TLG 0719 001 :: ARETAEUS :: De causis et signis acutorum morborum (lib. 1) De causis et signis acutorum morborum (lib. 1) Citation: Book — chapter — section — (line) | ||
1t1 | ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ϹΗΜΕΙΩΝ ΟΞΕΩΝ ΠΑΘΩΝ ΒΙΒΛΙΟΝ Α | |
1.5.1 | 〈Περὶ παροξυcμοῦ ἐπιληπτικῶν.〉 * ἀμβλύτητεc, ἴλιγγοι, τενόν‐ των βάρεα, φλεβῶν τῶν ἐν τῷ τραχήλῳ πληρώcιεc καὶ διατάcιεc· ναυ‐ τίη τὰ πολλὰ μὲν ἐπὶ cιτίοιcιν, οὐχ ἥκιcτα δὲ καὶ ἐπ’ ἀcιτίῃcι, [καὶ] βληχροί· καὶ φλέγμα ἐμεῖται cυχνόν· ἀποcιτίη καὶ ἀπεψίη ἐπὶ cμικροῖcι | |
5 | ἐδέcμαcι· φυcώδεεc, ἐπηρμένοι τὰ ὑποχόνδρια. τάδε μὲν ὦν διηνεκέα. ἢν δὲ πληcίον δέοc ᾖ τοῦ παροξυcμοῦ, κύκλῳ μαρμαρυγαὶ πρὸ τῆc ὄψιοc πορφυρέων ἢ μελάνων, ἢ πάντων ὁμοῦ ξυμμεμειγμένων, ὡc δο‐ κέειν τὴν ἐν οὐρανῷ τετανύcθαι ἶριν· ἦχοι ὤτων, βαρυοδμίη· ὀργίλοι, | |
---|---|---|
1.5.2 | πικρόχολοι παραλόγωc. κατέπεcον γοῦν τινεc ὑπὸ προφάcιοc ἐξ ἀθυ‐ μίηc· μετεξέτεροι δὲ ῥεύματι ποταμοῦ ἀτενὲc ἐνιδόντεc, ἢ τροχῷ δινευ‐ μένῳ, ἢ βέμβικι ἑλιccομένῃ· ἄλλοτε δὲ ὄcφρηcιc βαρέων ὀcμῶν κατέ‐ βαλε, ὥcπερ τοῦ γαγάτου λίθου. τοῖcδε μὲν ὦν ἐν τῇ κεφαλῇ τὸ | |
5 | κακὸν ἐcτηρίχθη τε καὶ ἐντεῦθεν πημανθὲν ἄρχεται· μετεξετέροιcι δὲ καὶ ἀπὸ τῶν πορρωτέρω τῆc κεφαλῆc νεύρων, ὁκόcα ξυμπαθέα τῇ ἀρχῇ, γίγνεται. δάκτυλοι γοῦν μεγάλοι χειρῶν ἢ ποδῶν ξυνέλκονται, καὶ πόνοc καὶ νάρκη καὶ τρόμοc ἕπεται. καὶ ἐc κεφαλὴν τουτέων ἡ ὁρμὴ ἧκεν, 〈ἢν〉 ἕρπον τὸ κακὸν ἐc τὴν κεφαλὴν ἵκηται, πάταγοc του‐ | |
10 | τέοιcι γίγνεται ὡc ἀπὸ πληγῆc ἢ ξύλου, ἢ λίθου. καὶ ἐξαναcτάντεc | |
1.5.3 | ἐκδιηγεῦνται, ὡc ὑπό τευ ἐξ ἐπιβουλῆc παταχθέντεc. ἥδε μέντοι ἡ ἀπάτη γίγνεται ὁκόcοιcι τότε πρῶτον τὸ κακὸν ξυνέπεcε· οἷc δὲ ξύν‐ | |
ηθεc τὸ πάθοc, ἢν ἐπίῃ μὲν ἡ νοῦcοc, ἐc δάκτυλον δὲ ἤδη ἀφίκηται, ἢ ἀπό τευ ἄρξηται, ξυνηθέαc ἀρωγοὺc καλέουcι τοὺc παρεόνταc, προ‐ | 3 | |
5 | γνώcει τοῦ μέλλοντοc ὑπ’ ἐμπειρίηc· διαcφίγγειν τε καὶ ἀνακλάειν καὶ ξυντείνειν δέονται τὰ κατάρχοντα μέλεα· καὶ αὐτοὶ δὲ ἑωυτέοιcι ἕλ‐ κουcι τὰ μέλεα, ὅκωcπερ τὴν νοῦcον ἐξαιρούμενοι· καὶ cφέων ἡ τοιήδε ἐπικουρίη κοτὲ καὶ ἐc τὴν ἡμέρην cημαcίην διώcατο. πολλοῖcι δὲ φό‐ βοc ἐcτὶ ὡc ἐπιόντοc θηρίου, ἢ cκιῆc φανταcίη, καὶ οὕτω κατέπεcον. | |
1.5.4 | ἐν δὲ τῇ cημαcίῃ ἀναιcθήτωc μὲν κέεται ὥνθρωποc, χεῖρεc δέ οἱ cπαcμῷ ξυνέρχονται· cκέλεα οὐ διαπεπλεγμένα μοῦνον, ἀλλὰ τῇδε κἀκεῖcε βαλ‐ λόμενα αὐτοῖc ἀπὸ τῶν τενόντων. ἐcφαγμένοιcι ταύροιcι ἥδε ἰκέλη ἡ ξυμφορή. αὐχὴν ἀγκύλοc, κεφαλὴ ποικίλωc διάcτροφοc. ἄλλοτε μὲν | |
5 | γὰρ ἐc τὸ πρηνὲc τοξοῦται, εὖτε ἐc τὸ cτέρνον ἡ γένυc ἐρείδῃ, ἄλ‐ λοτε δὲ ἐc τὸ μετάφρενον ἀνακλᾶται, ὅκωc τοῖcιν ἀπὸ τῆc κόμηc ἑλ‐ κομένοιcι βίῃ, εὖτε ἔνθα ἢ ἔνθα ἐπὶ τοὺc ὤμουc ἱζάνῃ. χάcκουcι μέγα· cτόμα ξηρόν· γλῶccα προμήκηc, ὡc καὶ κίνδυνον τρώματοc μεγάλου γίγνεcθαι, ἢ ἀποτομῆc, 〈εἴ〉 κοτε cπαcμῷ ξυνερείcουcιν οἱ ὀδόντεc· | |
10 | ὀφθαλμοὶ ἐνδεδινημένοι· βλέφαρα τὰ πολλὰ διέχοντα ξὺν παλμῷ· ἢν δὲ ἐπιμύcαι κοτὲ ἐθέλοιεν, οὐ ξυμβάλλουcι τὰ βλέφαρα, ὡc καὶ τὰ | |
1.5.5 | λευκὰ ὁρῆcθαι ἐξ ὑποφάcιοc· ὀφρύεc ἄλλοτε μὲν ἐc τὸ μεcόφρυον ἀνειμέναι, ὅκωc τοῖc χαλεπαίνουcι, ἄλλοτε δὲ ἐc τοὺc κροτάφουc ἀπηγμέναι πολλόν τι μᾶλλον, ὡc τὸ δέρμα περὶ τὸ μέτωπον cφόδρα περιτετάcθαι καὶ τὰc τοῦ μεcοφρύου ῥυτίδαc ἐξαληλίφθαι· μῆλα ἐρυ‐ | |
5 | θρά, παλλόμενα· χείλεα κοτὲ μὲν ἄμφω ἐc ὀξὺ μεμυκότα, ἄλλοτε δὲ ἐc τὰ πλάγια ἀπηγμένα, εὖτε τοῖcι ὀδοῦcι περιτείνεται τοῖcι μειδιῶcι ὁμοίωc· ἐρύθημα μήλων. ἐν αὔξῃ δὲ τοῦ κακοῦ καὶ πελιδνότηc τοῦ προcώπου προcγίγνεται· ἀγγείων τῶν ἐν τῷ αὐχένι διάταcιc· ὡc ἐν | |
1.5.6 | πνιγὶ ἀφωνίη, ἀναιcθηcίη, καὶ εἰ μέγα ἐμβοῇc· μυγμὸc δὲ καὶ cτεναγμὸc ἡ φωνή, καὶ ἡ ἀναπνοὴ [καὶ ἡ] πνὶξ ὡc ἀπαγχομένῳ· cφυγμοὶ cφο‐ δροὶ καὶ ταχέεc, καὶ cμικροὶ ἐν τῇcι ἀρχῇcι· μεγάλοι δὲ καὶ βραδέεc καὶ νωθροὶ ἐπὶ τῷ τέλεϊ, ἄτακτοι δὲ ἐc τὸ ξύνολον· αἰδοίων ξύνταcιc. | |
5 | τάδε μὲν ὦν ἐc τέλοc τῆc cημαcίηc πάcχουcι· ἢν δὲ ἐc ἄφεcιν ἀφι‐ | |
κνέωνται τοῦ κακοῦ, οὖρα αὐτόματα, κοιλίηc περίπλυcιc· μετεξετέροιcι δὲ καὶ γονῆc ἀπόκριcιc τῇ θλίψει καὶ πιέcει τῶν ἀγγείων, ἢ γαργα‐ | 4 | |
1.5.7 | λιcμῷ τοῦ πόνου καὶ ὑγραcίηc προκλήcει. γίγνονται γὰρ ἐν νεύροιcι πόνοι καὶ τοῖcδε. cτόμα δίυγρον· φλέγμα πολλόν, παχὺ καὶ ψυχρόν, καὶ εἰ ἕλκοιc αὐτό, ἐπὶ μαλλὸν ἂν πλῆθοc αὐτέου μηρύcαιο. ἢν δὲ χρόνῳ μακρῷ καὶ πόνῳ πολλῷ βραcθῇ μὲν τὰ ἔνδον τοῦ θώρηκοc, | |
5 | πνεῦμα δὲ ἐγκατειρχθὲν τὰ πάντα cείcῃ, cπαcμὸc δὲ καὶ τάραχοc τῶν αὐτέων ἔῃ, κλύδων δὲ ὑγρῶν ἀναπνέῃ ἐc τὰc διαπνοάc, cτόμα καὶ ῥῖνα, cὺν ὑγρῷ τὸ πνεῦμα, ἄνεcιc δὲ τῆc πρόcθεν πνίξιοc ἁπάντων ἔοικε· ἀφρὸν δὲ ἀποπτύουcι ὥcπερ ἐπὶ τοῖcι μεγάλοιcι πνεύμαcι ἡ θάλαccα τὴν ἄχνην· εὖτε καὶ ἐξανίcτανται δῆθεν ὡc τελευτήcαντοc | |
10 | τοῦ κακοῦ. ἐπὶ δὲ τῇ ἀποπαύcει νωθροὶ τὰ μέλεα τὰ πρῶτα, καρη‐ βαρικοί, διαλελυμένοι, πάρετοι, ὠχροί, δύcθυμοι, κατηφέεc καμάτῳ καὶ αἰcχύνῃ τοῦ δεινοῦ. | |
1.6.1 | Περὶ τετάνου. Ϲπαcμοὶ οἱ τέτανοι, κάρτα μὲν ἐπίπονοι, ὀξύ‐ τατοι δὲ κτεῖναι, ἀτὰρ οὐδὲ ῥηΐδιοι λυθῆναι. μυῶν τῶν ἐν γνάθοιcι καὶ τενόντων τάδε πάθεα· ξυνδιδοῖ δὲ τὸ κακὸν ἐc τὸ πᾶν· ἅπαντα γὰρ ξυμπαθέα τῇcι ἀρχῇcι γίγνεται. ἰδέαι δὲ τῆc ξυνολκῆc ἔαcι τρεῖc· | |
5 | ἐc εὐθύ, ἐc τὸ κατόπιν, ἐc τοὔμπροcθεν. ἐc εὐθὺ μὲν ὁ τέτανοc, εὖτε ἀcτραβὴc ὥνθρωποc καὶ ἀκαμπὴc ἐντέταται· αἱ δὲ ἐc τοὐπίcω, ἢ ἐc τοὔμπροcθεν ξυνολκαὶ ξὺν τῇ τάcει καὶ τῷ χωρίῳ ἴcχουcι τὴν | |
1.6.2 | ἐπίκληcιν. τὴν μὲν γὰρ κατόπιν τοῦ νοcέοντοc ἀνάκλιcιν ὀπιcθότονον καλέομεν, τῶν τῇδε πεπονθότων νεύρων. ἐμπροcθότονον δέ, ἢν ἐc τοὔμπροcθεν καμπύλληται ὥνθρωποc ἐπὶ τοῖcι πρόcθεν νεύροιcι. τόνοc γὰρ νεύρων καὶ ἐντάcιοc οὔνομα. προφάcιεc δὲ τῶνδε μυρίαι· καὶ | |
5 | γὰρ ἐπὶ τρώματι φιλέουcι γίγνεcθαι ὑμένοc, ἢ μυῶν, ἢ νεύρων νυγέν‐ των, εὖτε τὰ πολλὰ θνῄcκουcι· ἐπὶ τρώματι γὰρ cπαcμὸc θανάcιμον. cπᾶται δὲ καὶ ἐπὶ ἀμβλώcει ἡ γυνή, ἀτὰρ καὶ ἥδε οὐ μάλα περιγίγνε‐ ται. καί τευ πατάξαντοc μεγάλωc τὸν αὐχένα μετεξέτεροι cπῶνται. | |
1.6.3 | καὶ ψῦξιc δὲ κάρτα ἰcχυρὴ γίγνεται αἰτίη. διὰ τόδε χεῖμα μὲν μάλιcτα | |
πάντων τίκτει τάδε τὰ πάθεα, δεύτερον δὲ ἦρ cὺν τῷ μετοπώρῳ, θέροc δὲ ἥκιcτα, εἰ μὴ κατάρχει τρῶμα ἢ νούcων ἀλλοδαπῶν ἐπιδημίη. γυναῖκεc δὲ ἀνδρῶν cπῶνται μὲν μᾶλλον, ὅτι ψυχραί· ἀτὰρ αἵδε περι‐ | 5 | |
5 | γίγνονται μᾶλλον, ὅτι ὑγραί. ἡλικίαι δέ, παῖδεc μὲν ξυνεχέεc, ἀλλ’ οὐ μάλα θνῄcκουcι, ὅτι ξύνηθεc καὶ οἰκεῖον πάθοc· νέοι δὲ τουτέων ἧccον πάcχουcι, μᾶλλον δὲ θνῄcκουcι· ἀκμάζοντεc ἥκιcτα· γέροντεc δὲ πάν‐ των μᾶλλον καὶ πάcχουcι καὶ θνῄcκουcι· αἰτίη γὰρ ψῦξιc καὶ ξηρότηc | |
1.6.4 | γήραοc, καὶ θανάτου ἡ φύcιc. ἢν δὲ ἡ ψῦξιc ἔῃ cὺν ὑγρῷ, ἀcινέcτεροι [τε] καὶ ἀcφαλέcτεροι ἐc κίνδυνον οἱ cπαcμοί. ξύνεcτι μὲν αὐτέοιcι ἁθρόον μὲν ἅπαcι εἰρῆcθαι πόνοc καὶ ἔνταcιc τενόντων τῶν ῥάχιοc καὶ μυῶν τῶν ἐν γνάθοιcι καὶ θώρηκι· ἐρείδουcι γὰρ τὴν κάτω γένυν | |
5 | πρὸc τὴν ἄνω, ὡc μηδὲ μοχλοῖcι ἢ cφηνὶ διὰ ῥηϊδίωc cτῆcαι δύναcθαι. ἢν δὲ καὶ βίῃ διαγαγὼν τοὺc ὀδόνταc ἐνcτάξῃ τιc ὑγρόν, οὐ κατα‐ πίνουcι, ἀλλ’ ἐκχέουcι, ἢ ἐν τῷ cτόματι ἴcχουcι, ἢ ἐc τὰc ῥῖναc ἀνα‐ κόπτεται· ὅ τε γὰρ ἰcθμὸc cυνερείδεται καὶ τὰ παρίcθμια cκληρὰ καὶ ἐντεταμένα ἐόντα οὐ ξυμπίπτει ἐc τὴν ἔνθλιψιν τοῦ καταπινομένου. | |
1.6.5 | πρόcωπα ἐρευθῆ, πεποικιλμένα· ὀφθαλμοὶ cμικροῦ δεῖν ἀτενέεc, μόλιc περιδινεύμενοι· πνὶξ ἰcχυρή· ἀναπνοὴ κακή· χειρῶν καὶ cκελέων τάcιc· μύεc παλλόμενοι· πρόcωπα ποικίλωc διάcτροφα· μῆλα καὶ χείλεα τρο‐ μώδεα· γένυc παλλομένη· ὀδόντων ἄραβοc· ἐπ’ ἄλλῳ δ’ ἄν τινι καὶ | |
5 | τὰ ὦτα, ἐγὼ δὲ ἐθηεύμην καὶ ἐθώμαζον. οὖρα ἐπιcχόμενα μέχρι δυc‐ ουρίηc καρτερῆc, ἢ αὐτομάτωc ἐκχεόμενα θλιβομένηc τῆc κύcτιοc. τάδε μὲν ὦν ξὺν πάcῃ ἰδέῃ cπαcμῶν. ἴδια δὲ ἑκάcτηc, τετάνου μὲν ἡ ἐc εὐθὺ ἀπόταcιc ὅλου ἀcτραβὴc πάντῃ καὶ ἀκλινήc· εὐθέα δὲ καὶ cκέλεα | |
1.6.6 | καὶ χεῖρεc. ὀπιcθότονοc δὲ κατόπιν ἀγκύλλει τὸν ἄνθρωπον, ὡc τὴν κεφαλὴν ἀνακεκλαcμένην μεcηγὺ τῶν ὠμοπλατέων κέεcθαι. βρόγχοc ἐξέχει· γένυc τὰ πολλὰ διΐcταται, cπάνιον δὲ εὖτε ξυνερείδει τῇ ἄνω· ῥωχμὸc ἡ ἀναπνοή· προπετέεc κοιλίην καὶ θώρηκα. οὖρον τουτέοιcι | |
5 | μᾶλλον ἀκρατέc. ἐπιγάcτριον ἐντεταμένον καί, εἰ ἐπικρούοιc, ἐνηχοῦν· χεῖρεc ἐν ἐκτάcει κατόπιν κεκλαcμέναι· cκέλεα ξυγκεκαμμένα· ἐναντίωc | 6 |
1.6.7 | γὰρ ἰγνύϊ κατόπιν κάμπτεται. ἢν δὲ ἐc τὸ ἔμπροcθεν ἕλκωνται, κυρτοὶ μὲν τὰ νῶτα· ἐπ’ ἶcον τοῖcι μεταφρένοιcι τῶν ἰcχίων ἐξωθευμένων, ῥάχιc ὅλη ἐc εὐθύ· κορυφή, κεφαλὴ πρηνήc, ἐc θώρηκα ξυννενευκυῖα· γένυc ἐπὶ τοῖcι cτέρνοιcι πεπηγυῖα· χεῖρεc ξυνηρειcμέναι· cκέλεα ἐκ‐ | |
5 | τεταμένα. πόνοι ἁπάντων καρτεροί, φωνὴ ἁπάντων κλαυθμώδηc· cτενά‐ ζουcι δὲ μύζοντεc βύθιον. ἢν μὲν ὦν τοῦ θώρηκοc καὶ τῆc ἀναπνοῆc λάβηται τὸ κακόν, ῥηϊδίωc τοῦ ζῆν ἀπήγαγε· ἀγαθὸν μὲν τῷ νοcέοντι ἐc πόνων καὶ διαcτροφῆc καὶ αἰcχύνηc ἀπαλλαγήν, ἀλυπότερον δὲ καὶ | |
1.6.8 | τοῖcι παρεοῦcι, κἢν υἱὸc ἢ πατὴρ ἔῃ. ἢν δὲ ἐc τὸ ζῆν ἔτι διαρκέῃ, τῆc ἀναπνοῆc, εἰ καὶ κακῆc, ξυντελουμένηc δ’ ὦν, ἐc τὸ πρόcθεν οὐ τοξοῦνται μοῦνον, ἀλλὰ καὶ cφαιροῦνται, ὡc τὴν κεφαλὴν ἐπὶ τοῖcι γούναcι ἔχειν καὶ τὰ cκέλεα καὶ τὰ νῶτα ἐc τὸ πρόcθεν κεκλάcθαι, | |
5 | ὡc δοκέειν ἐc ἰγνύην τὸ κατὰ γόνυ ἄρθρον ἐξῶcθαι. ἐξάνθρωποc ἡ ξυμφορή, καὶ ἀτερπὴc μὲν ἡ ὄψιc, ὀδυνηρὴ δὲ καὶ τῷ ὁρέοντι θέη· ἀνήκεcτον δὲ τὸ δεινόν· ἀγνωcία δὲ ὑπὸ διαcτροφῆc καὶ τοῖc φιλτά‐ | |
1.6.9 | τοιc ἀνθρώποιc. εὐχὴ δὲ τοῖcι παρεοῦcι ἡ πρόcθεν οὐχ ὁcίη, νῦν ἀγαθὴ γίγνεται, ἀπελθέμεναι τοῦ βίου τὸν κάμνοντα ἐc ἀπαλλαγὴν ξὺν τῷ ζῆν καὶ τῶν πόνων καὶ τῶν ἀτερπέων κακῶν. ἀτὰρ οὐδὲ ἰητρὸc παρεὼν ὁρέων οὔτε ἐc ζωὴν οὔτε ἐc ἀπονίην, ἀτὰρ οὐδὲ ἐc | |
5 | μορφὴν ἔτι ἐπαρκέει. εἰ γὰρ καὶ ἐπευθῦναι ἐθέλοι τὰ μέλη, ζῶντα ἂν διατμήξαι καὶ κατάξαι τὸν ἄνθρωπον. τοῖcι ὦν κεκρατημένοιcι οὐκέτι ἐγχειρέων ξυνάχθεται μοῦνον. ἥδε ἐcτὶ τοῦ ἰητροῦ μεγάλη ξυμφορή. | |
1.7.1 | Περὶ cυνάγχηc. Ἡ cυνάγχη κάτοξυ μέν τι πάθοc· ἀνα‐ πνοῆc γὰρ ἡ πίεcιc. δύο δὲ τὰ εἴδεα· ἢ γὰρ τῶν ὀργάνων τῶν τῆc ἀναπνοῆc ἐcτὶ φλεγμονή, ἢ μοῦνον τοῦ πνεύματοc [ἢ] πάθοc, ἐφ’ | |
ωὑτέου τὴν αἰτίην ἴcχοντοc. ὀργάνων δέ, παριcθμίων, ἐπιγλωccίδοc, | 7 | |
5 | φαρυγγέθρου, κίονοc, ἄκρηc ἀρτηρίηc· ἢν δὲ ἐπινέμηται ἡ φλεγμονή, καὶ γλώccηc καὶ γνάθων τῶν εἴcω· εὖτε προβάλλουcι τῶν ὀδόντων τὴν γλῶccαν ὑπερβολῇ μεγέθεοc· πίμπληcι γὰρ τὴν χώρην τοῦ cτό‐ ματοc, καὶ τὸ περιττὸν αὐτέηc ὑπὸ τοὺc ὀδόνταc ἔκκειται. [cυνάγχη καὶ] κυνάγχη τόδε καλέεται, ἤτοι τῷ ξυνεχέϊ πάθεϊ τῶνδε τῶν ζώων, | |
1.7.2 | ἢ τῷ ξυνήθεϊ τῆc προβολῆc τῆc γλώccηc καὶ ἐν ὑγείῃ. τῷ ἑτέρῳ δὲ εἴδεϊ τὰ ἐναντία ξύνεcτι· ξύμπτωcιc τῶν ὀργάνων καὶ ἰcχνότηc ἐπὶ μᾶλλον τῆc ἑκάcτου φύcιοc καὶ πνὶξ καρτερή, ὡc δοκέειν cφίcι αὐτέοιcι ἐc θώρηκα ἐc τὸ ἀφανὲc ἐγκεκρύφθαι τὴν φλεγμονὴν ἀμφὶ κραδίην | |
5 | καὶ πνεύμονα. cυνάγχην τήνδε καλέομεν, οἷον ξυννεύουcαν ἔνδον καὶ ἄγχουcαν. ἐμοὶ δὲ δοκέει αὐτέου τοῦ πνεύματοc μούνου τὸ κακὸν ἔμ‐ μεναι τροπὴν πονηρὴν ἐc τὸ θερμότατον καὶ ξηρότατον τρεπομένου, ἄνευθεν τοῦ cώματόc τινοc φλεγμονῆc. ἔcτι δὲ οὐ μέγα τὸ θῶμα· καὶ γὰρ ἐν Χαρωνηΐοιcι αἱ πνίξιεc οὐ cωμάτων πάθεϊ ὀξυτάτῳ γίγνονται, | |
10 | ἀλλὰ καὶ μιᾷ· εἰcπνοῇ θνῄcκουcι ὥνθρωποι, πρὶν τὸ cῶμα κακόν τι παθέειν· ἀτὰρ καὶ ἀπὸ γλώccηc κυνὸc εἰcπνεύcαντοc μοῦνον ἐc τὴν | |
1.7.3 | ἀναπνοήν, οὔτι μὴν ἐνδακόντοc, λυccᾷ ὁ ἄνθρωποc. τοιήνδε ὦν τῆc ἀναπνοῆc τὴν τροπὴν οὐκ ἀδύνατον γίγνεcθαι ἔνδοθεν· ἐπεὶ καὶ ἄλλα μυρία τῶν ἐν ἀνθρώπῳ τὴν ωὐτὴν ἰδέην τοῖcι ἔξωθεν αἰτίοιcι ἴcχει· χυλοὶ φθείροντεc ἔcωθεν καὶ ἔξωθεν· ἀτὰρ καὶ νοῦcοι φαρμάκοιcι δηλη‐ | |
5 | τηρίοιcι ἴκελαι, καὶ ἀπὸ φαρμάκων ἐμέουcι, ὁκοῖα πυρετῶν εἵνεκα. ὅθεν οὐδ’ ἀπεοικὸc ἐν τῷ λοιμῷ τῷ ἐν Ἀθήνῃcι μετεξετέρουc δοκέειν ἐc τὰ φρέατα 〈τὰ〉 ἐν τῷ Πειραιεῖ ὑπὸ Πελοποννηcίων ἐμβεβλῆcθαι φάρμακα· οὐ γὰρ ξυνίεcαν ὥνθρωποι τὸ ξυνὸν τοῦ κακοῦ τοῦ λοιμώ‐ | |
1.7.4 | δεοc πρὸc τὰ δηλητήρια. ξύνεcτι δὲ τοῖcι μὲν κυναγχικοῖcι φλεγμονὴ παριcθμίων, φαρυγγέθρου, παντὸc τοῦ cτόματοc· γλῶccα προπετὴc ὑπὲρ τοὺc ὀδόνταc καὶ τὰ χείλεα· cιελοχόοι· φλέγμα παχύτατον ἀπορρέον καὶ ψυχρόν· ἐρυθροὶ τὰ πρόcωπα καὶ ἐπηρμένοι· ὀφθαλμοὶ ἐξίcχοντεc, | |
5 | ἀναπετέεc, ἐξέρυθροι· τὸ ποτὸν ἐc τὰc ῥῖναc ἀνακόπτεται. πόνοι καρ‐ | |
τεροί, ἀλλὰ καὶ ὑπὸ τῆc πνιγὸc ξυνδιωκόμενοι ἀμαυροῦνται· θώρηξ καὶ κραδίη φλέγεται· ποθὴ ψυχροῦ ἠέροc· εἰcπνέουcι δὲ cμικρὸν πάνυ, | 8 | |
1.7.5 | ἔcτε καὶ ἀπεπνίχθηcαν, ἐμφραγείcηc τῆc ἐc τὸν θώρηκα διόδου. ἐνίοιcι δὲ ἐc πνεύμονα ἡ ξύνδοcιc ῥηϊδίωc, οἱ δὲ μεταcτάcει θνῄcκουcι· πυρε‐ τοὶ νωθροί, μαλακοί, οὐδὲν ὠφελέοντεc. εἰ δέ τῳ ἐc ἀγαθὸν τρέποιτο, ἀποcτάcιεc γίγνονται ἔνθα καὶ ἔνθα παρ’ οὖc ἔξω ἢ ἔνδον ἐc τὰ παρ‐ | |
5 | ίcθμια· κἢν μὲν ξὺν νάρκῃ μὴ κάρτα βραδέωc, περιγίγνονται μέν, ξὺν πόνῳ δὲ καὶ κινδύνῳ. ἢν δὲ τρεπομένων ἐc ἀπόcταcιν ὄγκοc μέζων ὑπογίγνηται, ἐc κορυφὴν τῆc ἀποcτάcιοc ἀνιcταμένηc, ἁθρόον πνίγον‐ | |
1.7.6 | ται. τάδε μὲν τὰ κυνάγχηc εἴδεα. ξυνάγχῃ δὲ ξύμπτωcιc, ἰcχνότηc, ὠχρότηc cύνεcτι· ὀφθαλμοὶ κοῖλοι, εἴcω δεδυκότεc· φάρυγξ καὶ γαργα‐ ρεὼν ἀνεcπαcμένοι· παρίcθμια ἐπὶ μᾶλλον προcίζοντα· ἀφωνίη. πνὶξ ἡ τοῦδε τοῦ εἴδεοc τῆc πρόcθεν πολλόν τι κραταιοτέρη, ἐν θώρηκι | |
5 | ἐόντοc τοῦ κακοῦ, ἔνθα ἡ ἀρχὴ τῆc ἀναπνοῆc. οἱ δὲ ὀξύτατοι θνῄ‐ cκουcι αὐτῆμαρ, ἔcθ’ ὅπῃ καὶ πρὶν καλέcαcθαι τὸν ἰητρόν, οἱ δὲ καὶ ἐcκαλεcάμενοι οὐδὲν ὤναντο· ἀπέθανον γὰρ πρὶν ἢ τὸν ἰητρὸν ἔτι 〈τῇ〉 | |
1.7.7 | τέχνῃ χρήcαcθαι. ὁκόcοιcι δὲ ἐc ἀγαθὸν τρέπεται, ἐπιφλεγμαίνει πάντα, ἅπερ ἐc τὸ ἔξω ἡ φλεγμονὴ ἐξώκειλε, ὡc κυνάγχην ἀπὸ ξυνάγχηc γίγνεcθαι. ἀγαθὸν δὲ καὶ ἐν θώρηκι οἴδημα καρτερόν, ἢ ἐρυcίπελαc ἐμφανέωc. καὶ ἰητρὸc δὲ ἀγαθὸc ἢ cικύῃ ἐc τὸν θώρηκα τὸ κακὸν | |
5 | ἀνήγαγε, ἢ cίνηπι ἐc τὰ cτέρνα καὶ ἐc τὰ παρὰ γνάθουc μέρεα ἐπι‐ θεὶc εἵλκυcε ἔξω καὶ διέπνευcε. μετεξετέροιcι δὲ ἐc μὲν βραχὺ τὸ κακὸν ὑπὸ τουτέων ἀπετάθη ἔξω, ἀπολυθὲν δὲ ἁθρόωc ἐπαλινδρόμηcε καὶ | |
1.7.8 | ἔπνιξε. προφάcιεc δὲ μυρίαι, ψύξιεc μᾶλλον, ἧccον ἐκκαύcιεc, πληγαί, ὀcτέων ἰχθύων διαπάρcιεc ἐc τὰ παρίcθμια, ψυχροποcίαι, μέθαι, πληcμο‐ ναί, καὶ τὰ ἀπὸ τῆc ἀναπνοῆc κακά. | |
1.8.1 | Περὶ τῶν κατὰ τὴν κιονίδα παθῶν. Τὸ ἀπὸ τῆc ὑπερώηc ἐκκρεμὲc cῶμα cτερρὸν μεcηγὺ τῶν παριcθμίων κίων καὶ γαργαρεὼν καλέεται· cταφυλὴ γὰρ πάθεόc ἐcτι οὔνομα. νεῦρον δέ ἐcτι ἡ κιο‐ νὶc τὴν φύcιν, ἀλλ’ ὑγρόν· ἐν γὰρ ὑγρῷ κέεται χωρίῳ. ὅδε ὦν ὁ γαρ‐ | |
5 | γαρεὼν πλεῦνα πάcχει πάθεα· καὶ γὰρ ἐπὶ φλεγμονῇ παχύνεται, ἶcοc ἀπὸ τῆc βάcιοc ἄχρι τοῦ πέρατοc ἄκρου, ἐπιμήκηc γιγνόμενοc, καὶ ἐρύθημα ἴcχει. κίων δὲ τοῦδε τοῦ πάθεοc ἡ ἐπίκληcιc. εἰ δὲ κατὰ πέραc μοῦνον cτρογγύλλεται καὶ μεγέθεϊ πελιδνὸc γίγνεται καὶ ὑπο‐ μελανίζει, cταφυλὴ ἐπώνυμον τόδε τὸ πάθοc· πάντα γὰρ ἴκελα αὐτέῃ, | 9 |
1.8.2 | καὶ cχῆμα καὶ χροιὴ καὶ μέγεθοc. τρίτον πάθοc ἐcτὶ ὑμένων, 〈εὖτε〉 ἔνθα καὶ ἔνθα οἷόν τι λαίφεα πλατέα ἢ νυκτερίδων πτέρυγεc ἐκφαί‐ νονται. ἱμάντιον τόδε καλέεται· ἱμᾶcι γὰρ ἴκελαι αἱ τῶν ὑμένων ἐc πλάτοc ἐξαπλώcιεc. ἢν δὲ ἐc λεπτὸν καὶ εὐμήκη ὑμένα τελευτᾷ ἡ | |
5 | κιονίc, οἷόν τι οὐρίαχον κατὰ πέραc ἴcχουcα, κράcπεδον τὴν ἐπωνυ‐ μίην ἴcχει. γίγνεται δὲ τόδε καὶ αὐτομάτωc μὲν ἐκ ῥεύματοc, ὅκωcπερ καὶ ἕτερα· ἀτὰρ καὶ ἀπὸ τομῆc ἐπικαρcίηc, ἐγκαταλιπόντοc τοῦ ἰητροῦ ὑμένα κατὰ μίαν πλευρήν. ἢν δὲ δίκραια ὑμέcι διccέοιcι ἐκκρεμέcι ἔνθα καὶ ἔνθα γίγνηται, οὔνομα μὲν οὐκ ἴcχει τόδε πάθοc ἔκδηλον, | |
1.8.3 | ἅπαντα δὲ ῥηΐδιον θεηcάμενον γιγνώcκειν. πνὶξ δὲ ἐπ’ αὐτέοιcι πᾶcι, καὶ ἥκιcτα ῥηϊδίωc καταπίνουcι· βὴξ ἐπὶ πᾶcι μέν, μάλιcτα δὲ ἐπὶ τοῖcι ἱμαντίοιcι καὶ ἐπὶ τοῖc κραcπέδοιcι· γαργαλιcμὸc γὰρ τῆc ἀρτηρίηc ἀπὸ τῶν ὑμένων γίγνεται· ἔcθ’ ὅπῃ δὲ καὶ ἐνcτάζει τι τοῦ ὑγροῦ λάθρῃ | |
5 | ἐc τὴν ἀρτηρίην, ὅθεν ἀναβήccουcι. ἐπὶ δὲ τῇ cταφυλῇ καὶ τῷ κίονι δύcπνοια ἐπὶ μᾶλλον καὶ κάρτα θολερὴ κατάποcιc· καὶ γὰρ ἐc τὰc ῥῖναc ἐπὶ τῶνδε τὸ ὑγρὸν ἀναθλίβεται ξυμπαθείῃ τῶν παριcθμίων. γηραιοῖcι ὁ κίων ξυνήθηc, cταφυλὴ δὲ νέοιcι καὶ ἀκμάζουcι· πολύαιμοι γὰρ καὶ ἐπιφλεγμαίνει μᾶλλον. ἡβάcκουcι δὲ καὶ παιδίοιcι τὰ ὑμενώ‐ | |
10 | δεα. τάμνειν δὲ πάντα μὲν ἀcινέα· ἐπὶ δὲ τῇ cταφυλῇ ἔτι ἐρυθριώcῃ αἱμορραγίη καὶ πόνοι καὶ φλεγμονῆc ἐπίδοcιc. | |
1.9.1 | Περὶ τῶν κατὰ τὰ παρίcθμια ἑλκῶν. Ἕλκεα ἐν τοῖcι παρ‐ ιcθμίοιcι γίγνεται, τὰ μὲν ξυνήθεα, εὐήθεα καὶ ἀcινέα, τὰ δὲ ξένεα, λοιμώδεα καὶ κτείνοντα. εὐήθεα μὲν ὁκόcα καθαρά ἐcτι καὶ cμικρὰ καὶ ἀβαθῆ, οὐδὲ ἐπιφλεγμαίνει, καὶ ἀνώδυνα· λοιμώδεα δὲ ὁκόcα πλα‐ | |
5 | τέα, κοῖλα, ῥυπαρά, ἐπιπάγῳ λευκῷ, ἢ πελιδνῷ, ἢ μέλανι ξυνεχόμενα· ἄφθαι τοὔνομα τοῖcι ἕλκεcι. ἢν δὲ καὶ ὁ ἐπίπαγοc ἴcχῃ βάθοc, ἐcχάρη τὸ πάθοc καὶ ἔcτι καὶ καλέεται· ἐν κύκλῳ δὲ τῆc ἐcχάρηc ἐρύθημα γίγνεται καρτερὸν καὶ φλεγμονὴ καὶ πόνοc φλεβῶν, ὡc ἐπ’ ἄνθρακοc, καὶ cμικρὰ διεξανθήματα ἀραιὰ γιγνόμενα, ἔπειτα προcεπιγιγνόμενα | 10 |
1.9.2 | ξυνήφθη τε ἂν καὶ πλατὺ ἕλκοc ἐγένετο. κἢν μὲν ἔξω ἐc τὸ cτόμα νέμηται, ἐπὶ τὴν κιονίδα ἧκέ τε μὴν καὶ τὴν ἀπέταμε καὶ ἐc τὴν γλῶc‐ cαν ἐcκεδάcθη καὶ ἐc οὖλα καὶ ἐc χαλινούc· καὶ ὀδόντεc ἐκινήθηcαν καὶ ἐμελάνθηcαν, καὶ ἐc τὸν τράχηλον ἡ φλεγμονὴ ἐξώκειλε. καὶ οἵδε | |
5 | μὲν οὐ πολυήμεροι θνῄcκουcι φλεγμονῇ καὶ πυρετοῖcι 〈καὶ〉 κακωδίῃ καὶ ἀποcιτίῃ. ἢν δὲ ἐc τὸν θώρηκα νέμηται διὰ τῆc ἀρτηρίηc, καὶ αὐτῆμαρ ἀπέπνιξε· πνεύμων γὰρ καὶ κραδίη, οὔτε ὀδμῆc τοιῆcδε, οὔτε ἑλκέων, οὔτε ἰχώρων ἀνέχονται, ἀλλὰ βῆχεc καὶ δύcπνοιαι γίγνονται. | |
1.9.3 | αἰτίη μὲν ὦν τοῦ ἔργου τῶν παριcθμίων, κατάποcιc ψυχρῶν, τρηχέων, θερμῶν, ὀξέων, cτυφόντων· τάδε γὰρ τὰ μέρεα καὶ θώρηκι ἐc φωνὴν καὶ ἀναπνοήν, καὶ κοιλίῃ ἐc τροφῆc διαπομπήν, καὶ cτομάχῳ ἐc κατά‐ ποcιν διακονέεται. εἰ δὲ καὶ τοῖcι ἔνδον τι cυμβαίη πάθοc, κοιλίῃ καὶ | |
5 | cτομάχῳ καὶ θώρηκι ἐc τὸν ἰcθμὸν καὶ τὰ παρίcθμια καὶ τὰ τῇδε χωρία τοῦ κακοῦ ἡ ἀναφορὴ καὶ ἀπερεύξιεc. διὰ τόδε παιδία μάλιcτα πάcχει ἄχριc ἥβηc· μάλιcτα γὰρ παιδία καὶ μέγα καὶ ψυχρὸν ἀναπνέει· πλεῖcτον γὰρ τὸ θερμὸν ἐν τουτέοιcι· ἀκρατέα δὲ καὶ ἐδωδῆc καὶ ποικίλων ἐπι‐ θυμίη, καὶ ψυχροποcίη, καὶ βοῆcαι μέγα καὶ ἐν ὀργῇ καὶ ἐν παιδιῇ. | |
1.9.4 | καὶ κούρῃcι δὲ μέχρι καθάρcιοc ἐπιμηνίων τάδε ξυνήθεα. χώρη δὲ τίκτει Αἴγυπτοc μάλιcτα· καὶ γὰρ ἐc ἀναπνοὴν ἐcτὶ ξηρὴ καὶ ἐc ἐδω‐ δὴν ποικίλη· ῥίζαι γὰρ καὶ βοτάναι καὶ λάχανα πολλὰ καὶ cπέρματα δριμέα, καὶ ποτὸν παχύ, ὕδωρ μὲν ὁ Νεῖλοc, δριμὺ δὲ τὸ ἀπὸ τῶν | |
5 | κριθέων καὶ τὸ τῶν βρυτέων πόμα. τίκτει δὲ καὶ ἡ κοίλη Ϲυρίη μά‐ | |
1.9.5 | λιcτα· ὅθεν Αἰγύπτια καὶ Ϲυριακὰ ἕλκεα τάδε κικλήcκουcι. τρόποc δὲ θανάτου οἴκτιcτοc· πόνοc μὲν δριμὺc καὶ θερμόc, ὡc ἐπ’ ἄνθρακοc· ἀνα‐ πνοὴ κακή· ἀναπνέουcι γὰρ ὀδωδὸc cηπεδόνα καρτερήν, τὸ αὐτὸ δὲ | |
πάλιν ξυντόμωc 〈ἐc〉 τὸν θώρηκα ἐμπνέουcι· ἀcηροί, ὡc μηδὲ ἑωυτέων | 11 | |
5 | τὴν ὀδμὴν ἀνέχεcθαι· ὠχροὶ ἢ πελιδνοὶ τὰ πρόcωπα· πυρετοὶ ὀξέεc· δίψοc, ὡc ἐκ πυρόc, τὸ δὲ ποτὸν οὐ προcίενται δέεϊ τῶν ἐμπόνων· ἀcῶνται γάρ, ἢν τοῖcι παριcθμίοιcι ἐνθλίβωcι ἢ ἐc τὰc ῥῖναc ἀνατρέχῃ. | |
1.9.6 | καὶ ἢν μὲν κατακέωνται, ἀνακαθίζουcι, ἀνακεκλίcθαι οὐκ ἀνεχόμενοι· ἢν δὲ ἀνακαθίcωcι, ὑπὸ ἀπορίηc αὖθιc ἀνακλίνονται. τὰ πολλὰ δὲ ὀρθοcτάδην περιΐαcι· ἀκραcίῃ γὰρ ἡcυχίηc τὴν ἠρεμίην φεύγουcι, πόνῳ πόνον λῦcαι θέλοντεc. ἀναπνοὴ εἴcω μεγάλη· ψυχρὸν γὰρ ἠέρα πο‐ | |
5 | θέουcι ἐc ἔμψυξιν· ἔξω δὲ cμικρή· πυρίκαυτα γὰρ ἐόντα τὰ ἕλκεα προcεμπίπραται ὑπὸ θερμῆc τῆc ἀναπνοῆc· βράγχοc, ἀφωνίη. καὶ τάδε ἐπὶ τὸ κάκιον ἐπείγει, ἔcτε ἁθρόον καταπεcόντεc ἐc τὴν γῆν ἐξέλιπον. | |
1.10.1 | Περὶ πλευρίτιδοc. Ὑπὸ τῇcι πλευρῇcι καὶ τῇ ῥάχει καὶ τῷ ἔνδον θώρηκι ἄχρι κλειδῶν ὑμὴν λεπτὸc κραταιὸc ὑπέcτρωται, τοῖcι ὀcτέοιcι προcπεφυκώc, ὑπεζωκὼc τοὔνομα. τῷδε ἐπὴν φλεγμονὴ γένη‐ ται, 〈καὶ〉 πῦρ ξὺν βηχὶ καὶ πτυέλοιcι ποικίλοιcι, πλευρῖτιc τὸ πάθοc | |
5 | καλέεται. χρὴ δὲ ταῦτα πάντα ἀλλήλοιcι ξυνῳδὰ καὶ ξύμπνοα ἔμμεναι, ἀπὸ μιῆc αἰτίηc ξύμπαντα· ὁκόcα γὰρ τουτέων cποράδην ἄλλα ὑπ’ ἄλληc αἰτίηc γίγνεται, κἢν τὰ μὲν πάντα ἅμα ἐπιφοιτήcῃ, οὐ καλέεται | |
1.10.2 | πλευρῖτιc. ξύνεcτι δὲ πόνοc ὀξὺc ἄχρι κληϊδέων· πῦρ δριμύ· κατάκλι‐ cιc ἐπὶ μὲν τὴν φλεγμαίνουcαν πλευρὴν εὔφοροc· ἐν ἕδρῃ γὰρ ἵζει τῇ ἑωυτέου ὁ ὑμήν· ἐc τὸ ἐπέκεινα δὲ ἐπώδυνοc· ὑπὸ γὰρ τοῦ ἄχθεοc καὶ τῆc φλεγμονῆc καὶ τῆc ἐξαρτήcιοc ἀποτέταται ἡ ὀδύνη ἄχρι τῆc | |
5 | ἁπάcηc ξυναφείηc τοῦ ὑμένοc ἐc ὤμουc καὶ κληῗδαc, μετεξετέροιcι δὲ καὶ ἐc νῶτα καὶ ἐc ὠμοπλάτην, τὴν νωτιαίην [τὴν] πλευρῖτιν ἐκάλεον οἱ πρόcθεν. παρέπεται δὲ δύcπνοια, ἀγρυπνίη, ἀποcιτίη, μήλων ἐρύ‐ θημα φαιδρόν, βὴξ ξηρή, πτύελα μόλιc ἀναγόμενα, φλέγμα ἢ χολῶδεc, ἢ δίαιμον κατακορέωc, ἢ ὑπόξανθον· καὶ τάδε τάξιν οὐκ ἴcχοντα, ἄλ‐ | |
10 | λοτε δὲ ἄλλα ἐπιφοιτέοντα καὶ ἀπογιγνόμενα· κάκιον δὲ ἁπάντων, ἢν τὸ δίαιμον ἐκλείπῃ. γίγνονται δὲ παράληροι· ἔcτι δὲ ὅτε καὶ κωμα‐ | |
1.10.3 | τώδεεc, καὶ ἐν τῇ καταφορῇ παράφοροι. ἢν μὲν ὦν ἐc κακὸν τρέπη‐ | |
ται ἡ νοῦcοc, πάντων ἐπὶ τὸ κάκιον ἐπιδιδόντων, ἐντὸc ἑβδόμηc οἵδε θνῄcκουcι ἐc ξυγκοπὴν ἐμπεcόντεc. ἢν δὲ ἀπὸ τῆc δευτέρηc ἑβδομάδοc ἡ ἀρχὴ τῆc ἀναγωγῆc τῶν πτυέλων γίγνηται καὶ τῶν ξυντεινόντων | 12 | |
5 | κακῶν, ἐc τὴν τεccαρεcκαιδεκάτην θνῄcκουcι. ἔcθ’ ὅπη δὲ μεcηγὺ του‐ τέου τοῦ χρόνου ἐc πνεύμονα πάντων ξύνδοcιc γίγνεται· ἕλκει γὰρ ὁ πνεύμων ἐc ἑωυτὸν καὶ μανὸc καὶ θερμὸc ἐών, καὶ ἐc ὁλκὴν τῶν πέλαc κινεύμενοc, εὖτε ἁθρόον ἀπεπνίγη ὥνθρωποc μεταcτάcει τοῦ πάθεοc. ἢν δὲ ταύτην ὑπερέλθῃ ὁ νοcέων καὶ ἐντὸc εἰκοcτῆc μὴ | |
1.10.4 | ἀποθνῄcκῃ, ἔμπυοc γίγνεται. τάδε μὲν ὦν, ἢν ἐc κακὸν ἐπιδιδῷ. ἢν δὲ ἐπὶ τὸ ἀγαθὸν τράπηται, αἱμορραγίη διὰ ῥινῶν λάβρωc, εὖτε ἁθρόον λύεται ἡ νοῦcοc· ἕπεται καὶ ὕπνοc καὶ ἀναγωγὴ φλεγμάτων, ἔπειτα δὲ χολωδέων λεπτῶν, ἐπὶ δὲ μᾶλλον λεπτοτέρων, αὖθιc δὲ διαίμων, | |
5 | παχέων, cαρκοειδέων· κἢν ἐπὶ τῷ διαίμῳ παλινδρομέῃ μὲν ἡ χολή, ἐπ’ αὐτῇ δὲ φλέγμα, ἀcφαλὴc ἡ ἀποκατάcταcιc. καὶ τάδε ἢν ἀπὸ τρί‐ τηc ἡμέρηc ἄρχηται, καὶ ῥηϊδίωc ἀναβήccωcι λεῖα, ὁμαλά, ὑγρά, 〈οὐ〉 cτρογγύλα, ἐc ἑβδόμην [γὰρ] καθίcτανται· εὖτε καὶ κοιλίηc ἐκταραχθεί‐ cηc χολωδέων, ἀναπνοῆc κατάcταcιc, γνώμη εὐcταθήc, πυρετοὶ ἐνδι‐ | |
10 | δόντεc, εὔcιτοι. ἢν δὲ ἀπὸ τῆc δευτέρηc ἑβδομάδοc τάδε ἄρξηται, ἐc | |
1.10.5 | τὴν τεccαρεcκαιδεκάτην καθίcτανται. ἢν δὲ μή, ἐc ἐμπύημα τρέπεται, εὖτε ῥίγεα ἐνδείκνυται· πόνοι νυγματώδεεc· ἀνακαθίνυcθαι θέλουcι· ἀναπνοὴ κακίων. δέοc τότε μᾶλλον μὴ πνεύμων ἁθρόον τὸ πῦον ἑλ‐ κύcαc ἀποπνίξῃ τὸν ἄνθρωπον τὰ πρῶτα καὶ τὰ μέζω διαφυγόντα | |
5 | κακά. ἢν δὲ ἐc τὸ μεcηγὺ τῶν πλευρέων ῥέψῃ καὶ διαcτήcῃ τάcδε, καὶ κορυφὴν ἐc τὸ ἔξω προβάληται, ἢ ἐc ἔντερον ἐκραγῇ, τὰ πολλὰ περιγίγνεται ὁ ἄνθρωποc. φέρει δὲ τὴν νοῦcον ὥρη μὲν χειμὼν μά‐ λιcτα πάντων, δεύτερον φθινόπωρον, ἦρ δὲ ἧccον, ἢν μή κοτε ψυχρὸν | |
1.10.6 | γένοιτο· θέροc δ’ ἥκιcτα. ἡλικίη, πρῶτον τῶν ἄλλων πάcχουcι γέροντεc, οἳ καὶ μᾶλλον ἑτέρων τὸ πάθοc διαδιδρήcκουcι· οὔτε γὰρ μεγάλη ἂν γίγνοιτο φλεγμονὴ ἐν ξηρῷ τῷ cκήνεϊ, οὔτε ἐc πνεύμονα ἡ μετάcταcιc· ψυχρότεροc γὰρ ἢ ἐπὶ ἄλληc ἡλικίηc, καὶ ἀναπνοὴ cμικρή, καὶ ἡ ὁλκὴ | |
5 | πάντων ὀλίγη. νέοι δὲ καὶ οἱ ἐπὶ ἀκμῆc οὐ μάλα μὲν πάcχουcι, ἀτὰρ οὐδὲ μάλα περιγίγνονται· οὐ γὰρ ἂν πάθοιεν ἐπὶ cμικρῇ αἰτίῃ οὐδὲ cμικρὴν φλεγμονήν· ἐπὶ δὲ τοῖcι μεγάλοιcι μέζων ὁ κίνδυνοc. παῖδεc ἥκιcτα νοcέουcι πλευρῖτιν· ἀτὰρ καὶ ἧccον θνῄcκουcι· τά τε γὰρ cώ‐ ματα μανὰ καὶ τὰ ὑγρὰ εὔροα, καὶ πολλὴ ἡ διαπνοὴ καὶ ἀποφορή· | 13 |
10 | ὅθεν οὐδὲ μεγάλη ξυνίcταται φλεγμονή· ἥδε τῆc ἡλικίηc εὐτυχίη ἐν | |
τῷδε τῷ πάθεϊ. | 14 | |
2t1 | ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ϹΗΜΕΙΩΝ ΟΞΕΩΝ ΠΑΘΩΝ ΒΙΒΛΙΟΝ Β | |
2.1.1 | Περὶ περιπνευμονίηc. Δυοῖcι τοῖcι πρώτοιcι, τροφῇ καὶ πνεύ‐ ματι, τὰ ζῶα ζῇ, τουτέων δὲ πολλὸν ἐπικαιροτέρη ἡ ἀναπνοή· ἢν γὰρ ἐπίcχῃ τιc ωὐτήν, οὐκ εἰc μακρὰν διαρκέcει, ἀλλ’ αὐτίκα θνῄcκει ὥν‐ θρωποc. ὄργανα δὲ μυρία· ἀρχὴ μὲν ῥῖνεc, ὁδὸc ἀρτηρίη, χώρη δὲ | |
5 | πνεύμων, θώρηξ δὲ πνεύμονοc ἔρυμα καὶ δοχή. ἀλλὰ τἆλλα μὲν ὅκωc ὄργανα μοῦνον διακονέεται τῷ ζώῳ· πνεύμων δὲ καὶ τὴν αἰτίην ἴcχει τῆc ὁλκῆc· ἐνίζει γὰρ αὐτέου μέcον cπλάγχνον θερμόν, ἡ καρδίη, ζωῆc καὶ ἀναπνοῆc ἀρχή· ἥδε καὶ τῷ πνεύμονι τῆc ὁλκῆc τοῦ ψυχροῦ ἠέροc τὴν ποθὴν ἐνδιδοῖ· ἐκφλέγει γὰρ αὐτόν· ἕλκει δὲ καρδίη. πρῶτον τοι‐ | |
10 | γαροῦν, ἢν μὲν ἡ καρδίη πάθῃ, οὐκ εἰc μακρὸν τοῦ θανάτου ἡ ἀμβολή. | |
2.1.2 | ἢν δὲ πνεύμων, ἐπὶ μὲν cμικρῇ τῇ αἰτίῃ, δυcπνοίῃ ζώει κακῶc· θάνα‐ τοc μήκιcτοc, ἢν μή τιc ἀκέηται. ἐπὶ δὲ μεγάλῳ πάθεϊ, ὁκοῖον ἡ φλε‐ γμονή, πνιγμόc, ἀφωνίη, ἄπνοια, ὄλεθροc αὐτίκα. ἥδε ἐcτὶ ἣν καλέομεν περιπνευμονίην, φλεγμονὴ τοῦ πνεύμονοc, ξὺν ὀξέϊ πυρετῷ, εὖτε | |
5 | ξύνεcτι αὐτέοιcι βάροc τοῦ θώρηκοc· ἀπονίη, ἢν μοῦνοc φλεγμήνῃ πνεύμων. ἄπονοc γὰρ ἡ φύcιc αὐτέου· μανὸc μὲν [γὰρ] τὴν οὐcίην, εἰρίοιcιν ἴκελοc· ἀρτηρίαι δὲ διελήλανται τρηχεῖαι, χονδρώδεεc, καὶ αἵδε ἄπονοι· μύεc δὲ οὐδαμῆ, cμικρὰ δὲ νεῦρα, λεπτά, ἐc κίνηcιν ἐπίκαιρα· | |
2.1.3 | ἥδε τῆc ἀπονίηc αὐτὴ ἡ αἰτίη. ἢν δὲ καί τιc τῶν ἀμφ’ αὐτὸν ὑμέ‐ νων ἐπιφλεγμήνῃ, οἷcι πρὸc τὸν θώρηκα προcέρχεται, ξύνεcτι καὶ πό‐ νοc· ἀναπνοὴ κακή, θερμή· ἀνακαθίνυcθαι ἐθέλουcι cχῆμα ὄρθιον ἐc | |
ἀναπνοήν· τόδε γὰρ ῥήϊcτον τῶν cχημάτων· ἐρυθροὶ τὰ πρόcωπα, ἐπὶ | 15 | |
5 | δὲ μᾶλλον τὰ μῆλα· τὰ λευκὰ τῶν ὀφθαλμῶν λαμυρώτατα καὶ πίονα ῥὶc ἄκρη cιμή· φλέβεc ἐν κροτάφοιcιν ἢ καὶ τραχήλῳ διηρμέναι· ἀπο‐ cιτίη. cφυγμοὶ τὰ πρῶτα μεγάλοι, κενοί, πυκνότατοι, ὁκοῖόν τι ξυνελη‐ λαμένοι. θερμαcίη ἡ μὲν ἐc τὸ ἔξω ἀμυδρή, ὑγροτέρη· ἡ δὲ ἐc τὸ ἔν‐ δον ξηρή, θερμοτάτη· ἐφ’ ᾗ ἀναπνοὴ θερμή, δίψοc, γλώccηc ξηρότηc, | |
10 | ἐπιθυμίη ψυχροῦ ἠέροc· γνώμηc ἀπορίη. βὴξ ξηρὴ τὰ πολλά· ἢν δέ τι ἀνάγηται, φλέγμα ἀφρῶδεc, ἢ ὑπόχολον κατακορέc, ἢ δίαιμον ἀνθηρὸν | |
2.1.4 | cφόδρα· τόδε ἐcτὶ τὸ δίαιμον τῶν ἄλλων κάκιον. ἢν δὲ ἐπὶ τὸ θανα‐ τῶδεc ἐπιδιδοῖ, ἀγρυπνίη· ὕπνοι cμικροί, νωθροί, κωματώδεεc· φαντα‐ cίαι ἀξύνετοι· παράληροι τὴν γνώμην, ἐκcτατικοὶ οὐ μάλα. ἀγνωcίη τῶν παρεόντων κακῶν. ἢν γοῦν ἐπανείρῃ περὶ τῆc νούcου, οὐδὲν | |
5 | ὁμολογέουcι δεινόν. ἄκρεα ψυχρά· ὄνυχεc πελιδνοί, γρυποί· cφυγμοὶ cμικροί, πυκνότατοι, ἐκλείποντεc, εὖτε ἀγχοῦ τουτέου ὄλεθροc. ἑβδο‐ μαῖοι γὰρ τὸ πλέον θνῄcκουcιν. ἢν δέ κοτε ἐπαναφέρῃ ἡ νοῦcοc, καί τι ἐc ἀγαθὸν τράπηται, αἱμορραγίη λάβρωc ἐκ ῥινῶν· κοιλίηc ἐκτάραξιc πολλῶν χολωδέων, ἐπάφρων, οἷα δοκέειν ἀπὸ πνεύμονοc ἐc τὴν νειαί‐ | |
10 | ρην γαcτέρα ἐξεῶcθαι, ἢν ἀγάγῃ πολλὸν ὑγρότερον ῥηϊδίωc. ἔcτι δὲ ὅτε καὶ ἐc οὖρα ἐτράπετο. ὁκόcοιcι δὲ ὁμοῦ πάντα ξυμπίπτει, οἵδε | |
2.1.5 | ὀξύτατοι ῥηΐζουcι. μετεξετέροιcι δὲ πῦον πολλὸν γίγνεται ἐν πνεύμονι, ἢ μετάcταcιc ἀπὸ τοῦ πλευρέου, ἢν μέζον τὸ ἀγαθὸν ὑπογίγνηται. κἢν μὲν ἐc ἔντερον ἢ κύcτιν τὸ ἀπὸ τῆc πλευρῆc παροχετευθῇ πῦον, ἐc μὲν τὸ παραυτίκα ἐρήϊcαν ἀπὸ τῆc περιπνευμονίηc· ἕλκοc δὲ μακρο‐ | |
5 | χρόνιον ἴcχουcιν ἐν τῇ πλευρῇ· ἀλλὰ περιγίγνεται. ἢν δὲ ἐc τὸν πνεύ‐ μονα ὁρμήcῃ τὸ πῦον, εἰcὶν οἳ ἀπεπνίγηcαν [καὶ] ἁθρόῃ ἐκχύcει καὶ ἀναγωγῆc ἀπορίῃ. ὁκόcοι δὲ διαδιδρήcκουcι τὴν ἐκ τῆc ἀπορρήξιοc πνίγα, ἕλκοc οἵδε πολλὸν ἴcχουcι ἐν πνεύμονι καὶ ἐc φθόην μεθίcταν‐ ται. καὶ ἀπὸ μὲν τῆc ἀποcτάcιοc καὶ τῆc φθόηc γέροντεc οὐ πάνυ τι | |
10 | περιγίγνονται· ἀπὸ δὲ τῆc περιπνευμονίηc νέοι καὶ ἀκμάζοντεc. | |
2.2.1 | Περὶ αἵματοc ἀναγωγῆc. Αἵματοc φορῆc τῆc διὰ cτόματοc | |
ἰδέαι δύο. ἡ μὲν ἀπὸ cτόματοc καὶ κεφαλῆc καὶ τῶν τῇδε ἀγγείων· ὁδὸc δὲ ὑπερώη, φαρύγγεθρον, ἔνθα καὶ ἀρχαὶ cτομάχου καὶ ἀρτηρίηc· ἀναχρέμπτουcι δὲ καὶ βηχὶ cμικρῇ καὶ προχειροτέρῃ ἐc τὸ cτόμα ἀπε‐ | 16 | |
5 | ρεύγονται τὸ αἷμα· ὡc τῇ γε ἀπὸ cτόματοc οὐδὲ ἀνάχρεμψιc παρο‐ μαρτεῖ. ἔμπτυcιc ἥδε καλέεται· ἐπὶ δὲ μᾶλλον, ἢν βραχείη 〈ἔῃ ἡ φορὴ〉 τοῦ αἵματοc, καὶ cτάγδην καὶ ἁθρόον ἀπὸ τῆc κεφαλῆc ἢ ἀπὸ τοῦ cτόματοc ἴῃ, οὔκω ἀναγωγὴ καλέεται, ἀλλ’ ἢ τὸ αὐτό, ἢ πτύcιc, ἢ | |
2.2.2 | αἱμορραγίη. ἢν δὲ νέρθεν ἀνίῃ ἀπὸ θώρηκοc καὶ τῶν τῇδε cπλάγχνων, πνεύμονοc, τρηχείηc ἀρτηρίηc, τῶν παρὰ τὴν ῥάχιν, ἡ ἀπὸ τουτέων φορὴ οὐ πτύcιc, ἀλλ’ ἀναγωγὴ καλέεται, τῆc ἄνω ἴξιοc τῆc ὁδοῦ τοὔ‐ νομα ἔχουcα. cημεῖα δ’ ἀμφοῖν τὰ μὲν ξυνά, cμικρὰ καὶ παῦρα, ὁκό‐ | |
5 | cον καὶ τὸ χωρίον, ἔνθα καὶ ἀναγωγῆc καὶ πτύcιοc ἡ ξυναγωγή· τὰ δὲ ἑκάcτηc ἴδια μεγάλα καὶ πολλὰ καὶ ἐπίκαιρα, οἷcιν ἑκατέρην ῥηΐδιον διαγνῶναι. ἢν μὲν ὦν ἀπὸ κεφαλῆc ἴῃ, ἐπὶ μὲν πολλῷ τῷ αἵματι, μέζω καὶ πλέω τὰ παρεόντα· cμικρὰ δὲ ἐν ὀλίγῃ καὶ cμικρῇ τῇ πτύcει. βάροc αὐτέοιcι, πόνοc, ὤτων ἦχοι, ἐρύθημα προcώπου, φλεβῶν διατά‐ | |
2.2.3 | cιεc, cκοτόδινοc. καὶ πρὸ τούτων δὲ ἡ αἰτίη εὔcημοc, πληγή, ψύξιεc, ἐγκαύcιεc, οἰνοφλυγίη· ἥδε γὰρ ἁθρόον πίμπληcι τὴν κεφαλήν, ἁθρόον δὲ καὶ ἐκχέει ἐκραγέντοc ἀγγείου· ἐπὶ δὲ cμικρῇ μέθῃ πτύcιεc ἐξ ἀραιώ‐ cιοc. ἴcχεταί κοτε διὰ ῥινῶν αἱμορραγίη ξυνήθηc, ἐc ὑπερώην δὲ τρε‐ | |
5 | πομένη ἀναγωγῆc φανταcίην παρέχει. ἢν ὦν ἀπὸ κεφαλῆc ἴῃ, γαργα‐ λιcμὸc ὑπερώηc, ἀνάχρεμψιc πυκνή, καὶ ἐπὶ τῇδε ἡ πτύcιc βύζεται· | |
2.2.4 | θυμὸc ἐγγίγνεται, καὶ οὐ μάλα βήccουcι. ἢν δὲ ἐc τὴν ἀρτηρίην ἀπὸ τῆc ὑπερώηc ἐcρυῇ, τότε βήccοντεc ἀνάγουcι· καὶ ἥδε ἐcτὶ ἡ ἀπάτη τοῖcι ἡγευμένοιcι ἀπὸ cπλάγχνων τῶν κάτωθεν ἀνάγεcθαι. ἐcρέει δὲ καὶ ἐc τὸν cτόμαχον ἀπὸ τῆc κεφαλῆc, εὖτε ξὺν ναυτίῃ ἐμέουcι· ἔcτι | |
5 | δὲ καὶ ἥδε ἀπάτη, ὡc ἀπὸ cτομάχου φέρεcθαι δοκέειν. ἦν δὲ τὸ ἀπὸ τῆc πτύcιοc αἷμα παχὺ μὲν οὐ κάρτα, χροιῇ δὲ μέλαν, λεῖον, ὁμαλόν, ἀμιγὲc ἑτέρηc οὐcίηc· χρεμπτομένοιcι γὰρ εὐθὺc ἐπὶ τὴν γλῶccαν ἔρχε‐ ται cτρογγύλον, ῥηϊδίωc ἀπολυόμενον· ἢν δὲ καὶ τὴν ὑπερώην καθο‐ ρέῃc, δαcυτέρην καὶ ἑλκώδεα ὄψεαι καὶ τὰ πολλὰ ὕφαιμον· ἰητρείη δὲ | 17 |
10 | ἀρκέcει ἁπλῆ, cμικρή, cτύμματα μὲν ἐc τὴν ὑπερώην, καὶ τάδε ψυχρά. | |
2.2.5 | ἐπὶ γὰρ τοῖcι θερμαίνουcι καὶ τοῖcι ἀραιοῦcι καὶ εὐρύνουcι ἡ φορὴ μέζων· καὶ τόδε τὸ τέκμαρ τῆc ἀπὸ τῆc κεφαλῆc πτύcιοc· ἐc δὲ τὴν κεφαλὴν κενώcιεc ἢ διὰ φλεβῶν, ἢ διὰ ῥινέων, ἢ δι’ ἑτέρηc διαπνοῆc. καὶ τάδε χρὴ ταχέωc δρῆν. ἢν γὰρ τὸ αἷμα ἐπὶ πολλὸν χρόνον ἴῃ, | |
5 | μελέτη μὲν ἐγγίγνεται τῇ φορῇ, ἔθοc δὲ τοῖcι τῇδε χωρίοιcι ἐc ὑπό‐ δεξιν τοῦ αἵματοc· ἑλκοῦται δὲ καὶ 〈ἡ〉 ἀρτηρίη, καὶ βήccουcι ἀντὶ τῆc | |
2.2.6 | χρέμψιοc· τοὐντεῦθεν δὲ φθορῆc γίγνεται ἡ ἀρχή. ἡ δὲ ἀπὸ θώρηκοc καὶ τῶν νέρθεν cπλάγχνων αἵματοc φορὴ ἀναγωγὴ καλέεται. ἔcτι δὲ κάρτα μὲν ὀλεθρίη, ἢν ἀπό τευ τῶν ἐπικαίρων ἐκραγέντων ἴῃ, ἢ κοί‐ ληc φλεβόc, τῆc ἐν κραδίῃ ἀπὸ τοῦ ἥπατοc διακονευμένηc τὸ αἷμα, ἢ | |
5 | τῆc τῇ ῥάχει παρατεταμένηc παχείηc ἀρτηρίηc· αἱμορραγίῃ γὰρ ὅκωc‐ περ ἐν cφαγῇ καὶ δυcπνοῇ ὤκιcτοc ὄλεθροc. οἷcι δὲ ἀπὸ πνεύμονοc ἢ πλευρῆc ἢ ἀρτηρίηc τῆc τρηχείηc, ἧccον μὲν ὀξέωc θνῄcκουcι, οὐχ ἥκιcτα δὲ ἔμπυοι καὶ φθίcιεc γίγνονται· τουτέων δὲ ἀcθενεcτέρη ἡ ἀπὸ | |
2.2.7 | τῆc τρηχείηc ἀρτηρίηc. ἢν δὲ ἀπὸ cτομάχου ἢ κοιλίηc ἐμέηται, οὔτε κάρτα ὀλεθρίωc ἴcχουcι, κἢν πάνυ πολλὴ αἱμορραγίη ἔῃ, οὔτε ἡ ἄλθε‐ ξιc μακρὴ καὶ ποικίλη. ἢν δὲ ἀπὸ ἥπατοc καὶ cπληνόc, οὐ ῥηϊδίη μέν, οὐδὲ ξυνεχήc· ἐc γὰρ τὴν κοιλίην καὶ ἔντερα τουτέων ἡ ἀπόκριcιc | |
5 | ἑτοιμοτέρη· οὐ μὴν οὐδὲ ἡ ἄνωθεν διὰ πνεύμονοc καὶ ἀρτηρίηc ἀδύ‐ νατοc ἢ ἄπιcτοc· καὶ γὰρ ἐν πυρετοῖcι ἀπὸ cπληνὸc καὶ ἥπατοc διὰ ῥινῶν αἱμορραγέουcι, κατ’ ἴξιν τοῦ cπλάγχνου τοῦ μυκτῆροc ῥέοντοc. τόποι μὲν ὦν ἀφ’ ὧνπερ ἡ ἀγωγὴ οἵδε καὶ ἡ ἐc κίνδυνον ἢ ὄλεθρον | |
2.2.8 | διαφορή. οἱ δὲ τρόποι τρεῖc ἔαcι· ἢ γὰρ ἀπὸ ῥήξιοc ἀγγείου, ἢ δια‐ βρώcιοc, ἢ ἀραιώcιοc ἀνάγεται. ῥήγνυται μὲν ὦν ἐξαπιναίωc, ἢ πληγῇ, | |
ἢ ἐντάcει, ἢ ἄχθεοc ἀναθέcει, ἢ ἀπὸ ὕψουc ἅλματι, ἢ καὶ βοῇ, καὶ ὀργῇ μεγάλῃ, ἤ τεῳ ἄλλῃ ὁμοίῃ αἰτίῃ, εὖτε αὐτίκα ἐπὶ τῇ ἀρτηρίῃ | 18 | |
5 | λάβρωc τὸ αἷμα ἐκχέεται. ἢν δὲ ἀπὸ διαβρώcιοc, χρὴ ἐπανερωτῆν, εἴ κοτε πρόcθεν ἔβηξε ὥνθρωποc, ἢ δύcπνουc γέγονε, ἢ ναυτίη ἢ ἔμε‐ τοc ἦγχε πάροc· ἐκ γὰρ τοιῶνδε πολυχρονίων διεcθίεται τὰ ἀγγεῖα ῥεύματι ξυνεχέϊ καὶ πολλῷ καὶ δριμέϊ· ἐπὴν ὦν πολλὸν ξυντακέντα καὶ λεπτυνθέντα ἐc τέλοc ἀπαναλωθῇ τὰ ἀμπέχοντα ὑμένια, τὸ αἷμα | |
2.2.9 | ἐκχέει. ἡ δὲ ἐξαραίωcιc ἀρραγὴc μέν· διὰ τόδε οὔτε πολλή, οὔτε ἁθρόη, οὔτε παχέοc αἵματοc, ἀραιώcει δὲ τῶν ἀγγείων τὸ λεπτὸν ἀπο‐ τίθεται· ἢν δὲ πολλὸν αὐλιcθὲν ἐν κοίλῃ χώρῃ αὖθιc ἀνάγηται, παχύ‐ τερον μὲν ἑωυτοῦ γίγνεται, οὐ μὴν παχὺ κάρτα, οὐδὲ μέλαν, ὁκοῖον | |
5 | αἱμάλωψ· πλεῖον δὲ τῷ πλήθεϊ, ὡc ἀπὸ ἁθροίcιοc. οἷcι δ’ εὐθὺc ἀνα‐ φέροιτο τόδε τὸ εἶδοc τῆc ἀγωγῆc, γυναιξὶ ὡc ἐπίπαν οὐ καθαιρομέ‐ νῃcι, τὰ ἐπιμήνια γίγνεται, καὶ ἐν τῇcι αὐτῇcι περιόδοιcι τῆc καθάρcιοc ἐπιφαίνεται, καὶ ἐπὶ τῇcι προθεcμίῃcι τῆc ἀποπαύcιοc ἴcχεται· κἢν μὴ ἰηθῇ ἡ γυνή, ἐc πολλὰc περιόδουc ἀντιπερίειcι ἡ ἀναγωγή· μετεξετέ‐ | |
2.2.10 | ρῃcι δὲ καὶ ἀπερράγη τὰ ἀγγεῖα τῷ πλήθεϊ. ἡ δὲ διαφορὴ τῆc ἀνα‐ γωγῆc, καὶ εἰ ἐξ ἀρτηρίηc ἢ φλεβὸc ἀνάγοιτο. μέλαν μὲν γὰρ καὶ παχὺ καὶ ῥηϊδίωc πηγνύμενον, ἢν ἀπὸ φλεβόc, καὶ ἧccον ἐc κίνδυνον ῥέπει καὶ ἐπίcχεται θᾶccον. ἢν δὲ ἀπ’ ἀρτηρίηc, ξανθὸν καὶ λεπτόν, καὶ οὐ | |
5 | μάλα πήγνυται, καὶ ὁ κίνδυνοc ὠκύτεροc, καὶ ἡ ἐπίcχεcιc οὐ μάλα ῥηϊδίη· αἱ γὰρ διαcφύξιεc τῆc ἀρτηρίηc αἱμορραγίηc πρόκληcιν ποιέον‐ | |
2.2.11 | ται, καὶ τὸ τρῶμα οὐ ξυμφύει τῇ πολυκινηcίῃ. ἄλθεξιc δέ, ἢν μὲν ἀπὸ διαβρώcιοc, μακρή, καὶ οὐ ῥηϊδίη, καὶ cφαλερή· ὑπὸ γὰρ ἐλλείψιοc ἐc ξύμφυcιν τὸ ἕλκοc οὐκ ἀφικνέεται· ἕλκοc γάρ, οὐ τρῶμα γίγνεται. ἐπὶ δὲ τῇcι ῥήξεcι ἡ ξύμφυcιc ἑτοιμοτέρη· ψαύει γὰρ ἀλλήλων τοῦ τρώ‐ | |
5 | ματοc τὰ χείλεα· ἔcτι δὲ ὦν ἡ διαφορὴ δευτέρη ἐc κίνδυνον. ἀcινε‐ cτάτη δὲ ἡ ἐπὶ τῇcι ἀραιώcεcι· ἴcχεται γὰρ αὐτομάτωc, καὶ ἰητρείη | |
2.2.12 | cτύψιc καὶ ἔμψυξιc ἱκανή. cημαντέοι δὲ καὶ οἱ τόποι, ἀφ’ ὧνπερ ἀνά‐ | |
γεται· ξυνὰ γὰρ πολλὰ cημεῖα, καὶ ἡ ἀπάτη ῥηϊδίη, καὶ ἰητρείη ἑτέρη. ἀπὸ cτομάχου μὲν ὦν οὔτε λίην ἐξ ἀραιώcιοc ἀνάγεται· ἡ γὰρ τῶν βρωμάτων τε καὶ τῶν πομάτων ψῦξιc τε καὶ cτῦψιc ἐc πύκνωcιν ἄγει | 19 | |
5 | τὰ μέρεα· ἀτὰρ οὐδὲ διαβρώcιεc ξυνεχέεc εἰcί, καὶ μᾶλλον τῆc προ‐ τέρηc· τὰ γὰρ ἀναδάκνοντα τῶν ῥευμάτων οὐ προcίcχεται πολλὸν χρό‐ νον, ἀλλ’ ἢ ἀνεπτύcθη, ἢ διηλάθη κάτω. cυνηθεcτέρη δὲ cτομάχῳ ἐcτὶν ἡ ῥῆξιc· εἰ ὦν ἀπορραγῇ κοτε, αἱμορραγίαι οὐ κάρτα μεγάλαι, ὁκοῖαι | |
2.2.13 | ἀπὸ θώρηκοc· ἰcχνὰ γὰρ τῇδε τὰ φλέβια, cμικραὶ δὲ αἱ ἀρτηρίαι. ἰδέῃ δὲ τὸ αἷμα οὐ κάρτα μέλαν, ὑπόξανθον, οὐ κατακορέωc λεῖον, ἢ cιά‐ λοιcι μεμειγμένον, ξὺν ναυτίῃ καὶ ἐμέτῳ ἀναφερόμενον. βὴξ cμικρή, ἄλλοτε μὲν ξύν τῳ, ἄλλοτε δὲ μούνη ἄνευθεν ἀναγωγῆc· ξυνταλαι‐ | |
5 | πωρέει γὰρ ἡ ἀρτηρίη τῷ cτομάχῳ, παρατεταμένη καὶ ξυνημμένη. δῆ‐ ξιc, ἢ cτῦψιc τοῦ ἕλκεοc ἐπὶ τοῖcι καταπινομένοιcι, πολλὸν δὲ μᾶλλον, ἢν ψυχρὰ κάρτα ἢ θερμὰ ἢ cτρυφνὰ ἔῃ. ἐγγίγνεται δὲ καὶ πόνοc τοῦ cτομάχου, μετεξετέροιcι δὲ καὶ μέcφι μεταφρένου· ἔμετοι φλεγματώδεεc· ἐπαναφέρουcι δέ κοτε, ἐπὴν ἐc μῆκοc ἡ νοῦcοc ἐπιταθῇ καὶ μέζων ἔῃ | |
10 | ἀποcιτίη, τουτέων πλῆθοc πολύ· πυρετοὶ οὐ μάλα ξυνεχέεc, ἀλλὰ ῥεμ‐ | |
2.2.14 | βώδεεc. ἀπὸ δὲ κοιλίηc 〈ἂν〉 ἀνάγοιτο μέλαν καὶ πηγνύμενον, κἢν ἀπὸ ἀρτηρίηc ᾖ· ἢν δὲ ἀπὸ φλεβόc, πολλόν τι μελάντερον, πολλὸν δὲ καὶ παγερώτερον· ναυτίη πολλὴ καὶ ἔμετοc φλεγμάτων καὶ χολωδέων, τοῖcι cιτίοιcι ξυμμειγνύμενον τὸ αἷμα, κἢν προβεβρώκῃ ὥνθρωποc· ἐν | |
5 | γὰρ τῇ αὐτῇ χώρῃ ἄμφω [ἅμα] ἁλίζεται καὶ ἡ τροφὴ καὶ τὸ αἷμα· ἐξερεύξιεc πολλαί, βρωμώδεεc· κἢν μὲν πολὺ ξυλλεγῇ, ἀπορίη, cκοτό‐ δινοc· ἢν δὲ ἐμεθῇ τάδε, ῥηΐζουcι· ἔκλυτοι, καυcώδεεc τὸ ξύμπαν· πό‐ | |
2.2.15 | νοc ξυνεχὴc τῆc κοιλίηc. ἀπὸ δὲ τῆc τρηχείηc ἀρτηρίηc cμικρὸν καὶ cφόδρα ξανθὸν τὸ αἷμα, καὶ ξὺν βηχὶ ἀνάγουcι· κἢν μὴ ἀνάγωcι δέ, διηνεκέωc βήccουcι· αἴcθηcιc δὲ καὶ πόνου, ἔνθα ὁ βρόγχοc, cμικρόν τι νέρθεν ἢ ὕπερθεν· φωνὴν βραγχώδεεc, ἀcαφέεc. ἢν δὲ ἀπὸ πνεύμο‐ | |
5 | νοc ᾖ, ἁθρόωc ἡ ἀναγωγή, ἐπὶ δὲ μᾶλλον, εἰ ἐκ διαβρώcιοc, ξὺν βηχὶ πολλῇ ξανθὸν κατακορέωc, ἀφρῶδεc, cτρογγύλον, ὡc ἄλλην ἄλληc ἀνα‐ γωγὴν διακεκρίcθαι· ἀλλὰ καὶ ἡ ἐν ξυνῷ ἀγγείῳ φορὴ τῶν τοῦ θώ‐ | |
ρηκοc ἀναγομένων ἄλλη· διαcτήcαιc ἂν τὰ ξυμμεμειγμένα ὡc ἐκ παρα‐ θέcιοc, ὡc ὄντα μέρεα θώρηκοc· τὴν δ’ ἰδέην cαρκοειδέα δοκοίηc ἂν | 20 | |
10 | πνεύμονοc ἔμμεναι μέρεα. θώρηκοc βάροc, ἀπονίη, ἐρύθημα προcώπου | |
2.2.16 | πολλόν τι μᾶλλον τουτέοιcι. ἢν δὲ ἀπὸ θώρηκοc ἐπανίῃ, ἐc τὸ πρόc‐ θεν κατὰ τὸ cτέρνον πόνοc διαcημαίνει τοῦ ἐρρωγότοc μέρεοc· βὴξ ξύντονοc καὶ μόλιc ἀνάγουcα· τὸ δὲ αἷμα ξανθὸν οὐ κάρτα, μέcωc παχύ, ἄναφρον· ἢν δὲ καὶ πνεύμων ἐκ τῆc παρόδου ξυμπαθήcῃ, προc‐ | |
5 | διδοῖ τοῦ ἀφρώδεοc· ὁδὸc γὰρ θώρηκοc ἐc ἀρτηρίην πνεύμων. ἢν δὲ ἀπὸ πλευρῆc, ξὺν βηχὶ μέν, μέλαν δὲ καὶ λεῖον, κάκοδμον, βρωμῶδεc, ὁκοῖον τῆc cηπεδόνοc· πόνοc τῆc πλευρῆc ὀξύc· πολλοὶ γοῦν θνῄ‐ cκουcι πλευριτικὸν τρόπον ξὺν πυρετῷ. ὥρη δὲ φέρει ὑγρὴ καὶ θερμή· | |
2.2.17 | τοιόνδε τὸ ὑγρὸν καὶ θερμὸν ἔαρ· δεύτερον τὸ θέροc, μετόπωρον ἧccον, χειμὼν δὲ ἥκιcτα. θνῄcκουcι δὲ θέρεοc μὲν μάλιcτα αἱμορραγίῃ· φλε‐ γμοναὶ γὰρ [οὐ] κάρτα μεγάλαι γίγνονται τότε· ἔαροc δεύτερον, φλε‐ γμονῇ καὶ πυρετοῖcι καυcώδεcι· φθινοπώρῳ δὲ ὡc ἐπίπαν ῥηϊδίωc | |
5 | φθόαι γίγνονται. ἁθρόον δὲ εἰρήcθω, ἐπὶ πάcῃ αἵματοc ἀναγωγῇ, κἢν cμικρὴ ἔῃ, κἢν ἤδη μεμύκῃ τὰ ῥαγέντα, ἕπεται δυcθυμίη, δυcελπιcτίη ἀπογνώcει τοῦ βίου. τίc γὰρ οὕτωc εὐcταθὴc ὡc ὁρῆν μὲν ἑωυτὸν cφαγῇ ἴκελον πεπονθότα, μὴ ὀρρωδέῃ δὲ ἀμφὶ θανάτου; καὶ γὰρ καὶ τὰ μέζω τῶν ζώων καὶ τὰ ἀλκιμώτερα, ὁκοῖον οἱ ταῦροι, αἱμορραγίῃ | |
2.2.18 | θνῄcκουcι ὤκιcτα. ἀλλὰ τόδε μὲν οὐ μέγα τὸ θῶμα. θῶμα δὲ μέγα τόδε. ἐπὶ γὰρ τῇ ἀπὸ πνεύμονοc φορῇ μούνῃ χαλεπωτάτῃ ἐούcῃ οὐκ ἀπογιγνώcκουcι ἑωυτῶν οἱ ἄνθρωποι, κἂν ἐν τῷ ἐcχάτῳ ἔωcι. δοκέω δὲ ἔγωγε τὴν τοῦ πνεύμονοc ἀπονίην αἰτίην ἔμμεναι· πόνοc γὰρ κἢν | |
5 | cμικρὸc ἔῃ, θάνατον ὀρρωδέει, καὶ ἔcτι ἐν τοῖcι πλείcτοιcι φοβερώτε‐ ροc ἢ κακίων· ἀπονίη δὲ καὶ ἐν τοῖcι μεγάλοιcι κακοῖcι ἀφοβίη θανά‐ του, καὶ ἔcτι κακίων ἢ φοβερωτέρη. | |
2.3.1 | Περὶ cυγκοπῆc. Εὖ γε ὅλωc ὁ ἰητρόc, ἠδὲ ὁ δημότηc, εὖ γε ἐπικλήcιοc τοῦδε τοῦ πάθεοc. ὦ κύφων, οὗ κακοῦ ἐcτι οὔνομα· τί μὲν γὰρ μέζον ἢ ὠκύτερον cυγκοπῆc δυνάμιοc; τί δὲ οὔνομα ἕτερον ἐc | |
ἐπίκληcιν τοῦδε τοῦ πρήγματοc μᾶλλον εὔcημον; τί δὲ καρδίηc ἄλλο | 21 | |
5 | καιριώτερον ἐc ζωὴν ἢ ἐc θάνατον; οὐδὲ τὴν cυγκοπὴν ἄπιcτον τῆc καρδίηc νοῦcον ἔμμεναι, ἢ αὐτὴν cίνοc τῆc ἐν αὐτέῃ τοῦ ζῆν δυνά‐ μιοc· τοcόνδε τάχοc τοῦ ὀλέθρου, τοιήδε καὶ ἰδέη. ἔcτι γὰρ τὸ πάθοc λύcιc τῶν δεcμῶν τῆc ἐc ζωὴν δυνάμιοc, ἀντίξουν τῇ cυcτάcει τοῦ ἀνθρώπου ἐόν· τῆcδε γὰρ ἀπρὶξ λαβόμενον οὐ μεθίηcι, ἀλλ’ ἐc διάλυ‐ | |
2.3.2 | cιν τρέπει. καὶ οὐ μέγα τὸ θῶμα· καὶ γὰρ καὶ ἕτερα πάθεα ἴδια καὶ ἐπίκαιρά τινων μερέων ἐcτί, οἷcίπερ ἐμφύνει, καὶ τουτέων ἐξάπτεται· βουβῶνεc μὲν οἱ λοιμώδεεc ἥπατοc καὶ cφόδρα κακοήθεεc, ἐξ ἄλλου δὲ γίγνονται οὐδενόc· νεύρων δὲ τέτανοc, ἐπιληψίη δὲ κεφαλῆc. ὧδε | |
5 | ὦν καὶ ἡ cυγκοπὴ καρδίηc ἐcτὶ καὶ ζωῆc νοῦcοc. ὁκόcοι δὲ cτομάχου ἡγέονται τὸ πάθοc ἔμμεναι, οὕνεκα cιτίοιcί τε καὶ οἴνῳ, μετεξετέροιcι δὲ καὶ ψυχρῷ, ἡ δύναμιc ἐcτάθη καὶ τὸ κακὸν ἐξελάθη, οἵδε μοι δο‐ κέουcι καὶ τὴν φρενῖτιν τριχῶν τῆc κεφαλῆc καὶ τοῦ δέρματοc νοῦcον | |
2.3.3 | ἡγέεcθαι, οὕνεκεν κουρῇ καὶ τέγξει αὐτέων ῥηΐζουcι οἱ φρενιτικοί. ἀλλὰ γὰρ τῆc καρδίηc γειτόνημα καίριόν ἐcτι ὁ cτόμαχοc, ἐξ οὗπερ ἕλκει ἡ καρδίη οἰκεῖον ἢ ἀξύμφορον· καὶ γὰρ καὶ διὰ πνεύμονοc ἕλκει πνεῦμα ἐc ἀναπνοὴν ἡ καρδίη, ἀλλ’ οὐχὶ πνεύμων ἐξ ἴcηc ἀρχῆc ἀναπνεῖ. οὐ | |
5 | γὰρ ἐν τοῖcι ὀργάνοιcι αἱ δυνάμιεc, ἀλλ’ ἔνθα ἡ ἀρχὴ ζωῆc ἦν καὶ ἰcχύοc. cτόμαχοc δὲ οὔτε ἀρχὴ οὔτε χωρίον ζωῆc· βλαβήcεται δέ τιc δι’ ἀτονίην. καὶ γὰρ καὶ τὰ καρδιοβόλα βρώματα οὐ τὸν cτόμαχον cίνεται, ἀλλὰ δι’ αὐτέου τὴν καρδίην· ἐπεὶ καὶ οἱ ἐπὶ τοιcίδε θνῄcκον‐ τεc cημεῖα ἴcχουcι καρδίηc πάθεοc, cφυγμοὺc cμικρούc, ἀδρανέαc, πά‐ | |
10 | ταγον τῆc καρδίηc ἐπὶ πηδήcει καρτερῇ· cκοτόδινοc, λειποθυμίη, νάρκη καὶ παρέcιεc μελέων, ἱδρὼc ἄcχετοc, πουλύc, ψῦξιc ὅλου, ἀναιcθηcίη, | |
2.3.4 | ἀφωνίη. ποῦ δὴ τὸν cτόμαχον πάcχειν τάδε; ἅττα γὰρ αὐτέου ἴδια, ναυτίη, ἔμετοc, ἀποcιτίη, λύγξ, ἐρεύξιεc, ὀξυρεγμίη. ἐπὶ δὲ τοῖcι καρ‐ διώccουcι καὶ αἴcθηcιc ὀξυτέρη, ὡc ἰδεῖν καὶ ἀκοῦcαι μᾶλλον ἢ πρόcθεν, | |
καὶ γνώμη εὐcταθεcτέρη καὶ ψυχὴ καθαρωτέρη· καὶ τάδε οὐκ ἐc τὰ | 22 | |
5 | παρεόντα μοῦνον, 〈ἀλλὰ〉 καὶ ἐc τὰ μέλλοντα μάντιεc ἀτρεκέεc. μὴ ὦν καὶ αἵδε cτομάχου [αἱ] δυνάμιεc, ἀλλὰ καρδίηc, ἔνθα καὶ ἡ ψυχὴ καὶ ἡ φύcιc αὐτέηc ἦν, ἐc ἣν καὶ τὸ πάθοc ᾖ τῶν τῇδε δυνάμεων. | |
2.3.5 | ἔcτι δὲ τῆcδε τῆc νούcου ἰδέη ἔκλυcιc τοῦ τόνου τῆc φύcιοc ἐπ’ αἰτίῃ ψύξει καὶ ὑγρότητι· καὶ γὰρ ἄθερμοι, καὶ τὰ εἴcω καὶ τὰ ἔξω, καὶ ἄδιψοι, καὶ ψυχρὸν ἀναπνέουcι, κἢν ἐκ μεγάλων καὶ καυcωδέων ἐcτὶ πυρετῶν, ἐξ ὧνπερ ἐξάπτεται ἡ ξυγκοπή. εὖτε μὲν γὰρ ἔρρωται ἡ | |
5 | φύcιc καὶ ἐcτὶν εὔκρατοc, πάντων μὲν κρατέει, πᾶcι δὲ cημαίνει, καὶ ὑγρῷ, καὶ πνεύματι, καὶ cτερεοῖcι, καὶ τῇ τούτων εὐταξίῃ καὶ ξυμμε‐ τρίῃ ἐc ζωὴν διέπει τὸν ἄνθρωπον· ἢν δὲ τῆc φύcιοc ὁ δεcμόc, τουτ‐ έcτι ὁ τόνοc, λυθῇ, τότε γίγνεται τὸ πάθοc. κατάρχει δὲ αὐτέου καῦ‐ cοc, ὅc ἐcτι τοιόcδε. | |
2.4.1 | Περὶ καύcων. Πῦρ μὲν πάντῃ καὶ δριμὺ καὶ λεπτόν, μάλιcτα δὲ τὰ εἴcω· ἀναπνοὴ θερμή, ὡc ἐκ πυρόc· ἠέροc ὁλκὴ μεγάλη· ψυχροῦ ἐπιθυμίη· γλώccηc ξηρότηc· αὐαcμὸc χειλέων καὶ δέρματοc· ἄκρεα ψυχρά· οὖρα χολόβαφα κατακορέωc· ἀγρυπνίη· cφυγμοὶ πυκνοί, cμικροί, | |
5 | ἔκλυτοι· ὀφθαλμοὶ εὐαγέεc, λαμπροί, ὑπέρυθροι· προcώπου εὐχροίη. | |
2.4.2 | ἢν δὲ ἐπὶ μᾶλλον αὔξῃ τὸ πάθοc, μέζω τὰ πάντα καὶ κακίω· cφυγμοὶ cμικρότατοι καὶ πυκνότατοι· πῦρ ξηρότατον καὶ δριμύτατον· γνώμη παράφοροc, πάντων ἀγνωcίη· διψώδεεc· ψαῦcαι ψυχροῦ ἐπιθυμίη, τοί‐ χου, ἐcθῆτοc, ἐδάφεοc, ὑγροῦ· χεῖρεc ψυχραί, θέναρα θερμότατα· ὄνυχεc | |
5 | πελιδνοί· ἀναπνοὴ πυκινή· νοτὶc περὶ μέτωπα. καὶ κληῗδαc. ἢν δὲ ἐc ἄκρον ξηρότητοc καὶ θερμαcίηc ἥκῃ ἡ φύcιc, τὸ μὲν θερμὸν ἐc ψυ‐ χρόν, ὁ δὲ αὐχμὸc ἐc ἐπομβρίην τρέπεται. αἱ γὰρ τῶν πρηγμάτων ἐc | |
2.4.3 | τὸ ἔcχατον ἐπιτάcιεc ἐc τὴν ἐναντίην μεταβάλλουcι ἰδέην. ἐπὴν ὦν λυθῇ τῆc φύcιοc τὰ δεcμά, τόδε ἐcτὶ ἡ cυγκοπή, τότε ἱδρὼc τοῦ cώ‐ ματοc πάντῃ ἄcχετοc· ἀναπνοὴ ψυχρή· ἀτμὸc ἀνὰ ῥῖναc πουλύc· ἄδι‐ ψοι. ἐξήρανται γὰρ τἆλλα, ἀτὰρ καὶ τὰ ἄλλα διψαλέα ὄργανα, cτόμα, | |
5 | cτόμαχοc· οὖρα λεπτά, ὑδατώδεα· κοιλίη τὰ πολλὰ μὲν ξηρή, ἔcτι δὲ | |
[καὶ] οἷcι ὑποφέρει βραχέα χολώδεα· πουλὺc πλάδοc. διαρρέει δὲ καὶ τὰ ὀcτέα λυόμενα, καὶ ἀπὸ πάντων ὡc ἐν ποταμῷ ἐc τὰ ἔξω ἡ φορή. | 23 | |
2.4.4 | ψυχῆc κατάcταcιc· αἴcθηcιc ξύμπαcα καθαρή· διάνοια λεπτή· γνώμη μαντική. προγιγνώcκουcι μὲν ὦν πρώτιcτα μὲν ωὑτέοιcι τοῦ βίου τὴν μεταλλαγήν· ἔπειτα τοῖcι παρεοῦcι προλέγουcι τὰ αὖθιc ἐcόμενα· οἱ δὲ αὐτέουc μὲν ἔcθ’ ὅτε καὶ ἄλλο φαcὶ δοκέουcι, τῇ ἀποβάcει δὲ τῶν | |
2.4.5 | εἰρημένων θωμάζουcι ὥνθρωποι. μετεξέτεροι δὲ καὶ προcλαλέουcι τῶν κατοιχομένων τιcί, τάχα μὲν παρεόνταc ὁρεῦντεc αὐτοὶ μοῦνοι ὑπὸ λεπτῆc καὶ καθαρῆc αἰcθήcιοc, τάχα δ’ αὐτῶν τῆc ψυχῆc προγιγνω‐ cκούcηc καὶ διηγευμένηc τοὺc ἄνδραc οἷcι ξυνέcονται. πρόcθεν μὲν γὰρ | |
5 | ἐν ἰλύϊ τοῖcιν ὑγροῖcιν ἔην καὶ ζόφῳ· ἐπεὶ δὲ τάδε ἐξήντληcε ἡ νοῦ‐ cοc καὶ ἀπὸ τῶν ὀφθαλμῶν τὴν ἀχλὺν ἕλε, ὁρέουcι τά τε ἐν τῷ ἠέρι καὶ γυμνῇ τῇ ψυχῇ γίγνονται μάντιεc ἀτρεκέεc. οἱ δὲ ἐc τοcόνδε λεπτό‐ τητοc ὑγρῶν καὶ τῆc γνώμηc ἀφιγμένοι οὐ μάλα τι περιγίγνονται, ἐξηερωμένηc ἤδη τῆc ζωτικῆc δυνάμιοc. | |
2.5.1 | Περὶ χολέρηc. Ἡ χολέρη παλίνορcόc ἐcτι φορὴ τῆc ὕληc, τῆc ἐν τῷ παντί, ἐc τὸν cτόμαχον καὶ τὴν κοιλίην καὶ τὰ ἔντερα, ὀξύτα‐ τον κακόν. διεκθέει δὲ ὕπερθεν μὲν ἐc ἔμετον τὰ ἐν τῷ cτομάχῳ ἁλι‐ ζόμενα, διὰ δὲ τῆc κάτω διεξόδου τὰ ἐν τῇ κοιλίῃ καὶ τοῖc ἐντέροιc | |
5 | ὑγρά. ἰδέην δὲ τὰ πρῶτα μὲν ὑδατώδεα, τὰ δι’ ἐμέτου· τὰ δὲ δι’ ἕδρηc κόπρανα ὑγρά, δυcώδεα. ἀπεψίαι γὰρ ξυνεχέεc αἱ τῆcδε προφάcιεc. ἢν δὲ τάδε ἀποκλυcθῇ, φλεγματώδεα, ἔπειτα χολώδεα. τὰ πρῶτα μὲν ῥηϊδίωc ἄπονοc· ἔπειτα δὲ ξὺν ἐντάcει μὲν ὁ cτόμαχοc, γαcτὴρ δὲ | |
2.5.2 | μετὰ cτρόφων. ἢν δὲ ἐc τὸ κάκιον ἐπιδιδῷ, καὶ cτρόφοι μέζουc, λει‐ ποθυμίη, ἔκλυcιc μελέων, ἀποcιτίη, ἀπορίη· ἢν δὲ καί τι προcενέγκων‐ ται, πολλῷ ῥοίζῳ ξὺν ναυτίῃ ἐc ἔμετον διεκθέει χολὴ ξανθὴ κατακο‐ ρέωc, καὶ τὰ διαχωρήματα ὁμοῖα. cπαcμοί, ξυνολκαὶ μυῶν τῶν ἐν τῇ | |
5 | κνήμῃ καὶ βραχιόνων· δάκτυλοι καμπύλοι· cκοτόδινοc· λύγξ· ὄνυχεc πελιδνοί· κατάψυξιc, ἄκρεα ψυχρὰ καὶ τὸ ὅλον ῥιγώδεεc· ἢν δὲ ἐc | |
τελευτὴν ἥκῃ τὸ κακόν, ἀτὰρ ἱδροῖ ὥνθρωποc· χολὴ μέλαινα ἄνω καὶ κάτω. οὖρα cχεθέντα κύcτει ὑπὸ cπαcμοῦ· ἀλλ’ οὐδὲ οὖρον ἁλίζεται ὑπὸ τῆc ἐc τὸ ἔντερον τῶν ὑγρῶν μετοχετεύcιοc· ἀφωνίη· cφυγμοὶ | 24 | |
10 | cμικρότατοι καὶ πυκνότατοι, ὁκόcοι ἐπὶ ξυγκοπῇ· ἐντάcιεc ἐμέτου ξυν‐ εχέεc, κενεαί· προθυμίαι τεινεcμώδεεc, ξηραί, ἄχυλοι. θάνατοc ἐπώδυ‐ | |
2.5.3 | νοc καὶ οἴκτιcτοc, cπαcμῷ καὶ πνιγὶ καὶ ἐμέτῳ κενῷ. φέρει μὲν τὸ πά‐ θοc ὥρη μὲν θέροc, δεύτερον δὲ φθινόπωρον, ἦρ ἧccον, χειμὼν ἥκιcτα· ἡλικίαι δὲ αἱ τῶν νέων καὶ ἀκμαζόντων, γῆραc ἥκιcτα, παιδία δὲ του‐ τέων μᾶλλον, ἀλλ’ οὐ θανατώδεα. | |
2.6.1 | Περὶ εἰλεοῦ. Ἐντέροιcι γίγνεται μὲν φλεγμονή, ὀδύνην ὀλεθρίην ἐμποιοῦcα. θνῄcκουcι γὰρ μυρίοι cτρόφοιcι καρτεροῖcι. ἐγγίγνεται δὲ καὶ πνεῦμα ψυχρόν, ἀργόν, οὔτε κάτω περῆcαι ῥηΐδιον οὔτε ἄνω ἀνελθέ‐ μεναι· μίμνει δὲ ἐπὶ πολὺ ἑλιccόμενον ἐν ὀλίγῃcι τῶν ἄνω ἑλίξεcι· | |
5 | τοὔνεκεν καὶ τὸ πάθοc ἐπίκληcιν ἔcχεν εἰλεόν. κἢν πρὸc τοῖc cτρόφοιc δὲ καὶ πίεcιc καὶ μάλθαξιc τῶν ἐντέρων ἔῃ καὶ πουλὺ τὸ ὑπογάcτριον ὑπερίcχῃ, χορδαψὸc τὸ τοιοῦτόν ἐcτι· οὔνομα δέ· ἕψηcιc μὲν [γὰρ] ἡ μάλθαξιc· χορδὴ δὲ ἐντέρων ἐπώνυμον. καὶ γὰρ [καὶ] ἐπιχορδίδα τὸ μεcεντέριον ἐκίκληcκον οἱ πρόcθεν, τὰ μεcηγὺ νεῦρα καὶ τὰ ἀγγεῖα | |
2.6.2 | καὶ τοὺc ὑμέναc τοὺc ἀνοχῆαc τῶν ἐντέρων. αἰτίη τοῦ εἰλεοῦ ξυνεχὴc μὲν διαφθορὴ cιτίων πολλῶν τε καὶ ποικίλων καὶ οὐ ξυνηθέων, καὶ ἄλλη ἐπ’ ἄλλῃ ἀπεψίη, μάλιcτα δ’ ἐπὶ τοῖcι ἐλαιώδεcι, ὁκοῖόν τι μέ‐ λαν cηπίηc. οὐκ ἀδόκητοc δὲ οὐδὲ πληγή, ἢ ψῦξιc, ἢ ψυχροποcίη ἐφ’ | |
5 | ἱδρῶτι ἄδην ἢ χανδόν. καὶ οἷcι δὲ ἔντερον ἐc τὸ ὄcχεον ξὺν κόπρῳ κατέβη καὶ οὐκ ἀνώcθη ἐc τὴν κοιλίην, ἀλλ’ ἀνελήφθη βίῃ, τουτέοιcι ἔθοc ἐπιφλεγμαίνειν τὰ κάτω ἔντερα. ξύνηθεc δὲ τὸ πάθοc παιδίοιcι, οἷcίπερ ἂν καὶ ἀπεψίη ᾖ, καὶ τὸ βλάβοc διαδιδρήcκουcι· μᾶλλον δὲ διά τε τὸ ἔθοc καὶ τὴν ὑγρότητα τῶν ἐντέρων· ὀλιcθηρὰ γάρ. γέροντεc | |
10 | δὲ οὐ μάλα μὲν πάcχουcι, περιγίγνονται δὲ ἥκιcτα. ὥρη θέρεοc τίκτει | |
μᾶλλον ἦροc, φθινόπωρον δὲ χειμῶνοc, ἀμφοῖν δὲ ἐπὶ μᾶλλον θέροc. | 25 | |
2.6.3 | πολλοὶ μὲν ὦν ἐπὶ τοῖcι τοιούτοιcι cτρόφοιcι θνῄcκουcι αὐτίκα· μετε‐ ξετέροιcι δὲ καὶ πῦον ἐγγίγνεται, καὶ αὖθιc μελανθὲν τότε τὸ ἔντε‐ ρον καὶ διαcαπὲν ἐξέπεcε, καὶ οὕτωc ἐξέλιπον. ξύνεcτι δὲ αὐτέοιcι, ἢν μὲν ἐπιεικὴc εἰλεὸc ἔῃ, πόνοc ἑλιccόμενοc, cτομάχου πλάδοc, ἔκλυ‐ | |
5 | cιc, μαλακίη, ἐρεύξιεc κεναὶ καὶ οὐδὲν ὠφελοῦcαι· κοιλίη ὑποβορβορύ‐ ζουcα φύcῃcι· ὁδοιπορίη μέcφι ἕδρηc, διέξοδοι δὲ ἀτελέεc. ἢν δὲ ἐπί‐ ταcιν ἴcχῃ ὁ εἰλεόc, πάντων ἄνω ἡ φορή, πνευμάτων, φλέγματοc, χολῆc· ἐμοῦcι γοῦν τάδε. ἔξωχροι, ψυχροὶ τὸ πᾶν cκῆνοc· πόνοc που‐ | |
2.6.4 | λύc. ἀναπνοὴ κακή· διψαλέοι. ἢν δὲ καὶ θνῄcκειν μέλλωcι, ἱδρὼc ψυ‐ χρόc· δυcουρίη· ἕδρη ἀπολελημμένη, ὡc μηδὲ ἰcχνὸν ἔλαcμα διελάcαι· κόπρων ἔμετοι· ὥνθρωποι ἄφωνοι· cφυγμοὶ πρόcθεν μὲν ἀραιοί, cμι‐ κροί, πρὸ θανάτου δὲ cμικρότατοι καὶ πυκνότατοι καὶ ἐκλείποντεc. | |
5 | τάδε μὲν ὦν τοῖcι λεπτοῖcι ἐντέροιcι ξυμπίπτει. ἀτὰρ καὶ κώλῳ τὰ αὐτὰ πάθεα γίγνεται, καὶ τὰ ξυνόντα ὁμοῖα, καὶ ἡ αὐτὴ ξυμμορφή. τουτέων δὲ μετεξέτεροι διαδιδρήcκουcί κοτε, ἢν πῦον ἐγγένηται τῷ | |
2.6.5 | κώλῳ. αἰτίη δὲ τὸ βάθοc τὸ cαρκοειδὲc τοῦ ἐντέρου. πόνοc δὲ ἰcχνὸc μέν, ἠδὲ ὀξὺc ἐπὶ τοῖcι λεπτοῖcι ἐντέροιcι, πλάτοc [δὲ] καὶ βάροc ἴcχων ἐπὶ τῷ κώλῳ· διαΐccει δὲ ὁ πόνοc, ἄλλοτε μὲν ἐπὶ τῇcι πλευρῇcι, εὖτε φανταcίη ἐγγίγνεται πλευρίτιδοc· καὶ γὰρ καὶ πυρεταίνουcι οἵδε· ἄλ‐ | |
5 | λοτε δὲ ὑπὸ τῇcι νόθῃcι ἔνθα καὶ ἔνθα, ὡc δοκέειν τὴν ὀδύνην ἥπα‐ τοc ἢ cπληνὸc ἔμμεναι. αὖθίc κοτε ἐν τοῖcι κενεῶcι· πολλὸν γὰρ τὸ κῶλον καὶ πάντῃ ἕλικαc ποιεύμενον· μετεξετέροιcι δὲ καὶ ἐc τὸ ἱερὸν ὀcτέον ἐρείδει καὶ ἐc μηροὺc καὶ διδύμων κρεμαcτῆραc. ἐπὶ δὲ τοῖcι κωλικοῖcι ἔμετοι πλεῦνεc κενοί, τὰ δὲ ἐμεύμενα λεπτά, χολώδεα, ἐλαι‐ | |
10 | οειδέα. ἔcτι δὲ ὁ ἐντεῦθεν κίνδυνοc τοcόνδε ἀcινέcτεροc, ὁκόcον καὶ τὸ κῶλον τῶν λεπτῶν ἐντέρων cαρκοειδέcτερον καὶ παχύτερον καὶ ἀνεξικακώτερον. | |
2.7.1 | Περὶ τῶν κατὰ τὸ ἧπαρ ὀξέων παθῶν. Τῶν ἀπὸ καρδίηc | |
οἱ ἀπὸ ἥπατοc οὐκ ὠκύτερον μέν, ἐπιπονώτερον δὲ θνῄcκουcι· ἔcτι γὰρ αἵματοc πάγοc τὸ πλεῖcτον ἧπαρ. ἢν δὲ ἐν τῇcι πύλῃcι αὐτέου ξυμπέcῃ τιc θανάτου αἰτίη, οὐ μεῖον ὀξέωc ἢ οἱ ἀπὸ καρδίηc θνῄcκουcι. | 26 | |
5 | ὑμέcι γὰρ καὶ τόνοιcι ἐπικαίροιcι καὶ λεπτοῖcι καὶ φλεψὶ μεγάλῃcι ἐξύ‐ φανται τάδε τὰ μέρεα. ὡc δὲ καὶ τῶν cοφῶν ἀφηγέονταί τινεc, καὶ ψυχῆc ἐπιθυμίη τῇδε ἐγκάθηται. αἱμορραγίῃ μὲν γὰρ ὑπερίcχει πάντα πολλόν· ῥίζωcιc γὰρ φλεβῶν ἧπαρ. γίγνεται ὦν ἐν αὐτέῳ μεγάλη μὲν φλεγμονὴ οὐ κάρτα ξυνεχέωc, οὐδὲ ἔν τιcιν ἐc τὰ ἐπίκαιρα χωρία· | |
2.7.2 | φθάνει γὰρ ἐξελθὼν τοῦ ζῆν ὥνθρωποc. cμικροτέρη δὲ θαμινά. τοὔ‐ νεκεν διαδιδρήcκουcι μὲν τὸν ὄλεθρον, μακρότερα δὲ νοcέουcι. ἔργου γὰρ αὐτέου τοῦ κατὰ τὴν ἐξαιμάτωcιν οὐκ ἔcτιν ἀνάπαυλα οὐδὲ ἀμ‐ βολή· ἐπὶ δὲ τὴν καρδίην καὶ τὰ νέρθεν τοῦ διαφράγματοc· ἐντεῦθεν | |
2.7.3 | γὰρ τοῦ αἵματοc ἀφέcιεc. ἢν ἐπὶ μέζονι αἰτίῃ, πληγῇ, ἢ διαφθορῇcι ξυνεχέcι πολλῶν καὶ κακῶν cιτίων, καὶ οἰνοφλυγίῃ, ἢ ψύξει καρτερῇ, καὶ ἐν τῇcι πύλῃcι γίγνηται φλεγμονή, ὤκιcτοc ὄλεθροc. πῦρ μὲν γὰρ ὑποβρύχιον, ἀλαμπέc, δριμύ· cφυγμοὶ νωθροί· πόνου ἰδέη ποικίλη καὶ | |
5 | παντοίη. ἄλλοτε μὲν ἡ ὀδύνη ἐπὶ [τὰ] δεξιὰ διεληλαμένη, ὡc δοκέειν ὀξὺ βέλοc ἐγκέεcθαι, ἄλλοτε δὲ cτρόφῳ ἰκέλη· αὖθιc δέ κοτε πόνοc βαρύc, βαρύτατοc· μεcηγὺ δὲ τῆc ὀδύνηc ἀτονίη καὶ ἀφωνίη. διάφρα‐ γμα καὶ ὑπεζωκὼc ἕλκονται· ἀπὸ τῶνδε γὰρ ἄχθοc τὸ ἧπαρ ἤρτηται. διὰ τόδε ἐc τὴν κατ’ ἴξιν κληῗδα ὀδύνη καρτερή· βὴξ [δὲ] ἀτελήc, | |
10 | προθυμίη δὲ μοῦνον· κἢν ἐc τέλοc κοτὲ ἀφίκηται, ξηρή· ἀναπνοὴ κακή· οὐ γὰρ ξυντιμωρέει τῷ πνεύμονι τὸ διάφραγμα, ξυνομαρτέον ἐc ξυνα‐ | |
2.7.4 | γωγὴν καὶ διάcταcιν. πνεῦμα cμικρὸν ἕλκουcι, ἐκπνέουcι μέζον· χροιὴν μελάγχλωροι, μολυβδοειδέεc· ἀπόcιτοι· ἢν δέ τι προcενέγκωνται, φυ‐ cώδεεc τῷ ὑποχονδρίῳ· ἐρεύξιεc χολώδεεc, ὀξύζουcαι, βρωμώδεεc· ναυ‐ τίη, διάταcιc κενεή· γαcτὴρ ἀπολελυμένη τὰ πολλὰ χολώδεα, γλίcχρα | |
5 | βραχέα. ἀεὶ δὲ ἐπαυξέα γίγνεται τὰ πάθεα· γνώμη οὐ κάρτα παρά‐ φοροc, νωθρή, μετέωροc, τετυφωμένη· ὄκνοc πουλύc· ψῦξιc ἀκρέων, τρόμοι ῥίγεα· λὺγξ κενεή, cπαcμώδηc· ἴκτεροc, χολὴ ἄκρητοc, χολόβα‐ | |
φοι τὸ πᾶν. ἢν δὲ καὶ πρὸ ἑβδόμηc φανῇ, καὶ ἄλλουc ἔκτεινε cυχνούc. | 27 | |
2.7.5 | ὁκόcοι δὲ ἢ αἱμορραγίῃ, ἢ κοιλίηc ταράχῳ πολλοῖcι χολώδεcι, ἢ οὔροιcι ἀκρήτοιcι cυχνοῖcι τὸν ὄλεθρον διήλαντο, τουτέοιcι [δὲ] μετὰ τρεῖc ἑβδομάδαc ἐc ἀπόcταcιν πύου τὸ ἧπαρ τρέπεται. ἢν δὲ ἔτι πολλὸν ὑπερβάλλῃ χρόνον ἄνευ ἀποcτάcιοc, ἐc ὕδρωπα ἄφυκτον τελευτᾷ· δι‐ | |
5 | ψαλέοι, βραχυπόται, ξηροὶ τὸ cκῆνοc, ἀλιπέεc· ὀξέων ἐπιθυμίη, ἄποιοc ἡ γεῦcιc. τίκτει δὲ τόδε τὸ πάθοc φθινόπωρον cὺν πλήθεοc ὡραίων καὶ ποικίλων ἀπεψίῃ· ἡλικίη δὲ παcέων μᾶλλον ἀκμαίη. | |
2.8.1 | Περὶ τῆc κατὰ τὴν κοίλην φλέβα ὀξείηc νούcου. Ἀπὸ τῶν πυλέων τοῦ ἥπατοc εὐρεῖα φλὲψ διαΐccει μέcη τῶν τοῦδε περάτων· ἀεὶ γὰρ ἐc λεπτὰ καὶ πλεῦνα cχιζομένη ἐπὶ τέλοc ἐc ἀφανέαc τῇcι ὄψεcι πάντῃ τοῦ ἥπατοc cκίδναται. τοῖcι δὲ τουτέων πέραcι ἄλλαι | |
5 | φλεβῶν περατώcιεc κατὰ τὸ cτόμα ξυγκέονται, αἵπερ ἐκ λεπτῶν καὶ πλεύνων μέζονεc καὶ ἐλάccουc γίγνονται, ἐπὶ τέλεοc δὲ ἐν μέcῳ τῷ ἥπατι ἐc μίαν φλέβα μεγάλην ξυναγείρονται. ἐντεῦθεν δὲ δοιαὶ ἐξ | |
2.8.2 | ἀποcχίcιοc γιγνόμεναι πέρην τοῦ ἥπατοc ἀφικνέονται. ἡ μὲν γὰρ ἄνω τὸν πρῶτον λοβὸν διαπερήcαcα ἐc τὰ κυρτὰ αὐτέου ἐξεφαάνθη· ἔπειτα περήναcα τὸ διάφραγμα ἐμφύνει τῇ καρδίῃ· κοίλη φλὲψ ἥδε καλέεται. ἡ δὲ ἑτέρη, τὸν κάτω λοβὸν τὸν πέμπτον διαπερήναcα μέχρι τῶν | |
5 | κυρτῶν, ἐπὶ τὴν ῥάχιν ἔξειcι καὶ τῇδε παρατέταται μέχρι τῶν ἰcχίων· ἀτὰρ καὶ ἥδε κοίλη· οὔνομα γὰρ τὸ αὐτό, οὕνεκεν μία καὶ ωὑτὴ ἐcτὶν ἡ φλέψ, τὴν ἀρχὴν ἀπὸ τοῦ ἥπατοc ἴcχουcα. εἰ γάρ τιc ἐθέλοι, δι‐ ελάcαι ἂν ἔλαcμα καὶ ἀπὸ τῆc ἄνωθεν τῆc ἐπὶ τὴν καρδίην κοίληc φλεβὸc ἐc τὴν παρὰ τὴν ῥάχιν καὶ ἀπὸ τῆc ῥάχιοc διὰ τοῦ ἥπατοc | |
2.8.3 | ἐπὶ τὴν καρδίην· ἄνοδοc γὰρ ἡ αὐτή. ἥδε ὦν ἡ φλέψ, ὡc ἐγὼ δοκέω, ἡ ξύμπαcα νοcέει ὀξέcι πάθεcι καρτεροῖcι· μία γάρ ἐcτι πᾶcα. μετε‐ ξετέροιcι δὲ ἰητροῖcι μούνη δοκέει 〈ἡ〉 παρὰ τὴν ῥάχιν νοcέειν, οὕνεκα τῆc ἐc τὴν καρδίην τὰ cημεῖα οὐ προφανέα· ἐντὸc γὰρ τοῦ θώρηκοc | |
5 | διατέταται πρὸc οὐδὲν προcιcχομένη, ἀλλ’ ἐναιωρευμένη τῷ θώρηκι, ἔcτ’ ἂν ἀπὸ τοῦ διαφράγματοc ἐμφύῃ τῇ καρδίῃ· ἢν ὦν τι μεγάλων | |
2.8.4 | κακῶν ἴcχῃ τήνδε τὴν φλέβα, ξυνέκρυψε ἀμπέχων ὁ θώρηξ. γίγνεται δ’ ὦν ἀμφὶ τήνδε τὴν φλέβα καὶ κέδματα, εὖτε ῥηγνυμένη αἱμορραγίῃ ὤκιcτα κτείνει, ὕπερθεν μὲν διὰ πνεύμονοc καὶ ἀρτηρίηc ἐκχεομένου, ἢν ἐν τῷ θώρηκι ῥαγῇ· ἢν δὲ παρὰ τὴν ῥάχιν, ἐc τὴν κάτω κοιλίην | 28 |
5 | τοῖcι ἐντέροιcι περιχέεται, ὡc ἐμπλέειν τὰ ἔντερα, εὖτε, πρὶν ἢ καθε‐ θὲν ἐκφανῆναι τὸ αἷμα, θνῄcκουcι οἵδε· ἦν δὲ ἡ κοιλίη πληρευμένη | |
2.8.5 | αἵματοc. γίγνεται δὲ καὶ φλεγμονὴ ἀμφὶ τὴν φλέβα, ἀτὰρ καὶ ἥδε ὀξέωc κτείνει, ἢν μεγάλη ἔῃ. πῦρ μὲν γὰρ δριμύ, δακνῶδεc, ἐν τῇcι κοιλίῃcι ἀμφοῖν ἐγκαθειργμένον, βραχὺ δὲ μοῦνον ὑπερίcχον, ὡc δο‐ κέειν ἁπτομένῳ λεπτὴν ἔμμεναι θέρμην, ὁ δὲ ἄνθρωποc καίεcθαι δο‐ | |
5 | κέει· cφυγμοὶ cμικροί, πυκνότατοι, ὁκοῖόν τι πεπιεcμένοι καὶ δεδιω‐ γμένοι· ψῦξιc ἀκρέων· δίψοc καρτερόν· cτόματοc ξηρότηc· προcώπου ἐρύθημα ξὺν ἀχροίῃ· ὑπέρυθροι δὲ τὸ ξύμπαν cῶμα· ὑποχόνδρια cκληρά, | |
2.8.6 | ἀνεcπαcμένα· ὀδύνη ἐπὶ δεξιὰ μᾶλλον καὶ παλμὸc τῇδε παραμήκηc μέχρι [τῆc] λαγόνοc, μετεξετέροιcι δὲ καὶ τῆc ἀρτηρίηc τῆc παρὰ τὴν ῥάχιν, ἣν ὁ cφυγμὸc ἐc τὸ ἕτερον ὑποχόνδριον διαcημαίνει· ξυμπαθὴc γὰρ καὶ ἥδε γίγνεται παρ’ αὐτέην ἐπ’ ἀριcτερὰ κειμένη, ὡc τῆc ἐπὶ | |
5 | τῷ παντὶ οὐδὲν ἐπικουφιζούcηc, ἀλλ’ οὐδὲ τὸ δέρμα μαλθαζούcηc· ξη‐ ρὸν δὲ τόδε καὶ ῥυcὸν καὶ τρηχύ, [καὶ] ἐπὶ δὲ μᾶλλον ἐν τοῖcι ἐξί‐ | |
2.8.7 | cχουcι ὀcτώδεcι, οἷον ὀλεκράνῳ, γούναcι, ἢ κονδύλοιcι. ὕπνοι ταραχώ‐ δεεc· κοιλίη τοῖc μὲν οὐδὲν ἐκδιδοῖ, τοῖc δὲ cμικρόν, δριμύ, χολῶδεc· οὖρα ξανθά, δακνώδεα· τὴν γνώμην οὐ παράφοροι μέν, νωθροὶ δὲ καὶ μαραcμώδεεc, εὖτε ὁκόcοι τήνδε τὴν κατάcταcιν 〈εἶδον〉, ἰδέην | |
5 | καύcου ἐκάλεον. καὶ γὰρ καὶ τοῦ γένουc τοῦ καύcου τὰ παρεόντα, καὶ ἐν φθινοπώρῳ γίγνεται ἐπὶ τὸ θηριῶδεc καὶ ἀκμάζουcι καὶ νέοιcι, οἷcι ἰcχνὴ ὑπὸ διαίτηc πονηρῆc καὶ ταλαιπωρίηc ἡ ἕξιc. τεccαρεcκαι‐ δεκαταῖοι οἵδε τὰ πολλὰ θνῄcκουcι· οἷcι δ’ ἂν ἐc μῆκοc ἡ νοῦcοc ἀφί‐ | |
2.8.8 | κηται, ἐν διπλαcίοιcι ὄλλυνται. ὁκόcοι δὲ ἢ cμικρὴν ἀρχῆθεν ἴcχουcι τὴν φλεγμονήν, ἤ, τῆc μεγάληc κατὰ βραχὺ διαλυομένηc, διαδιδρή‐ cκουcι μὲν τὸν ὄλεθρον, οὐδέκω δὲ ἀφίενται τοῦ κακοῦ, οἵδε μακρὸν μὲν [τὸν] χρόνον τὸν καῦcον νοcέουcι, ἀποπαύεται δὲ τὰ κινδυνώδεα, | |
5 | αἱ ὀδύναι καὶ ξυντάcιεc τῶν ὑποχονδρίων, καὶ ἡ κακοcφυξίη, καὶ τῆc γνώμηc τὸ νωθέc· ἔτι δὲ ἔμπηc ἔαcιν ἀcώδεεc, ἀλύοντεc ξὺν ἀπορίῃ ξύνεcτι δὲ ὅ τε καῦcοc καὶ τὸ δίψοc καὶ τῆc γλώccηc καὶ τοῦ cτό‐ ματοc ἡ ξηρότηc· ἀναπνέουcι πολλόν, μακρὸν ἕλκοντεc καὶ ἁθρόον, | 29 |
2.8.9 | ὅλον τὸν ἠέρα ἐc ἔμψυξιν ἐπιcπώμενοι. ἀτὰρ εἴτε πίνουcι ψυχρὸν χανδὸν πουλὺ πλεῖcτον, καὶ ἐc μὲν βραχὺ ἀνεκουφίcθηcαν, εἶτ’ αὐτοῖc ἐξάπτεται τὸ δίψοc, αὖθιc ἄδην πίνουcι· καὶ ἥδε ἡ διαδοχὴ τοῦ κακοῦ. καὶ ἰητρὸc δὲ ἀγαθὸc ψυχρὸν ἂν δοίη πολλὸν ἀcινέωc, ὅκωc ἐν τοῖ‐ | |
5 | cιν ἄλλοιcι καύcοιcιν· ἀcφαλέcτερον δὲ τοῖcι ἀπὸ τῆc κοίληc φλεβὸc νοcέουcι τὸν καῦcον. κἢν μὲν ἡ γαcτὴρ ἢ ἡ κύcτιc τὸ ποτὸν ὑπο‐ φέρῃ, οὐδὲ ἐμέτου δεῖ· εἰ δὲ μή, ἐπὶ πολλῷ τὸ πολλὸν τῷ ψυχρῷ ἐμέcαι χρή. ἐκραγείη γὰρ ἂν ὥνθρωποc, εἰ τοcόνδε πίνων μηδὲν δια‐ χωροίη, ἢ ἱδρῶcι, ἢ οὔροιcι, ἢ κοιλίῃ. | |
2.9.1 | Περὶ τῶν κατὰ τοὺc νεφροὺc ὀξέων παθῶν. Νεφροὶ τὴν μὲν τοῦ cώματοc ἰδέην οὐ κάρτα ἐπίκαιροι ἐc κίνδυνον, ἢν δέ τι πά‐ θωcι ὀξέωc· ἀδενώδεεc γὰρ τὴν φύcιν, ἐc δὲ ὄλεθρον εὐήθεεc· ἐπίκαι‐ ρον δὲ αὐτέων τὸ ἔργον, ἥ τε διάκριcιc τῶν οὔρων ἀπὸ τοῦ αἵματοc | |
5 | καὶ ἡ ἀπόκριcιc. ἐπέχει δὲ τήνδε ἢ λίθοc, ἢ ἐγγιγνομένη φλεγμονή, ἢ αἱμάλωψ, ἤ τι τοιόνδε, εὖτε ξυμπαθείηc μὲν τῆc διὰ τὴν ἰδέην τοῦ cώματοc κακὸν γίγνεται οὐδέν, ἡ δὲ ἐπίcχεcιc τῶν οὔρων πάντα τὰ | |
2.9.2 | δεινὰ πρήccει. πῦρ μὲν γὰρ δριμύ, ἀcῶδεc· ὀδύνη κατ’ ὀcφὺν ἐπὶ ῥάχει βαρεῖα· διάταcιc τῶν μερέων, μᾶλλον δὲ τῶν ἀμφὶ τὰ ὑποχόνδρια· οὔρου ἐπίcχεcιc, οὐκ ἐc τὸ πάμπαν, ἀλλὰ cτάγδην μὲν οὐρέουcι, ἐπιθυμίη δὲ πολλὸν ἐκχέαι· πλημύρηc γὰρ αἴcθηcιc. ἢν δὲ καὶ τὸ οὖρον δριμὺ καὶ | |
5 | δακνῶδεc ἐγγένηται, ψύξιεc, τρόμοι, cπαcμοί, διατάcιεc καὶ πληρώcιεc τῶν ὑποχονδρίων. ἰκέλη ἡ ξυμμορφὴ ἥδε καὶ ξυναίcθηcιc γίγνεται τοῖcι ἀπὸ πλήθεοc cιτίων καὶ διαφθορῆc ἐμφυcηθεῖcι τὴν κοιλίην. cφυ‐ γμοὶ τὰ πρῶτα μὲν ἀραιοί, νωθροί· ἢν δὲ ἐπὶ μᾶλλον τὸ κακὸν πιέζῃ, | |
2.9.3 | cμικροί, πυκνοί, ταραχώδεεc, ἄτακτοι. ὕπνοι λεπτοί, ὀδυνώδεεc, οὐ διηνεκέεc· καὶ ἐξαπίνηc ἐκθορνύμενοι ὡc ὑπὸ νύξιοc, εἶτα ὑποφέρον‐ ται ἐc κῶμα, ὡc ὑπὸ καμάτου· τὴν γνώμην οὐ κάρτα παράφοροι, λη‐ ρώδεεc· πελιδνοὶ τὰ πρόcωπα. ἢν δὲ ἥκῃ αὖθίc κοτε τῆc οὐρήcιοc ἡ | |
5 | προθυμίη, ἐπὶ cπαcμοῖcι καὶ μεγάλῃcι ὀδύνῃcι βραχὺ ἂν καὶ cτάγδην ἐξέκρινε, εὖτε cμικρὸν ἐπανῆκε τῶν πόνων· εἶτα ἐc τὰ αὐτὰ παλιν‐ δρομέεc. ὀξύτατα δὲ θνῄcκουcι τῶνδε, οἷcιν οὐδὲν ἐκκρίνει, ὁκόcοι δὴ θνῄcκουcι· οἱ πλεῦνεc γὰρ περιγίγνονται, ἢ τοῦ λίθου ἐc τὴν κύcτιν διὰ τῶν οὔρων ἐκπεcόντοc, ἢ τῆc φλεγμονῆc ἐc πῦον τρεπομένηc, ἢ | 30 |
2.9.4 | κατὰ βραχὺ διαπνεομένηc. ἢν γὰρ καὶ ἐπὶ cμικρὸν ἐνδεῶc διεξίῃ ῥηϊ‐ δίωc τὸ οὖρον, διαδιδρήcκουcι τὸν ὄλεθρον· χρόνῳ δὲ μακρῷ φθίνουcι τὴν ἕξιν. ὀρθῶc τάδε οἱ νοcέοντεc πάcχουcι, καὶ καταγίγνονται ἐc ξύντηξιν ὑποφερόμενοι. ὧραι δὲ καὶ χῶραι καὶ ἡλικίαι φέρουcι, αἵπερ | |
5 | καὶ τὰ κατὰ τὰc κοίλαc φλέβαc. ἐξερράγη κοτὲ αἷμα ἀπὸ τῶν νεφρῶν πολλὸν ἁθρόον, καὶ πολλῇcι ἡμέρῃcι ξυνεχὲc ἔρρεε· ἀλλ’ οὔ τινεc αἱμορραγίῃ θνῄcκουcι, ἀλλ’ ἢ φλεγμονῇ τῇ ξὺν τῇ αἱμορραγίῃ γιγνο‐ μένῃ, ἢν ἐπιcχεθῇ τὸ αἷμα· τὰ πολλὰ δ’ ἐξ ἐπιcχέcιοc ἐπὶ μεγάλῃ φλε‐ γμονῇ θνῄcκουcι. | |
2.10.1 | Περὶ τῶν κατὰ τὴν κύcτιν ὀξέων παθῶν. Κύcτιc χαλεπὴ μὲν ἐν νούcοιcι ὀξέcι πονῆcαι, κἢν ἄλλοιcι ξυμπεπόνθῃ· χαλεπωτέρη δὲ καὶ θανατωδεcτέρη, ἢν ἀφ’ ἑωυτῆc ἄρξηται. καὶ γὰρ καὶ δυνατωτάτη πάντα ξυμπαθέα ποιῆcαι, καὶ νεῦρα καὶ γνώμην. νεῦρον γὰρ ἡ κύcτιc | |
5 | ψυχρὸν καὶ λευκόν· ἀτὰρ καὶ πορρωτάτω μὲν τοῦ οἰκείου θάλπεοc, ἐγγυτάτω δὲ τῆc ἔξω ψύξιοc. ἐν γὰρ τῇ νειαίρῃ γαcτρὶ κατωτάτω ἵζει προcωτάτω τοῦ θώρηκοc· ἀλλὰ καὶ 〈τὸ〉 ἔργον αὐτέηc ἐπίκαιρον, | |
2.10.2 | ἡ τῶν οὔρων ἔξοδοc. κἢν ὦν μοῦνον ἥδε ἐπιcχεθῇ λίθοιcι, ἢ θρόμ‐ βοιcι, ἤ τεῳ ἄλλῃ ἰδίῃ ἢ ἀλλοτρίῃ ξυμφορῇ, θανατῶδεc. ἐπὶ γυναικῶν μὲν γὰρ αὐτέων καὶ ὑcτερῶν φλεγμονὰc ἀναπιέζει, ἐπ’ ἀνδρῶν δὲ τὸ ἔcχα‐ τον, τὸ εὐθύ, τὸ παράμηκεc ἔντερον. ἐν πολλοῖcι δὲ ἐκ καρτερίηc | |
5 | ἀεκουcίου ὑπ’ αἰδοῦc ἐν ξυλλόγοιcι ἢ ξυνδείπνοιcι πληρουμένη δια‐ τέταται, ἀδρανείῃ τε περιcτολῆc οὐκέτι μεθίηcι. ἐπὴν ὦν ἐπίcχῃ τὰ οὖρα, πληρώcιεc καὶ τῶν ὕπερθεν μερέων· νεφρῶν, οὐρητήρων διατά‐ cιεc· λαγόνων ὀδύνη βαρείη· cπαcμόc, τρόμοc, ῥίγεα· γνώμην παρά‐ | |
φοροι. ἢν δὲ πρὸc τοῖcι καὶ ἕλκοc πεπόνθῃ ἢ φλεγμονήν, πολλὰ μὲν | 31 | |
10 | τὰ κακά, ὄλεθροc δὲ πολλόν τι ἑλκέων ὤκιcτοc. ἀλλ’ ἀμφὶ μὲν ἕλκεοc καὶ ἀποcτάcιοc [καὶ] πυώδεοc, καὶ τῶν ὁκόcα μὴ ὀξύτατα ᾖ, ἐν τοῖcι | |
2.10.3 | χρονίοιcι λελέξεται· ὁκόcα δὲ κατόξεα καὶ ἐν ιδʹ ἡμέρῃcιν ἢ ὀλίγον θᾶccον ἢ βράδιον κτείνει, ὁκοῖον φλεγμονὴ ἢ θρόμβοι ἢ λίθοc ἐc τὸν τράχηλον ἐμπεcών, περὶ τῶνδε νῦν ἐρέω. ἢν ὦν τι τουτέων ξυμβῇ, οὔρων ἐπιcχέcιεc, ὄγκοc ἐν τῷ ἐπιγαcτρίῳ, ὀδύνη ὀξείη πάντῃ τῆc | |
5 | κοιλίηc, περίταcιc τῆc κύcτιοc· [ὁ] ὠχρὸc ἱδρὼc τῇ δεκάτῃ, ἔμετοι φλε‐ γματώδεεc, ἔπειτα χολώδεεc· ψῦξιc ὅλου, ποδῶν δὲ μᾶλλον. ἢν δὲ ἐπὶ μέζον τὸ κακὸν ἕρπῃ, πυρετοὶ λυγγώδεεc· cφυγμοὶ ἀταξίῃ πυκνοὶ καὶ cμικροί· ἐρύθημα τοῦ προcώπου· διψώδεεc· ἀπορίη· γνώμην παράφο‐ ροι· cπαcμοί. ἐπὶ δὲ φαρμάκοιcι δηλητηρίοιcι, [καὶ] κανθαρίcι ἢ βου‐ | |
10 | πρήcτει, καὶ πνεύμαcι ἐμπίπραται ἡ κύcτιc, καὶ ἡ ξύμπαcα κοιλίη βιαιο‐ τέρη καὶ πάντα κακίων, καὶ οὐκ εἰc μακρὸν ἡ τοῦ θανάτου ἀμβολή. | |
2.10.4 | αἱμορραγέει κοτὲ κύcτιc· ξανθόν τε καὶ λεπτὸν τῇδε τὸ αἷμα· ἀλλ’ οὐδέν τι διὰ τήνδε θνῄcκουcι, κἂν μὴ ῥηϊδίη ἡ ἐπίcχεcιc· ἀλλ’ ἐπὶ τοῖcι θρόμβοιcι καὶ τῇ φλεγμονῇ ὁ κίνδυνοc. ψῦξιc γὰρ καὶ νέκρωcιc, καὶ γαγγραινώcιεc, καὶ τὰ ἐπὶ τῇδε κακὰ ῥηϊδίωc κτείνει. φέρει δὲ τὰc | |
5 | νούcουc χεῖμα καὶ μετόπωρον· ἡλικίη δὲ ἀκμή, ἔτι δὲ μᾶλλον γῆραc· αἱ δὲ ἄλλαι ὧραι καὶ [αἱ] ἡλικίαι οὔτε ξυνεχέωc καὶ ἥκιcτα κτείνουcι. ἀcινέcτατα δὲ πάντων τὰ παιδία. | |
2.11.1 | Περὶ ὑcτερικῆc πνιγόc. Ἐν τῇcι λαγόcι τῶν γυναικῶν μέ‐ cῃcι ἐγκέεται ἡ μήτρη, cπλάγχνον γυναικήϊον, ἄγχιcτα ζωῶδεc. κινέε‐ ται γὰρ ἐξ ἑωυτέηc ἔνθα καὶ ἔνθα ἐπὶ τὰc λαγόναc· ἀτὰρ καὶ ἐc τὰ ἄνω, κατ’ ἴξιν μὲν ὑπὸ τὸν χόνδρον τοῦ θώρηκοc, ἐc τὰ πλάγια δὲ | |
5 | ἐπὶ δεξιὰ ἢ [ἐc] ἀριcτερά, ἢ ἐc ἧπαρ ἢ cπλῆνα· γίγνεται δὲ καὶ προ‐ πετεcτέρη ἐc τὰ κάτω, καί, ξυλλήβδην εἴπωμεν, πάντῃ ἐcτὶ πλανώδηc. καὶ εὐώδεcι ὀcμήcεcι τέρπεται καὶ ἐπ’ αὐτὰ ἵεται· ἄχθεται δὲ τοῖcι | |
κακόδμοιcι καὶ αὐτὰ φεύγει· καὶ τὸ ξύμπαν ἐν τῇ ἀνθρώπῳ ἐcτὶ ἡ | 32 | |
2.11.2 | ὑcτέρη, ὁκοῖόν τι ζῶον ἐν ζώῳ. ἥδε ὦν ἢν ἐξαπίνηc ἀνώϊcτοc γένη‐ ται καὶ ἐπὶ πολὺ ἄνω μείνῃ καὶ ἐκβιάcηται τὰ cπλάγχνα, ἀπεπνίχθη κοτὲ ἡ ἄνθρωποc τρόπον τὸν ἐπιληπτικόν, ἄνευθεν cπαcμῶν· ἐπιέζετο γὰρ ὠκέωc cτενοχωρίῃ ἧπαρ, διάφραγμα, πνεύμων, καρδίη· τοὔνεκεν | |
5 | ἄπνοια ξυνεῖναι δοκέει καὶ ἀφωνίη. ἀτὰρ καὶ αἱ καρωτίδεc ξυμπαθείῃ τῆc καρδίηc πιέζονται· διὰ τόδε καρηβαρίη τε καὶ ἀναιcθηcία ξύνεcτι | |
2.11.3 | καινῷ κάρῳ. γίγνεται δὲ καὶ ἄλλο πάθοc αὐτέῃcι ἴκελον τῇδε 〈τῇ〉 ξυμμορφῇ, ξὺν πνιγὶ καὶ ἀφωνίῃ, ἀλλ’ οὐκ ἀπὸ ὑcτέρηc· καὶ γὰρ τόδε καὶ ἀνδράcι γίγνεται κατοχώδεα τρόπον. ἀλλὰ τῇcι μὲν ἀπὸ ὑcτέρηc κακώδεεc ἐπαρήγουcι ὀδμαὶ καὶ εὐωδέων πρὸc τὰ γυναικήϊα ὑποθέcιεc· | |
5 | τῇcι δὲ ἑτέρῃcι τάδε οὐδὲν ἐπαρήγει. καὶ τὰ μέλεα κινέονται ἀπὸ ὑcτέρηc, ἀπὸ δὲ τοῦ ἑτέρου πάθεοc ἥκιcτα. ἔτι δὲ τρόμοι αὐτόματοι καὶ οὐκ αὐτόματοι *** ἀλλ’ ἐξ ὑποθέcιοc ἀμβλωθρίδιον. ψύξιεc καρτε‐ | |
2.11.4 | ραὶ τῆc ὑcτέρηc, αἱμορραγίηc ἁθρόηc ἐπίcχεcιc καὶ ὁκόcα τοιάδε. ἢν ὦν ἄρξηται πάcχειν κινευμένηc ἄνω τῆc ὑcτέρηc, ὄκνοc ἔργων πρήξιοc, ἔκλυcιc, ἀτονίη, γουνάτων ἀκραcίη, cκοτόδινοc, καὶ τὰ γυῖα λύονται· κεφαλῆc πόνοc, καρηβαρίη· τὰc φλέβαc τὰc ἑκάτερθεν τῆc ῥινὸc ἀλ‐ | |
5 | γέει ἡ γυνή. ἢν δὲ καταπέcωcι, καρδιώccουcι ἐν τοῖcι ὑποχονδρίοιcι λαγόνεc κεναί, ἔνθα ἡ ἕδρη τῆc ὑcτέρηc· cφυγμοὶ διαλείποντεc, ἄτα‐ κτοι, ἐκλείποντεc· πνὶξ καρτερή, ἀφωνίη, ἀναιcθηcίη· ἡ ἀναπνοὴ ἄcη‐ μοc, ἀcαφήc. ὤκιcτοc καὶ ἄπιcτοc ὁ θάνατοc· οὐδὲν γὰρ ἴcχουcι νε‐ κρῶδεc· ἐc χροιὴν ζωώδεεc, ἐρυθρότεραι μᾶλλον μέχρι πολλοῦ τοῦ | |
10 | θανάτου· ὀφθαλμοὶ cμικρόν τι ἐξίcχοντεc, λαμπροί, οὐ κάρτα μὲν ἀτε‐ | |
2.11.5 | νέεc, ἀτὰρ οὐδὲ κάρτα κεκαμμένοι. ἢν δὲ μετακινέηταί κοτε ἐc ἕδρην ἡ ὑcτέρη, πρὶν ἐc τέλοc ἰέναι τὸ πάθοc, διαδιδρήcκουcι τὴν πνίγα· εὖτε κοιλίη ὑποβορβορύζει· ὑγρότηc τῶν γυναικηΐων τόπων· ἀναπνοὴ δαcυτέρη καὶ cαφεcτέρη. ὠκίcτη ἐκ τοῦ πάθεοc ἡ ἔγερcιc, ὅκωc καὶ | |
5 | ὁ θάνατοc ὤκιcτοc. καὶ γὰρ ῥηϊδίωc τοῖcι ἄνω προcχωρέει, ἀτὰρ ἠδὲ | |
ῥηϊδίωc ἀφίcταται· ἀκρόπλοόc τε γὰρ ἡ ὑcτέρη· ὑγροὶ δὲ καὶ οἱ ὑμένεc οἱ ἀνοχῆεc αὐτῆc· ὑγρὸν δὲ καὶ τὸ χωρίον, ἔνθα κέεται ἡ ὑcτέρη. πρὸc δὲ φυγῇ τε καὶ ὁρμῇ χρέεται ἡδέων τε καὶ ἀηδέων. ῥηϊδίωc ὦν νεύει ὅκωc πρέμνοc ἔνθα καὶ ἔνθα, ἄνω τε καὶ κάτω πλώει. διὰ τόδε | 33 | |
2.11.6 | νεήνιcι τὸ πάθοc γίγνεται, γεραιτέρῃcι δὲ ἥκιcτα. ᾗcι γὰρ ἡλικίη τε καὶ βιοτὴ καὶ γνώμη πλανωδεcτέρη, τῇcι καὶ ἡ ὑcτέρη ἐcτὶ ῥεμβώδηc· ἀπηλικεcτέρῃcι δὲ εὐcταθέα καὶ ἡλικίη καὶ βίοc, καὶ γνώμη καὶ ἡ ὑcτέρη. ἥδε μὲν ὦν ἡ ἀπὸ ὑcτέρηc πνὶξ μούνῃcι γυναιξὶ παρομαρτέει. | |
5 | γίγνεται δὲ καὶ ξυνὰ πρὸc ἄνδραc πάθεα τῇ ὑcτέρῃ, φλεγμονή, αἱμορ‐ ραγίη· ξυνὰ δὲ καὶ τὰ παρεόντα cημεῖα, πυρετοί, ἀcφυξίη, ψῦξιc, ἀφω‐ νίη. ἐπὶ δὲ τῇ αἱμορραγίῃ καὶ ὀξύτεροι οἱ θάνατοι, ὁκοῖόν τι ἐν ζώῳ cφαγή. | |
2.12.1 | Περὶ cατυριάcεωc. Οἱ cάτυροι τοῦ Διονύcου ἱεροὶ ἐν τῇcι γραφῇcι καὶ τοῖcι ἀγάλμαcι ὄρθια ἴcχουcι τὰ αἰδοῖα, ξύμβολον τοῦ θείου πρήγματοc. ἔcτι δὲ καὶ πάθεοc ἰδέη, ἀνίcχοντοc ὄρθια τοῦ πάcχοντοc τὰ αἰδοῖα· ἐπίκληcιc cατυρίηcιc ἐc ὁμοιότητα τοῦ θείου cχή‐ | |
5 | ματοc. ὁρμὴ δέ ἐcτι ἄcχετοc ἐc ὁμιλίην· ἀτὰρ οὐδὲ ἐν τῇcι προcόδοιcι οὐδὲν ὠφελέονται, οὐδὲ ἐπὶ πολλῇcι καὶ ξυνεχέcι ὁμιλίῃcι πρηΰνονται τὸ ὄρθιον. cπαcμοὶ δὲ ἁπάντων τῶν νεύρων, καὶ ἔνταcιc τενόντων καὶ βουβώνων καὶ πλιχάδοc· φλεγμονὴ τῶν αἰδοίων καὶ πόνοc· ἐρύ‐ θημα προcώπου καὶ ἰκμὰc νοτίδι ἰκέλη. περιcτελλόμενοι, ἡcυχῇ ἐπί‐ | |
2.12.2 | λυποι, κατηφέεc, ὥcπερ ἀχθόμενοι τῇ ξυμφορῇ. ἢν δὲ ὑπερίcχῃ καὶ τὴν αἰδῶ τοῦ ἀνθρώπου τὸ πάθοc, ἀκρατέεc μὲν γλώccηc ἐc τὸ ἄκο‐ cμον, ἀκρατέεc δὲ ἐc τὸ ἀμφαδὸν καὶ τῆc τοῦ ἔργου πρήξιοc· παρά‐ φοροι τὴν γνώμην ἐc τὸ ἄcχημον· κατέχειν γὰρ οὐ δύνανται. διψώ‐ | |
5 | δεεc· φλέγμα πολλὸν ἐμέουcι· ἐπὶ δὲ τοῖcι χείλεcι ἀφρὸc ἐφιζάνει, ὅκωcπερ τοῖcι ὀργῶcι τῶν τράγων, ἀτὰρ ἠδὲ ὀcμὴ ὁμοίη. οὖρον ἐξ ἐπιcχέcιοc πολλῆc, ἀλλ’ ἐc λευκόν, παχύ, γονοειδέc. κοιλίη ἀπολελυ‐ μένη· γαργαλιcμοὶ αὐτόματοι πλευρέων καὶ μαcχαλῶν· cπαcμώδεεc, | |
2.12.3 | ἀπόcιτοι, εἰ δὲ προcφέροιντο, ἁρπάγδην, ταραχώδεεc. ἢν δὲ ἐc ὄλε‐ θρον ἥκῃ τὸ κακόν, φυcώδεεc, κοιλίην ἐπηρμένοι· τενόντων καὶ μυῶν τῶν πάντων ξύνταcιc, δυcκινηcίη, ξυνολκαὶ μελέων, cφυγμοὶ cμικροί, ἀcθενέεc, ἄτακτοι. ἔλυcέ κοτε τάδε πάντα κοιλίη ἐκταραχθεῖcα πολλοῖcι | |
5 | φλεγματώδεcι, χολώδεcι· ἔμετοc ὁμοίωc, οὐκ ἄνευθεν κινδύνου. ἴηcιc ὕπνοc βαθὺc καὶ μήκιcτοc. ψῦξιc γὰρ καὶ πάρεcιc καὶ νάρκη νεύρων, | 34 |
2.12.4 | ὕπνοc πουλύc· νάρκη δὲ καὶ ψῦξιc cατυρίηcιν ἰῆται. γίγνεται δὲ τὸ πάθοc ἦροc μάλιcτα καὶ θέρεοc· ἡλικίῃcι δὲ μειρακίοιcι καὶ νέοιcι, μά‐ λιcτα δὲ ὁκόcοιcι ἡ φύcιc ἐc ξυνουcίην ἑτοίμη. ὀξύτατον ἠδὲ ἀτερπὲc ἠδὲ ἄκοcμον κακόν· τὰ πολλὰ γὰρ ἐν ἑβδόμῃ θνῄcκουcι. λόγοc δὲ ὅτι | |
5 | καὶ γυναῖκεc πάcχουcι τοῦτο τὸ πάθοc, καὶ ἥ τε ἐc τὰ ἀφροδίcια ὁρμὴ ὁμοίη καὶ τὰ λοιπὰ ξύμπαντα τὰ αὐτά. ἐγὼ δὲ μαχλοcύνην μὲν γυ‐ ναιξὶ ὑγρῇcι πείθομαι γίγνεcθαι, ἐc ἔκχυcιν τοῦ πλήθεοc τούτων· cα‐ τυρίηcιν δὲ ἥκιcτα. οὔτε γὰρ ἡ φύcιc αὐτέων ἑτοίμη· ψυχρὴ γάρ· ἀλλ’ οὐδὲ μόρια ἐc ὀρθίηcιν, ὅκωcπερ cάτυροc, ἴcχει γυνή, ὥcπερ τὸ | |
10 | πάθοc ἐπώνυμον. οὐδὲ γὰρ οὐδὲ πνίγα τὴν ἀπὸ ὑcτέρηc νοcέουcι ἄν‐ | |
δρεc, οὕνεκεν οὐκ ἴcχει ὑcτέρην ἀνήρ. | 35 |