TLG 0718 011 :: AËTIUS :: Iatricorum liber xi Iatricorum liber xi Citation: Chapter — (line) | ||
t | ΑΕΤΙΟΥ ΤΟΥ ΑΜΙΔΗΝΟΥ | |
1 | ΒΙΒΛΙΟΝ ΙΑ. | |
---|---|---|
2 | ||
1 | Περὶ διαβήτου. Ἐκ τῶν Γαληνοῦ. | |
1 | Ὁ διαβήτης χρόνιόν ἐστι πάθος περὶ τοὺς νεφροὺς συνιστάμενον, πολυποσίας ἐμ‐ ποιητικὸν μετὰ τοῦ καὶ τὸ πινόμενον ἅμα νοήματι ἐξουρεῖσθαι· τινὲς δὲ τὸ πάθος ὕδερον εἰς ἀμίδα καλοῦσιν, ἕτεροι δὲ λειουρίαν, ἄλλοι δὲ διψακόν. Παρακολουθεῖ δὲ | |
5 | τοῖς πάσχουσι δίψος σύντονον, καὶ οὐδεὶς κόρος ἐξ οὐδενὸς ὑγροῦ προσφορᾶς γί‐ νεται· ἐνίοτε δὲ καὶ δίχα δίψους ἀπληρώτως ἔχουσιν ὑγροῦ οἱ πεπονθότες, τουτέστι συνεχῶς προσφερόμενοι τὸ ποτὸν, οὐ μὴν πληρούμενοι διὰ τὸ ἐν τάχει ἐξουρεῖσθαι τὸ ποθέν. Αὐτῶν δὲ τῶν νεφρῶν ἴδιόν ἐστι πάθος ὁ διαβήτης ὀρεγομένων μὲν ἀμέ‐ τρως τὸ ὑγρὸν, κατέχειν δὲ αὐτὸ οὐ δυναμένων διὰ τὴν ἀσθένειαν τῆς καθεκτικῆς ἐν | |
10 | αὐτοῖς δυνάμεως· ὥσπερ γὰρ (γε?) ἐπὶ τῶν κυνωδῶν ὀρέξεων καὶ ἐπί τινων λειεντεριῶν ὀρέξεις μὲν σφοδρόταται γίνονται αἵ τινες ἀναγκάζουσι πολλὰ μὲν καὶ λαύρως προσ‐ φέρεσθαι σιτία, οὐδὲν δὲ σχεδὸν τῶν εἰσφερομένων κατέχεται· ἀλλὰ ἐπὶ μὲν τῶν κυνωδῶν ὀρέξεων διὰ τὸ βάρος ἀπεμεῖται, ἐπὶ δὲ τῶν λειεντεριῶν, καὶ διὰ τὸ βάρος, καὶ διὰ τὴν ὑποκειμένην ἀσθένειαν τῆς καθεκτικῆς δυνάμεως κάτω διαχωρεῖται ἄπεπτα. | |
15 | Κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐν τοῖς νεφροῖς σφοδροτάτη μὲν γίνεται τῆς ὀῤῥώδους ὑγρότητος ὄρεξις, διὰ δὲ τὴν ἀσθένειαν τῆς καθεκτικῆς ἐν αὐτοῖς δυνάμεως ἀθρόον ἐπὶ τὴν κύστιν τὴν ἔκκρισιν αὐτῆς ποιοῦνται. —Ἀρεταῖος δὲ προστίθησι καὶ ταῦτα· Τὰ σπλάγχνα αὐτοῖς καίεσθαι δοκοῦσιν, ἀσώδεις, ἄποροι, οὐκ εἰς μακρὸν θνήσκουσιν· πυριφλεγέες δίψαι· καὶ ἀπούρησις ταχεῖα, ἀλλὰ κἂν | |
20 | εἰς μικρὸν κατάσχωσι τὸ οὖρον, παροιδέουσι ὀσφὺν, ὄρχεις καὶ ἰσχία. Ἢν δὲ ἐπὶ μᾶλλον αὔξηται, θερμασία δακνώδης ἐν τοῖς σπλάγχνοις, τὸ ἐπιγάστριον ῥυτιδοῦται, καὶ φλέβες ἐν αὐτῷ ἐπαίρονται, ἰσχνοὶ δὲ τὴν ὅλην | |
ἕξιν, τηκεδὼν δὲ τοῦ σώματος γίγνεται δεινή. Ἄλλοι δὲ οὐκ οὐ‐ ροῦσιν, οὐδέ τις ἄλλη τοῦ πινομένου διαπνοή· τοιγαροῦν ἀκορίῃ μὲν τοῦ ποτοῦ, | ||
25 | πλημμύρῃ δὲ τοῦ ὑγροῦ, περιτάσει δὲ τῆς κοιλίης ἐξεῤῥάγησαν ἀθρόοι, χυμοὶ δὲ μοχθηροὶ ἀναποθέντες ἐν αὐτῷ τῷ σώματι τῶν νεφρῶν τὸ πάθος ἐργάζον‐ ται. Σκοπὸς οὖν ἡμῖν ἐν ταῖς θεραπείαις γινέσθω ἀμαυρῶσαι τὴν δριμύτητα τῶν ὑγρῶν, καὶ δυσκινητότερον τό τε αἷμα καὶ τὴν σὺν αὐτῷ ἀναμεμιγμένην ὀῤῥώδη ὑγρό‐ τητα ἐργάσασθαι, καὶ τὴν δυσκρασίαν τῶν νεφρῶν ἀνακαλέσασθαι. Ἀρχομένου τοίνυν | |
30 | τοῦ πάθους εὐθέως, μηδέπω τελειωθέντος, ἄριστον τέμνειν τὴν ἐν ἀγκῶνι φλέβα, καὶ σύμμετρον ἀφαιρεῖν, κεχρῆσθαι δὲ καὶ τοῖς μετρίοις τῶν διουρητικῶν διαῤ‐ ῥύπτειν δυναμένοις τὴν ἀναπεπωμένην ἐν τοῖς νεφροῖς κακοχυμίαν. —Χρονίσαντος δὲ τοῦ πάθους, μήτε φλεβοτομίαν παραλαμβάνειν, μήτε διουρητικὸν μηδὲν προσφέ‐ ρειν· καταπίπτει γὰρ ἡ δύναμις ἐπὶ τῶν χρονιζόντων, καὶ δριμύτερον ἀποτελεῖται τὸ | |
35 | πᾶν σῶμα ἐν ταῖς φλεβοτομίαις, καὶ τὰ διουρητικὰ δὲ διδόμενα ἐπὶ τῶν χρονιζόντων πολλαπλασιάζει τὸ πάθος. Μέγιστον δὲ ἴαμα τῷ πάθει τούτῳ πιόντα ἐξεμεῖν αὐτίκα, πίνειν δὲ ὡς ὅτι ψυχρότατον καὶ τῇ ἄλλῃ διαίτῃ ψυχροτέρᾳ κεχρῆσθαι, τῶν τε ψυχόν‐ των λαχάνων ἐσθίοντα τῶν μὴ διουρητικῶν καὶ πτισάνης χυλὸν ψυχρὸν ῥοφοῦντα, ἀντισπᾷν δὲ καὶ εἰς ἱδρῶτας τὴν ὕλην. —Ἄριστον δὲ, φησὶν Ἀρεταῖος, καὶ ἡ ἐν | |
40 | πίθῳ γινομένη πυρία, ὥστε ὑπερέχειν ἄνω τοῦ πίθου τὴν κεφαλὴν, ἵνα τὸ μὲν πᾶν σῶμα θερμαίνηται, ψυχρὸν δὲ ἕλκῃ ἀέρα, τὰ δὲ ἄλλα ὥσπερ καῦσον θεραπεύειν, ἵνα ταχὺ ἄδιψος γένηται. Τήν τε οὖν πάλην τοῦ ἀλφίτου φυράσας ὀξεῖ καὶ ῥοδίνῳ κατά‐ | |
πλαττε τὸ ὑποχόνδριον, καὶ φύλλα ἀμπελοῦ τρίψας ἁπαλὰ, ἢ κοτυληδόνος, ἢ ἀνδρά‐ χνης, καὶ σέρεως, καὶ ὅσα ἄλλα τοιαῦτα. Προπότιζε δὲ καὶ πολυγόνου χυλὸν συνεχῶς | ||
45 | ἐν οἴνῳ μέλανι, καὶ σύμφυτον, καὶ φοινίκων ἀπόβρεγμα, καὶ μύρτων, καὶ ἀπίων, καὶ γῆς ἔντερα ἑφθὰ, μετὰ χυλοῦ τινος τῶν προειρημένων. Σιτία δὲ προσφέρεσθαι τὰ εὔχυμα, καὶ ἄδηκτα, καὶ ἀμβλύνειν τὴν δριμύτητα δυνάμενα, οἷά ἐστιν ᾠὰ ῥοφητὰ, καὶ σεμίδαλις, καὶ χόνδρος ἐσκευασμένος ἐν ῥοφήματος ἰδέᾳ, καὶ χοίρεια κρέα ἀπίμελα λίαν ἑφθά· οἶνος δὲ ἐρυθρὸς παχύτερος, ψυχρῷ μᾶλλον κεραννύμενος εἰς | |
1(50) | διάνιψιν τῶν ἁλμωδῶν χυμῶν τῶν ποιητικῶν τῆς δίψης· μεταβάλλει γὰρ ὁ οἶνος τὴν σύγκρισιν ἐπὶ τὸ γλυκύ. Οὐκ ἄθετον δὲ διδόναι καὶ τυρὸν νεοπαγῆ ἄναλον, καὶ γάλα διὰ κοχλάκων ἢ σιδήρων διαπύρων ἐσχισμένον, ἀρθέντος τοῦ ὀῤῥώδους. Ἀπρα‐ κτούντων δὲ τῶν προειρημένων βοηθημάτων, καὶ ἐπιτεινομένης τῆς διαθέσεως, οὐκ ἄτοπον καὶ τοῖς ναρκωτικοῖς κεχρῆσθαι προσφέροντας τὴν διὰ κωδυῶν ἀντίδοτον | |
55 | ὑπνωτικὴν, ἤ τινα τῶν ἀνωδύνων τροχίσκων, καὶ ἐνέματι ὑπνωτικῷ κεχρῆσθαι, οἷόν ἐστιν ὄπιον ὀροβιαῖον μέγεθος μετὰ ἴσου ἢ πλείονος καστορίου· διαλυέσθω δὲ γλυκεῖ κρητικῷ ταῦτα, οὐχ ὥσπερ ἐπὶ κωλικῶν μετὰ πηγανίνου ἐλαίου· ἐμψύχειν γὰρ ἐπὶ τούτων βουλόμεθα. Ἐνίεται χρησίμως καὶ ἔλαιον ἐν ᾧ γῆς ἔντερα ἐναφήψηται, καὶ ἔξωθεν δὲ προσκομιστέον ταῖς λαγόσιν ὄπισθεν καὶ τῷ ἤτρῳ καταπλάσματα, καὶ | |
60 | ψύγματα καὶ χρίσματα ψύχοντα, οἷον θριδακίνης, κοτυληδόνος, φακοῦ τοῦ ἐπὶ τῶν τελμάτων, περδικίου, καὶ τὰ παραπλήσια, κηρωτὰς δὲ ἐπιτιθέναι τοῖς τόποις διὰ ῥο‐ δίνου ἐσκευασμένας, ἢ χαμαιμηλίνου, προσλαβούσας χυλοῦ τῶν προειρημένων τινός. Ἐπὶ ὧν δὲ σφόδρα ναρκῶσαι βουλόμεθα τὴν αἴσθησιν καὶ μανδραγόρου χυλοῦ προσ‐ πλέκειν τῇ κηρωτῇ, καὶ μήκωνος φύλλων χυλοῦ, καὶ τὰ παραπλήσια· ἐκ διαλειμ‐ | |
65 | μάτων δέ τινων διδόναι καὶ τῶν πρὸς τὰ θανάσιμα πεποιημένων ἀντιδότων, καὶ μά‐ λιστα τῆς διὰ ἐχιδνῶν θηριακῆς Ἀνδρομάχου προσφάτως ἐσκευασμένης, καὶ τῆς τοῦ Ἐσδρᾶ. | |
67 | ||
2 | Περὶ ἀτονίας νεφρῶν αἱματώδη οὖρα ἐκκρινόντων. Ἐκ τῶν Ῥούφου. | |
1 | Νεφρῶν γε μήν ἐστι καὶ ἄλλο πάθος, ἐπὶ οὗ λεπτὸς ἰχὼρ αἵματος οὐρεῖται, συμ‐ βαίνει δὲ τοῦτο καὶ διὰ ἀτονίαν τῶν νεφρῶν, ὥσπερ ἐπὶ ἥπατι ἔφαμεν γίνεσθαι, καὶ διὰ τὴν εὐρύτητα τῶν ἐκ τῆς κοίλης φλεβὸς εἰς τοὺς νεφροὺς τὸ οὖρον διηθούντων | |
5 | στομάτων· εὐρύτεροι γὰρ οἱ πόροι τυγχάνοντες χαλῶσί τι καὶ τοῦ αἵματος ἐκ τῆς | |
φλεβὸς, καὶ ἄλλας παχύτητας, ὥστε μετὰ τὴν τῶν οὐρουμένων κατάστασιν ὑποστά‐ σεις ἐν τῷ ἀγγείῳ εὑρίσκεσθαι καὶ ἐπιπάγους ἄνωθεν θαλασσίῳ πνεύμονι μάλιστα ἐοικότας. Πεφθέντος μὲν οὖν τοῦ σιτίου καὶ παρελθόντος εἰς τὰς φλέβας, οὐρεῖται ὁποῖα εἴρηται· νεαροῦ δὲ ἔτι ὄντος καὶ ἀπέπτου τοῦ σιτίου, καθαρὰ καὶ ὑδατώδη καὶ | ||
10 | ἀνυπόστατα ἐκκρίνεται τὰ οὖρα. Πονοῦσι δὲ οὐδὲν, ἢ βραχὺ παντελῶς, καὶ κουφίζονται ἐπὶ ταῖς οὐρήσεσι, λεπτύνονταί γε μὴν τῷ χρόνῳ πάντες, καὶ μᾶλλον ὅσοις αἷμα πλεῖον οὐρεῖται. Ἡσυχάζειν μὲν οὖν κατὰ ἀρχὰς τούτοις συμφέρει, καὶ σιτία στύ‐ φοντα καὶ οἴνους μέλανας προσφέρεσθαι, τῶν δὲ διουρητικῶν ἀπέχεσθαι καὶ συνου‐ σίας παντάπασιν, πίνειν δὲ τὰ τῶν αἱμοπτοϊκῶν φάρμακα, καὶ μάλιστα πολυγόνου | |
15 | χυλὸν καὶ συμφύτου ῥίζης ἀφέψημα, καὶ τραγάκανθαν ἐν οἴνῳ μέλανι βεβρεγμένην. Ἵστησι δὲ τὰς ἐκ νεφρῶν αἱμοῤῥαγίας καὶ στρατιώτου τοῦ ἐπὶ τῶν ὑδάτων νηχομένου ὁ χυλὸς πινόμενος, καὶ τὸ ἀφέψημα τῆς ῥίζης τῆς μεγάλης κροκοδειλιάδος τῆς παρὰ τὰ ὕδατα φυομένης, ἣν οἱ Σύροι ὀρόφην καλοῦσι, γλυκυσίδης ἤτοι παιωνίας κόκκοι πυῤῥοὶ δώδεκα σὺν οἴνῳ, ἐλαφείου κέρατος κεκομμένου 𐅻 αʹ σὺν οἴνῳ, ἰτέας φύλλα | |
20 | λεῖα σὺν οἴνῳ, λυσιμαχίου χυλὸς, λίθου αἱματίτου 𐅻 αʹ, λωτοῦ τοῦ δένδρου τῶν πρι‐ σμάτων τὸ ἀπόβρεγμα, λευκῆς ἀκάνθης ῥίζης τὸ ἀφέψημα καὶ τὰ παραπλήσια, ἅ τινα ἐν τῷ Περὶ αἱμοπτοϊκῶν λόγῳ προείρηται. Ἐπιτιθέναι δὲ καὶ τοῖς νεφροῖς καὶ τῇ ὀσφύι ἔξωθεν τὰ πρὸς ῥοῦν γυναικεῖον ἀναγραφησόμενα ἐπιθέματα, καὶ τὰ πρὸς τὰς τοῦ αἵματος πτύσεις, καὶ ὅσα τῇ στύψει καὶ τῇ ξηρότητι τόνον παρασχεῖν δύναται, | |
25 | οἷά ἐστι βάτου φύλλα, καὶ δρυὸς φύλλα καὶ βάλανοι, καὶ μυρσίνης φύλλα καὶ ὁ καρ‐ πὸς, σίδια καὶ βαλαύστια, καὶ τοῦ περδικίου τὰ φύλλα, καὶ τὰ παραπλήσια, ἀνα‐ λαμβανόμενα φοίνιξι πατητοῖς καὶ ἐπιτιθέμενα. Μετὰ δὲ ταῦτα ἀνατρέφειν τὴν ἕξιν γάλακτι καὶ σιτίοις, κρέασιν ὀρνιθείοις, καὶ ὑείοις ἀπιμέλοις, ὡς ἂν καὶ τὸ σύμπαν σῶμα ἄγειν (ἄγηται?) εἰς ἰσχὺν, καὶ οἱ νεφροὶ ῥωσθέντες τὸ οἰκεῖον ἔργον ἐπιτελῶ‐ | |
30 | σιν, οἰκεῖον δὲ τοῖς νεφροῖς ἐστι τὸ διακρίνειν καὶ διηθεῖν τὸ ὀῤῥῶδες ὑγρὸν ἀπὸ τοῦ αἵματος. | |
31 | ||
3 | Περὶ τῶν κατὰ περίοδόν τινα αἷμα οὐρούντων. Ἐκ τῶν Ἀρχιγένους. | |
1 | ||
Ἐκκρίνεται δὲ ἀπὸ τῶν νεφρῶν κατὰ περιόδους τινὰς ἐπί τινων αἷμα παραπλησίως τῷ ἀπὸ τῶν αἱμοῤῥοΐδων ἐν ἕδρᾳ, καὶ κατὰ ἀρχὰς μὲν διὰ τὸ χωρίς τινος ὀδύνης ἐκ‐ κρίνεσθαι οὐδὲ ὅλως οὐ δοκεῖ ἐπίφοβον εἶναι τοῖς πεπονθόσι, χρονισθὲν δὲ, εἰ ἐπι‐ | ||
5 | σχεθείη ποτὲ τὸ ἐκκρίνεσθαι ἔθος ἔχον, βάρος ἐπιφέρει καὶ ἑτέρων κακίστων νοση‐ μάτων αἴτιον γίνεται, εἰς ἕτερα μόρια ῥέψαντος τοῦ αἵματος· ἀρθριτικαὶ γὰρ διαθέσεις ἐπὶ ἐνίων ἐκ τῆς ἐποχῆς συμβαίνουσιν, ἢ σκοτώματα, ἢ μελαγχολικαὶ παράνοιαι, ἢ μανίαι, ἢ ὄψεων πηρώσεις, ὥσπερ κἀκ τῆς τῶν αἱμοῤῥοΐδων ἐποχῆς· τὰ πολλὰ δὲ εἰς καχεξίαν καὶ ὕδρωπα ἐντεῦθεν ἐπιτηδειότης γίνεται. Δήλη δὲ γίνεται ἡ ἐκ τῶν νεφρῶν | |
10 | τοῦ αἵματος ἔκκρισις, συναισθανομένων αὐτῶν τῶν πασχόντων τῆς παρόδου τοῦ ἐκ‐ κρινομένου αἵματος κατὰ τὸν τόπον τῶν νεφρῶν πολλάκις, καὶ μάλιστα ἐπειδὰν ἀνε‐ πίμικτον οὔρου ἐκκρίνηται. Γίνεται δὲ τὸ πάθος μᾶλλον ἐπὶ ἀκμαζόντων καὶ νέων, καὶ μάλιστα ἐπὶ τῶν ἀκολάστως κεχρημένων τοῖς ἀφροδισίοις. Ἐκκρίνεται δὲ ἐπί τινων ἐκ τῶν νεφρῶν αἷμα, καὶ ῥήξεως ἀγγείου ἐν τοῖς νεφροῖς γινομένης, ὡς ἐπὶ τῶν φορ‐ | |
15 | τίον βαρὺ ἀραμένων, ἢ μέγα πηδησάντων, ἢ ἐξ ὑψηλοῦ πεσόντων, ἤ τι τοιοῦτο ἕτε‐ ρον βίαιον ὑπομεινάντων, ἐνίοτε καὶ διὰ δριμέων ἄνωθεν ἐπιῤῥυέντων χυμῶν ἀνάβρω‐ σις γίνεται τῶν ἀγγείων. Πειρατέον μὲν οὖν εὐθὺς κατὰ ἀρχὰς ἐπισχεῖν τὴν φορὰν τοῦ αἵματος, μάλιστα ἐπὶ τῶν κατὰ περίοδον ἐκκρινόντων· μελετῆς γὰρ γινομένης, ὡς προείρηται, οὐδὲ ἡ ἐποχή ἐστιν ἀσφαλής. Φλεβοτομία τοίνυν ἀπὸ ἀγκῶνος εὐτε‐ | |
20 | θήσει, ἐπὶ μὲν τῶν κατὰ περίοδον ἐκκρινόντων τὸ αἷμα ὀλίγον πρότερον τῆς πε‐ ριόδου παραλαμβανομένη, ἐπὶ δὲ τῶν διὰ ῥῆξιν ἀγγείου εὐθὺς ἐξ ἀρχῆς, μεμερίσθαι δὲ τὴν ἀφαίρεσιν ἄμεινον, ἵνα ἀντίσπασις κατὰ βραχὺ γένηται. Σκέπειν δὲ τὰ περὶ τοὺς νεφροὺς σπόγγοις ὀξυκράτῳ δεδευμένοις, ἢ ἐρίοις οἰσυπηροῖς σὺν ῥοδίνῳ καὶ ὄξει, μετὰ δὲ ταῦτα καὶ ἐμπλάστρους ἐπιτιθέναι ἐναίμους κολλητικάς. Ἐπιτήδειος δὲ | |
25 | καὶ σικύα προστιθεμένη, καὶ μάλιστα εἰ φλεγμονὴ ὑποπτεύοιτο εἶναι ἐπὶ τῶν διὰ ῥῆξιν ἀγγείου αἷμα οὐρησάντων. Ἁρμόσει δὲ καὶ τούτοις ποτήματα τὰ τοῖς αἱμοπτοϊ‐ κοῖς διδόμενα, μετὰ δὲ τὸ παύσασθαι τὴν τοῦ αἵματος ἔκκρισιν διαιτᾷν ὥστε αἷμα πολὺ μὴ γίνεσθαι, καὶ μάλιστα ἐπὶ τῶν κατὰ περίοδον ἐκκρινόντων, καὶ γυμνάζειν συνεχῶς τὰ ἄνω μέρη τοῦ σώματος· ἐπὶ δὲ τῶν διὰ ῥῆξιν ἀγγείου αἷμα οὐρησάντων, | |
30 | εἰ ἕλκωσις ὑπολειφθείη ἐν τοῖς τόποις μετὰ τὴν ἐποχὴν τοῦ αἵματος, θεραπευθήσεται | |
διὰ τῶν ῥηθησομένων ἐν τῷ Περὶ ἑλκώσεων τόπῳ. —* Ἔμπλαστρος νεφριτική· κηροῦ οὐγγ. αʹ, κρόκου ἑξάγ. αʹ, λεκίθων (l. λεκίθοι) ᾠῶν δύο, φοινίκων (l. φοίνικες) ιʹ, καὶ ῥοδίνου τὸ ἀρκοῦν. | ||
33 | ||
4 | Περὶ λιθιώντων νεφρῶν. Ἐκ τῶν Ἀρχιγένους καὶ Φιλαγρίου. | |
1 | Ταῖς ἐν νεφροῖς λιθιάσεσιν οἱ προβεβηκότες ἁλίσκονται μᾶλλον τῶν παίδων, ὥσπερ ταῖς ἐν κύστει οἱ παῖδες συνεχέστερον τῶν προβεβηκότων· αἰτίαι δὲ τῆς τούτων γενέσεως ἀπεψίαι συνεχεῖς, διὰ ὧν πλῆθος ὕλης ἀπέπτου ἀθροίζεται, καὶ | |
5 | πύρωσις περὶ τοὺς νεφροὺς καὶ τὴν κύστιν ἀποτελεῖται, ἥ τις κατοπτῶσα τὰ ὑγρὰ συνίστησι καὶ ἀπολιθοῖ ὁμοιοτρόπως τοῖς ἐν τοῖς ἑψομένοις ὕδασι, κατὰ τὰ χαλκεῖα μάλιστα τῶν βαλανείων εὑρισκομένοις πώροις. Συνίστανται δὲ ἐν τοῖς νεφροῖς οἱ λίθοι κατὰ τὰς κοιλίας αὐτῶν, ἢ μικροὶ, ἢ μείζονες, καί ποτε μὲν εἷς, ποτὲ δὲ πλείονες, διαφέροντες δὲ τῷ μεγέθει, καὶ τῷ σχήματι, καὶ τῇ χρόᾳ, καὶ τῇ τραχύ‐ | |
10 | τητι, καὶ τῷ πλήθει· καὶ γὰρ μέλανες εὑρίσκονται, καὶ ὑπόλευκοι, καὶ ὠχροί· καὶ οἱ μὲν περιφερεῖς καὶ λεῖοι εὐέκκριτοι· οἱ δὲ ἄλλως πως ἐσχηματισμένοι, καὶ μάλιστα οἱ ἐπιμήκεις καὶ οἱ τραχεῖς, δυσέκκριτοι. Παρέπεται δὲ τοῖς πάσχουσι βάρος ἐντό‐ πιον, ὄγκου μηδαμοῦ προφαινομένου ἐκτὸς, εἰ μὴ καὶ φλεγμονὴ διὰ τὸν λίθον ἀπο‐ τελεσθείη, δυσκαμπής τε αὐτοῖς ἡ ῥάχις γίνεται, καὶ τὸ ὅλον σῶμα δυσκίνητον, | |
15 | νάρκη τε περὶ τὰ σκέλη, καὶ μάλιστα τοῦ καταλλήλου σκέλους, οὖρά τε ὀλίγα μὲν κατὰ ἀρχὰς τῆς σφηνώσεως ἐκκρίνεται καὶ ὑδατώδη, ὕστερον δὲ καὶ ἐποχὴ τελεία γίνεται, καὶ ἡ κοιλία ἀδιαχώρητος μὲν μένει, προθυμίας δὲ πρὸς ἐκκρίσεις ποιεῖ πολλὰς, ἐκκρίνεται δὲ ἐνίοτε καὶ αἷμα ὑπὸ τῆς βίας τῶν λίθων, καὶ μάλιστα τραχυτέ‐ ρων ὄντων. Μετακινηθέντος δὲ τοῦ λίθου ἐκ τῶν νεφρῶν καὶ καταφερομένου ἐπὶ τὴν | |
20 | κύστιν, οὖρά τε πολλὰ ἐκκρίνεται ὑπόστασιν ψαμμώδη ἔχοντα, καὶ ἡ κοιλία ἐκδίδωσι δαψιλῆ, συναίσθησίς τε γίνεται τῷ πεπονθότι, ὡς παροδεύοντος ἀπὸ τῶν νεφρῶν ἐπὶ τὴν κύστιν τοῦ λίθου. | |
22 | ||
5 | Θεραπεία τῶν λιθιώντων νεφρῶν. | |
1 | Σφηνωθέντος δὲ ἐν τοῖς νεφροῖς λίθου καὶ σφοδροτάτας ὀδύνας ἐπιφέροντος, καὶ πλήθους αἵματος κίνδυνον ἀπειλοῦντος, ἐπὶ τὸ τεινόμενον μέρος προσκαλεῖται τὰς | |
ὕλας διὰ τὰς ὀξείας ὀδύνας. Τέμνειν μὲν οὖν προσήκει τὴν ἐν ἀγκῶνι τῆς καταλλήλου | ||
5 | χειρὸς φλέβα κατὰ τὸ πληθωρικῶς διακείμενον σῶμα, κενοῦν δὲ ἐλάττω πολλῷ ἤπερ ἀπαιτεῖ τὸ πλῆθος· οὐ γὰρ πάντως διὰ ταχέων ἐλπίζομεν ἐκπεσεῖσθαι τῶν νεφρῶν τὸν λίθον, καὶ μάλιστα εἰ μέγας· τηρεῖν οὖν χρὴ τὴν τοῦ αἵματος κένωσιν εἰς τὴν μέλλουσαν γίνεσθαι ἐν τῷ σώματι τῷ χρόνῳ δαπάνην. Τοῖς μὲν οὖν αἵματος πλῆθος ἀθροίζουσι φλεβοτομία χρήσιμος, τοῖς δὲ κακοχυμίαν κάθαρσις ἐπιτηδεία ἡ τῷ πλεο‐ | |
10 | νάζοντι χυμῷ κατάλληλος· καὶ δεῖ ταύτην παραλαμβάνειν, εἰ μηδὲν ἕτερον κωλύοι. Μετὰ δὲ τὴν τοῦ αἵματος κένωσιν ἢ τὴν κάθαρσιν παραλαμβάνειν ἐπὶ αὐτῶν τὴν ὑπο‐ τεταγμένην κοινὴν ἐπιμέλειαν πάντων τῶν λιθιώντων. Ἀλγηδόνων μὲν οὖν ἐξαίφνης, ἢ κατὰ ὀλίγον εἰσβαλλουσῶν, καὶ αὐξανομένων ἐπὶ ψαμμίοις προκεκενωμένοις σὺν τοῖς οὔροις, εἶτα καὶ ὑδατωδῶν οὔρων ἐκκριθέντων, καὶ τῶν προῤῥηθέντων σημείων | |
15 | παρεπομένων, κλύζειν αὐτίκα τὴν κοιλίαν διὰ ἀφεψήματος πιτύρων, ἰσχάδων, τήλεως καὶ ἀριστολοχίας· καὶ εἰ μὲν κενωθεῖεν δεόντως, ἀρκεῖσθαι· εἰ δὲ μὴ, καὶ δὶς, καὶ τρὶς κλύζειν, καὶ μάλιστα εἰ παρελείφθη τὸ τῆς φλεβοτομίας, ἢ τὸ τῆς καθάρσεως βοήθημα. Μετὰ δὲ τὸ ἱκανὸν ἐκκρῖναι τὴν κοιλίαν ἐνιέναι χρή τι τῶν πραΰνειν καὶ χαλᾷν τὰς φλεγμονὰς δυναμένων τῶν περὶ τὸν λίθον σωμάτων, τοῦτο δὲ ποιεῖν δυ‐ | |
20 | νήσεται ἀνήθινον ἔλαιον, ἐντακέντος αὐτῷ στέατος ὀρνιθείου προσφάτου, καὶ μάλιστα χηνὸς καὶ φασιανικοῦ, ἢ βουτύρου. Μὴ παρόντων δὲ τούτων, τῆλιν καὶ τῆς ἀλθαίας τὴν ῥίζαν ἑψήσαντας τῷ ἐλαίῳ ἐνιέναι, καὶ ἐγκαθίσματα δὲ παραλαμβάνειν διὰ ἀφε‐ ψήματος τήλεως, ἀλθαίας, ἀνήθου, ἀρτεμισίας, ἰσχάδων, καὶ ἐλαίου. Μάλιστα δὲ τὰ ἐγκαθίσματα παραλαμβάνειν χρὴ ἐν τοῖς βαλανείοις καὶ μετὰ τοῦτο εὐθέως ἐμβιβά‐ | |
25 | ζειν χλιαρωτέρᾳ ἐμβάσει, καὶ τοῦτο συνεχῶς ποιεῖν. Καὶ πυρίαι τοῖς τόποις προσαγό‐ μεναι ὠφελιμώταται διὰ πιτύρων ἡψημένων τοῖς προῤῥηθεῖσιν ἀφεψήμασι, καὶ μετὰ τὰς πυρίας καταπλάσσειν ἀλεύρῳ πυρίνῳ μετὰ λινοσπέρμου καὶ τήλεως, μέλιτός τε | |
καὶ ἐλαίου ἀνηθίνου ἢ γλευκίνου, ἐπιπάσσοντας ἐν τῇ ἑψήσει τῷ καταπλάσματι καὶ ἀλθαίας ῥίζης κεκομμένης καὶ σεσησμένης· ἐπὶ τέλει δὲ τῆς ἑψήσεως καὶ τερεβινθίνη | ||
30 | ἐμβαλλέσθω. Κάλλιστον δὲ γίνεται κατάπλασμα καὶ ἐξ ἀλεύρων θερμίνων ἡψημένων ἐν γλυκεῖ· μίσγειν δὲ τῷ ἀλεύρῳ καὶ πευκεδάνου ῥίζας ὡς λειοτάτας, καὶ χαμαιμήλου λειοτάτου. Ἄγαθον δὲ καὶ ἄρτον ἕψοντας ἐν γλυκεῖ καταπλάσσειν ὀσφὺν καὶ κενεῶ‐ νας· οὐ μὴν οὐδὲ κύστιν καὶ ἦτρον καταπλάσσειν ἄθετον· πυκνὰ δὲ ἄλλα καὶ ἄλλα ἐπιφέρειν καταπλάσματα, πρὶν ψυχρὸν γενέσθαι τὸ πρῶτον· εἰ δὲ μὴ, θερμάσματί | |
35 | γε ἔξωθεν ἑτέρῳ σκέπειν, ὡς μὴ καταψύχεσθαι, τοῦτο δὲ γενήσεται σακέλλων ἐπι‐ τιθεμένων τῷ καταπλάσματι, ἢ πυριατηρίων. Πολλοῖς μὲν δὴ εἰς τὸ οὐρηθῆναι τὸν λίθον ἤρκεσε καὶ ταῦτα μόνα· σὺ δὲ καὶ τῶν διουρητικῶν προπότιζε. Οὖρα δὲ πολλὰ φέρειν δύναται μήου ἀθαμαντικοῦ, φοῦ ποντικοῦ, ἀκόρου, ἀγρώστεως, καὶ τῆς νάρδου τὸ ἀφέψημα, καλάμου ἀρωματικοῦ, ἄμμεως, δαύκου, ὀρεοσελίνου, ὑπερικοῦ, λιβα‐ | |
40 | νώτιδος, ἀσάρου, ἀσφοδέλου ῥίζης, βρυωνίας ῥίζης τὸ ἀφέψημα, καὶ κόκκος ὁ βα‐ φικός. Τούτων ἕκαστον, καὶ τὰ τούτοις παραπλήσια κατὰ ἑαυτὰ καὶ σὺν ἀλλήλοις διδό‐ μενα οὖρα κινεῖ ἐναργῶς· παχέα δὲ ἄγει οὖρα σκολύμου ῥίζης ἀφέψημα, ἐρυθροδάνου ῥίζης ἀφέψημα πινόμενον, καππάρεως ῥίζης φλοιὸς καὶ τὰ ὅμοια. Ἐπεγείρει δὲ τῷ ἐρεθισμῷ πρὸς ἔκκρισιν τὰς δυνάμεις σκόροδον, χαμαιδάφνης ἀσπάραγοι, βρυωνίας | |
45 | ἀσπάραγος, σκίλλης τὸ τρίτον ἀφέψημα, προαποχυθέντος τοῦ πρώτου καὶ τοῦ δευτέρου ἀφεψήματος· ποδηγητικὰ δὲ ἐπὶ τοὺς νεφροὺς γίνεται τῶν θρύπτειν τοὺς λίθους δυναμένων πευκεδάνου ῥίζα, βρυωνία, σέλινον, στρούθιον. Θρυπτικὰ δὲ λίθων ἐστὶ τῶν ἐν νεφροῖς σίον, ἀδίαντον, βδέλλιον, ἄγνου σπέρμα, ὀξυμυρσίνης ῥίζα, δά‐ φνης φλοιὸς τῆς ῥίζης, παλιούρου σπέρμα, τριβόλου ἀφέψημα, σαξιφράγου, βεττο‐ | |
5(50) | νικῆς, ἀγρώστεως ῥίζης, δαμασωνίου ῥίζης, ἐρεβίνθων ὁ ζωμὸς, κυπέρου ῥίζαι, λι‐ νόσπερμον, τηκόλιθον, τῆς φιλανθρώπου λεγομένης καὶ ξανθίου τὸ σπέρμα τὸ ἐν τοῖς ἀκανθώδεσι σφαιρίοις εὑρισκόμενον παρεοικὸς λίνου σπέρματι, ἐλειῶν ἀσπα‐ ράγων ῥίζαι, ὕαλος κεκαυμένη λεία, ἀλθαίας ῥίζα καὶ τὸ σπέρμα, λαπάθου ἡμέρου | |
ῥίζαι, κοκκυμηλέας τὸ κόμμι, οἱ ἐκ τῶν σπόγγων λίθοι, γῆς ἔντερα ἑφθά· τούτων | ||
55 | ἕκαστον τὸ μὲν ἑψήσας, τὸ δὲ λειότατον ποιήσας, δίδου πίνειν. Ἔστι δὲ καὶ σύνθετα πλεῖστα λίθων θρυπτικὰ, ὧν τὰ χρησιμώτερα ὑποτάξομεν τῇ θεραπείᾳ τῆς λιθιώσης κύστεως. Τὰ μὲν οὖν διουρητικὰ καὶ τὰ τῶν λίθων θρυπτικὰ τότε διδόναι προσή‐ κει, ὅταν ἔνδοσις τῶν σφοδρῶν ὀδυνῶν γένηται· μετακινουμένου γὰρ τοῦ λίθου καὶ σαλευομένου ἐκ τῆς ἕδρας ἡ λώφησις τῶν ὀδυνῶν γίνεται. Εἰ δὲ ἐστηριγμένοι | |
60 | εἶεν οἱ λίθοι, πεφυλάχθαι τὸ πλεῖον ποτὸν καὶ τὰ οὐρητικὰ, ταῖς πυρίαις δὲ καὶ καταπλάσμασι καὶ ἐγκαθίσμασιν ἀνιέναι τὰ μέρη, καὶ κενοῦν τὴν γαστέρα κλύσμα‐ σιν, ὡς μὴ πιέζωνται οἱ οὐρητῆρες. Μετὰ δὲ ταῦτα, πραϋνομένων ποσῶς τῶν ὀδυ‐ νῶν καὶ αἱ σικύαι χρησίμως ἐπὶ αὐτῶν παραλαμβάνονται, καὶ μάλιστά γε σφοδραὶ τιθέμεναι, φλεγμονῆς δηλονότι μὴ ὑποκειμένης· μετακινοῦσι γὰρ πολλάκις αἱ | |
65 | σικύαι οὕτως ἀθρόως τοὺς λίθους, ὡς ἀποκοπὴν αἰφνίδιον φέρειν τῶν πόνων, εἰς τὴν τῆς κύστεως εὐρυχωρίαν μετενεχθέντος τοῦ λίθου· διὸ κατὰ ἀρχὰς ἄνωθεν ἀπὸ νεφροῦ ποιητέον τὴν τῶν σικυῶν πρόσθεσιν, καὶ ἐπὶ βουβῶνα μεθελκυστέον αὐτὰς λοξῶς κατὰ τὴν τῶν οὐρητήρων θέσιν. Θερμοτέρου δὲ ὑπάρχοντος τοῦ θεραπευο‐ μένου σώματος, καὶ δίψης σφόδρας ἐνοχλούσης, προκεκενωμένου δὲ ἤδη τοῦ παντὸς | |
70 | σώματος διά τε φλεβοτομίας ἢ καθάρσεως καὶ κλυστήρων πρακτικωτάτων καὶ ἀπε‐ ρίττου γενομένου, εἴ γε ἔθος ἔχοι πρὸς ψυχροποσίαν, σπλάγχνου μηδενὸς ἀσθε‐ νοῦς ὑπάρχοντος, δεδώκαμεν πολλάκις ὕδωρ ψυχρὸν ἀθρόως τῷ κάμνοντι πιεῖν, καὶ παραχρῆμα ῥωσθέντων τῶν νεφρῶν, ἐξώθησαν τὸν ἐσφηνωμένον ἐν αὐτοῖς λίθον· ἐπὶ δὲ τῶν πληθωρικῶν καὶ περιττωματικῶν σωμάτων, καὶ ἐπὶ ὧν σπλάγχνον ἀσθενὲς | |
75 | ὑπόκειται, παραφυλάττεσθαι χρὴ τὴν τοῦ ψυχροῦ δόσιν. Πολλάκις δὲ οἱ καταβαίνοντες ἐκ τῶν νεφρῶν εἰς τὴν κύστιν λίθοι [ὡς?] ὑπὸ σφηνὸς ἐνισχόμενοι κατὰ τὸν τράχηλον τῆς κύστεως εἰς ἔσχατον κίνδυνον ἄγουσι τὸν κάμνοντα τῇ τε τῶν πόνων ὀξύτητι, καὶ ὡς μὴ συγχωροῦντες τὸ οὖρον ἐκκρίνεσθαι. Σχηματίζειν μὲν οὖν τοὺς τοιούτους προσήκει κατὰ τὸ ὕπτιον σχῆμα γινομένους, καὶ ὑψηλότερα πολλῷ τὰ πρὸς τὰ ἰσχία | |
80 | ἔχοντας, κἄπειτα διασείειν πολυειδῶς ἐκπεσεῖν τοῦ πόρου τῆς κύστεως τὸν λίθον ἐπιτεχνωμένους, μετὰ ὃ δεῖ κελεύειν οὐρεῖν προθύμως καὶ ἀπουρήσαντα μὲν ἐᾷν· μὴ κενούμενον δὲ διασείειν ἔτι τοῦτο πράξαντας πολλάκις· εἰ [δὲ?] μὴ κενωθείη, καθιέναι σύμμετρον καθετῆρα πρὸς τὴν ἡλικίαν τοῦ κάμνοντος, καὶ κομίζειν τὸ ὑγρόν· οὕτω δὲ ἀποῤῥύπτειν μετὰ ταῦτα τὸν λίθον διὰ τῶν πινομένων ἐν τῇ εὐρυχωρίᾳ τῆς κύ‐ | |
85 | στεως γινόμενον. Εἰ δὲ ἐκ τῆς κύστεως μὲν ἐκπέσοι ὁ λίθος, κατὰ μέσον δὲ ἐστηρίχθη τὸν πόρον τοῦ αἰδοίου, καὶ τιτρώσκων ἑλκώσεως κίνδυνον ἐπιφέρει, ἀφέψημά τινος τῶν προειρημένων διουρητικῶν πλεῖστον διδόναι, καὶ ἀθροῖσαι κελεύειν πλῆθος οὔρου, κἄπειτα ἐπιτρέπειν οὐρεῖν, καὶ ἐξωθεῖσθαι σπουδαιότερον· οὕτω γὰρ παρα‐ συρεὶς ὁ λίθος ἐκπίπτει ταχέως. Οἶδα δὲ ἐπί τινος, φησὶν ὁ Φιλάγριος, τὰ μὲν ἄλλα | |
90 | διεξελθόντα τὸν λίθον, οὐ πολλῷ δὲ ἐσωτέρω τοῦ ἄκρου τοῦ αἰδοίου ἐμφραγέντα ἰσχυ‐ ρῶς, καὶ ὀλίγου ἐδέησεν ἀπολέσθαι τὸν ἄνθρωπον διὰ τὴν ἰσχουρίαν καὶ τὴν μεγί‐ στην ὀδύνην· τῇ οὖν στενῇ λαβίδι ἠδυνήθημεν τοῦτον ἐξελκύσαι, μοχλεύοντες ἠρέμα στενῇ μηλωτρίδι. Εἰ δὲ μὴ οὕτως ἐξέλκειν ἠδυνήθημεν, τέμνειν διελογιζόμεθα, τὴν τομὴν ἐμβάλλοντες κατὰ τὸ μῆκος τῆς βαλάνου ἄνωθεν· κάτωθεν γὰρ οὐ χρὴ τέμνειν, | |
95 | ἐπειδὴ ὡς ἐπίπαν συριγγοῦται καὶ ὕστερον διὰ τῆς διαιρέσεως τὸ οὖρον ἐκκρίνεται. Ὅταν δ’ οὐρηθῇ ὁ λίθος, γάλα ὄνειον κεραννύοντας μέλιτι ὀλίγῳ διδόναι, καὶ τὰ ἄλλα χρηστότερον τοῦτον διαιτᾷν ὡς τὰ ἕλκη, διὰ τὸν ἐκ τοῦ λίθου γινόμενον σκυλμὸν ἐν τοῖς τόποις· μετὰ δὲ τοῦτο προφυλάττειν τὸν ἄνθρωπον, ὅπως μὴ πάλιν οἱ νεφροὶ λιθιῶσιν. | |
99 | ||
6 | Δίαιτα προφυλάττουσα μὴ παλιγγενεσίαν τῶν λίθων γενέσθαι. | |
1 | Μέγιστον δέ ἐστιν ἐν τῇ προφυλακῇ μετριότης σιτίου καὶ πέψεις χρησταί· αἱ γὰρ πλησμοναὶ καὶ ἀπεψίαι οὐ μόνον παροξύνουσι τὴν νόσον, ἀλλὰ καὶ τὴν μὴ οὖσαν γεν‐ νῶσιν· διὸ δὴ προσενέγκομεν ἐμεῖν ἀπὸ δείπνου πολλάκις, καὶ τοῦ ἀψινθίου πίνειν | |
5 | συνεχῶς, καὶ διά τινος χρόνου καθαίρεσθαι διὰ κοιλίας καταλλήλῳ τῇ κράσει τοῦ | |
κάμνοντος καθαρτηρίῳ· σιτία δὲ αἱρεῖσθαι, ἀπὸ ὧν οὔτε πλησμοναὶ, οὔτε ἀπεψίαι ἔσονται, καὶ τοῖς διουρητικοῖς δὲ κεχρῆσθαι, ἐπὶ ἡμέρᾳ μὲν ἐσθίοντας σταφυλῖνον πάνυ κάθεφθον καὶ μάραθρον, σίον, σκόλυμον, γλήχωνα, καλαμίνθην καὶ τῶν θαλασ‐ σίων ἐχίνους τε προσφάτους, καὶ στρόμβους, καὶ καράβους, καὶ ἀστάκους, καὶ τοὺς | ||
10 | ποταμίους καρκίνους. Ταῦτα μὲν ἐπὶ ἡμέρᾳ, διὰ δὲ πλειόνων ἡμερῶν ἠρυγγίου ῥίζης ἀφέψημα πίνειν καὶ χαμαιπίτυος, καὶ δικτάμνου, καὶ τριβόλου ῥίζης, καὶ τὰ λοιπὰ τὰ ἤδη προῤῥηθέντα, καὶ τὰ ῥηθησόμενα θρυπτικὰ τῶν λίθων φάρμακα. Χρὴ δὲ καὶ τὸ ὕδωρ παρὰ πᾶσαν τὴν δίαιταν καθαρώτατον εἶναι καὶ διηθημένον, καὶ [ὁ?] οἶνος λεπτὸς καὶ λευκὸς οὐρητικὸς, γυμνασίοις τε συμμέτροις κεχρῆσθαι καὶ ἀνατρίμμασιν ἐν τοῖς | |
15 | λουτροῖς νίτρῳ ὀπτῷ καὶ τρυγὶ κεκαυμένῃ, καὶ κισσήρει. Καὶ ψιλώθρῳ δὲ συνεχῶς κεχρῆσθαι, καὶ τῇ λοιπῇ δὲ προφυλακτικῇ διαίτῃ τῇ μελλούσῃ ῥηθήσεσθαι ἐν τῷ | |
Περὶ τῆς λιθιώσης κύστεως χωρίῳ. | ||
18t | Δίαιτα προφυλάττουσα κ. τ. λ. | |
18t | ||
18 | Ἀρχιγένους σμῆγμα, πρὸς τὴν κύστιν καὶ νεφροὺς πεπονθότας ὡς ψάμμον οὐρεῖν, ᾧ ἐν τοῖς λούτροις ἱδροῦντι χρήσῃ· πεπέρεως, ἀσβέστου, σινήπεως, τρυγὸς | |
20 | οἵνου κεκαυμένου, σταφίδος ἀγρίας, νίτρου, ἀδάρκης, κησσίρεως, στυπτηρίας σχι‐ στῆς, θείου ἀπύρου ἴσα· χρῶ, προαλείφων ἐλαίῳ. Ἐκ τῶν ἔξωθεν, θρυπτικὸν λίθων [Idiosyncratic Papyrological Character]. Εἰ καθάρσεως ἔστι χρεία, τῷ ζέματι τοῦ μεγάλου ἀποζέματος, ἕψαι ἰδίος ποσὸς πτερώματι βοηθήματος καὶ ἐάσας κατακαθίσαι τὴν ὕλην κάθηρον μετὰ τοῦ ὑγροῦ· τῇ δὲ δευτέρᾳ ἢ γʹ τῶν ἡμέρων, λαβὼν κυκλαμίνου ῥίζης λείας χνοωδεστάτης ξηρᾶς | |
25 | ὅσον τοῖς τρισὶ δακτύλοις, μέλιτος καὶ ἐλαίου καὶ βουτύρου ἐξ ἴσου, οἴνου δὲ διπλά‐ σιον καὶ πλέον ὡς γενέσθαι ποσότητα ποτηρίου μικροῦ, πεπέρεως κόκκους ιδʹ, λι‐ βάνου χόνδρους βʹ κυαμιαίους, ἀμφότερα λεῖα καὶ βαλὼν ἐν χυθριδίῳ πάντα ἕψῃ ἀκάπνῳ πυρὶ ἕως εὔκρατον γένηται, μηδ’ ὅλος δὲ βράσαι, καὶ δίδου ἐν τῇ ἐμβάσει καὶ θρυφθεὶς ὁ λίθος ἐξούρηται. | |
29 | ||
7 | Συγχρίσματα νεφριτικῶν, Ὀριβασίου. | |
1 | Κυπρίνου λ̸ γʹ, κηροῦ λ̸ βʹ, τερεβινθίνης λ̸ αʹ, ἀμαρακίνου μύρου, καὶ δαφνίνου ἀνὰ λ̸ αʹ· κενταυρίου, καστορίου, σατυρίου, σμύρνης, πεπέρεως, εὐφορβίου ἀνὰ Γοʹ γʹ· κυπέρου, πυρέθρου, γλήχωνος ἀνὰ Γοʹ αʹ· ἀναλαβὼν, μίγνυε ἐπὶ τῷ τέλει· καὶ ὀπο‐ | |
5 | βαλσάμου Γοʹ αʹ. Τινὲς δὲ εὐφορβίου Γοʹ αʹ 𐅶ʹʹ βάλλουσιν. —Ἄλλο μάλαγμα Ἀρχι‐ γένους. Μάλαγμα δέ φησιν Ἀρχιγένης, ἐξειλέχθω τοῦτο ἐφ’ ὧν λιθίωσιν νεφροὶ ἢ κύστις· οὗ οὐκ ἂν εὕροις καταλληλότερον ταῖς τοιαύταις διαθέσεσιν. Πίσσης ὑγρᾶς ἰταλικὰς κο. βʹ 𐅶ʹʹ, κηροῦ, πιτυίνης θείου ἀπύρου ἀνὰ λ̸ αʹ 𐅶ʹʹ· νίτρου λ̸ αʹ 𐅶ʹʹ, πυρέθρου Γοʹ ϛʹ, τρυγὸς οἴνου κεκομμένου λ̸ βʹ, καρδαμώμου ἰταλικοῦ ξ̸ αʹ, σταφίδος ἀγρίας | |
10 | ξ̸ αʹ, χαλβάνης Γοʹ ϛʹ, τοῖς δὲ τηκτοῖς τακεῖσιν, ἔμπασσε τὰ ξηρὰ λεῖα. Ἔμπλαστρος νεφριτική. | |
11 | Ποιεῖ κωλικοῖς, ἰσχιαδικοῖς· ἐστὶ δὲ Ἀσκληπιάδου δόκιμον. Κηροῦ Γοʹ δʹ, στύρα‐ κος Γοʹ αʹ 𐅶ʹʹ, ἀλόης Γοʹ αʹ 𐅶ʹʹ, κρόκου πυρέθρου, ὀποπάνακος, χαλβάνης, λιβάνου ἀνὰ, Γοʹ αʹ, ἀμμωνιάκου θυμιάματος Γοʹ βʹ, ἐλαίου παλαιοῦ Γοʹ δʹ. Σκευάσας κατ’ ὀλίγον, | |
15 | ἀναλαβὼν, χρῶ θαῤῥῶν, καὶ θαυμάσεις, φησὶν ὁ Ἀσκληπιάδης. Ἐνίοτε δὲ τοῦ ἐλαίου | |
Γοʹ βʹ μόνας βάλλομεν. | ||
16 | ||
8 | Δίαιτα ἐπὶ ὧν λιθιῶσι μὲν οἱ νεφροὶ, ἡ δὲ τοῦ παντὸς σώματος ἕξις ἰσχνή. Ἐκ τῶν Φιλαγρίου. | |
2 | Μοχθηρὰ δὲ κατασκευὴ σώματος, κατὰ ἣν οἱ μὲν νεφροὶ λίθους γεννῶσιν, ἡ δὲ τοῦ παντὸς σώματος φύσις ἰσχνὴ τετύχηκεν οὖσα· χρῄζουσι μὲν γὰρ οἱ λιθιῶντες | |
5 | φαρμάκων καὶ διαιτημάτων λεπτυνόντων· ἐναντιώτατα δέ ἐστι ταῦτα τοῖς ἰσχνοῖς σώμασιν· οἶδα γάρ τινα τῶν χρωμένων τῇ τοιαύτῃ διαίτῃ διὰ τὸ λιθιᾷν τοὺς νεφροὺς, δυσκινήτων τε καὶ δυσαισθήτων καὶ ὥσπερ ψοφούντων καὶ καπυρῶν αἰσθανόμενον τῶν ἑαυτοῦ δακτύλων. Οἱ δὲ συνήθεις αὐτοῦ ἰατροὶ κατεψύχθαι τοὺς δακτύλους αὐ‐ τοῦ νομίζοντες καὶ παράλυσιν μελετᾷν, τοῖς διὰ εὐφορβίου καὶ ἀδάρκης ἐχρῶντο | |
10 | φαρμάκοις· ἡ δὲ διάθεσις πολὺ χείρων ἐγίνετο, καὶ προσανέβαινεν ἀεὶ τὰ συμπτώ‐ ματα τοῖς ἀνωτέρω μέρεσι μετὰ καὶ τοῦ σφοδρὰς ὀδύνας ἐπιφέρειν. Ὕστερον δὲ συν‐ τυχών μοι ὁ κάμνων, φησὶν ὁ Φιλάγριος, καὶ δηλώσας τὰ συμβάντα παρεκάλει βοηθεῖν. Δίαιταν τοίνυν αὐτῷ εὗρον κατὰ ἣν ἄνευ τοῦ βλάπτεσθαι τοὺς νεφροὺς ἰασά‐ μην τὴν ξηρότητα τοῦ παντὸς σώματος. Πτισάνης οὖν χυλὸν ἐπενόησα καὶ τῶν | |
15 | ἰχθύων τοὺς πετραίους τε καὶ πελαγίους, ὅσα τε ἄλλα μηδὲν ἔχουσι γλίσχρον, οὕτω δὲ καὶ τῶν πτηνῶν ζῴων ὅσα παραπλησίαν ἔχει τὴν σάρκα, οἷά ἐστι τὰ τῶν ὀρείων | |
περδίκων καὶ ἀτταγήνων, ψαρῶν τε καὶ κιχλῶν, καὶ κοσσύφων, ἐφεξῆς δὲ τῶν ἐν τοῖς πύργοις περιστερῶν καὶ τῶν πυργιτῶν στρουθῶν, εἶτα καὶ τῶν ἐν τόποις ὑψηλοτέροις τρεφομένων ἀλεκτορίδων· γάλακτος δὲ τοῦ μὲν τῶν ἄλλων ζῴων ἀπέ‐ | ||
20 | χεσθαι παρεκελευσάμην, μόνῳ δὲ χρῆσθαι τῷ τῶν ὄνων, καὶ συντόμως εἰπεῖν, μέσα τῶν παχυνόντων καὶ λεπτυνόντων ἐν τῇ διαίτῃ εἶναι χρὴ τὰ τούτοις διδόμενα τροφῆς λόγῳ. | |
22 | ||
9 | Περὶ λιθιώσης κύστεως. | |
1 | Γεννῶνται λίθοι καὶ ἐν τῇ κύστει τοῖς παιδίοις συνεχέστατα μᾶλλον ἤπερ τοῖς τε‐ λείοις· ἀδδηφάγα γὰρ τὰ παιδία καὶ ἀεικίνητα, καὶ τροφαῖς ταῖς τυχούσαις καὶ βλα‐ βεραῖς κεχρημένα, καὶ μήτε ὥραν φυλάττοντα τῆς τροφῆς τεταγμένην, ἀλλὰ καὶ πρὶν | |
5 | τὴν πρώτην ληφθεῖσαν πεφθῆναι ἑτέραν προσφέρονται· κινουμένων δὲ αὐτῶν σφο‐ δρότερον μετὰ τροφὴν, ὠμὴ καὶ ἄπεπτος εἰς τὰς φλέβας ἀναδίδοται ἡ τροφή· μα‐ λακὰ γάρ ἐστιν αὐτῶν τὰ σώματα καὶ εὔεικτα, καὶ τούτου χάριν οὐχ ὑπομένει τὴν ἔμφραξιν κατὰ τοὺς νεφρούς· παχυτάτων δὲ τῶν οὔρων φερομένων, ἐν τῇ τῆς κύ‐ στεως εὐρυχωρίᾳ ὑφίσταται ἐνταῦθα ὥσπερ ἡ τοῦ οἴνου τρὺξ καὶ ἡ τοῦ ὕδατος ἰλύς· | |
10 | εἶτα ὑπὸ τῆς ἐγχωρίου θερμότητος ξηρανθεῖσα πῶρος γίνεται. Καὶ τὰ ἀκάθαρτα δὲ τῶν ὑδάτων καὶ ἰλὺν πλείστην ἔχοντα, καὶ τὰ σκληρότερα καὶ σφόδρα ψυχρὰ συνερ‐ γεῖ τῇ τῶν λίθων γενέσει. Τοὺς μὲν οὖν ἐν τῇ κύστει γενομένους λίθους κατὰ ἀρχὰς | |
πειρᾶσθαι ὑπεξάγειν φαρμάκοις τοῖς ὑποκειμένοις. | ||
13 | ||
10 | Φάρμακα τῶν ἐν κύστει λίθων θρυπτικὰ, καὶ διουρητικά. | |
1 | Ἔστι δὲ καὶ φάρμακα τῶν ἐν τῇ κύστει λίθων θρυπτικά· πρασίου σπέρμα, ἱππομα‐ ράθρου ῥίζα καὶ τὸ σπέρμα, ἀρτεμισίας, χαμαιμήλου, ἀμαράκου, ἀλθαίας ῥίζα καὶ τὸ σπέρμα, βαλσάμου καρπὸς, σίον τὸ παρὰ τὰ ὕδατα, ἀγρώστεως ῥίζα, ἀδίαντον, | |
5 | φιλεταιρίου ῥίζα, σμυρνίου σπέρμα, ὀξυμυρσίνης ῥίζα καὶ ὁ καρπὸς, μαράθρου ῥίζα, γλυκυσίδη, ῥῶγες πύρινοι ἐσθιόμενοι, κοτυλήδωνος ῥίζα, λευκάνθεμον, λίθοι οἱ ἐκ τῶν σπόγγων, ἄμωμον, τηκόλιθον, λιθόσπερμα, σκολοπένδριον βοτάνη, λίθος τῶν ἐξουρηθέντων ὑπ’ αὐτῶν τῶν πασχόντων τριβεὶς καὶ ποτιζόμενος, ξανθίας ἢ φιλανθρώ‐ που βοτάνης τὸ σπέρμα, γῆς ἔντερα πρόσφατα ἑφθὰ λεῖα μετ’ οἴνου ἢ κονδίτου ἢ | |
10 | ἑτέρου προπόματος, παλιούρου σπέρμα, ἄμωμον. Τοῦτο καὶ τὰ λιθόγονα ὕδατα ἀπο‐ καθαίρει. Συνεψομένων αὐτῶν, ἀμυγδάλης πίκρας τὸ κόμμι, ἀμπέλου δάκρυον, κοκ‐ κυμηλέας δάκρυον τοῦτ’ ἐστὶ τὸ κόμμι, στρουθίου ῥίζα μετὰ ῥίζης πάνακος καππάρεως φλοιοῦ ἐξουρεῖν τοὺς λίθους ποιεῖ. Λιβανωτοῦ χόνδρος μικρὸς μετ’ οἰνομέλιτος, ἀβρο‐ τόνου σπέρμα μετὰ πεπέρεως ἴσα· δίδου μετ’ οἴνου τούτων ἕκαστον. Μετ’ οἴνου δίδοται | |
15 | λευκοῦ ἀφεψημένον ἢ ἐμπασσόμενον ξηρὸν ἢ μετὰ μέλιτος ἢ μετὰ προπόματός τινος. Δίδου δὲ πίνειν καὶ τὰ διουρητικά. Τοῖς μὲν θερμοτέροις τὴν ἕξιν, σικύου σπέρμα, σελίνου, πετροσελίνου, ὑακίνθου βολβοῦ τὸ σπέρμα, λευκοῦ ἴου σπέρμα, κρόκου ῥίζαν· καὶ τὰ παραπλήσια τὰ ἐπὶ τῶν λιθιώντων νεφρῶν εἰρημένα. Τοῖς δὲ ψυχροτέ‐ ροις τὴν κράσιν, τὰ τούτων θερμότερα δίδου, ὁποῖόν ἐστι μεῖον φοῦ, ἄκορον, βαλ‐ | |
20 | σάμου καρπὸς, ἴρις καὶ τὰ παραπλήσια τὰ προῤῥηθέντα ἐν τοῖς νεφριτικοῖς. | |
20 | Ἄλλο Ὀριβασίου πρὸς λιθιῶντας νεφροὺς καὶ κύστιν. | |
21 | Προσωπίδος βοτάνης, ἣν σκορδονίαν κάλουσιν οἱ Ῥωμαῖοι, καὶ περσώναν, ἔτι δὲ πλατύφυλλος ὁμοία συμφύτῳ ταύτης Γοʹ αʹ, πεπέρεως 𐅻 αʹ, ἴρεως Γοʹ αʹ· ἀποτίθεσο λεῖα ἐν ὑέλῳ· ἡ δόσις κοχλ. πλήρωμα μεθ’ ὑδρομέλιτος· πότιζε δὲ διὰ τετάρτης. | |
24 | ||
25 | Ἄλλο Ὀριβασίου. | |
25 | Φλόμου ῥίζης, φλοιοῦ ἀπόζεμα· πότιζε πλῆθος ἐφεξῆς ἡμέρας εʹ καὶ διαλιπὼν ἡμέρας ιʹ, πάλιν πότιζε εʹ. | |
27 | ||
11 | Κοινὰ βοηθήματα κύστεως καὶ νεφρῶν λιθιώντων. | |
1 | ||
Ὀξύμελι κιρνώμενον ὕδατι παρέχειν δεῖ ποτὸν ἅπασι τοῖς λιθιῶσιν νεφροὺς ἢ κύστιν, οἵασπερ ἂν τύχωσιν ὄντες κράσεως, καὶ ὁποῖόν ποτε αἷμα γεννᾶν δυνάμενοι, πότιζε καὶ ὄξος τὸ σκιλλητικόν. | ||
4 | ||
5 | Πόμα θεόπομπον πρὸς πώρους ἐν κύστει ἢ νεφροῖς. | |
5 | [Κ]ικίου τοῦ ἡμέρου ἐκλεπίσας, κώνων νεαρωτάτων, τήλεως κεκομμένης καὶ σεσησμένης καὶ ἀμυγδάλων πικρῶν γυμνῶν κοπρύτων (?) καὶ μιχθέντων ἴσων ἀλλή‐ λοις σὺν οἴνῳ σκυβελλίτῃ ἢ γοῦν ἀπὸ Παμφυλίας, ἢ πάντως γλυκέως, καὶ λάμβανε ἐπὶ πτείστας ἡμέρας. | |
9 | ||
10 | Περὶ σκολύμου ῥίζης καὶ τεττίγων. | |
10 | Καὶ σκόλυμον χρὴ διδόναι πυκνῶς, καθεψεῖν δὲ τὰς ῥίζας αὐτῶν ἐν οἴνῳ λευκῷ, καὶ λεπτῷ τὴν σύστασιν καὶ τὴν χροιάν· προσφάτως μὲν ἐκ τῆς γῆς ἀνειρημένον, εἰ καιρὸς εἴη, ξηρὸν δὲ κατὰ τὴν ἄλλην ὥραν τοῦ ἔτους· προσφέρειν δὲ δαψιλέστε‐ ρον τὸ πόμα· ἄγει γὰρ οὔρων πλῆθος παχέων, ἔκ τε τῶν φλεβῶν ἁπασῶν ἑλκομέ‐ | |
15 | νων, ἔκ τε τῶν λιθιώντων μορίων. Σκόλυμος μὲν οὖν κατ’ ἰδιότητά τινα τῆς ὅλης οὐσίας τῆς οἰκείας κράσεως δύναμιν ἔχει ἑλκτικὴν τῶν πεπαχυσμένων ὑγρῶν. | |
16 | Ὀριβάσιος. | |
17 | Ἀγαθοὶ δὲ καὶ οἱ τέττιγες ξηροὶ λεῖοι τῷ ποτῷ ἐμπαττόμενοι καθ’ ἑαυτοὺς καὶ σὺν ναρδοστάχυι· συμμέτρως δὲ ἔχουσι νʹ τέττιγες πρὸς δύο 𐅶ʹʹ τῆς νάρδου 𐅻. | |
20 | Δοτέον δὲ ἐφ’ ἡμέρας θʹ κοχλ. αʹ, εἶτα βʹ κοχλ., εἶτα γʹ, εἶτα δύο τῆς ἡμέρας, εἶτα αʹ, καὶ οὕτως ἀνακυκλητέον ἕως θʹ δόσεις γένωνται· αʹ, βʹ, γʹ, βʹ, αʹ, βʹ, γʹ, βʹ, αʹ. | |
21 | Περὶ τρωγλοδύτου. | |
22 | Ἄλλα δὲ ἄλλης τετύχηκε φύσεως δι’ ἣν καὶ τὴν ἐνέργειαν ἔχει τὴν εἰρημένην, ἥνπερ δὴ ὁ τρωγλοδύτης καλούμενος κέκτηται. Στρουθίων δὲ τοῦτο σμικρότατον, | |
25 | κατὰ φραγμοὺς καὶ τοίχους παλαιοὺς διαιτώμενον· σμικρότατον δὲ τοῦτό ἐστι τὸ ζωΰ‐ φιον ἁπάντων σχεδὸν τῶν ὀρνέων, πλὴν τοῦ βασιλίσκου καλουμένου· παρέοικε δὲ τῷ βασιλίσκῳ κατὰ πολλὰ, ἄνευ τῶν ἐν τῷ μετώπῳ χρυσιζόντων πτερῶν· εὐμεγε‐ θέστερος δέ ἐστι μικρῷ ὁ τρωγλοδύτης τοῦ βασιλίσκου, καὶ μελάντερος, καὶ τὴν οὐρὰν ἐγηγερμένην ἔχων ἀεὶ, λευκῷ κατεστιγμένην ὄπισθεν χρώματι· μελάντερος | |
30 | δὲ καὶ λαλίστερός ἐστιν οὗτος τοῦ βασιλίσκου. Καί τις ἔτι ψαρώτερος ἐν ἄκρᾳ περι‐ γραφῇ τῆς πτέρυγος· βραχείας δὲ τὰς πτήσεις ποιεῖται· καὶ δύναμιν ἔχει φυσικὴν, ἀξίαν θαύματος. Ταριχευθεὶς οὖν καὶ ἄνεφθος δοθεὶς, ἐξιάσατο τὴν νόσον τελείως. Καί τινας οἶδα τῶν χρησαμένων αὐτῷ μηκέτι ὅλως, ὑπὸ τοῦ πάθους ὀχληθέντας· ταριχεύεται δὲ καλῶς τῶν πτέρων περιαιρούμενος εἶτα χωσθεὶς εἰς ἅλας δαψιλούς. | |
35 | Κἀπειδὰν ξηρὸς γένηται, βιβρώσκεται καὶ παύει τὸ πάθος τελείως. Ἄμεινον δὲ καὶ ἄλ‐ λως ἐσθίειν αὐτοὺς εἰ πλείονες εἶεν· ἄφθονον δὲ, οἶμαι, τὸ γένος αὐτῶν ἐστι πανταχοῦ, | |
κατὰ τὸν χειμῶνα φαινόμενον. Δίδοται δὲ καὶ ἄλλως. Ζῶν προσήκει ἐμβαλεῖν σὺν τοῖς πτεροῖς τὸ στρουθίον εἰς μίκρον χυθρίδιον, κἄπειθ’ οὕτως πωμάσαντα καίειν, ἐπισκο‐ πούμενον συνεχῶς μὴ λάθῃ κόνις γενόμενος ἐπὶ τῇ καύσει· καὶ πρὸς τὸν ἀέρα μένον | ||
40 | ἐπὶ τῇ καύσει διαφορηθῇ ὅλον· εἴωθε γὰρ τοῦτο συμβαίνειν καὶ αὐτῷ, τῷ στρουθίῳ καὶ ἄλλοις καιομένοις. Διόπερ κάλλιον μὴ καταχρίειν τὸ πῶμα τοῦ χυθριδίου, ἵνα ἐκ διαστημάτων τινῶν βαστάζοντες τὸ πῶμα καθορῶμεν τὸ τῆς καύσεως μέτρον. Δίδοναι δὲ εἰς ἅπαξ ὅλην τὴν τοῦ ἑνὸς στρουθίου καυθέντος τέφραν καθ’ ἑαυτὴν ἢ προσπλέ‐ κοντας φύλλον βραχὺ καὶ πεπέρι, ἡδύσματος χάριν. Τὸ μὲν οὖν καιόμενον χρήσιμον | |
45 | γίγνεται κατὰ τὰς ὁδοιπορίας, καὶ ἔξεστι τῷ βουλομένῳ, μέλιτι ἑφθῷ ἀναλαβόντα, ἔχειν ἐν ἑτοίμῳ. Βέλτιον δέ μοι δοκεῖ τὸ τῆς ταριχείας καὶ ἔτι κάλλιον τοῖς δυνα‐ μένοις χῶσαι κατὰ τοὺς ἅλας τὸ στρουθίον ζῶν προεκτιλθέντων τῶν πτερῶν, ὅπερ κἀγὼ ποιῶ, φησὶν ὁ Φιλάγριος. Λογίζομαι γὰρ ἔχειν τι καὶ τὴν τοῦ αἵματος φύσιν οὐ τὰ τυχόντα συντελέσαι δυνάμενον, ἐχούσης τι καὶ τῆς κόπρου δραστικὸν ὅπερ | |
11(50) | ἐξασθενεῖν κατὰ τὴν καύσιν πείθομαι. Χρήσιμον δὲ τοῖς εὐποροῦσιν καὶ ὀπτὸν ἐσθίειν ὁλόκληρον μηδὲν ἀποβαλλομένους ἐξ αὐτοῦ πλὴν τῶν πτερῶν μόνων. Ταῦτα μὲν οὖν, κατ’ ἰδιότητα τῆς ὅλης οὐσίας, ἐνεργεῖν εἴωθεν. Ἐπιτέμνουσι μέντοι γενναίως τὸ τῆς λιθιάσεως ἐν νεφροῖς καὶ κύστει πάθος καὶ αἱ καυστικαὶ δυνάμεις. Πρότερον δὲ ἑνὸς μνημονεύσω ἁπλοῦ φαρμάκου λίαν ἐπαινουμένου, καὶ τελείαν ἀναίρεσιν τοῦ | |
55 | πάθους ἐπαγγελλομένου, καί πως ἐγγίζειν φαινομένου πρὸς τὰ κατ’ ἰδιότητα τῆς ὅλης οὐσίας ἐνεργεῖν δυνάμενοι· ἔχει δὲ οὕτως. | |
56 | Πρὸς λιθιῶντας φάρμακον ᾧ μαρτυρεῖ Μαρκιανὸς ὁ Ἄφρος ἰατρός. | |
57 | Λαγωοῦ δέρμα ἐπιτίθει ἐπὶ κεραμίδος, καὶ εἰσάγαγε εἰς φοῦρνον· καὶ ὅταν καῇ ὡς δύνασθαι λειοῦσθαι καλῶς, λαβὼν καὶ λεάνας, δίδου ἐξ αὐτοῦ 𐆂ε μετ’ οἴνου νήστει | |
60 | ἐν τῇ ἐμβάσει τοῦ θερμοῦ. Εἰ δὲ βούλει, φησὶ, δοκιμὴν λαβεῖν τοῦ φαρμάκου, βάλε ἐξ αὐτοῦ εἰς οἶνον καὶ ἔμβαλε τῷ οἴνῳ, λίθον ἐκ ποταμοῦ, καὶ σκεπάσας ἔα ἡμέρας ὀλίγας καὶ θρυβήσεται ὁ λίθος. Τοῦ Πρεσβύτου τοῦ Ἰνδοῦ πρὸς λιθιῶντας, φασὶ δέ τινες, καὶ τῶν ἔξωθεν λίθων δύνασθαι θρυβεῖν, ὡς τὸ πρὸ αὐτοῦ· Ἀκόρου, φοῦ, ὑπερικοῦ ἀνὰ 𐅻 ϛʹ, πράσου | |
65 | σπέρματος 𐅻 ιβʹ, ναρδουστάχυος 𐅻 ιʹ, κασίας, λινοσπέρμου, κυπέρου ἀνὰ 𐅻 κεʹ· μέλιτι ἀναλάμβανε· ἡ δόσις κυάμου μέγεθος. Ἄλλο, τάχιον ποιοῦν ἐξουρηθῆναι τῶν λίθων· μὴ καταφρόνει, φησὶ, τῆς εὐτελείας. Σκόρδων ὀνυχία ζʹ, πεπέρεως κοκκοὺς εʹ· ἅμα λεάνας πάνυ μετ’ οἴνου λευκοῦ πα‐ λαιοῦ στύφοντος μιᾶς κράσεως· δίδου πίνειν ἐν βαλανείῳ ἐν τῷ εἰσιέναι εἰς τὰ θερμὰ | |
70 | καὶ ἄπονον μὲν ποιεῖ τὸν πάσχοντα· ἐνίοτε δὲ καὶ τὸν λίθον ἀπὸ μιᾶς πόσεως ἐκφέρει. | |
71 | Ὀριβασίου νεφριτικοῖς. | |
72 | Ἀκόρου, μείου, φοῦ, ἀσάρου, σαρξιφάγου, πεπέρεως μέλανος, πηγάνου σπέρ‐ ματος, βετονίκης, ναρδοστάχυος, πεπέρεως λευκοῦ ἴσα· δίδου ξηρὰ 𐆂ε σὺν οἴνῳ | |
75 | στύφοντι ἢ ὕδατι. | |
75 | Ὀριβασίου νεφριτικοῖς ὕπνον ἐμποιοῦν. | |
76 | ||
Ἀνίσου, σελίνου, πετροσελίνου, ναρδοστάχυος, πεπέρεως λευκοῦ καὶ μέλανος καὶ μακροῦ, ἀνὰ 𐅻 ιʹ, κινναμώμου 𐅻 ηʹ, σμύρνης 𐅻 δʹ, ὀπίου 𐅻 δʹ, καστορίου, σίνονος, δαύκου ἀνὰ 𐅻 βʹ, ὑοσκυάμου σπέρματος 𐅻 αʹ 𐅶ʹʹ· ῥᾶ, σαρξιφάγου, βετονίκης, κασίας, | ||
80 | κυμίνου, σικύου σπέρματος λελεπισμένου ἀνὰ 𐅻 αʹ· μέλιτι ἀναλάμβανε καὶ δίδου νή‐ στει καρύου ποντικοῦ μέγεθος δι’ ὕδατος θερμοῦ· ποιεῖ καὶ πρὸς ἕλκη. | |
81 | Ἄλλο τοῦ αὐτοῦ ἐπαινούμενον. | |
82 | Πεπέρεως μέλανος, πεπέρεως λευκοῦ, πεπέρεως μακροῦ, σαρξιφάγου, βετονίκης, πετροσελίνου, ἀσάρου, κελτικῆς ναρδοστάχυος, ἴσα δίδου 𐅻 αʹ, μετὰ κονδίτου | |
85 | θερμοῦ κεράσας. | |
85 | ||
12 | Περὶ τραγείου αἵματος. | |
1 | Καὶ πρὸς νεφριτικοὺς καὶ λιθιῶντας ἀπαράβατόν ἐστι τὸ τράγειον αἷμα εἰς τὸ τούς τε προὐπάρχοντας λύειν λίθους, καὶ οὕτως ἐξουρεῖσθαι ποιεῖν, καὶ ἄλλους οὐκ ἐᾶν γίνεσθαι· ἔστι δὲ ἀνώδυνον· ὅταν οὖν ἄρξηται ἡ σταφυλὴ περκάζειν, λάμβανε | |
5 | λοπάδα καινὴν, καὶ βαλὼν ὕδωρ ἐν αὐτῇ ἕψε· ἵνα τὸ γεῶδες ἀποβάλῃ, καὶ σφάξας τράγον ἐκ ποίμνης ἀκμαῖον περίπου δʹ ἐτῶν, δέξαι τοῦ αἵματος τὸ μέσον, μήτε τὸ πρώτως ῥέον, μήτε τὸ ὕστερον δεχόμενος· εἶτα ἐάσας παγῆναι, κατάτεμε τὸ αἷμα καλάμῳ ὀξεῖ εἰς πολλὰ τμήματα ἐν τῇ λοπάδι κείμενον καὶ σκεπάσας δικτύῳ πυκνῷ ἢ ὀθόνη ἀραίᾳ ἢ κοσκίνῳ πυκνῷ τίθει ὕπαιθρον ἡλιοῦσθαι καὶ τῆς δρόσου μὴ μετα‐ | |
10 | λαμβάνειν φυλαττόμενος μήτε βραχῆναι, ὄμβρου γιγνομένου, ξηρανθέντος, λείωσον ἐπιμελῶς, καὶ ἔχε ἐν πυξίδι, καὶ δίδου ἐν ἀνέσει 𐆂ε λειότατον πλῆρες, μετὰ γλυκέως κρητικοῦ. Ἐπικαλεῖται δὲ τὸ φάρμακον θεοῦ χείρ. Τοῦτο ἡμεῖς, φησὶν ὁ Φιλάγριος, ἐν ὀλίγῳ χρόνῳ πεῖραν οὐκ ἀδόκιμον εἰλήφαμεν· ἐνίοτε δὲ εὐωδίας χάριν προσπλέ‐ κομεν τούτῳ φύλλου βραχὺ, ἢ ἀμώμου, ἢ τῶν ὁμοίων. Ἐγὼ δὲ, φησὶ, τοῦτο μίξας | |
15 | τὸ φάρμακον τῷ τρωγλοδύτῃ κεκαυμένῳ μετὰ μεγάλας ὀδύνας, οὐδὲν ἐξουρήσαντί τινι παμμεγέθη διαθρύψας λίθον ἐξέωσα. | |
16 | ||
13 | Ἀντίδοτοι διάφοροι πρὸς λιθιῶντας. | |
1 | Ἀντίδοτος Ἰουλιανοῦ διακόνου, ἣν ἐπὶ ἐμοῦ, φησὶν Ἀρχιγένης, πλειστάκις ἐπείρα‐ σεν. Θρύπτει γὰρ τοὺς ἐν νεφροῖς λίθους καὶ κύστει, καὶ κατὰ βραχὺ ἐξουρεῖσθαι ποιεῖ. Ποιεῖ δὲ καὶ ἐπιληπτικοῖς καλῶς· ἄγει καὶ ἔμμηνα διὰ πάχος ἢ ψύξιν ἐπισχη‐ | |
5 | μένα. Ὀστῶν ἐλαφείων κεκαυμένων Γοʹ γʹ, καστορίου, πεπέρεως λευκοῦ, ἀγαρικοῦ, ἀκό‐ ρου, ἄμεως, κασίας, ἀμώμου, σαρξιφάγου, καππάρεως ῥίζης, φλοιοῦ, καλαμίνθου, πάνακος ῥίζης, πυτίας λαγωοῦ, ἑρπύλλου, πετροσελίνου ἀνὰ Γοʹ αʹ· μέλιτος τὸ ἀρκοῦν. Ἡ δόσις καρύου ποντικοῦ μέγεθος. Ἐπὶ μὲν νεφριτικῶν καὶ καταμηνίων | |
10 | ἀγωγῆς, μετ’ οἰνομέλιτος· ἐπὶ δὲ ἐπιληπτικῶν μεθ’ ὕδατος θερμοῦ· πρὸς δὲ τὰ ἰοβόλα, μετ’ οἴνου. | |
11 | Ἀντίδοτος ἡ διὰ τραγείου αἵματος. | |
12 | Συντίθεται δὲ πρὸς λιθιῶντας, διὰ τοῦ τραγείου αἵματος ἀντίδοτος τοιαύτη. Σίνωνος | |
Γρʹ ιβʹ, ναρδοστάχυος Γρʹ ιβʹ, πεπέρεως κοινοῦ Γρʹ ιβʹ, καὶ πεπέρεως μακροῦ Γρʹ ιηʹ, | ||
15 | κυμίνου αἰθιοπικοῦ Γρʹ ϛʹ, πετροσελίνου, δαύκου, ῥᾶ ποντικοῦ, κρόκου, καρώου λυγι‐ στικοῦ, σμύρνης, ἀκόρου, ἀνὰ Γρʹ ιβʹ, αἵματος τραγείου ἐξηραμένου καθὰ προείρη‐ ται, Γρʹ λϛʹ, μέλιτος ἀπηφρισμένου τὸ ἱκανόν· ἡ δόσις καρύου ποντικοῦ τὸ μέγεθος, μετὰ κράσεως κονδίτου θερμανθέντος· δίδοται δὲ ἐν τῷ βαλανείῳ, ἐν τῇ ἐμβάσει τοῦ θερμοῦ. | |
19 | ||
20 | Ἄλλη Ἀρχιγένους. | |
20 | Εὐδοκιμεῖ, φησὶν, ἐπὶ λιθιώντων καὶ τοῦτο ᾧ κέχρημαι· ταύτῃ, φησὶν, ἐχρήσατο Φιλότιμος καὶ Ἰουστῖνος. Νάρδου στάχυος 𐅻 ιʹ, κρόκου 𐅻 ηʹ, σμύρνης 𐅻 εʹ, καστο‐ ρίου 𐅻 δʹ, καὶ ὀβ. δʹ, κασίας, σχοίνου ἄνθους, κινναμώμου ἀνὰ 𐅻 δʹ, κόστου 𐅻 βʹ, σκορδίου πολίου ἀνὰ 𐅻 γʹ· ἀσάρου 𐅻 αʹ, καὶ ὀβ. δʹ, μείου 𐅻 ιαʹ, πεπέρεως λευκοῦ καὶ | |
25 | μακροῦ, δαύκου, πετροσελίνου, ὀποβαλσάμου, ῥόδων ξηρῶν ἀνὰ 𐅻 αʹ· καρποβαλ‐ σάμου τετραόβολ. Τινὲς δὲ καὶ νήσσης θηλείας αἵματος 𐅻 βʹ, γλυκυρίζης χυλοῦ 𐅻 βʹ, σὺν μέλιτι ἀπηφρισμένῳ· ἀναλαβὼν δίδου κυάμου μέγεθος μετ’ οἰνομέλιτος κεκραμένου κυάθ. βʹ, ἢ ὕδατος θερμοῦ. Ταύτην καὶ Ὀριβάσιος ἐπαίνει. | |
28 | Ἄλλο Ἀρχιγένους πρὸς λιθιῶντας. | |
29 | ||
30 | Νάρδου στάχυος, πετροσελίνου, δαύκου ἀνὰ 𐅻 βʹ· στυπτηρίας σχιστῆς 𐅻 βʹ, κιν‐ ναμώμου, κασίας, σχοίνου ἄνθους, ἀνὰ 𐅻 αʹ, κρόκου ὀβ. γʹ, σμύρνης τὸ ἴσον, λεῖα ἀναλάμβανε οἴνῳ οἰνανθίτῃ, καὶ δίδου ὀβόλ. αʹ, μετ’ οἰνομέλιτος· γενναίως, φησὶ, τούτου τοῦ φαρμάκου πεπείραμαι, καὶ οὐκ ἂν εὕροις αὐτοῦ ἄμεινον φάρμακον, οὔτε πρὸς ἀνασκευὴν τοιαύτης διαθέσεως, οὔτε πρὸς κώλυσιν συστάσεως λίθου, οὔτε πρὸς | |
35 | θρύψιν τοῦ συνεστῶτος λίθου, οὔτε πρὸς καθελκυσμὸν, οὔτε πρὸς ἐξαγωγὴν καὶ ἀνακάθαρσιν τῆς ἰλυώδους ἐν τοῖς οὔροις, ὑποστάθμης, συνεργούσης δηλονότι τῆς διαίτης· τὸ γὰρ κυριώτατον τῆς προφυλακῆς ἐνταῦθα κεῖται. | |
37 | Φιλαγρίου πρὸς λιθιῶντας τὸ διὰ τοῦ δαμασωνίου· τῆς δευτέρας δὲ ὑπαρχούσης τάξεως φησί. | |
40 | Δαμασωνίου 𐅻 ιʹ, δαύκου σπέρματος 𐅻 ϛʹ, δαύκου ῥίζης 𐅻 ϛʹ, στρουθίου ῥίζης, καπ‐ πάρεως ῥίζης, φλοιοῦ, κινναμώμου ἀνὰ 𐅻 ϛʹ, κασίας 𐅻 ηʹ, κέστρου, πεπέρεως ἀνὰ 𐅻 ηʹ, νάρδου κελτικῆς, ἴρεως, ἀκόρου, ἀσάρου, μαράθρου σπέρματος, πετροσε‐ λίνου, καρδαμώμου, ναρδοστάχυος, κυπέρου, κόστου, σαρξιφάγου, σελίνου σπέρ‐ ματος, σμύρνης, πεπέρεως λευκοῦ, σεσέλεως, πάνακος ῥίζης, ζιγγιβέρεως, ἀνὰ 𐅻 δʹ, | |
45 | λίθου συριακοῦ ἀῤῥένος 𐅻 ιϛʹ, καὶ τῆς θηλείας λίθου 𐅻 ιϛʹ, σμυρνίου σπέρματος, ἠλέκτρου, ἢ λιγγουρίου, ὃ κάλουσι σούγχινον ἀνὰ 𐅻 ιϛʹ, εὐζώμου σπέρματος 𐅻 ιϛʹ, μέλιτος τὸ ἀρκοῦν. Ἡ δόσις καρύου ποντικοῦ τὸ μέγεθος σὺν ἀφεψήματι ἑλείου ἀσπα‐ ράγου ῥίζης, ἢ σχοίνου ἄνθους, ἢ γλυκυρίζης. Δίδου λουσαμένῳ. | |
48 | Ἕτερον διὰ δαμασωνίου, Φιλαγρίου. Τῆς τρίτης, φησὶ, τάξεως φαρμάκων λίθων | |
13(50) | θρυπτικὸν, διουρητικόν· ποιεῖ καὶ πρὸς νεφριτικούς· Δαμασωνίου 𐅻 κδʹ, δαύκου σπέρματος, δαύκου ῥίζης, στρουθίου, καππάρεως ῥίζης, | |
φλοιοῦ, κασίας, νάρδου κελτικῆς, ἀνὰ 𐅻 ϛʹ, ἴρεως, μείου, ἀσάρου, μαράθρου, καρ‐ δαμώμου, κυπέρου, πετροσελίνου, κόστου, σελίνου σπέρματος, σμύρνης, κρόκου ἀνὰ 𐅻 βʹ, σεσέλεως, πάνακος ῥίζης, τινὲς καὶ ζιγγιβέρεως, πεπέρεως, ἀνὰ 𐅻 δʹ, μέ‐ | ||
55 | λιτος ἀττικοῦ τὸ ἀρκοῦν· ἀναλάμβανε καὶ χρῶ καθὰ προείρηται. | |
55 | Ὀριβασίου ἐκ τῶν πρὸς Εὐστάθιον, ἡ Ξενοφίλου ἀντίδοτος πρὸς κύστιν καὶ νεφροὺς λιθιῶντας καὶ ἡλκωμένους. (Θραύει γὰρ τοὺς λίθους καὶ ὑγιάζει τὰ ἕλκη.) | |
57 | Κασίας Γοʹ αʹ, σαρξιφάγου Γοʹ δʹ, βετονίκης, κυπέρου, πετροσελίνου, κόστου, τριβόλου, ἄγνου σπέρματος, λινοσπέρμου πεφρυγμένου ἀνὰ Γοʹ βʹ, σελίνου σπέρ‐ | |
60 | ματος Γοʹ αʹ 𐅶ʹʹ, φύλλου, νάρδου στάχυος, ἀσάρου, δικτάμνου, δαφνίδων, ὠκίμου σπέρματος ἀνὰ Γοʹ αʹ, σμύρνης 𐅻 δʹ, ζιγγιβέρεως 𐅻 δʹ, στροβίλων Γοʹ ϛʹ, μέλιτος λ̸ βʹ. Δίδου ἐν λούτρῳ, ἢ πρὸ λούτρου μετ’ οἰνομέλιτος ἢ χρυσαττικοῦ, κυάμου μέ‐ γεθος. | |
63 | Ἀνδρομάχου πρὸς λιθιῶντας. Θραύουσα κατὰ μικρὸν καὶ ἐκκρίνουσα τοὺς λίθους | |
65 | μέχρις οὗ καθαρίσει τὴν κύστιν· εἶτα διαυγὲς ἀπουρήσει· τὸ δὲ μέγιστον ἀποθερα‐ πεύει, ὡς μηκέτι γίγνεσθαι, ἔχει δὲ οὕτως. Δαύκου σπέρματος, ἀνήσου, σικύου σπέρμα‐ τος λελεπισμένου, σελίνου σπέρματος, πετροσελίνου, σμύρνης ἀνὰ 𐅻 αʹ 𐅶ʹʹ, κασίας, κινναμώμου, νάρδου κελτικῆς, ἀνὰ 𐅻 αʹ· λεῖα ποιήσας ἀναλάμβανε ὕδατι ἡλίκον θέρμον σμικρὸν, καὶ δίδου νήστεσι καθ’ ἡμέραν, ἐπὶ ἡμέρας λʹ, σὺν ὕδατι κυάθων | |
70 | τριῶν, καὶ τοῦτο παρελάβομεν, φησὶ, μετά τινος θρησκείας σκευάζειν· ξυλίνῳ γὰρ καὶ ὄλμῳ καὶ ὑπέρῳ κόπτεται ἕκαστα, καὶ τὸν κύπτοντα δὴ μήτε δακτυλίδιον ἔχειν σιδηροῦν, μήτε ὑποδήματα ἧλον ἔχοντα σιδηροῦν. Τοῦτο ὡς μυστήριον ἔλαβον. | |
72 | Ἀσκληπιάδου πρὸς λιθιῶντας κατάπαστον. | |
73 | Βαλσάμου καρποῦ, λίθου τοῦ ἐν τοῖς σπόγγοις εὑρισκομένου, γλήχωνος χυλοῦ, | |
75 | μαλάχης ἀγρίας σπέρματος, νίτρου, ἕκαστον ἴσα κόψας, σήσας, ἀπόθου, καὶ δίδου κοχλιάριον αʹ μετ’ οἴνου κεκραμένου κυάθων γʹ. | |
76 | Ἄλλο κατάπαστον δόκιμον. | |
77 | Ἠλέκτρου ἤτοι σουγχίνου Γοʹ αʹ, λίθων τῶν ἐν τοῖς σπόγγοις εὑρισκομένων Γοʹ αʹ, σαρξιφάγου Γοʹ αʹ· ἡ δόσις Γρʹ βʹ, ὡς βούλει. | |
79 | ||
80 | Ἄλλο τοῦ διὰ τοῦ καρδαμίνου ξύλου πανὺ δόκιμον. | |
80 | Ναρδοστάχυος, πεπέρεως, ὑσσώπου, τηκολίθου ἀνὰ Γοʹ αʹ, σμύρνης, πετροσε‐ λίνου, κόστου, σαρξιφάγου, κυπέρου, λινοσπέρμου ἀνὰ Γρʹ ιηʹ, πεπέρεως Γοʹ αʹ, Γρʹ ιηʹ, κασίας Γρʹ θʹ, ἐλενίου Γρʹ εʹ, ῥινίσματος ἐλεφαντίνου Γρʹ βʹ, καρδαμίνου ξύλου | |
Γρʹ ιβʹ, μέλιτος τὸ ἀρκοῦν· ἡ δόσις τριώβολον μετὰ κονδίτου ἢ ὑδρομέλιτος. | ||
85 | Ἄλλο δόκιμον. Κράμβης σπέρματος 𐅻 ϛʹ, κυπέρου, πετροσελίνου, ἠλέκτρου, πεπέρεως ἀνὰ Γοʹ αʹ, μέλιτος τὸ ἀρκοῦν· ἡ δόσις καρύου ποντικοῦ μετὰ κονδίτου τοῖς ἀπυρέτοις· τοῖς δὲ πυρέττουσιν, ἐν μελικράτῳ. Ἄλλο· Κολοκύνθην ξηρὰν καύσας, δίδου τῆς τέφρας κοχλιάριον πίνειν ὡς βούλει, ἢ καταπότια ποιήσας, δίδου· καὶ τάχιον οὐρῆσαι ποιεῖ τὸν λίθον. | |
89 | ||
90 | Ἄλλο ἐπὶ τῶν θερμοτέρων μάλιστα ποιοῦν. | |
90 | Ἀνδράχνην χυλίσας ξήραινε τὸν χυλὸν καὶ καταπότια ποιήσας, δίδου 𐅻 αʹ, καὶ ἐξουρήσει τὸν λίθον ὥστε θαυμάσαι. Ἄλλο· Καρκίνους γʹ ἢ εʹ ἢ ζʹ, μόνον ἀζύγους καὶ ἐπ’ ὀστράκου ζώντας καύσας καὶ λεάνας τὴν τέφραν, δίδου κοχλ. μετὰ κονδίτου καὶ ἰάσῃ τοὺς λιθιῶντας νεφρούς. | |
95 | Ἄλλο· Φοῦ ζέσας ὕδατι πότιζε, καὶ ἄγει πάντας τοὺς λίθους· εἰ δὲ εὐπορεῖς τῆς μιθριδάτου τῆς τοῦ σκίγκου δεχομένης, δίδου σὺν τῷ ἀφεψήματι· πεπείραται· χρῶ. Ὀριβασίου κονδῖτον νεφριτικὸν, ποιεῖ γὰρ πρὸς νεφρῶν χρονίους πόνους καὶ κύστεως, καὶ δυσουρίας καὶ στραγγουρίας, καὶ ἰσχουρίας καὶ ψύξεις τούτων τῶν μερῶν. Ἐκκρίνει πώρους, θρύπτει λίθους καὶ πρὸς τὰς ἄλλας διαθέσεις τὸν αὐτὸν | |
13(100) | τρόπον ποιεῖ καλῶς. Σαρξιφάγου 𐅻 αʹ, βετονίκης 𐅻 αʹ, πετροσελίνου Γρʹ βʹ, νάρδου στάχυος Γρʹ γʹ, φύλλου Γρʹ γʹ, ἐρυσίμου Γρʹ ϛʹ, πεπέρεως Γρʹ ιβʹ, μέλιτος ξ̸ αʹ, οἴνου καλοῦ ξ̸ δʹ. | |
102 | Ἄλλο Ὀριβασίου (παρὰ Ἀρταχίου φησίν). | |
103 | Οἴνου ξ̸ ιβʹ, μέλιτος ξ̸ βʹ, πεπέρεως Γοʹ αʹ, σαρξιφάγου, βετονίκης, μείου, φοῦ, | |
105 | νάρδου στάχυος, πετροσελίνου, κασίας ἀνὰ 𐅻 βʹ. Κονδῖτον νεφριτικὸν, ποιεῖ γὰρ καὶ πρὸς τοὺς ἐν κύστει λίθους. Σαρξιφάγου, νάρδου στάχυος ἀνὰ Γρʹ δʹ, πεπέρεως Γρʹ αʹ, καρπασίας, σμύρνης, μείου, ἀσάρου, κασίας, σίνονος, πετροσελίνου, ἀκόρου, βετονίκης, δαύκου ὁμοίως, ἀνὰ 𐅻 δʹ, μέ‐ λιτος ξ̸ αʹ, οἴνου ξ̸ δʹ ἢ εʹ. | |
109 | ||
110 | Ἄλλο νεφριτικόν. | |
110 | Νάρδου στάχυος, φοῦ, σαρξιφάγου, βετονίκης, ἀσάρου, λινοσπέρμου, πεπέρεως, ἀνὰ Γοʹ αʹ, κόστου Γοʹ τὸ 𐅶ʹʹ· κοχλ. βάλλε τοῦ ξηροῦ εἰς κονδῖτον, καὶ πινέτω πρὸ ὥρας ἀρίστου. Θρύπτει λίθους, καὶ ἀπουρεῖσθαι ποιεῖ ὡς μηκέτι συγχωρεῖν συνίστα‐ σθαι τὸν λίθον. | |
114 | ||
115 | Ἄλλο νεφριτικὸν δόκιμον. | |
115 | Ζαδὼρ, γαλαγγᾶ, λιβυστικοῦ, σεσέλεως, πεπέρεως λευκοῦ καὶ μακροῦ, κιννα‐ μώμου, ζιγγιβέρεως, σμυρνίου σπέρματος, καρυοφύλλου, φύλλου, στάχους, μυρο‐ βαλάνου, φοῦ, κόστου, σκορδίου, σιλφίου, ῥέου βαρβαρικοῦ, παιωνίου καὶ παλιού‐ ρου σπέρματος, καὶ σαρξιφάγου, καὶ κασίας ἀνὰ ξ̸ βʹ, μετὰ κονδίτου ἢ οἴνου παλαιοῦ· | |
120 | δίδοται καὶ εἰς λουτρὸν καὶ χωρὶς λουτροῦ καὶ ἑσπέρας καὶ πρωΐ. Ἀψινθάτον πρὸς λιθιῶντας πανὺ καλόν. | |
121 | Πετροσελίνου Γοʹ αʹ, σαρξιφάγου Γρʹ ιβʹ, βετονίκης Γρʹ ιβʹ, ἐρυσίμου σπέρματος Γοʹ αʹ 𐅶ʹʹ, νάρδου στάχυος Γρʹ ϛʹ, φύλλου Γρʹ ϛʹ, ῥεοῦ ποντικοῦ Γρʹ ϛʹ, καλάμου ἀρωματικοῦ Γρʹ εʹ, δικτάμνου Γρʹ γʹ, μέλιτος ξ̸ αʹ, οἴνου ξ̸ εʹ· δίδου κράσιν νήστει. | |
124 | ||
125 | Ἄλλο θρυπτικὸν τῶν ἐν νεφροῖς λίθων, ὥστε ἐν ἡμέρᾳ μίᾳ δεῖξαι τὴν ὠφέλειαν· ἀβροτόνου 𐅻 ηʹ, κρόκου 𐅻 ηʹ, ἢ ἀνθυλίδος βοτάνης 𐅻 ιϛʹ, πηγάνου, φύλλου, χλω‐ ρῶν [ἀνὰ] 𐅻 ιϛʹ· λεάνας καλῶς ἀναλάμβανε τροχίσκους καὶ δίδου 𐅻 αʹ μετ’ ὀξυμέ‐ | |
λιτος· χρῶ αὐτῷ, φησὶν, συνεχῶς, ἔστι γὰρ καλὸν ὥστε θαυμάσαι. | ||
128 | ||
14 | Ἐπιμέλεια ἐπὶ τῶν μὴ δυναμένων θρυβῆναι μήτε ἐξουρηθῆναι λίθων. | |
1 | Μὴ δυναμένων δὲ ἐξουρηθῆναι τῶν ἐν κύστει λίθων, ἀλλὰ ἐμφραττομένων τῷ πόρῳ καὶ ἰσχουρίας αἰτιῶν γινομένων, σχηματίζειν χρὴ τὸν πεπονθότα ὕπτιον ὡς προείρηται, ἀνάῤῥοπα ποιοῦντα τὰ πρὸς τὰ ἰσχία μέρη, κἄπειτα διασείειν πολυειδῶς | |
5 | ἔνθα καὶ ἔνθα, ὡς ἐκπεσεῖν τοῦ πόρου τὸν λίθον, ἔπειτα κελεύειν οὐρεῖν ὕπτιον ὄντα καὶ ἔτι ἀνάῤῥοπον κατακείμενον. Εἰ δὲ μηδὲ οὕτως οὐρεῖν δυνηθείη, διὰ καθε‐ τῆρος κομίζειν τὸ οὖρον. Περιξεομένης δὲ ἐνίοτε τῆς κύστεως, τραχέος ὄντος τοῦ λί‐ θου, καὶ ὕφαιμα οὐροῦσιν, ἔστι δὲ ὅτε καὶ πυώδη, καὶ ὑπόμυξα, καὶ ὀδυνῶνται οὗτοι πλέον τῶν ἄλλων, καὶ οὐροῦντες, καὶ μὴ οὐροῦντες. Τούτους δὲ ποτίζειν χρὴ ἅ τινα | |
10 | καὶ λίθους θρύπτειν ἐπαγγέλλεται φάρμακα καὶ τὰ ἕλκη ἰᾶσθαι. Ὅσοις δὲ τὰ μὲν ἕλκη οὔπω γέγονεν, οἱ δὲ λίθοι ἐν τῇ κύστει περιέχονται, διαφανῆ καὶ λεπτὰ καὶ | |
ὑδατώδη οὐροῦσιν, καὶ ψαμμώδεις ὑποστάσεις ἴσχει τὰ οὖρα, καὶ ὀδυνῶνται ἐν ταῖς ἀπουρήσεσιν. Μὴ δυναμένων δὲ θρυβῆναι τῶν ἐν τῇ κύστει λίθων ὑπὸ τῶν προσαγο‐ μένων φαρμάκων, τέμνειν δεῖ κάτωθεν, καὶ ὑπεξαίρειν τὸν λίθον κατὰ τὸ εἰωθὸς, καὶ | ||
15 | τὴν τομὴν ὅτι σπουδαιότατα εἰς συσσάρκωσιν καὶ ἀπούλωσιν ἄγειν πρὸς τὸ μὴ ῥυάδα ἐπιγενέσθαι. | |
16 | ||
15 | Δίαιτα μετὰ τὴν τῶν λίθων κομιδὴν προφυλακτικὴ παλιγγενεσίας, καὶ διάγνωσις τοῦ παρενοχλοῦντος χυμοῦ ἐκ τῆς τῶν λίθων χρόας. | |
2 | Μετὰ δὲ τὴν τοῦ λίθου κομιδὴν καὶ τὴν τοῦ ἕλκους ἀπούλωσιν, φροντιστέον τῆς διαίτης, ὅπως μὴ παλιγγενεσία παρακολουθήσῃ· τεκμαίρεσθαι δὲ σὺν τοῖς ἄλλοις | |
5 | ἅπασι καὶ ἐκ τῆς χρόας τοῦ ἐκκρινομένου λίθου τὴν πλεονάζουσαν ἐν τῷ σώματι ὕλην ἐξ ἧς οἱ λίθοι συνίστανται· οἳ μὲν γὰρ ὑπόλευκοι φαίνονται φλεγματικώτερον μᾶλλον ἐμφαίνουσι τὸν χυμὸν, οἳ δὲ ὠχροί εἰσι καὶ δηλοῦσι χολὴν πλεονεκτεῖν· οἳ δὲ ὀστρακώδεις ὑπεροπτωμένην ὑπὸ πλειόνος θερμότητος χολῆν· οἳ δὲ μέλανες ἐμ‐ φαίνουσι τὸν μελαγχολικὸν ἐπικρατεῖν χυμόν. Πάντες μὲν οὖν οἱ ὁπωσοῦν λιθιῶντες | |
10 | ἀπὸ δείπνου συνεχῶς ἐμείτωσαν· καὶ μηδὲν πυρῶδες προσφερέσθωσαν ὃ μέλλει τοὺς νεφροὺς ἢ τὴν κύστιν θερμαίνειν. Φυλάττεσθαι δὲ προσήκει τά τε σκληρὰ ταῖς οὐσίαις καὶ δυσδιαίρετα τῶν βρωμάτων, τά τε πολυούσια καὶ πολύτροφα καὶ τὰ ἀθρόως ἀναδιδόμενα πρὸ τῆς τελείας πέψεως, καὶ τὰ βαρέα ταῖς ποιότησι καὶ τὰ δυσαλλοίωτα, τά τε ἐπιπολάζοντα καὶ δυσκόλως ὑποχωροῦντα καὶ τὰ ἐμπνευματοῦντα, | |
15 | καὶ τὰ παρεμπλαστικὰ, ἢ ἄλλως ἐγκαθήμενα τοῖς σώμασιν ἐπιμόνως· πονήσασα γὰρ ἡ γαστὴρ ἐπὶ τῶν τοιούτων σιτίων, μεταδίδωσιν αὐτὰ ἄπεπτα ἢ ἡμίπεπτα ἥπατι καὶ νεφροῖς. Καὶ τὸ ἀθρόως δὲ ἄπεπτον ἀνενεχθὲν ἀφυῶς ἐξυλίζεται, καὶ σὺν θορύβῳ διελθὸν εἰς τοὺς νεφροὺς, εὐθὺς ὑφίσταται· διὸ καὶ γάλα πᾶν ἄθετον τούτοις χωρὶς τοῦ ὀνείου· τοῦτο γὰρ, φησὶν Ἀρχιγένης, καὶ τῇ οὐσίᾳ λεπτότατον καὶ τῇ δυνάμει | |
20 | διαλυτικώτατον. Θαυμαστῶς οὖν ἐξαλείφει τῶν ἄρθρων τὰς κονδυλώσεις, ἃς κατά τινα ἐπιπώρωσιν ἐκ μοχθηρᾶς γαλουχίας ὑπομένει τὰ νήπια, καὶ παραινῶ ὅσον κο‐ τύλην αὐτοῦ διδόναι συνεχῶς τοῖς λιθιῶσι προφυλακῆς χάριν μετὰ τοὺς ἑωθινοὺς περιπάτους, καὶ τάχα ἀντὶ παντὸς γένοιτο. Πόμα μὲν ὕδωρ ἔστω θερμὸν πηγαῖον | |
καθαρὸν, διύλιστον, κοῦφον· οἶνος δὲ λεπτὸς οὐρητικὸς, μὴ ἄγαν παλαιός· οἱ δὲ | ||
25 | γλυκεῖς τῶν οἴνων ἄθετοι τοῖς λιθιῶσιν. Συντόμως δὲ εἰπεῖν, πᾶσα ἡ δίαιτα ἐπὶ μὲν τῶν ψυχροτέρων τὴν κρᾶσιν, ἀκριβῶς λεπτύνουσα ἔστω· ἐπὶ δὲ τῶν θερμοτέρων, μέση τῶν λεπτυνόντων καὶ παχυνόντων· τὸ δὲ κατακορὲς τῶν ἄλλων ἁπάντων παραφυλάττεσθαι χρὴ, καὶ μάλιστα τῶν γλυκέων καὶ τυρωδῶν τροφῶν· ὅθεν καὶ ἀπεψίαν πολεμιώτατον νομιστέον, καὶ εἴ ποτε περιπέσοι τῇ ἀπεψίᾳ, ἐν ἀσιτίᾳ με‐ | |
30 | νέτω. Φυλακτέον ψύξεις μὲν ἐγκαύσεως μᾶλλον· ἐν εὐκράτοις δὲ αἱ διατριβαὶ ἔστω‐ σαν, καὶ σχολαῖοι περίπατοι καὶ σύμμετρα γυμνάσια· ἡ γὰρ ἀργία βλαβερά. Τὴν δὲ γαστέρα εὔλυτον ἀεὶ ἔχειν δεῖ· ταύτης γὰρ καλῶς ὑπιούσης καθαρώτεραι καὶ αἱ οὐ‐ ρήσεις γίνοιντο ἄν. Ἀλείμμασι δὲ κεχρῆσθαι τοῖς δυσπάθειαν τοῖς τόποις περιποιεῖν δυναμένοις, καὶ τὰ φοινίσσοντα καὶ ψυδρακοῦντα τῶν ἐπιθεμάτων καὶ δρώπακας καὶ | |
35 | σιναπισμοὺς παραλαμβάνειν. Μάλαγμα δὲ τοῦτο ἐξειλέχθω· οὐκ ἂν γὰρ εὕροις καταλληλότερον αὐτοῦ φησιν Ἀρχιγένης ταῖς τοιαύταις διαθέσεσιν. Πίσσης ὑγρᾶς κοτύλας βʹ, κηροῦ, πιτυΐνης, θείου ἀπύρου, νίτρου, ἀνὰ λ̸ αʹ, σταφίδος ἀγρίας οὐγγ. ηʹ, χαλβάνης οὐγγ. ϛʹ. Τοῖς τηκτοῖς διαλυθεῖσιν ἔμπασσε τὰ ξηρὰ λεῖα, καὶ ἑνώσας ἰσχυρῶς ἐπιτίθει. Μύξαν ἄγει πολλὴν ἰονθώδης ὁ τραχυσμὸς γινόμενος, | |
40 | καὶ ὀδαξησμὸν οὐ πονηρὸν ἐμποιεῖ, ὥστε καὶ ἡδονὴν ἐμποιεῖν ψυχόμενον διὰ τῆς ἀλείψεως. Εἰ δέ ποτε ἐνόχλησις ἐξ αὐτοῦ γένοιτο, ψιλῇ πραϋντέον κηρωτῇ πρὸς μίαν ἡμέραν· καὶ πάλιν αὐτὸ ἐπιθετέον. Ἁρμοδιώτατον δὲ καὶ τοῖς νεφροῖς ἐπιτι‐ θέμενον κατὰ τῶν κενεώνων. Καὶ οἱ σιναπισμοὶ ἐπιτήδειοι τοῖς λιθιῶσι, καὶ ἡ τῶν αὐτοφυῶν ὑδάτων χρῆσις· καὶ λουέσθωσαν μὲν ὀλιγάκις, χριέσθωσαν δὲ πυκνά. Πε‐ | |
45 | φροντισμένως δὲ ἔχειν τοῦ κατὰ καιρὸν ἐπιτήδειον φλέβα τέμνειν, εἰ πλεονάζειν τὸ αἷμα δοκοῖ· καθάρσεσί τε προνοεῖν τῶν κακοχυμίαν ἀθροιζόντων ταῖς ἐπιτηδείοις. Πινέτωσαν δὲ ἐκ διαλειμμάτων καὶ τὰ διουρητικὰ ἁπλᾶ τε καὶ σύνθετα τὰ προγε‐ γραμμένα· ἐπὶ γὰρ τοῖς τοιούτοις ἅπασι τὸ καταλιμπανόμενον βραχὺ ῥᾳδίως πρὸς τὴν ὀφειλομένην ἀλλοίωσιν ἔρχεται. Φασὶ δέ τινες γῆν ἀπὸ πλίνθου παλαιᾶς | |
15(50) | λειωθεῖσαν μετὰ γῆς ἐντέρων καὶ ἐπιχριομένην παχυτέραν τῷ ἤτρῳ οὐρεῖσθαι τὸν ἐν τῇ κύστει ἢ νεφροῖς λίθον παρασκευάζειν. | |
51 | ||
16 | Περὶ φλεγμονῆς νεφρῶν. Ἐκ τῶν Ῥούφου. | |
1 | ||
Φλεγμαίνουσιν οἱ νεφροὶ διὰ πολλὰς αἰτίας· καὶ γὰρ διαφθοραὶ τῶν χυμῶν, καὶ πληγαὶ, καὶ θλάσεις, καὶ φαρμακοποσίαι γεννῶσι τὴν φλεγμονὴν, καὶ μάλιστα ἱπ‐ πασίαι συνεχεῖς καὶ σφοδραί. Παρακολουθεῖ δὲ αὐτοῖς ἄλγημα σφυγματῶδες ὄπισθεν | ||
5 | κατὰ τὸν πρῶτον τοῦ μεταφρένου σπόνδυλον ἀνωτέρω μικρῷ τῶν νόθων πλευρῶν· διατείνει δὲ ἡ ὀδύνη ἄνω μὲν μέχρι τοῦ ἥπατος, καὶ μάλιστα τοῦ δεξιοῦ νεφροῦ πά‐ σχοντος, κάτω δὲ μέχρι κύστεως, καὶ αἰδοίου, καὶ ὀσφύος, ἰσχίου τε καὶ ἤτρου, καὶ μηροῦ, νάρκη τε παρακολουθεῖ τοῦ καταλλήλου σκέλους, καὶ οὔτε ὀρθοῦσθαι δύ‐ νανται, οὔτε βαδίζειν· καὶ ἤν τε πταρμὸς, ἤν τε ἄλλος τις σεισμὸς ἐμπέσῃ, σφόδρα | |
10 | ὀδυνῶνται· ψύχεται δὲ αὐτοῖς ἄκρα, καὶ μᾶλλον κνῆμαι, καὶ πόδες, καὶ δυσουρία σύνεστιν, οὐρεῖ τε συνεχῶς καὶ ἐπιπόνως, καὶ κατὰ ἀρχὰς μὲν λεπτὰ καὶ ὑδατώδη ὑπόστασιν μὴ ἔχοντα· προϊούσης δὲ ἐπὶ τὸ χεῖρον τῆς φλεγμονῆς, ἐρυθρότερα οὐρεῖ‐ ται, εἶτα καὶ παχέα καὶ μυξώδη· καὶ πυρετοὶ σφοδροὶ ἐπιγίνονται. Ἐπιτεινομένης δέ τι τῆς φλεγμονῆς, ταῦτα πάντα σφοδρύνεται· πρὸς τούτοις δὲ καὶ ναυτιῶσι, καὶ | |
15 | δάκνονται τὸν στόμαχον, καὶ χολημετοῦσιν· ἔνιοι δὲ αὐτῶν καὶ μέχρι λιποθυμίας θλίβονται, καὶ ἐφιδροῦσιν· ἐπέχεται δὲ αὐτοῖς καὶ ἡ κοιλία ὥστε ἐμπνευματοῦσθαι, καὶ συνεχῶς ἐρεύγεσθαι· ἀνορεξία τε ἰσχυρὰ παρακολουθεῖ· καί τισι μὲν διηνεκεῖς εἰσιν οἱ παροξυσμοὶ, τισὶ δὲ καὶ ἐκ διαλειμμάτων· ὡς ἐπίπαν δὲ προηγεῖται τῶν ἀλ‐ γημάτων ἔκδοσις κοιλίας, ἢ οὔρου ἱκανὴ ἔκκρισις. Οἶδα δὲ ἐγώ τινα μετὰ σφοδρὰν | |
20 | περιωδυνίαν λιποθυμήσαντα καὶ ἱδρώσαντα ἐπιπολὺ, ἀπολυθέντα δὲ μετὰ τὸ ἀναστῆ‐ ναι ἁπάντων τῶν δυσχερῶν. —Θεραπεύειν μὲν οὖν χρὴ τοὺς φλεγμαίνοντας νεφροὺς τὸν τρόπον τοῦτον· κατακλίνειν χρὴ τὸν πάσχοντα ἐπὶ στρωμνῆς μαλακωτάτης, καὶ σιτίου τὴν πρώτην ἀπέχειν, οὐ μὴν εἰς πολλὰς ἡμέρας ἐκτείνειν τὴν ἀσιτίαν· ἄκρατα γὰρ καὶ δριμύτερα γενόμενα τὰ οὖρα ἐν ταῖς ἀσιτίαις δήξεις σφοδροτάτας ἐπιφέρει. | |
25 | Διαιτᾷν μὲν οὖν κατὰ ἀρχὰς λεπτοῖς ῥοφήμασιν ἀδήκτοις, καὶ ποτῷ, ὕδατι θερμῷ· μελίκρατον δὲ κατὰ ἀρχὰς οὐκ ἐπαινῶ πρὶν πεφθῆναι τὰς φλεγμονάς. Μήτε μὴν διου‐ ρητικοῖς χρῆσθαι· βλάψει γὰρ τοὺς δακνώδεις χυμοὺς ἐπάγοντα τοῖς φλεγμαίνουσιν μορίοις· μηδὲ μὴν καθαρτήριον διδόναι καθώς τινες εἰώθασι, κλυστῆρι δὲ χρῆσθαι ἀφεψήματι μαλάχης, ἢ λινοσπέρμου, ἢ τήλεως, ἢ χυλῷ πτισάνης μετὰ ἐλαίου, ἢ | |
30 | μέλιτος· πλῆθος δὲ ἐνιέναι μὴ πολὺ ὡς μὴ πιέζειν τοὺς νεφροὺς πληρούμενα τὰ ἔν‐ | |
τερα· ἐκκριθέντων δὲ τῶν σκυβάλων καὶ κενωθέντος τοῦ ἐντέρου, ἐνιέναι ἔλαιον ἀνή‐ θινον, ἢ γλεύκινον μετὰ βουτύρου, ἐντακέντων αὐτοῖς στεάτων τινῶν χηνὸς ἢ ἀλε‐ κτορίδος ἢ μυελοῦ ἐλαφείου. Ὑπελθούσης δὲ τῆς γαστρὸς, εἰ μὲν ἐνδιδοίη ὁ πόνος, ἐλαιοβραχὲς ἔριον περιτίθες ἐν κύκλῳ ἀνὰ πᾶσαν ἐπιβρέχων τὸ ἐπικείμενον ἔριον | ||
35 | ἐλαίῳ θερμῷ συνεχῶς· βέλτιον δὲ συνέψειν τῷ ἐλαίῳ ἄνηθον, πήγανον, ἀλθαίαν, ἀρτεμισίαν. Ὀξύτερον δὲ πεπονθότων τῶν νεφρῶν, καὶ σφοδροτέρας οὔσης ὀδύνης, φλέβα τέμνειν τὴν κατὰ ἀγκῶνα, καὶ ἐπαφαιρεῖν, καὶ μετὰ τοῦτο, εἰ ὑπολείποιτό τι τῆς φλεγμονῆς, καταπλάσσειν τὰ μὲν πρῶτα ἀλεύρῳ ἐν μελικράτῳ ἑφθῷ, ἢ τῷ λινο‐ σπέρμῳ, μετὰ δὲ ταῦτα καὶ τῆς χαμαιπίτυος μίσγειν καὶ τοῦ πολίου, ἀβροτόνου, | |
40 | χαμαίδρυος, ἀσάρου, σχοίνου, ἄνθους, καὶ τότε μηκέτι ἐν μελικράτῳ τὰ καταπλά‐ σματα ἕψειν, ἀλλὰ ἐν γλυκεῖ· μίσγειν δὲ τοῦ μὲν ἀλεύρου μέρη δʹ, τῶν δὲ εἰρημένων φαρμάκων τινὸς μέρη βʹ. Ἀγαθὸν δὲ καὶ τοῦτο τὸ κατάπλασμα· χαλβάνης, τερεβιν‐ θίνης, ὀροβίνου ἀλεύρου ἀνὰ δραχμὰς νʹ· ἴρεως δράχμας δʹ· κηρωτῆς ἐσκευα‐ σμένης διὰ γλευκίνου, ἢ ἀμαρακίνου, ἢ ἰρίνου, ἢ κυπρίνου, ἤ τινος τῶν παραπλησίων | |
45 | λίτρα αʹ, ἀλεύρου πυρίνου οὐγγίας βʹ, γλυκέος κρητικοῦ τὸ ἱκανόν· σκευάσας ἐπιτίθει κατὰ τῶν λαγόνων καὶ τῆς ὀσφύος· ποιεῖ δὲ καὶ πρὸς τὰς περὶ κύστιν φλεγμονὰς ἐπιτιθέμενον κατὰ τοῦ ἤτρου. Εἰ δὲ τοῖς καταπλάσμασι μὴ πραΰνοιτο ἡ ὀδύνη, σικύαν προσβάλλειν τῇ τε ὀσφύϊ, καὶ ὑπὸ τοὺς κενεῶνας, καὶ ἀμυχαῖς χρησάμενον ἀφέλκειν τοῦ αἵματος ἱκανόν· ἔπειτα σπόγγοις πυριᾷν καὶ εἰς θερμὸν | |
16(50) | ἐγκαθίζειν συνεψήσαντας τῷ ὕδατι κάλαμον ἀρωματικὸν, χαμαίμηλον, σχοίνου ἄνθος, λινόσπερμον, ἄνηθον, μαλάχης ἀγρίας ῥίζαν· πρότερον δὲ καὶ κύστιν εὐ‐ μεγέθη ἡμιπλήρη ὑδρελαίου θερμοῦ ἐπιτιθέναι τοῖς τόποις, καὶ πυρίαις λιπαρω‐ τέραις χρῆσθαι· μετὰ δὲ ταῦτα κηρωτὰς καὶ μαλάγματα ἐπιτιθέναι, κηρωτὰς μὲν διὰ κυπρίνου, ἢ ἰρίνου μύρου· μαλάγματα δὲ τὰ εὐωδέστατα, οἷά ἐστι τὰ ἡπατικὰ διὰ | |
55 | στύρακος. Ἐν δὲ ταῖς ὀδύναις πίνειν φάρμακα τῶν ἀνωδυνίαν ἐμποιούντων τοιάδε· κωδύας πεφωγμένης ἡμιώβολον, στύρακος τὸ ἴσον, λιβάνου ὀβολὸς αʹ, σικύου σπέρματος κόκκοι κʹ, σελίνου σπέρματος ὅσον τοῖς τρισὶ δακτύλοις, ὀπίου ὅσον ὄροβος μικρός· τρίβων ὡς λειότατα καὶ κεραννύων γλυκεῖ ἢ ὕδατι δίδου τὸ ὅλον· | |
αὐτικὰ γὰρ λωφήσει ἡ ὀδύνη καὶ ὑπνώσει ὁ κάμνων. Ὠφέλιμοι δὲ καὶ οἱ παραπλήσιοι | ||
60 | τροχίσκοι ἀνώδυνοι, πεφθεισῶν δὲ ὅμως καὶ τελέως λυθεισῶν τῶν φλεγμονῶν, καὶ τῶν ὀδυνῶν παυσαμένων· τότε καὶ τοῖς οὐρητικοῖς καθαίρειν οἷόν ἐστιν ἄκορον, μῆον, φοῦ, πετροσέλινον, ἄγρωστις, κασία, χαμαίπιτυς, πόλιον· τούτων ἕκαστον ἕψειν ἐν ὕδατι καὶ μετὰ οἴνου ἢ μέλιτος πίνειν. Σιτία δὲ διδόναι, μετὰ τὰς πέψεις τῶν φλεγμο‐ νῶν, ἄρτους μὲν τοὺς καλλίστους, κλιβανίτας μάλιστα, πτηνῶν δὲ τὰ ὄρεια, θα‐ | |
65 | λασσίων δὲ τοὺς ἐχίνους προσφάτους· λαχάνων δὲ μαράθρου, σελίνου, δαύκου, καὶ τὰ ἄγρια πάντα, καὶ σικυὸν ἑφθόν· οὔρησιν γὰρ καλῶς προτρέπει ταῦτα, μάλιστα δὲ οἱ σταφυλῖνοι κάθεφθοι, καὶ τὰ κρῆθμα, καὶ ὁ σκάνδιξ, καὶ τὰ γιγγίδια. Οὖρα δὲ ἐκκρί‐ νεται τούτοις, μετὰ τὰς πέψεις τῶν φλεγμονῶν, πολλὰ καὶ παχέα, καὶ ὑποστάσεις καλὰς ἔχοντα, καὶ μάλιστα ταῦτα κρίνει τὴν νόσον· αἱ δὲ ὑδατώδεις καὶ καθαραὶ καὶ | |
70 | διαφανεῖς οὐρήσεις δυσκριτώτεραι. | |
70 | ||
17 | Περὶ σκληρίας νεφρῶν. | |
1 | Ὅσαι δὲ σκληρότητες περὶ νεφροὺς γίνονται ὀδύνας μὲν οὐκέτι παρέχουσιν· δοκεῖ δὲ αὐτοῖς ὥσπερ ἐκ τῶν κενεώνων κρεμᾶσθαί τι, καὶ ναρκώδεις μὲν τὰ ἰσχία, ἀκρατεῖς δέ εἰσι τῶν σκελῶν, οὐροῦσί τε ὀλίγα, τήν τε ἄλλην ἕξιν τοῖς ὑδατουμένοις | |
5 | μάλιστα ἐοίκασιν· τινὲς δὲ καὶ σαφῶς ὑδεριῶσι ἐν τῷ χρόνῳ, οἷα καὶ ἀπὸ τῶν ἄλ‐ λων σπλάγχνων σκληρυνομένων συμβαίνει τούτοις. Ἁπαλύνειν χρὴ κηρωταῖς, καὶ μαλάγμασι, καὶ τρίψεσι, καὶ πυρίαις λιπαραῖς, καὶ οὐρητικὰ προσφέρειν, καὶ τὴν γαστέρα ὑποκλύζειν τοῖς διὰ ἀλθαίας καὶ τήλεως καὶ ἰσχάδων μέλιτός τε καὶ νίτρου καὶ ἐλαίου· καὶ ἐνέματα εἰς νύκτα παραλαμβάνειν διὰ ἐλαίου ἀνηθίνου μετὰ βουτύρου καὶ | |
10 | στεάτων χηνείων. | |
10 | ||
18 | Περὶ διαπυησάντων νεφρῶν. Ἐκ τῶν Ῥούφου. | |
1 | Ὅσοις δὲ εἰς μεταβολὴν ὑγροῦ τρέπεται τὰ τῆς φλεγμονῆς τῶν νεφρῶν, πάντα τὰ προῤῥηθέντα ἐπὶ τῆς φλεγμονῆς ἐπιταθήσεται συμπτώματα, καὶ αἱ τῶν πυρετῶν εἰσβολαὶ μετὰ φρίκης γενήσονται, καὶ περὶ ἑσπέραν ὡς ἐπίπαν. Ἤδη δὲ καὶ ὄγκος | |
5 | ποσῶς περὶ τοὺς κενεῶνας φαίνεται, καὶ θερμασίας σφοδρᾶς αἴσθησις αὐτοῖς γίνεται περὶ τοὺς νεφροὺς, καὶ οὐροῦσι πυῤῥὰ καὶ ἄκρατα· ἀποτελεσθείσης δὲ ἤδη τῆς με‐ | |
ταβολῆς, μειωθήσεται τὰ τῶν πυρετῶν καὶ τὰ τῶν ἀλγημάτων συμπτώματα· βάρους δὲ αἴσθησις μᾶλλον αὐτοῖς γίνεται κατὰ τὸν πεπονθότα νεφρὸν, ἐν μέντοι τῷ τῆς ῥήξεως καιρῷ πάλιν παροξυσμὸς γενήσεται, ᾧ ἐπακολουθήσει ἔκκρισις τῶν ὑγρῶν | ||
10 | σὺν τοῖς οὔροις· ἐνεχθήσεται δὲ καὶ ἀποπλύματά τινα σαρκώδη ἐκ τῆς οὐσίας τῶν νεφρῶν· τὰ γὰρ πολλὰ ἐπὶ κύστιν φέρεται τὸ ἐκ τῶν νεφρῶν ῥηγνύμενον πύον, ὅτε καὶ ἐπὶ συμφέροντι γίνεται, ποτὲ δὲ ἐπὶ ἔντερον ἡ ῥῆξις γίνεται καὶ διὰ τῆς ἕδρας κενοῦται τὸ πύον. Τισὶ δὲ οὐδὲ ῥήγνυται, ἀλλὰ μένει κατὰ τοὺς νεφροὺς χρόνον πολὺν, μέχρις ἂν ἢ καυτῆρα προσαγάγῃς, ἢ ἄλλῳ τρόπῳ ἀναστομώσῃς | |
15 | ἔξωθεν. Τῶν μὲν οὖν τῆς ἀποστάσεως σημείων προφανέντων, συνεργεῖν δεῖ ὡς ὅτι τάχιστα τῇ μεταβολῇ καὶ τῇ συῤῥήξει. Πυριᾷν τε οὖν συνεχῶς σπόγγοις ἐξ ὑδρε‐ λαίου, καὶ πιτύροις, καὶ καταπλάσμασι διὰ ἀλεύρου κριθίνου μετὰ ἀφεψήματος σύκων καὶ ἀλθαίας ἡψημένων ἐν μελικράτῳ, ἢ γλυκεῖ κρητικῷ· ἀγαθὸν δὲ καὶ αὐτὰ τὰ σῦκα παραμίσγειν λεαίνοντα, καὶ ἀψινθίου κόμην κόψαντα ἐμβαλεῖν, ἢ χαμελαίαν, ἢ ἶριν | |
20 | ἢ βρυωνίαν· ἐχέτω δὲ καὶ τερεβινθίνην, πίσσαν, μάνναν, λιβανωτὸν, περιστερᾶς κόπρον, πόλιον καὶ πάντα τὰ τούτοις ἐοικότα, καὶ ἁπλῶς πάντα παραληπτέον ἅ τινα ἐπὶ τοῦ ἥπατος ἐδοκιμάζομεν ἐν ἀποστάσει γεγονότος. Ἐπὶ δὲ τῶν κακοήθων καὶ σηπεδονωδῶν ὑγρῶν· γνωρίσεις δὲ ταῦτα ἐκ τῆς τῶν πυρετῶν δριμύτητος· καὶ ῥόδα προσπλέκειν χρὴ τοῖς καταπλάσμασι, καὶ μύρτα, καὶ ὀρόβων καὶ φακῆς ἄλευρον· τὰς | |
25 | γὰρ σηπεδόνας τῶν ὑγρῶν ἐπέχει ταῦτα καὶ τὰ τούτοις παραπλήσια. Μετὰ δὲ ταῦτα ἐμπλάστροις χρῆσθαι ταῖς δυναμέναις μεταβάλλειν τὸ πύον, ὡς ἐπὶ τῶν ἡπατικῶν προείρηται· χρονιζούσης δὲ τῆς ῥήξεως, καὶ ὑποκλύζειν δριμυτέρῳ κλύσματι, οἷον ἐλλεβόρου μέλανος ἀποβρέγματι, καὶ ῥαφανῖδος, καὶ σκορόδων, καὶ σικύου ἀγρίου ῥίζης· βρέχειν δὲ τὰ τοιαῦτα ἐν θαλάσσῃ, ἢ ἅλμῃ, καὶ βραχὺ ἐλαίου μίξαντα πρὸς τὸ | |
30 | ὀλισθηρὸν γενέσθαι τούτοις κλύζειν, καὶ κελεύειν ἐπὶ πλεῖστον κατέχειν· πλειστάκις καὶ τὸ ἐμπύημα ῥήγνυσι σὺν τῷ καὶ τὴν γαστέρα ὑπομαλάσσειν. Εἰ δὲ σφοδρότεραί εἰσιν αἱ ὀδύναι, κλύζειν χυλῷ πτισάνης, καὶ γάλακτι νεοβδάλτῳ, καὶ ἐγκαθίζειν εἰς ὑδρέλαιον, καὶ ποτίζειν τοῖς πρᾳοτέροις διουρητικοῖς, οἷον σικύου σπέρμα λελεπι‐ σμένου μετὰ μελικράτου ἐναφηψημένων ἐν αὐτῷ φοινίκων· διδόναι δὲ καὶ ἶριν μετὰ | |
35 | μέλιτος ἀπηφρισμένου· ἐκλείχειν δὲ καὶ αὐτὸ τὸ μέλι παστειλωθὲν τῇ ἑψήσει. Συνερ‐ γεῖ δὲ τῇ χρονιζούσῃ συῤῥήξει κύμινον μετὰ γλυκέος, καὶ πήγανον μετὰ ὀξυμέλι‐ τος. Εἰ δὲ ἐκ τῆς ἕξεως τοῦ σώματος καὶ τῶν νωθροτέρων ἀλγημάτων τεκμαίροιο διὰ πάχος μὴ ἐκκρίνεσθαι τὸ πύον, μαράθρου ἀφέψημα ποτίζειν, καὶ χαμαιπίτυος, καὶ | |
γλήχωνος, καὶ ὀριγάνου· μετὰ δὲ τὴν ῥῆξιν ἐκκρίνεται σὺν τῷ οὔρῳ σαρκία σμικρὰ | ||
40 | παραμήκη, καὶ ἐπὶ μὲν τῶν κακοήθων δύσοσμα τὰ ὑγρὰ καὶ πέλια καὶ μυξώδη. Εἰ δὲ χρηστὰ εἴη τὰ ἕλκη, καὶ τὸ πύον λευκὸν καὶ ὁμαλὸν καὶ λεῖον καὶ ἄνοσμον εὑρε‐ θήσεται καὶ ὀλίγον. Διδόναι μὲν οὖν αὐτοῖς μετὰ τὴν σύῤῥηξιν γάλα σὺν μέλιτι, τὸ μὲν πρῶτον ὄνειον ἢ ἵππειον· εἰς γὰρ τὴν ἀνακάθαρσιν τῶν ἑλκῶν συμφέρει· ὅταν δὲ μηκέτι καθαίρεσθαι δέωνται καὶ αἱ δήξεις ἀμβλύνωνται, χρῄζῃ δὲ ὁ πάσχων ἀνα‐ | |
45 | τροφῆς, τότε ἤδη τὸ βόειον γάλα προσφέρειν καὶ δύο καὶ τρεῖς κοτύλας καὶ ἔτι πλέον. Νεόβδαλτον δὲ θερμὸν δοτέον πᾶν γάλα εἰς τὸν οἶκον εἰσφέροντα τὸ ζῷον, ἐν ᾧ κατάκειται ὁ νοσῶν· τοῦτο καὶ τῶν ἄλλων τῶν ἐντὸς ἑλκῶν κάλλιστον φάρ‐ μακον καὶ τοῖς χαλεποῖς ἰχῶρσιν εὐμενέστατον, καὶ ἀνατρέφει τὸ σῶμα. Περὶ δὲ τὰς ἀναλήψεις προσήκει κατακείμενον τὸν πάσχοντα μαλακῶς ἀνατρίβειν ἐπὶ ἑκάστης | |
18(50) | ἡμέρας ἕωθεν καὶ τρέφειν κατὰ ἀρχὰς, ὡς εἴρηται, τῷ βοείῳ γάλακτι. Ὅταν δὲ πεφθῇ τὸ γάλα, διδόναι ῥόφημα ἐκ πτισάνης ἐσκευασμένον, ἢ ἀμύλου, ἢ πλυτῆς σεμιδάλεως σὺν γάλακτι ἑφθῆς· διδόναι δὲ καὶ ᾠόγαλα καὶ ζωμὸν ὄρνιθος λιπαρόν. Λαχάνων δὲ ἐπιτήδεια μαλάχη, σέρις, λάπαθον, ἀνδράχνη, ἀσπάραγος ἕλειος, σίκυς, θρίδαξ, πάντα ἑφθά· ὠμὸν δὲ μηδὲν ἐσθίειν· ταῦτα γὰρ ἀμβλύνει τὰς δήξεις. Τὰς δὲ ἐπιγινομέ‐ | |
55 | νας πλησμονὰς ἐμέτοις κενοῦν προσήκει· πρὸς δὲ τὸ εὐκόλως ἐμεῖν διδόναι τούτοις σικύου σπέρμα τετριμμένον μετὰ γλυκέος, ἢ χυλὸν πτισάνης μετὰ γλυκέος· ἐλαίῳ δὲ κυπρίνῳ μάλιστα χρίειν πτερὰ καὶ ἐρεθίζειν. Οὐ μόνον δὲ πρὸς τὰς πλησμονὰς ἐπαινῶ τοὺς ἐμέτους, ἀλλά μοι δοκεῖ, εἰ τολμήσειέ τις κατὰ μῆνα ἐμεῖν, τάχα ἂν καὶ ἕλκος ὂν ἐν νεφροῖς καὶ ἄλλην τινὰ ἐνθένδε λύσαι βλάβην. Ἡ δὲ λοιπὴ δίαιτα παρα‐ | |
60 | λαμβανέσθω ἡ μετὰ ταῦτα ῥηθησομένη ἐπὶ τῶν τῆς κύστεως ἑλκῶν· οὐρητικὰ δὲ πο‐ τίζειν εἰς ἀνακάθαρσιν τῶν ἐν νεφροῖς ἑλκῶν τὰ ἁπλούστερα τῶν πλειστάκις εἰρη‐ μένων καὶ ῥηθησομένων. Ὅταν δὲ καθαρὰ γένηται τὰ ἕλκη, φανεῖται δέ σοι τοῦτο ἐκ τοῦ μηκέτι μήτε ἐφελκίδα συνεκκρίνεσθαι τοῖς οὔροις, μήτε τὸ ἐκκρινόμενον πύον τρυγῶδες εἶναι, ἀλλὰ ὑπόλευκον καὶ λεῖον καὶ ὁμαλὸν καὶ ὀλίγον· τότε ἀντὶ | |
65 | τῶν ἐμπλάστρων μαλάγματα δοκιμαστέον τὸ διὰ σπερμάτων, τὸ διὰ δαφνίδων, τὸ ἀπολλοφανεῖον, καὶ πάντα τὰ τὴν ἐπιφάνειαν φοινίσσειν δυνάμενα, οἷόν ἐστι τὸ ἐπὶ τῆς λιθιάσεως προγεγραμμένον· ἀντὶ δὲ τῶν οὐρητικῶν τὰ ἀναξηραντικὰ παραλαμ‐ βάνειν, ὥστε ἥ τε τροφὴ στύφουσα ἔστω καὶ τὰ φάρμακα συνακτικὰ τῶν σωμάτων· | |
εὐθετήσουσι δὲ καὶ δρώπακες καὶ σιναπισμοὶ καὶ χρήσεις αὐτοφυῶν ὑδάτων θερμῶν | ||
70 | τε καὶ ψυχρῶν. Ἐπὶ δὲ τῶν χρονιζόντων ἐν νεφροῖς ἑλκῶν φάρμακα παραλαμβάνειν τὰ ἐπὶ τῆς ἡλκωμένης κύστεως ῥηθησόμενα· γνωστέον μέντοι πᾶσαν μὲν ἕλκωσιν νεφρῶν καὶ κύστεως δυσαλθῆ εἶναι, μάλιστα δὲ τὴν ἐκ διαβρώσεως γινομένην, ὡς ὀλίγους παντελῶς οἴδαμεν τελέως ταύτης ἀπαλλαγέντας. Εἰ δὲ πρὸς τὸ ἔξω τρέποιτο τὸ ἐμπύημα, κορυφοῦται μᾶλλον ἡ φλεγμονὴ καὶ τῇ χειρὶ καταφανέστερον καὶ τῇ | |
75 | ὄψει γίνεται· τούτοις δικαίως οἱ ἰατροὶ χειρίζουσιν ἔνθα ἐκκορυφοῦται μάλιστα καὶ θεραπεύουσιν ὡς τὰ κοινὰ καὶ κοῖλα ἕλκη· γνωστέον μέντοι ὡς εἴωθε ταῦτα συριγ‐ γοῦσθαι καὶ δεῖται σπουδαιοτέρας τῆς ἐπιμελείας. | |
77 | ||
19 | Περὶ δυσουρίας καὶ στραγγουρίας. | |
1 | Δυσουρία λέγεται, ὅταν οὐρεῖν προελομένου τοῦ πάσχοντος, μετὰ βίας ἐκκρίνηται τὰ οὖρα, καὶ ἐρεθισμὸν ἐμποιῇ. Στραγγουρία δὲ καλεῖται, ὅταν κατὰ βραχὺ καὶ στάγ‐ δην φέρηται τὰ οὖρα, καὶ συνεχῶς ἐρεθισμὸν ἐπιφέρῃ πρὸς οὔρησιν. Ταῦτα δὲ συμ‐ | |
5 | βαίνει ἢ ἐπὶ δριμέσιν οὔροις, ἢ διὰ ἕλκωσιν τῆς κύστεως, ἢ διὰ τὴν αὐτῆς ἀτονίαν, ποτὲ δὲ καὶ νεφρῶν πεπονθότων ἢ ἥπατος, ὅταν σύῤῥηξις γένηται τοῦ ἀποστήματος ἐκκρινομένου διὰ τῆς κύστεως τοῦ πύου, [καὶ] συνεχῆ ἐρεθισμὸν πρὸς οὔρησιν τῇ δρι‐ μύτητι ἐμποιῇ, καὶ ἀῤῥωστοῦσα κατὰ δυσκρασίαν τινὰ ἡ κύστις βλάπτηται εἰς τὴν ἰδίαν ἐνέργειαν. Ἀναγκαῖον οὖν ἐστι ἐπίστασθαι τὰς προηγησαμένας αἰτίας τῆς στραγ‐ | |
10 | γουρίας ἢ δυσουρίας καὶ πρὸς ταύτας ἁρμόζειν τὰ βοηθήματα. Εἰ μὲν οὖν ψύξις προη‐ γήσατο τῶν εἰρημένων, ἐπιβρέχειν δεῖ τὸ ἦτρον πηγανίνῳ ἐλαίῳ θερμῷ, καὶ ἐγκα‐ θίζειν εἰς ἀφέψημα σαμψύχου ἢ πηγάνου, καὶ σκέπειν καὶ θάλπειν τὸ ὑπογάστριον, ἐνίοτε δὲ καὶ διὰ ἕδρας πηγάνινον ἔλαιον θερμὸν ἐνιέναι, καὶ τροφαῖς διουρητικω‐ τέραις κεχρῆσθαι ταῖς θερμαίνειν δυναμέναις, καὶ ἀφεψήματα τῶν ἀρωμάτων διδόναι | |
15 | πίνειν· ποτίζειν δὲ καὶ τῆς θηριακῆς μετὰ γλυκέος ἢ οἰνομέλιτος. Εἰ δὲ χολωδε‐ στέρων γινομένων τῶν οὔρων δῆξις περὶ τὴν κύστιν γένηται καὶ στραγγουρίαν ἐργά‐ σηται, καθαίρειν δεῖ τὴν πλεονάζουσαν κακοχυμίαν ὅτι τάχιστα καὶ τροφαῖς κατα‐ κεραστικαῖς χρῆσθαι, ἀπεχομένους παντὸς δριμέος καὶ ἁλυκοῦ. Πλεῖον δὲ προσάγειν ποτὸν ὕδωρ γλυκὺ θερμὸν καὶ συνεχῶς ἀπουρεῖν ἀναγκάζειν· χρονίζον γὰρ ἐν τῇ | |
20 | κύστει τὸ δριμὺ περίττωμα δασύνει καὶ ἑλκοῖ τὰ μέρη. Ἁρμόζει τοίνυν συνεχῶς μὲν ἀποπυριᾷν· διδόναι δὲ καταῤῥοφεῖν ἄμυλον μετὰ γάλακτος ἡψημένον, καὶ φοινίκων ἀφέψημα· οἶνον δὲ διδόναι γλυκύτερον· κάλλιστον δὲ καὶ αὐτὸ τὸ γάλα πινόμενον | |
θερμόν. Εἰ δὲ ἐπιτείνοιτο τὰ τῆς δριμύτητος, καὶ διὰ τοῦ καυλοῦ ἐνιέναι εἰς τὴν κύστιν γάλα μετὰ ἀμύλου, καὶ ποτίζειν τὸν διὰ φυσαλίδων τροχίσκον. Ἑτέρου δὲ μορίου | ||
25 | πάσχοντος καὶ διὰ τῆς κύστεως ἐκκαθαιρομένου δηλονότι, ἐκείνου πρότερον τὴν πρό‐ νοιαν ποιεῖσθαι, μηδὲ μὴν τῆς κύστεως ἀμελεῖν. | |
26 | ||
20 | Περὶ τῆς ἐν πυρετοῖς δυσουρίας. Ἐκ τῶν Φιλουμένου. | |
1 | Γίνεται δυσουρία καὶ ἐν ἀρχῇ τῶν πονηρῶν πυρετῶν, ὥστε τὴν κύστιν ἀλγεῖν, καὶ κατὰ βραχὺ τὸ οὖρον προΐεσθαι καὶ μετὰ ὀδύνης· καὶ οὐ μόνον ὀχληρόν ἐστιν, ἀλλὰ καὶ σημεῖον τοῦ ὅλον πεπονθέναι τὸ νευρῶδες. Κατὰ ὑπογαστρίου μὲν οὖν καὶ | |
5 | κτενὸς, βουβώνων τε καὶ ἰσχίων, καθαρὸν ἔριον ἐπικείσθω γλυκεῖ βεβρεγμένον ἐλαίῳ ἐν ᾧ ἀφήψηται πήγανον, ἄνηθον, ἢ σικυωνίῳ ἐλαίῳ· ἐμπασσέσθω δὲ τοῖς ἐρίοις κύ‐ μινον λειότατον. Ἐπεχομένης τῆς δὲ κοιλίας, ἐνιέσθωσαν τήλεως καὶ μαλάχης ἀφε‐ ψήματα, καὶ ἐγκαθίσματα παραλαμβανέσθω μέχρις ὀμφαλοῦ καὶ ὀσφύος ὅλης διὰ ἀφε‐ ψήματος ἀρτεμισίας, τήλεως, πηγάνου, γλήχωνος, καὶ μάλιστα σαμψύχου, καὶ ἐλαίου. | |
10 | Κατεπειγόντων δὲ τῶν συμπτωμάτων, καὶ φλεβοτομίαν παραλαμβάνειν, καὶ δίαιταν ἀκριβῆ, ῥοφήμασι τὸ πλέον χρωμένους χόνδροις πλυτοῖς ἡψημένοις μετὰ ἀνήθου ἐν μελικράτῳ ἀπηφρισμένῳ, ἢ ἄρτῳ πλυτῷ, ἢ ᾠοῖς ῥοφητοῖς· μετὰ δὲ ταῦτα καὶ μαλάχῃ τριπτῇ ἑφθῇ καὶ κεφαλωτοῖς πράσοις τρισὶν ὕδασιν ἡψημένοις, καὶ ἁπα‐ λωτάτοις ἰχθύσιν· μετὰ δὲ τὰς ἐμβροχὰς, καὶ καταπλάσματα παραλαμβανέσθω διὰ | |
15 | τῆς αὐτῆς ὕλης. Κατεπειγουσῶν δὲ τῶν ὀδυνῶν, καὶ σικύαι μετὰ κατασχασμοῦ προσα‐ γέσθωσαν τῷ ὑπογαστρίῳ, καὶ κηρωτὴ δὲ πρὸς τὰ τοιαῦτα ἐπιτηδειοτάτη αὕτη. Ἀγρίας μαλάχης ῥίζαι ἕψονται ἐν σικυωνίῳ ἐλαίῳ μετὰ ὕδατος ὀλίγου ἕως ξηραὶ γέ‐ νωνται· τῷ δὲ ἐλαίῳ μίγνυται χυλὸς πηγάνου ὡς εἶναι τὸ τέταρτον μέρος τοῦ ἐλαίου, κηροῦ τε τὸ ἀρκοῦν, καὶ καστορίου βραχὺ ἐπιβάλλεται. Πόμα δὲ τοῖς οὕτω κάμνουσιν | |
20 | ἐπιτήδειόν ἐστι τοῦ ἡμέρου σικύου τὸ σπέρμα· προβραχὲν δὲ λεπίζεται, εἶτα τριφθὲν δίδοται μετὰ ὕδατος κυάθων τριῶν, ὅσον κοχλιάρια βʹ. Καὶ κινεῖ μὲν οὔρησιν ἀλύπως, τὰς δὲ περιωδυνίας παραχρῆμα λύει. Τῶν μέντοι ἄλλων διουρητικῶν ἐπὶ ὅσον οἱ | |
πυρετοὶ διαμένουσιν, ἀποχὴ πᾶσα ἔστω· κεκινημένων γὰρ τῶν ἐν παντὶ τῷ σώματι ὑγρῶν ὑπὸ τῆς τοῦ πυρετοῦ θερμασίας, ποδηγοῦνται ἐκ τῶν δραστικωτέρων διου‐ | ||
25 | ρητικῶν ἐπὶ τὴν κύστιν ἤδη προκεκμηκυῖαν. | |
25 | ||
21 | Περὶ ἰσχουρίας. | |
1 | Τὸ τῆς ἰσχουρίας πάθος καὶ αὐτὸ τὸ ὄνομα δηλοῖ· ἴσχεται γὰρ τοῖς πάσχουσι παντάπασι τὸ οὖρον, ποτὲ μὲν διὰ ἀτονίαν τινὰ μὴ δυναμένης τῆς κύστεως περιστέλ‐ λεσθαι σφοδρῶς τοῖς ἐν αὐτῇ περιεχομένοις καὶ ἐκθλίβειν αὐτά· ποτὲ δὲ τοῦ κάτω | |
5 | πόρου φραχθέντος ὑπὸ παχέων ὑγρῶν, ἢ λίθου σφηνωθέντος, ἔστι δὲ ὅτε καὶ διὰ φλεγμονὴν ἢ τινὰ τοιοῦτον ὄγκον εἰς στενοχωρίαν ἄγοντα τὸν πόρον καὶ τελείως ἀποφράξαντα. Καὶ αἷμα δὲ θρομβωθὲν ἐν τῇ κύστει αἴτιον τῆς ἰσχουρίας γίνεται, καὶ πύον παχὺ ἐκκρινόμενον διὰ αὐτῆς ἀπὸ νεφρῶν ἢ ἥπατος ἤ τινος ἑτέρου τῶν ὑπερκειμένων ἰσχουρίαν πολλάκις ἐργάζεται. Γίνεται δὲ πολλάκις τὸ τῆς ἰσχουρίας | |
10 | σύμπτωμα καὶ τοῖς ὑγιαίνουσιν, ὅταν ἤτοι διὰ περίστασίν τινα πραγμάτων ἢ ἐν ἐκ‐ κλησίαις, ἢ δικαστηρίοις, ἢ ὕπνοις ἐπιπλέον κατάσχωσι τὸ οὖρον· πάσχει γὰρ ἐν τούτῳ ἡ περισταλτικὴ τῆς κύστεως δύναμις διὰ τὴν ἄμετρον ὑπερπλήρωσιν καὶ τάσιν· ἀλλὰ καὶ ἐπὶ ὅσον τὸ τῆς κύστεως κύτος πληρούμενον περιτείνεται, στε‐ νώτερος ἑαυτοῦ γίνεται ὁ πόρος. Τὴν μὲν οὖν διὰ φλεγμονὴν γινομένην ἰσχου‐ | |
15 | ρίαν θεραπεύειν, φλεβοτομοῦντας, ἐπιβρέχοντας, καταπλάττοντας, καὶ τὰ ἄλλα ποιοῦντας τὰ ἐπὶ φλεγμονῆς πολλάκις εἰρημένα καὶ ῥηθησόμενα. Αἱμοῤῥαγίας δὲ προηγησαμένης τεκμαίρεσθαι χρὴ, ὡς θρόμβοι αἵματος αἴτιοι τῆς ἰσχουρίας ἐγέ‐ νοντο, καὶ τούτους διαλύειν τῷ ῥηθησομένῳ τρόπῳ ἐν τῷ Περὶ τῆς αἱμοῤῥαγούσης κύστεως τόπῳ. Εἰ δὲ λίθος εἴη αἴτιος τῆς ἰσχουρίας, καὶ τοῦτον ἀποσείειν τοῦ πόρου, | |
20 | καθὼς ἐπὶ λιθιάσεως προείρηται. Εἰ δὲ πάχος χυμῶν αἴτιον γέγονε, ταῖς ἐπιβροχαῖς καὶ ἐγκαθίσμασι καὶ καταπλάσμασι πιστεύειν τὴν θεραπείαν, διουρητικῶν δὲ ἀπέ‐ χεσθαι παντάπασιν ὡς προείρηται ἐν τῷ Περὶ τῆς ἐν πυρετοῖς δυσουρίας τόπῳ. Οἷς δὲ ἄνευ φλεγμονῆς ἢ αἱμοῤῥαγίας ἢ ἄλλου τινὸς τῶν εἰρημένων ἐπίσχεται ἡ τοῦ οὔρου ἔκκρισις, διὰ τὴν τῆς κύστεως δυσαισθησίαν δηλονότι γέγονε, καὶ ἐρεθιστέον | |
25 | ὑπομιμνήσκοντας τὴν ἐνέργειαν, καὶ βοηθοῦντας διὰ ἐγκαθισμάτων, νίτρῳ τε παρα‐ πτομένους τοῦ πόρου, ἢ ἀφρονίτρῳ, ἢ κόρεσι τεθλασμέναις. Εἰ δὲ μὴ ὑπακούοι, καθε‐ τηριστέον αὐτοὺς καὶ κομιστέον τὰ οὖρα διὰ τοῦ καθετῆρος· διουρητικοῖς δὲ μὴ πο‐ | |
τίζειν, ὡς μὴ τῷ πλήθει προσδιατείνηται ἡ κύστις. Ἐπὶ δὲ τῶν ὑγιαινόντων ὅταν ὡς προείρηται, διά τινα περίστασιν πραγμάτων ἐπιπλέον κατασχεθὲν τὸ οὖρον εἰς ἀτο‐ | ||
30 | νίαν ἄγῃ τὴν κύστιν, ἐπιβοηθεῖν δεῖ αὐτῇ, ἄνωθεν τοῦ ὑπογαστρίου ἐρείδοντας ἀμφο‐ | |
τέρας τὰς χεῖρας καὶ ἐκθλίβοντας τὸ οὖρον ἠρέμα. | ||
31 | Πρὸς δυσουρίαν. | |
32 | Κολοκύνθης σπέρμα καθάρας ἀπόβρεξον ὕδατι· ὅταν δὲ μαλακὸν γένηται, λεάνας | |
ἱκανῶς μετὰ τοῦ ὕδατος καὶ διηθήσας, πότιζε τὸν χυλὸν, χρῶ· πεπείραται. | ||
34 | ||
22 | Περὶ ψωριώσης κύστεως. | |
1 | Τοῖς ψωριῶσι τὴν κύστιν κνησμὸς παρέπεται τοῦ τε ὑπογαστρίου καὶ τοῦ ἤτρου, ἔν τε τοῖς οὔροις τραχεῖαι καὶ πιτυρώδεις ὑποστάσεις παρεμφέρονται. Προϊοῦσα δὲ ἡ νόσος καὶ ἑλκοῖ τὴν κύστιν, καὶ τὰ ἐπὶ τῶν ἑλκῶν προειρημένα συμπτώματα ἐπι‐ | |
5 | φέρει. Γινώσκειν μὲν οὖν χρὴ ὡς οὐκ ἔστι πάντῃ ἰάσιμον τὸ πάθος· πειρᾶσθαι δὲ ὅμως κατὰ τὸ δυνατὸν παρηγορεῖν. Τῶν μὲν οὖν δακνόντων καὶ τοὺς χυμοὺς δριμυ‐ τέρους καὶ ἁλμυρωτέρους ἀποδεικνύντων κελεύειν ἀπέχεσθαι. Προσφέρειν δὲ οἴνους γλυκεῖς καὶ γάλα, καὶ ζωμὸν ὄρνιθος, ἢ ἐριφείων, ἢ ἀρνείων κρεῶν τὸν ζωμὸν, καὶ τῶν φοινίκων τὸ ἀπόβρεγμα, καὶ σεμίδαλιν, καὶ ἄμυλον, καὶ ῥοφήματα, καὶ τὰ ἐκ | |
10 | τούτων σκευαζόμενα, ἰχθύας τε ἁπαλοσάρκους ἑφθοὺς σύμπαντας, καὶ λαχάνων ὅσα τὰς μὲν οὐρήσεις ὑπάγει, οὐδεμίαν δὲ δῆξιν ἔχει, οἷον σταφυλίνους πάνυ κα‐ θέφθους, καὶ κρῆθμα, καὶ μάραθρα, καὶ ἱπποσέλινα, καὶ ἀσπαράγους, καὶ σικυοὺς, καὶ ὅσα τοιαῦτα· δεῖ γὰρ καὶ τοῖς οὐρητικοῖς ὑποκαθαίρειν τὴν κύστιν, ἀλλὰ πρᾳότερον· κίνδυνος γὰρ ἑλκῶσαι τοῖς ἰσχυροτέροις, ὃ παντός ἐστι κάκιον. | |
15 | Ἀγαθὰ οὖν οὐρητικὰ καὶ οἱ καρκίνοι, καὶ αἱ πίνναι, καὶ οἱ θαλάσσιοι ἐχῖνοι πρόσ‐ φατοι, καὶ τοῦ χερσαίου ἐχίνου ἡ σὰρξ ξηρανθεῖσα καὶ πινομένη ὅσον 𐅻 αʹ. Οὐδὲν δὲ ἧττον καὶ οἱ τέττιγες καὶ τὰ λεγόμενα γῆς ἔντερα τρία πινόμενα μετὰ γλυκέος. Οὐκ ἀνάρμοστον δὲ οὐδὲ τήλεως χυλὸν μετὰ μέλιτος ῥοφᾷν· τοῦτο καὶ τὰς τοῦ ἐν‐ τέρου δήξεις ἀμβλύνει, καὶ εἰ ἐπὶ κύστιν τράποιτο, πρᾳότερον ταῖς ψώραις ἐστίν· | |
20 | τοῦτο δὲ ποιεῖ καὶ ἡ τραγάκανθα. Χαίρουσι δὲ καὶ μύρτων ἀπόβρεγμα πίνοντες μετὰ οἴνου, ἢ μήλου κυδωνίου ἀπόβρεγμα, ἤ τινος ἄλλης στυφούσης ὀπώρας· τὰ τοιαῦτα δὲ, λέγω τὰ στύφοντα, τοὺς μὲν κνησμοὺς παρηγορεῖ, τὴν δὲ διάθεσιν οὐκ ἰᾶται. Ἡ δίαιτα δὲ εὐχυμοτάτη ἔστω, καὶ ἐμείτωσαν δι’ ἡμερῶν τινων, καὶ ὀῤῥῷ γά‐ | |
λακτος ὑπαγέσθω ἡ κοιλία, καὶ γυμναζέσθωσαν δὲ συμμέτρως μέτρια γυμνάσια. | ||
25 | Ἄλλο εὐθέως βοηθοῦν. | |
25 | Ἕρπυλλον μετὰ ἐρεβίνθων ἑψήσας ἐπιπολὺ, καὶ διηθήσας, πότιζε τὸ ἀφέψημα. | |
26 | Ὀριβασίου διουρητικόν. | |
27 | Ἀμώμου, καρδαμώμου, σχοίνου ἄνθους ἀνὰ 𐅻 ϛʹ, κόστου, καστορίου, σμύρνης ἀνὰ 𐅻 γʹ, κασίας 𐅻 αʹ, μέλιτος τὸ ἱκανόν· ἡ δόσις καρύου ποντικοῦ ἢ κυάμου αἰ‐ | |
30 | γυπτίου τὸ μέγεθος μεθ’ ὑδρομέλιτος. | |
30 | Ἄλλο τοῦ αὐτοῦ διουρητικοῦ. | |
31 | Ἠρυγγίου λεπτοφύλλου ῥίζας ἑψήσας εἰς ἀποτρίτωσιν δίδου ποιεῖν. | |
32 | Ἄλλο τοῦ αὐτοῦ. | |
33 | Πετροσελίνου, μύρτων μελάνων ἀνὰ 𐅻 ιϛʹ, σελίνου σπέρματος 𐅻 λβʹ, ἄμμεως 𐅻 ηʹ, | |
35 | κελτικοῦ 𐅻 δʹ, σμύρνης 𐅻 βʹ, μέλιτος τὸ ἀρκοῦν· ἡ δόσις 𐅻 αʹ, μεθ’ ὑδρομέλιτος, ἢ οἴνου κεκραμένου κυʹ γʹ. | |
36 | ||
23 | Ἁπλᾶ βοηθήματα πρὸς ἰσχουρίαν καὶ δυσουρίαν διὰ πλῆθος ἢ πάχος γιγνομένην. | |
1 | Δυσουρίαν καὶ στραγγουρίαν λύει τὰ ἐντοσθίδια τοῦ χερσαίου ἐχίνου, ξηρὰ, ὑπο‐ θυμιώμενα περισκεπομένου πάντοθεν τοῦ κάμνοντος· χρὴ δὲ αὐτὰ ταριχεύειν καὶ ξηραίνειν· καὶ ἐν ποτῷ δὲ ληφθέντα μετ’ οἴνου ξηρὰ, λεῖα ὅσον τοῖς τρισὶ δακτύλοις, | |
5 | πολλῶν οὔρων εἰσὶ κινητικά· καὶ τῆς σαρκὸς δὲ αὐτοῦ ἐν ἡλίῳ ξηραινομένης ἡ δόσις μετ’ οἴνου, ὅσον 𐅻 αʹ ἄγει οὔρων πλῆθος ἀλύπως. Ἄλλο· Ὄνοι οἱ ὑπὸ τὰς ὑδρίας ἄκρως λύουσι δυσουρίας, δύο ἢ τρεῖς ἐν ὀλίγῳ γάρῳ ἑψόμενοι, καὶ πινομένου τοῦ γάρου μετὰ γʹ κυʹ ὕδατος. | |
Ἄλλο· Γῆς ἔντερα γʹ ἢ εʹ, λεάνας δίδου μετ’ οἰνομέλιτος ἢ μελικράτου, καὶ ἄγει | ||
10 | τάχιον· ἔξωθεν δὲ φύλλον ἀρτεμισίας, λεάνας μετὰ σμύρνης, ἐπίχριε τὸν κτένα, καὶ τὸ ὑπογάστριον, καὶ οὐρήσῃ. Ἄλλο· Περδίκιον βοτάνην λεάνας ἐπιβαλών τε ἔλαιον καὶ ἀναζέσας ἐπιτίθει ἐπὶ τὴν κύστιν, ἢ ἑψήσας τὴν βοτάνην μετ’ ἐλαίου, καὶ αὐτὴν μὲν ἀποῤῥίψας, ἐρίῳ δὲ ἀνα‐ λαβὼν τὸ ἔλαιον, ἐπιτίθει, ἢ πέπονος καλλίστου δέρμα σὺν ὀλίγῃ σαρκὶ ἐπιτίθει τῷ | |
15 | ὑπογαστρίῳ καὶ ἐπίδησον, καὶ οὐρήσει ὁ πάσχων. Εἰ δὲ ξηρὸν εἴη τὸ δέρμα, πρό‐ βρεχε αὐτὸ ὕδατι θερμῷ καὶ ἐπιτίθει, καὶ ἐπίδησον. Ἐγκαθιστέον δὲ αὐτοὺς μάλιστα μὲν, εἰς ἀφέψημα σαμψύχου· εἰ δὲ μὴ, ἀρτεμισίας, πηγάνου καὶ ἀλθαίας. | |
17 | Ἄλλο πεπειραμένον πρὸς στραγγουρίαν. | |
18 | Λαβὼν ψωμόγαρον ὅσον κοχλ. βʹ, βάλε αὐτὸ εἰς ἀγγεῖον μετ’ ἀκατίδων πέντε | |
20 | ζωσῶν καὶ πηγάνων φύλλων ζʹ καὶ ὀλίγου οἴνου, εἶτα βρασάντων ἐπ’ ἀνθράκων, | |
πινέτω τὸ ἀφέψημα ὁ πάσχων, καὶ θαυμάσεις. | ||
21 | ||
24 | Περὶ παραλυθείσης κύστεως. Ἐκ τῶν Ἀρχιγένους. | |
1 | Οἱ παραλυθέντες τὴν κύστιν οἱ μὲν ἀπροαιρέτως ἐκκρίνουσι τὸ οὖρον, καὶ ὅσον ἐπὶ τούτῳ, ἔχουσιν ἀκινδυνότερον, οἱ δὲ οὐκ ἀποκρίνουσιν, ἀλλὰ κατέχοντες διατεί‐ νονται τήν τε κύστιν καὶ τὴν ὀσφὺν καὶ τὸ ἦτρον, καὶ ἐν οἰδήματι τοὺς μηροὺς | |
5 | ἔχουσι, καὶ μὴ ἐξουρησάντων αὐτῶν, νεκροῦται τὰ ὑποκείμενα, καὶ οὐκ εἰς μακρὰν τελευτῶσιν. Ὅταν μὲν οὖν βλαβῆναι συμβῇ τὰ ἐκ τοῦ νωτιαίου ἐπὶ τὸν κλείοντα τὸν τράχηλον τῆς κύστεως μῦν παραγινόμενα νεῦρα, παραλυθέντος τοῦ μυὸς, ἀκούσιος τοῦ οὔρου ἔκκρισις γίνεται· ἐὰν δὲ τὰ μὲν τῆς κύστεως ἴδια νεῦρα πάθῃ, τὰ δὲ τοῦ σφίγγοντος αὐτῆς τὸν αὐχένα μυὸς ἐνεργῇ διασώζοντα τὴν ἑαυτῶν δύναμιν, κατέχεται | |
10 | τὸ οὖρον. Λορδωθείσης δέ ποτε τῆς ῥάχεως ἐπὶ καταπτώσει καὶ φλεγμονῆς ἐπιγε‐ νομένης, τῇ τρίτῃ τῶν ἡμερῶν συνέβη ἡ τῶν οὔρων ἐπίσχεσις. Ἐθεραπεύσαμεν δὲ αὐτόν φησιν ὁ Γαληνὸς ὡς πρὸς φλεγμονὴν ἐνιστάμενοι. Ἑτέρου δὲ καταπεσόντος, καὶ μεταστάντων ὀπίσω τῶν σπονδύλων, τὸ οὖρον ἀκουσίως ἐξεκρί‐ νετο χωρὶς ὀδύνης τῆς κύστεως, ἐφ’ οὗ ἐτεκμαιρόμεθα πεπονθέναι τὸ νεῦρον τοῦ | |
15 | κλείοντος τὴν κύστιν μυὸς, καὶ διὰ τοῦτο τὴν θεραπείαν τῷ νωτιαίῳ προσήγομεν, λέγω δὴ τοῖς πεπονθόσι σπονδύλοις. Τοῖς μὲν οὖν κατέχουσι τὰ οὖρα ἄνευ κατα‐ πτώσεως βοηθεῖν χρὴ τούτῳ τῷ τρόπῳ· ἐγκαθιστέον αὐτοὺς συνεχῶς εἰς ἀφέψημα τήλεως, λινοσπέρμου, ἀλθαίας, πηγάνου, ἀρτεμισίας μετὰ ἐλαίου, καὶ ἐμβρεκτέον καὶ ἐπαντλητέον τοὺς τόπους ἐλαίῳ θερμῷ πηγανίνῳ, ἢ σικυωνίῳ, ἢ γλευκίνῳ πολ‐ | |
20 | λάκις τῆς ἡμέρας καὶ τῆς νυκτὸς, καὶ μάλιστα μετὰ τὸ ἐγκάθισμα· καὶ σικυαστέον δὲ τοὺς τόπους, καὶ καταπλαστέον ὠμῇ λύσει διὰ οἴνου γλυκέος, ἢ οἰνομέλιτος· κλύζειν δὲ τὴν κοιλίαν ἀφεψήματι κενταυρίου, καὶ σικύου ἀγρίου ῥίζης, καὶ ἐλαίου πηγανίνου καὶ μέλιτος. Μετὰ δὲ τοὺς κλυσμοὺς ἐνιέναι πηγάνινον ἔλαιον καὶ σικυώνιον, προσ‐ πλέκοντας ἐνίοτε καὶ καστορίου βραχὺ, καὶ ἀλείμματα δὲ καὶ ἄκοπα συγχρίσματα | |
25 | τὰ πρὸς τὰς παραλύσεις ἀναγεγραμμένα προσάγειν τῇ τε ῥάχει καὶ τῷ ὑπογα‐ στρίῳ. Προποτιστέον τε καὶ καστορίῳ ἢ τῇ θηριακῇ· ὀλιγοποσία δὲ αὐτοῖς ἁρμόδιος, καὶ ἔμετοι φλέγμα ὑπεξάγοντες. Μετὰ δὲ τὰς κενώσεις καὶ σιναπίζειν τό τε ἦτρον καὶ τὴν ὀσφὺν, εἶτα κηρωταῖς πραΰνειν τὰ μέρη, καὶ μαλάγματα ἐπιτιθέναι εὐώδη. | |
Τὰς δὲ ἐπὶ ῥάχεως τραύματι, ἢ πτώματι, ἢ ὀλισθήματι σπονδύλων, ἢ θανατικαῖς συν‐ | ||
30 | δρομαῖς συνεδρευούσας ἰσχουρίας ἀδύνατον ἰᾶσθαι, ὅθεν παραπεφυλαγμένως βοηθεῖν δεῖ. Τοὺς δὲ ἀπροαιρέτως ἐκκρίνοντας τὸ οὖρον θεραπευτέον τονοῦντας διὰ τῶν δα‐ κνόντων καταπλασμάτων τε καὶ μαλαγμάτων, καὶ τῶν διὰ νάπυος φοινιγμῶν, καὶ ἄμμῳ διαπύρῳ ἐν ἡλίῳ χωννύντας, καὶ αὐτοφυέσιν ὕδασι πρῶτον μὲν θερμοῖς χρω‐ μένους, ἔπειτα δὲ καὶ τοῖς ψυχροῖς, καὶ μάλιστα τοῖς θειώδεσιν, ἢ ἀσφαλτώδεσι. Γυ‐ | |
35 | μνάζειν δὲ καὶ ἀνατρίβειν τὰ μέρη ὥσπερ ἐν τῷ Περὶ παραλύσεως χωρίῳ προείρηταις, οὐρητικά τε μὴ προσφέρειν. Ἡ δὲ δίαιτα θερμοτέρα καὶ ξηροτέρα ἔστω, εἰ μὴ δρι‐ | |
μύτερα καὶ δηκτικώτερα φαίνοιτό σοι τὰ οὖρα. | ||
37 | ||
25 | Πρὸς τοὺς ἐνουροῦντας κατὰ τοὺς ὕπνους (μάλιστα δὲ παισὶ τοῦτο συμβαίνει). | |
2 | Ἐρίφειος πνεύμων μετρίως ὀπτηθεὶς, καὶ χωρὶς ἄρτου λειφθεὶς, ὡς πλεῖστος, ἐφ’ ἡμέρας γʹ τοῦ ἐνουροῦντος ταῖς κοίταις διορθοῦται. | |
5 | Ἄλλο· Λαγωοῦ ἐγκέφαλος ξηρὸς πινόμενος ἐν οἴνῳ παύει τοὺς ἐνουροῦντας. Ἄλλο· Ὄρχιν λαγωοῦ ξηρὰν ἐπιξύσας οἴνῳ πότιζε· τινὲς δὲ τὸν ἐγκέφαλον τοῦ λαγωοῦ ἐν χοιρείᾳ φύσῃ ἐμβαλόντες καὶ ὀπτήσαντες, διδόασιν ἐσθίειν, μετὰ τῆς φύσης· καὶ γὰρ αὐτὴ καθ’ αὑτὴν ἡ χοιρεία φύσα, καιομένη καὶ διδομένη ἐν ποτῷ ὠφε‐ λεῖ. Παραπλησίως δὲ ποιεῖ καὶ ἡ προβατεία φύσα. Δίδου δὲ τὴν τέφραν μετ’ ὀξυκράτου. | |
10 | Ἄλλο· Στέαρ χήνειον ὅσον 𐅻 αʹ μετὰ πυτίας λαγωοῦ, ὅσον ὀβολόν· μίξας μετὰ ἀλφίτων δίδου μετὰ τὸ ἀνακλισθῆναι αὐτοὺς ἐν τῇ κοίτῃ. Ἄλλο· Γλῶσσαν χηνείαν ἑφθὴν διδόναι, ἐφ’ ἡμέρας γʹ· καὶ ἰᾶται τὸ πάθος· τινὲς δὲ ὀπτὴν δίδουσιν. Ἄλλο καὶ αὐτὸ Ἀρχιγένους· Σμύρνης, καλαμίνθου, ἀνὰ λ̸ αʹ, λεάνας μετ’ οἴνου | |
15 | εὐώδους, δίδου πρὸ δείπνου πίνειν. Ἄλλο τοῦ αὐτοῦ· Ῥαφανίδα θαλασσίαν καύσας, δίδου τὴν σποδὸν αὐτῆς ὅλην πίνειν. Ἄλλο· Πηγάνου μάλιστα ἀγρίου σπέρμα φρύξας, δίδου πίνειν. Ἄλλο· Καστορίου 𐅻 αʹ πότιζε· εἰ δὲ δριμύτερα καὶ δηκτικώτερα εἴη τὰ οὖρα, πότιζε θρίδακος σπέρματος 𐅻 αʹ. | |
20 | Ἄλλο· Ἀλέκτορος λάρυγγα καύσας καὶ λεάνας δίδου πίνειν σὺν ὕδατος 𐆂ε νήστει. Ἄλλο· Γνάφαλα ἢ τὴν ἀνθήλην, ἐν οἷς οὔρησεν πολλάκις ὁ κάμνων ξηράνας, καύσας, δίδου σὺν τῷ ποτῷ· καταχριέσθωσαν δὲ τὸ αἰδοῖον ἐν τῷ καθεύδειν κιμω‐ λίαν μετὰ περδικίου χυλοῦ, περιδεσμείτωσαν δὲ καὶ τὸν μηρὸν ὡς ἀπὸ παλαιστοῦ ἑνὸς τοῦ βουβῶνος ἐν τῷ καθεύδειν ἄγνου ῥάβδον· διψῶντες δὲ πάντως κοιμάσθωσαν· | |
25 | ἄθετος γὰρ ἡ πολυποσία τῷ πάθει. Τοὺς δὲ ἤδη χρονίζοντας θεράπευε, ὡς τοὺς διὰ παράλυσιν κύστεως οὐροῦντας ἀπροαιρετῶς. Διαφέρουσι δὲ οὗτοι ἐκείνων τῷ ἐπὶ τούτων ἐν τῷ καθεύδειν μόνον γίγνεσθαι τὸ σύμπτωμα, ἐπὶ δὲ τῶν διὰ παράλυσιν | |
τοῦ μυὸς, τοῦ τραχήλου, τῆς κύστεως, καὶ ἐν τῷ ἐγρηγορέναι τοῦτο πάσχειν. | ||
26 | Περὶ φλεγμαινούσης κύστεως. Ἐκ τῶν Ῥούφου. | |
1 | Τῶν περὶ τὴν κύστιν νοσημάτων χαλεπώτατον καὶ θανατωδέστατόν ἐστιν ἡ φλεγμονή. Παρέπεται δὲ τοῖς πάσχουσι τὰ κοινὰ τῆς φλεγμονῆς σημεῖα· πυρέττουσι τε ὀξέως καὶ ἀγρυπνοῦσι, καὶ παραπαίουσι, καὶ ἐμοῦσι χολώδη ἄκρατα, καὶ οὐρεῖν | |
5 | οὐ δύνανται, σκληρύνεται δὲ τὸ ἦτρον καὶ τὸ ἐφήβαιον μετὰ ὀδύνης ἰσχυρᾶς, προθυ‐ μίαι τε τεινεσμώδεις πρὸς ἔκδοσιν γίνονται· τὸ δὲ ἐκδιδομένον λεπτὸν, ὑπόστασιν οὐκ ἔχον. Ἐνίοτε δὲ καὶ πνευματώσεις ἐπακολουθοῦσι, καὶ ἡ κοιλία ἐπέχεται τοῦ ἀπευθυσμένου ἐντέρου παραπιεζομένου ὑπὸ τῆς ἐν τῇ κύστει φλεγμονῆς. Τούτων, εἰ μηδὲν ἕτερον κωλύοι, φλέβα τέμνε, μὴ εἰς μακρὰν, ἀλλὰ ἀρχομένης τῆς νόσου. Ἐν | |
10 | ὀλιγοσιτίᾳ δὲ τηρεῖν καὶ ὑδροποσίᾳ, ἐμβρέχειν τε τοὺς τόπους ἐλαίῳ ἐν ᾧ ἄνηθον, λινόσπερμον, ἔνιοτε δὲ καὶ πήγανον, καὶ ἀλθαία ἐναφήψηται, καὶ ἐγκαθίζειν εἰς ἀφέψημα λινοσπέρμου, καὶ τήλεως· καί τι σπερμάτιον συνεψέσθω τῶν εὐωδῶν οἷον πετροσέλινον, δαῦκον, ἄνισον παρακαλοῦντας οὐρεῖν ἐν τῷ ὕδατι· οὐ γὰρ εὐτονεῖ ἡ κύστις περιστέλλεσθαι, καὶ ἐκπέμπειν τὸ οὖρον. Αὐτὸν οὖν τὸν πάσχοντα ἤ τινα | |
15 | παραστάντα εὐφυῶς δεῖ πιέζειν ἠρέμα τὸ ἦτρον, ἀλλὰ μὴ πλέον τοῦ δέοντος, ὡς μὴ ἐπιτείνηται ἡ ὀδύνη. Ἔστι δὲ τὸ ἐπινόημα τοῦτο Φιλομήλου, καὶ οὔρησεν ὁ ἄνθρωπος αὐτῷ ποιήσαντι οὕτως. Πρῶτον δὲ ὑποκλυζέσθω ἡ κοιλία μαλακῷ κλύ‐ σματι, καὶ μετὰ τὴν τῶν σκυβάλων ἔκκρισιν ἐνιέσθω ἐκ τοῦ προειρημένου τῆς ἐμ‐ | |
βροχῆς ἐλαίου εἰς τὸ ἔντερον παρηγορίας χάριν· ἄμεινον δὲ εἰ καὶ κωδύαν μήκωνος | ||
20 | συνέψοις τῷ ἐλαίῳ, καὶ στέαρ χηνὸς πρόσφατον, ἢ ὄρνιθος διατήκων ἐν αὐτῷ ἐγχέοις. Ἐγὼ δέ, φησιν ὁ Ῥοῦφος, δηλονότι σφοδροτέρων οὐσῶν τῶν ὀδυνῶν, καὶ ὀπίου ὅσον ὄροβος μετὰ σμύρνης καὶ κρόκου βραχέος χρίσας εἰς ἔριον ὑπέθηκα τῷ δακτυλίῳ· καὶ αὐτίκα μὲν αἱ ὀδύναι ἐπαύσαντο, αὐτίκα δὲ ἐκοιμήθη ὁ ἄνθρωπος. Μετὰ δὲ τὸν κλυ‐ στῆρα καὶ τὰ ἐνέματα καὶ ἐγκαθίσματα καὶ ἐμβροχὰς καταπλάσσειν ταῖς ὠμαῖς λύσεσι | |
25 | κωδύας μήκωνος ἐμβάλλοντας, καὶ ὑοσκυάμου φύλλα, καὶ μανδραγόρου χυλὸν βρα‐ χύν. Πυριᾷν δὲ κύστεσι βοείαις ἡμιπληρέσιν ἐλαίου θερμοῦ, ἢ ἄλευρον θερμὸν ἐν μαρσυπίοις ἢ ῥάκεσιν ἀποδεσμῶν πρόσαγε πυρίαν. Μετὰ δὲ τὰ καταπλάσματα καὶ κηρωτὰς ἐπιτιθέναι διὰ οἰσύπου καὶ κηροῦ, καὶ σικυωνίου ἢ γλευκίνου ἐλαίου πεποιη‐ μένας μετὰ καστορίου. Ἐπιμενόντων δὲ τῶν ὀχληρῶν, καὶ σικύας προσάγειν τοῖς | |
30 | τόποις μετὰ κατασχασμοῦ· μετὰ δὲ παρακμὴν ἀξιόλογον ἐπὶ τὰς ἐμπλάστρους καὶ τὰ μαλάγματα παραγίνεσθαι. —Τὴν δὲ τοῦ καθετῆρος κάθεσιν φλεγμαινούσης κύστεως ἀνδρὶ μὲν ἀποδοκιμάζω· διὰ γὰρ τὸ ἐργωδῶς καθίεσθαι τὰς ὀδύνας παροξύνει, καὶ ἐπιτείνει τὰς φλεγμονάς· γυναικὶ δὲ οὐκ ἄτοπον καθιέναι· βραχύς τε γὰρ ἐπὶ τούτων ὁ οὐρητικὸς πόρος καὶ κατὰ εὐθὺ πέφυκεν, ὥστε ἀνωδυνώτερον διαχειρίζεσθαι. | |
35 | Εἰ δὲ κατεπείγοι ὁ κατὰ ἰσχουρίαν κίνδυνος, ἐξ ἀνάγκης ἐπὶ τὸν καθετηρισμὸν παρα‐ γίνεσθαι, οὐχ ὡς ἀπαλλακτικὸν τῶν δεινῶν παθῶν, ἀλλὰ ὡς κατεπείγουσαν ἰσχουρίαν διορθούμενον, καὶ τοῦ πρὸς τὸ ὀξὺ κινδύνου ῥυόμενον· μετὰ δὲ τὴν τοῦ οὔρου ἔκ‐ κρισιν πάλιν ἐπὶ τὰ αὐτὰ παρηγορητικὰ βοηθήματα παραγίνεσθαι μέχρι λύσεως τῆς φλεγμονῆς ἢ μεταβολῆς. Λύεσθαι δὲ πολλάκις εἴωθεν ἡ φλεγμονὴ αἰφνίδιον ἐρυσι‐ | |
40 | πέλατος κατὰ τῆς ἐπιφανείας ἀποτελεσθέντος, καὶ μένοντος, καὶ μὴ παλινδρομοῦντος εἴσω. Καὶ οὔρων δὲ ἱκανῶν ἐκκριθέντων πολλάκις ὁμοίαν κρίσει τὴν ἀπαλλαγὴν ἐποιή‐ σατο· οὐδὲν ἧττον μέντοι καὶ τούτων ἐπιφανέντων ἐπιμένειν χρὴ τοῖς αὐτοῖς βοη‐ θήμασι, ἐπειδὴ ὡς τὸ πολὺ τάσεώς τινος ἀποτελεσθείσης οἱ παροξυσμοὶ συνεχεῖς γίνονται καὶ ἡ κατασκευὴ χρόνιος. Τῶν δὲ κινδυνωδῶν συμπτωμάτων παυσαμένων | |
45 | καὶ χρονιζούσης ἤδη τῆς κατασκευῆς, ἐπὶ τὰ μετασυγκριτικὰ ἀλείμματα καὶ μαλάγματα | |
παραγίνεσθαι δεῖ φοινίσσειν τὴν ἐπιφάνειαν δυνάμενα. | ||
27 | Περὶ τῆς ἐκ κύστεως αἱμοῤῥαγίας καὶ τῶν ἐν αὐτῇ θρόμβων. Ἐκ τῶν Ῥούφου. | |
2 | Ἔστι δὲ καὶ ἄλλη νόσος ὀξεῖα ἐν κύστει· ῥήγνυται δὲ φλὲψ ἐν αὐτῇ, καὶ τὸ μέν τι ἔξω διαδίδωσι τοῦ αἵματος, τὸ δέ τι εἴσω πήγνυται· πηγνυμένου δὲ τοῦ αἵματος καὶ | |
5 | θρόμβων γενομένων, συμβαίνει τὸν πάσχοντα λιποψυχεῖν τε καὶ ὠχριᾷν, καὶ μι‐ κροὺς καὶ ἀμυδροὺς καὶ πυκνοὺς ἴσχειν τοὺς σφυγμοὺς, ἀλύειν τε καὶ καταψύχεσθαι καὶ διαλύεσθαι τὸν τόνον. Ἐμπεσόντος δὲ ἐνίοτε θρόμβου κατὰ τὸν οὐρητικὸν πόρον καὶ τὴν τοῦ οὔρου ἔκκρισιν ἐπέχει. Δυσιατοτέραν δὲ ἡγητέον τὴν ἐξ ἀναβρώσεως αἱμοῤῥαγίαν. Βοηθεῖν δὲ χρὴ ὡς ὅτι τάχιστα, καθὼς κἀν ταῖς ἄλλαις αἱμοῤῥαγίαις, | |
10 | σφίγγοντα τὰ ἄκρα καὶ σκέποντα τὸ ἦτρον σπόγγοις βεβρεγμένοις ὀξυκράτῳ. Εἰ δέ τις φλεγμονὴ ὑποπτεύοιτο, οἰσυπηρὰ ἔρια οἴνῳ καὶ ῥοδίνῳ βρέχων ἐπιτίθει· διὰ δὲ τὸν προειρημένον κίνδυνον σύντομον καὶ τὴν θεραπείαν ποιεῖσθαι προσήκει, καὶ ἐν μηδενὶ ἀναβάλλεσθαι, καὶ, εἰ μηδὲν κωλύοι, φλεβοτομεῖν· μεμερίσθαι δὲ προσήκει τὴν κένωσιν, ἵνα τῇ πλειστάκις γινομένῃ κατὰ βραχὺ ἀφαιρέσει ἀντίσπασις τοῦ αἵ‐ | |
15 | ματος γένηται. Σχηματιστέον δὲ τὸν πάσχοντα ἐν τῇ κατακλίσει ἀνάῤῥοπον, καὶ ὑποθετέον τοῖς ἰσχίοις τι ὑπὲρ τοῦ καὶ αὐτὰ ἐμψύχεσθαι. Ἤτοι οὖν σπόγγους ἐξ ὀξυ‐ κράτου, ἢ δέρμα ὑποστρωννύειν. Ἄκρως δὲ ποιοῦσιν ἐν ταῖς ἐπείξεσι καὶ αἱ σικύαι κολλώμεναι κατὰ τὰς λαγόνας καὶ τὴν ὀσφύν. Μετὰ δὲ τὰς ἐμβροχὰς καταπλάσσειν πολυγόνῳ, βάτῳ, ἀρνογλώσσῳ, περδικίῳ, ῥοᾶς ἄνθεσιν ἢ κυτίνοις, σχίνου φύλ‐ | |
20 | λοις καὶ μυρσίνης· τούτων ἕκαστον μετὰ πάλης ἀλφίτου καταπλάσσειν, καὶ πυκνὰ ἀφαιρεῖν πρὶν γενέσθαι χλιαρὸν, καὶ ἕτερον ἐπιτιθέναι. Κάλλιστα δὲ ποιεῖ καὶ τὰ διὰ φοινίκων καὶ ἀκακίας καὶ ὑποκιστίδος καὶ στυπτηρίας καὶ τὰ τούτοις ὅμοια σκευα‐ ζόμενα· ποιεῖ δὲ ἄκρως καὶ σποδὸς κεκαυμένου ὀθονίου ἤτοι τοῖς φοίνιξι παρα‐ μιγνυμένη, ἢ ἄλλῳ τινὶ τῶν ἐπιθεμάτων ἐμπασσομένη, καὶ σπόγγος δὲ βραχεὶς ὑγρᾷ | |
25 | πίσσῃ καὶ καυθεὶς καὶ μιγνύμενος. Ἐπέχει θαυμαστῶς τὰς αἱμοῤῥαγίας τό τε κεκαυ‐ μένον ῥάκος, καὶ ὁ κεκαυμένος σπόγγος, οὐ μόνον ἐπιτιθέμενα κατὰ τὸν τόπον, ἀλλὰ καὶ σὺν χυλῷ ἀρνογλώσσου, ἢ πολυγόνου, ἢ τῆς σιδηρίτιδος βοτάνης ἐνιέμενα | |
εἰς τὴν κύστιν μεγάλα ὀνίνησι. Χρὴ δὲ τὸν μὲν αὐλίσκον τὰ ἄλλα εἶναι, ὁποῖός ἐστιν ὁ καθετὴρ, ἐξ ἄκρου δὲ ἔχειν ἀπηρτισμένον ἄσκωμα, ἢ φῦσαν· ἐνίοτε δὲ καὶ τῇ ἕδρᾳ | ||
30 | ἐνιέμενα ταῦτα βοηθεῖ· καὶ ἐγκαθίσματα δὲ ἁρμόζει ἐκ τῆς ὁμοίας ὕλης σκευαζόμενα· καὶ γὰρ ὀξύκρατον καὶ ἀφέψημα σχίνου καὶ βάτου καὶ τῶν ὁμοίων ἁρμόσαι ἄν. Δι‐ δόναι δὲ καὶ πίνειν τὰ πρὸς τὰς ἀναγωγὰς τοῦ αἵματος ἁρμόδια φάρμακα σύνθετά τε καὶ ἁπλᾶ, οἷον τοῦ τε ῥέου ποντικοῦ λειοτάτου, καὶ λωτοῦ τοῦ δένδρου πρίσματα ἢ ῥινήματα καὶ μάλιστα τοῦ φλοιοῦ, γλυκυσίδης ἢ παιωνίας τοὺς ἐρυθροὺς κόκκους ιβʹ, | |
35 | Σαμίαν γῆν, τὴν Λημνίαν σφραγῖδα, ἵππουριν, κενταυρίου μεγάλου ῥίζαν, καὶ λιβα‐ νωτοῦ φλοιὸν, καὶ τὰ τούτοις ὅμοια. —Κάλλιστον δὲ καὶ τοῦτο ᾧ ἐχρήσατο Ἀρχι‐ γένης πρὸς τοὺς αἱμοῤῥαγοῦντας. Στυπτηρίας σχιστῆς 𐅻 αʹ, κόμμεως ὀβολὸν αʹ, τραγακάνθης 𐅻 βʹ· γλυκεῖ διαλύσας χρῶ· ἀναλάμβανε τροχίσκους καὶ δίδου ὀβο‐ λοὺς βʹ μετὰ γλυκέος. —Ἄλλο Ἀσκληπιάδου πρὸς τὰς τῆς κύστεως αἱμοῤῥαγίας. | |
40 | Βαλαυστίου, ἀκακίας, ὑποκιστίδος χυλοῦ ἀνὰ 𐅻 δʹ, στυπτηρίας σχιστῆς 𐅻 βʹ· ἀνα‐ λάμβανε ὕδατι τροχίσκους καὶ δίδου τριώβολον μετὰ μύρτων ἀφεψήματος κυάθων γʹ. —Ἄλλο· ῥοῦ ἐρυθροῦ, ῥόδων ἄνθους, βαλαυστίου, ὑποκιστίδος χυλοῦ, τραγακάνθης ἀνὰ 𐅻 δʹ· ἀναλάμβανε ὕδατι τροχίσκους καὶ δίδου τριώβολον μετὰ οἴνου μυρτίτου κυά‐ θων γʹ. —Ὅσοις δὲ θρομβοῦται τὸ αἷμα ἐν τῇ κύστει, τὰ μὲν πρῶτα πειρᾶσθαι | |
45 | διαχεῖν φαρμάκοις· τῆς τε οὖν ἀρτεμισίας διδόναι πίνειν, καὶ ἑλιχρύσου, καὶ ὀποῦ κυρηναϊκοῦ, ἢ λασαρίου καθαροῦ, κονύζης μάλιστα λεπτῆς, ἀψινθίου, ῥαφανῖδος σπέρ‐ ματος, βάτου χυλοῦ, σεύτλου χυλοῦ, λαγωοῦ πυτίας ἢ ἐρίφου, ἑκάστου σὺν ὀξυ‐ μέλιτι. Ἐγὼ δέ φησιν ὁ Γαληνὸς, ἔδωκα τούτοις φάρμακον πιεῖν λίθων θρυπτικὸν διὰ ὀξυμέλιτος, αὐτό τε τὸ ποτὸν διὰ ὀξυμέλιτος προσφέρων, καί | |
27(50) | τισιν αὐτῶν διαλυθέντες οἱ θρόμβοι κατὰ ὀλίγον ἐξεκρίθησαν. Εἰ δὲ μὴ ὑπακούοι, ἀλλὰ ἐποχὴ τοῦ οὔρου κίνδυνον ἐπιφέροι, ἐπὶ τὸν καθετηρισμὸν παραγίνεσθαι, καὶ κομισάμενοι τὰ οὖρα πάλιν ποτίζομεν τοῖς εἰρημένοις πρὸς τὴν τῶν θρόμβων διά‐ λυσιν. Εἰ δὲ μηδὲ οὕτως διαλύοιντο, τέμνειν χρὴ κάτωθεν τὸν περίνεον, ὥσπερ ἐπὶ τῆς λιθιώσης κύστεως, καὶ κομισάμενον τοὺς θρόμβους τὰ ἄλλα ὡς πρὸς αἱμοῤῥα‐ | |
55 | γίαν βοηθεῖν τῇ κύστει· ὅταν δὲ μηκέτι αἱμοῤῥαγῇ, ὡς τὰ ἄλλα ἕλκη θεράπευε· τὰς δὲ ἐκ τοῦ καυλοῦ αἱμοῤῥαγίας ἐπιθέματα ψυκτικὰ καὶ ἔγχυτόν τι τῶν προειρημένων | |
ἰᾶται. | ||
28 | Περὶ τῶν ἐν κύστει φυμάτων. Ἐκ τῶν Ῥούφου. | |
1 | Ὅσα δὲ φύματα ἐν κύστει πεπαίνεσθαι χρῄζει, τὸ μὲν κράτιστον ἐπὶ ἀρχομένων πειρᾶσθαι διαλύειν, ἵνα μὴ εἰς ἔμπυον τραπῇ· ἢν δὲ μὴ δύνηται διὰ ταχέων, πεπαί‐ νειν βοηθήμασι χρώμενον οἷς καὶ τοὺς νεφροὺς ἔφαμεν καταπλάσσειν, καὶ προσέτι | |
5 | καρδάμῳ μετὰ ἀλεύρου, καὶ ὀρόβῳ μετὰ μέλιτος, καὶ περιστερῶν κόπρῳ μετὰ ἰσχάδων, καὶ τοῖς πυριάμασι, καὶ τοῖς ἄλλοις οἷς ἐκεῖσε προειρήκαμεν. Τὰ πολλὰ μὲν δὴ περὶ τὸν τράχηλον τῆς κύστεως ἐκπυεῖ, ὥστε καὶ στραγγουριώδη μᾶλλον γίνεσθαι, ἐκπυεῖ δὲ καὶ ἐν τοῖς γειτνιῶσι τῇ ἕδρᾳ τόποις, καὶ μᾶλλον τὴν ἀπόπατον κωλύει, ἐκπυεῖ δὲ καὶ κατὰ τὸ ἦτρον ἔνθεν ἢ ἔνθεν. Οὐ χαλεπὸν δὲ τεκμαίρεσθαι τὰ εἰρημένα τῇ τε | |
10 | τοπικῇ ὀδύνῃ καὶ τῷ βάρει καὶ τῇ ἁφῇ· σκληρότερα γὰρ καὶ θερμότερα τὰ μέλλοντα ἐκπυεῖν σώματα, καὶ τὰ μὲν ἔξω τρέπεται πρὸς τὴν ἕδραν, τὰ δὲ ὅπῃ τετύχηκε ῥέ‐ ψαντα. Δεινὰ μὲν οὖν καὶ ταῦτα καὶ θανατηφόρα τοὐπίπαν, δεινότερα δὲ τὰ εἴσω ῥηγνύμενα. | |
13 | ||
29 | Περὶ τῶν τῆς κύστεως ἑλκῶν. Ἐκ τῶν Ῥούφου. | |
1 | Ἑλκωθείσης δὲ τῆς κύστεως, εἴτε διὰ ἀπόστημα ἢ φῦμα προηγησάμενον, εἴτε διὰ ῥῆξιν, εἴτε διὰ ἀνάβρωσιν τὴν ἐκ ῥευματισμοῦ, εἴτε διὰ ἄλλην τινὰ πρόφασιν, παρακο‐ λουθεῖ τοῖς πάσχουσιν ὀδύνη ὀξεῖα τῆς κύστεως κατὰ πάντα μὲν καιρὸν, μάλιστα δὲ | |
5 | κατὰ τὰς ἀπουρήσεις καὶ ἐκκρίσεις τοῦ πύου. Καὶ εἰ μὲν ῥυπαρὰ εἴη τὰ ἕλκη, τρυγώδη συνεκκρίνεται καὶ μυξώδη καὶ παχείας ὑποστάσεις ὥσπερ ἄλευρον ἔχοντα, ποτὲ δὲ καὶ ὑμένια λεπτὰ πεταλώδη συνεκκρίνεται τῷ οὔρῳ. Εἰ δὲ νεμόμενα εἴη τὰ ἕλκη, ὕφαιμα συνεκκρίνεται καὶ ἰχωρώδη καὶ δυσώδη, σὺν δὲ τούτοις δυσουρία τε καὶ τοῦ αἰδοίου προπέτεια καὶ ἄλγημα, οὐ μόνον ὅταν οὔρηθρα πάθῃ, ἀλλὰ καὶ ὅταν ἐν | |
10 | βάθει τὸ τοιοῦτο· ἐπιγνωσθήσεται δὲ, εἴτε ἐν βάθει, εἴτε κατὰ τὴν οὔρηθραν πέ‐ πονθε, τῷ τοῦ μὲν κύτους τῆς κύστεως πεπονθότος τὸ ἄλγημα παρακολουθεῖν κατὰ τοῦ ἐφηβαίου, τῶν δὲ κατὰ τὸν τράχηλον κατὰ τὰς ἀπουρήσεις, μόνον, καὶ μάλι‐ στα ἀρχόμενοι τοῦ οὐρεῖν καὶ ἀποπαυόμενοι, καὶ ἔτι μᾶλλον δριμυτέρων γενο‐ μένων τῶν οὔρων. Πάντες μὲν οὖν κατακλινεῖς εἰσιν ἀδιαλείπτως, καὶ οὔτε ὀρθοὶ | |
15 | στῆναι οὐχ ὑπομένουσιν, οὔτε κατακλιθέντες ἡσυχάζουσιν· ὑπό τε οὖν τῆς ἀπαύστου ὀδύνης καὶ ὑπὸ τῶν πυρετῶν καὶ τῶν ἀγρυπνιῶν καὶ συντήξεων ἀπόλλυνται, οἱ μὲν θᾶττον, οἱ δὲ βραδύτερον· αἵ τε γὰρ ὀδύναι ὀξεῖαι, καὶ τὰ ἕλκη ἀΐδια, τὸ μὲν διὰ τὸ συνεχῶς ἅπτεσθαι τὸ οὖρον αὐτῶν, τὸ δὲ ὅτι καὶ δριμὺ φύσει ὑπάρχει, οὐδὲ εἰ καὶ πλεῖστον ἐκκριθείη οὖρον, δύναται πᾶσα κενωθῆναι ἡ κύστις, ἀλλὰ ἐμμένει τι ἐν | |
20 | αὐτῇ τοῦ οὔρου, καὶ ἅπτεται συνεχῶς τῶν ἑλκῶν. Ἀεί τε οὖν πλήρης ἐστὶν ἡ κύστις τοῦ οὔρου· κενουμένου γὰρ τοῦ πλήθους, συστέλλεται ἡ κύστις καὶ αὐτὸ τὸ ὑπο‐ λιμπανόμενον ἐν αὐτῇ βραχὺ πάντων τῶν μερῶν αὐτῆς ἅπτεται, καὶ εἰς ὅσον πάλιν πληροῦται, ἐπεκτείνεται κατὰ βραχύ· διά τε οὖν τοῦτο καὶ ὅτι νευρώδης ἐστὶν, ἀνίατα ὡς ἐπίπαν ἐστὶ τὰ ἐν αὐτῇ ἕλκη. Δεινότερα δὲ τὰ κατὰ ἀνάβρωσιν γινόμενα, | |
25 | καὶ ὀλίγισται ἐλπίδες εἰς ἀποκατάστασιν αὐτῶν· ὅμως μέντοι ἐπεὶ πολλάκις καὶ παράδοξα ἀπαντᾷ τινα, ἐγχειρητέον τῇ θεραπείᾳ, διὰ ἧς μειωθήσεται, εἰ μηδὲν ἄλλο, ἀλλὰ οὖν γε τὰ παρακολουθοῦντα ἀλγήματα. Πρῶτον μὲν οὖν συμπειστέον κατακλιθῆναι τὸν πεπονθότα καὶ ἀνασχέσθαι τῆς ἐπὶ κλίνης ἠρεμίας, καὶ μάλιστα ὅταν πυρετοὶ συνεδρεύωσιν, εἶτα βοηθήματα ἐν ταῖς τῶν πυρετῶν εὐκαιρίαις παραλαμ‐ | |
30 | βάνειν. Μέγιστον δὲ κἀνταῦθα γαλακτοποσία, καὶ οὐκ οἶδα, εἴ τινος ἂν δευτέρα φα‐ νείη ἐπὶ τούτων, ἀπογλυκαίνουσά τε τὰς τραχύτητας, ἀπονίπτουσά τε τὰς ἑλκώσεις, ἄλλως τε καὶ τὴν διάθεσιν ἐκμασσομένη· καὶ ἡ λοιπὴ δὲ δίαιτα χρηστὴ ἔστω, ὡς μὴ τὸ οὖρον δριμὺ γενόμενον δάκνῃ τε καὶ ἐρεθίζῃ τὰ ἕλκη. Παρηγορεῖν δὲ καὶ φαρμά‐ κοις τοῦτο μὲν ἄνωθεν περιλαμβανόντων τὸ ἦτρον, σὺν φλεγμονῇ μὲν ὑφεστηκυίας | |
35 | τῆς ἑλκώσεως, τὰ διὰ λινοσπέρμου καὶ τήλεως καταπλάσματα, καὶ τὰ λοιπὰ τὰ τὴν φλεγμονὴν λύειν δυνάμενα, ἐγκαθίσματά τε καὶ πυρίας διὰ ἐλαίου καὶ διὰ σπόγ‐ γων, καὶ κηρωτὰς ἐπιῤῥίπτειν διὰ οἰσύπου καὶ βουτύρου καὶ στέατος χηνείου καὶ στύρακος, ἢ κηρωτὴν μυρσινίνην προσειληφυῖαν Σαμίαν γῆν ἀντὶ ψιμυθίου, ἢ Λη‐ μνίαν σφραγῖδα, ἢ σινωπίδα, ἢ διφρυγές. Εἰ δὲ στενοχωρία γένοιτο βιαιοτέρα, | |
40 | ναρδίνη ἔστω ἡ κηρωτὴ, τῆς τε μαλάχης αἱ ῥίζαι εὖ καθεψηθεῖσαι ἐν μελικράτῳ εἶτα λειανθεῖσαι συμπεπλέχθωσαν τῇ κηρωτῇ, ἢ μελίλωτον ὁμοίως, καὶ τῆλις, ἢ ἡ τετραφάρμακος, ἢ ἡ ἐννεαφάρμακος· ποιοῦσι γὰρ ἀνέσεις· παντὶ δὲ σύμπλεκε στύ‐ | |
ρακος τὸ ἀρκοῦν. Νομώδους δὲ τῆς ἑλκώσεως ὑπαρχούσης, χρηστέον τοῖς ὑποστύ‐ φουσιν, ἀλλὰ καὶ θερμοῖς, ἵνα διὰ μὲν τῆς θέρμης ὠφελῇ τῷ παρηγορεῖν τὰ περιο‐ | ||
45 | δυνῶντα μέρη, διὰ δὲ τῆς ἐν αὐτοῖς δυνάμεως κωλύῃ ἐπιλαμβάνειν τὴν νομὴν τῶν πλησίον τόπων, ἡ δὲ ὕλη πολλάκις εἴρηται κειμένη ἐν φοίνιξι, σταφίσι, κηκῖσι, σιδίοις, στυπτηρίᾳ, ἀκακίᾳ, ὑποκιστίδι, καὶ τοῖς παραπλησίοις· ἕκαστον μέντοι τού‐ των ἤτοι τοῖς φοίνιξιν ἀναλαμβάνεται, ἢ καταπλάσμασιν ἐξ αἰρίνων ἀλεύρων, ἥ τε ἕψησις ἐν ὀξυκράτῳ γίνεται. Χρηστέον δὲ καὶ ἐγχύσει φαρμάκου διὰ καθετῆρος, | |
29(50) | ἐπὶ μὲν τῶν φλεγμαινόντων ἢ δριμυττομένων γάλα νεόβδαλτον ἐγχέοντα ἢ ῥόδινον κάλλιστον νεαρὸν, χλιαρὸν μέντοι· εἰ δὲ μηδὲν τούτων παρείη, ὕδωρ γλυκύτατον χλιαρὸν ἐγχεῖν συνεχῶς ἐν τῷ τῆς δήξεως καιρῷ, καὶ εἰς τὸ ἔντερον δὲ διὰ ἕδρας ἐγχεῖν πτισάνης χυλὸν καὶ λινοσπέρμου, καὶ σικύου σπέρμα λελεπισμένον λεῖον μετὰ γάλακτος, ἐπιστάζοντα ἑκάστῳ τοῦ ῥοδίνου ἐλαίου. Κλύζοντα δὲ τὸν τὴν κύστιν | |
55 | πεπονθότα, οὐ χρὴ ὕπτιον σχηματίζειν αὐτόν· οὐ γὰρ συγχωροῦσιν αἱ κύστεις εἴσω τὸ κλύσμα παριέναι, σκληραὶ καὶ βαρεῖαι γενόμεναι καὶ ἐπικείμεναι τῷ ἐντέρῳ· ἀλλὰ ἐπὶ γόνασι κλίναντα τὸν ἄνθρωπον οὕτως ἐνιέναι· ἀφίστανται γὰρ αἱ κύστεις ἐν τούτῳ τῷ σχήματι, καὶ χαλῶσι τὸ ἔντερον, ὥστε παραδέξασθαι τὸ κλύσμα· πυκνὰ δὲ καὶ εἰς ὕδωρ θερμὸν καθίζειν, καὶ εἰς τὰ χαλῶντα ἀφεψήματα· καὶ γὰρ πραΰνει | |
60 | τὰς ὀδύνας. Ἐπὶ δὲ τῶν ἤδη νεμομένων ἑλκῶν ἐνιέναι διὰ καθετῆρος εἰς τὴν κύστιν τὰ δυνάμενα στεῖλαι τὴν νομὴν, πολλὰ δὲ ἐστὶ τὰ τοιαῦτα, καὶ σύνηθές γε τοῖς πλεί‐ στοις καὶ ἡμῖν τὸ διὰ χάρτου ξηρίον ἐνιέμενον διὰ ῥοδίνου· ποιεῖ δὲ καὶ ὁ τοῦ Μούσα τροχίσκος μετὰ γλυκέος Κρητικοῦ ἐνιέμενος χλιαροῦ. Ῥυπαρῶν δὲ ὄντων τῶν ἑλκῶν, φάρμακα ἐγχεῖν τὰ δυνάμενα ἀνακαθαίρειν, ὡς τὴν Ἐπιγόνου χλωρὰν καὶ Ἶσιν κα‐ | |
65 | λουμένην ἐνιεμένην πολλῷ ῥοδίνῳ, ἢ τὴν διὰ βοτανῶν, ἢ ἄλλην τινὰ τοιαύτην. Εἰ δὲ δρίμυξις παρέπεται καὶ δῆξις, ἐνιέναι χρὴ γάλα νεόβδαλτον μετὰ ἀμύλου καλλίστου, ἢ πομφόλυγα πεπλυμένην πλείοσιν ὕδασιν καὶ ἐξηραμμένην, ἔπειτα ἀνιεμένην μετὰ γάλακτος, ἢ τοῦ ἀστέρος κολλυρίου ἢ τοῦ κυκναρίου ἢ τῶν παραπλησίων ἀδήκτων κολλυρίων, ἢ τοῦ διὰ φυσαλίδων τροχίσκου ἢ τοῦ παγχρήστου ὑπνωτικοῦ. Ὅταν | |
70 | δὲ ἀνακαθαρθῇ, συνεργεῖν χρὴ τῇ ἀπουλώσει διὰ ἐγκαθισμάτων στυπτικῶν καὶ ἐπιθεμάτων· ἥ τε οὖν διὰ ᾠῶν ἀγαθὴ ἄνωθεν ἐπιτιθεμένη, ἥ τε διὰ τῶν κεκαυμένων κριθῶν, καὶ ἡ διὰ καδμείας τριπλασίονι κηρωτῇ μυρσινίνῃ ἢ ῥοδίνῃ συγκερα‐ | |
σθεῖσαι· ῥευματικωτέρας δὲ οὔσης τῆς διαθέσεως τῇ διὰ ἰτεῶν, ἢ τῇ Ἱκεσίου, ἢ τῇ διὰ αἰρῶν χρηστέον μέχρις ἐπουλώσεως μετὰ τὴν ἀνακάθαρσιν. Ἰστέον μέντοι ὅτι | ||
75 | πολλάκις ἐπί τινων, οὐλῆς στερεᾶς γινομένης, ἀποτυφλουμένων τῶν σπερματι‐ κῶν πόρων, ἀπόλλυται τὸ γεννητικὸν, προθυμίας μὲν εἰς συνουσίαν γινομένης, γονῆς δὲ οὐδόλως ἐκκρινομένης, καὶ ἐστὶν ἀνίατος ἡ διάθεσις. Εἰ δὲ παραμένοι τὰ τῆς ἑλκώσεως πολὺν χρόνον, ὥσπερ καὶ εἴωθεν ἐπὶ πολλῶν γίνεσθαι, καὶ παρο‐ ξυσμοὶ καὶ διαλείμματα λαμβάνουσιν. Ἐν μὲν [οὖν] τοῖς παροξυσμοῖς παραλαμβάνειν | |
80 | τὰ παρηγορεῖν δυνάμενα καταπλάσματα καὶ πυρίας καὶ ἐμβροχὰς, ἐν δὲ τοῖς δια‐ λείμμασιν τῇ ἀνασκευαστικῇ ἀγωγῇ χρηστέον. Φοινικτέον οὖν τὸ ἦτρον καὶ τὸν τοῦ περινέου τόπον ἐπιθέσει μαλαγμάτων τοῦτο ποιεῖν δυναμένων, ὡς τῷ διὰ δαφνίδων, ἢ τῷ χλωρῷ, καὶ τοῖς παραπλησίοις, καὶ μάλιστα τοῖς προγεγραμμένοις ἐπὶ τῶν λιθιώντων νεφρῶν· ἤδη δὲ καὶ σιναπισμῷ χρηστέον, καὶ τὴν ἀναληπτικὴν ἀγωγὴν | |
85 | ἐγκριτέον. Εἰ δέ τι τιθασσεύοιτο, καὶ ἐγχρονίζοι τὰ κατὰ τὴν διάθεσιν, ἐσχάρας κατὰ τοῦ ἤτρου καὶ τοῦ περινέου ἐμβλητέον διὰ φαρμάκων, ἢ διὰ σιδήρου, καὶ πολλῷ χρόνῳ ἐκρευματιστέον τὰ ἕλκη· οὐκ ἄθετα δὲ οὐδὲ τὰ ἀνώδυνα τῶν φαρμάκων πινό‐ μενα ἐν ταῖς σφοδρότησι τῶν ἀλγημάτων. Ἐνέθηκαν δὲ ἤδη τινὲς εἰς τὸν δακτύλιον τὸν τῆς μήκωνος ὀπὸν, ὅσον ὄροβος μετὰ κρόκου καὶ σμύρνης γάλακτι ἀνέντες, ἢ | |
90 | κηρωτῇ διὰ στέατος χηνείου γενομένῃ μίξαντες καὶ ἀναλαβόντες ἐρίῳ, καὶ οὐ τὴν τυχοῦσαν οἴδαμεν ἐκ τούτου ἀνακύψασαν ὠφέλειαν. Παραλαμβανέσθω δὲ καὶ τὰ διὰ στόματος διδόμενα, τῆς μὲν δυσουρίας ἐπειγούσης, μήκωνος λευκῆς πεφωγμένης σπέρμα λεῖον· ἐμπάσσεται δὲ ὅσον 𐅻 αʹ εἰς κυάθους δʹ ἀφεψήματος σχοίνου ἄνθους ἢ καλάμου ἰνδικοῦ, ἢ γλυκυῤῥίζης· βιαιότερα δέ ἐστι τούτων μῆον, φοῦ, ἄκορον, δαῦ‐ | |
95 | κος. Ἱκανῶς δὲ τὰς τῆς ἑλκώσεως ὀδύνας παραμυθεῖται καὶ τοῦτο· σικύου σπέρματα λʹ, στροβίλια ιβʹ, ἀμύγδαλα πικρὰ λελεπισμένα εʹ, κρόκου ὅσον χρῶσαι· νήστει εἰσφε‐ ρέσθω κατὰ ἡμέραν ταῦτα μετὰ γάλακτος νεοβδάλτου ἢ οἴνου ἢ ἑψήματος· πρᾳότερον δὲ ἂν γένοιτο, εἰ ἀντὶ τῶν στροβίλων μαλάχης σπέρματα ιβʹ λάβοι, ἡδυτέρα δὲ γένοιτο ἡ ἀπούρησις ἂν τῷ πεπονθότι, καὶ τραγακάνθης τῷ πάσματι μιγείσης. Σπουδαίως δὲ | |
29(100) | τῇ ἑλκώσει βοηθεῖ καὶ τοῦ ὀρθοῦ περιστερεῶνος τὰ φύλλα μετὰ γλυκέος πινόμενα, κυάθοις δὲ δυσὶ διαλυέσθωσαν, ὡς εὔποτα εἶναι. Πρὸς μέντοι δυσουρίαν καὶ πρὸς αὐτὴν τὴν ἕλκωσιν συμφωνεῖ μήκωνος λευκῆς σπέρματος, ἀμύλου, μύρτων μελάνων ἀνὰ 𐅻 δʹ ᾠοῦ ὀπτοῦ τὸ ἥμισυ τοῦ πυῤῥοῦ· δίδου ἑνώσας 𐅻 αʹ μετὰ γλυκέος. Πολλοῦ δὲ φερο‐ | |
μένου τοῦ πύου, νάρθηκος κεκαυμένου 𐅻 αʹ μετὰ γλυκέος κεκραμένου δοθεῖσα ἀνα‐ | ||
105 | καθαίρει. Εἶτα συναποδίδου ἑκάστης ἡμέρας σικύου λελεπισμένου σπέρμα καὶ κρόκου ἀνὰ ὀβολοὺς βʹ, πιτυΐδας δὲ εʹ λελεπισμένας καὶ ἀνίσου τριώβολον, καὶ συλλεαίνων ταῦτα μετὰ οἰνομέλιτος καὶ ὕδατι θερμῷ κεράσας δίδου. Ὑγιάζειν δὲ δύναται τὰς ἐν κύστει ἑλκώσεις ἐν ὀλίγαις ἡμέραις καὶ τὸ κῦφι τὸ αἰγύπτιον, καὶ ἡ κυφοειδὴς πρὸς | |
τὰς τοῦ ἥπατος ἑλκώσεις προγεγραμμένη. | ||
109 | ||
110 | Περὶ τῶν τῆς κύστεως ἑλκῶν. | |
110 | Ἐγὼ δὲ, φησὶν Ἀρχιγένης, ἐπὶ τῶν παλαιοτέρων ἑλκώσεων τούτῳ χρώμενος οὐκέτι ἐδεήθην ποικιλοτέρου φαρμάκου, τῷ ὑποκειμένῳ χρώμενος ὃ καὶ ἔχει οὕτως· Χαμαίδρυος, χαμαιπίτυος, ἀνὰ 𐅻 καʹ, ἀσάρου 𐅻 ζʹ, πεπέρεως λευκοῦ 𐅻 ζʹ, κιν‐ ναμώμου 𐅻 αʹ, ὡς λειότατα ποιήσας ἀποτίθημι· δίδωμι δὲ κοχλ. βʹ μετὰ γλύκεως | |
115 | κεκραμένου· ἐπὶ δὲ τῶν πυρεττόντων μεθ’ ὕδατος κυαθ. βʹ ἀνέσας δίδωμι. Δήξεως δὲ ἑλκώδους ὑπαρχούσης καὶ ἀμύλλου κοχλ. βʹ καὶ σικύου σπέρματος ιεʹ βαλὼν τοῦ δέοντος ἐφικόμην. Ἤρκει μὲν οὖν τοῖς βουλομένοις ἐμμεθόδως χρῆσθαι τοῖς βοηθή‐ μασι τὰ προγραφέντα ὑπὸ Ῥούφου καὶ Ἀρχιγένους γεγραμμένα φάρμακα, παραθή‐ σομαι δὲ ὅμως καὶ ἕτερα παραπλήσια καὶ ὑπὸ τῶν ἀρχαίων ἀναγραφέντα· ἔστωσαν | |
120 | δέ σοι εἰς τὴν χρῆσιν τὰ προγραφέντα ὑποδείγματα τῶν γραφησομένων. | |
120 | Ἀνδρομάχου πρὸς τὰ ἐν νεφροῖς καὶ κύστει ἕλκη. | |
121 | Λινοσπέρμου, μήκωνος λευκοῦ σπέρματος, σικύου κεκαθαρμένου, τραγακάνθης ἀνὰ 𐅻 βʹ, ἀμύλου 𐅻 δʹ, λείου ὕδατι καὶ ἀναλαβὼν τροχίσκους καρύου ποντικοῦ τὸ μέγεθος, καὶ δίδου 𐅻 αʹ μετὰ γλυκέως κεκραμένου. | |
125 | Ἀσκληπιάδης δὲ οὕτως καὶ Ἥρας ἄλλο ποιεῖ πρὸς τὰς συνεχεῖς ἐπιδήξεις καὶ τὰς ἀπὸ κύστεως αἱμοῤῥαγίας. Λινοσπέρμου πεφρυγμένου, σικύου σπέρματος κεκαθαρμένου, μήκωνος λευκοῦ σπέρματος, τραγακάνθης ἀνὰ 𐅻 ϛʹ, γλυκέως ὅσον ἐξάρκει· σκεύαζε καὶ δίδου καρύου ποντικοῦ τὸ μέγεθος μετὰ γλυκέως κεκραμένου κυʹ βʹ, ἐπὶ δὲ τῶν αἱμοῤῥαγούντων, | |
130 | μεθ’ ὕδατος. Ὀριβασίου πρὸς ἑλκώσεις κύστεως (ποιεῖ μὲν καὶ [πρὸς] τὰ νεφριτικὰ, ἰδίως δὲ ποτιζόμενα)· Ἀνδράχνης χυλὸς σὺν γλύκει, ἀγρώστεως ἀφέψημα, γάλα, οἶνος γλυκὺς, κυπαρίσσου κόμη μετὰ σμύρνης, ὀρόβου μέγεθος. Πρὸς ἀλγήματα κύστεως· Λινοσπέρμου κοχλ. αʹ μετὰ γλυκέως, σήσαμον, ὀρμίνου | |
135 | σπέρμα, ὀξυσχοίνου καρπὸς, λώτου καρπὸς, μήκωνος σπέρμα ἀνὰ 𐅻 αʹ σὺν ὑδρο‐ μέλιτι, κωδωνίων ἄνθους ἀφέψημα. | |
136 | Τοῦ αὐτοῦ πρὸς ἕλκωσιν νεφρῶν ἢ κύστεως. | |
137 | Στροβίλων, ἡμίναν ἰταλικὴν, φυσαλίδας ιʹ, κάρυα βασιλικὰ ηʹ (ἐν ἄλλῳ ιʹ), κρόκου 𐅻 ιʹ, λαπάθου σπέρματος 𐅻 ηʹ, ὀπίου 𐅻 γʹ, σικύου σπέρματος λελεπισμένου 𐅻 γʹ, | |
140 | σελίνου σπέρματος 𐅻 γʹ, μέλιτος ἀπέφθου τὸ ἀρκοῦν· ἡ δόσις τριώβολον. | |
140 | Ἄλλο Ἀνδρομάχου πρὸς κύστιν ἡλκουμένην καὶ δυσουρίαν. | |
141 | Στροβίλια λʹ, ἀμύγδαλα κεκαθαρμένα κʹ, φοινίκων ιεʹ τὰς σάρκας, τραγακάνθης 𐅻 δʹ, γλυκυρίζης χυλοῦ 𐅻 βʹ, κρόκου ὄβολον αʹ, σμύρνης τὸ ἴσον· ἀναλαβὼν γλυκὺ | |
χρῶ ὡς εἴρηται. | ||
145 | Ἄλλο πρὸς τὰ ἐν τῇ κύστει ἕλκη καὶ φλεγμονάς. | |
145 | Στροβίλια ηʹ, σικύου σπέρματος κόκκοι μʹ, ἀμύλου τριώβολον, νάρδου στάχυος 𐅻 αʹ, σελίνου σπέρματος 𐅻 βʹ, ἐν ὕδατος ξ̸ αʹ· ἕψε νάρδου στάχυν, σέλινον, εἶτα τῷ ἀφεψήματι μίγνυται τὰ προειρημένα· δίδου κυʹ βʹ, θερμάνας πρὸς τὰς ἐπιτεταμένας δήξεις. | |
29(150) | Ἄλλο· Ἀμύλου 𐅻 ηʹ, μύρτων μελάνων πεπείρων τῆς σαρκὸς 𐅻 ηʹ, μήκωνος σπέρ‐ ματος 𐅻 ιϛʹ, γλυκέως προτρόπου ὅσον ἐξαρκεῖ· σκεύαζε καὶ δίδου καρύου ποντικοῦ μέγεθος, μετὰ γλυκέως. Τροχίσκος ὁ διὰ φυσαλίδων ὡς Ἥρας, πρὸς τὰς ἐν νεφροῖς καὶ κύστει διαθέσεις. Κἂν πῦον ἀπούρηται ἢ αἷμα ἢ μυξώδη σώματα ἢ ἰνώδη ἢ παχέα, ποιεῖ καὶ πρὸς τὰς | |
155 | ψωρώδεις διαθέσεις καὶ στραγγουρίας τὰς δυσεπουλώτους ἑλκώσεις. Τὸ αὐτὸ καὶ πί‐ νεται καὶ ἐνίεται εἰς τὴν κύστιν. Φυσαλίδος βοτάνης τῶν κόκκων ἀριθμῷ κεʹ (ἐοίκασι δὲ ἁλικακάβῳ, μείζονες μέντοι), ἀμυγδάλων θασίων λελεπισμένων, κρόκου, στρο‐ βίλων πεφωγμένων, λαπάθου ἡμέρου σπέρματος λελεπισμένου ἀνὰ 𐅻 γʹ, κωνείου σπέρματος, ὀπίου, μαραθροῦ σπέρματος, ἀνὰ 𐅻 γʹ, ὑοσκυάμου λευκοῦ σπέρματος, | |
160 | σελίνου σπέρματος, ἀνὰ 𐅻 ϛʹ, σικύου ἡμέρου σπέρματος λελεπισμένου 𐅻 ιβʹ· ἀναλάμ‐ βανε γλυκεῖ καὶ δίδου 𐅻 αʹ, ἀπυρέτοις μετὰ γλυκέως κεκραμένου κυ. γʹ, πυρέττουσι δὲ μεθ’ ὕδατος· ὅταν δὲ σφοδραὶ ὦσιν αἱ περιωδυνίαι, δίδου καὶ εἰς τὴν κοίτην, ἔνιε δὲ καὶ διὰ καθετῆρος· χρῶ ὡς ἐνεργεστάτῳ. Ἔνιοι καὶ καρύων ποντικῶν πεφωγμένων 𐅻 γʹ ἐμβάλλουσιν. | |
164 | ||
165 | Πρὸς τὰς ἐν νεφροῖς καὶ κύστει ἑλκώσεις καὶ πᾶσαν δυσουρίαν καὶ ἕλκωσιν καὶ λιθίασιν· Ἀνδράχνην χυλίσας ξήραινε τὸν χυλὸν, καὶ ἀνάπλασσε τροχίσκους, καὶ δίδου 𐅻 αʹ πίνειν μεθ’ ὕδατος θερμοῦ. | |
167 | Τροχίσκος ὁ διὰ τραγημάτων πρὸς τὰς ἐν νεφροῖς καὶ κύστει ἑλκώσεις· Σταφίδων κεκαθαρμένων Γοʹ βʹ, στροβίλων Γοʹ βʹ, σικύου ἡμέρου σπέρματος λελε‐ | |
170 | πισμένου, μύρτων χωρὶς τῶν γιγάρτων, ἀμυγδάλων πικρῶν λελεπισμένων, ἀμύλου, φοινίκων λιπαρῶν, σελίνου σπέρματος ἀνὰ Γοʹ αʹ, μήκωνος σπέρματος 𐅻 δʹ, τραγα‐ κάνθης, κρόκου, γλυκυρίζης ἀνὰ 𐅻 δʹ, σμύρνης 𐅻 βʹ· ἀναλάμβανε τροχίσκους μετὰ γλυκέως κρητικοῦ, καὶ δίδου 𐅻 αʹ, μετὰ γλυκέως κυ. βʹ. | |
173 | Ἄλλο διὰ πείραν Ὀλυμπίου σοφίστου, πρὸς κύστιν ἡλκωμένην. | |
174 | ||
175 | Ῥᾶ ποντικοῦ 𐅻 δʹ, σικύου σπέρματος κεκαθαρμένου 𐅻 γʹ, ὑοσκυάμου σπέρματος 𐅻 βʹ, μαλάχης σπέρματος 𐅻 εʹ, στροβίλων πεφωγμένων 𐅻 ϛʹ, σελίνου σπέρματος 𐅻 αʹ, ἀμυγδάλων πικρῶν λελεπισμένων θʹ, ἑψήματι ἀναλάμβανε καὶ δίδου καρύου ποντικοῦ τὸ μέγεθος μετὰ γλυκέως κεκραμένου κυ. γʹ. | |
178 | Ἀσκληπιάδου φάρμακον ἐπιτετευγμένον. | |
179 | ||
180 | Τούτῳ ἴσμεν πολλοὺς χρησαμένους νεφριτικοὺς καὶ τῆς ἅλης ἀπαλλαγέντας δια‐ θέσεως· δεῖ δὲ ἐπὶ πολλὰς ἡμέρας ἐπιμένειν τῷ φαρμάκῳ. Θεραπεύει καὶ τὰς περὶ κύστιν διαθέσεις· δίδοται δὲ καὶ λιθιῶσιν, ἰᾶται δὲ καὶ κωλικούς· ἔχει δὲ οὕτως· Καρύων ποντικῶν κεκαθαρμένων, ἀμυγδάλων πικρῶν κεκαθαρμένων, σικύου σπέρματος κεκαθαρμένου, καρώου σπέρματος ἀνὰ 𐅻 γʹ, μήκωνος λευκοῦ σπέρματος· | |
185 | εἰ δὲ μήγε, κωνείου σπέρματος 𐅻 ϛʹ, κρόκου, μαλάχης σπέρματος, ὀπίου ἀνὰ 𐅻 ϛʹ, ὑοσκυάμου λευκοῦ σπέρματος 𐅻 ιβʹ, σελίνου σπέρματος 𐅻 ιβʹ· ἀναλάμβανε μέλιτι ἑφθῷ, καὶ ἀνάπλασσε τροχίσκους, καὶ δίδου τριώβολον μετὰ μελικράτου κυ. γʹ. | |
187 | Ἄλλο Γαληνοῦ. | |
188 | Σικύου σπέρματος 𐅻 ιβʹ, ὑοσκυάμου 𐅻 ϛʹ, κωνείου σπέρματος, ὀπίου, μαράθρου, | |
190 | κρόκου ἀνὰ 𐅻 γʹ, σελίνου σπέρματος 𐅻 ϛʹ, μαλάχης σπέρματος 𐅻 γʹ, κασίας 𐅻 δʹ, ἀμύγδαλα ιʹ, κάρυα ποντικὰ ιʹ· γλυκεῖ κρητικῷ ἀναλάμβανε καὶ δίδου τριώβολον. | |
191 | Ἕτερον πρὸς ἕλκωσιν νεφρῶν καὶ κύστεως. | |
192 | Δαμασωνίου 𐅻 βʹ, φοινίκων 𐅻 ιʹ, στροβίλων 𐅻 ηʹ, σικύου σπέρματος 𐅻 δʹ, ἀνίσου 𐅻 βʹ, ἀμυγδάλων πικρῶν 𐅻 βʹ, κρόκου 𐅻 αʹ, πότιζε ὀβολοὺς ζʹ, μετὰ γλυκέως κε‐ | |
195 | κραμένου νήστει· μὴ παρόντος δὲ δαμασωνίου ἠρύγγιον ἔμβαλε· χρῶ δὲ καὶ τῇ Ξενοφίλου ἀντιδότῳ τῇ προγεγραμμένῃ πρὸς λιθιῶντας ἐν τῷ ιϛʹ κεφαλαίῳ· ποιεῖ δὲ ἡ Ξενοφίλου καὶ αἱ παραπλήσιοι αὐτῇ πρὸς τοὺς ἡλκομένους τὴν κύστιν καὶ νεφροὺς | |
μετὰ τοῦ καὶ ψαμμία ἀπουρεῖν. Καὶ τοσαῦτα μὲν περὶ φαρμάκων εἰρήσθω. | ||
198 | ||
30 | Δίαιτα. Ἐκ τῶν Ἀρχιγένους. | |
1 | Φυλαττέσθω δὲ ὁ πάσχων κόπους καὶ πᾶσαν βράσσουσαν αἰώραν, μάλιστα ἱππα‐ σίαν καὶ ἀγρυπνίαν, καὶ πᾶσαν σύντασιν, καὶ τὴν παντελῆ ἀργίαν, καὶ λουτρῶν τὴν συνέχειαν· ἔτι δὲ ἀπεψίας, καὶ τὰς ὑπὲρ τὸ δέον πληρώσεις, καὶ τὸ ὠμὸν ἐν τοῖς | |
5 | προσφερομένοις, καὶ τὸ δύσπεπτον, καὶ τὸ φυσῶδες, καὶ τὸ εὔφθαρτον· μάλιστα δὲ τὸ εὐαπόξυντον, καὶ ὅσα πολύχυμα, καὶ ὅσα ἐπὶ τὴν οὔρησιν ἀγωγὰ, καὶ τὰ δυσδιαχώ‐ ρητα, καὶ τὰ δυσυποχώρητα, καὶ τὰ ἐπὶ πλέον ταρακτικὰ τῆς γαστρὸς, καὶ τὸ δριμὺ καὶ τὸ πυρῶδες, καὶ τὸ ἐπιπλέον στῦφον ἐν τοῖς λαμβανομένοις, καὶ τὸ ξηραντι‐ κώτερον, καὶ τὸ ἄτροφον, καὶ τὸ κακοστόμαχον, καὶ ὅσα χολὴν ἐξαιρέτως ἢ φλέγμα | |
10 | γεννᾷν πέφυκεν· ὥστε καὶ ἡ πολυποσία ἄθετος καὶ ἡ ἀκρατοποσία, καὶ ἡ νηστοπο‐ σία, καὶ τὸ μακρὸν δίψος, καὶ ἡ ἀσιτία, καὶ ἡ τῶν ἐδεσμάτων ποικιλία, καὶ αἱ πε‐ ρίεργοι ἀρτύσεις, καὶ τὸ κνισῶδες πᾶν καὶ τὸ βρωμῶδες, καὶ τὸ σεσηπὸς, καὶ τὸ ὠμὸν λάχανον μάλιστα· ταῦτα γὰρ πάντα ταῖς ἐν τοῖς νεφροῖς καὶ κύστει ἑλκώσεσι πολέμια. Ὁπόταν δὲ τῇ ὀρέξει χαρίζεσθαι βουληθῶμεν, καυλὸν θριδακίνης ἢ σέριν | |
15 | ὠμὰ ἢ ἑφθὰ ἀλυπότερον ἂν μεταλάβοι. Πεμμάτων δὲ καὶ τῶν ἄλλων λιπαρῶν ἀπέ‐ χεσθαι δεῖ, καὶ τῶν πλείστων τραγημάτων· σταφὶς δὲ οὐκ ἄθετος καὶ στροβίλια νεαρὰ προβεβρεγμένα δυσὶν ὕδασι, καὶ ἀμύγδαλα χλωρὰ μὲν, ἀκμαῖα δὲ καὶ εὖ κε‐ καθαρμένα, ξηρὰ δὲ μὴ, μηδὲ παλαιὰ, ἀλλὰ προβραχέντα καὶ λεπισθέντα. Ἐγχωρεῖ δὲ καὶ πιστακίου μεταλαμβάνειν· ἄμεινον μὲν χλωροῦ· εἰ δὲ μὴ, βεβρεγμένου, πα‐ | |
20 | λαιοῦ δὲ μή· * θηβαϊκὸς δὲ φοῖνιξ καρυωτὸς ὁ μὴ ἔχων ὀστέον, εἴτε φύσει τοιοῦτος εἴη, εἴτε ἐπιτεχνήσει τινὶ γεγονώς· ἔστι δὲ καὶ στρυφνότερος ὁ καρυωτὸς, καὶ στο‐ | |
μάχου ἀσθενείᾳ καὶ κύστεως καὶ νεφρῶν ἁρμόδιος. Ἀλλὰ γένει μὲν ἅλις ὑπογεγράφθω τὰ φυλακτέα· ἰδικώτερον δὲ, ἄρτος ἔστω πρόσφατος κλιβανίτης δεόντως ἐσκευα‐ σμένος· πτηνῶν τὰ ὄρεια, καὶ τὰ ψαφαρὰν ἔχοντα τὴν σάρκα καὶ μὴ παλαιά· πεζῶν | ||
25 | δὲ ἁρμοδιώτατα τὰ τῶν ἐρίφων ἄκρεα· ἐνύδρων δὲ ἁρμοδιωτάτη ταῖς ἐν νεφροῖς καὶ κύστει ἑλκώσεσιν ἀφύη θαλασσία ἡ μικροτάτη ἐσθιομένη συνεχῶς· οὐκ ἄθετοι δὲ οὐδὲ ὀνίσκοι οἱ μικροὶ, καὶ οἱ γόμφοι οἱ λεγόμενοι. Σμήχει δὲ τὰ ἕλκη καὶ ἀστακὸς καὶ κάραβος, ἐπὶ ποσὸν δὲ καὶ καρίς· καρκίνος δὲ ποτάμιος καὶ ὡς ἀντιπαθὴς διδόσθω, καὶ ἐχῖνος πρόσφατος ὡς οἰκειότατος ἐφιέσθω. Ὀστρέου τε καὶ πελωρίδος βραχύ τι | |
30 | σμήξεως ἕνεκα διδόσθω, ἔμβαμμα δὲ ἡδύσματος χάριν, ὄξος βραχύτατον, καὶ ἐλά‐ χιστον πάνυ γάρον λευκὸν χρηστόν. Φειστέον δὲ πεπέρεως, καὶ ὀποῦ σιλφίου, καρ‐ δάμου τε καὶ σινήπεως· εὐζώμου μέντοι καὶ τέλεον ἀφεκτέον, ἐπεὶ καὶ πρὸς ἀφρο‐ δίσια παρορμᾷ, συνουσία δὲ πολεμιωτάτη πᾶσι τοῖς περὶ νεφροὺς καὶ κύστιν πάθεσι, καὶ μάλιστα πρεσβυτέροις καὶ τοῖς φύσει ἀσθενεστέροις. Πάντα δὲ τὰ λαμ‐ | |
35 | βανόμενα σύμμετρα ἔστω τῷ πλήθει, κἂν ὠφέλιμα εἶναι λέγηται. Ὕδωρ ὑέτιον τὸ μὴ διεφθορὸς πάντως ἄμεινον· τῶν δὲ ἄλλων τὰ ἀποιότατα ἐξειλέχθω, καὶ ψυχροῦ παν‐ τάπασιν ἀπεχέσθω· ἕλκεσι γὰρ τὸ ψυχρὸν πολέμιον. Βαλανείου δὲ σπανία ἔστω ἡ χρῆσις· τῇ δὲ προθυμίᾳ ποτὲ χαριζόμενος μετεχέτω, ἢ κόπον τινὰ ἰώμενος. Αὐτο‐ φυῶν δὲ ὑδάτων οὐκ ἀχρεῖον πειραθῆναι στυπτηριωδῶν, θειωδῶν, καὶ τῶν παρα‐ | |
40 | πλησίων, ὁποῖά ἐστι τὰ Ἄλβουλα καὶ τῇ κράσει γαλακτώδη. Καὶ ἐπὶ ψυχρολουσίαν προσάγειν (πως ἄγειν?) καὶ ἐθίζειν χρησιμώτατον· ὑπερφυῶς γὰρ τὰς δυσαλθεῖς ἑλκώσεις ἀνασκευάζει τάς τε ἐντὸς τάς τε ἐκτός. —Περὶ πόσεως Ἀλβούλων ὑδάτων.] Συνοίσει τοίνυν τὰ Ἄλβουλα ὕδατα, εἰ παρείη, ἢ τὰ παραπλήσια, πινόμενα μετὰ τὸν ἑωθινὸν περίπατον ὅσον τρεῖς κοτύλας τὴν πρώτην· εἶτα προσαγέσθω ἐπὶ πέντε | |
45 | ἢ ἕξ· πρὸς γὰρ τῷ τό τε ἔντερον ἀποκλύζειν καὶ αὐτὴν τὴν κύστιν, ἀμβλύνει τὸ αἰθαλῶδες τοῦ πνεύματος, καὶ τῶν ὑγρῶν ἀφοριζομένων, διαυγεστέραν ἀποδείκνυσι τὴν ἀπὸ τοῦ αἵματος ἀναθυμίασιν· αὐτά τε χρησίμως καθαίρει τὰ ἕλκη καὶ μετὰ ἡδονῆς ὑπεξέρχεται· καὶ τούτου γε μηδὲν ὑπολάβοις δραστικώτερον φαίνεσθαι τῷ πάσχοντι. Ὥρα δὲ θερμοτέρα πρὸς αὐτὸ ἐπιτήδειος. Εἰ δὲ μὴ παρείη τοιαύτη ποιότης ὑδάτων, | |
30(50) | παρείη δὲ τὰ ἀποιότερα καὶ πλατύτερα τῇ γεύσει, ἀμείνω τῶν ἄλλων, μετὰ δὲ ταῦτα | |
τὰ ἀσφαλτώδη· καὶ τῶν νιτρωδῶν δὲ, εἰ παρείη, καὶ τῶν ἁλμυρῶν πεῖραν λαβέ‐ τωσαν· κρεῖσσον γὰρ τοῦ πιθανοῦ πολλάκις οἶδα ἀποτέλεσμα καὶ ἀπὸ τούτων συμβάν. Καταστάσεως δὲ ἐκ τοῦ λουτροῦ ἢ τοῦ ἀλείμματος γενομένης, ξηροφαγία πρῶτον χρήσιμος, εἰ μὴ δίψος συνέχοι· τότε δὲ δεήσει ὕδατι θερμῷ ὀλίγῳ σβέσαι τὴν δίψαν, | ||
55 | ἢ ὑδαρεῖ τινι τῶν γλυκυτέρων οἴνων. Παρέστω δὲ καὶ οἰνανθίτης καὶ μυρσινίτης ὠφελίμως προσπεσούμενοι τῷ ἕλκει μετὰ τὸ λουτρὸν, ἢ τὰ γυμνάσια. Τοσαῦτα μὲν καὶ περὶ ἑλκώσεως. | |
57 | ||
31 | Περὶ ῥευματισμοῦ κύστεως καὶ τῶν διεξερχομένων τοῖς οὔροις τριχοειδῶν. Ἐκ τῶν Ἀρχιγένους. | |
2 | Γίνεται δέ ποτε καὶ ῥευματισμὸς περὶ τὴν κύστιν, ὥστε ποτὲ μὲν μυξώδη καὶ πεταλώδη καὶ παχέα ἐκκρίνεσθαι, καὶ ἤτοι πυκνῶς ἀποδίδοσθαι τὰ οὖρα, ἢ διὰ χρό‐ | |
5 | νου ἐκκρίνεσθαι, ποτὲ δὲ ὑδαρῆ καὶ λεπτά· ἔγνωμεν δὲ ἐνίοις καὶ τρίχας ἐκκρινο‐ μένας, ποτὲ μὲν πεπλεγμένας ἀλλήλαις, ποτὲ δὲ ἁπλᾶς· καὶ ποτὲ μὲν εὐμήκεις σφόδρα, ποτὲ δὲ μικρὰς, ὑπὸ ῥευματισμοῦ δηλονότι γενομένας. Ταῦτα μὲν ὁ Ἀρχι‐ γένης. Γαληνὸς δὲ περὶ τούτου φησὶν οὕτως· θριξὶν ὅμοια καὶ Ἱπποκράτης μὲν εἶδε τοῖς οὔροις συνεξερχό‐ | |
10 | μενα, καὶ ἡμεῖς δὲ ἐθεασάμεθα, ποτὲ μὲν σπιθαμιαῖα τὸ μῆκος· ἔστι δὲ ὅτε καὶ μείζω ἢ μικρότερα. Ἐκ δὲ τῆς χροιᾶς καὶ τῆς συστάσεως ἐπειθόμην ἐκ παχέος καὶ γλί‐ σχρου χυμοῦ εἶναι ταῦτα, θερμανθέντος δὲ καὶ ξηρανθέντος ἐν ταῖς φλεψὶ συνίστα‐ σθαι, ὅθεν τὴν θεραπείαν ὁπότε πρῶτον εἶδον, ἤλπισα διὰ τῶν οὐρητικῶν φαρμάκων ἔσεσθαι· καὶ οὕτως ἀπέβη σχεδὸν πᾶσιν. Οἷς δὲ συνέβη τὸ πάθημα τοῦτο, νεφριτι‐ | |
15 | κὸν οὐδὲν, οὔτε ἔμπροσθεν, οὔτε αὖθις ἐπεγένετο σύμπτωμα θεραπευθεῖσιν ὑπὸ τῶν οὐρητικῶν φαρμάκων. Ὁ δὲ Ἀρχιγένης πρὸς τούτοις φησίν· μετάγειν δεήσει τοὺς ῥευματισμοὺς ἐκ τῶν τόπων, καὶ τὴν ἕξιν τοῦ παντὸς σώματος, μάλιστα δὲ τῶν περὶ τοὺς νεφροὺς καὶ κύστιν τόπων μεταποιεῖν καὶ ῥωννύναι. | |
18 | ||
32 | Περὶ σατυριάσεως, ἤτοι πριαπισμοῦ. Ἐκ τῶν Γαληνοῦ. | |
1 | Ὁ πριαπισμὸς ἔντασίς ἐστι τοῦ αἰδοίου καὶ αὔξησις εἰς μῆκος καὶ πάχος χωρὶς | |
ἀφροδισίου προθυμίας ἔκ τινος θερμασίας ἐπικτήτου μετὰ φλεγμονῆς καὶ ὀδύ‐ νης τῶν τόπων συνισταμένη. Ὠνόμασται δὲ πριαπισμὸς ἀπὸ τοῦ Πριάπου δηλονότι | ||
5 | τοῦ καὶ Σατύρου ὀνομαζομένου, ὃν τοιοῦτον φύσει ἔχοντα τὸ αἰδοῖον οἱ ἄνθρωποι πλάττουσί τε καὶ γράφουσιν. Γίνεται δὲ τὸ πάθος ἤτοι εὐρυνομένων τῶν στομίων τῶν ἐν τῷ αἰδοίῳ ἀρτηριῶν, ἢ κατὰ αὐτὸ τὸ σηραγγῶδες νεῦρον, λέγω δὴ τὸ αἰδοῖον, πνεύματος ἀτμώδους γινομένου. Ἐμοὶ δὲ δοκεῖ, φησὶν ὁ Γαληνὸς κατὰ ἀμφότερα μὲν γίνεσθαι· πλεονάκις δὲ τοῖς τῶν ἀρτηριῶν στόμασιν εὐρυνομέ‐ | |
10 | νοις ἕπεσθαι· ἐνίοτε δὲ καὶ ἀφροδισίων τινὲς ἀποσχόμενοι, τῷ πάθει ἁλίσκονται. Συμβαίνει δὲ τοῦτο τοῖς πολυσπέρμοις τε ἅμα καὶ παρὰ τὸ ἔθος ἀποσχομένοις ὅταν μὴ διαφορῶσι πλήθει γυμνασίων τὴν περιουσίαν τοῦ αἵματος, καὶ μάλιστα ὅσοι τῶν μὲν ἀφροδισίων χρῄζουσιν, εἰς φαντασίαν δὲ αὐτῶν ἀφικνοῦνται διὰ θεωρημά‐ των ἐξορμᾷν αὐτοὺς δυναμένων εἰς ἀνάμνησιν τῶν ἀφροδισίων. Ὀδύναι δὲ αὐτοῖς | |
15 | συμβαίνουσιν, ὁποῖαι τοῖς τετανικοῖς· ἐμφυσώμενον γὰρ καὶ διατεινόμενον τὸ αἰδοῖον, σπασμῷ τι παραπλήσιον πάσχει. Ἀπόλλυνται δὲ ὀξέως οἱ οὕτω παθόντες, εἰ μὴ ταχέως βοηθηθῶσιν. Τελευτῶντες δὲ φυσῶνται τὴν γαστέρα καὶ ἱδροῦσι ψυχρὸν, ὁποῖον συμβαίνει καὶ τοῖς ἐπὶ τοῖς ἄλλοις σπασμοῖς ἀπολλυμένοις. Διὰ μὲν οὖν τὰς ὀδύνας καὶ τὰς φλεγμονὰς, φλεβοτομεῖν εὐθὺς ἐξ ἀρχῆς προσήκει τοὺς ἁλόντας τῷ | |
20 | πάθει, καὶ ἐν ἀσιτίᾳ τηρεῖν μέχρι τριῶν ἡμερῶν, ἐμβρέχειν τε τὸ ἦτρον καὶ τὰ ἰσχία σὺν τῷ αἰδοίῳ οἰσυπηροῖς ἐρίοις διὰ οἰνελαίου, καὶ δίψει πιέζειν, ἐπεχομένην τε τὴν κοιλίαν κενοῦν μὴ δριμεῖ κλυστῆρι, ἵνα μὴ παροξύνῃ τὰς φλεγμονὰς, τροφὴν δὲ δι‐ δόναι σιτώδη ὀλίγην ἄφυσον παντάπασι καὶ ἐπὶ ὑδροποσίας τηρεῖν. Ἐπιμένοντος δὲ τοῦ πάθους, καὶ σικυαστέον μετὰ κατασχασμοῦ· εἰ δέ τι πλῆθος αἵματος παρακεῖ‐ | |
25 | σθαι δοκεῖ, καὶ βδέλλαις χρηστέον κατὰ τὸν τόπον. Καταπλάσσειν δὲ τοῖς κοινοῖς καταπλάσμασι διὰ τῆς ὠμῆς λύσεως· ἄριστον δὲ καὶ ὑπομαλάσσειν τὴν κοιλίαν διὰ σεύτλου καὶ μαλάχης προσλαβόντα χυλὸν ὀλίγον λινοζώστεως, καὶ τῶν ὀστρέων τὸ ἀφέψημα διδόναι πίνειν· τῶν δὲ δραστικωτέρων καθαρτηρίων ἀπέχεσθαι παντάπασιν. Φυλακτέον δὲ τὰς δυνάμεις ταῖς σιτώδεσι τροφαῖς λεπτύνειν πρᾴως δυναμέναις χωρὶς | |
30 | τοῦ θερμαίνειν ἐπιφανῶς. Ἐπιθετέον δὲ καὶ τῇ ὀσφύι τῶν ψυχόντων ἐπιφανῶς, οἷον στρύχνου, ἀνδράχνης, ὑοσκυάμου, ἀειζώου. Ἀναγκαῖον δὲ καὶ τὸν καυλὸν καὶ τὸν περίνεον χρίειν τινὶ τῶν πρᾴως ψυχόντων, οἷον λιθαργύρῳ καὶ κιμωλίᾳ, καὶ ψιμυθίῳ, ὄξει ταῦτα ἀνέσαντες, ἢ ὀξυκράτῳ, ἢ ὕδατι· κάλλιστα δὲ ποιεῖ ἐπὶ αὐτῶν καὶ κηρωτὴ | |
διὰ ῥοδίνου καλλίστου ἐσκευασμένη, καὶ ὕδατι ψυχρῷ πλειστάκις πεπλυμένη, τῷ τε | ||
35 | αἰδοίῳ καὶ ταῖς ψόαις ἐπιτιθεμένη. Κατακλίνειν δὲ αὐτοὺς χρὴ ἐπὶ πλευρὰν καὶ ὑπο‐ στρωννύειν τὰ λεχθησόμενα ἐπὶ γονοῤῥοϊκῶν καὶ ποτίζειν τοῖς ἐπὶ ἐκείνων γραφησο‐ μένοις. Εἴργειν δὲ αὐτοὺς χρὴ παντάπασι καὶ θεαμάτων καὶ διηγήσεων καὶ μνήμης ἐπεγείρειν δυναμένης εἰς ἀφροδίσια. | |
38 | ||
33 | Περὶ γονοῤῥοίας. Ἐκ τῶν Γαληνοῦ. | |
1 | Ἡ γονόῤῥοια ἔκκρισίς ἐστι σπέρματος ἀπροαιρέτως γινομένη χωρὶς τῆς κατὰ τὸ αἰδοῖον ἐντάσεως. Ὠνόμασται δὲ οὕτως ἐκ τοῦ ῥεῖν τὴν γονὴν ἀκουσίως. Γίνεται δὲ τὸ πάθος διὰ ἀσθένειαν τῆς καθεκτικῆς ἐν τοῖς σπερματικοῖς ἀγγείοις δυνάμεως· | |
5 | ὥσπερ γὰρ ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων αἱ τῶν τροφῶν κατοχαὶ καὶ αἱ τῶν περιτ‐ τωμάτων ἐκκρίσεις ἐῤῥωμένων τῶν δυνάμεων γίνονται, οὕτως ἐπὶ τῶν παρὰ φύσιν ἐχόντων, αἱ μὲν τῶν περιττωμάτων ἐποχαὶ ἐνίοτε διὰ ἀῤῥωστίαν τῆς ἐκκριτικῆς γί‐ νονται δυνάμεως, αἱ δὲ ἐκκρίσεις διὰ τὴν τῆς καθεκτικῆς ἀσθένειαν, ἤ τινα ἑτέραν διάθεσιν ὁμοίως τῇ κατὰ φύσιν ἐκκριτικῇ κινοῦσαν τὰ μόρια, καθάπερ ἐπὶ αὐτῶν τῶν | |
10 | σπερματικῶν ἀγγείων ἐν ἐπιληψίαις τε συμβαίνει, καὶ τοῖς ἄλλοις σπασμοῖς τοῖς βιαιοτέροις. Ἐνίοτε δὲ καί τισι τῶν σπασμωδῶς τελευτώντων σπέρμα ἐκκρίνεται. Γονόῤῥοια μὲν οὖν τῶν σπερματικῶν ἀγγείων ἐστὶ πάθος, οὐ τοῦ αἰδοίου. Ὀδύνην μὲν οὐκ εἴωθε λίαν ἐργάζεσθαι τὸ πάθος, ἀειδίαν δὲ οὐ τὴν τυχοῦσαν καὶ συγχυσμὸν παρέχει, ἀδιαλείπτως ἐκκρινομένου τοῦ σπέρματος ἀπροαιρέτως. Ἀποτελεῖται δὲ | |
15 | ἐνίοτε καὶ ἐκ ῥευματισμοῦ τῶν σπερματικῶν ἀγγείων, ἔστι δὲ ὅτε καὶ σατυριάσεως προηγησαμένης ἐπιγίνεται ἡ γονόῤῥοια. Συμβαίνει δὲ τὸ πάθος τοῖς προσηβῶσι μᾶλλον, τοῖς περὶ τὸ τεσσαρεσκαιδέκατον ἔτος· ἤδη δὲ καὶ ταῖς ἄλλαις ἡλικίαις. Ἔστι δὲ τὸ ἐκκρινόμενον σπέρμα ὑδαρὲς λεπτὸν δίχα προθυμίας τῆς περὶ τὴν συνου‐ σίαν, τὰ πλεῖστα μὲν ἀναισθήτως, ἔστι δὲ ὅτε καὶ μετά τινος ἡδονῆς· καταφθείρε‐ | |
20 | ται δὲ αὐτοῖς ἠρέμα τὸ σύμπαν σῶμα ἰσχναινόμενον, ἰδίως δὲ τὰ κατὰ τὴν ὀσφύν. Παρέπεται δὲ καὶ ἀτονία πολλὴ, οὐ διὰ τὸ πλῆθος τοῦ ἐκκρινομένου, ἀλλὰ διὰ τὴν κυριότητα τῶν τόπων. Οὐ μόνον δὲ ἀνδράσιν, ἀλλὰ καὶ γυναιξὶ τοῦτο συμβαίνει, καὶ ἔστιν ἐπὶ τῶν γυναικῶν δυσαπάλλακτον. —Θεραπεία δὲ καὶ τούτων κοινὴ ἡ ἐπὶ παντὸς ῥευματισμοῦ παραλαμβανομένη. Πρῶτον μὲν οὖν ἐπὶ ἡσυχίας καὶ ὀλιγοσιτίας | |
25 | καὶ ὑδροποσίας τηρεῖν· εἶτα δὲ καὶ σκέπειν τὴν ὀσφὺν καὶ τὸ ἐφήβαιον ἐρίοις βε‐ βρεγμένοις οἴνῳ καὶ ῥοδίνῳ, ἢ οἰνανθίνῳ, ἢ μηλίνῳ· οὐκ ἄθετοι δὲ οὐδὲ σπόγγοι, ὀξυκράτῳ δεδευμένοι· ταῖς δὲ ἑξῆς καὶ καταπλάσμασι τοῖς διὰ φοινίκων, μήλων, ἀκα‐ | |
κίας, ὑποκιστίδος, οἰνάνθης, ῥοὸς ἐρυθροῦ, καὶ τῶν ὁμοίων, ἐγκαθίσμασί τε χρῆσθαι στυπτικοῖς, ἀφεψήμασι σχίνου, βάτου, μυρσίνης καὶ τῶν παραπλησίων, ἑψομένων ἐν | ||
30 | οἴνῳ αὐστηρῷ, ἢ ἀκράτῳ, ἢ κεκραμένῳ. Τροφαῖς δὲ χρῆσθαι δυσφθάρτοις τε καὶ δυσ‐ μεταβλήτοις καὶ ἀναξηραντικαῖς, διδόναι τε αὐτοῖς σὺν τῷ ποτῷ καὶ ταῖς τροφαῖς τοῦ ἄγνου τὸ σπέρμα καὶ τὸ τῆς καννάβεως, καὶ μᾶλλον πεφρυγμένα, καὶ τοῦ πηγάνου τὸ σπέρμα καὶ τὰ φύλλα, καὶ τῆς θριδακίνης τὸ σπέρμα καὶ τοὺς καυλοὺς, καὶ τῆς νυμ‐ φαίας τὴν ῥίζαν. Πίνειν δὲ κατὰ ἑκάστην ἡμέραν ἀντὶ τοῦ κοινοῦ ὕδατος ὕδωρ ἐν ᾧ σίδη‐ | |
35 | ρος πλειστάκις ἐναπεσβέσθη. Ἔδωκαν δέ τινες τοῖς γονοῤῥοϊκοῖς πίνειν ἁλικακκάβου ῥίζης τὸν φλοιὸν μετὰ ὕδατος, καὶ οὐκ ἂν εἴη ἀνοίκειον ἀποπειρᾶσθαί ποτε καὶ τούτου. Καὶ ἀντίδοτον δὲ τοῖς γονοῤῥοϊκοῖς διδόναι ταύτην δόκιμον οὖσαν καὶ πρὸς τοὺς συνε‐ χεῖς ὀνειρωγμούς. Ἰτέας καρποῦ 𐅻 ζʹ· καλαμίνθης 𐅻 ϛʹ, ἄγνου λευκῆς σπέρματος 𐅻 εʹ, πηγάνου 𐅻 δʹ, κωνείου σπέρματος 𐅻 βʹ· ὕδατι ἀνάπλασσε τροχίσκους καὶ δίδου | |
40 | καρύου ποντικοῦ τὸ μέγεθος μετὰ ὀξυκράτου κυάθων τριῶν. Δριμυφαγίαν τε πᾶσαν καὶ πολυοινίαν καὶ λαχάνων προσφορὰν φυλακτέον· τὴν δὲ δίαιταν πᾶσαν ἀναξη‐ ραντικὴν καὶ στυπτικὴν θετέον. Μετὰ δὲ τοὺς πρώτους χρόνους, ἐπὶ τὰ ἀλείμματα ἄγειν καὶ τὴν γυμναστικὴν ἀγωγὴν, διὰ ἧς τό τε ὅλον σῶμα, καὶ ἰδίως τὰ πεπονθότα μέρη, εἰς ῥῶσιν παραχθήσεται. Καὶ τὰ πολλὰ μὲν ἐπὶ ἀλείμματος μένειν, ὀλιγάκις | |
45 | δὲ καὶ λούεσθαι, κόπον ἢ ἀπεψίαν θεραπεύεσθαί ποτε βουλόμενοι. Ἀγαθὸν δὲ, εἰ μηδὲν κωλύοι, ἐπὶ τὴν ψυχροποσίαν καταφεύγειν ἀποικονομητικὴν οὖσαν παντὸς ἐκ ῥευματισμοῦ γινομένου νοσήματος, καὶ μάλιστα εἰ τὸ ὕδωρ φαρμακῶδες εἴη, ὥσπερ τὸ ἐν Ἀλβούλοις, ὅπερ καὶ πινόμενον ἐπὶ αὐτῶν ἄκρως ποιεῖ· ἔστι δὲ τῇ γεύσει ὑφάλμυρον καὶ τῇ ἁφῇ γαλακτῶδες. Χρῆσθαι δὲ ἐπὶ αὐτῶν ἐκ διαλειμμάτων τινῶν | |
33(50) | ἁρμόδιον καὶ συγχρίσμασι καὶ ἐπιθέμασι καὶ μαλάγμασι τοῖς φοινίσσειν καὶ μαλάσ‐ σειν δυναμένοις· καὶ εἰς τὴν ἐπιφάνειαν τὰ ἐν τῷ βάθει μεταφέρειν· τὰ δὲ πολλὰ ἐπὶ πλευρὰν κατακλίνειν, καὶ ὑποστρωννύειν καλαμίνθης φύλλα καὶ πηγάνου καὶ ἄγνου. Καὶ ἐπιθέματι δὲ χρηστέον ἐπὶ αὐτῶν τοιῷδε. Ἀδίαντον πλεῖστον κόψας καὶ λεάνας μετὰ ὄξους, ἢ μετὰ χυλοῦ σελίνου, ἢ σέρεως, ἢ ψυλλίου, ἀναλάμβανε κοχλιῶν | |
55 | χερσαίων ἑφθῶν τῇ σαρκὶ, καὶ ἐπιπλάσας εἰς ὀθόνιον, ἐπιτίθει κατὰ τῶν ἰσχίων. Χρηστέον δὲ καὶ τῇ προγεγραμμένῃ ἐπὶ τοῦ πριαπισμοῦ ῥοδίνῃ κηρωτῇ, καὶ τοῖς μετὰ ταῦτα ῥηθησομένοις ἐπὶ ὀνειρωγμῶν· φυλακτέον δὲ καὶ τὰς πρὸς ἀφροδίσια | |
πάσας ἐννοίας. | ||
34 | Περὶ ὀνειρώξεων. Ἐκ τῶν Φιλαγρίου. | |
1 | Ὀνειρώττειν λέγονται, ὅσοι ἐν τῷ καθεύδειν γονὴν ἐκκρίνουσιν. Τοῦτο δὲ αὐτοῖς συμβαίνει, τὰ πολλὰ μὲν διὰ τὴν ὕλην κακόχυμον ὑπάρχουσαν, ἢ πολλὴν, ἢ διὰ ῥώ‐ μην τῶν σπερματικῶν μορίων· τινὲς δὲ ἤδη καὶ λυπηθέντες, ἢ ἀσιτήσαντες, ἀπέκριναν | |
5 | γονὴν κατὰ τοὺς ὕπνους παρὰ τὸ εἰωθὸς διὰ τὴν δριμύτητα τῆς ὕλης ἐρεθισθέντες, οὐ διὰ εὐρωστίαν τῶν σπερματικῶν μορίων ἀποκρίναντες. Τοῖς τοιούτοις, λέγω δὴ τοῖς λυπηθεῖσιν ἢ ἀσιτήσασιν, ὡς ἐπίπαν μὴ προηγησαμένης φαντασίας τινὸς ἐν τοῖς ὕπνοις, ἀνεπαισθήτως ἐκκρίνεται ἡ γονή· τοῖς δὲ ἄλλοις οὐ μετὰ ἐντάσεως τοῦ αἰδοίου μόνον, ἀλλὰ καὶ μετά τινος προαιρετικῆς φαντασίας ἐν τοῖς ὕπνοις γινομένης προχεῖται | |
10 | ἀτάκτως ἡ γονή. Μοχθηροτάτη δὲ ἕξις σώματός ἐστιν ἡ τοιάδε. Σπέρμα πολὺ καὶ θερ‐ μὸν ἔνιοι γεννῶσιν, ἐπεῖγον αὐτοὺς εἰς ἀπόκρισιν, ἔκλυτοί τε γίνονται τῷ στόματι τῆς κοιλίας, καὶ τῷ παντὶ δὲ σώματι καταλύονται καὶ ἀσθενεῖς γίνονται, καὶ ξηροὶ, καὶ λεπτοὶ, καὶ ὠχροὶ, καὶ κοιλοφθαλμιῶντές εἰσιν οἱ οὕτω διακείμενοι. Εἰ δὲ ἀπέχοιντο μίξεως ἀφροδισίων ἐκ τοῦ ταῦτα πάσχειν, δύσφοροι μὲν τῇ κεφαλῇ γίνονται, δύσφο‐ | |
15 | ροι δὲ καὶ τῷ στομάχῳ, καὶ ἀσώδεις, καὶ οὐδὲν μέγα διὰ τῆς ἐγκρατείας ὠφελοῦνται· συμβαίνει γὰρ αὐτοῖς ἐξονειρώττουσι παραπλησίας γίνεσθαι βλάβας αἷς ἔπασχον ἐπὶ ταῖς συνουσίαις. Τινὲς δὲ ἐξ αὐτῶν δακνώδους τε καὶ θερμοῦ πάνυ τοῦ σπέρματος αἰσθάνονται κατὰ τὴν ἀπόκρισιν, καθὼς αὐτοὶ φάσκουσιν. Τοῖς τοιούτοις οὖν συμβου‐ λεύειν προσήκει, φησὶν ὁ Γαληνὸς, βρωμάτων μὲν ἀπέ‐ | |
20 | χεσθαι τῶν γεννώντων σπέρμα, προσφέρεσθαι δὲ οὐ βρώματα μόνον, ἀλλὰ καὶ φάρμακα τοῦ σπέρματος σβεστικὰ, ὁποῖόν ἐστιν ἄγνου σπέρμα πεφωγμένον καὶ διά‐ φρυκτον· καὶ τὰ φύλλα δὲ καὶ τὰ ἄνθη τὰς ἀφροδισίους ὁρμὰς ἐπέχειν πεπίστευται, οὐκ ἐσθιόμενα μόνον καὶ πινόμενα, ἀλλὰ καὶ ὑποστρωννύμενα. Τὸ δὲ τῶν φακῶν ἀφέψημά φασι καὶ τὰς ἐντάσεις παύειν, ἀνδράχνη τε ἐσθιομένη καὶ τὸ τῆς θρίδακος | |
25 | σπέρμα πινόμενον, καὶ ἡ τῆς νυμφαίας ῥίζα καὶ τὸ σπέρμα ἐσθιόμενα σβέννυσι τὴν γονὴν ἐμψύχοντα. Πήγανον δὲ ἐσθιόμενον τῇ θερμότητι διαφθείρει καὶ πήγνυσι τὴν γονήν· τὴν δὲ καλαμίνθην ἐσθιομένην συνεχῶς φασι καὶ ἀγόνους ποιεῖν· παρα‐ πλησίως δὲ καὶ τὸ τοῦ λευκοΐου σπέρμα, καὶ κισσοῦ κορύμβους μέλανας τρεῖς πινο‐ μένους· ἀλύπως δὲ ἐλαττοῖ τὴν γονὴν πινόμενον συνεχῶς τὸ τῶν χαλκέων ὕδωρ ἐν | |
30 | ᾧ ὁ σίδηρος ἀποσβέννυται. Τῶν μὲν οὖν τοιούτων ἡ ὕλη σύμπασα κατὰ τὸν δεύτερον τῆσδε τῆς πραγματείας προγέγραπται λόγον. Συνθέτῳ δὲ χρῶμαι ἐπὶ αὐτῶν καὶ τῷ προγεγραμμένῳ μὲν ἐπὶ τῶν γονοῤῥοϊκῶν, καὶ τούτῳ δέ· ἄμμεως κόκκους ϛʹ, μαρά‐ θρου τὸ ἴσον, πηγάνου φύλλα λʹ· μετὰ ἰσχάδων τριῶν λιπαρῶν κατὰ μῆνα ἔσθιε ἅπαξ, ἢ ὁσάκις βούλει. Φυλάττεσθαι δὲ χρὴ τὴν συνεχῆ χρῆσιν τῶν σφοδρῶς ψυχόντων ἐπί | |
35 | τε τῶν διὰ στόματος διδομένων, καὶ ἐπὶ τῶν ἔξωθεν προστιθεμένων, καθάπερ ὅσα διὰ μήκωνός τε καὶ μανδραγόρου σκευάζεται χρίσματα. Ἀλείμματα δὲ προσάγειν μετὰ τὸ λουτρὸν τῶν συμμέτρως ἐμψυχόντων· ἐστὶ δὲ τοιαῦτα τὸ καλούμενον ὠμοτριβὲς καὶ ὀμφάκινον ἔλαιον, καὶ μάλιστα τὸ ῥόδινον ἐκ τοῦ ὀμφακίνου ἐσκευασμένον, καὶ τὸ μήλινον. Συνθεῖναι δὲ ἐνίοτε καὶ παχύτερα τῇ συστάσει χρίσματα, πρὸς τὸ μὴ | |
40 | ῥᾳδίως ἀποῤῥεῖν. Ἡ δὲ σύνθεσις αὐτῶν ἐστι διά τε κηροῦ καί τινος χυλοῦ τῶν στυφόν‐ των ἢ ψυχόντων γινομένη τῷδε τῷ τρόπῳ. Τήξας κηροῦ μέρος ἓν μετὰ τετραπλα‐ σίονος ἐλαίου, εἶτα ἐν τῇ θυίᾳ μαλάξας ταῖς χερσὶν ἱκανῶς, ἐπίσταζε κατὰ βραχὺ ἐμψύχοντα ὅσον ἐπιδέχεται, καὶ ἑνώσας χρῶ. Ἐπιτήδειοι δὲ εἰς τοῦτό εἰσι χυλοὶ τοῦ τε ἀειζώου καὶ τοῦ στρύχνου, κοτυληδόνος τε καὶ ψυλλίου, καὶ πολυγόνου, καὶ τρι‐ | |
45 | βόλου, καὶ περδικίου, καὶ νυμφαίας, καὶ ἀνδράχνης· οὐκ ἀνίησι δὲ αὕτη χυλὸν, ἐὰν μὴ κοπτομένης αὐτῆς ἐν ὅλμῳ παρεγχέηταί τις ἄλλος χυλὸς λεπτὸς, μάλιστα τῆς ὄμφακος σταφυλῆς καὶ τῶν ῥόδων· ἀλλὰ οὗτοι μὲν τῷ θέρει εὐπόριστοι, τῶν δὲ ἄλ‐ λων πολλοὶ κατὰ ἄλλας ὥρας εἰσὶν, ὥσπερ ὁ τῆς θριδακίνης, σέρεως, στρατιώτου, καὶ φακῶν τῶν ἐπὶ ὕδασι φυομένων· καὶ τὸ λινόσπερμον δὲ ἑψόμενον ἐν ὕδατι χυλὸν | |
34(50) | μετρίως ψύχοντα ἐργάζεται· καὶ ῥάμνου φύλλων χυλὸς, καὶ τὰ τούτοις παραπλήσια. Κάλλιστον δὲ καὶ μολιβδίνην λεπίδα ταῖς ψόαις ὑποτιθέναι τοῦ ὀνειρώττοντος καὶ τοῦ γονοῤῥοϊκοῦ· ἐμψύχει γὰρ ἱκανῶς αὕτη. Ἐπὶ δὲ τῶν μὴ ἀνεχομένων τῆς τοῦ μολίβδου σκληρότητος συμβουλεύειν προσήκει τῶν προειρημένων βοτανῶν ὑποστρωννύειν τινὰς ξηρὰς, ἀναμιγνύειν δὲ αὐταῖς καὶ ἄγνου φύλλα καὶ πηγάνου βραχὺ καὶ καλα‐ | |
55 | μίνθης, μάλιστα δὲ τὰ ῥόδα· ὀνίνανται γὰρ ὑπὸ τῶν τοιούτων χωρὶς τοῦ βλαβῆναί τι κατὰ τοὺς νεφρούς· αἱ γὰρ σφοδραὶ ψύξεις τῶν ὑποτιθεμένων τῇ ὀσφύι ἀδικοῦσι τοὺς νεφρούς. Καὶ αὐτὴ δὲ ἡ στρωμνὴ δερματίνη ἔστω, καὶ μὴ πάνυ μαλακή. Κατακλί‐ νεσθαι δὲ αὐτοὺς προσήκει τὰ πολλὰ ἐπὶ πλευρὰν, παραιτουμένους τὸ ὕπτιον σχῆμα, πρὸς τὸ μὴ ὑπερθερμαίνεσθαι τὰς ἐν τῇ ὀσφύι ἀρτηρίας. Αὕτη μὲν οὖν κοινὴ πάντων | |
60 | ἐστὶ τῶν ὀνειρωττόντων ἐπιμέλεια· παραφυλάττειν δὲ χρὴ τοὺς τὴν εἰρημένην μοχθη‐ ρὰν κατασκευὴν σώματος ἔχοντας, λέγω δὴ τοὺς ἀδικουμένους τὸν στόμαχον ἐκ τῆς | |
συνουσίας, ἡνίκα μάλιστα φαίνονται πλῆθος ἠθροικέναι σπέρματος ἀποκρίσεως δεόμε‐ νον, ἐν ἡμέρᾳ τινὶ διαιτηθέντας εὐχύμως τε καὶ μετρίως. Χρῆσθαι μὲν [οὖν?] ἐπὶ τῷ δεί‐ πνῳ τρεπομένους εἰς ὕπνον τῇ συνουσίᾳ, κατὰ δὲ τὴν ἑξῆς ἡμέραν, ὅταν αὐτάρκως ἔχω‐ | ||
65 | σιν ὕπνου, διαναστάντας ἀνατρίψασθαι σινδονίῳ, μέχρις ἂν ἔρευθός τι σχῇ τὸ δέρμα, κἄπειτα τῇ διὰ ἐλαίου τρίψει συμμέτρως χρησαμένους, εἶτα μὴ πολὺ διαλιπόντας, ἄρτον εὔζυμον κλιβανίτην καθαρὸν ὀλίγον ἐξ οἴνου κεκραμένου προσενεγκαμένους, οὕτως ἔρχεσθαι ἐπὶ τὰς συνήθεις πράξεις. Ἐν δὲ τῷ μεταξὺ τῆς τε διὰ ἐλαίου τρίψεως καὶ τῆς τοῦ ἄρτου προσφορᾶς, εἰ χωρίον ἔχοιεν πλησίον ἐπιτήδειον, περιπατείτωσαν | |
70 | ἐν αὐτῷ βραχέα. Εἰ δὲ κρύος εἴη χειμερινὸν, ἄμεινον ἔνδον βαδίζειν τηνικαῦτα. Ἀπεχέσθωσαν δὲ θεαμάτων καὶ ἀναγνώσεων ἀνάμνησιν ἐργαζομένων τῆς τῶν ἀφρο‐ δισίων χρήσεως. Καὶ κατὰ ἑκάστην δὲ ἡμέραν γυμνάζεσθαι προσήκει τοὺς τοιούτους γυμνάσια τὰ διὰ τῶν ἄνω μερῶν ἐπιτελούμενα. Τὴν μέντοι διὰ τῆς ἐδωδῆς τοῦ ἄρτου ῥῶσιν τοῦ στομάχου κοινὴν ἐκτιθέμεθα ἐπὶ παντὸς ἀνθρώπου ἐκχολουμένου καὶ | |
75 | ἐκλυομένου τὸν στόμαχον, ὥστε περὶ τρίτην ὥραν αὐτοὺς προσφέρεσθαι ἄρτον βραχεῖ οἴνῳ κεκραμένῳ ὕδατι θερμῷ διάβροχον, καὶ οὕτως ἔχεσθαι τῶν συνήθων πράξεων. | |
76 | ||
35 | Περὶ τῶν ἀφροδισίοις χρῆσθαι μὴ δυναμένων. | |
1 | Οἱ ἀφροδισίοις χρῆσθαι βουλόμενοι, ἄπρακτα δὲ ἔχοντες τὰ μόρια, γυμναζέσθωσαν οὖν τὰ κάτω μέρη, βουβῶνάς τε καὶ μηροὺς, τριβόμενοι τοῖς τοιούτοις· πεπέρει, νίτρῳ, εὐφορβίῳ μετὰ ἐλαίου καὶ τοῖς ἐκ τῶν τοιούτων συντιθεμένοις ἀλείμμασιν, ὧν | |
5 | ὑποδείγματα μετὰ βραχὺ τῆς συνθέσεως ἐροῦμεν. Καθευδέτωσαν δὲ ἐπὶ μαλακαῖς κοί‐ ταις, καὶ ἀναγινωσκέτωσαν δὲ προτρεπτικὰ συνουσίας ἀναγνώσματα, καὶ θεάμασι τοιούτοις προσεδρευέτωσαν. Σιτία τε αὐτοῖς καὶ φάρμακα θερμαντικὰ καὶ φυσώδη ἁρμόζει, οἷον ἐρέβινθοι, κύαμοι, χόνδρος, πράσα, βολβοὶ, σταφυλίνου ῥίζα καὶ σπέρμα μετρίως, στρόβιλοι, ἄρου ῥίζα ἑφθὴ, κολοκασίου ῥίζα ἑφθὴ, καὶ δρακοντίου, | |
10 | ἀκαλήφης σπέρμα, γογγυλίδος σπέρμα, εὐζώμου φύλλα καὶ τὸ σπέρμα, καὶ μάλιστα τοῦ ἀγρίου, κόστος, πέπερι μετὰ οἰνομέλιτος, σατύριον, σήσαμον, ὅρμινον, ἀμύγ‐ | |
δαλα μετρίως, ἄνισον, πολύποδες, καὶ τὰ ὄστρεα πάντα. Ὠφελεῖ δὲ αὐτοὺς καὶ ὁ ἀσκαλαβώτης τὸ ζῷον ἐσθιόμενον, πέρδικός τε ᾠὰ εἰς συνουσίαν ἐγείρει· ἀλέκτορος ὄρχεις σπέρμα πολὺ ἀθροίζουσι, καὶ πάντα τὰ εὔχυμα. Ἀλώπεκος ὄρχεις ξηροὶ πινό‐ | ||
15 | μενοι λεῖοι κοχλιαρίου πλῆθος ἀβλαβῆ καὶ ἄψευστον τὴν ἔντασιν ποιοῦνται, καὶ τὰ περὶ τοὺς νεφροὺς τοῦ σκίγκου ὡς ἐντατικὰ τῶν αἰδοίων πίνεται· ὄρχεος βοτάνης ὁ μείζων βολβὸς μετὰ γάλακτος ποθεὶς ἐντείνει τὸ αἰδοῖον· ὁ δὲ μικρὸς διὰ ὕδατος ποθεὶς ἐκλύει τὴν ἔντασιν. Σύνθετον ἐντατικὸν ποιοῦν καὶ πρὸς πάρεσιν τῶν μορίων. | |
19 | ||
20 | Νάπυος, πάνακος ῥίζης, εὐζώμου σπέρματος ἀνὰ 𐅻 ηʹ, καρδάμου σπέρματος 𐅻 δʹ, πεπέρεως κοκκοὺς κʹ· ἀναλάμβανε τροχίσκοις μετὰ χυλοῦ εὐζώμου, καὶ δίδου 𐅻 αʹ νήστει μετ’ οἴνου στύφοντος παλαιοῦ. Ἄλλο· Κισσοῦ μέλανος σπέρματος, χαμαιμήλου ἄνθους, ὀξυσχοίνου σπέρματος ἀνὰ 𐅻 δʹ, εὐζώμου σπέρματος, πεπέρεως λευκοῦ, σινάπεως ἀνὰ 𐅻 βʹ, πυρέθρου 𐅻 δʹ. | |
25 | μέλιτι ἀναλαβὼν ὡς ἔχειν ῥύπου πάχος, δίδου ἀπὸ βαλανείου καρύου ποντικοῦ τὸ μέγεθος. Ἄλλο· Αἰδοῖον ἐλάφου ξηρὸν καύσας δίδου 𐅻 αʹ μετ’ οἴνου ἀκράτου. Πεπείραται. Ἄλλο, ᾧ καὶ αὐτὸς κέχρημαι· Ὁρμίνου σπέρματος, σησάμου, πεπέρεως εὐζώμου σπέρματος, σινάπεως, στροβίλων, σκίγκου οὐρᾶς, σατυρίου, σχοίνου ἄνθους, στύ‐ | |
30 | ρακος πράσσου σπέρματος, σταφίδων ἴσα, μέλιτος τὸ ἀρκοῦν· δίδου 𐅻 αʹ. Ἄλλο, ᾧ καὶ αὐτὸς κέχρημαι· Ἁλῶν κοινῶν πεφρυγμένων ξ̸ αʹ ἰταλικὸν, τοῦτ’ ἐστὶ Γοʹ λϛʹ, ὁρμίνου σπέρματος Γρ. ιβʹ, νάρδου στάχυος Γοʹ αʹ, σκίγκου ἀλῶν Γοʹ αʹ, σκίγκου οὐρᾶς 𐅻 δʹ, ἄμμεως Γρ. ιβʹ, σατυρίου Γοʹ βʹ, πεπέρεως Γοʹ αʹ, καρδάμου σπέρματος Γοʹ αʹ, μαράθρου σπέρματος Γοʹ αʹ, ζιγγιβέρεως ἀνὰ Γοʹ αʹ, περιστερεῶνος | |
35 | ὑπτίου σπέρματος ξηροῦ 𐅻 γʹ, πολυγόνου σπέρματος ξηροῦ 𐅻 βʹ, στροβίλων Γοʹ αʹ, εὐζώμου σπέρματος 𐅻 ϛʹ, φυσαλίδων 𐅻 δʹ, ὑπερικοῦ σπέρματος 𐅻 δʹ· κόψας, σήσας, δίδου εἰς ἑσπέραν κοχλιάριον ὡς βούλει. Ἄλλο δραστικὸν σφόδρα· Σμύρνης, πεπέρεως, νάρδου στάχυος, τραγακάνθης, ἀνὰ 𐅻 αʹ, λιβάνου 𐅻 αʹ Ϲʹʹ, κρόκου 𐅻 αʹ, στύρακος, χαλβάνης, δαύκου, ὁρμίνου | |
40 | σπέρματος ἀνὰ 𐅻 βʹ, κέγχρυος, μαράθρου σπέρματος, λινοσπέρμου, κνίδης σπέρ‐ ματος, σεσέλεως, κυμίνου αἰθιοπικοῦ, ἀνίσου, εὐζώμου σπέρματος ἀνὰ 𐅻 ϛʹ, ὀρόβου λευκοῦ πεφρυγμένου 𐅻 ϛʹ, σελίνου σπέρματος 𐅻 γʹ, σησάμου ἀπλύτου 𐅻 ιʹ, ἀμύγ‐ δαλα πικρὰ λελεπισμένα ιεʹ, ἀμύγδαλα γλυκέα λʹ, στροβίλια ρʹ, βολβοὺς ὠμοὺς με‐ γάλους ϛʹ, μέλιτος τὸ ἀρκοῦν ὡς ἔχειν κηρωτῆς πάχος· δίδου 𐅻 αʹ πρὸ δείπνου, | |
45 | μάλιστα μετ’ οἰνομέλιτος ἢ οἴνου αὐστηροῦ. Ποιεῖ πρὸς ἔντασιν καὶ πλεονασμὸν ἀφροδισίων, καὶ μάλιστα ἐπὶ τῶν πρεσβυτέρων καὶ ἀσθενῶν· ποιεῖ καὶ πρὸς παιδο‐ ποιΐαν. | |
47 | Ἄλειμμα ἐνεργέστατον. | |
48 | Ἐλαίου παλαιοτάτου λ̸ αʹ, σκώληκας τιθυμάλλου ϟϛʹ· λάμβανε δὲ τὰς καμπὰς ἐν | |
35(50) | τῷ θέρει, ὅταν ἀκμάζῃ ἡ βοτάνη· καὶ ἐμβαλὼν τὸ ἔλαιον τίθει ἐν ἡλίῳ ἡμέρας ζʹ καὶ χρῶ τῷ ἐλαίῳ, τρίβων τὸ περίναιον καὶ τὴν ὀσφῦν. Τὸ αὐτὸ ποίουσιν καὶ αἱ ἐπὶ ταῖς πιτύαις κάμπαι μετὰ πολλῆς ἐπιτάσεως. | |
52 | Ὀριβασίου σατυριακή. | |
53 | Ζιγγιβέρεως, σατυρίου τῆς ἀνωτέρας ῥίζης, ἀνὰ 𐅻 ηʹ, σκίγκου τῆς οὐρᾶς, μείου, | |
55 | ἀσάρου, πετροσελίνου, καρδαμώμου, σεσέλεως, ἀνὰ 𐅻 δʹ, εὐζώμου σπέρματος 𐅻 γʹ, κινναμώμου 𐅻 γʹ, ὁρμίνου σπέρματος, κνίδης σπέρματος, ἀνὰ 𐅻 βʹ, σχοίνου ἄνθους 𐅻 αʹ, νάρδου στάχυος 𐅻 αʹ, αἵματος τραγείου ξηροῦ κοχλ. μεστὸν, δίδου 𐅻 αʹ μετ’ οἴ‐ νου, τοῖς δὲ ἀσθενεστέροις μετὰ γάλακτος. | |
58 | Ἄλλο Ὀριβασίου πρὸς πάρεσιν αἰδοίου, μάλιστα γερόντων. | |
59 | ||
60 | Εὐζώμου σπέρματος 𐅻 βʹ, κυμίνου Γοʹ αʹ, ἀνδράχνης Γοʹ αʹ· ἀναλάμβανε μέλιτι, καὶ δίδου ὀψὲ καὶ πρωῒ κοχλ. Πρὸς συνουσίαν δὲ, φησὶν, ὁρμᾷ τρωγλίτης στροῦθος ἐσθιόμενος. [Πρὸς] τοὺς δὲ ἀπὸ περιεργείας δεδεμένους· Αἰγὸς θηλείας οὖρον πότιζε. | |
63 | Ὀριβασίου ἐντατικόν. | |
64 | ||
65 | Πεπέρεως, πετροσελίνου, ἐλαφείου αἰδοίου ῥινίσματος ξηροῦ, τερεβινθίνης ἴσα· μέλιτι ἀναλάμβανε καὶ δίδου πίνειν μετ’ οἴνου. Ἄλλο· Ἀσκαλαβώτην καύσας, λεάνας, εἶτα ἐπιβαλὼν ἔλαιον, χρίσον τοῦ δεξιοῦ ποδὸς τὸν μεγαδάκτυλον καὶ συγγίνου· εἰ δὲ βούλει παύσασθαι, ἀπόπλυνε τὸν δάκ‐ τυλον. | |
69 | ||
70 | Ἄλλο τοῦ αὐτοῦ. | |
70 | Λαγωοῦ πιτύαν ἢ λέοντος στέαρ χρίε τὸ αἰδοῖον· εἶτα τρία ἅμα πεπέρεα μετὰ | |
χυλοῦ τραγακάνθης, χρίε τοὺς διδύμους καὶ περίναιον καὶ ὀσφῦν. Ἐκ τῶν Ῥούφου χρίσμα ἐνεργὸν, ἐντεῖνον τὸ αἰδοῖον]. Σμύρνης, θείου ἀπύρου, κνήκου τοῦ ἐντὸς ἀνὰ 𐅻 αʹ, πυρέθρου ὀβολοὺς | ||
75 | βʹ, μελάνθιον 𐅻 βʹ, πεπέρεως κόκκοι λʹ, κνίδιοι κόκκοι κεκαθαρμένοι κʹ· κόψας καὶ λεάνας ἅμα σκίλλης 𐅻 αʹ, καὶ τήξας κηροῦ οὐγγ. αʹ μετὰ ἐλαίου κικίνου οὐγγ. ηʹ ἐπίβαλε καὶ μέλιτος οὐγγ. γʹ, καὶ χρῶ· μετὰ δὲ τὴν μίξιν ὀθονίῳ ἀκριβῶς ἐκ‐ μασσέσθωσαν οἱ τόποι· ἔνιοι δὲ καὶ τῷ χρίσματι τούτῳ τῆς ἕδρας προσάπτονται. Προστίθησι δὲ ὁ Ῥοῦφος καὶ ταῦτα· εὔκολον δέ φησι κἀντεῦθεν θεραπείας εὑρί‐ | |
80 | σκεσθαι τοῖς οὐ δυναμένοις ἀφροδισιάζειν· νεανίσκος γάρ τις ἀφικόμενος πρὸς ἡμᾶς ἔφη, καὶ πάνυ μὲν ἐφίεσθαι μιγῆναι, μισγόμενος δὲ γονὴν μὲν μὴ ἀφιέναι, πνεύματα δὲ πολλὰ ἀπολλύειν. Τούτῳ ἐτεκμαιρόμην ξηρότητα εἶναι τῶν σπερμα‐ τικῶν ἀγγείων, καὶ ἔδειξεν ἡ ἴασις· ὑγρᾷ γὰρ καὶ εὐχύμῳ διαίτῃ χρησάμενος ἐξέκρινε τὴν γονήν. Ἕτερος δὲ νεανίσκος εἰκοσαέτης ἔλεγεν, εἰ μὲν μίσγοιτο | |
85 | γυναικὶ, μὴ δύνασθαι γονὴν ἀφιέναι, καθεύδοντι δὲ πολὺ ὑπέρχεσθαι τοῦ σπέρ‐ ματος. Ἐδόκει δέ μοι διὰ πολλὴν ὑγρότητα μετὰ ψύξεως μὴ θερμαίνεσθαι τὰ σπερματικὰ μόρια, ἐν ταῖς μίξεσι χεομένης περὶ τὴν τοῦ σώματος ἐπιφάνειαν τῆς θερμασίας, ἐν τοῖς ὕπνοις δὲ θερμαίνεσθαι πλέον, καθότι δύνανται ὕπνοι τὰ μὲν ἔσωθεν θερμαίνειν, τὰ δὲ ἔξωθεν ψύχειν. Ἐκέλευσα δὲ τοῦτον γυμνάζεσθαι τὰ | |
90 | κάτω μέρη καὶ ἱππάζεσθαι, καστόριον δὲ πίνειν καὶ διαίτῃ πάσῃ κεχρῆσθαι θερμῇ | |
καὶ ξηρᾷ. |