TLG 0718 016 :: AËTIUS :: Iatricorum liber xvi

AËTIUS Med.
(Amidenus: A.D. 6)

Iatricorum liber xvi

Source: Zervos, S. (ed.), Gynaekologie des Aëtios. Leipzig: Fock, 1901: 1–172.

Citation: Chapter — (line)

P

[Start of Table]ΠΙΝΑΞ ΤΩΝ ΚΕΦΑΛΑΙΩΝ ΕΞΚΑΙΔΕΚΑΤΟΥ ΛΟΓΟΥ. αʹ. Περὶ θέσεως μήτρας καὶ μεγέθους καὶ τῆς λοιπῆς διαπλάσεως βʹ. Τίνα κυούσης γυναικὸς ἐντὸς τῆς μήτρας γίνεται γʹ. Περὶ γενέσεως τοῦ Χορίου
5δʹ. Περὶ ποῖον ἔτος ἄρχονται αἱ γυναῖκες καθαίρεσθαι εʹ. Τίνα προσημαίνει ταῖς παρθένοις τὴν μέλλουσαν ἐπιφαίνεσθαι αὐταῖς κάθαρσιν ϛʹ. Πότε ἐπιφαίνεται τὸ σπέρμα καὶ πότε ἄρχεται συλλαμβάνειν ζʹ. Πῶς σημειωτέον τὰς δυναμένας συλλαβεῖν Σωρανοῦ
10 ηʹ. Πῶς σημειωτέον τὰς ἤδη συνειληφείας θʹ. Τίνα κατὰ τοὺς ἀρχαίους σημεῖα τοῦ ἄρρεν ἢ θῆλυ εἶναι τὸ κυόμενον ιʹ. Περὶ κίττης Γαληνοῦ ιαʹ. Πρὸς τὰ γινόμενα ταῖς κυούσαις περὶ τοὺς πόδας οἰδήματα ιβʹ. Περὶ ἐπιμελείας τῶν κυοφορουσῶν Ἀσπασίας
15ιγʹ. Τίνα σημεῖα προηγεῖται τῆς μελλούσης γίνεσθαι κατὰ φύσιν ἀπο‐
κυήσεως ιδʹ. Τίνα δεῖ παραινεῖν ταῖς κατὰ φύσιν τικτούσαις ιεʹ. Περὶ ἐπιμελείας δυστοκούσης, Ἀσπασίας ιϛʹ. Τίσιν ἄθετον συλλαβεῖν καὶ ἐγχρηστέον ἐπ’ αὐτῶν φθορίοις
20ιζʹ. Ἀτόκια ιηʹ. Φθόρια Ἀσπασίας ιθʹ. Τίνα προηγεῖται σημεῖα μελλούσης γίνεσθαι φθορᾶς κʹ. Ὅπως δεῖ συνεργεῖν τῇ ἀποβολῇ τοῦ φθειρομένου ἐμβρύου καʹ. Περὶ τῶν δίμηνα καὶ τρίμηνα φθειρουσῶν
25κβʹ. Κατὰ πόσους τρόπους γίνεται δυστοκία ἐπὶ τῶν παρὰ φύσιν γεννω‐
μένων, Ἀσπασίας κγʹ. Περὶ ἐμβρυουλκίας καὶ ἐμβρυοτομίας, Φιλουμένου κδʹ. Περὶ χορίου ἐκλήψεως, Φιλουμένου κεʹ. Περὶ ἐπιμελείας μετὰ τὴν ἐμβρυοτομίαν, Ἀσπασίας
30κϛʹ. Αἰτίαι ἀνδρῶν καὶ γυναικῶν δι’ ἃς οὐ παιδοποιοῦσι, καὶ θεραπεία καὶ
σημεῖα συλλήψεως κζʹ. Ψυχροτέρας μήτρας θεραπεία καὶ σημεῖα κηʹ. Θερμοτέρας μήτρας σημεῖα καὶ ἐπιμέλεια κθʹ. Θεραπεία τῶν δι’ ὑγρότητα τῆς ὑστέρας μὴ συλλαμβανουσῶν
35 λʹ. Θεραπεία τῶν διὰ ξηρότητα τῆς ὑστέρας μὴ συλλαμβανουσῶν λαʹ. Θεραπεία τῶν ἄλλων διαφόρων διαθέσεων, ἐφ’ αἷς οὐ κυΐσκουσι· καὶ
περὶ τῶν διὰ πάχος χυμοῦ τοῦτο πασχουσῶν γυναικῶν. Περὶ τῶν
διὰ πνευμάτωσιν τῆς μήτρας μὴ συλλαμβανουσῶν. Περὶ τῶν μεμυ‐
κυίας τὰς ὑστέρας ἐχουσῶν, καὶ περὶ τῶν κεχηνὸς ἐχουσῶν τὸ στόμα
40
τῆς ὑστέρας καὶ διεστραμμένον λβʹ. Περὶ τῶν διά τινα τῶν ἀτοκίων φαρμάκων προσαγωγὴν μὴ συλλαμβα‐
νουσῶν λγʹ. Ἐπιμέλεια ἐφ’ ὧν οὐδὲν ὀχληρὸν φαίνεται λδʹ. Πόματα· πεσσοί· καὶ ὑποθυμιάματα συλληπτικὰ
45λεʹ. Πρὸς τὸ μὴ θρομβοῦσθαι τὸ γάλα ἐν μαστοῖς λϛʹ. Περὶ χονδριάσεως μαστῶν καὶ σπαργανώσεως λζʹ. Πρὸς τὰς τῶν μαστῶν φλεγμονὰς, Φιλουμένου ληʹ. Πρὸς τὰς σκληρυνομένας φλεγμονὰς μαστῶν, Φιλουμένου λθʹ. Περὶ ἀποστήματος ἐν μαστοῖς

P

(50)

μʹ. Περὶ τῶν κατὰ τοὺς μαστοὺς συρίγγων, Λεωνίδου μαʹ. Περὶ τῶν ἐν μαστοῖς φαγεδαινικῶν ἑλκῶν μβʹ. Περὶ τῶν ἐν μαστοῖς καρκινωμάτων ἐκ τῶν Ἀρχιγένους καὶ Λεωνίδου,
καὶ περὶ σημείων τῶν ἡλκωμένων καρκινωμάτων μγʹ. Τίνα τῶν καρκινωμάτων εὐΐατα καὶ τίνα ἀνίατα
55μδʹ. Χειρουργία καρκινωμάτων, ἐκ τῶν Λεωνίδου μεʹ. Μετὰ τὴν ἐκτομὴν ἢ καῦσιν ἐπιμέλεια μϛʹ. Καρκινωμάτων ἐπιμέλεια τῶν χειρουργίᾳ μὴ ὑποβαλλομένων μζʹ. Ἐπιμέλεια τῶν ἀνελκώτων καρκινωδῶν ὄγκων μηʹ. Ἡλκωμένου καρκίνου ἐπιμέλεια
60μθʹ. Περὶ σκιρρωθέντος μαστοῦ Λεωνίδου νʹ. Περὶ τῶν ἐπεχομένων ἐμμήνων, ἐκ τῶν Ῥούφου καὶ Ἀσπασίας ναʹ. Θεραπεία τῶν διὰ πλείστην θερμότητα μὴ καθαιρομένων, ἐκ τῶν Ῥούφου νβʹ. Διάγνωσις τῶν ψυχροτέρων ἕξεων, καὶ θεραπεία νγʹ. Πεσσοὶ αἱμαγωγοὶ
65νδʹ. Τοῦ φιλοσόφου ἀγωγὸν καταμηνίων νεʹ. Θεραπεία τῶν διὰ πλείστην πιμελὴν μὴ καθαιρομένων νϛʹ. Θεραπεία τῶν ὑπὸ ἀτροφίας μὴ καθαιρομένων νζʹ. Θεραπεία τῶν διὰ μοχθηρίαν χυμῶν μὴ καθαιρομένων νηʹ. Θεραπεία τῶν διὰ πλησμονὴν χυμῶν μὴ καθαιρομένων
70νθʹ. Θεραπεία τῶν δι’ ἑτέρων τόπων κενουμένων δι’ αἱμορροΐδων ἢ μυ‐
κτήρων, καὶ διὰ τοῦτο μὴ καθαιρομένων ξʹ. Θεραπεία τῶν δι’ ἀργίαν μὴ καθαιρομένων ξαʹ. Θεραπεία τῶν δι’ αἰτίαν ἑτέραν τινὰ τῶν περὶ τὴν ὑστέραν μὴ κα‐
θαιρομένων
75 ξβʹ. Περὶ Στραγγῆς καθάρσεως ξγʹ. Περὶ ὑπερκαθάρσεως
ξδʹ. Περὶ Γυναικείου ῥοῦ ἐκ τῶν Ἀρχιγένους ξεʹ. Θεραπεία τῶν ὑπὸ ῥοῦ ἐρυθροῦ ἐνοχλουμένων ξϛʹ. Ῥοῦ λευκοῦ θεραπεία
80ξζʹ. Περὶ ὑστερικῆς πνιγὸς ξηʹ. Παραδείγματα πεσσῶν σκευασίας πρὸς ὑστερικὰς ἐκ τῶν Φιλαγρίου ξθʹ. Περὶ γονορροίας, Σωρανοῦ οʹ. Περὶ ἀτονούσης μήτρας, τοῦ αὐτοῦ οαʹ. Περὶ παραλύσεως μήτρας, τοῦ αὐτοῦ
85οβʹ. Περὶ προπτώσεως ὑστέρας, τοῦ αὐτοῦ ογʹ. Περὶ παρεγκλίσεως καὶ ἀποστροφῆς καὶ ἀναδρομῆς μήτρας, Ἀσπασίας οδʹ. Περὶ ἐμπνευματώσεως μήτρας οεʹ. Περὶ ὑδρωπιώσης μήτρας οϛʹ. Περὶ μύλης, ἥ ἐστι πάθος, ὕδερος ὑπό τινων ὀνομαζόμενον
90οζʹ. Περὶ οἰδήματος μήτρας, Σωρανοῦ οηʹ. Περὶ σατυριάσεως τοῦ αὐτοῦ οθʹ. Περὶ φλεγμονῆς ὑστέρας, Φιλουμένου πʹ. Πεσσὸς ἀνώδυνος παʹ. Πεσσὸς ὑπνοποιὸς ἀνώδυνος, σκληρίας πάσης μαλακτικὸς
95πβʹ. Πεσσὸς ὑπνοποιὸς πρὸς φλεγμονὰς πγʹ. Πεσσὸς πρὸς φλεγμονὰς καὶ παρεγκλίσεις ὁ χρυσοῦς πδʹ. Περὶ σκίρρου καὶ σκιρρωμάτων ἐν ὑστέρᾳ, Σωρανοῦ πεʹ. Ἄλλο πρὸς πάσας τὰς ὑστερικὰς διαθέσεις πϛʹ. Ἡ διὰ ψιχῶν ἀνετικὴ

P

(100)

πζʹ. Πεσσὸς ἐκ τῶν Ἀρχιγένους πηʹ. Ὀρειβασίου διὰ δαφνίδων ἐπίθεμα πθʹ. Περὶ ἀποστήματος ἐν μήτρᾳ, Ἀρχιγένους ρʹ. Ὅπως δεῖ ἐνεργεῖν περὶ τὸ στόμιον τῆς μήτρας γενομένου ἀποστή‐
ματος
105ραʹ. Ἐπιμέλεια ἐφ’ ὧν σύρρηξις μεταξὺ τῶν ἐντέρων καὶ τοῦ περιτο‐
ναίου γέγονε ρβʹ. Περὶ ἑλκωθείσης μήτρας, Ἀρχιγένους ργʹ. Θεραπεία τῶν ἐν τῇ μήτρᾳ ἀνθρακωδῶν ἑλκῶν ρδʹ. Πρὸς τὰ ἐν μήτρᾳ ἀκάθαρτα ἕλκη
110ρεʹ. Πρὸς ὑγρὸν φερόμενον ἀπὸ τοῦ γυναικείου αἰδοίου ρϛʹ. Ἀπουλωτικὰ Ἀσκληπιάδου ρζʹ. Περὶ καρκινωμάτων ἐν μήτρᾳ, Ἀρχιγένους ρηʹ. Περὶ φιμώσεως μήτρας ρθʹ. Περὶ ἀτρήτου ὑστέρας
115 ριʹ. Περὶ αἱμορροΐδων ἐν μήτρᾳ ἐκ τῶν Ἀσπασίας ριαʹ. Περὶ λιθιώσης μήτρας ριβʹ. Περὶ τῶν ἐν κύστει λίθων ριγʹ. Περὶ ὑδροκήλης, ἐκ τῶν Ἀσπασίας ριδʹ. Περὶ βουβωνοκήλης. ριεʹ. Περὶ κιρσοκήλης, ἐκ τῶν Ἀσπασίας
120ριϛʹ. Περὶ νυμφοτομίας, Φιλουμένου
ριζʹ. Περὶ κερκώσεως ριηʹ. Περὶ θύμων ἐν ὑστέρᾳ καὶ μυρμηκίων καὶ ἀκροχορδόνων Φιλου‐
μένου ριθʹ. Περὶ κονδυλωμάτων, Ἀσπασίας
125 ρκʹ. Περὶ ῥαγάδων ἐν ὑστέρᾳ ρκαʹ. Περὶ κεγχροειδῶν σκιρρωμάτων ἐν μήτρᾳ, Ἀσπασίας ρκβʹ. Περὶ ψωροειδῶν ἐξανθημάτων ἐν ὑστέρᾳ ρκγʹ. Περὶ ἀποστήματος ἐν τοῖς πτερυγώμασι ρκδʹ. Πρὸς ἐξομφάλους γυναῖκας
130ρκεʹ. Πρὸς τὸ μὴ ποιεῖν κοιλίαν ῥαγάδας καὶ μελανίας ἐκ τοκετοῦ,
Ἀσπασίας ρκϛʹ. Νίμμα θαυμάσιον ἀποκαθαῖρον τὴν ὄψιν καὶ λαμπρύνον ρκζʹ. Σκευασίαι μύρων, μοσχάτων, κονδίτων, οἰνανθαρίων, θυμιαμάτων
καὶ ἑτέρων τινῶν μυρεψικῶν· ξηρόφρυκτον ὃ καλοῦσι βερεθριὰς
135ρκηʹ. Ῥοδάτον ξηρόμυρον ρκθʹ. Ἄλλο ξηρόμυρον τὸ καλούμενον λευκόφυλλον, ᾧ χρῶνται εἰς τοὺς
τραχήλους καὶ τὰς μασχάλας ρλʹ. Ὑγρομύρου σκευασία, ᾧ χρῶνται εἰς τὰ ὦτα γυναῖκες ρλαʹ. Ἐλαίου σαλκᾶ σκευασία πολυτελὴς
140ρλβʹ. Φουλιάτου σκευασία ρλγʹ. Σπεκάτου σκευασία ρλδʹ. Οἰνανθαρίου σκευασία ρλεʹ. Ἀψινθάτου ἤτοι ῥοδαψινθάτου ὑγιεινοῦ σκευασία καλλίστη ρλϛʹ. Ῥοδάτου σκευασία
145ρλζʹ. Κονδίτου καθαρτικοῦ σκευασία ἐπὶ τῶν φλεγματικῶν, χρῶ δὲ τούτῳ
ἐν χειμῶνι ρληʹ. Ἀψινθάτου σκευασία ρλθʹ. Μαστιχάτου κυμινάτου σκευασία ρμʹ. Κιτράτου σκευασία

P

(150)

ρμαʹ. Ῥοδομήλου σκευασία ρμβʹ. Μουστακίων σκευασία ρμγʹ. Γάρου νηστικοῦ σκευασία ρμδʹ. Θυμιάματος μοσχάτου σκευασία ρμεʹ. Θυμιάματος τοῦ βασιλικοῦ σκευασία
155ρμϛʹ. Θυμιάματος μοσχάτου Θεοπέμπτου σκευασία ρμζʹ. Θυμιάματος καλοῦ ῥοδάτου σκευασία ρμηʹ. Μοσχάτου τοῦ ἐν τῇ ἐκκλησίᾳ καπνιζομένου σκευασία ρμθʹ. Θυμιάματος μυρεψικοῦ καλοῦ σκευασία ρνʹ. Θυμιάματος ἐράνου σκευασία
160ρναʹ. Θυμίαμα τῆς κυρίας Ῥωμύλου ρνβʹ. Θυμίαμα ῥοδάτον τοῦ ἐμβολάρχου ρνγʹ. Θυμίαμα ῥοδάτον ἐπισκόπου Παμφύλου ρνδʹ. Θυμίαμα μυρεψικὸν ἡ φυκοτύχη
ρνεʹ. Νεκροῦ σμύρνησις[End of Table]

t

ΑΕΤΙΟΥ ΛΟΓΟΣ ΕΞΚΑΙΔΕΚΑΤΟΣ.
1

1

(t1)

ΠΕΡΙ ΘΕΣΕΩΣ ΜΗΤΡΑΣ ΚΑΙ ΜΕΓΕΘΟΥΣ ΚΑΙ ΤΗΣ ΛΟΙΠΗΣ
t2ΔΙΑΠΛΑΣΕΩΣ.
t2
1 Ἡ μήτρα λέγεται καὶ ὑστέρα, μήτρα μὲν ἀπὸ τοῦ μητέρα ταύτην πάντων τῶν ἐν τῷ βίῳ γενομένων ζῴων εἶναι, ὑστέρα δὲ ἀπὸ τοῦ ὑστέραν πάντων κεῖσθαι τῶν σπλάγχνων· κεῖται δὲ ἡ μήτρα ἐντὸς τοῦ περιτοναίου μεταξὺ κύστεώς τε καὶ ἀπευθυσμένου·
5καὶ τῷ μὲν ἀπευθυσμένῳ ἐντέρῳ ἐπίκειται, κύστεως δὲ κατὰ μὲν τὸ πρὸς τὸν ὀμφαλὸν μέρος ἐν ᾧ ὁ πυθμὴν αὐτῆς ἐστιν, ὑπερέ‐ χουσα ἄνω ὡς τὰ πολλά, κατὰ δὲ τὸ πρὸς τὸ αἰδοῖον μέρος ἡ κύστις τῆς μήτρας ὑπερέχει τῷ αὐχένι. τῷ δὲ μεγέθει οὐκ ἴση ἐπὶ πασῶν τῶν γυναικῶν ἐστὶν ἡ μήτρα, ἐπὶ γὰρ τῶν τετοκυιῶν
10μείζων ἐστίν, ἐπὶ δὲ τῶν ἀτόκων μικρά, καὶ παρὰ τὰς ἡλικίας τὰς μήπω συνουσίας κεχρωμένας ἐλάττων. Ἔστι δὲ μῆκος αὐτῆς ὡς τὸ πολὺ ἐπὶ τῶν τελείων γυναικῶν, ἀπὸ τοῦ κατὰ τὸν πυθ‐
μένα μέρους τοῦ κατὰ τὸν ὀμφαλὸν μέχρι τοῦ αἰδοίου δακτύλων ἕνδεκα· κατὰ δὲ τὸ πλάτος, ἐφ’ ἑκάτερον τῶν λαγόνων ἐπεκτεί‐
15νεται ταῖς κεραίαις. τὸ δὲ σχῆμα αὐτῆς τὸ μὲν ἄλλο πᾶν κῦτος καὶ μάλιστα ὁ πυθμὴν κύστει ἔοικεν. Ἔχει δὲ ἐκ τῶν πλαγίων με‐ ρῶν ἀμφοτέρων τοῦ πυθμένος ἄνωθεν ἀποφύσεις τινὰς κερα‐ τοειδεῖς, ἃς κεραίας καλοῦσι· πρῶτον μὲν ἄνω ἀνατεινομένας, ἔπειτα δὲ κάτω νευούσας καὶ κατὰ βραχὺ στενουμένας, ὡς ἐοικέναι
20τὸ στενωθὲν καὶ κάτω νεῦον αὐτῶν τῶν κεραιῶν μέρος φλεψί. Τοῦτο δὲ τὸ στενούμενον τῶν κεραιῶν μέρος ἑλικοειδὲς γιγνόμενον φέρεται ἄνωθεν κάτω, καὶ ἐμφύεται τοῖς ὄρχεσιν ἔξωθεν τῆς μήτρας, ἑκατέρωθεν αὐτῆς ἐκ τῶν πλαγίων τεταγμένοις ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων. διὰ δὲ τῶν ἑλικοειδῶν κεραιῶν ἡ μήτρα ἐν
25ταῖς συνουσίαις τὸ σπέρμα ἐκ τῶν ὄρχεων εἰς αὑτὴν ἕλκει. εἰσὶ δὲ οἱ τῆς γυναικὸς ὄρχεις σμικρότατοι καὶ οὐχ ὁμοίως ψαθαροί, ὥσπερ οἱ τῶν ἀνδρῶν, ἀλλ’ οἷον δερματώδεις καὶ ὥσπερ πεπλα‐ τυσμένοι. Προσήρηται δὲ ἡ μήτρα κατά τινας ἰνώδεις ἀποφύ‐ σεις τῇ τε κύστει καὶ τῷ ἀπευθυσμένῳ, μάλιστα δὲ τῷ ἱερῷ
30ὀστῷ κατὰ πολλὰ μέρη ἐξήρτηται διά τινων εὐτόνων δεσμῶν νευ‐ ρωδῶν καὶ μυωδῶν. Ἀρτήματα δὲ αὐτῆς ἐστὶ καὶ τὰ ἐκ τοῦ νω‐ τιαίου μυελοῦ εἰς αὐτὴν ἐμφυόμενα νεῦρα καὶ διαπλέκοντα αὐτῆς ὅλον τὸ σῶμα, ἐξήρτηται δὲ καὶ ἐκ τῶν εἰς αὐτὴν ἐμφυομένων ἀγγείων, φλεβῶν λέγω καὶ ἀρτηριῶν. ἀπὸ γὰρ τῆς κοίλης φλεβὸς
35τῆς διὰ τῆς ῥάχεως ἀπὸ τῶν κυρτῶν τοῦ ἥπατος καταφερομένης, καὶ τῆς μεγάλης ἀρτηρίας τῆς ἐκ τῆς καρδίας σὺν τῇ κοίλῃ φλεβὶ καταφερομένης ἐκφύεται ἀγγεῖα καὶ φέρεται ὡς ἐπὶ τὴν μήτραν δύο ἑκατέρωθεν, μία φλὲψ καὶ ἀρτηρία. Ταῦτα δὲ τὰ τέσσαρα ἀγγεῖα ἐκφύεται μὲν ἄνω κατὰ τὸν πυθμένα τῆς μήτρας, καὶ
40διασχιζόμενα διαπλέκει ὅλην αὐτὴν ἔξωθεν καὶ ἔνδοθεν, μάλιστα δὲ ἔνδοθεν. διὰ δὲ τῶν ἀγγείων τούτων τοῦτο τὸ καταμήνιον αἷμα φέρεται εἰς τὴν μήτραν. καὶ μὴν καὶ ἕτεραι φλέβες καὶ ἀρτηρίαι ἑκατέρωθεν τῆς μήτρας ἐμφύονται· αἱ μὲν εἰς τοὺς ὄρχεις, αἱ δὲ περὶ τὸν πυθμένα αὐτῆς καὶ τὸ αἰδοῖον. Αὐτὸ δὲ
45τὸ σῶμα τῆς μήτρας δύο χιτῶνες εἰσίν· ὁ μὲν ἔξωθεν νευρωδέ‐ στερος, ὅστις καὶ ἀποδέρεται, ὁ δὲ ἔνδοθεν φλεβωδέστερος· καὶ ὁ μὲν ἔξωθεν ἐστὶν ἁπλοῦς, ὁ δὲ ἔνδοθεν διπλοῦς. ὡς εἰ ἐθε‐ λήσεις ἀποδεῖραι τὸν ἄνωθεν χιτῶνα, δύο σοι φανοῦνται μῆτραι ἑνὶ αὐχένι συνεζευγμέναι. Ὁ δὲ αὐχὴν τῆς μήτρας μυώδης ἐστὶ γε‐

1

(50)

νόμενος ἐκ σαρκὸς σκληρᾶς καὶ χονδρώδους, καὶ ἀεὶ σκληρότερος ἑαυτοῦ γίνεται τῷ χρόνῳ, ὥστε ὅσαι πολλὰ ἐκύησαν ἢ πρεσβύτιδες εἰσίν, ἱκανῶς ταύταις ὁ αὐχὴν τῆς μήτρας σκληρότερός τε καὶ χονδρωδέστερος ἐστίν, ὡς ἐοικέναι τῷ βρόγχῳ. Τρῆμα δὲ ἔχει ὁ αὐχὴν τῆς μήτρας, δι’ οὗ κενοῦται μὲν τὸ καταμήνιον, ἀνα‐
55λαμβάνει δὲ πρὸς ἑαυτὴν ἡ μήτρα ἐν ταῖς συνουσίαις τοῦ ἄρρενος τὴν γονήν· διὰ τούτου τοῦ τρήματος καὶ τὸ ἔμβρυον ἔξεισιν. ἄπιστον γὰρ ὡς ὅσον ὁ πόρος οὗτος διαφέρει τῷ πλάτει· στενὸς γὰρ ἐστὶν ἐν παντὶ μὲν τῷ χρόνῳ, ὡς πυρῆνα μήλης μόλις ὑπο‐ δέχεσθαι, κυούσης δὲ τῆς γυναικὸς σφόδρα ἀκριβῶς μέμυκεν ὁ
60πόρος οὗτος, ὡς μηδὲ παντάπασί τι παραδέχεσθαι· ἀπολυομένου
δὲ τοῦ ἐμβρύου τῆς μήτρας διΐσταται ὁ πόρος οὗτος, ἔστι δὲ θαῦμα καὶ ἀκοῦσαι, τὸ ἔμβρυον ὅλον δι’ ἐκείνου ἐξέρχεσθαι· τελευτᾷ δὲ ὁ αὐχὴν οὗτος εἰς τὸν γυναικεῖον κόλπον καὶ τὸ αἰδοῖον καλούμενον. Τὸ δὲ μῆκος τοῦ αἰδοίου ὡς ἐπίπαν ταῖς
65ἤδη τελείαις δακτύλων ἐστὶν ἕξ, προχειρότερον δὲ γίνεται τὸ αἰ‐ δοῖον κατὰ τὰς ἀποτέξεις καὶ κατὰ τὰς συνουσίας, ἐπεκτεινομένου ἔξω δηλονότι τοῦ τραχήλου τῆς μήτρας· καὶ ἐπὶ μὲν τῆς παιδικῆς ἡλικίας τρυφερώτερόν τε ἐστὶ καὶ μαλακὸν, ἐπὶ δὲ τῶν πλεῖστα τετοκυιῶν τυλωδέστερον γίνεται, ὡς χόνδρῳ ἐοικέναι τῇ σκληρότητι.
70τυλοῦται γὰρ τῷ χρόνῳ παρατριβόμενον συνεχῶς ἐν ταῖς συνου‐ σίαις καὶ ταῖς ἀποτέξεσιν, ἀλλὰ καὶ διὰ τὴν δι’ αὐτοῦ γιγνο‐ μένην ἐπιμήνιον κάθαρσιν μᾶλλον τυλοῦται· ὥσπερ τὰ διὰ τὴν πλείστην δριμεῖαν ὑγρότητα συριγγούμενα ἕλκη. Παχεῖα δὲ ἐστὶν ἡ μήτρα καὶ εὔογκος γίνεται, ὅταν ὁ καιρὸς τῶν καταμηνίων
75ἐπιφαίνηται, λεπτοτέρα δὲ καὶ ξηροτέρα φαίνεται ἐν τῷ ἄλλῳ χρόνῳ, καὶ παχυτέρα μὲν ἐπὶ ταῖς πλειστάκις μάλιστα κυούσαις, λεπτοτέρα δὲ ταῖς μήπω κυησάσαις· καὶ πάλιν ἐν μὲν ταῖς πρώταις ἡμέραις τῆς συλλήψεως παχεῖα φαίνεται, ὅταν δὲ τελειωθῇ τὸ ἔμβρυον καὶ καιρὸς τῆς ἀποτέξεως γένηται, λεπτότατον τὸ σῶμα
80τῆς μήτρας γίνεται. τὸ γὰρ πάχος αὐτῆς εἰς μῆκος ἐπεκτεινόμενον λεπτύνεται, ὥσπερ αἱ κύστεις πνεύματος πληρούμεναι. Περὶ μὲν οὖν θέσεως καὶ σχήματος καὶ μεγέθους τῆς μήτρας ὧδε ἔχει.
82

2

(t1)

ΤΙΝΑ ΣΥΛΛΑΜΒΑΝΟΥΣΗΣ ΤΗΣ ΓΥΝΑΙΚΟΣ ΕΝΤΟΣ ΤΗΣ
t2ΜΗΤΡΑΣ ΓΙΝΕΤΑΙ.
t2
1Ἐν δὲ τῷ καιρῷ τῆς συλλήψεως καὶ κυήσεως γίνεται ἐν αὐτῇ
τὸ χορίον, τὸ ἔξωθεν περιέχον ὅλον τὸ ἔμβρυον, καὶ μετ’ αὐτὸ ἕτεροι δύο ὑμένες ὅ τε Ἀλαντοειδὴς καλούμενος, διπλοῦς ἐπικείμενος τοῖς κυρτοῖς μέρεσι τοῦ ἐμβρύου, καὶ μετ’ αὐτὸν ὁ Ἀμνειὸς
5προσαγορευόμενος, λεπτὸς πάντοθεν περιβεβλημένος τῷ ἐμβρύῳ.
5

3

(t)

ΠΕΡΙ ΓΕΝΕΣΕΩΣ ΤΟΥ ΧΟΡΙΟΥ.
t
1 Ἡ δὲ γένεσις τοῦ Χορίου γίνεται τὸν τρόπον τοῦτον· τὰ στόματα τῶν φλεβῶν καὶ τῶν ἀρτηριῶν τῶν εἰς τὸ ἐντὸς τῆς μήτρας ποικίλως διασχιζομένων, κατὰ τὸ πέρας ἑαυτῶν ἕκαστον κονδυλώδη ἐξοχὴν ἔχει ἐοικυῖαν ταῖς ἐν τῇ ἕδρᾳ γινομέναις αἱ‐
5μορροΐσι· ταύτας τὰς κονδυλώδεις ἐξοχὰς κοτυληδόνας καλοῦσι τινές· μικρότεραι δὲ εἰσὶν αὗται ἐπὶ τῶν γυναικῶν τῶν εὑρισκο‐ μένων, ἐπί τε αἰγῶν καὶ βωῶν καὶ ἐλάφων, καὶ τῶν παραπλησίων ζῴων. σώματα δὲ ἐστὶ ταῦτα τὰ ἐπὶ τῶν ἀλόγων ζῴων φαινόμενα πλαδαρὰ ὑπόμυξα, τῷ σχήματι ἐοικότα τοῖς φύλλοις τῆς κοτυλη‐
10δόνος πόας, ὑπόκοιλα δέ. Ταῦτα οὖν τὰ στόματα τῶν εἰς τὴν ἐντὸς εὐρυχωρίαν τῆς μήτρας διασπειρομένων ἀγγείων ἀνέῳκται ἅπαντα, ὁπόταν ἡ γυνὴ συλλήψεσθαι μέλλῃ. Ἔστι δὲ οὗτος ὁ τῆς συλλή‐ ψεως χρόνος, ἢ ἀρχομένων τῶν καταμηνίων ἢ παυομένων. ἀνε‐ στόμωται μὲν γὰρ καὶ ἐν τῷ ἄλλῳ παντὶ χρόνῳ τῆς καθάρσεως
15τὰ ἀγγεῖα ταῦτα, ἀλλ’ οὐκ ἂν λάβῃ πρὸς ἑαυτὴν ἡ γυνή· τηνι‐ καῦτα γὰρ οὐ μένει τὸ τοῦ ἀνδρὸς σπέρμα ἐν τῇ μήτρᾳ τούτῳ τῷ καιρῷ, ἐκκλυζόμενον τῷ πλήθει τοῦ ἐπιρρέοντος αἵματος. ἀρχομένων δὲ τῶν καταμηνίων καὶ μάλιστα παυομένων ἀνεστό‐ μωται μὲν τὰ ἀγγεῖα, τὸ δὲ καταμήνιον αἷμα οὔτε πολὺ οὔτε
20ἀθρόον ἐκχεῖται, ἀλλ’ ὀλίγον τε καὶ κατὰ βραχύ· ὥστε προσ‐
φύεται μὲν διὰ τὴν τραχύτητα τῆς μήτρας τὸ σπέρμα, αὐτάρκη δὲ ἔχει τροφὴν τὴν ὀλιγότητα τοῦ φερομένου αἵματος. Πρὸ δὲ τοῦ καιροῦ τῶν καταμηνίων οὐκ ἂν συλλάβῃ ἡ γυνὴ, ὅ τι καὶ τοῦ τρέφοντος ἐστέρηται τὸ σπέρμα, καὶ τοῦ προσφύεσθαι οὐκ
25ἔχει. λεία γὰρ ἡ μήτρα τηνικαῦτα ἐστὶν ἐπιμεμυκότων τῶν ἀγγείων, ὥστε διὰ τοῦτο ἀπορρεῖ τὸ σπέρμα, ὥσπερ τὰ χρίσματα ἀπὸ τῶν λειοτάτων τοίχων· καὶ γὰρ καὶ τοὺς τοίχους οἱ ἐπιχρίειν βουλόμενοι τραχύνουσι πρότερον, καὶ οὕτως κατέχεται τὰ χριό‐ μενα καταβληθὲν μὲν οὖν τὸ τοῦ ἀνδρὸς σπέρμα καὶ κατα‐
30σχεθὲν ἐν τῇ μήτρα προσφύεται ταῖς κοτυληδόσιν, εἴτε κατὰ τὸν δεξιὸν αὐτῆς κόλπον, εἴτε κατὰ τὸν εὐώνυμον· συνάγει δὲ ἑαυτὴν ἡ μήτρα καὶ περιπτύσσεται τὸ σπέρμα πάντοθεν. Ἀρχὴ τοίνυν τῆς τοῦ χορίου γενέσεως ταῦτα τὰ πέρατα γίνεται τῶν εἰς αὐτὴν διασπειρομένων ἀγγείων· ἐξ ἑκάστου γὰρ στόματος ἀγγεῖον ἐκ‐
35φύεται· ἀρτηρία μὲν ἀπὸ τοῦ τῆς ἀρτηρίας στόματος, φλὲψ δὲ ἀπὸ τοῦ τῆς φλεβός. Συνδεῖ δὲ ταῦτα τὰ ἀγγεῖα πρὸς ἄλληλα λεπτὸς μὲν ἰσχυρὸς δὲ ὑμὴν περιφυόμενος ἔξωθεν ἅπασι, καὶ οὕτω συνίστησι τὸ χορίον. συνερχόμενα δὲ πάλιν ἀλλήλοις τὰ ἐν τῷ χορίῳ διεσπαρμένα ἀγγεῖα, ἀποτελεῖ δύο φλέβας καὶ δύο
40ἀρτηρίας· αὗται δὲ ἐμφύονται κατὰ τὸ μέσον τοῦ ἐμβρύου παρα‐ λαμβάνουσαι πάντοθεν τὴν ἔκκρισιν τὴν τοῦ ἐμβρύου ἐπὶ τὸν ἀλαντοειδῆ ὑμένα ἐπιφερομένην, δι’ ἧς ἐκκρίνεται τὸ οὖρον τοῦ ἐμβρύου καὶ ἀθροίζεται ἐν τῷ ὑμένι· ὥστε τὸν συγκείμενον ἐκ τῶν
τεσσάρων τούτων ἐχόντων μεταξὺ σφῶν αὐτῶν τὸν καλούμενον
45οὐραχὸν γίνεσθαι τὸν λεγόμενον ὀμφαλόν. Ὁ δὲ οὐραχὸς ἐστὶν ἡ ἀρχὴ τοῦ ἀλαντοειδοῦς ὑμένος διατετρημένος πρὸς τὸν τῆς κύστεως πυθμένα τοῦ ἐμβρύου, δι’ οὗ τὸ οὖρον τοῦ ἐμβρύου μετά‐ γεται καὶ εἰς τὸν ἀλαντοειδέα συναθροίζεται. μετὰ δὲ ταῦτα αἱ μὲν δύο φλέβες ἑνωθεῖσαι μίαν ποιοῦσι, καὶ αὐτὴ φερομένη διὰ

3

(50)

τοῦ ὀμφαλοῦ ἐμφύεται τοῖς σιμοῖς τοῦ ἥπατος τοῦ ἐμβρύου, τῇ κοίλῃ λεγομένῃ φλεβί, καὶ διὰ ταύτης ἐκ τῆς μήτρας τὸ αἷμα εἰς τροφὴν τοῦ ἐμβρύου χορηγεῖται· δεχόμενον γὰρ τὸ τοῦ ἐμβρύου ἧπαρ τὸ φερόμενον αἷμα, ἀναδίδωσιν εἰς ὅλον αὐτοῦ τὸ σῶμα. Αἱ δὲ προειρημέναι δύο ἀρτηρίαι αἱ κατὰ τὸν ὀμφαλὸν πάλιν
55μίαν ἀποτελοῦσιν ἀρτηρίαν, καὶ αὐτὴ φερομένη διὰ τῶν πλαγίων μερῶν τῆς κύστεως τοῦ ἐμβρύου ἐμφύεται τῇ μεγάλῃ ἀρτηρίᾳ τῇ κειμένῃ κατὰ τὴν ῥάχιν αὐτοῦ, καὶ διὰ ταύτης τὸ ζωτικὸν αἷμα ἐκ τῶν ἐν μήτρᾳ ἀρτηριῶν εἰς τὸ ἔμβρυον μεταδίδοται. Κατὰ δὲ τὸν καιρὸν τῆς ἀποτέξεως ὅταν τελειωθῇ τὸ ἔμβρυον, καὶ
60μέγα γενόμενον προτείνῃ πανταχοῦ τὴν μήτραν, καὶ δηλονότι καὶ τὸ χορίον τε τηνικαῦτα στενοχωρούμενον ἀλλὰ μηδὲ τῇ ἐκ τῆς μήτρας αὐτῷ χορηγουμένῃ τροφῇ ἀρκούμενον, σκιρτᾷ καὶ ἀπορ‐ ρήγνυσι τοὺς περικειμένους ὑμένας, καὶ οὕτως ἀρρήτῳ λόγῳ ἀνοί‐ γουσα ἑαυτῆς τὸ στόμα ἡ μήτρα ἐκκρίνει τὸ ἔμβρυον. ταῦτα
65μὲν οὖν ἐστι καθ’ ὅσον οἷόν τε διὰ βραχέων σαφηνίσαι βουλό‐ μενοι, ἃ εἰρήκαμεν. Εἰ δέ τις βούλοιτο ἅπαντα τὰ προειρημένα ἀκριβέστατα θεάσασθαι, ἀναταμέτω αἶγα ἐγκύμονα μάλιστα ἢ βοῦν ἢ ἔλαφον ἢ δορκάδα, διαλύων πρότερον τὰ τῆς ἥβης ὀστᾶ, ἔπειτα ἀνασχίζων εὐφυῶς τὸ δέρμα· φανεῖται γάρ σοι ταῦτα
70ποιήσαντι σαφῶς ἡ πρὸς τὰ περικείμενα μόρια τῆς μήτρας κοινωνία.

4

(t)

ΠΕΡΙ ΠΟΙΟΝ ΕΤΟΣ ΑΡΧΟΝΤΑΙ ΑΙ ΓΥΝΑΙΚΕΣ ΚΑΘΑΙΡΕΣΘΑΙ.
t
1 Τὰ δὲ καταμήνια ταῖς γυναιξὶν ἐπιφαίνεται περὶ τὸ τεσσα‐ ρεσκαιδέκατον ἔτος ἅμα τῷ ἡβάσκειν καὶ τοὺς μαστοὺς ἐπαί‐ ρεσθαι· οὐ πᾶσαι δὲ κατὰ τὸν αὐτὸν καιρὸν, οὐ δὲ τὸ αὐτὸ μέτρον τῆς κενώσεως, οὔτε τὰς αὐτὰς ἡμέρας καταβιβάζονται.
5κατὰ δὲ τὸ πλεῖστον φέρεται ἡμέρας δ, πλῆθος δὲ ὅσον κοτυλῶν δύο, ἢ πλεῖον ἢ ἔλασσον. Καιρὸς δὲ ταῖς μὲν διὰ κʹ ἡμερῶν, ταῖς δὲ πλεῖστον διὰ λʹ, ἐνίαις δὲ δὶς τοῦ μηνός· παύονται δὲ τοῦ καθαίρεσθαι οὐ πρότερον τῶν λεʹ ἐτῶν, οὔτε μετὰ πεντήκοντα ἐπιφαίνεται, σπάνιαι γὰρ μέχρι τῶν ξʹ ἐτῶν ἐκαθάρθησαν· αἱ
10δὲ καταπίμελοι ταχέως παύονται. Ἄρχεται δὲ τὸ πλῆθος ἐκ τοῦ κατὰ μικρὸν ἕως τῆς ἀκμῆς, εἶτα μένει τὴν ἰσότητα φυλάσσον παρὰ τὸ μᾶλλον· καὶ ἧττον ἐπὶ χρόνον τινά· ὅταν δὲ μέλλῃ ἐκλεί‐ πειν, ἐλαττοῦται πάλιν κατὰ βραχὺ ἕως τέλεον ἐκλείψει. Συνεργεῖ δὲ εἰς τὸ ἀτάκτως ἢ εὐτάκτως φέρεσθαι, ἢ ὀλίγον ἢ πολύ, ἡλικία
15καὶ ὥρα καὶ δίαιτα καὶ τὰ λοιπὰ ἐπιτηδεύματα, καὶ τῶν τροφῶν
ποιότητες, καὶ ἰδιότητες, καὶ νόσων παρεμπτώσεις.

5

(t1)

ΤΙΝΑ ΠΡΟΣΗΜΑΙΝΕΙ ΤΑΙΣ ΠΑΡΘΕΝΟΙΣ ΤΗΝ ΜΕΛΛΟΥΣΑΝ
t2ΕΠΙΦΑΙΝΕΣΘΑΙ ΑΥΤΑΙΣ ΚΑΘΑΡΣΙΝ.
t2
1 Ταῖς μὲν οὖν παρθένοις μέλλουσαν ἐπιγίνεσθαι κάθαρσιν προσημαίνει μαστῶν κνησμός, πόνος ἤτρου, ὀσφύος, κεφαλῆς, ἔμετος χολωδῶν ἢ φλεγματωδῶν. τούτων προφαινομένων περὶ τὸ τεσσαρεσκαιδέκατον ἔτος, δεῖ τὸν ἰατρὸν τεκμαίρεσθαι ὡς
5ἐπείγει ἡ κάθαρσις, καὶ συνεργεῖν τῇ τοῦ αἵματος φορᾷ διὰ τῶν ἁπλουστέρων ἀποζεμάτων.
6

6

(t1)

ΠΟΤΕ ΕΠΙΦΑΙΝΕΤΑΙ ΤΟ ΣΠΕΡΜΑ ΚΑΙ ΠΟΤΕ ΑΡΧΕΤΑΙ
t2ΣΥΛΛΑΜΒΑΝΕΙΝ.
t2
1 Καὶ τὸ σπέρμα δὲ ἐπιφαίνεται περὶ τὸ τεσσαρεσκαιδέκατον ἔτος, ταῖς δὲ πλείσταις ἅμα τὸ ἡβᾷν· γόνιμον δὲ γίνεται τισὶ μὲν περὶ τὸ ὀκτωκαιδέκατον ἔτος, ταῖς δὲ πλείσταις περὶ τὸ εἰκοστὸν, καὶ ἐπιθυμίαι γίνονται τοῦ συνουσιάζειν ἐπιφανέντος εὐθέως τοῦ
5σπέρματος.
5

7

(t)

ΠΩΣ ΣΗΜΕΙΩΤΕΟΝ ΤΑΣ ΔΥΝΑΜΕΝΑΣ ΣΥΛΛΑΒΕΙΝ ΣΩΡΑΝΟΥ.
t
1 Εὐφυῶς δὲ πρὸς τὸ συλλαβεῖν διακεῖσθαι νομιστέον τὰς ἀπὸ πεντεκαιδεκάτου ἔτους ἡλικίας μέχρι τῶν τεσσαράκοντα ἐτῶν ἐπὶ τὸ πολύ, καὶ μήτε ἀνδρώδεις καὶ πυκνὰς τὴν ἕξιν καὶ κατασκλή‐ ρους, μήτε ἄγαν ἐκλελυμένας καὶ καθύγρους, ἢ τὴν κοιλίαν συνεχῶς
5ὑγραινομένας· εὐσταθεῖς δὲ τὴν διάνοιαν καὶ ἱλαράς· εὐρύτερα τὰ περὶ τὴν ὀσφὺν καὶ τὸ ἐπιγάστριον ἐχούσας, καὶ ἀπαραποδίστως καθαιρομένας, καὶ ἀπηλλαγμένας τοῦ ὑπὸ νοσημάτων συνεχῶς
ἐνοχλεῖσθαι, καὶ μάλιστα τὰ περὶ τὴν ὑστέραν· φασὶ δὲ καὶ τοῦτο προγνωστικὸν εἶναι, εἰ συλλήψεται ἡ γυνή· σχηματίσας τὴν
10γυναῖκα ῥητίνην ὑποθυμία, ἵνα διὰ τοῦ αἰδοίου δέξηται τὸν καπνόν· καὶ ἐὰν εἰς τὸ στόμα αὐτῆς διαδοθῇ ἡ ὀσμή, συλλήψεται, εἰ δὲ μὴ οὔ. Ἄλλο. Σκόροδα λεπίσας καὶ ἐρίῳ περιελίσας, δίδου προστίθεσθαι ὡς πεσσὸν καθεύδειν μελλούσῃ, καὶ ἐὰν πρωῒ ἡ ὀσμὴ τῶν σκορόδων ἐμφαίνηται διὰ τοῦ στόματος αὐτῆς, συλλήψε‐
15ται· εἰ δὲ μὴ οὔ.
15

8

(t)

ΠΩΣ ΣΗΜΕΙΩΤΕΟΝ ΤΑΣ ΗΔΗ ΣΥΝΕΙΛΗΦΕΙΑΣ.
t
1 Συνειληφέναι δὲ γνωσόμεθα τὴν γυναῖκα, ἐκ τοῦ πρῶτον μὲν ἐρωτωμένην ὑπὸ τῆς μαίας εἰπεῖν ὡς οὐκ ἀποκέκριται τὸ σπέρμα τοῦ ἀνδρὸς μετὰ τὴν συνουσίαν, καὶ ἐκ τοῦ κατὰ τὴν συνουσίαν φρικώδους αἰσθήσεως ἀντίληψιν τῇ γυναικὶ γεγονέναι· ἀλγεῖν δὲ
5μετρίως περὶ τὸ αἰδοῖον καὶ τὰ περὶ τὸν ὀμφαλὸν μέρη. ἔπειτα καὶ ἐκ τοῦ κατάξηρον καὶ ἄνικμον ἔχειν τόν τε κόλπον καὶ τὸ στόμιον τῆς μήτρας, μεμυκέναι τε αὐτὸ τὸ τῆς ὑστέρας στόμα χωρὶς σκληρίας καὶ φλεγμονῆς, καὶ ἐπὶ τὸ πρόσω καὶ ἄνω κε‐ χωρισμένως· καὶ ἐκ τοῦ ἀνορεκτοτέρας γίνεσθαι περὶ τὰ ἀφρο‐
10δίσια, καὶ ἐκ τοῦ ἐν τῷ εἰωθότι χρόνῳ τὴν κάθαρσιν μὴ ἐπι‐ φανῆναι, καὶ τὰς πρὸς τὸ στῆθος φλέβας πρασιζούσας τῇ χροιᾷ γίνεσθαι, τοὺς δὲ μαστοὺς διοιδίσκεσθαι Προϊόντος δὲ τοῦ χρόνου καὶ γάλα ῥεῖν, καὶ τὰ κοῖλα τῶν ὀφθαλμῶν ὕπωχρα εἶναι, ποτὲ
δὲ καὶ σπίλους μελανίζοντας τῷ προσώπῳ, ἐνίαις δὲ καὶ ἔφηλιν
15ἐπιγίγνεσθαι, καὶ ἐκ τοῦ τὸ πρόσθιον μέρος τοῦ τραχήλου θερ‐ μότερον εἶναι τὰ δὲ ὄπισθεν ψυχρά· καὶ ἐκ τοῦ περὶ τὸν δεύτερον μῆνα παρὰ τὸ ἔθος αὐτὰς ὀξέων ὀρέγεσθαι καὶ ἁλικῶν, ἐνίαις δὲ καὶ ὁ στόμαχος πλαδοῖ, ὄκνος τε ὑπὸ τὰς ἐνεργείας γίγνεται, καὶ τὸ βλέμμα τακερώτερον, καὶ λίαν θῆλυ ἐπιστάντα προσπίπτει·
20τρέπεται δὲ καὶ ἡ χρόα ἐπὶ λευκαντίζουσαν ὠχρότητα, προηγου‐ μένου τὰ πολλὰ ἀνδρικωτέρου ἐρεύθου. Περὶ δὲ τὴν τῆς καθάρ‐ σεως προθεσμίαν βαρύνονται καὶ πνευματοῦνται τὰ περὶ τοὺς μαστούς, καὶ ἡ ὀσφὺς δυσκάμπτως ἔχει, καὶ ἡ κύστις ἐπιπόνως ἐξουρεῖ πυρῶδες καὶ ἐρυθρόν, τῆς ἐν κόλπῳ θερμασίας αὐτὴν
25συγκαιούσης, κἀκτοῦ ἔμμηνον διακρινούσης ἐπὶ τὴν οὐρήθραν.
25

9

(t1)

ΤΙΝΑ ΚΑΤΑ ΤΟΥΣ ΑΡΧΑΙΟΥΣ ΣΗΜΕΙΑ ΤΟΥ ΑΡΡΕΝ Η ΘΗΛΥ
t2ΕΙΝΑΙ ΤΟ ΚΥΟΜΕΝΟΝ.
t2
1 Ἱπποκράτης φησὶ καὶ ἕτεροι τοῦ μὲν ἄρρεν κύειν σημεῖα, τὸ εὐχρουστέραν ὑπάρχειν τὴν κύουσαν καὶ εὐκινητοτέραν, καὶ τὸ τὸν δεξιὸν μαζὸν μείζονα εἶναι καὶ εὐογκότερον, καὶ μάλιστα τὴν θηλὴν ἐπαίρεσθαι, τοῦ δὲ θῆλυ ὠχροδεστέραν· εἶναί τε τὸν
5εὐώνυμον μαζὸν ὀγκωδέστερον, καὶ μάλιστα τὴν θηλήν. Καὶ ἐπὶ μὲν τοῦ ἄρρενος τὰ τοῦ δεξιοῦ μέρους ἀγγεῖα, λέγω δὴ αἱ φλέβες μᾶλλον ἐν ὄγκῳ εὑρίσκονται, καὶ μάλιστα αἱ ὑπὸ τὴν γλῶσσαν· ἐπὶ δὲ τοῦ θήλεος αἱ ἐν τοῖς εὐωνύμοις. ἀψευδέστατόν τε καὶ
βεβαιότατον ἐστὶ σημεῖον, τὸ ἐπὶ μὲν τῶν ἀρρένων τὸν σφυγμὸν
10τῆς δεξιᾶς χειρὸς εἶναι τῆς ἐγκύου σφοδρότερον καὶ ταχύτερον καὶ μείζονα καὶ σκληρότερον· ἐπὶ δὲ τῶν θηλέων τὸν τῆς εὐωνύμου χειρὸς τοιοῦτον εἶναι.
12

10

(t)

ΠΕΡΙ ΚΙΤΤΗΣ ΓΑΛΗΝΟΥ.
t
1 Τὸ περὶ τὸν δεύτερον μῆνα συμβαῖνον ταῖς κυούσαις πάθος κίττη ὠνόμασται, ἐκ μεταφορᾶς ὄρνιθος τινὸς ζῴου οὕτω λεγο‐ μένου, ἄλλοτε ἄλλως καὶ ποικίλως φθεγγομένου· γίνεσθαι δὲ φασὶ καὶ ἐκ μεταφορᾶς τοῦ φυτοῦ τοῦ λεγομένου κιττοῦ, προσ‐
5πλεκομένου δὲ διαφόροις φυτοῖς τοῖς παρατυχοῦσι· καὶ γὰρ αἱ κιττῶ‐ σαι γυναῖκες ἐπιθυμοῦσιν ἐδεσμάτων ποικίλων, καὶ μάλιστα ἐκείνων ἅτινα τῆς ὀδύνης καὶ ἡδονῆς ἀντιλαμβάνονται. ἐπιγίνεται δὲ ταῖς κυούσαις τὸ πάθος ὡς ἐπὶ τὸ πολὺ, περὶ τὴν τεσσαρακοστὴν ἡμέραν μετὰ τὴν τῆς κυήσεως ἀρχήν. Ἔστι δὲ πλάδος στομάχου,
10καὶ ναυτία, καὶ ἀπορία, καὶ ἀλυσμὸς, καὶ ἔμετος σιτίων καὶ χολῆς καὶ φλέγματος, πτυελίζουσί τε συνεχῶς καὶ καρδιαλγοῦσι καὶ
ἀσιτοῦσι· ταῦτα δὲ συμβαίνει διὰ πλεονασμὸν αἵματος γίνεσθαι. τὸ γὰρ εἰωθὸς διὰ τῶν ἐν μήτρᾳ ἀγγείων κατὰ μῆνα ἀποκρί‐ νεσθαι αἷμα, κωλυόμενον ὑπὸ τοῦ ἐμβρύου ἀνατρέχει πρὸς τὰ
15ἄνω μέρη, καὶ ἐνοχλεῖ τῷ στομάχῳ μάλιστα αἰσθητικωτάτῳ ὑπάρ‐ χοντι· ποικίλων δὲ καὶ ἀλλοκότων ἐπιθυμοῦσι πρὸς τὴν τῆς ἐπι‐ κρατούσης κακοχυμίας ἰδέαν. αἱ μὲν γὰρ ὀξέων, αἱ δὲ ἁλικῶν, αἱ δὲ γῆς· ἕτεραι ὀστράκων ἢ ἀνθράκων ἐσβεσμένων ἐπιθυμοῦσι. Παρατείνει δὲ ἡ κίττα ἐνίοτε ἄχρι τοῦ τετάρτου μηνός· κατὰ γὰρ
20τὰς ἀρχὰς ἐλάχιστόν τι τοῦ αἵματος ἀναλίσκεται εἰς τὴν τοῦ ἐμβρύου τροφήν, ὕστερον δὲ μείζονος γενομένου πλεῖον· καὶ οὕτω τοῦ μὲν αἵματος γινομένου καὶ χωροῦντος εἰς τὴν μήτραν εἰς τὴν τοῦ ἐμβρύου τροφήν, τῆς δὲ κακοχυμίας κενωθείσης διὰ τῶν ἐμέ‐ των, ἄνεσις γίνεται τῶν προειρημένων συμπτωμάτων. Ἐφ’ ὧν μὲν
25οὖν ἱκανῶς φαίνεται συνειλεγμένον αἷμα, ὀλίγα ἁρμόζει σιτία καὶ ἡ ναυτία εὔθετος καὶ ἡ ἀποσιτία, καὶ γυμνάσια γυναιξὶ πρέποντα διαφορεῖν δυνάμενα τὸ πλεονάζον· ἐφ’ ὧν δὲ δριμὺ ἢ ὀξῶδες ἢ ἁλικὸν ὑπάρχον ἀναδάκνει τὸν στόμαχον καὶ ἐκπυροῖ, εὔθετον χλιαρὸν ὕδωρ πινόμενον πρὸς τὸ εἰς ἔμετον ἐπεγεῖραι τὴν γαστέρα,
30καὶ ἄκριτον παρασκευάσαι τὸν ἐνοχλοῦντα χυμόν· σιτία δὲ μὴ ἄγαν γλυκέα ἔστω· οἶνος δὲ κιῤῥός, εὔοσμος, παλαιός, καὶ ὑποστύ‐ φων. τὸ μέντοι ὅλον ποτὸν ὀλίγον ἔστω πρὸς τὸ μὴ ἐπιπολά‐ ζειν τῷ στομάχῳ τὰ σιτία· ἁρμόδιον δὲ πρὸ τῶν σιτίων, ἐλαίας κολυμβάδας διδόναι μετ’ ἄρτου κλιβανίτου ἁπαλοῦ δεόντως ἐσκευ‐
35ασμένου· καὶ ἀμύγδαλα πικρὰ πέντε ἢ ἑπτά, ἄλφιτα μετὰ χυλοῦ πυρίνων ἢ ῥοιᾶς πεφρυγμένα ἢ σέρεως χυλοῦ, ἀσπάραγον ἑλίτην, σίσαρον, καὶ τῶν πτηνῶν ὅσα μὴ καταπίμελα καὶ βρωμώδη· ὑῶν πόδας καὶ ῥύγχη καὶ μήτρας καὶ κοιλίας· ἐχίνους θαλασσίους προσφάτους· μετὰ δὲ τροφὴν δοτέον ἀσταφίδας καὶ ῥόας καὶ
40ἀπίους· σύμμετρα δὲ ἔστω ταῦτα τῷ πλήθει καὶ τὰ προειρημένα. Τὰς δὲ μὴ ἐσθίειν δυναμένας προτρέπειν εἰς ἐδωδήν, τά τε ποικίλα
σιτία καὶ τὰ πρὸς ἡδονήν· τὰς δὲ γῆν ἐσθιούσας ὠφελεῖ μᾶλλον τὸ ἄμυλον ἐσθιόμενον ἀντὶ τῆς γῆς, ἔστω δὲ καὶ πρόσφατον· πρὸς δὲ φάρμακον δοτέον ἀνδράχνης ἀπόβρεγμα, καὶ αὐτὴ ἐσ‐
45θιομένη ὠφελεῖ, καὶ σικύου σπέρμα λελεπισμένον μεθ’ ὕδατος πινόμενον· πολυγόνου ἀφέψημα πινόμενον καὶ ἀνήθου ὁμοίως, καὶ ῥέου ποντικοῦ, καὶ ναρδοστάχυος ἀπόβρεγμα· σέρεως χυλόν, καὶ αὐτὴ ἐσθιομένη συνεχῶς ὠμὴ καὶ ἑφθή· εἰ δὲ παχὺ εἴη τὸ ἐμού‐ μενον καὶ διὰ γλισχρότητα δυσκόλως ἐκκρίνοιτο, διδόναι ῥαφανίδας

10

(50)

μετ’ ὀξυμέλιτος ἐσθίειν καὶ τάριχον, καὶ πάντα τρόπον μηχανη‐ τέον ἀλύπως καὶ δίχα σπασμοῦ ἐκκενωθῆναι τὸ λυποῦν. Βοηθεῖν δὲ προσήκει καὶ ἔξωθεν τῷ στομάχῳ ἐξησθενηκότι τοιούτοις· οἰνάνθη, βαλαύστιον, ῥόδα, κίτυνοι, μύρτοι, σμυρνίου καὶ μαράθρου σπέρμα μετ’ οἴνου καταπλασθέντα προστίθενται. κηκῖδος, κυμίνου
55καὶ ἀψινθίου, φοινίκων σάρκας ἐν οἴνῳ ἑψημένας ἢ βεβρεγμένας λειώσαντες, μαλάγματος τρόπον ἐπιθήσομεν· ἢ μῆλα κυδώνια ἐν ὀξυκράτῳ ἐπιθέντες καὶ λεῖα ἀναληφθέντα κηρωτῇ ῥοδίνῃ ἢ ναρδίνῃ, ἢ ὀμφάκινον μετὰ κρόκου· οἰσυπηρά τε ἔρια ἢ ὀθόνιον οἰνελαίῳ ἢ ὀξελαίῳ, ἢ ῥοδίνῳ καὶ ὄξει ἢ ναρδίνῳ μετ’ οἴνου βρέξας
60ἐπιτίθει τῷ στομάχῳ. Ἐπικουφίζει δὲ τοὺς καρδιωγμοὺς καὶ τὰς δήξεις καὶ τὸ ἐπιρροφεῖν συνεχῶς θερμοῦ ὕδατος μὴ ζέοντος, καὶ τὸ ἡσύχως βαδίζειν συνεχῶς, καὶ τὸ σκέπειν τὸ ὑποχόνδριον ἐρίῳ μαλακῷ, καὶ θάλπειν, συναλείφειν τε καὶ γυμνάζειν πρὸ τροφῆς τὰ κάτω μέρη πρὸς δύναμιν.
64

11

(t1)

ΠΡΟΣ ΤΑ ΓΙΝΟΜΕΝΑ ΤΑΙΣ ΚΥΟΥΣΑΙΣ ΠΕΡΙ ΤΟΥΣ ΠΟΔΑΣ
t2ΟΙΔΗΜΑΤΑ.
t2
1 Πρὸς δὲ τὰ συμβαίνοντα ταῖς κυούσαις περὶ τοὺς πόδας οἰ‐ δήματα ὄξει καὶ ῥοδίνῳ ἀνατρίβειν, ἐνίοτε δὲ καὶ ἅλας λεῖον
συμπλέκοντας, ποιεῖ καὶ κιμωλία γῆ ἐπιχριομένη μετ’ ὄξους. ἀγα‐ θὸν δὲ καὶ τοῦ ἐντὸς τῶν κυτρίων τὸ ἀφέψημα καταντλούμενον·
5καλὸν δὲ ἀνθίλην ὄξει βεβρεγμένην ἐπιδεῖν μετὰ φύλλων κράμβης ἐπικειμένων πλατέως.
6

12

(t)

ΠΕΡΙ ΕΠΙΜΕΛΕΙΑΣ ΤΩΝ ΚΥΟΦΟΡΟΥΣΩΝ ΑΣΠΑΣΙΑΣ.
t
1 Τῶν δὲ κυοφορουσῶν προνοητέον παραφυλαττομένους ἐπὶ τῶν προσφάτους συνειληφυιῶν, φόβους εἰσβάλλειν καὶ λύπας καὶ πᾶσαν ἰσχυρὰν ταραχὴν διανοίας· αἰώρας τε τὰς δι’ ὀχημάτων, καὶ τὰ βίαια γυμνάσια, καὶ πνεύματος σφοδρὰς κατοχὰς καὶ
5πληγὰς κατὰ τῶν ἰσχίων, καὶ βάρος αἴρειν, καὶ πηδήματα καὶ σκληρὰς καθέδρας, καὶ δριμέων ἐδεσμάτων ἢ ἐμπνευματούντων προσφοράς, καὶ κλυστῆρας δριμεῖς, καὶ ἔνδειαν καὶ πλεονασμὸν τροφῆς ἢ οἴνου, καὶ ῥύσιν αἵματος διὰ ῥινῶν, ἢ αἱμορροΐδων, ἢ ἑτέρου τόπου· πάντα γὰρ ταῦτα βλαβερὰ ταῖς κυούσαις.
10χρηστέον δὲ τροφαῖς συμμέτροις, εὐχύμοις, εὐστομάχοις, αἰώρᾳ διὰ φορείου, περιπάτοις πραέσι, τρίψει μαλακῇ, ταλασιουργίᾳ. Περὶ δὲ τὸν ὄγδοον μῆνα, ὅστις βαρύτατος ὢν κοῦφος λέγεται, ὑποστέλλειν χρὴ τὴν τροφὴν καὶ τὰς σφοδρὰς κινήσεις περιΐστα‐ σθαι· εἰ δὲ καὶ ἡ κοιλία ἐπέχεται διὰ τὸ περιπιέζεσθαι τὸ ἀπευ‐
15θυσμένον ὑπὸ τῆς μήτρας, διδόναι τροφὰς ὑπακτικὰς τῆς κοιλίας· οἷον πτισάνης χυλόν, λάπαθον ἑφθήν, μαλάχην, κνίδας. περὶ δὲ τὸν ἔννατον μῆνα συνεχέστερον τοῖς βαλανείοις χρῆσθαι, ἀνα‐ χαλασμοῦ χάριν τῶν σωμάτων καὶ τὸ ὅλον προνοητέον, ὅπως
ἰσχύῃ ἡ τίκτουσα τὰς ὀδύνας ὑπομεῖναι.

13

(t1)

ΤΙΝΑ ΣΗΜΕΙΑ ΠΡΟΗΓΕΙΤΑΙ ΤΗΣ ΜΕΛΛΟΥΣΗΣ ΓΙΝΕΣΘΑΙ ΚΑΤΑ
t2ΦΥΣΙΝ ΑΠΟΚΥΗΣΕΩΣ.
t2
1 Παρέπεται δὲ ταῖς μελλούσαις ἀποτίκτειν βάρος ἤτρου καὶ ἐπιγαστρίου, καὶ πύρωσις τοῦ γυναικείου αἰδοίου· ἥ τε ὑστέρα προχωρεῖ τοῦ αἰδοίου, ὥστε ῥᾳδίως τὴν μαῖαν σημειουμένην ἅψασθαι αὐτῆς· καὶ διέστηκεν αὐτῆς τὸ στόμα μετὰ εὐαφίας καὶ
5καθυγρασμοῦ. ἐγγιζούσης δὲ τῆς ἀποτέξεως, συμπίπτει μὲν τὸ ὑπογάστριον, διογκοῦνται δὲ βουβῶνες καὶ ἐφήβαιον, καὶ συνεχὴς γίνεται πρὸς ἀπούρησιν προθυμία· φέρεται δὲ ὑγρὸν πλεῖστον, εἶτα καὶ αἷμα ταῖς πλείσταις, ῥηγνυμένων τῶν ἐν τῷ χορίῳ λε‐ πτῶν ἀγγείων.
9

14

(t)

ΤΙΝΑ ΔΕΙ ΠΑΡΑΙΝΕΙΝ ΤΑΙΣ ΚΑΤΑ ΦΥΣΙΝ ΤΙΚΤΟΥΣΑΙΣ.
t
1 Τίνα δεῖ προπαρασκευάζειν καὶ ὅπως βοηθεῖν ταῖς κατὰ φύσιν τικτούσαις, περιττὸν ἡγοῦμαι γράφειν, ἐξ ἔθους οὐ μόνον τῶν μαιῶν, ἀλλὰ καὶ τῶν ἄλλων γυναικῶν ταῦτα ἐπισταμένων· ὅπερ δὲ ἐστὶν ἀναγκαῖον ἐπίστασθαι γραφήσεται. Παραινεῖν χρὴ
5ταῖς τεκτούσαις κατέχειν μὲν τὸ πνεῦμα, καὶ εἰς τοὺς κάτω τόπους τοῦτο διωθεῖν, καὶ μὴ κατὰ τὸν τράχηλον τοῦτο συνάγειν, ὡς ἔνιαι ποιοῦσι τῶν ἀπείρων. ἐκ τούτου γὰρ πολλαῖς βρογχοκῆλαι κατεσκευάσθησαν, ὅπερ ἐστὶν ἀνεύρυσμα τοπικόν· ἔστι δὲ ἀνίατος ἡ διάθεσις.
9

15

(t)

ΠΕΡΙ ΕΠΙΜΕΛΕΙΑΣ ΔΥΣΤΟΚΟΥΣΩΝ ΑΣΠΑΣΙΑΣ.
t
1 Δυστοκίας δὲ γενομένης καὶ μεμυκότων τῶν τόπων, ἀκτέον τὴν πάσχουσαν εἰς βαλανεῖον καὶ ἐμβιβαστέον τῇ θερμῇ δεξαμενῇ, ἢ προκλύσμασι χρηστέον καὶ ἐγκαθίσμασιν ὄλισθον ποιεῖν δυνα‐ μένοις, καὶ διαχρίστοις· οἷον ἐλαίῳ χλιαρῷ, καὶ ὠῶν τοῖς λευκοῖς
5ἀνακεκομμένοις, καὶ ἀφεψήμασι μαλάχης, τήλεως, λινοσπέρματος, καὶ πτισάνης ἢ κηρωτῇ ὑγρᾷ διὰ κυπρίνου, μάλιστα δὲ κατα‐ χριστέον τοὺς τόπους καὶ τοὺς βουβῶνας· καὶ ἡ τῶν χελιδόνων δὲ καλιά, λέγω δὴ ἡ κοίτη διαλυομένη μετ’ ἐλαίου καὶ ἐπιχριω‐ μένη τῇ ὀσφύϊ κατὰ τῆς ῥάχεως ὄπισθεν, ταχεῖαν τὴν ἀπότεξιν
10ποιεῖται. Φασὶ δὲ ὅτι καὶ τιθυμάλλου τοῦ μεγάλου ἡ ῥίζα εἰς ῥάκος λινὸν περὶ τὸν μηρὸν ἐνδεσμουμένη βοηθεῖ σφόδρα, καὶ σύραξ ὁμοίως καὶ κορίανον χλωρὸν καὶ πολυγόνου ἡ ῥίζα καὶ ἀλκυόνιον καὶ σικύου ἀγρίου σπέρμα· δεῖ δὲ, φασὶ, μετὰ τὴν ἀπό‐ τεξιν λύειν ταῦτα καὶ ἀφαιρεῖν εὐθέως. Μετὰ δὲ τὴν ἀπότεξιν,
15εἰ τὸ χορίον μὴ ἀποδοθείη, οὐ χρὴ ἀποσπᾶν βίᾳ ἀλλὰ πταρμὸν κινεῖν, κατέχουσαν τὸ πνεῦμα καὶ ἀποφράττουσαν τὰς ῥῖνας καὶ τὸ στόμα. Εἰ δὲ χρονίζοι, συμπράττειν τῇ τούτου ἀποβολῇ καθὼς ἐν τοῖς μετὰ ταῦτα δηλωθήσεται.
18

16

(t1)

ΤΙΣΙΝ ΑΘΕΤΟΝ ΣΥΛΛΑΒΕΙΝ, ΚΑΙ ΕΓΧΡΗΣΤΕΟΝ ΕΠ’ ΑΥΤΩΝ
t2ΦΘΟΡΙΟΙΣ.
t2
1 Τινὲς τῶν γυναικῶν ἐν γαστρὶ λαμβάνουσαι, κινδυνεύουσιν ἐν ταῖς ἀποτέξεσιν ἢ διὰ στενότητα τοῦ τραχήλου τῆς ὑστέρας ἢ μικρᾶς ὅλης τῆς μήτρας ὑπαρχούσης καὶ μὴ δυναμένης ὑπουργεῖν μέχρι τελειώσεως ἢ κατὰ τὸ στόμιον τῆς μήτρας κονδύλωμα ἤ
5τι τοιοῦτον ἕτερον γιγνόμενον, κώλυμα γίνεται τῆς ἀποτέξεως, αἷς πολλῷ μὲν ἄμεινον ἐστὶ τὸ μὴ συλλαβεῖν, εἰ δὲ ἄρα συλλάβοι, βέλτιον ἐστὶ τοῦ ἐμβρυοτομηθῆναι τὸ φθεῖραι· διὸ ἀκόλουθόν
ἐστι περὶ φθορίων διαλαβεῖν καὶ ἀτοκίων.
ΠΕΡΙ ΑΤΟΚΙΩΝ ΚΑΙ ΦΘΟΡΙΩΝ.
9
10 Ἀτόκιον δὲ φθορίου διαφέρει· τὸ μὲν γὰρ ἀτόκιον οὐκ ἐᾷ γίγνεσθαι σύλληψιν, τὸ δὲ φθόριον φθείρει τὸ συλληφθὲν καὶ ἐκβάλλει. Πρὸς μὲν οὖν τὸ μὴ συλλαβεῖν παραφυλάττεσθαι χρὴ μὴ συνουσιάζειν ἐν τοῖς ἐπιτηδείοις πρὸς σύλληψιν καιροῖς, οἷον ἀρχομένων ἢ ληγόντων τῶν καταμηνίων, ἐν δὲ τῷ καιρῷ τῆς συν‐
15ουσίας ὅταν ὁ ἀνὴρ ἀποκρῖναι τὸ σπέρμα μέλλῃ, κατέχειν χρὴ τὸ πνεῦμα καὶ ἀφέλκειν ἑαυτὴν εἰς τὸ μὴ ἐν τῷ κύτει τῆς μήτρας ἀκοντισθῆναι τὸ σπέρμα, καὶ διεγερθεῖσαν εὐθέως καὶ ὀκλὰξ καθίσασαν πταρμὸν κινεῖν καὶ περιμάξασθαι τὸν κόλπον ἐπι‐ μελῶς. Βοηθεῖ δὲ τῇ ἀσυλληψίᾳ καὶ τὸ προχρίειν τὸ στόμιον
20τῆς μήτρας μέλιτι ἢ ὀποβαλσάμῳ ἢ κεδρίᾳ κατ’ ἰδίαν καὶ μετὰ ψιμμυθίου ἢ κηρωτῇ μυρσινίνῃ ὑγρᾷ ἐχούσῃ ψιμμύθιον ἢ στυ‐ πτηρίᾳ ὑγρᾷ ἢ χαλβάνῃ μετ’ οἴνου. Τὰ γὰρ τοιαῦτα, εἰ μὲν στυπτικὰ εἴη καὶ ἐμπλαστικὰ καὶ ψυκτικὰ, μύειν παρασκευάζει τὸ στόμα τῆς ὑστέρας πρὸ τοῦ καιροῦ τῆς συνουσίας καὶ οὐκ ἐᾷ
25παρελθεῖν εἰς τὸν πυθμένα αὐτῆς τὸ σπέρμα. Τὰ δὲ θερμὰ ἐρε‐ θίζοντα, οὐ μόνον τὸ τοῦ ἀνδρὸς σπέρμα ἐναπομεῖναι τῷ κύτει τῆς μήτρας οὐ συγχωροῦσιν ἀλλὰ καὶ ἑτέραν ὑγρότητα ἐξ αὐ‐ τῆς ἔλκουσι· τοῦ γένους δὲ τῶν ἀτοκίων καὶ κωλυτικῶν τῆς συλλήψεως ἐστὶ καὶ τὰ τοιαῦτα.
29

17

(t)

ΠΕΣΣΟΙ ΑΤΟΚΙΟΙ.
t
1Πίτυος φλοιοῦ, ῥοὸς βυρσοδεψικοῦ, ἑκάστου ἴσον τρίβε μετ’
οἴνου στεμφυλίτου καὶ προστίθει μετ’ ἐρίου πρὸ τῆς συνουσίας, καὶ μετὰ ὥρας β. ἀφαιροῦσα ἡ γυνὴ συνουσιαζέτω. Ἄλλο. Σι‐ δίων νεαρῶν τὸ ἐντὸς λεάνας μεθ’ ὕδατος προστίθει. Ἄλλο.
5Σιδίων μέρη δύο, κηκίδων μέρος ἕν, λειώσας ἀνάπλασσε βαλάνια μικρὰ καὶ ὑποτίθει μετὰ τὴν λῆξιν τῶν καταμηνίων. Ἄλλο. Κη‐ κίδων δραχ. γζʹ. σμύρνης δραχ. βʹ. ἀνάπλασσε μετ’ οἴνου ὀρόβων μέγε‐ θος καὶ ξήραινε ἐν σκιᾷ, καὶ πρὸ τῆς συνουσίας δίδου προστί‐ θεσθαι τῷ πεσσῷ. Ἄλλο. Ἰσχάδων σάρκας λειώσας μετὰ νίτρου
10προστίθει. Ἄλλο. Κυτίνων δραχ. βʹ. κηκίδων δραχ. βʹ. ἀψινθίου δραχ. αʹ. λειώσας ἀναλάμβανε κεδρίᾳ καὶ ἀνάπλασσε κριθῆς μεγέθη καὶ προστίθει μετὰ τὴν λῆξιν τῶν καταμηνίων εὐθέως ἐφ’ ἡμέρας βʹ. καὶ μενέτω ἄλλην μίαν ἡμέραν καὶ οὕτως εἰ βούλοιτο, ἀνδρο‐ κοιτείτω, πρὶν δὲ μή· ἔστι δὲ ἀδιάπτωτον ἐκ τῆς πολλῆς πείρας.
15Πινόμενος δὲ κωλύει τὴν σύλληψιν ὀπὸς κυρηναϊκὸς ὅσον ἐρεβίνθου μέγεθος μετὰ κυάθων δύο κράματος, διδόναι δὲ τοῦτον ἅπαξ τοῦ μηνός, κινεῖ γὰρ καὶ τὸ καταμήνιον. Ἄλλο. Ὀπὸν κυρηναϊ‐ κόν, ὀποπάνακα, πηγάνου φύλλα, ἴσα λειώσας ἀνάπλασσε καὶ παραπλάσας χυλῷ δίδου καταπίνειν κυάμου μέγεθος καὶ ἐπιρρο‐
20φείτω οἶνον κεκραμμένον· κινεῖ καὶ καταμήνια. Ἄλλο. Ἀλόης δραχμ. αʹ, λευκοΐου σπέρμα, τριωβόλου ζζ δραχ. πεπέρεως, κρόκου βʹ. δίδου μετ’ οἴνου τὸ ὅλον μερίσας εἰς δόσεις τρεῖς· δίδου δὲ μετὰ τὴν λῆξιν τῶν καταμηνίων εὐθέως. Ἀτόκιον δὲ ἐστὶ καὶ τὸ τῶν χαλκέων ὕδωρ ἐν ᾧ σίδηρος ἀποσβέννυται, συνεχῶς πι‐
25νόμενον καὶ μάλιστα μετὰ τὴν λῆξιν τῶν καταμηνίων εὐθέως. Ἐφεξῆς δὲ λεύκης τοῦ δένδρου τῆς ῥίζης δραχ. α. μετὰ τοῦ ὕδατος
κοτύλης τὸ ζ ἐξ ἀφέδρου οὔσῃ, πάρεχε πιεῖν ἅπαξ μόνον τοῦ μηνός. Ἀσύλληπτον. Ἧπαρ γαλῆς ἐν σωλῆνι εἰς τὸν ἀριστερὸν πόδα ἢ τοὺς ὄρχεις τοῦ ζῴου αὐτοῦ ἐν σωλῆνι περὶ τὸν ὀμφαλὸν
30φορείτω. Ἄλλο. Στέαρ λεοντείας μήτρας ἐν κυθριδίῳ ἐλεφαν‐ τίνῳ φορείτω, ἔστι γὰρ ἐνεργέστατον· ἢ ψιμμύθιον μετ’ ἐλαίου ἐν πεσσῷ πρὸ μίξεως ἐντιθέτω, ἢ καὶ μᾶλλον κυτίνων ῥόας καὶ σιδίων καὶ κηκίδων καὶ ὀμφακοῦ ἀνὰ δραχ. βʹ. ἀψινθίου δραχ. αʹ. ἀναλαβὼν κεδρίᾳ καὶ ποιῶν κριθῆς μέγεθος, προστίθει μετὰ
35ἀφέδρου ἡμέρας βʹ. καὶ οὐ συλλήψεται. Ἄλλο ἀτόκιον. Ὅσον χρόνον βούλει ἀσύλληπτον μένειν αὐτὴν, τόσους κόκκους κισσοῦ μελαν‐ θέντας μετὰ ἀφέδρου δὸς εἰς εὔκρατον πίνειν, ἢ ὑοσκυάμου σπέρμα πρὶν εἰς τὴν γῆν πεσεῖν ἐκ τῆς βοτάνης ἀνελών, λείου γάλακτι ὀνείῳ μετὰ σμύρνης ὀλίγης καὶ ἑνὸς κόκκου κισσοῦ μέ‐
40λανος ἢ τῶν κορύμβων, καὶ ἐνδύσας λαγείῳ ἢ ἡμιόνου δέρματι φορείτω ἢ ἀπὸ ἐλάφου· μὴ θίγῃ δὲ τῆς γῆς τὸ σύνολον τὸ πε‐ ριαφθέν· ἢ ὕδωρ χαλκείου νήστει πότιζε ψυχρὸν μετὰ ἀφέδρων. Ἄλλο. Χρῶ τῷ ζέματι τοῦ φλοιοῦ τῆς ἰτέας συνεχῶς μετὰ χρυ‐ σαττικοῦ διὰ τὸ πικρόν. Ἄλλο. Ὀδόντα παιδὸς πρῶτον πεσόντα
45γῆς μὴ θίγοντα, περικείσθω ἡ γυνὴ δακτυλίῳ ἢ τὸν ἐκ λατομίου σκώληκα περίαμμα. Ἄλλο διὰ πείρας. Ὑοσκυάμου σπέρμα λειώσας σὺν γάλακτι ἵππου ἡμιόνιον τρεφούσης, ἔνδυσον ἐν ἐλαφείῳ δέρ‐ ματι καὶ περίαπτε ἀριστερῷ βραχίονι καὶ φυλάττου μὴ χαμαὶ πέσῃ· καὶ κόρεως δὲ τοῦ σπέρματος τῆς βοτάνης καταπινομένου

17

(50)

ἐπὶ ἐνιαυτὸν ἄτοκον διαφυλάττει. Ἄλλο. Ὁ ἀνὴρ τινὶ τῶν στυπ‐ τικῶν χριέσθω, οἷον [στυπτηρίᾳ] σχιστῇ ἢ σιδίου ἢ κηκίδων μετὰ ὄξους λειωθέντων, ἅλμῃ προνιψάμενος καὶ οὐ γονοποιήσει· ἔστι δὲ ὡς ἐπὶ τὰ σπληνικὰ πάντα βοηθήματα ἀσύλληπτα. Ποιοῦσι δὲ καὶ ὄρχεις εὐνουχισθέντων ἡμιόνων κεκαυμένοι καὶ μετὰ ζέματος
55ἰτέας πινόμενοι.

18

(t)

ΦΘΟΡΙΑ ΑΣΠΑΣΙΑΣ.
t
1 Εἰ δὲ ἀμελήσασα ἡ πρὸς τὸ συλλαβεῖν ἀνεπιτήδειος οὖσα γυνὴ συλλάβοι, τὸ μὲν πρῶτον ἕως ἡμερῶν λ. τὰ ἐναντία οἷς ἔμπροσθεν εἰρήκαμεν ἐν τῇ ἐπιμελείᾳ τῆς κυοφορούσης προσάγειν. Παραινοῦντες σφοδρότερον κινεῖσθαι καὶ πηδᾶν καὶ βαστάζειν
5τὰ εἰς δύναμιν βάρη, ἀφεψήμασι δὲ διουρητικοῖς χρῆσθαι τοῖς δυναμένοις καὶ τὰ καταμήνια κινεῖν καὶ τὴν γαστέρα λα‐ πάττειν, καὶ κλύζειν δριμυτέροις κλύσμασι· τρίβειν τε ἐπιγάστριον καὶ ἐφήβαιον καὶ ὀσφὺν ἐν λουτρῷ καθ’ ἡμέραν καὶ ἐγχρονίζειν χλιαρωτέρᾳ τῇ ἐμβάσει καὶ ἐγκαθίζειν εἰς ἀφέψημα τήλεως,
10ἀλθαίας, ἀρτεμισίας, καὶ ἐγχυματίζειν ἐλαίῳ παλαιῷ κατ’ ἰδίαν καὶ μετὰ πηγάνου χυλοῦ καὶ μέλιτος. Κἂν ἐπιμένῃ καταπλάσσειν τὸ ὑποχόνδριον καὶ τὴν ὀσφὺν θερμίνῳ ἀλεύρῳ μετὰ χολῆς ταυ‐ ρείας καὶ τοῖς παραπλησίοις ἐπιθέμασι χρῆσθαι, ἃ καὶ εἰσὶ ταῦτα· κυκλαμίνου, ἐλατέρος, ἀρτεμισίας ἀνὰ δραχ. εʹ. ἀψινθίου, κόκκου
15κνίδου ἀνὰ δραχ. ιʹ. νίτρου δραχ. ηʹ. σικύου ἀγρίου ῥίζης δραχ. εʹ. ὀποπάνακος δραχ. αʹ. θέρμων πικρῶν, χελιδονίου ῥίζης, λευ‐ κοΐου σπέρμα ἢ τῆς ῥίζης ἀνὰ δραχ. στʹ. κυπρίνου ἐλαίου τὸ ἀρκοῦν εἰς τὸ ἔμπλαστρον ποιῆσαι τὸ φάρμακον. Πυριάσας δὲ τὸ ὑπογάστριον ἀφεψήματι ἀρτεμισίας ἐπιτίθει, καὶ κατὰ τῆς
20ὀσφύος ἐπικειμένου τοῦ ἐπιθέματος δίδου ἐντίθεσθαι τῷ κόλπῳ ἰσχάδας μετὰ νίτρου ἤ τι τῶν παραπλησίων ἢ διαχριέσθω κεδρίᾳ μετ’ ἐλαίου παλαιοῦ. Ἁπλοῦν δὲ ἐστὶ δόκιμον κυπαρίσσου φύλλα ἑφθὰ λειωθέντα καὶ ἀπὸ λουτροῦ καταπλασσόμενα τῇ γαστρὶ πρὸς κοίτην, μενέτω δὲ ὑπτία ὅλην τὴν νύκτα κειμένη· ἢ ὀπο‐
25πάνακος κολλύριον ποιήσας ἔνθες ἢ σκορόδων λέπη καὶ τρίχας ἀνδρῶας ὑποθυμία. Μὴ διαλυομένου δὲ πρὸς ταῦτα τοῦ σπέρματος
ἐπὶ τὰ δραστικώτερα τῶν φθορίων δεῖ παραγίνεσθαι, μὴ ὡς ἔτυχε· κινδυνώδης γὰρ ἐστὶ πᾶσα ἐμβρύου φθορὰ, καὶ μάλιστα ὅταν ἰσχυρὰ τῷ σώματι ἡ γυνὴ τύχῃ καὶ σκληροτέραν καὶ πυ‐
30κνοτέραν τὴν μήτραν ἔχουσα. Διὸ φυλάττεσθαι μὲν χρὴ τὸν δεύτερον μῆνα καὶ τὸν τέταρτον, κατὰ γάρ τινα φυσικὸν λόγον, δυσαρεστησίαι καὶ νωθρεῖαι καὶ πρὸς τὸ νοσεῖν ἐπιτηδειότητες κατὰ τὸ πλεῖστον ἐν τοῖς ἀρτίοις γίνονται μησίν· αἰρεῖσθαι δὲ ἕνα χρόνον τὸν τοῦ τρίτου μηνός, μήτε δὲ πρότερον μήτε ὕστε‐
35ρον. Τὴν δὲ μέλλουσαν φθείρειν χρὴ πρὸ ἡμερῶν τινῶν ὀλίγῃ χρῆσθαι τροφῇ, λουτροῖς τε συνεχέσι καὶ πεσσοῖς μαλακτικοῖς, καὶ οἴνου ἀπέχεσθαι, εἶτα φλεβοτομεῖν καὶ πλέον ἀφαιρεῖν. Γυνὴ γὰρ ἐν γαστρὶ ἔχουσα καὶ φλεβοτομηθεῖσα ἐκτιτρώσκει, φησὶν Ἱπποκράτης. Εἶτα μετὰ δύο ἡμέρας ἢ τρεῖς εἰ ἐπιμένοι, ἐμέ‐
40σασα ἀπὸ δείπνου λαμβανέτω νῆστις λινοζώστεως θηλείας φύλλα ἑφθὰ μετ’ ἐλαίου καὶ γάρου ἠρτυμένα καὶ ἐπιρροφείτω τὸν ζωμόν, πινέτω δὲ καὶ ἀγαρικοῦ μεθ’ ὑδρομέλιτος ἢ λευκοΐου σπέρματος δραχ. αʹ. ἢ ἀρτεμισίας ἢ δικτάμνου ἢ γεντιανῆς ἢ καστορίου ἀνὰ δραχ. αʹ. ἀμμωνιακοῦ θυμιάματος ἢ σμύρνης ἢ
45δαφνίδος μετὰ ὑδρομέλιτος ἢ θύμου κορύμβων δραχ. ιʹ. ἢ χολῆς ταυρείας ψυγείσης ἀνέσας λεπτοκαρύου μέγεθος, εἰς οἶνον εὐώδη πότιζε· ταῦτα καὶ τὰ θνήσκοντα τῶν ἐμβρύων ἐκβάλλει. Ἐλπὶς μὲν οὖν ὑπὸ τούτων φθορὰν τοῦ συνειλημμένου γίνεσθαι· εἰ δὲ μήγε, μοχλευθήσεται διὰ τῶν ὑπογεγραμμένων. Δεῖ δὲ πρὸ τῶν

18

(50)

πομάτων καὶ τῶν τῇ ὑστέρᾳ προσαγομένων φθορίων πταρμὸν κινεῖν, προσάγοντας ταῖς ῥισὶ τινὰ τῶν δραστικώτερον πταρμὸν κινούντων.
51
ΠΕΣΣΟΣ ΦΘΟΡΙΟΣ ΑΣΤΑΛΗΣ.
52 Ἴρεως, χαλβάνης, κόκκου κνιδείου, τερεβινθίνης ἀνὰ δραχ.
αʹ. μετὰ σουσίνου καὶ ῥοδίνου καὶ κυπρίνου ἴσων ἀναληφθέντων,
55προλουσαμένη προστιθέσθω καὶ διακρατείτω δι’ ὅλης τῆς νυκτός, ἕωθεν δὲ ἐγκαθιζέτω εἰς ἀφέψημα τήλεως καὶ ἀρτεμισίας. Καὶ εἰ μὴ ὑπακούοι μετὰ τὸ λουτρὸν ἕτερον ὑποτιθέναι, λευκοΐου σπέρμα, νίτρον καὶ ἀψίνθιον ἐν ἐρίῳ μετ’ οἴνου. Ἄλλο. Πηγάνου φύλλων, σμύρνης, δαφνίδων ἀνὰ δραχ. βʹ. μετ’ οἴνου προστίθει.
59
60ΚΟΛΛΥΡΙΟΝ ΑΛΥΠΩΣ ΕΚΒΑΛΛΟΝ ΤΡΙΜΗΝΙΑΙΑ.
60 Καρδάμου σπέρματος, λευκοΐου, σμύρνης, ἀψινθίου, ἀνὰ δραχ. αʹ. ὕδατι ἀναπλάσας κολλύριον προστίθει λουσαμένη, πι‐ νέτω δὲ ἐν τῷ προστίθεσθαι γλήχωνος ἀφέψημα. Ἄλλο δόκιμον. Ἀβρότονον ὅσον βούλει ἑψήσας σὺν ὕδατι ἕως ὅλον τὸ ὕδωρ
65ἀναλωθῇ, ἐκπιέσας εὑρήσεις ὑποκάτω ὑγρὸν μελιτώδη ὑγρὰν σύ‐ στασιν ἔχον· τοῦτο ἐρίῳ ἀναλαβὼν δίδου προστίθεσθαι. Χρῶ δὲ καὶ τοῖς πρὸς τὰ ἐπεχόμενα ἔμμηνα ἀναγραφησομένοις βοη‐ θήμασι καὶ τοῖς ἐπιθέμασι, φασὶ δὲ καὶ κόπρον περιστερᾶς θυ‐ μιωμένην ἐκβάλλειν. Κόκκοι τε ἀγριοσικύου εἰς φάρος ὑποδεχθέν‐
70τες αὐτόματοι ἐκθρώσκοντες, ἵνα γῆν μὴ θίγωσι, περιαπτόμενοι φθόριον.
71

19

(t)

ΤΙΝΑ ΠΡΟΗΓΕΙΤΑΙ ΣΗΜΕΙΑ ΜΕΛΛΟΥΣΗΣ ΓΙΝΕΣΘΑΙ ΦΘΟΡΑΣ.
t
1 Μελλούσης δὲ γίνεσθαι τοῦ ἐμβρύου φθορᾶς, προηγεῖται κένωσις ὑδατώδης εἶτα ἰχωρώδης ἢ ὕφαιμον ὑγρὸν καὶ οἷον ἀπόπλυμα κρεῶν. Ὅταν δὲ πρὸς τῇ λύσει ὑπάρχῃ, αἷμα καθαρὸν ἐπὶ τέλει δὲ θρόμβοι, εἶτα αὐτοῦ τοῦ ἐμβρύου ἔκκρισις ἢ τετυ‐
5πωμένου ἢ ἀδιατυπώτου. Ταῖς δὲ πλείσταις βάρος καὶ πόνος ὀσφύος καὶ ἰσχίων καὶ ἤτρου καὶ κεφαλῆς καὶ ὀφθαλμῶν,
στομάχου δῆξις, περίψυξις, λειποθυμία, φρικώδης πυρετός, ἐνίαις δὲ καὶ σπασμοὶ ἐπιγίνονται ὀπισθοτονικοὶ ἢ ἐπιληπτικοί. Ταῦτα δὲ μάλιστα παρέπεται ταῖς ἐκ φαρμακείας φθειρούσαις, ταῖς δὲ
10χωρίς τινος φαρμακείας ἐκτιτρωσκούσαις προηγεῖται, καθὼς Ἱπποκράτης φησί, παράλογος μαστῶν ἴσχνωσις, μηρῶν ψύξις, βάρος ἐγκαθήμενον ὀσφύϊ καὶ μηροῖς. Πρὸς δὲ τὸ φθείρειν ἀλυπότερον διατίθενται, αἷς ὑγιεινότερόν ἐστι τὸ σῶμα καὶ ἡ κοιλία φυσικῶς εὔλυτος καὶ οἱ κατὰ τὴν ὑστέραν τόποι κάθυγροι
15καὶ τὸ πολλάκις τετοκέναι ἀλύπως μεγάλα βρέφη καὶ αἱ προβε‐ βηκυῖαι ταῖς ἡλικίαις καὶ αἱ ὀλίγαιμοι καὶ οὐ πιμελώδεις.
16

20

(t1)

ΟΠΩΣ ΔΕΙ ΣΥΝΕΡΓΕΙΝ ΤΗ ΑΠΟΒΟΛΗ ΤΟΥ ΦΘΕΙΡΟΜΕΝΟΥ
t2ΕΜΒΡΥΟΥ.
t2
1 Δεῖ δὲ μετὰ τὸ ἀπολυθῆναι τὸ ἔμβρυον, εἰ ἐπέχοιτο ἐν τῷ τραχήλῳ τῆς ὑστέρας, ἐγχυματίζειν κυπρίνῳ συντετηκυῖαν ἔχοντι τερεβινθίνην καὶ ὅλον τὸ σῶμα μάλιστα δὲ τὰ περὶ τὴν ὑστέραν, καὶ μετὰ τὴν ἔκκρισιν αὐτοῦ τοῖς διὰ τοῦ κυπρίνου ἐλαίου ἐγ‐
5χυματισμοῖς χρῆσθαι· εἰ δὲ μὴ ὑπακούει, ἐγκαθίζειν εἰς ἀφέψημα ἀρωμάτων καὶ πταρμοὺς κινεῖν καὶ ὑποθυμιᾶν ῥητίνην ξηράν, ἄσφαλτον, πρόπολιν, χαλβάνην, καρκίνους ποταμίους ξηρούς, ταῦτα δὲ καὶ τὰ τοιαῦτα ποιητέον, εἰ μὴ φλεγμονὴ ἐπιγένοιτο. Φλεγμονῆς γὰρ παρούσης, τοῖς χαλᾶν καὶ παρηγορεῖν δυναμένοις
10ἐγκαθίσμασιν ἀρκεῖσθαι, εἰ δὲ δι’ αὐτὴν τὴν μύσιν τῆς ὑστέρας χωρὶς φλεγμονῆς ἐγκατέχεται τὸ ἔμβρυον, καὶ τοῖς ἐσκελετευμένοις σπόγγοις ἢ παπύροις χρῆσθαι, πρῶτον μὲν ἰσχνοτέρους ἐντι‐ θέναι ὕστερον δὲ ἁδροτέρους, κεχρισμένων τῶν ἄκρων ὀποπάνακι
ἢ τῇ ῥίζῃ αὐτοῦ μετὰ μέλιτος ἢ τερεβινθίνης. Ἐκκριθέντος δὲ τοῦ
15ἐμβρύου, εἰ μὴ ἀπολελυμένον εἴη τὸ χορίον, οὐ χρὴ βίᾳ ἐναπο‐ σπᾶν οὐδὲ μὴν ἀποκόπτειν τὸν ὀμφαλὸν καὶ καταλείπειν τὸ χορίον, πνιγμοὶ γὰρ ἔσχατοι καὶ κίνδυνοι ἐπακολουθοῦσι, τούτου γινομένου. Ἀλλ’ εἰ χρονίζοι, ἀποκόψαντας τὸν ὀμφαλὸν δεῖ πα‐ ραδεσμεῖν αὐτὸν τῷ μηρῷ τῆς γυναικὸς καὶ πάντα ποιεῖν πρὸς
20τὴν ἔκπτωσιν τοῦ χορίου, καθὼς ἐν τῷ περὶ ἐμβρυοτομίας τόπῳ δηλωθήσεται.
21

21

(t)

ΠΕΡΙ ΤΩΝ ΔΙΜΗΝΑ ΚΑΙ ΤΡΙΜΗΝΑ ΦΘΕΙΡΟΥΣΩΝ.
t
1 Ὁκόσαι μετρίως ἔχουσαι τὸ σῶμα ἐκτιτρώσκουσι δίμηνα καὶ τρίμηνα ἄνευ φανερῆς προφάσιος, ταύτῃσιν αἱ κοτυληδόνες μύξης εἰσὶ μεσταὶ καὶ οὐ δύνανται κρατέειν τὸ ἔμβρυον ἀλλ’ ἀπορρή‐ γνυνται, φησὶν Ἱπποκράτης. Θεραπεύειν οὖν χρὴ ταύτας, πᾶν
5μὲν τὸ σῶμα καθαίροντας τοῖς φλεγμαγωγοῖς φαρμάκοις· ὁ γὰρ πρὶν κενώσας τὸ πᾶν σῶμα καὶ κωλύσας τὸ φερόμενον ἐπὶ χεῖρας εὐθὺς ἐξ ἀρχῆς ἐκ τῶν τόπων κενώσας, ὅμοιός ἐστι τῷ ὕδωρ ἀπὸ φρέατος ἀντλοῦντι ἀένναον ἔχον τοῦ χορηγουμένου τὴν ἀνά‐ βλυσιν. Μετὰ δὲ τὴν τοῦ παντὸς σώματος κένωσιν τὴν ὑστέραν
10χρὴ κενοῦν τοῖς φλεγμαγωγοῖς ὁμοίως πεσσοῖς τοῖς διὰ κολοκυν‐ θίδος σκευαζομένοις, οἵτινες ἀναγραφήσονται πρὸς τὰς μὴ συλ‐ λαμβανούσας δι’ ὑγρότητα πλείστην. Ἄριστον δὲ κλύσμα καθαρτικὸν ὑστέρας πρὸς ἐκμοχλείαν τοῦ φλέγματος τοιοῦτον· κολοκυνθίδα λαβὼν εὐμεγέθη καὶ τὴν κορυφὴν τρήσας καὶ κενώσας ὅλον τὸ
15σπέρμα καὶ βαλὼν ἐπὶ τόπῳ τὴν ἐντεριώνην, ἐλαίῳ ἰρίνῳ αὐτὴν πληρώσας καὶ τῷ ἐξ αὐτῆς ἐκτμηθέντι πώματι σκεπάσας, ἔα ἡμέραν καὶ νύκτα· εἶτα ἐπιθεὶς τὴν κολοκυνθίδα ἐπὶ θερμοσπο‐
διὰν ἕψε ἐπὶ πολὺ, εἶτα διηθήσας τὸ ἔλαιον διὰ ῥάκους, ἐγχυ‐ μάτιζε τὴν μήτραν τῷ ἐλαίῳ χλιαρῷ, μηδὲν παραλιμπάνων ἐξ
20αὐτοῦ. Τοῦτο πολλὰς ἀτόκους τοκάδας εἰργάσατο, ἀποξύσαν τοῦ βάθους τὸ παρεμποδὼν γινόμενον τῇ κυήσει φλέγμα. Δίαιταν δὲ θερμαίνουσαν καὶ ξηραίνουσαν προκρίνειν μετὰ γυμνασίων συμμέτρων καὶ τρίψεων, παραφυλακτέον δὲ καὶ πᾶσαν ψύξιν. Ταῖς δὲ κατὰ φυσικὴν ἀτονίαν καθεκτικαῖς φθειρούσαις φυσικῶς,
25βοηθεῖ ἐχίνου χερσαίου δέρμα κεκαυμένον ὕδατι ἢ οἴνῳ λειωθέν, καὶ καταχριομένου τοῦ στομίου τοῦ γυναικείου καὶ ποτιζομένου· ποιεῖ δὲ καὶ ὁ θαλάσσιος καὶ τὰ μύδια ζῶντα κεκαυμένα, μύρτα τε μετ’ οἴνου ἢ σχιστοῦ ἢ σουσίνου χριόμενα. Τὰ δὲ διὰ μυρ‐ σίνης καὶ βάτου καὶ τῶν ὁμοίων ζεμάτων ἐπαντλητέον, τά τε
30ἔμβρυα καὶ τὰς ἐγκύους ἀβλαβεῖς φυλάττει καὶ μήτραν ἐπέχει μὴ ὀλισθαίνειν. Λίθος ἀετίτης κατὰ τῆς γαστρὸς φορούμενος [ἐμβρύων κάτοχος] καὶ ὁ ἐντὸς ἄρτου εὑρισκόμενος σίτου κόκκος ἀριστερῷ βραχίονι φορούμενος. Ὁμοίως ἐμβρύων κάτοχα· σαρδόνιον λίθον ἀπάρτισον λίνῳ καὶ φορείτω περὶ τὸ ἦτρον ἡ κύουσα ἄχρι
35καιροῦ ὠδῖνος, ἀφαιροῦ δὲ ὅταν ὁ τόκος ἐπιστῇ· ἢ λαβὼν λίθον τὸν εὑρισκόμενον ἐν μήτρᾳ ἢ καρδίᾳ ἐλάφου ἢ ἐντέροις περίαπτε, ἄριστον γὰρ ἐστὶ βοήθημα κάτοχον ἐμβρύων· ἢ λίθου τοῦ εἰς φυτὸν ἀποσφηνωθέντος μέρος.
38

22

(t1)

ΚΑΤΑ ΠΟΣΟΥΣ ΤΡΟΠΟΥΣ ΓΙΝΕΤΑΙ ΔΥΣΤΟΚΙΑ ΕΠΙ ΤΩΝ ΠΑΡΑ
t2ΦΥΣΙΝ ΓΕΝΝΩΜΕΝΩΝ, ΑΣΠΑΣΙΑΣ.
t2
1Δυστοκία γίνεται κατὰ διαφόρους τρόπους· ἢ γὰρ παρὰ τὸ
τὴν τίκτουσαν τῇ ψυχῇ ἢ τῷ σώματι ἢ ἀμφοτέροις ἀσθενῆ ὑπάρχειν ἢ δειλήν, ἢ παρὰ τὸ μικρὰν ἔχειν τὴν μήτραν καὶ στενόπορον. Ὡς ἐπίπαν δὲ αἱ μικρομεγέθεις τὴν ἡλικίαν καὶ
5τὴν μήτραν ἀναλογοῦσαν τοῖς λοιποῖς μέρεσι κέκτηνται. Γίνε‐ ται δὲ δυστοκία καὶ παρὰ τὸ σκολιὸν ἔχειν τὸν τράχηλον τῆς μήτρας, ἢ παρὰ τὸ σάρκα παρὰ φύσιν ἐπιπεφυκέναι τῷ τραχήλῳ ἢ τῷ τῆς ὑστέρας στόματι, ἢ παρὰ τὸ φλεγμονὴν ἢ ἀπόστημα ἢ σκίρρον ἔχειν, ἢ παρὰ τὸ ἰσχυρὸν ὄντα τὸν τοῦ
10προρρήγματος χιτῶνα μὴ ἰσχύειν τὸ ἔμβρυον τοῦτον ἀπορρῆξαι, ἢ ἐκκριθέντος τοῦ ἠθροισμένου ἐν τῇ μήτρᾳ ὑγροῦ πρὸ τοῦ δέοντος καιροῦ, ἄνικμοι καὶ κατάξηροι μένουσιν οἱ τόποι κατ’ αὐτὸν τὸν χρόνον τῆς ἀποκυήσεως, ὅτε χρεία τούτου τοῦ ὑγροῦ ὄλισθον καὶ εὐπετῆ διέξοδον παρέχοντος τῷ ἐμβρύῳ ἐπὶ τοῦ
15δέοντος καιροῦ. Γίνεται δυστοκία καὶ παρὰ τὸ λίθον ἔχειν ἐν τῇ κύστει τὴν τίκτουσαν καὶ τῇ θλίψει τοῦ τραχήλου τῆς ὑστέ‐ ρας δυσχέρεια γίνεται, ἢ παρὰ τὸ κατάσαρκον καὶ καταπίμελον εἶναι τὴν τίκτουσαν, ἔτι δὲ δυστοκία γίνεται τῶν τῆς ἥβης ὀστῶν ἀλλήλοις συμπεφυκότων, ὡς μὴ ἰσχύειν ἐν τῷ τόκῳ διάστασιν
20δέχεσθαι. Καὶ γὰρ ἐπὶ τῶν γυναικῶν οὐχ ὥσπερ ἐπὶ τῶν ἀνδρῶν κατὰ ἁρμονίαν συμπεφύκασι τὰ τῆς ἥβης ὀστᾶ, ἀλλὰ καὶ σύν‐ δεσμος ἰσχυρὸς ταῦτα πρὸς ἄλληλα συνδεῖ. Γίνεται δυστοκία καὶ παρὰ τὸ κοιλότερον εἶναι τὸν κατὰ τὴν ὀσφὺν τόπον καὶ παραπιέζειν τὴν μήτραν, ἢ διὰ περιττωμάτων πλῆθος ὑποκείμενον ἐν τῷ
25ἀπευθυσμένῳ ἢ τῇ κύστει, ἔνιαι δὲ διὰ τὸ προβεβηκέναι τῇ ἡλικίᾳ ἀτονοῦσαι, δυστοκοῦσιν, ἕτεραι διὰ τὸ πρώτως τίκτειν καὶ ἀγωνιᾶν καὶ ἀπείρως ἔχειν σχηματίζειν τὸ σῶμα. Δυστοκία γίνεται καὶ παρὰ τὰ γεννώμενα· ἢ παρὰ τὸ ὅλον μέγα εἶναι τὸ
ἔμβρυον, ἢ παρὰ τὸ μέρη τινὰ εὐμεγέθη ἔχειν, οἷον κεφαλὴν,
30θώρακα ἢ κοιλίαν, ἢ παρὰ τὸ δίδυμα εἶναι τὰ τικτόμενα καὶ ἀθρόως ἀμφότερα ἐρχόμενα τῷ τραχήλῳ τῆς μήτρας σφηνοῦσθαι, ἢ παρὰ τὸ τεθνηκέναι τὸ ἔμβρυον καὶ μὴ συνεργεῖν τῇ ἀποτέξει ἢ καὶ ἀποθανὸν διῳδηκέναι, ἢ παρὰ τὸ παρὰ φύσιν ἐσχηματί‐ σθαι. Καὶ γὰρ κατὰ φύσιν σχῆμα τοῖς γεννωμένοις τὸ ἐπι‐
35κέφαλον ἐστὶ, παρατεταμένων τῶν χειρῶν τοῖς μηροῖς καὶ ἐπ’ εὐθὺ φερομένου τοῦ ἐμβρύου. Τὸ δὲ παρὰ φύσιν, ἢ παρεγκεκλι‐ μένη ἡ κεφαλὴ εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ μέρη τῆς μήτρας ἐρείδεται, ἢ ἡ μία χεὶρ ἔξω ἢ αἱ δύο ἐκπίπτουσι τὰ δὲ σκέλη ἔν‐ δοθεν ἑστήκασιν ἐπ’ ἀλλήλων. Τῶν δὲ λοιπῶν σχημάτων
40ἄμεινον τὸ ἐπὶ πόδας ἐστί, καὶ μάλιστα ὅταν ἐπ’ εὐθείᾳ φέρηται τῶν χειρῶν παρὰ τοὺς μηροὺς τεταγμένων. Τὰ δὲ ἢ ἕν τι τῶν σκελῶν προβεβληκότα τὸ δὲ ἕτερον ἔνδον ἔχοντα ἢ δεδιπλωμένα ἢ ἐνερείδοντα τινὶ μέρει τῆς ὑστέρας, διορθώσεως χρήζει, καὶ τὰς χεῖρας ἀνατεταμένας ἔχοντα· καὶ τῶν λοιπῶν δὲ σχηματισ‐
45μῶν ἀμείνων ἐστὶν ὁ πλάγιος. Τρεῖς γὰρ εἰσὶ πλάγιοι σχηματισ‐ μοὶ, ὅ τε ἐπὶ πλευρὰν ὁποτέραν καὶ ὁ ἐπὶ κοιλίαν, ἀμείνων δὲ ὁ ἐπὶ πλευράν· τόπον γὰρ δίδωσι τῇ χειρὶ τῆς μαίας εἰς τὸ με‐ τασχηματίσαι ἢ ἐπὶ κεφαλὴν ἢ ἐπὶ πόδας. Τὰ δὲ δεδιπλωμένα φερόμενα, χείριστα πάντων τῶν σχημάτων εἰσὶ καὶ τούτων ὅσα

22

(50)

ἐπὶ τὰ ἰσχία φέρεται. Τριχῶς γὰρ καὶ τὰ δεδιπλωμένα σχημα‐ τίζεται· ἢ γὰρ πρὸς τῷ στόματι τῆς ὑστέρας τά τε σκέλη καὶ ἡ κεφαλὴ ὑπάρχει ἢ τὸ ἐπιγάστριον ἢ τὰ ἰσχία. Ἄμεινον δὲ τὴν κοιλίαν ἔχειν πρὸς τὸ στόμα τῆς ὑστέρας, παρ’ ἡμῶν γὰρ διε‐ λόντων τὸ ἐπιγάστριον καὶ κομισαμένων τὰ ἐνδοσθίδια, συμπε‐
55σόντος τοῦ σώματος εὐχερὴς γίνεται ὁ μετασχηματισμός. Παρὰ δὲ τὸ ἐκτὸς δυστοκία γίνεται· ἢ τῷ ἔμψυχρον καὶ χειμερινὴν εἶναι τὴν ὥραν καὶ διὰ τοῦτο πυκνοῦσθαι τοὺς πόρους, ἢ τῷ
ἔκθερμον καὶ ἐκλυτικόν. Ταῦτα πάντα ἐπανερωτᾶν χρὴ τὸν ἰατρὸν τὴν μαίαν ἐπὶ δυστοκούσης γυναικὸς, καὶ μήτε εὐθέως ἐγχειρεῖν
60τῇ χειρουργίᾳ μήτε μὴν ἐπὶ πολὺ συγχωρεῖν τῇ μαίᾳ διασπαράτ‐ τειν τὴν μήτραν. Εἰ μὲν οὖν διὰ τὸ κοίλην ἔχειν τὴν ὀσφὺν τὴν τίκτουσαν ἡ δυστοκία γίγνοιτο, σχηματίζειν αὐτὴν χρὴ ἐπὶ τὰ γόνατα, ἵνα ἡ ὑστέρα μεταπεσοῦσα εἰς τὸν κατὰ τὸ ἐπι‐ γάστριον τόπον κατ’ εὐθὺ σχηματισθῇ τῷ τραχήλῳ, ὁμοίως δὲ
65καὶ τὰς πιμελώδεις καὶ κατασάρκους σχηματιστέον. Εἰ δὲ τὸ στόμιον τῆς ὑστέρας μέμυκεν, τοῖς λιπάσμασι μαλάσσειν καὶ ἀναχαλᾷν. Λίθου δὲ αἰτίου ὄντος τῆς δυστοκίας, διώσασθαι χρὴ τὸν λίθον καθετῆρι ἐκ τοῦ τραχήλου τῆς κύστεως· εἰ δὲ πεπληρωμένη οὔρου ἡ κύστις ᾖ, κομιστέον καὶ τὸ οὖρον διὰ τοῦ
70καθετῆρος. Εἰ δὲ ἐν τῷ ἀπευθυσμένῳ περιττώματα εἴη, κλυστῆρι κενωτέον, εἰ δὲ διὰ φλεγμονὴν ἢ ἕλκος ἢ οἴδημα ἢ σκληρίαν ἤ τι τῶν παραπλησίων δυστοκοῦσι, τῶν ἐνοχλούντων παθῶν ἐπι‐ μελητέον. Εἰ δὲ διὰ σαρκὸς ἐπίφυσιν κατὰ τοῦ τραχήλου τῆς μήτρας ἢ χιτῶνος ἐπίφυσιν ὡς ἐπὶ τῶν ἀτρήτων γυναικῶν, ἀφαι‐
75ρεῖν χρὴ τὰ παρεμποδὼν γινόμενα. Εἰ δὲ ὁ τοῦ προρρήγματος χιτὼν στερεός ἐστι, διαιρετέον αὐτόν. Ἐφ’ ὧν δὲ πρὸ τοῦ δέοντος καιροῦ συρραγέντος τοῦ περιέχοντος τὸ ὑγρὸν χιτῶνος, ἔκκρισις γέγονε τῶν ἠθροισμένων ὑγρῶν καὶ ξηρότεροι ἔμειναν οἱ τόποι,
ἐγχυματίζειν χρὴ ὠῶν τοῖς λευκοῖς σὺν μαλάχης ἢ τήλεως ἀφε‐
80ψήματι διηθημένῳ ἢ πτισάνης χυλῷ χλιαρῷ. Εἰ δὲ διὰ τὴν μικρότητα τῆς μήτρας γένηται, λιπαίνειν τοὺς τόπους καὶ θάλ‐ πειν καὶ τοῖς δακτύλοις ἐπιδιϊστᾶν τὸ στόμα τῆς μήτρας, βιαιό‐ τερόν τε ἕλκειν τὸ ἔμβρυον· μὴ ὑπακούοντος δὲ τοῦ τόκου, ἐμβρυοτομεῖν. Τὸ αὐτὸ δὲ ποιητέον καὶ εἰ μέγα ᾖ τὸ ἔμβρυον
85καὶ εἰ τέθνηκε· καταληψόμεθα δὲ εἰ τέθνηκεν ἐκ τοῦ κατεψυγ‐ μένον ὑποπίπτειν τῇ ἁφῇ τὸ ἔμβρυον καὶ ἀκίνητον εἶναι. Εἰ δὲ δύο ἔμβρυα ᾖ καὶ τρία καὶ ἅμα παρασφηνωθῇ τῷ τραχήλῳ τῆς μήτρας, ἄνωθεν προσήκει ποιεῖν τὰ ἄλλα ἐπὶ τὸ κῦτος τῆς μήτρας, καὶ οὕτω προκομίσασθαι τὸ προχειρότερον. Εἰ δὲ διὰ τὸ μέγεθος
90τῆς κεφαλῆς ἢ τοῦ θώρακος ἢ τῆς κοιλίας ἡ δυστοκία γίγνοιτο, πᾶσα ἀνάγκη ἐμβρυοτομεῖν.
91

23

(t)

ΠΕΡΙ ΕΜΒΡΥΟΥΛΚΙΑΣ ΚΑΙ ΕΜΒΡΥΟΤΟΜΙΑΣ, ΦΙΛΟΥΜΕΝΟΥ.
t
1 Προσήκει τὸν ἰατρὸν πρότερον ἐπὶ τούτων σημειοῦσθαι, εἴτε πυρεκτικῶς ἔχοιεν εἴτε καὶ μὴ, καὶ εἴτε ἐγχειρῆσαι ἢ ἀπαγορεῦσαι. Αἱ μὲν οὖν ὀλεθρίως διακείμεναι καταφέρονται λιθαργωδῶς καὶ ἐμπύρετοί εἰσιν καὶ σχεδὸν ἄφωνοι, κἂν ἀνακληθῶσι, πρὸς τὰς
5ἐκβοήσεις ἀσθενῶς ἀποκρινόμεναι πάλιν καταφέρονται· τινὲς δὲ καὶ συνέλκονται παλμωδῶς ἢ τρέμουσιν, ὁ δὲ σφυγμὸς πυκνότατος καὶ ἀσθενέστατος παραλαμβάνεται. Αἱ δὲ σωθησόμεναι οὐδὲν τοιοῦτον πάσχουσι. Κατακλινέσθω τοίνυν ἐπὶ τῆς κλίνης ὑπτία καὶ μᾶλλον κατάρροπος, τὰ δὲ σκέλη αὐτῆς ἐπηρμένα καὶ διε‐
10στηκότα ἀπ’ ἀλλήλων καὶ ὑποκεκαμμένα διακρατείτωσαν γυναῖκες
ἔμπειροι καὶ ἰσχυραὶ ἑκατέρωθεν, προδιδόναι τε τῇ πασχούσῃ ψωμοὺς δύο ἢ τρεῖς οἴνῳ βεβρεγμένους διὰ τὴν λειποθυμίαν, καὶ συνεχῶς ἐν τῇ χειρουργίᾳ οἴνῳ τὸ πρόσωπον καταρραντιζέσθω. Ὁ δὲ χειρουργὸς διὰ τῆς διόπτρας πρότερον κατανοήσας ὁποῖόν
15ἐστι τὸ τῆς δυστοκίας αἴτιον, οἷον θύμων ἐκφύσεις ἢ τυλώδεις ὑπεροχαὶ ἢ ἕτερόν τι τῶν προειρημένων, ταῦτα τῷ ἀγκίστρῳ ἀνατείνοντα, ἀφαιρεῖν τῷ πολυτόμω καθὼς ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. Εἰ δὲ ὑμὴν ἐμφράττει τὸ τῆς μήτρας στόμιον, καὶ τοῦτον διαιρεῖν καθὼς ἐν τῷ περὶ ἀτρήτων δηλωθήσεται. Εἰ
20δὲ ὁ τοῦ προρρήγματος χιτὼν στερεὸς εἴη, ἀνατείνοντας ἀγκίστρῳ εἰ ἐνδέχοιτο, τότε διαιρεῖν αὐτὸν τῷ σκολοπομαχαιρίῳ ἤ τινι τῶν ὁμοίων. Διαιρεθέντος δὲ τοῦ χιτῶνος, διαστέλλειν τοῖς δακ‐ τύλοις καὶ τόπον αὐτάρκη ποιεῖν πρὸς τὴν ἔκληψιν τοῦ ἐμβρύου. Τῆς δὲ κεφαλῆς τοῦ ἐμβρύου ἐσφηνωμένης, μεταστρέφειν δεῖ ἐπὶ
25πόδας καὶ οὕτως αὐτὸ κομίζεσθαι, ἰσχυρῶς δὲ ἐσφηνωμένης καὶ μηδ’ εἰς τὸ βάθος ἀπωθεῖσθαι δυναμένης, κατεμπείρειν δεῖ τὴν τοῦ ἐμβρυουλκοῦ καμπὴν εἰς ἕνα τῶν ὀφθαλμῶν ἢ τὸ στόμα ἢ τὸν ἀνθερεῶνα καὶ ἐξέλκειν· εἰσάγειν δὲ τὸν ἐμβρυουλκὸν τῇ δεξιᾷ χειρὶ κατέχοντα τὴν δὲ καμπὴν αὐτοῦ τοῖς δακτύλοις τοῖς
30ἀριστεροῖς ἐγκρύβοντα, καὶ πράως συνεισφέροντα καὶ καταπεί‐ ροντα ἐν τοῖς εἰρημένοις τόποις ἄχρι κενεμβατήσεως, καὶ ἀντί‐ θετον καὶ τούτῳ δεύτερον ἐμβρυουλκὸν καταπείρειν, ὅπως ἰσόρ‐ ροπός τε καὶ μὴ ἑτεροκλινὴς ἐπισπασμὸς γένηται καὶ ἀσφαλέστερος ἴσως τοῦ ἑνὸς ἐξολισθαίνοντος ὀργάνου ἐν τῇ ἕλξει καὶ ἀφιέντος
35τὸ ἔμβρυον. Ἕλκειν δ’ ὁμαλῶς καὶ μὴ μόνον ἐπ’ εὐθείας ἀλλὰ καὶ εἰς τὰ πλάγια, καὶ τὸν δάκτυλον λελιπασμένον καθιέναι μεταξὺ τοῦ στομίου τῆς ὑστέρας καὶ τοῦ σφηνωθέντος μέλους, καὶ προσάγειν κύκλῳ οἱονεὶ περιδέροντα. Ἐπακολουθοῦντος δὲ τοῦ ἡμίσεως τοῦ ἐμβρύου, τὸν πρότερον ἐμβρυουλκὸν κατὰ μέρος
40εἰς τὰ ὑπερκείμενα μέρη καταπείρειν δεῖ ἐναλλάξ. Εἰ δὲ ὑπερ‐ βάλλοι τῷ μεγέθει ἡ κεφαλὴ ἢ φύσει ἢ δι’ ὑδροκέφαλον, διελόντα αὐτὴν τῷ πολυτόμῳ σπαθίῳ ἢ τῷ κοινῷ σμιλίῳ, συμπεσοῦσαν ἕλκειν. Εἰ δὲ μὴ δ’ οὕτως ἥκει, καὶ τὸ βρέγμα συνθλάσαντα καὶ τὰ ὀστᾶ τοῖς δακτύλοις ἐξαιρεῖν· εἰ δέ τινα ἐξέχοι τῶν ὀστῶν,
45ὀστάγρᾳ ἢ ῥιζάγρᾳ ἑλκύσαντας, τότε καταπείρειν τὸν ἐμβρυουλκὸν καὶ ἐξαίρειν τὸ βρέφος. Προβιβασθείσης δὲ τῆς κεφαλῆς, ἐὰν κατὰ τὸν θώρακα σφήνωσις γένηται, τὸ σκολοπομαχαίριον ἢ τὸ πολύτομον κρύψας μέσον τῶν δύο δακτύλων δίελε τοὺς κατὰ τὰς κλεῖς τόπους μέχρι βάθους, ἵνα τῶν ὑγρῶν ἐκκριθέντων συμπέσῃ

23

(50)

τὸ τοῦ θώρακος μέγεθος, διαιρείσθω δὲ καὶ κατὰ τὰ μεσο‐ πλεύρια. Εἰ δὲ μετὰ τὴν τοῦ θώρακος ἔκληψιν ἐμπεφυσημένον ᾖ τὸ ἐπιγάστριον ἐναποτεθνηκότος τοῦ ἐμβρύου καὶ ὑδροπιάσαντος, δεήσει τῇ αὐτῇ ἀκολουθίᾳ χρωμένους διακόπτειν τὸ ἐπιγάστριον καὶ ἐξέλκειν τὰ ἔντερα. Ἐφ’ ὧν δὲ χεὶρ προπέπτωκεν εἰς τὸν κόλ‐
55πον, ἀπὸ τοῦ ἄρθρου τοῦ ὤμου τὴν χεῖρα ἀποκόπτειν. Δεῖ τοιγαροῦν ῥάκος μὲν ἐπιτιθέναι τῇ προβεβλημένῃ χειρὶ καὶ βιαιό‐ τερον ἐπισπᾶσθαι, ἵνα τὸ τοῦ ὤμου ἄρθρον φανερὸν γένηται, καὶ τότε τὰ τοῦ αἰδοίου πτερυγώματα διαστῆλαι τοῖς δακτύλοις, ἔπειτα σμιλίῳ διακόπτειν τὸ ἄρθρον, εἶτα καθιέναι τὴν ἀριστερὰν
60χεῖρα καὶ ἀπευθύναι τὸ κεφάλιον καὶ οὕτω κομίσασθαι τὸ ἔμ‐ βρυον. Εἰ δὲ ἀμφότεραι προπέσοιεν, ἀμφοτέρας ἀποκόπτειν εἶτα τὸ κεφάλιον συνθλᾶν καὶ οὕτως ἐξέλκειν. Τῶν δὲ ἐπὶ πόδας φερομένων ἡ μὲν παρέγκλισις ῥᾳδίως ἀπευθύνεται πρὸς τὸ στόμιον τῆς ὑστέρας, εἰ δὲ κατὰ τὸ ἐπιγάστριον σφηνωθῇ, διὰ
65ῥάκους ἐπισπᾶσθαι δεῖ βιαιότερον τὰ σκέλη, ἵνα ὁ κατὰ τὴν ἥβην τόπος καὶ τὸ ἦτρον ἐμφανὴς γένηται, κἀκεῖνον διελεῖν τρυφερὸν ὂν καὶ ἐξέλκειν τὰ ἔντερα καὶ τὰ λοιπὰ σπλάγχνα. Εἰ δὲ τὸ ἕτερον σκέλος εἰς τὸν κόλπον συμπέσῃ, εὐτόνως διὰ ῥά‐ κους ἐπισπασάμενοι καὶ διαστείλαντες τὰ τοῦ αἰδοίου πτερυγώ‐
70ματα, ἀφαιρησόμεθα τὸ σκέλος κατὰ τὸν βουβῶνα. Εἰ δὲ διπλοῦν ὑποπεσὸν τὸ ἔμβρυον ἀδυνατοῦμεν μετασχηματίζειν, εἰ μὲν ἑτοι‐ μότερον ᾖ τὸ κεφάλιον, συνθλᾶν τὰ ὀστᾶ μὴ διαιροῦντας τὸ δέρμα τούτου καὶ καταπείροντας κατά τι μέρος τὸν ἐμβρυουλκὸν ἐπισπᾶσθαι τὸ κεφάλιον, ἔπειτα ἀναβαστάζειν τὰ σκέλη καὶ
75οὕτως ἀφελκῦσαι τὸ ἔμβρυον· εἰ δὲ τὰ σκέλη μᾶλλον ἐν ἑτοίμῳ ᾖ, ἄρθρον τοῦ μηροῦ ἀποκόψαι καὶ οὕτως τοὺς μηροὺς ἀναβι‐ βάσαι, ὥστε μεῖναι τὴν κεφαλὴν εὔθλιπτον πρὸς εὐχερῆ κομιδήν. Εἰ δὲ ἡ σφήνωσις τοῦ διπλώματος σφοδρὰ ᾖ προπεσόντων μᾶλλον τῶν ποδῶν, τὴν κεφαλὴν ἀποτέμνειν χρὴ ἀπὸ τῆς πρὸς τὸν
80σπόνδυλον διαρθρώσεως, καὶ οὕτως ἀναβιβάσαντας τὸν θώρακα ἕλκειν τοὺς πόδας. Εἰ δὲ τῶν λοιπῶν ἀφῃρημένων μερῶν τὸ κεφάλιον ἀνάδρομον ἐγκατασχεθῇ, καθιέναι χρὴ τὴν ἀριστερὰν χεῖρα ἐλαίῳ λελιπασμένην εἰς τὸ βάθος καὶ τὸ κεφάλιον ἀνα‐ ζητήσαντας κινῆσαι τοῖς δακτύλοις καὶ πρὸς τὸ τῆς μήτρας
85στόμιον καταβιβάσαι, ἔπειτα κατεχομένου ὑπὸ τῆς χειρὸς τοῦ κεφαλίου, ἐμβρυουλκὸν ἕνα ἢ δύο ἐν αὐτῷ καταπείραντας ἐξέλκειν. Ἐπιτήδειοι δὲ πρὸς τὴν κατάπαρσιν τοῦ ἐμβρυουλκοῦ τόποι ἐπὶ μὲν τῶν ἐπὶ κεφαλὴν φερομένων, οἵ τε ὀφθαλμοὶ καὶ οἱ τῶν ὤτων πόροι τό τε στόμα καὶ ὁ ὑπὸ γένυν τόπος καὶ μασχάλαι
90καὶ ὁ ὑπὸ τὰς κλεῖδας καὶ τὰ ὑποχόνδρια, ἐπὶ δὲ τῶν ἐπὶ πόδας φερομένων τὰ τῆς ἥβης ὀστᾶ καὶ αἱ ἐπὶ τῶν πλευρῶν καὶ πρὸς τὸ στέρνον καὶ τοὺς σπονδύλους διαρθρώσεις καὶ αἱ σφαγαὶ καὶ τὸ στόμιον. Φλεγμαίνοντος δὲ τοῦ τῆς ὑστέρας στό‐ ματος, μὴ βιάζεσθαι ἀλλ’ ἐγχυματισμοῖς λιπαροῖς δαψιλέσι
95χρῆσθαι ἐγκαθίσμασί τε καὶ ἐμβροχαῖς ταῖς ὁμοίαις καὶ κατα‐ πλάσμασιν, ὅπως χαλασθείσης ποσῶς τῆς φλεγμονῆς καὶ διαστάν‐ τος τοῦ στομίου κομισθῇ, ὡς προείρηται, τὸ ἔμβρυον. Μετὰ δὲ τὴν ἐμβρυοτομίαν συντιθέναι χρὴ τὰ μέλη πάντα τοῦ ἐμβρύου καὶ ἐπισκέπτεσθαι ἀκριβῶς, εἰ πάντα κεκόμισται καὶ μηδὲν

23

(100)

ἔνδον ὑπολέλειπται, κἄπειτα καὶ τὸ χορίον εὐθὺς ἐκλαμβάνειν.

24

(t)

ΠΕΡΙ ΧΟΡΙΟΥ ΕΚΛΗΨΕΩΣ, ΦΙΛΟΥΜΕΝΟΥ.
t
1 Τὸ Χορίον καὶ δεύτερον καλεῖται· ἐπὶ μὲν οὖν τῶν κατι‐ σχημένων χορίων ποτὲ μὲν εὑρίσκεται μεμυκὸς τὸ στόμιον τῆς ὑστέρας, ποτὲ δὲ διεστηκός· καὶ ποτὲ μὲν φλεγμαῖνον, ποτὲ δὲ ἀφλέγμαντον. αὐτὸ δὲ τὸ χορίον ποτὲ μὲν ἀπολέλυται τῆς πρὸς
5τὸν πυθμένα τῆς μήτρας συνεχείας, ποτὲ δὲ συμπέφυκεν αὐτῷ. Διεστῶτος μὲν οὖν τοῦ στομίου τῆς ὑστέρας καὶ τοῦ χορίου ἀπολελυμένου καὶ περί τι μέρος τῆς μήτρας σφαιροειδῶς συνε‐ στραμμένου, ῥᾴστη ἐστὶν ἡ κομιδή· τὴν γὰρ ἀριστερὰν χεῖρα θερμήν [καὶ] λελιπασμένην εἰς τὸ βάθος δεῖ καθιέναι καὶ ἐπὶ
10ποσὸν τὸ χορίον ἐκλαβεῖν, εἰ δὲ προσπεφυκὸς ᾖ τῷ τῆς ὑστέρας πυθμένι, καθιέναι μὲν ὁμοίως τὴν χεῖρα θερμὴν καὶ λελιπασμένην, συλλαβόντα δὲ τὸ χορίον ἕλκειν μὴ ἀπ’ εὐθείας διὰ τὸν τῆς προ‐ πτώσεως φόβον τῆς μήτρας ἀλλὰ μὴ δὲ μετὰ βίας ἰσχυρᾶς, πει‐ θηνίως δέ· καὶ τὸ μὲν πρῶτον ἀνειμένως μετάγειν ἐπὶ τὰ πλάγια
15τῇδε κἀκεῖσε περιάγοντας, εἶτα καὶ εὐτονώτερον ποσῶς ἐφέλκειν, ὑπακούει γὰρ τούτῳ τῷ τρόπῳ καὶ ἀπολύεται τῆς προσφύσεως. Εἰ δὲ μεμυκὸς εὑρεθῇ τὸ στόμα τῆς ὑστέρας, ἐγχυματισμῷ χρῆσθαι διά [τε] τῶν δακτύλων τῆς ἀριστερᾶς χειρὸς πραότερον διανοίγειν καὶ διαστέλλειν κατ’ ὀλίγον· εἰ δὲ μὴ ὑπακούοι, κατακλίνειν τὴν
20γυναῖκα καὶ καταπλάσσειν ὠμῇ λύσει τὸ ἦτρον καὶ πάλιν ἐγχυ‐ ματίζειν καὶ ἐπάνωθεν λιπάσμασι καὶ θερμάσμασι χρῆσθαι· εἰ δὲ εὔτονος εἰς τὴν δύναμιν ἡ πάσχουσα, ἀποπειρᾶσθαι χρὴ κατὰ
τοῦτον τὸν καιρὸν καὶ πταρμικὸν ταῖς ῥισὶ προσαγαγεῖν διὰ καστορίου καὶ πεπέρεως, καὶ διδόναι τι τῶν τὰ ἔμμηνα κινεῖν
25δυναμένων πομάτων περὶ ὧν μετὰ ταῦτα γραφήσεται, καὶ ταῦτα ἐπὶ μίαν ἢ δευτέραν ποιεῖν. Χρῆσθαι δὲ καὶ ὑπατμισμῷ διὰ χύτρας ἀρώματα ἐχούσης ἑψημένα, οἷον κασίαν, νάρδον, σχίνου ἄνθος, ἀρτεμισίαν, ἴριν, βράθυ, δίκταμνον, γλήχωνα καὶ τὰ παραπλήσια, ὑποτιθεμένης τῆς χύτρας τῷ δίφρῳ ἐφ’ ᾧ κα‐
30θέζεται ἡ γυνὴ πάντοθεν ἱματίοις περισκέποντας αὐτὴν, μετὰ δὲ ταῦτα σημειοῦσθαι. Καὶ εἰ μὲν διεστὼς εὑρεθῇ τὸ στόμιον τῆς μήτρας, καθιέναι τὴν χεῖραν καὶ ὡς προείρηται πειρᾶσθαι ἐξέλ‐ κειν, εἰ δὲ μὴ δὲ οὕτως ὑπακούοι, οὐ προσήκει σπαράττεσθαι, μετὰ γὰρ ἡμέρας ὀλίγας μυδῆσαν καὶ διαλυόμενον εἰς ἰχῶρας
35ἐκπίπτει. Ἐπειδὴ δὲ δυσωδίας παρέχει πολλάς, ὥστε τὴν κεφαλὴν σφηνοῦν καὶ στόμαχον ἀνατρέπειν, ὑποθυμιατέον κάτωθεν συ‐ νεχῶς τὰ εὐώδη καὶ δυνάμενα ταῖς τοιαύταις ἀποφοραῖς ἀπο‐ μάχεσθαι καὶ τὸ χορίον κατάγειν, δεδοκίμασται δὲ πρὸς τοῦτο τό τε καρδάμωμον καὶ ἰσχάδες ἐπιτηδείως ὑποθυμιώμενα καὶ τὸ
40βδέλλιον μετὰ βράθυος καὶ λιβανωτὸς μετὰ στύρακος καὶ ὄνυξ ἀρωματικὸς καὶ τὸ λάδανον· πότιζε δὲ αὐτὰς καὶ καστορίου δραχ. αʹ, μετὰ γλήχωνος ἴσου ἐμμελικράτου καὶ τὰ ἁπλούστερα τῶν καταμήνια ἀγόντων καὶ τὸ ζέμα τῆς ἀρτεμισίας καὶ δαφνῶν μετὰ μέλιτος. Προσθετὰ δὲ πρὸς τόδε· σμύρνην καὶ κυκλάμινον
45μύρῳ μιγέντα, προβάτου δὲ ἢ αἰγὸς χορίον ξηρὸν κοπὲν καὶ μετ’ οἴνου ποτιζόμενον ἢ μετὰ μύρου προστιθέμενον ἢ καὶ περιαπτό‐ μενον μόνον, ἀλύπως ἡ μήτρα ἃ κατέχει κατασπᾷ. Ἄλλο. Στα‐ φίδων σάρκας, κυμίνου, ῥητίνης, τερεβινθίνης, ἀφρονίτρου ἀνὰ δραχ. ιʹ, μετὰ μέλιτος προστίθει ἢ πότιζε. ποιεῖ ἐγκαθίσασα ἀφε‐

24

(50)

ψήματι ἀρτεμισίας, δάφνης ἢ ἀνήθων καὶ χαμαιμήλων.

25

(t)

ΠΕΡΙ ΕΠΙΜΕΛΕΙΑΣ ΜΕΤΑ ΤΗΝ ΕΜΒΡΥΟΤΟΜΙΑΝ, ΑΣΠΑΣΙΑΣ.
t
1 Ἀποδοθέντος δὲ τοῦ χορίου εἴτε εὐθὺς μετὰ τὴν τοῦ ἐμ‐ βρύου κομιδὴν εἴτε μετὰ ταῦτα καὶ μηδενὸς ἐν τῇ μήτρᾳ περιττοῦ ὑπολιμπανομένου, συνάγειν χρὴ τὰ σκέλη ἵνα συνέλθωσιν οἱ διε‐ σπασμένοι τόποι. Καὶ εἰ μὲν ἀρκούντως ἐκαθάρθησαν, προκλύζειν
5τοὺς τόπους μαλάχης ἢ τήλεως ἀφεψήματι καὶ ἐγχυματίζειν ἐλαίῳ θερμῷ καὶ καταβρέχειν τὸ ἐφήβαιον καὶ τὴν ὀσφὺν τῷ τοιούτῳ ἐλαίῳ καὶ σκέπειν ἐρίοις πλείστοις ἁπαλοῖς ἐλαίῳ θερμῷ βεβρεγμένοις, τροφὰς δὲ ῥοφηματώδεις διδόναι καὶ ὑδροποσίας τηρεῖν· εἰ δὲ μὴ καθαρθεῖεν δεόντως, ἐγκαθίζειν εἰς ἀφέψημα
10τήλεως, ἀρτεμισίας, ἀλθαίας, γλήχωνος, καὶ ποτίζειν συνεχῶς τὸ τοῦ γλήχωνος ἀφέψημα καὶ τὸ τῆς τήλεως. Εἰ δὲ ὑπὲρ δύναμιν καθαρθῇ, ταῖς μετρίως στυφούσαις ἐμβροχαῖς χρηστέον καὶ ἐγκαθίσμασι, καὶ τὸ ὑπογάστριον μακρῷ ἐπιδέσμῳ ἐπιδεῖν καὶ τροφὰς διδόναι στυφούσας· εἰ δὲ φλεγμονὴ ἐπιγένοιτο, ὡς πρὸς
15φλεγμονὴν πάντα ποιητέον, εἰ δὲ καὶ αἱμορραγία πολλὴ γένοιτο, βοηθεῖν ὡς ἐν τῷ περὶ αἱμορραγούσης μήτρας ἐροῦμεν. Εἰ δὲ μηδὲν τούτων εἴη, μόνον λιπαίνειν καὶ θερμαίνειν τούς τε τόπους καὶ τὸν τράχηλον καὶ τὴν κεφαλήν.
18

26

(t1)

ΑΙΤΙΑΙ ΑΝΔΡΩΝ ΚΑΙ ΓΥΝΑΙΚΩΝ ΔΙ’ ΑΣ ΟΥ ΠΑΙΔΟΠΟΙΟΥΣΙ,
t2ΚΑΙ ΘΕΡΑΠΕΙΑ ΚΑΙ ΣΗΜΕΙΑ ΣΥΛΛΗΨΕΩΣ.
t2
1 Ἀσυλληψία γίνεται ἢ περὶ τὸν ἄνδρα ἢ περὶ τὴν γυναῖκα ἢ καὶ περὶ ἀμφοτέρους. Περὶ μὲν τὸν ἄνδρα ἢ τῷ διένθερμον
σφόδρα καὶ οἱονεὶ πεφρυγμένον τὸ σπέρμα προΐεσθαι ἢ παρὰ τὸ κατάψυχρον ἢ παρὰ τὸ λεπτὸν καὶ ὑδατῶδες καὶ ἄτονον
5καὶ ἀσθενὲς τῇ δυνάμει εἶναι, ὁποῖον καὶ οἱ ὑπεργεγηρακότες ἐκ‐ κρίνουσιν, ἢ παρὰ τὸ παχὺ εἶναι ὑπὲρ τὸ δέον ἢ παρὰ τὸ ὑπο‐ σπαδιαίους εἶναι τοὺς ἄνδρας ἢ σμικρότατα ἔχειν τὰ αἰδοῖα καὶ οὐκ ἰσχύειν εἰς τὸ ἐντὸς τῆς μήτρας τὸ σπέρμα ἐξακοντίζειν, συμβαίνει δὲ καὶ ἐπὶ τῶν σφόδρα καταπιμέλων εὔογκον τὴν
10κοιλίαν ἐχόντων, ἐμποδίζεσθαι τὸν τοῦ σπέρματος ἀκοντισμὸν ἐσωτάτω εἰς τὴν μήτραν γίνεσθαι. Περὶ δὲ τὴν γυναῖκα ἐμ‐ ποδίζεσθαι τὴν κύησιν ἢ παρὰ τὸ ἔνθερμον καὶ πυρώδη εἶναι τὴν μήτραν ἢ κατάψυχρον καὶ κάθυγρον ἢ κατάξηρον καὶ αὐχμηρὰν ἢ καταπίμελον καὶ σαρκώδη ἢ ἄσαρκον καὶ λεπτὴν
15καὶ ἀσθενῆ ἢ στενὴν καὶ σμικράν, ἢ παρὰ τὸ τὰ ἐν αὐτῇ ἀγγεῖα μεμυκέναι ἢ ἐμπεφράχθαι ἢ ἀποτετυφλῶσθαι οὐλῆς γενομένης, ἢ παρὰ τὸ ὑμένας ἐπιπεφυκέναι τῷ στόματι τῆς ὑστέρας καὶ ἀτρήτους εἶναι καὶ τὸν τράχηλον σκολιὸν ἔχειν τὴν μήτραν, ἢ τὸ στόμα αὐτῆς μεμυκέναι ἢ σφόδρα ἀνεῳγμένον εἶναι διὰ παντός,
20ἢ παρὰ τὸ ἕτερόν τι πάθος τὸ ἐφεξῆς ῥηθησόμενον εἶναι περὶ τὴν ὑστέραν. Εἴη δ’ ἂν κώλυμα τοῦ μὴ κυΐσκειν καὶ τὸ ἀνάγκῃ καὶ μὴ ἐθέλουσαν μίσγεσθαι τῷ ἀνδρὶ τὴν γυναῖκα, ἡ γὰρ ἀγαπῶσα συναρμόζει τὴν γονὴν, καὶ διὰ τοῦτο αἱ μετ’ ἔρωτος
μίξεις ταχυτεκνόταταί εἰσι. Γίνεται δὲ καὶ παρὰ τὴν ἡλικίαν ἢ
25πάνυ νέαν ἢ πρεσβυτέραν εἶναι, οὐδ’ εὐθὺς ἀρχομέναις ἡβάσκειν συνοικίζειν προσήκει, ἀλλὰ τὸν μὲν ἄνδρα τριάκοντα ἐτῶν τὴν δὲ γυναῖκα δέκα καὶ ὀκτώ· μάλιστα δὲ γίγνεται ἀσυλληψία καὶ περὶ τὴν ἄθετον διάπλασιν τῆς γυναικός. Εἶναι γὰρ προσήκει τὴν ἐπίτεκνον γυναῖκα τοιάνδε· μήκει σύμμετρον, τὰ περὶ τὸ
30ἰσχίον καὶ τὸ ὑπογάστριον πλατέα ἔχουσαν, γλουτοὺς ἐξέχοντας, ἐπιγάστριον εὔογκον, στέρνον στενόν, καὶ τιτθοὺς μείζονας, αἱ τοιαῖδε δὲ γυναῖκες κυΐσκουσι ταχύ, αἱ δὲ τἀναντία πανταχοῦ ἔχουσαι ἀτεκνότεραι. Τάχα δέ τις καὶ ἄρρητος παρὰ τὰς προ‐ ειρημένας αἰτίας ἐστὶ πρόφασις τοῦ μὴ κυΐσκεσθαι, αἱ δὲ ἐπί‐
35καιροι αἰτίαι τοιαῦταί εἰσι· τῶν μὲν οὖν ἀνδρῶν ὅσοι διά τινα δίαιταν ἢ διαγωγὴν μοχθηρὰν τὸ σπέρμα φθείρουσι, τῇ μετα‐ θέσει τῆς διαίτης ὑγιεινοτέρᾳ καὶ τεταγμένῃ ἀρωγῇ χρησάμενοι, γόνιμον ἕξουσι τὸ σπέρμα, καὶ οἱ ἀσυμφώνως πρὸς τὰς ἑαυτῶν γυναῖκας διακείμενοι μεταλαβόντες ἄλλας, παιδοποιήσονται· ὑπο‐
40σπαδιαῖοι χειρουργηθέντες καὶ οἱ γονορροϊκοὶ θεραπευθέντες παιδοποιήσουσιν· οἱ δὲ τυφλωθέντες τοὺς σπερματικοὺς πόρους, οἷον συμβαίνει τισὶ τῶν λιθοτομουμένων, ἀνιάτως ἔχουσιν· ὁμοίως καὶ οἱ εὐνουχώδεις οὐκ ἀποκρίνουσι σπέρμα οὐδὲ οἱ στενόποροι ἐξακοντίζουσιν. Εἰ τοίνυν τὰ ἄλλα εὖ ἔχει ἥ τε γυνὴ καὶ ὁ ἀνὴρ
45καὶ μήτε ἡλικία μήτε ἕξις σώματος μήτε διάθεσίς τις περὶ τὴν ὑστέραν ἐμποδὼν εἴη, διαιτᾶν χρὴ ὧδε· τὴν μὲν γυναῖκα μήτε σφόδρα ἐπιπόνως μήτε ἀταλαιπώρως, ἡ γὰρ ἀργία περιττωμάτων ἐμποιητικὴ, ταλαιπωρία δὲ πλείστη διαφθείρει τὰς καθάρσεις καὶ ξηραίνει τὸ αἷμα· λουτρὰ δὲ μήτε συνεχῆ μήτε διὰ πλεῖστα,

26

(50)

σιτία δὲ καὶ πόματα εὐπεπτότερα καὶ ὧν δύναται κρατεῖν καὶ πέττειν ἡ γαστήρ. Τὸ δὲ δὴ μέγιστον μὴ παρορᾶν περὶ πᾶσαν τὴν ὥραν οὕτως διαιτᾶν, μὴ πιαινόμενον τὸ σῶμα μήτε τῆς γυναι‐ κὸς μήτε τοῦ ἀνδρὸς σφόδρα γένοιτο, οὐδὲ γὰρ ὁ πιμελώδης ἀνὴρ ἐπιτήδειος εἰς παιδοποιΐαν οὔτε ἡ γυνή· δι’ αὐτὸ πρῶτον μὲν μὴ
55δὲ ὁρμάζειν τοῖς αἰδοίοις καὶ ὅτι ὀλίγον σπέρμα γεννῶσιν οἱ πίονες, ὥστε καὶ ὀλίγον καταμήνιον αἱ γυναῖκες κενοῦσιν αἱ λιπώδεις, τὸ γὰρ πλεῖον τῆς τροφῆς εἰς τὴν πιμελὴν ἁλίσκε‐ ται. Ὅπως δὲ χρὴ διαιτᾶν τοὺς πιμελώδεις ἐν τῷ περὶ καθαι‐ ρέσεως σαρκῶν λόγῳ κατὰ τὸν τέταρτον λόγον προείρηται.
60Ἁρμόδιον δὲ πρὸς παιδοποιΐαν καὶ τὸ πρὸς τοῖς σιτίοις προσ‐ φέρεσθαι τῶν συνήθως καὶ ἡδέως ἐσθιομένων καὶ πινομένων τὰ παρορμητικὰ πρὸς συνουσίαν καὶ γεννητικὰ τοῦ σπέρματος, οἷα ἐστὶ τὰ ἠρέμα πνευματοῦντα καὶ θερμαίνοντα· οἴνους τε οὖν πρὸ ὑδροποσίας ἐπαινῶ καὶ λαχάνων τὸ ὅρμινον καὶ εὔζωμον,
65καὶ μαλάχην καὶ τὰ λοιπὰ εἴδη πολλάκις προειρημένα, πήγανον δὲ καὶ ἡδύοσμον καὶ καλαμίνθην πάντων μᾶλλον φυλακτέον τὸ ἡδύοσμον, πολὺν ἄγει σπέρμα λελυμένον δὲ καὶ ἀσθενές ἐστι, τὸ δὲ πήγανον φθείρει. Χρὴ οὖν πλησίον γενομένης τῆς ἐμμήνου καθάρσεως εἰδέναι ὡς καιρὸς ἐπιτήδειος πάρεστι τῆς συλλήψεως,
70καὶ τὴν μὲν δαψιλέστερον διαιτωμένην γυναῖκα ἀφαιρεῖν τῶν σιτίων καὶ σύμμετρον προσφέρειν δίαιταν καὶ λεπτύνουσαν καὶ τοῖς εὐχυμοτέροις κεχρῆσθαι, τὴν δὲ ὀλίγαις κεχρημένην τροφαῖς, προσθῆναι ταύταις. Προσπλέκειν μέντοι ταῖς τροφαῖς πάσαις τὰ ἐρεθίζειν τὰς καθάρσεις δυνάμενα, οἷά ἐστι τὰ εὐώδη λάχανα,
75σκάνδιξ, κρῆθμα, γιγγίδια, μάραθρα, σέλινα, σμύρνια, ἀσπά‐ ραγον, ἐλίτην καὶ τὰ ὅμοια, ἐλπὶς γὰρ καθαρθείσης καλῶς πρὶν ψυχῆναι τὴν ὑστέραν, συλλαβεῖν· εἰ δὲ καὶ μετὰ τὴν συνου‐ σίαν τὰ τῆς συλλήψεως σημεῖα παρέποιτο, πολλαὶ ἐλπίδες. Ση‐ μεῖα δὲ τοιάδε· μύει τὸ στόμα τῆς ὑστέρας καὶ ξηρὸν γίνεται
80καὶ ἀναχωρεῖ ἀπὸ τοῦ αἰδοίου, αἱ δὲ ἔμπειροι τόκου καὶ κινη‐ θείσης αἰσθάνονται τῆς ὑστέρας εὐθὺς μετὰ τὴν τοῦ σπέρματος εἴσοδον, κινεῖται γὰρ περιλαμβάνουσα τὴν γονήν, τισὶ δὲ καὶ λαγῶνες πηδῶσιν, ἐνίαις δὲ καὶ καρδιαλγία καὶ ἔκλυσις ἐπιγίνεται μεθ’ ἡδονῆς τινος. Δηλώσει δὲ οὐ σμικρὸν πρὸς τοῖς εἰρημένοις
85καὶ τὸ στραγγουριῶδές τι πάθος πάσχειν τὴν γυναῖκα, μάλιστα δὲ τοῦτο πάσχουσιν αἱ πρῶτον κυϊσκόμεναι, καὶ μάλιστα ἐὰν μὴ καλῶς καθαρθεῖσαι κυήσωσιν· ἀλλὰ καὶ ταῖς ἄλλαις μετρίως συμβαίνει μέχρι τῶν ἑπτὰ ἡμερῶν, μετὰ δὲ τὴν ἑβδόμην ἄρχεται κατὰ βραχὺ τὰ τῆς κίττης σημεῖα, ἐπιθυμίαι ὀξέων καὶ ἁλικῶν
90βρωμάτων, σκοτώματα, ὠχρότης, ὕπνοι μακρότατοι, δῆλον δὲ ὅτι καὶ ἐμμήνων ἐποχὴ ἀνωδύνως. κινεῖται δὲ τὰ μὲν ἄρρενα, σφο‐ δρότερον καὶ ταχύτερον καὶ μᾶλλον ἐπὶ τὰ δεξιὰ μέρη, ἐπὶ δὲ τῶν θηλέων τὸ ἀνάπαλιν. Τοσαῦτα μὲν περὶ προφυλακῆς εἰρήσθω, νυνὶ δὲ ῥητέον ὅπως χρὴ ἰᾶσθαι ἑκάστην διάθεσιν, ἐφ’ ᾗ οὐ
95κυΐσκονται.
95

27

(t)

ΨΥΧΡΟΤΕΡΑΣ ΜΗΤΡΑΣ ΘΕΡΑΠΕΙΑ ΚΑΙ ΣΗΜΕΙΑ.
t
1Εἰ μὲν οὖν διὰ ψυχρότητα τῆς ὑστέρας οὐ γίνεται σύλληψις, τά
τε ἄλλα γυμναζομένη καὶ πυρίαις πάσαις πυριωμένη ἀνακαλείσθω ἡ γυνὴ τὸ θερμὸν, ὥστε οὐκ ἄτοπον καὶ καστόριον ταύτην πίνειν καὶ ἐκ τῶν εὐωδῶν σπερμάτων κύμινον, ἄνισον, γλήχωνα καὶ τὰ
5ὅμοια ἑκάστῳ μίσγουσαν πέπερι, βέλτιον δὲ τὴν κοιλίαν κενῶσαι τῷδε τῷ φαρμάκῳ· ἐπιθύμου, εὐφορβίου, πεπέρεως, δαύκου, πετροσελίνου, ἑκάστου ἴσον λειότατον ποιήσας, δίδου πίνειν ὅσον δραχ. βʹ. τοῦτο καὶ τὴν κοιλίαν καλῶς λύει καὶ θερμαίνει τὴν ὑστέραν, ὥστε καὶ πολλαῖς ἤδη καταμήνια κατέρρηξεν ἔμπροσθεν
10οὐ καθαιρομέναις. Εἰ δὲ μὴ ἐξαρκεῖ καθαίρειν κάτω, ἐμέτοις χρῆσθαι δι’ ἀφεψήματος θύμου ἢ ὀριγάνου, ποτὲ δὲ καὶ ἀπὸ σιτίων, παντὶ δὲ τρόπῳ φλέγματα κενοῦν συμφέρει· μετὰ δὲ τοὺς ἐμέτους πίνειν χρὴ καστόριον καὶ τὰ προρρηθέντα σπέρ‐ ματα. Αἱ δὲ τῶν ὑστερῶν πυρίαι τοῦτο μὲν ἀτμοὶ ἔστωσαν
15διὰ καλάμου προστιθεμένου τῷ τετρημένῳ πώματι τῆς χύτρας πυριῶντες, τοῦτο δὲ καὶ αὐτῷ τῷ ἀφεψήματι προσκλύζοντες. ἑψεῖν δὲ χρὴ τῷ ὕδατι ἀρτεμισίαν, πήγανον, κύμινον, γλήχωνα, κύπεριν, ἄκορον, καταπλάττειν δὲ καὶ ἦτρον τούτων ἕκαστον καὶ εἴ τι ἄλλο θερμαίνειν δύναται. Ἀγαθὸν δὲ καὶ τὸ πολυάρχιον
20ἐπίθεμα καὶ τὸ τοῦ ἀμυθάωνος καὶ εἴ τι ἄλλο τοιοῦτον καὶ ἀνατρίβειν τό τε ἦτρον καὶ τὴν ὀσφύν, ἴρινον, ἀμαράκινον, κύπρινον, καὶ πεσσοὺς δὲ προστιθέναι τῇ ὑστέρᾳ διὰ σμύρνης, πηγάνου, χαλβάνης, καστορίου πεποιημένους, τισὶ δὲ αὐτῶν
καὶ τῶν ἰσχυροτέρων μίσγειν, οἷον πέπερι ἢ ἅλας ἢ χολὴν
25βοείαν, ἰσχυρὸν δὲ καὶ τὸ ἐλατήριον ἀλλὰ καὶ ἐπιεικές. Χρὴ δὲ προπυριαθεῖσαν ὑδρομέλιτι ἢ θαλάσσῃ ποτὲ μὲν καθ’ αὑτὴν ποτὲ δὲ ὄξει συγκεκραμένῃ, οὕτω προστίθεσθαι τὰ εἰρημένα φάρμακα ἀναλαμβάνουσαν ἐρίῳ μαλακῷ καὶ περιελίττουσαν, ὥστε μὴ τὸν χρῶτα δάκνοντα ἕλκωσιν ἐργάσοιτο· δῆλον δὲ τὸ
30ἐφ’ ἑκάστου μέτρον. πρὸς γὰρ τὰς μεγάλας διαθέσεις καὶ ἐπὶ πολὺ κεκρατηκυίας, καὶ ἐπιτείνειν τὴν δύναμιν τῶν φαρμάκων καὶ ἐπιμένειν αὐτοῖς ἐπὶ χρόνον, ἐπὶ δὲ τῶν ἄλλων καὶ ἀνιέναι τὴν δύναμιν καὶ πρὸς ὀλίγον χρῆσθαι. Τεκμήριον δὲ τῶν ψυ‐ χροτέρων ὑστερῶν ἡ τοῦ καταμηνίου ἐπίσχεσις, ὑπὸ γὰρ παχύ‐
35τητος οὐ χρηστῶς φέρεται, ναρκώδη δὲ γίνεται τὰ περὶ τὸ ἦτρον καὶ ὀσφὺν καὶ σκέλη· ἐγὼ δὲ πολλὰς τούτων ἐθεασάμην καὶ ἀκρατεῖς σκελῶν γενομένας, αἱ δὲ εἰς τέλος ἐψυγμέναι οὐδὲ ἀφρο‐ δισίων ἐφίενται, καὶ τὸ στόμα δὲ τῆς ὑστέρας ἀνωτέρω συστέλλε‐ ται. Καὶ πρὸς μὲν τὰς ψύξεις οὕτω δεῖ ποιεῖν.
39

28

(t)

ΘΕΡΜΟΤΕΡΑΣ ΜΗΤΡΑΣ ΣΗΜΕΙΑ ΚΑΙ ΕΠΙΜΕΛΕΙΑ.
t
1 Τὰς δὲ θερμοτέρας τῶν ὑστερῶν διαγνωσόμεθα καὶ ἐκ τούτων· ἐκ τοῦ τό τε ἄλλο σῶμα θερμότερον εἶναι καὶ καταμήνια ὀλίγα φέρεσθαι καὶ σὺν ὀδύνῃ, ὅθεν δακνόμενοι οἱ τόποι ἐνίοτε ἑλκοῦνται, αὐτὰ δὲ τὰ κενούμενα καταμήνια ταύταις μελάντερα
5ἐστὶ καὶ ἀτάκτως κενοῦνται διὰ τὸν ἐρεθισμόν, αὗται δὲ εὔ‐ φοροί εἰσι πρὸς συνουσίαν καὶ ξηρότεραι τῷ παντὶ σώματι. Σιτία μὲν οὖν ὑγρότερα ταύταις ἐπιτήδεια, λαχάνων μὲν θριδα‐
κίναι, μαλάχαι, βλίτα, κολοκυνθίς, ἀτράφαξυ, ἀνδράχνη, σίκυος, καὶ ὅσα ὑγρότερα ἐστὶν ἐν τῇ διαίτῃ· οἶνος λευκὸς καὶ ὑδαρέστε‐
10ρος, ὕπνοι καὶ λουτρὰ γλυκέων ὑδάτων. Τῇ δὲ ὀσφύϊ καὶ τῷ ἤτρῳ προσάγειν τὰ ψύχοντα, στρύχνου χυλόν, κοτυληδόνος, ἕκαστον ῥοδίνῳ μίσγοντας καὶ ἐρίῳ ἀναλαμβάνοντας καὶ προσά‐ γοντας τοῖς τόποις, καὶ ἡ λινοζῶστις δὲ ταῖς θερμοτέραις τῶν ὑστερῶν συμφέρει ἐπιχριομένη τῇ τε ὀσφύϊ καὶ τῷ ὑπογαστρίῳ,
15καὶ ὁ λιθάργυρος μεθ’ ὕδατος ἢ ψιμμύθιον. Τὸ δὲ ποσὸν τῆς χρήσεως μὴ μέγα ἐπὶ πᾶσι δύνασθαι νομιστέον, ὥστε μὴ πλέον τοῦ δέοντος ψύχεσθαι.
17

29

(t1)

ΘΕΡΑΠΕΙΑ ΤΩΝ ΔΙ’ ΥΓΡΟΤΗΤΑ ΤΗΣ ΥΣΤΕΡΑΣ ΜΗ ΣΥΛΛΑΜ‐
t2ΒΑΝΟΥΣΩΝ.
t2
1 Ὅσαι δι’ ὑγρότητα τῆς ὑστέρας οὐ κυΐσκουσι, διαιτᾶσθαι χρήζουσι διαίτῃ ξηροτέρᾳ καὶ ἁδρομερῇ καὶ πλεῖστα γυμνάζεσθαι καὶ τρίβεσθαι καὶ ἐμεῖν δὲ πλειστάκις, ὁτὲ μὲν μετὰ τροφὴν ὁτὲ δὲ καὶ νήστεις, κενώσεως καὶ ἀντισπάσεως χάριν· ξηραίνει δὲ
5καὶ ὀλιγοσιτία, ὀπτὰ δὲ μᾶλλον ἔστω τὰ ἐσθιώμενα κρέα καὶ τῶν ἀκμαζόντων ζῴων μᾶλλον, ἰχθύες δὲ σκληρόσαρκοι καὶ πόμα οἰνωδέστερον μὲν καὶ ἀκρατέστερον μὴ πλῆθος δὲ, ξηρο‐ πυρία δὲ πολλάκις, λουτροῦ σπανία ἡ χρῆσις. Οἱ δὲ ἐξ ἀρχῆς πειρώμενοι τῇ ὑστέρᾳ προσάγειν τὰ ξηραίνοντα καὶ ἐπέχοντα,
10μεγάλως βλάπτουσιν, ἀνατρέχει γὰρ ἐπὶ τὰ κυριώτερα μόρια ἡ κωλυομένη ὕλη. Ἀπερίττου δὲ γενομένου τοῦ παντὸς σώματος, ἀσφαλέστερον καὶ τῇ ὑστέρᾳ προσάγειν τὰ στύφοντα καὶ το‐ νοῦντα φάρμακα, οἷά ἐστι σχίνου ἀφέψημα καὶ μύρτων καὶ ῥόδων, βάτου φύλλα καὶ πολυγόνου τοῦ θήλεος, τὸ δὲ ἄρρεν
15ἀγρώστει μᾶλλον ἔοικεν, ἄνθος ἔχον πυρρὸν καὶ φύλλα παρα‐ πλήσια πηγάνῳ, σπέρμα δὲ ὑπὸ τὰ φύλλα μικρόν· δύναται δὲ καὶ τοῦτο ἴαμα εἶναι, ὃ ἑψήσας δὸς πίνειν νήστει ὡσαύτως δὲ καὶ τὸ ἕτερον. Ἔστι δέ τινα ἐπιτήδεια πόματα ταῖς καθυγραινομέναις τὴν ὑστέραν καὶ ταῦτα· φλοιὸν μυρσίνης τρίψας μετ’ οἴνου μέ‐
20λανος δίδου· κάρυα ποντικὰ καύσας καὶ λειώσας δίδου μετ’ οἴνου· ῥοιᾶς γλυκείας τὸν φλοιὸν κόψας δίδου μετ’ οἴνου. Ἐπι‐ θέματι δὲ χρῶ τοιούτῳ· ψύλλιον κόψας καὶ φοινίκων σαρκὶ λελειωμένῃ ὀξυκράτῳ ἀναλαβὼν ἐπιτίθει, ἢ μῆλα κυδώνια ἀνα‐ λαβὼν τοῖς φοίνιξιν ὁμοίως χρῶ.
24

30

(t1)

ΘΕΡΑΠΕΙΑ ΤΩΝ ΔΙΑ ΞΗΡΟΤΗΤΑ ΤΗΣ ΥΣΤΕΡΑΣ ΜΗ ΣΥΛΛΑΜ‐
t2ΒΑΝΟΥΣΩΝ.
t2
1 Εἰ δὲ διὰ ξηρότητα συμβαίνει τὴν γυναῖκα μὴ κυΐσκειν, πρόδηλον ὅτι τὴν δίαιταν πᾶσαν ὑγροτέραν χρὴ ποιεῖσθαι, ὑγραινομένου γὰρ τοῦ παντὸς σώματος ἀποκαθίσταται καὶ ἡ ὑστέρα.
4

31

(t1)

ΘΕΡΑΠΕΙΑ ΤΩΝ ΑΛΛΩΝ ΔΙΑΦΟΡΩΝ ΔΙΑΘΕΣΕΩΝ ΕΦ’ ΑΙΣ ΟΥ
t2ΚΥΙΣΚΟΥΣΙ ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΔΙΑ ΠΑΧΟΣ ΧΥΜΟΥ ΤΟΥΤΟ ΠΑΣ‐
t3ΧΟΥΣΩΝ ΓΥΝΑΙΚΩΝ. ΠΕΡΙ ΤΩΝ ΔΙΑ ΠΝΕΥΜΑΤΩΣΙΝ ΜΗ ΣΥΛ‐
t4ΛΑΜΒΑΝΟΥΣΩΝ. ΠΕΡΙ ΤΩΝ ΜΕΜΥΚΥΙΑΣ ΤΑΣ ΥΣΤΕΡΑΣ
t5ΕΧΟΥΣΩΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΚΕΧΗΝΟΣ ΕΧΟΥΣΩΝ ΤΟ ΣΤΟΜΑ
t6ΤΗΣ ΥΣΤΕΡΑΣ ΚΑΙ ΔΙΕΣΤΡΑΜΜΕΝΟΝ.
t6
1 Εἰ δὲ καὶ διὰ πάχος χυμοῦ οὐ κυΐσκουσιν, ἐπίσκεψαι τὸν χυμόν· καὶ εἰ μὲν εἴη τῶν δακνόντων, κάθαιρε τὴν γυναῖκα δίδων πίνειν ὀρρὸν γάλακτος πλῆθος κοτύλας πέντε κατὰ βραχὺ, καὶ
διαιτᾶν εὐχύμως δεῖ καὶ ἐκ διαλειμμάτων ἐμεῖν κέλευε, τοὺς δὲ
5φλεγματώδεις καὶ ὑδατώδεις χυμοὺς πόνοις πλείοσι καὶ ἱδρωτο‐ ποιΐαις καὶ ἐμέτοις δαπανᾶν, ἀρκέσει δὲ καὶ καστόριον πίνειν καὶ πυριᾶσθαι τοῖς θυμιάμασιν. Ἐπεὶ δὲ καὶ πνεύματα ἐν ὑστέρᾳ γινόμενα κωλύει τὸ κυΐσκειν, τὰ δὲ πνεύματα ὑπὸ δυσπεψίας γί‐ νονται, πρῶτον μὲν ὀλιγοσιτίᾳ χρῆσθαι, ἔπειτα τὰ πρὸς τὰ
10πνεύματα ἁρμόζοντα προσφέρειν, οἷον πήγανον, κύμινον καὶ τὰ λοιπὰ συνήθη σπέρματα καὶ τὰ ἀρώματα, τούτων δὲ ὑποτιθέναι καὶ μᾶλλον τὸ πήγανον μετὰ μέλιτος καὶ νίτρου βραχέος· τούτοις καὶ πυριᾶν, τούτοις καὶ καταπλάττειν τὸ ἦτρον, ἐκ τῶν τοιούτων καὶ κηρωτὴν προσάγειν, φείδεσθαι δὲ καὶ τῶν ὀσπρίων καὶ τῶν
15γλυκέων βρωμάτων καὶ φυσωδῶν πάντων. Τὰς δὲ μεμυκυίας ὑστέρας ἀναστομοῦν χρὴ, προσκλύζεσθαι δὲ τοῖς εὐώδεσι καὶ μαλακτικοῖς καὶ διὰ στεάτων χρῆσθαι. Πρῶτον μέντοι προσφέρειν ἐγκαθίσματα μαλακὰ καὶ προσκλύσματα μαλάχης, λινοσπέρματος, τήλεως, ἔλαιον χρηστὸν ἐπιχέοντας ἔστι δ’ ὅτε καὶ μέλι, μετὰ
20δὲ τὰ μαλακὰ εἴδη καὶ τὰ ἰσχυρότερα προσάγειν, ἀρτεμισίαν, κόνυζαν, καλαμίνθην, γλήχωνα, ἀμάρακον, ἐπιχέοντα τούτοις καὶ ἴρινον μύρον καὶ κύπρινον καὶ μέλι· τὰ δὲ πρόσθετα ἔστω σμύρνη τρωγλῖτις, τερεβινθίνη, νίτρον, κασία, ἰσχάδων σάρκες, μύρον ἀμαράκινον καὶ τὰ τοιαῦτα. Αἷς δὲ κέχηνε τὸ στόμα τῆς
25ὑστέρας πλέον τοῦ δέοντος καὶ διὰ τοῦτο οὐ γίνεται σύλληψις, δίαιτα μὲν ξηροτέρα ἁρμόζει καὶ πυρίαι ξηραί, φάρμακά τε πρόσθετα στύφοντα, ὑφ’ ὧν τὸ κεχηνὸς τοῦ στόματος μύσει· τοιαῦτα δέ ἐστι κηκῖδος ἀφέψημα, κύτινοι, σχῖνος, βάτου ῥίζα, μύρτα καὶ τὰ παραπλήσια. Τὰς δὲ διαστροφὰς τοῦ στόματος
30τῆς ὑστέρας πυρίαις μαλακαῖς ἀπευθύνειν, μάλιστα γὰρ ἐπὶ ταῖς πυρίαις εὐδιόρθωτον γίνεται, χρῆσθαι δὲ καὶ τοῖς μαλακοῖς προσθέτοις καὶ τῇ μήλῃ δὲ καὶ τῷ δακτύλῳ ἀπευθύνειν, μάλιστα δὲ γλήχωνος τὸ ἀφέψημα ἁρμόζει τοῖς παρεστραμμένοις στόμασι τῆς ὑστέρας, καὶ ἀρτεμισία καὶ καστόριον πινόμενον μετὰ μελι‐
35κράτου· χρῆσθαι δὲ καὶ τῇ λοιπῇ ἐπιμελείᾳ τῇ ἐπὶ παρεγκλί‐ σεως ὑστέρας ῥηθησομένῃ. Ἐπὶ δὲ τῶν διά τινα προσαγωγὴν φαρμάκων μὴ συλλαμβανουσῶν, ἐπιζητεῖν χρή, εἰ δυνατὸν, τὶ τῶν προσενεχθέντων φαρμάκων ὑπῆρχε. Καὶ εἰ μὲν τῷ ἐπι‐ σπασμῷ τῶν ὑγρῶν ἐκκλύζοιτο τὸ σπέρμα ἢ τῷ πλήθει τοῦ
40πνεύματος ἀπορρίπτοιτο ἢ ταῖς στυπτικαῖς δυνάμεσιν ἀποσφίγ‐ γοιτο τὸ στόμιον τῆς μήτρας καὶ κωλύοι τὴν εἴσοδον τῆς γονῆς, τὸ ἐλάττωμα διορθωτέον προσαντλήμασι καὶ ἐγκαθίσμασι τοῖς πρὸς ἕκαστον ἐναντιουμένοις, καὶ μάλιστα ἐν τῇ στύψει μύσις γίγνε‐ ται καὶ τῶν κοτυληδόνων καὶ τοῦ στομίου τῆς μήτρας· λιπάσματά
45[τε] προσάγειν καὶ πυρίας καὶ τὰ ὑγρασίαν ἐπισπᾶσθαι δυνάμενα.
45

32

(t1)

ΠΕΡΙ ΤΩΝ ΔΙΑ ΤΙΝΑ ΤΩΝ ΑΤΟΚΙΩΝ ΦΑΡΜΑΚΩΝ ΠΡΟΣΑΓΩΓΗΝ
t2ΜΗ ΣΥΛΛΑΜΒΑΝΟΥΣΩΝ, ΟΤΙ ΤΙΝΑ ΤΩΝ ΑΤΟΚΙΩΝ ΠΛΗΡΩΣΙΝ
t3ΤΩΝ ΕΝ ΤΗ ΜΗΤΡΑ ΑΓΓΕΙΩΝ ΕΡΓΑΖΟΜΕΝΑ, ΑΝΙΑΤΟΝ ΩΣ ΕΠΙ
t4ΠΟΛΥ ΤΗΝ ΔΙΑΘΕΣΙΝ ΚΑΤΑΣΚΕΥΑΖΟΥΣΙΝ.
t4
1 Οὐ πᾶσαν μέντοι δύναμιν ἀτοκίου ἐστὶν ἀναλῦσαι, ἔνια γὰρ τῶν πομάτων πρόσθετον πύρωσιν ἐπιφέρει τῶν τόπων, ἅπερ παρα‐ χρῆμα μὲν ἐνίοτε δυνατόν ἐστιν ἰᾶσθαι· ὥσπερ γὰρ τὰ θανάσιμα φάρμακα ἐμέτῳ ἢ κλύσματι ἢ φαρμάκῳ τῷ πρὸς τὰ δηλητήρια
5ἀναλύονται, χρόνου δὲ ἐγγινομένου ἀδύνατον βοηθείας ἀξιῶσαι, οὕτω καὶ τὰ δραστικὰ τῶν ἀτοκίων ἐν μὲν τῷ παραχρῆμα βοη‐
θούμενα ἔστιν ὅτε ἀναλύονται, χρονίζοντα δὲ ἀνίατα γίνεται. Τὰ δὲ περὶ τὴν ὑστέραν γενόμενα ἕλκη καὶ φλεγμονάς, ὅπως χρὴ θεραπεύειν καὶ ὅπως τὰ ὑπερσαρκώματα ἢ θύμους ἢ χιτωνίσκους
10ἀφαιρεῖν, ἐν τοῖς οἰκείοις τόποις ἀκολούθως δηλωθήσεται, περιττὸν γὰρ πλειστάκις περὶ τῶν αὐτῶν γράφειν.
11

33

(t)

ΕΠΙΜΕΛΕΙΑ ΕΦ’ ΩΝ ΟΥΔΕΝ ΟΧΛΗΡΟΝ ΦΑΙΝΕΤΑΙ.
t
1 Εἰ δὲ μηδενὸς ὀχληροῦ φαινομένου μὴ δὲ κατὰ τὸ σῶμα μὴ δὲ κατὰ τὴν ὑστέραν, ἄδηλος ᾖ ἡ τῆς συλλήψεως καὶ ἀσυλλη‐ ψίας αἰτία, καθάρσει χρηστέον διὰ γάλακτος ὀνείου καὶ εὐχύμῳ τροφῇ καὶ πυρίαις καὶ ὑποθυμιάμασιν εὐώδεσι καὶ πεσσοῖς
5ἀναστομοῦσι καὶ ἐπισπωμένοις αἷμα, καὶ ἐποχὴ συνουσίας ἐπὶ μῆνας δύο ἢ τρεῖς.
6

34

(t)

ΠΟΜΑΤΑ, ΠΕΣΣΟΙ ΚΑΙ ΥΠΟΘΥΜΙΑΜΑΤΑ ΣΥΛΛΗΠΤΙΚΑ.
t
1 Διδόναι δὲ αὐταῖς πίνειν λινόζωστιν μετὰ καστορίου καὶ ἀψινθίου ἐπὶ ἡμέρας γʹ. ἢ δʹ. κατὰ τὸν καιρὸν τῆς ἐπιφάνσεως τῶν καταμηνίων, κάλλιστον δὲ καὶ τοῦτο πρὸς σύλληψιν πόμα· ἁλὸς ἀμμωνιακοῦ δραχ. βʹ. ἐλελισφάκου, κυμίνου ἀνὰ δραχ. αʹ.
5δίδου πίνειν μετ’ οἴνου λευκοῦ γλυκίζοντος μετὰ τὴν λῆξιν τῶν καταμηνίων καὶ μετὰ ταῦτα συγγινέσθω. Ἀγέσθω δὲ καὶ ὁ ἀνὴρ ἀθλητικῶς καὶ συνουσίας ἀπεχέσθω τὸν ἴσον χρόνον, προ‐ καθαρθεὶς καὶ αὐτὸς τῷ γάλακτι, καὶ διαιτάσθωσαν ἀμφότεροι εὐχυμότερον· καὶ πεσσοὶ δὲ ἁρμόδιοι ταῖς δι’ ἄδηλον πρόφασιν
10μὴ συλλαμβανούσαις οὗτοι, καὶ μάλιστα ταῖς δι’ ὑγρότητα μυ‐ ξώδη μὴ κυϊσκούσαις. Ἐκ δὲ τῶν προρρηθέντων περὶ ἑκάστης
διαθέσεως δυνήσει ἑκάστῳ τὸ ἁρμόδιον καὶ ἐκ τούτων προσάγειν. Ἀσκληπιάδου πεσσὸς μήτρας καθαρτικός. Κύπερον, νίτρον, στυπτηρίαν σχιστὴν, σμύρναν, λίβανον, κρόκον, ἀφρὸν μέλιτος
15ἴσα. πεπέρεως ὀλίγον τρίψας καὶ μίξας τῷ μέλιτι, καὶ εἰς ὀθό‐ νιον λεπτὸν ἢ εἰς ἔριον εἰργασμένον ἐγκρύψας καὶ ἐμβρέξας ἔξωθεν τὸν πεσσὸν ῥοδίνῳ, λουσαμένῃ προστίθει. Χρῶ δὲ καθαρτικῷ θαυμασίῳ καὶ τῷ προγραφέντι πρὸς τὰς δίμηνα καὶ τρίμηνα φθειρούσας καὶ μὴ συλλαμβανούσας, τῷ διὰ κολο‐
20κυνθίδος καὶ ἰρίνου μύρου. Ἄλλος πεσσὸς καθαρτικός. Κυκλα‐ μίνου χυλοῦ, κολοκυνθίδος ἐντεριώνης, νίτρου ἐρυθροῦ, λινοζώ‐ στεως ἀνὰ δραχ. δʹ. σμύρνης δραχ. βʹ. ἀναλάμβανε λινοσπέρματος ἀφεψήματι, καὶ χρῶ καθὼς προείρηται μετὰ τὴν ἔμμηνον κάθαρσιν. Ἄλλος. Κολοκυνθίδος ἐντεριώνης, σμύρνης, νίτρου,
25κυμίνου αἰθιοπικοῦ ἀνὰ δραχ. αʹ. σύκων σαρξὶν ἀναλαβών, χρῶ μετὰ τὴν ἔμμηνον κάθαρσιν. Ἄλλος. Ἀνίσου, καρδαμώμου, νίτρου, ἀριστολοχίας, γλήχωνος, τήλεως, σύκων λιπαρῶν σαρκῶν ἀνὰ δραχ. βʹ. τὰ ξηρὰ κόπτε, σῆθε, τὰς δὲ σάρκας τῶν ἰσχάδων μετ’ οἴνου λεάνας γλυκέος, ἀναλάμβανε αὐταῖς τὰ ξηρὰ καὶ
30ἀπόθου εἰς πυξίδα κερατίνην, ἐν δὲ τῇ χρήσει αἴρων ὅσον ὠοῦ περιστερᾶς τὸ μέγεθος καὶ ἐρίῳ ἁπαλῷ περιελίσας καὶ εἰς ἴρινον μύρον ἐμβάψας, προστίθει τῷ στόματι τῆς μήτρας. Οὗτος ἄγει ὑγρασίαν πολλὴν καὶ μυξώδη καὶ τὰ τοιαῦτα τῶν φαρμάκων.
Καθάρσεως δὲ ἱκανῆς γενομένης, ἀποπυριαστέον τοὺς τόπους
35ἐγκαθίσμασιν. Ἐπειδὴ δὲ οὐ μόνον τὰ τοιαῦτα καθαρτικὰ τῆς ὑστέρας πρὸς σύλληψιν ἐνεργεῖ, ἀλλὰ καὶ ἄλλας δυνάμεις παρὰ τοῖς ἀρχαίοις ἀναγεγραμμένας εὑρίσκομεν συλλήψεως ποιητικάς, εὔλογον καὶ τὰς τούτων σκευασίας ἀναγράφειν. Ἄλλος πεσσὸς συλληπτικός. Πίτυος λαγωοῦ μέρη δύο, στυπτηρίας σχιστῆς μέρος
40ἓν μέλιτι διαλύσας καὶ εἰς πεσσὸν ἐμπλάσας, χρῶ μετὰ τὸ προ‐ καθάραι τὴν ὑστέραν τοῖς προειρημένοις. Ἄλλος. Σατυρίου σπέρμα μετὰ μέλιτος ἀνὰ δραχ. βʹ. χολῆς δορκείας ἢ τραγείας ἐκκενωθείσης, τὸ ὕστερον τὸ ἐνισχημένον γλίσχρον ἐν τῇ κύστει πεσσῷ προστιθέν, ποιεῖ πρὸ μικροῦ τῆς συνουσίας ἢ τὴν βάλα‐
45νον ἐπίχριε· ἢ μᾶλλον βαφείαν πορφύραν ἀληθινῆ τῇ χολῇ τοῦ τράγου βρέξας ἐν τῷ ὀμφαλῷ τοῦ γυναίου ἐπὶ ἡμέρας ἑπτά, καὶ συνουσιαζέτω σελήνης αὐξανούσης. Ἄλλος ᾧ ἐρχήσατο Ἀσκλη‐ πιάδης ἐπὶ τῶν ἐνδόξων γυναικῶν. Σμύρνης δραχ. δʹ. ἴρεως δραχ. β. λαγωοῦ ἀφοδεύματος, κόμμεως ἀνὰ δραχ. β. ὕδατι ἀνά‐

34

(50)

πλασσε κολλύριον καὶ ὑποτίθει μετὰ τὴν ἔμμηνον κάθαρσιν, καὶ μετὰ ταῦτα συνουσιαζέτω. Ἄλλος. Στυπτηρίας σχιστῆς, ῥοῦ ἐρυθροῦ ἀνὰ δραχ. βʹ. σμύρνης δραχ. αʹ. κρόκου ὀβολοὺς βʹ. λεῖα ποιήσας καὶ μέλιτι ἀναλαβὼν ἀπόθου, ἐν δὲ τῇ χρήσει αἴρων ὅσον κηκῖδος μικρᾶς μέγεθος καὶ περικλείσας ἐρίῳ μαλακῷ καὶ
55ἐν ῥοδίνῳ βάπτων, προστίθει μετὰ τὴν τῶν ἐμμήνων παρακμὴν ἐπὶ ἡμέρας τρεῖς, ἐῶν τὸν πεσσὸν ὑποκεῖσθαι μετὰ τὴν κάθαρσιν· τῇ δὲ τρίτῃ λουσαμένη καὶ ῥοδίνῳ ὀλίγῳ τοὺς τόπους ἀλειψαμένη ἀνδροκοιτείτω. Ἄλλος. Λέοντος χολὴν ἢ ἄρκου ἢ ὑαίνης, εἰ δὲ
μὴ ταύρου ἐκκενώσας, παραμέτρει τῷ ἀσκώματι αὐτῆς νάρδινον
60μύρον καὶ ῥόδινον καὶ ἴρινον καὶ μέλι ἕκαστον τὸ ἴσον τῆς χολῆς, καὶ ἑνώσας καὶ θερμάνας ἐν θερμοσποδιᾷ, ἀπόθου καὶ χρῶ μετὰ τὴν τῶν καταμηνίων κάθαρσιν πρὸ τῆς συνουσίας. Ἄλλος. Ἰχθύος χολὴν καθ’ αὑτὴν ἢ μετὰ μέλιτος προστιθέσθω. Ἄλλος. Περιστερεῶνος ὀρθοῦ χυλὸν μετὰ βουτύρου προστίθει μετὰ τὴν
65τῶν καταμηνίων λῆξιν. Ἄλλος Ἀλυπότατος. Ἀλθαίας ῥίζης κεκαθαρμένης καὶ πεπλυμένης οὐγ. γʹ θλάσας ἀκριβῶς, ἕψε μετ’ ἐλαίου ξέστ. αʹ. καὶ μετὰ τὸ φρυγῆναι ἀνασπάσας τὰς ῥίζας, ἐπίβαλλε στέατος ὀρτύγων οὐγ. στ. κηροῦ οὐγ. βʹ. ἐγὼ δὲ οὐγ. δʹ. μίξας, χρῶμαι ἐπὶ πεσσῶν ὁμοίως. Φυσικὸν Περίαπτον. Τὰ
70ὀστᾶ τὰ ἐν ταῖς καρδίαις τῶν ἐλάφων εὑρισκόμενα περιαπτόμενα ἀριστερῷ βραχίονι, φυσικῶς σύλληψιν ποιεῖν πιστεύεται. Ὑπο‐ θυμίαμα ἐνεργὲς συλληπτικὸν ἄσφαλτον. Λαγωοῦ τρίχας, πήγα‐ νον ξηρὸν ὁμοῦ λεάνας καὶ ἀναλαβὼν κηρῷ μεμαλαγμένῳ, ποίει τροχίσκους καὶ ὑποθυμία ἐπὶ βολβίτων. Ἄλλο τῆς μαίας. Σαν‐
75δαράχην λεάνας, ἐπίπασσε κυπαρίσσου πρίσματα, καὶ συλλεάνας ἀναλάμβανε κηρῷ ἀρκοῦντι καὶ ποίει τροχίσκους καὶ ὑποθυμία ἐπὶ βολβίτων μετὰ τὴν κάθαρσιν εὐθέως ἐπὶ ἡμέρας δ. Ἄλλο τῆς αὐτῆς. Κέρας αἰγὸς ῥινίσας καὶ φυράσας ἐλαίῳ, ὑποθυμία ὡς προείρηται μετὰ τὴν λῆξιν τῶν καταμηνίων, καὶ ἐνθέρμων
80ἔτι ὄντων τῶν τόπων συγγενέσθω. Περὶ ἀρρενοτοκίας. Εἰ δὲ τὸν δεξιὸν πόδα περὶ δεσμῶν, φασὶ, φασκίᾳ λευκῇ συνέλθοι, ἄρρεν ἔσται τὸ βρέφος, εἰ δὲ τὸν ἀριστερὸν χρωτῇ φασκίᾳ θῆλυ· τὴν δὲ σατυρίου καὶ τῆς σεραπιάδος ῥίζαν καὶ ἑτέρων, φασί, τὰς μὲν ἀνδρῶν συνουσίας τε παρορμᾶν καὶ ἀρρενοτοκεῖν, τὰ δὲ
85φθίνοντα τὰ ἐναντία ποιεῖν.

35

(t)

ΠΡΟΣ ΤΟ ΜΗ ΘΡΟΜΒΟΥΣΘΑΙ ΤΟ ΓΑΛΑ ΕΝ ΜΑΣΤΟΙΣ.
t
1 Πρὸς δὲ τὸ μὴ θρομβοῦσθαι τὸ γάλα ἐν μαστοῖς ταῖς τετοκυίαις, ἀποθηλάζειν χρὴ τοὺς μαστοὺς ἡσύχως διὰ τῶν τελειο‐ τέρων καὶ ἐμπείρων γυναικῶν, καταχρίειν δὲ κυπρίνῳ μετ’ ὠοῦ καὶ κρόκου καὶ τήλεως χυλοῦ, καὶ κυμίνῳ λείῳ μεθ’ ὕδατος ἡψη‐
5μένῳ καὶ προσλαβόντι κρόκον, καλὸν δὲ καὶ τοῦτο· κηροῦ γοαʹ, ἤτοι οὐγ. αʹ. ἀνδράχνης γοαζʹ ἤτοι οὐγ. αʹ καὶ ἡμίς. χρῶ τούτῳ ὡς δοκιμωτάτῳ μετὰ ἐλαίου σησαμίνου. οὐκ ἐᾷ δὲ ἐπὶ τῶν θηλα‐ ζουσῶν τὸ γάλα τυροῦσθαι, κηρὸς λευκὸς ἀναπλαττόμενος εἰς καταπότια καὶ διδόμενος καθ’ ἑκάστην καταπίνειν ὅσον εἰς πλῆ‐
10θος ὀρόβων τριῶν. ὁ δὲ Σωρανὸς φησὶ, παραιτεῖσθαι τὸ ὑπὸ γυναικῶν καὶ παιδίων θηλάζεσθαι τοὺς ὀδυνωμένους μαστοὺς συνεχῶς, ἐκ γὰρ τῆς μυζήσεως, φησὶ, πλείων ἡ ὕλη ἐπὶ τοὺς μαστοὺς συρρεῖ. καλῶς δὲ ποιεῖ καὶ κιμωλία γῆ μετ’ ὄξους ἢ ὕδατος καὶ ἐλαίου ῥοδίνου βραχέος, καὶ ῥίνισμα μαρμάρου λευκοῦ
15ἢ λίθων λευκῶν ὁμοίως καταχριομένων. Εἰ δὲ βιαιότερον ἡ πλή‐ ρωσις γένηται, καὶ διὰ τοῦτο βαρύνεται τῷ πλήθει ἡ γυνὴ καὶ ὀδυνᾶται, φακὸν ἑψήσας ἐν θαλάσσῃ ἢ ἅλμῃ, τὸ μὲν ἀφέψημα καταιόνα τοὺς μαζούς, τὸν δὲ φακὸν λεάνας κατάπλαττε. καλῶς δὲ ποιεῖ καὶ τὸ σέλινον καταπλαττόμενον καὶ τὸ ἡδύοσμον καὶ
20χολὴ μάλιστα βοεία καταπλαττομένη. Ἄλλο κάλλιστον. Φύκιον θαλάσσιον τὸ βαφικὸν λεάνας, ἀναλάμβανε κηρωτῇ· ἔστω δὲ τοῦ φυκίου λειοτάτου γοδ. ἤτοι οὐγ. δ. κηροῦ γογʹ. ἤτοι οὐγ. γʹ. μυρσινίνου ἐλαίου γοιʹ, ἤτοι οὐγ. ιʹ. ἐπιτίθει δὲ καὶ ἄλλασσε δὶς τῆς ἡμέρας. Ἄλλο. Μάννης δραχ. ιʹ. κηροῦ γοιʹ ἤτοι οὐγ. ιʹ. κισ‐
25σήρεως δραχ. κ. ῥοδίνου ἐλαίου γοκ. ἤτοι οὐγ. κ. χρῶ ὁμοίως. Ἄλλο κάλλιστον. Λίθου ἀσίου, κηροῦ ἀνὰ γοβʹ. ἤτοι οὐγ. βʹ. ἐλαίου ῥοδίνου ἢ κηκίνου γοηʹ. ἤτοι οὐγ. ηʹ. ἀναλαβὼν χρῶ δὶς
τῆς ἡμέρας ἀλλάσσων, σβεννύει γὰρ τὸ γάλα καὶ τὰς φλεγμονὰς παύει· εἰ δὲ μὴ παρείη λίθος ἄσιος, χρῶ τῷ πυρίτῃ. Πυριαζέσ‐
30θωσαν δὲ συνεχῶς καὶ θαλάσσῃ ἢ ἅλμῃ.
30

36

(t)

ΠΕΡΙ ΧΟΝΔΡΙΑΣΕΩΣ ΜΑΣΤΩΝ ΚΑΙ ΣΠΑΡΓΑΝΩΣΕΩΣ.
t
1 Ὅταν κατὰ τὴν ἐπιφορὰν τοῦ γάλακτος διογκούμενοι οἱ μαζοὶ βαρῶνται καὶ ἀλγῶσι, λέγεται χονδρίασις· πληρούμενοι δὲ καὶ σφόδρα διατεινόμενοι, λέγεται σπαργάνωσις· εἰ δὲ τυρωθεῖ, λέγεται θρόμβωσις. Κατ’ ἀρχῆς οὖν δεῖ χρῆσθαι τοῖς ἠρέμα παραστέλ‐
5λουσιν, οἷον σπόγγῳ καθαρῷ ὀξυκράτῳ βεβρεγμένῳ ἢ φοίνιξι λείοις μετ’ ἄρτου καὶ ὀξυκράτου, καὶ ἐπιδεσμεῖν καὶ σφίγγειν ἡσύχως. εἰ δὲ ἀποσβέσαι τὸ γάλα βούλει, χρῶ στυπτηρίᾳ καὶ ψυλλίῳ μετ’ ὄξους καὶ κοριάννου καὶ λίθῳ πυρίτῃ μετ’ ὄξους καὶ ῥοδίνου ἐλαίου. Χονδριᾶν δὲ τοὺς μαστοὺς λέγουσιν, ὅταν
10μετὰ τὸν τοκετὸν ἀρχομένων δέχεσθαι γάλα τῶν μαστῶν, ὥσπερ σκληρότεροι γίνονται καὶ ὀδυνῶνται· χρηστέον οὖν ἐπ’ αὐτῶν πιτύροις ἑφθοῖς ἐν ὄξει ἢ πηγάνου ἀφεψήματι, ποιεῖ δὲ κατα‐ πλασσόμενον καὶ ἡδύοσμον μετὰ ἀλφίτων, κάρυα βασιλικὰ μετὰ πηγάνου καὶ μέλιτος, κίκεως φύλλα λεῖα καὶ κρόκος μετὰ γάλακτος,
15κύμινον καθ’ αὑτὸ ἢ σὺν ἀλφίτοις, κωδύαι ἑφθαὶ μετὰ μέλιτος, ἅλμη πυριωμένη καὶ σέλινα χλωρὰ καταπλαττόμενα· τοῦτο καὶ τὰς τοῦ γάλακτος θρομβώσεις λύει. Χρηστέον δὲ καὶ ταῖς προ‐ γραφείσαις κηρωταῖς πρὸς θρόμβωσιν γάλακτος.
18 ΠΕΡΙ ΚΑΚΩΣΕΩΣ ΓΑΛΑΚΤΟΣ ΒΛΑΠΤΟΝΤΟΣ ΤΟΥΣ ΜΑΣΤΟΥΣ.
19
20 Ἑλκοῖ ποτε καὶ γάλα κακωθὲν ἰδίᾳ τὰ ἀγγεῖα τῶν μαστῶν, ὥσπερ οὖν καὶ αἱ λοιπαὶ μοχθηρίαι τῶν χυμῶν οἰκεῖα ἀποτελοῦσι
ῥεύματα· καὶ γὰρ καὶ ἁλμυρὸν δάκρυον ὀφθαλμὸν βλάπτει καὶ δριμὺ περίττωμα τὰ ἔντερα τραυματεῖ, τοιοῦτον τρόπον πολλάκις αὐτὸ τὸ ὑπαίτιον πάθος ἔλεγχον ἔχει τῆς οἰκείας κακώσεως,
25κνησμῶν ἢ ψυδράκων ἢ τοιούτων ἐκβρασμάτων, τῶν δηλονότι λοχείων παρὰ τὴν θηλὴν οὐ φερομένων ὁμολογουμένως, ὧν ἡ μοχθη‐ ρία τὴν ἐμφωλεύοντος τοῦ γάλακτος πονηρίαν ἐξαγγέλλεται. Τὴν μὲν οὖν ἐκ τοῦδε συμβαίνουσαν ἕλκωσιν περὶ τάδε μόρια, ὁμοίως ἐξιατέον καὶ διὰ τῶν αὐτῶν βοηθημάτων τοῦ ὅλου σώματος
30ἀναγεγραμμένων, αὐτοῦ δὲ τοῦ γάλακτος τὴν κάκωσιν πρῶτον μὲν ὁποία τις ᾖ ἀκριβῶς θεραπευτέον. Ἰασόμεθα οὖν τὴν βλάβην ἐκ τῶν τῆς χροιᾶς· ὑπόλευκόν τε καὶ μελανίζον ἢ ξανθὸν ἢ ὑπέ‐ ρυθρον ἢ σιελῶδες αὐτὸ ὁρίσομεν, ῥάκη λινὰ ψιλὰ λευκότατα ἐν αὐτῷ ἐμβρέξαντες καὶ ἐν σκιᾷ ἀποψύξαντες, ἵνα τοιάνδε ἑτε‐
35ροχροίαν καὶ οὐ τὴν σαφῆ τοῦ γάλακτος τὴν λευκότητα θεασά‐ μεθα, ὅθεν προδήλως καὶ τὸν κακώσαντα χυμὸν ὁρίσομεν· τὴν δὲ ὀσμὴν ἢ βρομώδην ἢ ἄλλως δυσώδην. Τῆς δὲ γεύσεως ἁλμυρὸν ἢ πικρὸν ἢ ὀξῶδες ἢ ὑδατῶδες κατανοήσομεν, ἢ τοὐ‐ ναντίον παχὺ καὶ ἐχέκολλον ὁρῶμεν, διὰ τοῦ ὄνυχος ἀσφαλῶς
40δοκιμάζοντες· εἰ γὰρ ἐπιστάξαντες ῥανίδα τῷ ὄνυχι, εὕρομεν αὐτὸ μήτε ὑδατῶδες ἐκτρέχον ἐν ταῖς μετ’ ἐγκλίσεσι καὶ ἐκρέον, μήτε μελιτωδῶς προσκολλώμενον, χρηστὸν εἶναι νομίσομεν. τινὲς δὲ καὶ τρίχας ἐμβάλλουσι καὶ αὐταῖς δοκιμάζουσιν· εἰ γὰρ ἀνατεινομένης τῆς ἐμβαφείσης ἀμολύντου τριχὸς ἐν αὐτῷ, μὴ
45ἀπολισθήσει ταύτης καὶ πρὸς τὸ πέρας μόνον αὐτῆς σταγὼν συστήσεται, ἀλλὰ δι’ ὅλης ἐγχριμπτώμενον χρώσει, ἄριστον εἶναι δοκεῖ. τισὶ δὲ δοκεῖ ἐν ὑέλῳ στάξαντας ἱκανῶς, πιτύαν ἐμβάπτειν καὶ ἐκπιέζειν τοῖς δακτύλοις· καὶ παγὲν τὸ γάλα θεωρεῖν συμ‐ μέτρως τε τὸ ὀρρῶδες καὶ τυρῶδες. Ἔχοντες μὲν οὖν ἐξ ἑκάστου

36

(50)

τῶν χυμῶν [τὰς] γινομένας αὐτῷ βλάβας, οἰκείᾳ τῷ χυμῷ διαίτῃ θεραπευτέον τὰς καθάρσεις παραιτούμενον, εἴπερ αὗται πεπον‐ θυῖαι, τὰ βρέφη ἀεὶ γαλακτοτροφεῖεν· ἰδίως δὲ τὰς περὶ τὸν ἁλμυρὸν χυμὸν ἠδικημένας διά τε λουτρῶν καὶ ἀκρατοποσίας πολλῆς, τῶν δὲ δι’ οἰνομέλιτος καὶ ὀξυμέλιτος ἀνακλητέον· καὶ
55γάλα δὲ ταύταις δοτέον εὔχυμον τῷ ἐκ ζῴων ἄλλων τῷ συγγενεῖ τὸ ὅμοιον, ἑτοίμως θεραπεύοντες μᾶλλον δὲ διατρέφειν σπουδαίως. τοῦδε προνοητέον τοῦ πάθους, ὡς εὐπαθεστέρου καὶ μόνῃ τροφῇ. Τὰ δὲ τῷ γάλακτι χρώμενα νήπια, πολλάκις ὑπὸ τῆς τοῦδε κα‐ κώσεως καὶ μέχρι θανάτου καταγίνεται. Πρὸς τὰ ἐν μαστοῖς
60φύματα καὶ ψώρας. Σμύρναν λεάνας ἐλαίῳ σαμψυχίνῳ, κατάχριε ὡς μεγίστῳ βοηθήματι. Ἄλλο πρὸς τὸ μὴ χαυνοῦσθαι μαστοὺς παρθένων καὶ λοιπῶν. Ἰὸς σιδήρου χρώμενος μετ’ ἐλαίου ὀμφα‐ κίνου ἢ οἴνου. [Ἄλλο.] Κωνείου σπέρμα λεῖον καταπλαττόμενον φύλλοις [ἤ] εἰς ῥάκη.
64

37

(t)

ΠΡΟΣ ΤΑΣ ΤΩΝ ΜΑΣΤΩΝ ΦΛΕΓΜΟΝΑΣ, ΦΙΛΟΥΜΕΝΟΥ.
t
1 Σήσαμον λειότατον ποιήσας καὶ βουτύρου αὔταρκες μίξας καὶ μετρίως χλιάνας, κατάπλασσε δὶς τῆς ἡμέρας· εἰ δὲ ἐπιμένει ἡ φλεγμονή, καταπλάττειν τὰ ἐντὸς τοῦ ἄρτου βεβρεγμένα ὕδατι καὶ λειωθέντα, εἶτα χωρὶς λειώσας περδικίου βοτάνης φύλλα ὡς
5εἶναι, τῆς μὲν βοτάνης μέρος ἓν τοῦ δὲ ἄρτου μέρη βʹ. καὶ κηρωτῆς ἁπαλῆς μέρος ἓν ἥμισυ, θεράπευε δὶς τῆς ἡμέρας· τοῦτο δὲ καὶ μετὰ σύρρηξιν [τοῦ ἀποστήματος] εἰς τέλος θεραπεύει. Χρῶ δὲ ὡς πάνυ καλῷ καὶ τούτῳ· ὑοσκυάμου φύλλα χλωρὰ, κηρὸν,
κολοφωνίαν, στέαρ χοίρειον πρόσφατον, ἔλαιον ἴσα· τὰ τηκτὰ
10τήξας, μίσγε τοῖς φύλλοις λειωθεῖσι καὶ χρῶ. Φάρμακον τὸ Ἰουνιάδος πρὸς φλεγμονὰς πάσας μάλιστα δὲ μαστῶν. Ἐλαίου παλαιοῦ λίτρ. γʹ. κηροῦ γογʹ. ἤτοι οὐγ. γ. κολοφωνίας, στέατος χοιρείου ἀνὰ λίτρ. αζʹ. ἤτοι μίαν καὶ ἡμίς. λιθαργύρου λίτρ. αʹ. γύρεως σιτίνης, λινοσπέρματος χυλοῦ, ψιμμυθίου ἀνὰ γοστ. ἤτοι
15οὐγ. στʹ. λιβάνου γοαζʹ. ἤτοι οὐγ. μίαν καὶ ἡμίς. Ἄλλο τοῦ αὐτοῦ. Λιθαργύρου, ψιμμυθίου ἀνὰ δραχ. στ. λιβάνου γοαζʹ ἤτοι οὐγ. μίαν καὶ ἡμίς. κηροῦ, κολοφωνίας ἀνὰ γοστ. ἤτοι οὐγ. στʹ. ὀρνιθείου στέατος λίτρ. αʹ. γύρεως κριθίνης γογζʹ. ἤτοι οὐγ. τρεῖς καὶ ἡμίς. λινοσπέρματος χυλοῦ γοί. ἤτοι οὐγ. ιʹ. ἐλαίου
20κοινοῦ γοδʹ. ἤτοι οὐγ. δ. λείου λιθάργυρον, ψιμμύθιον, λίβανον σὺν ὀλίγῳ χυλῷ, τὸ δὲ λοιπὸν φυράσας τῷ κριθίνῳ ἔα δύο ἢ τρεῖς ἡμέρας, ἔπειτα ἀναμαλάξας ὕστερον καὶ ἀναξύσας τὴν κη‐ ρωτήν, σμίγε καὶ ἑνώσας χρῶ. Ἄλλο πρὸς τὰς μετὰ πλείονος ἐρεθίσματος φλεγμονάς. Ψιμμυθίου, λιθαργύρου, μέλιτος, βου‐
25τύρου, κηροῦ, στέατος ὀρνιθείου ἀνὰ γοστ. ἤτοι οὐγ. στ. λιβά‐ νου γοβ. ἤτοι οὐγ. β. ῥοδίνου γοαʹ. ἤτοι οὐγ. αʹ. ἕψε λιθάρ‐ γυρον, ψιμμύθιον μετὰ τοῦ ῥοδίνου ἐπ’ ὀλίγον καὶ ἐπίβαλλε τὸ μέλι, καὶ ἄρας εὐθέως ἀπὸ τοῦ πυρός, ἐπίπασσε τὸ λίβανον λειότατον καὶ χρῶ. Ἄλλο πρὸς φλεγμονὰς ᾧ χρῶμαι. Στρύχ‐
30νου τῶν ἁπαλῶν φύλλων τὸ ἀρκοῦν ἕψε, καὶ ἀναλαβὼν τὰ φύλλα λείου καὶ ἐπίβαλλε μέλιτος γοστ. ἤτοι οὐγ. στʹ. καὶ ἑνώσας τῆκε κηροῦ γοστ. ἤτοι οὐγ. στʹ. μετ’ ἐλαίου λίτρ. αʹ. καὶ ἐπίβαλλε τῆς παρύγρου γοστ. ἤτοι οὐγ. στ. καὶ ἐπίχεε τοῖς λειω‐ θεῖσι, καὶ ἑνώσας ἀναλάμβανε καὶ προλούσας ἐπιτίθει· τοῦτο
35διαφορεῖ δι’ ἱδρώτων τὰ λαύρως ποιοῦντα φλεγμονὰς μαστῶν. Χρῶ καὶ τῇ διὰ σέρεως ἑδρικῇ καὶ ταῖς ὁμοίαις, ποιεῖ δὲ καὶ τοῦτο κάλλιστα πρὸς τὰς πυρώδεις φλεγμονὰς τῶν μαστῶν· κηροῦ, κολοφωνίας, ἐλαίου ἀνὰ λίτρ. αʹ. μήκωνος, κερατίτιδος φύλλων
γογʹ. ἤτοι οὐγ. γʹ. τὰ τηκτὰ τοῖς φύλλοις λειωθεῖσι μίσγε· ποιεῖ δὲ
40φασί, πιτύα λαγωοῦ ὕδατι λειωθεῖσα καὶ καταχριομένη πρὸς πᾶσαν διόγκωσιν καὶ διάθεσιν μαστῶν μάλιστα ὑπὸ πλήθους γάλακτος. Πρὸς τὰς ἐν βάθει σκληρίας τῶν μαστῶν. Σπον‐ δύλου τὴν βοτάνην ἢ ἀσφοδέλου οἴνῳ τὰς ῥίζας ἑψήσας, κατά‐ πλασσε· ἢ γῆς ἔντερα λειώσας μετὰ κυδωνίων ἢ καρκίνους ποτα‐
45μίους μετὰ ὠοῦ· τοῦτο καὶ τὸ γάλα σβεννύει.
45

38

(t1)

ΠΡΟΣ ΤΑΣ ΣΚΛΗΡΥΝΟΜΕΝΑΣ ΦΛΕΓΜΟΝΑΣ ΜΑΣΤΩΝ, ΦΙΛΟΥ‐
t2ΜΕΝΟΥ.
t2
1 Λινόσπερμα μετ’ ὀξυμέλιτος ἑψήσας, κατάπλαττε· ἢ τῆλιν ὁμοίως ἢ σήσαμον ἄπλυτον φρύξας βραχὺ καὶ λεάνας μετὰ μέ‐ λιτος, ἐπιτίθει θερμόν· ἢ κυνείαν λευκὴν προαναλαβὼν τερεβιν‐ θίνῃ, ἐπιτίθει θερμήν. Ἄλλη πάνυ καλὴ ἡ διὰ γλοιοῦ. Λιθαρ‐
5γύρου λιτρ. βʹ. γλοιοῦ ἀπὸ βαλανείου ἐν ᾧ μόνοι ἄνδρες λούον‐ ται λιτρ. δ. κολοφωνίας, κηροῦ, ἀνὰ γοη. ἤτοι οὐγ. η. λεπίδος γοβζʹ ἤτοι οὐγ. βʹ καὶ ἡμίς. θαλασσίου ὕδατος ἢ ἅλμης λιτρ. α. Τὴν λεπίδα τῇ θαλάσσῃ λείου ἐφ’ ἱκανὰς ἡμέρας, καὶ ἐπιβαλὼν τὴν λιθάργυρον καὶ τὸν γλοιὸν καὶ ἑνώσας ἀναλαβὼν εἰς λοπάδα,
10ἕψε μέχρι καλῆς συστάσεως καὶ ἐπίβαλλε κηρόν, κολοφωνίαν, καὶ τήξας ἆρον, καὶ ψύξας καὶ μαλάξας χρῶ· κίνει δὲ ἐν τῷ ἑψεῖν χλωρῶν καλάμων ῥίζας ἕως ἂν ἀμόλυντος γένηται. ποιεῖ καὶ ἐπὶ κρουσμάτων καὶ ἐπὶ θλασμάτων καὶ ἑλκῶν παλαιῶν καὶ κονδυλωμάτων, ἀναλυομένη καὶ ἀντὶ ἐμβροχῆς παραλαμβανομένη.
15Χρῶ δὲ θαρρῶν πρὸς τὰς μετὰ σκληρίας φλεγμονὰς καὶ τῇ ἐν τῷ πρὸ τούτου λόγῳ γεγραμμένῃ ἐν τοῖς διαφορητικοῖς καὶ τοῖς ἐπισπαστικοῖς ἐπιγραφομένῃ διονυσιὰς, ἥτις καὶ ἔχει οὕτως· τερε‐ βινθίνης, μάννης, ἀφρονίτρου, ἐλαίου παλαιοῦ, κηροῦ, καὶ μίσυος,
ὧν τοὺς σταθμοὺς εὑρήσεις ἐκεῖσε· χρῶ δὲ καὶ τῇ τοῦ ἁλιέως.

39

(t)

ΠΕΡΙ ΑΠΟΣΤΗΜΑΤΟΣ ΕΝ ΜΑΣΤΟΙΣ.
t
1 Μὴ λυομένης δὲ τῆς φλεγμονῆς καὶ τῆς σκληρίας ἀλλὰ εἰς ἀπόστασιν τρεπομένης, συνεργεῖν χρὴ τῇ ταχείᾳ μεταβολῇ, εἰ μηδὲ διαφορηθῆναι δύναται· πλειστάκις δὲ διεφορήσαμεν τὰς ἤδη μετα‐ βληθείσας ἐν μαζοῖς φλεγμονὰς διὰ τῆς διονυσιάδος ἐμπλάστρου,
5τῆς πρὸ βραχέος ἐπὶ τῶν σκληρυνομένων προρρηθείσης, τό τε γὰρ ὑγρὸν πᾶν διὰ τῶν ἀδήλων πόρων κομίζεται καὶ τὰς σκληρίας διαλύει. ποιεῖ καλῶς καὶ ἡ τοῦ ἁλιέως κιρρὰ ἡ χωρὶς ὄξους σκευαζομένη, καὶ ἡ Ἀσκληπιάδου μέλαινα· νικηθεισῶν δὲ καὶ τούτων, χειρουργίας δεήσει. Τὰ μὲν οὖν ἄλλα μέρη τοῦ
10μαστοῦ ἀδεῶς περιαιρείσθω εἴπερ σεσηπότα εἶεν σώματα, ὁ δὲ πλησίον τῆς θηλῆς τόπος πεφροντισμένος ἐκτεμνέσθω μηνοειδεῖ περιαιρέσει, ἵνα διὰ μὲν τῆς ἐκτομῆς γυμνωθῇ τὸ τοῦ ἀποστήματος βάθος, συντηρηθῇ δὲ ἡ θηλὴ ἐπὶ μὲν τῶν ἀρρένων πρὸς εὐπρέπειαν, ἐπὶ δὲ τῶν θηλειῶν καὶ διὰ τοῦτο μὲν ἀλλὰ καὶ διὰ τὴν τοῦ
15γάλακτος ἔκκρισιν. Μετὰ δὲ τὴν χειρουργίαν διαμοτούσθω ἡ το‐ μὴ, φυλαττόμενον ἐπὶ πάντων μὲν μάλιστα δὲ ἐπὶ μαστῶν σφη‐ νοῦν τὴν διαίρεσιν τοῖς μοτοῖς σφόδρα, ἐκ τούτου γὰρ συριγ‐ γοῦσθαι συμβαίνει. ἀπὸ δὲ τῆς τρίτης ἡμέρας χρῆσθαι τοῖς πυοποιοῖς ἐμμότοις, εἶτα τοῖς ἀνακαιθαίρειν δυναμένοις, καλῶς δὲ
20ποιεῖ ἐπ’ αὐτῶν ἡ τοῦ ἁλιέως κιρρὰ Γαληνοῦ, ἡ πρὸς τὰ κα‐ κοήθη ἕλκη προγεγραμμένη· ἐπάνω δὲ σπόγγον ἐξ οἴνου ἐπιτίθει. παραδόξως δὲ ποιεῖ μετὰ τὴν χειρουργίαν ἡ δι’ αἰρῶν μέλαινα ἐπιτιθεμένη, ἐκκενεῖ γὰρ καὶ ἀνακολλᾷ. Τοῦ Μαγιστριανοῦ πρὸς ἀποστήματα ἐν μαστοῖς. Γῆς ἔν‐
25τερα μετ’ ἀλφίτων λειῶν, ἐπιτίθει.

40

(t)

ΠΕΡΙ ΤΩΝ ΚΑΤΑ ΤΟΥΣ ΜΑΣΤΟΥΣ ΣΥΡΙΓΓΩΝ, ΛΕΩΝΙΔΟΥ.
t
1 Ἐνίοτε συριγγοῦται μαστὸς μετὰ τὴν τοῦ ἀποστήματος ῥῆξιν ἢ χειρουργίαν κακῶς θεραπευόμενος, ὡς ἐπὶ τὸ πλεῖστον δὲ αἱ ἐνταῦθα γινόμεναι σύριγγες πᾶσαι, εἰς σάρκα λήγουσιν οὐκ εἰς ὀστοῦν, εἰ μὴ σφόδρα χρονίσωσι. Δεῖ δὲ πρῶτον πειρᾶσθαι
5διὰ τῶν καταλλήλων φαρμάκων καὶ ταύτας θεραπεύειν, καλῶς δὲ ποιεῖ ἐπ’ αὐτῶν καὶ αὕτη ἡ ἔμπλαστρος ἡ δι’ αἰρῶν μέλαινα, καὶ χρῶ ταύτῃ θαρρῶν. ἰδίως δὲ ποιεῖ ἐπ’ αὐτῶν καὶ ἡ ἔμ‐ πλαστρος αὕτη ἡ πρὸς τὰς ἐν μαστοῖς ἀποστάσεις ὠφελοῦσα, καὶ φύματα πάντα διὰ τῶν ἀδήλων πόρων εἰς πῦον ἐκσηποῦσα, δια‐
10φορεῖ γὰρ καὶ τὰ ἤδη μέλλοντα τέμνεσθαι, ἀναξηραίνει καὶ τὰς σύριγγας πάνυ καλῶς ἔξωθεν ἐπιτιθεμένη, καταλιπεῖν δὲ χρὴ ἐπὶ πάντων γυμνὴν τὴν θηλήν· ἔχει δὲ οὕτως· λιθαργύρου, ἐλαίου ἀνὰ λιαʹ, ὕδατος γοστ, ἤτοι οὐγ. στ. ἀμμωνιακοῦ θυμιάματος, πυρέθρου ἀνὰ γοστ, ἤτοι οὐγ. στ. πιτυΐνης γοδʹ, ἤτοι οὐγ. δ.
15κολοφωνίας γοαʹ, ἤτοι οὐγ. α. ἕψε ἔλαιον, ὕδωρ, λιθάργυρον ἕως ἀμολύντου, εἶτα ἐπίπασσε τὸ ἀμμωνιακὸν σεσησμένον, καὶ διαλυθέντος αὐτοῦ ἐπίβαλλε τὰς ῥητίνας καὶ ἐπ’ ἀνθράκων ἕψε· καὶ ἄρας ἀπὸ τοῦ πυρός, ἐπίπασσε τὸ πύρεθρον καὶ ἀνα‐ μαλάξας χρῶ, ἐμπλάσσων καὶ ἔρια ξηρὰ ἄνωθεν τῆς ἐμπλάστρου
20ἐπιτιθεὶς καὶ ἐπιδεσμῶν, γυμνῆς ὡς προείρηται καταλιμπανο‐ μένης τῆς θηλῆς. Κεχρονισμένης δὲ τῆς διαθέσεως, ἀναστέλλειν χρὴ τὴν τῆς σύριγγος ὑποφορὰν διὰ πυρῆνος μήλης, ὑποβάλλον‐ τας καὶ τέμνοντας καὶ ἀκολουθοῦντας τῷ ταύτης ἐλάσματι ἕως βάθους, καὶ τότε ἀφαιρεῖν πάντα τὰ τετυλωμένα καὶ σκληρὰ
25καὶ ἀλλότρια σώματα, μετὰ δὲ τὴν ἐκτομὴν δοκιμάζειν ἔμπλαστρον
τὴν ἀνακαθαίρουσαν, εἶτα τὴν ἐπουλωτικὴν καὶ ἀναξηραίνουσαν.
ΠΕΡΙ ΤΩΝ ΕΝ ΜΑΣΤΟΙΣ ΝΟΜΩΝ.
27 Τὰ δὲ νεμόμενα ἐν μαστοῖς, διὰ τῶν πρὸς νομὰς ἰατέον ὑπαντλημάτων καὶ καταπλασμάτων· ποιεῖ δὲ πρὸς νομὰς γυναι‐
30κείων μαστῶν καὶ κακοήθεις ἀναβρώσεις ἢ διασήψεις καὶ τὰ ὅμοια, ῥοῦ βυρσοδεψικοῦ λιαʹ, σφαιρίων νεαρῶν κυπαρίσσου λια, κίκεως, ὄμφακος λιαζʹ ἤτοι λίτρ. α καὶ ἡμίς. οἴνου αὐστηροῦ λιαʹ. βρέχε ἐλαφρῶς θαλάσσῃ ἡμέρας γʹ. εἶτα ἕψει κινῶν κυπα‐ ρισσίδος κλάδους ἕως ἡμισυασθῇ· τότε ἐάσας ὥραν μίαν, σόρω‐
35σον καὶ πάλιν ἕψε τὸ ὑγρὸν ἕως μελιτώδους συστάσεως, καὶ χρῶ ἐμμότῳ ἀποθεὶς ἐν ὑελίνῳ σκεύει, καὶ μέλιτι πρόσπλεκε εἰς ἀνα‐ κάθαρσιν καὶ γάλακτι εἰς ἔμπλασιν, ὅταν συνίδῃς.
37

41

(t)

ΠΕΡΙ ΤΩΝ ΕΝ ΜΑΣΤΟΙΣ ΦΑΓΕΔΑΙΝΙΚΩΝ ΕΛΚΩΝ.
t
1 Τὸ φαγεδαινικὸν ἕλκος διαφέρει τῆς καρκινώσεως, τὸ μὴ πάνυ σκληρὰ ἔχειν τὰ πέριξ μήτε κεκιρσωμένας τὰς φλέβας μήτε μέχρι βάσεως διήκειν, ἔτι δὲ ἡ μὲν φαγέδαινα πᾶσα πείθεται τῇ φαρμακείᾳ, ἡ δὲ ἐν κακοήθει καὶ θηριώδει διαθέσει παροξύνεται
5πρὸς τὰς τῶν φαρμάκων ἐπιθέσεις. Φαγεδαινικῆς μὲν οὔσης τῆς διαθέσεως, ἐπὶ τὴν σύντομον καὶ ἀσφαλεστέραν θεραπείαν χρὴ ὁρμῆσαι, λέγω δὲ τὴν τῶν τετυλωμένων χειλῶν ἐκτομήν· μετὰ δὲ τὴν ἐκτομὴν καίειν τὰ χείλη καυτηρίοις διαπύροις, διά τε τὴν ὑπο‐ πτευομένην αἱμορραγίαν καὶ διὰ τὴν ἀσφαλῆ θεραπείαν. Φάρ‐
10μακα δὲ ταῖς τῶν μαστῶν ἀναβρώσεσιν ἐπιτήδεια, τὰ πρὸς καρ‐
κινώσεις ῥηθησόμενα.

42

(t1)

ΠΕΡΙ ΤΩΝ ΕΝ ΜΑΣΤΟΙΣ ΚΑΡΚΙΝΩΜΑΤΩΝ ΕΚ ΤΩΝ ΑΡΧΙΓΕΝΟΥΣ
t2ΚΑΙ ΛΕΩΝΙΔΟΥ, ΚΑΙ ΠΕΡΙ ΣΗΜΕΙΩΝ ΤΩΝ ΗΛΚΟΜΕΝΩΝ ΚΑΡ‐
t3ΚΙΝΩΜΑΤΩΝ.
t3
1 Ἡ τῶν καρκινωδῶν ὄγκων γένεσις συνεχέστατα γίνεται περὶ τοὺς μαστούς, μᾶλλον δὲ ἀνδρῶν ἁλίσκονται τῷ πάθει αἱ γυναῖ‐ κες, εὐσάρκους τε καὶ μεγάλους ἔχουσαι τοὺς τιτθούς. Οἱ δὲ ἀρχαῖοι τὸ καρκινῶδες ἕλκος καὶ κακόηθες προσηγόρευσαν καὶ θηριῶδες·
5καρκινῶδες μὲν κατὰ μεταφορὰν τῶν καρκίνων ζῴων, καὶ γὰρ εἰσὶ τραχέα καὶ ἀπηνῆ τῇ σκληρότητι τὰ ζῷα ταῦτα, καὶ εἴ τινος λάβοιντο τοῖς χείλεσιν εἰσὶ δυσαπόσπαστα, παραπλή‐ σιος δὲ καὶ ὁ καρκινώδης ὄγκος, ἀντίτυπος ὑπάρχων καὶ ὀχθώδης καὶ διὰ τοῦτο δυσίατος ἢ καὶ ἀνίατος. θηριώδης δὲ καὶ κακοήθης
10προσαγορεύεται ἀπὸ τῶν ἀγρίων θηρῶν καὶ κακοήθων ζῴων, καὶ γὰρ δυσπαθὲς τὸ πάθος καὶ τῇ θεραπείᾳ ἀγριαινόμενον καὶ τῇ χειρουργίᾳ παροξυνόμενον. Δύο δὲ καρκινωμάτων εἰσὶν αἱ ἀνώτεραι διαφοραί, τὰ μὲν γὰρ αὐτῶν ἀνέλκωτα γίνεται, τὰ δὲ ἡλκωμένα. τὰ μὲν οὖν ἀνέλκωτα καρκινώματα κρυπτὰ ὠνό‐
15μασαν οἱ πλεῖστοι τῶν ἀρχαίων, ὁ δὲ Φιλόξενος ἰδίως κρυπτὸν ὠνόμασε καρκίνωμα τὸ ἐν μήτρᾳ ἢ ἐντέροις γινόμενον. Ἀνελκώτου μὲν ὄντος καρκίνου, ὄγκος καταλαμβάνεται ἐν τῷ μαστῷ διαφέρων μεγέθει, ἀντίτυπος, ἀνώμαλος, ἀγρίου θηρὸς τὴν ἀπήνειαν ἔχων, στερεῶς δὲ διὰ βάθους ἐμπεφυκὼς καὶ τὰς ῥίζας πόρρω ἐμβεβλη‐
20μένας καὶ φλεψὶ ταῖς παρακειμέναις οἷον συνδεδεμένος, καὶ κεκιρ‐ σωμένας ἔχων τὰς πέριξ φλέβας, τεφρώδης τέ ἐστι καὶ πορφυ‐ ρίζων καὶ ὑποπέλιος τῇ χρόᾳ, καὶ τοῖς μὲν ὁρῶσι μαλακὸς νομί‐ ζεται, τοῖς ἁπτομένοις δὲ σκληρότατος· ὅθεν οὐ πιστευτέον τῇ τῆς ὄψεως δόξῃ· ὀδύνας τε νυγματώδεις καὶ πόρρω που διατει‐
25νούσας ἐμποιεῖ, ὥστε κατὰ συμπάθειαν ἐν ταῖς μασχάλαις βου‐
βῶνας ἐπανίστασθαι κακοήθεις, διήκουσι δὲ καὶ μέχρι κλειδὸς καὶ ὠμοπλάτης. Ἡλκωμένου δὲ σημεῖα ταῦτα· διαβιβρώσκων ἀεὶ καὶ διὰ βάθους ὑποκάμπτων, στῆναι ἀμηχανεῖ· ἰχῶράς τε ἐκβάλλει παντὸς ἰοῦ θηριώδους πονηροτέρους, δυσώδεις τε καὶ πολλούς·
30ὁμοίως δὲ πόνοι νυγματώδεις καὶ τούτῳ συνεδρεύουσι, καὶ μᾶλλον οὗτος παροξύνεται ἐν ταῖς χειραψίαις καὶ ταῖς φαρμακείαις.
31

43

(t)

ΤΙΝΑ ΤΩΝ ΚΑΡΚΙΝΩΜΑΤΩΝ ΕΥΙΑΤΑ ΚΑΙ ΤΙΝΑ ΑΝΙΑΤΑ.
t
1 Καθόλου δὲ τὰ συμφυῆ τῷ θώρακι καρκινώματα ἀπαγο‐ ρεύειν προσήκει, ὥσπερ καὶ τὰ ἐν τῇ κεφαλῇ ἢ τραχήλῳ ἢ νώτοις ἢ μασχάλαις ἢ βουβῶσι, καὶ ταῦτα γὰρ ἀνίατα τὸν ἐν χερσὶ κίνδυνον καθ’ αἱμορραγίαν ἐπάγονται μετὰ τοῦ μὴ τελέως ἀναι‐
5ρεῖσθαι. τὰ δὲ κατὰ τὸ ἄκρον τοῦ τιτθοῦ γινόμενα, εὐΐατα συναπτόμενα· στερήσει δηλονότι τοῦ πάσχοντος μορίου.
6

44

(t)

ΧΕΙΡΟΥΡΓΙΑ ΚΑΡΚΙΝΩΜΑΤΩΝ ΕΚ ΤΩΝ ΛΕΩΝΙΔΟΥ.
t
1 Ἐγὼ μὲν οὖν ἐπὶ τῶν μὴ συμπεφυκότων τῷ θώρακι καρ‐ κινωμάτων, εἴωθα χρῆσθαι τῇ χειρουργίᾳ· ἔστι δὲ ὁ τρόπος τοι‐ οῦτος· τῆς πασχούσης ὑπτίας ἐσχηματισμένης, ὑπὲρ τὸ καρκίνωμα διαιρῶ τὸ μέρος τοῦ μαστοῦ τὸ ὑγιές, καὶ τὸ διῃρημένον ὑπο‐
5καίω καυστηρίοις, ἕως ὅτου ἐσχαρωθέντων τῶν σωμάτων ἐπι‐ σχεθῇ ἡ αἱμορραγία· εἶτα πάλιν τέμνω, περιχαράσσων ἅμα καὶ βαθυτομῶν τὸν μαστόν, καὶ πάλιν τὰ τετμημένα καίω· καὶ πλει‐ στάκις τοῦτο ποιῶ τέμνων καὶ μετὰ ταῦτα καίων πρὸς ἐποχὴν τῆς αἱμορραγίας, καὶ ἔστιν ἀκίνδυνος ἡ αἱμορραγία αὕτη. Μετὰ
10δὲ τὴν τελείαν ἀποκοπὴν πάλιν ἐπικαίω τὰ μέρη τὰ ὅλα ἕως ἀναξηρασμοῦ, τὸ μὲν γὰρ πρῶτον καὶ δεύτερον πρὸς τὴν τῆς αἱμορραγίας ἐποχήν, ἔσχατον δὲ μετὰ τὴν τελείαν ἀποκοπὴν τὰ
καυτήρια προσάγειν πρὸς τὴν τοῦ πάθους ὅλου ἀνασκευήν· εἴωθα δέ ποτε καὶ χωρὶς καύσεως ἐνεργεῖν, ὅταν ὄγκος γένηται
15περὶ τὸν μαστὸν χοιρώδης, μελετῶν τὴν τοῦ καρκινώματος γένεσιν. Τοιούτου τοίνυν ὄντος τοῦ πάθους, ἔξεστιν ἀρκεσθῆναι τῇ ἀπὸ τῶν ὑγιῶν μερῶν ἐκτομῇ τοῦ μαστοῦ, οὐδὲ γὰρ σφοδρὰ γίνεται ἐπὶ τῶν τοιούτων αἱμορραγία.
18

45

(t)

ΜΕΤΑ ΤΗΝ ΕΚΤΟΜΗΝ Η ΚΑΥΣΙΝ ΕΠΙΜΕΛΕΙΑ.
t
1 Μετὰ δὲ τὴν ἐκτομὴν καύσεως μὴ δοκιμαζομένης, διαμότωσιν προσλαμβάνομεν καὶ τὴν ἀκόλουθον πυοποιὸν θεραπείαν καὶ τὴν λοιπὴν ἐπιμέλειαν ἀναξηραίνειν ἐπαγγελλομένην· καύσεως δὲ ἐν τῇ χειρουργία δοκιμαζομένης, ἐπὶ μὲν τῶν ἄλλων χρώμεθα καταπλά‐
5σματι ἀρνογλώσσου ἢ πολυγόνου ἢ σησάμῳ λείῳ, ἐνίοτε δὲ καὶ ἐντὸς τοῦ ἄρτου μίγνυμέν τινι τῶν εἰρημένων, ἔξωθεν δὲ τοῦ κατα‐ πλάσματος ὀθόνιον ὕδατι βεβρεγμένον ἐπιτίθεμεν. καλῶς δὲ καὶ ἀνωδύνως ἀφίστησι τὰς ἐκ τῶν καυστήρων ἐσχάρας, γάλα μέλι προσλαβὸν καὶ διὰ τῶν μοτῶν προσαγόμενον, μετὰ δὲ τὴν εἰρη‐
10μένην ἐπιμέλειαν κατάκλεισις δοκιμαζέσθω ἐν οἴκῳ θερμῷ· πᾶσα γὰρ ψύξις βλαβερὰ τῷ πάθει καὶ μάλιστα ἐν τῷ τῆς ἀνακα‐ θάρσεως τῶν ἑλκῶν καιρῷ, σπασμὸν γὰρ ἐρεθίζει. Τῇ δὲ δευτέρᾳ ἢ τρίτῃ λύσαντες, καταντλήσωμεν ὕδωρ χλιαρόν, καταπλάττοντες φακῷ ἑφθῷ μετὰ μέλιτος πάνυ ἐλαχίστου διὰ τὸ ἐρεθιστικὸν
15τοῦ μέλιτος, ἔξωθεν δὲ φύλλα ἀμπέλου ἢ θριδακίνης ἐπιτιθέντες, ἐπιδέσμῳ οἰκείῳ χρώμεθα καὶ τούτῳ ἐπιμένομεν ἕως ἐκπέσωσιν αἱ ἐσχάραι. Μετὰ δὲ τὴν τῶν ἐσχαρῶν ἔκπτωσιν τῇ διαμοτώσει
χρώμεθα, παραιτούμεθα δὲ ἐπὶ τούτων τὰ δριμύτερα τῶν φαρ‐ μάκων καὶ τὰ λιπαίνοντα, εἰς ἀνάμνησιν γὰρ ταῦτα ἄγει τὸ
20πάθος. διόπερ εἴωθα γάλακτι γυναικείῳ ἢ ὀνείῳ ῥόδινον ἔλαιον προσπλέκειν, καὶ τούτῳ τοὺς μοτοὺς βρέχειν καὶ προστιθέναι κατ’ αὐτῶν ἔξωθεν μοτοφύλακα τῷ αὐτῷ βεβρεγμένον, καὶ ἐπίδεσιν καὶ ἁπλῆν καὶ κούφην παραλαμβάνειν, ὁ γὰρ τῶν πολλῶν ὀθονίων φόρτος ἐπὶ τούτων βλαβερός. Καὶ ἐν μὲν τῷ τῆς πυο‐
25ποιήσεως καιρῷ πλεῖον ἔστω τὸ ῥόδινον, πρὸς δὲ τὴν ἀνακάθαρ‐ σιν τὸ γάλα πλεοναζέτω· ἐὰν δὲ κατεπείγῃ, ἔξωθεν τῶν μοτῶν καταπλάσματι χρήσθω μελιλώτων μετὰ ῥοδίνου καὶ ὕδατος ἢ γάλακτος γυναικείου καὶ ἐπιτιθέσθω, τὰ γὰρ κηρώματα καὶ περίεργα καταπλάσματα ἐπὶ τούτων βλαβερά. εἰ δὲ ξηρῶν χρεία
30γένοιτο, σποδὸς πομφόλυγος ἀκριβέστατα πεπλυμένη καὶ ἐξηρα‐ μένη ἐπιπαττέσθω, ἡ καδμία τρὶς κεκαυμένη καὶ ἐσβεσμένη ῥοδίνῳ, ἔπειτα πεπλυμένη καὶ ἀκριβέστατα ἐξηραμένη· ἀπεχέσθω δὲ κατὰ τὸν καιρὸν τῆς θεραπείας οἴνου καὶ τῶν δυσπεπτικῶν τροφῶν καὶ ψυχροποσίας. Τῆς δὲ ἑλκώσεως εἰς ἀπούλωσιν ἀγο‐
35μένης, οὐδὲν κατὰ ἀμελεῖν ἀλλὰ ῥωννύειν τὴν ἅπασαν ἕξιν τοῦ σώματος καὶ εἰς εὐχυμίαν τρέπειν, δι’ εὐχύμων τροφῶν καὶ γυμνα‐
σίων καὶ αἰώρας καὶ τῆς λοιπῆς ἀναληπτικῆς ἀγωγῆς.

46

(t1)

ΕΠΙΜΕΛΕΙΑ ΚΑΡΚΙΝΩΜΑΤΩΝ ΤΩΝ ΧΕΙΡΟΥΡΓΙΑ ΜΗ ΥΠΟΒΑΛΛΟ‐
t2ΜΕΝΩΝ.
t2
1 Πρῶτον μὲν πρὸ πάσης ἐπιμελείας παντὸς ἕλκους κακοήθους, προείρηται πλειστάκις, ὡς προνοεῖσθαι χρὴ τοῦ παντὸς σώματος καὶ οὕτως τοῖς τοπικοῖς βοηθήμασι χρῆσθαι· εὔλυτον μὲν οὖν προσήκει τὴν κοιλίαν κατασκευάζειν διά τε τροφῶν καὶ δι’ ἀλόης
5καὶ τῆς δι’ αὐτῆς σκευαζομένης πικρᾶς, διδόναι δὲ πίνειν συνεχῶς καὶ τὰ πλεῖστα δηλητήρια ὡς φάρμακα ἁρμόζοντα, οἷά ἐστιν ἡ θηριακὴ καὶ ἡ μιθριδάτειος καὶ ἡ δι’ αἱμάτων ἀντίδοτος· τῶν δὲ ἁπλῶν μάλιστα αἷμα χηνὸς ἢ νήσσης νεοσφαγοῦς θερμὸν διδόναι ἢ τριφύλλου τῆς ἀσφαλτώδους λειοτάτης ὅσον κοχλιάρια
10α ἢ β μεθ’ ὕδατος κοτυλῶν γʹ. ἢ πηγάνου ἀγρίου σπέρματος γοα ἤτοι οὐγ. α. ἢ γλήχωνος παλαιοτέρου δραχ. α. διδόναι χρὴ καὶ μαλάχης ἀφέψημα. Ὠφελήσει δὲ τὰ μεγάλα καὶ καρκίνων ποταμίων ζωμὸς σὺν γάλακτι ὀνείῳ ῥοφώμενος ἐπὶ ἡμέρας πέντε, καὶ πάλιν ἡ τῶν καρκίνων πόσις· ἑπτάκις γὰρ ἡ τοιαύτη περίοδος
15παραληφθεῖσα, πραότατον τὸν καρκινωδέστατον μαστὸν ἀποτελεῖ, καὶ δι’ ἁπλουστέρων λοιπῶν ἐπιθεμάτων εἰς τὸ κατὰ φύσιν
τελείως φθάνει.

47

(t)

ΕΠΙΜΕΛΕΙΑ ΤΩΝ ΑΝΕΛΚΩΤΩΝ ΚΑΡΚΙΝΩΔΩΝ ΟΓΚΩΝ.
t
1 Ἰδίως δὲ ἐπὶ τῶν ἀνελκώτων ὄγκων ἄρτον μετ’ ὀλίγου συμ‐ φύτου λειώσας, κουφότερον ἐπιτίθει· ἐν δὲ τοῖς παροξυσμοῖς ῥόδα, μελίλωτα, μήκωνος σπέρμα λεάνας σὺν γλυκεῖ, καὶ ὅταν βραχῇ ἑψήσας καὶ σὺν λεκίθοις ὠῶν λεάνας ἐπιτίθει· ἢ ἀλθαίας
5φύλλα λεάνας ἑφθὰ ἐπιτίθει καθ’ αὑτὰ ἢ σὺν ἄρτῳ. Δραστικὸν δέ ἐστιν ἐν τοῖς παροξυσμοῖς παραλαμβανόμενον καὶ τοῦτο· ἀρ‐ νογλώσσου σπέρμα καὶ κωδύα μήκωνος σὺν τῷ σπέρματι καὶ ψυλλίοις ἴσα κόψας, σήσας τὰ ἄλλα, τὸ δὲ ψύλλιον γλυκεῖ κρη‐ τικῷ βρέξας καὶ λεάνας, καὶ φοινίκων λιπαρῶν σαρκῶν τὸ ἀρκοῦν.
10κἄπειτα μίξας τοῖς ξηροῖς ἐπίβαλλε καὶ τὸ ψύλλιον, καὶ ἑνώ‐ σας καὶ στέαρ χήνειον ἐπιβαλὼν ὀλίγον καὶ χλιάνας ἅμα τὰ πάντα, ἐπιτίθει θερμῶς, καὶ ἀναλαβὼν τοῖς φοίνιξι καὶ ἄρτον διάβροχον σύμμετρον ἐπιτίθει ψυχρόν. χρήσιμον ἐπὶ τῶν καρκινωδῶν καὶ τοῦ ἐρυσίμου τὸ σπέρμα λεῖον μετὰ ὑσσώπου
15ὀλίγου καὶ ὑδρομέλιτος θερμὸν ἐπιτιθέμενον· μελίας δὲ τοῦ δένδρου τὰ ἁπαλὰ φύλλα ἑψούμενα ὕδατι, εἶτα λεῖα καθ’ αὑτὰ θερμὰ ἐπιπλαττόμενα, παραμυθεῖται τῶν κακοηθεστάτων τὰς ὀδύνας, καὶ εἴ τι ἐπιμένει αὐτοῖς, διαφορεῖ θαυμαστῶς· καὶ τῷ ἀφεψήματι δὲ τῶν φύλλων πυρίᾳ χρῶμαι συνεχῶς καὶ ἐπιτυγχάνω, ἔστι
20δὲ τὸ δένδρον ἐργάσιμον ἄκαρπον. μετὰ δὲ ταῦτα πάλιν τὸ δι’ ἀρνογλώσσου κατάπλασμα δοκιμαζέσθω ἢ ἡ Ἱκεσίου ἔμπλαστρος, ἢ πανάκεια μέλαινα εὐαφεστάτως σκευαζομένη, ἢ ἑτέρα τῶν παρα‐ πλησίων ἐπιτιθέσθω· καὶ ταῦτα μὲν εἰ μὴ ἕλκος εἴη.
23

48

(t)

ΗΛΚΩΜΕΝΟΥ ΚΑΡΚΙΝΟΥ ΕΠΙΜΕΛΕΙΑ.
t
1 Ἡλκωμένῳ δὲ κακοήθει πραότατον ἐπίθεμα ὅμοιον κειμήλιον ἐστί· παράλαβε τοῦτο φησὶν Ἀρχιγένης, ὃ καὶ ἔχει οὕτως· λιθαρ‐ γύρου, στέατος ὑείου προσφάτου, κηροῦ λευκοῦ ἀνὰ λια. ἐλαίου καλοῦ γοιστ ἤτοι οὐγ. ιϛʹ. ὠῶν ὀπτῶν λεκίθους ιβʹ. τὴν λιθάργυρον
5τρίβε μεθ’ ὕδατος συμμέτρου, εἶτα παραχέων τι τοῦ ἐλαίου, ἐπί‐ βαλλε καὶ τὰς λεκίθους καὶ συλλέαινε. τὸ δὲ στέαρ ἐξυμενίσας καὶ κόψας ἐν θυίᾳ, τῆκε ἀκνίσσως σὺν τῷ κηρῷ καὶ διήθει· ψυχρανθὲν δὲ, κινῶν ἐπίβαλλε τὸ λοιπὸν τοῦ ἐλαίου κατὰ βραχὺ, καὶ ἀναμίξας ἐν θυίᾳ τοῖς λειωθεῖσιν ἀναλάμβανε. χρῶ δὲ
10αὐτῷ ἀνιεὶς ῥοδίνῳ, καὶ ἐρίῳ ἁπαλῷ ἀναλαβὼν ἀντὶ μοτῶν ἐπι‐ τίθει· ἀνωδύνου δὲ ὄντος τοῦ ἕλκους, προσπλεκέσθω καὶ ἴριδος, σμύρνης, ἀριστολοχίας ἀνὰ δραχ. α ἢ καὶ γʹ, ὃ καὶ τοῖς ἀνελ‐ κώτοις ἐπιτιθέμενον ἰσχύει χρήσιμον εἶναι.
13 ΕΤΕΡΟΝ Ο ΚΑΙ ΤΑ ΗΛΚΩΜΕΝΑ ΕΠΙΕΙΚΩΣ ΙΑΤΑΙ ΚΑΙ ΤΑ ΑΝΕΛ‐
15ΚΩΤΑ ΣΠΟΥΔΑΙΩΣ ΠΑΡΗΓΟΡΕΙ.
15 Κηροῦ τυρρηνικοῦ, τερεβινθίνης, στέατος ταυρείου, μυελοῦ ἐλαφείου ἢ μοσχείου προσφάτου, κηκίνου ἐλαίου καὶ ῥοδίνου προσφάτου, στέατος χηνείου προσφάτου, μέλιτος πρωτείου, λι‐ βάνου, διφρυγοῦς, ἑκάστου μέρος α. ὑσσώπου τὸ τριπλοῦν· πραό‐
20τερον δὲ γίγνεται χωρὶς τοῦ λιβάνου καὶ τοῖς ἕλκεσι χρησιμώτερον, διαφορητικώτερον δὲ καὶ συμπεπτικώτερον σὺν τῷ λιβάνῳ καὶ τοῖς ἀνελκώτοις ἁρμοδιώτερον· σὺν οἴνῳ δὲ λέαινε τὸ διφρυγὲς ὅταν χωρὶς τοῦ λιβάνου σκευάζῃς, ὅταν δὲ καὶ τὸ λίβανον ἐμβάλλῃς, ξηρὰ τὰ ἀμφότερα κατάπλασσε τοῖς τηκτοῖς τετηκόσιν ἐπ’
25ἀνθράκων, καὶ οὕτως ἐπιβληθέντος τοῦ μέλιτος χρῶ θαρρῶν.
25 ΑΛΛΟ ΕΚ ΤΩΝ ΘΕΟΔΩΡΟΥ ΠΡΟΣ ΤΟΝ ΚΑΚΟΗΘΗ.
26 Σποδοῦ κυπρίας πεπλυμένης καὶ ἐξηραμένης, μολύβδου πεπλυ‐ μένου καὶ κεκαυμένου, ῥόδων χυλοῦ ἀνὰ γοδ ἤτοι οὐγ. δʹ. ἀναλάμβανε καὶ χρῶ μετὰ ῥοδίνου· τοῦτο παρηγορητικώτατον ἐστίν· εἰ δὲ πολλὴ
30καὶ νομώδης εἴη ἡ διάβρωσις, θαυμαστὸν ὅπως δραστικῶς βοηθεῖ, ὡς καὶ πολλάκις ἀπιστηθῆναι ὅτι ἦν κακόηθες· ἀπέδειξε τοῦτο εἰς Ἀδριανόν· οἴνου τουτέστι στύφοντος, εὐώδους, παλαιοῦ ξέστ κʹ, βρέχε ῥοὸς βυρσοδεψικοῦ ξέστ ιβʹ. κυπαρίσσου σφαιρίου λιαʹ. κηκῖδος ὀμφακίτιδος, κασίας ἀνὰ γοστ ἤτοι οὐγ. στ. τὰ ὅλα θλασθέντα
35βρέχε ἐπὶ ἡμέρας γ. τῇ δὲ τετάρτῃ ἕψε μέχρι τρὶς ἢ τετράκις ζέσῃ καὶ κίνει σπάθῃ κυπαρισσίνῃ· εἶτα τὰ μὲν ἐκθλιβέντα ῥίπτε, ἕψε δὲ τὸν χυλὸν ἕως μέλιτος σύστασιν λάβῃ, καὶ τότε ἐν ὑελίνῳ ἀγγείῳ ἀποτίθει. Χρῶ δὲ ἀκράτῳ μὲν τῷ φαρμάκῳ ἐπὶ τῶν νεμομένων, οἴνῳ ποτὲ εἰ παχύτερον γένηται ἐνυγραίνων
40αὐτὸ, μάλιστα εἰ ἐπὶ γυναικείου κόλπου τοιαύτη διάθεσις προσ‐ γένηται, οὐ μὴν ἀλλὰ καὶ τῶν ἄλλων ὀδυνῶν παρηγορητικόν ἐστι, γάλακτι ὀνείῳ ἀνιέμενον· τοῦτο καὶ τὰς ἄλλας νομὰς ἀφλεγμάντως ἰᾶται καὶ ὦτα χρονίως καὶ μυξωδῶς πυορροοῦντα καὶ οὖλα μυδῶντα καὶ δυσεντερίας, καὶ δυσεπούλωτα ἄγει εἰς οὐλὴν μετρίως
45ἐπιτεινόμενον καὶ μέτρῳ ἀνιέμενον, οὐ γὰρ ἀπειθήσει τὰ ἥμερα
τῶν ἑλκῶν ᾧ πείθεται τὰ θηριώδη. Χρὴ δὲ μὴ πρότερον ἄγειν εἰς οὐλὴν τὰ ἕλκη, ἕως ἡ σύμπασα σκληρία διαλυθῇ πὴ μὲν μοτοῖς συμπεπτυκοῖς πὴ δὲ σπληνίοις, οἷά ἐστιν ἡ Σεραπίωνος μηλίνη καὶ ἡ Ἱκεσίου καὶ ἡ πανάκεια. ἐχρησάμην δὲ αὐτός ποτε ἐν τοῖς

48

(50)

τῆς ἀνέσεως καιροῖς καὶ τῇ θηριακῇ, ἀνέσας αὐτὴν γάλακτι καὶ ῥοδίνῳ, καὶ δι’ ἐρίου μαλακοῦ τῷ ἕλκει προσαγαγὼν καὶ ποτίζων αὐτὴν μετὰ γλυκέος, μεγάλα γὰρ ἐπ’ αὐτῶν δύναται καὶ πρὸς τὰ ἰοβόλα ζῷα καὶ πρὸς τὰ δηλητήρια φάρμακα αἱ ἀντίδοτοι· καὶ χρῶ ταύταις καταφρονῶν τῶν χλευαζόντων, ἀπείρων ὄντων τῆς
55φύσεως τοῦ συμβαίνοντος.
55

49

(t)

ΠΕΡΙ ΣΚΙΡΡΩΘΕΝΤΟΣ ΜΑΣΤΟΥ, ΛΕΩΝΙΔΟΥ.
t
1 Ἐπὶ μὲν τῶν ἄλλων μερῶν τοῦ σώματος ὡς προείρηται, ὁ σκιρρώδης ὄγκος ἀνώδυνός ἐστιν, ἐπὶ δὲ μαστοῦ γίνεται ὀδύνη οὐ διὰ τὴν φύσιν τοῦ πάθους, ἀλλὰ διὰ τὸ βάρος καθελκομένου τοῦ τιτθοῦ. Εἰ μὲν οὖν ὅλος εἴη ἐσκιρρωμένος ὁ μαστὸς, συνημ‐
5μένου τοῦ σκίρρου τῷ θώρακι καὶ μὴ δυναμένης τῆς ἀπὸ τῶν ὑγιῶν ἐκτομῆς χωρὶς κινδύνου γενέσθαι, οὐ δεῖ ἐγχειρεῖν· ἐὰν δὲ τὸ ἄκρον τοῦ μαστοῦ ἢ καὶ ἕως ἡμισείας ἐσκιρρωμένον ᾖ, δοκιμαζέσθω ὁ ἀκρωτηριασμὸς χωρὶς καύσεως, οὐ γὰρ εὐλαβού‐ μεθα ἐπὶ τοῦ σκίρρου αἱμορραγίαν, ὥσπερ ἐπὶ τοῦ καρκινώματος.
10μετὰ δὲ τὴν ἀφαίρεσιν διαμότωσις δοκιμάζεται καὶ τὰ ἀκολούθως
πρὸς τὴν τῆς ἑλκώσεως ἴασιν.

50

(t1)

ΠΕΡΙ ΤΩΝ ΕΠΕΧΟΜΕΝΩΝ ΕΜΜΗΝΩΝ ΕΚ ΤΩΝ ΡΟΥΦΟΥ ΚΑΙ
t2ΑΣΠΑΣΙΑΣ.
t2
1 Τὸ μηδόλως γίνεσθαι τὴν ἐπιμήνιον κάθαρσιν τισὶ τῶν γυ‐ ναικῶν, ἢ κατὰ φύσιν συμβαίνει ἢ παρὰ φύσιν· καταληψόμεθα δὲ τὰς κατὰ φύσιν ἐχούσας ἐκ τοῦ ἀνενοχλήτως διάγειν τῷ τε ὅλῳ σώματι καὶ τῇ ὑστέρᾳ, τὰς δὲ παρὰ φύσιν οὕτως· δι’ ἡλικίαν
5μὲν οὖν οὐ καθαίρονται αἱ νεώτεραι τῶν ιδ ἐτῶν καὶ αἱ τῶν πεντήκοντα ἐτῶν πρεσβύτιδες, ἀλλὰ καὶ στεῖραι καὶ αἱ ἐν γαστρὶ ἔχουσαι φυσικῶς οὐ καθαίρονται, καὶ φωνασκοὶ δὲ καὶ γυμναστικαὶ φυσικῶς οὐ καθαίρονται, μηδενὸς εἰς κάθαρσιν ἐπ’ αὐτῶν περιττεύοντος ἀλλ’ ἐξαναλισκομένου ὑπὸ τῶν γυμνασίων·
10καὶ τὸ σύμπαν εἰπεῖν ταῖς θερμοτέραις τῶν γυναικῶν καὶ ταῖς ὑπὲρ τὸ δέον γυμναζομέναις καὶ ἀγροίκοις, οὐ πάνυ δαψιλεῖς αἱ καθάρσεις γίνονται. ὅταν οὖν διὰ τὴν φυσικὴν κρᾶσιν εἴτε δι’ ὑπερβολὴν γυμνασίων πολὺ θερμοτέρα τοῦ δέοντος γένηται ἡ γυνὴ, οὐ καθαίρεται· ἡ γὰρ ὑπέρμετρος θερμότης ξηραίνει τὰ
15σώματα, ἀλλὰ καὶ τὸ φύσει θερμὸν σῶμα πρὸς τὰς πέψεις τῶν σιτίων ἄριστα ἔχει, καὶ περιουσίαν οὐδεμίαν ἐγκαταλείπει περιττὴν
ἐν τῷ σώματι. τὸ σύμπαν μὲν οὖν αἱ τοιαῦται ἀνδρώδεις εἰσὶ καὶ μελαγχρῶτες καὶ μεμυωμέναι καὶ νεύροις σύντονοι, φλεβώδεις, γλουτοῖς καὶ ὀσφύϊ μείονες, στέρνοις καὶ ὤμοις εὐρύτεραι καὶ
20δασύτεραι· ὅσαι τοιαῦται, ἢ οὐδόλως καθαίρονται ἢ σμικρότατα· Ἕτεραι δὲ αἰτίαι τοῦ μὴ καθαίρεσθαι, πὴ μὲν πιμελωδέστερον τὸ σῶμα ἐστὶ πὴ δὲ ἰσχνότερον. αἱ μὲν οὖν πιμελώδεις ἀναι‐ μότεραι τῶν ἄλλων καὶ σμικρότατα τὰ φλεβία ἔχουσι, καὶ αὐτὸ τὸ ἐνυπάρχον αὐταῖς ὀλίγον αἷμα εἰς τὴν πιμελὴν δαπανᾶται·
25τεκμήριον δὲ τοῦτο· ὅτι οὐ κυΐσκουσιν αἱ τοιαῦται, καὶ εἰ κυήσειέν ποτε, ἰσχνὰ καὶ ἀσθενῆ τὰ παιδία τίκτουσι· πῶς οὖν ἀνακαθαί‐ ρονται, αἷς οὔτε αἷμα ἐπιπολὺ οὔτε μεγάλαι φλέβες; αἱ δὲ ἰσχνότεραι ἐκ νόσων τινῶν πολυχρονίων λεπτυνθεῖσαι δηλονότι, οὐδὲ ὅλως ἔχουσιν αἷμα περιττὸν ἐν τῷ σώματι. ἐπέχεται δὲ ἡ
30κάθαρσις, καὶ ἐφ’ ὧν τὸ αἷμα ἢ παχύτερον ἢ γλισχρότερον γίγνεται ἢ δι’ ἑτέρων τόπων φέρεται, οἷον διὰ μυκτήρων ἢ ἕδρας· ἔνιαι δὲ καὶ ἐκ θώρακος πτύσασαι αἷμα οὐκέτι ἐκαθάρθησαν, ἄλλαι δὲ φλεβοτομηθεῖσαι ἄκρως, ἐπεσχέθησαν τὴν ἔμμηνον κά‐ θαρσιν, καὶ ἐκκρίσεις δὲ ἄλλαι γιγνόμεναι, ἐπέχουσι τὰς ἐμμήνους
35καθάρσεις· οἷον ἱδρώτων πλῆθος, ἕμετοι συνεχεῖς, διάρροιαι πῦον ἐξέλκουσαι δαψιλὲς, καὶ τὰ περὶ τὸ δέρμα ἐξανθήματα πάντα. Ταῦτα γὰρ πάντα ἐμποδὼν γίνεται ταῖς καθάρσεσι, καὶ ὅσα νοσήματα ὀξέα συμβαίνει καὶ μάλιστα τὰ μεγάλα, οὐκ ἐᾷ τὰς ἐπιμηνίων καθάρσεις γίνεσθαι, καὶ τροφαὶ αἵ τε ὀλίγαι καὶ
40αἱ πλείους κωλύουσιν· ἀπὸ μὲν γὰρ τοῦ ὀλίγου τάχα ἐξέρχεται βραχὺ, τὸ δὲ πολὺ στενοχωρούμενον οὐκ ἰσχύει ἐκκρίνεσθαι, δήλη δὲ ἡ θεραπεία· καὶ γὰρ αἱ διὰ πλῆθος μὴ καθαιρόμεναι φλεβοτομηθεῖσαι, παραχρῆμα καθαίρονται. σιτία δὲ τὰ μὲν
παχέα καὶ φλεγματώδη πάντα πολέμια ταῖς καθάρσεσι, τὰ δὲ
45δριμύτερα εὔρουν παρασκευάζει τὸ αἷμα, καὶ οἴνων οἱ παχεῖς καὶ νέοι οὐκ ἐπιτήδειοι καὶ ὑδάτων τὰ ψυχρὰ καὶ σκληρὰ καὶ πόνοι οἱ ὑπὲρ δύναμιν καὶ ἀργεῖαι αἱ μακρότεραι. Ταῦτα μὲν περί τε τὸ πᾶν σῶμα καὶ τὴν δίαιταν ἐπισκέπτεσθαι χρὴ, περὶ δὲ τὴν ὑστέραν μύσεις τε καὶ διαστροφαὶ τοῦ αὐχένος, σκλη‐

50

(50)

ρότητες, φλεγμοναὶ, ἀτροφίαι, παραλύσεις, ψύξεις, διατάσεις καὶ τὰ ἄλλα ὅσα τοιαῦτα παθήματα· προσέτι δὲ καὶ ἐπισκέπτεσθαι ὡς μή τινα ἐμφράττοντα τὸ τῆς ὑστέρας στόμα, κωλύει τὴν τοῦ αἵματος ἔξοδον. καὶ γὰρ πόροι αὐτόθι γινόμενοι ἢ ὑπερσαρ‐ κώματά τινα ἢ πιμελὴ πολλὴ, πολλάκις διεκώλυσαν τὴν κάθαρσιν.
55τισὶ δὲ ἐξ ἀρχῆς ἐπίφυσις ὑμένος περὶ τὸν τράχηλον τῆς ὑστέρας ἢ τὸ στόμα γέγονεν, ὡς ἐπὶ τῶν ἀτρήτων λεγομένων, ἃς ἀδύνατον καθαρθῆναι εἰ μὴ οἱ ἐμφράττοντες τοὺς τόπους ὑμένες τρηθεῖεν· τισὶ δὲ ἕλκη γενόμενα ἐν ὑστέρᾳ εἶτα ἐπουλωθέντα, ἀπετύφλωσε τὰ στόματα τῶν εἰς τὴν μήτραν κομιζόντων τὸ αἷμα ἀγγείων,
60αἵτινες καὶ ἀνίατοί εἰσιν· ἔνιαι δὲ καὶ ἐκτρώσασαι ἡλκώθησαν τὸ στόμα τῆς ὑστέρας, καὶ συνουλωθέντων τῶν ἑλκῶν σύμφυσις ἤτοι ἔμφραξις παρηκολούθησεν, ἥτις τάς τε ἄλλας τῆς μήτρας διαπνοίας ἐκώλυσε καὶ τὴν τοῦ αἵματος ἔκκρισιν· ἐπέχεται δὲ τὸ καταμήνιον καὶ διὰ φροντίδα ὑπερβάλλουσαν καὶ διὰ φόβον
65ἰσχυρὸν καὶ διὰ λύπην μεγίστην. Μὴ καθαιρομένῃ τοίνυν γυναικὶ ὡς εἴθισται, κίνδυνος καὶ αἷμα πτύσαι καὶ ἀπόπληκτον γενέσθαι, παρέπεται γὰρ ταύταις ἐπεχομένων τῶν συνήθων ἐκκρίσεων συμ‐ πτώματα χαλεπὰ, οἷον βάρους αἴσθησις ἐν ὅλῳ τῷ σώματι καὶ
ἄσαι καὶ ἀνορεξίαι καὶ ἀνωμαλίαι καὶ φρικώδεις διαδρομαὶ,
70συνεδρεύουσί τε ὀδύναι κατ’ ὀσφὺν καὶ μηροὺς καὶ τράχηλον καὶ βρέγμα καὶ κατὰ τὰς τῶν ὀφθαλμῶν βάσεις, πυρετοὶ συνεχεῖς καὶ οὖρα μελαινόμενα μετ’ ἐρυθροῦ τινὸς ἰχῶρος, καὶ δυσουριῶσι καὶ ἰσχουριῶσιν· ἔνιαι δὲ αὐτῶν καὶ εἰς μελαγχολίαν ἢ μανίαν ἐνέπεσον.
74

51

(t1)

ΘΕΡΑΠΕΙΑ ΤΩΝ ΔΙΑ ΠΛΕΙΣΤΗΝ ΘΕΡΜΟΤΗΤΑ ΜΗ ΚΑΘΑΙΡΟ‐
t2ΜΕΝΩΝ, ΕΚ ΤΩΝ ΡΟΥΦΟΥ.
t2
1 Ὀρθότερον μὲν οὖν πρὸς ἅπασαν τὴν ὑγείαν πᾶσαν ἐξευρεῖν δίαιταν, ὑφ’ ἧς ξηραινόμενον τὸ σῶμα τῆς γυναικὸς ἔσται πρὸς τὸ μὴ δεῖσθαι τῆς καταμηνίου καθάρσεως, ἀλλὰ εἰς τὴν κύησιν οὐδαμῶς τοῦτο συμφέρον, αἱ γὰρ μὴ καθαιρόμεναι οὐδὲ κυΐ‐
5σκουσι· διά τε οὖν τὴν κύησιν καὶ ὅτι αἱ πλείους ἀταλαιπώρως διαιτώμεναι καθαίρεσθαι χρήζουσι, δίκαιον καὶ θεραπείας γρά‐ ψαι πάσῃ γυναικὶ μὴ καθαιρομένῃ. Τὰς μὲν οὖν θερμοτέρας τὴν φύσιν, τῶν τε πολλῶν πόνων ὑπανιέναι προσήκει, ὑγραίνοντας τὸ σῶμα κατὰ τὸ δυνατόν· λουτρὰ μὲν οὖν εὔκρατα ἐν ὕδασι
10γλυκέσι ταῖς οὕτω διακειμέναις ἐπιτηδειότατα, σιτία δὲ καὶ ποτὰ δαψιλέστερά τε καὶ ὑγρότερα, οἷον ῥοφήματα διὰ πτισάνης καὶ χόνδρου καὶ διὰ γάλακτος σκευαζόμενα, λαχάνων δὲ θριδακίνη, κολοκύνθη καὶ τὰ ὅμοια, κρέα δὲ ἀρνῶν καὶ ἐρίφων καὶ τῶν μικρῶν χοίρων καὶ τὰ ἥμερα μᾶλλον καὶ τὰ θήλεα· ἰχθύες δὲ
15οἱ ἁπαλόσαρκοι πάντες καὶ ὀρνίθων τὰ ἥμερα· ὀπῶραι, σῦκα χλωρὰ καὶ σταφυλὴ πεπεμμένη καὶ πέπονες καὶ σίκυοι· ποτὸν
οἶνος λεπτὸς, λευκὸς, μὴ ἄγαν παλαιὸς, κρᾶσις ὑδαρεστέρα.

52

(t)

ΔΙΑΓΝΩΣΙΣ ΤΩΝ ΨΥΧΡΟΤΕΡΩΝ ΕΞΕΩΝ ΚΑΙ ΘΕΡΑΠΕΙΑ.
t
1 Τὰς δὲ ψυχροτέρας ἕξεις διαγνωσόμεθα ἔκ τε τῶν προρρη‐ θέντων καὶ ἐκ τούτων· ὑπνωδέστεραι εἰσὶ καὶ ὀκνηραὶ πρὸς πᾶσαν κίνησιν, χρόᾳ λευκότεραι ἢ μαλακώτεραι ἢ μολυβδώδεις, τὰ φλεβία ὑπομελανοῦντα, οὖρα ὑδατώδη, ἀποχρέμψεις συνεχεῖς φλέγματος,
5ἐνίοτε καὶ ἔμετος φλεγματωδῶν χυμῶν. ὑπεναντίως δὲ ταῖς θερ‐ μαῖς ταύτας θεραπεύσεις· καὶ γὰρ ταλαιπωρίας πλείονας προ‐ στάξεις καὶ τῶν βρωμάτων τὰ θερμότερα, οἶνον κιρρὸν, εὐώδη, παλαιὸν, τῶν μὴ παντάπασι γλυκέων, ὠφέλιμος δὲ καὶ ταύταις ὁ τεθαλασσωμένος οἶνος· φάρμακα δὲ αὐταῖς ἐπιτήδεια συντόμως
10μὲν εἰπεῖν, ἃ τῇ θερμότητι διαλύειν δύναται τὸ αἷμα· ταῦτα δέ ἐστι γλήχωνος ἀφέψημα, θύμου, καλαμίνθης, δικτάμνου, ἀβρο‐ τόνου, ἴρεως, ἀσφοδέλου ῥίζης, μορέας τοῦ φλοιοῦ, τῆς ῥίζης λινοζώστεως, κασίας, καρπησίας, σχίνου ἄνθους, ναρδοστάχυος καὶ τῆς κελτικῆς ἀκόρου, μήου, φοῦ, βράθυος, ἀσάρου καὶ τῶν
15παραπλησίων. τούτων γὰρ ἕκαστον μετ’ οἴνου λευκοῦ παλαιοῦ ἑψούμενον ἐπὶ πολὺ, καὶ πινομένου τοῦ οἴνου ἀκράτου θερμοῦ νήστει ἀπὸ βαλανείου, ἄγει τὰς ἐπιμηνίους καθάρσεις ἐπὶ τῶν ψυχροτέρων ἕξεων· καλῶς δὲ ποιεῖ καὶ ὁ κυρηναῖος ὀπὸς ὅσον ὄροβος καταπινόμενος, καὶ ὀποπάνακος γοα ἤτοι οὐγ. α. καὶ τοῦ
20σαγαπηνοῦ ὁμοίως, καὶ σμύρνα κυάμου μέγεθος, καὶ καστορίου
δραχ. α. καὶ τῶν συνήθων ἡμῖν σπερμάτων, μαράθρου, κυμίνου, σελίνου σπέρματος, σίου, πετροσελίνου, δαύκου, ἄμμεως καὶ ἐρε‐ βίνθων ἀφέψημα· ἔστι δὲ καὶ τοῦτο κάλλιστον καὶ ὀξύτατον· γλήχωνος, ἀρτεμισίας, πηγάνου, ἐλελισφάκου, ἀνήθου ἀνὰ δεσμί‐
25διον μικρόν· πεπέρεως κόκκους κ. ὕδατος ξέστ. β. θλάσας τὸ πέπερι καὶ βαλὼν σὺν ταῖς βοτάναις, βρέχε ὅλην νύκτα· ἕωθεν δὲ ἑψήσας ἕως ἡμίσεως καὶ διηθήσας, ἐπίβαλλε μέλιτος καλοῦ τὸ ἀρκοῦν καὶ δίδου νήστει κυάθους β. καὶ κέλευε ἡσυχῆ βαδίζειν καὶ αἰωρεῖσθαι διὰ φορείου· καιροὶ δὲ ἐπιτήδειοι τῶν τοιούτων
30φαρμάκων εἰσὶν, εἷς μὲν ἐγγίζοντος τοῦ καιροῦ τῆς καθάρσεως, ἕτερος δὲ ἀλειψαμένην ἢ πυριασθεῖσαν ἢ λουσαμένην πίνειν αὐ‐ τίκα, ὡς ἂν θερμῷ καὶ διακεχυμένῳ τῷ σώματι ἐν τάχει τὸ φάρμακον τὴν αὑτοῦ ἐνέργειαν ἐνδείξηται. Τῶν μὲν οὖν τοιούτων φαρμάκων καὶ πάνυ πολλὴ εὐπορία τῷ βουλομένῳ πάντα συγ‐
35γράφειν, ἀλλ’ ἐξαρκεῖ καὶ τὰ εἰρημένα· εἰ δὲ ἐπὶ μηδενὶ τούτων ἔλθῃ ἡ κάθαρσις, ἑτέρου τρόπου δεῖ καὶ μείζονος. Ἐγὼ οὖν τούτοις χρησάμενος καὶ μὴ εὐτυχήσας τῆς ῥύσεως, ἐκέλευσα κα‐ θαρτήριον κατωτερικὸν πιεῖν φάρμακον τὴν γυναῖκα, ἡ δὲ ἔπιεν μὲν εὐφόρβιον μετὰ πετροσελίνου, οὐ πολὺ δὲ ὕστερον τῆς διὰ
40γαστρὸς καθάρσεως καὶ ἡ τῶν καταμηνίων ἔκκρισις ἐπηκολού‐ θησεν. Εἰ δὲ μελαγχολικώτερον εἴη τὸ πλεονάζον, δίδου ἐπιθύμου γράμματα ε, μετ’ ὀξυμέλιτος κεκραμένου κοτύλης μιᾶς, ἅλας
ὀλίγον ἐμβάλλων· τῆς γὰρ ὑποστάθμης καθαρθείσης τοῦ αἵματος καλῶς, εὔρουν γίνεται τὸ αἷμα· πολλὰς δὲ τῶν οὕτως ἐχουσῶν
45καὶ ἔμετος ὠφέλησεν· ἐμείτωσαν δὲ πίνουσαι θύμου ἀφέψημα ἢ ὀριγάνου ἢ ὑσσώπου, μετὰ δὲ τὸν ἔμετον πίνειν χρὴ ἀπόβρεγμα κενταυρίου ἢ ἀψινθίου. δεῖ δὲ καὶ αὐτὴν τὴν ὑστέραν προσθέ‐ τοις ἐρεθίζειν, ἵνα διὰ μὲν τῆς διαίτης λεπτὸν καὶ θερμὸν τὸ αἷμα ἀπεργασθῇ, ὑπὸ δὲ τῶν προσθέτων ἐρεθίζηται πρὸς ἔκ‐

52

(50)

κρισιν· τούτων δὲ τὰ μὲν ἰσχυρότερα φυλάττεσθαι, οἷα ἐστὶ τὰ δι’ ἐλατηρίου καὶ κανθαρίδων καὶ κυκλαμίνου καὶ βοείας χολῆς καὶ ἐλλεβόρου, κίνδυνος γὰρ ὑπὸ ἰσχύος τῶν τοιούτων φαρμάκων, καὶ φλεγμονὰς καὶ ἕλκη καὶ πυρετοὺς ἐπιγίνεσθαι.
53

53

(t)

ΠΕΣΣΟΙ ΑΙΜΑΓΩΓΟΙ.
t
1 Τὰ πραότερα οὖν προστιθέναι δεῖ· πήγανον ἢ δαφνίδας ἢ ἀρτεμισίαν, κόνυζαν τὴν λεπτόφυλλον, γλήχωνα, λινόζωστιν, τούτων ἕκαστον μετὰ ἰρίνου μύρου προστιθέσθω· εἰ δὲ ἰσχυ‐ ροτέρων δέοι, ἀγαθὰ τὰ τοιαῦτα· σμύρνης δραχ. α, στυπτηρίας
5σχιστῆς δραχ. βʹ, λεῖα ἐν οἴνῳ καὶ ῥοδίνῳ προστιθέσθωσαν· ἀγαθὸν δὲ καὶ τερεβινθίνη μετὰ σμύρνης καὶ κρόκου καὶ μέλιτος. τοῦτο δὲ ἐστὶν ἰσχυρότερον· πελεκίνου σπέρμα μετὰ σμύρνης
καὶ μέλιτος, βδέλλιον ἢ χαλβάνη ἢ στύραξ μετὰ ἀψινθίου καὶ θέρμων ἀφεψήματος, ἰσχάδας λιπαρὰς καθαρὰς τῶν κεγχρα‐
10μίδων λεάνας μετὰ λιβάνου κυάμου μέγεθος καὶ νίτρου τὸ ἴσον, προστιθέσθω· καὶ ἐγχυματιστέον δὲ τὴν ὑστέραν τινὶ τῶν θερ‐ μαίνειν δυναμένων μύρων, οἷον σουσίνῳ, κυπρίνῳ, ἰρίνῳ, σαμψυ‐ χίνῳ, δαφνίνῳ, ἀμαρακίνῳ, ναρκησσίνῳ· ὑποθυμιᾶν δὲ συνεχῶς στύρακα μετὰ λιβάνου καὶ χαλβάνης, καλῶς δὲ ποιεῖ καὶ ὁ γα‐
15γάτης λίθος. Δοκιμώτατον ὑποθυμίαμα καὶ τοῦτο· ἀριστολοχίας ῥίζης, ῥητίνης ξηρᾶς, σανδαράχης, ἀτρακτυλίδος βοτάνης, κόπρου γυπὸς, βδελλίου, βράθυος, καρδαμώμου, ἀρτεμισίας ἀνὰ δραχ. α. ὀστέων ἰχθύων ταρίχων λειοτάτων, μελανθίου, στύρακος ἀνὰ δραχ. δ. ἀναλάμβανε τροχίσκους μεθ’ ὕδατος ἀνὰ γοα ἤτοι οὐγ.
20α. ἐπὶ δὲ τῆς χρείας ὑποθυμία πρωῒ καὶ ἑσπέρας ἐπὶ βολβίτων. μᾶλλον δὲ δεῖ καὶ πυριᾶν τὴν ὑστέραν ταῖς εὐώδεσι πυρίαις. ἑψοῦντα ἐν ὕδατι ἀμαράκου, ἑρπύλου, γλήχωνος, καλάμου, κυπέ‐ ρου, ἴρεως, χαμαιμήλου, κόστου, ἀνίσου καὶ τῶν ὁμοίων· πυριᾶν δὲ οὕτως· πωμάζειν χρὴ τὴν χύτραν πώματι τρῆμα ἔχοντι, καὶ
25τῷ τρήματι προσαρμόζειν κάλαμον καὶ χρίειν πάντοθεν, ἔπειτα προσκαθίσασα ἐπὶ δίφρου ἡ γυνὴ πυριάσθω διὰ τοῦ ὑποκειμένου καλάμου· ἕτερος δὲ τρόπος πυρίας ἐστὶ τὸ ἐγκαθίσαι αὐτὰς εἰς τὰ προειρημένα ἀφεψήματα μέχρις ὀμφαλοῦ, καὶ μετὰ ταῦτα ἀπονιψαμένη ὕδατι γλυκεῖ θερμῷ, τοῖς προειρημένοις προσθέτοις
30χρῆσθαι. κάλλιστον δὲ πρόσθετον καὶ τοῦτο αἱμαγωγόν· καρ‐ ποβαλσάμου, καρυοφύλλου, ἐλαίου ἀμαρακίνου ἢ σουσίνου ἀνὰ δραχ. α. ἀσταφίδων λιπαρῶν ἀνακεκαθαρμένων, νικολάων φοι‐
νίκων κεκαθαρμένων δώδεκα τῶν σαρκῶν, ἁλὸς κοινοῦ γοιστ ἤτοι οὐγ. ιστ. μέλιτος κοχλιάρια δ. ἀναλαβὼν χρῶ μετὰ λουτρὸν
35ἢ πυρίαν· πυριᾶν δὲ χρὴ καὶ τοῖς καταπλάσμασιν, ἐμπλάσσοντας ταῖς ὠμαῖς λύσεσιν ἀρτεμισίαν, ἀμάρακον, ἴριν ἢ ἕτερόν τι τῶν προρρηθέντων, τὸ δὲ ὑγρὸν τῶν καταπλασμάτων ἔστω οἶνος εὐώδης καὶ μέλι καὶ ἀμαράκινον ἢ ἴρινον ἢ ἀνήθινον μύρον. Τῶν δὲ καταπλασμάτων ἀρθέντων, ἔριον καθαρὸν βεβρεγμένον
40τινὶ τῶν εἰρημένων μύρων θερμῷ ἐπιτιθέσθω ἄνωθεν, ἀγαθὸν δὲ καὶ βδέλλιον μετὰ στύρακος καὶ λιβάνου λειώσαντα μετ’ οἴνου καὶ μύρου τινὸς τῶν εἰρημένων, ἐπιχρίειν τῷ ὑπογαστρίῳ ὅλῳ καὶ τῇ ὀσφύϊ.
43 ΕΠΙΘΕΜΑ ΑΙΜΑΓΩΓΟΝ ΕΠΙΤΗΔΕΙΟΝ ΚΑΙ ΤΟΥΤΟ.
44
45 Ἐλατηρίου, σμύρνης, χαλβάνης, κριθίνου ἀλεύρου ἀνὰ δραχ. δ. πηγάνου φύλλων χρωρῶν δραχ. β. χολῆς ταυρείας τὸ ἀρκοῦν· ἕκαστον ἰδίᾳ λειότατον ποιήσας καὶ ἑνώσας ἐπιχέων τῆς χολῆς ὅσον ἐξαρκεῖ, ἀναλάμβανε· ἐπὶ δὲ τῆς χρείας ἐπίχριε τῷ ὑπογα‐ στρίῳ καὶ τῇ ὀσφύϊ, κατάγει γὰρ τὰ ἔμμηνα καὶ τὰς αἱμορροΐδας

53

(50)

ἐν ἕδρᾳ κινεῖ. Χρῶ δὲ καὶ τοῖς ὁμοίοις ἐπιθέμασι τοῖς προγε‐ γραμμένοις ἐν τῷ τρίτῳ λόγῳ.
51

54

(t)

ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΑΓΩΓΟΝ ΚΑΤΑΜΗΝΙΩΝ.
t
1 Καρκίνον ποτάμιον ζῶντα βαλὼν εἰς οἶνον καὶ πνιγέντα ἐν αὐτῷ, εἶτα λαβὼν τὸν οἶνον καὶ θερμάνας, δίδου πίνειν ἄκρατον ὡς κρᾶσιν τελείαν· καὶ ὅταν δόξῃ σοι ἱκανῶς καθαρθῆναι, δίδου τῇ γυναικὶ φαγεῖν αὐτὸν τὸν καρκίνον ὃν ἔπνιξας.
4
5ΥΠΟΘΕΤΟΝ ΑΓΟΝ ΑΙΜΑ ΩΣΤΕ ΘΑΥΜΑΣΑΙ, ΠΟΙΕΙ ΚΑΙ ΕΠΙ ΤΩΝ ΥΣΤΕΡΙΚΩΝ ΠΝΙΓΩΝ ΧΡΟΝΙΖΟΥΣΩΝ ΜΑΛΙΣΤΑ.
6 Χολῆς ταυρείας, ἀψινθίου χυλοῦ ἢ αὐτῆς τῆς κόμης, στρου‐ θίου ῥίζης, σμύρνης ἀνὰ δραχ. δ. καστορίου, ὀποβαλσάμου ἀνὰ
δραχ. α. κυκλαμίνου χυλοῦ δραχ. ι. ἀναλαβὼν χυλῷ ἀρτεμισίας,
10ποίει βαλάνια μικρὰ καὶ δίδου προστίθεσθαι. κάλλιστον δὲ καὶ τρὺξ οἴνου παλαιοῦ ξηρὰ, ἀναλαμβανομένη σελίνου χυλῷ καὶ προστιθεμένη.
12 ΠΕΣΣΟΣ ΑΙΜΑΓΩΓΟΣ ΑΥΘΗΜΕΡΟΝ ΑΓΩΝ ΑΙΜΑ ΩΣ ΕΠΙ ΤΟ
ΠΟΛΥ.
14
15 Ἀρτεμισίας φύλλα καὶ νίτρον ἴσα λειώσας καὶ ἀναλαβὼν ἰρίνῳ καὶ ῥοδίνῳ, χρῶ ἐν πεσσῷ μετὰ τὸ λουτρόν.
16

55

(t)

ΘΕΡΑΠΕΙΑ ΤΩΝ ΔΙΑ ΠΛΕΙΣΤΗΝ ΠΙΜΕΛΗΝ ΜΗ ΚΑΘΑΙΡΟΜΕΝΩΝ.
t
1 Τὰς δὲ πιμελωδεστέρας τῶν γυναικῶν τῇ τε ἄλλῃ διαίτῃ ὡς λεπτοτάτῃ διαιτᾶν, προείρηται δὲ ἐν τῷ δευτέρῳ καὶ τρίτῳ λόγῳ περί τε τῆς διαίτης καὶ τῆς τῶν τροφῶν δυνάμεως καὶ περὶ κα‐ θαιρέσεως σαρκῶν, καὶ σὺν ἐκείνοις δὲ καὶ πόμασι καὶ πυριάσμασι
5χρῆσθαι· εἰ γὰρ ἐνταῦθα ῥέψεις, καθαιροῦνται οὐ χαλεπῶς καὶ τὸ ὅλον σῶμα ἰσχνότερον γίνεται. Σφαλερὸν μὲν οὖν τὰς πιμελώδεις καθαίρειν διὰ τῆς κάτω κοιλίας, συντηκτικὸν γάρ· ἀλλὰ τῇ οὕτως ἐχούσῃ γυναικὶ οὐδὲ τοῦτο παραληπτέον, πολλαῖς γὰρ καὶ μόνη ἡ τοῦ καθαρτικοῦ φαρμάκου πόσις ἤρκεσε τὸ δέον
10ποιῆσαι· τῶν δὲ καθαρτικῶν τὰ ὀξύτατα καὶ πυρωδέστατα ταῖς πιμελώδεσι κάλλιστα, ὅ τε κνίδειος κόκκος καὶ ἡ σκαμμωνία καὶ ὁ τοῦ μυρσινίτου τιθυμάλλου τῆς ῥίζης φλοιὸς, παντὶ δὲ μίσγειν πετροσέλινον ἢ δαῦκον ἢ σέλινον ἢ ἄνισον ἢ γλήχωνα, ἡδύσματος χάριν καὶ διαλεπτύνσεως καὶ διακρίσεως τοῦ αἵματος.
15Καὶ τὰ προσθετὰ δὲ τὰ ἐπὶ τούτων ἰσχυρότερα ἔστω, οἷον κο‐ λοκυνθίδος ἐντεριώνην, μελάνθιον καὶ σμύρναν λειωθέντα ὁμοῦ σὺν οἴνῳ γλυκεῖ προστιθέσθω, ἢ νίτρον μετὰ κυκλαμίνου καὶ χολῆς βοείας καὶ μέλιτος, καὶ ἰσχάδων σάρκας μετὰ νίτρου καὶ πηγάνου καὶ μέλιτος, καὶ πυρίας δὲ καὶ ἐπιθέματα τὰ ἐπὶ τῶν
20ψυχροτέρων προειρημένα κἄπει τούτων παραλαμβανέσθω.
20

55bis

(t)

ΘΕΡΑΠΕΙΑ ΤΩΝ ΔΙΑ ΠΛΗΘΟΣ ΜΗ ΚΑΘΑΙΡΟΜΕΝΩΝ.
t
1 Αἱ δὲ διὰ πλησμονὴν χυμῶν μὴ καθαιρόμεναι, ὀδυνῶνται μὲν περὶ τὸν καιρὸν τῶν καταμηνίων, καὶ τοῖς ἄλλοις δὲ γινώ‐ σκονται πεπληρωμέναι τῷ τε ὄγκῳ τῶν φλεβῶν καὶ τῷ βάρει τοῦ σώματος καὶ τοῖς ἐγκαταλιμπανομένοις πνεύμασιν, ὑφ’ ὧν
5παλμούς τε καὶ διατάσεις ἐν τῷ σώματι καὶ φρίκας ἀνάγκῃ γενέσθαι, τὰ δὲ λοιπὰ ζήτει ἄνωθεν καὶ εὑρήσεις. ἡ δὲ ἴασις ἐστὶν ἀφελεῖν τὸ πλεῖον τοῦ αἵματος. Τὴν κατ’ ἀγκῶνα οὖν τμητέον φλέβα ἢ τὴν πρὸς τὸ σφυρὸν, μετὰ δὲ τὴν κένωσιν τοῦ αἵματος καὶ τὰ ἄλλα ποιεῖν ὡς πρόσθεν εἴρηται, προποτίζοντα
10καὶ πυριῶντα τοὺς τόπους· φανέντων δὲ τῶν καταμηνίων, κατα‐ κλίνειν χρὴ τὴν γυναῖκα καὶ ἐν ἡσυχίᾳ τηρεῖν καὶ ἀκινησίᾳ, καὶ λουτρῶν καὶ σιτίων ἀπέχεσθαι τὴν πρώτην, τὴν δὲ δευτέραν σιτία μὲν διδόναι πτισάνης χυλὸν συνηψημένου ἀνήθου, ἔπειτα λαχάνων τι τῶν ἐπιτηδείων, τῇ δὲ τρίτῃ λούειν καὶ διαιτᾶν
15συνήθως.
15

56

(t)

ΘΕΡΑΠΕΙΑ ΤΩΝ ΥΠΟ ΑΤΡΟΦΙΑΣ ΜΗ ΚΑΘΑΙΡΟΜΕΝΩΝ.
t
1Ὅσαι δὲ ὑπὸ ἀτροφίας καὶ ἰσχνότητος οὐ καθαίρονται εἴτε
διὰ νόσον εἴτε ἄλλως, ἀνακομίζειν χρὴ πρότερον καὶ εὔσαρκα ἀποδεικνύειν τὰ σώματα, τοῖς τε γυμνασίοις καὶ πόνοις μετριω‐ τέροις καὶ τοῖς σιτίοις δαψιλέστερον χρωμένας. εἰ γὰρ εὐσαρ‐
5κότεραι γένοιντο, ἐλπίδες μὲν πολλαὶ καὶ αὐτομάτως ἐλθεῖν πρὸς τὰς καθάρσεις, εἰ δὲ μὴ εὐχερέστερον καὶ πόμασι καὶ τοῖς προ‐ σθέτοις ἀγαγεῖν ταύτας.
7

57

(t)

ΘΕΡΑΠΕΙΑ ΤΩΝ ΔΙΑ ΜΟΧΘΗΡΙΑΝ ΧΥΜΩΝ ΜΗ ΚΑΘΑΙΡΟΜΕΝΩΝ.
t
1 Ἐπειδὴ δὲ καὶ χολώδεις καὶ φλεγματώδεις χυμοὶ καὶ ὅσοι ἄλλοι σμιγόμενοι τῷ αἵματι, ἐμποδὼν τῇ καθάρσει γίνονται, δια‐ γνώσει μὲν τῇ τε πάσῃ ἕξει πονηροτέρᾳ οὔσῃ καὶ ἑκάστῳ τῶν γνωρισμάτων πλειστάκις προειρημένων, καὶ ἐκ τῶν παρεπομένων
5ἐνίοτε περὶ τὴν ὑστέραν συμπτωμάτων. εἰ γὰρ κἂν σμικρὰ ἐπιφαίνηται ταῖς τοιαύταις τὰ καταμήνια, τὰ μὲν χολώδη δάκνει καὶ ξύει τὰς ὑστέρας καὶ τῇ χρόᾳ ξανθὰ ὑπάρχει καὶ κατάκορα, τὰ δὲ φλεγματώδη βραδυπορώτερα καὶ παχύτερα καὶ λευκὰ καὶ ὑπόψυχρα καὶ ναρκώδη εἰσίν. Ὅταν οὖν τοιαῦτα εἴῃ τὰ
10σημεῖα, κάλλιστον καθαίρειν τοῖς ἐπιτηδείοις φαρμάκοις τὸ πᾶν σῶμα, καὶ μετὰ ταῦτα λούειν καὶ πυριᾶν τοὺς γυναικείους τό‐ πους καὶ σιτίον ἡδὺ προσφέρειν καὶ εὔχυμον, καὶ πόμα οἶνον ἢ μέλι διδόναι καὶ γάλα δὲ ὄνειον μετὰ μέλιτος προσφέρειν, καὶ γλήχωνα ὅσον δεσμίδιον ζέσας μεθ’ ὕδατος καὶ οἴνῳ γλυκεῖ
15κεράσας, δίδου πίνειν ἀκρατέστερον. ταῦτα καὶ τὰς καθάρσεις κινεῖ καὶ οὐδὲν ἐγκαταλείπει περίττωμα τῷ αἵματι· προσπλέκειν
δέ ποτε καὶ τοῖς ἐσθιομένοις καὶ πινομένοις καὶ τῶν εὐωδῶν τι σπερμάτων, τῶν λαχάνων δὲ ἔστω κρίθμον, γιγγίδιον, σταφυλῖνος πάνυ ἑφθὸς καὶ μάραθρα, ἅμα δὲ μὴ δὲ τῶν προσθέτων ἀμε‐
20λεῖν, οἷα χρὴ εἶναι ταῦτα· τὰ μὲν ἤδη προείρηται, τὰ δὲ νῦν ἐρήσεται· χολῶδες μὲν γὰρ εἰ ἐθέλεις ἄγειν, ἐλατήριον προστίθει μετὰ σύκου λιπαροῦ, ἐνίοτε δὲ καὶ κυκλάμινον μετ’ οἴνου· φλέγμα δὲ ἐξ ὑστέρας ἄγει ἀνεμώνης φύλλα, ἴρις μετὰ μέλιτος, αἰρῶν ἄλευρον μετὰ πεπέρεως ὀλίγου καὶ μέλιτος· φρύξας
25δὲ καὶ ἐπ’ ὀλίγον τὰς αἴρας πρόσφερε· κολοκυνθὶς μετὰ ἰσχάδων· ὑδατώδη δὲ ἄγει πράσον μετὰ μέλιτος. Μετὰ δὲ τὰ πρόσθετα προσήκει εἰς ὕδωρ θερμὸν ἐγκαθίζειν καὶ μύρῳ ῥοδίνῳ χρίειν τὸ στόμα τῆς ὑστέρας, ἢ κηρωτῇ ῥοδίνῃ ἢ στέατι ὀρνιθείῳ.
28

58

(t1)

ΘΕΡΑΠΕΙΑ ΤΩΝ ΔΙ’ ΕΤΕΡΩΝ ΤΟΠΩΝ ΚΕΝΟΥΜΕΝΩΝ ΔΙ’
t2ΑΙΜΟΡΡΟΙΔΩΝ Η ΜΥΚΤΗΡΩΝ, ΚΑΙ ΔΙΑ ΤΟΥΤΟ ΜΗ ΚΑΘΑΙΡΟ‐
t3ΜΕΝΩΝ.
t3
1 Τὰς δὲ δι’ ἄλλων τόπων κενουμένας δι’ αἱμορροΐδων ἢ μυ‐ κτήρων, θεραπεύειν οὕτως· τὸ ῥέον αἷμα ἐπέχειν δεῖ, σὺν τούτοις καὶ τοῖς ὑστερικοῖς βοηθήμασι χρῆσθαι, ἵνα μὴ κωλυόμενον
ἐκεῖθεν ἀλλαχοῦ ῥεύσῃ εἴς τι τῶν κυρίων μορίων, τὸ δ’ αὐτὸ
5χρὴ κἀπὶ τῶν ἄλλων μηχανᾶσθαι δι’ ἱδρώτων τε καὶ ἐμέτων καὶ τῶν λοιπῶν ἐκκρίσεων. Τὸ δὲ σύμπαν γινώσκειν χρὴ, ὅτι οὐ μέγα βλάπτονται ὅσαι διὰ τοιαύτας προφάσεις οὐ καθαίρονται, οὐδὲ ὅσαι διὰ τροφῆς ἔνδειαν, οὐδὲ ὅσαι δι’ ὑπερβολὴν πόνων, πλὴν ὅτι αἱ μὴ διὰ μήτρας καθαιρόμεναι οὐ κυΐσκουσι.
9

59

(t)

ΘΕΡΑΠΕΙΑ ΤΩΝ ΔΙ’ ΑΡΓΙΑΝ ΜΗ ΚΑΘΑΙΡΟΜΕΝΩΝ.
t
1 Τὰς δι’ ἀργίαν μὴ καθαιρομένας δῆλον ὅτι προσάγειν χρὴ τοῖς πόνοις· τῶν δὲ πόνων ἐπιτηδειότατοι γυναικὶ περίπατοι καὶ αἰῶραι διὰ ζῴων ὀλίγῳ συντονώτεραι, τὰ δὲ ἄλλα ὡς τὴν ψυ‐ χροτέραν καὶ φλεγματωδεστέραν θεραπεύσεις· καὶ καθόλου ὡς
5Ἱπποκράτης φησὶ, τὰ ἐναντία ἐπιτηδεύειν τοῖς τὴν ἀπόκρισιν τοῦ αἵματος ἐμποδίζουσι· καὶ εἰ μὲν τὸ ὕδωρ βλάπτει ψυχρὸν καὶ σκλη‐ ρὸν ὑπάρχον, ἕτερον ἐπιζητεῖν κάλλιστον, πίνειν τε τὸ ὕδωρ μετ’ οἴνου λευκοῦ τῶν διουρητικῶν· καὶ σιτία δὲ ἀντὶ μὲν τῶν ψυ‐ χόντων θερμαίνοντα, ἀντὶ δὲ τῶν παχέων τὰ λεπτύνοντα, ἀντὶ
10δὲ τῶν ξηρῶν τὰ ὑγρὰ καὶ τὰ ἄλλα κατὰ λόγον.
10

60

(t1)

ΘΕΡΑΠΕΙΑ ΤΩΝ ΔΙ’ ΑΙΤΙΑΝ ΤΙΝΑ ΤΩΝ ΠΕΡΙ ΤΗΝ ΥΣΤΕΡΑΝ
t2ΜΗ ΚΑΘΑΙΡΟΜΕΝΩΝ.
t2
1 Εἰ δὲ τὸ μὲν ἄλλο σῶμα εὖ ἔχει, ἡ δὲ δίαιτα ἁρμόζει εἰς κάθαρσιν, οὐ καθαίρεται δὲ ἡ γυνὴ, σκόπει μή τι νόσημα τὴν ὑστέραν ἔχῃ· καὶ εἰ νοσεῖ, μηδὲν φάρμακον κατ’ ἀρχὰς αὐτῇ προσφέ‐ ρειν δεῖ, μὴ δὲ ποτὸν τῶν αἷμα ἀγόντων, κίνδυνος γὰρ τοῦ μὲν φαρ‐
5μάκου ἐπὶ τὴν ὑστέραν ἄγοντος τὸ αἷμα, τῶν δὲ τόπων οὐ δυ‐ ναμένων χαλᾶν, ὀδύνας χαλεπὰς ἐπιγίνεσθαι ὥσπερ ταῖς τικτούσαις. Θεραπεύειν οὖν προσήκει πρότερον τὴν διάθεσιν τὴν τῆς ἐποχῆς
αἰτίαν, καὶ οὕτως ἐπὶ τὰ προτρέποντα πορευτέον. ὅπως δὲ ἕκαστον τῶν περὶ τὴν ὑστέραν γινομένων χρὴ θεραπεύειν, ἀκολούθως
10ἐφεξῆς ῥηθήσεται.
10

61

(t)

ΠΕΡΙ ΣΤΡΑΓΓΗΣ ΚΑΘΑΡΣΕΩΣ.
t
1 Στραγγὴ κάθαρσις ὠνόμασται ἐκ τοῦ κατὰ σταγῶνα καὶ μετ’ ὀδύνης χαλεπῆς τριχώσης τὸ βάθος ἐκκρίνεσθαι τὸ αἷμα, φαίνεται δὲ παραπλήσια τινὰ γινόμενα ἐπὶ τῆς ὑστέρας παθή‐ ματα, τοῖς συμβαίνουσι παθήμασι τῇ οὐροδόχῳ κύστει. καὶ γὰρ
5ἐπ’ ἐκείνης ἢ τελείως ἐπέχεται τὸ οὖρον καὶ λέγεται ἰσχουρία, ἢ κατὰ σταγῶνα φέρεται καὶ λέγεται στραγγουρία, ἢ μετὰ δυσχερείας τινὸς φέρεται καὶ λέγεται δυσουρία. πέντε δὲ τὸν ἀριθμὸν κατ’ εἶδος αἰτίαι τὴν στραγγὴν ἐργάζονται· κάθαρσις, πόρων στένωσις ποικίλως γινομένη, δυνάμεως ἀσθένεια, αἵματος
10πλῆθος, αἷμα φλεγματῶδες, αἷμα τρυγῶδες. Τὰ ἐναντία τοίνυν τῇ παρεμποδὼν γινομένῃ αἰτίᾳ μηχανητέον ἐστί· καὶ τὸ μὲν πλῆθος κενωτέον, τὸ δὲ πάχος λεπτυντέον, τὴν δὲ ἀσθενῆ δύναμιν ῥωστέον, τὴν δὲ τῶν πόρων στένωσιν ἀνοικτέον· ζητητέον μέντοι τὴν αἰτίαν τῆς στενώσεως καὶ ταύτην περιαιρετέον. ἀρθέντων
15γὰρ τῶν περιεργαζομένων τὴν διάθεσιν αἰτίων, καὶ ἡ κάθαρσις ἀπαρεμποδίστως διὰ πάσης ὀδύνης ἀπαντᾷ· ὅπως δὲ χρὴ ἐνίστα‐ σθαι πρὸς ἕκαστον τῶν αἰτίων, τὰ μὲν ἤδη προείρηται ἐν τῷ περὶ ἐποχῆς ἐμμηνίων, τὰ δὲ ἐφεξῆς ἐν τοῖς κατὰ πάθος μήτρας ἐρήσεται. νυνὶ δὲ πρόκειται λέγειν ὅπως δεῖ παραμυθεῖσθαι τὰς
20ἐμπιπτούσας ἐν τοῖς παροξυσμοῖς χαλεπὰς ὀδύνας. Ἀρχομένων τοίνυν τῶν παροξυσμῶν κατακλίνειν δεῖ τὴν πάσχουσαν ἐν οἰ‐
κήματι συμμέτρως μὲν ὑελίνῳ μὴ πάνυ δὲ φωτεινῷ, ταινίαις τε περιλαβεῖν τὰ ἄκρα χειρῶν καὶ ποδῶν, μηδενὶ δὲ παρερεθίζοντι πεσσῷ χρῆσθαι· ὑδροποσίας τε τηρεῖν καὶ φυλάττεσθαι πάντων
25τῶν δριμέων πομάτων, καὶ σιτίων προσφορὰς καὶ μάλιστα φυ‐ σωδῶν, θάλπειν τε τὸ ἦτρον καὶ τὸ ὑπογάστριον καὶ τὰ ἰσχία ποικίλοις κεχρημένους θερμάσμασι· τοῦτο μὲν ἔρια οἴνῳ καὶ ῥοδίνῳ θερμῷ βεβρεγμένα ἐπιτιθέναι τῷ ὑπογαστρίῳ καὶ ἐφηβαίῳ, τοῦτο δὲ καὶ κύστιν ἡμιπλήρη ἐλαίου θερμοῦ ἐπιτιθέναι, τοῦτο
30δὲ καὶ τοῖς λεγομένοις φακωτοῖς πυριατηρίοις χρῆσθαι. Εἰ δὲ ἐπιμένει ἡ ὀδύνη καὶ ἡ δύναμις ἀντέχει, τέμνειν δεῖ τὴν ἐν ἀγκῶνι φλέβα καὶ ἀφαιρεῖν πρὸς δύναμιν, καὶ πάλιν ταῖς αὐταῖς ἐμβροχαῖς χρῆσθαι· εἰ δ’ ἔτι ἐπιμένει, καταπλάττειν τοῖς διὰ λινοσπέρματος καὶ ἄρτου καὶ ὑδρομέλιτος, ἔσθ’ ὅτε δὲ καὶ τερεβινθίνης συν‐
35τακείσης, χρῆσθαι δὲ καὶ τοῖς ἐγκαθίσμασιν ἐν ἀφεψήματι ἀλ‐ θαίας καὶ λινοσπέρματος, τήλεως, ἀνήθου, πηγάνου, ἀρτεμισίας, σπόγγοις τε ἐκ τοῦ τοιούτου ἀφεψήματος πυριᾶν τὸν κόλπον, καὶ πήγανον λεῖον μέλιτι ἀναλαβὼν καὶ ἐμπλάσας ὀθονίῳ, ἐπι‐ τίθει τῇ ἥβῃ καὶ τῷ ὑπογαστρίῳ, ἐνίοτε καὶ αὐτὸ τὸ αἰδοῖον τῷ
40τοιούτῳ καταπλάσματι σκέπε. καλὸν δὲ καὶ εἰς αὐτὸν τὸν κόλπον ἐγχεῖν διὰ μητρεγχύτου ἔλαιον ἐν ᾧ ἀφήψηται πήγανον βραχὺ καὶ τῆλις, εἶτα διηθηθὲν καὶ προσλαβὸν βούτυρον, τερεβινθίνην καὶ ὕσσωπον τὸ κηρωτοειδές· τὸ αὐτὸ δὲ καὶ διὰ τῆς ἕδρας ἐνιέναι ὅσον κυάθων γ ἢ δ. Πεσσοῖς δὲ χρηστέον τοῖς παρηγορεῖν
45δυναμένοις, ἁπλουστέροις μὲν τοῖς διὰ χυλοῦ τήλεως, λινοσπέρ‐ ματος καὶ μαλάχης, γλοιωδῶν γινομένων μετ’ ἐλαίου καὶ πιμελῆς χηνὸς, συνθέτοις δὲ τοῖς τοιούτοις· κηροῦ τυῤῥηνικοῦ πεπλυμένου λευκοῦ γοα ἤτοι οὐγ. α. τερεβινθίνης δραχ. δ. στέατος χηνείου γοδ ἤτοι οὐγ. δ. φοινίκων πατητῶν γραμ. δ. ὠοῦ λεκίθου α καὶ

61

(50)

ἐλαίου τηλίνου τὸ ἀρκοῦν.
ΕΤΕΡΟΝ ΤΟΙΟΝΔΕ.
51 Οἰσύπου δραχ. δ. στέατος χηνείου γοδ ἤτοι οὐγ. δ. ἐγκέφαλοι χηνῶν πρόσφατοι δύο· στέατος χηνείου καὶ φασιανοῦ καὶ ὄρνιθος καὶ κηροῦ ἀνὰ γογ ἤτοι οὐγ. γ. χρῶ δὲ καὶ τῷ λιβάνῳ λεγο‐
55μένῳ πεσσῷ καὶ τῷ ἐννεαφαρμάκῳ, καὶ τοῖς παραπλησίοις τοῖς πρὸς φλεγμονὰς καὶ σκληρίας μήτρας ἀναγραφησομένοις. Ἐπι‐ θέμασι δὲ χρῆσθαι πρῶτον μὲν τῷ τετραφαρμάκῳ ἢ τῷ βρωμίῳ ἢ τῇ διὰ χυλοῦ ἀναλυθείσῃ, ἔπειτα τῷ διὰ μελιλώτων καὶ τῷ διὰ σπερμάτων καὶ τῷ πολυαρχίῳ, ὡς ἂν ἡ χρεία ἀπαιτῇ. εἰ
60δὲ κατά τινα δυστροπίαν ἀντιβαίνει τὸ σύμπτωμα, καὶ κατὰ πε‐ ρίοδον ἢ ἄτακτον ἐνοχλεῖ καὶ οὐ πείθεται τοῖς προειρημένοις βοηθήμασιν, ἐπὶ τὰ δραστικώτερα παραγίνεσθαι χρή· καὶ σικύας προσβάλλειν ἤτρῳ καὶ βουβῶσι, πρῶτον μὲν χωρὶς κατα‐ χασμοῦ τρεῖς ἢ τέσσαρας, εἰ δὲ ἐπιμένει καὶ κατασχάζειν καὶ
65ἕλκειν σύμμετρον αἷμα, ἱκαναὶ δὲ μετὰ τὴν τῶν σικυῶν χρῆσιν καὶ βδέλλαι προστιθέμεναι τοῖς τόποις, ἕλκειν δυνάμεναι σικύας οὐχ ἧττον· χρῆσθαι δὲ μετὰ ταῦτα καὶ ἐπιθέμασιν ἢ δρώπαξι φοινίσσειν τὴν ἐπιφάνειαν δυναμένοις, ἀνατρίβειν τε τοὺς τόπους συνεχῶς καὶ μαλακῶς ἐλαίῳ μεθ’ ἁλῶν λειοτάτων, καὶ γυμνάζειν
70συμμέτροις γυμνασίοις παραιτουμένην τὴν πολλὴν βάθισιν, χρω‐ μένην δὲ τῇ αἰώρᾳ· ἔπειτα τοῖς αὐτοφυέσιν ὕδασι χρῆσθαι καὶ αὐτῇ τῇ θαλάσσῃ ψυχρᾷ ἐμβιβάζειν συνεχῶς.
72

62

(t)

ΠΕΡΙ ΥΠΕΡΚΑΘΑΡΣΕΩΣ.
t
1Ὑπερκάθαρσις μὲν ταῖς γυναιξὶ γίνεται, τῶν καταμηνίων
παρατεινομένων ἐπὶ πλείους ἡμέρας καὶ ἀθροωτέρου ῥέοντος τοῦ αἵματος, σπανιώτερον δὲ καὶ ἐπὶ κυήσεσι καὶ ἐπὶ φθοραῖς πλείοσι τοῦτο συμβαίνει καὶ ὀξὺν ἐνίοτε κίνδυνον ἐπιφέρει. Ἐπισκέπτε‐
5σθαι μὲν οὖν χρὴ τὸ τῆς αἱμορραγίας ποσὸν καὶ τὸν τρόπον τῆς φορᾶς, ἐπὶ μὲν γὰρ τῶν μεγάλων ἀγγείων ῥηγνυμένων ἢ ἀνα‐ στομουμένων, πλῆθος αἵματος φέρεται καὶ ἀθρόον, ἐπὶ δὲ τῶν μικρῶν ἐλάχιστον, ἐπὶ δὲ τῶν ἐξ ἀναβρώσεως κατὰ βραχὺ ἄρ‐ χεται καὶ μετ’ ὀδύνης πλείστης φέρεται. Πρῶτον μὲν οὖν δια‐
10σφίγγειν τὰ κῶλα καὶ τὰ ἄκρα χρὴ ἀπὸ τῶν μασχαλῶν καὶ βουβώνων, διδόναι δὲ αὐταῖς ὀξύκρατον μὴ ψυχρὸν ἀλλὰ γα‐ λακτῶδες, καὶ προσαντλεῖν ὀξυκράτῳ καὶ ἐπιτιθέναι τοῖς τόποις ἔρια πολλὰ ἐξ οἴνου καὶ ἐλαίου ῥοδίνου ἢ μυρσινίνου ἢ μηλίνου. οἱ γὰρ δι’ ὀξυκράτου σπόγγοι καταψύχοντες τὴν κύστιν καὶ τὴν
15ὑστέραν, μείζονα τῆς ὠφελείας τὴν βλάβην ἐπιφέρει. ἀρκείτω δὲ πρὸς μίαν ἢ δευτέραν ἡμέραν, εἰ δὲ μὴ δύναται, ψίχας δι’ ὀξυ‐ κράτου δοτέον ἢ χόνδρον ἁπαλὸν ἱκανῶς ἑψημμένον, ποτίζειν δὲ τὸ βαλαύστιον μετ’ ὀξυκράτου βρεχόμενον ἄχρις οὗ τρυφερὸν γένηται καὶ οὕτως ἐσθιέτω, ἢ χόνδρον πλυτὸν ἢ ὄρυζαν σὺν τῷ
20ὀξυκράτῳ, ἢ ὠὸν ῥοφητὸν ἁπαλὸν ἱκανῶς ἐψυγμένον. Ποτίζειν δὲ βαλαύστιον μετ’ ὀξυκράτου ἢ ὑποκυστίδος ἢ ἀκακίας χυλοῦ, ἢ λύκιον ἢ σάμιον ἀστέρα ἢ ὀμφάκιον ξηρὸν, καλῶς δὲ ποιεῖ καὶ σήσαμον ὀξυκράτῳ βρεχόμενον ἄχρις οὗ τροφερὸν γένηται, καὶ οὕτως ἐσθιόμενον· δυνατὸν δὲ καὶ λειώσαντας αὐτὸ μετὰ τὸ βρα‐
25χῆναι ποτίζειν, καὶ ῥέου ποντικοῦ ἀφέψημα διδόναι ἢ αὐτὸ λεῖον ἐμπάσσειν τῷ ποτῷ, καὶ λωτοῦ πρίσματα ἢ τὸ ἀφέψημα αὐτῶν
ἢ κοραλίου δραχ. β. ἢ παιωνίας κόκκους ιε ἐρυθρούς. Θαυμαστῶς δὲ ποιεῖ καὶ σπόγγος καινὸς ὑγρᾷ πίττῃ δευθεὶς καὶ καυθεὶς ἐν χύτρᾳ, καὶ λεῖος πινόμενος καὶ προστιθέμενος· χρῆσθαι γὰρ
30προσήκει καὶ τοῖς τῇ μήτρᾳ προστιθεμένοις καὶ ἐνιεμένοις. τεσσάρων γοῦν ἡμερῶν οἶδά ποτε διὰ μήτρας φερόμενον αἷμα φησὶν ὁ Γαληνὸς, πρὸς οὐδενὸς τῶν βοηθημάτων κωλυόμενον, χυλῷ δὲ ἀρνογλώσσου χρησαμένων ἡμῶν, παντάπασιν ἐπαύσατο· ἔστω δὲ τὸ ἐνιέμενον πλῆθος κυάθου. τοῦτο κάλιστον ἐστὶ φάρ‐
35μακον πρὸς τὰς ἐξ ἀναβρώσεως αἱμορραγίας, εἰώθασι δὲ μιγνύειν αὐτῷ καὶ τῶν ἰσχυρῶν τι φαρμάκων ἄλλοτε ἄλλο, πρὸς ὅλην ἀποβλέποντες τὴν διάθεσιν. Εἰ μὲν οὖν ἐρρωγὸς ἀγγεῖόν τι τῶν μεγάλων ἰσχυρῶς ἀνεστόμωται, τῶν αὐστηρῶν φαρμάκων ἐστὶ χρεία, οἷον βαλαυστίου, ἀκακίας, ὑποκυστίδος, ὀμφάκων, κηκίδων,
40σιδίων καὶ τῶν ὁμοίων. εἰ δὲ εἴτε μικρὸν ἐστὶ τὸ ἐρρωγὸς ἀγγεῖον ἢ ἀνεστόμωται μετρίως, τοῦτο δὲ γνωσόμεθα ὡς πρείρηται ἐκ τοῦ ὀλίγον εἶναι τὸ φερόμενον αἷμα χωρὶς πλείστης ὀδύνης, ἀλόη τούτῳ ἐπιτηδεία καὶ μάννη καὶ ὁ τῆς πίτυος φλοιὸς, ἥ τε λημνία σφραγὶς καὶ ὁ τῆς αἰγυπτίας ἀκάνθης καρπὸς, κρόκος τε καὶ
45λίθος αἱματίτης καὶ ὅσα τοιαῦτα σὺν τῷ χυλῷ τοῦ ἀρνογλώσσου, ἢ σὺν οἴνῳ μέλανι ἢ χυλῷ ἀρνογλώσσου προστιθέμενα ἢ ἐγχυ‐ ματιζόμενα. Εἰ δὲ ἐξ ἀναβρώσεως αἱμορραγία γένηται, τὰ πολλὰ μὲν ὡς εἴρηται οὐδὲ λαύρως αὐταῖς ἀλλὰ ὀλίγη καὶ κατὰ βραχὺ φέρεται, καὶ διὰ τοῦτο τῷ Ἄνδρωνος ἢ τῷ Πασίωνος ἢ τῷ

62

(50)

Πολυείδου τροχίσκῳ, ἢ τῷ Μούσα ἢ τῷ διὰ χάρτου χρὴ θε‐ ραπεύειν, πρὸς νομὰς ὄντα χρήσιμα τὰ τοιαῦτα· παύει γὰρ τὴν ἀνάβρωσιν καὶ τὴν αἱμορραγίαν ἐπέχει· ἀναλυέσθω δὲ καὶ ταῦτα τινὶ τῶν προρρηθέντων.
53 ΠΕΣΣΟΙ ΠΡΟΣ ΤΗΝ ΕΚ ΜΗΤΡΑΣ ΑΙΜΟΡΡΑΓΙΑΝ.
54
55 Πεσσοὶ δὲ πρὸς τὴν ἐκ μήτρας αἱμορραγίαν ἁρμόδιοι οἱ τοιοῦτοι· στυπτηρίας σχιστῆς, ἀκακίας, κηκίδων τοῦ ἐντὸς, μάννης ἀνὰ δραχ. α. τὰ μὲν ξηρὰ λεαίνεται χυλῷ ἀρνογλώσσου, εἶτα ὠῶν ὀπτῶν λέκιθοι τέσσαρες μίγνυνται, ἐν δὲ τῇ χρήσει ἀνα‐ λαμβάνεται εἰς πεσσὸν ἐρίου καὶ ἀποβάπτεται εἰς ῥόδινον, καὶ
60εἶθ’ οὕτως προστίθεται. ἐντιθέσθω δὲ ταῦτα ἐσωτάτω περὶ τὸ στόμιον τῆς μήτρας. Ἄλλο. Κηκίδων τὸ ἐντὸς σὺν λιβάνῳ ἴσοις καὶ ὕδατι χρῶ, ἢ πολύγονον λεῖον ἐν πεσσῷ προστίθει· καὶ ἐγ‐ καθίζειν δὲ αὐτὰς χρὴ συνεχῶς τοιούτοις· ὀξυσχίνου κεφαλῶν, μυρσίνης, ῥόδων, ῥάμνου φύλλων ἕκαστον ἴσον, ὕδατος τὸ ἀρκοῦν.
65Ἄλλο. Κυπαρίσσου φύλλα, κύτινα, ἐλαίας φύλλα καὶ βάτου, ἴσα ἑνώσας χρῶ· ἔξωθεν δὲ ὠφέλιμον ἐπιτίθεται τὰ στύφοντα ἐπι‐ θέματα καὶ καταπλάσματα, τά τε διὰ φοινίκων καὶ κυδωνίων προσ‐ τιθέμενα καὶ προσειληφότα βαλαύστιον, ἀκακίαν, ὑποκυστίδα, στυπτηρίαν καὶ τὰ ὅμοια. ἁρμόδιοι δὲ αὐταῖς καὶ αἱ κολλητικαὶ
70ἔμπλαστροι, ἥ τε Ἀρμενίδου, ἡ τοῦ Γαληνοῦ κιρρὰ, ἡ Ἱκεσίου,
ἡ δι’ ἰτεῶν καὶ ἡ Ἀθηνᾶ.

63

(t)

ΠΕΡΙ ΓΥΝΑΙΚΕΙΟΥ ΡΟΥ ΕΚ ΤΟΥ ΑΡΧΙΓΕΝΟΥΣ.
t
1 Ὁ καλούμενος γυναικεῖος ῥοῦς, ῥευματισμός ἐστι χρόνιος τῆς ὑστέρας· διαφέρει δὲ τῆς αἱμορραγίας, τῷ ἐπ’ ἐκείνην μὲν αἷμα καθαρὸν φέρεσθαι, ἐπὶ δὲ τούτων διεφθορὸς, καὶ ποτὲ μὲν ἐρυθρὸν ὅπερ ἐστὶν αἵματος ἰχὼρ, ποτὲ δὲ λευκὸν πτισάνης
5χυλῷ ὅμοιον, ἀποφλεγματικοῦ δηλονότι αἵματος· ἔστι δ’ ὅτε ὠχρὸν πλεοναζούσης τῆς πικρᾶς χολῆς· ἐνίοτε δὲ ὑδατῶδες, ὅπερ ἔστι τοῦ ῥοώδους περιττώματος. τούτων ἕκαστον τὰ πολλὰ χωρὶς ἀλγήματος φέρεται, ἐνίοτε δὲ καὶ μετ’ ὀδύνης ἑλ‐ κώσεως ἐν ὑστέρα μελετωμένης. Ἐπιφέρει δὲ ἀτονίαν καὶ ἄχροιαν,
10καὶ ἀνατροπὴν τῆς ὀρέξεως πρὸς ἅπαντα, καὶ δυσθυμίαν ἄρρητον, καὶ ποδῶν οἴδησιν, καὶ ἐνίαις μὲν ἀδιαλείπτως ἡ ἔκκρισις παρα‐ κολουθεῖ, ἐνίαις δὲ ἐκ διαλειμμάτων τινῶν. καὶ ὁ μὲν ἐρυθρὸς ταῖς ἀκμαζούσαις συνεδρεύει, ὁ δὲ λευκὸς ὡς ἐπίπαν ταῖς πράως ἀκμαζούσαις· ἑκάτερος δὲ αὐτῶν εἰ μὲν ταῖς οἰκείαις ἡλικίαις
15συμβαίη, εὐΐατος ἐστίν· εἰ δὲ ταῖς ἀνοικείαις δυσίατος. Ἐπὶ παντὸς μέντοι ῥοῦ ἀνέῳγε τὸ στόμα τῆς ὑστέρας καὶ ὥσπερ χαλᾶται, τισὶ δὲ καὶ προσπίπτει ἡ ὑστέρα, ὥστε μέχρι τοῦ γυ‐ ναικείου αἰδοίου προϊέναι.
18

64

(t)

ΘΕΡΑΠΕΙΑ ΤΩΝ ΥΠΟ ΡΟΥ ΕΡΥΘΡΟΥ ΕΝΟΧΛΟΥΜΕΝΩΝ.
t
1Ἐπὶ τῶν ὑπὸ ῥοῦ ἐρυθροῦ ἐνοχλουμένων, πρώτη σκέψις περὶ
αἵματος ἀφαιρέσεως γένοιτ’ ἄν· οὐ μόνον γὰρ ἀντιπράττει τῇ εἰς τὴν ὑστέραν τῆς ὕλης περιολκῇ, ἀλλ’ ἤδη καὶ τὴν ἐποχὴν ἀκίνδυνον ἀπεργάζεται. πολλὰ γὰρ ἄτοπα παρακολουθεῖ ἐκ τῆς
5διὰ τῶν τοπικῶν βοηθημάτων γινομένης ἀθρόας ἀποκοπῆς τοῦ αἵματος ἢ τοῦ ῥεύματος, τινὲς γὰρ ὑδέρῳ περιέπεσαν ἐκ τούτου, καὶ ἄλλαις νευρικαὶ ἐγένοντο συμπάθειαι, καὶ περὶ τὸ στόμα τῆς κοιλίας καὶ περὶ τὴν κεφαλὴν διαθέσεις δύσλυτοι ἐνέπεσον. Οὐκοῦν εἰ μηδὲν κωλύει, τοῦτ’ ἔστιν εἰ μὴ ἀξιόλογα εἴη τὰ κω‐
10λύοντα, ἀφαιρεῖν δεῖ τοῦ αἵματος, καὶ μάλιστα εἰ μὴ δὲ ἡλικία ἀρνεῖται τὴν φλεβοτομίαν· ὡς ἐπίπαν γὰρ νέαις ἔφημεν συμβαίνειν τὸν ἐρυθρὸν ῥοῦν. Ἡ δὲ ἀφαίρεσις ὡς ἐπὶ τῶν αἷμα ἀναγόντων μεμερισμένη γενήσεται κατὰ βραχὺ, ὑπὸ τοῦ χρόνῳ πολλῷ παρα‐ μεῖναι τὴν ἀντίσπασιν· ὑπερτιθεμένης τῆς ἀπ’ ἀγκῶνος φλεβοτο‐
15μίας, ἀφαιρεῖν χρὴ ἀπὸ τοῦ μετώπου ἢ τῶν ῥινῶν ἢ τοῦ μετα‐ φρένου. χρὴ δὲ καὶ κατακλίνειν αὐτὰς ὑποτιθέντας τοῖς περὶ τὰ ἰσχία μέρεσι τριβακὰ ῥάκη μὴ θερμὰ μηδὲ κροκύδας ἔχοντα, ἕνεκεν τοῦ μετρίως ἐμψύχεσθαι. δῆλον δὲ ὡς καὶ μετέωρα εἶναι ὠφείλει τὰ περὶ τὰ ἰσχία μέρη, καὶ τὰ σκέλη δὲ ἀποτεινέσθω
20καὶ συμπεπλέχθω πρὸς ἄλληλα εἰς συναρωγὴν τῶν περὶ τὴν ὑστέραν τόπων, σκεπέσθω δὲ τὰ ἰσχία καὶ τὸ ἦτρον καὶ αὐτὰ τὰ πτερυγώματα, εἰ μὲν πλῆθος φέροιτο σπόγγοις βεβρεγμένοις
ὀξυκράτῳ, εἰ δὲ κατ’ ὀλίγον φέροιτο ἐρίοις οἰσυπηροῖς διαβρό‐ χοις οἴνῳ καὶ ῥοδίνῳ, διαθέσεις τε τῶν ἄκρων περιλαμβανέσθωσαν.
25Ταῦτα δὲ οὐ μόνον ἀρχομένου τοῦ πάθους δοκιμάζεται τὰ βοη‐ θήματα, ἀλλ’ ἤδη καὶ περιόδους τινὰς πεποιημένα πρὸ τοῦ παροξυσμοῦ καὶ ἐν αὐτῷ τῷ παροξυσμῷ. χρησόμεθα δὲ καὶ ἐγκαθίσμασιν εἰς ἀφέψημα ῥιζῶν βάτου, μυρσίνης, σιδίων καὶ τῶν ὁμοίων, ἐνίοτε δὲ καὶ ὄξος ἐπιβάλλοντες καὶ ἐγκαθίζοντες αὐτὰς
30μέχρις ὀμφαλοῦ, καὶ ἐγχυματισμοῖς δὲ χρηστέον στύφουσι καὶ ἠρέμα ἐμψύχουσιν, ὡς τῷ ἀρνογλώσσου χυλῷ καὶ πολυγόνου καὶ στρατιώτου, κυδωνίων τε καὶ μεσπίλων· ἄκρως δὲ ποιεῖ καὶ ὁ τῆς σιδηρίτιδος βοτάνης χυλός. Ἕκαστον μέντοι τούτων σὺν ῥο‐ δίνῳ ἢ μυρσινίνῳ ἐγχυματιζέσθω, ἢ γλυκὺν οἶνον ἑψήσας ἐν
35κελύφει ῥοιᾶς ἐπὶ θερμοσποδιὰν καὶ διηθήσας, ἔνιε χλιαρόν· εὐτονώτερον μέντοι ἐπέχει τὴν ἔκκρισιν καὶ ἡ τέφρα τοῦ μεθ’ ὑγρᾶς πίσσης κεκαυμένου σπόγγου ὁμοίως ἐγχυματιζομένη, καὶ τρίχες λαγωοῦ καυθεῖσαι. εἰώθαμεν καὶ ὀθόνιον στυπτηρίᾳ βρέξαντες καὶ ξηράναντες, καίειν καὶ ὁμοίως παραλαμβάνειν· γάλα
40δὲ ὄνειον εἰ παρείη καὶ μάλιστα εἰ ἀπὸ νομῆς ἐστὶ τὸ ζῷον, παντὸς ἄλλου χυλοῦ ἐνεργέστερόν ἐστι, ὅτε μετὰ πόνου φέρεται. ἀγαθὸν δὲ καὶ ὁ τοῦ ἄλικος χυλὸς ἢ πτισάνης ἐγχεόμενος, καὶ τὸ ῥόδινον καθ’ αὑτὸ καὶ μετὰ γάλακτος· σφόδρα δὲ ἐνεργεῖ καὶ ὁ τῆς ὀνείας κόπρου χυλὸς καὶ μᾶλλον εἰ ἀπὸ νομῆς εἴη τὸ
45ζῷον. Πεσσοὶ δὲ ἁρμόδιοι πρὸς τὸν ἐρυθρὸν ῥοῦν, οἱ ἐπὶ τῆς αἱμορραγίας προειρημένοι· βρεχέσθωσαν δὲ εἴς τινα τῶν προρρη‐ θέντων χυλῶν, ποιεῖ δὲ καὶ τὸ λύκιον καὶ ἡ ἀκακία καὶ ὑποκυ‐ στίδος ὁ χυλὸς γάλακτι βοείῳ ἢ ἑψήματι ἀνιέμενα, καὶ κηκὶς μετὰ
λιβάνου καὶ ῥοδίνου, ἢ σπόδιον πομφόλυγος μετὰ ῥόδων καὶ

64

(50)

γλυκέος, ἢ κληματίνην τέφραν ἐν ἀποδέσμῳ βαλὼν καὶ ἐμβάψας τινὶ τῶν χυλῶν ἐντίθει· ἢ ὠοῦ κέλυφος κεκαυμένον μετὰ σμύρνης ξηρᾶς καὶ γλυκέος, ἢ ἐριγέροντα λεάνας προστίθει καὶ πότιζε. χρώμεθα δὲ καὶ κηκῖδα καίοντες καὶ σβεννύντες αὐτὴν ποτὲ μὲν οἴνῳ ποτὲ δὲ ὄξει, καὶ τὴν τέφραν λείαν ἐν πεσσῷ προστιθέντες.
55μετὰ δὲ τὴν τῶν τοιούτων ἀφαίρεσιν νιπτέον τοὺς πόδας τοῖς προειρημένοις στύμμασιν ἠρέμα ψυχροῖς ἢ χλιαροῖς, καὶ ἐγκλυ‐ στέον τὴν μήτραν τινὶ τῶν προειρημένων χυλῶν. Ἐπὶ μέντοι τῶν ἀσθενῶν καὶ τρυφερῶν γυναικῶν τοῖς μαλακωτέροις χρηστέον, ἐνίαις γὰρ ὑπὸ τῶν ἰσχυρῶν συναχθέντες σφοδρῶς
60οἱ περὶ τὴν μήτραν πόροι, ἢ σκληρίαν ἢ ἕλκωσιν ἐπήνεγκαν, ὡς μηκέτι δυνηθῆναι συλλαβεῖν τὴν γυναῖκα. καταπλαστέον δὲ τὸ ἐπιγάστριον καὶ τὴν ὀσφὺν τοῖς ψύχουσι καὶ τοῖς στύφουσιν, οἷον φύλλοις ἀνδράχνης, περδικίου βοτάνης, στρύχνου, ὑοσκυάμου κατ’ ἰδίαν καὶ μετὰ ἀλφίτων καὶ ὄξους καὶ φοινίκων, ἢ ἀλεύρῳ
65κριθίνῳ μετὰ σιδίων, ἢ φοίνιξι μετὰ κυδωνίων, ἢ μεσπίλων καὶ τῶν ὁμοίων· καὶ κηρωτὰς διὰ τούτων σκευαζομένας ὑποτιθέναι τῷ ὑπογαστρίῳ καὶ τῇ ὀσφύϊ. ἐπιβοηθοῦσι δὲ καὶ σικύαι κατὰ τῆς ῥάχεως ἄνω κολλώμεναι καὶ κατὰ τὸν τῶν μασχαλῶν τόπον· ἀγαθὸν γὰρ καὶ τὰ πινόμενα φάρμακα παρὰ τῶν αἱμοπτοϊκῶν
70καὶ ταύταις διδόμενα, τῶν μὲν ἁπλῶν ῥέον ποντικὸν, σάμιος ἀστὴρ, λημνία σφραγὶς μετὰ χυλοῦ ἀρνογλώσσου ἢ πολυγόνου, καὶ τὰ λοιπὰ τὰ ἐκεῖσε προκατηριθμημένα ἁπλᾶ τε καὶ σύνθετα πάντα, καὶ ἡ σύμπασα δὲ δίαιτα στυπτικωτέρα ἔστω καὶ ποσῶς παχύνουσα καὶ ἀφ’ ὑδροποσίας τηρείσθω. Εἰ δὲ αἱ δυνάμεις
75πίπτοιεν, δοτέον οἶνον τῶν παχυτέρων· εἰ δὲ ἡ πολλὴ ἔκκρισις ἀνακοπῇ, ὀλίγη δὲ ἐπιφέρεται, ἀντὶ τῶν λίαν ψυχόντων καὶ στυ‐ φόντων τὰ μέσον τούτων ποιεῖν δυνάμενα παραλαμβάνειν, ὑπὲρ
τοῦ μὴ φλεγμονήν τινα ἀπεργασθῆναι καὶ ἀθρόαν ἐποχὴν γε‐ νέσθαι. χρηστέον δὲ καὶ ταῖς ἐναίμοις ἐμπλάστροις, οἷον τῇ δι’
80ἰτεῶν, τῇ Ἱκεσίου καὶ ταῖς ὁμοίαις.
80
ΚΛΥΣΜΑ ΠΡΟΣ ΡΟΥΝ.
81 Ῥούδιον, ῥόδα, ῥοιδολέπια, ῥοῦν συρικὸν ἀφεψήσας σὺν ὕδατι καὶ ἐπιβαλὼν ἀκακίας χυλὸν σὺν μυρσίνη· ἀφεψήσας σὺν ὕδατι, συλλείωσον ὑποκυστίδος χυλῷ καὶ ἔνιε.
84

65

(t)

ΡΟΥ ΛΕΥΚΟΥ ΘΕΡΑΠΕΙΑ.
t
1 Ἐπὶ δὲ τοῦ λευκοῦ ῥοῦ ἢ ἰχωροειδοῦς ἢ πελιοῦ ἐν ἀρχαῖς μὲν μὴ ἀντιπράττειν μηδὲ κωλύειν, ὡς ἀλλοτρίων τινῶν ἐκ τοῦ παντὸς σώματος ἐκκρινομένων· βλαβερὸν γάρ. Δεῖ δὲ τοῖς μετρίως στύφειν μετὰ καὶ τοῦ ἀποκαθαίρειν δυναμένοις χρῆσθαι, θερμῷ
5τε ὕδατι συνεχῶς ἀπονίπτειν τοὺς ἰχῶρας καὶ ἐρίοις ἀπομάττειν, ἵνα μὴ ἑλκωθῶσιν οἱ τόποι ὑπὸ τῶν παροδευόντων ὑγρῶν· περι‐ χρίειν τε ῥοδίνῳ ἢ μυρσινίνῳ ἢ μηλίνῳ, τῷ τε ὕδατι καθαρῷ χωρὶς στυμμάτων χρηστέον καὶ μάλιστα κατὰ τοὺς πρώτους χρόνους διὰ τὴν τοῦ ἐπιῤῥέοντος δριμύτητα, ὥστε καὶ ἄλικος
10χυλῷ ἐγχυματίζειν καὶ ὀρύζης· εὐθετίζει δὲ καὶ τὸ τῆς τήλεως ἀφέψημα σὺν πολλῷ σουσίνῳ, χρησίμως γὰρ τὸ σούσινον καὶ τοῖς ἄλλοις παραμίγνυται χυλοῖς. γένοιντο δὲ οἱ ῥηθέντες χυλοὶ στατικώτεροι, εἰ προσλάβοιεν ἀκακίας βραχὺ ἢ ὑποκυστίδος χυλὸν ἢ ἄλλου τινὸς τῶν προρρηθέντων ἐπὶ τοῦ ἐρυθροῦ ῥοῦ,
15καὶ ἀντὶ τοῦ σουσίνου σχίνινον ἢ οἰνάνθινον ἔλαιον· ποιοῦσι δὲ
καὶ σπύραθοι αἰγῶν μετὰ λιβανωτοῦ ἢ σμύρνης ἢ ἀλόης καὶ ὀλίγου ὄξους καὶ ῥοδίνου, μετὰ δὲ τὴν ἀφαίρεσιν προκλύζεσθαι χρὴ οἴνῳ μέλανι αὐστηρῷ. Ἐπὶ δὲ τῶν ἄγαν δυσωδῶν μετὰ τὴν τῶν προγεγραμμένων χρῆσιν, ποιεῖ τετραφάρμακος ἢ κατ’ ἰδίαν
20ἢ ῥοδίνῳ ἀνιεμένη, καὶ ἐκ διαλειμμάτων τινῶν τὰ προειρημένα καὶ πάλιν ἡ τετραφάρμακος. Εἰ δὲ ῥυπαρὰ ᾖ τὰ φερόμενα καὶ μετὰ πόνου, λεκίθοις ὠῶν χρηστέον μετὰ κρόκου βραχέος καὶ ῥοδίνου, ἢ μηλοκυδωνίῳ ὀπτῷ παραπλησίως ἢ τινὶ τῶν ὁμοίων, ἀποζέματί τε φακοῦ ἐγχυματίζειν καὶ ἀρνογλώσσου χυλῷ. εἰ δὲ
25ῥυπαρὰ μὲν ᾖ ὡς τρυγῶδες εἶναι τὸ φερόμενον, ὀδύνης δὲ χωρὶς, τοῖς δυσεντερικοῖς ἐνέμασι χρηστέον ἐγχυματίζοντας. Ἀποκαθαρ‐ θέντων δὲ τῶν τόπων καὶ ἔτι ὁμοίως δυσωδῶν φερομένων, θαρ‐ ρούντως τοῖς στύφουσι κλύσμασι χρηστέον. σκληροθέντων δὲ τῶν τόπων, ὄνου γάλα μετὰ ῥοδίνου ἢ σουσίνου ἐγχεῖν καὶ ἐν πεσσῷ
30προστιθέναι, ὀνείου δὲ μὴ παρόντος αἰγείῳ χρηστέον. μάλιστα δὲ ὀνίνησι τὸ γάλα, εἰ ἀπὸ νομῆς τρεφόμενον ᾖ τὸ ζῷον, ἐνίοτε δὲ καὶ ἄμυλον τῷ γάλακτι προστιθέμενον ὑπὲρ τοῦ πάχος ἐμποιῆσαι τῷ ἐγχυματισμῷ, καὶ τοῖς προσθέτοις χρηστέον καὶ καταπλάσμασι τοῖς προρρηθεῖσιν ἐπὶ τοῦ ἐρυθροῦ ῥοῦ καὶ τῆς ὑπερκαθάρσεως,
35καὶ ἐμπλάστροις ταῖς αὐταῖς· τὸ μέντοι πλέον τῇ διαίτῃ πιστεύειν, καὶ οὐ μόνον τὸ πλῆθος ἀκριβωτέον ἀλλὰ καὶ τὴν ποιότητα τῶν ἐδηδεσμένων. Ὕλη δὲ ἐπιτήδειος εἰς τροφὴν ἡ παχύνουσά τε καὶ κατακιρνῶσα· τοιαῦτα δέ ἐστι τὰ σιτώδη ῥοφήματα καὶ τὰ διὰ γάλακτος σκευαζόμενα, μὴ ὑδαρῆ καὶ διαλελυμένα ἀλλὰ σύστασιν
40ἔχοντα καλήν. εἰ δὲ ἐπιδέχοιτο καὶ διὰ γλυκέος κρητικοῦ σκευ‐ αζέσθωσαν, σάρκας δὲ ἐπιλέγεσθαι ἐχούσας τι καὶ ξηραντικὸν, οἷαι εἰσὶν αἱ τῶν ὀρείων πτηνῶν, δεύτερον δὲ καὶ τῶν ἀγρίων ζῴων. Στεγνωθείσης δὲ τῆς ῥύσεως, φυλάττεσθαι χρὴ ἐπὶ χρόνῳ πολλῷ περιπάτους ταχεῖς καὶ τρίψεις πολλὰς τοῦ ὑπογαστρίου
45καὶ τῆς ὀσφύος, δριμυφαγίαν τε καὶ τὰ θερμαίνοντα καὶ φυσώδη καὶ διουρητικὰ τῶν ἐσθιομένων, μήτε δὲ κοιλίαν κινεῖν καὶ τὰ λουτρὰ σπανίως παραλαμβάνειν, φυλάττειν δὲ καὶ πνεύματος κατοχήν· ὑπομνηστικὰ γὰρ τοῦ πάθους ταῦτα πάντα· γυμνάζειν τε καὶ τρίβειν τὰ ἄνω μέρη μὴ βιαίως μήτε μετὰ σπαραγμοῦ,

65

(50)

εἶτα ἐγκαθίζειν εἰς ὕδωρ μὴ πάνυ ψυχρόν· τῶν δὲ προσθέτων τὰ περίεργα καὶ φαρμακώδη φευκτέον, μετὰ δὲ τὸ ἐγκάθισμα ῥόδινον ἐρίῳ προσθετέον. Πινέτωσαν δὲ καὶ αὗται κατὰ τὸν τῆς θεραπείας καιρὸν τὰ ἐπὶ τῶν αἱμοπτοϊκῶν προγεγραμμένα, πρὸς τούτοις δὲ καὶ παιωνίας κόκκους ὠχροὺς ὅσον ιε συνεχῶς πινέ‐
55τωσαν, καὶ κοραλλίου δραχ. α μετ’ οἴνου μέλανος, καὶ γίγαρτα λεῖα ὁμοίως, καὶ πιτύαν λαγωοῦ ἢ ἐρίφου ὅσον ὀρόβου μετ’ ὀξυκράτου, καὶ ἀφέψημα τοῦ φλοιοῦ τοῦ λωτίνου ξύλου.
57

66

(t1)

ΑΛΛΟ ΑΣΠΑΣΙΑΣ ΠΡΟΣ ΤΑΣ ΚΑΘΥΓΡΑΙΝΟΜΕΝΑΣ ΣΦΟΔΡΑ
t2ΤΟΝ ΓΥΝΑΙΚΕΙΟΝ ΚΟΛΠΟΝ, ΚΑΙ ΔΙΑ ΤΟΥΤΟ ΠΟΛΛΑΚΙΣ ΜΗ
t3ΚΥΙΣΚΟΥΣΑΣ.
t3
1 Κηκῖδας βρέξας ὕδατι ἡμέρας η, εἶτα λαβὼν ἔριον ἁπαλὸν καθαρὸν ἀπόβρεχε ἐν τῷ ὕδατι τῶν κηκίδων, καὶ μὴ ἐκπιέσας ἔα ξηραίνεσθαι καὶ δίδου τὸ ἔριον προστίθεσθαι, καὶ ἔσται ἡ γυνὴ ὡς παρθένος· ποιείτω δὲ τοῦτο συνεχῶς. Ἄλλο. Ὀξυλα‐
5πάθου σπέρμα λειώσας ὕδατι ὀλίγῳ, εἰ δὲ χλωρὸν ᾖ καθ’ αὑτὸ λειώσας, δίδου προστίθεσθαι καὶ ἔσται ὡς παρθένος.
6

67

(t)

ΠΕΡΙ ΥΣΤΕΡΙΚΗΣ ΠΝΙΓΟΣ.
t
1Ἡ ὑστερικὴ πνὶξ κάτωθεν μὲν ἀπὸ τῆς ὑστέρας λαμβάνει
τὴν ἀρχὴν, εἰς συμπάθειαν δὲ ἄγει τὰ ὑπερκείμενα μέρη καὶ μάλιστα τὰ κυριώτατα, διὰ μὲν τῶν ἀρτηριῶν τὴν καρδίαν, διὰ δὲ τῶν τοῦ νωτιαίου μηνίγγων καὶ τῶν εἰς αὐτὴν ἐμφυομένων
5νεύρων τὸν ἐγκέφαλον, διὰ δὲ τῶν φλεβῶν τὸ ἧπαρ. ἔοικε δὲ ἀναδρομὴ πάσης τῆς ὑστέρας ἐπὶ τὰ ἄνω μέρη γίνεσθαι. Πα‐ ρέπεται δὲ ταῖς πασχούσαις ἐγγίζοντος μὲν τοῦ παροξυσμοῦ, διανοίας νωθρότης στυγνὴ, οἷον ὑπὸ ἐκπλήξεως τεθαμβωμένη, ὄκνος πρὸς τὰς πράξεις, ἀτονία σκελῶν, ὠχρότης προσώπου,
10βλέμμα ὑπολίπαρον, εἶτα ἐξαπίνης προσπεσούσης τῆς πνιγὸς, ἀναί‐ σθητοι καὶ ἀκίνητοι γίνονται. μικρὸν δὲ καὶ ἀμυδρότατον τὸν σφυγμὸν ἴσχουσιν, ἐνίοτε δὲ καὶ παντελῶς ἄσφυκτοι γίνονται, ἐνίαις δὲ οὐδὲ ἡ ἀναπνοὴ αἰσθητικὴ σώζεται, δηλονότι παρὰ τῆς ποιούσης αἰτίας τὴν διαφορὰν καὶ τὸ μέγεθος. Καί τινες βου‐
15λόμενοι γνῶναι εἰ σώζεταί τις κἂν βραχεῖα ἀναπνοὴ, κατὰ τῆς ῥινὸς ἔριον ἐξασμένον ἀποκρεμῶσιν, εἶτα ἐκ τῆς γινομένης τούτου κινήσεως τεκμαίρονται σώζεσθαι τὴν διὰ τῆς ῥινὸς εἰσ‐ πνοὴν καὶ ἐκπνοήν. τινὲς φιάλην ὕδατος μεστὴν κατὰ τοῦ στό‐ ματος τῆς γαστρὸς ἐτίθεσαν, θεωροῦντες εἰ κίνησίν τινα ἕξει τὸ
20ὕδωρ· ἀγνοοῦσι δὲ οὗτοι ὡς ἡ μὲν διὰ τοῦ στόματος καὶ τῶν ῥινῶν ἀναπνοὴ ἐνίοτε οὐ γίνεται, ἡ δὲ διὰ τῶν ἐν ὅλῳ τῷ σώματι ἀρτηριῶν διαπνοὴ ἐγγίνεται, καθάπερ ἐπὶ τῶν ἰοβόλων φωλευόν‐ των ζῴων ὁρῶμεν γιγνόμενον. τὰ γὰρ ἰοβόλα ζῷα, τὸ τῶν ὄφεων λέγω γένος, δι’ ὅλου τοῦ χειμῶνος νεκροῖς ὅμοια κατὰ τοὺς
25ἑαυτῶν φωλεοὺς ἐρρίπται, διὰ τῶν ἐν ὅλῳ τῷ σώματι ἀρτηριῶν διαπνεόμενα. Ἐγχωρεῖ τοίνυν κἀπὶ τῆς ὑστερικῆς πνιγὸς, ἐπειδὴ
κατέψυκται τὸ πᾶν σῶμα, τὴν μὲν διὰ τοῦ στόματος ἀναπνοὴν μηδόλως γίνεσθαι, τὴν δὲ ἐν ὅλῳ τῷ σώματι διὰ τῶν ἀρτηριῶν γίνεσθαι· δυνατὸν δὲ καὶ γινομένην αὐτὴν διὰ στόματος καὶ
30ῥινῶν, ἐλαχίστην οὖσαν λανθάνειν τὴν αἴσθησιν. Καταφέρονται τοίνυν βαθέως αἱ τοιαῦται μετ’ ἀφωνίας καὶ ἀναισθησίας καὶ ἀκινησίας, εἶτα διαλυομένων τῶν αἰτίων ἄρχεται τονοῦσθαι τὸ σῶμα καὶ ἐρευθεῖν τὰ μῆλα, διανοίγονται δὲ καὶ αἱ γνάθοι, καὶ οἱ ὀφθαλμοὶ μετὰ πλείστου βάρους ἐπαίρονται. μελλούσης
35δὲ ἤδη ἀνίεσθαι, προστρέχει ἐκ τῶν γυναικείων τόπων ὑγρασία πρὸς τὴν ἀφὴν, καὶ βορβορυγμὸς γίνεται τῶν ἐντέρων, αὐτή τε ἐπιχαλᾶται κατ’ ὀλίγον ἡ ὑστέρα, καὶ οὕτως ἀπολαμβάνουσιν αἱ πάσχουσαι τό τε νοεῖν καὶ αἰσθάνεσθαι καὶ κινεῖσθαι. Ἐπι‐ πίπτει δὲ τὸ πάθος ἀεὶ μὲν, μάλιστα δὲ ἐν χειμῶνι καὶ φθινο‐
40πώρῳ, νέαις δὲ μᾶλλον καὶ εὐκαταφόροις πρὸς λαγνείαν, στείραις, καὶ μάλιστα εἰ διὰ φαρμακείαν εἶεν ἄτοκοι· καὶ ψύξις δὲ ἐν καθάρσει καταμηνίων τὸ νόσημα ἀπειργάσατο, ἐνίαις δὲ καὶ ἐκτρωσμοὺς δυσχερεῖς τὸ πάθος ἐπήνεγκε, καὶ εἰ αἱμορραγίαν ἀπὸ ὑστέρας ἀποτόκως στεῖλαί τις βουληθῇ, τὸ νόσημα εἰργά‐
45σατο. μελετηθὲν δὲ τὸ πάθος, ὡς ἐπιληψία χρονίζει· τὸ μὲν ὅλως ἀκινδύνως παρεῖναι δοκοῦν, καθ’ ἕκαστον παροξυσμὸν ἀποτελεῖ κίνδυνον ὀξὺν, ὡς μηδ’ ἐν ἡμέρᾳ ὅλῃ ἀλλ’ ἐν ὀλίγαις ὥραις ἀποκτεῖναι· τῶν μὲν σφυγμῶν ἀπὸ τῆς εὐταξίας τῆς πρόσθεν πυκνουμένων τε καὶ ἀποσπαιρόντων ἀτάκτως, βραχείας

67

(50)

δὲ νοτίδος ὑποψύχρου τὴν ἐπιφάνειαν δροσιζούσης, τῆς δὲ ἀνα‐ πνοῆς τὸ μὲν πρῶτον ἀμαυρουμένης, μετὰ δὲ τοῦτο τελέως ἀποκοπείσης. Ψύξις δέ ἐστι πνευματικωτέρα τὸ πάθος, οὐχ ὡς ὁ Σωρανὸς ᾠήθη φλεγμονὴν εἶναι· τὸ γὰρ ἀθροιζόμενον αὐταῖς κατὰ βραχὺ σπέρμα μένον καὶ καταψυχόμενον, δίδωσι τὴν ψύξιν
55εἰς καρδίαν καὶ ἐγκέφαλον. καταψυχόμενα δὲ τὰ κύρια μόρια, τὰ προρρηθέντα συμπτώματα ἐπάγει· οἶδα γὰρ αὐτός ποτε θεασάμενος γύναιον περιπεσὸν τῷ τοιούτῳ πάθει, καὶ τῆς μαίας τὰ χαλαστικὰ καὶ εὐώδη βοηθήματα προσαγούσης, καὶ παρατρι‐ βούσης τὸ αἰδοῖον ἐσωτάτω τοῖς δακτύλοις, ὑπό τε τῆς ἐκ τῶν
60βοηθημάτων θερμασίας καὶ τῆς ἐκ τῶν δακτύλων ψαύσεως, ἐγένοντο συνολκαὶ μετὰ πόνου τε ἅμα καὶ ἡδονῆς, ἐφ’ αἷς ἐκκρι‐ θέντος παχέος τε καὶ πολλοῦ καὶ γλίσχρου σπέρματος, ἀπηλλάγη τῶν κατεχόντων αὐτὴν ὀχληρῶν ἡ γυνὴ, καὶ οὐδὲν θαυμαστὸν ἐκ τοῦ οὕτως ἐλαχίστου τοιαῦτα γίνεσθαι συμπτώματα· ὅπου γε
65καὶ τὰ δηλητήρια σμικρότατα διδόμενα, καὶ τῶν ἑρπετῶν ὁ ἰὸς μείζονα τούτων τὰ πάθη προσάγει, βραχυτάτου ἰοῦ διὰ στε‐ νοτάτης ὀπῆς ἐνιεμένου· οὐδὲν οὖν ἄτοπον, εἰ καὶ σπέρμα κακόχυμον ἢ καταμήνιον ὁμοίως ἔχον, ἐπισχεθέντα καὶ διασα‐ πέντα συμπτώματα φέρει χαλεπά. τεκμήριον δέ σοι γενέσθω τὸ
70ἐπὶ τῶν λυττόντων κυνῶν γινόμενον· τοσαύτη γὰρ ἐν αὐτοῖς γίνεται διαφορὰ τῶν χυμῶν, ὥστε τὸ σίελον αὐτῶν μόνον ἀνθρωπίνῳ σώματι προσπεσὸν, ἀπεργάζεσθαι λύτταν. Παρὰ μὲν οὖν τὴν ποσότητα καὶ ποιότητα τοῦ ἀθροισθέντος αὐτοῦ σπέρματος καὶ καταμηνίου, ἄλλοτε ἄλλου συμπτώματος εἶδος αὐταῖς γίνεται.
75ψύχειν μὲν γὰρ ὅλον τὸ σῶμα δυναμένου τοῦ λυποῦντος αἰτίου, καταψύχονται σφοδρῶς, ὡς μήτε ἀναπνεῖν αἰσθητῶς μήτε σφύζειν τὰς ἀρτηρίας· παχέος δὲ ὄντος ἢ δριμέος, σπασμοὶ γίνονται. δυσθυμία δὲ παρακολουθεῖ ὅταν μελαγχολικώτερον ᾖ, λειποψυχίαι δὲ ταῖς σφοδρότησι τῶν διατάσεων ἕπονται
80καὶ ταῖς καταψύξεσι καὶ ταῖς τοῦ στόματος τῆς γαστρὸς κακώσεσι. Διαδεσμεῖν τοίνυν χρὴ τὰ ἄκρα ἐν τοῖς παροξυσμοῖς, καὶ τρίβειν τοὺς πόδας ἰσχυρῶς μετὰ τῶν διαδέσμων καὶ τὰς κνήμας
καὶ ὅλα τὰ σκέλη, καὶ ὀσφραντὰ ταῖς ῥισὶ προσάγειν καστόριον
85μετ’ ὄξους λεῖον, καὶ διαχρίειν αὐτῷ τοὺς μυκτῆρας, ἢ χαλβάνην ὁμοίως καὶ σαγάπηνον καὶ ὄξος δριμύτατον, ἐν ᾧ ἀφήψηται γλήχων μάλιστα ἢ καλαμίνθη ἢ θύμος ἢ ὀρίγανον ἢ κόνυζα λεπτὴ καὶ τὰ οὕτω δριμέα. Ταῦτα γὰρ τούς τε ἀνενεχθέντας ἐπὶ τὸν ἐγκέφαλον ἀτμοὺς ἢ χυμοὺς παχεῖς, τέμνειν πέφυκε καὶ
90λεπτύνειν μετὰ καὶ τοῦ θερμαίνειν τὴν ψύξιν· τὸν δὲ θώρακα καὶ τὸν πνεύμονα διακαθαίρειν καὶ τὰ εἰς τὸν στόμαχον περιε‐ χόμενα. δεῖ δὲ τὸ τοιοῦτον ὄξος θερμὸν ὑποτιθέναι ταῖς ῥισὶ, καὶ πταρμοὺς κινεῖν τηνικαῦτα καιρὸς διὰ καστορίου καὶ πεπέρεως καὶ στρουθίου, διὰ πυρῆνος μήλης προστιθεμένων τοῖς μυκτῆρσι·
95διανοίγειν τε τὸ στόμα καὶ παραπιέζειν τὸν λειχανὸν τῶν δακ‐ τύλων ὡς ἔμετον ἐρεθίσαι, καὶ ὑποθυμιᾷν δὲ ταῖς ῥισὶ καστό‐ ριον, ἄσφαλτον, χαλβάνην, θεῖον, τῇ δὲ μήτρᾳ εὐώδη, μετὰ τοῦ χαλᾷν καὶ θερμαίνειν καὶ πνεῦμα προσκαλεῖσθαι δυνάμενα προ‐ σάγειν, οἷον ἐστὶ τὸ ἐννεαφάρμακον λεγόμενον καὶ τὰ παραπλήσια

67

(100)

ἐπὶ σκληρίας μήτρας γραφησόμενα, ἀναλυόμενα ἀμαρακίνῳ ἢ γλευκίνῳ ἢ ἰρίνῳ ἢ κυπρίνῳ ἢ τῷ καπνιστῷ λεγομένῳ μύρῳ, προσλαμβάνοντα καὶ πήγανον καὶ κύμινον βραχύ. Τοιαῦτα δὲ προσήκει λαβοῦσαν τὴν μαῖαν τοῖς δακτύλοις, προσάγειν τῷ στόματι τῆς μήτρας καὶ παρατρίβειν ἠρέμα καὶ ἐπὶ πολὺ, ἵνα
105τῷ ἐρεθισμῷ τὸ παρακείμενον τοῖς σπερματικοῖς ἀγγείοις παχὺ
ἐρεθιζόμενον ἢ ποσῶς θερμαινόμενον ἐκκριθῇ, καὶ εἰς αὐτὴν τὴν μήτραν διὰ μητρεγχύτου τὸ ἀμαράκινον ἢ γλεύκινον ἢ μαλα‐ βάθρινον μύρον θερμὸν ἐνιέναι, καὶ τῇ ἕδρᾳ δὲ προσθῆναι πή‐ γανον, κύμινον, νίτρον μετὰ μέλιτος, καὶ τὰ προρρηθέντα μύρα
110μετὰ βουτύρου ἐνιέναι· καὶ σικύαν δὲ κολλᾶν προσήκει βουβῶσί τε καὶ μηροῖς, κἄπειτα περὶ τὸ ὀμφαλοῦ μέσον καὶ ἑκατέρωθεν μετὰ πολλῆς φλογὸς ἄνευ καταχασμοῦ. σὺν τούτοις δὲ πᾶσιν ἐμβοείτω τις αὐτῇ τραχυτέραις φωναῖς, καὶ μετακλείτω τῇ οἰκείᾳ προσηγορίᾳ. Ἐγκαθίζειν δὲ αὐτὰς εἰς ἀφέψημα δάφνης καρποῦ,
115ἢ φύλλων γλήχωνος, καλαμίνθης, πρασίου, ἀρτεμισίας, κονύζης, βράθυος, κενταυρίου, δικτάμνου, σαμψύχου, τήλεως, ἀλθαίας, χαμαιμήλου, ἀριστολοχίας, ἴρεως, ἑρπύλλου· ἐπιμελεῖσθαι δὲ τῷ καιρῷ τοῦ ἐγκαθίσματος τῆς κεφαλῆς, ῥοδίνῳ ἐμβρέχοντα μετ’ ὄξους, προαφεψήσαντα τῷ ὄξει ἕρπυλλον ἢ σπονδύλιον· ἐνίοτε
120δὲ καὶ καστόριον προσπλεκτέον ἢ πήγανον ἢ δαφνίδας, καὶ τὰ ὀσφραντὰ τὰ προειρημένα ἀδιαλείπτως ταῖς ῥισὶ προσάγειν καὶ μάλιστα τὸ καστόριον μετ’ ὄξους· τῷ δὲ ὑποχονδρίῳ ταινίαν προσάγειν καὶ σφίγγειν, καὶ ταῖς χερσὶ πιέζειν πλατείαις τὸ στόμα τῆς γαστρὸς, ἀνενεχθεῖσα δὲ ἀπὸ τοῦ παροξυσμοῦ ἐπ’ ἀσιτίας
125τηρείσθω. Τὰς δὲ μετὰ τροφὴν ἐμπεσούσας τῷ παροξυσμῷ, ἐμεῖν ἀναγκαστέον· πάσας μὲν γὰρ κουφίζει ὁ ἔμετος, μάλιστα δὲ τὰς μετὰ τροφὴν παροξυνομένας· τῇ δὲ τρίτῃ σικύαν τῷ ἤτρῳ λέγω σοι προσφέρειν καὶ τῇ ὀσφύϊ, καὶ ἀμυχαῖς κατακνίζοντα
τοὺς τόπους καὶ ἁλσὶν ἐπιψύχειν τὰς ἀμυχὰς, καὶ ἀναλαβόντα
130ἀπὸ τῶν βοηθημάτων τούτων ἀπολύειν ἐπὶ τὴν τοῦ καστορίου πόσιν· συνεχῶς γὰρ παραλαμβανομένη, πολλάκις τῆς διαθέσεως ἀπήλλαξε. διδόσθω δὲ τὸ καστόριον ὁτὲ μὲν μετ’ ἀφεψήματος ἀρτεμισίας, ὁτὲ δὲ μετὰ μελικράτου ὅσον δραχ. α. καθ’ ἑκάστην ἡμέραν δὲ ἡ πόσις ἔστω. κάλλιστον δὲ καὶ ἄσφαλτον σὺν τῷ
135καστορίῳ μιγνύειν καὶ διδόναι, πλὴν ἔστω τὸ τρίτον αὐτοῦ, καὶ καταρροφείτωσαν συνεχῶς καὶ ὄξους σκιλλιτικοῦ. Ἡ μὲν οὖν ἐν τοῖς παροξυσμοῖς παραλαμβανομένη καὶ διδομένη ἐπιμέλεια τοιαύτη τις ἔστω, τῆς δὲ ἐπὶ τῶν χρονιζόντων ἀνασκευῆς κατὰ τὸ πλεῖστον ἀπὸ φλεβοτομίας ἀρχόμεθα τῆς θεραπείας, καὶ μά‐
140λιστα ἐφ’ ὧν ἐπίσχεσις τῶν καταμηνίων γίνεται, ἔπειτα καὶ κά‐ θαρσιν παραλαμβάνομεν. πρακτικωτάτη δὲ ἐστὶν ἐπὶ τούτων ἡ διὰ τῆς ἱερᾶς διὰ τῆς κολοκυνθίδος κάθαρσις, καταλληλοτέρα μέντοι γυναιξὶ καὶ τῇ περὶ τὴν ὑστέραν διαθέσει ἡ διὰ τῆς ἱερᾶς ἀλόης, ἣν πικρὰν ὀνομάζομεν. λαμβάνει δὲ ἀλόης μὲν δραχμ. ρ, ἀσάρου,
145κρόκου, κιναμώμου, μαστίχης, ναρδοστάχυος καὶ ξυλοβαλσάμου ἀνὰ δραχμ. στ. ξηρὸν δὲ λεῖον ἀποτίθεται τὸ φάρμακον· ἐπὶ δὲ τῆς χρήσεως πρὸς μὲν ἀθροωτέραν ὑπαγωγὴν τῆς γαστρὸς δι‐ δόναι χρὴ δραχμ. δ. μετὰ μελικράτου κυάθων στ· πρὸς δὲ μεμε‐ ρισμένην καὶ σχολαίαν κένωσιν διδόναι καθ’ ἑκάστην δραχ. β.

67

(150)

ἐν τρισὶ τοῦ μελικράτου κυάθοις. οὕτω δὲ καὶ στόμαχον τονοῖ καὶ τὰς δυνάμεις συγκρατεῖ καὶ τῆς διαθέσεως ἀπαλλάττει. Δεῖ δὲ μετὰ τὴν θεραπείαν οὐκ ἐξαπίνης καταλιπεῖν τὴν πρὸς τὸ φάρμακον συνήθειαν, ἀλλὰ κατὰ βραχὺ μειοῦν τὴν δόσιν, μετὰ δὲ τὴν κέ‐ νωσιν σικῦαι παραλαμβανέσθωσαν κοῦφαι μὲν, μετὰ φλογὸς δὲ
155πλείονος καὶ βιαίως ἀποσπώμεναι, ἐνίοτε δὲ καὶ μετὰ ἀμυχῶν
ἵνα τοῖς ἁλσὶ δοθῇ τόπος· αἱ δὲ ἀμυχαὶ μετὰ κηρωτῆς κυπρίνης ἀπουλούσθωσαν, εἶτα ἐπιρριπτέσθω μάλαγμα καθ’ ὅλου τοῦ ἐπιγαστρίου τὸ διὰ σπερμάτων τὸ ἐν τοῖς σπληνικοῖς προγεγραμ‐ μένον, τὰ μὲν πρῶτα σὺν κηρωτῇ προσπλεκόμενον, ὕστερον δὲ
160κατὰ βραχὺ τῆς κηρωτῆς ἀφαιρουμένης, αὐτὸ καθ’ αὑτὸ ἐπιρ‐ ριπτέσθω μέχρις οὗ ψιδράκια κατὰ τῆς ἐπιφανείας ἰονθώδη προκαλέσηται. Τούτων δὲ ἀπουλωθέντων δι’ ἐμπλάστρου λευκῆς ἢ τινὸς τῶν πρὸς τὰ πυρίκαυστα, τοῖς δρωπακισμοῖς γίνεται χώρα καὶ τοῖς σιναπισμοῖς καὶ τοῖς δι’ εὐφορβίου ἀκόποις, πυ‐
165ρέθρου τε καὶ ἀδάρκης καὶ πεπέρεως. συμβάλλεται δὲ τοῖς βοη‐ θήμασι καὶ δίαιτα πᾶσα, περίπατοι μὲν ἕωθεν, αἰώρα δὲ ἐπ’ αὐτῶν ἡ διὰ ζευκτοῦ ἢ πλοίου ἢ ὄνου, μετὰ δὲ τὴν αἰώραν κί‐ νησις καὶ ἀναφώνησις χρησίμη, καὶ ἀνάγνωσις μετὰ μελισμοῦ καὶ κραυγῆς καὶ εὐτροπίας, καὶ μετὰ διάστημα σύμμετρον ἄλειμμα
170καὶ τρίψεις καὶ γυμνάσιον γυναιξὶ πρέπον, λουτρὸν δὲ σπάνιον καθαριότητος μόνης ἕνεκα, καὶ δὶς δὲ καὶ τρὶς ἐπὶ τὴν αὐτὴν θε‐ ραπείαν ἀνακαμπτέον πρὸς τὸ βιαίως λυθῆναι τὴν διάθεσιν. ὕστατον δὲ ἐστὶ βοήθημα ἡ τῶν αὐτοφυῶν ὑδάτων χρῆσις, πρῶτον μὲν θερμῶν ἔπειτα δὲ ψυχρῶν. Μετὰ δὲ τὴν ἀπαλλαγὴν
175οὐκ ἀμελητέον παντάπασι τῆς γυναικὸς, ἀλλὰ προφυλακῆς χάριν ἐκ διαλειμμάτων τινῶν καὶ μάλιστα περὶ τὸν ὕποπτον καιρὸν, ἐγκαθίσμασι χρῆσθαι τοῖς προειρημένοις καὶ προσκλύσμασι συ‐ νεχῶς, ἀφεψήματος ἐλελισφάκου, γλήχωνος, λινοζώστεως, ἐκ δὲ τούτων αὐτῶν καὶ τῶν θερμαίνειν καὶ μαλάσσειν δυναμένων
180πεσσοὺς προστιθέναι, καὶ μάλιστα μετὰ τὰ λουτρά. ἄριστον δὲ καὶ τὰ καταμήνια κατὰ καιρὸν εὔροα ποιεῖν, καὶ συνουσίᾳ
χρῆσθαι συνεχῶς. Ὁ δὲ φιλόσοφος φησὶν ἐπὶ γυναικός τινος τῇ ὑστερικῇ πνιγὶ περιπεσούσης μετὰ τὴν τῶν πολλῶν βοηθημάτων ἀποτυχίαν, ὡς ἀνήθινον ἔλαιον θερμαίνοντες, καὶ τὰς ἐκστήμονας
185τῶν γυναικῶν ἀγαθίδας τὰς στρογγύλας βάπτοντες καὶ ἀπο‐ πιέζοντες, προσηνέγκαμεν ξηρότερον· καὶ ζεούσας τὰς ἀγαθίδας δύο ἔχοντες ἐν ἑτοίμῳ, καὶ μίαν παρὰ μίαν προσφέροντες ἵνα μὴ ψύχωνται οἱ τόποι, καὶ πολλὴν ὥραν τοῦτο πράξαντες ἀνώδυνον τὴν γυναῖκα πεποιήκαμεν· ἐπεθήκαμεν δὲ καὶ τῷ ὀμφαλῷ κηρω‐
190τὴν δι’ ἀραχνῶν. Ἄλλο πρὸς ὑστερικὰς πνίγας καὶ ἀλγήματα. Χελώνην χερσαίαν ἢ παραλίαν ἐν πεσσῷ ὑποτίθει· ἀπαράβατόν ἐστι καὶ χρῶ τούτῳ θαρρῶν.
192

67bis

(t1)

ΠΑΡΑΔΕΙΓΜΑΤΑ ΠΕΣΣΩΝ ΣΚΕΥΑΣΙΑΣ ΠΡΟΣ ΥΣΤΕΡΙΚΑΣ
t2ΠΝΙΓΑΣ ΕΚ ΤΩΝ ΦΙΛΑΓΡΙΟΥ.
t2
1 Πεσσοὶ δὲ τῇ διαθέσει ταύτῃ κατάλληλοι εἰσὶ τοιοῦτοι· στέατος χηνείου γοστ ἤτοι οὐγ. στ. μαστίχης, στέατος φασιανοῦ, στύρακος ἀνὰ γογ ἤτοι οὐγ. γ. κηροῦ γοστ ἤτοι οὐγ. στ. ναρ‐ δίνου μύρου, ναρδοστάχυος, κρόκου ἀνὰ γοα ἤτοι οὐγ. α. ὁ κρόκος
5οἴνῳ εὐώδει παλαιῷ λειούσθω, ἔστω δὲ ὁ οἶνος ἀπηλλαγμένος πάσης στύψεως. Ἄλλο. Κηροῦ γοστ. ἀμώμου, μαστίχης ἀνὰ γοα. ὀποβαλσάμου, βαλσάμου, ἰρίνου ἀνὰ γογ. Ἄλλο Σύνθετον. Στύρα‐ κος γοβ. κηροῦ λευκοῦ γοθ ἤτοι οὐγ. θ. κασίας, ναρδοστάχυος, ἀμώμου, κρόκου, μαστίχης ἀνὰ γοα. στέατος χοιρείου, τερεβινθίνης
10ἀνὰ γοστ. λιβάνου γοαζ ἤτοι οὐγ. αζ. στέατος χηνείου, στέατος φασιανοῦ ἀνὰ γογ ἤτοι οὐγ. γ. ὀποβαλσάμου, κρινίνου μύρου,
ἀμαρακίνου, κυπρίνου, ναρδίνου καὶ ἰρίνου ἀνὰ γοα. εἰ δὲ ἐν‐ τονώτερον βούλει ποιῆσαι, ἐπίβαλλε καὶ καρδαμώμου δραχ. δ. ἢ ἀκαλήφης ἤτοι κνίδης ὁμοίως. Χρὴ δὲ ἀφαιρεῖν καὶ προστι‐
15θέναι τὰ θερμαίνοντα, πρὸς τὴν τοῦ ἀέρος κατάστασιν ἀπο‐ βλέποντα· θερμῆς γὰρ οὔσης τῆς καταστάσεως, ἀφαιρεῖν χρή· ψυχρᾶς δὲ προστιθέναι.
17 ΑΛΕΙΜΜΑΤΩΝ ΣΚΕΥΑΣΙΑ ΦΙΛΑΓΡΙΟΥ ΠΡΟΣ ΤΟ ΠΡΟΚΕΙΜΕΝΟΝ
ΠΑΘΟΣ.
19
20 Ἀλείμματα δὲ χρήσιμα ταῖς λουομέναις, προφυλακῆς χάριν τοιαῦτα σκευαζέσθω· ἐλαίου γλυκέος λίτρ. α. ἄγνου σπέρματος τεθλασμένου γοστ. πηγάνου σπέρματος τεθλασμένου γογ. κασίας κεκομμένης τὸ ἴσον κόψας, μίγνυε τῷ ἐλαίῳ καὶ ἡλίαζε ἐν τοῖς ὑπὸ κύνα καύμασιν ἡμέρας μ. εἰ δὲ καὶ θέλεις ἢ διὰ τὴν ὥραν
25τοῦ ἔτους ἢ διὰ τὴν χώραν ἢ διὰ τὴν κρᾶσιν τῆς γυναικὸς θερμοτέρας ἢ ψυχροτέρας ὑπαρχούσης, ἐπιτείνειν ἢ ἀνιέναι τὴν δύναμιν τοῦ ἀλείμματος, προστίθει καὶ ἀφαίρει τῶν φαρμάκων ὅσον ἂν σταχάζῃ καλῶς ἔχειν. Μὴ παρόντος δὲ τοῦ σκευαστοῦ ἀλείμματος, ἔξεστιν ἰρίνῳ μύρῳ προσπλέκειν πήγανον ἢ κασίαν
30ἢ ἄμωμον ἢ ἄλλο τι τῶν προειρημένων, καὶ ἄγειν εἰς χρῆσιν. ἐξέσται δὲ αὐταῖς καὶ χωρὶς τοῦ λουτροῦ τοῖς τοιούτοις ἀλείμ‐ μασι χρῆσθαι κατὰ τοῦ ὑπογαστρίου καὶ τῆς ὀσφύος· σφο‐ δρότερον δὲ εἰ βούλει ποιῆσαι τὸ φάρμακον, ἀδάρκης κεκαυμένης ἢ ἀκαύστου μίγνυε τὸ σύμμετρον, ἢ πυρέθρου ἢ πεπέρεως λει‐
35οτάτου, καὶ δαφνίνου ἐλαίου ἢ κηκίνου καὶ τῶν παραπλησίων, ἵνα παχύτερον τὸ ἄλειμμα γένηται. Ἄλλο ἄλειμμα πρὸς τὸ αὐτό. Τερεβινθίνης, δαφνίνου ἐλαίου ἀνὰ γοστ. ἰρίνου, ἀνηθίνου ἀνὰ
λίτρ. α. κανάβεως σπέρματος, ἀδάρκης ἀνὰ γοβ. πεπέρεως, ἐλελισφάκου, καλαμίνθης ἀνὰ γοα. πυρέθρου γοβ. μελανθίου,
40κασίας ἀνὰ γοα. τὰ ξηρὰ λειώδη καὶ χνοώδη ποιήσας μίσγε τοῖς τηκτοῖς, καὶ ἀνελόμενος φύλαττε· ἐπὶ δὲ χρείας μιγνύων τινὶ τῶν θερμαντικῶν ἐλαίων, ὅσον ἐξαρκεῖ ὡς ὑγρότερον γενέσθαι, χρῶ ἀλείφων ὑπογάστριον καὶ ὀσφύν.
43
ΥΠΟΚΑΠΝΙΣΜΑ ΥΣΤΕΡΙΚΟΝ.
44
45 Κόπρον τὴν λευκίζουσαν τοῦ κυνὸς καὶ βράθυ, ἀμφότερα μίξας ἐπὶ ἴσης μοίρας ὑποκάπνιζε· καὶ εἰ μὲν στρόφοι γένωνται, παύονται τὰ τῆς διαθέσεως.
47 ΠΕΡΙ ΤΩΝ ΠΙΝΟΜΕΝΩΝ ΦΑΡΜΑΚΩΝ ΠΡΟΣ ΤΟ ΠΡΟΚΕΙΜΕΝΟΝ
ΠΑΘΟΣ, ΦΙΛΑΓΡΙΟΥ.
49

67bis

(50)

Χρῆσθαι δὲ αὐτὰς παραινῶ συνεχῶς ἐν τῷ τῆς προφυλακῆς καιρῷ τῷ διοσπολιτικῷ φαρμάκῳ, καὶ τῷ διὰ καλαμίνθης, καὶ τῷ διὰ τριῶν πεπέρεων, καὶ μιγνύειν ἑκάστῳ αὐτῶν ἐπὶ τῆς χρή‐ σεως τινὰ τῶν φθειρόντων καὶ ἐλαττούντων τὸ σπέρμα, οἷον ἐστὶ ἄγνου σπέρμα, καὶ πηγάνου σπέρμα, καὶ κανάβεως, καὶ
55νυμφαίας ῥίζαν, καὶ λοιπὰ εἴδη προειρημένα ἐν τῷ περὶ ἀφρο‐ δισίων λόγῳ. πότιζε δὲ συνεχῶς καὶ καστορίου δραχ. α. μετὰ ἀνίσου ὀλίγου. Ἐπὶ δὲ τῶν κυουσῶν γυναικῶν ἁλισκομένων δὲ τῇ ἀπνοίᾳ, τὰ μὲν ἔξωθεν βοηθήματα προσφέρειν χρὴ πρὸς τὴν τοῦ σώματος κρᾶσιν ταῦτα ἁρμόζοντας, τοῖς δὲ καταπινομένοις
60ἢ ἐγχεομένοις ἢ προστιθεμένοις ταῖς ὑστέραις οὐδὲ ὅλως χρηστέον, ὥσπερ οὐδὲ κλυστῆρι οὐδὲ φλεβοτομίᾳ, κίνδυνος γὰρ ἐφ’ ἑκάστῳ τούτων ἐκτρῶσαι τὴν κυοφοροῦσαν. ἐπὶ τούτοις ἅπασι μεμνῆσθαι προσήκει, ὡς ταῖς μὲν μήτε ἀνάσπασιν μήτε παρέγκλισίν τινα
πεπονθυίαις κατὰ τὴν ὑστέραν, ἔντονα φάρμακα προσφέρειν ἀναγ‐
65καῖον, εἰς τὴν τοῦ παντὸς σώματος ὑγρότητα καὶ ξηρότητα ἀπο‐ βλέποντας· καὶ ταῖς μὲν μαλακὸν καὶ ἀραιὸν ἐχούσαις τὸ σῶμα, τὰ ἀσθενέστερα προσάγειν, ταῖς δὲ ἐναντία τὰ ἰσχυρότερα· καὶ ταῖς μὲν νέαις τὰ ἁπλούστερα, ταῖς δὲ προβεβηκυίαις τὰ εὐτονώτερα· καὶ ταῖς μὲν διατάσεως αἰσθανομέναις ἐφ’ ὅλου τοῦ σώματος
70ἐπὶ φυσώδει πνεύματι, τὰ ἄφυσα μᾶλλον διδόναι, ταῖς δὲ βάρους μᾶλλον αἰσθανομέναις, τὰ τμητικώτερα καὶ λεπτυντικώ‐ τερα· ταῖς δὲ δριμύτητος, τὰ χλιαρᾶς ὑπάρχοντα δυνάμεως προσά‐ γειν. Εἰ δὲ παρέγκλισις ἢ ἀνάσπασις ἢ φλεγμονή τις εἴη περὶ τὴν ὑστέραν, ἀσθενέστερα πάντα προσάγειν. τὰ μὲν γὰρ σφοδρότερα
75τοῦ δέοντος, κεκρυμμένα παροξύνει πάθη καὶ κωλύει τὴν τοῦ σπέρματος ἔκκρισιν, τὰ δὲ συμμέτρως κεκραμένα πρὸς τὸ θερα‐ πευόμενον σῶμα καὶ τὴν διάθεσιν αὐτὴν ὀνίνησι, καὶ τῇ τοῦ σπέρματος ἐκκρίσει συνεργεῖ.
78

68

(t)

ΠΕΡΙ ΓΟΝΟΡΡΟΙΑΣ, ΣΩΡΑΝΟΥ.
t
1 Ὁμοίως τοῖς ἀνδράσι καὶ αἱ γυναῖκες περιπίπτουσι τῷ τῆς γονορροίας πάθει· γονόρροια δὲ σπέρματος ἐστὶν ἔκκρισις χωρὶς προθυμίας καὶ ἐντάσεως, χαλᾶται γὰρ ἡ μήτρα καὶ ἀδυναμία παρέπεται καὶ συντήκεται τὰ σώματα κατὰ βραχύ· συρρεῖ γὰρ
5πρὸς τὴν μήτραν κατ’ ὀλίγον ἡ ἀπὸ τοῦ σώματος ὕλη, ἀλλοίω‐ σιν βραχεῖαν ἐν τοῖς τόποις ὑπομένουσα, καθάπερ ἐπὶ τῶν ὀφθαλ‐ μῶν ἰώντων τὸ δάκρυον. Χρονίζειν δὲ εἴωθε τὸ πάθος· διὸ προ‐ σφάτου μὲν ὄντος αὐτοῦ ὥσπερ ἐν τοῖς παροξυσμοῖς, παρηγορητικὰ ἀκτέα τὰ ἠρέμα στύφοντα ἀφεψήματα, οἷον ἐστὶ ῥόδα, μυρσίνη,
10σχῖνος, βάτος καὶ τὰ ὅμοια· περιχρίειν δὲ τὸ ἦτρον καὶ τοὺς βουβῶνας ἀκακίαν καὶ ὑποκυστίδα μετ’ οἴνου αὐστηροῦ καὶ τὰ πα‐ ραπλήσια, καὶ τοῖς διὰ φοινίκων καὶ κυδωνίων καὶ μυρσίνης κατα‐ πλάσμασι καὶ κηρωταῖς χρῆσθαι. ἔλασμα δὲ μολύβδου πλατὺ καὶ λεπτὸν ὑποβλητέον τῇ ὀσφύϊ, καὶ μὴ τρυφερὰ ἔστω τὰ ὑπο‐
15στρώματα, ἐμέτοις δὲ χρηστέον καὶ τοῖς ἀπὸ τροφῆς μὲν μάλιστα δὲ νήστεσι, καὶ γυμνάζειν τὰ ἄνω μέρη καὶ τρίβειν ἐπὶ πολὺ, μὴ λιπαίνειν δὲ ὅλως μηδὲ θερμαίνειν τὰ πεπονθότα μέρη. ποτίζειν τε ἁλικακάβου ῥίζης ἐξηραμένης ἐν σκιᾷ δραχ. α. μεθ’ ὕδατος ἢ ἄγνου σπέρματος ὁμοίως, ἢ κανάβεως ἢ πηγάνου σπέρματος.
20Τροφὰς δὲ διδόναι μὴ διαλελυμένας, μηδὲ ῥοφηματώδεις, μηδὲ γεννητικὰς τοῦ σπέρματος ἢ ἐρεθιστικὰς, ἀλλὰ ξηροφαγεῖν τὰ πλεῖστα, καὶ τῶν πτηνῶν τι λαμβάνειν ὀπτὸν καὶ οἶνον ὀλίγον κιρρό‐ τερον, φεύγειν δὲ καὶ τὰ λοιπὰ ἐρεθιστικὰ τῶν ἀφροδισίων, ὡς μηδὲ ἐν ζωγραφίαις χαρακτῆρας δεικνύειν εὐμόρφους, μηδὲ τοὺς
25περὶ συνουσίας λόγους τίθεσθαι, καὶ στυγνὰς τὰς διαγωγὰς ποιεῖσθαι καὶ ἀναγνώσεις ὁμοίως καὶ διηγήματα. Χρονιζούσης δὲ τῆς διαθέσεως, καὶ γυμνασίοις χρῆσθαι καὶ ἀφιδρώσεσι καὶ τρίψεσι καὶ βαλανείοις ψυχροῖς, ῥοδίνῳ τε συνεχῶς χριστέον τὸ ἦτρον καὶ τὴν ὀσφὺν, χρηστέον δὲ καὶ τοῖς ἐπὶ τῆς τῶν ἀνδρῶν
30γονορροίας καὶ ὀνειρώξεως προγεγραμμένοις βοηθήμασι.
30

69

(t)

ΠΕΡΙ ΑΤΟΝΟΥΣΗΣ ΜΗΤΡΑΣ, ΣΩΡΑΝΟΥ.
t
1 Ὥσπερ καὶ τὰ ἄλλα μόρια τοῦ σώματος, οὕτως καὶ ἡ μήτρα ἐνίοτε ἀτονεῖ· παρέπεται δὲ ταῖς πασχούσαις συνουσίας ἀπο‐ στροφὴ, ἔκκρισις σπερμάτων, πλεονασμὸς καταμηνίων, δὶς ἢ τρὶς τοῦ μηνὸς ἐπιφαινομένων ἀτάκτως, μελανωδῶν, ὑδατωδῶν, καὶ
5οὐ κατέχεται τὸ καταβαλλόμενον σπέρμα τοῦ ἀνδρὸς, ἀλλ’ ἀπορρεῖ μετὰ τὴν συνουσίαν αἷς μὲν εὐθὺς, αἷς δὲ μετὰ ἡμέρας τινάς.
τινὲς δὲ περὶ τὸν τρίτον μῆνα φθείρουσι τὰ ἔμβρυα, τὰ δὲ μὴ φθαρέντα ἄτροφα καὶ ἀσθενέστερα γίνεται. ἐν δὲ τῷ καιρῷ τῶν καταμηνίων παρέπεται βάρος τοῦ ὑπογαστρίου, ὀσφύος καὶ
10σκελῶν, ὁ στόμαχος κακοπραγεῖ, κἀκ τούτου ἐνίοτε καὶ παρά‐ νοιαι γίνονται, ἀναθυμιάσεων περὶ τὴν κεφαλὴν γινομένων, τὰ αὐτὰ δὲ συμπτώματα καὶ ταῖς ὑστερικῶς πνιγομέναις παρέπεται, ἐνίοτε καὶ μελαγχολικαῖς παρανοίαις συμπίπτουσιν αἱ πάσχουσαι καὶ μανίαις. Συμβαίνει δὲ τὸ πάθος ἐκ συνεχῶν τόκων καὶ
15ὑστέρας διατάσεων, καὶ μάλιστα ὅταν μεγάλα εἴη τὰ ἔμβρυα· ἐκλεκτέον δὲ ἐν τῇ θεραπείᾳ τὰ δυνάμενα τόνον ἐντιθέναι καὶ ῥώμην τοῖς πεπονθόσι μορίοις. ἐγκαθίσματα οὖν παραλαμβάνειν χρὴ τὰ στύφοντα, χλιαρὰ μέντοι τῇ ἁφῇ, καὶ ἐγχυματιστέον τὴν ὑστέραν ῥοδίνῳ τε χλιαρῷ ἢ ναρκισσίνῳ ἢ μηλίνῳ ἢ σουσίνῳ, καὶ
20τοῖς ὁμοίοις τὸ ὑπογάστριον ἀλειπτέον καὶ τὴν ὀσφύν. γυμνάζειν δὲ συνεχῶς ὅλον τὸ σῶμα γυναικὶ πρέπουσι γυμνασίοις, καὶ τρο‐ φαῖς χρηστέον ὀλίγαις μὲν, κρεώδεσι δὲ καὶ ὑποστυφούσαις ἠρέμα, καὶ οἶνον ὁμοίως στύφοντα μετρίως κιρρὸν διδόναι. ὀλίγον δὲ ἔστω τὸ πλῆθος τοῦ πινομένου, μᾶλλον δὲ ἡ δίψα ἐπι‐
25τηδεία τῷ πάθει. παραιτεῖσθαι μέντοι τὰ διὰ γάλακτος καὶ τυροῦ σκευαζόμενα πάντα, καὶ πᾶσαν κάθαρσιν καὶ κοιλιολυσίαν.
26

70

(t)

ΠΕΡΙ ΠΑΡΑΛΥΣΕΩΣ ΜΗΤΡΑΣ, ΤΟΥ ΑΥΤΟΥ.
t
1 Παραλύεται δὲ ἡ μήτρα πολλάκις διά τε τὰς ἄλλας αἰτίας, καὶ δι’ ἐπάλληλον ἔκτρωσιν. παρέπεται δὲ ταῖς πασχούσαις συνουσίας ἀποστροφὴ, κατάψυξις τοῦ στομίου τῆς μήτρας, καὶ τὸ εὐτροφώτατον αὐτὸ καὶ λιπαρώτατον καὶ οἱονεὶ ῥακωδέστατον
5ὑπάρχειν. χαλᾶται δὲ ὁ τράχηλος αὐτῆς ἐπὶ πολὺ καὶ ἀναισθητεῖ, καὶ ποτὲ μὲν ἐποχὴ τῶν καταμηνίων γίνεται τελεία, ποτὲ δὲ πα‐ ραποδισμὸς τῆς ἐκκρίσεως, ἐν δὲ ταῖς συνουσίαις τὸ σπέρμα ἢ
οὐδόλως ἐν τῷ κύτει τῆς ὑστέρας ἀκοντίζεται, ἢ καθάπερ ἀπὸ ἀψύχου τόπου ἀπορρεῖ παραυτίκα, ποτὲ δὲ κατὰ συμπάθειαν
10καὶ οὔρων ἢ σκυβάλων ἀπρεπὴς ἔκκρισις γίνεται. Ἡ δὲ θεραπεία καὶ ταύτης ὁμοία τῇ ἐπὶ στραγγῆς καθάρσεως προειρημένῃ, καὶ καστορίου πόσις συνεχὴς, καὶ πεσσῶν θερμαινόντων προσαγωγὴ, καὶ ἐγχυματισμῶν καὶ ἀλειμμάτων.
13

71

(t)

ΠΕΡΙ ΠΡΟΠΤΩΣΕΩΣ ΥΣΤΕΡΑΣ, ΤΟΥ ΑΥΤΟΥ.
t
1 Πρόπτωσις τῆς ὑστέρας λέγεται ἡ τῆς ἐκτροπῆς περὶ τὴν μήτραν ἀπειλή· οὐ γὰρ ὡς τινὲς ὑπολαμβάνουσιν, ἀπολυθεῖσα ἡ μήτρα τῶν προσφύσεων ὅλη προπίπτει, οὐδὲ γὰρ ἀποκατα‐ στῆναι δύναται, ἐὰν τοιαύτη γένηται πρόπτωσις. τὸ δὲ προπίπτον
5παραπλήσιον ἐστὶν ὠοῦ στρουθοκαμήλου, παρὰ τὸ μᾶλλον καὶ ἧττον πρὸς λόγον τῆς κατὰ τὴν βίαν γινομένης ἐκτροπῆς. Προ‐ πίπτει μὲν οὖν σπανίως διὰ πλείους αἰτίας, καὶ γὰρ ἀφ’ ὕψους κατενεχθεῖσα γυνὴ καὶ ἐπὶ τὰ ἰσχία ἑδρασθεῖσα πάσχει τὸ τοιοῦτον, ῥηγνυμένων καὶ ἀποσπωμένων τινῶν ὑμένων, τῶν συν‐
10δεόντων αὐτὴν πρὸς τὰ παρακείμενα· γίνεται δὲ καὶ δι’ ἐξολκὴν ἔντονον τοῦ χορίου, ὅπερ μάλιστα ἐν ταῖς λεγομέναις ὠμοτοκίαις συμβαίνει, καὶ ἄτεχνος δὲ ἐμβρυουλκία εἰργάσατο τὸ πάθος. γίνεται δὲ καὶ διὰ κατοχὴν τοῦ πνεύματος καὶ διὰ βάρους ἄρσιν καὶ διὰ πληγὴν, ἐνίοτε δὲ καὶ διὰ παράθεσιν ὑγροῦ πολλοῦ καὶ
15γλίσχρου, τῇ πολλῇ ἐπιτέγξει χαλαρῶν καὶ παρειμένων γενομένων τῶν κατὰ τὸν ἄνω πυθμένα αὐτῆς ἐξαρτημάτων. Συμβαίνει δὲ τοῦτο καὶ διὰ ψυχικὸν πάθος· ἢ γὰρ τέκνων ἀποβολῆς προαγ‐ γελθείσης, ἢ πολεμίων ἐφόδου, ἢ κατὰ θάλασσαν χειμασθεῖσαι
σφοδρῶς, ἔπαθον τὴν πρόπτωσιν λυθεῖσαι τὸ πᾶν σύγκριμα,
20ὥστε καὶ τὴν μήτραν ἐξολισθήσασαν προπεσεῖν. ἔσθ’ ὅτε δὲ ἄνευ τινὸς τοιαύτης αἰτίας τῶν σωμάτων ἀσθενησάντων, καὶ τῶν ἀντεχόντων αὐτῇ ὑμένων καὶ μυῶν παραλύσει ἀτονησάντων συνέστη τὸ πάθος, οἷον γίνεται ἐπὶ τῶν παρακμαζουσῶν. κατ’ ἀρχὰς μὲν οὖν γίνεται πλείονος αἵματος φορὰ, ἔπειτα δὲ καὶ
25ὀδύνη λαγόνων, ὀσφύος, ὑπογαστρίου, αἰδοίου, καὶ φόβος ἐστὶ ψυγέντας τοὺς τόπους σπασμὸν ἐπενεγκεῖν. χρονισμοῦ δὲ γενο‐ μένου καὶ τῶν σωμάτων τυλωθέντων, ὅ τε φόβος καὶ ὁ πόνος ἐκλύεται. Προσφάτου μὲν οὔσης τῆς διαθέσεως, ἐγχειρεῖν δεήσει τῇ τῆς μήτρας καταστολῇ· καὶ γὰρ ὑπακούει κατ’ ἀρχὰς ῥᾳδίως
30πρὸς τὸν καταρτισμὸν, καὶ καταταγεῖσα μένει, μάλιστα εἰ τὰ τῆς ἡλικίας συμβάλλοιτο. ἐπὶ γὰρ τῶν πρεσβυτίδων καταστέλλεται μὲν ἡ μήτρα, προπίπτει δὲ πάλιν εὐχερῶς. Εἰ μὲν οὖν σκύβαλα ἐν τῷ ἀπευθυσμένῳ παράκειται, διὰ κλυστῆρος αὐτὰ κομιστέον, ὡσαύτως δὲ καὶ εἰ ἐν κύστει περίττωμα εἴη, διὰ καθετῆρος αὐτὸ
35κομιστέον. συμβαίνει γὰρ ὡς ἐπὶ τὸ πλεῖστον ἐγκατέχεσθαι ταῦτα τῷ μέσην τὴν ὑστέραν τεταγμένην ἀπευθυσμένου καὶ κύστεως, παραποδίζειν τε ἐν ταῖς προπτώσεσι ταῖς φυσικαῖς ἐκκρί‐ σεσι, θλίβουσαν καὶ στενοχωροῦσαν τοὺς τόπους καὶ παραποδί‐ ζουσαν ὑπ’ αὐτῶν ἐν ταῖς ἀναθλίψεσιν αὑτῆς. σχηματίζειν δὲ
40μετὰ τοῦτο τὴν κάμνουσαν ὑπτίαν ὑψηλότερα ἔχουσαν τὰ ἰσχία, καὶ κάμψασαν τὰς ἰγνύας μετὰ τοῦ διαστῆναι ἀπ’ ἀλλήλων τὰ σκέλη, ἔπειτα ἐλαίῳ πολλῷ καταντλήσαντας χλιαρῷ τὸ προπεπτωκὸς τῆς μήτρας ἐπὶ πολὺ, ἢ βουτύρου ἢ σεύτλου, μαλάχης, ἀλθαίας, τήλεως, λινοσπέρματος καὶ τῶν παραπλησίων ἑψημάτων, καὶ ποιή‐
45σαντας σύστρεμμα ἐξ ἐρίου, σχήματι καὶ πάχει ἀναλογοῦν τῷ γυναικείῳ κόλπῳ, περιβαλεῖν ἔξωθεν τὸ σύστρεμμα τοῦ ἐρίου ἰσοτάτῳ χρὴ καὶ καθαρωτάτῳ ὀθονίῳ, κἄπειτα καταβάπτειν εἰς
χυλὸν ἀκακίας ἢ ὑποκυστίδος οἴνῳ διημένης, καὶ προστιθέναι τῇ ὑστέρᾳ καὶ διαβιβάζειν πᾶν τὸ προπεπτωκὸς ἠρέμα ἀναθλίβοντας,

71

(50)

ἄχρις οὗ ἡ μήτρα ἐπὶ τὸν ἴδιον τόπον ἀναχωρήσῃ, καὶ ὁ τοῦ ἐρίου ὄγκος ὅλος ἐν τῷ κόλπῳ γένηται, τοῦτ’ ἔστιν ἐν τῷ αἰδοίῳ· εἶτα ἔρια ἔξωθεν ἐπιτιθέναι οἴνῳ στύφοντι βεβρεγμένα. εἶτα σκέπειν τὸ ἦτρον ὅλον σπόγγῳ ἢ ἐρίοις ὀξυκράτῳ βεβρεγμένοις καὶ ἐπιδεσμεῖν, ἐκτείνειν τε τὰ σκέλη τῆς γυναικὸς, ὥστε τὸ ἕτερον
55ἑτέρῳ ἐπικεῖσθαι, μετὰ δὲ τοῦτο σικύας προσβλητέον μετὰ φλογὸς πλείονος πρὸς ὀμφαλὸν καθ’ ἑκάτερον λαγῶνα, καὶ ὀσφραντὰ ταῖς ῥισὶν εὐώδη συνεχῶς προσενεκτέον. Τῇ δὲ τρίτῃ τῶν ἡμερῶν ἐγκειμένου τῷ κόλπῳ τοῦ ἐρίου, ἐγκαθιζέτω ἡ γυνὴ εἰς οἶνον μέ‐ λανα αὐστηρὸν κεχλιαμένον ποσῶς, ἢ εἰς ἀφέψημα βάτου ἢ μυρ‐
60σίνης ἢ σχίνου ἢ σιδίων. μετὰ δὲ τὸ ἐγκάθισμα κατακλι‐ θείσης αὐτῆς ὑπτίας, ὡς ὑψηλότερα ἔχειν τὰ πρὸς τοῖς ἰσχίοις, τὸ μὲν ἐγκείμενον ἔριον ἐξαιρείσθω, ἕτερον δὲ ἐντιθέσθω βεβρεγμένον τῷ αὐτῷ φαρμάκῳ. καταπλαττέσθω δὲ τὸ ἐπιγάστριον φοίνιξιν, ἀλφίτοις, σιδίοις, φακῷ μετ’ ὀξυμέλιτος, καὶ διὰ τρίτου αὐτὰ γι‐
65νέσθω μέχρις ἀποθεραπείας. Τὰς δὲ πολλάκις προπιπτούσας, ὀξυκράτῳ περιπλύνειν θερμῷ καὶ ἐγκαθίζειν τῷ ὀξυκράτῳ ἐπὶ ἱκανὸν χρόνον, ἔπειτα τὰ προειρημένα ποιεῖν. ἐνίοτε δὲ διὰ τὴν τῶν τόπων εὐαισθησίαν παραιτούμενος τὸ ὄξος, τὴν μέλαιναν τὴν ἐν τῇ φακῇ εὑρισκομένην ἀναλέξας καὶ διαλύσας ὕδατι θερμῷ
70καὶ καταντλῶν ἐπὶ πολὺ, τοῦτο σφόδρα ὠφελεῖ. μετὰ δὲ τὴν
κατάντλησιν τῇ προειρημένῃ ἀγωγῇ ἐχρησάμην. Ὅταν δὲ διὰ γλισχρότητα χυμῶν δυσχερῶς ἀναβιβάζηται, τρυγίαν οἴνου κεκαυ‐ μένην ἢ νίτρον ἢ κονίαν στακτὴν παραμίξαντα, ἠρέμα τοὺς τό‐ πους χρίειν καὶ πυριᾷν στύμμασιν ἢ τῷ διηθήματι τῆς εἰρημένης
75γῆς. καὶ καταχρίσαντα πλύμασι μολύβδου μετὰ μυρσινίνου ἐλαίου ἢ μηλίνου ἢ στύμμασιν, ὁμοίως τὸ προπεπτωκὸς εἰς τὸν κόλπον ἀναβιβάζειν ὡς προείρηται. ὑποθυμιατέον δὲ αὐτὰς συ‐ νεχῶς τοῖς δυσώδεσι, περισκέποντας πάντοθεν, ταῖς δὲ ῥισὶν ὀσφραντὰ εὐωδέστατα προσάγειν· συμμέτρῳ τε καὶ εὐχύμῳ τροφῇ
80χρήσθωσαν, οἴνῳ τε καὶ εὐώδει καὶ λεπτῷ καὶ διὰ συχνοῦ τοῦ καιροῦ οὐρητικῷ σὺν τοῖς ἄλλοις. νάρκης δὲ φασὶ τὸ δέρμα τῆς ποταμίας, νεόδαρτον ἐνδυθὲν τῇ προπτώσει ἀναστέλλειν αὐτὴν, τό τε κέντρον τῆς θαλασσίας τρυγῶνος μετὰ χυλοῦ ὑοσκυάμου χριόμενον. φροντίζειν δὲ δεῖ μὴ ὑπαχθῆναι αὐτῆς ἄγαν τὴν
85κοιλίαν, συνεκλύεται γὰρ καὶ χαυνοῦται καὶ χαλᾶται τὰ παρα‐ κείμενα σὺν τοῖς ἄλλοις ἀγγεῖα καὶ τῆς μήτρας τὰ μόρια. Εἰ δὲ παραμεῖναν τὸ προπεπτωκὸς διασαπῇ τῷ χρόνῳ, ἐξ ἀμελείας καὶ τοῦ οὔρου ἐπιτέγξεως καὶ ῥύπου ἑλκούμενον, ἀφαιρετέον αὐτὸ τέμνοντας ἢ ἀποδεσμοῦντας ἢ καίοντας, μηδένα
90κίνδυνον ὑφορωμένους. καὶ γὰρ καὶ ὅλην ἀφαιρεθῆναι μήτραν διασαπεῖσαν ἱστορεῖται, καὶ ζῆσαι τὴν γυναῖκα.
91

72

(t1)

ΠΕΡΙ ΠΑΡΕΓΚΛΙΣΕΩΣ ΚΑΙ ΑΠΟΣΤΡΟΦΗΣ ΚΑΙ ΑΝΑΔΡΟΜΗΣ
t2ΜΗΤΡΑΣ, ΑΣΠΑΣΙΑΣ.
t2
1Ἐπισχεθέντος δὲ τοῦ καταμηνίου ταῖς γυναιξὶ, πλήρωσις πα‐
ρέπεται τῶν εἰς τὴν μήτραν καθηκουσῶν φλεβῶν τε καὶ ἀρτηριῶν· παραγίνεται μὲν γὰρ ἄχρι τῆς μήτρας τὸ αἷμα, εἴσω δὲ οὐκ εἰσ‐ έρχεται, ποτὲ μὲν αὐτὸ ὅλον παχύτερον ὑπάρχον ἢ κατὰ τὰ
5στόματα τῶν ἀγγείων ἐνθρομβούμενον, ἔστι δ’ ὅτε μυσάντων τῶν στομίων κωλύεται· ὥστε ἐν ταῖς φλεψὶ πληθύνον τὸ αἷμα, ἐκείνας μὲν διατείνει καὶ διαβρέχει τὰ πλησιάζοντα ἀρτήματα τῆς μήτρας, τῇ δὲ τούτων τάσει κατὰ τὸ συνεχὲς αἱ μῆτραι σὺν τοῖς ἀγγείοις ἀνασπῶνται. Ἐὰν μὲν οὖν ἰσορρόπως ἐξ ἑκατέρων τῶν μερῶν
10ἕλκωνται πάντοθεν ἀπαρεγκλίτως, ἢ ἡ μετάστασις ἢ ἡ ἀνάσπασις ἢ ἡ ἀναδρομὴ τῆς μήτρας γίνεται· ἐὰν δὲ ἑτερρόπως ἕλκηται, πρὸς τὸ μᾶλλον ἕλκον μέρος ἐκκλίνεται, τινὸς τῶν κατὰ παρέγκλισιν ἢ παρασπασμὸν μορίων ἰδικῶς τὰ τοιαῦτα ἀγγεῖα πληροῦντος τῷ αἰτίῳ χυμῷ· σπληνὸς τοιγαροῦν πρὸς τὸ ἀριστερὸν ἕλκοντος ἢ
15ἥπατος πρὸς τὸ δεξιὸν, ἡ παρέγκλισις γίνεται· ἢ καθ’ ἑκατέρων τῶν μερῶν, εἰς ὃ μᾶλλον τὸ περίττωμα τὰ οἰκεῖα πληροῦν ἀγγεῖα ἀνασκή‐ πτει· καταλαμβάνεται μὲν πρῶτον τῇ καθέσει τῶν δακτύλων εἰς ποῖον μέρος γέγονεν ἡ διαστροφὴ, καὶ τοῖς παρακολουθοῦσι δὲ σημείοις. Εἴς τινα μὲν οὖν τῶν πλαγίων τῆς μήτρας παρεγκλιθείσης, τοῦ
20πλησίον μηροῦ γίνεται τάσις καὶ πόνος καὶ κατάψυξις καὶ παρα‐ ποδισμὸς καὶ νάρκη, ποτὲ δὲ καὶ ἀτροφία τοῦ μέρους καὶ παρεμ‐ ποδισμὸς τοῦ ἵστασθαι ἢ καὶ περιπατεῖν ἀδυνατεῖν. Εἰς δὲ τὰ ὀπίσω ἢ κάτω παρεγκλιθείσης, παρακολουθεῖ νάρκη καὶ δυσκι‐ νησία τῶν σκελῶν ἀμφοτέρων, ἔστι δ’ ὅτε καὶ παντελὴς ἀκινησία
25καὶ ἀλγηδὼν τῶν τόπων, ἐπέχεται δὲ καὶ κοιλία καὶ τὸν κλυστῆρα παραδέχεσθαι οὐ δύναται, ἐὰν μὴ ἐπὶ γόνατα σχηματισθῶσιν. ἐπέχονται δὲ καὶ φῦσαι καὶ ὀδύναι γίνονται ἐν τῷ καθίζειν, καὶ μάλισθ’ ὅταν περὶ τὸν δακτύλιον ἡ παρέγκλισις μᾶλλον γένηται. Εἰ δὲ ἄνω καὶ πρὸς τὸ ἐφήβαιον ἡ παρέγκλισις γέγονε, παρατεί‐
30νεται τὸ ὑπογάστριον καὶ ὀδύνας ἐμποιεῖ, ἐπέχεται δὲ ἐνίοτε καὶ τὰ οὖρα. Καθόλου μὲν οὖν ἐν τοῖς παροξυσμοῖς ἐμφερῶς ταῖς φλεγμοναῖς πάσας τὰς ὁπωσοῦν πασχούσας θεραπεύειν, ἐν δὲ ταῖς
ἀνέσεσι καὶ παρακμαῖς τοῖς μαλακωτέροις χρῆσθαι. χρονίσαντος δὲ τοῦ πάθους τὰ μετὰ συγκρίνειν δυνάμενα προσάγειν, ἰδίως
35τὴν ἐπὶ τὴν ἕδραν ἀποστροφὴν τῆς μήτρας οὕτω βοηθεῖν. Πρῶτον μὲν οὖν τῷ δακτύλῳ παρακελεύεσθαι τῇ μαίᾳ ἀποδιωθεῖν διὰ τῆς ἕδρας τὴν ὑστέραν, ἔπειτα βαλάνιον προστιθέναι τῷ δακτύλῳ εὔμηκες τετραδάκτυλον, γεγονὸς ἐκ χαλβάνης καὶ κηροῦ, ἐξ ἄκρου δὲ σπαρτίῳ δεδεμένον ἔσω εἰς τὸ ἐπισπᾶσθαι, ἢ καστόριον λεῖον σὺν
40ὕδατι ἀνηλειμμένῳ ἐρίῳ ἐντιθέναι ὁμοίως τῷ δακτύλῳ, ἢ ἄσφαλτον ὁμοίως ξηρὰν, ἢ πίσσαν ὑγρὰν παραπλησίως· τῇ δὲ ἑξῆς ἴρινον ἢ σούσινον ἐνιέναι χλιαρὸν τῇ τε μήτρᾳ καὶ τῷ ἀπευθυσμένῳ. Πυριᾷν δὲ τοὺς τόπους ἀρωμάτων ἀφεψήματι ἢ πρασίου ἢ κο‐ νύζης ἢ τινὶ τῶν παραπλησίων, ἐνίοτε δὲ καὶ τῷ ἀπὸ τῶν
45ἀρωμάτων ἀφεψήματι ἐγκλυστέον τὴν ὑστέραν, καὶ μετὰ ταῦτα ῥοδίνῃ κηρωτῇ χρηστέον. εἰ δὲ εἰς τὰ πλάγια ἡ παρέγκλισις γένηται πυριᾷν ὁμοίως, ἔπειτα δακτύλῳ τὸν πηρῆνα τῆς μήλης ὑποβάλλουσαν τὴν μαῖαν ἀπευθύνειν χρὴ τὸν τράχηλον τῆς μήτρας, κατακλίνειν δὲ τὴν πάσχουσαν ἢ εἰς τὸν ἐναντίον τῷ

72

(50)

πονοῦντι μέρει τόπον ἢ ὑπτίαν. Πεσσοῖς δὲ χρῆσθαι μαλάσσουσιν ἢ ἀναστομοῦν δυναμένοις, παρεγχυματίζοντα τινὶ τῶν προειρη‐ μένων μύρων, ἐπὶ δὲ τὸ ἦτρον ἐπιθετέον ἔριον οἴνῳ καὶ ῥοδίνῳ θερμῷ βεβρεγμένον, ἢ λινοσπέρματος χυλῷ κηρωτὴν ἀναλαβὼν ἐπιτίθει. προποτίζειν τε αὐτὰς καστόριον σὺν ἀνίσῳ μετ’ ὀξυ‐
55μέλιτος κεκραμένον, ἢ κυμίνῳ ἢ μελανθίῳ ἢ παιωνίᾳ ῥίζῃ ὁμοίως, ἢ μυρσινίνου ἢ δαύκου σπέρμα ἢ ἀριστολοχίας ἢ γεντιανῆς ἢ ἑλενίου. ταῦτα δὲ καὶ πρὸς τοὺς αἰφνιδίους πόνους τῆς ὑστέρας βοηθεῖ οὐ μόνον κατ’ ἰδίαν ἕκαστον, ἀλλὰ καὶ μετ’ ἀλλήλων. ἔστω δὲ καὶ τὰ πρὸς τῇ κεφαλῇ μετέωρα, εἰ δὲ ἀναδεδραμηκυῖα
60ἡ μήτρα ταχὺ, τοῖς δυσώδεσιν αὐτὰς ἀποσφραντέον συνεχῶς καὶ πταρμοὺς κινεῖν, καὶ διὰ καθετῆρος τὸ οὖρον κομίζειν εἰ ἐπέχεται. Καὶ εἰ μὲν ἐπὶ τούτοις λύεται ὁ παροξυσμὸς ἀσμενιστέον,
ἐπινοητέον δὲ ἐκ τοῦ συμπτώματος· ἐὰν νέαι ὦσι καὶ πολύαιμοι, φλέβα τέμνειν τὴν ἐν ἀγκῶνι, ἔπειτα καὶ τὰ δυνάμενα προ‐
65τρέπειν τὰ καταμήνια ποτίζειν, καὶ πεσσοῖς τοῖς πραοτέροις χρῆσθαι.
66

73

(t)

ΠΕΡΙ ΕΜΠΝΕΥΜΑΤΩΣΕΩΣ ΜΗΤΡΑΣ.
t
1 Ἐμπνευματοῦσθαι πέφυκεν ἡ ὑστέρα μετὰ τοὺς τοκετοὺς ἐνίοτε ψυχομένη, εἴτε μύοντος τοῦ στόματος αὐτῆς εἴτε ὑπὸ θρόμ‐ βου αἵματος ἐμφραγέντος. συνίσταται δὲ ἡ ἐμπνευμάτωσις ποτὲ μὲν ἐν τῇ κοιλότητι τοῦ κύτους τῆς μήτρας, ποτὲ δὲ περὶ τὴν αἰσθητὴν
5εὐρυχωρίαν τῆς μήτρας· ἐν αὐτῷ δὲ τῷ σώματι αὐτῆς, τουτέστιν ἐν τοῖς ἀδήλοις πόροις ἡ τῶν πνευμάτων ἀπόληψις γίνεται. Παρ‐ έπεται δὲ ταῖς πασχούσαις διόγκωσις τοῦ ἤτρου ἢ καὶ ὅλου τοῦ ἐπιγαστρίου ὡς ἐπὶ τοῦ τυμπανίτου ὕδρωπος, πόνοι τε παρα‐ κολουθοῦσι νυγματώδεις διήκοντες μέχρι διαφράγματος καὶ στο‐
10μάχου, διατεινομένων οὐδὲν ἧττον ἑκατέρωθεν τῶν πλευρῶν. καὶ ποτὲ μὲν ὁ ἕτερος τῶν βουβώνων ποτὲ δὲ ἀμφότεροι, τισὶ δὲ καὶ περὶ τὸν ὀμφαλὸν αἴσθησις τῆς ὀδύνης γίνεται, ὀσφύος τε καὶ κτενὸς δηλονότι, συμπάθειά τε τῆς κεφαλῆς. ἔστι δ’ ὅτε καὶ τοῦ πνεύματος γίνεται ἐκφύσησις διὰ τοῦ γυναικείου αἰδοίου,
15ὥστε αὐτὰς τὰς πασχούσας αἰσθάνεσθαι. Εἰ μὲν οὖν τὸ πνεῦμα ἐν τῷ κοιλώματι τῆς ὑστέρας εἴη συνηθροισμένον, παρέπονται βορβορυγμοὶ καὶ ψόφοι τινὲς αἰσθητοὶ ἐν ταῖς μετακλίσεσιν, ὃν τρόπον κἀπὶ τῶν ἐντέρων ἐπειδὰν στρόφος καταλάβῃ, πρός τε τὴν ἐκ τῶν δακτύλων ἐπίκρουσιν ἦχος τυμπανώδης. ὅταν δὲ
20ἡ ἐμπνευμάτωσις ἐν τοῖς ἀδήλοις πόροις αὐτοῦ τοῦ σώματος τῆς ὑστέρας συσταίη, αἱ ὀδύναι σφοδρότεραι καὶ δυσιατώτεραι εἰσίν. Ἡ δὲ θεραπεία, ἀσιτία, ἐμβροχαὶ δι’ ἐλαίου θερμοῦ καὶ γλυκέος ἐν ᾧ ἀφήψηται πήγανον καὶ ἄνηθον, καὶ εἰ μὴ ἀντιπίπτει ἡ ἡλικία καὶ ἡ ὥρα καὶ ἡ χώρα καὶ τὰ λοιπὰ, κένωσις αἵματος διὰ
25φλεβοτομίας καὶ ἐγκαθίσματα δι’ ἀφεψήματος πηγάνου, γλήχωνος,
καλαμίνθης, πρασίου, θύμου, ἀρτεμισίας, ἀλθαίας καὶ ἰσχάδων· κάθαρσις δὲ διὰ τῆς κολοκυνθίδος ἱερᾶς Ῥούφου ἢ Ἀρχιγένους. Ἐν δὲ τοῖς παροξυσμοῖς ἐγχυματισμοὶ παραλαμβανέσθωσαν ἀνε‐ τικοὶ, χαλαστικοὶ, διαλυτικοὶ πνευμάτων, οἷον ἐστὶ τὸ γλεύκινον
30ἔλαιον ἢ πεσσὸς τῆς τοιαύτης δυνάμεως, διαλυόμενος πολλῷ ἐλαίῳ καὶ διὰ μητρεγχύτου ἐγχεόμενος, καταπλάσματά τε κοῦφα δι’ ἰσχά‐ δων, ὑσσώπου καὶ νίτρου. εἰ δὲ θρόμβοι εἶεν αἴτιοι τῆς ἐμπνευ‐ ματώσεως, συνεχῶς ἐγκαθίζειν, καὶ εὐθὺς μετὰ τὸν ἐγκαθισμὸν ἡ μαῖα λελιπασμένον τὸν δάκτυλον ἐμβαλοῦσα καὶ τὸν ἐγκείμενον
35θρόμβον πραέως διαλύσασα κομιζέσθω. Χρονιζούσης δὲ τῆς ἐμπνευματώσεως, ἐν μὲν τοῖς παροξυσμοῖς τὰ ἀνετικώτερα προσ‐ άγομεν, διαλείμματος δὲ γενομένου τὰ σώματα τονοῦμεν διὰ συναλειμμάτων θερμοτέρων καὶ τρίψεων τῶν σκελῶν καὶ τῶν πασχόντων τόπων· τὴν ὀσφύν τε καὶ τὸ ὑπογάστριον δρώπακι
40καταχρίομεν καὶ τῷ διὰ νάπυος καὶ ἰσχάδων φοινιγμῷ χρώμεθα, ἢ τὸ κρίθινον μετὰ σύκων ἡψημένον καὶ πηγάνου καὶ ὑσσώπου καὶ μέλιτος καταπλάττομεν, καὶ τὸ διὰ σπερμάτων ἐπίθεμα ἢ τὸ διὰ δαφνίδων ἢ τὸ πολυάρχιον κηρωτῇ τὸ πρῶτον ἐκλύσαντες ἐπιτρίψομεν, ὕστερον δὲ καὶ καθ’ αὑτό· καὶ πεσσοὺς δὲ προστι‐
45θέναι χρὴ τῆς αὐτῆς δυνάμεως, διὰ τερεβινθίνης, χαλβάνης, ἴρεως, πηγάνου τε καὶ ὑσσώπου, καὶ τὸ διὰ πηγάνου καὶ γλήχωνος καὶ νίτρου καὶ μέλιτος καὶ χολῆς ταυρείας, ἴσων ἢ ἀνίσων μιγνύμενον. ἐκ τούτων ἐστὶ καὶ τὸ τοιοῦτον πρόσθετον· σύκων λιπαρῶν κε‐ κομμένων ὥστε τὰς κεγχρίδας μὴ φαίνεσθαι δραχ. α. κυκλαμίνου

73

(50)

ῥίζης λειοτάτης δραχ. β. ἀφρονίτρου λευκοῦ δραχ. α. εἰς δὲ τὸ ἀμβλύναι τὴν πολλὴν αὐτοῦ δριμύτητα καὶ δῆξιν, εἰς γάλα τὸν πεσσὸν προβάπτειν χρὴ καὶ ὑποτιθέναι. καὶ σικύας δὲ τοῖς τόποις κατὰ κύκλον προσθετέον καὶ βιαίως ἀποσπαστέον, ἐνίοτε δὲ καὶ μετὰ ἀμυχῶν. καὶ πᾶσι δὲ τοῖς μετὰ συγκρίνειν δυναμένοις
55χρηστέον, καθάπερ τοῖς αὐτοφυέσιν ὕδασι πρῶτον μὲν θερμοῖς, ὕστερον δὲ καὶ ψυχροῖς κατ’ ὀλίγον ἐθίζοντες τὸ σῶμα ὑπο‐ μένειν τὴν ψυχρολουσίαν, ὥστε τονωθῆναι τὰ πεπονθότα μέρη.
Τροφὰς δὲ διδόναι λεπτυνούσας καὶ διαλύειν πνεύματα δυναμένας, χρηστέον δὲ τῷ διοσπολιτικῷ, ἐνίοτε δὲ καὶ τῷ διὰ καλαμίνθης.
60τὰ δὲ φαρμακωδέστατα φάρμακα παραιτούμεθα καὶ τὰ δι’ ἀρωμάτων ὑποθυμιάματα, ὡς κακωτικὰ τῆς κεφαλῆς, καὶ τὰ στύφοντα ἐπιθέματα, οἷα ἐστὶ τὰ διὰ φοινίκων καὶ μήλων· βλα‐ βερὰ γὰρ καὶ τὰ τοιαῦτα τῷ πάθει.
63

74

(t)

ΠΕΡΙ ΥΔΡΩΠΙΩΣΗΣ ΜΗΤΡΑΣ.
t
1 Ἐπισχημένων ἐπὶ πλείονα χρόνον τῶν καταμηνίων καὶ τῶν κυήσεων παρεμπεποδισμένων, συμβαίνει πολλάκις παρέγχυσιν ὑγροῦ γίνεσθαι κατὰ τὴν κοιλότητα τῆς ὑστέρας, ἐνίοτε δὲ σώματα τινὰ ἐν τῇ μήτρᾳ γεννᾶται μᾶλλον τῇ χοληδόχῳ κύστει ἐοικότα, ἐν οἷς
5τὸ ἀθροιζόμενον ὑγρὸν περιέχεται. παρέπεται δὲ ταῖς πασχού‐ σαις ὄγκος μέγας περὶ τὸ ὑπογάστριον, σομφὸς, πνευματώδης, καὶ βορβορυγμὸς ὥσπερ ἐπὶ ἐντέρων, ἐν δὲ τῷ βαδίζειν βάρος, δύσπνοια, κατὰ κοιλίαν δυσωδῶν ἔκκρισις, καταμηνίων καὶ κυή‐ σεων ἐποχὴ, καὶ τὰ φερόμενα δὲ ἀτάκτως ἐκκρίνεται. κατὰ δὲ
10τὰς συντόνους ἐκκρίσεις ῥηγνυμένων ἐνίοτε τῶν προρρηθέντων μικρῶν σωμάτων τῶν κύστεσιν ἐοικότων, ὑδατώδη γλίσχρα ἐκ‐ κρίνεται. Ἐφ’ ὧν μὲν οὖν ἐν τῇ κοιλότητι τῆς ὑστέρας τὸ ὑγρὸν περιέχεται, ὅπερ καὶ τῇ σημειώσει ἔκδηλον γίνεται, χρηστέον κατα‐ κλίσει καὶ ἡσυχίᾳ καὶ ἐμέτοις καὶ κλυσμοῖς εὐτόνοις. διδόναι δὲ
15πίνειν καὶ τῆς ῥίζης τοῦ μυρσινίνου τιθυμάλλου τὸν φλοιὸν ξηρὸν λεῖον, ὅσον γράμματα β. ἢ καθ’ αὑτὸ ἢ καὶ μετὰ πάνακος ῥίζης ὀβολοῦ ἑνός. ἐνιέναι δὲ καὶ τῇ μήτρᾳ τὰ δυνάμενα μυξώδη ὑγρασίαν ἕλκειν, οἷόν ἐστι τοῦτο· κόκκου κνιδείου κόκκους ι. μετὰ
ἰρίνου μύρου καὶ ὀλίγου μέλιτος, ἢ ἑλλεβόρου μέλανος γράμμ.
20β. μετὰ ἰρίνου ἢ κυπρίνου ἢ ναρκισσίνου καὶ ὀλίγου μέλιτος διὰ μητρεγχύτου ἔγχεε, διδόναι δὲ πίνειν πρὸ τοῦ κλυσμοῦ καρδαμώμου βραχύ τι μεθ’ ἁλῶν καὶ ὀξυμέλιτος, ἢ θύμου ἢ γλήχωνος ἢ κα‐ λαμίνθης ὁμοίως. μετὰ δὲ τὸ ἀποκριθῆναι πλῆθος ὑγρῶν κατὰ κοιλίαν, τότε ἐγχεῖν τοὺς προρρηθέντας κλυσμοὺς, ἢ πεσσοὺς τῆς
25αὐτῆς δυνάμεως προστιθέναι, εἶτα προσαντλήτωσαν τὸν κόλπον θαλάσσῃ θερμῇ πρῶτον μὲν καθ’ αὑτὴν, ἔπειτα καὶ ὄξος προσ‐ πλέκοντες καὶ συναφεψοῦντες τινὰ τῶν προρρηθέντων, μετὰ δὲ τὴν προσάντλησιν ἐκμαξάμενοι, ἀλείφειν κυπρίνῳ τοὺς κόλπους καὶ τοὺς μηρούς. Πινόμενα δὲ φάρμακα ἁρμόδια αὐταῖς ταῦτα·
30γλήχωνος δραχ. α. μετὰ πεπέρεως ὀλίγου ἢ γεντιανῆς δραχ. β. ἢ ὀριγάνου δραχ. β. μετὰ δαύκου καὶ σμυρνίου σπέρματος ὁμοίως· πινέτωσαν δὲ ταῦτα σὺν ὑδρομέλιτι ἢ οἰνομέλιτι· διδόναι δὲ καθ’ ἑκάστην σὺν τῇ τροφῇ ἀντὶ τοῦ κοινοῦ ἅλατος τοῦτο· ὑσσώπου γοδ. γλήχωνος γογ. ὀριγάνου, κυμίνου ἀνὰ γοβ. ἄμμεως, πεπέρεως
35σπέρμα, ναρδοστάχυος ἀνὰ γοα. ἁλῶν φρυκτῶν γογ. λειώσας, μίξας, χρῶ. ὑποθυμιᾶν δὲ καὶ τὸν κόλπον ῥητίνην μετὰ σμύρνης καὶ βδελλίου καὶ ἀμώμου. Πεσσοῖς δὲ χρηστέον τοιούτοις· νίτρου, κολοφωνίας, κολοκυνθίδος ἀνὰ γογ. σὺν μέλιτι ἀναλαβὼν ἐπιτίθει ἐν πεσσῷ· βάπτιζε δὲ ἐν κυπρίνῳ τὸν πεσσόν. Ἄλλο. Κύμινον
40καὶ νίτρον ἴσα σὺν μέλιτι ὑποτίθει, ἐνίοτε καὶ λευκοΐου σπέρμα τούτοις μικτέον. Ἄλλο. Κολοκυνθίδος γογ. ἁλῶν γοα. σύκου λιπαροῦ σαρκὶ ἀναλαβὼν ὡς εἶναι καρύου μέγεθος, ὡς βαλάνιον ποιήσας ὑποτίθει. ἐφέλκεται γὰρ δυσώδη ὑγρασίαν καὶ μεγάλως ὠφελεῖ. τοῦτο καὶ τῷ δακτυλίῳ προστιθέμενον, ἐπισπᾶται
45κόπρον καὶ πλῆθος ὑγρῶν καὶ πνεύματα, καὶ κουφίζει τὴν μήτραν. Ἄλλο. Ἀψινθίου κόμης, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ δραχ. α. χαλκοῦ κεκαυμένου, νίτρου ἀνὰ δραχ. γ. μέλιτι ἀναλαβὼν προσ‐ τίθει. ἀλυπότατα δὲ ἐπισπᾶται χωρὶς πόνου τοῦτο· κωνείου σπέρμα μετ’ ἀριστολοχίας καὶ κυμίνου καὶ ἁλῶν ὀλίγων, ἰσχάδων

74

(50)

σαρκὶ ἀναλαβὼν ὑποτίθει. Ἐπὶ δὲ τῶν ὑδατίδας, λέγω δὴ τὰς μικραῖς ἐοικυίας κύστεσιν ἐν τῇ ὑστέρᾳ ἐχουσῶν, πυρίαις χρηστέον δι’ ἀρωμάτων δυναμένων κατασπᾶν τὰ καταμήνια, καὶ πεσσοῖς αἱμαγωγοῖς χρηστέον ἐπισπαστικοῖς, ἐξ ὧν ἐστὶ ὁ τοιοῦτος· κνεώρου, εἰ δὲ μὴ χαμελαίας, ἐλατηρίου, κασίας ἀνὰ δραχ. δ.
55στυπτηρίας σχιστῆς, μίσυος, σανδαράχης, σμύρνης, κόστου, κρόκου ἀνὰ δραχ. γ. μέλιτι ἀναλαβὼν καὶ προκενώσας πρὸ μιᾶς τὴν κοιλίαν διὰ κλυστῆρος, ὑποτίθει τὸν πεσσόν. κατεχέτω δὲ αὐτὸν ἡμέραν ὅλην καὶ νύκτα, καὶ ἐὰν μὴ καθαρθῇ, τῷ αὐτῷ πάλιν χρῶ· ἐὰν δὲ δῆξις ἐκ τοῦ πεσσοῦ γένηται, πυριατέον καὶ προσ‐
60αντλητέον τὸν κόλπον ἀφεψήματι κενταυρίου λιπαροῦ, καὶ προστιθέναι πεσσόν τινα τῶν μαλακτικῶν παρηγορίας χάριν, καὶ πάλιν ὑποτίθει τὸν αὐτὸν πεσσόν· ἢ κωνείου σπέρμα μετ’ ἀρι‐ στολοχίας καὶ κυμίνου καὶ ἁλῶν ὀλίγων μετὰ μέλιτος ὑποτίθει ὡς προείρηται. Ἀλυπότατος δὲ πρὸς ὑδατώδεις καὶ δερματώδεις
65ἐπιφύσεις, καρπὸς λινοζώστεως ἄρρενος μετὰ σμύρνης ὀλίγης καὶ ἁλῶν καὶ μέλιτος ἐν ἐρίῳ προστιθέμενος ἐπὶ πλείους ἡμέρας, μετὰ δὲ τὴν ἀποκατάστασιν γυμνασίοις χρηστέον καὶ ἱδρώσεσι καὶ τρίψεσιν εὐτόνοις ὅλου τοῦ σώματος καὶ μάλιστα τοῦ ἐπιγαστρίου.
68

75

(t1)

ΠΕΡΙ ΜΥΛΗΣ Η ΕΣΤΙ ΠΑΘΟΣ ΥΣΤΕΡΗΣ, ΥΔΕΡΟΣ ΥΠΟ ΤΙΝΩΝ
t2ΟΝΟΜΑΖΟΜΕΝΟΝ.
t2
1 Ἡ λεγομένη μύλη σκιρρώδης ἐστὶ διάθεσις περὶ τὴν ὑστέραν, ἐκ προηγησαμένης τινὸς φλεγμονῆς ἐνίοτε γιγνομένη, ποτὲ δὲ καὶ τοπικὸν ἕλκος ὑπερσαρκῶσαν οὕτως ὠνομάσθη ἀπὸ τῆς παρεπο‐
μένης δυσκινησίας καὶ τοῦ βάρους· παρακολουθεῖ δὲ αὐταῖς
5ὄγκος περὶ τὸ ὑπογάστριον ἀπηνὴς μετὰ κατασπασμοῦ τῶν ὑποχονδρίων, καὶ ἰσχνώσεως καὶ ἀχροίας καὶ ἀνορεξίας. γίνεται δὲ πρότερον φαντασία συλλήψεως, ἐπεχομένων μὲν τῶν κατα‐ μηνίων, διογκουμένων δὲ τῶν μαστῶν, ἀνατρεπομένου δὲ τοῦ στομάχου καὶ βαρυνομένης τῆς ὀσφύος, διογκουμένου δὲ τοῦ
10ὑπογαστρίου. Διακρίνεται δὲ προκόπτοντος τοῦ χρόνου τῷ νυγματῶδες παρακολουθεῖν ἄλγημα, μηδεμίαν δὲ γίνεσθαι κίνησιν ὥσπερ ἐπὶ τῶν κυουσῶν, ὕστερον καταλυομένου ὅλου τοῦ σώματος, μεγεθυνομένης δὲ τῆς ὀγκώσεως, ἔμφασις ὕδρωπος ἀποτελεῖται. διακρίνεται δὲ καὶ τοῦ ὕδρωπος τῷ κατὰ τὴν τῆς χειρὸς ἐπίθεσιν
15μηδέποτε εἴκειν τὸν ὄγκον, μὴ δὲ κοιλαίνεσθαι, μὴ δὲ ἦχον τυμ‐ πανώδη ἢ κλύδωνα γενέσθαι κατὰ τὸν τῆς χειρὸς ῥαπισμὸν, ὥσπερ ἐπὶ τοῦ ὕδρωπος. ἔσθ’ ὅτε δὲ χρόνου προϊόντος κατα‐ ψυχομένου τοῦ ἥπατος, καὶ ὕδρωψ ἐπιγίνεται· τινὲς δὲ ἱστοροῦσι σαρκὸς ἐπί τινων ἔκκρισιν γίνεσθαι, συνεκκρινομένης διὰ τοῦ
20γυναικείου αἰδοίου ὡσεὶ καρύου μέγεθος, ταῖς μὲν κατὰ μῆνα, ταῖς δὲ κατὰ β ἢ γ. μῆνας. τὴν δὲ προειρημένην διάθεσιν οἱ μὲν ὡς ἀθεράπευτον κατέλιπον, οἱ δὲ τὴν ἀρχομένην μόνην θεραπεύειν ἐκέλευσαν· δεῖ δὲ μὴ ἀμελεῖν ἀλλὰ τὰ δέοντα πράττειν. Κατα‐ πλάσματα μὲν οὖν χαλαστικὰ προσάγειν χρὴ καὶ πυρίας καὶ
25ἐγχυματισμοὺς πραϋντικοὺς, καὶ πεσσοὺς μαλακτικοὺς τοὺς πρὸς σκληρίαν γραφησομένους, ἐγκαθίσματα δὲ ὅμοια καὶ κηρωτὰς δι’ ἀλθαίας ἡψημένας ἐλαίῳ κυπρίνῳ σκευάζειν, καὶ τὴν διὰ χυλῶν ἐπιτιθέναι ἢ τὸ Μνασαίου μάλαγμα, ἔπειτα σικύας μετὰ κατα‐ χασμοῦ προσάγειν, τροφὰς δὲ εὐχύμους διδόναι. Ταῦτα μὲν οὖν
30ἐν τοῖς παροξυσμοῖς παραλαμβάνειν, ἐν δὲ τοῖς διαλείμμασι τὸ σῶμα ὅλον προσαναλαμβάνομεν διὰ τῆς ἀναληπτικῆς ἐπιμελείας, αἰώρας, περιπάτων, λουτρῶν, καὶ τῆς ἐπιτηδείου τροφῆς καὶ οἴνου πόσεως, καὶ δρωπακίζομεν τὰ πεπονθότα μέρη, καὶ ἡλιώσεσι χρώ‐ μεθα νίτρου καὶ ἁλῶν ἐπιπασσομένων, καὶ τῷ διὰ νάπυος καὶ
35ἰσχάδων φοινιγμῷ χρώμεθα, καὶ μαλάγμασι τῷ τε διὰ σπερμάτων καὶ τῷ διὰ δαφνίδων καὶ τῷ πολυαρχίῳ καὶ τοῖς ὁμοίοις. Πυριᾶν δὲ καὶ δι’ ἀτμοῦ θαλάσσης ἐζεσμένης ἢ ἅλμης, ἢ ἀφεψήματος δάφνης φύλλων, ἢ καρποῦ γλήχωνος, ὑσσώπου, θύμου, ἐλελισφάκου, πρασίου, ἀρτεμισίας, κενταυρίου, δικτάμνου, σκόρδου καὶ πολίου,
40ὑποτιθεμένης τῆς χύτρας τῷ δίφρῳ, καὶ τῷ πώματι αὐτῆς τε‐ τρημένῳ ἐναρμοζομένου καλάμου, καὶ οὕτω διὰ τοῦ καλάμου πυ‐ ριωμένη. Πεσσοῖς δὲ χρηστέον τοῖς δι’ ὑσσώπου, βουτύρου, στέατος χοιρείου, μυελοῦ ἐλαφείου ἢ ἐγκεφάλου καὶ μέλιτος, ἢ ἰσχάδων λι‐ παρῶν σαρξὶ καὶ σταφίδων μετὰ παλαιοῦ ἐλαίου, ἢ κυπρίνου ἢ
45ἰρίνου ἢ σαμψυχίνου ἢ ἀμαρακίνου ἢ σουσίνου. δοκιμαστέον δὲ καὶ δριμυφαγίαν προκοπτούσης τῆς διαθέσεως, καὶ τὴν τῶν αὐτοφυῶν ὑδάτων χρῆσιν, καὶ νήξεις ἐν θαλάσσῃ, καὶ ἐμέτους ἀπὸ ῥαφανίδων, φυλακτέον τε τούς τε δριμυτέρους πεσσοὺς καὶ τὰ ἐγκαθίσματα, ὡς μὴ τῇ συνεχεῖ χρήσει ἑλκωθέντες οἱ τόποι

75

(50)

κακοήθη ποιήσωσι τὴν διάθεσιν. πλείσταις δὲ διὰ τῆς προρρη‐ θείσης ἀγωγῆς ἐξαπίνης ἔκκρισις αἵματος τεθρομβωμένου καὶ μεμελανωμένου σφόδρα πολλοῦ γέγονε, καὶ ἀπήλλαξε τῆς διαθέσεως. Ὁ δὲ φιλόσοφος φησὶν, ἐπισχεθέντων τῶν καταμηνίων τῆς γυ‐ ναικὸς τοῦ Φίλου, πρῶτον μὲν ἐνομίσθη ἔγκυος εἶναι ἡ γυνὴ,
55ἔπειτά τε αὐξηθέντος ἐπὶ πολὺ τοῦ ὄγκου ἐνομίσθη ὑδρωπικὴ, διὰ τὸ οἰδαίνεσθαι ὅλον τὸ σῶμα καὶ τοὺς πόδας· καλοῦσι δὲ τὸ πάθος τινὲς πλίνθον, τινὲς δὲ μύλην. πήγανον τοίνυν καὶ
ἄνηθον ἀφεψήσαντες οἴνῳ παλαιῷ κιρρῷ εὐώδει, δεδώκαμεν αὐτῇ πίνειν τὸν οἶνον θερμὸν, σχεδὸν ἀντὶ ὕδατος αὐτὸν προσφέροντες
60ποτὸν, καὶ ἐξέκρινεν ἡ γυνὴ πλῆθος αἵματος καὶ ὑγιὴς γέγονε.
60

76

(t)

ΠΕΡΙ ΟΙΔΗΜΑΤΟΣ ΜΗΤΡΑΣ, ΣΩΡΑΝΟΥ.
t
1 Οἰδαινομένης δὲ τῆς μήτρας ὄγκος παρέπεται ὠχρόλευκος, ὑπόσομφος, εὐαφὴς, εἴκων πρὸς τὰς τῶν δακτύλων θλίψεις καὶ πάλιν ἐπὶ βραχὺ ἐπαιρόμενος, τὸ δὲ κατ’ ἐπιγάστριον δέρμα ἑλκόμενον τοῖς δακτύλοις παρακολουθεῖ. Ἐμβρέχειν οὖν χρὴ τοὺς
5τόπους ἐλαίῳ θερμῷ κοινῷ ἢ ἰρίνῳ ἢ κυπρίνῳ, πεσσοῖς δὲ χρη‐ στέον καὶ τοῖς λοιποῖς βοηθήμασι τοῖς προρρηθεῖσιν ἐν τῷ περὶ ἐμπνευματώσεως τῆς μήτρας κεφαλαίῳ.
7

77

(t)

ΠΕΡΙ ΣΑΤΥΡΙΑΣΕΩΣ, ΤΟΥ ΑΥΤΟΥ.
t
1 Γίνεται καὶ ἐπὶ γυναικῶν ἡ σατυρίασις λεγομένη, ὥσπερ κἀπὶ τῶν ἀνδρῶν προείρηται· παρέπεται δὲ αὐταῖς κνησμὸς ἐπιτετα‐ μένος τῶν γυναικείων τόπων μετὰ πόνου, ὥστε τὰς χεῖρας συνεχῶς τοῖς τόποις ἐπιφέρειν, καὶ διὰ τοῦτο ἀκάθεκτος αὐταῖς ὁρμὴ πρὸς
5συνουσίαν γίνεται, καὶ παρατροπὴ τῆς διανοίας μετὰ δριμύξεως ἢ δήξεως ἁλμυροῦ χυμοῦ· φλεγμονὴ δὲ ἐστὶ τῶν περὶ τὴν μήτραν τόπων. ἡ δὲ γινομένη αὐταῖς ὁρμὴ πρὸς συνουσίαν σφοδρύνει τὴν διάθεσιν· συντεινόμενα γὰρ τὰ πεπονθότα μέρη καὶ μὴ ἐκκρινομένου τοῦ σπέρματος διὰ τὸ μεμυκέναι ὑπὸ τῆς φλεγμονῆς
10τοὺς τόπους, πλείονα ἀφέλκεται τὴν ἀπὸ τοῦ σώματος ὕλην. Φλεβοτομεῖν οὖν αὐτὰς κατ’ ἀρχὰς προσήκει καὶ τὴν τροφὴν συστέλλειν, καὶ καταπλάσσειν τὴν ἥβην καὶ τὴν ὀσφὺν τοῖς ἐμ‐ ψύχειν καὶ στέλλειν δυναμένοις ἠρέμα, κεφαλήν τε ἐμβρέχειν ὀξυ‐ ροδίνῳ, πόμα δὲ ὕδωρ γαλακτῶδες διδόσθω καὶ τροφαὶ ῥοφη‐
15ματώδεις, μηδὲν παντάπασι φυσῶδες ἢ ἐρεθιστικὸν συνουσίας
ἔχουσαι. μετὰ δὲ ἡμέρας δύο τῆς φλεβοτομίας σικυάζειν τοὺς τόπους χωρὶς καταχασμοῦ, ἡ δὲ λοιπὴ ἐπιμέλεια ἡ ἐπὶ τῆς φλε‐ γμονῆς ῥηθησομένη ἔστω.
18

78

(t)

ΠΕΡΙ ΦΛΕΓΜΟΝΗΣ ΥΣΤΕΡΑΣ, ΦΙΛΟΥΜΕΝΟΥ.
t
1 Ἐκ πλειόνων αἰτίων ἡ ὑστέρα φλεγμαίνει· καὶ γὰρ ἐκ πληγῆς, καὶ ἐκ τῆς τῶν καταμηνίων ἐποχῆς, καὶ ἀπὸ ἐκτρωσμῶν, καὶ ἐξ ἑλκώσεως φλεγμαίνειν εἴωθεν. ἐνίοτε δὲ καὶ ἐκ ψύξεως ἐπεχο‐ μένων τῶν ἐν αὐτῇ διαπνοῶν, φλεγμαίνει· συμβαίνει δὲ καὶ ἐκ
5συνουσίας παραλόγου, καὶ διὰ σκληρὰν καθέδραν, καὶ διὰ πλείονα καὶ συντεταμένον περίπατον. Σημειωσόμεθα δὲ τὴν ἐν ὑστέρᾳ φλεγμονὴν ἐκ τοῦ τοὺς γυναικείους τόπους μετὰ πυρώσεως ἀλγεῖν, καὶ τὸ ἐφήβαιον καὶ τὸ ὑπογάστριον καὶ τὴν ὀσφὺν, καὶ ἐκ τοῦ κατὰ τὴν κάθεσιν τῶν δακτύλων τὸ στόμιον τῆς μήτρας σκληρὸν
10καὶ μεμυκὸς καὶ ἔνθερμον καὶ ἀνακεχωρηκὸς ὑποπίπτειν, καὶ μά‐ λιστα τῆς φλεγμονῆς οὔσης περὶ τὸν τράχηλον ἢ τὸ στόμιον τῆς μήτρας. εἰ δὲ περὶ τὸ κύτος ἢ τὸν πυθμένα αὐτῆς ᾖ ἡ φλεγ‐ μονὴ, πόνος περὶ τὸ ὑπογάστριον διασημαίνει, ὡς μὴ δὲ ἄνωθεν ἁπτόμενον πολλάκις ἀνέχεσθαι· ἀνατρέχει δὲ καὶ πλείσταις καὶ
15συνέλκεται ἐπὶ τὸν φλεγμαίνοντα τόπον ἡ ὑστέρα, ἀποστροφή τε τοῦ στόματος αὐτῆς καὶ τοῦ τραχήλου γίνεται διὰ τὴν αὐτὴν αἰτίαν. διορίζεται μέντοι καὶ τῆς κυρίως λεγομένης παρεγκλίσεως, τῷ σφοδρὸν πυρετὸν ταῖς φλεγμοναῖς συνεδρεύειν καὶ πύρωσιν ἐπιτεταμένην. Εἰ μὲν οὖν τὸ ὄπισθεν μέρος φλεγμαίνει, τὸ ἄλ‐
20γημα κατὰ τὴν ὀσφὺν μᾶλλον γίνεται, καὶ ἡ τοῦ σκυβάλου ἔκκρισις ἐπέχεται, παραθλιβομένου τοῦ ἀπευθυσμένου. εἰ δὲ τὸ ἔμπροσθεν φλεγμαίνει, δυσουρία παρακολουθεῖ, καὶ μάλιστα ἐὰν τὰ κατώτερα μέρη εἴη πεπονθότα. ἐὰν δὲ κατὰ τὰ πλάγια ἡ φλεγμονὴ γένηται, οἱ βουβῶνες τείνονται καὶ τὰ σκέλη δυσίατα γίνονται. Ἐπιτει‐
25νομένης δὲ τῆς φλεγμονῆς, πυρετοὶ ἐπιγίνονται καὶ πόνος στομάχου καὶ παλμὸς, ὄγκος τε τοῦ ὑπογαστρίου καὶ πύρωσις, σύντασις, βάρος ἰσχίων, ὀσφύος, λαγόνων, βουβώνων, μηρῶν, φρικώδεις διαδρομαὶ, νυγματώδεις· νάρκη ποδῶν καὶ περίψυξις τῶν γονά‐ των, περιΐδρωσις, σφυγμὸς μικρὸς καὶ πυκνότατος, λειποθυμία,
30ἔκλυσις, κατ’ ἐπίτασιν δὲ καὶ λυγμὸς, ἄλγημα τραχήλου, καὶ σια‐ γόνων, καὶ βρέγματος, καὶ ὀφθαλμῶν μάλιστα κατὰ τὰς βάσεις, παραποδισμὸς οὔρων καὶ σκυβάλων ἢ ἀμφοτέρων. ἔτι δὲ ἐπι‐ τεινομένης τῆς φλεγμονῆς αὔξονται καὶ οἱ πυρετοὶ, καὶ παρακοπὴ παρακολουθεῖ καὶ συναίρεσις ὀδόντων. Θεραπευτέον δὲ κατ’
35ἀρχὰς κατακλίνοντας ἐν οἰκήματι φωτεινῷ καὶ συμμέτρῳ ὑελίνῳ, ἡσυχίαν ἐμποιοῦντας καὶ ψηλαφίᾳ χρωμένους καὶ διακρατήσει σκελῶν καὶ καρπῶν, θερμάσματα προσάγοντας καὶ ἐπιβρέχοντας καὶ σκέποντας ἐρίοις καθαροῖς, ἐγχυματίζοντας καὶ κενοῦντας διὰ κλυστῆρος ἀνετικοῦ τὴν κοιλίαν· ποτὸν δὲ καὶ διάκλυσμα
40ὕδωρ θερμὸν ἔστω καὶ ῥόφημα πτισάνης χυλοῦ. Σφοδροτέρας δὲ τῆς φλεγμονῆς οὔσης, φλεβοτομεῖν ἀπ’ ἀγκῶνος εἰ μηδὲν κω‐ λύει, μήτε ἡλικία, μήτε ἕξις, μήτε ἡ ὥρα τοῦ ἔτους, μὴ δὲ ἡ ἀπὸ ἐκτρωσμῶν εἴη φλεγμονὴ, μὴ δὲ μετὰ πολλὴν καὶ ἄμετρον κένωσιν, ἀφαιρεῖν δὲ πρὸς δύναμιν. δυνατὸν δὲ τῇ μὲν δευτέρᾳ φλεβο‐
45τομεῖν, τῇ δὲ τρίτῃ ἐπαφαιρεῖν, εἶτα τρέφειν χόνδρῳ ἐν μελι‐ κράτῳ ἢ ἄρτῳ πεπλυμένῳ ἢ ὠοῖς ῥοφητοῖς. ἔστω δὲ τὸ διδόμενον πλῆθος μέτριον, ἐπὶ δὲ τῷ ἐφηβαίῳ καὶ τῷ ὑπογαστρίῳ ἐπιθετέον ζεούσης τῆς φλεγμονῆς, ἔρια οἰσυπηρὰ οἰνελαίῳ καὶ ὀξυροδίνῳ βεβρεγμένα, ἢ φοίνικας ἐν οἴνῳ ἑψημένους, ἢ μῆλα κυδώνια ἐν

78

(50)

οἴνῳ ἑψημένα μετὰ κηρωτῆς μηλίνης ἢ ῥοδίνης. Τὰς δὲ ζεούσας φλεγμονὰς καταπλαστέον τούτῳ, ὃ σκευάζεται οὕτως· μελίλωτον ἐν γλυκεῖ ἑψεῖται ἕως δύναται λειωθεῖναι· λειωθέντος δὲ αὐτοῦ, λέκιθοι ὠῶν ὀπτῶν συλλειοῦνται, καὶ προσλαμβάνει μήλινον ἢ ῥόδινον ἢ κρόκον, εἶθ’ οὕτως φοίνικας ἐν οἴνῳ ἑψήσας κεκραμένῳ,
55λείου ἐπιπάσσων ἄλφιτα καὶ ἔλαιον ῥόδινον ἢ μήλινον μιγνύς.
Ἐρυσιπελατώδεις δὲ φλεγμοναὶ γνωσθήσονται ἐκ τοῦ ὡς πυρικαύ‐ στους ἀλγηδόνας γενέσθαι περὶ τοὺς γυναικείους τόπους. χρη‐ στέον δὲ καταπλάσμασιν ἔχουσιν ἄλφιτα μετὰ σέρεως ἢ περδικίου βοτάνης, ἢ κοτυληδόνος, ἢ ἀειζώου, ἢ πολυγόνου, ἢ ἑλίκων ἀμπέλου,
60ἀνδράχνης, ἀρνογλώσσου καὶ τῶν παραπλησίων. καί τινι χυλῷ τῶν εἰρημένων ἔριον βρέχων μετὰ ῥοδίνου ἢ μηλίνου προστίθει τῷ κόλπῳ, εἰ δὲ μὴ ἀνέχονται οἱ τόποι τῶν καταπλασμάτων, ὕδωρ καὶ ῥόδινον μίξαντες ἐκ μικρῶν διαστημάτων ἐπιτέγγομεν τοὺς τόπους. Ἐν παρακμῇ δὲ τοῦ παροξυσμοῦ ἀλείφειν προσήκει ὅλον
65τὸ σῶμα καὶ ἐγκαθίζειν ὕδατι χλιαρῷ ἕως τῆς ὀσφύος, ἔπειτα πεσσοὺς προσθετέον διά τινος τῶν ἠρέμα στυφόντων μύρων, ῥο‐ δίνου, ἢ μηλίνου, ἢ σχινίνου, ἢ οἰνανθίνου, προσπλέκοντες ὠοῦ λέκιθον ὠμὴν ἢ ὀπτὴν μετὰ κρόκου, ἔσθ’ ὅτε καὶ τῶν προρρη‐ θέντων χυλῶν τινά. τὴν δὲ κεφαλὴν βρέχε ῥοδίνῳ μετὰ ὄξους
70βραχέος· πραϋνθείσης δὲ ποσῶς τῆς φλεγμονῆς, ἐγκαθιστέον εἰς ὑδρέλαιον θερμὸν καὶ πεσσοὺς προσενεκτέον διὰ σουσίνου ἢ ναρ‐ κισσίνου, ἔριά τε διάβροχα ἐλαίῳ θερμῷ ἐπιθετέον ἤτρῳ καὶ ὀσφύϊ, σικύας δὲ προσενεκτέον τῷ ἐφηβαίῳ καὶ τῷ ἐπιγαστρίῳ, ἐνίοτε δὲ καὶ τῇ ὀσφύϊ· μεγάλου δὲ ὄντος τοῦ ὄγκου καὶ ἀμυχὰς
75διδόναι. Παρακμαζούσης δὲ τῆς φλεγμονῆς μεταβατέον ἐπὶ τὰ χαλᾶν καὶ διαφορεῖν ποσῶς δυνάμενα. ἐγκαθιστέον μὲν οὖν αὐτὰς εἰς ἀφέψημα τήλεως, ἀλθαίας, λινοσπέρματος, ἐνίοτε δὲ καὶ γλήχωνος, ἢ πρασίου, ἢ ἐλελισφάκου, ἢ ἀρτεμισίας. καταπλαστέον δὲ τὸ ἐπιγάστριον καὶ τὸ ἐφήβαιον τῷ κριθίνῳ μετὰ τήλεως καὶ
80λινοσπέρματος ἡψημένῳ ἐν μελικράτῳ, ἢ σύκων ἀφεψήματι. ἐπὶ δὲ τῶν βάρους ἢ θερμασίας μὴ ἀνεχομένων, τὸ μὲν ἐγκά‐ θισμα ὕδωρ ἔστω χλιαρὸν ῥοδίνῳ ἀλειφομένων τῶν τόπων, κηρωτὴν δὲ ἐπιτιθέναι ναρδίνην, καὶ πεσσοὶ δὲ καὶ ἐγχυματισμοὶ καθ’ ἕτερον εἶδος παραλαμβανέσθωσαν, δι’ οἰσύπου μὲν καὶ
85βουτύρου καὶ μυελοῦ ἐλαφείου καὶ χηνείου στέατος καὶ σουσίνου μύρου καὶ κηροῦ, ἐφ’ ὧν θερμασίας ἀνέχονται οἱ τόποι· ἐφ’ ὧν δὲ οὐκ ἀνέχονται, συμμέτρου ψύξεως χρεία δι’ ὀρνιθείου
στέατος καὶ ῥοδίνου καὶ οἴνου· σὺν δὲ τῇ θεραπείᾳ προκοπτούσῃ καὶ ἡ διὰ τῆς λεπτῆς καὶ ὀλίγης τροφῆς δίαιτα προκοπτέτω,
90ὥστε βεβαίας παρακμῆς γενομένης ἐπὶ λουτρὸν ἄγειν, καὶ οἶνον διδόναι, καὶ ἀναληπτικῶς διαιτᾶν, καὶ μαλάγμασι χρῆσθαι τῷ διὰ μελιλώτων καὶ τῷ Μνασαίου καὶ τῇ σεραπίωνι μηλίνῃ.
92

79

(t1)

ΠΕΣΣΟΙ ΔΕ ΕΙΣΙΝ ΑΝΩΔΥΝΟΙ ΠΡΟΣ ΦΛΕΓΜΟΝΑΣ ΜΗΤΡΑΣ
t2ΟΙ ΤΟΙΟΥΤΟΙ.
t2
1 Τῆλιν ἀποβρέχων τὸ πρῶτον καὶ τὸ δεύτερον ἀφέψημα, εἶτα τὸ τρίτον ὕδωρ καθαρὸν βαλὼν γλυκὺ ἕψε, καὶ διηθήσας διὰ ῥάκους ἐπίβαλλε τῷ ἀφεψήματι χήνειον στέαρ πρόσφατον ἢ ὀρνίθειον, καὶ τῆκε ἐπ’ ἀνθράκων. εἶτα ἄρας ἀπὸ τοῦ πυρὸς
5ἔα ψυχθῆναι, καὶ τὸ ἐπιπηγνύμενον στέαρ ἄφελε καὶ ἀπόθου. ἐπὶ δὲ τῆς χρείας, τῷ πλάτει τῆς σπαθομήλης μαλάσσων ἐπὶ τῆς χειρὸς καὶ πεσσὸν ἀναλαβὼν, ἐπιτίθει. Πεσσὸς ἀνώδυνος. Κω‐ δύας ἑψήσας ἐν γλυκεῖ μέχρι τακερώσεως, καὶ ἐκπιέσας καὶ διη‐ θήσας, τῆκε τῷ ἀφεψήματι μυελὸν ἐλάφειον καὶ χρῶ. εἰ δὲ μὴ
10παρείη, μυελὸν μόσχειον. Ἄλλος. Τήλεως ξηρᾶς κεκομμένης καὶ λεπτότατα σεσησμένης δραχ. δ. ἕψε ἐν γλυκεῖ κρητικῷ ἢ ἀφεψή‐ ματι, καὶ λέαινε ἐπιμελῶς· τήξας δὲ ἐπὶ διπλώματι τερεβινθίνην καὶ χήνειον στέαρ ἀνὰ δραχ. δ. ῥοδίνου γοα καὶ δραχ. εζ. ἐπί‐ βαλλε τῇ ἑψηθείσῃ καὶ λειωθείσῃ τήλει, καὶ ἑνώσας ἀναλάμβανε
15καὶ δίδου προστίθεσθαι.

80

(t1)

ΑΛΛΟΣ ΠΕΣΣΟΣ ΥΠΝΟΠΟΙΟΣ ΑΝΩΔΥΝΟΣ ΣΚΛΗΡΙΑΣ ΠΑΣΗΣ
t2ΜΑΛΑΚΤΙΚΟΣ.
t2
1 Κωδύας τρεῖς συμμέτρους τῷ μεγέθει βρέχε μετὰ γλυκέος κοτύλης δ ἐπὶ ἡμέρας β. εἶτα ἕψε μέχρι τακεραὶ γένωνται αἱ κωδύαι καὶ ἀποτριτωθῇ τὸ ὑγρὸν, καὶ ἀποθλίψας τὰς κωδύας καὶ ῥίψας καὶ διηθήσας τὸ ἀφέψημα δι’ ὀθονίου, ἔχε ἐν ἑτοίμῳ·
5βαλὼν δὲ χαλβάνης, σμύρνης τρωγλίτιδος, λιβάνου, ὀπίου, ἀνὰ δραχ. αζ. καὶ κασίας λειοτάτης δραχ. γ. λείου ἐπιβαλὼν τὸ ἀφέ‐ ψημα τῶν κωδυῶν κατὰ βραχὺ, ὅσον ἐξαρκεῖ εἰς τὸ εὐλείωτον γενέσθαι καὶ ἔχειν σύστασιν μέλιτος παχύτερον. εἶτα ἐπίβαλλε τὰ τετηκότα, ὑσσώπου, μυελοῦ ἐλαφείου, στέατος χηνείου ἀνὰ
10δραχ. δ. καὶ ἑνώσας ἀκριβῶς ἀναλάμβανε. ἐπὶ δὲ τῆς χρείας ἀνέσας ῥοδίνῳ καὶ πεσσὸν ἀποβρέχων ὑποτίθει. Οὗτος ἰᾶται παραχρῆμα πᾶσαν ὀδύνην καὶ τὰς ἐπιτεταμένας φλεγμονὰς, ἀπαλλάττει δὲ καὶ ὑστερικῆς πνιγὸς, μαλάττει καὶ τὰς σκληρίας, καὶ ὕπνον ποιεῖ παραχρῆμα.
14

81

(t)

ΑΛΛΟΣ ΠΕΣΣΟΣ ΥΠΝΟΠΟΙΟΣ ΠΡΟΣ ΦΛΕΓΜΟΝΑΣ.
t
1 Βρύου τοῦ ὕπνου λεγομένου ζεσθέντος ὕδατι καὶ ἐκπιεσθέν‐ τος καὶ λειοτριβηθέντος, καὶ ἄρτου μελικράτου βραχέντος καὶ λειωθέντος, τοῦ βασιλικοῦ φαρμάκου, τῆς διὰ χυλῶν, ναρδίνου μύρου, καὶ στέατος ὀρνιθείου ἀνὰ μέρος α. τήξας ἐν διπλώματι
5τὴν διὰ χυλῶν, νάρδινον καὶ στέαρ ὀρνίθειον χρῶ. ποιεῖ πρὸς οὐρήθραν φλεγμαίνουσαν, καὶ ὑστέραν, καὶ παρεγκλίσεις· ἐγὼ δὲ ἀντὶ τοῦ ἄρτου, ζύμην καθαρωτάτην βρέχων χωρὶς ἁλῶν
ἐσκευασμένην καὶ μὴ ὠξυκυῖαν πάνυ ἐχρώμην.

82

(t)

ΠΕΣΣΟΣ ΠΡΟΣ ΦΛΕΓΜΟΝΑΣ ΚΑΙ ΠΑΡΕΓΚΛΙΣΕΙΣ Ο ΧΡΥΣΟΥΣ.
t
1 Ὠῶν ὀπτῶν ἓξ τὰ πυρρὰ, μυελοῦ ἐλαφείου δραχ. δ. κρόκου δραχ. β. οἰσύπου δραχ. β. κηροῦ λευκοῦ, τερεβινθίνης, στέατος χηνείου ἀνὰ δραχ. α. οἴνῳ ὀλίγῳ γλυκεῖ λείου τὸν κρόκον, εἰ μὴ δύναται κοπῆναι, τὰ δὲ ὠὰ ὀπτήσας λείου, καὶ τήξας ἐπὶ διπλώ‐
5ματι τὰ τηκτὰ καὶ ψύξας ἐπίχεε, καὶ ἑνώσας χρῶ· ναρδίνῳ ἀνέσας ὅσον ἐξαρκεῖ καὶ ἐν πεσσῷ προστίθει. Ἄλλος. Κηροῦ τυρρη‐ νικοῦ δραχ. κδ. στέατος χηνείου δραχ. στ. ὑείου στέατος, τερε‐ βινθίνης ἀνὰ δραχ. στ. κωδυῶν ἀφεψήματος δραχ. δ. ῥοδίνου τὸ ἀρκοῦν· εἰ δὲ θερμαίνειν δέει καὶ διαφορεῖν, ἰρίνου. Ἄλλος.
10Στέατος χηνείου γοδ ἤτοι οὐγ. δ. κηρωτῆς ῥοδίνης ἢ σουσίνης γοβ ἤτοι οὐγ. β. ὠῶν ὀπτῶν λεκίθων γοα. κρόκου γοα ἤτοι οὐγ. α. σμύρνης δραχ. δ. ὀπίου ὀβολοὺς β. ἢ μᾶλλον ἀντὶ τοῦ ὀπίου κωδυῶν ἀφέψημα. Ἄλλος. Κηροῦ τυρρηνικοῦ, μυελοῦ ἐλαφείου ἀνὰ δραχ. ρ. χηνείου στέατος, τερεβινθίνης ἀνὰ δραχ. δ.
15κρόκου ὀβολοὺς δ. ὀπίου ὀβολοὺς β. ὠοῦ ὀπτοῦ λέκιθον, σουσίνου μύρου, τηλίνου τὸ ἀρκοῦν. Ὁ Ἐννεαφάρμακος πεσσὸς πρὸς φλεγμονάς. Κηρὸν λευκὸν, τερεβινθίνην, στέαρ χήνειον καὶ βόειον, βούτυρον, μυελὸν ἐλάφειον, μέλι ῥόδινον, κύμινον, ἴσα πρόσφατα πάντα διπλώματι τήκεται. Πεσσὸς πρὸς τὰς πυρωδεστέρας
20φλεγμονάς. Τὴν διὰ χυλῶν ἔμπλαστρον ἐν διπλώματι μετὰ ῥοδίνου τήξας, μιγνὺς χυλῷ ἀρνογλώσσου καὶ ἀνακόψας χρῶ. μὴ παρόντος δὲ ἀρνογλώσσου, ἠριγέροντος χυλὸν ἢ σέρεως μίσγε. Ἐὰν δὲ πολλὴ θερμασία καὶ ἐρυσιπελατώδης εἴη ἡ φλεγ‐ μονὴ, στρύχνου φύλλα ἁπαλὰ λεάνας μετὰ γάλακτος γυναικείου,
25δίδου προστίθεσθαι. Ἄλλο πρόσθετον πρὸς φλεγμονάς. Κρίνου ἄνθος λεάνας, ἀναλάμβανε κηρωτῇ ὑγροτέρᾳ ἐχούσῃ ῥόδινον ἔλαιον καὶ μυελὸν ἐλάφειον καὶ στέαρ χήνειον. Ἄλλος. Χυλὸν παχύτατον ποιήσας λινοσπέρματος καὶ τήλεως καὶ ἀλθαίας, συλ‐ λειώσας καὶ κρόκον καὶ στέαρ τήξας, καὶ ἐπιβαλὼν καὶ ἑνώσας
30χρῶ. Πάντων δὲ τῶν πεσσῶν καὶ τὸ βούτυρον καὶ οἱ μυελοὶ καὶ τὰ στέατα πρόσφατα ἔστωσαν, καὶ ἐπὶ διπλώματι τηκέσθωσαν· τὰ γὰρ παλαιὰ ἐν τῇ ἑψήσει κνισσούμενα, θερμότερα γίνεται καὶ παροξύνει τὰς φλεγμονάς. οὐ χρὴ δὲ ἐν ταῖς φλεγμοναῖς καὶ ταῖς διατάσεσι τῆς ὑστέρας κατασπᾶν τὰ καταμήνια, διατείνονται
35γὰρ οἱ τόποι μᾶλλον, καὶ οὐδὲ τὰ φλεγμαίνοντα καὶ διὰ τοῦτο μεμυκότα τόπον δίδωσι τῇ τοῦ αἵματος διεξόδῳ. πρὸς φλεγμονὰς δὲ ὑστέρας καὶ τὴν τετραφάρμακον ῥοδίνῳ ἀνέσας, προστίθει ἢ ἔγχεε. Ἐὰν δὲ πολλὴ ἡ θερμασία καὶ ἐρυσιπελατώδης εἴῃ ἡ φλεγ‐ μονὴ, στρύχνου φύλλα ἁπαλὰ λεάνας μετὰ γυναικείου γάλακτος,
40δίδου προστίθεσθαι. ἐὰν δὲ μετὰ φλεγμονῆς καὶ ἕλκωσις εἴῃ, ἐκ λευκοῦ κηροῦ κηρωτὴν ῥοδίνην ποιήσας ἔχουσαν τὸ τρίτον στέαρ χήνειον, λέαινε παραστάζων ὠοῦ τὸ λευκὸν ὅσον ἐπιδέχεται, καὶ χρῶ. παυσαμένων δὲ τῶν φλεγμονῶν προτρέπεσθαι χρὴ τὰ καταμήνια.
44

83

(t)

ΠΕΡΙ ΣΚΙΡΡΟΥ ΚΑΙ ΣΚΙΡΡΩΜΑΤΩΝ ΕΝ ΥΣΤΕΡΑ, ΣΩΡΑΝΟΥ.
t
1 Σκιρροῦται ἡ μήτρα ἔσθ’ ὅτε μὲν αἰφνίδιον μηδενὸς προ‐ φανέντος σημείου, τὰ δὲ πολλὰ φλεγμονῆς προηγησαμένης, καὶ μήτε λυθείσης, μήτε εἰς ἀπόστασιν μετελθούσης. εἶδος δὲ τοῦ σκίρρου καὶ τὸ λεγόμενον σκίρρωμα ἐστὶν, ὁμοίως ὄγκον ἔχον,
5ἴσον δὲ ἀντίτυπον μετ’ ἀλγήματος συμμέτρου. γίνεται δὲ ὡς ἐπὶ τὸ πολὺ τὰ σκιρρώματα περὶ τὸν τράχηλον τῆς ὑστέρας, ἅτινα ὑποπίπτει τῷ δακτύλῳ ἐν τῇ σημειώσει· ὡς ἐπίπαν δὲ συμβαίνει καὶ τὸν τράχηλον τῆς μήτρας ἀποστρέφεσθαι πρὸς τὸ σκίρρωμα. ὅταν δὲ σκίρρος γένηται περὶ τὸν πυθμένα τῆς
10μήτρας, ὄγκος ὑποπίπτει ἰσχυρὸς καὶ ἀντίτυπος, βάρος ἐμποιῶν καὶ δυσκινησίαν οὐ μόνον σκελῶν, ἀλλὰ καὶ ὅλου τοῦ σώματος,
καὶ ὄκνον πρὸς πάσας τὰς βιωτικὰς πράξεις. Χρονίσαντος δὲ τοῦ σκίρρου, παρέπεται καχεξία ὅλου τοῦ σώματος καὶ ἄχροια, ἐνίοτε δὲ καὶ ὑδερώδης παρέγχυσις. ὅσα μὲν οὖν περὶ τὸ στόμα
15καὶ τὸν τράχηλον τῆς ὑστέρας συνίσταται σκιρρώματα, εὐΐατα εἰσὶν, ὅσα δὲ περὶ τὸ κύτος δυσίατα. Ἐν ἀρχῇ τοίνυν εἰ μηδὲν εἴη τὸ κωλῦον, οὔτε ἡ δύναμις καὶ ἡ ἡλικία ἀπαγορεύει, φλεβο‐ τομεῖν ἀπ’ ἀγκῶνος σύμμετρον ἀφαιροῦντας, ἢ καθαίρειν διὰ τῆς Ἀρχιγένους ἱερᾶς· ἐγκαθίσμασί τε χρῆσθαι δι’ ἀφεψήματος
20τήλεως, λινοσπέρματος, γλήχωνος, ἀρτεμισίας, σικύου ἀγρίου ῥίζης καὶ φύλλων, καὶ τῇ ἀπὸ τῶν ἀρωμάτων πυρίᾳ, καὶ ἐγχυματίζειν τὴν μήτραν σουσίνῳ, ἢ ναρκισσίνῳ, ἢ ἰρίνῳ, ἢ γλευκίνῳ, ἢ στέατι χηνείῳ ἢ ὀρνιθείῳ ἢ ὑείῳ προσφάτῳ τετηγμένῳ σύν τινι τῶν μύρων, ἢ γάλακτι βοείῳ ἢ αἰγείῳ μετὰ στέατος χηνείου, κατα‐
25πλάσσειν τὸ ὑπογάστριον δι’ ἰσχάδων, ὑσσώπου, νίτρου, ἀψινθίου, καὶ σικυαστέον μετὰ καταχασμοῦ· ὕστερον δὲ καὶ τῷ πολυαρχίῳ χρηστέον, καὶ τῷ διὰ σπερμάτων, καὶ τῷ διὰ δαφνίδων καὶ τοῖς ὁμοίοις τοῖς μετὰ βραχὺ ῥηθησομένοις. Πεσσοῖς δὲ χρηστέον τοῖς παρηγοροῦσι καὶ ἀναστομοῦσιν. ἀγαθὴ δὲ δύναμις καὶ ἡ πρὸς
30τὰ ἐν μήτρᾳ κονδυλώματα ἀναγραφησομένη διὰ λυκίου καὶ ὑσσώπου, καὶ ὁ προγεγραμμένος πρὸς φλεγμονὰς πεσσὸς ὁ κωδύας τρεῖς λαμβάνων. ἔτι δὲ καὶ οὕτως παραπλήσιος αὐτῷ ὑπάρχων· μήκωνος κωδύας δύο βρέχε μετὰ γλυκέος ἡμέρας τρεῖς, καὶ ἕψε ἕως τυρωθῇ· καὶ ἐκπιέσας καὶ διηθήσας λείου τῷ ἀφεψήματι
35χαλβάνης δραχ. α. κασίας, μανδραγόρου χυλοῦ ἀνὰ δραχ. γ. σμύρνης, λιβάνου ἀνὰ δραχ. α. τήξας δὲ οἰσύπου, μυελοῦ ἐλαφείου, στέατος χηνείου ἀνὰ δραχ. γ, ἐπίχεε τοῖς λειωθεῖσι καὶ ἀναλάμβανε εἰς μολύβδινον ἀγγεῖον, καὶ ἀνέσας ὅσον ἐλαίας μέγεθος μετὰ ῥοδίνου, προστίθει χλιαρὸν [δὶς] ἢ τρὶς τῆς ἡμέρας. καλῶς δὲ
40ποιεῖ καὶ ἡ τετραφάρμακος καὶ ἡ ἑπταφάρμακος, καὶ ἡ ἐννεα‐
φάρμακος, καὶ ἡ τοῦ Ἀζανίτου, καὶ ἡ διὰ χυλοῦ σουσίνῳ ἢ κυπρίνῳ ἀνεθεῖσα. Πεσσὸς ὁ λίβανος μαλακτικός. Κηροῦ λευκοῦ γογ ἤτοι οὐγ. γ. ναρδίνου, σουσίνου, γλευκίνου, μυελοῦ ἐλαφείου, στέατος χηνείου, ἀνὰ γοβ ἤτοι οὐγ. β. ὑσσώπου, βου‐
45τύρου, νίτρου ἀνὰ δραχ. δ. τινὲς δὲ καὶ ὠοῦ ὀπτοῦ λεκίθου δραχ. α. Ἄλλος ὁ τίτανος. Κηροῦ γοστ. κολοφωνίας γοαζ ἤτοι οὐγ. μίαν καὶ ἡμίς. στέατος ταυρείου γοδ. πίσσης, τερεβινθίνης ἀνὰ γογ. μυελοῦ ἐλαφείου, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ γοα. τὸ ἀμμωνιακὸν ὕδατι λείου.
49

83

(50)

ΑΛΛΟΣ ΠΕΣΣΟΣ ΜΑΛΑΚΤΙΚΟΣ.

83

(50)

Κηροῦ λευκοῦ, ναρδίνου μύρου, ἀνὰ γογ. ἰρίνου μύρου, γλευ‐ κίνου, κυπρίνου, στέατος ἀρκείου, στέατος χοιρείου ἀνὰ γοβ. βουτύρου, μυελοῦ ἐλαφείου, οἰσύπου, τερεβινθίνης ἀνὰ γοδ ἤτοι οὐγ. δ. Ἄλλος πεσσὸς πρὸς σκληρίας. Κηροῦ λευκοῦ, τερεβινθίνης,
55μυελοῦ ἐλαφείου, στέατος ὀρνιθείου καὶ χηνείου, βουτύρου, ναρ‐ δίνου μύρου καὶ σουσίνου καὶ σμύρνης, ἕκαστον ἴσον μετὰ μέλιτος χρῶ. μὴ παρόντος δὲ σουσίνου, τηλίνῳ χρῶ. Ἄλλο. Λαδάνου, στέατος χηνείου, μυελοῦ ἐλαφείου, σουσίνου ἢ τηλίνου ἐλαίου τὸ ἀρκοῦν. Ἄλλος μαλακτικὸς ὁ χρυσοῦς. Κηροῦ γοδ ἤτοι οὐγ. δ.
60μυελοῦ ἐλαφείου, στέατος χηνείου ἀνὰ γοα ἤτοι οὐγ. α. ὑσσώπου δραχ. δ. κρόκου δραχ. α. σμύρνης, χαλβάνης ἀνὰ δραχ. α. σου‐ σίνου τὸ ἀρκοῦν.
62

84

(t)

ΑΛΛΟ ΠΡΟΣ ΠΑΣΑΣ ΤΑΣ ΥΣΤΕΡΙΚΑΣ ΧΡΟΝΙΑΣ ΔΙΑΘΕΣΕΙΣ.
t
1 Σμύρνης δραχ. α. βδελλίου δραχ. β. ναρδοστάχυος, κρόκου ἀνὰ δραχ. γ. κασίας, λαδάνου ἀνὰ δραχ. β. μελιλώτων δραχ. η. φοινίκων δέκα τὰς σάρκας. οἴνου γλυκέος κύαθον α. σουσίνου γοδ. ῥοδίνου καὶ κυπρίνου ὁμοίως. τὰ ξηρὰ προλέαινε μετὰ τοῦ γλυκέος,
5εἶτα μετὰ τῶν μύρων βαλὼν ἕψε ἐπὶ μαλακοῦ πυρὸς καὶ χρῶ. Ἐπι‐ θέμασι δὲ χρηστέον κατὰ τοῦ ὑπογαστρίου τῷ τε πολυαρχίῳ ὡς προείρηται, τῷ διὰ σπερμάτων, τῷ διὰ μελιλώτων, καὶ τῷ διὰ δαφνίδων· καλῶς δὲ ποιεῖ πρὸς τὰς σκληρίας καὶ τὰς ἐμπνευμα‐
τώσεις τῆς ὑστέρας τοῦτο. πιτυΐνης λίτρ. γ. κηροῦ γοκ ἤτοι οὐγ. κ.
10ἀποχύματος ζύμης ὠξυκυίας λίτρ. α. χαλβάνης γογ ἤτοι οὐγ. γ. ἀμμωνιακοῦ θυμιάματος, ὀποπάνακος ἀνὰ γοβ. ἀλόης ἢ ἅλμης δριμυτάτης τὸ ἀρκοῦν. ὀποπάνακα, ἀμμωνιακὸν λείου τῇ ἅλμῃ, εἶτα τὴν ζύμην ἐπίβαλλε καὶ διάλυε ποσῶς, καὶ τήξας τὰ τηκτὰ ἐπίβαλλε αὐτοῖς τὰ λειωθέντα καὶ σπάθιζε ἕως ψυχῇ, καὶ τα‐
15ράσσων εἰς θυίαν μάλασσε ἐπὶ πολύ.
15

85

(t1)

Η ΔΙΑ ΨΙΧΩΝ ΑΝΕΤΙΚΗ ΠΟΙΟΥΣΑ ΠΡΟΣ ΣΚΛΗΡΙΑΣ ΕΦ’ ΟΙΟΥ
t2ΔΗ ΤΙΝΟΣ ΤΟΠΟΥ, ΚΑΙ ΦΛΕΓΜΟΝΑΣ ΤΑΣ ΣΚΛΗΡΟΤΕΡΑΣ ΔΙΑ‐
t3ΦΟΡΟΥΣΑ.
t3
1 Ἀλθαίας ῥίζης, φοινίκων νικολάων σαρκῶν ἀνὰ λιτρ. β. τήλεως, λινοσπέρματος ἀνὰ λίτρ. α. χαμαιμήλων, μελιλώτων ἀνὰ γοστ ἤτοι οὐγ. στ. οἴνου παλαιοῦ στύφοντος ξέστ. η. λιθαργύρου, ψιμμυ‐ θίου, κολοφωνίας ἀνὰ λίτρ. β. κηροῦ, τερεβινθίνης ἀνὰ λίτρ. α.
5ἐλαίου παλαιοῦ λίτρ. ε. ὕδατος λίτρ. α. ἄτρου σιλιγνίτου ξηροῦ κεκομμένου καὶ σεσησμένου δραχ. ε. ἐν τῷ οἴνῳ βραχεῖσαι αἱ βοτάναι, εἶτα ἑψηθεῖσαι χυλοῦνται, καὶ τῷ χυλῷ ἐκκεκομμένος καὶ σεσησμένος ὁ ἄρτος βρέχεται· τῇ δὲ ἑξῆς λειοῦται λιθάργυρος ψιμμύθιον ἐν τῷ ὕδατι, καὶ ἑνωθέντος αὐτοῖς τοῦ ἐλαίου ἑψοῦνται
10ἕως ἀμολύντου, εἶτα ἐπιβάλλεται τὰ τηκτά. ἀρθέντος δὲ τοῦ πυρὸς, ὁ βεβρεγμένος ἄρτος προμαλάσσεται καὶ κατὰ βραχὺ ἐπι‐ βάλλεται, καὶ ἑνοῦται τῇ σπάθῃ οὕτως εὐτόνως. Ἡ μὲν οὖν πρὸς σκληρίας στομάχου, καὶ διαρροίας κοιλίας, καὶ ἀρχὴν δυσεντερίας συνήθως σκευαζομένη οὕτως ἔχει, καὶ χρῶ αὐτῇ θαρρῶν πρὸς τὰ
15προειρημένα πάθη. πρὸς δὲ τὰς τῆς μήτρας σκληρίας, καὶ τὰς ἐν ἄλλοις τόποις γινομένας χωρὶς τῶν σπλάγχνων, καὶ ταῦτα παρ‐ εμβάλλομεν τοῖς προειρημένοις· ἰοῦ, ἁλὸς ἄνθους, λιβάνου ἀνὰ γοστ.
ἴρεως, ἀριστολοχίας ἀνὰ γογ. τερεβινθίνης ἄλλην μίαν. τὴν μὲν οὖν τερεβινθίνην σὺν τοῖς προειρημένοις τηκτοῖς ἔμβαλλε, τὰ δὲ
20ξηρὰ κόψας καὶ σήσας ἐπίπασσε ὅταν ἄρῃς ἀπὸ τοῦ πυρὸς, καὶ οὕτως ἐπίβαλλε τὸν πρὸ μιᾶς βραχέντα ἄρτον, καὶ ἑνώσας τῇ σπάθῃ καὶ ψύξας καὶ ἐπιβαλὼν ἐν θυίᾳ, μάλασσε ἐπὶ πολὺ πρῶτον τῷ δοίδυκι, ἔπειτα καὶ ταῖς χερσὶ χρῶ. Πεσσὸς πρὸς σκληρίας ὑστέρας. Κηροῦ, πιτυΐνης ξηρᾶς, πίσσης, τερεβινθίνης, βουτύρου,
25ῥοδίνου, ἰρίνου, ναρδίνου, μέλιτος ἀνὰ λιτ. α. νίτρου γο. βζ! Ἄλλος πεσσὸς μαλακτικὸς ἐπιτεταγμένος. Κηροῦ, σουσίνου, ῥοδίνου, χηνείου στέατος ἀνὰ λίτρ. α. ἴρεως, τερεβινθίνης, στέατος λέοντος καὶ ἀρκείου ἀνὰ γοστ. μυελοῦ ἐλαφείου γοδ. γίνεται δὲ ὁ σύμπας σταθμὸς λιτρ. στ καὶ οὐγ. δ. ποιεῖ πρὸς φλεγμονὰς καὶ σκληρίας
30καὶ ὀδύνας χρονιωτέρας.
30

86

(t)

ΠΕΣΣΟΣ ΕΚ ΤΩΝ ΑΡΧΙΓΕΝΟΥΣ.
t
1 Ποιεῖ πρὸς σκληρίαν, ἀσθένειαν ἀτρόφου ὑστέρας, πάντων φησὶν, ὧν ἔγνων ἀνυσιμώτατον. καὶ πάσῃ μὲν σχεδὸν διαθέσει ὑστέρας συμφωνότατος πεσσὸς, παντὶ δὲ σκολιωτέρῳ περὶ τὰ νεῦρα νοσήματι κατάλληλον. ἄκοπον δὲ ἔστι τοῦτο· ἰρίνου
5ἐλαίου, σουσίνου, κυπρίνου, κηροῦ ἀνὰ λίτρ. α. μέλιτος ἀττικοῦ γοε. μαλαβαθρίνου καὶ ναρδίνου μύρου ἀνὰ γοδ. στέατος χηνείου γογ. μυελοῦ ἐλαφείου, ὑσσώπου ἀνὰ γοβ. τερεβινθίνης γο. αζ! ὕσσωπον, μυελὸν λείου μετὰ τοῦ μέλιτος· τῆκε δὲ ἐν ἀρ‐ γυρῷ σκεύει ἢ ὑελίνῳ ἐπὶ διπλώματι μετὰ τῶν εὐτελεστέρων μύρων
10πρῶτον κηρὸν, ἔπειτα τερεβινθίνην, στέαρ, ἐπὶ τέλει δὲ τὴν νάρδον καὶ τὸ μαλαβάθρινον ἔλαιον, καὶ καταχέας τοῖς ἐν τῇ θυίᾳ, ἑνώσας ἀναλάμβανε. τοῦτο φησὶ καὶ σφόδρα δοκιμάζων χρῆσθαι
συνεχῶς μέχρι τελείας θεραπείας, καὶ μετὰ τὴν ἀποκατάστασιν ἐπὶ χρόνον τινὰ ἀσφαλείας χάριν. Ἐγὼ δὲ ἀντὶ μαλάγματος
15αὐτῷ χρῶμαι καὶ ἔξωθεν, προσεπιβάλλω δὲ τοῖς προειρημένοις καὶ λιβάνου, κηροῦ, ἀμμωνιακοῦ θυμιάματος, σμύρνης, σχίνου ἄνθους ἀνὰ δραχ. η. πίσσης δραχ. ιστ. χαλβάνης, ὀποπάνακος ἀνὰ δραχ. γ. οἶνον στύφοντα εὐώδη λείου λίβανον, χαλβάνην, ὀποπάνακα, καὶ μίσγε τῷ οἰσύπῳ καὶ τῷ μυελῷ καὶ τῷ μέλιτι
20προλειωθεῖσιν ἅμα, καὶ πάλιν λείου· τήξας δὲ κηρὸν μετὰ τῶν εὐτελεστέρων μύρων, ἐπίπασσε τὸ ἀμμωνιακὸν λεῖον, καὶ τακέντα ἐπίβαλλε ῥητίνην καὶ τὰ λοιπά. καὶ ἄρας ἀπὸ τοῦ πυρὸς καὶ ψύξας βραχὺ, ἐπίπασσε σμύρνην, σχίνον, καὶ ἐπίχεε τοῖς λεωθεῖσι, καὶ ἑνώσας χρῶ.
24

87

(t1)

ΟΡΕΙΒΑΣΙΟΥ ΕΠΙΘΕΜΑ ΔΙΑ ΔΑΦΝΙΔΩΝ ΠΟΙΟΥΝ ΠΡΟΣ
t2ΣΚΛΗΡΙΑΣ.
t2
1 Κηρὸν, πιτυΐνην, πίσσαν, νίτρον, δαφνόκοκκον, στέαρ ταύ‐ ρειον, ἀμμωνιακὸν θυμίαμα ἴσα· τὸ ἀμμωνιακὸν καὶ τὰς δαφνί‐ δας ἰδίᾳ ἕκαστον κόπτε καὶ σῆθε. ἐγὼ δὲ φησὶ, τοῦ νίτρου τὸ ἥμισυ ἔβαλλον.
4

88

(t)

ΠΕΡΙ ΑΠΟΣΤΗΜΑΤΟΣ ΕΝ ΜΗΤΡΑ, ΑΡΧΙΓΕΝΟΥΣ.
t
1 Ἀπόστημα γίνεται περὶ τὴν μήτραν φλεγμονῆς δηλονότι προηγησαμένης, καθάπερ κἀπὶ τῶν ἄλλων μερῶν συμβαίνει· πρό‐ τερον μὲν οὖν ἐπιφαίνεται τὰ τῆς φλεγμονῆς σημεῖα, περὶ δὲ τὴν τοῦ πύου γένεσιν οἱ πόνοι ἐπιγίνονται, καὶ οἱ πυρετοὶ μετὰ
5φρίκης εἰσβάλλουσιν ὡς ἐπίπαν περὶ ἑσπέραν, καὶ ὄγκος μείζων γίνεται καὶ ὀδύνη σφυγματώδης. ἐπέχεται δὲ ἡ γαστὴρ ἢ τὰ οὖρα ἢ καὶ ἀμφότερα, ἡ δὲ τοπικὴ ὀδύνη διασημαίνει τὸν πεπον‐ θότα τόπον. Συνεργεῖν χρὴ τοίνυν τῇ ταχείᾳ διαπυήσει, εἰ μὴ δύναται διαφορηθῆναι· καταπλαστέον οὖν τοῖς διὰ λινοσπέρματος,
10τήλεως καὶ κριθίνου, περιπλέκοντας καὶ ἰσχάδας ἑφθὰς, καὶ ἀλ‐ θαίας ῥίζαν, καὶ τερεβινθίνην, ἐνίοτε δὲ καὶ περιστερᾶς κόπρον ἐν ἐλαίῳ καὶ μέλιτι. καταπλάσσειν δὲ τὸ ὑπογάστριον καὶ τὴν ὀσφὺν, καὶ πυριατέον τοὺς τόπους συνεχῶς καὶ τὸν κόλπον σπόγγῳ καὶ ἀτμοῖς διὰ χύτρας, κάλαμον ἡρμωσμένον τῷ πώματι
15τετρημένῳ ἐχούσης. χρῆσθαι δὲ καὶ ἐγκαθίσμασιν· ἔστω δὲ καὶ τὰ ἀφεψούμενα τῷ ὕδατι τῶν ἐπισπᾶσθαι δυναμένων, οἷον γλή‐ χωνος, πρασίου, δάφνης, ἐλελισφάκου, ἀρτεμισίας, δικτάμνου, κεν‐ ταυρίου· εἰ δὲ πόνοι ἰσχυροὶ γίνονται, καὶ κωδύας συναφεψεῖν χρὴ τῷ ὕδατι, καὶ κόψαντας ἐμβαλεῖν τοῖς καταπλάσμασιν.
20ἐπιθετέον δὲ τῷ ὑπογαστρίῳ καὶ ἰσχάδας λιπαρὰς ἀνέφθους ὁλμοκοπήσαντας μετὰ ῥητίνης πιτυΐνης, ἢ τερεβινθίνης ἀρκούσης καὶ νίτρου ὀλίγου. Πεσσοῖς δὲ χρηστέον τοῖς διὰ τερεβινθίνης, σμύρνης, βουτύρου, ὑσσώπου· ἄριστος δὲ πεσσὸς πρὸς τὰ ἐν μήτρᾳ ἀποστήματα οὗτος· ἰσχάδων λιπαρῶν τῆς σαρκὸς, στέατος
25χηνείου, ἰρίνου, ἀνὰ δραχ. β. τερεβινθίνης δραχ. α. πηγάνου δραχ. γ. σμύρνης, ἴρεως, νίτρου, ἀνὰ ὀβολῶν β. ἢ ἀντὶ τῶν ἰσχάδων σταφίδων σαρκὸς τὸ ἴσον, προσθετέον δὲ ἐν ἐρίῳ ἀπο‐ βάπτων ἐν ἰρίνῳ ἢ κυπρίνῳ χλιαρῷ. ποιεῖ δὲ κάλλιστα καὶ ἡ ἐν τοῖς ἡπατικοῖς ἀναγεγραμμένη κυφοειδὴς ἀντίδοτος, καὶ ἡ
30πρὸς σκληρίας προγεγραμμένη ἐννεαφάρμακος, καὶ τὸ πολυάρχιον μάλαγμα καὶ τὰ παραπλήσια, ἀνιέμενα σουσίνῳ ἢ τηλίνῳ, καὶ ἐν πεσσῷ προστιθέμενα ἐσωτάτω. συνεχῶς δὲ τοῖς προρρηθεῖσιν ἀφεψήμασι πυριατέον τὸ ὑπογάστριον. Ἐπειδὰν δὲ συρραγῇ, εἰ μὲν ἐπὶ κύστει ἐνεχθῇ τὸ πῦον καὶ σὺν τοῖς οὔροις ἐκκρίνεται,
35γαλακτοποσίας χρηστέον μαλακτικοῖς καὶ εὐώδεσιν, εἰ δὲ εἰς τὸ ἀπευθυσμένον συρραγῇ, ἤτοι μετὰ τῶν σκυβάλων ἢ κατ’ ἰδίαν ἐκκρίνεται, τότε ἐνιέναι δεῖ εἰς τὸ ἀπευθυσμένον φακοῦ καὶ σιδίων ἀφέψημα. εἰ δὲ κατὰ τὸν κόλπον συρραγῇ καὶ διὰ τοῦ αἰδοίου
ἐκκρίνεται τὸ πῦον, εὐθὺς ἔριον οἰσυπηρὸν βεβρεγμένον ῥοδίνῳ
40καὶ ὀλίγῳ ὄξει χλιαρῷ ἐπιτίθεμεν ἐπὶ τὴν ἥβην καὶ τὸ ὑπογάσ‐ τριον, τῇ δὲ ἑξῆς εἰς θερμὸν ὕδωρ ἐγκαθίζειν. καὶ εἰ μὲν κα‐ θαρὸν εἴη τὸ πῦον, ἐγχυματίζειν ῥόδινον ἢ τετραφάρμακον μετὰ βουτύρου προσφάτου καὶ ῥοδίνου, ἢ τὸ ῥόδινον μετὰ πολυγόνου χυ‐ λοῦ ἢ ἀρνογλώσσου· μολύβδου δὲ πλύμασιν ἐπὶ πᾶσιν χρη‐
45στέον ἢ ῥοδίνῳ κατ’ ἰδίαν· κλύζειν δὲ ἀφεψήματι ῥόδων ἢ φακοῦ ἢ πτισάνης χυλοῦ. Ἰχώρων δὲ φερομένων δυσωδῶν ὡς ἀπὸ ῥευματικῆς διαθέσεως ἢ νομῆς, στυπτικώτερον ἔστω τὸ ἐνιέμενον εἰς τὴν μήτραν, οἷον μύρτων ἀφέψημα ἢ ῥόδων ἢ φοινίκων, μᾶλλον δὲ φακοῦ μετὰ σιδίων, καὶ μετὰ τὴν τοιαύτην ἐπιμέλειαν

88

(50)

εἰ ἐπιμένει τὰ τῆς φλεγμονῆς, ἐπιμενητέον τοῖς προρρηθεῖσι κατα‐ πλάσμασιν· εἰ δὲ ἀνώμαλα εἴη τὰ ἐκκρινόμενα, πυριᾶν καὶ ἐγκα‐ θίζειν ὑδρομέλιτι καθεψημένου αὐτῷ ἀψινθίου, ἢ κενταυρίου ἢ πρασίου ἢ ὀρόβου ἢ φακοῦ. κλύζειν δὲ καὶ πτισάνης χυλῷ μετὰ μέλιτος καὶ ῥοδίνου, διαχρίειν δὲ τὸ στόμα τῆς μήτρας καὶ
55τὸν δακτύλιον κηρωτῇ, ῥοδίνῳ, ἢ βουτύρῳ ἔχοντι σπόδιον ἢ στίμμι ἢ μολυβδαίνην, λιθάργυρον μετὰ γάλακτος γυναικείου, ἢ μολύβδου πλύματα. Δυσωδῶν δὲ ὄντων τῶν ὑγρῶν σφόδρα, οἰνομέλιτι κλυστέον τὸν κόλπον, καὶ τούτοις ἐπιμενητέον μέχρι τελείας ἀπαλλαγῆς.
59

89

(t1)

ΟΠΩΣ ΔΕΙ ΕΝΕΡΓΕΙΝ ΠΕΡΙ ΤΟ ΣΤΟΜΑ ΤΗΣ ΜΗΤΡΑΣ ΓΕΝΟ‐
t2ΜΕΝΟΥ ΑΠΟΣΤΗΜΑΤΟΣ.
t2
1 Εἰ δὲ περὶ τὸ στόμιον τῆς ὑστέρας συσταίη ἀπόστημα, καὶ δύναται ὑπὸ χειρουργίας ἀνοιχθῆναι, οὐ χρὴ σπουδάζειν ἐπὶ τὴν τομὴν, ἀλλὰ πεφθέντος τοῦ ὄγκου καὶ λεπτυνθέντων ἱκανῶς τῶν ἐπικειμένων τῷ πύῳ σωμάτων. ἐν δὲ τῷ ἐνεργεῖν σχηματιζέσθω ἡ
5γυνὴ ἐπὶ δίφρου ὑπτία πρὸς αὐγὴν λαμπρὰν, συνημμένα ἔχουσα τὰ σκέλη πρὸς ἐπιγάστριον, καὶ μηροὺς ἀπ’ ἀλλήλων διεστῶτας·
ὑποβαλλέσθωσαν δὲ αὐτῆς οἱ πήχεις ὑπὸ τὰς ἰγνύας, καὶ βρόχοις ἀνειλίσθωσαν. ὁ δὲ ἐνεργῶν ἐκ δεξιῶν μερῶν καθεζόμενος, διοπτριζέτω τῇ πρὸς ἡλικίαν καταλλήλῳ διόπτρᾳ. δεῖ δὲ πρὸ
10τοῦ διοπτρίζειν ἀναμετρεῖσθαι διὰ μήλης τὸ τοῦ γυναικείου κόλπου βάθος, ἵνα μὴ μείζονος ὄντος τοῦ τῆς διόπτρας λωτοῦ συμβαίνῃ θλίβεσθαι τὴν ὑστέραν, καὶ εὑρεθέντος τοῦ κόλπου μείζονος τοῦ λωτοῦ, πτύγματα ἐπιτιθέσθω κατὰ τῶν πτερυγω‐ μάτων, ἵνα κατ’ αὐτῶν ἡ διόπτρα ἐργάζηται. δεῖ δὲ καθιέναι τὸν
15λωτὸν τῆς διόπτρας εἰς τὸ ἄνω μέρος τὸν κοχλίαν ἔχοντα, καὶ κρατεῖσθαι μὲν τὴν διόπτραν ὑπὸ τοῦ ἐνεργοῦντος, στρέ‐ φεσθαι δὲ τὸν κοχλίαν διὰ τοῦ ὑπηρέτου, ἵνα διϊσταμένων τῶν τοῦ λωτοῦ ἐλασμάτων διασταλῇ ὁ κόλπος. Ὑποπεσὸν δὲ τὸ ἀπόστημα εὐαφὲς ὑπάρχον καὶ λεπτὰ τὰ ἐπικείμενα σώματα, διαι‐
20ρεῖσθαι τὴν κορυφὴν σπαθίῳ κατευθεῖ ἢ κατιόντι· τοῦ πύου δὲ ἐκκριθέντος, λιμνίσκον τρυφερώτατον βάψας ῥοδίνῳ εἰς τὴν διαί‐ ρεσιν ἐντίθει, μᾶλλον δὲ ἔξωθεν τῆς διαιρέσεως εἰς τὸν γυναικεῖον κόλπον χωρὶς σφηνώσεως ἐντιθέσθω. ἔξωθεν δὲ τῶν πτερυγω‐ μάτων καὶ κατὰ τοῦ ἤτρου καὶ τῆς ὀσφύος ἔρια οἰσυπηρὰ ἢ
25καθαρὰ ἐλαίῳ δεδευμένα ἐπιτιθέσθω, τῇ δὲ τρίτῃ ἐγκαθίζειν εἰς ὑδρέλαιον θερμὸν ἢ μαλάχης ἀφέψημα. ἀπομάξαντας δὲ ἐντι‐ θέναι τὸν λιμνίσκον πράως εἰς τὴν διαίρεσιν, βεβρεγμένον τῇ τε‐ τραφαρμάκῳ προσφάτως ἐσκευασμένῃ καὶ ἀναλυθείσῃ ῥοδίνῳ ἢ βουτύρῳ, ἐνίοτε δὲ καὶ μέλι προσπλεκτέον. χωρὶς δὲ σφηνώσεως
30οἱ μοτοὶ ἐντιθέσθωσαν· καταπλάσματι δὲ ἔξωθεν ἢ πιλήματι σκέπειν τὸν τόπον καθ’ ἑκάστην ἡμέραν, ἕως ἀφλέγμαντος γένηται καὶ καθαρά. Εἰ δὲ δυσκόλως ἀνακαθαίρεται, ἐγκλυστέον τὴν διαίρεσιν δι’ ὠτικοῦ κλυστηριδίου ἴρεως ἀφεψήματι, ἐπουλοῦν δὲ τῇ διὰ καδμίας ἢ τῇ διὰ λαδάνου, ἢ τῇ διὰ κριθῶν κεκαυμένων
35ἀνιεμένῃ ῥοδίνῳ. εἰ δὲ ἐντὸς τοῦ στομίου τῆς ὑστέρας ἡ ἀπό‐ στασις εἴη, τὴν χειρουργίαν παραιτητέον, χρηστέον δὲ τῇ πρὸ
βραχέος ῥηθείσῃ ἀγωγῇ.

100

(t1)

ΕΠΙΜΕΛΕΙΑ ΕΦ’ ΩΝ ΣΥΡΡΗΞΙΣ ΜΕΤΑΞΥ ΤΩΝ ΕΝΤΕΡΩΝ ΚΑΙ
t2ΤΟΥ ΠΕΡΙΤΟΝΑΙΟΥ ΓΕΓΟΝΕ.
t2
1 Εἰ δὲ σύρρηξις μεταξὺ τῶν ἐντέρων καὶ τοῦ περιτοναίου γέγονε, δῆλον ὅτι ὁ ὄγκος συμβαίνει μᾶλλον περὶ τὸν τόπον· εἰ δὲ ἐντὸς τῆς μήτρας, ἡ ὀδύνη λήγει καὶ τὸ στόμιον εὐαφέστατον ὑποπίπτει τῇ ἁφῇ. συνεργεῖν οὖν χρὴ τῇ εἰς τὴν ἐπιφάνειαν
5ῥήξει· λεπτοποιηθέντων δὲ τῶν σωμάτων, σμιλίῳ διαιρετέον τὸν κορυφωθέντα τόπον καθ’ ὑπόρρυσιν μᾶλλον. εἰ δὲ αἱμορραγία ὑποπτεύεται, καυστήριον τῷ ἀποκορυφωθέντι τόπῳ προσάγειν ἀντὶ τοῦ σμιλίου, καὶ οὕτω κομίζεσθαι τὸ πῦον· συνεργεῖ γὰρ ὁ καυτὴρ καὶ τῇ τελείᾳ ἰδίᾳ ἀποθεραπείᾳ. εἶτα μετὰ τὴν τοῦ
10ὑγροῦ κένωσιν τῇ παραπιέσει τῶν δακτύλων καὶ τῷ σχηματισμῷ ἐκκρίνειν ἅπαν τὸ συνειλεγμένον, εἶτα κλυστέον τὴν διαίρεσιν με‐ λικράτῳ, ταῖς δὲ ἑξῆς θεραπευτέον δὶς τῆς ἡμέρας, ἅπαξ δὲ τῆς νυκτὸς, προσπυριῶντας σπόγγοις τὴν διαίρεσιν, ἐνίοτε δὲ καὶ ἐγ‐ καθίζοντας εἰς ὕδωρ θερμόν. ἐγχυματιστέον δὲ καὶ τὴν μήτραν
15ἐλαίῳ θερμῷ ἢ κυπρίνῳ, καὶ τὸ λοιπὸν ὡς τὰ λοιπὰ ἕλκη θεραπεύειν. Τροφὰς δὲ δοτέον εὐχύμους καὶ δυσδιαφορήτους, γάλα μετ’ ἀμύλου, χόνδρον ἄλικος, ὄρυζαν, πόδας ὑῶν ἐν πτισάνῃ ἢ ἄλικι τακερωθέντας, πτηνῶν τὰ πλεῖστα, ἰχθύων τοὺς εὐχύμους. ἀπυ‐ ρέτων δὲ οὐσῶν καὶ οἶνον γλυκὺν παλαιὸν διδόναι.
19

101

(t)

ΠΕΡΙ ΕΛΚΩΘΕΙΣΗΣ ΜΗΤΡΑΣ, ΑΡΧΙΓΕΝΟΥΣ.
t
1 Ἑλκοῦται ἡ μήτρα ποτὲ μὲν ἐκ ῥευματισμοῦ διαβιβρωσκο‐ μένων τῶν σωμάτων, ποτὲ δὲ ἐκ δυστοκίας, ἢ ἐμβρυουλκίας, ἢ φθορᾶς, ἢ φαρμάκων δριμέων προσαγωγῆς. συνεδρεύει δὲ αὐ‐ ταῖς πόνος περὶ τὸ πάσχον μέρος νυγματώδης, καὶ ἐκ διαλειμμάτων
5ἔκκρισις ὑγρῶν δυσωδῶν, ποτὲ δὲ ἰχωροειδῶν, ῥυπαινομένης τῆς ἑλ‐
κώσεως. παρέπεται δὲ καὶ τὰ ἄλλα σημεῖα τὰ ἴδια τῆς πασχούσης ὑστέρας, ἄλγημα κεφαλῆς καὶ μάλιστα βρέγματος καὶ τενόντων, καὶ ὀφθαλμῶν κατὰ τὰς βάσεις, καὶ μάλιστα καρπῶν καὶ δακ‐ τύλων, καὶ τὰ λοιπὰ τὰ ἤδη προειρημένα ἐν τῷ περὶ φλεγμονῆς
10τόπῳ. εἰ μὲν οὖν προχειροτέρα εἴη ἡ ἕλκωσις, διοπτρισμῷ θεω‐ ρεῖται, εἰ δὲ ἐν βάθει ἐκ τῶν ἐκκρινομένων ὑγρῶν σημειοῦται. Προκόπτει δὲ ἡ θεραπεία καὶ τούτων τῶν ἑλκώσεων δι’ ἐγκα‐ θισμάτων, ἐμβροχῶν, καταπλασμάτων, πεσσῶν τῶν ἤδη προγεγραμ‐ μένων, ἰδίως δὲ συμπεφώνηκε ταῖς ἐν μήτρᾳ ἑλκώσεσι τὸ τοιοῦτον
15φάρμακον· κρόκος ὁ κάλλιστος λεαίνεται μετὰ γυναικείου γάλακτος, καὶ ἀναλαμβάνεται κηρωτῇ τῇ διὰ τυρρηνικοῦ κηροῦ καὶ ῥοδίνου ἢ σουσίνου ἢ χηνείου στέατος σκευαζομένῃ ὑγρᾷ, καὶ ἐντίθεται διὰ πεσσοῦ. τούτου δὲ σπουδαιότερον ὁμοῦ καὶ πρὸς τὰς περιω‐ δυνίας ἁρμοζόντως σκευαζόμενον τοῦτο. Κωδύαι μήκωνος δέκα
20βρέχονται γλυκέος κεκραμένου ἑνὶ ξστ ἐπὶ ἡμέρας β. ἔπειτα ἑψοῦνται μέχρι τὸ τρίτον ξστ λειφθῇ. χωρὶς δὲ ἔστωσαν κεκομ‐ μένα ῥόδων σπέρματα, εἰ δὲ μή γε τῶν φύλλων δραχ. ε. κρόκου δραχ. γ. καὶ τῶν ἡψημένων καὶ ἐκπιεσθεισῶν κωδυῶν δραχ. ε. λέαινε δὲ παραχέων τὸ τῶν κωδυῶν ἀφέψημα ὅσον ἐξαρκεῖ, καὶ
25ἐπίβαλλε κηρωτὴν ἔχουσαν κηροῦ γοβ. ῥοδίνου ἢ ναρκισσίνου γοστ. καὶ συλλεάνας ἐν κασσιτερίνῃ πυξίδι, ἐπὶ δὲ τῆς χρείας ἀνέσας ῥοδίνῳ ἢ ναρκισσίνῳ, καὶ ἀναλαβὼν ἐρίῳ ἐπιτίθει. ποιεῖ δὲ καὶ ὁ προγεγραμμένος πεσσὸς ὁ διὰ κρόκου καὶ ῥοδίνου καὶ χηνείου στέατος καὶ ἐλαφείου μυελοῦ σκευαζόμενος· τὰ τοιαῦτα γὰρ καὶ
30τὰς ὀδύνας παρηγορεῖ καὶ τὰς ἑλκώσεις θεραπεύει.
30 ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΠΡΟΣ ΓΥΝΑΙΚΟΣ ΑΙΔΟΙΟΝ ΗΛΚΩΜΕΝΟΝ ΚΑΙ ΚΝΩΜΕΝΟΝ ΑΠΟ ΔΡΙΜΥΤΑΤΟΥ ΡΕΥΜΑΤΟΣ.
32 Μολυβδαίνης γοβ. γλαυκίου γοα. λειώσας χυλῷ ὑοσκυάμου ἐπίβαλλε ῥόδινον ἢ μύρσινον τὸ ἀρκοῦν, καὶ χρῶ διὰ χειρῶν ἐπι‐
35χρίσας καὶ ἐν πεσσῷ προστιθείς.

102

(t)

ΘΕΡΑΠΕΙΑ ΤΩΝ ΕΝ ΤΗ ΜΗΤΡΑ ΑΝΘΡΑΚΩΔΩΝ ΕΛΚΩΝ.
t
1 Ἰδίως δὲ καὶ τὰ ἐν τῇ μήτρᾳ ἀνθρακώδη ἕλκη ὠφελεῖ φακὸς ἑφθὸς μετὰ φύλλων ἐλαίας χωρὶς μέλιτος, θέρμοι ἑφθοὶ ἐν οἴνῳ αὐστηρῷ ἑψηθέντες, καὶ ἐγκαθιστέον δὲ αὐτὰς εἰς ἀφέψημα θέρμων.
4

103

(t)

ΠΡΟΣ ΤΑ ΕΝ ΜΗΤΡΑ ΑΚΑΘΑΡΤΑ ΕΛΚΗ, ΑΡΧΙΓΕΝΟΥΣ.
t
1 Ἐπὶ δὲ τῶν ἀκαθάρτων ἐν μήτρᾳ ἑλκῶν χρηστέον τῇ Αἰ‐ γυπτίᾳ οὐ τῇ διὰ τοῦ ἰοῦ, τὰ γὰρ δηκτικὰ ἀνάρμοστα τῇ ὑστέρᾳ, ὥσπερ καὶ τὰ ἐσχαρωτικά· χρηστέον δὲ καὶ τῇ διὰ μέλιτος καὶ τερεβινθίνης καὶ βουτύρου ἢ ῥοδίνου ἢ σουσίνου σκευαζομένῃ.
5τινὲς ἐπὶ τῶν ἐν μήτρᾳ ἑλκώσεων καὶ κρόκον μιγνύουσι ταύτῃ. καθαίρει δὲ τὰ ἕλκη ἱκανῶς καὶ ἴρις ἰλλυρικὴ μετὰ μέλιτος προσ‐ τιθεμένη, καὶ τὸ ἀφέψημα τῆς ἴρεως καὶ τῆς ἀριστολοχίας, καὶ καθ’ αὑτὸ καὶ μετὰ μέλιτος ὀλίγου προσκλυζόμενον. Πεσσὸς κάλλιστος ἀνακαθαρτικὸς τῶν ῥυπαρῶν ἑλκῶν οὗτος. Τερεβιν‐
10θίνης δραχ. δ. στέατος χηνείου δραχ. ζ. σμύρνης δραχ. α. κρόκου δραχ. γ. μυελοῦ βοείου, οἰσύπου ἀνὰ δραχ. β. μέλιτος, κυπρίνου καὶ ἰρίνου ἐλαίου, ἀνὰ δραχ. ιστ. λιβάνου, πάνακος ῥίζης, ἴρεως ἀνὰ δραχ. β. κυπέρου δραχ. δ.
13

104

(t)

ΠΡΟΣ ΥΓΡΟΝ ΦΕΡΟΜΕΝΟΝ ΑΠΟ ΤΟΥ ΓΥΝΑΙΚΕΙΟΥ ΑΙΔΟΙΟΥ.
t
1 Κριθῶν κεκαυμένων, ἀμύλου, λιβάνου, ἀνὰ γοα. στυπτηρίας σχιστῆς δραχ. δ. κόψας σήσας λεπτότατα, ἔπειτα λεάνας μετὰ γάλακτος ὀνείου παράπεμψον μετὰ μητρεγχύτου. εἰ δὲ ἐπώδυνος ᾖ ἡ ἕλκωσις, χρηστέον τούτῳ· ῥόδων ξηρῶν κεκομμένων, κωδυῶν
5πεφρυγμένων βραχὺ δραχ. γ. κρόκου, στύρακος, ἀνὰ δραχ. β. τήλεως, ἀλεύρου, οἰνάνθης, ἀνὰ δραχ. δ. λιβάνου δραχ. β. ταῦτα λείου παραχέων βραχὺ κρητικοῦ γλυκέος καὶ ῥοδίνου κατὰ βραχὺ, ἕως οὗ λάβῃ πάχος μέλιτος, καὶ ἀναλάμβανε καὶ ἐκ τούτου θερ‐ μάνας προστίθει.
9
10ΠΡΟΣ ΤΑ ΝΕΜΟΜΕΝΑ ΕΛΚΗ ΕΝ ΥΣΤΕΡΑ, ΑΣΠΑΣΙΑΣ.
10 Νεμομένων δὲ καὶ ἀγριαινομένων τῶν ἑλκῶν, κλυστέον συ‐ νεχῶς ἱππείῳ γάλακτι ἢ ὀνείῳ νεοβδάλτῳ· εἰ δὲ μὴ ᾖ, τῷ παρόντι προσφάτως ἡψημένῳ. κοτύλαις δὲ δυσὶ τοῦ γάλακτος μικτέον μέλιτος κοτύλης τῷ ἡμίσει, καὶ ἐπιπαστέον ἴρεως λείας δραχ. δ.
15καὶ θερμαντέον, καὶ οὕτως ἐγχυτέον ἐξ αὐτοῦ πλειστάκις τῆς ἡμέρας· ἢ μελικράτῳ ἀφεψήσαντας κενταύριον ἢ ἀψίνθιον ἢ κάλαμον ἀρωματικὸν ἢ λευκάνθεμον ἢ χαμαίμηλον ἢ βούφθαλμον, μετὰ δὲ τὸ ἐκκριθῆναι τὸ ἐνεθὲν προσεγχυματιστέον εὐθέως ἀφεψήματι μαλάχης, καὶ μετὰ τοῦτο προσθετέον τοιόνδε· ὀρο‐
20βίνου ἀλεύρου, ἴρεως ἀνὰ δραχ. β. λεάνας μετὰ μέλιτος προστίθει. Ἄλλο. Μελίλωτα ἑψήσας οἴνῳ ἀθαλάσσῳ καὶ λεάνας καὶ μέλιτος ὀλίγον ἐμβαλὼν, προστίθει. Ἄλλο. Κισσοῦ τοῦ τὸ ἄνθος χρυ‐ σίζον ἔχοντος φύλλα ἑψήσας μετ’ οἴνου, καὶ λεάνας μετὰ μέλιτος χρῶ.
24
25ΑΣΚΛΗΠΙΑΔΟΥ ΣΚΛΗΡΟΝ ΠΡΟΣ ΤΑΣ ΕΝ ΥΣΤΕΡΑ ΝΟΜΑΣ.
25 Θέρμους πικροὺς κόψας καὶ σήσας ἀπόθου, ἐν δὲ τῇ χρήσει ἐπιτίθει ξηρόν. χρῶ δὲ καὶ μετὰ μέλιτος. Ἄλλο κάλλιστον. Κισσοῦ τοῦ χρυσίζοντος δεσμίδιον λαβὼν καὶ ξηράνας ἐπ’ ὀλίγον ἐν σκιᾷ, καὶ βαλὼν εἰς ἄγγος κεραμοῦν καὶ πηλῷ περιπλάσας,
30δίδου ὀπτᾶσθαι· καὶ τὴν τέφραν λεάνας χρῶ. Ἄλλο ποιοῦν πρὸς τὰ καθυγραινόμενα ἕλκη. Ἀριστολοχίας μακρᾶς κεκομμένης
δραχ. στ. μίλτου σινωπικῆς ἡπατιζούσης δραχ. η. μίξας καὶ μέλιτι φυράσας, ὡς κηρωτῆς ἔχειν πάχος, ἀναλάμβανε εἰς ῥάκος λινοῦν, καὶ ἀποδήσας τίθει ἐπ’ ἀνθράκων, καὶ ὅταν καλῶς
35ὀπτηθῇ, λεάνας χρῶ· ἢ ἐν χυτριδίῳ βαλὼν τὸ δεδεμένον ῥάκος καὶ πωμάσας, ἐπιτίθει τῷ πυρὶ μέχρις ἀνθρακωθῇ, καὶ ζέον λέαινε καὶ ἀπόθου. ἐν δὲ τῇ χρήσει κατάπλασσε τὰ νεμόμενα ἕλκη, καὶ περιγράφει ταχέως. τὸ δὲ αὐτὸ ποίει μέχρις ἀπουλώ‐ σεως. Ἄλλο Ἀσκληπιάδου. Μυρίκης καρποῦ μέρος α. νίτρου
40ἐρυθροῦ τὸ ἴσον κόψας καὶ σήσας, χρῶ ξηρῷ καὶ μετὰ ῥοδίνου. ἐπισχεθείσης δὲ τῆς νομῆς, χρῆσθαι τοῖς προγεγραμμένοις πρὸς ἀνακάθαρσιν τῶν ἑλκῶν.
42

105

(t)

ΑΠΟΥΛΩΤΙΚΑ ΑΣΚΛΗΠΙΑΔΟΥ.
t
1 Ἀνακαθαρθέντων δὲ τῶν ἑλκῶν χρηστέον ταῖς ἀπουλωτικαῖς δυνάμεσι, καὶ πρῶτον μὲν ταῖς πραοτέραις, εἶτα ταῖς δραστικω‐ τέραις. Κηρωτὴ ἀπουλωτική. Κηροῦ λευκοῦ γογ. ῥοδίνου καλ‐ λίστου γοθ. τήξας ἐπ’ ἀνθράκων καὶ ποσῶς ψύξας ἐπίχεε ἐν θυίᾳ,
5καὶ λύε τῷ δοίδυκι ἐπιβάλλων γάλα γυναικεῖον ἢ ὄνειον, εἰ δὲ μὴ αἴγειον νεόβδαλτον, καὶ μάλασσε ἕως ἂν λευκὴ γένηται, καὶ ἀπο‐ χέας τὸ πρῶτον γάλα ἐπίχεε ἕτερον, καὶ πάλιν λείου· ἐπίβαλλε δὲ καὶ κρόκον ὅσον δραχ. α. Ἕτερον. Ὅτε δὲ μᾶλλον παρηγορῆσαι βούλει, τοῦ μὲν ῥοδίνου γοζ ἔμβαλλε, μυελοῦ δὲ καὶ στέατος χηνείου
10ἀνὰ δραχ. α. σκεύαζε δὲ ὁμοίως καὶ διὰ μηλίνου καὶ διὰ σουσίνου.
10 Η ΔΙΑ ΚΡΙΘΩΝ ΕΠΟΥΛΩΤΙΚΗ ΤΩΝ ΕΝ ΜΗΤΡΑ ΕΛΚΩΣΕΩΝ.
11 Κριθῶν κεκαυμένων λειοτάτων, λιθαργύρου πεπλυμένου, ψιμμυθίου πεπλυμένου ἀνὰ λια. στέατος χηνείου λιδ. στέατος αἰγείου προσφάτου λιγ. μυρσινίνου ἐλαίου λιβ. μέλιτος ἀπηφρισ‐
15μένου γοη ἤτοι οὐγ. η. τερεβινθίνης γοδ ἤτοι οὐγ. δ. καὶ ἐπὶ τῶν κατακαυμάτων ὁμοίως ποιεῖ, καὶ ἐπὶ τῶν περὶ τὰ αἰδοῖα
ἑλκῶν. Χρῶ δὲ καὶ ταῖς διὰ πομφόλυγος καὶ μολύβδου κεκαυ‐ μένου ἑδρικαῖς, ἔπειτα καὶ τῇ διὰ καδμίας ἢ τῇ διὰ λαδάνου, ἀνιεμέναις ῥοδίνῳ ἢ μυρσινίνῳ.
19

106

(t)

ΠΕΡΙ ΚΑΡΚΙΝΩΜΑΤΩΝ ΕΝ ΜΗΤΡΑ, ΑΡΧΙΓΕΝΟΥΣ.
t
1 Τῶν καρκινωδῶν ὄγκων τὰ μὲν ἀνέλκωτα ἐστὶ, τὰ δὲ ἡλκω‐ μένα, καθὼς ἐν τῷ περὶ μαστῶν τόπῳ προείρηται. τῶν μὲν οὖν ἀνελκώτων καρκινωμάτων ἡ σημείωσις ἥδε· ὄγκος εὑρίσκεται περὶ τὸ στόμα τῆς μήτρας σκληρὸς, ἀντίτυπος, ἀνώμαλός τε καὶ
5ὀχθώδης, χροιᾷ δὲ τρυγώδης, ἀνερευθὴς, ὑποπέλιος, πόνους ἰσχυ‐ ροὺς ἐμποιῶν, εἰς βουβῶνας διήκων καὶ ὑπογάστριον καὶ ἦτρον καὶ ὀσφύν· ἀγανακτεῖ δὲ πρὸς τὰς χειραψίας καὶ τὴν ποικιλω‐ τέραν φαρμακείαν. Ἡλκωμένου δὲ ὄντος τοῦ καρκινώματος, ὁ μὲν ὄγκος καὶ ἡ σκληρία περιωδυνίᾳ παραπλησίως συνεδρεύει, δια‐
10βεβρωμένα δὲ καὶ ἀνεσκαμμένα καὶ ἀνώμαλα τὰ ἡλκωμένα σώματα διὰ τῆς διόπτρας θεωρεῖται. καὶ τὰ μὲν πλεῖστα αὐτῶν ἐστὶ ῥυπαρ, ὀχθώδη δὲ, λευκανθίζοντα καὶ εἰδεχθῆ τὰ δοκοῦντα κεκαθάρται, πελία τε, τρυγώδη, ἀνερευθ, δίαιμα φέρεται. ἐκκρίνεται δὲ ἀπὸ τῆς ἑλκώσεως διηνεκῶς μὲν ἰχὼρ λεπτὸς ὑδα‐
15τώδης, μέλας, καὶ πυρώδης, καὶ δυσώδης· εὐρευμάτιστοι γὰρ ἰδίως οἱ γυναικεῖοι τόποι τυγχάνουσι. τὰ δὲ παρεπόμενα τῇ πασχούσῃ μήτρᾳ σημεῖα προείρηται ἐπὶ τῆς φλεγμονῆς. ἀνίατος δὲ ἐστὶν ἡ τοῦ καρκινώματος διάθεσις, ὡς Ἱπποκράτης φησίν. Ἐπιμέλεια τοίνυν ταύταις ἁρμόζει κούφη καὶ παρηγορεῖν καὶ πραΰνειν δυνα‐
20μένη· ἐγκαθίσματα μὲν διὰ τήλεως καὶ μαλάχης ἀφεψήματος καὶ τῶν πλειστάκις προρρηθέντων, καὶ καταπλάσματα παρα‐ πλήσια· λίαν δὲ παρηγορεῖ ἐν τοῖς παροξυσμοῖς μαλάχη ἢ ἀλ‐ θαία ἐν μελικράτῳ ἑψηθεῖσα μέχρι τακερώσεως, καὶ συλλειουμένη ἄρτῳ καὶ ὀλίγῳ ῥοδίνῳ μολυνομένη, καὶ τὸ δι’ ἰσχάδων καὶ με‐
25λιλώτων καὶ πηγάνου κατάπλασμα, ἢ φοινίκων σάρκας ἑψήσας ἐν γλυκεῖ καὶ συλλεάνας ἄλειφε, καὶ ὠῶν λεκίθοις χρῶ· ἢ κωδύας κόψας καὶ σήσας μετὰ χυλοῦ πολυγόνου, ἢ σέρεως ἢ κορίου χρῶ·
ἢ στρύχνου τὰ ἁπαλὰ φύλλα λεάνας μετὰ γάλακτος γυναικείου προστίθει· ἢ κηρωτῇ ῥοδίνῃ ἀναλαβὼν τὸν στρύχνον, λέαινε καὶ
30ἐπίχεε κατὰ βραχὺ ψυχρὸν ὕδωρ, καὶ χρῶ· ἢ μαλάχης φύλλα λεάνας μετὰ γάλακτος γυναικείου, καὶ ἀναλαβὼν τῇ ῥοδίνῃ κη‐ ρωτῇ χρῶ. ταῦτα μὲν οὖν ἐν ταῖς περιόδοις, μετὰ δὲ ταῦτα κηρωτῇ ἐπιρριπτέσθω διὰ ῥοδίνου ἢ μηλίνου ἢ οἰνανθίνου ἢ μυρ‐ σινίνου μετὰ φοινίκων ἐν γλυκεῖ ἑφθῶν, ἢ τῷ δι’ ὠῶν ἢ τῷ διὰ
35τῶν κριθῶν, οἷς καὶ ἐπὶ τῶν πυρικαύστων χρώμεθα· ἰδίως δὲ συμπεφωνηκέναι δοκεῖ ταῖς κακοήθαις τὸ διὰ τῆς εὑρισκομένης ἐν τοῖς χαλκείοις τοῦ θερμοῦ ὕδατος ὑποστάθμης. ἐγκρυπτομένη δὲ αὕτη ἡ ὑποστάθμη ἄνθραξι διαπύροις, μέχρις ἂν διάπυρος γένηται, λειοτριβεῖται καὶ ἀναλαμβάνεται κηρωτῇ ῥοδίνῃ. Ταῦτα
40μὲν οὖν ἔξωθεν προστίθεται τῷ κόλπῳ παρὰ τὸ στόμα τῆς ὑστέρας, εἰς αὐτὴν δὲ τὴν μήτραν ἐγχέειν προσήκει γάλα γυναι‐ κεῖον ἢ ὄνειον θερμὸν, ἢ ἀρνογλώσσου χυλὸν προσηνῶς κεχλιασ‐ μένον, καὶ μάλιστα ὁπόταν αἱμορραγῇ τὸ ἕλκος, ἢ χυλὸν πολυγόνου μετὰ βραχέος λιβάνου. παρηγοροῦσι δὲ καὶ πεσσοὶ οἱ διὰ κρόκου
45καὶ γυναικείου γάλακτος καὶ ὀπίου ὀλίγου καὶ ὑσσώπου σκευαζό‐ μενοι. Πάντων δὲ ἄμεινον ἐνεργεῖ, ᾧ καὶ πρὸς τὰς ἑδρικὰς δια‐ θέσεις χρώμεθα, ἔστι δὲ τοῦτο· λιθαργύρου πεπλυμένου γοστ ἤτοι οὐγ. στ. λιβάνου ἄρρενος, οἰσύπου, στέατος χοιρείου προσ‐ φάτου, βουτύρου νεαροῦ ἀνὰ γοβ ἤτοι οὐγ. β. ῥοδίνου γοδ ἤτοι

106

(50)

οὐγ. δ. ἀποτίθεται δὲ τὸ φάρμακον ἐν μολυβδίνῃ πυξίδι, ξηραι‐ νόμενον μέντοι ὑγραίνεται ῥοδίνῳ· ἐγὼ δὲ φησὶν Ἀρχιγένης τὴν λιθάργυρον ἐλείωσα σέρεως χυλῷ κοτύλην α, καὶ μέλιτος πάχος προσλαβοῦσαν ἀνέλαβον τοῖς τηκτοῖς. χρῶ δὲ καὶ τοῖς ὁμοίοις ἑδρικοῖς φαρμάκοις· κάλλιστον δὲ καὶ πρὸς τὰς τῶν μαστῶν
55ἀναβρώσεις τὸ προγεγραμμένον δι’ οἴνου σκευαζόμενον, καὶ ῥοῦς βυρσοδεψικὸς, καὶ κυπαρίσσου σφαιρία, καὶ κηκῖδες καὶ κασία, ἀνέσας δὲ αὐτὰ γάλακτι γυναικείῳ ἢ ὀνείῳ χρῶ.
57 ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΠΡΟΣ ΤΑ ΕΝ ΜΗΤΡΑ ΚΑΡΚΙΝΩΜΑΤΑ.
58 Καρκίνους ποταμίους τρεῖς ἢ πέντε μόνον ἄζυγας ἐπ’ ἀν‐
60θράκων καύσας, λείου μετὰ κυπρίνου καὶ διάχριε πτερῷ.

107

(t)

ΠΕΡΙ ΦΙΜΩΣΕΩΣ ΜΗΤΡΑΣ.
t
1 Φίμωσις ἐστὶ σύμφυσις περὶ τὸ στόμα τῆς ὑστέρας ἢ τὸν τράχηλον γινομένη, ἑλκώσεως προηγησαμένης· ὥστε στενὸν σφόδρα γενέσθαι αὐτὸ καὶ μηκέτι παραδέχεσθαι τὸ σπέρμα, ἢ παραδε‐ χόμενον μὴ κατέχειν, διὰ τὴν τυλώδη τοῦ στόματος σκληρότητα
5οὐ δυναμένου συναχθῆναι. ἐνίοτε δὲ παραδεχθὲν τὸ σπέρμα, ἔμεινε στενοτάτου ὄντος τοῦ στόματος καὶ ἐζωογονήθη· τὸ δὲ κυηθησόμενον ἔμβρυον θανάτου αἴτιον κατέστη τῇ κυούσῃ, μὴ δυνάμενον διὰ τὴν τῶν τόπων στενοχωρίαν κυηθῆναι. Δεῖ οὖν πυριᾶν ἐπιμελῶς ὑδρελαίῳ καὶ τήλεως ἀφεψήματι, καὶ
10μαλάσσειν τοὺς τόπους κηρωταῖς καὶ πεσσοῖς μαλακτικοῖς, τοῖς δι’ ὑσσώπου καὶ τερεβινθίνης καὶ νίτρου. ὅταν δὲ τῇ ἁφῇ μαλακώτεροι ὑποπέσωσιν οἱ τόποι, τότε σπόγγον ἐσκευασμένον καὶ σπαρτίῳ ἀπηρτημένον περιθῆναι τῷ στενωθέντι τό‐ πῳ πρὸς διάστασιν. ἐὰν δὲ ἐκπέσῃ ὁ σπόγγος, ἕτερον ἡτοι‐
15μασμένον παχύτερον ἐντιθέναι· διὸ πλείονας καὶ διαφόρους πα‐ ρασκευαστέον τοὺς ἐσκελετευμένους σπόγγους, ὕστερον δὲ καὶ φαρμάκῳ τοιούτῳ χριστέον τὸν σπόγγον· σανδαράχης, στυπτηρίας σχιστῆς ἀνὰ δραχ. α. ἀρσενικοῦ δραχ. γ. μέλιτι δεύων ταῦτα, λείου καὶ χρίε τὸν σπόγγον καὶ ἐντίθει. ἐὰν δὲ μετὰ τὴν σπόγγου
20ἐξαίρεσιν μὴ δόξῃ καλῶς ἀναστομοῦσθαι ὁ τόπος, φλεγμονὴ γὰρ ἐπιγίνεται, χριστέον τὸν σπόγγον ἴρεως δραχ. β. στέατος χηνείου, τερεβινθίνης, λιβάνου, ἰρίνου ἀνὰ δραχ. β. τὴν ἴριν κόπτε καὶ σῆθε, τὸν δὲ λίβανον λείου λεπτότατα, εἶτα ἐπιβαλὼν αὐτῷ τὴν ἴριν λειοτάτην ἐν τῇ θυίᾳ ἐπίβαλλε καὶ βούτυρον καὶ συλλείου.
25τήξας δὲ στέαρ καὶ κηρὸν μετ’ ἰρίνου ἐπίβαλλε καὶ τερεβινθίνην, καὶ διηθήσας ἐπίχεε τοῖς ἐν τῇ θυίᾳ. Παυσαμένης δὲ τῆς φλεγ‐ μονῆς καὶ εὐρυνθέντος τοῦ πόρου, κηρωτῇ διὰ ῥοδίνου καὶ στέατος ἐσκευασμένῃ χριστέον τὸν σπόγγον, καὶ τούτῳ ἐπιμενητέον μέχρις
ἀπουλώσεως ἁδρότερον κατὰ βραχὺ σκευάζων τὸν τόπον.

108

(t)

ΠΕΡΙ ΑΤΡΗΤΟΥ ΥΣΤΕΡΑΣ.
t
1 Τινὲς ἐκ γενετῆς ἄτρητον ἔχουσι τὸν πόρον τῆς μήτρας, εἰσὶ δὲ αὐτῶν τρεῖς διαφοραί· αἱ μὲν γὰρ τὸ ἔξωθεν σχῆμα ἔχουσι κεκολλημμένον ὑμένι στερεῷ κρατερῷ ἢ σαρκὸς ἐπιφύσει, αἱ δὲ περὶ τὸν κόλπον ἔχουσι τὸ κόλλημα, αἱ δὲ περὶ τὸ στόμα τῆς
5μήτρας. γίνεται δὲ πάσαις ἡ ἐνόχλησις κατὰ τοὺς τῶν κατα‐ μηνίων καιρούς. Θεραπεύειν δὲ τὰς μὲν τὸ σχῆμα συμπεφυκὸς ἐχούσας, σχηματίσαντας ὡς σύνηθές ἐστιν ὑπτίαν τὴν γυναῖκα κεκαμμένα ἔχουσαν τὰ σκέλη, μηλωτριδίῳ διαιρεῖν τὸν ἐπικαλύ‐ πτοντα τόπον, ἕως οὗ τὸ κατὰ φύσιν σχῆμα καὶ μέτρον κατα‐
10σκευάσῃς, ἔπειτα μοτοῖς τιλτοῖς ἐκπληρῶσαι τὴν διαίρεσιν καὶ ἐπι‐ δέσμῳ καταλαβεῖν, καὶ μετὰ ταῦτα θεραπεύειν τῇ πυοποιῷ ἀγωγῇ καὶ καταπλάττειν μέχρι τινὸς, εἶτα μοτοῖς κηρωτῇ ῥοδίνῃ ὑγρᾷ βε‐ βρεγμένοις χρῆσθαι. ἐὰν δὲ μετὰ τὴν διαίρεσιν τοῦ σχήματος εὑρεθῇ τὰ πτερύγια πρὸς τὰ παρακείμενα σαρκώδη κεκολλημένα,
15ὑποδέρειν χρὴ ἐξ ἑκατέρου μέρους καὶ τοῖς μοτοῖς διαστέλλειν, καὶ θεραπεύειν τὸν προειρημένον τρόπον· ὑπτίῳ δὲ σχήματι φυλάττειν τὴν γυναῖκα, καὶ μέχρι κατουλώσεως μεταξὺ τῶν μηρῶν ἔχουσαν ἐπαγκωνίδιον. Ὅσαις δὲ τὸ μὲν σχῆμα διέστηκεν, ἐν δὲ τῷ κόλπῳ σαρκὸς ἐπίφυσις ἐστὶν ὁλοσχερῶς ἐμφράττουσα μέχρι τινὸς,
20ὡς τρῆμα μικρὸν εἶναι, σχηματίσαντες ὁμοίως τὴν γυναῖκα, ἔπειτα καθετῆρα ὑποβάλλοντες τῇ οὐρήθρᾳ ἀσφαλείας χάριν, ἵνα μὴ πλανηθέντες ἀνωτέρω τὴν διαίρεσιν ποιησώμεθα, ἔπειτα διέλωμεν κατωτέρω τοῦ σημαινομένου τόπου διὰ τοῦ καθετῆρος· ἐπιτήδειον δὲ εἰς τοῦτο ἐργαλεῖον τὸ λογχητικόν. διαι‐
25ρετέον δὲ ἄχρι τοῦ γυμνῶσαι τὸν κόλπον κατὰ φύσιν, εἶτα ἀγκίστρῳ ἀνατείνας τὰ χείλη τῆς διακοπείσης συμφύσεως παρ’ ἑκάτερα τὰ μέρη περίκοπτε, ὡς τετράγωνον τὴν γραφὴν γενέσθαι. ἔπειτα στήσας τὴν γυναῖκα ὀρθὴν διεστηκότων τῶν σκελῶν, ὥστε ἀπορρεῖν τὸ συνη‐
θροισμένον ἐν τῇ μήτρᾳ ὑγρὸν, πάλιν σχηματίσας ἐντίθει στρε‐
30πτὸν μοτὸν βεβρεγμένον οἴνῳ καὶ ἐλαίῳ, ἔχοντα ἐξ ἄκρου λίνον ἀπηρτημένον καὶ ἔξω κεχαλασμένον εἰς ἐπισπασμὸν εὐχερῆ, εἶτα ἐπιδήσας ἡσυχάζειν κέλευε. ταῖς δὲ ἑξῆς ἡμέραις ὑδρομέλιτι κλύζειν, καὶ πυοποιῷ φαρμάκῳ δεύων τὸν στρεπτὸν μοτὸν θερά‐ πευε. ὅταν δὲ μέλλῃ κατουλοῦσθαι, συρίγγιον κασσιτέρινον ἐν‐
35τίθει καὶ ἐπιδέσμευε, ἕως ἂν στερεοποιηθῶσιν οἱ τόποι, ἐὰν δὲ πλέον συντρέχῃ καὶ πάλιν κλείῃ τὸ στόμα, σπόγγον σκελετεύσας πάλιν κάθιε, μέχρις ἂν τυλωθῶσιν οἱ τόποι. Εἰ δὲ ὑμενώδης ἐπίφυσις περὶ τὸ στόμα τῆς ὑστέρας γένηται, σχηματίσας ὁμοίως καὶ διαστήσας τῇ διόπτρ, ἀγκίστρῳ καταπείρας τὸν ὑμένα
40καὶ ἀνατείνας καὶ ἐπιστρέψας, ὥστε συνηγμένον γενέσθαι, τῷ ὑπο‐ μήκει στενῷ σμιλίῳ ἔκκοπτε τὸν ὑμένα, ἔπειτα τῷ ἀνθηρῷ ξη‐ ρίῳ κατάπλασσε τὸν τόπον, καὶ μοτὸν στρεπτὸν ἐντίθει ὡς προεί‐ ρηται σπαρτίῳ ἀποδήσας τὴν ἔξω ἀρχὴν, καὶ ὁμοίως θεράπευε. ἐὰν δέ τι ὑπολείπηται τῆς ὑμενώδους ἐπιφύσεως, τῷ ἀνθηρῷ
45ξηρίῳ ἢ τῷ ψαρῷ δαπανητέον αὐτό. Καθαρῶν δὲ τῶν τόπων γενομένων, βρέχε τούτῳ τοὺς μοτοὺς σκευαζομένῳ οὕτω· κηροῦ, τερεβινθίνης, στέατος χηνείου ἀνὰ δραχ. β. ἴρεως, λιβάνου, ἀνὰ δραχ. α. κρόκου δραχ. γ. ἰρίνου δραχ. ιστ. ἴριν, κρόκον, λίβανον λεάνας μετὰ γλυκέος, τὰ δὲ τηκτὰ τήξας κατάχεε, καὶ ἑνώσας

108

(50)

χρῶ. καθιέναι δὲ χρὴ συνεχῶς διόπτρᾳ καὶ ἐπισκέπτεσθαι μή τι ὑπερσάρκωμα γένηται, καὶ καταστέλλειν αὐτὸ τούτῳ ἔχοντι οὕτως. λεπίδος, ἰοῦ, λιβάνου, φλοιοῦ, ἀνὰ δραχ. β. λεάνας χρῶ· ἢ μολύβδου πλύματι μετὰ ἰοῦ καὶ λεπίδος χρῶ ξηρῷ· χρῆσθαι δὲ κἀπὶ τούτων τῇ διὰ σπόγγου καθέσει μέχρι τυλώσεως τῶν
55χειλῶν τοῦ στομίου, ἔπειτα δὲ καὶ συριγγίῳ κασσιτερίνῳ.
55

109

(t)

ΠΕΡΙ ΑΙΜΟΡΡΟΙΔΩΝ ΕΝ ΜΗΤΡΑ ΕΚ ΤΩΝ ΤΗΣ ΑΣΠΑΣΙΑΣ.
t
1Αἱμορροΐδες δὲ γίνονται αἱ μὲν ἐπὶ τοῦ στόματος τῆς μή‐
τρας ἢ ἐπὶ τοῦ τραχήλου, αἱ δὲ ἐν τῷ κύτει, σπανίως δὲ ἐν τῷ αἰδοίῳ. ἔστι δὲ καὶ ἐκ τῆς ἁφῆς καταλαμβάνεσθαι, μᾶλλον δὲ διὰ τῆς διόπτρας· ἐπιφέρουσι δὲ τὰ αὐτὰ πάθη τοῖς ἐν δακτυλίῳ,
5καὶ ἀσυλληψίας καὶ βάρος ὀσφύος κατὰ τὰς καθάρσεις ἐπιφέρουσι. Τὰς μὲν οὖν κεκιρσωμένας καὶ κακοήθεις παραιτητέον, τὰς δὲ ἄλλας παραπλησίως ταῖς ἐν δακτυλίῳ χειρίζειν. τὰς μὲν σκληρὰς, καὶ ὀλίγον προϊεμένας αἷμα, καὶ μὴ ἐμπεπλεγμένας τοῖς ἀγγείοις παραχρῆμα ἀφαιρετέον. τὰς δὲ ἱκανῶς αἱμορραγούσας
10προεγχαράξαι δεῖ κύκλῳ κατὰ τὴν βάσιν, ἔπειτα δὲ ἀναρτηθείσας τῷ ἀγκίστρῳ βρόχον περιβαλεῖν τῇ ἐγχαράξει καὶ ἀποσφῖγξαι, καὶ μετὰ βραχὺ ἀνατείναντας ἀποτέμνειν, ἔπειτα προσάπτεσθαι τῷ ἀνθηρῷ ξηρίῳ. Εἰ δὲ χωρὶς χειρουργίας βούλοιο ἀπομαραί‐ νειν καὶ τυφλοῦν τὰς αἱμορροΐδας, προσάπτου ξηροῖς τοιούτοις·
15σπόδιον καὶ ῥόδα ξηρὰ λεῖα κατάπλασσε, ἢ ἀκακίαν μετ’ οἴνου αὐστηροῦ ἐπίχριε τὰς αἱμορροΐδας, ἢ λημνίαν σφραγῖδα μετ’ ὄξους. Ἄλλο. Στίμμεως γοη. ῥόδων ξηρῶν, μάννης ἀνὰ γοβ. κυτίνων γοα. χρῶ ξηρῷ. Ἄλλο. Βαλαυστίων πεφρυγμένων γοστ. σιδίων γογ. ῥόδων ἄνθους, σποδίου ἀνὰ δραχ. β. χρῶ.
20Ἄλλο πρὸς αἱμορροΐδας μᾶλλον καλόν. Μανδραγόρου χυλοῦ, στυπτηρίας, ἀκακίας ἀνὰ δραχ. β. οἴνῳ λειῶν ἀνάπλασσε τροχίσκους, καὶ χρῶ σὺν οἴνῳ περιχρίων τοὺς τόπους. Ἄλλο. Κωνείου χυλοῦ, ὑοσκυάμου χυλοῦ, στυπτηρίας σχιστῆς, σινω‐ πίτιδος ἀνὰ δραχ. β. σάνδυκος δραχ. α. οἴνῳ ἀνάπλασσε
25καὶ χρῶ σὺν οἴνῳ. Ἄλλο. Δριφρυγοῦς δραχ. στ. ψιμμυθίου, λιθαργύρου, μολύβδου κεκαυμένου καὶ πεπλυμένου, ὑποκυστίδος χυλοῦ ἀνὰ δραχ. γ. ἀναλάμβανε κωνείου χυλῷ, καὶ χρῶ μετ’ οἴνου. χρῶ δὲ καὶ τοῖς πρὸς τὰς ἐν ἕδρᾳ αἱμορροΐδας προγε‐ γραμμένοις, καὶ μάλιστα τῷ τοῦ Ἱπποκράτους. πότιζε δὲ αὐτὰς
30καὶ τὰ πρὸς αἱμοπτοϊκοὺς ἀναγεγραμμένα, καὶ ἐγκάθιζε ἀφεψή‐
μασι στύφουσι.

110

(t)

ΠΕΡΙ ΛΙΘΙΩΣΗΣ ΜΗΤΡΑΣ.
t
1 Συνίστανται σπανίως λίθοι πωροειδεῖς ἐν τῷ κύτει τῆς ὑστέρας ἐμπλέοντες, οὓς ἐξαίρειν προσήκει· προκενώσας τὴν κοιλίαν κλυστῆρι ἐκκοπρωτικῷ, ἔπειτα ἐγχυματίζειν τὴν μήτραν τήλεως καὶ μαλάχης ἀφεψήματι τρίτον κοτύλης μετὰ ῥοδίνου
5ὀλίγου. εἶτα σχηματίσας ὑπτίαν κατάρροπον τὴν γυναῖκα, ὡς τοὺς τόπους ἐν διαστάσει γενέσθαι, καθυπόβαλλε τοὺς μακροὺς δύο δακτύλους τῆς ἀριστερᾶς χειρὸς τῇ ἕδρᾳ, τῇ δὲ δεξιᾷ πρόσθλιβε τὸ ὑπογάστριον ἐξωθῶν τὸν λίθον καὶ ὑποβιβάζων πρὸς τὰ ἔξω, καὶ ὁδηγῶν αὐτὸν διὰ τῶν ἐν τῇ ἕδρᾳ καθυποβλη‐
10θέντων δακτύλων. ὅταν δὲ περὶ τὸ στόμιον τῆς ὑστέρας ἢ τὸν τράχηλον γένηται, λιθαναβολέα καθεὶς ἐκλάμβανε τοῦ‐ τον ἠρέμα. Τοὺς δὲ ἔξωθεν τῆς ὑστέρας ἐν τῷ τραχήλῳ ἢ τῷ στομίῳ αὐτῆς προσπεφυκότας πώρους, σχηματίσας καὶ τῇ διόπτρᾳ διαστήσας τοὺς τόπους, τῷ πολυτόμῳ περιαίρει καὶ κόμιζε, καὶ
15ἐπίπασσε τῷ ἀνθηρῷ τὸν τόπον.
15

111

(t)

ΠΕΡΙ ΤΩΝ ΕΝ ΚΥΣΤΕΙ ΛΙΘΩΝ.
t
1 Συνίστανται δὲ ἐν τῇ κύστει τῶν γυναικῶν σπανίως λί‐ θοι· εὐρύτερον γὰρ καὶ κονδότερον καὶ κατ’ εὐθὺ τετα‐ μένον τὸν οὐρητικὸν πόρον ἔχουσι. σημειοῦσθαι δὲ ἐπὶ γυναι‐ κῶν χρὴ τὸν λίθον διὰ τοῦ γυναικείου αἰδοίου, ἐπίκειται γὰρ
5κύστις τῇ ὑστέρᾳ. Σχηματίσαντες τοίνυν ὑπτίαν τὴν γυναῖκα κατάρροπα ἔχουσαν τὰ ἰσχία ὑποκεκλιμένων τῶν σκελῶν, καὶ καθιέντες τοὺς δύο δακτύλους τῆς ἀριστερᾶς χειρὸς τῷ αἰδοί, προσθλίβοντες δὲ τῇ δεξιᾷ ἄνωθεν τὴν κύστιν ἐξωθοῦμεν τὸν λίθον πρὸς τὸν τράχηλον τῆς κύστεως, καὶ
10ὑποβιβάσαντες αὐτὸν, ἵνα ἔξωθεν γένηται τοῦ σφίγγοντος τὸν τράχηλον τῆς κύστεως μυὸς, τότε διδόαμεν τὴν διαίρεσιν ἀνωτέρω βραχὺ τῶν πτερυγωμάτων καθ’ ὃν τόπον ὁ λίθος ὑποπίπτει, καὶ οὕτως τῷ λιθουλκῷ κομίζομεν. κἄπειτα μάννης πληρώσαντες τὴν διαίρεσιν, καὶ ἔρια ἐλαιοβραχῆ
15καθαρὰ θερμὰ πλεῖστα ἐπιθέντες τῷ τε ἤτρῳ καὶ τῇ ὀσφύϊ, ἐπιδεσμοῦμεν ἐπιλύοντες δὶς καὶ τρὶς τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἅπαξ, καὶ καταντλοῦντες ἐλαίῳ· μετὰ δὲ τὴν τρίτην σαρ‐ κωτικοῖς ἀδήκτοις ξηρίοις ἀναπληροῦμεν τὴν διαίρεσιν μέχρι σαρκώσεως, εἶτα τῇ δι’ ὀξελαίου ἐμπλάστρῳ ἐπουλοῦμεν. καλῶς
20δὲ σαρκοῖ τοὺς τόπους τούτους καὶ πᾶν κοῖλον ἕλκος τοῦτο· μάννης γοβ. κολοφωνίας λειοτάτης γοα. χρῶ ξηρῷ δαψιλῶς πλη‐ ρῶν πᾶσαν τὴν κοιλότητα.
22

112

(t)

ΠΕΡΙ ΥΔΡΟΚΗΛΗΣ ΕΚ ΤΩΝ ΑΣΠΑΣΙΑΣ.
t
1 Συνίστανται δὲ καὶ ὑδροκῆλαι κατὰ τὰ πτερυγώματα ἐμφυσήμασιν ὅμοια τὰ ἐπάρματα ἔχουσαι ἄτονα, μαλακὰ, ὁτὲ μὲν περὶ τὸ ἓν μέρος, ὁτὲ δὲ περὶ ἀμφότερα, κλύδωνος ἔμφασιν ἐν τῇ πρὸς τὴν ἀφὴν σημειώσει ἐμποιοῦσαι. Δεῖ οὖν πρῶτον μὲν
5πειρᾶσθαι φαρμάκοις διαφορεῖν τοῖς ἐπὶ τῶν ὑδροκηλικῶν ἀν‐ δρῶν προειρημένοις, καὶ μάλιστα ἐπὶ τῶν παρθένων δεῖ χει‐ ρίζειν. εὐθεῖαν δὲ τὴν διαίρεσιν διδόναι προσήκει σύμ‐ μετρον πρὸς τὸν ὄγκον· διαιρεθέντος δὲ τοῦ ἐπιπολῆς δέρματος, ὑποδέρειν κατὰ βραχὺ τοὺς ὑποκειμένους
10ὑμένας, εἶτα ἄγκιστρα καταπήξαντα ἑκατέρωθεν ἀνα‐ τεῖναι καὶ διαιρεῖν τὸν περιέχοντα τὸ ὑγρὸν ὑμένα. Ἐκ‐ κενωθέντος δὲ τοῦ ὑγροῦ περιαιρεῖν κύκλῳ τὴν διαίρεσιν τοῦ ὑμένος μυρσινοειδῶς, καὶ μετὰ τὴν ἀφαίρεσιν πυοποιῷ ἀγωγῇ θεραπεύειν, προαγκτηριάσαντα ῥαφαῖς δύο ἢ
15τρισὶ τὰ χείλη τῆς διαιρέσεως. χρῶ δὲ ἐμβροχῇ τῇ δι’ ἐλαίου ὡς ἐπὶ τῶν ὑδροκηλῶν τῶν ἀνδρῶν, καὶ τῇ λοιπῇ θεραπείᾳ
ὡς προγέγραπται.

113

(t)

ΠΕΡΙ ΒΟΥΒΩΝΟΚΗΛΗΣ.
t
1 Γίνονται δὲ καὶ βουβωνοκῆλαι γυναιξὶ μάλιστα κατὰ τὸ δεξιὸν μέρος τοῦ τῆς ὑστέρας κόλπου, ὃ καὶ αἰδοῖον τινὲς προσαγορεύουσιν. ἔστι γὰρ ὄγκος προέχων σκληρότατα καὶ βορβορυγμοὺς ἐμποιῶν ἐν τῇ σημειώσει καὶ διαθλιβόμενος
5μάλιστα, ὅταν ἀνευρύνηται τὰ σκέλη, ἢ ὑπτίαι σχηματισ‐ θῶσιν αἱ γυναῖκες. Θεραπεύειν δὲ καὶ ταύτας κατὰ τὰς ἀρχὰς τῷ καταλλήλῳ ἐπιδέσμῳ, καὶ φαρμάκων ἐπιθέσει τῶν ἐπὶ τῶν ἐντεροκηλῶν καὶ βουβωνοκηλῶν τῶν ἀνδρῶν προρρηθέντων, μὴ καθισταμένας δὲ ἐγχειρίζειν. Δεῖ δὲ σχηματίσαντας
10ὑπτίαν τὴν γυναῖκα ἀνάρροπα μᾶλλον ἔχειν τὰ σκέλη, καὶ ἀναθλίψαντας τὸ ἔντερον διαιρεῖν πλαγίως τὸν περὶ τὸν βουβῶνα τόπον, ἔπειτα ὑποδέρειν τοὺς περὶ τὸ δέρμα ὑμένας κατὰ βραχὺ, καὶ οὕτως ἐπισπᾶσθαι τὸ κεχαλασμένον μέρος τοῦ περιτοναίου, καὶ ἀνατείνοντας καὶ ἀποθλί‐
15βοντας ἀκριβῶς τὸ ἐν αὐτῷ ἔντερον ἀποσφίγγειν τὸ περιττὸν τοῦ περιτοναίου, καὶ ῥαφῇ χρῆσθαι καὶ ἀποσ‐ φίγγειν ἀκριβῶς, καὶ οὕτως ἀποκόπτειν καὶ ἀφαιρεῖν τὸ περιττεῦον περιτόναιον ἀνωτέρω τῆς ῥαφῆς. ἔπειτα ῥαφαῖς δυσὶν ἢ τρισὶ συναγαγεῖν τὰ χείλη τῆς διαιρέσεως
20τοῦ δέρματος καὶ διαμοτοῦν. ἄνωθεν δὲ ἔρια οἰσυπηρὰ διαβεβρεγμένα ὄξει καὶ ἐλαίῳ ἐπιθέντας ἐπιδεσμεῖν, καὶ τὸ λοιπὸν θεραπεύειν τῇ πυοποιῷ ἀγωγῇ καὶ ἀνακαθαρτικῇ καὶ σαρκωτικῇ, ἐμβροχαῖς καὶ καταπλάσμασι χρωμένους μέχρις ἂν αἱ φλεγμοναὶ παύσωνται, καὶ οὕτως ἐπουλοῦν ὡς καὶ τὰ λοιπὰ ἔλκη.
24

114

(t)

ΠΕΡΙ ΚΙΡΣΟΚΗΛΗΣ ΕΚ ΤΩΝ ΑΣΠΑΣΙΑΣ.
t
1 Γίνεται καὶ κιρσοκήλη κατὰ τὰ πτερυγώματα τοῦ αἰδοίου, ἔστι δὲ ἀνευρύσματα φλεβῶν παραπλήσια τοῖς ἐν
τοῖς ἕλκεσι γινομένοις κιρσοῖς, ἅπερ δεῖ χειρίζειν οὕτως. Τομὴν εὐθεῖαν διδόναι προσήκει ἐπιπολαίαν πρὸς τὸ
5σχῆμα τοῦ ἀγγείου, ἔπειτα ὑποδέρειν ἠρέμα τοὺς ἐπικει‐ μένους τῷ ἀγγείῳ ὑμένας, καὶ γυμνοῦ φανέντος αὐτοῦ τῷ τυφλαγκίστρῳ ἀνασπᾶν καὶ βροχίζειν βρόχοις δυσὶ, λέγω δὴ περὶ τὸ ἄνω μέρος τοῦ ἀγγείου καὶ τὸ κάτω. εἶτα διαιρεῖν τὴν φλέβα ὡς ἐπὶ φλεβοτομίας, καὶ ὅταν κενωθῇ
10τὸ ἐν αὐτῇ αἷμα, ἀποσφίγγοντας τοὺς βρόχους δια‐ κόπτειν τὸ μέσον καὶ περιττὸν τοῦ ἀγγείου καὶ ἀφαιρεῖν, καὶ τοῦτο ποιεῖν καθ’ ἕκαστον τῶν κεκιρσωμένων ἀγγείων. καὶ διαμοτώσαντας τὴν διαίρεσιν, σπόγγον ὄξει ἢ ὀξυκράτῳ βεβρεγμένον ἐπιτιθέναι, καὶ τὸ λοιπὸν τῇ πυοποιῷ ἀγωγῇ
15θεραπεύειν.
15

115

(t)

ΠΕΡΙ ΝΥΜΦΟΤΟΜΙΑΣ, ΦΙΛΟΥΜΕΝΟΥ.
t
1 Ἡ λεγομένη νύμφη οἷον μυῶδες ἢ δερματῶδες ἐστὶ συγκρι‐ μάτιον κείμενον κατὰ τὴν ἄνωθεν τῶν πτερυγωμάτων συμβολὴν, καθ’ ὃν τόπον ἡ οὐρήθρα τέτακται· μεγεθύνεται δέ τισιν ἐπὶ πλέον τῶν γυναικῶν αὔξησιν λαμβάνον, καὶ εἰς ἀπρέπειαν καὶ
5αἰσχύνην γίνεται. ἀλλὰ καὶ παρατριβόμενον συνεχῶς ὑπὸ τῶν ἱματίων ἐρεθίζει, καὶ τὴν πρὸς συνουσίαν ὁρμὴν ἐπεγείρει, διόπερ πρὸ τῆς μεγεθοποιήσεως ἔδοξε τοῖς Αἰγυπτίοις ἀφαιρεῖν αὐτὸ τότε μάλιστα, ὁπότε πρὸς γάμον ἄγεσθαι μέλλοιεν αἱ παρθένοι. ἐπιτελεῖται δὲ ἡ χειρουργία τὸν τρόπον τοῦτον. Ἑδραζέτω μὲν
10ἡ παρθένος ἐπὶ δίφρου, παρεστὼς δὲ ὄπισθεν νεανίσκος εὔτονος ὑποβάλλων τοὺς ἰδίους πήχεις ταῖς ἐκείνης ἰγνύαις, διακρατείτω τὰ σκέλη καὶ τὸ ὅλον σῶμα· ἑστὼς δὲ ἐναντίον ὁ ἐνεργῶν καὶ μυδίῳ πλατυστόμῳ συλλαβὼν τὴν νύμφην διὰ τῆς εὐωνύμου χειρὸς ἀποτεινέτω, τῇ δὲ δεξιᾷ ἀποτεμνέτω παρὰ τοὺς ὀδόντας τοῦ
15μυδίου. μέτρον δὲ προσήκει κατέχειν ὡς ἐπὶ τῆς ἀποτεμνο‐ μένης κιονίδος, ἵνα τὸ περιττεῦον μόνον ἀφαιρεθῇ· παρὰ δὲ
τοὺς ὀδόντας τοῦ μυδίου τὴν ἀφαίρεσιν εἶπον γενέσθαι, διὰ τὸ δερματώδη εἶναι τὴν νύμφην καὶ παρεκτείνεσθαι μέχρι πλείστου. ὥστε μὴ ἐκ τῆς περιττοτέρας ἀποκοπῆς ὡς ἐκ τῆς βαθυτέρας τῶν
20ἐγκανθίδων ἐκτομῆς ῥοιὰς ἐπακολουθεῖν. Μετὰ δὲ τὴν χειρουργίαν οἴνῳ προσήκει στύφειν τὴν ἕλκωσιν ἢ ψυχρῷ ὕδατι, καὶ ἀπο‐ μάξαντας σπόγγῳ μάνναν ἐπιπάττειν, καὶ μοτὸν ὀξυκράτῳ βρέχοντας ἐπιτιθέναι, καὶ ἄνωθεν σπόγγον ὀξυκράτῳ βεβρεγμένον πάλιν ἐπιτιθέναι· μετὰ δὲ τὴν ἑβδόμην καδμίαν λειοτάτην ἐπιπάσσειν,
25ἢ σὺν αὐτῇ ῥόδων ἄνθος, ἢ τὸ διὰ διφρυγοῦς λίθου ξηρὸν αἰ‐ δοιϊκόν. καλὸν δὲ καὶ τοῦτο· ὀστᾶ φοινίκων καύσας καὶ λεάνας ἐπίπασσε τὴν σποδὸν, ποιεῖ καὶ πρὸς τὰ ἐν αἰδοίοις ἕλκη.
27

116

(t)

ΠΕΡΙ ΚΕΡΚΩΣΕΩΣ.
t
1 Σπανίως ἐπὶ ἐνίων γυναικῶν σαρκώδης ἔκφυσις ἀπὸ τοῦ στομίου τῆς ὑστέρας γίνεται, ἀναπληροῦσα τὸ γυναικεῖον αἰδοῖον· ποτὲ δὲ καὶ εἰς τὰ ἔξω προπίπτουσα τῇ τοῦ ὄνου κέρκῳ παρα‐ πλησίως ἐστὶν ὁμοία, ὅθεν καὶ ὠνόμασται. ὥσπερ οὖν ἐπὶ τῆς
5νύμφης προείρηται, σχηματίζειν χρὴ τὴν γυναῖκα καὶ μυδίῳ ἀπο‐ τείνειν τὴν ὑπεροχὴν, καὶ τῷ πολυτόμῳ σπαθίῳ ἐκ βάσεως ὅλον τὸ περιττὸν ἀφαιρεῖν, καὶ μετὰ τὴν χειρουργίαν παραπλησίως
ταῖς νυμφοτομηθείσαις θεραπεύειν.

117

(t1)

ΠΕΡΙ ΘΥΜΩΝ ΕΝ ΥΣΤΕΡΑ ΚΑΙ ΜΥΡΜΗΚΙΩΝ ΚΑΙ ΑΚΡΟΧΟΡ‐
t2ΔΟΝΩΝ, ΦΙΛΟΥΜΕΝΟΥ.
t2
1 Συνίσταται θύμος ποτὲ μὲν περὶ τὰ πτερυγώματα, ποτὲ δὲ περὶ τὸ γυναικεῖον αἰδοῖον, ποτὲ δὲ περὶ τὸ στόμιον τῆς ὑστέρας ἢ τὸν τράχηλον. ὑπεροχὴ δὲ ἐστὶ τραχεῖα κεγχρώδης κορύμβῳ θύμῳ παραπλησία. ἐπί τινων μὲν ἀνώδυνος, ἐφ’ ἑτέρων δὲ
5κακοήθης καὶ ἐνερευθὴς καὶ αἱμασσομένη μᾶλλον κατὰ τὰς συν‐ ουσίας καὶ τοὺς περιπάτους, ὅτε καὶ μόρῳ πεπεμμένῳ ἤτοι ὡρίμῳ προσέοικε. καταλαμβάνεται δὲ διὰ τῆς ὁράσεως ἢ αὐτόθι, ἢ μετὰ διοπτρισμόν. Θεραπεύειν δὲ τὰς ὑπεροχὰς ταύτας προσήκει κατ’ ἀρχὰς μέντοι, ὡς ἐπὶ τῶν μυρμηκίων καὶ ἀκροχορδόνων,
10κοινῶς χρονιζόντων δὲ ἁρμοδίως χειρίζειν. σχηματίσαντας δὲ τὴν γυναῖκα καὶ μυδίῳ ἀποτείναντας τὴν ἐξοχὴν, ἀποκόπτειν τῷ πολυπικῷ σπαθίῳ ἐκ βάσεως ὅλον, καὶ θεραπεύειν τῇ ἐναίμῳ ἀγωγῇ. τοὺς δὲ ἐνδοτέρω διὰ τὸ βάθος μὴ δυναμένους τῇ χει‐ ρουργίᾳ ὑποβάλλεσθαι, καταλιπεῖν καὶ διὰ φαρμάκων θεραπεύειν,
15μὴ χειρίζειν δέ. Φάρμακα δὲ ἁρμόδια καὶ τούτοις ἐστὶ τὰ προρρηθέντα ἐπὶ τῶν ἐν ὅλῳ τῷ σώματι θύμων καὶ μυρμηκίων. ἄκρως δὲ ποιεῖ πρὸς τὰς ἐν αἰδοίῳ μυρμηκίας ταῦτα. Αἰγὸς σφαγείσης εὐθέως κατακέντει τοὺς ὀφθαλμοὺς, καὶ τῷ ἐξ αὐτῶν ἀπορρέοντι γλίσχρῳ συνεχῶς περίχριε, καὶ ἐντὸς ἡμερῶν
20ἓξ ἀφανεῖς ἔσονται.
20 ΑΛΛΟ Ω ΕΧΡΗΣΑΜΗΝ ΕΠΙ ΤΗΣ ΕΜΑΥΤΟΥ ΣΥΜΒΙΟΥ, ΑΙΡΕΙ
ΓΑΡ ΑΥΤΑΣ ΕΚ ΡΙΖΩΝ.
22 Ὀριγάνου καρφίον ἅψον ἐν λίχνῳ καὶ πρόσαγε τῇ μυρμηκίᾳ, ὥστε μὴ καῆναι μὲν, τὸν δὲ καπνὸν δέχεσθαι, καὶ ποίει τοῦτο
25τρίτον τῆς ἡμέρας. Ἄλλο πρὸς θύμους ἐν αἰδοίῳ καὶ ἕδρα.
Κάσσυμα παλαιότατον καύσας κατ’ ἰδίαν, καὶ κολοκύνθην ξηρὰν κατ’ ἰδίαν, καὶ λειότατα γινόμενα βάλλε ἑκάστου ἴσον, εἶτα προ‐ νίπτων οἴνῳ τοὺς τόπους ἐπίπασσε καὶ χρῶ· πεπείραται. Ὀρει‐ βάσιος δὲ φησὶ περὶ τῆς τῶν θύμων ἀφαιρέσεως· δεῖ σχηματί‐
30σαντας τὴν γυναῖκα καθὼς πολλάκις εἴρηται, καὶ μυδίῳ ἀποτεί‐ ναντας τὴν ἐξοχὴν, ἀποκόπτειν σπαθίῳ πολυπικῷ, καὶ θεραπεύειν ἐναίμοις. δεῖ δὲ τοὺς κακοήθεις θύμους φεύγειν τέμνειν διὰ τὴν αἱμορραγίαν, τοὺς δὲ μὴ κακοήθεις θύμους πάντας ἐκτέμνειν, οὐ γὰρ ἔστι δέος αἱμορραγίας ἐπ’ αὐτῶν. ἑνὸς δὲ φρον‐
35τιστέον, τὸ τὴν ὑστέραν αὐτὴν ἀπὸ τῆς τοῦ σμιλίου ἀκμῆς ἀπαθῆ φυλαχθῆναι· ἔσται δὲ τοῦτο, εἰ προανατεταμένος ὁ θύμος ἐκτέμνοιτο παρὰ τοὺς ὀδόντας τοῦ μυδίου, ὡς ἐπὶ τῆς νυμφοτομίας προείρηται. Μετὰ δὲ τὴν ἀφαίρεσιν αὐτῶν ἰσχαίμῳ τινὶ σταλτικῷ χρηστέον πρὸς ἀναξηρασμὸν τῶν τόπων, καὶ γὰρ καθυγρασμὸς παλλιγ‐
40γενεσίας τῶν θύμων αἴτιος, ὡσαύτως δὲ καὶ ἡ λιπαίνουσα θε‐ ραπεία· διὸ παρ’ ὅλην τὴν θεραπείαν τὰς ἐμμότους καὶ ἀνειμένας πάσας δυνάμεις καὶ λιπαινούσας φευκτέον· χρηστέον δὲ μετὰ τὴν χειρουργίαν εὐθέως κηκίδια λεῖα ἢ στυπτηρίαν μετὰ ἴσου λιβάνου, ἐν δὲ τῇ ἑξῆς θεραπείᾳ τῇ στομωτικῇ ἀνθηρᾷ, ἢ ῥόδων ἄνθη
45καὶ κυτίνων ξηρῶν. ταῦτα γὰρ καὶ στέλλει καὶ καθαίρει ποσῶς, καὶ εἰς οὐλὴν τὰς ἑλκώσεις ἄγει ῥᾳδίως.
46

118

(t)

ΠΕΡΙ ΚΟΝΔΥΛΩΜΑΤΩΝ, ΑΣΠΑΣΙΑΣ.
t
1 Κονδύλωμα ἐστὶ στολίδος ἐπανάστασις· φλεγμονὴν γὰρ ὑπο‐ μείνασαι αἱ περὶ τὸ στόμα τῆς ὑστέρας στολίδες κονδυλοῦνται καὶ σκληρύνονται, καὶ ἐκστροφήν τινα ἐπιφέρουσι τοῖς τόποις καὶ παχυσμόν. μετεωρίζεται δὲ μάλιστα ἐν ταῖς τῶν καταμηνίων
5ἐκκρίσεσι, καὶ κατὰ τοὺς τοκετοὺς ἐνοχλήσεις ἐπιφέρει· ῥᾳδίως δὲ ἐκ τῆς ἁφῆς γνωρίζεται. Δεῖ οὖν ἐπὶ τούτων τοῖς στύφουσι προσαντλεῖν καὶ προσθέτοις χρῆσθαι τοῖς ἐπὶ δακτυλίου προει‐ ρημένοις, μάλιστα δὲ σιδίοις μετὰ βουτύρου ἢ λυκίῳ ἰνδικῷ μετὰ ὑσσώπου, καὶ τοῖς ὁμοίοις ἐπὶ τῶν ἐν ἕδρᾳ παθῶν προγεγραμ‐
10μένοις.

119

(t)

ΠΕΡΙ ΡΑΓΑΔΩΝ ΕΝ ΥΣΤΕΡΑ.
t
1 Ἐκ βιαίων τόκων διὰ μέγεθος τῆς κεφαλῆς τοῦ βρέφους αἱ ῥαγάδες συμβαίνουσι περὶ τὸ στόμα τῆς ὑστέρας· συνίστανται δὲ καὶ διὰ δριμύτητα τῶν ἐπιρρεόντων τε καὶ δακνόντων καὶ καταρρηγνύντων τοὺς τόπους. καὶ τὸ μὲν πρῶτον περιαλγήματος
5παρόντος λανθάνουσιν αἱ ῥαγάδες, ὡς τῶν πόνων προσφάτων τῇ κυήσει παραμενόντων, ὕστερον δὲ κατ’ ὀλίγον αἴσθησις καὶ ἐπίνοια τῶν ἑλκῶν γίνεται. καὶ γὰρ πρὸς τὴν χειραψίαν διαση‐ μαίνουσιν αἱ ὀδύναι καὶ ἐν ταῖς συνουσίαις, ὅτε καὶ ἐφαιμάσσεται ἐκ παρατρίψεως τὰ ἕλκη, ἐλέγχεται δὲ μᾶλλον ὑπὸ τῆς διόπτρας· τοῦ
10γὰρ κόλπου διασταλέντος, αἱ ῥήξεις κύκλῳ τοῦ στομίου θε‐ ωροῦνται. Χειρουργίαν μὲν οὖν καὶ πᾶσαν δηκτικὴν φαρμακείαν δεῖ φεύγειν ἐπὶ τῶν γυναικείων τόπων, φλεγμονὰς γὰρ τὰ τοιαῦτα καὶ σπασμοὺς ἐπιφέρει. χρῆσθαι δὲ τοῖς ἁπλουστέροις ἐγκα‐ θίσμασι χρὴ καὶ πεσσοῖς τοῖς ἐπὶ τῶν ἑλκῶν προγεγραμμένοις,
15καὶ τοῖς ἑδρικοῖς πρὸς ῥαγάδας φαρμάκοις, καὶ μάλιστα τοῖς διὰ πομφόλυγος καὶ στίμμεως καὶ μολύβδου κεκαυμένου.
16
ΑΛΛΟ ΑΣΚΛΗΠΙΑΔΟΥ.
17 Εἰ δὲ τυλώδεις εἶεν αἱ ῥαγάδες, τὸ διὰ τῶν κεκαυμένων χάρ‐ των ξηρὸν πολλῷ ῥοδίνῳ ἐκλύσας ἐπιτίθει διὰ μοτῶν, καὶ γὰρ
20ἐκτυλοῖ καὶ καθαίρει τὰ ἕλκη. εἰ δὲ μὴ φέρειεν τὴν δύναμιν αὐτῆς, ἴριν ἰλλυρικὴν τερεβινθίνη ἀναλαβὼν ἐπιτίθει. Ἀπουλω‐ θέντων δὲ τῶν ἑλκῶν χρῶ τῇ διὰ καδμίας ἀνιεμένῃ ἢ τινὶ τῶν ἑδρικῶν, ὥσπερ καὶ τῷ διὰ τῆς πεπλυμένης λιθαργύρου πρὸ βρα‐ χέος πρὸς τὰς ἐν μήτρᾳ καρκινώδεις διαθέσεις γραφέντι, καὶ
25τῷ πρὸς ῥαγάδας καὶ κονδυλώματα ἐν τοῖς γυναικείοις τόποις καὶ ἐν δακτυλίῳ τῷ οὕτως σκευαζομένῳ. στίμμεως, ἀκακίας,
ἀνὰ δραχ. στ. ἀναλάμβανε καὶ χρῶ μετὰ γλυκέος. δέχεται δὲ τοῦτο καὶ ταῦτα· ἀλόης, ὀπίου ἀνὰ δραχ. ιστ. στίμμεως δραχ. στ. σμύρνης δραχ. δ. λιβάνου, ἰοῦ ἀνὰ δραχ. β. οἴνῳ ἀναλάμβανε καὶ
30χρῶ μετὰ γλυκέος.
30
ΑΛΛΟ ΠΑΡΑΧΡΗΜΑ ΩΦΕΛΟΥΝ.
31 Στίμμεως, ἀκακίας, μολύβδου κεκαυμένου καὶ πεπλυμένου ἀνὰ δραχ. ιστ. σποδίου, πομφόλυγος πεπλυμένης ἀνὰ δραχ. η. ἐρείκης καρποῦ, στυπτηρίας σχιστῆς, χαλκάνθου, σμύρνης, λιβάνου,
35ὀπίου ἀνὰ δραχ. η. οἴνῳ λειώσας, ὡς κολλύριον ἀνάπλασσε, καὶ χρῶ μετὰ γλυκέος.
36 ΑΛΛΟ ΠΡΟΣ ΠΑΣΑΣ ΤΑΣ ΕΝ ΤΟΙΣ ΓΥΝΑΙΚΕΙΟΙΣ ΤΟΠΟΙΣ ΚΑΙ ΕΔΡΑ ΔΙΑΘΕΣΕΙΣ, ΚΑΤΑΣΤΕΛΛΟΝ ΚΑΙ ΤΑΣ ΑΙΜΟΡΡΟΙΔΑΣ.
38 Λιθαργύρου πεπλυμένου, ψιμμυθίου πεπλυμένου ἀνὰ δραχ. κε.
40πομφόλυγος πεπλυμένης δραχ. η. στίμμεως πεπλυμένου δραχ. θ. καδμίας πεπλυμένης δραχ. ε. οἴνου καὶ μυρσίνης ἐλαίου λια. κατὰ βραχὺ ἐπιβάλλων καὶ λειῶν φιλοπόνως· καὶ ὅταν ἑνωθῇ, ἀπόθου ἐν μολυβδίνῃ πυξίδι καὶ χρῶ ὡς μεγίστῳ φαρμάκῳ. προσβεβλήκαμεν δὲ καὶ ἡμεῖς, φησὶν Ἀσκληπιάδης, καὶ κηροῦ κυρηναϊκοῦ λια. καὶ
45χηνείου στέατος ὁμοίως. τινὲς δὲ, φησὶ, καὶ μολιβδαίνης ἐμ‐ βάλλουσι δραχ. κ.
46

120

(t)

ΠΕΡΙ ΚΕΓΧΡΟΕΙΔΩΝ ΣΚΙΡΡΩΜΑΤΩΝ ΕΝ ΜΗΤΡΑ, ΑΣΠΑΣΙΑΣ.
t
1 Συμβαίνει περὶ τὸν τράχηλον ἢ τὸ στόμα τῆς μήτρας ἢ τὸ αἰδοῖον κεγχροειδῆ τινα ἐπαναστήματα γίγνεσθαι τῇ ἁφῇ ὑπο‐ πίπτοντα, μᾶλλον δὲ τῷ διοπτρισμῷ θεωρεῖται. ἐπιφέρει δὲ μάλιστα κατὰ τὰς παρατρίψεις τῆς συνουσίας φλεγμονὰς καὶ
5ἐμποδισμὸν τῶν καταμηνίων καὶ τῶν κυήσεων, ἐφ’ ὧν δεῖ τούτων κοιλίαν καθάραι, ἔπειτα ὀθονίῳ τὸν τόπον ἐκμάξαι, εἶτα βαλάνιον προστιθέναι, γεγονὸς ἐξ ἰσχάδων λιπαρῶν τοῦ ἐντὸς καὶ στυπτη‐ ρίας σχιστῆς, ἢ τὸν διὰ τῆς χολῆς καὶ στυπτηρίας πεσσὸν, ἢ
τοῖς τὰ φύματα συμπέττειν καὶ διαφορεῖν δυναμένοις φαρμάκοις
10διαχρίειν, ἐγκλύζειν δὲ ὑδρομέλιτι ἐναφεψηθέντι τινὶ τῶν ἀρω‐ μάτων.
11

121

(t)

ΠΕΡΙ ΨΩΡΟΕΙΔΩΝ ΕΞΑΝΘΗΜΑΤΩΝ ΕΝ ΥΣΤΕΡΑ.
t
1 Γίνεται δὲ καὶ ψωροειδῆ ἐξανθήματα περὶ τὸ αἰδοῖον καὶ τὸ στόμα τῆς μήτρας, ὡς λεπίδας πιτυρώδεις ἀποβάλλεσθαι· ἐπι‐ φέρει δὲ κνησμὸν, καὶ ἥδεται τῇ τοῦ θερμοῦ ὕδατος προσαγωγῇ. ἐπὶ τούτων ἁρμόζει κάθαρσις δι’ ὀνείου γάλακτος, καὶ ἔμετοι
5ἀπὸ δείπνου, ἀφιδρώσεις ἐν βαλανείῳ καὶ ἐμβάσεις εἰς θερμὸν ὕδωρ, καὶ κλυσμὸς δι’ οἴνου θερμοῦ μετὰ νίτρου, ἢ τρυγὸς οἴνου κε‐ καυμένης· μετὰ δὲ ταῦτα θερμῷ ὕδατι καταχρίειν τοὺς τόπους, ἢ λυκίῳ ἰνδικῷ, ἢ ἀμόργῃ, ἢ βουτύρῳ μετὰ θείου, ἢ κηρωτῇ μυρσι‐ νίνῃ μετὰ λιθαργύρου, ἢ στυπτηρίᾳ μετὰ μέλιτος, ἢ σιδίοις
10μετὰ μυρσίνης καὶ μέλιτος. ἀποσπᾷ δὲ λεπίδας καὶ μυρμηκίας κυκλαμίνου ῥίζα λεία μετὰ μέλιτος διαχριομένη, παραιτεῖσθαι δὲ χρὴ πᾶν δριμὺ καὶ ἁλικὸν καὶ ὀξῶδες ἐν τροφαῖς.
12

122

(t)

ΠΕΡΙ ΑΠΟΣΤΗΜΑΤΟΣ ΕΝ ΤΟΙΣ ΠΤΕΡΥΓΩΜΑΣΙ.
t
1 Εἰ δὲ ἀπόστημα ποτὲ κατά τι τῶν πτερυγωμάτων γένηται, τὰ μὲν πρὸς τὴν ἕδραν αὐτῶν περιαιρετέον, ἐκ γὰρ τῶν ἁπλο‐ τομιῶν ῥᾳδίως συριγγοῦνται στολιδώδη ὑπάρχοντα, τὰ δὲ ἀνω‐ τέρω πρὸς τῇ οὐρήθρᾳ ἁπλοτομητέον.
4

123

(t)

ΠΡΟΣ ΕΞΟΜΦΑΛΟΥΣ ΓΥΝΑΙΚΑΣ.
t
1 Ἀμμωνιακὸν οἴνῳ ὀλίγῳ λεάνας καὶ κύμινον ὀλίγον ἐπιβαλὼν, ἀναλάμβανε καὶ ἐπιτίθει καὶ ἐπίδησον. Ἄλλο. Βούφθαλμον λειώσας μετὰ συκαμίνου ὀποῦ, ἐπιτίθει καὶ ἐπίδησον. Ἄλλο. Ἀσφάλτου δραχ. ιβ. ἰσχάδων λιπαρῶν τῆς σαρκὸς τὸ ἴσον. λεάνας
5χωρὶς ἕκαστον καὶ λειώσας ἅμα, ἐπιτίθει καὶ ἐπίδησον.

124

(t1)

ΠΡΟΣ ΤΟ ΜΗ ΠΟΙΕΙΝ ΚΟΙΛΙΑΝ ΡΑΓΑΔΑΣ ΚΑΙ ΜΕΛΑΝΙΑΣ
t2ΕΚ ΤΟΚΕΤΟΥ, ΑΣΠΑΣΙΑΣ.
t2
1 Ἀμίαντον καὶ ἀφρόνιτρον λευκὸν τρίψας εὖ μάλα κατά‐ πασσε, καὶ οὐ ῥυτιδωθήσεται ἡ κοιλία. χρῶ δὲ καὶ ἐν βαλανείῳ, καὶ χωρὶς βαλανείου. Ἄλλο. Ναρκίσσου βολβοὺς λελεπισμένους κατάταμε, καὶ ἔα ξηρανθῆναι ἐν σκιᾷ, εἶτα ἐκ τούτων λαβὼν
5δραχ. η. στρουθίου ῥίζης κεκομμένης, πτισάνης ἀλεύρου, κυμίνου ἀλεύρου μάλιστα αἰγυπτίου, ἀνὰ γοι ἤτοι οὐγ. ι. βρυωνίας ῥίζης, ἄρου ῥίζης, σικύου ἀγρίου ῥίζης, κόστου ἀνὰ γοδ ἤτοι οὐγ. δ. κόψας καὶ σήσας δίδου καταπάσσειν, καὶ σμήχειν τὴν κοιλίαν προσμιξάμενον ὀροβίνῳ, εἶτα τούτῳ κατάπαττε καὶ σμῆχε· οὐ
10γὰρ συγχωρεῖ ῥαγάδας γενέσθαι, ἀλλὰ καὶ τὰς ἤδη γενομένας ἀφαιρεῖ, αἴρει δὲ καὶ σπίλους καὶ μελανίας καὶ τὰς ἐν τῇ ὄψει ὅλου τοῦ σώματος. Ἐπὶ μὲν οὖν τῶν τετοκυιῶν τὸ ἔλαιον ἀκριβῶς ἀπομάσσων καὶ εἰς χάρτην ἐπιπάσσας, κόλλησον τῇ κοιλίᾳ καὶ φασκίωσον, καὶ ἔασον ἡμέρας δ. μετὰ δὲ ταῦτα ἐν βαλανείῳ
15ἀπόμασον αὐτῷ ὅλον τὸ σῶμα, καὶ πᾶσαν τὴν μελανίαν αἴρεις καὶ τὰς ῥαγάδας.
16 ΑΛΛΟ ΠΡΟΣ ΤΑΣ ΕΚ ΤΟΚΕΤΟΥ ΜΕΛΑΝΘΕΙΣΑΣ ΚΟΙΛΙΑΣ.
17 Ὀστρέων κεκαυμένων μέρος α. κυμίνου ἀλεύρου μάλιστα αἰ‐ γυπτίου β. χρῶ ἐν βαλανείῳ. Ἄλλο. Μελανθίου καὶ νίτρου
20ἴσα ὕδατι λεάνας, ὡς ἔχειν γλοιοῦ πάχος, χρῶ. Ἄλλο. Σκίλλης κεκαυμένης δραχ. η. κέρατος ἐλαφείου κεκαυμένου, στυπτηρίας σχιστῆς, ἁλῶν καππαδοκικῶν, σμύρνης στακτῆς, μέλιτος ἀνὰ
δραχ. β. ἀλεύρου κριθίνου δραχ. ιδ. μέλιτι ἑφθῷ πρὸς τὴν χρείαν ἀναλαβὼν καὶ εἰς ῥάκος ἐμπλάσας, ἐπιτίθει τῇ κοιλίᾳ ἐπὶ
25ἡμέρας ζ. τῇ δὲ ὀγδόῃ λοῦε καὶ πάλιν ἐπιτίθει ἡμέρας ζ.
25 ΣΜΗΓΜΑ ΤΗΣ ΟΨΕΩΣ ΚΑΙ ΤΟΥ ΛΟΙΠΟΥ ΣΩΜΑΤΟΣ.
26 Κίκεως, κροτώνων, ναρκίσσου βολβῶν λελεπισμένων ξηρῶν, ἀνὰ δραχ. η. σεμιδάλεως δραχ. δ. λιβάνου δραχ. β. ὠῶν β τὰ λευκὰ ἑνώσας χρῶ.
29
30ΣΜΗΓΜΑ ΕΝΕΡΓΕΣ.
30 Σχίνου ἄνθους, ἴρεως ἀνὰ δραχ. β. μαστίχης δραχ. α. λειώσας ἀναλάμβανε χυλῷ πτισάνης, καὶ ποίει τροχίσκους· ἐπὶ δὲ τῆς χρείας ἀνέσας ὕδατι κατάχριε, καὶ διαστήσας ἀπόνιπτε ὕδατι ψυχρῷ.
34
35ΑΛΛΟ ΣΜΗΓΜΑ ΠΡΟΣ ΡΥΤΙΔΩΣΙΝ ΣΩΜΑΤΟΣ ΕΚ ΤΩΝ ΡΟΥΦΟΥ.
35 Τούτῳ συνεχῶς σμηχόμενον τὸ ῥυσσὸν σῶμα παρατείνεται, ὃ καὶ ἔχει οὕτως· ἰσχάδας λιπαρὰς, βρυωνίας ῥίζαν, ὀρόβινον ἄλευρον, σηπίας ὄστρακον κεκαυμένον· ἕκαστον λειότατον ποιήσας, ἔπειτα κόπτων ἐν ὅλμῳ τὰς ἰσχάδας, ἐπίσταζε μέλι βραχὺ καὶ
40ἐπίπασσε τὰ λοιπὰ, καὶ ἑνώσας χρῶ ἐν βαλανείῳ.
40 ΤΡΙΜΜΑ ΠΡΟΣ ΜΕΛΑΝΙΑΝ ΠΡΟΣΩΠΟΥ ΔΙΑ ΠΟΛΛΗΣ ΠΕΙΡΑΣ.
41 Λιβάνου γοαζʹ. ἤτοι οὐγ. α καὶ ἡμίς. ψιμμυθίου πεπλυμένου, λιθαργύρου πεπλυμένου, ἀμύλου, μαρμάρου ἀπὸ Προκοννήσου λευκοῦ πρίσματος ἢ ῥινίσματος, μαστίχης, ἀφρονίτρου λευκοῦ,
45σηπίας ὀστράκου ἀνὰ γοα. σάπωνος γαληνικοῦ γοβ. ὠῶν ι τὰ λευκὰ ἀναλάμβανε τῷ σάπωνι, καὶ διαλυθέντων χρῶ ὡς βούλει.
46

125

(t1)

ΝΙΜΜΑ ΘΑΥΜΑΣΙΟΝ ΑΠΟΚΑΘΑΙΡΟΝ ΤΗΝ ΟΨΙΝ ΚΑΙ ΛΑΜ‐
t2ΠΡΥΝΟΝ.
t2
1Τηλίνου ἀλεύρου, ἀμύλου, τραγακάνθης ἀνὰ γοδ. γῆς ἀστέ‐
ρος, ἀμμωνιακοῦ θυμιάματος, ἀνὰ γογ. μαστίχης, μυελοῦ ἐλαφείου προσφάτου, ἀνὰ γοδ. γάλακτι ἀπόβρεχε τὴν τραγάκανθαν, καὶ λεάνας ἐπίπασσε τὰ λοιπὰ λειότατα, καὶ ἀναλαβὼν τροχίσκους
5ξήραινε ἐν σκιῷ καὶ χρῶ. Χρῶ δὲ καὶ τοῖς προγεγραμμένοις σμήγμασιν ἐν τῷ ὀγδόῳ λόγῳ, ἐν ᾧ καὶ πρὸς τὰς τῶν μασχαλῶν δυσωδίας εὑρήσεις γεγραμμένα καὶ πρὸς τὰς τοῦ στόματος δυσωδίας.
8

126

(t1)

ΣΚΕΥΑΣΙΑΙ ΜΥΡΩΝ, ΜΟΣΧΑΤΩΝ, ΚΟΝΔΙΤΩΝ, ΟΙΝΑΝΘΑΡΙΩΝ,
t2ΘΥΜΙΑΜΑΤΩΝ ΚΑΙ ΕΤΕΡΩΝ ΤΙΝΩΝ ΜΥΡΕΨΙΚΩΝ.
t2
t3ΞΗΡΟΦΡΥΚΤΟΝ Ο ΚΑΛΟΥΣΙ ΒΕΡΕΘΡΙΑΣ.
t3
1 Ἀρναβῶ, ἀμώμου, ναρδοστάχυος ἀνὰ γογ. φύλλου στύρακος ὁμοίως. κρόκου, καρυοφύλλων ἀνὰ γοαζʹ. ὀποβαλσάμου γοστ. ῥόδων χλωρῶν γοκστ ἤτοι οὐγ. κστ.
3
ΑΛΛΟ ΜΟΣΧΑΤΟΝ.
4
5 Φύλλων κασίας, κρόκου, στύρακος, ἀρναβῶ, ἀμώμου, ναρ‐ δοστάχυος ἀνὰ γοαζʹ. καρυοφύλλων δραχ. δ. μόσχου γράμματα γ. ὀποβαλσάμου γοα· ἐλαίου ἰνδικοῦ ἢ ἑτέρου γογ. ῥόδων ξηρῶν γοβ ἢ χλωρῶν γοδ.
8
ΣΚΕΥΑΣΙΑ ΑΡΑΒΙΚΩΝ Η ΛΑΙΩΝ.
9
10 Μασσουαφίου, καρυοφύλλων, κόστου, ἀνὰ γοβ. φύλλων ναρ‐ δοστάχυος, ῥόδων χυλοῦ, ἀνὰ γράμματα ιβ. ἀμώμου, στύρακος, ἀνὰ γοα. κόμμεως γοβ. κόψας καὶ σήσας τὰ ξηρὰ καὶ βρέξας τὸ κόμμι, ἔπειτα ὁλμοκοπήσας τὸν στύρακα καὶ ἑνώσας αὐτῷ τὰ ξηρὰ καλῶς, ἐπίβαλλε τὸ κόμμι καὶ ἀναλάμβανε τροχίσκους
15στρογγύλους ἔχοντας μέγεθος ἐρεβίνθου βεβρεγμένου, καὶ βελόνῃ διατρήσας καὶ διάρας σπαρτίῳ ἰσχυρῷ ξήραινε, καὶ δίδου
φορεῖν περὶ τὸν τράχηλον.

127

(t)

ΡΟΔΑΤΟΝ ΞΗΡΟΜΥΡΟΝ.
t
1 Ῥόδων ξηρῶν λίτρ. α. κόστου, φύλλου, καρυοφύλλων, ὕπνου, καλάμου ἀρωματικοῦ, ὀνύχων, στύρακος ἀνὰ γοβ. Ἄλλο ξηρόμυρον. Φύλλων ῥόδων ξηρῶν, ἀμώμου, κόστου, καρυοφύλλων, ναρδο‐ στάχυος, χυλοῦ ἀρναβῶ, κρόκου, ἀνὰ γοα. ὕπνου, στύρακος,
5ὀποβαλσάμου ἀνὰ δραχ. δ. Ἄλλο ξηρόμυρον φρυκτόν. Ῥόδων λιτ. γ. ὕπνου λίτ. α. ῥάκους ξηροῦ γοστ. ὀνύχων γοα.
6

128

(t1)

ΑΛΛΟ ΞΗΡΟΜΥΡΟΝ ΤΟ ΚΑΛΟΥΜΕΝΟΝ ΛΕΥΚΟΦΥΛΛΟΝ, Ω
t2ΧΡΩΝΤΑΙ ΕΙΣ ΤΟΥΣ ΤΡΑΧΗΛΟΥΣ ΚΑΙ ΕΠΙ ΤΑΣ ΜΑΣΧΑΛΑΣ.
t2
1 Γῆς σαμίας λίτ. α. στύρακος, φύλλου, ὀποβαλσάμου, ἀνὰ γοβ. τὸν στύρακα λείου μετὰ τοῦ ὀποβαλσάμου, τὸ δὲ φύλλον κόψας καὶ σήσας, εἶτα ἑνώσας πάντα ἐν τῇ θυίᾳ καλῶς, μίξον αὐτῷ χυλοῦ ῥόδων τὸ ἀρκοῦν καὶ χρῶ.
4

129

(t)

ΥΓΡΟΜΥΡΟΥ ΣΚΕΥΑΣΙΑ Ω ΧΡΩΝΤΑΙ ΕΙΣ ΤΑ ΩΤΑ ΓΥΝΑΙΚΕΣ.
t
1 Φύλλου, ναρδοστάχυος χυλοῦ, μαστίχης, καρυοφύλλου ἀνὰ γοα γράμματα ιβ. στύρακος λιπαροῦ, ὀποβαλσάμου ἀνὰ γοβ. κρόκου γράμματα στ. μόσχου γράμμα α. ἐλαίου σαλκᾶ πρωτείου γοδ.
3

130

(t)

ΕΛΑΙΟΥ ΣΑΛΚΑ ΣΚΕΥΑΣΙΑ ΠΟΛΥΤΕΛΗΣ.
t
1
πρώτη ἕψησις. Ἐλαίου ὀμφακίνου ξστκ ἤτοι ξέστ. κ. ἴρεως ἰλλυρικῆς λίτ. α. ἀμώμου γοστ ἤτοι οὐγ. στ. ἀσπαλάθου, ὕπνου ἀνὰ λίτ. α.
δευτέρα ἕψησις.
5Καλάμου ἅλου λίτ. β. καρυοφύλλων, φύλλου, καρποβαλσάμου,
ἀνὰ λίτ. α. ξυλοκασίας γοε.
τρίτη ἕψησις. Κασίας γοδ. κόστου, στύρακος λιπαροῦ, κρόκου, ἀνὰ γοα. σμύρνης, ἀρναβῶ, ἀνὰ γογ. ναρδοστάχυος γοδ. ὕδατι ἕψε. ὁ δὲ
10τρόπος τῆς σκευασίας εἴρηται ἐν τῷ α λόγῳ περὶ τῆς τῶν ἐλαίων συνθέσεως, ἔνθα ἔχεις γεγραμμένην ἑτέραν γραφὴν καλλίστην ἐλαίου σαλκᾶ καὶ νάρδου μύρου σκευασίαν.
12
ΥΓΡΟΜΥΡΟΥ ΣΚΕΥΑΣΙΑ.
13 Ἐλαίου σαλκᾶ λίτ. β. ὀποβαλσάμου λίτ. α. ναρδοστάχυος,
15φύλλων, ἀνὰ γοδ. καρποβαλσάμου, ἀρναβῶ, ἀμώμου, ἀλόης ἀνὰ γοβ. ἄμβαρος γοα. μαστίχης, μόσχου, ἀνὰ γράμματα στ. εἰ δὲ παρείη καὶ καφουρὰ βάλλε γοβ. τούτῳ χρῶνται εἰς τὰς μασ‐ χάλας καὶ διὰ κροκίδος ἐντιθέασι τοῖς ὠσί.
18 ΛΕΥΚΟΦΥΛΛΟΥ ΣΚΕΥΑΣΙΑ ΗΤΟΙ ΞΗΡΟΜΥΡΟΥ ΛΕΥΚΟΥ.
19
20 Σπεκλαρίου κεκομμένου λιτ. α. φύλλου, ναρδοστάχυος, καρυο‐ φύλλου, ἀνὰ γράμματα στ. σανδαράχης γράμματα ιβ. μόσχου κέγχρους γ.
22

131

(t)

ΦΟΥΛΙΑΤΟΥ ΣΚΕΥΑΣΙΑ.
t
1 Ὀποβαλσάμου λίτ. α. στύρακος, ἀμώμου ἀνὰ γογ. κασίας γοδ. κρίνα τὸν ἀριθμὸν κ. λέαινε ἅμα καὶ χρῶ. εἰ δὲ παχύτερον εἴη, ἔκλυε αὐτὸ μύρῳ σαλκᾶ.
ἄλλη γραφὴ φουλιάτου.
5 Κηροῦ λιτ. α. νάρδου κυζικηνικοῦ λίτ. γ. πίσσης βρυτίας γοε. λαδάνου γοα. στύρακος λιπαροῦ γογ. κόστου, κασίας ἀνὰ γοβ. καρδαμώμου, φύλλου ἀνὰ γοα. ναρδοστάχυος γοα. τὸ ζʹ. ἤτοι
τὸ ἥμις. κρόκου, οἴνου ἀμιναίου ἀνὰ γοα. ὀποβαλσάμου γογ.
ΕΚ ΤΩΝ ΟΡΕΙΒΑΣΙΟΥ ΦΟΥΛΙΑΤΟΥ ΣΚΕΥΑΣΙΑ.
9
10 Κασίας γοστ. φύλλου γογ. ἀμώμου, λαδάνου ἀνὰ γοα. πε‐ πέρεως κόκκους μ. σμύρνης τρωγλίτιδος γοα. νάρδου μύρου λίτ. α. κόψας καὶ σήσας λεπτοτάτῳ κοσκίνῳ λείου πάλιν ἐν ἑτέρῳ ἐπι‐ μελῶς, καὶ ἐπίβαλλε τὴν νάρδον καὶ πάλιν λείου ἐπιμελῶς. πρὸς δὲ τὸ μελάντερον γενέσθαι τὸ φάρμακον, καρύων βασιλικῶν λέπη
15καύσας καὶ τρίψας ἐν θυίᾳ ἕνωσον, πρόσμιγε δὲ καὶ ὀποβαλ‐ σάμου κοχλιάρια γ. καὶ χρῶ πολυτελεστάτῳ μύρῳ καὶ πρὸς παρέσεις.
17

132

(t)

ΣΠΕΚΑΤΟΥ ΣΚΕΥΑΣΙΑ.
t
1 Ἀμώμου γοβ. σμύρνης τρωγλίτιδος, κόστου ἀνὰ γοα. φύλλου, κασίας, φυλλίνου μύρου ἢ σαλκᾶ ἀνὰ γογ. ναρδοστάχυος γοα. νάρδου κελτικῆς γοδ. ναρδίνου μύρου γοστ. κηροῦ λευκοῦ τὸ ἀρ‐ κοῦν, ὥστε σύστασιν ὑγροτέραν ἔχειν· ὀποβαλσάμου γογ.
4

133

(t)

ΟΙΝΑΝΘΑΡΙΟΥ ΣΚΕΥΑΣΙΑ.
t
1 Κόστου γοβ. κασίας, καρποβαλσάμου, ναρδοστάχυος ἀνὰ γοα. ἀμώμου γοε. νάρδου κελτικῆς γοδ. μύρου γοστ. φυλλίνου μύρου ἢ σαλκᾶ γογ. κηροῦ λευκοῦ τὸ ἀρκοῦν, ὥστε σύστασιν ὑγροτέραν ἔχειν· ὀποβαλσάμου γογ.
4
5ΕΤΕΡΑ ΟΙΝΑΝΘΑΡΙΟΥ ΣΚΕΥΑΣΙΑ.
5 Κόστου γοβ. κασίας, καρποβαλσάμου, μασσουαφίου, σμύρνης ἀνὰ γοα. ἀμώμου γοε. ναρδοστάχυος, στύρακος, ἀνὰ γοδ. καρυο‐ φύλλου γοαζʹ. ὀποβαλσάμου γοστ. κρίνα τὸν ἀριθμὸν μ. οἴνου
εὐώδους στύφοντος ξστιβ ἤτοι ξέστ. ιβ. ἁλῶν καππαδοκικῶν γοβ.
10Τὰ κρίνα ἀποφυλλίσας καὶ ἐκμάξας καθαρῶς ἅπαν τὸ ἐν αὐτοῖς κροκῶδες, ψύχε ἐν σκιᾷ ἐν σινδόνι καθαρᾷ ἡμέραν καὶ νύκτα, ὥστε μαρανθῆναι· εἶτα κόψας καὶ σήσας τὰ ξηρὰ, καὶ λεάνας τὴν σμύρναν μετ’ οἴνου ἐν θυίᾳ, εἶτα ἐπιβαλὼν καὶ τὰ ξηρὰ πάντα καὶ διαλύσας τῷ οἴνῳ, τὸν δὲ στύρακα εἰς λεπτότατα τοῖς
15δακτύλοις διαμερίσας ἐπίβαλλε αὐτοῖς, καὶ ἑνώσας αὐτὰ ἐπίχεε τῷ ὀποβαλσάμῳ. ἑνωθέντων δὲ ἱκανῶς, τὰ φύλλα τῶν κρίνων ἐμβαλὼν ἐν τῇ θυίᾳ καὶ ἀναφυρῶν ταῖς χερσὶν, ἀναλάμβανε τοῖς κρίνοις τὰ λειωθέντα, καὶ ἐμβαλὼν ἐν βικίῳ ἀνατάρασσε, καὶ τὸν οἶνον ὁμοίως ἐν αὐτῷ τῷ βικίῳ ἐμβαλὼν ὕστερον ἀνατάρασσε·
20καὶ οὕτως πωμάσας βρύῳ ἢ ὕπνῳ, καὶ ἐπιδήσας καὶ χρίσας ἀσ‐ φαλῶς, τίθει ἐν ἡλίῳ ἡμέρας μ καὶ χρῶ.
21

134

(t1)

ΑΨΙΝΘΑΤΟΥ ΗΤΟΙ ΡΟΔΑΨΙΝΘΑΤΟΥ ΥΓΙΕΙΝΟΥ ΣΚΕΥΑΣΙΑ
t2ΚΑΛΛΙΣΤΗ.
t2
1 Ναρδοστάχυος γράμματα β. φύλλου, ἀμμωνιακοῦ, ἀμώμου, ἀνὰ γράμμα α. μαστίχης γράμματα γ. ῥόδων ξηρῶν γραμ. στ. μέλιτος ἀττικοῦ ξστα ἤτοι ξέστ. α. οἴνου ξστδ ἤτοι ξέστ. δ. οἱ δὲ ε. τινὲς δὲ ἀντὶ ἀμώμου κόστον βάλλουσι.
4
5ΡΟΔΑΤΟΥ ΥΓΙΕΙΝΟΥ ΣΚΕΥΑΣΙΑ.
5 Ῥόδων ἐξωνυχισμένων καὶ προμαρανθέντων ἐπὶ σινδόνος ἡμέραν καὶ νύκτα λίτ. α. μέλιτος καλοῦ ξστα ἤτοι ξέστ. α. οἴνου παλαιοῦ ξστε ἤτοι ξέστ. ε. Προβρέχων τὰ ῥόδα τῷ οἴνῳ ἐπὶ ἡμέρας ιε, τίθει τὸ κεράμιον ἐν ἡλίῳ καθ’ ἑκάστην, ἔπειτα διη‐
10θήσας τὸν οἶνον, καὶ προλειώσας ἐν θυίᾳ ἱκανῶς μετ’ οἴνου ὀλίγου, ναρδοστάχυος γράμματα β. φύλλου ἢ κασίας γράμμα α.
καὶ ἐπιβαλὼν τὸ μέλι καὶ συλλειώσας ἱκανῶς μίγνυε τὸν οἶνον.

135

(t)

ΡΟΔΑΤΟΥ ΣΚΕΥΑΣΙΑ.
t
1 Ῥόδων ἐξωνυχισμένων καὶ ἐν σκιᾷ ξηρανθέντων λίτ. α. οἴνου παλαιοῦ διαυγεστέρου ξεε ἤτοι ξέστ. ε. μέλιτος ξεα ἤτοι ξέστ. α. ἀπόβρεχε τὰ ῥόδα ἐν τῷ οἴνῳ νυχθήμερον, καὶ τῇ ἑξῆς διηθήσας τὸν οἶνον κα. ἑνώσας τῷ μέλιτι φύλλασσε, καὶ μεθ’ ἡμέρας γ
5χρῶ. Τινὲς δὲ προσβάλλουσι καὶ μαστίχης γράμματα στ. καὶ μαλάσσει τὴν κοιλίαν.
6

136

(t1)

ΚΟΝΔΙΤΟΥ ΚΑΘΑΡΤΙΚΟΥ ΣΚΕΥΑΣΙΑ ΕΠΙ ΤΩΝ ΦΛΕΓΜΑΤΙΚΩΝ,
t2ΧΡΩ ΔΕ ΤΟΥΤΩ ΕΝ ΧΕΙΜΩΝΙ.
t2
1 Μέλιτος ξστα ἤτοι ξέστ. α. οἴνου ξεε ἤτοι ξέστ. ε. πεπέρεως γράμματα μστ. στύρακος καλαμίτου γράμματα γ. τὸ πέπερι κόψας καὶ σήσας, τὸν δὲ στύρακα διαλύσας ἐν τρουλλίῳ μετ’ ὀλίγου μέλιτος ἐπ’ ἀνθράκων, εἶτα λειώσας αὐτὰ ἐν θυίᾳ μετὰ
5τοῦ πεπέρεως ἱκανῶς οἶνον ὀλίγον κατὰ βραχὺ ἐπιστάζων, ἐπίβαλλε τῷ μέλιτι, καὶ συλλεάνας ἐπίβαλλε τὸν οἶνον καὶ ἀναλάμβανε. Μεμνῆσθαι δὲ τούτου ἀεὶ χρή· ὅτι εἰ μὴ ἔστι καθαρὸν τὸ μέλι, οὐ καθίσταται καλῶς τὸ ἐξ αὐτοῦ σκευαζόμενον πρόπομα, ὅθεν χρὴ προεπαφρίζειν τὸ μὴ καθαρὸν μέλι· καθίσταται γὰρ εἰ
10ἐπαφρισθῇ, ἐν μιᾷ ἡμέρᾳ τὸ πρόπομα καὶ καθαρὸν γίνεται.
10

137

(t)

ΑΨΙΝΘΑΤΟΥ ΣΚΕΥΑΣΙΑ.
t
1 Ναρδοστάχυος γράμματα ε. κρόκου κεράτια γ. ἀψινθίου δραχ. α. μαστίχης γράμματα ζ. μέλιτος ξεδ ἤτοι ξέστ. δ. οἴνου
ξστκη ἤτοι ξέστ. κη.
ΣΕΣΕΛΙΤΟΥ ΣΚΕΥΑΣΙΑ.
4
5 Πεπέρεως γράμματα στ. ναρδοστάχυος γράμμα α. σεσέλεως δραχ. ε. οἴνου ξεε ἤτοι ξέστ. ε. μέλιτος ξεα.
6
ΑΝΙΣΑΤΟΥ ΣΚΕΥΑΣΙΑ.
7 Ἀνίσου γράμματα η. στάχυος γράμματα ζ. οἴνου ξστ. ε. μέλιτος ξστ. α.
9

138

(t)

ΜΑΣΤΙΧΑΤΟΥ ΚΥΜΙΝΑΤΟΥ ΣΚΕΥΑΣΙΑ.
t
1 Κυμίνου γράμματα ιβ. οἴνου ξέστ. ε. μέλιτος ξέστ. α. μα‐ στίχης γοαζʹ. ἤτοι οὐγ. α καὶ ἡμίς.
Κιτράτου σκευασία. Κιτρίου καλοῦ τοῦ φλοιοῦ ἢ τῶν φύλλων γοη. οἴνου ξέστ. β.
5μέλιτος ξεα. βρέχε τὸν φλοιὸν ἢ τὰ φύλλα ἐν τῷ οἴνῳ ἐπὶ ἡμέρας ζ. εἶτα διηθήσας τὸν οἶνον, λειώσας τῷ μέλιτι καὶ ἑνώσας χρῶ.
Ἀπιάτου σκευασία. Σελίνου σπέρματος γράμματα ιβ. πηγάνου σπέρματος γράμ‐ ματα στ. ἀπίου σπέρματος τὸ ἴσον, μέλιτος ξεα. οἴνου ξεδ. ἐν δὲ
10τοῖς νηστικοῖς ἔμβαλλε ὕδωρ ἀντὶ τοῦ οἴνου.
10

139

(t)

ΡΟΔΟΜΗΛΟΥ ΣΚΕΥΑΣΙΑ.
t
1 Μήλων κεκαθαρμένων τοῦ ἐκτὸς καὶ τῆς ἐντεριώνης γλυκυ‐ τάτων τοῦ χυλοῦ ξεβ. ὕδατος ἀποτριτωθέντος ξεδ. χυλοῦ ῥόδων ξεα. μέλιτος ξεαζʹ. ἤτοι ξέστ. α καὶ ἥμις. ἐν τῷ καιρῷ τῶν μήλων ποιήσας ἐξ αὐτῶν τὸν χυλὸν καὶ διηθήσας διὰ ῥάκους, ἐπίβαλλε
5τῷ μέλιτι καὶ φύλαττε ἕως τοῦ καιροῦ τῶν ῥόδων· ἐν δὲ τῷ ἔαρι ἀποτριτώσας τὸ ὕδωρ, καὶ ποιήσας τὸν χυλὸν τῶν ῥόδων
ἑνώσας ἅμα τὰ πάντα, καὶ ὅταν πεφθῇ χρῶ.

140

(t)

ΜΟΥΣΤΑΚΙΩΝ ΣΚΕΥΑΣΙΑ.
t
1 Σεμιδάλεως ξειστ ἤτοι ξέστ ιστ. ἐλαίου ὀμφακίνου ξεε ἤτοι ξέστ. ε. πεπέρεως γοε ἤτοι οὐγ. ε. φύλλου, καρυοφύλλου ἀνὰ γοα. ἤτοι οὐγ. α. οἴνου μούστου γλυκυτάτου ξεγ ἤτοι ξέστ. γ· μέλιτος λιβ. ἤτοι λίτρ. β. γίνονται δὲ ταῦτα ὡς πλακούντια μικρά.
4

141

(t)

ΓΑΡΟΥ ΝΗΣΤΙΚΟΥ ΣΚΕΥΑΣΙΑ.
t
1 Ὕδατος ξστλα ἤτοι ξέστ. λα. ἁλῶν ξστβ ἤτοι ξέστ. β. ἐρε‐ βίνθων ξηρῶν μελανῶν ξστδ ἤτοι ξέστ. δ. ἀμανιτῶν λιβ ἤτοι λίτρ. β. ἰσχάδας μέλανας ν. ἑνώσας εἶτα διηθήσας φύλαττε.
3

142

(t)

ΘΥΜΙΑΜΑΤΟΣ ΜΟΣΧΑΤΟΥ ΣΚΕΥΑΣΙΑ.
t
1 Ῥόδων χλωρῶν λιστ. ἤτοι λίτρ. στ. μέλιτος ἀττικοῦ διυλισ‐ μένου διὰ ῥάκους ἀραιοῦ λιγ. γογ. ἤτοι λίτρ. γ καὶ οὐγ. γ. φύλλου γοστ ἤτοι οὐγ. στ. ἀμώμου γοδ ἤτοι οὐγ. δ. καρυοφύλλου γοβ ἤτοι οὐγ. β. ναρδοστάχυος γοδ ἤτοι οὐγ. δ. κόστου γοη ἤτοι
5οὐγ. η. ὀνύχων γοα, ἤτοι οὐγ. α. καρποβαλσάμου γοδ, ἤτοι οὐγ. δ. ἀσάρου γοβ, ἤτοι οὐγ. β. ἀλόης γοα, ἤτοι οὐγ. α. καλάμου ἰν‐ δικοῦ γοστ, ἤτοι οὐγ. στ. κάρυα ἰνδικὰ γ. σανδαράχης γράμματα ιστ. ἄμβαρος γοα, ἤτοι οὐγ. α. στύρακος λιπαροῦ λιγ, ἤτοι λίτρ. γ. μαστίχης γοβ, ἤτοι οὐγ. β. κρόκου γοα. ἀντὶ δὲ τοῦ στύρακος,
10λαδάνου λιπαροῦ λίτρ. α. στακτῆς λευκῆς μυρεψικῆς λίτρ. α. τινὲς δὲ γοε ἤτοι οὐγ. ε. κρόκου γοα. μαστίχης γογ. μόσχου γράμ‐ ματα δ. κόψας καὶ σήσας τὰ ξηρὰ, ὁλμοκοπήσας δὲ καὶ τὸν στύρακα μετὰ τοῦ λαδάνου καὶ τοῦ μέλιτος καὶ τῆς στακτῆς, ἐπίπασσε τὰ ξηρὰ καὶ ἑνώσας λύε ἐν τρουλλίῳ, εἶτα τῆκε τὸ
15ἄμβαρ καὶ ἐπιβαλὼν αὐτοῖς ἕνωσον. εἶτα λειώσας τὸν μόσχον
ὕδατι θερμῷ, καὶ φυλάξας ἐξ αὐτοῦ τὸ ἀρκοῦν εἰς τὴν ἀνά‐ πλασιν, μάλασσε τὸ θυμίαμα ἐν τῇ θυίᾳ καὶ ἀναλάμβανε ἀκ‐ ριβῶς τὸν μόσχον, καὶ ἑνώσας ἀνάπλασσε τῷ φυλαχθέντι μόσχῳ.
18

143

(t)

ΘΥΜΙΑΜΑΤΟΣ ΤΟΥ ΒΑΣΙΛΙΚΟΥ ΣΚΕΥΑΣΙΑ.
t
1 Στύρακος καλαμίτου λίτρ. α. ἀλόης γοστ. ἄμβαρος γοα. μόσχου γράμματα δ. τινὲς δὲ τοῦτο οὕτω σκευάζουσι· στύρακος καλαμίτου λίτρ. α. ἀλόης γοδ. ἄμβαρος γοα. μόσχου γράμματα δ. προστιθέασι δὲ καὶ χυλοῦ ῥόδων τὸ ἀρκοῦν.
4

144

(t)

ΘΥΜΙΑΜΑΤΟΣ ΜΟΣΧΑΤΟΥ ΘΕΟΠΕΜΠΤΟΥ ΣΚΕΥΑΣΙΑ.
t
1 Στύρακος λιπαροῦ γοι. καρυοφύλλου, κρόκου, ῥόδων ξηρῶν, φύλλου, μαστίχης, ἀνὰ γοα. μόσχου κεράτια δ. Ἐγὼ δὲ φησὶ, μόσχου γράμματα δ καὶ βαλσάμου τὸ ἱκανὸν ἐνέβαλλον.
3
ΑΛΛΟΥ ΘΥΜΙΑΜΑΤΟΣ ΜΟΣΧΑΤΟΥ ΣΚΕΥΑΣΙΑ.
4
5 Φύλλου, κόστου, βρύου ἤτοι ὕπνου, ῥόδων ξηρῶν, ναρδοστά‐ χυος, ἀνὰ γοα. κρόκου, ὀνύχων, καρυοφύλλου, ἀμώμου, κασίας ἀνὰ γράμματα ιβ. καρποβαλσάμου, βδελλίου ἀνὰ ὁμοίως. στύρακος γράμματα κ. μόσχου γράμματα γ. ῥοδομέλιτος τὸ ἱκανόν.
8

145

(t)

ΘΥΜΙΑΜΑΤΟΣ ΚΑΛΟΥ ΡΟΔΑΤΟΥ ΣΚΕΥΑΣΙΑ.
t
1 Φύλλου, ῥόδων ξηρῶν, κόστου, μαστίχης ἀνὰ γοβ. ναρδοστά‐ χυος, ἀμώμου, ὀποβαλσάμου, ἀνὰ γοαζʹ. κρόκου. σμύρνης ἀνὰ γοα. στύρακος γοι. οἴνου εὐώδους παλαιοῦ καὶ μέλιτος τὸ ἀρκοῦν.
3

146

(t)

ΜΟΣΧΑΤΟΥ ΕΝ ΤΗ ΕΚΚΛΗΣΙΑ ΚΑΠΝΙΖΟΜΕΝΟΥ ΣΚΕΥΑΣΙΑ.
t
1Κόστου λίτρ. δ ἤτοι δ. καὶ ἡμίς. καρυοφύλλων λίτρ. θ.
φύλλων λίτ. α καὶ ἡμίς. ναρδοστάχυος τὸ αὐτό. κασάμου γοιδ ἤτοι οὐγ. ιδ. στύρακος χυματίου λίτρ. στ. ἄσπρου λιτρ. γ. κρόκου τριχίνου γοι. ἄμβαρος γοβ. μόσχου γοβ. ὁ ἄρχων δὲ τῆς Ἀνα‐
5τολῆς σκευάζει οὕτως. κόστου γογ. ναρδοστάχυος γοα. φύλλων τὸ αὐτό. καρυοφύλλων γογζʹ. ἤτοι οὐγ. γ καὶ ἡμίς. κασάμου γοζʹ. ἤτοι οὐγ. ἡμίς. ἄσπρου γοβ. στύρακος γοβ. χυματίου πρωτείου γοε. κρόκου τριχίνου γράμματα β. μόσχου, ἄμβαρος ἀνὰ γράμ‐ ματα β.
9
10ΘΥΜΙΑΜΑΤΟΣ ΜΥΡΕΨΙΚΟΥ ΣΚΕΥΑΣΙΑ.
10 Κόστου λιαζʹ. ἤτοι λίτρ. α καὶ ἡμίς. ἑλενίου, ῥόδων ξηρῶν, μελανίου, ἀνὰ λια. καρποβαλσάμου, ἀσπαλάθου ἀνὰ λιβ. σμύρνης λιαζʹ. τάρου, ὅ ἐστι ξύλον ἀλόης, λαδάνου ἀνὰ λιδ. ἀμώμου λια. μαστίχης γοη. ξυλοκαρυοφύλλων γοστ. σκύλματος φύλλων γοστ.
15βρύων λιβ. στακτῆς λιε. βδελλίου λιβ. ὀνύχων, κρόκου τριχισ‐ θέντος ἀνὰ γοδ.
16

147

(t)

ΘΥΜΙΑΜΑΤΟΣ ΜΥΡΕΨΙΚΟΥ ΚΑΛΟΥ ΣΚΕΥΑΣΙΑ.
t
1 Κόστου λιαζʹ. κασάμου λια. ξυλοκαρυοφύλλων, σκύλματος φύλλων, ναρδοστάχυος ἀνὰ γοστ. φλοιοῦ ἀσπαλάθου, ῥόδων ξη‐ ρῶν ἀνὰ γογ. μαστίχης χίας, βδελλίου ἀνὰ γοβ. λαδάνου λιγ. με‐ λαίνης στακτῆς λιστ. κρόκου γράμματα στ. Ἐγὼ δὲ φησὶν, ἀντὶ
5τῆς μελαίνης στακτῆς ἔβαλλον τῆς λευκῆς λιβ. καὶ στύρακος λιδ.

148

(t)

ΘΥΜΙΑΜΑΤΟΣ ΕΡΑΝΟΥ ΣΚΕΥΑΣΙΑ.
t
1 Κόστου γοιθ. καρυοφύλλων γοδ. λαδάνου λια. ναρδοστάχυος, φύλλων ἀνὰ γοστ. στύρακος λιγ. ἄσπρου γοιστ. κρόκου γράμματα στ. μόσχου γοη. μέλιτος γοε.
3

149

(t)

ΘΥΜΙΑΜΑ ΤΗΣ ΚΥΡΙΑΣ ΡΩΜΥΛΟΥ.
t
1 Στύρακος καλαμίτου λιβ. κόστου, στακτῆς λευκῆς, ἀνὰ γοστ. καρυοφύλλων, τάρου ἀνὰ γοβ. ναρδοστάχυος γοβζʹ. κρόκου γοδ. ἄμβαρος δραχ. δ. ἀλούα γοα. μόσχου γράμματα δ. ἢ ὅσον βούλει.
3

150

(t)

ΘΥΜΙΑΜΑ ΡΟΔΑΤΟΝ ΤΟΥ ΕΜΒΟΛΑΡΧΟΥ.
t
1 Κασίας, σμύρνης, βδελλίου, ἀρναβῶ, καλάμου ἰνδικοῦ, σαρούα, καρποβαλσάμου, λαδάνου λιπαροῦ, ὕπνου, φύλλων, ἀνὰ γογ. κα‐ ρυοφύλλων, ὀνύχων μεγάλων, μαστίχης, ἀνὰ γοδ. κρόκου γοβ. ναρδοστάχυος, ὀποβαλσάμου, ἀνὰ γοστ. ῥόδων ξηρῶν, στύρακος,
5ἀνὰ λια. ῥόδων χλωρῶν λιβ. οἴνου παλαιοῦ εὐώδους καὶ μέλιτος ἀττικοῦ τὸ ἀρκοῦν.
6

151

(t)

ΘΥΜΙΑΜΑ ΡΟΔΑΤΟΝ ΕΠΙΣΚΟΠΟΥ ΠΑΜΦΥΛΟΥ.
t
1 Φύλλου, καρυοφύλλου, ὕπνου, λαδάνου λιπαροῦ ἀνὰ γοβζʹ. καλάμου ἰνδικοῦ, ναρδοστάχυος, ὀνύχων μεγάλων, βδελλίου, καρ‐ ποβαλσάμου, κρόκου, κασίας, ἀνὰ γογ. ἀμώμου, μαστίχης ἀνὰ γοε. κόστου γοαζʹ. ἀρναβῶ τὸ αὐτό. σαρούα γοα. ὀποβαλσάμου
5γογ. στύρακος λιπαροῦ λιγ. ῥόδων νεαρῶν ἐξωνυχισμένων λιστ. οἰνομέλιτος τὸ ἀρκοῦν. ἔστω δὲ τὸ μέλι πρωτεῖον, καὶ ὁ οἶνος
παλαιὸς καὶ εὐώδης.

152

(t)

ΘΥΜΙΑΜΑ ΜΥΡΕΨΙΚΟΝ Η ΦΥΚΟΤΥΧΗ.
t
1 Λιβάνου γοι. μυελοῦ ἐλαφείου, σμύρνης ἀνὰ δραχ. ζ. ψιμ‐ μυθίου, ὀπίου ἀνὰ δραχ. δ. μολύβδου κεκαυμένου καὶ πεπλυμένου, καὶ βουτύρου, λίθου αἱματίτου, ὠῶν ὀπτῶν λεκίθων, κηροῦ τυρ‐ ρηνικοῦ ἀνὰ δραχ. δ. στυπτηρίας σχιστῆς δραχ. β. οἰσύπου ὑγροῦ,
5πομφόλυγος ἀνὰ δραχ. στ. στέατος χηνείου, ῥοδίνου, ἀνὰ δραχ. ιστ. τὰ ξηρὰ οἴνῳ βρέχε.
6

153

(t)

ΝΕΚΡΟΥ ΣΜΥΡΝΗΣΙΣ.
t
1Ἀλόης, σμύρνης, κόμμεως, ἀνὰ λια. σαρκοκόλλης λιβ. ἀκακίας
λιαζʹ. λιβάνου λιστ. ὀποβαλσάμου γογ. ἤτοι οὐγγίας τρεῖς.