TLG 0718 009 :: AËTIUS :: Iatricorum liber ix

AËTIUS Med.
(Amidenus: A.D. 6)

Iatricorum liber ix

Source: Zervos, S. (ed.), ”Ἀετίου Ἀμιδηνοῦ λόγος ἔνατος” [Athena 23] 1911: 273–390.

Citation: Chapter — (line)

P

(t)

[Start of Table]ΠΙΝΑΞ ΤΩΝ ΚΕΦΑΛΑΙΩΝ ΤΟΥ ΕΝΑΤΟΥ ΛΟΓΟΥ.
1Περὶ τῶν κατὰ τὸ στόμα τῆς κοιλίας παθῶν καὶ αὐτῆς τῆς κοιλίας καὶ ἐντέρων Κεφ. αʹ Περὶ καρδιακῶν βʹ Περὶ τῶν ὑπὸ μελαίνης χολῆς ἐνοχλουμένων τὸν στόμαχον Ἡροδότου
5 γʹ Πρὸς τοὺς χολὴν μάλιστα ξανθὴν ἐμοῦντας ἐκ τῶν Φιλουμένου δʹ Πρὸς τοὺς ἐκκαιομένους τὸν στόμαχον καὶ διψῶντας δίχα πυρετοῦ καὶ σὺν πυρετῷ εʹ Περὶ λυγμοῦ Γαληνοῦ στʹ Περὶ βουλίμου Ἀρχιγένους
10ζʹ Περὶ λιποθυμίας Φιλουμένου ηʹ Περὶ τῶν ἐν βαλανείῳ λιποθυμούντων θʹ Περὶ ἀτονίας στομάχου καὶ ὑπτιασμοῦ καὶ ἀνατροπῆς Γαληνοῦ ιʹ Περὶ ναυτίας καὶ τῆς παρενοχλούσης τῷ στομάχῳ κακοχυμίας διάγνω‐ σις Γαληνοῦ
15ιαʹ Καταπλάσματα πρὸς τοὺς μὴ κατέχοντας τὴν τροφήν ιβʹ Περὶ χολέρας (Φιλουμένου) ιγʹ Περὶ θλίψεως στομάχου Ἡροδότου ιδʹ Περὶ τῶν ἀπὸ κεφαλῆς εἰς γαστέρα καταρρεόντων χυμῶν Γαληνοῦ ιεʹ Περὶ φλεγμονῆς ἐν στομάχῳ τοῦ αὐτοῦ
20ιστʹ Περὶ στομάχου ἡλκωμένου ιζʹ Περὶ τῶν ἀπὸ στομάχου ἐπιληπτικῶς σπωμένων Γαληνοῦ ιηʹ Περὶ φυσώδους καὶ ὑποχονδριακοῦ πάθους ιθʹ Περὶ ὀρέξεως καὶ ἀνορεξίας κʹ Περὶ κυνώδους ὀρέξεως Φιλουμένου
25καʹ Περὶ κυνώδους ὀρέξεως τῆς κατὰ διαφόρησιν πλείστην τοῦ δέρματος γιγνομένης Φιλουμένου κβʹ Περὶ μοχθηρῶν ὀρέξεων κγʹ Περὶ ἀπεψίας Γαληνοῦ κδʹ Πεπτικὰ Γαληνοῦ. Πεπτικὸν τὸ διὰ μήλων κυδωνίων, τὸ διοσπολιτικόν,
30
[τὸ διὰ τριῶν πεπέρεων], τὸ διὰ καλαμίνθης ὀξυπόριον, ὃ καλοῦσι πο‐
λυετὲς Γαληνοῦ· καὶ ὀξυμέλιτος σκευασία καὶ χρῆσις Γαληνοῦ κεʹ Περὶ κραιπάλης Φιλουμένου κστʹ Πῶς ἐπιμελητέον κοιλίας ἐπεχομένης κζʹ Περὶ ἐμπνευματώσεως
35κηʹ Περὶ εἰλεοῦ καὶ χορδαψοῦ Ἀρχιγένους κθʹ Περὶ τῶν ὑπὸ δριμέος χυμοῦ ὀδυνωμένων τὸ κῶλον λʹ Περὶ τῶν ὑπὸ ψυχρῶν καὶ φλεγματικῶν χυμῶν ὀδυνωμένων τὸ κῶλον λαʹ Κωλικὰ φάρμακα λβʹ Ἐνέματα κωλικὰ καὶ ὑποθετά
40 λγʹ Πῶς ἐπιμελητέον κοιλίας ῥευματιζομένης [Φιλουμένου] λδʹ Θεραπεία τῶν δι’ ἀτονίαν ῥευματιζομένων τὴν κοιλίαν, ἐν ᾧ καὶ περὶ
ψυχρᾶς καὶ ὑγρᾶς καὶ ξηρᾶς δυσκρασίας ἐπιμέλεια ἐκ τῶν Γαληνοῦ λεʹ Περὶ κοιλιακῆς διαθέσεως ἐκ τῶν Ἀρχιγένους λστʹ Περὶ συντήξεως
45λζʹ Περὶ ἑλμίνθων Ἡροδότου ληʹ Περὶ ἀσκαρίδων λθʹ Περὶ ἀποστήματος ἐν ἐντέροις Ἀρχιγένους μʹ Περὶ δυσεντερίας τοῦ αὐτοῦ μαʹ Περὶ τεινεσμοῦ

P

(50)

μβʹ Θεραπεία δυσεντερικῶν ἐν ᾗ καὶ περὶ φλεβοτομίας
μγʹ Περὶ λειεντερίας[End of Table]

t

ΑΕΤΙΟΥ ΑΜΙΔΗΝΟΥ
ΛΟΓΟΣ ΕΝΑΤΟΣ ΠΕΡΙ ΤΩΝ ΚΑΤΑ ΤΟ ΣΤΟΜΑ ΤΗΣ ΚΟΙΛΙΑΣ ΠΑΘΩΝ ΚΑΙ ΑΥΤΗΣ ΤΗΣ ΚΟΙΛΙΑΣ ΚΑΙ ΕΝΤΕΡΩΝ.
4

1

(t)

Περὶ καρδιακῶν.
t
1 Ὅπως μὲν χρὴ θεραπεύειν τοὺς καρδιακοὺς λεγομένους ἢ ἄλλως ἐπὶ τῷ τοῦ στομάχου πάθει συγκοπτομένους, ἤδη τελειότατα προει‐ ρήκαμεν ἐν τῷ Πέμπτῳ Λόγῳ τῆςδε τῆς πραγματείας, τῇ τῶν πυρετ‐ τόντων θεραπείᾳ ταῦτα συνάψαντες· νυνὶ δ’ ἐν καιρῷ τῶν ἄλλων τῶν
5περὶ τὸν στόμαχον καὶ κοιλίαν γιγνομένων παθῶν τὴν θεραπείαν γρά‐ φοντες ᾠήθημεν ἀναγκαῖον διὰ βραχέων κἀνταῦθα αὐτῶν ἐπιμνησθῆ‐ ναι. Σημειωσόμεθα τοίνυν τοὺς καρδιακοὺς λεγομένους, ὅταν ἐν ὀξεῖ πυρετῷ καὶ μάλιστα καυσώδει τύχωσιν ὄντες, τόνδε τὸν τρόπον· σφυγμὸν ἐὰν εὕρωμεν πυκνὸν καὶ ἀμυδρὸν καὶ τῶν ἄκρων κατάψυ‐
10ξιν, ἱδρῶτας περὶ τὸ πρόσωπον καὶ μέχρι στήθους κολλώδεις, καὶ τὴν ἀποφορὰν τοῦ χρωτὸς γεώδη προσβάλλουσαν, καὶ τὸν περὶ τὴν καρ‐ δίαν σφυγμὸν σφοδρότατον καὶ μέγιστον, καὶ πρὸς τούτοις ἀπορίαν καὶ ἀλυσμὸν καὶ ῥιπτασμόν, τοῦτον καρδιακὸν εἶναι λέγομεν. Τὸ στόμα δὲ τῆς γαστρός ἐστι τὸ πρωτοπαθοῦν ἐπ’ αὐτῶν, καὶ
15εἰς συμπάθειαν μεγίστην ἄγον τὴν καρδίαν τῇ γειτνιάσει· οἱ δὲ ἀρ‐ χαῖοι καρδίαν ἐκάλουν τὸ στόμα τῆς γαστρός, ἀφ’ ὧν ἐπιφέρει συμ‐ πτωμάτων. Ἀέρος οὖν ψυχροῦ ἐπεισόδῳ καὶ ῥιπισμοῖς βοηθητέον, ἀποσπογγιστέον τε τὸ πρόσωπον ὀξυκράτῳ ψυχρῷ καὶ δοτέον καταρ‐ ροφεῖν ὕδωρ γαλακτῶδες κατὰ βραχύ, ὀσφραντὰ δὲ ποικίλα προσφε‐
20ρέσθω κυδώνιον, γλήχων, σίκυς καὶ τὰ παραπλήσια. τὰ πλεῖστα δὲ ἐπιβλήματα ἀφαιρείσθω, καὶ τὸ ἐπιβεβλημένον δ’ ἔστω κοῦφον καὶ τριβακόν. Κατερράσθω δὲ τὰ ἐδάφη καὶ φύλλοις κατεστρώσθω μυρ‐
σίνης καὶ πλατάνου καὶ δρυὸς μάλιστα καὶ ἀμπέλου καὶ αὐτοῖς τοῖς ῥόδοις, ἥλιόν τε ὁ οἶκος μὴ δεχέσθω, ἔστω δὲ μὴ ὑπερῷος, ἀλλὰ κα‐
25τάγειος καὶ μὴ σφόδρα φωτεινός. Τοῖς δὲ ἐξιδροῦσι μέρεσιν ἐμπλα‐ στέον μυρσίνην ξηρὰν λείαν ἢ κιμωλίαν ἢ οἰνάνθην ἢ κριθήν, μά‐ λιστα δὲ ταῦτα προσάγειν τῷ τραχήλῳ καὶ θώρακι καὶ μασχά‐ λαις καὶ βουβῶσιν· ὁμοίως δὲ βοηθεῖ ἐπιπασσόμενα σίδια μετὰ μάν‐ νης ἢ κηκὶς καθ’ αὑτήν τε καὶ σὺν ἀσβέστῳ ἢ σαμία γῆ μετὰ
30κόμμεως. ἀλειφόμενα δὲ ἵστησιν ἱδρῶτας ἔλαιον μύρσινον, οἰνάν‐ θινον, ῥόδινον, μήλινον, σχίνινον· καταχριόμενα δὲ ἵστησιν ἱδρῶ‐ τας μάννα καὶ ἄμυλον σὺν ᾠοῦ τῷ λευκῷ ἢ βολβοὶ λευκοὶ καὶ πέ‐ περι καὶ κνίδης σπέρμα καὶ κόμμι, κηρωτῇ μυρσινίνῃ ὀλίγῃ ἀναληφθέν‐ τα ἢ ᾠοῦ τῷ λευκῷ φυραθέντα. ἐπιχριέσθω δὲ παχύτερα, περιπή‐
35γνυται γὰρ καὶ ξηραίνεται καὶ πρώτη ἐλπὶς τοῦ ἀναζωπυρηθήσεσθαι τὸ θερμόν· μὴ λελιπασμένῳ δὲ τῷ χρωτὶ προσακτέον τὸ κατάχριστον, ἀλλ’ ὀθονίῳ ἀπομακτέον τὰ μέλη εὖ μάλα καὶ οὕτως ἐπιχριστέον. Οὐκ ἀρκτέον δὲ αὐτοῦ ἀρχομένης τῆς θερμασίας φαίνεσθαι, ἀλλ’ ὅταν ἱκανῶς κατάθερμα γένηται τὰ ἄκρα, εἶτα εὐθέως ἀφαιρετέον καὶ σκε‐
40παστέον τὸν θώρακα καί, εἴ που ἰονθῶδές τι ἐκ τοῦ ἐπιχρίσματος ἢ ἑλκῶδες ἐπίκαυμα περὶ τὸν θώρακα φανείη, ἀσμένως δέξασθαι καί τινι τῶν πρὸς τὰ πυρίκαυστα φαρμάκων θεραπεύειν τὸν τόπον, μά‐ λιστα τῇ διὰ κριθῶν· τὰ δὲ ἄκρα ἤτοι μέχρι γονάτων καὶ ἀγκώνων ἢ μέχρι μασχαλῶν καὶ βουβώνων περιεψυγμένα, καταπλαστέον τρυγὶ
45κεκαυμένῃ καὶ ἀσβέστῳ ἢ πυρέθρῳ ἢ πεπέρει, ἢ βολβοῖς λείοις μετὰ πεπέρεως κατάχριε ἀπὸ βραχιόνων μέχρι τῶν δακτύλων καὶ ἀπὸ μη‐ ρῶν μέχρις ἄκρων ποδῶν, περιτιθεμένων αὐτοῖς ἰσχνῶν ὀθονίων. Τὸ αὐτὸ δὲ ποιεῖ καὶ νᾶπυ καὶ πύρεθρον καὶ ἀδάρκη. Ἐπὶ δὲ τῶν μα‐ λακῶν σωμάτων ἀρκεῖ ἐνίοτε ἔλαιον σικυώνιον ἢ γλεύκινον ἀλειφόμε‐

1

(50)

νον μετ’ ἀνατρίψεως πολλῆς καὶ ἠρεμίας τῶν ἄκρων· ἔστι δὲ ὅτε τινὶ τούτων ἐν ὕλῃ θερμασίας προσπλέκομεν νᾶπυ ἢ πέπερι καὶ κηρὸν βραχύν, ἵνα πάχος σχῇ καὶ διαμείνῃ ἐπὶ τῷ χρωτὶ ἢ πίλημα ἐξ ἐρίου καθαροῦ ἐλαίῳ θερμανθέντι διάβροχον ἐπικείσθω ἀεὶ ἐπὶ τῷ τῆς κύστεως τόπῳ· τῆς δὲ κεφαλῆς ἐπιβροχαὶ ἔστωσαν, ὅσαι ἐπὶ τῶν
55φρενιτικῶν λελεγμέναι εἰσί· τὸ δὲ μέτωπον μὴ προσπογγίζειν ἀλλ’ ἐπι‐
χρίειν ἀκακίᾳ, κηκῖδι, γῇ σαμίᾳ, βαλαυστίοις· κάλλιστα δὲ ποιεῖ ὀμ‐ φάκινον μετὰ κόμμεως· ἕκαστον δὲ λειούσθω ἀφεψήματι ῥόδων ἢ τῷ χυλῷ ἢ τινὶ παραπλησίῳ, καὶ οὕτως ἐπιχριέσθω. Εἰ δὲ ἐμπεπλησμέ‐ νος τις κατὰ τὸν τῆς ὑγιείας καιρὸν τύχοι, καὶ σκύβαλα πολλὰ πρὸς
60τὸ ἀπευθυσμένον ἔντερον εἴη ἐγκείμενα, τότε δεῖ κενοῦν κλυστῆρι ἁπλουστέρῳ ἀπὸ χυλοῦ πτισάνης καὶ ὀλίγου μέλιτος καὶ ἁλῶν ἐλα‐ χίστων καὶ ἐλαίου βραχέος· διαχρίειν δὲ καὶ τὴν ἕδραν καθ’ ἑκάστην διὰ τὰς ἐμπνευματώσεις κυμίνῳ καὶ πηγάνῳ μετὰ μέλιτος καὶ νίτρου ὀλίγου. Σκυβάλων δὲ μὴ ὑποκειμένων ἐν τῷ ἀπευθυσμένῳ μήτε μὴν
65περιττωμάτων πλήθους ἐν ἐντέροις, ἀτροφούντων δὲ τῶν καμνόντων, ἐνιέναι χρὴ πτισάνης χυλὸν ἢ ἄλικος χλιαρώτερον, συνανακόψαντας αὐτῷ ᾠὸν ὠμόν· σὺν γὰρ τῷ προσκαλεῖσθαι περὶ τὰ κάτω τὰ τῷ στο‐ μάχῳ ἐνοχλοῦντα, καὶ τροφὴν χρηστὴν δίδωσι τῷ σώματι ἤδη ταλαι‐ πωροῦντι ἐκ τῆς ἀτροφίας. Καταπλαττόμενα δὲ κατὰ τοῦ στομάχου
70καὶ τοῦ ἀριστεροῦ μαζοῦ ὠφελεῖ τοὺς καρδιακοὺς βάτου φύλλα μετ’ ἄρτου ἢ μυρσίνης φύλλων ἢ μύρτων ἢ ἕλικος ἀμπέλου, ἢ ἀρνόγλωσ‐ σον σὺν τῷ ἄρτῳ ἢ μῆλα κυδώνια, φοίνικες, σέρις μετὰ κηρωτῆς, τοὺς δὲ ἀσθενεστέρους καὶ ἀλφίτοις σὺν φοίνιξι καταπλάττειν· ἢ φοί‐ νικας οἴνῳ βρέχων λείου ὅσον οὐγκίαν μίαν, εἶτα ἐπιβαλὼν ἀλόης
75δραχμὰς τέσσαρας, μαστίχης δραχμὰς τέσσαρας καὶ συλλειώσας, τῆκε κηροῦ οὐγκίας δύο μετὰ ἐλαίου οὐγκιῶν τεσσάρων, εἰ μὲν χει‐ μὼν εἴη καὶ μὴ πολλὴ αἴσθησις θερμασίας, ναρδίνου· ἐν δὲ τῷ θέρει, ῥοδίνου ἢ μηλίνου· καὶ ἐπιχέας τὴν κηρωτὴν τοῖς λειωθεῖσιν, ἀναμί‐ ξας χρῶ ὁμοίως. Εἰ δὲ φλεγμαίνοι τι τῶν σπλάγχνων, ἄρτον ἑψήσας
80μετ’ οἴνου ὀλίγου καὶ μέλιτος, κατάπλασσε, προσπλέκων αὐτῷ ἐπὶ τῶν ἀτονωτέρων μῆλον κεκαθαρμένον ἢ οἰνάνθην. Καταστέλλει δὲ τοὺς ἱδρῶτας καὶ ἐπιστέλλει τόν τε στόμαχον καὶ τὴν τοῦ νοῦ κα‐ τάρχουσαν καρδίαν τὸ ἐκ φοινίκων καὶ οἰνάνθης καὶ ἀκακίας καὶ ῥό‐ δων καὶ στυπτηρίας τε καὶ ὑποκυστίδος καὶ ῥοὸς ἐρυθροῦ κατάπλα‐
85σμα, τὸν εὐώνυμον μασθὸν καταλαμβάνον καὶ αὐτὴν τὴν γαστέρα· ἔστω δὲ εὐαφὲς σφόδρα καὶ κοῦφον καὶ συνεχῶς ἀλλασσέσθω. Ἀνα‐ κληθέντος δ’ ἐκ τοῦ συμπτώματος, εἴ τινες τόποι φλεγμαίνοιεν περὶ τὰ ὑποχόνδρια, προνοεῖσθαι χρή, ὅπως ἀφλεγμαντότεροι γίγνωνται διὰ
τῶν κοινῶν καταπλασμάτων, τροφὰς δὲ δοτέον ἄρτον ἐξ ὕδατος ψυ‐
90χροῦ ἢ ἐξ οἴνου τῶν λεπτῶν καὶ λευκῶν ψυχρῶς κεκραμένου, πόδας ὑείους, ἀγκύλας, ῥύγχη καὶ τῶν πτηνῶν τὰ ἀπίμελα καὶ ἄβρωμα τετηκότα ἐν τῇ ἑψήσει σὺν πτισάνῃ ἢ καθ’ αὑτά· ψυχρὰ δὲ καὶ ταῦ‐ τα προσφερέσθω, εἰ θερμασίας αἴσθησις περὶ τὸν στόμαχον εἴη καὶ μὴ φλεγμαίνοι· ἐπὶ δὲ τῶν ἄλλων θερμὰ καὶ τὸ ποτὸν θερμὸν δο‐
95τέον, οἶνον λευκὸν καὶ λεπτὸν κεκραμένον· τὸ δὲ σύμμετρον πλῆθος τοῦ διδομένου οἴνου οἱ σφυγμοὶ τοῦ κάμνοντος δηλώσουσι· μέχρι γὰρ τοσούτου δοτέον μόνου, ἄχρις ἂν ὁ σφυγμὸς καταπαύσηται ὑποτρέ‐ μειν καὶ ῥωμαλεώτερος γένηται.
98

2

(t1)

Περὶ τῶν ὑπὸ μελαίνης χολῆς ἐνοχλουμένων τὸν στόμαχον
t2Ἡροδότου.
t2
1 Οἱ ὑπὸ μελαίνης χολῆς ἐν πυρετοῖς ἐνοχλούμενοι τὸν στόμαχον παραπλήσια συμπτώματα τοῖς καρδιακοῖς πάσχουσι. παρέπεται δὲ τούτοις δηγμὸς ἰσχυρὸς τοῦ στομάχου μετ’ ἐκλύσεως καὶ ἰλίγγων τῆς κεφαλῆς καὶ ἱδρώτων ψυχρῶν, μικρότητός τε καὶ ἀμυδρότητος τοῦ
5σφυγμοῦ· προϊόντων δὲ τῶν χρόνων ἐπιτείνεται ὁ δηγμός, κἀντεῦθεν εἰς ἄλγημα μεταβαίνει δυσπαρηγόρητον· ἐπιφανεὶς δὲ ξανθῆς χολῆς ἔμετος κουφίζει τὸ σύμπτωμα, μελαίνης δὲ λύει· ἐμοῦσι γὰρ ὡς ἐπίπαν οἱ τοιοῦτοι φλέγμα ὀξῶδες, ἀθροιζόμενον ἐν τῇ κοιλίᾳ ἐκ τῶν συνε‐ χῶν ἀπεψιῶν διὰ τὴν τῆς γαστρὸς ἀτονίαν· τοῖς δὲ χωρὶς πυρετῶν
10ὑπὸ μελαίνης χολῆς ἐνοχλουμένοις τὸν στόμαχον παρέπεται κατὰ μὲν τὰς τῆς γενέσεως τοῦ χυμοῦ ὑποστάσεις δυσθυμία καὶ ὕπνος μετὰ φαντασιῶν ἀλλοκότων καὶ συνολκὴ καὶ ὀδύνη ἰγνυῶν καὶ γαστροκνη‐ μιῶν καὶ ὀξυδερκέστεροι ἑαυτῶν γίγνονται, ἀνορεκτότεροι δὲ εἰσί· καὶ τὰς ἐρυγὰς δὲ καὶ τὰς ἀναχρέμψεις ἰχθυώδεις καὶ βρωμώδεις ἔχουσι·
15συναθροισθείσης δὲ τῆς χολῆς μετὰ πολλῆς ἀπορίας δυσκαρτερήτως πυροῦνται, ὥστε πᾶν αὐτοῖς μέρος καίεσθαι δοκεῖν μάλιστα δὲ ὁ στό‐ μαχος, ὡς ὑπὸ σκολόπων πεπυρακτωμένων νυττόμενος, ἱδρῶτές τε συγκοπτικοὶ περιρρέουσιν ἅπαν τὸ σῶμα ὡς ἐπίπαν· σιελίζουσι δὲ τῷ δάκνεσθαι καὶ πολλὴ αὐτοῖς ἡ πρὸς ἔμετον προθυμία, καί ποτε μὲν
20μάτην σπαράττονται, ἔστι δὲ ὅτε ἐμέσαντες ὀλίγα τῶν συρρευσάντων
εἰς τὴν γαστέρα χολωδῶν ἢ φλέγμα ὀξῶδες καὶ πρὸς βραχὺ κουφι‐ σθέντες πάλιν τὸ αὐτὸ πάσχουσι καὶ καθόλου ἐλλεβοριζομένοις ἐοίκασιν. Οἱ δὲ σφυγμοὶ ὁτὲ μὲν ἐπὶ τὸ πυκνότερον, ὁτὲ δὲ ἐπὶ τὸ ἀραιότερον μετα‐ βάλλουσιν ἀγρυπνότεροι δὲ γίνονται καί, εἰ κοιμηθεῖεν, μετὰ ταραχῆς
25πυρωδέστεροι ἐξανίστανται, ὑπερζέσαντος ὡς εἰκὸς τοῦ συνδοθέντος εἰς τὴν γαστέρα ὑγροῦ· πολλάκις δὲ τὴν ληφθεῖσαν τροφὴν μετὰ μελαγχο‐ λικοῦ χυμοῦ ἀνάγουσιν, ὡς ἐπίπαν γὰρ μετὰ δύο ὥρας τῆς τροφῆς τῷ συμπτώματι ἁλίσκονται καὶ μάλιστα, ὅταν τι τῶν δριμέων ἢ ἁλυκῶν ἐδεσμάτων ἢ πομάτων προσενέγκωνται. Ἐνίοις δὲ αἱ διὰ τῆς κοιλίας
30διαχωρήσεις ἐπέχονται ἢ ἀποκρίνονται παρὰ φύσιν ἄπεπτοι· φέρεται δέ ποτε καὶ χολὴ διὰ τῆς κάτω κοιλίας, καὶ συνεργεῖ τῇ τοῦ πάθους παρακμῇ. Ἔνιοι δὲ ἐπισχεθείσης τῆς χολῆς καὶ τοῖς μελαγχολικοῖς ἑά‐ λωσαν πάθεσι καὶ παρανοίαις ἀλλοκότοις. Τούτων οὕτως ἐπιφανέν‐ των, εἴτε πυρέττοιεν εἴτε καὶ μή, εἰ μὲν νέοι εἶεν καὶ πολύαιμοι καὶ
35πάντας τοὺς πρὸς φλεβοτομίαν ῥυθμοὺς ἔχοιεν, φλεβοτομητέον μετ’ ἐπαφαιρέσεως προκεκενωμένους διὰ κλυστῆρος, μὴ μέντοι μέχρι λιπο‐ θυμίας, διὰ τὴν τοῦ στομάχου ἀσθένειαν· διαδετέον δ’ εὐτόνως τὰ ἄκρα καὶ ὀλιγοσιτεῖν ἀναγκαστέον, τόν τε στόμαχον ἐμβρεκτέον δι’ οἰσυπηρῶν ἐρίων μετ’ ὄξους πλείστου καὶ ῥοδίνου ὁλίγου ἢ μηλίνου ἢ
40σχινίνου. εἰ δὲ ἐπιμένοιεν, ἐμβρεχέσθωσαν ῥόδων χυλῷ ἢ σέρεως ἢ ἀν‐ δράχνης μετὰ τοῦ ῥοδίνου καὶ τοῖς στύφουσι καὶ παρηγοροῦσι κατα‐ πλαττέσθωσαν. Τοῖς δὲ σὺν τῇ δήξει ἐμφυσωμένοις τήν τε γαστέρα καὶ τὰ ἔντερα, ἐπιτηδειότατόν ἐστιν ὄξος δριμύ, ἐν ᾧ ἥψηται γλή‐ χων καὶ κύμινον θερμόν, διὰ σπόγγων ἔξωθεν τῇ γαστρὶ προσαγόμε‐
45νον· εἰ δὲ ἐπιμένοι ἡ ὀδύνη, στυπτηρίαν ὑγρὰν μετὰ χαλκάνθου λείου καὶ ἀλόης μέλιτι ἀναλαβών, ἐπιτίθει· καὶ ὄξει τὴν στυπτηρίαν ἐμ‐ βάλλων καὶ θερμαίνων, πυρία τὸν στόμαχον διὰ τῶν σπόγγων· ἢ ἀλόην ἴσην μίξας τῇ στυπτηρίᾳ, μυρσινίνῃ κηρωτῇ ἀναλαβών, ἐπι‐ τίθει τῷ στόματι τῆς γαστρός· ἢ κισσοῦ φύλλοις ἑφθοῖς ἐν οἴνῳ κα‐

2

(50)

τάπλασσε τὴν γαστέρα, ἢ ἀρνογλώσσῳ μεθ’ ἁλῶν τριβέντι ἢ πρασίῳ μετ’ ἄρτου καὶ ῥοδίνου φυραθέντι ἢ βολβοῖς πυρροῖς καὶ στυπτηρίᾳ ἴσοις κατάπλαττε, κάλλιστον γὰρ ἐπὶ τῶν χρονιζόντων βοήθημα· καὶ μετὰ νίτρου δὲ οἱ βολβοὶ λειωθέντες καὶ καταπλασσόμενοι ταχεῖαν τὴν ἴασιν παρέχουσιν· ἐπιτηδειότατον δὲ αὐτοῖς καὶ ἀγελαίας βοὸς
55βόλβιτον ξηρὸν ἡψημένον ἐν οἴνῳ καὶ καταπλασσόμενον, ἐπίθεμα δὲ
τὸ διὰ σπερμάτων, ἢ τοὺς βολβοὺς τοῖς βολβίτοις καὶ τῷ νίτρῳ προσ‐ πλέκων κατάπλασσε. Εἰ δὲ ἐπιταθείη αὐτοῖς ἡ ἐμπνευμάτωσις, πή‐ γανον καὶ κύμινον ἑψήσαντες ἐν ἐλαίῳ, ἐμβρέξομεν τὴν γαστέρα ἐπὶ πολὺ καὶ ἐκ τοῦ αὐτοῦ ἐλαίου ἐνεματίσομεν ὅσον οὐγκίας ἕξ, προκε‐
60νώσαντες αὐτοὺς ἐκκοπρωτικῷ κλυστῆρι, ἐν ᾧ ἀφήψηται πήγανον καὶ κύμινον· εἶτα ἐπιθετέον μέγα σπληνίον τῇ κοιλίᾳ καὶ τοῖς σπλάγ‐ χνοις τοῦ διὰ σπερμάτων ἐπιθέματος. Τροφὴν δὲ διδόναι χυλὸν πτι‐ σάνης, προσλαβόντα ἐν τῇ ἀρτύσει ὄξος, μέλι, κύμινον, ἄνησον, εἶτα καὶ ὄρνιν ὁμοίως ἠρτυμένην. Τὸ δὲ ποτόν, οἶνον κιρρὸν σύμμετρον τῷ
65πλήθει. Ἐπιτηδειότατα δ’ ἐπὶ τοῖς χολὴν μέλαιναν γεννῶσι καὶ ἐμ‐ πνευματουμένοις καὶ δακνομένοις γλήχωνος ἀφέψημα πινόμενον ἢ ὕδωρ, ἐν ᾧ σίδηρος ἐναπεσβέσθη πλειστάκις, καὶ σέρεως χυλὸς πι‐ νόμενος· ὑδροποτείτωσαν δὲ καὶ τὸ ποτὸν θερμὸν ἔστω. Εἰ δὲ θερ‐ μασίας πλείστης αἰσθάνοιντο, ψυχρὸν δοτέον κατ’ ὀλίγον, καὶ μάλι‐
70στα ἐν τοῖς παροξυσμοῖς· ἀσωμένοις γὰρ αὐτοῖς καὶ πυρουμένοις καὶ πᾶσαν ὑπομένουσι ταλαιπωρίαν, καταρροφεῖν ἐκ διαλειμμάτων ψυ‐ χρὸν κατὰ κύαθον ἐπιτρεπτέον, οὐ γὰρ ὑγρασμοῦ δέονται ἀλλ’ ἐμ‐ ψύξεως, χάριν καὶ τῆς ἔξωθεν ἐπικρατήσεως. Ὠφέλιμον αὐτοῖς καὶ χυλὸς ἡδυόσμου μετὰ χυλοῦ ῥόας γλυκείας. Εἰ δὲ ὑδροποτεῖν ἀδυνά‐
75τως ἔχοιεν, ὀλίγον οἶνον καὶ ὑδαρῆ ἐπὶ τοῖς σιτίοις δοτέον θερμῷ κε‐ κραμένον. Ἡ δὲ τροφὴ τὸ μὲν πλέον ἔστω σιτώδης καὶ εὐχυμοτάτη ἐπὶ πάντων, ἁπλουστέρα δὲ καὶ εὐδιοικητοτέρα ἐπὶ τῶν πυρεττόντων, ἐπὶ δὲ τῶν ἀπυρέτων παραπλεκέσθω λαχάνων μὲν θριδακίνης καυ‐ λὸς καὶ μαλάχης, ἰχθύων δὲ οἱ πετραῖοι καὶ τῶν ὀρνίθων τὰ ἄβρω‐
80μα καὶ ἀπίμελα καὶ ὄρεια· ὀστρέων ὠφελιμώτατοι ἐχῖνοι πρόσφατοι· ἀπεχέσθωσαν δὲ διὰ παντὸς παντὸς δριμέος καὶ ἁλυκοῦ· τὰς δὲ ἐπι‐ πόνους δήξεις καὶ ναυτίας, χλιαρὸν πλεῖστον πιόντες, διὰ τῶν ἐμέ‐ των λυέτωσαν. Εἰ δὲ μὴ καλῶς ἔχοιεν, ἡσυχάζειν καὶ θάλπειν πλα‐ τείᾳ τῇ χειρὶ τὸν στόμαχον, ἵνα τὸ συνδοθὲν χολῶδες διὰ τῆς κάτω
85κοιλίας ἐκκριθῇ. Εἰ δὲ τὴν φλεβοτομίαν μὴ παραλαμβάνομεν, τῇ δευτέρᾳ καὶ τῇ τρίτῃ κενωτέον διὰ κλυστῆρος καὶ ἐν ὀλιγοσιτίᾳ τηρητέον, ἔπειτα ποτίζειν τὸ τῆς γλήχωνος ἀφέψημα νήστεις καὶ τὰ
ἄλλα πάντα [τὰ] προειρημένα καὶ πυριᾶν τῷ ὄξει καὶ καταπλάττειν αὐτοὺς βολβίτῳ μετὰ τῶν βολβῶν καὶ τοῦ νίτρου. Ἀπυρέτων δὲ γε‐
90νομένων ἢ καὶ μηδόλως πυρεξάντων, χρονιωτέρας τῆς ὀχλήσεως γε‐ νομένης καὶ τῶν παροξυσμῶν μακρὰ διαλείμματα λαμβανόντων, κα‐ θαρτέον τῇ ἱερᾷ Ἀρχιγένους ἢ Ῥούφου. Τοῖς σιελίζουσι δὲ δοτέον κόνυζαν ξηρὰν λεπτὴν μάλιστα διαμασᾶσθαι ἢ γλήχωνα καὶ μαστί‐ χην λείαν πότιζε μεθ’ ὕδατος· ποτιστέον δὲ καὶ τούτοις τὸ γάλα, κα‐
95θὼς ἐν τῷ μετὰ τοῦτο κεφαλαίῳ ἐκ προσθήκης εἰρήσεται, τοῖς δὲ πάνυ ἔκλυτον ἔχουσι τὸν στόμαχον δοτέον ὀρὸν γάλακτος δι’ ὀξυμέ‐ λιτος ἐσχημένον, ἐπιπάσσοντες τῇ πρώτῃ πόσει τοῦ ὀροῦ ἐπιθύμου λειοτάτου γραμμάρια ἐννέα καὶ σκαμμωνίας ὀβολὸν ἕνα ἢ δύο πρὸς δύναμιν, ἔπειτα τὸν ὀρὸν καθαρὸν ἐκ διαλειμμάτων κατὰ βραχὺ πι‐

2

(100)

νέτωσαν· ἔστω δὲ τὸ πλῆθος τοῦ πινομένου ὀροῦ κοτύλαι ἐννέα τὸ ἐλάχιστον. Πραΰνει δὲ ἀλγήματα καὶ δήξεις στομάχου ἀνδράχνης χυλὸς καὶ τὸ μένον καθ’ αὑτό, ὁτὲ δὲ σὺν ναρδίνῳ ἢ μηλίνῳ. Ἐπὶ δὲ τῶν σφόδρα ἐκκαιομένων ποιεῖ καὶ ὀξυλαπάθου σπέρμα ὅσον τριώ‐ βολον μεθ’ ὕδατος, ἢ μαστίχης λειοτάτης κοχλιάριον πότιζε σὺν ψυ‐
105χρῷ νήστει· μάλιστα δὲ πάντων τὰς δήξεις παύει γάλα ὄνειον, εἰ δὲ μὴ βόειον, πινόμενον εὐθήμελκτον, ἀπαραβάτως γὰρ ποιεῖ· εἰ δὲ μὴ παρείη θερμόν, ἐμβάλλειν χρὴ ὕδωρ τὸ τέταρτον μέρος αὐτοῦ, καὶ ἀναζέσαντας διδόναι πίνειν· ἀγαθὸν δὲ καὶ σικύας ἐν μεταφρένῳ κολ‐ λᾶν, ἔσθ’ ὅτε δὲ καὶ κατὰ τοῦ στομάχου καὶ ἀμύξαντας, αἷμα ἱκα‐
110νὸν ἑλκύσαι διὰ τῶν ἀμυχῶν. Εἰς δὲ ἀνασκευὴν τοῦ πάθους γυμνα‐ ζέσθωσαν καθ’ ἑκάστην ἡμέραν πρὸ τῶν σιτίων καὶ ψυχρολουτείτω‐ σαν καὶ μάλιστα θαλάσσῃ, καὶ τῇ ἄμμῳ ἐν τοῖς ὑπὸ κύνα καύμασι καταχωννύσθωσαν, ἀπεχέσθωσαν δὲ πάντων τῶν τὴν μέλαιναν χολὴν γεννώντων, μάλιστα κρεῶν βοείων καὶ οἴνου μέλανος, κράμβης τε
115καὶ φακοῦ. προείρηται ἀκριβέστερον περὶ τῆς τούτων διαίτης ἐν τῷ Ἕκτῳ Λόγῳ τῷ περὶ μελαγχολίας.
116

3

(t1)

Πρὸς τοὺς χολὴν μάλιστα ξανθὴν ἐμοῦντας ἐκ τῶν
t2Φιλουμένου.
t2
1Τοῖς δὲ χολὴν ἐμοῦσι καὶ ἐν πυρετοῖς καὶ δίχα πυρετοῦ, ἁρμόζει
τὰ πρὸς τὴν ναυτίαν καὶ τὸν πλάδον τοῦ στομάχου ῥηθησόμενα, καὶ χρηστέον αὐτοῖς ἅπασι καὶ τοῖς ὀσφραντοῖς καὶ τοῖς διαμασητοῖς καὶ ἐμβροχαῖς· ἡ δὲ κατάκλισις ἐπ’ αὐτῶν μάλιστα μετὰ τροφὴν ἢ
5ποτὸν ὑπτία ἐπιτηδευέσθω, καὶ σπόγγος ἐξ ὀξυκράτου ἐπιρριπτέσθω κατὰ τοῦ στόματος τῆς γαστρὸς καὶ μάλιστα, εἰ μὴ εὐκαταφρόνη‐ τος εἴη ὁ πόνος, ψηλαφία δὲ καὶ διακράτησις τῶν καρπῶν καὶ τῶν ἄλλων ἄκρων. Καταπλάσματα δὲ τὰ διὰ φοινίκων καὶ σιδίων καὶ τῶν ὁμοίων παραλαμβανέσθω, ἡψημένων μὲν δι’ οἴνου ἢ ὀξυκράτου,
10συλλεαινομένων δὲ μετ’ ἄρτου· καὶ ἀκακία δὲ καὶ ὑποκυστὶς καὶ βα‐ λαύστιον καὶ ῥοῦς συμπλεκέσθω τῷ καταπλάσματι, ἥ τε τοῦ σώμα‐ τος ὅλου ἀποθεραπεία δι’ ἐλαίου γιγνέσθω νίτρον βραχὺ ἔχοντος, ὅπως ἱδρῶσαι βιασώμεθα τὴν ἐπιφάνειαν καὶ μετάγειν τοὺς ῥευματι‐ σμούς· καὶ διὰ τοῦτο καὶ ἡ κάτω τῆς κοιλίας ἔκκρισις ἔργῳ πλεονα‐
15σθεῖσα, τοῖς ἐμέτοις ἀναξηρανθῆναι παρέσχεν. ὁ δι’ ἀψινθίου τοίνυν καὶ ἀλόης προποτισμὸς ἁρμόδιος χρονιζούσης τῆς διαθέσεως, οὐκ ἀν‐ τιλεγούσης δὲ τῆς δυνάμεως, καὶ τῆς διὰ κολοκυνθίδος Ἀρχιγένους ἱερᾶς καταπότια ποιήσαντες δώσομεν, τοὐλάχιστον μὲν ἕως δραχμῆς μιᾶς, τὸ δὲ πλεῖστον ἕως τριῶν. Εἰ δὲ μηδὲν κωλύει, καὶ τῷ διὰ νά‐
20πυος καταπλάσματι τὰ ὑποχόνδρια φοινίξομεν, ἄκρως γὰρ μετάγει τὴν αἴσθησιν ἐπὶ τὴν ἐπιφάνειαν. Ἀλλὰ ταῦτα μὲν χρονιζόντων ἐστὶ βοηθήματα, κατὰ δὲ τοὺς παροξυσμοὺς καὶ τὰς ὀξύτητας ἡ σικύα πλεῖστον ὀνίνησι μετὰ πολλῆς φλογὸς προσβαλλομένη τῷ στόματι τῆς γαστρὸς καὶ εὐτόνως ἀποσπωμένη καὶ ἐπικολλωμένη πάλιν ἐκ
25δευτέρου καὶ τρίτου. Τὴν δὲ προσφορὰν τῆς τροφῆς, ὡς ἐπὶ τῶν ἐμούντων ποιησόμεθα, πλεονάκις κατὰ βραχὺ διδόντες ἢ ὁσάκις ἂν ἀπεμέσωσι τὰ λαμβανόμενα, πάλιν ἑτέραν τροφὴν μετὰ βραχὺ διά‐ στημα προσφέροντες· πρὸ δὲ τῆς τροφῆς, πιεῖν ὕδωρ χλιαρὸν διδόν‐ τες, ἀναγκάζομεν ἀπεμέσαι· τοῦ γὰρ παρακειμένου χολώδους συνεκ‐
30κριθέντος τῷ ὕδατι ἐκνιφθεὶς καὶ κουφισθεὶς ὁ στόμαχος, κρατεῖ εὐ‐ θέως τὴν παρατεθεῖσαν τροφήν. Πραΰνει δὲ ἀλγήματα καὶ δήξεις στομάχου, ἀνδράχνης χυλὸς καὶ λοιπὴ ἀγωγὴ ἡ ἐκεῖθεν· καὶ ἐπὶ βαλα‐ νεῖον δὲ καὶ οἰνοποσίαν τάχιον ἀκτέον τοὺς χολὴν ἐμοῦντας, ἵνα ἐπὶ τὴν ἐπιφάνειαν μεταγάγωμεν τὰς ὕλας· ἀλλὰ καὶ ὑποστύφων ὁ οἶνος
35τόνον ἐντίθησι τοῖς σώμασι καὶ κρατεῖν ἀναγκάζει τὰ σιτία· χρη‐ στέον δέ ποτε καὶ κηρωτῇ διὰ σχινίνου ἢ οἰνανθίνου, προσειληφυίᾳ ἀψίνθιον ἢ ἀλόην ἢ κηκῖδα ἢ οἰνάνθην.
37

4

(t1)

Πρὸς τοὺς ἐκκαιομένους τὸν στόμαχον καὶ διψῶντας
t2δίχα πυρετοῦ καὶ σὺν πυρετῷ.
t2
1 Ἡ δίψα γίγνεται ἢ ὑγρότητος ἐνδείᾳ ἢ θερμότητος πλεονεξίᾳ· ἰά‐ ματα δὲ τῆς μὲν ξηρότητος ὕπνος, τῆς δὲ θερμότητος ἐγρήγορσις, τῶν δὲ δι’ οἴνου πλείονος πόσιν διψώντων ἢ διὰ τὴν τῶν ἐδηδεσμέ‐ νων θερμότητα, ὕδωρ ψυχρὸν ἴαμά ἐστι πινόμενον. Τοὺς δὲ χρονίως
5καυσουμένους τὸν στόμαχον ὠφελεῖ ἅμα καὶ δίψαν παύει γλυκυρρί‐ ζης χυλὸς πινόμενος καὶ αὐτὴ ἡ ῥίζα σὺν τῷ ὕδατι, ἑλίκων ἀμπέλου ἀπόβρεγμα, ἀνδράχνης χυλὸς καὶ αὐτὴ ἐσθιομένη, σέρεως χυλὸς κα‐ ταρροφούμενος, πολυγόνου χυλὸς ὁμοίως. Ἐπὶ δὲ τῶν ἐξ ἀσθενείας ἀναλαμβανομένων, δίψαν παύει σῦκα χλωρὰ ἐσθιόμενα, σύμφυτον πε‐
10τραῖον διαμασώμενον, καταπλασσόμενα δὲ ὠφελεῖ στόμαχον ἐκκαιό‐ μενον, πολύγονον, σέρις, σόγχος, σέλινον κηπαῖον, ἕλικες ἀμπέλου, ἀνδράχνη, ἕκαστον μετ’ ἀλφίτου ἢ ἄρτου. Τοὺς δὲ τὴν ἐπιφάνειαν καυσουμένους ὠφελεῖ, κολοκύνθης ξεσμάτων ὁ χυλὸς μετὰ ῥοδίνου ἢ ὄμφακος χυλὸς ὁμοίως· παρηγορεῖν δὲ πέφυκε τὸ ἐν πυρετοῖς δίψος,
15ἐμβροχὴ τῆς κεφαλῆς διὰ ψυχροτάτου ἐλαίου ὀμφακίνου ἢ ῥοδίνου, ἐξ ὑψηλοῦ κατακρουνιζομένου τοῦ βρέγματος δι’ ἐρίου· ἄδιψον δ’ ἔστι καὶ ἐκκαιόμενον τὸν στόμαχον ὠφελεῖ σικύου σπέρμα διαμασώμενον, καὶ λεπιζόμενον δὲ καὶ λεῖον σὺν ὕδατι πινόμενον σφόδρα ὠφελεῖ τοὺς ἐκκαιομένους τὸν στόμαχον· ὁμοίως δὲ ποιεῖ καὶ τὸ τῆς θρίδακος
20σπέρμα διαμασώμενον καὶ πινόμενον, καὶ τὸ τῆς ἀνδράχνης σπέρμα καὶ τὰ προρρηθέντα ἐν τοῖς περὶ πυρετῶν.
21 Ἄλλο ἄδιψον ποιοῦν πρὸς πλάδον στομάχου ἐφ’ ὧν ἐστι
καὶ θερμὴ ἡ διάθεσις
.
23 Ῥόδων χλωρῶν ἐξωνυχισμένων δραχμὰς ἕξ, γλυκυρρίζης δραχμὰς
25τέσσαρας, ναρδοστάχυος δραχμὰς τέσσαρας οἴνῳ γλυκεῖ ἀναλάμβανε καὶ ποίει καταπότια καὶ δίδου ὑπὸ τὴν γλῶτταν κατέχειν ἐρεβίνθου μέγεθος· ἐμψύχει δὲ τοῦτο καὶ τονοῖ.
27
Ἄλλο.
28 Ἀνδράχνης χλωρᾶς ῥίζης, πέπονος ῥίζης, ἐν ἄλλῳ σπέρματος, γλυ‐
30κυρρίζης χυλοῦ ἢ σπέρματος τραγακάνθης ἴσα ἀναλαμβάνων ὕδατι, πλάσσε δραχμιαῖα καὶ χρῶ· καταρροφείτωσαν δὲ μήλων κυδωνίων ἀπόβρεγμα καὶ λοιπῶν. Ἐν ἄλλῳ γλυκυρρίζης χυλοῦ ἢ σπέρματος τραγακάνθης ἴσα ἀναλάμβανε ὕδατι καὶ πλάττε κυάμου μέγεθος καὶ χρῶ.
34

5

(t)

Περὶ λυγμοῦ Γαληνοῦ
t
1 Τὸ τοῦ λυγμοῦ σύμπτωμα ἐπιγίγνεται τῷ στομάχῳ διὰ πλήρωσιν ἢ κένωσιν ἢ ψῦξιν, ἐνίοτε δὲ καὶ διὰ δῆξιν χυμῶν δριμέων τε καὶ φαρμακωδῶν ταῖς ποιότησιν, οὓς ἐὰν ἐμέσωσιν, αὐτίκα παύονται λύ‐ ζοντες. Πολλοὶ τὸ διὰ τριῶν πεπέρεων φάρμακον πίνοντες ἢ αὐτὸ τὸ
5πέπερι, ἐὰν εὐθέως ἐπιπίωσιν οἶνον, πάντως λύζουσι· καὶ ῥιγώσαντες δὲ τὸ στόμα τῆς κοιλίας ἔνιοι λύζουσι, καὶ μάλιστά γε τοῖς παισὶ συμβαίνει λύζειν συνεχῶς ἐπὶ τῇ τοῦ στομάχου ψύξει καὶ τῇ τῆς τρο‐ φῆς διαφθορᾷ· γίγνεται δὲ λυγμὸς καὶ ἐν πυρετοῖς, καὶ μάλιστα φλεγ‐ μαίνοντος στομάχου ἢ καὶ ἑτέρου σπλάγχνου. Ψύξεως μὲν οὖν προη‐
10γησαμένης τοῦ λυγμοῦ, ἐπιτίθει τῷ στομάχῳ ἐν ἐρίῳ ἔλαιον, ἐν ᾧ ἥψηται πήγανον, κύμινον καὶ ἀψίνθιον· δίδου δὲ καὶ ποτόν, πήγα‐ νον μετ’ οἴνου ἢ σέλινον ἡψημένον ἐν μελικράτῳ ἢ κύμινον λεῖον ἢ καλαμίνθην ἢ ἄσαρον ἢ γλήχωνα ἢ δίκταμνον ἢ νάρδον κελτικήν, ἰδίᾳ δ’ ἕκαστον καὶ ὁμοῦ. καλὸν δὲ καὶ τὸ σκιλλιτικὸν ὄξος καταρ‐
15ροφούμενον· τὸ δὲ καστόριον καὶ τοῖς διὰ ψῦξιν λύζουσι τελείοις δί‐ δου καὶ τοῖς ἐπὶ πλήθει χυμῶν ταὐτὸν πάσχουσι δι’ ὀξυκράτου ὅσον δραχμῆς, καὶ ἔξωθεν δὲ τῷ στομάχῳ ἐπιτιθέμενον ἐπ’ ἀμφοτέρων τούτων ὠφελεῖ ἅμα σικυωνίῳ ἢ παλαιῷ ἐλαίῳ. Ὅταν δὲ ὑπὸ πλη‐ ρώσεως λυγμὸς γένηται, τοὐπίπαν δὲ ἢ ἐπὶ πλεῖστον οὕτως συνίστα‐
20ται, βιαίας δεῖται κενώσεως· ἔμετος μὲν οὖν τούτοις ἴαμα καὶ τῶν ἄκρων διάδεσις καὶ κατοχὴ τοῦ πνεύματος καὶ ἀναφώνησις ἐμμελὴς μετὰ πλείονος κραυγῆς καὶ μακρὸς καὶ σύντονος περίπατος καὶ αἰω‐ ρήσεις καὶ ἔτι μᾶλλον ἱππασίαι, σικύαι τε μετὰ πλείονος φλογὸς τῷ τε στήθει καὶ τῷ στομάχῳ καὶ τῷ μεταφρένῳ κολλώμεναι, καὶ πταρ‐
25μὸς ἐπιτετηδευμένος ἁρμοδιώτατος τοῖς ἐπὶ πλήθει λύζουσιν. Τοῖς δὲ ἐπὶ κενώσει λυγμοῖς ἐναντιώτατος σπασμός· ἰᾶται δὲ τούτους τρο‐ φῆς ἐπιτηδείου παράθεσις καὶ ἀναπλήρωσις τοῦ λείποντος. Λυγμὸς ἐπὶ καταφοραῖς ἢ συγκοπαῖς ἢ τετάνοις γιγνόμενος οὐ μετὰ πολὺ τὸν θάνατον σημαίνει. Ποτίζειν δὲ χρὴ καὶ τούτους συνεχῶς μελίκρατον
30ἢ ὕδωρ μετὰ ψιχῶν μετρίως ζεστῶν· ἁρμόζει δὲ ἐπ’ αὐτῶν καὶ τὸ καστόριον σὺν μελικράτῳ πινόμενον τριώβολον· ἀλλ’ ἐπὶ τῶν κεκρα‐ τημένων τὰ γενναῖα τῶν βοηθημάτων παραιτεῖσθαι χρή, τῶν δὲ διὰ δῆξιν λυζόντων, πρῶτον μὲν ἔμετον αὔταρκες ἴαμα εὑρήσομεν· ἔπει‐ τα δὲ καὶ τὴν τῆς αἰσθήσεως νάρκωσιν καὶ τὴν ἀλλοίωσιν τῶν δα‐
35κνόντων καὶ διαφόρησιν. Ναρκοῦται μὲν οὖν ἡ αἴσθησις διὰ τῶν ψυ‐ χόντων, ἀλλοιοῦται δὲ ἡ δῆξις διὰ τῶν ἀμβλυνόντων, διαφορεῖται δὲ τὸ περιττὸν διὰ τῶν ξηραινόντων· τοιαύτης δὲ μικτῆς δυνάμεώς ἐστι τὸ ὑποκείμενον φάρμακον καὶ τὰ τούτῳ παραπλήσια· ἔχει δ’ οὕτως.
38 Ἀσκληπιάδου στομαχικοῖς ἐκκαιομένοις καὶ πρὸς
40ἐπιτεταμένους λυγμοὺς καὶ τὰς εἰλεώδεις
τοῦ στομάχου διαθέσεις
.
41 Κόστου, ναρδοστάχυος, χρυσοβαλάνου, κρόκου, ῥόδων χλωρῶν, μαστίχης ἀνὰ δραχμὰς τέσσαρας, ἀσάρου, ἀλόης ἀνὰ δραχμὰς δύο, ὀπίου δραχμὴν μίαν ἀναλάμβανε ψυλλίου ἀποβρέγματι, καὶ ἀνάπλασ‐
45σε τροχίσκους καὶ δίδου τρεῖς· ἐγὼ δὲ τὴν χρυσοβάλανον παραι‐ τούμενος, χρῶμαι ἐπὶ τούτων τῷ ἀστέρι καλουμένῳ τροχίσκῳ, ὅστις ἀναγραφήσεται μετὰ βραχὺ πρὸς τὰς τοῦ στομάχου ἀνατροπάς. Ἀμ‐ βλύνει δὲ τὰς δήξεις καὶ παύει τὸν διὰ ταύτας γιγνόμενον λυγμὸν σέρεως χυλὸς πινόμενος, σικύου σπέρμα λελεπισμένον λεῖον πινόμενον,

5

(50)

θρίδακος σπέρμα ὁμοίως, ἀνδράχνης χυλὸς πινόμενος καὶ αὐτὴ ἐσθιο‐ μένη, μυξῶν ἀφέψημα πινόμενον, καὶ πάντων δὲ μάλιστα ποιεῖ τὸ
γάλα εὐθήμελκτον πινόμενον.

6

(t)

Περὶ βουλίμου Ἀρχιγένους.
t
1 Ὁ βούλιμος διὰ κατάψυξιν τοῦ στομάχου γίγνεται καὶ ἔνδειαν καὶ ἀτονίαν τῆς δυνάμεως, ὑπὸ τῆς ἔξωθεν ψύξεως ὡς ἐπίπαν τὴν ἀρχὴν λαμβάνων· μεθερμηνεύεται δὲ ὁ βούλιμος μέγας λιμός, διὰ τὸ τῆς πείνης μέγεθος· συνεδρεύει γὰρ αὐτῷ πεῖνα κατ’ ἀρχὰς μὴ πα‐
5ραμένουσα μέχρι παντός, ἔπειτα αἰφνίδιον λιποθυμοῦσι μετ’ ἐπιψύ‐ ξεως τῶν ἄκρων καὶ τῆς τοῦ πνεύματος ἐπιλήψεως, καί τινες ἐν τό‐ ποις ἐρήμοις ἢ ἐν βαλανείῳ τῷ κακῷ τούτῳ περιπεσόντες, ἐν ἀκαρεῖ χρόνῳ διεφθάρησαν, μὴ εὐπορήσαντες βοηθείας· μάλιστα δ’ [ἐν] ὁδοι‐ πορίαις μακραῖς καὶ ἔτι μᾶλλον διὰ χιόνος οὐ φέρουσι τὸ πάθος.
10Τοὺς μὲν οὖν ἐν ὁδοιπορίαις ἢ ἄλλως πως βουλιμιῶντας καὶ ἄνευ πυ‐ ρετοῦ ἀνακτησόμεθα μὲν ὀσφραίνοντες ὄξει ἢ γλήχωνι ἢ τῇ παρα‐ τυχούσῃ γῇ ἐπιρρέοντες ὄξος ἢ μήλοις ἢ τῶν ἄλλων καρπῶν τοῖς εὑ‐ ρισκομένοις· ὠφελεῖ δὲ καὶ ἄρτος πρόσφατος ἀποσφραινόμενος καὶ τυρὸς εὐώδης καὶ ὕειον κρέας ὀπτὸν ἢ ἑφθόν, καὶ καθόλου πᾶν τρόφιμον καὶ
15μάλιστα ὀσμὴν κνισώδη καὶ εὐάρτυτον ἱκανὴν ἔχον· τούτοις γὰρ ὡς τὸ πολὺ ἀνακτῶνται οἱ πλεῖστοι, τὰ δὲ ἄκρα αὐτῶν διακρατητέον σπου‐ δαίως ταινιδίοις, καὶ θερμῷ μὲν ὕδατι ζεστοτέρῳ ἐνθετέον ἄκρα πο‐ δῶν καὶ χειρῶν καὶ διεγερτέον αὐτοὺς τὰς σιαγόνας νύσσοντας καὶ τὰ ὦτα καὶ τὰς τρίχας τίλλοντας· ἀνακληθεῖσι δὲ ἀπὸ τῆς ἐκλύσεως,
20ἄρτον ἐξ οἴνου κεκραμένου προσοίσομεν ἢ ἄλλο τι τῶν τὴν δύναμιν ἀθρόως ἀναλαβεῖν δυναμένων, οἷον ᾠὰ ῥοφητά, ἄλικα μετ’ οἴνου. Ἐπιτομωτάτη γὰρ τούτοις ἐστὶ βοήθεια, τροφῆς τινος προσφερομέ‐ νης, μὴ δυναμένων δὲ λαβεῖν, ἐνθεῖναι χρὴ τῷ στόματι τὴν τροφὴν μετὰ βίας καὶ ἀναγκάζειν καταπίνειν· παραχρῆμα γὰρ καὶ τοῦ λι‐
25μοῦ καὶ τῆς λιποθυμίας παύονται καὶ διεγείρονται ταχέως, καὶ πῦρ δὲ ἀνακαύσαντες περὶ τὴν κλίνην αὐτὸ στρέφομεν, ὅπως κατὰ παν‐ τὸς τοῦ σώματος ἅπτηται αὐτῶν ἡ θέρμη, καὶ ἀνατρίβειν ἐλαίῳ θερ‐ μῷ ἔχοντι πύρεθρον καὶ καστόριον καὶ εὐφόρβιον, καὶ ἐρίοις ἐνειλεῖν ἢ ἀρνακίσι· καὶ σκόροδα δὲ διδόναι ἐσθίειν καὶ καυλὸν σιλφίου ἐν
30οἴνῳ καὶ πέπερι δὲ ὁμοίως καὶ πήγανον ἐν οἰνομέλιτι καὶ οἰνοποσία ἡ διὰ τοῦ ἀκράτου ἄριστόν ἐστιν αὐτοῖς βοήθημα. Γίγνεται δὲ καὶ ἐν πυρετοῖς σπανίως μέντοι τὸ πάθος, ἐν ἀκμῇ τε καὶ ἐν παρακμῇ. Εἰ μὲν οὖν κατὰ τὸν τῆς ἀνέσεως τῶν παροξυσμῶν καιρὸν ἐπιπέσοι τὸ σύμπτωμα ἢ ἐν παρακμῇ τοῦ παροξυσμοῦ, τὰ σιτία αὐτοῖς παρα‐
35θετέον ἀδεῶς· ἐὰν δ’ ἐν ἀρχῇ τῆς ἐπισημασίας ἢ ἐν ἀκμῇ ἐπιφανῇ, διὰ τῶν προρρηθέντων ὀσφραντῶν πειρατέον πρῶτον αὐτοὺς ἀνακα‐ λεῖσθαι μάλιστα δὲ διὰ τῶν σιτωδῶν, οἷον ἀλφίτων δεδευμένων ὕδατι ἢ ὀξυκράτῳ ἢ ἄρτῳ θερμῷ ἀτμίδα ἀνιέντι, ψηλαφίᾳ τῶν ἄκρων χρώ‐ μενοι, καταπλάττοντές τε τοῖς διὰ φοινίκων ἢ μήλων κυδωνίων ἢ
40ἀλφίτων ἐν οἴνῳ κεκραμένῳ ἡψημένων· καὶ ταῦτα ποιητέον μέχρι τῆς ἀνέσεως, ἵνα εὐκαίρως τὴν τροφὴν παραθώμεθα· μενόντων δὲ αὐ‐ τῶν ἀπαρηγορήτων, τολμητέον διὰ τὴν ἐπίδειξιν καὶ δοτέον ἀλφίτων ἁδροτέρων ὅσον ὀξύβαφον ἐν μελικράτῳ γαλακτώδει τῇ ἁφῇ καὶ ψω‐ μὸν ἕνα ἢ δύο οἴνῳ διάβροχον. Παρηγορηθέντες γὰρ καὶ ἀνακύψαν‐
45τες ἀφάτως, ἔρχονται λοιπὸν εἰς τὸν τῆς ἀνέσεως καιρόν, ἐν ᾧ τήν τε τοῦ σώματος θεραπείαν καὶ τὴν αὐτάρκη τροφὴν τάξομεν, παραι‐ τησόμεθα δ’ ἐπὶ τῶν ἁλισκομένων τῷ πάθει τούτῳ τὰς μακρὰς ἀσι‐ τίας καὶ τὰς παρὰ μίαν· εὐστόχως δὲ καθ’ ἑκάστην ἡμέραν ἁπλου‐ στάτην ἢ ὀλίγην τροφὴν δώσομεν, οἱ γὰρ συνεχεῖς βούλιμοι καὶ ἐκ‐

6

(50)

λύουσι καὶ εἰς δυσβοηθήτους περιπίπτουσι λιποθυμίας.

6

(50)

7

(t)

Περὶ λιποθυμίας Φιλουμένου.
t
1 Ἡ ἐν πυρετοῖς καὶ χωρὶς πυρετοῦ συμβαίνουσα λιποθυμία διὰ πρό‐ δηλον αἰτίαν, οἷον διὰ πλείονα ἔκκρισιν αἵματος ἢ γαστρὸς ἢ συνεχῆ ἐξανάστασιν ἢ κίνησιν ἣ ὀδύνην ἢ φόβον, βοήθειαν ἔχει τὴν τῶν αἰ‐ τίων περιγραφήν, περὶ ὧν τελειότατα ἐν τῷ περὶ πυρετοῦ λόγῳ προ‐
5είρηται, ῥηθήσεται δὲ καθόλου διὰ βραχέων κἀνταῦθα περὶ τούτων. Κωλυτέον μὲν οὖν τὰς συνεχεῖς ἐξαναστάσεις καὶ ἀντιστατέον ταῖς ἀθρόαις κενώσεσι, τὰ δὲ ἀλγήματα παρηγορητέον, ἀλλὰ καὶ τῶν τρόμων τὰς ποιητικὰς αἰτίας λυτέον, εἴτε ἐκ τῶν ἔξωθεν γίγνονται
εἴτε ὑπὸ τῶν ἐν τῷ σώματι χυμῶν· σφίγγειν τε τὰ ἄκρα ἐν ταῖς τῶν
10λιποθυμιῶν εἰσβολαῖς, ποτὲ δὲ καὶ σικύας προσβάλλειν τοῖς ὀπισθίοις καὶ ἐμπροσθίοις μέρεσι τοῦ στομάχου, ἐπὶ πλευρά τε κατακλιτέον, δινουμένην τε τὴν κεφαλὴν ἐπιθέσει χειρὸς εὐαφοῦς μετὰ θλίψεως πιεστέον· ὀσφραντά τε προσφέρειν καὶ ἀνοίγειν ἐπὶ μέγα τὸ στόμα, καὶ δάκτυλον ἢ πτερὸν καθιέναι καὶ τρίβειν σφοδρότερον τήν τε ὄψιν
15καὶ τὸν στόμαχον· προκαταληφθέντες γὰρ ἀναλαμβάνονται, μηδ’ εἰς πεῖραν τῆς λιποθυμίας ἐλθόντες. Ἀνακληθέντων δὲ αὐτῶν, δίδου πί‐ νειν τοῖς ἀπυρέκτοις κυάθους τρεῖς ἢ τέσσαρας ψυχροῦ ὕδατος· κατὰ βραχὺ δ’ ἐκ διαλειμμάτων αὐτὸ καταρροφείτωσαν· ἢ φοινίκων ἀπό‐ βρεγμα ἢ τῶν παραπλησίων ἢ ὄμφακος χυλὸν μεθ’ ὕδατος ψυχροῦ
20ἢ ἡδυόσμου κλωνία τρία λεάνας μετὰ ῥόας γλυκείας ἢ ὀξείας χυ‐ λοῦ δίδου καταρροφεῖν ἢ ἄλφιτα μετὰ ῥοὸς χυλοῦ. Καὶ ἔξωθεν δ’ ἐπι‐ θετέον τῷ στομάχῳ τὰ ἐπὶ τῶν καρδιακῶν καὶ τῶν χολὴν ἐμούντων προειρημένα.
23

8

(t)

Περὶ τῶν ἐν βαλανείῳ λιποθυμούντων.
t
1 Τοὺς δ’ ἐν βαλανείῳ λιποθυμοῦντας μᾶλλον δὲ λιποθυμεῖν ἀρχο‐ μένους ταχέως ἐκβιβάζειν, μήτε καταχύσει πολλῇ χρωμένους· τοὺς δὲ ἤδη λιποθυμήσαντας ἐξακτέον ταχέως καὶ τὸ μὲν λοιπὸν σῶμα κούφῳ τινὶ σκεπάσματι καλυπτέον, τὸ δὲ πρόσωπον σπόγγῳ ἐκ ψυ‐
5χροῦ ἀποσπογγίζειν ἢ καταρραίνειν ψυχρῷ, τρίβειν τε τὸ πρό‐ σωπον καὶ τὸν στόμαχον καὶ τοὺς πόδας· διανοίγοντας δὲ τὸ στόμα, καθέσει πτερῶν ἢ δακτύλων ἀναγκαστέον παντὶ τρόπῳ ἐξεμεῖν τὸν αἴτιον τῆς λιποθυμίας χυμόν, ἐνστάζοντας τῷ στόματι ὕδωρ χλιαρόν· εἰ γὰρ καὶ μηδὲν ἐμεθείη, τονοῦταί πως ὁ στόμαχος
10τῷ ἐρεθισμῷ. Λυτικὸν δὲ λιποθυμίας ἐπὶ πλεῖστον ὅσον διανοίγειν τὸ στόμα ἐπιτεχνήσει τινὶ ἡμετέρᾳ· ἀνυτικὸν δὲ καὶ τὸ παραπιέζειν τοὺς ἀκουστικοὺς πόρους καὶ τὰ λεγόμενα λιθοειδῆ ὀστᾶ, τοὺς δ’ εὐτελε‐ στέρους καὶ ῥαπιστέον καὶ ἐκτιλτέον τὰς τρίχας· ἐμβόησις δὲ ἑνὸς μὲν ὠφελεῖ, πολλῶν δὲ κατὰ τὸ αὐτὸ βλάπτει· τὰς μέντοι μετὰ σφο‐
15δρὰν λιποθυμίαν ἢ εἰς θερμὸν ἢ εἰς ψυχρὸν καθέσεις, ὡς αἰτίας θανά‐ του φοβεῖσθαι· ἢ γὰρ χαλωμένων τῶν σωμάτων καὶ διαφορουμένου τοῦ θερμοῦ ἀπόλλυνται, ἢ πηγνυμένων διὰ τῆς ψύξεως ἀποσβέν‐ νυνται.
18

9

(t1)

Περὶ ἀτονίας στομάχου καὶ ὑπτιασμοῦ καὶ ἀνατροπῆς
t2Γαληνοῦ.
t2
1 Ὁ καλούμενος ὑπτιασμὸς τοῦ στομάχου γίγνεται μὲν καὶ κατὰ δυσκρασίαν ἡντιναοῦν ἄνευ κακίας ὑγρῶν, γίγνεται δὲ καὶ δι’ ὑγρό‐ τητα πολλήν, οὐ μὴν κακοήθη γε τῇ ποιότητι· διαβρεχόμενος γὰρ ὁ στόμαχος ἰσχυρῶς ὑγρότητι δαψιλεῖ χαλᾶται, μὴ δυνάμενος περιστέλ‐
5λεσθαι τοῖς σιτίοις ὁμοίως τῷ παντὶ κύτει τῆς γαστρός· καὶ διὰ τοῦτο περὶ αὐτὸν ἐπιπολάζουσιν οἱ χυμοί, οὓς ἀπορρῖψαι ἡ γαστὴρ ὁρμῶ‐ σα, τὸ τῆς ναυτίας ἴσχει σύμπτωμα, καὶ πρὶν προσάρασθαι τὴν τρο‐ φήν, ἀτονίας ἐσχάτης οὔσης. Εὐϊατοτάτη δ’ ἐστὶν ἡ διάθεσις αὕτη σχεδὸν ἁπάντων τῶν περὶ τὸν στόμαχον χρονιζόντων παθῶν, δέεται
10δὲ φαρμάκων ξηρᾶναι τὴν ὑγρότητα δυναμένων, συνάγειν τε καὶ σφίγ‐ γειν τὸ κεχαλασμένον σῶμα. Διὰ βάθους μὲν οὖν ἐκτεταμένης τῆς ὑγρό‐ τητος ἢ καὶ παχείας ἢ γλίσχρης οὔσης, χρεία μίξεώς ἐστι φαρμάκου λεπτυντικοῦ τε καὶ οἱονεὶ διαβρωτικοῦ, ὁποῖόν ἐστιν ὄξος τε καὶ ὀξύ‐ μελι· μήτε δὲ τοιαύτης οὔσης ὑγρότητος, μήτε διὰ βάθους τῶν σω‐
15μάτων ἐκτεταμένης, ἱκανὰ μόνα τὰ στύφοντα θεραπεύειν ἐστίν. Ἱκα‐ νὸν δὲ γνώρισμα τοῦ ψυχροτέραν ἢ θερμοτέραν τὴν διάθεσιν εἶναι πρὸς τῇ τοῦ κάμνοντος αἰσθήσει τὸ ἄδιψον ἢ διψῶδες. Τοὺς μὲν οὖν ἐπὶ τῇ τῶν ὑγρῶν φαυλότητι γιγνομένους ὑπτιασμοὺς ἡ πικρὰ θερα‐ πεύει, καθὼς μετὰ βραχὺ εἰρήσεται, τάχιστα τὴν κακοχυμίαν ἐκκα‐
20θαίρουσα· τῶν δὲ δι’ ἀτονίαν τοῦ στομάχου γιγνομένων ἀνατροπῶν καὶ ναυτιῶν ἴασίς ἐστιν ἡ τῆς δυσκρασίας ἐπανόρθωσις καὶ ξήρανσις τῆς παρακειμένης ἐπ’ ἐνίων ὑγρότητος. Θερμῆς μὲν οὔσης τῆς δια‐ θέσεως, τὰ ἐπὶ τῶν ἐγκαιομένων τὸν στόμαχον προγεγραμμένα ἄδιψα καταπότια δοτέον, καὶ μάλιστα τὸ δεχόμενον ῥόδα καὶ ναρδόσταχυν
25καὶ γλυκύρριζαν· ἐπὶ δὲ τῶν ψυχροτέρων καὶ ὑγροτέρων τὰ ὑπογε‐
γραμμένα ἁρμόδια. Ἀσκληπιάδου πρὸς τὰς τοῦ στομάχου ἀνατροπάς.
27 Ῥόας ὀξείας τῶν πυρήνων χυλοῦ ξέστας τρεῖς, ἡδυόσμου ξέστην ἕνα, μελικράτου καλλίστου ξέστην ἕνα βαλὼν εἰς ἄγγος ἕψε κινῶν
30συνεχῶς, καὶ ὅταν συστραφῇ ἄρας ἀπόθου καὶ δίδου πρὸ τροφῆς μνᾶν μίαν ἢ δύο.
31
Ἄλλο.
32 Ὄμφακα σταφυλῆς ξηράνας, κόψας, σήσας, ἔχε ἐν πυξίδι καὶ δί‐ δου κοχλιάρια δύο μεθ’ ὕδατος ψυχροῦ.
34
35Ἄλλο μᾶλλον ἐπὶ τῶν θερμοτέρων ποιοῦν, ὡς καὶ τὸ
πρὸ αὐτοῦ
.
36 Ῥόας ὠρίμους ἀκμαίας πέντε ἢ ἓξ ὅλας θλάσας σὺν τοῖς σιδίοις, ἐπιχέας ὕδατος ὀμβρίου ξέστας τρεῖς ἀποτριτωθέντων δὲ ἐκθλίψας καὶ διηθήσας, ἕψε πάλιν τὸ ὑγρὸν καθ’ ἑαυτὸ μέχρι μελιτώδους συ‐
40στάσεως, καὶ δίδου κοχλιάριον ἓν ἢ δύο ἀπυρέκτοις μετ’ οἴνου, πυρέσ‐ σουσι δὲ μεθ’ ὕδατος.
41
Ἄλλο πάνυ καλόν.
42 Ῥόας ὀξείας καὶ γλυκείας χυλοῦ ἴσα μίξας, προσέμπασσε ἡδυόσμου ξηροῦ λειοτάτου βραχύ, καὶ πότιζε κυάθους δύο. Ποιεῖ καὶ τὸ τοῦ
45ὀξυλαπάθου σπέρμα λεῖον ποτιζόμενον μεθ’ ὕδατος καὶ τὸ τῆς ἀνδρά‐ χνης ὁμοίως· χρῶ δὲ θαρρῶν πρὸς τὰς χρονιζούσας ἀνατροπὰς τοῦ στομάχου καὶ τῷ τῶν Ἀμαζόνων τροχίσκῳ καὶ τῷ ἀστέρι λεγομένῳ, ὧν τὰς σκευασίας ἐκτίθημι μετ’ οὐ πολύ· χρῶ δὲ καὶ τοῖς καταπλά‐ σμασι καὶ ἐπιθέμασι τοῖς ῥηθησομένοις μετὰ τὸν περὶ ναυτίας λόγον.
49

10

(t1)

Περὶ ναυτίας καὶ τῆς παρενοχλούσης τῷ στομάχῳ κακοχυμίας
t2διάγνωσις Γαληνοῦ.
t2
1 Αἱ ναυτίαι γίγνονται διὰ χυμὸν μοχθηρὸν ἢ θερμὸν ἢ ψυχρόν, πε‐ ριεχόμενον ἐν τῇ γαστρὶ ἢ ἐν τῇ κοιλότητι αὐτῆς ἐπιπολάζοντα ἢ
προσπεπλασμένον ἰξωδῶς καὶ δυσαποσπάστως τοῖς χιτῶσιν αὐτῆς· ὁ γὰρ ὀρωδέστερος ὑπάρχων καὶ φαρμακωδέστερος, ἐν αὐτοῖς τοῖς χι‐
5τῶσι τῆς γαστρὸς ἀναπέποται, ὥσπερ ἐν σπογγιᾷ ὕδωρ· τοὺς τοιού‐ τους δὲ χυμοὺς ἐνίοτε μὲν ἡ γαστὴρ δύσκρατος γινομένη κατὰ θερ‐ μότητα ἢ ψυχρότητα τίκτει, ἔστι δ’ ὅτε ἐξ ἑτέρων μορίων πρωτο‐ παθούντων εἰς αὐτὴν συρρεῖ τὰ περιττώματα, οἷον ἥπατος ἢ σπλη‐ νὸς ἢ κεφαλῆς ἢ ἐξ ὅλου τοῦ σώματος. Τῶν μὲν οὖν ἄλλων μορίων
10πρωτοπαθούντων, παντὶ τρόπῳ τὰ ἑκάστου ἴδια συμπτώματα παρέ‐ πεται, καὶ αὐτὸς ὁ κάμνων αἰσθάνεται τῆς βλάβης τοῦ πρωτοπα‐ θοῦντος μορίου· ἢ γὰρ θερμασίας αἴσθησις αὐτῷ κατὰ τὸ πάσχον μέ‐ ρος γίνεται ἢ ψύξεως ἢ βάρους, ἢ καὶ τῇ ἁφῇ τῇ ἡμετέρᾳ σκληρὸν ὑποπίπτει. Εἰ δὲ τὸ πᾶν σῶμα μοχθηρῶν πεπλήρωται χυμῶν, δια‐
15γιγνώσκεται μὲν ἐκ τῆς χροιᾶς καὶ ἐκ τῶν ἐπιγιγνομένων περὶ τὸ δέρ‐ μα ἐξανθημάτων, ἤδη δὲ καὶ ἐκ τῶν οὔρων· εἰ δὲ μηδὲν τούτων πα‐ ρείη, δῆλον ὅτι ἡ γαστὴρ αὐτὴ κατά τι νοσεῖ. Εἰ μὲν οὖν κνισοῦται τὰ σιτία κατὰ τὴν γαστέρα, μηδενὸς τοιούτου ἐδηδεσμένου οἷον ἰχθύων ἢ ᾠῶν τηγανιστῶν ἤ τινος ἑτέρου τοιούτου, ἀναγκαῖόν ἐστι λογίσα‐
20σθαι τὴν τοῦτο ἐργαζομένην αἰτίαν ἐν τῇ γαστρὶ εἶναι θερμήν· εἰ δὲ ὀξύνεται τὰ σιτία μηδενὸς τοιούτου ἐδηδεσμένου, ψυχρὰν τὴν αἰτίαν εἶναι λογιζόμεθα ἢ μελαγχολικὸν χυμὸν τῇ γαστρὶ ἐνοχλεῖν· ἔσται δέ σοι σαφὴς ἡ διάγνωσις καὶ ἐπιστήμη ἧς ἔσχες ὑποψίας, ἐπὶ τοῖς ψύ‐ χουσι φαρμάκοις τε καὶ πόμασι καὶ ἐδέσμασιν εὐθὺς ὁρῶν ὠφελούμε‐
25νον τὸν ἄνθρωπον, εἴ περ θερμὴ εἴη ἡ διάθεσις· εἰ δὲ ψυχρὰ τυγχά‐ νει, ἐπὶ μὲν τοῖς θερμοῖς ἐδέσμασι καὶ φαρμάκοις ὠφελούμενον, ἐπὶ δὲ τοῖς ψύχουσι βλαπτόμενον· ἀλλὰ καὶ τῇ θερμῇ διαθέσει δίψα πα‐ ρέπεται, ἄδιψοι δέ εἰσιν ὡς ἐπίπαν οἱ ψυχρὰν ἔχοντες τὴν δυσκρασίαν, εἰ μὴ ἁλυκὸν εἴη τὸ φλέγμα. Καὶ ἐμέτοις δὲ ἀκριβῶς διαγινώσκεται
30τὰ τοιαῦτα· εἰ γὰρ δύσκρατος εἴη γενομένη ἡ γαστήρ, τὰ δοθέντα σιτία πρὸς τὴν δύσκρατον φύσιν μεταβάλλει, ὥστε φαίνεσθαι χωρὶς ἐπιπλοκῆς τινος χυμοῦ τὰ ἐμούμενα σιτία μεταβολήν τινα ἐπὶ τὸ κνι‐ σῶδες ἢ ἰξῶδες δεξάμενα. Εἰ δὲ χυμός τις εἴη μοχθηρὸς ὁ ἐμπλέων τῷ κύτει τῆς γαστρὸς καὶ φθείρων τὴν τροφήν, αὐτά τε τὰ σιτία
35φαίνεται ἐνδεδευμένα σαφῶς τῷ τοιούτῳ χυμῷ καὶ πρὸς τὴν ἐκείνου φύσιν τὴν ἀλλοίωσιν δεξάμενα· ἀλλὰ ταῦτα μέν, ὅταν ἐμπλέῃ τῷ κύτει τῆς γαστρὸς ὁ λυπῶν χυμός, γίγνεται· ἐμπεπλασμένου δὲ αὐτοῦ ἢ ἀναπεπομένου, ὡς εἴρηται, τοῖς χιτῶσι τῆς γαστρός, εἰ μὲν θερμὸς εἴη, διψώδεις γίγνονται καὶ ἀνορεκτότεροι σιτίων· εἰ δὲ ψυχρὸς
40εἴη, ὄρεξιν ἐπεγείρει σιτίων, καὶ ἀδιψότεροί εἰσι· ναυτίαι δὲ ἀμφοτέροις παρέπονται καὶ κενεμεσίαι μόνον σπαράττουσαι καὶ μηδένα χυμὸν κενοῦσαι· προείρηται δ’ ὅτι, εἰ μὲν λεπτοὶ εἶεν οἱ χυμοὶ καὶ δηλητηριώδεις, οὕς περ ἰχῶρας ὀνομάζομεν, διὰ βάθους τῶν στερεῶν σωμάτων τῆς γαστρὸς χωροῦσι καὶ ἀναπίνονται, ὥσπερ
45ὕδωρ ἐν σπογγιᾷ· εἰ δὲ γλίσχροι, περὶ τὴν ἐπιφάνειαν τῆς γαστρὸς ἔνδοθεν ἰξωδῶς περιπλάσσονται. Οἱ μὲν οὖν ἰχῶρες, ὡς λεπτομερεῖς ὄντες, οὐ μόνον πρὸ τῶν σιτίων ἀλλὰ καὶ μετὰ τὰ σιτία τοὺς ἐμέτους ἀπεργάζονται, ὡς ἀεὶ κινούμενοι· οἱ δὲ προσπεπλασμένοι τῇ ἐπιφανείᾳ τῆς γαστρὸς μᾶλλον πρὸ τῶν σιτίων τὰς κενεμεσίας ἐργάζονται.

10

(50)

Ἐπισκοπεῖσθαι τοίνυν χρὴ ἐπιμελῶς, εἴτε τῆς γαστρὸς μόνης ἐστὶ τὸ πάθος ἤ τινος ἑτέρου μορίου, καὶ τὸ πάθος ὁποῖόν ἐστι, πότερον θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρόν· καὶ εἰ μὲν ἐξ ἄλλου τινὸς μορίου ἢ τοῦ παντὸς σώματος οἱ χυμοὶ εἰς τὴν γαστέρα συρρέουσι, τοῦ πρωτοπαθοῦν‐ τος τὴν ἐπιμέλειαν χρὴ ποιεῖσθαι πρότερον, μηδὲν τῆς γαστρὸς αὐτῆς
55ἀμελοῦντας· ὁ γὰρ τὸ πρωτοπαθοῦν μόριον ἰώμενος ἐκκόπτει τὴν οἷον πηγὴν τῶν εἰς τὴν γαστέρα ῥευμάτων· αὐτῆς δὲ τῆς γαστρὸς μόνης πε‐ πονθυίας, τὴν ἐν αὐτῇ διάθεσιν διαγνόντας ἰατέον. Τὴν μὲν οὖν θερμὴν δυσκρασίαν ἀεὶ ψυκτέον ἐστὶν ἐν οἱῳδήποτε μορίῳ ὑπάρχουσαν, τὴν δὲ ψυχρὰν θερμαντέον· οὕτω δὲ καὶ τὴν μὲν ὑγρὰν ξηραντέον, τὴν δὲ ξηρὰν
60ὑγραντέον· τοὺς δ’ ἐμπλέοντας ἐν τῷ κύτει τῆς γαστρὸς χυμοὺς κενωτέον ἢ δι’ ἐμέτων ἢ διὰ τῆς κάτω κοιλίας· τὴν δ’ ἐν τοῖς χιτῶσιν αὐτῆς προσπεπλασμένην ἢ ἀναπεπομένην κακοχυμίαν διὰ τῶν ῥυπτόντων καὶ τεμνόντων καὶ μετρίως καθαιρόντων ἰατέον· αἱ γὰρ ἐπὶ χυμοῖς δυσ‐ κρασίαι τῶν κενούντων αὐτοὺς δέονται φαρμάκων, καὶ χρὴ ταύτας
65ἐπιμελῶς διαφυλάττειν ἕνεκεν ἀναγκαίας παρατηρήσεως· οἱ δὲ ἄνευ χυμῶν κατὰ δυσκρασίαν μόνην ἡντιναοῦν καὶ μάλιστα θερμὴν ἢ ξη‐ ρὰν ἐνοχλούμενοι εἰς μαρασμὸν πάντες ἀφικνοῦνται καθαιρόμενοι, κἂν ἀσθενέστερον ὑπάρχῃ τὸ διδόμενον φάρμακον, ὁποῖόν ἐστι τὸ διὰ τῆς ἀλόης πικρόν. Ὅπως μὲν οὖν χρὴ ἑκάστην δυσκρασίαν ἁπλῆν ἢ σύν‐
70θετον ἰᾶσθαι, ἤδη προείρηται ἐν τῷ Τετάρτῳ Λόγῳ τῆςδε τῆς πραγματείας, εἰρήσεται δ’ ἐν καιρῷ κἀνταῦθα διὰ βραχέων. Τοῖς μὲν οὖν ἐπὶ ψύξει κάμνουσιν ὠφέλιμόν ἐστι τὸ διὰ τριῶν πεπέ‐ ρεων φάρμακον ἢ τὸ διὰ καλαμίνθης ἤ τι τοιοῦτον ἕτερον μετ’ οἴνου λεπτοῦ ἢ ὕδατος πινόμενον, ἔξωθεν δὲ τῷ στομάχῳ μαστίχην λείαν ναρ‐
75δίνῳ μύρῳ λεάνας καὶ ἀναλαβὼν πορφυρᾷ ἐρέᾳ ἐπιτίθει· οἶνον δὲ διδόναι κιρρὸν καὶ ὑποστύφοντα παλαιότερον καὶ τροφὰς παραπλησίους. Τοὺς δ’ ἐπὶ θερμῇ δυσκρασίᾳ κάμνοντας ἰᾶσθαι ἔξωθεν μὲν τῷ στομάχῳ καὶ τῇ γαστρὶ τὰ στύφοντα μετρίως καὶ ψύχοντα προσάγοντας καί, ὅσῳ περ ἂν ἡ θερμότης ἐπικρατῇ, ἐπὶ τοσοῦτον ἐπιτείνειν τὰ ψύχοντα· τρο‐
80φὴν δὲ διδόναι χόνδρον ἄλικος μετ’ οἴνου λεπτοῦ καὶ λευκοῦ καὶ ὑπο‐ στύφοντος, καὶ τῶν πτηνῶν τὰ ἄβρωμα καὶ ἀπίμελα καὶ τὰ παρα‐ πλήσια· εἰ δὲ χυμὸς λεπτὸς χολώδης ἢ ὀρώδης ἐν τῷ κύτει τῆς γα‐ στρὸς περιέχοιτο, διδόντες χυλὸν πτισάνης λεπτότατον, ἐμεῖν ἀναγ‐ κάσομεν καθέσει δακτύλων ἢ πτερῶν, ἢ ἀλόης μόνης δραχμὴν μίαν
85λειώσαντες μεθ’ ὕδατος ποτίσομεν· τῶν γὰρ θερμῶν ἐν τῇ γαστρὶ χυ‐ μῶν ἄριστόν ἐστι φάρμακον ἡ ἀλόη, καὶ ἐν ἡμέρᾳ μιᾷ πολλάκις τοῖς στομαχικοῖς ἐνοχλουμένοις ὠφελήσει. Εἰ δὲ φλεγματώδεις ἢ γλίσχροι καὶ παχεῖς ἐν τῷ κύτει τῆς γαστρὸς ἐπιπολάζοιεν χυμοί, ὀξυμέλιτι χρηστέον, ἐν ᾧ συνήψηταί τινα τῶν τεμνόντων καὶ ῥυπτόντων καὶ
90μετρίως θερμαινόντων. Ἐφ’ ὧν δὲ μοχθηρὸς χυμὸς ἐμπέπλασται δυσα‐ ποσπάστως ἔνδοθεν τῆς ἐπιφανείας αὐτοῦ τοῦ σώματος τῆς γα‐ στρός, ἡ διὰ τῆς ἀλόης πικρὰ χρήσιμος, ῥύπτειν τὸ γλίσχρον τοῦ χυμοῦ πεφυκυῖα καὶ λεπτύνειν τὰ παχέα τῇ δυνάμει τῶν συμμιγνυ‐ μένων τῇ ἀλόῃ. Εἰ δὲ ὀρρώδης ὑγρότης ἐν τοῖς χιτῶσι τῆς γαστρὸς
95ἀνεπόθη, ἥτις, ὡς προείρηται, οὐ μόνον πρὸ τῶν σιτίων ἀλλὰ καὶ μετὰ τὰ σιτία ἐμέτους κινεῖ, πρότερον ὁ τῶν Ἀμαζόνων ὑποτεταγ‐ μένος τῇ πικρᾷ τροχίσκος ἐπιτηδείως δίδοται· μετρίους γὰρ τοὺς ἐμέτους διὰ τούτου ἀποφήναντες, οὕτω χρώμεθα τῇ δι’ ἀλόης πι‐ κρᾷ· ἡ δὲ σύνθεσις αὐτῆς μετ’ οὐ πολὺ ῥηθήσεται· ἡμᾶς δὲ χρὴ

10

(100)

γινώσκειν εἰς μὲν τὴν ὑπαγωγὴν τῆς γαστρὸς ἐπιτηδειοτέραν εἶναι τὴν ἄπλυτον ἀλόην, πλυθεῖσαν δὲ ἀποτίθεσθαι πολὺ τοῦ φαρμακώ‐ δους, ἣν καὶ μᾶλλον ἄν τις θαρρήσειε δοῦναι τοῖς μὴ σφοδρῶς πυρέσ‐
σουσι καὶ ἐφ’ ὧν τόνον ἐνθεῖναι τῇ γαστρὶ βουλόμεθα. Εἰδέναι τοίνυν χρὴ τὰς ἐπὶ χυμοῖς μοχθηροῖς διαθέσεις κατά τε τὴν γαστέρα καὶ
105τὸν στόμαχον ὠφελουμένας μὲν ὑπὸ τῶν διὰ τῆς ἀλόης φαρμάκων, εἰς μεγίστην δὲ βλάβην ἀφικνουμένας ὑπὸ τῶν στυφόντων ἐδεσμάτων τε καὶ πομάτων καὶ φαρμάκων. Ὁ δὲ Ἀσκληπιάδης σκευάζεσθαι κελεύει τὴν πικρὰν ὡς Θεμίσων, ἥτις καὶ αὕτη ῥηθήσεται μετ’ οὐ πολύ. Ἐπὶ δὲ τῶν κατεψυγμένων
110καὶ ἐφ’ ὧν φλέγμα παχὺ καὶ γλίσχρον ἐν τῇ γαστρὶ περιέχεται, χρή‐ σιμόν ἐστι τὸ ὑποκείμενον φάρμακον· θερμαίνει γὰρ καὶ λεπτύνει καὶ τέμνει τὸ πάχος καὶ ῥύπτει τὴν γλισχρότητα, ἔχει δὲ οὕτως. Μαρά‐ θρου χλωροῦ ῥίζης τοῦ φλοιοῦ οὐγκίας ἕξ, ὄξους ξέστην ἕνα καὶ ἥμι‐ συν, ἀλόης οὐγκίας τρεῖς· ὁ φλοιὸς σὺν τῷ ὄξει ἕψεται εἰς τὸ τρίτον·
115εἶτα διηθήσαντες τὸ ὄξος καὶ ἐπιβαλόντες μέλιτος ἀττικοῦ οὐγκίας πεντεκαίδεκα ἕψομεν μέχρι μελιτώδους συστάσεως καὶ λειοτάτην τὴν ἀλόην ποιήσαντες ἐν τῇ θυείᾳ, ἐπιβάλλομεν αὐτῇ κατὰ βραχὺ τὸ ἑψηθὲν ὀξύμελι· καὶ ἑνώσαντες, ἀνελόμενοι χρώμεθα. Ἡ τελεία δό‐ σις κοχλιάρια τρία.
119
120Ἄλλο Ἀνδρομάχου πρὸς ἀνατροπὴν στομάχου.
120 Ἤλεκτρον, ὃ καλοῦσι σούκινον καὶ λυγκούριον, μετὰ μαστίχης λεάνας, δίδου κοχλιάριον σὺν ὕδατι ψυχρῷ· ποιεῖ τοῖς μετρίας ξηρό‐ τητος καὶ στύψεως δεομένοις· τοῦ δὲ ἠλέκτρου πλεῖον βάλλε.
123
Ἄλλο γλυκεῖα λεγομένη.
124
125 Ἀλόης οὐγκίας ἑπτά, ἴρεως οὐγκίας δύο, μαστίχης οὐγκίαν μίαν καὶ ἡμίσειαν, νάρδου κελτικῆς οὐγκίαν μίαν, πεπέρεως, σμύρνης ἀνὰ δραχμὰς τέσσαρας, ὄξους λίτρας ἑπτά, μέλιτος λίτρας τρεῖς καὶ ξέ‐ στην ἕνα, μαράθρου φλοιοῦ ῥιζῶν λίτρας τρεῖς. Τὸν φλοιὸν τοῦ μα‐ ράθρου προβρέχων τῷ ὄξει ἕψε εἰς ἀποτρίτωσιν καὶ διηθήσας ἐπίβαλλε
130τῷ ὑπολειφθέντι ὄξει τὸ μέλι καὶ ἕψε ἄχρι καλῆς συστάσεως, εἶτα ἕνωσον τὰ ξηρὰ ἐν τῇ θυείᾳ καὶ δίδου κοχλιάριον. Ποιεῖ ἐπὶ τῶν ψυ‐ χροτέρων κράσεων καὶ φλεγματικωτέρων, κοιλίαν κινεῖ μετρίως καὶ τὴν κεφαλὴν κουφίζει.
133
Περὶ εἰλεωδῶν ἀνατροπῶν.
134
135Ὁμοίως καὶ ὁ τῶν Ἀμαζόνων τροχίσκος ποιεῖ πρὸς τὰς τοῦ στο‐
μάχου εἰλεώδεις ἀνατροπάς, εἰλεώδεις δὲ ὀνομάζουσι τὰς ἰσχυρὰς ἀνατροπὰς τοῦ στομάχου· ὥσπερ γὰρ ἐν τοῖς εἰλεοῖς ἔμετοι μετὰ σφοδρᾶς γίγνονται συντονίας, ὡς καὶ κόπρον ἐμεῖν, οὕτω καὶ τοὺς ἄλλους ἐμέτους, ὅσοι σύντονοι, δύναιτ’ ἄν τις εἰλεώδεις ὀνομάζειν·
140παρέπονται δὲ οὗτοι μεγάλως ἀνιαθεῖσι τοῖς πάσχουσι μορίοις ὑπὸ φαρμακωδῶν ἰχώρων. Ἐὰν δὲ καὶ ἀτονωτέρα ἡ γαστὴρ ᾖ, διπλα‐ σιάζεται τὸ κακὸν ἐκ τῆς δήξεως· ἔστω δὲ ἤδη τούτου τῆς ἰάσεως ὁ σκοπός, ἅμα μὲν προσφερόντων ἡμῶν τοῖς πάσχουσι μορίοις εὐώδεις ποιότητας, οἷαί πέρ εἰσιν αἱ τῶν ἀρωμάτων καί τινων ἐδωδίμων
145σπερμάτων, ὁποῖά ἐστιν ἄνησόν τε καὶ σέλινον καὶ τὰ ὅμοια· καθά‐ περ γὰρ τὰ δυσώδη πάντα τὸν στόμαχον ἀνατρέπειν πέφυκεν, οὕτω καὶ τὰ εὐώδη ῥωννύναι καὶ μάλιστα τὰ συνήθη ἡμῖν καὶ ἐδώδιμα. Ἐφ’ ὧν μὲν οὖν τεκμαιρόμεθα τοὺς ἰχῶρας ἀναπεπόσθαι τοῖς χιτῶσι τῆς γαστρός, τοῦτο τὸ φάρμακον ἁρμοδιώτερον· ἐπὶ δὲ τῶν ἐμπεπλασμέ‐

10

(150)

νων τῇ ἐπιφανείᾳ τῶν χιτώνων τῆς γαστρὸς ἡ πικρὰ χρησιμωτέρα· εἰ δὲ δοθεῖσα ἡ πικρὰ ἀνεμεθείη, τεκμαίρεσθαι χρὴ ἐπιπεπλεγμένην εἶναι τὴν διάθεσιν, ὡς πλεονάζειν ἐν τῇ γαστρὶ τοὺς ἀναπεπομένους ἰχῶρας καὶ τοὺς ἐμπεπλασμένους, οὗ ἕνεκα συμφέρει προποτίσαντας τὸν τροχίσκον καὶ συμμέτρους ἀποφήναντας τοὺς ἐμέτους, οὕτω χρῆ‐
155σθαι τῷ φαρμάκῳ τῷ πικρῷ· ἡ δὲ σύνθεσις τοῦ τροχίσκου εἰρήσε‐ ται μετὰ τῶν λοιπῶν ἀντιδότων. Ἐπὶ δὲ τῶν ἐμούντων τὴν τροφήν, εἰ μὲν διψώδης εἴη ὁ κάμνων καὶ θέρμης αἴσθησις αὐτῷ κατὰ τὸ στό‐ μα τῆς κοιλίας γίγνοιτο καὶ ψυχροπότης ἦν ἐν τῷ τῆς ὑγιείας καιρῷ, δίδου ὁμοίως τὸν τροχίσκον μετὰ μύρτων ἀφεψήματος, χολερικοῖς
160μετὰ ψυχροῦ ὕδατος, στομαχικοῖς μετ’ οἰνομέλιτος κεκραμένου κυά‐ θους τρεῖς, σπληνικοῖς μετ’ ὀξυμέλιτος θερμοῦ κυάθους τρεῖς. Χρῶ δὲ καὶ τῷ Ἀσκληπιάδου τροχίσκῳ τῷ καλουμένῳ ἀνικήτῳ ἀστέρι· αἱ δυνάμεις δὲ αὐτοῦ καὶ ἡ σύνθεσις εἰρήσονται μετὰ τῶν λοιπῶν ἀν‐ τιδότων. Καὶ περὶ μὲν τῶν πινομένων φαρμάκων ἐπὶ τοσοῦτον. Καὶ
165κατάκλισις δὲ ἀνάρροπος παραλαμβανέσθω ἐπὶ πάντων τῶν ὁπωσοῦν ἐμούντων καὶ ναυτιώντων ἐν οἴκῳ καταλλήλῳ τῇ διαθέσει, ψυχρῷ
μὲν ἐπὶ τῶν θερμοτέρων διαθέσεων, ἀλεεινῷ δ’ ἐπὶ τῶν ψυχρῶν. Ψη‐ λαφάσθω δὲ τὰ ἄκρα καὶ ἀνατριβέσθω χερσὶ θερμαῖς καὶ διασφιγγέ‐ σθω βιαιότερον, εἶτα εἰς θερμότερον τοῦ συνήθους ὕδωρ χαλάσθωσαν
170καὶ πόδες καὶ χεῖρες, ὀσφραντὰ δὲ αὐτοῖς προσαγέσθωσαν εὐώδη, ῥόδα, κυδώνια, γλήχων, ἡδύοσμον, μάραθρον, ναρδόσταχυς· ἡ κεφαλὴ δ’ ἐμβρεχέσθω συνεχέστερον ἐλαίῳ γλυκεῖ, ἐπὶ δὲ τῶν θερμοτέρων ῥο‐ δίνῳ· ὁ δὲ στόμαχος ἐμβρεχέσθω ἀψινθίου ἀποβρέγματι μετὰ ῥοδί‐ νου μὲν ἐπὶ τῶν θερμοτέρων, μετὰ δὲ ναρδίνου ἐπὶ τῶν ψυχροτέρων
175προσειληφότων αὐτῶν σελίνου ἢ κυμίνου ἢ πετροσελίνου. Τούτων δὲ μηδὲν ἀνυόντων, μεταβαίνειν χρὴ ἐπὶ τὰ διὰ φοινίκων καταπλά‐ σματα, τά τε μετὰ βραχὺ εἰρησόμενα καὶ τὰ προσλαμβάνοντα ἀλόης, ἀψινθίου, μήλων κυδωνίων, ἐνίοτε καὶ στυπτηρίας, ἐπιτήδεια δὲ καὶ τὰ φοινικίσματα τὰ διὰ τούτων σκευαζόμενα. εἰ δὲ φλεγμονὴ περὶ τὰ
180ὑποχόνδρια εἴη, τὰ κοινὰ καταπλάσματα παραλαμβανέσθω, τοῖς δ’ ἐγκαιομένοις καὶ ψυχρὸν ὕδωρ ἀφηψημένον ἐπὶ πολὺ ἔπειτα ψυγὲν δι‐ δόσθω καταρροφεῖν μέχρι κυάθου ἑνὸς καὶ δευτέρου καὶ τρίτου κατὰ βραχύ· διακλυζόμενον δὲ καὶ διακρατούμενον ἐν τῷ στόματι περιαι‐ ρεῖται τὰς ναυτίας, ἐφ’ ὧν τι κωλύει τὴν πόσιν αὐτοῦ· ὁμοίως δὲ
185παραλαμβάνεται καὶ ὀξύκρατον ὑδαρές, ἀνδράχνη τε διαμασωμένη καὶ μύξων ὀστέα καὶ σικύου σπέρματος ὅσον κοχλιάριον θαυμαστῶς ποιεῖ. Τοῦ δὲ συμπτώματος ἐπιμένοντος καὶ μηδενὸς κρατουμένου τῶν σιτίων, σικύα προσκολλάσθω κατὰ τὸ στόμα τῆς γαστρὸς μετὰ φλο‐ γὸς πλείονος, ἄχρι τοῦ φοινίξαι τὸν τόπον, καὶ προσκειμένης αὐτῆς
190διδόσθω τὸ σιτίον· πρὸς δὲ τὰς καθημερινὰς ναυτίας καὶ τοὺς ἀπο‐ ξυσμοὺς τῆς τροφῆς καὶ τοὺς ἐμέτους, κοριάνδρου σπέρματος λειοτά‐ του ὅσον κοχλιάριον, ὡς ἄλφιτον ἐμπάσας ὕδατι πότιζε, ἢ μαστίχης λείας κοχλιάριον μετὰ ψυχροῦ ὕδατος ἢ θρίδακος λευκῆς σπέρματος, ὅσον κοχλιάριον, μεθ’ ὕδατος ἐπὶ τῶν ἐγκαιομένων.
194

11

(t)

Καταπλάσματα πρὸς τοὺς μὴ κατέχοντας τὴν τροφήν.
t
1 Κατάπλασμα πρὸς τοὺς μὴ κατέχοντας τὴν τροφήν, οὕς τινας ἰδίως οἱ παλαιοὶ στομαχικοὺς προσηγόρευον. Μέλιτι μιγνύσθω τήλινον ἄλευ‐ ρον καὶ μαλαχόσπερμα λεῖον ξηρόν, εἰ δὲ κοπῆναι μὴ δύναιτο, ἑψή‐ σας αὐτὸ καὶ λεάνας καὶ βραχὺ ἔλαιον μίξας, ποίησον μάλαγμα
5καὶ χρῶ.
5
Ἄλλο.
6 Αἴρινον ἄλευρον καὶ ἐρύσιμον μετὰ μέλιτος, ἐχέτω δὲ ἀντὶ τοῦ ἐλαίου ὑγρὰν πίσσαν· κηρωτὴ δὲ ἁρμόζει δι’ ἰρίνου ὑποστάθμης καὶ κηροῦ καὶ καστορίου βραχέος.
9
10Ἄλλο.
10 Κηροῦ οὐγκίας τρεῖς, ἰρίνου ἐλαίου οὐγκίας ἕξ, χαλβάνης οὐγκίαν μίαν, ὀποπάνακος δραχμὰς τέσσαρας, καστορίου οὐγκίας τέσσαρας· ὄξει ὁ ὀποπάναξ λειοῦται. Εὔδηλον δ’ ὅτι τὰ τοιαῦτα ἐπὶ τῶν ψυ‐ χροτέρων διαθέσεων παραλαμβάνεται. Ἔστι δὲ καὶ ταῦτα τὰ ἐπιθέ‐
15ματα πρὸς τὰς προειρημένας διαθέσεις, φησὶν ὁ Γαληνός, διὰ τῆς πείρας οὐ μόνον τῶν γραψάντων αὐτὰ ἀλλὰ καὶ τῆς ἡμετέρας κε‐ κριμένα.
17 Ἀσκληπιάδου ἐπιθέματα πρὸς τὰς τοῦ στομάχου ἀνατροπὰς
καὶ χολέρας
.
19
20 Οἰνάνθης, κρόκου, ῥόδων ἄνθους, μελιλώτων, μαστίχης ἀνὰ δραχ‐ μὰς ὀκτώ, [ἀναλάμβανε] φοίνιξι πατητοῖς καὶ ῥοδίνου ὀλίγον ἐπι‐ βαλών, ἐμπλάσας εἰς ῥάκος ἐπιτίθει κατὰ τοῦ στομάχου καὶ τῆς κοιλίας.
23
Ἄλλο.
24
25 Οἰνάνθης, ὀμφακίου, ῥόδων ἄνθους, μαστίχης, ἀλόης, στυπτηρίας σχιστῆς ἀνὰ δραχμὰς τέσσαρας, οἴνου γλυκέος μυρτίτου τὸ ἀρκοῦν λειώσας ἀναλάμβανε φοίνιξι πατητοῖς καὶ χρῶ.
27 Ἄλλο ἐπίθεμα πρὸς ἀτονίαν στομάχου καὶ πόνον καὶ
πρὸς τοὺς μὴ δυναμένους τροφὴν κατέχειν
.
29
30 Φοινίκων πατητῶν οὐγκίας ἕξ, οἰνάνθης οὐγκίαν μίαν, μαστίχης, λιβάνου ἀνὰ οὐγγίαν μίαν, κηροῦ λίτρας δύο, οἴνου τὸ ἀρκοῦν. Τοὺς φοίνικας οἴνῳ παλαιῷ προβρέχων λείου εὖ μάλα, εἶτα ἐπίβαλλε μα‐ στίχην καὶ λίβανον κατ’ ἰδίαν, καὶ πάλιν συλλείου· τήξας δὲ τὸν κηρὸν μετὰ τοῦ ναρδίνου, ἐπίπασσε τὴν οἰνάνθην λειοτάτην, καὶ ἑνώ‐
35σας καὶ ψύξας ἐπίβαλλε τοῖς ἐν τῇ θυείᾳ, καὶ ἀναμαλάξας χρῶ· ἀρκεῖ δὲ καὶ κηρωτὴ γενομένη ἐκ κηροῦ λίτρας μιᾶς καὶ ῥοδίνου λι‐ τρῶν δύο· οἰνάνθης δὲ μὴ εὐπορῶν, βάλλε ἀντ’ αὐτῆς φύλλα ἀμπέ‐ λου ἐν σκιᾷ ξηρανθέντα.
38 Ἄλλο ἐπίθεμα πρὸς τὰς τοῦ στομάχου ἀνατροπὰς καὶ
40περιωδυνίας ποιοῦν καὶ πρὸς τὰς κατὰ μέρος φλεγμονάς.
40 Οἰνάνθης δραχμὰς ὀκτώ, κρόκου, ῥόδων ξηρῶν, μελιλώτων, μα‐ στίχης, ἠλέκτρου ῥινήματος, ἀνὰ δραχμὰς τέσσαρας, φοινικοβαλά‐ νων τῆς σαρκὸς οὐγκίας τρεῖς, οἴνου μυρτίτου ὅσον ἐξαρκεῖ· τὰ ξηρὰ κόπτε, σῆθε λεπτοτάτῳ κοσκίνῳ καὶ τῷ μυρτίτῃ διαλύσας, ὡς κη‐
45ρωτῆς πάχος ἔχειν, ἐπίβαλλε τούτοις τὴν σάρκα τῶν φοινίκων καὶ συγκόψας ἀναλάμβανε κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου, ἔπειτα ἐμ‐ πλάσας εἰς ὀθόνιον ἐπιτίθει κατὰ τοῦ στόματος τῆς κοιλίας· ποιεῖ δὲ καὶ πρὸς φλεγμονὰς τῶν ὀφθαλμῶν.
48

12

(t)

Περὶ χολέρας [Φιλουμένου].
t
1 Χολέρα λέγεται, ὅταν ἐξ ἀπεψιῶν πλειόνων ἕμετος χολωδῶν καὶ κνισωδῶν γένηται ἐπιμένων ἐφεξῆς ἡμέρας πλείους, καὶ ἡ κάτω δὲ κοιλία ὁμοίως τὰ αὐτὰ διαχωρῇ, δίψος τε παρακολουθῇ καὶ ἐφίδρω‐ σις καὶ τῶν σφυγμῶν ἐκκοπὴ καὶ τῶν μυῶν τῶν ἐν χερσὶ καὶ ποσὶ
5καὶ μάλιστα τῶν ἐν ταῖς γαστροκνημίαις συνολκὴ καὶ τάσις. Εἰ μὲν οὖν τις ἐπιχειροίη ἐπέχειν ἐξ ἀρχῆς ἢ ἀθρόως τὰ φερόμενα, κακῶν αἴτιος γίγνεται, ἄχρηστα γὰρ ὄντα κενώσεως δεῖται· προσήκει τοί‐ νυν, εἰ μὲν αὐτομάτως φέροιτο [δέχεσθαι ἡδέως, εἰ δὲ μὴ φέροιτο] δεόντως ἐρεθίζειν, διδόντας χλιαρὸν ὕδωρ καὶ κελεύοντας ἐμεῖν, τὸ
10γὰρ μελίκρατον δήξεις ἐργάζεται καὶ ἐπιτείνει τοὺς στρόφους, τὸ δὲ ὑδρέλαιον ἐπιτείνει τὸν ῥευματισμόν. Ὕδωρ οὖν χλιαρὸν πίνοντες ἐμείτωσαν, ὁσάκις ἂν ὑπερπληρούμενοι τύχωσι σιτίων, πρὶν ταῦτα διαφθαρῆναι· συνεργητέον δὲ καὶ τῇ διὰ τῆς ἕδρας ἐκκρίσει, ἐγκαθή‐ μενον γὰρ τὸ ἀλλότριον καθάπερ φάρμακον, καὶ δάκνον τὴν κοιλίαν
15τε καὶ τὰ ἔντερα, ἕλκει ἐκ τοῦ παντὸς σώματος τὰ ὑγρά· λύσις οὖν τοῦ ἐμέτου [γίγνεται ἡ τοῦ ἐμέτου] ἐπιτήδευσις. Ὅταν δὲ ἡ μὲν ἔκκρισις τῶν ὑγρῶν παύσηται, συντήξεως δὲ σημεῖα ἐπιφαίνηται ἐν τοῖς ἐκκρινομένοις, οἷον ξυσματώδη, μυξώδη, ἰσχνότης τε τῆς τοῦ σώματος περιοχῆς γένηται καὶ μάλιστα τῆς γαστρὸς συμπιπτούσης,
20τοῦ τε σφυγμοῦ μειουμένου καὶ πυκνουμένου ἀμετρότερον, τότε σκέ‐ πειν χρὴ καὶ θάλπειν τὴν κοιλίαν καὶ λιπαίνειν τά τε κῶλα καὶ τοὺς μυώδεις τόπους ἐλαίῳ πολλῷ καὶ θερμῷ, καὶ διαδέσμοις σφίγγειν τὰ ἄκρα, καταπλάττειν τε τὴν γαστέρα τῷ διὰ φοινίκων οἰνάνθην προσ‐ ειληφότι, ὑποκυστίδα τε καὶ ἀκακίαν καὶ ῥοῦ ἐρυθροῦ χυλὸν καὶ σί‐
25δια· διδόναι δὲ καὶ καταρροφεῖν ψυχροῦ ὕδατος κατὰ κύαθον, μὴ σφό‐ δρα δ’ ἔστω ψυχρόν· τό τε γὰρ ἀθρόον διδόμενον ἀπεμεῖται, καὶ τὸ πάνυ ψυχρὸν ἔσθ’ ὅτε πλῆξαν ἀδικεῖ ἐσχάτως τὸ ἔμφυτον θερμὸν ἢ φλεγ‐ μονὴν ἀπεργάζεται στομάχου ἤ τινος τῶν σπλάγχνων. ἐμπεπάσθω δ’ ἔσθ’ ὅτε τῷ ῥοφουμένῳ ὕδατι οἰνάνθη ἢ ἐμβρεχέσθωσαν τῷ ὕδατι
30ἕλικες ἀμπέλου ἢ ῥόας χυλοῦ βραχὺ ἐμβλητέον τῷ ποτῷ· εἰ δὲ καὶ τοῦτο ἀπεμοῖτο, καὶ πάχος τῷ ῥοφουμένῳ ἐνθετέον, ψιχία ὀλίγα ἐν‐ θρύπτοντας καὶ διδόντας διὰ κοχλιαρίου· τὰ γὰρ ἀθρόως καταπινό‐ μενα ἢ ἀνεμεῖται ἢ κάτω κατασύρεται· καὶ φιλονικητέον τοῦ προτέ‐ ρου ἐκβαλλομένου ἕτερον πάλιν διδόναι· καὶ ῥοιᾶς δὲ χυλὸν μετὰ
35ἡδυόσμου χυλοῦ διδόναι καταρροφεῖν, εἶτα ψιχία τούτῳ θρυπτέον, μᾶλλον δὲ ὀξείας ῥοιᾶς ἔστω ὁ χυλός· δριμυτέρων δὲ ὄντων τῶν ἐκ‐ κρινομένων, καὶ σικύου σπέρμα βραχὲν καὶ λεπισθὲν καὶ τριφθὲν δι‐ δόσθω μεθ’ ὕδατος κυάθων τριῶν· δίδοται δὲ χρησίμως καὶ σὺν ἀμύλῳ· εἶτα ὕπνον ἐπιτηδευτέον καὶ ἡσυχίαν παντὶ τρόπῳ· ἀκατα‐
40σχέτου δὲ τῆς φορᾶς οὔσης καὶ τοῦ σφυγμοῦ θρυπτομένου καὶ περι‐ ψύξεως καταλαμβανούσης καὶ περιϊδρώσεως ἐνίοτε δὲ καὶ λυγμῶν, τότε τεχνίτου χρεία· μόλις γὰρ ἂν οὕτω διακείμενος καὶ ὑπὸ τοῦ ἰατροῦ σωθείη· μὴ παρόντων δέ, πάντα ποιεῖν τὰ ἐνδεχόμενα. Ἐπ’
οἶνον οὖν ἐλθετέον στύφοντα μετρίως, οὐκ ἰσχυρὸν τῇ δυνάμει, ἡδὺν
45μέν, οὐκ εὔοσμον δέ· ἐνθρύπτειν δ’ ἐν αὐτῷ καὶ ψίχας, ἢ χόνδρον ἄλικος αὐτῷ ἐμβλητέον, εἰ μὲν δυνατὸν θερμόν, εἰ δὲ μὴ ψυχρόν· εἶτα κοχλιαρίῳ καταρροφείτωσαν κατὰ βραχὺ καὶ ἐκ διαστημάτων. Ἀδιψοτέρους δὲ ποιεῖ ἄλφιτον ἄναλον λεπτόν, ἐμπασθὲν τῷ κεκρα‐ μένῳ οἴνῳ καὶ διδόμενον· φειστέον δὲ τοῦ πλήθους τοῦ οἴνου· πᾶσα

12

(50)

δὲ μηχανὴ γιγνέσθω τοῦ καθυπνῶσαι αὐτούς, στρωννύντας τὰ ἐδάφη τοῦ οἴκου μυρρίναις καὶ ῥόδοις, καὶ ὀσφραντὰ προσφέροντας κυδώνια καὶ τὰ ὅμοια, καὶ τὰ λοιπὰ ποιοῦντας, ἅπερ ἐπὶ τῶν καυσωδῶν πυ‐ ρετῶν προείρηται· παραλαμβανέσθωσαν δὲ καὶ καταχρίσεις κατὰ τοῦ μετώπου ὑπνωτικαί. Καταφερούσης δ’ ἔτι τῆς κοιλίας, ἐνιέσθω
55διὰ κλυστῆρος ἄμυλον μετὰ κωδυῶν ἀφεψήματος· ἅμα γὰρ ἐπέχει καὶ ἐμψύχει καὶ ὕπνον ἐμποιεῖ· ἁρμόζει δὲ διὰ τοὺς ἐμέτους μασᾶ‐ σθαι καὶ τὸν χυλὸν πίνειν μεσπίλων τε, κυδωνίων ἑφθῶν κρουστου‐ μίνων, σταφυλὴν μάλιστα μὲν τὴν ἀπὸ στεμφύλων, ἤδη δὲ καὶ τὴν κρεμαστὴν σὺν τοῖς γιγάρτοις μασᾶσθαι. Πρὸς δὲ τὰς γινομένας συν‐
60ολκὰς τῶν μυῶν ῥάκη ἐλαίῳ θερμῷ βεβρεγμένα ἁρμόζει, τοῖς συν‐ ελκομένοις μυσὶ περιτιθέμενα, καὶ κηρωταὶ ὑγραί, ἔσθ’ ὅτε καὶ κα‐ στορίου μετέχουσαι καὶ ἀπὸ σικυωνίου ἐλαίου γεγονυῖαι ἢ ἰρίνου· γίγνονται δέ τισιν αὐτῶν καὶ οἱ σιαγονῖται μύες ἐπώδυνοι σφόδρα· καλύπτεσθαι δὲ τούτους ἐρίῳ οὐκ εὐχερές, καὶ γὰρ ἀηδὲς καὶ ἱδρω‐
65τοποιόν· ταῖς ἀλοιφαῖς οὖν ἠρέμα αὐτοὺς μαλακτέον, διδόναι δὲ αὐτοῖς ἐν τροφῇ ὑῶν πόδας κατέφθους, νεοττοὺς περιστερῶν καὶ ἀλεκτορίδων, πέρδικας, φάσσας, κίχλας καὶ τὰ παραπλήσια. Ἀσκλη‐ πιάδης δὲ πρὸς χολερικοὺς μετὰ τὸ ἱκανῶς κενωθῆναι ἅπαν τὸ ἄχρη‐ στον, τοιοῦτον ἐκτίθεται βοήθημα ἐκλεκτόν. Μύρτων μελάνων χωρὶς
70τῶν γιγάρτων ἰταλικὸν ξέστην ἕνα, ῥόδων ἄνθους τὸ ἴσον, φοινίκων σάρκας ἀριθμῷ πεντήκοντα, ὕδατος ποτίμου ξέστας ἕξ. Ἕψε εἰς τρίτον· καὶ [τὸ ὑγρὸν] ἐκθλίψας καὶ διηθήσας, ἕψε πάλιν κατ’ ἰδίαν, ὡς ὑπο‐ λειφθῆναι ξέστην ἕνα· τούτῳ πρόσβαλλε γλυκέος μυρτίτου ξέστην ἕνα καὶ πάλιν ἕψε μέχρι μελιτώδους συστάσεως καὶ χρῶ. Ἡ δόσις
75κοχλιάριον πρὸ τροφῆς καὶ μετὰ τροφήν· χρῶ δ’ ἐπ’ αὐτῶν καὶ τοῖς πόμασι καὶ ἐπιθέμασι τοῖς πρὸς τὰς ἀνατροπὰς τοῦ στομάχου προ‐ γεγραμμένοις.
77

13

(t)

Περὶ θλίψεως στομάχου Ἡροδότου
t
1 Γίγνεται δ’ ἐπί τινων μετὰ τὰς τῶν σιτίων προσφορὰς κατὰ τοὺς τῆς πέψεως καὶ ἀναδόσεως καιροὺς θλῖψις στομάχου καὶ κοιλίας, πύ‐ ρωσίς τε τοῦ σώματος καὶ μάλιστα χειρῶν τε καὶ ποδῶν ἄκρων, ἐρυ‐ θραίνεται δὲ καὶ τὸ πρόσωπον, ὁ δὲ σφυγμὸς ἐπὶ τὸ πυκνότερον τρέ‐
5πεται· τούτους οἱ πολλοὶ καὶ πυρέττειν νομίζουσιν, ἡ δὲ βλάβη παρὰ τὴν τῆς ἀναδόσεως τῆς τροφῆς δυσεργίαν γίγνεται· συνίσταται γὰρ ὡς ἐπὶ τὸ πλεῖστον ἐπὶ τῶν καταξήρων καὶ πεπυκνωμένων ἐπὶ πολὺ τὴν σάρκα, στενοχωρουμένου τοῦ πνεύματος κατὰ τὰς ὁδούς, ὡς ἂν παχυμερεστέρου διὰ τοὺς ἀπὸ τῆς τροφῆς ἀτμοὺς γεγονότος, καὶ ἐκ
10τοῦ μὴ διαπνεῖσθαι θερμαινομένου ἐπὶ πλέον. Θεραπεία δὲ τούτων, κατ’ ἀρχὰς μὲν διακράτησις καὶ διάδεσις τῶν ἄκρων, ψηλαφία τε σκε‐ λῶν καὶ μηρῶν, πολλάκις δὲ καὶ τρῖψις τῶν ἄκρων, ἐπιτρεπόντων ἡμῶν αὐτοῖς καὶ προσανακαθίζειν καὶ τὸ σχῆμα τῆς κατακλίσεως ὀρ‐ θιώτερον ποιεῖν, ἐνίους δὲ καὶ αἰωρητέον ἐν φορείῳ μέχρι παντελοῦς
15ὑποβιβασμοῦ τῆς τροφῆς. Ἐν δὲ τοῖς πρὸ τῶν ἐπιθέσεων καιροῖς ἐπι‐ μελέστερον τῇ τοῦ ὅλου σώματος θεραπείᾳ χρηστέον, σπουδάζοντας τὴν σάρκα μαλακὴν καὶ δίϋγρον ἐργάσασθαι. Ὠφέλιμος οὖν αὐτοῖς ἡ δι’ ὑδρελαίου ἀλοιφή, προσλαμβάνουσα καὶ νίτρου βραχύ· προκε‐ κοφυίας δὲ τῆς νόσου καὶ παρακμῆς γενομένης, κατάντλησις χειρῶν
20καὶ ποδῶν ἁρμόδιος δοκιμαζομένη ποτὲ καὶ πολυποσία τοῦ θερμοῦ· ἡμεῖς γὰρ ἐπὶ πολλῶν, ἐνδεδωκυίας τῆς νόσου πρὸς ὀλίγον, μικρῶν ὄντων τῶν διαστημάτων, πρὸ τροφῆς ἐλούσαμεν καὶ σφόδρα ὠφελή‐ σαμεν· τελεωτέρας δὲ παρακμῆς φανείσης, καὶ οἶνον δοτέον εἰς διόρ‐ θωσιν πάσης τῆς διαθέσεως, τὰ δὲ σιτία εὐανάδοτα ἔστω καὶ εὐδιοί‐
25κητα· μεριστέον δὲ τὴν τροφὴν καὶ μάλιστα ἐπὶ τῶν συνήθως δισι‐ τουμένων. Εἰ δ’ ἐπὶ σπλάγχνου φλεγμονῇ τὸ τῆς θλίψεως συμβαίνει, ἐκείνην πρότερον ἐποικονομητέον διά τε ἐμβροχῶν καὶ καταπλασμά‐ των. Τὸ δὲ τοιοῦτον σύμπτωμα συνηθέστερον τοῖς τὸ ἧπαρ παρὰ φύ‐
σιν διακειμένοις ἐπιφαίνεται.

14

(t1)

Περὶ τῶν ἀπὸ κεφαλῆς εἰς γαστέρα καταρρεόντων χυμῶν
t2Γαληνοῦ.
t2
1 Δυσκράτου γενομένης τῆς κεφαλῆς, ὡς πολλὰ γεννᾶν περιττώμα‐ τα, βλάβαι ἐξ αὐτῶν γίγνονται ἅπασι τοῖς ὑποκειμένοις ὀργάνοις, τρε‐ πομένων ἐπ’ αὐτὰ τῶν περιττωμάτων. Ἑτοιμοτάτη μὲν οὖν ἡ εἰς τὰς ῥῖνας καὶ τὸ στόμα φορά, παραγίγνεται δὲ καὶ εἰς ὀφθαλμούς, ἐνίοις
5δὲ καὶ εἰς ὦτα· τὴν δ’ εἰς τὸ στόμα φορὰν ὑποδέχεται στόμαχός τε καὶ ἡ τραχεῖα ἀρτηρία. Περὶ μὲν οὖν τῆς τῶν ἄλλων μορίων βλά‐ βης ἤδη προείρηται, ὅταν δ’ ἐπὶ τὸν στόμαχον τράπηται τὸ ῥεῦμα, ψυχρὸν μὲν ὑπάρχον εἰς δυσκρασίαν ψυχρὰν ἄγει τὰ σώματα, θερ‐ μὸν δὲ εἰς θερμήν· τοῦτο δὲ καὶ ἑλκοῖ τῷ χρόνῳ, κατ’ ἀρχὰς δὲ τὰς
10ὀρέξεις βλάπτει καὶ τὰς πέψεις· ἐὰν μὲν οὖν ψυχρὸν ᾖ, βραδυπεψίας τε καὶ ἀπεψίας καὶ ὀξυρεγμίας ἐργάζεται, ἐὰν δὲ διεφθαρμένον ὑπάρ‐ χῃ, εἰς διαφθορὰν ἄγει τὴν τροφήν, ἤτοι κνισώδεις ἢ βρωμώδεις ἢ ὀξώδεις ἐρυγὰς ἀναπέμπουσα ἤ τινος ἑτέρας ἀρρήτου τε καὶ ῥητῆς ποιότητος. Ὑποκαταβαίνουσα δὲ ἡ βλάβη, καὶ τὴν νῆστιν ἀδικεῖ
15καὶ τοῦ κώλου ἅπτεται καὶ τῶν κατὰ μεσεντέριον ἀγγείων, δι’ ὧν εἰς ἧπαρ ἡ τῆς τροφῆς ἀνάδοσις γίγνεται· καί τισι μὲν ἀνορεξίαι παρακολουθοῦσιν, ἐνίοις δὲ ὀρέξεις παρὰ φύσιν, ἃς ὀνομάζουσι κυνώ‐ δεις, ἢ ἐδεσμάτων μοχθηρῶν ἐπιθυμία. Βέλτιον τοίνυν ἐστὶ τὴν οἷον πηγὴν τῶν κακῶν ἐκκόψαι, ῥώσαντας τὴν κεφαλὴν ἤ, εἴπερ ἀδύνα‐
20τον εἴη τοῦτο διὰ τὴν σφοδρότητα τῆς φυσικῆς δυσκρασίας, προνο‐ εῖσθαι γοῦν αὐτῆς διὰ παντός, τὴν ἔνδειξιν ἀπὸ τῆς κατ’ αὐτὴν ἰδέας ποιουμένους, οὐχ ὡς ἔνιοι τῶν ἰατρῶν, οἳ ἁπάσαις ἀεὶ ταῖς χρονίαις διαθέσεσι τῆς κεφαλῆς τὰ διὰ θαψίας καὶ νάπυος προσφέρουσι. Χρὴ τοίνυν αὐτοὺς λουτροῖς πολλοῖς θερμοῖς ποτίμων ὑδάτων παρηγορεῖν,
25διαφορούντων τε ἅμα τοὺς ἐν τῇ κεφαλῇ γεγνομένους ἀτμοὺς θερ‐ μούς, καὶ τὴν κρᾶσιν ὅλην ἐργαζομένων βελτίω, βλαβερὰ δὲ τούτοις ἡ τῶν αὐτοφυῶν ὑδάτων θερμῶν χρῆσις. Ὅσα μὲν γὰρ αὐτῶν θειώ‐
δη τέ ἐστι καὶ ἀσφαλτώδη, τῷ θερμαίνειν ἐναντιώτατα ταῖς φύσει θερμαῖς κεφαλαῖς, ὅσα δὲ στυπτηριώδη τῷ στεγνοῦν· μόνοις οὖν τοῖς
30γλυκέσι τῶν ὑδάτων ἀβλαβῶς ἂν χρήσαιντο· ὅσοι δὲ σφόδρα θερμὴν καὶ διακαῆ ἔχουσι τὴν κεφαλήν, ἄμεινον αὐτοῖς ὥρᾳ θέρους ἀλείφε‐ σθαι ῥοδίνῳ τῷ καλλίστῳ, ἐκ μόνων ῥόδων καὶ ἐλαίου ὀμφακίνου γε‐ γονότι· ἐνίοτε δὲ ἡ κεφαλὴ ἀναθυμιάσεις θερμὰς δεχομένη ἐκ τῆς γα‐ στρὸς ὀδυνᾶται καὶ δύσκρατος γίνεται, καὶ διὰ τοῦτο χρὴ προνοεῖσθαι
35καὶ τῆς γαστρὸς καὶ τόνον αὐτῇ ἐντιθέναι, ὅπως τὸν χολώδη χυμὸν ἢ μη‐ δόλως συρρεῖν εἰς αὐτὴν ἢ ὡς τάχιστα κενοῦσθαι διὰ τῆς τοῦ ἀψινθίου πό‐ σεως καὶ τῆς πικρᾶς. Τὰ δ’ ἔξωθεν τῇ γαστρὶ ἐπὶ τούτων προσφερό‐ μενα χρίσματα ἔστω μετρίως στύφοντα· μήλινον δὲ ἔστω τοῦτο ὥρᾳ θέρους, χειμῶνος δὲ ἢ νάρδινον ἢ τὰ τῶν γυναικῶν χρίσματα, ἃ κα‐
40λοῦσι φολιᾶτα καὶ σπικᾶτα· θερμαίνει γὰρ καὶ αὐτὰ καὶ ῥώννυσι τὴν γαστέρα, κατὰ δὲ τὸ ἔαρ τὸ μαστίχινον ἐπιτήδειον. Εἰ δὲ μὴ μόνον ἡ κεφαλὴ θερμοὺς ἰχῶρας ἐπιπέμποι τοῖς κατὰ τὴν γαστέρα χωρίοις, ἀλλὰ καὶ αὐτὴ ἡ γαστὴρ τύχοι θερμῶς ἔχειν, διὰ τῆς πεί‐ ρας κρίνειν τίνες μὲν ἡδεῖς μήτ’ αὐτῇ μήτε στομάχῳ βλάπτειν, τίνες
45δὲ καὶ ποῖαι κινήσεις· ὁμοίως δὲ καὶ περὶ χρήσεως ἀφροδισίων ἐπι‐ τηρεῖν, εἴτε ἀβλαβῆ αὐτοῖς ἐστιν εἴτε βλαβερά, πολλοὺς γὰρ ἱστο‐ ρήσαμεν μεγάλως βλαπτομένους ἐπὶ τῇ τῶν ἀφροδισίων χρήσει. Χρὴ τοίνυν τοὺς τοιούτους ὑποψίας μὲν ἀκριβοῦς προνοεῖσθαι, τρίτης δὲ ὥρας καὶ τετάρτης ἄρτον ἐπιμελῶς ἐσκευασμένον προσφέρεσθαι μόνον

14

(50)

μὲν εἰ ἄδιψος εἴη, δίψης δ’ αἰσθανόμενον ἐξ οἴνου κεκραμένον τῶν ἠρέ‐ μα στυφόντων τε καὶ λευκῶν, οὗτοι γὰρ καὶ τονοῦσι τὴν γαστέρα καὶ τὴν κεφαλὴν οὐ πλήττουσιν, ὥσπερ οἱ σφοδροί· διδόναι δὲ αὐ‐ τοῖς χρὴ καὶ τὸ διὰ τῆς ἀλόης φάρμακον δὶς καὶ τρὶς ἑκάστου ἔτους, καθαίρει γὰρ τῶν περιττωμάτων ὅλην τὴν γαστέρα καὶ ῥώννυσι, πρός
55τε [τῷ] οἴνῳ ἐνεργεῖ· ἐθεασάμην δὲ καὶ ἄλλους ἐπὶ στόματι κοιλίας ἐπιληπτικῶς σπωμένους, ὁπότε τινὲς σφοδρῶς ἀποπτύσειεν ἢ οἶνον πλείονα ἀκρατέστατα πίοιεν ἢ ἀφροδισίοις ἀκρατέστερον χρήσαιντό τινας καὶ ἐν πυρετοῖς ἐθεασάμην σπασθέντας ἐξαίφνης, οἷς ἐπιγινομέ‐ νου χολώδους ἐμέτου παραχρῆμα συνέβη πάντων ἀπαλλαγῆναι τῶν
60ὀχληρῶν· ἔνιοι δὲ τῶν οὕτω παθόντων ἤμεσαν φαιά, καί τινες ὅμοια πράσου χυλῷ· τινὲς δὲ ὑπὸ πλήθους ἐδεσμάτων μοχθηρῶν βαρυνόμε‐ νοι κηρώδεις ἐφαίνοντο, μέχρι τοῦ καθᾶραι τὸ στόμα τῆς κοιλίας ἐξε‐ μέσαντας πάντα· ἐγένοντο δὲ πολλοῖς ο[ὐ μόνον] ὀνείρατα ἀλλὰ καὶ ὕπνοι θορυβώδεις καὶ παράνοιαι διὰ μοχθηρίαν χυμῶν ἐν τῷ στόματι
65τῆς κοιλίας ἀθροισθέντων, καὶ δυσκρασίαν ἰδίαν ἔχουσιν. Ἐμψύχουσιν [οὖν] ἐδέσμασι καὶ πόμασι καὶ χρίσμασιν ἀεὶ χρηστέον, μᾶλλόν τε καὶ ἧττον ἐν τούτοις ὑπαλλάττοντας, ὡσαύτως δὲ ἱκανῶς ἀμφότερα τὰ μόρια, λέγω δὴ γαστὴρ καὶ κεφαλή, [εἰ] ψυχρὰν ἔχοι δυσκρασίαν· δεῖ μὲν χρῆσθαι τοῖς θερμοῖς ἐδέσμασί τε καὶ πόμασι καὶ χρίσμασιν,
70ὑπαλλάττειν δ’ αὐτῶν τὴν δύναμιν κατὰ τὰς ὥρας τοῦ ἔτους, ἐπι‐ τείναντάς τε καὶ ἀνιέντας τὴν κρᾶσιν αὐτῶν· χαλεπὴ δὲ γίνεται μῖ‐ ξις, ὅταν ἤτοι εἰς θερμὴν γαστέρα καταρρεύσωσιν ἐκ τῆς κεφαλῆς ψυχροὶ καὶ φλεγματώδεις ἰχῶρες ἢ εἰς ψυχρὰν θερμοί· δυσμεταχειρι‐ στοτέρα δ’ ἔστι, καθ’ ἣν σὺν τούτοις καὶ ἡ γαστὴρ ἐπέχεται· δια‐
75φθείρονται γὰρ οἱ χυμοὶ κατὰ τὴν θερμὴν γαστέρα χρονίσαντες, ὡς δάκνειν τε αὐτὴν καὶ ἀναπέμπειν εἰς τὴν κεφαλὴν ἀτμοὺς μοχθηρούς· τὸ μὲν γὰρ φλέγμα καταρρέον εἰς τὴν γαστέρα χρῄζει τῶν θερμαι‐ νόντων καὶ λεπτυνόντων, τὸ δὲ στόμα τῆς γαστρός, ὅταν φύσει θερ‐ μὸν ὑπάρχῃ, ὑπὸ τῶν ἐκπυρούντων βλάπτεται· ὅθεν πειρᾶσθαι χρὴ
80ἐπὶ τούτων τέμνειν τὸ καταρρέον εἰς τὴν γαστέρα φλέγμα, διὰ τῶν μὴ πάνυ φλεγμαινόντων, ὁποῖόν ἐστι τὸ ἁπλοῦν ὀξύμελι, οὐ τὴν σκευασίαν ἐν τοῖς πεπτικοῖς ἐροῦμεν. Ὅταν δὲ φλεγματώδης χυμὸς ἐκ τῆς κεφαλῆς εἰς ψυχρὰν φύσει γαστέρα καταρρέῃ, ῥᾴστη τῆς τοι‐
αύτης διαθέσεως ἡ βοήθεια γίγνεται, λαμβάνουσιν ἕωθεν τὸ διὰ τριῶν
85πεπέρεων ἁπλοῦν φάρμακον· καὶ πέπερι δὲ μόνον ἀκριβῶς λεῖον ὕδατι μίξαντας πίνειν ἐγχωρεῖ, ἀψινθίου δὲ πόσις ἐναντιωτάτη τοῖς οὕτω διακειμένοις, ἐμπλάττει γὰρ αὐτῶν τῇ γαστρὶ τὸν φλεγματώδη χυ‐ μόν· οὐ μὴν οὐδὲ ἀλόη μόνη καθ’ αὑτὴν τούτους ὀνίνησι· χολώδους γὰρ χυμοῦ ἑλκτικὴν ἔχει δύναμιν, οὐ φλεγματικοῦ, καὶ διὰ τοῦτο
90ἐπενοήθη καλῶς ἡ καλουμένη πικρὰ διὰ τὴν ἐπιμιξίαν τῶν ἄλλων δριμέων καὶ θερμῶν, τέμνουσα τοὺς παχεῖς καὶ γλίσχρους χυμούς· ἀλλ’ οὐχ οἷόν τε αὐτῇ χρῆσθαι συνεχῶς, ὥσπερ τῷ διὰ τριῶν πεπέ‐ ρεων φαρμάκῳ ἢ τῷ διὰ καλαμίνθης· εἰ γὰρ καὶ καθ’ ἑκάστην ἡμέ‐ ραν χρῶτο τούτοις ὁ τὴν ψυχρὰν ἔχων γαστέρα, βλάβης οὐδεμιᾶς
95πειραθήσεται.
95 Δίαιτα ἁρμόδιος τοῖς ἄτονον ἔχουσι στόμαχον καὶ οἷς ἡ
γαστὴρ ἐπέχεται
.
97 Χαλεπὴ καὶ δυσμεταχείριστός ἐστιν ἐπιπλοκὴ καὶ ἡ τῆς τοιαύτης κατασκευῆς τοῦ σώματος, ἐν ᾗ ἄτονόν ἐστι καὶ ναυτιῶδες τὸ στόμα

14

(100)

τῆς κοιλίας, ὃ δὴ καὶ στόμαχον ὀνομάζουσιν· ἴσχεται δὲ ἡ γαστήρ· ὅσα γὰρ αὐτὴν προτρέπει εἰς διαχώρησιν, πάντα ἀνατρέπει τὸν στό‐ μαχον, ὡς ἐπιπολάζειν ἐν αὐτῷ τὰ σιτία καὶ ναυτίας ἐργάζεσθαι, οἷς ἐξ ἀνάγκης ἕπεται τὸ μηδὲ πέττεσθαι καλῶς τὴν τροφήν· ἐὰν δὲ πά‐ λιν εὐστόμαχα δώσεις αὐτοῖς ἐδέσματα, καὶ τρεῖς καὶ τέσσαρας ἡμέ‐
105ρας ἡ γαστὴρ ἐκ τούτων ἐπέχεται· τοῖς τοιούτοις δὲ ἓν εὗρον εἶδος διαίτης ἁρμόττον. Ἐν ἀρχῇ προσφέρειν λάχανα δι’ ἐλαίου τε καὶ γάρου καὶ τὰ ἄλλα, ὅσα λαπάττειν εἴωθε τὴν γαστέρα· μετὰ δὲ τὴν αὐτάρκη τροφήν, ἐπιλαμβάνειν τι τῶν τονούντων τὸν στόμαχον, ἔστι δὲ μήλων τε καὶ ἀπίων καὶ ῥοῶν ἔνια γένη τοιαῦτα, ὅσα χωρὶς
110ὀξύτητος στύφει· μὴ πολὺ δὲ μηδὲ τούτων ἑκάστου λαμβάνειν, ἀλλ’ ὅσον ἰᾶσθαι τὴν ἀτονίαν τοῦ στομάχου· εὔλυτος γὰρ ἡ κοιλία γίγνε‐ ται τοῖς οὕτω διακειμένοις ὅταν, ὡς εἴρηται, ἐπιφάγωσί τι τῶν στυ‐ φόντων· τονωθὲν γὰρ αὐτοῖς τὸ στόμα τῆς κοιλίας, ὠθεῖ κάτω τὰ
ἐπιπολάζοντα τῇ γαστρί.

15

(t)

Περὶ φλεγμονῆς ἐν στομάχῳ Γαληνοῦ
t
1 Τὸ στόμα τῆς κοιλίας ὥσπερ καὶ τὸ ἧπαρ τῆς τῶν στυφόντων παραπλοκῆς δέονται μὲν ἀεί, πολλῷ δὲ μάλιστα ὅταν φλεγμαίνωσιν· ἐὰν γὰρ ὑπὸ τῆς χαλαστικῆς ἀγωγῆς ἀμίκτου τοῖς τόνον ἐντιθεῖσι θεραπεύωνται, κίνδυνον ἐπάγουσι περὶ τὴν ζωήν· οἱ γὰρ τῇ χαλαστι‐
5κῇ ἀγωγῇ χρώμενοι ἐπ’ αὐτῶν ἰατροί, οἷόν ἐστι τὸ ἔλαιον τὸ γλυκὺ καθ’ αὑτό, συγκοπῆς αἴτιοι γίγνονται· οὐδένα γὰρ εἶδον ἐγὼ σωθέντα στομαχικὸν ἢ ἡπατικὸν τὸν εἰς τοιοῦτον ἰατρὸν ἐμπεσόντα. Δεῖ τοί‐ νυν εἴτε ἔλαιον εἴη τὸ ἐπαντλούμενον τοῖς πεπονθόσι τὴν φλεγμονὴν εἴτε κατάπλασμα προσφέρηται, προσπλέκειν τι τῶν στυφόντων, οἷόν
10ἐστι νάρδινον μύρον ἢ μήλινον ἢ κυδώνιον, ἢ μῆλον τῷ ἐλαίῳ ἐνα‐ φεψεῖν καὶ μαστίχην προσπλέκειν ἢ ναρδίνην κηρωτήν. Κηρωτὴ δέ, ᾗ συνεχῶς χρῶμαι ἐπὶ φλεγμονῆς στομάχου, ἐστὶν αὕτη· κηροῦ τυρρη‐ νικοῦ οὐγκίαν μίαν, νάρδου μύρου τὸ ἴσον ἢ τὸ ἀρκοῦν, ἀλόης δραχ‐ μὰς ὀκτώ, μαστίχης δραχμὴν μίαν· εἰ δὲ μείζονος δέοιτο στύψεως
15ἀτονίας οὔσης, ὡς μηδὲ τῶν τροφῶν κρατεῖν δύνασθαι, προσμιγνύσθω καὶ ὀμφακείου χυλοῦ ξηροῦ δραχμὴ μία ἢ ἀψινθίου χυλοῦ δραχμή, ἔστι δ’ ὅτε καὶ ἄμφω· τρίτον δ’ ἐπ’ αὐτοῖς ἐστιν ὁ τῆς ὑποκιστίδος χυλός, ἔτι δὲ καὶ οἰνάνθης καὶ ῥοῦ χυλὸς πρὸς τὴν παροῦσαν δηλονότι διάθεσιν. Παραύξειν δὲ χρὴ τῆς κηρωτῆς τὸ πλῆθος ἀνάλογον τῷ
20τῶν ἄλλων φαρμάκων ἀριθμῷ, οἷον ἐὰν τέσσαρας οὐγκίας εἶναι χρὴ τῆς ναρδίνης κηρωτῆς, δύο μὲν τοῦ κηροῦ, δύο δὲ τῆς νάρδου· εἰ δὲ σκληρότερον τὸ φάρμακον εἶναι δόξει, προστιθέναι χρὴ τῆς νάρδου, ὅσον ἐξαρκεῖ.
23
Ἄλλο.
24
25 Κηροῦ οὐγκίας τέσσαρας, ῥοδίνου οὐγκίας δέκα, κηκίδων, στυπτη‐ ρίας σχιστῆς, ἀλόης, ῥόδων ἄνθους, μαστίχης ἀνὰ οὐγκίαν μίαν. Χρῶ ἐπὶ τῶν σφόδρα στύψεως δεομένων.
27
Καταπλάσματα.
28 Καταπλάσματα δὲ τὰ πρὸς φλεγμονὰς ἁρμόττοντα, διὰ κριθίνου
30καὶ λινοσπέρμου μετὰ μέλιτός τε καὶ ναρδίνου μύρου καὶ βραχέος οἴ‐ νου, προσλαμβάνοντα μαστίχην καὶ ἀψινθίου κόμην· χρονιζούσης δὲ τῆς φλεγμονῆς καὶ σκληρυνομένης, ἤδη ποικιλώτερα φάρμακα προσ‐ φέρειν χρὴ καὶ τῶν μαλακτικῶν τε καὶ διαφορητικῶν φαρμάκων, οἷόν ἐστι τὸ διὰ μελιλώτων· ἔστι δὲ ἡ σύνθεσις αὐτοῦ πολυειδεστέρα,
35διὰ τὸ πᾶσι τοῖς καθ’ ὑποχόνδρια φλεγμαίνουσιν ἁρμόττειν. Ὑπαλ‐ λαττόμενον οὖν μεγάλως διαφέρει, ὡς τὴν μέν τινα σκευασίαν αὐτοῦ τοῖς περὶ στόμαχον εἶναι χρησιμωτέραν, τὴν δέ τινα τοῖς περὶ τὸ ἧπαρ ἢ σπλῆνα.
38
Σκευασία Φιλαγρίου.
39
40 Κρόκου οὐγκίας τρεῖς, οἰνάνθης οὐγκίαν μίαν, ἀλόης οὐγκίας τρεῖς, μαστίχης δραχμὰς δύο, ἀμμωνιακοῦ θυμιάματος, βδελλίου ἀνὰ οὐγ‐ κίαν μίαν, στέατος χηνείου οὐγκίας τέσσαρας, στύρακος οὐγκίαν μίαν.
42
Στομαχικὸν κοπτὸν κόμιτος Ἀνδρέου.
43 Κύφεως, στύρακος, τερεβινθίνης ἀνὰ οὐγκίαν μίαν, βδελλίου,
45ἀλόης, μαστίχης, καρδαμώμου ἀνὰ οὐγκίας δύο, ἀψινθίου κόμης οὐγ‐ κίαν μίαν, προπόλεως οὐγκίας τέσσαρας, ἀμμωνιακοῦ θυμιάματος οὐγκίας δέκα· κόπτε καὶ χρῶ.
47
Κηρωτὴ στομαχικὴ Ὀρειβασίου.
48 Κηροῦ, ἀμμωνιακοῦ ἀνὰ οὐγκίας δέκα, κολοφωνίας, κρόκου, κυ‐

15

(50)

πέρου, ἴρεως, καρδαμώμου, λιβάνου, ἀλόης ἀνὰ δραχμὰς τέσσαρας, ῥοδίνου ἢ μηλίνου ἢ ἀνηθίνου ἢ ναρδίνου οὐγκίας ἕξ· ὄξει λειοῦται ἀμμωνιακὸν καὶ ἀλόη.
52
Ἄλλο.
53 Ἀψινθίου, ἀλόης, μαστίχης, στύρακος, κηροῦ, ῥοδίνου ἢ μηλίνου
55ἴσα, χρῶ.
55
Ἄλλη ἀνηθίνη κηρωτὴ Ὀρειβασίου πρὸς τὰς
σκληρυνομένας φλεγμονάς
.
57
Ἐλαίου ξέστην ἕνα, ὕδατος κύαθον ἕνα, στέατος χοιρείου προσ‐ φάτου οὐγκίας ἕξ, κηροῦ οὐγκίας τέσσαρας, χαμαιμηλίνου, σκίλλης
60ἀνὰ οὐγκίας τρεῖς, ἀγχούσης οὐγκίαν μίαν καὶ ἡμίσειαν.
60
Ἕτερον κοπτὸν δόκιμον πρὸς πᾶσαν διάθεσιν
τῶν σπλάγχνων
.
62 Προπόλεως οὐγκίας ἕξ, τερεβινθίνης τὸ ἴσον, στύρακος οὐγκίας δύο, μαστίχης οὐγκίαν μίαν, ναρδίνου βραχέος, μελιλώτων ἀνὰ οὐγκίας
65ὀκτώ, ἀμμωνιακοῦ θυμιάματος, βδελλίου ἀνὰ οὐγκίας τρεῖς, μυρο‐ βαλσάμου, οἰνάνθης ἀνὰ οὐγκίας δύο, καρδαμώμου οὐγκίαν μίαν, κρόκου, κυπέρου, ἴρεως, σμύρνης, τερεβινθίνης ἀνὰ οὐγκίας ἑκκαί‐ δεκα, μηλίνου ἢ ναρδίνου λίτραν μίαν, ἐνίοτε δὲ καὶ ὀποβαλσάμου καὶ λιβάνου οὐγκίαν μίαν. κόψας, σήσας τὰ ξηρὰ ὁλμοκόπει μετ’
70ὀλίγου οἴνου καὶ τὰ λοιπὰ λεάνας ἐν οἴνῳ καὶ τήξας τὰ τηκτὰ ἐπί‐ χεε, καὶ ἑνώσας πάντα χρῶ πρὸς πᾶσαν ἐν ὑποχονδρίοις σκληρυνομέ‐ νην φλεγμονήν.
72
Πρὸς κωλικοὺς καὶ δυσεντερικούς.
73 Τὸ δὲ σκευαζόμενον συνήθως ἐν Ἀλεξανδρείᾳ, ᾧ κέχρημαι, ἐστὶ
75τοῦτο· μελιλώτων, κυπέρων, κελτικῆς σμύρνης ἀνὰ δραχμὰς δέκα, κρόκου, καρδαμώμου, τερεβινθίνης ἀνὰ δραχμὰς ὀκτώ, κηροῦ δραχ‐ μὰς ἑκατὸν ἑπτά, ἐλαίου κυπρίνου δραχμὰς ἑκατὸν εἴκοσιν, οἴνου τὸ ἱκανόν.
78
Ἐπίθεμα τὸ διὰ μαστίχης στομαχικόν.
79
80 Τερεβινθίνης, μαστίχης ἀνὰ οὐγκίας ἐννέα, κηροῦ οὐγκίας ὀκτώ, στέατος ταυρείου οὐγκίας ἐννέα, μέλιτος λίτρας δύο, ναρδίνου μύρου λίτρας δύο.
82 Στομαχικὸν τὸ συνήθως σκευαζόμενον Φιλαγρίου.
83 Κρόκου οὐγκίας τρεῖς, ἀλόης, μαστίχης, ἀμμωνιακοῦ θυμιάματος,
85βδελλίου ἀνὰ οὐγκίας δύο, στέατος χηνείου οὐγκίας τέσσαρας, στύ‐ ρακος οὐγκίαν μίαν, ὑσσώπου οὐγκίας ὀκτώ, κηροῦ οὐγκίας δέκα ὀκτώ, ῥοδίνου οὐγκίας εἴκοσι τέσσαρας, οἴνου τὸ ἱκανόν· τινὲς δὲ καὶ
οἰνάνθης οὐγκίαν μίαν. Ἐπίθεμα πρὸς τὰς σκληρυνομένας τοῦ στομάχου φλεγμονὰς
90καὶ πρὸς πᾶσαν χρονίαν ἐν αὐτῷ διάθεσιν μάλιστα ἐπὶ τῶν παρακμαζόντων καὶ γερόντων πάνυ
διὰ πείρας
.
92 Κολοφωνίας διαυγοῦς οὐγκίας δύο, κηροῦ καθαροῦ, μαστίχης καθα‐ ρᾶς ἀνὰ οὐγκίαν μίαν, ἐλαίου κοινοῦ κοχλιάριον ἓν μόνον· βαλὼν τὰ
95πάντα καθαρὰ τῆκε ἅμα ἐπ’ ἀνθράκων, κινῶν συνεχῶς, μέχρι πει‐ ρωμένῳ σοι καὶ ἀποστάζοντι εἰς ὕδωρ καλὴν ἔχῃ σύστασιν· καὶ ἐπι‐ χέας ἄλλο ὕδωρ ψυχρόν, καὶ μαλάξας ὡς πάστιλλον ἐπὶ πολύ, χρῶ μὴ καταφρονῶν τῆς εὐτελείας.
98 Ἐπίθεμα στομαχικὸν πάνυ δόκιμον πρὸς φλεγμονὰς

15

(100)

στομάχου καὶ ἀτονίας καὶ τὰς σκληρίας.

15

(100)

Ψιχῶν σιλιγνιτῶν οὐγκίας τρεῖς, φοινίκων λιπαρῶν σαρκός, μα‐ στίχης, στύρακος, χαμαιμήλων τῶν σφαιρίων ἀνὰ οὐγκίαν μίαν, ἀψιν‐ θίου κόμης, ἀλόης, μελιλώτων ἀνὰ δραχμὰς τέσσαρας, στέατος χη‐ νείου προσφάτου οὐγκίας δύο, κηροῦ οὐγκίας πέντε, ἐλαίου πικροῦ
105ὀμφακίζοντος οὐγκίας ἕξ. Φοίνικας, χαμαίμηλα, μελίλωτα πρόβρεχε ἐν ἑψήματι ἀφ’ ἑσπέρας, καὶ τῇ ἑξῆς ἕψε μαλακῷ πυρί· καὶ ἐκπιέσας, διηθήσας βρέχε τῷ ἀφεψήματι τὰς ψῖχας, καὶ πάλιν ἕψε αὐτὰς καὶ λείου· τὸν δὲ στύρακα κατ’ ἰδίαν τῆκε μετ’ ἐλαίου ὀλίγου καὶ λείου, καὶ οὕτως ἑνώσας μετὰ τῶν λειωθεισῶν ψιχῶν ἐπίχεε τὴν κηρωτήν·
110ἔπειτα τὰ τηκτὰ τήξας καὶ τὰ ξηρὰ ἐπιπάσας ἐπίχεε ἐν τῇ θυείᾳ καὶ ἑνώσας χρῶ. Πρὸ δὲ τῆς ἐπιθέσεως τοῦ φαρμάκου ἐπίβρεχε τὸν στόμαχον ἐλαίῳ μετ’ οἴνου ὀλίγου, ἐν οἷς ἀψίνθιον ἐναφήψηται.
112
Ἑτέρα ἡ διὰ ψιχῶν.
113 Ἀνετική, διαχυτική, ποιοῦσα πρὸς φλεγμονὰς σκληρυνομένας ἐν
115οἱῳδήποτε τόπῳ, μαλάσσουσα καὶ διαφοροῦσα καὶ τόνον ἐντιθεῖσα. Ἀλθαίας ῥίζης, φοινικοβαλάνων ἀνὰ λίτρας δύο, τήλεως, λινο‐ σπέρματος ἀνὰ λίτραν μίαν, χαμαιμήλων, μελιλώτων ἀνὰ οὐγκίας ἕξ, οἴνου παλαιοῦ εὐώδους στύφοντος ξέστας ὀκτώ, λιθαργύρου, ψι‐
μυθίου, κολοφωνίας ἀνὰ λίτρας δύο, κηροῦ, τερεβινθίνης ἀνὰ λίτραν
120μίαν, ἐλαίου παλαιοῦ λίτρας πέντε, ὕδατος λίτρας δύο, ἄρτου σιλι‐ γνίτου ξηρῶς κεκομμένου καὶ σεσησμένου λίτρας πέντε. Ἐν τῷ οἴνῳ προβραχεῖσαι εἶτα ἑψηθεῖσαι αἱ βοτάναι χυλοῦνται, καὶ τῷ χυλῷ ὁ ἄρτος βρεχέσθω κεκομμένος καὶ σεσησμένος· τῇ δὲ ἑξῆς λειοῦται λι‐ θάργυρος καὶ ψιμύθιον ἐν τῷ ὕδατι καί, ἐπιβληθέντος αὐτοῖς τοῦ
125ἐλαίου, ἑψεῖται ἕως ἀμολύντου, εἶτα ἐπιβάλλεται τὰ τηκτά. Καὶ ἄρας ἀπὸ τοῦ πυρὸς καὶ μαλάξας τὸ ζυμωθὲν ἄλευρον τοῦ ἄρτου, ἐπίβαλλε κατὰ βραχὺ σπαθίζων εὐτόνως, καὶ ἐπίβαλλε ἐν τῇ θυείᾳ· καὶ πρῶτον μὲν τῷ δοίδυκι μάλασσε, ἔπειτα δὲ καὶ χερσὶν εὐτόνως καὶ χρῶ.
129
130Ἐπίθεμα τὸ Νηλέως πρὸς τὰς σκληρυνομένας φλεγμονὰς
ἐν στομάχῳ καὶ ἥπατι
.
131 Κηροῦ, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ λίτραν μίαν, κρόκου δραχ‐ μὰς τέσσαρας, ῥοδίνου ἢ ναρδίνου ἀνὰ λίτραν μίαν. Ὄξει λείου κρό‐ κον, ἀμμωνιακόν· καὶ τήξας τὴν κηρωτὴν καὶ ψύξας ἐπίχεε, καὶ
135συλλεάνας χρῶ.
135

16

(t)

Περὶ στομάχου ἡλκωμένου
t
1 Ἕλκους δ’ ἐν στομάχῳ ἢ κοιλίᾳ ὑπάρχοντος, ἀπέχεσθαι μὲν χρὴ δριμυφαγίας πάσης, χρῆσθαι δὲ χυλῷ πτισάνης ἢ ἄλικος, προσπλέ‐ κων βραχὺ μέλιτος, ἀνακαθάρσεως χάριν καὶ σμήξεως τῶν ἑλκῶν· διὰ γὰρ τῶν τροφῶν χρὴ ποτὲ μὲν τὰ ἀνακαθαίροντα τὰ ἕλκη διδό‐
5ναι, ποτὲ δὲ τὰ παρηγοροῦντα τὰς ὀδύνας καὶ ἀμβλύνοντα τὰς δή‐ ξεις, καὶ μετὰ τὴν ἀνακάθαρσιν τὰ σαρκῶσαι δυνάμενα, εἶτα τὰ ἀπουλοῦντα, οἷά ἐστι τὰ στύφοντα· ἔξωθεν δ’ ἐπίθεμα τούτοις ἁρμό‐ ζει τὸ διὰ φοινίκων καὶ μήλων, κυδωνίων τε καὶ ἀλφίτων· κηρωτὴν δὲ ἐπιτιθέναι διὰ μηλίνου ἢ ῥοδίνου, ἔχουσαν ἀμμωνιακὸν θυμίαμα
10καὶ λίβανον· ἐπίθεμα δὲ αὐτοῖς ἁρμόδιον τὸ Νηλέως, περὶ δὲ τὴν
ἀπούλωσιν, ἡ δι’ ἰτεῶν ἔμπλαστρος καὶ ἡ Ἱκεσίου.

17

(t)

Περὶ τῶν ἀπὸ στομάχου ἐπιληπτικῶς σπωμένων Γαληνοῦ
t
1 Τινὲς τῶν ἀνθρώπων, ὅταν ἐπὶ πλέον ἄσιτοι διαμείνωσι καὶ μᾶλ‐ λον, ὅταν μεταξὺ λυπηθέντες ἢ θυμωθέντες ἢ σφόδρα φροντίσαντες τύχωσιν, ἁλίσκονται τῷ τῆς ἐπιληψίας συμπτώματι καὶ καταπίπτουσι σπώμενοι· οἱ πλείους δὲ τῶν οὕτω πασχόντων ἰσχνοὶ τὴν ἕξιν εἰσί,
5καὶ συνεχῶς ἐκχολοῦται τούτοις ὁ στόμαχος εὐαισθητότερος ὑπάρχων, ᾧ καὶ ὁ ἐγκέφαλος συμπάσχων ὅλον τὸ σῶμα κραδαίνει σπασμωδῶς· κοινὴν δὲ τὴν συμβουλὴν ἅπασιν ἀνθρώποις ἰδιώταις μὲν ἰατρικῆς, οὐκ ἀγυμνάστοις δὲ τὸν λογισμὸν ὑποτίθεσθαι τήνδε· μὴ καθάπερ οἱ πολ‐ λοὶ τῶν ἀνθρώπων ὡς ἄλογα ζῷα διαιτῶνται, καὶ αὐτοὺς οὕτως
10ἔχειν, ἀλλὰ διὰ τῆς πείρας κρίνειν τίνα μὲν αὐτοὺς ἐδέσματα καὶ πόματα βλάπτει, τίνες δὲ κινήσεις καὶ ποῖαι· ὁμοίως δὲ καὶ περὶ χρήσεως ἀφροδισίων ἐπιτηρεῖν, εἴτε ἀβλαβὴς αὐτοῖς ἐστιν εἴτε βλα‐ βερά, πολλοὺς γὰρ ἱστόρησα μεγάλως βλαπτομένους ἐπὶ τῇ τῶν ἀφρο‐ δισίων χρήσει. Χρὴ τοίνυν τοὺς τοιούτους ἀπεψίας μὲν ἀκριβῶς προ‐
15νοεῖσθαι, τρίτης δὲ ὥρας ἢ τετάρτης ἄρτον ἐπιμελῶς ἐσκευασμένον προσφέρεσθαι μόνον μέν, εἰ ἄδιψος εἴη, δίψης δὲ αἰσθανόμενος, ἐξ οἴνου κεκραμένον τῶν ἠρέμα στυφόντων τε καὶ λευκῶν· οὗτοι γὰρ καὶ τονοῦσι τὴν γαστέρα καὶ τὴν κεφαλὴν οὐ πλήττουσιν, ὥσπερ οἱ σφοδροί· διδόναι δὲ αὐτοῖς χρὴ καὶ τὸ διὰ τῆς ἀλόης φάρμακον
20δὶς καὶ τρὶς ἑκάστου ἔτους· καθαίρει γὰρ τῶν περιττωμάτων ὅλην τὴν γαστέρα καὶ ῥώννυσι πρός τε τῷ οἴνῳ ἐνεργεῖ. Ἐθεασάμην δὲ καὶ ἄλλους ἐπὶ στόματι κοιλίας ἐπιληπτικῶς σπωμένους, ὁπότε σφο‐ δρῶς ἀποπτύσειαν ἢ οἶνον πλείονα ἀκρατέστερον πίοιεν ἢ ἀφροδι‐ σίοις ἀκαιρότερον χρήσαιντο· τινὰς δ’ ἐν πυρετοῖς ἐθεασάμην σπασθέν‐
25τας ἐξαίφνης, οἷς ἐπιγενομένου χολώδους ἐμέτου, παραχρῆμα συνέβη πάντων ἀπαλλαγῆναι τῶν ὀχληρῶν. Ἔνιοι δὲ τῶν οὕτως παθόντων ἤμεσαν φαιά, καί τινες ὅμοια πράσου χυλῷ, τινὲς δὲ ὑπὸ πλήθους ἐδεσμάτων μοχθηρῶν βαρυνόμενοι, κηρώδεις ἐφαίνοντο, μέχρι τοῦ τὰ
θλίβοντα τὸ στόμα τῆς κοιλίας ἐξεμέσαι πάντα. Ἐγένοντο δὲ πολ‐
30λοῖς οὐ μόνον ὀνείρατα, ἀλλὰ καὶ ὕπνοι θορυβώδεις καὶ παράνοιαι διὰ μοχθηρίαν χυμῶν ἐν τῷ στόματι τῆς κοιλίας ἀθροισθέντων.
31

18

(t)

Περὶ τοῦ φυσώδους καὶ ὑποχονδριακοῦ πάθους.
t
1 Περὶ δὲ τοῦ φυσώδους καὶ ὑποχονδριακοῦ λεγομένου νοσήματος οὐδείς ἐστιν, ὅστις οὐκ εἴρηκεν, ὅπως δυσθύμους καὶ δυσέλπιδας καὶ σκυθρωποὺς ἐργάζεται, καὶ τὸ σύμπαν φάναι, μηδὲν ἀπολειπομένους τῶν μελαγχολικῶν. Φαίνονται δὲ οὗτοι μετὰ τὰς ἀπεψίας σφοδρότε‐
5ρον ἁλισκόμενοι τοῖς εἰρημένοις συμπτώμασιν, οἱ πλείους δὲ αὐτῶν καὶ σπληνώδεις εἰσίν, ὡς λογίσασθαί τινα καὶ ἐκ τοῦ σπληνὸς συρρεῖν εἰς τὴν γαστέρα μοχθηρὸν ἰχῶρα. Τούτους δὲ θεραπεύειν ἁρμόζει, ἥ τε ἐπὶ τῶν μελαγχολικῶν παρανοιῶν προειρημένη ἐν τῷ Ἕκτῳ Βι‐ βλίῳ, ἥ τε ἐν τῷ περὶ τῶν τῆς κεφαλῆς παθῶν Λόγῳ καὶ ἡ πρὸ
10βραχέος γεγραμμένη περὶ τῶν ὑπὸ μελαίνης χολῆς ἐνοχλουμένων τὸν στόμαχον καὶ ἐμπνευματουμένων καὶ διατεινομένων τὴν γαστέρα.
11
Γαληνοῦ χλωροῦ ἰάσπεως χρῆσις.
12 Ὁ χλωρὸς ἴασπις λίθος ὠφελεῖ τόν τε στόμαχον καὶ τὸ στόμα τῆς γαστρὸς καλούμενον περιαπτόμενος, καὶ πεῖραν ἱκανὴν ἡμῖν ἔδωκε·
15καὶ χρὴ πάντας ὁρμαθὸν ἐξάπτειν τοῦ τραχήλου συμμέτρως οὕτως, ὡς ψαύειν τοὺς λίθους τοῦ στόματος τῆς γαστρός.
16

19

(t)

Περὶ ὀρέξεως καὶ ἀνορεξίας.
t
1 Τὴν γαστέρα ἡ Φύσις ταμεῖον τροφῆς ἐδημιούργησεν, οἷόν περ τὴν γῆν τοῖς φυτοῖς· ἔδωκε δὲ καὶ τῆς ἐνδείας τὴν αἴσθησιν. ἵνα ἐξορ‐ μῶντα τὰ ζῷα πρός τε τὴν ἐδωδὴν καὶ τὴν πόσιν πληρῶνται· καὶ καλεῖται μὲν ἡ τῆς τοιαύτης πληρώσεως ἔφεσις ὄρεξις, γίγνεται δὲ
5ἐπὶ αἰσθήσει τῆς ἐνδείας, ὅταν αἱ μὲν φλέβες ἐκ τῶν ἐν τῇ γαστρὶ σιτίων ἕλκωσιν, οἷον βδάλλουσαί τε καὶ μύζουσαι· μὴ φέρουσα δὲ τὴν μύζησιν ἡ γαστὴρ ἀλλ’ οἷον διασπωμένη, τῆς ἀνίας ταύτης ἴαμα τὴν ἐδωδὴν πορίζεται. Ἡ μὲν οὖν τῆς μυζήσεως αἴσθησίς ἐστιν ἡ πεῖνα καὶ καλεῖται τοῦτο ὄρεξις, φυσικὸν ἔργον ὑπάρχον οὐ ψυχικόν,
10τῆς δὲ τοιαύτης ὀρέξεως ἡ κένωσις προηγεῖται, καὶ γίγνεται πέντε τὰ συμπτώματα κατὰ στίχον ἐφεξῆς ἀλλήλων τεταγμένα· κένωσις μὲν πρώτη, δευτέρα δὲ ὄρεξις φυσικὴ τῶν κενωθέντων μορίων, εἶθ’ ἡ διὰ τῶν φλεβῶν ἐκ τῆς γαστρὸς μύζησις, εἶτα ἡ αἴσθησις, εἶτα ἡ ὄρεξις ἡ ψυ‐ χικὴ ἡ πασῶν ὑστάτη. Καὶ τοίνυν ἡ ἀπώλεια τῆς ὀρέξεως συμβαίνει, ἢ
15τῷ τὴν αἴσθησιν ἀπολωλέναι τὴν γινομένην ὑπὸ τῆς τῶν φλεβῶν βδάλ‐ σεως ἢ τῷ μὴ γίνεσθαι τὴν βδάλσιν ἢ τῷ μὴ κενοῦσθαι τὸ σῶμα· συμβαίνει δὲ πολλάκις καὶ ἐπὶ τοῖς ἀμέτροις ῥεύμασι κοιλίας καὶ ἐντέρων, καὶ ἐπὶ συνδόσει χολώδους εἰς τὴν γαστέρα καὶ γλίσχρου καὶ δριμέος καὶ πρα‐ σοειδοῦς, καὶ ἐπὶ φαρμακοποσίαις, καὶ ἐπὶ αἵματος ἀμέτρου ἀφαι‐
20ρέσει, καὶ πυρετοῖς συνεχέσι, καὶ σφοδραῖς φλεγμοναῖς στομάχου καὶ κοιλίας καὶ ἥπατος, κύστεώς τε καὶ μήτρας, καὶ ἐπὶ κωλικαῖς καὶ εἰλεώδεσι διαθέσεσι. Μάλιστα μὲν οὖν τοῦ μὴ πεινᾶν αἴτιον ἡ θερ‐ μότης ἐστί, τὰ μὲν στερρὰ σώματα τῷ χαλᾶν ἐκλύουσα καὶ πρὸς τὴν ὁλικὴν ἀτονώτερα παρασκευάζουσα, τὰ δὲ ὑγρὰ χέουσα καὶ ἐπὶ πλέον
25ἐκτείνουσα· γίγνεται δὲ καὶ ὑφ’ ἑτέρων πλείστων αἰτίων ἡ ἀνορεξία.
25
Φιλουμένου.
26 Εἰ μὲν οὖν κατὰ τὰς ἀρχὰς τῶν νοσημάτων συμβαίη ἢ κατὰ τὰς ἀκμάς, τῆς δυνάμεως ὑφεστώσης, οὐδὲν χαλεπόν, ὀλίγων γὰρ οἱ νο‐ σοῦντες τότε δέονται τροφῶν· εἰ δ’ ἐν παρακμῇ τοῦ παντὸς νοσήμα‐
30τος ἀνορεξία γίγνοιτο ἢ ἐν χρονίαις ἀσθενείαις ἢ ἐπὶ δυνάμει ἀσθε‐ νούσῃ ἢ ἐπὶ ταῖς ἀμέτροις κενώσεσιν, ἐπικίνδυνοι γίγνονται· ἐπιτεί‐ νεται δὲ τὸ κακὸν καὶ παρὰ τὰς ἡλικίας· ἀνεπιτήδειοι γὰρ τῷ πάθει οἱ παῖδες, φύσει ὄντες πολύτροφοι καὶ συνεχῶς ὑπεκκαυμάτων δεό‐ μενοι· πολλὴν οὖν τὴν εἰς τὸ παρὰ φύσιν ἐκτροπὴν σημαίνουσιν οἱ
35παῖδες ἀνόρεκτοι γιγνόμενοι. Εἰ μὲν οὖν διὰ μοχθηρῶν ὑγρῶν περιου‐ σίαν ἡ ἀνορεξία γίγνοιτο, πρὸ τῆς ἄλλης ἐπιμελείας τὰ συνδεδομένα εἰς τὴν γαστέρα ὑγρὰ προστάξομεν ἀπεμεῖν ἢ ῥοφήματα δοτέον τοῖς
δυσεμοῦσιν, ὅσα τοὺς τοσούτους χυμοὺς εἴωθε κάτω κενοῦν, ἔπειτα διὰ τῶν ἐπιτηδείων εὐκρασίαν τοῖς σώμασιν ἐμποιήσομεν. Εἰ δὲ δι’ ἀσθέ‐
40νειαν τῆς δυνάμεως ἀνορεξία γίγνεται, ἐπισκέπτεσθαι χρὴ ποία δυσ‐ κρασία τὴν δύναμιν καταβάλλει καὶ διὰ τῶν ἐναντίων ἐπανορθοῦσθαι. Εἰ δὲ καὶ διὰ φλεγμονὴν ἢ ἔμφραξίν τινος ἑτέρου μορίου ἡ ἀνορεξία συνεδρεύοι, κἀκείνου τὴν ἐπιμέλειαν ποιεῖσθαι, πειρατέον δὲ καὶ ὀσφραντοῖς ἀνακτᾶσθαι τὴν ὄρεξιν δι’ ἀλφίτων δεδευμένων ὀξυκράτῳ
45ἢ οἴνῳ εὐώδει κεκραμένῳ ἢ κυδωνίων ἀφεψήματι ἢ ἀπίων ἢ σικύων χλωρῶν πεπείρων ἀποβρέγματι, ἀλείμματί τε προσηνεῖ καὶ ἀπερι‐ έργῳ, καὶ ἀνατρίψει συμμέτρῳ τοῦ σώματος ὅλου, καὶ ψηλαφίᾳ χει‐ ρῶν καὶ ποδῶν ἐπιμελεστέρᾳ καὶ ἐγκαθίσμασιν ὡς ὀσφὺν καὶ ἧτρον περιλαμβάνειν, καὶ προσκλύσματι προσηνεῖ τοῦ προσώπου καὶ δια‐

19

(50)

κλύσματι καὶ ἀναγαργαρίσματι καὶ ἀναρροφήσει ὕδατος ψυχροῦ γλυ‐ κέος ὀλίγου. Παρέστηκε γὰρ ἀπὸ τούτων πολλάκις, πρὸς τὸ λαμβά‐ νειν σιτία· καὶ καθέσει δὲ δακτύλων σπαραχθεὶς ὁ στόμαχος, ἀπε‐ στράφη πολλάκις πρὸς τὸ προσενέγκασθαι τὰ σιτία· ποιητέον δὲ τοῦτο καὶ πρὸ τῆς θεραπείας καὶ μετὰ τὴν θεραπείαν· ἐνίοτε γὰρ
55ἀπεμεῖται χολώδη ἢ φλεγματώδη τινά, ἅπερ καὶ τῆς ἀνορεξίας ἐστιν αἴτια ἐπί τινων, καὶ ἀπαλλάττει τοῦ συμπτώματος· τροφαὶ δὲ παρα‐ σκευαζέσθωσαν πλείονες καὶ ποικίλαι καὶ κάλλισται ταῖς σκευασίαις, πρὸς τὸ [τὸ] ἥδιστον αἱρεῖσθαι· πᾶσαι μέντοι σιτώδεις ἔστωσαν καὶ πο‐ λυτρόφοι, οἷον χόνδρος πλυτὸς δι’ ἀφεψήματος φοινίκων ἢ δαμασκή‐
60νων ἢ μελικράτου ὑδαροῦς ἐσκευασμένος, ᾠά τε ῥοφητὰ καὶ ἄρτος ὕδατι πεπλυμένος θερμῷ, εἰ δέ τισιν ἔθος εἴη ψυχρῷ· τοῖς δὲ πλου‐ σίοις καὶ ἀλεκτρυόνων ὄρχεις διδόναι καὶ τῶν πτηνῶν τὰ ἄβρωμα καὶ ἀπίμελα καὶ ὄρεια, καὶ συῶν πόδας τακερωθέντας ἐν τῇ ἑψήσει· τῶν γὰρ τοιούτων εἰ μόνων ἀπογεύσαιντο, τροφὴν αὐτάρκη προσοίσον‐
65ται. Πάντα δὲ τὰ διδόμενα εὐκατάποτα ἔστω· τὰ γὰρ πολλῆς δεόμενα μασήσεως ἀηδίαν τινὰ ἐμποιεῖ καὶ ἀποστρέφει τὴν ὄρεξιν. Ἐπὶ δὲ τῶν ἤδη προθυμουμένων λαβεῖν ἐστοχᾶσθαι δεῖ, μὴ ἀποπέσοιμεν τοῦ αὐτάρκους μέτρου. Ἐννοεῖσθαι δὲ προσήκει, μή τινες ἄρα διὰ φυσικὴν ἀκρασίαν ἢ ἐπιθυμίαν τῶν ἀσυνήθων βρωμάτων προσποιῶνται τὴν
70ἀνορεξίαν, οὕς τινας καὶ κατὰ τὸ δυνατὸν δυσωπήσομεν μὴ ἀπειθεῖν
τοῖς ὠφελοῦσι· μὴ πειθομένων δὲ αὐτῶν, ἀλλ’ ἐπιμενόντων τῇ ἀτρο‐ φίᾳ, παρορᾶν δεῖ καὶ τὸ σμικρῷ χεῖρον δοτέον· μετὰ δὲ τὰς πρώτας ἡμέρας, καὶ καταπλάττειν τὸν στόμαχον τοῖς διὰ φοινίκων καὶ μή‐ λων καὶ οἰνάνθης καὶ ἀψινθίου καὶ ἀλόης, καὶ κηρωταῖς χρῆσθαι ἐκ
75τῆς αὐτῆς ὕλης ἐσκευασμέναις.
75 Τὸ διὰ φοινίκων ἐπίθεμα πρὸς ἀνορεκτοῦντα ποιοῦν.
76 Κρόκου, μαστίχης, κριθῶν πεφρυγμένων ἀλεύρου, σχίνου ἄνθους, ῥόδων ξηρῶν, ἀνήσου, λιβάνου φλοιοῦ, οἰνάνθης ξηρᾶς, ἀψινθίου κό‐ μης, ἀλόης, στύρακος πρωτείου ἀνὰ οὐγκίαν μίαν· φοινίκων οὐγκίας
80τρεῖς, κηροῦ οὐγκίας ἐννέα, νάρδου οὐγκίας ἕξ, σχινίνου ἐλαίου καὶ μηλίνου ἀνὰ οὐγκίας τρεῖς· οἴνῳ εὐώδει ἀπόβρεχε τοὺς φοίνικας.
81

20

(t)

Περὶ κυνώδους ὀρέξεως Φιλουμένου.
t
1 Ἀντικείμενον τῇ ἀνορεξίᾳ πάθος ἐστιν ἡ κυνώδης λεγομένη ὄρε‐ ξις· ὀρέγονται γὰρ πλειόνων, καὶ κρατεῖν τῆς ὀρέξεως μὴ δυνάμενοι ὑπερβαίνουσι τὸ σύμμετρον πλῆθος τῶν σιτίων, εἶτα βαρυνόμενοι τῷ πλήθει καὶ φέρειν τὰ ληφθέντα χωρὶς βλάβης οὐ δυνάμενοι, εἰς ἔμε‐
5τον τρέπονται· εἶτα αὖθις ἐσθίοντες πάλιν τὸ αὐτὸ ποιοῦσιν, ὥσπερ οἱ κύνες. Παρασύρονται δ’ ἐκ τούτου ἐνίοτε καὶ εἰς τὸ τῶν ἐμέτων ἔθος, πολλάκις δὲ καὶ πάθεσι περιπίπτουσι κοιλιακοῖς τε καὶ δυσεντε‐ ρικοῖς καὶ ὑδερικοῖς, διὰ τὸ πρὶν τὰ πρῶτα ληφθέντα πεφθῆναι ἕτερα προσφέρεσθαι. Ἡ δὲ τοῦ συμπτώματος αἰτία ἐστὶ κακοχυμία τις ὀξώ‐
10δης, δάκνουσα καὶ ἐρεθίζουσα τὸ στόμα τῆς γαστρὸς καὶ τὴν ὄρεξιν ἐπεγείρουσα· ἡ μὲν γὰρ ψυχρὰ κακοχυμία τὴν δῆξιν ἀνάλογον τῆς μυζήσεως παρέχει, τὴν δὲ ὄρεξιν τῶν σιτίων ἐπεγείρει τῇ τοῦ φυσι‐ κοῦ παθήματος ὁμοιότητι· πρὸς τούτοις δὲ ἡ ψῦξις σὺν τῇ ὀξώδει ποιότητι κενὰ τὰ σώματα ἐργάζεται, τοὺς χιτῶνας αὐτῶν συνάγουσά
15τε καὶ σφίγγουσα· διὸ καὶ ὑποχωρήσεις πολλαὶ ἐπὶ τούτων κατὰ κοι‐ λίαν γίγνονται, ἀπέπτων ὄντων τῶν σιτίων ἢ ἡμιπέπτων. Γιγνώ‐ σκοντες τοίνυν ὑπὸ χυμῶν φλεγματικῶν τε καὶ ὀξέων γίγνεσθαι τὸ
πάθος, ἀναπεπομένων εἰς αὐτὸ τὸ σῶμα τῆς γαστρός, ὥσπερ ὕδωρ ἐν σπογγιᾷ, συναγόντων τε καὶ ἐρεθιζόντων καὶ πρὸς ὄρεξιν ἐπεγειρόν‐
20των, τὸ πικρὸν δι’ ἀλόης φάρμακον προσενέγκωμεν, οὐ θερμαίνειν μό‐ νον δυνάμενον, ἀλλὰ καὶ τέμνειν καὶ ἀπορρύπτειν καὶ ἕλκειν ἐκ βά‐ θους τῶν σωμάτων τῆς γαστρὸς τὸν ἀναποθέντα ἐν αὐτοῖς χυμὸν καὶ διὰ τοῦτο κάτω κοιλίας κενοῦν· ἀλλὰ καὶ ῥώμην ἐντίθησι τῇ γαστρί, πρὸς τὸ μὴ ῥᾳδίως ἐπιδέχεσθαι τὸ βλάπτον. Τὸ δὲ διδόμενον πλῆθος
25ἔστω δραχμῶν τεσσάρων σὺν οἴνῳ κεκραμένῳ ἢ ὕδατι θερμῷ· παι‐ δίου δὲ ὄντος τοῦ πάσχοντος καὶ μὴ ἀνεχομένου πίνειν διὰ τὴν πι‐ κρότητα, εἰ μὲν οἷόν τε, εἰς καταπότια ἀναπλάττοντες δραχμὰς δύο καὶ μέλιτι ἔξωθεν περιπλάττοντες τὰ καταπότια δώσομεν σὺν ᾠοῖς ῥοφητοῖς ἢ πτισάνης χυλῷ· εἰ δὲ μηδὲ οὕτως ἀνέχοιτο, τοῖς σιτίοις
30προσπλέξομεν τὰ τέμνειν καὶ ῥύπτειν καὶ θερμαίνειν δυνάμενα, οἷον σκόροδα, πράσα, θύμον, θύμβραν τε καὶ ὀρίγανον καὶ γλήχωνα καὶ τὰ παραπλήσια, ποτὸν δὲ διδόναι πᾶσι πρὸ τροφῆς ἀθρόον καὶ πολύ, θερμὸν ἢ χλιαρώτερον. Ῥοφήματα δὲ τὰ ἀμαυρωτικὰ τῆς ὀρέξεως, οἷον βολβοὺς διὰ μέλιτος πολλοῦ καὶ ἐλαίου πλείονος ἢ στέατος χη‐
35νείου οὐκ ὀρνιθείου, λάχανα δὲ μαλάχην, ἐγκέφαλον, καὶ τὰ κατα‐ πίμελα τῶν πτηνῶν καὶ τῶν ἰχθύων, καὶ τὰ τὴν ὄρεξιν ἀποστρέφον‐ τα καὶ κόρον ἐμποιοῦντα, καὶ τὰ ἐν ὄγκῳ μείζονι ὀλιγίστην τροφὴν παρέχοντα. Προσπλέκειν δὲ χρὴ καὶ τῷ ἄρτῳ ἐν τῇ ζυμώσει τὰ δρι‐ μύτερα καὶ διουρητικά, ἄνησον, πετροσέλινον καὶ τὰ παραπλήσια,
40τῷ δὲ οἴνῳ καὶ πέπερι καὶ μέλι καὶ ναρδόσταχυν πρὸς τοῖς εἰρημένοις ἐμβάλλειν· ἔστω δὲ ὁ ἄρτος μὴ πρόσφατος, μηδὲ πάνυ ἐζυμωμένος, καὶ ὁ πινόμενος οἶνος κιρρὸς τῇ χροιᾷ καὶ λεπτὸς τῇ συστάσει, εὐώ‐ δης τε καὶ πάνυ παλαιός, καὶ διδόσθω ἀσίτοις τε καὶ βεβρωκόσι πλεῖστον, ὅσον πίνειν δύναιντο· ἐκθερμαίνει γὰρ τὴν κοιλίαν καὶ
45ἀμαυροῖ τὴν ὀξύτητα τῶν χυμῶν, ὥστε καὶ μόνος ἀρκεῖ πολλάκις, ἅμα ταῖς λιπαραῖς καὶ ἐλαιώδεσι τροφαῖς, πρὸς παντελῆ ἀποθερα‐ πείαν. Ἀπέχεσθαι δὲ χρὴ πάντων τῶν ὀξέων καὶ στυφόντων ἐδεσμά‐ των καὶ πομάτων καὶ μάλιστα ὀπώρας· τὰ δὲ τραγήματα ἔστω πι‐ στάκια, ἀμύγδαλα, στρόβιλοι· διδόναι δὲ καὶ τὰς δι’ ὀξυμέλιτος κο‐

20

(50)

λυμβάδας, πειρατέον δὲ καὶ τὸ γάλα αὐτοῖς διδόναι καθ’ αὑτό τε
καὶ μετὰ μέλιτος ἢ γλύκεος, φυλαττομένων ἡμῶν ἐφ’ ὧν ὁ στόμαχος ἀποξύνειν αὐτὸ πέφυκε· μείζων γὰρ ὠφελείας ἡ βλάβη γενήσεται· καλῶς δὲ πεττόμενον [οὐ μόνον] ἀμβλύνει τὴν ὄρεξιν, ἀλλὰ καὶ τὴν κοιλίαν ἐστεγνωμένην μαλάσσει, ῥευματιζομένην δ’ ἐπέχει· σκευαστέον
55δὲ δι’ αὐτοῦ καὶ πολτοὺς καὶ πόματα, οἷον ἴτριον ἢ ὄρυζαν, καὶ τὰ σπλάγχνα δὲ καταπλάσσειν τῇ ὠμῇ λύσει ὠφελιμώτατον· λούειν δὲ χρὴ ἐκ διαλειμμάτων λιπαίνοντας τὸ δέρμα δαψιλῶς. Ὠμὴν δὲ λύ‐ σιν λέγει τὸ ἐκ τοῦ λίνου σπέρματος καὶ κριθῆς ἀλεύρου καὶ τήλεως καὶ κρόκων ᾠῶν τριῶν γινόμενον κατάπλασμα, ποτὲ δὲ καὶ σπέρμα
60σελίνου λαμβάνειν, ἐφ’ ὧν μάλιστα πνεῦμά τι ἐνοχλεῖ, ἔλαιον δὲ οὐδὲ ὅλως μίσγομεν.
61

21

(t1)

Περὶ κυνώδους ὀρέξεως τῆς κατὰ διαφόρησιν πλείστην
t2τοῦ δέρματος γιγνομένης Φιλουμένου.
t2
1 Ἔστι δὲ καὶ ἕτερον εἶδος τῆς κυνώδους ὀρέξεως, ὅταν ἀραιότερον ὑπάρχῃ τὸ σῶμα καὶ διαφορούμενον διὰ τῆς ἀδήλου διαπνοῆς ἀμέ‐ τρως ἐν χρείᾳ συνεχεῖ καθιστῆται τῆς θρέψεως· γίγνεται δὲ τοῦτο, ἢ δι’ ἀρρωστίαν τῆς ἐν παντὶ τῷ σώματι καθεκτικῆς δυνάμεως οὐ
5δυναμένης κρατεῖν τῶν τροφῶν ἢ διὰ ῥώμην πλείστην θερμότητος, δαπανώσης πυρὸς τρόπον τὰ σιτία καὶ ἀραιούσης τὸ δέρμα καὶ δια‐ φόρησιν ἐργαζομένης· τούτοις ἡ διὰ τῆς γαστρὸς ὑποχώρησις ἐλάτ‐ των ἐστὶ πολλῷ τῆς ἀναλογίας τῶν εἰσφερομένων, πρὸς τῷ καὶ αὐτὰ τὰ ἐκκρινόμενα σκύβαλα ξηρότερα εἶναι. Τούτοις τοίνυν πολεμιώ‐
10τατόν ἐστι τὸ διὰ τῆς ἀλόης φάρμακον, καὶ τὸ λεπτυντικόν τε καὶ τμητικὸν εἶδος τῶν ἐδεσμάτων καὶ πομάτων, ἐπὶ μᾶλλον γὰρ ἀραιοῖ τὸ δέρμα, καὶ διαφορεῖ καὶ ἐπιτείνει τὴν ὄρεξιν· πυκνοῦν τοίνυν τῶν οὕτω διακειμένων τὸ δέρμα, ἄμεινόν ἐστιν ἐλαίῳ τῶν ὠμοτριβῶν ἀφεψήσας μα‐ λακωτάτῳ πυρὶ μυρσίνας ἢ ῥόδα [ῥοδίνου] ἤ τι τῶν ὁμοίων, καὶ μίξας
15στυπτηρίαν σχιστὴν ὄξει δριμυτάτῳ προλελειωμένην τοσοῦτον, ὅσον δύναται γλοιώδη· [ἐργάσασθαι δὲ βαλανεῖον θερμὸν καὶ ἔνδοθεν ἀέρος τοῦ τοιούτου μετὰ οἴνου πόσεως καὶ] πάντων τῶν ἔνδοθέν τε καὶ
ἔξωθεν θάλπειν δυναμένων· ἄγειν δ’ ἐπὶ τὴν ψυχρολουσίαν, εἰ μηδὲν κωλύοι, οἷον ἰσχνότης σώματος ἢ μόριον εὐπερίψυκτον ἢ θώραξ ἢ
20ἄλλο τι· τροφὰς δὲ διδόναι μονίμους τε καὶ δυσφθάρτους· κοχλίαι δέ εἰσι τοιοῦτοι καὶ τὸ τῶν ὀστρέων γένος δυσὶν ὕδασιν ἀφεψηθέν‐ τες καὶ πολύποδες ὁμοίως, χοίρεια κρέατα ἀκμάζοντα καὶ μάλιστα μῆτραι καὶ κοιλίαι, καὶ τὰ λιπαρώτερα τῶν βοείων, καὶ πάντα ἁπλῶς τὰ πιμελώδη καὶ ἐπιπολαστικὰ καὶ βραδέως πεττόμενα καὶ ἀναδι‐
25δόμενα, καὶ τῶν ᾠῶν τὰ σκληρυνόμενα ἐν τῇ ἑψήσει ἢ ὀπτήσει ἢ τηγάνῳ, καὶ σεμίδαλις χωρὶς μέλιτος διὰ λιπαρῶν ζωμῶν ἐσκευα‐ σμένη, καὶ ἴτρια ὁμοίως καὶ ὄρυζα καὶ ἄρτος ἄζυμος. Κατ’ ἀνα‐ λογίαν δὲ τῆς τοῦ συμπτώματος μειώσεως ἐκλέγειν χρὴ καὶ τὸ πα‐ χύχυμον τῶν ἐδεσμάτων καὶ τὴν τῶν στυφόντων ἔξωθεν προσφοράν·
30ἐνίοτε γὰρ παυομένου τοῦ τῆς σφοδρᾶς ὀρέξεως συμπτώματος, εἰς ἕτερον δεινότερον μεταπίπτει, ἀναπιμπλαμένου τοῦ σώματος ἀπέ‐ πτων τε καὶ παχέων χυμῶν.
32

22

(t)

Περὶ μοχθηρῶν ὀρέξεων
t
1 Μοχθηρῶν δὲ ποιοτήτων ἐπιθυμοῦσιν, οἷς ἂν εἰς τοὺς χιτῶνας τῆς κοιλίας ἀναποθῇ τι περίττωμα μοχθηρόν· εἴωθε δὲ τοῦτο συμβαίνειν μάλιστα ταῖς κακοχύμοις γυναιξίν, ἐπειδὰν κυίσκωσι, καὶ καλεῖται τὸ πάθος κίττα. Ὀρέγονται δ’ ἐν αὐτῷ μάλιστα μὲν ὀξέων καὶ στρυ‐
5φνῶν, ἔστι δ’ ὅτε καὶ δριμέων, ἐνίοτε δὲ ἤτοι γῆς ἢ ὀστράκων ἢ ἀνθράκων ἐσβεσμένων ἤ τινων οὕτως ἀτόπων βρωμάτων· καὶ τοῦτο πάσχουσιν αἱ πλείους αὐτῶν, ἄχρι τοῦ δευτέρου καὶ τρίτου μηνὸς πληρουμένου, ἐν δὲ τῷ τετάρτῳ ἄρχονται παύεσθαι, τὸ μέν τι τοῖς ἐμέτοις ἐκκενωθείσης τῆς κακοχυμίας, τὸ δέ τι καὶ πεφθείσης ἐν τῷ
10χρόνῳ, βραχέα σιτουμένης τῆς γυναικὸς διὰ τὴν τῶν τροφίμων ἐδε‐ σμάτων ἀποστροφὴν τῆς ὀρέξεως· ἀλλὰ καὶ μεῖζον γενόμενον ἔμβρυον, ἐκσπᾶται εἰς ἑαυτὸ πλείονα τροφήν, συνεπαιρομένου σὺν τῷ αἵματι καὶ τοῦ μοχθηροῦ χυμοῦ. Γίνεται δὲ τὸ σύμπτωμα τοῦτο καὶ ἀν‐ δράσιν, ὅταν καὶ τούτοις εἰς τὸ στόμα τῆς γαστρὸς κατασκήψῃ τις
15ὁμοία κακοχυμία. Τούτοις ἁρμόδιον βοήθημα ὁ τῶν Ἀμαζόνων τρο‐ χίσκος πινόμενος, μετέπειτα δὲ ἡ δι’ ἀλόης πικρά· κενωθείσης δὲ τῆς πλείονος κακοχυμίας, διδόναι αὐτοῖς ῥοιᾶς γλυκείας χυλόν, ἐπιπάσ‐ σοντες ἡδύοσμον ξηρὸν ἤ τι τοιοῦτον ἕτερον τῶν πρὸς ἀνατροπὰς [καὶ ναυτίας] προαναγραφέντων. Ἁρμόδιαι τούτοις καὶ αἱ δι’ ἅλμης λευκαὶ
20ἐλαῖαι κολυμβάδες, καὶ ἀμύγδαλα τὰ πικρὰ νήστεσιν λαμβανόμενα, ἀντίδοτοι δ’ αἱ πρὸς τὰ θανάσιμα φάρμακα κατάλληλοι. Τὰς δὲ κιτ‐ τώσας γυναῖκας ὅπως χρὴ θεραπεύειν, ἐν τοῖς γυναικείοις βοηθήμα‐ σιν εἰρήσεται.
23

23

(t)

Περὶ ἀπεψίας Γαληνοῦ.
t
1 Ἡ πέψις ἀλλοίωσίς ἐστι κατὰ ποιότητα τρέφειν δυναμένη, γίγνε‐ ται δ’ ὑπὸ τῆς γαστρὸς ὁμοιούσης τὰ σιτία· δῆλον οὖν, ὡς ἡ περὶ τὴν ἀλλοίωσιν ἀποτυχία σύμπτωμά τι γενήσεται τῆς πέψεως. Εἰ μὲν δὴ μηδόλως ἀλλοιωθείη τὰ σιτία, καλεῖται μὲν ἀπεψία τὸ σύμπτωμα,
5ἔστι δὲ ἀπώλεια καὶ στέρησις παντελὴς τῆς ἐνεργείας, εἰ δὲ ἀλλοιω‐ θείη μέν, οὐχ ὡς προσήκει δέ, κάκωσιν σημαίνει τῆς πέψεως οὐ στέ‐ ρησιν, ὡς τὸ πρότερον· οὔσης δὲ καὶ αὐτῆς τῆς κακώσεως διττῆς, ἢ τῷ βραδύνειν καὶ μηδέπω δέχεσθαι τὴν οἰκείαν μεταβολὴν ἢ τῷ διε‐ φθάρθαι παντάπασιν, ὡς μηδὲ ὅλως δύνασθαι δέξασθαι, βραδυπε‐
10ψίαν μὲν ὀνομάζουσι τὴν προτέραν, ἡ δευτέρα δὲ οὐδὲν ἴδιον ὄνομα κέκτηται. Τοσαῦται μὲν αἱ βλάβαι τῆς πέψεως, αἰτίαι δ’ αὐτῶν δυσκρασίαι τῆς γαστρός, φλεγμοναί, σκίρρωσις, ἀποστήματα καὶ ὅσα τοιαῦτα· ἐνίοτε δὲ καὶ μηδὲν πεπονθυίας τῆς γαστρὸς ἀπεπτεῖται τὰ σιτία, ἤτοι διὰ πλῆθος ἄμετρον ἐδεσμάτων τε καὶ πομάτων ἢ
15διὰ ποιότητα μοχθηρὰν αὐτῶν τῶν σιτίων ἢ δι’ ἀκαιρίαν ἢ δι’ ἀτα‐ ξίαν ἢ διὰ περίττωμα φαῦλον ἢ δι’ ἀγρυπνίας· ἀλλ’ ἐπὶ μὲν ταῖς μοχθηραῖς τῶν σιτίων ποιότησι καὶ τοῖς περιττώμασιν, ὅσα κατὰ τὴν γαστέρα συνίσταται, μετὰ διαφθορᾶς ἀπεπτοῦσιν, ἔστι δ’ ὅτε καὶ δι’ ἀταξίαν τε καὶ ἀκαιρίαν [γίγνεται] διαφθορά· λέγω δὲ ἀταξίαν, εἰ
20μῆλα καὶ ῥοιὰς ἤ τι τοιοῦτον ἕτερον πρῶτον φαγών, τελευταῖα λά‐ χανα προσφέροιτο δι’ ἐλαίου καὶ γάρου καὶ τὰ λοιπά, ὅσα μαλάσσει γαστέρα· ἀκαιρίαν δὲ λέγω, εἰ πρὶν ὑπελθεῖν καλῶς τὴν πρώτην τρο‐
φὴν ἀριστήσειεν ἢ παρὰ τὴν εἰθισμένην ὥραν· αἱ διαφθοραὶ δὲ γί‐ γνονται κνισώδεις μὲν ἐπὶ τοῖς θερμοτέροις καὶ χολωδεστέροις ἐδέ‐
25σμασιν, ὀξώδεις δ’ ἐπὶ τοῖς ψυχροτέροις φύσει καὶ φλεγματικωτέροις· οὕτω δὲ κἀπὶ τοῖς ἐν τῇ γαστρὶ προϋπάρχουσι περιττώμασιν, ὀξώδεις μέν, ὅσα φλεγματικὰ καὶ ψυχρά, τὰς διαφθορὰς ἐργάζεται, κνισώ‐ δεις δέ, ὅσα θερμά τε καὶ πικρόχολα· καὶ αὐτὴ δὲ ἡ γαστὴρ κατά τι νοσοῦσα, ἐπὶ μὲν τοῖς ψυχροτέροις νοσήμασιν ὀξώδεις ἐργάζεται μετα‐
30βολάς, ἐπὶ δὲ τοῖς θερμοῖς κνισώδεις. Βραδυπεψίας ἐργάζεται τὰ δύσφθαρτα τῶν σιτίων καὶ ὑπὲρ τὴν δύναμιν λαμβανόμενα καὶ ἀγρυ‐ πνία. Ὅταν δὲ χωρὶς τοῦ διαφθαρῆναι παντελὴς ἀπεψία γένηται, ἵνα οἷα παραληφθῇ τὰ σιτία τοιαῦτα διαμείνῃ κατὰ πᾶσαν ποιό‐ τητα, γνωστέον ἐν τῷδε νικᾶσθαι τὴν γαστέρα ἤτοι διὰ πλῆθος ἄμε‐
35τρον ἢ διὰ κατάψυξιν ἰσχυρὰν τοῦ ἐμφύτου θερμοῦ.
35
Φιλουμένου.
36 Πρὸς μὲν οὖν τὸ μὴ περιπίπτειν ταῖς ἀπεψίαις, προφυλακὴ γιγνέ‐ σθω πάντων τῶν προειρημένων ἐν πλήθει, ἐν ποιότητι τῶν λαμβανο‐ μένων, ἐν τῷ καιρῷ τῆς προσφορᾶς καὶ ἐν τῇ τάξει· μάλιστα δ’
40ἐκεῖνο ἀποκαρτερητέον, ἵνα, ὅσα δύναται πέττειν, τοσαῦτα προσφέ‐ ρηται μόνα, καὶ μὴ ὅσα ἡ ὄρεξις ἀπαιτῇ· μάλιστα γὰρ δεῖ τῶν μέ‐ τρων, ἀκριβῆ στοχασμὸν ἔχειν, ἐπίσχειν τε τὴν ὄρεξιν, καὶ μήτε πλείονα τῶν ὑπὲρ τὴν δύναμιν λαμβάνειν, μήτε φύσει δύσπεπτα, οἷον κρεῶν μὲν τὰ σκληρὰ διὰ φύσιν· φύσιν δὲ λέγω, ὡς τὰ βόεια
45κρέα καὶ τὰ παραπλήσια, ἡλικίαν δὲ τῶν θυομένων ζῴων γη‐ ραλέων ὄντων· παραφυλακτέον δὲ καὶ τὰ πολύτροφα μόρια τῶν κρεῶν καὶ τὰ καταπίμελα καὶ τὰ ταριχηρὰ καὶ παλαιά, λαχάνων δὲ τὰ πυρώδη καὶ τὰ πάνυ ψυχρὰ καὶ τὰ φυσώδη ἐναντία, ἰχθύων δὲ οἱ σκληρόσαρκοι καὶ οἱ τῇ ἀποθέσει ξηροὶ γεγονότες· παραφυλα‐

23

(50)

κτέα δὲ καὶ τὰ διεφθαρμένα κρέα καὶ δυσώδη καὶ βρωμώδη, παραι‐ τεῖσθαι δὲ καὶ ὀπώραν γλυκάζουσαν ἢ πνευματοῦσαν ἢ ἄωρον, τραγη‐ μάτων δὲ τὰ δύσπεπτα καὶ ἐλαιώδη καὶ τὰ δυσμέριστα, οἷόν ἐστι σή‐ σαμον διὰ τὴν μάσησιν καὶ διὰ σμικρότητα λανθάνον· φυλακτέα δὲ οὐκ ἔλαττον καὶ τὰ ξενίζοντα τῶν βρωμάτων καὶ ἀσυνήθη καὶ τὰ
55φαρμακωδέστερα, οἷα πολλάκις λαχάνοις καὶ ἄρτοις ἀναμίγνυται. παρ’ αὐτὴν δὲ τὴν προσφοράν, οὔτε λάβρως οὔτε ἀθρόως οὐδὲ ἁδρο‐ μερῆ καὶ ἀμάσητα προσφέρεσθαι δεῖ, καὶ μεταξὺ δὲ μὴ διαιρείτω τὴν τροφὴν ἡ πόσις, ἐμποδίζει γὰρ τῇ ἑνώσει τῶν σιτίων, ἕκαστον αὐτῶν ἐπιπολάζειν ἐν τῇ γαστρὶ παρασκευάζουσα. Καὶ ὀξυπόριος δὲ διά
60τινος τῶν χρησίμων ἐμβαμμάτων οὐκ ἄχαρίς ἐστι μάλιστα παραλαμ‐ βανομένη ἡ τοιαύτη, ἔχει δὲ οὕτως. Καρύου δραχμὰς δέκα ἕξ, μα‐ ράθρου δραχμὰς ἕξ, σελίνου σπέρματος δραχμὰς ὀκτώ, λιβυστικοῦ, ἄμμεως ἀνὰ δραχμὰς ὀκτώ, πεπέρεως, οἱ δὲ καὶ ζιγγιβέρεως δραχμὰς τρεῖς ἐπὶ τῶν ψυχροτέρων κράσεων. Μέλιτι ἀναλαμβανέσθω τὰ πάντα καὶ μετὰ κρεῶν ἢ ἰχθύων προσφερέσθω·
65βέλτιον δὲ διδόναι σὺν τῇ τροφῇ τοῖς φλεγματικωτέροις δηλο‐ νότι καὶ πεπέρεως μάλιστα τὸ μακρόν· καὶ γὰρ διαλύει τοῦ φυσώδους πνεύματος τὴν παχύτητα, καὶ ἀπωθεῖται πρὸς τὴν κάτω κοιλίαν τὰ καθ’ ὑποχόνδριον σφοδρῶς ἑστῶτα, καὶ τῇ πέψει τῶν ληφθέντων συνεργεῖ ἁπάντων τῶν πεπέρεων μᾶλλον· μὴ παρόν‐
70τος δὲ τούτου, τῷ λευκῷ χρηστέον, εἰ δὲ μὴ τῷ μέλανι· χρηστέον δὲ καὶ τοῖς ἄλλοις πεπτικοῖς φαρμάκοις, ἅτινά εἰσιν ὑποτεταγμένα ἐν τῷ τέλει τοῦδε τοῦ κεφαλαίου. Μετὰ δὲ τὴν τροφὴν σκυλμοὺς ἀνωμά‐ λους καὶ ταραχώδεις παραιτητέον καὶ καῦμα καὶ περίψυξιν· ἀντι‐ πράττει γὰρ ταῦτα τῇ πέψει τῶν σιτίων, συνεργεῖ δὲ τῇ τάσει τῶν
75ὑποχονδρίων. Βάρους δὲ ὄντος περὶ τὴν γαστέρα, καὶ ἐκ τούτου δια‐ διδομένης δυσφορίας τινὸς εἰς ὅλον τὸ σῶμα, πλατείᾳ χειρὶ καταλη‐ πτέον τὸ στόμα τῆς κοιλίας ἢ παιδίον συγκατακλίνειν εὔσαρκον, πολ‐ λάκις γὰρ τοῦτο γινόμενον φθείρεσθαι μέλλουσαν τὴν τροφὴν ἐκώ‐ λυσεν. Ἐρυγῆς δὲ διασημαινούσης ἀηδοῦς, ὡς δήλην εἶναι τὴν δια‐
80φθοράν, οὐκ ὀκνητέον ἐλθεῖν ἐπὶ τὸν ἔμετον, ἀλλ’ ὕδωρ χλιαρὸν προσενεγκαμένους ἀναγκάζειν ἐκκριθῆναι πάντα τὰ διεφθαρμένα· μείναντα γάρ, καὶ στρόφων καὶ ἀλγημάτων καὶ βάρους κεφαλῆς, ἔσθ’ ὅτε δὲ καὶ χολέρας ἢ διαρροίας ἢ πυρετοῦ αἴτια γίγνεται· διὸ ἐπὶ τῶν δυσπεψίαις ἁλισκομένων καὶ πρὸ πολλοῦ κατασκευαστέον ἔθος
85πρὸς τὸν ἔμετον· λυσιτελέστατος γὰρ ἐν πλείστοις γίνεται κινδύνοις· εἰ δέ τις φύσει δυσεμῶν τυγχάνοι ἢ δι’ ἄλλην τινὰ περίστασιν κω‐ λύοιτο ἐμέσαι, παντὶ τρόπῳ συνεργητέον τῷ τῆς τροφῆς ὑποβιβασμῷ καὶ τῇ ἐκ τῶν ὑποχονδρίων μεθυποχωρήσει· πρὸς τούτοις δὲ ὀρθιω‐
τέρα κατάκλισις ἐπιτηδευέσθω, τῶν περὶ κεφαλὴν ὑψηλότερον ἐσχη‐
90ματισμένων, καὶ ἐπὶ τὸ ἀριστερὸν πλευρὸν ἐπίνευσις ἔστω· κἂν ἐγρή‐ γορσις εἴη, ἄσκυλτος μενέτω καὶ τὸ αὐτὸ σχῆμα τῆς κατακλίσεως διατηρείτω· ταράσσουσι γὰρ αἱ συνεχεῖς ἐπιστροφαὶ τὰ σιτία καὶ ἐμπνευματοῦσι τὰ ἔντερα, τὰ δὲ πνεύματα ἀνάρροπον ποιεῖ τὴν τρο‐ φήν· εἰ δέ τις εἴη μὴ κακῶς διακείμενος διά τινα αἰτίαν πρὸς τὴν
95ψυχροποσίαν, οὐκ ἀνάρμοστον ἀκραιφνοῦς ψυχροῦ κοτύλην μίαν ἐφελ‐ κύσασθαι· τονωθεῖσα γὰρ ἡ γαστήρ, τάχιστα ἐκθλίβει τὰ ἐν αὐτῇ, καὶ τοῖς ὑποκειμένοις παραπέμπει. Ὅσα δ’ ἐκφράττει τὸ ἧπαρ, ταῖς βραδυπεψίαις ἁρμόττει· ἄριστα δὲ αὐτῶν ἐστιν ὀξύμελί τε καὶ τὸ διὰ τριῶν πεπέρεων, ᾧ μηδὲν μέμικται τῶν ἀήθων φαρμάκων, ἀλλὰ

23

(100)

καὶ ἡ λεπτύνουσα δίαιτα βραδυπεψίας ἐπανορθοῦται καὶ τὰς κατὰ τὸ ἧπαρ ἐμφράξεις ἰᾶται· τῇ δὲ ἑξῆς ἐν ἡσυχίᾳ φυλάττειν, καὶ ψη‐ λαφίᾳ ποδῶν χρηστέον καὶ θάλψει τῶν ὑποχονδρίων, μέχρις ἂν βορ‐ βορυγμοὶ καὶ φύσαι διέλθωσι περὶ τὸ ἀπευθυσμένον, αἵ τ’ ἐρυγαὶ μετὰ ποιότητος ἐπιεικεστέρας ἀναδράμωσι· τότε δὲ ἀνίστασθαι χρή,
105καὶ πρῶτον μὲν ἀποδιδότω ἡ κοιλία τὰ διεφθαρμένα, ἔπειτα ἐπὶ περί‐ πατον ὁρμητέον σύμμετρον καὶ σχολαῖον, κατασεισμοῦ χάριν τῶν ἐπὶ τὴν κεφαλὴν ἐκ τῆς διαφθορᾶς ἐνηνεγμένων ἀτμῶν· μετὰ δὲ τοῦτο ταῖς βιοτικαῖς πράξεσιν ἀπασχολητέον τὸν νοῦν χωρὶς ταρα‐ χῆς ἢ θυμοῦ, ἔπειτα δὲ πάλιν ἐξαναγκάσαντες τὴν κοιλίαν ἐκκρίνειν
110τὰ ἐγκαταλειφθέντα, ἠρεμεῖν παραινέσομεν· καὶ θερμοτέρῳ μὲν τοὺς πόδας περιαντλητέον, ψυχρῷ δὲ ἀκραιφνεῖ τὸ πρόσωπον προσκλυσα‐ μένους ἡσυχάζειν ἐπὶ τῆς κλίνης, ὕπνον μηχανώμενοι· μετὰ δὲ τοῦτο ὀλίγος περίπατος, εἶτα λουτρὸν διαδεχέσθω, θερμότερον δ’ ἔστω τοῦ συνήθους· ἀνάλοιφος δὲ λουέσθω, καὶ νίτρον καταπασσόμενος τὸ
115σῶμα ἐξιδρούτω καὶ οὕτως εἰς θερμοτέραν ἐμβατὴν κατερχέσθω· εἶτα εἰς τὸ ψυχρὸν ἐναλλόμενος, λιπαινέσθω τὸ σύμπαν σῶμα ἐλαίῳ δαψιλεστέρῳ· λυσιτελέστερον δὲ καὶ πιόντα χλιαρὸν ὕδωρ ἐν τῷ βαλανείῳ ἀπεμέσαι, καθάπερ ἀποπλύναντα τὰ προκαθίσαντα τῷ στομάχῳ χολώδη ἢ φλεγματώδη· καὶ πρόποσις δὲ ἀψινθίου
120μετὰ τὸ βαλανεῖον ποιεῖ τὸ δέον, ἀποσμήχουσα τὰ προσπεπλα‐ σμένα τῇ γαστρὶ ἀλλότρια· τροφῇ δὲ μετὰ τὸ λουτρὸν χρη‐ στέον εὐδιοικήτῳ καὶ συμμέτρῳ, προσλαμβάνοντας ἐχίνων θαλασ‐
σίων προσφάτων ἢ καρκίνου ποταμίου μάλιστα. Εἶτα ἐπιλαβεῖν μα‐ λάχης ἑφθῆς ἢ ᾠῶν ῥοφητῶν ἢ καὶ ἰχθύων τῶν πετραίων ἢ πτηνῶν
125τῶν ἀβρώμων καὶ ἀπιμέλων· τῶν δὲ ἄλλων κρεῶν φειδώ τις ἔστω καὶ ὀσπρίων καὶ κρομμύων καὶ ταρίχων καὶ τῶν ὁμοίων, καὶ τρα‐ γημάτων καὶ πλακούντων παντοίων, καὶ τῆς γλυκαζούσης καὶ τῆς ῥᾳδίως ἀποξυνομένης ὀπώρας· δυσδιοίκητα γὰρ καὶ ἐμπνευματωτικὰ πάντα τὰ τοιαῦτα, μὴ μόνον δὲ ταῖς ποιότησιν ἐξηλλαγμένα ἔστω
130τὰ διδόμενα, ἀλλὰ καὶ τῷ πλήθει σύμμετρα· τὰ γὰρ εὔπεπτα τοῖς ἀπέπτοις ἴσα γίνεται ὑπὸ τῆς ἀμετρίας· τοὐντεῦθεν δὲ ὕπνος ἀτάρα‐ χος καὶ ὁμαλὸς διαδεχέσθω προαλειψαμένους τὴν γαστέρα ναρδίνῳ μύρῳ.
133

24

(t1)

Πεπτικὰ Γαληνοῦ.
t1
t2Πεπτικὸν τὸ διὰ μήλων κυδωνίων.
t2
1 Καὶ τὸ διὰ τοῦ χυλοῦ τῶν κυδωνίων μήλων φάρμακον ἐπιτήδειόν ἐστιν εἴς τε τὰς ὀρέξεις τοῖς ἀνορέκτοις, καὶ τὰς πέψεις τοῖς μὴ κα‐ λῶς πέττουσι καὶ συνελόντι φάναι τὴν γαστέρα ῥωμαλεωτέραν ἐρ‐ γάζεται καὶ τοῖς ἄτονον ἔχουσι τὸ ἧπαρ ὠφέλιμόν ἐστιν· εὔδηλον δὲ
5ὅτι μάλιστα μὲν αὐτὸ νῆστιν ὄντα προσφέρεσθαι χρὴ τὸ πλῆθος, ὅσον μύστρου συμμέτρου τῷ πλάτει, βλάπτει δὲ οὐδὲν οὐδ’ ἂν μετὰ τρο‐ φήν τις αὐτὸ λαμβάνῃ· καλῶς δ’ ἂν προσφέροιτο καὶ εἰ προηριστηκώς τις ἤδη, εἶτα δειπνεῖν μέλλων, προλαμβάνοι· κάλλιστος δὲ καιρὸς ὁ πρὸ δυοῖν ὡρῶν τῆς τροφῆς· σκευάζεται δὲ οὕτως. Τῶν κυδωνίων
10μήλων τὰ μείζω τε καὶ ἡδίω καὶ ἧττον στρυφνά, ἃ στρουθία κα‐ λοῦσιν, ἐκ τούτων λαβόντας ξέστας ῥωμαϊκοὺς δύο, χρὴ μέλιτος μὲν ὅ τι καλλίστου τὸ ἴσον μέτρον μῖξαι, ὄξους δὲ ξέστην ἕνα καὶ ἥμισυν καὶ ταῦτα ἐπ’ ἀνθράκων διακεκαυμένων προαφεψήσαντας μετρίως καὶ ἀπαφρίσαντας μῖξαι ζιγγιβέρεως μὲν οὐγκίας τρεῖς, πεπέρεως οὐγκίας
15δύο, καὶ οὕτω πάλιν διὰ τῶν κεκαυμένων ἀνθράκων ἑψῆσαι μέχρι μελιτώδους συστάσεως· εἰ δὲ στυπτικώτερον αὐτὸ βούλει ποιῆσαι, τοῖς μὲν δύσκρατον κατὰ θερμότητα ἔχουσι τὴν γαστέρα καὶ τοῖς
ὁπωσοῦν χολῆς πεπληρωμένοις, ἀφελὼν τό τε ζιγγίβερι καὶ τὸ πέπερι, τὸν χυλὸν τῶν μήλων μετ’ ὄξους τε καὶ μέλιτος μόνον ἑψήσας ἐν τῇ
20προγεγραμμένῃ συμμετρίᾳ δίδου. Ὅσαι δὲ μέσαι πώς εἰσι τὴν κρᾶ‐ σιν γαστέρες, ὡς μήτε χολῶδες ἀθροίζειν περίττωμα, μήτε φλεγμα‐ τῶδες, ἥμισυ τῆς προειρημένης συμμετρίας τοῦ τε ζιγγιβέρεως ἐμβα‐ λεῖν καὶ τοῦ πεπέρεως, ὡς εἶναι τοῦ μὲν πεπέρεως οὐγκίαν μίαν, τοῦ δὲ ζιγγιβέρεως οὐγκίαν μίαν καὶ ἡμίσειαν· ἔξεστι δέ σοι κατὰ τὴν μέ‐
25σην συμμετρίαν σκευάζοντι παραβαλεῖν, εἰ δέοι, ἐπὶ τῆς χρείας τὸ λεῖπον τῇ δόσει.
26
Πεπτικὸν τὸ διοσπολιτικόν.
27 Ἄμεινον δὲ καὶ τῷ διοσπολιτικῷ χρῆσθαι φαρμάκῳ ἐπὶ τῶν ἐμ‐ πνευματουμένων συνεχῶς, συντίθεται δὲ διττῶς· ἐνίοτε μὲν ἁπάντων
30ἴσων ἐμβαλλομένων, κυμίνου τε καὶ πεπέρεως καὶ πηγάνου καὶ νί‐ τρου, καὶ ἔστιν οὕτω μᾶλλον ὑπακτικώτερον τῆς γαστρός· ἐνίοτε δὲ τῶν μὲν ἄλλων ἴσον ἑκάστου μίγνυται, τοῦ δὲ νίτρου ἥμισυ ἢ τέταρ‐ τον· κάλλιον δὲ κύμινον μὲν ἐμβαλεῖν τὸ αἰθιοπικόν, πέπερι δὲ τὸ μακρὸν ἢ τὸ λευκόν, ἐμβρεχέσθω δὲ τὸ κύμινον ὄξει δριμυτάτῳ, κἄ‐
35πειτα φρυγέσθω συμμέτρως· ἔστω δὲ τὰ τοῦ πηγάνου φύλλα προμα‐ ρανθέντα, τὰ γὰρ πρόσφατα περιττωματικὴν ὑγρότητα κέκτηνται· τούτοις πᾶσι λειοτάτοις γενομένοις μίγνυται μέλι ἀπηφρισμένον τὸ ἀρκοῦν, ἐνίοτε δὲ μόνα χωρὶς τοῦ μέλιτος λεανθέντα μέχρι τοῦ ξη‐ ρανθῆναι ἀποτίθεται λεῖα καὶ ἐμβάλλεται πτισάνης χυλῷ ἢ οἵῳ περ
40ἂν ἄλλῳ τῶν ἐδεσμάτων μάλιστα πρέπειν δοκῇ· μίγνυται δὲ καὶ μέ‐ λιτι ἐπὶ τῆς χρείας καὶ δίδοται πρὸ τροφῆς ὅσον κοχλιάριον σύμμε‐ τρον, βέλτιον δὲ κατὰ τὰς ὁδοιπορίας μετ’ ὄξους ἀναλαμβάνειν τὸ φάρμακον εἰς τροχίσκους, καὶ ἐπὶ τῆς χρείας ὁμοίως μετὰ μέλιτος διδόναι. Παχυμερῶς δὲ εἴωθα κόπτειν τὰ ἐμβαλλόμενα τοῖς τοιού‐
45τοις φαρμάκοις, ὑπαγωγῆς χάριν τῆς γαστρός· εἰ γὰρ λεπτότατον καὶ χνοωδέστατον γένοιτο, εἰς ὑποχώρησιν ἀνεπιτήδειον γίνεται· οὖρα δὲ κινεῖ οὐκ ὀλίγα· τὰ γὰρ παχυμερῆ κατὰ τὴν γαστέρα μένει τοῖς στενοῖς στόμασι τῶν φλεβῶν ἐνορμῆσαι μὴ δυνάμενα.
48
Τὸ διὰ τριῶν πεπέρεων Γαληνοῦ.
49

24

(50)

Τοῖς δὲ οὕτω διακειμένοις, λέγω δὴ τοῖς ψυχρὰν καὶ φλεγματώδη τὴν ἕξιν κεκτημένοις, ἐπιτήδειόν ἐστι καὶ τὸ διὰ τριῶν πεπέρεων, ὅταν μὴ πάνυ φαρμακῶδες καὶ ποικίλον σκευασθῇ, καθάπερ οἱ πολλοὶ σκευάζουσιν· ὥστε ἔργον οὐ μικρὸν ὑπάρχει τοῖς προσαραμένοις αὐτὸ τὰ συνεμβαλλόμενα καταπέψαι τὸ ἄμμι καὶ τὸ σέσελι καὶ τὸ λιβυ‐
55στικόν, ὅσα τε ἄλλα τοιαῦτα. Χρὴ οὖν τὰ τοιαῦτά τε ἀφελεῖν τοῦ φαρμάκου καὶ προσέτι τὸ ἑλένιον καὶ τὸν ναρδόσταχυν καὶ τὴν κα‐ σίαν, ἔχειν δὲ ἐσκευασμένον ἕτοιμον διττόν, ὡς ἡμεῖς εἰώθαμεν, ἁπλοῦν μὲν τὸ ἕτερον, ὅπερ ἐπὶ τῶν ἠπεπτηκότων χρὴ διδόναι καὶ τῶν πρόσ‐ φατον ψῦξιν ἐσχηκότων κατὰ γαστέρα καὶ χυμὸν φλεγματώδη, ἕτε‐
60ρον δὲ φαρμακῶδες, ᾧ μάλιστα ἐπὶ τῶν ἀπὸ κεφαλῆς εἰς τὸν θώρα‐ κα ῥευμάτων χρώμεθα. Τὸ μὲν οὖν ἁπλοῦν, ᾧ καὶ πρὸς τὸ πλῆθος τῶν ὠμῶν χυμῶν τῶν κατὰ τὰς πρώτας καὶ μεγάλας φλέβας χρώ‐ μεθα, τοιόνδε ἐστίν· εἰς πεντήκοντα δραχμὰς ἑκάστου τῶν τριῶν πεπέρεων ἀρκεῖ μιγνύειν ἀνήσου καὶ θύμου κορύμβων καὶ ζιγγιβέ‐
65ρεως ἑκάστου δραχμὰς ὀκτώ· τὸ μὲν οὖν ἁπλούστατον τοῦτο· ἔτι δ’ ἁπλούστερον γένοιτο, εἰ χωρὶς τοῦ ζιγγιβέρεως σκευασθῇ· ἕτερον δὲ διὰ μὲν τῶν αὐτῶν συγκείμενον, ἀλλ’ εἰς μοίρας πεντήκοντα ἑκά‐ στου τῶν τριῶν πεπέρεων ἑκκαίδεκα δραχμῶν ἐμβαλλομένων ἑκά‐ στου τῶν τριῶν, ἀνήσου καὶ θύμου κορύμβων καὶ ζιγγιβέρεως.
69
70Τὸ διὰ καλαμίνθης ὀξυπόριον, ὃ καλοῦσι πολυετὲς
Γαληνοῦ
.
71 Τῶν μὲν οὖν προειρημένων φαρμάκων κατασβέννυται ἡ θερμότης περὶ τὰς πρώτας φλέβας, οὐκέτι ἀναφερομένη πρὸς ὅλον τὸ σῶμα καθάπερ τὸ διὰ καλαμίνθης καὶ τὰ παραπλήσια, οὐδὲ γὰρ βουλόμε‐
75θα τὰ σὺν τῇ τροφῇ διδόμενα πέψεως χάριν ἀναδίδοσθαι εἰς ὅλον τὸ σῶμα, ἀλλὰ συνεργεῖν τῇ πέψει τῶν ἐν τῇ γαστρὶ σιτίων καὶ τῶν ἐν ταῖς πρώταις καὶ μεγάλαις φλεψὶν ἀπέπτων χυμῶν· διὰ τοῦτο, κα‐ θὼς προείρηται ἐπὶ τοῦ διοσπολιτικοῦ, οὐ χρὴ χνοωδέστατα τῇ πέψει μόνῃ συνεργοῦντα ἐν τῇ λειώσει ἐργάζεσθαι· τὸ δὲ διὰ καλαμίνθης καὶ
80τὰ παραπλήσια, χνοωδέστατα ἐν τῇ λειώσει ἐργάζεσθαι χρή, ἀναδί‐ δοται γὰρ τὸ φάρμακον τοῦτο εἰς ὅλον τὸ σῶμα μέχρι τοῦ δέρματος.
Δοτέον οὖν τοῖς πλῆθος ἐσχηκόσιν ὠμῶν χυμῶν ἐν τοῖς στερεοῖς τοῦ ζῴου μορίοις· ἐπὶ γὰρ τῶν τοιούτων πάντων, ὧν ἐγὼ γινώσκω, ἄρι‐ στόν ἐστι τὸ διὰ καλαμίνθης· καὶ γὰρ λεπτύνει τὰ παχέα καὶ γλίσ‐
85χρα καὶ διαφορεῖ καὶ οὔρησιν κινεῖ καὶ καταμήνια. Ἡ δὲ σύνθεσις αὐτοῦ τοιαύτη. Καλαμίνθης ὀρεινῆς, πετροσελίνου σπέρματος, γλή‐ χωνος, σεσέλεως ἀνὰ δραχμὰς δώδεκα, σελίνου σπέρματος, θύμου κορύμβων ἀνὰ δραχμὰς τέσσαρας, λιβυστικοῦ δραχμὰς δέκα ἕξ, πε‐ πέρεως δραχμὰς τεσσαράκοντα ὀκτώ, μέλιτος ἀπηφρισμένου τὸ ἀρ‐
90κοῦν ἐμβάλλω καὶ ζιγγιβέρεως οὐγκίαν μίαν· ἔστι δὲ ἥδιστον τὸ πλέον ἔχον τὸ μέλι· τοῖς δὲ ἀπεστραμμένοις τὰ γλυκέα καὶ φεύγουσι τὸ μέλι, ὀλίγον ἐν τῇ συνθέσει μιγνύσθω· τινὲς μέλιτος λίτρας τέσσαρας καὶ ἡμίσειαν ἐμβάλλουσιν· ἔστι δὲ καὶ χωρὶς τοῦ μέλιτος αὐτὸ φυ‐ λάξαι ξηρὸν παραπλησίως τοῖς ἄλλοις, καὶ ἁλσὶ μιγνύναι καὶ τοῖς
95ἐδέσμασιν ἐπιπάττειν καὶ τοῖς ἐμβάμμασιν· μετὰ μέντοι τὴν τροφὴν μηδέποτε λαμβάνειν μήτε τοῦτο μήτε ἄλλο τι φάρμακον ἀνάδοσιν ἰσχυρὰν ἐργαζόμενον, συναποφέρεται γὰρ ἅμα ἑαυτῷ τι τῶν ἀπέπτων σιτίων καὶ ἔμφραξιν ἐργάζεται· ἡ δὲ χρῆσις αὐτοῦ γιγνέσθω μετὰ τὴν ἑωθινὴν ἀνάτριψιν, πρὸ δύο ὡρῶν τῶν τε γυμνασίων καὶ τοῦ λουτροῦ.
99

24

(100)

Ὀξυμέλιτος σκευασία καὶ χρῆσις Γαληνοῦ.

24

(100)

Ἐπιτήδειον τοῖς ἐν τῇ γαστρὶ φλεγματικοῖς χυμοῖς ἐστι καὶ τὸ ὀξύμελι, σκευάζειν δὲ χρὴ αὐτὸ τὸν τρόπον τοῦτον· μέλι τὸ κάλλι‐ στον ἐπ’ ἀνθράκων ἀπαφρίσαντες, ἐμβαλεῖν χρὴ ὄξους τὸ ἥμισυ μέ‐ τρον καὶ τοῦτο αὖθις ἐπ’ ἀνθράκων ἑψεῖν, ὡς ἑνωθῆναί τε τὰς ποιό‐
105τητας αὐτῶν ἀκριβῶς καὶ μὴ φαίνεσθαι γευομένοις τὸ ὄξος ὠμόν· ἐπὶ δὲ τῶν ἀποστρεφομένων τὸ πλῆθος τοῦ ὄξους, σκευάζεται οὕτως· τοῦ μὲν ὄξους ἔστω μέρος ἕν, τοῦ δὲ ἀπηφρισμένου μέλιτος μέρη δύο, ὕδατος δὲ μέρη τέσσαρα· εἰ δὲ ἰσχυρὸν αὐτὸ ποιῆσαι βούλει, τοσοῦ‐ τον ἐμβαλεῖς ὄξους, ὅσον καὶ τοῦ μέλιτος, καὶ χωρὶς ὕδατος σκευά‐
110σεις, βέλτιον δὲ ταῖς τῶν λαμβανόντων αἰσθήσεσι κρίνειν τὸ σύμ‐ μετρον, οὐ ταῖς ἡμετέραις, οἰκειότατον γὰρ τῇ φύσει τοῦ κάμνοντός ἐστι τὸ ἥδιστον καὶ διὰ τοῦτο ὠφέλιμον, ἐναντιώτατον δὲ τὸ ἀηδέ‐ στατον. Ἐπὶ δὲ τῆς χρήσεως, ὕδατι θερμῷ κεραννύντας ὡς οἶνον
διδόναι, ὡς ἂν τῷ κάμνοντι ἡδύτερον φαίνοιτο. Ἐπιτήδειον δέ ἐστι
115τοῖς τοιούτοις, τό τε μέγα πολυετὲς καὶ τὸ διὰ κιτρίου καὶ τὸ διὰ σκυβελίτου Ἀρχιγένους καὶ τὰ ἁλάτια, αἱ δὲ συνθέσεις αὐτῶν μετ’ οὐ πολὺ ῥηθήσονται.
117

25

(t)

Περὶ Κραιπάλης Φιλουμένου.
t
1 Καὶ τὰς ἐξ οἴνου δὲ γιγνομένας ἀπεψίας, ἃς κραιπάλην καλοῦμεν, σχεδὸν ὡσαύτως μεταχειριστέον τῇ προῤῥηθείσῃ μεθόδῳ ἐπὶ τῆς ἀπε‐ ψίας· εἰ δέ τισιν ἄρα ψυχροποσία συνήθης εἴη καὶ ἄλλως ἐκκαίοιντο τὸν στόμαχον, δοτέον αὐτοῖς καταρροφεῖν ἐκ διαστημάτων ἀκραιφνοῦς
5ὕδατος κυάθους δύο ἢ τρεῖς, καὶ ὕπνῳ μεσημερινῷ τὴν ταραχὴν ἀπο‐ καταστήσαντες, ταχέως ἐπὶ τὸ λουτρὸν ἄξομεν ἐκτενέστερον τῆς ἀφι‐ δρώσεως προνοούμενοι, καὶ προσαναγκάζοντες αὐτοὺς τῷ ἀπὸ τοῦ χλιαροῦ ὕδατος ἐμέτῳ χρῆσθαι ἢ αὐτὸν μόνων καθέσει δακτύλων ἐρε‐ θίσαι τὸν ἔμετον, εἶτα ἐπὶ τὰς εἰρημένας τροφὰς προσάξομεν, ὑδα‐
10ρεστέρας καὶ ὀλιγωτέρας δίδοντες πόσεις, ὅπως ἀβαρὴς μένῃ ἡ κε‐ φαλή· ἐμβρεχέσθω δὲ εὐθὺς ἐξ ἀρχῆς ἡ κεφαλὴ ὀμφακίνῳ ἐλαίῳ, καὶ τῇ ἑξῆς ἀπεψίας προνοητέον· ἄριστον δὲ εἴ τις ἀψινθίτην ἐπὶ πλείους ἡμέρας προπίνειν μετὰ τὸ λουτρὸν καὶ μετὰ τοὺς ἑωθινοὺς περιπά‐ τους ἐθισθῇ, ἢ ὄξους σκιλλιτικοῦ μύστρου πλῆθος καταρροφεῖν, εἶτα
15ἐπὶ σιωπῆς διάγειν πρὸς βραχύ, καὶ οὕτω τὰ λοιπὰ πράττειν, ὡς ἐν τῷ περὶ ἀπεψίας εἴρηται.
16

26

(t)

Πῶς ἐπιμελητέον κοιλίας ἐπεχομένης.
t
1 Ἡ κατὰ γαστέρα τῶν περιττωμάτων ἐπίσχεσις, ἢ διὰ τὰ λαμβα‐ νόμενα σιτία τε καὶ ποτὰ κατὰ ποιότητα καὶ ποσότητα τῶν ληφθέν‐ των ἢ διὰ τὴν τάξιν καὶ τὸν τρόπον τῆς χρήσεως γίγνεται. Παρὰ μὲν τὴν ποιότητα, στρυφνῶν ἢ αὐστηρῶν ἢ ξηρῶν ταῖς συστάσεσιν
5ὑπαρχόντων τῶν λαμβανομένων, παρὰ δὲ τὴν ποσότητα, ἐλαττόνων τοῦ προσήκοντος μέτρου, παρὰ δὲ τὴν τάξιν, εἰ τὰ μὲν ξηρὰ καὶ
στρυφνὰ πρότερον, τὰ δὲ ὑγρὰ καὶ λιπαρὰ καὶ γλυκέα δεύτερον προσ‐ ηνέγκατο· παρὰ δὲ τὸν τρόπον τῆς χρήσεως, εἰ δέον σιτεῖσθαι δὶς πᾶσαν ἡμέραν εἰσάπαξ προσηνέγκατο τὴν τροφήν· ἡ δὲ περὶ τὴν
10γαστέρα τε καὶ τὰ ἔντερα τῆς ἐπισχέσεως τῶν περιττωμάτων αἰτία, διά τε τὴν φύσιν αὐτῶν καὶ διὰ τὴν ἐπίκτητον γίνεται διάθεσιν. Αἱ μὲν δὴ περὶ τὴν φύσιν αὐτῶν αἰτίαι, αἱ μοχθηραί εἰσι τῶν σωμάτων κατασκευαί, αἱ δὲ ἐπίκτητοι, ὀκτώ εἰσι τῆς γαστρὸς δυσκρασίαι· τέσσαρες μὲν ἁπλαῖ, θερμότης, ψυχρότης, ὑγρότης, ξηρότης, τέσσα‐
15ρες δὲ ἄλλαι σύνθετοι, θερμότης ἅμα καὶ ὑγρότης, ψυχρότης ἅμα καὶ ὑγρότης, ψυχρότης ἅμα καὶ ξηρότης καὶ θερμότης ἅμα καὶ ξηρότης. Χρὴ δὲ εἰς τοσοῦτον μέγεθος ἥκειν ἑκάστην τῶν δυσκρασιῶν, ὡς ἀσθενῆ φανερῶς ἐργάσασθαι τὴν ἀποκριτικὴν δύναμιν, ἤτοι τῆς γαστρὸς μόνης ἢ καὶ τῶν λεπτῶν ἐντέρων ἢ τῶν παχέων ἢ καὶ συμπάν‐
20των ἅμα τῶν εἰρημένων, ὡς ἐν τοῖς εἰλεοῖς γίνεται· ἔτι δὲ πρὸς τού‐ τοις ἐπέχεται ἡ γαστὴρ ποτὲ μὲν ἐπὶ τῶν πυρετῶν διὰ δριμύτητα ἀναξηραινόντων καὶ ἐξαναλισκόντων τὰ ὑγρά, ποτὲ δὲ ἀποστρεφο‐ μένης τῆς ὕλης εἰς ἑτέρους τόπους καὶ δι’ ἐκείνων ἐκκρινομένης· ἱδρώ‐ των γὰρ διὰ τῆς ἐπιφανείας πλειόνων κινηθέντων, στενοῦται ἡ κοι‐
25λία· καὶ στομάχου δὲ ῥευματιζομένου, κατέχεσθαι συμβαίνει τὴν ἄφοδον· καὶ διὰ φλεγμονὴν γειτνιάζουσαν καὶ ἀποθλίβουσαν τὸ ἀπευ‐ θυσμένον, οἷον κύστεως ἢ ὑστέρας, καὶ δι’ ἕλκωσιν ἢ ὀδύνην περὶ ταῦτα τὰ μέρη γιγνομένην, ἀνατρέχει τὰ περιττώματα. Ἐπὶ δὲ τῶν ἀνακομιζομένων ἐκ νόσου ἐπέχεται ἡ γαστήρ, διὰ τὸ πλείστην ἀνά‐
30δοσιν ἐκ τῶν τροφῶν εἰς τὸ σῶμα γίγνεσθαι, καὶ διὰ τοῦτο βραχὺ καὶ ξηρὸν καὶ δυσέκκριτον γίγνεται τὸ σκύβαλον· πρὸς τούτοις δὲ ἐπέχεται ἡ γαστὴρ καὶ δι’ ἐπίσχεσιν τῆς συρρεούσης ξανθῆς χολῆς συνήθως εἰς τὰ ἔντερα· αὕτη γὰρ ἐν τῷ κατὰ φύσιν ἔχοντι ζῴῳ συρρέουσα δάκνει καὶ ἐρεθίζει τὰ ἔντερα, καὶ πρὸς ἔκκρισιν ἐπεγείρει
35τῶν περιττωμάτων καὶ διὰ τοῦτο, κενὴ τροφῆς ἀεὶ ἡ νῆστις εὑρί‐ σκεται, εἰς ἣν ἐμβάλλει ὁ ἐκ τῆς χοληδόχου κύστεως παράγων ἐπὶ τὰ ἔντερα τὴν χολὴν πόρος. Διὰ ταύτας μὲν δὴ τὰς αἰτίας ἐπέχεται ἡ γαστήρ, κοινὸν δὲ ἐπὶ πάντων παράγγελμα τὴν ἐναντίαν θεραπείαν τῇ τὴν βλάβην ἐργασαμένῃ αἰτίᾳ προσάγειν· ἴδιον δὲ καθ’ ἑκάστην,
40εἰ μὲν ὀλιγώτερα τὰ σιτία προσαράμενος ἐπεσχέθη τὴν γαστέρα ὁ ἄν‐
θρωπος, πλείω τε ἅμα καὶ ὑγρότερα διδόναι, εἰ δὲ ξηρότερα εἴη προσ‐ ενεγκάμενος, ὑγρότερα μὲν διδόναι μὴ πολλὰ δέ· εἰ δὲ αὐστηρὰ καὶ στρυφνὰ τῆς ἐπισχέσεως αἴτια γέγονε, γλυκέα καὶ λιπαρὰ διδόναι· εἰ δὲ διὰ τὴν τάξιν γέγονεν, εἰς τὸ δέον ἐπαναγαγεῖν· εἰ δὲ ἅπαξ ἀντὶ
45τοῦ δὶς τρεφόμενος ἐπεσχέθη τὴν γαστέρα, οὐ μόνον δὶς ἀλλὰ καὶ πλεονάκις διδόναι τὰ ἁρμόδια. Κατὰ δὲ τὸν αὐτὸν τρόπον τὰς προσ‐ φάτους δυσκρασίας ἐξιᾶσθαι διὰ τῶν ἐναντίων, ὑγραίνοντας μὲν τὰ σώματα εἰ ἐξηράνθη, ξηραίνοντας δὲ εἰ ὑγράνθη· καὶ ψύχοντας μὲν εἰ ἐθερμάνθη, θερμαίνοντας δὲ εἰ ἐψύχθη, καὶ ἐπὶ τῶν κατὰ συζυγίαν

26

(50)

ποιοτήτων ἀναλόγως πράττειν. Ἐπισχεθείσης δὲ τῆς εἰς τὰ ἔντερα συρρεούσης χολῆς ἢ διὰ πάχος ἢ δι’ ἔμφραξιν τῶν χοληδόχων πό‐ ρων, τῇ λεπτυνούσῃ διαίτῃ χρηστέον· ὡσαύτως δὲ εὐμηχάνως ἐνί‐ στασθαι χρὴ πρὸς τὰς ἄλλας αἰτίας τῆς ἐπισχέσεως τῆς γαστρός, λύ‐ οντας τὴν τῶν σπλάγχνων φλεγμονήν, ὁπότε δι’ αὐτὴν ἡ ἐποχὴ γί‐
55γνοιτο· ἀποστρέφοντας δὲ εἰς τὰ ἔντερα τὰς ὕλας, τρέπειν ἀλλαχόσε· αἱ δὲ ταῦτα ποιεῖν δυνάμεναι ὗλαι ἐν τοῖς περὶ τῶν ἁπλῶν φαρ‐ μάκων προείρηνται λόγοις κατ’ ἀρχὰς τῆσδε τῆς πραγματείας, κἀν τῷ μετ’ αὐτοὺς γραφέντι περὶ τῶν καθαιρόντων φαρμάκων. Κοινὴ δὲ πάντων τῶν ὁπωσοῦν ἐπεχομένων τὴν γαστέρα θεραπεία ἐστὶ τοιάδε·
60σχῆμα κατακλίσεως τὸ ὀρθιώτερον ἐπιτήδειον, καὶ ἐπὶ πλευρᾶς ἀρι‐ στερᾶς κατάκλισις· καὶ ἡσυχία μὲν καὶ ἀκινησία ἐφεκτικὰ τῆς γα‐ στρός, κίνησις δὲ καὶ περίπατος προτρεπτικά· καὶ ὀλιγοποσία μὲν καὶ τὸ μὴ προπίνειν μήδ’ ἐν μέσῃ τροφῇ ποτὸν διδόναι, ἀναξηραντικὰ τῆς γαστρός· πρόποσις δὲ καὶ πολυποσία καθυγραίνουσι τὰ σκύβαλα·
65ὕπνος πέττει καὶ τὰ περιττώματα εὔροα παρασκευάζει, γρήγορσις δὲ διαφορεῖ τὰς ὕλας καὶ μετέωρα κρατεῖ· πλεῖστον δὲ αἱ κατὰ τὰς τρο‐ φὰς ποιότητες δύνανται· ὅθεν χρὴ ταύτας εὐκοιλίους διδόναι, ἄμεινον δ’ εἴ τις δοίη χυλὸν ἀψινθίου ἢ τὰ τῆς ἀλόης καταπότια· τούτων δὲ μηδὲν ἀνυόντων, ἀλλὰ σκληρῶν ἐγκειμένων τῶν σκυβάλων καὶ βαρυ‐
70νομένης τῆς ὀσφύος, περιτεινομένου δὲ καὶ ἐμπνευματουμένου τοῦ ἐπι‐ γαστρίου, τὸ ἐπιμένειν ταῖς ὑγραινούσαις τροφαῖς ἄτοπον· λιθωδῶν γὰρ πολλάκις ἐσφηνωμένων ἐν τῷ ἀπευθυσμένῳ, τὰ λαμβανόμενα σι‐ τία τὸν στόμαχον καὶ τὴν γαστέρα ὑπερυγραίνει καὶ θηλύνει, διελ‐ θεῖν δὲ μέχρι τοῦ ἀπευθυσμένου ἀδυνατεῖ, ὥστε ἐντεῦθέν τινα ἕτερα
75παρακολουθεῖ χαλεπά. Βέλτιον οὖν ἐπὶ τούτων κλύζειν τὴν κοιλίαν πτισάνης χυλῷ μετὰ μέλιτος καὶ ἐλαίου, καὶ βαλάνοις δὲ χρηστέον καὶ διαχρίσμασι τῆς ἕδρας· στυπτηρία δὲ ὑγρὰ μέλιτι λειανθεῖσα, ἑψεῖται ἄχρις ἂν κιρρὰ γένηται, καὶ ἐκ τούτου διαχρίεται ἡ ἕδρα· καὶ ῥᾳδίως μὲν πολλὰ σκύβαλα προβιβάζει, πονοῦσι δὲ βραχύ· κάλλιστα
80δὲ ποιεῖ ὁ τῆς κυκλαμίνου χυλὸς μετὰ μέλιτος διαχριόμενος καὶ ἐν κροκίδι προστιθέμενος· καὶ ἡ λινόζωστις δὲ λειουμένη χλωρὰ καὶ ἀνα‐ πλαττομένη βαλάνου τρόπον, ξηραίνεται καὶ ὑποτίθεται καὶ ποιεῖ πάνυ καλῶς.
83
Ἄλλη βάλανος καθαρτική.
84
85 Ἀψινθίου κόμης κεκομμένης καὶ σεσησμένης, νίτρου, ἀνὰ δραχμὰς τέσσαρας, ἐλατηρίου δραχμὴν μίαν ἀναλάμβανε μέλιτι ἑφθῷ, καὶ ποίει βαλάνους καὶ ὑποτίθει προπυριάσας τοὺς τόπους· προείρηται δὲ ἤδη περὶ τούτων τελειότατα ἐν τῷ Τρεισκαιδεκάτῳ Λόγῳ τῆςδε τῆς πραγματείας, ἔνθα καὶ ἐπομφάλια καθαρτικὰ γεγράφαμεν καὶ τῶν
90διὰ στόματος διδομένων μαλακτικῶν τῆς κοιλίας διαφόρων ἁπλῶν τι καὶ συνθέτων βοηθημάτων ἐμνημονεύσαμεν, ὅθεν περιττὸν ἡγοῦμαι κἀνταῦθα τὰ αὐτὰ λέγειν.
92
Ἀψινθάτου σκευασία μαλακτικοῦ.
93 Κόστου οὐγκίαν μίαν, ναρδοστάχυος γραμμάρια τέσσαρα, μαστί‐
95χης γραμμάρια τριάκοντα δύο, μέλιτος ξέστας δύο, οἴνου ξέστας δέκα. Ἑτέρα. Σίνωνος οὐγκίαν μίαν, σχίνου ἄνθους γραμμάρια ἕξ, μαστί‐ χης γραμμάρια δώδεκα, φύλλου δραχμὰς δύο, ναρδοστάχυος γραμ‐ μάρια δύο, μέλιτος ξέστην ἕνα, οἴνου ξέστας πέντε.
98 Ἀψινθᾶτον πικρὸν μᾶλλον φλεγματικοῖς ἁρμόδιον.
99

26

(100)

Ἀγαρικοῦ, ῥόδων ξηρῶν ἀνὰ γραμμάρια δύο, ἀλόης γραμμάρια ἑπτά, μαστίχης γραμμάρια δώδεκα, μέλιτος ξέστην ἕνα, οἴνου ξέ‐ στας πέντε. Ἄλλο [μελαγχολικοῖς καὶ φλεγματικοῖς]. Φύλλου γραμ‐ μάρια ἕξ, ναρδοστάχυος γραμμάρια δώδεκα, ἀλόης γραμμάρια ἐννέα,
μέλιτος ξέστην ἕνα, οἴνου ξέστας ἕξ· τοῦτο ἁρμόζει μελαγχολικοῖς
105καὶ φλεγματικοῖς. Ἄλλο. Φύλλου, ναρδοστάχυος, κασίας, ἀμώμου ἀνὰ οὐγκίας τρεῖς, κόστου, ἀσάρου ἀνὰ γραμμάρια τέσσαρα, μαστί‐ χης γραμμάρια ἐννέα, ἀλόης γραμμάρια δώδεκα, μέλιτος ξέστην ἕνα, οἴνου ξέστας πέντε.
108

27

(t)

Περὶ ἐμπνευματώσεως.
t
1 Ἐμπνευματώσεως ἀρχὴ τροφὴ κακῶς διοικουμένη· ἔστι δὲ ἡ τῶν πνευμάτων ἐν γαστρὶ γένεσις χυμῶν τινων φλεγματωδῶν εἰς ἀτμοὺς ἀναλυομένων ὑπὸ θερμότητος μετρίας· ἡ γὰρ τελεία ψῦξις οὐδόλως ἀτμὸν ἐργάζεται, διότι μηδόλως λεπτύνει μηδὲ κατεργάζεται μηδὲ
5διαλύει τὴν τροφήν, ἡ δὲ ἰσχυρὰ θερμασία λεπτύνει τὴν τροφήν· ἐὰν δὲ φυσώδης ὑπάρχῃ φύσει, τηνικαῦτα καὶ ἐξ ἀρχῆς γεννᾶται μὲν ὁμι‐ χλῶδες πνεῦμά τι, ὀλίγον δ’ ὡς ὑπὸ μιᾶς ἢ δευτέρας ἐρυγῆς ἐκκε‐ νοῦσθαι. Ἡ δὲ μετρία θερμασία ἐνδεέστερον ἐνεργοῦσα, διαλύει μὲν τὰ σιτία, κατεργάζεται δὲ οὐκ ἀκριβῶς, ὅθεν ἡ τοῦ πνεύματος γέ‐
10νεσις συμβαίνει. Ἑνὶ λόγῳ καθάπερ ἐκτός, αἱ ψυχρότεραι ἐν χειμῶνι καὶ βόρειοι καταστάσεις καὶ αἱ θερμότεραι τοῦ θέρους ὥρᾳ συνιστά‐ μεναι καθαρὸν ἀπεργάζονται τὸν ἀέρα, μεταξὺ δὲ τούτων εἰσὶν αἱ τὴν ὁμίχλην γεννῶσαι, κατὰ τὸν αὐτὸν τρόπον ἐν τοῖς τῶν ζῴων σώ‐ μασιν οὔτε ἐν ἐσχάταις ἀτονίαις τῆς θερμασίας, οὔτε ὅταν ἰσχυρῶς
15εὐρωστῇ, ἀλλὰ κατὰ τὰς μεταξὺ τούτων ἀπογεννᾶται τὸ φυσῶδες περίττωμα. Καὶ τοῦτο διὰ μὲν τοῦ στομάχου ἐκκρινόμενον ἐρυγὰς ἐρ‐ γάζεται, διὰ δὲ τῆς ἕδρας ἤτοι ψοφώδεις ἢ ἄνευ ψόφου φύσας· ἐπει‐ δὰν δὲ μήτε διὰ στόματος μήτε διὰ τῆς ἕδρας ἐκκρίνηται, τὴν ἐμ‐ πνευμάτωσιν ὀνομαζομένην ἀποτελεῖ.
19
20Ἀρχιγένους.
20 Παρέπεται δὲ τοῖς πάσχουσι στομάχου βάρος καὶ διάτασις, καὶ σοφίζεσθαι τοὺς πολλοὺς εἰς αὐτὸν μόνον ἐρείδειν τὴν ὀδύνην καὶ γὰρ ὁ πόνος ποτὲ μὲν ἔμπροσθεν παρ’ ὅλον τὸ στέρνον, ποτὲ δὲ ὀπίσω
παρὰ τοὺς τοῦ τραχήλου καὶ μεταφρένου σπονδύλους ἐμπίπτει, πολ‐
25λάκις δὲ ἑκατέρωθεν συνέχει, ἐνίοτε δὲ καὶ διόγκωσιν ἐργάζεται κατὰ τὸ στόμα τῆς κοιλίας· ἐρυγαὶ δὲ διάκενοι γίγνονται πρὸς ὀλίγον κου‐ φίζουσαι, ἐποχή τε πνευμάτων διὰ τῆς κάτω κοιλίας ἐκκρινομένων. Ὑποπίπτει δὲ ὄγκος κατὰ τὴν κοιλίαν ὑπόχαυνος, εἴκων πρὸς τὰς τῶν χειρῶν ἐπιθέσεις, τισὶ δὲ αὐτῶν καὶ πόνοι παρέπονται καὶ ἀνο‐
30ρεξίαι καὶ κεφαλῆς ὀδύναι· εἰ δὲ πρὸ τῆς παντελοῦς ἀποκαταστάσεως λάβοιεν τροφήν, προσεμφυσῶνται τὰ μέρη καὶ διατείνονται ἐπὶ πλέον μετ’ ὀδύνης, φερομένης πολλάκις μέχρι κλειδὸς καὶ ὠμοπλάτης καὶ ῥάχεως πάσης σὺν τῷ καὶ τὰς ἐρυγὰς ἐπέχεσθαι, ὥς τινας ἤδη καὶ πνιγμῷ δοκεῖν παραπλήσιόν τι πάσχειν· κουφίζονται δὲ τῆς τε τρο‐
35φῆς ὑπελθούσης καὶ τῶν πνευμάτων, εἴτε δι’ ἐρυγῶν ἢ δι’ ἐντέρων ἀποκριθέντων. Τοὺς μὲν οὖν οὐ πρὸ πολλοῦ βεβρωκότας πρῶτον ἐμεῖν κέλευε, ἔπειτα θάλπειν χρὴ διὰ πιλήματος ἐλαιοβραχοῦς προ‐ σηνῶς θερμοῦ, βαλανιστέον τε ἀνυπερθέτως τοῖς πνεῦμα προσκαλου‐ μένοις, οἷον πηγάνου σπέρματος καὶ κυμίνου ἴσῳ μετὰ μέλιτος ἑφθοῦ
40καὶ νίτρου ὀλίγου· ἀσιτία δὲ ἀναγκαία τῷ πάθει καὶ μιᾶς δύο ἡμε‐ ρῶν, καὶ ἐν τοῖς παροξυσμοῖς ἐμβροχαὶ δι’ ἐλαίου ἀφηψημένον ἔχον‐ τος ἀψίνθιον, πήγανον, ἄνηθον· ἐμπασσέσθω δὲ τοῖς πιλήμασι κύμι‐ νον λεῖον ἢ σελίνου σπέρμα καὶ μᾶλλον σίνων, ἔπειτα καὶ σικύαι παρα‐ λαμβανέσθωσαν κοῦφαι πολλαὶ μετὰ πλείονος φλογός. Ἐπιμενούσης
45δὲ τῆς διαθέσεως, καταπλάσσειν τῷ διὰ λινοσπέρματος καὶ κριθίνου καὶ ἀλεύρου, κυμίνου τε λείου καὶ ἀνήθου σπέρματος ἢ σελίνου ἢ μαράθρου ἢ ἠρυγγίου ῥίζης, ὑδρομέλιτός τε καὶ ἐλαίου, ἐν ᾧ ἀφήψη‐ ται πήγανον, δαφνίδες, μελάνθιον, μίγνυε δὲ καὶ ἄσφαλτον καὶ ἔλαιον δάφνινον. Εἰ δὲ φλεγμονὴ σύνεστι τῇ ἐμπνευματώσει, ἀντὶ τῶν θερμαι‐

27

(50)

νόντων τὰ χαλῶντα προσάγειν χρή, οἷον ἄνηθον ἐνεψῶν τῷ ἐλαίῳ καὶ μιγνὺς στέαρ ὄρνιθος ἢ χηνός. Ἡ δὲ τροφὴ σιτώδης ἔστω καὶ ὀλίγη, καὶ μετὰ πολὺν τῆς προσφορᾶς χρόνον διδόσθω τὸ πόμα· τρίψεις τε μετὰ τὰ σιτία τῶν ἄκρων ἐπιτελείσθωσαν· ὑπαγέσθω δὲ ἡ κοιλία διά τε τροφῆς ἢ δι’ ἀλόης καὶ κηρωταὶ προσαγέσθωσαν σκευασθεῖσαι δι’
55ἐλαίου, ἐν ᾧ σικύου ἀγρίου ῥίζα ἐναφήψηται· ἐπὶ τέλει δὲ μαλάγματι
χρηστέον, τῷ διὰ σπερμάτων ἢ διὰ δαφνίδων. Μαρκιανοῦ διαβροχὴ ἐπὶ τῶν ἀπὸ νόσου ἐμπνευμάτωσιν
ἐχόντων περὶ τὸ διάφραγμα ἢ τὰ ἔντερα
καὶ βορβορυγμὸν περὶ τὰ σπλάγχνα
.
59
60 Πηγάνου χλωροῦ οὐγκίας τέσσαρας, μελιλώτων, ἀψινθίου ἀνὰ οὐγκίας τέσσαρας, τήλεως οὐγκίας ἕξ. Βρέχε τὴν τῆλιν πρὸ μιᾶς ὀλίγῳ ὕδατι, εἶτα ἐπιβαλὼν αὐτῇ τὰ λοιπὰ καὶ ἐλαίου ξέστας ἕξ, ἕψε καλῶς ἀκάπνῳ πυρί· καὶ διηθήσας ἐρεᾷ σφαίρᾳ, πυρία ἐπὶ πολύ. Εἰ δὲ ἐπιτείνοιτο ἡ ὀδύνη, ἐμβιβαστέον αὐτοὺς εἰς ἔλαιον, εἰ μηδὲν ἕτε‐
65ρον κωλύει· ἢ ἑψήσαντες ἐν ὕδατι ἀλθαίας ῥίζαν, δάφνης φύλλα, τῆ‐ λιν, γλήχωνα, πήγανον, καὶ ἔλαιον τῷ ἀφεψήματι ἐπιβαλόντες, ἐμ‐ βιβάζομεν· προκοπῆς δὲ γενομένης, προσφερέσθωσαν τροφὴν ἄρτον ἐξ ὕδατος καὶ ἰχθύας τοὺς ἁπαλοσάρκους· οἱ δ’ ἐν ἀναλήψει ὄντες, ἀναληπτικῶς ἀγέσθωσαν, σιναπιζέσθωσάν τε καὶ μετὰ πολλοῦ πυρὸς
70σικυαζέσθωσαν μετὰ τὰ γυμνάσια, εἶτ’ ἐμείτωσαν. Εἰ δ’ ἀσθενὲς εἴη τὸ σύμπτωμα, καταπλαστέον ἐν τῷ παροξυσμῷ τῷ διὰ νάπυος, καὶ μετ’ ὀλίγον προποτιστέον ἀλόης δραχμὴν μίαν ἢ σμύρνης σπέρματος ἴσον· καὶ ἀριστολοχία δὲ μάλιστα ἡ στρογγύλη πινομένη ὅσον δραχ‐ μῆς πλῆθος πνεύματα διαλύει καὶ τοὺς βραδυπεπτοῦντας ὠφελεῖ·
75καὶ καλαμίνθης ἀφέψημα ἢ πολίου μετὰ μέλιτος ὀλίγου καὶ πεπέρεως λειοτάτου βραχέος. Καὶ ὑὸς δὲ ἀστράγαλος καυθεὶς καὶ ποθείς, στρό‐ φους καὶ ἐμπνευματώσεις ἰᾶται· ἢ ῥάμνου φύλλα λεάνας χλωρὰ ἀνά‐ πλασσε τροχίσκους καὶ ξήραινε ἐν σκιᾷ καὶ δίδου δραχμὴν μίαν ἀπυ‐ ρέκτοις μετ’ οἴνου κεκραμένου, πυρέσσουσι δὲ μεθ’ ὑδρομέλιτος. ποιεῖ
80καὶ πρὸς τὰς εἰλεώδεις διαθέσεις καὶ πᾶν ἄλγημα πνευματικόν· θαυ‐ μαστῶς γὰρ δι’ ἐρυγῶν καὶ φυσῶν διαφορούμενοι, ὑγιεῖς γίγνονται, ὡς Διοσκορίδης φησίν· ὠφέλιμον δὲ αὐτοῖς καὶ καστόριον πινόμενον μετ’ ὀξυκράτου· δίδου δὲ δραχμὴν μίαν, καὶ ἔξωθεν δὲ αὐτὸ μετ’ ἐλαίου σικυωνίου ἐπιτίθει, κἂν γὰρ μετὰ στρόφων τύχωσιν αἱ ἐμπνευ‐
85ματώσεις, ἰᾶται ταῦτα· καὶ σκίλλινον δὲ ὄξος καταρροφείτωσαν πρὸ τροφῆς καὶ μετὰ τροφὴν ἢ εἰς κοίτην· ἁρμοζόντως δὲ δίδοται τούτοις εἰς νύκτα τῆς διὰ δύο πεπέρεων ὅσον ὀρόβου μέγεθος, τοῖς δ’ εὐτό‐
νοις κυάμου αἰγυπτίου· ἐπεχομένης δὲ τῆς κοιλίας, ἀνυπερθέτως κλυ‐ στέον· λουτρῷ δὲ χρηστέον ἐκ διαλειμμάτων τινῶν ἐν ταῖς ἀνέσεσι·
90προπυριάσθωσαν δὲ οἱ τοιοῦτοι τόν τε νῶτον καὶ τὸν στόμαχον καὶ καταπασσέσθωσαν νίτρῳ ὠπτημένῳ καὶ ταῖς ἐμβάσεσι θερμοτέραις χρήσθωσαν. Μετὰ δὲ τὸ λουτρόν, ἡ τροφὴ διδόσθω ἄφυσος, καὶ μετὰ πᾶσαν τροφὴν οἶνον δοτέον ἀκρατέστερον. Διαιρείτωσαν δὲ τὴν τρο‐ φήν, λαμβάνοντες ἐπ’ ἀρίστῳ μὲν τὸ τρίτον μέρος, ἐν δὲ τῷ δείπνῳ
95τὸ δίμοιρον, τὴν δὲ τῶν ὀπωρῶν καὶ τῶν ὑγρῶν λαχάνων προσφορὰν ἀεὶ δι’ ὑπονοίας ἐχέτωσαν καὶ τὴν πολυποσίαν, ὡς πολεμιωτάτην οὖσαν τῷ πάθει τῆς ἐμπνευματώσεως. Τὰς δὲ τῆς κοιλίας ὀδύνας ἢ διὰ παχύτητα γινομένας πνεύματος ἢ διὰ ψῦξιν, οἶνος ἀκρατέστερος πινόμενος ὀνίνησιν, ὕπνος δὲ ἐπιγενόμενος καὶ τελέως αὐτὰς ἀπαλ‐

27

(100)

λάττει.

27

(100)

28

(t)

Περὶ εἰλεοῦ καὶ χορδαψοῦ Ἀρχιγένους.
t
1 Ὁ εἰλεὸς πάθος ἐστὶν ἐντέρων ὀδύνην ὀλέθριον ἐπιφέρον, αἰτία δὲ τοῦ πάθους, συνεχὴς διαφθορὰ σιτίων πολλῶν τε καὶ ποικίλων καὶ ἀσυνήθων καὶ μάλιστα τῶν καταπιμέλων· συνίσταται δὲ καὶ ἐπὶ πλη‐ γαῖς τισι καὶ ἐπὶ ψύξεσιν ἰσχυραῖς καὶ ἐπὶ ψυχροῦ ἀθρόᾳ πόσει, μά‐
5λιστα ἐφ’ ἱδρῶτι παραλαμβανομένῃ, συμβαίνει δὲ καὶ οἷς ἔντερον εἰς τὸν ὀσχεὸν σὺν τῇ κόπρῳ κατέβη, εἶτα ἀνεθλίβη μετὰ βίας καὶ ἐκ τούτου ἐφλέγμηνε· γίγνεται δὲ καὶ ἐπὶ ταῖς τῶν δηλητηρίων πόσεσι, καὶ ὑπὸ σκληρᾶς κόπρου περὶ τὰ λεπτὰ ἔντερα ἐνσχεθείσης. Ἐφ’ ἑνὸς δὲ τόπου τῆς ὀδύνης ἐνερειδούσης περὶ τὰ λεπτὰ τῶν ἐν‐
10τέρων, ὡς σκληρίαν ὑποπίπτειν τῇ ἁφῇ, χορδαψὸν ἰδίως ἐκάλουν οἱ ἀρχαῖοι, τοὐτέστι μάλθαξιν ἐντέρων· καὶ πολλοὶ ἐπὶ ταῖς ὀδύναις θνῄσκουσιν αὐτίκα, ἑτέροις δὲ διαπυΐσκει ἡ φλεγμονή, καὶ αὖθις με‐ λανθὲν τὸ ἔντερον καὶ διασαπὲν ἐκπίπτει καὶ οὕτως ἐκλείπουσι. Σύ‐
νηθες δὲ τὸ πάθος παιδικῇ ἡλικίᾳ, ἐκφεύγουσι μέντοι διὰ τὴν φυσι‐
15κὴν ὑγρότητα, γέρουσι δὲ οὐ πάνυ μὲν σύνηθες, εἰ δὲ περιπέσωσι τῷ πάθει, οὐ μάλα περιγίνονται. Παρέπεται δὲ τοῖς κάμνουσιν ὀδύνη περιειλουμένη, στομάχου πλάδος, ἔκλυσις, ἐρυγαὶ κεναὶ μηδὲν ἐπι‐ κουφίζουσαι, βορβορυγμὸς τῶν ἐντέρων, ἐποχὴ παντελὴς κόπρου καὶ πνευμάτων· εἰ δ’ ἐπίτασιν λάβοι τὸ πάθος, πάντα ἀνέκφορα γίγνε‐
20ται· διὸ καὶ ἔμετος φλέγματος καὶ χολῆς, ψῦξις τοῦ παντὸς σώμα‐ τος, πόνος πολὺς καὶ δύσπνοια. Εἰ δὲ καὶ θνῄσκειν μέλλουσιν, ἱδρὼς ψυχρὸς καὶ δυσουρία, ὁ δακτύλιος ἐσφιγμένος, ὡς μηδὲ πυρῆνα μή‐ λης σχεδὸν ὑποδέχεσθαι, ἐνίοτε δὲ καὶ κόπρος ἀνεμεῖται. Εἰ μὲν οὖν ἔγκειται τροφὴ ἄπεπτος ἐν τῇ γαστρί, μελίκρατον διδόντες μετὰ νί‐
25τρου, ἐμεῖν ἀναγκάσομεν, ἔπειτα πάλιν ὕδωρ θερμὸν καθαρὸν διδό‐ ναι, πρὸς τὸ τὴν δῆξιν ἀμβλῦναι· εἰ δὲ μηδὲν τῶν σιτίων ἄπεπτον ἐν τῇ γαστρὶ περιέχοιτο, σπουδαστέον, ὅση δύναμις, κάτω ἕλκειν καὶ πνεύματα καὶ σκύβαλα διά τε βαλάνων καὶ διαχρίστων καὶ κλυστή‐ ρων, σπουδῇ πάντα ποιοῦντας· βάλανοι μὲν οὖν αἱ ἀπὸ πηγάνου σπέρ‐
30ματος καὶ νίτρου καὶ κυμίνου καὶ μέλιτος, ἀγαθαὶ δὲ καὶ αἱ ἀπὸ καυ‐ λῶν τῆς κράμβης σκευαζόμεναι σὺν μέλιτι ἑφθῷ· ἕλκουσι γὰρ ἐκ βά‐ θους· μακρὰς δὲ βαλάνους πεποιῆσθαι δεῖ, ὡς ὑπερβαίνειν τὸν σφιγ‐ κτῆρα· καὶ προστιθέντων, πυριάσθω ὁ δακτύλιος διὰ σπόγγων· καὶ κυκλαμίνου δὲ χυλὸς ἑκάστῳ χρησίμως συμπλέκεται, καὶ μετὰ μέλι‐
35τος δὲ καὶ νίτρου διαχριόμενος πρακτικῶς ὠφελεῖ, καὶ κενταύριον σὺν μέλιτι καὶ νίτρῳ· ὡς ὅτι δὲ ἐσωτάτω διαχριέσθωσαν· ἐνιέσθω δὲ καὶ διὰ κλυστῆρος ἔλαιον ἐν ᾧ ἀφήψηται πήγανον, κύμινον, ἀλθαίας ῥί‐ ζα ἢ τὰ φύλλα, κενταύριον, σικύου ἀγρίου ῥίζα· προσβεβλήσθω δὲ καὶ βούτυρον καὶ ῥητίνη καὶ τερεβινθίνη, ὥστε πάχος ἐγγίνεσθαι τῷ
40ἐνέματι· ἐνιέσθω δὲ διὰ εὐρυτέρου αὐλίσκου δαψιλὲς πρὸς λόγον τῶν σωμάτων, ἐνίοτε μέχρι δύο κοτυλῶν· καὶ κλυστῆρες δὲ διὰ τῶν προει‐ ρημένων σκευαζέσθωσαν· καλῶς δὲ ποιεῖ καὶ ἡ τοῦ ἀγρίου σικύου ῥίζα τεθλασμένη καὶ ἑψουμένη ἐν ὕδατι ἐπὶ πολὺ σὺν ἀψινθίῳ· εἶτα διη‐ θηθὲν τὸ ἀφέψημα προσλαβέτω νίτρον καὶ μέλι καὶ ἔλαιον. Εἰ δὲ
45σκληροτέραν κόπρον ἐγκεῖσθαι τοῖς ἐντέροις τεκμαίροιτό τις ἢ φλεγ‐ μονῆς ἔμφασις εἴη, ἀλθαίαν καὶ τῆλιν μετ’ ἰσχάδων ἑψήσαντες, εἶτα
διηθήσαντες καὶ ἐπιβαλόντες τῷ ἀφεψήματι βούτυρον καὶ ἀνήθινον ἔλαιον, πλεῖστον ἐνήσομεν παραινοῦντες κρατεῖν, ἐφ’ ὅσον ἂν δύναιντο. Ἄριστον δὲ ἔνεμα καὶ τοῦτο. Ἀσφάλτου δραχμὰς τέσσαρας, νίτρου

28

(50)

δραχμὴν μίαν, ἀλόης οὐγκίαν μίαν, ἐλαίου πηγανίνου οὐγκίας ἐννέα. Χρήσιμον δὲ καὶ συνεψοῦντας ἐλαίῳ κύμινον ἢ ἀψίνθιον, εἶτα διηθή‐ σαντας, ἁλῶν ὀλίγον ἐμβαλεῖν ἢ ὀποπάνακος δραχμὴν μίαν ἢ χαλβά‐ νης δραχμὰς τέσσαρας· ὠφελοῦσι δὲ καὶ ἰσχάδες καὶ πήγανον τῷ ἐλαίῳ συνεψούμενα. Τὰ δὲ τοιαῦτα ἐνέματα πρὸ τροφῆς ἐνιέσθω, καὶ
55μάλιστα τὸ δι’ ἀσφάλτου· εἰ δὲ ἐπιτείνοιτο, καὶ μετὰ τροφὴν ἐγκα‐ θιστέον αὐτοὺς εἰς ὑδρέλαιον. ἐνίοτε δὲ καὶ ἀφεψείσθω τῷ ὕδατι ἀλ‐ θαία, πήγανον, κόνυζα· καὶ πυρίας δὲ προσήκει γίνεσθαι διὰ πιτύ‐ ρων καὶ διὰ τῶν φωκωτῶν πυριατηρίων καὶ διὰ κύστεων βο‐ είων ἡμιπλήρων ὑδρελαίου· πυριατέον δὲ καὶ ἐλαιοβραχέσιν ἐρίοις συ‐
60ναφεψοῦντας τῷ ἐλαίῳ πήγανον, κύμινον, ἄνηθον, κόνυζαν μάλιστα δὲ τὴν λεπτήν, καρδάμωμον· καὶ τὸ κύμινον δὲ λεῖον ἐμπλαστέον τῇ κοιλίᾳ, εἶτα ἐπιθετέον τὸ ἔριον· δεήσει γὰρ ἀπὸ τῶν ἐμβροχῶν μὲν ἄρξασθαι, χρῆσθαι δὲ αὐταῖς καὶ μεταξὺ τῶν καταπλασμάτων· τὰ δὲ καταπλάσματα ἔστω ἐκ μέλιτος ἐσκευασμένα ἢ ὑδρομέλιτος ἀκρα‐
65τεστέρου· προσλαμβανέτω δὲ καὶ λινόσπερμα, τῆλιν, γῦριν κριθίνην, αἴρινον ἄλευρον, κυάμινον, ἐμπαστέον τε αὐτοῖς πηγάνου καὶ κυμί‐ νου πολὺ ἢ ἀνήθου σπέρμα ἢ σελίνου ἢ πηγάνου σπέρμα ξηρόν· ἐμ‐ πασσέσθω δὲ τάχος καὶ μετὰ τὴν ἐπίθεσιν θαλπέσθω, ἔπειτα ἀλλασ‐ σέσθω συνεχῶς· μετὰ δὲ ταῦτα σικύαι κολλάσθωσαν, τὰ μὲν πρῶτα
70τοῖς πόρρω τόποις κοῦφαι, ὕστερον δὲ αὐτοῖς τοῖς ὀδυνωμένοις τόποις· καὶ ἀμυχαὶ διδόσθωσαν βαθύτεραι, καὶ ἁλσὶν αἱ ἀμυχαὶ καταπασσέ‐ σθωσαν. Μετὰ δὲ τὴν τούτων ἀπούλωσιν μαλάγματι χρηστέον τῷ διὰ σπερμάτων ἢ διὰ δαφνίδων· πόμα δὲ αὐτοῖς ἁρμόδιον, ἀνήθου ἀφέψημα, ὃ καὶ σύνθετόν ἐστι καὶ πρόσφορον· μετὰ δὲ τὸ πιεῖν, ἄρτον
75εἰς ὕδωρ ζέον ἐμβαλών, εὐθὺς δίδου φαγεῖν θερμοὺς τοὺς ψωμούς· σω‐ θήσεται γὰρ κἂν ἤδη πνίγηται. Ὀρειβάσιος δέ φησιν· ἀφεψείσθω τὸ ἄνηθον ὕδατι καὶ ἐλαίῳ, καὶ τοῦτο πινέτωσαν, εἶτα τοὺς ψωμοὺς τοῦ ἄρτου ἐξ ὕδατος διδόναι· θαυμαστῶς γὰρ αὐτοὺς ὠφελεῖ, κἂν ἐμῶσι κόπρον· καὶ πήγανον δὲ ἐγκλυζόμενον τῷ ποτῷ χρήσιμον, καὶ σίνων
80καὶ σίον ξηρὰ λεῖα ἐμπασσόμενα· χάριεν δὲ καὶ τῆς μαλάχης τὸ σπέρμα λεῖον ἐμπασσόμενον τῷ πρώτῳ· ὠφέλιμον καὶ τὸ ἄδολον βάλ‐ σαμον πινόμενον.
82
Ἄλλο.
83 Ἀσφάλτου δραχμὴν μίαν μετὰ βραχέος νίτρου λεάνας, δίδου πί‐
85νειν μεθ’ ὕδατος θαρρῶν.
85
Ἄλλο.
86 Πάνακος ῥίζης, κυμίνου, ἀνὰ δραχμὰς δύο, νίτρου δραχμὴν μίαν, μέλιτι ἀναλαβών, δίδου καρύου ποντικοῦ τὸ μέγεθος ἐν ὕδατι θερμῷ.
88
Ἄλλο.
89
90 Καστορίου, ἀνήσου, πεπέρεως ἀνὰ δραχμὴν μίαν καὶ ἡμίσειαν δίδου μετ’ ὀξυμέλιτος.
91 Ἄλλο Ἀσκληπιάδου λῦον τὰς διαχωρήσεις ἱκανῶς.
92 Ἐλατήριον τερεβινθίνῃ ἀναλαβών, καταπότια δίδου καὶ ὕδωρ ἐπιρ‐ ροφεῖν.
94
95Ἄλλο ἀναγκαῖον πρὸς εἰλεόν· λύει κοιλίαν, ποιεῖ ἀσθματικοῖς, σπληνικοῖς, ὑδρωπικοῖς, λιθιῶσι, δυσουρίαις, παραλυτικοῖς, τρομώδεσιν, ἐπιληπτικοῖς,
ὑστερικαῖς πνιξίν, ἄγει καὶ ἔμμηνα
.
98 Σκίλλης ὠμῆς τοῦ ἐγκαρδίου δραχμὰς ὀκτώ, ἀμμωνιακοῦ θυμιά‐

28

(100)

ματος τὸ ἴσον, ἴρεως δραχμὴν μίαν, χαλβάνης δραχμὰς εἴκοσι πέντε, ὀποπάνακος δραχμὰς δώδεκα. Τὴν σκίλλαν τρῖβε κατ’ ἰδίαν, ἔπειτα ὄξει δριμυτάτῳ τρῖβε τὸ ἀμμωνιακόν, εἶτα χαλβάνην καὶ ὀποπάνακα· καὶ μίξας τὰ λοιπά, ἀνάπλαττε καταπότια καὶ δίδου δραχμὰς τέσσα‐ ρας καὶ ὕδωρ ἐπιρροφεῖν κεκραμένον ὑδρομέλιτι ἢ ὀξυμέλιτι· τὸ δὲ
105πλῆθος τοῦ ὑγροῦ ἔστω κύαθοι τέσσαρες. Ποιεῖ καὶ πρὸς πέψιν πρὸ τροφῆς διδόμενον καταπίνειν, μετὰ τοῦ καὶ τὴν κοιλίαν εὔλυτον ποιεῖν. Ἐχρησάμεθα ἐπιτυχῶς ἐπὶ τῶν ἀφλεγμάντων εἰλεῶν, φησὶν Ἀρχιγένης, καὶ τῇ διὰ καλαμίνθης ἡμετέρᾳ ἱερᾷ, δραχμὰς δύο, ἐνίοτε δὲ καὶ τρεῖς εἰς καταπότια ἀναπλάσαντες· ἢ γὰρ ἐξεμεῖται τὸ φάρ‐
110μακον μετὰ φλέγματος πολλοῦ καὶ χολῆς, ἢ ὑπελθὸν κατ’ ἔντερον συνυπεξάγει ἑαυτῷ τὰ τὴν διάθεσιν ἐργαζόμενα αἴτια πάντα· ἐμμε‐
νόντων δὲ τῶν ἀλγημάτων καὶ μάλιστα ἐφ’ ὧν οἱ ἐνιέμενοι κλυστῆ‐ ρες οὐχ’ ὑπεξέρχονται, διδόναι καὶ τὰς ἀνωδύνους καὶ τῷ πάθει ἁρ‐ μοζούσας ἀντιδότους εἰς κοίτην. Κοινὴ μὲν οὖν καὶ ἀρίστη ἡ διὰ δύο
115πεπέρεων καὶ ἡ Ἀνδρομάχου δι’ ἐχιδνῶν θηριακή, μετὰ δὲ ταῦτα ἡ μιθριδάτειος· ἰδίως δὲ ἐπὶ τούτων αἱ κοιλιακαὶ ποιοῦσιν, οἵα ἐστὶν ἡ ζωπύρειος μάλιστα καὶ ἡ παιονία λεγομένη· ἀνεγράφη δὲ ἐν τῷ Τρεισ‐ καιδεκάτῳ Λόγῳ. Εἰ δὲ ἀπὸ δηλητηρίου φαρμάκου εἰς εἰλεὸν ἐμπέ‐ σοι, ὕδωρ χλιαρὸν πολὺ πίνειν διδόντας, ἐμεῖν ἀναγκαστέον, εἶτα
120ἐπιδοτέον πίνειν ἔλαιον θερμὸν ἢ ζωμοὺς λιπαρούς, ἵνα πάλιν ἐμέσωσι· μεθ’ ὃ σύμμετρον πιόντες ψυχρὸν ἡσυχαζέτωσαν βραχύ· εἶτα διδόναι εὐθὺς τὴν θηριακὴν λύσαντας μετ’ οἴνου, τροφάς τε εὐχύλους προσά‐ γειν, σχιστῷ τε γάλακτι τὴν κοιλίαν κενοῦν.
123
Περὶ χορδαψοῦ.
124
125 Ἐπὶ δὲ τοῦ καλουμένου Χορδαψοῦ, ἐφ’ οὗ ἐν ἑνὶ τόπῳ ἡ ὀδύνη ἐνερείδει, ὥστε σκληρίαν ὑποπίπτειν τῇ ἁφῇ καὶ ὄγκον περὶ τὰ λε‐ πτὰ τῶν ἐντέρων, ὀξὺς μὲν ὁ κίνδυνος, τὰ πολλὰ τὴν τρίτην ἢ τε‐ τάρτην ἡμέραν οὐχ ὑπερβαίνων· ὅτε δὲ πρὸς διαπύησιν τρέπεται ἡ φλεγμονή, γίγνεται μακρότερος παρελκυσμός, ἀλλ’ οὐδὲ ἐκεῖνος
130ἀκίνδυνος τὰ πολλά· εἰσὶ δὲ οἳ διεσώθησαν ἐξ αὐτῶν. Φλεβοτομία μὲν οὖν πρὸ τῶν τοπικῶν βοηθημάτων παραληπτέα, ἔπειτα σικύα καὶ ἡ ἄλλη θεραπεία ὡς πρὸς φλεγμονὴν γιγνέσθω, δοτέον δὲ συνε‐ χῶς καὶ τούτοις τῆς δι’ ἐχιδνῶν θηριακῆς, ὅσον ἐρεβίνθου μικροῦ μέ‐ γεθος μεθ’ ὕδατος θερμοῦ, καὶ κλύζειν τοῖς πρὸς φλεγμονὰς ἁρμο‐
135δίοις, οἷον τήλεως καὶ μαλάχης ἀφεψήματι μετ’ ἐλαίου καὶ βουτύρου, καὶ ποτίζειν λιβανωτίδος ἀφέψημα καὶ σχίνου ἄνθους, μίου, μαρά‐ θρου καὶ μάλιστα ἀνήθου· καλῶς δὲ ποιεῖ τούτοις καὶ ῥάμνου φύλλα χλωρὰ λεανθέντα καὶ ἀναπλασθέντα καὶ ἀναξηραινόμενα, δίδου δὲ δραχμὴν μίαν μεθ’ ὕδατος θερμοῦ· τοὺς δὲ ἀπὸ σπασμῶν ἢ ῥηγμά‐
140των εἰλεοὺς φλεβοτομεῖν, καὶ τὰ διασημαίνοντα τὴν ὀδύνην μέρη
κατασχάσαντες ἀμυχαῖς βαθυτέραις ἐμβρέχειν οἰσυπηροῖς ἐρίοις, ποτίζειν δὲ καὶ τὰς ἀνωδύνους ἀντιδότους, τοὺς δὲ κλυστῆρας πα‐ ραιτεῖσθαι· εἰ δὲ ὁ εἰλεὸς διὰ τὴν εἰς ὄσχεον κατολίσθησιν τοῦ ἐντέρου γένηται, πειρατέον εὐθὺς σχηματίσαντας αὐτοὺς ἀνωρρεπεῖς ἀναθλί‐
145βειν εἰς βουβῶνα τὸ κατολισθῆσαν ἔντερον ἠρέμα, ἀβιάστως καὶ ἀθλί‐ πτως, καὶ ἐπιδέσμῳ περικρατεῖν. Εἰ δὲ ἐκ τῆς θλίψεως φλεγμονὴ εἴη γενομένη, στρόφοι τε καὶ ἐμπνευματώσεις συμβαίνοιεν, φλεβοτομη‐ τέον καὶ τούτους, ἐπ’ ἀσιτίας τε μέχρι τῆς τρίτης τηρητέον, ἐμβρέ‐ χοντας ἐν ἀρχῇ μὲν οἰσυπηροῖς ἐρίοις δι’ οἰνελαίου, εἶτα καταπλάσ‐

28

(150)

σοντας ὠμῇ λύσει, ἐνίοτε δὲ καὶ κατασχιστέον κύκλῳ τὰ φλεγμαί‐ νοντα μέρη, χρηστέον δὲ καὶ καταιονήσει δι’ ἀλθαίας καὶ τήλεως ἀφεψήματος καὶ ἐλαίου.
152

29

(t)

Περὶ τῶν ὑπὸ δριμέος χυμοῦ ὀδυνωμένων τὸ κῶλον.
t
1 Οἷς ἂν ἐν τῷ κώλῳ καὶ ἐντέροις δριμὺς καὶ δακνώδης ἐνιζήσῃ χυμός, βλάπτονται μὲν ὑπὸ τῶν θερμῶν τροφῶν καὶ φαρμάκων καὶ ἐνεμάτων, καὶ ἀσιτοῦντες παροξύνονται, διατίθενται δὲ ἄμεινον τοῖς κατακεραστικοῖς καὶ ἀδήκτοις χρώμενοι· οἱ γὰρ λεπτοὶ καὶ δριμεῖς
5χυμοὶ σφοδροτάτην ὀδύνην ἐπιφέρουσιν, ἐνίοτε δὲ καὶ σπασμούς, καὶ μάλιστα περὶ τὸ στόμα τῆς γαστρὸς ἀθροισθέντες, ἔστι δ’ ὅτε καὶ συγκοπαὶ ἐπιγίνονται καὶ νοτίδες ψυχραί· οἱ τοιοῦτοι δὲ χλιαρὸν πιόν‐ τες καὶ ἐμέσαντες, χολώδη χυμὸν ἐκκρίνουσιν, ἐνίοτε δὲ ἰῷ παρα‐ πλήσιον τῇ χροιᾷ· οὗτος μὲν οὖν ὁ χυμὸς ἐὰν ἐν τῇ γαστρὶ συνιστῆ‐
10ται δάκνων καὶ συγκοπὰς ἐπιφέρων, ἐμέτοις αὐτὸν ἐκκαθαίρειν χρή· ὅταν δὲ ἐν τοῖς ἐντέροις ἀθροίζηται, ἐνιέναι δι’ ἕδρας προσήκει τινὰ τῶν τοὺς χυμοὺς κατακλύζειν καὶ ῥύπτειν δυναμένων ἀδήκτως, τοιοῦ‐ τος δέ ἐστιν ὁ τῆς πτισάνης χυλός· ἐδέσματα δὲ αὐτοῖς εὔχυμά τε καὶ δύσφθαρτα δοτέον, φεύγειν δὲ τὰ λεπτύνοντα καὶ θερμαίνοντα·
15χρὴ γὰρ ἢ κενῶσαι τὸν λυποῦντα χυμὸν ἢ κατακεράσαι· παραδείγ‐ ματος δὲ χάριν μνημονεύσω τινῶν θεραπειῶν τῶν ὑφ’ ἡμῶν. Ὁ μὲν τεσσαρακοντούτης ἦν κωλικὸς εἶναι νομιζόμενος, οὐ μόνον οὐδὲν ὀνι‐
νάμενος ὑπὸ καταντλήσεως καὶ πυρίας καὶ καταπλασμάτων δριμέων, ἀλλὰ καὶ παροξυνόμενος, καὶ μέλι μετὰ πεπέρεως προσενεγκάμενος
20ἐσχάτως ὠδυνήθη· καὶ χυλὸν τήλεως ἅμα μέλιτι λαβὼν ἱκανῶς παρωξύνθη· στοχασάμενος οὖν ἐγὼ δακνώδεις ἐν αὐτοῖς τοῖς χιτῶσι τῶν ἐντέρων ἀναπεπόσθαι χυμούς, δύσφθαρτον αὐτῷ παρέσχον τρο‐ φήν· εἶτα διαθεασάμενος ἧττον ὀδυνώμενον, ἔγνων χρῆναι τὴν κακο‐ χυμίαν καθαίρειν τῷ διὰ τῆς ἀλόης πικρῷ φαρμάκῳ· ἀθρόως μὲν οὖν
25οὐκ ἐτόλμησα καθαίρειν τὸν ἄνθρωπον, ὑπὸ τῆς ὀδύνης καὶ τῆς ἐν‐ δείας ἤδη τῷ χρόνῳ τῶν δυνάμεων καθῃρημένων, ἐκ διαστημάτων δέ τινων συμμέτρων ἐκάθηρα κατὰ βραχὺ τῇ διὰ τῆς ἀλόης πικρᾷ, καὶ ἐν ὀλίγαις ἡμέραις τελέως αὐτὸν ἰασάμην, μὴ προσαγαγὼν ἕτερον βοήθημα. Ἕτερος δὲ νεανίσκος οὐκ ὀλίγον ἔμπροσθεν ὀχλούμενος ὑπὸ
30τῶν κωλικῶν ἀλγημάτων, ἐκαθάρθη λαβὼν σκαμμωνίαν· ἀξιολόγου δὲ κενώσεως γενομένης, ἐδήχθη ἐκεῖνα μάλιστα τὰ μέρη, ἃ πρότερον εἶχεν ἀσθενῆ, ὥστε ἐκ τούτου οἷον ῥευματικήν τινα καὶ ὀδυνηρὰν περὶ τὰ ἔντερα σχεῖν διάθεσιν· ἰασάμην οὖν καὶ τοῦτον, ἀπορρῖψαι μὲν κελεύσας τὰ κωλικὰ βοηθήματα, τραφῆναι δὲ χόνδρῳ ἄλικος
35θερμῷ μεθ’ ὕδατος ἡψημένῳ, κόκκων ῥόας συνεψηθέντων αὐτῷ· κοι‐ μηθέντι δὲ ὅλῃ τῇ νυκτὶ χωρὶς ὀδύνης, ἕωθεν ἐδώκαμεν αὐτῷ πιεῖν ῥοῦ χυλὸν ὑδαρῆ, ὅπως εἴ γέ τις εἴη περὶ τὸ ἔντερον γεγενημένη ἑλ‐ κώδης διάθεσις, στύψῃ ταύτην· εἶτα ἐπὶ ἀρίστῳ χρῆσθαι τῷ χόνδρῳ ὁμοίως μετὰ κόκκων ῥόας καὶ ὕδατος ἑψηθέντι κελεύσας, εἰς ἑσπέραν
40ἄρτον οἴνῳ τινὶ τῶν αὐστηρῶν παλαιῶν διάβροχον ἔδωκα· συνεχωρή‐ σαμεν δὲ καὶ τῶν αὐστηρῶν ὀπωρῶν λαβεῖν, ὡς ἂν ἐθέλοι βραχύ· ὁμοίως δὲ καὶ τῇ τρίτῃ διαιτηθεὶς ἐν τῇ τετάρτῃ πιὼν τὴν θηριακὴν ὑγιὴς τελέως ἐγένετο. Ἕτερον δέ τινα παραπλησίως διακείμενον ὥρᾳ θέρους, ἐπειδὴ καὶ διψώδης ἱκανῶς ὑπῆρχε, διαιτήσαντες ὁμοίως,
45καὶ ψυχρῷ ποτῷ συνεχωρήσαμεν τοῦτον χρῆσθαι· ἐνίοτε δὲ κενωθέν‐ τος τοῦ χυμοῦ καὶ ἐπιμενούσης τῆς ὀδύνης καταφεύγειν δεῖν ἔγνωμεν ἐπὶ τὴν τῶν ναρκωτικῶν χρῆσιν· ἐν γὰρ ταῖς τοιαύταις διαθέσεσιν, οὐ μόνον τὸ ναρκοῦν τὴν αἴσθησιν, ἀλλὰ καὶ τὸ παχῦνον τὴν λεπτό‐
τητα τῶν ὑγρῶν καὶ ἐμψῦχον τὴν θερμότητα, μεγάλως ὠφελεῖ.

30

(t1)

Περὶ τῶν ὑπὸ ψυχρῶν καὶ φλεγματικῶν χυμῶν
t2ὀδυνωμένων τὸ κῶλον.
t2
1 Παχέων δὲ ὄντων καὶ γλίσχρων χυμῶν τῶν τῆς ὀδύνης αἰτίων, μηδαμῶς προσφέρειν τὰ ναρκωτικά· κουφίζεται μὲν γὰρ ἐπὶ τῇ τού‐ των χρήσει, ναρκουμένης δηλονότι τῆς αἰσθήσεως, πάλιν δὲ δυστυ‐ χοῦσι κάκιον, παχυνομένων τε ἐπὶ πλέον τῶν χυμῶν καὶ δυσεκκρίτων
5γινομένων· τούτοις δὲ ναυτίαι ἅμα τοῖς ἐμέτοις μεγάλαι τε καὶ συνε‐ χέστεραι γίγνονται, ἐμεῖται δὲ φλεγματώδη καὶ διεφθαρμένα, ἴσχεται δὲ τὰ διαχωρήματα ἅμα τῷ μηδὲ φύσας ἐκκρίνεσθαι, μηδὲ ἐρυγὴν γίγνεσθαι· πολλάκις δὲ καὶ ὥςπερ ἐνειλούμενον αὐτοῖς ἐστι τὸ ἄλ‐ γημα καὶ πλείονα τόπον ἐπιλαμβάνον, ἐνίοτε δὲ καὶ τόπον ἐκ τόπου
10μεταβάλλον καὶ σφοδρότερον γιγνόμενον. Ἐναργὴς δὲ διάγνωσίς ἐστι κώλου πάσχοντος, ὅταν ποτὲ μὲν ὑψηλότερον ὑπάρχῃ τὸ ἄλγημα τῆς τῶν νεφρῶν θέσεως, ποτὲ δὲ ταπεινότερον· εἰ γὰρ κατὰ τὴν τῶν νεφρῶν θέσιν ἐρηρεισμένον εἴη καθ’ ἕνα τόπον μετ’ ὀδύνης καὶ βά‐ ρους, τῶν νεφρῶν νομιστέον εἶναι πάθος· ἐπισκεπτέον δὲ πρὸς τού‐
15τοις καὶ τὰ οὖρα· πάνυ ὑδατώδη καὶ καθαρὰ κατ’ ἀρχὰς οὐρεῖται τοῖς νεφριτικοῖς, ὥσπερ ἐν ταῖς ἑξῆς ἡμέραις ὑπόστασιν ἔχοντα πα‐ χεῖαν, εἶτα ἀκριβῶς ψαμμώδη. Ἐπὶ δὲ τῶν κωλικῶν, κἂν διαχω‐ ρήσῃ ποτὲ ἡ γαστήρ, πνευματωδέστερα καὶ ὑδατωδέστερά πως ἐκ‐ κρίνεται, καὶ πολλάκις ἐποχεῖται τῷ ὕδατι τὰ σκύβαλα παραπλήσια
20βολβίτοις τῇ συστάσει· ἔστι δ’ ὅτε καὶ χυμοῦ τινος ψυχροῦ συνεκ‐ κριθέντος αὐτοῖς παραχρῆμα παύεται· ἐπὶ δὲ ταῖς πυρίαις καὶ τοῖς καταπλάσμασιν, οἱ μὲν νεφριτικοὶ παρηγοροῦνται, χαλωμένων δη‐ λονότι τῶν περὶ τὸν ἐσφηνωμένον λίθον σωμάτων, οἱ δὲ κωλικοὶ πρὸς ὀλίγον μὲν δοκοῦσι παραμυθεῖσθαι, εἶτα μετὰ βραχὺ ἐπιτείνονται αὐ‐
25τοῖς αἱ ὀδύναι σφόδρα, χεομένων δηλονότι τῶν χυμῶν ἐκ τῆς τῶν προσενεχθεισῶν πυριῶν θερμασίας, καὶ πνευμάτων τικτομένων καὶ
πλείονα περίτασιν ἐργαζομένων. Πῶς οὖν χρὴ τὰς διὰ τοὺς ψυχροὺς χυμοὺς ἐν τοῖς ἐντέροις ὀδύνας ἰᾶσθαι; Οὐ θερμαίνοντας σφοδρῶς καταιονήσεσιν ἢ καταπλάσμασιν. ἐπὶ
30γὰρ τῶν θερμαινόντων χέονται καὶ πνευματοῦνται πάντες οἱ ψυχροὶ καὶ παχεῖς χυμοί, καὶ διατείνοντες τὰ ἔντερα ἐπιτείνουσι τὰς ὀδύ‐ νας. Προσήκει τοίνυν αὐτοὺς τέμνειν τε ἅμα καὶ πέττειν, χωρὶς σφο‐ δρᾶς θερμοκρασίας, καὶ ταῖς ἀφύσοις κεχρῆσθαι. Ἐν μὲν οὖν τοῖς παροξυσμοῖς γίγνεσθαι ὀφείλει ἡ προειρημένη ἐπὶ τῶν εἰλεωδῶν θερα‐
35πεία, ἐμβροχαί τε δι’ ἐλαίου πηγανίνου καὶ σικυωνίου καὶ ἀνηθίνου, καὶ ἀσιτίαι καὶ πυρίαι καὶ καταπλάσματα καὶ ἐνέματα καὶ βαλανι‐ σμοὶ καὶ διαχρίσματα τῆς ἕδρας. Βοηθεῖ δὲ πρὸ τοῦ δείπνου, εἴ τις εἴη εὐεμής, πρὸ πάντων ὁ ἔμετος. Μὴ παυομένου δὲ τοῦ πάθους ἐπὶ πλείους ἡμέρας, ἔμβασις εἰς ἔλαιον παραληπτέα, εἰ δὲ μή, εἰς ὑδρέ‐
40λαιον, ἐν ᾧ ἀφήψηται γλήχων, δάφνης φύλλα καὶ τὰ ὅμοια, πυρία διὰ πιτύρων καὶ κέγχρων καὶ καταπλάσματα τὰ ἐπὶ τῶν εἰλεωδῶν προειρημένα, μετὰ δὲ ἡμέρας ἑπτὰ ἡ διὰ τῆς ἱερᾶς Ἀρχιγένους κά‐ θαρσις παραλαμβανέσθω· ἐγχωρεῖ δὲ μὴ καθᾶραι ἀπὸ δριμυφαγίας δὲ ἄρξασθαι· ἐπεὶ δὲ τὸ σκόροδον πάντως ἀφυσότατόν ἐστιν, εἰ μὴ
45παρείη πυρετός, θαρροῦντες αὐτὸ προσοίσομεν· δίψος δὲ ἀκολουθεῖ τῇ δριμυφαγίᾳ· προσκουφιζέσθω δὲ ὁ πάσχων δεόντως προδεδιῃτημένος, ὅτε δριμυφαγεῖν μέλλει, καὶ ὑδροποσίᾳ κεχρήσθω· ἐπεὶ δὲ ἀσθενὲς γε‐ νόμενον τὸ κῶλον εἴωθεν ἐκ μικρᾶς προφάσεως ἐκ διαλειμμάτων τι‐ νῶν ἐπιφέρειν τὰς ὀδύνας, βέλτιον ἂν εἴη ἐπιμελεστέρως διαιτᾶν, καὶ

30

(50)

θεραπείαν ἁρμόζουσαν ὑποτάξαι. Καθ’ ἡμέραν τοίνυν ἐξ ὕπνου ἀνα‐ στὰς ὁ πάσχων, τῆς κοιλίας ἀποπειράσθω· εἶτα ἐπὶ περίπατον ἐξίτω, βαδιζέτω δὲ καὶ χειμῶνος, εἰ μὴ παγετώδης ὁ ἀὴρ εἴη ἢ αὐτὸς ἀσθε‐ νέστερος, ἐν τόπῳ ὑπαίθρῳ, εὐαέρῳ, νηνέμῳ τὰ μὲν πρῶτα πραοτέ‐ ρως, ἔπειτα καὶ συντονώτερον· παύεσθαι δέ, ὅταν τὰ σκέλη θερμότε‐
55ρα καὶ κοπωδέστερα γένηται· εἶθ’ ὑποστρέψας, πινέτω τι τῶν πρὸς τὴν διάθεσιν καταλλήλων φαρμάκων, καὶ ὀλίγον ἡσυχάσας καὶ βιο‐ τικῇ τινι πράξει σχολάσας ἐπὶ ὥραν αἰωρείσθω εὐτόνως μὲν ἐφ’ ἵππου, εἰ δὲ μή γε ἐπὶ ζευκτοῦ. Εἰ δὲ ἀσθενέστερος εἴη, διὰ πλοίου κατα‐ κείμενος παραιωρεῖσθαι δυνήσεται, συγκινεῖται γὰρ τὸ πᾶν σῶμα σὺν
60τῷ πλοίῳ· μικρῷ δὲ διαλύσας περιπάτῳ τὴν ἀπὸ τῆς αἰώρας ταρα‐
χήν, πραέως ἀναφωνείτω ἢ ἀναγινωσκέτω ἐμμελῶς μετὰ κραυγῆς βαδίζων· εἶτα βραχὺ ἡσυχάσας, ἐπ’ ἄλειμμα καὶ τρῖψιν ἀποδυέσθω· γυμνασάμενός τε καὶ ἀποθεραπευθείς, προσφερέσθω τὴν τροφὴν περὶ ὥραν ἕκτην, ὅπως μεταξὺ τοῦ ἀρίστου τε καὶ τοῦ δείπνου αὔταρκες
65γένηται διάστημα· διαιρείτω δὲ τὰ σιτία καὶ τὴν πλείονα μοῖραν ἐν τῷ δείπνῳ προσφερέσθω· ὠφέλιμον γὰρ τοῖς κωλικοῖς μερίζειν τὴν τρο‐ φήν· προπιὼν τοίνυν ἀψινθίτην οἶνον, προσφερέσθω μετ’ ἐλαιῶν κολυμ‐ βάδων ἁλμάδων ἢ σταφυλῆς κρεμαστῆς κόκκων ὀλίγων ἢ χλωρῶν σύ‐ κων τριῶν ἢ τεσσάρων, εἶτα πόματος, εἰ μὴ ἄγαν ἐπείγοιτο, ἀπεχέ‐
70σθω. Εἰ δὲ διψώδης εἴη, ὀλίγῳ ποτῷ τὴν σφοδρότητα τοῦ δίψους ἰα‐ σάμενος, ῥαστώνῃ τινὶ καὶ θυμηδίᾳ χρήσθω, εἶτα ῥεμβόμενος ἐπὶ τὸ δεῖπνον παραγινέσθω· ἔστω δὲ τὸ δεῖπνον ποικίλον μὲν ὀλίγα, τοῖς δὲ ὠφελιμωτέροις ἐμπλεονάζον· πόμα δὲ τὴν τροφὴν κατὰ μέσον μὴ διαιρείτω, ἀλλ’ ὕστερον ταμιευέσθω, καὶ αὔταρκες ἔστω τὸ πόμα,
75ἄθετος γὰρ ἡ πολυποσία τῷ πάθει· διαστήσας δὲ οὐ πάνυ μακρόν, ἐπὶ τὸν ὕπνον τρεπέσθω, καὶ τὴν νυκτερινὴν δίψαν, εἰ ἐπείγοιτο, πεφει‐ σμένως θεραπευέσθω, κατὰ βραχὺ ῥοφῶν ὕδωρ. Καὶ περὶ μὲν τῆς κα‐ θημερινῆς τάξεως τῆς διαίτης ἐπὶ τοσοῦτον· ὑποτάξομεν δὲ διὰ βρα‐ χέων τὰ πρόσφορα σιτία τῷ πάθει καὶ ποτὰ καὶ φάρμακα.
80 Καθόλου μὲν οὖν ἐπὶ τῶν κωλικῶν πάντα τὰ προσφερόμενα τῆς λεπτυνούσης ἔστω διαίτης· ἄρτος τοίνυν ἔστω μὴ ξηρὸς μηδὲ κα‐ τάθερμος κλιβανίτης, εἰ δὲ μή, ἰπνίτης· λάχανα δέ, ὠμὰ μὲν οὐ δο‐ τέον, ἑφθὰ δέ, κιχόριον, ἴντυβον, σπανίως δὲ θριδακίνης καυλόν, κολοκύνθην ἐν θερμοσποδιᾷ ὠπτημένην, ἡ γὰρ ἑφθὴ κακοστόμαχος,
85καὶ μαλάχην ἑφθήν, οὐδὲν δὲ χωρὶς ἄρτου· ἐλαίας κολυμβάδας δι’ ὀξυμέλιτος καὶ πηγάνου ἐσκευασμένας, τῶν δὲ ἄλλων φειδώ τις ἔστω· ὄσπρια δὲ πάντα καθ’ αὑτὰ μὲν οὐ χρήσιμα τῷ πάθει, ποικιλίας δὲ ἕνεκα ἐπὶ ποσὸν παραλαμβανέσθω φακός, σεῦτλον συντακὲν αὐτῷ καὶ εὖ μάλα συλλεανθὲν μετὰ πτισάνης, ἢ κύαμος σὺν τῇ πτισάνῃ ἐπι‐
90μελῶς καθεψηθεὶς καὶ κατειργασμένος· σπανία μέντοι ἔστω ἡ τοῦ ὀσπρίου χρῆσις πλὴν τῆς πτισάνης· χρήσιμος δὲ αὕτη, λαπάθου αὐτῇ συντακέντος· ὁ τάριχος δὲ τῶν πετραίων ἰχθύων ἐπιτήδειος, καὶ πα‐ λαμὶς ἡ παλαιά· ἡδυνθέντα δὲ πεπέρει καὶ πηγάνῳ μετ’ ὀξυμέλιτος προσφερέσθω· σάρκες δὲ ἁρμοδιώταται μὲν αἱ τῶν πτηνῶν, δευτε‐
95ρεύουσι δ’ αἱ τῶν ἰχθύων, τρίτην δὲ τάξιν ἔχουσιν αἱ τῶν χερσαίων· ἀποδοκιμαστέον δὲ ἐν ἑκάστῳ γένει πάντα τὰ ἀσυνήθη. Τῶν δὲ συ‐ νήθως εἰς ἐδωδὴν ἡμετέραν παραλαμβανομένων, παραιτητέα τὰ σκλη‐ ρὰ ἢ τῇ φύσει ἢ διὰ τὴν ἡλικίαν, καὶ τὰ ἰνώδεις κεκτημένα σάρκας, τά τε βρωματώδη καὶ τὰ δύσοσμα, τά τε ἄλλως κακόχυμα ἢ βαρύ‐

30

(100)

τερα ταῖς ποιότησι καὶ καταπίμελα καὶ παντελῶς ἄσαρκα, καὶ τὰ ἀσθενῆ, καὶ ὅσα διαρρεῖ ὑπὸ τῆς ὑγρότητος· διόπερ ἰχθύων τοὺς μὲν ποταμίους καὶ τοὺς λιμναίους πάντας παραιτεῖσθαι δεῖ, τῶν δὲ θα‐ λαττίων τοὺς μὲν πετραίους τῶν πελαγίων προκρίνειν, τοὺς δὲ πελα‐ γίους τῶν αἰγιαλείων, καὶ τοὺς αἰγιαλείους τῶν ἐν λίμναις ἢ θαλάτ‐
105ταις τρεφομένων καὶ τῶν ἐν τοῖς τέλμασι τῶν μεγάλων μάλιστα πό‐ λεων διαιτωμένων· αἱρεῖσθαι δὲ μᾶλλον λαύρακας καὶ ὀνίσκους συμ‐ μέτρους τῷ μεγέθει, σκάροι δὲ καὶ κίχλαι καὶ κωβιοί, ἁπαλώτατοι μὲν καὶ διαχωροῦσι ῥᾷστα, τροφὴν δὲ καὶ ῥώμην ὀλίγην παρέχουσι· σκάρους δὲ ἐνταῦθα ἄκουε μὴ τοὺς μεγάλους, τρίγλαι δὲ καὶ σκορ‐
110πίοι καὶ ψῆτται, τροφῆς μὲν καὶ ἰσχύος ἕνεκα, πάντων νοστιμώτα‐ τοι, βαρυτέραν δὲ ἀποτελοῦσι τὴν ἕξιν· διόπερ τὴν ἄγαν αὐτῶν συνέχειαν φευκτέον· μυραίνας δὲ καὶ σηπίας καὶ τευθίδας καὶ πολύποδας καὶ πάν‐ τα ἁπλῶς τὰ μαλάκια δύσπεπτα καὶ φυσώδη καὶ κακόχυμα ἡγητέον. Τῶν δὲ ὀστρακοδέρμων καρὶς ἀβλαβεστάτη, καρκίνος δὲ ταρακτικός,
115ἀστακοῦ δὲ ὅσον εἰς ἡδονὴν μετεχέτω, τῶν δὲ ὀστρέων πορφύρας καὶ κήρυκας μᾶλλον προκριτέον, εἶτα πελωρίδας, ἔπειτα ἐχίνους προσφά‐ τους ἢ τὰ ἰδίως ὄστρεα καλούμενα, τὰ δὲ ἄλλα παραλειπτέα. Τῶν δὲ πτηνῶν ἀλεκτορίδες πάντων αἱρετώτεραι, βοσκάδες δὲ ἔστωσαν, εἶτα πέρδικες, φάσσαι· ἀσθενεστέρας δὲ ἕνεκα τροφῆς δοτέον περιστε‐
120ρὰς βοσκάδας καὶ τρυγόνας, φευκτὰ δὲ πάντα τὰ ἐν τοῖς ὕδασι διαι‐ τώμενα τῶν πτηνῶν, ὡς βρωμώδη καὶ περιττωματικά. Τῶν δὲ τε‐ τραπόδων ζῴων αἱρετώτερα τὰ ὄϊα καὶ πέψεως ἕνεκα καὶ τροφῆς καὶ ῥώμης καὶ διαχωρήσεως, δεύτερα δὲ ἐρίφια, τὰ δὲ ἄλλα τὰ ἥμερα
φευκτέα. Τῶν δὲ ἀγρίων ὀλίγα ποικιλίας χάριν διδόσθω, πάντα δὲ
125τὰ διδόμενα κρέα, συμπεπτωκότα ἔστω μέχρι δυοῖν ἡμερῶν ἐν χει‐ μῶνι μάλιστα, ὡς εὔθρυπτα γίνεσθαι, ἐξ ὕδατος δὲ πάντα ἑφθὰ τα‐ κερά. Τηγανιστὰ δὲ ὅση δύναμις παραιτητέα καὶ τὰ ἐντόσθια πάν‐ τα, ψυχρὰ γὰρ καὶ ταρακτικὰ καὶ δύσπεπτα καὶ βαρέα καὶ ἰχωρώδη καὶ ἔμβρωμα καὶ πλάδων καὶ ναυτίας ποιητικά, μάλιστα οἱ κέφα‐
130λοι· πνεύμων μέντοι ἐρίφειος δίσεφθος δοκεῖ ἐπὶ πᾶσι βρωθεὶς ὑπο‐ σύρειν τὴν πλεονασθεῖσαν τροφήν· οἱ δὲ γάλακτος ἐμπλήσαντες τὸν πνεύμονα, εἶθ’ ἑψήσαντες ἢ ὀπτήσαντες, προσφερόμενοι ἡδονῆς χάριν, οὐκ ὠφελείας τοῦτο πράττουσι· καὶ πολὺ μᾶλλον οἱ κατατέμνοντες εἶτα τηγανίζοντες. Ταριχηροῦ δὲ κρέως καὶ μάλιστα παλαιοῦ δύσ‐
135κολον καὶ χαλεπὸν περιγίγνεσθαι τὴν γαστέρα. Κοχλίαι δὲ χερσαῖοι ἔγχυλοι, ὡς ἀντιπαθὲς κωλικῇ διαθέσει βρῶμα, δοκιμαζέσθωσαν· ἔμ‐ βαμμα δὲ καὶ ἄρτυμα κύμινον, πήγανον, σίνων, μάραθρον, μίον, ὀρίγανον, θύμος, πέπερι, ζιγγίβερι, δαῦκος, σιλφίου ὀπός, ὄξος, μέλι, γάρος, οἶνος· πύρεθρον δὲ καὶ λιβυστικὸν καὶ ἑλένιον καὶ τὰ παρα‐
140πλήσια φαρμακωδέστερα, διὸ παραφυλακτέον ἐν τῇ καθημερινῇ διαί‐ τῃ· καθόλου δέ, ὡς ἐν κεφαλαίῳ εἰπεῖν, ἑνὸς ἐστοχάσθαι προσήκει· ὅπως αἱ διδόμεναι τροφαὶ καλῶς πέπτοιντο, κατὰ μέρος δέ, ὅπως μὴ ξηρότης τὴν ἀποχώρησιν καταλάβῃ, μὴ κόπος τὴν κοιλίαν, πρὸς πλείονος τροφῆς κατεργασίαν, μὴ διαγωνισμὸς τῆς κοιλίας, πρὸς
145ποιότητα τῆς τροφῆς δυσχωρήτου οὔσης καὶ πλάδον ἐμποιούσης τῷ στομάχῳ, ὅπως μὴ μοχθηροὶ ἀπογεννῶνται χυμοί, μήτε ἐν κοιλίᾳ μήτε ἐν παντὶ τῷ σώματι· συνθλίβεται γὰρ πάντα τὰ ἄχρηστα πε‐ ριττώματα ἐπὶ μικραῖς προφάσεσιν εἰς τὸ πεπονθὸς καὶ ἀσθενέστερον μόριον, ὅθεν παραιτητέον πάντα τὰ μελιτώματα καὶ πλακούντια

30

(150)

καὶ τὰ πλεῖστα τῶν τραγημάτων καὶ ὀπώρας· ἡδονῆς δὲ χάριν καὶ εὐστομαχίας διδόσθω σταφυλὴ λευκὴ γλυκεῖα συμπεπτωκυῖα μετ’ ἄρ‐ του καὶ σῦκα πέπειρα, περιαιρεθέντος τοῦ δέρματος, ἀσταφὶς ἡ ἀγί‐ γαρτος, τὰ δὲ λοιπὰ φευκτέα· οἶνος ὑποστύφων λεπτός, λευκός, δι‐ αυγής, μέσος τοῖς ἔτεσι· κρᾶσις δὲ ὑδαρεστέρα μᾶλλον καὶ τὸ πινό‐
155μενον ὀλίγον. Εἰ δὲ δίψος μετὰ τροφὴν ἐπιγένηται, ὕδωρ θερμὸν δι‐
δόσθω, πολεμιώτατον δὲ αὐτοῖς τὸ ψυχρόν· τὰ δὲ γλυκέα πάντα τῶν προπομάτων παραιτητέα. Τὰ μὲν οὖν κατὰ τὴν δίαιταν οὕτω πως τῷ κωλικῷ διακεκρίσθω.
158

31

(t)

Κωλικὰ φάρμακα.
t
1 Φαρμάκων δὲ ἐπιτηδειότατόν ἐστι τοῖς κωλικοῖς οἶνος ὁ ἀψινθίτης, ὅτε προπόματος ἐκ τῶν γυμνασίων ἢ λουτροῦ δέοιντο· καὶ μὴ διψῶσι δὲ ἀλλ’ αὐχμωδεστέρας ἀντιλαμβανομένοις τῆς κοιλίας, πάνυ χρησί‐ μως κύαθος εὖ κεκραμένος πρὸς τὰς ξηροφαγίας λαμβάνοιτο ἄν.
5Σκευάζεται δὲ ὁ ἀψινθίτης οἶνος καὶ πρὸς καιρὸν μὲν ἀποβρεχόμενος νυχθήμερον, ὅσον πεντεκαίδεκα ῥάβδων νέων καὶ πλήρων τοῦ ἀψιν‐ θίου εἰς κεράμιον ἕν, οἴνου λεπτοῦ τε καὶ στύφοντος μέσου παλαιοῦ ὅσον τρεῖς ξέστας· καὶ τὸ ἀφέψημα δὲ τῆς πόας μετὰ τὸ ἅπαξ τῷ ὕδατι συνανεζέσθαι κιρνώμενον πρὸς τὸν συνήθως πινόμενον οἶνον, χρη‐
10σίμως ἂν δοθείη μετὰ τὸ λουτρὸν ἢ τὰ γυμνάσια· κρείττων δ’ ὁ κατὰ σχολὴν οὕτως συντιθέμενος. Ἡμίλιτρον τοῦ ἀψινθίου εἰς κεράμιον ἐμ‐ βληθὲν καλλίστου νέου οἴνου, ὃν καλοῦμεν γλεῦκος, χρίεται καὶ ἐᾶ‐ ται ἕως παύσεται τῆς ζέσεως τὸ γλεῦκος· εἶτα ῥίπτεται μὲν τὸ ἀψίν‐ θιον, ὁ δ’ οἶνος ἀποτεθεὶς παλαιοῦται· ἔχει δὲ τὸ κεράμιον ξέστας τεσ‐
15σαράκοντα ὀκτώ. Τονοῖ δὲ τὴν κοιλίαν ὁ ἀψινθίτης οἶνος αὐτάρκως, καὶ τὸ ἀποκαθήμενον γλοιῶδες τῇ κοιλίᾳ καὶ ἐντέροις λεληθότως ἀποσμήχει καὶ τῆς χολῆς τὰς γενέσεις προκωλύει· τά τε πνεύματα τὰ μὲν διωθεῖται, τὰ δ’ ἀποστρέφει, καὶ τρόπον τινὰ καθυλίζει τὸ διοι‐ κητικὸν πνεῦμα. Καὶ ἀλόη δὲ ἡ καλλίστη καταπινομένη, ὅσον κυά‐
20μων τριῶν, ὅταν μὴ κατὰ λόγον ἡ ἀποχώρησις γένηται, ἐπιτηδειο‐ τάτη· ὥσπερ δὲ ἡ καλλίστη ἀλόη καὶ μόνη ῥῶσαι δύναται, οὕτως ἡ φαύλη ποιότητος φαρμακώδους ἀναπίμπλησι τὴν κοιλίαν· τὰς δὲ πα‐ ρεμπιπτούσας ἐμπνευματώσεις κύμινον ἄγριον, ὃ δὴ αἰθιοπικὸν κα‐ λοῦσιν, ὅσον κοχλιαρίου πλῆθος μεθ’ ὕδατος θερμοῦ κυάθων δύο ἢ
25τριῶν πινόμενον διαλύει, καὶ σίνων ὁμοίως ἢ πηγάνου κλωνάρια ἐνα‐ ποζεσθέντα· καστόριον συνεχῶς πινόμενον καὶ τὴν κατασκευὴν ὅλην ἔλυσε τοῦ πάθους καὶ πάσης ἄλλης φαρμακείας εὑρέθη κρεῖσσον· δί‐
δοται δὲ δραχμὴ μία ἐν τρισὶ κυάθοις μελικράτου χρηστοῦ. Περὶ λυκείας κόπρου μάλιστα τῆς λευκῆς πινομένης
30καὶ περιαπτομένης, καὶ περὶ τῶν ἐν αὐτῇ εὑρισκομένων
ὀστῶν Γαληνοῦ
.
31 Λύκων δὲ κόπρος διδομένη μάλιστα ἡ λευκὴ μεθ’ ὕδατος ἢ οἴνου λεπτοῦ καὶ λευκοῦ, ἄκρως ὠφελεῖ τοὺς κωλικούς, οὐ μόνον ἐν τοῖς παροξυσμοῖς, ἀλλὰ κἀν τοῖς διαλείμμασιν· ἢ γὰρ παύει τὸ νόσημα
35τέλεον ἢ παρετικὸν καὶ διὰ χρόνου γίνεσθαι παρασκευάζει· βέλτιον δ’ εἰ μὴ πεπτωκυῖαν ἐπὶ τῆς γῆς εὕροιμεν τὴν κόπρον, ἀλλ’ ἐπί τι‐ νος θάμνου ἢ βοτάνης· καὶ ὀστᾶ δὲ ἐν αὐτῇ εὑρίσκεται διαφυγόντα τοῦ ζῴου τὴν πέψιν, ἅτινα λεῖα διδόμενα πίνεσθαι, ὀνίνησι μεγάλως τοὺς κωλικούς· δεῖ δὲ ἀνθρώποις καθαρειοτέροις διδόντας ἁλῶν καὶ πε‐
40πέρεων βραχὺ μιγνύειν ἤ τινος τῶν εὐωδῶν· θαυμαστὸν δὲ ὅπως καὶ περιαπτομένη ἡ λυκεία κόπρος ταῖς λαγόσι τοῦ πάσχοντος ὠφέλησε σαφῶς· χρὴ δὲ τὸ δεσμοῦν ἅμμα τὸ περιαπτόμενον, ἐκ λυκοβρώτων γενέσθαι προβάτων, τὴν δὲ κόπρον ἐλαφείῳ δέρματι βαλόντας καὶ δήσαντας, περιζωννύειν τὴν ὀσφύν· μὴ εὐπορούντων δὲ ἡμῶν ἐρίου ἐκ
45λυκοβρώτων προβάτων, καὶ τὸ ἄρτημα ἐκ τοῦ ἐλαφείου δέρματος λαμ‐ βάνειν χρή.
46
Περὶ κορυδάλλου ὃν καὶ ἰδιωτικῶς ὀνομάζουσι
κούτζουλον
.
48 Καὶ κόρυδος δὲ τὸ στρουθίον, ὅν τινες κορύδαλλον (καλοῦσιν, ὠφε‐

31

(50)

λεῖ τοὺς κωλικοὺς ζωμῷ λιτῷ ἑψόμενος καὶ συνεχῶς ἅμα τῷ ζωμῷ) λαμβανόμενος, τῆς γὰρ ἐξ αὐτοῦ ὠφελείας ἐπειράθην φησὶν ὁ Γαλη‐ νός. Τοῖς πυργίταις δ’ ὀνομαζομένοις καὶ τρωγλίταις στρουθίοις, τοῖς ἐν τοῖς τείχεσι τῶν πόλεων διαιτωμένοις, ἔοικεν ὁ κορύδαλλος, πλὴν τοῦ ὅτι μείζων ἐστὶ βραχύ, καὶ ἔχει ἐπὶ τῆς κεφαλῆς ὥσπερ τινὰ λό‐
55φον ἐκ τῶν πτερῶν αὐτοφυῆ, καὶ παρὰ τὰς ὁδοὺς εὑρίσκεται μάλι‐ στα ἐν χειμῶνι. Ἄλλο. Ὑὸς ἀστράγαλον καύσας καὶ λειώσας, πό‐ τιζε ὅλον μεθ’ ὕδατος. Ἄλλο. Θύμου κορύμβους ἑψήσας μεθ’ ὕδατος εἰς ἀποτρίτωσιν καὶ διηθήσας, προσλαβὼν μέλι ἀπηφρισμένον δίδου πίνειν.
59
60Ἄλλο ᾧ αὐτὸς ἀπηλλάγην.
60
Ἡδύοσμον χλωρὸν ἑψήσας ἐπὶ πολύ, δίδου πίνειν τὸ ἀφέψημα ἐπὶ ἡμέρας τρεῖς, καὶ οὐδέποτε πονήσει· ἡ δὲ χύτρα ἐν ᾗ ἑψεῖς τὸν ἡδύο‐ σμον, βλέπε μὴ ἅψηται γῆς τὰς τρεῖς ἡμέρας· ἀπαράβατόν ἐστι καὶ πεπειραμένον ἐπὶ πολλῶν· δίδου δὲ τοὺς τρυφερωτάτους τῆς δάφνης
65ἀκρέμονας τοὺς ἀζύγους τρώγειν τὰς τρεῖς ἡμέρας, ἐν αἷς πίνει τὸ ἀφέψημα τοῦ ἡδυόσμου.
66
Ἄλλο.
67 Περιστερεώνων ὀρθῶν ῥίζας κόψας λεπτῶς, ἕψει μεθ’ ὕδατος εἰς τὸ τρίτον, καὶ πότιζε νῆστιν ἐπὶ ἡμέρας πέντε καὶ ἰάσει τοὺς χρονίους
70κωλικούς.
70
Ἄλλο.
71 Πράσιον οἰνομέλιτι ἑψήσας δίδου πίνειν καὶ ἀπαλλαγήσεται τῆς ὀδύνης ὁ πάσχων, καὶ οὐκέτι περιπεσεῖται τῷ πάθει.
73
Ἄλλο.
74
75 Ῥάμνου φύλλα χλωρὰ λεάνας ἀνάπλασσε τροχίσκους, καὶ ξηρά‐ νας δίδου δραχμὰς δύο ἀπυρέκτοις μετ’ οἴνου, πυρέσσουσι δὲ μεθ’ ὑδρομέλιτος· ποιεῖ δὲ καὶ πρὸς εἰλεώδεις καὶ πρὸς πᾶν ἄλγημα πνευ‐ ματικὸν θαυμαστῶς· δι’ ἐρυγῶν καὶ φυσῶν διαφορούμενοι, ὑγιεῖς γί‐ νονται.
79
80Ἄλλο.
80 Ῥάμνου χυλοῦ κρᾶσιν συμμέτρου ποτηρίου καὶ γλυκέος κρητικοῦ τὸ ἴσον μίξας, δίδου πιεῖν ἐν τῇ ἐμβάσει τοῦ βαλανείου, κελεύων ἐπὶ πολὺ καρτερεῖν. Ἐν δὲ τῇ ψυχροφόρῳ μὴ ἐμβαινέτω· πεπείραται. Τῶν δὲ σκευαστῶν φαρμάκων σύνηθες ἡμῖν τοῦτό φησιν Ἀρχιγένης. Κα‐
85στόριον καὶ ἄμμι λειότατα ποιήσας, δίδου κοχλιάριον ἓν σὺν μελι‐ κράτῳ. Δευτέραν δὲ ἔχει τὴν τάξιν τοῦτο. Καστορίου δραχμὰς τρεῖς, ἄμμεως, σελίνου σπέρματος, μαράθρου ἀνὰ δραχμὴν μίαν δίδου ὡς τὸ πρὸ αὐτοῦ· ἐνίοτε δὲ ἀντὶ σελίνου, πάνακος ῥίζαν προσπλέκων, δίδωμι καὶ πάνυ τοῦ δέοντος ἐφικνοῦμαι· καλὸν δὲ καὶ τοῦτο. Ἀνή‐
90σου, καστορίου ἴσα πότιζε δραχμὴν μίαν ἐν οἰνομέλιτι.
90
Ἄλλο.
91 Ξίφιον σὺν τῇ ῥίζῃ ξηράνας, κόψας, σήσας μετὰ πεπέρεως κόκκους ἕνδεκα δίδου πίνειν· καὶ ἰᾶται καὶ τοὺς χρονίους· δύο μέντοι δραστι‐ κώτατα ἐκ πάνυ πολλῶν τῶν τοῦ κώλου φαρμάκων τῇ ἐμῇ πείρᾳ
95κριθέντα, φησὶν Ἀρχιγένης, κοινώσομαι πρὸς ἕκαστον. Σαγαπήνου, πεπέρεως, χαλβάνης, πυρέθρου, κρόκου, σπονδυλίου, σμύρνης ἀνὰ δραχμὴν μίαν, πάνακος ῥίζης δραχμὰς ὀκτὼ μέλιτι ἀναλάμβανε, ὡς ἔχειν κηρωτῆς πάχος· ἐπὶ δὲ τῆς χρείας, οἴνου καλλίστου κούφου ἐνιαυσίου κοτύλαις πεντεκαίδεκα ἐνεψήσας δέσμην χειροπληθῆ χαμαι‐

31

(100)

λεύκης ἢ χαμαιπίτυος εἰς ἀποτρίτωσιν, κοτύλην δίδου ἐκ τοῦ ἀφε‐ ψήματος, ἐνέσας ἡλίκον κυάθου ἐκ τοῦ φαρμάκου· δεῖ δὲ διδόναι πί‐ νειν ἅπαξ μὲν τῷ πρώτῳ μηνί, δὶς δὲ τῷ δευτέρῳ, εἶτα τρὶς τῷ τρί‐ τῳ μέχρι τοῦ πεντάκις, οὕτω προϊόντων κατὰ μῆνα, εἰ καί τις ξύσις τῆς κοιλίας ἐπιγένοιτο· εἴθισται γὰρ τοῦτο ποιεῖν ἐπιεικῶς.
104
105Ἄλλο.
105 Ἕτερον δ’ εὖ μάλα τοὺς παροξυσμοὺς διαλῦον, σμύρνης στακτῆς, ὀποπάνακος, ὀποῦ κυρηναϊκοῦ, κρόκου, πυρέθρου, χαλβάνης, σαγα‐ πήνου ἀνὰ δραχμὰς δύο, πισσελαίου δραχμὴν μίαν, μέλιτος ἀπηφρι‐ σμένου τὸ αὔταρκες, ὥστε κηρωτῆς ποιῆσαι πάχος. Δραχμὴ μία ἀπὸ
110τοῦ φαρμάκου μετὰ κυάθων τριῶν διαλυθεῖσα γλυκεῖ κρητικῷ κεκρα‐ μένῳ θερμῷ δίδοται. Ταῦτα καὶ ἐν παροξυσμοῖς μὴ ἀπέπτῳ δίδωμι κἂν τῷ διαλείμματι διά τινων ἡμερῶν τῇ διαθέσει ἀπομαχόμενος, καὶ πάνυ μοι κατὰ νοῦν χωρεῖ. Κατ’ ὄναρ δέ τινι ἐφάνη τις τῶν Ἁγίων λέγων, ὡς τὸ ὀποβάλσαμον πινόμενον, καὶ ταχέως διαχωρεῖ
115κάτω καὶ οὐ συγχωρεῖ ἕτερα πνεύματα γεννᾶσθαι, καὶ δίδου οὐγκίαν μίαν, ἀλείφειν δὲ αὐτούς φησι γλευκίνῳ ἐλαίῳ. Ἡ δὲ δι’ ἐχιδνῶν θηρια‐ κὴ Ἀνδρομάχου συνεχῶς λαμβανομένη ἐν τοῖς διαλείμμασι, δυσαλώ‐ τους ἀποδείξει ἐν τοῖς παροξυσμοῖς· ἡ δὲ Ζωπύρειος καὶ ἐνεστῶσι τοῖς βληχροῖς πόνοις βοηθεῖ· ἡ δὲ σύνθεσις αὐτῆς ῥηθήσεται μετ’ οὐ πολύ.
119
120Ἄλλο.
120 Κυμίνου ἀγρίου κοχλιάρια τρία, κοριάνδρου σπέρματος, μαράθρου, ἀνήσου, σελίνου, πηγάνου σπέρματος ἀνὰ κοχλιάριον ἕν, πεπέρεως κόκ‐ κους δέκα ἐννέα, οἴνου ξέστην ἕνα· λειότατα ποιήσας, μίσγε τῷ οἴνῳ καὶ πότιζε ἡμερήσιον κοχλιάριον ἓν μεθ’ ὕδατος κυάθων τριῶν· πιὼν
125δὲ περιπατείτω, καὶ εὔπεπτος ἔσται· ἢ αὐτὸν τὸν οἶνον θερμάνας πό‐ τιζε.
126
Ἄλλο.
127
Ἀψινθίου, γλήχωνος, πεπέρεως λευκοῦ, κυμίνου ἀγρίου, δαφνίδων λελεπισμένων ἴσα· ξηρὸν ποιήσας, δίδου κοχλιάριον σὺν ὕδατι θερμῷ.
130Ἄλλο. Ἁβροτόνου οὐγκίας δύο, πηγάνου φύλλων τὸ ἴσον, πυρέ‐ θρου, ζιγγιβέρεως, πετροσελίνου, ὑσσώπου, ὀριγάνου ἀνὰ οὐγκίαν μίαν ὄξει λειώσας, ποίει τροχίσκους δραχμιαίους καὶ δίδου ἕνα ἐν πα‐ ροξυσμῷ.
133
Περὶ τῶν ἀνωδύνων ἀντιδότων καὶ ἐνεμάτων
135πρὸς κωλικοὺς Γαληνοῦ.
135 Τοῖς ἀνωδύνοις φαρμάκοις εἰώθασι χρῆσθαι ἔνθα μεγάλη ὀδύνη ἢ ἀγρυπνία ἢ τοῦ μὴ σπαράττεσθαι χάριν διὰ βῆχα βιαίαν, ὡς ἐπὶ αἵματος ἀναγωγῆς συμβαίνει καὶ τῶν ἀπὸ κεφαλῆς χαλεπῶν κατάρ‐ ρων· ἀλλ’ ἐπ’ ἐκείνων μὲν τὰ μετριώτερα προσάγομεν, οἷά εἰσιν αἱ
140διὰ σπερμάτων βηχικαὶ δυνάμεις, ἔχουσαι καὶ αὗται πάντως τι τῶν ναρκωτικῶν φαρμάκων, ἀλλ’ ὀλίγον ἐν πολλοῖς τοῖς σπέρμασιν, ἅπερ εὐώδη τέ ἐστι καὶ λεπτομερῆ καὶ οὐρητικά, κύμινον, δαῦκος, ἄνησον καὶ τὰ ὅμοια. Αἱ δὲ ἐπὶ τῶν κωλικῶν σκευαζόμεναι ἀνώδυνοι, ὁμο‐ γενεῖς μέν εἰσιν ἐκείναις, σφοδρότεραι δὲ πολλῷ ταῖς δυνάμεσι διὰ
145τὸ τῆς ὀδύνης μέγεθος. Τὸ μὲν οὖν ὄπιον ἰσχυρότατόν ἐστι ναρκωτι‐ κόν· εἶναι δὲ χρὴ τὰ μιγνύμενα αὐτῷ τῶν ἤτοι πέττειν δυναμένων ὀδυνηρὰν διάθεσιν ἢ τοὺς ἐργαζομένους αὐτὴν χυμοὺς ἢ τέμνειν καὶ λεπτύνειν καὶ διαφορεῖν καὶ κατὰ τὴν ὅλην οὐσίαν ἀλλοιοῦν. Σκοπὸς γὰρ ἡμῖν ἐπὶ τούτων πρῶτον ναρκῶσαι τὴν αἴσθησιν, ἔπειτα δὲ μη‐

31

(150)

δὲν ὕστερον ἐκ τοῦ ναρκωτικοῦ φαρμάκου διαμεῖναι περὶ τὸ μόριον βλάβος, ἔτι τε καὶ τὸ μέγιστον ὠφεληθῆναι τὴν διάθεσιν. Εἰς ταῦτα οὖν ἀποβλέπων μοι δοκεῖ καὶ ὁ Φίλων συντιθέναι τὸ προκείμενον φάρ‐ μακον ἐκ μὲν τῆς τοῦ ὑοσκυάμου καὶ τοῦ ὀπίου μίξεως, ἅτε κάρωσιν καὶ νάρκην τῆς αἰσθητικῆς δυνάμεως ἐργάσασθαι βουλόμενος· ὅπως
155δὲ ἀναδοθείη τε θᾶττον καὶ διεξέλθοι τὸ βάθος ὅλον τῶν πασχόντων σωμάτων, τὰ θερμαίνοντα μῖξαι, πύρεθρόν τε καὶ εὐφόρβιον καὶ πέ‐ περι, διαφορεῖν τοὺς βλάπτοντας χυμοὺς καὶ διαρρύπτειν τοὺς γλίσ‐ χρους καὶ τέμνειν τοὺς παχεῖς καὶ τὰ φυσώδη πνεύματα, λεπτύνειν τε καὶ πέττειν καὶ κενοῦν. Ἔστι δὲ οὐκ ὀλίγον κἀν τῇ ἰνδικῇ νάρδῳ
160τὸ πεπτικὸν τῶν ψυχρῶν διαθέσεων· ὥσπερ δὲ τῶν ἀρωματικῶν τὴν
νάρδον ἐνέβαλλεν ὁ Φίλων, οὕτως οἱ μετ’ αὐτὸν ἄλλος ἄλλο προσέ‐ θεσαν, σχίνου ἄνθος, κασίαν, ἄμωμόν τε καὶ κόστον· ὥσπερ δ’ αὖ πάλιν ὁ Φίλων τὸν κρόκον ἐνέβαλλεν πεπτικὸν φάρμακον καὶ χυμῶν καὶ διαθέσεων εὐπέπτων, οὕτως ἄλλοι σμύρνης τε καὶ καστορίου ἔμι‐
165ξαν· οἱ πλεῖστοι δὲ αὐτῶν καλῶς ποιοῦντες, καὶ τὰ συνήθη ἡμῖν σπέρματα [παρέμιξαν], λέγω δὴ σελίνου τὸ σπέρμα καὶ κυμίνου, ἀνή‐ σου τε καὶ δαύκου καὶ πετροσελίνου καὶ ὅσα τοιαῦτα, ὥστε παρα‐ μυθήσασθαι τὴν ἀηδίαν τῶν πικρῶν φαρμάκων, εἰς ἀνάδοσίν τε καὶ οὔρησιν προτρέψαι τὸ σύμπαν φάρμακον· εἰ δέ τι καὶ λεπτῦναι δεῖ
170πάχος χυμῶν ἢ ἀτμῶν, καὶ τοῦτο ἐργάζεται. Πρώτη μὲν οὖν αὐτῶν, ὡς ἔοικεν ἐν τοῖς πάλαι χρόνοις, ἡ τοῦ Φίλωνος ἔνδοξος ἐγένετο, περὶ ἧς αὐτὸς τάδε γράφει.
172 Φίλωνος Ταρσέως ἰατροῦ μέγα θνητοῖς εὕρεμα πρὸς
πολλὰς παθῶν ὀδύνας
174
175 Εἴτε κῶλον κάμνει τις ἅπαξ δοθὲν εἴτε ἧπαρ εἴτε δυσουρίαν εἴτε λιθίασιν ἢ ὀρθόπνοιαν ἢ φθίσιν [ἰᾶται]· ἰᾶταί τε σπασμὸν καὶ πλευρῖτιν, καὶ αἵματος ἀναγωγαῖς ἀντίπαλόν ἐστι θανάτου· πάντα δ’ ὅσα ἐν σπλάγ‐ χνοις ἐνίσταται ἄλγη παύει, βῆχά τε καὶ πνιγμόν, λύγγα καὶ κατάρρουν· ταύτην καὶ Ἀνδρόμαχος ἐν τοῖς ἰδίοις συγγράμασιν ἐνέθηκε γράφων
180οὕτως. Κωλικὴ θαυμαστή, ᾗ χρῶμαι καὶ πρὸς τοὺς εἰλεώδεις καὶ οἷς κόπρος ἀνεμεῖται, ἐν ταῖς μεγίσταις ὀδύναις διδομένη ἡλίκον κύαμος ἐν κυάθοις τρισὶν ἢ τέσσαρσι ψυχροῦ ὕδατος· ἡ δὲ σύνθεσις αὐτῆς ῥη‐ θήσεται μετ’ οὐ πολύ.
183

32

(t)

Ἐνέματα κωλικὰ καὶ ὑποθετά.
t
1 Τούτου τοῦ γένους ἐστὶ καὶ τὰ τῇ ἕδρᾳ προσαγόμενα ἀνώδυνα ὑποθετὰ καὶ ἐνέματα· τὸ μὲν οὖν ὄπιον τῶν ἰσχυρῶς τὴν αἴσθησιν ναρκούντων ἐστί, καὶ ὕπνον καρώδη φερόντων, ἐργάζεται δὲ ταῦτα καὶ μόνον καὶ μετὰ καστορίου ἴσου ἑψήματος δοθὲν ἢ ἐλαίῳ πηγα‐
5νίνῳ, εἶτα ἀναληφθὲν διὰ κροκύδος καὶ ἐντιθέμενον εἰς τὴν ἕδραν· μίγνυσθαι γὰρ αὐτῷ χρή τινα τῶν πραϋνόντων τὴν δύναμιν αὐτοῦ καὶ τὴν ἐξ αὐτοῦ γινομένην τοῖς μορίοις βλάβην κωλυόντων καὶ ὠφε‐
λούντων τὴν διάθεσιν.
Ὑποθετὸν κωλικὸν ἀνώδυνον.
9
10 Καστορίου, ὀπίου, ζιγγιβέρεως, λιβάνου, σαγαπήνου ἴσα· ποίησον κοχλιάρια μακρὰ ὕδατι καὶ χρῶ.
11
Ἄλλο ἔνεμα κωλικὸν τὸ καλούμενον θαῦμα.
12 Κεδρίας οὐγκίας τρεῖς, πίσσης ὑγρᾶς οὐγκίας ἕξ, καστορίου, ὀπίου ἀνὰ οὐγκίαν μίαν καὶ ἡμίσειαν, πεπέρεως κόκκους ἑξήκοντα, ἑνώσας
15χρῶ. Τὸν λιχανὸν δάκτυλον μέχρι τῆς τοῦ πρώτου κονδύλου καμπῆς μολύνας μετ’ ἐλαίου πηγανίνου κυάθου ἑνὸς καὶ μιγνὺς βουτύρου οὐγ‐ κίαν μίαν καὶ τερεβινθίνης οὐγκίαν μίαν καὶ ἡμίσειαν καὶ χλιάνας, ἔνιε δι’ εὐρυτέρου αὐλίσκου· ὑποκάθηται γὰρ καὶ διακρίνεται.
18 Ἄλλο ἔνεμα εἰς κοίτην παραλαμβανόμενον ὑπνοποιόν,
20παρηγοροῦν, πεπτικόν, δόκιμον.
20 Ἀψινθίου χυλοῦ, ὀπίου ἀνὰ δραχμὰς τέσσαρας, ἀλόης δραχμὰς δώδεκα, ὑγροπίσσης οὐγκίαν μίαν, κεδρίας, ζιγγιβέρεως ἀνὰ οὐγκίαν μίαν, κενταυρίου δραχμὰς τέσσαρας, καστορίου δραχμὰς δέκα, κρό‐ κου δραχμὰς ἕξ, μαστίχης, πηγάνου φύλλων ἀνὰ οὐγκίαν μίαν,
25στύρακος οὐγκίας δύο, μέλιτος καὶ τερεβινθίνης ὑγρᾶς τὸ ἀρ‐ κοῦν. Ἐν τῇ δόσει προσμίξας βούτυρον, καὶ προκενώσας τὴν κοιλίαν ἐκκοπρωτικῷ κλυστῆρι, ἔπειτα λούσας καὶ θρέψας καὶ ἀλείψας τὴν κεφαλὴν ἀνηθίνῳ ἢ ὀμφακίνῳ, ἔνιε εἰς κοίτην. Ἄλλο. Ἑλενίου, ἀνή‐ σου, πετροσελίνου ἀνὰ δραχμὰς ὀκτώ· καστορίου, ζιγγιβέρεως, ὀπίου
30ἀνὰ δραχμὰς τέσσαρας· ναρδοστάχυος, πεπέρεως ἀνὰ δραχμὰς δύο· ἀναλάμβανε βουτύρῳ καὶ ἔνιε μετ’ ἐλαίου· ἐναφεψείσθω δὲ αὐτῷ κύ‐ μινον, πήγανον καὶ νίτρον [ἀνὰ] δραχμὰς δύο· τινὲς δὲ ἀντὶ τοῦ νίτρου ναρδόσταχυν γράφουσι. Τῶν δὲ προγραφέντων ἀνωδύνων ἀντιδότων τε καὶ ἐνεμάτων, τὴν συνεχῆ χρῆσιν φυλάττεσθαι δεῖ, παύει μὲν γὰρ
35ἐν τῷ παραυτίκα τὰς ὀδύνας, φυλάττει δὲ ἔνδον τὰ αἴτια· καὶ ἢ κίν‐ δυνον συγκοπῆς μετὰ βραχὺ ἐπιφέρει καὶ θάνατον ἢ χρόνια καὶ δύσ‐ λυτα ἐργάζεται τὰ πάθη.
37
Ἄλλο ποιοῦν καὶ πρὸς τὰς χρονίας διαθέσεις.
38 Βουτύρου οὐγκίας πέντε, στέατος χηνείου, στέατος ὀρνιθείου, μυε‐
40λοῦ ἐλαφείου, τερεβινθίνης ἀνὰ οὐγκίας ἕξ· στέατος ἀρκτείου, ὀπο‐ βαλσάμου ἀνὰ οὐγκίαν μίαν, κυμίνου, πηγάνου, καστορίου ἀνὰ οὐγ‐ κίας τρεῖς· εὐφορβίου νεαροῦ δραχμὰς ἕξ, νάρδου κελτικῆς οὐγκίας τέσσαρας, ναρδίνου μύρου λίτρας δύο, ἐλαίου πηγανίνου ξέστας τέσ‐ σαρας· χρῶ αὐτῷ ἐπὶ σφοδρῶν ἀλγημάτων. Προκενώσας δὲ κλυστῆρι
45καὶ διαστήσας ὥραν μίαν, ἔνιε χλιαρὰν κρᾶσιν ποτηρίου συμμέτρου, καὶ κέλευε ἡσυχάζειν καὶ κρατεῖν ἐπὶ πολὺ τὸ φάρμακον, καὶ ὄψει θείαν δύναμιν. Ἄλλο. Σκορόδων κεφαλὰς μεγάλας τρεῖς, πηγάνου χλωροῦ δεσμίδια δύο, ἐλαίου γλυκέος λίτρας τέσσαρας· τὰ σκόροδα λεπίσας ἕψει μετὰ τοῦ λοποῦ ἐπὶ ἀκάπνων ἀνθράκων, ἕως οὗ φρυ‐

32

(50)

γῶσι, καὶ διηθήσας ἔμβαλλε βουτύρου λίτραν μίαν, πίσσης ὑγρᾶς ξέ‐ στας ἰταλικοὺς τέσσαρας καὶ κεδρίας.
51
Ἄλλο.
52 Ἐλαίου κυπρίνου λίτρας πέντε, καστορίου οὐγκίας ἕξ, τοῦ βασι‐ λικοῦ καὶ τετραφαρμάκου λεγομένου, τῆς διὰ χυλοῦ, τερεβινθίνης,
55βουτύρου ἀνὰ οὐγκίας ἕξ, δαφνόκοκκα ἑκατὸν ἕν, σκορόδων κεφαλὰς μεγάλας πεντήκοντα μίαν, πλατυκυμίνου οὐγκίαν μίαν, πηγάνου ὁμοίως καὶ στέατος χηνείου ὁμοίως· καὶ χλιάνας ἔνιε.
57
Ἕτερον ἔνεμα κωλικόν.
58 Χυλὸν τήλεως, πηγάνινον, ἀνήθινον, σικυώνιον ἔλαιον, βούτυρον,
60στέαρ χήνειον, τερεβινθίνης ἢ ἀγριαγγουρέας χυλόν, ἢ ἵνα βράσωσι μετὰ τῶν ἐλαίων καὶ εἶθ’ οὕτως ἵνα βάλλῃς ἀγαρικοῦ ξυλόκοκκα τρία, ἐντεριώνης, καστορίου, νίτρου, εὐφορβίου ἀνὰ ξυλόκοκκα τρία, ἢ ἵνα ἀποβρέχῃς ἐντεριώνην ἐν γλυκεῖ καὶ διδῷς.
63
Ἄλλο.
64
65 Τήλεως καὶ λινοσπέρματος τὸ ἀρκοῦν βρέχων ὕδατι ἕψει· καὶ ὅταν χυλὸς γένηται, διηθήσας ὅσον ἐξαρκεῖ, ἀπόπλυνε ἐν αὐτῷ ἔρια οἰσυ‐ πηρά· καὶ ἐκθλίψας τὰ ἔρια, πρόσβαλλε τῷ ὕδατι ἅλας καὶ ἔλαιον καὶ ἔνιε.
68 Ἐπίθεμα ἀναγκαῖον κωλικοῖς ἐμπνευματουμένοις,
70ἰσχιαδικοῖς, πλευριτικοῖς, στομαχικοῖς, χρονίως ἐμοῦσι τὴν τροφήν, ἔστι δὲ καὶ ἐπισπαστικὸν καὶ μαλακτικόν.
71 Κηροῦ, πίσσης, πιτυΐνης, ταυρείου στέατος, δαφνίδων ἀνὰ οὐγκίας
πέντε, ἀμμωνιακοῦ θυμιάματος οὐγκίας τέσσαρας, χαλβάνης οὐγκίας τρεῖς, πεπέρεως οὐγκίαν μίαν καὶ ἡμίσειαν, τινὲς καὶ κάγχρυος καὶ
75ἄμμεως ἀνὰ οὐγκίας τρεῖς. Χρῶ δὲ ἐπὶ τῶν κωλικῶν καὶ τῷ μετὰ βραχὺ ῥηθησομένῳ Πολυαρχείῳ καὶ τῷ διὰ μέλιτος τῷ πρὸς σκληρίας στομάχου ἀναγραφέντι καὶ τῷ διὰ δαφνίδων καὶ τοῖς ὁμοίοις. Καὶ δρῶπαξ δὲ συνεχῶς ὅλῳ τε τῷ κύτει τῆς κοιλίας ἐπιβεβλήσθω καὶ κατὰ τοῦ νώτου, συγκείσθω δὲ διὰ πίσσης καὶ ῥητίνης καὶ ὀλίγου
80κηροῦ, θείου, ἀσφάλτου, μάννης, νίτρου, ἀδάρκης. Ἐπιτείνεται δ’ ἡ χρῆσις αὐτοῦ τῷ θερμοτέρῳ καὶ ἀναλείπτῳ ἐπιρρίπτεσθαι τῷ χρωτί, καὶ τῷ γυμνάζεσθαι ἐπικειμένου αὐτοῦ· τοτὲ δὲ καὶ λουτρὸν διαδε‐ χέσθω, νίτρῳ ὀπτῷ δαψιλεῖ καταπλασσομένου τοῦ σώματος πάντῃ, ἀναγκάζει γὰρ ἡ χρῆσις ἡ τοιαύτη τοῦ δρώπακος τὴν διάθεσιν βε‐
85βαιοτέραν· οὕτω καὶ σιναπισμὸς καὶ θαψίας χρῆσις πολλοῖς ἐξέκοψε τὴν διάθεσιν προδιῃτημένοις ἀκριβῶς, καὶ τὴν κοιλίαν, εἰ ἐπέχοιτο, ἐκκεκενωμένοις. Αἱ δὲ τῶν δρωπάκων καὶ τῶν σιναπισμῶν σκευασίαι ἀνεγράφησαν ἐν τῷ Τρεισκαιδεκάτῳ Λόγῳ.
88

33

(t)

Πῶς ἐπιμελητέον κοιλίας ῥευματιζομένης Φιλουμένου.
t
1 Ῥευματίζεται ἡ κοιλία καὶ ἐν πυρετοῖς καὶ δίχα πυρετῶν. Δυσερ‐ γεστέρα δὲ ἡ τῶν πυρεσσόντων ἐστὶ θεραπεία καὶ στοχασμοῦ ἀκριβοῦς δεομένη· κατ’ ἀρχὰς γὰρ εἴωθε κενοῦν τὰ ἀλλότρια, τῆς φύσεως σω‐ τηρίως πάντοτε τὸ περιττὸν καὶ ἀχρεῖον ἀποβαλεῖν βιαζομένης, ὥσπερ
5ἐν ταῖς πυρεκτικαῖς ὀξείαις νόσοις πλειστάκις ὁρῶμεν γιγνόμενον· προ‐ σήκει τοιγαροῦν κατὰ τὰς τοιαύτας περιστάσεις ἀναμένειν, μέχρις ἂν ἡ φύσις πᾶσαν ἀποτελέσῃ τὴν θεραπείαν ἢ καὶ συνεργεῖν ταῖς κινή‐ σεσιν αὐτῆς· τὸ γὰρ ἀντιπράττειν καὶ ἐποχὴν τοῖς ἐκκρινομένοις εὐθὺς μηχανᾶσθαι, μεγάλην κατασκευάσει τὴν νόσον· τὰ γὰρ ἐπισχεθέντα
10ἀνώφορα γιγνόμενα, κεφαλαλγίας ἢ φρενίτιδας ἢ ληθάργους ἢ παρω‐ τίδας ὀλεθρίας ἐπιφέρει. Οὐ δεῖ οὖν κατ’ ἀρχὰς ἐπέχειν τὰ ἐκκρινό‐ μενα ἐπ’ ὠφελείᾳ τοῦ σώματος. Ἐπειδὰν δὲ ἐπὶ πολὺ μείνωσιν οἱ ῥευματισμοί, μὴ μόνον τὰ περιττὰ κενοῦντες, ἀλλ’ ὥσπερ ἐπιτήκον‐ τες τὴν ἕξιν καὶ δαπανῶντες τὴν δύναμιν, τότε αὐτοῖς ἐναντιοῦσθαι
15προσήκει διὰ τῶν προσφερομένων καὶ ἐνιεμένων καὶ ἐπιτιθεμένων. Ἐὰν μὲν οὖν ἄκρατα χολώδη τὰ διαχωρήματα εἴη, μεταποιητέον μᾶλλον αὐτὰ ἐπὶ τὸ χρηστότερον, οὐκ ἐπισχέσει θεραπευτέον· ἀθροι‐ ζόμενον γὰρ ἐν τῇ γαστρὶ καὶ τῇ νήστει τὸ χολῶδες καὶ μετὰ τὸν ἀθροισμὸν μεγάλα βλάπτει, καὶ γὰρ καὶ στόμαχον ἀνατρέπει, καὶ τοῖς
20σπλάγχνοις φλεγμονὰς ἐπιφέρει, καὶ τὸ δίψος ἐξάπτει, καὶ τοὺς πυ‐ ρετοὺς ἀνασκευάζει, καὶ τὰ προρρηθέντα ἐν τῇ κεφαλῇ ἐργάζεται πάθη, καὶ ὅλως χαλεπώτερον ἐργάζεται τὴν διάθεσιν. Γάλα οὖν ἐν τῇ τοιαύτῃ περιστάσει βοηθεῖ τὸ βόειον ἢ αἴγειον, ἤτοι χλιαρὸν εὐ‐ θήμελκτον πινόμενον ἢ καθεψούμενον ἐπὶ πυρὸς μετὰ τοῦ κινεῖσθαι
25συνεχῶς, ἕως εἰς τὸ τρίτον καταβιβασθῇ· τὸ δ’ αὐτὸ γίνεται καὶ κό‐ χλαξι ποταμίοις ἢ σιδήρου ἐλάσμασι πυρουμένοις καὶ κατασβεννυμέ‐ νοις τῷ γάλακτι. Δεῖ δὲ ἐν τῇ ἑψήσει τὸν ἐφιστάμενον ἐπίπαγον ἤτοι ἀφρὸν ἀφαιρεῖν μύστρῳ ἢ πτερῷ· ταύτης γὰρ οὐκ ἂν ἐπιτομωτέραν τις εὕροι βοήθειαν πρὸς τοὺς ἀπὸ χολῆς γιγνομένους ῥευματισμούς·
30ἐπεὶ δὲ τοῖς πυρέττουσι κνισοῦσθαι πολλάκις εἴωθε τὸ γάλα ἢ ἀπο‐ ξύνεσθαι, καὶ μείζονα τῆς ὠφελείας φέρειν βλάβην, τὸ μὲν αὐτὸ καθ’ αὑτὸ διδόναι παραιτητέον, ὕδωρ δὲ μίξαντες τὸ τέταρτον μέρος τοῦ γάλακτος τὴν ἕψησιν ποιησόμεθα μέχρις εἰς τὸ ἥμισυ καταντήσει τὸ πᾶν, καὶ οὕτως διδόναι. Τοῦτο μὲν οὖν πρὸς τοὺς χολώδεις ῥευμα‐
35τισμούς, πρὸς δὲ τοὺς ἄλλους, μετὰ τὴν γενομένην αὐτάρκη κένωσιν, εἰ ἔτι ἐπιμένει ὁ ῥευματισμός, ἐμβροχαὶ παραλαμβανέσθωσαν δι’ ἐλαίου ὀμφακίνου ἢ ῥοδίνου ἢ μηλίνου σὺν οἴνῳ· δραστικώτερον δὲ ποιεῖ τὸ μύρσινον, εἰ σφοδροτέρας δέοιτο τῆς στύψεως, τὸ τέταρτον μέρος ἢ τὸ τρίτον οἴνου προσηλειφός. Ἐπὶ δὲ τῶν ἰσχυροτέρων σω‐
40μάτων, ἐναφεψείσθω τῇ ἐμβροχῇ κηκίς, σίδια, κυπαρίσσου σφαιρία· καὶ κύμινον δὲ λεῖον ἐμπασσέσθω τῷ πιλήματι καὶ σελίνου σπέρμα, ἑκάστου ἴσον· οὔρησιν γὰρ ἐρεθίζει, καὶ τοὺς ἐπὶ τὰ ἔντερα ῥευματι‐ σμοὺς ἀποστρέφει· καὶ ἡ ἕδρα δὲ πυριάσθω ἀφεψήματί τινι τῶν προ‐ ειρημένων στυπτικῶν. Ἐπιμένοντος δὲ τοῦ ῥευματισμοῦ, καὶ τοῖς
45διὰ φοινίκων καὶ ἀκακίας καὶ στυπτηρίας καταπλάσμασι χρηστέον, καὶ κηρωταῖς ταῖς διὰ μυρσίνων σκευασθείσαις, καὶ ἔμπλαστροι δὲ ἁρμόδιοι, αἱ διὰ τῆς αὐτῆς ὕλης ἐσκευασμέναι. Εὐπόριστον δὲ καὶ
ἐνεργὲς τοῦτο. Μόρα ὀμφακίζοντα καὶ ἔτι λευκότερα λαβὼν ἑπτὰ ἀριθμῷ, λείου εὖ μάλα· εἶτα ἐπίβαλλε κηρωτὴν ἐσκευασμένην δι’ ὀμ‐

33

(50)

φακίνου ἐλαίου, ὡς εἶναι τοῦ μὲν κηροῦ οὐγκίαν μίαν, τοῦ δὲ ἐλαίου οὐγκίας δύο, καὶ ἑνώσας χρῶ· ἐπιτήδειον δ’ αὐτοῖς ἤδη χρονίζουσι καὶ τὸ δι’ οἰνάνθης ἐπίθεμα, καὶ ἡ διὰ ψιχῶν ἔμπλαστρος ἡ ἐν τοῖς στομαχικοῖς ἀναγεγραμμένη, ἡ λιθάργυρον καὶ ψιμύθιον δεχομένη, καὶ τὰ λοιπὰ τὰ ἐν τῷ περὶ τῆς κοιλιακῆς διαθέσεως λόγῳ ῥηθησό‐
55μενα. Πινόμενα δὲ ἰᾶται τὰς διαρροίας τῆς γαστρὸς μετὰ τὸ κενω‐ θῆναι τὸ ἄχρηστον, ἀφέψημα ἀδιάντου, παλιούρου τὰ φύλλα, γί‐ γαρτα σταφυλῆς λεῖα. Ναρδόσταχυς, ἀκάνθης λευκῆς ἡ ῥίζα κοιλια‐ κοὺς καὶ στομαχικοὺς ὠφελεῖ· καὶ μόρα ἄωρα καὶ ὀμφακίζοντα ξη‐ ρανθέντα ἐν ἡλίῳ ἐπὶ πλείστας ἡμέρας, εἶτα λειωθέντα καὶ ἀποτιθέ‐
60μενα καὶ ποτιζόμενα ἐπὶ τῆς χρείας, στεγνωτικὸν τῆς κοιλίας ἱκανῶς γίνεται φάρμακον, ὥστε καὶ πρὸς τὰς κοιλιακὰς καὶ χρονίας δια‐ θέσεις ἁρμόττειν καὶ τὰς ἄλλας, ὅσαι ῥοώδεις εἰσί, καὶ τὰς δυσεντερι‐ κάς· καὶ κόπτεται δὲ καὶ μίγνυται τοῖς ἑψουμένοις, καθάπερ ῥοῦς μαγειρικός· μᾶλλον δέ ἐστιν ἐφεκτικώτερα τὰ τῆς βάτου μόρα τὰ
65ὀμφακίζοντα, ὁμοίως ξηραινόμενα. Χρίσματι δὲ καλλίστῳ χρῶ πρὸς τὴν φερομένην κοιλίαν τούτῳ. Ἀκακίας, μαστίχης, οἰνάνθης ἴσα· κατ’ ἰδίαν ἕκαστον λειώσας καὶ μίξας, ἔχε ξηρόν· ἐπὶ δὲ τῆς χρείας φυράσας ᾠῷ καὶ χρίσας τὴν κοιλίαν, ἐπιτίθει πτύγμα πορφυρᾶς ἐρέας καὶ ἐπίδησον· εἰ δ’ ἐπιμένοι, χρῖε καὶ τὸ μετάφρενον. Καὶ τὰ ἐξηραμ‐
70μένα μόρα σὺν τῷ ᾠῷ λεῖα ἐπιχριόμενα [ὠφελεῖ].
70

34

(t1)

Θεραπεία τῶν δι’ ἀτονίαν ῥευματιζομένων τὴν κοιλίαν, ἐν ᾧ
t2καὶ περὶ ψυχρᾶς καὶ ὑγρᾶς καὶ ξηρᾶς δυσκρασίας
t3ἐπιμέλεια ἐκ τῶν Γαληνοῦ.
t3
1 Τῶν μορίων ἕκαστον τὴν ἰδίαν ἐνέργειαν ἐνεργεῖ, ὅταν τὴν κατὰ φύσιν ἀποσῴζῃ εὐκρασίαν. Φυλαχθήσεται δὲ ἡ εὐκρασία, ψυχόντων μὲν ἡμῶν, εἰ ἐπὶ τὸ θερμότερον ἐκτρέποιτο, θερμαινόντων δέ, εἰ πρὸς τὸ ψυχρότερον, ὑγραινόντων δέ, εἰ ἐπὶ τὸ ξηρότερον· οὕτω δὲ καὶ
5ξηραινόντων, εἰ ὑγραίνοιτο, καὶ κατὰ συζυγίαν δέ τι τοιοῦτον εἰ πά‐ θοι, ἀνάλογον· ἀεὶ γὰρ χρὴ τῷ πλεονάζοντι τὸ ἐναντίον ἀντεισάγειν εἰς τοσοῦτον, ἄχρις ἂν εἰς τὸ σύμμετρόν τε καὶ κατὰ φύσιν ἀγάγῃς τὸ μόριον. Ὁ λόγος μὲν οὖν ἐδίδαξέ με τὰς ὀκτὼ διαφορὰς τῆς θε‐ ραπείας ἀτόνου γαστρός· ἐθεάσω γοῦν καὶ σύ τινάς με ἡμέρᾳ μιᾷ,
10μᾶλλον δὲ ὥρᾳ ψυχρᾷ πόσει θεραπεύοντα, ὧν ἐνίοις οὐ μόνον πρόσ‐ φατον ἔδωκα πηγαῖον ὕδωρ, ἀλλὰ καὶ τὸ ἑψηθὲν κἄπειτα χωσθὲν χιόνι καὶ ψυγέν· ἐδέσματά τε τὰ οὕτως ἐψυγμένα ἐθεάσω με συγχωροῦντα μεταλαμβάνειν τοῖς ὑπὸ πλείστης θερμότητος ἐνοχλουμένοις. Ἐδί‐ δουν δὲ καὶ ἀφρόγαλα ὁμοίως ἐψυγμένον, καὶ τὰς ψυχρὰς κατὰ δύ‐
15ναμιν ὀπώρας καὶ αὐτὰς ἀποψύχων, καὶ πτισάνην χωρὶς ἁλῶν ἢ ἑτέ‐ ρου τινὸς καλῶς ἡψημένην καὶ ὡσαύτως ἐψυγμένην, ἕτερά τε τοιαῦτα μυρία, σκοπὸν ἕνα ποιούμενος ἐπ’ αὐτῶν τὴν ψῦξιν· ἐκώλυον δὲ ἀψιν‐ θίου καὶ τῶν στυφόντων ἅπτεσθαι.
18
Ψυχρᾶς δυσκρασίας θεραπεία.
19
20 Ἄλλους δὲ κατὰ ψυχρὰν δυσκρασίαν κάμνοντας ἀπεῖχον ὁμοίως τῶν στυφόντων, ἐθέρμαινον δὲ παντοίως, οἶνον μὲν παλαιὸν καὶ ἱκα‐ νῶς θερμὸν τῇ δυνάμει διδοὺς καὶ τροφὰς θερμαινούσας μετὰ πεπέρεως.
22
Ὑγρᾶς δυσκρασίας ἐπιμέλεια.
23 Τῶν δὲ τὴν ὑγρὰν δυσκρασίαν ἐσχηκότων ἐν τῇ γαστρί, τὸν σκο‐
25πὸν τῆς θεραπείας ἐποιησάμην ἐν τῷ ξηραίνειν· καὶ ἦν αὐτοῖς ἐδέ‐ σματά τε τὰ φύσει ξηρά, καὶ κρέα καλῶς ὠπτημένα καὶ ὀλιγοστὸν ποτόν, ἥ τε τῶν στυφόντων ἁπάντων χρῆσις τούτοις ἐπιτηδειοτάτη· ἐφ’ ὧν γὰρ ὑγρότης πολλὴ καὶ οἷον πλάδος τίς ἐστι κατὰ τὸ πεπον‐ θὸς μόριον ἄνευ κακίας χυμῶν αὐτῷ μόνῳ τῷ ποσῷ λυπούντων καὶ
30οἷον διάβροχον εἰργασμένων τὴν γαστέρα, χρησιμωτάτη τῶν στυφόν‐ των ἐδεσμάτων τε καὶ πομάτων ἡ χρῆσίς ἐστιν, ἐκλύτου καὶ παρέ‐ του γιγνομένου τοῦ πεπονθότος τηνικαῦτα.
32 Ἐπιμέλεια γαστρὸς διὰ ξηρότητα ἀμέτρως φερομένης.
33 Ἄλλον δὲ ξηρότατον ἤδη γεγενημένον, ὡς ὁμοιότατον εἶναι τὴν
35ἰδέαν τοῖς μαρασμώδεσιν, ἰασάμην, εἰς τὰ ἐναντία πάντα μεταγα‐
γών· οὕτω δὲ κατ’ ἀρχὰς βραχεῖαν ἔχοντα δυσκρασίαν, ἐπὶ ξηρότητι δεομένην ὑγράνσεως, οἱ παραλαμβάνοντες αὐτὸν ἰατροὶ ἀψίνθιον ἐπό‐ τιζον, καὶ μῆλα κυδώνια ἐσθίειν ἐδίδουν καὶ τὰ ὅμοια, ἐπιτιθέντες τε καὶ ἔξωθεν τὰ στύφοντα, ξηρὸν ὅλον ἀπέφηναν τὸν ἄνθρωπον·
40τοῦτον ἡμεῖς ἰασάμεθα παντοίως ὑγραίνοντες αὐτοῦ ὅλον τὸ σῶμα, οἷον γάρ τι τὸ γῆράς ἐστιν ἐπὶ τῶν ὑγιαινόντων, τοιοῦτον ξηρὰ δυσ‐ κρασία τοῖς νοσοῦσιν, ὥστε καὶ ἀνίατον ὑπάρχειν, ὅταν ἀκριβῶς συμ‐ πληρωθῇ. Τὸ δὲ ἀκριβὲς τῆς συμπληρώσεως ἐν τῷ τὴν στερεὰν οὐ‐ σίαν τῶν ὁμοιομερῶν σωμάτων γεγονέναι ξηροτέραν ἐστίν. Ἑτέρα δ’
45ἔστι ξηρότης τῶν ἐκ τῆς ὑγροπαγοῦς οὐσίας συνεστώτων, ὁποῖόν ἐστι πιμελὴ καὶ σάρξ. Ἄλλη δὲ τρίτη ξηρότης, τῆς ὑγρότητος ἐξ ἧς τρέ‐ φεται τὰ μόρια τελέως ἀπομενούσης· περιχέεται δ’ αὕτη περὶ πάντα τοῦ ζῴου τὰ μόρια, δροσοειδῶς ἐν αὐτοῖς παρεσπαρμένη. Ταύτην οὖν ἐνθεῖναι τοῖς μορίοις οὐχ οἷόν τε χωρὶς τροφῆς, καὶ διὰ τοῦτο χαλεπωτά‐

34

(50)

τη τῶν τοιούτων ἐστὶ διηθήσεων ἡ ἴασις αὐτῆς. Ἄλλη δὲ ξηρότης ἐστί, κατὰ τὰς μικρὰς ἀρτηρίας καὶ φλέβας τὰς ἰδίας ἑκάστου τῶν μορίων συνισταμένη· γίνεται δὲ αὕτη κατὰ τὴν τοῦ αἵματος ἔνδειαν. Ἁπά‐ σας ταύτας τὰς ξηρότητας ἐσχάτως βλάπτουσιν αἱ τῶν αὐστηρῶν ἐδεσμάτων τε καὶ πομάτων καὶ φαρμάκων προσφοραί, ἐκδαπανῶσι
55γὰρ εἴ τι καὶ ὑπολειφθείη τῆς ἐν αὐταῖς ἐμφύτου ὑγρότητος, τὸ μὲν ἐκπίνουσαι, τὸ δὲ ἐκθλίβουσαι διὰ τῶν πόρων εἰς τὴν ἐντὸς εὐρύτητα τῆς κοιλίας, τὸ δὲ ἐπὶ τὰ ἄλλα μόρια διωθούμεναι. Θεραπεύειν οὖν τὰς ξηρότητας ταύτας προσήκει, τὸ μὲν συνιζηκὸς τῶν πόρων ἀνα‐ πεταννύντα, τὸ δ’ εἰς τὰ παρακείμενα διωσθὲν ἐπισπώμενον, ὑγραι‐
60νούσῃ τε τροφῇ πληροῦντα τῆς οἰκείας ὑγρότητος ἕκαστον τῶν ὁμοιο‐ μερῶν, ὥσπερ οὖν καὶ ἡμεῖς τὸν ἐξηραμμένον ὑπὸ τῶν ἰατρῶν ἐθε‐ ραπεύσαμεν ἄνθρωπον. Λουτρὸν οὖν τοῖς τοιούτοις ἐπιτήδειον εὐκρα‐ τότατον, ἐνδιατρίβοντος τοῦ κάμνοντος ἐπὶ πλέον τῷ ἀκράτῳ ὕδατι· βέλτιον δὲ πλησίον τῆς ἔξω θύρας εἶναι τὴν ἔμβασιν τοῦ θερ‐
65μοῦ, οὐ γὰρ δὴ τοῦ ἀέρος ὅλως χρῄζομεν ἐπὶ τούτων· βασταζόμενόν τε εἰσαγαγεῖν χρὴ καὶ ἐξαγαγεῖν, εἶτα ἐπαλείφειν ἐλαίῳ πρὶν ἀμφιέννυ‐ σθαι. Μετὰ δὲ τὸ λουτρόν, εὐθέως διδόναι γάλα ὄνειον νεόβδαλτον, τὴν ὄνον εἰς τὸν οἶκον εἰσαγαγόντας, ἐν ᾧ κατάκειται ὁ ἄνθρωπος·
ἐλάχιστον γὰρ χρόνον ὁμιλεῖν χρὴ τὸ γάλα τῷ πέριξ ἀέρι· δεῖ δὲ καὶ
70μέλιτος καλλίστου ὀλίγου χλιαροῦ μιγνύειν τῷ γάλακτι, καὶ μετὰ ταῦτα ἐᾶν ἡσυχάζειν, ἄχρι τοῦ δευτέρου λουτροῦ· εἶτα τρίψαντας μετρίως τε ἅμα καὶ λιπαρῶς λούειν τὸ δεύτερον, εἰ ἀκριβῶς κατείρ‐ γασται ἡ δοθεῖσα τροφή, ἐρυγαῖς τε καὶ τῷ τῆς γαστρὸς ὄγκῳ τεκ‐ μαιρουμένους. Σύμμετρος δὲ ὁ χρόνος ἀπὸ τοῦ πρώτου λουτροῦ πρὸς
75τὸ δεύτερον ἔστω, ὡρῶν τριῶν ἢ τεσσάρων ἢ πέντε, εἰ τὸ τρίτον ἔτι μέλλεις λούειν αὐτόν· εἰ δὲ μὴ ἐλάττων· λούσεις δὲ τὸ τρίτον, ἐὰν εἰ‐ θισμένος ᾖ λουτροῖς χρῆσθαι πλείοσι· καὶ μὲν δὴ καὶ ἐπαλείψομεν αὐτὸν ἐλαίῳ πρὶν ἀμφιέννυσθαι καθ’ ἕκαστον λουτρόν. Εἰ μὲν οὖν ἥδοιτο τῷ γάλακτι, καὶ μετὰ τὸ δεύτερον λουτρὸν δώσομεν αὐτό, εἰ
80δὲ μή, πτισάνην ἀκριβῶς καθηψημένην ἢ χόνδρον ὡς πτισάνην κα‐ θηψημένον· εἶτ’ αὖθις πάλιν ἡσυχάσαντα, πρὸς τὸ τρίτον ἄξο‐ μεν λουτρὸν ἢ ἄντικρυς ἐπὶ τὸ δεῖπνον, εἰ μὴ λούοιτο. Ἄρτος δ’ ἔστω παρεσκευασμένος αὐτῷ κλιβανίτης καθαρός, πρόσφατος, ἐπιμελῶς ὠπτημένος, ἔχων ζύμης τε καὶ ἁλῶν τὸ σύμμετρον, ὄψον δὲ τῶν πε‐
85τραίων τις ἰχθύων ἢ ὀνίσκος ἐκ λευκοῦ ζωμοῦ, καὶ μὴν καὶ ὄρχεις τῶν γάλακτι τρεφομένων ἀλεκτρυόνων ἐπιτήδειοι, καὶ πέρδικες καὶ στρουθοὶ ὄρειοι καὶ μαλακόσαρκοι. Φυλάττεσθαι δὲ τὰ ἐν ἕλεσι καὶ ποταμοῖς διαιτώμενα καὶ τὰ σκληρόσαρκα πάντα καὶ βρωμώδη καὶ πιμελώδη καὶ ἰνώδη, συνελόντι δὲ φάναι, τὸ κεφάλαιον τῆς τροφῆς
90εὔπεπτον ἔστω καὶ τρόφιμον, ἥκιστα δὲ γλίσχρον καὶ περιττωματι‐ κόν. Πόμα δὲ οἶνος ὁ λευκὸς τῇ χροιᾷ καὶ λεπτὸς τῇ συστάσει, βρα‐ χυτάτην ἔχων στῦψιν, καὶ καθαρὸς καὶ ὀλιγοφόρος. Ὀλιγοφόρον δὲ καλῶ τὸν ἐν τῷ κεράννυσθαι ὀλιγίστην φέροντα τὴν τοῦ ὕδατος μῖ‐ ξιν. Σκοπὸς δὲ τῆς ποσότητος ἐπὶ μὲν τοῦ πόματος, ὡς μηδέποτε
95ἐμπλεῦσαι τῇ γαστρὶ καὶ κλύδωνος ἐργάζεσθαί τινα αἴσθησιν, ἐπὶ δὲ τῶν σιτίων μὴ βαρῦναι τὴν γαστέρα, εἰ οἷόν τε, καὶ ταχέως πεφθῆ‐ ναι καὶ πνευμάτωσιν μὴ ἐμποιῆσαι· μεγίστης μὲν οὖν ξηρότητος ἴασις αὕτη· ὅταν δὲ μετρία ἡ ξηρότης ὑπάρχῃ, ἅτε δὴ μηδὲ τῆς δυ‐ νάμεως ἐσχάτως καταπεπτωκυίας, ἐγχωρεῖ ἁδροτέρως διαιτᾷν· ὑπο‐

34

(100)

κείσθω δὲ καὶ νῦν παραπλησία μὲν ξηρότης τῇ πρόσθεν, ἐζεύχθω δ’ αὐτῇ ψυχρότης. Εἰς τοσοῦτον οὖν ἐπιμίξομεν τοῖς ἔμπροσθεν εἰρημέ‐ νοις τὴν τῶν θερμαινόντων ὕλην, εἰς ὅσον ἔψυκται τὰ μόρια· ὑπο‐
κείσθω δὴ πρῶτον ἐψῦχθαι μετρίως αὐτὴν προσθήσομεν τοῖς εἰρημέ‐ νοις ὀλίγον ἔμπροσθεν, ἐν μὲν τῇ τοῦ γάλακτος χρήσει μέλι πλεῖον,
105ἐν δὲ τῇ τοῦ οἴνου τὸν αὐτὸν μὲν τῷ γένει δώσομεν, ἧττον δ’ ὑδαρῆ τῆς πρόσθεν, ἐτῶν τε πλειόνων· ἀλλὰ καὶ τὰ ἐδέσματα συμπλεῖν θερμότερα δοτέον, οὐ ταῖς φυσικαῖς κράσεσι μόνον, ἀλλὰ καὶ ταῖς προσφάτοις ποιότησι, καὶ ναρδίνῳ μύρῳ συνεχῶς ἐπαλειπτέον τὴν κοιλίαν, ὡς μηδέποτε γενέσθαι ξηράν. Εἰ δὲ τοῦτο μὴ παρείη, τῷ
110μαστιχίνῳ χρῆσθαι· ἀλλὰ καὶ τὴν μαστίχην λειώσαντες μετὰ τοῦ ναρδίνου μύρου, κἄπειτα ἀναδεύσαντες ἔριον πορφυροῦν, ἐπιθήσομεν τῇ γαστρί. Εἰ δὲ ἡ ψῦξις εἴη τῆς κατὰ ξηρότητα δυσκρασίας, ὡς ἀναγκάζειν ἐπὶ πλέον θερμαίνειν, πρῶτον μὲν τὴν διάθεσιν χαλεπω‐ τάτην γίνωσκε καὶ δυσεπανόρθωτον καὶ πολλῆς ἀκριβείας δεομένην,
115τοῖς δὲ αὐτοῖς χρῆσθαι τοῖς ἐπὶ τῆς μετρίας ψύξεως προειρημένοις, ἐλπίζων ἐν χρόνῳ πλείονι τὴν διάθεσιν ἰᾶσθαι, ἀπεχόμενος τῶν σφό‐ δρα θερμαινόντων· διδόναι δὲ καὶ μέλιτος ἀπηφρισμένου πλέον ἅμα τῷ γάλακτι, καὶ αὐτὸ καθ’ αὑτὸ ἀπηφρισμένον καὶ ἀφηψημένον μά‐ λιστα, ὡς παστελλωθῆναι. Τὸν δ’ οἶνον αἱρεῖσθαι παλαιότερον. Ἄρι‐
120στον δὲ φάρμακον ἐπὶ τῶν τοιούτων ἁπάντων, ᾧ συνεχῶς οἱ πιττω‐ ταὶ χρῶνται· καταχρίειν οὖν αὐτῷ δεῖ τὴν γαστέρα σύμπασαν, εἶτα ἀποσπᾶν πρὶν ψυχθῆναι· πλεονάκις δὲ τῆς ἡμέρας τοῦτο πρᾶττε, ὥς τινες ποιοῦσι· διαφορήσεις γὰρ οὕτως, οὐ πληρώσεις αἵματος χρηστοῦ τὸ μόριον· ἡμεῖς δ’ οὐ διαφορεῖν βουλόμεθα, ἀλλὰ ἐκ τῶν πλησίον
125μερῶν ἐπισπᾶσθαι χρηστὸν αἷμα. Ὠφελεῖ δὲ τοὺς τοιούτους πάντας καὶ παιδίον εὔσαρκον συγκοιμώμενον, ὡς ψαύειν ἀεὶ τῶν καθ’ ὑπογά‐ στριον· μιγνύσθω δὲ ἐφεξῆς δαψιλεῖ ξηρότητι, θερμότης μὴ πάνυ πολ‐ λή. Ἐπὶ ταύτης τὴν πρώτην ἀγωγὴν φυλάξομεν, ὡς μέλι μὲν μη‐ δόλως, τὸν δ’ οἶνον ἥκιστα παλαιὸν προσφέρεσθαι, λεπτὸν δὲ καὶ
130λευκὸν ἐνιαυσιαῖον· χλιαρὰ δὲ καὶ τὰ ἐδέσματα προσοίσομεν, ἃ κα‐ λοῦμεν γαλακτώδη, εἰ χειμὼν εἴη, θέρους δ’ ὄντος, ὡς τὰ κρηναῖα ὕδατα [τὰ] μὴ ἄκρως ψυχρά· καὶ τὴν κοιλίαν ὑπαλείψομεν ὀμφακίνῳ τε ἐλαίῳ καὶ μηλίνῳ. Εἰ δὲ πλείων ἡ θερμότης ᾖ, καὶ ὑδαρεστέραν τὴν κρᾶσιν τοῦ οἴνου ποιήσομεν καὶ ψυχρὸν δώσομεν οὕτως, ὡς τὸ κρη‐
135ναῖον ὕδωρ, οἷον ἐν μέσῳ τῷ ἦρί ἐστι· γιγνώσκοντες ὡς ἡ τοιαύτη διάθεσις ἀνάλογός ἐστι πυρετῷ, καὶ ψύχειν τούτους ἀγωνιστικώτερον
οὐκ ἀκίνδυνον.

35

(t)

Περὶ κοιλιακῆς διαθέσεως ἐκ τῶν Ἀρχιγένους.
t
1 Οὐ πᾶν κοιλίας ῥεῦμα κοιλιακὴ διάθεσις καλεῖται κυρίως· οὔτε γὰρ εἰ ἄπεπτα καταφέροιτο τὰ σιτία καὶ ὠμά, οὔτ’ εἰ διαφθαρέντα εἰς ἀλλόκοτον μεταβολήν, κοιλιακὴ διάθεσις καλεῖται, ἀλλὰ τότε μόνον, ὅτε λεῖα καὶ κάθυγρα ἐκδίδοται τὰ διαχωρήματα, ἀτονούσης τῆς
5γαστρὸς ἀναδιδόναι αὐτά. Παρακολουθεῖ δ’ αὐτοῖς ἔκδοσις συνεχής, ἐνίοτε δὲ δυσωδῶν μετὰ συναισθήσεως λιποθυμιώδους· ἐπιστάζει δ’ ἐνίοτε σὺν τοῖς διαχωρουμένοις καὶ αἷμα ξανθὸν καὶ λεπτόν, διὰ ταῦτα δὲ καὶ ἀσιτίαι καὶ κακόχροιαι καὶ ἰσχνότητες ὑπερβάλλουσαι, καὶ αἷμα ξανθὸν ἐρρυτιδωμένης αὐτοῖς τῆς ἐπιφανείας ὅλης· τὰ μέντοι
10κατὰ τῆς γαστρὸς τεταμένα ἀγγεῖα πελιοῦνται. Πολλὴ δὲ δυσελπι‐ στία ἐστιν, εἰ χρονισθείη τὸ νόσημα, ἀποκνούντων πρὸς τὴν ἁρμόζου‐ σαν δίαιταν τῶν καμνόντων. Εἰ μέντοι ἀρξάμενον τὸ νόσημα ἀπὸ τοῦ φθινοπώρου εἰς τὸν χειμῶνα παρέλκοι, δυσιατότερον γίγνεται. Αἰ‐ τίαι δὲ τοῦ πάθους διαφθοραὶ τῆς τροφῆς συνεχεῖς καὶ ξένων βρωμά‐
15των προσφοραί· ἔτι δὲ ψῦξις ἢ σφοδρὰ ἔγκαυσις, εἰ ἐπιμένειεν, σφο‐ δρῶς πλήσσουσαι τὴν γαστέρα λυμαίνονται· καὶ ἐν νόσοις δὲ μακραῖς κακοπαθήσασα ἡ γαστὴρ περιπίπτει τῷ πάθει, καὶ ἀπὸ καθαρτηρίου δὲ πόσεώς τινες τῇ κοιλιακῇ διαθέσει περιέπεσον· γνωστέον μέντοι ὅτι ποτὲ περιοδίζει ἡ περίστασις κατά τινας καιροὺς ἐφισταμένης
20τῆς κοιλίας, κατά τινας δὲ ῥεούσης εὐτάκτως δι’ ἡμερῶν τινῶν ὡρι‐ σμένων, ποτὲ δὲ ἀδιαλείπτως φέρεται. Γνωστέον καὶ τοῦτο, ὅτι πολ‐ λάκις οὐ μόνον [οὐ] παρειμένη ἐστὶν ἡ ὄρεξις, ἀλλὰ καὶ πλέον ἤδη ἐπιτείνεται καὶ διὰ τοῦτο διαφθορῶν γιγνομένων ἐπαλλήλων ἅπαντα ἐπιτείνεται τὰ κακά. Προσφάτου μὲν ὄντος τοῦ νοσήματος, ζητητέον
25ἀκριβῶς τὰς αἰτίας τὰς πεποιηκυίας αὐτὸ καὶ τούτων μάλιστα τὴν προφυλακὴν ποιεῖσθαι· εἴτ’ οὖν διαφθοραὶ προηγησάμεναι εἶεν, φυλα‐ κτέαι μὴ γίγνεσθαι μηκέτι, ἅμα δὲ καὶ ἀποκενωτέον τὰ ἐξ αὐτῶν γεγενημένα μοχθηρὰ ὑγρά, εἴτε ξένων βρωμάτων προσφοραὶ αἰτίαι γεγόνασι, περιαιρετέον αὐτάς, εἴτε κόπος εἴτε ἄλλο τι τῶν προειρη‐
30μένων, καὶ τούτων ἀπέχεσθαι, ἐπ’ ἐρημίας τε τηρητέον καί, εἰ ἐνδέ‐ χοιτο, ἐπ’ ἀσιτίας ἢ ὀλίγῃ παντελῶς χρηστέον τροφῇ. Ἔσθ’ ὅτε δὲ
καὶ πόματι χρηστέον καὶ ἀναγκαστέον ἀπεμέσαι καὶ μάλιστα, εἰ συνήθως συλλεγομένων ἐν αὐτῇ τῇ γαστρὶ χυμῶν ἀντίληψις εἴη· εἶτα μετὰ προσοχῆς ἐπιμενετέον τῇ ἀκριβείᾳ τῆς διαίτης μέχρι παντελοῦς
35ἀπαλλαγῆς. Ἡ δ’ ἀκρίβεια κεῖται ἐν τῇ ἐκλογῇ τῆς τῶν σιτίων ποιότητος· εἰ μέντοι φαίνοιτο καὶ κατ’ ἀρχὰς τὸ νόσημα δύσκολον, χρηστέον καὶ τῇ λοιπῇ βοηθείᾳ· πρῶτον οὖν ἐπισκεπτέον τὰ μέσα· καὶ φλεγμονῆς μὲν οὖν ἢ φλεγμονώδους διαθέσεως εὑρεθείσης περὶ τὴν γαστέρα, καταπλάσμασι χρῆσθαι τοῖς ἐπαγγελλομένοις τὴν φλεγμο‐
40νὴν λύειν καὶ τὰ ῥεύματα ὑποστέλλειν, ὥστε τῷ λινοσπέρματι μικτέον φοίνικας, καὶ μὴ θερμὰ παρατιθέναι, ἀλλ’ ἄκρως χλιαρὰ τὰ κατα‐ πλάσματα· εἰ δ’ ἐπιτεῖναι βούλοιο, ἀκακίας τε καὶ ὑποκιστίδος χυ‐ λὸν καλῶς ἂν μίξειας ἢ κυδώνια ἢ στυπτηρίαν, ἄκρως δὲ ποιεῖ καὶ σχῖνος καὶ βάτος συνεψούμενα, καὶ τὸ ὀξύμελι εὐθέτως ἂν παραλη‐
45φθείη εἰς τὴν ἕψησιν τῶν καταπλασμάτων· ἄκρως δ’ οἴδαμεν ποιοῦν πρὸς ἀμφότερα τὸ αἴρινον ἄλευρον συνεψούμενον· πνευματώσεως δ’ οὔσης πολλῆς, κύμινον ἐμπασσόμενον τῷ ὀξυμέλιτι καὶ πήγανον καὶ ἄνηθον· δῆλον δ’ ὡς πρὸ τῶν καταπλασμάτων τὴν ἐμβροχὴν πα‐ ραλαμβάνεσθαι δεῖ [τὴν] διὰ ῥοδίνου καὶ ὀλίγου οἴνου, ἔτι δὲ σχινί‐

35

(50)

νου ἢ οἰνανθίνου ἢ μυρσίνου· ἀναληφθῆναι μέντοι τοῖς ἐρίοις δεῖ καὶ ἐπιτεθῆναι. Ἄριστον δὲ ἐπ’ αὐτῶν καὶ τὸ κατάπλασμα τόδε. Μήλων κυδωνίων μάλιστα καὶ φοινίκων καὶ ἀψινθίου κόμης ἑψουμένων σὺν οἴνῳ διηθεῖται ὁ οἶνος· καὶ προσλαβὼν ἑψήματος κρητικοῦ τὸ τρίτον μέρος, εἶτα θερμανθέντων αὐτῶν, ἐπιπάσσεται ἀλφίτοις λεπτοῖς καὶ
55ἑψεῖται χωρὶς ἐλαίου· τὸ δὲ τῇ κοιλίᾳ ἐπαλειφόμενον ἔλαιον, μήλινον ἔστω. Μετὰ δὲ τὰ καταπλάσματα, κηρώματα εὐθετήσει τὰ διὰ μυρ‐ σίνου ἢ σχινίνου ἐλαίου σκευαζόμενα, ἔχοντά τι παραπλεκόμενον τῶν στυφόντων, ἀκακίας λέγω καὶ τῶν ὁμοίων· ἐπιτηδειοτάτη καὶ τού‐ τοις κηρωτὴ διὰ μυρσίνου ἐλαίου ἐσκευασμένη, προσλαβοῦσα μόρων
60ὀμφακιζόντων λείων καὶ πολυγόνου βραχύ. Χρονίζοντος δὲ τοῦ νο‐ σήματος, καὶ ἐπὶ μαλάγματα μεταβατέον· ἄκρως δὲ συμπεφωνηκέναι αὐτοῖς δοκεῖ καὶ τὸ διὰ δαφνίδων ἐν τοῖς ὑδρωπικοῖς γραφησόμενον, μετὰ δὲ ταῦτα καὶ τὰ σφοδρῶς φοινίσσοντα τὴν ἐπιφάνειαν. Ἐπι‐ τεινομένης δὲ τῆς διαθέσεως, καὶ δρώπαξι χρηστέον φαρμακωδεστέ‐
65ροις, ἔχουσιν ἄσφαλτον καὶ ἀδάρκην· μετὰ δὲ τὸν δρώπακα, ἀποθε‐
ραπεύειν χρὴ τὴν δῆξιν βαλανείῳ δηκτικωτέρῳ κατὰ τὴν θερμα‐ σίαν καὶ σιναπιστέον μετὰ δύο ἡμέρας τοῦ δρωπακισμοῦ τῷ διὰ σι‐ νάπεως καὶ ἰσχάδων, ἐπ’ ὀλίγον ἐῶντας τὸ κατάπλασμα, καὶ μετὰ ταῦτα ἔλαιον περιχέοντας τῷ τόπῳ, ἀπάγειν εἰς βαλανεῖον· καὶ τοῦτο
70οὐχ ἅπαξ ποιητέον, ἀλλὰ δὶς καὶ τρίς· οὐκ οἶδα γὰρ εἰ τούτου τι ἀνυσιμώτερον ἐπὶ τῆς προκειμένης κατασκευῆς γίγνεσθαι δύναται, καὶ διὰ τοῦτο οὐκ ἐπὶ πολλὴν ὥραν δεῖ ἐπιμένειν, ἵνα μὴ ἐκκαυθέντος ἐπὶ πολὺ τοῦ τόπου κωλύσῃ τὴν δευτέραν καὶ τρίτην προσαγωγὴν τοῦ βοηθήματος· θαυμαστῶς δὲ καὶ οἱ ἔμετοι οἵ τε ἀπὸ δείπνου καὶ οἱ
75νήστεως ἐνεργοῦσι, κενοῦντες τὰ διεφθαρμένα, καὶ τὰ παροδεύοντα εἰς τὰ ἔντερα ἕλκοντες καὶ συστρέφοντες, ἀνακαλούμενοι τὰς τῆς γα‐ στρὸς ἐνεργείας. Εἰ δ’ ἐγχωρεῖ ἐπὶ τούτων, ἐπὶ τοὺς διὰ ῥαφανίδων ἐμέτους παραγίνεσθαι, [ἵνα] ἐπιτομώτερον ἡ διάθεσις νικηθείη· ἐχρή‐ σαντο δέ τινες καὶ τῇ διὰ τοῦ λευκοῦ ἐλλεβόρου καθάρσει, καὶ εἰ ἡ
80ὑποκειμένη δύναμις εἴη χωρητικὴ τοῦ βοηθήματος, ἀντὶ παντὸς ἂν γένοιτο ἡ τούτου χρῆσις. Ἐγὼ δὲ ἐπὶ τῶν κοιλιακῶν πρὶν ἐσχάτως καταπεσεῖν τὴν δύναμιν, καταλλήλῳ καθαρτηρίῳ χρῶμαι· ἐνίοτε δὲ φαρμακωδῶν τινων καὶ δριμέων χυμῶν ἢ ἰχώρων προσπεπλασμένων ἢ ἀναπεπομένων τοῖς χιτῶσι τῆς γαστρὸς ἢ μᾶλλον τοῖς ἐντέροις, δα‐
85κνόντων τε καὶ ἐρεθιζόντων κἀκ τοῦ παντὸς σώματος προκαλουμένων τὰ ὑγρὰ πρὸς τὰ κατὰ τὴν γαστέρα καὶ ἔντερα χωρία, αἰτίαι γί‐ γνονται τῶν χρονίων ῥευματισμῶν. Ἐκ δὲ τῶν ἐκκρινομένων περιτ‐ τωμάτων κἀκ τῶν παρεπομένων συμπτωμάτων τεκμαίρεσθαι χρὴ τὴν ἰδέαν τοῦ λυποῦντος χυμοῦ, καὶ οὕτω κατάλληλον προσάγειν τὸ
90καθαρτήριον· βέλτιον δὲ τῇ διὰ τῆς ἀλόης πικρᾷ προσπλέκειν σκαμ‐ μωνίας γραμμάριον ἓν ἢ πλεῖον πρὸς δύναμιν, καὶ διδόναι μετὰ τοῦ μελικράτου. Εἰ δὲ μελαγχολικὸς χυμὸς εἴη ὁ ἐνοχλῶν, ἐπίθυμον ἐμ‐ βαλεῖν χρή, καὶ μετὰ τὴν τοῦ λυποῦντος χυμοῦ κένωσιν χρῆσθαι τοῖς δυναμένοις τόνον ἐντιθέναι τοῖς πεπονθόσι μορίοις, οἷά εἰσι τὰ διὰ
95τῆς ῥόας ἐκλείγματα πρὸς τὰς τοῦ στομάχου ἀνατροπὰς προγραφέντα· παρασημειωτέον δέ, ὡς ἐπί τινων ἐπιτείνεται τὰ ῥεύματα ὑπὸ τῆς τῶν στυφόντων χρήσεως, πληττομένης δηλονότι τῆς γαστρὸς ὑπ’ αὐ‐ τῶν διὰ τὴν ἀσθένειαν ἢ εὐαισθησίαν. Χρῶμαι δέ φησιν Ἀρχιγένης
πρὸς τοὺς τῆς κοιλίας ῥευματισμοὺς τῇ ἐμῇ ἱερᾷ, δύο δραχμὰς πα‐

35

(100)

ρέχων πρὸς ἀπόσμηξιν τῶν ἐγκειμένων τῇ γαστρὶ καὶ ἐντέροις, οὐδὲν γὰρ ἕτερον ταῦτα κατορθοῖ· εἶτα τῇ θηριακῇ χρῶμαι· χρῶμαι δὲ καὶ τῇ ἐμῇ, φησί, Ζωπυρείῳ τῇ ἀναγραφείσῃ πρὸς κωλικούς, διδοὺς ἐξ αὐ‐ τῆς κυάμου μέγεθος μετὰ κυάθων δύο γλυκέος παλαιοῦ ἢ σπου‐ δαίου οἰνομέλιτος πρὸ ὀλίγου τῶν σιτίων, ἐπὶ ἡμέρας πεντεκαί‐
105δεκα. Εἶτα διαλιπὼν πέντε, αὖθις ἄλλας δέκα δίδωμι, καὶ τοῦτο ποιῶ, ἕως μηκέτι δεήσει· ἀγαθὴ δὲ καὶ ἡ διὰ πεπέρεων· πάντοτε οὖν ἔχεσθαι δεῖ τῶν ἁπλῶν καὶ εὐαναδότων σιτίων ἀρρώ‐ στου τῆς κοιλίας ὑπαρχούσης, εἰ δὲ καὶ πυρέττοιεν, ἔτι καὶ μᾶλλον ἀφεκτέον τῶν στυφουσῶν ὑλῶν. Εἰ μέντοι τὰ προειρημένα βοηθήμα‐
110τα μὴ ἐνέγκοιεν εἰς ἀπόλυσιν τῆς διαθέσεως, καῦσις παραλαμβανέ‐ σθω· διακαίεσθαι δὲ δεῖ τὸ ἐπιγάστριον ἐκ δακτυλιαίων ἢ ἔτι μειζό‐ νων διαστημάτων, καὶ διατηρεῖν τὰς ἑλκώσεις μέχρι πολλοῦ χρόνου, εἰς μετοχέτευσιν τῶν ἐν τῇ γαστρὶ ῥευμάτων· ἔστι δὲ καὶ διὰ φαρ‐ μάκου ἐμβαλέσθαι τὰς ἐσχάρας, εἴτις πρὸς πῦρ ἐπιφόβως ἔχει. Ἔσχα‐
115τον μὲν οὖν ἔσχηκε τόπον τῶν προειρημένων βοηθημάτων ἡ καῦσις, διὰ τὴν ἀποτομίαν· εἰ δέ τις ἀνδρικὸς ᾖ, πρὶν καταπεσεῖν τὴν δύνα‐ μιν ἀπὸ τῶν ἀνωτερικῶν βοηθημάτων κατὰ τρόπον αὖον χρήσαιτό τις καύσει μόνῃ, ἐνστῆναι τῇ ἐκ τοῦ πάθους δυσχερείᾳ δυναμένῃ. Καὶ τοιαύτη μέν τις εἴη ἡ ἔξωθεν τοῖς κοιλιακοῖς προσαγομένη ἐπιμέλεια·
120ἀξιολόγως δὲ καὶ διὰ τῶν στυφόντων ἐπιβοηθεῖν, ἐφ’ ὧν ὑγρότης [ἡ] αἰτία τῆς ἀτονίας καὶ τῶν ῥευματισμῶν.
121
Τὰ συντείνοντα πρὸς κοιλιακούς.
122 Ἀρνογλώσσου μὲν οὖν σπέρμα ξηρὸν πινόμενον ποιεῖ καλῶς καὶ κατ’ ἰδίαν καὶ σὺν ἄλλοις· χρῶνται δέ τινες καὶ τῇ τῶν ἀλεκτορίδων
125κοιλίᾳ, ξηραίνοντες καὶ λείαν ἐμπάσσοντες τῷ πινομένῳ, παραπλη‐ σίως δὲ καὶ ἡ τῶν στρουθοκαμήλων ποιεῖν πεπίστευται· δίδου δὲ καὶ τὸ τοῦ λαπάθου σπέρμα λεῖον, καὶ μάλιστα τὸ τοῦ ὀξυλαπάθου, ἢ κέρας ἐλάφειον τὸ τρυφερώτερον καύσας δίδου πίνειν μετὰ κηκῖδος ὀλίγης ἢ καρύων βασιλικῶν· τὸν τῶν βαφέων φλοιὸν ξηρὸν λεῖον δί‐
130δου κοχλιάριον μεθ’ ὕδατος, ἢ λιβάνου χόνδρον κυαμιαῖον διεὶς οἴνῳ μέλανι κυάθῳ ἑνὶ καὶ πολυγόνου χυλῷ τὸ ἴσον δίδου, ἢ κόμμεως σκώ‐
ληκος τοῦ λευκοῦ οὐγκίαν μίαν λειώσας, δίδου μετ’ οἴνου μέλανος κυάθων τριῶν· ἢ γίγαρτα σταφίδος ἢ σταφυλῆς φρύξας δίδου μετ’ ἀλφίτων ἢ κυ‐ νὸς κόπρον ξηρὰν μετά τινος τῶν εὐωδῶν ἢ ἀρνόγλωσσον ξηρὸν κόψας καὶ
135σήσας δίδου ἢ ἄσφαλτον δίδου καταπίνειν· καλὸν δὲ καὶ τῶν δρυίνων βα‐ λάνων τοῦ λέπους τὸ ἀφέψημα, καὶ τοῦ ὑπὸ τὸν φλοιὸν τῆς δρυὸς εὑρι‐ σκομένου ὑμένος τὸ ἀφέψημα, καστανείου φλοιοῦ ἀφέψημα, ἀσπαλάθου ἀφέψημα, παιωνίας ῥίζης ἀφέψημα ἢ κωδυῶν μήκωνος πεφρυγμένων δραχμὴ μία, καὶ εἰς ὕπνον κεκραμένη· μετ’ οἴνου πινομένη καὶ τὸ σπέρ‐
140μα δὲ τῆς κωδύας λεῖον πινόμενον καλῶς ποιεῖ· θαυμαστῶς δὲ ποιεῖ, ὡς προείρηται, ἐπὶ τῆς διαρροίας καὶ τὰ ὀμφακίζοντα μόρα ξηρὰ λεῖα διδό‐ μενα σὺν τῷ ποτῷ, καὶ τῆς βάτου τὰ ὀμφακίζοντα μόρα ὁμοίως. Χρη‐ στέον δὲ καὶ τοῖς ἁπλουστέροις τῶν δυσεντερικῶν καὶ μάλιστα τοῖς δι’ ὀπώρας σκευαζομένοις· εὐθετήσει δὲ καὶ τὰ διουρητικά, τὸν ῥευματισμὸν
145μεταφέροντα πολλάκις, οἷον σέλινον, μάραθρον, ἄνησον, ἀδίαντον, ἄκο‐ ρον, δαμασκήνου φύλλων δραχμὴ μία καὶ τὰ τούτοις ἐοικότα. Τῶν συνθέτων δὲ ὁ Θρασυάνδρου τροχίσκος καὶ οἱ διὰ σπερμάτων, κεῖνται δὲ ἐν τοῖς δυσεντερικοῖς καὶ ὁ διὰ τῆς ἀκάνθης καὶ ὁ δι’ ἠλέκτρου, πρὸς αἱμοπτοϊκοὺς ἀναγραφέντες· πάντων δὲ μάλιστα ἡ δι’ ἐχιδνῶν ἀντίδοτος

35

(150)

θηριακή, πολλῷ δὲ [μᾶλλον] ἡ τοῦ Ἕσδρα, ἀπαραβάτως γὰρ ποιεῖ. Τῶν μὲν οὖν ἁπλῶν καὶ τῶν ἀντιδότων καιρὸς πρὸ τῆς τροφῆς, τῶν δ’ ἀνωδύνων τροχίσκων εἰς κοίτην. Γνωστέον δ’ ὡς ἄπειροί εἰσιν αἱ ἐπαγγελλόμεναι ἐπέχειν κοιλίαν ὗλαι, μή ποτε δὲ καὶ ἐπιβλαβὴς γέ‐ νηται ἡ κατακορὴς αὐτῶν χρῆσις· πλεῖσται γὰρ νόσοι πολλάκις ὑπο‐
155τρίβονται ὑπὸ τῶν ἐπαλλήλων πομάτων, αἵτινες ἠδύναντο ῥᾳδίως ἀπαλλαγῆναι, εἰ τῇ διαίτῃ μόνῃ προσεῖχον· μία γάρ ἐστιν ἀσφαλε‐ στάτη καὶ ἐπιτομωτάτη ὁδὸς εἰς ἀπαλλαγὴν τοῦ πάθους, ἡ δίαιτα.
157
Δίαιτα κοιλιακοῖς.
158 Διαναστάντα τοίνυν ἀπὸ τῶν ὕπνων καὶ προσκλυσάμενον τὸ πρό‐
160σωπον, ἐπὶ περίπατον προϊέναι, βαδίζοντα πρὸς δύναμιν, εἶτα ἐπὶ τρῖψιν ἁπλουστέραν ἰέναι, φειδόμενον εὐτόνως τρίβειν μάλιστα τὴν κοιλίαν· ἐνεψείσθω δὲ τῷ ἀλειφομένῳ ἐλαίῳ κάχρυον, πύρεθρον, εἶτα ἀπομαξάμενος λιπαινέσθω τὸ σῶμα, γλυκεῖ ἐλαίῳ, βαλανείῳ δὲ τὰ πολλὰ μὲν ἀποτάξεται, ἐνίοτε δὲ εἰς ἀποθεραπείαν κόπου ἢ
165ἄλλου τινὸς χρησόμεθα τῷ βαλανείῳ· ἐχέτω δὲ ἐν τῷ λουτρῷ σμήγματα τῶν ἀμύσσειν δυναμένων τὸ δέρμα, οἷον νίτρον ὀπτόν, τρύγα οἴνου κεκαυμένην καὶ τὰ ὅμοια· μετὰ δὲ τὰ ἀλείμμα‐ τα ἢ τὸ βαλανεῖον ἀριστᾶν χρή· προνοητέον γάρ, εἴπερ τινὸς ἄλ‐ λου, τοῦ διαιρεῖν τὴν τροφήν. Τὸ δὲ δίμοιρον τῆς τροφῆς εἰς τὸ
170δεῖπνον φυλαττέσθω, καὶ αὐτοῦ δὴ τοῦ ἐν τῷ ἀρίστῳ προσφερομένου ἄρτου παντὸς τὸ ἥμισυ ἀναλίσκειν καθ’ αὑτό, τὸ δὲ λοιπὸν μετὰ προσεψήματος ἁπλοῦ γινώσκοντας, ὅτι ἡ σιτώδης τροφὴ μάλιστα τῷ ἀνθρώπῳ σύμφυτός ἐστι. Τῶν δὲ λαχάνων σπανία ἔστω ἡ χρῆσις, πνευματωτικὰ γάρ· ἄθετα δὲ καὶ τὰ ἀκρόδρυα, ἀναπιμπλῶντα ἀηδῶν
175χυμῶν τὴν γαστέρα καὶ τὸν στόμαχον· ἀπὸ δὲ τοῦ ἀρίστου, περιπά‐ τοις δεῖ πάλιν χρῆσθαι καὶ διανύσει τινί· ἀθέτους γὰρ ὑποληπτέον τοὺς ἡμερινοὺς ὕπνους, εἰ μὴ συναίσθησις εἴη κόπου, ἢ ἄγρυπνος ἡ νὺξ γένοιτο· ἑσπέρας δὲ δειπνήσας καθευδέτω. Τῶν μὲν οὖν σιτωδῶν ἁρμόδια ἄρτος κλιβανίτης, χόνδρος ἄλικος,
180ὄρυζα· τοῖς δὲ διὰ τῆς κέγχρου σκευαζομένοις ῥοφήμασιν οὐ συντίθε‐ μαι· δύσπεπτον γὰρ καὶ φαύλων χυμῶν γεννητικὸν ἡ κέγχρος· ὀσπρίων δ’ οὐκ ἄθετος τούτοις φακὸς ἐπτισμένος καὶ σὺν ἀρνογλώσσῳ ἑψού‐ μενος, χρήσιμον δὲ καὶ τὸ συνεψεῖν τοῖς ῥοφήμασι φοίνικας, μῆλα κυδώνια καὶ τὰ ὅμοια. Λαχάνων δ’ αἱρεῖσθαι κράμβην δυσὶν ἑψηθεῖ‐
185σαν ὕδασι μετ’ ἐλαίου καὶ γάρου βραχέος καὶ ἐλαχίστου ὄξους, καὶ σέριν ἑφθὴν καὶ κιχώριον καὶ σταφυλῖνον πάνυ καθηψημένον μετ’ ἐμβάμματος ἁπλοῦ· ποικιλίας δὲ χάριν μεταδοτέον καὶ σαρκὸς ὕστε‐ ρον ἀλεκτορίδων καὶ περιστερῶν ἤ τινος τῶν ὀρείων στρουθῶν, καὶ τῶν πεζῶν τὰ τρυφερώτερα ἑφθὰ πάντα, συνεψουμένης αὐτοῖς ἐνίοτε
190τινὸς τῶν ὀπωρῶν ἢ μύρτων. Τραγήματα δὲ ὀλίγα διδόναι, οἷον ἀμύ‐ γδαλα, φοίνικας, κάρυα· καὶ τούτων δὲ ἀπογεύεσθαι μόνον ἕνεκεν ἡδύ‐ σματος· ὀπώρα δ’ ἡ ἄφυσος σταφυλὴ ὀλίγη κρεμαστή, μῆλον, ἄπιον, καὶ τούτων τῆς συμμετρίας κρατητέον καὶ σὺν ἄρτῳ προσενεκτέον· οἶνος δὲ ὑποστύφων ἐπιτήδειος· ὀλίγον δ’ ἔστω τὸ πινόμενον ὑγρὸν
195καὶ μετὰ πᾶσαν τροφήν· πολεμιώταται γὰρ αἱ πολυποσίαι τοῖς τῆς γαστρὸς ῥευματισμοῖς. Γνωστέον μέντοι, ὅτι ἐπὶ τῶν μετὰ δήξεως ῥευματιζομένων πάντων ἄριστον ποιεῖ γαλακτοποσία· κατ’ ἀρχὰς μὲν
προσφερομένου θερμοῦ νεοβδάλτου γάλακτος, ὕστερον δὲ καὶ ἡψημέ‐ νου εἰς τὸ ἥμισυ ἢ καὶ εἰς τὸ τρίτον, ὡς προείρηται ἐπὶ τῆς διαρροίας·

35

(200)

οὕτως γὰρ γίνεται σταλτικόν τε ἅμα τῶν ῥευμάτων καὶ κατακερα‐ στικόν· ἐπὶ δὲ τῶν εἰς κνισώδη ἢ ὀξώδη ποιότητα μεταβαλλόντων τὸ γάλα, προσλαμβανέσθω τέταρτον μέρος ὕδατος, καὶ οὕτως ἑψεί‐ σθω, ὡς προείρηται, καὶ διδόσθω.
203

36

(t)

Περὶ συντήξεως.
t
1 Σύντηξις ὀνομάζεται, ὅταν ἐκκρίνηται διὰ γαστρός τι οὐκ ἐκ τῶν ἐδηδεσμένων ἢ πεπομένων, ἀλλ’ ἐκ τῶν τοῦ σώματος εἰς αὐτὴν κα‐ ταρρεόντων χυμῶν, παραπλησίων μὲν τῇ συνεχῶς ἐμουμένῃ τε καὶ διαχωρουμένῃ ξανθῇ χολῇ, διαφερόντων δὲ αὐτῆς τῇ τε δυσωδίᾳ καὶ
5τῷ πυρρότερόν πως φαίνεσθαι τὸ διαχώρημα καὶ πάχος ἔχειν γλοιῶ‐ δες, ἐνίοτε δὲ καὶ ἐλαιῶδες ἢ πιμελῶδες· ἡ γὰρ νεοπαγὴς πιμελὴ καὶ σὰρξ ὑπὸ τοῦ διακαοῦς πυρετοῦ ἀναλύεται καὶ τήκεται, χρονίζοντος δὲ τοῦ κακοῦ, καὶ αὐτῶν ἀποτηκτικόν πως τῶν στερεῶν. Ἐπὶ τού‐ του τοῦ πονηροτάτου πυρετοῦ ἴασις, ψυχροῦ πόσις ἐστὶν ἀκραιφνε‐
10στάτη· τοιαῦτα δὲ εἶναι χρὴ καὶ τὰ καταπλάσματα καὶ τὰ ἐπιθέμα‐ τα κατά τε τοῦ θώρακος καὶ τῶν ὑποχονδρίων, καὶ ἐμψύχουσαι τρο‐ φαὶ διδόμεναι· καὶ τὰ λοιπὰ πρακτέον, ὥσπερ ἐπὶ τῶν καυσωδῶν πυρετῶν καὶ τῶν ἑκτικῶν πυρετῶν προείρηται. Εἰ δὲ φλεγμαινόντων τῶν σπλάγχνων τοῦτο συμβαίη, σφόδρα κινδυνώδης ἡ διάθεσις καὶ
15μετὰ προρρήσεως δεῖ κεχρῆσθαι τοῖς εἰρημένοις βοηθήμασι· δριμέος δὲ ὄντος καὶ δακνώδους τοῦ φερομένου καὶ πυροῦντος τὰ ἔντερα, πα‐ ρηγορητέον τοὺς δηγμοὺς καὶ διὰ τῶν ἐνεμάτων κατὰ τὰς ἐπείξεις, μὴ πεφροντικότας τῶν παροξυσμῶν χωρὶς τῆς κατὰ τὴν ἐπισημα‐ σίαν ἀρχῆς. Ἔστω δὲ τὰ ἐνιέμενα χυλὸς ὀρύζης χλιαρώτερος τῇ
20ἁφῇ καὶ γάλα χλιαρόν, εἰ δὲ οἱ δηγμοὶ μετὰ στρόφων συμβαίνοιεν, ἐνετέον πτισάνης χυλὸν μετ’ ᾠῶν ὠμῶν ἀνακεκομμένων σὺν αὐτῷ καὶ ῥοδίνῳ· ἐνίοτε δὲ καὶ ἀσφάλτου λειοτάτης δραχμὴν μίαν προσπλεκτέον, εἰ δὲ τὰ τῶν πόνων ἐπιμένοι, καὶ δὶς καὶ τρὶς ἐνετέον τὰ προειρη‐ μένα. Ἐπιτήδειον καὶ τούτοις πινόμενον τὸ γάλα προσλαβόν, ὡς
25προείρηται, τέταρτον μέρος ὕδατος καὶ ἑψούμενον εἰς τὸ τρίτον.

37

(t)

Περὶ ἑλμίνθων Ἡροδότου.
t
1 Γίνονται δ’ ἕλμινθες καὶ ἐν πυρετοῖς καὶ δίχα πυρετῶν, διαφέρου‐ σαι πλήθει καὶ μεγέθει καὶ χροιᾷ καὶ καιροῖς· περὶ μὲν γὰρ τὰς ἀρ‐ χὰς τῶν νόσων γενόμεναι, τὴν ὑπόστασιν ἐξ ὑποκειμένης διαφθορᾶς λαμβάνουσι· περὶ δὲ τὰς ἀκμάς, ἐκ πονηρᾶς νόσου· περὶ δὲ τὰς πα‐
5ρακμάς, ἐκ μεταβολῆς τῶν ὅλων ἐπὶ τὸ κρεῖττον, αἳ δὴ καὶ τάχιον ἀποκρίνονται· διωθεῖται γὰρ αὐτὰς ἡ φύσις εἰς τὰ ἔξω ἐμφερῶς ταῖς λοιπαῖς διαχωρήσεσι· χείρους δ’ εἰσὶν αἱ μείζους τῶν μικροτέρων, καὶ αἱ πολλαὶ τῶν ὀλίγων, καὶ αἱ ἐρυθραὶ τῶν λευκῶν, καὶ αἱ ζῶσαι τῶν νεκρῶν· πλεονάζουσι δὲ περὶ τὰ νήπια καὶ τὰ παιδία καὶ τοὺς
10πρὸς ἥβην. Παρέπεται δὲ τοῖς πάσχουσι δηγμός, ἄλγος στομάχου καὶ κοιλίας, καὶ βῆχες σμικρόταται καὶ πυκνὰ ἐρεθίζουσαι, μηδενὸς ἀναγομένου, καὶ ὕπνοι μετὰ παλμῶν καὶ ἐξαναστάσεων ἀλόγων, καὶ σφυγμὸς ἀνώμαλος, ἀμυδρός, ἐκλείπων καὶ παλινδρομῶν, ἐνίοις δὲ καὶ ἀνορεξία. Τοῖς δὲ παιδίοις κοιμωμένοις καὶ μάσησις τῆς γλώτ‐
15της μετὰ προβολῆς, σχηματιζομένου τοῦ στόματος ἐμφερῶς τοῖς θη‐ λάζουσιν ἢ τροφῇ τινι θελγομένοις· πρὸς ὀλίγον δὲ ταῦτα καὶ ἐκ δια‐ στημάτων τινῶν γίγνεται· ἔνια δὲ τῶν νηπίων καὶ μετὰ κραυγῆς ἀλό‐ γου ἐξανίστανται καὶ ταχὺ πάλιν καταφέρονται, τινὰ δὲ καὶ τρίζει τοὺς ὀδόντας· συμβαίνει δὲ ταῦτα ὡς εἰκός, τῶν ζῴων τὴν τροφὴν ἐπι‐
20σπωμένων καὶ δακνόντων τὸ στόμα τῆς γαστρὸς καὶ τῶν ἐντέρων· ἤδη δέ τισι τῷ στομάχῳ προτρέχουσαι, ναυτιῶν αἰτίαι γίγνονται· πολλαὶ δὲ καὶ ἐπανάγονται κατ’ ἰδίαν καὶ μετά τινος ὑγροῦ φλεγμα‐ τώδους, τινὰ δὲ τῶν νηπίων ἀμεληθέντα καὶ ἄσφυκτα γίγνονται, κα‐ ταψύχονται καὶ ἱδροῦσι συγκοπτικῶς λεπτόν τινα καὶ ψυχρὸν ἱδρῶτα,
25καὶ πελιοῦνται τὰ πολλά· ἔστι δ’ ὅτε αἰφνίδιον ἐρυθραίνεται τὸ πρό‐ σωπον καὶ μάλιστα κατὰ τὰ μῆλα, καὶ πάλιν ἐπὶ τὸ ὠχρότερον με‐ ταβάλλει τὴν χροιάν· καὶ ἄλλοτε παραφρονοῦντα ἀλλόκοτα φθέγ‐ γονται ἐν τοῖς ὕπνοις· ἕτεροι δὲ μετασχηματίζουσι τὴν κατάκλισιν, καθεύδοντες συνεχῶς, καὶ ἀδημονοῦσι καὶ διαρρίπτουσιν ἑαυτοὺς τόπον
30ἐκ τόπου ἀμείβοντες, ὀλίγοι δέ τινες ἐξ αὐτῶν δάκνεσθαί φασιν· οἱ
πολλοὶ γὰρ ἐν ἀμηχανίᾳ καὶ ἀφωνίᾳ διάγουσιν. Ὅσοι μὲν οὖν ἐν τῷ στόματι τῆς γαστρὸς ἔχουσι τὰς ἕλμινθας, ὡς ἐπίπαν ἐμοῦσιν αὐτάς, οἷς δ’ ἐν τοῖς ἐντέροις ὑπάρχουσι, διαχωροῦσι κάτω· ναυτιώδεις δέ εἰσι πάντες καὶ ἐμοῦσιν. Εἴτι δ’ ἂν προσενέγκωνται, ἐξαίφνης καὶ
35ἀθρόως κενοῦνται, καὶ στρόφους αἰτιῶνται καὶ ὀδύνας τῶν ἐντός· ἀνα‐ θυμιάσεις τε ἐπὶ τὴν κεφαλὴν γιγνόμεναι, συμπτώματα ἐπιφέρουσι· καὶ τὸ προγεγονὸς δὲ τῆς διαίτης εἶδος ἐνδείξει σοι τὴν τῶν ἑλμίν‐ θων γένεσιν, παχυτέρας τε καὶ δυσκατεργαστοτέρας καὶ δαψιλεστέρας οὔσης καὶ σιτώδους τὸ πλέον, καὶ λουτροῖς μετὰ τροφὴν κεχρημένους
40εὑρήσεις αὐτούς· ἅπασαι γὰρ ἕλμινθες γεννᾶσθαι εἰώθασιν ἐπὶ πολλαῖς σιτίων διαφθοραῖς καὶ μάλιστα κατὰ τὸν τῆς ὀπώρας καιρόν. Θερα‐ πεία δ’ αὐτῶν ἡ μέν τις κοινὴ πρὸς τοὺς πυρέττοντάς ἐστιν, ἡ δὲ ἰδία· ἀμφιβόλου μὲν οὖν τῆς διαθέσεως οὔσης καὶ ἀϋπνίας εὐλόγου μέν, οὐ καταληπτῆς δέ, τοῖς πρᾳοτέροις χρῆσθαι δεῖ· παροξύνονται
45γὰρ οἱ πυρετοὶ τοῖς δριμυτέροις τῶν βοηθημάτων, εἰ τὴν ὑποψίαν ψευδῆ λαμβάνομεν· βεβαίας δὲ διαγνώσεως οὔσης, τοῖς χρόνοις τοῦ νοσήματος δεῖ προσέχειν. Ταῖς μὲν γὰρ περὶ τὰς πρώτας ἡμέρας γι‐ γνομέναις ἐγχειρητέον διὰ τῶν δριμυτέρων καὶ μᾶλλόν γε περὶ τὰς παρακμὰς τοῦ παντὸς νοσήματος ἐπιφανείσαις· περὶ δὲ τὰς ἀκμὰς τῆς

37

(50)

νόσου ἐπιφανείσας παρηγορητικώτερον θεραπεύσομεν καὶ μᾶλλον, εἰ καὶ φλεγμοναὶ καὶ τάσεις τῶν σπλάγχνων συνεδρεύουσι· τούτοις μὲν οὖν καταπλάσματα προσακτέον τὰ διὰ λινοσπέρματος παραπλέκον‐ τας καὶ θέρμινον ἄλευρον δασύτερον ἴσον ἴσῳ, καὶ ποτιστέον πρὸ τρο‐ φῆς τοὺς μὲν παῖδας μύξης ἀφέψημα σὺν ἡδυόσμῳ, τοὺς δὲ τελείους
55ἀψινθίου ἀπόβρεγμα, ἀβρότονον· ἀμφοτέρους δὲ πότιζε θαρρῶν, κἂν πυρέττοιεν, κἂν τρίμηνα τὰ νήπια τύχοι, γῆς ἔντερα μεθ’ ἑψήματος, εἰ ἀνέχοιντο, εἰ δὲ μὴ μεθ’ ὑδρομέλιτος ἢ ὡς βούλει χρῶ, μηδὲν εὐ‐ λαβούμενος μηδὲ καταφρονῶν τῆς εὐτελείας· δίδου δὲ ἑπτὰ τὸν ἀριθμόν. Εἰ δὲ μὴ ψιλαὶ εἶεν ὑπόνοιαι, ἀλλ’ ἀκριβὴς κατάληψις, κα‐
60ταπλαστέον τῷ θερμίνῳ ἀλεύρῳ ἡψημένῳ μεθ’ ὑδρομέλιτος, ὠφελεῖ δὲ καὶ ἐκλειχόμενον μετὰ μέλιτος ἢ μετ’ ὀξυκράτου πινόμενον, οὐ μὴν ἀλλὰ καὶ τὸ ἀφέψημα αὐτοῦ· τὸ δὲ μελάνθιον οὐ μόνον ἐσθιόμενον ὀνίνησιν, ἀλλὰ καὶ καταπλαττόμενον τῆς γαστρὸς ἔξωθεν· ἔσθ’ ὅτε
καὶ βρυωνίας ῥίζαν λείας ἐμβλητέον, προσπληροῦντα τὸν ὀμφαλὸν
65χολῆς ταυρείας· ἢ καὶ μελάνθιον λείου σὺν γάλακτι γυναικείῳ ἢ ἀψίν‐ θιον ἢ ἀβρότονον ἢ βρυωνίαν μετὰ σύκων λιπαρῶν, ἄλειφε δὲ τὴν ἀρχὴν ὅλην μυελῷ ἐλαφείῳ· ποτὸν δὲ διδόναι καὶ τούτοις τὰ τῆς γῆς ἔντερα ἑπτὰ λεῖα μετὰ ἑψήματος ἢ ὡς βούλει, λειότατα ποιήσας. Ἐνεργὲς δὲ τὸ ἀβρότονον καὶ τὸ σαντόνιον καὶ τὸ ἀψίνθιον, ἀφε‐
70ψούμενον ἕκαστον μετὰ σύκων ἢ φοινίκων προσφερόμενον, ἐνίοτε δὲ καὶ κόψαντες καὶ σήσαντες, μέλιτι ἑφθῷ καταπότια ποιήσαντες, προσ‐ φέρομεν· διδόναι δὲ καὶ τὸ τῶν χαμαιμήλων ἀφέψημα μετὰ ῥοδίνου ὀλίγου, καὶ σφόδρα ἐνεργεῖ· καλῶς δὲ ποιεῖ καὶ τὸ κρητικὸν ἕψημα μετὰ ῥοδίνου πινόμενον.
74
75Ἄλλο.
75 Στροβίλια βρέχε ὕδατι θερμῷ, καὶ λεάνας ἐπίβαλλε κοχλιάριον ῥο‐ δίνου καὶ δίδου πίνειν μετ’ ἀκράτου ἐπὶ ἡμέρας τρεῖς καὶ ἐκβληθή‐ σονται νεκραὶ ἐμούμεναι ἢ διαχωρούμεναι· ὠφέλιμος ἐσθιόμενος καὶ ὁ ἠριγέρων χλωρὸς καὶ τραγοποτῶν· κατάγει γὰρ αὐτὰς ἀλύπως· καὶ ὁ
80τῆς μυωτίδος χυλὸς καὶ τῆς καλαμίνθης καὶ τοῦ ἡδυόσμου τὸ ἀφέψημα καὶ τῆς κράμβης τὸ σπέρμα καὶ τοῦ πετροσελίνου· καὶ τὸ ἐπιγάστριον σκεπέσθω κηρωτῇ δι’ ἀψινθίου καὶ κυπρίνου πεποιημένῃ. Τῆς δὲ κοιλίας ἐπεχομένης, βαλανιστέον μάλιστα τοὺς παῖδας· ἐπι‐ μενούσης δέ, καὶ κλυστέον ἐν παρακμαῖς τῶν νοσημάτων ἀφεψήματι
85ἀβροτόνου ἢ ἀψινθίου ἢ κενταυρίου μετὰ μέλιτος καὶ νίτρου. Τὰς δὲ ἐν ταῖς ἀκμαῖς τῶν πυρετῶν γιγνομένας ἕλμινθας, ἃς δὴ καὶ κακοή‐ θεις λέγομεν, πειρατέον διὰ τῶν ἁπλουστέρων ὑπάγειν· τοῖς οὖν κα‐ ταπλάσμασι μικτέον ἀψίνθιον, ἀβρότονον, σαντόνιον, ἐνίοτε καὶ θέρ‐ μινον. Προποτιστέον δὲ τοὺς εὐχερῶς ληψομένους ἐλαίου ὠμοτριβοῦς
90κύαθον, καὶ τοῖς ῥοφήμασιν ἐμβλητέον μέλιτος πλέον· καὶ τῇ πτισάνῃ συνεψεῖν ἔλαιον πλεῖστον ὠμοτριβές, καὶ χόνδρον ἐν ἀφεψήματι μυ‐ ξῶν κατ’ ἰδίαν προσοιστέον καὶ μετὰ μελικράτου, καὶ τοὺς δι’ ἐλαίου προποτισμοὺς παραυξητέον, εἰς πολλὰ γὰρ ἔσονται χρήσιμοι· καθό‐ λου γὰρ τὰ ὑπάγοντα τὰς ἕλμινθας ἢ τῷ ἀποκτείνειν τῇ δριμύτητι ἢ
95πικρότητι ὑπάγει, ἢ τῷ ἐρεθίζειν ταύτας πρὸς τὰς ἐκκρίσεις, ἢ τῷ
παρεπομένῳ τοῖς διδομένοις ὀλίσθῳ· συνυποσύρονται γάρ, ὡς εἰκός, καὶ συνεξολισθαίνουσι τοῖς ῥοφήμασι· ζῶσαι μὲν γὰρ ἀντέχονται τῶν ἐντέρων, ἀποθανοῦσαι δὲ συνεκκενοῦνται τῇ κόπρῳ. Συνεκκενοῦνται δὲ καὶ αἱ ζῶσαι μὲν ἔτι, σκοτωθεῖσαι δὲ καί, ὡς ἂν εἴποι τις, ἡμί‐

37

(100)

θνητοι γενόμεναι. Δίδου δὲ καὶ τούτοις τὰ τῆς γῆς ἔντερα· τὰς δὲ νεκρωθείσας ἕλμινθας ἐκ τῆς τῶν φαρμάκων [χρήσεως] κομιστέον ἀνυ‐ περθέτως διὰ βαλανισμῶν ἢ κνισμοῦ. Φαύλη γὰρ ἐξ αὐτῶν γίνεται ἀναθυμίασις καὶ τὰς ὀρέξεις καὶ τὰς ἀναδόσεις βλάπτει. Πρὸς δὲ τὰς γινομένας ἐκ τῶν ἑλμίνθων ναυτίας καὶ σπαραγμοὺς τοῦ στομάχου,
105διακρατείτωσαν ἁλμῶν χόνδρον ἐν τῷ στόματι καὶ τὸ περιτηκόμενον καταπινέτωσαν· ταχὺ γὰρ ὑπὸ τῆς δριμύτητος, ὡς εἰκός, ἀναγκά‐ ζονται καταφέρεσθαι· τὰς δὲ ἐν τοῖς τῆς κοιλίας ῥευματισμοῖς ἐπιφαι‐ νομένας ἕλμινθας, προειδότας ὅτι ἐπὶ χαλεποῖς συνίστανται ῥευματι‐ σμοῖς, ἰατέον παχύνοντας τὰ [προσ]φερόμενα, καὶ μεταβάλλοντας εἰς τὸ
110βέλτιον τὰς πέψεις διὰ τῶν τροφῶν καὶ τῶν καταπλασμάτων. Ἐπι‐ κρατούντων μὲν γὰρ τῶν ῥευμάτων, συνεπιτείνεται καὶ ἡ τῶν ἑλμίνθων γένεσις, παυσαμένων δὲ τῶν ῥευμάτων, παύεται· διὸ σπουδαστέον συ‐ στρέφειν τὴν κοιλίαν, καὶ τόνον αὐτῇ ἐντιθέναι. Συνεμβλητέα μὲν οὖν τοῖς πρὸς τὰ ῥεύματα συμπεφωνηκόσι καταπλάσμασιν ὅσα ἐπὶ τῶν
115ἑλμίνθων προείρηται μὴ παροξύνοντα τὰ ῥεύματα, οἷόν ἐστι τὸ ἀψίν‐ θιον, ἀβρότονον, σαντόνιον· ἤδη καὶ σίδια καὶ ἀκακίαν καὶ βαλαύ‐ στια καὶ τὰ ὅμοια σὺν τῇ ὠμῇ λύσει, καὶ κηρωτὰς ἐπιτιθέναι διὰ τούτων ἐσκευασμένας· χρηστέον καὶ προποτισμοῖς, καὶ πάντων μᾶλ‐ λον προκριτέον ἐπὶ τούτων τὸν τοῦ ἀρνογλώσσου χυλόν, δύναται γὰρ
120ἐπίσης πρὸς ἀμφότερα ποιεῖν τὰ συμπτώματα· δίδου δὲ καὶ γῆς ἔν‐ τερα, ὡς προείρηται.
121
Κηρωτὴ πρὸς ἕλμινθας.
122 Θέρμων ἀλεύρου, ἀψινθίου, κριθίνου ἀλεύρου λεπτοτάτου ἀνὰ οὐγ‐ κίας ἑπτά, χολῆς ταυρείας οὐγκίαν μίαν, κέρατος ἐλαφείου ῥινήμα‐
125τος δραχμὰς τέσσαρας, κηροῦ οὐγκίας τρεῖς καὶ ἡμίσειαν, ἐλαίου δευ‐ τέρου οὐγκίας ἕξ.
126
Περὶ πλατείας ἕλμινθος.
127
Καὶ ἡ πλατεῖα λεγομένη ἕλμινς πλεονάζει μὲν ἐπὶ τῶν ἀπυρέ‐ κτων, γίγνεται γὰρ καὶ ἐν ταῖς μακραῖς νόσοις. Ἔστι δὲ ἡ πλατεῖα,
130ὡς ἂν εἴποι τις, μεταβολὴ τοῦ ὑπεζωκότος ἔνδοθεν τὰ λεπτὰ τῶν ἐντέρων ὑμένος ἐπί τι σῶμα ζῳῶδες, ἐπιφέρον δηγμοὺς συνεχεῖς τοῦ στομάχου, καὶ πρὸς τὰ σιτία ὁρμὴν ἀνεπίστατον· τὰ δὲ λαμβανό‐ μενα οὐ καταπέττεται, ἀλλὰ ταχέως ἐκκοπροῦται· παρέπεται δὲ αὐ‐ τοῖς ἰσχνότης τοῦ σώματος καὶ ἀδυναμία μετὰ νωχελείας, συναίσθησις
135δὲ λιμώδης· τὸ γὰρ ζῷον ποιηθὲν ἐν τοῖς ἐντέροις, τὴν παρατεθεῖσαν νεαρὰν τροφὴν ἀναλῶσαν, ὕστερον αὐτῆς ἐφάπτεται τῶν στερεῶν σω‐ μάτων· τὸ δὲ ἀψευδές, τοῖς διαχωρήμασι συνεκκρίνεταί τινα ἐμφερῆ σπέρματι κολοκύνθης. Ἡ δὲ θεραπεία σύμφωνος τῇ προειρημένῃ· προ‐ ποτισμοὶ γὰρ ἁρμόδιοι διὰ τῶν πικρῶν καὶ δριμέων, καὶ σκοροδοφα‐
140γίαι· ἢ γὰρ ἐκκρίνονται ὅλαι, ὡς ἄπιστον ὄψιν παρέχειν μεγέθους χάριν, ἢ κατὰ μερίδια κοπτόμεναι ἀποκρίνονται. Ἀπολυθεῖσαι μέν τοι, οὐκέτι ἐκ δευτέρου συνίστανται· πότιζε μὲν οὖν καὶ γῆς ἔντερα, ἰδίως δὲ ποιεῖ ἐπ’ αὐταῖς ὁ τῆς μυωτίδος χυλός, ὅσον κύαθοι δύο, μετὰ κυάθου ἑνὸς ζύθου πινόμενος· ἄγει γὰρ αὐτὰς τάχιον.
144

38

(t)

Περὶ ἀσκαρίδων.
t
1 Καὶ αἱ ἀσκαρίδες εἶδός εἰσιν ἑλμίνθων συνιστάμεναι περὶ τὰ ἔσχα‐ τα τοῦ ἀπευθυσμένου καὶ τὰ πρῶτα τοῦ σφιγκτῆρος, ἐπιφέρουσαι τῶν τόπων τούτων κνησμὸν ἰσχυρόν· καὶ τὰ μὲν παιδία συνεχῶς ἐπὶ τὰς διαχωρήσεις προτρέπεται, παρηγορούμενα ὑπὸ τῆς ἐντάσεως καὶ τῆς
5ἔσθ’ ὅτε ἀποκρίσεως· οἱ δὲ τελειότεροι τοῖς διοχλοῦσιν αἰτίοις ἐπιστή‐ σαντες καθέσει δακτύλων, καὶ τὰς ὑποπεσούσας ἐξάγουσι καὶ διαπύ‐ ροις δὲ λίθοις ἢ τοῖς παρὰ τοὺς αἰγιαλοὺς ψηφίοις ὑφ’ ἡλίου διακα‐ εῖσι πυριῶντες πραΰνουσι τοὺς ὀδαξυσμούς. Οἱ δὲ ταῖς ψυχαῖς ἀσθε‐ νέστεροι πάσχουσιν, ὅταν ἐντεῦθεν ἄρξωνται· ὅθεν οὐκ ἀμελητέον τοῦ
10συμπτώματος, ἀλλὰ ἀνυπερθέτως θεραπευτέον, καὶ τοῖς ψευδοδοξοῦσι
τὴν αἰτίαν μηνυτέον, καὶ τὴν θεραπείαν ὑποδεικτέον. Ποιητικαὶ δὲ τοῦ συμπτώματος αἰτίαι, φαῦλαι τροφαὶ καὶ ψύξεις καὶ διαφθοραὶ σιτίων, ἃς καλῶς ἔχει πρότερον φυλάσσεσθαι· ἔπειτα τὰ μὲν παιδία κλυστέον ἅλμῃ δριμείᾳ ἢ ἀφεψήματι ἀψινθίου μετ’ ἐλαίου, τὸ δὲ κλύ‐
15σμα θερμότερον ἔστω· καὶ μετὰ τὰς διαχωρήσεις ὑποχριστέον τοὺς πεπονθότας τόπους ἁπλοῖς μέν, ἀκακίᾳ καὶ ὑποκιστίδι καὶ ῥοῦ χυλῷ μετὰ στυπτηρίας ὑγρᾶς, συνθέτοις δέ, τῷ τε Ἀνδρωνείῳ τροχίσκῳ καὶ τῇ Πολυείδου σφραγίτιδι καὶ τῷ οἰσυπηρῷ καὶ τοῖς ὁμοίοις. Συναγο‐ μένη γὰρ ἡ σὰρξ ὑπὸ τῆς στύψεως ῥώννυται, καὶ τὴν ἐπιτηδειότητα
20τοῦ ζωογονεῖν ἀποβάλλει καὶ τὰς ἀσκαρίδας ἐκθλίβει. Τοὺς δὲ τε‐ λειοτέρους καὶ αὐτοὺς κενωτέον τοῖς δριμυτέροις καὶ θερμοτέροις, ἅλ‐ μῃ, κενταυρίου ἀφεψήματι, ἔπειτα ἐγχυματιστέον κεδρίᾳ· κατασκευα‐ στέον δὲ κεράτινον αὐλίσκον πάντοθεν περιτετρυπημένον, εὐρὺν δὲ κατὰ τὴν βάσιν, τῷ μεγέθει τοῖς τόποις κατάλληλον, ὃν ἐνθέντες ὑπὸ
25τὸν σφιγκτῆρα πληροῦμεν κεδρίᾳ, ὥστε τὴν ἔνθεσιν τῆς κεδρίας καὶ κατὰ τὴν ἀντικρὺ εὐρυχωρίαν καὶ κατὰ τὰ πλάγια πάντοθεν γίνε‐ σθαι· εἶτα ἠρεμεῖν κελεύομεν, χρώμενοι πολλάκις τῷ αὐτῷ τρόπῳ τῆς θεραπείας.
28 Ἄλλο καὶ τοῖς παιδίοις καὶ τοῖς τελείοις ἁρμοδιώτατον
30καὶ ἐνεργέστατον.
30 Κρέως παλαιοῦ ἁλιστοῦ τὸ λιπαρὸν περιγλύφοντες, καὶ ὑπόμηκες καὶ στρογγύλον ἐργασάμενοι, ὡς ἁρμόσαι δύνασθαι τῷ δακτυλίῳ, τῷ σφιγκτῆρι ἐντίθεμεν καὶ τῇ ἐνθέσει χρώμεθα, ἐφ’ ὅσον χρόνον ὑπομέ‐ νειν δύνανται· εἶτα λούομεν καὶ τοῖς εἰρημένοις ἐγχυματίζομεν καὶ
35διαχρίομεν, καὶ τοῦτο πλειστάκις ποιοῦμεν. Αἱ δὲ τροφαὶ σιτώδεις καὶ εὔχυμοι καὶ εὐδιοίκητοι ἔστωσαν.
36

39

(t)

Περὶ ἀποστήματος ἐν ἐντέροις Ἀρχιγένους.
t
1Γίνονταί ποτε ἀποστήματα ἐν τοῖς ἐντέροις, ὧν μετὰ τὴν ῥῆξιν
ἐκκρίσεις αἱματώδους ἢ ὑδατώδους πύου ἐπακολουθοῦσι· καὶ οἱ ἄπει‐ ροι θεώμενοι πλανῶνται, νομίζοντες δυσεντερίαν τὸ πάθος· καὶ τῇ ἀληθείᾳ, εἰ μετὰ τὴν ῥῆξιν χρονίσειεν ἡ ἕλκωσις καὶ ἐπινέμοιτο, ὁμοίως
5τῇ δυσεντερίᾳ θεραπεύεται, οὐ μὴν κατ’ ἀρχὰς τῇ παραπλησίᾳ ὑπά‐ γεται θεραπείᾳ· ἐντεῦθεν καί τινες τῶν καμνόντων ἐκινδύνευσαν, κα‐ κῶς ὑπὸ τῶν ἀσυνέτων ἰατρῶν διοικηθέντες, ἐνέματα δυσεντερικὰ εὐ‐ θὺς ἐξ ἀρχῆς προσαγόντων. Διακρίνεται οὖν ἰδίως ἡμῖν ἀπ’ ἀλλήλων τὰ πάθη, ἔστι γὰρ ἀδιάκριτα· ἐπὶ γὰρ τῆς ἀποστάσεως πάντοτε προη‐
10γεῖται ἄλγημα σφοδρὸν σφυγματῶδες, ἐρεῖδον κατὰ τοῦ πεπονθότος τόπου· οὔτε δὲ δήξεις οὔτε διαδρομαί, ὁποῖαι προηγεῖσθαι τῶν δυσ‐ εντερικῶν [ἄλλως εἰώθασιν]· εἶτα μεταβολῆς ἀρχομένης ῥίγεα παρέ‐ πεται ἀνώμαλα καὶ πυρετοί, μάλιστα πρὸς ἑσπέραν εἰσβάλλοντες· εἶτα μεταβολῆς τοῦ ὑγροῦ τελείας γενομένης, ἁπάντων τῶν δυσχερῶν
15ἐλάττωσις γίνεται, καὶ ἔνδοσις τῶν σφοδρῶν ἀλγημάτων· εἶτα πρὸς τὸν καιρὸν τῆς συρρήξεως πάλιν ἐπίτασις τῶν ὀδυνῶν, ἐνίοτε δὲ καὶ παντελὴς ἐποχὴ τῆς γαστρός· μετὰ δὲ τὴν ῥῆξιν, τὸ ὑγρὸν ἐκκρίνε‐ ται, ὁποῖον προειρήκαμεν, οὐδενὸς τοιούτου συνεδρεύοντος τοῖς δυσ‐ εντερικοῖς. Καταπλάσμασι τοίνυν δεῖ κεχρῆσθαι τοῖς διὰ λινοσπέρμα‐
20τος παραμιγνύντας αὐτοῖς τινα τῶν στυφόντων, ὥσπερ φοίνικας, κυ‐ δώνια καὶ τὰ ὅμοια, ὑπὲρ τοῦ μὴ ἐπιτείνεσθαι τὸ ῥεῦμα· ἐνέμασί τε χρηστέον χυλῷ πτισάνης ἢ ἄλικος μετά τινος τῶν μετρίως στυφόν‐ των, τὴν γὰρ πολλὴν στῦψιν εὐλαβούμεθα ἐπὶ τούτων. Ἀπὸ δὲ τῶν καταπλασμάτων πραϋνομένης τῆς φλεγμονῆς, εἰ μὲν σύρρηξις ὑπο‐
25πτεύοιτο, ἐπιθέμασι χρηστέον τοῖς τῇ συρρήξει συμβαλλομένοις, ἀλ‐ θαίαν προσπλέκοντας καὶ ἰσχάδας καὶ περιστερᾶς κόπρον· εἰ δὲ δια‐ φορηθῆναι τὴν φλεγμονὴν ἐλπίς, τοῖς διαφορεῖν δυναμένοις χρηστέον ἐπιθέμασι· καλῶς δὲ ποιεῖ ἐπ’ αὐτῶν ἡ ἀνίκητος ἔμπλαστρος· εἰ δὲ ῥῆξις ἀπαντήσει, χρηστέον ἐνέμασι πρῶτον μὲν τῷ χυλῷ τῆς πτισάνης,
30ἔπειτα δὲ προσπλέκειν αὐτῷ μέλιτος ἐλάχιστον πρὸς ἀνακάθαρσιν τῶν ἑλκῶν· ῥυπαρωτέρων δὲ φαινομένων τῶν ἐκκρινομένων, προσπλέκειν τῷ χυλῷ τῆς πτισάνης καὶ τῷ μέλιτι καὶ ἀφέψημα φακοῦ καὶ σιδίων· κα‐ θαρῶν [δὲ] γενομένων, ἀφίστασθαι τοῦ μέλιτος· προσπλέκειν δὲ τῷ ἐνέ‐
ματι βραχύ τι τοῦ δι’ ἀλικακάβων τροχίσκου εἰς ἀπούλωσιν τῶν κα‐
35κοήθων ἑλκῶν. Μετὰ δὲ ταῦτα προνοητέον ὅπως τὰ σώματα τὴν ἀποκατάστασιν δεξάμενα ἐκμαχθῇ καὶ συμπέσῃ· εἰώθασι γάρ πως πολλαχοῦ συλλογαὶ γίνεσθαι ὑγροῦ, ἐγκαταλιμπανομένου τινὸς κολ‐ παρίου, ἐπιφέρειν τὰ αὐτὰ δυνάμεναι. Εἰ δὲ νομώδη φέροιτο ἐκ τῶν ἑλκῶν, ἐπὶ τὰ τοῖς δυσεντερικοῖς ἁρμόζοντα μεταβαίνειν.
39

40

(t)

Περὶ δυσεντερίας Ἀρχιγένους.
t
1 Ἡ δυσεντερία κυρίως ἕλκωσίς ἐστι τῶν ἐντέρων νομώδης, ἀπο‐ τελουμένη καὶ ὑπὸ τῶν ἔξωθεν αἰτίων, οἷον ψύξεως, ἐγκαύσεως, δη‐ λητηρίων φαρμάκων πόσεως καὶ τῶν τούτοις ἐοικότων· ἤδη δὲ καὶ ὑπὸ ἀπεψιῶν καὶ ξένων καὶ δριμέων βρωμάτων προσφορᾶς, καὶ ὑπό
5τινος ἐπιφορᾶς χυμῶν δριμέων ἐμφεροῦς τῇ κατὰ τῆς ἐπιφανείας γι‐ γνομένῃ, ὑφ’ ἧς ἐκζέματά τινα καὶ ἑλκώσεις ἀποτελοῦνται. Κατάρ‐ χει δὲ πρώτως ἔκδοσις μετὰ βορβορώσεως χολωδῶν ὑπολιπάρων, πε‐ ριτηκομένης κατὰ βραχὺ τῆς ἔνδοθεν τῶν ἐντέρων πιμελῆς, καὶ οἷς μὲν μετὰ στρόφων, οἷς δὲ δίχα τούτων αἱ ἐκκρίσεις γίνονται. Ὅταν
10δὲ γυμνωθῇ τέλεον ἡ ἐπιφάνεια τῶν ἐντέρων καὶ ἕλκωσις τῶν ἐντέ‐ ρων ἐπιπόλαιος γένηται, τρυγώδη ἐκκρίνεται καὶ δίαιμα καὶ χολώ‐ δη. Βαθυνομένης δὲ τῆς ἑλκώσεως, καὶ ἀποπλύματα ὑμενώδη ἐκκρί‐ νεται, καὶ εἰ μὴ ταχέως περικρατηθείη, ἐπινέμεται τοὺς πλησίον τό‐ πους συντόμως· ἰχωρώδη τέ τινα ἐκκρίνεται, ὁποῖα ἀπὸ τῶν νεκρω‐
15θέντων εἰώθασιν ἀπορρεῖν σωμάτων· αὕτη μὲν οὖν ἡ τρόπον τινά ἐστιν ὀξεῖα δυσεντερία. Ἀπὸ μὲν οὖν τῶν δριμέων βρωμάτων ἢ τῆς ξανθῆς χολῆς, εἰ γένοιτο δυσεντερία, ἰώμεθα τοὐπίπαν αὐτήν· εἰ δὲ ἀπὸ μελαίνης χολῆς ἄρξοιτο, εἰ μὲν λόγῳ κρίσεώς τινος τῶν πυρετω‐ δῶν νοσημάτων ἐκκρίνοιτο καὶ τῇ παρόδῳ ἀναζέσειε τὸ ἔντερον, καὶ
20ταύτην ἰᾶσθαι δυνατόν· εἰ δὲ ἀπὸ ταὐτομάτου μὴ προηγησαμένου πυρετώδους νοσήματος, μηδὲ πέψεως χρηστῆς προφανείσης ἐκκρίνεται μέλαινα χολή, ἀνίατός ἐστιν ἡ ἐξ αὐτῆς γινομένη δυσεντερία, οὐδὲν διαφέρουσα καρκίνου τοῦ μεθ’ ἑλκώσεως, καὶ ἔστι θανάσιμος. Εἰώθασι
δὲ ἐγχρονίζειν τινὲς ἑλκώσεις, τὸ μὲν νομῶδες οὐκ ἔχουσαι, ὁμοιούμε‐
25ναι δὲ τοῖς ἔξωθεν συνισταμένοις κοίλοις ἕλκεσιν, οἷς βραδέως περι‐ τρέχει ἡ οὐλή, τυλουμένων τῶν χειλῶν τοῦ ἕλκους· ἐπὶ τῶν τοιού‐ των καὶ τὰ ἐνιέμενα ἀποτυγχάνειν δοκεῖ. Προηγεῖσθαι μέντοι δοκεῖ τῶν πλείστων δυσεντεριῶν ὁ τεινεσμός· ἔστι δὲ οὗτος προθυμία πρὸς ἔκκρισιν ἀπαραίτητος· γνωστέον μέντοι, ὅτι ποτὲ μὲν ἀπὸ μέρους τὸ
30ἀπευθυσμένον ἑλκοῦται ἔντερον ἐπὶ τῶν δυσεντερικῶν, ποτὲ δὲ καὶ ὅλον, σὺν αὐτῷ δὲ καὶ τὰ ὑψηλότερα. Εἰ μὲν οὖν περὶ τὸ κῶλον, τοὐτέ‐ στι περὶ τὰ παχέα τῶν ἐντέρων γίγνεται ἡ ἕλκωσις, τὰ μὲν ἐκκρινό‐ μενα σκύβαλα πολλά τε καὶ ἀθρόα καὶ μετὰ πνευμάτων καί ποτε καὶ ἔπαφρα, πιμελώδη τε καὶ αἱματώδη φαίνεται συναναμεμιγμένα
35τοῖς διαχωρήμασι, σιτίων δὲ ὄρεξις τούτοις γίγνεται ἄπληστος. Τῶν δὲ λεπτῶν ἐντέρων ἑλκωθέντων, ἀλγήματα συνεδρεύει περὶ τὸν ὀμ‐ φαλόν, χολώδη δὲ καὶ πρασίζοντα καὶ ποικίλα συμμεμιγμένα ἱκα‐ νῶς τῷ σκυβάλῳ χωρὶς ξυσμάτων ἐκκρίνεται μετὰ δήξεως καὶ στρό‐ φων καὶ ἀπορίας τινὸς καὶ ἐκλύσεως, ὡς ἐγγὺς ἥκειν λιποθυμίας· δι‐
40ψῶσί τε καὶ πυρέττουσι, καὶ τὸ σκύβαλον ἀπεπτότερον ἐκκρίνεται. Ἑλκοῦται δὲ σπανίως καὶ ἡ νῆστις, καὶ ἔστι τὰ ἐξ αὐτῆς διαχω‐ ρούμενα ἀπεπτότατα, συμμεμιγμένον ἰσχυρῶς ἔχοντα αἷμα μελάντε‐ ρον καὶ χολὴν κατακορῆ ξανθήν, δίψα τε πολλὴ ἐνοχλεῖ καὶ ναυτίαι, ἐνίοτε δὲ καὶ ἔμετοι καὶ ἀποστροφὴ τῶν σιτίων, ὀδύνη τε σφοδρὰ
45ὑπεράνω τοῦ ὀμφαλοῦ συνεδρεύει, ἐνίοτε δὲ καὶ πυρετοὶ κακοήθεις ἐπιγίνονται· ἀχροοῦσί τε οὗτοι καὶ ἐφιδροῦσι συγκοπτικῶς, ταχύ τε ἐπὶ τούτων συγκαθαιρεῖται ἡ δύναμις καὶ οὐκ εἰς μακρὰν ὀλεθριῶσιν.
47
Ἄντυλλος δὲ φησὶν
48 Νῆστιν μὲν γὰρ ἡλκῶσθαι νομίζομεν, ἢν τὸ αἷμα τὸ συνεκδιδόμε‐

40

(50)

νον τῷ περιττώματι μέλαν τε ᾖ καὶ παλαιόν· ἀνάγκη γὰρ τοιοῦτον ἐκκρίνεσθαι καθεψηθὲν ἐν τοῖς κάτω τῆς νήστεως ἐντέροις πᾶσι, φλεγ‐ ματώδη τε καὶ ὑπολίπαρα συνεκκρίνονται· φλέγμα γὰρ πλεονάζει φη‐ σὶν ἐν τῇ νήστει καὶ αὐτὴ πιμελώδης ἐστί· τὰ δὲ χολώδη κατακορῆ συνεκκρινόμενα ἐπὶ τούτων καὶ τὸ ἐνοχλοῦν δίψος, ὡς θερμαινομένης
55τῇ γειτνιάσει τῆς γαστρὸς ὑπὸ τῆς ἐν τῇ νήστει διαθέσεως· τού‐ του δὲ χάριν καὶ πυρέττουσι καὶ ὀδυνῶνται. Τοῦ δὲ λεπτοῦ ἑλκωθέν‐ τος ἐντέρου, τὰ μὲν διαχωρήματα ἧττον χολώδη καὶ ἧττον φλεγμα‐ τώδη, οὐ γὰρ πλεονάζει ἐν τούτῳ φλέγμα οὐδὲ πιμελή, ὥσπερ τῇ νήστει· ὕφαιμα δὲ μᾶλλον καὶ ξυσματώδη ἐπὶ τούτων ἐκκρίνεται· τὰ
60γὰρ φερόμενα ἐπιξύει ἐπιπολαίως τοὺς ὑμένας τοῦ ἐντέρου, διὰ τοῦτο καὶ τὸ αἷμα ἐπ’ αὐτῶν ἧττόν ἐστι μέλαν. Εἰ δὲ περὶ τὸ κῶλον γέ‐ νοιτο, τὰ μὲν διαχωρήματα πολλὰ ἔσται καὶ ἀθρόα καὶ μετὰ πνευ‐ μάτων καὶ αἱμάτων καί ποτε καὶ ἔπαφρα, τὸ δὲ αἱματῶδες ἐπ’ αὐτῶν ξανθόν· σιτίων ὄρεξις πλείστη· ἀπεπτότερα δὲ τὰ καταφερόμενά ἐστι,
65καὶ ἧττον διψῶσιν οὗτοι, καὶ οὐ μάλα πυρέττουσιν, εἰ μὴ μέγα εἴη τὸ ἕλκος ἢ ...... πυρέξαντες δέ, χεῖρον ἀπαλλάσσουσι τῶν ἄλλων· μέγα γὰρ χρὴ γενέσθαι τὸ αἴτιον τοῦ πυρετοῦ ἐπὶ κώλου. Ἀπευθυσμένου δ’ ἡλκωμένου, πεπεμμένα ἔσται τὰ ἐκκρινόμενα καὶ τὸ αἷμα εὐανθές· ἀποπλύματα δὲ πολλὰ ἐν τοῖς ἐκκρινομένοις ἔσται· τεινεσμοὶ βίαιοι
70καὶ διεγείρονται πολλάκις μηδὲν ἐκκρίνοντες· οὔτε δὲ σφόδρα πυρέτ‐ τουσιν οὔτε πεινῶσιν οὔτε διψῶσιν, εἰ μὴ καρκινῶδές ἐστι· καὶ πρῶ‐ τος μὲν ὁ ἐκ τῆς νομῆς ἐπηρτημένος τοῖς δυσεντερικοῖς κίνδυνος, δεύ‐ τερος δὲ ὁ ἐκ τῆς αἱμορραγίας, τρίτος δὲ ὁ ἐκ τῶν παρεπομένων τῇ ἀσθενείᾳ τῶν τόπων ῥευματισμῶν· δοκοῦσι δὲ ὑπὸ μὲν τῆς νομῆς μᾶλλον
75οἱ παῖ[δες] καταπονεῖσθαι ἄχρι τῆς ἀκμῆς, θερμὸν γὰρ καὶ ὑγρὸν τῇδε τῇ ἡλικίᾳ τὸ σῶμα, διὸ καὶ ἑτοίμως τὰ σηπεδονώδη νοσήματα ὑπο‐ μένει μᾶλλον· ὑπὸ δὲ τῆς αἱμορραγίας μᾶλλον οἱ ἀκμάζοντες κα‐ ταπονοῦνται καὶ οἱ φύσει πολύαιμοι, ὑπὸ δὲ τῶν ῥευματισμῶν οἱ πρεσβῦται μᾶλλον καὶ οἱ καχεκτικοὶ τὴν ἕξιν· μελλούσης δὲ νομῆς
80γίγνεσθαι, ἄλγημα συνεδρεύει· ἐκκρίνεται γὰρ μετὰ στρόφων δριμέα καὶ κάθυγρα διαχωρήματα, εἶτα ποικίλα καὶ τοῖς χρώμασι καὶ ταῖς ὀσμαῖς μετὰ δήξεως, πονηροί τε γίνονται πυρετοὶ καὶ ἀσιτία, ῥιπτα‐ σμοί [τε] παρέπονται καὶ καῦμα σύντονον καὶ δίψος. Τῆς δὲ ἑλκώσεως καὶ τῆς νομῆς προκοπτούσης ἐπὶ τὸ χεῖρον, ξύσματα ἐκκριθήσεται καὶ
85τρυγώδη ἐμφερόμενα πολλὰ ἔσται καὶ μέλανα καὶ ἀποπλύματα με‐ γάλα τῶν ὑπαλειφόντων τὰ ἔντερα ὑμένων. Εἰ ἐν τοῖς παχέσιν ἐντέ‐ ροις εἴη ἡ ἕλκωσις, αἱμορραγία δὲ ἔσεσθαι μέλλοι, προηγεῖται ἔκλυσις τοῦ παντὸς σώματος λιποθυμιώδης καὶ βάρος ἐντόπιον, τὰ δὲ ἐκκρι‐
νόμενα γλίσχρα ἐστίν, εἶτα καὶ δίαιμα, τελευταῖον δὲ καὶ θρόμβων
90πολλῶν ἔκκρισις γίνεται τὸ μὲν πρῶτον ξανθῶν, ἐπὶ τέλει δὲ καὶ με‐ λάνων καὶ δυσωδῶν· δῆλον δὲ ὅτι καὶ αἱ δυνάμεις καθαιρεθήσονται, ἱδρῶτές τε προχυθήσονται· ἐνίοτε καὶ σπασμοὶ παρέπονται τῇ πλείονι κενώσει. Ἐπὶ μέντοι τῶν ῥευματικῶν ἐν μὲν τῷ τῆς ἐπιμελείας και‐ ρῷ συνεστῶτα ἐκκριθήσεται τὰ σκύβαλα, εἶτα οὐ μετὰ πολὺ ἐφελκὶς
95στίλβουσα σὺν τοῖς σκυβάλοις ἐκδίδοται· πρὸς ὀλίγον γὰρ ὑπὸ τῶν ἐνεμάτων ἐπέχεται ὁ ῥευματισμός, εἶτα μικρὸν ὕστερον ἀναδέρεται ἡ ἕλκωσις· ὅσον δὲ ἐπὶ τῷ τόπῳ, ἐν ἀπευθυσμένῳ καὶ τῷ κώλῳ συστᾶσα δυσεντερία, εὐΐατός ἐστιν, ἡ δὲ ἐν τοῖς λεπτοῖς ἐντέροις δυσίατος καὶ μάλιστα ἐν νήστει· ἤδη δὲ καὶ αἱ μετὰ τὰς ῥήξεις γινόμεναι τῶν

40

(100)

ἀποστημάτων δυσεντερίαι χαλεπαί εἰσι, τῷ καταβεβλῆσθαι ἤδη τὴν δύναμιν ὑπὸ τῶν ταῖς φλεγμοναῖς συνεδρευόντων ἀλγημάτων καὶ πυ‐ ρετῶν. Δυσχερεῖς δέ εἰσι δυσεντερίαι καὶ αἱ μετὰ σφοδρᾶς φλεγμονῆς γιγνόμεναι καὶ αἱ σὺν πυρετῷ καὶ αἱ μετὰ ἀνορεξίας, κάκισται δὲ καὶ αἱ πρασοειδεῖς καὶ μέλαιναι καὶ κατακορεῖς καὶ ποικίλαι καὶ δυ‐
105σώδεις, καὶ ὑμενώδη ἀποπλύματα μεγάλα ἔχουσαι συνεκκρινόμενα. Οὐ μὴν ἀλλὰ καὶ γυναῖκες ἀνδρῶν δυσιατότεραι, καὶ γέροντες καὶ παῖδες τῶν νέων καὶ ἀκμαζόντων. Τούτων προδιωρισμένων, ἀρκτέον τῆς θεραπείας ἀπὸ τῶν τεινεσμωδῶν παθῶν, τοῖς γὰρ πλείστοις ἐν‐ τεῦθεν ἡ δυσεντερία τὴν ἀρχὴν λαμβάνει.
109

41

(t)

Τεινεσμοῦ θεραπεία.
t
1 Καθὼς ἤδη προείρηται, προηγεῖται τῶν πλείστων δυσεντεριῶν τει‐ νεσμός· ἔστι δὲ τὸ πάθος προθυμία πρὸς ἔκδοσιν ἀπαραίτητος, οὐδὲν ἐξάγουσα, εἰ μὴ ἄρα ὀλίγα αἱμωπὰ καὶ μετὰ ταῦτα μυξώδη, ὅταν δὲ σκύβαλον ἐκκριθῇ, κουφισμὸς γίνεται· ἤδη δὲ καὶ οἰδηματώδης
5φλεγμονὴ ἐκ τῶν συνεχῶν ἐντάσεων περὶ τὸν τόπον γίγνεται, ἔμφα‐ σιν παρέχουσα κοπρίου ἐγκειμένου καὶ ἐπιζήτησιν ἐκκρίσεως. Τὰ δὲ διαχωρήματα ἐπ’ αὐτῶν πεπεμμένα καὶ συνεστηκότα ὡς ἐπίπαν ἐκ‐ κρίνεται, βραχέος αἵματος ἐπεσταγμένου τῷ διαχωρήματι, οὐκ ἀνα‐ μεμιγμένου. Κατ’ ἀρχὰς μὲν οὖν, εἰ βάρους καὶ διατάσεως αἴσθησις
10γένηται περὶ τὸ ὑπογάστριον μέρος τὸ δεξιὸν καὶ μάλιστα, τεκμαί‐ ρεσθαι χρή, ὡς πλῆθος σκυβάλων ἐναποκείμενόν ἐστιν ἐν τῷ τυφλῷ ἐν‐ τέρῳ· καὶ δεῖ κλύζειν πιτύρων καὶ τήλεως ἀφεψήματι μετὰ μέλιτος καὶ ἐλαίου καὶ νίτρου βραχέος· μηδενὸς δὲ τοιούτου φαινομένου κατ’ ἀρχάς, εὐθὺς ἐμβρεκτέον ἐλαίῳ μυρσίνῳ ἢ ῥοδίνῳ μετὰ οἴνου καὶ κυ‐
15μίνου, τό τε ἦτρον καὶ τοὺς βουβῶνας καὶ περίνεον· εἶτα δοτέον ὀλίγον γάλακτος νεοβδάλτου μὴ ἔλαττον κοτύλης, μὴ ἀθρόως ἀλλὰ μεμερισμένως. Τῇ δὲ ἑξῆς ἑψείσθω τὸ γάλα εἰς τὸ ἥμισυ ἀφαιρου‐ μένου τοῦ ἐπιπάγου, καὶ οὕτως διδόσθω. Εἰ δὲ φλέγμα εἴη τὸ ἐνο‐ χλοῦν ἢ ψῦξις προηγήσατο, πήγανον οἴνῳ λευκῷ ἑψήσας, δίδου πί‐
20νειν τὸν οἶνον θερμὸν ἄκρατον, καὶ ὑποθυμία συνεχῶς ἄσφαλτον καὶ πίσσαν ξηράν, κορίου σπέρμα καὶ κύπερον· πανταχόθεν δὲ περισκε‐ πομένου αὐτοῦ ὑποτιθέσθω τὸ θυμιατήριον. Ἔστι δὲ καὶ τροχίσκος ὑποκαπνιστὸς πρὸς τεινεσμοὺς οὗτος. Πίσσης ξηρᾶς οὐγκίας δύο, ἀσφάλτου, θείου ἀπύρου ἀνὰ οὐγκίαν μίαν· τήξας ἅπαντα, ἄσφαλ‐
25τον, πίσσαν μετ’ ὄξους ὀλίγου, ἐπίβαλλε θεῖον ἄπυρον λειότατον, καὶ ἑνώσας ἀνάπλαττε τροχίσκους· ἐπὶ δὲ τῆς χρείας, ἐπὶ θερμοσποδιᾷ ὑποκάπνιζε, τὴν δὲ ἄσφαλτον ἐπὶ τῶν ἐψυγμένων· καὶ ἔνιε μὲν μετὰ χυλοῦ πτισάνης, καὶ ὑποθέτῳ δὲ χρηστέον ἐπ’ αὐτῶν τοιούτῳ, ἐλαίῳ ῥαφανίνῳ, εἰ παρείη, εἰ δὲ μή, τῷ κοινῷ ἕψει σκόροδα καὶ ἀνασπά‐
30σας ἐπίβαλλε λάδανον καὶ κηροῦ βραχύ, καὶ τακέντων ἄρας ἀπὸ τοῦ πυρὸς λείου βραχύ· καὶ ἑνώσας ἀναλάμβανε κροκύδι καὶ ὑποτίθει τῇ ἕδρᾳ ἐσωτάτω. Ἐπὶ δὲ τὸ ὑπογάστριον καὶ τὴν ὀσφὺν πρόσαγε τοῦ‐ το. Λάδανον καὶ στύρακα ἀναλύσας ναρδίνῳ μύρῳ ἢ τῷ καπνι‐ στῷ λεγομένῳ καὶ ἀναλαβὼν ἐρίῳ ἐπιτίθει καὶ ἐπίδησον· ἀνυσιμώ‐
35ταται δέ εἰσιν ἐπὶ τῶν τεινεσμωδῶν αἱ τῇ ἕδρᾳ προσαγόμεναι πυ‐ ρίαι· κηκῖδας γὰρ σὺν ὄξει ἑψήσαντες πυριάσομεν τῷ σπόγγῳ ἢ ταῖς ἀπὸ νήματος τῶν γυναικῶν πυρίαις· ἀγαθὴ δὲ ἡ κατὰ διαδοχὴν πυρία· ποιεῖ δὲ καὶ τὰ σίδια ὁμοίως ἑψούμενα καὶ μυρσίνη καὶ βάτος καὶ τὰ ὅμοια, καὶ πίτυρα ἐν ὄξει ἡψημένα ἐν ἀποδέ‐
40σμῳ ζέοντα προστίθεται τῇ ἕδρᾳ χρησίμως, καὶ ἐγκάθισμα δὲ ἐπὶ τῶν προειρημένων χρησίμως παραλαμβάνεται· ὑπὸ δὲ τῆς ἡμε‐ τέρας πείρας μαρτυρούμενον τοιόνδε ἐστίν. Πλίνθος ὡς ὅτι πα‐
λαιοτάτη καὶ ὑπὸ καπνοῦ μεμελασμένη, κόπτεται σὺν τοῖς ἐν αὐτῇ ἀχύροις, ἔπειτα φυραθεῖσα ὄξει ζέοντι καὶ ἐνδεθεῖσα ὀθονίῳ, ὑποτί‐
45θεται τῇ ἕδρᾳ· ταῦτα δὲ προσφερέσθω μετὰ τὰς ἀποκρίσεις εὐθέως, καὶ μάλιστα εἰ ἀλγοῖεν, ὠφελοῦσι δὲ ἀποματτόμενον τὴν ἕδραν τῇ σπογγίδι λεγομένῃ βοτάνῃ. Εἰ δὲ ἑλκώσεως ἀρχὴ γένοιτο καὶ φλεγ‐ μαίνοιεν, ἐνιέσθω πτισάνης χυλὸς ῥόδων ὀλίγων συνηψημένων· δρι‐ μέων δὲ ὄντων τῶν φερομένων, γάλα χλιαρὸν ἔνιε· καὶ βιαιοτέρας δὲ

41

(50)

οὔσης τῆς φλεγμονῆς, ῥόδινον ἔλαιον προσηνῶς θερμὸν ἐνεθὲν καὶ κα‐ τασχεθὲν ὥραις πλείοσι, τὴν περιωδυνίαν ἔλυσεν. Εἰ δὲ χαλαρώτερον τὸ ἀπευθυσμένον γένηται, ἐνιέναι χρὴ ἀφέψημα φακοῦ καὶ σιδίων, ὁμοίως δὲ καὶ εἰ ἑλκώσεως ἀρχὴ γένηται. Εἰ δὲ ἀγρυπνίαι ταῖς ὀδύ‐ ναις παρέπονται, ὑποθετέον τῇ ἕδρᾳ κολλύριον τὸ πρὸς δυσεντερίας
55ἀναγεγραμμένον ἁρμόδιον ὑπνωτικόν, ἐπὶ δὲ τῶν ἤδη νεμομένων, τῇ ἐπὶ τῶν δυσεντερικῶν ὑπογεγραμμένῃ θεραπείᾳ χρηστέον.
56

42

(t)

Θεραπεία δυσεντερικῶν ἐν ᾗ καὶ περὶ φλεβοτομίας.
t
1 Ἀρχὴ τῆς θεραπείας τῶν δυσεντερικῶν γιγνέσθω ἀπὸ ἡσυχίας καὶ ὀλιγοσιτίας, ὁπόθεν ἂν τὸ ῥεῦμα γένηται, σκεπέσθω δὲ καὶ τὰ μέσα ἐρίῳ βεβρεγμένῳ ὀλίγῳ ἐλαίῳ γλυκεῖ· σφοδροῦ δὲ δηγμοῦ ἐνοχλοῦν‐ τος, πηγάνινον ἔστω τὸ ἔλαιον, καὶ κύμινον λεῖον ἐμπασσέσθω τοῖς
5πιλήμασι, καὶ μάλισθ’ ὅτε καὶ πνευμάτωσις καὶ στρόφος ἐνοχλεῖ. Εἰ δὲ ἐπίτασις τούτων γένηται, ἐπὶ τὰ καταπλάσματα φευκτέον καὶ μά‐ λιστα, εἰ φλεγμονῆς εἴη συναίσθησις· πολλοῖς γὰρ οὐ μόνον τῶν ἀλ‐ γημάτων, ἀλλὰ καὶ ὅλης τῆς κατασκευῆς περιγραφὴν ἤνεγκεν ἡ ἐκ τούτων ὠφέλεια. Σκευαζέσθω δὲ ταῦτα διὰ γύρεως ὀξυκράτῳ καθη‐
10ψημένης εἰς σύστασιν, ἔπειτα πτύγματι ὀθονίου εἰλύσας, ἐπιτίθει παντὶ τῷ ὑποχονδρίῳ, πεπτικὸν γάρ ἐστι τοῦ ῥεύματος· ἐνίοτε δὲ καὶ φοίνικας προσπλέκομεν καὶ μῆλα κυδώνια καὶ σίδια ἑφθὰ σὺν ὄξει· πυρώσεως δὲ οὔσης καὶ ἀρνόγλωσσον. Ἐφ’ ὧν δὲ πύρωσις ἢ δριμύ‐ της πολλὴ ὑπόκειται, γάλα νεόβδαλτον πήξας διὰ πιτύας, χωρίσας
15τὸν ὀρόν, τὸ τυρῶδες κατάπλασσε ὅλην τὴν κοιλίαν· εἰ δὲ παρείη σοι πλεῖστον γάλα, τοὐτέστιν εἰ πλησίον αἱ αἶγες ὦσιν, ἵνα εὐθήμελκτον ἔχῃς γάλα, καὶ τρὶς τῆς ἡμέρας κατάπλασσε· ἀτονίας δὲ οὔσης στο‐ μάχου καὶ ἐκλύσεως, ἄλφιτα μετὰ οἰνάνθης καὶ ἀλόης καὶ ὀμφακίου προσπλεκέσθω· ἐμπνευματώσεως δὲ συνενοχλούσης, ἀνήσου σπέρμα,
20μαράθρου, σελίνου, ἐρισίμου. Εἰ δὲ καὶ ἕλμινθες σὺν τοῖς διαχωρήμασι συνδιαχωρηθοῖεν, μελάνθιον ἢ κέρατος ἐλαφείου ῥίνημα ἢ στέαρ ἐλά‐ φειον ἢ κορίου σπέρμα προσπλεκέσθω. Ὀδύνης δὲ σφοδρᾶς οὔσης, τῷ διὰ λινοσπέρματος παραπλεκέσθω τὰ εἰρημένα καὶ ὀξυμέλιτι ἑψεί‐ σθω· αἵματος δὲ πολλοῦ φερομένου, ἀκακία, ὑποκιστίς, στυπτηρία,
25τοῖς φοίνιξι καὶ τοῖς σιδίοις ἡψημένοις καὶ λειωθεῖσιν ἐπιτηδείως ἀνα‐ λαμβάνεται. Εἰ δὲ ὑγρὰ καὶ ἄπεπτα εἴη τὰ φερόμενα, ὅπερ τοῖς κα‐ τησθενηκόσιν ἐγγίνεται καὶ λεπτυνθεῖσι, (καὶ) μέλι ἑφθὲν καθ’ ἑαυτὸ ἢ ἄλφιτα προσλαβὸν καὶ ἐμπλασθὲν δέρματι ἐπιβάλλεται, ἐνίοτε δὲ πα‐ ραπλέκεται αὐτῷ καὶ ὄπιον βραχὺ καὶ ὑοσκυάμου σπέρμα καὶ ὑπο‐
30κιστίδος καὶ ἀκακίας καὶ ζιγγιβέρεως, σελίνου τε σπέρμα πλεῖον καὶ μαράθρου καὶ ἀνήσου. Εἰ δὲ ἅμα καὶ ψύξεως αἴσθησις εἴη, πίσσῃ ὑγρᾷ ἀρνακίδα κούφην βρέξας, ἐπιτίθει τῇ κοιλίᾳ θερμάνας.
32
Ἐγὼ δέ φησιν Ἀρχιγένης.
33 Ἐπὶ μὲν τῶν ἄλλων ἐντέρων πεπονθότων, ἀνωτερικόν τινα τρο‐
35χίσκον διαλύσας καὶ ἀναλαβὼν μέλιτι κατέφθῳ ἢ φοινίκων λιπαρῶν σαρκὶ ἐπιτίθημι, οὐδὲ γὰρ φειστέον ἀναλώματος ἐπὶ τῶν περὶ τὴν ζωὴν ἐχόντων τὸν κίνδυνον. Ἐπὶ δὲ τῶν κάτω πεπονθότων, μυξω‐ δῶν πολλῶν ὑπεξιόντων καὶ τοιούτου κατέχοντος πλάδου, τῶν κα‐ τωτερικῶν τροχίσκων τρεῖς ἢ τέσσαρας ἀναλαβών, τῇ σαρκὶ τῶν φοι‐
40νίκων ἐπιρρίπτω· καὶ πάντοτέ μοι κατ’ ἐλπίδα τὸ ἀποτέλεσμα χωρεῖ· θαυμαστῶς δὲ καὶ αἱ ἔναιμοι ἔμπλαστροι χωροῦσι μετὰ τὸ παύσασθαι τὰς φλεγμονάς, κατά τε τῆς κοιλίας καὶ τῆς ὀσφύος ὅλης μέχρι τοῦ μεταφρένου ἐπιτιθέμεναι, οἷαί εἰσιν αἱ βάρβαροι καὶ αἱ καταγματικαὶ καὶ ἡ Ἶσις. Περὶ μὲν οὖν τῶν ἔξωθεν ἐπιτιθεμένων ἐπὶ τοσοῦτον,
45ῥητέον δὲ καὶ περὶ τῶν προσφερομένων. Κατ’ ἀρχὰς μὲν οὖν μετὰ τὴν τρίτην ἡμέραν ἐπιτρεπόντων τῶν πυρετῶν, χρηστέον γά‐
λακτι νεοβδάλτῳ ἔτι θερμῷ, μέλιτι χλιαρῷ παραπλέκοντας αὐτό· καὶ τούτῳ ἐπιμενετέον μέχρις ἡμέρας τρίτης, προσφέροντας ὅσον ἐξαρκεῖ θρέψαι· εἶθ’ ἑξῆς ἀφαιρεῖν τὸ μέλι, ὀλίγον δὲ ὕδωρ ὅσον τὸ τέταρτον

42

(50)

τοῦ γάλακτος μίξαντας, ἀφεψεῖν ἐπ’ ὀλίγον καὶ διδόναι· εἶτα μετ’ ἄλλας τρεῖς ἡμέρας εἰς τὸ ἥμισυ ἑψεῖν· καὶ μετ’ ἄλλας τρεῖς, εἰς τὸ τρίτον κατάγειν καὶ οὕτως αὐτοῖς διδόναι· τὸ μὲν γὰρ πρῶτον κα‐ θαίρει μετὰ τοῦ κατακιρνᾶν τὰ ἐν τῷ σώματι, τὸ δὲ ἔσχατον σταλτικὸν γίνεται· οὐκ οἶδα γὰρ εἰ ἄλλοθέν ποθεν ἐπὶ δυσεντερικῶν τοσαύτη δυσχέ‐
55ρειά ἐστιν, ἢ ἐκ τῆς τῶν καταφερομένων δριμύτητος· προσηνῶς διδόναι χρὴ ὕστερον αὐτοῖς καὶ ἄρτον διάβροχον, καὶ πολτοὶ δὲ γάλακτι ἐσκευ‐ ασμένοι φάρμακον κάλλιστον καὶ τροφὴν ἐργάζονται· οἷον ὄρυζα μετὰ γάλακτος ἢ ἴτριον ἢ ἄμυλον ἢ ᾠόγαλα. Ἐπιμένοντος δὲ ἔτι τοῦ ῥεύ‐ ματος, μεταβατέον ἐντεῦθεν ἐπὶ τὴν σταλτικὴν ὕλην· ταύτης δὲ ἡ
60μέν τις παρεμπλαστική ἐστι καὶ παχυντικὴ τῶν ἐπιρρεόντων ὑγρῶν, ἡ δὲ στυπτικὴ τῶν πλέον τοῦ δέοντος ἀραιωθέντων καὶ χαλασθέντων σωμάτων, ἡ δὲ ἀναξηραντική. Πολτοὶ μὲν οὖν σκευαζέσθωσαν διὰ χόνδρου ἄλικος, τρόφιμοι ὄντες καὶ ποσῶς παρεμπλαστικοί· ἡδυνέ‐ σθωσαν δὲ ἁλσὶν ἐλαχίστοις καὶ βραχεῖ ἐλαίῳ καὶ ἀνήθῳ ἢ μᾶλλον
65ἀντὶ τοῦ ἐλαίου στέατι ὄρνιθος ἢ χηνείῳ προσφάτῳ. Οἱ δὲ δι’ ὀρύζης ὁμοίως σκευαζόμενοι ξηραντικώτεροί εἰσιν· ἔτι δὲ μᾶλλον (οἱ διὰ κέγ‐ χρου)· οἱ δὲ ἐκ φαρὸς πολτοὶ σκευαζόμενοι στυπτικώτεροι. Σκευάζω δὲ αὐτοὺς ἐγώ, φησὶν Ἀρχιγένης, τὸν τρόπον τοῦτον. Ῥοῦν μαγει‐ ρικὸν ἀποβρέχων ὀμβρίῳ ὕδατι, ὥστε διανυκτερεῦσαι, εἶτα ἐπιμελῶς
70ἀποθλίβων τὸν ῥοῦν, ἐμβάλλω τῷ ὕδατι φὰρ τὸ καλούμενον ἰλούσιον· καὶ πάλιν ἐάσας αὐτὸ διαβραχῆναι, χερσὶ σπουδαίως τρίβω· καὶ οὕτω διηθήσας αὐτὸ τὸν χυλὸν ἐψῶ, κινῶν ἀνήθου κλωνίον· συνίσταται δὲ αὐτῷ παχύς, ὡς ἡ εἰς τὰ βιβλία κόλλα· εἶτα ἡδύνω αὐτὸν ἁλσὶ καὶ ἐλαίῳ ὀλιγοστῷ ἢ στέατι· γίνεται δὲ μετὰ τοῦ ὠφελίμου καὶ ἡδύς.
75Σκευάζεται δὲ πολτὸς καὶ διὰ τῶν ξηρῶν ἄρτων, οὓς κοπέντας ἑψεῖν χρὴ ποτὲ μὲν ὀξυκράτῳ, ποτὲ δὲ καὶ ἀποβρέγματι φοινίκων ἢ κυ‐ δωνίων ἢ ἀπίων ἢ κερατίων ἢ τοῦ ῥοός, ὡς προείρηται· ἐνίοτε δὲ καὶ μέλι κηροῦ λευκοῦ τε καὶ πλήρους καλλίστου μέλιτος παραμιγνύω· τῶν σταλτικῶν ἐστι καὶ ὁ φακός· ὀπτηθεὶς δὲ ἐπιμελῶς ἑψείσθω μετὰ
80ἀρνογλώσσου ἢ ῥοῶν τεθλασμένων· ἡδυνέσθω δὲ ὄξει ὀλίγῳ καὶ ἐλαίῳ· μίγνυται δὲ τῷ φαρμάκῳ χρησίμως καὶ φάρ. Πολτὸς δὲ λέ‐ γεται τὸ ἐκ τῶν ὀσπρίων ἢ σιτωδῶν σπερμάτων ἑψουμένων ἐν τῇ ἑψή‐ σει καὶ χυλοποιουμένων γιγνόμενον ἔδεσμα ὡς ἔκλειγμα· ὁμοίως δὲ καὶ τὸ ἐξ ἀλεύρου ἢ ἀμύλου ἑψουμένου γινόμενον προσέψημα, ὃ κα‐
85λοῦσιν ἀθάρην. Λαχάνων δὲ αἵρεσις μὲν οὐ πολλή, ὅμως δοτέον αὐ‐ τοῖς ἀπογεύεσθαι σέρεως ἑφθῆς, ἀρνογλώσσου, κράμβης δὶς ἡψημένης· ἀποχυθέντος δὲ μετὰ τὴν πρώτην ἕψησιν καὶ τοῦ δευτέρου ὕδατος, ὀξύκρατον ζέον ἐπιχέομεν καὶ ἑψοῦμεν ἕως τακερωθῇ· καὶ ἴντυβι δὲ καὶ σίσαρον διδόναι μετὰ ἐμβάμματος ἁπλοῦ· διδόναι δὲ καὶ ᾠῶν
90ὠπτημένων τὰς λεκίθους μόνας σὺν ὄξει ὀλίγῳ καὶ ῥοῒ καὶ ἐλαχίστῳ ἐλαίῳ· σάρκες δὲ οὐ πάνυ τι χρήσιμοι δυσεντερικοῖς. Δοτέον μέντοι τοῖς χρονίζουσιν, αἱρετέον δὲ μᾶλλον τὴν τῶν πτηνῶν, εἶτα τὴν τῶν πεζῶν ζῴων· ἐκλέγεσθαι δὲ ἐξ ἁπάντων τὰ εὐδιάλυτα καὶ ἄβρωμα καὶ ψαθαρὰν ἔχοντα τὴν σάρκα καὶ στυπτικήν, οἷον πτηνῶν μὲν πέρ‐
95δικος, φάσσης καὶ τῶν ὁμοίων, πεζῶν δὲ δορκάδος, αἰγάγρου, λα‐ γωοῦ, θαλασσίων δὲ ὀνίσκου, πέρκης, τευθίδος, τρίγλης· ἀποζέννυ‐ σθαι δὲ ἕκαστον ὀξυκράτῳ, συνεψουμένων αὐτοῖς καὶ μύρτων, εἶτα ὀπτηθέντα διδόσθω μετὰ τῶν οἰκείων ἐδεσμάτων· ἔστω δὲ φειδὼ καὶ τῆς ὀπώρας. Εἰ δ’ ἄρα ἀποκάμνοι ὁ στόμαχος, συγχωρητέον ἐσθίειν

42

(100)

ἄπια ἑφθὰ ἢ κυδώνια ἢ σταφυλὴν τὴν ἀπὸ χύτρας ἢ τὴν ἀπὸ στεμ‐ φύλων, μέσπιλα, ῥόαν. Πόματι δὲ κατ’ ἀρχὰς μὲν χρῆσθαι ὀμβρίῳ τῷ μὴ ἐκ μολιβδίνων δωμάτων, τὸ γὰρ τοιοῦτον ὕδωρ πινόμενον, πρόξενον γίνεται δυσεντερίας καὶ τοῖς ὑγιαίνουσι· μὴ παρόντος δὲ ὀμβρίου, καλλίστῳ πηγαίῳ χρηστέον· παραιτητέον δὲ ἀεὶ τὸ φρεά‐
105τιον, ὑφάλμυρόν πως καὶ καταρρηκτικὸν κοιλίας ὑπάρχον· ἑψεῖν δὲ χρὴ καὶ τῷ ὕδατι ὀπώραν στύφουσαν καὶ μάλιστα γίγαρτον, ὕστερον δὲ καταπιπτούσης τῆς δυνάμεως καὶ οἶνον δοτέον ῥώσεως χάριν τοῦ στομάχου, ἔστω δὲ τῶν στυφόντων καὶ μὴ πάνυ παλαιῶν.
108
Ἀρχιγένους σκευασία φάρ.
109
110Τὸ δὲ λεγόμενον ῥωμαϊστὶ φάρ, ἐν τοῖς τῆς Ῥώμης μέρεσι σκευά‐
ζεται οὕτως. Σῖτον πρὸς ὀλίγον βρέξας ὕδατι καὶ ἀνασπάσας καὶ βαλών, πτίσσε ὅλμῳ ὡς πτισάνην· ὅταν δὲ τὸν φλοιὸν ἀποβάλῃ, ἄρας ξήραινε ἐν ἡλίῳ· εἶτα διατρίψας χερσίν, μέχρις ὅλον καθαρὸν ἀποφή‐ νῃς τὸν σῖτον τοῦ φλοιοῦ, ἄληθε ἁδρότατον, ὡς γενέσθαι τὸν κόκκον
115εἰς τέσσαρα ἢ (εἰς) πέντε καὶ φύλαττε ξηρόν. Ἐπὶ δὲ τῆς χρείας, ἑψεῖται ὡς χόνδρος καὶ ἐσθίεται ἐπὶ τῶν ὑγιαινόντων· ἐπὶ δὲ τῶν νοσούντων ποικίλως σκευάζεται καὶ τοῖς ἐπιθέμασι μίγνυται. Τινὲς δὲ τοὺς ἀστάχυας τοῦ σίτου ἔτι χλωροὺς ὄντας αἴρουσι καὶ ἐξ αὐτῶν σκευάζουσι καὶ γίνεται γλυκύτερον καὶ ἡδύτερον.
119
120Ἐκ τῶν Διδύμου ἐπὶ τῶν χρονιζόντων δυσεντερικῶν.
120 Κλύζε οἴνῳ καὶ γάλακτι ἴσοις, ἢ πιτύρων ἀφεψήματι ἢ οἴνῳ μετὰ μάννης ἢ μετὰ λιβάνου ἢ πίτυος φλοιοῦ ἢ λιβάνου σὺν γάλακτι· ἐπὶ δὲ τῶν ἄνω ἐχόντων τὸ ἕλκος, πότιζε (τοῦ) λιβάνου ὀβολὸν μετὰ γά‐ λακτος, καὶ ἐσθιέτωσαν θρίδακας ἀπλύτους ὠμὰς καὶ ἐκζεστὰς βά‐
125πτοντες ὀξυκράτῳ. Ἐρυσίμου ἢ ἀκάνθης αἰγυπτίας φύλλα ἑψήσας ὕδατι, κλύζε ἐπὶ ἡμέρας τρεῖς· ἡγήσεται δὲ πρὸ τροφῆς ἐπιμελῶς τοῦ σώματος ἐκ διαλειμμάτων καὶ πρόσκλυσμά τι τῶν τοῦ προσώπου μερῶν καὶ τὰ ὅμοια, ἃ παραδίδοται ἐν τῷ Περὶ Πυρετῶν Λόγῳ. Καὶ περὶ μὲν τῆς διαίτης ἐπὶ τοσοῦτον, μεταβατέον δὲ ἤδη ἐπὶ τὰ κα‐
130τωτερικὰ βοηθήματα. Τῶν μὲν οὖν μεγάλων ἐντέρων πεπονθότων, παραλαμβάνειν καὶ ἐνέματα· καὶ τεινεσμῶν μὲν ἐνοχλούντων, πτισά‐ νης χυλὸς ἐνιέσθω μετὰ στέατος αἰγείου ἢ τραγείου· ἀναδορᾶς δὲ τῶν σωμάτων γενομένης, χόνδρος ἢ ὀρύζης χυλὸς εὐθετώτερος. Εἰ δὲ πυρίνη ᾖ ἡ πτισάνη, εὖ ἔχειν δοκεῖ πρὸς τεινεσμοὺς καὶ ἀναδοράς·
135ἐνίοτε δὲ σφοδρῶν ὄντων τῶν τεινεσμωδῶν προθυμιῶν, ἅλμῃ χρησά‐ μενοι ἀπηλλάξαμεν πάσης ὀδύνης τὸν πάσχοντα· ἀρκοῦσι δὲ δραχ‐ μαὶ ἓξ ἁλῶν ἐντακεῖσαι θερμῷ ὕδατι· εἰ καί τινι τῶν χυλῶν παρα‐ πλέκοις, ἔμβαλλε οὐγκίας ὀκτώ· βέλτιον δὲ ποιεῖ ὁ τῶν λευκῶν ἐλαιῶν (τῶν) ἁλμάδων ζωμός, ἐνιέμενος χλιαρὸς ὅσον κύαθος εἷς· (διὸ) καὶ
140συνεχῶς χρώμενος αὐτῷ ἐπὶ τῶν τεινεσμωδῶν εὐδοκιμῶ· εἰ δὲ ἐκ παλαιᾶς χειρουργίας ἢ ἄλλως αἰσθητικώτερα τὰ περὶ τὴν ἕδραν τοῦ θεραπευομένου ἐστί, διαχριέσθω ὁ δακτύλιος συνεχῶς μετὰ τὰς ἐκ‐ κρίσεις καὶ μάλιστα πρὸ τῆς ἐνέσεως τῶν δριμέων φαρμάκων ἢ τῶν
στυφόντων χήνειον στέαρ ἢ ὕειον· καὶ αὐλίσκος δὲ καταχρισθεὶς εἰς
145πάχος καθεθήσεται. Μετὰ δὲ τὴν τῶν ἐντάσεων λύσιν, αἱ περὶ τὸ ἔντερον τραχύτητες, αἱ μὲν μετριώτεραι ἀναξηραίνονται ὑπὸ τῆς ἅλ‐ μης, τὰς δὲ ὑπολειπομένας οἱ στυπτικώτεροι τῶν χυλῶν θεραπεύου‐ σιν ἢ κηκῖδος ἑψουμένης ἐν οἴνῳ ἢ ἁλσὶν ἐμπασσομένης ἢ σιδίων ἢ πίτυος φλοιοῦ ἢ μύρτων μελάνων. Πυρώσεως δὲ ἐπακολουθούσης, ᾠὰ

42

(150)

ὠμὰ δύο οἴνῳ συμμέτρῳ σὺν χυλῷ λινοσπέρματος καὶ ῥοδίνῳ δαψι‐ λεῖ συνταραχθέντα, χρησίμως ἐνίεται· θαυμαστῶς δὲ ποιεῖ καὶ τοῦ λινοσπέρματος χυλὸς μετὰ τοῦ λευκοῦ τῶν ᾠῶν καὶ γάλακτος ὀνείου καὶ μάλιστα, ὅσον κοχλιάριον ἓν καὶ ἥμισυ, εἰ δὲ μὴ βοείου. Ἐπὶ δὲ τῶν εὐπαθεστέραν μάλιστα κεφαλὴν ἐχόντων, παραιτούμεθα τὸν χυ‐
155λὸν τοῦ λινοσπέρματος ὡς πληροῦντα τὴν κεφαλήν, ἀνδράχνην δὲ συνεψήσαντες πτισάνῃ εἰ δυνατόν, εἰ δὲ μή γε ὕδατι, τὸν χυλὸν συμ‐ πλέκοντες ῥοδίνῳ καὶ ᾠοῖς ὠμοῖς ἐνίεμεν ἐπὶ τῶν πυρώδη διάθεσιν ἐχόντων περὶ τὰ ἔντερα ἢ ὑπὸ τῶν θερμῶν ἐνεμάτων σφοδρῶς πυρου‐ μένων· ἔστω δὲ τὸ ῥόδινον τὸ τέταρτον τοῦ χυλοῦ μέρος· ταῖς δὲ ἐρυσι‐
160πελατώδεσι φλεγμοναῖς κατάλληλος ἡ τῶν ἀδήκτως στυφόντων ἐδεσμά‐ των καὶ πομάτων χρῆσις. Ἐνέματα δὲ αὐτοῖς ἁρμόδια, ἀρνογλώσσου χυλός, σιδίων, περδικίου, ἀνδράχνης, ἀειζώου. Προσλαμβανέτω δὲ ἕκα‐ στον αὐτῶν ἀκακίας χυλὸν ἢ ὑποκιστίδος· ἀνυσιμώτερον δὲ ἐπὶ τῶν ἐρυσιπελατωδῶν τὸ γλαύκιον ἐνιέμενον μετά τινος τῶν εἰρημένων
165χυλῶν, πολυγόνου ἢ ἀρνογλώσσου, μετὰ ἀκακίας ἢ ὑποκιστίδος ἢ βαλαυστίου. Εἰ δὲ σφοδρὰ ἡ ἔπειξις εἴη τῆς φορᾶς τοῦ αἵματος, ὥσπερ καὶ εἰ μεγίστη ὑπόκειται φλεγμονὴ καὶ μάλιστα ἐπὶ τῶν πο‐ λυαίμων, φλεβοτομητέον, εἰ ἡ δύναμις οὐκ ἀντιπίπτει, καὶ μάλιστα ἐφ’ ὧν συνήθης ἔκκρισις αἵματος ἐπίσχεται· ἀφαιρετέον δὲ οὔτε πολὺ
170οὔτε ἀθρόον, ἐκταράττεται γὰρ ἐπ’ ἀμφοῖν ἡ γαστήρ, μάλιστα δὲ παραφυλαξόμεθα λιποθυμίαν μὴ γενέσθαι ἐπὶ δυσεντερικῶν· διὸ κα‐ τακειμένους αὐτοὺς φλεβοτομήσομεν· ἧττον γὰρ λιποθυμοῦσιν ἐν τούτῳ τῷ σχήματι οἱ φλεβοτομούμενοι. Τέμνειν δὲ τὴν ἐν τῷ δεξιῷ ἀγκῶνι ὠμιαίαν λεγομένην φλέβα, οὐχ ὁμοίως γὰρ καταπίπτει ἡ
175δύναμις ταύτης διαιρουμένης, καὶ τρόπον τινὰ ἀναισθήτως κλέπτεται τὸ αἷμα. Μὴ φαινομένης δὲ ταύτης, ἐξ ἀνάγκης τὴν μέσην διαιρε‐ τέον· φεύγειν δὲ τὴν κάτω διὰ τὴν ὑποκειμένην ἀρτηρίαν. Τὴν δὲ
τομὴν μικροτάτην ἐμβάλλομεν, οὐ γὰρ πλῆθος κενῶσαι βουλόμενοι φλεβοτομοῦμεν, ἀλλὰ πρὸς τὸ τὴν ὕλην μετοχετεῦσαι· ὀλίγον γὰρ ἐν
180πολλῷ χρόνῳ τὸ αἷμα ἐκκρινόμενον, παραμυθεῖται μὲν τὴν φλεγμο‐ νὴν ἀντισπῶν τὴν ἐπὶ τὰ ἔντερα ῥοπὴν τοῦ αἵματος, ἠρέμα δὲ κα‐ ταψῦχον τὸ ἔμφυτον θερμόν, εἰς ὕπνον μᾶλλον ἤπερ εἰς λιποθυμίαν φέρει· ἀγαθὸν δὲ φάρμακον δυσεντερικοῖς ὕπνος. Εἰ δέ τι κωλύει τὴν φλεβοτομίαν, τῶν ἰσχαίμων τι συμπλέκων ἐνίημι· τέφρα τε οὖν ἐκ
185τῶν οἰσυπηρῶν ἐρίων κάλλιστα ποιεῖ καὶ ἐκ τοῦ καινοῦ σπόγγου· βρέχειν δὲ χρὴ τὸν σπόγγον ὑγρᾷ πίσσῃ ἢ αἵματι βοείῳ καίοντας ἐν χύτρᾳ, ἐμπάσσειν τε χυλῷ τινι τῶν προειρημένων τὴν τέφραν. Χυλοὶ δὲ ἐπιτήδειοι ἐπὶ τούτων, ὁ τοῦ ἀρνογλώσσου καὶ τοῦ πολυγόνου καὶ τῶν ὁμοίων· καὶ ὀθόνιον δὲ βραχὲν στυπτηρίᾳ ὑγρᾷ εἶτα καυθέν,
190γενναίως ἐφίστησι τὰς αἱμορραγίας· ἄκρως δὲ ποιοῦντα οἴδαμεν καὶ τὸν χυλὸν τῆς ὀνείας κόπρου καὶ μάλιστα, εἰ ἀπὸ νομῆς εἴη τὸ ζῷον ὡραίας καὶ στυφούσης· μὴ ἐξαρκοῦντος δὲ τοῦ χυλοῦ, ἀρνογλώσσου χυλῷ βρεχέσθω ἡ κόπρος, καὶ ἐκπιέσας ἔνιε· συμπαραλαμβανέσθω δὲ καὶ τῶν ἐπιθεμάτων καὶ τῶν ἀνωτερικῶν φαρμάκων τὰ ἴσχαιμα, καὶ
195οἱ ἐπὶ τῶν αἱμοπτοϊκῶν τροχίσκοι· παραδόξως δὲ ποιεῖ ἐπ’ αὐτῶν μάκερ φλοιὸς καὶ κυτίνων, οὓς ἴσα κόψας καὶ σήσας δίδου ξηρὰ γραμμάρια δύο μετ’ οἴνου τῶν στυφόντων· ἐπὶ τούτων μὲν οὖν, ψυ‐ χρὰ ἀπλήκτως ἔστω τὰ ἐνιέμενα, ἐπὶ δὲ τῶν λοιπῶν δυσεντερικῶν χλιαρώτερα ἢ προσηνῶς θερμά· ἕλκεσι γὰρ τὸ ψυχρὸν πολέμιον, εἰ

42

(200)

μὴ αἱμορραγῇ. Εἰ δὲ ἕλκωσις ἀρρευμάτιστος ὑπολείποιτο, πλειόνων μὲν ἐνέσεων δεῖ, γάλακτος ὀνείου ἢ βοείου παραλαμβανομένου· καί που καὶ λυκείου ὅσον δραχμαὶ τρεῖς συνεμβληθεῖσαι κάλλιστα ποιοῦ‐ σιν· ἢ γῆς σαμίας ἢ ἀμύλου δραχμὰς τέσσαρας μετὰ μολίβδου κε‐ καυμένου δραχμὰς δύο πυρίνῃ πτισάνῃ παραπλέκων ἔνιε, ἢ ψιμυ‐
205θίου δραχμὰς δύο μετὰ τοῦ χυλοῦ ἐνίημι καὶ ὑγιάζεται. Ῥευματιζο‐ μένης δὲ καὶ πλαδώσης τῆς ἑλκώσεως, χάρτης κεκαυμένος ἢ σχῖνος κεκαυμένος ἢ σποδὸς πομφόλυγος ἢ τὸ διὰ τοῦ χάρτου ξηρὸν καὶ τὰ παραπλήσια ἐνιέμενα μετὰ χυλοῦ ἀρνογλώσσου ἤ τινος τῶν ὁμοίων παραγίνεται. Εἰ δὲ σφοδρότερος εἴη ὁ ῥευματισμὸς καὶ ἡ πλάδω‐
210σις τῆς ἑλκώσεως, παραλαμβάνειν τὰ ἐκτυλῶσαι δυνάμενα τὰ
τετυλωμένα σώματα καὶ ἐπικλῦσαι τὰ πλαδῶντα καὶ σφίγξαι τὰ διαλελυμένα. οἷον ἀφέψημα βράθυος, ἐλελισφάκου, πολίου, κυπαρίσσου σφαιρίων, καὶ τῶν τροχίσκων ὁ τοῦ Μούσα καὶ ὁ δι’ οἰσυπηρῶν ἐρίων κεκαυμένων καὶ οἱ παραπλήσιοι· πινέτωσαν δὲ
215καὶ τοῦ Θρασυάνδρου καὶ κροκωδῶν τροχίσκους καὶ τῶν παραπλησίων ἀνωτερικῶν, καὶ τροφὰς ξηραντικωτέρας διδόναι. Εἰ δὲ νέμοιτο τὰ ἕλκη, εἰ μὲν ἐν τῇ νήστει γένοιτο, πάνυ ἐλπίδας ὀλίγας ὑπογράφει Ὀρειβάσιος· εἰ δὲ περὶ τὰ λοιπὰ τῶν ἐντέρων, ἧττον δεινόν, ὅμως δεινόν· εἰ δὲ ἐν κώλῳ γένοιτο, κατὰ τὸ πλεῖστόν εἰσιν ἰάσιμα. Χρὴ
220δὲ ὥσπερ ἐπὶ τῶν ἔξωθεν νομῶν, τὰ ἐσχαροῦντα καὶ ἐπικαίειν δυνά‐ μενα προσφέρειν, εὐθὺς ἐξ ἀρχῆς φαινομένης τῆς νομῆς. Εἰ γὰρ φθά‐ σειε μεγεθυνθῆναι ἡ ἕλκωσις, ἀνωφελὴς ἡ τούτων ἔσται χρῆσις· ἀλλὰ τὰ περὶ τὴν νῆστιν καὶ τὰ λεπτὰ τῶν ἐντέρων ἕλκη διὰ τῶν πινομένων θεραπεύεται, τὰ δὲ ἐσχαροῦντα ποθῆναι οὐ δύνανται. Διδόσθω οὖν
225αὐτοῖς τὰ σμήχειν καὶ ἀνακαθαίρειν δυνάμενα ῥοφήματα καὶ ἐκλεικτά· χυλὸς οὖν πτισάνης σὺν μέλιτι ἐπιτήδειος ῥοφούμενος, καὶ αὐτὸ τὸ μέλι καθ’ ἑαυτὸ σκληρυνθὲν ἐν τῇ ἑψήσει καὶ ἐσθιόμενον, ἀνακαθαίρει τὰ ἕλκη ἰσχυρῶς, καὶ τὸ ἐξ ὀρόβων σκευαζόμενον ῥόφημα ἐπιτηδειό‐ τατον τοῖς ἀνωτέρω ἔχουσι τὸ ἕλκος νεμόμενον· σκευάζεται δὲ οὕτως.
230Ὄροβοι βραχέντες ὕδατι θερμῷ, ἀλλασσομένου πεντάκις τοῦ ὕδατος, ἐῶνται ἡμέραν καὶ νύκτα· εἶτα χερσὶ τρίβονται ἐν τῷ ὕδατι, ὡς ἀπο‐ βαλεῖν τὸ λέπυρον ὅλον· ἔπειτα ἑψοῦνται ἀποχεομένου τοῦ πρώτου καὶ δευτέρου καὶ τρίτου καὶ τετάρτου ὕδατος· ἐν δὲ τῷ ἀποχέεσθαι τὸ ἀφέψημα, τὸ ἐμβαλλόμενον ἕτερον ὕδωρ ζέον ἔστω· εἶτα ἀποχυ‐
235θέντος τοῦ τετάρτου ἀφεψήματος, ὀξύμελι αὐτοῖς ἐπιβαλλέσθω τὸ ἀρ‐ κοῦν, καὶ συνεψείσθω σὺν τῷ ἐμβαλλομένῳ ὕδατι, ὥστε σχεῖν σύ‐ στασιν πτισάνης χυλοῦ, καὶ οὕτως ῥοφείτωσαν· καὶ χόνδρος δὲ ἄλι‐ κος οὐκ ἀνάρμοστος σὺν γάλακτι βοείῳ συνεψούμενος· μάλιστα δὲ πάντων ὀνίνησιν αὐτοὺς γάλα ὄνειον νεόβδαλτον πινόμενον· ὅταν δὲ
240διδῶται, πάνυ ὀλίγον ἔστω· πολὺ γὰρ τῶν ἄλλων δυσεντερικῶν οὗτοι μᾶλλον ὀλιγοποσίας χρῄζουσι κἂν διψῶσι. Φάρμακα δὲ διδόσθω τού‐ τοις, ἀριστολοχία, ὀποπάνακος ῥίζα, ἶρις, στυπτηρία, μόρα, κύτινοι
ῥοιᾶς· οἴνου δὲ ἀπεχέσθωσαν, ἐπιτείνει γὰρ τὴν νομήν. Εἰ δὲ ἡ νομὴ τῶν παχέων ἐντέρων εἴη, τὰ διὰ τῆς ἕδρας ἐνιέμενα ἐσχαρωτικὰ πα‐
245ραλαμβανέσθω, οἷά εἰσι Φαυστίνου τροχίσκος καὶ μάλιστα ὁ Νυμφο‐ δότου ἐπιγραφόμενος, ᾧ καὶ ἡμεῖς χρώμεθα, καὶ ὁ διὰ θαλλίας, ὧν συνθέσεις μετὰ βραχὺ ἐροῦμεν. Χρὴ δὲ μετὰ προσοχῆς τοῖς ἐσχαρω‐ τικοῖς χρῆσθαι, εὐλαβουμένους τὴν ὑπερβάλλουσαν αὐτῶν δύναμιν. Τὰ δὲ καρκινώδη καὶ κακοήθη ἐν τοῖς ἐντέροις ἕλκη, ἀνίατα

42

(250)

μὲν ὡς ἐπίπαν ἐστί, βοηθητέον μέντοι καὶ παραμυθητέον τὰς σφοδρὰς ὀδύνας· κράτιστον δέ ἐστι κἀπὶ τούτων τὸ ὄνειον γάλα νεόβδαλτον πινόμενον, καὶ εἴτις ὑπομένει μηδενὶ ἄλλῳ τρέφεσθαι, πολλὰς ἐλπί‐ δας εὑρήσει· ἀγαθὸν δὲ τούτου μὴ παρόντος, καὶ τὸ βόειον καὶ τὸ αἴγειον νεόβδαλτον, ἀγαθὸν δὲ καὶ τὸ γάλα σὺν ἀμύλῳ· διδόσθω δὲ
255αὐτοῖς καὶ ᾠὰ ὠμὰ καὶ ζωμὸς ὀρνίθων ἢ περδίκων καὶ χυλοὶ πάν‐ τες οἱ ἀμβλύνειν δυνάμενοι· καὶ τὰ ἐνέματα δὲ παραπλήσια ἔστω καὶ φάρμακα, ὅσα τοῖς ἀπὸ δηλητηρίου φαρμάκου γενομένοις δυσεντερι‐ κοῖς, καὶ τούτοις ἁρμόδια· ἐμβροχαῖς δὲ καὶ καταπλάσμασιν οὔτε θεραπεύεται τὰ κακοήθη καὶ καρκινώδη, οὔτε παρηγορεῖται. Χρῶ δὲ
260ἐπ’ αὐτῶν καὶ τοῖς πρὸς καρκινωθεῖσαν μήτραν ἀναγραφησομένοις ἐνέμασιν, καὶ τοῖς πρὸς τοὺς ἐν μαζοῖς καρκίνους διὰ τοῦ Ἀδριανοῦ οἴνου καὶ τῆς βυρσοδεψικῆς ῥοὸς σκευαζομένοις. Δηλητηρίου δὲ φαρ‐ μάκου ποθέντος, εἰ μετὰ τὸ ἐκφυγεῖν τὸν τοῦ θανάτου κίνδυνον δυσ‐ εντερία ἐπιγένηται, χρηστέον τοῖς ἐπὶ δηλητηρίου πόσεως ἁρμόζουσι·
265τρισὶ δὲ τρόποις τῆς βοηθείας ἐπὶ τῆς τῶν δηλητηρίων πόσεως χρώ‐ μεθα, ἐμετικοῖς, ἀμβλυντικοῖς, κατασβεστικοῖς, ἐξ ὧν εἰσι καὶ τὰ δριμέα· τὰ μὲν οὖν ἐμετικὰ δηλονότι ἤδη παρελήφθη ἐξ ἀρχῆς ποθέν‐ τος τοῦ δηλητηρίου, τὰ δὲ κατασβεστικὰ δριμέα παραιτούμεθα, ἀνάρ‐ μοστα τοῖς ἕλκεσιν ὄντα· παραληπτέον τοίνυν τὸ ἕτερον εἶδος τῶν κα‐
270τασβεστικῶν, οἷά εἰσι [τὰ] ἀρωματίζοντα, παραληπτέα δὲ καὶ τὰ ἀμβλύνοντα· σιτία μὲν οὖν χυλὸς πτισάνης, χόνδρος σὺν ἀνήθῳ ἡψη‐ μένος ἢ φοίνιξιν ἢ ῥόας κόκκοις ἢ γλυκυρρίζης χυλῷ, πέρδικές τε καὶ ἀλεκτορίδες σὺν τούτοις ἑψείσθωσαν μέχρι τακερώσεως, ἐγκέφαλοί τε καὶ πόδες τακεροὶ διδόσθωσαν, καὶ ῥοφήματα δὲ γάλακτος καὶ ἀμύ‐
275λου, χήνειον στέαρ ἢ ὀρνίθειον προσειληφότα· φάρμακα δὲ τὰ ἐπὶ
τῶν δηλητηρίων ῥηθησόμενα ἐν τῷ Τρεισκαιδεκάτῳ Λόγῳ· ποτὸν δὲ αὐτοῖς ἁρμόδιον, εἰ μὴ πυρετὸς παρείη ἢ φλεγμονή, οἶνος λεπτὸς καὶ λευκός· τὰ δὲ καταπλάσματα καὶ αἱ πυρίαι, ἐφ’ ὧν δριμύτης ἐστὶν αἰτία τῆς δυσεντερίας, παραιτητέα· ἀφαρπάζουσαι γὰρ εἴ τι εὔχυλον
280ἢ κοῦφον ἐν τοῖς ἐντέροις ἐστί, καταλιμπάνουσι τὸ ἀχρεῖον καὶ δα‐ κνῶδες ἐν αὐτοῖς.
281 Θεραπεία τῶν χαλκὸν ἢ χρυσὸν ἤ τι τοιοῦτον ἕτερον
καταπιόντων
.
283 Εἰ δέ τις χρυσὸν ἢ χαλκὸν ἢ σίδηρον ἤ τι τοιοῦτον ἕτερον καταπιὼν
285αἷμα κατὰ γαστρὸς ἐκδιδοῖ, χυλὸν μαλάχης ἢ λινοσπέρματος πολὺν ποτίσας, ὀλισθηρὸν ἐργάσει τὸ καταποθέν, σὺν τῷ καὶ τὸν ἐξ αὐτοῦ ἐγγενόμενον τραχυσμὸν τοῖς ἐντέροις πραῧναι. Ἐγὼ δέ φησιν Ἄν‐ τυλλος, τινὸς δακτυλίδιον χρυσοῦν ἐν παιγνίῳ καταπιόντος, καὶ ξύ‐ σματα (καὶ αἵματα) καταφέροντος διὰ τὴν τραχύτητα τῆς γλυφῆς,
290ἐξ αὐτοῦ γὰρ τοῦ χρυσοῦ κεφαλή τις ἐπέκειτο τραχέως ἐσκευασμένη, οὐκ ἐγκατέμεινα τοῖς ὀλισθηροῖς, ἀλλ’ ὥρμησα ἐπί (τι) τῶν ἰσχυρῶς καθαιρόντων φαρμάκων· συνεξέπεσε δὲ καὶ τὸ δακτυλίδιον σὺν τοῖς περιττώμασι. Μετὰ δὲ ταῦτα χυλῷ πτισάνης τρεφόμενος ὁ ἄνθρω‐ πος καὶ ᾠοῖς ῥοφητοῖς, τριταῖος ὑγιὴς ἐγένετο.
294
295Κοινὰ βοηθήματα δυσεντερικοῖς ἀνωτερικά.
295 Μεμνημένος τῶν ἤδη ἐπὶ ἑκάστου εἴδους δυσεντερίας ῥηθέντων βοηθημάτων, εὐκόλως εὑρήσεις κατὰ τρόπον χρῆσθαι καὶ τοῖς μέλ‐ λουσι ῥηθήσεσθαι κοινοῖς βοηθήμασιν· ἀναμεμιγμένα γὰρ εὑρήσεις ἐν‐ ταῦθα βοηθήματα πάντα ἁπλῶς γραφέντα τὰ τοῖς δυσεντερικοῖς ἁρ‐

42

(300)

μόδια, στύφοντα, ἀμβλύνοντα. Ἁπλῶς μὲν οὖν εἰσιν ἀναξηραίνοντα πινόμενα πρὸς δυσεντερικοὺς καὶ κοιλιακούς, τὰ μὲν τῷ στύφειν καὶ τόνον παρέχειν καὶ παχύνειν τοὺς χυμοὺς ἐπέχοντα, τὰ δὲ τῷ ἀμ‐ βλύνειν. Τὰ μὲν οὖν διουρητικὰ πᾶσίν ἐστι φανερὰ καὶ πλειστάκις ἐν τῇδε τῇ πραγματείᾳ γεγραμμένα, οἷς κεχρῆσθαι κἀνταῦθα δεῖ. Στύ‐
305φοντα δέ ἐστι τούτοις ἁρμόδια, ἀγρίου λαπάθου μάλιστα τὸ σπέρμα,
τοῦ δὲ ἄλλου λαπάθου καὶ τὸ σπέρμα καὶ ἡ ῥίζα, ξηρὰ λεῖα ὕδατι ἐμπασθέντα καὶ πινόμενα, κεράτια ξηρὰ ἐσθιόμενα, ῥοῦς μαγειρικός, κηκῖδες, ἀκάνθης αἰγυπτίας ὁ καρπός, σίδια ξηρὰ λεῖα, βάτου ῥίζα, ἕκαστον ἑψούμενον ὕδατι εἰς ἀποτρίτωσιν ἢ λεῖον ἐπιπαττόμενον τῷ
310ποτῷ· λάδανον σὺν οἴνῳ αὐστηρῷ, ἀκακίας χυλὸς καὶ ὑποκιστίδος, λυσίμαχον, βαλαύστιον, σιδηρίτιδος τῆς ἡρακλείου τὰ φύλλα καὶ ἡ ῥίζα, ἰτέας ῥίζα, συμφύτου ῥίζα καὶ ὁ καρπὸς καὶ τὰ φύλλα, ῥέον ποντικόν, ἀλθαίας ῥίζα, γναφάλιον σὺν οἴνῳ αὐστηρῷ, ἱππούρεως χυ‐ λὸς μετὰ γλυκέος, λωτοῦ τοῦ δένδρου καρπός· καὶ τοῦ λωτίνου ξύ‐
315λου τὸ πρῖσμα ἐμπασσόμενον τῷ ποτῷ καὶ πινόμενον γενναίως ποιεῖ. Φλοιὸς λιβάνου λεῖος πινόμενος, λημνία σφραγίς, μίλτος σινωπική, οἰνάνθη ὡς ἄλφιτον πινομένη, ὁλοσχίνου καρπὸς πεφρυγμένος, φλόμου ῥίζης ἐξώρου, μόρα τὰ ὀμφακίζοντα ὁμοίως διδόμενα, γίγαρτα στα‐ φυλῆς καὶ ἀσταφίδος ξηρὰ λεῖα ἢ κεκαυμένων ἡ τέφρα, ἀρνογλώσσου
320σπέρμα ξηρὸν λεῖον καὶ τὰ φύλλα ὁμοίως καὶ ἡ ῥίζα. Τῶν δὲ ποσῶς στυφόντων, ἀμβλυνόντων δὲ μᾶλλόν ἐστι σάμιος ἀστὴρ καὶ ἄμυλον· ἀμβλύνει δὲ τραγάκανθα καὶ κόμμι, ξηραίνει δὲ λαγωοῦ πιτύα σὺν ὕδατι, κρέας ἐλάφειον κεκαυμένον, ἐχίνων ὄστρακα κεκαυμένα, καὶ ὀστρέων καὶ καρκίνων μάλιστα ποταμίων καὶ τῶν θαλασσίων τὰ
325ὄστρακα κεκαυμένα λεῖα ποιεῖ πάνυ καλῶς, καὶ τὸ τοῦ ἐλελισφάκου ἀφέψημα.
326 Ὀρειβασίου πρὸς δυσεντερικοὺς καὶ αἱμοπτοϊκοὺς
καὶ ῥοῦν γυναικεῖον
.
328 Ὑποκιστίδος χυλοῦ, γῆς σαμίας, κηκῖδος ὀμφακίτιδος, (ἀκακίας
330ξηρᾶς) ἀνὰ δραχμὰς ὀκτώ· ἀναλάμβανε ὕδατι ὀμβρίῳ τροχίσκον καὶ χρῶ, ἐπὶ μὲν τῶν δυσεντερικῶν ποτίζων καὶ διὰ κλυστῆρος ἐνιεὶς μετὰ χυλοῦ ὀρύζης ἢ φακοῦ ἤ τινος ὁμοίου, ἐπὶ δὲ αἱμοπτοϊκῶν μεθ’ ὕδα‐ τος ψυχροῦ κυάθου ἑνὸς καὶ ἡμίσεος καὶ δραχμῆς μιᾶς. Ἐπὶ δὲ ῥοῦ γυναικείου μετὰ χυλοῦ στρύχνου ἢ πολυγόνου ἢ ἀρνογλώσσου ὑπο‐
335τίθει δι’ ἐρίου.
335
Ἄλλο
336
Οἶνον παλαιὸν στύφοντα ἕψει εἰς τὸ τρίτον καὶ ἐπίβαλλε μέλιτος καλλίστου τὸ ἴσον· καὶ πάλιν ἕψει μέχρι συστάσεως, καὶ δίδου πρὸ τροφῆς μύστρον.
339
340Ἄλλο Μαρκιανοῦ πρὸς τοὺς μήτε ποτὸν μήτε σιτίον
δεχομένους ἀλλ’ ἀπογνωσθέντας
.
341 Μυρσίνης καρποῦ λευκοῦ οὐγκίας πέντε, μηλοκυδώνιον σύμμετρον καλὸν ἕν, ὕδατος ξέστας τρεῖς, λωτοῦ τοῦ δένδρου φλοιοῦ πρίσματος οὐγκίας ὀκτὼ καὶ ἡμίσειαν ἕψει καὶ δίδου πίνειν ὅσον δύναται,
345ἔνιε δὲ αὐτὸ καὶ διὰ κλυστῆρος· τὸ αὐτὸ ποιεῖ κατὰ μόνας τὸ τοῦ λωτοῦ πρῖσμα πινόμενον, μᾶλλον δὲ τὸ ἀφέψημα αὐτοῦ. Εἰ δὲ λωτὸς μὴ παρείη, χρῶ πίτυος φλοιῷ.
347
Ἄλλο.
348 Συμφύτου ῥίζης, ἐρείκης καρποῦ, σιδίων κηκῖδος ἴσα, ἀνάπλαττε

42

(350)

καταπότια καὶ δίδου καταπίνειν ὀβολοὺς τρεῖς μετ’ ἴσου ὕδατος.

42

(350)

Δρῶπαξ.
351 Ῥητίνης, πίσσης ξηρᾶς ἀνὰ γραμμάτιον ἕν, νίτρου, ἀσφάλτου, θείου ἀπύρου ἀνὰ γραμμάρια δύο, πυρέθρου γραμμάρια δύο, ἐλαίου κοχλιά‐ ριον ἕν· ἐὰν δὲ θέλῃς, ἀσταφίδος ἀγρίας οὐγκίας δύο. Χρηστέον δὲ
355καὶ τοῖς ἐν τῷ τρίτῳ λόγῳ προειρημένοις εἰς ἀνασκευὴν τελείαν τοῦ πάθους.
356

43

(t)

Περὶ λειεντερίας
t
1 Λειεντερία, ὡς αὐτὸ τὸ ὄνομα ἐμφαίνει, ἐντέρων ἐστὶν ἐκλεασμός τις, ὁποῖος γίγνεται ἐπὶ τῆς ἔξωθεν ἐπιφανείας τοῦ σώματος ἀπὸ οὐ‐ λῆς. Ἐπιγίγνεται δὲ τὰ πολλὰ μὲν δυσεντερίας μεγάλης προηγησα‐ μένης καὶ τῇ κακοήθει ἑλκώσει οὐλῆς ἐπιγενομένης πυκνῆς τε καὶ
5λείας. ἔπειτα δὲ τῇ μὲν πυκνότητι οὐ συγχωρούσης τοῖς σιτίοις ἀνα‐ δίδοσθαι, οἷα δὴ μεμυκότων κατὰ τὰ στόμια τῶν ἀγγείων τῶν τὴν τροφὴν ἐκ τῶν ἐντέρων ἁρπαζόντων, διὰ δὲ τὴν λειότητα ταχέως ὀλισθαινούσης τῆς τροφῆς, πρὶν ἀλλοίωσιν δέξασθαι καὶ πέψιν τελείαν· κυρίως δὲ ἡ λειεντερία διὰ τὴν ἀτονίαν γίγνεται τῆς ἀλλοιωτικῆς δυ‐
10νάμεως καὶ ἀναδοτικῆς. Τεκμήριον δὲ τούτου τὰ ὠμὰ καὶ ἄτριπτα ἐκκρίνεσθαι τὰ σιτία· βεβαιοῖ δὲ τὸν λόγον ὅτι οὐ μόνον μετὰ δυσεν‐ τερίας γίγνεται τὸ πάθος, ἀλλὰ καὶ μετὰ τοὺς εἰλεώδεις στρόφους συνεχῶς καὶ μετὰ διάρροιαν μακράν, ἐνίοτε δὲ καὶ ὕδρωπος διὰ κοι‐ λίας ἐκκενωθέντος, ἕπεται ἡ λειεντερία· ἀτροφίας δὲ καὶ καχεξίας
15ἀδιορθώτους ἐπιφέρει, παρακολουθεῖ γὰρ τοῖς πάσχουσιν ἔκδοσις συ‐ νεχὴς ἀπέπτων, ὑπολεύκων τῷ χρώματι, ἀνωμάλων, ὑδαρεστάτων, χωρὶς αἵματος ἢ χολῆς συμπλοκῆς. Σύνεστι δὲ καὶ πύρωσις ὅλῳ τῷ ὑποχονδρίῳ, καὶ ἀνορεξία παρακολουθεῖ, δοκεῖ δὲ φιλάνθρωπον ἐπ’ αὐτοῖς σημεῖον, ὀξυρρεγμία· ἐμφαίνεται γὰρ ἐνεργεῖσθαι τῷ εἴδει, καὶ
20μὴ ὡς ἄψυχον παροδεύειν τὴν τροφήν, τὴν γαστέρα καὶ τὰ ἔντερα. Τοιούτου ὄντος τοῦ παθήματος, εὔκολον συνιδεῖν, ὅτι ἐκ παντὸς τρό‐ που ἀνακαλεῖσθαι τὴν καθελκτικὴν [δεῖ] δύναμιν καὶ τὴν πεπτικὴν ἐνέργειαν τῆς τε γαστρὸς καὶ τῶν ἐντέρων. Τοῦτο δ’ ἄν σοι πραχθείη, τροφήν τε ἐπιτήδειον παραλαμβάνοντι καὶ τῇ ἀναληπτικῇ ἀγωγῇ·
25καὶ ἁπλῶς εἰπεῖν, τῇ αὐτῇ ἀγωγῇ τῆς θεραπείας χρηστέον τῇ ἐπὶ κοιλιακῶν καὶ δυσεντερικῶν προειρημένῃ· ἄξιον δὲ ἡμῖν παρασημή‐ νασθαι, ὡς τοῖς λειεντερικοῖς συνεχέστεραι δριμυφαγίαι εὐθετήσουσι, καὶ μάλιστα ἐφ’ ὧν τεκμαιρόμεθα γεγενῆσθαι οὐλήν· ὥσπερ γὰρ ἀναξεσμούς τινας ἐργάζεται τῶν οὐλῶν ἡ δριμυφαγία, ἀλλὰ καὶ τὸ
30ἔμφυτον θερμὸν ἀναζωπυρεῖ, καὶ ἀνακαλεῖται ποσῶς τὴν πεπτικὴν ἐνέργειαν· καὶ ἔμετος δὲ ἀπὸ δείπνων μεταποίησιν ἐργάζεται τῆς γα‐ στρὸς καὶ ὑπόμνησιν τῆς ἐνεργείας, δρωπακισμοί τε συνεχεῖς πρῶτον χειρῶν τε καὶ σκελῶν, εἶτα θώρακος καὶ κοιλίας, καὶ φοινισμοὶ οἱ διὰ μαλαγμάτων καὶ διὰ νάπυος· καὶ προποτίζειν δὲ χρὴ τοὺς λειεντε‐
35ρικούς τινα τῶν προγεγραμμένων ἐπὶ τῶν δυσεντερικῶν καὶ κοιλιακῶν, οἷόν ἐστι τοῦτο. Σιδίου, ζιγγιβέρεως ἀνὰ δραχμὰς ὀκτώ, στυπτηρίας, ὑποκιστίδος χυλοῦ ἀνὰ δραχμὰς τέσσαρας· ἀνάπλασσε μεθ’ ὕδατος
ὀροβιαῖα μεγέθη καὶ δίδου πέντε ἢ ἑπτὰ πρὸς δύναμιν.