TLG 0718 012 :: AËTIUS :: Iatricorum liber xii

AËTIUS Med.
(Amidenus: A.D. 6)

Iatricorum liber xii

Source: Kostomiris, G.A. (ed.), Ἀετίου λόγος δωδέκατος. Paris: Klincksieck, 1892: 7–131.

Citation: Chapter — (line)

P

(t)

[Start of Table]ΤΑΔΕ ΕΣΤΙΝ ΕΝ ΤΩι ΙΒʹ ΛΟΓΩι
1αʹ Περὶ ἰσχιάδος. βʹ Περὶ ποδάγρας καὶ ἀρθρίτιδος. γʹ Αἰτίαι καθολικαὶ ποδάγρας. δʹ Ὅτι ὑγρῶν πλῆθος ἐργάζεται τὸ πάθος.
5εʹ Τίς αἰτία τῶν ῥευματιζομένων μορίων. ϛʹ Διὰ τί ἐπὶ μέν τινων μέγα τὸ νόσημα, ἐπ’ ἄλλων δὲ μικρόν. ζʹ Διὰ τί πολυχρόνιον ἢ ὀλιγοχρόνιον τὸ νόσημα γίγνεται. ηʹ Τίς αἰτία ἀγκυλώσεως. θʹ Τίς αἰτία πώρων γενέσεως.
10 ιʹ Τίς αἰτία τοῦ μὴ ῥᾳδίως διαπυΐσκεσθαι ἐπὶ τῶν ποδαγρικῶν τὰς φλεγμονάς. ιαʹ Ὅπως χρὴ διαγινώσκειν ἐκ τῶν φλεγμονῶν καὶ τῶν παρεπομέ‐
νων συμπτωμάτων τὸν λυποῦντα χυμόν. ιβʹ Αἱματικοῦ χυμοῦ ὄντος τοῦ ἐπιρρέοντος σημεῖα.
15ιγʹ Χολώδους ῥεύματος σημεῖα. ιδʹ Φλεγματώδους ῥεύματος σημεῖα. ιεʹ Ἁλυκοῦ φλέγματος σημεῖα. ιϛʹ Μελαγχολικοῦ ῥεύματος σημεῖα. ιζʹ Ὀρρωδῶν ῥευμάτων σημεῖα.
20ιηʹ Περὶ τῶν ἐξ ἐπιπλοκῆς χυμῶν ῥευμάτων. ιθʹ Προφυλακτικὴ δίαιτα καὶ ἐπιμέλεια τῶν ποδαγρικῶν. κʹ Περὶ τῆς τοῦ ἐλαίου καὶ ἁλῶν ἀνατρίψεως ἐπὶ ποδαγρικῶν. καʹ Καθολικὴ μέθοδος θεραπείας ποδαγρικῶν. κβʹ Θεραπεία τῶν ἐπὶ αἵματι καμνόντων.
25 κγʹ Περὶ φλεβοτομίας. κδʹ Ὅτι χρὴ τὰς κυρτουμένας φλέβας ἀφαιρεῖν ἐκ τῶν ῥευματιζο‐ μένων μορίων ὡς ἐπὶ τῶν κιρσῶν 〈Ῥούφου〉. κεʹ Περὶ διακαύσεως τῶν ἀρθριτικῶν. κϛʹ Ἐπιμέλεια ἐπὶ τῶν αἱματικῶν ῥευμάτων μετὰ τὴν φλεβοτο‐
30μίαν. κζʹ Περὶ τοῦ διὰ κρόκου φαρμάκου. κηʹ Τροχίσκος ὁ διὰ τῆς ἀκακίας καὶ τῶν ἐλλεβόρων 〈Φιλα‐ γρίου〉. κθʹ Δίαιτα τῶν ἐπὶ αἱματικῷ ῥεύματι καμνόντων.
35 λʹ Θεραπεία ἐπὶ τῶν μὴ καταδεχομένων φλεβοτομεῖσθαι ἢ καθαί‐ ρεσθαι. λαʹ Φάρμακον τὸ διὰ στακτῆς καὶ ἀφρονίτρων ἐξιπωτικόν. λβʹ Περὶ τῶν ἐπὶ χολώδει ῥεύματι καμνόντων. λγʹ Εὐπόριστα βοηθήματα πρὸς τὰς ζεούσας φλεγμονάς.
40λδʹ Περὶ τῶν ναρκωτικῶν φαρμάκων. λεʹ Χρίσματα ἐκπυροῦντα παραλαμβανόμενα μετὰ τὰ ναρκωτικά. λϛʹ Φάρμακα καὶ σιτία ἐπὶ τῶν ξανθοχόλων. λζʹ Θεραπεία τῶν ἐπὶ φλεγματικῷ ῥεύματι καμνόντων. ληʹ Φάρμακον τὸ διὰ τοῦ δαφνίνου.
45λθʹ Φάρμακον τὸ διὰ τῶν μεταλλικῶν 〈Γαληνοῦ〉. μʹ Φάρμακον τὸ δι’ οἰνελαίου 〈Γαληνοῦ〉. μαʹ Θεραπεία τῶν ἐπὶ μελαγχολικῷ ῥεύματι καμνόντων.
μβʹ Περὶ τῶν ἐπὶ λεπτῷ ῥεύματι καμνόντων. μγʹ Περὶ τῶν ἀλλήλοις ἐπιπεπλεγμένων ῥευμάτων.

P

(50)

μδʹ Θεραπεία τῶν ἐφ’ αἵματι καὶ χολῇ μεμιγμένων διαθέσεων. μεʹ Χολῆς τῷ φλέγματι μιγνυμένης θεραπεία. μϛʹ Μελαγχολικῶν χυμῶν μιγνυμένων τοῖς ἄλλοις θεραπεία. μζʹ Θεραπεία τῶν μετὰ τὰς φλεγμονὰς ἐγκαταλιμπανομένων σκλη‐ ρῶν ὄγκων.
55 μηʹ Τῶν ἀπέπτων ὄγκων θεραπεία. μθʹ Μαλάγματα διάφορα ἐν οἷς τὸ Λευκίου πρὸς ἀγκύλας. καὶ τὸ διὰ τῶν τηκτῶν καὶ τὸ διὰ τῶν μεταλλικῶν καὶ ἕτερα πολύχρηστα. νʹ Κοινὰ ποδαγρικῶν καὶ ἀρθριτικῶν φάρμακα 〈Φιλαγρίου〉. ναʹ Τὸ διὰ τοῦ οὔρου τοῦ βόρδωνος 〈Φιλαγρίου〉.
60 νβʹ Ἠπιόνη. νγʹ Κηρωταὶ ποδαγρικαί. νδʹ Συγχρίσματα καὶ ἄκοπα διάφορα ποδαγρικοῖς, ἀρθριτικοῖς, ἰσχια‐ δικοῖς, παρέτοις, τρομώδεσιν. νεʹ Γλευκίνου ἐλαίου σκευασία.
65νϛʹ Ἄκοπον τὸ διὰ τῆς ἐλάτης.
νζʹ Ἄκοπον τὸ διὰ τῆς αἰγείρου 〈Γαληνοῦ〉. νηʹ Ἔλαιον σαμψύχινον. νθʹ Ἄκοπον ἄλειμμα τὸ μαρκιᾶτον. ξʹ Ἄλειμμα τοῦ ὀρχηστοῦ.
70 ξαʹ Πεντάμοιρον. ξβʹ Δεκάμοιρον Ὀρειβασίου. ξγʹ Ἕτερα ποικίλα ἀλείμματα. τὸ διὰ τῆς ἀσφοδέλου. τὸ διὰ τῆς τή‐ λεως καὶ ἀλθαίας καὶ περιστερεῶνος ὀρθοῦ πρὸς ἀρθριτικούς. τὸ διὰ σκίλ‐ λης καὶ ἀγρίου σικύου. ἡ πυξὶς ποδαγρική. ἄλειμμα Καστίνου ἀρθριτι‐
75κοῖς. τὸ διὰ τοῦ κισσοῦ ἄλειμμα. ἄλλο Ἀσκληπιάδου. Ἄνθου χλωρὸν ἄκοπον. ἄλλο ἄκοπον τοῦ αὐτοῦ. ἕτερα ἄκοπα κάλλιστα. ἄκοπον τὸ διὰ τῶν φρύνων. περὶ τῶν ἑψομένων τῷ ἐλαίῳ ἀλωπέκων καὶ ὑαινῶν καὶ ἐχίνων. ξδʹ Χρίσματα ποδαγρικά.
80 ξδʹ δὶς Περὶ πωρωμάτων. ξεʹ Περὶ τῶν ἐν τοῖς ἄρθροις πώρων. φάρμακα ἀξιόλογα πρὸς πώ‐ ρους, ἐν οἷς καὶ ἡ διὰ πέρνης καὶ τυροῦ. ξϛʹ Περὶ καθαρτηρίων ποδαγρικοῖς 〈καὶ ἀρθριτικοῖσ〉 ἁρμοζόντων. τὸ δι’ ἑρμοδακτύλου. ἡ διὰ τῆς βεττονίκης.
85 ξζʹ Ἀντίδοτοι ποδαγρικαί. ἡ διὰ τῶν ὀστῶν Φιλαγρίου. περὶ τῆς τῶν ἐχιδνῶν βρώσεως. ἀντίδοτος ἡ διὰ τεσσάρων. ἡ διὰ τοῦ ὑπερείκου.
ἡ διὰ τῶν ποταμίων καρκίνων. ἡ διὰ τῶν δύο κενταυρείων Ἄνθου. ξηʹ Τίνας τῶν ποδαγρικῶν λουστέον καὶ ὅπως. ῥύμματα καὶ πά‐ σματα ἐν βαλανείῳ.
90 ξθʹ Ξηρὸν ἐπιπασσόμενον τῷ ποδαγρικῷ ψιλώθρῳ. ἔμπλαστρος ὑδρωπική. χαλβάνης. ἀριστολοχίας. ψιμυθίου. ἅλατος. προπόλεως. οʹ Περὶ ψοαλγίας.
οαʹ Περὶ ἀρθριτικῶν.[End of Table]

t

ΑΕΤΙΟΥ ΛΟΓΟΣ ΔΩΔΕΚΑΤΟΣ ΠΕΡΙ ΙΣΧΙΑΔΟΣ ΚΑΙ ΠΟΔΑΓΡΑΣ ΚΑΙ ΑΡΘΡΙΤΙΔΟΣ

1

Περὶ ἰσχιάδος. Ἀρχιγένους. Ἰσχιαδικοὶ κυρίως καλοῦνται οἷς ἂν τὸ ἄλγημα ἐρείδῃ κατά τινος ἄρθρου τῶν ἰσχίων. προκατάρχει δὲ τούτου τοῦ πάθους ποτὲ μὲν τῶν περικειμένων μυῶν ἄλγημα καὶ μάλιστα τῶν ψοῶν καλου‐
5μένων, ποτὲ δὲ ἀπ’ αὐτοῦ τοῦ ἄρθρου ἡ κάταρξις τοῦ πάθους γίγνεται· ἤδη δὲ ἐνίοις τοῦ ἰσχίου σχεδὸν ἀνωδύνου ὄντος ἐρείδει τὸ ἄλγημα κατὰ ἰγνύος μόνης, ἑτέροις δὲ κατὰ τοῦ σφυροῦ, τισὶ δὲ ὅλον τὸ σκέλος ὁμο‐ τίμως ὀδυνᾶται, πολλοῖς δὲ ἡ ὀδύνη ἐρείδει κατὰ τοῦ βουβῶνος, ὅτε καὶ ἡ κύστις μεταλαμβάνουσα τῆς δυσκολίας δυσουρίαν ἐπιφέρει καὶ
10ἔνθεν μάλιστα ὅλον τὸ σκέλος ἀπὸ τῶν ἰσχίων μέχρι τῆς πτέρνης ὀδυ‐
νᾶται. καὶ οὐ μόνον εἰ τοῦτο κινηθείη σπασμοὺς ἐπιφέρει, ἀλλὰ καὶ εἰ ἄλλο τι μέρος τοῦ σώματος. γεννῶσι δὲ τὸ πάθος ἀπεψίαι συνεχεῖς καὶ ἄμετροι χρήσεις ἀφροδισίων, ἐνίοτε δὲ καὶ περίπατοι σύντονοι καὶ ἐποχαὶ αἱμορροΐδων καὶ καταλύσεις συνήθων ἐμέτων καὶ ἀνακοπαὶ
15καθάρσεως ἐμμήνων ἢ ἑτέρων συνήθων ἐκκρίσεων καὶ καταλύσεις γυ‐ μνασίων. 〈Γαληνοῦ〉. Κοινὸν μὲν οὖν ἰσχιάδος καὶ ποδάγρας καὶ ἀρθρίτιδός ἐστι πλεονεξία τινὸς χυμοῦ καταλαμβάνουσα τὴν πάσχουσαν διάρθρωσιν, ἧς πληρωθείσης συμβαίνει τείνεσθαι τοῖς περικειμένοις νευρώδεσι σώμασι κἀκ τούτων γίνεσθαι τὴν ὀδύνην. πρὸς δὲ τὴν
20διάγνωσιν τοῦ λυποῦντος χυμοῦ συντελέσει καὶ ἡ προγεγενημένη δίαιτα πᾶσα καὶ ἡ ὥρα τοῦ ἔτους καὶ ἡ κατάστασις τοῦ περιέχοντος ἡμᾶς ἀέρος ἥ τε ἡλικία καὶ ἡ ἕξις καὶ ἡ χρόα τοῦ σώματος καὶ τὸ εἶδος τῆς ὀδύνης εἴτε ζέον καὶ νύττον εἴτε ναρκῶδες. ἀρχὴ οὖν τῆς θεραπείας γινέσθω ἡ τοῦ λυποῦντος χυμοῦ κένωσις, εἰ μὲν πληθωρικὸν εἴη τὸ σῶμα, φλε‐
25βοτομίας πρὸ πάντων παραλαμβανομένης εἶτα καθάρσεως, ἔπειτα τῶν ῥηθησομένων φαρμάκων ἐν καιρῷ καὶ τάξει τῇ προσηκούσῃ προσφερο‐ μένων, ἐπὶ μὲν τῶν χειρῶν καὶ ποδῶν τοῖς ἀποκρουστικοῖς τοῦ ῥεύματος φαρμάκοις χρωμένων ἡμῶν, ἐπὶ δὲ τῆς κατ’ ἰσχίον διαρθρώσεως φυλατ‐ τομένων τοῦτο ποιεῖν· ἐν βάθει γὰρ οὔσης τῆς διαρθρώσεως ταύτης,
30συνελαύνεται τὸ ἐκ τῶν περιεχόντων ἀγγείων τε καὶ μυῶν αἷμα πρὸς ἐκείνην. παρηγορικῶν οὖν ἐν ἀρχῇ χρεία φαρμάκων ἐστὶν ἐπὶ τῆς κατ’ ἰ‐
σχίον ὀδύνης οὔτε ψυχόντων ὅλως οὔτε θερμαινόντων ἰσχυρῶς· τὰ μὲν γὰρ ψύχοντα, ὡς εἴρηται, πρὸς τὸ ἄρθρον ἀπελαύνει τὰς ὕλας, τὰ δὲ ἰσχυρῶς θερμαίνοντα ἕλκει μᾶλλον ἐκ τῶν παρακειμένων ἑτέραν ὕλην.
35ὑπὸ πλήθους τοίνυν αἵματος γινομένης τῆς ἰσχιάδος, τάχιστα θεραπεύε‐ ται τῇ φλεβοτομίᾳ, πρῶτον μὲν τὴν ἐν ἀγκῶνι φλέβα τεμνόντων ἡμῶν, ἔπειτα δὲ τὴν παρὰ τὰ σφυρὰ ἢ τὴν ἰγνύαν. ἀρχομένων μὲν γὰρ τῶν φλεγμονῶν πασῶν ἀντισπαστικῶς ποιεῖσθαι χρὴ τὴν φλεβοτομίαν, οἷον ποδὸς φλεγμαίνοντος, ἐκ τῆς χειρὸς φλεβοτομεῖν κατ’ ἀρχάς· ἐπὶ δὲ
40τῶν κεχρονισμένων παθῶν μάλιστα μὲν ἐκ τῶν πεπονθότων, εἰ δὲ μή, ἐκ τῶν πλησίον. μετὰ δὲ τὴν ἀπ’ ἀγκῶνος ἀφαίρεσιν ἀπὸ σφυροῦ ἐπαφαιρεῖν χρή, τέμνειν δὲ τὴν ἔνδον φλέβα παρ’ αὐτὸ τὸ σφυρὸν τετα‐ γμένην, ἐπιβοηθεῖν δὲ ταῖς ἀσθενείαις ἀνδρικῶς. «καὶ οἶδα, φησὶν ὁ Γα‐ ληνός, ἰσχιάδας θεραπευθείσας ἐν ἡμέρᾳ μιᾷ ὑπὸ τῆς διὰ τῶν σκελῶν
45κενώσεως, ὅσαι μὴ διὰ ψῦξιν ἐγένοντο, ἀλλὰ πεπληρωμένων τοῦ αἵμα‐ τος τῶν κατ’ ἰσχίον ἀγγείων». ἐπὶ πάσης μὲν γὰρ ἰσχιάδος ἐξαιρέτως δὲ ἐπὶ τῆς διὰ πλῆθος γιγνομένης ἐάν τις πρὶν κενῶσαι τὸ πᾶν σῶμα
φαρμάκοις δριμέσι χρήσηται κατὰ τοῦ πεπονθότος μορίου, δυσιατοτάτην ἐργάζεται τὴν διάθεσιν, σφηνουμένου τοῦ πλήθους αὐτόθι δυσλύτως·

1

(50)

πρὸς γὰρ τοῖς ἄλλοις παχύνεται καὶ γλίσχρον γίνεται τῇ θερμότητι καὶ ξηρότητι τῶν δριμέων φαρμάκων, ὀπτήσει τι παραπλήσιον πάσχον. ὡς οὖν μεγίστην δύναμιν εἰς θεραπείαν ἐχούσης ἐπὶ τοῦ πάθους τοῦδε τῆς τοῦ παντὸς σώματος κενώσεως, ἀπ’ αὐτῆς ἀρκτέον, οὐ μόνον ἀπὸ τῶν σκελῶν ἀλλὰ καὶ ἀπ’ ἀγκῶνος πρῶτον τὴν ἀφαίρεσιν ποιουμένους.
55ὠφελοῦσι δὲ καὶ οἱ ἔμετοι τοὺς ἰσχιαδικοὺς μᾶλλον τῶν διὰ τῆς κάτω γαστρὸς κενώσεων, ἀντισπῶντες τὴν κάτω ῥοπὴν τῶν χυμῶν· ποιητέον δὲ αὐτοὺς ἐν ἀρχῇ μὲν τοῦ πάθους μετὰ τροφήν, χρονίζοντος δὲ καὶ ἀπὸ φαρμάκων ἐμετικῶν, ἀρχομένους ἀπὸ τῶν μετριωτέρων. ἐφ’ ὧν δὲ ἤδη σφήνωσις ἐγένετο δύσλυτος ἐν τῷ ἄρθρῳ ὑπὸ τῶν ἀμέτρως χρησαμένων
60ἰατρῶν φαρμάκοις δριμέσιν ἡ σικύα βοηθεῖ, μεγίστη κολλωμένη τοῖς τόποις μετὰ κατασχασμοῦ, καὶ ἡ διὰ τῶν πρακτικωτέρων κλυσμῶν κάθαρσις. ἔχοντες οὖν πρὸ ὀφθαλμῶν ταῦτα τὰ νῦν εἰρημένα, τοῖς γεγραμ‐ μένοις φαρμάκοις ὑπὸ τῶν ἔμπροσθεν ἰατρῶν ἕξετε χρῆσθαι κατὰ μέθο‐ δον. 〈Ἀρχιγένουσ〉. Μετὰ τοίνυν τὴν ἀπ’ ἀγκῶνος φλεβοτομίαν
65καὶ τὴν ἀπὸ σφυροῦ ἀφαίρεσιν ἤτοι τὴν διὰ καθαρτηρίου κάθαρσιν, προκενωθείσης δηλονότι τῆς κοιλίας κλυστῆρι πραοτέρῳ ἕνεκα κομι‐
δῆς τῶν ἐμφραγμάτων, ἐμβρέχειν δεῖ τοὺς τόπους πρῶτον μὲν δι’ ἐλαίου πηγανίνου, ἔπειτα δὲ καὶ δραστικωτέραν παραλαμβάνειν ἐμβροχὴν ἠρέμα θερμαίνουσαν καὶ ἀπὸ βάθους εἰς τὴν ἐπιφάνειαν ἕλκειν τὰς ὕλας
70δυναμένην· τοιαύτη δέ ἐστιν ἡ διὰ κυπρίνου καὶ ὄξους καὶ νίτρου καὶ κάχρυος, ὀκτὼ μὲν κυάθων κυπρίνου βαλλομένων, τεσσάρων δὲ κυάθων ὄξους δριμέος, δύο δὲ κυάθων νίτρου καὶ ἑνὸς κυάθου κάχρυος. ἕψε δέ, ὥστε τρὶς ἢ τετράκις ἀναζέσαι, εἶτα διηθήσας καὶ ἀναλαβὼν τὸν χυλὸν οἰσυπηροῖς ἐρίοις ἐπιτίθει κατὰ τῶν πεπονθότων τόπων· νεαροποιεῖν δὲ
75χρὴ τὴν ἐμβροχὴν καθ’ ἡμέραν καὶ ἐπὶ τρεῖς ἡμέρας ἀνακτώμενος τοὺς τόπους σκόπει τὴν προκοπήν. «πολλοὺς γὰρ οἶδα, φησὶν Ἀρχιγένης, μηδενὸς ἑτέρου βοηθήματος ἔτι δεηθέντας. ἐγὼ δέ, φησίν, μετὰ τὰ προειρημένα καὶ τὸν ἁπλούστερον κλυστῆρα ἐνίημι καὶ δριμύτερον τῇ ἑξῆς ἡμέρᾳ καὶ οὐκ οἶδα εἴ τις ἐπὶ τοσοῦτο ἀγεννὴς ἐγένετο ἰσχιάς, ὥστε
80μὴ εἶξαι τῷ βοηθήματι τούτῳ· ἢ εἴ ποτε μὴ ὑπήκουσε τῇ πρώτῃ παραλήψει, μετὰ δευτέραν χρῆσιν ἐκ παντὸς ἐξεκόπη». σκευάζεται δὲ ὁ δριμὺς κλυστὴρ οὕτως· μέλιτος κυ αʹ ςʹʹ, ἐλαίου τὸ αὐτό, ὕδατος κυ βʹ, νίτρου 𐅻 ηʹ, τερεβινθίνης 𐅻 δʹ. ταῦτα ἑνώσας καὶ θερμάνας ἔνιε καὶ
ἀποπυρία τὸν δακτύλιον ὑπὲρ τοῦ πλείονι χρόνῳ κατασχεθῆναι τὸ ἔνεμα
85εἰ ἄλλο τι μέρος τοῦ σώματος. γεννῶσι δὲ τὸ πάθος ἀπεψίαι συνεχεῖς καὶ ἄμετροι χρήσεις ἀφροδισίων, ἐνίοτε δὲ καὶ περίπατοι σύντονοι καὶ ἐποχαὶ αἱμορροΐδων καὶ καταλύσεις συνήθων ἐμέτων καὶ ἀνακοπαὶ καθάρσεως ἐμμήνων ἢ ἑτέρων συνήθων ἐκκρίσεων καὶ καταλύσεις γυ‐ μνασίων. 〈Γαληνοῦ〉. Κοινὸν μὲν οὖν ἰσχιάδος καὶ ποδάγρας καὶ
90ἀρθρίτιδός ἐστι πλεονεξία τινὸς χυμοῦ καταλαμβάνουσα τὴν πάσχουσαν διάρθρωσιν, ἧς πληρωθείσης συμβαίνει τείνεσθαι τοῖς περικειμένοις νευρώδεσι σώμασι κἀκ τούτων γίνεσθαι τὴν ὀδύνην. πρὸς δὲ τὴν διάγνωσιν τοῦ λυποῦντος χυμοῦ συντελέσει καὶ ἡ προγεγενημένη δίαιτα πᾶσα καὶ ἡ ὥρα τοῦ ἔτους καὶ ἡ κατάστασις τοῦ περιέχοντος ἡμᾶς ἀέρος
95ἥ τε ἡλικία καὶ ἡ ἕξις καὶ ἡ χρόα τοῦ σώματος καὶ τὸ εἶδος τῆς ὀδύνης εἴτε ζέον καὶ νύττον εἴτε ναρκῶδες. ἀρχὴ οὖν τῆς θεραπείας γινέσθω ἡ τοῦ λυποῦντος χυμοῦ κένωσις, εἰ μὲν πληθωρικὸν εἴη τὸ σῶμα, φλε‐ βοτομίας πρὸ πάντων παραλαμβανομένης εἶτα καθάρσεως, ἔπειτα τῶν ῥηθησομένων φαρμάκων ἐν καιρῷ καὶ τάξει τῇ προσηκούσῃ προσφερο‐

1

(100)

μένων, ἐπὶ μὲν τῶν χειρῶν καὶ ποδῶν τοῖς ἀποκρουστικοῖς τοῦ ῥεύματος φαρμάκοις χρωμένων ἡμῶν, ἐπὶ δὲ τῆς κατ’ ἰσχίον διαρθρώσεως φυλατ‐ τομένων τοῦτο ποιεῖν· ἐν βάθει γὰρ οὔσης τῆς διαρθρώσεως ταύτης, συνελαύνεται τὸ ἐκ τῶν περιεχόντων ἀγγείων τε καὶ μυῶν αἷμα πρὸς ἐκείνην. παρηγορικῶν οὖν ἐν ἀρχῇ χρεία φαρμάκων ἐστὶν ἐπὶ τῆς κατ’ ἰ‐
105σχίον ὀδύνης οὔτε ψυχόντων ὅλως οὔτε θερμαινόντων ἰσχυρῶς· τὰ μὲν γὰρ ψύχοντα, ὡς εἴρηται, πρὸς τὸ ἄρθρον ἀπελαύνει τὰς ὕλας, τὰ δὲ ἰσχυρῶς θερμαίνοντα ἕλκει μᾶλλον ἐκ τῶν παρακειμένων ἑτέραν ὕλην. ὑπὸ πλήθους τοίνυν αἵματος γινομένης τῆς ἰσχιάδος, τάχιστα θεραπεύε‐ ται τῇ φλεβοτομίᾳ, πρῶτον μὲν τὴν ἐν ἀγκῶνι φλέβα τεμνόντων ἡμῶν,
110ἔπειτα δὲ τὴν παρὰ τὰ σφυρὰ ἢ τὴν ἰγνύαν. ἀρχομένων μὲν γὰρ τῶν φλεγμονῶν πασῶν ἀντισπαστικῶς ποιεῖσθαι χρὴ τὴν φλεβοτομίαν, οἷον ποδὸς φλεγμαίνοντος, ἐκ τῆς χειρὸς φλεβοτομεῖν κατ’ ἀρχάς· ἐπὶ δὲ τῶν κεχρονισμένων παθῶν μάλιστα μὲν ἐκ τῶν πεπονθότων, εἰ δὲ μή, ἐκ τῶν πλησίον. μετὰ δὲ τὴν ἀπ’ ἀγκῶνος ἀφαίρεσιν ἀπὸ σφυροῦ
115ἐπαφαιρεῖν χρή, τέμνειν δὲ τὴν ἔνδον φλέβα παρ’ αὐτὸ τὸ σφυρὸν τετα‐ γμένην, ἐπιβοηθεῖν δὲ ταῖς ἀσθενείαις ἀνδρικῶς. «καὶ οἶδα, φησὶν ὁ Γα‐ ληνός, ἰσχιάδας θεραπευθείσας ἐν ἡμέρᾳ μιᾷ ὑπὸ τῆς διὰ τῶν σκελῶν κενώσεως, ὅσαι μὴ διὰ ψῦξιν ἐγένοντο, ἀλλὰ πεπληρωμένων τοῦ αἵμα‐ τος τῶν κατ’ ἰσχίον ἀγγείων». ἐπὶ πάσης μὲν γὰρ ἰσχιάδος ἐξαιρέτως
120δὲ ἐπὶ τῆς διὰ πλῆθος γιγνομένης ἐάν τις πρὶν κενῶσαι τὸ πᾶν σῶμα
φαρμάκοις δριμέσι χρήσηται κατὰ τοῦ πεπονθότος μορίου, δυσιατοτάτην οὕτω γὰρ ἐνεργήσει μᾶλλον. ἐκ τοῦ πλείστου δὲ μυξώδη ὑγρασίαν ἕλκειν εἴθισται, ἐνίοτε δὲ καὶ αἷμα, ὅτε καὶ μείζων ἀνακύπτει ὠφέλεια. εἰ δὲ ἔτι ἐπιμένει ἡ διάθεσις, διαλιπόντα ἡμέρας ὀλίγας, μὴ μέντοι
125ὥστε προαφανισθῆναι τὴν ἐκ τοῦ προτέρου βοηθήματος ὠφέλειαν, πάλιν χρῆσθαι τῷ κλυστῆρι, ἀντὶ τοῦ ἁπλοῦ ὕδατος κενταυρείου ἀφέψημα παραχέοντας τοῖς εἰρημένοις εἰς τὸ εὐτονώτερον ἀποτελεσθῆναι τὸ φάρ‐ μακον. παραδόξως δὲ ποιεῖ ἐπ’ αὐτῶν καὶ ἡ τοῦ ἀγρίου σικύου ῥίζα κοπτομένη εἰς πάνυ λεπτά, ἔπειτα ἑψομένη κατ’ ὀλίγον καὶ ἐνιεμένου
130τοῦ ἀφεψήματος μετὰ μέλιτος μόνου· κενοῖ γὰρ τὸν λυποῦντα χυμὸν ἀδηκτότατα. ποιεῖ δὲ κάλλιστα καὶ τὸ ἀφέψημα τῶν πικρῶν θέρμων σὺν ἐλαίῳ ἴσῳ ἐνιέμενον. «πλειστάκις μὲν οὖν ἐξήρκεσέ μοι, φησὶν Ἀρχιγένης, ἡ προειρημένη θεραπεία ἐπὶ παντὸς ἰσχιαδικοῦ· ἐπιμε‐ νούσης δὲ τῆς διαθέσεως, σικύαν μεγίστην τοῖς τόποις κολλητέον μετὰ
135φλογὸς πλείονος, βαθυτέραις ταῖς ἀμυχαῖς χρώμενον». ῥητέον δὲ καὶ τὴν λοιπὴν ἐπιμέλειαν διὰ τὸ ἔσθ’ ὅτε ἀνάγκην τῆς χρήσεως γενέσθαι· ἐνθετέον γὰρ ἐπὶ παντὸς χρονιωτέρου πλείονας ἀρχάς· οὕτω γὰρ 〈ἂν〉 ἀνασκευασθείη τὸ πάθος, συνεχῶν ἐπαναλήψεων τῆς βοηθείας γιγνομέ‐ νων. ἀπ’ ἄλλης τοίνυν ἀρχῆς ἐμέτοις χρηστέον ἤτοι τοῖς ἀπὸ δείπνων
140ἢ τοῖς ἀπὸ ῥαφανίδων· ἔπειτα τοὺς πεπονθότας τόπους καὶ ὅλον τὸ σῶμα ἐν λουτρῷ νίτρῳ ἀποσμηκτέον· μετὰ δὲ τὸ λουτρὸν καὶ ἀλείφειν τοὺς τόπους τοῖς δι’ ἀδάρκης καὶ εὐφορβίου ἀλείμμασιν. εἶτα πάλιν ἄλλης ἀρχῆς ἀπὸ καθάρσεως γινομένης, «καθαρτικὸν δὲ ἰδίως εἴωθα, φησὶν, ἐπὶ τῶν ἰσχιαδικῶν παραλαμβάνειν τοιοῦτο· κολοκυνθίδας ὅσας
145βούλει λαβὼν καὶ περιγλύψας τὴν ἐντεριώνην καὶ ἀπορρίψας, εἶτα πλη‐ ρώσας αὐτὰς ἐλαίου καλλίστου ἔασον ὅλην νύκτα, εἶτα ἐκκενώσας κατ’ ἰ‐ δίαν τὸ ἔλαιον καὶ μετρήσας τῷ κενώματι τῶν κολοκυνθίδων ὕδωρ ἓν ἥμισυ μέρος τοῦ ἐλαίου βάλε εἰς χύτραν καὶ ἕψε σὺν τῷ ὕδατι μόνῳ τὰς κολοκυνθίδας μέχρι τακερώσεως καὶ ἀποθλίψας αὐτὰς μὲν ῥῖπτε,

1

(150)

διηθήσας δὲ τὸ ὑγρὸν καὶ ἐπιβαλεῖν αὐτῷ τὸ ἔλαιον καὶ ἀναζέσας ἐπί‐ πασσε σιλιγνίτου ἄρτου κεκομμένου καὶ σεσησμένου τὸ ἀρκοῦν καὶ ἀνα‐ μαλάξας ἐπὶ πολὺ ταῖς χερσὶν ἀνάπλασσε σφαίρας ἐχούσας καρύου πον‐ τικοῦ τὸ μέγεθος καὶ δίδου ἐκ τούτων λουσαμένῳ σφαίρας κδʹ. εἰ δὲ βούλει εὐτονώτερον αὐτὸ ποιῆσαι, πρόσβαλε τῇ δόσει μέλανος ἐλλεβόρου
155φλοιοῦ λειοτάτου τριώβολον καὶ σκαμμωνίας γρ αʹ. εἴποιμι δ’ ἂν καὶ περὶ τούτου τοῦ βοηθήματος τὸ αὐτό, ὃ καὶ περὶ τοῦ κλυστῆρος προείρη‐
ται, ὅτι μόνον ἐξαρκεῖ ἐνίοτε καὶ τὴν πολλοῖς χρόνοις σκληρωθεῖσαν ἰσχιάδα ἐξαλεῖψαι. ἔστι δὲ αὐτῷ πλεονάκις χρῆσθαι ὑφαιροῦντά τι τοῦ πλήθους καὶ τετήρηται σύμμετρον πλῆθος ἡμῖν τὸ τῶν ιηʹ σφαιρίων.
160ἐπὶ δὲ τῶν μὴ καταδεχομένων καταπίνειν τὰ σφαιρία δίδου τὸ ἀπό‐ βρεγμα τῆς κολοκυνθίδος, οὕτω ποιῶν· τρήσας κολοκυνθίδα μεγίστην καὶ ἐκκενώσας τὰ σπέρματα μόνα, ἐγκαταλιπὼν δὲ ἐν αὐτῇ τὸ γναφα‐ λῶδες ἅπαν πλήρωσον τὴν κολοκυνθίδα οἴνου γλυκέος παλαιοῦ καὶ ἔασον ὅλην νύκτα, πωμάσας τῷ ἀρθέντι ἐξ αὐτῆς πώματι· ἕωθεν δὲ
165διηθήσας διὰ ῥάκους τὸν οἶνον καὶ χλιάνας δίδου πίνειν. εἰ δὲ μικρὰ εἴη ἡ κολοκυνθίς, δύο ἀντὶ μιᾶς πλήρωσον τῷ γλυκεῖ καὶ δίδου. εἰ δὲ βούλει δραστικώτερον αὐτὸ ποιῆσαι, πρόσβαλε τοῦ μέλανος ἐλλεβόρου τριώβολον καὶ σκαμμωνίας ὀβολὸν αʹ ςʹʹ. χρῶ δὲ ἐπ’ αὐτῶν ἐκ διαλειμμάτων τινῶν τῷ προειρημένῳ κλυστῆρι τῷ διὰ τῆς ῥίζης τοῦ ἀγρίου σικύου».
170 Περὶ τῆς ἰβηρίδος βοτάνης τῆς καρδαμίνης καλουμένης καὶ τοῦ δι’
αὐτῆς σιναπισμοῦ. Γαληνοῦ τοῖς κατὰ τόπους.
Καταλιμπανομένου δὲ ἴχνους τινὸς τῆς διαθέσεως, παραληπτέον τὴν ἰβηρίδα καλουμένην, ὑπὸ δέ τινων καρδαμίνην ῥίζαν· καὶ γὰρ ὀσμὴν
καὶ γεῦσιν καὶ ἰδέαν ἔχει καρδάμου. φύεται δὲ πολλὴ πανταχοῦ,
175μάλιστα δὲ παρὰ τοῖς παλαιοῖς μνήμασι καὶ τοίχοις καὶ παρὰ ταῖς ὁδοῖς ἐν ἀγεωργήτοις τόποις· φύλλα δὲ ἔχει καρδάμου ἔαρος μὲν εὐθαλῆ καὶ μείζω πολὺ τοῦ καρδάμου, μῆκος δὲ τοῦ καυλοῦ πήχεως μικρῷ πλέον, θερείας δὲ ἄνθος γαλάκτινον προβάλλει, καὶ τότε ἐστὶ δραστικωτάτη, σπέρμα δὲ φέρει μικρότατον παρ’ ὅλον τὸν καυλόν,
180ἡ δὲ ῥίζα ὀσμὴν ἔχει δριμυτάτην μάλιστα πάντων καρδάμῳ ἐμφερῆ. ταύτην ὀρύξας θέρους μάλιστα πρόσφατον (ξηρὰ γὰρ ἀδρανὴς γίνεται) καὶ κόψας ἐπιμελῶς (ἔστι γὰρ καὶ δύσκοπος), ἀξουγγίῳ παλαιῷ πάνυ ὀλίγῳ ἀναλαβὼν ἐπιτίθει τῇ τε κοτύλῃ καὶ παντὶ τῷ σκέλει καὶ ἐπιδήσας ἔα ἐπικεῖσθαι, γυναιξὶ μὲν οὐκ ἔλαττον δυοῖν ὡρῶν, ἀνδράσι
185δὲ τεττάρων, εἰ οἷόν τε. ἐγείρει δὲ οἰδήματα μετὰ πυρώσεως καὶ ἐρυθή‐ ματος, ὥσπερ ὁ σιναπισμός. ἔπειτα δὲ εἰς βαλανεῖον θερμότερον εἴσαγε, μηδενὶ 〈μήτε〉 προαλείψας μήτε χρίσας σμήγματι. μικρὸν δὲ ἱδρώσαν‐ τας ἐμβίβαζε δηκτικωτέρᾳ ἐμβάσει, ἀναγκάζων καρτερεῖν· ἐπιφέρει γὰρ
δηγμὸν μετὰ πυρώσεως κατὰ τὰς ἀρχάς· εἶτα ἐξάγαγε· ὡς ἐπίπαν γάρ,
190κἂν ὑφ’ ἑτέρων βασταζόμενοι εἰσενεχθῶσιν, αὐτομάτως τοῖς ποσὶ βα‐ δίζοντες ἐξελεύσονται. μίξας δὲ ἐλαίῳ πολλῷ οἶνον βραχὺν πάνυ καὶ ἀνακόψας συνάλειφε· εἶτα ἀπομαξάμενος τὴν ἰκμάδα τοῖς σαβάνοις, σκέπε τὸ σκέλος κουφοτάτοις ἐρίοις. εἴωθε μὲν οὖν τὸ βοήθημα μη‐ δεμιᾶς ἑτέρας χρῄζειν τῆς μετὰ ταῦτα βοηθείας. εἰ μέντοι ἴχνος ποτὲ
195ἐγκαταλειφθείη τοῦ πάθους, διαλιπὼν ἡμέρας κʹ χρῖσαι πάλιν τῷ αὐτῷ βοηθήματι. σιναπισμοῦ μὲν ὁ τρόπος 〈οὗτοσ〉, τὰς δὲ 〈τῆσ〉 ὠφελείας ἐλπίδας μείζονας ἔχει διὰ τὸ φαρμακωδέστερον καὶ μεθ’ ἥσσονος ἐπιτελεῖ‐ σθαι δήξεως. τούτῳ τῷ τρόπῳ τῆς χρήσεως καὶ κεφαλαλγίας χρονίας καὶ τὰ ἄλλα πάντα καθ’ ὅ τι ἂν ᾖ μέρος ἀλγήματα χρόνια καὶ δυσλύτους δια‐

1

(200)

θέσεις καὶ παραλύσεις ἐξιᾶσθαι δυνήσει.
Κηρωτὴ ἰσχιαδικοῖς Ἀρχιγένους. Ἐν δὲ τοῖς ἀπὸ τῶν βοηθημάτων διαλείμμασι κηρωτὴ ἐπικείσθω τοῖς τόποις τοιαύτη· ὀποπάνακος 𐅻 ηʹ διαλύσας ὄξει κυάθοις δυσίν, εἶτα κηροῦ γο δʹ τήξας μετὰ γο ηʹ ἐλαίου κυπρίνου καὶ ψύξας καὶ ἀναξύσας
205ἐπίβαλε τῷ λειωθέντι ὀποπάνακι καὶ ἑνώσας χρῶ.
Περὶ καύσεως.
«Οἱ δὲ ἀρχαῖοι, φησὶν Ἀρχιγένης, ἐχρήσαντο ἐπὶ τῶν ἰσχιαδι‐ κῶν καὶ καύσει, διά τε καυτηρίων σιδηρῶν πεπυρακτωμένων καὶ διὰ στρουθίου ῥιζῶν καὶ ἀριστολοχίας καίοντες τὸν τῆς κοτύλης τόπον
210εἰς βάθος, καὶ τὸ σκέλος δὲ ἐκ διαστημάτων τινῶν, κατὰ τῶν ὀδυνω‐ μένων μάλιστα τόπων ἐρείδοντες τοὺς καυτῆρας· ἕτεροι δέ τινες τῆς καταλλήλου χειρὸς τῷ πεπονθότι σκέλει τὸν μεταξὺ τόπον τοῦ 〈μεγάλου〉 δακτύλου τῆς χειρὸς καὶ τοῦ λιχανοῦ παρὰ τὸ κάτω ἄρθρον τοῦ μεγάλου δακτύλου σπύραθον αἰγείαν πυρώσαντες ἐπιτιθέασι δι’ ὀδοντάγρας, ἀλ‐
215λάσσοντες τὰς σπυράθους ἄχρι 〈τοῦ〉 διαδοθῆναι τὴν αἴσθησιν τῆς καύ‐ σεως εἰς τὸν πεπονθότα τόπον· τότε γὰρ αὐτάρκη τὴν καῦσιν εἶναι λέ‐ γουσιν». Διοσκορίδης δέ φησιν, «σπυράθους αἰγὸς πυρώσας, ἀνατείνας τὸν μέγαν δάκτυλον τῆς χειρὸς καὶ σημειωσάμενος τὸν κοιλαινόμενον τόπον περὶ τὸ πέρας τοῦ κάτω ἄρθρου τοῦ αὐτοῦ δακτύλου, εἶτα προϋπο‐
220χρίσας ἐλαίῳ τὸν τόπον ἢ ἐρίου πτύγμα ἐλαιοβραχὲς προϋποθεὶς τῷ κοίλῳ τόπῳ, κατὰ μίαν σπύραθον περιτίθει, ἄχρις ἂν διὰ τοῦ βραχίονος ἡ αἴσθησις περὶ τὸ πάσχον ἰσχίον ἔλθῃ». Ἄντυλλος δέ φησιν, «ἡμεῖς χρώμεθα καὶ τοιούτῳ τρόπῳ τῆς καύσεως· σπυράθους αἰγείους ξηροὺς πυρακτώσαντες τούτοις διακαίομεν τὴν κοιλίαν τοῦ μεγάλου δακτύλου
225τοῦ ποδὸς τοῦ πάσχοντος ὀλίγῳ κατωτέρω τοῦ ὄνυχος μέχρις ὀστέου. λύει δὲ αὕτη ἡ καῦσις τὰς ἄκρας ἰσχιάδας καὶ πρὸς μηδὲν ἄλλο βοήθημα εἰκούσας· μετὰ δὲ τὰς καύσεις ἐπιτιθέναι χρὴ τῷ ἐσχαρωθέντι τόπῳ πράσου φύλλα λεῖα μεθ’ ἁλῶν ἢ ἐλαίας λείας μελαίνας μετὰ σησάμου ἀπλύτου ἢ καρύων τὸ ἐντὸς λεῖον, τοῖς δὲ ἁπαλοσάρκοις γάλα μετὰ μέ‐
230λιτος, τῇ δὲ τρίτῃ φακῷ ἑφθῷ μετὰ μέλιτος κατάπλασσε μέχρι τοῦ ἐκ‐ πεσεῖν τὰς ἐσχάρας· εἶτα τῇ πυοποιῷ ἀγωγῇ χρῶ, ἀκατούλωτα φυλάτ‐ των τὰ ἕλκη μέχρι πλειόνων ἡμερῶν». «ἔγνωμεν δέ, φησὶν Ἀρχιγέ‐ νης, πλείστους ὠφεληθέντας ἐκ τῶν προειρημένων καύσεων. ἡμῖν δέ, φησίν, ἤρκεσεν εἰς ἀνασκευὴν τῆς ἰσχιάδος τὰ προρρηθέντα βοηθή‐
235ματα καὶ τὰ μετὰ βραχέα ῥηθησόμενα μαλάγματα, παρεθέμεθα δὲ καὶ περὶ διακαύσεως εἰς τὸ μὴ ἀγνοεῖσθαι».
Ἐπιμέλεια ἐν τοῖς παροξυσμοῖς Ἀρχιγένους. «Ἐν δὲ τοῖς παροξυσμοῖς διαδέσμοις τῶν ἄλλων μερῶν χρῆσθαι καὶ σπουδαίαις ψηλαφίαις προσήκει καὶ ἐμβροχαῖς ἐπαλλήλοις, διὰ σικυωνίου
240ἐλαίου θερμοῦ λιπαινομένων τῶν τόπων καὶ πιλήματι ἐρίου καλυπτομέ‐ νων, καὶ καταπλάσσειν δὲ τὰ μέρη τοῖς διὰ λινοσπέρμου καὶ τήλεως καὶ μάλιστα τοῖς δι’ αἰρίνων ἀλεύρων προσλαμβάνουσί τινα τῶν θερμαινόν‐ των καὶ ἀλθαίας ῥίζης· παρηγοροῦσι δὲ τὰς σφοδρὰς ὀδύνας καὶ πυρίαι αἱ δι’ ἐλαίου καὶ αἱ διὰ τῆς φρυκτῆς κέγχρου, ἔτι δὲ μᾶλλον ἁλῶν ἐν
245μαρσίποις».
Πόματα ἰσχιαδικοῖς. Διαχεῖ δὲ τοὺς παροξυσμοὺς ὀπὸς κυρηναϊκὸς πινόμενος ὅσον ὀρόβου μέγεθος ἢ καταπινόμενος· ἄκρως δὲ ποιεῖ καὶ καστορείου 𐅻 αʹ σὺν τριω‐ βόλῳ ὀποπάνακος. Πόμα ἰσχιαδικόν. Λαβὼν ἐντεριώνης τὸν φλοῦν

1

(250)

τὸν ἔσω χωρὶς τῶν κοκκίων βάλε εἰς ἀγγεῖον ὀστράκινον γανωτὸν καὶ νίτρον λευκὸν ἑξάγιον αʹ καὶ μετ’ ὀλίγον ἀπόβρεξον αὐτὸ μεθ’ ὕδατος θερμοῦ ζεστοῦ καὶ ἔασον ἡμέρας βʹ βρέχεσθαι καὶ τῇ τρίτῃ ἡμέρᾳ λαβὼν ὀθόνιον ἀποπίεσον αὐτὸ εἰς ἕτερον ἀγγεῖον ὑάλινον καὶ χλιάνας δὸς πιεῖν καὶ θαυμάσεις. Ἄλλο πότημα ἰσχιαδικοῖς. Ὀροβίνου ἀλεύρου,
255ἀνίσου, μαράθρου ἴσα μέτρῳ βαλὼν κόπτε καὶ σῆθε καὶ δίδου ὀβο‐ λοὺς θʹ ἐν οἴνῳ ἡμικοτυλίῳ. ἄγει δὲ δι’ οὔρων πάχος ἱκανόν. ὅταν δὲ καθαρὸν θεάσῃ τὸ οὖρον, μηκέτι δίδου. Ἄλλο. Κενταυρείου λεπτοῦ τοὺς ἀκρεμόνας κόψας σήσας δίδου νήστει κοχλιάριον μεθ’ ὕδατος θερμοῦ ἐπὶ ἡμέρας γʹ ἢ πλείους. Ἄλλο. Ἐρυθροδάνου ῥίζαν κόψας
260σήσας δίδου ὁμοίως. ἄγει δι’ οὔρων αἷμα· λοῦε δὲ καθ’ ἡμέραν τὸν πίνοντα. ὠφελεῖ δὲ καὶ ἐρυσίμου σπέρμα σὺν οἴνῳ καὶ σμυρνίου σπέρμα ὁμοίως, καρδάμου σπέρμα 𐅻 αʹ σὺν οἴνῳ, καππάρεως ῥίζης φλοιοῦ 𐅻 αʹ σὺν οἴνῳ, ἴρεως ῥίζης λείας 𐅻 αʹ σὺν γλυκεῖ, πήγανον ἄγριον καὶ ἥμερον σὺν ἀνίσου ἀφεψήματι, σύμφυτον πετραῖον σὺν οἰνομέλιτι ἑψόμενον,
265ἀλθαίας ῥίζης ἀφέψημα ἢ λεπτοῦ κενταυρείου, ἀμμωνιακοῦ θυμιάματος
𐅻 αʹ σὺν μελικράτῳ, ὑπερείκου σπέρμα 𐅻 βʹ. ἄγει δὲ κόπρον πολλὴν καὶ φλέγμα· ἀρκευθίδες μετ’ οἴνου, ἄσφαλτος ἀντὶ καταποτίου διδομένη, βαλσάμου καρπὸς σὺν μελικράτῳ. καὶ τὰ ἀνώδυνα δὲ καὶ ὑπνωτικὰ λεγόμενα ποτήματα ἐπιμενόντων τῶν ἀλγημάτων δεόντως ἂν παρα‐
270ληφθείη, μάλιστα δὲ ἡ παιωνία λεγομένη ἀντίδοτος· ἀναγέγραπται δὲ ἐν τῷ ιγʹ λόγῳ. «ἐγὼ δέ, φησὶν Ἀρχιγένης, κἀν τῷ παροξυσμῷ χρησάμενος τῷ προειρημένῳ κλυστῆρι τῷ διὰ τερεβινθίνης καὶ νίτρου θεατρικὴν μεταβολὴν ἐδίδουν. χρῶ δὲ ἐν τοῖς παροξυσμοῖς καὶ ἀφεψή‐ ματι τῆς ῥίζης τοῦ ἀγρίου σικύου».
275
Περὶ τῆς λοιπῆς διαίτης Ἀρχιγένους. «Ὑποτακτέον δὲ ἑξῆς διὰ βραχέων καὶ τὴν λοιπὴν ἐπιμέλειαν. πρὸ παντὸς οὖν παραιτεῖσθαι παραινῶ τὰς συντονίας καὶ τὰς ἀκρι‐ βεῖς τῶν πραγμάτων περιστάσεις μὴ μόνον μετὰ τροφήν, ἀλλὰ κἀν τοῖς πρὸ τῶν σιτίων καιροῖς. ἔπειτ’ ἀλειπτικώτερον ἐνιστάμενοι τὴν
280ἀγωγήν, σαρκώσεως προνοείτωσαν, ὡς εἰ κτήσοιντο περιβολὰς τοῖς νεύροις, ἅμα μὲν ἀσφαλὲς ἕξοντες ἔρυμα πρὸς πᾶσαν ἔξωθεν αἰτίαν, ἅμα δὲ παντὸς μαλάγματος κρείττω τὴν προσφυῆ περιθησόμενοι πιμελήν. ἀλειφέσθωσαν δὲ ὑπὸ τῶν ἐμπείρων καὶ γυμναζέσθωσαν·
ἄσκυλτοι γὰρ οἱ πόνοι γίνονται μετ’ εἰδήμονος προγυμναστοῦ καὶ ἐν‐
285τριβεῖς χεῖρες πραότεραι τῶν εὐαφῶν εἰσιν εἰς τὰς ἀποθεραπείας. ὅμως δὲ μηνυτέον ὅτι ἐπιτηδειότατα ὠφελοῦνται οἱ ἰσχιαδικοὶ ὑπὸ συνεχῶν διακάμψεων καὶ περιπάτων καὶ δρόμων συμμέτρων. αἰώρα δὲ ἡγήσεται ἡ διὰ ἵππου, ἔπειτα ἡ χρῆσις τῶν αὐτοφυῶν ὑδάτων, πρῶτον μὲν θερμῶν, ἔπειτα δὲ καὶ ψυχρῶν· εἰ γὰρ ἡ ψυχρολουσία συνεθισθείη, μόνη ἔσται
290ἱκανὴ τὴν ὁλοκληρίαν παρασχεῖν. ἡ δὲ δίαιτα ἐν τοῖς παροξυσμοῖς ῥοφη‐ ματώδης. ἔστω καὶ ὀλίγη, ἐν δὲ τοῖς διαλείμμασιν ἁδροτέρα καὶ ἀναλη‐ πτικωτέρα, ἔχουσα καὶ δριμυφαγίας τινὰς παραπλεκομένας διά τινων ἡμερῶν· τὴν δὲ τούτων ὕλην πλειστάκις ἤδη παρατεθείμεθα μηδὲν γλίσχρον ἔχουσαν ἢ παχύχυμον ἢ δύσπεπτον ἢ δυσανάδοτον. εὐπεψίας
295δὲ ὡς μάλιστα προνοείτωσαν μὴ τῆς ἀπαντώσης βλάβης ἐκ τῶν ἀπε‐ ψιῶν μόνον στοχαζόμενοι, ἀλλὰ καὶ σαρκώσεως, ἧς πρὸ πάντων χρῄζου‐ σιν οἱ ἰσχιαδικοί. καὶ τὰς ποιότητας δὲ τῶν δυσπέπτων φευκτέον, μάλιστα τῶν τὴν οὔρησιν ἐρεθιζόντων. τὴν δὲ κοιλίαν εὔλυτον μὲν εἶναι συμφέρει· θλίβεται γὰρ καὶ βαρύνεται τὰ ἄρθρα, ταύτης ἀναξηραινομένης·

1

(300)

μὴ μὴν ῥευματιζέσθω συνεχῶς ἡ κοιλία· ἀσθενοποιὸν γὰρ τοῦτο καὶ τῇ ῥύμῃ συνεπισυρόμενον τὰ ἀπὸ τοῦ ὅλου σώματος πληροῖ τὰ γειτνιῶντα. ἔστι δὲ ὅτε μακραὶ καὶ ἐπισφαλεῖς δυσεντερίαι γενόμεναι διωρθώσαντο
τὴν τοῦ ἰσχίου εὐπάθειαν. ἀγαθὸν δὲ ἐμεῖν ἐκ διαλειμμάτων ἀπὸ τροφῆς ἢ ἀπὸ ῥαφανίδων. οὐ λανθάνει δὲ ἡμᾶς ὅτι καὶ ἐλλεβόρῳ τινὲς ἐπὶ
305ἰσχιαδικῶν ἐχρήσαντο· καὶ ὅτι μὲν ἐμπράκτως βοηθεῖ ὁ ἐλλέβορος ἐπιστάμεθα, οὐ μὴν ὑπολαμβάνομεν καὶ τούτου χρείαν γενέσθαι ἐπὶ τῆς διαθέσεως, ἀλλ’ ἐξαλειφθήσεται ὑπὸ τῆς παραδοθείσης ἐπιμελείας».
Καταπλάσματα ἰσχιαδικά. Κατάπλασμα ἰσχιαδικοῖς. Θέρμων πικρῶν ἄλευρον ὀξυμέλιτι ἢ ὀξυ‐
310κράτῳ ἑψήσας κατάπλασσε. Ἄλλο. Καλαμίνθην λειώσας χλωρὰν μά‐ λιστα, εἰ δὲ μή, μετ’ ὀξυκράτου, κατάπλασσε τὸν τόπον· γενναῖον βοή‐ θημα. Ἄλλο. ποιεῖ καὶ πρὸς τοὺς σφόδρα ὀδυνωμένους. Κωδύας μήκωνος ἐν μελικράτῳ ἑψήσας καὶ ταύτας μὲν ἀνασπάσας τῷ δὲ μελικράτῳ κρίθινον ἄλευρον ἑψήσας κατάπλασσε. Ἄλλο. Κωδύας
315χλωρὰς λεάνας καὶ ἐπιπάσσων ἀλφίτων ἄλευρον τὸ ἀρκοῦν ποίει ἀρτίσκους καὶ ξήραινε ἐν σκιᾷ, ἐπὶ δὲ τῆς χρείας ὄξει ἀρκοῦντι διαλύων καὶ θερ‐ μάνας ἐπιτίθει. Ἄλλο. Ἀσκληπιάδου ἰσχιαδικοῖς ποδαγρικοῖς ἀρθρι‐ τικοῖς παραχρῆμα ὠφελεῖ. Τῆλιν βαλὼν εἰς ἄγγος κεραμεοῦν καὶ ἐπιβα‐ λὼν ὀξύκρατον ὅσον ἐξαρκεῖ ἔα βρέχεσθαι ὅλην νύκτα· ἕωθεν δὲ ἐπιτιθεὶς
320ἐπὶ τὸ πῦρ ἕψε μέχρι διαλύσεως, εἶτα λεάνας ἐν θυείᾳ ἀκριβέστατα καὶ ἐπιβαλὼν μέλιτος ὅσον ἐξαρκεῖ καὶ θερμάνας καὶ εἰς ὀθόνιον ἐμπλάσας
ἐπιτίθει κατὰ τῶν πονούντων τόπων καὶ ταινιδίῳ περιειλήσας ἔα· καὶ τοῦτο ποίει ἐπὶ δύο καὶ τρεῖς ἡμέρας. Ἄλλο. Συμφύτου ῥίζης γο ϛʹ ξύσας καὶ εἰς λεπτὰ τεμὼν καὶ ἐμβαλὼν εἰς θυείαν ὀστρακίνην τρῖβε
325φιλοπόνως καί, ὅταν λειωθῇ, ἐπίβαλε μάννης γο γʹ καὶ ὠῶν ὠμῶν προσφάτων τριῶν τὰ λευκὰ σὺν ταῖς λεκίθοις καὶ πάλιν τρῖβε· ὅταν δὲ ἑνωθῇ, ἐπίβαλε στέατος ὑείου παλαιοῦ κατειργασμένου λι αʹ καὶ ἑνώ‐ σας ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει. παρηγορεῖ παραχρῆμα μάλιστα τὰς μετὰ ῥεύματος τῶν ἄρθρων περιωδυνίας. Ἄλλο Ἀσκληπιάδου. Τή‐
330λεως ἀληλεσμένης, μανδραγόρου ῥίζης φλοιοῦ, μάννης ἀνὰ γο γʹ, ὠὰ ὠμὰ πρόσφατα ιʹ, μαλάχης ῥίζης λι αʹ, συμφύτου ῥίζης λι αʹ, κοχλιῶν χερσαίων τῆς σαρκὸς γο ϛʹ. σκεύαζε, ὡς προείρηται, φιλοπόνως καὶ ἀνελόμενος ἀπόθου· ἐν δὲ τῇ χρήσει ἔστω τοῦ μὲν φαρμάκου μέρος ἕν, στέατος δὲ ὑείου παλαιοῦ μέρη δύο.
335
Ἐπιθέματα καὶ μαλάγματα ἰσχιαδικοῖς. «Μάλαγμα δέ, φησὶν Ἀρχιγένης, σφόδρα ἱκανὴν ἡμῖν τὴν πεῖραν δεδωκός, ἐστὶ τὸ ὑπογεγραμμένον. σικυάσας δὲ πρῶτον τοὺς ὀδυνω‐ μένους τόπους ἐπιτίθει· ἐπιμένων δὲ αὐτῷ ἐκδέχου τὴν ἐξ αὐτοῦ ὠφέ‐
λειαν. Κολοφωνίας λι αʹ, δαφνίδων γο ηʹ, ῥαφάνου σπέρματος γο δʹ, καπ‐
340πάρεως φλοιοῦ λι αʹ, πίσσης ξηρᾶς λι αʹ, πυρέθρου λι αʹ, κηροῦ λι βʹ ςʹʹ, τήλεως γο ηʹ, ἴρεως λι αʹ, σινάπεως γο ηʹ, νίτρου λι βʹ. τὸ νίτρον λείου μετ’ ὄξους λιτρῶν δύο, εἶτα ἐπιπάσας τὰ λοιπὰ ξηρὰ λεῖα καὶ συλλεά‐ νας ἐπίχεε τὰ τηκτὰ καὶ ἀναμαλάξας χρῶ. τοῦτο μὲν οὖν ἀνασκευαστι‐ κόν ἐστι τῆς διαθέσεως, φοινίσσον τὸ δέρμα καὶ ἐπὶ τὴν ἐπιφάνειαν ἀνά‐
345γον τὰς ἐν βάθει ὕλας, ᾧτινι κατ’ ἀρχὰς οὐ δεῖ κεχρῆσθαι. Πραότατον δέ ἐστι τοῦτο καὶ πολύχρηστον, ᾧ δεῖ κεχρῆσθαι ἀδεῶς. Κηροῦ γο δʹ, στύ‐ ρακος γο αʹ, σατυρίου γο αʹ, ἀλόης πρωτείας γο αʹ, ἀμμωνιακοῦ θυμιά‐ ματος γο βʹ, κρόκου γο αʹ, πυρέθρου γο αʹ, ὀποπάνακος γο αʹ, χαλβάνης γο αʹ, λιβάνου γο αʹ, ἐλαίου παλαιοῦ γο δʹ, ἐνίοτε δὲ γο βʹ μόνας ἐν θέρει.

1

(350)

σκεύαζε καὶ χρῶ. παραδόξως δὲ ἐνεργεῖ ἐπὶ τῶν ἰσχιαδικῶν καὶ ἡ πάρ‐ δαλις ἔμπλαστρος ἡ ἐπὶ ὑδρωπικῶν ἀναγεγραμμένη». Ἡ λέαινα ἀνασκευαστική. Ἐλαίου παλαιοῦ λι βʹ, μολυβδαίνης, ἁλῶν κοινῶν, τερεβινθίνης ἀνὰ λι αʹ, λεπίδος γο γʹ, ἰοῦ, στρουθίου, χαμαιλέον‐ τος μέλανος ῥίζης, ἀριστολοχίας, σινάπεως ἀνὰ γο βʹ, ἐνίοτε καὶ κά‐
355χρυος γο αʹ ἢ ἀντὶ κάχρυος πυρέθρου. ποιεῖ καὶ τῇ κεφαλῇ ἐπιτιθε‐ μένη πρὸς ἡμικρανίαν. Ἡρᾶ πρὸς ἰσχιαδικούς. «Ταύτῃ, φησίν, ἐχρησάμην ἐπὶ Φροντίνου εὐθὺς ἀπὸ τῶν παροξυσμῶν. Κηροῦ 𐅻 ρʹ, ἰξοῦ 𐅻 ιϛʹ, τερεβινθίνης 𐅻 κεʹ, χαλβάνης, σμύρνης, ἴρεως ἀνὰ 𐅻 ϛʹ, κεδρίας κοτύλης τὸ ςʹʹ, κυπρίνου ἐλαίου τὸ ἴσον τῆς κεδρίας. κηρὸν κε‐
360δρίαν μετὰ τοῦ κυπρίνου τῆκε, εἶτα ῥητίνην ἐπίβαλε καὶ χαλβάνην καὶ ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίβαλε εὐθέως τὸν ἰξὸν καί, ὅταν διαλυθῇ, ἐπί‐ πασσε τὴν ἶριν καὶ ἑνώσας ἐπίχεε ἐν τῇ θυείᾳ τῇ σμύρνῃ λειωθείσῃ μετ’ ὄξους. ἔνιοι δὲ καὶ νίτρου προσβάλλουσι 𐅻 νʹ». Ἀσκληπιάδης δὲ οὕτω φησίν. «Μάλαγμα ἰσχιαδικοῖς εὐθὺς ἀπὸ τῶν παροξυσμῶν
365ἐπιτιθέμενον. ποιεῖ πρὸς τὰ συντρίμματα τῶν ὀστῶν καὶ πᾶσαν νευρικὴν συμπάθειαν· ἔστι δὲ καὶ διαλυτικὸν πάσης σκληρίας· ποιεῖ καὶ πρὸς τὰς ἄλλας φλεγμονάς, καταστέλλει δὲ καὶ τὰς πονηρὰς οὐλάς, ποιεῖ πρὸς στρέμματα, λυγίσματα καὶ πρὸς τὰς τῶν μασθῶν κακοήθεις διαθέσεις· ἔστι γὰρ σφόδρα γενναῖον. Κηροῦ, τερεβινθίνης, ἰξοῦ, χαλβάνης, σμύρ‐
370νης, ἴρεως ξηρᾶς ἀνὰ 𐅻 μηʹ, ἐλαίου κυπρίνου ὅσον ἐξαρκεῖ. τὴν χαλβά‐ νην μετὰ τοῦ κηροῦ ὁλμοκοπήσαντες καὶ μαλάξαντες τήκομεν μετὰ τοῦ κυπρίνου, εἶτα ἐπιβάλλομεν τὸν ἰξόν, αἴροντες ἀπὸ τοῦ πυρός, καὶ ὅταν
διαλυθῇ, ἐπιπάσσομεν τὴν ἶριν καὶ ἐπιχέομεν ἐν τῇ θυείᾳ τῇ σμύρνῃ λειωθείσῃ μετ’ ὄξους». Ποιοῦσιν ἐπ’ αὐτῶν καὶ αἱ δι’ ἁλῶν ἔμπλαστροι,
375οἵα ἐστὶν αὕτη· ἁλῶν 𐅻 ρʹ, ψιμυθίου 𐅻 ρʹ, πίσσης γο ϛʹ, ἐλαίου λι δʹ. λειοτάτους σφόδρα ποιήσας τοὺς ἅλας κατ’ ἰδίαν ὁμοίως καὶ τὸ ψιμύ‐ θιον, ἔπειτα ἐπιβαλὼν αὐτοῖς ἐν τῇ θυείᾳ τὸ ἔλαιον καὶ συλλεάνας ἱκα‐ νῶς, ἀναλαβὼν ἕψε μέχρις ἀμολύντου μαλακῷ πυρὶ χρώμενος, εἶτα ἐπίβαλε τὴν πίσσαν· τακεῖσαν καὶ διηθηθεῖσαν καὶ πάλιν ἕψε ὡς μὴ
380μολύνῃ καὶ χρῶ. 〈Ἀσκληπιάδου〉. μάλαγμα τὸ διὰ σιλφίου ἰσχιαδι‐ κοῖς σφόδρα γενναῖον. Ἄμμεως 𐅻 ιβʹ, σιλφίου, πηγάνου ἀγρίου σπέρμα‐ τος, δαφνίδων κεκαθαρμένων ἀνὰ γο δʹ, κολοκυνθίδος ἐντεριώνης 𐅻 βʹ, νίτρου, ἀβροτόνου, καρδαμώμου ἀνὰ 𐅻 δʹ, κηροῦ, στέατος μοσχείου, ἀμ‐ μωνιακοῦ θυμιάματος ἀνὰ γο βʹ. τὰ ξηρὰ τοῖς τηκτοῖς ἐπιπάσσεται
385ἀρθεῖσιν ἀπὸ τοῦ πυρὸς καὶ ἐπιχέεται ἐν τῇ θυείᾳ τῷ ἀμμωνιακῷ λειω‐ θέντι μετ’ ὄξους. τινὲς τὸ ἀμμωνιακὸν τήκουσι σὺν τῷ κηρῷ καὶ γίγνεται ἀμολυντότερον. Μάλαγμα ἰσχιαδικόν, ᾧ Θεόδωρος τὸν ἴδιον πατέρα ἐθεράπευσε μὴ δυνάμενον ἀνακῦψαι διὰ τὴν ὀδύνην. Κηροῦ, πίσσης ὑγρᾶς, στυπτηρίας ὑγρᾶς ἴσα. τήξας τὰ τηκτὰ ἐπίχεε τῇ στυπτηρίᾳ λειω‐
390θείσῃ σὺν ὄξει καὶ ἀναμαλάξας χρῶ. Ἀσκληπιάδου ἰσχιαδικόν. ποιεῖ καὶ κωλικοῖς ἐν τοῖς παροξυσμοῖς ἀσφαλῶς καὶ ψώρας θεραπεύει χωρὶς ἑλκώ‐
σεως. Κηροῦ, πίσσης ὑγρᾶς, πίσσης ξηρᾶς ἀνὰ λι αʹ, θείου ἀπύρου, στυ‐ πτηρίας σχιστῆς, νίτρου ἐρυθροῦ ἀνὰ γο ϛʹ. τήξας τὰ τηκτὰ ἐπίπασσε τὰ ξηρὰ λειότατα κατὰ βραχὺ καὶ κατεράσας εἰς θυείαν νενοτισμένην ὀξυ‐
395κράτῳ καὶ ἀναμαλάξας χρῶ. τινὲς πίσσαν ξηρὰν καὶ πιτυΐνην καὶ κηρὸν βάλλουσιν ἀνὰ γο ιʹ καὶ ἐλαίου γο βʹ καὶ τὰ λοιπὰ ὡς προείρηται. Ἰ‐ σχιαδικὸν θαυμάσιον. Λιβάνου, εὐφορβίου, ἀμμωνιακοῦ θυμιάματος, πυ‐ ρέθρου, πίσσης, κηροῦ ἀνὰ γο γʹ, πιτυΐνης ξηρᾶς γο γʹ, ἐλαίου κυπρίνου γο ϛʹ, χολῆς ταυρείας γο ϛʹ. λίβανον, εὐφόρβιον, ἀμμωνιακόν, λειότατα

1

(400)

ποιήσας ἕκαστον ἰδίᾳ λείου ἅμα σὺν τῇ χολῇ καὶ τήξας τὰ τηκτὰ ἐπί‐ πασσε τὸ πύρεθρον καὶ ἐπίχεε τοῖς λειωθεῖσι καὶ ἑνώσας χρῶ θαρρῶν· πεπείραται. βέλτιον δὲ γίνεται ἐὰν τὸ ἀμμωνιακὸν λειότατον ἐπιπασθῇ τοῖς τηκτοῖς καὶ τούτου τακέντος ἐπιβληθῆναι τὸν λίβανον λεῖον· τὸ δὲ εὐφόρβιον σὺν τῇ χολῇ λείου.
405
Ἀλείμματα καὶ ἄκοπα ἰσχιαδικοῖς. Πρὸς ἰσχίων πόνον. Παιωνίας ῥίζαν λαβὼν τεθλασμένην ἐν ἐλαίῳ ἡμέ‐ ρας γʹ, τῇ τετάρτῃ ἑψήσας ἐπ’ ὀλίγον ἄλειφε. προκάθαιρε δὲ αὐτοὺς ὀπῷ τιθυμάλλου, σταγόνας εʹ μόνας μετὰ ἰσχάδων βαλών, ἢ τῷ ἀποβρέγματι τοῦ φλοιοῦ τοῦ τιθυμάλλου. κόψας δὲ σήσας τὸν φλοιὸν βρέχε μετ’ οἴνου
410γρ δʹ ὅλην νύκτα καὶ ἕωθεν διηθήσας δίδου τὸν οἶνον. Ἄλλο. Νυκτε‐ ρίδα τὴν βοτάνην ἣν μύρον Ἑλένης καλοῦσιν ἑψήσας ἐλαίῳ ἔα προσ‐ μεῖναι αὐτὴν ἐν τῷ ἐλαίῳ ἡμέραν μίαν καὶ διηθήσας ἄλειφε. Ἄλλο διὰ πολλῆς πείρας. Ἐχῖνον τὸν χερσαῖον ζῶντα βαλὼν εἰς ἔλαιον ἕψε
μέχρις οὗ τακερὸς γένηται, εἶτα ἀνασπάσας αὐτὸν ἐπίβαλε τῷ ἐλαίῳ
415ἀδάρκης λειοτάτης γο βʹ καὶ ἐλαίου κυπρίνου γο αʹ καὶ χρῶ ἀλείφων τὸν τόπον· ἔστω δὲ τὸ ἔλαιον ἐν ᾧ ἕψεται λι βʹ. Ἰσχιαδικὸν τὸ καλούμενον ἰσόθεον. ποιεῖ καὶ πρὸς παραλύσεις καὶ πᾶσαν νευρικὴν συμπάθειαν. Καστορείου, ὀποπάνακος, εὐφορβίου, οἰσύπου ὑγροῦ, ἀμμωνιακοῦ θυμιά‐ ματος, χαλβάνης, τερεβινθίνης ἀνὰ γο βʹ, μυελοῦ ἐλαφείου γο δʹ, 〈στύ‐
420ρακος γο αʹ〉, ἐλαίου στυρακίνου γο δʹ, ἐλαίου ἰρίνου γο ϛʹ, πεπέρεως γο αʹ, κηροῦ λι αʹ, ἐλαίου σικυωνίου λι αʹ, ἐλαίου παλαιοῦ λι αʹ. ἀμμωνια‐ κόν, χαλβάνην, ὀποπάνακα λείου μετ’ οἴνου, τὰ δὲ τηκτὰ τήξας καὶ ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίχεε καὶ ἕνωσον ἱκανῶς, τὸν δὲ στύρακα ὁλμοκόπει ἐπι‐ βάλλων αὐτῷ κατὰ βραχὺ ἐκ τοῦ φαρμάκου καί, ὅταν διαλυθῇ, ἕνωσον
425τοῖς λοιποῖς καὶ χρῶ. Ἄκοπον ἰσχιαδικόν. Ἐνεργέστατόν ἐστι τὸ ἐγκεί‐ μενον ἐν τοῖς κοινοῖς ἀκόποις μετὰ τὰ ἀρθριτικὰ βοηθήματα τὸ ἐπιγρα‐ φόμενον τοῦ ὀρχηστοῦ καὶ χρῶ αὐτῷ θαρρῶν· χρῶ δὲ καὶ τοῖς ὁμοίοις ἀκόποις καὶ ἀλείμμασι τοῖς ἐκεῖσε γραφησομένοις. Ἰσχιαδικὸν καλὸν ἄλειμμα πάνυ διὰ πείρας. Κιτρίων χλωροτέρων κατατεμὼν ὅλην σὺν τῷ
430φλοιῷ καὶ τὴν ἐντεριώνην καὶ βαλὼν λι αʹ μετ’ ἐλαίου καλοῦ λι βʹ ἕψε ἐπὶ ἀνθράκων ἕως ἀποβάλῃ πᾶσαν τὴν ὑγρότητα τὸ κίτριον, εἶτα διηθήσας τὸ ἔλαιον τῆκε ἐν αὐτῷ κηροῦ γο βʹ· τακέντος δὲ τοῦ κηροῦ, ἐπίπασσε κνίδης σπέρματος λειοτάτου γο βʹ καὶ ἑνώσας ἄλειφε πρωῒ καὶ μετὰ βαλανεῖον καὶ εἰς κοίτην, ἀνατρίβων ἠρέμα. Ἄλλο Ὀρειβασίου. ἄκο‐
435πον 〈παρὰ Μαρκιανοῦ〉 πάνυ ἐπαινούμενον. Κηροῦ γο ιηʹ, πίσσης ξηρᾶς, πίσσης ὑγρᾶς ἀνὰ γο ϛʹ, πιτυΐνης γο γʹ, 〈χαλβάνης γο θʹ, σάπωνος γο γʹ〉, θείου ἀπύρου γο γʹ, ἁλῶν πεφρυγμένων γο λʹ, πυρέθρου γο θʹ, καρδαμώμου γο ϛʹ, τρυγὸς κεκαυμένης γο ϛʹ, εὐφορβίου γο βʹ, πεπέρεως γο αʹ, 〈ἀδάρκησ〉 γο αʹ. σκευάσας καὶ ἐπὶ τῆς χρείας ἀνέσας
440μετ’ ἐλαίου τινὸς τῶν ἐπιτηδείων σύγχρισον· ποιεῖ καὶ πρὸς παρέσεις.
Κατάπαστα ἐν βαλανείῳ ἰσχιαδικοῖς. Ἰσχιαδικὸν κατάπασμα ἐνεργές. Θέρμινον ἄλευρον ἐπίπασσε ἐν τῷ βαλανείῳ καὶ ἱδρούτω κατακείμενος ἐπὶ σανίδος. Ἄλλο κατάπαστον. ποιεῖ καὶ πρὸς κεχρονισμένας διαθέσεις. Κόστου, πεπέρεως λευκοῦ, πυρέ‐
445θρου ἀνὰ γο γʹ, νίτρου γο αʹ, τρυγὸς οἴνου κεκαυμένης λι αʹ. κόψας σή‐ σας ἐπίβαλε ἐν βαλανείῳ. Ἄλλο. Κόστου γο γʹ, πυρέθρου γο γʹ, νίτρου γο αʹ, πεπέρεως λευκοῦ, ἀδάρκης, εὐφορβίου ἀνὰ γο αʹ, τρυγὸς κεκαυ‐ μένης λι αʹ, συμψύχου γο ϛʹ. κόψας σήσας κατάπασσε ἐν βαλανείῳ. Ψί‐ λωθρον. Λιβανωτίδα ἑψήσας μετὰ οἴνου παλαιοῦ σβέσον τὴν ἄσβεστον·

1

(450)

ἔπειτα ἔχε τετριμμένα καρδαμώμου, πυρέθρου, κάχρυος, σαμψύχου, πε‐ πέρεως, κόστου, τρυγὸς οἴνου, καὶ ἑνώσας πάντα ὁμοῦ μετὰ σχιστοῦ ἀρσε‐ νικοῦ χρῶ. τινὲς δὲ χωρὶς τούτων μετὰ μόνης τῆς λιβανωτίδος αὐτὸ ποιοῦ‐ σιν. Ἡρᾶ πρὸς ἰσχιαδικοὺς παρηγορικὸν λίαν. Πίσσης ξηρᾶς μέρη βʹ,
θείου ἀπύρου μέρος αʹ. λεῖα ποιήσας καὶ μίξας καὶ προλούσας τὸν πά‐
455σχοντα ἐπίπασσε ἔτι ἔνθερμον ἔχοντα τὸν χρῶτα καὶ σκέπαζε χάρτῃ καὶ ἔα μέχρις οὗ δι’ ἑαυτοῦ ἀποπέσῃ· ἐνδέχεται δὲ καὶ λούεσθαι ἔχοντα τὸν χάρ‐ την. Ἄλλο κατάπαστον. Ἀδάρκης, σταφίδος ἀγρίας, κάχρυος, σινά‐ πεως, καρδαμώμου, πεπέρεως, εὐφορβίου, θείου ἀπύρου ἀνὰ γο αʹ. κόψας σήσας καὶ εἰσαγαγὼν τὸν κάμνοντα ἐν τῷ δευτέρῳ οἴκῳ τοῦ βαλανείου
460κατάκλινον ὑποστρώσας ἱμάτιον τῇ σανίδι καὶ ἐπίπασσε τῷ τόπῳ καὶ τρῖβε εὐτόνως, εἶτα ἐμβίβαζε τῷ θερμῷ καὶ ἐπαντλήσας ἐξάγαγε καὶ ἀπομάξας ἐπίρριπτε τῷ τόπῳ ἔτι ἐνθέρμῳ ὄντι μάλαγμα τοιοῦτον· κράμ‐ βης καυλῶν κεκαυμένων σποδοῦ γο τὸ ςʹʹ, συκίνων ἀγρίων ξύλων κεκαυ‐ μένων σποδοῦ γο γʹ, ἀμπέλου ξύλων κεκαυμένων σποδοῦ γο γʹ, πίσσης
465ξηρᾶς λι αʹ, θείου ἀπύρου γο γʹ, ἀξουγγίου λι αʹ. ἀπαλλαγήσεται γὰρ τῆς ὀδύνης ἐν τάχει, ὡς δοκεῖν μαγείαν εἶναι τὴν δύναμιν. προεψεῖν δὲ χρὴ ἐπ’ ὀλίγον τὴν πίσσαν μετὰ τοῦ ἀξουγγίου, ἵνα μὴ μολύνῃ, καὶ οὕτως ἐπιπάσσειν τὰ ξηρὰ λεῖα.

2

Περὶ ποδάγρας καὶ ἀρθρίτιδος. Τὸ ποδαγρικὸν καὶ ἀρθριτικὸν πάθος ὁμοιοειδῆ ἀλλήλοις καθεστή‐ κασιν· διαφέρει δὲ ποδάγρα ἀρθρίτιδος οὐ τῷ ὅλῳ γένει, ἀλλὰ τοῖς
ἀλγοῦσι τόποις. ἐπὶ πάντων γὰρ ἀσθένειά ἐστι τῶν ἄρθρων χρονία ῥευ‐
5ματική, ἥτις κατὰ μὲν τοὺς πόδας ἀποτελεσθεῖσα ποδάγρα προσαγορεύ‐ εται, κατὰ δέ τινος τῶν ἰσχίων ἰσχιὰς ὀνομάζεται, κατὰ δὲ πολλῶν ἄρθρων τοῦ σώματος ἐρείσασα ἀρθρῖτις λέγεται. ἔστι μὲν οὖν ὅτε αἰφνί‐ διον εἰσβάλλει τὸ πάθος, διασπειρόμενον ὁμοτίμως κατὰ πάντα τὰ ἄρθρα· τοῦτο δὲ συμβαίνειν εἴωθεν ἐπὶ τῶν ἀθρόως καταλιπόντων τὰ συνήθη
10γυμνάσια καὶ ἀκολάστως διαιτωμένων. τὰ πολλὰ δὲ λεληθότως κατὰ βραχὺ εἴωθεν εἰσβάλλειν ὁ ῥευματισμός· ἄλλοις γάρ τισι μεγάλου δα‐ κτύλου τοῦ ποδὸς τὸ ἄρθρον ἐπώδυνον ἐγένετο, ἄλλοις δὲ τὸ πέρας τῆς πτέρνης καὶ ἑτέροις τὸ κοῖλον τοῦ ποδός, ἤτοι θλιβὲν ἐξ ὑποδήματος ἢ ὑπὸ δρόμου ἢ ἄλλου τινὸς τῶν παραπλησίων. ἀρχόμενον δὲ ἀπὸ τῶν
15ποδῶν, κατὰ βραχὺ ἐπιδιαβαίνει τὸ κακὸν καὶ ἐπὶ γόνατα καὶ ἐπὶ τὰ τῶν ἰσχίων καὶ μηρῶν ἄρθρα εἶτα ἐπὶ τὰς χεῖρας, μεμερισμένως ἑκάστου ἄρθρου πάσχοντος, ὅτε καθὼς προείρηται ἀρθρῖτις κυρίως τὸ πάθος καλεῖται. τοῖς δὲ τέλεον ἐχομένοις τῷ πάθει καὶ σπόνδυλοι καὶ τῶν πλευρῶν διαρθρώσεις καὶ γένυες ὀδυνῶνται, ἐνίοις δὲ καὶ ἡ ῥίς, καὶ οὐκ
20ἔστι τις ὀστέου διάρθρωσις ἥτις οὐκ ἐπωδύνως διατίθεται.

3

Αἰτίαι καθολικαὶ ποδάγρας. Γεννῶσι δὲ τὸ πάθος ἀπεψίαι ἐπάλληλοι καὶ οἰνοφλυγίαι, τούτων δὲ μᾶλλον καὶ ἀκρασίαι περὶ τὰ ἀφροδίσια, ἤδη δὲ καὶ περίπατοι σύντονοι
παρὰ τὸ ἔθος καὶ στάσεις ἐπὶ μακρὸν γινόμεναι καὶ ἐποχαὶ τῶν συνή‐
5θων ἐκκρίσεων καὶ ἀνακοπαὶ τῶν συνήθων γυμνασίων· τὰ πολλὰ δὲ ἀπὸ τῶν προγόνων ἐπιτηδειότητες εἰς τὰ ἔγγονα μεθίστανται. καθόλου δὲ ἐπὶ πάντων, ὑγρῶν ἀπέπτων πλῆθός ἐστιν αἴτιον τῆς διαθέσεως.

4

Ὅτι ὑγρῶν πλῆθος ἐργάζεται τὸ πάθος. Ὅτι μὲν οὖν ὑγρῶν συνδίδοται πλῆθος φερομένων εἰς τοὺς πόδας καὶ διατεινόντων τὰ ἐν αὐτοῖς ἅπαντα μόρια καὶ φλεγμονάς τε καὶ ἀλγηδό‐ νας ἐπιφερόντων φανερώτατον· καὶ γὰρ εἰς ὄγκον αἴρεται τὰ πάσχοντα
5μόρια καὶ ἐν αὐτοῖς φλέβες αἵματος φαίνονται μεσταὶ καὶ κενουμένων αὐτῶν εἰς τὸ κατὰ φύσιν ὁ κάμνων ἐπανέρχεται. τὸ δὲ ἐπιρρέον πλῆθος οὐχ ὅμοιον ἐπὶ πάντων· καὶ γὰρ οἱ μὲν θερμότητι κάμνουσιν, οἱ δὲ ψυχρότητι ἢ ὑγρότητι, κἄπειτα ψύχοντες ἢ θερμαίνοντες ἢ ξηραίνοντες ὀνίνανται.

5

Τίς αἰτία τῶν ῥευματιζομένων μορίων. Ἐπειδὰν μὲν οὖν πλῆθος ὑγρῶν ἐπιτραφὲν ἐν τῷ σώματι λυπῇ τὸν ἄνθρωπον, ἀπελαύνει μὲν ἀφ’ ἑαυτοῦ τῶν πρωτοπαθούντων μορίων ἕκαστον τὸν λυποῦντα χυμόν, ὑποδέχεται δέ τι τῶν γειτνιώντων ἢ
5ὑποκειμένων, τῶν μὲν ἰσχυροτέρων πεμπόντων, τῶν δὲ ἀσθενεστέρων ὑποδεχομένων· καὶ τοῦτ’ οὐ παύεται γιγνόμενον, ἄχρι περ ἂν ἐπὶ τὸ πάν‐ των ἀσθενέστατον ἀφίκηται τὸ ὠθούμενον καὶ ἐν αὐτῷ καταμείνῃ. μία
μὲν οὖν γένεσις τῶν ῥευματικῶν διαθέσεων αὕτη, πεμπόντων μὲν τῶν ἰσχυροτέρων τὸ περιττόν, ὑποδεχομένων δὲ τῶν ἀσθενεστέρων· ἀσθενέ‐
10στερα δὲ ἀποτελεῖται τὰ ἄρθρα ἐκ τῶν συνεχῶν κινήσεων.

6

Διὰ τί ἐπὶ μέν τινων μέγα τὸ νόσημα, ἐπ’ ἄλλων δὲ μικρόν. Τὸ δὲ μέγεθος τῶν ῥευματικῶν νοσημάτων τῷ πλήθει τῶν ἐπιρρεόν‐ των ὑγρῶν ἕπεται· πλειόνων μὲν γὰρ ὄντων αὐτῶν, μείζων ἡ διάθεσις γίγνεται, ἐλαττόνων δέ, μικροτέρα. ἐπιρρεῖ δὲ πολλὰ περιττώματα διὰ
5πολλὰς αἰτίας. καὶ γὰρ πλῆθος ὑγρῶν πάμπολυ εἶναι χρὴ καὶ τὰς ὁδοὺς εὐρείας δι’ ὧν φέρεται καὶ τὸ ῥευματιζόμενον μέρος ἀραιὸν καὶ τὴν ἐν αὐτῷ δύναμιν ἀσθενῆ καὶ τὴν τῶν πεμπόντων ἰσχυράν, ἵνα ἡ διάθεσις μεγάλη γένηται· μικρὰ δὲ εἰ μέλλοι γενήσεσθαι ἡ διάθεσις, τῶν εἰρημέ‐ νων τἀναντία πάντα συνελθεῖν δεῖ.

7

Διὰ τί πολυχρόνιον ἢ ὀλιγοχρόνιον τὸ νόσημα γίγνεται. Τοῦ δὲ ὀλιγοχρονίους αὐτοὺς ἢ πολυχρονίους γίγνεσθαι καὶ τὰ εἰρη‐ μένα μέν ἐστιν αἴτια, καὶ γλισχρότης δὲ καὶ παχύτης ὑγρῶν· τό τε γὰρ πολὺ αἷμα καὶ παχὺ πυκνῷ στεγόμενον δέρματι καὶ ὑπὸ δυνάμεως ἀρρώ‐
5στου νωθρῶς διωθούμενον τὸν χρόνον ἐπαύξει τε καὶ μηκύνει, τὸ δὲ ἐναντίον τούτου μειοῖ τε καὶ βραχύνει. ἀλλὰ κἀπὶ τῶν ἄλλων παθῶν τοῦ σώματος ἢ ἐπιπολῆς, ὡς ἐν ἐρυσιπέλασιν, ἢ ὑπὸ τῷ δέρματι, ὡς ἐν τοῖς ἕρπησιν, ἢ ἐν τοῖς σαρκώδεσι μορίοις, ὡς ἐν φλεγμοναῖς, φέρεται
τὰ περιττώματα ὡς ἐπὶ τὸ πολύ. ἐπὶ δὲ τῶν ποδαγρικῶν καὶ ἀρθριτι‐
10κῶν λεγομένων μέχρι τῶν διαρθρώσεων διὰ βάθους ἡ πλήρωσις γίγνεται ἅμα τῷ διαβρέχεσθαι καὶ διατείνεσθαι τά τε νεῦρα καὶ τοὺς συνδέσμους καὶ τοὺς ὑμένας καὶ τὰ πέριξ ἅπαντα, καὶ διὰ τοῦτο πολλάκις καὶ μέχρι τῆς τεσσαρακοστῆς ἡμέρας ἐκτείνονται· καὶ γὰρ καὶ μετὰ τὸ παύσασθαι τὸ ῥεῦμα καὶ μηκέτι ἄνωθεν φέρεσθαι πλήρεις ὑπάρχουσαι πολλῆς
15ὑγρότητος αἱ διαρθρώσεις παρέχουσι τοῖς πέριξ μορίοις. λεπτοτέρου μέντοι τοῦ ῥεύματος ὄντος, τάχιστα παύονται, ἢν μὴ κακῶς θεραπευθῶ‐ σιν· εἰ δέ τις τῶν ἀμεθόδων ἰατρῶν τῶν χαλώντων ἀεὶ πάσας τὰς φλε‐ γμονὰς ἐπιφανείη, οὐκ εἰς τεσσαράκοντα μόνον ἡμέρας ἀλλὰ καὶ εἰς τετρακοσίας τε καὶ εἰς σύμπαντα τὸν ὑπόλοιπον βίον τοῦ κάμνοντος
20ἐκτείνει τὰς φλεγμονάς. ὑπὸ γὰρ τῆς κακῆς θεραπείας συμβαίνει τοῖς ποδαγροῖς κακὰ πολλὰ μὲν καὶ ἄλλα, μάλιστα δὲ οἵ τε πῶροι καὶ αἱ τῶν ἄρθρων ἀγκυλώσεις διὰ τὴν τῶν ἰατρῶν ἀμαθίαν γίνονται, οὔτε κενούν‐ των διὰ φλεβοτομίας ἢ καθάρσεως οὔτε ἀποκρουομένων τοῖς στύφουσι μετρίως τὸν πλεονάζοντα μὲν ἐν ὅλῳ τῷ σώματι χυμόν, φερόμενον δὲ
25εἰς τὰς διαρθρώσεις καὶ ἐργαζόμενον τὰ ἀρθριτικὰ νοσήματα. τινὲς μὲν γὰρ αὐτῶν ἀμέτρως χαλῶσι τὰς φλεγμονὰς διά τε ὑδρελαίου καὶ τῶν διὰ τῆς ὠμῆς λύσεως καταπλασμάτων, ἐπισπῶνται τῇ ἐκ τῶν κατα‐ πλασμάτων θερμότητι πλῆθος ὑγρῶν ἐκ τῶν ὑπερκειμένων χωρίων, ἀτονώτερα δὲ διὰ τὴν χάλασιν καὶ δεκτικώτερα τῶν περιττωμάτων
30παρασκευάζουσι τὰ ὀδυνώμενα μόρια.

8

Τίς αἰτία ἀγκυλώσεως. Ἕτεροι δὲ ψύχουσιν ἀμέτρως, ἄλλοι δὲ διαφοροῦσι σφοδρῶς. συμβαί‐ νει γὰρ ἐκ τούτου παχύνεσθαι μὲν τὰ νευρώδη μόρια καὶ ἀγκυλοῦσθαι καὶ διαστρέφεσθαι δεχόμενα τὴν τῶν ὑγρῶν περιουσίαν, ἴσχειν δὲ ἐν ἑαυτοῖς
5πορώδεις τε καὶ λιθώδεις συστάσεις πήγνυσθαί τε τὰ προαιρετικὰ νεῦρα καὶ τοὺς συνδέσμους καὶ τοὺς τένοντας, ἐπιτηδείως ἔχοντας εἰς τοῦτο διὰ τὴν ἑαυτῶν οὐσίαν πυκνήν τε καὶ στερεὰν ὑπάρχουσαν.

9

Τίς αἰτία πώρων γενέσεως. Ἡ μὲν οὖν τῶν πώρων γέννησις ὕλην μὲν ἑαυτῆς ἔχει τὰ παχέα τῶν ὑγρῶν, δραστικὴν δὲ ποιότητα τὴν θερμὴν καὶ ξηράν, καθάπερ ἔστιν ἰδεῖν ἐπὶ τῶν ἐν τοῖς χαλκείοις γεννωμένων ἐκ τοῦ ἑψομένου ἰλυώδους
5ὕδατος πώρων. τὰ γὰρ σφοδρῶς ψύχοντα φάρμακα συνεχῶς προσαγόμενα πήγνυσιν οὐ μόνον τὰ παχέα τῶν ὑγρῶν ἀλλὰ καὶ τὰ λεπτά, ὥσπερ τὸ σφοδρότατον κρύος πήγνυσι τὸ ὕδωρ· τὰ δὲ διαφοροῦντα ἀθρόως τε καὶ ἀμέτρως τὸ μὲν λεπτὸν τοῦ ῥεύματος κενοῖ, τὸ δὲ ὑπόλοιπον παχύνει καὶ πήγνυσιν, ἔτι δὲ μᾶλλον εἰ πρὸς τῷ διαφορεῖν ἀμέτρως καὶ θερμαίνειν
10δύναται.

10

Τίς αἰτία τοῦ μὴ ῥᾳδίως διαπυΐσκεσθαι ἐπὶ τῶν ποδαγρικῶν
τὰς φλεγμονάς.
Τοῦ μὴ ῥᾳδίως ἐκπυΐσκεσθαι τὰς ποδαγρικὰς φλεγμονὰς αἴτιόν ἐστι
πρῶτον μὲν ἡ τῶν πασχόντων μερῶν οὐσία, δυσμετάβλητος ὑπάρχουσα
5φύσει τε καὶ ἔθει· πρὸς γὰρ τῷ σκληρότερα φύσει τὰ νευρώδη μόρια ὑπάρχειν, καὶ ἀνέχεσθαι μεμελέτηκε τῶν λυπεῖν δυναμένων καὶ μάλιστα τὰ ἄκρα ποδῶν τε καὶ χειρῶν, ἀλλά τε καὶ ἀσαρκότερα τὰ μόρια ταῦτα καὶ ἧττον θερμὰ καὶ ὑγρὰ καὶ διὰ τοῦτο καὶ ψυχρότερα τῶν ἄλλων μορίων. ἀλλὰ καὶ οἱ ἐπιρρέοντες ἐν ταῖς ποδαγρικαῖς φλε‐
10γμοναῖς χυμοὶ ἄσηπτοί εἰσιν, καὶ τὰ προσαγόμενα δὲ φάρμακα ἀνεπιτή‐ δεια πρὸς σῆψιν καὶ μεταβολήν· τὰ μὲν γὰρ τῶν φαρμάκων ψύχοντα καὶ ἀποκρουστικά ἐστιν, τὰ δὲ διαφορητικά, τὰ δὲ ἀναξηραντικά. συμ‐ βαίνει μέντοι γέ ποτε ἐπί τινων τὴν φλεγμονὴν ἢ διαπυΐσκεσθαι ἢ διαβιβρώσκεσθαι· σφηνωθέντος μὲν γὰρ παχέος χυμοῦ κἄπειτα θερμαν‐
15θέντος οὐ πάνυ σφοδρῶς ἀλλὰ συμμέτρως, ἀνάγκη ἐκπυΐσκεσθαι αὐτό, ῥυέντος δὲ δριμέος ὑγροῦ καὶ διαβρωτικοῦ, γίγνεται ἡ διάβρωσις, καθά‐ περ καὶ σηπεδὼν ἐπί τινων ἐπιγίγνεται, κατασκήψαντος δῆλον ὅτι εἰς ἄκρον πόδα τοῦ σήπειν δυναμένου χυμοῦ. σπανίως μέντοι τὰ τοιαῦτα ἐπὶ τῶν ποδαγρικῶν συμβαίνει.

11

Ὅπως χρὴ διαγινώσκειν ἐκ τῶν φλεγμονῶν καὶ τῶν πα‐
ρεπομένων συμπτωμάτων τὸν λυποῦντα χυμόν.
Ὅπως μὲν οὖν χρὴ τὰς ἐν παντὶ τῷ σώματι γιγνομένας δυσκρασίας διαγινώσκειν τε καὶ θεραπεύειν ἤδη προείρηται ἐν τῷ δʹ λόγῳ τῆσδε
5τῆς πραγματείας· ὅπως δέ τις διαγινώσκει τὰς ἐν τοῖς φλεγμαίνουσι μορίοις συνισταμένας φλεγμονὰς ἀναγκαῖον ἐνταῦθα διὰ βραχέων εἰπεῖν. φαίνεται μὲν οὖν ἐξ ὅλου τοῦ σώματος πεμπόμενον τὸ ῥεῦμα τοῖς ποσίν. ῥεῖ δὲ τὰ πεμπόμενα καὶ φέρεται πρὸς τὰ δεχόμενα· κἂν μὲν ᾖ φύσει ψυχρά, ψύχει ταῦτα, θερμὰ δὲ γενόμενα, θερμαίνει, μικτὰ
10δὲ εἴπερ εἴη, μεμιγμένας ἐπιφέρει καὶ τὰς τῶν σημείων ἰδέας. ἵνα δὲ σαφὴς ὁ λόγος γένηται, ἀναλήψομαι τὸ λεγόμενον.

12

Αἱματικοῦ χυμοῦ ὄντος τοῦ ἐπιρρέοντος σημεῖα. Ὁ τοῦ αἵματος χυμὸς ἐὰν μὲν πολὺς ᾖ καὶ σύμμετρος κατὰ θερμό‐ τητα, πλήρωσίν τε καὶ ὄγκον ἐργάζεται μέγαν οὐ φλεβῶν μόνων ἀλλὰ καὶ ὅλου τοῦ πάσχοντος μορίου κατὰ τὸ δέρμα, θερμὸν μὲν συμμέτρως,
5ἐρυθρὸν δὲ ἱκανῶς, καὶ σφυγμὸν ἐν τῷ βάθει τῆς φλεγμονῆς μέτριον. οἱ δὲ τοιοῦτοι οὔτε ψυχόντων οὔτε θερμαινόντων πάνυ βοηθημάτων ἀνέ‐ χονται καὶ παροξύνονται συνεχῶς μὲν καὶ διηνεκῶς, ἐπειδὰν συνεχῶς τε καὶ ὁμοίως ἡ φορὰ τοῦ αἵματος γίγνηται, κατὰ περίοδον δέ τινα, ἐπειδὰν μὴ διηνεκῶς φέρηται. καὶ οἱ παροξυσμοὶ ὡς ἐπίπαν καθ’ ἡ‐
10μέραν γίγνονται, ἀλλ’ οὐ χρονίζουσιν ὡς ἐπὶ τῶν ὑπὸ φλέγματος γιγνομένων. τὰ δὲ οὖρα τοῖς αἱματικοῖς πυρρὰ καὶ συμμέτρως ἔχοντα πάχους καί ποτε καὶ ὑπόστασιν λευκὴν ἢ νεφέλην ἢ ἐναιώρημα· εἰ δὲ ἐπὶ τὸ φλεγματικώτερον ῥέποι τὸ αἷμα, λευκότερα καὶ παχύτερα καί
ποτε καὶ ἀναθολούμενα εὑρεθήσεται τὰ οὖρα καὶ ὑπόστασιν πολλὴν
15ἔχοντα. τάχιστα δὲ αἱ φλέβες ἐπὶ τούτων μᾶλλον δεχόμεναι τὸ αἷμα πληροῦνται καὶ εἰς ὄγκον αἴρονται. ἡλικία δὲ ἀπὸ τῆς τῶν μειρακίων ἄχρι τῆς ἀκμῆς ἐπιτήδειος γεννῆσαι πλῆθος αἵματος καὶ τὰ εὔχυμα καὶ τροφιμώτατα τῶν ἐδεσμάτων καὶ σύμμετρα γυμνάσια, τῶν δὲ ὡρῶν τὸ ἔαρ καὶ χωρίον εὔκρατον.

13

Χολώδους ῥεύματος σημεῖα. Χολώδους δὲ ὄντος τοῦ ἐπιρρέοντος χυμοῦ, τὸ μὲν χρῶμα τοῦ δέρματος τοῦ φλεγμαίνοντος τόπου ἐνίοτε μὲν ξανθότερον τοῦ κατὰ φύσιν φανήσεται, ἔστι δὲ ὅτε ἐρυθρόξανθον, ἡνίκα συμμιγής ἐστιν ἡ
5ξανθὴ χολὴ τῷ αἵματι, ἡ δὲ θερμασία σφοδροτάτη καὶ διακαεστάτη καὶ προσέτι χαίρουσα τοῖς ψύχουσι φαρμάκοις· πάνυ γὰρ οὗτοι ὠφελοῦνται ὑπὸ τῶν ψυχόντων φαρμάκων ἐνεργείᾳ τε καὶ δυνάμει. οἱ δὲ παροξυσμοὶ τούτοις τριταϊκῶς κινοῦνται, καὶ ὀξέως μὲν εἰσβάλλουσιν, ταχύτερον δὲ παρακμάζουσιν· κενοῦνται γὰρ τούτοις διά τε γαστρὸς καὶ τῶν οὔρων τὰ
10περιττώματα καὶ διαπνεῖται διὰ τοῦ δέρματος ὡς λεπτομερῆ. οὖρα δὲ αὐτοῖς ὑπόπυρρα καὶ ὑπόξανθα καί ποτε καὶ δριμέα, ὥστε καὶ δάκνεσθαι ἐνίοτε ἐν ταῖς ἀπουρήσεσι τὸν οὐρητικὸν πόρον. φροντίδες δ’ ἐπιτεταμέναι καὶ θυμοὶ καὶ ἀγρυπνίαι καὶ ἀλουσίαι πλείους καὶ κόποι καὶ δίαιτα πᾶσα χολὴν γεννῶσα καὶ λεπτύνουσα δριμέων τε καὶ ἁλυκῶν ἐδεσμάτων
15προήγηται τούτου τοῦ χυμοῦ, ἡλικία δὲ ἐπιτήδειος καὶ κρᾶσις θερμή
τε ἅμα καὶ ξηρά, ὥρα δὲ θερινὴ καὶ χώρα ὁμοία.

14

Φλεγματώδους ῥεύματος σημεῖα. Εἰ μέντοι φλεγματῶδες ὑπάρχει τὸ ῥεῦμα, τῇ τῶν ἡμετέρων δακτύ‐ λων ἐπιθλίψει κοιλαίνεται ὁ ὄγκος, ὑπόσομφος καὶ σύμμετρος ὑπάρχων, καὶ ἡ χρόα τοῦ ὀδυνωμένου μορίου λευκή, αἱ δὲ ὀδύναι ἐνίοτε μὲν
5ἰσχυραί, ἐνίοτε δὲ σύμμετροι, καὶ οἱ παροξυσμοὶ καθ’ ἑκάστην ἡμέραν κατὰ βραχὺ μὲν εἰσβάλλοντες καὶ αὐξανόμενοι καὶ πλείους ὥρας κατέ‐ χοντες, καὶ τὸ διάλειμμα βραχύ τε καὶ οὐδ’ ὁλοκλήρως ἀνετικὸν ἔχον‐ τες. ἡλικία δὲ τοῖς οὕτω πάσχουσι μᾶλλον γεροντικὴ καὶ κρᾶσις ὑγρὰ καὶ ψυχρὰ καὶ κατάστασις τοιαύτη τοῦ περιέχοντος ἡμᾶς ἀέρος καὶ ὥρα
10χειμερινή. ἐνίοτε δὲ καὶ ψύξεως κατὰ τὸ βάθος τῶν ὀδυνωμένων μορίων αἴσθησις γίνεται τοῖς πάσχουσιν. βίος δὲ ἀργὸς καὶ ῥᾳθυμίαι συνεργοῦσι πρὸς τὴν τοῦ φλεγματικοῦ χυμοῦ γένεσιν καὶ σιτία τῆς ψυχούσης τε καὶ ὑγραινούσης καὶ παχυνούσης ὄντα δυνάμεως καὶ λουτρὰ μετὰ τρο‐ φήν· ὅθεν καὶ τὰ οὖρα τούτοις παχύτατα καὶ πλειστάκις ἀναθολούμενα
15εὑρίσκεται, ταῦτα μὲν γνωρίσματα τοῦ φύσει ψυχροῦ φλέγματος κρα‐ τοῦντος, ὅπερ καὶ κυρίως φλέγμα ὀνομάζεται.

15

Ἁλυκοῦ φλέγματος σημεῖα. Ἁλυκοῦ δὲ ὄντος τοῦ φλέγματος, ἡ μὲν χρόα τοῦ πάσχοντος μορίου καὶ ὁ ὄγκος παραπλήσια τοῖς ἐπὶ τοῦ φλέγματος προειρημένοις, κνη‐ σμονὴ δὲ μεγίστη καὶ δῆξις γίνεται τῶν τόπων· τὰ δὲ οὖρα τοῖς φλε‐
5γματικοῖς τούτοις τε καὶ τοῖς προειρημένοις ποτὲ μὲν λεπτὰ καὶ ὑδατώδη,
ποτὲ δὲ παχείας ὑποστάσεις ἔχοντα καὶ ἀναθολούμενα.

16

Μελαγχολικοῦ ῥεύματος σημεῖα. Μελαγχολικοῦ δὲ ὄντος τοῦ ῥεύματος, ὅπερ ἐστὶ ψυχρὸν τῇ δυνάμει καὶ ξηρὸν καὶ σπανίως γιγνόμενον, ψύξεως ἐνίοτε αἴσθησις γίγνεται τοῖς πάσχουσι καὶ οἷον θλωμένων τῶν ἐν τῷ βάθει σωμάτων ἢ ξεομένων
5καὶ ἡ χρόα τῶν ὄγκων μελαντέρα μᾶλλον καὶ ἡ περίοδος τεταρταϊκὴ καὶ οἱ παροξυσμοὶ σύμμετροι κατὰ μέγεθος καὶ σφοδρότητα. ἡλικία δὲ γεννητικὴ τοῦ τοιούτου ῥεύματος μᾶλλον ἡ τῶν παρακμαζόντων, κρᾶσις δὲ ψυχρὰ καὶ ξηρά· καὶ γὰρ ἡ ἐκ γενετῆς ψυχρὰ καὶ ξηρὰ φύσις περιτ‐ τωμάτων φλεγματικῶν οὐ μελαγχολικῶν ἐστι γεννητική, ἡ δὲ ἐκ μετα‐
10πτώσεως τῆς θερμῆς γινομένη ὑπεροπτωμένης τῆς ξανθῆς χολῆς καὶ τὴν μέλαιναν γεννώσης ἀποτελεῖται. δίαιτα δὲ προήγηται τοῦ τοιούτου ῥεύματος ἐδεσμάτων μελαγχολικῶν καὶ κόποι ὑπέρμετροι· χωρίον δὲ ἐπιτήδειον ψυχρὸν καὶ ξηρὸν καὶ ὥρα φθινοπωρινὴ καὶ κατάστασις ἀέρος τοιαύτη. οὖρα δὲ τούτοις ὡς ἐπὶ τὸ πολὺ κατ’ ἀρχὰς μὲν λεπτὰ καὶ ὑδα‐
15τώδη διὰ τὰς ἐμφράξεις, μετέπειτα δὲ μελάντερα τῶν κατὰ φύσιν καὶ ἠρέμα παχύτερα· καὶ ὑποστάσεις ἐνίοτε μὲν φαιαί, ἐνίοτε δὲ συμμιγεῖς ὕφαιμοί τε καὶ φαιαὶ εὑρίσκονται.

17

Ὀρρωδῶν ῥευμάτων σημεῖα. Ὀρρωδῶν δὲ ὄντων τῶν ἐπιρρεόντων περιττωμάτων, τὰς ὀδύνας
μὲν μεγάλας οὐκ ἐργάζεται, καθάπερ οὐδὲ τὰ ῥευματιζόμενα μόρια πάνυ εἰς ὄγκον ἐγείρει, παραπλησίως δὲ κατ’ εἶδος τοῖς ὁμογενέσιν
5αὐτῶν ὑγροῖς ἀποτελεῖ. φλεγματώδους γὰρ αἵματος ἀπορρυέντα τὰ ὀρρώδη περιττώματα τὰ ἐπὶ τῷ φλέγματι, κατ’ εἶδος μὲν ὁμοίας τὰς ὀδύνας ἐπιφέρει, κατὰ μέγεθος δὲ ἐλάττους πολύ· καὶ τῶν ἄλλων δὲ χυμῶν ἀπορρυέντα, ἀνάλογον ἐκείνοις καὶ τὰς ὀδύνας ἐπιφέρει.

18

Περὶ τῶν ἐξ ἐπιπλοκῆς χυμῶν ῥευμάτων. Χρὴ δὲ γινώσκειν ὡς ἐπιπλέκεταί ποτε ῥεῦμα ῥεύματι, ἢ ψυχρὸν θερμῷ ἢ θερμὸν ψυχρῷ, καὶ κατὰ ποιότητα τούτων ἑκατέρων καὶ οἱ παροξυσμοὶ γεννῶνται καὶ συμβήσεται ἐνίοτε τὸν πάσχοντα καὶ δὶς τῆς
5ἡμέρας παροξύνεσθαι.

19

Προφυλακτικὴ δίαιτα καὶ ἐπιμέλεια τῶν ποδαγρικῶν. Ὁποία μὲν οὖν δίαιτα ἁρμόδιος ἑκάστῃ τῶν εἰρημένων κράσεων ἤδη προείρηται ἐν τῷ δʹ λόγῳ τῆσδε τῆς πραγματείας· περιττὸν δὲ δὶς τὰ αὐτὰ γράφειν. πρὸς τοῖς δὲ ἐκεῖσε προειρημένοις ἔμετοι καθόλου
5σχεδὸν ἅπασι τοῖς τὸ ποδαγρικὸν πάθος φεύγουσιν ἐπιτήδειοι πλὴν τῶν τὰ περὶ θώρακα καὶ κεφαλὴν εὐκάκωτα ἐχόντων. ὅσοις μὲν οὖν γυ‐ μναζομένοις ἢ ἄλλως κινουμένοις εἰς τὴν γαστέρα συρρεῖ τινα περιττώ‐ ματα, τούτοις ὁ πρὸ τροφῆς ἔμετος ὠφέλιμος· οἱ δὲ αἵματος πλῆθος
ἀθροίζοντες ἢ φλεγματώδεις χυμούς, μετὰ τροφὴν ἐμείτωσαν διά τινων
10ἡμερῶν. τὰ δὲ ἀφροδίσια βλάπτει μὲν ἅπαντας τοὺς ποδαγρικοὺς ἐσχά‐ τως καὶ μάλιστα ἐπειδὰν συνεχῶς ἢ ἀκαίρως παραλαμβάνηται (ἡ γὰρ ἡδονὴ καθ’ ἑαυτὴν λύει τὸν τόνον τῶν νευρωδῶν σωμάτων, πολλῷ δὲ μᾶλλον μετὰ σφοδρᾶς κινήσεως ἀποτελουμένη, καὶ ἐκ τούτου πολλῷ ἀσθενέστερα γίγνεται τὰ πάσχοντα μόρια καὶ ἑτοίμως ὑποδέχεται τὰ
15συρρέοντα περιττώματα), ἄγεται δὲ εἰς χρῆσιν ἐνίοτε δι’ ἔθος μοχθηρὸν τὰ πολλὰ ἐρεθίζοντος τοῦ σπέρματος, ἐπειδὰν πολύ τε καὶ κακόχυμον ᾖ. γεννᾶται δὲ τοιοῦτο ταῖς ἰδίως πολυσπέρμοις καλουμέναις φύσεσιν, καὶ χρὴ δῆλον ὅτι φεύγοντας τὴν ὄχλησιν αὐτοῦ κωλύειν γεννᾶσθαι πλῆθος ἐν τοῖς σπερματικοῖς ἀγγείοις· ὅπως δὲ χρὴ κωλύειν τὴν τοῦ σπέρ‐
20ματος γένεσιν ἤδη προείρηται ἐν τῷ πρὸ τούτου λόγῳ.

20

Περὶ τῆς τοῦ ἐλαίου καὶ ἁλῶν ἀνατρίψεως ἐπὶ ποδαγρικῶν. «Γινώσκειν δὲ χρὴ ὡς ἅπαντας τοὺς προφυλαττομένους ἐμπεσεῖν εἰς τὸ ποδαγρικὸν πάθος καὶ μάλιστα τοὺς ὑγροὺς καὶ ψυχροὺς ὠφελοῦσι μεγάλως ἅλες λειότατοι σὺν ἐλαίῳ τριβόμενοι καὶ ἀλειφόμενοι οὐκ ἐν
5τῷ τῆς φλεγμονῆς καὶ τῶν ὀδυνῶν καιρῷ ἀλλ’ ἐν ταῖς ἀνέσεσιν, εἰ μὴ πάνυ ξηρὰν ὑπομένοιεν οἱ πάσχοντες δυσκρασίαν. πάντων γὰρ τῶν οὕτω τριβομένων αὔξεται μὲν τὸ ἔμφυτον θερμόν, διαφορεῖται δὲ τὸ παρὰ φύσιν, ἐκδαπανᾶται δὲ τὰ περιττώματα καὶ ἰσχυρότερα γίγνεται τὰ πάσχοντα μόρια καὶ δυσπαθῆ παντάπασι καθίσταται τοῖς φιλοπόνως
10ἐφ’ ἑκάστης ἡμέρας ἕωθέν τε καὶ εἰς ἑσπέραν ἐν ταῖς ἀνωδυνίαις ὡς
εἴρηται χρωμένοις διὰ παντὸς τοῦ βίου τῷδε τῷ βοηθήματι, περὶ οὗ εἴποιμ’ 〈ἂν〉 θαρρῶν, φησὶν ὁ Φιλάγριος, ἀρκοῦντος καὶ μόνου τοῖς μὴ μεγάλως πλημμελοῦσιν εἰς τὴν δίαιταν ἢ ψυχομένοις ἀμέτρως ἢ κάμνουσιν ἢ ἀφροδισίοις χρωμένοις ἢ ὁπωσοῦν ἄλλως ἐξαμαρτάνουσιν
15ἰσχυρῶς·» ὥστε μετὰ τὸ παύσασθαι τὰς φλεγμονὰς καὶ τὰς ὀδύνας αὐτῷ χρηστέον. Ἀνάκομμα ποιοῦν ἐν ταῖς ἀρχαῖς τῶν ῥευματισμῶν καὶ τῶν φλεγμονῶν καὶ τῶν ὀδυνῶν. ἔχει δὲ οὕτως· ἁλῶν κοινῶν γο ϛʹ, θείου ἀπύρου γο αʹ ςʹʹ, χαλκάνθου γο αʹ, ὠῶν σὺν τῷ λευκῷ τὸ ἀρκοῦν καὶ ἐπάνω ῥάκος λινοῦν.

21

Καθολικὴ μέθοδος θεραπείας ποδαγρικῶν. Πάλιν οὖν ἀναμνησθῶμεν ὧν ἔμπροσθεν εἴπομεν, δεικνύντες ἀσθέ‐ νειάν τε τῶν μορίων καὶ πλῆθος ὑγρῶν αἴτια πρῶτα γίνεσθαι πάντων μὲν τῶν ῥευματικῶν νοσημάτων, ἐξαιρέτως δὲ τῆς τε ποδάγρας καὶ
5ἀρθρίτιδος. διττὸς τοίνυν καὶ τῆς ἰάσεως ὁ σκοπὸς ἡμῖν ἔσται, κένωσις τοῦ πλεονάζοντος χυμοῦ καὶ ῥῶσις τῶν ἀσθενησάντων μορίων. ἡ μὲν οὖν κένωσις γίγνεται ἢ διὰ φλεβοτομίας ἢ διὰ καθάρσεως. μετὰ δὲ τὴν καθολικὴν κένωσιν τὰ μὲν θερμὰ τῶν ῥευμάτων ψύχεσθαι διὰ παντὸς ἐθέλει, τὰ δὲ ψυχρὰ θερμαίνεσθαι, καὶ τὰ μὲν ὑγρὰ ξηραίνε‐
10σθαι, τὰ δὲ ξηρὰ ὑγραίνεσθαι· καὶ τὰ μὲν γλίσχρα τοῖς ῥύπτουσι καὶ τέμνουσιν ἰᾶσθαι προσήκει, τὰ δὲ παχέα καὶ τούτοις μὲν καὶ τοῖς λε‐ πτύνουσι δέ, τὰ δὲ δριμέα τοῖς ἀμαυροῦν τὴν δῆξιν δυναμένοις· καὶ τὰ
μὲν συνεχῶς ἐπιφερόμενα εἴργειν διὰ τῶν ἀποκρουομένων καὶ ἀναξη‐ ραινόντων, τὰ δὲ περιοδικῶς παροξυνόμενα, ὅτε μὲν ἐπιρρεῖ, κωλύειν,
15ὅτε δὲ οὐ φέρεται, τὴν τῶν ἤδη ἐνεχθέντων κένωσιν ποιεῖσθαι καὶ τὴν τῶν ἀσθενούντων μορίων ἰσχυροποίησιν.

22

Θεραπεία τῶν ἐπὶ αἵματι καμνόντων. Αἱματικοῦ τοίνυν ὄντος τοῦ ἐπιρρεύσαντος χυμοῦ, μετρίας δὲ τῆς ὀδύνης γιγνομένης καὶ μήτε θερμῆς ἐπιφανῶς μήτε ψυχρᾶς, ἐπιχρίειν δεῖ τὸν φλεγμαίνοντα τόπον στύφοντι μὲν ἰσχυρῶς ξηραίνοντι δὲ με‐
5τρίως φαρμάκῳ (τοιοῦτο δέ ἐστι τό τε διὰ τῶν ἀκακιῶν τε καὶ τῶν ἐλλεβό‐ ρων ἑκατέρων βοήθημα), ἀπέχεσθαι δὲ πάσης τροφῆς τε καὶ κινήσεως, καὶ δῆλον ὅτι καὶ οἴνου πόσεως. καὶ εἰ μὲν ἡ ὁρμὴ τοῦ ῥεύματος μὴ πάνυ μεγάλη τις εἴη καὶ τὸ φάρμακον προσαγόμενον ἐνδείξεται τὴν ὠφέ‐ λειαν, καταχρίειν αὖθις αὐτὸ δαψιλές, λύοντα γλυκεῖ λεπτῷ τὴν σύστα‐
10σιν ἢ ὀξυκράτῳ, γλοιῶδες ἐργασάμενον· μήτε δὲ ὕδωρ τοῖς ποσὶ μήτε ἔλαιον προσφέρειν, ἀλλ’ εἰ καὶ ἀποπλύνειν δέοι τὸ καταχρισθὲν ἕνεκα τοῦ προσκομίσαι δεύτερον χρῖσμα, ὀξυκράτῳ μετρίως χλιανθέντι ἀπο‐ πλύνειν δεῖ ἢ ἀφεψήματί τινι τῶν αὐστηρῶν φυτῶν, μέχρις ἂν παύσηται τὸ ἐπιφερόμενον· καταπλάττειν δὲ καὶ μήλοις μάλιστα κυδωνίοις ἢ
15μεσπίλοις ἢ οὔοις ἢ κράνοις ἢ ἱππούρει ἢ πολυγόνῳ ἢ φύλλοις δρυὸς ἁπαλοῖς, ἕκαστον ἄρτῳ μεμιγμένον, διάβροχον οἴνῳ παλαιῷ· τὸ δὲ αὐτὸ
τοῦτο παρέξεταί σοι καὶ ἄλλα τινὰ τῆς αὐτῆς ὕλης ὑπάρχοντα, περὶ ὧν αὖθις λέξομεν. σφοδροτέρας δὲ γενομένης ἐν ὅλῳ τῷ σώματι τῆς τοῦ αἵματος κινήσεως, χρῆσθαι μὲν οὐδὲν ἧττον τοῖς εἰρημένοις φαρμάκοις
20ἕνεκα τοῦ μὴ πληρωθῆναι τὸ μόριον καὶ τὰς ὀδύνας ἰσχυράς τε καὶ πο‐ λυχρονίους ἐπενεγκεῖν, ἐκκενοῦν δὲ τὸ περιττὸν τοῦ αἵματος ἐφ’ ὅσον ἂν ἥ τε δύναμις κελεύῃ καὶ τὸ πάθος καὶ μάλιστα εἰ τὸ περιέχον εὔ‐ κρατον εἴη καὶ ὁ ἄνθρωπος ἔχων ἔθος αἱματικῶν κενώσεων. γνώσει δὲ τὴν ὁρμὴν τοῦ ῥεύματος ἐκ τοῦ παρὰ φύσιν ὄγκου κἀκ τοῦ κατὰ τὴν
25ἀλγηδόνα τάχους τε καὶ μεγέθους· ἀνάλογος γὰρ αὕτη γε τῷ τε πλή‐ θει καὶ τῇ φορᾷ τοῦ αἵματος γίγνεται.

23

Περὶ φλεβοτομίας. Φλεβοτομήσεις μὲν οὖν τοὺς πολυαίμους ἐξ ἀνάγκης καὶ κενώσεις ἰσχυρῶς, οὐχ ἅπαξ μόνον ἐπαφαιρῶν ἀλλὰ καὶ δεύτερον καὶ τρίτον καὶ πολλοστὸν κατὰ βραχύ· ἐὰν γὰρ μὴ τοῦτο πρότερον πράξας ἀποθαρρήσῃς
5τοῖς ἀποκρουστικοῖς φαρμάκοις, μέγα τι δράσεις κακόν· ἐκ γὰρ τῶν ἀκυροτέρων πρὸς τὰ κύρια μόρια καὶ πρὸς τὸ ζῆν ἀναγκαῖα ἀναστελ‐ λόμενον τὸ αἷμα κἄπειτα εἴς τινα τούτων κατασκῆψαν, οἷον εἰς ἧπαρ ἢ διάφραγμα ἢ θώρακα ἢ πνεύμονα ἢ καὶ εἰς αὐτὴν τὴν καρδίαν, ἀντὶ νοσήματος ἔστιν ὅτε θάνατον ἀπεργάζεται. διόπερ ἥ τε τοῦ αἵματος καὶ ἡ
10τῶν λοιπῶν χυμῶν ἀναγκαιοτάτη κἀπὶ τῶν αἱματικῶν ῥευμάτων κένωσις καὶ μάλιστα ἐπὶ τῶν πολυαίμων καὶ περιττωματικῶν καὶ διαίτῃ δαψιλεῖ κεχρημένων. ἐπὶ γὰρ τῶν τοιούτων πρὸ τῆς τῶν ἀλγημάτων γενέσεως φλεβοτομεῖν δεῖ δεύτερον τοῦ ἔτους δαψιλέστατα κενοῦντας, καὶ καθαί‐ ρειν δὲ αὐτοὺς εἰ οἷόν τε κατὰ μῆνα. φλεβοτομεῖν δὲ ἐν ἅπαντι καιρῷ
15τῆς ἡμέρας προσήκει τοὺς σφοδραῖς ἀλγηδόσι κατεχομένους, ὥστε, κἂν ἠριστηκώς τις ᾖ, τέμνειν τὴν φλέβα μηδὲν ὑφορώμενον καὶ μάλιστα ἂν ἐκ τῶν κατὰ τὴν γαστέρα χωρίων ἡ τροφὴ περὶ τὰ ἔντερα ὑποβιβα‐ σθεῖσα τύχῃ· περιεχομένης δὲ ἔτι ἐν τῇ γαστρὶ τῆς τροφῆς, δι’ ἐμέτων ἐκκενώσας πρότερον, οὕτως ἄφελε τοῦ αἵματος μετὰ βραχύ. χρὴ δὲ
20κατ’ εὐθεῖαν τοῦ ῥευματιζομένου σκέλους φλέβα τεμεῖν, μάλιστα μὲν τὴν κάτω, παραφυλαττομένους τὴν ὑποκειμένην αὐτῇ ἀρτηρίαν, ταύτης δὲ μὴ φαινομένης, τὴν μέσην, παραφυλαττομένους κἀπὶ ταύτης τὸ ὑπο‐ κείμενον νεῦρον· χειρὸς δὲ δεξιᾶς ὀδυνωμένης, τὴν ἐν τῷ δεξιῷ σκέλει τέμνομεν φλέβα, κατὰ σφυρὰ ἢ ἰγνύαν ἢ ταρσούς. μετὰ δὲ τὴν φλεβοτο‐
25μίαν εἰ ἔτι παραμένοιεν αἱ ὀδύναι, τάσεως ἰσχυρᾶς οὔσης ἐν τῷ πάσχοντι μέρει, πολλάκις ἐγὼ τέμνων ἐξ αὐτοῦ τοῦ φλεγμαίνοντος σκέλους φλέβα καὶ κενώσας ἱκανῶς ἀνώδυνον ἐποίησα τὸν ἄνθρωπον. «μέμνημαι γοῦν ποτε, φησὶν ὁ Φιλάγριος, δὶς φλεβοτομήσας τινὰ τῶν πάνυ πληθω‐ ρικῶν καὶ πολυαίμων ἀνθρώπων, ἐφ’ οὗ σαφῶς ἔγνων ἡλίκην δύναμιν
30ἔχει τὸ τὴν κατ’ εὐθεῖαν τοῦ πάσχοντος μορίου τέμνειν φλέβα· τοῦ γὰρ δεξιοῦ ποδὸς ῥευματισθέντος, παραχρῆμα φλεβοτομηθεὶς ἐκ τῆς δεξιᾶς χειρὸς ἀπηλλάγη τῶν ὀδυνῶν, αὖθίς τε ῥευματισθεὶς τὸ ἕτερον σκέλος τριῶν μεταξὺ γενομένων ἡμερῶν, εἶτα διαιρεθεὶς ἐκ τῆς ἀριστερᾶς χειρὸς ἀνώδυνος ὁμοίως ἐγένετο, θεραπευθείς τε τῷ διὰ κρόκου φαρ‐
35μάκῳ τελέως ὑγιὴς ἐγένετο. ἀλλ’ οὗτος μὲν καθὼς προείρηται πολύαιμος ἦν καὶ τὴν σύμπασαν ἕξιν τοῦ σώματος δυσδιαφόρητον εἶχεν, ἐπὶ δὲ τῶν ἐναντίως διακειμένων παραπεφυλαγμένως δεῖ ἀφαιρεῖν τοῦ αἵματος».

24

Ὅτι χρὴ τὰς κυρτουμένας φλέβας ἀφαιρεῖν ἐκ τῶν ῥευματι‐
ζομένων μορίων ὡς ἐπὶ τῶν κιρσῶν Ῥούφου.
«Ἄξιον δέ, φησὶν ὁ Ῥοῦφος, καὶ ἑτέρους τρόπους ἐξευρίσκειν βοηθημάτων πρὸς οὕτω χαλεπὸν νόσημα. ἐγὼ μὲν οὖν ἐπὶ τῶν κατὰ
5πόδας ἄρθρων ῥευματιζομένων ἐπαινῶ εἴ τις τὰ φλέβια τὰ ἄνωθεν κα‐ τιόντα ἐπὶ τοὺς πόδας ἐκτέμοι, ὥσπερ τὰ ἐν κνήμαις κεκιρσωμένα· φαίνεται γὰρ ἐξογκούμενα τὰ μόρια ταῦτα ἀκριβῶς μάλιστα ἐν τῷ καιρῷ τῶν φλεγμονῶν, καὶ ἐνερευθῆ τὰ ἐν κύκλῳ τῶν φλεβῶν καὶ πλήρη αἵματος τὰ φλέβια ὁρᾶται· οἱ γὰρ τοιοῦτοι μᾶλλον φλέγονται ὑπὸ τῆς ὀδύνης καὶ
10χαίρουσι τοῖς ψυχροῖς. εἰ οὖν τις τὰς φλέβας ἐκτέμνοι ὡς ἐπὶ τῶν κιρ‐ σῶν, οὐκ ἂν ἔτι δύναιτο ἐπιρρεῖν πλῆθος αἵματος ὡς τὸ πρίν, ὡς καὶ φλεγμονὴν ποιεῖν, καὶ μάλιστα ἐν τῇ αἱματώδει ποδάγρᾳ. ἐπὶ δὲ τῶν
ἄλλων ἄρθρων, οἷον ἰσχίων, ἀγκώνων ῥευματιζομένων καὶ τῶν παραπλη‐ σίων, οὐ πάνυ φαίνεται τὰ φλέβια· εἰ δὲ μή, κἀπὶ τούτων ἐκτέμνειν
15ἐχρῆν τὰς κυρτουμένας».

25

Περὶ διακαύσεως τῶν ἀρθριτικῶν. «Ἐσχάρας τοίνυν ἐμβλητέον, τὰς μὲν ἀνωτέρω τοῦ ῥευματιζομένου ἄρθρου, τὰς δὲ ἐγγυτέρω, μάλιστα μὲν καυτηρίοις, εἰ δὲ μή, φαρμάκοις· πολύ γε μὴν ἄμεινον τοῖς καυτηρίοις· καὶ γὰρ ὀξύτερον διακαίει καὶ ξη‐
5ρότερον». καίειν δὲ χρὴ καθόλου ἐπὶ τῶν τοὺς πόδας ῥευματιζομένων τοὺς παρὰ τὰ σφυρὰ ἑκάτερα ἔξωθέν τε καὶ ἔνδοθεν τοῦ ποδὸς τόπους, ἐρείδοντας τοὺς καυστῆρας κατὰ τῶν ἐκεῖσε τεταγμένων φλεβῶν ἀνω‐ τέρω μᾶλλον τῶν σφυρῶν βραχύ· καίειν δὲ καὶ τὸν μεταξὺ τοῦ μεγάλου τε καὶ τοῦ πλησίον δακτύλου τοῦ ποδὸς τόπον, ἔνθα διωγκωμέναι αἱ
10φλέβες μᾶλλον ὁρῶνται καὶ μάλιστα αἱ μέγισται· τισὶ δὲ καὶ αὐτὰ συμ‐ φέρει διακαίειν τὰ ἄρθρα, ὅταν ὑπόμυξα πάνυ ὁρᾶται, πρὶν γενέσθαι πώρους. «γνωστέον μέντοι, φησὶν ὁ Ῥοῦφος, ὡς ἐπὶ τῶν ὑπομύξων ἄρθρων καιομένων τὰ γιγνόμενα ἕλκη δυσίατά ἐστιν, ἀλλ’ ὅταν αἱ οὐλαὶ συνδράμωσιν, ἰσχὺν μεγίστην παρέχουσι τοῖς ἄρθροις, ὡς μηκέτι ὑποδέ‐
15χεσθαι τὰ ἐπιρρέοντα περιττώματα». καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον, λέγειν δὲ ἤδη καιρὸς καὶ τὴν λοιπὴν ἐπιμέλειαν μετὰ τὴν τοῦ αἵματος
κένωσιν.

26

Ἐπιμέλεια ἐπὶ τῶν αἱματικῶν ῥευμάτων μετὰ τὴν φλεβοτομίαν. Μετὰ δὲ τὴν τοῦ αἵματος κένωσιν καταιονᾶν χρὴ τὸ ὀδυνώμενον μόριον ὄξει παλαιῷ λεπτομερεῖ μετὰ ῥοδίνου καὶ μάλιστα ἐπειδὰν ἐν βάθει σοι φαίνηται τὸ τῶν ὀδυνῶν αἴτιον· τῇ γὰρ οἰκείᾳ λεπτομερείᾳ
5μέχρι βάθους ἐξικνούμενον τὸ ὄξος ἀκώλυτον παρέχεται τὴν πορείαν τῷ ῥοδίνῳ παρηγορεῖν φύσει δυναμένῳ. ἐπιπολαίας δὲ οὔσης τῆς ὀδύνης, οἰνελαίῳ χρώμενος ὀνήσεις μεγάλως, θέρους μὲν χλιαρῷ, χειμῶνος δὲ θερμῷ. Καταπλάσματα. Εἶτα καὶ καταπλάσμασι χρῆσθαι παρηγο‐ ρεῖν τὰς φλεγμονὰς δυναμένοις δίχα τοῦ προκαλεῖσθαι τὰ ῥεύματα.
10τοιαῦτα δέ ἐστιν ἄλευρα τήλινα, κρίθινα καὶ τὰ τῶν κυάμων καὶ ἐρε‐ βίνθων, οἰνελαίῳ ἑψόμενα, ἐνίοτε καὶ ὕδωρ ὀλίγον προσλαβόντ’, ἂν ὁ οἶνος ᾖ σφοδρός· ἀλλὰ καὶ γλυκεῖ καὶ ῥοδίνῳ βραχεῖ τῶν εἰρημένων ἀλεύρων ἕκαστον ἑψηθὲν παρηγορικὸν γίνεται. χρὴ δὲ διὰ παντὸς εἶναι θερμὰ τὰ καταπλάσματα· τοιαῦτα δὲ ἔσται συνεχῶς ἀλλασσόμενα καὶ
15ἐρίοις ἔξωθεν σκεπόμενα.

27

Περὶ τοῦ διὰ κρόκου φαρμάκου. Παρηγορήσαντα δὲ τοῖς προειρημένοις τὰς σφοδρὰς ὀδύνας, μιγνύναι χρὴ βραχὺ τοῦ διὰ τοῦ κρόκου φαρμάκου μάλιστα τῷ διὰ τῶν κυάμων
καταπλάσματι ἕνεκα τοῦ μὴ ἀθρόαν ἐργάσασθαι μετάβασιν, εἶτα καὶ
5πλεῖον μίσγειν τοῦ φαρμάκου· τελευταῖον δὲ ἀναλύσαντα τὸ φάρμακον σὺν ῥοδίνῳ, ὥστε καλὴν ἔχειν τὴν σύστασιν, ἐπιτιθέναι· διαρρεῖ γὰρ τάχιστα ὑγρότερον γενόμενον. τούτῳ μὲν οὖν τῷ φαρμάκῳ πολλάκις μετὰ τὴν τοῦ αἵματος κένωσιν, μειωθέντων πάνυ τῶν ἀλγημάτων, εὐθὺς ἐχρησάμην προκαταντλήσας τὸν τόπον ὀξυρροδίνῳ· πολλὴν γὰρ
10καὶ διὰ ταχέων ἐπιδείκνυται τὴν ὠφέλειαν. «χρώμεθα γοῦν ἡμεῖς αὐτῷ συνεχῶς ἐπὶ τῶν ποδαγρικῶν, ἀξιόλογον ἡμῖν πεῖραν δεδωκότι, φησὶν ὁ Φιλάγριος. μόνον γὰρ πολλάκις ἤρκεσεν ἐπὶ πολλῶν πρὸς τελείαν ἀποθεραπείαν, διαλυόμενον μὲν διὰ παντὸς τῷ ῥοδίνῳ, προσ‐ λαμβάνον δὲ ἔσθ’ ὅτε μὲν οἴνου λεπτοῦ καὶ κιρροῦ τοσοῦτον, ὅσον
15ἀνακοπτόμενον δέξασθαι δύναιτο (τοῦτο δὲ πράττομεν ἐφ’ ὧν ἔτι φέρε‐ ταί τι τοῦ ῥεύματος εἰς τὸν φλεγμαίνοντα τόπον)· ἐνίοτε δὲ ἀντὶ τοῦ οἴνου ὄξος προσπλέκομεν καὶ μάλισθ’ ὅταν ἀναστεῖλαί τε τὸ φερόμενον βουλώμεθα καὶ διαφορῆσαι τὸ περιεχόμενον ἐν τῷ τόπῳ· καὶ γλυκὺ δὲ προσλαβὸν ἀντὶ τοῦ οἴνου ὠφέλησε πολλάκις τὰ μαλακὰ σώματα·
20καὶ μέντοι καὶ τῷ διὰ τῆς ἀκακίας καὶ τῶν ἐλλεβόρων τροχίσκῳ μιχθὲν πολλάκις κωλῦσάν τε τὸ ἐπιρρέον κενῶσάν τε τὸ παρακείμενον καὶ ῥῶσαν τὸ μόριον ἤνυσεν οὐ σμικρά· καὶ μόνον δὲ μετὰ τὸ παύσασθαι τὰς ὀδύνας σκληρότερον ἐπιτεθὲν τόνον ἐντίθησι τοῖς μέρεσιν, ὡς προσ‐
εσταλμένα καὶ ἀπέριττα καὶ ἰσχυρὰ διὰ ταχέων ἀποδεικνύειν. τούτῳ
25μὲν οὖν τῷ φαρμάκῳ πολυειδῶς χρώμενοι παμπόλλους ὠφελήσαμεν ὀδυνωμένους τε καὶ μετὰ τὰς ὀδύνας. ἔχει μὲν γὰρ τὴν ἀποκρουστικὴν δύναμιν ὀλίγην τινὰ διὰ τοῦ κρόκου καὶ τοῦ ὄξους, ἔχει δὲ καὶ πε‐ πτικὴν καὶ διαφορητικὴν καὶ μετρίως ξηραίνουσαν διά τε τοῦ κρόκου πάλιν καὶ τῆς χαλβάνης λιβανωτοῦ τε καὶ ἀμμωνιακοῦ θυμιάματος,
30διαφορητικὴν δὲ ἐν τούτοις αὐτοῖς καὶ τῇ πίττῃ καὶ τῷ ὄξει. εἰκότως οὖν καταλληλότατόν ἐστι ταῖς ποδαγρικαῖς φλεγμοναῖς· καὶ γὰρ ἀνα‐ στέλλει τὸ ῥεῦμα μετρίως καὶ συμπέττει θερμαῖνον ἠρέμα καὶ διαφορεῖ τὸ περιεχόμενον καὶ ῥώννυσι τὰ ἠσθενηκότα. ἔχει δὲ ἡ σύνθεσις ὧδε· χαλβάνης 𐅻 λβʹ, τοῦτ’ ἔστιν γο δʹ, λιβανωτοῦ 𐅻 λβʹ, τοῦτ’ ἔστιν γο δʹ,
35κρόκου 𐅻 ιϛʹ, τοῦτ’ ἔστιν γο βʹ, ἀμμωνιακοῦ θυμιάματος 𐅻 μηʹ, τοῦτ’ ἔ‐ στιν γο ϛʹ, κηροῦ 𐅻 ϟϛʹ, τοῦτ’ ἔστιν γο ιβʹ, πίσσης ξηρᾶς 𐅻 φοϛʹ, τοῦτ’ ἔστιν γο οβʹ, ἐλαίου ῥοδίνου 𐅻 μηʹ, τοῦτ’ ἔστιν γο ϛʹ, ὄξους λευκοῦ δριμυτάτου κο αʹ. κηρόν, πίσσαν, ῥόδινον τῆκε μαλακῷ πυρὶ καὶ διήθει, χαλβάνην δέ, κρόκον, ἀμμωνιακόν, λιβανωτὸν λείου μετὰ ὄξους
40καὶ ἐπίβαλε ἐν τῇ κακκάβῃ τοῖς τηκτοῖς ἀρθεῖσιν ἀπὸ τοῦ πυρὸς καὶ ἑνώσας ἐπίχεε ἐν τῇ θυείᾳ, ὕδωρ ψυχρὸν ἐχούσῃ βραχύ, καὶ μαλάξας ἱκα‐ νῶς ἀνελόμενος χρῶ καθὼς προείρηται». οὕτω μὲν ὁ Φιλάγριος παρα‐ κελεύεται· τινὲς δὲ τῶν μετ’ αὐτὸν προσέπλεξαν τῇ γραφῇ καὶ ὀπίου γο
αʹ καὶ ἐχρήσαντο ἐπὶ τῶν σφοδρῶν ἀλγημάτων, ἕτεροι δὲ ἐπὶ τῆς χρή‐
45σεως βραχύ τι ὀπίου προσπλέκουσι τῷ φαρμάκῳ ἐπὶ τῶν μεγίστων ὀδυνῶν.

28

Τροχίσκος ὁ διὰ τῆς ἀκακίας καὶ τῶν ἐλλεβόρων Φιλαγρίου. Τὸ δὲ διὰ τῆς ἀκακίας καὶ τῶν ἐλλεβόρων φάρμακόν ἐστι τοῦτο· «τροχί‐ σκος ποδαγρικὸς θαυμαστὸς πρός τε ποδαγρικοὺς καὶ ἀρθριτικοὺς καὶ φλε‐ γμονὰς καὶ τὰ κνησμώδη πάντα. κατ’ ἀρχὰς γὰρ καταχριόμενος σαφῆ
5τὴν ὠφέλειαν παρέχει, ὥστε λουσάμενον αὐθημερὸν τὸν κάμνοντα περι‐ πατεῖν· περὶ γάρ τοι τὸν τῆς ἀκμῆς τῶν ὀδυνῶν καιρὸν βλαβερὰ ἡ χρῆσις αὐτοῦ. χρησάμενος γάρ τις αὐτῷ ἐν τῇ ἀκμῇ, παραχρῆμα μὲν ἔδοξεν ὠφελεῖσθαι, ὀλίγον δὲ ὕστερον, ἀναθερμανθέντος τε τοῦ τόπου καὶ ξηρανθέντος, χαλεπωτάταις ὀδύναις συσχεθεὶς ὁ πάσχων ἔπεμψε
10πρὸς ἡμᾶς· παραγενόμενοι δὲ καὶ μαθόντες τὸ πραχθὲν ἔγνωμεν, ὡς τὰ μὲν ἐπιπολῆς κείμενα μόρια περιθλάσει τι παραπλήσιον πέπονθε διά τε τὴν φλεγμονὴν καὶ τὴν ἐκ τοῦ φαρμάκου ἐγγενομένην στῦψιν καὶ περίτασιν, διετάθη δὲ καὶ τὰ ἐν τῷ βάθει ἐπὶ τῇ συνελάσει τοῦ ῥεύ‐ ματος ἔξωθεν εἴσω· κελεύσας οὖν αὐτόν, ἀποπλύναντα τὸ ἐπιχρισθὲν
15ὕδατι θερμῷ, καταπλασθῆναι καταπλάσματι δι’ ὑδαροῦς μελικράτου συν‐ τεθέντι καὶ ἐλαίου γλυκυτάτου βραχέος καὶ ἀλεύρων τηλίνων ἢ κυαμί‐
νων (τοῦτο δὲ ἔπραξα διὰ τὴν ἐκ τοῦ φαρμάκου συμβᾶσαν πίλησίν τε καὶ στῦψιν), καὶ παυσαμένων τῶν ὀδυνῶν, παραχρῆμα ἀπέστην τῶν χα‐ λαστικῶν· τὰ γὰρ χαλαστικὰ καταπλάσματα καὶ καταντλήματα ἐπὶ τῶν
20ῥευματικῶν διαθέσεων ἀνίατα κατασκευάζεται νοσήματα. ἔχει δὲ ἡ σκευασία τοῦ τροχίσκου ὧδε· ἀκακίας μελαίνης 𐅻 λβʹ, τοῦτ’ ἔστιν γο δʹ, ἀκακίας ξανθῆς 𐅻 λβʹ, τοῦτ’ ἔστιν γο δʹ, κόλλης τεκτονικῆς διαυγοῦς, βέλτιον δὲ ἰχθυοκόλλης 𐅻 λβʹ, τοῦτ’ ἔστιν γο δʹ, ἀμμω‐ νιακοῦ θυμιάματος 𐅻 ιϛʹ, τοῦτ’ ἔστιν γο βʹ, γλαυκίων 𐅻 ιϛʹ, τοῦτ’ ἔ‐
25στιν γο βʹ, ἀλόης 𐅻 ιϛʹ, τοῦτ’ ἔστιν γο βʹ, λιβάνου ἄρρενος 𐅻 ηʹ, τοῦτ’ ἔστιν γο αʹ, ἐλλεβόρου λευκοῦ καὶ ἐλλεβόρου μέλανος ἀνὰ 𐅻 ηʹ, τοῦτ’ ἔστιν ἀνὰ γο αʹ. ὄξει σκιλλητικῷ λεάνας ἀναλάμβανε τρο‐ χίσκους, ἐπὶ δὲ τῆς χρείας τῷ αὐτῷ ὄξει ἀνέσας κατάχριε καὶ ἔα ξηραί‐ νεσθαι καὶ ἀπόπεμπε εἰς τὸ βαλανεῖον καὶ ὅταν ἐπανέλθῃ ὁμοίως χρῶ.
30ἔχει δὲ ἡ ὅλη συσταθμία τοῦ τροχίσκου 𐅻 ρξηʹ, τοῦτ’ ἔστιν γο καʹ. τοῦτο τὸ φάρμακον ἀρχομέναις ἁρμόζει ταῖς ποδαγρικαῖς φλεγμοναῖς, ἀρκοῦν καὶ μόνον ἐπὰν μὴ πολὺ πλῆθος ὑπάρχῃ τοῦ ῥεύματος καὶ πολλῷ μᾶλλον ἐπειδὰν ἀνεθῇ διὰ τοῦ χυλοῦ τοῦ μολύβδου. γίνεται δὲ ὁ χυλὸς οὕτως· ἐν θυείᾳ μολυβδίνῃ ἐμβαλὼν χυλόν τινα τῶν στυφόντων
35ἅμα καὶ ψυχόντων λείου ἐν ἡλίῳ, δοίδυκι μολυβδίνῳ χρώμενος, μέχρις
ἂν παχύτερος γένηται, καὶ οὕτως ἐπιβαλὼν τὸν τροχίσκον καὶ συλλεά‐ νας κατάχριε· ἔστω δὲ ὁ χυλὸς ἀρνογλώσσου ἢ ὀξυλαπάθου ἢ πολυ‐ γόνου ἢ ὄμφακος ἢ ἀειζώου ἤ τινος τῶν ὁμοίων, ἃ καὶ αὐτὰ χρήσιμα γίνεται ταῖς ἀρχομέναις φλεγμοναῖς. τὸ μὲν οὖν οὕτω συντεθὲν διὰ
40τοῦ χυλοῦ τοῦ μολύβδου οὐ μόνον ἐν ταῖς ἀρχαῖς καὶ ταῖς ἀναβάσεσιν ἀλλὰ κἀν ταῖς ἀκμαῖς ἔστιν ὅτε χρήσιμον γίνεται». καὶ ὁ μὲν Φιλά‐ γριος οὕτω περὶ τῆς τοῦ τροχίσκου χρήσεως ἔφη· τινὲς δὲ τοῦ κροκώδους δυσεντερικοῦ τροχίσκου καὶ τούτου αὐτοῦ ἐξ ἴσης λειώσαντες ὄξει ἢ τῷ τοῦ μολύβδου χυλῷ, ἐπιχρίουσι πρὸ δυοῖν ὡρῶν τοῦ βαλανείου καὶ
45λούσαντες πάλιν ὁμοίως μετὰ τὸ βαλανεῖον ἐπιχρίουσι καὶ πάνυ μαρτυ‐ ροῦσι τῇ χρήσει.

29

Δίαιτα τῶν ἐπὶ αἱματικῷ ῥεύματι καμνόντων. Θεραπεύειν προσήκει τὰς ἐπὶ αἵματι ῥευματικὰς φλεγμονὰς καθὰ προείρηται. σιτία δὲ διδόναι τῶν ἀτροφωτέρων, οἷά πέρ ἐστι τὰ λαχα‐ νώδη καὶ ἀκανθώδη φυτά, καὶ τῶν πτηνῶν τὰ ὄρεια, τῶν δὲ ἰχθύων
5τοὺς πετραίους. τὴν δὲ κοιλίαν εὔλυτον ἀεὶ ἔχειν χρὴ καὶ εἰ μὴ αὐτο‐ μάτως ὑπίοι, κλύζειν τινὶ τῶν ἁπλουστέρων.

30

Θεραπεία ἐπὶ τῶν μὴ καταδεχομένων φλεβοτομεῖσθαι ἢ καθαίρεσθαι. Ἐπειδὴ δέ τινες ἄχρι τοσούτου δειλοὶ τυγχάνουσιν ὄντες ἢ τεθρυμ‐ μένοι τὸν λογισμόν, ὡς μηδὲ τοὔνομα ῥηθὲν τῆς φλεβοτομίας ἢ καθάρ‐ σεως ἀκούειν ἀνέχεσθαι (καὶ ἔστιν οὐ βέλτιον μόνον ἀλλὰ καὶ εὐτυχὲς
5μηδενὸς τῶν τοιούτων ἅπτεσθαι· ὅμως δὲ ἀναγκασθέντ’ αὐτοὺς θερα‐ πεύειν, προλέγειν χρὴ ὡς ὀδύναι πολυχρόνιοι ἔσονται καὶ ἀγρυπνίαι ἀγκυλώσεις τε καὶ χωλότητες καὶ μάλιστα ἂν πολύ τε καὶ παχὺ τὸ πλῆθος ᾖ τοῦ ῥεύματος), ἀσιτίαις μὲν οὖν ἐπὶ τούτων δεῖ κεχρῆσθαι καὶ κλυστῆρσι μετρίως σφοδροῖς καὶ τοῖς καλουμένοις ἐπομφαλίοις,
10ἅτινα ἐπιτιθέμενα τῷ ὀμφαλῷ κινεῖ τὴν κοιλίαν· ἀλλὰ καὶ τοῖς προστι‐ θεμένοις τῇ ἕδρᾳ χρῆσθαι, καθάπερ κυκλαμίνου χυλῷ καὶ ἐλατηρίῳ καὶ τοῖς ὁμοίοις, περὶ ὧν ἐν τῷ τρίτῳ λόγῳ προείρηται. χρῆσθαι δὲ μετὰ τὴν τῆς κοιλίας κένωσιν καὶ ἀλείμμασι διαφορητικοῖς καὶ τρίψεσι τοι‐ αύταις καὶ πᾶσι τοῖς ἀποκενοῦν δυναμένοις τὸ περιττὸν ἐκ τῶν ῥευμα‐
15τισθέντων μορίων· τὰ γὰρ ἀποκρουστικὰ ἐπὶ τῶν μὴ προκενωθέντων ἰσχυρῶς τὸ ὅλον σῶμα εἰ παραληφθείη, κίνδυνον ἐπιφέρει. καταπλάτ‐ τειν μὲν οὖν χρὴ τοὺς τοιούτους ἄρτῳ καὶ τῷ κυαμίνῳ καὶ τηλίνῳ καὶ τῷ τῶν ἐρεβίνθων ἀλεύρῳ μετὰ μελικράτου ἢ μετὰ στέατος ὑείου μὴ πάνυ παλαιοῦ, καὶ ἀμυχαῖς χρῆσθαι κατὰ τοῦ πεπονθότος τόπου· κα‐
20ταιονᾶν δὲ συνεχῶς δι’ ὑδρελαίου καί ποτε διὰ κονίας στακτῆς τὰ κατα‐ πλάσματα σκευάζειν, ὥστε διαβρωθεῖσαν τὴν ἐπιφάνειαν ἐξοχετεύειν τὸ κακόν. τοῖς τοιούτοις ἁρμόζει καὶ τὰ κηρωτοειδῆ φάρμακα τὰ δι’ ἐλαίου σικυωνίου καὶ νίτρου καὶ κηροῦ συντιθέμενα, διαφορεῖν δυνάμενα τὸ ἐπενεχθὲν τοῖς τόποις ὑγρόν.

31

Φάρμακον τὸ διὰ στακτῆς καὶ ἀφρονίτρων ἐξιπωτικόν.
Καὶ ἔστιν αὐτοῖς χρησιμώτατον φάρμακον εὐπόριστόν τε καὶ φλυκται‐ νῶσαι καὶ διαφαγεῖν τὸ δέρμα δυνάμενον, τοιοῦτον. Ἀφρονίτρων λευκῶν ἃ καλοῦσιν ἀχελήσια 𐅻 κεʹ, τοῦτ’ ἔστιν γο γʹ καὶ 𐅻 αʹ, τερεβιν‐
5θίνης 𐅻 λϛʹ, τοῦτ’ ἔστιν γο δʹ 〈ςʹʹ〉, ἐλαίου 𐅻 υπʹ, τοῦτ’ ἔστι λι εʹ, κονίας συκίνης, τοῦτ’ ἔστιν ἀπόπλυμα ξύλων συκίνων καυθέντων καὶ σβεσθέντων ὕδατι καὶ διηθηθέντος τοῦ ὕδατος, 𐅻 τπδʹ, τοῦτ’ ἔστι λι δʹ, κηροῦ 𐅻 σμʹ, τοῦτ’ ἔστι λι βʹ ςʹʹ. ἕψε ἔλαιον, κηρόν, τερεβινθίνην καὶ τὴν στακτὴν κονίαν, λέγω δὴ τὸ ὕδωρ, καὶ ὅταν δαπανηθῇ τὸ πλεῖστον
10τοῦ ὕδατος, ἐπίβαλε τὰ ἀφρόνιτρα προλειωθέντα καὶ ἑνώσας χρῶ. τοιαῦται μὲν δή τινες αἱ τῶν ἐξ αἵματος ποδαγρικῶν φλεγμονῶν ἐπιμέλειαι.

32

Περὶ τῶν ἐπὶ χολώδει ῥεύματι καμνόντων. Τῶν δὲ ἐπὶ χολώδει ῥεύματι γιγνομένων φλεγμονῶν ὁ μὲν κοινὸς κἀπὶ τούτων σκοπὸς ὁ τῆς κενώσεώς ἐστι τοῦ λυποῦντος χυμοῦ. γιγνέσθω δὲ ἡ κένωσις κατ’ ἀρχὰς διά τε γαστρὸς καὶ ἐμέτων. δοτέον τοίνυν τῶν
5χολαγωγῶν καλουμένων φαρμάκων, ὧν ἔνια δι’ ἀμφοτέρων τῶν ὁδῶν κενοῖ τὴν χολήν, καθάπερ τὸ θλάσπι· τοῦτο γὰρ ὀξυβάφου πλῆθος πινό‐ μενον ἄνω τε καὶ κάτω καθαίρει (αὕτη τελειοτάτη ἐστὶ δόσις). δῆλον δὲ ὅτι καὶ τὰ διὰ τῆς σκαμμωνίας συντιθέμενα καθαρτήρια κενοῖ τὴν ξανθὴν χολήν· τὰς δὲ τούτων συνθέσεις ἤδη μὲν προεκτεθείμεθα ἐν τῷ τρίτῳ
10λόγῳ, μνημονεύσομεν δὲ κἀν τῷδε τῷ λόγῳ ὀλίγων τινῶν μετὰ βραχύ. καθαίρειν οὖν χρὴ αὐτοὺς θαρσαλέως καὶ δεύτερον, ἢν οὕτω δέῃ· αὐτίκα γὰρ ἐπὶ ταῖς κενώσεσι καθίστανται. μὴ βουλομένους μέντοι γε μηδὲ τούτους ἢ μὴ δυναμένους δι’ ἡντιναοῦν αἰτίαν καθαίρεσθαι, θεραπεύειν προσήκει ὡς προείρηται διὰ τῶν ἐπομφαλίων καθαρτικῶν καὶ τῶν τῇ
15ἕδρᾳ ὑποτιθεμένων καὶ κλύζειν τὴν κοιλίαν καὶ καταπλάσματα προσάγειν δι’ ἀλεύρων κυαμίνων τε καὶ κριθίνων καὶ στέατος χοιρείου προσφάτου καὶ ἀνάλου καὶ χαμαιμήλου λειοτάτης καὶ ὕδατος· ἀλλὰ τούτοις μὲν ὕστερον, κατ’ ἀρχὰς δὲ καὶ μέχρι τῆς ἀκμῆς τοῖς δι’ ἀειζώου καὶ ῥόδων χλωρῶν καὶ πολυγόνου, ἀγχούσης τε καὶ ἀλσίνης καὶ σιδηρίτιδος βοτάνης
20καὶ περδικίου βοτάνης, ἀνδράχνης τε καὶ ὀξυλαπάθου καὶ ἀτραφάξυος, ἀρνογλώσσου, στρύχνου, ὑοσκυάμου, φακοῦ καὶ στρατιώτου τῶν ἐπὶ τῶν τελμάτων, βλίτου, θριδακίνης, σέρεως, μαλάχης ἡμέρου, κολοκύνθης ξεσμάτων, κοτυληδόνος, ἴου ἄνθους καὶ τῶν σιδίων τῆς ῥόας. ἕκαστον λεῖον σὺν ἀλφίτῳ ἢ ἄρτῳ καταπλαττόμενον φέρει ἀπονίαν καὶ μάλιστα
25ψυλλίου τὸ σπέρμα βρεχόμενον ζέοντι ὕδατι καὶ μετὰ τὸ χυλωθῆναι καταπλαττόμενον. καὶ τὸ διὰ τοῦ χυλοῦ τοῦ μολύβδου χρῖσμα τὸ προγε‐ γραμμένον ἐπὶ τῶν αἱματικῶν ῥευμάτων χρησιμώτατόν ἐστι καὶ τούτοις. χρήσιμα δὲ καὶ τὰ μῆλα σὺν ἄρτῳ λεῖα καταπλαττόμενα καὶ τὰ τούτοις παραπλήσια· καὶ κηρωταὶ ἃς καλοῦσιν ἠπιόνας καὶ ἀμβροσίας καὶ ὅσαι
30κατασκευάζονται μὲν ἐκ κηροῦ καὶ χαμαιμηλίνου καὶ ῥοδίνου, προσ‐ λαμβάνουσι δὲ χυλόν τινος τῶν προειρημένων ψυκτικῶν ὠῶν τε τὸ λευκὸν καὶ ὕδωρ σὺν ὄξει βραχεῖ, ὧν τὰς συνθέσεις ὑποτάξομεν μετὰ βραχύ. ἀγαθὸν δὲ φάρμακον ἐπ’ αὐτῶν καὶ κηρωτὴ σκευαζομένη διὰ ῥο‐ δίνου καὶ προσλαμβάνουσα σεύτλου χυλόν, ὅσον ἐπιδέχεται. οἶδα δέ
35τινα τῶν τοιούτων ἀρρώστων εἰς ὕδωρ ψυχρὸν καθιέντα τοὺς πόδας ἐπὶ πολὺ καὶ γενναίως ὠφελούμενον, καὶ ἄλλον ὀστρέων ταῖς σαρξὶν ἅμα λι‐ θαργύρῳ καὶ ὑοσκυάμου φύλλοις χλωροῖς σὺν ἐλαίῳ παλαιῷ λελειωμέ‐ νοις ἀκριβῶς χρώμενον διά τε χρίσεως καὶ ἐπιθέσεως καὶ καλῶς ἀπαλ‐ λάττοντα· ἐπιδέχεται δέ, μὴ παρόντων ὀστρέων, ταῖς σαρξὶ τῶν ποταμίων
40μυάκων χρῆσθαι. ταῦτα μέν, εἰ μετρία εἴη ἡ φλόγωσις· μεγάλης δὲ ὑπαρχούσης αὐτῆς, θεραπεύσομεν τῷ τῶν ἐρυσιπελάτων τρόπῳ, κωνείου φύλλα προσφέροντες καὶ μήκωνος καὶ μανδραγόρου καὶ ὑοσκυάμου καί τινα τῶν συνθέτων ναρκωτικῶν φαρμάκων, ἅτινα διὰ μήκωνος ὀποῦ καὶ τῶν ὁμοίων συντίθεται. σκοπὸν δὲ ἂν ἔχοις τοῦ μέτρου τῆς χρήσεως
45αὐτῶν τὴν καθαίρεσιν τῆς ἀμέτρου θερμασίας, ἥτις πολλάκις ἐν ὥρᾳ μιᾷ γίγνεται, μεθ’ ἣν αὐτίκα περιελὼν τὸ ναρκωτικὸν τῷ διὰ τῶν κυα‐ μίνων ἀλεύρων καὶ τοῦ στέατος καὶ ὕδατος καταπλάσματι χρῶ. χρονί‐ σαντα γὰρ τὰ σφοδρῶς ψύχοντα νάρκην τε καὶ δυσαισθησίαν ἐναποτίθεται
τοῖς σώμασιν· διόπερ ἐπὶ τῶν [οὐ πάνυ] ζεουσῶν ὀδυνῶν ἀναγκασθέντες

32

(50)

χρήσασθαι τοῖς ναρκωτικοῖς, ἐκπυροῦμεν εἰς ὕστερον τὰ μόρια διὰ τῶν θερμαίνειν δυναμένων. Τοῦ πρεσβύτου κατάπλασμα ποδαγρικόν, δό‐ κιμον, πάνυ εὐθέως ἀνωδύνους ποιοῦν. Κράμβης τὰ φύλλα λαβὼν καὶ καθαρίσας αὐτῶν τὸ ἰνῶδες βάλλε λι αʹ ςʹʹ καὶ ἄρτου καθαροῦ τὸ ἐντὸς βεβρεγμένον γο ϛʹ, ὠῶν ὠμῶν λεκίθους ιʹ, ῥοδίνου τὸ ἀρκοῦν. λείου
55τὴν κράμβην, ἐπιστάζων ὄξος, εἶτα τὸν ἄρτον εἶτα τὸ ῥόδινον καὶ ἑνώσας κατάπλασσε. Ἀρχιγένης δέ φησιν· «ἀγαθὸν κατάπλασμα σύμφυτον μετ’ ἄρτου ἢ κατ’ ἰδίαν ἢ συμμεμιγμένου αὐτῷ κιτρίου, λεανθέντος δέ· μίγνυται ἄρτῳ ὠμῷ ἢ ἑφθῷ, ἢ γύρει ἀναποιεῖται. σκευάζεται δὲ καὶ κηρωτὴ διὰ κιτρίου ποδαγρικοῖς τοιαύτη· κιτρίας χλωροτέρας σὺν τῷ
60φλοιῷ καὶ τῇ ἐντεριώνῃ 𐅻 ρϟβʹ, πευκεδάνου ῥίζης 𐅻 μηʹ, κηροῦ 𐅻 σπηʹ, χαλβάνης 𐅻 μηʹ, ἐλαίου γλυκέος καλλίστου 𐅻 χʹ. κατατεμὼν τὸ κίτριον καὶ θλάσας τοῦ πευκεδάνου τὴν ῥίζαν πρόβρεχε τῷ ἐλαίῳ ἡμέρας βʹ, τῇ δὲ τρίτῃ ἕψε ἕως μεταδώσει τῆς δυνάμεως αὐτοῦ τῷ ἐλαίῳ καὶ διη‐ θήσας τῆκε ἐν τῷ ἐλαίῳ τὸν κηρὸν εἶτα 〈τὴν〉 χαλβάνην προολμοκο‐
65πηθεῖσαν μετ’ ὀλίγου κηροῦ καὶ μεμαλαγμένου. χρήσιμον πρὸς πᾶσαν πε‐ ριωδυνίαν. εἰ δὲ μὴ παρείη πευκεδάνου ῥίζα, βάλε ἀντ’ αὐτῆς βρυωνίας ῥίζαν. ποιεῖ μᾶλλον τοῖς φλεγματικοῖς».

33

Εὐπόριστα βοηθήματα πρὸς τὰς ζεούσας φλεγμονάς. Τὰ ὑπόλοιπα τῶν εὐπορίστων, ἅπερ ὠφελεῖ τὰς πάνυ σφοδρὰς φλε‐ γμονὰς καὶ ὀδύνας, φοινικοβάλανοί εἰσιν αἱ λιπαραὶ καὶ μηδικῆς μηλέας οἱ ἀκρεμόνες· κίτριον δὲ αὐτὴν ὀνομάζουσι καὶ χρυσοῦν μῆλον. ἀλλὰ
5ταύτης μὲν καὶ τὸ ἐντὸς τοῦ καρποῦ τὸ πρὸς τὴν γεῦσιν ὀξὺ μιγνύμενον
ἄρτῳ καὶ καταπλασσόμενον, ἢ γύρει, χρησιμώτατόν ἐστιν, ὥσπερ γε καὶ ἐνεψόμενον ἐλαίῳ, καὶ κηροῦ προσλαμβάνοντος τοῦ ἐλαίου τὸ αὔταρκες, καὶ ἐπιτιθέμενον τοῖς ποσίν· ὠφέλιμον δὲ καὶ τὸ σύμφυτον κατ’ ἰδίαν καταπλασσόμενον καὶ μετ’ ἄρτου ἢ κηρωτῇ μιγνύμενον καὶ τὰ σίδια τῆς
10ῥόας ἐν ὄξει ἡψημένα ἢ ξηρὰ λεῖα τῷ ἄρτῳ ἀναφυρόμενα χρήσιμα. Κάλλιστον δὲ κατάπλασμα ποδαγρικὸν καὶ τοῦτο· κυπαρίσσου κλωνάρια τρυφερὰ καὶ τὰ σφαιρία βαλὼν εἰς χύτραν σὺν ὕδατι θαλασσίῳ ἕψε ἕως τακερωθῶσιν, εἶτα βαλὼν ἐν θυείᾳ μαγειρικῇ τρῖβε ὡς κηρωτοειδῆ γενέ‐ σθαι καὶ ἑλκύσας εἰς ὀθόνιον ἐπιτίθει ἐν ταῖς ὀδύναις καὶ χρῶ εἰς ὕπνον
15καθ’ ἑκάστην τῷ καταπλάσματι, κἂν μὴ παρῇ ὀδύνη, ἐπ’ ἐνιαυτόν, καὶ εἰς τέλος ἀποθεραπεύει. θαυμαστῶς δὲ ποιεῖ καὶ τὸ ἀφέψημα τῆς κυπα‐ ρίσσου καταντλούμενον. Ἄλλο. Κύπρου τὰ χλωρὰ φύλλα λεάνας ποίει τροχίσκους, ἐπὶ δὲ τῆς χρείας ὄξει διαλύων ἐπίχριε. οἱ δὲ βάρβαροι ἰνδοὶ κόπτοντες καὶ σήθοντες τὰ ξηρὰ φύλλα τῆς κύπρου ἀποτιθέασιν, ἐπὶ δὲ
20τῆς χρείας ὕδατι ζέοντι φυρῶντες καὶ προσραίνοντες ὄξους ὀλίγον ἢ ῥοῦ μαγειρικοῦ ἀφέψημα ἐπιτιθέασι τῷ φλεγμαίνοντι τόπῳ, ἄνωθεν ἐπιτι‐ θέντες φύλλα κίκεως ἢ καρπάσου, εἰ δὲ μή, κράμβης. εὑρήσεις δὲ ἕωθεν τὸ κατάπλασμα μεστὸν ὕδατος· αἰσθητὴ γὰρ διαφόρησις γίγνεται, ὥστε τὸν πάσχοντα αὐτὸν αἰσθάνεσθαι τῆς ἐκμυζήσεως καὶ μάλιστα
25κατὰ τοὺς ὄνυχας. βάπτει μέντοι τὸ δέρμα ὡς ἐπὶ τὸ φαιὸν χρῶμα, διό
τινες προϋποχρίουσι τοὺς ὄνυχας κηρωτῇ ὑγρᾷ. Ἄλλο κατάπλασμα, ὥστε αὐθωρὸν παῦσαι τῶν ἀλγημάτων. Ἐγκέφαλον χοίρου μετὰ ἀμύλου καὶ ῥοδίνου λεάνας, ἐμπλάσας ῥάκει ἐπιτίθει καὶ εὐθέως ἀπαλλαγήσεται, ὥστε περιπατεῖν. κάλλιστα δὲ ποιοῦσι μαλάχαι ὕδατι ἑψηθεῖσαι καὶ
30λεῖαι ἐπιτιθέμεναι· τάχιστα γὰρ παύουσι τὰς ὀδύνας.

34

Περὶ τῶν ναρκωτικῶν φαρμάκων. Συνέθεσαν καθὼς προείρηται οἱ ἰατροὶ διὰ τὰς ὑπερβαλλούσας τῶν ὀδυνῶν ἢ τὰς μαλακίας τῶν πασχόντων, οὓς θεραπεύειν ἀναγκαζόμεθα, μηδὲ βραχυτάτης ὀδύνης ἀνασχέσθαι δυναμένους, τὰ ναρκωτικὰ καλού‐
5μενα φάρμακα. ταῦτα γάρ τοι οὐδαμῶς θεραπεύει τὰς διαθέσεις, ἐφ’ αἷς αἱ ὀδύναι γίγνονται, νάρκην δὲ καὶ δυσαισθησίαν ἐντιθέντα τοῖς μέρεσι παῦλάν τινα τῶν ὀδυνῶν παρέχεται· διόπερ ἀναγκασθέντα χρῆσθαι τοῖς τοιούτοις φαρμάκοις ἢ διὰ ὀδυνῶν ὑπερβάλλον μέγεθος ἢ διὰ θερμασίαν ἄμετρον ἐρυσιπέλασι παραπλησίαν, χρῆσθαι μὲν ἐπ’ ὀλίγον, ὡς ἐμψῦξαι
10τὸ πάνυ ζέον ἢ τὸ τῆς αἰσθήσεως ἀνιαρὸν καθελεῖν, αὐτὸ τοῦτο σκο‐ πούμενον ἀκριβῶς, ὅπως μηκέτι μετὰ τὴν τῆς σφοδρᾶς θερμασίας καὶ τῆς ὀδύνης ἐγκοπὴν μείνῃ τὸ ναρκωτικὸν φάρμακον. ἔστι δὲ τὰ ναρκω‐ τικὰ φάρμακα τοιαῦτα. Ἀσκληπιάδου ἀνώδυνον ἐπίθεμα ποδαγρικοῖς, ἀρθριτικοῖς· ἡ χρῆσις ἐν αὐτοῖς τοῖς παροξυσμοῖς ἐν ταῖς ὑπερβαλλούσαις
15ζέσεσι τῶν φλεγμονῶν. Ὀπίου 𐅻 δʹ, κρόκου 𐅻 αʹ, ἄρτου σιλιγνίτου τὸ ἀρκοῦν. γάλακτι βοείῳ προβρέχων ἕκαστον ἰδίᾳ λείου καὶ ἑνώσας κατά‐ πλαττε παραπτόμενος ῥοδίνῳ, ἔξωθεν δὲ ἐπιτίθει φύλλα σεύτλου ἢ θρι‐
δακίνης. ἐνίοτε δὲ τὸ ὄπιον καὶ τὸν κρόκον λεάναντες μετὰ τοῦ γάλα‐ κτος, ἀναλαμβάνομεν κηρωτῇ ῥοδίνῃ καὶ χρώμεθα. Ἄλλο. παραχρῆμα
20ἀπαλλάττει τῶν πόνων· δεῖ δὲ πρὸ τῆς ἐπιθέσεως τοῦ φαρμάκου τὸν πάσχοντα λούειν καὶ τότε περιμάξαντα τοὺς τόπους εὐθέως ἐπιτιθέναι. Ἀψινθίου χυλοῦ γο δʹ, κρόκου γο δʹ, κηροῦ γο δʹ, ὀπίου γο αʹ, ἰρίνου γο ϛʹ. γλυκεῖ διαλύσας ἐπίχεε τὴν κηρωτὴν καὶ ἑνώσας ἐπίχριε. Ἀσκληπιάδου τροχίσκος ποδαγρικοῖς ἀνώδυνος· ἡ χρῆσις ἐν αὐτοῖς τοῖς παροξυσμοῖς.
25Ἀλόης λι αʹ, κενταυρείου γο ϛʹ, λιβάνου γο δʹ, σμύρνης γο δʹ, λίθου ἀσσίου, ὀπίου, μανδραγόρου χυλοῦ, στύρακος, στυπτηρίας σχιστῆς ἀνὰ γο βʹ. ἀναλάμβανε γλυκεῖ καὶ ποίει τροχίσκους, ἐν δὲ τῇ χρήσει γάλακτι δια‐ λύων ἐπίχριε πτεροῖς, κατὰ τοῦ χρίσματος ἐπιβαλὼν ὀθόνιον γλυκεῖ δεδευμένον.

35

Χρίσματα ἐκπυροῦντα παραλαμβανόμενα μετὰ τὰ ναρκωτικά. Χρησαμένους τοίνυν τοῖς ναρκωτικοῖς ἐφ’ ὅσον σφοδρῶς ζέουσιν αἱ φλεγμοναί, ὕστερον θερμαίνειν προσήκει τὰ μόρια τοῖς διὰ καστορείου καὶ θαψίας συντιθεμένοις· εἰ γὰρ μὴ τοῦτο πράξαιμεν, ἀσθενῆ καὶ
5δύσκρατα γενόμενα τὰ μόρια συνεχῶς ῥευματίζεται κἀν ταῖς ἐνεργείαις κάμνει ῥᾳδίως. διὸ καὶ προσθήσω σύνθεσιν ἑνὸς ἢ δύο τῶν ἐκπυρωτικῶν χρισμάτων, ὧν καὶ τόδε ἐστίν· θαψίας χυλοῦ 𐅻 ηʹ, πεπέρεως 𐅻 κδʹ, ἀδάρκης, κάχρυος, εὐφορβίου προσφάτου ἀνὰ 𐅻 λβʹ (εἰ δὲ μὴ παρείη
πρόσφατον, εὐφορβίου τὸ διπλοῦν ἔμβαλε), σταφίδος ἀγρίας 𐅻 ιβʹ, πυρέ‐
10θρου 𐅻 ιβʹ, τερεβινθίνης 𐅻 ιϛʹ, κρόκου 𐅻 κδʹ, ἐλαίου κυπρίνου λι ϛʹ. Ἕτερον δὲ τοῖον· πυρέθρου, καστορείου, ἑλενίου, ἀδάρκης, πεπέρεως, εὐφορβίου, σμύρνης, νίτρου, κηροῦ ἀνὰ 𐅻 ηʹ, ἰρίνου τὸ ἀρκοῦν· τοῖς δὲ πένησιν ἀρκεῖ σκόρδα, θύμα, ὀρίγανα, θύμβρα, νάπυ καὶ τὰ ὅμοια.

36

Φάρμακα καὶ σιτία ἐπὶ τῶν ξανθοχόλων. Δοτέον δὲ τοῖς ξανθοχόλοις καὶ τῆς κυκλαμίνου· ταύτης γὰρ ἡ ῥίζα πο‐ θεῖσα λειοτάτη σὺν μελικράτῳ ἢ γλυκεῖ κενοῖ δι’ ἱδρώτων τὸν χολώδη χυ‐ μόν. δοτέον δὲ αὐτῆς 𐅻 δʹ τοῖς μεγάλοις καὶ ἰσχυροῖς σώμασιν, τοῖς δὲ ἄλλοις
5πρὸς δύναμιν· καὶ συνεργητέον τοῖς ἱδρῶσι θάλποντας τὸ σῶμα καὶ τρίβον‐ τας χωρὶς τῶν πεπονθότων μορίων. ποτίζειν δὲ καὶ τὰ διουρητικά· εἴωθε γὰρ κενοῦν τὰ τοιαῦτα τὴν χολὴν διὰ τῶν οὔρων. καὶ ὁ διὰ σπερμάτων δὲ τροχίσκος ὑπνωτικὸς καὶ ὁ τρίγωνος καὶ οἱ παραπλήσιοι ἐν ταῖς περιω‐ δυνίαις διδόμενοι ὠφέλιμοι τοῖς ξανθοχόλοις· καὶ γὰρ ὕπνος καρώδης
10ἐπιγίνεται καὶ ξηραίνει τὰ ῥεύματα πρὸς αὐτῶν καὶ μάλιστα εἰ μετὰ τὸ κενῶσαι τὸ σῶμα διὰ καθαρτηρίου δοθείη. τροφαὶ δὲ ἐπιτήδειοι τούτοις αἱ ψύχουσαι, μὴ μέντοι ὑγραίνουσαι· ἡ γὰρ ὑγρότης ἐπιτείνει τοὺς ῥευματισμούς. δοτέον δὲ αὐτοῖς καὶ θριδακίνης σπέρματος διὰ τὸν ὕπνον καὶ μήκωνος σπέρματος σὺν τοῖς ἐσθιομένοις καὶ πινομένοις μῆλά
15τε καὶ οὖα καὶ μέσπιλα καὶ ὅσα πρὸς τῷ ψύχειν ἐπέχει τὴν φορὰν τοῦ
ῥεύματος· οἴνου δὲ παντάπασιν ἀπέχεσθαι ἐν τοῖς παροξυντικοῖς καιροῖς, ἐν δὲ τοῖς καθαροῖς διαλείμμασιν ἐπιτρεπτέον ἐλάχιστον μεταλαμβάνειν. ἀσιτία δὲ τοὺς πικροχόλους ἐσχάτως ἀδικεῖ· δριμυτέραν γὰρ ἀποτελεῖ τὴν χολήν.

37

Θεραπεία τῶν ἐπὶ φλεγματικῷ ῥεύματι καμνόντων. Καὶ τὴν τούτων δὲ θεραπείαν ἀπὸ τῆς τοῦ φλέγματος κενώσεως προσ‐ ήκει τὴν ἀρχὴν λαμβάνειν. κενοῦται δὲ ὁ φλεγματώδης χυμὸς καὶ δι’ ἐμέτων μέν, οὐδὲν δὲ ἧττον καὶ διὰ τῆς κάτω γαστρός. χρήσιμος δὲ τῷ
5πάθει ἡ διὰ τῆς κάτω γαστρὸς κάθαρσις, ἐάν τε κατὰ τὰς χεῖρας, ἐάν τε κατὰ τοὺς πόδας αἱ βλάβαι γένωνται καὶ πολλῷ δὴ μᾶλλον ἐὰν καὶ κατὰ πάντα τὰ ἄρθρα τοῦ σώματος διεσπαρμένον ᾖ τὸ ῥεῦμα· συνηθεστέρα γὰρ ἡ διὰ τῶν ἐντέρων ὁδὸς τῷ φλέγματι καὶ ἀκινδυνωτέρα. εἰ γὰρ μετὰ βίας ἑλκυσθὲν ἐπὶ τὴν ἄνω γαστέρα μὴ κενωθείη, κίνδυνον ἐπιφέρει·
10διόπερ ἀσφαλέστερόν ἐστιν ἐπὶ τὴν κάτω διαχώρησιν ἄγειν αὐτό· κε‐ νωθὲν γὰρ ἡμέρᾳ μιᾷ καθαιρεῖ τὴν ἰσχὺν τοῦ νοσήματος. ἔστι δήπου πο‐ λυχρονιώτατον ὡς ἐν ποδάγρᾳ τὸ τοῦ φλεγματικοῦ χυμοῦ ἔγγονον ῥεῦμα καὶ ὀδυνηρὸν μετρίως χαῖρόν τε τοῖς κατὰ δύναμιν καὶ ἐνέργειαν θερ‐ μαντικοῖς βοηθήμασιν· διόπερ μετὰ τὰς καθάρσεις τοῖς θερμαντικωτέ‐
15ροις βοηθήμασι καταθαρρεῖν χρή, πρὸ δὲ τῆς καθάρσεως τοῖς στύψεως ὀλίγης μετέχουσι χρῆσθαι καὶ μᾶλλον κατ’ ἀρχὰς τῶν ῥευμάτων. τῆς μέντοι διὰ τῶν καθαρτηρίων κενώσεως γενέσθαι μὴ δυναμένης, ἥτις
ἱκανὴ μόνη γίγνεται πολλάκις πρὸς τὰς τῶν ῥευματικῶν παθῶν ἀποθε‐ ραπείας, ταῖς ἀσιτίαις χρῆσθαι ἐπὶ πλείους ἡμέρας· καὶ γὰρ φέρουσιν
20αὐτὰς οἱ φλεγματικοὶ τὴν φύσιν. χρῆσθαι δὲ καὶ ταῖς διαφορητικαῖς τρί‐ ψεσιν, ἔτι τε κλυστῆρσι δραστικωτέροις καὶ τοῖς διουρητικοῖς φαρμά‐ κοις. ἔστω δὲ τὰ λόγῳ τροφῆς διδόμενα σιτία φύσει ξηρὰ καὶ ἀτροφώ‐ τερα, οἷά ἐστιν ὁ τῆς ὀρύζης χυλὸς καὶ ὁ τῶν βρόμων τά τε βασιλικὰ κάρυα ὀλίγα πιστάκιά τε καὶ θάσια καὶ σταφίδες καὶ κάππαρις σὺν
25ὀξυμέλιτι, καί ποτε καὶ τῶν μικρῶν πετραίων ἰχθύων καὶ στρουθίων τῶν ὀρείων ὀπτῶν διδομένων. οἶνον δὲ δοτέον ἐλάχιστον ἐν τοῖς διαλείμ‐ μασι λεπτὸν καὶ κιρρὸν καὶ παλαιόν. καταπλάσματα δὲ τοῖς ψυχροῖς ῥεύμασιν ἁρμόδια κατ’ ἀρχὰς μὲν τερμίνθου φύλλα χλωρά τε καὶ ἁπαλὰ σὺν στέατι χοιρείῳ παλαιῷ καὶ ῥοδίνῳ, κηροῦ βραχέος ἐπεμβαλλομένου,
30ἐπιτήδεια δὲ αὐτοῖς καὶ τὰ τῆς κυπαρίσσου φύλλα καὶ τὰ σφαιρία οἴνῳ ἡψημένα καὶ τὰ τῆς ῥάμνου φύλλα καὶ κυπέρου αἱ ῥίζαι. μετὰ δὲ τὴν ἀρχὴν ἐπιτήδεια τοῖς φλεγματικοῖς· τὸ διὰ τῶν ὀρόβων τε καὶ τῶν αἰρῶν καὶ τῆς τήλεως κατάπλασμα, καθάπερ γε καὶ τὰ τῶν ἐρεβίνθων καὶ ἀριστολοχίας ῥίζης λείας μιγνυμένης, κενταυρείου τε καὶ γεντιανῆς καὶ
35παιωνίας καὶ βρυωνίας ῥίζης καὶ καρποῦ, ἀμαράκου τε τῆς κόμης καὶ ἀρτεμισίας, ἀβροτόνου φύλλων καὶ ἀδιάντου καὶ ἄγνου, δάφνης, γλή‐ χωνος, σαμψύχου, ἡδυόσμου, κράμβης, σισυμβρίου, ἑρπύλλου, πτέ‐
ρεως, μαράθρου, εὐζώμου καὶ τῶν λοιπῶν ὅσα τῇ γεύσει δριμέα ἢ ἁλυκὰ ἢ πικρά, καὶ μάλιστα ἐὰν αἱ ὀδύναι χωρὶς φλογώσεως ὑπάρχωσιν, ἐπὶ δὲ
40ψύξεως αἰσθήσει γιγνόμεναι. ἕκαστον δὲ τούτων σὺν ἄρτῳ καὶ στέατι προσφάτῳ κατάπλαττε· δυνατὸν δὲ καὶ καθ’ αὑτὰ προσάγεσθαι. κάλ‐ λιστον δὲ καὶ τὸ διὰ τοῦ τεθαλασσωμένου γλυκέος σκευαζόμενον κα‐ τάντλημα. «πενταφύλλου μὴν ῥιζῶν καὶ σιδίων ἴσον πλῆθος ἑψῶν κα‐ τήντλουν, φησὶν Ἀρχιγένης, τὰ περιωδυνοῦντα μέρη καὶ λεανθεῖσιν αὐ‐
45τοῖς κατέπλαττον τὰ μᾶλλον φλεγμαίνοντα. τοῦτο πολλοῖς μὲν ὡς ἀντι‐ παθὲς αὐτίκα ἐξήλαυνε τὰς ὀδύνας, ἐνίους δὲ ὡς φάρμακον οὐδενὸς χεῖ‐ ρον ἐπράυνεν, σπανίως δὲ ἀνωφελές μοι ἐφάνη». Ἐπιεικέστατον δὲ καὶ τοῦτο· φύλλα ἀλθαίας ἑφθὰ λεῖα καὶ καθ’ αὑτὰ καὶ σὺν γύρει ἢ κριθίνῳ ἀλεύρῳ, κηρωτή τε διὰ τῆς ῥίζης αὐτῆς, ἣ καλεῖται ἐβίσκος,

37

(50)

ἑφθὴ ἐν ὑδρομέλιτι λεία. πεποιήσθω δὲ ἡ κηρωτὴ διὰ γλευκίνου ἢ ἰρί‐ νου· προσαγέσθω δὲ ἐπὶ τῶν καὶ τὰ σφόδρα θερμὰ ἀποστρεφομένων καὶ τὰ ἄγαν ψυχρά, χαιρόντων δὲ τοῖς μέσοις. «Κατάλληλον δὲ οἶδα φάρ‐ μακον, φησὶν ὁ Φιλάγριος, τοῖς αἴσθησιν ψύξεως ἅμα ταῖς ὀδύναις ὑπο‐ μένουσι ποδαγρικοῖς τὸ διὰ τοῦ δαφνίνου συντιθέμενον, ὄντων μὲν καὶ
55ἄλλων ὁμογενῶν αὐτῷ, τοσαύτην δὲ πεῖραν οὐδέπω παρεσχημένων·
ἔχει δὲ οὕτως».

38

Φάρμακον τὸ διὰ τοῦ δαφνίνου. «Κηροῦ, στέατος ὑείου παλαιοῦ, πιτυΐνης ξηρᾶς, τερεβινθίνης ὑγρᾶς ἀνὰ 𐅻 ϟϛʹ, κυπρίνου, δαφνίνου, οἰσύπου, βουτύρου ἀνὰ 𐅻 μηʹ, χαλβά‐ νης, μυελοῦ ἐλαφείου ἀνὰ 𐅻 ιϛʹ. τοῦτο μὲν οὖν ἀνωδύνους διὰ ταχέων
5δείκνυσι τοὺς ψύξεως αἰσθανομένους ἐν ταῖς ὀδύναις. θαυμάσιον δὲ κἀπὶ τούτων φάρμακόν ἐστι τὸ διὰ τοῦ κρόκου καὶ χαλβάνης ἐπὶ τῶν αἱματι‐ κῶν προγεγραμμένον, ἐν παντὶ καιρῷ προσαγόμενον. ἔστι δὲ καὶ ἄλλα φάρμακα τούτοις ἐπιτήδεια, καθάπερ καὶ τὰ καλούμενα μυράκοπα καὶ αἱ δι’ αὐτῶν συντιθέμεναι κηρωταί· γίγνονται δὲ αὗται κηροῦ συμμέτρου
10μιγνυμένου τοῖς τοιούτοις ἀλείμμασιν».

39

Φάρμακον τὸ διὰ τῶν μεταλλικῶν. Γαληνοῦ. «Ἄριστον δὲ φάρμακον αὐτοῖς τὸ διὰ τῶν μεταλλικῶν Γαληνοῦ τοῖς νευροτρώτοις σκευαζόμενον, οὗ καὶ ἡμεῖς πεῖραν θαυμαστὴν εἰλή‐ φαμεν, φησὶν ὁ Φιλάγριος· λεπτομερέστατον γὰρ ὑπάρχον ἐγκαταβαίνει τε
5τῷ βάθει τῶν σωμάτων καὶ τέμνει τὰ ὑγρὰ καὶ λεπτύνει καὶ διαφορεῖ. χρήσιμον οὖν ἐστι τῇ προκειμένῃ διαθέσει, μετὰ τὸ παύσασθαι τὰς ὀδύνας προσαγόμενον ἢ καὶ μετρίας οὔσας· οὐ μόνον γὰρ διαφορεῖ ὡς προείρηται, ἀλλὰ καὶ ἀποκρούεται. ἔστι δὲ ἡ σύνθεσις αὐτοῦ ἥδε· χαλκίτεως 𐅻 ηʹ, μίσυος 𐅻 ιϛʹ, λεπίδος χαλκοῦ 𐅻 κδʹ, λιβάνου 𐅻 κδʹ,
10χαλβάνης 𐅻 ιβʹ, κολοφωνίας 𐅻 ϟϛʹ, κηροῦ 𐅻 ϟϛʹ, ἐλαίου 𐅻 ρκηʹ,
ὄξους δριμυτάτου τὸ ἀρκοῦν. λείου τὰ μεταλλικὰ μετ’ ὄξους ἐν ἡλίῳ θε‐ ρινῷ ἐπὶ πλείους ἡμέρας, εἶτα ἐπίβαλε λίβανον καὶ αὖθις λείου ἐπὶ πολὺ καὶ τὰ τηκτὰ τήξας ψύξας ἀναξύσας ἐπίβαλε καὶ ἑνώσας χρῶ».

40

Φάρμακον τὸ δι’ οἰνελαίου Γαληνοῦ. Ἕτερον φάρμακον τὸ δι’ οἰνελαίου Γαληνοῦ ἁρμόζον ἐν ταῖς πα‐ ρακμαῖς τῶν φλεγμονῶν καὶ μετὰ ταύτας ἅπασι τοῖς ποδαγρικοῖς· λιθαρ‐ γύρου 𐅻 ϟϛʹ, ἐλαίου παλαιοῦ 𐅻 ρϟβʹ (τοῖς δὲ ποδαγρικοῖς ἀρκεῖ ἐνι‐
5αυσιαῖον εἶναι τὸ ἔλαιον), οἴνου παλαιοῦ καὶ κιρροῦ διαυγοῦς καὶ ἠρέμα γλυκέος 𐅻 ρϟβʹ. ἕψε ἅμα μέχρι συστάσεως ἀμολύντου. αὕτη ἀρίστη σκευασία· ἡ γὰρ τριπλάσιον λαμβάνουσα τὸ ἔλαιον ἐπὶ πλέον ἑψομένη ξηραντικωτέρα γίνεται. ἐπὶ δὲ τῶν ἄγαν τῆς ψύξεως αἰσθανομένων μετὰ τὰς ὀδύνας πεποίηται καὶ τὸ δι’ εὐφορβίου πρὸς νευροτρώτους γρα‐
10φησόμενον γαλήνειον φάρμακον. καὶ μέντοι καὶ ἄλλο φάρμακον χρήσι‐ μον ὑπάρχον ἅπασι τοῖς ποδαγρικοῖς ἔν τε ταῖς παρακμαῖς τῶν φλεγμο‐ νῶν καὶ μετὰ ταύτας ἐστὶν ὅπερ ἐπιγράφουσιν αἰγυπτίαν, δι’ οἰσυπηρῶν ἐρίων καιομένων σκευαζομένη· ἔγκειται δὲ ἐν ταῖς πολυχρήστοις ἐμ‐ πλάστροις κατὰ τὸν πεντεκαιδέκατον λόγον τῆσδε τῆς πραγματείας.

41

Θεραπεία τῶν ἐπὶ μελαγχολικῷ ῥεύματι καμνόντων. Λέγω δὲ ἐφεξῆς περὶ τῶν μελαγχολικῶν ῥευμάτων, ἃ καὶ αὐτὰ δεῖται μὲν διὰ παντὸς προηγουμένως τῆς καθολικῆς κενώσεως, τοῦτ’ ἔστι φλε‐
βοτομίας ἢ καθάρσεως, ὅτε μὲν ἐπὶ τὴν μέλαιναν ῥέποι χολήν, τῆς διὰ τῶν
5καθαιρόντων αὐτήν, ὅτε δὲ ἐπὶ τὸ μελαγχολικὸν αἷμα, τῆς διὰ τῆς φλεβο‐ τομίας· ἀμφοῖν δὲ ἅμα πλεονασάντων καθ’ ὅλον τὸ ζῷον, οὐκ ἀρκούμεθα ἑνὶ τῶν προειρημένων, ἀλλὰ προφλεβοτομήσαντες, ἔπειτα καθαίρειν ἀναγκα‐ ζόμεθα. τοῦτο μὲν δὴ κἀπὶ τῶν ἄλλων παθῶν τῶν δεομένων διττῆς κενώ‐ σεως πρακτέον. πρὶν μὲν οὖν κενῶσαι τὸ σύμπαν σῶμα καὶ ἐν αὐτῷ τῷ
10καιρῷ τῆς κενώσεως, λέγω δὴ ἐν ἀρχαῖς, τοῖς ἀποκρουστικοῖς ἅμα καὶ ἠρέμα θερμαντικοῖς χρηστέον· μετὰ δὲ τὰς κενώσεις τοῖς θερμαίνειν ἠρέμα καὶ λεπτύνειν καὶ διαφορεῖν δυναμένοις χρῆσθαι. ἔστι δὲ ἀποκρουστικὰ μὲν ἅμα καὶ ἠρέμα θερμαντικὰ τερμίνθου φύλλα καὶ κυπαρίσσου καὶ κυπέρου ῥίζαι καὶ τὰ ὅμοια, θερμαντικὰ δὲ ἅμα καὶ λεπτυντικὰ καὶ
15διαφορητικὰ βρυωνίας ῥίζα καὶ κυκλαμίνου καὶ τοῦ ἀγρίου σικύου καὶ τῆς ῥαφανίδος, δάφνης τε τὰ φύλλα μαλακὰ καὶ σταφυλίνου καὶ καυκα‐ λίδος καὶ νάπυος καὶ καρδάμου καὶ κονύζης, κράμβης, ἴρεώς τε καὶ ὠκί‐ μου καὶ ἄλλων μυρίων τὰ φύλλα· μιγνύειν ἄρτῳ ἤ τινι τῶν πλειστάκις εἰρημένων ἀλεύρων καὶ στέατι χηνείῳ ἢ ὀρνιθείῳ, βουτύρῳ καὶ οἰσύπῳ
20καὶ μάλιστα ἐπὶ τῶν ὑγρῶν τε καὶ μαλακῶν σωμάτων, ὥστε πραότερα γενέσθαι. ἀλλὰ καὶ μετὰ τὴν τῶν τοιούτων φαρμάκων ἐπίθεσιν τῷ τε προγεγεγραμμένῳ διὰ τοῦ κρόκου φαρμάκῳ καὶ τῷ διὰ τῶν μεταλλι‐ κῶν χρῆσθαι προσήκει, ἔτι τε καὶ τῷ Μαχαιρίωνος καὶ τῇ ἴσιδι καὶ τοῖς
ὁμοίοις, ὧν τὰς συνθέσεις ἐν τῷ πεντεκαιδεκάτῳ λόγῳ εὑρήσεις κει‐
25μένας· καὶ γὰρ συμπέττει τὰ τοιαῦτα φάρμακα καὶ τὴν ἐν τοῖς μέρεσιν ὑπολιμπανομένην ὑγρότητα καὶ λεπτύνει ταύτην καὶ διαφορεῖ καὶ προσέτι ῥώννυσι τὰ κατησθενηκότα μόρια. χρησιμώτατον δὲ φάρμακον ἐν τοῖς ἀνωδύνοις διαλείμμασιν ἐπὶ τῶν μελαγχολικῶν ῥευμάτων ἐστὶν ὁ κόραξ, καθάπερ καὶ οἱ τροχίσκοι, λέγω δὴ ὅ τε Ἄνδρωνος καὶ ὁ τοῦ Μουσᾶ
30καὶ ὁ διὰ τοῦ κενταυρείου καὶ ὁ οἰσυπηρὸς καὶ οἱ παραπλήσιοι ἐν τῷ ιδʹ λόγῳ γεγραμμένοι. χρίονται δὲ σὺν οἴνῳ γλυκεῖ, μίγνυνται δὲ καὶ τῷ διὰ τοῦ κρόκου προγεγραμμένῳ φαρμάκῳ καὶ τῷ διὰ τῶν μεταλλικῶν, ὀλίγον μὲν τῶν τροχίσκων προσπλέκοντες πλείονι δὲ τῷ φαρμάκῳ, ὡς εἶναι τὸ ἐμβαλλόμενον τοῦ μὲν τροχίσκου μέρος δωδέκατον, τοῦ δὲ
35φαρμάκου μέρος ἕν, τοῦτ’ ἔστι τοῦ μὲν φαρμάκου λι αʹ, τοῦ δὲ τροχίσκου γο αʹ, ἐνίοτε δὲ καὶ ἔλαττον, κενῶσαι μὲν γὰρ καὶ διαφορῆσαι βουλό‐ μενοι, ἔλαττον ἐμβάλλομεν τοῦ τροχίσκου, ῥῶσαι δὲ καὶ τονῶσαι, πλέον· τελείως δὲ οὐκ ὄντων ἀνωδύνων τῶν διαλειμμάτων, ἄρτου βραχέντος οἴνῳ καὶ μαλαχθέντος ἱκανῶς, μιγνύναι συμφέρει τοῖς εἰρη‐
40μένοις φαρμάκοις ἐν τοῖς διαλείμμασιν. ἀγαθὸν δὲ κἀπὶ τούτων τὸ διαφο‐ ρητικὸν εἶδος τῶν τρίψεων ὅλου τοῦ σώματος χωρὶς τῶν πεπονθότων μερῶν ἔν τε τοῖς διαλείμμασι κἀν τοῖς παροξυντικοῖς καιροῖς, σφοδρό‐ τερόν τε καὶ ἐπὶ πολὺ γιγνόμενον, καὶ μᾶλλον ἐὰν μὴ προκεκενωμένοι
τύχωσιν.

42

Περὶ τῶν ἐπὶ λεπτῷ ῥεύματι καμνόντων. Τῶν ὀρρωδῶν ῥευμάτων ἐπιρρεόντων τοῖς ἄρθροις, τεκμήριον οὐ σμι‐ κρὸν γίγνεται τῆς λεπτότητος αὐτῶν τὸ μήτ’ ὄγκον μέγαν ἔχειν ποτὲ τὴν φλεγμονὴν μήτε χρονίσαι τὰς φλεγμονάς, ἀλλὰ μηδὲ δυσχέρειάν
5τινα κατὰ τὰς κινήσεις παθεῖν μετὰ τὸ παύσασθαι τὰς φλεγμονάς. τῶν τοίνυν ἐπὶ λεπτῷ ῥεύματι καμνόντων ἴαμα αὐθημερινόν ἐστι κάθαρσις γιγνομένη διὰ τῶν τοὺς ὀρρώδεις χυμοὺς κενούντων. ὅσα δὲ μὴ λίαν ἐστὶν ὀδυνηρὰ κατέστη πολλάκις ἐπὶ μόναις ταῖς καλουμέναις ἐμβροχαῖς ταῖς δι’ ἐλαίου ῥοδίνου καὶ οἴνου γλυκέος καὶ βραχυτάτου κηροῦ, ἅμα
10μιγνυμένων, ἔπειτ’ ἐρίοις οἰσυπηροῖς ἀναλαμβανομένων· προσλαμβα‐ νέτω δέ ποτε καὶ ἀφρονίτρων. γραφήσονται δὲ αἱ τούτων συνθέσεις ἐν τοῖς ἀκόποις μετὰ βραχέα. ἀλλὰ καὶ ἀκόνης ναξίας τὸ κατὰ τὰς παρατρί‐ ψεις τῶν σιδήρων ἀθροιζόμενον γλοιῶδες καταχρισθὲν ὤνησεν, ἥ τε σελι‐ νουσία καλουμένη γῆ καὶ ἡ κρητικὴ καὶ ὁ σάμιος ἀστὴρ καὶ ἡ λημνία
15σφραγὶς οἴνῳ τε καὶ ὀξυκράτῳ καὶ ὄξει καὶ γλυκεῖ διαλυόμενα. καὶ μέντοι καὶ τυρὸς νεοπαγὴς ἐπιτιθέμενος ὀνίνησι μετρίας φλεγμονὰς καὶ μόνος καὶ μετ’ ἀλφίτων ἢ ἀλεύρων κριθίνων· ἔχει γὰρ ἐν ἑαυτῷ οὐκ ἀποκρουστικόν τι μόνον, ἀλλὰ καὶ διαφορητικόν· διὸ ἀποκρούεται τὰ λεπτὰ τῶν ῥευμάτων καὶ κενοῖ τὰς ἐν τοῖς ἄρθροις ὑγρότητας. καὶ σχίνου δὲ οἱ ἁπαλοὶ ἀκρεμόνες
20καὶ ὁ καρπός, μυρσίνης τε ὁμοίως καὶ τερμίνθου καὶ ἀπίων καὶ δρυός,
ἐλαίας, ῥόας, μεσπίλων, κερασέας, κοκκυμηλέας, κυνοσβάτου καὶ βάτου οἵ τε καρποὶ καὶ οἱ ἀκρεμόνες ταὐτὸν τοῦτο ἀπεργάζονται· καὶ ἁπλῶς, ὅσαι τῶν οὐσιῶν ἔν τε καρποῖς καὶ φύλλοις καὶ χυλοῖς καὶ ῥίζαις ἔχουσί τι πικρὸν ἢ δριμὺ ἢ ἁλυκὸν ἢ νιτρῶδες ἅμα στύψει καὶ πικρότητι καὶ
25ὀξύτητι, μετρίας οὔσης ἑκάστης ποιότητος, οὐκ ἰσχυρᾶς, ὠφελοῦσι τὰς μετρίας ῥευματικὰς ὀδύνας. ἤρκεσε δὲ ἅμα τούτοις πολλάκις πρὸς παν‐ τελῆ θεραπείαν ἀσιτία, καθάπερ καὶ κλυστήρ· ὁ γὰρ κλυστὴρ καὶ πᾶσι σχεδόν τι τοῖς ποδαγρικοῖς ἁρμόττειν φαίνεται καὶ μάλιστα ἐφ’ ὧν ἡ γαστὴρ ἐπέχεται συνεχῶς. πήγανον γοῦν τὸ χλωρὸν καταπλασθὲν καὶ
30στραφυλῖνος χλωρὸς ὠφέλιμος αὐτοῖς καὶ μάλιστα εἰ νυγματώδεις ὑπάρ‐ χουσιν αἱ ὀδύναι καὶ πνευματικαί. μιγνύναι δὲ ἅπασι συμφέρει καὶ στεά‐ των ποτὲ καὶ ἀλφίτων καὶ ἀλεύρων τινῶν τῶν εὑρισκομένων καὶ μέλιτος καὶ γλυκέος καὶ ῥοδίνου, φυλάττειν ἐθέλοντας ἔνικμά τε καὶ ὑγρά· καὶ μέν‐ τοι καὶ ζύμην ὀλίγην ἐν τούτῳ τῷ καιρῷ μίξας οὐκ ἂν ἁμάρτοις. οὕτως
35οὖν ἔσται σοι χρήσιμα καὶ τῶν κηπευομένων τὰ πολλά, ταῖς εἰρημέναις αὐτὰ κρίνοντι ποιότησιν, τῇ τε πικρᾷ καὶ ἁλμυρᾷ καὶ ὀξείᾳ καὶ τῇ στυφούσῃ καὶ τῇ δριμείᾳ, μετρίαις ὑπαρχούσαις· εὑρήσεις δέ ποτε καὶ τὰς γλυκείας ἅμα ταύταις ἐν τῷ αὐτῷ καὶ ἑνὶ φυτῷ. καὶ τῶν ἐν θαλάττῃ δὲ πολλά ἐστι τοιαῦ‐ τα· αἵ τε θριδακῖναι καλούμεναι (βλαστήματα δέ ἐστι πλατέα καὶ ὑπο‐
40μήκη καὶ χλωρότατα καὶ λεπτὰ καὶ ὑπόρρυσα καὶ οἱονεὶ δεδιπλωμένα, παρὰ τοὺς αἰγιαλοὺς τῆς θαλάσσης ἀπορριπτόμενα διὰ τῶν κυμάτων, καλλίους δὲ γίγνονται ἑψηθεῖσαι μετ’ ὀξυκράτου), καὶ τῶν φυκίων δὲ τῶν βαφικῶν τὰ πρὸς ταῖς ῥίζαις χλωρὰ καὶ πρὸς τούτοις τὰ ἐν ταῖς πέτραις τῆς θαλάσσης εὑρισκόμενα μύκησιν ὅμοια, καὶ τὰ λοιπὰ δὲ τὰ
45ἐν τῇ θαλάσσῃ εὑρισκόμενα βλαστήματα τρυφερὰ χρήσιμα· πάντα γὰρ τὰ τοιαῦτα ἐπιτηδείως μίγνυται τοῖς στέασι καὶ τοῖς ἀλεύροις. ἀλλὰ καὶ ἡ νάρκη ἥ τε θαλασσία καὶ ἡ ποταμία καθ’ ἕτερον τρόπον οὐ ταῖς μικραῖς μόνον, ἀλλὰ καὶ ταῖς μεγάλαις ἁρμόζει φλεγμοναῖς· φυσικῇ γάρ τινι δυνάμει νάρκην ἐντίθησι καὶ ἀνωδυνίαν τοῖς σώμασιν. διὸ καὶ ζῶσαν τὴν

42

(50)

νάρκην αὐτὴν προσάγειν χρὴ συνεχῶς τοῖς φλεγμαίνουσι τόποις· καὶ ἑψομένη δὲ ζῶσα ἐν ἐλαίῳ ἔπειτα ἀνασπωμένη καὶ ἐντηκομένου κηροῦ συμμέτρου τῷ ἐλαίῳ χρησιμώτατον φάρμακον πᾶσι τοῖς ὀδυνωμένοις ποδαγρικοῖς γίγνεται. παραπλησίως δὲ ἐνεργεῖ καὶ τὰ λεγόμενα γῆς ἔντερα, ἑψόμενα ἐν ἐλαίῳ καὶ ἐντηκομένου κηροῦ τῷ ἐλαίῳ.

43

Περὶ τῶν ἀλλήλοις ἐπιπεπλεγμένων ῥευμάτων. Τῶν μὲν οὖν ἀμίκτων ἀλλήλοις ῥευμάτων εἰρημένης τῆς ἰάσεως, οὐδὲν ἔτι χαλεπὸν τὴν τῶν μεμιγμένων ἐξευρίσκειν· εὔδηλον γὰρ ὡς ἀκο‐ λούθως τῇ μίξει τῶν χυμῶν καὶ αἱ θεραπεῖαι μιχθήσονται. τὰς δὲ δια‐
5γνώσεις λαμβάνειν χρὴ ἐκ τῶν προρρηθέντων 〈ἐπὶ〉 ἁπλῶν διαθέσεων.

44

Θεραπεία τῶν ἐφ’ αἵματι καὶ χολῇ μεμιγμένων διαθέσεων.
Συνελθούσης γοῦν αἱματικῆς τε καὶ πικροχόλου διαθέσεως καὶ διὰ τοῦτ’ ὄγκου μεγάλου τε καὶ ἐρυθροῦ καὶ ξανθοῦ πως καὶ λίαν θερμοῦ καταλαμβάνοντος τὸ ῥευματισθὲν μόριον καὶ ὀδυνῶν μὲν ἀδιαλείπτως
5ἐγκειμένων, γιγνομένου δὲ τοῦ παροξυσμοῦ σφοδροτέρου μὲν παρὰ μίαν τριταϊκῶς, ἠπιωτέρου δὲ καθ’ ἑκάστην ἡμέραν, πάντως που φανερὸν ὡς ἡ ἀρχὴ τῶν βοηθημάτων ἀπὸ φλεβοτομίας πρῶτον γενήσεται, ἔπειτα δὲ καθάρσεως τοῦ χολώδους. εὔδηλον δὲ ὡς κατὰ τὸν τῶν κενώσεων καιρὸν τοῖς ἀποκρουστικοῖς χρησόμεθα, ἅπερ ἐστὶ ψυχρᾶς τε καὶ στυφούσης δυ‐
10νάμεως, κἄπειτα μετὰ τὴν ἀρχὴν τοῖς παρηγοροῦσι καὶ ψύχουσι μέν, οὐκέτι δὲ στύφουσιν· δυσδιαφόρητον γὰρ ἡ στῦψις ἐργάζεται τὸν ὄγκον, ἐπὶ πολὺ χρωμένων ἡμῶν αὐτῇ. τελευταῖον δὲ χρηστέον τοῖς πέττειν καὶ διαφορεῖν δυναμένοις. ὠφέλιμον οὖν φάρμακον κατ’ ἀρχὰς τῶν τοιούτων παθῶν, λέγω δὴ κατὰ τὸν τῶν κενώσεων καιρόν, ὁ διὰ τῆς ἀκακίας καὶ
15τῶν ἐλλεβόρων τροχίσκος ἀνιέμενος ἐν τῇ μολυβδίνῃ θυείᾳ χυλῷ ἀειζώου ἢ ἀρνογλώσσου ἢ πολυγόνου ἢ ἠριγέροντος ἢ κοτυληδόνος ἢ ὀξυλαπά‐ θου ἢ στρύχνου ἢ ὄμφακος ἢ ὑοσκυάμου ἢ θριδακίνης. κατὰ μέντοι τὰς ἐπιδόσεις καὶ τὰς ἀκμὰς τῶν νοσημάτων καὶ τοῖς ἐπὶ τῶν αἱματικῶν δια‐ θέσεων προειρημένοις καταπλάσμασι μιγνύναι συμφέρει τούς τε χυλοὺς
20τῶν ἄρτι λεγομένων βοτανῶν καὶ αὐτὰς δὴ τὰς πόας λειοῦντας. ἐπειδὰν δὲ παύσηται τὸ ζέον τῆς φλεγμονῆς, τοῖς πεπτικοῖς καταπλάσμασί τε καὶ φαρμάκοις χρησόμεθα κατασχάζοντες ἀμυχαῖς καὶ τὸ ὀδυνώμενον μέρος,
εἰ ἔτι διωγκωμένον φαίνοιτο.

45

Χολῆς τῷ φλέγματι μιγνυμένης θεραπεία. Καὶ τῶν φλεγματικῶν δὲ χυμῶν τοῖς χολώδεσι ῥεύμασι μιγνυμένων, εἰ μὲν ἕνωσις καὶ μῖξις αὐτῶν γενομένη κατὰ τὸν αὐτὸν χρόνον ἐνο‐ χλοῖ τῷ ἀνθρώπῳ, μιγνύναι χρὴ καὶ τὰ βοηθήματα καὶ καθαίρειν τὸ
5πλῆθος αὐτῶν τοῖς χολὴν ἅμα καὶ φλέγμα δυναμένοις ἄγειν, καταπλάτ‐ τειν δὲ ἔξωθεν ἢ ἴσα ἢ ἄνισα μιγνύντας τὰ τῶν φλεγματικῶν τε καὶ χο‐ λωδῶν ῥευμάτων, ἴσον μὲν ἑκατέρων ἐμβάλλοντας, ὅτε καὶ ἡ τῶν λυ‐ πούντων μῖξις ἴση γένοιτο, ἄνισον δέ, ἐφ’ ὧν θάτερον τῶν χυμῶν πλεονεκτεῖ. μεμνῆσθαι δὲ καὶ τίνα μὲν αὐτῶν κατ’ ἀρχὰς παραλαμβά‐
10νεται, τίνα δὲ κατὰ τὰς ἀναβάσεις τε καὶ ἀκμὰς καὶ τίνα κατὰ τὰς παρακμάς.

46

Μελαγχολικῶν χυμῶν μιγνυμένων τοῖς ἄλλοις θεραπεία. Ἡ αὐτὴ τοίνυν ἔσται σοι μέθοδος κἀπὶ τῶν μελαγχολικῶν ῥευμάτων μιγνυμένων τοῖς λοιποῖς κατά τε τὰς περιόδους τῶν παροξυσμῶν καὶ τὰς συνεχείας· χρὴ γὰρ μὴ μόνον πρὸς τὰς ἁπλότητας τῶν διαθέσεων ἀφο‐
5ρᾶν, ἀλλὰ καὶ πρὸς τὸ ἢ συνεχῶς καὶ ἀδιαλείπτως ἐνοχλεῖν ἢ κατὰ πε‐ ρίοδον. πρῶτον μὲν οὖν κἀπὶ τούτων κενώσεσι χρῆσθαι ταῖς ἁρμοδίαις· ἔπειτα, ὅταν μὲν συνεχῶς ἐνοχλῇ, τοῖς τὰς ὀδύνας παύουσι καταπλά‐ σμασιν ἢ ἐπιθέμασι χρῆσθαι συμφέρει, περιοδικῶς δὲ κινουμένων, ἐν μὲν ταῖς περιωδυνίαις παρηγορικῶς, κατὰ δὲ τὰ διαλείμματα τονωτικῶς θε‐
10ραπεύειν. δῆλον δὲ ὡς τὰ μᾶλλον ζέοντα μᾶλλον ψυχθήσεται, τὰ δὲ ἐλάττονα ἔλαττον. πάντα μέντοι τὰ ζέοντα ψυχθήσεται· ὅσα δὲ αὐτῶν ἐστι κνησμώδη τοῖς ἀμαυρωτικοῖς μὲν διαφορητικοῖς δὲ θεραπευθήσεται, ὅσα δὲ δακνώδη τοῖς ἀμαυρωτικοῖς μόνον, καὶ τὰ μὲν ἐν βάθει κείμενα τοῖς λεπτομερέσιν, τὰ δὲ ἐπιπολῆς τοῖς ἁπλουστέροις. τὴν δὲ τούτων
15ὕλην ἅπασαν ἔχεις προγεγραμμένην ἐπὶ τῷ τέλει τοῦ δευτέρου τῆσδε τῆς πραγματείας λόγου.

47

Θεραπεία τῶν μετὰ τὰς φλεγμονὰς ἐγκαταλιμπανομένων σκληρῶν
ὄγκων.
Σκληροὶ καὶ ἀντίτυποι ἐνίοτε ὄγκοι ὑπολιμπάνονται μετὰ τὰς φλε‐ γμονὰς ἐκ παχέων ὑγρῶν τὴν γένεσιν ἴσχοντες καὶ μάλιστα ἐπὶ τῶν
5σκληροτέρων καὶ δυσδιαφορήτων σωμάτων καὶ κακῶς θεραπευομένων· μὴ θεραπευόμενοι γὰρ οἱ τοιοῦτοι, παραυτίκα χείρους ἑαυτῶν ἀποτε‐ λοῦνται κατὰ τὰς ἐν τῷ βίῳ ἐνεργείας. λυτικὰ δὲ γίνεται τῶν τοιούτων ὄγκων τό τε Μαχαιρίωνος φάρμακον καὶ ἡ τοῦ ἁλιέως καὶ ἡ αἰγυπτία καὶ τὰ παραπλήσια, περὶ ὧν εἰρήσεται καὶ κατὰ τὸν ιεʹ λόγον ἐν τοῖς
10πολυχρήστοις φαρμάκοις. εἰρήσεται δὲ κἀνταῦθα, περὶ τῶν δυσπέπτων ὄγκων ἡμῶν λεγόντων ἐφεξῆς. ἔστι δὲ καὶ εὐπόριστα φάρμακα πρὸς τὸ προκείμενον πάθος, κατ’ ἀγροὺς διαγόντων ἡμῶν, τῆς ἡμέρου συκῆς καὶ τῆς ἀγρίας οἱ ὄλυνθοι ἑψηθέντες καὶ λειωθέντες καὶ καταπλαττόμενοι καὶ μόνοι καὶ μετά τινος τῶν εἰρημένων ἀλεύρων ἢ στεάτων, κυκλαμίνου τε
15καὶ σικύου ἀγρίου ῥίζα καὶ ἀλθαία δίεφθος γενομένη καὶ ἰσχάδες λιπαραί,
ἀδίαντον, αἰγίλωψ, ἀκαλήφη ἤτοι κνίδη, βρυωνίας ῥίζα, βολβοὶ ἀνή‐ θου, ἀβροτόνου, βουφθάλμου, ἴρεως φύλλα καὶ πρασίου, ἰξός, πίττα, ῥητίνη, θεῖον ἄπυρον, ἑκάστῳ τῶν εἰρημένων μιγνύμενον.

48

Τῶν ἀπέπτων ὄγκων θεραπεία. Οἱ ἄπεπτοι τῶν ὄγκων ἐξ ἀργοτέρας ὕλης συνίστανται χρονίζοντες καὶ μήτε πεττόμενοι μήτε διαφορούμενοι· ἔστι δὲ ὅτε τῶν πρώτων μὲν δια‐ φορουμένων ἐπιρρευματίζονται αὐτίκα οἱ τόποι καὶ ἐν ἴσῳ μεγέθει ἀεὶ δια‐
5μένουσιν οἱ ὄγκοι, καὶ ἐπὶ μέν τινων τελέως ἀνώδυνοι γίνονται, ἐφ’ ἑτέ‐ ρων δὲ μετ’ ὀδύνης τινός. ἐπειδὰν μὲν οὖν ἴδῃς χρονίζοντας ὄγκους δίχα τινὸς ἀλγήματος, τοῖς διαφοροῦσι θεράπευε προσέχων ἀκριβῶς μὴ τὸ λείψανον σκιρρῶδες ἀπεργασθὲν ἀνίατον ἢ πάνυ δυσίατον γένηται καὶ μάλισθ’ ὅταν τὴν τῶν πώρων γένεσιν μεμελετηκότα ἴδῃς τὰ ἄρθρα. εἰ μὲν
10οὖν δίχα πόνου θεάσει τοὺς ἀπέπτους ὄγκους, θεράπευε τὰ μαλάττοντα τοῖς διαφοροῦσι προσπλέκων πρὸς τὸ μηδ’ ὁτιοῦν σκιρρῶδες ἐγκαταμεῖ‐ ναι· σὺν ὀδύνῃ δέ τινι τυγχανόντων αὐτῶν, οὐ τοῖς διαφορητικοῖς μόνον, ἀλλὰ καὶ τοῖς ἅμα τῷ διαφορεῖν καὶ παρηγορεῖν δυναμένοις χρῆσθαι συμ‐ φέρει. δῆλον γὰρ ὡς, ῥεύματος ὀλίγου καὶ λεπτοῦ φερομένου σὺν ἀλγη‐
15δόσι τισίν, οἱ μετὰ τὰς παρακμὰς τῶν φλεγμονῶν ὄγκοι διοχλοῦσι καὶ μάλιστα δὴ ἐπὶ τῶν τρυφερώτερον βιούντων ἢ λουομένων συνεχῶς ἢ βα‐ διζόντων πλέον τοῦ δέοντος ἢ ἀφροδισίοις κεχρημένων. χρὴ οὖν ἐπὶ τούτων ἐπιτιθέναι κατὰ τῶν ὑπερκειμένων τό τε διὰ τῶν ἰτεῶν φάρμακον, ἐχέκολλον παρασκευάζοντα, ἢ τὸ διὰ τῶν ἀσπίδων χοιραδικὸν ἤ τι τῶν
20παραπλησίων, καὶ μάλιστα ἐὰν τοῖς κάμνουσιν αἴσθησις κατ’ ἰσχίον ἢ μηρὸν γένηται ὡς καταφερομένου τινὸς ἐπὶ τὰ κάτω, ὅτε καί φασι μυρ‐ μηκίζειν τε καὶ ὀδυνᾶσθαι καὶ καταψύχεσθαι καὶ θερμαίνεσθαι τὸ μό‐ ριον· ἀλλὰ καὶ λουομένους σμήχειν τοῖς δι’ ἀδάρκης καὶ ἁλκυονίου καὶ πεπέρεως σμήγμασιν. στύφοντα μὲν οὖν ἐστιν ἅμα καὶ διαφοροῦντα φάρ‐
25μακα, οἷς δεῖ κεχρῆσθαι ἐπὶ τῶν δυσπέπτων καὶ ὀδυνωμένων ὄγκων, σύμφυτον τὸ πετραῖον, τερμίνθου ἀκρεμόνες, σκολοπένδριον χλωρόν, κύπερον καὶ τὰ παραπλήσια, περὶ ὧν πλειστάκις προείρηται, σὺν ἄρτῳ πλείονι καὶ ῥοδίνῳ μιγνύμενα καὶ μάλιστα τοῖς ὑγρὰν ἔχουσι καὶ λευκὴν τὴν τοῦ σώματος ἕξιν· τῶν δὲ συνθέτων ἐπιτήδειον αὐτοῖς τὸ διὰ τῶν
30χυλῶν φάρμακον προσλαμβάνον οἴνου ξανθοῦ τε καὶ ὑποστύφοντος ἐν τῇ μαλάξει καὶ ἡ τοῦ Γαληνοῦ φοινικίνη ῥοδίνῳ πλείονι τηκομένη καὶ ἐπι‐ τιθεμένη τοῖς τόποις ὑγροτέρα. ἐπὶ δὲ τῶν ἀνωδύνων ὄγκων ἁρμόδια ἀδίαν‐ τον χλωρόν, κνίδης φύλλα, ἀλθαίας, χαμαίμηλον, ἀσταφὶς λιπαρά, μελίλωτον, μελισσόφυλλον, σίον, κιτρίου ὁ ἔξωθεν φλοιὸς καὶ τὰ παρα‐
35πλήσια, ὧν ἑκάστῳ μιγνύειν ἐρεβίνθων τε καὶ θέρμων ἀλεύρου καὶ ἄρτου καὶ ἐλαίου παλαιοῦ καὶ σικυωνίου καὶ στέατος ὑείου παλαιοῦ τοσοῦτον, ὅσον εὐαφὲς ποιῆσαι τὸ σύνθετον καὶ δῆξιν οὐδεμίαν περὶ τὸ μόριον ἐᾶσαι γενέσθαι· τῶν δὲ συνθέτων φαρμάκων ἐπιτήδεια καὶ τούτοις τὸ διὰ κρό‐ κου καὶ χαλβάνης καὶ τὸ διὰ τῶν τηκτῶν τὸ ῥηθησόμενον καὶ ἡ Μαχαι‐
40ρίωνος καὶ ἡ τοῦ ἁλιέως ἀνιέμεναι κηρωτῇ ἐσκευασμένῃ δι’ ἐλαίου σικυωνίου ἤ τινος τῶν παραπλησίων. ταῦτα μὲν οὖν ἐπὶ τῶν μαλακω‐ τέρων σωμάτων· ἐπὶ δὲ τῶν σκληροτέρων σωμάτων ἀνωδύνους δὲ τοὺς ὄγκους ἐχόντων ἁρμόδια τά τε τοῦ ἄγνου φύλλα καὶ μάλιστα δὴ τὰ ξηρὰ καὶ ἀμάρακον καὶ ἀμάραντον, ἄρου ῥίζα καὶ ἀσάρου, σμύρνιον, ἀλθαίας
45ῥίζα, ἐλαφόβοσκον, ἐρείκης φύλλα, μαράθρου φύλλα, πτέρις, σισύμβριον, σκάνδιξ, εὐζώμου φύλλα, νάπυος χλωροῦ· σύνθετα δὲ τά τε προειρημένα φάρμακα χωρὶς μίξεως κηρωτῆς καὶ ἡ ἶσις καὶ αἱ ἀφροδῖται καλούμεναι καὶ ἄλλα μυρία τῆς αὐτῆς ὑπάρχοντα δυνάμεως. τὰ τοιαῦτα δὲ φάρμακα σὺν τῷ λύειν τοὺς ὄγκους καὶ τοὺς ῥευματισμοὺς ἀναστέλλειν εἴωθεν.

48

(50)

καλῶς δὲ τοῦτο ποιεῖ καὶ τὰ τῆς κυπαρίσσου φύλλα ἢ σφαιρία τὰ χλωρὰ κάτεφθα γενόμενα σὺν οἴνῳ καὶ προσλαβόντα τῶν προρρηθέντων ὀσπρίων ἄλευρα καὶ στέαρ ὕειον, μιγνυμένων ἐνίοτε καὶ δάφνης ἀκρεμόνων καὶ βάτου φύλλων καὶ τῶν ὁμοίων. δραστικώτερα δὲ τῶν προρρηθέντων ἐστὶ καὶ ἐπὶ τῶν ἀγροικοτέρων σωμάτων καὶ δυσπεπτοτέρων ὄγκων ἁρμοδιώ‐
55τερα ἀβρότονον, ἀμμωνιακὸν θυμίαμα, ἀνεμωνῶν ῥίζαι καὶ ἀσφοδέλου, βρυωνίας ῥίζα, βδέλλιον, βούφθαλμον, γεντιανῆς ῥίζα, γλήχων, δρακον‐ τίου ῥίζα, μυροβάλανος· ἔτι δὲ μᾶλλον δραστικώτερα καππάρεως φύλλα,
ἰσάτις, κέστρον, κυκλαμίνου ῥίζα, κράμβης κεκαυμένης ἡ τέφρα, πή‐ γανον, πανακὲς χλωρόν, πευκεδάνου ῥίζα, σκίλλα, συκῆς ἀγρίας καρπός,
60τρίφυλλος ἡ ἀσφαλτῖτις, χαμαίδρυς, θεῖον, πίττα. προσλαμβανέτω δὲ ἕκαστον τῶν εἰρημένων ἄρτου τὸ σύμμετρον καὶ στέατος ἢ ἀλεύρων τινῶν ὀσπρίων καί ποτε καὶ ἰσχάδων, ἐφ’ ὧν ἁπάντων σκοπὸς ἔστω σοι χωρὶς τοῦ ἐπικαῦσαι τὸ μέρος καὶ ὀδυνῆσαι τὴν θεραπείαν ποιεῖσθαι· διόπερ ἀναγκαία ἡ μῖξις τῶν εἰρημένων ἀλεύρων καὶ τῶν στεάτων. το‐
65σοῦτον δὲ μιγνύειν χρὴ τοσούτῳ, ἐφ’ ὅσον ἀμβλύνειν ἑκάστου τὸ σφο‐ δρὸν τῆς δυνάμεως βουλόμεθα· μιγνύναι δὲ οὐ μόνον τὸ ὕειον στέαρ, ἀλλὰ καὶ αἴγειον καὶ μόσχειον καὶ ταύρειον ἐλάφειόν τε καὶ χήνειον, καὶ τοὺς μυελοὺς ἅπαντας, πρὸς τὴν φύσιν ἀφορῶντας τοῦ θεραπευομένου σώματος. καὶ κοχλίαι δὲ λειωθέντες σὺν τοῖς ὀστράκοις καὶ ἐπιτιθέμενοι
70χωρίς τινος ἑτέρου ἢ καὶ μιγνύμενοι σπυράθοις αἰγείαις λελειωμέναις σὺν ὄξει καθαίρουσι καὶ προστέλλουσι τοὺς ὄγκους τοὺς χαύνους τε καὶ μαλακούς, οἵτινες ἐπὶ γλίσχροις τε καὶ παχέσιν ὑγροῖς γίγνονται. προσέ‐ χειν δέ σε ἀξιῶ χρώμενον τοῖς τοιούτοις, ὅπως μὴ λάθῃς σαυτὸν σκιρ‐ ρῶδες ἐγκαταλιπών τι τοῦ ὄγκου μέρος· ὅπερ ὅταν ἴδῃς γιγνόμενον,
75χρήσει τοῖς μαλάττειν ἰσχυρῶς δυναμένοις, πρὸς τὴν ἕξιν τοῦ σώματος ἀποβλέπων· ἰσχυρότατον δέ ἐστι τῶν μαλαγμάτων τὸ Λευκίου πρὸς ἀγ‐ κύλας μάλαγμα.

49

Μαλάγματα διάφορα, ἐν οἷς τὸ Λευκίου πρὸς ἀγκύλας.
Μάλαγμα Λευκίου πρὸς ἀγκύλας ἐπιγραφόμενον. Ποιεῖ πρὸς τὰς τοῦ θώρακος διαθέσεις καὶ τὰς ἐν βάθει ἀποστάσεις καὶ τὰς τῶν νεύρων συνολ‐ κὰς καὶ τὰς τῶν ἄρθρων κατοχάς, ἃς ἀγκύλας καλοῦμεν· ποιεῖ ὀπισθο‐
5τονικοῖς καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν· ἔστι δὲ καὶ ἄκοπον ἀγαθὸν διαλυόμενον κυπρίνῳ ἢ ἰρίνῳ· ποιεῖ πρὸς τὰ χρόνια καὶ δυσαλθῆ. ἔχει δὲ οὕτως· βδελλίου, στέατος μοσχείου, ἀμμωνιακοῦ θυμιάματος, ἴρεως ἀνὰ γο βʹ, ὀποπάνακος, χαλβάνης, κάχρυος, λιβάνου, στύρακος ἀνὰ 𐅻 ηʹ, πεπέρεως κόκκους ρξʹ, κηροῦ γο ϛʹ, τερεβινθίνης γο ϛʹ,
10ἰρίνου μύρου ἢ κυπρίνου τῆς ὑποστάθμης ὅσον γο βʹ, οἴνου τὸ ἱκανόν. ἀμμωνιακόν, ὀποπάνακα, λίβανον λείου μετ’ οἴνου, τὰ δὲ τηκτὰ τήξας καὶ ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίπασσε τὰ ξηρά, εἶτα ἐπίβαλε αὐτοῖς τὰ λειωθέντα καὶ ἑνώσας κατάχεε ἐν τῇ θυείᾳ καὶ μάλασσε ἰσχυρῶς καὶ ἀνελόμενος χρῶ. Κάλλιστον δὲ ἐπ’ αὐτῶν ἐστι καὶ τὸ διὰ τῆς βρυτ‐
15τίας πίσσης Γαληνοῦ φάρμακον τὸ πρὸς τοὺς λυσσοδήκτους ἀναγεγραμ‐ μένον. ἔχει δὲ οὕτως· πίσσης βρυττίας λι αʹ, ὀποπάνακος γο γʹ, ὄξους δριμυτάτου λι αʹ. σκεύαζε ὡς ἐπὶ τῶν λυσσοδήκτων προείρηται ἐν τῷ ἕκτῳ λόγῳ. Ἄλλο φάρμακον τὸ διὰ τῶν τηκτῶν Γαληνοῦ πέττον ἅμα καὶ λεπτύνον τοὺς ὄγκους, ᾧπερ ἐπὶ τῶν μαλακῶν σωμάτων καὶ
20μόνῳ χρηστέον, ἐπὶ δὲ τῶν σκληροτέρων μικτέον αὐτῷ τὸ διὰ τῶν
μεταλλικῶν πρὸς νευροτρώτους, τῆς μίξεως ἑκάστοτε κατὰ τὴν τῶν σωμάτων τε καὶ τῶν παθῶν φύσιν γιγνομένης. ἔχει δὲ οὕτως· ὀποπά‐ νακος γο αʹ, τερεβινθίνης χίας γο αʹ, προπόλεως λιπαρᾶς γο ϛʹ· εἰ δὲ μὴ παρείη ἁπαλὴ πρόπολις, μιγνύειν χρὴ τῆς τερεβινθίνης γο βʹ· εἰ δὲ
25μὴ παρείη μηδ’ ὅλως πρόπολις, ἔμβαλε πίττης βρυττίας γο ϛʹ. τὸν ὀποπάνακα ὄξει λευκῷ λείου. πέττει τοῦτο τὸ φάρμακον τοὺς προειρη‐ μένους ὄγκους καὶ ἐπισπᾶται τὰ ἐν τῷ βάθει κείμενα τῶν ὑγρῶν καὶ τέμνει καὶ διαρρύπτει. Τὸ δὲ διὰ τῶν μεταλλικῶν Γαληνοῦ πρὸς νευροτρώτους ἀναγεγραμμένον ἔχει οὕτως· χαλκίτεως, μίσυος, ἰοῦ,
30κεκαυμένων τῶν τριῶν, ἀνὰ 𐅻 ηʹ, κολοφωνίας γο ηʹ, λεπίδος χαλκοῦ 𐅻 κδʹ, κηροῦ 𐅻 ϟϛʹ, ἐλαίου 𐅻 ρκηʹ, ῥητίνης 𐅻 ιϛʹ, χαλβάνης 𐅻 ιβʹ, ὄξους τὸ ἀρκοῦν. λείου χαλκῖτιν, μίσυ, ἰόν, λεπίδα σὺν τῷ ὄξει ἐν ἡλίῳ θερινῷ ἐπὶ πλείους ἡμέρας καὶ τήξας τὰ τηκτὰ ἐπίχεε καὶ ἑνώσας μα‐ λάξας χρῶ. Ἄλλο γαλήνειον πρὸς τοὺς ἁπαλόχρωτας νευροτρώτους.
35Χαλκίτεως κεκαυμένης, μίσυος κεκαυμένου ἀνὰ 𐅻 ηʹ, λεπίδος χαλκοῦ 𐅻 λβʹ, λιβάνου 𐅻 λβʹ, κηροῦ 𐅻 ϟϛʹ, ἐλαίου 𐅻 ρκηʹ, ῥητίνης 𐅻 ιϛʹ, χαλβάνης 𐅻 ιβʹ, ὄξους τὸ ἀρκοῦν. σκεύαζε καθὰ προείρηται. τούτοις τε
οὖν τοῖς φαρμάκοις χρηστέον ἐφ’ ὧν βουλόμεθα τὰς ἐν βάθει ἀλγηδόνας λύειν καθ’ αὑτά, μίσγειν δὲ τὸ διὰ τῶν τηκτῶν ἐπὶ σκληρῶν ὄγκων.
40Μάλαγμα ποδαγρικοῖς ἀρθριτικοῖς σφόδρα γενναῖον· ἀπαλλάττει τῆς ὅλης διαθέσεως, ἡ χρῆσις ἐν τοῖς διαλείμμασιν. Κηροῦ λι αʹ, τερε‐ βινθίνης λι αʹ, ἀφρονίτρου γο ϛʹ, λίθου ἀσσίου ἄνθους γο ϛʹ, λιβάνου γο ϛʹ, ἐλαίου κυπρίνου λι αʹ, στακτῆς τῶν πιλωταρίων ὅσον ἐξαρκεῖ. τὰ ξηρὰ κόπτε καὶ σῆθε καὶ τρῖβε μετὰ τῆς στακτῆς, ὡς ὑγρᾶς κηρωτῆς
45ἔχειν πάχος, καὶ τήξας τὰ τηκτὰ ἐπίβαλε τοῖς λεανθεῖσι καὶ ἑνώσας χρῶ. Ἄλλο. Ἀσβέστου 𐅻 δʹ, λιβάνου 𐅻 δʹ, τερεβινθίνης 𐅻 δʹ, ἀμ‐ μωνιακοῦ θυμιάματος 𐅻 δʹ, ἀφρονίτρου 𐅻 δʹ, στέατος ταυρείου 𐅻 ηʹ, λίθου ἀσσίου ἄνθους 𐅻 βʹ, κηροῦ γο δʹ, ἐλαίου γο δʹ. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. σφόδρα ἐστὶ καλόν, ἀναπίνει τὰς περὶ τὰ ἄρθρα συνισταμένας

49

(50)

συλλογὰς καὶ ἀπαλλάττει τῶν πόνων. Ἄλλο καθολικῶς ἀπαλλάττει τῆς ὅλης διαθέσεως. Κωνείου σπέρματος, κενταυρείου κόμης, ἴρεως ἰλλυρικῆς, ἀγαρικοῦ, καρδαμώμου, τήλεως, μανδραγόρου φλοιοῦ τῆς ῥίζης ἀνὰ γο βʹ, τερεβινθίνης λι αʹ, ἐλαίου παλαιοῦ γο ϛʹ, μύρου συρια‐ κοῦ ἢ τοῦ σαλκᾶ γο ϛʹ. ἕψε τὴν τερεβινθίνην ἐπ’ ὀλίγον μετὰ τοῦ παλαιοῦ
55ἐλαίου, εἶτα ἐπιβαλὼν τὸ μύρον καὶ ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίπασσε λεῖα τὰ ξηρὰ καὶ ἑνώσας μαλάξας ἀπόθου εἰς ἀγγεῖον χαλκοῦν ἢ κασσιτέρινον
προαλείψας τὸ ἀγγεῖον μαλαβαθρίνῳ μύρῳ. τὸ φάρμακον ὑγρὰ παχέα μυξώδη ἕλκει διὰ τῶν ἀδήλων πόρων. Ἄλλο πρὸς τοὺς ἐκ γενετῆς ἀρθριτικούς, οἷον γόνατα ἀλγοῦντας, σφυρά, ὤμους ἀγκῶνας καὶ τὰ
60λοιπὰ ἄρθρα. Κηροῦ, κολοφωνίας καὶ πιτυΐνης ἀνὰ γο ϛʹ, τερεβινθίνης γο αʹ, τήλεως ξηρᾶς κεκομμένης καὶ σεσησμένης γο δʹ, κυπρίνου γο δʹ ἢ τὸ ἀρκοῦν. τήξας τὰ τηκτὰ ἐπίπασσε τὴν τῆλιν καὶ χρῶ. Ἄλλη κηρωτὴ ἀρθριτικοῖς καλλίστη. Κηροῦ, στέατος χοιρείου, κολοφωνίας καὶ πιτυΐνης ἀνὰ λι βʹ, βουτύρου λι αʹ, τερεβινθίνης λι αʹ, χαλβάνης γο δʹ,
65στέατος ταυρείου λι βʹ, οἰσύπου λι αʹ. τήξας καὶ διηθήσας φύλαττε, ἐπὶ δὲ τῆς χρείας ἀνάλυε μύρῳ ναρδίνῳ ἢ γλευκίνῳ καὶ ἐμπλάσας ἐπιτίθει. Ἄλλο πρὸς ἀρθριτικοὺς καὶ ποδαγρικούς, ὥστε ἐκπλαγῆναι. Κηροῦ 𐅻 ρʹ, ῥοδίνου 𐅻 ςʹ, σιδηρίτιδος φύλλων ἁπαλῶν 𐅻 ρʹ, στύρακος 𐅻 κʹ, λιβάνου 𐅻 ηʹ, νίτρου 𐅻 ηʹ, μάννης 𐅻 ιʹ, τὰ τηκτὰ κατὰ τῶν λοιπῶν
70λελειωμένων. πάμπολλα δέ ἐστι καὶ ἕτερα φάρμακα καθαιρεῖν δυνάμενα τοὺς ὄγκους, μετὰ τὰς φλεγμονὰς προσκομιζόμενα. καὶ μάλιστα δὴ πάν‐ των ποιεῖ ἡ διὰ τῶν ἀσπίδων πρὸς χοιραδικοὺς ἀναγραφεῖσα ἐφ’ ὧν ὄγκου χαύνου μέγεθος καθελεῖν βουλόμεθα· καθαιρεῖ γὰρ ἱκανῶς οὐ τοὺς χαύνους μόνον ἀλλὰ καὶ τοὺς σκληροὺς τῶν ὄγκων ἅμα τῷ διαχεῖν, προ‐
75στέλλει δὲ καὶ πυκνοῖ τὰ ἄρθρα γενναίως, μιγνύμενον τῷ δι’ ἰτεῶν. «ἐγὼ
δέ, φησὶν ὁ Φιλάγριος, ἀπορῶν τοῦ διὰ τῶν ἀσπίδων, τὸ διὰ τῶν μεταλ‐ λικῶν προγεγραμμένον μίξας τῷ διὰ τῶν ἰτεῶν μεγάλως ὠφέλησα, προ‐ στείλας καὶ πυκνώσας τὰ ἄρθρα καὶ ῥωμαλέα κατασκευάσας, προκενώσας δῆλον ὅτι τὴν τῶν ῥευμάτων ἱδρυμένην ὑγρασίαν». δυνατὸν δέ ἐστιν,
80ἐν ἀγρῷ διάγοντα καὶ ἀποροῦντα τῶν εἰρημένων φαρμάκων, ἐκ στέατος τοῦ εὑρισκομένου καὶ πίσσης ξηρᾶς μετὰ πιτυΐνης ἢ ἑτέρας ῥητίνης τῆς εὑρισκομένης σκευάζειν φάρμακον κηρωτοειδές, μιγνύειν δὲ αὐτῷ χαλκάνθου ὅσον ἂν ἑκάστοτε καλῶς ἔχειν δοκῇ καὶ ἁλῶν καὶ μίσυος ἀρσενικοῦ τε καὶ τῶν ὁμοίων, ἰξόν τε καὶ ἶριν, ἀριστολοχίαν, παιωνίαν,
85πευκέδανον, γεντιανήν, κενταύρειον, ἀρτεμισίαν, θύμα, ὀρίγανον, νίτρον, ἀφρόνιτρον, λιβανωτόν, σμύρναν, στύρακα, πρόπολιν, μαστίχην, καὶ ἄλλα μυρία τὰ τούτοις παραπλήσια ἐξευρίσκειν καὶ συντιθέναι προ‐ σταλτικὰ τῶν ὄγκων φάρμακα, καθάπερ ἡμεῖς ἐπράξαμεν οὐκ ὀλιγάκις. Μάλαγμα ἀρθριτικοῖς ἰσχιαδικοῖς ἐν αὐτοῖς τοῖς παροξυσμοῖς. ἐξαραιοῖ
90γὰρ τὴν ὑγρότητα καὶ ἀναπίνει μὴ διατρῆσαν τὸν χρῶτα, ἀλλ’ ἐξυδα‐ τοῦν. ποιεῖ καὶ σπληνικοῖς, 〈πρὸσ〉 φύματα καὶ χοιράδας καὶ τὰ ὅμοια. Ἐλαίου παλαιοῦ 𐅻 μηʹ, ἐλαίου κικίνου, εἰ δὲ μὴ παρείη, τοῦ παλαιοῦ 𐅻 μηʹ, ἅλατος σχιστοῦ 𐅻 μηʹ, νίτρου 𐅻 μηʹ, χαλβάνης, πηγάνου χλωροῦ, βδελλίου, στύρακος ἀνὰ 𐅻 μηʹ, κηροῦ, πίσσης ὑγρᾶς, πίσσης ξηρᾶς,
95τερεβινθίνης, λιβάνου, θείου ἀπύρου, μέλιτος ἀνὰ 𐅻 ϟϛʹ. τὰ ξηρὰ κόψας σήσας, τὰ δὲ τηκτὰ τήξας καὶ διηθήσας, ἐπίβαλε τὸ μέλι καὶ μικρὸν χλιάνας, ἵνα ἑνωθῇ μόνον, ἄρας ἐπίπασσε τὰ ξηρὰ καὶ ἑνώσας μαλάξας χρῶ.

50

Κοινὰ ποδαγρικῶν καὶ ἀρθριτικῶν φάρμακα Φιλαγρίου.
Φάρμακον τὸ διὰ τοῦ νίτρου καὶ τοῦ ἐλαίου. Νίτρον λαβὼν εὔθρυπτον καὶ μηδὲν λιθῶδες ἐν ἑαυτῷ κεκτημένον, λειότατον σφόδρα ποιήσας ἐπίβαλε αὐτῷ ἐν τῇ θυείᾳ ἔλαιον τοσοῦτον, ὥστε λειούμενον μελιτώδη
5σύστασιν ἔχειν, καὶ συλλεάνας ἐπὶ πολύ, ἀναλαβὼν ἐν τῇ κακκάβῃ ἕψε μαλακῷ πυρὶ ἀκάπνῳ κινῶν συνεχῶς ἕως καλῆς συστάσεως, προσέχων μὴ ὑγρότερον αὐτὸ καταλιπεῖν· τοῦτο γὰρ παθὸν εἰς ὑγρότητα μεταβάλ‐ λει καὶ οὐ συνίσταται τοῦ λοιποῦ, εἰ μὴ πολλὴν ἄλλην ὑπομείνειε ἕψη‐ σιν, ἥτις ξηραντικωτέραν τὴν δύναμιν αὐτοῦ καὶ διὰ τοῦτο ἄχρηστον
10τοῖς ὀδυνωμένοις μορίοις ἀποφαίνει. δοκιμάζειν δὲ χρὴ τὴν σύστασιν αὐτοῦ ἐν τῷ τῆς ἑψήσεως καιρῷ, ἐπιστάζοντας ἐπ’ ὀστράκῳ ξηρῷ καὶ μὴ ὑγραίνοντας τὸ ὄστρακον, ὥσπερ ἐπὶ τῶν ἄλλων φαρμάκων ποιοῦμεν. ἀναχαλᾷ γὰρ τὸ νίτρον ὕδατος προσλαβόν. ἔστω δὲ τὸ ἐμβαλλόμενον σὺν τῷ νίτρῳ ἔλαιον γλυκύτατον λεπτομερὲς ἢ ῥόδινον ἢ χαμαιμήλινον ἢ ἀνήθι‐
15νον ἢ παλαιὸν ἢ κίκινον ἢ σικυώνιον, καί ποτε καὶ χαμαιμήλου λείας ἢ ὑγρᾶς ἢ ξηρᾶς μιγνύειν ἢ ἴρεως λειοτάτης ἢ ἀριστολοχίας στρογγύλης ἤ τινος τῶν ὁμοίων. ἀποκρούεσθαι μὲν πρὸς τῷ διαφορεῖν ἐθέλοντας ἢ καὶ θερμὰς θεραπεύειν ὀδύνας, ῥοδίνῳ χρὴ ἑψεῖν τὸ φάρμακον, παραπλέκοντάς ποτε καὶ ὄξους ἐν τῇ ἑψήσει ἢ γλυκέος βραχύ· διαφορεῖν δὲ μᾶλλον προαιρουμένους,
20τινὶ τῶν ἄλλων ἐλαίων ἐψεῖν μιγνύντας καί τινα τῶν προγεγραμμένων ξηρῶν, πρὸς τὴν ἕξιν δῆλον ὅτι τοῦ θεραπευομένου σώματος καὶ τὴν τοῦ ὄγκου σύ‐ στασιν. τοῦτο μὲν δὴ τὸ φάρμακον διὰ ταχέων ἰᾶται τὰς ἐν βάθει γιγνομένας
ὀδύνας καὶ μᾶλλον ἐὰν μηδὲ χολῶδές τε καὶ θερμὸν ἱκανῶς ᾖ τὸ ἐπιρρέον· οὐ μόνον δὲ τὰς ποδαγρικὰς ἐν βάθει ὀδύνας ὠφελεῖν πέφυκεν, ἀλλὰ καὶ
25τὰς οὐ τοιαύτας μέν, ἐκ ῥευμάτων δὲ συνισταμένας καὶ μὴ διαφορουμέ‐ νας. χρώμεθα οὖν αὐτῷ μετὰ τὸ παύσασθαι τὰς φλεγμονάς, ἐν βάθει με‐ νουσῶν τῶν ὀδυνῶν. Κηρωτὴ ποδαγρικὴ ποιοῦσα ἐν αὐταῖς ταῖς ἀ‐ κμαῖς τῶν ὀδυνῶν. Ὠῶν ἑπτὰ τὰς λεκίθους βαλὼν ἐν θυείᾳ καὶ ἐπιβαλὼν χυλοῦ σεύτλου ἕως γλοιῶδες γενέσθαι, εἶτα ἐπίβαλε κηρωτῇ ἀπὸ γο ηʹ
30κηροῦ καὶ ἐλαίου παλαιοῦ μὴ πολλῶν ἐτῶν λι αʹ, καὶ ἐάσας ἐμπλάσας ἐπιτίθει.

51

Τὸ διὰ τοῦ οὔρου τοῦ βόρδωνος Φιλαγρίου. Τὸ δὲ διὰ τοῦ οὔρου τοῦ βόρδωνος σκευαζόμενον ἐφέλκεται μὲν τού‐ του γενναιότερον, ἁρμόζει δὲ μᾶλλον τοῖς παχέσι τε καὶ ὠμοτέροις ῥεύ‐ μασι καὶ πολλῷ δὴ μᾶλλον ἐπειδὰν προκαταπλασθέντα τύχῃ τῇ χαμαι‐
5μήλῳ, χλωρᾷ μὲν καὶ μόνῃ καὶ μετὰ στέατος χοιρείου προσφάτου, ξηρᾷ δὲ σὺν αὐτῷ τούτῳ καὶ τοῖς ἐκ κυάμου ἀλεύροις, καὶ ὑδρελαίου βραχύ τι καὶ γλυκέος προσειληφόσιν. αὐτὴ μὲν γὰρ ἡ ἀνθεμὶς καὶ τὰς πάνυ θερ‐ μὰς ὀδύνας καὶ φλεγμονὰς μεγάλως ὠφελεῖν πέφυκε μετὰ τὴν ἀκμὴν αὐτίκα προσφερομένη· καὶ γὰρ ἀραιοῖ τὸ δέρμα καὶ λεπτύνει μετρίως
10καὶ διαπνεῖσθαι παρέχει τὰ χολώδη τῶν ὑγρῶν, ὥστε τὰς τοιαύτας φλεγμονὰς καὶ μόνη κατά τε τὴν ἀκμὴν τῶν παθῶν καὶ εἰς ὕστερον προσφερομένη θεραπεύειν φαίνεται. τὰ δὲ ἀπὸ τῶν ὠμῶν χυμῶν θερα‐
πεύειν οὐ δύναται μόνη, μὴ προσλαβοῦσα τῶν λεπτυντικωτέρων τι καὶ τμητικωτέρων, οἷόν ἐστιν ἥ τε ἀρτεμισία καὶ ἀριστολοχία, καλαμίνθη
15καὶ ἄλλα μυρία. τῷ μὲν οὖν διὰ τῆς λιθαργύρου καὶ τοῦ οὔρου φαρμάκῳ, ὑπὲρ οὗ πρόκειται λέγειν, οἶδά τινας ἐν ταῖς ἀκμαῖς τῶν παθῶν ὅλων, οὐ τῶν κατὰ μέρος παροξυσμῶν μόνον, ἔσθ’ ὅτε δὲ κἀν τῷ τῆς ἐπιδό‐ σεως καιρῷ καταπλάττοντας τὸν ἀλγοῦντα τόπον ἕλκοντάς τε τὰ ὑγρὰ πρὸς τοὐκτὸς καὶ τοὺς μὲν ὄγκους μεγάλους ἐργαζομένους, ἀνωδυνίαν
20μέντοι ἐπιφέροντας. ἔστι δὲ ἡ ὀσμὴ αὐτοῦ ἀνυπομόνητος τοῖς εὐαίσθητον ἔχουσι τὴν ὄσφρησιν. συντίθεται δὲ τοιῶσδε· οὔρου ἡμιόνου ἄρρενος μὴ εὐνουχισθέντος ξε ἰταλικοὺς δʹ, λιθαργύρου λι βʹ· βαλὼν ἐν θυείᾳ λειοτά‐ την τὴν λιθάργυρον καὶ ἐπιβαλὼν τοῦ οὔρου λείου ἐν ἡλίῳ θερινῷ, ἐπι‐ βάλλων κατὰ βραχὺ τοῦ οὔρου· ἐπειδὰν δὲ μελιτώδη σύστασιν λάβῃ,
25δαπανηθέντος τοῦ οὔρου, ἐπίβαλε ἐλαίου γο κδʹ, στέατος χοιρείου πα‐ λαιοῦ γο ιϛʹ. ἕψε μέχρις ἀμολύντου, ἐπὶ δὲ τῆς χρήσεως ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει. Ὀρειβάσιος δὲ τοῦ μὲν ἀξουγγίου ἔβαλε λι αʹ καὶ μυε‐ λοῦ ἐλαφείου ἀνάλου γο ηʹ καὶ μέλιτος λι γʹ, καὶ τὰ λοιπὰ ὁμοίως. γρά‐ φουσι δέ τινες λαβεῖν τὸ οὖρον μὴ τοῦ ἰδίου βόρδωνος· ἀντιπάσχει γάρ,
30φασίν, τὸ ζῷον. ἔσται δέ, φασίν, ἐνεργέστερον, ἐὰν ἑψῶν τις αὐτὸ ἐμπτύσῃ ἅπαξ εἰς τὴν κακκάβην καὶ ἅπαξ εἰς τὴν γῆν. «ταῦτα μετά τινων ὀνο‐
μάτων βαρβαρικῶν ἔνεστιν εὑρεῖν προσγεγραμμένα, περίεργον ἐχόντων τὴν γραφήν, ἃ περιττόν, φησὶν ὁ Φιλάγριος, καὶ ἀπρεπὲς ἔδοξέ μοι προσ‐ γράφειν· καὶ γὰρ χωρὶς τῆς ἐπιφθέγξεως αὐτῶν σκευασθὲν τὸ φάρμακον
35ἐνεργεῖ τὸν αὐτὸν τρόπον τῷ μετὰ τῶν ὀνομάτων ἐσκευασμένῳ».

52

Ἡ ἠπιόνη Φιλαγρίου. Ἡ δὲ ἠπιόνη συντίθεται διὰ τῶνδε· ἀνήθου χλωροῦ γο ιϛʹ, σκίλλης προσφάτου γο ϛʹ, ἐλαίου ὀμφακίνου γο ζʹ ςʹʹ, ὕδατος ξε γʹ. βρέχε ἄνηθον σκίλλαν ἐν τῷ ὑδρελαίῳ ἡμέρας γʹ κἄπειθ’ ἕψε ἕως ἂν ἀναλωθῇ
5τὸ ὕδωρ καὶ διηθήσας πρόσβαλε τῷ ἐλαίῳ κηροῦ νέου λι βʹ, μυελοῦ ἐλαφείου λι αʹ, εἰ δὲ μή, τοῦ ἐλαφείου στέατος λι αʹ. σκεύαζε καὶ χρῶ ἐπὶ τῶν προειρημένων.

53

Κηρωταὶ ποδαγρικαί. Ἡ διὰ χυλοῦ ἠριγέροντος πάνυ καλλίστη. Κηροῦ λι αʹ, ἐλαίου χαμαι‐ μηλίνου γο θʹ, στέατος χοιρείου προσφάτου γο ϛʹ, κρόκου 𐅻 δʹ. λείου τὸν κρόκον χυλῷ ἠριγέροντος καὶ τήξας τὰ τηκτὰ καὶ διηθήσας ἐπίβαλε
5τοῦ χυλοῦ ὅσον ἐπιδέχεται, βραχὺ ἐπιστάζων καὶ κινῶν εὐτόνως, καὶ ὅταν ψυγῇ, ἐπίβαλε τῷ λειωθέντι κρόκῳ καὶ ἑνώσας ἀναλάμβανε καὶ χρῶ. Κηρωτὴ ποδαγρικὴ πρὸς φλεγμονὰς ἐρυσιπελατώδεις. Κοτυληδόνος χλωρᾶς σὺν τοῖς φύλλοις, ὑοσκυάμου φύλλων χλωρῶν, σικύου ἀγρίου φύλλων χλωρῶν, ἠριγέροντος φύλλων, φύκους βαφικοῦ, κηροῦ, ἐλαίου
10ὀμφακίνου ἀνὰ λι αʹ. τὰς βοτάνας βρέχε ἐν τῷ ἐλαίῳ ἡμέρας γʹ, κινῶν καθ’ ἑκάστην ἠρέμα, εἶτα ἕψε ἕως αἱ βοτάναι φρυγῶσι καὶ διηθήσας
τῆκε τὸν κηρόν, εἶτα ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίπασσε τὸ φῦκος λειότατον καὶ χρῶ. Πρὸς τὰς ἐν ἀκμῇ φλεγμονὰς τῶν ποδῶν ἀνώδυνος· καλεῖται δὲ χεὶρ Ἀσκληπιοῦ· ποιεῖ γὰρ πρὸς τὰς ὑπερβαλλούσας φλεγμονὰς
15αὐθωρὸν ἀπαλλάττουσα ἀπαραβάτως. Ἀσφοδέλου χυλοῦ κυ δʹ, στρύχνου χυλοῦ κυ δʹ, βουφθάλμου χυλοῦ κυ δʹ, περδικίου χυλοῦ κυ δʹ, βουτύρου νεαροῦ, κηροῦ, ἀξουγγίου, μυελοῦ μοσχείου, ἀσβέστου ἀνὰ γο ϛʹ, γῆς κιμωλίας 𐅻 ιβʹ, γῆς σαμίας 𐅻 ιβʹ, σανδαράχης 𐅻 ιβʹ, νίτρου ἀφροῦ 𐅻 ιβʹ, νίτρου βερνικαρίου 𐅻 ιβʹ, τρυγὸς οἴνου κεκαυμένης 𐅻 ιβʹ, κόλλης τῶν
20χαρτῶν τοῦτ’ ἔστι γύρεως ἡψημένης, χόνδρου τῶν βουκόλων τοῦτ’ ἔ‐ στι μελιλώτου σπέρματος κοπέντος καὶ ἡψημένου ἀνὰ 𐅻 ιβʹ, ἐλαίου καλοῦ λι γʹ. σκεύαζε καὶ χρῶ. Ἄλλη ποιοῦσα πρὸς τὰ προειρημένα. Κηροῦ, κολοφωνίας, στέατος χηνείου, ψιμυθίου ἀνὰ 𐅻 ιϛʹ, πίσσης 𐅻 δʹ, χυλοῦ κράμβης, μαλάχης χυλοῦ, μελιλώτου χυλοῦ, γάλακτος βοείου,
25τήλεως χυλοῦ, λινοσπέρμου χυλοῦ, στρατιώτου χυλοῦ ἀνὰ κο τὸ ἥμισυ,
ὠὰ ἀλεκτορίδων δʹ, ἐλαίου λι βʹ. κηρωτὰς βʹ ταύτας ἔχεις ὁμοῦ γρα‐ φείσας αἰγυπτίας, ἃς ὀλίγοι τῶν ἀνθρώπων ἔχουσιν. σκεύαζε θαρρῶν μηδενὶ ἐκφαίνων καὶ ὑπὲρ ἄνθρωπον εὐδοκιμήσεις. Ποδαγρικὸν δοκι‐ μώτατον· ποιεῖ πρὸς φλεγμονὰς καὶ περιωδυνίας καὶ ἐν ἀρχαῖς ἐπιτιθέ‐
30μενον ταχεῖαν τὴν ἴασιν παρέχεται καὶ τὰ ξηρὰ τῶν νεύρων μαλάττει, ὡς ἀπιστεῖν τινα τῇ δυνάμει τοῦ φαρμάκου· διαλύει καὶ κονδυλώματα ποδῶν. Ἐλαίου κικίνου, ἐλαίου τηλίνου, μανδραγόρου χυλοῦ ἀνὰ 𐅻 λβʹ, ἀρτεμισίας χυλοῦ, λαπάθου χυλοῦ ἀνὰ 𐅻 κδʹ, πιτυΐνης, τερεβινθίνης, στέατος χηνείου ἀνὰ 𐅻 μηʹ, βάτου χυλοῦ 𐅻 ιϛʹ, βουτύρου νεαροῦ 𐅻 μηʹ,
35λυκίου ἰνδικοῦ 𐅻 κδʹ, αἵματος τραγείου ξηροῦ 𐅻 ιϛʹ, κιττοῦ δακρύου 𐅻 λβʹ, χαλβάνης 𐅻 μηʹ, ὀποπάνακος 𐅻 λβʹ. τὸ λύκιον καὶ τὸ τράγειον αἷμα καὶ τὸ δάκρυον τοῦ κισσοῦ καὶ τὸν ὀπὸν τοῦ πάνακος λεάνας σὺν οἴνῳ ὀλίγῳ ἐπίβαλε τοὺς χυλούς, εἰ μὲν παρεῖεν, ὑγρούς, εἰ δὲ μή, ξηρούς, καὶ ἑνώσας τήξας τὰ τηκτὰ ἐπίβαλε αὐτοῖς τὰ λειωθέντα καὶ
40ἕψε μαλακωτάτῳ πυρί, σπαθίζων ἕως ἂν συστραφῇ· ὑπόκαιε δὲ ξύλα ἀμπέλινα ξηρά. Κηρωτὴ ποδαγρικὴ ἡ διὰ βρυωνίας· πάνυ ἐξαίρετος, ποιοῦσα πρὸς πᾶσαν φλεγμονὴν καὶ ὀδύνας ἄρθρων. ταύτῃ καὶ ἐν ἀκμῇ καὶ ἐν παρακμῇ χρησάμενος εὐδοκίμησα· εὑρήσεις γὰρ τὰ φλεγμαίνοντα
μέρη ἐρρυτιδωμένα καὶ ἄπονα. πάνυ ἡμῖν ἐστι διὰ πείρας· πολλοὺς γὰρ
45ἐν αὐτῇ διεσώσαμεν. μᾶλλον δὲ ποιεῖ ἐπὶ τῶν φλεγματικῶν καὶ ἐπὶ τῶν δυσπέπτων ὄγκων τῶν χρονιζόντων ἐν τῇ θεραπείᾳ καὶ ἐπὶ μελαγχολι‐ κῶν. Σικύου ἀγρίου ῥίζης 𐅻 φοϛʹ, σκίλλης καθαρᾶς 𐅻 υπʹ, ἀσφοδέλου ῥίζης 𐅻 ρμδʹ, ἐλαίου ῥαφανίνου 𐅻 χϟζʹ, κηροῦ 𐅻 ρμδʹ, χαλβάνης 𐅻 μηʹ. πάσας τὰς βοτάνας βρέχε ὕδατι ἀρκοῦντι ἐπὶ ἡμέρας τρεῖς, κινῶν δὶς τῆς

53

(50)

ἡμέρας ἠρέμα, εἶτα ἐπιβαλὼν τὸ ἔλαιον ἕψε ἕως ὑπολειφθῇ τὸ ἔλαιον, πυρὶ μαλακῷ χρώμενος, καὶ διηθήσας ἐπίβαλε τὸν κηρὸν καὶ τὴν χαλβάνην ἐπιμελῶς ὁλμοκοπηθέντα καὶ μαλαγέντα· τακέντων δέ, ἀνελοῦ καὶ χρῶ πρὸς πάσας περιωδυνίας. τούτῳ ἐχρησάμην καὶ ἐπὶ σπλάγχνων χρονίως φλεγμαινόντων. Κηρωτὴ ἐπὶ πλεῖστον δοκιμασθεῖσα πρὸς τὰς
55φλεγμονὰς τῶν ποδῶν, διαφοροῦσα ἀνωδύνως· χρῶ ἐν ταῖς ἀκμαῖς καὶ μᾶλλον ἐν ταῖς παρακμαῖς. Ἐλαίου ἀνηθίνου, ἐλαίου χαμαιμηλίνου, βουτύρου ἀνὰ γο εʹ, στέατος χηνείου γο γʹ, θερμίνου ἀλεύρου γο βʹ ςʹʹ. τήξας ψῦχε κινῶν, καὶ ἐπιχέας ἐν τῇ θυείᾳ καὶ λειῶν ἐπίβαλε καθ’ ἕνα ὠῶν πυρρὰ εʹ, εἶτα ἐπίπασσε τὸ τῶν θέρμων ἄλευρον καὶ ἑνώσας χρῶ.
60Κηρωτὴ Ἰακώβου Ψυχριστοῦ πρὸς τὰς ζεούσας φλεγμονὰς τῶν ποδῶν. Κηροῦ τράκτου γο ϛʹ, ῥοδίνου νεαροῦ γο ιεʹ, ὠῶν ὠμῶν τὰ λευκὰ εʹ, ὕδατος γο ζʹ ςʹʹ. τῆκε ἐπ’ ἀνθράκων τὴν κηρωτὴν καὶ ψῦχε κινῶν σπουδαίως, εἶτα ἐπίχεε ἐν τῇ θυείᾳ καὶ λείου ἐπιβάλλων καθ’ ἕνα τὰ λευκὰ τῶν ὠῶν, εἶτα τὸ ὕδωρ ἐπίσταζε κατὰ βραχὺ καὶ ἑνώσας πάντα
65δεόντως ἀναλάμβανε ἐν χύτρᾳ καινῇ προπλυθείσῃ ἱκανῶς καὶ ἐπιχέας
ὕδωρ καθαρὸν ἔα κεῖσθαι ἐν τῷ ὕδατι, ἀλλάσσων τὸ ὕδωρ καθ’ ἑκάστην.

54

Συγχρίσματα καὶ ἄκοπα διάφορα ποδαγρικοῖς, ἀρθριτικοῖς, ἰσχιαδικοῖς,
παρέτοις, τρομώδεσιν.
Ἀσκληπιάδου σύγχρισμα ποδαγρικοῖς ἀρθριτικοῖς καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν. Οἴνου παλαιοῦ λι βʹ, ἐρίων οἰσυπηρῶν ἐκ τῶν
5μασχαλῶν λι αʹ, ἀφρονίτρων λι αʹ. βρέχε τὰ οἰσυπηρὰ ἔρια τῷ οἴνῳ ἐπὶ ἡμέρας γʹ, ἔπειτα ἐκθλίψας τὸ ὑγρὸν ἐπίβαλε τὰ ἀφρόνιτρα λειότατα καὶ διαλύσας ἐπίβαλε ἐλαίου λι βʹ καὶ ἀνακόψας ἀνελοῦ εἰς ἀγγεῖον ὑέλινον καὶ χρῶ ἐφ’ ἑκάστης ἡμέρας ἀνακινῶν καὶ ἀλείφων τοὺς πεπονθότας τόπους ἀπὸ τῶν ὕπνων καὶ πρὸ βαλανείου καὶ μετὰ τὸ βαλανεῖον καὶ
10μετὰ τὸ δεῖπνον. Ἄλλο σύγχρισμα ποδαγρικοῖς ἀρθριτικοῖς τὸ διὰ τῶν ἁλῶν. ἀπαλλάττει τῆς ὅλης διαθέσεως. Ἁλῶν ῥυπαρῶν τοῦτ’ ἔστιν αὐτῆς τῆς γῆς λι αʹ, στυπτηρίας σχιστῆς λι αʹ, τρυγὸς οἴνου παλαιοῦ ξε αʹ, λίθου ἀσσίου ἄνθους γο δʹ. τρῖβε τὰ ξηρὰ ἕκαστον ἰδίᾳ φιλοπόνως καὶ τὴν τρύγα ἐπιβαλὼν καὶ λεάνας ἐπίβαλε τοῖς λεανθεῖσιν ἐλαίου παλαιοῦ
15λι βʹ καὶ ἀνακόψας, ἀνελόμενος χρῶ. ἔνιοι καὶ μέλιτος ἐπιβάλλουσι λι αʹ. Ἄλλο καὶ αὐτὸ Ἀσκληπιάδου, ἀπαλλάττει τῆς ὅλης διαθέσεως. Λιβάνου γο γʹ, ἀμμωνιακοῦ θυμιάματος, σμύρνης, πεπέρεως, ἁλῶν ὀρυκτῶν ῥυπαρῶν, λίθου ἀσσίου ἄνθους, στυπτηρίας σχιστῆς ἀνὰ γο αʹ, χαλβάνης
γο αʹ, ὀποπάνακος γο αʹ ςʹʹ, τερεβινθίνης γο γʹ, ἐλαίου κυπρίνου, δαφνί‐
20νου καὶ σαμψυχίνου καὶ κηροῦ ἀνὰ γο ϛʹ, ὄξους ὅσον ἐξαρκεῖ εἰς ὅσα χρὴ διαλύειν. χρῶ ἐπὶ τῶν ψυχροτέρων. Ἄλλο κάλλιστον. Ἀφρόνιτρα λευκὰ μετ’ ἐλαίου παλαιοῦ λεάνας ἀνάτριβε τοὺς τόπους καὶ θαυμάσεις. Ἄλλο Ἀσκληπιάδου ποδαγρικοῖς ἀρθριτικοῖς. Οἴνου παλαιοῦ λι γʹ, δάφνης ἀκρεμόνων καὶ ἐλαίου παλαιοῦ λι βʹ, κυπαρίσσου τῶν ἁπαλωτάτων
25φύλλων ἢ τῶν τρυφερωτέρων σφαιρίων λι αʹ, κηροῦ λι αʹ, χαλβάνης γο αʹ, αἵματος χελώνης χερσαίας δαψιλές. τὰς βοτάνας βρέχε τῷ οἴνῳ, ἔπειτα ἑψήσας καὶ ἐκθλίψας ἐπίβαλε τὰ τηκτὰ καὶ ἑνώσας ἐπίχεε τὸ αἷμα τῆς χελώνης πρόσφατον καὶ ἀνακόψας χρῶ.

55

Γλευκίνου ἐλαίου σκευασία. Τὸ γλεύκινον ἔλαιον ἀνωδυνώτατόν ἐστι καὶ ἀκοπώτατον ἄλειμμα· δύναμιν γὰρ ἔχει θερμαντικὴν ἀνετικήν. ποιεῖ πρὸς τὰς ἐν ὑστέρᾳ 〈διαθέσεισ〉 καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν, ποιεῖ πρὸς τὰ
5περιοδικὰ ῥίγη καὶ μάλιστα ἀμφημερινοῦ καὶ τεταρταίου· παντὸς γὰρ ἀκόπου μᾶλλον ὠφελεῖ. μάλιστα δὲ ποιεῖ πρὸς ὀπισθοτονικοὺς καὶ ἐμ‐ προσθοτονικούς, θερμὸν δι’ ἐρίων καθαρῶν ἐπιρριπτόμενον τοῖς τόποις. ἔχει δὲ ἡ σύνθεσις ὧδε· ἐλαίου ὀμφακίνου πρωτείου λι σνʹ, οἴνου φαλε‐ ρίνου παλαιοῦ εὐώδους ξε νʹ ἰταλικούς, γλεύκους ἀμιναίας σταφυλῆς
10τοῦτ’ ἔστι στυφούσης λευκῆς ξε ρνʹ ἰταλικούς, ἑλενίου λι ιβʹ, ἀσπαλά‐ θου λι εʹ, σπάθης μυρεψικῆς ἣν καλοῦσιν ἐλάτην λι εʹ, ἡδυσάρου τοῦτ’ ἔστι πελεκίνου σπέρματος λι βʹ ςʹʹ, ἀρτεμισίας λι βʹ ςʹʹ, κυπέ‐ ρου, πεπέρεως, σπλάγχνου ἤτοι ὕπνου ἢ βρύου, ξυλοβαλσάμου, ἴρεως, ἀσάρου, κασίας μελαίνης, βαλσάμου καρποῦ, τήλεως ἀνὰ λι βʹ ςʹʹ,
15λιβανωτίδος ξηρᾶς, καλάμου ἀρωματικοῦ, σχοίνου ἄνθους, λιβάνου, κρο‐ κομάγματος πρωτείου, νάρδου κελτικῆς ἀνὰ λι εʹ, σμύρνης λι γʹ, τινὲς δὲ λι αʹ καὶ γο γʹ, ἀριστολοχίας μακρᾶς, στύρακος λιπαροῦ, κασίας κιρ‐ ρᾶς, λαδάνου, καρδαμώμου σπέρματος, ἀμώμου, πάνακος ῥίζης, μελι‐ λώτου, σαμψύχου ἀνὰ λι αʹ καὶ γο γʹ, μυρσίνης φύλλων γο ιʹ, δάφνης
20φύλλων ξηρῶν λι βʹ, βδελλίου λι αʹ ςʹʹ, κρόκου λι αʹ γο ηʹ, κόστου λι αʹ γο ηʹ, ῥόδων ξηρῶν λι αʹ γο γʹ, ὀποβαλσάμου ἀγγεῖα μικρὰ εʹ, τοῦτ’ ἔστιν γο ηʹ, κοτύλης τὸ δίμοιρον, μύρου μαλαβαθρίνου λι αʹ. κόψας τὰ ξηρὰ καὶ ἀραιοτέρῳ κοσκίνῳ σήσας βρέχε πάντα τῷ παλαιῷ οἴνῳ, τὸ δὲ βδέλλιον καὶ τὸ λάδανον προβρέχων καὶ λεάνας ἐν θυείᾳ
25ἐπίβαλε τοῖς βεβρεγμένοις· ἔστω δὲ τὸ ἀγγεῖον μυρεψικὸν κασσιτέρινον καὶ πωμάσας ἐπιμελῶς ἔα ἡμέρας καὶ νύκτας δύο. εἶτα τὴν σταφυλὴν προμεμαρασμένην λαβών, ἵνα μηδὲν σχῇ δρόσου, καὶ καθαρίως ἐκθλί‐
ψας καὶ διηθήσας ἐκ τῶν γιγάρτων ἔμβαλε τὸ γλεῦκος εἰς ἕτερον ἀγ‐ γεῖον γεγανωμένον τῷ κασσιτέρῳ· ἔστω δὲ μέγα, ὥστε καὶ εἰς τὸ
30ζέμα τοῦ γλεύκους χώραν ἔχειν ἱκανήν. εἶτα ἐπίβαλε τῷ γλεύκει πάντα τὰ ἐν τῷ παλαιῷ οἴνῳ βεβρεγμένα καὶ τὸ ἔλαιον καὶ σάλευε σπάθῃ μυρεψικῇ δὶς τῆς ἡμέρας· ἐπιμελῶς δὲ ἡ σπάθη ἀπομασσέσθω, ἵνα μὴ τὸ προσκείμενον αὐτῇ ὀξίσαν βλάψῃ τὸ φάρμακον. σκεπέσθω δὲ τὸ σκεῦος πώματι καὶ ἄνωθεν ἱματίοις καὶ κέντρωσιν ἀραιοῖς πλείοσι καὶ
35περιδείσθω ἐπιμελῶς, ὑποκείσθω δὲ τῷ ἀγγείῳ σπεῖρα ἑδράζουσα. ὅταν δὲ ἡμέραι ιεʹ διέλθωσιν, τὸ ἄμωμον ἀποδιδόσθω κεκομμένον καὶ πάλιν σαλευέσθω ὡς εἴρηται· τριακοστῇ δὲ ἡμέρᾳ ἐπὶ διπλώματος ἕψε καί, ὅταν γʹ ἢ δʹ ζέματα λάβῃ, καθελὼν ἀπὸ τοῦ πυρὸς ἐπίβαλε εὐθέως τὸ ὀποβάλσαμον καὶ ἀνακινήσας καὶ σκεπάσας καλῶς ἔα χλιαίνεσθαι. εἶτα
40τῷ μυακίῳ ἀναλάμβανε ὅλον τὸ ἔλαιον, τὴν δὲ ὑποστάθμην, τοῦτ’ ἔστι τὰ χορτώδη ὡς ἔστι θερμά, ἔκθλιβε σπυριδίοις πρῶτον μὲν διὰ χειρῶν εἶτα διὰ πιεστῆρος, καὶ ἀπορρίψας τὰ χορτώδη καὶ ποιήσας τὸ μύρον κατ’ ἰδίαν ἐπίβαλε αὐτῷ τὸ μαλαβάθρινον μύρον, προχλιανθὲν ἐν διπλώ‐ ματι ἐπὶ θερμοῦ ὕδατος, καὶ ἀνακινήσας τῇ σπάθῃ καὶ ἑνώσας καλῶς ἔα
45καταστῆναι ἐπὶ ἡμέρας δύο καὶ ἀνακόγχιζε καθαρίως καὶ ἐμβαλὼν ὑελίνοις ἀγγείοις ἀποτίθου. τινὲς καὶ ἀμμωνιακοῦ θυμιάματος προσεμ‐
βάλλουσι λι αʹ καὶ γο γʹ.

56

Ἄκοπον τὸ διὰ τῆς ἐλάτης. Ἔστι μὲν ὡραιότατον αὐτῆς τὸ σπέρμα περὶ τὸν σεπτέμβριον μῆνα· ἐλαίῳ δὲ ἐμβάλλειν χρὴ τὸ σπέρμα καθ’ ἣν ἂν θέλῃς ὥραν τοῦ ἔτους· βέλτιον δὲ εἰ θλάσας ἐμβάλλεις, εἶτα ἔα ἡμέρας μʹ. «ἡμεῖς δέ, φησὶν ὁ
5Γαληνός, καὶ γʹ καὶ δʹ μῆνας ἐπετρέψαμεν βραχῆναι· κἄπειτα τὴν ὑγρότητα τοῦ σπέρματος ἐκθλίψαντες, αὐτὸ μὲν ἀπερρίψαμεν τὸ σπέρμα, τὸ δὲ ἔλαιον ὀθονίῳ διηθήσαμεν». ἔστω δὲ τὸ ἔλαιον γλυκύτατον, ἐμβαλλέσθω δὲ εἰς τὰς κεʹ λίτρας αὐτοῦ μόδιος ἰταλικὸς τοῦ σπέρματος. διηθήσας οὖν τὸ ἔλαιον ὡς εἴρηται καὶ ἀποχωρίσας τοῦ σπέρματος ἐπί‐
10βαλε αὐτῷ 〈κηροῦ λι δʹ〉, τερεβινθίνης χίας γο ηʹ, καὶ θερμάνας βραχὺ ὡς ἑνωθῆναι ἀναλάμβανε καὶ χρῶ. τοῦτο τὸ φάρμακον ἐπιτηδειότατόν ἐστι πρὸς πάντας κόπους αὐτομάτους τε καὶ οὐκ αὐτομάτους καὶ πρὸς τὰς νευρικὰς συμπαθείας, ᾧ χρῆσθαι συμφέρει τοῖς κατὰ τὴν σάρκα τε καὶ τὸν ὄγκον ἅπαντα τοῦ σώματος ὠμοὺς χυμοὺς ἠθροικόσιν ἤτοι
15πεφθῆναι δεομένους ἢ διαφορηθῆναι.

57

Ἄκοπον τὸ διὰ τῆς αἰγείρου Γαληνοῦ. Ἀγαθὸν δὲ καὶ τὸ διὰ τῶν ἀνθῶν τῆς αἰγείρου συντιθέμενον ἄκοπον. ἔστι δὲ καὶ τοῦτο τοιόνδε· τῶν ἀνθῶν τῆς αἰγείρου μεμυκότων ἔτι μό‐
διος ἰταλικὸς ἐμβάλλεται λίτραις ἐλαίου γλυκυτάτου κʹ· κάλλιον δὲ
5εἰ καὶ μετρίως θλασθὲν ἐμβληθείη τῷ ἐλαίῳ τὸ ἄνθος. κείσθω δὲ ἐν ἡλίῳ καὶ κινείσθω καθ’ ἑκάστην ἡμέραν ἡμέρας μʹ καὶ ἐν οἰκήματι θερμῷ ἀποτιθέσθω· μετὰ δὲ μῆνας γʹ ἐκθλίψας τὸ ἄνθος, αὐτὸ μὲν ῥῖψον, τὸ δὲ ἔλαιον ἔχε ἀδηκτότατον διαφορητικόν, ὥσπερ τὸ διὰ τῆς ἐλάτης. καὶ μέντοι καὶ τερεβινθίνης ἔξεστιν ἐμβαλεῖν γο ϛʹ, ἐνίοτε καὶ
10κηροῦ βραχὺ ἢ πλέον ἢ ἔλαττον· τινὲς μὲν γὰρ χαίρουσιν ὑγροτέροις φαρμάκοις χρῆσθαι, τινὲς δὲ παχυτέροις. ταῦτα τὰ φάρμακα διαφορεῖν δύναται τοὺς κατὰ τὰς σάρκας καὶ τὸ δέρμα ὠμοὺς χυμοὺς τοὺς μὴ πάνυ τι παχεῖς μηδὲ γλίσχρους. ἀναγκαζόμενον δέ τιν’ ἐν τάχει σκευά‐ ζειν αὐτό, προσήκει ἐμβαλεῖν τῷ ἐλαίῳ τὸ σπέρμα καὶ ἑψεῖν ἐπὶ διπλώ‐
15ματος, προσεμβαλεῖν δὲ αὐτῷ ἢ ὕδατος ἢ οἴνου, χάριν τοῦ μὴ φρύγεσθαι τὰ ἄνθη. τὸ μὲν οὖν ὕδωρ ἐπὶ τῶν κοπωδῶν τοῦ σώματος αἰσθήσεων χρήσιμον ἐμβαλεῖν, τὸν δὲ οἶνον εἰς τὰς ποδαγρικάς τε καὶ ἀρθριτικὰς διαθέσεις. ἀρκεῖ δὲ μιγνύναι τοσοῦτον ὕδατος ἢ οἴνου ἐν τῇ ἑψήσει, ὅσον ἐκδαπανηθῆναι δύναται, ὡς τετραπλάσιον ἢ πενταπλάσιον τὸ ἔλαιον
20ὑπάρχειν.

58

Ἔλαιον σαμψύχινον Γαληνοῦ. Καὶ τὸ σαμψύχινον δὲ ἔλαιον ὁμοίως σκευάζεται· ἐπιτήδειον δέ ἐστιν ἐν ὥρᾳ χειμερινῇ καὶ χωρίῳ ψυχρῷ καὶ καταστάσει ψυχρᾷ. λαμβανέτω δὲ καὶ τοῦτο καὶ κηροῦ καὶ ῥητίνης, εἰ παραμένειν αὐτὸ βούλοιο ἐπὶ
5πλέον τοῖς ἀλειφομένοις σώμασιν.

59

Ἄκοπον ἄλειμμα τὸ μαρκιᾶτον. Ἄλειμμα τὸ μαρκιᾶτον ἔνδοξον πρὸς τοὺς ἀρθριτικοὺς καὶ τὰς παρέ‐ σεις τοῦ σώματος. Στύρακος πρωτείου καλοῦ ξανθοῦ γο δʹ, μυελοῦ ἐλαφείου γο βʹ, κηροῦ τράκτου λευκοτάτου γο γʹ, μαστίχης καθαρᾶς
5γο γʹ, τερεβινθίνης χίας γο αʹ, οἰσύπου γο αʹ, ὀποβαλσάμου γο αʹ, ἐλαίου ὀμφακίνου γο ϛʹ, ναρδίνου μύρου γο ϛʹ. κόπτε ἐν ὅλμῳ τὸν στύ‐ ρακα, ἐπιστάζων τοῦ ὀποβαλσάμου κατὰ βραχύ· ἔπειτα τήξας τὰ τηκτὰ καὶ διηθήσας ἐπίβαλε τὸν στύρακα καὶ τακέντος αὐτοῦ ἐπίβαλε ἐν θυείᾳ καὶ λείου τῷ δοίδυκι ἐπὶ πολύ, ὡς λευκότατον γενέσθαι, καὶ χρῶ. ποιεῖ
10παραδόξως ἀλειφόμενον ἐπὶ τῶν ὠμὸν καὶ ψυχρὸν χυμὸν ἐχόντων ἐν τῇ γαστρὶ καὶ ἐπὶ τῶν διὰ κακοχυμίαν ἐσθιόντων γῆν καὶ ὄστρακα καὶ κάρ‐ βωνας.

60

Ἄλειμμα τοῦ ὀρχηστοῦ. Ἄλειμμα ἀνετικόν, χαλαστικόν, ἀρθριτικόν, ἰσχιαδικοῖς διὰ πολλῆς πείρας. τούτῳ ὀρχηστής, καταλύσας τὸ τῶν γυμνασίων ἔθος καὶ ἀρθρίτιδι περιπεσών, χρησάμενος ἀπηλλάγη. ἐπειράθη καὶ ἐφ’ ἑτέρων πλείστων.
5ἔχει δὲ οὕτως· ἀλθαίας, λινοσπέρμου, τήλεως, πηγάνου, κυμίνου ἀνὰ λι βʹ. ταῦτα βρέχων ὕδατι καὶ ἑψήσας τῇ τρίτῃ τῶν ἡμερῶν, ὡς παχύτατον γενέσθαι χυλόν, καὶ διηθήσας βάλε τοῦ μὲν χυλοῦ λι δʹ, ἐλαίου 〈δὲ〉 παλαιοῦ, μυελοῦ ἐλαφείου, ὀποβαλσάμου, στέατος χηνείου, ναρδίνου μύρου ἀνὰ λι βʹ, κηροῦ, κολοφωνίας, πιτυΐνης ῥητίνης ἀνὰ λι γʹ, εὐφορ‐
10βίου, ὀποπάνακος, τερεβινθίνης ἀνὰ λι αʹ, καστορείου γο ϛʹ. χρῶ σφόδρα
θαρρῶν καὶ ἐπὶ ἰσχιαδικῶν.

61

Πεντάμοιρον. Στύρακος γο αʹ, μαστίχης γο βʹ, κηροῦ τράκτου γο γʹ, ὀποβαλσάμου γο δʹ, ναρδίνου μύρου γο εʹ. τήξας τὸν κηρὸν μετὰ τοῦ ναρδίνου ἐπ’ ἀνθράκων καὶ λεάνας τὸν στύρακα μετὰ τοῦ ὀποβαλσάμου ἐπίβαλε τῇ
5κηρωτῇ σὺν τῇ μαστίχῃ· καὶ τακέντων, διηθήσας λείου ἐν θυείᾳ ἐπιμελῶς, ὡς λευκότατον γενέσθαι, καὶ χρῶ.

62

Δεκάμοιρον Ὀρειβασίου. Ἄκοπον τὸ δεκάμοιρον. Ναρδοστάχυος, φύλλου, εὐφορβίου, πεπέρεως, κόστου, ἀδάρκης ἀνὰ γο αʹ, μαστίχης γο αʹ ςʹʹ, ὀποβαλσάμου γο ϛʹ, κηροῦ γο ϛʹ, ναρδίνου μύρου λι αʹ. χρῶ.

63

Ἕτερα ποικίλα ἀλείμματα. Ἄλειμμα ἀρθριτικοῖς καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν δόκιμον. Στύρακος λιπαροῦ, λαδάνου λιπαροῦ, μαστίχης ἀνὰ γο αʹ, κηροῦ γο βʹ, ἐλαίου σικυωνίου γο γʹ, στέατος χηνείου γο ιβʹ. χρῶ. Ἄλλο θαυμα‐
5στόν. Ἀσφοδέλου ῥίζας λαβὼν ξέε τὸ ἐπιπολῆς καὶ συγκόψας ἕψε σὺν ἐλαίῳ ἀρκοῦντι καὶ διηθήσας ἐπίβαλε τῷ ἐλαίῳ στύρακα σύμμετρον· τακέντος δέ, ἐπίβαλε συκαμίνου ὀπὸν καὶ ἑνώσας χρῶ, ἀλείφων τοὺς πό‐ δας· παρηγορήσεις γὰρ παραυτίκα. Ἄλλο διὰ πολλῆς πείρας, ὥστε
τάχιστα παῦσαι τὰς ὀδύνας. Στέατος τραγείου προσφάτου λι βʹ, ἡλιοτρο‐
10πίου τοῦ τρικόκκου φύλλων χλωρῶν λι αʹ, ὠῶν ὀπτῶν λεκίθους εʹ, ῥο‐ δίνου καλλίστου γο δʹ. χρῶ. Ἄλειμμα διὰ πολλῆς πείρας πρὸς ἀρθρι‐ τικούς. Ἐλαίου γλυκέος ξε εʹ, τήλεως ξε αʹ, ἀλθαίας ῥιζῶν μάλιστα χλωρῶν δέσμιον χειροπληθές, περιστερεῶνος ὀρθοῦ σὺν ταῖς ῥίζαις, εἰ οἷόν τε, χλωροῦ, εἰ δὲ μή, ξηροῦ, δεσμίδιον χειροπληθές, χαλβάνης 𐅻 δʹ.
15τὴν τῆλιν καθάρας πλύνας βρέχε ὕδατι σὺν τῷ περιστερεῶνι καὶ τῇ ἀλ‐ θαίᾳ ἐπὶ ἡμέρας βʹ· τῇ δὲ τρίτῃ ἐπιβαλὼν τὸ ἔλαιον ἕψε μαλακῷ πυρὶ κινῶν συνεχῶς ἵνα μὴ προσκαθίσῃ ἡ τῆλις καὶ προσκαῇ. ἐπὰν δὲ αἱ βο‐ τάναι πᾶσαν τὴν ἰκμάδα ἀποβάλωσιν, ἀνασπάσας καὶ διηθήσας τὸ ἔλαιον καὶ τήξας κατ’ ἰδίαν μετ’ ὀλίγου μέρους τοῦ ἐλαίου τὴν χαλβάνην προ‐
20μεμαλαγμένην καὶ διηθήσας ἐπίβαλε τῷ ἐλαίῳ καὶ χρῶ ἀλείφων ἠρέμα καὶ ἐπὶ πολύ. ποιεῖ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν καὶ τὰς ἀπὸ ψύξεως ὀδύνας. Ἄκοπον ἄλειμμα ποδαγρικοῖς ἀρθριτικοῖς καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν θαυμάσιον. Σκίλλης τοῦ ἐγκαρδίου, σικύου ἀγρίου καρποῦ ἀνὰ γο γʹ, τήλεως κεκαθαρμένης ξε αʹ ἰταλικόν, ἀνήθου χλωροῦ
25γο ϛʹ, σαμψύχου ξε αʹ ἰταλικόν, δαφνίδων λι αʹ, μελιλώτου λι αʹ, κηροῦ λι αʹ, βολβῶν ἐδωδίμων γο γʹ, στέατος χοιρείου προσφάτου λι ιʹ, οἴ‐ νου παλαιοῦ εὐώδους ξε ϛʹ. προβρέξας τῷ οἴνῳ πάντα ἐπὶ ἡμέρας γʹ, ἔπειτα τὸ στέαρ τήξας ἐπίβαλε τοῖς λοιποῖς καὶ ἕψε ἕως ὁ οἶνος δαπα‐ νηθῇ, εἶτα διηθήσας καὶ ἐκπιέσας τὰ μὲν λοιπὰ ῥῖψον, τῷ δὲ στέατι τὸν
30κηρὸν τήξας χρῶ ὡς παραδόξῳ. Ἡ πυξὶς ποδαγρική. Κηροῦ γο ϛʹ, κολοφωνίας γο ϛʹ, λινοσπέρμου χυλοῦ γο δʹ, στέατος χηνείου γο βʹ, τερεβινθίνης γο γʹ ςʹʹ, ἐλαίου ὀμφακίνου γο ιʹ, ἀμμωνιακοῦ θυμιάματος γο αʹ, λιβάνου γο γʹ, γάλακτος βοείου γο δʹ ςʹʹ, ὠῶν τὰ λευκὰ θʹ. ἀμ‐ μωνιακόν, λίβανον λείου τῷ χυλῷ τοῦ λινοσπέρμου καὶ τῷ γάλακτι, εἶτα
35ἐπίβαλε τὰ λευκὰ τῶν ὠῶν καὶ τήξας τὰ τηκτὰ καὶ ψύξας ἐπίβαλε τοῖς λειωθεῖσι καὶ ἀναλάμβανε εἰς πυξίδα ξυλίνην καὶ χρῶ καὶ ἐμπλάστρῳ καὶ ἀλείμματι. Ἄλειμμα τὸ Καστίνου ποδαγρικοῖς ἀρθριτικοῖς· ἰάσατό τινα παρεθέντα τὸ σῶμα πᾶν· ποιεῖ ἀρθριτικοῖς μονογενῶς. Στέατος λεοντείου γο αʹ, στεάτος ἀρκείου λι αʹ, στέατος ἱππείου λι αʹ, στέα‐
40τος ἀλώπεκος λι αʹ, καστορείου γο βʹ, μυελοῦ ταυρείου γο ϛʹ, μυε‐ λοῦ ἐλαφείου γο γʹ, στέατος στρουθοκαμήλου γο γʹ, στέατος φασια‐ νοῦ σιτευτοῦ γο γʹ, εὐφορβίου γο ϛʹ, ὀποπάνακος γο δʹ, μαστίχης λι αʹ, στύρακος γο δʹ, σμύρνης γο δʹ, λιβάνου γο ϛʹ, ἀμμωνιακοῦ θυμιάματος γο ϛʹ, ἡλιοτροπίου τοῦ τρικόκκου γο αʹ, παιωνίας γο βʹ,
45ἀρτεμισίας γο αʹ, φύλλου γο βʹ, νάρδου κελτικῆς γο βʹ, ἀλθαίας ῥίζης κεκομμένης καὶ σεσησμένης γο αʹ, πηγάνου χλωροῦ 𐅻 δʹ, σικύου ἀγρίου ῥίζης γο αʹ, ἱππούρεως πόας γο αʹ, ἀριστολοχίας 𐅻 δʹ, ἀλόης λι αʹ, αἵ‐ ματος δρακοντίου λι αʹ, κηροῦ γο ϛʹ, κολοφωνίας γο ϛʹ, ναρδίνου μύρου λι ηʹ, ἐλαίου καπνιστοῦ λι αʹ, ὀποβαλσάμου γο ζʹ. τὰ ξηρὰ λειότατα

63

(50)

ποιήσας ἕκαστον ἰδίᾳ, τὰ δὲ τηκτὰ τήξας καὶ διηθήσας ἐπίπασσε τὰ ξηρὰ
καὶ ἑνώσας ἐπίχεε ἐν τῇ θυείᾳ τῷ στύρακι λειωθέντι μετὰ τοῦ ὀποβαλσά‐ μου καὶ τοῦ πηγάνου καὶ ἑνώσας σπουδαίως χρῶ. Ἄλειμμα τὸ διὰ τοῦ κισσοῦ πρὸς ἀρθριτικοὺς καὶ πρὸς πᾶσαν μυῶν ἢ νεύρων συμπάθειαν· ποιεῖ ἰσχιαδικοῖς θαυμαστῶς. Τήλεως λι αʹ, δαφνίδων κόκκους ρʹ, κυπα‐
55ρίσσου σφαιρία κʹ, βράθυος, λιβανωτίδος, ἐλαίου γλυκέος ἢ παλαιοῦ, κη‐ ροῦ, πιτυΐνης ἀνὰ λι αʹ, τερεβινθίνης γο ϛʹ, ὀποῦ κισσοῦ γο δʹ, ὕδατος λι γʹ. τὰς βοτάνας κόψας ἁδρομερῶς, βρέχε ἐν τῷ ὕδατι ἡμέρας γʹ, εἶτα ἐπιβαλὼν τὸ ἔλαιον ἕψε ἀρκούντως καὶ διηθήσας ἐπίβαλε τὰ τηκτά. τὸν δὲ ὀπὸν τοῦ κισσοῦ διάλυε μετ’ ὄξους καὶ ψύξας τὰ τηκτὰ κατάχεε ἐν
60τῇ θυείᾳ καὶ λείου σπουδαίως ἐπὶ πολὺ καὶ ἀναλαβὼν χρῶ. Ἄκοπον πρὸς τὰς ἐκ τῶν κόπων ἀηδίας ποιεῖ καὶ πρὸς νευρικὰς συμπαθείας· σφό‐ δρα ἐστὶ καλόν. «τούτῳ χρῶμαι, φησὶν Ἀσκληπιάδης, πρὸς τοὺς κεκο‐ πωμένους». Σαμψύχου ξε αʹ, λιβανωτίδος κεκομμένης ξε αʹ, τήλεως ξε αʹ, καρδαμώμου ξε τὸ ςʹʹ, βράθυος ξε τὸ ςʹʹ, οἴνου γλυκίζοντος ξε ϛʹ,
65ἐλαίου καλλίστου λι γʹ, κηροῦ λι βʹ. τὰ ξηρὰ βαλὼν εἰς τὸν οἶνον ἔα βρέχεσθαι ἐπὶ ἡμέρας γʹ, εἶτα ἐπιβαλὼν τὸ ἔλαιον ἕψε ἐπ’ ἀνθράκων κι‐ νῶν συνεχῶς καί, ὅταν ἀναβράσῃ πλειστάκις, διηθήσας τῆκε τὸν κηρὸν καὶ ψύξας ἀπόθου καὶ χρῶ, ποτὲ μὲν ἀκράτῳ, ποτὲ δὲ ἀνιεμένῳ τινὶ τῶν μύρων. Ἄλλο ἀρθριτικοῖς Ἀσκληπιάδου φάρμακον ἐπιτετευγμένον, ἐπι‐
70γράφεται Βάσσου· τούτῳ χρησάμενος πρότερον παραλυθεὶς χρόνῳ πολλῷ τῆς τοιαύτης διαθέσεως ἀπηλλάγη. Ἐλαίου μυρσινίνου, ἐλαίου κυπρίνου,
ἐλαίου μηλίνου ἀνὰ γο δʹ, ἐλαίου παλαιοῦ λι αʹ ςʹʹ, κηροῦ λι αʹ, τερεβινθί‐ νης γο ϛʹ, χαλβάνης γο γʹ, μάννης γο δʹ, ὀποπάνακος γο βʹ, καστορείου γο βʹ, βρυωνίας ῥίζης γο δʹ, ἰοῦ γο βʹ, ἀφρονίτρου λευκοῦ γο δʹ, πεπέρεως
75γο βʹ, πυρέθρου γο βʹ, εὐφορβίου γο αʹ, στέατος ἐριφείου γο ϛʹ, ὄξους τὸ ἱκανόν. ἕψε βρυωνίαν πύρεθρον τῷ ὄξει καὶ διηθήσας λείου τῷ ἀφεψήματι τὰ ξηρὰ καὶ ἐπιχέας τὰ τηκτὰ καὶ ἑνώσας χρῶ, ποτὲ μὲν ἀκράτῳ, ποτὲ δὲ ἀνιεμένῳ. Ἄνθου χλωρὸν ἄκοπον ποδαγρικοῖς ἀρθριτικοῖς διὰ πολλῆς πείρας· χρῶ καὶ ἐπὶ ἰσχιαδικῶν θαρρῶν. Ἰοῦ γο αʹ ςʹʹ, μάννης γο αʹ ςʹʹ,
80οἰσύπου γο αʹ ςʹʹ, ἀμμωνιακοῦ θυμιάματος γο βʹ, στυπτηρίας σχιστῆς 𐅻 εʹ, τερεβινθίνης γο εʹ, ἀφρονίτρων λευκῶν γο δʹ, ὀποπάνακος 𐅻 εʹ, χαλ‐ βάνης 𐅻 ηʹ, μυελοῦ ἐλαφείου 𐅻 δʹ, ἐλαίου κυπρίνου 𐅻 δʹ, ἐλαίου μηλίνου 𐅻 δʹ, κηροῦ 𐅻 εʹ, μέλιτος 𐅻 εʹ, ἐλαίου παλαιοῦ λι αʹ. ἰόν, ἀμμωνιακόν, στυ‐ πτηρίαν, μάνναν, ὀποπάνακα λείου μετ’ ὀλίγου ὄξους καὶ ἐπίχεε τὰ τηκτὰ
85καὶ χρῶ ἀνιεὶς αὐτὸ ἐπὶ πάντων μηλίνῳ ἐλαίῳ· ἐπὶ δὲ τῶν χρονίων πα‐ θῶν πρόσβαλε καὶ ἀδάρκης καὶ εὐφορβίου ἀνὰ γο αʹ. Ἄλλο τοῦ αὐ‐ τοῦ. Ὀποπάνακος γο ιʹ ςʹʹ, τερεβινθίνης 𐅻 δʹ, ἀμμωνιακοῦ θυμιάματος γρ ιεʹ, οἰσύπου γρ ιηʹ, ἰοῦ γρ ιϛʹ, προπόλεως γρ ιεʹ, στυπτηρίας σχιστῆς, λαδάνου, ἀριστολοχίας στρογγύλης, κισσοῦ δακρύου ἀνὰ γρ ϛʹ, λιθαργύρου
90γρ γʹ, ἁλῶν ἀμμωνιακῶν γρ βʹ, καφορᾶς γο αʹ, κολοφωνίας γο γʹ, κηροῦ γο γʹ, ἐλαίου γο γʹ. χρῶ διαλύων μύρῳ τινί. Ἄλλο ἄκοπον σύγχρισμα
παραλυτικοῖς ἐν ἀρχαῖς. Ἐλαίου γλευκίνου, ἐλαίου κυπρίνου, ἰρίνου, δαφνίνου ἀνὰ λι αʹ, κηροῦ γο δʹ, τερεβινθίνης γο βʹ, οἰσύπου γο βʹ, καστορείου γο αʹ, εὐφορβίου 𐅻 δʹ. χριέσθω δὲ μετὰ τῶν πεπονθότων μερῶν καὶ τὰ ἀπαθῆ.
95Ἄλλο ἄκοπον πρὸς ἰσχιάδα χρονίαν καὶ ἀγκύλας καὶ παραλύσεις. «ἔστι δέ, φησὶν Ἀσκληπιάδης, λίαν ἐνεργές». Ἐλαίου παλαιοῦ λι βʹ, ἰρίνου γο ϛʹ, στυρακίνου γο ϛʹ, δαφνίνου γο ϛʹ, τερεβινθίνης, εὐφορβίου, ἀμμωνιακοῦ θυμιάματος, καστορείου, πεπέρεως, ὀποπάνακος, χαλβάνης ἀνὰ γο βʹ, μυελοῦ ἐλαφείου γο δʹ ςʹʹ. τὰ τηκτὰ τήξας, κατὰ τῶν ξηρῶν

63

(100)

ἐπίχεε καὶ ἑνώσας χρῶ, ποτὲ μὲν ἀκράτῳ, ποτὲ δὲ ἀνιεμένῳ ῥοδίνῳ ἢ ἑτέρῳ μύρῳ· τὰ ξηρὰ οἴνῳ λειοῦται. Σύγχρισμα ὀπισθοτονικοῖς κυνικῶς σπωμένοις τὸ διὰ τοῦ μέλιτος. Ἰρίνου ἐλαίου, ῥοδίνου, γλευκίνου, κυπρίνου ἀνὰ γο ϛʹ, κηροῦ γο γʹ, τερεβινθίνης γο αʹ, μέλιτος γο αʹ. Ἄλλο πρὸς τὰ αὐτά. Κηροῦ 𐅻 νʹ, τερεβινθίνης 𐅻 κεʹ, οἰσύπου, μυελοῦ ἐλαφείου, χαλ‐
105βάνης, ἀμμωνιακοῦ θυμιάματος, ἀφρονίτρων λευκῶν, δαφνίδων ξηρῶν ἀνὰ 𐅻 ϛʹ, ἐλαίου παλαιοῦ ξε ϛʹ, οἴνου κο αʹ. χρῶ. Ἄλειμμα πρὸς πα‐ ρέσεις πάνυ καλόν. Σφαιρίτιδος γο βʹ, πρασίου γο αʹ, καυκαλίδος βοτάνης γο βʹ (ἔστι δὲ βολβοειδής), ἀφοδεύματος καμήλου γο αʹ, ἀμπελοπρασίου γο αʹ, ἠρυγγίου γο αʹ, κυκλαμίνου γο αʹ, ἀσφάλτου γο αʹ, πευκε‐
110δάνου 𐅻 δʹ, γῆς ἀμπελίτιδος γο αʹ, σεληνογόνου, κυπέρου, γαγάτου λίθου, δικτάμνου ἀνὰ γο αʹ, θείου 𐅻 δʹ, γάλακτος ὀνείου γο βʹ, σου‐ σίνου μύρου γο γʹ, μυελοῦ καμήλου γο γʹ, στέατος ὀνείου γο αʹ, πι‐
θήκου τριχῶν ἀπὸ τῆς οὐρᾶς 𐅻 δʹ, ἐλαίου παλαιοῦ γο ηʹ, ὄξους γο θʹ. σκευάσας ἀπόθου, ἐπὶ δὲ τῆς χρείας μετὰ μύρου τινὸς ἀνέσας
115χρῶ. Ἄκοπον Ἡρᾶ καππάδοκος πρὸς παραλυτικοὺς καὶ καθόλου πρὸς πᾶν ἄλγημα μυῶν ἢ νεύρων. Πηγάνου χλωροῦ, γλήχωνος, κυ‐ πέρου, τήλεως, λινοζώστεως, πρασίου, λιβανωτίδος, ἀριστολοχίας, ἀμυγδάλων πικρῶν κεκαθαρμένων ἀνὰ λι αʹ, νίτρου 𐅻 ηʹ, ἴρεως, τερε‐ βινθίνης, δαφνίδων, σικύου ἀγρίου ῥίζης, ἀμμωνιακοῦ θυμιάματος, βρά‐
120θυος ἀνὰ λι βʹ, μυρσίνης χλωρᾶς λι γʹ, δάφνης φύλλων ξηρῶν λι γʹ, ἐλλεβόρου λευκοῦ γο ϛʹ, κηροῦ λι βʹ, βδελλίου λι δʹ, οἴνου χόας ιβʹ, ἐλαίου χόας δʹ. κόψας τὰ ὀφείλοντα κοπῆναι ἁδρομερῶς, ἐπίχεε ὕδωρ ὀλίγον ὡς ὑγρᾶναι τὰ κοπέντα, εἶτα ἐπίβαλε τὸν οἶνον καὶ τὸ ἔλαιον καὶ ἔα μίαν ἡμέραν, τῇ δὲ ἑξῆς ἕψε κινῶν συνεχῶς καὶ διηθήσας πρόσ‐
125βαλε 〈τὸν〉 κηρὸν καὶ 〈τὴν〉 τερεβινθίνην καὶ τὸ βδέλλιον προλειω‐ θὲν ὀλίγῳ οἴνῳ. Ἄκοπον τὸ διὰ τῶν φρύνων· τῆς ὅλης διαθέσεως ἀπαλλάττει. Σικύου ἀγρίου ῥίζης χλωρᾶς, ἐλαίου γλυκέος ἀνὰ λι ϛʹ, μυε‐ λοῦ ἐλαφείου, τερεβινθίνης, κηροῦ ἀνὰ γο ϛʹ, φρύνους βατράχους ζῶντας ϛʹ. εἰς σπυρίδιον βαλόντες τοὺς βατράχους καταρράπτομεν καὶ οὕτω κα‐
130θιέντες εἰς τὸ ἔλαιον ἕψομεν μέχρι τακερώσεως· εἶτα ἀνασπάσαντες τὸ
σπυρίδιον τῶν βατράχων, ἐμβάλλομεν τὴν τοῦ ἀγρίου σικύου χλωρὰν ῥίζαν κατατετμημένην καὶ ἕψομεν μέχρι τὴν δύναμιν ἀποδῷ τῷ ἐλαίῳ καὶ διηθήσαντες ἐμβάλλομεν τὰ τηκτὰ προδιηθηθέντα καὶ ἀποτιθέμεθα ἐν ὑέλῳ. χρῶ πρωῒ καὶ ἑσπέρας πρὸς ποδαγρικούς, ἀρθριτικούς, ἰσχιαδι‐
135κούς, παρειμένους. τούτῳ οἴδαμεν ἀνθρώπους διεστραμμένους ὅλον τὸ σῶμα ὑπὸ ποδάγρας καὶ χειράγρας χρησαμένους καὶ ἐπὶ τοσοῦτον σωθέν‐ τας, ὡς ἀλωβήτους περιπατεῖν. «ἐσκευάσαμέν ποτε τὸ φάρμακον, φησὶν Ἀκληπιάδης, προσβαλόντες τῇ γραφῇ σαμψύχου λι αʹ ςʹʹ, κροκίνου μύρου λι αʹ, ὁποβαλσάμου γο γʹ, χελωνῶν δέκα τὸ αἷμα, μαλαβαθρίνου
140μύρου λι αʹ». Πρὸς ποδάγραν καὶ ἀρθρῖτιν θαυμαστόν, ποιεῖ δὲ καὶ πρὸς τὰς χρονίας κεφαλαλγίας, τὴν ὕλην περὶ τὴν ἐπιφάνειαν ἄγον, περὶ τὸ μέτωπον καὶ τὸ βρέγμα. Κύνα μικρὸν εὔτροφον ζῶντα καὶ γαλῆν ζῶσαν ἐμβαλὼν μετ’ ἐλαίου λι θʹ καὶ βουτύρου λι γʹ, ἕψε ὡς τακερὰ τὰ ζῷα γένηται· ἔπειτα διηθήσας ἐντίθει τοὺς πόδας ἢ τὰς χεῖρας τῷ
145ἐλαίῳ θερμῷ δι’ ὅλης ἡμέρας. ὁ δὲ Γαληνός φησιν· «ἀλώπεκας καὶ ὑαί‐ νας τινὲς ἐλαίῳ ἕψοντες θεραπεύουσι τοὺς ἀρθριτικούς, οἱ μὲν ζώσας αὐ‐ τὰς μεγίστῳ λέβητι ἐμβαλόντες, οἱ δὲ καὶ τεθνεώσας· εἶτα [ἕψοντες σὺν τῷ ἐλαίῳ ἐπὶ πλεῖστον καὶ] πτυέλους τοῦ ἐλαίου θερμοῦ πληροῦντες, οὕτως ἐμβιβάζουσι τοὺς ἀρθριτικούς, ἐνδιατρίβειν ἐν αὐτῷ χρόνῳ πολ‐

63

(150)

λῷ κελεύοντες. διαφορητικώτατον δὲ γίνεται τὸ τοιοῦτον ἔλαιον, ὥστε ἐπὶ τὴν ἐπιφάνειαν ἕλκειν τὰ ἐν τῷ βάθει τῶν σωμάτων περιεχόμενα, καὶ διὰ τοῦτο μεγίστη ὠφέλεια ἐπακολουθεῖ». καὶ ἐχῖνοι δὲ χερσαῖοι ζῶντες ἑψόμενοι τῷ ἐλαίῳ διαφορητικὸν αὐτὸ ἐργάζονται. παύει γὰρ τὰς ὀδύνας καθιεμένων ἐν αὐτῷ τῶν ὀδυνωμένων ἄρθρων καὶ συγχριο‐
155μένων.

64

Χρίσματα ποδαγρικά. Τὴν μέλαιναν τὴν εὑρισκομένην ἐν τῇ φακῇ μάλιστα ἢ ἑτέραν μέλαι‐ ναν λεάνας σὺν ὄξει ἐπίχριε. παύει τὰς ὀδύνας καὶ τὰς φλεγμονάς· τοῦτο πολλῶν πρὸ αὐτοῦ γεγενημένων καὶ μηδὲν ἀνυόντων μεγάλως ὠφέλη‐
5σεν. Ἢ κύπρου φύλλα λειώσας χλωρὰ ποίει τροχίσκους, ἐπὶ δὲ τῆς χρείας ὄξει λεάνας ἐπίχριε. Ἄλλο. Κρόκου γο αʹ, ἁλῶν κεκαυμένων γο αʹ, ἀφρόνιτρα λευκὰ δέκα ἀριθμῷ, ὠοῦ λέκιθον αʹ· λείου ἀφεψήματι ἀκάνθης αἰγυπτίας ἀποτριτωθέντι. Ἄλλο. Ὕελον ὄξει λεάνας εὖ μάλα κατά‐ χριε θαρρῶν. Ἄλλο. Στυπτηρίαν σχιστὴν ὄξει λεάνας ἐπίχριε. Ἄλλο
10πρὸς ῥευματισμὸν γονάτων. πολλῶν προγεγενημένων καὶ μηδὲν ὠφελησάν‐ των, μόνον τοῦτο ὠφέλησεν. Μάρμαρον, τοῦτ’ ἔστι πλακίον ἄκαυστον, κόψας λεάνας μετὰ ῥοδίνου κατάχριε. ἐγὼ δὲ τὸ ῥίνισμα ἢ τὸ πρίσμα τοῦ μαρμάρου πλύνας καὶ ξηράνας ἐν ἑτοίμῳ εἶχον καὶ ἐπὶ τῆς χρείας ἐχρησάμην μετὰ ῥοδίνου. Ἄλλο χρῖσμα πάνυ καλόν. Τηκολίθου, γλαυ‐
15κίων, σμύρνης ἀνὰ γο αʹ, ἀλόης 𐅻 δʹ. λειώσας ἔχε ξηρίον· ἐν δὲ τῇ
χρήσει μίξας λέκιθον ὠοῦ μετ’ οἴνου αὐστηροῦ ἐπίχριε καὶ ἐὰν περι‐ τείνῃ, μετ’ οἴνου μόνου ἐπίχριε. Ἄλλο. Ἀετίτην λίθον μετ’ ὠοῦ καὶ ὀλίγου ῥοδίνου κατάχριε. Ἄλλο. Κνίδης σπέρμα καὶ καλιὰν χελι‐ δόνων λεάνας μεθ’ ἑψήματος ἐπίχριε. Ἄλλο χρῖσμα θαυμάσιον πλου‐
20σίοις. Βρέξας μαμηρὰν ὕδατι, ἔπειτα λεάνας ἐπίχριε καὶ θαυμάσεις. Ἄλλο διὰ πολλῆς πείρας κἂν ᾖ χρόνιον τὸ πάθος. Κόπρου πελαργοῦ γο γʹ μετὰ ἀξουγγίου λεάνας ἴσου ἐπίχριε. «χρῶ μηδενί, φησίν, ἐκ‐ φαίνων· πολλοὺς γὰρ ἔσωσεν». Ἄλλο. Κυνείαν κόπρον λευκὴν λεά‐ νας σὺν ὕδατι θερμῷ καὶ χλιάνας ἐπίχριε παχύτατα καὶ ἐπιτίθει φύλλα
25τινὸς λαχάνου. Μάλαγμα τὸ Ἀμυθάονος πρὸς ἀγκύλας καὶ ἐσπα‐ σμένα ἄρθρα. Ἀμμωνιακοῦ, ἴρεως ἰλλυρικῆς, κηροῦ, βδελλίου ἀνὰ 𐅻 ηʹ, τερεβινθίνης, χαλβάνης ἀνὰ 𐅻 ηʹ. Ἄλλο τὸ Βασιλείου πρὸς τὰ αὐτὰ δόκιμον. Ἀλθαίας, χαμαιμήλου, ἀνήθου, μελιλώτου, λινοσπέρμου, τήλεως ἀνὰ γο αʹ ςʹʹ, ἀμώμου γο γʹ. ταῦτα βρέχονται εἰς οἶνον Ἀσκά‐
30λωνος ξε εʹ ἐπὶ ἡμέρας γʹ καὶ ἕψονται ἕως μελιτώδους συστάσεως· εἶτα τοῦ χυλοῦ λι εʹ ἕψονται σὺν ἐλαίῳ παλαιῷ λι δʹ ςʹʹ ἕως μέτριον κατα‐ λειφθῇ τοῦ χυλοῦ· καὶ ἐπίβαλε βουτύρου γο ϛʹ, τερεβινθίνης γο δʹ, στέατος χηνείου γο ιεʹ, μυελοῦ ἐλαφείου σὺν ὀλίγῳ ἐλαίῳ λειωθέντος γο εʹ καὶ κηροῦ τράκτου λι γʹ. Ἄλλο ἀπαλλάττον τῆς ὅλης διαθέσεως.
35Ὀποπάνακος, χαλβάνης ἀνὰ γο βʹ, κηροῦ τράκτου γο ηʹ, πηγάνου φύλλων, καστορείου, εὐφορβίου, οἰσύπου ὑγροῦ, τερεβινθίνης ἀνὰ γο βʹ, οἴνου τὸ ἀρκοῦν. ἑνώσας χρῶ.

64bis

Περὶ πωρωμάτων. Πώρωμά ἐστι πάθος σκληρότατον περὶ τὰ ἄρθρα γιγνόμενον. ποιεῖ δὲ καὶ τοῦτο τὸ πάθος ὁ φλεγματικὸς χυμὸς χρονίζων περὶ τὰ ἄρθρα· οὐ μόνον γὰρ παχύτερος περὶ τὰ ἄρθρα γίνεται ἀλλὰ καὶ γλισχρότερος
5καὶ τοὺς καλουμένους πώρους ἐργάζεται. τὰ γὰρ σύμπαντα ἄρθρα σκλη‐ ρότερα τῶν σαρκωδῶν εἰσι μορίων· διὸ καὶ ἑλκωθέντων αὐτῶν σκιρρώ‐ δεις καὶ σκληροὶ πῶροι γίνονται. ἐπειδὰν δὲ οὕτω γένωνται τὰ ἄρθρα, οὐκέτι ἐπὶ τὴν ἀρχαίαν ἀκριβῶς ἐπανέρχονται κατάστασιν. Θεραπεία. Ὁ μὲν οὖν σκοπὸς τῆς ἰάσεως πρὸς τὰς κράσεις τῶν χυμῶν γίγνεται καὶ
10θεραπεύεται· εὐφώρατοι δὲ τῶν λυπούντων χυμῶν αἱ διαφοραί. τὸ γὰρ χολῶδες χρῶμα ξανθόν ἐστι καὶ θερμασίας πολλῆς καὶ ξηρότητος ἔχεται, ὁ δὲ αἱματικὸς χυμὸς τὰ αἱματικὰ συμπτώματα ἐργάζεται, ὁ δὲ φλεγμα‐ τικὸς τὰ φλεγματικά, καὶ κατὰ τὰς κράσεις αὐτῶν διαγινώσκεται καὶ θεραπεύεται. καλῶς οὖν ὁ πολυειδὴς τροχίσκος ποιεῖ μετ’ οἴνου τριβό‐
15μενος, γλοιώδη σύστασιν λαβών· καὶ θάλασσα δὲ καὶ ἅλμη πολλάκις ὀνίνησιν· τὸ δὲ πλεῖον τῆς θεραπείας ἐν ταῖς δυνάμεσιν ἀναγέγραπται. ὁ μέντοι πολυειδὴς τροχίσκος σκευάζεται οὕτως· στυπτηρίας σχιστῆς 𐅻 ϛʹ, λιβάνου 𐅻 δʹ, σμύρνης 𐅻 ηʹ, χαλκάνθου 𐅻 βʹ, χολῆς ταυρείας
𐅻 ϛʹ, ἀλόης γο αʹ. οἴνῳ αὐστηρῷ ἀναλάμβανε.

65

Περὶ τῶν ἐν τοῖς ἄρθροις πώρων. «Ἔστι δὲ καὶ τούτων ἄριστα φάρμακα καὶ ἄλλα μέν τινα, μάλιστα δὲ τὸ γαλήνειον, ὃ διὰ τοῦ τυροῦ συντίθεται, καὶ τὸ ἡμέτερον δὲ ἐκ τῶν τοιούτων συγκείμενον, φησὶν ὁ Φιλάγριος· πευκεδάνου ῥίζης 𐅻 ηʹ, ἀμμω‐
5νιακοῦ θυμιάματος 𐅻 ηʹ, σμύρνης 𐅻 κδʹ, ἀριστολοχίας 𐅻 ϛʹ, κισήρεως 𐅻 ϛʹ, καστορείου 𐅻 δʹ, ἐρίων οἰσυπηρῶν κεκαυμένων 𐅻 ηʹ, λίθου ἀσσίου ἄνθους 𐅻 ηʹ, εἰ δὲ μὴ παρείη, ἁλῶν ἀμμωνιακῶν κεκαυμένων 𐅻 ϛʹ, προ‐ πόλεως λιπαρᾶς 𐅻 ιϛʹ, κυνείας κόπρου ξηρᾶς 𐅻 ϛʹ, ἰξοῦ 𐅻 κδʹ, ἰοῦ 𐅻 ϛʹ, λεπίδος χαλκοῦ 𐅻 ϛʹ, χαλκάνθου 𐅻 ϛʹ, μίσυος 𐅻 ϛʹ, κηροῦ 𐅻 ρʹ,
10πιτυΐνης, πίσσης ἀνὰ 𐅻 ρνʹ, ἐλαίου παλαιοῦ τὸ ἀρκοῦν, ὄξους τὸ ἱκανόν. τοῦτο μὲν οὖν τὸ ἡμέτερον φάρμακον ἐπιτεινόμενόν τε καὶ ἀνιέμενον ὡς ἂν δόξῃ καλῶς ἔχειν πρὸς τὰς τῶν θεραπευομένων σωμάτων διαφοράς, ἀνασπᾷ τε καὶ ἐκβάλλει τοὺς πώρους. Ἄλλο. Τὸ γαλήνειον ἅπασι σχε‐ δὸν ἁρμόττει τοῖς σώμασι προσκομιζόμενον, ἔστι δὲ τοιόνδε· τυρὸς βόειος
15παλαιότατος, ὡς ἄβρωτος εἶναι διὰ τὴν δριμύτητα, λειοῦται σὺν ἀφεψή‐
ματι ταριχηροῦ κρέατος παλαιοῦ χοιρείου καὶ μαλαχθεὶς ἐπιμελῶς ἐπιτί‐ θεται κατὰ τῶν πώρων. Ἔστι δὲ καὶ ἄλλο διὰ τῶνδε συντιθέμενον· πέρ‐ νης χοιρείας παλαιοῦ λίπους λι αʹ, τυροῦ αἰγείου παλαιοτάτου, στέατος ταυρείου, ἀποχύματος τοῦτ’ ἔστιν ἀποξύσματος πλοίου τετηκότος ἀνὰ
20λι αʹ, μυελοῦ ἐλαφείου γο ηʹ, οἰσύπου γο γʹ, κυπρίνου ἐλαίου γο ϛʹ, ἀμμωνιακοῦ θυμιάματος λι αʹ, ὀποπάνακος γο αʹ, οἴνου αἰγυπτίου ἡμικοτύλην. τὰ τηκτὰ κατὰ τῶν λοιπῶν· ἑνώσας χρῶ. Ἄλλως ἡ διὰ πέρνης. Ζωμοῦ πέρνης παλαιᾶς χοιρείας, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ λι αʹ, οἰσύπου γο δʹ, μυελοῦ ἐλαφείου γο ζʹ, κηροῦ γο ϛʹ, στέατος
25ταυρείου λι αʹ, ἀποχύματος λι αʹ ςʹʹ, κυπρίνου, τυροῦ αἰγείου πα‐ λαιοῦ ἀνὰ λι αʹ, ὀποπάνακος γο αʹ. Ἄλλο πρὸς πώρους. Κόκκου κνιδίου λεπίδων λείωσον τὸ ἐντὸς μετὰ σμύρνης καὶ ὄξους καὶ ἐπίχριε. θαυμαστὸν εἰς ὑπερβολήν. Ἄλλο πρὸς πώρους ἄρθρων γυναικωδῶν καὶ ἁπαλοσάρ‐ κων διὰ πείρας. Καδμίαν λειοτάτην μυρσίνης κηρωτῇ ἀναλαβὼν ἐπιτίθει.
30Ἄλλο. Ἀφρὸν νίτρου λεάνας μετ’ ἐλαίου παλαιοῦ καὶ ὀλίγου κρόκου καὶ ὄξους κατάχριε. βέλτιον δὲ ποιήσει ὄξει μὲν λειωθεὶς ὁ ἀφρὸς τοῦ νίτρου
μετὰ τοῦ κρόκου, κηρωτῇ δὲ ὑγρᾷ ἀναληφθείς. Ἄλλο πρὸς πώρους ποδῶν ῥῆσσον καὶ ἐκκενοῦν τὸ περιεχόμενον ὥσπερ ἀθάραν καὶ αὐτὸ ὑγιάζον, ὥστε μηδὲ οὐλὴν σχεδὸν φαίνεσθαι. Μανδραγόρου μῆλα λαβὼν
35ἐκκένωσον τὸ σπέρμα καὶ λεπίσας τὸ ἐπικείμενον λεπτότατον λέπος καὶ λειώσας τὴν σάρκα εὖ μάλα ποίει κηρωτὴν ἀπὸ στέατος ὑείου καὶ κηροῦ καὶ ἐπίχεε καὶ ἑνώσας χρῶ. ἔστω δὲ τὰ γʹ ἴσα τῷ σταθμῷ ἢ τὸ στέαρ πλεῖον. χρῶ, πεπείραται. Ἄλλο. Ἄσβεστον, νίτρον ἴσα ἀξουγγίῳ ἀνα‐ λαβὼν ἐπιτίθει. Ἄλλο Διοσκορίδου. Ἀμμωνιακὸν μετὰ πίσσης ξηρᾶς
40συμμαλάξας παρὰ πυρὶ ἐπιτίθει. Ἄλλο. Στύρακα σιέλῳ νῆστις μαλά‐ ξας ἐπιτίθει, τοῦτ’ ἔστι μασησάμενος χρῶ· ποιεῖ καὶ σήσαμον ἄπλυτον λεῖον καταπλαττόμενον».

66

Περὶ καθαρτηρίων ποδαγρικοῖς καὶ ἀρθριτικοῖς ἁρμοζόντων. Πλείστων μὲν καὶ ποικίλων καθαρτηρίων συνθέσεις ἤδη ἐντεθείκαμεν ἐν τῷ γ λόγῳ τῆσδε τῆς πραγματείας καὶ χρὴ ἐκεῖθεν ἀναλέγειν τὸ ἑκάστῳ ἁρμόδιον· ἰδίως μέντοι ἐπὶ τῶν ποδαγρικῶν καὶ ἀρθριτικῶν τὰ
5τοιαῦτα διδόναι. Καθαρτήριον τὸ δι’ ἑρμοδακτύλου, ᾧ συνεχῶς χρώ‐ μεθα. Ἑρμοδακτύλου ξηροῦ προσφάτου γο αʹ, ἀνίσου, κυμίνου, πε‐
πέρεως κοινοῦ, κρόκου, πεπέρεως μακροῦ, κνήκου σπέρματος τοῦ ἐντὸς ἀνὰ γρ βʹ, σμύρνης 𐅻 αʹ, εὐφορβίου νεαροῦ γρ δʹ, μαστίχης γρ ϛʹ, κασίας γρ αʹ, μόσχου κεράτιον αʹ. ἡ δόσις γρ δʹ μετὰ μελικράτου.
10παραχρῆμα κουφίζει τοὺς πόνους. ἐπειδὴ δὲ τὰ τοιαῦτα κένωσιν ἰσχυ‐ ρὰν οὐκ ἰσχύει ποιεῖν, τὸ δὲ ἐγκαταλιμπανόμενον ἐξ αὐτοῦ μένον καὶ παχυνόμενον καὶ ξηραινόμενον εἴωθε πώρους γεννᾶν ἐν τοῖς ἄρθροις, προσήκει ἐπὶ τῆς χρείας προσπλέκειν ἐν τῇ δόσει σκαμμωνίας γρ αʹ ἢ πλέον πρὸς δύναμιν, ἐπὶ δὲ τῶν μελαγχολικῶν ἐπιθύμου γρ γʹ καὶ
15σκαμμωνίας κεράτια γʹ, ἐπὶ δὲ τῶν φλεγματικῶν λαθυρίδας εʹ καὶ ἀγα‐ ρικοῦ γρ αʹ. εἰ δὲ πληθωρικὸς εἴη ὁ πάσχων, μετὰ τὴν τῶν ὀδυνῶν ἀπαλλαγὴν κάθαιρε αὐτὸν πάλιν τῇ ἱερᾷ ἢ ἑτέρῳ δραστικῷ καθαρτηρίῳ τῇ κράσει ἁρμοδίῳ. Ἄλλο καθαρτικὸν ποδαγρικοῖς ὀδυνωμένοις πάνυ καλόν. Κασίας γρ αʹ, εὐφορβίου γρ αʹ ςʹʹ, σίου γρ δʹ, ἀλυπιάδος ῥίζης γρ δʹ,
20παιωνίας ῥίζης γρ δʹ, ἀνίσου, σμύρνης, κυμίνου, μαστίχης, κνήκου ἄν‐ θους, πεπέρεως ἀνὰ γρ ηʹ, ἑρμοδακτύλου γο αʹ. ἡ δόσις γρ δʹ μετ’ οἰ‐ νομέλιτος. Ἡ διὰ τῆς βεττονίκης καθαρτικὴ ἀντίδοτος. ληξιπύρε‐ τος, ποιοῦσα ποδαγρικοῖς ἄκρως, τρὶς τοῦ μηνὸς διδομένη, ποιεῖ καὶ ἐλε‐ φαντιῶσι καὶ ὑδρωπικοῖς, μάλιστα τοῖς ἀνὰ σάρκα· ἔστι γὰρ τῶν πάνυ
25ἐπαινουμένων. Ἀψινθίου κόμης 𐅻 κδʹ, βεττονίκης 𐅻 κδʹ, πηγάνου ἀγρίου σπέρματος 𐅻 ιϛʹ, κενταυρείου λεπτοῦ 𐅻 ιϛʹ, κασίας 𐅻 κδʹ, ἐλλε‐ βόρου μέλανος φλοιοῦ 𐅻 ηʹ. κόψας σήσας δίδου κοχλιάριον αʹ μεθ’ ὕδατος θερμοῦ. πρόσεχε δὲ τῷ φαρμάκῳ μὴ ὑπερκαθάρῃ· ἔστι γὰρ ἀνίκητον. παρ’ ἄλλοις δὲ εὗρον πάνυ ἐπαινουμένην, εἰ προσλάβοι γεντιανῆς καὶ
30χαμαιπίτυος καὶ ἀριστολοχίας μακρᾶς ἀνὰ 𐅻 ηʹ, χαμαίδρυος 𐅻 κδʹ. «πάντα, φησίν, ἀναλαβὼν μέλιτι μεταδίδου κοχλιάριον τέλειον».

67

Ἀντίδοτοι ποδαγρικαί. 〈Ἡ διὰ τῶν ὀστῶν〉 Φιλαγρίου. «Φάρμακα δὲ τὰ διὰ στόματος διδόμενα τοῖς ποδαγρικοῖς καὶ ἀρθριτι‐ κοῖς πλεῖστα μέν ἐστι καὶ ποικίλα καὶ διάφορα· καταγνοὺς δὲ ἐγώ, φησὶν ὁ Φιλάγριος, τοῦ πλήθους τῶν τοιούτων καὶ τοῦ τετραφαρμάκου
5καλουμένου καὶ τοῦ διὰ τοῦ ὑπερείκου καὶ τῆς γεντιανῆς καὶ τῶν ὁμοίων, οἷς συνήθως χρῶνται οἱ ἰατροὶ ἐπὶ τῶν ἁπλῶς ποδαγρικῶν, συνέθηκα φάρμακον αὐτὸς οἷον ὑπέλαβον θερμαίνειν ἱκανῶς δύνασθαι, οὐκ ἀπηλ‐ λαγμένον δὲ οὐδὲ τοῦ μετρίως ὑγραίνειν καὶ λεπτύνειν τὰ παχέα τε καὶ γλίσχρα τῶν ὑγρῶν, καὶ πάνυ γενναίως δυνάμενον καὶ τὰς ὁδοὺς τῶν
10ἐκκρίσεων ἀνευρύνειν ἅμα τῷ καὶ τῆς ὑπηλάτου καὶ τῆς διουρητικῆς μετέχειν δυνάμεως, ἀλλὰ καὶ τὰς φυσικὰς ἐνεργείας ἐπεγείρειν καὶ τὴν καλουμένην ἄδηλον διαπνοὴν προτρέπειν. ἔστι δὲ ἡ σύνθεσις αὕτη·
παιωνίας ῥίζης προσφάτου 𐅻 αʹ, κρόκου κιλικίου 𐅻 δʹ, ῥᾶ ποντικοῦ 𐅻 δʹ, καλαμίνθης ὀρεινῆς, ἐλελισφάκου κόμης, στοιχάδος κορύμβων,
15θλάσπεως σπέρματος, ἐπιθύμου, μεγάλου κενταυρείου ῥίζης ἀνὰ 𐅻 δʹ, κεν‐ ταυρείου τοῦ μικροῦ χυλοῦ 𐅻 δʹ (λάμβανε δὲ τὸν χυλὸν ἀκμαιοτάτης οὔσης τῆς βοτάνης καὶ ἐγκύμονος τῶν ἀνθῶν), ἴρεως ἰλλυρικῆς, πηγάνου ἀγρίου σπέρματος, πεπέρεως μακροῦ, ἀνήθου σπέρματος ἀνὰ 𐅻 δʹ, λι‐ βυστικοῦ, σελίνου σπέρματος, πετροσελίνου μακεδονικοῦ, σεσέλεως μασ‐
20σαλιωτικοῦ ἀβρώτου, ὀριγάνου, θύμου κορύμβων, τριφύλλου τῆς ἀσφαλ‐ τιζούσης σπέρματος, καρδαμώμου σπέρματος χωρὶς τῆς ἐντεριώνης, δαύκου σπέρματος, πεπέρεως λευκοῦ ἀνὰ 𐅻 γʹ, μήου ἀθαμαντικοῦ 𐅻 βʹ, ἀσάρου 𐅻 βʹ, ναρδοστάχυος, ἀδιάντου, κασίας, πολυποδίου, λιβανωτοῦ λευκοῦ, χαλβάνης καθαρᾶς, τερεβινθίνης χίας, βδελλίου σκυθικοῦ τοῦ
25μέλανος καὶ λιπαροῦ καὶ ῥητινώδους, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ 𐅻 ϛʹ, συμφύτου ῥίζης ξηρᾶς προσφάτου, βράθυος, ἐρυθροδάνου ῥίζης, ἑλενίου, ἀγαρικοῦ, σκορδίου βοτάνης, παλιούρου σπέρματος, σαρξιφάγου, κέστρου, κυκλαμίνου ῥίζης ξηρᾶς, ἄγνου σπέρματος πεφρυγμένου ἀνὰ 𐅻 ηʹ, μα‐ στίχης χίας, βρυωνίας ῥίζης ξηρᾶς προσφάτου, λημνίας σφραγῖδος, ὀπο‐
30βαλσάμου ἀνὰ 𐅻 ιϛʹ, ὀποῦ πευκεδάνου 𐅻 ιϛʹ (τούτου δὲ μὴ παρόντος, ἐμ‐ βλητέον σαγαπηνοῦ 𐅻 ηʹ) καὶ ῥίζης πευκεδάνου προσφάτου ξηρᾶς 𐅻 ιϛʹ, ἀρτίσκων θηριακῶν 𐅻 ιϛʹ (ἐχέτωσαν δὲ τῶν σαρκῶν μέρη δύο, ἄρτου δὲ
μέρος ἕν· εἰρήσεται δὲ αὐτῶν ἡ σκευασία ἐν τῷ περὶ θηριακῆς λόγῳ), στύρακος, εἰ μὲν παρείη, καλαμίτου, εἰ δὲ μή, τοῦ ξανθοῦ τε καὶ λιπαροῦ
35𐅻 κδʹ (τὸν γὰρ μέλανα ὡς φαῦλον φευκτέον), ἀριστολοχίας στρογγύλης ἀρρυτιδώτου καὶ πλήρους 𐅻 νʹ, ὀστῶν προσφάτων κεκαυμένων, ὡς λειοῦσθαι καλῶς, ἐλαφείων ἢ βοείων ἐκ τῶν κνημῶν 𐅻 νʹ, μέλιτος ἀττικοῦ ἀπηφρισμένου τὸ ἀρκοῦν, ὥστε σύστασιν ἐκλεικτοῦ ἔχειν τὸ φάρμακον. τὰ μὲν ξηρὰ πάντα κόπτε καὶ σῆθε· μαστίχην δὲ καὶ λίβανον
40κατ’ ἰδίαν ἕκαστον λειώσας ἠρέμα, ὡς μὴ πλακωθῆναι, καὶ σήσας, ἔπειτα στήσας τὸν προειρημένον σταθμὸν ἀνάμισγε τοῖς κοπεῖσι ξηροῖς· βδέλλιον δὲ καὶ ἀμμωνιακὸν καὶ χαλβάνην καὶ τὸν ὀπὸν τοῦ πευκεδάνου ἢ τοῦ σαγαπηνοῦ βαλὼν ὁλμοκόπει κἄπειτα μάλασσε παρὰ πυρί, εἶτα σὺν ὀλίγῳ μέλιτι τῆκε καὶ λέαινε ἐν θυείᾳ εὖ μάλα· ὁμοίως δὲ καὶ τὴν
45τερεβινθίνην κατ’ ἰδίαν μετ’ ὀλίγου μέλιτος διαλύσας ἐπίβαλε τοῖς ἐν τῇ θυείᾳ· τὸν δὲ στύρακα ἐν ὅλμῳ κόπτε εὐτόνως, ἐπιβάλλων κατὰ βραχὺ τοῦ ὀποβαλσάμου καὶ μέλιτος θερμοῦ, εἶτα λείου ὁμοίως ἐν θυείᾳ· δυνατὸν δὲ καὶ μετὰ μέλιτος ὀλίγου τήκειν τὸν στύρακα καὶ λειοῦν. ἑνωθέντων δὲ τούτων καὶ διαλυθέντων ἱκανῶς, ἐπίβαλλε κατὰ βραχὺ τὰ ξηρὰ

67

(50)

ἐπιχέων καὶ τοῦ μέλιτος κατ’ ὀλίγον· ἐπὶ τέλει δὲ τὸν χυλὸν τοῦ κεν‐ ταυρείου λειώσας μετὰ τοῦ ὀποβαλσάμου κατ’ ἰδίαν, ἕνωσον τοῖς λοιποῖς· τούτοις δὲ ἅπασιν ἑνωθεῖσι καλῶς ἐπιβάλλειν χρὴ μέλιτος ἀπηφρισμένου τοσοῦτον, ὅσον ὡς οἷόν τε τῇ γεύσει τοῦ κάμνοντος ἡδὺ ἀποφῆναι τὸ φάρμακον ἐκλεικτόν. τῇ τε οὖν γεύσει κρίνων τὸ φάρμακον οὐκ ἂν
55ἁμάρτοις, εἰ καὶ τὴν τοῦ πεπέρεως αὐξήσειάς ποτε μῖξιν· οἶδα γοῦν ἔγωγέ τινα τῶν λαμβανόντων αὐτὸ προσεμβάλλεσθαι παρακαλοῦντα πλέον τοῦ πεπέρεως· καὶ τοίνυν ἔμιξα πολλάκις τοσοῦτον ἐξ αὐτοῦ μετὰ τὴν ἕνωσιν ἁπάντων, ὅσον ἕκαστος τῇ γεύσει προσδιώρισεν· εὔδηλον δὲ ὡς ἡνίκα μὲν προφυλάττεσθαι τὸ ποδαγρικὸν πάθος χρή, τηνικαῦτα
60ἐμβαλεῖν πλεῖστον ἐγχωρεῖ τοῦ πεπέρεως καὶ μάλιστα κατά γε χειμῶνα καὶ ὑγρὸν καὶ ψυχρὸν χωρίον. γίγνεται δὲ ὁ χυλὸς τοῦ κενταυρείου κατὰ τὸ ἔαρ, ἀκμαζούσης τῆς πόας καὶ ἐγκυμονούσης τὸ ἄνθος· κοπτομένη δὲ χλωρὰ χυλίζεται, κἄπειτα διηθηθεὶς ὁ χυλὸς ξηραίνεται ἐν ἡλίῳ μέχρι συ‐ στάσεως μέλιτος στερεωτέρου. συντιθέντι δέ σοι τὸ φάρμακον, εἰ χαίρει
65τοῖς πικροῖς ὁ λαμβάνων, μιγνύναι συμφέρει πλέον τῶν δʹων 𐅻ῶν τοῦ χυλοῦ καὶ μάλιστα ἐὰν ἀγκυλώσεις διαλύειν βουλώμεθα· ἀποστρεφομένου δὲ τοῦ πάσχοντος τὰ πικρά, τὰς δʹ 𐅻 πάντως ἐμβαλεῖν δεῖ τοῦ χυλοῦ. ἡ δὲ τελεία δόσις τῆς ἀντιδότου ἐκλειγματώδη σύστασιν λαβούσης ἐστὶ κοχλιάριον αʹ. διττῶς δὲ χρὴ σκευάζεσθαι τὸ φάρμακον· καὶ τὸ μὲν μιγνύειν τοὺς θηρια‐
70κοὺς ἀρτίσκους ὡς προείρηται καὶ τὰ κεκαυμένα ὀστᾶ· τὸ δὲ ἕτερον χωρὶς
τῶν ἀρτίσκων καὶ τῶν ὀστῶν σκευάζεται. ἐξὸν δὲ τῷ βουλομένῳ μετὰ τὴν αὐτάρκη μῖξιν τοῦ μέλιτος διελεῖν τὸ φάρμακον εἰς δύο μέρη ἐξ ἴσης· ἔπειτα τῷ ἑνὶ μέρει προσεμπλάσσειν τὸ ἥμισυ τῆς προγεγραμμένης συσταθμίας τῶν θηριακῶν ἀρτίσκων καὶ τῶν κεκαυμένων ὀστῶν· ἔστι δὲ τὸ ἥμισυ μέρος
75τῶν θηριακῶν ἀρτίσκων 𐅻 ηʹ, τῶν δὲ κεκαυμένων ὀστῶν ἐστι τὸ ἥμισυ 𐅻 κεʹ. ἐπειδὴ δέ, εἰ μὴ σὺν τοῖς ἄλλοις ξηροῖς κοπεῖεν οἱ θηριακοὶ ἀρ‐ τίσκοι, οὐ δύνανται κατ’ ἰδίαν κοπῆναι, τούτους χρὴ ἐν ὅλμῳ καθ’ ὅσον οἷόν τε κόψαντα βρέχειν οἴνῳ ὀλίγῳ παλαιῷ γλυκεῖ κἄπειτα λειώσαντα ἐν θυείᾳ καὶ μέλιτι πλείονι διαλύσαντα προσπλέκειν τῇ σκευασίᾳ, σπου‐
80δαίως τὴν ἕνωσιν ποιούμενον. καθ’ ὃν μὲν γὰρ καιρὸν χρὴ χρῆσθαί τε καὶ μαλάττεσθαι λεπτύνεσθαί τε καὶ τέμνεσθαι τὸ πάχος καὶ ῥύπτεσθαι καὶ κενοῦσθαι τὰ προσπεπλασμένα τῶν ὑγρῶν καὶ τὰς ὁδοὺς ἀνευρύ‐ νεσθαι, οὐ χρὴ μιγνύειν τοὺς θηριακοὺς ἀρτίσκους καὶ τὴν τῶν ὀστῶν τέφραν. ἡ μὲν γὰρ τῶν ἐχιδνῶν σὰρξ ὡς ὅτι τάχιστα πρὸς τὸ δέρμα καὶ
85τὴν ἐπιφάνειαν ἀναδίδοσθαι πέφυκεν· διὸ περιττωμάτων πλήθους ὑπερ‐ κειμένου καὶ ἐμπεφραγμένων τῶν ὁδῶν οὐκ ἀσφαλῶς δίδοται ἡ τῶν ἐχιδνῶν σὰρξ ἀλλ’ εἰς ὕστερον ἡνίκα στοχαζόμεθα λεπτύνεσθαι τοὺς χυμοὺς καὶ ἀνευρύνεσθαι τὰς ὁδούς. ἡ δὲ τῶν ὀστῶν οὐσία δαπανητικῆς καὶ ἀναξηραντικῆς ἐστι δυνάμεως, ὥστε καὶ μόνη δύναιτ’ ἂν διδομένη
90συνεχῶς καὶ εὐκαίρως τὰς πολυχρονίους θεραπεύειν ἀρθρίτιδας· διὰ δὲ τὸ μὴ ξηρᾶναι τῶν χυμῶν τι καὶ λιθῶσαι καὶ ἀνίατον ἢ δυσίατον ἐργάσασθαι κατὰ τὸν τῆς προφυλακτικῆς καιρὸν οὐ χρὴ ταύτην μιγνύειν ἀλλ’ εἰς ὕστερον· δαπανᾷ γὰρ καὶ ἀνιμᾶται τὰς ἐν αὐταῖς ταῖς διαρθρώσεσιν ὑπο‐ λιμπανομένας ὑγρότητας. καὶ ἔξωθεν δὲ ἡνίκα διαφορῆσαι βουλόμεθα,
95ἀνιέμενον τὸ φάρμακον ἐλαίῳ παλαιῷ ἢ σικυωνίῳ καὶ χριόμενον μεγά‐ λως ὀνίνησι καὶ μάλιστα ὁπότε χωρὶς ὀστῶν ἐσκευασμένον ἐστί· τηνι‐ καῦτα γὰρ οὐ διαφορητικῆς μόνον ἀλλὰ καὶ συνακτικῆς γίνεται δυνά‐ μεως· διὸ καὶ τοῖς οὐ διαφορεῖσθαι μόνον ἀλλὰ καὶ ῥώννυσθαι τὰ ἐκτὸς τοῦ σώματος δεομένοις χρησιμώτατόν ἐστιν οὕτω προσαγόμενον. τούτῳ

67

(100)

τῷ φαρμάκῳ καὶ ἀρθριτικοὺς καὶ ποδαγρικοὺς ἰώμενος, οὐκ ἂν μετα‐ γνοίης· καὶ ἡπατικοὺς δὲ τοὺς ἐπ’ ἐμφράξει καὶ σπληνικοὺς θερα‐ πεύσεις καὶ ἐχεοδήκτους καὶ τοὺς δηλητήριον πιόντας καὶ ἐπιληπτικούς, εὐκαίρως αὐτῷ χρώμενος, ἀλλὰ καὶ ἄλλων παθῶν εὑρήσεις αὐτὸ θερα‐ πευτικὸν ἱκανῶς, περὶ ὧν μηκύνειν κατά γε τὸ παρὸν οὐκ ἄξιον. καὶ ἡ δι’
105ἐχιδνῶν δὲ θηριακὴ Ἀνδρομάχου, περὶ ἧς πλεῖστα ὁ Γαληνὸς διεξῆλθεν, χρησίμως δίδοται τοῖς ψυχροτέροις καὶ ὑγροτέροις σώμασιν· καὶ ἔξωθεν ἐπιτηδείως ἐπιχρίεται ἀναλυομένη ὡς προείρηται μετ’ ἐλαίου παλαιοῦ ἢ σικυωνίου. καὶ οἱ ἅλες δὲ οἱ θηριακοὶ καὶ ὁ διὰ τῆς γεντιανῆς τροχί‐ σκος καὶ ὁ διὰ τοῦ ὑπερείκου καὶ τὰ ὅμοια τοῖς ἐπὶ πολλῷ καὶ παχεῖ
110ῥεύματι κάμνουσιν ὠφέλιμά ἐστιν· τοῖς δὲ ἐπὶ χολώδει ῥεύματι κάμνουσι
καὶ ἁπλῶς πᾶσι τοῖς θερμοτέροις βλαβερώτατά ἐστι καὶ ταῦτα καὶ τὸ προκείμενον ἡμέτερον φάρμακον· οὐ μόνον γὰρ οὐδενὸς ἀπολαύουσιν ἀγαθοῦ ἐκ τῆς πόσεως τῶν τοιούτων φαρμάκων οἱ τὴν κρᾶσιν θερμό‐ τεροι, ἀλλὰ καὶ παρέσεσιν ἀνιάτοις ἁλίσκονται πολλάκις ἀποξηραινό‐
115μενοι γενναίως καὶ κακοχυμίαις περιπίπτουσι διαβρωτικαῖς, ἐφ’ αἷς κακῶς ἔσθ’ ὅτε ἀποθνήσκουσιν. προσεπιβλέπειν δὲ χρὴ τῇ χρήσει τῶν τοιούτων φαρμάκων καὶ τὴν ἀραιότητα καὶ πυκνότητα τοῦ θεραπευο‐ μένου σώματος, ἔτι τε καὶ τὴν ἡλικίαν καὶ τὴν ὥραν τοῦ ἔτους καὶ τὸ χωρίον· πρὸς ταῦτα γὰρ ἀποβλέπων ἔλαττον ἢ πλέον δώσεις, οὐχ
120ἥκιστα δὲ καὶ πρὸς τὸ μέγεθος ἢ τὴν μικρότητα τοῦ σώματος».
Περὶ τῆς τῶν ἐχιδνῶν βρώσεως. Χρήσιμος δὲ ἱκανῶς ἐστι καὶ ἡ τῶν ἐχιδνῶν βρῶσις τοῖς ποδαγρικοῖς καὶ ἀρθριτικοῖς ἅπασιν, ὥσπερ καὶ τοῖς ἀσθματικοῖς καὶ τοῖς ἐλεφαντιῶσιν, ἀπάγουσα διὰ τοῦ δέρματος ἅπαντα τὰ τοῦ πάθους αἴτια περιττώματα
125κἂν θερμά τινα κἂν ψυχρὰ τύχῃ· προλεπτύνειν δὲ αὐτῶν καὶ προκενοῦν συμφέρει τὰ λίαν παχέα τε καὶ γλίσχρα· τούτου γὰρ γενομένου, τὰ κατά‐ λοιπα πρὸς τῆς τῶν θηρίων βρώσεως ἐκκενοῦται ῥᾳδίως ἐπὶ τὸ δέρμα φε‐ ρόμενα· διὸ καὶ ἐν ἡλίῳ ποιεῖσθαι τὰς βρώσεις τῶν θηρίων κελεύειν, συνεργεῖν δυναμένῳ τῇ θερμασίᾳ πρὸς τὴν ἔξω τῶν ὑγρῶν φοράν· σκέπειν
130δὲ χρὴ τὴν κεφαλήν. δεῖ δὲ νεοθηρεύτους εἶναι τὰς ἐχίδνας καὶ εὐμε‐
γέθεις καὶ μὴ ἐκ τῶν παραθαλαττίων τόπων· διψώδεις γὰρ αἱ τοιαῦται. εἶτα κόψαντα χρὴ τὴν κεφαλὴν καὶ τὴν οὐρὰν ἀποδέρειν καὶ τὰ ἐντὸς ἅπαντα ἀποβαλόντα πλύνειν τρισὶν ὕδασιν, κἄπειτα ἑψεῖν μεθ’ ὕδατος καὶ ἀνήθου μάλιστα χλωροῦ καὶ συμμέτρου ἐλαίου καὶ μετὰ τὴν αὐτάρκη
135ἕψησιν ἀρτύσαντα ἁλσὶ συμμέτροις διδόναι ἐσθίειν ὅλην ἔχιδναν ὡς ἔγ‐ χελυν. ἔνιοι γοῦν τῶν φαγόντων ἱδροῦσιν ἱκανῶς καὶ φθειρῶν πλῆθος γεννῶσιν· πάντες μέντοι γε ἁπλῶς οἱ ἐσθίοντες κουφοτάτων σφῶν αὐτῶν γιγνομένων αἰσθάνονται· διόπερ τοῖς περιττωματικὸν ἔχουσι τὸ σῶμα καὶ δεύτερον καὶ τρίτον τοῦ ἔτους διδόναι συμφέρει, δεύτερον μὲν κατὰ τὸ
140ἔαρ, ἅπαξ δὲ κατὰ τὸ φθινόπωρον. παραιτεῖσθαι δὲ καὶ τούτων τὴν βρῶσιν χρὴ ἐφ’ ὧν ἀμέτρως τὸ σῶμα διὰ τῆς ἀδήλου διαπνοῆς ἢ ἱδρώ‐ των φυσικῶς κενοῦται· κινδυνώδης γὰρ ἡ βρῶσις αὐτῶν τοῖς τοιούτοις γίγνεται διὰ τὴν ἄμετρον διαφόρησιν. λεγέσθω δὲ ἐφεξῆς περὶ τῶν ἄλλων ἀντιδότων.
145
Ἀντίδοτος ἡ διὰ τεσσάρων. Τὸ μὲν οὖν τετραφάρμακον καλούμενον, ὑπὸ δέ τινων μυστήριον, σύγκειται διὰ γεντιανῆς καὶ ἀριστολοχίας καὶ δαφνοκόκκων καὶ σμύρνης ἴσων κατὰ τὸν σταθμόν. δίδοται δὲ καθ’ ἑκάστην ἡμέραν εἰς προφυλακὴν ἐξ αὐτοῦ δι’ ὕδατος θερμοῦ κοχλιαρίου τὸ ςʹʹ· ὠφελεῖ δὲ τοὺς φλεγματι‐

67

(150)

κούς, τοὺς δὲ χολερικοὺς ἀδικεῖ.
Ἡ διὰ τοῦ ὑπερείκου. Ἡ δὲ διὰ τοῦ ὑπερείκου γέγραπται ὑπό τινων οὕτως· «ἀντίδοτος ἰω‐
μένη ποδάγρας, ἰσχιάδας καὶ καθόλου φάναι πάσας ἀρθρίτιδας ἐνιαυτῷ πινομένη. τονοῖ δὲ τὸν στόμαχον καὶ ὀξυωπεστέρους ἀποφαίνει καὶ τὴν
155ἄλλην αἴσθησιν ἀκριβεῖς καὶ εὐμαθεστέρους, κενοῦσα πράως δι’ οὔρων. ὅθεν οὐδ’ ἄλλο τι λυπεῖ μέρος· οὐ γὰρ ἀποκρούεται τὴν ὕλην ἐκ τῶν πε‐ πονθότων ἐφ’ ἕτερον χωρίον τοῦ σώματος ὃν τρόπον τὰ ἔξωθεν ἐπιθέ‐ ματα συστέλλοντα, ἀλλ’ ἐξάγει τὰ τῶν νοσημάτων αἴτια διὰ τῶν κατὰ κύστιν τε καὶ κοιλίαν καὶ τὸ ὅλον σῶμα ὑγιεινότερον ἀποδείκνυσιν. διὸ
160καὶ ἐπιληπτικοὺς ὀνίνησι πινομένη· ἄλλους δὲ χρονίων καὶ πάνυ χαλεπῶν ἀλγημάτων τῆς κεφαλῆς ἐρρύσατο οὐκ ἐλπίζοντας ὑγιασθῆναι· σπλῆνα δὲ σκιρρωθέντα καὶ ἧπαρ καθίστησιν· τὰ δὲ ἀρθριτικὰ οὕτω πάνυ δρα‐ στηρίως ἰᾶται, ὥστε καὶ πώρους τισὶν ἐκ τῆς τῶν παθῶν βίας τοῖς ἄρθροις ἐπιπαγέντας διέλυσεν». ἔχει δὲ ἡ σύνθεσις ὧδε· χαμαίδρυος γο θʹ, κενταυ‐
165ρείου γο ηʹ, ἀριστολοχίας στρογγύλης γο ζʹ, γεντιανῆς ῥίζης γο ϛʹ, ὑπερεί‐ κου κόμης γο εʹ, πετροσελίνου γο δʹ, μήου ἀθαμαντικοῦ γο γʹ, φοῦ πον‐ τικοῦ γο βʹ, ἀγαρικοῦ γο βʹ, μέλιτος ἀπηφρισμένου λι γʹ. σκεύαζε οὕτως· ἕκαστον ἰδίᾳ κόπτε καὶ σῆθε, ἔπειτα στήσας μίσγε ἅμα καὶ πάλιν σῆθε, ἵνα ἀκριβὴς ἡ μῖξις γένηται, εἶτα μιγνὺς τῷ μέλιτι ἀπηφρισμένῳ πλάσσε
170τροχίσκους ἀνὰ 𐅻 αʹ καὶ δίδου τροχίσκον αʹ. ἡ χρῆσις περὶ ὥραν τρίτην τῆς ἡμέρας, τῆς γαστρὸς κατὰ τὸ σύνηθες διαχωρησάσης· ἄνιε δὲ τὸ φάρμακον ὕδατι θερμῷ ἑνὶ καὶ ἡμίσει κυάθῳ. πιόντα δέ, εἰ μηδὲν κωλύοι, χρὴ περιπατεῖν ὅπως τῷ φαρμάκῳ ἰόντι κάτω σύλληψις ἐκ τῆς κινή‐
σεως γίγνοιτο. τοῦτο τὸ φάρμακον καὶ ἄλλως μέν ἐστι δραστικὸν γεν‐
175ναίως, ἐξ ἰσχυρῶν συγκείμενον τῶν ἁπλῶν, ἔτι δὲ μᾶλλον δραστικώτερον γίγνεται διὰ τὴν ἀριστολοχίαν, ὠφελεῖν πάνυ πεφυκυῖαν τὰ ἀρθριτικὰ νο‐ σήματα, καὶ ὀνίνησί γε τὰ σκληρὰ σώματα. τὸ δὲ ἡμέτερον καὶ τοῖς μα‐ λακοῖς ἁρμόττει σώμασιν. Ἀντίδοτος ἡ διὰ τῶν καρκίνων. Ἔχει δὲ καὶ ἡ διὰ τῶν καρκίνων οὕτως· καρκίνων εὐμεγέθων ζώντων κεκαυ‐
180μένων ἐπὶ χαλκῷ ἀγγείῳ γο δʹ, γεντιανῆς ἀτρήτου γο εʹ, λιβάνου ἀτόμου λευκοῦ γο αʹ. ὑπόκαιε ξύλα ἀμπέλινα. ἡ δόσις κοχλιάριον αʹ.
Τὸ διὰ τῶν κεκαυμένων ποταμίων καρκίνων. Γράφω δέ σοι καὶ ἄλλο τοῖς περιττωματικοῖς καὶ μαλακοῖς ἁρμόττον σώμασιν. ἔστι δὲ τοῦτο τὸ διδόμενον τοῖς ὑπὸ λυσσῶντος κυνὸς δακνο‐
185μένοις, οὗ τὴν σύνθεσιν ἐν τῷ περὶ λυσσοδήκτων λόγῳ ἐνεταξάμην, λέγω δὴ ἐν τῷ ἕκτῳ. «προσέβαλον δὲ ἐγώ, φησὶν ὁ Φιλάγριος, τῇ σκευασίᾳ τούτου τοῦ φαρμάκου καὶ πετροσελίνου 𐅻 ηʹ, τὰ πολλὰ δὲ καὶ ιʹ, ὡς διουρητικὸν γενέσθαι, καὶ πολλοὺς ὠφέλησα τῶν ἀρθριτικῶν καὶ μάλισθ’ ὅσοις ἁπαλόν τε καὶ λευκὸν ὑπῆρχε τὸ σῶμα, διδοὺς μύ‐
190στρου συμμέτρου, ποτὲ μὲν δι’ ὕδατος μόνου, ποτὲ δὲ διὰ μελικράτου· καὶ μέντοι καὶ μέλιτι πολλάκις ἀνέλαβον αὐτὸ ἀπηφρισμένῳ, φυλάξαι βουληθεὶς ἀδιάπνευστόν τε καὶ ἰσχυρόν, κἄπειθ’ ὁμοίως ἐπότισα ὡς προείρηται».
Ἀντίδοτος ἡ διὰ τῶν δύο κενταυρείων 〈Ἄνθου〉.
195 Ἀντίδοτος ποδαγρικὴ ἡ διὰ τῶν δύο κενταυρείων τῶν πάνυ παραδόξων διὰ πείρας· πολλοὺς γὰρ εἶδον σωθέντας δι’ αὐτῆς. ἔστι γὰρ μέγα σωτή‐ ριον ποδαγρικῶν, ὥς τινας, διὰ πεντεκαίδεκα ἐτῶν, χρησαμένους αὐτῇ βαδίζειν παρεσκεύασεν. ἔστι δὲ εὐστόμαχον, εὐκοίλιον, διουρητικόν· ἔχει δὲ οὕτως· κενταυρείου λεπτοῦ κόμης, κενταυρείου μεγάλου ῥίζης,

67

(200)

χαμαίδρυος, γεντιανῆς, ἀριστολοχίας στρογγύλης ἴσον ἑκάστου, ἀνὰ λι αʹ. κόψας σήσας δίδου 𐅻 αʹ ἐπὶ ἡμέρας μʹ μεθ’ ὕδατος θερμοῦ· ταῖς δὲ ἑξῆς ἡμέραις δίδου ἐπ’ ἄλλας τκεʹ ἡμέρας 𐅻 τὸ ςʹʹ ὁμοίως. Ἄλλη ἀν‐ τίδοτος ποδαγρικὴ πεπειραμένη. Ἀνίσου, κυμίνου αἰθιοπικοῦ, πεπέ‐ ρεως κοινοῦ, πεπέρεως μακροῦ, κνίδης σπέρματος τοῦ ἐντὸς ἀνὰ 𐅻 βʹ,
205εὐφορβίου 𐅻 δʹ, μαστίχης 𐅻 ϛʹ, σμύρνης 𐅻 δʹ, μόσχου κεράτιον αʹ, σκίγγου αʹ τὸ ἄκρον τῆς οὐρᾶς, μέλιτος τὸ ἀρκοῦν. ἡ δόσις καρύου πον‐ τικοῦ μέγεθος ἐν μελικράτῳ. τούτῳ τις τῶν φίλων χρώμενος, ποτίζων ἐξ αὐτοῦ δὶς τῆς ἑβδομάδος, χρίων δὲ τοὺς πάσχοντας τόπους τῷ χλωρῷ ἀλείμματι τῷ ἐπιγεγραμμένῳ Ἄνθου μετὰ ῥοδίνου ἢ μηλίνου καθ’ ἑκά‐
210στην ἡμέραν, πολλοὺς ἔσωσεν. Ἀντίδοτος ποδαγρικοῖς λαμβανομένη ἐπ’ ἐνιαυτὸν κατ’ Ἀναστάσιον· ἔχει δὲ οὕτως. Ἀγαρικοῦ, κενταυρείου, κιν‐
ναμώμου, φύλλου, ἀλόης πρωτείας ἀνὰ γο αʹ, πετροσελίνου, μήου ἀνὰ γο βʹ, φοῦ, ὑπερείκου ἀνὰ γο βʹ, γεντιανῆς γο γʹ, ἀριστολοχίας μακρᾶς, ἀριστο‐ λοχίας στρογγύλης ἀνὰ γο αʹ ςʹʹ, χαμαίδρυος γο δʹ ςʹʹ καὶ ναρδοστάχυος
215τὸ διπλοῦν. Ἄλλη ἀντίδοτος ποδαγρικὴ διὰ πείρας διδομένη τὸν ἐνιαυ‐ τὸν κατὰ τὸν ἐπίσκοπον Δοάρων· ἔχει οὕτως. Ἀγαρικοῦ, ῥέου βαρβα‐ ρικοῦ ἀνὰ γο αʹ, πετροσελίνου γο βʹ, φοῦ γο αʹ ςʹʹ, γεντιανῆς γο γʹ, ὑπερείκου γο βʹ ςʹʹ, κενταυρείου γο δʹ, μήου γο βʹ ἢ ναρδοστάχυος γο δʹ.

68

Τίνας τῶν ποδαγρικῶν λουστέον καὶ ὅπως. Πρόδηλον μὲν ὡς μετὰ τὰς παρακμὰς τῶν φλεγμονῶν ἅπασι τοῖς πο‐ δαγρικοῖς χρησιμώτατόν ἐστι σφόδρα τὸ λουτρόν· χρήσιμον δὲ κἀν ταῖς ἀκμαῖς ἔσθ’ ὅτε γίνεται ἢ νήστεως ὄντος τοῦ κάμνοντος ἢ ἀγρυπνήσαντος
5ἐπὶ πολὺ ἢ ἄλλως κοπιάσαντος. λούειν δὲ χρὴ ἐν τῇ ἀνετικῇ ἡμέρᾳ, ὄξει καὶ ἁλσὶ μεμιγμένοις σπογγιὰς διαβρέχοντας καὶ περιτιθέντας τοῖς τόποις, ὅπως ἀρρευμάτιστοι μείνωσιν, ὀθόναις τε ξηραῖς ἀνατρίβειν τὸ ὅλον σῶμα καὶ νίτρῳ πλείονι, καὶ χρονίζειν μὲν ἐν τῷ ἀέρι κελεύειν, συμμέ‐ τρως δὲ ἐμβιβάζειν μὴ τῷ θερμῷ μόνον ἀλλὰ καὶ τῷ ψυχρῷ. χρήσιμον
10δὲ τὸ λουτρὸν γίνεται τοῖς ξηροτέροις φύσει καὶ ἰσχνοῖς καὶ μελαντέροις τὴν χρόαν καὶ ὄγκου ἀπηλλαγμένοις παντός. οὐδὲ γὰρ ἐγείρεται εἰς ὄγκον πάνυ τὸ πάσχον μέρος τοῖς τοιούτοις, διασπᾶσθαι δὲ καθάπερ ὑπὸ κυνός φασι τὰ ἐν τῷ βάθει τοῦ σώματος καὶ τείνεσθαι τάσιν ἀμήχανον καὶ ὑπο‐ φρίττουσι πολλάκις, τοῦ περιοστέου ὑμένος δακνομένου ὑπὸ ῥεύματος δια‐
15βρωτικοῦ ἁλυκοῦ τε ἢ δριμέος καὶ λεπτοῦ. σφόδρα οὖν ὠφελοῦνται οἱ
τοιοῦτοι ὑπὸ τῶν βαλανείων· διόπερ οὐ μόνον ἅπαξ αὐτοὺς ἀλλὰ καὶ δεύ‐ τερον καὶ τρίτον λουστέον ἐγχρονίζοντας τῷ ἀέρι κατὰ πάντα συμμέτρῳ ὑπάρχοντι δίχα λίπους τινός· οὕτω γὰρ ἂν μᾶλλον ἀποκενωθεῖεν. κἄπειτα ἀλειφομένους ἐλαίῳ γλυκεῖ σὺν ὕδατι τεταραγμένῳ, καθιέναι εἰς τὸ θερμὸν
20ὕδωρ καὶ διατρίβειν ἐν αὐτῷ. τῷ μέντοι ψυχρῷ μὴ προσάγειν, ἢν μή τις αἴσθησις αὐτοῖς ᾖ θερμασίας ἀμέτρου· τὰ δὲ πλεῖστα χλιαρῷ ὕδατι ἢ γαλακτώδει καταχείσθω ἐν τῷ πρώτῳ οἴκῳ τοῦ βαλανείου. εἰ δὲ σὺν ὄγκῳ τινὶ μὴ πάνυ μεγάλῳ ὑπολειφθέντι μετὰ τὰς κενώσεις ὀδυνῶνταί τινες, προσήκει κατὰ τὸν ἀέρα τοῦ βαλανείου τρίβειν τὸ ὅλον σῶμα σιν‐
25δόσι ξηραῖς ἄχρι φοινίξεως. χρηστέον δὲ καὶ σμήγμασι τοῖς δι’ ἀδάρκης καὶ νίτρου καὶ πεπέρεως, πυρέθρου, σταφίδος ἀγρίας, ἴσων ἐμβαλλομένων τῷ σταθμῷ. τὸ μὲν οὖν ὅλον σῶμα τούτοις ἀνατριπτέον, εὐτόνως τῇ τρίψει χρωμένους· τῶν δὲ ποδῶν καταχεῖν ἅλμην σύμμετρον, ἔν τε τῷ θερμῷ μὴ χρονίζειν ὕδατι, τοῦ δὲ ψυχροῦ μηδὲ προσάπτεσθαι. μὴ προσ‐
30όντος δὲ βαλανείου, τοὺς μὲν δακνομένους καὶ δριμυτέρους ἐπαντλεῖν ὕδατι γλυκυτάτῳ θερμῷ καὶ ἀλείφειν τὸ σῶμα ὅλον ἐλαίῳ χαμαιμηλίνῳ νήστεις· τοὺς δὲ ἄλλους τοὺς μὴ θερμοὺς τῇ κράσει, ὄγκον δὲ ἐγκαταλιμ‐ πανόμενον μετὰ τὰς κενώσεις ἔχοντας, εἰ μὴ παρείη λουτρόν, σικύ‐ αις θεραπεύειν, ἀρχομένους μὲν ἀπὸ τῶν ψοῶν, προϊόντας δὲ ἄνω μέχρι
35τῶν ὠμοπλατῶν, καὶ τρίβειν διὰ τῶν ξηρῶν σινδόνων καὶ τῶν ἄρτι λελε‐ γμένων ῥυμμάτων· ὠφελεῖ γὰρ τοὺς τοιούτους τὰ τοιαῦτα καὶ ἐν βαλα‐
νείῳ καὶ χωρὶς βαλανείου, οἷόν ἐστι καὶ τοῦτο μετασυγκριτικὸν ὑπάρχον. χριέσθωσαν οὖν αὐτῷ ἐν βαλανείῳ· εἰ δὲ ἀλουτοῖεν, μετὰ τὰ γυμνάσια χριέσθωσαν αὐτῷ κἄπειτα σπόγγοις ἀποματτέσθωσαν τὸ προσκαθήμενον
40τοῖς σώμασι τοῦ ξηρίου. ἔχει δὲ οὕτως· νίτρου ἐρυθροῦ λι αʹ, νάπυος ξη‐ ροῦ λι βʹ, βράθυος λι βʹ, ἐλλεβόρου λευκοῦ λι αʹ, θείου ἀπύρου λι αʹ. Ἄλλο Ἀνδρέου κόμητος. Νίτρου, ἐλλεβόρου μέλανος, πεπέρεως ἴσα· χρῶ. Παραδόξως δὲ ποιεῖ ἐπ’ αὐτῶν καὶ τὸ μέγα ξηρίον, ὃ ἀσκληπιὸν ὀνομάζουσι καὶ τὸ ἰνδὸν ξηρίον, ἐμπασσόμενον αὐτοῖς τοῖς ὀδυνωμένοις
45τόποις ἐν τῷ λουτρῷ· πάνυ καλόν. 〈Ἄλλο〉. Σιδήρου σκωρίαν καὶ ἀφρόνιτρα λευκὰ λεῖα, ἑκάστου ἴσον μίξας καὶ προσβαλὼν εὐωδίας χάριν φύλλου βραχὺ καὶ κόστου 〈χρῶ〉.

69

Ξηρίον ἐμπασσόμενον τῷ ψιλώθρῳ τῶν ποδαγρικῶν. Μαστίχης, λιβάνου, λίθου ἀσσίου, κισήρεως ὀπτῆς, ἁλκυονίου, στα‐ φίδος ἀγρίας, κιμωλίας, ἐλλεβόρου λευκοῦ, σαμψύχου, λιθαργύρου, ἀμύλου, καρυοφύλλου, ναρδοστάχυος, κυπέρου, σχοίνου ἄνθους, βουγλώσ‐
5σου ἀνὰ λι αʹ, ἀρσενικοῦ λι ιʹ, σανδαράχης λι ιʹ, σάπωνος τὸ ἀρκοῦν. κόψας σήσας τὰ εἰρημένα χωρὶς τοῦ ἀρσενικοῦ καὶ τῆς σανδαράχης καὶ
τοῦ σάπωνος ἔχε ξηρίον· ἐπὶ δὲ τῆς χρήσεως λείου ἀσβέστου γο ιʹ χυλῷ ὀρύζης καὶ πτισάνης, εἶτα ἐπίπασσε λειότατα ἀρσενικοῦ γο αʹ, σανδαράχης γο αʹ, σάπωνος 𐅻 δʹ καὶ τοῦ ξηρίου κοχλιάρια βʹ μεγάλα καὶ ἑνώ‐
10σας χρίε τοὺς πόδας ἢ καὶ ἄλλους τόπους ῥευματιζομένους. οἱ δὲ τούτῳ χρώμενοι διαιτάσθωσαν οὕτως· θώθ, ὅ ἐστι σεπτέμβριος, γάλα καὶ ἐσθίειν καὶ πίνειν· φαωφί, ὅ ἐστιν ὀκτώβριος, πράσα ἐσθίειν· ἀθύρ, ὅ ἐστι νοέμβριος, μὴ λούεσθαι τὸ σύνολον· χοιάκ, ὅ ἐστι δεκέμβριος, κράμβην μὴ φαγεῖν· τυβί, ὅ ἐστιν ἰανουάριος, ὄρθρου λαμβανέτω ἄκρατον·
15μεχίρ, ὅ ἐστι φεβρουάριος, τεῦτλον μὴ φαγεῖν· φαμενώθ, ὅ ἐστι μάρ‐ τιος, γλυκέα ἐσθιέτω καὶ πινέτω· φαρμουθί, ὅ ἐστιν ἀπρίλιος, ῥαφάνου μὴ γευσάσθω· παχών, ὅ ἐστι μάϊος, ποδόκοιλον μὴ φαγεῖν· παυνί, ὅ ἐστιν ἰούνιος, ὄρθρου λαμβανέτω ψυχροῦ ὕδατος· ἐπιφί, ὅ ἐστιν ἰούλιος, ἀφροδίσια ἀπεχέσθω· μεσωρί, ὅ ἐστιν αὔγουστος, μαλάχην μὴ φαγεῖν.
20Ξηρίον τοῦ Μαλωριανοῦ. Σχιστῆς γο βʹ, κισήρεως γο αʹ λειώσας ἀπόθου ἐν ὑέλῳ· ἐπὶ δὲ τῆς χρείας προπλύνας οἴνῳ στύφοντι τοὺς τόπους καὶ ἐκμάξας ποσῶς, ἐπίπασσε τοῦ ξηρίου καὶ ἀνάτριβε ἁπαλαῖς ταῖς χερσὶ καὶ ἔα ξηραίνεσθαι καὶ πάλιν τὸ αὐτὸ ποίει τῆς ἡμέρας ὄγδοον, εἰ δυνατόν, καὶ ἐν νυκτὶ ὁμοίως, καὶ ὄψει διαφορουμένους τοὺς ὄγκους
25τάχιστα. ἐγὼ ἴσα βαλὼν σχιστὴν καὶ κίσηριν, μᾶλλον ὠφέλησα. Πο‐ δαγρικὸν ἐκ πείρας τοῦ Παρακεραμίδου. Ἀλόης ξανθῆς, λιβάνου,
στυπτηρίας σχιστῆς, σμύρνης τρωγλίτιδος ἀνὰ ἑξάγιον αʹ, κενταυρείου ἢ χυλοῦ ἑξάγια βʹ, κρόκου, ὀπίου, γομφίτου ἀνὰ ἑξάγια γʹ ςʹʹ. τὸ ὄπιον καὶ τὸν γομφίτην λείωσον μετὰ μανδραγόρου χυλοῦ ἢ ἀειζώου, τὰ δὲ λοιπὰ
30κόψον σῆσον καὶ μῖξον μετὰ οἴνου παλαιοῦ γλυκέος καὶ ποίει τροχί‐ σκους· καὶ ἐπὶ τῆς χρείας σπόγγιζε τὸν τόπον μετ’ ὀξυκράτου καὶ λύε τὸν τροχίσκον μετ’ οἴνου παλαιοῦ γλυκέος καὶ ἄλειφε τοὺς ἀλγοῦντας τόπους μετὰ πτεροῦ καὶ ἀπόβρεξον ὀθόνιον εἰς γλυκὺν παλαιὸν οἶνον καὶ τίθει ἐπάνω.

70

Περὶ ψοαλγίας. Δοκεῖ μὲν τὸ ἄλγημα τῶν ψοῶν εἶναι μέχρι μηροῦ καὶ γόνατος καὶ κνήμης τῆς καταλλήλου. ἔστι δὲ ὁ πόνος αὐτῶν τῶν ψοῶν καὶ μάλιστα ἐπὶ τῷ κύπτειν καὶ ἀνακύπτειν καὶ πρὸς τοὺς ἀνάντεις τόπους ἀναβαίνειν
5καὶ καταβαίνειν. γίγνεται δὲ τοῦτο τὸ πάθος ἐκ παχέος καὶ γλίσχρου χυμοῦ ἐπιρρεύσαντος καὶ ἐπιπλάσαντος τοὺς ψόας. Θεραπεία. Θερα‐ πευτέον δὲ τοὺς πάσχοντας ἐμβροχαῖς καὶ πυρίαις καὶ καταπλάσμασι τοῖς ἐπὶ τῶν τετανικῶν καί, εἰ εὐέκτης εἴη, φλεβοτόμησον, χρίσμασί τε καὶ ἀλείμμασιν ἀκόποις θερμαντικοῖς κατὰ τῶν ψοῶν κέχρησο καὶ τοῖς
10δι’ ἁλῶν καὶ θείου καὶ νάρδου καὶ τῆς ὁμοίας ὕλης καὶ τρίψει προσηνεῖ ἐν ἡλίῳ καὶ ἐν βαλανείῳ καί, κατακειμένων αὐτῶν ἐν κλίνῃ, τρῖβε τὸ ὅλον σῶμα, ὁμοίως τοῖς ἰσχιαδικοῖς καὶ τοὺς ψοαλγικοὺς θεραπεύων.

71

Περὶ ἀρθριτικῶν. Ἀρθρῖτίς ἐστι διάθεσις περὶ τὰ ἄρθρα· διαφέρει δὲ ποδάγρας, ὅτι ὁ μὲν ποδαγρικὸς περὶ μόνους τοὺς πόδας τὴν διάθεσιν ἔχει, ὁ δὲ ἀρθριτικὸς
περὶ πάντα τὰ ἄρθρα. παρέπεται δὲ τοῦτο τὸ ἄλγημα σφοδρότατον περὶ
5τὰ νεῦρα καὶ ἄρθρα διὰ προφανοῦς αἰτίας· ἔπειτα δὲ κατὰ βραχὺ ἐρυθή‐ ματα κατὰ τῶν δακτύλων γίνονται. αὐξανομένου γὰρ τοῦ πάθους τά τε σύμπαντα ἄρθρα πάσχει καὶ οἱ δάκτυλοι διαστρέφονται καὶ σκληρύ‐ νονται· χρονίζοντος δὲ τοῦ πάθους καὶ πυρώσεις ναρκώδεις γίγνονται ἐν τοῖς παροξυσμοῖς μάλιστα νύκτωρ, καὶ ποτὲ μὲν αὐτοῖς ψῦξις ἕπεται,
10ποτὲ δὲ θερμασία. Θεραπεία. Τοὺς μὲν οὖν συνεχῶς ἀλγοῦντας καὶ ὁμο‐ λογουμένως ὄντας ἀρθριτικούς, καὶ αὐτοῖς μὲν εὐπεπτεῖν πρὸ παντὸς κελεύω καὶ ὀλιγοποτεῖν, ἀλείμμασί τε καὶ συγχρίσμασιν ἀκόποις θερμαν‐ τικοῖς κατὰ τῶν ἀλγούντων τόπων χρῆσθαι, τοῦτ’ ἔστι τοῖς δι’ εὐφορβίου καὶ νίτρου, ὀποπάνακος, θαψίας, κόστου, πυρέθρου, πεπέρεως, σμύρνης
15καὶ τῶν ὁμοίων, τοῖς διὰ νάπυός τε καὶ καρδαμώμου καὶ διὰ δαφνίδων καταπλάσμασιν, προνοεῖσθαι δὲ καὶ τὴν κοιλίαν εὔλυτον ἔχειν καὶ ἐμέτοις μετὰ τροφὴν 〈ἢ〉 ἀπὸ ῥαφανίδων χρηστέον καὶ τρίψει προσηνεῖ μετά τινος ἀκόπου θερμαντικοῦ ἢ ἐλαίου δαφνίνου, προποτισμοῖς δὲ τοῖς διὰ κενταυ‐ ρείου καὶ χαμαίδρυος καὶ ταῖς ἐπὶ τῶν ποδαγρικῶν ἀντιδότοις καὶ ταῖς
20ἄλλαις δυνάμεσι ταῖς πρὸς τὰ τοιαῦτα ἀναγεγραμμέναις. Πρὸς ἰσχιαδι‐ κούς. Σέσελιν, ἰβηρίδα, θέρμια, καλαμίνθην, αἴρινον ἄλευρον, θεῖον
ἄπυρον, κριθάλευρον, νίτρον καὶ ἀξούγγιον χοίρειον ἑνώσας χρῶ.