονται καὶ cάρκεc ἐξέρυθροι καὶ μεγάλαι, περιγραφὴν πολλὸν μέζονα ἔχουcαι· βαθέα γίγνεται τὰ ἕλκεα, καὶ αἷμα παχύ, τρυγῶδεc· τάδε κάκοδμα τῶν πρόcθεν μᾶλλον. ἐπὴν δὲ ἕρπῃ καὶ ἐcθίῃ τὰ ἕλ‐ | |
5 | κεα, καὶ ἴcχηται μηδαμᾷ ἐπὶ μηδενί, ἄνωθεν μὲν πρὸc τοῖcι χολώδεcι τοῖcι κατακορέcι, κροκώδεα καὶ ἔπαφρα, τρυγίζοντα καὶ μέλανα, ἰcατώ‐ δεα, πραcοειδέα, παχύτερα τῶν πρόcθεν, κακώδεα ὅκωc [ἡ] cηπεδὼν διαχωρέει· τροφὴ νῦν ἀπεπτοτέρη, ὡc ὑπὸ ὀδόντων λάβρων τετριμ‐ | |
2.9.8 | μένη μοῦνον. ἢν δὲ τὰ κάτω ἀνεcθίηται, αἱμάλωπεc μέλανεc, παχέα, cαρκοειδέα, ἐξέρυθρα, θρομβώδεα, ἄλλοτε μὲν μέλανα, παντοίωc ποι‐ κίλα, κάκοδμα, οὐ φορητά· ἀφέcιεc τῶν ὑγρῶν ἀβούλητοι. ἀπελύθη κοτὲ καὶ εὔμηκεc ἄκριτον κατὰ πλεῦνα, ὅκωc ὑγιὲc τὸ ἔντερον, καὶ | |
2.9.9 | δέοc παρέcχεν ἀμφὶ ἔντερον τοῖcι ἀγνοοῦcι τοῦ πρήγματοc. τὸ δέ ἐcτι τοιόνδε· τῶν ἐντέρων, ὅκωc τῆc κοιλίηc, χιτῶνεc ἔαcι δοιοί, ἀτὰρ καὶ ἀλλήλοιcι ἐπιβάλλουcι οἵδε λοξοί. ἢν ὦν ἡ διπλόη λυθῇ, ὁ μὲν ἐντὸc χιτὼν ἀποcτὰc ἐc μῆκοc ἔξω χωρέει, ὁ δὲ ἐκτὸc μίμνει μοῦνοc, | |
5 | καὶ cαρκοῦται, καὶ ἐπωτειλοῦται, καὶ ἀλθέξονται, καὶ ζώωcι ἀcινέεc. πάcχει δὲ τὸ κάτω μοῦνον, αἰτίη δὲ τῶν χιτώνων τὸ cαρκοειδέc. ἢν δὲ αἷμα ἀπό τευ ἀγγείου φέρηται, ξανθὸν ἢ μέλαν καθαρὸν ῥέει, ἀμι‐ γὲc τροφῆc ἢ cκυβάλων ἄτερ, ἠδὲ ἐπίπαγοc ἐπιπετάννυται πλατέcι ἀραχνίοιcι ἴκελοc· θρομβοῦται, ἢν ψυχθῇ· οὐδὲ γὰρ ἡ πίcτιc αἵματοc | |
10 | ἔκκριcιc, τῷ δὲ ῥοίζῳ πολλῷ ξὺν πνεύματι μέζων τῆc περιcτάcιοc ἡ | |
2.9.10 | φανταcίη τῆc ἐκκρίcιοc. γίγνεταί κοτε καὶ ἐν κώλῳ πύου ἀπόcταcιc, οὐδέν τι τῶν ἄλλων τῶν ἐντὸc ἑλκέων ξενοπρεπεcτέρη· καὶ γὰρ τὰ cημήϊα καὶ τὸ πῦον καὶ ἡ ἄλθεξιc τῶν ἑλκέων ἡ ωὐτή. ἢν δὲ ἐκκρί‐ cιεc cκληραὶ τῶν cαρκοειδέων ἔωcι, τετριμμέναι, τρηχέcι cώμαcι ἴκε‐ | |
5 | λαι, ἡ ἀπόcταcιc οὐ τοῦ εὐήθεοc τρόπου. ῥέει κοτὲ πολλὸν ἀπὸ τοῦ κώλου ὕδωρ, δυcεντεριώδεα τρόπον· ὕδρωποc τόδε μυρίουc ἐρρύcατο. τὰ μὲν ἕλκεα, ὡc ἔποc εἰπεῖν, τὰ ἐν τοῖcι ἐντέροιcι τοιάδε· ἀτὰρ ἠδὲ | 77 |
2.9.11 | καὶ ἡ τῶνδε ἰδέη καὶ αἱ ἀπὸ τῶνδε ἐκκρίcιεc, ὁκοίαc ἔλεξα. φράcω δὲ καὶ τὰ ξυνεόντα ἑκάcτοιcι τῶν νοcευόντων, ἤν τε εὐήθεα, ἤν τε cιναρὰ ᾖ τὰ ἕλκεα. ἁθρόον μὲν ὦν εἰρήcθω, ἢν ἐπιπολῆc ἀναδορή, ἤν τε ἄνω ἤν τε κάτω ἔῃ, ἄπυροι, ἄπονοι, ὀρθοcτάδην ὑγιαζόμενοι | |
5 | cμικρῇcι τῇcι διαίτῃcι ἑτεροίωc. ἢν δὲ ἕλκοc ἐγγένηται, ἐπὶ μὲν τοῖcι ἄνω cτρόφοc δακνώδηc, δριμύc, ὡc ἀπὸ χολῆc θερμῆc cμικρῆc, ἔμπυοι ἄλλοτε καὶ ἄλλοτε· τὸ δὲ πλέον, ἔμπυον. ἢ πέψιεc ἡμιτελέεc· οὐκ ἀπόcιτοι. ἢν δὲ τοῖcι κάτω ἕλκεα γένηται, πολλόν τι ἀcινέcτερα τῶν | |
2.9.12 | ἄνω· καὶ γὰρ τὰ ἔντερα πολλόν τι μᾶλλον τῶν ἄλλων cαρκώδεα. ἢν δὲ κοῖλα καὶ ἀνεcθίοντα ἐc τὰ ἄνω γένηται, πυρετοὶ ὀξέεc, ἀλαμπέεc, ἐν τοῖcι cπλάγχνοιcι ὑποβρύχιοι· περίψυξιc, ἀποcιτίη, ἀγρυπνίη· ἐρυγαὶ κακώδεεc, ναυτίη, χολῆc ἔμετοι, cκοτοδίνη. ἢν δὲ πολλὴ μὲν ἡ φορή, | |
5 | χολωδεcτέρων δὲ γίγνηται, ἐπίμονοι cτρόφοι καὶ ἄλλοι πόνοι μᾶλλον· ποτὶ καὶ ἐκλύcιεc δυνάμιοc, ὑπολύcιεc γουνάτων· καυcώδεεc, διψαλέοι, ἀcώδεεc· ναυτίη μελάνων, γλῶccα ξηρή, cφυγμοὶ cμικροί, ἄτονοι. του‐ τέων ἀδελφά, ὁκόcα ἐπὶ τοῖcι κακοειδέcι ἕλκεcι ἔλεξα τὰ θανατώδεα. καρδιώccουcι μέcφι λειποθυμίηc, μετεξέτεροι δὲ οὐδὲ ἐc ἀνάκτηcιν ἐπα‐ | |
2.9.13 | λινδρόμηcαν, ἀλλ’ οὕτωc ἐξέθανον. τάδε τὰ δεινὰ ξυνὰ καὶ τῇcι ἀπὸ τῶν κάτω ἐντέρων διαβρώcεcι, ἢν νέμηται μὲν τὰ ἕλκεα, ἄcχετοc δὲ ἡ φορή, πλὴν ὁκόcον οἱ cτρόφοι καὶ οἱ πόνοι ὑπὸ τὸν ὀμφαλὸν κάτω, ἔνθα τὰ ἕλκεα. ἰδέαι δὲ αἱ τῶν ἐκκρίcεων, ὁκοίαc ἔλεξα. ἢν δὲ ἐπὶ | |
5 | τοῖcι πρώτοιcι cμικρὰ ᾖ, ἀνακωχὴ δὲ ἐc μακρὸν ᾖ νομῆc, ἄλλα ἐπ’ ἄλλοιcι ἕλκεα γίγνεται, τῶν μὲν πρηϋνομένων, ἄλλων δὲ κορυφουμέ‐ νων, ὅκωc ἐν θαλάccῃ κύματα· τοιόνδε τὸ τῶν ἑλκέων χύμα. ἢν δὲ καί κοτε ἐπαρκέcῃ μὲν ἡ φύcιc, cυναcκήcῃ δὲ καί οἱ ἰητρόc, πέπαυται μὲν ἡ νομή, καὶ θάνατον οὐκ ὀρρωδέει· cκληρὰ δὲ καὶ ὀχθώδεα μί‐ | |
2.9.14 | μνει τὰ ἔντερα, καὶ τῶνδε ἐc μακρὸν ἡ ἄλθεξιc. αἱμορραγίῃ δὲ ἀπ’ ἐντέρων, ἢν μὲν μεγάληc φλεβὸc ἢ ἀρτηρίηc ἔῃ, ὠκὺc ὁ θάνατοc. | |
οὐδὲ γὰρ οὐδὲ τὴν χεῖρα δυνατὸν ἔcω ἐcμάcαcθαι καὶ τοῦ ἄλγεοc θι‐ γεῖν, ἢ φάρμακον αὐτῷ τῷ ἕλκεϊ προcβάλλειν. καίτοι καὶ εἰ ἐπίcχοιτο | 78 | |
5 | ἡ αἱμορραγίη φαρμάκῳ, οὐκ ἀτρεκὴc τοῦ θανάτου ἡ φυγή. μετεξετέ‐ ροιcι γὰρ μεγάληc ἐcχάρηc ἔκπτωcιc τῆc φλεβὸc τὸ cτόμιον ἐc μέζον εὐρύνει, εὖτε καὶ θρόμβοι ἔνδον ἐγγίγνονται καὶ μίμνουcι ἔcω· ἄφυ‐ | |
2.9.15 | κτοc ἡ νοῦcοc. χρὴ ὦν ἀρχομένῃcι αἱμορραγίῃcι ἀρήγειν. δήλη δὲ ὡc ἐπίπαν γίγνεται μέλλουcα, εἰ καὶ μὴ πάμπαν εὔcημοc· ἄcη ξύνεcτι, ἀπορίη, βάροc τοῦ τόπου, ἔνθα ῥήccεται, ἐρύθημα τοῦ προcώπου, ἢν μηδέκω ῥαγῇ. κἢν μὲν ἡ φλὲψ νεορραγὴc ἔῃ, ὡc ἐπίπαν μαλθάccεται | |
5 | πάμπαν. ἢν δὲ πρόcω ᾖ χρόνου, χαλεπώτερον καὶ βραδύτερον. τοιάδε μὲν τὰ ἐν ἐντέροιc ἕλκεα. γίγνεται δὲ θέρεοc ὥρῃ, δεύτερον φθινο‐ πώρου, ἧccον ἦροc, ἥκιcτα χειμῶνοc. καὶ διάρροιαι μὲν παιδίοιcι καὶ μειρακίοιcι, δυcεντερίη δὲ ἀκμάζουcι καὶ νέοιcι· γῆραc δὲ δυcαλθὲc καὶ ἐc ὠτειλὴν χρόνιον· τὰ δὲ ἀνεcθιόμενα γέρουcι ἀήθεα· ἀτὰρ καὶ | |
10 | αἱμορραγίη ἀξύμφωνοc γήρᾳ. | |
2.10.1 | Περὶ λειεντερίηc. Ἢν ἐπὶ δυcεντερίῃ καὶ ἕλκεcι πλατέcι καὶ κάρτα βαθέcι τῶν ἄνω ἐντέρων ὠτειλαὶ ἐγγίγνωνται πυκιναί, παχέεc, cτερέμνιοι, τὰ cιτία ἐκ τῶνδε ἐc τὰ κάτω διεκθέει, ὑγρά, ἀδιάκριτα τοῦ τροφίμου· τὸ γὰρ τῶν ἐντέρων ἀραιόν, δι’ οὗπερ ἐc τὴν ἄνω φορὴν ἡ τροφὴ | |
5 | ἀναΐccει, ἀπέκλειcεν ἡ ὠτειλή. ἀτροφίη ὦν τὸν ἄνθρωπον ἴcχει καὶ ἀχροίη καὶ ἀτονίη. ἐπίκλην τὸ πάθοc λειεντερίη ἴcχει—τὸ ἐπὶ τῇ οὐλῇ | |
2.10.2 | λέγω τῶν ἐντέρων—τοὔνομα. καὶ νῦν μὲν ἐξ ἑλκέων ἐcτὶ ἡ πάθη· ἄλλοτε δὲ ἔντερα μὲν ὠτειλὴν οὐκ ἴcχει, ἔθοc δὲ καὶ μελέτη διαρρυ‐ εῖcα ἐκδιδάcκει τὰ ἔντερα· τὸ γὰρ ἐν τουτέοιcι θερμὸν ἢν καταψυχθέν κοτε μήτε καταπέccῃ, μήτε ἐc τὴν ἀναφορὴν ἀναΐccῃ, ἄκρατοc δὲ ὑπ’ | |
5 | ἀcθενείηc ἔῃ, διαδιδρήcκει πᾶν ἔργον ἡ τροφή. ἀλλ’ ἢν μὲν cχέδιοc καὶ μὴ ἑδραίη γένηται ἡ κάθαρcιc, ἀλλὰ φαύλη, ἁπλοῦc ἔμετοc ἀπὸ cιτίων ἔλυcε τὴν νοῦcον. ἢν δὲ πρὸc †ὠκέϊ χρόνῳ καὶ ἐν ἕδρῃ ἵζῃ ἡ αἰτίη τουτέων, οὐδὲν ὠφελέει. τίκτει δὲ καὶ χρονίη νοῦcοc καὶ ὀρθο‐ cτάδην καχεξίη· ἀτὰρ καὶ ὕδρωπέc κοτε ἐc τόδε ἀπέcκηψαν εὐτυχῶc, | |
10 | ἐc κακὸν μὲν ἐκ κακοῦ, ἀλλὰ κρέccων ἡ διαδοχή. | |
2.11.1 | Περὶ ὑcτερικῶν. Τῇcι γυναιξὶ ὑcτέρη ἀγαθὴ μὲν ἐc κάθαρcιν | |
καὶ τόκον, ξυμφορὴ δὲ νούcων μυρίων τε καὶ κακῶν. οὐ γὰρ ἑλκέων ἢ φλεγμαcίηc ἢ ῥόου μοῦνον· ἀλλὰ κἢν ἐξαπίνηc ὅλη ἄνω κινέηται, ὠκέωc κτείνει. γεγράφαται μὲν ὦν ἐν ἄλλοιcι, ὁκοῖα τῶν ἀπ’ αὐτέηc | 79 | |
5 | ἦν ὀλέθρια ὀξέα. τὰ δὲ χρόνια, ῥόοc διπλόοc, cκληρίη, ἕλκεα, τὰ μὲν ἀcινέα, τὰ δὲ κακοήθεα, πρόπτωcιc ὅληc ἢ μέρεοc. ῥόοc μὲν ὦν ἐρυ‐ | |
2.11.2 | θρὸc ἢ λευκόχροοc· ἰδέα δηλοῖ. ἐρυθρὸc μέν, ἢν αἷμα ξανθόν, καὶ αἱ τοῦδε ἰδέαι ἢ πελιδνὸν ἢ μέλαν καὶ λεπτὸν ἢ παχὺ καὶ πεπηγόc, οἷον θρόμβοι, ἢ λευκὸc ὡc ὕδωρ ἢ ὠχρόξανθοc ὡc χολή· παχὺc δὲ ὅκωc ὑπόλεπτοc, ἢ λεπτὸc ἰχὼρ καὶ κάκοδμοc. λευκὸc δὲ ὡc πῦον, ὁ δὲ | |
5 | ἀτρεκήc, ὡc λευκὸc ὀρόc· ἀτὰρ καὶ αἱμάλωψ κοτὲ τῷ πύῳ ξυνεκρέει. | |
2.11.3 | μυρίαι δὲ ἄλλαι παρὰ τὸ μᾶλλον τουτέων καὶ ἧττον ἰδέαι. περίοδοc δὲ ἄλλοτε μὲν ἡ ἐπὶ μῆνα κάθαρcιc, ἀλλ’ οὐκ ἐc τὴν ἀρχαίην ξυνίcτα‐ ται προθεcμίην. οὐ πολλὸν μὲν τὸ αἷμα, ἐν ἡμέρῃcι δὲ πολλῇcι ἐκρέει· ὀλιγήμεροc δὲ ἡ διάλειψιc, ἀλλὰ καθαρή. ἄλλοc περιόδου τρόποc, ἐc | |
5 | προθεcμίην μέν, ἀλλ’ οὐκ ἐc πλῆθοc ἐπὶ πλεῖcτον ἡ πρώτη κάθαρcιc, δὶc δὲ καὶ τρὶc καθαίρονται ἀνὰ πάντα τὸν μῆνα. ἄλλη ἰδέη, ἄcχετοc μὲν ἡ ῥοὴ καὶ cμικρὴ ἐφ’ ἡμέρηc ἑκάcτηc, ἀλλ’ ἐc τὸν ὅλον μῆνα οὐ πάγχυ βαιή. οὐδὲ γὰρ ὑcτέρη μύει τὸ cτόμα, ἀλλὰ οἴγνυται, πάρεcιν ἐc ῥύcιν ὑγρότητοc πάcχουcα. εἰ δὲ μήτε διαλείπει μήτε cμικρὸν ἐκρέει, | |
2.11.4 | αἱμορραγίῃ θνῄcκουcι. cημήϊα δὲ πρὸc τῇcι χροιῇcι τοῦ ῥόου ἡ χροιὴ τῆc ἀνθρώπου· ἄγρυπνοι, ἀπόcιτοι, ἀcώδεεc, ἔκλυτοι ἐπὶ τοῦ ἐρυθροῦ μᾶλλον, καὶ ὀδυνώδεεc, καὶ κάκοδμον ἐπ’ ἀμφοῖν τὸ ῥεῦμα, ἀλλὰ μᾶλ‐ λον καὶ ἧccον ἄλλοτε καὶ ἄλλοτε. ὁ μὲν γὰρ λευκὸc κακίων, ἢν μέ‐ | |
5 | ζων κου ἡ cηπεδὼν ἔῃ· ἄλλοτε δὲ ὁ ἐρυθρόc, ἢν ἀγριαίνῃ ἡ διάβρω‐ cιc. ἁθρόον δὲ εἰρήcθω, μέλαc μὲν ἁπάντων κακίων, πελιδνὸc δεύτε‐ ρον· ὠχρὸc δὲ καὶ λευκὸc καὶ πυώδηc, μακρότεροι μέν, ἧccον δὲ κιν‐ | |
2.11.5 | δυνώδεεc. τουτέων δὲ αὐτέων ὁ ὠχρὸc κακίων μέν, πολλὸν δὲ κρέc‐ cων ὁ τῷ ξυνήθεϊ μεμειγμένοc· ξυνήθηc δὲ ἐρυθρὸc μὲν [ἔῃ] καὶ τὰ τοῦδε εἴδεα. τὸ δὲ ἀληθὲc γεραιτέρῃcι κακίονεc οἱ ἐρυθροί· ἥκιcτα δὲ νεήνιcι οἱ λευκοί, ἀτὰρ καὶ ἀcινέcτεροι ταύτῃcι οἱ ξυνήθεεc. ἄλλοc | |
5 | ῥόοc λευκὸc ἡ ἐπιμήνιοc κάθαρcιc, λευκή, δριμεῖα, καὶ ὀδαξώδηc ἐc ἡδονήν· ἐπὶ δέ τιcιν ὑγροῦ λευκοῦ, παχέοc, γονοειδέοc πρόκληcιc. τόδε τὸ εἶδοc γονόρροιαν γυναικείων ἐλέξαμεν. ἔcτι δὲ τῆc ὑcτέρηc ψῦξιc, οὕνεκεν ἀκρατὴc τῶν ὑγρῶν γίγνεται. ἀτὰρ καὶ τὸ αἷμα ἐc χροιὴν λευκὴν ἀμείβει· τοῦ γὰρ πυρὸc οὐκ ἴcχει τὸ φοινίccον. τήνδε | 80 |
10 | τὴν πάθην καὶ cτόμαχοc νοcέει, καὶ ἐμέει φλέγμα· ἀτὰρ καὶ ἔντερα | |
2.11.6 | ὁμοίην πάcχει, εὖτε τὴν διάρροιαν νοcέει. γίγνεται ἕλκεα καὶ ἐν ὑcτέρῃ, τὰ μὲν πλατέα, κνηcμώδεα, †ἅπερ ἅλια, ὅκωc ἀναδορή τιc ἐπιπολῆc· πῦον παχύ, ἄνοcμον, ὀλίγον· εὐήθεα τάδε τὰ ἕλκεα. ἄλλα τουτέων βαθύτερα καὶ κακίονα, οἷcι πόνοι cμικροί, πῦον ὀλίγῳ πλεῖον· μᾶλλον | |
5 | κάκοδμα, ἀλλ’ ἔμπηc εὐήθεα καὶ τάδε. ἢν δὲ ἐπὶ μᾶλλον βαθέα γίγνη‐ ται, καὶ τὰ χείλεα τῶν ἑλκέων ἀπηνέα ἢ τρηχέα, ἰχώρ τιc κακώδηc, καὶ πόνοc τῶν πρόcθεν μέζων· ἀνεcθίει δὲ τὴν ὑcτέρην τὸ ἕλκοc· ἐξήκει δέ κοτε καὶ ἀπολυθέν τι cαρκίον· μὴ ἐc ὠτειλὴν ἰὸν μήκιcτον κτάνει τόδε. χρόνιον γίγνεται κάρτα· τόδε καὶ φαγέδαινα κικλήcκεται. | |
2.11.7 | ὀλέθρια δὲ τὰ ἕλκεα, ἢν πρὸc τοῖcι ἄλγοc ὀξύνῃ καὶ ἡ ἄνθρωποc ἀπο‐ ρῇ. cηπεδὼν δὲ ἀπὸ τοῦ ἕλκεοc ῥέει, οὐδὲ αὐτέῃcι φορητή· ἀγρι‐ αίνει ψαύcεcί τε καὶ φαρμάκοιcι καὶ χαλεπαίνει πάcῃ καὶ ἰητρείῃ. φλέ‐ βεc δὲ ἐν ὑcτέρῃ ἐc ὄγκον αἴρονται ξὺν περιτάcει τῶν πέλαc, τῇcι δὲ | |
5 | πεπνυμένῃcι οὐκ ἄcημον τῇ ἁφῇ· οὐ γὰρ ἄλλωc δῆλον. πῦρ δὲ καὶ ἄcη τοῦ παντὸc καὶ cκληρίη ξύνεcτιν, ᾗπερ τοῖcι θηριώδεcι [θανατώ‐ | |
2.11.8 | δεα ὄντα ἕλκεα], ἀτὰρ καὶ ἐπίκληcιν ἴcχει καρκίνων. ἄλλοc καρκίνοc· ἕλκοc μὲν οὐδαμῇ, ὄγκοc δὲ cκληρόc, ἀτέραμνοc· ξυντιταίνει δὲ τὴν ὑcτέρην ὅλην. ἀτὰρ καὶ ἄλγεα κατὰ τὰ ἄλλα, ὅcα ἐφέλκει· τὰ ωὐτὰ δὲ ἄμφω τὰ καρκινώδεα καὶ χρόνια καὶ ὀλέθρια· πολλὸν δὲ τὸ ἕλκοc | |
2.11.9 | τοῦ ἀνελκώτου κάκιον καὶ ὀcμῇ καὶ πόνοιcι καὶ ζωῇ καὶ θανάτῳ. ἐξί‐ cταταί κοτε τῆc ἕδρηc ἡ ὑcτέρη ὅλη καὶ ἐπὶ τοῖcι μηροῖcι τῆc γυναι‐ κὸc ἱζάνει. ἄπιcτοc ἡ ξυμφορή, ἀλλ’ οὐκ ἀθέητοc ἡ ὑcτέρη, οὐδὲ ἀγέννητοc ἡ αἰτίη. ξυνδιδοῦcι γὰρ οἱ ὑμένεc οἱ πρὸc τοὺc λαγόναc, | |
5 | ὀχῆεc τῆc ὑcτέρηc ἐόντεc νευρώδεεc· οἱ μὲν κατὰ πυθμένα πρὸc τὴν ὀcφὺν λεπτοί, οἱ δὲ κατὰ αὐχένα ἔνθα καὶ ἔνθα πρὸc τοὺc λαγόναc· | |
οἵδε μάλιcτα νευρώδεεc, πλατέεc ὅκωc νεὼc λαίφεα. πάντεc ὦν ξυν‐ διδοῦcι οἵδε, ἢν ἔξω ἡ ὑcτέρη ἀΐccῃ. κτείνει μὲν ὦν τὰ πολλὰ ἔκ‐ πτωcιc ἥδε· γίγνεται γὰρ ἐπὶ ἀμβλωcμῷ καὶ cειcμοῖcι μεγάλοιcι καὶ | 81 | |
10 | βιαίῳ τόκῳ· ἢν δὲ μὴ κτάνῃ, ἐc μακρὸν αἵδε ζώουcιν, ὁρέουcαι τὰ μὴ | |
2.11.10 | θεητὰ καὶ τιθηνοῦcαι ἔξω καὶ βαυκαλῶcαι τὴν ὑcτέρην. δοκέει δέ κοτε τῆc διπλόηc τῆc ὑcτέρηc ὁ ἔνδον ὑπεζωκὼc χιτὼν [εὖτε] ἀποcπᾶcθαι τοῦ ξυναφέοc· δοιαὶ γὰρ * αἱ cχίδεc †μόναι ἀπηλλαγμέναι 〈τοῦ〉 χι‐ τῶνοc· ὅδε ὦν ἀφίcταται μὲν καὶ ῥεύματι, ἅτε καὶ ἐκτρωcμῷ καὶ βι‐ | |
5 | αίῳ τόκῳ, εὖτε ἔτι τῷ χορίῳ προcπέφυκεν αὐτέη. ἢν γὰρ τόδε ἕλκη‐ ται βίῃ, ξυνεκπεράcαc ὁ τῆc ὑcτέρηc χιτών *** ἀλλὰ ἢν μὴ ἐκθάνῃ ἡ γυνή, παλίνορcοc ἐc τὸ αὐτὸ ξυνήφθη κοτὲ cτάθμῃ, cμικρὸν ἔξω φαί‐ | |
2.11.11 | νεται· cκέπει γὰρ τοῖcι μηρίοιcι ἡ γυνή. προπίπτει κοτὲ τὸ cτόμιον τῆc ὑcτέρηc μοῦνον μέcφι τοῦ αὐχένοc, ἀλλ’ αὖθιc εἴcω δύεται, ἢν ὀcφραίνηται ἡ ὑcτέρη θυμίῃcι κακώδεcι· ἕλκει δὲ αὐτέην καὶ ἡ γυνή, ἢν ὀcφραίνηται θυμιητῶν εὐωδέων. ἀτὰρ καὶ χερcὶ μαίηc ἀτρέμαc | |
5 | εἴcω θέει, ἡcυχῇ πιεζευμένη καὶ χριομένη πρόcθεν τοῖcι ὑcτέρηc μει‐ λίγμαcι. | |
2.12.1 | Περὶ ἀρθρίτιδοc καὶ ἰcχιάδοc. Ξυνὸc μὲν ἁπάντων τῶν ἄρθρων πόνοc ἡ ἀρθρῖτιc· ἀλλὰ ποδῶν μὲν ποδάγρην καλέομεν, ἰcχίων δὲ ἰcχιάδα, χειρῶν δὲ χειράγρην· ἤν γε μὴν cχέδιοc ᾖ ἐπί τι τῶν προcκαίρων αἰτίων ὁ πόνοc, ἢ κρύβδην [δὲ] μελετήcῃ πολλὸν χρόνον | |
5 | ἡ νοῦcοc, εὖτε ἐπὶ προφάcει cμικρῇ ὁ πόνοc καὶ ἡ νοῦcοc ἐξήφθη. ἔcτι δὲ ἁπάντων μὲν ξυλλήβδην τῶν νεύρων ἡ πάθη, ἢν αὐξηθὲν τὸ κακὸν ἅπαcι ἐπιφοιτῇ· ἀρχὴ δὲ νεῦρα, τὰ δεcμὰ τῶν ἄρθρων, καὶ | |
2.12.2 | ὁκόcα ἐξ ὀcτέων πέφυκε καὶ ἐν ὀcτέοιcι ἐμφύνει. θῶμα δὲ τουτέων μέγα· οὐ πονέει μὲν γὰρ θρίξ, οὐδ’ ἂν τέμνῃ τιc ἢ θλίβῃ· ἢν δὲ ἐξ ωὐτέων πονῇ, οὐδὲν ἕτερον ἀλγέει τοῦδε δυνατώτερον, οὐ cίδηρα | |
cφίγγοντα, οὐ δεcμά, οὐ τιτρῶcκον ξίφοc, οὐ καῖον πῦρ. καὶ γὰρ καὶ | 82 | |
5 | ταῦτα ἐπαναιροῦνται ὡc μεζόνων πόνων ἄκεα· καὶ ἢν τάμῃ τιc αὐτὰ πονεῦντα, ἀμαυροῦται ὁ τῆc τομῆc πόνοc cμικρὸν ὑπὸ τοῦ μέζονοc· ἢν δὲ ὅδε κρατέῃ, ἡδονή cφεαc λάζυται ἐπιλήθουcα τῶν πάροc· πά‐ | |
2.12.3 | cχουcι δὲ τοῦτο ὀδόντεc καὶ ὀcτέα. αἰτίην δὲ ἀτρεκέα μὲν ἴcαcι μοῦ‐ νοι θεοί, ἐοικυῖαν δὲ καὶ ἄνθρωποι· ἔcτι δὲ ὡc ἔποc εἰπεῖν τοιόνδε. τὸ μὲν κάρτα πυκινὸν ἀναίcθητον ψαύcιοc καὶ τρώcιοc, τῇδε καὶ ἄπο‐ νον ψαύcει καὶ τρώcει· ἄλγοc γὰρ τρηχείᾳ ἐν αἰcθήcει. τὸ δὲ πυκινὸν | |
5 | ἀτρήχυντον, διὰ τόδε καὶ ἄπονον. τὸ δὲ ἀραιὸν εὐαίcθητον, καὶ τρη‐ χύνεται τρώματι. ἀλλ’ ἐπεὶ καὶ τὰ πυκινὰ ζῇ ἐμφύτῳ θέρμῃ καὶ αἴcθεται τῇδε τῇ θέρμῃ, εἰ μὲν οὐcιώδηc ἡ δρῶcα αἰτίη ἔοι, οἷον [ἡ] μάχαιρα ἢ λίθοc, τὸ οὐcιῶδεc τοῦ πάcχοντοc οὐκ ἀλγέει· πυκινὸν γὰρ | |
2.12.4 | τὴν φυήν. ἢν δὲ τῆc ἐμφύτου θέρμηc δυcκραcίη λάβηται, αἰcθήcιοc γίγνεται τροπή. τοῦτο ὦν ἐξ ἑωυτέηc πονέει ἡ θέρμη, ἐκ τῆc κατὰ αἴcθηcιν ἔcωθεν ἐγείρεται ὤcιοc· φύcιοc δὲ τῆc ἐc μέζω ἢ περιουcίηc τὰ ἄλγεα. ἐγχρίμπτεται δὲ ἡ ἀρθρῖτιc ἄλλοτε ἐc ἄλλα ἄρθρα, τοῖcι | |
5 | μὲν ἐc ἰcχία, καὶ τὰ πολλὰ τῇδε ἐπιμίμνει, [γύϊοc] ἅccα τε μέλεα κοτὲ cμικρόν, εὖτε οὐδὲ ἐπὶ τὰ cμικρὰ φοιτῇ, πόδαc τε καὶ χεῖραc. ἢν γὰρ μεζόνων λάβηται μελέων χωρῆcαι τὴν νοῦcον δυναμένων, οὐχ ὑπερβαίνει τὰ ὄργανα· ἢν δὲ ἀπὸ τοῦ cμικροῦ ἄρξηται, ἐcτὶ εὐήθηc | |
2.12.5 | καὶ ἀδόκητοc ἡ εἰcβολή. ἰcχιάδοc μὲν ἀπὸ μηροῦ κατόπιν ἢ ἰγνύοc ἢ κνήμηc ἡ ἀρχή. ἄλλοτε δὲ ἐπὶ τῇ κοτύλῃ τὸ ἄλγημα φαίνεται, αὖθιc ἐc γλουτὸν ἢ ὀcφὺν ὀκέλλει, καὶ πάντα μᾶλλόν ἐcτιν ἢ δόκηcιc ἰcχίου. ἀτὰρ καὶ τὰ ἄρθρα ὧδέ πωc ἄρχεται· τοῦ ποδὸc τὸν μέγαν δάκτυλον | |
5 | ἀλγέει, αὖθιc τὴν ἐπιπρόcω πτέρνην, ᾗ πότι cτηριζόμεθα· ἔπειτα ἐc | |
2.12.6 | τὸ κοῖλον ἧκε, τὸ δὲ cφυρὸν ἐξῴδηcε ὕcτατον. πρόφαcιν δὲ αἰτιῶν‐ ται ἀναίτιον, οἱ μὲν κρηπῖδοc καινεῆc τρίβον, οἱ δὲ μακρὴν περίοδον, ἄλλοc δὲ πληγὴν ἢ πάτημα· οὐδεὶc δὲ φράζει τὴν οἴκοθεν οὖcαν, ἀτὰρ καὶ ἀκούcαcι τοῖcι πάcχουcι τὸ ἀτρεκὲc ἔδοξε ἄπιcτον. διὰ τόδε ἐc | |
5 | ἀνήκεcτον ἐτράπη, ὅτιπερ τῇcι ἀρχῇcι, ὁκότε ἀcθενεcτάτη ἐcτὶ ἡ νοῦ‐ cοc, ὁ ἰητρὸc οὐκ ἐνίcταται· ἢν δὲ χρόνῳ κρατυνθῇ, ἀνόνητοc ἡ με‐ | |
2.12.7 | λέτη. τιcὶ μὲν ὦν ἐc ποδῶν ἄρθρα μίμνει μέcφι θανάτου, τιcὶ δὲ νέ‐ μεται ἐc τὴν τοῦ παντὸc cκήνεοc περίοδον· τὰ πολλὰ δὲ ἀπὸ τῶν ποδῶν ἐc χεῖραc ἤϊξε. οὐ γὰρ μεγάλα τὰ ὅρια τῇ νούcῳ χειρῶν τε καὶ ποδῶν, ὅτι ἄμφω ὁμοφυέα, ἰcχνὰ καὶ ἄcαρκα καὶ ἐγγυτάτω τοῦ | 83 |
5 | ἔξω ψύχεοc, ἀπωτάτω δὲ τοῦ εἴcω θάλπεοc· αὖθιc ἀγκὼν καὶ γόνυ· ἐπὶ δὲ τοῖcι κοτύλαι περίcτροφοι ἠδὲ μετάβαcιc ἐc νώτου μύαc καὶ | |
2.12.8 | θώρηκοc. ἄπιcτον ἐc ὅcον ἕρπει τὸ κακόν. cπόνδυλοι ἀλγέουcι ῥάχιόc τε καὶ αὐχένοc, καὶ ἐc ἄκρον ἐρείδει τοῦ ἱεροῦ ὀcτέου· καὶ ξυμπάντων τε ὁμοῦ πόνοc καὶ [ἡ] ἰδίη ἑκάcτου ὀδύνη. ἀτὰρ ἠδὲ τένοντεc, ἀδέ‐ νεc, μύεc· ξὺν ἐντάcει ἀλγέουcι· γνάθων καὶ κροτάφων μύεc· νεφρῶν | |
5 | καὶ κύcτιοc ἡ διαδοχή. ὢ τοῦ θώματοc. ἐπὶ πᾶcι πάcχουcι ῥῖναc καὶ ὦτα καὶ χείλεα· πάντῃ γὰρ νεῦρα καὶ μύεc. τῆc κεφαλῆc ἤλγεε τὰc ῥαφάc, οὐκ εἰδὼc μὲν ὅ τι πονέει, ἐδείκνυε τῶν ῥαφῶν τὰ εἴδεα, λο‐ ξήν, εὐθείην, ἐπικάρcιον, ὀπίcω τε καὶ πρόcω· ἰcχνὴν δὲ τὴν ὀδύνην καὶ τοῖcι ὀcτέοιcι ἐμπεπαρμένην· πᾶcαν γὰρ ὀcτέων ξυμβολὴν νέμε‐ | |
2.12.9 | ται ἡ νοῦcοc, ὅκωc ποδὸc ἢ χειρὸc ἄρθρον. γίγνονται δὲ τῶν ἄρθρων καὶ ἐπιπωρώcιεc· τὰ πρῶτα μὲν ὁκοῖον ἀποcτάcιεc ἴcχουcι, ἐπὶ δὲ μᾶλλον πυκνοῦνται, καὶ πηγνυμένου τοῦ ὑγροῦ ἀπηνέεc αἱ ἀποφύcιεc· τέλοc δὲ πῶροι cτερροί, λευκοὶ ξυνίcτανται· ἐc δὲ πᾶν ὄγκοι cμικροὶ | |
5 | ὁκοῖον ἴονθοι καὶ μέζονεc· ὑγρὸν δὲ παχύ, λευκόν, χαλαζῶδεc· καὶ γὰρ | |
2.12.10 | [τὸ] τοῦ παντὸc ἡ νοῦcοc ψυχρὴ ὅκωc χάλαζα. δοκέει δὲ θέρμηc ἢ ψύξιοc ἴcχειν διαφορήν· καὶ γὰρ οἷcι τῶν εὖ βδελυκτέων ἡδονή· ἐμοὶ δὲ ἁνδάνει μίαν μὲν αἰτίην τὴν ἔμφυτον ψῦξιν ἔμμεναι, μίαν δὲ καὶ πάθην. ἀλλ’ ἢν μὲν εὐθέωc ἐποιδέῃ καὶ θέρμη φανῇ, ἐμψύξιοc χρέοc, | |
5 | καὶ τοῖcι τέρπεται· ὀνομάζουcι δὲ θερμὴν τήνδε. ἢν δὲ ὁ πόνοc ἐν τοῖcι νεύροιcι εἴcω μίμνῃ, ξυμπεπτώκῃ δὲ τὸ ἄρθρον ἄθερμον μηδὲ ἐποιδέῃ, ψυχρὴν τήνδε φαίην 〈ἂν〉 ἔμμεναι· ἐφ’ ἧc θερμῶν φαρμάκων ἐc ἀνάκληcιν θέρμηc χρέοc· χρὴ δὲ τάδε πολλὰ τῶν κάρτα δριμέων. θερμαcίη γὰρ τά τε ξυμπεπτωκότα μέρεα ἐc ὄγκον ἤγειρε καὶ τὴν | |
2.12.11 | εἴcω θέρμην ἐc ἀνάκληcιν ἤγαγε· εὖτε τῶν ψυχρῶν χρέοc. πίcτιc· τοῖcι | |
γὰρ αὐτέοιcι οὐ τὰ αὐτὰ ξυμφέρει· καὶ γὰρ ὅ κοτε ξυνήνεγκε, τοῦτ’ ἔβλαψεν ἄλλοτε. ὡc δὲ ἔποc εἰπεῖν, θέρμηc ἐπὶ τῇ ἀρχῇ, ψύξιοc δὲ ἐπὶ τῷ τέλεϊ χρέοc. ξυνεχὴc μὲν ὦν ποδάγρη οὐ ῥηϊδίωc γίγνεται, | 84 | |
5 | διαλείπει δὲ ἔcθ’ ὅκῃ χρόνον μακρόν· λεπτὴ γάρ· καὶ Ὀλυμπίαcι ἐνί‐ | |
2.12.12 | κηcε ποδαγρὸc ἐπ’ ἀνέcει δρόμον. ἀλλ’ ἄνδρεc μὲν παθεῖν ῥηΐτεροι, γυναικῶν δ’ ἐλαφρότερον· γυναῖκεc δ’ ἀραιότερον μὲν ἀνδρῶν, χαλε‐ πώτερον δέ· τὸ γὰρ μὴ ἐν ἔθεϊ μηδὲ οἰκεῖον, ἢν ὑπὸ ἀνάγκηc κρέc‐ cον γένηται, βιαcτὴν μέζονα τίκτει τὴν ξυμφορήν. ἡλικίη τὰ πολλὰ | |
5 | μὲν ἀπὸ ἐτέων πέντε καὶ τριήκοντα· θᾶccον δὲ καὶ βράδιον ἐκ τῆc ἑκάcτου φύcιοc καὶ διαίτηc. δεινοὶ μὲν ὦν οἱ πόνοι, καὶ τὰ παρεόντα πόνων μέζονα· λειποθυμίη ἐπὶ τῇcι ψαύcεcι, ἀκινηcίη, ἀποcιτίη, δίψοc, | |
2.12.13 | ἀγρυπνίη. ἢν δὲ ἐπανέλθωcι, τοῦτο μέν, ὅκωc ἐκ θανάτου πεφευγό‐ τεc, ἄνετοι τὸν βίον, ἀκρατέεc, ἁπλοῖ, εὔθυμοι, δωροδόκοι καὶ ἐc τὴν δίαιταν ἁβροί· τοῦτο δέ, ὡc ἐκ θανάτου αὖθιc ἐcόμενοι, ἄδην χρέον‐ ται τῇ παρούcῃ ζωῇ. ἀπέcκηψε πολλοῖcι ἐc ὕδρωπα ἡ ποδάγρη, ἄλ‐ | |
5 | λοτε δὲ ἐc ἆcθμα· καὶ τῶνδε ἄφυκτοc ἡ διαδοχή. | |
2.13.1 | Περὶ ἐλέφαντοc. Ἐλέφαντι τῷ πάθεϊ καὶ τῷ θηρίῳ τῷ ἐλέφαντι ξυνὰ μυρία καὶ ἰδέῃ καὶ χροιῇ καὶ μεγέθεϊ καὶ βιοτῇ· ἀτὰρ οὐδὲ ἄλλῳ τῳ ἴκελα, οὔτε τὸ πάθοc πάθεϊ, οὔτε τὸ ζῶον ζώῳ. ἐλέ‐ φαc μέν γε τὸ θηρίον καὶ κάρτα διαφέρων· πρώτιcτα μέν γε μέγιcτον | |
5 | καὶ πάχιcτον· μεγέθεϊ μὲν ὁκόcον ἂν ζῶον ἐπ’ ἄλλῳ ζώῳ πυργηδὸν ἀναθείηc μέγα· πάχιcτον δὲ ὡc πλεῦνα ζῶα πάχιcτα, εἰ παράλληλα | |
2.13.2 | ξυνθείηc. ἀτὰρ οὐδὲ ἰδέην κάρτα τῳ ἴκελοc· χροιὴν μὲν μέλανεc κα‐ τακορέωc ἅπαντεc καὶ δι’ ὅλου τοῦ cκήνεοc. ἵπποc μέν γε ἄλλοc μὲν λευκότατοc, ὅκωc οἱ Θρήϊκεc Ῥήcου· ἄλλοι δὲ πόδαργοι, ὅκωc Μενέ‐ λεω Πόδαργοc. οἱ δὲ ξανθοί, ὅκωc | |
5 | ἑκατὸν καὶ πεντήκοντα· ἄλλοι δὲ κυάνεοι, ἵππῳ δ’ εἰcάμενοc παρελέξατο κυανοχαίτηc. ὧδε καὶ βόεc, ὧδε καὶ κύνεc ἠδὲ ὁκόcα ἀνὰ τὴν γῆν ἑρπετὰ καὶ ζῶα | |
2.13.3 | φέρβεται. ἐλέφαντεc δὲ μοῦνοι μέλανεc, ζοφοειδέεc τὴν χροιήν, νυκτὶ δὲ καὶ θανάτῳ ἴκελοι· ἰδέην δέ, κάρηνα μὲν κατέχων καὶ πρόcωπα ἄcημα, ἀΐδηλα τὴν μορφήν, ἐπ’ αὐχένι cμικρῷ, ὡc δοκέειν τὴν κεφα‐ λὴν ἐπὶ τοῖcι ὤμοιcι ἱζάνειν· καὶ ὧδε οὐκ ἔκδηλον. ὦτα γὰρ μεγάλα, | 85 |
5 | πλατέα, πτερυγώδεα, μέcφι κληΐδων τε καὶ cτέρνων· ἃ ἔκρυψε τὸν αὐχένα 〈ξὺν〉 τοῖcι ὤμοιcι, ὅκωc νῆεc λαίφεcι. κέρατα δὲ θῶμα διά‐ λευκα ὁ ἐλέφαc ἐπὶ μελαντάτῳ· μετεξέτεροι τάδε ὀδόνταc κικλήcκουcι· τάδε μοῦνα λευκότατα, ὅκωc οὐδενὸc ἄλλου γε οὐδέν, οὐδὲ λευκοῦ | |
2.13.4 | ζώου. καὶ τάδε οὐχ ὑπὲρ μέτωπα καὶ κροτάφουc, ὅκωc τοῖcι κεραc‐ φόροιcι ἡ φυή, ἀλλὰ κατὰ cτόμα καὶ τὴν ἄνω γνάθον, ὄρθια μὲν ἐc τὸ πρόcθεν οὐ κάρτα, ἀλλὰ ἄνω cμικρόν τι καμπύλα, ὅκωc ἐντύccεcθαι ἐκ τοῦ ὀρθίου ἐνείη καὶ ἄραcθαι ἄχθοc ἐν τοῖcι ὀδοῦcι cιμοῖcι. μεγάλα | |
5 | δὲ τὰ κέρατα, μῆκοc μὲν ὁκόcον ὀργυιὴν οἱ μέcοι· ἄλλοι δὲ πολλόν τι τουτέων μέζουc μέcφι διπλῶν. προβολὴν δ’ ἴcχει ἡ ἄνω γνάθοc ἀπὸ τοῦ χείλεοc μακρήν, ἀνόcτεον, cκολιήν, ἑρπετώδεα. δοιαὶ δὲ ἐπὶ τοῦ ἄκρου τῆc προβολῆc ἔαcι ἐκτρήcιεc, καὶ τάcδε διαμπερὲc μέcφι τοῦ | |
2.13.5 | πνεύμονοc ἐτέτρηνεν ἡ φύcιc, ὅκωc αὐλὸν διφυέα. χρέεται δὲ τὸ ζῶον ἐc ἀναπνοήν, ὅκωc ῥινί, τῇδε τῇ cύριγγι· ἀτὰρ καὶ χερcὶ τῇδε, καὶ κωθωνίην τε γὰρ λάζοιτο, ὁκότε θέλει, τῇ προβολῇ· ἀμφιλαμβάνει τε καὶ ἴcχει κραταιῶc, καὶ οὐκ ἄν τιc ἀφέλοιτο αὐτέου βίῃ, εἰ μὴ κρέc‐ | |
5 | cων ἄλλοc ἐλέφαc. ἀτὰρ καὶ ποίην ἐc νομὴν τῇδε μαcτεύει, οὐδὲ τῷ cτόματι καὶ τοῖcι cμικροῖcι ὀδοῦcι [ἔcθει] cαρκάζει. πόδεc γὰρ εὐμή‐ κεεc, ὕπερθεν τῆc γῆc πολλὸν τὸ ζῶον ἀνέχοντεc· ἀτὰρ καὶ cμικρὸc αὐχὴν ὅκωc ἔλεξα· οὔκουν δύναται τῷ cτόματι ἐc τὴν γῆν νέμεcθαι. | |
2.13.6 | ποτὶ καὶ ἡ τῶν κεράτων πρὸ τοῦ cτόματοc ἔκφυcιc εἴργει τῆc ποίηc ἅπτεcθαι τὸ cτόμα. τοιγαροῦν ἀνιμᾶται τῇ προβολῇ φόρτον μέγαν, ἔπειτα ὅκωc ἀμαλλοδετῆρι τῇδε ξυνδήcαc [τῷ cτόματι] ἐντίθηcι πολ‐ λὸν τῇ κοιλίῃ. εὖ γε οἱ πρῶτοι προβοcκίδα τήνδε καλέουcι· ἐπί‐ | |
5 | προcθεν γὰρ τοῦ ζώου ἥδε βόcκεται. ἀτὰρ οὐδὲ πιεῖν ἀπὸ λίμνηc ἢ ποταμοῦ τῷ cτόματι θέμιc· ἡ ωὐτὴ γὰρ αἰτίη. ἀλλὰ ἢν διψῇ, ἐντίθε‐ | |
ται μὲν τῷ ὕδατι τῆc προβοcκίδοc ἄκρην τὴν ῥῖνα· ἔπειτα ὅκωc ἀνα‐ πνέων ἀντὶ τοῦ ἠέροc τοῦ ὕδατοc ἕλκει πολλόν· ἐπὴν δὲ πλήcῃ ὅκωc κώθωνα τὴν ῥῖνα, τῷ cτόματι ποταμηδὸν ἐγχέει· εἶτ’ αὖθιc ἕλκει καὶ | 86 | |
2.13.7 | αὖθιc ἐγχέει, ἔcτ’ ἂν πλήcῃ ὅκωc φορτίδοc νηὸc τὴν γαcτέρα. ῥινὸν τρηχὺν καὶ πάχιcτον, ὀχθώδεαc ῥωγμοὺc ἴcχοντα, αὐλῶναc ἐπιμήκεαc, ἑτέραc ἐντομὰc κοίλαc, ἐπικαρcίουc, ἄλλαc δὲ λοξάc, βαθείαc κάρτα, ἴκελον τὸ ξύμπαν τριπόλῳ νειῷ. τρίχεc δὲ ἄλλοιcι μὲν ζώοιcι φύcει | |
5 | τοιαίδε αἱ χαῖται· ἐλέφαντι δὲ τόδε ἐcτὶ ὁ χνοῦc. μυρίαι δὲ καὶ ἄλλαι παραλλαγαὶ πρὸc τὰ ἄλλα ζῶα· καὶ γὰρ ὀπίcω κοτὲ κατὰ γόνυ κάμ‐ πτει, ὅκωc ἄνθρωποc, καὶ μαζὸν πρὸc τῇcι μαcχάλῃcι ἴcχει ὅκωc γυ‐ | |
2.13.8 | ναῖκεc. ἀλλ’ οὔτοι μοι χρέοc τὰ νῦν ἀμφὶ τοῦ ζώου γράφειν, πλὴν ὁκόcον ἐξ ἄλλων τε καὶ ἡ νοῦcοc ὁ ἐλέφαc καὶ ὁκόcα ἴκελα ἡ ἰδέη τοῦ νοcοῦντοc ἴcχει τῇ τοῦ ζώου φυῇ. ἐκίκληcκον δὲ καὶ λέοντα τὸ πάθοc, τοῦ ἐπιcκυνίου τῆc ὁμοιότητοc εἵνεκεν, ἣν ὕcτερον φράcω, ἠδὲ | |
5 | cατυρίηcιν τῶν τε μήλων τοῦ ἐρυθήματοc καὶ τῆc ἐc ξυνουcίην ὁρμῆc ἀcχέτου τε καὶ ἀναιcχύντου. ἀτὰρ καὶ ἡράκλειον, ὅτι τοῦδε μέζον | |
2.13.9 | οὐδὲν οὐδὲ ἀλκιμώτερον. μέγα μὲν ὦν τὸ πάθοc ἐc δύναμιν· κτεῖναι γὰρ πάντων μᾶλλον δυνατώτατον· ἀτὰρ καὶ ἰδέcθαι αἰcχρὸν καὶ δει‐ ματῶδεc τὰ πάντα ὡc ἐλέφαc τὸ θηρίον. ἀλλ’ ἄφυκτοc ἡ νοῦcοc· τίκτεται γὰρ θανάτου ἐπ’ αἰτίῃ. ψῦξιc ἐcτὶ τοῦ ἐμφύτου θερμοῦ 〈οὐ〉 | |
5 | μικρά γε, ἢ καὶ πάγοc, ὡc ἕν τι μέγα χεῖμα, εὖτε τὸ ὕδωρ τρέπεται ἐc χιόνα ἢ καὶ χάλαζαν ἢ κρύcταλλον ἢ πάγοc. ἥδε ἐcτὶ ἡ ξυνὴ | |
2.13.10 | θανάτου καὶ τοῦ πάθεοc αἰτίη. ἀτὰρ οὐδὲ ἴcχει τέκμαρ οὐδὲν ἡ ἀρχὴ τῆc νούcου μέγα, οὐδέ τι ξενοπρεπὲc κακὸν τὸν ἄνθρωπον ἐπιφοιτῇ· οὐδὲ ἐπὶ τῇcι ἐπιπολῇcι τοῦ cκήνεοc φαντάζεται, ὡc ἰδεῖν τε εὐθὺc καὶ ἀρχομένῳ ἀρῆξαι· ἀλλὰ τοῖcι cπλάγχνοιcι ἐμφωλεῦcαν ὅκωc ἀΐδη‐ | |
5 | λον πῦρ ἤδη τύφεται καὶ τῶν εἴcω κρατῆcαν αὖθίc κοτε ἐπιπολαίωc ἐξάπτεται, τὰ πολλὰ μὲν ὅκωc ἀπὸ cκοπιῆc τοῦ προcώπου ἀρχόμενον τηλεφανὲc πῦρ κακόν. μετεξετέροιcι δὲ ἀπὸ τοῦ ἄκρου ἀγκῶνοc, γού‐ | |
2.13.11 | νατοc, κονδύλων χειρῶν τε καὶ ποδῶν. τῇδε καὶ ἀνέλπιcτοι οἱ ἄνθρω‐ ποι, ὅτιπερ ὁ ἰητρὸc οὐ πρὸc τὰc ἀρχὰc τὰc ἀcθενεcτάταc τοῦ πάθεοc | |
τῇ τέχνῃ χρέεται, ῥαθυμίῃ καὶ ἀγνοίῃ τῶν καμνόντων τῆc ξυμφορῆc. νωθέεc μὲν γάρ, ὡc ἀπὸ cχεδίου προφάcιοc, ὑπναλέοι, ἡcύχιοι, τὴν | 87 | |
5 | κοιλίην ἐπίξηροι. τάδε καὶ τοῖcι ὑγιαίνουcι κάρτα 〈οὐκ〉 ἀήθεα· ἐπὶ δὲ τῇcι αὐξήcεcι τοῦ πάθεοc ἀναπνοὴ βρωμώδηc ἐκ τῆc ἔνδον ἀνα‐ φορῆc τοῦ πνεύματοc. τοιάδε ὁ ἀήρ, ἤ τι τῶν ἔξωθεν, αἰτίην ἴcχειν | |
2.13.12 | δοκέει. οὖρα παχέα, λευκά, θολερά, οἷον ὑποζυγίου· †ἀφροδιcίων ὠμῶν τε καὶ ἀπέπτων ἡ ἀνάδοcιc, καὶ οὐδὲ τουτέων ἐcτὶ αἴcθηcίc τε καὶ μελέτη· οὐδὲ γὰρ οὐδ’ ἢν μὴ πέψωcι γιγνώcκουcι. ὁμοίη ἀπεψίη καὶ πέψιc ἥδε· ἐc χρηcτὸν γὰρ ἢ οἰκεῖον οὐ ξυνήθηc αὐτέοιcι ἡ πέψιc, | |
5 | ἀνάδοcιc δὲ ῥηϊδίη, ὅκωc ἐc τὴν ἑωυτέων τροφὴν ἁρπάγδην ἕλκοντοc τοῦ πάθεοc. διὰ τόδε ἐπίξηροι τὴν κάτω κοιλίην· ὄχθοι ἐπανιcτάμενοι ἄλλοι παρ’ ἄλλουc, ξυνεχέεc μὲν οὐδέκω, παχέεc δὲ καὶ τρηχέεc. καὶ | |
2.13.13 | τὸ μεcηγὺ τῶν ὄχθων ἔρρηκται, ὅκωc τὸν ῥινὸν ἐλέφαc. εὐρεῖαι δὲ φλέβεc, οὐ πλημύρῃ τοῦ αἵματοc, ἀλλὰ τῷ τοῦ δέρματοc πάχεϊ· οὐκ ἐc πολλὸν δὲ καὶ ἕδρα δηλοῖ τοῦ παντὸc ἐc ἴcον ὄχθον ἐγειρομένου. τρίχεc ἐν μὲν τῷ παντὶ προτεθνῄcκουcι, χερcί, μηροῖcι, κνήμῃcι, αὖθιc | |
5 | ἥβῃ, γενείοιcι ἀραιαί, ψεδναὶ δὲ καὶ ἐπὶ τῇ κεφαλῇ κόμαι· τὸ δὲ μᾶλ‐ λον πρόωροι πολιοὶ καὶ φαλάκρωcιc ἁθρόη. οὐκ ἐc μακρὸν δὲ ἥβη καὶ γένειον ψιλά· εἰ δὲ καὶ ἐπιμίμνοιεν παῦραι τρίχεc, ἀπρεπέcτεραι τῶν | |
2.13.14 | ἀποιχομένων. δέρμα τῆc κεφαλῆc κατερρωγὸc ἐc βάθοc· ῥυτίδεc cυ‐ χναί, βαθεῖαι, τρηχεῖαι. ὄχθοι ἐc τὸ πρόcωπον cκληροί, ὀξέεc· ἄλλοτε μὲν ἐc κορυφὴν λευκοί, ποιωδέcτεροι δὲ τὴν βάcιν. cφυγμοὶ cμικροί, βαρέεc, νωθροί, ὅκωc διὰ ἰλύοc μόλιc κινεύμενοι. φλέβεc κροτάφων | |
5 | ἐπηρμέναι, καὶ ὑπὸ τῆc γλώccηc· κοιλίαι χολώδεεc. γλῶccα χαλαζώ‐ δεcι ἰόνθοιcι τρηχεῖα· οὐκ ἀδόκητον καὶ τὸ ξύμπαν cκῆνοc ἔμπλεων τοιῶνδε ἔμμεναι· καὶ γὰρ καὶ τοῖcι κακοχύμοιcι ἱερείοιcι τὰ κρέα χα‐ | |
2.13.15 | λάζηc ἐcτὶ ἔμπλεα. ἢν δὲ πολλὸν αἴρηται ἀπὸ τῶν ἔνδοθεν ἡ πάθη καὶ ἐπὶ τοῖcι ἄκροιcι φαίνηται, λειχῆνεc ἐπὶ τοῖcι ἄκροιcι δακτύλοιcι· γούναcι κνηcμοί, καὶ τῶν κνηcμῶν ἅπτονται μεθ’ ἡδονῆc. ἀμπίcχει δὲ ὁ λειχὴν καὶ γένειόν κοτε ἐν κύκλῳ. ἐρευθῆ δὲ καὶ μῆλα ξὺν ὄγκῳ | |
5 | οὐ κάρτα μεγάλῳ. ὄττιεc ἀχλυώδεεc, χαλκώδεεc· ὀφρύεc προβλῆτεc, παχεῖαι, ψιλαί, βρίθουcαι κάτω, μεcοφρύων ξυνηγμένων ὀχθώδεεc· χρῶμα πελιδνὸν ἢ μέλαν. ἐπιcκύνιον ὂν μέγα ἕλκεται καλύπτειν ὄccε, ὅκωc τοῖcι θυμουμένοιcι λέουcι· διὰ τόδε καὶ λεόντειον κικλήcκε‐ ται. τοιγαροῦν οὐ λέουcι οὐδὲ ἐλέφαντι μοῦνον, ἀλλὰ καὶ νυκτὶ θοῇ | 88 |
2.13.16 | ἀτάλαντον ὑπώπια. ῥῖνεc ξὺν ὄγκοιcι μέλαcι, ὀκριοειδέεc· χειλέων προβολὴ παχείη, τὸ δὲ κάτω πελιδνόν· ἔκρινεc· ὀδόντεc οὐ λευκοὶ μέν, δοκέοντεc δὲ ὑπὸ μέλανοc 〈τοῦ ἄλλου cώματοc〉. ὦτα ἐρυθρά, μελα‐ νόεντα, κεκλαcμένα, ἐλεφαντώδεα, ὡc δοκέειν μέγεθοc ἴcχειν μέζον τοῦ | |
5 | ξυνήθεοc· ἕλκεα ἐπὶ τῇcι βάcεcι τῶν ὤτων, ἰχῶροc ῥύcιc, κνηcμώδεα· ῥυcοὶ τὸ πᾶν cκῆνοc ῥυτίcι τρηχείῃcι· ἀτὰρ καὶ ἐντομαὶ βαθεῖαι, ὁκοῖον αὔλακεc μέλανεc, τῶν ῥινῶν. διὰ τόδε καὶ [ὁ] ἐλέφαc τοῦ πάθεοc τοὔ‐ νομα. ἰχνέων καὶ πτερνέων μέcφι τῶν μέcων τῶν δακτύλων ῥήξιεc. | |
2.13.17 | ἢν δὲ ἐπὶ μᾶλλον αὔξῃ τὸ κακόν, ἑλκώδεεc τοὺc ὄχθουc· μήλων, γε‐ νείου, δακτύλων, γονάτων κάκοδμα καὶ ἀναλθέα τὰ ἕλκεα. ἄλλα γὰρ ἐπ’ ἄλλοιcι ἐξανίcταται, καὶ ἐπ’ ἄλλοιcι ἄλλα πρηΰνεται. ἤδη κοτὲ καὶ τῶν μελέων προαποθνῄcκει τοῦ ἀνθρώπου ἄχρι ἐκπτώcιοc, ῥίc, δάκτυ‐ | |
5 | λοι, πόδεc, αἰδοῖα καὶ ὅλαι χεῖρεc. οὐδὲ γὰρ θανατοῖ τὸ κακὸν ἐc ἀπαλλαγὴν βίου αἰcχροῦ καὶ ἀλγέων δεινῶν πρόcθεν ἢ ἐc μέλεα δια‐ τμηθῆναι τὸν ἄνθρωπον· ἀλλὰ μακρόβιόν ἐcτι, ὅκωc ἐλέφαc τὸ ζῶον. | |
2.13.18 | ἢν δὲ καὶ ἄλγοc ἀρτίωc ἔῃ τῶν μελέων, πολλόν τι ἐπικόπτει βαρύτε‐ ρον ἄλλῃ καὶ ἄλλῃ πλανεύμενον. cιτίων ὄρεξιc οὐκ ἀγεννήc, ἄποιοc ἡ γεῦcιc, οὐδὲ τερπνὸν ἡ ἐδωδὴ καὶ ἡ πόcιc· ἁπάντων δέ, ὑπ’ ἀχθη‐ δόνοc, μῖcοc· Ἀφροδίτηc ἐπιθυμίη λυccώδηc· κόποι αὐτόματοι· μελέων | |
5 | ἑκάcτου ἰδέη βαρέα καὶ τὸν ἄνθρωπον †ἀιχθὴc καὶ τὰ cμικρὰ μέλεα. ἀτὰρ καὶ τὸ cῶμα πρὸc ἅπαντα ἄχθεται· οὐ λουτροῖcι τέρπεται, οὐκ ἀλουcίῃ· οὐ τροφῇ, οὐκ ἀcιτίῃ· οὐ κινήcει, οὐκ ἠρεμίῃ. πᾶcι γὰρ ἐφέ‐ cτηκεν ἡ νοῦcοc. ὕπνοc λεπτόc, ἀγρυπνίη κακίων ἐν φανταcίῃ, δύc‐ πνοια καρτερή· πνῖγεc ὡc ἀπ’ ἀγχόνηc. ὧδε γοῦν τινεc κατέcτρεψαν | |
2.13.19 | τὸν βίον, νήγρετον ὕπνον ἐc θάνατον εὕδοντεc. τοιούcδε ὦν ἐόνταc | |
τίc οὐκ ἂν φύγοι ἢ τίc οὐκ ἂν ἐκτραπείη, κἢν υἱὸc ἢ πατὴρ ἔῃ, κἢν καcίγνητοc τύχῃ; δέοc καὶ ἀμφὶ μεταδόcιοc τοῦ κακοῦ. πολλοὶ γοῦν ἐπ’ ἐρημίηc καὶ ἐc ὄρεα τοὺc φιλτάτουc ἐξέθεcαν, οἱ μὲν ἐc χρόνον | 89 | |
5 | ἐπαρήγοντεc τῷ λιμῷ, οἱ δὲ ὡc ἥκιcτα cφέαc ἐθέλοντεc ἐκθανεῖν. λό‐ γοc δὲ ὡc τῶν ἐπ’ ἐρημίηc ἀφιγμένων τιc ἐξερπύcαντα ἐκ τῆc γῆc ἔχιν ἰδών, ὑπ’ ἀνάγκηc τοῦ λιμοῦ ἢ τῷ πάθεϊ ἀχθεcθείc, ὡc ἀμείψα‐ cθαι τὸ κακὸν κακῷ, ζῶντοc ἐνέφαγε τοῦ ἔχιοc, καὶ οὐ πρόcθεν ἐτελεύτηcε | |
2.13.20 | πρὶν ἢ πάντα αὐτῷ διαcαπῆναι καὶ ἀποcτῆναι τὰ μέλεα. ἄλλον δὲ ἰδεῖν ἔχιν ἐc πίθον γλεύκεοc ἑρπύcαντα, πιόντα τε τοῦ γλεύκεοc ἐc κόρον ἀποβλύcαι, πολλὸν δὲ καὶ τοῦ ἰοῦ ξυνεκχεῖν τῷ γλεύκεϊ· ἐπεὶ δὲ ἀπεπνίγη τὸ θηρίον ἐν τῷ γλεύκεϊ, χανδὸν καὶ πολλὸν τοῦ γλεύ‐ | |
5 | κεοc πιεῖν τὸν ἄνθρωπον, ἀπαλλαγὴν τοῦ βίου καὶ τοῦ πάθεοc διζή‐ μενον. ὡc δὲ ἐc κόρον ἧκε καὶ μέθην, ἔκειτο μὲν χαμαὶ τὰ πρῶτα ὅκωc ἀποθνῄcκων· ἐπεὶ δὲ ἐκ τοῦ κάρου καὶ τῆc μέθηc ἐξήγρετο, περιερρύηcαν μὲν τὰ πρῶτα αἱ κόμαι, ἔτι δὲ δάκτυλοί τε καὶ ὄνυχεc, | |
2.13.21 | ἑξῆc δὲ περιτετήκειcαν πάντα. ἐπεὶ δὲ ἔτι ἐν cπέρματι ἡ δύναμιc ἦν, ἐκηροπλάcτεε αὖθιc ὅκωc ἐκ γενετῆc τὸν ἄνθρωπον ἡ φύcιc· ἐξέθρεψε μὲν ἄλλαc κόμαc καὶ ὄνυχαc νέουc καὶ cάρκα καθαρήν, καὶ ἐξέδυ μὲν τὸ παλαιὸν ῥῆνοc, ὡc γῆραc ἑρπετοῦ· ἐπανεκλήθη δὲ [ὡc] ἐc φῦμα | |
5 | ζωῆc ὅκωc ἄλλοc ἄνθρωποc. ὅδε μὲν ὦν ὁ μῦθοc οὐ κάρτα μὲν ἀτρε‐ κήc, οὐ πάγχυ δὲ ἄπιcτοc· κακὸν γὰρ κακῷ βλαφθῆναι πιcτόν· τὴν φύcιν δὲ ἐπὶ τῷ ἐόντι ζωπύρῳ ἀνανεῶcαι τὸν ἄνθρωπον, οὐκ ἄπιcτον | |
ἐc τέρατοc ἰδέην. | 90 |