TLG 0718 015 :: AËTIUS :: Iatricorum liber xv

AËTIUS Med.
(Amidenus: A.D. 6)

Iatricorum liber xv

Source: Zervos, S. (ed.), ”Ἀετίου Ἀμιδηνοῦ λόγος δέκατος πέμπτος” [Athena 21] 1909: 7–138.

Citation: Chapter — (line)

t

ΑΕΤΙΟΥ ΛΟΓΟΣ ΠΕΝΤΕΚΑΙΔΕΚΑΤΟΣ

1

(t)

Περὶ οἰδημάτων.
t
1 Ὥσπερ ἐπὶ χολώδει ῥεύματι τὸ ἐρυσίπελας, οὕτως ἐπὶ φλεγμα‐ τώδει οἴδημα γίνεται· ἔστι δὲ χαῦνός τις ὄγκος ἀνώδυνος, ἔχων ἐν ἑαυτῷ τι τοῦ καλουμένου φυσώδους πνεύματος, ὅπερ ἀτμώδους ὑγρό‐ τητος ἔγγονον ὑπάρχει καὶ μάλιστα ἐν τοῖς ὑδερικοῖς πάθεσι καὶ
5φθόαις ἀθροίζεται τοιοῦτον μᾶλλον κατὰ τοὺς πόδας, βοθρούμενον κατὰ τὰς πιέσεις τῶν δακτύλων· τῇ δὲ χροιᾷ ὠχρόλευκόν ἐστι, ἐνίοις δὲ καὶ τὸ πρόσωπον οἰδέει. Ἰᾶσθαι δὲ τούτους προσήκει, τρί‐ βοντας τὰ οἰδοῦντα μέρη, ἐνίοτε μὲν δι’ ὀξυροδίνου, ποτὲ δὲ δι’ ἁλῶν καὶ ἐλαίου, καὶ ὅλως διὰ τῶν διαφορούντων καὶ ξηραινόντων ἀλύ‐
10πως. Ἐφ’ ὧν δὲ φλέγματος πλείονος ἐπιρρυέντος τὸ οἴδημα κατε‐ σκεύασται, σπόγγον ὑδαρεῖ ὀξυκράτῳ βρέχοντας χρὴ ἐπιτιθέναι καὶ ἐπιδεσμεῖν ἠρέμα σφίγγοντας, ἐκ τῶν κάτω μὲν ἀρχομένους, τελευ‐ τῶντας δὲ εἰς τὰ ἄνω· καινὸν δὲ εἶναι χρὴ τὸν σπόγγον, εἰ δὲ μὴ παρείη τοιοῦτος, ἐκκαθαίρειν χρὴ καὶ ἀποπλύνειν τὸν παρόντα
15σπόγγον ἀφρονίτρῳ καὶ μᾶλλον τῇ στακτῇ κονίᾳ· μὴ καθισταμένου δ’ ἐπὶ τούτοις τοῦ οἰδήματος, ἐπιβάλλειν χρὴ τῷ ὀξυκράτῳ βραχύ
τι τῆς στυπτηρίας, ἀγαθὸν δὲ καὶ τὸ ταρσικὸν ἐλλύχνιον ἢ ἕτερον μαλακώτατον τῷ τοιούτῳ ὑγρῷ δευθὲν καὶ ἐπιτιθέμενον ἀντὶ τοῦ σπόγγου· ἐπιτήδειον δὲ εἰς τὰ τοιαῦτά ἐστι καὶ τὸ γλαύκιον καὶ7
20τὸν δι’ αὐτοῦ σκευαζόμενον τροχίσκον καὶ τὸν ἐπὶ ταῖς λυχνίαις συνιστάμενον ἐκ τῶν λύχνων ῥύπον λαμβάνειν· ἀνίεται δὲ καὶ αὐτὰ διὰ τοῦ ὀξυκράτου. Ἐπὶ δὲ τῶν κεχρονικότων οἰδημάτων, προϋπα‐ λείψας ἐλαίῳ τὸ μόριον, ἐπιτίθει σπόγγον καινὸν τῇ κονίᾳ βεβρεγ‐ μένον καὶ σφίγγε βιαιότερον ἐκ τῶν κάτω μὲν ἀρχόμενος, τελευτῶν
25δὲ εἰς τὰ ἄνω καὶ θεραπεύσεις· καὶ ἰσάτις δὲ ἥμερος τοὺς οἰδημα‐ τώδεις περὶ τοὺς πόδας ὄγκους θαυμαστῶς διαφορεῖ τε καὶ προστέλ‐ λει, καὶ γῆ λιπαρὰ πᾶσα καὶ μάλιστα ἡ ἐν τῇ φακῇ εὑρισκομένη μέλαινα καταχριομένη ἐν ἡλίῳ κάλλιστα διαφορεῖ· προγέγραπται δὲ περὶ ταύτης ἀκριβέστατα ἐν τῷ Δευτέρῳ Λόγῳ.
29

2

(t)

Περὶ ἐμφυσημάτων.
t
1 Πνεῦμα φυσῶδες ἀθροιζόμενον ἔν τινι τῶν μορίων τὰ ἐμφυσήματα γεννᾷ· ἀθροίζεται δὲ ποτὲ μὲν ὑπὸ τῷ δέρματι, ποτὲ δ’ ὑπὸ τοῖς περιοστέοις ὑμέσιν ἢ τοῖς τοὺς μῦς περιέχουσιν ἤ τι τῶν σπλάγχνων ἢ τὰ ἔντερα· δῆλον δὲ ὅτι περὶ μὲν τὰ σπλάγχνα ἐκ φαύλης διαί‐
5της ἡ τούτου γένεσίς ἐστι, κατὰ δὲ τοὺς μυώδεις τόπους θλάσμα‐ τος προηγησαμένου, τοὐπίπαν τὸ ἐμφύσημα γίνεται τῶν μυῶν, καὶ δυσίατοι γίνονται αἱ τῶν μυῶν τοιαῦται διαθέσεις, ἐπειδὴ κατὰ τὰ πολλὰ μόρια τοῦ μυὸς διασπείρεται τὸ φυσῶδες πνεῦμα, σφιγγόμενον
ὑπό τε τῶν περιεχόντων αὐτῶν σωμάτων αὐτὸ καὶ τῶν ἔξωθεν πολ‐8
10λῶν ἐπιβλημάτων ἄχρι τοῦ δέρματος. Ἐπὶ μὲν οὖν τῶν κατὰ τὴν γαστέρα καὶ τὰ σπλάγχνα, τὰ λεπτύνοντα καὶ θερμαίνοντα σὺν ἐλαίῳ ἑψούμενα καὶ καταντλούμενα καὶ ἐνιέμενα ἀραιοῖ καὶ δια‐ πνεῖσθαι παρασκευάζει τὸ πνεῦμα· καὶ σικύα δὲ μεγίστη χωρὶς ἐγ‐ χαράξεως ἐπιτιθεμένη κατὰ μέσης τῆς κοιλίας, ὥστε περιλαμβάνειν
15ἐν κύκλῳ τὸν ὀμφαλόν, οὕτω ταχέως ἀπήλλαξε τῆς ὀχλήσεως τὸν ἄνθρωπον, ὥστε θαυμάζεσθαι τὸ τάχος καὶ μαγείᾳ παραπλήσιον εἶναι δοκεῖν τοῖς ὁρῶσιν. Ἐπὶ δὲ τῶν μυῶν διὰ θλάσιν ἐμφυσωμένων, ὅτι μὲν διαφορεῖσθαι χρὴ τὸ πνεῦμα πρόδηλον· ἐπεὶ δὲ θερμὰ καὶ δριμέα τοὐπίπαν εἰσὶ τὰ διαφοροῦντα φάρμακα, συμβαίνει τοὺς μῦς
20ἀγανακτεῖν καὶ τὰς ὀδύνας ἐπιτείνεσθαι, διὰ τὸ μείζους γίνεσθαι τὰς φλεγμονάς· μικτῆς οὖν διὰ τοῦτο δυνάμεως εἶναι χρὴ τὰ τοὺς ἐμπεφυσημένους μῦς ὠφελήσοντα καὶ μάλιστα, ὅταν ἡ θλάσις αὐτῶν ἔχῃ τι καὶ φλεγμονῆς καὶ δυσίατοι γίνωνται. Ἐπικρατεῖν μὲν οὖν χρὴ ἐν ἀρχῇ μὲν τὸ παρηγορητικὸν εἶδος τῶν φαρμάκων, ἐπὶ τελευτῇ
25δὲ τὸ διαφορητικόν· οὐκ ἀθρόως δὲ χρὴ μεταβαίνειν, ἀλλὰ κατὰ βρα‐ χύ, τῶν μὲν παρηγορητικῶν ἀφαιροῦντας, τῶν δὲ διαφορητικῶν προσ‐ τιθέντας. Παρηγορητικὸν μὲν οὖν ἐστι τῆς τοιαύτης διαθέσεως τῶν μυῶν ἕψημα καὶ οἴσυπον μετ’ ἐλαίου βραχέος· διαφορητικὸν δὲ ἐστὶν ὄξος καὶ νίτρον καὶ μᾶλλον ὁ ἀφρὸς αὐτοῦ καὶ ἡ στακτὴ κονία· διὸ
30κατ’ ἀρχὰς μὲν ἀρκεῖ μόνῳ χρῆσθαι τῷ ἑψήματι, βραχέος ἐλαίου μιχθέντος, ἐνίοτε δὲ καὶ οἴνου ὀλίγου, ἵνα ἔχῃ τι καὶ ἀποκρουστι‐ κόν· ἀναλαμβάνεται δὲ ταῦτα θερμανθέντα οἰσυπηροῖς ἐρίοις, εἰ δὲ
μὴ παρείη ταῦτα, αὐτὸν τὸν οἴσυπον ἅμα τοῖς θερμαινομένοις ἀνα‐ λάμβανε τοῖς παρατυχοῦσιν ἐρίοις καὶ χρῶ· πρὸ πάντων δὲ φυλάτ‐9
35τεσθαι προσήκει μήτε ψυχρὰν τὴν ἐπιβροχὴν προσφέρειν, μήτ’ ἐπὶ πλείονα χρόνον ἐπικειμένην ἐᾶν καὶ καταψύχεσθαι. Περιβάλλεσθαι οὖν ἔξωθεν ἔρια θερμὰ προσήκει, καὶ ὅταν μηκέτι ὁ κάμνων τῆς ἀπὸ τῶν ἐπικειμένων θερμασίας αἰσθάνηται, αὖθις νεαροποιεῖν τὴν ἐμ‐ βροχήν· παρηγορηθέντος δὲ καὶ ἀπονωτέρου τοῦ κάμνοντος γενομέ‐
40νου, ἐκ τοῦ τε ὄξους παραμιγνύναι χρὴ τῇ ἐμβροχῇ καὶ ἐκ τοῦ νί‐ τρου, κατὰ βραχὺ αὐξάνοντας τὸ πλῆθος αὐτῶν. Ὅσα δὲ τῶν ἐμφυ‐ σημάτων ἀμεληθέντα χρονίζει, πρῶτον μὲν ἐπ’ αὐτῶν τῇ διὰ κονίας ἐμβροχῇ χρῆσθαι δεῖ, κἄπειτα τῶν ἐμπλάστρων τινὶ τῶν μαλακτι‐ κῶν τε καὶ διαφορητικῶν, οἷόν ἐστι τοῦτο· γλοιὸν ἀπὸ βαλανείου
45λαβὼν καὶ ἀναζέσας διήθησον πρῶτον, ὥστε γενέσθαι καθαρόν· εἶτ’ ἐμβαλὼν τὸν γλοιὸν τῇ κακάβῃ, τίτανον ζῶσαν λειώσας, ἐπίπασε ὡς ἄλευρον μέχρι πηλώδους συστάσεως καὶ χρῶ· ἀγαθὸν δ’ ἐπὶ τού‐ των ἐστὶ καὶ τὸ διὰ τοῦ ὀποῦ τῶν συκομόρων φάρμακον καὶ τὰ πα‐ ραπλήσια.
49

3

(t)

Περὶ τῶν σκιρρουμένων μορίων Γαληνοῦ.
t
1 Ἐναντία διάθεσίς ἐστιν ἡ τῶν σκιρρουμένων σωμάτων τῇ τῶν οἰδημάτων· καὶ γὰρ ἐπ’ ἐκείνων ἐν ταῖς σημειώσεσιν εἴκει καὶ βο‐ θροῦται τὰ σώματα κατὰ τὰς τῶν δακτύλων ἐπερείσεις, ἐπὶ δὲ τῶν
σκιρρουμένων σωμάτων ἀντίτυπός ἐστι καὶ σκληρὸς ὄγκος ἀεὶ καὶ10
5μᾶλλον εἰς δυσαισθησίαν προερχόμενος, ὡς εἰς τὰ τελευταῖα καὶ ἀναίσθητοι οἱ τόποι γίνονται καὶ ἀκριβῶς σκληροί, ὥσπερ τὰ ὀστᾶ, καὶ εἰσὶν οἱ τοιοῦτοι παντάπασιν ἀνίατοι· ἀτροφοῦσι δὲ ἐπ’ αὐτῶν αἱ ἐπικείμεναι τῷ τόπῳ τρίχες, καὶ τότε ψιλοῦνται τελέως. Συνί‐ σταται δὲ ποτὲ μὲν φλεγμονῆς προηγησαμένης καὶ σφοδρῶς ψυχθεί‐
10σης, ἐνίοτε δ’ ἐπὶ τρισὶν ἐρυσιπέλασιν, ἐπειδὴ καὶ μᾶλλον ἐπὶ τού‐ των τὰ ἐμψύχοντα προσάγουσιν οἱ ἰατροὶ μέχρι πλείονος χρόνου, καίτοι δεόμενα μετὰ τὰς ἀρχὰς διαφορεῖσθαι· καὶ οἱ μὲν ἐπὶ τοῖς ἐρυσιπέλασι γιγνόμενοι, παρὰ τὸ δέρμα μόνον ἔχουσι τὴν σκληρίαν, οἱ δ’ ἐπὶ ταῖς φλεγμοναῖς, καὶ παρὰ τὰς ὑποκειμένας σάρκας· καὶ ἐπὶ
15τοσοῦτον βάθος, ἐφ’ ὅσον καὶ αἱ φλεγμοναὶ τῶν ἐρυσιπελάτων ἐν βάθει τὴν κατασκευὴν λαμβάνουσιν. Ἐπὶ μὲν οὖν τῶν ἀρχομένων σκίρρων καὶ ἔτι σῳζομένην τὴν αἴσθησιν ἀμυδρῶς ἐχόντων, ἐπιχει‐ ρεῖν προσήκει θεραπεύειν διὰ τῶν μαλασσόντων δηλονότι τὰ ἐσκλη‐ ρυμμένα σώματα φαρμάκων, ἅμα τε καὶ συμμέτρως διαφορεῖν διὰ τῶν
20κατὰ βραχὺ μαλάττειν καὶ χέειν δυναμένων· τὰ γὰρ σφοδρῶς δια‐ φοροῦντα καὶ ἀθρόως κενοῦντα χωρὶς τοῦ μαλάττειν, ἐν μὲν ταῖς πρώ‐ ταις ἡμέραις ἐλαττοῦν δοκεῖ τὸν ὄγκον, τὸ δὲ ὑπόλοιπον τῆς διαθέ‐ σεως ἀνίατον καθίσταται, παντὸς μὲν τοῦ λεπτοῦ μέρους διαφορη‐ θέντος, ἐμμείναντος δὲ τοῦ γεωδεστάτου καὶ δυσδιαιρέτου· διὰ τοῦτο
25ἐπιτηδειότατα τῶν φαρμάκων αὐτοῖς ἐστιν, ὅσα μετὰ τοῦ μαλάτ‐ τειν καὶ διαφορεῖν πέφυκε. Πρῶτον μὲν οὖν τοῖς μαλάττειν δυναμέ‐ νοις χρησάμενοι, ἐπὶ τὰ διαφοροῦντα μεταβῶμεν, κατὰ βραχὺ προσ‐ πλέκοντες αὐτὰ τοῖς μαλακτικοῖς· προσεπιβλέπειν δὲ χρὴ καὶ τὴν τοῦ θεραπευομένου σώματος ἕξιν καὶ τὴν τοῦ πάθους σύστασιν, εἰς
30ὅσον αὔξεται· εἰς ταῦτα γὰρ ἀποβλέποντός σου, στοχαστικὴ μέν, ἀλλὰ μετὰ τέχνης ἡ πρώτη χρῆσις ἔσται τοῦ μαλάττοντος φαρμά‐ κου· μετὰ μίαν δὲ ἢ δευτέραν ἡμέραν, εἴτ’ ἐπιτεῖναι προσήκει εἴτ’ ἐκλῦσαι τὴν δύναμιν τοῦ φαρμάκου νοήσεις. Προσήκει τοίνυν, ὥσπερ κἀπὶ τῶν ἄλλων φαρμάκων, οὕτω κἀπὶ τούτων παρεσκευάσθαι τῷ11
35βουλομένῳ καλῶς θεραπεύειν, πλείω φάρμακα τῶν ὁμογενῶν· ἢ πάν‐ τως γε τά τε ἰσχυρότατα καὶ τὰ μετριώτατα, ἵνα ἐκ τῆς διαφόρου μίξεως αὐτῶν ἐπὶ τῆς χρείας ἄρτιος γινόμενος, ἐργάζηται τὰ μεταξὺ τῶν ἄκρων πάμπολλα φάρμακα. Μαλακτικὰ μὲν οὖν ἐστι τῶν ἐσκλη‐ ρυμμένων σωμάτων στέαρ αἴγειον καὶ βόειον· ἐν αὐτοῖς δὲ τούτοις,
40τὰ μὲν τῶν ταύρων καὶ τῶν τράγων ἰσχυρότερα· τὰ δὲ τῶν ἐρίφων καὶ μόσχων ἔτι καὶ τούτων ἀσθενέστερα· τὸ δὲ χοίρειον καὶ τοῦτο αὐτῶν ἀσθενέστερον· διαφορητικωτέραν δὲ τούτων τὴν δύναμιν ἔχει οὐ μαλακτικωτέραν δὲ τὸ λεόντειον καὶ παρδάλειον, ὑαίνης τε καὶ χηνός· τὸ δὲ τῶν ἀλεκτορίδων μεταξὺ τοῦ τε χηνείου καὶ ὑείου τέτα‐
45κται. Τῶν δὲ μυελῶν ἄριστος μὲν ὁ ἐλάφειος, δεύτερος δὲ ὁ τῶν μό‐ σχων. Καὶ ῥητῖναι δέ, ὅσαι μὴ δριμεῖαν ἔχουσι τὴν ὀσμήν, μιγνύμε‐ ναι τοῖς προειρημένοις καὶ τοῖς ῥηθησομένοις, τὸ μὲν ἐχέκολλον τοῖς συντιθεμένοις φαρμάκοις παρέχονται, τὸ δὲ μαλακτικὸν αὐτῶν οὐκ ἀναιροῦσιν· ἐπιτηδειοτάτη δ’ αὐτῶν ἐστιν ἡ τερεβινθίνη ἡ καλουμένη

3

(50)

χία καὶ ἡ λάριξ, τὴν σύστασιν παραπλησίαν ταύτῃ ἔχουσα· μετὰ ταύτας ἡ πευκίνη καὶ μετ’ ἐκείνην ἡ ἐλατίνη· αἱ δὲ ξηρότεραι, οἰόν ἐστι τὸ καλούμενον ἰδίως πιτύϊνον φύσημα, ἀλιπεῖς καὶ ξηραίνουσαι μεγάλως, καὶ διὰ τοῦτο ἀνεπιτήδειοί εἰσιν εἰς τὴν τῶν μαλαγμάτων
μίξιν· χρηστέον δὲ τῇ τερεβινθίνῃ καὶ τῇ λάρικι· καὶ πίττα δὲ ἡ12
55βρυτία τὴν αὐτὴν ἔχει δύναμιν· τὴν δὲ πάνυ ξηρὰν οὐ μικτέον τοῖς μαλάγμασιν, ὥσπερ οὐδὲ τὴν ἄσφαλτον, ἐπὶ πλέον γὰρ ξηραίνουσιν· ὑπάρχει δὲ καὶ τῇ Χίᾳ μαστίχῃ τι μαλακτικόν· ἡ δὲ Αἰγυπτία μέ‐ λαινα μαστίχη ἔχει μέν τι καὶ μαλακτικόν, τὸ δὲ πλεῖον αὐτῆς τῆς δυνάμεως πεπτικόν τε καὶ διαφορητικὸν ὑπάρχει· καὶ τῷ λιβανωτῷ
60δὲ ὑπάρχει τι μαλακτικόν, ὥσπερ τῷ τῆς τήλεως σπέρματι· καὶ γὰρ καὶ τοῦτο μαλάττει ἑψηθέν. Δεῖ οὖν καὶ τὸν λίβανον ἑψεῖν ἐπ’ ὀλίγον ἐπὶ τῶν μαλαγμάτων· καὶ ὁ ἐκ τῶν βαλανείων δὲ συναγόμενος γλοιὸς καὶ τὸ βούτυρον τῆς αὐτῆς ἐστι τάξεως καὶ τὸ τῆς ἀλθαίας ἀφέψη‐ μα· μεταξὺ δὲ τῶν οὕτω μαλακτικῶν καὶ ἰσχυροτάτων ἐστὶ πρόπο‐
65λις· ἰσχυρότατον δὲ λέγω τό τε ἀμμωνιακὸν θυμίαμα καὶ τὸ βδέλλιον μάλιστα τὸ σκυθικόν, ῥητινῶδες ὑπάρχον καὶ τῇ χρόᾳ μέλαν· καὶ στύραξ μάλιστα μὲν ὁ ὠχρός, καλαμίτης καλούμενος, ἐφεξῆς δὲ ὁ ξανθὸς καὶ λιπαρός· καὶ ἡ χαλβάνη δὲ καὶ ὁ ὀποπάναξ πρὸς τῷ διαφο‐ ρεῖν ἔχουσί τι καὶ μαλακτικόν· ὑπερέχει δὲ τῷ μὲν διαφορεῖν ὁ ὀπο‐
70πάναξ, τῷ δὲ μαλάττειν ἡ χαλβάνη. Τοιαύτη μὲν οὖν τίς ἐστιν ἡ τῶν μαλακτικῶν φαρμάκων δύναμις. Σὺ δὲ ὅταν τι τῶν γεγραμμέ‐ νων ἐν ταῖς φαρμακίτισι βίβλοις ἐξετάσῃς τε καὶ κρίνῃς αὐτὸς ἢ συν‐ θήσῃς αὐτὸς, ἀκηκοὼς ἄρτι τὰς κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τοῖς φαρμάκοις διαφοράς, ἀκηκοὼς δ’ ὁμοίως καὶ τὰς τῶν παθῶν τε καὶ
75σωμάτων διαφοράς, τὰ μὲν ἰσχυρὰ τοῖς ἰσχυροῖς, τὰ δὲ ἀσθενῆ τοῖς ἀσθενέσι πρόσαγε. Ἐν δὲ τῷ θεραπεύειν, καταντλεῖν χρὴ τὸ μέρος
ἐλαίῳ θερμῷ λιπαρῷ, τῶν δὲ ἐχεκόλλων φαρμάκων οὐδὲν ἀφαιρεῖν χρὴ μετὰ τὸ ἐπιτιθέναι, πρὶν αὐτόματον ἀποστῆναι, ἀλλὰ κἂν λούη‐ ταί τις ἐᾶν ἐπικεῖσθαι· φυλάττεσθαι δ’ ἐπὶ τούτοις τὰ τῶν φαρμα‐13
80κωδῶν ὑδάτων λουτρὰ καὶ μάλισθ’, ὅσα χαλκανθώδη τέ ἐστι καὶ στυπτηριώδη καὶ θειώδη, βλαβερώτατα γὰρ αὐτοῖς ἐστι. Ταῦτα μὲν οὖν ἱκανὰ συνετοῖς ἀνδράσι καί τινα τριβὴν ἤδη κατὰ τὰ τῆς τέχνης ἔργα κεκτημένοις· ἐπεὶ δὲ οὐ πάντες εἰσὶ τοιοῦτοι, προστιθέναι δεῖ καὶ τὰ τῇ πείρᾳ κεκριμένα φάρμακα, τὴν ἀρχὴν ἀπὸ τῶν μαλακτικωτά‐
85των ἐν αὐτοῖς ποιησαμένους, ἃ καὶ τὰς μικρὰς ἰᾶται φλεγμονάς, σκλη‐ ρότητά τινα κεκτημένας· ἁπλούστατον δ’ ἐν αὐτοῖς ἐστι τὸ πάνυγρον καλούμενον, καὶ ἡ διὰ βουτύρου καὶ κολοφωνίας καὶ κηροῦ, ἴσων ἐμ‐ βαλλομένων τῶν τριῶν· ἔπειτα δ’ ἡ Μνασέου καὶ αἱ παραπλήσιοι, καὶ τὸ ἐλαδικὸν μάλαγμα καὶ τὸ διὰ πτέρνης καὶ τὸ Λευκίου πρὸς ἀγ‐
90κύλας καὶ τὰ σὺν αὐτοῖς γραφησόμενα μετὰ βραχὺ ἐν τῷδε τῷ λόγῳ.
90

4

(t1)

Θεραπεία συνδέσμων καὶ τενόντων σκιρρουμένων ἐν ᾗ
t2καὶ τὴν διὰ τοῦ γαγάτου λίθου καὶ μυλίτου πυρίαν ἔχεις.
t2
1 Ἡ μὲν τῶν σκιρρουμένων μορίων μάλαξίς τε καὶ διαφόρησις διὰ τῶν προειρημένων γίνεται φαρμάκων, ἅτινα μαλάγματα συνήθως κα‐ λεῖται· τὸ δ’ εἶναί τινα τῶν μορίων τὰ μὲν ἀραιότερα φύσει, τὰ δὲ πυκνότερα, ἑτέρων δεῖσθαι βοηθημάτων κατ’ εἶδος ἀναγκαῖον ἔσται·
5διὰ τοῦτο οὖν ἐπὶ τῶν τενόντων τε καὶ συνδέσμων ἀναγκαῖον ἔδοξέ
μοι βέλτιον εἶναι παραμιγνύναι τι τῇ διὰ τῶν μαλαττόντων φαρμά‐ κων ἀγωγῇ τῆς τμητικῆς δυνάμεως, ὧν ἐν τοῖς μάλιστα ὄξος ἐστὶ τοιοῦτον. Ἐπὶ τούτων μὲν οὖν προχαλασθέντων καὶ προμαλαχθέντων διὰ τῶν προρρηθέντων μαλαγμάτων, πολλάκις εὐδοκίμησεν ἡ πυρία14
10αὕτη. Ὄξει δριμυτάτῳ σβέννυμι λίθον διάπυρον, εἰ μὲν οἷόν τε εἴη τὸν πυρίτην καλούμενον, μὴ παρόντος δὲ τούτου τὸν μυλίτην λεγό‐ μενον, ἐπειδὴ τοὺς μύλους ἐξ αὐτοῦ κατασκευάζουσιν· εἶτα ἀναφερο‐ μένου τινὸς ἀτμοῦ θερμοῦ μετὰ τὸ καταχυθῆναι τοῦ λίθου τὸ ὄξος, καὶ ὁ ἐσκιρρωμένος σύνδεσμος ἢ τένων κατὰ τὴν ἀναφερομένην λιγνὺν
15διακινούμενος τῇδε κἀκεῖσε, ὠφελεῖται μεγάλως· καὶ μετὰ τοῦτο πά‐ λιν ἐπιτίθημι τὸ μαλακτικὸν φάρμακον, καὶ διαλιπὼν ὀλίγας ἡμέρας, πάλιν χρῶμαι τῇ αὐτῇ πυρίᾳ· πολλάκις γὰρ ἐν τῷ διακινεῖσθαι καὶ αἰωρεῖσθαι τὸν ἐσκιρρωμένον σύνδεσμον ἢ τένοντα ὑπὲρ τὸν ἀναφερό‐ μενον ἀτμὸν διελύθη ὁ σκίρρος, ὡς μαγείᾳ παραπλήσιον φαίνεσθαι τοῖς
20ὁρῶσι τὸ γιγνόμενον· ἐλαίῳ γε μὴν ἀπ’ ἀρχῆς τῆς θεραπείας, οὐχ ὕδατι καταντλῶ τὸ πεπονθὸς μόριον ἐπὶ πολὺ ἑκάστης ἡμέρας· ἔστω δὲ τὸ ἔλαιον γλυκύτατον, μηδεμίαν στύψιν ἔχον· ἐναφεψῶ δ’ ἐνίοτε τῷ ἐλαίῳ καὶ τῆλιν καὶ ἀλθαίας ῥίζαν, ἀγρίου τε σικύου καὶ εἴτινα ἄλλην τοιαύτην, καὶ οὕτως χρῶμαι καθ’ ἑκάστην, ὡς εἶπον· χρῶμαι
25δὲ τῷ ὄξει ἐνίοτε κἀπὶ τῶν ἄλλων μορίων σκιρρωθέντων προκοπτού‐ σης τῆς θεραπείας· ἐπενόησα γάρ τινα σύνθετα φάρμακα δι’ ὄξους, ἅτινα μεταξὺ τῶν μαλακτικῶν ἐπιτίθημι πρὸς μίαν ἡμέραν, εἶτα πά‐ λιν τὰ μαλακτικὰ ἐπιτίθημι· καὶ διαλείπων ὀλίγας ἡμέρας, ἐπιτίθημι
τὰ δι’ ὄξους πρὸς μίαν ἡμέραν· ἡ γὰρ τοῦ ὄξους δύναμις ἐκ διαστη‐15
30μάτων τινῶν προσαγομένη τοῖς ἤδη προμεμαλαγμένοις τόποις, τέμνου‐ σα καὶ διαλύουσα τοὺς παχεῖς καὶ γλίσχρους χυμούς, ὠφελεῖ τὰς τοι‐ αύτας διαθέσεις. Εἰ δὲ ἀμετρότερόν τις χρήσεται τοῖς οὕτω διαφο‐ ροῦσι καὶ μάλιστα κατ’ ἀρχὰς εὐθέως τῶν παθῶν, τὸ μὲν λεπτότερον διαφορεῖται, τὸ δὲ κατάλοιπον μένει ἐν τῷ τόπῳ ἀπολιθούμενον· καὶ
35μέντοι εἴ τι πλεονάζει ἐν τῇ χρήσει τῶν τοιούτων φαρμάκων, καὶ αὐ‐ τῆς τῆς οὐσίας ἅπτεται τῶν νεύρων· διὰ τοῦτο οὖν οὔτε πολλάκις οὔτε κατ’ ἀρχὰς οὔτε ἐφεξῆς ἡμερῶν δύο χρηστέον ἐστὶ τοῖς δι’ ὄξους φαρμάκοις ἐπὶ συνδέσμων τε καὶ τενόντων· ἐπὶ μέντοι σπληνός, τῶν σαρκωδῶν μερῶν ἐσκιρρωμένων, ἀκίνδυνος ἡ χρῆσις καὶ ἐπωφελής.
40Τῷ μὲν οὖν ἀμμωνιακῷ θυμιάματι μετ’ ὄξους πολλοὶ καὶ ἄλλοι χρῶν‐ ται κατὰ τοῦ σπληνὸς ἐπιτιθέντες, πηλώδη σύστασιν ἔχοντι· καὶ πολλάκις γε τοῦτο μόνον ἤρκεσεν εἰς τὴν θεραπείαν τοῦ ἐσκιρρωμένου σπληνός· ἐγὼ δὲ καὶ ἐπὶ τῶν ἐσκιρρωμένων μυῶν ἐν τοῖς σαρκώδεσι μορίοις πολλάκις ἐχρησάμην, ἐν τῷ μεταξὺ τῶν μαλακτικῶν φαρμά‐
45κων τῷ ἀμμωνιακῷ θυμιάματι μετ’ ὄξους ὁμοίως ἐπιχρίων, καὶ μεγά‐ λην τὴν ὠφέλειαν εἰργασάμην· ἀρκεῖ δὲ καὶ ἐπὶ τούτων πρὸς μίαν ἢ δευτέραν ἡμέραν χρησαμένους, ἐπανελθεῖν πάλιν ἐπὶ τὰ μαλακτικά, καὶ πάλιν γε ἐκείνοις χρησαμένους ἡμέραις πλείοσι, προσαγαγεῖν πάλιν τὸ δι’ ὄξους φάρμακον, εἴτε ἀμμωνιακόν ἐστιν εἴτε καὶ τῶν ἄλλων

4

(50)

τι μαλακτικῶν μετ’ ὄξους· πάντως γὰρ μαλακτικὸν εἶναι χρὴ τὸ προσ‐ αγόμενον μετ’ ὄξους· τὰ γὰρ ξηραίνοντα κατ’ ἀρχὰς μὲν δόξει εὐδο‐ κιμεῖν, ξηραίνοντα δὲ τὸ λείψανον, ἀνίατον ἐργάζεται τὴν διάθεσιν·
διὰ τοῦτο οὖν ἐγὼ πολλάκις ἐν τῷ μεταξὺ τῶν μαλακτικῶν φαρμά‐ κων καταπλάσματι ἐχρησάμην τῷ τοιούτῳ. Τῆς ἀλθαίας τὴν ῥίζαν16
55κόψας καὶ σήσας λεπτοτάτῳ κοσκίνῳ καὶ ἀναλαβὼν στέατι ἐπέθηκα· ἔστι γὰρ ἀγαθὸν φάρμακον εἰς τὰ τοιαῦτα· ἔστω δὲ τὸ στέαρ, εἰ μὲν οἷόν τε χήνειον, εἰ δὲ μὴ ὀρνίθειον, εἰ δὲ μὴ τοῦτο παρείη, τῷ τῶν ὑῶν χρηστέον· ἀλλὰ καὶ τῆς ἀγρίας μαλάχης, ἥτις πάντοθεν φύεται, τὰ φύλλα λειωθέντα μετά τινος τῶν εἰρημένων στέατος ὠφελεῖ· ἀμεί‐
60νω δὲ τῶν ὠμῶν ἐστὶ τὰ προαφηψημένα μετρίως φύλλα· τὰ γὰρ τοιαῦτα φάρμακα προσαγόμενα τοῖς ἤδη μαλαχθεῖσι τόποις, διαφορεῖν ἀδήκτως καὶ ἀβλαβῶς δύναται.
62

5

(t)

Περὶ χοιράδων Λεωνίδου
t
1 Χοιράδες ὠνομάσθησαν κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν χοίρων· εὑρί‐ σκονται δὲ κατὰ τὰς σιαγόνας τῶν συῶν συστροφαὶ ἀδενώδεις, αἷς τισιν ἐοίκασιν αἱ χοιράδες· τινὲς δέ φασιν ἀπὸ τῆς πολυγονίας τοῦ ζῴου τὸ ὄνομα τεθεῖσθαι, ὅτι καὶ τὸ πάθος ἐν πλήθει γίνεται, Εἰσὶ δὲ
5αἱ χοιράδες σάρκες ὑπόλευκοι εὔθρυπτοι, ὑπὸ ὑμένος περιεχόμεναι, καὶ συντόμως εἰπεῖν, σκιρρουμένων τῶν ἀδένων γίνονται· ὅθεν καὶ ἐν τρα‐ χήλῳ καὶ ἐν μασχάλαις καὶ βουβῶσι τὰ πολλὰ γίνονται, ἔνθα καὶ οἱ στηρίζοντες τὰ ἀγγεῖα ἀδένες εἰσὶ τεταγμένοι· σπανίως δὲ γίγνονται καὶ ἐξ ἐπιγεννήσεως τῶν τοπικῶν σαρκῶν, κατ’ ἰδιότητά τινα τρε‐
10πομένων εἰς τὴν τῶν χοιράδων φύσιν, καὶ τῇ τῆς ὕλης προσθέσει με‐ γεθυνομένων. Διαφέρουσι δὲ αὐτῶν αἱ χοιράδες μεγέθει, φύσει, τόπῳ, κατασκευῇ, πλήθει καὶ τῇ τῶν ἀγγείων καταπλοκῇ. Τῷ μὲν πλήθει,
ἢ μία γίνεται ἢ δύο ἢ πλείονες· τῷ δὲ μεγέθει, ὅτι αἱ μὲν μικραὶ γίγνονται, αἱ δὲ μέσαι, αἱ δὲ μεγάλαι, αἱ δὲ ὑπέρμετροι· παρὰ δὲ τὴν17
15φύσιν, αἱ μὲν ἥμεροι γίγνονται χοιράδες, αἱ δὲ κακοήθεις. Αἱ μὲν οὖν ἥμεροι χοιράδες ἀφλέγμαντοί εἰσι καὶ ἀνώδυνοι καὶ συμμέτρως σκλη‐ ραί· οὔτε γὰρ οὕτω μαλακή ἐστιν, ὡς τὸ στεάτωμα, οὔτε οὕτω σκλη‐ ρά, ὡς ὁ σκίρρος, ἀλλά τινα ἔχει μεταξὺ τούτων ἀφῆς ἰδιότητα, πάν‐ τως δὲ καὶ ὄγκον περιωρισμένον ἐμποιεῖ καὶ στρογγύλον καὶ ὁμαλόν.
20Εἰ δὲ κακοήθης γένοιτο ἡ χοιράς, φλεγμονὰς ἐπιφέρει καὶ ὀδύνας σφυγ‐ ματώδεις, καὶ ὄγκος ἀνώμαλος ὑποπίπτει, καὶ τὰ ἐν αὐτῇ ἀγγεῖα ἐπηρτημένα· παροξύνεται δ’ ἐν ταῖς χειραψίαις καὶ ταῖς φαρμακείαις. Παρὰ δὲ τὸν τόπον, ἢ κατὰ τὰ ὀπίσθια μέρη τοῦ τραχήλου γίγνεται ἢ κατὰ τὸ πλάγιον ἢ κατὰ τὸν βρόγχον· καὶ ἤτοι πρὸς τὴν ἐπιφάνειαν
25ὑπὸ τὸ δέρμα, ἢ ἐν τῷ βάθει πρὸς τὰ κυριώτερα καὶ μεγάλα ἀγγεῖα. Παρὰ δὲ τὴν κατασκευήν, ὅτι αἱ μὲν προσαρτεῖς γίγνονται, αἱ δὲ προσ‐ φυεῖς· ἡ μὲν γὰρ προσαρτὴς εὐμετακίνητός ἐστιν, ἡ δὲ προσφυὴς βε‐ βηκυῖα ὑποπίπτει, εὐτόνως τοῦ σώματος ἀντεχομένη. Παρὰ δὲ τὸ πλῆθος, ἢ μία γίνεται ἢ πλείονες· καὶ ποτὲ μὲν ὑγροπεποιημέναι εὑ‐
30ρίσκονται, ποτὲ δὲ οὔ. Παρὰ δὲ τὴν συμπλοκὴν τῶν ἀγγείων, τινὲς ἀρτηρίας καὶ φλέβας συμπλεκομένας ἔχουσι, τινὲς δὲ οὐ πάντοτε ἔχου‐ σιν. Αἱ μὲν οὖν μικραὶ χοιράδες τῶν μειζόνων εὐθεραπευτότεραι, καὶ αἱ ἥμεροι τῶν φλεγμαινουσῶν· αἱ δὲ κακοήθεις ἀθεράπευτοί εἰσι· πᾶσα γὰρ καρκινώδης καὶ ὑγροπεποιημένη κατασκευὴ εὐαιμορράγητος,
35μετὰ τοῦ μὴ δύνασθαι τὰς ἐν τραχείᾳ μάλιστα οὔσας ἀρτηρίᾳ ἐκ τῆς βάσεως ἀφαιρεῖσθαι· αὐτὰ γὰρ τὰ κύρια ἀγγεῖα, τὰς σφαγίτιδας λέγω φλέβας καὶ τὰς καρωτίδας ἀρτηρίας, ἔχει ῥίζας ἡ κακοήθης χοιράς. Παρὰ δὲ τὸν τόπον, εὐϊατότεραί εἰσιν αἱ πρὸς τὴν ἐπιφά‐ νειαν τῶν ἐν τῷ βάθει, πάλιν διὰ τὴν αἱμορραγίαν· ἐν δὲ τῷ τρα‐18
40χήλῳ πρὸς τούτοις καὶ διὰ τὰ φωνητικὰ νεῦρα· πολλοὶ γὰρ τέμνοντες τὰς περὶ τὴν τραχεῖαν ἀρτηρίαν χοιράδας, συνεκταμόντες καὶ τὰ φωνητικὰ νεῦρα, ἀφώνους εἰς τὸν ὑπόλοιπον τῆς ζωῆς χρόνον εἰργά‐ σαντο τοὺς πάσχοντας· ἤγουν γυμνωθέντων τῶν φωνητικῶν ὀργάνων καὶ ψυγέντων ἐν τῇ θεραπείᾳ, βλάψει τὴν φωνήν. Παρὰ δὲ τὸ μέ‐
45γεθος, αἱ μικραὶ τῶν μεγάλων εὐϊατότεραι. Παρὰ δὲ τὸ πλῆθος, ἡ μία τῶν πλειόνων εὐθεραπευτοτέρα. Πρὸς δὲ κατασκευήν, αἱ προσαρ‐ τεῖς τῶν προσφυῶν εὐϊατότεραι. Ἡ δὲ καλλίστη καὶ σύντομος θε‐ ραπεία τῶν εὐϊάτων χοιράδων ἡ χειρουργία ἐστίν.
48
Χειρουργία χοιράδων.
49

5

(50)

Ἐν μὲν οὖν τῷ ἐνεργεῖν, σχηματιζέσθω ὁ πάσχων κατακεκλιμέ‐ νος, τὸ γὰρ καθέδριον σχῆμα εἰς λιποθυμίαν τάχιστα προτρέπει τὸν πάσχοντα· μετὰ δὲ τὴν κατάκλισιν, τὰ σκέλη πρὸς ἄλληλα καὶ πρὸς τὸ βάθρον ἀσφαλιζέσθωσαν, καὶ ἡ κεφαλὴ ὑπὸ τῶν ὑπηρετῶν κατεχέσθω. Διαιρείσθω δὲ τὸ ἐπικείμενον τῷ ὄγκῳ δέρμα διαιρέσει
55εὐθείᾳ ἢ ὑπολόξῳ, ἀνεπιτήδειος γὰρ ἡ πλαγιοτομία τραχήλῳ, ὅτι τὰ ἀγγεῖα κατ’ εὐθὺ τέτακται καὶ τὰ νεῦρα· διαιρείσθω δὲ μὴ μετὰ μιᾶς ἐπιβολῆς ὅλον τὸ τοῦ δέρματος πάχος, ἵνα μὴ ἀκουσίως
ἀγγεῖον διαιρεθῇ. Καὶ ἐπὶ μὲν τῶν μικρῶν ὄγκων ἁπλῆ ἔστω ἡ διαίρεσις, ἐπὶ δὲ τῶν μειζόνων μυρσινοειδὲς σῶμα ἀφαιρείσθω, τὰ δὲ19
60κατὰ βραχὺ γυμνούμενα ἀγγεῖα παραστελλέσθω· γυμνωθεῖσα δὲ ἡ χοιρὰς φαίνεται λευκοτέρα τῆς κατὰ φύσιν σαρκός, ὅτε χρὴ εὐτόνως διαστέλλειν τοῖς ἀγκίστροις τὰ χείλη τῆς διαιρέσεως, καὶ ὑποδέρειν τὴν χοιράδα τοῖς τε δακτύλοις καὶ τῇ τοῦ σμιλίου λαβῇ· ὅταν δὲ προσφυὴς ᾖ, μετὰ προσοχῆς τὸ ἔργον ἐπιτελείσθω διὰ τὴν αἱμορρα‐
65γίαν. Ἐν δὲ τῷ ἐνεργεῖν, τὸ ἓν χεῖλος μόνον τῆς διαιρέσεως τῷ ἀγκίστρῳ ἀνατεινέσθω, καὶ οὕτως κατὰ βραχὺ τῇ τοῦ σμιλίου ἀκμῇ ἀποχωριζέσθω τῶν προσπεφυκότων σωμάτων· καὶ ὅταν καθ’ ἓν μέρος ἀπολυθῇ ἡ πρόσφυσις, πάλιν ἐπὶ τὸ ἕτερον τὸ αὐτὸ γινέσθω· εἶτα ἡ βάσις ὅλη ἐκτεμνέσθω μετὰ προσοχῆς διὰ τὰ ὑποκείμενα ἀγγεῖα
70καὶ νεῦρα. Ἐπὶ δὲ τῶν περὶ μασχάλας καὶ βουβῶνας γινομένων χοι‐ ράδων, πλαγία δίδοται ἡ διαίρεσις, διὰ τὴν ἐπαναδίπλωσιν τοῦ δέρ‐ ματος. Μετὰ δὲ τὴν χειρουργίαν αἱμορραγίας μὲν οὔσης, βοηθήματα παραλαμβανέσθω τὰ ἐν τῷ περὶ αἱμορραγίας τόπῳ προδηλωθέντα· ἀναιμορραγήτου δὲ τῆς τομῆς φυλαχθείσης, πληρούσθω ἡ διαίρεσις
75τῇ τοῦ λιβάνου μάννῃ, καὶ διαμοτούσθω ὁ τόπος, καὶ μοτοφύλαξ ἐπιτιθέσθω οἴνῳ βεβρεγμένος, εἶτα ἔριον καὶ οὕτως ἐπιδείσθω. Τῇ δ’ ἑξῆς ἐμβρεχέσθω ὁ τόπος οἰνελαίῳ ἐπικειμένων τῶν ἐπιδέσμων, καὶ τοῦτο γιγνέσθω μέχρι τρίτης ἢ τετάρτης ἡμέρας, εἶτα λυέσθω καὶ θεραπευέσθω τῇ πυοποιῷ ἀγωγῇ καὶ τῇ ἀκολούθῳ τῶν κοινῶν
80ἑλκῶν θεραπείᾳ· κάλλιστα δ’ ἀνακαθαίρει καὶ σαρκοῖ καὶ ἀσφαλῶς ἐπουλοῖ τοὺς τόπους θηριακὴ ἀναλυθεῖσα μετὰ ῥοδίνου.
81
Φάρμακον πρὸς χοιράδας.
82
Ἐπὶ δὲ τῶν ἀρχομένων χοιράδων καὶ ἐπὶ παίδων καὶ τῶν φευ‐ γόντων τὴν χειρουργίαν, πειρατέον διὰ φαρμάκων ταύτας διαλῦσαι20
85καὶ διαφορῆσαι. Ἡ δὲ θεραπεία αὐτῶν ὁμοία ἐστὶ τῇ ἐπὶ τῶν σκίρρων προγεγραμμένῃ· πρῶτον μὲν οὖν προσήκει μαλάττειν, ἔπειτα τοῖς διαφορεῖν δυναμένοις κεχρῆσθαι.
87
Ἔμπλαστρος πρὸς χοιράδας.
88 Ῥύπον ἐκ παλαίστρας τὸν ἀπὸ τῶν τοίχων λαβὼν καὶ μαλάξας,
90ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει· τοῦτο σφόδρα καλόν. Ἄλλο. Λάσαρ κηρωτῇ κυπρίνῃ ἢ ἰρίνῃ ἀναλαβὼν ἐπιτίθει. Ἄλλο. Ὀπὸν μάλιστα τὸν κυρηναϊκόν, εἰ δὲ μὴ τὸ λάσαρ ἀναλαβὼν μέλιτι ἀττικῷ, ὡς ἐμπλάστρου ἔχειν σύστασιν, καὶ ἐμπλάσας ἐπιτίθει. Ἄλλο. Ἄσβε‐ στον κηρωτῇ κυπρίνῃ ἢ ἰρίνῃ ἀναλαβὼν ἐπιτίθει. Ἄλλο. Θεῖον καὶ
95χαλβάνην ἴσα ῥητίνῃ ἀναλαβὼν ἐπιτίθει· ἢ ὄστρακον ἀπὸ φούρνου ὄξει λειώσας καὶ ἀναλαβὼν ὁμοίως τῇ κηρωτῇ ἐπιτίθει. Ἄλλο. Μαν‐ δραγόρου ῥίζης φλοιὸν κηρωτῇ κυπρίνῃ ἢ ἰρίνῃ ἀναλαβὼν χρῶ· τοῦτο σφόδρα καλόν.
98
Ἄλλο ἐκπυΐσκον χοιράδας.
99

5

(100)

Σανδαράχην ἀναλαβὼν στέατι ἐπιτίθει, ἢ τίτανον μετὰ στέατος αἰγείου ἢ βοείου, ἢ κάρδαμον μετὰ κηρωτῆς
101
Ἄλλο ῥηκτικὸν χοιράδων.
102 Κίσσηριν λειώσας σὺν ὄξει ἐπίχριε· τοῦτο ῥήσσει καὶ ξηραίνει.
Ἄλλο. Καρδαμώμου σπέρμα κυαμίνῳ ἀλεύρῳ σὺν ὕδατι κατάπλασ‐21
105σε δὶς τῆς ἡμέρας, καὶ ὅταν ἐκραγῶσι, τῷ αὐτῷ χρῶ μέχρι τελείας ὑγείας. Ἄλλο. Κνίδης σπέρμα λειώσας μετ’ οἴνου κατάπλασσε· τὸ αὐτὸ ῥήσσει, ἀνακαθαίρει, σαρκοῖ καὶ ἐπουλοῖ. Ἄλλο. Ὀλύνθους συκῆς ἀγρίας μάλιστα, σὺν ἀξουγγίῳ ἐπιτίθει· πᾶσαν γὰρ συστροφὴν διαφοροῦσιν. Ἄλλο. Σκωρίαν σιδήρου τρίψας μετ’ ἐλαίου ἐπίχριε ἢ
110βδέλλιον τὸ λιπαρὸν λειώσας μετὰ μέλιτος, ἔμπλασσε ὀθονίῳ καὶ ἐπι‐ τίθει καὶ ἐπίδησον ἡμέρας εʹ. εἶτα λύσας, σπόγγοις πυρία· ἐλαίῳ δὲ μὴ μολυνέσθω· δεῖ δὲ πρῶτον σὺν τῷ μέλιτι ἐπ’ ἀνθράκων διαλῦσαι ποσῶς τὸ βδέλλιον πεπλατυσμένον, καὶ οὕτω θερμάνας καὶ λεάνας ἐπιτίθει. Ἄλλο. Ψύλλιον, κυάμινον ἄλευρον καὶ κνίδης σπέρμα
115ἴσα ἀναλάμβανε πίσσῃ ὑγρᾷ καὶ χρῶ. Ἄλλο. Ὀστρέων ὄστρακα καύσας καὶ λειότατα ποιήσας καὶ προεμφυσήσας τῷ τόπῳ οἶνον, ἐπί‐ πασσε τὸ ξηρὸν καὶ τοῦτο ποίει συνεχῶς· ἐμπλάστροις δὲ χρηστέον ταῖς μετὰ βραχὺ ῥηθησομέναις· καλῶς δὲ πυοποιεῖ αὐτὰς καὶ ἡ διὰ τοῦ ἀχάτου λίθου καὶ ῥήσσει καὶ ἀποθεραπεύει, καὶ ἡ παρδαλὶς ἔμ‐
120πλαστρος ἡ ἐν τοῖς ὑδρωπικοῖς προειρημένη. Ὠφελοῦνται δὲ οἱ χοι‐ ραδικοὶ σφόδρα καὶ ἐχίδνας ἐσθίοντες, ὡς ἐπὶ τῶν ἐλεφαντιώντων προείρηται, καὶ λάσαρ καταπίνοντες νήστεις καθ’ ἡμέραν, ὅσον ἐρε‐ βίνθου μέγεθος. εὔλυτον δὲ χρὴ τὴν κοιλίαν εἶναι καὶ λεπτυνούσῃ διαί‐ τῃ χρῆσθαι, ἐμεῖν τε συνεχῶς καὶ ἀποφλεγματίζειν, ξυρᾶν τε τὴν κε‐
125φαλὴν καὶ καταπλάττειν τὸ βρέγμα τοῖς ἐξανθήματα μέτρια ποιεῖν δυναμένοις, οἷον καππάρεως ῥίζῃ μετ’ ἀλφίτων καὶ τοῖς ὁμοίοις, καὶ σμήγμασι τοιούτοις χρῆσθαι καὶ πάσμασιν.
127

6

(t)

Περὶ βρογχοκήλης.
t
1Ὁ περὶ τὸν βρόγχον γινόμενος ὄγκος βρογχοκήλη ὠνόμασται· πᾶς
γὰρ ὄγκος παρὰ τοῖς ἀρχαίοις κήλη ὠνόμασται· τὸ μὲν οὖν ὄνομα τοῦ πάθους κοινόν, τὸ δ’ εἶδος τοῦ ὄγκου διαφέρει. Ἡρᾶ μελιτώδης ἐστὶν ὄγκος ἢ στεατώδης ἢ ἀθερώδης ἢ σκιρρώδης ἢ καρκινώδης, ἐνίο‐22
5τε δ’ ἀνεύρυσμα τοπικὸν γίνεται, ὥσπερ εἴωθε πλειστάκις συμβαίνειν ἐκ τόκου, ὅταν ἐν ταῖς βιαιοτέραις ἀλγηδόσι κατέχῃ τὸ πνεῦμα ἡ τίκτουσα· πρόδηλον δ’ ὅτι τὸ ἐν τῷ τόπῳ τούτῳ γινόμενον ἀνεύρυσμα ἀνίατόν ἐστιν, ὥσπερ καὶ ὁ σκίρρος καὶ ὁ κακοήθης καὶ ὑπερμεγέθης ὄγκος, οἱ δὲ λοιποὶ εὐΐατοι τῇ τε χειρουργίᾳ καὶ τῇ φαρμακείᾳ εἴκον‐
10τες. Χειρουργία δ’ ἐπ’ αὐτῶν παραλαμβάνεται ἡ τῷ παρόντι ὄγκῳ κατάλληλος· λέγω δ’ εἴτε μελικηρώδης ἐστὶν εἴτε στεάτωμα ἢ ἀθέ‐ ρωμα. Διαφορεῖ δὲ βρογχοκήλην βδέλλιον μετὰ μέλιτος λεῖον ἐπιτι‐ θέμενον, ἄσβεστος μετ’ ἀξουγγίου, λάσαρ μετὰ θείου, κονία σὺν μέ‐ λιτι καὶ κυνεία κόπρος σὺν ὄξει. Ἄλλο. Κονίαν, ἄσβεστον, ἀμμω‐
15νιακόν, βδέλλιον, ὄστρακον ἀπὸ κλιβάνου ὀπτόν, ἰόν, θεῖον ἄπυρον, ἴσα σὺν ὄξει λεάνας καὶ ἀναλαβὼν ἀξουγγίῳ ἢ τερεβινθίνῃ ἐπιτίθει.
16
Ἄλλο Ἀδαμαντίου πρὸς βρογχοκήλας.
17 Κηκίδων οὐγγίαν μίαν· λίθου πυρίτου δραχμὰς τρεῖς· πυρέθρου δραχμὰς δύο· νίτρου δραχμὴν μίαν· σιλφίου δραχμὴν μίαν καὶ ἡμί‐
20σειαν· σανδαράχης δραχμὰς δύο· τερεβινθίνης δραχμὰς δύο· κηροῦ δραχμὰς τρεῖς· πίσσης δραχμὰς τρεῖς· ἀξουγγίου παλαιοῦ οὐγγίας δύο· στυπτηρίας ὑγρᾶς οὐγγίαν μίαν. Τὰ ξηρὰ οἴνῳ ἀθαλάσσῳ λείου καὶ ἑψήματι, καὶ τὰ τηκτὰ τήξας ἐπίχεε καὶ χρῶ.
23
Ἄλλο.
24
25 Λιθαργύρου δραχμὰς ὀκτώ· χαλκοῦ κεκαυμένου δραχμὰς ὀκτώ· ἐλαίου παλαιοῦ δραχμὰς ἑκατόν· πιτυΐνης δραχμὰς τεσσαράκοντα. χαλβάνης οὐγγίαν μίαν· ἀμμωνιακοῦ θυμιάματος οὐγγίαν μίαν· στυ‐ πτηρίας σχιστῆς δραχμὰς τέσσαρας· μάννης δραχμὰς τέσσαρας. Ἕψε τὸ ἔλαιον μετὰ τοῦ λιθαργύρου· μεσαζούσης δὲ τῆς ἑψήσεως,23
30ἐπίπασσε τὸν χαλκὸν καὶ ἕψε μέχρις ἀμολύντου, ἵνα σκληρότερον ᾖ· εἶτα ἐπίβαλλε τὰ τηκτὰ προτακέντα, καὶ ἄρας ἀπὸ τοῦ πυρός, ἐπί‐ πασσε μάνναν καὶ τὴν στυπτηρίαν καὶ χρῶ.
32
Ἄλλο.
33 [Start of Table] Σιλφίου, σεμιδάλεως, ἀνὰ ...............
δραχ. ηʹ.
35 Ἀσβέστου ..........................
δραχ. ιστʹ. Σανδαράχης .........................
δραχ. ιβʹ.[End of Table] Μέλιτι ἀρκοῦντι ἀναλάμβανε καὶ χρῶ. Ἐπὶ δὲ τῶν ὑπὸ τὸ γένειον οἰδημάτων, ἶριν Ἰλλυρικὴν μεθ’ ὕδατος λειώσας κατάχριε, χρώσας αὐτὴν ὀλίγῃ μίλτῳ. Χρῶ δὲ τρὶς τῆς ἡμέρας· τοῦτο πάνυ καλόν.
39

7

(t)

Περὶ ἀθερωμάτων καὶ μελικηρίδων Λεωνίδου
t
1 Τὸ μὲν ἀθέρωμά ἐστιν ὄγκος ὁμόχρους, ἀνώδυνος, ἐν χιτῶνι νευ‐ ρώδει περιέχων ἀργοῦ ὑγροῦ συλλογήν, ἐοικότος τῇ λεγομένῃ ἀθάρῃ τῇ ἐξ ἀλεύρου ἑψουμένου σκευαζομένῃ· ἐπὶ δέ τινων ἀθερωμάτων σπα‐ νίως εὑρίσκομεν σὺν τῷ ἀθερώδει ὑγρῷ καὶ ἕτερά τινα λιθώδη καὶ
5σκληρὰ σώματα καὶ ἕτερα ὡς θείου ψήγματα· ἔσθ’ ὅτε δὲ καὶ ὀρνί‐ θων ὀσταρίοις μεμασσημένοις ὅμοια· εὕρομεν δέ ποτε καὶ ὥσπερ τρί‐
χας συμπεπλεγμένας τῷ ὑγρῷ παχυτάτῳ ὄντι. Φιλόξενος δέ φησί ποτε εὑρηκέναι ζῷα ἐν τῷ ὑγρῷ κώνωψιν ἢ μύαις μικραῖς ὅμοια· ὑπο‐ πίπτει δ’ ἐνίοτε τὰ τοιαῦτα σώματα τῇ ἀφῇ τῶν δακτύλων ἐν24
10ταῖς σημειώσεσιν. Ἔστι δὲ καὶ τῷ σχήματι καὶ τῇ διαπλάσει ὁ ὄγ‐ κος τοῦ ἀθερώματος ὑπομήκης καὶ ὑπόπλατυς· τῇ δὲ παραπιέσει τῶν δακτύλων διὰ τὸ πάχος τοῦ ὑγροῦ, βραδέως μὲν κοιλαίνεται ὁ τόπος, καὶ μετὰ τὴν ἄρσιν τῶν δακτύλων βραδέως συνάγεται. Ἡ δὲ μελι‐ κηρὶς νευρώδης ἐστὶ χιτών, λεπτοῦ ὑγροῦ μελιττώδους περιεκτικός,
15ἀνώδυνος δ’ ὁμοίως. Διαφέρει μὲν οὖν τοῦ ἀθερώματος σχήματι καὶ τῇ τοῦ ὑγροῦ συστάσει· τῷ μὲν γὰρ σχήματι στρογγυλότερός ἐστιν ὁ τῆς μελικηρίδος ὄγκος, τῇ δὲ συστάσει λεπτότερόν ἐστι τὸ ἐν αὐτῇ ὑγρόν, διὸ καὶ περιτέταται μᾶλλον ὁ ὄγκος, καὶ ἐν τῷ παραπιεσμῷ τῶν δακτύλων τάχιστα μὲν εἴκει τὸ ὑγρόν, καὶ πάλιν μετὰ τὴν ἄρ‐
20σιν τῶν δακτύλων τάχιστα συνάγεται. Πρὸς δὲ τὴν χειρουργίαν οὐ διαφέρει, εἴτε ἀθερῶδες εἴη τὸ περιεχόμενον ὑγρόν, εἴτε μελικηρῶδες, εἴτε τρυγῶδες ἢ ἄλλης τινὸς οὐσίας. ἐπὶ πάντων γὰρ σκοπὸς ἡμῖν ἐστιν ἐν τῇ χειρουργίᾳ τὸν περιέχοντα τὸ ὑγρὸν χιτῶνα ἀφαιρεῖν· ἀναγκαῖον οὖν ἐστιν ὑπομνῆσαι ὅτι τινὲς τῶν ὄγκων οἷον προσηρτη‐
25μένοι εὑρίσκονται καὶ εὐμετακίνητοι καὶ ῥᾳδίως κομιζόμενοι, τινὲς δὲ προσφυεῖς καὶ δυσμετακίνητοι καὶ προσοχῆς δεόμενοι ἐν ταῖς χειρουρ‐ γίαις, διὰ τὰς αἱμορραγίας καὶ τὰς τῶν νεύρων διακοπάς· ἤδη γάρ τινες τῶν ἀπείρων χειρουργῶν συναπέταμον τοῖς ὄγκοις καὶ τὰ ὑπο‐ κείμενα νεῦρα.
29
30Χειρουργία.
30
Ἐν δὲ τῇ χειρουργίᾳ καθέδριον μὲν σχηματίζειν δεῖ τὸν πάσχον‐ τα· καὶ εἰ μὲν μικρὸς εἴη ὁ ὄγκος, ἁπλῆ διδόσθω ἡ διαίρεσις, καθὼς ἐπὶ χοιράδων προείρηται· εἰ δὲ μείζων, μυρσινοειδὲς ἀφαιρείσθω τὸ ἐπικείμενον δέρμα πρὸς τὴν τοῦ ὄγκου ἀναλογίαν· ἀλλ’ οὐ κατὰ μίαν25
35ἐπιβολὴν δοτέον τὴν τομήν, ἵνα μὴ ἀθρόως διαιρεθέντος τοῦ τὸ ὑγρὸν περιέχοντος χιτῶνος ἐκκενωθῇ τὸ ὑγρόν· κενωθέντος γὰρ τοῦ ὑγροῦ καὶ συμπεσόντος τοῦ ὄγκου, δυσχερῶς ὑποδέρεται καὶ κομίζεται ὁ χι‐ τών· προσήκει οὖν μετὰ προσοχῆς ὑποδέρειν κατὰ βραχὺ καὶ κομίζειν ὅλον τὸν χιτῶνα τοῦ ὑγροῦ, μηδὲν καταλιπόντας περὶ τὴν βάσιν, διὰ
40τὴν παλιγγενεσίαν τοῦ πάθους. Μετὰ δὲ τὴν τοῦ ὄγκου κομιδήν, συν‐ άγομεν τὰ χείλη τῆς διαιρέσεως· καὶ ἐὰν φαίνηται κεχαλασμένα πλέον τοῦ δέοντος καὶ ἐκτρεπόμενα, τό τε πλεονάζον τοῦ δέρματος ἐκτέμνομεν, καὶ οὕτω ῥαφαῖς συνάγομεν τὰ χείλη· ἄξιον δὲ καὶ τοῦτο ὑπομνῆσαι, ὡς εἴ γε συμβῇ τὸν τοιοῦτον ὄγκον ἐν τῇ κεφαλῇ εἶναι,
45μετὰ τὴν κομιδὴν τοῦ ὑγροῦ διαιρεῖν προσήκει τὸν περιόστεον ἢ περι‐ κράνιον λεγόμενον ὑμένα, καὶ περιξέειν ἀκριβῶς τὸ τῆς κεφαλῆς ὀστοῦν. Μετὰ δὲ τὴν χειρουργίαν ἐπὶ μὲν τῶν μικρῶν ὄγκων, μικρᾶς τῆς δι‐ αιρέσεως γενομένης καὶ μηδεμιᾶς δυσχερείας ὑποπτευομένης αὐτόθι, μετὰ τὰς ῥαφὰς σπληνίον κολλητικὸν ἀφλεγμάντου δυνάμεως ἐπιτι‐

7

(50)

θέναι καὶ ἐπιδεσμεῖν· ἐφ’ ὧν δὲ οὐ πρόκειται ἔναιμος κόλλησις, ῥά‐ πτειν μὲν οὖν χρὴ ἐκ διαστημάτων μειζόνων, πρὸς τὸ ὑπόμηκες ἐργάσασθαι τὸ σχῆμα τῆς διαιρέσεως, καὶ διαμοτώσαντες χρησόμεθα τῇ ἀκολούθῳ πυοποιῷ θεραπείᾳ, καθὼς ἐν τῷ περὶ ἀποστημάτων λόγῳ προδεδήλωται. Ἐπὶ δὲ τῶν τὴν χειρουργίαν παραιτουμένων,
55πειρατέον διὰ τῶν διαφορεῖν ἐπαγγελλομένων τοὺς τοιούτους ὄγκους
φαρμάκων ἀποθεραπεύειν, ὁποῖά ἐστι τὰ τοιαῦτα.
Ἔμπλαστρος πρὸς μελικηρίδας.
26
57 Σταφίδων ἐκγιγαρτισμένων λίτραν μίαν· κυμίνου λειοτάτου οὐγγίας ἕξ· νίτρου οὐγγίας τρεῖς· ὁλμοκοπήσας ἐπιτίθει καὶ ἐπίδησον· εἰ δὲ
60δέοι διὰ τὰς ἀπὸ τῆς σφίγξεως περιτάσεις κηρωτῇ χρῆσθαι, σκεύαζε διὰ Σικυωνίου ἐλαίου καὶ μαστίχης ὀλίγης κηρωτήν.
61 Ἄλλη πρὸς μελικηρίδας ποιοῦσα καὶ πρὸς τὰ κηρία
λεγόμενα.
63 Σταφίδος ἐκγιγαρτισμένης, λεπίδος, μάννης, ἴσα ἀναλαβὼν καὶ μα‐
65λαγματώδη ποιήσας ἐπιτίθει.
65
Ἄλλη πρὸς μελικηρίδας καὶ στεατώματα.
66 Κηροῦ, τερεβινθίνης, λεπίδος, ἀνὰ οὐγγίας δύο· θείου ἀπύρου, νί‐ τρου ἀνὰ οὐγγίαν μίαν· καννάβεως ἀγρίας ῥίζης ξηρᾶς δραχμὰς τριά‐ κοντα πέντε· εἰ δὲ μὴ παρείη, ἀριστολοχίας δραχμὰς τριάκοντα πέντε.
70ἐλαίου παλαιοῦ λίτραν μίαν. Τὰς ῥίζας προβρέχων τεθλασμένας ἡμέρας τρεῖς ἕψε ἕως φρυγῶσιν· εἶτα ταῦτα μὲν ἀπορρίψας, τῷ δ’ ἐλαίῳ τήξας τὰ τηκτά, ἐπίχεε τοῖς ξηροῖς προλειωθεῖσι μετ’ ὀλίγου ὄξους καὶ χρῶ.
72
Ἄλλη πρὸς μελικηρίδας διαφορητική.
73 Ἁλὸς ἀμμωνιακοῦ, λιθαργύρου, ψιμμυθίου, ἀνὰ λίτραν μίαν· κηροῦ,
75τερεβινθίνης, χαλβάνης, ὀποπάνακος, ἀνὰ οὐγγίαν μίαν· μίλτου Σι‐
νωπικῆς οὐγγίας ἕξ· ὄξους κύαθον ἕνα. Ἕψε λιθάργυρον, ψιμμύθιον, ἅλας λειότατον ποιήσας, μέχρις ἀμολύντου· εἶτα ἐπίβαλλε τὴν μίλ‐ τον προλειωθεῖσαν μετ’ ὄξους, καὶ ἑνώσας ἐπίβαλλε τὰ τηκτά· καὶ ψύξας ἐπίχεε τὸν ὀποπάνακα καὶ τὴν χαλβάνην λειωθέντα ἐν λοπάδι27
80μετ’ ὄξους καὶ χρῶ.
80 Ἄλλη ἡ δι’ ὀνίσκων πρὸς μελικηρίδας καὶ χοιράδας·
ἔστι δὲ καὶ ἀπουλωτική.
82 Ὀνίσκους τοὺς ὑπὸ τὰς ὑδρίας διακοσίους· ὀστρέων κεκαυμένων λειοτάτων δραχμὰς τέσσαρας· μίλτου Σινωπικῆς δραχμὰς ἑπτά· τε‐
85ρεβινθίνης λίτραν μίαν. Τὰ ὄστρεα καὶ τὴν μίλτον λειώσας ἕκαστον ἰδίᾳ καὶ ὁμοῦ, ἐπίβαλλε τοὺς ὀνίσκους ζῶντας· καὶ συλλεάνας ἱκανῶς ἕψε τὴν τερεβινθίνην ἐπὶ θερμοσποδιᾶς ἐπ’ ὀλίγον, ἵνα μὴ μολύνῃ· καὶ κατάχεε ἐν τῇ θυίᾳ καὶ χρῶ, δέρματι ἐμπλάσσων καὶ λύων δι’ ἡμερῶν πέντε· εἰ δέ τις βούλοιτο, καὶ συλλουέσθω.
89

8

(t)

Περὶ στεατωμάτων.
t
1 Τὸ στεάτωμα πιμελή ἐστι παρὰ φύσιν ηὐξημένη κατὰ τὴν τοπι‐ κὴν ἰδιότητα· ἔστι δὲ ὄγκος ὁμόχρους, εὐαφὴς καὶ κατ’ ἀρχὰς μὲν μικρός, χρόνῳ δὲ μεγεθύνεται· τὰ δὲ πολλὰ τῶν στεατωμάτων πλα‐ τύτερά εἰσι τῇ βάσει κατὰ τὴν περιφέρειαν· σπανίως δ’ εὑρίσκεται
5καὶ στενὰ μὲν τῇ βάσει κεχρημένα, κατὰ δὲ τὴν κορυφὴν πλατυνό‐ μενα. Διαφέρει δὲ τὸ στεάτωμα χοιράδος, τὸ μαλακώτερον ὑποπί‐
πτειν τῇ ἀφῇ· ἀθερώματος δὲ καὶ μελικηρίδος διαφέρει τὸ στεάτω‐ μα ὅτι καὶ πλῆρές ἐστι καὶ ναστὸν καὶ μὴ κοιλαινόμενον κατὰ τὰς τῶν δακτύλων παραπιέσεις· χειρουργίᾳ δὲ θεραπεύεται καὶ τοῦτο. Ἐν28
10δὲ τῷ χειρουργεῖν κατ’ ἀναλογίαν τοῦ ὄγκου ἡ διαίρεσις διδόσθω ἢ ἁπλῆ ἢ μυρσινοειδὴς κατὰ τὴν μεσότητα τῆς κορυφῆς· παρρησίᾳ δὲ νῦν ἐκτέμνεται τὸ δέρμα, οὐ γὰρ εὐλαβούμεθα ἐπὶ τούτων τὴν τοῦ χιτῶνος σύντρησιν, ὡς ἐπὶ μελικηρίδος ἢ ἀθερώματος, ἐπειδὴ οὐδὲ προπίπτει ἡ πιμελὴ διαιρεθεῖσα. Πάλιν δὲ μνημονευτέον, ὡς καὶ
15πρόσθεν εἴρηται περὶ χοιράδων· ἐὰν μὲν ᾖ προσαρτὲς τὸ στεάτωμα, κατὰ περιδορὰν καὶ ὑποδορὰν κομιζέσθω, τὸ μὲν τοῖς δακτύλοις ὑπο‐ δέροντες, τὸ δὲ τῇ τοῦ σμιλίου λαβῇ· ἐὰν δὲ προσφυές, κατὰ περι‐ τομὴν καὶ ὑποτομήν. Μετὰ δὲ τὴν ἐξαίρεσιν ῥαφαῖς συναγέσθω τὰ χείλη πρὸς κόλλησιν, ἢ διαμοτούσθω τὸ βάθος, καὶ τῇ πυοποιῷ
20ἀγωγῇ θεραπευέσθω. Τοῦ δὲ στεατώματος κατὰ τὴν κορυφὴν πε‐ πλατυσμένου, στενοτάτης καὶ λεπτοτάτης ἄγαν οὔσης τῆς βάσεως, οὐδὲν ἕτερον δεῖ περιεργάζεσθαι ἢ ὅλον ἐκ βάσεως ἀποτέμνειν δεῖ τὸν ὄγκον· οὕτω γὰρ καὶ σύντονος ἡ χειρουργία γίνεται, καὶ σμικρο‐ τάτη ἡ ἕλκωσις, καὶ ἰσόπεδος καὶ σύντομος ἡ θεραπεία. Διαφορεῖν δὲ
25στεάτωμά φασι, βουφθάλμου ἄνθη λεῖα μετὰ κηροῦ καὶ ἐλαίου παλαιοῦ, κυκλαμίνου ῥίζα ἀξουγγίῳ παλαιῷ ἀναλαμβανομένη· χρῶ δὲ καὶ ταῖς ἐπὶ τῶν μελικηρίδων προειρημέναις ἐμπλάστροις, καὶ μάλιστα τῇ διὰ τοῦ θείου καὶ νίτρου καὶ ταῖς ὁμοίαις μετὰ ταῦτα γραφησομέναις.
28

9

(t)

Περὶ γαγγλίου Φιλαγρίου.
t
1Τὸ γάγγλιον συναγωγή ἐστι νεύρου, τὰ πολλὰ μὲν ἐκ πληγῆς ἢ
κρούσματος προηγησαμένου γιγνόμενον, σπανίως δ’ ἐξ αὐτομάτου, πλεονάζει δὲ τὸ πάθος ἐν τοῖς καρποῖς καὶ ἐν τοῖς μετακαρπίοις καὶ τοῖς τῶν ποδῶν πεδίοις, σπανίως δὲ καὶ ἐν τῷ ἀγκῶνι καὶ ἐν τῇ29
5κεφαλῇ, ἐνίοτε δὲ καὶ ἐν ἄλλῳ μέρει τοῦ σώματος· ἐν δὲ τῇ σημειώ‐ σει ὑποπίπτει ὄγκος ἀνώμαλος μικρός, ναρκώδης, αἴσθησιν ἐμποιῶν ἐν τῷ παραπιεσμῷ. Διαφέρει δὲ μελικηρίδος καὶ ἀθερώματος τῇ ἀνω‐ μαλίᾳ τοῦ ὄγκου καὶ τῇ ἀντιτυπίᾳ, καὶ ὅτι οὐ μετακινεῖται κατὰ κύκλον ὅλον ὥσπερ ἐκεῖνα, ἀλλὰ δεξιὰ καὶ ἀριστερὰ παράγεται κατὰ
10τὴν τοῦ νεύρου θέσιν. Τὴν μὲν οὖν χειρουργίαν ἐπὶ τῶν γαγγλίων παραιτεῖσθαι χρὴ καὶ μάλιστα τῶν ἐν ταῖς χερσὶν ἢ ποσίν, ἰᾶσθαι δὲ διὰ φαρμακείας· χρὴ γὰρ ἀμμωνιακὸν παρὰ πυρὶ μαλάξαντας καὶ ἐμπλάσσαντας ἐπιτιθέναι ὡς ἔνι ἔνθερμον· ἔπειτα μολύβδου πλάτυ‐ σμα ἰσοπλατὲς τῷ ὄγκῳ ἐπιτιθέναι καὶ ἐπιδεσμεῖν, κατὰ τῆς μεσό‐
15τητος ἐρείδοντες τὸν ἐπίδεσμον, μὴ ἔνθα καὶ ἔνθα· μετὰ δὲ ἡμέρας ἤδη τινὰς προμεμαλαγμένου ἤδη τοῦ γαγγλίου, μηδὲν προειπόντες τῷ θεραπευομένῳ, εὐθέως μετὰ τὴν τοῦ ἐπιδέσμου ἀφαίρεσιν ἔτι τοῦ τόπου ἐνθέρμου ὄντος, ἐπιτιθέναι δεῖ τὸν μέγαν δάκτυλον τῆς δεξιᾶς χειρὸς τῷ γαγγλίῳ, περιβάλλειν δὲ τῷ κώλῳ τοὺς λοιποὺς τέσσα‐
20ρας καὶ θλίβειν σφοδρότερον· οὕτως γὰρ πραττόντων, ἔσθ’ ὅτε καὶ παραχρῆμα διαλύεται. Χρῶ δὲ καὶ ταῖς μαλακτικαῖς ἐμπλάστροις καὶ μάλιστα τῇ διὰ ψυλλίου καὶ πίσσης καὶ μαστίχης μελαίνης καὶ κόπρου περιστερῶν καὶ μαλάχης ἀγρίας· χρῶ δὲ καὶ τῷ πρὸς ἀγκύ‐ λας μαλάγματι Λευκίου· ποιεῖ δὲ καὶ τοῦτο· ψιμμυθίου, ἐλαίου πα‐
25λαιοῦ, πιτυΐνης, ἀνὰ λίτραν μίαν· κηροῦ οὐγγίας δύο· ἀμμωνιακοῦ
θυμιάματος, χαλβάνης, ἀνὰ οὐγγίαν μίαν. Ἕψε τὸ ἔλαιον μετὰ τοῦ ψιμμυθίου μέχρις ἀμολύντου· εἶτα ἐπίβαλλε τὸ ἀμμωνιακὸν κεκομ‐ μένον, ἔπειτα τὴν πιτυΐνην καὶ τὸν κηρόν, ἐσχάτην δὲ τὴν χαλβά‐ νην προμεμαλαγμένην· τινὲς δὲ τῆς μὲν πιτυΐνης οὐγγίας πέντε βάλ‐30
30λουσι, τοῦ δὲ κηροῦ οὐγγίας τέσσαρας.
30

10

(t)

Περὶ ἀνευρύσματος.
t
1 Τὸ ἀνεύρυσμα ἐν παντὶ μέρει τοῦ σώματος γίνεται· πλεονάζει δὲ κατὰ τὸν βρόγχον, ἐν τῇ γενέσει τῆς καλουμένης ἀνευρυσματώδους βρογχοκήλης· μάλιστα δὲ γυναιξὶν ἀπὸ τοῦ τόκου τοῦτο συμβαίνει ἐν ταῖς βιαίαις τοῦ πνεύματος κατοχαῖς, γίνεται δὲ καὶ ἐν τῇ κε‐
5φαλῇ κατὰ τοὺς ἀρτηριώδεις τόπους καὶ ἐν ἑτέροις δὲ τόποις ἀρτη‐ ρίας τρωθείσης, ὡς ἐπὶ τῶν ἀφυῶς τεμνόντων ἰατρῶν τὴν ἐν ἀγκῶνι φλέβα τὴν κάτω καὶ συνδιαιρούντων αὐτῇ τὴν ὑποκειμένην ἀρτηρίαν· κοινῶς δὲ ἡ γένεσίς ἐστι τοῦ ἀνευρύσματος, κατὰ διήθησιν τοῦ ἐν ταῖς ἀρτηρίαις αἵματος καὶ πνεύματος ἢ κατ’ ἀναστόμωσιν τῶν ἀρ‐
10τηριῶν ἢ κατὰ ῥῆξιν· τὸ δὲ κατὰ βραχὺ ἐκκρινόμενον αἷμα καὶ πνεῦ‐ μα ἀθροίζεται ὑπὸ τὸ δέρμα. Σημεῖα δὲ συνεδρεύει τῷ ἀνευρύσματι, ὄγκος ἢ μικρὸς ἢ μέγας, ὁμόχρους, ἀνώδυνος, μαλακὸς ἄγαν, σομ‐ φότατος, ἔννοιαν ἐμποιῶν· ἐν δὲ τῇ παραπιέσει τῶν δακτύλων ὑπο‐ χωρεῖ, ὥστε σχεδὸν καὶ ἄδηλον γενέσθαι, καὶ πάλιν τάχιστα διογ‐
15κοῦται· καὶ μάλιστα τοῦτο συμβαίνει ἐπὶ τῶν ὑπὸ τὸ γένειον ἀνευ‐ ρυσμάτων καὶ τῶν ἄλλων τῶν χωρὶς τρώσεως γιγνομένων. Ἐφ’ ὧν δὲ τρῶσις τῆς ἀρτηρίας προηγήσατο, εἴτ’ ἐπουλωθέντος τοῦ δέρματος τὸ ἀνεύρυσμα γέγονεν, οὐχ ὁμοίως ὁ ὄγκος μαλακὸς ὑποπίπτει, διὰ
τὸ πλεῖον τοῦ πνεύματος εἶναι τὸ αἷμα καὶ θρομβοῦσθαι καὶ περιτεί‐31
20νειν τὸν ὄγκον. Ἡ μὲν οὖν σημείωσις τοῦ πάθους αὕτη. ἀπηγόρευ‐ ται δὲ τὸ πάθος ὑπὸ τῶν χειρουργῶν πάντων, ὅταν ἐν τῷ βρόγχῳ γένηται ἢ ἐν τῇ κεφαλῇ· ἅμα γὰρ τῇ τοῦ ἀνευρύσματος διαιρέσει, δυσεπίσχετος καὶ λαβροτάτη γίνεται ἡ αἱμορραγία, συνεκκρινομένου καὶ πλήθους ζωτικοῦ πνεύματος, ὡς ἐκ τούτου συμβαίνει ἐν ταῖς τοῦ
25ἰατροῦ χερσὶ κινδυνεύειν τὸν ἄνθρωπον χειρουργούμενον τελευτᾶν. Ἐπὶ δὲ τοῦ κατὰ τὸ κοῖλον τοῦ ἀγκῶνος ἀνευρύσματος, ἐγχειροῦμεν οὕτως· πρῶτον μὲν σημειούμεθα τὴν ἐκ τῆς μασχάλης διὰ τοῦ ἔνδον μέρους τοῦ βραχίονος ἐπὶ τὸν ἀγκῶνα φερομένην ἄνωθεν ἀρτηρίαν ἁπλῇ διαιρέσει κατὰ τὸ μῆκος τοῦ ἔνδον μέρους τοῦ βραχίονος, δι‐
30δομένῃ ἀπὸ τριῶν ἢ καὶ τεσσάρων δακτύλων κατώτερον τῆς μασχά‐ λης, ἔνθα μάλιστα ὑποπίπτει τῇ ἀφῇ ἡ ἀρτηρία· γυμνωθεῖσαν δὲ αὐτὴν κατὰ βραχύ, ἠρέμα ἀποδέρομεν καὶ ἀποχωρίζομεν τῶν περι‐ κειμένων σωμάτων, καὶ τῷ τυφλαγκίστρῳ ἀνασπάσαντες αὐτήν, βρόχους δύο λινοὺς συνεστραμμένους στερεοὺς ἐμβάλλομεν ἀπὸ δια‐
35στημάτων δακτύλου πλατυτέρου ἑνός· σφίγγοντες ἀκριβέστατα, ἀπο‐ τέμνομεν τὴν ἀρτηρίαν κατὰ τῶν δύο βρόχων τὴν μεσότητα, καὶ πληρώσαντες τὴν διαίρεσιν μάννῃ καὶ διαμοτώσαντες, ἐπιδέσμοις χρώμεθα· μετὰ δὲ ταῦτα διαιροῦμεν τὸν ἐν τῷ κοίλῳ τοῦ ἀγκῶνος ὄγκον, οὐκέτι ὑφορώμενοι τὸν ἐκ τῆς αἱμορραγίας κίνδυνον. Ἐκκενώ‐
40σαντες δὲ τοὺς θρόμβους, εἶτα ἐπιζητήσαντες καὶ εὑρόντες τὴν αἱ‐ μορραγοῦσαν ἀρτηρίαν, τοῖς ἀγκίστροις ταύτην ἀνασπῶντες, ἀπο‐ σφίγγομεν ὁμοίως τῇ προτέρᾳ, καὶ πάλιν τῇ μάννῃ πληρώσαντες τὴν διαίρεσιν θεραπεύομεν τῇ πυοποιῷ ἀγωγῇ. Χρῶ δ’ ἐπὶ τῶν περὶ τὸν βρόγχον ἀνευρυσμάτων τῷ διὰ τῆς κυπαρίσσου καταπλάσματι, τῷ
45γραφησομένῳ σὺν τοῖς διαφορητικοῖς φαρμάκοις.32

11

(t)

Περὶ κηρίων.
t
1 Τὸ καλούμενον κηρίον ἕλκος ἐστὶ νομῶδες καὶ ῥευματιζόμενον· φθειρόμενον γὰρ τὸ ἐπικείμενον δέρμα, κατατιτρᾶται καὶ ἰχῶρα ῥεῖ· μελιτῶδες δ’ ἐστὶν ὑγρὸν τὸ λεπτὸν ἐκκρινόμενον, διὸ καὶ κηρίον κέ‐ κληται, διά τε τὸ σχῆμα τῶν διατρήσεων καὶ τὴν ἰδέαν τοῦ ἐκκρι‐
5νομένου ὑγροῦ· γίνεται δὲ συνεχῶς κατὰ τοὺς μυώδεις τόπους καὶ κατὰ τὰ ἄρθρα καὶ πλευρὰς καὶ τὰ τῶν ποδῶν πεδία· τοῖς δὲ πλεί‐ στοις γίνεται κατὰ τὸν ἕκτον ἐν τῷ τραχήλῳ σπόνδυλον. Ἐν δὲ τῇ κεφαλῇ γιγνόμενον τὸ πάθος, συμβαίνει μᾶλλον ὥστε φθειρομένων τῶν σωμάτων καὶ τὸ ὀστέον τοῦ κρανίου κακοῦσθαι. Ἀρχομένου τοί‐
10νυν τοῦ πάθους ἐπιχειρεῖν προσήκει θεραπεύειν διὰ τῶν ὑποτεταγ‐ μένων φαρμάκων· νικηθέντων δ’ αὐτῶν, ἐξέσται ἐκτομῇ χρῆσθαι τῶν ἠλλοτριωμένων σωμάτων καὶ μάλιστα ἐν κεφαλῇ, εἶτα διαιρεῖν τὸν περικράνιον ὑμένα καὶ ἀποξέειν τὸ ὀστέον τῆς κεφαλῆς· εἶτα καυ‐ στηρίοις σιδήροις καίειν κατὰ κύκλον τὰ χείλη τῆς διαιρέσεως, μὴ
15ἁπτομένου τοῦ τῆς κεφαλῆς ὀστοῦ· τὸ αὐτὸ δὲ ποιεῖν κἀπὶ τῶν ἄλ‐ λων, χρονιζούσης τῆς διαθέσεως, εἶτα τοῖς πρὸς νομὰς φαρμάκοις κε‐ χρῆσθαι, ὡς τῷ διὰ τοῦ κεκαυμένου χάρτου ξηρῷ καὶ τῷ οἰσυπηρῷ τροχίσκῳ καὶ τοῖς ὁμοίοις, καὶ καταπλάσσειν φακῷ ἑφθῷ μετὰ σι‐ δίων ἢ ἐλαίας φύλλων. Σταθείσης δὲ τῆς νομῆς, θεραπεύειν ὡς τὰ
20κοινὰ ἕλκη. Ἐπὶ δὲ τῶν ἀρχομένων κηρίων ἐπιτήδειά ἐστι ταῦτα·
ἄλευρον κρίθινον ἑψήσας μετὰ μελικράτου κατάπλαττε· ἢ ὕειον στέαρ καὶ τερεβινθίνην καὶ μέλι ἴσα ἑψήσας, ὡς ἔχειν σύστασιν, ἐπιτίθει· πρὸς δὲ τὰ ἤδη ἀναστομωθέντα, θεῖον ἄπυρον πίσσῃ ὑγρᾷ ἀναλαβὼν χρῶ, ἢ ὀρόβων ἄλευρον μετὰ μέλιτος κατάπλασσε, ἢ λεπίδα καὶ μάν‐33
25ναν καὶ σταφίδων σάρκας ἴσα λεάνας χρῶ. Πρὸς δὲ τὰ πλατύτερα κηρία, σήκαλιν παρακόψας ἐπιτίθει· ἐγὼ δ’ εἴωθα πρῶτον καταπλάτ‐ τειν φακῷ μετὰ σιδίων ἑφθῷ λειοτάτῳ σὺν μέλιτι· εἰ δὲ φλεγμαίνει, καὶ σὺν ἄρτῳ βραχεῖ· εἶτα πραϋνθεισῶν τῶν φλεγμονῶν, ἐπιτίθημι τὸ ἐλαδικὸν μάλαγμα ἢ τὴν Σεραπίωνος ἢ τὴν Πασίωνος μηλίνην ἢ
30τὴν Ἀφροδίτην· μαλακώτερον δ’ εἶναι χρὴ τῇ συστάσει τὸ προσαγό‐ μενον φάρμακον, διὰ τὰς ἐγγινομένας ἐκ τῶν σκληρῶν περιστάσεις· ὅθεν εἰ σκληρὸν εἶναι συμβῇ τὸ φάρμακον, μαλακτέον αὐτὸ σὺν ἐλαίῳ.
32

12

(t)

Περὶ ὑδροκεφάλου, Λεωνίδου.
t
1 Ὑδροκέφαλον τὸ πάθος προσηγόρευται ἀπὸ τοῦ ἐν τῇ κεφαλῇ ὑδατώδους ὑγροῦ συλλεγομένου· κατὰ τὸ πλεῖστον δ’ ὑδατῶδες συλ‐ λέγεται, ἐνίοτε δὲ καὶ τρυγῶδες καὶ δίαιμον· ἐπὶ δὲ πάντων ἀργόν ἐστι τὸ ὑγρόν, διὸ οὐ σήπεται. Γίνεται δ’ ἢ ἐξ ἀδήλου αἰτίας ἢ
5ἐκ προδήλου· ἐξ ἀδήλου μέν, αὐτομάτως ἀραιουμένων τῶν τοπικῶν ἀγγείων, καὶ διηθουμένης ἐξ αὐτῶν τῆς ὀρρώδους οὐσίας καὶ εἰς τό‐ πον τινὰ συνισταμένης τῆς κεφαλῆς· ἐκ προδήλου δ’ αἰτίας γίνεται, ἐκ πληγῆς ἢ θλάσματος· θλωμένων τῶν τοπικῶν ἀγγείων καὶ διη‐ θούντων τὸ αἷμα, τὸ δὲ διηθούμενον κατὰ βραχὺ ἐξυδαροῦται· συνε‐
10χέστατα δὲ γίνεται τὸ πάθος νηπίοις, ὅταν ἡ μαῖα σκληροτέρᾳ τῇ
χειρὶ χρησαμένη κατὰ τὸ τοῦ ἐμβρύου κεφάλιον θλάττῃ τινὰ τῶν σωμάτων. Συνίσταται δὲ τὸ ὑγρὸν ἢ μεταξὺ τοῦ δέρματος καὶ τοῦ περικρανίου μυὸς καὶ τοῦ περικρανίου ὑμένος ἢ ὑπὸ τὸν περικράνιον ὑμένα, μεταξὺ αὐτοῦ καὶ τοῦ τῆς κεφαλῆς ὀστοῦ· τινὲς δέ φασι καὶ34
15ὑπὸ τὴν μήνιγγα, μεταξὺ αὐτῆς τε καὶ τοῦ ἐγκεφάλου ποτὲ συνί‐ στασθαι τοῦτο τὸ ὑγρόν. Τοῦ μὲν οὖν ὑγροῦ ἔξωθεν τοῦ περικρανίου συνειλεγμένου, ὄγκος ὑποπίπτει ὁμόχρους κατά τι μέρος τῆς κεφα‐ λῆς, ἀνώδυνος, εὐαφής, μεθιστάμενος κατὰ τὴν τῶν δακτύλων πίλη‐ σιν· τῆς δὲ συλλογῆς ὑπὸ τὸ ὀστέον τῆς κεφαλῆς γεγενημένης μετα‐
20ξὺ αὐτοῦ τε καὶ τῆς μήνιγγος, κατ’ ἀρχὰς μὲν ὀλίγου ὄντος τοῦ ὑγροῦ, βάρος ἐπιγίνεται τῆς κεφαλῆς καὶ σκοτώματα συνεχῆ, καὶ ἐν τοῖς μετασχηματισμοῖς τῆς κεφαλῆς ἔννοια γίνεται τῷ πάσχοντι, ὡς μεταγομένου τινὸς κατὰ τὸ τῆς κεφαλῆς βάθος πρὸς τὸ κλινόμενον μέρος· ὅταν δὲ πλεονάσῃ τὸ ὑγρόν, αἱ ῥαφαὶ τῆς κεφαλῆς τῷ πλήθει
25διΐστανται ἀπ’ ἀλλήλων, καὶ διὰ τοῦτο ἡ κεφαλὴ μεγεθύνεται, καὶ τοῦ δακτύλου ἐπερειδομένου κατὰ τοὺς τόπους τῶν ῥαφῶν, ὑποπί‐ πτει τὸ ὑγρὸν εἶκον τῇ ἀφῇ· τοῖς δὲ πλείστοις καὶ αἱ αἰσθήσεις ἀμ‐ βλύνονται. Ἐπὶ μὲν οὖν τῆς ἔξωθεν τοῦ κρανίου συλλογῆς εἴτ’ ἔξω‐ θεν τοῦ περικρανίου ὑμένος εἴτε μεταξὺ αὐτοῦ τε καὶ τοῦ κρανίου
30εἴη τὸ ὑγρόν, τῷ αὐτῷ τρόπῳ τῆς χειρουργίας χρώμεθα· μικροῦ μὲν γὰρ ὄντος τοῦ ὄγκου, ἁπλῆν διαίρεσιν δίδομεν καθ’ ὑπόρρυσιν πρὸς τὴν τοῦ ὑγροῦ ἔκκρισιν· μείζονος δὲ ὄντος τοῦ ὄγκου, καὶ δύο καὶ τρεῖς διαιρέσεις δοτέον ἐν τοῖς καθ’ ὑπόρρυσιν τόποις, κατὰ τὴν τοῦ με‐ γέθους ἀναλογίαν· μετὰ δὲ τὰς διαιρέσεις διαμοτώσει χρηστέον· πε‐
35ριττὸν γὰρ ἡγοῦμαι λημνίσκους διεμβάλλειν ἐπὶ τούτων διὰ τῶν δι‐ αιρέσεων· μετὰ δὲ τὴν διαμότωσιν, εἰ μὲν νήπιον εἴη τὸ κεχειρισμέ‐
νον, διὰ τὸ βάρος τὴν ἐπίδεσιν ὑπομένειν μὴ δυνάμενον, πτύγμα ἐρίου ὠοβραχὲς ἐπιτιθέσθω καὶ πιλαρίῳ σκεπέσθω ἡ κεφαλή, εἰ δὲ τελειότερος εἴη ὁ πάσχων, μοτοφυλάκιον ἔξωθεν ἐπιτιθέσθω καὶ ἔριον35
40ἐλαίῳ βεβρεγμένον, εἶτα ἐπίδεσις οἰκεία παραλαμβανέσθω καὶ ἡ ἀκό‐ λουθος πυοποιὸς θεραπεία. Ἔξεστι δ’ ἐπὶ τῶν μικροτέρων ὄγκων ἐπὶ νηπίων, ἀπὸ τῆς τρίτης παρακολλῆσαι τὸν κόλπον, ἐμπλάστρου κολλητικῆς ἀφλεγμάντου ἐπιτιθεμένης· ἐπὶ δὲ τῶν τελείων κάλλι‐ στα παρακολλᾷ τοὺς ἐν τῇ κεφαλῇ κόλπους μέλι ἑψόμενον μέχρι
45τοῦ ἐμπλαστρῶδες γενέσθαι καὶ αὐτόθι ἐμπλασσόμενον καὶ ἐπιτιθέ‐ μενον, ἢ ἐμπασσομένου αὐτῷ ἐλελισφάκου ξηροῦ κεκομμένου καὶ σε‐ σησμένου· ἄνωθεν δὲ πτύγματα πολύπτυχα ἐπιτιθέναι καὶ ἐπιδε‐ σμεῖν προσηκόντως. Εἰ δὲ ὑπὸ τὸν κροταφίτην μῦν γένηται ἡ συλλο‐ γὴ τοῦ ὑγροῦ, πλατεῖα τοῦ μυὸς διδόσθω ἡ διαίρεσις, παραφυλαττο‐

12

(50)

μένων ἡμῶν μὴ τρωθῆναι τὸν μῦν· καὶ μετὰ τὴν τοῦ ὑγροῦ κένωσιν συνεργεῖν τῇ παρακολλήσει καθὼς προείρηται. Ὅταν δ’ ὑπὸ τὸ κρα‐ νίον γένηται ἡ συλλογὴ μεταξὺ αὐτοῦ τε καὶ τῆς μήνιγγος, κατὰ τὸ μᾶλλον διϊστάμενον μέρος τῆς ῥαφῆς καθ’ ὑπόρρυσιν διδόναι τὴν διαίρεσιν, ἐκλαμβάνειν τε οὐχ ὅλον τὸ ὑγρὸν κατὰ μίαν ἐπιβολήν,
55ἵνα μὴ λιποθυμία γένηται, ἀλλὰ κενώσαντες συμμέτρως ποιήσομεν μοτόν, ἢ σπόγγον μικρὸν μαλακὸν ἐπιτιθέναι εἰς τὴν διαίρεσιν, πρὸς τὴν τοῦ ὑγροῦ ἐποχήν, καὶ ἔξωθεν τιλτοῖς μοτοῖς πλείστοις σκέπειν τὸν τόπον, καὶ μοτοφύλακα ἐπιτιθέντες καὶ ἔριον ἐλαίῳ βεβρεγμένον ἐπιδήσομεν, καὶ τῇ δευτέρᾳ πάλιν λύσαντες καὶ κενώσαντες σύμμε‐
60τρον τὸ αὐτὸ ποιήσομεν, ὁμοίως καὶ τῇ τρίτῃ. Μετὰ δὲ τὴν τοῦ ὑγροῦ ἔκκρισιν, συνεργεῖν δεῖ τῇ τῶν ῥαφῶν παρακολλήσει, ἑκατέρωθεν διὰ
τῶν χειρῶν παραπιέζοντας ἠρέμα τὴν κεφαλήν, καὶ ἁρμοδίως πρὸς ἀλλήλας τὰς ῥαφὰς συναγαγεῖν· ἔπειτα ὅλην τὴν κεφαλὴν ἀποξυρᾶν, καὶ ἐπιτιθέναι σπληνίον δυνάμεως ἀφλεγμάντου κολλητικῆς, οἷαί36
65εἰσιν αἱ βάρβαροι, καὶ ἐπίδεσιν παραλαμβάνειν συνεργοῦσαν τῇ τῶν ῥαφῶν συμβολῇ· λύειν δὲ διὰ μιᾶς, καὶ πυριᾶν διὰ σπόγγων ἐκπεπιε‐ σμένων ἱκανῶς, καὶ νεαροποιεῖν τὸ φάρμακον. Εἰ δὲ καὶ ἐκ πληγῆς βιαίας ἢ καταπτώσεως ἐξ ὑψηλοῦ ἡ τῶν ῥαφῶν διάστασις γένοιτο, τὸ αὐτὸ ποιητέον· παραχρῆμα ξυροῦντες τὴν κεφαλήν, καὶ ἑκατέ‐
70ρωθεν βιαίως ἀμφοτέραις ταῖς χερσὶ παραπιέζοντες, καὶ συνάγοντες ἁρμοδίως τὰς ῥαφὰς καὶ ἔμπλαστρον κολλητικὴν ἀφλεγμάντου δυνά‐ μεως ἐπιτιθέντες καὶ ἐπιδεσμοῦντες, λύοντες δὲ διὰ μιᾶς, καὶ πυ‐ ριῶντες ὁμοίως ξηρᾷ πυρίᾳ καὶ νεαροποιοῦντες τὴν ἔμπλαστρον. Ἐὰν δ’ ὑπόπυον γένηται, τὸ τῆς ῥαφῆς διάστημα διαιρείσθω τὸ ἐπικεί‐
75μενον τῷ ὑγρῷ σώματι, καὶ μετὰ τὴν τοῦ πύου ἔκκρισιν, ἑκατέρω‐ θεν περιτιτράσθω τῷ τρυπάνῳ τὸ τῆς κεφαλῆς ὀστοῦν καὶ ἐκκοπτέ‐ σθω, καὶ τῇ πυοποιῷ ἀγωγῇ θεραπευέσθω, ὡς ἐπὶ τῶν ἀνατετρω‐ μένων· ἐμπειροτάτων δὲ χειρουργῶν ἐστι τὸ τῆς ἀνατρήσεως ἔργον· φάρμακα δὲ πρὸς ὑδροκεφάλους διαφορεῖν δυνάμενα ἁρμόδιά ἐστι τὰ
80ἐν τοῖς ἐπισπαστικοῖς ἀναγραφησόμενα.
80

13

(t)

Ἔμπλαστροι ἔναιμοι κολλητικαὶ καὶ πολύχρηστοι.
t
1Ἡ δι’ ἀτρακτυλίδος χλωρὰ κολλητική.
1 Τὴν ἀτρακτυλίδα τινὲς ἀνδρόσαιμον καλοῦσιν· ἔστι δὲ ἀκανθώ‐
δης βοτάνη, ὀπὸν αἱματώδη ἔχουσα· τριβόμενον δὲ αὐτῆς τὸ φύλλον ἡδὺ ὄξει· ταύτην τὴν ἄκανθαν ῥιζόθεν ὅλην ἐξαιρεθεῖσαν καὶ ξηραν‐37
5θεῖσαν ἐν σκιᾷ, κόψας καὶ σήσας λεπτοτάτῳ κοσκίνῳ, καὶ λαβὼν τῆς μὲν βοτάνης οὐγγίας τέσσαρας, κολοφωνίας δὲ οὐγγίας τεσσαρά‐ κοντα ὀκτώ, ἐλαίου γλυκέος οὐγγίας τέσσαρας, ἰοῦ οὐγγίας δύο, κη‐ ροῦ οὐγγίας ὀκτώ, τήξας τὴν κολοφωνίαν, τὸ ἔλαιον καὶ τὸν κηρόν, καὶ διηθήσας, ἐπίπασσε τὸν ἰόν· καὶ μετὰ τοῦτο τὴν βοτάνην κεκομ‐
10μένην καὶ σεσησμένην καταχέας εἰς ὕδωρ ψυχρόν, ψῦχε· μάλασσε δὲ χερσὶν ἐπὶ πολύ, καὶ πλάσσε μαζία καὶ ἔα βρέχεσθαι ψυχρῷ ὅλην τὴν νύκτα, καὶ ἀνελόμενος χρῶ πρὸς τὰ ἔναιμα τραύματα ἐν παντὶ τόπῳ τοῦ σώματος γιγνόμενα, ἐπί τε τῶν θηλαζόντων καὶ τῶν ἀκ‐ μαζόντων, παραδόξως γὰρ παρακολλᾷ· χρῶ δὲ καὶ πρὸς τὰ παλαιὰ
15ἕλκη καὶ ἐκκοπὰς καὶ πληγὰς καὶ κρούσματα καὶ τὰ ἀπὸ ψύξεως ἐπαλγῆ· τάς τε γὰρ ἐσχάρας καὶ τὰ ἄλλα τὰ ἐν τοῖς ἕλκεσι δυσ‐ κάθαρτα ἐκβάλλει ταχέως, καὶ τὰ λεπρώδη καὶ τὰ λειχηνώδη ἰᾶ‐ ται. Μηρὸν γάρ τινος ὅλον κεκομμένον διὰ βάθους ἐπὶ πληγῇ ξίφους, ἀρξαμένου τοῦ διαιρεῖν ἀπὸ τῶν ἐκτὸς τῆς κεφαλῆς ἄχρι τῶν περὶ
20τὸν βουβῶνα τόπων, καὶ προκοψάντων τεττάρων μηνῶν ἀκόλλητον μείναντα, ἐκολλήσαμεν τῷ φαρμάκῳ τούτῳ· καὶ κνήμην ὁμοίως τρω‐ θεῖσαν ἄνωθεν μετὰ ἰγνύος ἄχρι τοῦ κατὰ τὸν ἀστράγαλον ἄρθρου κενωθεῖσαν, φλεγμαίνουσαν δὲ πρῶτον, ἀφλέγμαντον ἐργασάμενος τοῖς δι’ ἀλεύρου κυαμίνου καὶ γλυκέος καὶ οἰνομέλιτος καὶ ῥοδίνου
25καταπλάσμασιν, ἐν ὀλίγαις ἡμέραις ἐκόλλησά φησιν ὁ Φιλάγριος· ἐγὼ δὲ διὰ τῆς ἴσιδος ἐμπλάστρου κόλπους πολυχρονίους ἀφλεγμάν‐ τους μείναντας δηλονότι καθάρας πρῶτον, προενῆκα οἰνομέλιτι, χά‐
ριν τοῦ ῥωσθεῖσάν τε καὶ ἐπεγερθεῖσαν τὴν κατὰ τῶν σωμάτων φυσικὴν δύναμιν ἑτοίμην γενέσθαι πρὸς τὴν κόλλησιν, ἐθεράπευσα· οὐκ38
30ἄδηλον δέ, ὡς καὶ τοὺς ἐπιδέσμους ἐπὶ τῶν συρίγγων καὶ κόλπων ἄνωθεν ἀρχομένους κάτω νέμεσθαι προσήκει μετὰ συμμέτρου πιέσεως ἀπάγοντας ἐπὶ τὸ στόμιον τοῦ τραύματος ἐκ τῶν κόλπων τὴν ὑγρασίαν.
32
Χλωρὰ Ἀνδρομάχου ἡ ἑκατοντάδραχμος.
33 Ἀμμωνιακοῦ θυμιάματος δραχμὰς η. λεπίδος δραχ. ιβ. μάννης
35δραχ. ιστ. πιτυΐνης ξηρᾶς δραχ. ιβ. στέατος μοσχείου δραχ. ιδ. τερεβινθίνης δραχ. η. κηροῦ δραχ. δ. ἐλαίου οὐγ. γ. ὄξους τὸ ἱκα‐ νόν· αὕτη κολλᾶν τραύματα μεγάλα δύναται καὶ τὰ ῥυπαρὰ ἕλκη ἀνακαθαίρειν καὶ τὰ παχύτερα τῶν ἑλκῶν ἰᾶσθαι καὶ προστέλλειν κόλπους καὶ ὅλως διαφορεῖν καὶ ἀποκρούεσθαι δύναται· τηκομένη δὲ
40μετὰ κηρωτῆς καὶ διὰ μοτῶν ἐπιτιθεμένη, σαρκοῖ τὰ κοῖλα ἕλκη.
40 Ἡ Ἶσις χλωρά, ἥν τινες Ἐπιγόνου καλοῦσιν, ἄλλοι
δ’ Ἕρμωνος ἱερογραμματέως.
42 Πολύχρηστον δὲ ἐστὶ φάρμακον, ἁρμόδιον πρὸς πάντα τὰ τραύ‐ ματα καὶ μάλιστα τὰ ἐν τῇ κεφαλῇ μετὰ ὀστοῦ διακοπῆς· ὑγιάζει
45γὰρ χωρὶς ἀνασκευῆς, ποιεῖ καὶ πρὸς νύγματα καὶ σκόλοπας, ἀνθρω‐ πόδηκτα καὶ κυνόδηκτα ἕλκη, ἰοὺς ἔχεων, σκορπίων, δρακόντων θαλασσίων καὶ τρυγόνων, καὶ τὰ ἐπὶ κώλων σὺν τραύμασι κατάγ‐ ματα, πωροῖ γὰρ θᾶττον καὶ ἀσφαλέστερον· πρὸς σύριγγας πάσας καὶ
τὰς προσφάτους καὶ παλαιὰς ὑποφοράς, κόλπους, φύματα, παρωτί‐39

13

(50)

δας καὶ τὰ ἐν μαστοῖς καὶ μασχάλαις ἀποστήματα, ἵνα μὴ γένηται· καὶ γενόμενα, ἵνα θεραπευθῇ, εἰς ὑπόρρυσιν διελόντων ἡμῶν· ἔτι δὲ χοιράδας κομίζεται σὺν τοῖς χιτῶσι τάχιστα ἐκπυοῦσα· ἵστησι καὶ ῥεῦμα ὀφθαλμῶν ἐπὶ τὸ μέτωπον ἐπιτιθεμένη, αἴρει δὲ καὶ πελιώ‐ ματα, καὶ γαγγραίνας περιγράφει, καὶ σηπεδόνας ἀνακαθαίρει καὶ
55τὸ ὅλον πρὸς πάντα ἀγαθὸν φάρμακον· ἔχει δὲ οὕτως. Κηροῦ δραχ‐ μὰς ἑκατόν· κολοφωνίας δραχμὰς ἑβδομήκοντα· λεπίδος χαλκοῦ ἐρυ‐ θροῦ, χαλκοῦ κεκαυμένου, ἁλὸς ἀμμωνιακοῦ, ἰοῦ, ἀριστολοχίας, λι‐ βάνου, ἀμμωνιακοῦ θυμιάματος, ἀνὰ δραχμὰς ὀκτώ· στυπτηρίας δραχμὰς ἑπτά· ἀλόης, σμύρνης, χαλβάνης, ἀνὰ δραχμὰς δυοκαίδεκα·
60ἐλαίου λίτραν μίαν, οἱ δὲ οὐγγίας ἕξ· ὄξους τὸ ἀρκοῦν. Τὰ μὲν οὖν τῆς Ἴσιδος λεγομένης ἤδη ταῦτά ἐστιν, ἣν καὶ Ἕρμωνος ἱερογραμ‐ ματέως τινὲς ἐπιγράφουσιν. Ἡ δὲ Ἐπιγόνου ἰδίως καλουμένη, προσλαμβάνει καὶ δρακοντίου ῥίζης ξηρᾶς δραχμὰς ὀκτώ· κἀγώ, φησὶν ὁ Γαληνός, διὰ παντὸς οὕ‐
65τως ἐχρησάμην· ἔστι γὰρ αὐτὴ καθ’ αὑτὴν ἡ τοῦ δρακοντίου ῥίζα κο‐ πεῖσα καὶ λυωθεῖσα ὡς χνοώδης γενέσθαι, τῶν κακοήθων ἑλκῶν θε‐ ραπευτική. Τὰ μεταλλικὰ λείου μετ’ ὄξους ἐν θυίᾳ εὖ μάλα, τὰ δὲ ξηρὰ κόψας, σήσας καὶ τήξας τὰ τηκτά, ἐπίπασσε· καὶ ἑνώσας ἐπί‐ χεε ἐν θυίᾳ τοῖς λειωθεῖσι, καὶ ἀνελόμενος χρῶ ποτὲ μὲν ἀκράτῳ,
70ποτὲ δ’ ἀνιεμένῳ. Ἐπὶ μὲν οὖν τῶν ῥυπαροτέρων ἑλκῶν ἔστω τοῦ μὲν φαρμάκου μέρος ἕν, κηρωτῆς δ’ ὑγρᾶς ῥοδίνης μέρη δύο· ἐπὶ δὲ τῶν ὀλίγης ἀνακαθάρσεως δεομένων, τοῦ μὲν φαρμάκου μέρος ἕν, τῆς
δὲ κηρωτῆς μέρη τρία.
Ἡ Μαχαιρίωνος ἔνδοξός τε καὶ πολύχρηστος.
40
74
75 Αὕτη ἁρμόζει τοῖς προειρημένοις, ποιεῖ καὶ πρὸς τὰ πρόσφατα τραύματα, κολλῶσα καὶ ἀφλέγμαντα τηροῦσα, μάλιστα τὰ μετὰ πε‐ ριθλάσεως· ἐπὶ δὲ τῶν λυσσοδήκτων ἄκρως ποιεῖ ἐπιτιθεμένη καὶ ἀλ‐ λασσομένη συνεχέστατα· ποιεῖ καὶ πρὸς νομὰς τὰς φαγεδαινικὰς καὶ πρὸς τὰ ἐν ὠσὶ καὶ αἰδοίοις ἕλκη, ἐπί τε τῶν ἐψιλωμένων ὀστῶν
80σάρκας αὔξουσα· ποιεῖ μετὰ ῥοδίνου καὶ πρὸς τὰ ἐν ῥισὶν ἕλκη· ἔχει δὲ οὕτως. Ἀριστολοχίας, χαλβάνης, ἰοῦ, ὀποπάνακος, ἴρεως, ἀμ‐ μωνιακοῦ θυμιάματος, ἀνὰ οὐγγίαν μίαν· τερεβινθίνης οὐγγίαν μίαν καὶ ἡμίσειαν· ἐλαίου ὀμφακίνου λίτρας ἑπτὰ καὶ ἡμίσειαν. Τὸ ἥμισυ τοῦ ἐλαίου βαλὼν μετὰ τῆς χαλβάνης, τῆκε ἐπ’ ἀνθράκων καὶ λειο‐
85τρίβει, τὸ δὲ λοιπὸν μετὰ τοῦ κηροῦ καὶ τῆς τερεβινθίνης ἕψε, τὸν δὲ ὀποπάνακα ὄξει λειοτρίβει· τὰ δὲ λοιπὰ λειότατα ποιήσα, ἐπί‐ πασσε, καὶ ἑνώσας πάντα χρῶ.
87
Ἡ διὰ βοτανῶν κεφαλική.
88 Αὕτη ἄνευ τρήσεως ἀφίστησι λεπίδας, ἀνάγει ὀστᾶ διεφθορότα·
90ἐπίξυε δὲ τὰ ὀστᾶ καὶ ἐπίπαττε· ἡ αὐτὴ καὶ πρὸς τὰ νεότρωτα καὶ πρὸς νομὰς ἔμμοτος ἀνακαθαίρει, πληροῖ σὺν ῥοδίνῃ κηρωτῇ, ἑνὸς μέρους τοῦ φαρμάκου ἐμβαλλομένου, δύο δὲ τῆς κηρωτῆς· ποιεῖ καὶ
πρὸς καρκινώματα, σηπεδόνας, λέπρας ἀφίστησι, δοθιῆνας διαλύει, χοιράδας εἰς διαπύησιν ἄγει καὶ ἐκσηποῖ, ποδαγρικοῖς ἁρμόζει καὶ41
95τοὺς τόφους αὐτῶν διαλύει· ἔχει δὲ οὕτως. Ἀναγαλλίδος τῆς τὸ κυανοῦν ἄνθος ἐχούσης, μήκωνος κερατίτιδος φύλλων χλωρῶν, ὑοσκυά‐ μου φύλλων, πρασίου χλωροῦ, ἀνὰ δραχμὰς νε. λεπίδος δραχ. κε. μάν‐ νης δραχ. κ. πιτυΐνης ξηρᾶς δραχμὰς ιστ. ἀλόης δραχ. στ. στυπτη‐ ρίας σχιστῆς καὶ στρογγύλης, ἀμμωνιακοῦ θυμιάματος, ἁλὸς ἀμμω‐

13

(100)

νιακοῦ, ἀνὰ δραχ. δ, κηροῦ οὐγγίας κ, ἐλαίου παλαιοῦ οὐγγίας κδ, ὄξους τὸ ἀρκοῦν. Τὰ φύλλα τῶν βοτανῶν βαλὼν εἰς ὅλμον κόπτε, ὡς θλασθῆναι μόνον καὶ μὴ τὸν χυλὸν ἀπολῦσαι· εἶτα μεταβαλὼν εἰς θυίαν, λείου εὖ μάλα· ἐν ἑτέρᾳ δὲ θυίᾳ λείου λεπίδα, μάνναν καὶ τὴν ξηρὰν πιτυΐνην καὶ τὴν στυπτηρίαν, ἀλόην, ἅλας ἀμμωνιακόν,
105ἀμμωνιακὸν θυμίαμα· λείου δὲ ταῦτα ἐν ἡλίῳ, ὡς ἔχειν γλοιοῦ πά‐ χος, καὶ ἐπιβαλὼν τὰς λειωθείσας βοτάνας, λείου πάντα· καὶ τήξας καὶ ψύξας τὰ τηκτὰ σπαθίζων ἀνάξεε καὶ ἐπίβαλλε τοῖς λειωθεῖσιν ἐν θυίᾳ, καὶ ἑνώσας ἱκανῶς χρῶ.
108
Ἔμπλαστρος ἡ ἑστία ἰσόψηφος τῷ ὀνόματι.
109
110 Ἡ ἑστία ἰσόψηφος τῷ ὀνόματι ἤτοι δραχμ. φιστ· ἔστι δὲ Νεχεψῶ τοῦ βασιλέως· αὕτη ποιεῖ πρὸς πᾶν τραῦμα ὡς οὐκ ἄλλο φάρμακον καὶ πρὸς νευροτρώτους· ἔστι δὲ καὶ μονομαχικόν, καὶ πρὸς πᾶν ῥεῦ‐ μα ὀφθαλμῶν ἀντὶ ἀνακολλήματος ἐπιτιθεμένη ἀναστέλλει, ποιεῖ
πρὸς τὰς τῶν ἰοβόλων πληγάς, ἐκσηποῖ γὰρ τὸν ἰόν, ὥσθ’ εὑρίσκεσθαι42
115κεκολλημένον ἐν τῇ ἐμπλάστρῳ, ποιεῖ πρὸς νομάς, σύριγγας, καὶ τὰ κακοήθη ἕλκη ἀνακαθαίρει καὶ κατουλοῖ, ὡς οὐκ ἄλλο φάρμακον· ποιεῖ πρὸς ὀζαίνας τὰς ἐν ῥισὶν μετ’ ὄξους, ποιεῖ δὲ καὶ πρὸς κρού‐ σματα· ἐξόχως δὲ ποιεῖ καὶ πρὸς χοιράδας καὶ τὰ μετὰ σκληρίας ἀποστήματα· ἢ γὰρ σκορπίζει ἢ ῥήσσει, ὥστε θαυμάζειν· ποιεῖ καὶ
120πρὸς κιρσούς, ἀνάγει σκόλοπας καὶ βέλη, ἥτις καὶ σκευάζεται οὕτως. Λιθαργύρου, κηροῦ, ἀνὰ δραχμὰς πδ, τερεβινθίνης δραχ. ιη, ἀριστο‐ λοχίας, προπόλεως, χαλβάνης, ἀνὰ δραχ. κ, ἰοῦ δραχ. μ, κηκῖδος, χαμαιλέοντος μέλανος ῥίζης, ἀνὰ δραχ. κδ, ἐλαίου ξέστας δ, στέα‐ τος μοσχείου δραχ. μη, ὄξους δραχ. κδ, χυλοῦ κράμβης δραχ. η,
125χυλοῦ σεραπιάδος τῆς τριόρχεως δραχ. ιστ, χυλοῦ καλάμου καρδίας δραχ. ιβ. Ἕψε τὸ ἔλαιον, τὴν λιθάργυρον καὶ τὸ στέαρ, ἕως συ‐ στροφῆς· εἶτα ἐπίβαλλε κηρόν, εἶτα ῥητίνην, εἶτα χαλβάνην, πρόπο‐ λιν μετ’ ὀλίγου κηροῦ προολμοκοπηθέντα· καὶ καθελὼν ἀπὸ τοῦ πυ‐ ρός, ἐπίπασσε ἀριστολοχίαν, κηκῖδα, χαμαιλέοντος ῥίζαν, τὸν δὲ ἰὸν
130λείου μετ’ ὄξους καὶ τοῦ χυλοῦ· καὶ χλιάνας τὰ ἑψηθέντα κατάχεε ἐν τῇ θυίᾳ, καὶ ἀναμαλάξας χρῶ ὡς θαυμαστῷ· ἔχει δραχμὰς φιστ.
131 Ἔμπλαστρος ἡ πορφυρᾶ ἡ σκευαζομένη ἐν Ἀλεξανδρείᾳ
ἔναιμος κολλητική.
133 Ἑλκύσματος, ἐλαίου γλυκέος ἀνὰ δραχμὰς β, πίσσης, κηροῦ, κο‐
135λοφωνίας ἀνὰ οὐγγίας, ιστ, συμφύτου ῥίζης κεκομμένης λεπτοτάτης καὶ σεσησμένης οὐγγίας β, αἵματος δρακοντίου οὐγγίας β, ὕδατος θαλασσίου οὐγγίας κ. Ἕψε τὴν λιθάργυρον, τὸ ἔλαιον καὶ τὸ θα‐ λάσσιον ὕδωρ μέχρις ἀμολύντου, εἶτα τήξας τὰ τηκτὰ καὶ διηθήσας ἐπίβαλλε τοῖς ἑψηθεῖσι· καὶ ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίπασσε τὸ δρα‐43
140κόντιον καὶ σύμφυτον, καὶ ἑνώσας καὶ ψύξας καὶ μαλάξας ἀνάπλασ‐ σε μαζία καὶ χρῶ· συνάγεται δὲ τὸ δρακόντιον αἷμα ἐν τῇ Ἰνδικῇ χώρᾳ ἐκ τῆς δρακοντίου βοτάνης.
142
Ἡ φοινικίνη Γαληνοῦ.
143 Λιθαργύρου λειοτάτης λίτρας τρεῖς, στέατος χοιρείου παλαιοῦ καὶ
145ἀνάλου τετηκότος λίτρας δύο, ἐλαίου παλαιοτάτου λίτρας τρεῖς, χαλ‐ κίτεως ὠμῆς οὐγγίας τέσσαρας. Τὴν λιθάργυρον κόψας καὶ σήσας λε‐ πτοτάτῳ κοσκίνῳ, ἐμβαλὼν ἐν θυίᾳ λείου ἅμα ἐπὶ πλείονα χρόνον ξηράν· εἶτα ἐπιβαλὼν τὸ ἔλαιον ἐν ἡλίῳ, ὅπως τὸ ἔλαιον ὑγρὸν δια‐ μείνῃ, εἶτα τοὺς ὑμένας τοῦ ὀξυγγίου ἐξελὼν καὶ τὸ καθαρὸν ἐν θυίᾳ

13

(150)

θλάσας, ὥστε εὔτηκτον γενέσθαι, μετὰ τοῦτο τῆκε ἐπὶ πυρός· καὶ διηθήσας ὡς καθαρὸν αὐτὸ γενέσθαι, στήσας τὰς δύο λίτρας, ἐπί‐ βαλλε τοῖς ἐν τῇ θυίᾳ, καὶ ἑνώσας ἀκριβῶς ἔμβαλλε εἰς τὴν κακά‐ βην καὶ ἕψε κινῶν σπάθῃ φοινικίνῃ· ἀρκέσει δέ σοι εἷς κλάδος τῶν μεγάλων εἰς τὸ τῷ μὲν ἁδροτέρῳ μέρει εἰς τὴν κίνησιν ἀντὶ σπάθης
155κεχρῆσθαι, τοῦ δ’ ἑτέρου τοῦ λεπτοτέρου καθάρας καὶ λεπίσας τὸν φλοιὸν καὶ εἰς λεπτὰ κατατεμών, ἔμβαλλε τῷ φαρμάκῳ, ἵνα μετα‐
δῷς τοῦ κατ’ αὐτὸν χυλοῦ. Ἐμβεβλήσθω δὲ κατ’ ἐκεῖνον τὸν καιρὸν τὰ τῆς φοίνικος τμήματα, καθ’ ὃν τὸ φάρμακον ἔχει κηρωτῆς σύμμετρον σύστασιν· ἐὰν γὰρ ἀπ’ ἀρχῆς βληθῇ, καταναλίσκεται διὰ44
160τῆς ἑψήσεως ὁ χυλὸς αὐτοῦ, ὃν βουλόμεθα ἐπὶ πλέον μεῖναι διὰ τὴν ἐν αὐτῷ στύψιν· καὶ αὐτῆς δὲ τῆς σπάθης ἐφ’ ᾗ κινεῖται τὸ φάρμακον, τὸν κατὰ βραχὺ ἀναξηραινόμενον ἐν τῇ ἑψήσει κλάδον κατὰ βραχὺ ἀποτέμνων καὶ ἀπορρίπτων, τῷ καταλοίπῳ μέρει χρῶ· καὶ τοῦτο ποίει πλειστάκις· ὅταν δὲ ἀμόλυντον γένηται καὶ μὴ πάνυ ξηρόν,
165ἄρας ἀπὸ τοῦ πυρός, ἀνάσπα τὰ τμήματα πάντα τὰ ἐμβληθέντα τοῦ κλάδου, καὶ ψῦχε κινῶν, εἶτα αἴρων κατὰ βραχὺ καὶ μαλάσσων ἐν θυίᾳ ταῖς χερσί, πλάσσε μαζία καὶ χρῶ αὐτῷ ἐμπλάστρῳ, κατά τε τῶν ἐναίμων τραυμάτων καὶ τῶν δυσεπουλώτων ἑλκῶν, ἐπί τε τῶν κόλπων ἐλαίῳ διατήκων, ὁμοίως δὲ καὶ ἐπὶ τῶν φλεγμαινόντων ἁπάν‐
170των· ἐπὶ ποδάγρας, καθ’ ὃν καιρὸν οὐκ εἰσὶν ὀδύναι σφοδραὶ δεό‐ μεναι καταντλήσεών τε καὶ καταπλασμάτων παρηγορικῶν, ἔν τε βου‐ βώνων φύμασιν, ἐν κατακαύμασιν, ἐν χιμέθλοις, ἐν θλάσεσι καὶ ταῖς ῥευματικαῖς διαθέσεσι πάσαις. Εἰ μέντοι τῆς χαλκίτεως οὐγγίας ἓξ ἐμβάλλοις, ἔσται σοι φάρμακκον μεγάλων τραυμάτων κολλητικώτερόν
175τε καὶ ἐπουλωτικώτερον τῶν δυσεπουλώτων ἑλκῶν· οὐ μέντοι ταῖς φλεγμοναῖς οὕτως ἁρμόδιον. Ἡ δ’ ἐν τῷ τήκεσθαι συμμετρία τοῦ φαρμάκου τοιάδε γιγνέσθω· βραχὺ πλέον ἔσται τοῦ ἐλαίου τὸ φάρ‐ μακον, καὶ μᾶλλον ἐν καιρῷ τοῦ θέρους, ὡς εἶναι τοῦ μὲν φαρμάκου οὐγγίας δυοκαίδεκα, τοῦ δ’ ἐλαίου οὐγγίας ἐννέα.
179
180Ἡ δίχρωμος.
180
Χαλκοῦ κεκαυμένου οὐγγίας τρεῖς, στυπτηρίας σχιστῆς οὐγγίαν μίαν, κολοφωνίας, κηροῦ, στέατος χοιρείου προσφάτου, ἀνὰ λίτραν μίαν· ὄξους τὸ ἀρκοῦν.45
183
Ἡ δι’ ὑδρελαίου.
184
185 Λιθαργύρου λειοτάτης λίτραν μίαν· ἐλαίου καθαρωτάτου λίτρας δύο καὶ ὕδατος καθαροῦ λίτρας δύο· βαλὼν τὴν λιθάργυρον λειοτά‐ την ἐν θυίᾳ καὶ ἐπιβαλὼν αὐτῇ τὸ ὑδρέλαιον καὶ ἑνώσας ἱκανῶς καὶ ἐπιβαλὼν τῇ κακάβῃ, ἕψε ἐπ’ ἀνθράκων ἀκάπνων, κινῶν ἀδιαλεί‐ πτως μέχρις ἀμολύντου καὶ χρῶ. Δύναμιν δ’ ἔχει ψυκτικὴν μετρίαν,
190διὸ καὶ κωλύει τοῖς ἡλκωμένοις μορίοις ἐπιρρεῖν, καὶ τὸ φθάσαν ἐπιρ‐ ρυῆναι, πάλιν ἀποκρούεται πρὸς τοὺς πέριξ τόπους· τούτῳ τῷ λόγῳ καὶ ξηραίνει καὶ ἐπουλοῖ τὰ ἕλκη καὶ διαφορεῖ· χρῶμαι δ’ αὐτῷ ἐπὶ γυναικῶν καὶ παιδίων καὶ εὐνούχων, καὶ τῶν λοιπῶν τῶν μαλακὴν καὶ λευκὴν ἐχόντων τὴν ἕξιν τοῦ σώματος· γίνεται δ’ οὕτως ἐχέκολ‐
195λον, ὡς μηδὲ λουόμενόν τινα ἀφίστασθαι· καὶ γὰρ συμφέρει τοῖς ἐπου‐ λωμένοις ἕλκεσιν ἐπιμένειν τὸ φάρμακον ἐφεξῆς ἡμερῶν πλειόνων. Τοῦτο μὲν οὖν ἕλκεσιν ἁρμόττει, ἐφ’ ὧν ἡ πάνυγρος ὀνομαζομένη καὶ αἱ παραπλήσια.
198
Ἡ δι’ οἰνελαίου.
199

13

(200)

Λιθαργύρου λίτραν α, ἐλαίου καὶ οἴνου ἀνὰ λίτρας γ· βαλὼν τὴν λιθάργυρον λειοτάτην ἐν θυίᾳ, λείου ἐν ἡλίῳ ἐν τοῖς ὑπὸ κύνα καύ‐ μασιν ἐπὶ ἡμέρας ὀκτὼ μετ’ οἴνου παλαιοῦ ἁπλοῦ γλυκίζοντος, ἐπι‐ βάλλων οἶνον πρὸς ὃ ξηραίνεται· μετὰ δὲ ταῦτα ξηροτέρας γινομένης
ἐν τῇ λειώσει, ἐπίβαλλε τὸ ἔλαιον καὶ τὸν οἶνον, ἀνὰ λίτρας ἕξ·46
205καὶ ἑνώσας καὶ βαλὼν ἐν τῇ κακάβῃ, ἕψε κινῶν ἀδιαλείπτως μέχρις ἀμολύντου καὶ χρῶ. Ἐχρησάμην δ’ αὐτὸς τῷδε τῷ φαρμάκῳ ἐπὶ τραυματικῶν διαθέσεων, διατήκων ἐλαίῳ καθάπερ τῇ φοινικίνῃ καὶ ἐπιτιθείς· παρακολλᾷ δὲ καὶ κόλπους, καὶ μηρὸν δὲ χρονίως ἐσκλη‐ ρυμμένον ἰασάμην αὐτῷ, καὶ κατὰ τραυμάτων χρονίων ἐπέθηκα ἐναί‐
210μων, καὶ ἦν εἰς ἅπαντα κάλλιστον· ἐπὶ δὲ κόλπων καὶ σκληριῶν, ἀμόλυντον ὡς ἔχει ἐπιτίθει.
211
Ἡ δι’ ὀξελαίου.
212 Λιθαργύρου λειοτάτης λίτραν μίαν, ἐλαίου παλαιοτάτου λίτρας τρεῖς, ὄξους λευκοῦ δριμυτάτου λίτρας τρεῖς· ἕψε κινῶν ἀδιαλείπτως
215πυρὶ μαλακωτάτῳ προσέχων, ὡς μὴ ἀναλάβῃ· ἕψεται δὲ δι’ ὅλης ἡμέρας καὶ γίνεται μέλαν καὶ στίλβον· ἀμόλυντον δὲ αὐτὸ χρὴ γε‐ νέσθαι, πλανᾷ γὰρ τοὺς ἀπείρους ἐν τῇ ἑψήσει· ἐνσταζόμενον γὰρ εἰς ὕδωρ ψυχρόν, σκληρότατον φαίνεται, μαλαττόμενον δὲ τοῖς δα‐ κτύλοις ἐπὶ πολὺ ἀναχαλᾷ καὶ μολύνει· δεῖ οὖν ἀμόλυντον αὐτὴν
220κατασκευάζειν, καὶ οὕτως ἀνελόμενον καὶ μαλάξαντα χρῆσθαι. Ξη‐ ραντικωτάτην δ’ ἔχει δύναμιν, κολλᾷ τὰ ἔναιμα τραύματα, θερα‐ πεύει ἕλκη δυσίατα καὶ σύριγγας ἀρχομένας· ταύτῃ γὰρ ἐθεράπευσα σύριγγα ἐκ παρωτίδος γενομένην, ἐπὶ παιδὸς ἤδη μῆνας ἓξ ἔχοντος καὶ μέχρι τῆς διαρθρώσεως τῆς γένυος διήκουσαν· ἰασάμην δὲ καὶ γυ‐
225ναῖκας μετὰ ταῦτα καὶ νεανίσκους ὁμοίως· ἰασάμην δὲ καὶ μῦας
ἐσκληρυμμένους· δεῖ δ’ ἐπιλύειν δι’ ἡμερῶν τριῶν, καὶ πάλιν ἀνανεώ‐ σαντα ὁμοίως διὰ τριῶν ἐπιλύειν. Ἡ δὲ κιρρὰ Γαληνοῦ καὶ ἡ ἁρ‐ μονία προεγράφησαν ἐν τῷ περὶ κακοήθων ἑλκῶν λόγῳ.47
228
Κιρρὰ ἡ τοῦ Ἁλιέως.
229
230 Ἔναιμος, κόλπων κολλητική, ἀφλέγμαντος, ποιεῖ καὶ πρὸς σκλη‐ ρίαν διαχέουσα καὶ πρὸς χοιράδας· τηκομένη δὲ σὺν ῥοδίνῳ πλείστῳ, ἀναπληροῖ τὰ κοῖλα τῶν ἑλκῶν μονογενῶς, καθαίρει τὰ ῥυπαρὰ καὶ ἐπουλοῖ τὰ χρόνια, ἥτις καὶ ἔχει οὕτως. Λιθαργύρου, ἐλαίου, πιτυΐνης, ἀνὰ λίτραν μίαν καὶ ἡμίσειαν· κηροῦ λίτρας δύο· χαλβάνης, ὑσσώ‐
235που, τερεβινθίνης, προπόλεως, μάννης, μίλτου, ἀνὰ οὐγγίας δύο. ὄξους λίτρας ἑκκαίδεκα. Λείου τὴν λιθάργυρον ἐν ἡλίῳ θερινῷ μετ’ ὄξους λίτρας γ. ἕως ἀναλωθῇ τὸ ὄξος· εἶτα ἐπιβαλὼν ἑτέρας δύο λί‐ τρας τοῦ ὄξους καὶ τὸ ἔλαιον καὶ ἑνώσας, ἕψε μέχρις ἀμολύντου· εἶτα ἐπίβαλλε τὰ τηκτὰ τακέντα καὶ διηθηθέντα, καὶ ἄρας ἀπὸ τοῦ
240πυρὸς ἐπίπασσε τὴν μάνναν, καὶ λειώσας τὴν μίλτον καὶ τὴν χαλ‐ βάνην μετὰ τοῦ λοιποῦ ὄξους, ἐπίβαλλε τοῖς ἑψηθεῖσι· καὶ ἑνώσας, ψύξας καὶ μαλάξας, χρῶ αὐτῇ ἐπὶ πᾶσιν· αὕτη ἡ ἔμπλαστρος κολ‐ λητικωτάτη ἐστὶ κόλπων, ἄνωθεν δὲ αὐτῆς σπόγγος ἐξ οἴνου ἐπι‐ τίθεται.
244
245Ἄλλη κιρρὰ ἡ τοῦ Ἁλιέως.
245 Αὕτη ποιεῖ πρὸς τὰ ἔναιμα τῶν τραυμάτων καὶ νεύρων διακοπάς, καὶ πρὸς τὰ παλαιὰ καὶ δυσεπούλωτα καὶ ῥευματικὰ τῶν ἑλκῶν· ἔστι δὲ καὶ μαλακτικὴ ἀγαθὴ μάλιστα τῶν περὶ τοὺς μαστοὺς γι‐
νομένων σκληριῶν, χρώμεθα δὲ αὐτῇ κἀπὶ τῶν κυνοδήκτων καὶ48

13

(250)

ἀνθρωποδήκτων· ἄκρως ποιεῖ καὶ πρὸς τρυγόνων θαλασσίων καὶ δρακόντων καὶ τῶν ἄλλων χαλεπῶν ἰχθύων πληγάς, καὶ καθόλου δὲ δυνάμεως θαυμαστῆς ἐστιν· ἔχει δὲ οὕτως. Λιθαργύρου δραχμὰς ρ. τερεβινθίνης, μάννης, χαλβάνης, μίλτου, ἀνὰ δραχ. η. ἐλαίου λίτρας β. σκεύαζε, ὡς προείρηται, χωρὶς μέντοι ὄξους.
254
255Ἄλλη κιρρὰ ἡ τοῦ Ἁλιέως Γαληνοῦ ἀνέκδοτος.
255 Λιθαργύρου δραχμὰς ρ. κηροῦ δραχ. η. τερεβινθίνης, σμύρνης σι‐ νωπίτιδος, ἰοῦ, λεπίδος χαλκοῦ, ἀνὰ δραχ. η. ἀριστολοχίας δραχ. β. σκεύαζε τῷ προρρηθέντι τρόπῳ καὶ χρῶ· δέχεται δὲ καὶ ταῦτα· ἴρεως δραχ. δ. διφρυγοῦς δραχ. στ. λιβάνου δραχ. κε. ἀμμωνιακοῦ
260θυμιάματος δραχ. θ. χαλβάνης δραχ. ιβ. καὶ ἐλαίου λίτρας β.
260
Τυρία ἀνεπίδετος.
261 Ποιεῖ πρὸς τὰς μεγάλας διαιρέσεις καὶ πρὸς τὰ δήγματα τῶν τε‐ τραπόδων, διαφορεῖ δὲ δοθιῆνας καὶ ῥήσσει καὶ ἐκκενοῖ τὸ ὑγρὸν σὺν ταῖς ἐσχάραις καὶ ἐπουλοῖ· ἐπέχει ῥεύματα ὀφθαλμῶν τῷ μετώπῳ
265κολλωμένη· λαμβάνει δὲ τῆς Τυρίας πορφύρας τὸ χρῶμα ἑψομένη, διὸ καὶ οὕτως ἐκλήθη· ἔχει δὲ οὕτως. Λιθαργύρου λίτρας ε. κηροῦ λίτρ. ιβ. πιτυΐνης λιπαρᾶς λίτρ. γ. ἰοῦ, χαλκοῦ κεκαυμένου καὶ λεπίδος χαλκοῦ καὶ χαλβάνης ἀνὰ οὐγγίας τέσσαρας. ἐλαίου λίτρας στ. βαλὼν τὴν λιθάργυρον λειοτάτην καὶ λειώσας πάλιν μετὰ τοῦ
270ἐλαίου ἐν θυίᾳ καὶ βαλὼν ἐν λοπάδι ὀστρακίνῃ, ἕψε κινῶν· καὶ ὅταν
ἑψομένη μέλιτος λάβῃ σύστασιν, ἐπίπασσε ἰόν, λεπίδα καὶ ἕψε· εἶτα χαλκὸν πρόσβαλλε καὶ ἕψε, ἕως εὔχρουν καὶ ἀμόλυντον γένηται, καὶ οὕτως ἐπίβαλλε κηρὸν καὶ πιτυΐνην διηθημένην καὶ πάλιν ἕψε, ἕως ἀμόλυντον γένηται· καὶ ἄρας ἀπὸ τοῦ πυρός, πρόσβαλλε τὴν χαλ‐49
275βάνην μεμαλαγμένην ἱκανῶς καὶ χρῶ.
275
Ἡ διὰ τῆς ἀνεμώνης.
276 Κολοφωνίας δραχμὰς πδ. πιτυΐνης ὑγρᾶς, κηροῦ οὐγγίας ιδ. ἐλαίου οὐγγίας η. καὶ τῶν ἀνθέων τῆς ἀνεμώνης χλωρῶν κεκαθαρμένων καὶ ἐξωνυχισμένων τοῦ μέλανος χλωροῦ χωρὶς οὐγγίας η. Τὴν κο‐
280λοφωνίαν μετὰ τοῦ ἐλαίου ἕψε ὑποκαίων πεύκινα ξύλα καὶ κίνει δαδίνῃ σπάθῃ, ἕως σκληρότερον γένηται· εἶτα ἐπίβαλλε τὴν ὑγρὰν πιτυΐνην καὶ πάλιν ἕψε, ἕως ἀμολύντου, εἶτα τὸν κηρὸν ἐπίβαλλε, καὶ τακέντος αὐτοῦ, ἆρον ἀπὸ τοῦ πυρὸς καὶ ἐπίχεε ἐν τῇ θυίᾳ κατὰ τῶν ἀνθέων λειοτάτων γινομένων καὶ ἑνώσας μάλασσε χερσὶ
285παραπτόμενος ἐλαίου, ἔστι γὰρ ἐχέκολλον· ὕδωρ δὲ μὴ προσαγάγῃς· ποιεῖ πρὸς τὰ ἔναιμα καὶ θλάσματα τῆς σαρκός, καὶ πρὸς τὰ κα‐ κοήθη τῶν ἑλκῶν καὶ παλαιὰ καὶ ὀχθώδη καὶ δυσεπούλωτα, καὶ πρὸς τὰς τῶν ἰοβόλων πληγὰς καὶ τὰ ἐπὶ τῶν ὀνύχων πτερύγια καὶ νεῦρα πεπαχυσμένα καὶ φλεγμαίνοντα, καὶ ἐπώδυνα ἄρθρα καὶ
290δυσκίνητα, χοιράδας, σύριγγας, γάγγλια, στεατώματα, δοθιῆνας, κόλπους, νομάς, ἀποστήματα τά τε ἄλλα καὶ τὰ ἐν τῷ θώρακι· ἐπὶ δὲ τῶν ἐκ ῥινῶν αἱμορραγιῶν σπληνίον ἐπιτίθει τῷ στομάχῳ, καλὸν δὲ καὶ τῷ μετώπῳ ἐπιτιθέμενον· λεπτύνει δὲ καθόλου, μα‐ λάσσει, διαφορεῖ, ῥυτιδοῖ, ξηραίνει, ἀνώδυνα ποιεῖ· εἰ δὲ βούλει δι’
295ὄξους σκευάσαι τὸ φάρμακον, ποίει οὕτως.
Ἑτέρα σκευασία τῆς ἀνεμώνης δι’ ὄξους.
50
296 Τὰ ἄνθη τῆς ἀνεμώνης καθάρας καὶ ἐξονυχίσας, ξηράνας ἐν ἡλίῳ φύλαττε ἐν ὑελίνῳ σκεύει· εἶτα λαβὼν αὐτῶν οὐγγίας η, καὶ ἐπι‐ βαλὼν ὄξους δριμυτάτου λευκοῦ κοτύλας ἀττικὰς τρεῖς ἔασον ἡμέραν

13

(300)

καὶ νύκτα, ἕως ἂν καλῶς διαβραχῇ· ἔπειτα ταῖς χερσὶ μαλάσσων ἐπὶ πολύ, ἔκθλιβε κατὰ βραχύ, ἕως τὸν χυλὸν ὅλον ἐκθλίψῃς· ἔπειτα λαβὼν κολοφωνίας διαυγεστάτης οὐγγίας μβ, ῥητίνης πευκίνης ὑγρᾶς οὐγγίας τέσσαρας, κηροῦ, ἐλαίου ἀνὰ οὐγγίας δ, καὶ τοῦ χυ‐ λοῦ τῆς ἀνεμώνης κοτύλας ἀττικὰς δύο καὶ ἡμίσειαν. Τὴν κολοφω‐
305νίαν ἅμα τῷ ἐλαίῳ προεψήσας πραέως πυρὶ μαλακῷ, ὑποκαίων ξύλα πεύκινα, κίνει σπάθῃ δαδίνῃ, ἕως πειρωμένῳ σοι σκληροτέρα γένη‐ ται· εἶτα ἐπίβαλλε τὴν ὑγρὰν ῥητίνην κατ’ ὀλίγον, ἵνα μὴ ἀνοιδῆσαν ἐκπέσῃ τῆς χύτρας, καὶ ἕψε πάλιν· καὶ ὅταν σκληροτέρα γένηται, ἐπίβαλλε τὸν κηρόν· τακέντος δὲ αὐτοῦ, ἀφελὼν ἀπὸ τοῦ πυρὸς καὶ
310κινῶν τῇ σπάθῃ τὸ φάρμακον, ὅταν παύσηται ζέον, ἐπίβαλλε τὸν χυλὸν κατὰ βραχύ, προσέχων μὴ ὑπερζέσῃ· ἀναζέει γὰρ καὶ ἀνοιδί‐ σκεται καὶ κινδυνεύει ὑπερχυθῆναι ὅλον τῆς χύτρας· οὕτω γὰρ μι‐ γνύμενον κατὰ βραχύ, ποικιλόχρουν γίνεται καὶ πορφυροειδὲς καὶ εὐανθὲς σφόδρα· ἐπιβληθέντος οὖν τοῦ χυλοῦ παντὸς καὶ ἑνωθέντος,
315ἐπίχεε τὸ φάρμακον εἰς θυίαν, καὶ ὅταν ψυγῇ, μάλασσε χερσὶν ἐπὶ πολύ, ἕως ἂν ἀναποθῇ ὅλος ὁ χυλός, καὶ χρῶ αὐτῇ εἰς ὅσα ἐπὶ τῆς διὰ τῶν ἀνθέων τῶν χλωρῶν ἀνεμώνης προείρηται· λειοτέρα δὲ καὶ
προσηνεστέρα ποιεῖται καὶ μᾶλλον ποιεῖ πρὸς τὰ ἰοβόλα καὶ τὰ κυ‐ νόδηκτα· ἀνιεμένη δὲ ῥοδίνῳ ἀγαθὴ πρὸς τὰ ἐν δακτύλοις καὶ51
320αἰδοίοις ἕλκη καὶ τὰ ἄλλα, ὅσα ἀνιεμένων χρήζει φαρμάκων. Αὕτη ποιεῖ καὶ τὰς ἰάσεις ταχυτέρας.
321

14

(t)

Ἔμπλαστροι κεφαλικαί, καταγματικαί, πολύχρηστοι.
t
1 Κεφαλικὰς ἐμπλάστρους εἰώθασιν ὀνομάζειν τὰς ἐπὶ τῶν ἐν τῇ κεφαλῇ τραυμάτων, ὅσα μέχρι διπλόης εἰς βάθος διήκει, προσαγομένας· εἰς βάθος δὲ αὐτῶν ἐστιν ἡ δύναμις καὶ λεπίδας ὀστῶν ἀφαιρεῖν, καὶ θραύσματα ἀνάγειν κατά τε τὴν κεφαλὴν καὶ τὰ ἄλλα τοῦ σώ‐
5ματος ὀστᾶ· δριμύτητα δέ τινα προσειλήφασι, δυναμένην ἐκ τοῦ βάθους ἐπισπᾶσθαι πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν οὐκ ὀστᾶ μόνον, ἀλλὰ καὶ πολὺ μᾶλλον αὐτῶν, ὑγρόν τι παχὺ καὶ γλίσχρον ἢ ὅλως μο‐ χθηρόν. Αἱ δὲ ἰδίως καταγματικαὶ καλούμεναι, ῥυπτικῆς εἰσι καὶ διαφορητικῆς καὶ ξηραντικῆς δυνάμεως· ἔμιξαν δ’ αὐταῖς οἱ πλεῖστοι
10καὶ τῶν στυφόντων φαρμάκων ὀλίγον, ἕνεκα τοῦ ἀποκρούεσθαι τὸ ἐπιρρέον τοῖς πεπονθόσι μέρεσι καὶ τοῦ ποδηγεῖν ἄχρι βάθους τὴν τῶν ῥυπτικῶν δύναμιν· εἰδέναι δὲ προσήκει, ὡς, εἰ μὴ κατεργασθείη σὺν ὄξει ἐν ἡλίῳ λειούμενα ἐπὶ πολὺ τὰ στύφοντα μέχρι τοῦ χνοώδη γενέσθαι, καὶ βλάβην μᾶλλον ἤπερ ὠφέλειαν παρέξει τοῖς
15τὴν ἑλκτικὴν ἔχουσι δύναμιν. Χρὴ τοίνυν γινώσκειν καὶ μεμνῆσθαι τούτου καθόλου, ὅτι γενναιότεραι τῶν καταγματικῶν εἰσίν, ἃς κε‐ φαλικὰς ἐπιγράφουσι· καὶ διὰ τοῦτο μετὰ κηρωτῆς ῥοδίνης ὑγρᾶς ἀνιέμεναι ἔμμοτοι ἀποκρουστικαὶ γίνονται· τούτου τοῦ γένους τῶν
κεφαλικῶν ἐστι καὶ ἡ προγεγραμμένη ἶσις καὶ ἡ τοῦ Μαχαιρίωνος.52
20Ἡρᾶ Καππάδοκος βάρβαρος, ἥντινες ἄφραν καλοῦσιν.
20 Μέλαινα ἔμπλαστρος πρὸς τὰς ἀξιολόγους διαθέσεις καὶ μάλιστα πρὸς τὰς ἐν τῇ κεφαλῇ, πρὸς σύριγγας, κόλπους, κατάγματα ἀφλεγ‐ μάντως κολλῶσα, ποιεῖ καὶ ἐπὶ νεύρων καὶ χόνδρων διακεκομμένων καὶ ὀστῶν· ποιεῖ πρὸς ὑποφοράς, κόλπους κολλᾷ μεγάλους καὶ ἐπὶ τῶν
25ἀποστημάτων διελὼν καὶ κομισάμενος τὸ ὑγρόν, ταύτην ἐπιτίθει· ἁρμόζει καὶ ἡπατικοῖς καὶ σπληνικοῖς· ἔστι δὲ καὶ ἔναιμος καλλίστη καὶ ἐπὶ τῶν αἷμα ἀναγόντων. Ἐμπλάσας εἰς δέρματα δύο, ἓν μὲν ἐπὶ τὸ στῆθος καὶ τὰς πλευρὰς ἐπιτίθει, ἕτερον δ’ ἐπὶ τὸ μετάφρενον, παραδόξως γὰρ ἐπέχει τὸ αἷμα· ποιεῖ καὶ πρὸς κυνοδήκτους καὶ ἀν‐
30θρωποδήκτους· ἔστι γὰρ καθόλου ἀφλέγμαντος, ἥτις καὶ σκευάζεται οὕτως. Κηροῦ, πίσσης, ἀσφάλτου, πιτυΐνης, ἀνὰ λίτραν α, μάννης οὐγγίας ἕξ, ψιμμυθίου, χαλκάνθου ἀνὰ οὐγγίας τέσσαρας, ὀποπάνακος οὐγγίας δύο, ἐλαίου, ὄξους, ἀνὰ λίτ. α· τὸν κηρὸν καὶ τὴν ἄσφαλτον λεπτομερῶς κεκομμένην, τὸ ἔλαιον καὶ τὸ ὄξος εἰς χύτραν βαλὼν
35καινήν, ὀλίγον τοῦ ὄξους καταλιπὼν τῆκε κινῶν· τακέντων δ’ ἐπί‐ βαλλε πίσσαν, πιτυΐνην, λεπτοκοπήσας· τακεισῶν δὲ καὶ αὐτῶν, διήθει καὶ πάλιν ἕψε· ὅταν δὲ ἡμίεφθος γένηται, ἄρας τὴν χύτραν ἀπὸ τοῦ πυρός, ἐπίβαλλε χάλκανθον λειωθὲν σὺν ὄξει ὀλίγῳ κατὰ μικρὸν δέ, ἵνα μὴ ἀναζέσῃ, καὶ ἕψε πάλιν μαλακωτάτῳ πυρί· ὅταν
40δὲ ἀμόλυντον γένηται, ἄρας τὴν χύτραν ἀπὸ τοῦ πυρός, ἐπίβαλλε τὸν ὀποπάνακα προλειωθέντα τῷ ὑπολοίπῳ ὄξει· εἶτα ἔμπασσε ψιμ‐
μύθιον καὶ μάνναν λειότατα γενόμενα ξηρά· καὶ μικρὸν χλιάνας, ὡς ἑνωθῆναι μόνον, φυλασσόμενος μὴ προσκαῇ ὁ ὀποπάναξ καὶ ἡ μάννα, κατάχεε ἐν θυίᾳ, καὶ ἐάσας ψυγῆναι, ἀναμαλάξας, ἀπόθου καὶ χρῶ,53
45ὡς προείρηται. Αὕτη τὰς τραυματικὰς πάσας ἐνίκησεν, ὡς ἡ πεῖρα δέδειχε· καὶ λῦε χειμῶνος μὲν δι’ ἡμερῶν ἑπτά, θέρους δὲ διὰ τριῶν.
46
Μέλαινα παναληθής, ἔνδοξος, πολύχρηστος.
47 Ἐλαίου γλυκέος οὐγγίας θ, ἀσφάλτου, κηροῦ ἀνὰ λίτ. α, πι‐ τυΐνης ξηρᾶς, πίσσης, [ἀνὰ] λίτ. α, λιθαργύρου, ψιμμυθίου, ἰοῦ, ἀνὰ

14

(50)

δραχ. ι, ἀμμωνιακοῦ θυμιάματος, λιβάνου, ἀλόης, σμύρνης, ἀνὰ δραχ. η, ὀπίου, μανδραγόρου, χυλοῦ τῶν μήλων, ἀνὰ δραχ. στ, στυπτηρίας σχιστῆς, χαλκάνθου, χαλκίτεως, κρόκου, ἀνὰ δραχ. δ, ὄξους δριμυτάτου τὸ ἀρκοῦν· λειωθέντα δ’ ἔστωσαν τὰ ἀπὸ τῆς λι‐ θαργύρου μέχρι τοῦ κρόκου ἐπιμελῶς, ἕως γλοιοῦ σύστασιν σχῇ· εἶτα
55βαλὼν ἐν κακάβῃ τὸ ἔλαιον, ἔμβαλλε τὴν ἄσφαλτον ἕως κυαμιαῖα μεγέθη τεθραυσμένην καὶ τὸν κηρόν, καὶ τῆκε μὴ κινῶν· τακέντων δ’ ἐπίβαλλε πίσσαν καὶ πιτυΐνην· τακεισῶν δὲ καὶ τούτων, διήθησον καὶ ἕψε ποσῶς καὶ ἐπίχεε τοῖς λειωθεῖσι, καὶ ἑνώσας ἀναλάμβανε καὶ χρῶ. Αὕτη ποιεῖ πρὸς τὰς προσφάτους διαιρέσεις, πρὸς νύγματα
60ξιφῶν, βελῶν, σκολόπων, πρὸς θλάσματα καὶ κατάγματα τά τε χωρὶς τραυμάτων καὶ τὰ μετὰ τραύματος· χρῶ δὲ θαρρῶν καὶ ἐπὶ νευρο‐ τρώτων καὶ πρὸς δήγματα κυνῶν, λύκων, ἄρκτων, λεόντων, συῶν ἀγρίων· ἐποίησε καὶ πρὸς τὰ τῶν ἰοβόλων δήγματα καὶ μάλιστα ἐχεοδήκτων παραδόξως, ἀμυχαῖς πρῶτον χρησαμένων ἡμῶν κατὰ
65πάντων τῶν οἰδησάντων μορίων, καὶ οὕτως ἐπιτιθέντων τὸ φάρμα‐
κον. Ἐπὶ δὲ ἀποστημάτων ἁπλῆν διαίρεσιν δίδου, καὶ ἐκκενώσας τὸ ὑγρὸν ἐπιτίθει τὸ φάρμακον· ἕλκη γὰρ ἀνακαθαίρει καὶ περιτί‐ θησιν· ἐποίησεν ἐπί τινων τρωθέντων τοὺς σπονδύλους καὶ τοὺς ἀστραγάλους, ἐθεράπευσέ τινα τρωθέντα τὴν δεξιὰν χεῖρα, χωρή‐54
70σαντος τοῦ ξίφους μεταξὺ τῶν δύο ὀστῶν τοῦ τε πήχεως καὶ τῆς κερκίδος· ποιεῖ καὶ ἐπὶ τῶν τμηθέντων τὸν ὄσχεον ὡς θαυμάσαι· ποιεῖ πρὸς στρέμματα καὶ λυγίσματα τῶν ἄρθρων καὶ ἐκβράσματα κνημῶν καὶ ἀποσύρματα, διαλύει δὲ καὶ τοὺς ἐπὶ τῶν ποδαγρικῶν πώρους παραδόξως· ποιεῖ πρὸς φλεγμονάς τε ἥπατος καὶ σπληνὸς ἐν
75πυρετοῖς, καὶ πρὸς τοὺς αἷμα ἀνάγοντας κατὰ τοῦ θώρακος καὶ τοῦ μεταφρένου ἐπιτιθεμένη καὶ ἐμπλασσομένη εἰληταρίοις δυσίν· ἐπὶ δὲ φλεγμαινόντων τραυμάτων χρῶ ἀντὶ ἐμβροχῆς, ἀναλύων τοῦ φαρμά‐ κου οὐγγίας τρεῖς, κηροῦ οὐγγίας δύο, φρυκτῆς καὶ πίσσης ἀνὰ οὐγ‐ γίας δύο, ἐλαίου λίτ. α. Τήξας τὰ τηκτὰ καὶ διηθήσας ἐπίβαλλε
80τὸ φάρμακον, καὶ κριθῆς λειωθείσης σὺν ὄξει οὐγγίας τρεῖς. Χρῶ ταύτῃ καὶ ἐπὶ τῶν ἐν δικαστηρίῳ μαστιγωθέντων.
81
Αἰγυπτία Ἀνδρομάχου.
82
Φάρμακον ἔνδοξον.
83 Κολλᾷ τοὺς παμμεγέθεις τῶν κόλπων καὶ τοῖς γεγυμνωμένοις
85νεύροις ἁρμόττει ἐπὶ ταῖς διακοπαῖς, ποιεῖ καὶ πρὸς λυγίσματα, ἀποστήματα, δήγματα ἀνθρώπων, καὶ τῶν ὑπὸ ἰοβόλων καὶ τετρα‐ πόδων δακέντων ζῴων· ποιεῖ πρὸς ῥεύματα ὀφθαλμῶν ἐπὶ τοῦ με‐ τώπου ἐπιτιθεμένη, κολλᾷ τὰς μεγάλας καὶ βαθυτάτας διατρήσεις
τῶν ξιφῶν ἐν τρισὶν ἡμέραις· διαφορητικὸν δ’ ἐστὶν ἰσχυρῶς, ὡς καὶ55
90πύον ἤδη τό γε μὴ πολύ, χωρὶς τοῦ διατρῆσαι τὸ δέρμα, διαφορεῖν δύνασθαι· μαλάττει δὲ τὰ ὁπωσοῦν ἐσκληρυμμένα καὶ τὰ κακοήθη ἕλκη ἐπουλοῖ, ἧς ἡ σκευασία ἔχει οὕτως. Κηροῦ, λιθαργύρου, ἀνὰ δραχ. μδ, ἀμμωνιακοῦ θυμιάματος δραχ. οβ, τερεβινθίνης δραχ. λστ, ἐρίων οἰσυπηρῶν κεκαυμένων δραχ. ιη, ἀριστολοχίας, λιβάνου,
95λεπίδος χαλκοῦ, ἀνὰ δραχ. ηʹ, λεπίδος στομώματος δραχ. ηʹ, σμύρ‐ νης δραχ. δ, ὀποπάνακος δραχ. β, ἐλαίου κικίνου ἢ σικυωνίου ἢ παλαιοῦ λίτ. γ. Ἕψε λιθάργυρον, κίκινον ἔλαιον, ἕως συστραφῇ τε καὶ εὔχρους γένηται· κἄπειτα ἐπιβαλὼν τὴν λεπίδα, πάλιν ἕψε ἕως ἀμολύντου, καὶ ἐπίβαλλε τὸν κηρόν, εἶτα τὸ ἀμμωνιακὸν λειότατον.

14

(100)

τακέντων δέ, ἐπίβαλλε τὴν τερεβινθίνην καὶ ἄρας ἀπὸ τοῦ πυρὸς ἔμπασσε τὸν λίβανον λειότατον καὶ τὴν τῶν ἐρίων τέφραν, καὶ ἑνώ‐ σας, ψύξας καὶ μαλάξας χρῶ, ποτὲ μὲν ἀνιεμένῃ, ποτὲ δὲ ἀκράτῳ.
102
Ἡ Πανάκεια
ὑπὸ δέ τινων τῶν τριῶν ἀδελφῶν λεγομένη.
105Ἡρᾶς δὲ Ὑγίειαν ὀνομάζει.
105 Αὕτη πρὸς νομὰς ποιεῖ καὶ κακοήθη· ἵστησι γὰρ ταύτας οὔτε ἐσχάρας ποιοῦσα οὔτε σκληρύνουσα τὰ πέριξ σώματα, ῥηγνύουσά τε καὶ μαραίνουσα πᾶν τὸ διεφθαρμένον, ὡς μηδὲν διαφέρειν τὸ φαινό‐ μενον τῆς τηκομένης σαρκὸς ὑγρᾶς σταφίδος· ἐπέχει δὲ καὶ φορὰν
110αἵματος τήν τε ἄλλην καὶ τὴν δι’ αἱμορροΐδων, ἀνιεμένη μυρσινίνῳ ἢ οἴνῳ· καὶ τὰς αἱμορροΐδας δὲ αὐτὰς μαραίνει καὶ δαπανᾷ καὶ τοὺς
ἄνθρακας καὶ τοὺς αἰγίλωπας καὶ τὰ χειρώνεια τῶν ἑλκῶν καὶ καθόλου τὸ τῶν δυσθεραπεύτων καὶ χρονίων γένος· ἰδίως δ’ ἐνεργεῖ πρὸς τὰς τῶν μαστῶν σκληρίας καὶ τὰ ἐν αὐτοῖς καρκινώματα καὶ56
115νομάς· ποιεῖ ὑδρωπικοῖς, σπληνικοῖς καὶ πρὸς τὰς περὶ τὰ ἄρθρα δια‐ θέσεις· ἐνίεταί τε καὶ τῇ ὑστέρᾳ, τηκομένη ἐλαίῳ κυπρίνῳ· παντὶ δὲ ἕλκει ἐπιτιθεῖσα κἂν ᾖ τῶν ἀγρίων, πραότερον εὐθὺς ποιήσει καὶ τοὺς πόνους ἠπιωτέρους καὶ τὰς ἀγρυπνίας· κολλᾷ τοὺς μεγάλους κόλπους καὶ σύριγγας ἐνιεμένη ῥοδίνῳ, καὶ κλυζομένου τοῦ κόλπου·
120πρῶτον δὲ δεῖ μελικράτῳ προσκλύζειν, τοὺς δὲ προσφάτους κόλπους καὶ ἔξωθεν ἐπιτιθεμένη, ἱκανή ἐστι παρακολλῆσαι μετὰ τῆς προση‐ κούσης ἐπιδέσεως· ποιεῖ θαυμαστῶς καὶ πρὸς τὰ φλεγμαίνοντα κηρία. Δημοκράτης δὲ ἰδίως ταύτην ἔφη ποιεῖν πρὸς λυσσοδήκτους καὶ τὰ τῶν ἰοβόλων δήγματα πελιὰ καὶ μελαινόμενα, καὶ πρὸς τοὺς ὑπὸ βε‐
125λῶν πεφαρμακωμένων πληγέντας· ἔχει δὲ οὕτως· Λιθαργύρου, ἀσφάλ‐ του ἰουδαϊκῆς, γῆς ἀμπελίτιδος, ἀνὰ δραχ. στ, λιβάνου, προπόλεως, ἀνὰ δραχ. η, ἀλόης, πολίου, κενταυρίου, χαλβάνης, στυπτηρίας σχιστῆς, ἀνὰ δραχ. κε, χαλκίτεως κεκαυμένης, δραχ. ιστ, χαμαι‐ πίτυος, συμφύτου, χαμαιλέοντος μέλανος ῥίζης, πρασίου, ἑλενίου,
130ἀριστολοχίας, ἀνὰ δραχ. ιστ, κηκίδων, σμύρνης, ἴρεως, ἀνὰ δραχ. ιβ, τερεβινθίνης δραχ. κε, μέλιτος ἀττικοῦ οὐγγίας ιε, ἐλαίου νεαροῦ λίτ. η. Βαλὼν ἔλαιον, λιθάργυρον, γῆν ἀμπελίτιδα, ἄσφαλτον λειο‐ τάτην, ἕψε μαλακῷ πυρὶ κινῶν συνεχῶς, ἵνα μὴ προσκαθίσῃ, τάχι‐ στα γὰρ καίεται· ὅταν δὲ ἴδῃς ῥυπώδη τὴν σύστασιν, ἐπίπασσε χαλ‐
135κῖτιν καὶ πάλιν ἕψε· εἶτα στυπτηρίαν ἐπίπασσε καὶ ἕψε μέχρις ἀμο‐ λύντου· ἐν ἑτέρᾳ δὲ χύτρᾳ τήξας μετὰ τοῦ μέλιτος χαλβάνην καὶ πρόπολιν καὶ τερεβινθίνην, καὶ ἄρας ἀπὸ τοῦ πυρὸς τὸ φάρμακον,
ἐπίχεε αὐτῷ τὸ μέλι καὶ τὰ σὺν αὐτῷ χλιαρώτερα ὄντα· καὶ ἑνώσας, ἐπίπασσε τὰ ξηρὰ λειότατα γενόμενα, καὶ μαλάξας ἱκανῶς ἀπόθου,57
140φυλάττων δέρματι ἐσκεπασμένα καὶ χρῶ. Ὡς παραδόξῳ δὲ φαρμάκῳ χρῶ καὶ τῇ Ἀρχιγένους μελαίνῃ, ἥτις προεγράφη ἐν τοῖς ὀρθοπνοϊ‐ κοῖς βοηθήμασιν ἐν τῷ Ὀγδόῳ Λόγῳ.
142
Μέλαινα Ἱκεσίου.
143 Πρὸς πᾶν τραῦμα πρόσφατον καὶ παλαιὸν καὶ μάλιστα ἐν τοῖς
145ἀκρωτηρίοις ποιοῦσα, ἄπονόν τε τηροῦσα παραχρῆμα καὶ κολλῶσα· ποιεῖ καὶ πρὸς κυνοδήκτους καὶ δοθιῆνας, καὶ τὰ σκληρὰ διαχέουσα καὶ μάλιστα τὰ περὶ τοὺς μαστοὺς καὶ τὰ ἐν δακτύλοις κονδυλώ‐ ματα· ποιεῖ ὑδρωπικοῖς καὶ πρὸς ἃ βούλει διαφορῆσαι· ἔστι γὰρ ἐπι‐ σπαστικὴ καὶ διαφορητικὴ καὶ παρακολλητική· ποιεῖ καὶ πρὸς τὰ

14

(150)

κακοήθη πάντα, χοιράδας, παρωτίδας, φύγεθλα, λειχῆνας, ἥλους, μελανίας, σύριγγας, αἱμορροΐδας φλεγμαινούσας καὶ σκόλωπας, ἀνά‐ γει δὲ καὶ βέλη· ποιεῖ πρὸς τὰς τῶν ἰοβόλων πληγὰς καὶ δήγματα τετραπόδων, ἧς ἡ σκευασία ἐστὶν αὕτη. Λιθαργύρου, ἀσφάλτου, γῆς ἀμπελίτιδος, ἀνὰ δραχ. ς, λιβάνου, προπόλεως, κηροῦ, ἀνὰ δραχ. ν,
155τερεβινθίνης, χαλβάνης, στυπτηρίας σχιστῆς, ἀνὰ δραχ. κε, χαλκί‐ τεως δραχ. η, σμύρνης, ἴρεως, κηκίδων, ἀνὰ δραχ. ιβ, μέλιτος λίτ. γ, ἐλαίου ὀμφακίνου λίτ. β. Ἕψε ὡς τὴν Πανάκειαν, κινῶν σπάθῃ δαδίνῃ ἀδιαλείπτως, ἵνα μὴ προσκαθίσῃ, καίεται γὰρ τάχιστα.
158
Ἀσκληπιάδου καταγματικὴ ἀρίστη μέλαινα.
159
160 Ταύτῃ ἐχρησάμην ἐπὶ καταγμάτων, πολλῶν ὀστῶν ἐμπλεόντων καὶ πάντων παραινούντων τὰ ἐμπλέοντα ἀφαιρεῖν, καὶ ὅμοιόν τι πα‐ ραδόξως εἰργάσατο· ἀρίστη τε γὰρ τὰ ἐμπλέοντα καὶ κεχωρισμένα τῶν ἄλλων ὀστῶν οὕτω διακατασχεῖν, ὥστ’ ἐν τῷ πώρῳ στερεῶσαι τοῖς ἄλλοις· ἔχει δὲ οὕτως· Λιθαργύρου δραχ. σν, ἀσφάλτου δραχ.58
165ς, κηροῦ, πίσσης, ἀνὰ δραχ. ρ, πιτυΐνης ξηρᾶς δραχ. ν, στυπτη‐ ρίας, ὑγρᾶς προπόλεως, ἀνὰ δραχ. λ, ἀμμωνιακοῦ θυμιάματος, δραχ. κδ, ἰοῦ δραχ. ι, ἐλαίου οὐγγίας με. Ἕψε ἔλαιον, λιθάργυρον ἕως ἀμολύντου· εἶτα κατ’ ἰδίαν βάλλε κηρόν, ἄσφαλτον καὶ τῆκε μὴ κινῶν· εἶτα ἐπίβαλλε πίσσαν· καὶ τακείσης ταύτης ταῦτα διηθήσας
170ἐπίβαλλε τῇ λιθαργύρῳ, εἶτα τὸ ἀμμωνιακὸν ἐπίπασσε λειότατον, καὶ ἕψε ἕως ἀμολύντου καὶ ἐπίβαλλε τὴν πιτυΐνην καὶ τὴν πρόπολιν προμεμαλαγμένην, καὶ ἄρας ἀπὸ τοῦ πυρός, ἐπίπασσε στυπτηρίαν λειοτάτην καὶ ἰὸν λειότατον καὶ ἑνώσας κατάχεε εἰς ψυχρὸν ὕδωρ ἢ ὄξος, καὶ μαλάξας χρῶ.
174
175Ἡ Ἀθηνᾶ.
175 Καδμίας δραχ. κ, χαλκοῦ κεκαυμένου, σιδίων, ἀριστολοχίας στρογ‐ γύλης, ἀριστολοχίας μακρᾶς, ἁλὸς ἀμμωνιακοῦ, λεπίδος, νίτρου, στυπτηρίας σχιστῆς, στυπτηρίας στρογγύλης, ἴρεως, μίσυος, χαλκάν‐ θου, χαλκίτεως, ἰοῦ, ἀλόης, σμύρνης, λιβάνου, ἀμμωνιακοῦ θυμιά‐
180ματος, χαλβάνης, ἀνὰ δραχ. λ, κηροῦ, πίσσης, ἀνὰ δραχ. ρ, οἱ δὲ δραχ. ς, κολοφωνίας δραχ. υ, ἐλαίου οὐγγίας στ· αὕτη ἐν μὲν τοῖς
Ὀρειβασίου οὕτως κεῖται, ἐν δὲ τοῖς Ἀσκληπιάδου, τῆς μὲν ἀλόης δραχ. ιβ, σμύρνης ὁμοίως· τοῦ δὲ ἀμμωνιακοῦ θυμιάματος δραχ. ιστ. Τὰ ξηρὰ λείου ἐν ἡλίῳ θερινῷ ἐπὶ ἱκανὰς ἡμέρας, καὶ τὰ τηκτὰ τή‐59
185ξας ἐπίχεε, καὶ ἑνώσας χρῶ· ἔστι δὲ τῶν ἐναίμων κόλπων καὶ τῶν ἐν τῇ κεφαλῇ μεγίστων διαιρέσεων ἀφλέγμαντος κολλητική, διαλυ‐ θεῖσα δὲ μετὰ κηρωτῆς ὑγρᾶς, ἔμμοτος καλλίστη γίνεται πρὸς τὰ νευρότρωτα καὶ νύγματα καὶ μυῶν διακοπὰς καὶ τὰ ἐν τῇ κεφαλῇ ἕλκη, πρὸς σύριγγας, ὑποφοράς· ἀνάγει ὀστᾶ διεφθορότα χωρὶς ἀνα‐
190τρήσεως, ποιεῖ πρὸς νομάς, σηπεδόνας, καρκινώδεις διαθέσεις καὶ τὰ μαινόμενα ἕλκη καὶ τὰ δυσεπούλωτα ἐν βουβῶσι καὶ μασχάλαις καὶ τραχήλῳ, καὶ καθόλου ξηραντικῆς ἐστι δυνάμεως· τούτους τοὺς ἐπαίνους Ἀσκληπιάδης περὶ αὐτῆς γράφει.
193
Ἡ δι’ ἰτεῶν μέλαινα ἔνδοξος καὶ πολύχρηστος.
194
195 Ἁρμόζουσα πρὸς τὰ ἔναιμα τραύματα καὶ ἄρθρα διαλελυμένα καὶ σύριγγας ἐντιθεμένη καὶ πρὸς τὰς πλαδαρὰς σάρκας μάλιστα ἐν τοῖς ἀκρωτηρίοις, ποιεῖ καὶ πρὸς ἐρυσιπέλατα καὶ ἄλλας πλείστας διαθέσεις, δίχα κατακαυμάτων. Ποιεῖ καὶ πρὸς τοὺς αἷμα ἀνάγοντας καὶ φθισικοὺς καὶ ἐμπυητικούς, κατὰ τοῦ θώρακος καὶ τοῦ μετα‐

14

(200)

φρένου ἐπιτιθεμένη, ἥτις καὶ ἔχει οὕτως· Μίσυος, χαλκίτεως, ἰοῦ, ψιμμυθίου, κηκίδων, στυπτηρίας σχιστῆς, στυπτηρίας στρογγύλης, μελαντηρίας, ἀνὰ οὐγγίας στ, σιδίων ὁμοίως· κηροῦ, πιτυΐνης, πίσ‐ σης, ἀσφάλτου, ἰτέας φύλλων χλωρῶν, ἐλαίου, ἀνὰ λίτ. β καὶ οὐγ‐ γίας δ, χαλκάνθου οὐγγίας στ, ὄξους ξέστας β. Ἕψε τὰ φύλλα τῆς
205ἰτέας μετὰ [τοῦ] ὄξους, ἕως λειφθῶσι ξέσται β, εἶτα ἰῷ προλειωθέντι
καὶ ψιμμυθίῳ καὶ μελαντηρίᾳ ἐπίβαλλε τὰ φύλλα καὶ λείου· εἶτα τὰ ξηρὰ ἐπίβαλλε καὶ λείου· εἶτα τὰ τηκτὰ τήξας κατάχεε, καὶ ἑνώ‐ σας χρῶ.60
208
Ἡ δι’ ἰτεῶν λυτὴ ὡς Κρίτων καὶ Ἡρόδοτος.
209
210 Μελαντηρίας, κηκῖδος, στυπτηρίας σχιστῆς, στυπτηρίας στρογγύ‐ λης, ἀνὰ οὐγγίας στ, κηροῦ, ἀσφάλτου, πίσσης ξηρᾶς, πιτυΐνης, ἰτέας φύλλων ἀνὰ λίτ. β. ἐλαίου λίτ. α, ὅξους ξέστας στ.
212
Ἐκ τῶν Ὀρειβασίου ἡ διὰ τοῦ χυλοῦ τῆς ἰτέας, ἣν ὁ Μέγης, φησίν, ἐξεῦρε ποιοῦσα πρὸς ῥεύματα.
214
215 Ἰτέας φύλλα χλωρὰ κόψας ἐν ἡλίῳ καὶ μετὰ ταῦτα ἐμβαλὼν εἰς χύτραν καινὴν ὀστρακίνην, ἔμβαλλε οἴνου παλαιοῦ λευκοῦ τοσοῦτον, ὅσον αὔταρκες σκεπάσαι τὰ κεκομμένα φύλλα, καὶ ἑψήσας ἐπὶ πυρὸς μαλακοῦ ἐπὶ πλείονα χρόνον, διήθει δι’ ὀθόνης πυκνῆς, καὶ ἐκπιέσας τὰ φύλλα ῥῖπτε, τὸν δὲ χυλὸν φύλαττε εἰς τὴν σκευασίαν· εἶτα λα‐
220βὼν κολοφωνίας οὐγγίας κδ, ἐλαίου οὐγγίας β καὶ τοῦ χυλοῦ λίτ. α, ἕψε τὴν κολοφωνίαν διηθημένην μετὰ τοῦ ἐλαίου πυρὶ μαλακῷ, ἄχρις ἂν ἐπισταζομένη εἰς ὕδωρ καὶ τοῖς δακτύλοις μαλαττομένη μὴ μολύνῃ, μετὰ δὲ ταῦτα ἔμβαλλε τὸν κηρόν· τακέντος δὲ αὐτοῦ, ἄρας τὴν χύτραν ἀπὸ τοῦ πυρός, ἔμβαλλε τὸν τῆς ἰτέας χυλόν, λέγω δὴ
225τὸν οἶνον ἐν ᾧ ἕψηνται τὰ φύλλα, ὅσον κύαθον ἕνα κατὰ βραχὺ ἐπι‐ βάλλων, ἵνα μὴ ἀναβάλῃ. Ἔπειτα πάλιν ἕψε ἐπ’ ὀλίγον πραοτάτῳ πυρί, ἵνα μὴ προκαῇ τὸ φάρμακον· καὶ ἑνώσας κατάχεε εἰς θυίαν νε‐
νοτισμένην τῷ προειρημένῳ χυλῷ, καὶ μαλάξας ἱκανῶς χρῶ. Ἡ Κυζικηνὴ ποιοῦσα πρὸς τὰ πρόσφατα τραύματα61
230καὶ τὰ παλαιὰ καὶ τὰ ὑπόνομα.
230 Αὕτη διαχέει μάλιστα τὰς ἐν μαστοῖς σκληρίας· ἐπισπᾶται, ἀνα‐ καθαίρει, πληροῖ, κολλᾷ, ἐπουλοῖ, ποιεῖ πρὸς καρκινώδεις διαθέσεις, αἱμορραγίας καὶ ἐφ’ ὧν οὐκ ἔστι σμίλῃ χρῆσθαι, ὡς ἐπὶ τραχήλου, κολλυρίῳ ἐκ τοῦ φαρμάκου χρῶ ἀντισυριγγιακῷ, καὶ τὰ ἐν ἀπειλῇ
235πραΰνει ἀποστήματα, φύματα διαχεῖ καὶ τὰ γάγγλια, τάς τε συνα‐ γωγὰς τῶν ἀποστημάτων ἀποκορυφοῖ καὶ ῥήσσει, ἀνάγει βέλη καὶ σκόλοπας· ἐκτινάσσει δὲ ἀλύπως καὶ ἐσχάρας· ἐπὶ δὲ τῶν κόλπων με‐ γάλοις δεῖ κεχρῆσθαι σπληνίοις· διασκεδάζει χοιράδας καὶ ἐπὶ τῶν περὶ κύστιν ἄκρως ποιεῖ κατὰ τοῦ ὑπογαστρίου ἐπιτιθεμένη· ἐπέχει
240αἱμορραγίας, καὶ ἐπὶ τῶν φθισικῶν κατὰ τοῦ θώρακος καὶ τοῦ μετα‐ φρένου ἐπιτιθεμένη, μεγάλως βοηθεῖ· ἔχει δὲ οὕτως. Λιβάνου, σμύρ‐ νης, κρόκου, ἴρεως, βδελλίου, χαλκάνθου, προπόλεως, ἀλόης, χαλκί‐ τεως, μίσυος ὠμοῦ, στυπτηρίας στρογγύλης, πάνακος ῥίζης, σιδίων, ἀμμωνιακοῦ θυμιάματος, ἰξοῦ, ὀποπάνακος, ἰοῦ, ἀκακίας, ῥόδων ἄν‐
245θους, ἀνὰ δραχ. η, χαλκοῦ κεκαυμένου δραχ. κδ, οἱ δὲ ἀντὶ χαλκοῦ, λεπίδος τὸ ἴσον, ἀριστολοχίας, κηκῖδος ἀνὰ δραχ. ιστ, τερεβινθίνης δραχ. ρμδ, κηροῦ οὐγγίας λβ, στέατος μοσχείου τὸ ἴσον, ὄξους ξέστην α, ἢ οἴνου παλαιοῦ ὁμοίως· καὶ εἰ μὲν ἰσχυρὸν καὶ διαφορητικὸν
βούλει ποιῆσαι τὸ φάρμακον, ὄξος ἔμβαλλε· εἰ δὲ στυπτικὸν καὶ ἀπο‐62

14

(250)

κρουστικόν, τὸν οἶνον. Λείου τὰ ξηρὰ μετὰ τῶν ὀπωδῶν τῷ ὄξει ἢ τῷ οἴνῳ καὶ τήξας τὸν κηρὸν μετὰ τοῦ στέατος καὶ διηθήσας, ἐπίβαλλε τὴν τερεβινθίνην καὶ ἕψε ἐπ’ ὀλίγον, ἵνα σύστασίν τινα λάβῃ· εἶτα βαλὼν τὴν πρόπολιν ἆρον εὐθέως, καὶ ἐπιβαλὼν τὸν ἰξὸν σπάθιζε· καὶ ὅταν λυθῇ, ἐπίβαλλε τῇ κακάβῃ τὰ λειωθέντα κατὰ βραχὺ σπαθίζων
255ἰσχυρῶς, καὶ ἑνώσας κατάχεε ἐν θυίᾳ, καὶ ἀναμαλάξας χρῶ· ἐγὼ δ’ οὔτε ὄξος οὔτε οἶνον ἔβαλλον, ἀλλὰ πάντα ξηρὰ λειώσας ἐπέπασσον· ἐὰν γὰρ λάβῃ οἶνον ἢ ὄξος ἢ ὕδωρ, ἀσύστατον γίνεται.
257
Μοσχίωνος καταγματική.
258 Φάρμακον ἐπιτετευγμένον πρὸς τοὺς νεοτρώτους καὶ πρὸς διακοπὰς
260τῶν νεύρων καὶ τὰς μετὰ παραθλάσεως διαιρέσεις· ποιεῖ καὶ πρὸς τὰ μετὰ τραύματος κατάγματα· καὶ γὰρ τοῖς τραύμασι βοηθεῖ καὶ πωροῖ τὰ ὀστᾶ μετὰ τῆς δεούσης ἐπιδέσεως ἐπιτιθεμένη· ποιεῖ καὶ ἐπὶ τῶν ἀρχομένων ὑδρωπικῶν, σταφιδοῖ τὰς τῶν διδύμων περιθλά‐ σεις καὶ τὰς περὶ ἕδραν ἐξοχάς· ποιεῖ πρὸς ῥαγάδας μετὰ βουτύρου
265ἀνιεμένη καὶ πρὸς βρογχοκήλας· διαλύει πᾶσαν σκληρίαν· ποιεῖ πρὸς παραρθρήματα· ποιεῖ πρὸς τὰς ἐπὶ τῶν χειρῶν καὶ ποδῶν τυλώδεις ἐπαναστάσεις, ἃς καλοῦμεν ἥλους, ὥστε χωρὶς ἑλκώσεως ἀφελεῖν καὶ καθόλου πολυχρηστότατόν ἐστι φάρμακον καὶ σκευάζεται οὕτως. Λιθαργύρου οὐγγίας τρεῖς· πίσσης ξηρᾶς, στέατος μοσχείου, ἀνὰ οὐγ‐
270γίαν μίαν, τερεβινθίνης, μάννης, ἀνὰ οὐγγίας δέκα· κηροῦ οὐγγίας
πέντε· ἰοῦ, ὀποπάνακος, χαλβάνης, ἀνὰ οὐγγίαν μίαν· πίσσης ὑγρᾶς ἡμικοτύλην, ὄξους κύαθον ἕνα, ὀποῦ συκαμίνου κύαθον α, ἐλαίου κικίνου ἢ Σικυωνίου ἢ παλαιοῦ κύαθον α, τοῦτ’ ἔστι λίτραν μίαν. Τὴν λιθάργυρον καὶ τὸ κίκινον βαλὼν ἕψε· καὶ ὅταν βράσῃ, ἐπίβαλλε63
275τὸ στέαρ καὶ ἕψε ἀμόλυντον· εἶτα ἐπίβαλλε πίσσαν καὶ κηρόν· τα‐ κέντων δέ, ὑγρὰν πίσσαν καὶ τὸν ὀπὸν τοῦ συκαμίνου ἕψε κατ’ ἰδίαν, ἕως συστραφῇ, καὶ ἐπίβαλλε τοῖς λοιποῖς, καὶ ἑνώσας ἆρον ἀπὸ τοῦ πυρὸς καὶ ἐπίπασσε τὴν μάνναν λειοτάτην, ἔσχατον δὲ τὸν ἰὸν καὶ τὸν ὀποπάνακα ὄξει διάλυε· καὶ ἑνώσας καλῶς καὶ μαλάξας μετα‐
280κένωσον εἰς οἶνον καὶ ἔα ἡμέρας τρεῖς, ἔπειτα μαλάξας χρῶ· δεῖ δὲ μετὰ τὴν ἐπίθεσιν τοῦ φαρμάκου, οἴνῳ δεύσαντα πτυγμάτιον ἢ ται‐ νίδιον ἐπιδεσμεῖν· ἔστι δὲ καὶ ἡ μετ’ αὐτὴν γραφησομένη Σαΐτης μὴ ἔχουσα ὀπόν.
283
Ἡ Σαΐτης
285 ἣν δεῖ σκευάζειν ἀντὶ τῆς προγεγραμμένης Μοσχίωνος, ὅταν μὴ εὐπορῶμεν συκαμίνου ὀποῦ.
286 Ἔστι δ’ αὕτη καταγματικὴ ἔναιμος κολλητικὴ καὶ κεφαλικὴ καὶ κόλπων κολλητική· ἔχει δὲ οὕτως· Λιθαργύρου, στέατος μοσχείου, πίσσης ξηρᾶς, ἀνὰ οὐγγίας κ, οἱ δὲ ἀνὰ οὐγγίας ιστ, ἐλαίου κικίνου ἢ
290σικυωνίου ἢ παλαιοῦ οὐγγίας ι. τερεβινθίνης, μάννης ἢ αὐτοῦ τοῦ λιβά‐ νου, ἀνὰ οὐγγίας η. κηροῦ οὐγγίας δ. ὀποπάνακος, χαλβάνης, ἰοῦ, ἀνὰ οὐγγίαν μίαν, ἰξοῦ οὐγγίας στ. Ἕψε ἔλαιον, λιθάργυρον, στέαρ, ἀμό‐ λυντα· εἶτα ἐπίβαλλε κηρόν, πίσσαν, εἶτα τερεβινθίνην, μάνναν, καὶ
εὐθέως ἄρας ἀπὸ τοῦ πυρὸς καὶ ποσῶς ψύξας ἐπίβαλλε τὰ λοιπὰ64
295προλειωθέντα μετ’ ὄξους· κατὰ σταγόνα δ’ ἐπίβαλλε, ἵνα μὴ ἀναβάλῃ· καὶ πάλιν ἐπιτιθεὶς ἐπ’ ἀνθράκων ἕψε ἐπ’ ὀλίγον, ἵνα μὴ μολύνῃ· καὶ ψύξας, μαλάξας χρῶ.
297
Ἡ βαρβάρα ἔμπλαστρος ἔνδοξος.
298 Αὕτη περιτιθεμένη κόλπους ὑπερμεγέθεις καὶ σύριγγας ἰᾶται,

14

(300)

ἀνάγει σκόλοπας καὶ βέλη, διαλύει φλεγμονὰς καὶ σκληρίας, προη‐ γουμένως δ’ ἐπ’ ἰσχιαδικῶν καὶ νεφρητικῶν ἔξωθεν ἐπιτίθεται· ἔχει δὲ οὕτως. Λιθαργύρου οὐγγίας ι. ἐλαίου οὐγγίας ιε. πίσσης ξηρᾶς, κολοφωνίας, ἀνὰ οὐγγίας ιστ. ταυρείου στέατος ὁμοίως· μίσυος, ἴρεως, ἀσβέστου, ἀνὰ οὐγγίας γ. χαλκάνθου οὐγγίας δύο καὶ ἡμίσειαν· ἕψε
305λιθάργυρον, ἔλαιον, ἕως ἀμολύντου, εἶτα ἐπίβαλλε τὰ τηκτά· καὶ διηθήσας, πάλιν ἕψε ἐπ’ ὀλίγον καὶ ἐπίχεε μετὰ τὸ ποσῶς ψυγῆναι τοῖς λοιποῖς λειωθεῖσιν ἐν θυίᾳ μετ’ ὄξους.
307 Ἡ διὰ κενταυρίου θηριακή, ᾗ συμφωνεῖ Ὀρειβάσιος.
308 Ποιεῖ πρὸς νευροτρώτους, μυοτρώτους, νύγματα, δήγματα θηρίων,
310λυσσοδήκτους, κόλπους τοὺς παλαιοὺς κολλᾷ καὶ κατουλοῖ, ἐξόχως δ’ ἐπὶ ἑρπετοδήκτων ἐνεργεῖ, πρός τε γόνατα ῥευματιζόμενα καὶ ἕλκη δυσαλθῆ, ἥτις καὶ ἔχει οὕτως. Λιθαργύρου οὐγγίας στ. ἐλαίου παλαιοῦ οὐγγίας δ. πιτυΐνης ξηρᾶς οὐγγίας λβ. ἀμμωνιακοῦ θυμιά‐ ματος, προπόλεως, λιβάνου, ἀνὰ δραχ. ιβ. ψιμμυθίου δραχ. η. ἰοῦ,
315χαλβάνης, ἀριστολοχίας στρογγύλης, κενταυρίου, ἀνὰ δραχ. στ. λεπίδος, ἀλόης, ἴρεως, κηκῖδος, χαλκίτεως, ἀνὰ δραχ. δ. Ἕψεται λιθάργυρος μετ’ ἐλαίου ἕως μέσης ἑψήσεως, ἔπειτα ἐμπάσσεται λε‐ πίς, ψιμμύθιον, χαλκῖτις, ἰός· ἀμολύντου δὲ γενομένου καὶ ἀρθέντος ἀπὸ τοῦ πυρός, ἐπίβαλλε ὁλμοκοπηθέντα ἀμμωνιακόν, χαλβάνην,65
320πρόπολιν· ἀρθέντος δ’ ἀπὸ τοῦ πυρὸς καὶ ποσῶς ψυγέντος, ἐπιπάσ‐ σεται τὰ ξηρὰ λεῖα· ψυγέντα δέ, ἀναμαλάσσεται χερσίν.
321
Ἡ διὰ δικτάμνου θαυμαστή.
322 Ταύτης ἡ δύναμις θαυμαστὴ πρὸς νεύρων καὶ μυῶν καὶ χόνδρων διακοπὰς καὶ περιθλάσεις, ποιεῖ πρὸς τὰ παλαιὰ καὶ δυσαλθῆ, ἀνάγει
325ὀστᾶ διεφθορότα καὶ σκόλοπας καὶ ἀκίδας· ἔστι δὲ καὶ διαφορητικὴ καὶ ποιεῖ καὶ πρὸς πᾶσαν ἰοβόλου πληγήν· ποιεῖ καὶ πρὸς ἀλγήματα τῆς κεφαλῆς καὶ ὀφθαλμῶν ῥεύματα κατὰ τοῦ μετώπου ἐπιτιθεμένη, ἐστὶ δὲ μάλαγμα ἀγαθὸν πλευριτικοῖς καὶ ἡπατικοῖς· διαφορεῖ μάλι‐ στα τὰς φλεγμονὰς τηκομένη μετὰ τῆς διὰ χυλῶν σὺν ἐλαίῳ ἐξ
330ἴσου· ἔχει δὲ οὕτως. Λιθαργύρου δραχ. ρ. κολοφωνίας δραχ. ν. κηροῦ δραχ. κε. ἀμμωνιακοῦ θυμιάματος δραχ. ιστ. μάννης, χαλβάνης, ἀνὰ δραχ. ιβ. χαλκοῦ κεκαυμένου, ἰοῦ, δικτάμνου, ἀλόης, προπόλεως, ἀνὰ δραχ. η. διφρυγοῦς, λεπίδος, χαλκοῦ, γεντιανῆς, ἀνὰ δραχ. στ. ἐλαίου προπαλαιοῦ λίτρας β. ὁ δὲ Ἡρᾶς τῆς δικτάμνου καὶ τῆς ἀρι‐
335στολοχίας ἀνὰ λίτ. ι. ἐμβάλλει καὶ ἀμμωνιακοῦ θυμιάματος δραχ. κστ.
τὰ δὲ λοιπὰ ὁμοίως· σκεύαζε δ’ ὡς τὴν τοῦ Ἁλιέως ἢ τὴν Τυρίαν· τὰς δὲ βοτάνας ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίπασσε λειοτάτας· ὁ Δημοκρά‐ της δ’ ἐμβάλλει δικτάμνου δραχ. ι. διφρυγοῦς δραχ. η. τὰ δὲ λοιπὰ ὁμοίως· ποιεῖ δέ, φησί, πρὸς τὰ περὶ μαστοὺς καὶ τράχηλον καὶ ῥά‐66
340χιν ἕλκη, κἂν πολλοὺς χρόνους ἔχῃ.
340

15

(t)

Ἔμπλαστροι μαλακτικαὶ διαφορητικαὶ πολύχρηστοι.
t
1Μέλαινα Ἀχίλλειος λεγομένη Ἀσκληπιάδου.
1 Αὕτη διαφορεῖ τὰς ἐπὶ τῶν μαστῶν σκληρίας καὶ σκίρρους καὶ τὰς τῶν διδύμων φλεγμονάς· τούτῳ τῷ φαρμάκῳ χρηστέον ἐστίν, ὡς πρὸ πάντων τῶν διαφορητικῶν διαφέροντι, ποιεῖ καὶ πρὸς πολλὰς διαθέ‐
5σεις· δεῖ δὲ προλούειν καὶ τότε ἐπιτιθέναι τὸ φάρμακον· ἔχει δὲ οὕτως. Λιθαργύρου λίτρας στ. πίσσης βρυτίας λίτ. δ. ἀσφάλτου, πι‐ τυΐνης ξηρᾶς, ἀνὰ λίτρας στ. γῆς ἀμπελίτιδος λίτ. β. κηροῦ λίτ. δ. λιβάνου λίτ. μίαν καὶ ἡμίσειαν· στυπτηρίας σχιστῆς, ἀλόης, σμύρ‐ νης, ἀνὰ οὐγγίας δ. ἐλαίου ὀμφακίνου παλαιωθέντος λίτρας η. σερα‐
10πιάδος λίτ. στ. ὄξους τὸ ἀρκοῦν. Σκεύαζε ὡς τὴν πανάκειαν.
10
Μέλαινα ἡ δι’ αἰρῶν Ἡρᾶ διαχυτική.
11 Ποιεῖ πρὸς σύριγγας καὶ πρὸς τὰ ἐν μασχάλαις καὶ βουβῶσιν ἀπο‐ στήματα, ὥστε μηδὲν περιαιρεῖν ἐν ταῖς χειρουργίαις, ἀλλὰ νύξαντας
μόνον καὶ κενώσαντας τὸ ὑγρὸν ἐπιτιθέναι· χρῶ δ’ ἐμπλάσσων ἐν67
15δυσὶ δέρμασιν, ἓν παρ’ ἓν ἐπιτιθείς· μὴ ἀπόματτε δὲ τὰ ὑγρὰ τῶν σπληνίων, ἀναπίνεται γὰρ καὶ γίνεται δυνατώτερον τὸ φάρμακον· σκευάζεται δὲ οὕτως. Πίσσης λίτρας β. πιτυΐνης ξηρᾶς οὐγγίας θ. κηροῦ Τυρρηνικοῦ, κηροῦ Ποντικοῦ, ἀνὰ οὐγγίας γ. ἐλαίου παλαιοῦ οὐγ‐ γίας ε. Μόνα τήξας τὰ τηκτὰ καὶ διηθήσας, ὅταν παύσηται ζέον,
20ἐπίπασσε τὸ ἄλευρον τῶν αἰρῶν, καὶ ἑνώσας κατάχεε ἐν τῇ θυίᾳ ἄσφαλτον προλελειωμένην μετ’ ὄξους οὐγγίας δ. καὶ ἑνώσας μάλασσε χερσὶν ἐπὶ πολύ, παραπτόμενος ὕδατος ψυχροῦ· ἔχει δὲ τῆς μέντοι ἀσφάλτου οὐγγίας δύο καὶ ἡμίσειαν, αἰρῶν δ’ ἀλεύρου οὐγγίας δ. ποιεῖ καὶ πρὸς τὰς ἐν μαστοῖς κακοηθευομένας σκληρίας καὶ παρωτί‐
25δας καὶ φύγεθλα· ταύτης οὔτε ἂν ξηραντικωτέραν οὔτ’ ἀνωδυνωτέραν εὕροις ἔμπλαστρον.
26
Ἡ οὐσία ἔμπλαστρος ἧς μεῖζον οὐδέν ἐστιν.
27 Ποιεῖ αἱμοπτυϊκοῖς καὶ πρὸς πάσας σκληρίας ἄρθρων καὶ πλευρῶν, πρὸς γαγγραίνας, κόλπους, χοιράδας, φύματα, ἕλκη χειρώνια, σύριγ‐
30γας χειρῶν, αἰγίλωπας· βελόνης ἐπισπαστική, ὑδρωπικοὺς θεραπεύει ἐν ἡμέραις ἑπτά, ἀκριβῶς δὲ ποιεῖ πρὸς ἧπαρ καὶ σπλῆνα· εἰ δέ τις ἐπὶ πλείους ἡμέρας αὐτῇ χρήσεται, σχεδὸν ἀσπλήνους ποιεῖ· ὡσαύτως
ποιεῖ ἐπὶ ποδαγρικῶν καὶ ἰσχιαδικῶν, ἡ δὲ σύνθεσίς ἐστιν αὕτη. Λιθαρ‐ γύρου λειοτάτης δραχμὰς κ. ψιμμυθίου, ἰοῦ, ἀνὰ οὐγγίας δύο καὶ ἡμί‐68
35σειαν· λεπίδος, λιβάνου, ἀνὰ οὐγγίαν μίαν· ἀσφάλτου οὐγγίας η. πιτυΐνης οὐγγίας τέσσαρας καὶ ἡμίσειαν, κηροῦ οὐγγίας ιστ. πίσσης οὐγγίας λβ. ἐλαίου οὐγγίας στ. ἐν ἄλλῳ καὶ ἀμμωνιακοῦ θυμιάματος δραχμὰς στ. χαλβάνης οὐγγίας στ. ἔλαιον δὲ ῥόδινον καὶ ἀκάπνιστον ἕψε ἕως ἀμολύντου· τινὲς μετὰ τῆς λιθαργύρου καὶ τοῦ ψιμμυθίου ἐξ
40ἀρχῆς ἕψουσι τὴν ἄσφαλτον καὶ χρῶνται ἐφ’ ὧν ἐπὶ πλέον ξηρᾶναι βούλονται· εἰ δ’ ἐπὶ πολὺ ἑψηθῇ, οὐ μαλάσσει σκληρίαν.
41
Ἡ μέθη διαπνευστική.
42 Αὕτη ἀραιοῖ καὶ διαφορεῖ τὰς σκληρίας τὰς μετὰ φλεγμονῆς οὔσας, χρώμεθα δ’ αὐτῇ καὶ ἐπὶ τῶν καταγμάτων· ποιεῖ καὶ πρὸς τὰ
45ἔναιμα τραύματα, σπάσματα, ῥήγματα, τιλμούς, ἰσχιαδικούς, λι‐ θιῶντας καὶ ὅσα περὶ τὴν κεφαλὴν πάθη, ἐπιτιθεμένη ὁτὲ μὲν τῷ μετώπῳ ἢ κροτάφοις, ὁτὲ δὲ τῇ κορυφῇ ἀποξυρηθεισῶν τῶν τριχῶν· ἔχει δὲ οὕτως· Λιθαργύρου οὐγγίας θ. ἐλαίου παλαιοῦ οὐγγίας στ. ἐλαίου ῥοδίνου οὐγγίας β. κηροῦ τὸ αὐτό· στέατος ταυρείου, τερε‐

15

(50)

βινθίνης, λιβάνου, ἀνὰ οὐγγίας δ. πίσσης οὐγγίας θ. χαλβάνης, ὀπο‐ πάνακος, ἰοῦ, ἀνὰ οὐγγίας ε. οἴνου ξέστην ἕνα· σκεύαζε ὡς προείρηται.
51
Ἔμπλαστρος ἡ διὰ χυλοῦ.
52 Αὕτη φυλάττει τὰ νευρότρωτα τραύματα χωρὶς φλεγμονῆς καὶ κολλᾷ τὰ διῃρημένα καὶ τὰ φλεγμαίνοντα ἕλκη· θεραπεύει καὶ τοὺς
55τρωθέντας μῦς δίχα τινὸς ἄλλου τῶν βοηθεῖν δυναμένων καταπλα‐
σμάτων καὶ ἐμβροχῶν· ἁρμόζει δὲ καὶ τοῖς ποδαγρικοῖς ἐν παντὶ καιρῷ ἐπιτιθεμένη, ἔστι δὲ καὶ πεσσὸς ἄριστος ἐν ταῖς κεχρονισμέναις καὶ προσφάτοις φλεγμοναῖς τῆς ὑστέρας, ἕλκη τε πληροῖ κοῖλα καὶ ἐπουλοῖ ταχύ, ῥοδίνῳ διηθὲν ἢ μυρσινίνῳ· καθόλου δὲ πᾶν κατάπλα‐69
60σμα καὶ φάρμακον ἔξωθεν τοῖς ἕλκεσιν ἐπιτιθέμενον περιττόν ἐστι τοῖς ταύτῃ χρωμένοις· μαλάττει δὲ καὶ τὰς σκληρίας καὶ διαφορεῖ, τοῖς ἄλ‐ λοις τοῖς πρὸς ταῦτα ἐπιτηδείοις μιγνυμένη· σκεύαζε δὲ οὕτως. Ἐλαίου λιπαροῦ καὶ προσφάτου, θέρους μὲν ὄντος λίτρας ἑπτὰ καὶ ἡμίσειαν, χειμῶνος δὲ λίτρας θ. λιθαργύρου λειοτάτης χυλοῦ λίτ. στ. βαλὼν ἔλαιον
65καὶ τὸν χυλόν, ἕψε ἐπ’ ἀνθράκων· καὶ ὅταν ἀναζέσῃ καὶ λεπταὶ πομ‐ φόλυγες ἐπαναστῶσιν, ἐπίπασσε λειοτάτην τὴν λιθάργυρον καὶ ἕψε μαλακῷ καὶ διηνεκεῖ πυρί, ἕως ὅ τε χυλὸς τῷ λίπει συνεκφρυγῇ καὶ τὸ φάρμακον ἀμόλυντόν τε καὶ εὔχρουν καὶ μήλινον γένηται, ἀλλὰ μὴ σκληρόν· καὶ καθελὼν καὶ ψύξας κινῶν, εἶτα μαλάξας ἐπιμελῶς,
70ἀνάπλασσε μαζία καὶ χρῶ· ἐπὶ δὲ τῆς χρείας, ἄνιε τοῦ μὲν φαρμάκου μέρος ἕν, κηροῦ μέρος ἓν καὶ ἐλαίου μέρος ἓν καὶ πλεῖον. Ὁ δὲ χυλὸς γίνεται οὕτως· ὕδατος ξέστας κ. μαλάχης ἀγρίας ῥιζῶν προσφάτων λίτ. γ. τήλεως ξέστου ἥμισυ, λινοσπέρματος ὁμοίως. Πλύνας τὰς ῥίζας τῆς μαλάχης καὶ θλάσας, βρέχε τῷ ὕδατι· τῇ δ’ ἑξῆς καθάρας τὴν
75τῆλιν καὶ πλύνας, ἐπίβαλλε τῷ ὕδατι καὶ ἔα βρέχεσθαι· τῇ δὲ τρίτῃ τὸ λινόσπερμον πλύνας ὁμοίως βρέχε· τῇ δὲ τετάρτῃ ἕψε μέχρι πάχος ἱκανὸν λάβῃ, καὶ διηθήσας δι’ ὀθονίου χρῶ εἰς τὴν τοῦ φαρμάκου σκευασίαν· ἐγὼ δὲ τοῦ ὕδατος ξέστας ιβ. βάλλω, τῆς δὲ μαλάχης λί‐
τρας δ. τήλεως δὲ καὶ λινοσπέρματος ξέστην ἕνα, φησὶν Ὀρειβάσιος.70
80Ἄλλη διὰ χυλοῦ ἐκ τῶν Ὀρειβασίου.
80 Λιθαργύρου, ἐλαίου ἀνὰ λίτρας β. κηροῦ οὐγγίας η. τήλεως, λινο‐ σπέρματος, ἀλθαίας ῥίζης, πτισάνης, ἑκάστου ἴσον προβρέχων ἕψε, ἕως παχύτατος γένηται χυλός, καὶ διηθήσας βάλλε τοῦ χυλοῦ λίτ. β. καὶ ἕψε, ὡς προείρηται καὶ χρῶ.
84
85Ἡ διὰ πτισάνης.
85 Τήλεως, λινοσπέρματος, πτισάνης, ἀνὰ οὐγγίαν μίαν· μελιλώτων, ἀλθαίας ῥίζης, ἀνὰ οὐγγίας δύο· τὸν χυλὸν ποιοῦμεν οὕτως· ταῦτα καθάρας ἀκριβῶς καὶ πλύνας, βρέχε ὕδατι συμμέτρῳ ἡμέρας δύο· καὶ ἕψε ἕως χυλώσῃ· καὶ διηθήσας λάμβανε τοῦ χυλοῦ λίτρας ε. ἐλαίου
90παλαιοῦ λίτ. γ. καὶ ἕψε ἕως ληφθῇ τὸ ἔλαιον, καὶ πρόσβαλλε τῷ ἐλαίῳ στέατος ταυρείου οὐγγίας στ. κολοφωνίας λίτρας στ. κηροῦ λί‐ τραν α. χαλβάνης οὐγγίαν α. Ἔστι δὲ καὶ χαλαστικὸν ἀγαθὸν ἀνιε‐ μένη μύρῳ τινί.
93
Ἡ διὰ ψυλλίου.
94
95 Λιθαργύρου λίτρας δ. ἐλαίου γλυκέος λίτ. ζ. πιτυΐνης λίτ. ζ. ψυλ‐ λίου χυλοῦ λίτ. γ. τὸν χυλὸν ποίει οὕτως· βαλὼν ψυλλίου οὐγγίας τρεῖς καὶ ὕδατος ξέστας πέντε, προβρέχων ἕψε· καὶ διηθήσας, πάλιν ἕψε μετὰ τοῦ ἐλαίου καὶ τῆς λιθαργύρου ἕως καλῆς συστάσεως, καὶ ἐπί‐
βαλλε τὰ τηκτὰ καὶ χρῶ πρὸς πάσας φλεγμονὰς τὰς σκληρυνομένας.71

15

(100)

Ἄλλη διὰ ψυλλίου ἁπλουστέρα.

15

(100)

Ποιεῖ πρὸς φλεγμονάς, παρατρίμματα, ἐξανθήματα, φύματα καὶ ποδάγρας, ἥτις καὶ ἔχει οὕτως· Λιθαργύρου, ἀμύλου, ψιμμυθίου, ἀνὰ οὐγγίας δύο· κηροῦ οὐγγίας στ· ῥοδίνου ἐλαίου λίτραν α· ψυλλίου χυλοῦ λίτρας γ. χρῶ· οὐχ ἑψεῖται.
104
105Ἄλλη διὰ ψυλλίου ἁπλουστέρα.
105 Ποιοῦσα πρὸς τὰς ζεούσας φλεγμονὰς καὶ μάλιστα ποδαγρικῶν ἐν τοῖς παροξυσμοῖς, ἔχει δὲ οὕτως. Ψυλλίου οὐγγίας δ, ὕδατος ξέστας β, προβρέχων ἕψε· καὶ διηθήσας τὸν χυλὸν δι’ ἠθμοῦ, εἶτα κηροῦ τήξας οὐγγίας στ. καὶ ἐλαίου λίτραν α. ἐπίβαλλε τὸν χυλόν· καὶ σπαθί‐
110ζων ἕνωσον καὶ χρῶ· πεπείραται.
110
Ἡ διὰ σεραπιάδος.
111 Ποιεῖ πρὸς φύματα, ἐξανθήματα, παρατρίμματα καὶ ἔχει οὕτως· Λιθαργύρου λίτραν α, ἐλαίου λίτ. β, σεραπιάδος τῆς τριόρχεως χυλοῦ λίτ. γ. Ἕψε λιθάργυρον μετὰ τοῦ ἐλαίου καὶ τοῦ χυλοῦ ἕως ἀμο‐
115λύντου καὶ χρῶ.
115
Τὸ ψυττάκιον.
116 Ὑοσκυάμου φύλλων χλωρῶν, κολοφωνίας, κηροῦ, στέατος χοιρείου,
ἀνὰ οὐγγίας στ, λειώσας τὰ φύλλα, ἐπίχεε τὰ τηκτὰ καὶ χρῶ.
Ἡ διὰ τῆς ἀλθαίας Πόλητος.
72
119
120 Ἀλθαίας ῥίζης τὸν φλοιὸν λαβὼν ὅταν ἀκμάζῃ ἡ βοτάνη, κόπτε ἐν ὅλμῳ· ἔπειτα μετενεγκὼν εἰς ἀγγεῖον χαλκοῦν ἢ κεραμεοῦν, ἐπίρραινε οἴνῳ παλαιῷ λευκῷ, εὐώδει, στύφοντι, τοσοῦτον ὥστε καθυγραίνεσθαι μόνον· καὶ σκεπάσας ἔα ἡμέρας τρεῖς, τῇ δὲ τετάρτῃ ὁλμοκοπήσας πάλιν, ἐκπίεζε δι’ ὀθονίου τὸν χυλὸν ἰσχυρῶς· εἶτα
125λαβὼν κολοφωνίας οὐγγίας κδ, κηροῦ οὐγγίας δ, ἐλαίου, ἰοῦ ἀνὰ οὐγγίας β. καὶ τοῦ χυλοῦ τῆς ἀλθαίας κοτύλας ἀττικὰς β. σκεύαζε τούτῳ τῷ τρόπῳ. Τὴν κολοφωνίαν μετὰ τοῦ ἐλαίου τήξας καὶ διη‐ θήσας, ἕψε ἐπὶ μαλακοῦ πυρὸς κινῶν σπάθῃ δᾳδίνῃ καὶ ὑποκαίων ξύλα πεύκινα· ἕψε δ’ ἕως ἐπισταζομένη εἰς ὕδωρ σκληροτέρα γένηται·
130εἶτα ἐπίβαλλε κηρόν· καὶ τούτου τακέντος, ἄρας τὴν χύτραν ἀπὸ τοῦ πυρὸς καὶ ψύξας ἐπίβαλλε τὸν χυλὸν κατὰ βραχὺ προσέχων μήπως ἀναβράσῃ· ἀνοιδίσκεται γὰρ ὡς ὑπερχεῖσθαι τῆς χύτρας· ὅταν δὲ καταστῇ, ἐπίθες πάλιν ἐπὶ τὸ πῦρ· καὶ θερμάνας ἐπίπασσε τὸν ἰόν, καὶ ἄρας καὶ ψύξας καὶ ἐπὶ πολὺ μαλάξας, ὡς ἑνωθῆναι ἱκανῶς
135τὸν χυλόν, χρῶ. Ποιεῖ δὲ πρὸς ἕλκη πρόσφατα καὶ παλαιὰ καὶ τῶν θηρίων καὶ κυνῶν τὰ δήγματα, ἄγουσα ἰχῶρας διὰ τοῦ ἕλκους· ποιεῖ πρὸς φύματα καὶ χοιράδας· ἢ γὰρ διαχεῖ ἢ πυοποιεῖ ἢ ῥήσσει ἢ ἐπὶ τὴν ἐπιφάνειαν φέρει, ὡς παραπλήσιον γίνεσθαι ὑποπύοις καὶ οὕτως διαφορεῖ. Ἔστι δὲ ἀνώδυνος σφόδρα· ἀφίστησι ψώρας καὶ τοὺς ψω‐
140ρώδεις ὄνυχας καὶ λέπρας καὶ λειχῆνας· δεῖ δ’ ἐπὶ τούτων δι’ ἡμερῶν
ἑπτὰ λύειν· ἀνάγει σκόλοπας καὶ ἀκίδας· ποιεῖ ποδαγρικαῖς φλεγμο‐ ναῖς ἐν τοῖς παροξυσμοῖς· ποιεῖ πρὸς ἄρθρα ἠγκυλωμένα, διαλύει γάγγλια, κηρία καὶ τὰς συκᾶς, ἰᾶται τὰ ὑδροκέφαλα βρέφη, μαλάσ‐ σει σπληνὸς σκληρίαν, καὶ τοὺς ἀνελκώτους καρκίνους παρηγορεῖ καὶ73
145οὐ συγχωρεῖ ἀναβιβρώσκεσθαι· ἐν πεσσῷ προστιθεμένη καταμήνια ἄγει, ἐπὶ δὲ τῶν λιθιώντων ἢ δυσουρίᾳ καμνόντων ἢ τὴν κοιλίαν ἐπεχομένων κατὰ τοῦ ἤτρου ἐπιτιθεμένη, κινεῖ τὰς ἐπεσχημένας ἐκ‐ κρίσεις, ἰᾶται τὰς ἐν πέλμασι ῥαγάδας ἀνεθὲν ῥοδίνῳ, καθαίρει τὰ ἕλκη καὶ σαρκοῖ μάλιστα τὰ ἐν ὄρχεσι γιγνόμενα καὶ αἰδοίοις. Εἰ δὲ

15

(150)

χωρὶς τοῦ ἰοῦ σκευασθῇ, πρὸς τὰ ἑρπηστικὰ ἕλκη ποιεῖ καὶ κατάγ‐ ματα τῶν ὀστῶν ἀντὶ ἐμβροχῆς ἐπιτιθεμένη· ἀνώδυνα γὰρ αὐτὰ ἐργά‐ ζεται. Σκευάζεται δὲ καὶ διὰ τῶν ῥοδοειδῶν ἀνθῶν τῆς ἀλθαίας φάρμακον ἐνεργέστατον οὕτως· Τὰ ῥοδοειδῆ ἄνθη ἐξωνυχισμένα λα‐ βὼν καὶ κόψας καὶ λειότατα ποιήσας, λάμβανε μέρη δυοκαίδεκα·
155κολοφωνίας μέρη λστ, κηροῦ μέρη στ, ἐλαίου μέρη β, τήξας τὰ τηκτὰ κατάχεε ἐν τῇ θυίᾳ κατὰ τῶν ἀνθῶν λειοτάτων γενομένων· καὶ ἑνώσας καὶ μαλάξας ἱκανῶς χρῶ πρὸς πάντα τὰ προειρημένα· ὠφελιμώτερον γάρ ἐστι τοῦτο καὶ ἀνωδυνώτερον.
158 Ἡ διὰ λινοσπέρματος Πόλητος πρὸς τὰ ἐν θώρακι πάθη.
159
160 Μαλάσσει καὶ διαφορεῖ τὰς φλεγμονὰς τῶν νευρωδῶν μορίων καὶ πραΰνει τὰς ὀδύνας, ποιεῖ καὶ πρὸς τοὺς παροξυσμοὺς τῶν ποδαγρι‐ κῶν καὶ τὰ ἠγκυλωμένα τῶν ἄρθρων διαλύει, ἣ καὶ σκευάζεται οὕ‐
τως· Λινοσπέρμου μέρη β, ἀλεύρου κριθίνου μέρη τρία, κολοφωνίας μέρη δ, κηροῦ μέρη β, ῥητίνης, πιτυΐνης ὑγρᾶς, εἰ δὲ παρείη, κυπα‐74
165ρισσίνης μέρη β, θλάσπεως σπέρματος μέρος α, χαμαιμήλου ἄνθους τὸ ἴσον· κυπαρίσσου σφαιρίων μεμυκότων τὸ ἴσον· ἐλαίου μέρη β. Τή‐ ξας τὸν κηρὸν μετὰ τῆς κολοφωνίας ἐπ’ ἀνθράκων, ἐπίβαλλε τὸ ἔλαιον· μιχθέντων δ’ αὐτῶν τῇ κινήσει, ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίπασσε τὰ σφαιρία τῆς κυπαρίσσου εἰς λεπτὸν ὁλμοκοπηθέντα καὶ σεσησμένα,
170προσέχων μὴ ἀνοιδήσῃ· ἔπειτα τὸ ἄλευρον, εἶτα τὸ λινόσπερμα καὶ τὴν ὑγρὰν ῥητίνην· καὶ ἐπιθεὶς ἐπ’ ἀνθράκων ἕψε βραχὺ ὡς ἑνωθῆναι· καὶ ἄρας ἐπίπασσε τὴν θλάσπιν καὶ τὸ χαμαίμηλον, καὶ ἑνώσας ἐπίχεε εἰς θυίαν ὕδωρ ἔχουσαν ψυχρόν, καὶ μαλάξας χρῶ.
173
Ἡ ἐλεφαντίνη Πόλητος.
174
175 Τὴν ἐλεφαντίνην ὁ Πόλης ἐν τῷ δευτέρῳ λόγῳ περιγράφει· ταύ‐ την, φησίν, ὕστερον εὗρον· καὶ διαλλάξας διὰ μακρᾶς πείρας, ῥᾳοτέ‐ ραν καὶ εὐμεγεθεστέραν καὶ εὐτονωτέραν κατανοήσας, εἰς τὴν δευ‐ τέραν βίβλον συνέταξα, ἔχει δὲ οὕτως· Δορυκνίου ἤτοι ἁλικακάβου φλοιοῦ οὐγγίας δέκα, μανδραγόρου ῥίζης οὐγγίας η, πάνακος ῥίζης
180οὐγγίας ζ, κολοφωνίας οὐγγίας δύο, πιτυΐνης ὑγρᾶς οὐγγίας δ, ὀπο‐ πάνακος οὐγγίας δύο, κηροῦ, τερεβινθίνης, ἀνὰ οὐγγίας ιβ, βδελλίου οὐγγίας κ, ὄξους λίτραν α καὶ πλέον, τινὲς δ’ ἐμβάλλουσι ταύτῃ καὶ
ποταμογείτονος οὐγγίας κ, οὐκ ἔχει δὲ ἡ γραφὴ τοῦτο.
Ἑτέρα ἐλεφαντίνη.
75
184
185 Ποιεῖ πρὸς ἄρθρα ἠγκυλωμένα μαλάσσουσα καὶ διαλύουσα, λύει καὶ τοὺς πώρους τῶν ποδαγρικῶν καὶ τῶν κατάγματα ἐχόντων, ποιεῖ πρὸς φύματα, χοιράδας τὰς δυσμεταβλήτους, καὶ πᾶσαν σκλη‐ ρίαν ἰσχυρῶς μαλάσσει· εἰ δὲ βούλει πειρᾶσαι, ἔμπλασσε τμήματι ἐλεφαντίνῳ ἢ κερατίνῳ· εἶτα ἐάσας ἐπιδεδεμένον ἡμέρας μ, ἔπειτα
190λύσας εὑρήσεις τὸ τμῆμα οὐχὶ ὡς τμῆμα ὀστέου ἢ κέρατος, ἀλλ’ ἕτε‐ ρόν τι τῶν εἰληθῆναι δυναμένων· ἔχει δὲ οὕτως. Δορυκνίου τοῦ ἁλι‐ κακάβου λεγομένου τοῦ φλοιοῦ τῆς ῥίζης εἴτε χλωροῦ εἴτε ξηροῦ ἐν σκιᾷ ξηρανθέντος οὐγγίας η, μανδραγόρου ῥίζης φλοιοῦ οὐγγίας η, πάνακος ῥίζης οὐγγίας στ, ὀποπάνακος οὐγγίαν α, ποταμογείτονος
195χλωροῦ, ὅν τινες σίον καλοῦσι, βδελλίου, πιτυΐνης ὑγρᾶς, ἀνὰ οὐγγίας κ, τερεβινθίνης οὐγγίας ιβ, κηροῦ οὐγγίας δύο, ὄξους δριμυτάτου λευκοῦ οὐγγίας η. Τὸν φλοιὸν τοῦ ἁλικακάβου καὶ τοῦ μανδραγόρου χλωρὸν μὲν ὄντα κόπτε ἐν ὅλμῳ, ἔπειτα λείου ἐν θυίᾳ· εἰ δὲ ξηρὰ εἴη, κόπτε μετὰ τῆς ῥίζης τοῦ πάνακος καὶ σῆθε, ὁμοίως καὶ τὸ

15

(200)

βδέλλιον λείου καὶ σῆθε· τὸν δὲ ποταμογείτονα λέαινε· καὶ βαλὼν πάντα ἐν ὅλμῳ κόπτε σὺν τῷ ὀποπάνακι, ἐπιστάζων κατὰ βραχὺ τὸ ὄξος· ἑνωθέντων δέ, τήξας τὰ τηκτὰ καὶ διηθήσας καὶ ἑψήσας, ὡς ἔχειν σύστασιν, κατάχεε· καὶ ἑνώσας καὶ μαλάξας χρῶ φυλάττων εἰς ἀγγεῖον κεραμεοῦν, ἐπιβάλλων τε ὄξος καὶ πωμάζων πρὸς τὸ μὴ
205διαπνεῦσαι. Ἡ διὰ τῆς ἱερᾶς βοτάνης ἤτοι περιστερεῶνος Πόλητος.76
206 Περιστερεῶνος ὀρθοῦ σὺν τῇ ῥίζῃ ἀνασπασθέντος ἀκμαίου καὶ ξη‐ ρανθέντος ἐν σκιᾷ καὶ κεκομμένου καὶ σεσησμένου οὐγγίας πέντε· κολοφωνίας οὐγγίας κδ, κηροῦ οὐγγίας δ, ἐλαίου οὐγγίας β. Τήξας
210τὰ τηκτὰ καὶ διηθήσας ἐπίπασσε τὴν βοτάνην· καὶ ἑνώσας καὶ μαλά‐ ξας ἱκανῶς χρῶ· αὕτη ποιεῖ πρὸς κεφαλαλγίας ἁπάσας καὶ ἡμικρα‐ νίας καὶ ὀφθαλμῶν ῥεύματα καὶ ὀδονταλγίας ἔξωθεν ἐπιτιθεμένη, καὶ πρὸς δυσουρίας κατὰ τοῦ ἤτρου ἐπιτιθεμένη καὶ πρὸς σκορπιοδήκτους καὶ πρὸς πάσας φλεγμονὰς τὰς περὶ τὰ νευρώδη· καθόλου δὲ ἀρευ‐
215ματίστους φυλάττει τοὺς τόπους, οἷς ἐπιτίθεται.
215
Ἡ Γεράνιος Πόλητος.
216 Ποιεῖ πρὸς νεῦρα κεχαλασμένα ἢ πεπαχυσμένα καὶ κινδυνεύοντα παρεθῆναι, καὶ πρὸς τὰ ῥευματιζόμενα καὶ οἰδισκόμενα καὶ φλεγμαί‐ νοντα ἄρθρα πάντα· ποιεῖ πρὸς γάγγλια, στεατώματα, ἀθερώματα,
220χοιράδας, φύματα καὶ ὅσα μαλθάξαι, λεπτῦναι, ῥῆξαι, ἐξιπῶσαι, περιθέσθαι, τονῶσαι χρή, τούτοις πᾶσιν ὠφέλιμον τὸ φάρμακον· ἔχει δὲ οὕτως. Ἀνδριάντος χαλκοῦ ξύσματα τοῦ ῥυπώδους καὶ ἰώδους, ὅπερ ἐξαλειφομένου τοῦ ἀνδριάντος ἐλαίῳ συνίσταται κατὰ βραχὺ οὐγγίας κδ, κηροῦ τὸ ἴσον, σάνδυκος, σανδαράχης, τερεβινθίνης, ἀνὰ
225οὐγγίας ιβ, ἐὰν δὲ ξηρότερον ᾖ τὸ ξύσμα τοῦ ἀνδριάντος, βάλλε
τερεβινθίνης οὐγγίας κδ, γεράνου ἑνὸς τὰ πτερὰ πάντα κεκαυμένα τῷ τρόπῳ τούτῳ. Χύτραν καινὴν λαβὼν χρῖσον ἔξωθεν ὅλην πηλῷ κεραμικῷ καὶ ξήραινε· ἔπειτα βαλὼν ἐν αὐτῇ τὰ πτερὰ τοῦ γεράνου ὅλα καὶ πωμάσας καὶ χρίσας τὸ πῶμα, ἔμβαλλε τὴν χύτραν εἰς77
230κάμινον καί, ὅταν ἴδῃς ἔξωθεν τὴν χύτραν πεπυρωμένην ὅλην, ἐξελοῦ καὶ ἔα ψυγῆναι· εἶτα ἀνοίξας εὑρήσεις τὰ πτερὰ πάντα εἰς ἓν συνηγμένα καὶ κεκαυμένα· ταῦτα μεταβαλὼν λείου ὡς χνοωδέστατα γενέσθαι καὶ φύλαττε· σκεύαζε δὲ οὕτως· Τὸν κηρὸν καὶ τὴν ῥητίνην ἐπ’ ἀνθράκων τήξας καὶ διηθήσας ἐπίπασσε τὴν σάνδυκα καὶ τὴν
235σανδαράχην λειότατα γενόμενα, καὶ ἀνακινήσας ἕως καλῶς ἀναμι‐ χθῇ καὶ ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίπασσε τὴν τῶν πτερῶν τέφραν, καὶ ἑνώσας καὶ ψύξας ποσῶς κατάχεε ἐν τῇ θυίᾳ τῷ ἰῷ τοῦ ἀνδριάν‐ τος λειωθέντι μετ’ ὀλίγου ὄξους καὶ ἑνώσας χρῶ.
238 Ἡ διὰ τῆς Ὀνοθούρεως ἤτοι τοῦ βουγλώσσου Πόλητος.
239
240 Τὴν ὀνόθουριν βοτάνην ἀνάσπα ἐκ ῥιζῶν καὶ ξήραινε ἐν σκιᾷ, ἔπειτα κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ· εἶτα λαβὼν ταύτης μέρη δ, κολοφωνίας, πιτυΐνης ὑγρᾶς, κηροῦ, ἀνὰ μέρη η, ἐλαίου μέρη ε. Τὴν κολοφωνίαν ἕψε ἅμα τῷ ἐλαίῳ ἐπὶ πυρὸς μαλακοῦ κι‐ νῶν σπάθῃ· ὅταν δὲ πειρωμένῳ σοι φαίνηται σκληροτέρα μᾶλλον,
245ἐπίβαλλε τὴν ὑγρὰν πιτυΐνην καὶ ἕψε πάλιν μέχρις ἀμολύντου· εἶτα κηρὸν ἐπίβαλλε καὶ τακέντος αὐτοῦ, ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίπασσε τὴν βοτάνην σεσησμένην, καὶ ἑνώσας κατάχεε ἐν θυίᾳ ψυχρὸν ὕδωρ ἐχούσῃ, καὶ μάλασσε ἐπὶ πολὺ καὶ χρῶ πρὸς φλεγμονὰς πάσας, χοιράδας, παρωτίδας, φύματα καὶ πληγὰς καὶ κρούσματα, καὶ ἕλκη

15

(250)

παλαιὰ καὶ κακοήθη καὶ νεότρωτα, κόλπους, σύριγγας καὶ τὰ ὑπό‐ νομα καθαίρει, μαλάσσει, ῥυτιδοῖ, λεπτύνει· καὶ τὰ μὲν διαφορεῖ, τὰ δὲ ῥήσσει, ἀναπληροῖ, κατουλοῖ, διὰ ταχέων ἀναλγῆ ποιεῖ καὶ τῶν πρεσβυτέρων καὶ τῶν παίδων τὰ ἕλκη καὶ ὅσα πελιδνὰ πάντα λευκαίνει. Ἐγὼ δὲ ἀπορήσας τῆς ὀνοθούρεως, τὴν νυκτερίδα βοτά‐78
255νην, ἥν τινες μύρον Ἑλένης καλοῦσιν, ἐνέβαλον τῷ φαρμάκῳ καὶ ἐχρησάμην ἐπ’ ἰσχιαδικῶν, καὶ ἐποίησε θαυμασίως.
256
Ἡ διὰ τοῦ ἀχάτου λίθου Πόλητος.
257 Λίθους ἀχάτους καλοῦσι τοὺς ὁμοχρόους τοῖς τῶν λεόντων δέρ‐ μασι· λαβὼν τίθει εἰς κάμινον τῶν χαλκέων, καὶ χώσας τοῖς ἄν‐
260θραξι φύσα εὐτόνως καί, ὅταν διάπυροι γένωνται οἱ λίθοι, ἔξελε αὐτοὺς τῇ πυράγρᾳ· καὶ ψύξας, κόψας, σήσας λεπτοτάτῳ κοσκίνῳ, λάμβανε κολοφωνίας δραχμὰς μη, πιτυΐνης καὶ κηροῦ ἀνὰ οὐγγίας η, ἐλαίου οὐγγίας δ, καὶ τοῦ κεκαυμένου ἀχάτου λίθου οὐγγίας ε. Τὴν κολοφωνίαν ἅμα τῷ ἐλαίῳ τήξας, ἕψε ἕως ἀμόλυντος γένηται καὶ
265ἐπίβαλλε κηρόν, εἶτα ῥητίνην διηθημένην. [ἔπειτα] ἐπίπασσε τὴν τέφραν τῶν λίθων καὶ ἕψε ἐπ’ ὀλίγον, ἵνα ἀμόλυντον γένηται μὴ μέντοι πάνυ σκληρόν· καὶ εἰς ὕδωρ ψυχρὸν καταχέων, ἔα ψυγῆναι καὶ μάλασσε ἐπὶ πολὺ ὡς πάστιλλον καὶ χρῶ πρὸς σκορπίων πληγὰς καὶ ἐχιδνῶν τὰ δήγματα καὶ τῶν λοιπῶν ἰοβόλων· ποιεῖ καὶ πρὸς
270τὰ δύσπεπτα καὶ δυσμετάβλητα τῶν ὄγκων, καὶ σκληρὰ καὶ πελιδνὰ διαπυΐσκει διὰ ταχέων, τὰς δὲ χοιράδας ἢ πυοποιεῖ ἢ διαφορεῖ ἢ
ῥήσσει· μᾶλλον δὲ ποιεῖ ἐπὶ χοιράδων, ἐὰν φύλλα καππάρεως χλωρὰ ἢ φλοιὸν συλλειώσας εὖ μάλα καὶ θερμάνας παρὰ πυρὶ τὴν ἔμπλα‐ στρον συναναμαλάξῃς τοῖς φύλλοις ἢ τῷ φλοιῷ.79
274
275Ἡ Πάρυγρος.
275 Αὕτη ἰᾶται τὰς βραχυτέρας φλεγμονὰς σκληρίαν τινὰ ἐχούσας, καὶ σκευάζεται οὕτως· Στέατος ὑείου προσφάτου ἐξινιασμένου οὐγγίας μδ, κηροῦ οὐγγίας κδ, λιθαργύρου, ψιμμυθίου, ἀνὰ οὐγγίας στ. Τὰ τηκτὰ μετὰ τῶν ξηρῶν ἀνάμισγε, ὑγρότερα δὲ μένει ἐπὶ χρόνον τινὰ
280καὶ οὕτω κατὰ βραχὺ τὴν σύστασιν λαμβάνει.
280
Ἡ διὰ κηρύκων.
281 Ταύτῃ Ξενοκράτης τὸ περὶ τὸν ταρσὸν ἀπόστημα διεφόρησεν ἤδη μεταβεβληκώς· διαφορεῖ δὲ τὰς μετὰ σκληρότητος φλεγμονὰς πρὶν μεταβληθῆναι, διασκεδάζει ἀναντιρρήτως καὶ μάλιστα τὰς παρωτί‐
285δας, ἧς ἡ σκευασία ἔχει οὕτως· Λιθαργύρου δραχ. ς, κηροῦ δραχ. μθ, ἐλαίου παλαιοῦ λίτ. γ, ψιμμυθίου δραχ. η, τερεβινθίνης δραχ. λβ, κηρύκων κεκαυμένων δραχ. ι, λιβάνου δραχ. ιθ, ὕδατος ξέστην ἕνα. Τὴν λιθάργυρον καὶ τὸ ψιμμύθιον λειότατα ποιήσας ἕκαστον ἰδίᾳ, λείου πάλιν σὺν τῷ ὕδατι· καὶ ἐπιβαλὼν τὸ ἔλαιον ἐν τῇ θυίᾳ καὶ
290ἑνώσας, ἀναλάμβανε εἰς λοπάδα καὶ ἕψε μαλακῷ πυρὶ κινῶν συνεχῶς, ἵνα μὴ προσκαθίσῃ· ὅταν δὲ ἡμίεφθος γένηται, ἐπίβαλλε κηρόν, εἶτα ῥητίνην, εἶτα τὸν λίβανον λειότατον, καὶ ἕψε ἕως ἀμολύντου μὴ
μέντοι σκληρὸν γένηται· εἶτα ἐπίβαλλε κήρυκας λειοτάτους καὶ ἕψε βραχύ· καὶ ἄρας καὶ ψύξας ποσῶς κατάχεε ἐν θυίᾳ ὕδατι νενοτισμένῃ,80
295καὶ μαλάξας χρῶ· ἐχέκολλον δὲ σκευαζέσθω τὸ φάρμακον, τῷ γὰρ χρόνῳ ξηρότερον γίνεται διὰ τοὺς κήρυκας.
296
Ἡ Διονυσιάς.
297 Διαφορεῖ φλεγμονὰς καὶ ἀποστήματα μάλιστα ἐν μαστοῖς, τὸ γὰρ ὑγρὸν πᾶν διὰ τῶν ἀδήλων πόρων κομίζεται, τάς τε σκλη‐

15

(300)

ρίας διαλύει, ποιεῖ καὶ πρὸς παρωτίδας, ἔχει δὲ οὕτως. Κηροῦ, τε‐ ρεβινθίνης, ἀφρονίτρου, ἐλαίου παλαιοῦ, ἀνὰ οὐγγίας στ· μίσυος ὠμοῦ οὐγγίαν μίαν· ὕδατος τὸ ἀρκοῦν· λείου τὸ ἀφρόνιτρον καὶ τὸ μίσυ μεθ’ ὕδατος, καὶ βαλὼν ἕψε μετὰ τοῦ ἐλαίου ἐπὶ πολύ· εἶτα ἐπί‐ βαλλε κηρόν, εἶτα τερεβινθίνην καὶ ἕψε, ἵνα ἀμόλυντον μὲν γένηται,
305μὴ μέντοι σκληρόν· καὶ ἄρας ἀπὸ τοῦ πυρός, ἐπίχεε ἐν θυίᾳ ὕδατι νενοτισμένῃ, καὶ μαλάξας χρῶ. Ταύτην δὲ τὴν Διονυσιάδα καλῶς γεγραμμένην εὑρήσεις καὶ ἐν ταῖς ἐπισπαστικαῖς ἐμπλάστροις καὶ χρῶ αὐτῇ, ὡς ἐκεῖ κεῖται.
308
Ἡ διὰ σάπωνος διαφορητική.
309
310 Ποιεῖ μάλιστα ἐπὶ δοθιήνων καὶ σκευάζεται οὕτως· στέατος χοι‐ ρείου, πίσσης, κηροῦ, σάπωνος μέλανος ἴσα τήξας καὶ διηθήσας
χρῶ· διαφορεῖ καὶ ὕδρωπας.
Ἄλλη διαφορητική.
81
313 Πρὸς δοθιῆνας, παρωτίδας καὶ φύματα πάντα. Ἐλαίου παλαιοῦ,
315κηροῦ, σάπωνος, νίτρου, κονίας στακτῆς ἴσα· τῆκε τὸν κηρὸν τῷ ἐλαίῳ, διάλυε δὲ τὸ νίτρον μετὰ τῆς στακτῆς ἐν θυίᾳ· εἶτα ἐπί‐ βαλλε τὸν σάπωνα καὶ συλλείου· εἶτα ἐπίβαλλε τὸν κηρὸν τὸν ἐν τῇ κακάβῃ καὶ ἕψε ἐπ’ ὀλίγον, ἵνα σύστασίν τινα ἔχῃ καὶ χρῶ.
318
Ἡ διὰ τοῦ ἡλιοτροπίου Πόλητος.
319
320 Ποιοῦσα πρὸς πληγὰς καὶ κρούσματα, στρέμματα, σπάσματα, ῥήγματα, νύγματα γραφῶν καὶ τῶν τοιούτων, καὶ ὅσα ἐν βάθει ἐπώδυνα καὶ νεῦρα πεπαχυσμένα ὑπὸ πληγῆς καὶ ψύξεως ἤ τινος τοιαύτης συμφορᾶς κεκακωμένα μεταβάλλει, διὰ ταχέως ῥώννυσι καὶ ἀνώδυνα τίθησιν· ἀγαθὸν καὶ πρὸς ἕλκη παλαιὰ καὶ νεότρωτα καὶ
325τοῖς ὑπὸ πεφαρμακωμένου βέλους πληγεῖσιν, ἐπιτιθεμένη κατὰ τῶν ἐπαλγῶν τόπων· παρηγορεῖ καὶ τὰ κλάσματα τῶν δακτύλων· εἰ δὲ καί τι τῶν ἐν αὐτοῖς ὀστέων κεκομμένον ᾖ, παραχρῆμα ἀφλεγμάν‐ τους καὶ ἀναλγέας τούτους ποιεῖ· πέττει, ἐκπυοῖ, διαφορεῖ, ῥυτιδοῖ, παρακολλᾷ, καθαίρει, σαρκοῖ, ἀναπληροῖ τὰ κοῖλα καὶ ἐπουλοῖ·
330ἔχει δὲ οὕτως. Τὴν βοτάνην τὴν λεγομένην ἡλιοτρόπιον τὸ τρί‐ κοκκον ἐν φθινοπώρῳ ἀνασπάσας ὅλην σὺν τῇ ῥίζῃ ξήρανε ἐν σκιᾷ· καὶ ὅλην κόψας καὶ σήσας, στῆσον αὐτῆς οὐγγίας δ, κολοφωνίας
διαυγεστάτης οὐγγίας μη, πιτυΐνης ἢ κυπαρισσίνης ὑγρᾶς οὐγγίας η· κηροῦ τὸ ἴσον· ἐλαίου οὐγγίας δ· τὰς ῥητίνας καὶ τὸ ἔλαιον ἅμα82
335τῷ κηρῷ ἑψήσας ἕως τακῇ καὶ ἀναμιγῇ, ἐπίπασσε τὴν βοτάνην καὶ κίνει πυρὶ μαλακωτάτῳ χρώμενος· καὶ κινῶν σπάθῃ δᾳδίνῃ ἐπὶ ὥραν ἱκανήν, ἕως καλὴν σύστασιν λάβῃ, καὶ ψυχρῷ ὕδατι καταχέας καὶ μαλάξας, χρῶ πρὸς χοιράδας καὶ σκληρίας· ἐξιποῖ, ῥήσσει, ξηραί‐ νει, σαρκοῖ, ἐπουλοῖ, ἀνώδυνός ἐστιν.
339
340Ἡ Μνασέου.
340 Αὕτη τῆς δευτέρας τάξεως ὑπάρχει τῶν μαλακτικῶν, σκευάζεται δὲ οὕτως. Λιθαργύρου, ἐλαίου, στέατος ὑείου ἴσα· ἕψε τὰ τρία μέ‐ χρις ἀμολύντου καὶ χρῶ· εἰ μὲν οὖν ἰσχυρότερον βούλει ποιῆσαι τὸ φάρμακον, παλαιὸν ἔμβαλλε στέαρ καὶ ἔλαιον παλαιόν, καὶ ἐφ’
345ὅσον παλαιότερον ἐμβάλλεις, ἐπὶ τοσοῦτον ἰσχυρότερον ἐργάσει τὸ φάρ‐ μακον· εἰ δὲ μαλακτικώτερον βούλει ποιῆσαι τὸ φάρμακον, μείωσον ἐκ τοῦ ἐλαίου, πρόσθες δὲ τῷ στέατι· εἰ δὲ διαφορητικώτερον, μείω‐ σον μὲν ἐκ τοῦ στέατος, πρόσθες δὲ τῷ ἐλαίῳ· τινὲς δὲ σὺν τῷ ἐλαίῳ καὶ τῷ στέατι ἑψοῦσιν ἀλθαίας ῥίζης τεθλασμένης λίτραν μίαν καὶ

15

(350)

ἡμίσειαν, μέχρι φρυγῇ, καὶ οὕτως διηθήσαντες ἑψοῦσιν, ὡς εἴρηται, τὴν λιθάργυρον· καὶ ὁ μὲν Γαληνὸς οὕτως, ἐνταῦθα δὲ σκευάζεται ἡ Μνα‐ σέου οὕτως· Λιθαργύρου, ἐλαίου γλυκέος, κηροῦ, κολοφωνίας, ἀξουγ‐ γίου, ἀνὰ λίτραν μίαν· ἕψε τὸ ἔλαιον καὶ τὴν λιθάργυρον ἕως ἀμο‐ λύντου· εἶτα τήξας τὸν κηρὸν καὶ τὴν κολοφωνίαν μετὰ τοῦ ἀξουγ‐
355γίου, ἐπίβαλλε λιθάργυρον διηθήσας καὶ πάλιν ἕψε, ἕως καλῆς συ‐ στάσεως· εἶτα τοὺς χυλοὺς ἐπίβαλλε καὶ σπάθιζε εὐτόνως, καὶ ἑνώ‐ σας ἆρον καὶ ἡλίαζε ἐν τοῖς ὑπὸ κύνα καύμασιν, ἕως λάβῃ σύστασιν καλήν, σπαθίζων ἐν τῷ ἡλίῳ καθ’ ἑκάστην καὶ ἀνελόμενος χρῶ.83
358
Μάλαγμα τὸ Ἑλλαδικόν.
359
360 Ἀμμωνιακοῦ θυμιάματος, λιθαργύρου, ψιμμυθίου, ἐλαίου παλαιοῦ [ἀνὰ] λίτρας δύο, πιτυΐνης, κηροῦ, ἀνὰ λίτραν α, λιβάνου οὐγγίας στ, χαλβάνης οὐγγίας β, καστορίου λίτ. β, προπόλεως, ὀποπάνακος, ἀνὰ λίτ. α, ὄξους τὸ ἀρκοῦν. Ἕψε ἔλαιον, λιθάργυρον, ψιμμύθιον· μεσαζούσης δὲ τῆς ἑψήσεως, ἐπίπασσε τὸ ἀμμωνιακὸν λειότατον καὶ ἕψε μέχρις
365ἀμολύντου εἶτα ἐπίβαλλε τὰ τηκτὰ καὶ ἑνώσας ἐπίπασσε τὸν λίβανον καὶ τὸ καστόριον λειότατον καὶ ἐπίχεε τῷ ὀποπάνακι λειωθέντι μετ’ ὄξους καὶ μαλάξας χρῶ· διαφορεῖ καὶ ἀποστήματα ἤδη μετα‐ βεβληκότα.
368 Ἕτερον μαλακτικὸν καὶ διαφορητικὸν ἀποστημάτων
370διὰ πείρας.
370 Λιθαργύρου οὐγγίας στ, ψιμμυθίου οὐγγίαν μίαν καὶ ἡμίσειαν, κηροῦ οὐγγίας δ, ἀμμωνιακοῦ θυμιάματος οὐγγίας β, χαλβάνης, σμύρνης, λιβάνου, ἀνὰ οὐγγίας δ, ἐλαίου λίτραν α. Ἕψε ἔλαιον, λι‐ θάργυρον, ψιμμύθιον ἕως ἀμολύντου· εἶτα ἀμμωνιακὸν ἐπίπασσε,
375εἶτα κηρόν, εἶτα λίβανον καὶ χαλβάνην· καὶ ἄρας εὐθέως ἀπὸ τοῦ πυρὸς ἐπίπασσε σμύρναν, καὶ ἑνώσας χρῶ.
376
Ἄλλο διαφορητικὸν ἀποστημάτων.
377 Καὶ τὰ ἤδη ῥαγέντα ἐκκενοῖ καὶ ὑγιάζει, ἐποίησε καὶ πρὸς τοὺς
ἐν τῇ κεφαλῇ ἰχῶρας καὶ φθεῖρας δαιμονίως· ἔχει δὲ οὕτως· Κολο‐84
380φωνίας οὐγγίας στ, ἀμμωνιακοῦ θυμιάματος οὐγγίας β, μαστίχης οὐγγίαν μίαν, κηροῦ τὸ ἴσον· πιτυΐνης τῆς ξυλώδους, ἐλαίου, ἀνὰ οὐγγίας δ, χαλβάνης γράμματα τρία.
382
Ἡ διὰ γύρεως.
383 Πρὸς ἀποστήματα καὶ δοθιῆνας ποιοῦσα καὶ πρὸς ἐντεροκήλας καὶ
385ὑδροκήλας μετὰ τὴν χειρουργίαν, ὅταν αἱ φλεγμοναὶ παύσωνται, ἥτις σκευάζεται οὕτως. Κηροῦ, γύρεως, πιτυΐνης ὑγρᾶς, ἀνὰ οὐγγίας στ, ἀμμωνιακοῦ θυμιάματος οὐγγίας β, ἐλαίου οὐγγίας δ, ὄξους ἢ οἴνου τὸ ἀρκοῦν. Ζυμώσας τὴν γῦριν τῷ ὄξει ἢ τῷ οἴνῳ πρὸ μιᾶς, τῇ δὲ ἑξῆς τὰ τηκτὰ καὶ μαλάξας τὴν ζύμην ἱκανῶς, ἐπίχεε ἐν τῇ
390θυίᾳ καὶ τρῖβε, καὶ ἑνώσας χρῶ.
390
Τὸ διὰ ζύμης.
391 Ζύμης, σάπωνος, σανδαράχης, ἀνὰ οὐγγίας β, τήλεως οὐγγίαν μίαν, πιτυΐνης λίτραν α, κολοφωνίας, κηροῦ, ἀνὰ οὐγγίας στ· ὕδατι τὴν ζύμην διαλύσας καὶ τήξας τὰ τηκτὰ ἐπίβαλλε, καὶ ἑνώσας χρῶ·
395τοῦτο διαφορεῖ ἢ ῥήσσει.
395
Ἡ μαστιχηρά.
396 Κολοφωνίας λίτραν α, κηροῦ οὐγγίας στ, ἀμμωνιακοῦ θυμιάματος οὐγγίας δ, μαστίχης, χαλβάνης, τερεβινθίνης, ἀνὰ οὐγγίας β. Τήξας
ἅμα καὶ διηθήσας εἰς ὕδωρ ψυχρόν, μάλασσε ὡς πάστιλλον καὶ χρῶ.85

15

(400)

Ἄλλη τῆς προειρημένης πολλῷ κρείττων
λεγομένη
τρίειδος.
401 Κηροῦ, κολοφωνίας, τερεβινθίνης ὑγρᾶς ἴσα· τήξας ἅμα τὰ τρία κατάχεε εἰς ὕδωρ ψυχρὸν καὶ μάλασσε ἐπὶ πολὺ καὶ χρῶ· αὕτη σαρκοῖ τῆς κεφαλῆς τὰ γεγυμνωμένα ὀστᾶ, καὶ ἀναβάλλει λεπίδας
405ἀπόνως καὶ ἐπουλοῖ μονογενῶς· εἰ δὲ προσλάβει μαστίχης ἴσον, γί‐ γνεται καταγματικὸν θαυμάσιον.
406
Ἡ τῆς Ἰουδαίας.
407 Κολοφωνίας λίτραν μίαν, μαστίχης οὐγγίας β, ἐλαίου οὐγγίαν μίαν καὶ ἡμίσειαν· ἅμα τήξας, διήθει εἰς ὕδωρ ψυχρόν· χρῶ δὲ αὐτῇ
410μετὰ τὴν τῶν ἀποστημάτων ῥῆξιν, μηδὲν περιαιρῶν μηδὲ μοτὸν ἐντιθείς, ἀλλὰ πληρώσας τὴν κοιλότητα ἐκ τοῦ φαρμάκου ἐπιτίθει ἔμπλαστρον ἐξ αὐτοῦ· αὕτη ἀνακαθαίρει τάχιστα καὶ σαρκοῖ τὰς κοιλότητας ὡς οὐδὲν ἕτερον, ὅταν δὲ ἰσόπεδον γένηται τὸ ἕλκος, ἄλλο ἐπουλωτικὸν ἐπιτίθει· ὑπερσαρκοῖ γάρ.
414
415Ἔμπλαστρος τοῦ Πολιτευομένου.
415 Ῥητίνης τῆς ἐν ταῖς γάστραις τῆς ξυλώδους διηθημένης λίτραν α, κηροῦ οὐγγίας γ, μαστίχης οὐγγίας τρεῖς, ἐλαίου ἀπὸ μαρτυρίου ἢ ἀπὸ ἁγίου τόπου οὐγγίαν μίαν καὶ ἡμίσειαν· μόνον βαλὼν τὸ ἔλαιον
σὺν τῇ ῥητίνῃ, τῆκε κινῶν δεσμιδίῳ κενταυρίου μάλιστα μὲν ὑγροῦ,86
420εἰ δὲ μὴ ξηροῦ· καὶ διηθήσας εἰς ὕδωρ καὶ μαλάξας χρῶ· τινὲς δὲ κόπτουσι τὸ κενταύριον ξηρὸν καὶ ἐμβάλλουσι τούτου οὐγγίαν μίαν. Τήκων δὲ καὶ κινῶν λέγε τὸν λόγον τοῦτον «Θεὲ Ἀβραάμ, Θεὲ Ἰσαάκ, Θεὲ Ἰακὼβ συνέργησον τῷ φαρμάκῳ τούτῳ». Αὕτη παρακολλᾷ κόλπους καὶ σύριγγας καὶ αἰγίλωπας ἀναξηραίνει· εἰ
425προσλάβῃ δὲ τοῦ κενταυρίου, μαλάσσει σκληρίαν καὶ τὰς ἀρχομένας χοιράδας.
426
Ἔμπλαστρος ἡ κωφή.
427 Ἀμμωνιακοῦ θυμιάματος, χαλβάνης, ὀποπάνακος, ἀνὰ οὐγγίαν μίαν· μαστίχης, κηροῦ, κολοφωνίας, ἀνὰ οὐγγίας στ, ἅλμης θαλασσίας
430τὸ ἀρκοῦν· τήξας κατάχεε εἰς ἅλμην, καὶ μαλάξας χρῶ πρὸς σκλη‐ ρίας.
431
Φάρμακον τὸ τοῦ Κηρώματος ᾧ χρῆται πρὸς κατάγματα μετὰ τὰς φλεγμονάς.
433 Τοῦτο ἐπουλοῖ κάλλιστα, ἔχει δὲ οὕτως· κολοφωνίας λίτραν μίαν,
435πιτυΐνης τὸ ἴσον· κηροῦ οὐγγίας στ· τῆκε βαλὼν ἐν κακάβῃ ὕδωρ· εἶτα διηθήσας εἰς ὕδωρ ψυχρὸν καὶ ἀναμαλάξας ἐπὶ πολύ, ποίει μαζία καὶ χρῶ.
437
Ἄλλο μαλακτικὸν πανθαυμάσιον.
438 Ποιεῖ πρὸς τὰς τοῦ στομάχου σκληρίας καὶ ψυχρὰς διαθέσεις καὶ
440ἔχει οὕτως· κολοφωνίας καθαρᾶς οὐγγίας β, κηροῦ λευκοῦ οὐγγίας δ, μαστίχης καθαρᾶς οὐγγίαν μίαν, ἐλαίου κοχλιάριον ἕν· τῆκε ἅμα πάντα καὶ ἕψε μέχρι συστάσεως, καὶ μαλάξας χρῶ.87
442
Ἡ Πυξίς.
443 Αὕτη ποιεῖ πρὸς τὰς φλεγμονὰς πάσας μάλιστα ποδῶν, ἔστι δὲ
445καὶ μαλακτική· ἔχει δὲ οὕτως. Κηροῦ οὐγγίας στ, κολοφωνίας τὸ ἴσον· λινοσπέρμου χυλοῦ οὐγγίας δ, στέατος χοιρείου οὐγγίας β, τερεβινθίνης οὐγγίας τρεῖς καὶ ἡμίσειαν, ἐλαίου ὀμφακίνου οὐγγίας ι, ἀμμωνιακοῦ θυμιάματος οὐγγίαν μίαν, λιβάνου οὐγγίας γ, γάλακτος βοείου οὐγγίας τέσσαρας καὶ ἡμίσειαν, ὠῶν λευκὰ θ. Ἀμμωνιακόν,

15

(450)

λίβανον λείου σὺν τῷ γάλακτι καὶ τῷ χυλῷ καὶ τοῖς ὠοῖς.

15

(450)

Ἡ διὰ μέλιτος.
451 Μαλάττει καὶ διαφορεῖ καὶ σκευάζεται οὕτως. Λιθαργύρου, ἐλαίου, ἀνὰ λίτρας β, κολοφωνίας, κηροῦ, ἀξουγγίου νεαροῦ, μέλιτος, ἀνὰ οὐγ‐ γίας κ. Ἕψε λιθάργυρον, ἀξούγγιον καὶ ἔλαιον ἕως ἀμολύντου, καὶ
455ἐπίβαλλε τὰ τηκτὰ διηθηθέντα· καὶ ἑνώσας καὶ ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίβαλλε μέλι, καὶ ψύξας καὶ μαλάξας χρῶ.
456
Μηλίνη Σεραπίωνος.
457 Τραυματική, διαλυτικὴ πάσης σκληρίας, πάγχρηστος, διαφορεῖ ἀποστήματα διὰ τῶν ἀδήλων πόρων τὸ ὑγρὸν ποριζομένη, παρα‐
460τίθεται κόλποις, ἀνάγει σκόλοπας, βέλη, ὀστᾶ διεφθορότα, σαρκοῖ
τὰ κοῖλα ἀνιεμένη ῥοδίνῳ, ἔστι δὲ ἄγαν ἀφλέγμαντος· ταύτῃ ἐχρῆτο ὁ καθηγητὴς Λεύκιος διττῶς ταύτην σκευάζων, τὴν μὲν ἐχέ‐ κολλον, τὴν δὲ σκληροτέραν· σκωλήκια γὰρ ποιῶν ἐκ τῆς σκληρο‐ τέρας καὶ λίνῳ περιδήσας πρὸς εὐχερῆ κομιδήν, ἐνετίθει τοῖς σεσυ‐88
465ριγγωμένοις κόλποις, καταλιπὼν ἔξω τὴν ἀρχὴν τοῦ λίνου· τὰ γὰρ ἐντιθέμενα τοῖς κόλποις χωρὶς τοῦ λίνου σκληρὰ ὄντα θραυόμενα πολλάκις, μερικὰς ἀποστάσεις ἐργάζεται· ἔχει δὲ οὕτως. Λιθαργύρου δραχμὰς ρδ, κολοφωνίας δραχ. ξδ, κηροῦ δραχ. μη, ἀμμωνιακοῦ θυ‐ μιάματος δραχ. κδ, ἰοῦ, σμύρνης, χαλβάνης, ἀνὰ δραχ. μ, ἐλαίου ἐν
470θέρει μὲν οὐγγίας ιε, ἐν χειμῶνι δὲ οὐγγίας ιη. Ἕψε λιθάργυρον καὶ ἔλαιον μαλακῷ πυρὶ ἕως διαλυθῇ· καὶ ἄρας ἀπὸ τοῦ πυρός, ἐπίπασσε τὸν ἰὸν προσέχων μὴ ὑπερζέσῃ· ἕψε δὲ πάλιν ἕως ἀμόλυντον γένηται καὶ μήλινον τὴν χρόαν, καὶ ἐπιβαλὼν κηρὸν καὶ ῥητίνην διηθημένην ἕψε ἐπ’ ὀλίγον, καὶ ὅταν καλῶς ἔχῃ, ἐπίβαλλε τὸ ἀμμωνιακὸν λειότατον
475ἢ ὕδατι ἢ ὄξει προλειωθέν· καὶ ἑνώσας ἐπίβαλλε χαλβάνην προμε‐ μαλαγμένην καί, ὅταν τακῇ, ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίπασσε σμύρναν.
476
Μηλίνη Πασίωνος ἀθανασία.
477 Αὕτη κόλπους παρακολλᾷ ὡς οὐδὲν ἄλλο τῶν φαρμάκων, κἂν ὦσιν εἰς τὰ κενὰ συντετριμμένοι· ἡ αὐτὴ καὶ χοιράδας διαφορεῖ νεοσυστάτους
480ἐπὶ τῶν παίδων, ποιεῖ καὶ πρὸς τὰ ἐσπαραγμένα τῶν ἄρθρων· τούτοις καὶ Ἡρᾶς καὶ Γαληνὸς μαρτυρεῖ· ἔχει δὲ οὕτως. Λιθαργύρου, πιτυΐνης ξηρᾶς, ἀνὰ δραχμὰς ρ, κηροῦ δραχ. ἑβδομήκοντα δύο καὶ ἡμίσειαν, ἐλαίου οὐγγίας ιη, οἴνου παλαιοῦ εὐώδους στύφοντος οὐγγίας ιη. Κό‐ ψας, σήσας τὴν λιθάργυρον καὶ βαλὼν ἐν θυίᾳ, λείου μετ’ οἴνου ἐν ἡλίῳ
485θερινῷ ἐπὶ ἡμέρας πλείους· ἐπὰν δὲ ξηρανθῇ λειουμένη, ἐπίβαλλε τὸν οἶνον καὶ τὸ ἔλαιον κατὰ βραχὺ μικρὸν καὶ μικρὸν ἐναλλάξ, καὶ ἑνώσας καὶ μετάρας εἰς κακάβην, ἕψε μαλακωτάτῳ πυρί· ἀμολύντου δὲ γενομένου, ἐπίβαλλε ῥητίνην καὶ κηρὸν καὶ ἑνώσας χρῶ.89
488
Ἡ Ἀφροδίτη πολύχρηστος.
489
490 Διαλύει πᾶσαν σκληρίαν καὶ χοιράδας, διαφορεῖ δὲ καὶ ἀποστή‐ ματα, ἀνάγει σκόλοπας καὶ βέλη, ποιεῖ καὶ ἐπὶ ἰοβόλων παραδόξως· χρῶ καὶ ἐπὶ συρίγγων καὶ κόλπων, ποιεῖ ποδαγρικοῖς ἐν τοῖς δια‐ λείμμασι θαυμαστῶς, ἰάσατο καὶ ἰσχιάδα χρονίαν· σκευάζεται δὲ οὕτως. Λιθαργύρου οὐγγίας κε, ἀμμωνιακοῦ οὐγγίας ι, κολοφωνίας
495οὐγγίας ιστ, ἰοῦ, χαλβάνης, ἀνὰ οὐγγίας β, βδελλίου, ὀποπάνακος, ἀνὰ οὐγγίας γ, σμύρνης, ἀριστολοχίας, ἀνὰ οὐγγίαν α, ἐλαίου παλαιοῦ λίτ. β. Ἕψε ἔλαιον, λιθάργυρον· μεσαζούσης δὲ τῆς ἑψή‐ σεως, ἐπίβαλλε τὸν ἰὸν καὶ ἕψε μέχρις ἀμολύντου· εἶτα ἐπίβαλλε κολοφωνίαν διηθημένην, καὶ ἄρας ἐπίπασσε τὴν ἀριστολοχίαν, καὶ

15

(500)

ἑνώσας ἐπίχεε τοῖς λοιποῖς λειωθεῖσιν ἐν θυίᾳ μετ’ ὄξους καὶ ἑνώσας χρῶ.
501
Ἑτέρα Ἀφροδίτη.
502 Ποιοῦσα εἰς ἃ προείρηται, εὐδοκιμεῖ δὲ μᾶλλον ἐπὶ ποδαγρικῶν ἐν τοῖς διαλείμμασιν ἐπιτιθεμένη· ἔχει δὲ οὕτως. Ἐλαίου παλαιοῦ
505λίτρας γ, λιθαργύρου λίτ. β, ἀμμωνιακοῦ θυμιάματος λίτ. α, κηροῦ οὐγγίας κβ, κολοφωνίας οὐγγίας θ, χαλβάνης, ἰοῦ, ἀνὰ οὐγγίας γ, πιτυΐνης ιστ, σμύρνης οὐγγίας δ. Σκεύαζε ὡς προείρηται καὶ χρῶ.
507
Ἡ Πανάκεια.
508
Μαλακτικὴ καλλίστη καὶ διαφορητική, σκευάζεται δὲ οὕτως.90
510Κηροῦ οὐγγίας θ, κολοφωνίας, τερεβινθίνης, ἀνὰ λίτραν μίαν, ἀμμω‐ νιακοῦ θυμιάματος οὐγγίας στ, χαλβάνης, ἐλαίου, ὀποπάνακος, μάν‐ νης, ἀνὰ οὐγγίαν μίαν, καὶ οἴνου τὸ ἀρκοῦν.
512
Ἡ διὰ λαπάθου.
513 Πολύχρηστος, ἀποστήματα διαφοροῦσα ἢ ῥήσσουσα, μαλάττει
515χοιράδας καὶ τὰ ὅμοια, καὶ ἔχει οὕτως. Κηροῦ, ῥητίνης, στέατος ὑείου, ὑοσκυάμου φύλλων χλωρῶν λειοτάτων, ἀφρονίτρου λευκοῦ, ἀμμωνιακοῦ θυμιάματος, ἀνὰ λίτραν μίαν, σκεύαζε καὶ ἐπὶ τῆς χρείας μετ’ ἐλαίου παλαιοῦ μάλασσε καὶ χρῶ.
518
Ἡ διὰ πτέρνης Ἀσκληπιάδου.
519
520 Διαλυτικὴ πάσης σκληρίας, χοιράδων, γαγγλίων, μελικηρίδων καὶ τῶν τούτοις ὁμοίων, κόλπους παρακολλᾷ, ποιεῖ πρὸς δοθιῆνας καὶ τὰ κατὰ μέρος ἀποστήματα καὶ πρὸς τὰς νευρικὰς συμπαθείας, ποιεῖ πλευριτικοῖς, ἰσχιαδικοῖς, ἀρθριτικοῖς, ἧς ἡ σκευασία αὕτη. Λίπους πτέρνης χοιρείας παλαιοτάτης, λιθαργύρου, ἀνὰ λίτρας γ, πι‐
525τυΐνης λίτ. α, ἀμμωνιακοῦ θυμιάματος οὐγγίας γ, χαλβάνης, λιβά‐ νου, εὐφορβίου, ἀνὰ οὐγγίαν α· δεῖ δὲ τὸ λίπος τῆς πτέρνης λαμβά‐ νειν οὕτως· ἑψήσαντες τὴν παλαιὰν χοιρείαν πτέρναν εἰς κεραμεοῦν ἀγγεῖον μετὰ θαλασσίου ὕδατος μάλιστα, μετὰ τὸ ἑψηθῆναι τὴν πτέρναν διηθοῦμεν τὸ ἀφέψημα ταύτης, καὶ ψύξαντες τὸ ἐπιπηγνύ‐
530μενον ἄνωθεν λίπος, ἀνελόμενοι καὶ ἀποξέοντες τὸ κάτωθεν αὐτοῦ εὑρισκόμενον ῥυπῶδες, χρώμεθα τῷ καθαρῷ εἰς τὴν τοῦ φαρμάκου
σκευασίαν· τήξαντες γὰρ πάλιν τὸ καθαρισθὲν στέαρ, ἐπιπάσσομεν αὐτῷ τὴν λιθάργυρον καὶ ἑψοῦμεν μαλακωτάτῳ πυρὶ μέχρις ἀμο‐ λύντου, εἶτα τὸ ἀμμωνιακὸν λειότατον ἐπιπάσσομεν· καὶ τούτου91
535τακέντος, ἐπιβάλλομεν τὴν πιτυΐνην διηθηθεῖσαν καὶ τὸν λίβανον λειότατον, καὶ ἑνωθέντων αὐτῶν ἐπιβάλλομεν τὴν χαλβάνην μεμα‐ λαγμένην, καὶ αἴροντες ἀπὸ τοῦ πυρὸς ἐπιπάσσομεν τὸ εὐφόρβιον, καὶ ἑνώσαντες χρώμεθα.
538 Ἄλλη διὰ πτέρνης Γαληνοῦ διαλύουσα καὶ πώρους.
539
540 Αὕτη σκευάζεται οὕτως· πτέρνης χοιρείας παλαιᾶς λίπους σκευα‐ σθέντος ὡς προείρηται λίτραν α, ἀμμωνιακοῦ θυμιάματος, τυροῦ βοείου ἢ αἰγείου παλαιοτάτου, στέατος ταυρείου, ἀποχύματος, ἀνὰ λίτραν α, μυελοῦ ἐλαφείου λίτ. η, ὑσσώπου οὐγγίας γ, ὀποπάνακος οὐγγίαν α, κυπρίνου οὐγγίας στ, οἴνου τὸ ἀρκοῦν. Τὰ μὲν ἄλλα τήξας διήθει,
545τὸν δὲ τυρὸν καὶ τὸν οἶνον διαλύσας ἐπίβαλλε τοῖς τακεῖσι, καὶ ἑνώσας κατάχεε εἰς θυίαν καὶ μαλάξας χρῶ.
546
Μάλαγμα τοῦ καθηγητοῦ Λευκίου
πρὸς ἀγκύλας ἐπιγραφόμενον.
548 Ποιεῖ πρὸς τὰς ἐν βάθει ἀποστάσεις καὶ τὰς τῶν νεύρων συνολκὰς

15

(550)

καὶ τὰς τῶν ἄρθρων κατοχάς, ἃς ἀγκύλας καλοῦμεν· ποιεῖ ὀπισθο‐ τονικοῖς καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν, ἔστι δὲ καὶ ἄκοπον ἀγαθὸν διαλυόμενον ἰρίνῳ ἢ κυπρίνῳ ἢ δαφνίνῳ· ποιεῖ καὶ πρὸς τὰ χρόνια καὶ δυσαλθῆ σκληρώματα, σκευάζεται δὲ οὕτως. Βδελλίου, στέατος μοσχείου, ἀμμωνιακοῦ θυμιάματος, ἴρεως Ἰλλυρικῆς, ἀνὰ
555οὐγγίας στ, ὀποπάνακος δραχ. ν, χαλβάνης, κάγχρυος, στύρακος, λιβάνου, ἀνὰ δραχ. η, πεπέρεως κόκκους ρξ, κηροῦ, τερεβινθίνης, ἀνὰ οὐγγίας στ, ἰρίνου ἐλαίου ὑποστάθμης οὐγγίας β, ἐν χειμῶνι δὲ οὐγγίας γ, οἴνου τὸ ἱκανόν. Τήξας τὸν κηρὸν μετὰ τοῦ ἰρίνου, ἐπί‐ πασσε ἀμμωνιακόν, βδέλλιον, λίβανον λειότατα· εἰ δὲ μὴ δύναται92
560κοπῆναι, σὺν οἴνῳ προβρέχων καὶ λεαίνων ἐπίβαλλε τῇ κηρωτῇ καί, ὅταν ἑνώσῃς, ἐπίβαλλε τὴν τερεβινθίνην καὶ τὸν στύρακα καί, ὅταν ἀναλυθῇ, ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίπασσε ἶριν, κάγχρυ, πέπερι λειότατα, καὶ ἑνώσας ἐπίχεε τῷ ὀποπάνακι προλειωθέντι οἴνῳ, καὶ ἀναμαλάξας ἐπὶ πολὺ χρῶ. Τοῦτο τὸ φάρμακον, φησὶν ὁ Γαληνός,
565ἐσχάτης ἐστὶ τάξεως τῶν μαλακτικῶν, οὐ γὰρ ἂν εὕροις αὐτοῦ μαλακτικώτερον τῶν σκληρυνομένων· διαφορεῖ δὲ καὶ τὸ περιεχόμενον ἐν τοῖς σκληρουμένοις μορίοις.
567
Ἡ διὰ ψυλλίου.
568 Διὰ πείρας ποιοῦσα πρὸς χοιράδας· ἀναξηραίνει, σκορπίζει, ἀπο‐
570θεραπεύει, δοθιῆνας ἀναστομοῖ καὶ θεραπεύει, καὶ τὰ περὶ βουβῶνας καὶ μασχάλας ἀποστήματα ἀποσκορπίζει, καὶ τὰ ἤδη μεταβεβλη‐ κότα παρακολλᾷ, καὶ κόλπους διαλύει καὶ γάγγλια, ἥλους ἐν ποσὶ καὶ χερσὶν ἀφίστησι καὶ ἄνθρακας καὶ λειχῆνας· ἔχει δὲ οὕτως. Ἀλθαίας ῥίζης κεκομμένης καὶ σεσησμένης οὐγγίαν μίαν, ψυλλίου
575κεκομμένου καὶ σεσησμένου οὐγγίας β, περιστερᾶς κόπρου προσφά‐ του λειοτάτης οὐγγίας γ, ἀξουγγίου παλαιοῦ ὑλισμένου οὐγγίας γ, πίσσης ξηρᾶς λίτραν α, μαστίχης μελαίνης αἰθιοπικῆς οὐγγίας γ, εἰ δὲ μὴ παρείη αὕτη, τῆς Χίας μαστίχης ἔμβαλλε οὐγγίας γ. Τὸ ψύλλιον
κόψας, σήσας κατ’ ἰδίαν καὶ τὴν ἀλθαίαν ὁμοίως καὶ τὴν κόπρον93
580τῆς περιστερᾶς, τήξας δὲ τὰ τηκτὰ καὶ ἄρας ἀπὸ τοῦ πυρός, ἐπί‐ πασσε τὰ ξηρὰ καὶ ἑνώσας, ψύξας καὶ μαλάξας ἀκριβῶς χρῶ, ἐμ‐ πλάσσων εἰς χάρτην ἢ εἰς δέρμα.
582
Μάλαγμα Πηγανηρόν.
583 Τοῦτο διέλυσεν ἀγκυλωθείσας χεῖρας ἀπὸ φλεβοτομίαν παραδόξως,
585καὶ ἔχει οὕτως. Κηροῦ οὐγγίας δ, τερεβινθίνης οὐγγίας β, χαλβάνης, ὀποπάνακος, ὑσσώπου, καστορίου, ἀνὰ οὐγγίαν α, εὐφορβίου δραχ. δ, πηγάνου οὐγγίας β· χρῶ ὡς πάνυ καλῷ· τήξας τὰ τηκτά, ἐπίπασσε εὐφόρβιον, καστόριον σεσησμένα καὶ ἑνώσας ἐπίχεε ἐν θυίᾳ τῷ ὀπο‐ πάνακι διαλυθέντι μετὰ τῶν φύλλων τοῦ πηγάνου, καὶ ἕνωσον κόπτων
590ἰσχυρῶς.
590
Ἕτερον μάλαγμα.
591 Διαλυτικὸν χοιράδων, παρωτίδων, δοθιήνων, φυμάτων, μελικηρί‐ δων, σκευαζόμενον οὕτως. Λαδάνου ἁπαλοῦ, βδελλίου σκυθικοῦ καὶ ῥητινώδους, προπόλεως προσφάτου καὶ μαλακῆς, ἀμμωνιακοῦ θυμιά‐
595ματος, τερεβινθίνης, ἴσα ὁλμοκοπήσας χρῶ.
595
Ἄλλο μαλακτικὸν διαφορητικόν.
596 Πρὸς χοιράδας, παρωτίδας, μελικηρίδας, ἀθερώματα φάρμακον ἐπιτετευγμένον, χρώμεθα δὲ αὐτῷ καὶ πρὸς τὰ ἀνευρύσματα· ἔχει δὲ οὕτως. Λιθαργύρου δραχμὰς ρ, κολοφωνίας, στέατος αἰγείου, ἀνὰ

15

(600)

δραχ. π, κηροῦ, μίλτου, ἰξοῦ, ἀνὰ δραχ. μ, λίθου πυρίτου δραχ. ιστ, πίσσης δραχ. κδ, ἀσβέστου ἀπὸ μαρμάρου γενομένης δραχ. λστ,
χαλβάνης, ἀμμωνιακοῦ θυμιάματος, ἀνὰ δραχ. ιστ, ψιμμυθίου, ἀλόης, σμύρνης, ἀσφάλτου, μάννης, δικτάμνου, ἀνὰ δραχμὰς ιβ, ἐλαίου πα‐ λαιοῦ λίτ. γ. Λιθάργυρον, ἔλαιον, ψιμμύθιον, στέαρ μέχρι ποσῆς συ‐94
605στάσεως ἕψε· εἶτα ἐπίβαλλε ἀμμωνιακὸν καὶ βδέλλιον λειότατα καὶ ὅταν τακῇ, ἐπίβαλλε ἰξὸν καὶ ἐπίπασσε λιθάργυρον, ἄσβεστον καὶ τὰ λοιπὰ ξηρὰ λειότατα καὶ ἑνώσας, ψύξας, μαλάξας χρῶ.
607
Ἄλλο διαφορητικὸν ἀποστημάτων καὶ χοιράδων
σκευαζόμενον οὕτως.
609
610Κυνείαν λευκὴν λειοτάτην ἀναλαβὼν τερεβινθίνῃ χρῶ.
610
Ἄλλο κάλλιστον.
611 Μαλακτικὸν κάλλιστον, πεπειραμένον, ἀφλέγμαντον, μαλάσσει χοιράδας, σαρκοκήλας καὶ πᾶσαν σκληρίαν· ἔχει δὲ οὕτως. Ἰσχάδων λιπαρῶν σαρκῶν, νίτρου ὀπτοῦ, καρδαμώμου σπέρματος, ἴσα λεάνας
615ἕκαστον ἅμα μέλιτος τῷ ἀρκοῦντι, ὡς ἐμπλαστρῶδες γενέσθαι, καὶ ἀναμαλάξας ἱκανῶς χρῶ.
616
Ἔμπλαστρος ἡ διὰ τοῦ βουγλώσσου.
617 Διαλύει σκληρίας καὶ ἔχει οὕτως· βουγλώσσου οὐγγίας η, λιθαρ‐ γύρου οὐγγίας τρεῖς· ἀμμωνιακοῦ θυμιάματος οὐγγίας β, στέατος
620ὑείου οὐγγίας στ, ἐλαίου παλαιοῦ οὐγγίας στ.
620
Ἡ διὰ τῶν λίθων ἔμπλαστρος τῶν Περσῶν
ὀνομαζομένη τυρηνὶς καὶ παμπαθής.
622 Αὕτη θρύπτει τοὺς ἐν νεφροῖς καὶ κύστει λίθους ἐπιτιθεμένη κατὰ
τόπον, λύει δὲ καὶ πώρους ἐν χερσὶ καὶ ποσὶ τοὺς χρονίους, μετατρέ‐95
625πει γὰρ αὐτοὺς εἰς ἰχῶρα λεπτὸν καὶ ὑγρὸν καὶ ἐξιποῖ ἀνεπαισθήτως· λῦε δὲ δι’ ἡμερῶν ἑπτά· ταὐτὰ ποίει καὶ ἐπὶ στεατωμάτων καὶ χοιράδων καὶ βρογχοκηλῶν καὶ γαγγλίων καὶ τῶν ὁμοίων· ἐπὶ δ’ αἰγιλώπων καὶ συρίγγων χρονίων μάλιστα τῶν περὶ τὴν ἕδραν καὶ μασχάλας καὶ βουβῶνας καὶ μαστοὺς θειότατον μυστήριον· ἐπίλυε δὲ δι’ ἡμερῶν
630πέντε καὶ εὑρήσεις τὸν τύλον τῆς σύριγγος ἀνασπασθέντα καὶ ἐγκεί‐ μενον τῷ φαρμάκῳ· χρῶ δὲ μέχρι τελείας ἀποκαταστάσεως. Ἐπὶ δὲ τῶν κακοήθων ἑλκῶν καὶ τῶν ἀποπιπτόντων δακτύλων ποδῶν καὶ χειρῶν, ὡς θεόθεν ἐνεργεῖ. Ἐπὶ δὲ τῶν ὑδροκήλων καὶ ὑδρωπικῶν καὶ σπληνικῶν χρῶ ἐμπλάσσων δέρματι πρὸς τὸ μέγεθος τοῦ ὄγκου,
635ἀπὸ μασχαλῶν μέχρι βουβώνων ἐπὶ τῶν ὑδρωπικῶν, καὶ ὄπισθεν ἀπὸ τοῦ μεταφρένου μέχρι τῶν ἰσχίων· ὄψει γὰρ ὕλην εὐτάκτως φε‐ ρομένην καὶ τῆς ἐνεργείας τὸ μυστήριον· χρῶ δὲ ἄχρις οὗ δόξῃ σοι καλῶς ἔχειν· ἀσθματικοῖς δέ, ὀρθοπνοϊκοῖς, φθισικοῖς καὶ ἐπὶ τῶν καλύψει ἀπεγνωσμένων ἀποστημάτων, τὸν τροχίσκον λαβὼν καὶ
640ἀναλύσας μετ’ ὀλίγου μέλιτος ἀνέπλασα καταπότια καὶ δέδωκα ἀνδράσι καὶ γυναιξὶ καὶ παιδίοις καὶ πρεσβύταις, καὶ ἐθεασάμην σχεδὸν ἔγερσιν τῶν ἀπαγορευομένων· τὸ αὐτὸ δὲ πεποίηκα καὶ λοι‐ μικῆς καταστάσεως γενομένης, καὶ ἀπήλλαξα πολλοὺς περιπεσόντας τῷ λοιμῷ· παρέλιπον δὲ αὐτῆς καὶ ἑτέρας πλείστας ἐνεργείας εἰπεῖν, ἵνα
645μή τις μῦθον ἡγήσηται τοιοῦτον θεοῦ δώρημα· ἔχει δὲ οὕτως. Λιθαρ‐ γύρου λειοτάτης λίτραν μίαν, κηροῦ οὐγγίας δέκα καὶ ἡμίσειαν, ἀμμω‐ νιακοῦ θυμιάματος οὐγγίας τρεῖς καὶ ἡμίσειαν, προπόλεως οὐγγίας ἑκ‐
καίδεκα καὶ ἡμίσειαν, χαλβάνης οὐγγίαν μίαν καὶ ἡμίσειαν, λεπί‐ δος χαλκοῦ οὐγγίαν α, λίθου φρυγίου οὐγγίας ιη, πιτυΐνης ξηρᾶς λίτραν α,96

15

(650)

διφρυγοῦς οὐγγίας β καὶ γράμματα ιη, χαλκοῦ κεκαυμένου οὐγγίαν α, λιβάνου οὐγγίας β ὀβολοὺς δ, ἀριστολοχίας στρογγύλης ῥίζης οὐγγίας β γράμματα ιστ, ἀλόης οὐγγίας δύο καὶ ἡμίσειαν, δικτάμνου οὐγ‐ γίας γ, κινναβάρεως τῆς κοινῆς γράμματα ιη, μαγνήτιδος λίθου ζώ‐ σης καὶ ἑλκούσης οὐγγίαν μίαν· στέατος στρουθοκαμήλου λίτ. β,
655λίθου πυρίτου οὐγγίας β, λίθου ὀφίτου σκυθικοῦ γράμματα ιη, λίθου αἱματίτου οὐγγίαν α, καδμίας κεκαυμένης οὐγγίας δ, γεντιανῆς, ἀριστολοχίας μακρᾶς, λίθου περσικοῦ ἢ ἀντ’ αὐτοῦ γαγάτου λίθου, ἀνὰ οὐγγίαν α, βετονίκης, χαμαιλέοντος μέλανος ῥίζης, ἀνὰ οὐγγίαν α καὶ ἀνὰ γράμματα ιη, ἰοῦ οὐγγίαν α, ἐλαίου παλαιοῦ λίτ. α, ἐν
660ἄλλῳ λίτ. β, ἁλὸς ἄνθους τὸ ἀρκοῦν καὶ ὄξους σκιλλιτικοῦ τὸ ἱκανόν· Τὴν λιθάργυρον καὶ ἅπαντας τοὺς προειρημένους λίθους ἕκαστον κατ’ ἰδίαν χνοωδέστατα ποιήσας, εἶθ’ ἅμα λειώσας, παράχεε ἁλὸς ἄνθος καὶ λείου ἕως γλοιοῦ λάβῃ πάχος· εἶτα ἐπίβαλλε ἰὸν καὶ χαλ‐ κὸν λεπτότατον γενόμενον, καὶ πάλιν λείου· εἶτα λίβανον, ἀλόην,
665ἀμμωνιακὸν λειωθὲν ἕκαστον κατ’ ἰδίαν, ἐπίβαλλε· εἶτα χαλβάνην καὶ πάλιν λείου ἐπιχέων ἁλὸς ἄνθος· ἔπειτα ἐπίπασσε τὰς βοτάνας λεπτοτάτας κεκομμένας καὶ σεσησμένας καὶ πάλιν λείου, ἑκάστοτε παραχέων τοῦ ἁλὸς τὸ ἄνθος, καὶ ἀναλάμβανε τροχίσκους καὶ ξήραινε ἐν σκιᾷ· ὅταν δέ σοι δόξῃ κατασκευάσαι τὸ φάρμακον, λεάνας τοῦτο
670μετ’ ὄξους σκιλλιτικοῦ, καὶ τήξας τὰ τηκτὰ ἐπίχεε, καὶ ἑνώσας
χρῶ· ἐλαίῳ δὲ τὸν τόπον μὴ μολύνῃς, ᾧ προσφέρεται τὸ φάρμακον.
Ἄλλη διαφορητικὴ πρὸς χοιράδας.
97
672 Λιθαργύρου λίτραν α, ἐλαίου παλαιοῦ λίτραν μίαν καὶ ἡμίσειαν, ἀρσενικοῦ οὐγγίαν α· ἕψε ἔλαιον, λιθάργυρον μέχρις ἀμολύντου· εἶτα
675ἐπίβαλλε τὸ ἀρσενικὸν μετὰ δύο οὐγγιῶν τοῦ ἐλαίου προλειωθέν, καὶ χρῶ θαρρῶν· αὕτη πάνυ καλή, καὶ μὴ καταφρόνει τῆς εὐτελείας.
676
Ἄλλη πρὸς χοιράδας καλή.
677 Λιθαργύρου οὐγγίας στ, ἰοῦ σιδήρου οὐγγίας β, ἀμμωνιακοῦ θυ‐ μιάματος οὐγγίας στ, ἐλαίου παλαιοῦ οὐγγίας η. Τὴν λιθάργυρον
680καὶ τὸν τοῦ σιδήρου ἰὸν καὶ τὸ ἀμμωνιακὸν ἕκαστον κατ’ ἰδίαν λειότατα ποιήσας, ἕψε βαλὼν ἰὸν σιδήρου καὶ ἔλαιον· ὅταν δὲ ἡμίεφθος γένη‐ ται, ἐπίπασσε τὸ ἀμμωνιακὸν καὶ ἕψε ἕως ἀμολύντου καὶ χρῶ.
682
Δημοκράτους δι’ ἁλῶν
διαφορητικὴ πασῶν τῶν σκληριῶν.
684
685 Πολλῶν γὰρ φαρμάκων διαφορητικῶν ἀμείνων ἐστί· διαφορεῖ τὰς σκληρυνομένας φλεγμονὰς ὡς οὐδὲν ἕτερον καὶ τὰς βρογχοκήλας, ἔχει δὲ οὕτως. Ἁλὸς λειοτάτου καὶ χνοωδεστάτου, ψιμμυθίου, ἀνὰ λίτραν α, χαλβάνης, προπόλεως, ἀριστολοχίας, ἀνὰ οὐγγίας β, ἐλαίου πολυετοῦς λίτρας β· εἰ δὲ εἴη παχύτερον, πρόσβαλλε καὶ ἑτέραν μίαν
690λίτραν ἐλαίου. Ἕψε λειότατα ποιήσας μετὰ τοῦ ἐλαίου βαλὼν ἕως ἀμολύντου, εἶτα ἐπίβαλλε χαλβάνην, πρόπολιν· προολμοκοπήσας καὶ
μαλάξας χρῶ.
Ἄλλη διαφορητικὴ τοῦ αὐτοῦ πάνυ ἀγαθή.
98
693 Διαφοροῦσα χοιράδας, στέλλουσα πᾶν οἴδημα, καὶ τὰς ἥπατος δὲ
695καὶ σπληνὸς ὑδερώδεις διαθέσεις ἰωμένη· οὖρα πολλὰ κινεῖ καὶ ἰσχιάδας λύει κεχρονισμένας καὶ ἔχει οὕτως. Κηροῦ, πιτυΐνης, κολοφωνίας, ἀνὰ λίτραν α· ἀσβέστου ζώσης, στυπτηρίας σχιστῆς, ἀρσενικοῦ, ἀνὰ οὐγ‐ γίαν μίαν· τὰ τηκτὰ τῆκε μετὰ βραχέος ἐλαίου, καὶ διηθήσας ἐπίχεε τοῖς ξηροῖς λειωθεῖσι μετ’ ὄξους ὀλίγου ἐν θυίᾳ· καὶ ἑνώσας καὶ μα‐

15

(700)

λάξας χρῶ· ποιεῖ καὶ πρὸς τὰς κεχρονισμένας σκληρίας τῶν σπλάγ‐ χνων, λύει γὰρ αὐτὰς ἱδρῶτας πολλοὺς τοῖς τόποις κινοῦσα, κινεῖ καὶ ἔμμηνα χρονίως ἐπεσχημένα· ἐγὼ δὲ ἀφαιρῶν τὴν τίτανον ἤτοι τὴν ἄσβεστον, στυπτηρίαν διπλῆν ἐνέβαλον, καὶ τὸ φάρμακον πολὺ ἄμεινον ἔγνων, οὐ ποιοῦν ψυδράκια.
704
705Φιλαγρίου διαφορητικὸν βρογχοκηλῶν καὶ σκληριῶν θαυμάσιον φάρμακον, ὃ σκευάζεται οὕτως.
706 Λιθαργύρου δραχμὰς ν, πιτυΐνης δραχμὰς μ, ἐλαίου παλαιοῦ δραχ. π, χαλκοῦ κεκαυμένου, ἀμμωνιακοῦ θυμιάματος, ἀνὰ δραχ. η, στυπτηρίας σχιστῆς, μάννης ἀνὰ δραχ. δ, κηροῦ δραχ. ν. Ἕψε
710ἔλαιον καὶ λιθάργυρον, καὶ ὅταν ἡμίεφθον γένηται, ἐπίπασσε χαλ‐ κὸν καὶ ἕψε ἕως ἀμολύντου· εἶτα ἐπίπασσε τὸ ἀμμωνιακὸν λειότα‐ τον, καὶ τακέντος αὐτοῦ ἐπίβαλλε πιτυΐνην καὶ κηρὸν διηθηθέντα, καὶ πάλιν ἕψε ἕως ἀμολύντου· καὶ ἐπιβαλὼν τὴν χαλβάνην προμε‐ μαλαγμένην καὶ ἄρας ἀπὸ τοῦ πυρός, ἐπίπασσε μάνναν· καὶ ἑνώσας,
715ψύξας καὶ μαλάξας χρῶ.
Διαφορητικὴ ἀποστημάτων παράδοξος.
99
716 Εὑρίσκεται γὰρ ἐν τῇ ἐμπλάστρῳ πύον παχύτατον ῥήξεως μὴ γενο‐ μένης, ὅπερ δεῖ ἐκμάσσειν καὶ νεαροποιήσαντας τὸ φάρμακον ἐπιτιθέναι· ἔχει δὲ οὕτως. Κολοφωνίας λίτραν α, κηροῦ λίτραν μίαν καὶ ἡμίσειαν,
720ἐλαίου ἐν χειμῶνι μὲν κοχλιάριον ἕν, ἐν θέρει δὲ τὸ ἥμισυ· νίτρου βερνικαρίου πυρροῦ, εἰ δὲ μὴ παρείη, τοῦ ματρωνικοῦ τοῦ λευκοῦ καὶ εὐθρυβοῦς οὐγγίας στ. Τήξας καὶ διηθήσας ἐπίπασσε τὸ νίτρον λειότατον, καὶ ψύξας κινῶν καὶ ἀναμαλάξας χερσί, πλάσσε μαζία καὶ χρῶ· εἰς ὕδωρ δὲ μὴ χέῃς αὐτό, ἵνα μὴ τὸ νίτρον ἀπολέσῃς.
724
725Ἄλλη.
725 Πίσσης ξηρᾶς, μέλιτος, κηροῦ νεαροῦ, ἀνὰ λίτρας β, ἐλαίου λί‐ τρας δ· ἕψε μαλακῷ πυρὶ καὶ μαλάξας χρῶ· ποιεῖ δὲ καὶ αὕτη καὶ ἡ προγεγραμμένη πρὸς ἀποστήματα, χοιράδας, σύριγγας καὶ τὰ ὅμοια· αὐτὴ οὐδὲν μέγα ἐποίησε, τὸ δὲ διὰ τοῦ νίτρου διαφορεῖ ἀποστήματα.
729
730Ἄλλο Ὀρειβασίου.
730 Πρὸς χοιράδας καὶ σκληρίας ἐν μασχάλαις καὶ βουβῶσι καὶ τρα‐ χήλῳ σκευαζόμενον οὕτως. Μήκωνος κερατίτιδος φύλλα λεάνας μετ’ ἀξουγγίου καὶ προπόλεως λιπαρᾶς, ἐμπλάσας ἐπιτίθει.
733
Ἄλλη πρὸς χοιράδας καὶ πᾶσαν σκληρίαν.
734
735 Περιστερεῶνος ὀρθοῦ φύλλων χλωρῶν δραχμὰς μη, ὑοσκυάμου χλωροῦ δραχ. ρμδ, στέατος χοιρείου, πιτυΐνης ξηρᾶς, ἀνὰ δραχ. μστ, πίσσης δραχ. κδ· τὰ τηκτὰ τήξας καὶ διηθήσας κατάχεε ταῖς βο‐ τάναις λελειωμέναις.100
738
Ἡ διὰ λαπάθου πρὸς χοιράδας.
739
740 Λαπάθου φύλλων χλωρῶν, περδικιάδος φύλλων, ἠριγέροντος φύλ‐ λων, πιτυΐνης ξηρᾶς, ἀνὰ δραχ. μη, ὑοσκυάμου φύλλων, ἀξουγγίου παλαιοῦ, ἀνὰ δραχ. νστ, χαλβάνης δραχ. η· τὰ τηκτὰ τήξας καὶ διηθήσας κατάχεε ταῖς βοτάναις λειωθείσαις.
743
Ἑτέρα διὰ λαπάθου.
744
745 Ποιοῦσα πρὸς χοιράδας καὶ σκληρίας πάσας καὶ πρὸς ἀποστήματα μασχαλῶν καὶ βουβώνων, ποιεῖ καὶ πρὸς τὰ κακοήθη καὶ σύριγγας καὶ πρὸς στραγγουρίας αἰδοίων· εὐδοκίμησε καὶ ἐπὶ σπληνὸς σκιρρω‐ θέντος δαιμονίως· ἔχει δὲ οὕτως. Σκορόδων ὄνυχας ιε, κηροῦ δραχ. ιστ, ἐλαίου δραχ. νστ, νίτρου ἀλεξανδρίνου δραχ. μη, χαλκάνθου, τερε‐

15

(750)

βινθίνης ἀνὰ δραχ. κδ, λιβάνου δραχ. η, λαπάθου φύλλων ἐν χύτρᾳ μαρανθέντων ἢ ἐν χάρτῃ δεθέντων καὶ ἐγκρυβέντων ἐπ’ ὀλίγον ἐν θερμοσποδιᾷ δραχ. μη. Τὰ τηκτὰ τήξας ἐπίπασσε τὰ ξηρὰ λειό‐ τατα καὶ κατάχεε ἐν θυίᾳ καὶ τὰ τῶν φύλλων λειωθέντων· τὰ δὲ
σκόροδα προεψήσας μετὰ τοῦ ἐλαίου ἕως φρυγῶσι ῥῖψον.101
755Ἡ διὰ σκολοπενδρίου τοῦ φιλοσόφου
διαφορητικὴ ἄκρως.
756 Ποιοῦσα πρὸς ἀποστήματα, δοθιῆνας καὶ εἰς πάνυ πολλὰ χρήσιμος· ἔχει δὲ οὕτως. Κολοφωνίας λίτρας β, κηροῦ, ἀξουγγίου νεαροῦ, ἀνὰ λίτραν α, πιτυΐνης οὐγγίας η, ἐλαίου οὐγγίας στ, σκολοπενδρίου οὐγ‐
760γίας γ, οἴνου παλαιοῦ ξέστας β, γύρεως οὐγγίας ιδ. Τὴν γῦριν ἕψε μετὰ τοῦ οἴνου ἐπιμελῶς, εἶτα ἐπίβαλλε τὰ τηκτὰ καὶ ἑνώσας ἐπί‐ πασσε τὸ σκολοπένδριον καὶ χρῶ· εἰ δὲ μὴ βούλει ἔλαιον βαλεῖν, βάλλε ἑτέρας στ οὐγγίας τοῦ ἀξουγγίου καὶ γίνεται μαλακτικώτερον· εἰ δὲ λάβῃ ἔλαιον, γίνεται διαφορητικώτερον.
764

16

(t)

Ἡ δι’ ἀσπίδων διαφορητική.
t
1 Ἡ δι’ ἀσπίδων διαφορητικὴ χοιράδων καὶ τῶν λοιπῶν σκληριῶν, ποιεῖ καὶ πρὸς ποδάγρας ἐν τοῖς διαλείμμασι καὶ ἔχει οὕτως. Τερε‐ βινθίνης, λίθου ἀσίου, ἀσφάλτου, ἀνὰ δραχμὰς τξ, ἀφρονίτρου, στέα‐ τος μοσχείου, κηροῦ, δαφνίδων, ἀμμωνιακοῦ θυμιάματος, ἀνὰ δραχ. τμ,
5λίθου πυρίτου, ἀσβέστου ζώσης, ἀνὰ δραχ. ρκ, ἀσπίδων κεκαυμένων τῆς τέφρας δραχ. ρμ, ἐλαίου παλαιοῦ λίτρας β. Τῆκε ἔλαιον καὶ κηρόν, εἶτα ἄσβεστον λειοτάτην κινῶν· τακέντων δ’ ἐπίβαλλε τὸ στέαρ, εἶτα τὸ ἀμμωνιακὸν λειότατον καὶ τὴν τερεβινθίνην· καὶ ἄρας ἀπὸ τοῦ πυρός, ἐπίπασσε τὸν λίθον, εἶτα τὴν ἄσβεστον, ἔπειτα
10δαφνίδας καὶ ἀφρόνιτρον, ἔσχατον δὲ πάντων τὴν τῶν ἀσπίδων τέ‐ φραν, ἵνα μὴ ἀπόληται, καὶ μαλάξας χρῶ· καῖε δὲ τὰς ἀσπίδας ἐν χύτρᾳ προχρίσας ὅλην τὴν χύτραν ἔξωθεν εἰς πάχος κεραμικῷ πηλῷ καὶ ψύγε ἐν ἡλίῳ· ἔπειτα βαλὼν τὰς ἀσπίδας καὶ πωμάσας ἀσφαλῶς τὸ πῶμα καταλιπὼν ἐν αὐτῷ δύο ἢ τρεῖς τρύπας, ὑπόκαιε102
15μέχρις οὗ ὁ ἀναφερόμενος ἀτμὸς καθαρὸς γένηται· ἀνιεμένη δ’ ἡ ἔμ‐ πλαστρος μετ’ ἐλαίου γλευκίνου καὶ ἀλειφομένη, ποιεῖ ἀρθριτικοῖς καὶ ταῖς παραλύσεσι τῶν μηρῶν· μετὰ δὲ δᾳδίνου ἐλαίου ἀλειφομένη λεύκας ἰᾶται.
18

17

(t)

Ἡ ἀνίκητος Κρίτωνος.
t
1 Παραδόξως ποιεῖ ἐπὶ τῶν νευροτρώτων ἐν χρήσει ἡμῖν οὖσα· ἐπι‐ σπᾶται, ῥήσσει, ἀνακαθαίρει, κολλᾷ, ἐξιποῖ διὰ σπληνίου, ἐπὶ δὲ τῶν κόλπων διὰ σκωλήκων ἐκ τοῦ φαρμάκου παρενθέντος καὶ ἐνιεμένου· ἔχουσα δὲ πάντοτε πηλὸν δι’ ὀξελαίου, ἐπὶ τῶν κόλπων ποιεῖ ἐπί τε
5τῶν ἑλκῶν καὶ ἀγκυλώσεων καὶ οὐλῶν ἐπαλγῶν, διαχεῖ δὲ καὶ τὰς σκληρίας, καὶ ταῖς συνολκαῖς τῶν νεύρων βοηθεῖ ἐπιτιθεμένη χωρὶς ἐμβροχῆς καὶ ἐν μέρει ἀλείμματος διηθημένη· ὡς ἄκοπος, παύει τοὺς ἐν ἀρχαῖς τῶν νόσων αὐτομάτους κόπους καὶ τοὺς ἐξ ἄλλης αἰτίας· ἔστι δὲ καὶ μάλαγμα ἐπὶ τῶν ἀκρωτηρίων ἐν μεγάλοις σπληνίοις
10ἐπιτιθεμένη· ποιεῖ καὶ πρὸς τὰ ἐν πέλμασιν ἕλκη καὶ σηπεδόνας καὶ τὰς περὶ τοὺς δακτύλους διαθέσεις καὶ τὰ σὺν τραύματι κατάγ‐ ματα· τηκομένη δὲ σὺν ῥοδίνῳ ἐλαίῳ πολλῷ, τὰ κοῖλα τῶν κακοή‐ θων ἑλκῶν μονογενῶς ἀναπληροῖ, ἐπὰν ἀνακαθαρθῇ, μαλακὰ τὰ χείλη
ποιοῦσα καὶ εὐθὺς ἀπουλοῦσα· καὶ ἔνεστι μήτε ἀπουλωτικῷ ἑτέρῳ,103
15μήτε σαρκωτικῷ χρῆσθαι, ἀλλὰ μόνῃ ταύτῃ πιστεύειν· ποιεῖ καὶ πρὸς ἀνθρωποδήκτους καὶ κυνοδήκτους καὶ θηριοδήκτους· μέγιστον δὲ αὐτῆς ἐπαγγελμά ἐστι τὰ ἐν κατακαλύψει ἀποστήματα καὶ ἐν κοίλῳ περιτοναίου μὴ ἐᾶν γίνεσθαι, ὅταν μὴ φθάσῃ πυοποιηθῆναι, ἢ γενόμενα λεπτοποιῆσαι καὶ εἰς ἔντερα ῥῆξαι. Ἐπιτίθεσθαι δὲ δεῖ
20τῷ τόπῳ σπληνίον μέγα καὶ ἐπάνω πίλημα δι’ ὀξελαίου καὶ ἐμβρέ‐ χειν δὶς τῆς ἡμέρας· μὴ λῦε δὲ εἰμὴ διὰ τριῶν ἢ τεσσάρων ἡμερῶν ἐπὶ τούτων· εἶτα λύσας καὶ πυριάσας διὰ σπόγγου ὁμοίως ἐπιτίθει· ἐπεκλήθη δὲ ἀνίκητος διὰ τὰ πολλὰ καὶ θαυμαστὰ αὐτῆς· ἔχει δὲ οὕτως. Λεπίδος χαλκοῦ δραχμὰς να, πυρέθρου, σταφίδος ἀγρίας,
25κόκκου κνίδης, σινήπεως, κάγχρυος, κόπρου περιστερᾶς, ἀριστολοχίας λεπτῆς, ἰοῦ, κυπέρου, εὐζώμου σπέρματος, κυμίνου, ἀνὰ δραχ. στ, νίτρου, ἁλὸς ἀμμωνιακοῦ, ἀνὰ δραχ. λβ, μάννης, δαφνίδων, ἴρεως ἀνὰ δραχ. ρκ, ὄξους δριμυτάτου ξέστας ιστ, ἑψήματος ἰσχάδων κυά‐ θους ε. Γίνεται δὲ τὸ ἕψημα οὕτως· λαβὼν ἰσχάδων λιπαρῶν λίτρας ε,
30βρέχε ἐν ὕδατος ξέσταις στ, τῇ δ’ ἑξῆς ἕψε ἕως λειφθῶσι ξέσται β, καὶ ἐκπιέσας διήθει· κόψας δὲ καὶ σήσας τὰ ξηρά, ἅμα λείου τῷ ὄξει ἐν τοῖς ὑπὸ κύνα καύμασι· ξηροῦ δὲ γενομένου, πρόσβαλλε τῶν ἰσχάδων ἀφέψημα, καὶ συμμαλάξας ἀνελοῦ καὶ ἀποτίθει ἐν πυξίδι ἐξ ἐρυθροῦ χαλκοῦ γεγονυίᾳ καὶ ὕγραινε αὐτὰ δι’ ἡμερῶν τινων ὄξει
35ἐπιρραίνων· ἐπὶ δὲ τῆς χρήσεως ἄνιε τοῦ φαρμάκου οὐγγίας β ἐν θυίᾳ σὺν ὄξει, ὡς γλοιῶδες γενέσθαι· τήξας δὲ κηροῦ καὶ κολοφωνίας ἀνὰ οὐγγίας στ μετὰ ἐλαίου οὐγγίας στ, καὶ ψύξας ἐπίχεε ἐν θυίᾳ τῷ λειωθέντι, καὶ ἑνώσας χρῶ· εἰ δὲ σκληρότερον καὶ δραστικώτερον βούλει ποιῆσαι, ἔμβαλλε κηροῦ, κολοφωνίας καὶ ἐλαίου, ἀνὰ οὐγγίας δ,
40εἰ δὲ μαλακτικώτερον σκευάσαι βούλει, ἔμβαλλε κηροῦ, κολοφωνίας καὶ ἐλαίου, ἀνὰ οὐγγίας η, τοῦ δὲ φαρμάκου οὐγγίας β. Ἱστορεῖται καὶ ἐπὶ ἀγρίου λειχῆνος ἡρμοκέναι ἀκρατέστερον ἐπιτιθέμενον.104
42
Ἄλλο ἀποστημάτων διαφορητικόν.
43 Κηροῦ, τερεβινθίνης, νίτρου, βουτύρου, ἴσα ἑνώσας χρῶ.
44
45Ἄλλο πρὸς ἀποστήματα.
45 Περιστερεῶνα ὕπτιον μετὰ νίτρου καὶ θείου καὶ ῥητίνης ὑγρᾶς ἑνώσας ἐπιτίθει· τοῦτο τὰ μὲν ἔμπυα διαλύει, τὰ δὲ ἄλλα διαχεῖ.
47

18

(t)

Ἔμπλαστροι ῥηκτικαί.
t
1
Ἔμπλαστρος ἀντὶ σμιλίου ποιοῦσα ἐπὶ τῶν ἤδη πεπανθέντων ἀποστημάτων
καὶ ἑτοίμων πρὸς χειρουργίαν γενομένων.
3 Νίτρου λίτρας γ, περιστερᾶς κόπρου, προπόλεως, ἁλὸς ἀμμωνιακοῦ,
5ἰοῦ, ἀνὰ οὐγγίας στ, ὕδατος θαλασσίου ἢ ἅλμης λίτραν μίαν καὶ ἡμίσειαν, ἐλαίου παλαιοῦ λίτρας τρεῖς. Ἕκαστον ἰδίᾳ καὶ χνοωδέστατον ποιήσας, ἔπειτα βαλὼν ἐν θυίᾳ νίτρον, ἅλας, ἰόν, ἴσα, καὶ πάλιν ἅμα ξηροτριβή‐ σας ἀκριβῶς, ἐπίβαλλε τὸ ὕδωρ καὶ λείου ἱκανῶς· ἔπειτα ἐπιβαλὼν τὸ ἔλαιον, λείου ὡς γλοιῶδες γενέσθαι, καὶ ἀναλαβὼν εἰς λοπάδα ὀστρα‐
10κίνην, ἕψε μαλακῷ πυρί, ἕως δαπανηθῇ τὸ ὕδωρ ὅλον· εἶτα ἐπίβαλλε
τὴν πρόπολιν προμεμαλαγμένην, καὶ ἄρας ἀπὸ τοῦ πυρὸς καὶ χλιά‐ νας ποσῶς, ἐπίπασσε τὴν τῆς περιστερᾶς κόπρον, καὶ ἑνώσας χρῶ ἐμπλάσσων εἰς ῥάκος, καὶ ἐπιτιθεὶς κατὰ τοῦ μᾶλλον κορυφωθέντος τόπου καὶ μαλακωτέρου γενομένου· ἔστω δὲ σμικρὸν τὸ σπληνίον,105
15ὑπόμηκες τῷ σχήματι, ἄνωθεν δὲ αὐτοῦ ἐπιτίθει μέγα σπληνίον τῆς διὰ χυλῶν ἢ τῆς διὰ μέλιτος ἢ τῆς Σεραπίωνος μηλίνης ἢ τῆς Μνασέου, μαλακτικὸν μέντοι.
17
Ἄλλη διαφοροῦσα ἢ τιτρῶσα.
18 Κηροῦ οὐγγίας ιστ, ἁλὸς κοινοῦ, ψιμμυθίου, ἀνὰ δραχμὰς μ, σποδοῦ
20ἀμπελίνων ξύλων κεκαυμένων, καλάμων ἑλληνικῶν κεκαυμένων, ἀνὰ δραχμὰς ι, ἰοῦ δραχμὴν α, νίτρου ἐρυθροῦ δραχμὰς ι. Λειώσας ἕκα‐ στον ἰδίᾳ καὶ χνοωδέστατον ποιήσας, ἔπειτα ἀναμίξας καὶ ὕδωρ ἐπιβαλὼν καὶ λεάνας ὡς ἔχειν ῥύπου πάχος, βαλὼν τὸ ψιμμύθιον μετ’ ἐλαίου οὐγγίας ιε, ἕψε ἐπ’ ὀλίγον, εἶτα ἐπίβαλλε κηρὸν καὶ
25ἕψε ἕως μὴ μολύνῃ, καὶ ἐπίχεε τοῖς λειωθεῖσι καὶ ἑνώσας χρῶ.
25
Ἄλλη διαλυτική.
26 Κατατιτρώσκουσα καὶ ἐπισπωμένη καλάμους καὶ σκόλοπας καὶ ὅσα ἐν βάθει κατακέκρυπται, καὶ παρακολλῶσα καὶ κατουλοῦσα, ἥτις καὶ ἔχει οὕτως· Στέατος ὑείου δραχμὰς μη, ἀσφάλτου καὶ
30νίτρου ἀνὰ δραχμὰς κε, ἀριστολοχίας δραχμὰς ιβ, δαφνίδων δραχ. κ, ἑνώσας χρῶ.
31
Ἄλλη.
32 Κόπρου περιστερᾶς δραχ. δ, νίτρου δραχ. τέσσαρας καὶ ἡμίσειαν, καὶ
ἰσχάδας τὸν ἀριθμὸν ζ. Λεάνας ἀκριβῶς τὴν κόπρον καὶ τὸ νίτρον καὶ τὰς106
35ἰσχάδας κόψας, ἕνωσον τοῖς ξηροῖς, καὶ ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει· εἰ δὲ σκληρότερον εἴη, ἐπίβαλλε μέλι καὶ ἀξούγγιον διυλισμένον· αὐθημερὸν ἢ διαχεῖ ἢ ῥήσσει.
37
Ὀρειβασίου ῥηκτική.
38 Πίσσης ὑγρᾶς, πίσσης ξηρᾶς, προπόλεως, ἴσα ἑνώσας χρῶ· ῥήσσει
40καὶ ἐπουλεῖ.
40 Ἄλλη Ὀρειβασίου ἐπισπαστικὴ ῥήσσουσα καὶ κολλῶσα.
41 Ἀμμωνιακοῦ θυμιάματος, προπόλεως, στυπτηρίας, ἀνὰ οὐγγίας β, λιβάνου δραχ. δύο καὶ ἡμίσειαν, χαλβάνης, ἀρσενικοῦ, ἀνὰ δραχμὴν μίαν.
43
Ἔμπλαστρος ῥηκτική.
44
45 Βατραχίου χυλοῦ, ἀρσενικοῦ, χαλκίτεως, λαθυρίδων, λεπίδος ἐρυθρᾶς, κανθαρίδων κοιλιῶν, ἀνὰ οὐγγίαν μίαν, ἀσβέστου δραχμὰς β. κεδρίᾳ ἀναλάμβανε καὶ ἐπὶ τῆς χρείας ποίει ἔμπλαστρον τῷ μὲν πλάτει ἥμισυ δακτύλου, τῷ δὲ μήκει ὅσον βούλει· καὶ ἐπιθείς, ἐπι‐ τίθει ἄνωθεν τὴν διὰ χυλῶν μαλακήν, καὶ ἔα ὥρας τρεῖς ἢ ε,

18

(50)

προφυλάττων μὴ κατὰ τοῦ νεύρου ἢ φλεβὸς ἢ ἀρτηρίας ἐπιθεῖναι, μὴ δὲ πρὶν πεπανθῆναι τὸ ἀπόστημα· ῥήσσει καὶ χοιράδας.
51
Ἄλλη δι’ ὀξυνίτρου ῥήσσουσα.
52 Ψιμμυθίου οὐγγίας κ, ἁλῶν ὀρυκτῶν δραχμὰς ζ, νίτρου οὐγγίας τρεῖς καὶ ἡμίσειαν, ἐλαίου παλαιοῦ οὐγγίας δ, ὄξους κύαθον ἕνα·
55ὁμοῦ πάντα ἕψε μέχρις ἀμολύντου.
Φάρμακον ἀνωδύνως ῥῆσσον.
107
56 Κηροῦ, νίτρου, ἀνὰ οὐγγίας ἐννέα καὶ ἡμίσειαν, τρυγὸς οἴνου κεκαυ‐ μένου οὐγγίας δ, ἀρσενικοῦ δραχμὰς ζ, ἐλαίου παλαιοῦ λίτρας β. τήξας τὰ τηκτὰ ἐπίπασσε τὰ ξηρὰ λειότατα.
59
60Ἄλλη πρὸς χοιράδας καὶ πᾶσαν σκληρίαν.
60 Ἢ γὰρ διαφορεῖ ἢ μαλάσσει καὶ ῥήσσει καὶ ἐκκενοῖ καὶ ὑγιάζει. Ποταμογείτονος χυλοῦ, στρατιώτου χυλοῦ, κρομμύων δριμυτάτων χυλοῦ, κηροῦ, προπόλεως, γύρεως, ἀνὰ οὐγγίας στ, ζύμης ὠξυκυίας, σεραπιάδος τῆς τριόρχεως χυλοῦ, ἀνὰ οὐγγίας στ, τραγακάνθης, πι‐
65τυΐνης, ἀνὰ οὐγγίας γ, τινὲς δὲ καὶ τῶν δύο τούτων ἀνὰ οὐγγίας στ βάλλουσι, χαλβάνης, ὀποπάνακος, ἐλαίου παλαιοῦ, ἀνὰ οὐγγίας θ. Βρέχε τὴν τραγάκανθαν μέρει τινὶ τῶν χυλῶν, ὁμοίως δὲ καὶ [τὸν] ὀποπάνακα καὶ τὴν χαλβάνην κατ’ ἰδίαν βρέχε καὶ λείου· εἶτα ἀνα‐ λαβὼν ταῦτα λείου τὴν τραγάκανθαν, καὶ ταύτην ἀναλαβών, διάλυε
70τὴν ζύμην τῷ χυλῷ καὶ ἐπίβαλλε αὐτῇ τὰ προλειωθέντα, καὶ ἑνώ‐ σας τῆκε πιτυΐνην καὶ ἔλαιον, καὶ διηθήσας ἐπίβαλλε τὴν πρόπολιν προμεμαλαγμένην· καὶ τακείσης ταύτης ἐπίπασσε τὴν γῦριν, καὶ ἑνώσας ἐπίχεε τοῖς λειωθεῖσιν ἐν θυίᾳ, καὶ συμμαλάξας ἱκανῶς χρῶ.
73
Ἄλλη πρὸς ἀποστήματα ἣ σκορπίζει ἢ ῥήσσει.
74
75Ὕελον μάλιστα ἀπὸ σπεκλαρίου λειοτάτην ποιήσας καὶ λίβανον
ἴσα ἐπιβαλὼν καὶ λεάνας ἐπιμελῶς μεθ’ ὕδατος, χρῖε πτερῷ τὸν τόπον.
Ἄλλο ῥηκτικὸν καλόν.
108
77 Βολβοῦ ἀφρικανοῦ, καρδαμώμου, νίτρου, κόπρου περιστερῶν, ἰσχά‐ δων ὄξει προβεβρεγμένων, ἀξουγγίου ὑλισμένου ἴσα· μέλιτος τὸ ἀρ‐
80κοῦν, ἵνα ἐμπλαστρῶδες γένηται· ἔμπλασσε δὲ πρὸς μέτρον, ὃ βούλει ῥῆξαι.
81 Διαφορητικὸν ἤτοι ἐπισπαστικὸν ποιοῦν πρὸς χοιράδας
καὶ βρογχοκήλας δαιμονίως.
83 Ἐλαίου παλαιοῦ λίτρας γ, σκωρίας μολύβδου λίτρας β· ἕψε ἕως
85ἀμολύντου καὶ ἐπίβαλλε τερεβινθίνης καὶ χαλβάνης ἀνὰ οὐγγίας στ, ἀμμωνιακοῦ θυμιάματος οὐγγίας β καὶ χρῶ.
86
Ἄλλο Ὀρειβασίου.
87 Κυνείαν λευκὴν κόπρον λεάνας καὶ ἀναλαβὼν τερεβινθίνῃ ἀρκούσῃ ἐπιτίθει.
89

19

(t)

Ἔμπλαστροι ἐπισπαστικαὶ καὶ διαφορητικαί.
t
1 Οἱ τὰς δυνάμεις τῶν συνθέτων φαρμάκων γράψαντες ἐκάλεσάν τινας τῶν ἐμπλάστρων ἐπισπαστικὰς καί τινας διαφορητικάς· ἐνίαις
δ’ αὐτῶν ἐμαρτύρησαν ἀμφότερα ποιεῖν, ἐπισπᾶσθαί τε καὶ διαφορεῖν· καὶ γὰρ πλησίον ἀλλήλων εἰσὶν αἱ δυνάμεις, αἵ τε γὰρ ἕλκουσαι καὶ109
5διαφοροῦσι πάντως, αἵ τε διαφοροῦσαι καὶ ἕλκουσι· ἀλλ’ ἐπικρατεῖ κατὰ μὲν τὰ διαφορητικὰ τῶν φαρμάκων ἡ διαφορητικὴ δύναμις, κατὰ δὲ τὰ ἑλκτικὰ ἡ ἑλκτική· σύγκεινται δ’ αἱ μὲν ἑλκτικαὶ διὰ τῶν ἁπλῶν φαρμάκων, ὅσα δύναμιν ἔχει ἐκ τοῦ βάθους ἐπὶ τὸ δέρμα τὰς περιουσίας τῶν ὑγρῶν ἐπισπᾶσθαι· αἱ δὲ διαφορητικαὶ ἐκ τῶν
10διαφορεῖν τὸ ἑλχθὲν πεφυκότων σύγκεινται· ἵνα δ’ ἔμπλαστρος γένηται, τὸ μὲν λιθαργύρῳ σύγκειται ἢ μίγνυται, τὸ δὲ κηρῷ ἢ πίσσῃ καὶ ἐλαίῳ, οὔτε διαφορητικὴν οὔτε ἑλκτικὴν δύναμιν ἀξιόλογον ἐχόντων τῶν τοιούτων, ὥσπερ πρόπολις ἢ τίτανος ἢ χαλβάνη ἢ μυελὸς ἢ τὸ τῆς Ἀσίας πέτρας ἄνθος ἢ ἀφρόνιτρον ἢ ὄξος ἢ κονία στακτή, πέπερί
15τε καὶ στρουθίον καὶ οἱ ἅλες καὶ χάλκανθον καὶ ἕτερα πλεῖστα τοιαῦτα, ὧν περὶ τῆς δυνάμεως ἐν τῷ τῶν ἁπλῶν φαρμάκων λόγῳ προείρηται· τινὲς δὲ καὶ στύφοντα φάρμακα προσέμιξαν τοῖς ἐπισπα‐ στικοῖς, εὐλαβούμενοι τοὺς ῥευματισμούς· ἕλκουσι γὰρ ἐνίοτε πλέον τοῦ δέοντος, ὡς μὴ μόνον ἐκ τῶν κάτω τὸ θεραπευόμενον μέρος ἐν
20βάθει τὴν ὁλκὴν ποιεῖσθαι, ἀλλὰ κἀκ τῶν πέριξ μερῶν ἁπάντων. Μεμνῆσθαι δὲ προσήκει καὶ τούτου ἀναγκαίου τυγχάνοντος, τοῦ ἤδη προλελεγμένου ἐν τῷ τῶν σαρκωτικῶν φαρμάκων λόγῳ· τὰς ἐπισπα‐ στικάς τε καὶ διαφορητικὰς καὶ ῥυπτικὰς ἁπάσας δυνάμεις σαρκω‐ τικὰς ὑπάρχειν μίξει κηρωτῆς ἐκλυομένης· ἀφ’ ὧν μὲν οὖν ἡ δύναμις
25ἰσχυρά, πλείονος κηρωτῆς ἐμβαλλομένης δεῖται· ἐφ’ ὧν δὲ φαρμάκων ἀσθενὴς ἡ δύναμις, ἐλάττονος μιγνυμένης κηρωτῆς, καὶ μάλιστα ἐπὶ τῶν
χρονιωτάτων καὶ δυσεπουλώτων καὶ σηπεδονωδῶν καὶ νομωδῶν ἑλκῶν. Αἱ δι’ ἁλῶν ἔμπλαστροι καὶ αἱ λοιπαὶ τῶν ἐπισπαστικῶν ἐκλυό‐ μεναι μίξει κηρωτῆς, ἀνακαθαίρουσι, σαρκοῦσι καὶ εἰς οὐλὴν τάχιστα110
30ἄγουσιν· ἐὰν δὲ φθάσῃ τὸ ἐπισπαστικὸν ἢ διαφορητικὸν φάρμακον ἔχειν τι καὶ στυπτικόν, οὐ χρὴ τῷ τοιούτῳ χρῆσθαι καὶ σαρκωτικῷ, διὰ τὸ τὰς στυπτικὰς δυνάμεις εἰς μὲν τὰς κολλήσεις τῶν τραυμάτων καὶ κόλπων καὶ τὰς ἀπουλώσεις τῶν ἑλκῶν εἶναι χρησίμους, εἰς δὲ τὰς σαρκώσεις ἀχρήστους· ἄκρατοι δ’ ἐπιτιθέμεναι αἱ ἐπισπαστικαὶ
35καὶ διαφορητικαὶ ἔμπλαστροι, ποιοῦσι πρὸς πάντα φύματα σκληρὰ καὶ δοθιῆνας καὶ τὰς σκληρουμένας φλεγμονάς, χοιράδας, ἀθερώματα καὶ τὰ παραπλήσια· πρὸς δὲ τὰ θηριόδηκτα καὶ τῶν κυνῶν τὰ δήγ‐ ματα καὶ τοὺς κόλπους παρακολλῶσιν, οἷς ἐρρακωμένα καὶ πλαδαρὰ ἐπίκειται σώματα· ποιοῦσι καὶ ποδαγρικοῖς ἐν παρακμῇ καὶ ἀρθρι‐
40τικοῖς, ἐξιποῦσι γὰρ τῶν ἄρθρων τὰ ῥεύματα ψυχρὰ καὶ παχέα· τούτων ὁ μεμνημένος εὑρήσει τὰς καταλλήλους χρήσεις καὶ τῶν προ‐ γραφέντων διαφορητικῶν καὶ τῶν μελλόντων γραφήσεσθαι ἐπισπα‐ στικῶν τε καὶ διαφορητικῶν.
43 Ἐπισπαστικὸν [καὶ] διαφορητικὸν πρὸς πᾶν φῦμα.
44
45 Τοῦτο κἂν ἤδη μεταβεβληκὸς εἴη εἰς ὑγρόν, ἀναθηλάζει τὸ πύον ὡς δι’ ἠθμοῦ, ἄνευ τοῦ διακόψαι τὸν χρῶτα· ἔστι δὲ πάγχρηστον καὶ ἐπὶ τῶν κόλπων ἄνωθεν ἐπιχριόμενον παρατίθεται καὶ ἀναξη‐ ραίνει· ἔχει δὲ οὕτως. Ὑοσκυάμου ῥίζης ξηρᾶς, σικύου ἀγρίου ῥίζης
ξηρᾶς, κριθίνου ἀλεύρου, ἀνὰ οὐγγίας ε. Κόψας, σήσας, φυράσας τῷ111

19

(50)

ὑοσκυάμου χυλῷ, ἀνάπλασσε ἀρτίσκους ἐλαφροὺς καὶ ψῦχε ἐν σκιᾷ μεταστρέφων αὐτοὺς καθ’ ἑκάστην· ἐπὶ δὲ τῆς χρείας ἀνιεὶς ὕδατι, ἐπίχριε παχύτερον· ἐγὼ δ’ εὐπορήσας, φησί, καὶ καππάρεως ῥίζης φλοιοῦ ἔβαλον δραχμὰς β, καὶ συκαμίνου ὀποῦ δραχμὴν μίαν.
53
Λευκὴ ἐπισπαστική.
54
55 Ποιεῖ πρὸς χοιράδας, παρωτίδας καὶ τὰ κατὰ μέρος ἀποστήματα· ποιεῖ πρὸς σύριγγας, αἰγίλωπας, ὥστε καὶ χωρὶς τομῆς ἀπαλλάττειν· ποιεῖ πρὸς τὰ πρεσβυτικὰ καὶ δυσαλθῆ καὶ πρὸς ὑδρωπικούς, καὶ σκευάζεται οὕτως. Λιθαργύρου, ψιμμυθίου, ἁλῶν, ἀνὰ δραχμὰς π, ἐλαίου λίτρας β, ἕκαστον κατ’ ἰδίαν λειότατον ποιήσας, εἶτα βαλὼν
60ἐν θυίᾳ καὶ ἐπιβαλὼν τὸ ἔλαιον, λείου ἅμα· καὶ ἀναλαβὼν εἰς ἀγ‐ γεῖον κεραμεοῦν, ἕψε κινῶν συνεχῶς ἄχρις ἀμολύντου, καὶ ψύξας καὶ μαλάξας ἱκανῶς χρῶ.
62
Ἄλλη ἐπισπαστική.
63 Διαφορεῖ τὰ ἐν κατακαλύψει ἀποστήματα, λύει σκληρίας, ἀνιε‐
65μένη δὲ ῥοδίνῳ ἀνακαθαίρει καὶ σαρκοῖ τὰ χρόνια καὶ σηπεδονώδη τῶν ἑλκῶν· ἔχει δὲ οὕτως. Ψιμμυθίου, κηροῦ, ἀνὰ λίτρας δύο, ἐλαίου παλαιοῦ λίτρας γ, χαλκάνθου, ἁλὸς κοινοῦ, ἀνὰ οὐγγίας στ, νίτρου λίτραν μίαν, ἀφρονίτρου οὐγγίας στ, ὄξους τὸ ἀρκοῦν. ἕψε ψιμμύθιον, ἔλαιον ἕως ἀμολύντου, ἔπειτα βάλλε κηρόν· καὶ τούτου
70τακέντος, λείου εὖ μάλα ἕκαστον τῶν ἄλλων κατ’ ἰδίαν χνοωδέστατον, καὶ ἐπιβαλὼν ἅμα ἐν θυίᾳ, λείου πάλιν μετ’ ὄξους ἀκριβῶς καὶ ἐπί‐
χεε αὐτοῖς τὰ ἑψηθέντα καὶ ἑνώσας χρῶ.
Ἄλλη ἐπισπαστική, ῥηκτική, ἀπουλωτική.
112
73 Πίσσης ξηρᾶς, πίσσης ὑγρᾶς, προπόλεως ἴσα τήξας καὶ μαλάξας
75χρῶ.
75 Ἄλλη ἐπισπαστικὴ Ἀνδρομάχου, ᾗ μαρτυρεῖ Φιλάγριος.
76 Ἴρεως, μάννης, ἀφρονίτρου, κισσήρεως, ἀνὰ δραχμὰς η, ἀμμωνια‐ κοῦ θυμιάματος δραχ. κε, χαλβάνης δραχ. στ, κάγχρυος δραχ. ιβ, κηροῦ δραχ. ρ, ἐλαίου λίτρας β, ἐν θέρει δὲ οὐγγίας ιστ. Τῆκε τὸν κη‐
80ρὸν μετὰ τοῦ ἐλαίου, καὶ διηθήσας ἐπίπασσε τὸ ἀμμωνιακὸν λειότα‐ τον· καὶ τούτου τακέντος, ἐπίβαλλε τὴν χαλβάνην προμεμαλαγμένην καὶ τὴν τερεβινθίνην, καὶ ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίπασσε τὰ ξηρὰ λειότατα γενόμενα, καὶ μαλάξας χρῶ.
83
Ἀνδρομάχου, Ἀσκληπιάδου Μηλίνη.
84
85 Ἀναπίνει τὰς ἐν βάθει ἀποστάσεις καὶ δεῖ ταύτῃ χρῆσθαι ἐχούσῃ ἀκριβῶς τὴν συσταθμίαν· ποιεῖ καὶ πρὸς χοιράδας, γάγγλια, μελικηρίδας, ἀθερώματα, τήκουσα φιλοπόνως τά τε ἄλλα φύματα καὶ παρωτίδας κατατιτρῶσα, δοθιῆνας, ἀποστήματα, ἐκτυλοῖ σύ‐ ριγγας, διαφορεῖ κόλπους καὶ παρακολλᾷ· ἣ καὶ ἔχει οὕτως. Ψιμ‐
90μυθίου, ἁλῶν ὀρυκτῶν, ἀνὰ λίτραν α, κηροῦ, κολοφωνίας, ἀνὰ οὐγ‐ γίας ε, ἀμμωνιακοῦ θυμιάματος οὐγγίας γ, ὀποπάνακος, χαλβάνης, ἀνὰ οὐγγίαν μίαν· τοὺς ἅλας κόψας καὶ σήσας λεπτοτάτῳ κοσκίνῳ,
λείου πάλιν ἐν θυίᾳ ὡς χνοωδέστατον γενέσθαι· εἶτα ἐπιβαλὼν ὕδατος τὸ ἀρκοῦν, ἐκλείωσον καλῶς· ἄμεινον δ’ εἰ θαλάσσιον εἴη ὕδωρ·113
95μετὰ δὲ ταῦτα ἐπιβαλὼν τὸ ψιμμύθιον συλλείου· εἶτα τὸ ἔλαιον ἐπίχεε, καὶ ἑνώσας ἀναλάμβανε καὶ ἕψε ἕως ἂν ἄρξηται συστρέφεσθαι· εἶτα ἐπίπασσε ἀμμωνιακὸν λειότατον καὶ ἕψε ἕως ἀμολύντου· ἔπειτα τὰ τηκτὰ τήξας ἐπίβαλλε· τὴν δὲ χαλβάνην καὶ τὸν ὀποπάνακα προ‐ βρέξας καὶ λεάνας, ἐπίχεε αὐτοῖς τὰ ἑψηθέντα καὶ ἑνώσας χρῶ.
99

19

(100)

Ἄλλη πρὸς χοιράδας καὶ γαγγραίνας καὶ τὰ παλαιὰ ἕλκη καὶ χειρώνεια.
101
Λιθαργύρου, ἐλαίου παλαιοῦ, ἀρσενικοῦ, ἀνὰ λίτραν μίαν· ἕψε ἔλαιον, λιθάργυρον ἕως ἀμολύντου, καὶ ἄρας ἀπὸ τοῦ πυρός, ἐπίβαλλε τὸ ἀρσενικὸν λειωθὲν μετὰ οὐγγίας β τοῦ ἐλαίου, καὶ πάλιν ἕψε
105ἕως μέλαν γένηται· εἶτα ἐπιβαλὼν αὐτὰ ἐν θυίᾳ, μάλασσε τῷ δοί‐ δυκι πρῶτον, ἔπειτα καὶ ταῖς χερσὶ καὶ χρῶ ἐπὶ μὲν χοιράδων καὶ σκληριῶν ἀκράτῳ τῷ φαρμάκῳ, ἐπὶ δὲ ποδάγρας καὶ τῶν ἑλκῶν ἀνιεμένῳ δι’ ἐλαίου· δαιμονίως δὲ ποιεῖ ἐπ’ ἀνθράκων.
108
Ἄλλη Ὀρειβασίου ἐπισπαστική.
109
110 Ἐξατμίζει καὶ τὰ ὁμολογούμενα ὑγρά, ἔχει δὲ οὕτως. Λιθαργύρου δραχμὰς ιδ, ψιμμυθίου, νίτρου, κηροῦ, κολοφωνίας, ἀμμωνιακοῦ θυ‐ μιάματος, ἀνὰ οὐγγίας δ, ἐλαίου παλαιοῦ λίτρας γ. ἕψε λιθάργυρον, ψιμμύθιον, νίτρον, ἔλαιον μετὰ κονίας συκίνης στακτῆς κεκαυμένης λίτρας β ἕως ἀμολύντου· εἶτα ἐπίβαλλε ἀμμωνιακὸν λεῖον, εἶτα τὸν
115κηρὸν καὶ τὴν κολοφωνίαν· ἀντὶ δὲ τοῦ νίτρου ἀφρόνιτρον λευκὸν
βάλλε καλόν, εἰ παρείη.
Ἄλλη.
114
117 Πρὸς χοιράδας, γάγγλια, παρωτίδας σκληρὰς καὶ τὰς τῶν μαστῶν ἀποστάσεις, ὡς οὐδὲν ἄλλο τῶν φαρμάκων· τούς τε γὰρ ὄγκους δια‐
120λύει, καὶ τὸ παρακείμενον πᾶν ὑγρὸν κομίζεται διὰ τῶν ἀδήλων πόρων, καὶ τοὺς κόλπους παρακολλᾷ, ποιεῖ καὶ πρὸς σύριγγας, αἰγίλωπας, ὥστε χωρὶς τομῆς ἀπαλλάττειν· ἔχει δὲ οὕτως. Κηροῦ, τερεβινθίνης, νίτρου πυρροῦ, ἐλαίου παλαιοῦ, ἀνὰ λίτραν μίαν, ὕδατος κοτύλην μίαν. Ἀνδρόμαχος δὲ ἀντὶ τοῦ ὕδατος κονίαν στακτὴν
125ἔβαλλε. Τρῖβε τὸ νίτρον ὡς χνοωδέστατον γενέσθαι, ἔπειτα ὕδωρ ἐπιβαλὼν λείου ὡς παντελῶς διαλυθῆναι καὶ ἀναλάμβανε εἰς ἄγγος κεραμεοῦν· καὶ θεὶς ἐπὶ τὸ πῦρ ἕψε πωμάσας τὸ ἄγγος καὶ βλέπε ἐκ διαλειμμάτων τινῶν· ὅταν δὲ ὁ πολὺς ψόφος παύσηται, ἐπίβαλλε τὰ τηκτὰ κινῶν συνεχῶς μέχρις ἀμολύντου, καὶ εἰς θυίαν κατακερά‐
130σας καὶ μαλάξας χρῶ.
130
Ἄλλη ᾗ ἐχρήσατο Μενεκράτης ἐπὶ χοιράσιν ἰδίως
καὶ ταῖς τῶν μαστῶν σκληρίαις.
132 Διαφορεῖ γὰρ τοὺς ὄγκους οὐ ῥηγνύουσα τὰ πολλὰ καὶ κατατιτρῶσα λεπτότατα τρήματα, καὶ δι’ αὐτῶν ὡς δι’ ἠθμοῦ τὸ παρακείμενον
135ὑγρὸν ἐκκρίνει, τοὺς κόλπους τε παρακολλᾷ καὶ εἰς οὐλὴν ἄγει, ἥτις καὶ σκευάζεται οὕτω. Κηροῦ, τερεβινθίνης, ἀφρονίτρου, χαλβάνης,
ῥητίνης, πιτυΐνης, ἐλαίου παλαιοῦ, ἀνὰ λίτραν μίαν, συκίνης τέφρας, ἀφρονίτρου, ἀνὰ ξέστην ἕνα· δρυΐνης τέφρας ὁμοίως· ἄγει δὲ ὁ ξέστης τῆς τέφρας οὐγγίας ι. Τὰ τηκτὰ τήξας καὶ διηθήσας ἕψε ἐπ’ ὀλίγον·115
140ἔπειτα ἐπίβαλλε τὴν χαλβάνην προμεμαλαγμένην, καὶ ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίπασσε τὸ ἀφρόνιτρον· καὶ τὰς τέφρας λειοτάτας ποιήσας καὶ ἑνώσας καὶ μαλάξας ἱκανῶς χρῶ ἐπιτιθεὶς καὶ λύων δι’ ἡμερῶν πέντε, εἶτα διὰ τριῶν, ἕως κατατρηθῶσιν οἱ ὄγκοι· εἶτα καθ’ ἡμέραν λύων θεράπευε.
144
145Ἄλλη ἐπισπαστική.
145 Διαφοροῦσα τὸ ὑγρὸν καὶ μὴ ῥηγνύουσα καὶ διὰ τῶν ἀδήλων πόρων, ὡς διὰ κοσκίνου, ἐκκενοῦσα τὸ ὑγρὸν τῶν ἀποστημάτων, τὰ δὲ μήπω μεταβληθέντα διαφορεῖ· ἔχει δὲ οὕτως. Ἐλαίου παλαιοῦ οὐγγίας κβ, κηροῦ λευκοῦ οὐγγίας ιε, ἀφρονίτρου λευκοῦ οὐγγίας γ,

19

(150)

τερεβινθίνης οὐγγίας ιβ, στακτῆς ἀπὸ συκίνων ἢ δρυΐνων ξύλων ξέ‐ στην ἕνα. Λείου τὸ ἀφρόνιτρον ξηρὸν εὖ μάλα, εἶτα ἐπίβαλλε τῆς στακτῆς τὸ ἥμισυ καὶ διάλυε τῷ δοίδυκι, ὡς ἔχειν γλοιοῦ τὸ πάχος· καὶ τήξας τὸν κηρὸν σὺν τῷ ἐλαίῳ, ἐπίβαλλε τὴν τερεβινθίνην, καὶ ἑνώ‐ σας ἆρον ἀπὸ τοῦ πυρὸς καὶ ψῦχε κινῶν καὶ ἐπίχεε τῷ λειωθέντι ἀφρο‐
155νίτρῳ· καὶ ἀναμαλάξας ἱκανῶς ἐπίσταζε κατὰ βραχὺ τὸ ὑπόλοιπον τῆς στακτῆς κονίας, καὶ λείου ἕως ἀναποθῇ πᾶσα ἡ κονία, καὶ ἀναλαβὼν χρῶ.
157
Ἄλλη ἐπισπαστικὴ Διονυσιὰς καλουμένη,
φάρμακον ἐπιτετευγμένον Ἡρᾶ Καππάδοκος.
159
160Ποιεῖ πρὸς τὰς προειρημένας διαθέσεις, παραδόξως δὲ ποιεῖ καὶ
πρὸς τὰς ἐπὶ τῶν μαστῶν σκληρυνομένας φλεγμονὰς καὶ πάσας τὰς ἄλλας· σκευάζεται δὲ οὕτως. Κηροῦ, τερεβινθίνης, μάννης, ἀφρονίτρου λευκοῦ, ἀνὰ λίτραν μίαν, ἐλαίου παλαιοῦ λίτρας β, ὕδατος πηλοποιοῦ ξέστην ἕνα, μίσυος ὠμοῦ οὐγγίας β. λειώσας τὸ ἀφρόνιτρον καὶ τὸ116
165μίσυ μετὰ τοῦ ἡμίσεως τῆς κονίας, καὶ τήξας τὸν κηρὸν μετὰ τοῦ ἐλαίου, καὶ βαλὼν τὴν τερεβινθίνην, ἕψε ἐπ’ ὀλίγον, ἵνα ποσῶς συστῇ· καὶ ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίπασσε τὴν μάννην καὶ ψῦχε κινῶν καὶ ἐπίχεε τοῖς λειωθεῖσι, καὶ ἑνώσας ἐπίσταζε κατὰ βραχὺ τὴν κονίαν μέχρις ἀναποθῇ ὅλη καὶ χρῶ· ὅταν δὲ διαφορηθῇ ἡ φλεγμονὴ καὶ ἡ
170ὀδύνη, καὶ ἐναπομείνῃ τις σκληρία, μηκέτι ταύτην ἐπιβάλῃς τῷ τόπῳ, ἀλλὰ τὴν μηλίνην ἢ τὴν Ἀφροδίτην ἢ ἄλλην σὺν τῷ μα‐ λάσσειν διαφέρουσαν.
172 Ἄλλη ἐπισπαστικὴ διαφορητικὴ διὰ πολλῆς πείρας.
173 Κολοφωνίας λίτραν μίαν, κηροῦ οὐγγίαν μίαν καὶ ἡμίσειαν, νίτρου
175οὐγγίας στ, ἐλαίου ἐν χειμῶνι μὲν κοχλιάριον ἓν καὶ ἥμισυ, ἐν θέρει δὲ ἥμισυ· προλεάνας τὸ νίτρον ὕδατι ἢ ὀξυκράτῳ ἢ αὐτῷ τῷ ὄξει, ὡς ἡ χρεία ἀπαιτεῖ, καὶ τήξας τὰ τηκτὰ ἐπίχεε· καὶ ἑνώσας μά‐ λασσε χερσὶν ὡς πάστιλλον χωρὶς πολλοῦ ὕδατος διὰ τὸ νίτρον, καὶ πλάσσε μαζία· αὕτη ποιεῖ πρὸς ἄνθρακας, δοθιῆνας, ἀποστήματα,
180σύριγγας, αἰγίλωπας· ἐξιποῖ τὸ ὑγρὸν διὰ τῶν ἀδήλων πόρων, ὡς εὑρίσκεσθαι ἐπὶ τῆς ἐμπλάστρου παχύτατον σφόδρα, χωρὶς τοῦ ῥῆξαι· ποιεῖ καὶ πρὸς χοιράδας.
182

20

(t)

Ἔμπλαστρος ἡ αἰχμάλωτος.
t
1 Νίτρου οὐγγίαν μίαν, ἁλὸς κοινοῦ, ψιμμυθίου, ἀνὰ δραχμὰς η, προπόλεως δραχμὰς κδ, χαλβάνης δραχμὰς η, μυελοῦ ἐλαφείου λί‐ τραν μίαν, ἐλαίου παλαιοῦ λίτρας β, ἀριστολοχίας στρογγύλης οὐγ‐ γίαν μίαν· κρεῖττον δ’ ἔστιν ἀντὶ τοῦ ἐλαίου τὸν μυελὸν ἐμβάλλειν,117
5ὡς εἶναι τοῦ μυελοῦ λίτρας γ.
5
Ἄλλη αἰχμάλωτος διὰ πείρας.
6 Νίτρου λίτρας ιη, κόπρου περιστερᾶς, ἁλῶν κοινῶν, ψιμμυθίου, ἀνὰ δραχμὰς η, ἀριστολοχίας στρογγύλης δραχ. ιθ, προπόλεως δραχ. κδ, χαλβάνης δραχ. κη, μυελοῦ ταυρείου, ἐλαίου παλαιοῦ, ἀνὰ οὐγγίας γ.
10Ψιμμύθιον, ἅλας, ἔλαιον, νίτρον, ἕκαστον ἰδίᾳ λειότατον προποιήσας, ἕψε ἅμα ἕως ἐμπλαστρῶδες γένηται, πρόπολιν δὲ καὶ χαλβάνην ἐπὶ τέλει· ἄρας δ’ ἀπὸ τοῦ πυρὸς τὴν ἀριστολοχίαν καὶ τὴν κόπρον ἐπί‐ πασσε.
13
Ἑτέρα ἔμπλαστρος διὰ πείρας πρὸς χοιράδας
15καὶ τὰ ὅμοια.
15 Κηροῦ λίτραν μίαν, κολοφωνίας οὐγγίας ι, ἀρσενικοῦ, χαλβάνης, ὀποπάνακος, σμύρνης, ἀλκυονίου, ἀνὰ οὐγγίαν μίαν· ἀδάρκης οὐγγίας β, ἄνθους τοῦ ἀφροῦ, μίσυος, ἀνὰ οὐγγίαν μίαν καὶ ἡμίσειαν· χαλκάνθου, στυπτηρίας σχιστῆς, ἀνὰ οὐγγίας β καὶ ἀνὰ γράμματα στ, στυπτη‐
20ρίας στρογγύλης, στυπτηρίας ὑγρᾶς, ἀνὰ οὐγγίαν μίαν καὶ ἀνὰ γράμ‐
ματα γ, θείου ἀπύρου οὐγγίας β, γράμματα στ, νίτρου δραχ. ιη, ἁλῶν κοινῶν ὠμῶν δραχ. μβ, τερεβινθίνης οὐγγίας γ, ἐλαίου κοινοῦ λίτραν α, ὕδατος θαλασσίου οὐγγίας ιδ. Ἕψε κολοφωνίαν, ἔλαιον, ἕως οὗ μὴ μολύνῃ· ἔπειτα ἐπίβαλλε κηρόν, καὶ τακέντος αὐτοῦ ἐπίβαλλε118
25τὴν τερεβινθίνην, καὶ πάλιν ἕψε ἐπ’ ὀλίγον· καὶ ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίπασσε τὰ ξηρὰ λεῖα κατ’ ἰδίαν ἕκαστον γενόμενον χνοῶδες, καὶ ἑνώσας χρῶ ἐμπλάσσων καὶ προστιθείς, καί, ὅταν ἐπιφλέξῃ τὴν ἐπι‐ φάνειαν καὶ ῥήξῃ, χρῶ τῇ ὑποκειμένῃ ἐμπλάστρῳ· ἔστι δὲ αὕτη. Λιθαργύρου, μολυβδαίνης, ἀνὰ λίτραν μίαν, πίσσης ξηρᾶς, χαλβάνης,
30χαλκίτεως ὠμῆς, ἰοῦ, λεπίδος ἐρυθρᾶς, μάννης, ἀνὰ δραχμὰς λστ, ἁλῶν πεφρυγμένων, ἰξοῦ, ἀνὰ δραχμὰς οβ. ἐλαίου κοινοῦ λίτρας β. Ἕψε λιθάργυρον, μολύβδαιναν, λεπίδα, χαλκῖτιν, ἔλαιον, ἕως ἀμο‐ λύντου καὶ μᾶλλον σκληρότερον γένηται· εἶτα ἐπίβαλλε τὰ τηκτὰ καὶ ἕψε βραχύ, ἵνα ἀμόλυντος καὶ ἐχέκολλος γένηται· εἶτα τὸν
35ἰξὸν ἐπίβαλλε καί, ὅταν διαλυθῇ, ἐπίπασσε τὰ ξηρά, ἄρας ἀπὸ τοῦ πυρὸς πρότερον, καὶ ἑνώσας καὶ μαλάξας χρῶ μέχρι τελείας ὑγείας.
36

21

(t1)

Ἔμπλαστρος Νεχεψῶ ἡ διὰ κυπαρίσσου
t2πρὸς χοιράδας, βρογχοκήλας, παρωτίδας
t3καὶ πᾶσαν σκληρίαν καὶ οἴδημα.
t3
1 Κυπαρίσσου ἀκμαῖα φύλλα χλωρὰ λαβὼν κόπτε λειότατα καὶ παράσταζε οἶνον βοστρυχίτην, τοῦτ’ ἔστι τὸν ἀποστάζοντα ἐκ τῶν στεμφύλων μετὰ τὸ ἐκπιεσθῆναι τὸν οἶνον· ποιήσας δὲ ῥύπου στερεοῦ πάχος, κατάπλασσε τοὺς πάσχοντας τόπους, διασκεδάζει γὰρ αὐτούς·
5ἐπὶ δὲ χοιράδων καταπλάσας, ἔα ἡμέρας β, τῇ δὲ τρίτῃ λύσας, εὑ‐ ρήσεις τὰς χοιράδας ἐμφανῶς συνεστραμμένας καὶ τὸν πέριξ τόπον λελεπισμένον. ταύτας οὖν προσπίεζε τῷ δακτύλῳ ἢ τοῖς δακτύλοις σου καὶ διαλυθήσονται, εἶτα πάλιν κατάπλασσε, ὡς προείρηται, καὶ λύσας δι’ ἡμερῶν δύο προσπίεζε τοῖς δακτύλοις τὰς χοιράδας ἰσχυ‐119
10ρῶς καὶ πάλιν κατάπλασσε· τὸ αὐτὸ ποίει πλειστάκις, καὶ λύσας, ὡς δεδήλωται, ἀφανεῖς γενήσονται κατὰ βραχὺ ἐν ἡμέραις ζ ἢ θ. Χρῶ δὲ τῷ βοηθήματι ὡς φυσικῷ καὶ θαυμαστῷ. Ἐὰν δέ πως ἄλλως προσε‐ νέγκῃς τὸ βοήθημα τοῦτο, βλάψεις μᾶλλον ἢ ὠφελήσεις· καὶ πρὸς τὰς βρογχοκήλας δὲ τὰς ἐξῳδηκυίας ἔξω τοῦ λάρυγγος χρηστέον τῇ τῆς
15κυπαρίσσου κόμῃ, ὡς προείρηται, καὶ πιέζειν ὁμοίως τὸν ὄγκον τοῖς δακτύλοις· στύφει γὰρ τὸ φάρμακον ἅμα καὶ διαφορεῖ καὶ ἀναξηραίνει τοὺς τόπους καὶ ἀφανῆ ποιεῖ τὸν ὄγκον καὶ συστέλλει τὰ ἀγγεῖα διηθῆναι τὴν ὕλην εἰς τὸν ὄγκον, καὶ χρῶ θαρρῶν· ἡ γὰρ πεῖρα βε‐ βαιώσει τὸ ὑφ’ ἡμῶν εἰρημένον φησίν.
19

22

(t)

Ἡ διὰ καππάρεως Ὀρειβασίου.
t
1 Μολυβδαίνης, ἐλαίου παλαιοῦ, ἀνὰ λίτρας β, ἁλῶν κοινῶν λίτραν μίαν, κηροῦ οὐγγίας στ, πιτυΐνης ξηρᾶς οὐγγίας δ, λεπίδος, καππά‐ ρεως ῥίζης, φλοιοῦ, ἀνὰ οὐγγίας γ, ἀριστολοχίας στρογγύλης οὐγγίας β, προπόλεως τὸ ἴσον, χαλβάνης οὐγγίαν μίαν. Μολύβδαιναν καὶ λεπίδα
5κόψας καὶ σήσας, τοὺς δὲ ἅλας λειώσας ἀκριβέστατα, ἔπειτα ἅμα λειώσας πάλιν καὶ χνοώδη ποιήσας, ἐπίβαλλε αὐτοῖς τὸ ἔλαιον καὶ λείου ἐν θυίᾳ εὖ μάλα· καὶ ἀναλαβὼν εἰς λοπάδα ἕψε ἕως ἀμολύν‐ του, εἶτα τήξας πιτυΐνην, κηρόν, χαλβάνην, πρόπολιν μαλάξας καὶ διηθήσας, ἐπίβαλλε τοῖς ἑψηθεῖσι· καὶ ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίπασσε120
10τὰ ξηρά, καὶ ἑνώσας καὶ ψύξας καὶ μαλάξας χρῶ· ποιεῖ πρὸς τὰς σκληρίας, τοὺς ἰσχιαδικοὺς καὶ ἡμικρανικοὺς καὶ πρὸς τὰ ὑδροκέφαλα βρέφη· προξυρηθείσης γὰρ τῆς κεφαλῆς ἐπιτιθεμένη ἀναπίνει τὸ ὑγρόν, παρακολλᾷ καὶ κόλπους· τινὲς δὲ [ταύτῃ] καὶ χωρὶς κηροῦ κατασκευά‐ ζουσιν.
14

23

(t1)

Ἡ διὰ τοῦ ἀγαρικοῦ πολύχρηστος,
t2ἀναπίνουσα τὰς ἐν βάθει ἀποστάσεις καὶ πᾶσαν ὑγρασίαν.
t2
1 Κηροῦ, κολοφωνίας, φρυκτῆς πίσσης, ἀφρονίτρου, λιβάνου, ἀγαρι‐ κοῦ, ἀνὰ λίτραν μίαν, τερεβινθίνης, ἰξοῦ δρυΐνου, ἀνὰ οὐγγίας στ, μυελοῦ ἐλαφείου οὐγγίας δ, ὑσσώπου οὐγγίας γ, κόκκου κνίδης, πυ‐ ρέθρου, χαλβάνης, ἀνὰ οὐγγίας β. Τήξας τὰ τηκτὰ καὶ διηθήσας καὶ
5ἄρας ἀπὸ τοῦ πυρός, ἐπίβαλλε τὸν ἰξόν, καί, ὅταν τακῇ, ἐπίπασσε τὰ ξηρὰ καὶ ἑνώσας, μαλάξας χρῶ.
6

24

(t)

Ὀρειβασίου ἀποχύματος σκευασία.
t
1 Πίσσης ξηρᾶς λίτραν μίαν, πίσσης ὑγρᾶς, κηροῦ, ἀνὰ οὐγγίας δ, πιτυΐνης οὐγγίας στ. τήξας ἅμα καὶ διηθήσας εἰς λεκάνην ὕδωρ ἔχου‐ σαν, εἰ παρείη θαλάσσιον, εἰ δὲ μὴ κοινόν, καὶ ἀναμαλάξας ταῖς χερσὶν ὡς πάστιλλον χρῶ.121
4
5Ὀρειβασίου ἡ διὰ γλοιοῦ χαλαστικὴ ἀντεμβροχὴ
πρὸς κρούσματα.
6 Λιθαργύρου λίτρας β, γλοιοῦ διηθηθέντος ἀπὸ βαλανείου ἄνδρας μόνους λούοντος λίτρας ζ, θαλασσίου ὕδατος πελαγίου ξέστας β, κο‐ λοφωνίας οὐγγίας ιστ, κηροῦ οὐγγίας β, λεπίδος οὐγγίας ε. Ἕψε λι‐
10θάργυρον, λεπίδα, ἔλαιον, θαλάσσιον ὕδωρ, γλοιὸν βαλανείων ὁμοῦ κινῶν χλωροῖς καλάμοις· ἀμολύντου δὲ γενομένου, ἐπίβαλλε κηρόν, ῥητίνην, καὶ πάλιν ἑψήσας ἀμόλυντον, ἀνάλυε καὶ χρῶ ὡς ἀντεμβρο‐ χῇ· ἐγὼ δὲ καὶ ἐλαίου παλαιοῦ λίτρας δύο βάλλω, ἐν δὲ τοῖς μαλα‐ κτικοῖς Ὀρειβασίου κεῖται οὕτως. Γλοιοῦ λίτρας τρεῖς καὶ ἡμίσειαν·
15θαλάσσης, ἐλαίου παλαιοῦ, λιθαργύρου, κολοφωνίας, ἀνὰ λίτρας β, κηροῦ λίτραν μίαν, χαλκοῦ κεκαυμένου καὶ ἀμμωνιακοῦ θυμιάματος, ἀνὰ οὐγγίας β. ποιεῖ, φησί, πρὸς σκληρίας καὶ σκεύαζε ὡς προείρηται.
17
Κηρωταὶ πολύχρηστοι.
18
Τὸ τετραφάρμακον
20καὶ βασιλικὸν καλούμενον πολύχρηστον.
20 Κηροῦ, κολοφωνίας, πίσσης, στέατος ταυρείου, λιβάνου, ἴσα· τή‐
ξας ἅμα καὶ διηθήσας, χρῶ διαφόρως.
Τὸ Μακεδονικόν.
122
23 Κηρόν, κολοφωνίαν, πίσσαν, στέαρ ταύρειον, λίβανον, ἴσα τήξας
25καὶ διηθήσας, ἔμπασσε τὸν λίβανον λειότατον.
25

25

(t)

Ἡ τοῦ Ἀνανίου πολύχρηστός τε καὶ ἔνδοξος.
t
1 Πίσσης οὐγγίαν μίαν, κηροῦ οὐγγίας γ, στέατος ὑείου παλαιοῦ καθαροῦ οὐγγίας στ, στέατος ταυρείου, ὑσσώπου, ἀνὰ οὐγγίας γ, πι‐ τυΐνης ἢ πευκίνης οὐγγίας ε, τήξας χρῶ. Ποιεῖ πρὸς τὰ κακοήθη πάντα, γαγγραίνας, σύριγγας, τραύματα πρόσφατα καὶ πυρίκαυστα.
5περιψύχει ὡς ἄκοπον· ἔστι δὲ καὶ πεσσὸς μαλακτικός. ἁρμόζει δὲ καὶ πρὸς τὰ ἐν ὑστέραις ἕλκη, πρὸς φύματα καὶ παρωτίδας, ἐπὶ δὲ τῶν κοίλων ἑλκῶν πλείονι χρῶ τῷ φαρμάκῳ, ἐπὶ δὲ τῶν ἀπουλώσεως δεομένων ἐλάττονι· ἀντιπάσχει δὲ τὸ ἔλαιον τῷ φαρμάκῳ· διὸ παρα‐ φύλαττε προσπλέκειν αὐτῷ ἔλαιον· μάλιστα δὲ ποιεῖ ἐφ’ ὧν ἡ πληγὴ
10περὶ τὰ νεῦρά ἐστιν ἢ τοὺς μῦς καὶ ἐπὶ κακοήθων.
10

26

(t1)

Ἑπταφάρμακον χαλαστικὸν
t2καὶ πυοποιὸν καὶ σαρκωτικὸν διαφόρως προσαγόμενον.
t2
1Ψιμμυθίου οὐγγίας η, λιθαργύρου οὐγγίας δ, κηροῦ, πίσσης, κο‐
λοφωνίας, ταυρείου στέατος, λιβάνου, ἀνὰ οὐγγίας β· τὰ τηκτὰ τοῖς ξηροῖς ἐπιχέας ἀναλάμβανε· ἐπὶ δὲ τῆς χρείας, τοῦ μὲν φαρμάκου βαλὼν οὐγγίαν μίαν καὶ κηροῦ τὸ ἴσον, ἐλαίου δὲ ῥοδίνου οὐγγίας δ,123
5χρῶ. Εἰ δὲ χαλαστικὸν βούλει σκευάσαι, ἴρινον ἢ σικυώνιον ἢ γλεύ‐ κινον ἔστω τὸ ἔλαιον καὶ πλεῖον.
6

27

(t)

Ὤρου μενδησίου ἐννεαφάρμακον.
t
1 Πυοποιόν, χαλαστικὸν ἐπιτετευγμένον καὶ μάλιστα ἐφ’ ὧν ἐστι φόβος νευρικῆς συμπαθείας· ἔστι δὲ καὶ πεσσὸς ἀγαθός, καὶ πρὸς τὰς περὶ ἕδραν διαθέσεις ἐνεργής, ἔχει δὲ οὕτως. Στέατος χηνείου, στέα‐ τος μοσχείου, κηροῦ, τερεβινθίνης, βουτύρου, μυελοῦ ἐλαφείου, ῥοδίνου
5ἐλαίου, κικίνου καὶ μέλιτος ἴσα τήξας, χρῶ.
5

28

(t1)

Τοῦ φιλοσόφου πρὸς λακτίσματα καὶ τραύματα
t2καὶ τὰς ἐξογκώσεις τῶν τραυμάτων.
t2
1 Ῥήσσει, ἐξιποῖ, πληροῖ, ἐπουλοῖ· ἔχει δὲ οὕτως. Ὑοσκυάμου, περδικίου, σιδηρίτιδος φύλλων χλωρῶν, ἴσον ἑκάστου λειώσας, ἐπί‐ βαλλε ἄρτου ξηροῦ κεκομμένου καὶ σεσησμένου, σιλιγνίτου τὸ ἴσον τῆς μιᾶς βοτάνης, καὶ ἑνώσας ἐπίβαλλε ἀξούγγιον παλαιόν, ὅσον ἐξαρκεῖ
5ἐμπλαστρώδη ποιῆσαι σύστασιν καὶ χρῶ· ἐθαυμαστώθη δὲ φησίν.124

29

(t)

Οἰσύπου σκευασία.
t
1 Προγέγραπται μὲν ἡ ἀρίστη ἐν τῷ δευτέρῳ λόγῳ, ἐξ ἐρίων γὰρ οἰσυπηρῶν σκευάζεται· μὴ παρόντος δὲ τοῦ δεόντως ἐσκευασμένου, χρῶ τῷ ὑπὸ τῶν ποιμενικῶν σκευαζομένῳ τοῦτον τὸν τρόπον. Μελι‐ λώτων οὐγγίας δ, καρδαμώμου, ὑσσώπου βοτάνης, ἀνὰ οὐγγίας β,
5ἐρίων ῥυπαρῶν ἀπλύτων ἐκ τῶν μασχαλῶν οὐγγίας δ, κολοφωνίας, κηροῦ, πιτυΐνης, ἀνὰ οὐγγίας ι, ἐλαίου γλυκέος λίτρας β, ὕδατος ξέστας γ. Μελίλωτα, καρδάμωμον, ὕσσωπον καὶ τὰ ἔρια βρέχε ἐν τῷ ὕδατι ἡμέραν μίαν· εἶτα ἕψε εἰς ἀποτρίτωσιν, καὶ διηθήσας ἐπίβαλλε τὸν χυλὸν καὶ τὸ ἔλαιον καὶ ἕψε ἕως ἀμολύντου, ἕως ἂν ὁ χυλὸς
10ἀναποθῇ· εἶτα ἐν ἄλλῳ τήξας τὰ τηκτά, διήθει κατὰ τοῦ ἑψηθέντος ἐλαίου καὶ χρῶ.
11

30

(t)

Ἡ χεὶρ καλουμένη διὰ τὸ εἶναι πεντάειδον.
t
1 Κολοφωνίας λίτρας ε, κηροῦ λίτρας δ, πιτυΐνης λίτρας γ, στέατος ταυρείου λίτρας β, βουτύρου λίτραν μίαν, τήξας χρῶ.
2

31

(t)

Τὸ βρώμιον.
t
1Τήλεως καὶ λινοσπέρματος καὶ ἀλθαίας χυλοῦ [ἀνὰ] λίτραν μίαν,
ἐλαίου λίτραν μίαν, ἕψε ὁμοῦ ἕως ἀναποθῇ ὁ χυλός, εἶτα ἐπίβαλλε πιτυΐνην, κολοφωνίαν, ἀνὰ οὐγγίας γ, κηροῦ οὐγγίας στ, χαλβάνης δραχμὰς δ. μίξας καὶ τήξας χρῶ.125
4
5Ἄλλη καλλίστη.
5 Τήλεως, λινοσπέρματος, ἀλθαίας ἀνὰ οὐγγίας δ, ὕδατος ξέστας β, προβρέξας ἕψε καὶ ἐκθλίψας τὸν χυλὸν ἐπίβαλλε αὐτῷ ἐλαίου λίτραν μίαν, κηροῦ α, πιτυΐνης, κολοφωνίας, ἀνὰ οὐγγίας στ, χαλβάνης οὐγγίας β, ὀποπάνακος οὐγγίαν μίαν καὶ χρῶ.
9

32

(t)

Ἡ δι’ ὠῶν πάνυ καλλίστη.
t
1 Λιθαργύρου, ψιμμυθίου, ἀνὰ οὐγγίας γ, καδμίας οὐγγίας β, κηροῦ λίτραν μίαν, ῥοδίνου λίτρας β, ὠῶν δέκα τὰ λευκά. Ὕδατι καὶ οἴνῳ λεάνας τὰ μεταλλικά, ἔπειτα ἐπιβαλὼν τὰ λευκὰ τῶν ὠῶν καὶ λεάνας, τήξας τὴν κηρωτὴν ἐπίβαλλε, καὶ ἑνώσας χρῶ.
4

33

(t1)

Τὸ πάνυγρον Γαληνοῦ
t2ἄλλως τὸ παρήγορον καλούμενον.
t2
1 Λιθαργύρου, ψιμμυθίου, ἀνὰ λίτραν μίαν, ἐλαίου καθαρωτάτου καὶ ὕδατος ἐνάλου ἀνὰ λίτρας β· ἐγὼ δέ, φησι, πολλάκις τοῦ μὲν
ἐλαίου ἔβαλλον λίτραν μίαν, στέατος δὲ χηνείου οὐγγίας στ, εἰ δὲ μὴ παρείη χήνειον, ὀρνίθειον. εἰ δὲ μή, ὕειον πρόσφατον· ἕψεται δ’ ἅμα126
5πάντα ἐπ’ ἀνθράκων ἀκάπνων, ἵνα μὴ σκληρὸν γένηται· ἐνίοτε δὲ προσβάλλω τελειωθείσης τῆς ἑψήσεως, ἀμύλου καλλίστου οὐγγίας στ. Εἰ μὲν οὖν προσλάβει τὸ στέαρ, παρηγορητικώτερον γίνεται καὶ ἀνωδυνώτερον πρὸς τὰ φλεγμαίνοντα τραύματα, εἰς ἀπούλωσιν δὲ οὐκ ἐπιτήδειον· τὸ δὲ ὕδωρ ἐμψυκτικώτερον αὐτὸ κατασκευάζει.
9

34

(t)

Ἡ δι’ ὠῶν Ὀρειβασίου.
t
1 Κηροῦ οὐγγίαν μίαν, λιθαργύρου, ψιμμυθίου, ἀμύλου, ἀνὰ οὐγγίας β, ὠὰ δ, ῥοδίνου λίτραν μίαν· τὰ ὠὰ τελευταῖα ἐν τῇ ἑνώσει συλλειοῦται.
2

35

(t1)

Ἄλλη παρηγορητικὴ Ὀριβασίου
t2πρὸς τὰ αὐτόματα ἕλκη καὶ τοὺς τρυφερόχρωτας.
t2
1 Πιμελῆς χοιρείας προσφάτου οὐγγίας ἕνδεκα, κηροῦ οὐγγίας στ, ψιμμυθίου, λιθαργύρου, ἀνὰ οὐγγίαν μίαν καὶ ἡμίσειαν· τὰ τηκτὰ ἀναμίγνυε κατὰ τῶν ξηρῶν· ποιεῖ καὶ πρὸς ἕρπητας καὶ πρὸς τὰ ἐν μήτρᾳ καὶ δακτυλίῳ ἀνιεμένη ῥοδίνῳ, καὶ πρὸς τὰ κακοήθη ἐν
5προσώπῳ ψυδράκια. Ἄλλη Ἀσκληπιάδου ῥοδίνη καλουμένη καλλίστη.127
6 Διαφορεῖ τὰς τῶν μαστῶν σκληρίας, ἔστι δὲ καὶ ἑδρικὴ ἀγαθὴ τηκομένη ἐλαίῳ μυρσινίνῳ ἢ ῥοδίνῳ, ἧς ἡ σκευασία αὕτη. Λιθαρ‐ γύρου λίτραν μίαν, ψιμμυθίου, στέατος ὑείου προσφάτου, ἀνὰ οὐγ‐
10γίας στ, ἐλαίου λευκοτάτου λίτραν μίαν καὶ ἡμίσειαν· σμύρνης δραχμὰς δ, ὠῶν ὀπτῶν λεκίθους β. Ἕψε μέχρι καλῆς συστάσεως, καὶ ψύξας ἐπίχεε τοῖς ὠοῖς λειωθεῖσι μετ’ οἴνου λευκοῦ, καὶ χρῶ ποτὲ μὲν ἀκράτῳ, ποτὲ δὲ ἀνιεμένῳ.
13

36

(t1)

Ἡ Φυκοτύχη μάλιστα ποιοῦσα
t2πρὸς τὰ ἐν δακτύλοις ἕλκη καὶ τἄλλα δὴ πάντα.
t2
1 Κρόκου οὐγγίαν μίαν, ψιμμυθίου, λιθαργύρου, μυελοῦ ἐλαφείου, στέατος χηνείου, κηροῦ, ἀνὰ οὐγγίας στ, ῥοδίνου οὐγγίας λστ, ὠῶν λ τὰ λευκά· οἴνου τὸ ἀρκοῦν.
3
Τὸ σφαιρίον ἀντεμβροχή.
4
5 Ποιεῖ πρὸς ἀποσύρματα, παρατρίμματα, πυρίκαυστα καὶ πρὸς τοὺς ἐν δικαστηρίῳ μαστιζομένους καὶ τὰ κρούσματα τῶν ἀντικνη‐ μίων καὶ σκευάζεται οὕτως. Λιθαργύρου, ψιμμυθίου, ἀσβέστου ζώσης ἀνὰ οὐγγίας γ, κηροῦ οὐγγίαν μίαν καὶ ἡμίσειαν, νίτρου οὐγγίαν α, ῥοδίνου λίτραν μίαν· λειότατα ποιήσας τὰ ξηρά, κατάχεε αὐτοῖς τὰ
10τηκτὰ καὶ πλάσσε κυκλίσκους μεγάλους· ἐπὶ δὲ τῆς χρείας βαλὼν ἐλαίου οὐγγίας στ, ῥοδίνου οὐγγίας γ, κηροῦ οὐγγίας β, τῆκε ἐπ’ ἀνθράκων· εἶτ’ ἐπίβαλλε τοῦ φαρμάκου οὐγγίας β, καὶ σπάθιζε καὶ ἐπίβαλλε κατὰ βραχὺ ὕδατος οὐγγίας θ, καὶ ἑνώσας χρῶ.128
13

37

(t)

Τὸ Πεντάθετον.
t
1 Κηροῦ, πίσσης, κολοφωνίας, στέατος ταυρείου, ἀσβέστου ἴσα τή‐ ξας, ἐπίπασσε τὴν ἄσβεστον· καὶ ἐπὶ τῆς χρείας ἀνάλυε, ὡς προεί‐ ρηται, βαλὼν ἐλαίου οὐγγίας ιστ, κηροῦ οὐγγίας δύο, καὶ τοῦ φαρμάκου οὐγγίας β, καὶ τήξας ἐπ’ ἀνθράκων ἐπίβαλλε σικυωνίου οὐγγίας γ.
5ποιεῖ πρὸς τοὺς ἐν δικαστηρίῳ μαστιγωθέντας καὶ ξεσθέντας, καὶ πρὸς κρούσματα καὶ τὰ λοιπά, ὥσπερ τὰ πρὸ αὐτοῦ.
6 Ἡ δι’ ὤχρας ἀντεμβροχὴ ποιοῦσα τοῖς προειρημένοις.
7 Ὤχρας λίτρας β, κηροῦ λίτραν μίαν, κρεῖττον ἀνὰ λίτραν μίαν, κολοφωνίας, πίσσης, πιτυΐνης ἀνὰ λίτραν μίαν, λιθαργύρου, τερε‐
10βινθίνης ἀνὰ οὐγγίας η, ἐλαίου λίτρας β. Οἴνῳ λειώσας τὰ ξηρά, ἐπίχεε τὰ τηκτὰ καὶ ἀνάπλασσε κυκλίσκους· ἐπὶ δὲ τῆς χρείας βα‐ λὼν κηροῦ λίτραν μίαν, ἐλαίου λίτρας γ, καὶ τήξας, διηθήσας, ἐπί‐ βαλλε τοῦ φαρμάκου λίτραν μίαν καί, ὅταν διαλυθῇ, ἔνσταζε κατὰ βραχὺ οἴνου λίτραν μίαν καὶ χρῶ, ὡς τὰ πρὸ αὐτῆς. Ποιεῖ, φησίν,
15ἡ δι’ ὤχρας, ὡς αἱ πρὸ αὐτῆς, πρὸς περιθλάσεις καὶ μάλιστα ἐν ἄρ‐ θροις, οἷον κορώνοις, κονδύλοις καὶ μεμαστιγωμένοις, ἐν δικαστηρίῳ τε βασανισθεῖσι καὶ πρὸς ἀποσύρματα, ἔστι γὰρ ἀφλέγμαντος.129
17

38

(t)

Ἡ Τελαμώνιος λεγομένη.
t
1 Φάρμακον λευκὸν ἐπιτετευγμένον, ποιεῖ πρὸς ἄνθρακας, ἀναξη‐ ραίνει κόλπους ἀνιεμένη, ἔστι δὲ καὶ ἀπουλωτικὴ ἀγαθὴ καὶ ἔχει οὕτως. Λιθαργύρου, ἀσβέστου, κηροῦ, πιτυΐνης, ἀνὰ δραχμὰς η, ψιμ‐ μυθίου δραχμὰς κε, ἐλαίου λίτραν ἡμίσειαν. Ἕψε λιθάργυρον, ἔλαιον,
5ἕως συστῇ, εἶτα κηρόν, ῥητίνην· τὴν δὲ ἄσβεστον καὶ τὸ ψιμμύθιον λειότατα ποιήσας, ἐν τῇ θυίᾳ ξηρὰ ἐπίβαλλε τούτοις τὰ τηκτά, καὶ ἑνώσας ἀναλάμβανε· χρῶ δ’ ἐπὶ μὲν τῶν ἀνθράκων εἰς ὀθόνιον ἐμπλάσσων καὶ ἐπιτιθείς, ἐπὶ δὲ τῶν λοιπῶν τῆκε μετ’ ἐλαίου ῥοδίνου ἢ μυρσινίνου, ὡς γλοιῶδες γενέσθαι, καὶ χρῶ ὡς μεγίστῳ φαρμάκῳ.
9

39

(t1)

Πιλάριον δι’ ἑλκύσματος πρὸς ἀποσύρματα
t2καὶ τὰ ὅμοια.
t2
1 Ἑλκύσματος οὐγγίας ἕξ, κηροῦ, ταυρείου στέατος, ἀνὰ οὐγγίας δέκα· κολοφωνίας οὐγγίας τέσσαρας, πίσσης οὐγγίας δύο· ἐλαίου οὐγγίας δύο καὶ ἡμίσειαν. Τὸ ἕλκυσμα ἐνίοτε μὲν ξηρὸν ἐπιπάσσομεν, ἐνίοτε δ’ οἴνῳ λειοῦμεν ἢ χυλῷ τήλεως· ἑλκύσματος δὲ μὴ παρόντος,
5μολυβδαίνῃ χρώμεθα.130

40

(t)

Φάρμακον τὸ διὰ πομφόλυγος.
t
1 Πάνυ πεπειραμένον ἐπὶ εὐνούχων καὶ γυναικῶν καὶ πάντων τῶν μαλακοσάρκων ἡλκωμένων, ὅπου χρὴ ἀδήκτως ἐπουλεῖν, ὥσπερ καὶ ἐπὶ καρκινωδῶν ἑλκῶν, ὃ καὶ ἔχει οὕτως. Ψιμμυθίου, λιθαργύρου, πομφόλυγος, ἀνὰ οὐγγίας δύο· καδμίας οὐγγίας τέσσαρας· μυελοῦ
5ἐλαφείου οὐγγίας τρεῖς, κηροῦ, ῥοδίνου, ἀνὰ λίτραν μίαν· μυρσινίνου οὐγγίας ἕξ· κόψας καὶ σήσας τὰ μεταλλικά, λείου σὺν οἴνῳ καὶ ἐπίχεε αὐτοῖς τὰ τηκτὰ καὶ χρῶ.
7
Ἄλλο ὡς Ἀρχιγένης καὶ Ὀρειβάσιος.
8 Πομφόλυγος, ψιμμυθίου, λιθαργύρου, ἀνὰ οὐγγίαν μίαν· λαδάνου
10οὐγγίας δύο· ἀκακίας δραχμὰς τέσσαρας· κηροῦ οὐγγίας τρεῖς, μυρ‐ σινίνου οὐγγίας ὀκτώ· ὠῶν ὀπτῶν λεκίθους ἐννέα· οἴνου τὸ ἀρκοῦν.
11
Τὸ Πηγανηρόν.
12 Ποιεῖ πρὸς ἐξανθήματα ψωρώδη καὶ σκευάζεται οὕτως. Καδμίας, λιθαργύρου, ἑλκύσματος, θείου ἀπύρου, ἀνὰ οὐγγίας δύο· στυπτη‐
15ρίας σχιστῆς, πηγάνου χλωροῦ, ἀνὰ οὐγγίαν μίαν· κηροῦ οὐγγίας
ὀκτώ· μυρσινίνου λίτρας δύο· οἴνου τὸ ἀρκοῦν εἰς τὴν λείωσιν.131

41

(t)

Ἡ διὰ περδικιάδος πρὸς κόλπους.
t
1 Περδικιάδος φύλλα λίτρας δύο, κηροῦ, κολοφωνίας, ἐλαίου, ἀνὰ λίτραν μίαν. Λειώσας τὴν βοτάνην ἀκριβέστατα καὶ τήξας τὰ τηκτὰ καὶ ψύξας ἐπίχεε ἐν τῇ θυίᾳ καὶ ἑνώσας χρῶ· ἐπεὶ δέ τινων τὸ σφόδρα ἀποκρούεσθαι εἴωθεν ἐν τοῖς παρακειμένοις τόποις φλεγμονὰς ποιεῖν
5καὶ τὴν ὕλην ἐκεῖ συνάγειν, ὅθεν, εἰ τοιοῦτον γένηται, ἐπιτίθει τῷ ὕστερον φλεγμαίνοντι τόπῳ ἐκ τοῦ φαρμάκου, ἐπὶ δὲ τὸ στόμα τοῦ κόλπου ἐπιτίθει τὴν δι’ αἰρῶν ἢ τὴν ἀφροδίτην ἢ τὴν μηλίνην ἢ ἑτέραν ἕλκουσαν.
8
Κηρωτὴ ἡ διὰ σεύτλων χυλοῦ
10πρὸς τὰ φλεγμαίνοντα τραύματα καὶ ἰχῶρας
καὶ τὰ πυρίκαυστα.
11 Κηροῦ λίτραν μίαν, ἐλαίου λίτραν μίαν καὶ ἡμίσειαν. Τήξας, διη‐ θήσας καὶ ἄρας ἀπὸ τοῦ πυρός, ἐπίσταζε κατὰ βραχὺ χυλὸν σεύτλων ὅσον ἐπιδέχεται, καὶ ἑνώσας χρῶ· ἐν θυίᾳ δὲ λειῶν καὶ βαλὼν τὸν
15χυλὸν τῇ κηρωτῇ κατὰ βραχύ, βέλτιον ποιήσεις.
15

42

(t)

Κηρωτὴ πρὸς φλεγμονὰς καὶ κόλπους.
t
1Κηροῦ λίτραν μίαν, ἐλαίου λίτρας δύο καὶ ἡμίσειαν, ἀρνογλώσσου
χυλοῦ τὸ ἀρκοῦν. Τήξας τὴν κηρωτὴν ἐπίχεε εἰς ψυχρὸν ὕδωρ καὶ πλῦνε, ἀλλάσσων τὸ ὕδωρ πλειστάκις, εἶτα βαλὼν αὐτὴν ἐν θυίᾳ λείου τῷ δοίδυκι καὶ ἐπίσταζε χυλὸν ἀρνογλώσσου ὅσον ἐπιδέχεται,132
5καὶ ἑνώσας χρῶ.
5 Τὸ μυρσινᾶτον πρὸς πᾶσαν φλεγμονὴν ὀφθαλμῶν.
6 Ἀπουλωτικόν, ποιεῖ καὶ πρὸς παρατρίμματα καὶ τὰ ψωρώδη. Κηροῦ λίτραν μίαν· μυρσινίνου ἐλαίου λίτρας δύο, μολύβδου κεκαυ‐ μένου οὐγγίας ἕξ, ψιμμυθίου λιθαργύρου συρικοῦ ἀνὰ οὐγγίαν μίαν,
10οἴνου τὸ ἀρκοῦν εἰς τὴν λείωσιν.
10
Μήλινον ἀπουλωτικόν.
11 Χαλκίτεως ὠμῆς οὐγγίας ἕξ, καδμίας οὐγγίας τρεῖς, κηροῦ λίτραν μίαν, μυρσινίνου λίτραν μίαν. οἴνῳ λείου τὰ μεταλλικά.
13

43

(t)

Ἡ διὰ σάνδυκος ἄνθρωπος καλουμένη.
t
1 Αὕτη ἐπουλοῖ τὰ χρόνια καὶ κακοήθη καὶ ἐν τοῖς ἀντικνημίοις αὐτὴ καθ’ ἑαυτὴν ἐπιτιθεμένη. Σάνδυκος λίτραν μίαν, ἐλαίου γλυκέος λίτρας δύο. Ἕψε ἅμα μέχρις ἀμολύντου καὶ χρῶ θαρρῶν.
3

44

(t)

Ἔμπλαστρος ἡ διὰ σκορόδων.
t
1Αὕτη ἐστὶ τῶν ἐπισπαστικῶν, ποιεῖ δὲ πρὸς πᾶσαν σκληρίαν,
ἀποστήματα, δοθιῆνας, σκληρίας, χοιράδας, βουβῶνας, σύριγγας, ὑγρολειχῆνας, ψώρας, σκληρίας μαζῶν· ἔχει δὲ οὕτως. Κηροῦ λίτρας δύο, κολοφωνίας οὐγγίας ἕξ, μυελοῦ ἐλαφείου τὸ ἴσον, νίτρου λευκοῦ133
5οὐγγίας ὀκτώ, σκορόδων κόκκους εἴκοσιν, ἐλαίου λίτρας τέσσαρας. Ἕψε ἐν τῷ ἐλαίῳ τὰ σκόροδα λελεπισμένα, ἕως φρυγῇ· καὶ ταῦτα μὲν ῥίψας, ἐπίβαλλε τὰ τηκτά, καὶ διηθήσας ἐπίχεε τῷ νίτρῳ λειωθέντι ἐν θυίᾳ καὶ ἑνώσας χρῶ· ἡμεῖς δὲ αὐτὴν ἐσκευάσαμεν οὕτως. Κηροῦ, κολοφωνίας, ἐλαίου ἀνὰ οὐγγίας πέντε· νίτρου οὐγγίας ἕξ· μυελοῦ
10ἐλαφείου οὐγγίας δύο· σκορόδων κόκκους διακοσίους τριάκοντα. Χρῶ μάλιστα ἐπὶ συρίγγων, ἕλκει γὰρ τὸ ὑγρόν, ὅθεν χρὴ ἐκμάσσειν αὐτὸ πολλάκις τῆς ἡμέρας. Αὕτη ἐπισπᾶται, σαρκοῖ, ἐπουλοῖ, ἑτέρου μὴ δεομένη.
13
Ὀρειβασίου πρὸς ἐξανθήματα, παρατρίμματα
15καὶ κατακαύματα.
15 Ποιεῖ καὶ πρὸς χείμεθλα μὴ ἀποδεδαρμένα καὶ ἐκβράσματα μηδέπω ἀνεστομωμένα, πρός τε ἀποσύρματα καὶ τὰ ἐν ἀντικνημίοις ἕλκη καὶ πρὸς τὰ παλαιὰ καὶ πρὸς τὸν ὑπὸ τὸ δέρμα ἕρπητα· πρὸς μέντοι τὸ ἀπουλῶσαι χωρὶς τοῦ στέατος σκευάζεται· ἔχει δὲ οὕτως. Σκωρίας
20μολύβδου λεάνας οὐγγίας τρεῖς ἢ τέσσαρας, ἀναλάμβανε κηρωτῇ ἐχούσῃ κηροῦ οὐγγίας ὀκτὼ ἢ δέκα, λίπους χοιρείου προσφάτου,
μυρσινίνου ἐλαίου ἀνὰ οὐγγίαν μίαν.134

45

(t)

Ἡ διὰ σκίλλης χλωρᾶς ὡς Ἀσκληπιάδης.
t
1 Ποιοῦσα πρὸς σύριγγας καὶ κόλπους, νομὰς καὶ σηπεδόνας, κατα‐ στέλλει τὰς ὑπεροχὰς τῶν ἑλκῶν καὶ τήκει τὰς πλαδαρὰς τῶν σαρ‐ κῶν καὶ ἀνακαθαίρει. Ἐπὶ δὲ τῶν στενοστόμων συρίγγων σκωλή‐ κιον ἐκ τοῦ φαρμάκου ποιήσαντες ἐντίθεμεν ἀντὶ συριγγιακοῦ κολλυ‐
5ρίου, καὶ ἀνευρυνθέντος τοῦ στομίου ἀνέσαντες τὸ φάρμακον ῥοδίνῳ καὶ προκλύσαντες τὸν κόλπον ἢ τὴν σύριγγα μελικράτῳ ἢ οἰνομέλιτι, ἐνίεμεν τὸ φάρμακον καὶ σκεπάσαντες ἐμπλάστρῳ ἐπιδεσμοῦμεν· ἀνακαθαίρει γὰρ ἐνιεμένη καὶ σαρκοῖ καὶ περιτίθησι· μάλιστα δὲ τοῖς περὶ κεφαλὴν ἕλκεσι συριγγώδεσι καὶ νεμομένοις ἁρμόζει, ἐφ’ ὧν
10οὖν γεγύμνωται ἡ μῆνιγξ. Χρῶ 〈δὲ〉 τούτῳ ἀκράτῳ ἐπὶ τῶν ἐν τῇ κεφαλῇ καταγμάτων καὶ ἐπὶ ἀσθματικῶν καὶ ὀρθοπνοϊκῶν, κατὰ τοῦ θώρακος εὐμεγέθεις ἐμπλάστρους ποιήσας ἐπιτίθει, καὶ ἐφ’ ὧν βούλει ἐπὶ τὴν ἐπιφάνειαν τὰς ὕλας προσκαλέσασθαι· ἔχει δὲ οὕτως. Σκίλλης κεκαθαρμένης οὐγγίας ε· λεπίδος, ἴρεως, ἀνὰ οὐγγίας γ·
15σμύρνης δραχμὰς ιη· ἀμμωνιακοῦ θυμιάματος δραχμὰς ιβ· χαλβάνης, πίσσης ὑγρᾶς, στύρακος, ἰοῦ, πιτυΐνης ξηρᾶς, ἀριστολοχίας, ἀνὰ οὐγ‐ γίας στ· κηροῦ οὐγγίας κ· τερεβινθίνης οὐγγίας δ· ἐλαίου παλαιοῦ λίτρας β· ὄξους δριμυτάτου ξέστας θ ἢ τὸ ἀρκοῦν. Τὴν σκίλλαν θλά‐ σας λείου ἐν ἡλίῳ θερινῷ, ὄξους ἐπιβάλλων κατὰ βραχὺ ὅσον ἐξαρ‐
20κεῖ, ὡς λειοτάτην γενέσθαι τὴν σκίλλαν· εἰς δ’ ἑτέραν θυίαν λείου
ἰὸν καὶ λεπίδα ἐπὶ πολὺ μετ’ ὄξους· εἶτα ἐπίβαλλε τὰ ξηρὰ σεσησμένα λεπτοτάτῳ κοσκίνῳ, εἶτα ἀμμωνιακόν, στύρακα, σμύρνην, χαλβάνην, καὶ λείου ἐπιβάλλων ὄξος· εἶτα τήξας τὰ τηκτὰ καὶ ψύξας, ἐπί‐ βαλλε τοῖς λειωθεῖσι, καὶ ἑνώσας χρῶ· πρὸς μὲν σύριγγας καὶ ὀστέων135
25φθορὰς σκωλήκια ἐξ αὐτοῦ ποιῶν καὶ ἐντιθεὶς μέχρις ἀποβολῆς τῶν ἀλλοτρίων· πρὸς δὲ τὸ ἀνακαθαίρειν ἕλκη, τοῦ μὲν φαρμάκου οὐγ‐ γίας δ, κηροῦ οὐγγίας β, ῥοδίνου οὐγγίας γ· πρὸς δὲ λόγον τῆς ἀνα‐ καθάρσεως μείωσον ἐκ τοῦ φαρμάκου καὶ προστίθει τῇ κηρωτῇ μέχρις ἀπουλώσεως, ὡς γενέσθαι τὴν ἐσχάτην περὶ τὸ ἀπουλῶσαι μῖξιν, τοῦ
30μὲν φαρμάκου οὐγγίαν μίαν, μυρσινίνου δὲ ἢ ῥοδίνου οὐγγίας η.
30

46

(t)

Ἡ διὰ πομφόλυγος Ἡρᾶ Καππάδοκος.
t
1 Ἀνώδυνος, ἀφλέγμαντος, μάλιστα δὲ ποιεῖ ἐπὶ τῶν κακοήθων ἑλκῶν καὶ καρκινωδῶν διαθέσεων, καὶ τὰ παλαιὰ ἕλκη καὶ δυσε‐ πούλωτα καὶ τὰ πυρίκαυστα ἀνιεμένη μυρσινίνῳ ἢ ῥοδίνῳ ἐπουλοῖ, σαρκοῖ δὲ μετὰ βουτύρου ἀνιεμένη, ἐπὶ δὲ τῶν περὶ ἕδραν, πάντως
5μετὰ ῥοδίνου, καὶ σκευάζεται οὕτως. Καδμίας βοτρυΐτιδος πεπλυ‐ μένης δραχμὰς η· πομφόλυγος δραχμὰς ζ· μολύβδου κεκαυμένου, ψιμμυθίου πεπλυμένου, ἀνὰ δραχμὰς θ· λιβάνου δραχμὰς δ· λιθαρ‐ γύρου πεπλυμένης δραχμὰς η· κηροῦ λευκοῦ δραχμὰς ρ· τερεβινθίνης χίας δραχμὰς ζ· μυρσινίνου δραχμὰς ρο. Τὰ ξηρὰ κόψας, σήσας,
10τρῖβε ἐν θυίᾳ μολυβδίνῃ καὶ δοίδυκι μολυβδίνῳ μετ’ οἴνου ξέστας
τέσσαρας· πρόβρεχε δὲ τῷ οἴνῳ ἄλφιτα κεκομμένα τὰ ὑπογεγραμ‐ μένα· ἴρεως, μελιλώτων, ἀριστολοχίας, κωδυῶν μήκωνος, ὑοσκυάμου λευκοῦ σπέρματος ἀνὰ δραχμὰς ἕξ. Ταῦτα κόψας, ὡς εἴρηται, ἁδρο‐ μερῶς ὡς ἄλφιτα, βρέχε ἐν τῷ οἴνῳ καὶ ἐάσας νυχθήμερον, διηθήσας,136
15λείου τῷ οἴνῳ τούτῳ, ὡς προείρηται, τὰ μεταλλικά. Ὅταν δὲ σχῇ μέλιτος πάχος τὰ λειούμενα, ἐπίβαλλε ἐν τῇ θυίᾳ τὸ μυρσίνινον καὶ λείου· καὶ ὅταν σύστασιν καταχρίστου λάβῃ, κατάχεε εἰς κάκαβον καινὸν καὶ ἕψε ἐπ’ ἀνθράκων μαλακῶν ἀδιαλείπτως κινῶν. Ὅταν δὲ ἐμπλαστρῶδες γένηται, ἐπίβαλλε τὴν τερεβινθίνην, καὶ ἑνώσας ἆρον
20ἀπὸ τοῦ πυρός, καὶ ψύξας τῇ κινήσει χρῶ.
20
Ἡ οὐσία μέλαινα ἔμπλαστρος.
21 Ποιοῦσα πρὸς πᾶσαν σκληρίαν καὶ κατάγματα ἄρθρων καὶ πλευ‐ ρῶν· τὰ γάγγλια λύει καὶ χοιράδας καὶ ἐμφυσήματα. Ἐν δὲ τῷ σκέλει καὶ σύριγγας καὶ χειρώνεια καὶ θηριοδήκτους καὶ ὑδρωπικοὺς
25παρεγχυθέντας ἐπὶ ἑπτὰ ἡμέρας θεραπεύει· σπληνικοὺς παρεγχυθέντας εἰς ὕδωρ ἀπεγνωσθέντας θεραπεύει· ἥλους καὶ σκόλοπας ἐπισπᾶται· ἄκρως δὲ ποιεῖ πρὸς σπληνικοὺς καὶ ποδαγρικοὺς καὶ ἡπατικοὺς μά‐ λιστα καὶ ῥευματιζομένους· ἔχει δὲ οὕτως. Λιθαργύρου, ψιμμυθίου, ἰοῦ ξυστοῦ ἀνὰ οὐγγίας τρεῖς· λεπίδος χαλκοῦ οὐγγίας δύο· λιβάνου
30ἄρρενος οὐγγίας δύο καὶ ἡμίσειαν· ἀσφάλτου ἰουδαϊκῆς οὐγγίας ὀκτώ· τερεβινθίνης οὐγγίας τρεῖς· κηροῦ ξανθοῦ, πίσσης ξηρᾶς ἀνὰ λίτρας τρεῖς· ἐλαίου παλαιοῦ λίτραν μίαν· λίθου γαγάτου, λίθου ἀσίου, στέατος, στυπτηρίας σχιστῆς, μαγνήτου ζῶντος, μυροβαλάνου, ἀνὰ
οὐγγίας τρεῖς. Τὴν λιθάργυρον καὶ τὸ ψιμμύθιον καὶ λεπίδα καὶ ἰὸν137
35καὶ ἄσφαλτον καὶ λίβανον μετὰ τῶν ξηρῶν πάντων κόψας, βαλὼν εἰς θυίαν ἐπίχεε ὄξος, καὶ λειώσας, ὥστε γλοιοῦ πάχος γενέσθαι, τὰ τη‐ κτὰ τήξας, βαλὼν κηρόν, πίσσαν, ἔλαιον, ταῦτα ἐπίχεε καὶ μαλά‐
ξας καλῶς χρῶ.138