TLG 0718 013 :: AËTIUS :: Iatricorum liber xiii

AËTIUS Med.
(Amidenus: A.D. 6)

Iatricorum liber xiii

Source: Zervos, S. (ed.), ”Ἀετίου Ἀμιδηνοῦ περὶ δακνόντων ζῴων καὶ ἰοβόλων” [Athena 18] 1906: 264–292.

capita 1–4, 6, 11–13, 15–24, 32, 34–37, 53–56, 58–59 solum

Citation: Chapter — (line)

t

ΑΕΤΙΟΥ ΛΟΓΟΣ ΤΡΙΣΚΑΙΔΕΚΑΤΟΣ

1

(t)

Περὶ Ἀνθρωποδήκτων.
t
1 Ἀρχόμενοι περὶ τῶν δακνόντων ζῴων γράφειν, τὴν ἀρχὴν ἀπὸ τῶν ἀνθρωποδήκτων ποιησόμεθα. Τοὺς μὲν οὖν ἀνθρωποδήκτους θεραπεύ‐ σεις οὕτως· προχρίσας ἐλαίῳ πολλῷ τὸν τόπον, καὶ μαράθρου τὴν ῥί‐ ζαν λειώσας μετὰ μέλιτος, κατάπλασσε τὸ ἕλκος, μέχρις ἂν γένηται
5καθαρόν· εἶτα χρῶ τοῖς δυναμένοις ἀναπληροῦν, οἷόν ἐστι τοῦτο· μέλι, τερεβινθίνην, βούτυρον, στέαρ χήνειον, μυελὸν ἐλάφειον, εἰ δὲ μὴ πα‐ ρείη, μόσχειον, ἴσα τήξας, χρῶ. Εἰ δὲ κόλπος εὐθὺς ἐξ ἀρχῆς γένοιτο, μελικράτῳ κλύσας ἐπιμελῶς, σπόγγον καινὸν ἐφ’ ἱκανὸν μετὰ μέλιτος ἑφθοῦ ἀναλαβὼν ἐπιτίθει· καὶ δῆσον ἐπιδέσει τῇ ἐπὶ κόλπων ῥηθησο‐
10μένῃ καὶ ἐπίλυε διὰ τρίτης· ἢ σμύρναν τερεβινθίνῃ ἀναλαβὼν ἐπιτίθει ὡς μάλαγμα· ἢ χαλκὸν κεκαυμένον λεάνας καὶ μέλιτι καθεψήσας, ἀνα‐ λαβὼν ὡς κολλύριον ἐπιτίθει· καὶ ὅταν ἀνακαθάρῃς, παρακόλλα· ἢ ὀστέα καύσας μόσχεια, ἕως λευκὰ γένηται, ἀναλάμβανε πίσσῃ ὑγρᾷ ἢ μέλιτι ἑφθῷ ἢ ἀμφοτέροις ἐπίσης καὶ ἐντίθει τῷ κόλπῳ· ἢ μάννην
15ἢ αὐτὸν τὸν λίβανον μετὰ σμύρνης λεάνας σὺν οἴνῳ καὶ ἐλαίῳ κατά‐ πλασσε. Ἔμπλαστροι δὲ ἔναιμοι κολλητικαὶ ἁρμόδιοι τούτοις, ἐπὶ μὲν τῶν ἡλκωμένων μελῶν ἡ διὰ τῆς ἀτρακτυλίδος χλωρά, ἐπὶ δὲ τῶν ἀναίμων κόλπων ἡ τοῦ ἁλιέως ἡ διὰ τοῦ ὄξους σκευαζομένη, καὶ ἡ Ἀθηνᾶ καὶ ἡ μέλαινα.
19

2

(t)

Περὶ Κυνοδήκτων.
t
1 Ἐπὶ δὲ τῶν κυνοδήκτων, εὐθέως μὲν καταρραίνων ὄξει, πλατείᾳ τῇ χειρὶ τύπτε τὸ δῆγμα· εἶτα νίτρον μετ’ ὄξους τρίψας, κατακρού‐ νιζε ἐξ ὑψηλοῦ τὸ δῆγμα· καὶ σπόγγον καινὸν ὀξυκράτῳ ἢ ὄξει βρέ‐ ξας, ἐπίθες καὶ ἐπίδησον ἐπὶ ἡμέρας γ. καταβρέχων ἄνωθεν τοὺς ἐπι‐
5δέσμους τῷ ὀξυκράτῳ ἢ τῷ ὄξει, ὡς ἂν συνειδῇς· ἐξόχως γὰρ ποιεῖ. μετὰ δὲ ταῦτα, ὡς κοινὸν ἕλκος θεράπευε. ἢ περδίκιον βοτάνην λει‐ ώσας μεθ’ ἁλῶν ἐπιτίθει, ἀλλάσσων καθ’ ἡμέραν, ἕως ἐκπέσῃ ἡ ἐσχάρα. ἔπειτα ἀπουλῶσαι βουλόμενος, αὐτὴν καθ’ αὑτὴν λείαν ἐπιτίθει. Εἰ δὲ μέγα ᾖ τὸ δῆγμα, ὡς ἐπὶ τῶν μεγάλων κυνῶν γίνεται, θεράπευε
10τοῦτο τῇ προγεγραμμένῃ ἐν τῷ ἕκτῳ λόγῳ μεθόδῳ ἐπὶ τῶν λυσσο‐ δήκτων. Ἐπειδὰν δὲ κοῖλον φαίνηταί σοι καὶ στενὸν τὸ δῆγμα, ἐξ ἀρ‐ χῆς καταρραίνων τῷ ὄξει, ἔπειτα κατακρουνίζων νίτρῳ λελειωμένῳ, ἄνηθον ξηρὸν καύσας, πλήρωσον τὸ δῆγμα, καὶ πτύγμα διάβροχον ὀξυκράτῳ ἐπιτιθεὶς, ἐπίδησον καὶ ἔα ἡμέρας γ. καὶ λύσας εὑρήσεις
15καθαρὸν τὸ δῆγμα.
15

3

(t1)

Πρὸς τὰ τῶν Λεόντων δήγματα καὶ
t2Παρδάλεων καὶ Ἄρκτων
t2
1Δεινὰ δὲ καὶ τούτων καὶ τῶν τούτοις παραπλησίων τὰ δήγματα·
ὅτι ἄλκιμα ὄντα ταῦτα τὰ ζῶα καὶ γαμψώνυχα συμπλέκεται, ὅπου δ’ ἂν ἅψηται, καταπείροντα τοὺς ὄνυχας, διασπαράττει τὰ σώματα· τῇ δὲ ἐπιμονῇ τῆς μασήσεως οὐ μόνον τὰς σάρκας διασπαράττει ἀλλὰ
5καὶ τὰ ὀστᾶ ἐνίοτε κατάγνυσιν, ὑφ’ ὧν καὶ τὰ παρακείμενα νύσσεται νεῦρα· εὔδηλον οὖν ὡς τὰ ταῖς τοιαύταις καὶ τοσαύταις συμφοραῖς περιπεσόντα σώματα οὐκ ἐκφεύγει τὸν τῆς ἀλλοτριώσεως κίνδυνον· καὶ γὰρ μένοντα σῆψιν ἀναδέχεται καὶ νομὰς ἐπιφέρει. Ὄξει δ’ οὖν καὶ τὰ τοιαῦτα τῶν τραυμάτων ἐκπλύνοντες καὶ περιελόντες καὶ κο‐
10μισάμενοι τὰ ἀποπλυνόμενα σώματα καὶ τὰ ὀστᾶ, ἐμπλάστροις χρὴ παραλαβεῖν· καὶ μετὰ τὴν διαπύησιν τῶν σπαραχθέντων σωμάτων, τοῖς ἀνακαθαίρουσιν ἐμμότοις ἀποθεραπεύειν καὶ εἰς οὐλὴν ἄγειν, ὡς τὰ κοινὰ ἕλκη. Ἔμπλαστροι δὲ καὶ τούτοις ἁρμόδιοι, αἱ δι’ ἁλῶν ἐπιγεγραμμέναι καὶ αἱ παραπλήσιοι, οἵα ἐστὶν αὕτη.
14

4

(t)

Περὶ Συοβρώτων
t
1 Ἐπειδὴ δὲ ἐν ταῖς κυνηγίαις καὶ ὑπὸ τῶν ἀγρίων συῶν ἀδικοῦν‐ ταί τινες, ἄξιον καὶ αὐτῶν μνημονεῦσαι. Τὰ γοῦν ὑπὸ τούτων ἀπο‐ τελούμενα τραύματα χαλεπά, ὅτι οὐ μόνον βαθέα, ἀλλὰ καὶ μεγά‐ λα. Κολλητικῇ δὲ ἀγωγῇ θεραπεύειν τὰ τοιαῦτα, οὐχ οἷόν τέ ἐστι·
5καὶ γὰρ σὺν τῇ περιθλάσσει καὶ ἀνακείρουσιν, οὐ μὴν ἀλλὰ καὶ ἐπι‐ καίουσι τὰ χείλη τῶν τραυμάτων. Τῇ γὰρ πρὸς ἄλληλα τρίψει καὶ παρακινήσει τῶν ὀδόντων χρῶνται, τρέχοντες πρὸς ἄμυναν τῶν παρα‐ τρεχόντων. Τὰ οὖν ἐπικαιόμενα σώματα, ἐσχάραν τινὰ ἐργάζεται κατὰ τὰ χείλη τῶν τραυμάτων. Πυοποιὸν οὖν καὶ οὐ κολλητικὸν
10ποιεῖσθαι χρὴ ἐπ’ αὐτῶν τὸν τῆς θεραπείας τρόπον.

6

(t)

Περὶ Κροκοδειλοβρώτων
t
1 Πρῶτον μὲν τοὺς ὑπὸ κροκοδείλου δηχθέντας ἐν πάσῃ ἀσφαλείᾳ φυλάσσειν χρή, ἀποκλείοντας ἐν οἴκῳ θυρίδας μὴ ἔχοντι. καὶ γὰρ ἀντιπαθείᾳ τινὶ εἰώθεισαν ὡς ἐπίπαν οἱ ἄγριοι κροκόδειλοι νυκτὸς ἐπέρχεσθαι τῷ δηχθέντι, καὶ ὥς φασιν, εἰ ἐνουρήσει τις αὐτῶν τῷ
5δήγματι, φθείρει τὸν ἄνθρωπον. Διὸ δεῖ τὸν δηχθέντα κατακλίνειν ἐν πλοιαρίῳ εἰς τὸ ὕδωρ, ἕως παντελοῦς θεραπείας. Βοηθήματα δὲ καὶ τούτοις τὰ ἐπὶ τῶν κυνοδήκτων καὶ τῶν ἄλλων εἰρημένα, ἁρμόδια. ἰδίως δὲ ἐπὶ τούτων ποιεῖ κόπρος ἀνθρωπεία καὶ μίσυ, ὁμοῦ λειω‐ θέντα καὶ ἐπιτιθέμενα. ἢ γάρον ἰχθύων ἢ κρεῶν ταριχηρῶν τὸν ζω‐
10μὸν ἐπίχεε τῷ δήγματι, ἢ ἁλὸς καὶ σμύρνης ἴσα ὄξει δριμυτάτῳ λειότατα ποιήσας, ἀναλάμβανε κηρωτῇ καὶ ἐπιτίθει.
11

11

(t1)

Ὅσα προστιθέμενα τοῖς ἰοβόλοις κτείνει αὐτὰ [καὶ περὶ
t2τῶν ἐμπιπτόντων εἰς τὰ ἐδέσματα καὶ πόματα
t3ἰοβόλων.]
t3
1 Κτείνει δὲ τὰ ἰοβόλα θηρία προστιθέμενα τούτοις χαλβάνη σὺν σπονδυλίῳ, καρκίνοι προστεθέντες τῷ σκορπίῳ κτείνουσιν αὐτόν· λυ‐ χνὶς ἀγρία φυγαδεύει σκορπίους, καὶ σταφυλίνου σπέρμα. Προσέχειν δὲ χρὴ καὶ τοῖς πινομένοις ὕδασιν. οὐκ ὀλίγοι γὰρ διεφθάρησαν, ἐμ‐
5πεσόντων θηρίων τινῶν ἰοβόλων ἐπί τινα τῶν ἑψουμένων ὑδάτων ἢ
βρωμάτων, καὶ μάλιστα κατὰ τὰς ὁδοιπορίας. τά τε μαγειρεῖα μα‐ κρὰν ποιητέον ἀπὸ τῶν δένδρων, διὰ τὰ ἐμφωλεύοντα θηρία. Ἀλλὰ καὶ σαλαμάνδραι ἐνίοτε διαθερμαινόμεναι καὶ κάμπαι ἐμπίπτουσι τοῖς ἑψουμένοις. ἐξαιρέτως δὲ τὰς πίτυας καὶ τὰς πεύκας φευκτέον. ἐν
10ταύταις γὰρ θανάσιμοί εἰσι κάμπαι. Τοῖς μὲν οὖν ἑψουμένοις εἴωθεν ἐμπίπτειν ὄφεις, σαλαμάνδραι καὶ κάμπαι· τῷ δὲ οἴνῳ ἔχιδναι.
11

12

(t1)

Κοινὰ βοηθήματα πρὸς τὰς τῶν
t2ἰοβόλων πληγάς.
t2
1 Προφυλάττεσθαι μὲν οὖν χρὴ διὰ τῶν προειρημένων μὴ περιπεσεῖν τοῖς κακοποιοῖς τῶν θηρίων. εἰ δ’ ἄρα συμβῇ ὑπὸ ἰοβόλου τινὸς θη‐ ρίου πληγῆναι, κοινῶς τοῖς τοιούτοις χρηστέον. Κουφοτέρας μὲν γὰρ οὔσης τῆς πληγῆς ἢ τοῦ δήγματος, καταντλητέον ὀξυκράτῳ θερμῷ,
5καὶ ἐκμυζᾶν τὸν τόπον οὕτως. Διακλυσάμενος τὸ στόμα πρότερον ἐλαίῳ ὁ μέλλων ἐκμυζᾶν, πρὸς τὸ μὴ βλάπτεσθαι, οὕτω προσβαλὼν τὸ στόμα τῷ πλήγματι, ἐκμυζάτω καὶ ἀποπτυέτω τὸν ἰόν. Δεῖ δὲ τὸν ἐκμυζᾶν ἐπιχειροῦντα, μὴ ἡλκωμένον ἔχειν τί τοῦ στόματος ἢ τῶν παρισθμίων, ἢ ἄλλως εὐπαθές τι τῶν ἐν τῷ στόματι μερῶν.
10Μετὰ δὲ ταῦτα, τέφραν ὄξει συμφυράσαντα καταπλάσσειν. τέφρᾳ δὲ τῇ τῶν συκίνων ξύλων ἢ δαφνίνων ἢ ἀμπελίνων κεκαυμένων χρη‐ στέον. εἰ δὲ μή, τῇ παρατυχούσῃ, σπουδάζοντα ὡς ὅτι μάλιστα φλεγμονὴν τῷ τόπῳ ἐγεῖραι, καὶ τὰς ὕλας παρὰ τῷ δήγματι προσ‐ καλέσασθαι, καὶ μάλιστα εἰ ἀκυρότερον εἴη τὸ μόριον. Σφοδροτέρου
15δὲ τοῦ δήγματος ὄντος, σικύαν προσβάλλειν τῷ δήγματι σὺν πολλῇ φλογί, καὶ κατασχάζειν τοὺς πέριξ τόπους. συνεπισπασθήσεται γὰρ σὺν τῇ τοῦ αἵματος καὶ πνεύματος ὁλκῇ, καὶ ὁ τοῦ θηρίου ἰός. καὶ εἰ μὲν τροφὴν προσφάτως προσενεγκάμενος εἴη ὁ κάμνων, ὕδωρ πολὺ χλιαρὸν διδούς, ἐμεῖν κέλευε, εἶθ’ οὕτως προσφέρειν τὰ φάρμακα.
20διατηρητέον δὲ καὶ ἐν ἀγρυπνίᾳ τὸν πάσχοντα ἀνακαθήμενον καθ’ ὅλον τὸν τῆς θεραπείας χρόνον, ἕως ἂν ἔνδοσιν ἀξιόλογον λάβῃ τὰ παρακολουθοῦντα δυσχερῆ. τήν τε κοιλίαν κλύζειν ἐπεχομένην, ἀνυ‐ περθέτως, καὶ τῆς κύστεως ἐπιμελεῖσθαι, ὅπως τὰ οὖρα ἀκωλύτως ἐκδιδοῖ. Κάλλιστα δὲ ποιοῦσιν ἐπιτιθέμενα τῇ πληγῇ εὐθὺς ἐξ ἀρ‐
25χῆς μετὰ τὸν σικυασμόν, ἀνεπτυγμένα ζῷα μικρὰ ἔνθερμα, οἷον ὄρ‐ νεις, ἐρίφια, ἄρνες, δέλφακες. ἀνιμᾶται γὰρ τὸν ἰὸν καὶ τὰς ὀδύνας παρηγορεῖ. Ἐπιτήδεια δὲ τούτοις καὶ τὰ μικτὰ πάντα καταπλά‐ σματα, οἷον σκόροδα λεῖα μετὰ μέλιτος, κρόμμυα μεθ’ ἁλῶν, πήγα‐ νον, σίλφιον λεῖον ἐπιπαττόμενον· λάσαρ, τάριχος ἰχθὺς μάλιστα
30παλαιός· σκόροδον κεκαυμένον, ἀρνόγλωσσον μεθ’ ἁλῶν, μελισσόφυλ‐ λον, συκῆς ἀκρέμονες μετὰ μέλιτος, ὑὸς ἄφοδος ὄξει ἑφθή· καλα‐ μίνθη καταπλασσομένη λεία· σπύραθος αἰγὸς μετ’ ὄξους. Ἄκρως δὲ ποιεῖ πρὸς παντὸς ἰοβόλου πληγὴν χωρὶς ἀσπίδος, ἄσβεστος μετ’ ἐλαίου καὶ μέλιτος ὡς κηρωτῆς πάχος ἔχειν, ἐπιτιθεμένη. καὶ μέντοι
35καὶ ἐπικαυστέον τὰ δήγματα μέχρις ἐσχαρώσεως· ἢ σίνηπι λεῖον μετὰ ζύθου ἐπιτίθει· ἢ ἅλας λεάνας καὶ ἀναλαβὼν ὑγροπίσσῃ ἐπιτίθει. παραδόξως δὲ ποιεῖ καὶ ἡ δι’ ἐχιδνῶν Ἀνδρομάχου, ὡς ἔμ‐
πλαστρος ἐπιτιθεμένη.

13

(t)

Περὶ Σφηκῶν καὶ Μελισσῶν.
t
1 Ὑπὸ σφηκῶν ἢ μελισσῶν ἀπλήκτους φυλάσσει συγχριόμενα μαλά‐ χης φύλλα μετ’ ἐλαίου, καὶ κάμπη μετ’ ἐλαίου. ἐπειδὴ δέ τινες πληγέντες λάθρα ὑπὸ τούτων, ταράσσονται διὰ τὴν ἀλγηδόνα καὶ δοκοῦσιν ὑπό τινος τῶν κακοήθων πεπλῆχθαι, ἀναγκαῖον πρῶτον δια‐
5σαφηνίσαι τὰ παρακολουθοῦντα ταῖς τούτων πληγαῖς σημεῖα. Τοῖς τοίνυν ὑπὸ μελιττῶν πληγεῖσι παρακολουθεῖ τῷ τὴν πληγὴν ἀλγεῖν, ἐρυθρὸν γίνεσθαι τὸν τόπον μετὰ οἰδήματος τῶν κύκλῳ μερῶν, τὸ δὲ κέντρον πάντως εὑρεθήσεται ἐν τῷ πεπληγμένῳ τόπῳ. Τοῖς δὲ ὑπὸ σφηκῶν, τὰ αὐτὰ παρακολουθεῖ μετ’ ἐπιτάσεως, τὸ δὲ κέντρον
10τῆς σφηκὸς οὐκ ἐναπομένει τῷ πληγέντι τόπῳ. Βοηθοῦνται δὲ οἱ ἀμ‐ φότεροι πηλῷ ἢ βολβίτῳ καταχριόμενοι μετ’ ὀξυκράτου, ἢ μαλάχης φύλλοις σὺν ὀξυκράτῳ καταπλασσόμενοι, ἢ κιμωλίᾳ σὺν τῇ μαλάχῃ καὶ ὀξυκράτῳ, ἢ σησάμῳ μεθ’ ὕδατος. Φυσικῶς δὲ ὠφελεῖ, σφραγι‐ ζομένης τῆς πληγῆς σφραγίτιδι σιδηρᾷ [τοῦ τιμίου καὶ ζωοποιοῦ
15σταυροῦ], οὐκέτι γὰρ συγχωρεῖ φλεγμονὴν γενέσθαι. πότιζε δὲ αὐτοὺς καὶ δάφνης φύλλων ἁπαλῶν 𐅻 β. μετ’ οἴνου αὐστηροῦ.
16

15

(t1)

Πρὸς τὸ τῆς Σαλαμάνδρας δῆγμα,
t2καὶ τῆς Χαλκίδος Σαύρας.
t2
1Τοῖς δὲ ὑπὸ σαλαμάνδρας πεπληγμένοις παρακολουθεῖ περιωδυνία
σφοδρὰ καὶ ἐσχάρωσις. παραλαμβανέσθω δὲ ἐπ’ αὐτῶν ἡ προρρηθεῖσα κοινὴ ἐπιμέλεια. Τοῖς δὲ ὑπὸ τῆς λεγομένης χαλκίδος σαύρας πλη‐ γεῖσι, παρακολουθεῖ οἴδημα διαφανὲς ὥσπερ ἐκλάμπον, κύκλῳ δὲ τῆς
5πληγῆς, μελανία· ἐπακολουθεῖ δὲ καὶ σῆψις. Θεραπευτέον δὲ τούτοις τοῖς ῥηθησομένοις ἐπὶ μυγάλης.
6

16

(t)

Περὶ Μυγάλης.
t
1 Ἡ μυγάλη παρέοικε κατὰ μὲν τὴν χροιὰν γαλῇ, κατὰ δὲ τὸ μέ‐ γεθος μυί, ὅθεν καὶ σύνθετον ἔσχε τὸ ὄνομα· στόμα δὲ ἔχει ὑπόμη‐ κες καὶ λεπτὴν οὐράν· ὀδόντας λεπτούς, καὶ τούτους ἐν διστοιχίᾳ ὄν‐ τας καθ’ ἑκατέραν γενύωσιν, ὥστε τετραστοιχίαν ὀδόντων ἔχειν.
5Τοῖς οὖν ὑπ’ αὐτῆς δηχθεῖσιν, αἱ δήξεις ἐμφανεῖς γίνονται· τεσσάρων γὰρ στοίχων δήξεις ὁραθήσονται· αἷμά τε ἐκκρίνεται πρῶτον καθα‐ ρόν, μετ’ ὀλίγον δὲ ἰχωρῶδες. Τὸ γὰρ ζῷον σήψει κτείνει· εἰώθασι δὲ καὶ φλυκτίδες ἐπανίστασθαι· καὶ εἴ τις ἀποσύροι ταύτας, ὄψεται τὴν ὑποκειμένην σάρκα καὶ τρυγώδη καὶ κατερρωγυῖαν· παρακολου‐
10θεῖ δὲ αὐτοῖς καὶ ἐμπνευμάτωσις. Πυκνότερον δὲ τὸ ζῷον περὶ τοὺς ὄρχεις ἐπιπηδᾷ οὐ μόνον ἀνθρώπων, ἀλλὰ καὶ παντὸς ἄλλου ζῴου. Βοηθοῦνται δὲ οὗτοι, ἐπειδὴ σήψει κινδυνεύουσι, μετὰ τὰ προειρη‐ μέμα κοινὰ βοηθήματα, τοῖς τοιούτοις· δάφνης τῶν ἁπαλῶν φύλλων 𐅻 α ἢ καὶ β σὺν οἴνῳ λεάνας, δίδου πίνειν· ἁρμόδια δὲ αὐτοῖς καὶ
15πάντα τὰ προρρηθέντα κοινὰ βοηθήματα, πινόμενα σὺν οἴνῳ γλυκεῖ. Ἐπὶ δὲ τῶν δεδηγμένων κτηνῶν, λεάνας αὐτὰ μεθ’ ὕδατος, ἔγχει
ταῖς ῥισίν· εἰ δὲ δυνατὸν αὐτὴν τὴν δάκνουσαν μυγάλην λειώσας μεθ’ ὕδατος, ἔγχει τοῖς μυκτῆρσιν· ἔστι γὰρ ἀντιφάρμακον ἑαυτῆς· ὅθεν καὶ τοὺς ἀνεχομένους ἀνθρώπους ποτιστέον ὁμοίως. Κατάπλαττε δὲ
20τὸ δῆγμα κυμίνῳ, σκορόδῳ σὺν τοῖς ἔξω λεπύροις ἐπίσης· καὶ λειώ‐ σας μετ’ ἐλαίου, συνάλειφε τοὺς κύκλῳ τόπους. Ἐὰν δὲ ῥαγῶσιν αἱ φλυκτίδες καὶ ἕλκος γένηται, ὀξάλμῃ κατάντλει· καὶ κριθὰς κατα‐ καύσας καὶ λεάνας κατάπλασσε· οὐκ ἐκραγήσεται δὲ, ἐὰν μὴ κύουσα δάκῃ μυγάλη. Ἐὰν δὲ ἑλκωθῇ, σίδια γλυκείας ῥοιᾶς ἑφθὰ λεῖα ἐπι‐
25τίθει, καὶ τὰ ἕλκη κατάντλει τῷ αὐτῷ ἀφεψήματι ἢ μᾶλλον μυρσίνης.
25

17

(t)

Πρὸς Σκολοπένδρου πληγάς.
t
1 Καὶ τοῖς ὑπὸ σκολοπένδρου πληγεῖσι, τὰ αὐτὰ βοηθήματά ἐστι, τὰ ἐπὶ τῆς μυγάλης προειρημένα· καὶ ἅλες μετὰ ὑγρᾶς πίσσης ἐπι‐ τιθέμενοι, καὶ κεδρία μετὰ μέλιτος, καὶ σκόροδον μετὰ συκῆς φύλ‐ λων καὶ κυμίνου καὶ οὔρων καὶ οἴνου· ὡσαύτως καὶ ποτὰ τὰ ἐπὶ τῆς
5μυγάλης ῥηθέντα, καὶ ἀψίνθιον δὲ καὶ ἡδύοσμον μετ’ οἴνου.
5

18

(t)

Πρὸς ἀράχνης δῆγμα.
t
1 Ἔστι δὲ καὶ ἀραχνῶν γένος, ὃ πλῆττον συντόνους πόνους ἐπιφέ‐ ρει περὶ τὸ ὑποχόνδριον, ἐξ οὗ ἐρύθημα καὶ δυσουρία παρακολου‐
θεῖ· ἐνίοτε δὲ καὶ πνιγμός. Πότιζε οὖν τοὺς τοιούτους ἄγριον κύμινον, ἄγνου λευκῆς σπέρμα ἢ τὰ φύλλα δίδου δὲ ἐσθίειν καὶ σκόροδα πλεί‐
5ονα, καὶ οἶνον ἐπιρροφεῖν ἄκρατον.
5

19

(t)

Περὶ Τετραγνάθων.
t
1 Ὁ Τετράγναθος καλούμενος, εἶδος ἐστὶ φαλαγγίου, ὑπόπλατυς, ὑπόλευκος, πόδας ἔχων τραχεῖς, κατὰ δὲ τὴν κεφαλὴν δύο ἐπιφύσεις, μίαν εὐθεῖαν καὶ μίαν πλατεῖαν, ὡς στοχάζεσθαι. στόματα μὲν ἔχει δύο, γνάθους δὲ δ. καὶ γραμμὴν ὁμοίαν ἔχει κατὰ τὸ στόμα. Τοῖς
5δὲ ὑπὸ τούτου πληγεῖσι, κοινῶς μὲν παρακολουθεῖ τὰ ἐπὶ τῶν σκορ‐ πίων, ἰδίως δὲ ἐπ’ αὐτῶν ἀλγεῖ ἡ πληγὴ συντόνως, καὶ ὑπολευκαν‐ θίζει ὁ πεπληγὼς τόπος· οἴδημα δὲ γίνεται περὶ τὸ πρόσωπον καὶ τὴν κεφαλήν· καὶ ἰσχναίνεται τὰ πληγέντα μέλη μέχρι τῶν ἄρθρων· ἀτρο‐ φοῦσί τε οἱ κάμνοντες, καὶ μετὰ τὴν ὑγείαν, ἀγρυπνία τούτοις ἐπι‐
10τεταμένη ἐπιγίνεται. Βοηθοῦνται δὲ ποτιζόμενοι καλαμίνθῃ ἢ τοῖς φύλλοις τοῦ πηγάνου, πάνακί τε καὶ πολίῳ καταπλασσόμενοι, καὶ τοῖς ῥηθησομένοις ἐπὶ φαλαγγιοδήκτων.
12

20

(t)

Περὶ Φαλαγγιοδήκτων.
t
1 Τῶν δὲ φαλαγγίων γένη μὲν πλείονα, ἃ δὲ κατὰ τὸ πλεῖστον ἱστό‐ ρηται τοῖς τὰ θηριακὰ γράψασιν, εἰσὶν ἓξ τὸν ἀριθμόν· τὸ μὲν γὰρ αὐτῶν καλεῖται ῥάγιον· τὸ δὲ μυρμήκιον, τὸ δὲ λύκος· τὸ δὲ κρονο‐
λόπτης [κρανοκαλόπτης], τὸ δὲ σκληροκέφαλος, τὸ δὲ σκωλήκιον.
5Τὸ μὲν γὰρ ῥάγιον σχήματι μὲν στρογγύλον, χρώματι δὲ μέλαν· παρομοιότερον δὲ σταφυλῆς μελαίνης ῥαγί, διὸ καὶ προσηγόρευται ῥάγιον. πόδας δὲ ἔχει στ. ἐξ ἑκατέρου μέρους μικροτάτους, καὶ τὸ στόμα ὑπὸ τὴν κοιλίαν. Ὁ δὲ λεγόμενος λύκος, ἐν τοῖς ἀραχνίοις διατρίβων εὑρίσκεται, ἐπιλαμβανόμενος τῶν μυῶν καὶ ἐσθίων αὐ‐
10τάς. στόμα δὲ ἔχει πλατὺ καὶ περιφερές, καὶ τὰ κατὰ τὸν αὐχένα αὐτοῦ μέρη ἐγκεχάρακται, ἐπὶ δὲ τοῦ στόματος ἔχει ἐπιφύσεις τρεῖς. Τὸ δὲ μυρμήκιον λεγόμενον, ὡμοίωται μύρμηκι μεγίστῳ, αἰθαλῶ‐ δες κατὰ τὴν χρόαν· ἐντετύπωται δέ τινα τῷ σώματι αὐτοῦ οἱονεὶ ἄστρα, μᾶλλον δὲ κατὰ τὰ νῶτα. Τὸ δὲ δ. καλούμενον κρονολό‐
15πτης [κρανοκαλόπτης.] ὑπόμηκές ἐστι καὶ χλωρόν. τὸ κέντρον δὲ ἔχει περὶ τὸν τράχηλον. τοῦτο δὲ προσπίπτον, τοὺς κατὰ τὴν κεφα‐ λὴν πλήσσει τόπους. Τὸ δὲ ε. σκληροκέφαλον λεγόμενον, κεφα‐ λὴν ἔχει πετρώδη καὶ ἀπόσκληρον, καὶ ἐπιγραμμὰς ἔχει καθ’ ὅλον τὸ σῶμα, ἐμφερεῖς τοῖς ζώοις ἐκείνοις τοῖς περιϊπταμένοις τοὺς λύ‐
20χνους. Τὸ δὲ ἕκτον, σκωλήκιον ὀνομαζόμενον, ὑπόμηκες καὶ ὑπό‐ σπιλόν ἐστι καὶ μάλιστα κατὰ τὴν κεφαλήν. Τὰ μὲν εἴδη τῶν φαλαγγίων ταῦτα, ἅτινα δεῖ παραφυλάττεσθαι. τὰ δὲ παρακολουθοῦντα τοῖς πληγεῖσιν ὑπ’ αὐτῶν, κοινὰ παρὰ τὸ μᾶλλον καὶ ἧττον. Δῆγμα δὲ λεπτὸν καὶ δυσθεώρητον· οἴδημα, πε‐
25λίωμα· τισὶ δὲ καὶ ἐρύθημα. ψύξις περὶ τὰ γόνατα καὶ ὀσφὺν καὶ
ὠμοπλάτας. ἔστι δ’ ὅτε καὶ καθ’ ὅλον τὸ σῶμα βάρος. ἔτι τὲ πόνος σύντονος καὶ τρόμος· ὠχρίασις, ἀγρυπνία. τισὶ δὲ καὶ ἔντασις τοῦ αἰ‐ δοίου καὶ κνησμὸς περὶ τὴν κεφαλήν· ἐνίοτε δὲ καὶ περὶ τὰς κνήμας. ὀφθαλμοὶ ἔνυγροι καὶ δακρύοντες καὶ κοῖλοι. κοιλία ἀνώμαλος ἐπήρ‐
30τηται· οἰδαίνει τὸ σῶμα ὅλον, πρόσωπόν τε καὶ μάλιστα περὶ τὴν γλῶτταν, ὡς ἀσάφειαν τῆς διαλέκτου γενέσθαι· τισὶ δὲ καὶ δυσουρία παρέπεται μετ’ ἐντάσεως τοῦ αἰδοίου καὶ ὀδύνης. Εἰ δὲ καὶ οὐρή‐ σειεν, ὑδατώδη αὐτῶν ἐστὶ τὰ οὖρα, ἀραχνίοις παρεμφερόμενα ἔχοντα ἐν αὐτοῖς, καὶ ἔμετοι παραπλήσιοι· ἔστι δὲ ὅτε καὶ κατὰ κοιλίαν
35τοιαῦτα ἀποκρίνεται· καθιέμενοι δὲ εἰς θερμὸν ὕδωρ, ἀπονώτεροι δο‐ κοῦσι γίνεσθαι· μετὰ δὲ ταῦτα συντόνως ἀλγοῦσι τὸ αἰδοῖον· οὐκ ἐν‐ τείνεται δέ. Κοινῇ μὲν οὖν ταῦτα παρέπεται· Κρονολόπτου [κρανο‐ καλόπτου] δὲ πλήξαντος, ἡ κεφαλὴ μᾶλλον ἀλγεῖ, καὶ σκοτώματα παρέπονται· ῥῖγος σύντονον, παρακοπή, ῥιπτασμός, καρδιωγμός.
40 Βοηθοῦνται δὲ πάντες οἱ φαλαγγιόδηκτοι, λουτρῷ συνεχεῖ θερμῷ· ἔστω δὲ καὶ τὸ καταντλούμενον τῇ πληγῇ ὕδωρ ἀφεψήματος τρι‐ φύλλου τῆς ἀσφαλτώδους μετ’ ἐλαίου· λιπαίνειν δὲ κηρωτῇ ὑγροτάτῃ ὅλον τὸ σῶμα· ὠφελοῦνται δὲ πυριώμενοι σπόγγοις εἰς ὄξος θερμὸν ἀποβαπτομένοις καὶ ἐπὶ πολὺ προσαγομένοις τῇ πληγῇ. Καταπλά‐
45σματα δὲ αὐτοῖς ἁρμόδια· βολβοί, πολύγονον, πράσα, πίτυρα, ἑφθὰ ἐν ὄξει, κρίθινον ἄλευρον συνηψημένων αὐτῷ δάφνης φύλλων ἐν οἴνῳ καὶ μέλιτι, πήγανον, ὄλυνθοι συκῆς· αἰγεία κόπρος μετ’ οἴνου χρήσι‐ μος· σάμψιχον μετ’ ὄξους, κύπερον, ἄγριον πήγανον. Ἀσκληπιάδης δέ φησι, χρῶ τούτῳ δοκίμῳ ὄντι· πηγάνου ἀγρίου

20

(50)

καὶ εὐζώμου σπέρματος, σταφίδος ἀγρίας, κάγχρυος, ἄγνου σπέρμα‐ τος, κυπαρίσσου σφαιρίων ἢ τῶν φύλλων ἴσα, ὄξει λειώσας καὶ μέ‐ λιτι ἀναλαβὼν, ἐπιτίθει· τὸ αὐτὸ καὶ πινόμενον ὠφελεῖ.
52

21

(t)

Περὶ Σκορπιοδήκτων.
t
1 Τοῖς δὲ ὑπὸ Σκορπίων τρωθεῖσι, παρέπεται τῇ πληγῇ πόνος σφο‐ δρότατος, περίψυξις καὶ νάρκη περί τε τὴν πληγὴν καὶ ὅλον τὸ σῶμα, ψυχρὸς ἱδρώς· καὶ τοῖς μὲν περὶ τὰ κάτω πληγεῖσιν, οἱ βου‐ βῶνες ἐπεγείρονται· τοῖς δὲ περὶ τὰ ἄνω, αἱ μασχάλαι. Καὶ τοῖς μὲν
5ἐλαφρῶς πληγεῖσι, τοιαῦτα παρακολουθεῖ· τοῖς δὲ εὐτονώτερον, καῦσις περὶ τὴν πληγήν, ὡς ἐπὶ τῶν πυρικαύστων· μυρμηκίασίς τε περὶ τὰ χείλη καὶ ὅλον τὸ σῶμα, ὡς δοκεῖν χαλάζαις βάλλεσθαι· προσώπου διαστροφή, λῆμαι περὶ τοὺς ὀφθαλμοὺς κολλώδεις· δάκρυον γλίσχρον, σκληρότης ἄρθρων· πρόπτωσις ἕδρας μετὰ τεινεσμωδῶν προθυμιῶν·
10ἀφρὸς περὶ τὸ στόμα· ἔμετος δαψιλής, λυγμός, σπασμοὶ ὀπισθοτονι‐ κοῖς ὅμοιοι. Πότιζε οὖν τούτους, ἕρπυλον, ἀλθέας ῥίζαν, ἐλαφόβοσκον· παρα‐ δόξως δὲ ποιεῖ καὶ χλωρὰ ἐσθιομένη καὶ ξηρὰ πινομένη· δίδου καὶ σταφυλίνου ἀγρίου σπέρμα καὶ τὰ ποντικὰ κάρυα. Ταῦτα γὰρ φησίν,
15ἐν τῇ ζώνῃ φορούμενα, οὐ συγχωρεῖν σκορπίον ἀδικεῖν.
15

22

(t)

Περὶ Ἀσπιδοδήκτων.
t
1Τῶν ἀσπίδων δὲ ἐστὶν εἴδη κατὰ τοὺς θηριακοὺς τρία· αἱ μὲν γὰρ
αὐτῶν καλοῦνται χερσαῖαι· αἱ δέ, χελιδοναῖαι, παρὰ τῇ ὄχθῃ τῶν ποταμῶν μάλιστα τοῦ Νείλου φωλεύουσαι· αἱ δέ, πτυάδες ὀνομάζονται. Αἱ μὲν οὖν χερσαῖαι μείζους εἰσίν· εὑρίσκονται δὲ
5ἐνίοτε καὶ ἕως πέντε πηχῶν τὸ μῆκος. [αἱ δὲ πτυάδες, μέγισται τού‐ των εἰσίν]. Αἱ δὲ χελιδοναῖαι, μείζους ἑνὸς πήχεος εὑρίσκονται, καὶ χροιὰν ὁμοίαν χελιδόνι ἔχουσιν· Αἱ δὲ πτυάδες, τεφρώδεις εἰσὶ τὴν χροιάν, ἔγχλωροι χρυσίζουσαι· αἱ δὲ χερσαῖαι, καὶ αὗται μὲν τὰ πολλὰ τεφρώδεις καὶ ὑπόχλωροι ἐνίοτε εὑρίσκονται. Κοινὰ δὲ συμ‐
10πτώματα καὶ σημεῖα συμβαίνουσι τοῖς δηχθεῖσιν ὑπ’ αὐτῶν. Κεντή‐ ματα γὰρ ἐπὶ τοῦ δεδηγμένου τόπου ὡς ἀπὸ βελόνης, δύο εὑρίσκον‐ ται ἐπὶ τοῦ ἄρρενος, ἐπὶ δὲ τοῦ θήλεος δ. δίχα πολλοῦ πόνου· οὐδὲν ἀποκρίνονται, εἰ μὴ βίαιον τὸ θηρίον τύχῃ. Παρέπεται δὲ νάρκη, ὠχρίασις προσώπου, καὶ μετώπου κατάψυξις· χάσμαι συνεχεῖς· βλε‐
15φάρων ἐπιμύσεις· τραχήλου παρέγκλισις, [καρηβαρία], νωθρεία, κα‐ ταφορὰ ὑπνώδης, ἐπὶ τέλει δὲ καὶ σπασμός. Ὁ δὲ θάνατος ἐν ὥραις τρισὶ τὸ μήκιστον ἐπὶ τῆς χερσαίας, ἐπὶ δὲ τῆς χελιδοναίας, συντο‐ μώτατα. Τοῖς δὲ ὑπὸ πτυάδος προσεμπυομένοις παρέπεται ἀμαύρωσις ὄψεως, καρδίας πόνος, διόγκωσις προσώπου, ἀκοῆς ἀποκοπή, βράδιον
20δὲ τούτοις ὁ θάνατος παρέπεται. Βοηθοῦνται δὲ οἱ ἀσπιδόδηκτοι καὶ μάλιστα οἱ ὑπὸ πτυάδος δηχθέντες, ὄξος δριμύτατον πίνοντες· δίδου δὲ ἕως τῆς ποιότητος τοῦ ὄξους ἁντιλαμβάνωνται κατὰ τὸ δεξιὸν ὑποχόνδριον· τὸ γὰρ [ἧπαρ] ἀναισθητεῖν φασι πρῶτον ἐπὶ τῶν ἀσπι‐ δοδήκτων. Εἰς δὲ τὸ προγνῶναι εἰ ζώσιμος ἐσεῖται ὁ δεδηγμένος,
25κενταύριον λεάνας μετ’ οἴνου, δίδου πίνειν· καὶ εἰ μὲν ἐμέσει τὸ φάρ‐ μακον, ἀποθανεῖται· εἰ δὲ μή, ζήσεται. Εἰς δὲ τὸ καλῶς ἀπεμέσαι τὴν ἐκ τῆς ἀναδόσεως τοῦ ἰοῦ φαυλότητα, σκόροδα λεάνας, δίδου μετὰ ζύθου ἕως ὑπόναυτος γένηται· ἢ ὀποπάνακα δίδου μετ’ οἴνου κεκραμένου, καὶ παραχρῆμα ἐνεργήσει.
30 Νουμήνιος δέ φησιν, ὀρίγανον διδόναι μετ’ οἴνου χλωρὸν ἢ ξηρὸν πρὸς δύναμιν· μετὰ δὲ τοὺς ἐμέτους ταῖς θηριακαῖς ἀντιδότοις χρη‐ στέον καὶ τοῖς προρρηθεῖσι κοινοῖς βοηθήμασιν. Ἐπιτίθεται δὲ ὠφε‐ λίμως κατὰ τῆς πληγῆς μετὰ τὸν κατασχασμὸν καὶ τὴν σικύαν, κεν‐ ταύριον σὺν σμύρνῃ καὶ βραχὺ ὄπιον· λάπαθον δὲ εἰ καταπλασθείη,
35οὐδὲν βλάψει· παραδόξως δὲ ποιεῖ καὶ ἡ δι’ ἐχιδνῶν θηριακὴ κατὰ τῆς πληγῆς ἐπιτιθεμένη καὶ ποτιζομένη. Ὠφελοῦσι δὲ αὐτοὺς καὶ αἱ συνεχεῖς διεγέρσεις μετὰ τιλμῶν τε καὶ πληγῶν, καὶ κίνησις ὅλου τοῦ σώματος καὶ θάλασσα θερμὴ καταιονουμένη.
38

23

(t)

Περὶ Ἔχεως καὶ Ἐχίδνης.
t
1 Ἡ ἔχιδνα κατὰ μὲν τὴν χροιὰν ἐστὶν ὑπόξανθος, διακεκοσμημένη στιγμαῖς πολλαῖς τριχοειδέσι· μέγεθος δὲ αὐτῆς πήχεος ἑνός, τῆς δὲ μεγίστης παλαιστῶν τριῶν· οὐρὰν δὲ ἔχει ἀθρόως εἰς λεπτὸν λήγου‐ σαν καὶ οὐ κατὰ βραχὺ μειουμένην, καὶ παντάπασιν ἄσαρκον καὶ
5τραχεῖαν. Ὀφθαλμοὶ δὲ ταύτης ὑπέρυθροι, καὶ κεφαλὴ πλατυτέρα καὶ τράχηλος στενότερος, γαστέρα δὲ προκολποτέραν ἔχει καὶ τὸν πόρον πρὸς ἄκρα μᾶλλον τῇ οὐρᾷ. ἠρεμαῖον δὲ τὸν περίπατον ποιεῖ‐ ται, καὶ τέσσαρας ἔχει κυνόδοντας. Ὁ δὲ ἔχις, λέγω δὴ ὁ ἄρρην,
τὴν αὐτὴν μὲν ἔχει χροιάν, τὴν δὲ κεφαλὴν ἔχει στενοτέραν, καὶ τὸν
10τράχηλον παχύτερον, καὶ τὸ πᾶν σῶμα λεπτότερον καί πως ὡς εὐ‐ μηκέστερον· τὸν δὲ πόρον ἄνω περὶ τὴν γαστέρα ἔχει, καὶ προπετε‐ στέρως κινεῖται. κυνόδοντας ἔχει δύο μόνους· κατὰ βραχὺ δὲ λήγει εἰς μείουρον, ὥσπερ οἱ ἄλλοι ὄφεις, οὐκ ἀθρόως ὥσπερ ἡ ἔχιδνα· καὶ τούτοις διαφέρει τῆς θηλείας. Εὑρίσκονται τοίνυν ἐπὶ μὲν τῶν ὑπὸ
15τοῦ ἄρρενος δηχθέντων κεντήματα δύο ἐπὶ τῆς πληγῆς, ἐπὶ δὲ τῶν ὑπὸ τῆς θηλείας, κεντήματα δ. αἷμα δὲ πρῶτον ἐκκρίνεται· εἶτα αἱ‐ ματώδης ἰχὼρ ἢ καὶ ἐλαιοειδὴς καὶ χολώδης· ὄγκος διάπυρος, φλυ‐ κταινώδης, ὑπέρυθρος· εἶτα πελιὸς καὶ μελαινόμενος καὶ νεμόμενος· στόμα κατάξηρον· ἔγκαυσις, ἔκλυσις, φρικώδης διαδρομή· ποτὲ δὲ
20καὶ χολώδης ἔμετος· στρόφος, βάρος κεφαλῆς· σκοτοδινίασις, ὠχρία‐ σις, λυγμός, πυρετός, ταχύπνοια, χρῶμα μολυβδῶδες, ἱδρὼς ψυχρός. Ὁ δὲ θάνατος ἐν ὥραις ἑπτά· τὸ δὲ μήκιστον, τρίτῃ τῶν ἡμερῶν ἐπὶ τῶν μὴ σωζομένων, καὶ μάλιστα τοῖς ὑπὸ ἐχίδνης δηχθεῖσι. Προσήκει τοίνυν πρὶν δίαιμον οὐρῆσαι, σκόροδα πλείονα ἐσθίειν,
25καὶ ἄκρατον πολὺν πίνειν καὶ ἐμεῖν· ἰσχυρότατον γὰρ ἐπ’ αὐτῶν ἐστὶ βοήθημα ἡ σκοροδοφαγία καὶ ἀκρατοποσία, φησὶν Ἀρχιγένης· ὥστ’ ἂν ὑπομένῃ τὶς τὴν πλείονα βρῶσιν καὶ πόσιν, μὴ χρήζειν ἄλλου βοη‐ θήματος· δίδου δὲ ἀνυπερθέτως πίνειν καὶ τὴν δι’ ἐχιδνῶν θηριακὴν καὶ κατὰ τῆς πληγῆς ἐπιτίθει· καὶ αὐτὴν δὲ τὴν ἔχιδναν ἀποδείρας
30καὶ ἑψήσας χωρὶς κεφαλῆς καὶ οὐρᾶς καὶ τῶν ἐντοσθίων δίδου φαγεῖν ὅλην ὡς ἐγχέλην· τὴν δὲ ἀποκοπεῖσαν κεφαλὴν λαβίδι κατέχων ἀκρι‐
βῶς ἐπιτίθει τῷ δήγματι τὸ πρὸς τὸν τράχηλον μέρος ἔνθερμον, καὶ ἀφαρπάσεις τὸν ἰόν· ἢ ἐκμυζάτω τις τῷ στόματι τὴν πληγήν, προ‐ διακλυσάμενος ἐλαίῳ, ὡς προείρηται ἐν τοῖς βοηθήμασιν, ἢ ὄρνιν
35ἀνασχίσας, ἐπιτίθει τῷ δήγματι ἔνθερμον καὶ συνεχῶς ἄλλασε. Προ‐ κατασχάζειν δὲ χρὴ κατὰ κύκλον τὸν τόπον καὶ σικυάζειν· εἶτα με‐ λέας φύλλα κόψας καὶ χυλίσας, δίδου πιεῖν τὸν χυλόν· τῷ δὲ ἀπο‐ θλίμματι κατάπλαττε τὸ δῆγμα. Ἔστι δὲ μελέα δένδρον ἐξ οὗ τὰ λεγόμενα μελέϊνα ξύλα κομίζεται· πάνυ γὰρ ἐνεργές ἐστι τοῖς ἐχεο‐
40δήκτοις τὸ φυτόν, καὶ μελισσοφύλλου δὲ τὰ φύλλα καὶ ὁ χυλὸς πινό‐ μενα σὺν οἴνῳ καὶ τῇ πληγῇ ἐπιτιθέμενα, ἐναργῆ τὴν ὠφέλειαν δεί‐ κνυσι, κἂν ἤδη ἀποθνήσκῃ ὁ κάμνων· φασὶ δὲ ὅτι ἐάν τις μελανθίου 𐅻 δ φάγῃ, οὐκ ἀποθνήσκει· παραπλησίως δὲ ἐνεργεῖ καὶ ἡ μηκαφρό‐ τιδος βοτάνη· καὶ καρκῖνοι δὲ ποτάμιοι λεῖοι σὺν γάλακτι λειωθέντες
45καὶ πινόμενοι καὶ ἐπιτιθέμενοι ἐπὶ τῷ δήγματι, μεγάλως ὠφελοῦσι· καὶ βάτραχοι ἐσθιόμενοι ἑφθοί, καὶ ὁ ζωμὸς τούτων πινόμενος· δίδου ἐσθίειν καὶ κάρδαμα πολλά, ἢ λειώσας μετ’ οἴνου πότιζε· ποιεῖ δὲ θαυμασίως καὶ χελώνη θαλασσία ξηρὰ σὺν ἀγρίῳ κυμίνῳ πινομένη. Χρῶ δὲ καὶ πᾶσι τοῖς προγεγραμένοις κοινοῖς βοηθήμασι. περιττὸν

23

(50)

γὰρ πλειστάκις ταῦτα γράφειν· καὶ μάλιστα τῇ ἀγχούσῃ ῥίζῃ καὶ τῷ ἡλιοτροπίῳ σὺν οἴνῳ· δίδου δὲ καὶ λίθον αἱματίτην· βοηθοῦσι καὶ ῥαφανίδες ἐσθιόμεναι πολλαὶ καὶ ἐμούμεναι. Δοτέον δ’ ἐσθίειν μετὰ τὸν ἔμετον τὴν θηριακὴν Ἀνδρομάχου, καταντλητέον τε τὴν πλη‐ γὴν μετὰ τὸν κατασχασμὸν καὶ τὴν τῶν ὀρνίθων ἐπίθεσιν, τριφύλλου
55τῆς ἀσφαλτίτιδος ἀφεψήματι θερμῷ ἐπὶ πολὺν χρόνον· χεῖρον γὰρ διατίθεται ἐπ’ ὀλίγον καταντληθεῖσα· ἔπειτα κατάπλασσε πράσων καρπὸν μεθ’ ἁλῶν, ἢ σκόροδον μετ’ ὄξους, ἢ τὴν τέφραν αὐτοῦ κε‐ καυμένην, ἢ μελέας τέφραν σὺν ὄξει, ἢ ἀσφοδέλου φύλλα, ἢ συκα‐ μίνου φύλλα μετὰ τοῦ καρποῦ, ἢ δάφνης φύλλοις ἁπαλοῖς καὶ λείοις
60μετ’ ἐλαίου κατάπλασσε καὶ μάλιστα πρὸ τοῦ μῦσαι τοὺς τόπους, ἢ αἰγὸς σπυράθους μετ’ οἴνου ἐπιτίθει.
61

24

(t)

Περὶ Διψάδος.
t
1 Ἡ διψὰς ὑπό τινων καλεῖται καὶ Καῦσος· εἶδος δέ ἐστιν ἐχίδνης ἐν τοῖς παραθαλασσίοις μᾶλλον εὑρισκομένη τῷ μεγέθει πηχυαῖα, ἐκ πάχους ἐπὶ λεπτὸν ἠγμένη· στιγμαὶ δὲ καθ’ ὅλον τὸ σῶμα εἰσὶ κιρ‐ ραὶ καὶ μελαναί· ἡ δὲ κεφαλὴ στενοτέρα. Παρέπεται δὲ τοῖς ὑπ’ αὐ‐
5τῆς δηχθεῖσιν, οἷά περ πρὸς τοὺς ὑπὸ ἐχίδνης δηχθέντας προείρηται· δίψος ἀφόρητον, ὥστε καὶ πλείονος διδομένου τοῦ ποτοῦ μὴ παύεσθαι τούτους τῆς δίψης· μήτε μὴν δι’ οὔρων, μήτε δι’ ἐμέτων, μήτε δι’ ἱδρώτων ἐκκρίνεσθαι μηδέν. Ἀπόλυνται δὲ κατὰ δύο τρόπους· ἢ δί‐ ψει πολλῷ φλεγόμενοι ἢ λαμβάνοντες ποτόν, ἐν τῇ πληρώσει ὑποτα‐
10θείσης τῆς γαστρός, ῥήγνυνται ἢ κατὰ τοὺς βουβῶνας ἢ κατὰ τὸ ὑπογάστριον, ὡς ἐπὶ τῶν ὑδρωπικῶν γίνεται. Βοηθοῦνται δ’ οὗτοι τοῖς ἐπὶ ἐχεοδήκτων εἰρημένοις· ἰδίως δὲ ἐπὶ τούτων διουρητικώτερα ἔστω τὰ πινόμενα, καὶ τὴν κοιλίαν κλύζειν, καὶ ἔλαιον διδόντας σὺν
τοῖς ἀφεψήμασιν ἐμεῖν ἀναγκαστέον. Κατὰ δὲ τῆς πληγῆς μετὰ
15τὸν ἐκμυζησμὸν καὶ τὸν κατασχασμὸν ἢ τὴν σικύαν καὶ τὰς ἀνεσχι‐ σμένας ὄρνιθας, ἄσβεστον μετ’ ἐλαίου ἐπιτίθει καὶ τὰς ἐπισπαστικὰς ἐμπλάστρους [καὶ τὴν θηριακήν].
17

32

(t)

Περὶ Παρώου καὶ Σπαθιούρου.
t
1 Ὁ Παρῶος ὄφις ἐν τοῖς κατὰ Συρίαν εὑρίσκεται τόποις· τῷ δὲ χρώματι, οἱ μὲν εἰσὶ χαλκίζοντες. οἱ δὲ μελανίζοντες· οὐκ ἀναιροῦσι δὲ δάκνοντες, ἀλλ’ ὡς ἀμφίσβαινα καὶ σκυτάλη, καὶ οὗτοι πλήξαν‐ τες, φλεγμονὴν μόνον ἐπιφέρουσι· διὸ καὶ τοῖς αὐτοῖς θεραπευέσθωσαν
5ἢ τοῖς ἐπὶ χερσύδρου ῥηθησομένοις. Ὁ δὲ Σπαθίουρος ἐν τοῖς κατὰ Χαλκίδα τόποις μᾶλλον εὑρίσκεται· ἔστι δὲ ζῶον ἐκ πάχους ἐπὶ λε‐ πτὸν ἠγμένον κατὰ τὴν οὐράν· πλατυκέφαλον δέ ἐστι καὶ τοὺς μῦς ἐσθίει· οὐκ ἀναιρεῖ γοῦν οὐδ’ οὗτος δάκνων, ἀλλὰ μόνον φλεγμονὴν ἐπιφέρει, διὸ καὶ οἱ ὑπ’ αὐτοῦ πληγέντες, τοῖς ὁμοίοις θεραπευέσθωσαν.
9

34

(t)

Περὶ Βασιλίσκου.
t
1 Ὁ Βασιλίσκος ἔστι μεγέθει παλαιστῶν τριῶν, ὑπόξανθος καὶ ὀξυ‐ κέφαλος· ἐπί τε τὴν κεφαλὴν τρεῖς ὑπεροχὰς ἔχει δύναμιν δὲ κέ‐ κτηται μεγίστην ὑπὲρ τὰ ἄλλα ἑρπετὰ πάντα, ὡς μὴ δύνασθαι τινὰ αὐτῶν μηδὲ τὸν συριγμὸν αὐτοῦ ὑπομένειν· ἀλλὰ κἂν ἐπὶ τροφὴν ἢ
5ποτὸν τινὰ τῶν ἄλλων ἐπείγηται ἰοβόλων, καὶ αἴσθηται τὴν τοῦ βα‐ σιλίσκου παρουσίαν, ὑποχωρεῖν, μηδὲν τῆς ἀναγκαίας τροφῆς πρὸς τὸ
ζῆν φροντίσαντα. Τοῖς δὲ ὑπ’ αὐτοῦ δηχθεῖσι συμβαίνει φλόγωσις ὅλου τοῦ σώματος καὶ πελίωσις· ἀπορρέουσί τε καὶ αἱ τρίχες τοῦ σώ‐ ματος εὐθέως, καὶ ἐν ἀκαρεῖ χρόνῳ ὁ θάνατος ἕπεται· ἀλλὰ μὴν καὶ
10τοῦ νεκροῦ σώματος [θανόντος] οὐδὲ ἓν ζῶον σαρκοφάγον θιγγάνει· εἰ δὲ ὑπὸ λιμοῦ βιασθὲν ἅψοιτο, αὐτίκα καὶ αὐτῷ ὁ θάνατος ἐπισκή‐ πτει. Φασὶ δὲ ὅτι καὶ ὁραθεὶς μόνον καὶ συρίττων ἀκουσθείς, ἀναιρεῖ τοὺς βλέψαντάς τε αὐτὸν καὶ τοὺς ὑπ’ αὐτοῦ ὁραθέντας καὶ τοὺς ἀκούσαντας αὐτοῦ· ὅθεν μάταιον καὶ περιττὸν ἡγούμεθα βοηθήματα
15ἐπὶ τούτων ἀναγράφειν.
15

35

(t)

Περὶ Δρακόντων.
t
1 Ὁ δράκων οὐκ ἔστιν ἰοβόλον, ἀλκῇ δὲ καὶ δυνάμει ἀναιρεῖ. Πλεο‐ νάζουσι μέντοι οἱ δράκοντες ἐν τῇ Αἰθιοπίᾳ καὶ ἐν τῇ Λυκίᾳ, τῷ δὲ χρώματι διαφέρουσιν. Οἱ μὲν γὰρ αὐτῶν εἰσὶ μέλανες, οἱ δὲ κιρροί, οἱ δὲ τεφρώδεις· καὶ οἱ μὲν εἰσὶ πήχεων πέντε, οἱ δὲ δέκα, οἱ δὲ καὶ
5τριάκοντα, ἱστοροῦνται δὲ καὶ μείζονες. φολίσι τε κέχρηνται καθ’ ὅλον τὸ σῶμα τραχυτάταις, καὶ μεγάλους ἔχουσι τοὺς ὀφθαλμούς· καὶ ὑπὲρ τοὺς ὀφθαλμούς, προϋπεροχάς τινας ἐοικυῖας ἐπισκηνίοις· ὑπὸ δὲ τῷ γενείῳ ἀπόφυσίν τινα ἔχουσιν, ἣν καλοῦσι πόγωνα. Τὰ δὲ διαστήματα τῶν στομάτων μεγάλα· γλῶσσα προπετής, καὶ ὀδόντες
10μεγάλοι, ἐοικότες τοῖς τῶν ἀγρίων συῶν, ὅθεν καὶ κατάγματα ἀπερ‐ γάζονται. Αἱ θεραπεῖαι τοίνυν ὡς ἐπὶ τῶν δακνόντων ζώων γινέσθω‐
σαν καὶ ἐπὶ τῶν ἰοβόλων.

36

(t)

Περὶ Χερσύδρου.
t
1 Ὁ ὄφις οὗτος κατὰ τοῦτο ὠνομάσθη Χέρσυδρος· ἐν μὲν γὰρ ταῖς ἀρχαῖς διατρίβει ἐν τοῖς ἐνύδροις τόποις καὶ λέγεται ὕδρος, μετέπειτα δὲ ἐν τοῖς ξηροῖς τόποις καὶ κατὰ σύνθεσιν τῶν τόπων τὸ ὄνομα κέ‐ κτηται. Ἐν τῇ χέρσῳ οὖν διατρίβων, καλεῖται χέρσυδρος, ὅτε καὶ
5χαλεπώτερος ἑαυτοῦ μᾶλλον γίνεται· ἐν μὲν γὰρ τοῖς καθύγροις τό‐ ποις τῆς ὑγρᾶς ἐμφορούμενος τροφῆς, οὐκ ἄκρατον τὸν ἰὸν ἔχει· χερ‐ σαῖος δὲ γενόμενος, εἰλικρινέστατον τοῦτον ἔχει καὶ χαλεπώτερον. ὡμοίωται δὲ χερσαίᾳ ἀσπίδι μικρᾷ, δίχα τοῦ πλατύνειν τὸν αὐχένα· τοῦτο γὰρ ἐξαίρετον μόνον ἀσπίδες ἔχουσι παρὰ τοῦτον. Τοῖς οὖν
10ὑπὸ τούτου δηχθεῖσι συμβαίνει τὰ κοινά, ἃ κἀπὶ τῶν ἄλλων· οἷον διόγκωσις, πόνοι συνεχεῖς, πυρώδης καὶ πελιὸς ὁ τόπος καὶ τρυγώδης· ἴλιγγος, ἐκλύσεις, ἔμετοι χολωδῶν δυσωδῶν· ἴδιον δέ, κίνησις ὅλου τοῦ σώματος ἄτακτος, ὡς κατὰ κοιλίαν τινὰ φέρεσθαι ἀνοικείως· ὁ δὲ θάνατος μέχρι τριῶν ἡμερῶν. Βοηθοῦνται δὲ τοῖς κοινοῖς βοηθή‐
15μασι καὶ ταῖς θηριακαῖς ἀντιδότοις, ἰδίως δὲ κυπαρίσσου καρποῦ, μύρτων, ἀνὰ 𐅻 α· λεάνας, δίδου πίνειν σὺν ὑδρομέλιτι ἢ οἰνομέλιτι, κατὰ δὲ τὸν πεπονθότα τόπον τὴν ἄσβεστον σὺν ἐλαίῳ ἐπιτίθει καὶ τὰ ὅμοια.
18

37

(t)

Περὶ Φρύνου.
t
1 Ὁ φρύνος εἶδος βατράχου ἐστίν· ἐκ τῆς λιμνοβίου δὲ φύσεως με‐ ταβεβηκὼς ἐπὶ τὴν χερσόβιον, φρύνος προσαγορεύεται, ἐμφερῶς τῷ Χερσύδρῳ, πρὸς δυσαχθῆ κάκωσιν τῶν ἐντυγχανόντων. Ἔστι γὰρ
ζῶον τῷ μεγέθει ὡς μηδὲν ἐλαττοῦσθαι τῆς βραχείας χελώνης· τρα‐
5χύνει δὲ τὰ νῶτα, καὶ πολὺ ἐπὶ τῇ τοῦ πνεύματος ἐμπλήσει διοιδοῖ· τολμηρότερόν τέ ἐστι· διαμύνεται γὰρ πρὸς τὸ ἄντικρυς, καὶ τοῖς πηδήμασι τὸ μεταξὺ συναίρει διάστημα. Σπανίως μὲν δήγματι χρώ‐ μενος· ἆσθμα δὲ τούτου πέφυκεν ἰῶδες ἐμποιοῦν σφοδρόν, ὥστε κἂν μὴ θίγῃ, τῷ ἄσθματι βλάπτειν τοὺς πλησίον γιγνομένους· πλείονα δὲ
10περὶ τοῦ ζώου τούτου ἱστορούμενα παραπέμπομαι, ὡς μόνα τὰ χρή‐ σιμα παραθέσθαι. Παρακολουθεῖ δὲ τοῖς ὑπὸ τούτου βλαβεῖσιν, οἴ‐ δημα ὅλου τοῦ σώματος καὶ κατάρρηξις καὶ σύντομος ἀπώλεια. Τὰ οὖν ἁρμόζοντα τούτοις βοηθήματα παρενεκτέον ἐκ τῶν καθολικῶν ἀντιδότων καὶ ἐπιθεμάτων καὶ τῆς ἄλλης ἐπιμελείας.
14

53

(t)

Περὶ Πιτυοκάμπης.
t
1 Τοῖς ὑπὸ Πιτυοκάμπης δηχθεῖσιν, εὐθέως πόνος περὶ τὸ στόμα καὶ τὸν οὐρανίσκον γίνεται, γλώσσης δὲ φλεγμονὴ ἰσχυρά· καὶ στομάχου ἄλγημα καὶ κοιλίας καὶ ἐντέρων ἰσχυρὸν μετὰ κνησμώδους περὶ τὸ ἐντὸς αἰσθήσεως, πύρωσίς τε καθ’ ὅλον τὸ σῶμα καὶ ἀσιτία. Βοηθεῖ
5δὲ καὶ τούτοις τὰ ἐπὶ τῶν κανθαρίδων εἰρημένα, ἰδίως δὲ μήλινον ἔλαιον συνεχῶς πινόμενον ἀντὶ τοῦ κοινοῦ καὶ ἐμούμενον.
6

54

(t)

Πρὸς Κάμπας καὶ Σκώληκας.
t
1Εἰδέναι δεῖ ὅτι αἱ μὲν Κάμπαι οὐκ ἐν αὐτοῖς τοῖς στελέχεσιν ἐμ‐
φωλεύουσιν, ἀλλ’ ἔξωθεν ἕρπουσαι καταβλάπτουσι τὰ φυτά· οἱ δὲ Σκώληκες ἔνδον τῶν δένδρων τρεφόμενοι, ταῦτα ξηραίνουσιν. οὔτε δὲ κάμπαι οὔτε σκώληκες ἅψονται τῶν δένδρων, ἐὰν γράψας ἐπιδήσῃς
5ἐν αὐτοῖς ταῦτα τὰ ῥήματα τοῦ Ψαλμοῦ «καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον, ἕως τοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται»· ἀλλὰ καὶ τὰ φυτευόμενα οὐ βλάπτουσι κάμπαι ἢ σκώληκες, ἐὰν σικύου ἀγρίου ῥίζαν ἀποβρέξας ἐν ὕδατι, ἐν τούτῳ τὰ σπέρματα βρέξῃς· ἢ κόψας καὶ μίξας ὕδατι,
10ἐν αὐτῷ τὰ φυτευόμενα βρέξον· ἢ γράψας εἰς ὄστρακον, ῥίψον ἐν τῷ τόπῳ τὸ «ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον» ἢ ἄσφαλτον καὶ θεῖον ὑποκάπνιζε τὰ δένδρα, καὶ διαφθαρήσονται αἱ κάμπαι καὶ οἱ σκώληκες.
13

55

(t)

Περὶ Αἰλούρου.
t
1 Αἴλουρος ὄρνιθος οὐχ ἅπτεται, ἐὰν κρεμασθῇ ὑπὸ τὴν πτέρυγα αὐ‐ τῆς ἄγριον πήγανον.
2

56

(t)

Περὶ Σαλαμάνδρας.
t
1 Ἡ Σαλαμάνδρα ἔστι ζῶον ὅμοιον ἀσκαλαβώτῃ· ταχύτερον δὲ τῆς φαρμακίτιδος σαύρας· διαβαίνει δὲ τὸ ζῶον διὰ πυρὸς καιομένου καὶ οὐδὲν πάσχει, περισχιζομένης καὶ ὑποχωρούσης αὐτῇ τῆς φλογός· εἰ δὲ ἐμμείνῃ τῷ πυρὶ ἐπὶ χρόνον τινά, δαπανηθείσης τῆς ἐξ αὐτοῦ
5ψυχρὰς καὶ μυξώδους ἐκρεούσης ὑγρότητος, καίεται. φασὶ δὲ αὐτὴν καὶ βάρος ἔχειν, ὃ ἐστὶ σβεστικὸν καὶ ἐναντίον πυρός. Παρέπεται δὲ τοῖς λαβοῦσι τὴν σαλαμάνδραν, γλώσσης φλεγμονή, διανοίας ἀποδι‐
σμός, τρόμος μετά τινος νάρκης καὶ ἐκλύσεως· πελιοῦται δὲ αὐτοῖς τινὰ μέρη τοῦ σώματος κυκλοτερῶς, ὥστε πολλάκις καὶ σηπόμενα
10ἀπορρεῖν. Πρῶτον μὲν γὰρ οἱ σπίλοι λευκοὶ φαίνονται κατὰ τὸ σῶμα, εἶτα ἐρυθροί, εἶτα μέλανες μετὰ σήψεως καὶ ῥύσεως τριχῶν. Δοτέον δὲ καὶ τούτοις τὰ ἐπὶ τῶν κανθαρίδων εἰρημένα καὶ ἐμείτω‐ σαν· ἰδίως δὲ πιτυΐνην ῥητίνην λεάνας μετὰ μέλιτος, δίδου ἐκλεί‐ χειν ἢ χαλβάνην μετὰ μέλιτος ἢ στροβήλια λεῖα μετ’ ἀφεψήμα‐
15τος χαμαιπίτυος ἢ κνίδης φύλλα συνεψηθέντα κρίνοις μετ’ ἐλαίου· ἢ ὠὰ χελώνης μετὰ καὶ τοῦ αὐτῆς αἵματος δίδου ξηρῷ καὶ [μετὰ] μελικράτου ἢ ὑδρελαίου· παραδόξως δὲ ποιεῖ ἐπ’ αὐτῶν, βατράχων ζωμὸς συνεψηθεὶς μετὰ τῶν ἠρυγγίου ῥιζῶν, χελώνης τε ἄκρα κρέα ζωμευθέντα ποιῶν δίδου· ἔοικε δὲ θεῖον καὶ ἄσφαλτος ἀντιπεπονθέναι
20καὶ τίτανος.
20

58

(t)

Περὶ τοῦ πόσα εἴδη Φρύνου.
t
1 Φρύνου δὲ εἰσὶν εἴδη δύο· ὁ μὲν γὰρ ἐστὶ κωφός, ὁ δὲ οὔ· ἔστι δὲ ὁ κωφὸς ἀναιρετικός· οὗτος δὲ νέμεται ἐπὶ τῶν καλάμων, λείχων τὴν δρόσον, δι’ οὗ σκευάζεται καὶ τὸ δηλητήριον· παρέπεται δὲ τοῖς λα‐ βοῦσι πυρετὸς καὶ πίμπρησι τὰ ἄκρα· πολλῷ τε ἄσθματι καὶ δυσ‐
5πνοίᾳ συνέχεται ὁ λαβών· οἴδημα δὲ παρέπεται μετ’ ὠχρότητος ἐπιτεταμένης πυρώδους καὶ στόματος δυσωδία καὶ λυγμός· ἐνίοτε δὲ καὶ σπέρματος ἀβούλητος ἔκκρισις. Εἰσὶ δὲ εὐβοήθητοι, μετὰ τὸν τοῦ ὑδρελαίου ἔμετον, λαμβάνοντες ἄκρατον πολὺν ἢ πίσσαν μετ’ οἴνου.
ῥίζας τε καλάμων ἐν οἷς οἱ αὐτοὶ φρύνοι νέμονται κόψας, μετ’ οἴνου
10δίδου πίνειν· ἢ τῆς ἐκεῖσε φυομένης κυπέρου ὅσον 𐅻 β. μετ’ οἴνου ἢ αἵματος θαλασσίας χελώνης μετὰ πιτύας λαγωοῦ καὶ κυμίνου δίδου σὺν οἴνῳ ἢ ἧπαρ φρύνου λιμναίου δίδου φαγεῖν· ἔστι γὰρ ἐνεργές. Πίθον δὲ πυρώσας ἢ κλίβανον ἢ φοῦρνον, καὶ ἀνασπάσας τὸ πῦρ καὶ ἐνθεὶς πλίνθον, κάθιε τὸν κάμνοντα· καὶ ἱδρούτω ἐπὶ πολύ· ἀναγ‐
15καζέσθωσαν δὲ καὶ συντόνως περιπατεῖν καὶ τρέχειν καὶ γυμνάζεσθαι διὰ τὸ ἐν αὐτοῖς ναρκῶδες· ἐνεργεῖ γὰρ σφόδρα ἐπ’ αὐτῶν τὸ γυμνά‐ σιον, καὶ λουέσθωσαν δὲ καθ’ ἡμέραν.
17

59

(t)

Περὶ τῶν εἰληφότων βάτραχον τὸν ἐν τοῖς ἔλεσι.
t
1 Τοῖς δὲ βάτραχον ἔλειον εἰληφόσι παρέπεται ἀνορεξία, στόματος καθυγρασμός, ναυτία, ἔμετος καὶ καρδιωγμὸς κουφότερος. Θερα‐ πεύονται δὲ οἴνῳ πολλῷ ποτιζόμενοι σὺν τοῖς θερμαίνουσι πᾶσιν οἷον
ὀπῷ Κυρηναϊκῷ ἢ λασαρίῳ, σιλφίῳ, κυμίνῳ, πεπέρει καὶ τοῖς ὁμοίοις.