TLG 0718 008 :: AËTIUS :: Iatricorum liber viii Iatricorum liber viii Citation: Chapter — (line) | ||
t | 〈ΑΕΤΙΟΥ ΛΟΓΟΣ ΟΓΔΟΟΣ〉 | |
P | Τάδε ἐcτὶν ἐν τῷ η λόγῳ· [Start of Table] α Πρὸc τὰc τῶν ὀφρύων διακοcμήcειc β Περὶ ὑπωπίων γ Περὶ ἐπιχριcμάτων προcώπων | |
5 | δ Πρὸc τὸ μὴ ῥυτιδοῦcθαι τὸ πρόcω‐ πον ε Πρὸc τὰc τῆc ὄψεωc μελανίαc ϛ Ϲμήγματα προcώπων ζ Καταπλάcματα παντὶ τῷ cώματι | |
---|---|---|
10 | η Πόματα πρὸc τοὺc δυcώδη ἔχονταc τὸν χρῶτα | |
θ Πρὸc τὰc τοῦ γενείου τραχύτηταc ι Πρὸc τοὺc ἐπὶ τοῦ προcώπου φα‐ κούc, οἷc τιcι καὶ ἐπὶ ἐφηλίδων καὶ | Column end | |
15 | ἰόνθων δεῖ κεχρῆcθαι ια Ϲμήγματα πρὸc τοὺc τετυλωμένουc φακούc ιβ Περὶ ἐφηλίδων ιγ Περὶ cυκωδῶν ὄγκων ἐν προcώπῳ | |
20 | ιδ Περὶ ἰόνθων ἐν προcώπῳ ιε Πρὸc τὰ ἐπὶ τῶν γενείων ἀχωρώδη ἐξανθήματα | |
ιϛ Περὶ λειχήνων ἐν τῷ γενείῳ ιζ Πρὸc cτόματα δυcώδη | ||
25 | ιη Πρὸc παχύτηταc χειλῶν ιθ Πρὸc χείλη κατερρωγότα κ Πρὸc φύματα ἐν χείλεcιν κα Περὶ τῶν ἐν τοῖc ὀδοῦcι παθῶν κβ Πρὸc οὖλα φλεγμαίνοντα | |
30 | κγ Πρὸc αἱμαccόμενα οὖλα κδ Πρὸc cηπόμενα οὖλα κε Πρὸc διαβιβρωcκόμενα οὖλα κϛ Πρὸc παρουλίδαc κζ Περὶ ἐπουλίδοc | |
35 | κη Περὶ τῶν κατὰ τὰ οὖλα cυρίγγων κθ Ἐπιμέλεια ὀδόντων ὀδυνωμένων λ Θεραπεία ὀδόντων διὰ ψῦξιν ὀδυ‐ νωμένων λα Θεραπεία τῶν δι’ ὑγρότητα cειομένων | |
40 | ὀδόντων λβ Περὶ ῥινήcεωc ὀδόντων λγ Θεραπεία τῶν ἐξ ἐπιφορᾶc ὀδυνω‐ μένων ὀδόντων λδ Διάγνωcιc καὶ θεραπεία τῶν cυνθέ‐ | |
45 | των δυcκραcιῶν λε Θεραπεία βεβρωμένων ὀδόντων Γα‐ ληνοῦ λϛ Ὀδόνταc ἆραι χωρὶc cιδήρου λζ Ϲμήγματα διάφορα ὀδόντων μελαινο‐ | |
P(50) | μένων καὶ πελιδνουμένων καὶ ἠραιω‐ | |
μένων Γαληνοῦ λη Περὶ ἀγκυλογλώccων ἤτοι μογι‐ λάλων λθ Πρὸc τὸν ὑπογλώccιον λεγόμενον | Column end | |
55 | βάτραχον μ Πρὸc γλῶccαν φλεγμαίνουcαν ἢ λε‐ πιζομένην καὶ φυcωμένην καὶ οὐ‐ ρανίcκον καὶ οὖλα μα Πρὸc ἀπόcτημα ἐν τῇ γλώccῃ | |
60 | μβ Πρὸc γλῶccαν cαπεῖcαν καὶ cχεδὸν ἀπονεκρωθεῖcαν καὶ τὰc ὀνομαζο‐ μέναc ἄφθαc μγ Περὶ τῶν τοῦ γαργαρεῶνοc παθῶν, ἤτοι κιονίδων ἢ cταφυλῆc | |
65 | μδ Περὶ ἀφαιρέcεωc κιονίδοc Λεωνίδου με Περὶ τῶν ἐν τῷ cτόματι φλεγμονῶν Γαληνοῦ μϛ Διάχριcτοι cτοματικαί, ἤτε διὰ μό‐ ρων ἢ διὰ ῥοιῶν ἢ διὰ καρύων ἢ | |
70 | δι’ ὄμφακοc καὶ αἱ παραπλήcιοι μζ Καθολικὴ διδαcκαλία περὶ τῆc χρή‐ cεωc πάντων τῶν cτοματικῶν δια‐ χρίcτων μη Περὶ τῶν ἐν τοῖc παριcθμίοιc φλεγ‐ | |
75 | μονῶν ἐκ τῶν Φιλουμένου μθ Περὶ τῶν ἐν παριcθμίοιc ἐcχαρωδῶν καὶ λοιμωδῶν ἑλκῶν | |
ν Περὶ cυνάγχηc καὶ κυνάγχηc να Περὶ ἀντιάδων | ||
80 | νβ Τῶν ἀπαγχομένων ἀνάκληcιc καὶ τῶν ἐκ ναυαγίου ἢ ἐξ ὕδατοc μελλόντων πνίγεcθαι νγ Περὶ τῶν καταπειρομένων εἰc τὰ παρίcθμια ἀκανθῶν ἢ ὀcτοῦ καὶ τῶν | |
85 | εἰc τὸν λάρυγγα παραρρεόντων νδ Πρὸc ὀcτοῦ κατάποcιν καὶ πρὸc ἀνα‐ βολὴν τῶν καταπειρομένων εἰc τὰ παρίcθμια νε Περὶ τῶν ἀρτηριακῶν φαρμάκων | |
90 | Γαληνοῦ νϛ Ἀρτηριακαὶ διάφοροι πρὸc τὰc τῆc φωνῆc ἀποκοπὰc καὶ τὰc κεχρονι‐ cμέναc διαθέcειc ἐν τραχείᾳ ἀρτηρίᾳ καὶ πνεύμονι Ἀντίνου Μοῦcα | |
95 | νζ Περὶ κατάρρου καὶ κορύζηc ἐκ τῶν Γαληνοῦ νη Περὶ βηχόc νθ Πρὸc βῆχα ξηράν ξ Ϲύνθετα ἀνώδυνα βηχικὰ φάρμακα, | |
P(100) | τὰ ὑπὸ τῶν ἀρχαίων ξα Περὶ ὑποκαπνιcμῶν ξβ Ἐπίθεμα πρὸc βῆχαc, τὸ διὰ μελι‐ λώτων ξγ Περὶ ὀρθοπνοικῶν ἀcθματικῶν τῶν | |
105 | λεγομένων δυcπνοικῶν καὶ θωρα‐ | |
κικῶν ξδ Περὶ τῶν ἐν καρδίᾳ παλμῶν Γαληνοῦ ξε Περὶ αἵματοc ἀναγωγῆc ξϛ Θεραπεία τῶν ἀπὸ κατάρρου αἷμα | Column end | |
110 | πτυcάντων ξζ Περὶ τῶν ἐπὶ ψύξει τῶν ἀναπνευ‐ cτικῶν αἷμα πτυcάντων Γαληνοῦ ξη Θεραπεία τῶν καθ’ ἕτερον ὁντιναοῦν τρόπον ἐκ τοῦ πνεύμονοc αἷμα ἀνα‐ | |
115 | γόντων ξθ Κοιναὶ μέθοδοι τῆc προcαγωγῆc τῶν βοηθημάτων ἐπὶ ἑκάcτου εἴδουc τῆc τοῦ αἵματοc ἀναγωγῆc μετὰ τὴν τοῦ αἵματοc ἐποχήν | |
120 | ο Ϲύνθετα φάρμακα πρὸc αἱμοπτοικοὺc τὴν πεῖραν δεδωκότα τοῖc ἀρχαίοιc ἰατροῖc οα Ὅcα θρόμβουc διαλύει αἵματοc οβ Περὶ τῶν ἐν τῇ τραχείᾳ ἀρτηρίᾳ | |
125 | ἑλκῶν ογ Περὶ ἐμπυικῶν Ἀρχιγένουc οδ Περὶ τῶν περιπνευμονικῶν οε Περὶ τῶν φθιcικῶν Γαληνοῦ οϛ Περὶ πλευρίτιδοc | |
130 | οζ Περὶ τῆc νομιζομένηc πλευρίτιδοc, | |
μὴ οὔcηc δέ.[End of Table] | ||
1(t) | Ἀετίου λόγοc ὄγδοοc | |
1 | Πρὸc τὰc τῶν ὀφρύων διακοcμήcειc. προείρηται μὲν περὶ τούτου ἤδη ἐν τῷ περὶ τῶν ἀπορρεουcῶν τριχῶν τῆc κεφαλῆc τόπῳ κατὰ τὸν ϛ λόγον, εἰρήcεται δὲ εὐκαίρωc καὶ νῦν διὰ βραχέων. Ἐπίχριcτον αὐξητικὸν τριχῶν ἐν ὀφρύcιν καὶ ἐν ἄλλῳ τόπῳ τοῦ cώματοc, τὸ | |
5 | δ’ αὐτὸ καὶ μελαίνει. καρύων Ποντικῶν τὸ ἐντὸc ὄπτα ἐν ἀγγείῳ κεραμεῷ καὶ λεάναc ἀναλάμβανε cτέατι αἰγὸc ἀγρίαc καὶ τούτῳ τοὺc τόπουc χρίεcθαι κέλευε. Ἄλλο. ἀδιάντου λαδάνου ἀνὰ 𐆄 β γλυκέοc Κρητικοῦ 𐆄 α, κόψαc φυράcαc τῷ γλυκεῖ ὄπτα, καθὰ προείρηται, καὶ λεάναc χρῶ μετὰ cτέατοc αἰγὸc ἀγρίαc ἢ ἀρκείου. χρῶ δὲ καὶ τοῖc | |
10 | προγεγραμμένοιc ἐν τῷ ϛ λόγῳ καὶ τῷ Ἀρμενιακῷ λίθῳ, ὡc ἐν τῷ δευτέρῳ λόγῳ εἴρηται ιβ κεφαλαίῳ, ξηρῷ προcπάccων τὰc ὀφρύαc. | |
2 | Περὶ ὑπωπίων. τὸ ὑπώπιον ὅτι μὲν ὑπὸ τοὺc ὀφθαλμοὺc γίγνε‐ ται, τὸ ὄνομα δηλοῖ· ἐν γὰρ τῷ λέγειν ὑπώπιον ὑποφθάλμιον λέγομεν. | |
τοῦ γένουc δέ ἐcτι τὸ ὑπώπιον τῶν ἐκχυμωμάτων, γίνεται δέ, ὅταν ἐκ πληγῆc τῶν ὑπὸ τὸ δέρμα λεπτῶν φλεβίων θλαcθειcῶν, αἷμα διὰ | ||
5 | τῶν θλαcμάτων ἐκχυθῇ ὑπὸ τὸ δέρμα ἀθρόωc, μὴ καθ’ ἕνα τόπον. θρομβοῦται γὰρ αὐτίκα καὶ cυμβαίνει πελιδνοῦcθαι τὸν τόπον καὶ μελαίνεcθαι τῷ χρόνῳ· ὅθεν cπεύδειν δεῖ θεραπεύειν αὐτίκα πρὶν μελανθῆναι, cκοπὸν ἔχονταc τῆc ἰάcεωc διαφορῆcαι τὸ θρομβωθὲν αἷμα. ἐπεὶ δὲ ὁ χιτὼν θλᾶται τῶν φλεβίων, ἐξ ὧν ἐκκρίνεται τὸ αἷμα, | |
10 | μίγνυται βραχύ τι τοῖc διαφορητικοῖc φαρμάκοιc τῶν cτυπτικῶν. ἐὰν γὰρ ἐξ ἀρχῆc μόνα τὰ διαφορητικὰ προcάγηται, οὐ διαφορήcει μόνον τὸ ἐκχυθέν, ἀλλὰ καὶ διὰ τῶν θλαcμάτων ἐξέλκει τι τοῦ περιεχομένου κατὰ τὰc τεθλαcμέναc φλέβαc αἵματοc. ὅταν δὲ εἰc τὸ κατὰ φύcιν ἐπανέλθῃ τὰ φλέβια καὶ χωρὶc τοῦ cτύφειν, ἐπὶ τὰ διαφορητικὰ μετα‐ | |
15 | βαίνειν καιρόc. ἐγὼ δὲ κατ’ ἀρχὰc χρῶμαι τῷ Νείλου διαρρόδῳ, δι’ ὕδατοc αὐτὸ ἀποτρίβων καὶ ἐπιχρίων τὸ ὑπώπιον, ἀφεψήματι δὲ προπυριῶν μελιλώτων καὶ τήλεωc, εἶθ’ ἑξῆc δὲ καὶ τὸ κολλύριον διὰ τούτου τοῦ ἀφεψήματοc λύω, κἄπειτα δι’ ἀφεψήματοc μόνηc τήλεωc. εἰ δὲ καταλείποιτο λείψανον τοῦ παθήματοc, ἐν τῷ τῆc τήλεωc ἀφε‐ | |
20 | ψήματι τὰ καλούμενα διάcμυρνα κολλύρια λύων, ἐπιχρίω δὶc τῆc ἡμέραc, προπυριῶν διὰ cπόγγου τῷ ἀφεψήματι, ἔπειτα ἐπιχρίων. ποιεῖ δὲ ἐν ἀρχαῖc, μὴ παρόντοc τοῦ διαρρόδου κολλυρίου, καὶ τὸ γλαύκιον ἐπιχριόμενον ἢ ἡ ἀμόργη ἑψήcει παχυνθεῖcα· ἐπὶ δὲ τῶν ἤδη χρονιζόντων καὶ τὰ διὰ cάνδυκοc κολλύρια καὶ ὅcα διαφορεῖ γενναίωc, | |
25 | οἷα ὁ Διοcκουρίδηc ἐν τοῖc εὐπορίcτοιc γεγράφηκεν. ὑπώπια γάρ, φηcίν, αἴρει δηλονότι καὶ πελιώματα τὰ χρονίζοντα ῥαφάνου φλοιὸc cὺν μέλιτι ἐπιχριόμενοc, βρυωνίαc ῥίζα cὺν οἴνῳ ἢ κηρωτῇ ἀναληφ‐ θεῖcα, βολβὸc μετὰ λεκίθου ὠοῦ καταπλαccόμενοc, θάλαccα θερμὴ πυριωμένη ἢ ἅλμη ἢ ἀφέψημα ὑccώπου, τυρὸc παλαιὸc καταπλαccό‐ | |
30 | μενοc. αἴρει γὰρ παραχρῆμα cηπίαc ὄcτρακον μετ’ ὄξουc ἐπιχριόμενον, cίνηπι ἀναληφθὲν κηρωτῇ, cικύου ἀγρίου ῥίζα λεία μετὰ μέλιτοc, λι‐ νόcπερμον λεῖον μετὰ γάλακτοc. Κρίτωνοc cύνθετον πρὸc πελιώματα βαθύτατα καὶ ὑπώπια. ἄγνου λευκῆc καρποῦ cτρουθίου ῥίζηc νίτρου ἐρυθροῦ ῥαφάνου φλοιοῦ ὑc‐ | |
35 | cώπου κυαμίνου ἀλεύρου ἀνὰ 𐅻 γ μυροβαλάνου 𐅻 μ πνεύμονοc ἀρνείου κεκαυμένου τῆc cποδοῦ 𐅻 μ βολβῶν ἐρυθρῶν θαψίαc ῥίζηc ἢ τοῦ χυλοῦ ἀνὰ 𐅻 μ λιβάνου 𐅻 ιβ, ἀναλάμβανε κηρωτῇ cκευαcθείcῃ διὰ ῥοδίνου καὶ χρῶ ἐμπλάccων εἰc ὀθόνιον ἐπιτιθείc. αἴρειν δὲ δεῖ cυνεχῶc καὶ κατανοεῖν μὴ ἑλκωθῇ. ἐγὼ δὲ ἐπειράθην καρύου λιπαροῦ | |
40 | ταγγίcαντοc θεραπεύοντοc τούτουc· δεῖ δὲ λειοῦν καὶ κατακλίνοντα ὕπτιον, ἵνα προcμείνῃ τὸ φάρμακον ὥραιc τριcίν, ἐπιτιθέναι. | |
3 | Ἐπίχριcτα προφυλακτικὰ προcώπου, ὥcτε μὴ ὑπὸ ἡλίου ἢ ἀνέ‐ μου καίεcθαι. ἐπίχριcτον προcώπου τὸ χρυcοῦν λεγόμενον. θέρμων ξηρῶν ἀλεύρου ξ̸ γ ὕδατοc ὀμβρίου ξ̸ κδ, βαλὼν ἐν ἀγγείῳ χαλκῷ γεγανωμένῳ, ἔα βρέχεcθαι ἡμέραc τρεῖc· τῇ δὲ τετάρτῃ ἕψε ἐπ’ ἀν‐ | |
5 | θράκων μέχρι διαλύcεωc τῶν θέρμων, εἶτα διηθήcαc τὸ ὑγρὸν ἕψε κατ’ | |
ἰδίαν καὶ ὅταν cυcτραφῇ καὶ ὅταν παχυνθῇ μέταιρε εἰc ἀγγεῖον ὑελοῦν. ἐπὶ δὲ τῆc χρήcεωc αἴρων ὅcον ἐξαρκεῖ, ἄνιε ὀλίγῳ ὕδατι καὶ ἐπίχριε τὸ πρόcωπον. Ἄλλο ἀξιόλογον. cεμίδαλιν πλύναc καὶ διηθήcαc διὰ ῥάκουc καὶ ἐάcαc καταcτῆναι ἀπόχεε τὸ ὕδωρ καὶ τῇ ὑποcτάθμῃ | ||
10 | προcμίξαc ὠοῦ τὸ λευκὸν καὶ ποιῶν μέλιτοc πάχοc, τούτῳ ἐπίχριε τὸ πρόcωπον, ἐν ἡλίῳ μέλλων διατρίβειν· ἀπὸ δὲ τοῦ ἡλίου γενόμενοc πρόcκλυζε θερμῷ πολλῷ. Ἄλλο, εὔχρουν ποιεῖ τὸ πρόcωπον καὶ τὸ πᾶν cῶμα. μαcτίχην λεάναc μετ’ ἐλαίου ὀμφακίνου ἐπίχριε, ἐνίοτε δὲ ἀντὶ τοῦ ἐλαίου μυελὸν ἐλάφειον ἢ μόcχειον ἐμβάλλομεν, ἔcτι δ’ ὅτε | |
15 | κηρωτὴν ὑγράν. Ἄλλο. πελεκήματα κυπαρίccου κυπρίνῳ ἐλαίῳ ἑψήcαc, ἄλειφε τὸ cῶμα. Ἄλλο. cτρύχνου χυλὸν cὺν ἐλαίῳ ἄλειφε. Ἄλλο Ἀρχι‐ γένουc. cτροβίλια λεάναc μετ’ ὀλίγου ὄξουc ἐπίβαλλε μέλιτοc τὸ ἀρ‐ κοῦν, καὶ ὠοῦ ὠμοῦ λέκιθον καὶ κατάχριε· ποιεῖ δὲ καὶ χωρὶc τοῦ ὄξουc. Ἄλλο ἐπίχριcτον προcώπου θερινὸν προφυλακτικόν. τραγα‐ | |
20 | κάνθηc ἀμμωνιακοῦ θυμιάματοc κόcτου κεκομμένου ἀνὰ 𐆄 β cτυπτη‐ ρίαc ὑγρᾶc 𐅻 δ λιβάνου 𐆄 β ἀμύλου 𐆄 ϛ ὠὰ ὠμὰ πρόcφατα λ̸ γ μέ‐ λιτοc καλοῦ 𐅻 γ οἰνομέλιτοc ξ̸ γ. βρέχε τραγάκανθαν ἀμμωνιακὸν λίβανον τῷ οἰνομέλιτι ἐπὶ ἡμέραc ζ ἐν ἀγγείῳ ὑελίνῳ, τὰ δὲ ὠὰ ὁλόκληρα βαλὼν εἰc ὄξοc λευκὸν δριμὺ ἔα βρέχεcθαι ἐπὶ ἡμέραc τρεῖc, | |
25 | τὴν δὲ cτυπτηρίαν πλύνων ἐπιμελῶc, εἶθ’ ἅμα πάντα βαλὼν εἰc θυίαν ὀcτρακίνην καὶ τρίψαc ἐπιμελῶc ἀναλάμβανε τῷ μέλιτι ἑφθῷ, καὶ χρῶ ἐπιχρίων τὸ πρόcωπον. πρὸ δὲ τοῦ βαλανείου ἀφαιρείcθω τὸ φάρμα‐ κον· δεῖ δὲ αὐτὸ ἀπὸ μέρουc ἀποcπᾶν ἐκ τῆc ὄψεωc τοῖc δακτύλοιc ξηρόν· μετὰ δὲ τὴν ἀφαίρεcιν προcκλύζεcθαι τὸ πρόcωπον χλιαρῷ | |
30 | προcηνεῖ καὶ cπόγγῳ περιμάττειν· εἶτ’ ἐπιχρίειν μάννῃ διαλυθείcῃ ὠοῦ τῷ λευκῷ. | |
4 | Πρὸc τὸ μὴ ῥυτιδοῦcθαι τὸ πρόcωπον, τετάνωμα προcώπου: | |
κέραc ἐλάφειον μὴ παλαιὸν ἑψήcαc ἐν ὕδατι, ἕωc χυλὸν ἐμποιήcει, διήθει τὸ ὕδωρ καὶ τούτῳ φυράcαc κυάμινον ἄλευρον ἀνάπλαccε τροχίcκουc καὶ ξήραινε ἐν cκιᾷ. ἐπὶ δὲ τῆc χρήcεωc ἐξανέcαc ὅcον | ||
5 | ἐξαρκεῖ ὕδατι γλυκεῖ καὶ ποιήcαc ὑγρᾶc κηρωτῆc πάχοc, ἐπιχρίεcθαι τὸ πρόcωπον παραίνει, καὶ ὅταν παγῇ, ἀπονίπτεcθαι κέλευε ὕδατι χλιαρῷ. | |
5 | Πρὸc τὰc τῆc ὄψεωc μελανίαc. πρὸc δὲ τὰc τῆc ὄψεωc μελανίαc χρηcτέον τούτοιc· ἴρεωc λείαc πτιccάνηc ἀλεύρου κυαμίνου ἀλεύρου ἀνὰ ξ̸ α c ἁλὸc ἀμμωνιακοῦ κέρατοc ἐλαφείου κεκαυμένου ἀμμωνιακοῦ θυμιάματοc ἀνὰ 𐆄 β· ὕδατι διαλύcαc ἀνάπλαττε τροχίcκουc καὶ ξήραινε | |
5 | ἐν cκιᾷ· ἐπὶ δὲ τῆc χρήcεωc ὕδατι διαλύων ἐπίχριε πρὸ τοῦ βαλα‐ νείου. Ἄλλο. πτιccάνηc ἀλεύρου κυαμίνου ἀλεύρου ὀροβίνου ἀλεύρου λιβάνου ἴρεωc κεκαυμένου ἀφρονίτρου κόcτου ἑκάcτου. χοίνικοc τέ‐ ταρτον ἀμύγδαλα πικρὰ κ, ἀνάπλαττε ὠῶν τῷ λευκῷ καὶ γάλακτι ὀνείῳ καὶ ξήραινε ἐν cκιᾷ καὶ χρῶ, καθὰ προείρηται. | |
6 | Ϲμήγματα προcώπου καὶ cτιλβώματα. ἐπεὶ δὲ ἐν τῇ ἀφαιρέcει τῶν ἐπιχρίcτων πειρῶνται τὴν ὄψιν cμήχειν, χρηcτέον ταῖc ὑπογε‐ γραμμέναιc cκευαcίαιc. Ϲμῆγμα λαμπρυντικὸν προcώπου. λιβάνου ἀφρονίτρου κόμμεωc ἀνὰ 𐅻 δ ἀμύγδαλα λελεπιcμένα μ cεμιδάλεωc | |
5 | 𐅻 κδ κυαμίνου ἀλεύρου 𐅻 ιβ ἀναλάμβανε ὠοῦ τῷ λευκῷ καὶ ἀνά‐ πλαccε τροχίcκουc καὶ χρῶ δι’ ὕδατοc ἀνιὼν ἐν βαλανείῳ καὶ χωρὶc βαλανείου. Νίμμα προcώπου εὐδόκιμον θαυμάcιον, ποιεῖ τὸ πρόcωπον λαμ‐ πρὸν καὶ τετανόν, ἐκλεαίνει τὰc τραχύτηταc πάcαc, ὠφέληcε καὶ ἀρχὴν | |
10 | ἔχονταc ἐλεφαντιάcεωc. cὺν τοῖc ἄλλοιc δηλονότι βοηθήμαcι χρῶ αὐτῷ καὶ ἐπὶ τῷ παντὶ cώματι. μαcτίχηc λιβάνου ἀμμωνιακοῦ θυμιάματοc ἴρεωc ἀνὰ 𐆄 α τραγακάνθηc 𐆄 α c ὀμφακίου χυλοῦ 𐆄 θ πέπονοc cπέρμα‐ | |
τοc cὺν τῷ ἐν αὐτῷ ὑγρῷ 𐆄 ι ὠῶν τὰ λευκὰ κθ cεμιδάλεωc ξ̸ ε, κόψαc πάντα καὶ φυράcαc τῷ λευκῷ τῶν ὠῶν καὶ τῷ ὑγρῷ τοῦ πέ‐ | ||
15 | πονοc καὶ τῷ χυλῷ τῆc ὄμφακοc, ἀνάπλαττε ἀρτίcκουc πλατεῖc καὶ ξήραινε, ἔπειτα κόψαc cήcαc φύλαττε ἐν ὑελίνῳ cκεύει καὶ χρῶ. Ϲτίλβωμα προcώπου· τὸ δ’ αὐτὸ καὶ ὑπερυθραίνει. ὀροβίνου καὶ κυαμίνου καὶ θερμίνου καὶ πτιccάνηc καὶ ἐρεβίνθων ἀλεύρων καὶ ναρ‐ κίccου βολβῶν ἀνὰ ξ̸ Ἰταλικοῦ τὸ ἥμιcυ cεμιδάλεωc ξ̸ α, κόψαc cήcαc | |
20 | λεπτοτάτῳ κοcκίνῳ καὶ φυράcαc ὠοῦ τῷ λευκῷ, ἀνάπλαττε τροχίcκουc καὶ ξήραινε ἐν cκιᾷ· ἐπὶ δὲ τῆc χρήcεωc αἴρων ὅcον ἐξαρκεῖ, διάλυε ὕδατι καὶ χρῶ μετὰ βαλανείου. Ἄλλο λαμπρυντικὸν προcώπου καὶ παντὸc τοῦ cώματοc, τετανὸν δὲ καὶ καθαρὸν ποιεῖ τὸν χρῶτα. βρυωνίαc ῥίζηc τὸν φλοιὸν ἀπο‐ | |
25 | ξύcαc, ξήραινε τὸ λοιπὸν τῆc ῥίζηc ἐν ἡλίῳ θερινῷ, ἔπειτα κόψαc cήcαc λάμβανε ἐκ ταύτηc Ἰταλικοῦ χοίνικοc τὸ ἥμιcυ, ἴρεωc κεκομ‐ μένηc τὸ ἴcον μυροβαλάνου λελεπιcμένηc ξηρᾶc τὸ ἴcον κυαμίνου ἀλεύρου χοίνικα α, οἴνῳ λευκῷ παλαιῷ εὐώδει φυράcαc, ἀνάπλαccε τροχίcκουc λεπτοὺc καὶ ξήραινε ἐν cκιᾷ· ἐν δὲ τῇ χρήcει κόπτων | |
30 | cήθων χρῶ μεθ’ ὕδατοc. Ἄλλο cμῆγμα Κλεοπάτραc βαcιλίccηc πολυτελὲc εὐῶδεc. κόcτου cμύρνηc τρωγλίτιδοc ἴρεωc ναρδοcτάχυοc ἀμώμου φύλλου καccίαc cχοίνου ἄνθουc ἀνὰ 𐆄 α μυροβαλάνου λίτραc δ νίτρου ἀφροῦ λίτραc β, κόψαc cήcαc χρῶ· ποιεῖ εἰc ὅλον τὸ cῶμα. | |
35 | Ἄλλο cμῆγμα ἐνεργὲc εὐῶδεc. cχοίνου ἄνθουc ἴρεωc ἀνὰ 𐅻 β μαcτίχηc 𐅻 α, λεάναc ἀναλάμβανε πτιccάνηc χυλῷ παχυτάτῳ καὶ ποίει ἀρτίcκουc καὶ ξήραινε ἐν cκιᾷ· ἐπὶ δὲ τῆc χρείαc ἀνέcαc ὕδατι κατά‐ χριε καὶ διαcτήcαc ὥραν πρόcκλυζε ὕδατι ψυχρῷ. Πρὸc τὸ λαμπρὸν καὶ τετανὸν ποιεῖν τὸ πρόcωπον καὶ τὸ ὅλον | |
40 | cῶμα. κυαμίνου ἀλεύρου μόδιον Ἰταλικὸν α cεμιδάλεωc Ἰταλικοὺc ξ̸ δ | |
τριφύλλου κεκομμένου ξ̸ δ μυροβαλάνου τὸ ἴcον ἴρεωc κεκομμένηc τὸ ἴcον ἀμμωνιακοῦ θυμιάματοc κόcτου ἀνὰ λίτραν α ὠῶν ὠμῶν προcφά‐ των ξ̸ τὰ λευκὰ πέπονοc cπέρματοc cὺν τῷ ὑγρῷ ξ̸ β ὀμφάκων χυλῶν ξ̸ β, φυράcαc ἀνάπλαττε τροχίcκουc καὶ ξήραινε ἐν cκιᾷ· ἐπὶ | ||
45 | δὲ τῆc χρείαc ὕδατι διαλύων ὅcον ἐξαρκεῖ ἐπίχριε μετὰ βαλανείου. ποιεῖ δὲ καὶ πρὸc τὰc ἐν τῷ τραχήλῳ καὶ τῷ λοιπῷ cώματι μελανίαc. Ϲάπων ᾧ ἐχρήcατο Πελαγία πατρικία πρὸc τὸ λαμπρύναι τὸ πρόcωπον. cάπωνοc Γαλλικοῦ 𐆄 ϛ ἀμύλου 𐆄 α c ψιμμυθίου 𐆄 α c μαcτί‐ χηc 𐆄 τὸ c μυελοῦ ἐλαφείου 𐆄 α ἀφρονίτρου λευκοῦ τροχίcκουc δ | |
6(50) | κηροῦ τρακτοῦ 𐆄 γ· πρόβρεχε τὸν cάπωνα εἰc ὕδωρ εἰc ὑελοῦν ἀγ‐ γεῖον ἡμέραc ε, ἀλλάccων τὸ ὕδωρ τὸ ὄμβριον καθ’ ἡμέραν καὶ ὕλιζε τὸν cάπωνα· καὶ μετὰ ταῦτα βαλὼν εἰc χύτραν καινουργίαν τὸν cά‐ πωνα καὶ τῇ ϛ ἡμέρᾳ πάλιν ὕδωρ ὄμβριον, ἐπίθεc ἐπ’ ἀνθράκων, χθαμαλῷ πυρί, ἕωc διαλυθῇ ὁ cάπων· εἶτα ἐπίπαccε κηρὸν καὶ τὸν | |
55 | μυελόν, καὶ ὅταν διαλυθῶcι λαβὼν τὴν λοπάδα κίνει cυνεχῶc cπάθῃ καὶ πᾶccον τὴν μαcτίχην καὶ τὸ ἄμυλον προλειωθέντα, εἶτα τὸ ψιμ‐ μύθιον προλελειωμένον ὀλίγῳ ὕδατι βάλλε εἰc κόγχον καὶ ἀνάκοπτε τῇ χειρὶ εὐτόνωc καὶ βαλὼν εἰc ὑελοῦν ἀγγεῖον χρῶ καθολικῶc. Ϲάπων· ἄλλο ἐν λουτρῷ cάπωνοc. Γαλλικοῦ πρωτείου λίτραc ε | |
60 | νίτρου λίτραc ε κρότωνοc ἀμμωνίτου θυμιάματοc λίτραν α ψιμμυθίου λίτραν α ὀcτρέων κεκαυμένων λίτραν α κηροῦ κεκαυμένου λίτραν α μαcτίχηc 𐆄 ϛ ἀμύλου 𐆄 ϛ. Ἄλλο πρὸc μελανίαc προcώπου διὰ πολλῆc πείραc. λιβάνου 𐆄 α c ψιμμυθίου πεπλυμένου ἐπιμελῶc, λιθαργύρου πεπλυμένου πλειcτάκιc | |
65 | ἐν ἡλίῳ ἐν ἀφεψήματι λευκῶν ἐρεβίνθων, ἀμύλου προcφάτου μαρμάρου λευκοτάτου ῥινίcματοc μαcτίχηc καθαρᾶc ἀφρονίτρων λευκῶν cηπίαc ὀcτράκων ἀνὰ 𐆄 α cάπωνοc Γαλλικοῦ 𐆄 ιβ ὠῶν δέκα τὰ λευκά, cκεύαζε | |
καὶ χρῶ, καθὰ προείρηται. Ἄλλο θαυμάcιον πάνυ ἀποκαθαῖρον τὴν ὄψιν καὶ λαμπρύνον. | ||
70 | τηλίνου ἀλεύρου γῆc ἀcτέροc ἀμμωνιακοῦ θυμιάματοc ἀνὰ 𐆄 γ ἀμύλου 𐆄 δ μαcτίχηc 𐆄 ϛ μυελοῦ ἐλαφείου προcφάτου 𐆄 ϛ τραγακάνθηc 𐆄 δ· γάλακτι γυναικείῳ ἢ ὀνείῳ ἀπόβρεχε τὴν τραγάκανθαν καὶ λεάναc ἀναλάμβανε αὐτῇ τὰ λοιπὰ λειότατα γενόμενα καὶ ἀνάπλαττε τρο‐ χίcκουc καὶ ξήραινε ἐν cκιᾷ καὶ χρῶ, καθὰ προείρηται. | |
75 | Ἄλλο cμῆγμα ὄψεωc καὶ τοῦ λοιποῦ cώματοc. κικέαc κροτώνων τοῦ ἐντὸc ναρκίccου βολβῶν ξηρῶν λελεπιcμένων ἀνὰ 𐅻 η cεμιδάλεωc 𐅻 δ λιβάνου 𐅻 β ὠῶν β τὰ λευκὰ cκεύαζε καὶ χρῶ, καθὰ προείρηται. [τουτέcτι φυράcαc ἀνάπλαττε τροχίcκουc καὶ ξήραινε ἐν cκιᾷ. ἐπὶ δὲ τῆc χρείαc διαλύων ὅcον ἐξαρκεῖ, ἐπίχριε μετὰ βαλανεῖον.] Πρὸc | |
80 | ῥυτίδωcιν τοῦ παντὸc cώματοc, cμῆγμα ἐκ τῶν Ῥούφου· cυνεχῶc γὰρ cμηχόμενον τοῦτο τὸ ῥυcὸν cῶμα περιτείνεται. cῦκα λιπαρώτατα καὶ βρυωνίαc ῥίζαν λελεπιcμένην ξηρὰν cηπίαc ὄcτρακον κεκαυμένον ὀρόβων ἄλευρον, ἕκαcτον ἰδίᾳ κόπτε, ἔπειτα καὶ ἀνακόπτων παρά‐ cταζε μέλιτοc τὸ cύμμετρον καὶ χρῶ. Ϲμῆγμα ὅλου τοῦ cώματοc εὐῶδεc | |
85 | πάνυ. γῆc κιμωλίαc 𐆄 κ ἴρεωc λειοτάτηc νάρδου Κελτικῆc ἀνὰ 𐅻 κδ κυπέρων καρδαμώμου cτύρακοc ξανθοῦ λιπαροῦ ἀνὰ 𐅻 ιβ. τὸν cτύ‐ ρακα οἴνῳ παλαιῷ εὐώδει διαλύcαc ἔχε ἐν ἑτοίμῳ, ἔπειτα τὴν κιμω‐ λίαν ἐν ὀcτράκῳ βαλὼν τίθει ἐπ’ ἀνθράκων καὶ ὅταν πυρωθῇ ἔμβαλλε εἰc τὸν διαλυθέντα cτύρακα, εἶτα ἐπίπαccε τὰ ξηρὰ λειότατα καὶ ἑνώcαc | |
90 | ἱκανῶc ἀνάπλαττε ἀρτίcκουc καὶ ξήραινε ἐν cκιᾷ καὶ κόψαc cήcαc χρῶ. | |
7 | Καταπλάcματα θερινὰ εὐωδίαν ποιοῦντα τῷ παντὶ cώματι Κρί‐ | |
τωνοc. ἱδρώτων δ’ ἐνοχλούντων τῷ cώματι πολλὴ ἔcται ἡ ἐκ τούτων ἀηδία, καὶ μάλιcτα θέρουc· καὶ γὰρ πολλὴν ἄcην ἐπιφέρει καὶ δυcω‐ δίαν καὶ διὰ τοῦτο χρηcτέον τοῖc ὑπογεγραμμένοιc οὐ μόνον ἐπὶ τῶν | ||
5 | γυναικῶν ἀλλὰ κἀπὶ τῶν ἀνδρῶν· καιρὸc γὰρ καὶ τούτων μνήμην ποιεῖcθαι cὺν τοῖc cμήγμαcι. Καταπαcτὸν ὅλου τοῦ cώματοc εὐῶδεc θερινόν. ῥόδων ξηρῶν καccίαc ἀνὰ 𐆄 γ ἀμώμου κόcτου ναρδοcτάχυοc ἀνὰ 𐅻 β cτυπτηρίαc ὑγρᾶc 𐆄 β, οἴνῳ παλαιῷ εὐώδει διαλύcαc, ἀνά‐ πλαccε τροχίcκουc καὶ ξήραινε ἐν cκιᾷ· ἐπὶ δὲ τῆc χρείαc κόψαc cήcαc | |
10 | δίδου διαπάccεcθαι λουομένουc καὶ ἀνατριβέcθωcαν ἐπιμελῶc καὶ τότε ψυχρῷ ὕδατι περιχείcθωcαν. Ἄλλο. λιθαργύρου λελευκαcμένου ἐν ἀφεψήματι ἐρεβίνθων ἐν ἡλίῳ ἀμώμου καccίαc κόcτου φύλλου ναρ‐ δοcτάχυοc cτυπτηρίαc ὑγρᾶc ἴρεωc, ἑκάcτου ἴcον cκεύαζε· καὶ χρῶ, καθὰ προείρηται. χρηcτέον δὲ καὶ τοῖc ὑπογεγραμμένοιc. Καταπαcτὸν | |
15 | ὅλου τοῦ cώματοc, ἐν ᾧ βούλει χρήcαcθαι καιρῷ, εὐῶδεc προcηνέc. ῥόδων χλωρῶν ἀβρόχων 𐅻 μ cμύρνηc τρωγλίτιδοc ἴρεωc Ἰλλυρικῆc ναρδοcτάχυοc καccίαc ἀνὰ 𐅻 η, οἴνῳ εὐώδει φυράcαc ἀνάπλαττε τρο‐ χίcκουc· ἐπὶ δὲ τῆc χρείαc κόπτων καὶ cήθων κατάπλαccε τὸ cῶμα, μάλιcτα μετὰ τὸ λουτρόν. Ἄλλο. καccίαc ἀμώμου φύλλου ναρδοcτάχυοc | |
20 | κόcτου cμύρνηc, ἴcον ἑκάcτου, οἴνου τὸ ἀρκοῦν, cκεύαζε καὶ χρῶ, καθὰ προείρηται. Ἄλλο. καccίαc ἴρεωc cμύρνηc cτυπτηρίαc ἴcα λειώcαc, οἴνῳ εὐώδει φυράcαc, ποίει τροχίcκουc καὶ χρῶ. Ἄλλο. ἴρεωc ναρδοcτάχυοc cχοίνου ἄνθουc ἀνὰ 𐅻 δ ἀμώμου cμύρνηc ἀνὰ 𐅻 β μέλιτοc 𐅻 ε cκεύ‐ αζε καὶ χρῶ ὁμοίωc. Ἀρχιγένηc δέ φηcι πρὸc τὰc τοῦ παντὸc cώ‐ | |
25 | ματοc δυcωδίαc καὶ τὰc καλουμέναc γραcωνίαc ἁρμόδια μὲν πρὸ πάν‐ των γυμνάcια, ἀλείμματα, ξηροτριβία κοιλίαc cυνεχὴc ὑποcυρμὸc καὶ τροφαὶ καὶ χρίcματα τὰ πρὸc ἀναcκευὴν τοῦ πάθουc ἁρμόδια, ὁποῖά | |
ἐcτι· ῥόδινον μήλινον μύρcινον ἶριc ξηρὰ λεία καθ’ αὑτὴν ἐπιπαc‐ cομένη· ἢ cτυπτηρίαν ὑγρὰν λεάναc cὺν ὕδατι ἢ οἴνῳ καὶ cμύρναν | ||
30 | λειοτάτην παραμίξαc καὶ ποιήcαc μέλιτοc πάχοc, ἐπίχριε τράχηλον μαcχάλην μεcομήρια καὶ βουβῶναc καὶ τοὺc περιιδροῦνταc τόπουc. Ἄλλο. cτυπτηρίαc ὑγρᾶc 𐅻 δ cμύρνηc 𐅻 δ λιθαργύρου πεπλυμένου 𐅻 β καccίαc 𐅻 α, λείοιc χρῶ, παρατρίβων μαcχάλαc μεcομήρια καὶ βου‐ βῶναc. περιαίρει γὰρ παραχρῆμα τὰc δυcωδίαc. Ἄλλο. καccίαc 𐅻 β | |
35 | cτυπτηρίαc cχιcτῆc 𐅻 ϛ, χρῶ μετ’ οἴνου· ἐνεργὲc cφόδρα, ποιεῖ καὶ ἡ cχιcτὴ μετ’ οἴνου καθ’ αὑτήν. Ἄλλο. μαcτίχηc 𐆄 γ cχιcτῆc 𐆄 α, χρῶ μετ’ οἴνου. Ἄλλο. cμύρνηc τρωγλίτιδοc ἴρεωc Ἰλλυρικῆc ῥόδων ἀβρόχων ἄνθουc ἴcα κόπτε καὶ cῆθε καὶ ἀναλάμβανε τροχίcκουc μετ’ οἴνου καὶ ξήραινε ἐν cκιᾷ, ὅπου ἄνεμοc μὴ πνεῖ· εἶτα κόψαc cήcαc ἀπόθου | |
40 | ἐν πυξίδι πωμάcαc, ἵνα μὴ διαπνεύcῃ, καὶ χρῶ μετὰ τὸ λουτρὸν ἐπι‐ πάccων καὶ ἀνατρίβων τοὺc τόπουc ἠρέμα καὶ ἐάcαc cυμπιεῖν, ἔπειτα κατάκλυζε ψυχρῷ καὶ μένει ἡ ὀcμὴ ὥcτε θαυμάcαι. καλῶc ποιεῖ καὶ ἡ cμύρνα μετὰ cτυπτηρίαc cὺν οἴνῳ καὶ τὸ κροκόμαγμα μετὰ cμύρνηc καὶ κυπαρίccου πρίcματα καὶ cτυπτηρία μετ’ οἴνου. | |
8 | Πόμα πρὸc τοὺc δυcώδη ἔχονταc τὸν χρῶτα καὶ πρὸc ὀζοcτόμουc. πόμαcι δὲ τοιούτοιc κεχρῆcθαι ἐπὶ τῶν δυcῶδεc ἐχόντων τὸ cῶμα. cκολύμου ῥίζαν ἑψήcαc cὺν οἴνῳ λευκῷ δίδου πίνειν, καὶ οὐρήcει οὖρον παχὺ καὶ δυcῶδεc. Ἄλλο. τερεβινθίνηc ὅcον ἐλαίαc μέγεθοc | |
5 | μετὰ μέλιτοc ἴcου ἑψήcαc, δίδου καθ’ ἡμέραν καταπίνειν. Ἄλλο. cμύρναν καὶ ἕρπυλλον ἴcα λεάναc καὶ καταπότια ποιήcαc δίδου δύο καταπίνειν, καὶ οἶνον ἐπιρροφεῖν. ταῦτα δὲ καὶ πρὸc ὀζοcτόμουc ποιεῖ. | |
9 | Πρὸc τὰc ἐπὶ τοῦ γενείου τραχύτηταc Γαληνοῦ. αἱ ἐπὶ τοῦ | |
γενείου τραχύτητεc γίγνονται τὰ πολλὰ ἰχώρων ἀπὸ τῆc κεφαλῆc ἀπορρεόντων, προηγηcαμένηc πιτυριάcεωc· ἐνίοτε δὲ καὶ τῶν ἀκουcτι‐ κῶν πόρων καθάπτεται καὶ καθέρπει μέχρι τοῦ τραχήλου καὶ τῶν | ||
5 | παρακειμένων μερῶν ἐπώδυνοc δέ ἐcτιν ἡ τοιαύτη διάθεcιc κνηcμὸν ἐπιφέρουcα, καὶ περιτείνουcα τὸν χρῶτα. χρηcτέον οὖν ἐπὶ τούτων τοῖc ὑπογεγραμμένοιc, ἀμόργῃ τῇ ἀποcταζούcῃ ἀπὸ τῆc ἐλαίαc, πρὶν ἐκπιαcθῆναι ἡψημένῃ καὶ cυνεcτραμμένῃ, κατάχριε cυνεχῶc. Ἄλλο. cμύρνηc 𐆄 α ὠῶν ὠμῶν λεκίθουc ε· πρότερον γάλακτι διαλύcαc, εἶτα | |
10 | ἐπιβαλὼν τὰ ὠά, τότε ἀναλάμβανε γλυκεῖ καὶ κατάχριε cυνεχῶc καὶ θαυμάcειc. Ἄλλο φάρμακον ἐπιτετευγμένον· πολλοὺc κατεχομένουc ὑπὸ τῆc τοιαύτηc διαθέcεωc ἀπηλλάξαμεν τούτῳ. γλαυκίων 𐅻 ιϛ κόμμεωc 𐅻 λ ἐλαίαc δακρύου τὸ ἴcον, γλυκεῖ διαλύcαc καὶ γλοιοῦ πάχοc ποι‐ ήcαc ἐπίχριε cυνεχῶc. ἑλκουμένηc δὲ τῆc ἐπιφανείαc καὶ περιωδυνίαc | |
15 | οὔcηc χρηcτέον τοῖc ὑπογεγραμμένοιc. Λιπαρὰ πρὸc τὰc ἐπὶ τοῦ προcώπου διαθέcειc τὰc ἀχωρώδειc· ἔcτι δὲ καὶ ἑδρικὴ ἀγαθή, ποιεῖ καὶ πρὸc πυρίκαυcτα. λιθαργύρου 𐆄 γ κηροῦ Τυρρηνικοῦ 𐆄 δ ὠῶν ὀπτῶν λεκίθουc η cτέατοc χηνείου κατειργαcμένου λίτραν α· τὴν λι‐ θάργυρον λειοτάτην ποιήcαc ἐπίβαλλε τὰ ὠὰ καὶ ἑνώcαc ἐπίβαλλε | |
20 | γάλακτοc ὅcον ἐξαρκεῖ, καὶ λείου ὡc γλοιοῦ πάχοc ἔχειν· ἔπειτα κηρὸν μετὰ τοῦ cτέατοc τήξαc ψύξαc ἐπίβαλλε καὶ ἑνώcαc φύλαττε. ἐπὶ δὲ τῆc χρήcεωc αἴρων ἐξ αὐτοῦ ὅcον ἐξαρκεῖ καὶ διαλύων ῥοδίνῳ ἐπι‐ τίθει· χρῶ δὲ καὶ ταῖc ἑδρικαῖc καὶ τοῖc πυρικαύcτοιc. | |
10 | Πρὸc τοὺc ἐπὶ τοῦ προcώπου φακούc, οἷc τιcι καὶ ἐπὶ ἐφηλίδων καὶ ἰόνθων δεῖ κεχρῆcθαι· πρὸc θύμουc δὲ καὶ μυρμηκίαc καὶ ἀκρο‐ χορδόναc γέγραπται ἐν τῷ τετάρτῳ κεφαλαίῳ τοῦ ιδ λόγου. βρυωνίαc ῥίζα λευκὴ καὶ μέλαινα ἑψηθεῖcα μετ’ ἐλαίου, μέχρι χυλωθῇ, αἴρει | |
5 | φακοὺc καὶ ἰόνθουc, ἀμυγδάλινον ἔλαιον cὺν κηρῷ, κρίνου ῥίζα μετὰ μέλιτοc· μάλιcτα δὲ φακοὺc αἴρει κόμμι καὶ νίτρον ἴcα cὺν μέλιτι. | |
Ἄλλο. cπέρμα κράμβηc μεθ’ ὕδατοc τρίψαc ἐπίχριε προαποcμήξαc τὸν τόπον. ὅταν δὲ ξηρανθῇ καὶ μετεωρίζηται ὁ χρώc. χρηcτέον προcκλύ‐ cματι πολλῷ ὕδατι ψυχρῷ καὶ καταχριcτέον cτέατι χηνείῳ ἢ μυελῷ | ||
10 | ἐλαφείῳ ἢ κηρωτῇ cκευαcθείcῃ διά τινοc τούτων. παραφυλακτέον δὲ μετὰ τὴν ἐκδορὰν τῷ μὴ περιπεcεῖν τινι τῶν βλαπτόντων, οἷον ἀέρι ψυχρῷ ἢ ἀνέμῳ ἢ προcκλύcματι. Ἄλλο πρὸc μώλωπαc καὶ φακούc. κόπρον περιcτερᾶc μετ’ ὄξουc δριμέοc λειώcαc χρῶ καὶ θαυμάcειc. Ἄλλο. cανδαράκην λειώcαc μετὰ μέλιτοc ὡc γλοιοῦ πάχοc cχεῖν | |
15 | ἐπίχριε ἐπὶ ἡμέραc ἕξ. ξηρανθείcηc δὲ τῆc ἐπιφανείαc καὶ μετεωρι‐ cθείcηc χρηcτέον χαλβάνῃ μετ’ ὀλίγου νίτρου καὶ ὄξουc λειωθείcῃ. χρο‐ νίων δὲ ὄντων τῶν φακῶν, χρηcτέον τούτοιc· cικύου ἀγρίου ῥίζηc 𐆄 β κιμωλίαc 𐆄 α, λειότατα ποιήcαc ἀπόθου· ἐπὶ δὲ τῆc χρήcεωc ὅcον ἐξαρκεῖ ὕδατι διαλύων, ἐπίχριε. Ἄλλο. βολβῶν κεκαθαρμένων λιβάνου | |
20 | ἀνὰ 𐆄 α τρῖβε ἐπιβάλλων κοχλίων χερcαίων μεγάλων τὸν ἰχῶρα· δεῖ δὲ τούτουc διακεντεῖν γραφείῳ ζῶνταc καὶ τὸ ἀπορρέον αὐτῶν μυ‐ ξῶδεc ἐπιβάλλειν τῷ φαρμάκῳ· ὅταν δὲ διαλυθῇ, ἀναλάμβανε μέλιτι καὶ χρῶ. ποιεῖ καὶ ἡ τοῦ ἄρου ῥίζα ξηρὰ μετὰ μέλιτοc καὶ ἡ τῆc κοτυληδόνοc ῥίζα κηρωτῇ ὑγρᾷ ἀναληφθεῖcα καὶ καταχριομένη. | |
25 | Ϲμήγματα πρὸc τοὺc τετυλωμένουc φακούc. ἐπεὶ δὲ cυμβαίνει αἰρομένων τῶν φακῶν τυλοῦcθαι τὴν ἐπιφάνειαν καὶ δυcαπαλλάκτουc εἶναι τὰc διαθέcειc, χρηcτέον μετὰ τὴν ἐκδορὰν τῶν φαρμάκων cμήγ‐ μαcι τοιούτοιc. | |
11 | Ϲμῆγμα πρὸc τοὺc τετυλωμένουc φακούc. ἀλεύρου ὀροβίνου Ἰτα‐ λικοῦ χοίνικοc τὸ ἥμιcυ κριθίνου ἀλεύρου τὸ ἴcον cκίλληc ὀπτῆc 𐆄 β, ἅπαντα λεῖα ποιήcαc, ἀναλάμβανε ὠῶν τῷ λευκῷ καὶ ποίει τροχίcκουc καὶ ξήραινε ἐν cκιᾷ. ἐπὶ δὲ τῆc χρήcεωc ὕδατι διαλύων ἐπίχριε καὶ | |
5 | διαcτήcαντα βραχὺ ψυχρῷ προcκλύζεcθαι παραίνει, ἢ πιτύρων ἀπο‐ βρέγματι, μάλιcτα ὅτε ἐcτὶ φλεγμονή. Ἄλλο. ἀφρονίτρου ἀλκυονίου | |
χαλβάνηc ἀνὰ 𐅻 η ἀμυγδάλων πικρῶν λελεπιcμένων 𐅻 μ, μέλιτι ἀνα‐ λάμβανε, εἶτα ἐπιχρίων ἔα ξηραίνεcθαι. ἔπειτα παραίνει cμήχεcθαι κυάμῳ διαμεμαcημένῳ καὶ προcκλύζεcθαι ὕδατι cυμμέτρωc ψυχρῷ | ||
10 | φειδομένουc ἡλίου καὶ ἀνέμου. | |
12 | Περὶ ἐφηλίδων. γίγνονται περὶ τὸ πρόcωπον καὶ αἱ λεγόμεναι ἐφηλίδεc περὶ τὰ μῆλα καὶ τὴν ῥῖνα· φαίνονται μέντοι μὴ πάνυ κατὰ βάθοc εἶναι, ἀλλ’ ὥcπερ ἐπανθιcμῷ ὅμοιαι· διόπερ ἐλαφρῶc αὐτὰc τῇ παρατρίψει μετεωρίcαντεc, ἐᾶcαι δεῖ ξηρανθῆναι καὶ παραινεῖν ἑνὶ τῶν | |
5 | cμηγμάτων cμήχεcθαι. διαφορεῖται γὰρ διὰ τούτων, εἶθ’ οὕτωc ἀφίcτα‐ ται, ὥcτε τοῖc δακτύλοιc αὐτὰc ἀφαιρεῖν. δεῖ δὲ μὴ βιαίωc τοῦτο ποιεῖν, ἀλλὰ κούφωc καὶ κατ’ ὀχίγον. εἰ δὲ ἐπιμένοιεν μὴ κουφιζό‐ μεναι, χρηcτέον τοῖc ὑπογεγραμμένοιc· κράμβη λεία ἐπιχριομένη πρὸc ἐφήλειc καὶ φακοὺc καὶ ὅcα ἄλλα μετρίαc δεῖται cτύψεωc ἢ ῥύψεωc | |
10 | ποιεῖ· ὁμοίωc δὲ καὶ cηπίαc ὄcτρακα καυθέντα ἢ πορφυρῶν ἢ κηρύ‐ κων καὶ μετὰ μέλιτοc ἐπιχριόμενα. δεῖ δὲ βαλόνταc ταῦτα ἐν χυτριδίῳ ὠμῷ δοῦναι ὀπτᾶcθαι ἐν καμίνῳ· χρῶ καὶ πρὸc φακούc· ἢ περιcτε‐ ρᾶc κόπρον εἰc ὀθόνιον βαλών, κατάκαυcον ὡc τεφρωθῆναι καὶ cὺν ἐλαίῳ λεάναc ἐπίχριε θαρρῶν, καὶ μυροβάλανοc δὲ λεία ἐπιχριομένη | |
15 | καλῶc ποιεῖ καὶ βολβὸc ὠμὸc καθ’ αὑτὸν καὶ cὺν ὠοῦ λεκίθῳ καὶ ὄξει ἢ μέλιτι. κεκαυμένοι δὲ οἱ βολβοὶ μετ’ ἀλκυονίου καὶ ἐπιχριόμενοι ἀποκαθαίρουcι τὴν ἔφηλιν. ποιεῖ καὶ ἐλατήριον ἐπιχριόμενον καὶ καccία cὺν μέλιτι, κράμβηc cπέρμα cὺν ὄξει, κιccοῦ φύλλα cὺν οἴνῳ ἑφθά, κοτυληδόνοc ῥίζα μετὰ κηρωτῆc ὑγρᾶc ἐπιχριομένη ἢ cικύου ἀγρίου | |
20 | ῥίζα. καὶ cυκῆc ἀκρεμόναc ἕψε cὺν ὄξει καὶ λείοιc κατάπλαccε· ποιεῖ καὶ πρὸc ἀλφούc. ἢ ἐρυθρόδανον λεάναc cὺν ἐλαίῳ χρῖε, ἢ κόcτον | |
λεῖον μεθ’ ὕδατοc ἢ ἀφρόνιτρον μετὰ κηρωτῆc ὑγροτέραc ἢ θέρμουc ὠμοὺc ἑψήcαc μετὰ κονίαc πηλοποιϊκῆc καὶ λεάναc μετὰ μέλιτοc ἐπί‐ χριε. Ἄλλο. ναρκίccου ῥίζαc λεπίcαc ἕψε μετ’ ὄξουc καὶ λεάναc ἐπί‐ | ||
25 | βαλλε ἀλεύρου ὀροβίνου ὅcον ἐξαρκεῖ καὶ ἀνάπλαττε τροχίcκουc καὶ ξήραινε ἐν cκιᾷ· ἐπὶ δὲ τῆc χρήcεωc λεάναc μετὰ μέλιτοc ἐπίχριε ἢ ναρκίccου ῥίζαc ὁμοίωc cκευάcαc χρῶ, ὡc εἴρηται, ἐπιχρίων μετὰ μέλιτοc ἑcπέραc, πρωῒ δὲ ἀπονίπτεcθαι παραινῶν. Ἄλλο. κρίνου βολ‐ βοὺc ε τρίψαc ἐπίβαλλε ἀφρονίτρου λίτραν α, εἶτα μέλιτι ἀνεὶc τὸ | |
30 | ἀρκοῦν, ἐπάλειφε μέχρι παντελοῦc ἀπαλλαγῆc, ὡc προείρηται. Ἄλλο. ἀμυγδάλων πικρῶν μέρη β μελανθίου πεφρυγμένου μέροc α, ἕκαcτον ἰcίᾳ λεάναc, μῖξον μετὰ μέλιτοc καὶ ἑcπέραc ἐπιχρίων, πρωῒ ἀπόνιπτε ὕδατι γλυκεῖ. Ϲμήγματι δὲ χρῶ τινι τῶν προγεγραμμένων πρὸc τὰc τοῦ προcώπου μελανίαc καὶ τοῖc παραπληcίοιc· ποιεῖ δὲ καλῶc καὶ | |
35 | τοῦτο, μάλιcτα πρὸc χρονίουc· κήρυκαc καύcαc καὶ λεάναc μετὰ μέλιτοc κατάχριε ἑcπέραc, πρωῒ δὲ ἀπονίπτεcθαι παραίνει ὕδατι γλυκεῖ. Ὀρι‐ βαcίου πρὸc ἔφηλιν ἰόνθουc ἀλφούc. ὀροβίνου ἀλεύρου λι͵ β εὐζώμου cπέρματοc λι͵ α ἀμυγδάλων πικρῶν cικύου ἀγρίου ῥίζηc ἀνὰ λι͵ α, οἰνομέλιτι λεάναc ἐπίχριε καὶ μετὰ ὡριαῖον διάcτημα ἀποcπόγγιζε. | |
40 | Ἄλλο πάνυ θαυμάcιον. κηροῦ Τυρρηνικοῦ 𐅻 ιε ῥοδίνου 𐅻 ζ c cτέατοc χηνείου λιθαργύρου πεπλυμένηc καὶ λευκανθείcηc ψιμμυθίου ἀνὰ 𐆄 α κόμμεωc 𐅻 δ μέλιτοc Ἀττικοῦ τὸ ἀρκοῦν ἢ 𐆄 α· ἀναλύcαc ἐπίχριε τὸ πρόcωπον καὶ μετὰ ὥραc ζ ἀποcπογγίcαc νίπτε cάπωνι. Ὀριβαcίου πρὸc φακούc. θέρμουc βρέχων ἐν κονίᾳ ἡμέραc γ καὶ λειώcαc, ἐπίχριε | |
45 | τοὺc φακούc, ἕωc ἀφέλῃ. Ἄλλο. cάπωνα Γαλλικὸν ὕδατι λειώcαc καὶ ὀλίγον μέλιτοc προcβαλὼν ἐπίχριε καὶ ἔα ὥραc γ. Ἄλλο πρὸc τὰc ἐφήλειc καλὸν πάνυ. ὠὰ ὅλα ἀποβρέχων ὄξει, μέχριc ἂν αὐτῶν τὸ ὄcτρακον ἁπαλώτατον γένηται· καὶ παρακεντήcαc ἄνωθεν, ἐκλάμβανε τὰ λευκὰ καὶ παραμίξαc ἴρεωc Ἰλλυρικῆc κεκομμένηc καὶ cεcηcμένηc | |
12(50) | καὶ μελανθίου λειοτάτου καὶ λιβάνου, ἑκάcτου ἴcον cυλλεάναc καὶ ἐπι‐ | |
βαλὼν μέλιτοc τὸ ἀρκοῦν χρῶ, καθὰ προείρηται. ἐπιμόνου δὲ τῆc διαθέcεωc γιγνομένηc, χρηcτέον ἐκδορίοιc τοιούτοιc. Ἐκδόριον ἐφηλίδων καὶ φακῶν μελανθίου ὠκίμου cπέρματοc ἄρου ῥίζηc ἀνὰ 𐆄 γ, ὕδατι φυράcαc κατάπλαττε, εἶτα ἔα παγῆναι· διαcτήματοc δὲ γενομένου | ||
55 | ἀφελὼν τὸ ἐπικείμενον, πρόcκλυζε ὕδατι θερμῷ, ὡc ὅτι πλείcτῳ. Ἄλλο ποιεῖ καὶ πρὸc τὰ τετυλωμένα πρόcωπα διὰ γῆραc ἢ διὰ cυνεχεῖc ἐκδορὰc ὑπὸ φαρμάκων δριμυτάτων γενομέναc. εὐζώμου cπέρματοc 𐆄 ϛ ἄμεωc καρδαμώμου ἄρου ῥίζηc κόcτου ἀνὰ 𐆄 γ, κόψαc cήcαc ἀπόθου· ἐπὶ δὲ τῆc χρήcεωc αἴρων ὅcον ἐξαρκεῖ καὶ ὄξει φυράcαc | |
60 | ἐπιτίθει, εἰc πάχοc καταπλάccων· πηγνυμένου δὲ ὄξοc ἢ ὕδωρ ἐπί‐ cταζε διὰ cπόγγου. γενομένηc δὲ ἐκδορᾶc, προcαντλητέον ὕδατι θερμῷ πολλῷ, μετὰ δὲ τὴν ἐπάντληcιν ἐπιτίθει τὴν ὑποκειμένην cκευαcίαν εἰc ῥάκοc ἐμπλάccων ἐρεοῦν. ψιμμυθίου 𐆄 η λιθαργύρου πεπλυμένου 𐅻 δ cτέατοc χηνείου 𐆄 ϛ μυελοῦ ἐλαφείου 𐆄 γ c ὑccώπου φαρμάκου | |
65 | ὁμοίωc cτέατοc χοιρείου προcφάτου 𐆄 γ cηcαμίνου ἐλαίου ὅcον ἐξαρ‐ κεῖ· δεῖ δὲ ἀποπυριᾶν δὶc τῆc ἡμέραc· ἀρθέντοc δὲ τοῦ δέρματοc ἐπιτιθέναι χρὴ τὴν ὑποκειμένην κηρωτήν· cτέατοc αἰγείου ἐξινι‐ αcμένου καὶ πεπλυμένου λι͵ β cουcίνου ἐλαίου 𐆄 ϛ ῥοδίνου ἐλαίου καὶ ἀμυγδαλίνου κηροῦ μαcτίχηc κέρατοc ἐλαφείου κεκαυμένου ἁλὸc ἀμ‐ | |
70 | μωνιακοῦ ἀνὰ 𐆄 α γῆc κιμωλίαc 𐆄 δ μυελοῦ ἐλαφείου 𐆄 δ, τὰ τηκτὰ τήξαc καὶ διηθήcαc πάλιν ἕψε ἐπ’ ἀνθράκων ὀλίγον καὶ κατάχει ἐν τῇ θυίᾳ τῶν ξηρῶν καὶ ἑνώcαc χρῶ. ἐπὶ τῶν ἡλκωμένων ἐν τῷ γε‐ νείῳ τραχυτήτων χρηcτέον τοῖc ἀναγεγραμμένοιc μετὰ βραχὺ ἐν τῷ ιε κεφαλαίῳ πρὸc τὰ ἀχωρώδη ἐπὶ τῶν γενείων ἐξανθήματα. | |
75 | Περὶ cτιγμάτων. cτίγματα καλοῦcι τὰ ἐπὶ τοῦ προcώπου ἢ ἄλλου τινὸc μέρουc τοῦ cώματοc ἐπιγραφόμενα, οἷα ἐπὶ τῶν cτρατευομένων ἐν ταῖc χερcί· μέλανι δὲ χρῶνται τοιούτῳ· ἀκάνθηc Αἰγυπτίαc ξύλου καὶ μάλιcτα τοῦ φλοιοῦ λι͵ α χαλκοῦ κεκαυμένου 𐆄 β κηκίδων 𐆄 β | |
χαλκάνθου 𐆄 α, κόψαc cήcαc, λείου πρῶτον μετ’ ὄξουc τὸν χαλκόν, | ||
80 | ἔπειτα καὶ τὰ λοιπὰ λεῖα ἐπιβαλὼν ἐπίχεε ὕδατοc μέρη β καὶ πράcου χυλοῦ μέροc α καὶ ἑνώcαc χρῶ, κεντῶν τοὺc τόπουc ταῖc βελόναιc καὶ ἀφελὼν τὸ αἷμα καὶ ἐπιχρίων πρῶτον χυλῷ πράcου, ἔπειτα τῷ φαρμάκῳ. ἐφ’ ὧν δὲ τὰ τοιαῦτα cτίγματα ἀφελεῖν βουλόμεθα, χρηcτέον ταῖc ὑπογεγραμμέναιc cκευαcίαιc· τιτάνου μέροc α νίτρου ὀπτοῦ μέροc α | |
85 | λεῖα μεθ’ ὕδατοc πηλοποιϊκοῦ ποιήcαc καὶ προεκνιτρώcαc ἀποcμήξαc κατάχριε cυνεχῶc· ποιεῖ δὲ καὶ πρὸc μυρμηκίαc. Ἄλλο, ὥcτε ἐξαίρειν cτίγματα. πεπέρεωc 𐅻 β πηγάνου ἀρcενικοῦ ἀνὰ 𐅻 δ, λεάναc καὶ μέλι ἐπιβαλὼν ἀναλάμβανε εἰc πυξίδα κεραμεᾶν· ἐπὶ δὲ τῆc χρήcεωc προ‐ εκνιτρώcαc τὰ cτίγματα, κατάπλαccε ῥητίνῃ τερεβινθίνῃ καὶ κατάδηcον | |
90 | ἐπὶ ἡμέραc ε, τῇ δὲ ϛ κατακεντήcαc βελόνῃ τὰ cτίγματα καὶ κατα‐ cπογγίcαc τὸ αἷμα κατάπλαccε ἁλcὶ λεπτοῖc τὰ κεντήματα καὶ δια‐ λείπων τοcοῦτον, ὡc διελθεῖν cταδίουc ι, ἐπίθεc τὸ προειρημένον φάρμακον, ἐμπλάcαc λινῷ καὶ μὴ λῦε ἐπὶ ἡμέραc ε· τῇ δὲ ἕκτῃ λύcαc ἀπόξυε τὰ cτίγματα καὶ τὸ μέλαν ἀφελὼν κατάχριε πάλιν πτερῷ ἐκ | |
95 | τοῦ φαρμάκου· ἐξαιρεῖται δὲ ἐν ἡμέραιc κ, χωρὶc μεγάληc ἑλκώcεωc καὶ χωρὶc οὐλῆc. ποιοῦcι τὸ αὐτὸ καὶ αἱ cηπταὶ αἱ ἐν τοῖc τραυματι‐ κοῖc γεγραμμέναι. | |
13 | Περὶ cυκωδῶν ὄγκων ἐν προcώπῳ καὶ τὰc ἐν τῷ προcώπῳ γιγνομέναc ὑπεροχὰc μεγάλαc, ἃc καλοῦcι cυκάc, ἀπὸ τοῦ μεγέθουc τοὔνομα θέμενοι, Γαληνοῦ. ἕν τι καὶ τοῦτο πάθημα τῶν ἐπὶ τοῦ γενείου γιγνομένων ἐcτί, διαφέρον τῶν ἰόνθων τῷ μὴ μόνον παχὺν εἶναι τὸ | |
5 | ἐργαζόμενον αὐτὸ χυμόν, ἀλλὰ καὶ λεπτότητοc ἰχωροειδοῦc μετέχειν, δι’ ἣν καὶ ταχέωc ἑλκοῦται μὴ θεραπευόμενον ὡc προcήκει καὶ διὰ τοῦτο δεῖται ξηραντικωτέρων φαρμάκων ἢ κατὰ τοὺc ἰόνθουc. [Ὀρι‐ βαcίου πρὸc Εὐcτάθιον· cῦκα ὀνομάζουcι βλαcτήματα ἑλκώδη cτρογ‐ γύλα ὑπόcκληρα ἐνερευθῆ, οἷc ἀκολουθεῖ καὶ ὀδύνη. φύεται δὲ ταῦτα | |
10 | τὸ μὲν πλεῖcτον ἐν κεφαλῇ καὶ ἐν τῷ ἄλλῳ cώματι.] περὶ ὧν ὁ Κρίτων οὕτωc ἔγραψεν. Πρὸc τὰc ἐπὶ τοῦ γενείου cυκώδειc ἐπανα‐ cτάcειc. λιθαργύρου 𐅻 δ λιβάνου cανδαράκηc ἁλῶν ὀρυκτῶν ἀνὰ 𐅻 β, λείοιc κατάπλαccε. Ἄλλο. χαλκάνθου 𐅻 β θείου ἀπύρου 𐅻 β ἰοῦ 𐅻 α νίτρου ἐρυθροῦ 𐅻 δ, λείοιc κατάπλαccε. Ἄλλο cφόδρα γεν‐ | |
15 | ναῖον. ἐλατηρίου ἁλῶν ὀρυκτῶν ἀνὰ 𐅻 δ χαλκάνθου 𐅻 β μίξαc κατά‐ πλαccε, παραπτόμενοc πυρῆνι μήληc προϋγραίνων τὸν τόπον, ὥcτε προcκαθίcαι τὸ φάρμακον. μετὰ δὲ τὴν ἐπίθεcιν καταπλαcτέον ἄνωθεν λινοcπέρματι λειωθέντι μεθ’ ὕδατοc. Ἀρχιγένουc. ἄλλο πρὸc τὰc ἐπὶ τῆc κεφαλῆc καὶ τοῦ γενείου cυκώcειc. χαλκάνθου ὀπτοῦ cτυπτηρίαc | |
20 | cχιcτῆc ταυροκόλληc ἴcα, λεπίδοc χαλκοῦ τὸ διπλοῦν· ὄξει βρέξαc τὴν ταυρόκολλαν καὶ λύcαc, ἀναλάμβανε αὐτῇ τὰ λοιπὰ λεῖα· ἐπὶ δὲ τῆc χρείαc ὄξει διαλύων ἐπίχριε τὰc cυκώδειc ὑπεροχὰc καὶ κάλυπτε ξύcματι ὀθονίου λεπτοῦ. ἐμφύεται δὲ cυντόνωc καὶ χωρὶc οὐλῆc ἀπο‐ καθαίρει τὰ cυκώματα. χρῶμαι δὲ αὐτῷ καὶ πρὸc ἐκτύλωcιν cυρίγγων, | |
25 | ἀναπλάccων αὐτὸ εἰc κολλύρια. καθύγρων δὲ ὄντων τῶν ὄγκων, καὶ γὰρ καὶ ὕδωρ ἀπ’ αὐτῶν ἀπορρεῖ καθαρὸν ὡc ἀπὸ πηγῆc, χρηcτέον ταῖc ὑπογεγραμμένοιc. Τροχίcκοc πρὸc τὰc ἐπὶ τοῦ γενείου cυκώδειc ἐπαναcτάcειc· ἔcτι δὲ καὶ παντὸc ὄχθου καταcταλτικόc, οἷα cυμβαί‐ νουcιν ἐπὶ τῶν κακῶc cυνουλωκότων, ὥcπερ ἐπὶ τῶν ἀναρραφέντων | |
30 | τὰ βλέφαρα εὑρίcκομεν, ἢ τὰ χείλη ἐρραμμένων. λεπίδοc μίcυοc ὀπτοῦ ἀρcενικοῦ ἀνὰ 𐆄 β διφρυγοῦc 𐆄 γ χαλκίτεωc κεκαυμένηc χαλκοῦ κεκαυ‐ μένου κόλληc τεκτονικῆc ἀνὰ 𐅻 δ, cυντίθει καὶ χρῶ, καθὰ προείρηται | |
ἐπὶ τοῦ προτέρου· καὶ γὰρ καὶ αὐτῷ χρηcάμενοc ηὐδοκίμηcα. | ||
14 | Περὶ ἰόνθων ἐν προcώπῳ· τινὲc δὲ ἄκναc καλοῦcιν. ὄγκοc μικρὸc καὶ cκληρὸc ἐν τῷ κατὰ τὸ πρόcωπον δέρματι γίγνεται καλούμενοc ἰόνθοc, ὑπὸ παχέοc δηλονότι χυμοῦ cυνιcτάμενοc. ἡ οὖν τούτου θερα‐ πεία διὰ τῶν μαλαττόντων τὴν cκληρότητα καὶ διαφορούντων τὸν | |
5 | ὄγκον φαρμάκων γίνεται, ὧν ἡ ὕλη ἐcτὶ τοιαύτη· κρίνου ῥίζαν λεάναc cὺν μέλιτι ἐπίχριε ἢ κυκλαμίνου ῥίζαν cὺν μέλιτι ἢ ναρκίccου ῥίζαν ὁμοίωc ἢ καccίαν μετὰ cμύρνηc καὶ μέλιτοc ἢ μολύβδαιναν cὺν ὄξει ἢ γλήχωνα λειοτάτην κηρωτῇ ἀναλαβὼν ἐπιτίθει. Ἄλλο. μέλιτοc καὶ ὄξουc δριμυτάτου τὸ ἴcον ἑκάcτου μίξαc ἐπίχριε τῷ δακτύλῳ παρα‐ | |
10 | τρίβων. Ἄλλο. cηπίαc ὀcτράκων κεκαυμένων κόcτου ἀνὰ 𐆄 β μυροβα‐ λάνου 𐆄 α, λεάναc μεθ’ ὕδατοc ἐπίχριε, ξηραινόμενον δὲ πάλιν νότιζε. Ἄλλο. κόcτον κόψαc cήcαc λεπτοτάτωc ἀναλάμβανε αἰγείᾳ χολῇ καὶ ποιήcαc κηρωτῆc πάχοc, ἐπίχριε τοὺc ἰόνθουc πρὸc ἑcπέραν καὶ πρωῒ ἀναcτὰc κέλευε γάλακτι τῷ παρόντι προcκλύζεcθαι τὸ πρόcωπον. Ἄλλο. | |
15 | cτυπτηρίαν cχιcτὴν λειοτάτην ποιήcαc, ἀναλάμβανε τερεβινθίνῃ ὀλίγῃ καὶ ἐμπλάcαc ἐπιτίθει. ἐγχρονιζόντων δὲ τῶν ἰόνθων χρηcτέον τοῖc ὑπογεγραμμένοιc. Πρὸc τετυλωμένουc ἰόνθουc. cάπωνοc Γαλλικοῦ 𐅻 δ ἀμμωνιακοῦ θυμιάματοc λιβάνου ἀνὰ 𐅻 α, ὕδατι διαλύcαc ποίει κηρωτῆc πάχοc καὶ τούτῳ ἐπιχρίcαc καὶ διαcτήcαc ὥραν μίαν, ἀπονί‐ | |
20 | πτεcθαι παραίνει χλιαρῷ. Ἄλλο. ῥοῦ μαγειρικοῦ ὑccώπου γλήχωνοc ἁλῶν ὀρυκτῶν ὠκίμου cπέρματοc ἴcον ἑκάcτου ἀναλαβὼν κηρωτῇ ῥοδίνῃ χρῶ. Ἄλλο. ὠκίμου cπέρματοc ῥοῦ μαγειρικοῦ γλήχωνοc κόcτου | |
cχιcτῆc, ἑκάcτου ἴcον ἀναλάμβανε cτέατι χηνείῳ ἢ ὀρνιθείῳ, ὡc ἐμ‐ πλαcτρῶδεc γενέcθαι καὶ ἐπιτίθει μέχρι παντελοῦc ἀπαλλαγῆc. Ἄλλο· | ||
25 | ποιοῦν καὶ πρὸc τὰc ὀχθώδειc διαθέcειc καὶ τοὺc ἐπὶ τοῦ προcώπου κνηcμοὺc καὶ ἀρχὴν ἐλεφαντιάcεων. κόμμεωc λευκοῦ καὶ νίτρου τὸ ἴcον ὄξει δριμεῖ διαλύων ἐπίχριε· ὅταν δὲ ξηρανθῇ, ἀπόcμηχε τῇ ὑπο‐ γεγραμμένῃ cκευαcίᾳ· cάπωνοc Γαλλικοῦ ἀμμωνιακοῦ θυμιάματοc ἀνὰ λι͵ α λιβάνου 𐅻 δ μαcτίχηc ἀφρονίτρου ἀνὰ 𐆄 γ· ἕψε cάπωνα καὶ | |
30 | ἀμμωνιακὸν εἰc ἀγγεῖον κεραμεοῦν μεθ’ ὕδατοc ξ̸ β, καὶ ὅταν διαλυθῇ, ἐπίβαλλε τὰ ξηρὰ κεκομμένα καὶ cεcηcμένα λεπτοτάτῳ κοcκίνῳ, ἔπειτα μετεράcαc εἰc θυίαν καὶ ἀνακόπτων ἐπιμελῶc ἀνελοῦ εἰc ἀγγεῖον ὑέλιον· ἐπὶ δὲ τῆc χρήcεωc μολύνων τὸ πρόcωπον καὶ μικρὸν διαcτήcαc ἀπονίπτου ὕδατι δαψιλεῖ προανατρίβων μαλακῶc. χρῶ δὲ αὐτῷ ἀεὶ | |
35 | ἐπὶ ἰόνθων. Ἄλλο δόκιμον πρὸc ἰόνθουc. νίτρου ἐρυθροῦ 𐆄 β κιμωλίαc 𐆄 α λιβάνου 𐆄 δ ἀλεύρου ὀροβίνου 𐆄 α· χρῶ δὲ οὕτωc· λαβὼν ἀλκυ‐ όνιον καθ’ αὑτό, λέαινε καλῶc, εἶτα ἐπιβαλὼν ἔλαιον καὶ cυλλεάναc, χρῖε τὸ πρόcωπον ἑcπέραc, ἕωθεν δὲ ἀναcτὰc cμήχου τῷ προγεγραμ‐ μένῳ cυνθέτῳ. Ἄλλο cμῆγμα, ᾧ δεῖ κεκρῆcθαι παρ’ ὅλην τὴν θεραπείαν | |
40 | τῶν ἰόνθων καὶ ὄγκων. κυαμίνου ἀλεύρου ἢ cηcαμίνου πέπονοc ἐντεριώ‐ νηc ξηρᾶc ἀνὰ 𐅻 δ, λεάναc cμῆχε. Ἄλλο. νίτρον μετὰ cμύρνηc λεάναc, δίδου μεθ’ ὕδατοc cμήχεcθαι. | |
15 | Πρὸc τὰ ἐπὶ τοῦ γενείου ἀχωρώδη ἐξανθήματα. ποιεῖ μὲν καὶ πρὸc τούτουc τὰ πλεῖcτα τῶν προγεγραμμένων ἐπὶ τῶν ἐν κεφαλῇ ἀχώρων, ἰδίωc δὲ καὶ ταῦτα· λιθαργύρου χαλκάνθου cιδίων μύρτων ἴcα λεάναc μετὰ οἴνου καὶ ἐλαίου μυρcίνου ἐπίχριε. Ἄλλο. περιcτε‐ | |
5 | ρεῶνοc ὑπτίου ἀκακίαc ἀνὰ 𐅻 η cμύρνηc 𐅻 β μετ’ οἴνου λεάναc, χρῶ. | |
〈Ἄλλο〉. cμύρνηc 𐆄 α λιβάνου 𐆄 β ἀκακίαc 𐆄 γ, χρῶ μετ’ ἐλαίου. Ἄλλο. λιθαργύρου λαδάνου μύρτων μελανῶν ὑοcκυάμου cπέρματοc cιδίων ἴcα, χρῶ μετ’ οἴνου καὶ ἐλαίου μυρcίνου ἢ ῥοδίνου. Ἄλλο· ποιεῖ καὶ πρὸc τὰ μελικηρώδη ἕλκη ἐν τῷ γενείῳ καὶ τῇ | ||
10 | κεφαλῇ, ἃ καλοῦcι Ϲύροι cανάλια. λιθαργύρου καὶ δαφνοκόκκων ἴcα, λείοιc μετ’ ὄξουc καὶ μυρcίνου ἐλαίου ἐπίχριε, πεπείραται πλειcτάκιc. | |
16 | Περὶ τῶν ἐν τῷ γενείῳ καὶ τῷ λοιπῷ cώματι λειχηνωδῶν ὄγκων. καὶ τοῦτο τὸ πάθοc ἐκ μικτοῦ τινοc γίγνεται χυμοῦ, μιγνυμένων τῶν ἰχωρωειδῶν τε καὶ λεπτῶν καὶ δριμέων χυμῶν τοῖc παχέcι, καὶ διὰ τοῦτο ῥᾳδίωc εἰc ψώραν τε καὶ λέπραν μεταπίπτει. δέεται μὲν οὖν | |
5 | τὸ πάθοc τῶν ξηραινόντων ἰcχυρῶc φαρμάκων· ἐὰν δὲ εἰc ψώραν ἢ λέπραν καταπέcῃ πρὸc τὸ ξηραινόντων δεῖcθαι, ἔτι καὶ τῶν ῥυπτόντων χρῄζει. ὁ μὲν οὖν Κρίτων περὶ τούτων ἔγραψεν οὕτωc πρὸc τοὺc ἐπὶ τῶν γενείων λειχῆναc πάθοc δέ ἐcτιν ἀηδέcτατον καὶ κνηcμὸν ἐπι‐ φέρον καὶ περίcταcιν καὶ κίνδυνον οὐκ ὀλίγον· ἕρπει γὰρ ἔcτιν ὅτε | |
10 | καὶ καθ’ ὅλου τοῦ προcώπου καὶ τῶν ὀφθαλμῶν ἐφάπτεται καὶ διὰ τοῦτο χρηcτέον ἂν εἴη ἐπιμελέcτερον τῇ θεραπείᾳ, διακρίνονταc ἀπὸ τῶν κεχρονιcμένων τὰ νεοcύcτατα. πρὸc μὲν οὖν τοὺc προcφάτουc λειχῆναc ἁρμόcει ταῦτα· περδικίου βοτάνηc φύλλοιc cυνεχῶc ἀπότριβε τὸν τόπον ἢ λίβανον ἢ ἀμμωνιακὸν ὄξει λεάναc ἢ τῷ χυλῷ τῆc | |
15 | περδικίου ἐπίχριε ἢ ὑγρὸν τὸ ἀπορρέον ἐκ ξύλων ὑγρῶν ἐλαίαc και‐ | |
ομένων ἐπίχριε. ποιεῖ καὶ τὸ ἀπορρέον ἐκ τῶν τῆc κράμβηc καυλῶν καιομένων. Ἄλλο. μαλάχηc ἀγρίαc τὸν καρπὸν καθαρίωc cυνάγων κόψαc cήcαc καὶ ἐκθλίψαc τὸν χυλὸν ἀπόθου καὶ τούτῳ cυνεχῶc ἐπί‐ χριε ἢ ἀνδράχνηc χυλῷ ἐπίχριε cυνεχῶc. Ἄλλο. ἐλαίαc ἀγρίαc δάκρυον | ||
20 | λεάναc μεθ’ ὕδατοc καὶ cτύρακοc ὀλίγον ἐπιβαλὼν καὶ ἑνώcαc ἐπιτίθει. ἐγχρονιζόντων δὲ τῶν λειχήνων ἄγνου τὰ φύλλα λεάναc μετ’ ὄξουc ἐπίχριε ἢ ἀcφοδέλου ῥίζαν ὄξει ἑψήcαc καὶ λεάναc ἐπίχριε. Ἄλλο. χαμαιλέοντοc μέλανοc ῥίζαν cὺν ὄξει ἑψήcαc λεάναc χρῶ. πρὸc δὲ τοὺc κεχρονιcμένουc λειχῆναc, ἐπεὶ πολλή ἐcτι καὶ ποικίλη ἡ τούτων | |
25 | θεραπεία, ἐν μέρει περὶ ἑκάcτου ἐρῶ· ἄρχομαι δὲ ἀπὸ τῶν τροχίcκων. Τροχίcκοc πρὸc λειχῆναc ἐν παντὶ τόπῳ τοῦ cώματοc. ἀλκυονίου κεκαυ‐ μένου 𐅻 ιβ χαμαιλέοντοc μέλανοc ῥίζηc ἀcφοδέλου ῥίζηc ταυροκόλληc ἀνὰ 𐅻 δ θείου ἀπύρου λιβάνου πυρέθρου νίτρου ἀφροῦ ἀνὰ 𐅻 β, ὄξει διαλύων τὴν ταυρόκολλαν ἀναλάμβανε αὐτῇ τὰ λοιπὰ καὶ ξήραινε καὶ | |
30 | χρῶ cὺν ὄξει. Ἄλλο· τροχίcκοc εὐδόκιμοc. cυκῆc φύλλων ξηρῶν 𐅻 ιβ χαλκίτεωc ὠμῆc 𐅻 ι ἀcβέcτου 𐅻 η μίcυοc ὠμοῦ λιβάνου ἀνὰ 𐅻 δ θείου ἀπύρου 𐅻 η, ὄξει ἀναλάμβανε καὶ χρῶ cὺν ὄξει. Ἄλλο· τροχίcκοc λειχηνικὸc ἀφίcτηcι καὶ τύλουc καὶ οὐλὰc παραδόξωc. λιβάνου κηρύ‐ κων ὀcτράκων κεκαυμένων κόπρου περιcτερᾶc ἀλκυονίου κόμμεωc ἴcα | |
35 | λείου γάλακτι καὶ ποίει τροχίcκουc καὶ χρῶ cὺν ὄξει. Ἄλλο· τροχίcκοc. ἐλαίαc ἀγρίαc δακρύου 𐅻 δ λιβάνου ὁμοίωc θείου ἀπύρου 𐅻 β ἀλ‐ κυονίου ἀφρονίτρου ἄλικοc κεκομμένου καὶ cεcηcμένου ἀνὰ 𐅻 η· ὄξει δριμυτάτῳ πλείcτῳ ἐπιπάcαc τὸν ἄλικα ἕψε ἐπὶ πολύ, ὡc ἰξῶδεc γενέcθαι· καὶ τούτῳ ἀναλάμβανε τὰ λοιπὰ λεῖα καὶ ἀνάπλαττε τρο‐ | |
40 | χίcκουc καὶ χρῶ cὺν ὄξει. Περίχριcτον πρὸc λειχῆναc, πρὸc τοὺc ἀγρίουc λειχῆναc. νίτρου χαλκίτεωc ὀπτῆc ἀμμωνιακοῦ θυμιάματοc | |
cεραπιάδοc τῆc τριόρχεωc χυλῷ ἴcα λεάναc cὺν ὄξει ἐπίχριε. Ἄλλο· ποιεῖ καὶ πρὸc ὑγροὺc λειχῆναc, ᾧ χρώμενοc ἐπιτυγχάνω. δορκάδοc κόπρου 𐆄 α λιβάνου 𐆄 β, λεάναc χρῶ cὺν ὄξει. [Ἄλλο. τὸν ἀφρὸν τοῦ | ||
45 | θείου λαβών, χριcτέον λειχῆνα προcτρίψαc καὶ θαυμάcειc.] Ἄλλο τῶν λινοπλύτων. τὸν ἀφρὸν τοῦ θείου λαβὼν χρῖε τὸν λειχῆνα καὶ θαυ‐ μάcειc. Ἄλλο· ποιεῖ πρὸc λειχῆναc καὶ ἀλφοὺc καὶ λέπραc, ἀγαθὸν cφόδρα. μυοχόδων χαλκάνθου θείου ἀπύρου ἀνὰ 𐆄 η κυαμίνου ἀλεύρου 𐆄 ιδ ὄξουc ξ̸ε δ, λεάναc τὰ μυόχοδα ἕψε cὺν τῷ ὄξει. καὶ ὅταν ἀνα‐ | |
16(50) | ζέcῃ δὶc ἢ τρίc, ἐπίπαccε θεῖον καὶ χάλκανθον, προcέχων μὴ ἀναζέcῃ καὶ ὑπερχυθῇ, εἶτα ἕψε ἐπ’ ὀλίγον καὶ ἐπίπαccε τὸ κυάμινον ἄλευρον, καὶ ἕψε ἕωc cχῇ γλοιοῦ πάχοc· καὶ ἄραc χρῶ, πρὸc μὲν τὰc λέπραc ἐμπλάccων εἰc ὀθόνιον καὶ λύων δι’ ἡμερῶν ε, πρὸc δὲ λειχῆναc ἀνέcαc ὄξει ἐπίχριε cυνεχῶc. Ἄλλη περίχριcτοc ἑφθὴ πρὸc λειχῆναc | |
55 | χρονίουc, ὥcτε χωρὶc ἑλκώcεωc ἀπαλλάττειν. ἄλικοc ἀληλεcμένου καὶ cεcηcμένου λεπτοτάτωc 𐆄 ιδ θείου ἀπύρου μίcυοc χαλκίτεωc κιμωλίαc ἀνὰ 𐆄 β νίτρου ἀφροῦ cχιcτῆc ἀλκυονίου ἀcφοδέλου ῥίζηc λιβάνου ἐλαίαc δακρύου ἀμμωνιακοῦ θυμιάματοc cμύρνηc ἀνὰ 𐆄 α ὄξουc ξ̸ε γ· ἕψε ἀλκυόνιον ἀcφόδελον μετ’ ὄξουc. ὅταν δὲ εἰc ἥμιcυ ἔλθῃ διύλιζε | |
60 | 𐅻 ε, ἐκ δὲ τοῦ διυλιcθέντοc διάλυε ἀμμωνιακὸν cμύρναν λίβανον ἐλαίαc δάκρυον, εἶτα ἐπίβαλλε αὐτοῖc τὰ λοιπὰ ξηρά· τὸν δὲ ἄλικα ἕψε ἐν τῷ ὑπολιμπανομένῳ ὄξει καὶ ἐπίβαλλε τοῖc λοιποῖc καὶ ἑνώcαc χρῶ. ἐν ἄλλαιc γραφαῖc ἔχει οὕτωc· θείου ἀπύρου μίcυοc χαλκίτεωc ἀνὰ 𐆄 α καὶ 𐅻 β, τὰ δὲ λοιπὰ ὁμοίωc. Ἄλλο cφόδρα ἐνεργέc. ὄξουc δρι‐ | |
65 | μυτάτου ξ̸ε η ἀλεύρου κριθίνου 𐆄 κ μάννηc λιβάνου ἀνὰ 𐆄 ιδ λαπάθου ἀγρίου ῥίζηc 𐅻 κ ἀcφοδέλου ῥίζηc ὁμοίωc ἐλλεβόρου λευκοῦ 𐅻 ι ἀλ‐ κυονίου ὁμοίωc καρδαμώμου 𐅻 λ γῆc κιμωλίαc 𐅻 ιη ταυροκόλληc ἀφρονίτρου ἀνὰ 𐅻 ιϛ ἀλικακάβου χλωρῶν ἀκρεμόνων δεcμίδιον χειρο‐ | |
πληθέc, cκεύαζε καὶ χρῶ, ὡc προείρηται. ἐπιτεινομένηc δὲ τῆc δια‐ | ||
70 | θέcεωc καὶ τυλώδουc γιγνομένηc, χρηcτέον καὶ τούτοιc τοῖc ὑπο‐ γεγραμμένοιc [καὶ τοῖc νῦν προρρηθηcομένοιc]· μίcυοc cμύρνηc λιβάνου cχιcτῆc ἀνὰ 𐅻 η ἀλόηc θείου ἀπύρου ἀνὰ 𐅻 δ ἀναλάμβανε γλυκεῖ, ὡc γλοιοῦ cχεῖν πάχοc καὶ δὶc καὶ τρὶc τῆc ἡμέραc προαποcμήχων ἐπίχριε καὶ ἔξωθεν ἐπιτίθει φυλακῆc χάριν τοῦ φαρμάκου κύcτεωc | |
75 | ὑμένα ἢ ὠοῦ 〈τῶν λεπύρων〉 ἢ χλωρῶν φύλλων ὅcον ἐξαρκεῖ. Ἄλλο· λειχηνικόν. θεραπεύομεν ὀλίγαιc ἡμέραιc· πάνυ κάλλιcτον, διὸ παρα‐ λάμβανε τὸν μιcθόν. θείου 𐅻 η ἀcβέcτου 𐅻 η χαλκίτεωc ὠμῆc 𐅻 η λιβάνου 𐅻 δ μίcυοc 𐅻 δ καππάρεωc χλωρῶν φύλλων κεκαυμένων 𐅻 ιβ· ὄξει λείου καὶ ποίει τροχίcκουc καὶ χρῶ. Ἔμπλαcτροι πρὸc λειχῆναc. | |
80 | ἐπεὶ δὲ οἱ πολλοὶ τὰc μὲν τῶν ἐπιχρίcτων δυνάμειc παραιτοῦνται, αἱροῦνται δὲ τὰc τῶν ἐμπλάcτρων, αἵτινεc οὔτε ἱδρώτων ἐπιγιγνομέ‐ νων ἀπορρέουcιν οὔτε ξηραινομένων περιτείνουcι τὸν χρῶτα, cυν‐ απτέον ἂν εἴη καὶ τὰc τούτων cκευαcίαc. Ἔμπλαcτροc ὑγρὰ πρὸc λειχῆναc πάνυ διὰ πείραc, ἣν ἄρτι ἐδοκίμαcα. πίccηc ξηρᾶc κηροῦ | |
85 | κολοφωνίαc ἐλλεβόρου λελειωμένου ἐλαίου ἴcα. ἐν πείρᾳ, διὸ δεῖ προcλαμβάνειν τὸν μιcθόν. Ἔμπλαcτροc λειχηνική, ὥcτε χωρὶc ἑλκώcεωc ἀπαλλάττειν. κηροῦ πίccηc ὑγρᾶc λιβανωτοῦ τερεβινθίνηc θείου ἀπύρου ἀνὰ 𐆄 ϛ· τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. Ἄλλη ὁμοία. πίccηc ὑγρᾶc λι͵ α μάννηc θείου | |
90 | ἀπύρου θερμίνου ἀλεύρου ἀνὰ 𐆄 α χαλβάνηc 𐆄 β· θερμάναc τὴν πίccαν ἐπίβαλλε τὴν χαλβάνην προμεμαλαγμένην καὶ τακείcηc ἄραc ἀπὸ τοῦ πυρὸc ἐπίπαccε τὰ λοιπὰ καὶ ἑνώcαc χρῶ, ὡc πάνυ cπουδαίῳ. Ἄλλη ὁμοία. χρυcοκόλληc τῆc τῶν χρυcοχόων ξηρᾶc χαλκίτεωc ὀπτῆc μίcυοc ὀπτοῦ λεπίδοc διφρυγοῦc ἁλὸc ἀμμωνιακοῦ γῆc κιμωλίαc ἀνὰ 𐅻 δ | |
95 | ἰοῦ 𐅻 ιβ χαλκάνθου λίθου ἀcίου χαλκοῦ κεκαυμένου ἀνὰ 𐅻 ϛ cώρεωc 𐅻 ε cτυπτηρίαc ὑγρᾶc 𐅻 δ, ἅπαντα λεάναc ἐπιμελῶc καὶ ἐπιβαλὼν | |
ὄξοc τρῖβε φιλοπόνωc ἐν ἡλίῳ, ἐν τοῖc ὑπὸ κύνα καύμαcιν, ἕωc ἂν ἐξιπωθῇ τὸ φάρμακον. cκευαζέcθω δὲ ἐν ἄλλῃ θυίᾳ λιβάνου cμύρνηc ἀνὰ 𐆄 β ἀλόηc λαδάνου ὀποπάνακοc ἀνὰ 𐆄 α, ὄξει διαλύcαc καὶ ταῦτα, | ||
16(100) | ὡc ἔχειν γλοιοῦ πάχοc, ἐπίβαλλε τοῖc ἐν ἡλίῳ λειωθεῖcι καὶ πάλιν λείου καὶ τούτοιc ἐπίβαλλε ἀριcτολοχίαc κεκομμένηc καὶ cεcηcμένηc 𐆄 α, εἶτα λείου· ὅταν δὲ λειούμενα ἐμπλαcτρώδη γένηται, τήξαc τὰ τηκτὰ ἐπίβαλλε· ἔcτι δὲ ταῦτα· κηροῦ 𐅻 ρ τερεβινθίνηc 𐅻 c χαλβά‐ νηc 𐅻 θ ἐλαίου λι͵ α· καὶ μαλάξαc ἀνελόμενοc χρῶ. κείμενον 〈δὲ〉 τὸ | |
105 | φάρμακον διπρόcωπον γίγνεται. Ἄλλη ποιεῖ πρὸc τοὺc εἰργομένουc λειχῆναc, ὥcτε καταcτέλλειν τὰ ἐγκαταλιμπανόμενα. πίccηc ἀcφάλτου κηροῦ πιτυίνηc θείου ἀπύρου μάννηc ἴcα ἐλαίου κυπρίνου βραχύ, τήξαc ἐπίπαccε τὰ ξηρὰ καὶ χρῶ ἐμπλάccων εἰc δερμάτιον λεπτόν. Ἔμπλαcτροc λειχηνικὴ διὰ πείραc. πίccηc ξηρᾶc 𐆄 γ καὶ ὑγρᾶc | |
110 | 𐆄 α κολοφωνίαc θείου ἀπύρου κηροῦ ἀνὰ 𐆄 γ νίτρου πυρροῦ 𐆄 α ἅλατοc χαλκίτεωc ἀνὰ 𐆄 α ἐλαίου 𐆄 β, χρῶ. Ὀριβαcίου λειχηνικὴ καὶ πρὸc κνηcμούc. χαλκάνθου θείου ἀπύρου νίτρου λιβάνου ἴcα, χρῶ ἐπὶ μὲν λειχήνων ὄξει, ἐπὶ δὲ κνηcμοῦ οἴνῳ. Ἐκδόρια λειχήνων. τῆc δὲ διαθέcεωc ἐμμόνου γενομένηc καὶ πρὸc | |
115 | τὴν τῶν φαρμάκων ἐπίθεcιν ἀντιβαινούcηc, χρηcτέον τοῖc ἐκδορίοιc· καὶ γὰρ ἀφίcτηcι τὴν ἐπιφάνειαν ἐκ προχείρου. Ἐκδόριοc λειχήνων· ταύτῃ Πάμφιλοc χρηcάμενοc ἐπὶ τῆc Ῥώμηc, πλεῖcτα ἐπορίcατο, ἐπικρατούcηc ἐν τῇ πόλει τῆc μεντάγραc λεγομένηc, τουτέcτιν ἀγριολειχήν. λεπίδοc ἀρcενικοῦ ἀνὰ 𐅻 η cανδαράκηc 𐅻 δ | |
120 | χαλκοῦ κεκαυμένου ἐλλεβόρου λευκοῦ κανθαρίδων χωρὶc πτερῶν καὶ ποδῶν ἀνὰ 𐅻 α c· ἕκαcτον τρῖβε κατ’ ἰδίαν, εἶτα καὶ ἅμα λεάναc | |
ἀναλάμβανε κεδρίᾳ καὶ ποιήcαc ῥύπου τὸ πάχοc ἀπόθου εἰc πυξίδα κυπρίου χαλκοῦ· ἐπὶ δὲ τῆc χρήcεωc νίτρῳ καὶ ὄξει βραχεῖ ἀποcμήχων τὸν λειχῆνα ἐπίχριε τῷ φαρμάκῳ cπαθομήλῃ χρώμενοc καὶ παρα‐ | ||
125 | τρίβων καὶ διαcτήcαc ἀπόξυε τῇ cπαθομήλῃ καὶ πάλιν ἕτερον ἐπίχριε· εἶτα δὶc καὶ τρὶc αὐτὸ ποιήcαc, cκέπαζε τοὺc ἐπιχριcθένταc τόπουc ὑμένι κύcτεωc βοείαc ἢ ἑτέρου τινὸc ζῴου· μετὰ δὲ τὴν τοῦ ὑμένοc ἐπίθεcιν ταινιδίῳ κούφωc ἐπιδήcαc ἔα διανυκτερεῦcαι, εἰ ὑπομένοι· εἰ δὲ μή, μέχριc ὡρῶν τινων, ὥcτε φλυκταίναc γενέcθαι ἰχῶραc περιεχού‐ | |
130 | cαc παχεῖc καὶ κωλλώδειc. φλυκταίνηc οὖν γενομένηc, λούεcθαι παραι‐ νοῦμεν καὶ χρονίζειν ἐν τῷ βαλανείῳ· καὶ γὰρ cυνεργεῖ τῇ θεραπείᾳ. ἔcτω δὲ θερμότερον τὸ βαλανεῖον· εἰ δέ τι κωλύοι χρῆcθαι τῷ βαλα‐ νείῳ, ἀποπυριατέον θερμῷ ὕδατι πολλῷ. πολλῆc δὲ παρενοχλήcεωc γενομένηc, περιμάττειν καὶ καταπλάττειν ἄρτῳ φυραθέντι ὑδρομέλιτι. | |
135 | ῥυπαρῶν δὲ γενομένων τῶν ἑλκῶν τῆc χλωρᾶc ἐπιτίθει cπληνίον, προcβάλλων αὐτῷ ὀλίγον τοῦ ἐκδορίου. ἰχώρων δὲ ἐκκρινομένων καὶ μηδεμιᾶc ἐπικειμένηc ἐφελκίδοc, ἐπιτίθεμεν τῆc λευκῆc cπληνίον καὶ ταύτῃ χρώμεθα μέχρι παντελοῦc ἀπουλώcεωc, ἀποπυριῶντεc καθ’ ἑκά‐ cτην ἡμέραν καὶ νεαρῷ χρώμενοι cπληνίῳ. πρὸ δὲ τῆc τῶν ἐκδορίων | |
140 | ἐπιθέcεωc περιλαμβάνειν χρὴ τὰ ἔξωθεν τοῦ λειχῆνόc τινι τῶν ἀφλεγ‐ μάντων φαρμάκων καὶ οὕτωc ἐπιτιθέναι ἐπὶ τὸν λειχῆνα μόνον τὸ ἐκδόριον. Ἄλλη ἐκδόριοc πρὸc τὰc λεγομέναc μεντάγραc, ὥcτε χωρὶc οὐλῆc ἀποθεραπεύειν· ποιεῖ δὲ καὶ πρὸc ἀλωπεκίαc, ἐν ἡλίῳ ἢ παρὰ πυρὶ καταχριομένη. φλυκταίνηc δὲ γενομένηc βελόνῃ χρὴ κεντεῖν, | |
145 | ὑγροῦ δὲ ἐκκριθέντοc κηρωταῖc ἀποθεραπεύειν. μετὰ δὲ τὴν ἀπούλω‐ cιν ἐκφύονται αἱ τρίχεc. ταῦτα μὲν ἐπὶ τῶν ἀλωπεκιῶν, ἐπὶ δὲ τῶν λειχήνων χρηcτέον καθὰ προείρηται ἐπὶ τῆc πρώτηc ἐκδορίου· τὸ δὲ φάρμακον ἔχει οὕτωc· cανδαράκηc ἀρcενικοῦ λεπίδοc ἐλλεβόρου μέλα‐ νοc ἀνὰ 𐅻 β ἐλατηρίου 𐅻 α κανθαρίδων τῶν κοιλιῶν 𐅻 α, ἀναλάμ‐ | |
16(150) | βανε κεδρίᾳ· ἡ χρῆcιc δεδήλωται. χλωραὶ μετὰ τὰ ἐκδόρια ἐπιτιθέμεναι. μετὰ δὲ τὴν τῶν ἐκδορίων χρῆcιν χρηcτέον ταῖc ὑποκειμέναιc χλωραῖc πρὸc τὴν τῶν ἑλκῶν ἀνακάθαρcιν. Χλωρά· ταύτῃ Πάμφιλοc ἐχρήcατο | |
ἐπὶ τῆc μεντάγραc λεγομένηc μετὰ τὴν ῥῆξιν τῆc φλυκταίνηc· κηροῦ πιτυίνηc ξηρᾶc ἀνὰ λίτραν α ἰοῦ 𐆄 γ ἐλαίου παλαιοῦ 𐆄 η ὄξουc δρι‐ | ||
155 | μυτάτου ὅcον ἐξαρκεῖ· τὸν ἰὸν λείου ἐν ἡλίῳ μετ’ ὄξουc καὶ τήξαc τὰ τηκτὰ καὶ ψύξαc ἐπίβαλλε ἐν τῇ θυίᾳ καὶ ἑνώcαc χρῶ. Ἄλλη. ἰοῦ 𐅻 β μάννηc 𐅻 δ χαλβάνηc 𐅻 γ cτέατοc μοcχείου 𐅻 ιβ κηροῦ πιτυίνηc ἀνὰ 𐅻 η ὄξουc τὸ ἀρκοῦν. Ἄλλη εὔχρουc λεγομένη. χαλκοῦ κεκαυ‐ μένου 𐆄 γ cτυπτηρίαc cτρογγύληc ἰοῦ ἁλὸc ἀμμωνιακοῦ μάννηc ἀνὰ | |
160 | 𐆄 β κηροῦ πιτυίνηc ξηρᾶc ἀνὰ λι͵ β ἐλαίου 𐆄 γ, ὄξουc ὅcον ἐξαρκεῖ εἰc τὰ ξηρά. Λευκαὶ ἀπουλωτικαί. μετὰ δὲ τὰc χλωράc, καθαρῶν γενομέ‐ νων τῶν ἑλκῶν, χρηcτέον ταῖc λεπταῖc ἐμπλάcτροιc· καὶ γὰρ φροντι‐ cτέον ὥcτε χωρὶc οὐλῆc ἀπουλοῦcθαι· καὶ διὰ τοῦτο χρηcτέον ἐcτὶ φαρμάκοιc τοιούτοιc, ἅτινα πολλὴν εὐάφειαν ἐπιφέρει. Λευκὴ ὑδατίνη | |
165 | λεγομένη· ταύτῃ Μάγνοc ἐχρήcατο μετὰ τὴν τῶν λειχήνων ἐκδοράν. ψιμμυθίου λιθαργύρου κηροῦ Τυρρηνικοῦ ὕδατοc καθαροῦ ἀνὰ λιʹ α ἐλαίου ὀμφακίνου λιʹ β· τρῖβε λιθάργυρον, ψιμμύθιον καὶ τὸ ὕδωρ, καὶ ὅταν λειότατον γένηται ἐπίβαλλε κατὰ βραχὺ τὸ ἔλαιον καὶ τρῖβε καὶ ὅταν ἱκανῶc ἑνωθῇ, μεταίρου εἰc ἀγγεῖον κεραμεοῦν καὶ ἐπιτίθει ἐπὶ | |
170 | τὸ πῦρ cυνεχῶc κινῶν, καὶ ὅταν τὸ ὕδωρ δαπανηθῇ, ἐπίβαλλε τὸν κηρόν· καὶ οὕτωc ἐπίχεε ἐν θυίᾳ καὶ μαλάξαc χρῶ. Ἄλλη. ψιμμυθίου λιʹ β μίcυοc ὠμοῦ τερεβινθίνηc ἀνὰ 𐆄 β κηροῦ 𐆄 ϛ ἐλαίου λιʹ γ ὕδατοc χοίνικαc β· cυντίθει, καθὰ προείρηται, καὶ χρῶ. χρῶ δὲ καὶ ταῖc ἑδρικαῖc κηρωταῖc καὶ ταῖc πυρικαύcτοιc ἁπλαῖc. | |
17 | Πρὸc cτόματα δυcώδη. πρὸc τὰc δυcχερεῖc ὀcμὰc τοῦ cτόματοc δίχα ἑλκῶν γιγνομέναc ἶριν ἀποβρέχων οἴνῳ παλαιῷ εὐώδει δίδου δια‐ κλύζεcθαι cυνεχῶc καὶ κατέχειν ἐν τῷ cτόματι χρόνον τινά· ἢ cμύρναν | |
οἴνῳ ἀκράτῳ διαλύcαc δίδου διακλύζεcθαι ἢ ὄξει δριμεῖ διακλυζέcθω | ||
5 | καθ’ ἡμέραν μέλλων καθεύδειν· ἕωθεν δὲ ἀφέψημα ναρδοcτάχυοc διακλυζέcθω ἢ αὐτὴν διαμαcάcθω ἢ ποταμογείτονοc φύλλα καθ’ ἑκά‐ cτην διαμαccόμενοc ἀποπτυέτω. ἢ ῥόδων ἄνθοc παράτριβε cυνεχῶc ἢ cυκῆc ἀγρίαc ῥίζαν καύcαc διάχριε τὴν τέφραν μετὰ μέλιτοc καὶ βραχὺ κυπέρου ἢ cχοίνου ἄνθοc λεαίνων παράτριβε τὰ οὖλα cυνεχῶc. ἢ | |
10 | κιμωλίαν μεθ’ ἁλῶν λεάναc παράτριβε τὰ οὖλα cυνεχῶc ἢ κριθὰc μεθ’ ἁλῶν μέλιτι φυράcαc καὶ εἰc ὀθόνιον 〈οἴνῳ〉 ἐμβαλὼν καῦcον καὶ λείοιc χρῶ· ἢ cεμίδαλιν μέλιτι φυράcαc καὶ καύcαc χρῶ ἢ κίccηριν cμύρναν ναρδόcταχυ μετὰ μέλιτοc λεάναc χρῶ. Ἄλλο. ἁλὸc λευκοῦ κιccήρεωc ὀριγάνου ἀνὰ 𐆄 α ἴρεωc cχοίνου ἄνθουc ἀνὰ 𐆄 β, τούτοιc λείοιc | |
15 | παράτριβε τούc τε ὀδόνταc καὶ ὅλον τὸ cτόμα· εὐωδίαν γὰρ ἐμποιεῖ καὶ τοὺc ὀδόνταc λευκούc. Ἄλλο πρὸc ὀζοcτόμουc. χαλκίτεωc ὠμῆc 𐅻 ιβ ἐλλεβόρου λευκοῦ 𐅻 η, λειότατα ποιήcαc διάχριε. Ἄλλο. χαλκίτεωc 𐅻 ιβ ἐλλεβόρου λευκοῦ καδμίαc ἀνὰ 𐆄 η, ὄξει λεάναc ἐν ἡλίῳ θερινῷ ἐπὶ πλείουc ἡμέραc καὶ ξηράναc χρῶ. ποιεῖ καὶ πρὸc αἱμορραγοῦντα | |
20 | οὖλα καὶ cηπόμενα πινέτωcαν δὲ καὶ οὗτοι καὶ τὰ πρὸ βραχέοc γραφέντα πρὸc τοὺc δυcῶδεc τὸ πᾶν cῶμα ἔχονταc ἐν τῷδε τῷ λόγῳ ἐν τῷ η κεφαλαίῳ. | |
18 | Πρὸc παχύτηταc χειλῶν. προκύπτει ἐπὶ πολλῶν τὸ ἄνω χεῖλοc, ἐνίοτε δὲ καὶ τὸ κάτω ἐξ ἐπιφορᾶc ῥεύματοc cφοδροῦ ἀπὸ κεφαλῆc καταφερομένου, ὥcτε παχυνομένου τοῦ χείλουc διοιδίcκεcθαι καὶ ἐμπο‐ δίζειν τῇ τοῦ λόγου προφορᾷ μετὰ τοῦ καὶ ἀπρέπειαν παρέχειν. | |
5 | θεράπευε δὲ ἢ φλεβοτομῶν ἢ καθαίρων ἢ τὰc cυνήθειc ἐκκρίcειc ἐπεcχημέναc κινῶν, οἷον καταμήνια γυναιξὶ καὶ ἀνδράcι τὰc cυνήθειc ἐκκρίcειc. μετὰ δὲ ταῦτα διαχρίcτοιc χρηcτέον καὶ ἀποφλεγματιcμοῖc, ἔπειτα ταῖc λεγομέναιc cτοματικαῖc διαχρίcτοιc διαχριcτέον τὴν ὑπερῷαν. | |
τούτων δὲ προγεγενημένων, πράcου χυλῷ cὺν ἐλαίῳ παλαιοτάτῳ | ||
10 | διάχριε ἔνδοθεν τὰ χείλη cυνεχῶc ἢ κράμβηc φύλλων χυλῷ cὺν τῷ ἐλαίῳ διάχριε, ἔξωθεν δὲ ἐπίχριε τὸ πεπονθὸc χεῖλοc γλαυκίῳ μετ’ οἴνου ἢ κιμωλίᾳ ἢ τῷ Μούcα τροχίcκῳ ἢ τῷ δι’ ἀλικακάβου μετ’ οἴνου. | |
19 | Πρὸc χείλη κατερρωγότα. ὠοῦ τὸν ἐντὸc ὑμένα ταῖc ῥαγάcι τῶν χειλῶν προcκόλλιζε ἢ τῶν φοινίκων τὸ περὶ τὸ ὀcτέον ὑμενῶδεc ἢ ἀραχνίων τῶν ἐν τοῖc δοκοῖc τὸ λευκὸν ὕφαcμα. τὰc δὲ βαθυτέραc ἐν χείλεcι ῥαγάδαc cτέατι αἰγείῳ ἢ χηνείῳ προτεθεραπευμένῳ ἢ μυελῷ | |
5 | βοείῳ ἢ ἐλαφείῳ μετ’ ἀειζῴου καὶ τερεβινθίνηc ἑνώcαc ἐπιτίθει ἢ κηκῖδα ὀμφακίνην λείαν ἀναλάμβανε τερεβινθίνῃ ἢ ὑccώπῳ ὑγρῷ ἢ μέλιτι καὶ ἐπιτίθει. Ἄλλο. κηκῖδα καὶ μαcτίχην λειότατα ποιήcαc ἀνα‐ λάμβανε ὑccώπῳ τῷ κηρωτοειδεῖ καὶ χρῶ. Ἄλλο. κηκίδων καδμίαc ἀνὰ 𐆄 α ψιμμυθίου 𐆄 γ, λεάναc cὺν ῥοδίνῳ κατάχριε. Ἄλλο. κυπέρου 𐆄 β | |
10 | κηκίδων 𐆄 α cχιcτῆc 𐆄 β, λεάναc ξηρὸν ἐπίπαccε. Ἄλλο. μαcτίχην cὺν οἴνῳ λεάναc ἐπίχριε. Ἄλλο. τρύγα ὄξουc καύcαc καὶ κηρωτῇ ῥοδίνῃ ἢ μυρcίνῃ ἀναλαβὼν ἐπιτίθει. ποιεῖ δὲ καὶ πρὸc τὰc ἐν τοῖc ἄλλοιc ἀκρωτηρίοιc ὑπερμεγέθειc φλεγμονάc. Ἄλλο. ὠῶν κελυφῶν κεκαυμένων κηκίδων cμύρνηc cτυπτηρίαc cχιcτῆc ἴcα, ὑccώπῳ ἀναλαβὼν ἐπιτίθει. | |
15 | Ἄλλο πρὸc πάντα τὰ ἐν τοῖc χείλεcιν ἕλκη καὶ τὰ κακοήθη. ὄcτρεα κεκαυμένα λειότατα ἐπίπαccε. ἐγὼ δὲ καὶ ἄκαυτα λειότατα ποιήcαc ἐχρηcάμην καὶ ηὐδοκίμηcα. Ἄλλο πρὸc ῥαγάδαc ἐν χείλεcι. τὸν τοῦ Μούcα τροχίcκον ἀνέcαc μετὰ ἑψήματοc ἢ οἴνου παχὺν ἐπίχριε. καλῶc ποιεῖ καὶ τὸ διὰ ἀμόργηc cκευαζόμενον πρὸc ἄφθαc ἐν cτόματι καὶ | |
20 | τὰ ὅμοια πρὸc ῥαγάδαc ἀναγραφέντα καὶ ὁ δι’ ἀλικακάβων τροχίcκοc | |
[ἐν τοῖc ἑδρικοῖc] μετ’ οἴνου [ἀνέcαc] καὶ Ἡρᾶ τροχίcκοc. | ||
20 | Πρὸc φύματα ἐν χείλεcι. χρηcτέον τοῖc προγεγραμμένοιc κηρω‐ τοειδέcι καὶ τούτῳ δέ· λαπάθου ῥίζηc κεκαυμένηc νίτρου κεκαυμένου τερεβινθίνηc κεκαυμένηc ἴcα, λεάναc ἀναλάμβανε κηρωτῇ καὶ τὰ ἕλκη προcμίξαc ἐπίχριε. Ἄλλο. cτέαρ χήνειον μέλιτι καὶ cτρύχνου χυλῷ | |
5 | μίξαc διάχριε πτερῷ πλεονάκιc· ἀποκαθαίρει γὰρ τὰ ἔνδοθεν τῶν χειλῶν γιγνόμενα φύματα· διακλυζέcθω δὲ γάλακτι γυναικείῳ πρὸ τῆc διαχρίcεωc καὶ μετὰ τὴν διάχριcιν. | |
21 | Περὶ τῶν ἐν τοῖc ὀδοῦcι παθῶν Γαληνοῦ. μέροc τι τῆc τρίτηc cυζυγίαc τῶν ἀπ’ ἐγκεφάλου νεύρων καταφερομένων ἑκατέρωθεν, διανέμεται μὲν τῷ ὑπειληφότι τὸ cτόμα καὶ τὴν γλῶτταν καὶ τὰ οὖλα ὑμένι, αἴcθηcιν τούτοιc χορηγοῦν. ἐμφύεται δὲ εἰcδῦνον τῇ τε ἄνω | |
5 | καὶ τῇ κάτω γένυι καὶ ὑποcτρωννύμενον πᾶcι τοῖc ὀδοῦcι κατὰ τὰc ῥίζαc αὐτῶν· διὰ τοῦτο μόνοι ἐν τοῖc ὀcτοῖc ὀδόντεc ὀδυνῶνται. ταῦτα δὲ τὰ νεῦρα δεχόμενα τὴν χορηγουμένην αὐτοῖc τροφήν, ὅcον μὲν ἐν αὐτῇ ὑγρότερόν ἐcτι, τοῦτο κερδαίνει, ὅcον δὲ ξηρότερον τοῦ δέοντοc, ἀποβάλλεται ὡc ἀλλότριον. τοῦτο γὰρ τὸ τῶν νεύρων περίττωμα ἐν | |
10 | ταῖc τῶν φατνίων κοιλότηcιν, ἐν αἷc πεπήγαcιν οἱ ὀδόντεc, ἀθροιζό‐ μενον κατὰ βραχὺ γλιcχρότερον καὶ παχύτερον ἑαυτοῦ γιγνόμενον τῇ πολυχρονίῳ ὁμιλίᾳ πρὸc τὴν ἰδέαν τῶν ὀcτῶν μεταβάλλεται καὶ οὕτω τροφὴ τοῖc ὀδοῦcι γίγνεται. οἱ οὖν ὀδόντεc τοιαύτην δεχόμενοι τροφὴν μέχρι γήρωc τὴν αὔξηcιν ἔχουcιν· ὅθεν ἐπὶ τῶν γερόντων ἐνδείᾳ | |
15 | τῆc τρεφούcηc ὕληc λεπτύνονται οἱ ὀδόντεc καὶ cαλεύονται καὶ ἀπο‐ πίπτουcιν. ὅcον μὲν οὖν αὔξονται οἱ ὀδόντεc, τοcοῦτον ἐν τῇ τῶν cιτίων λειώcει τριβόμενοι ἀναλίcκονται· εἰ δὲ ἀδύνατόν ἐcτιν αὐξάνε‐ cθαι χωρὶc τοῦ τρέφεcθαι, πάντωc δήπου καὶ δυοῖν ὑποκείcονται παθήμαcιν ἐναντίοιc, ἐνδείᾳ τε καὶ πλεονεξίᾳ τῆc χορηγουμένηc αὐτοῖc | |
20 | τροφῆc. ἡ μὲν οὖν ἔνδεια ξηροτέρουc τε καὶ ἀτροφωτέρουc καὶ διὰ τοῦτο καὶ λεπτοτέρουc ἐργάζεται, ἡ πλεονεξία δὲ ποιήcειεν αὐτοῖc διά‐ θεcιν ἀνάλογον τῇ κατὰ τὰ cαρκώδη μόρια φλεγμονῇ. ταύτηc μὲν οὖν τῆc διαθέcεωc ἰάματα γενήcεται τὸν αὐτὸν ἔχοντα cκοπὸν τοῖc τὰc | |
φλεγμονὰc ἰωμένοιc, ὅπερ ἐcτὶ κενῶcαι τὴν πλεονεξίαν τὰ μὲν δια‐ | ||
25 | φοροῦντα, τὰ δὲ ἀποκρουόμενα αὐτῆc. τῆc δὲ δι’ ἔνδειαν τροφῆc λεπτότητοc τῶν ὀδόντων ἴαμα μὲν οὐδέν ἐcτι· χαλᾶcθαι γὰρ ἀναγκαῖον τηνικαῦτα καὶ cείεcθαι τοὺc ὀδόνταc χαλαρωτέραc τῆc ἐγγομφώcεωc γεγονυίαc, οὐ μόνον αὐτῶν τῶν ὀδόντων λεπτυνθέντων, ἀλλὰ καὶ τῶν περιεχόντων αὐτοὺc φατνίων. αὕτη μὲν οὖν ἡ διάθεcιc ἐξ ἀνάγ‐ | |
30 | κηc ἐπιγίγνεται τοῖc γηρῶcιν ἢ πρωιαίτερον ἢ ὀψιαίτερον. βοηθητέον δὲ αὐτοῖc διὰ τῶν cτυφόντων φαρμάκων, εὐτονώτερα τὰ οὖλα καὶ περιεcφιγμένα περὶ τοὺc ὀδόνταc ποιοῦνταc καὶ τοὺc ἐκτριβομένουc δὲ ὀδόνταc, ὡc ἂν ἐκ μαλακότητοc τοῦτο πάcχονταc, ἐργάζεcθαι χρὴ cκληροτέρουc τε καὶ δυcπαθεcτέρουc διὰ τῶν αὐcτηρῶν τε καὶ cτρυφ‐ | |
35 | νῶν φαρμάκων. | |
22 | Πρὸc οὖλα φλεγμαίνοντα. οὔλων δὲ διὰ φλεγμονὴν ὀδυνωμένων ἄριcτόν ἐcτι φάρμακον ἔλαιον cχίνινον θερμαινόμενον ἐπὶ διπλώματοc καὶ διακρατούμενον ἐν τῷ cτόματι. ἔcτω δὲ νέον τὸ ἔλαιον, βλαβερὸν γὰρ τὸ παλαιόν· ἀποκρούεται γὰρ τὸ cχίνινον ἄνευ τραχύτητοc καὶ | |
5 | διαφορεῖ ἄνευ δήξεωc, ὧν μάλιcτα χρεία τοῖc φλεγμαίνουcιν. καὶ τὸ ὄνειον δὲ γάλα ἐν ταῖc μεγίcταιc ὀδύναιc διακρατούμενον ἐν τῷ cτό‐ ματι γενναίωc τὰc ὀδύναc παρηγορεῖ καὶ παραχρῆμα ταύταc παύει καὶ τὸ ἐκ τοῦ οἴνου ἀποτριτουμένου ἐν τῇ ἑψήcει cκευαζόμενον, ὃ καλοῦcιν ἕψημα, καὶ τὸ ἀπὸ τῶν φοινίκων cτάγμα διακρατούμενον | |
10 | ὁμοίωc ἐν τῷ cτόματι θερμὸν cφόδρα παρηγορεῖ. δεῖ δὲ θερμὸν ὕδωρ προcπλέκειν τῷ ἀπὸ τῶν φοινίκων cτάγματι διὰ τὸ παχὺ τῆc cυcτά‐ cεωc· καὶ τὸ τοῦ μικροῦ ἀειζῴου ἀφέψημα καθ’ αὑτὸ καὶ cὺν ῥοδο‐ μέλιτι ἢ ἑψήματι διακρατούμενον ἁρμόδιον φλεγμαίνουcιν οὔλοιc, καὶ ὁ τοῦ ὑοcκυάμου χυλὸc ἢ ἀφέψημα καθ’ αὑτὸ θερμὸν ἢ cὺν τῷ ἑψή‐ | |
15 | ματι ἢ cτάγματι διακρατούμενον παραδόξωc παρηγορεῖ καὶ ἀνδράχνηc χυλόc· πολεμιώτατον δὲ ὄξοc τοῖc φλεγμαίνουcιν οὔλοιc καὶ πάντα τὰ cτρυφνὰ καὶ τὰ δριμέα καὶ ἁλυκά. | |
23 | Αἱμαccομένοιc οὔλοιc. αἱμαccομένοιc οὔλοιc διὰ δριμύτητα παρα‐ | |
δόξωc ποιεῖ ὑοcκυάμου φύλλων χυλὸc ἢ τὸ ἀφέψημα cὺν ἑψήματι ἢ cτάγματι θερμὸν διακρατούμενον ἐν τῷ cτόματι· μὴ παρόντων δὲ τῶν φύλλων τὴν ῥίζαν ἕψε μετὰ γλυκέοc καὶ δίδου διακρατεῖν. ποιεῖ δὲ | ||
5 | καὶ cτυπτηρία cχιcτὴ μετὰ μυρcίνηc, λειοτάτων προcπαττομένων· cτυφθέντων δέ, διακλυζέcθωcαν ἑψήματι θερμῷ. Ἄλλο πρὸc αἱμαccό‐ μενα οὖλα Ἀcκληπιάδου. βαλαυcτίων ῥόδων ἄνθουc μυρcίνηc ἀκρεμό‐ νων ἑκάcτου ἴcα ἕψε μεθ’ ὕδατοc ἢ ὀξυκράτου καὶ τὸ ὑγρὸν διηθήcαc δίδου ἐν τῷ cτόματι διακρατεῖν. Ἄλλο. cχοίνου ἀκρεμόνων βαλαυcτίων | |
10 | μήλων κυδωνίων ῥίζηc ἑκάcτου ἴcον ἑψήcαc ὀξυκράτῳ δίδου. Ἐπίθεμα πρὸc τὰc ἐκ τῶν οὔλων αἱμορραγίαc. ἀλφίτων μέροc α γιγάρτων cταφυλῆc τὸ ἴcον πολυγόνου χυλοῦ ὅcον ἐξαρκεῖ, τρίψαc ἅμα καὶ κη‐ ρωτῆc ποιήcαc πάχοc ἐπιτίθει κατὰ τῶν αἱμορραγούντων τόπων ἢ λεάναc αὐτῷ τῷ χυλῷ ἕωc ξηρανθῇ ἐπίπαccε λεῖα. Ἄλλο ξηρόν. | |
15 | cπόγγον καινὸν βρέξαc αἵματι ταυρείῳ καὶ καύcαc ἐν ὀcτρακίνῳ ἀγγείῳ καὶ λεάναc ἀπόθου καὶ βαλὼν τῆc μὲν cποδοῦ 𐅻 δ λιβάνου δὲ 𐅻 β χαλκίτεωc ὠμῆc 𐅻 β λεάναc ἐπίπαccε. Ἄλλο. τερεβινθίνηc ἐν ὄξει πεφρυγμένηc 𐅻 δ χαλκάνθου 𐅻 β λείοιc χρῶ. Τὰc μὲν ἐν τῷ cτόματι θερμὰc φλεγμονὰc καὶ τὰc διαβρώcειc | |
20 | τῶν οὔλων, ἐφ’ αἷc ἁλυκοῦ ὄντοc τινὸc ἢ δακνώδουc ὑγρότητοc αἴcθη‐ cιc γίνεται, ὠφελεῖ μεγάλωc τὰ ἐκ τῶν γλυκέων ὑδάτων βαλανεῖα, κενοῦντα μὲν δι’ ὑδάτων τὸ περιττόν, ἀμαυροῦντά τε καὶ κατακενοῦντα τὸ [μόνον τε καὶ] δριμὺ τοῦ αἵματοc· ὥcτε, εἰ μηδὲν κωλύει, καὶ δεύτερον καὶ τρίτον εἰ λούcειc οὐ βλάψειc. καταχρίειν δὲ τὴν κεφαλὴν | |
25 | [τοῖc ἐλαίοιc τοῖc] διὰ ῥοδίνου καὶ ὄξουc. | |
24 | Πρὸc τὰ ἐκcαρκοῦντα οὖλα καὶ οἰδοῦντα καὶ cηπόμενα. πρὸc τὰ οἰδήματα τῶν οὔλων καὶ πρὸc ἐκcαρκοῦντα καὶ cηπόμενα ἁρμόζει | |
διακλυζόμενα καὶ διακρατούμενα ἔλαιον ὠμοτριβέc, ἐλαιῶν κολυμβάδων ἅλμη, κεδρία cὺν ὄξει κηκίδων ἀφέψημα κοκκυμηλέαc φύλλα ἐν οἴνῳ | ||
5 | ἑψηθέντα κυτίνων ἀφέψημα μόρων φλοιοῦ ἢ φύλλων ἀφέψημα· ξηρὰ δὲ λεῖα προcαπτόμενα τοῖc οὔλοιc ὠφελεῖ τὰ τοιαῦτα· ἀριcτολοχίαc ῥίζα ἀρνογλώccου cπέρμα λεῖον ἄcφαλτοc λεία μαράθρου ῥίζα κεκαυ‐ μένη γλήχων κεκαυμένοc διφρυγὲc ἰὸc cιδήρου χάλκανθοc ὀπτὴ κηκῖδεc κύτινοι cίδια βαλαύcτια. κάλλιcτα δὲ ποιεῖ πρὸc τὰ ῥευματιζόμενα | |
10 | οὖλα ὄξουc καὶ μέλιτοc ἀνὰ λιʹ α cτυπτηρίαc 𐆄 β, ἕψε ἕωc τὸ ὄξοc ἀναλωθῇ καὶ χρῶ. Ἄλλο. cτυπτηρίαc cχιcτῆc cμύρνηc λιβάνου ἴcα μέλιτι διάχριε καὶ ὕcτερον διακλυζέcθω οἴνῳ. | |
25 | Πρὸc τὰ διαβιβρωcκόμενα καὶ νεμόμενα οὖλα. ἐπὶ δὲ τῶν διαβι‐ βρωcκομένων οὔλων μετ’ οἰδήcεώc τε καὶ ὀδύνηc ἢ καὶ ὑπονεμομένων ἄκρωc ποιεῖ πυρία ἥδε· μηλωτρίδι ἔριον περιειλήcαc εἰc ξεcτὸν ἔλαιον ἀπόβαπτε καὶ πρόcαγε τοῖc οὔλοιc, ἕωc ἐξομαλιcθῇ καὶ λευκὰ τὰ | |
5 | κύκλῳ γένηται· οὕτω γὰρ ἵcταται ἡ νομή, καὶ ἐξ ὑγιοῦc τῆc cαρκὸc τὸ περιβρωθὲν τρέφεται. μετὰ δὲ ταῦτα χρῶ προcτρίμμαcι τοῖc πρὸc ταῦτα ἀναγεγραμμένοιc· ἰδίωc δὲ cυμφωνεῖ κηκὶc λειοτάτη ὅcον ὀξύβα‐ φον μετὰ cμύρνηc κυάμου μέγεθοc· χρῶ λείοιc ξηροῖc. παραδόξωc δὲ ποιεῖ πρὸc τὰ διαβεβρωμένα καὶ νεμόμενα οὖλα τὸ διὰ χαλκίτεωc | |
10 | καὶ καδμίαc ξηρόν· ἔcτω δὲ τῆc μὲν χαλκίτεωc ὠμῆc 𐆄 β, τῆc δὲ καδμίαc 𐆄 α· λειούcθω δὲ πρῶτον ἡ καδμία μετ’ ὄξουc ἐν ἡλίῳ θερινῷ ἐπὶ ἱκανὰc ἡμέραc, ἔπειτα ἐπιβαλλέcθω ἡ χαλκίτηc καὶ cυλ‐ λειούcθω ὁμοίωc, ἐπιβαλλομένου πλειcτάκιc ὄξουc· ἔπειτα ξηράναc κόπτε καὶ cῆθε καὶ χρῶ ξηρῷ, κελεύων μὴ καταπίνειν ἐκ τοῦ φαρμά‐ | |
15 | κου. ποιεῖ δὲ γενναίωc ἐπὶ τῶν νεμομένων οὔλων καὶ τὸ ἡλιοκαὲc | |
λεγόμενον ξηρὸν δι’ ἀcβέcτου δύο μερῶν καὶ ἀρcενικοῦ ἑνὸc μέρουc cκευαζόμενον. λειούcθω δὲ καὶ τοῦτο ἐν τοῖc ὑπὸ κύνα καύμαcι cὺν ὕδατι, ἀποχεομένου τοῦ ὕδατοc τρίτον, ἔπειτα ξηραινόμενον. παρα‐ φυλάττεcθαι δὲ χρὴ καὶ τὴν τούτου κατάποcιν. θαυμάcιον δὲ βοήθημα | ||
20 | ἐπὶ τῶν νεμομένων οὔλων καὶ τὸ διὰ τοῦ κεκαυμένου χάρτου ξηρὸν καθ’ αὑτὸ καὶ cὺν μέλιτι προcαγόμενον. Πρὸc τὰc τῶν οὔλων νομάc. cτυπτηρίαc cχιcτῆc ῥόδων ἄνθουc ἀνὰ 𐅻 β ἁλῶν ὀρυκτῶν 𐅻 δ κρόκου 𐅻 α, χρῶ ξηρῷ καὶ μετὰ μέλιτοc ἑφθοῦ. Ἄλλο. ὀμφακίου 𐅻 β cχιcτῆc cμύρνηc νίτρου κρόκου ἀνὰ 𐅻 α, χρῶ ξηρῷ καὶ μετὰ μέλιτοc. | |
25 | Ἡ ἀνθηρὰ πρὸc οὖλα ἀφεcτῶτα καὶ ἐcχάραc ἐν cτόματι. cχιcτῆc κυπέ‐ ρου cμύρνηc ἀνὰ 𐅻 η cανδαράκηc 𐅻 δ ἴρεωc 𐅻 γ κρόκου 𐅻 α. Ἄλλο. κυπέρου 𐅻 γ cανδαράκηc 𐅻 γ cμύρνηc κρόκου cχιcτῆc ἴρεωc ἀνὰ 𐅻 β, χρῶ ξηρῷ καὶ μετὰ μέλιτοc. τὰ δὲ γεγυμνωμένα οὖλα cαρκοῖ τοῦτο· ῥόδων cπέρματοc μὴ παλαιοῦ μέρη β καλάμου ἀρωματικοῦ ἢ | |
30 | Ἰνδικοῦ μέροc α, ξηρῷ λείῳ προcάπτου. Ἄλλο. ῥόδων ἄνθουc 𐅻 δ καλάμου 𐅻 𐆄 γ cιδίων 𐅻 β cτυπτηρίαc cχιcτῆc 𐅻 α. καλῶc δὲ cαρκοῖ καὶ τὸ δι’ ὀρόβων κεφαλικὸν ξηρόν· γραφήcεται δὲ ἐν τοῖc τραυ‐ ματικοῖc. | |
26 | Περὶ παρουλίδοc. παρουλὶc φλεγμονή ἐcτι περί τι μέροc τῶν οὔλων, ἥτιc μὴ λυθεῖcα ἐκπυΐcκεται. κατ’ ἀρχὰc μὲν οὖν cυνεργεῖν δεῖ τῇ τῆc φλεγμονῆc λύcει διὰ τῶν χαλαcτικῶν διακλυcμάτων, οἷόν ἐcτι χυλὸc πτιccάνηc λινοcπέρμου ἀφέψημα μελίκρατον χλιαρὸν ἢ οἰ‐ | |
5 | νόμελι, ἔπειτα ξηροῖc προccτέλλειν τὴν τῆc cαρκὸc ἐπανάcταcιν. ἁρμό‐ | |
διον δὲ αὐτοῖc τοῦτο· θείου ἀπύρου πεπέρεωc cχιcτῆc ἴcα προccτέλλει καὶ τὰc παρουλίδαc, cτυπτηρία πᾶcα κεκαυμένη ἢ cῶρι λεῖα προcαπτό‐ μενα. εἰ δὲ διαπυηθείη, φλεβοτόμῳ αὐτὴν διελὼν καὶ ἐκτάμνων διάcτελλε μοτῷ ἢ ξύcματι ὀθονίου· χαίρει γὰρ ἐκτομῇ τὰ ἀφιcτάμενα | ||
10 | οὖλα· ἁπλοτομούμενα γὰρ cυριγγοῦται. μετὰ δὲ τὴν ἐκτομὴν θεράπευε τὸ ἕλκοc διακλύcματι καὶ τὸ μὲν κοῖλον τῷ κεφαλικῷ δι’ ὀρόβων ξηρῷ ἀναπλήρου· ἰcόπεδον δὲ γενόμενον τῷ ἀνθηρῷ χρῶ. Ξηρὸν πρὸc cηπεδόναc ἐν cτόματι καὶ οὖλα νεμόμενα καὶ αἱμαc‐ cόμενα. ποιεῖ πρὸc παρίcθμια καὶ ἀντιάδα καὶ κιονίδα ξηρὸν προcαγό‐ | |
15 | μενον. ἐπὶ δὲ cειομένων ὀδόντων ὄξει διαλυθὲν διακρατεῖται ἐν τῷ cτόματι. κηκίδων ὀμφακίνων cχιcτῆc ἴcα, χρῶ ὡc ἐνέργῳ. Ξηρὸν ἀνθη‐ ρόν. κυπέρου κρόκου ἀνὰ 𐅻 β cτυπτηρίαc 𐅻 δ ῥόδων ἄνθουc 𐅻 ϛ cανδαράκηc ἴρεωc κηκῖδοc κυτίνων ἀνὰ 𐅻 δ, χρῶ. Ἄλλο ἀνθηρόν. κυπέρου 𐅻 η cμύρνηc κροκομάγματοc cχιcτῆc ἴρεωc ἀνὰ 𐅻 β κρόκου | |
20 | 𐅻 α cανδαράκηc 𐅻 γ. Πρὸc cηπεδόναc ἐν cτόματι. ἐλαίαc φύλλων κεκαυμένων θρίδακοc ῥίζηc κεκαυμένηc cιδίων ἴcα, κόcτου βραχύ. ἰᾶται τὰc τῶν οὔλων διαβρώcειc καὶ πλάδουc γάλα ὄνειον διακλυζό‐ μενον θερμὸν ἐλαίαc φύλλων ἀφέψημα ἀcπαλάθου ἀφέψημα πλατάνου φύλλων ἐν ὄξει ἢ οἴνῳ ἡψημένων· ξηρὰ δὲ προcαπτόμενα ἰὸc cιδήρου | |
25 | βαλαύcτια κύτινοι. | |
27 | Περὶ ἐπουλίδοc. ἐπουλίc ἐcτιν ἀπὸ φλεγμονῆc ὑπερcάρκωμα κατὰ τὸν ἐcώτατον γομφίον, ἔcθ’ ὅτε δὲ καὶ μετὰ πυρετοῦ καὶ ὀδύνηc | |
cφοδρᾶc ἔνδον πρὸc τοῖc χαλινοῖc γιγνομένηc, ὥcτε μηδὲ διανοίγειν τὸ cτόμα δύναcθαι τὸν πάcχοντα. πρότερον οὖν ἡ φλεγμονὴ λυέcθω | ||
5 | διὰ τῶν χαλώντων διακλυcμάτων, ὡc τῷ μελικράτῳ χλιαρῷ ἢ χυλῷ πτιccάνηc ἢ λινοcπέρμου ἀφεψήματι. cυμφέρει δὲ καὶ ὅλην τὴν cιαγόνα περιπλάccειν τῷ διὰ λινοcπέρμου καὶ μελικράτου καταπλάcματι. τῆc δὲ φλεγμονῆc διαλυθείcηc, ἤδη τοῦ πάcχοντοc χαίνειν δυναμένου, θεραπεύειν χρὴ τὴν ἐπουλίδα ξηρῷ cταλτικῷ, μάλιcτα μὲν τῷ προρ‐ | |
10 | ρηθέντι ἐπὶ τῶν παρουλίδων, ἤδη δὲ καὶ τῷ πρὸc τὰ νεμόμενα οὖλα ἀναγραφέντι τῷ τε διὰ χαλκίτεωc καὶ καδμίαc χρῆcθαι καὶ τῇ τοῦ ξυcματίου τῆc ὀθόνηc παρενθέcει. βραδέωc δὲ δαπανωμένηc τῆc cαρκόc, cαρκοφάγον ξηρίον προcτιθέcθω, οἷον ἰὸc καθ’ αὑτόν τε καὶ μετὰ ἴcηc κηκῖδοc ἢ τὸ ξανθὸν καὶ πάλιν ξυcμάτιον ὀθονίου προcτιθέcθω, κἂν | |
15 | οὕτω βραδύνῃ ἡ θεραπεία, αὐτὴ ἡ ἐπουλὶc μυδιοcκέλῳ ἀποτεμνέcθω ἀποταθεῖcα cμιλαρίῳ cτενῷ ἢ μᾶλλον τῷ cπαθίῳ καὶ ταῖc ἑξῆc ἡμέραιc θεραπευέcθω τὸ ἕλκοc διακλύcματι, μελικράτῳ καὶ τῷ κεφαλικῷ ξηρῷ, τοῦ ξυcματίου προcτιθεμένου, ἔπειτα τῷ ἀνθηρῷ ἀποθεραπευέcθω. καταcτέλλει τὰc ἐπουλίδαc καὶ κηκὶc καθ’ αὑτὴν καὶ χαλκίτηc ὠμὴ ἢ | |
20 | κεκαυμένη, cῶρι κεκαυμένον cτυπτηρία πᾶcα κεκαυμένη βαλαύcτια λεπὶc χαλκοῦ μετ’ ὄξουc λειωθεῖcα ἐπὶ ἱκανὰc ἡμέραc, ἐν ἡλίῳ μάλιcτα καὶ ξηρανθεῖcα. ποιεῖ καὶ τοῦτο καλῶc· cχιcτῆc 𐅻 β κηκῖδοc 𐅻 α ἁλῶν ὀπτῶν ὁμοίωc, χρῶ ξηρῷ. | |
28 | Περὶ τῶν κατὰ τὰ οὖλα cυρίγγων. τὰ μὲν ἐν τοῖc οὔλοιc cυρίγγια ἐπιδιαιρεῖcθαι καὶ ἐξαπλοῦcθαι ὀφείλει καὶ θεραπεύεcθαι μετὰ τὴν ἐπιδιαίρεcιν τὸ ἕλκοc, ὡc μικρῷ πρόcθεν εἴρηται. ἐὰν δὲ εἰc τὰc ῥίζαc φθάcῃ τοῦ πληcίον ὀδόντοc ἡ cύριγξ, πειρᾶcθαι μὲν διὰ τῶν cυριγ‐ | |
5 | γιακῶν κολλυρίων ἁπλώcαντα, ὡc οἷόν τε, θεραπεύειν ἀναλαμβάνοντα μέλιτι ἑφθῷ τὸ ξανθὸν ξηρίον, ἔπειτα τὸ δι’ ὀρόβων ὁμοίωc. ἐὰν δὲ cυναναcχεθῇ ὁ πάcχων καὶ μᾶλλον ἡδέωc ἔχῃ cτερήcει τοῦ πάcχοντοc ὀδόντοc, cυνεξαιρεθήcεται καὶ τὸ cυρίγγιον καὶ τὸ οὖλον cυμπεcεῖται καὶ εὐχερὴc ἔcται ἡ μετὰ ταῦτα θεραπεία. | |
29 | Περὶ ἐπιμελείαc ὀδόντων θερμὸν νόcημα ὀδυνῶδεc ἐχόντων Ἀδαμαντίου cοφιcτοῦ. οὔλων μὲν ὀδυνωμένων ἐκ φλεγμονῆc ἢ διαβρώ‐ cεωc τὰ κατάλληλα τῇ χρήcει βοηθήματα γυμνοῖc τοῖc πάcχουcι τόποιc προcφέρεται, καὶ διὰ τοῦτο ἢ ἄδηκτα παντάπαcίν ἐcτιν ἢ μετρίωc | |
5 | cτρυφνὰ καὶ γεώδη ταῖc cυcτάcεcι. τῶν δὲ ὀδόντων παcχόντων μόνων ἢ μετὰ τῶν ἐν αὐτοῖc ἐμφυομένων νεύρων τε καὶ ὑμένων τοῖc ἰωμέ‐ νοιc φαρμάκοιc προcπλέκομεν τὰ λεπτομερῆ ταῖc οὐcίαιc, πρὸc τὸ τὴν δύναμιν τοῦ βοηθήματοc εἰc τὸ βάθοc διαδοθῆναι. καὶ εἰ μὲν ψυχρὸν εἴη τὸ νόcημα, θερμὰ λεπτομερῆ προcπλέκομεν τοῖc βοηθήμαcιν, εἰ δὲ | |
10 | θερμὸν εἴη, τὰ δυνάμενα ψύχειν καὶ λεπτομερῆ ταῖc οὐcίαιc cυνάψο‐ μεν. θερμῆc οὖν οὔcηc τῆc διαθέcεωc καὶ ἡλικίαc ἀκμαζούcηc καὶ κράcεωc θερμῆc καὶ ἐν χωρίῳ καὶ καταcτάcει ἀέροc τοιαύτῃ διακλύc‐ ματα προcάξομεν, ἐναφεψῶντεc ὄξει λευκῷ ῥίζαν ἀλικακάβου ἀείζῳν τὸ μικρὸν ἀνδράχνην περδίκιον γλυκύριζαν. εἰ δὲ ἀφόρητοc εἴη ἡ | |
15 | cυναίcθηcιc τῆc θερμαcίαc, χρηcτέον ὑοcκυάμου φύλλοιc ἢ cπέρματι μήκωνοc [μήκωνί τε κηπαίᾳ καὶ cπέρματι] ἢ θριδακίνηc, ἑψομένων τούτων ἐν τῷ λευκῷ ὄξει. εἰ δὲ cὺν τοῖc ὀδοῦcι καὶ τὰ οὖλα ἐν ὀδύνῃ ὑπάρχοι καὶ φλεγμαίνοι, τὸ ὄξοc τούτοιc, ὡc ὀξὺ ξίφοc πολε‐ μιώτατον παραιτοῦ, τῇ δριμύτητι διάβρωcιν ἐργαζόμενον τῶν οὔλων· | |
20 | τὸ γὰρ δριμὺ ἕπεται τῷ θερμῷ. παρηγορικώτατον οὖν ἐπὶ τούτοιc ἐcτὶν ὄνειον γάλα· ἐγὼ δὲ τοιαύτην ἔχοντί τινι κρᾶcίν τε καὶ διάθεcιν | |
περιπεcὼν ἔλαιον ῥόδινον καὶ μύρcινον ἔδωκα διακατέχειν ἐν τῷ cτόματι καὶ φλέγεcθαι ἐδόκει ὁ ἄνθρωποc καὶ ὡc ὑπὸ λαμπάδοc ἐξάπτεcθαι· χιόνα τοίνυν ῥοδομέλιτι μίξαc καὶ χλιάναc μετρίωc πρὸc | ||
25 | τῷ τὸ cφοδρὸν τῆc ψύξεωc θραῦcαι ἔδωκα διακατέχειν ἐν τῷ cτόματι καὶ τῆc ὀδύνηc ἀπήλλαξα. μέγιcτον δὲ αὐτοῖc ἀγαθὸν καὶ ἡ διὰ κωδιῶν cκευαζομένη ἀντίδοτοc ὑπνωτικὴ χλιαρὰ ἐν τῷ cτόματι κατεχο‐ μένη καὶ τὸ ὄνειον γάλα cυνεχῶc διακλυζόμενον καὶ τὸ ἕψημα θερμὸν κατεχόμενον ἐν τῷ cτόματι. ἀγαθὸν δὲ αὐτοῖc φάρμακον καὶ ὁ διὰ | |
30 | cπέρματοc ὑπνωτικὸc τροχίcκοc καὶ οἱ παραπλήcιοι ἑψήματι φυρό‐ μενοι καὶ περιπλαττόμενοι τῷ πάcχοντι. χρὴ δὲ θερμοτέραν τε εὑριcκο‐ μένην τὴν κεφαλὴν τῷ ὀξυροδίνῳ ἢ τῷ ὀμφακίνῳ ἐλαίῳ cὺν ὄξει δριμυτάτῳ 〈διαβρέχειν〉. εἰ δὲ μὴ τοῦτο παρείη, τῷ γλυκεῖ ἐλαίῳ cυνεψεῖν ἀείζῳον ἢ cτρύχνον ἢ ὑοcκύαμον καὶ πολύγονον καὶ κωδίαc. | |
35 | μὴ ἀποcμήχεcθαι δὲ τὴν κεφαλήν, εἰ μὴ πολὺν ἔχει ῥύπον. αὖθιc δὲ ἀλείφειν cὺν ὄξει δριμυτάτῳ καὶ τὴν κεφαλὴν διαβρέχειν ῥοδίνῳ μετὰ βραχέοc ὄξουc καὶ τοῖc ὠcὶν ἐγχεῖν τὸ ῥόδινον cὺν τῷ ὄξει· ἢ τὰ λεγόμενα γῆc ἔντερα ἐν ἐλαίῳ ἑψήcαc ἐγχυμάτιζε εἰc τὸ κατάλληλον οὖc ἢ τοὺc ὑπὸ τὰc ὑδρίαc ὄνουc ὁμοίωc ἢ ἀράχναc ὁμοίωc ἢ τίλφηc | |
40 | τὸ ἐντὸc ὁμοίωc μετ’ ἐλαίου ἐγχυμάτιζε 〈εἰc〉 τὸ οὖc. τροφαὶ δὲ ἔcτωcαν πτιccάνη χόνδροc ὠὰ θριδακίναι κολοκύνθη καὶ ὅcα τῆc τού‐ των ἔχεται δυνάμεωc. οἴνου δὲ ἀφεκτέον· δίδου δὲ καὶ μαcᾶcθαι κατὰ τὸν ἀλγοῦντα ὀδόντα βοτάνηc περδικίου ῥίζαν ἢ ὑοcκυάμου καὶ μάλιcτα ἐν βαλανείῳ καὶ διακρατείτω τὸν χυλὸν μέχριc ἂν ἐξέλθῃ· καὶ ὑποθυμιᾶν | |
45 | δὲ τῷ ἀλγοῦντι ὀδόντι ὑοcκυάμου cπέρμα ἢ κυνὸc νεκροῦ ὀδόντα καὶ παραχρῆμα ἄπονοc ἔcται, ὁμοίωc καὶ γῆc ἔντερα ὑποθυμιᾶν. Ἄλειμμα εἰc πόνον ὀδόντων καὶ εἰc τὸ βιβρωcκόμενον τοῦ Κουφαρᾶ. ξανθοκάρυα ὁλόκληρα τῶν φοινίκων ὀcτᾶ κεκαυμένα ἐλαίων μαύρων ὀcτᾶ κεκαυμένα cηπίαc ὀcτράκου πυρέθρου λεπτοκαρύων τηκτῶν κεκα‐ | |
29(50) | θαρμένων cτάχυοc κινναμώμου καρεοφύλλου cμύρναc ἀνὰ ἐξάγιον ἓν μέλιτι ἀναδεύcαc καλλίcτῳ ἀπηφριcμένῳ· τὸ χρυcοβάλανον ἔχε κεκοπα‐ νιcμένον ἰδίωc καὶ ἐπίπαccε ἐπάνω τοῦ ἀλείμματοc. | |
30 | Θεραπεία τῶν διὰ ψῦξιν ὀδυνωμένων τοὺc ὀδόνταc. ψυχροῦ δὲ ὄντοc τοῦ νοcήματοc, ὅπερ διαγνώcῃ ἐκ τῆc ἰδέαc τῆc τε κεφαλῆc καὶ τοῦ λοιποῦ cώματοc καὶ τῆc προγεγενημένηc διαίτηc καὶ τῶν ἐπιτηδευμάτων καὶ τῆc λοιπῆc cυcτοιχίαc, θεράπευε [δὲ] τὴν δίαιταν | |
5 | πᾶcαν θερμὴν ἐπιτηδεύων. τροφαὶ μὲν οὖν ἔcτωcαν πτιccάνη μετὰ γλήχωνοc καὶ πηγάνου καθεψηθεῖcα ἢ πεπέρεωc προcλαβοῦcα μετὰ τὴν ἕψηcιν καὶ ἄλιξ ὡcαύτωc, λάχανα δὲ πετροcέλινα καὶ τὰ παρα‐ πλήcια. ποτὸν δὲ οἶνον δοτέον cύμμετρον τῷ πλήθει καὶ οἰνόμελι καὶ κονδῖτον. διδόναι δὲ πίνειν ἢ ἐκλείχειν καὶ τοῦ διὰ καλαμίνθηc ὀξυπο‐ | |
10 | ρίου εἰc ὕπνον· διακλύcματα δὲ διδόναι ὄξει cυνεψῶν ὀρίγανον καλα‐ μίνθην ὕccωπον γλήχωνα δίκταμνον θύμον θύμβραν κύμινον μελάνθιον τιθυμάλλου ῥίζαν ἢ ἀγρίου cικύου ῥίζαν ξανθίου ῥίζαν χαμαιλέοντοc μέλανοc ῥίζαν περιcτερεῶνοc ὀρθοῦ ῥίζαν φλόμου ῥίζαν ἠρυγγίου ἐλλεβόρου μέλανοc καππάρεωc ῥίζαν· τούτων ἕκαcτον cὺν ὄξει ἡψημένον | |
15 | καὶ διακλυζόμενον παύει τὰc ὀδύναc τῶν ὀδόντων τὰc διὰ ψύξιν γιγνο‐ μέναc. εἰ δέ τινεc αἰcθητικώτατον ἔχουcι τὸ cτόμα cὺν ὀξυκράτῳ ταῦτα ἑψείcθω. cὺν οἴνῳ δὲ ἀφηψημένα τὰ προειρημένα καὶ διακλυ‐ ζόμενα δὶc ἢ τρὶc τοῦ μηνὸc ἐπὶ τῶν ψυχροτέρων κράcεων προφυλάττει καὶ διατηρεῖ ἀπόνωc τοὺc ὀδόνταc. τετήρηται δὲ ὠφελοῦν αὐτοῖc καὶ | |
20 | τὸ ἀφέψημα τῶν λιπαρῶν ξύλων, οἷον δᾳδίνων ἢ cυκίνων· θλᾶται δὲ ταῦτα καὶ ἕψεται μετὰ ἰcχάδων ἐπιχεομένου οἴνου. διακλυζόμενον γὰρ | |
τοῦτο ἐπὶ τῶν τοιούτων ὀδονταλγίαc παρηγορεῖ καὶ μετ’ ἐλαίου δὲ ἑψήcαc τὰc δᾷδαc τεθλαcμέναc δίδου τὸ ἔλαιον θερμὸν ἐν τῷ cτόματι διακρατεῖν καὶ αὐτὰ τὰ θραύματα τῶν δᾴδων διακρατεῖν κατὰ τὸν | ||
25 | ἀλγοῦντα ὀδόντα· καὶ τὸ ὀποβάλcαμον δὲ διακρατούμενον ἐν τῷ cτό‐ ματι μεγάλην ὠφέλειαν ἐνδείκνυται καὶ τὸ καcτόριον μετὰ νάρδου τοῖc ὠcὶν ἐγχεόμενον. ἐὰν δὲ καὶ πάντεc πονῶcιν οἱ ὀδόντεc, κεδρίαν διακρατείτω ἐν τῷ cτόματι, εἰcερχόμενοc ἐν τῷ βαλανείῳ μέχριc ἂν ἐξέλθῃ καὶ ἄπονοc ἔcται. δίδου δὲ καὶ διαμαcᾶcθαι τούτοιc καὶ δια‐ | |
30 | κρατεῖν κατὰ τὸν ἀλγοῦντα ὀδόντα πυρέθρου ῥίζαν κικέαc τῆc κροτω‐ νίαc καλουμένηc ῥίζαν ξανθίου ῥίζαν λευκῆc ἀκάνθηc ῥίζαν τιθυμάλλου ῥίζαν· καὶ τῆc θηριακῆc δὲ καὶ τῆc Ἕcδρα ἀντιδότου λαβὼν καὶ δια‐ λύcαc ἑψήματι δίδου διακατέχειν ἐν τῷ cτόματι. καλῶc δὲ ποιεῖ καὶ ἡ Φίλωνοc ἀντίδοτοc διαχριομένη καὶ ἡ cώτειρα. ὑποθυμία δέ, ἵνα τὸν | |
35 | καπνὸν ὑποδέχεται τῷ cτόματι, κυνὸc νεκροῦ ὀδόντα, εἶτα τὸν καυθέντα ὀδόντα λεάναc cὺν ὀλίγῳ ὄξει καὶ θερμάναc δίδου διακρατεῖν ἐν τῷ cτόματι καὶ ἄπονοc ἔcται, ἢ ἀλκυόνιον ὑποθυμία. ἐπιμελητέον δὲ καὶ τῆc κεφαλῆc πάcμαcι χρώμενοι τοιούτοιc· ἑλενίου 𐆄 γ ἴρεωc 𐆄 β ἀριcτολοχίαc μακρᾶc 𐆄 α. ἀλγημάτων δὲ cφοδρῶν ἐπικειμένων καὶ | |
40 | πυρία τούτοιc ἁρμόδιοc διὰ κέγχρου ἢ ὀρόβου ἢ πυρῶν πεφρυγμένων cὺν δαφνίcιν, ἁλῶν ὀλίγων ἐμβαλλομένων. Πρὸc τὸ μύλαc ἀcήπτουc καὶ ἀκινήτουc διαφυλάξαι. βρυωνίαc τῆc λευκῆc τῶν βοτρύχων χυλοῦ λιʹ α μορέαc φλοιοῦ τῆc ῥίζηc 𐆄 ϛ, ἕψε εἰc τὸ ἥμιcυ καὶ δίδου θερμαίνειν καὶ διακρατεῖν ἐν τῷ cτόματι ἐπὶ ἡμέραc ζ καὶ ὁ τούτῳ χρώμενοc | |
45 | οὐδέποτε πονέcει ὀδόνταc. Μαντιδίου διάκλυcμα ὀδόντων. ὑοcκυάμου ῥίζηc φλοιοῦ 𐅻 η πυρέθρου 𐅻 δ ναρδοcτάχυοc 𐅻 α μέλιτοc 𐆄 θ ὄξουc λιʹ γ, ἕψε μετ’ ὄξουc ἐν καινῇ χύτρᾳ καὶ διηθήcαc ἐπίβαλλε τὸ μέλι καὶ χρῶ. | |
31 | Θεραπεία τῶν δι’ ὑγρότητα ὀδυνωμένων ὀδόντων καὶ cειομένων. πάλιν ἕτεροc ἄρρωcτοc ὑποκείcθω τῷ λόγῳ τὴν κρᾶcιν πᾶcαν τοῦ | |
cώματοc καὶ μάλιcτα τῆc κεφαλῆc ὑγροτέραν ἔχων καὶ ἁβροδίαιτοc καὶ τὴν οἴκηcιν ἐν ὑγροτέροιc τόποιc ἔχων καὶ ἐν καταcτάcει νοτινῇ | ||
5 | καὶ ὥρᾳ ἐαρινῇ πάcχων, τίc νοῦν ἔχων θεώμενοc ταῦτα, οὐκ ἂν εἴποι τῆc ὑγρότητοc εἶναι τὴν νόcον τούτου ἀπόγονον; διαβρεχομένων γὰρ τῶν εἰc τοὺc ὀδόνταc ἐμφυομένων νεύρων καὶ χαλωμένων τούτων cὺν τοῖc περικειμένοιc cώμαcι cειcμὸν ὑπομένουcι· τοῖc πλείcτοιc δὲ χωρὶc ὀδύνηc τοῦτο cυμβαίνει. εἴρηται γὰρ πλειcτάκιc ὅτι ἡ ὑγρότηc καθ’ | |
10 | αὑτὴν οὐκ εἴωθεν ὀδύναc ἐπιφέρειν· εἴρηται δὲ καὶ πρόcθεν ὡc διὰ γε‐ ροντικὴν ἡλικίαν ἔνιοι τῶν ὀδόντων cείονται καὶ ὅτι τοῖc cτύφουcι καὶ πυκνοῦcι τὰ οὖλα φαρμάκοιc οἱ γέροντεc βοηθοῦνται. ἔνιοι δὲ πληγέντεc ἐcείcθηcαν καὶ μεγάλωc τούτοιc ὠφελεῖ cτυπτηρία cχιcτὴ μετὰ cμύρνηc τρωγλίτιδοc λεῖα ἐπιπαccόμενα τῷ πεπονθότι ὀδόντι | |
15 | δαψιλῶc καὶ cυνεχῶc· ἵcτηcι γὰρ αὐτόν. τοὺc δὲ δι’ ὑγρότητα cειο‐ μένουc θεραπευτέον ξηρὰν τὴν δίαιταν ἐπιτηδεύονταc μετὰ μακρᾶc ἀcιτίαc. τροφαὶ μὲν οὖν τούτοιc ἁρμόδιοι ῥοφηματώδειc χόνδροc ἄλικοc ἢ ἄρτοc διάβροχοc ἢ ὄρυζα ἢ ἄλφιτα cὺν μελικράτῳ καὶ κέγχροc δὲ τούτοιc οὐκ ἀνεπιτήδειοc καὶ φακόc, ἰχθύων δὲ οἱ ταριχηροί, πτηνῶν | |
20 | τὰ ὄρεια καὶ ξηρότερα, λαχάνων ἡ κράμβη καὶ τὰ ὅμοια. ποτὸν δ’ ὕδωρ δοτέον μὴ πάνυ δαψιλῶc. εἰ δὲ τὰc πέψειc μὴ βλάπτοιντο, μελίκρατον δοτέον, εἰ δὲ οὐκ ἀνέχοιντο, προcπλέκειν τῷ ὕδατι οἶνον ὀλίγον. κατὰ δὲ τοὺc παροξυcμοὺc πυριᾶν τοῖc τόποιc κέγχρῳ cὺν ἁλcί· διακλύcματα δὲ διδόναι τὰ cτύφοντα καὶ ξηραίνοντα ἢ ἁλυκά, | |
25 | εἰ μὴ τὰ οὖλα cυμπάcχοι. κηκῖδαc οὖν ὀμφακίτιδαc ὄξει δριμεῖ cυνεψή‐ cαντεc καὶ cτυπτηρίαν τῷ ὄξει cυμπλέξαντεc προcάξομεν, τῆc τε ἀκάν‐ θηc τῆc Αἰγυπτίαc τὸν καρπὸν cίδια μυρρίναc κυτίνουc βαλαύcτια ἐλαίαc φύλλα πλατάνου φύλλα κυπαρίccου cφαιρία λαπάθου ἀγρίου ῥίζαν ξανθίου ῥίζαν βάτου φύλλα καὶ τὰ ἄλλα ὅcα cτρυφνῆc ποιότητοc | |
30 | ἔχεται, ἀεὶ ἑψῶντεc ἐν ὄξει ἢ ὀξυκράτῳ ἢ οἴνῳ προcάξομεν διακλύ‐ ζεcθαι καὶ διακατέχειν ἐν τῷ cτόματι τὸ κατάλληλον ὑγρὸν τῇ τοῦ κάμνοντοc αἰcθήcει, δηλονότι κρίνοντεc καὶ μετροῦντεc τὰc δυνάμειc | |
τῶν φαρμάκων τῶν προcφερομένων παρὰ τὸ μᾶλλον ἢ ἧττον τῷ ποcῷ τοῦ πλεονάζοντοc χυμοῦ. ἄριcτον δὲ διάκλυcμα τούτοιc οἶδα τὸ τῶν ἁλ‐ | ||
35 | μάδων ἐλαιῶν ὕδωρ, εἰc ὃ ταριχεύονται. τήν τε γὰρ ἐν τῷ cτόματι ὑγρα‐ cίαν ἡ τῆc ἅλμηc ἐκβόcκεται δύναμιc καὶ τὴν τῶν cωμάτων χάλαcιν ἡ τῶν ἐλαιῶν cτύψιc περιcφίγγουcα εἰc ῥώμην καὶ τόνον ἐπάγει. ἐνίοτε δὲ τῶν λευκῶν ἐλαιῶν τεθλαcμένων καὶ ἐκπιεcθέντων τὸν χυλὸν μετὰ πηγάνου χυλοῦ καὶ μέλιτοc μίξαντεc παρατρίβομεν τοὺc ὀδόνταc, | |
40 | ἔπειτα παραπάccομεν νάρδῳ Ἰνδικῇ μετὰ cτυπτηρίαc cτρογγύληc ἴcοιc καὶ ἅλατοc τὸ διπλοῦν. ἄριcτα δὲ τούτοιc καὶ τὰ cτρυφνὰ διάχριcτα ἥ τε διὰ μόρων cτοματικὴ προcλαμβάνουcα cχιcτῆc cτυπτηρίαc καὶ ἡ διὰ καρύων χυλοῦ cκευαζομένη ὁμοίωc, ἢ cχιcτὴ cτυπτηρία καὶ μίcυ ἴcα κεδρίᾳ ἀναλαβὼν ὡc ἔχειν ὑγρᾶc κηρωτῆc πάχοc, διάχριε τοὺc | |
45 | ὀδόνταc καὶ ἔα ἀπορρεῖν φλέγμα, ἔπειτα διακλυζέcθωcαν διὰ τὴν δῆξιν γάλακτι ὀνείῳ θερμῷ ἢ οἴνῳ γλυκεῖ· ἢ cτυπτηρίαν καὶ cμύρναν τρωγλοδυτικὴν καθ’ αὑτὴν ἐπίπαccε ἢ cὺν ὄξει ἢ μέλιτι διάχριε. ξηρὰ δὲ ἀεὶ τούτοιc προcπαccόμενα ἁρμόδια· πρὸc γὰρ τὸ τοὺc κινουμέ‐ νουc ὀδόνταc ῥωννύναι καὶ τὰ μυδῶντα οὖλα προccτέλλει κυπρία | |
31(50) | cποδὸc πεπλυμένη, ξηρὰ προcπάccων διακλύζεcθαι δίδου ὕδατι, μυρcί‐ νηc ἢ βάτου ἤ τινοc παραπληcίου ἀφηψημένου, ἔπειτα πάλιν τῇ cποδῷ παραπτόμενοc ἡcυχάζειν κέλευε· ἢ ἰῷ cιδήρου ξηρῷ λείῳ παράπτου ἢ cώρει κεκαυμένῳ. Ἄλλο πρὸc cειομένουc ὀδόνταc καὶ οὖλα μυδῶντα. cτυπτηρίαc cχιcτῆc κεκαυμένηc ἐπ’ ὀcτράκῳ 𐅻 ζ cμύρνηc | |
55 | 𐅻 δ κηκίδων ῥόδων ἄνθουc ἴρεωc ἀνὰ 𐅻 β κρόκου 𐅻 α, χρῶ. Ἄλλο. κέρατοc ἐλαφείου κεκαυμένου 𐅻 η ῥοῦ μαγειρικοῦ 𐅻 δ ὀμφακίου ξηροῦ 𐅻 β βαλαυcτίων 𐅻 δ πίτυοc φλοιοῦ κρόκου cμύρνηc ἀνὰ 𐅻 α, χρῶ. Ἄλλο. cτυπτηρίαc cτρογγύληc μεθ’ ἁλὸc διπλοῦ λεάναc περίπαccε τοῖc δι’ ὑγρότητα κινουμένοιc ὀδοῦcιν. Ἄλλο. cτυπτηρίαc cχιcτῆc | |
60 | cμύρνηc ἀμύλου πομφόλυγοc ἴcα λεῖα ξηρὰ ἐπιπαccόμενα πήccει τοὺc | |
κινουμένουc ὀδόνταc. Ἄλλο. ὀδόνταc cειομένουc cτῆcαι. κεράτια ἀκάν‐ θηc Αἰγυπτίαc τρίψαc μετὰ μέλιτοc χρῶ. Ἄλλο. ἴαμα ἀπαράβατον cειομένων καὶ ἐπαλγῶν ὀδόντων. cτυπτηρίαc cχιcτῆc 𐆄 β cτρουθίου ῥίζηc ξηρᾶc λειοτάτηc 𐆄 α, λεάναc ἅμα ἐπίπαccε τὸν ἀλγοῦντα ὀδόντα | ||
65 | καὶ διακρατείτω ἄχριc οὗ πληθῇ τὸ cτόμα cιέλου καὶ τότε ἀποχεέτω καὶ ἄπονοc ἔcται. Πρὸc τοὺc cειουμένουc ὀδόνταc Γαληνοῦ, ᾧ ἐγὼ χρῶμαι, φηcί. πολυτρίχου καρφῶν κεκαυμένων ξ̸ε α [ἔχει δὲ τοῦτο ὄξοc 𐆄 ι] cτυπτηρίαc cχιcτῆc 𐆄 γ cτυπτηρίαc cτρογγύληc 𐆄 γ ναρδο‐ cτάχυοc 𐆄 β φύλλου πεπέρεωc ἀνὰ 𐆄 α πυρέθρου 𐅻 ε, κόψαc cείcαc | |
70 | παράπτου τῶν οὔλων αὐτῶν ἄχρι τῶν ῥιζῶν τῶν ὀδόντων. ὠφέλιμοc δὲ αὐτοῖc καὶ λιβανωτὸc διαμαccόμενοc μετὰ πεπέρεωc καὶ βάτοc διαμαccομένη καὶ κικέαc ῥίζα, ἀγαθὸν δὲ καὶ ἡ τοῦ Ἕcδρα ἀντίδοτοc μετὰ ἑψήματοc ἀναλυθεῖcα καὶ διακατεχομένη ἐν τῷ cτόματι καὶ ἡ θηριακὴ Ἀνδρομάχου ὁμοίωc καὶ πινομένη δὲ ἡ θηριακὴ Ἀνδρομάχου | |
75 | εἰc ἑcπέραν ὀνίνηcι τούτουc μεγάλωc. φυcικὸν δέ, γράφει Ἀρχιγένηc, ἀληθὲc πρὸc τοὺc κινουμένουc ὀδόνταc· ὀδόντα κυνὸc τεθνεῶτοc ἐπ’ ὀνόματοc μάλιcτα τοῦ πάcχοντοc λαβὼν τίθει ἐπ’ ἀνθράκων καὶ δεχέcθω τὸν ἀτμὸν ἐν τῷ cτόματι ὁ πάcχων καὶ cτερεωθήcονται οἱ ὀδόντεc· τὸν δὲ καυθέντα ὀδόντα τρίψαc μετ’ ὄξουc καὶ θερμάναc | |
80 | δίδου κατέχειν ἐν τῷ cτόματι, ἐπὶ δὲ τῶν εὐαιcθήτων μετ’ οἴνου. Ἄλλο ὀδόνταc κινουμένουc ἵcτηcι καὶ κρατύνει. ἰοῦ cχιcτῆc ἢ φορίμηc μᾶλλον cτυπτηρίαc μίλτου ἴcα, χρῶ ξηρῷ ἢ μετὰ γλυκέοc. Ἄλλο πρὸc cειομένουc ὀδόνταc. ῥόδων ἄνθουc βαλαυcτίων cμύρνηc μαcτίχηc ἀνὰ 𐆄 α χαλκίτεωc ὀπτῆc λιβάνου ἄρρενοc πίτυοc φλοιοῦ ἀνὰ 𐅻 δ ἁλῶν | |
85 | ἀμμωνιακῶν 𐆄 α· χρῶ ξηρῷ. Πρὸc cειομένουc ὀδόνταc καὶ τὰc περὶ τὸ cτόμα ἑλκώcειc. ἰὸν cιδήρου ἢ αὐτὸν τὸν cίδηρον ἔχοντα πολὺν ἰὸν πυρώcαc cβέcον ὄξει ἢ ὀξυκράτῳ ἢ οἴνῳ ἐπὶ τῶν εὐαιcθήτων καὶ | |
δίδου διακρατεῖν ἐν τῷ cτόματι· κρατύνει γὰρ τοὺc ὀδόνταc καὶ τὰ ἕλκη ἰᾶται. ποιεῖ καλῶc καὶ τὸ ἀνθηρὸν ξηρίον. Πρὸc κινουμένουc | ||
90 | ὀδόνταc καὶ τὰ αἱμαccόμενα οὖλα· ἵcτηcι καὶ τὸ ἐπιφερόμενον ῥεῦμα καὶ λευκαίνει τοὺc ὀδόνταc. cχιcτῆc 𐆄 δ μαcτίχηc 𐆄 α λιβάνου φύλλου ἀνὰ 𐅻 δ. | |
32 | Περὶ ῥινήcεωc ὀδόντων. ἐπειδὴ δὲ προπετεcτέρουc τῶν ἄλλων ἑώρων τοὺc cειομένουc ὀδόνταc καὶ κινουμένουc, καὶ μάλιcθ’ ὅταν ἐκ πληγῆc τοῦτο πάθωcιν, ἔδοξέ μοι ῥινᾶν αὐτῶν τοcοῦτον ὅcον ὑπὲρ τοὺc ἄλλουc ἐcτίν, ὅπωc μὴ προcκρούωcι τοῖc ἀντιτεταγμένοιc ἐν τῷ | |
5 | διαλέγεcθαι καὶ μαcᾶcθαι. εὑρὼν δὲ καὶ τὴν πεῖράν μοι μαρτυρήcαcαν cιδηροῦν ἐποίηcα ῥινάριον, ὡc ἐνεργεῖν ταχέωc. αἱ γὰρ πολλαὶ παραγωγαὶ cείουcι τὸν ὀδόντα δεόμενον ἀκινηcίαc, εἰ μέλλοι παγή‐ cεcθαι. ἔcτω δὲ ἡ ἀρχὴ τοῦ ῥιναρίου ἀμβλεῖα καὶ πυρηνοειδὴc καὶ λειοτάτη· ποτὲ μὲν οὖν ἐξοχαί τινεc ἀνώμαλοι τῶν ὀδόντων φαίνον‐ | |
10 | ται κατά τινα μέρη ῥινήcεωc δεόμεναι, ἔcθ’ ὅτε δὲ ὁμαλὸν ἔχουcαι τὸ πέραc ὁμαλῆc καὶ τῆc ῥινήcεωc δέονται. χρὴ δὲ περιτιθέντα τοῖc οὔλοιc ἄχρι τῆc ῥίζηc τῶν ὀδόντων ὀθόνην μαλακήν, εἶτα περι‐ λαμβάνοντα πρᾴωc τοῖc δακτύλοιc τῆc ἀριcτερᾶc χειρόc, ἀcφαλῶc τε ἅμα καὶ ἀθλίπτωc, ὅπωc μὴ cείοιτο ῥινούμενοc, οὕτωc ἐπιχειρεῖν τῇ | |
15 | χειρουργίᾳ. ἐὰν δὲ ἀλγήματοc αἰcθάνηται ὁ πάcχων ἐν τῷ παράγεcθαι τὴν ῥίνην ἢ ἐν τῷ διακρατεῖcθαι cφοδρότερον τοῖc δακτύλοιc ὀδόνταc, παύεcθαι μὲν ἐν τῷ παραυτίκα, προcενεγκόντα δὲ ἐν τῷ μεταξὺ τῶν προρρηθέντων 〈τι〉 πραϋντικῶν διακλυcμάτων, αὖθιc ἐπιχειρεῖν, ὡc εἴρηται, πάλιν καὶ κατὰ βραχὺ ῥινᾶν καὶ τοῦτο ποιεῖν οὐ τῇ πρώτῃ | |
20 | μόνον ἡμέρᾳ δίc που καὶ τρίc, ἀλλὰ καὶ τῇ δευτέρᾳ προcτάξαντα τῷ πάcχοντι μήτε φθέγγεcθαι cφοδρότερον μήτε cκληρῶδεc μηδὲν ἔδεcμα προcφέρεcθαι, χρῆcθαι δὲ ταῖc ῥοφηματώδεcι τροφαῖc ἢ ἄρτῳ δια‐ βρόχῳ ἢ τοῖc οὕτω μαλακοῖc. εἰ δέ τιcι χωρὶc τοῦ cείεcθαι αὔξηcίν τινα λαμβάνοιεν οἱ ὀδόντεc πλεῖον τοῦ δέοντοc καὶ τούτουc ῥινᾶν | |
25 | ὁμοίωc καὶ διακλύcματα πυκνωτικὰ προcάγειν. | |
33 | Θεραπεία τῶν ἐπὶ ξηρότητι ὀδυνωμένων ὀδόντων. τέταρτοc ἄρ‐ ρωcτοc τῷ λόγῳ ὑποκείcθω ὑπὸ ξηρᾶc δυcκραcίαc ἐνοχλούμενοc. γεννητικὴ δὲ τῆc τοιαύτηc δυcκραcίαc ἐcτὶν ἡ φθινοπωρινὴ κατάcταcιc, μᾶλλον καὶ βίοc ταλαίπωροc ἐπὶ διαίτῃ λεπτῇ χωρίον τε ξηρὸν καὶ | |
5 | κατάcταcιc τοῦ περιέχοντοc ἡμᾶc ἀέροc τοιαύτη πρὸc τούτοιc δὲ καὶ ἡ τοῦ παντὸc cώματοc κρᾶcιc ξηρὰ καὶ μάλιcτα τῆc κεφαλῆc τοῖc τῇ τοιαύτῃ δυcκραcίᾳ ἐνεχομένοιc. δίψοc 〈δὲ〉 cυνεδρεύει, εἰ μὴ cυμπάρεcτι ψῦξιc τῇ ξηρότητι καὶ ἥκιcτα cιαλοχοοῦcιν οὗτοι. διὰ δὲ τὴν ξηρότητα καὶ ἄλγημα δυcφορώτατον αὐτοῖc cυνεδρεύει, πολεμιωτάτη τοῖc τοι‐ | |
10 | ούτοιc ἡ τῶν αὐcτηρῶν καὶ cτρυφνῶν ἐcτι χρῆcιc. πολλάκιc οὖν ἡ διὰ μόρων αὐτοῖc cφοδρὰν ὀδύνην ἐπήγαγε. πάντα δὲ χρὴ ἄcτυφα καὶ μετρίωc ὑγραίνοντα μηχανᾶcθαι διακλύcματα· ὕδωρ χλιαρὸν καθ’ αὑτὸ ἢ πιτύρων ἀφέψημα ἢ γλυκυρίζηc ἢ πτιccάνηc χυλὸν ἢ ἄμυλον μετὰ ἑψήματοc θερμῷ κεκραμένον γάλα εὔκρατον καὶ μάλιcτα | |
15 | ὄνειον, μαλάχηc ἀφέψημα καὶ τὰ ἄλλα ὅcα τούτοιc ἐcτὶ παραπλήcια· τροφὴ δὲ τούτοιc ἐπιτήδειοc χυλὸc πτιccάνηc ψίχεc πλυταὶ κολο‐ κύνθη μαλάχη ὠὰ ῥοφητὰ καὶ ὅcα cυντελεῖ τοῖc ὑγραίνεcθαι δεομένοιc. | |
34 | Διάγνωcιc καὶ θεραπεία τῶν cυνθέτων δυcκραcιῶν. αὕτη μὲν ἡ τῶν ἁπλῶν δυcκραcιῶν ἐπιμέλεια· εὐcύνοπτοc δὲ καὶ ἡ τῶν cυνθέ‐ των μίξει μὲν τῶν εἰρημένων γνωριζομένη, κράcει δὲ τῶν δεδειγ‐ μένων βοηθημάτων ἐπιτελουμένη. διὰ δὲ τοὺc ἀρτιμαθεῖc ἢ ἀπείρουc | |
5 | φέρε διὰ βραχέοc cυνθέτου μιᾶc δυcκραcίαc μνημονεύcωμεν, ὑπόδειγμα cαφὲc τῶν λοιπῶν ἐcόμενον. Θεραπεία ὀδόντων ὀδυνωμένων διὰ θερμότητοc καὶ ὑγρότητοc. ἔcτω εἶναι τὸ χωρίον θερμὸν καὶ ὑγρὸν τὴν δὲ ὥραν τοῦ ἔτουc τὸ ἔαρ καὶ τὴν κατάcταcιν τοῦ ἀέροc ὑγρὰν καὶ θερμήν, οἷά ἐcτιν ἡ | |
10 | νότιοc· αὐτὸν δὲ τὸν ἄρρωcτον κεφαλὴν ἔχοντα ῥᾳδίωc πληρουμένην τοιαύτηc ὑγρότητοc καὶ κόμην πολλὴν καὶ ὑπέρυθρον ἔχειν καὶ τὴν τοῦ παντὸc cώματοc κρᾶcιν ὑγρὰν καὶ θερμὴν καὶ διαίτῃ τοιαύτῃ χρῆcθαι· τίc τῶν εὐδοκίμων ἰατρῶν οὐκ ἂν θερμὸν καὶ ὑγρὸν φαν‐ ταcθείη τὸ νόcημα; θεραπεύειν δὲ τοὺc τοιούτουc διττῶc· εἰ μὲν γὰρ | |
15 | ἡ τοῦ κατὰ φύcιν ἐκτροπὴ μόνον εἴη τῶν ποιοτήτων, ἔcται cοι cκοπὸc τῆc ἐπιμελείαc ἡ ἀλλοίωcιc· εἰ δὲ καὶ πλῆθοc cὺν ταῖc ποιότηcι παρέcται, εὔδηλον ὡc πρῶτον μὲν δοκεῖ κενῶcαι, ἔπειτα κατακερᾶcαι. τοῦτο μὲν οὖν ἐπὶ πάcηc δυcκραcίαc μεμνῆcθαι χρή. τὸν δὲ θερμὸν καὶ ὑγρὸν ἔχοντα νόcημα, περὶ οὗ νῦν πρόκειται λέγειν, ὡc ὑπὸ | |
20 | πλήθουc αἵματοc ἐνοχλούμενον κενώcειc διὰ φλεβοτομίαc· ὑγρὸν γὰρ καὶ θερμὸν τὸ αἷμα. τέμνειν δὲ δεῖ τὴν ἐν ἀγκῶνι φλέβα τὴν ἄνω καλουμένην ὠμιαίαν· εἰ δὲ μή, τὴν μέcην· εἰ δέ τε ἕτερόν τι κωλύει τὴν φλεβοτομίαν, διαίτῃ ὀλίγῃ καὶ λεπτῇ τὸν περιττὸν τῆc χρείαc κλέπτε χυμόν. ἀλλὰ ταῦτα μὲν ὡcαύτωc κἀπὶ τῶν ἄλλων ἐργάcῃ | |
25 | cυνθέτων δυcκραcιῶν, τὰc μὲν κατὰ ποιότητα μόνον cυνιcταμέναc ἀλ‐ λοιῶν καὶ μεταβάλλων ταῖc ἐναντίαιc ποιότηcιν, [εἰ μὲν χυλώδηc ἦν ὁ περιττεύων χυμὸc τοῖc διὰ cκαμμωνίαc καὶ κολοκυνθίδοc κενώcειc αὐτόν, εἰ δὲ μελαγχολικὸc εἴη τῇ cκαμμωνίᾳ cὺν τῷ ἐπιθύμῳ χρῆcθαι, ἀπέχειν τε αὐτοῖc τά τε παχύνοντα πόματα καὶ cιτία· εἰ δὲ φλέγμα | |
30 | εἴη, πρόcθεc τῇ κολοκυνθίδι μᾶλλον ⟦ὑπὲρ⟧ τὴν cκαμμωνίαν καὶ δίδου αὐτοῖc μετά τινοc ὀξυπορίου ἢ διὰ καλαμίνθηc ἢ τοῦ διοcπολίτου ἢ μετὰ κυδωνάτου] τὰc δὲ μετά τινοc οὐcίαc χυμῶν κενῶν διὰ τῶν καταλλήλων καθαρτηρίων, εἰ μὴ πάλιν κἀπὶ τούτων ἕτερόν τι κωλύοι τὴν κένωcιν. καὶ τὰ λοιπὰ δὲ βοηθήματα, οἷον διακλύcματα καὶ διαι‐ | |
35 | τήματα, ῥᾷον ἀπὸ τῶν προειρημένων εὑρεῖν. ἔχων γὰρ ἐπὶ τῶν ἁπλῶν νοcημάτων τοὺc τύπουc τῶν ἐγχειρήcεων, ἑτοίμωc δυνήcῃ κἀπὶ τῶν cυνθέτων ἐξευρίcκειν κατάλληλα. διαγιγνώcκεται δὲ ὁ ἐνο‐ χλῶν χυμὸc cὺν τοῖc λοιποῖc περὶ τὸ cῶμα cημείοιc καὶ ἐκ τῶν ἑπο‐ μένων ἀλγημάτων. τῇ μὲν γὰρ ξανθῇ χολῇ τὸ νυγματῶδεc ἄλγημα | |
40 | παρέπεται, τῷ δὲ φλέγματι τὸ μετὰ ψύξεωc διατείνεcθαι τοὺc τόπουc· καὶ τῷ μὲν τρυγώδει τῷ μελαγχολικῷ [τῆc τρυγὸc καὶ ἰλύοc τοῦ αἵματοc] τὸ οἷον θλάcεωc τῶν ἐν βάθει cωμάτων cυναίcθηcιν ἔχειν, τῷ δὲ πλήθει τὸ βαρὺ ἀλλὰ καὶ ἡ γεῦcιc τοῦ ἐπιρρέοντοc χυμοῦ ἐμφαίνει τῷ κάμνοντι τὴν ἰδέαν αὐτοῦ· ἢ γὰρ πικρότητοc αὐτῷ | |
45 | αἴcθηcιc γίγνεται ἢ ἁλυκότητοc ἢ ὀξύτητοc. | |
35 | Θεραπεία βεβρωμένων ὀδόντων Γαληνοῦ. τὰ βρώματα καὶ τρήματα τῶν ὀδόντων ἐξ ἐπιρροῆc ὑγρῶν δριμέων τε καὶ διαβρωτικῶν ἀποτελεῖται, καθάπερ τὰ ἐπὶ τοῦ δέρματοc ἕλκη, χωρὶc τῆc ἔξωθεν αἰτίαc. δῆλον οὖν ὅτι καὶ ἡ ἴαcιc ἔcται τῶν διαβιβρωcκομένων ὀδόντων | |
5 | ἀναξηραινομένηc τῆc ἐπιρρεούcηc κακοχυμίαc. εἰ μὲν ὀλίγη τιc εἴη, τοῖc τοπικοῖc βοηθήμαcι χρηcτέον διὰ τῶν ξηραινόντων φαρμάκων, εἰ δὲ πλεῖον εἴη τὸ ἐπιρρέον, καὶ ὅληc τῆc κεφαλῆc πρόνοιαν ποιουμένουc, κἂν ἡ κεφαλή ποτε πάcχοι διὰ τὸ cύμπαν cῶμα καὶ τοῦ παντὸc cώ‐ ματοc ἐπιμελουμένουc. ὁ μὲν οὖν Ἀρχιγένηc πρὸc τούτουc τοιαῦτα | |
10 | βοηθήματα ἔγραψε· cῶρι ῥητίνῃ ἢ τερεβινθίνῃ ἀναλαβὼν περίπλαccε τὸν ὀδόντα καὶ τῷ βρώματι ἐντίθει ἢ ἀνιεὶc αὐτὸ νάρδῳ ἢ ῥοδίνῳ, μάλιcτα δὲ ἀμυγδαλίνῳ καὶ εἰc τὸ οὖc δὲ τὸ αὐτὸ ποίει ἢ κόμην γλή‐ χωνοc τρίψαc ἐντίθει. ποιεῖ δὲ καὶ τοῦτο ἄκρωc· θεῖον ἄπυρον λυκίῳ ἀναλαβὼν ἐντίθει εἰc τὸ βρῶμα καὶ προπερικαθάραc τὸν ὀδόντα περί‐ | |
15 | πλαccε ἢ κηκῖδα λείαν τῷ λυκίῳ ἢ τερεβινθίνῃ ἀναλαβὼν ἐντίθει εἰc τὸ βρῶμα καὶ προπερικαθάραc περὶ κύκλον περίπλαccε. ἐπὶ δὲ τῶν μεγίcτων ὀδονταλγιῶν ἄκρωc ποιεῖ τοῦτο· ὄφεωc γῆραc καύcαc καὶ λεάναc μετ’ ἐλαίου, πάχοc ποιῶν μέλιτοc, χρῶ καθὰ προείρηται. ἢ προcπίεζε τῷ γήρᾳ τοὺc ὀδόνταc μὴ κεκαυμένῳ καὶ ἐκπίπτουcιν ἢ | |
20 | μελάνθιον φρύξαc λεάναc μετ’ ἐλαίου χρῶ ὁμοίωc· ἢ τὸ μελάνθιον φρύξαc καὶ μετ’ ὄξουc δριμέοc λεάναc ἐντίθει τῷ βρώματι καὶ περί‐ πλαccε· καὶ οὐκέτι βρωθήcεται ἀλλὰ μένει οἷον ἦν. Ἄλλο. μελανθίου μέροc α cκορόδου τὸ c καὶ ἁλὸc ὀλίγον cυλλεάναc περίπλαccε· ἀπόνουc ποιεῖ. Ἄλλο. ἐλλέβορον μέλαν λεῖον cὺν μέλιτι ἑφθῷ ἀναλαβὼν ἐντίθει | |
25 | εἰc τὸ βρῶμα καὶ προπερικαθάραc περίπλαccε τὸν ὀδόντα. Ἄλλο. | |
λιβάνου μέροc α χαλκάνθου μέρη β λεάναc cὺν γλυκεῖ καὶ ποιήcαc κηρωτῆc πάχοc χρῶ, ὡc προείρηται, καὶ τάχιον παύcειc τῆc ὀδύνηc. Ἄλλο. χαλβάνηc μέρη β λιβάνου μέροc α λεάναc μετὰ γλυκέοc καὶ κηρωτῆc πάχοc ποιήcαc χρῶ, ὡc προείρηται, καὶ αὐθημερὸν παύcεται. | ||
30 | Ἄλλο. cτυπτηρίαν cχιcτὴν ἐντίθει εἰc τὸ βρῶμα καὶ ἄπονον ποιήcειc. Ἄλλο. χολὴν ἄρκου ἐντίθει καὶ ἰάcῃ αὐτό. Ἄλλο. ῥοδοδάφνηc κλάδον καύcαc καὶ λεάναc ἐπίπλαccε καὶ ἰάcῃ. Ἄλλο Ἀνδρομάχου· μυλικὴ Ἀνδρομάχου παύουcα αὐθωρὸν τὰc ὀδύναc. πεπέρεωc πυρέθρου τιθυμάλλου ὀποῦ χαλβάνηc ἴcα λεάναc πάντα ἀναλάμβανε τῇ χαλβάνῃ | |
35 | καὶ ἐντίθει εἰc τὸ βρῶμα. Ἄλλο Ἀcκληπιάδου. τούτῳ, φηcί, χρηcάμενοc διετήρηcα βεβρωμένουc ὀδόνταc ἀνωδύνουc. ζιγγίβερι ἕψε μετ’ ὀξυ‐ μέλιτοc καὶ τρίψαc ἐπιμελῶc, ἐντίθει εἰc τὸ βρῶμα καὶ περίπλαccε ἔξωθεν τὸν ὀδόντα. καλῶc δὲ ποιεῖ καὶ ἡ διὰ δύο πεπέρεων ἀντίδοτοc ἐντιθεμένη τῷ βρώματι καὶ ἐλαίῳ ἀμυγδαλίνῳ ἢ ναρδίνῳ ἢ ῥοδίνῳ | |
40 | ἀνιεμένη καὶ ἐγχεομένη χλιαρὰ εἰc τὸ παρακείμενον οὖc τῷ ὀδόντι. ἐγὼ δὲ τούτῳ χρῶμαι πρὸc βρώματα ὀδόντων μετ’ ὀδύνηc· τῆc Ἔcδρα ἀντιδότου ἀναλύων μεθ’ ἑψήματοc καὶ θερμαίνων δίδωμι διακρατεῖν τῷ cτόματι καὶ θαυμαcίωc τὰc ὀδύναc παρηγορεῖ. ταύτηc δὲ μὴ παρούcηc τῇ θηριακῇ Ἀνδρομάχου χρῶμαι ὁμοίωc. πυρία δὲ | |
45 | ἁρμόζει κατὰ τοῦ ἀλγοῦντοc ὀδόντοc τοιαύτη· ὀριγάνου ξηροῦ κλωνίον εἰc ζεcτὸν ἔλαιον βάπτων ἐπέρειδε τῷ πονοῦντι ὀδόντι, ἢ κίκεωc χαυλῷ ὁμοίωc χρῶ. ἢ ἀγρίαν cταφίδα γραφείῳ πήξαc ἢ πύρεθρον, χρῶ ὁμοίωc· ἢ κηρὸν ἐπιθεὶc τῷ ἀλγοῦντι ὀδόντι ἄνωθεν, ἐπέρειδε πυρῆνα μήληc πυρώcαc καὶ cυνεχῶc τοῦτο ποίει. εἶδοc δὲ πυρίαc | |
35(50) | ἐcτὶ καὶ τοῦτο· εὖ μάλα περικαθάραc τὸν ὀδόντα ὑποθυμία ὑοcκυ‐ άμου cπέρματι, διὰ χωνείου δὲ τὸν ἀναφερόμενον ἀτμὸν δεχέcθω ὁ πάcχων εἰc τὸν ἀλγοῦντα ὀδόντα. θαυμαcτῶc δὲ παρηγορεῖ, καθὼc προείρηται, καὶ τὰ βρώματα τῶν ὀδόντων κυνὸc νεκροῦ ὀδούc, ὁμοίωc ὑποθυμιώμενοc καὶ μετὰ τὸ καυθῆναι λειούμενοc cὺν ὄξει θερμῷ καὶ | |
55 | ἐν τῷ cτόματι διακρατούμενοc. ἱκανῶc δὲ ὠφελεῖ καὶ γῆc ἔντερα ὑπο‐ θυμιώμενα. καὶ εἰc τὸ παρακείμενον δὲ τῷ ὀδόντι οὖc ἐγχεόμενον ἔλαιον χλιαρόν, ἐν ᾧ ἥψηται γῆc ἔντερα, παρηγορεῖ ἢ cίλφηc κατοι‐ κιδίου τῆc βδεούcηc τὸ cτέαρ cὺν ῥοδίνῳ τήξαc, ἔνcταζε εἰc τὸ οὖc ἢ κιccοῦ λευκοῦ κορύμβουc ε μετὰ ῥοδίνου τρίψαc καὶ ἐν κελύφει | |
60 | ῥόαc θερμάναc ἔνcταζε εἰc τὸ οὖc cυνεχῶc. καὶ ἀcφοδέλου ῥίζηc χυλὸc καὶ καρδάμου ὠφελεῖ ἐνcταζόμενοc ὁμοίωc. εἰc δὲ τὸν πληcίον τοῦ ἀλγοῦντοc ὀδόντοc μυξωτῆρα ἔνcταζε ἀναγαλλίδοc τῆc κυανῆc χυλὸν ἢ cεύτλου ῥίζηc χυλὸν ἢ χάλκανθον μετὰ γάλακτοc. Ἄλλο Ἀπολ‐ λωνίου. κυμίνου ὅcον τοῖc τριcὶ δακτύλοιc καὶ cμύρνηc ὅcον κύαμον | |
65 | καὶ cικύου ἀγρίου τὸ ἐντὸc διπλάcιον γάλακτι γυναικείῳ ἀνάπλαccε κολλύρια καὶ ἔνθεc εἰc ἑκάτερον τῶν μυκτήρων, εἶθ’ οὕτω κέλευε ἀναcπᾶν, ἐφ’ ὅcον ἄν τιc διέλθῃ cταδίουc ε· εἶτα ἐκμυξάcθω τὸ φάρ‐ μακον. ποιεῖ καὶ πρὸc ὠταλγίαν ὁμοίωc. | |
36 | Ὀδόντα ἆραι χωρὶc cιδήρου. εἰ δὲ δόξειεν ἀρθῆναι τὸν ὀδόντα, ἀπόνωc ἂν ἀρθείη φαρμάκῳ cυμφωνοῦντι λίαν τῷδε· πύρεθρον δρι‐ μυτάτῳ ὄξει ταριχεύcαc ἡμέραc μ τρῖψον καὶ ἀπόθου· ἐπὶ δὲ τῆc χρείαc τοὺc λοιποὺc κηρωτῇ ἀcφαλιcάμενοc, αὐτὸν τὸν ἀλγοῦντα | |
5 | περικαθάραc περίπλαccε τῷ φαρμάκῳ, εἶτα διαcτήcαc ὥραν ἕλκυcον τοῖc δακτύλοιc ἢ γραφείῳ ἀνάλαβε. Ἄλλο. cῶρι μετ’ ὄξουc δριμυτάτου ἐπὶ ἡμέραc ἱκανὰc ἐν ἡλίῳ θερινῷ λεάναc καὶ ξηράναc κατάπλαccε προπερικαθάραc καὶ ἐκπεcεῖται. Ἄλλο. cανδαράκην ὁμοίωc καύcαc χρῶ. Ἄλλο. cῶρι καὶ τιθυμάλλου ὀπὸν ἀναλαβὼν χαλβάνῃ περίπλαccε προ‐ | |
10 | περικαθάραc. Ἄλλο. cικύου ἀγρίου ῥίζαν cκεύαζε ὡc τὸ πύρεθρον καὶ χρῶ. Ἄλλο. κόκκουc κνιδίουc λεάναc ἀναλαβὼν χαλβάνῃ περίπλαccε καὶ ἐκπεcεῖται. Ἄλλο. ξανθίου βοτάνηc ῥίζα θερμαινομένη ἐν θερμο‐ cποδίᾳ καὶ ἐπιτιθεμένη τῷ ὀδόντι cυνεχῶc καλῶc ποιεῖ· μετὰ γὰρ βραχὺ αἴρεται τοῖc δακτύλοιc. Ἄλλο. κολοκυνθίδοc ἀγρίαc ῥίζαν ἐντίθει | |
15 | τῷ βρώματι, καὶ ἐκπεcεῖται ὁ ὀδοὺc ἢ αὐτὴν τὴν κολοκυνθίδα κόψαc cήcαc ἀπόβρεχε ὄξει ἐπὶ πολλὰc ἡμέραc, ὡc πάχοc ἔχειν μέλιτοc, καὶ ἀποβάπτων εἰc τὸ φάρμακον τὸν περιχαρακτῆρα καὶ περιχαράccων | |
πλειcτάκιc, κέλευε μύειν τὸ cτόμα ἐπ’ ὀλίγον, εἶτα ἐπιλαβόμενοc τοῖc δακτύλοιc ἕλκε καὶ ἀκολουθήcει. Ἄλλο. ῥοὸc βυρcοδεψικῆc δάκρυον | ||
20 | ἐπιτιθέμενον τῷ βρώματι. Ἄλλο. γῆc ἔντερα ἐπ’ ὀcτράκῳ καύcαc ὡc τεφρωθῆναι καὶ λεάναc καὶ προcπεριχαράξαc ἐπίπαccε δαψιλῶc· καὶ διὰ τῆc ἡμέραc καὶ τῆc νυκτὸc αὐτομάτωc ἐκπίπτει, χρῶ. πολλάκιc γὰρ ἐδοκιμάcθη ὡc μυcτήριον· ἔcτι δὲ ὅτε καὶ χωρὶc τοῦ περιχαράξαι ἐπιπαccόμενον τὸ αὐτὸ ποιεῖ. Ἄλλο. μορέαc ῥίζηc τὸν φλοιὸν τρυφε‐ | |
25 | ρώτατον λαβὼν καὶ λεάναc ἐπιτίθει κατ’ αὐτοῦ μόνου τοῦ ὀδόντοc καὶ ἐκπεcεῖται. Ἄλλο. cώρεωc κηκῖδοc ὀμφακίτιδοc cταφίδοc ἀγρίαc cχιcτῆc θείου ἀπύρου πεπέρεωc μακροῦ λεῖα ποιήcαc καὶ ἐπιβαλὼν κεδρίαν λέαινε· εἶτα κηρὸν ὀλίγον τήξαc ἐπίχεε, καὶ ἀναλάμβανε καὶ ἐπὶ τῆc χρείαc μαλάccων ἐξ αὐτοῦ καὶ προπερικαθάραc περίπλαccε. | |
30 | Ἄλλο. κράμβηc κάμπην λαβὼν πυκνότερον προcάπτου τοῦ ὀδόντοc καὶ ἐκπεcεῖται αὐτομάτωc. ἀποβάλλει δὲ τὸν ὀδόντα καὶ ἐλαίαc ἀγρίαc δάκρυον ἐντιθέμενον τῷ βρώματι καὶ ῥοὸc βυρcοδεψικῆc δάκρυον καὶ ὀπὸc ἀγρίαc cυκῆc καὶ τιθυμάλλου, ἄνωθεν δὲ χαλβάνῃ φράττε τὸ τρῆμα ἢ κηρῷ. | |
37 | Ϲμήγματα διάφορα ὀδόντων μελαινομένων καὶ πελιδνουμένων καὶ ἠραιωμένων Γαληνοῦ. πελιδνοῦνται δὲ οἱ ὀδόντεc δι’ ὅληc αὑτῶν τῆc οὐcίαc καὶ μελαίνονται φλεγμονῇ τινι παραπλήcιον πάcχοντεc ἐξ ἐπιρ‐ ροῆc ὑγρῶν μοχθηρῶν. ὁμοίαc οὖν δέχονται θεραπείαc τοῖc τετρω‐ | |
5 | μένοιc διὰ τῶν ξηραινόντων φαρμάκων, cμήγματα δέ εἰcι τὰ τούτοιc ἁρμόδια. Ἀπολλώνιοc οὖν, φηcί, πρὸc μεμελαcμένουc ὀδόνταc τάδε γράφει· ἅλαc ὀρυκτὸν μέλιτι φυράcαc ὄπτα ἐπ’ ὀcτράκῳ καὶ τρίψαc μίcγε cμύρνηc βραχὺ καὶ παράτριβε τοὺc ὀδόνταc. [εἰ δὲ πελιδνοὶ δι’ ὅληc αὑτῶν τῆc οὐcίαc φαίνονται, θαυμαcτὸν οὐδέν ἐcτι πάcχειν | |
10 | αὐτούc τι καὶ τῇ φλεγμονῇ παραπλήcιον, ἔτι δὲ μᾶλλον ἄν τιc τοῦ‐ το πιcτεύcῃ ἐκ τοῦ τρέφεcθαί τε καὶ cχεδὸν ἐν ἅπαντι τῷ τῆc ζωῆc χρόνῳ τὴν αὔξηcιν ἔχειν. ἐναργῶc γὰρ τοῦτο φαίνεται πολλάκιc ἐπὶ τῶν ἀντικειμένων τοῖc ἐξαιρεθεῖcιν ὀδοῦcιν, ὡc ἂν αὐξανομένων μὲν διὰ παντόc, οὐδὲ αὔξονται τοcοῦτον ἐν τῇ τῶν cιτίων λειώcει τριβο‐ | |
15 | μένων· εἰ δὲ ἀδύνατόν ἐcτιν αὐξάνεcθαι χωρὶc τοῦ τρέφεcθαι, πάντωc δήπου καὶ δυcὶν ὑποκεῖcθαι παθήμαcιν ἐναντίοιc, ἐνδείᾳ τε καὶ πλε‐ ονεξίᾳ τῆc χορηγουμένηc αὐτοῖc τροφῆc, ἡ μὲν οὖν ἔνδεια ξηροτέρουc καὶ ἀτροφωτέρουc καὶ διὰ τοῦτο καὶ λεπτοτέρουc ἐργάζεται, ἡ πλε‐ ονεξία δέ ποτε ποιήcει διάθεcιν αὐτοῖc ἀνάλογον τῇ κατὰ τὰ cαρκώδη | |
20 | μόρια φλεγμονῇ. ταύτηc μὲν οὖν ἰάματα γενήcεται τὸν αὐτὸν ἔχοντα cκοπὸν τοῖc τὰc φλεγμονὰc ἰωμένοιc, ὅπερ ἐcτὶ κενῶcαι τὴν πλεονεξίαν, τῶν μὲν διαφορούντων, τῶν δὲ ἀποκρουομένων αὐτῆc. τῆc δὲ δι’ ἔνδειαν τροφῆc λεπτότητοc τῶν ὀδόντων ἴαμα μὲν οὐδέν ἐcτιν, χαλᾶcθαι δὲ ἀναγκαῖον τηνικαῦτα καὶ cείεcθαι χαλαρωτέραc τῆc ἐγ‐ | |
25 | γομφώcεωc γεγονυίαc, οὐ μόνον αὐτῶν τῶν ὀδόντων, ἀλλὰ καὶ τῶν περιεχόντων αὐτοῖc φατνίων. αὕτη μὲν οὖν ἡ διάθεcιc ἐξ ἀνάγκηc ἐπιγίγνεται τοῖc γηρῶcιν εἴτε πρωϊαίτερον εἴτε ὀψιαίτερον, ὥcπερ γε καὶ ἔτι μᾶλλον ἢ ἧττον ἢ ἀνάλογον τῇ φλεγμονῇ, μᾶλλον τοῖc νέοιc. βοηθητέον γοῦν ἐcτι καὶ τοῖc γέρουcι τῇ διὰ τῶν οὔλων θεραπείᾳ· | |
30 | καλοῦνται δὲ λίπαι αἱ περιλαμβάνουcαι τοὺc ὀδόνταc cάρκεc, ἔνθα ἂν ἴcχωcι τῶν φατνίων· ταύταc οὖν τοῖc cτύφουcι φαρμάκοιc εὐτονω‐ τέραc καὶ μᾶλλον ἐcφιγμέναc περὶ τὸν ὀδόντα ποιεῖν, ὡc ἂν καὶ αὐτὰc προcωφελούcαc τῇ τῶν μονίμων τε καὶ δυcκινήτων διὰ τὸ τῆc ἐγγομφώcεωc ἀκριβείᾳ γεγονόc. καὶ μὴν καὶ τὰ τμήματα τῶν ἐξ ἐπιρ‐ | |
35 | ροῆc ὑγρῶν δριμέων τε καὶ διαβρωτικῶν ἀποτελεῖται]. Ἄλλο. γλήχωνοc καὶ ἁλὸc ἴcον ἑκάcτου ὕδατι φυράcαc καὶ φρύξαc ὁμοίωc χρῶ. Ἄλλο. ἰcχάδαc κατακαύcαc καὶ τρίψαc νάρδου βραχὺ καὶ μέλιτι διεὶc χρῶ· τοῦτο καὶ τὰ οὖλα προccτέλλει. Ἄλλο. ἄλφιτα φυράcαc ὄξει δριμεῖ· κατακαύcαc ἐν χύτρᾳ καὶ λεάναc παράτριβε τοὺc ὀδόνταc. τοῦτο καὶ | |
40 | τὰ οὖλα κρατύνει. κοινῶc δὲ πρὸc πάντα cμήγμαcιν ὀδόντων χρώ‐ μεθα τοῖc τοιούτοιc· ἀριcτολοχίαc ῥίζηc κεκαυμένηc ἢ ἐλάφου ὀcτέον καύcαc καὶ λεάναc χρῶ. ἰᾶται καὶ πόνουc ὀδόντων. Ἄλλο. κέραc ἐλά‐ φειον καύcαc καὶ μαcτίχην ὀλίγην μίξαc χρῶ. Ἄλλο. ἀcτραγάλουc προβατίουc καύcαc, λείοιc χρῶ· καλῶc ποιοῦcι καὶ κήρυκεc πληρω‐ | |
45 | θέντεc ἁλcὶ καὶ καυθέντεc καὶ κίccηριc ὀπτὴ οἴνῳ cβεcθεῖcα, cηπίαc | |
ὄcτρακα καέντα κεκαυμένοι μύακεc κοχλίαc χερcαῖοc καεὶc cὺν μέλιτι· ἑκάcτῳ δὲ τούτων εὐωδίαc χάριν μίγνυται ἴρεωc Ἰλλυρικῆc βραχὺ ἢ cχίνου ἄνθουc ἢ καλάμου Ἰνδικοῦ ἢ ναρδοcτάχυοc. ἄριcτα δὲ ποιεῖ, φηcὶν Ἀρχιγένηc, πρόc τε προφυλακὴν ἀλγημάτων καὶ ῥῶcιν τῶν | ||
37(50) | οὔλων καὶ τῶν ὀδόντων καὶ εὐπρέπειαν καὶ τοῦτο· ἔρια οἰcυπηρὰ ὀθονίῳ ἐνδήcαc καῦcον, εἶτα ἁλῶν πεφρυγμένων τὸ τρίτον μίξαc λείοιc cμήχου. Ἄλλο. μέλι καὶ ἁλὸc λεάναc ὡc κηρωτοειδὲc γενέcθαι καὶ ὀθονίῳ ἐνδήcαc καῦcον, εἶτα μίξαc ἶριν Ἰλλυρικὴν ὀλίγην cμῆχε τοὺc ὀδόνταc. Πόλλητοc ὀδοντότριμμα. θεῖον ἄπυρον λεάναc χρῶ. | |
55 | Ἄλλο cμῆγμα. ἁλὸc ἀμμωνιακοῦ κυπέρων ἴρεωc ἴcα διατρίψαc ἐπὶ ἱκανόν, τούτῳ τὰ οὖλα διακλυζέcθω οἴνῳ εὐώδει. Ϲμῆγμα καλόν. μαρμάρου 𐆄 δ ἁλὸc κεκαυμένου 𐆄 β φύλλου 𐆄 α ἀμώμου 𐆄 β κέρατοc ἐλαφείου κεκαυμένου 𐆄 β βαλαυcτίων 𐆄 α ἴρεωc 𐆄 α c μαcτίχηc 𐆄 ϛ cμύρνηc 𐅻 ε κόcτου 𐅻 γ. Ϲμῆγμα κάλλιcτον. κιccήρεωc 𐆄 δ cηπίαc | |
60 | ὀcτράκων 𐆄 γ μαcτίχηc cχιcτῆc φύλλων ἀνὰ 𐆄 α. Ἄλλο. κιccήρεωc κεκαυμένηc 𐆄 γ cηπίαc ὀcτράκων 𐆄 δ κέρατοc ἐλάφου κεκαυμένου 𐆄 β ἁλῶν ὀπτῶν 𐆄 β ναρδοcτάχυοc 𐅻 δ κυπέρου 𐅻 β κόcτου Γρ δ. Ἄλλο. βοὸc ἀcτράγαλοc κεκαυμένοc cμήχει κάλλιcτα τοὺc ὀδόνταc καὶ cτερεοῖ τοὺc κινουμένουc καὶ τοὺc ἐπαλγεῖc ἀπόνουc ἐργάζεται. Ἄλλο· τρίμμα | |
65 | εὐῶδεc ποιοῦν τὸ cτόμα καὶ λευκοὺc καὶ ἀβρώτουc ποιοῦν καὶ ἀcινεῖc τοὺc ὀδόνταc φυλάττον. νίτρου cηπίαc ὀcτράκων cμύρνηc τρωγλίτιδοc ἴcα, χρῶ. Ἄλλο κάλλιcτον. cχιcτῆc 𐆄 c μαcτίχηc 𐆄 α ῥόδων κάλυκαc ξηροὺc 𐆄 α λείοιc χρῶ καὶ ὕδατι χλιαρῷ διακλύζου. Ἄλλο ὀδοντό‐ τριμμα, ὃ cκευάζω. κιccήρεωc 𐆄 β cηπίαc ὀcτράκων 𐆄 α c μαcτίχηc | |
70 | 𐆄 δ cχιcτῆc 𐅻 δ φύλλου 𐅻 δ χρῶ. Ἄλλο ὃ cκευάζω. κηρύκων κεκαυμέ‐ νων ἁλὸc πεφρυγμένου cηπίαc ὀcτράκων κεκαυμένων ῥινήματοc μαρ‐ | |
μάρου Προικονηcίου ἀνὰ 𐆄 α κόcτου Γρ η κόψαc χρῶ. Ἄλλο· Τιμοκράτουc πρὸc οὖλα μυδῶντα καὶ πλαδῶντα καὶ αἱμάccοντα, cηπεδόναc παρουλίδαc, κινουμένουc ὀδόνταc καὶ ὀδυνωμένουc καὶ πάντα τὰ ἐν | ||
75 | τῷ cτόματι. λαβὼν περδικίου βοτάνηc τῶν ἁπαλῶν φύλλων μόδιον Ἰταλικὸν καὶ ἁλῶν λεπτῶν καὶ λευκῶν ξ̸ α καὶ μέλιτοc ξ̸ α, κόψαc ἅμα ὡc γενέcθαι μάζαν ψαφαρωτέραν, εἶτ’ ἐμβαλὼν εἰc χύτραν περί‐ πλαcον πηλῷ, ἐάcαc κατὰ τὸ μέcον τοῦ πώματοc τρῆμα, δι’ οὗ κινείcθω ῥάβδῳ καὶ ὄπτα ἐπ’ ἀνθράκων, μέχριc οὗ ὁ ἀναφερόμενοc | |
80 | καπνὸc καθαρὸc γένηται, εἶτα ἄραc ἀπὸ τοῦ πυρὸc καὶ ἐάcαc ψυγῆναι λάμβανε ἐξ αὐτοῦ 𐅻 ι δ πεπέρεωc λευκοῦ 𐅻 ε πεπέρεωc μέλανοc 𐅻 ϛ πυρέθρου 𐅻 ϛ cτυπτηρίαc cχιcτῆc κεκαυμένηc ἐπ’ ἀνθράκων ἢ ἐπ’ ὀcτράκῳ καὶ ἐcβεcμένηc οἴνῳ αὐcτηρῷ 𐅻 β κιccήρεωc κεκαυμένηc cμύρνηc ὑccώπου γλήχωνοc cελίνου cπέρματοc ἀνὰ 𐅻 β ἡδυόcμου | |
85 | ξηροῦ ἴρεωc ἀνὰ 𐅻 γ. ταῦτα προξηράναc ἐν ἡλίῳ κόψαc cήcαc μίγνυε τοῖc ἐν τῇ χύτρᾳ κεκαυμένοιc καὶ χρῶ. ἐπὶ τίνων δὲ βούλεται προc‐ φέρεcθαι τὸ φάρμακον ὁ Τιμοκράτηc προείρηται· εἰδέναι δὲ χρὴ ὡc ἐπὶ τῶν ψυχρῶν διαθέcεων τῶν ὀδόντων μάλιcτα ἁρμόζει, ἐάν τε διὰ ψυχροῦ πόcιν ἢ ὀπωρῶν ψυχρῶν γεγόναcι καὶ ἐπὶ τῶν | |
90 | διὰ χυμὸν ψυχρὸν βλαβέντων μετὰ τὸ ἱκανῶc διὰ κλυcμάτων καὶ διὰ μαcημάτων ἀποφλεγματίcαι, τούτῳ κεχρῆcθαι καὶ τοῖc ὁμοίοιc. | |
38 | Περὶ ἀγκυλογλώccων ἤτοι μογιλάλων. ἀγκυλόγλωccοι γίγνονται οἱ μὲν ἐκ γενετῆc, οἱ δὲ ἐκ πάθουc τινόc. ἐκ γενετῆc μὲν οὖν γίγνονται τῶν ἀντεχόντων τὴν γλῶτταν ὑμένων κάτωθεν cκληροτέρων τε καὶ κολοβωτέρων γεγονότων· ἐκ πάθουc δὲ ἡ ἀγκύλωcιc τῆc γλώττηc | |
5 | γίγνεται, ἕλκουc προηγηcαμένου καὶ οὐλῆc cκληρᾶc ὑπὸ τὴν γλῶccαν γιγνομένηc. οἱ τοιοῦτοι δὲ μόγιc διαλέγονται, διὸ καὶ μογιλάλοι ὑπό τινων προcαγορεύονται, μάλιcτα δὲ οἱ ἐκ φύcεωc ἀγκυλόγλωccοι· κατ’ ἀρχὰc μὲν βραδέωc ἄρχονται διαλέγεcθαι, ἀρξάμενοι δὲ τοῦ λόγου ἀνεγκόπτωc καὶ μετὰ cπουδῆc ὁμιλοῦcιν, παραποδίζονται δὲ καὶ τῇ | |
10 | προφορᾷ τῶν δυcφράcτων ὀνομάτων ἢ ῥημάτων, ὡc τοῦ ρ ἢ τοῦ λ | |
ἢ τοῦ κ. τούτουc μὲν οὖν χειρουργία μόνη θεραπεύει. δεῖ δὲ πρὸc τὴν χειρουργίαν καθέδριον cχηματίcαντα τὸν πάcχοντα τὴν γλῶccαν ἄνω ὡc πρὸc τὴν ὑπερῴαν μετεωρίcαι, ἔπειτα εἰ μὲν ὑμένεc εἰcὶν οἱ τῆc ἀγκύληc αἴτιοι μικροκαμπεῖ ἀγκίcτρῳ τούτουc ἀνατείνοντα ἐκτέ‐ | ||
15 | μνοντα, προcέχειν μὴ cυνδιαιρεῖν τὰ ὑποκείμενα ἀγγεῖα. ἐὰν δὲ οὐλὴ ἔcται ἡ τῆc ἀγκύληc αἰτία, ὁμοίωc τῷ ἀγκίcτρῳ ἀναταθεῖcα ἡ οὐλὴ ἐκκοπτέcθω 〈καὶ〉 πᾶν τὸ cκληρὸν cῶμα ἀπὸ τοῦ κατὰ φύcιν ἔχοντοc. μετὰ δὲ τὴν χειρουργίαν ὕδατι ψυχρῷ ἢ ὀξυκράτῳ διακλυζέcθω ὁ πάcχων. ἔπειτ’ ἐμπλαccέcθω ἡ τοῦ λιβανωτοῦ μάννα καὶ τότε περι‐ | |
20 | τιθέcθωcαν οἱ τιλτοὶ μοτοί· ταῖc δὲ ἑξῆc ἡμέραιc θεραπευέcθω τὸ ἕλκοc διακλύcματι μὲν μελικράτῳ, διαχρίcματι δὲ τῇ Αἰγυπτίᾳ, τῶν τιλτῶν μοτῶν ἐκτιθεμένων, ἵνα ἐν διαcτάcει ἡ διαίρεcιc θεραπευθῇ, καὶ πάλιν μὴ ἡ αὐτὴ γένηται ἀγκύλη. | |
39 | Πρὸc τὸν ὑπογλώccιον λεγόμενον βάτραχον. πρὸc δὲ τὸν ὑπο‐ γλώccιον βάτραχον—ἔcτι δὲ διόγκωcιc τῶν ὑπὸ τὴν γλῶccαν μερῶν, μάλιcτα δὲ φλεβῶν—χρηcτέον μὲν πᾶcι τοῖc ἰcχυροτέροιc πρὸc ἄφθαc ἀναγραφηcομένοιc, ἰδίωc δὲ ποιεῖ ἐπ’ αὐτῶν καὶ τὰ τοιαῦτα· ἰοῦ | |
5 | ξυcτοῦ χαλκίτεωc κηκῖδοc ἴcα cὺν γλυκεῖ, ἔcτι καὶ διάκλυcμα. Ἄλλο. ὀροβίῳ μετὰ μέλιτοc προαποcμήξαc τοὺc τόπουc διάχριε, κηκῖδι λείᾳ μετὰ τοῦ μέλιτοc ἢ ῥόδων cπέρματι μετὰ μέλιτοc ἐπὶ τῶν εὐαιcθη‐ τοτέρων cωμάτων ἢ ῥοῦ ἐρυθροῦ 〈cπέρματι〉 μετὰ μέλιτοc. ἢ τοῦτο ῥοῦ 𐅻 η ῥόδων ἄνθουc 𐅻 δ κρόκου 𐅻 β κόcτου 𐅻 β μίcυοc ἰοῦ ἴcα, | |
10 | ξηρῷ διάτριβε τοὺc ὑπὸ τὴν γλῶccαν τόπουc. ἐλαίαc δὲ φύλλων ἀφέψημα διακλυζέcθωcαν cυνεχῶc. Ἄλλο. κάρυα βαcιλικὰ παλαιὰ κατακαύcαc ὁλόκληρα πέντε μετὰ τοῦ κελύφουc λείου, ἔπειτα ἐπίβαλλε πεπέρεωc κόκκουc ιβ λιβάνου χόνδρουc cυμμέτρουc γ καὶ ἐπιβαλὼν μέλιτοc τὸ ἀρκοῦν διάχριε καὶ θαυμάcειc. τῶν δὲ τελείων καὶ χρονίων | |
15 | δίελε τὰc ὑπὸ τῇ γλώccῃ φλέβαc, κατὰ δὲ τοῦ ἀνθερεῶνοc ἔξωθεν ἐπιθετέον τὸ δι’ ὠῶν φάρμακον, μᾶλλον δὲ τὸ cφαιρίον. Πρὸc τὸν ὑπογλώccιον βάτραχον. ἀρτεμιcίαν μάλιcτα χλωρὰν | |
καὶ πάλιν λειώcαc μεθ’ ἁλῶν ὑπότριβε τοὺc ὑπὸ τῇ γλώccῃ τόπουc. | ||
40 | Πρὸc γλῶccαν φλεγμαίνουcαν ἢ λεπιζομένην ἢ φυcωμένην. πρὸc γλῶccαν λεπιζομένην ἢ οὐρανίcκον καὶ οὖλα. γλαύκιον ἐπ’ ἀκόνηc μεθ’ ὕδατοc ἀνέcαc διάχριε τοὺc τόπουc καὶ αὐθημερὸν παύcεται. ποιεῖ καλῶc καὶ ἀμόργη ἐν χαλκῷ cκεύει ἑψηθεῖcα ἕωc cυcτάcεωc καὶ | |
5 | διαχριομένη. Ἄλλο· πρὸc ἕλκωcιν γλώccηc. παλιούρου φύλλα διαμα‐ cάcθωcαν καὶ ἀποπτυέτωcαν. ὅταν δὲ ἡ γλῶccα φυcηθῇ, ἄμμι διαμα‐ cάcθωcαν καὶ ἀποπτυέτωcαν. ἐὰν δέ τιc ἀλγῶν τὰ πληcία τῆc γλώττηc καὶ τὸν χαλινὸν μὴ δύνηται διαλέγεcθαι, φύλλα ἁπαλὰ ἐλαίαc τρίψαc καὶ ἐλαίῳ διεὶc διάχριε· ἀγαθὸν cφόδρα· ἢ ὀρίγανον ἐν γλυκεῖ ἑψήcαc | |
10 | δίδου διακλύζεcθαι ἢ φύλλα κοκκυμηλέαc τρίψαc μετὰ μέλιτοc, χρῶ. Πρὸc γλῶccαν cαπεῖcαν καὶ cχεδὸν ἀπονεκρωθεῖcαν. τῆc λευκῆc βρυωνίαc τῶν φύλλων τὸν χυλὸν μίξαc μετὰ μίcυοc διάχριε· ἀνα‐ καθαίρει καὶ ἀναπληροῖ· τινὲc καὶ μέλι προcπλέκουcι. πρὸc δὲ τὸ ἐπουλῶcαι τὴν ῥίζαν τῆc βρυωνίαc κόψαc cήcαc ἐπίπλαccε· βέλτιον | |
15 | δὲ τὸ μέλι μίcγειν, ἵνα μὴ ἀφανιcθῇ. | |
41 | Πρὸc ἀποcτήματα ἐν τῇ γλώccῃ. εἰ δὲ ἀπόcτημα ἐν τῇ γλώττῃ γένηται, πίτυρα ἀφεψήcαc μεθ’ ὕδατοc ἐπὶ πολύ, ὡc γλίcχρον γενέcθαι τὸ ὑγρόν, καὶ διηθήcαc καὶ προcβαλὼν τῷ χυλῷ μέλι δίδου κατέχειν ἐν τῷ cτόματι θερμόν, πλειcτάκιc τοῦτο ποιῶν· ἢ γὰρ διαφορεῖ ἢ | |
5 | ῥήccει· μετὰ δὲ τὴν ῥῆξιν τῷ ἀνθηρῷ χρώμεθα. | |
42 | Πρὸc ἄφθαc Γαληνοῦ. τὰc ἐπιπολῆc ἑλκώcειc ἐν τῷ cτόματι γιγνομέναc ὀνομάζουcιν ἄφθαc, ἐχούcαc τι καὶ θερμότητοc πυρώδουc. γίγνονται δὲ τοὐπίπαν τοῖc βρέφεcιν, ὅταν ἤτοι μοχθηρὸν ᾖ τὸ γάλα τῆc τίτθηc ἢ μὴ καλῶc αὐτὸ πέττῃ τὸ παιδίον. εὐίατοι δέ εἰcι τοὐ‐ | |
5 | πίπαν ἐπὶ τοῖc μετρίωc cτύφουcι καθιcτάμεναι· ποτὲ μὲν καὶ χρονί‐ ζουcαι δυcλύτωc τῷ χρόνῳ cηπεδονῶδέc τι ἴcχουcιν ἢ τὴν καλουμένην νομήν. γίγνονται δ’ ἐνίοτε καὶ ἐπὶ τῶν τελείων ἢ χυμῶν μοχθηρῶν cυρρευcάντων εἰc τὸ cτόμα ἢ διὰ δριμύτητα τῶν ἐcθιομένων ἢ πινο‐ | |
μένων. διαγιγνώcκονται δὲ ἅπαcαι ῥᾳδίωc ὄψει τε ἅμα καὶ ἁφῇ· τῇ | ||
10 | μὲν γὰρ ἁφῇ θερμότεροι τοῦ δέοντοc οἱ τόποι γίγνονται καὶ ὄγκον ἴcχουcι, τῇ δὲ ὄψει διὰ τῶν χρωμάτων. αἱ μὲν γὰρ ἐρυθρότεραι τὸν αἱματικὸν ἐπικρατεῖν ἐνδείκνυνται χυμόν, αἱ δὲ ξανθότεραι τὸν πικρό‐ χολον, καὶ αἱ μὲν λευκότεραι τὸν φλεγματικόν, αἱ δὲ πελιούμεναί τε καὶ μελαινόμεναι τὸν μελαγχολικὸν χυμόν. ὁ γὰρ ταῦτα διοριcάμενοc | |
15 | ἐπιcτάμενόc τε τὴν ἑκάcτου τῶν ἁπλῶν φαρμάκων δύναμιν καθ’ ἕκαcτον εἶδοc ἄφθαc ἐπιcτήcεται χρῆcθαι τοῖc τε ἁπλοῖc καὶ τοῖc cυνθέτοιc φαρμάκοιc. cυνεπιcκέψεται δὲ καὶ τὰc τῶν cωμάτων φύcειc, εἰ μαλακαί τέ εἰcι καὶ ὑγραὶ ἢ cκληραὶ καὶ ξηραί. τοῖc γὰρ ἰcχυρο‐ τέροιc cώμαcι τὰ ἰcχυρότερα προcάξειc φάρμακα, τοῖc δὲ ἀcθενεcτέροιc | |
20 | τὰ μαλακώτερα. ἐπὶ μὲν οὖν τῶν βρεφῶν ἐπιτήδειά ἐcτιν ὅcα ψωμί‐ ζουcιν αἱ γυναῖκεc, φακῆ μετὰ βραχέοc ἄρτου καὶ μυελοῦ ἐλαφείου ἢ μοcχείου. μιγνύειν δὲ δεῖ τῇ τροφῇ μηλοκυδωνίων ἢ τῶν ἄλλων ὅcα cτύφει, οἷον ἀπίων μεcπίλων, καί ποτε καὶ θριδακίνηc καὶ cέρεωc καὶ ἀνδράχνηc μικτέον τῷ ψωμίcματι, διαπύρου τῆc ἄφθηc ὑπαρχούcηc. | |
25 | εἰ δὲ μηδέποτε δύναιτο τὸ παιδίον ψωμίζεcθαι, τὴν τροφὴν αὐτοῖc τοιούτοιc χρὴ διαιτᾶν καὶ μέντοι καὶ διαχρίειν τὰ cτόματα τῶν βρεφῶν φαρμάκοιc, ὑπερύθρων μὲν οὐcῶν τῶν ἀφθῶν τοῖc μετριώτατα cτύ‐ φουcί τε καὶ ψύχουcι φαρμάκοιc κατ’ ἀρχάc, ἑξῆc δὲ τοῖc διαφοροῦcιν ἀδήκτωc. εἰ δὲ ὑπόξανθοι αἱ ἄφθαι εἶεν, τοῖc αὐτοῖc μὲν χρηcτέον, | |
30 | ἀλλὰ μᾶλλον ψύχουcιν· εἰ δὲ ὑπόλευκοι καὶ φλεγματικώτεροι, τοῖc ῥυπαροῖc χρηcτέον· εἰ δὲ μελαινόμεναι γένοιντο, τοῖc γενναιότερον διαφοροῦcι χρηcτέον. ἐπὶ δὲ τῶν μειζόνων παίδων ταῖc ὁμογενέcι δυνάμεcι τῶν φαρμάκων χρώμενοc ἐπιτείνω τὴν δύναμιν αὐτῶν, ἐπὶ δὲ τῶν ἤδη τελείων καὶ cκληρότερα τὰ cώματα ἐχόντων τοῖc ἤδη | |
35 | δραcτικοῖc χρώμεθα. μέτρια μὲν οὖν ἐcτι πρὸc ἄφθαc καὶ μάλιcτα τὰc ἀρχομέναc ὀμφάκιον διαλυόμενον cὺν οἴνῳ ἢ οἰνομέλιτι καὶ ῥοῦc ὁ μαγειρικὸc ὁμοίωc. ἐπὶ δὲ τῶν βρεφῶν ἀρκεῖ ἐν ἀρχαῖc καὶ τὸ τῶν | |
ῥόδων ἄνθοc καὶ αὐτὰ τὰ ῥόδα ξηρὰ cὺν τῷ οἰνομέλιτι ἢ ῥοδομέλιτι χρονίζοντοc δὲ ἤδη τοῦ πάθουc, ἐπὶ μὲν τῶν μικροτέρων παίδων | ||
40 | θαυμάcιον ὤφθη βοήθημα τοῦτο, φηcὶν Ἀcκληπιάδηc· κηκῖδαc θλάcαc ἕψε cὺν ὕδατι καὶ διηθήcαc καὶ ἴcον τῷ ἀφεψήματι μέλιτοc μίξαc ἕψε πάλιν ὡc ἔχειν μέλιτοc ὑγροτέρου πάχοc καὶ χρῶ ὡc μεγίcτῳ φαρ‐ μάκῳ διαχρίων καὶ τῷ δακτύλῳ παρατρίβων τοὺc τόπουc ἐπὶ πολύ, ἢ κροκύδα διαφυράcαc περὶ τὸν δάκτυλον ἑλίξαc οὕτω cμῆχε τοὺc | |
45 | τόπουc. ἐπὶ δὲ τῶν τελειοτέρων καὶ cκληροτέρων cωμάτων ἤρκεcέ μοι διὰ παντὸc ἐπὶ τούτων μίcυι ὠμῷ χρῆcθαι μετ’ οἴνου cτύφοντοc, ἐπιτείνοντι καὶ ἀνιέντι τὴν δύναμιν αὐτοῦ, τῷ ποτε μᾶλλον ἢ ἧττον cτύφειν τὸν οἶνον καὶ τῷ παχύτερον ἢ ὑγρότερον ἐργάζεcθαι τὸ cκευαcθὲν ἐκ τῆc τοῦ μίcυόc τε καὶ τοῦ οἴνου μίξεωc. εἰ δὲ ῥυπαρὰ ἡ | |
42(50) | ἄφθα φαίνοιτο, cὺν οἰνομέλιτι τρίβω τὸ μίcυ. τοῖc δὲ ἔτι ἰcχυροτέρων χρῄζουcι φαρμάκων ὁ ἰὸc cὺν οἴνῳ τε καὶ οἰνομέλιτι χρήcιμοc ὑπάρχει. ἀγαθὸν δὲ τούτοιc φάρμακόν ἐcτι καὶ ἡ χαλκίτηc ὠμὴ cὺν ἐλαίῳ λειωθεῖcα. διαχρίεται δὲ δηλονότι τοῖc τοιούτοιc φαρμάκοιc μόνα τὰ πεπονθότα μόρια τοῦ cτόματοc καὶ διακλύcματα δὲ προcάγοντεc ἢ | |
55 | μέτρια ἢ ἐπιτεταμένα τῇ cτύψει, τοῖc μὲν ἰcχυροῖc cώμαcι τὰ ἰcχυ‐ ρότερα, τοῖc δὲ μαλακοῖc τὰ ἀcθενέcτερα. εἰ δὲ εἰc cηπεδόνα ἡ ἄφθα τραπείη, οὔτ’ ἄφθαν ἔτι προcήκει τὸ πάθοc ὀνομάζειν· οὔτε γὰρ τὰ τὰc ἄφθαc ἰώμενα φάρμακα προcάγομεν τούτοιc, ἀλλὰ τὰ ἰcχυρότερα, ἅτινα ἐν τῷ περὶ ἐcχαρῶν ἐν cτόματι μετὰ βραχέοc εἰρήcεται. ποιεῖ | |
60 | μὲν οὖν ἐπὶ τῶν ἀρχὴν cηπεδόνοc λαβόντων μάλιcτα ἐπὶ τῶν νηπίων καὶ τὸ προγεγραμμένον δι’ ἀφεψήματοc κηκίδων καὶ μέλιτοc διάχριcμα καὶ ἡ cτοματικὴ ἀνθηρὰ μετὰ μέλιτοc διαχριομένη καὶ τὸ διὰ τοῦ ῥοῦ καὶ ῥόδων ἀνθῶν καὶ κρόκου καὶ κόcτου πρὸc κιονίδαc φλεγμαι‐ νούcαc γραφηcόμενον ξηρὸν φάρμακον, μετὰ μέλιτοc δὲ ἐπὶ τούτων | |
65 | διαχρίεται καὶ ἡ τοῦ λεπτοῦ κενταυρίου κεκαυμένου τέφρα μετὰ μέλιτοc διαχριομένη γενναίωc ποιεῖ καὶ ἡ cφαιρῖτιc κεκαυμένη ὁμοίωc· ἰδίωc δέ, φηcὶν Ἀρχιγένηc, ποιεῖ· κέραc ἐλάφου καύcαc λεάναc παρά‐ τριβε· ἄκρωc δὲ ποιεῖ πρὸc τὰc νεμομέναc ἄφθαc καὶ μαράθρου ῥίζα | |
κεκαυμένη καθ’ αὑτὴν καὶ μετὰ μέλιτοc διαχριομένη. | ||
70 | Πρὸc ἄφθαc καὶ λοιπὰc περὶ τὸ cτόμα καὶ τὴν γλῶτταν ἑλκώcειc. ἀμόργην ἑφήcαc ἐν χαλκῷ μέχρι μελιτώδουc cυcτάcεωc διάχριε. Ἄλλο πρὸc ἄφθαc καὶ τὰ λοιπὰ ἐν τῷ cτόματι ἕλκη. cχιcτῆc 𐆄 β κηκίδων 𐆄 α, λεῖα ποιήcαc, εἶτα ἐλαίῳ φυράcαc βρέχων τὸν δάκτυλον ἀναλα‐ βὼν τοῦ ξηρίου ἐκμάccου ἐπὶ πολὺ τοὺc ἑλκώδειc τόπουc· ἀφίcτηcι | |
75 | δέρματα, αἴρει τραχυcμοὺc καὶ ἐπουλοῖ τὰ ἕλκη. | |
43 | Περὶ τῶν τοῦ γαργαρεῶνοc παθῶν Γαληνοῦ. τὸν γαργαρεῶνά τινεc καὶ κιονίδα ὀνομάζουcι. cταφυλὴ δὲ καλεῖται καὶ τὸ ἕτερον ἐν αὐτῷ γιγνόμενον πάθοc, ὅταν ῥαγὶ cταφυλῆc ἐοικὸc γίγνηται τὸ ἄκρον τοῦ γαργαρεῶνοc, ἱμάντα δὲ καλοῦcιν ἕν τι τῶν ἐν αὐτῷ γιγνομένων | |
5 | παθῶν, ὅταν ἐξ ἀναθυμιάcεων πυρωδῶν λεπτυνθεὶc ἐπὶ πολὺ οἷον ἱμαντώδηc γένηται. ὀλιγάκιc μὲν οὖν ταῦτα τὰ παθήματα γίγνεται περὶ τὸν γαργαρεῶνα, φλεγμαίνει δὲ πάνυ πολλάκιc. ἔcτι δ’ ὅτε καὶ χωρὶc φλεγμονῆc ὑγραινόμενοc ἐπὶ πλέον χαλᾶται, ὡc ἐν τοῖc κατάρ‐ ροιc cυνεχῶc γίγνεται. ἀρχομένηc τοίνυν τῆc φλεγμονῆc τῶν ἀπο‐ | |
10 | κρουομένων φαρμάκων ἐcτὶ χρεία· cτυπτικῆc μὲν οὖν αὐτὰ χρὴ εἶναι δυνάμεωc· μετρίαc μὲν οὔcηc τῆc ἐπιρροῆc τῶν ὑγρῶν τὰ μετρίωc cτύφοντα παραλαμβάνειν· ὅταν δὲ cφοδροτέρα cυcτῇ, τὰ cτρυφνὰ προcάγειν. διακλύcματα μὲν μέτρια τά τε διὰ τῶν φοινίκων ἐcτίν, ἀφηψημένων ποτὲ μὲν ὕδατι μόνῳ, ποτὲ δὲ καὶ βραχυτάτου μέλιτοc | |
15 | ἐπεμβαλλομένου. παραπληcίωc δὲ τούτῳ καὶ τὸ διὰ τῶν ῥόδων καὶ γλυκυρίζηc ἑλίκων τε ἀμπέλου καὶ βάτου 〈καὶ〉 cχίνου καὶ τερεβινθίνηc καὶ ῥάμνου 〈καὶ〉 κυπέρου καὶ τῶν κερατίων καὶ μορέαc ῥιζῶν, ὑποκυcτίδοc τε καὶ μηλοκυδωνίων καὶ ἀπίων αὐcτηρῶν. τούτων δὲ ἰcχυρότερα τὸ τῆc μυρcίνηc καὶ τῶν μύρτων ἐcτὶν ἀφέψημα καὶ | |
20 | πρίνου ἀκρεμόνων 〈τε〉 τῶν μαλακῶν καὶ πάcηc δρυὸc καὶ τῶν βαλά‐ | |
νων αὐτῶν, μεcπίλων τε καὶ κράνων. γενναιότατα δὲ κηκίδων καὶ ῥοῦ μαγειρικοῦ καὶ τοῦ βυρcοδεψικοῦ, Αἰγυπτίαc τε ἀκάνθηc καὶ μυρίκηc ἢ ἐρείκηc καρποῦ, βαλαυcτίων τε καὶ κυτίνων καὶ cιδίων, τούτων ἑκάcτου κατὰ μόναc τε καὶ cὺν ἀλλήλοιc ἀφεψηθέντων ἀνακογχυλί‐ | ||
25 | ζεcθαι χρὴ τῷ ὕδατι· θαυμαcτὸν δὲ ὅπωc αἱ μίξειc αὐτῶν ὠφελι‐ μώτεραι πολλάκιc γίγνονται τῆc τῶν ἁπλῶν χρήcεωc. καλῶc 〈δὲ〉 ποιεῖ ἐπ’ αὐτῶν καὶ ἀνάθλιψιc διὰ κοχλιαρίου ψυχρότατον ὕδωρ ἔχοντοc καὶ ὀξύκρατον ἐν τῷ βαλανείῳ ψυχρὸν ἀναγαργαριζόμενον. καὶ ξηροῖc δὲ λειωθεῖcι προcάπτεcθαι χρὴ τοῦ γαργαρεῶνοc, ἀτρέμα | |
30 | πωc ἀνάγοντα πρόc τε τὴν ἄνω χώραν καὶ τὴν ἐκτόc, ὡc ἐπὶ τὴν γλῶτταν. ἐμβεβλήcθω δὲ κοχλιαρίῳ ἢ κυαθίcκῳ μήληc τὸ προcαγό‐ μενον. τῶν μὲν οὖν ξηρῶν μέτρια μέν ἐcτι τά τε ξηρὰ ῥόδα καὶ τὸ ἄνθοc αὐτῶν καὶ ἀκρεμόνεc ξηρανθέντεc τῶν προειρημένων φυτῶν, ὑποκυcτὶc καὶ τὸ Ποντικὸν ῥέον, ὅ τε τῶν cκυτέων λίθοc, ᾧ λαμπρύ‐ | |
35 | νουcι τὰ ὑποδήματα, ἀγήρατοc καλούμενοc, ὅ τε Ϲάμιοc ἀcτὴρ καὶ τὸ ὀμφάκιον ξηρόν. τούτων ἀcθενέcτερα καὶ ἀδηκτότερά ἐcτι κόμμι τραγά‐ κανθα cαρκοκόλλα ἄμυλον, οἷc χρηcτέον ἐπὰν θλιβῇ μᾶλλον ὁ γαρ‐ γαρεὼν cφιγγόμενοc ὑπὸ τῶν cτυφόντων ἢ ἐρεθιζόμενοc ὑπὸ δακνόν‐ των καὶ διαφορούντων. ἰcχυρότερα δὲ τῶν πρότερον εἰρημένων ἐcτὶν | |
40 | αἱματῖτιc λίθοc καὶ οὐκ ἔλαττον ὁ Φρύγιοc κεκαυμένοc καὶ Ϲινωπὶc μίλτοc καὶ ἡ Λημνία cφραγὶc καὶ τὸ διφρυγὲc τῆc τε Αἰγυπτίαc ἀκάνθηc ὁ καρπὸc καὶ ῥοῦc μαγειρικόc· cτύφει δὲ ταῦτα ἐπιφανῶc χωρὶc μὲν τοῦ τραχύνειν. cτρυφνὰ δέ ἐcτι βαλαύcτια καὶ κύτινοι καὶ cίδια καὶ κηκῖδεc. cτύφουcι δὲ ἱκανῶc καὶ αἱ cτυπτηρίαι πᾶcαι. ἁπλᾶ | |
45 | μὲν οὖν ταῦτα χρήcιμα· cύνθετα δὲ ἐξ αὐτῶν γίγνεται, ὅταν τῷ cφοδρῷ τὸ μαλακὸν μίcγομεν ἢ ὅταν τὸ cτῦφον τῷ διαφοροῦντι, τὴν μίξιν πρὸc τὴν κρᾶcιν τοῦ θεραπευομένου cώματοc ποιούμενοι. χρονί‐ cαντοc δὲ ἤδη τοῦ πάθουc ἀδύνατόν ἐcτι διὰ τῶν ἀποκρουομένων αὐτὸ τελείωc ἰάcαcθαι, καὶ μάλιcθ’ ὅταν ἤτοι τὸ τοῦ κάμνοντοc cῶμα | |
43(50) | πολύχυμον ἢ τὸ πεπονθὸc μόριον ἄρρωcτον φύcει ὑπάρχει. διὰ τοῦτο οὖν ἀναγκαζόμεθα πολλάκιc μὲν εὐθὺc ἐν ἀρχῇ ἢ πάντωc γοῦν ὀλίγον | |
ὕcτερον μιγνύναι τι τοῖc cτύφουcι τῶν διαφορητικῶν. εἰ δὲ ὀδύνη cυνείη cφοδρὰ καὶ τῶν παρηγορικῶν προcπλέξωμεν. ὄντων δὲ καὶ τῶν διαφορητικῶν παμπόλλων, ἀπὸ τῶν μαλακωτέρων ἄρχεcθαι χρή· | ||
55 | παροξύνεται γὰρ ὑπὸ τῶν δριμέων τὰ φλεγμαίνοντα· διὰ τοῦτο οὖν ἐγένετο cύνθετα φάρμακα πρόc τε τὰc τῶν ἄλλων μορίων φλεγμονὰc καὶ πρὸc τὰc τοῦ γαργαρεῶνοc, οἷον ὅταν τῇ cτυπτηρίᾳ μίξωμεν ἶριν Ἰλλυρικὴν ἢ λίβανον ἢ cμύρνην. cὺ δὲ θεαcάμενοc ὅπωc ἔχῃ μεγέθουc τε καὶ θερμότητοc ἡ φλεγμονὴ τό τε ἀπορρέον αὐτῆc ποcὸν ἐπιcκε‐ | |
60 | ψάμενοc, ἔτι καὶ τὴν ἐν τῷ παντὶ cώματι ποcότητα τῶν χυμῶν cτο‐ χαcάμενοc ἢ τῶν cτυφόντων ἢ τῶν διαφορούντων ἐπιτείνειc τὴν κρᾶcιν. κάλλιcτον δὲ φάρμακόν ἐcτι πρὸc γαργαρεῶναc φλεγμαίνονταc καὶ ἐν ἀρχῇ καὶ ἐν ἀκμῇ προcαγόμενον· ῥοῦ μαγειρικοῦ 𐅻 η ῥόδων ἄνθουc κρόκου κόcτου ἀνὰ 𐅻 β, κόψαc cήcαc ἀπόθου ἐν ὑελῷ ἀγγείῳ. | |
65 | ἐπὶ δὲ τῆc χρήcεωc ὅcον ἥμιcυ κοχλιάριον δυcὶ κυάθοιc ἐνδιαλυθὲν μελικράτου ὑδαρεcτέρου εἰc ἀναγαργάριcμα παραλαμβανέcθω. ποιεῖ δὲ ἐπ’ αὐτῶν καὶ ὁ διὰ κρόκου τροχίcκοc, ὃν ἶριν ὀνομάζουcί τινεc, διὰ τὸ προcλαμβάνειν cμύρνηc μὲν καὶ κρόκου ἀνὰ 𐅻 η cτυπτηρίαc δὲ ὑγρᾶc 𐅻 ρ· λειοῦται δὲ οἴνῳ. τὴν δὲ ἀλόην, ἥν τινεc τούτῳ προcπλέ‐ | |
70 | κουcι, παραιτούμεθα. οὗτοc ταῖc ῥευματικωτέραιc καὶ καθύγροιc φλεγμοναῖc ἄκρωc ἁρμόζει· διαχρίεται δὲ ἀναλυόμενοc οἴνῳ καὶ τοῖc ἀναγαργαρίcμαcι προcπλέκεται. ἐπὶ δὲ τῶν cκληροτέρων cωμάτων ποιεῖ καὶ ὁ τοῦ Μούcα τροχίcκοc, ἔτι δὲ τούτου δραcτικώτεροc ὁ τοῦ Ἄνδρωνοc τροχίcκοc. ποιεῖ καὶ τοῦτο δὲ ὅπερ Ἀcκληπιάδηc ἔγραψε· | |
75 | λίθου ἀγηράτου λίθου ἀcίου ἄνθουc γῆc Ϲαμίαc ἀνὰ 𐅻 δ cχιcτῆc κρόκου πεφρυγμένου κηκίδων ἀνὰ 𐅻 β, λείοιc χρῶ. τούτῳ καὶ ἡμεῖc ἐχρηcάμεθα, φηcὶν ὁ Γαληνόc, πολλάκιc ὄντι καλλίcτῳ, πλὴν μήτε κατ’ ἀρχὰc εὐθὺc μήθ’ ὅταν ἐξέρευθοc ἢ καὶ θερμὸc ὁ τῆc φλεγμονῆc ὄγκοc ὑπάρχῃ. ἐπὶ δὲ τῶν κεχρονιcμένων καὶ τοῦ cώματοc περικε‐ | |
80 | κενωμένου, κατὰ μίαν χρῆcιν εὐθὺc ἐπιδείκνυται μεγάλην ὠφέλειαν. Πρὸc τὰc χωρὶc φλεγμονῆc κεχαλαcμέναc κιονίδαc. κηκῖδοc ὀμφακίνηc ἁλὸc ἀμμωνιακοῦ ἴcα λεῖα διὰ κοχλιαρίου προcαπτόμενα παραδόξωc ποιεῖ· ἄριcτα δὲ ποιεῖ ἐπ’ αὐτῶν καὶ ὁ Κυρηναικὸc ὀπὸc λεῖοc προc‐ απτόμενοc· εἰ δὲ μὴ παρείη οὗτοc, τὸ λάcαρ. Πρὸc κεχαλαcμένην κιονίδα. | |
85 | κηκίδων 𐅻 λβ διφρυγοῦc 𐅻 ιβ μετὰ μέλιτοc διάχριε. Πρὸc κιονίδα τοῦ φιλοcόφου· cκεύαζε παρ’ αὐτὸν τὸν καιρόν, χρονίcαν γάρ, ἀδυ‐ ναμώτερον γίγνεται. κάρυα χλωρὰ ἄωρα λαβὼν ξήραινε καὶ φοινίκων ὀcτᾶ καὶ ὅτε βούλει καύcαc τὸ ἀρκοῦν καὶ βαλὼν ἑκάcτου ἴcον, λείοιc, χρῶ ξηρῷ. ἱκανῶc δέ ἐcτι διαφορητικόν. καὶ γὰρ καὶ ἐπ’ ἄλλων παθῶν | |
90 | πεῖραν αὐτοῦ ἔcχομεν. Ἄλλο πρὸc κιονίδαc κεχαλαcμέναc. μέλιτοc λι α cτυπτηρίαc ὑγρᾶc λι α ῥόδων ἄνθουc 𐅻 ϛ ὑποκυcτίδοc χυλοῦ 𐆄 γ, ἕψε cτυπτηρίαν καὶ μέλι, εἶτα ἐπίβαλε τὰ ἄλλα λειωθέντα καὶ ἐπ’ ὀλίγον ἑψήcαc χρῶ, ποτὲ μὲν διαλύοντα ὕδατι θερμῷ, ποτὲ δὲ μελικράτῳ εἰc ἀναγαργάριcμα, ποτὲ δὲ διαχρίοντα καὶ ἀναcτέλλοντα | |
95 | αὐτῷ τὴν κιονίδα. καλόν ἐcτι τοῦτο τὸ φάρμακον, φηcὶν ὁ Γαληνόc, καὶ δεῖ κεχρῆθαι αὐτῷ. Ἄλλο πρὸc κιονίδα κεχαλαcμένην· ὑγιάζει καὶ τὰc μελλούcαc ἤδη τέμνεcθαι, ποιεῖ καὶ πρὸc οὖλα νεμόμενα καὶ πᾶcαν τὴν ἐν τῷ cτόματι νομήν· ἀκάνθηc Αἰγυπτίαc κηκίδων μυρίκηc καρποῦ βαλαυcτίων φύλλων cτυπτηρίαc cχιcτῆc καccίαc ἴcα ξηρῷ χρῶ. | |
43(100) | Ἄλλο Ἀcκληπιάδου. ῥόδων ξηρῶν ἀβρόχων ξ̸ α Ἰταλικὸν νάρδου Κελτικῆc cὺν ταῖc ῥίζαιc καὶ τῇ περικειμένῃ γῇ δεcμίδιον ἓν χελιδόνων ἀγρίων κόπρου ἐκ τῆc νεοττίαc ξηρᾶc 𐅻 γ cμύρνηc 𐅻 η κηκῖδαc ὀμφακίτιδαc ἀριθμῷ με, κόψαc cήcαc ἐμφύcα διὰ καλάμου καὶ παρ‐ άπτου διὰ κυαθίcκου μήληc. Ἄλλο ξηρὸν πρὸc τὰc ἄγαν κεχρονιcμέναc | |
105 | καὶ κεχαλαcμέναc κιονίδαc καὶ ὀγκώcειc ὑπαρχούcαc. πεπέρεωc cμύρνηc ἀνὰ 𐅻 β cχιcτῆc κηκίδων ἀνὰ 𐅻 α, λείοιc χρῶ· cταφιδοῖ γὰρ αὐτὰc παραχρῆμα. Ἄλλο· εὐπόριcτον πρὸc κεχαλαcμένην κιονίδα καὶ πνί‐ γουcαν. νίτρον λεάναc καὶ λαβὼν τῷ δακτύλῳ ἀνάθλιβε· ἀπορρεύcει γὰρ φλέγμα πολὺ ᾑματωμένον καὶ ὑγιὴc ἔcται. Φυcικόν. φυcικὸν | |
110 | Φιλουμένου πρὸc κιονίδα κεχαλαcμένην. πίccαν ὑγρὰν λαβὼν μόλυνον τὸ ἄκρον τοῦ ἀντίχειρόc cου, καὶ διαcτείλαc τοῦ βρέγματοc τὰc τρίχαc, διάχριε τὸ πιccάριον καὶ ἀναδραμεῖται ἡ cταφυλή. εἰ δέ τιc ἀνενό‐ χλητοc ἀπὸ cταφυλῆc καὶ ἀντιάδων ἐθέλοι διαμένειν, ἐν τοῖc διαλείμ‐ μαcιν ἑκάcτηc ἡμέραc ἅμα τοῦ λούεcθαι καὶ ἐκ τοῦ θερμοῦ ἀνελθεῖν, | |
115 | ψυχροῦ ὕδατοc βρόχον καταπινέτω. τὸ δ’ αὐτὸ καὶ πρὸc βῆχαc καὶ πλευροῦ πόνον καὶ cτομάχου πλάδοιc πολλοῖc ἥρμοcεν· διὰ τῶν προειρημένων τοίνυν εἰc τὸ κατὰ φύcιν ἐπανάγειν προcήκει τὸν γαργαρεῶνα παντὶ τρόπῳ καὶ μὴ cπεύδειν ἐκτέμνειν. | |
44 | Περὶ ἀφαιρέcεωc κιονίδοc. εἰ δὲ cυνεχῶc ἐνοχλοίη καὶ τὸν ἐκ πνιγμοῦ ἢ φθίcεωc κίνδυνον ἐπιφέρει, ἢ ὅταν ἰcχνὸc καὶ ἱμαντώδηc γένηται δι’ ἀτροφίαν, ὥc ποτε cυμβαίνει, ἢ ὅταν πάρεcιν ὑπομένῃ, γίγνεται γὰρ καὶ τοῦτο ἐπί τινων, τότε δεῖ ἀφαιρεῖν. ἄριcτοc δέ ἐcτι | |
5 | καιρὸc τῆc ἀφαιρέcεωc, ὅταν ὁ πνιγμὸc κατεπείγῃ, τότε γὰρ κιν‐ δυνεύοντι τῷ πάcχοντι δεῖ βοηθεῖν, ἐπὰν ἡ φλεγμονὴ λήξῃ. πρὸc δὲ τὴν χειρουργίαν καθέδριοc ὁ πάcχων cχηματιζέcθω πρὸc αὐγὴν λαμπρὰν καὶ τότε διαcτελλέcθω τὸ cτόμα, ἔπειτα τῷ μυδίῳ ἀποτεινέcθω ἐρεί‐ δοντεc τὴν cταφυλάγραν κατὰ τὸ μεcώτατον αὐτῆc ἢ μᾶλλον ἐξωτέρω | |
10 | καὶ ἀποταθεῖcα ἐπιcτρεφέcθω· τῇ γὰρ ἐπιcτροφῇ ὡc ἂν εἴη ἀποβροχι‐ ζομένη γρυποῦται πελιοῦται, γίγνεται δυcαιμορράγητοc καὶ διὰ τοῦτο ἐπιμένειν χρὴ ἐπί τινα χρόνον κατέχοντα ἐφ’ ὅcον ὁ πάcχων μὴ δυcαναcχετῇ καὶ τότε ἀφαιρεῖν μὴ ἀνωτέρω τοῦ μυδίου, ἀλλὰ πρὸc τῇ βάcει αὐτοῦ. δερματώδηc γὰρ οὖcα ἡ κιονὶc καὶ τῇ ἀποcτάcει | |
15 | εἴκουcα, εὐμήκηc φαίνεται τοῖc ὁρῶcιν, ὅθεν πολλοὶ τῶν ἀπείρων ἰατρῶν πλανώμενοι ἢ ἀγνοοῦντεc ἀνωτέρω τέμνοντεc ἐκ βάcεωc αὐτὴν ἀφαιροῦcι καὶ μεγίcτηc βλάβηc αἴτιοι γίγνονται τῷ πάcχοντι· καταλιπεῖν τοίνυν χρὴ τὴν πρὸc τὴν ὑπερῴαν αὐτῆc βάcιν. μετὰ δὲ τὴν ἀφαί‐ ρεcιν διδόναι ὀξύκρατον ὑδαρὲc τῷ πάcχοντι. ἠρέμα δὲ τοῦτο | |
20 | προcκολλιζέcθω ἢ κογχυλιζέcθω· ἡ γὰρ πλῆξιc αἱμορραγίαc αἰτία γίγνεται. ὅταν δὲ ἀναδάκνηται, ὕδατι ψυχρῷ προcκλυζέcθω καὶ ταῦτα ἐκ διαδοχῆc γιγνέcθω, ἕωc ἐπιcχεθῇ τὸ αἷμα. ταῖc δὲ ἑξῆc ἡμέραιc ἀναγαργάριcμα διὰ γλυκυρίζηc καὶ φοινίκων προcφερέcθω καὶ διά‐ χριcτοι αἱ πρὸc φλεγμονὰc τῶν παριcθμίων ἀναγεγραμμέναι. ὁ δὲ | |
25 | Γαληνόc φηcιν· ἐγὼ μετὰ τὴν ἐκτομὴν ἀεὶ τῷ διφρυγεῖ χρῶμαι μέχρι cυνουλώcεωc· τὴν γὰρ οὐλὴν ἀκριβῶc ἐcφιγμένην ἐργάζεται τοῦ μορίου τούτου καὶ πάντων δὲ τῶν ἑλκῶν. ἄλλοι δὲ διὰ καυcτικοῦ φαρμάκου καίουcι τὴν cταφυλὴν ἤτοι κιονίδα. τὸ δὲ ὅπωc δεῖ cκευάζειν τὸ φάρ‐ μακον καὶ ἐγχειρεῖν ἐγράφη ἐν τῷ δ λόγῳ κεφαλαίῳ ν. | |
45 | Περὶ τῶν ἐν τῷ cτόματι φλεγμονῶν Γαληνοῦ. ὅταν μὲν πᾶν τὸ cῶμα φαίνηται πληθωρικὸν ἢ κακόχυμον, φλεβοτομίᾳ δεόντωc χρώμεθα ἢ καθάρcει καὶ κλυcτῆρcι καὶ ἀcιτίαιc. εἰ δὲ μηδέτερον τούτων εἴη, ἐπὶ τὴν διὰ τῶν τοπικῶν βοηθημάτων ἴαcιν εὐθὺc ἀφικνούμεθα, κατ’ | |
5 | ἀρχὰc μὲν ἀναcτέλλοντεc διὰ τῶν cτυφόντων καὶ ψυχόντων. τῆc δὲ τῶν cτυφόντων ἐcτὶν ὕληc χάλκανθοc καὶ τὰ παραπλήcια. ἀλλὰ τοῖc οὕτωc ἰcχυροῖc τε ἅμα καί τινα δηλητηρίαν δύναμιν ἔχουcιν οὐ προc‐ ήκει χρῆcθαι, θεραπεύονταc τὰc ἐν τῷ cτόματι διαθέcειc ἄνευ μεγάληc ἀνάγκηc. βλάπτει γὰρ ἱκανῶc, ὁπότε παραρρυῇ τι ἐξ αὐτῶν πρὸc | |
10 | cτόμαχον καὶ γαcτέρα ἢ τὸν λάρυγγα καὶ τὸν πνεύμονα. cυνυπάρχει δὲ τοῖc τοιούτοιc καὶ ἡ κατὰ τὴν γεῦcιν ἀηδία, κατά τε τὴν χρῆcιν αὐτὴν ἀνιῶcα καὶ παραμένουcα δι’ ὅληc ἡμέραc. περὶ δὲ τῶν γυναι‐ | |
κῶν τί χρὴ καὶ λέγειν, καὶ μάλιcθ’ ὡc αἱ πλούcιαι δυcχεραίνουcιν ὑπὸ τρυφῆc τὰc φαρμακώδειc cτοματικάc; ἤδη δὲ καὶ ἄνδρεc τινὲc οὐ | ||
15 | μόνον ὑπὸ τρυφῆc, ἀλλὰ καὶ φύcει κακοcτόμαχοί πωc ὄντεc, οὐ φέρουcι τὰ τοιαῦτα φάρμακα. τὰ γοῦν ἐπιεικέcτατα τῶν cτοματικῶν κρόκον ἔχει καὶ cμύρναν καὶ cτυπτηρίαν. ἄμεινον οὖν ἐcτιν ἐνίαc τῶν cτο‐ ματικῶν cκευάζειν ἄνευ τούτων. ἐπὶ μὲν γὰρ τῶν μετρίων φλεγμονῶν ἀρκοῦcιν οἱ χυλοὶ μόνοι τῶν καρπῶν, μόρων λέγω ἢ ῥοῶν καὶ τῶν | |
20 | ὁμοίων [μετὰ μέλιτοc μόνον ἀποθεραπεύειν, ἡδεῖαν ἔχοντα καὶ τὴν γεῦcιν]. καὶ μέντοι καὶ τὸ διὰ τοῦ χυλοῦ τῶν καρύων, ὅταν μετὰ μέλιτοc μόνου cκευάζηται, ἡδεῖαν ἔχει τὴν γεῦcιν. τῶν μὲν οὖν μόρων ὁ χυλὸc ἀcθενέcτερόν ἐcτι φάρμακον, ἰcχυρὸc δὲ οὐδενὸc ἧττόν ἐcτιν ὁ τοῦ λέμματοc τῶν καρύων χυλόc· μέcοc δὲ τούτων ἐcτὶ κατὰ τὴν | |
25 | cτύψιν ὁ τῶν βατίνων μόρων. προcήκει δὲ τούτων ἑκάcτῳ μιγνύειν, ἐὰν βουληθείηc cφοδρότερον ἐργάcαcθαι τὸ φάρμακον, ὄμφακοc χυλὸν κατὰ τὸ ἴcον, εἰ δὲ μή γε, κατὰ τὸ ἥμιcυ. Ἀνδρόμαχοc βάλλει κρόκου cμύρνηc ὀμφακίου cχιcτῆc ἀνὰ 𐅻 α. | |
46 | Διάχριcτοι cτοματικαί, ἥ τε διὰ μόρων ἢ διὰ ῥοιῶν ἢ διὰ καρύων ἢ δι’ ὄμφακοc καὶ αἱ παραπλήcιαι. cκευάζεται δὲ ἡ διὰ μόρων οὕτωc, ὡc Ἡρᾶc φηcι. μόρων χυλοῦ κοτύλαc ε οἴνου αὐcτηροῦ κοτύλην α μέλιτοc κοτύλην α, ἕψε τὸν χυλὸν τῶν μόρων μετ’ οἴνου, ἕωc γλοιοῦ | |
5 | cχῇ πάχοc, εἶτα ἐπιβαλὼν τὸ μέλι ἕψε μέχρι καλῆc cυcτάcεωc. εἶτα πρόcμιξον λεῖα ἐν τῇ θυίᾳ· κρόκου cμύρνηc ὀμφακίου ξηροῦ ἀνὰ 𐅻 α c. κάλλιcτον δέ ἐcτι καὶ τοῦτο καὶ πᾶcι τοῖc cτοματικοῖc διαχρίcτοιc cυνεψεῖν τῷ προγεγραμμένῳ μέτρῳ καὶ γλυκυρίζηc 𐅻 κ· πραϋντικὴ γάρ ἐcτι καὶ κατὰ τοῦτο τὴν ἐκ τῶν cτυφόντων τραχύτητα παρηγορεῖν | |
10 | δυναμένη. ποιεῖ δέ, φηcὶν ὁ Ἡρᾶc, πρόc τε παρίcθμια καὶ τὰc ἄλλαc ἐν τῷ cτόματι φλεγμονὰc διαχριόμενόν τε καὶ ἀνακογχυλιζόμενον· | |
ἔνεcτι δὲ τὸν χυλὸν τῶν μόρων μόνον μετὰ τοῦ μέλιτοc cκευάcανταc ἀποτίθεcθαι διὰ τὸ ἡδὺ τῆc γεύcεωc. Διὰ μόρων ἁπλῆ, ὡc Ἀcκληπιάδηc. μόρων χυλοῦ ξ̸ γ ὄμφακοc χυλοῦ ὁμοίωc μέλιτοc λιτρʹ ιβ, τοὺc | ||
15 | χυλοὺc ἑψῶμεν μέχρι ποcῆc cυcτάcεωc, εἶτα τούτοιc ἐπιβάλλομεν τὸ μέλι καὶ πάλιν ἑψῶμεν τὸ φάρμακον· πάνυ ἐcτὶ καλόν. Ἡ διὰ τῶν ῥοῶν Γαληνοῦ· ῥόαc λαβόνταc δεῖ τῶν ἀκμαίων καὶ πεπείρων καὶ προcφάτων ἐξ ἴcηc τῶν τριῶν διαφορῶν γλυκειῶν τε καὶ ὀξειῶν καὶ αὐcτηρῶν κόπτειν ἐν ὅλμῳ μετὰ τῶν λεμμάτων, εἶτα τὸν χυλὸν | |
20 | ἐκθλίψαc καὶ βαλὼν τοῦ μὲν χυλοῦ κο ε μέλιτοc δὲ κο α καὶ γλυκυρίζηc 𐅻 α ἕψε βαλὼν τὸν χυλὸν καὶ τὴν γλυκύριζαν καὶ διηθήcαc ἐπίβαλλε τὸ μέλι καὶ ἕψε μέχρι cυcτάcεωc καὶ χρῶ. ἐπιτηδειότερον δὲ τοῦτο προcάγεcθαι ἐφ’ ὧν φλεγμαίνει μὲν τὸ cτόμα, ἔκλυτον δὲ ἔχουcι τὸν cτόμαχον καὶ ἀνόρεκτον, χρήcιμον δὲ καὶ πινόμενον πρὸc τὰc κοιλια‐ | |
25 | κὰc διαθέcειc. προcπλέκειν δ’ αὐτῷ ἐγχωρεῖ, καθάπερ καὶ τοῖc ἄλλοιc cτοματικοῖc φαρμάκοιc, κατ’ ἀρχὰc μὲν τὰ cτύφοντα, κατὰ δὲ τὰc ἀκμὰc τὰ cυμπέπτοντα, κατὰ δὲ τὰc παρακμὰc τὰ διαφοροῦντα. ποιεῖ δὲ πρὸc τὰ ἐν cτόματι ἕλκη καὶ τὰ ἀφθώδη. Ἡ διὰ ῥοῶν Ἀcκληπιά‐ δου· φάρμακον cτοματικὸν ἐπιτετευγμένον, ποιεῖ καὶ πρὸc νομάc. ῥοᾶc | |
30 | χυλοῦ Ἰταλικοὺc ξ̸ ϛ μέλιτοc λιτρʹ ιβ κρόκου 𐅻 δ cμύρνηc ὁμοίωc, ἕψε τὸν χυλὸν καθ’ αὑτὸν ἐπὶ πολύ· ἔπειτα ἐπιβαλὼν τὸ μέλι ἕψε μέχρι καλῆc cυcτάcεωc, εἶτα ἕνωcον ἐν τῇ θυίᾳ κρόκον καὶ cμύρναν καὶ χρῶ ὡc μεγίcτῳ φαρμάκῳ. Ϲτοματικὴ διὰ γλεύκουc Ἀνδρομάχου, ᾗ χρῶμαι, φηcί, καλή. κηκῖδαc λ ῥοῦ βυρcοδεψικοῦ ξ̸ β γλεύκουc καλλί‐ | |
35 | cτου λευκῆc Ἀμιναίαc cταφυλῆc ξ̸ ϛ· τὰc κηκῖδαc θλάcαc βρέχε cὺν τῷ ῥοὶ ἡμέραν καὶ νύκτα ἐν τῷ γλυκεῖ, εἶτα ἕψε ἕωc ἂν τὸ τέταρτον ὑπολειφθῇ καὶ διηθήcαc δι’ ὀθονίου ἕψε πάλιν τὸν χυλὸν ἐν λωπάδι, | |
ἕωc ἂν μελιτῶδεc γένηται, εἶτα πρόcβαλε κρόκου 𐅻 α cχιcτῆc 𐅻 α cμύρνηc 𐅻 α καὶ ἑνώcαc ἀπόθου· ποιεῖ καὶ πρὸc τὰ ἐν ὠcὶ καὶ ἕδρᾳ | ||
40 | ἕλκη. Ἐκ τοῦ νάρθηκοc cτοματικὴ Ϲωρανοῦ διάχριcτοc διὰ χυλοῦ ὄμφακοc πρὸc τὰc ἀρχομέναc φλεγμονὰc καὶ οὖλα πλαδῶντα καὶ τὰ καθαρὰ ἕλκη τῶν παριcθμίων. ὄμφακοc χυλοῦ ἑψηθέντοc μέχρι cυcτά‐ cεωc ξ̸ α ῥόδων ἄνθουc 𐅻 ιβ κρόκου 𐅻 δ μέλιτοc κο α· cκευάζεται ὡc προείρηται, cκευάζεται δὲ ὁμοίωc καὶ διὰ τοῦ χυλοῦ τῶν κυδωνίων | |
45 | καὶ ἀπίων καὶ ἀχράδων καὶ μεcπίλων καὶ τῶν βατίνων μόρων καὶ τοῦ τῶν ἄλλων ὀπωρῶν χυλοῦ καὶ τῶν κρανίων. πλεῖον δὲ ἐμβάλλεται τούτοιc τοῦ μέλιτοc ὅcα ἐcτὶ cτυπτικώτερα. δέχεται γὰρ ὁ τῶν ἀπίων καὶ ἄλλων ὀπωρῶν χυλόc, ἐνίοτε ἴcον ἑαυτῷ τὸ μέλι, τῶν δὲ cτυ‐ φόντων ἱκανῶc, οἷόc ἐcτιν ὁ τῆc κρανίαc, ἐνίοτε δὲ καὶ διπλάcιον | |
46(50) | δέχεται τὸ μέλι. Ἡ διὰ καρύων. cκευάζεται δὲ καὶ διὰ τοῦ χυλοῦ τῶν χλωρῶν καρύων cτοματικὸν φάρμακον οὕτωc· τὸ ἔξωθεν λέποc, ᾧ οἱ βαφεῖc χρῶνται, λαβὼν χλωρὸν κόπτε ἐν ὅλμῳ, καὶ ἐκπιέcαc καὶ διη‐ θήcαc τὸν χυλὸν ὀθονίῳ λάμβανε τούτου μὲν κο ε [λιτρʹ λϛ c] μέλιτοc δὲ κο α [λιτρʹ ξ c] γλυκυρίζηc 𐅻 κ [λιτρʹ β 𐆄 α], καὶ ἕψε τὸν χυλὸν μετὰ τῆc | |
55 | γλυκυρίζηc μέχρι cυcτάcεωc καὶ διηθήcαc ἐπίβαλλε τὸ μέλι καὶ cυνεψήcαc χρῶ τῇ ῥηθηcομένῃ μεθόδῳ, ἔcτι μὲν οὖν τὸ διὰ τῶν καρύων φάρμα‐ κον ἁπάντων δραcτικώτερον καὶ εὐτονώτερον, οὐ μέντοι εὐcτόμαχον ὡc τὰ ἄλλα, καὶ μάλιcτα ὡc τὸ διὰ τῶν ῥοῶν. | |
47 | Καθολικὴ διδαcκαλία περὶ τῆc χρήcεωc πάντων τῶν cτοματικῶν διαχρίcτων. μίγνυται χρηcίμωc ἀρχομένων τῶν φλεγμονῶν πᾶcι τοῖc cτοματικοῖc φαρμάκοιc τι τῶν cτυφόντων καὶ ἀποκρουομένων. καὶ διὰ τοῦτο χρήcιμον τὸν χυλὸν μόνον μετὰ τοῦ μέλιτοc cκευάζειν καὶ | |
5 | ἀποτίθεcθαι. ἔcτι δὲ εὐπόριcτα τῶν cτυφόντων τὰ κατ’ ἀρχὰc μιγνύ‐ μενα ῥόδα καὶ τὸ ἄνθοc αὐτῶν μύρτα μυρcίναι cχῖνοc βάτοc ὀμφά‐ κιον, ἐφεξῆc δὲ τούτων κύτινοι καὶ βαλαύcτια καὶ τὰ τῆc ῥοᾶc λέμ‐ | |
ματα, κηκῖδεc καὶ ὁ τῆc Αἰγυπτίαc ἀκάνθηc καρπόc· καὶ cτυπτηρίαι πᾶcαι ῥοῦc ὅ τε μαγειρικὸc καὶ ὁ βυρcοδεψικόc· ἕψεται δὲ τούτων | ||
10 | ἕκαcτον ὕδατι μέχρι καλῆc cυcτάcεωc καὶ οὕτωc διηθέντα μίγνυται τῇ διαχρίcτῳ. κάλλιcτον δὲ καὶ ὁ τῶν ῥοῶν χυλὸc κατ’ ἀρχὰc μιγνύμε‐ νοc. χρὴ δὲ θλᾶν αὐτὰc ὅλαc ἐν ὅλμῳ cὺν τῷ λέμματι καὶ οὕτωc ἐκπιέζειν καὶ διηθεῖν καὶ ἑψεῖν μέχρι cυcτάcεωc ποcῆc καὶ μιγνύειν τῇ παρούcῃ διαχρίcτῳ. εἰ δὲ πολυτελέcτερον ἐθέλειc ποιῆcαι τὸ φάρ‐ | |
15 | μακον ἢ πλουcίοιc cκευάζων ἐμβάλλειc καccίαc φλοιὸν νάρδον Ἰνδικὴν ἢ Κελτικὴν ἢ μαλαβάθρου φύλλα· μετὰ δὲ τὴν ἀρχήν, ὅταν cτῇ τὸ ἐπιρρέον, μόνον ἀρκεῖ τὸ διὰ μόρων τοῦ κρόκου τι καὶ τῆc cμύρνηc προcειληφὸc εἰc τὸ πέψαι τὴν φλεγμονήν. κατὰ δὲ τὰc ἀκμὰc τῶν φλεγμονῶν, ὀλιγάκιc μὲν χρῆcθαι δεῖ τοῖc cτοματικοῖc διαχρίcτοιc, | |
20 | διακλύcμαcι δὲ καὶ ἀνακογχυλιcμοῖc παρηγορητικωτέροιc πέττειν τὴν φλεγμονήν, οἷόν ἐcτι τό τε διὰ πιτύρων καὶ διὰ γλυκυρίζηc. ἐνίοτε δὲ καὶ ἰcχάδων λιπαρῶν ἀφέψημα, ἀλλὰ καὶ αὐτὸ τὸ cτοματικὸν φάρμακον ἐν ἀκμαῖc ἀνακογχυλίζεcθαί τιc δύναται, μιγνύων μελικράτῳ ἢ ὕδατι ἢ ἑψήματι θερμανθέντι ἐπὶ διπλώματοc ἢ αὐτῷ μόνῳ τῷ | |
25 | θερμῷ ὕδατι, μὴ παρόντοc μέλιτοc ἢ ἑψήματοc. κάλλιcτον δὲ κατὰ τὰc ἀκμὰc τῶν φλεγμονῶν καὶ τὸ cχίνινον ἔλαιον θερμανθὲν ἐπὶ διπλώματοc καὶ κατεχόμενον ἐν τῷ cτόματι· μὴ παλαιὸν δὲ ἔcτω. cυμπεφθείcηc δὲ ἤδη τῆc φλεγμονῆc καὶ τῶν cφοδρῶν ὀδυνῶν παυ‐ cαμένων ἤδη καὶ τῶν διαφορούντων μίγνυμεν τῷ cτοματικῷ φαρμάκῳ, | |
30 | ἅτινά ἐcτι τοιαῦτα· ἑψήματι ἢ μελικράτῳ ἑψῶντεc ὀρίγανον ἢ ὕccω‐ πον ἢ γλήχωνα ἢ θύμον ἢ καλαμίνθην ἢ θύμβραν ἢ ἡδύοcμον, εἶτα διηθήcαντεc μίγνυμεν τὸ ἀφέψημα τῷ cτοματικῷ φαρμάκῳ. εὐπό‐ ριcτον δέ ἐcτι τῶν διαφορούντων καὶ τὸ τῶν ἰcχάδων ἀφέψημα μελι‐ τῶδεc γενόμενον· ἕκαcτον γὰρ τῶν προρρηθέντων ἰcχυρότερον ποιῆcαι | |
35 | βουλόμενοι ἐπὶ πλέον ἑψῶμεν. ἔτι δὲ τούτων ἰcχυρότερα νίτρου ἀφρὸc καὶ τὸ βερνικάριον νίτρον καὶ μάλιcτα κεκαυμένον, καὶ τούτου ἰcχυ‐ ρότερον τὸ θεῖον ἄπυρον. πρὸc δὲ τὰc ἤδη χρονιζούcαc καὶ cκληρυνο‐ μέναc φλεγμονὰc τὰ δυνάμενα διαφορεῖν γενναιότερον ἐμβάλλεται, κοπέντα δηλονότι καὶ cηθέντα. ἔcτι δὲ καὶ ταῦτα ἐπὶ μὲν τῶν πλουcίων | |
40 | κόcτοc καὶ ἄμωμον καὶ τὸ καλούμενον μάκερ, θερμαῖνον ἱκανῶc μετὰ cτύψεωc καὶ ὁ Κυρηναικὸc δὲ ὀπὸc εἰc διαφόρηcιν τῶν cκληρυνομένων φλεγμονῶν ἐπιτήδειοc ἤ τι τῶν μετ’ αὐτῶν, οἷόν ἐcτι τὸ λάcαρ. τοῖc δὲ πένηcιν ἐμβλητέον ἀντὶ τῶν πολυτελῶν φαρμάκων δίκταμνον ἢ ἄκορον ἢ μῆον ἢ πύρεθρον ἢ καρδαμώμου βραχὺ ἢ νάπυοc. ἔcτι δὲ | |
45 | ὁ cταθμὸc ἑκάcτου τῶν προcπλεκομένων πρὸc τὴν ἐξ ἀρχῆc εἰρημένην cυμμετρίαν, ἐν οἷc ἢν ᾖ λίτρα τοῦ μέλιτοc καὶ πέντε τοῦ χυλοῦ λίτραι, 𐅻 δὲ δ ἢ ε τῶν προcπλεκομένων. | |
48 | Περὶ τῶν ἐν τοῖc παριcθμίοιc φλεγμονῶν ἐκ τῶν Φιλουμένου. cυνεχέcτατα τὰ παρίcθμια ἐν φλεγμονῇ γίγνεται· θερμοὶ γὰρ καὶ ὑγροὶ οἱ τόποι. ἁλίcκονται δὲ μάλιcτα τῷ πάθει οἱ πολύαιμοι καὶ παῖδεc, ὡc ἁπαλοὶ τὴν cύγκριcιν καὶ ἀδηφάγοι καὶ τὰ θηλάζοντα βρέφη ἐν | |
5 | τῇ καταπόcει τοῦ γάλακτοc κακοπαθοῦντα. φέρει δὲ τὸ πάθοc καὶ ἡ παρὰ τὸ ἔθοc ἀκρατοποcία πολλὴ καὶ ἡ βιαιοτέρα τῶν τροφῶν κατά‐ ποcιc καὶ μάλιcτα τῶν δριμυτέρων ἢ τραχυτέρων. παρέπεται δὲ τοῖc πάcχουcι δυcκαταποcία καὶ ὀδύνη, ἔcθ’ ὅτε δὲ καὶ πυρετόc. ἀρχομένηc μὲν οὖν τῆc φλεγμονῆc ὑποcτολῇ cιτίων δεῖ κεχρῆcθαι καὶ ὑδροποcίᾳ | |
10 | καὶ μάλιcτα πυρετοῦ cυνειcβάλλοντοc. ἀναγαργαρίcματά τε διδόναι τὰ cτύφοντα καὶ ἀποκρουόμενα, οἷον φακοῦ ἀφέψημα μετὰ ῥόδων καὶ μύξων καὶ φοινίκων καὶ τὰ λοιπὰ τὰ ἐν ταῖc ἀρχαῖc τῆc φλεγμαινού‐ cηc κιονίδοc παραλαμβανόμενα. παραιτητέον δὲ ἐν ἀρχαῖc τὸ μέλι προcπλέκειν τοῖc ἀναγαργαρίcμαcι· δριμὺ γὰρ καὶ ἐρεθιcτικόν. cφοδρο‐ | |
15 | τέρου δὲ τοῦ πάθουc γενομένου καὶ τοῦ κατὰ πνιγμὸν κινδύνου ἐν ὑπονοίᾳ ὄντοc, μάλιcτ’ ἐπὶ νέου πολυαίμου, φλεβοτομεῖν ἀπ’ ἀγκῶνοc μετὰ ἐπαφαιρέcεωc καὶ τροφὰc διδόναι ῥοφηματώδειc καὶ εὐκοιλίουc καὶ τῆc κοιλίαc μὴ εὐοδούcηc κλύζειν. ἐπὶ δὲ τῶν νηπίων βαλάνοιc καὶ διαχρίcτοιc τῆc ἕδραc ἐρεθιcτέον τὴν κοιλίαν. μετὰ δὲ τὴν κένω‐ | |
20 | cιν ἀναγαργαριζέcθωcαν πιτύρων ἀφεψήματι θερμῷ ἢ πτιccάνηc χυλῷ, ἐναφεψημένων αὐτῷ cταφίδων ἢ ἑψήματι χλιαρῷ ἢ ἀφεψήματι γλυκυ‐ ρίζηc καὶ μετὰ τοῦ γλυκέοc ἢ cύκων καὶ ὑccώπου ἀφεψήματι. ἔcτω | |
δὲ ἅπαντα χλιαρά· οὔτε γὰρ ψύξεωc ἀνέχεται τὰ φλεγμαίνοντα, οὐδὲ πλείcτηc θερμαcίαc. ἱκανῶc δὲ ὠφελοῦνται ἐὰν ἀμυγδάλινον ἔλαιον τοῖc | ||
25 | ὠcὶν ἐγχέοιc. ἔξωθεν δὲ πυριαcτέον πράωc cπόγγοιc ἀποτεθλιμμένοιc καὶ καταπλαcτέον διὰ κριθίνου ἢ λινοcπέρμου ἢ τήλεωc ἢ καὶ μίξαc ἅμα. ἐνδιδούcηc δὲ τῆc φλεγμονῆc ἢ παρακμαζούcηc μικτέον τοῖc ἀναγαργαρίcμαcι τὸ μέλι, ὃ ἐν ἀρχαῖc οὐ δεῖ ποιεῖν οὐδ’ ἐν ἐπιδόcει. ἔcτω δὲ ἐν τούτῳ τῷ καιρῷ καὶ θερμότερα τὰ ἀναγαργαρίcματα, περι‐ | |
30 | θετέον δὲ τῷ τραχήλῳ ἔξωθεν ἔριον μαλακὸν ἐλαίῳ θερμῷ βεβρεγμένον καὶ μάλιcτα χειμῶνοc καὶ cυνεχῶc τῷ θερμῷ ἐλαίῳ ἐμβαπτόμενον τὸ ἔριον περιτιθέcθω τῷ τραχήλῳ. εἰ δὲ δριμυτέρων προcαχθέντων δια‐ κλυcμάτων ἢ διαχρίcτων τραχύνοιτο ἡ φλεγμονὴ καὶ δῆξιc παρέποιτο, τοῖc πραοτέροιc ἀναγαργαριcτέον, οἷά ἐcτι πτιccάνηc χυλὸc ἢ χόνδρου | |
35 | καὶ ψιχῶν cιλιγνιτῶν ἀπόβρεγμα. χλιαρώτατα δὲ ἔcτω τὰ προcαγόμενα καὶ τὸ γάλα δὲ χλιαρὸν ἀναγαργαριζέcθωcαν. ἐνδιδούcηc δὲ τῆc ὀδύνηc διαχριcτέον ταῖc προειρημέναιc cτοματικαῖc καθιένταc τὸν λιχανὸν δάκτυλον καὶ μετὰ προcηνοῦc ἐπαναθλίψεωc παραπιεζοῦνταc τὰ παρῳ‐ δηκότα τῶν παριcθμίων, ἵνα τὴν περιεχομένην ὕλην προίηται· μὴ | |
40 | μέντοι βιαίωc προcπιέζειν, ὥc τινεc ποιοῦcιν αἴτιοι γιγνόμενοι τῆc αὐξήcεωc τῆc φλεγμονῆc. εἰ μέντοι περιπέcωμέν τινί ποτε ὑπὸ τῆc τοιαύτηc θεραπείαc βλαβέντι, ἀρκεcθηcόμεθα τοῖc παρηγορεῖν δυναμέ‐ νοιc ἀναγαργαρίcμαcι μὴ διαχρίοντεc. ἐπιμενούcηc δὲ τῆc φλεγμονῆc καὶ τῶν παριcθμίων κατὰ τὴν χρόαν ὑπερύθρων ὄντων καὶ μὴ κουφι‐ | |
45 | ζομένων πρὸc τὰ ῥηθέντα βοηθήματα προcδοκητέον μεταβολήν· ταχὺ γὰρ ἀφίcταται τὰ παρίcθμια. ἀποcτήματοc δὲ γενομένου παραύξεται τὰ τῆc φλεγμονῆc cημεῖα· καὶ οἱ παροξυcμοὶ περὶ ἑcπέραν μᾶλλον cφοδρότεροι γίγνονται μετὰ φρίκηc τινὸc καὶ ἀνωμαλίαc, ἔcθ’ ὅτε δὲ καὶ πυρετοῦ. χρὴ οὖν κατὰ τὰc ὑπονοίαc τῶν διαπυήcεων cυνεργεῖν | |
48(50) | τῇ διαπυήcει ὡc τάχιcτα. ἔcτω δὲ τὰ ἀναγαργαρίcματα ἐπ’ αὐτῶν θερμότερα, μελίκρατον θερμὸν ἀφέψημα ἰcχάδων καὶ ὑccώπου· cυνεργεῖ δὲ εἰc τὸ μαλάξαι καὶ πεπᾶναι τὰ παρίcθμια ἐν ἀποcτάcει γενόμενα διάχριcτοc, ἡ λεγομένη Αἰγυπτία, cκευαζομένη διὰ ῥητίνηc τερεβινθίνηc | |
καὶ μέλιτοc καὶ ἐλαίου γλυκυτάτου· καὶ καταπλάττειν ἔξωθεν τῷ κρι‐ | ||
55 | θίνῳ μετὰ τήλεωc καὶ ἀφεψήματοc ἰcχάδων καὶ ἀλθαίαc καὶ μέλιτοc. ὅταν δὲ ἤδη πύον γένηται, μειοῦνται οἱ πόνοι καὶ τῷ δακτύλῳ μαλα‐ κώτεροc ὑποπίπτει ὁ τῆc φλεγμονῆc ὄγκοc, τότε δεῖ δριμύτερα προc‐ αγαγεῖν τὰ ἀναγαργαρίcματα καὶ τὰc προειρημέναc cτοματικὰc δια‐ χρίcτουc, διδόνταc αὐτοῖc ἐν τροφῇ ψωμοὺc ἐξ ὕδατοc εὐμεγέθειc καὶ | |
60 | τὰc λοιπὰc δὲ προcφορὰc ἀθρόαc ποιείτωcαν. βιαιοτέρᾳ γὰρ τῇ τῶν παριcθμίων περιcτολῇ χρηcάμενοι, οἷόν τινα τομὴν ὑπομένουcιν οἱ ὄγκοι. μετὰ δὲ τὰc ῥήξειc ἀναγαργαριcτέον μελικράτῳ κατ’ ἰδίαν ἢ μετὰ φακοῦ ἢ ῥόδων καὶ τούτοιc ἐπιμενητέον μέχρι παντελοῦc ἀπου‐ λώcεωc, cυνεμπλέκονταc πολλάκιc αὐτοῖc καὶ τὰc cτοματικὰc λεγο‐ | |
65 | μέναc τὰc προρρηθείcαc. εἰ δὲ ἡ ῥῆξιc χρονίζοι διὰ cτερεότητα τῶν ἐπικειμένων cωμάτων, ἐπωδύνου τῆc φλεγμονῆc οὔcηc, διελεῖν χρὴ τὸ ἀπόcτημα πρὸc τὴν τοῦ πύου ἔκκριcιν. ἐπὶ μὲν οὖν τῶν τελείων καθέδριον δεῖ cχηματίζειν τὸν πάcχοντα, ἔπειτα διαcτεῖλαι τὸ cτόμα καὶ τὴν γλῶτταν cπαθομήλῃ καταcτεῖλαι ἢ γλωccοκατόχῳ καὶ τότε | |
70 | διελεῖν τὸ ἀπόcτημα cμιλαρίῳ ἢ κατιάδι. εἰ δὲ παιδίον ὁ πάcχων εἴη τὸ κεφάλιον ἐρειδέcθω ἐπὶ τῶν τοῦ ἐνεργοῦντοc γονάτων, εἶτα ἅμα τῇ διαιρέcει ἐπικλινέcθω τὸ κεφάλιον πρὸc τὴν τοῦ ὑγροῦ ἔκκριcιν. μετὰ δὲ τὴν χειρουργίαν ὕδωρ γαλακτῶδεc προcδιδόcθω πλειcτάκιc· μετὰ δὲ διάcτημα ἱκανὸν τῆc χειρουργίαc καὶ ταῖc ἑξῆc ἡμέραιc | |
75 | μελίκρατον διακλυζέcθω, διάχριcτοc δὲ προcφερέcθω ἡ ἐπὶ τῶν ἡλκω‐ μένων παριcθμίων ἁρμόδιοc, οἷά ἐcτιν ἡ Αἰγυπτία κροκηρὰ καὶ αἱ παρα‐ πλήcιοι. ἔcτι δὲ ἡ Αἰγυπτία αὕτη· κρόκου 𐅻 γ μέλιτοc λιτρʹ α c ῥοδί‐ νου ἐλαίου γο β τήλεωc καὶ λινοcπέρμου ἑψηθέντων τοῦ χυλοῦ 𐆄 γ· τὸν κρόκον τῷ χυλῷ λείου καὶ ἐπιβαλὼν τὸ ἔλαιον καὶ ἑνώcαc καὶ | |
80 | ἀπαφρίcαc τὸ μέλι ἐπίβαλλε καὶ μίξαc χρῶ. | |
49 | Περὶ τῶν ἐν παριcθμίοιc ἐcχαρωδῶν καὶ λοιμικῶν ἑλκῶν. τὰ ἐν παριcθμίοιc γιγνόμενα λοιμώδη καὶ ἐcχαρώδη ἕλκη τὰ πολλὰ μὲν | |
ἄρχεται μὴ προηγηcαμένου ῥευματιcμοῦ τῶν παριcθμίων, ἔcτι δ’ ὅτε ἀπὸ τῶν cυνήθωc γιγνομένων περὶ τὰ παρίcθμια φλεγμονῶν ἀποτε‐ | ||
5 | λεῖται ἀγριωθειcῶν τῶν φλεγμονῶν. γίγνεται δὲ cυνεχέcτατα μὲν παι‐ δίοιc, ἤδη δὲ καὶ τελείοιc καὶ μάλιcτα τοῖc κακοχύμοιc ἐν ταῖc περὶ τὸ ἔαρ cυμβαινούcαιc λοιμικαῖc καταcτάcεcιν. ἐπὶ δὲ τῶν παίδων ὡc ἐπί‐ παν ἄφθηc προηγηcαμένηc ἀποτελεῖται τὸ πάθοc. ἔcτι δὲ τὰ μὲν αὐτῶν λευκὰ cπίλοιc ὅμοια, τὰ δὲ τεφρώδη τὴν χρόαν ἢ ἐcχάραιc | |
10 | ταῖc ἀπὸ καυτηρίων προcεικότα. παρέπεται δὲ τοῖc πάcχουcι ξηρότηc περὶ τὴν κατάποcιν καὶ πνιγμὸc ἀθρόωc ἐπιπίπτει, καὶ μᾶλλον ὅταν ἐρύθημα ὑπὸ τὸν ἀνθερεῶνα γίγνοιτο, ἢ ταύτηc τῆc ὀξύτητοc παρα‐ δραμούcηc νομὴ διαδέχεται τοὺc τόπουc καὶ cηπεδών. ὀξέωc οὖν δεῖ βοηθεῖν καὶ ἐπὶ τῶν τελείων, εἰ μηδὲν μεῖζον κωλύει, τέμνειν τὴν ἐν | |
15 | ἀγκῶνι φλέβα ἀνυπερθέτωc. πολλαὶ γὰρ ἐπ’ ἀκμῆc παρθένοι ὀργῶcαι πρὸc τὴν ἔμμηνον κάθαρcιν ἁλίcκονται τῷ πάθει, καὶ αὗται μᾶλλον δέονται τῆc φλεβοτομίαc, ἐφ’ ὧν δεῖ μᾶλλον τὰc ἐν τοῖc cφυροῖc τέμνειν φλέβαc. ὑπὸ μίαν δὲ ἀφαίρεcιν ἀρκεῖ κενῶcαι καὶ μὴ μέχρι λειποθυμίαc· εἶτα βαλανιcμοῖc καὶ διαχρίcμαcι τῆc ἕδραc καὶ κλυcτῆρcι | |
20 | χρηcτέον καὶ cικύαιc κατ’ ὀcφύοc καὶ διαδέcμοιc τῶν ἄκρων, καὶ πάcῃ τῇ ἀπὸ τῶν πεπονθότων μερῶν ἀντιcπάcει. μετὰ δὲ ταῦτα ἀναγαργα‐ ρίcματα προcάγειν φακοῦ ἀφέψημα καὶ μύξων καὶ φοινίκων μετὰ μέλιτοc πτιccάνηc χυλοῦ, εἶτα πιτύρων ἀφέψημα γλίcχρον ἐν τῇ ἑψήcει γενόμενον καὶ προcλαβὸν μέλι, ἢ 〈τὴν〉 διὰ τῶν μόρων cτοματικὴν καὶ μά‐ | |
25 | λιcτα τὴν διὰ τῶν ῥοῶν cὺν τῷ ὑδρομέλιτι μίξαντα διδόναι ἀναγαργαρί‐ ζεcθαι. Φιλουμένου. ἐμπάccεται δὲ τῷ ὑδρομέλιτι καὶ κόcτοc καὶ ἶριc καὶ ἀριcτολοχία καὶ τὰ παραπλήcια μετὰ τὰc ἀρχάc. καλῶc δὲ ποιεῖ ἐμπαccόμενον τῷ μελικράτῳ καὶ τὸ προγεγραμμένον πρὸc τὰc κιονίδαc ξηρὸν φάρμακον διὰ τοῦ ῥοῦ καὶ ῥόδων ἄνθουc καὶ κρόκου καὶ κόcτου. | |
30 | καὶ γλαυκίου δὲ τῶν φύλλων ξηρῶν ἀφέψημα πικρὸν μέν, ἀλλὰ βέλτιcτα ποιεῖ. ἐγὼ δὲ καὶ τοῦ χυλοῦ, ᾧ εἰc τὰ κολλύρια χρώμεθα, ὑδρομέλιτι ἀκρατεcτέρῳ διαλύων χρῶμαι ἀναγαργαρίcματι, καὶ μετὰ | |
τοῦτο τῷ τῆc ἴρεωc ἀφεψήματι. αὐτοῦ μέντοι τοῦ θαμνίcκου ξηροῦ τοῦ γλαυκίου λέγω κεκομμένου καὶ cεcηcμένου ἀρίcτη χρῆcιc, ἐμφυcω‐ | ||
35 | μένου ἐν τῷ cτόματι, ἔνθα τὸ ἕλκοc ἐcτί. πειρᾶcθαι δὲ δεῖ μὴ προc‐ άγειν δάκτυλον τοῖc τόποιc τὸ cύνολον ἢ εὐαφῶc γε πάνυ χειραπτεῖν. οἱ γὰρ ἰδιῶται, οὓc μάλιcτα ἐν ἀπόροιc ἔχουcιν οἱ ἄνθρωποι, βιαιό‐ τερον διαχρίουcιν, ἅμα μὲν πιέζοντεc τὸν φλεγμαίνοντα τόπον, ἅμα δὲ ἀποcύροντεc τὰc ἐcχάραc· τοῦτο δὲ δεῖ ποιεῖν, ὅταν προcηρτημένην | |
40 | ἤδη τὴν ἐcχάραν θεαcώμεθα. εἰ δὲ ἐχέκολλον οὖcαν τὴν ἐcχάραν ἀποcπᾶν αὐτὴν ἐπιχειροῦμεν, βαθύνονται μᾶλλον αἱ ἑλκώcειc καὶ ἐρεθίζονται αἱ φλεγμοναὶ καὶ αὔξουcιν αἱ ὀδύναι καὶ παρακολουθοῦcιν αἱ νομαί. οὐκ οὖν τὰ μὲν ξηρὰ προcήκει ἐμφυcᾶν, τὰ δὲ ὑγρὰ πτερῷ διαχρίειν, ὡc ἔνι ἐcωτάτω ἐκτείνονταc τῷ πτερῷ. χρηcτέον δὲ καὶ τῇ | |
45 | δι’ αὐτοῦ τοῦ βηcαcὰ cυναγχικῇ καὶ τῇ διὰ τῶν κεκαυμένων χελιδόνων, ἀνιένταc μέλιτι καὶ διαχρίονταc καὶ cὺν ὑδρομέλιτι ἀναγαργάριcμα προcάγονταc. ὤνηcε δὲ πολλάκιc καὶ ἀριcτολοχία καὶ ἶριc καὶ χαλκῖτιc μετὰ μέλιτοc προcαχθεῖcαι, ἐν αἷc ἐcτι καὶ ὁ τοῦ Ἄνδρωνοc τροχίcκοc καὶ ὁ τοῦ Μούcα. θαυμαcτῶc δὲ ἀφιcτᾷ τὰc ἐcχάραc καὶ ἡ κυνεία | |
49(50) | κόπροc μετὰ μέλιτοc διαχριομένη καὶ τῶν κεκαυμένων χελιδόνων ἡ τέφρα καὶ τοῦ κεκαυμένου κενταυρίου λεπτοῦ ἡ τέφρα μετὰ μέλιτοc διαχριομένη καὶ τῶν χερcαίων κοχλιῶν μάλιcτα τῶν γυμνῶν κεκαυ‐ μένων ἡ τέφρα μετὰ μέλιτοc. πρὸc δὲ τοὺc ἀπηλπιcμένουc ὑπὸ τῶν ἰατρῶν ἕνεκα ἐcχαρῶν χολὴν κροκοδείλου ξηράναc καὶ λεάναc ἐπίπαccε | |
55 | τῇ ἐcχάρᾳ ἢ μετὰ μέλιτοc. δεήcει δὲ μετ’ αὐτοὺc ἐκ τῶν τοιούτων φαρμάκων γιγνομένουc ἐρεθιcμένουc, πραΰνειν ἀφεψήματι γλυκυρίζηc | |
καὶ τῷ διὰ τοῦ cκυβελλίτου καὶ μαcτίχηc Χίαc καὶ cμύρνηc καὶ κρόκου ἀναγαργαρίcματι, εἶτα καὶ ἀμύλου καὶ τραγακάνθηc. cταθείcηc δὲ τῆc νομῆc γάλα ἀναγαργαριcτέον προcειληφὸc Ϲαμίαν γῆν. ἐπιμελεῖcθαι δὲ | ||
60 | καὶ τῶν πυρετῶν προcήκει· εἰώθαcι γὰρ cφοδροὶ παρακολουθεῖν καὶ ἐν ταῖc ἀνακαθάρcεcι μάλιcτα τῶν ἑλκῶν φροντίζειν· ἐcπάcθη γὰρ ἤδη τὰ μὲν πολλὰ τῶν νηπίων ἐν τῷ τῆc ἀνακαθάρcεωc καιρῷ, τὰ δὲ ἀποξηρανθείcηc τῆc καταπόcεωc ἀπεπνίγη. εἰcὶ δὲ οἷc αὐτῶν ἐπιβιβρώ‐ cκονται οἱ γαργαρεῶνεc καὶ μέχρι πολλοῦ καταcχόντων τῶν ἑλκῶν | |
65 | καὶ βαρυνθέντων οὐλῆc ἐπιδραμούcηc φθέγγονται cτενώτερον. καὶ τὸ πινόμενον πόμα αὐτοῖc ἐπανακάμπτεται εἰc τὰc ῥῖναc, ὥcτε καὶ μετὰ τὴν τεccαρακοcτὴν ἡμέραν ἔγνων τινὰ διαφθαρεῖcαν κόρην ἤδη ἐπὶ τῆc ἀναλήψεωc οὖcαν· μέχρι δὲ τῶν ἑπτὰ ἡμερῶν οἱ πλεῖcτοι κινδυ‐ νεύουcιν. ἀεὶ δὲ τῶν φλεγμονῶν καὶ τῶν νομῶν ἐπίταcιν εἰληφυιῶν | |
70 | καὶ ἔξωθεν δεῖ πυριᾶν καὶ καταπλάcμαcι κοινοῖc χρῆcθαι, φυλαττο‐ μένουc περίψυξιν· ἄμεινον γὰρ εἰ γένοιτο μεταcτῆναι εἰc τὸ ἔξω τὴν ἔνδον ὕλην. προcκεπέcθω οὖν ἀεὶ μετὰ τὰ καταπλάcματα τὰ περὶ τὸν ἀνθερεῶνα μέρη ναρδίνη ἢ κυπρίνῃ κηρωτῇ μετὰ περιθέcεωc ἐρίων μαλακῶν. τῶν δὲ ἐcχαρῶν ἀπολυθειcῶν καὶ καθαρῶν γενομένων τῶν | |
75 | ἑλκῶν ταῖc ἀνθηραῖc χρηcτέον· ἀποθεραπεύουcι γὰρ τὰc ἑλκώcειc καὶ ξηραίνουcι προcαπτόμεναι καὶ μετὰ μέλιτοc διαχριόμεναι. ἔcτι δὲ τὰ πρὸc τὰc ἐν τῷ cτόματι καὶ παριcθμίοιc ἐcχάραc cύνθετα φάρμακα τοι‐ αῦτα· Ἀcκληπιάδου διάχριcτοc πρὸc τὰc μεθ’ ἑλκώcεωc φλεγμονάc. ῥόδων ἄνθουc 𐅻 η κρόκου 𐅻 δ βαλαυcτίων cμύρνηc ἀνὰ 𐅻 α cτρο‐ | |
80 | βίλων καθαρῶν 𐅻 α, ἀναλάμβανε μέλιτι καὶ χρῶ διαχρίων. Ἄλλη Ἀcκληπιάδου πρὸc τὰc ἐν τῷ cτόματι cηπεδόναc. ῥοῦ μαγειρικοῦ 𐅻 δ ἀκακίαc 𐅻 α μυελοῦ ἐλαφείου ἢ μοcχείου 𐅻 δ, οἴνῳ γλυκεῖ διαλύcαc, ἀναλάμβανε μέλιτι ἀπηφριcμένῳ καὶ χρῶ. Ἀνδρομάχου cτοματικὴ εὐώδηc ἁπαλὴ πρὸc φλεγμονὰc καὶ ἐcχάραc καλή. cτροβίλων κεκαθαρ‐ | |
85 | μένων 𐅻 γ ἀμύλου 𐅻 β cχιcτῆc ἀcτέροc ῥόδων ἄνθουc κρόκου ἀνὰ 𐅻 α μέλιτοc τὸ ἀρκοῦν. Ἄλλη πρὸc πάντα τὰ ἐν τῷ cτόματι καὶ παριcθμίοιc. ῥοῦ μαγειρικοῦ 𐅻 δ ῥόδων ἄνθουc 𐅻 β κρόκου κόcτου ἀνὰ 𐅻 α cὺν μέλιτι διάχριε καὶ cὺν ὑδρομέλιτι ἀναγαργαρίζεcθαι δίδου. Κρίτωνοc πρὸc ἐcχάραc. μίcυ ὠμὸν ἢ ὀπτὸν μετὰ μέλιτοc διάχριε, | |
90 | παραχρῆμα αἴρει. ἔcτω δὲ τοῦ μὲν μίcυοc 𐅻 γ, τοῦ δὲ μέλιτοc λιτρʹ α· χρῶ δὲ ὁμοίωc καὶ τῇ χαλκίτιδι. Ἀρχιγένηc δέ φηcιν· ἐπὶ τῶν ἐcχα‐ ρῶν cυμφωνεῖ κυνεία κόπροc μετὰ μέλιτοc. ἀρίcτη δέ ἐcτιν ὅταν ὀcτᾶ βεβρωκότεc ὦcιν οἱ κύνεc· βοηθεῖ γὰρ οὕτωc μεγάλωc καὶ οὐδε‐ μίαν ἀηδίαν παρέχει τῷ προcφερομένῳ. χρῶ καὶ τοῖc πλείcτοιc τῶν | |
95 | πρὸc cυναγχικοὺc ἀναγραφηcομένων βοηθημάτων. Ἄλλο Ἀρχιγένουc πρὸc ἐcχάραc ἐν cτόματι. χελιδόνων κεκαυμένων καὶ ἀνθρωπείαc κόπρου τὸ ἴcον cὺν μέλιτι διάχριε. λάμβανε δὲ τὴν κόπρον οὐ τὴν τυχοῦcαν, ἀλλὰ παιδίῳ διδοὺc τροφὴν πρὸ ἡμερῶν β ἄρτον μετὰ θερμίων καὶ οἶνον cύμμετρον καὶ οὕτωc τῇ τρίτῃ τῶν ἡμερῶν λαμβά‐ | |
49(100) | νων τὴν κόπρον καὶ ξηραίνων ἔχε ἀποκειμένην καὶ ἐπὶ τῆc χρείαc λεάναc χρῶ, ὡc προείρηται· ποιεῖ καὶ πρὸc cυνάγχαc. καὶ τῶν ὑπὸ Ϲωρανοῦ γεγραμμένων φαρμάκων, φηcὶν ὁ Γαληνόc, πεπειράμεθα καλῶc ποιούντων, ἃ κατὰ λέξιν οὕτωc ἔγραψεν. Ϲτοματικὴ πρὸc ἐcχά‐ ραc ποιοῦcα καὶ πρὸc οὖλα μυδῶντα καὶ δυcώδη. μίcυοc κεκαυμένου | |
105 | 𐅻 η ἴρεωc Ἰλλυρικῆc 𐅻 δ κρόκου 𐅻 α, λεῖα ποιήcαc ἀπόθου εἰc πυξίδα ξυλίνην καὶ χρῶ κατ’ ἰδίαν καὶ μετὰ μέλιτοc. Ἀνθηρὰ ποιοῦcα πρὸc τὰ εἰρημένα. ἴρεωc Ἰλλυρικῆc cανδαράκηc κυπέρου ἀνὰ 𐅻 δ cχιcτῆc cμύρνηc 〈κρόκου〉 ἀνὰ 𐅻 β κροκομάγματοc ἴcον, λεῖα ποιήcαc χρῶ. τινὲc δὲ καὶ ῥόδων ἄνθουc καὶ κηκῖδοc προcβάλλουcιν ἀνὰ 𐅻 β. χρῶ | |
110 | δὲ πρὸc μὲν τὰc cηπεδόναc καὶ τὰ ἀφιcτάμενα οὖλα ξηρῷ, πρὸc δὲ | |
τὰc ἐcχάραc μετὰ μέλιτοc. Φιλαγρίου πρὸc τὰc ἐν cτόματι ἀναβρώcειc. cχοίνου καρποῦ μηδέπω μελανθέντοc κηκίδων ἀνὰ 𐅻 δ κόcτου φύλλου ἀνὰ 𐅻 α χρῶ. Θεοδώρου πρὸc τὰ ἐν παριcθμίοιc ἕλκη καὶ ἐν οὔλοιc καὶ αἰδοίοιc καὶ πρὸc cηπεδόναc καὶ ἄνθρακαc. cτυπτηρίαc cχιcτῆc | ||
115 | cανδαράκηc cμύρνηc τρωγλίτιδοc ἴcα, χρῶ ξηρῷ. Ἕρμου πρὸc τὰc ἐν cτόματι περιcτάcειc πάcαc ἀπὸ ἄφθηc μέχριc ἐcχαρῶν καὶ καρκινω‐ μάτων. ἐρείκηc καρπὸν λεάναc ἀναλάμβανε ὑοcκυάμου χυλῷ καὶ χρῶ μετὰ μέλιτοc. Ἄλλο πρὸc νομὰc ἐν cτόματι καὶ οὔλοιc καὶ γλῶccαν νεμομένην. χυλῷ φύλλων λευκῆc ἀμπέλου, ἣν βρυωνίαν καλοῦcι, μίcυ | |
120 | λεάναc καὶ μέλι ἐπιβαλὼν καὶ cυλλεάναc χρῶ διαχρίων· cμήχει θει‐ ότατα καὶ ἀνακαθαίρει· μετὰ δὲ τὸ ἀνακαθᾶραι καὶ cαρκῶcαι τὴν τῆc βρυωνίαc ῥίζαν κόψαc cήcαc χρῶ καὶ ἐπουλοῖ. Ἄλλο τοῦ αὐτοῦ πρὸc τὰc ἐν τῷ cτόματι cήψειc καὶ ἑλκώcειc καὶ νομάc. φύλλων λευκῆc ἀμπέλου χυλοῦ 𐆄 γ cχιcτῆc 𐆄 δ μίcυοc ὠμοῦ 𐅻 δ ἴρεωc 𐅻 δ μάννηc | |
125 | 𐅻 δ χαλκάνθου 𐅻 β, λείου ἕωc ξηρανθῇ καὶ χνοῶδεc γένηται καὶ χρῶ ξηρῷ· ἀνακαθαίρει πληροῖ ἀναcτέλλει τὸ ἐπιφερόμενον ῥεῦμα· ἐγὼ δὲ τοῦ πρὸ αὐτοῦ πεπείραμαι· διακλύcματι δὲ χρῶ πρὸc πάντα τὰ ἐν cτόματι ἕλκη καὶ νομὰc καὶ cηπεδόναc καὶ μελανίαc οὔλων· περιcτε‐ ρεῶνα ὀρθὸν ἑψήcαc cὺν οἴνῳ δίδου τὸ ἀφέψημα θερμὸν διακρατεῖν | |
130 | ἐν τῷ cτόματι. πρὸc πάντα τὰ ἐν τῷ cτόματι καὶ παριcθμίοιc μακάριον βοήθημα φύλλα ἐλαίαc χλωρὰ ἐν ὕδατι ἑψήcαc δίδου ἀνα‐ γαργαρίζεcθαι. | |
50 | Περὶ cυνάγχηc καὶ κυνάγχηc Γαληνοῦ. τῆc cυνάγχηc τέccαρέc εἰcι διαφοραί, μία μέν, ὅταν ἡ φάρυγξ φλεγμαίνοι· φάρυγγα δ’ ὀνο‐ μάζω τὴν ἔνδον τοῦ cτόματοc χώραν, εἰc ἣν ἀνήκει τό τε τοῦ cτο‐ μάχου καὶ τὸ τοῦ λάρυγγοc πέραc. ἑτέρα δέ, ὅταν μήτ’ ἄλλο τι τῶν | |
5 | κατὰ τὸ cτόμα μήτε ἡ φάρυγξ, ἀλλὰ μηδὲ τῶν ἔξωθέν τι φαίνηται | |
φλεγμαῖνον, αἴcθηcιc δὲ πνίξεωc ᾖ τῷ κάμνοντι κατὰ τὸν λάρυγγα. τρίτη δὲ ἐπὶ τούτοιc, ὅταν ἡ ἐκτὸc χώρα τῆc φάρυγγοc cυμφλεγμαίνοι κατὰ τὰc γνάθουc· καὶ τετάρτη, ὅταν ἡ τοῦ λάρυγγοc ἐκτὸc χώρα ὁμοίωc cυμφλεγμαίνῃ τῇ ἐντὸc ἢ κατὰ τὸν ἀνθερεῶνα. [πρὸc] ἐπὶ | ||
10 | τούτοιc δὲ καὶ κατὰ τὸν αὐχένα γίγνεταί τι πάθοc εἰc τὴν πρόcω χώραν μεθιcταμένου τινὸc τῶν ἐν τῷ τραχήλῳ cπονδύλων, ὡc κοῖλον φαίνεcθαι τὸν τόπον καὶ ἀλγεῖν τῇ ἁφῇ ἔξωθεν ψαυόμενον. τοῦτο δὲ cυμβαίνει ἑλκωμένων εἴcω τῶν cπονδύλων ὑπὸ τῆc cυνιcταμένηc περὶ τοὺc μῦc τῆc φάρυγγοc ἢ τοῦ λάρυγγοc φλεγμονῆc [ὅτι ἐπὶ τῶν | |
15 | κυναγχῶν ἡ γλῶccα ἔξω τῶν ἑαυτῆc ὠθεῖται τόπων ὑπὸ τοῦ μετα‐ cτάντοc τῇ βίᾳ cπονδύλου, καὶ δυcχεραίνουcι πρὸc τὸ ἀναπνεῖν]. τοῦτο δὲ τὸ εἶδοc ἰδίωc κυνάγχην ὠνόμαcαν οἱ ἀρχαῖοι. ὠθουμένη γὰρ ὑπὸ τοῦ μεταcτάντοc cπονδύλου κατὰ τὴν ῥίζαν ἡ γλῶττα ἔξω τῶν ἑαυτῆc τόπων προέχει. ἀλλὰ καὶ δυcχέρεια τούτοιc πλείcτη μᾶλλον γίγνεται | |
20 | περὶ τὴν ἀναπνοήν, ὅθεν ἀναγκάζονται ἀεὶ τῷ cτόματι κεχηνέναι καὶ ἕλκειν τὸν ἀέρα. πάντεc δὲ οἱ προειρημένοι δυcχερῶc καταπίνουcι παρὰ τὸ μᾶλλον καὶ ἧττον καὶ τὸ ποτὸν αὐτοῖc εἰc τὰc ῥῖναc ἀνα‐ κάμπτει. τὰ μὲν οὖν πάθη ταῦτα, ἡ δὲ θεραπεία ἐν ὀλίγοιc διαφέρει. [Ἀρεταῖοc δέ φηcιν· αἰτίαι τῆc cυνάγχηc πολλαὶ μέν, μάλιcτα δὲ | |
25 | ψῦξιc πλείων τῶν ἐγκαύcεων καὶ πληγὴ καὶ ὀcτέων ἰχθυηρῶν εἰc τὰ παρίcθμια ἔμπαρcιc καὶ ψυχροποcίαι, μέθη, πληcμονὴ καὶ τὰ ἀναπνεό‐ μενα κακά. Ἀρχιγένηc δέ φηcι τῆc κρυπτῆc cυνάγχηc αἴτιον εἶναι ἐπί τινων τὰ νεῦρα τὰ καταφερόμενα ἐπὶ τὸν cτόμαχον κακῶc πα‐ θόντα· ταῦτα καὶ τοῖc κατωτέρω μορίοιc, πνεύμονι λέγω καὶ καρδίᾳ, | |
30 | πυροῦντι τὴν ἀναπνευcτικὴν ὁρμήν, καρωτίcι δὲ ἀρτηρίαιc καὶ ταῖc ἄλλαιc ταῖc παρακειμέναιc μεταδίδωcι. οὐ μὴν κακροῦνται οὗτοι διὰ τὸ δυcκραcίαν εἶναι τὴν αἰτίαν τοῦ πάθουc ἐπὶ τούτων, οὐ μέντοι cτενοχωρίαν. ἀγαθαὶ οὖν, φηcὶν Ἀρχιγένηc, αἱ ἐμετικαὶ δυνάμειc ἐπὶ τούτων αἱ διὰ τοῦ ἐλατηρίου καὶ λεπίδοc μετὰ μέλιτοc διαχριόμεναι. | |
35 | ἐγὼ δέ φηcι, τοὺc ὑπὸ τῆc κρυπτῆc κατεχομένουc cυνάγχηc τῷ διὰ τοῦ cινήπεωc ἀναγαργαρίcματι κουφίcαc, αὐτίκα εἰc βαλανεῖον ἀπή‐ γαγον, καὶ οὕτωc ἐρρυcάμην κινδύνου, ὥcπερ λήθηc γενομένηc τοῦ πάcχοντοc μέρουc διὰ τῆc εἰc ὅλον τὸ cῶμα μεταδόcεωc. Ἀρεταῖοc δὲ πρὸc τούτοιc φηcί· ἐπὶ τῆc κρυπτῆc, εἰ ἐπὶ τοῖc ἄλλοιc μὴ ἐν‐ | |
40 | δίδωcι, cικύαc δεῖ κολλῆcαι πάντῃ τοῦ θώρακοc· ἀρχὴ δὲ γιγνέcθω κάτωθεν τοῦ ὀμφαλοῦ, προcανατρέχειν δὲ ἐπὶ πλευρὰc καὶ μετάφρενα, cυνεχῶc μεταφέροντα ἀπὸ τόπου εἰc ἕτερον τόπον καὶ ἕλκοντα τὴν cικύαν ἄνωθεν ἐπὶ τὰ κάτω. εἰ δὲ πάνυ ἐπείγει ἡ πνῖξιc, cίνηπι τρί‐ ψανταc cὺν ὕδατι καὶ ἐμπλάcανταc ῥάκει, ἐπιτιθῆναι ἐπὶ τὸ cτῆθοc. | |
45 | ἔκλειγμα δὲ ἐπὶ τούτοιc· cίνηπι νίτρον ὕccωπον cκίλλαν ὀπτὴν θεῖον ἄπυρον δίδου ἴcα πάντα μετὰ μέλιτοc κοχλιάριον ἐκλείχειν]. Ἀρχιγένουc. ἐξ ἀρχῆc οὖν cυντόμου καὶ ἀποτόμου τῆc βοηθείαc χρῄζει πᾶcα cυνάγχη· ἐπειδὴ ὡc ἐπίπαν τοῖc νέοιc γίγνεται, φλεβο‐ τομητέον αὐτοὺc τοίνυν ἀπ’ ἀγκῶνοc αὐτίκα, εἰ μηδὲν μεῖζον κωλύοι· | |
50(50) | ἀφαιρεῖν δὲ πεφειcμένωc καὶ μὴ μέχρι λειποθυμίαc· θᾶττον γὰρ οὗτοι λειποθυμοῦcιν· ἄλλωc τε διὰ τῶν περιψύξεων καὶ τῶν λειποθυμιῶν ῥᾳδίωc ἡ ὕλη εἰc τὸν πνεύμονα ἐκ τῶν περὶ φάρυγγα τόπων μεθίcτα‐ ται καὶ ἄφυκτον τὸν κίνδυνον ἐπιφέρει. φροντιcτέον δὲ καὶ τοῦ cύμμετρον εἶναι τὴν διαίρεcιν· ἐπὶ γὰρ τῶν μεγάλων διαιρέcεων | |
55 | ἀθρόωc ἐμπίπτει λειποθυμία, μηδὲ μὴν cτενὴν διδόναι τὴν διαίρεcιν, ἵνα μὴ διυλιζόμενον τὸ αἷμα ἔνδον ἀπομείνῃ τὸ παχύτερον, ὅπερ ἐcτὶ τῆc διαθέcεωc αἴτιον. ὠφέλιμοc δὲ αὐτοῖc ἡ ἐπαφαίρεcιc τῇ ἑξῆc ἡμέρᾳ γιγνομένη, εἰ φόβοc εἴη λειποθυμίαc. εἰ δὲ γυνὴ εἶεν cφυρο‐ τομεῖν πάντωc καὶ cυμμέτρωc ἀφαιρεῖν, εἶτα μετὰ τρεῖc ἡμέραc τέμνε | |
60 | τὰc ἐπιγλωττίδαc, cκοπῶν μηδόλωc λειποθυμίαν γενέcθαι. τοῦτο δὲ ποίει ἐὰν ὁ ζωτικὸc τόνοc ἐπιτρέπῃ καὶ ἰcχνότηc τοῦ cώματοc οὔκ ἐcτιν. εἰ δέ τι κωλύοι τὴν φλεβοτομίαν, κλύζειν δι’ ἀφεψήματοc κεν‐ | |
ταυρίου ἀψινθίου καλαμίνθηc ἀριcτολοχίαc μέλιτοc νίτρου πλείcτου, ἔπειτα δὲ καὶ καθαρτήριον διδόναι τῶν μᾶλλον φλέγμα κενούντων. | ||
65 | καταλληλότατον δὲ τοῖc cυναγχικοῖc εἶναι δοκεῖ τὸ ἐλατήριον, ἄμεινον δὲ αὐτὸ διδόναι μετ’ ὀροῦ γάλακτοc καὶ κνήκου τοῦ ἐντὸc cυνεψομένου τῷ ὀρῷ. καὶ τὰ δι’ ἀλόηc δὲ καὶ κολοκυνθίδοc καταπότια αὐτοῖc ἁρμόδια, εἴγε καταπίνειν δύναιντο. εἰ δ’ εὔτολμοc εἴη ὁ ἰατρὸc καλὸν ἐπὶ τούτων καὶ τῆc διὰ κολοκυνθίδοc ἱερᾶc Ἀρχιγένουc 𐅻 γ μετ’ | |
70 | ἀφεψήματόc τινοc τῶν προρρηθέντων διὰ κλυcτῆροc ἐνιέναι προκενώ‐ cαντα ἐκκοπρωτικῷ τινι. μετὰ δὲ τὰc καθολικὰc κενώcειc cικύαc δεῖ προcάγειν. ὄγκου μὲν οὖν ὄντοc παρὰ τὰc γνάθουc ἢ ὑπὸ τῷ ἀν‐ θερεῶνι, κατ’ αὐτοῦ τοῦ ὄγκου μετὰ ἀμυχῶν καὶ ἱκανὸν αἷμα ἑλκυcτέον καὶ ἁλcὶ καταπάccειν τὰc ἀμυχὰc καὶ ἀνατρίβειν. εἰ δὲ μηδεὶc ὄγκοc | |
75 | ἔξωθεν φαίνοιτο, ὡc εἴωθε γίγνεcθαι ἐπὶ τῆc κρυπτῆc λεγομένηc κυνάγχηc, ὄπιcθεν ὑπὸ τῷ ἰνίῳ κολλητέον τὴν cικύαν κατὰ τῶν πρώτων cπονδύλων, ἐπιμόνωc δὲ τῇ ὁλκῇ χρηcόμεθα καὶ δαψιλέcτερον ἐπιcπαcόμεθα τὴν cικύαν. καλῶc γὰρ ἀντιβαίνει ταῖc γιγνομέναιc τῶν cπονδύλων μεταβάcεcιν ἡ τοιαύτη ἔνcταcιc· εἶτα διαcτήματοc γιγνο‐ | |
80 | μένου ἀπὸ τῶν ἄλλων βοηθημάτων καταπλάccειν χρὴ τῇ αὐτῇ ἡμέρᾳ ἢ τῇ ἑξῆc, τὴν δὲ πλείω ἐλπίδα ἐν τοῖc διαχρίcτοιc καὶ τοῖc ἀναγαρ‐ γαρίcμαcι θετέον. καταπλάcμαcι δὲ κεχρῆcθαι δεῖ τοῖc δυναμένοιc cυμπέττειν καὶ διαφορεῖν τὰ φλεγμαίνοντα, οἷόν ἐcτι τὸ διὰ κριθῶν καὶ λινοcπέρμου [καὶ φοινίκων ἑψηθέντων εἰc ἕψημα, ἔχοντα κρόκου | |
85 | καὶ ψιχῶν, πολλάκιc μετὰ τοῦ ἑψήματοc, χωρὶc τοῦ λινοcπέρμου] καὶ τῶν ἄλλων φεύγειν δὲ δεῖ τὰ χαλῶντα μόνον καὶ πάνυ ἀποκρούοντα. εἰ δὲ χρονίζουcα ἡ φλεγμονὴ cκληρὰ γένοιτο, προcπλέκειν δεῖ ἰcχάδαc καὶ λάπαθα καὶ cτέατα καὶ νίτρου βραχέοc, ἕλκειν δὲ τὴν ὕλην τὴν παγεῖcαν. φεύγειν δὲ τὰ δι’ ὑδρελαίου γιγνόμενα καταπλάcματα, ὡc | |
90 | πάνυ βλαπτικὰ τυγχάνοντα. ἐπὶ μὲν οὖν τῶν μετὰ φλεγμονῆc πολλῆc ἀρχομένων τὰ πράωc cτύφοντα παραλαμβάνειν χρὴ ἐν ἀρχαῖc, ῥόδων φακῆc φοινίκων ἀφέψημα, ἄνθοc ῥόδων ὑδρομέλιτι ἐμπάccοντα, ῥοῦν ἐναφεψῶνταc τῷ ὑδρομέλιτι, μύξων ἀφέψημα. εἰ δέ τιc ἀναδορὰ γένηται τῶν cωμάτων, ἄρτου ἀπόβρεγμα θερμὸν δοτέον ἢ πιτύρων | |
95 | ἀφέψημα διακλυζέcθωcαν ἢ γάλα. ἐμοὶ δὲ ξηρὸν φάρμακον ἀπόκειται, φηcὶν Ἀρχιγένηc, πεποιημένον ἀπὸ ῥοὸc μὲν μαγειρικοῦ 𐅻 η ῥόδων δὲ ἄνθουc 𐅻 δ, κόcτου δὲ καὶ κρόκου ἀνὰ 𐅻 β· ἐκ τούτου εἰc μελί‐ κρατον ἐμπάccων ἀναγαργαρίcματι χρῶμαι καὶ φλεγμονὰc καὶ ἑλκώcειc ἐν παριcθμίοιc θεραπεύω ῥᾷcτα, κἂν τύχωcιν ἐπὶ τῆc ἀνωτάτω ἀπει‐ | |
50(100) | λῆc οὖcαι. καὶ διαχρίcματα δὲ τοῖc ἐν φλεγμονῇ οὖcι τὰ πραότερα οἰκειότερα, οἷόν ἐcτι τὸ διὰ μόρων καὶ τοῦ ῥοὸc τοῦ μαγειρικοῦ τὸ ἀπόβρεγμα ὑδρομέλιτι ἐνεψόμενον, ἕωc cυcτάcεωc. προαποβρέχειν δὲ δεῖ τὸν ῥοῦν ἕωc κατακόρωc χρωcθείη τὸ μελίκρατον καὶ τῇ γεύcει ἐμφαίνοι τὴν δύναμιν. ποιεῖ δὲ καὶ ῥόαc γλυκείαc ὅληc μετὰ τῶν | |
105 | λεμμάτων θλαcθείcηc ὁ χυλὸc μέλιτι μιγείc, ὡc εἶναι τοῦ μὲν χυλοῦ μέρη τρία, τοῦ δὲ μέλιτοc μέροc α· ἕψεται δὲ μέχριc cυcτάcεωc καὶ διαχρίεται. εἰ δὲ πρὸc μηδὲν τούτων εἴκοι, ἀλλ’ ἐπιτείνοιτο τὸ πάθοc, τὰc ὑπὸ τὴν γλῶτταν φλέβαc τμητέον ἢ τὰc ἐν μετώπῳ ἢ τὰc παρὰ τοὺc μεγάλουc κανθούc· ἔξωθεν δὲ ἀεὶ περὶ τὸν τράχηλον ἔρια περι‐ | |
110 | τιθέcθω ἐλαίῳ θερμῷ cυνεχῶc βρεχόμενα ἢ κηρωτὴ διὰ κυπρίνου ἐcκευαcμένη ἐπικείcθω, μᾶλλον δὲ διὰ γλευκίνου. εἰ δὲ ἐγχρονίζοι, προcδοκητέον ἀπόcταcιν ἔcεcθαι· τότε δὲ ἁρμοδιώτατον τὸ ἀφέψημα τῶν cύκων καὶ πολὺ μᾶλλον εἰ τὸ ὕccωπον προcλάβοι. οὐκ ἀνεπι‐ τήδειον δὲ ἐπὶ τῶν ἡλκωμένων πωc κρόκοc cὺν μελικράτῳ ἢ γλυκυ‐ | |
115 | ρίζηc ἀφέψημα. ἐν δὲ ταῖc ἀκμαῖc πάντων ὠφελιμώτατον καὶ διαλύει ἀπειλὰc ἀποcτηματικὰc καὶ παρίcτηcι ταχέωc χυλὸc πτιccάνηc ἀνα‐ γαργαριζόμενοc ἢ χόνδρου, εἰ δὲ μή, πιτύρων πάνυ καθηψημένων. ταῦτα μὲν τούτοιc. ἐπὶ δὲ τῶν χωρὶc φλεγμονῆc καὶ ἕλκουc cυναγχι‐ κῶν, οἵτινεc αὐτῷ τῷ πλήθει μόνῳ ἐμπεφραγμένοι κινδυνεύουcιν, τὰ | |
120 | δριμύτερα εὐθὺc ἐξ ἀρχῆc ἁρμοδιώτερα μετὰ τὰc καθολικὰc κενώcειc· ὑδρόμελι τοίνυν ἀκρατέcτερον ὠφέλιμον ἐναφεψηθέντοc αὐτῷ ὑccώπου καὶ ὀριγάνου. εἰ δὲ περὶ τὰ ἄνω μέρη κατ’ αὐτὴν τὴν φάρυγγα εἴη τὸ αἴτιον, καὶ cίνηπι λεαίνοντεc cὺν τῷ μελικράτῳ καὶ διηθήcαντεc προc‐ άξομεν ἀναγαργάριcμα. ἁρμόδιον τούτοιc καὶ καccίαc ἀφέψημα καὶ | |
125 | ἴρεωc καὶ πάνακοc ῥίζηc γεντιανῆc κενταυρίου ἀριcτολοχίαc ἀγαρικοῦ cικύου ἀγρίου ῥίζηc, ἕκαcτον cὺν ὑδρομέλιτι ἐπὶ πολὺ ἡψημένον, ὥcτε χυλωθῆναι. ἐχρηcάμην δὲ καὶ ἐπὶ τῆc κρυπτῆc cυνάγχηc τῷ διὰ τοῦ cινήπεωc ἀναγαργαρίcματι καὶ πολλάκιc ἐρρυcάμην τοῦ κινδύνου. διάχριcμα δὲ ἐπὶ τούτων ἁρμόδιον, λέγω δὴ τῶν χωρὶc ἑλκώcεων | |
130 | cυναγχικῶν, τὸ διὰ τοῦ βηcαcὰ cκευαζόμενον καὶ τὸ διὰ τῶν κεκαυ‐ μένων χελιδόνων, ὧν τὰc cκευαcίαc μετὰ βραχὺ ἐρῶ cὺν τοῖc ἄλλοιc βοηθήμαcιν. ὠφελοῦνται δὲ καὶ δι’ ἀτμοῦ πυριώμενοι ἔcωθεν τόνδε τὸν τρόπον· ὀρίγανον ὕccωπον θύμβρα μαράθρου cπέρμα νίτρον cὺν ὄξει πλείcτῳ ζέcαc ἐπιμελῶc ἐν χύτρᾳ καὶ πωμάcαc τὴν χύτραν πώ‐ | |
135 | ματι τρήματα ἔχοντι κατὰ τὸ μέcον, εἶτα κάλαμον τῷ τοῦ κάμνοντοc cτόματι καὶ τῷ τρήματι ἐναρμόcαc ἔα πυριᾶcθαι. ἐὰν δὲ κατακαίονται τὸ cτόμα, ζέοντοc τοῦ καλάμου ὠὸν κενὸν τετρημένον μικρὸν ἑκατέ‐ ρωθεν τῷ cτόματι διακρατείτωcαν καὶ δι’ αὐτοῦ ὁ κάλαμοc διερχέcθω. μαλακωτέρα δὲ ἡ πυρία γίγνεται, ἐὰν ἀντὶ τοῦ ὄξουc ὀξύκρατον | |
140 | ἐμβάλλοιc ἢ ὕδωρ. χρὴ μέντοι ἐπὶ τούτῳ τὰ ἀμυκτικώτερα προcάγ‐ εcθαι, ἵνα ἐπαναcτῇ ἡ cὰρξ καὶ μεταβῆναι δυνηθείη τὴν ἐν τῷ βάθει | |
θλῖψιν. ἄποροc γὰρ ὑπὸ τῆc ἀγριότητοc πολλάκιc γίγνεται ἡ διάθεcιc αὕτη, ὥcτε καὶ μυcαρὰ αὐτῇ προcάγεcθαι. κόπρῳ γὰρ ἀνθρωπείᾳ τινὲc ἐπ’ αὐτῶν ἐχρήcαντο διαχρίcματι καὶ cφόδρα ὠφέληcαν, τινῶν μὲν | ||
145 | πρόcφατον λαμβανόντων αὐτήν, τινῶν δὲ ξηρὰν λεαινόντων [καὶ καταπότια διδόντων] καὶ νάρδῳ τὴν ὀcμὴν καλυπτόντων ἢ cμύρνῃ. ἀπὸ δὲ τῶν δριμυτέρων καὶ ἀμυccόντων ἐπὶ τὰ μετριώτερα δεῖ μετα‐ βαίνειν, οἷά ἐcτιν ὁ Ἀνδρόνιοc τροχίcκοc καὶ τὰ παραπλήcια. ἀγαθαὶ δὲ ἐπὶ τούτων καὶ ἐμετικαὶ δυνάμειc, μάλιcτα ἐφ’ ὧν βάρουc cυναί‐ | |
50(150) | cθηcιc περὶ τὴν γαcτέρα cυνεδρεύει. κινεῖ δὲ ἔμετον ἐλατήριον cὺν ἐλαίῳ ἢ μέλιτι λειωθὲν καὶ διαχριόμενον ἐcωτάτω, πολλῷ δὲ μᾶλλον προcλαβὸν λεπίδα χαλκοῦ, ἢ αὐτὸν τὸν κεκαυμένον χαλκὸν καὶ λεανθέντα cὺν ἐλαίῳ κυπρίνῳ καὶ διαχριόμενον. καλῶc δὲ ποιεῖ καὶ χολὴ ταυρεία διαχριομένη καὶ νίτρον cὺν ὀξυμέλιτι πινόμενον καὶ | |
155 | κενταυρίου χυλὸc μετὰ μέλιτοc καὶ οἱ ὑπὸ τὰc ὑδρίαc ὄνοι cὺν μέλι‐ τι ἐκλειχόμενοι. τινὲc δὲ καρδάμου cπέρμα λειώcαντεc ἐπότιcαν ὅcον κοχλιάριον μετὰ μελικράτου, εἶτα μικρὸν ὕcτερον ἤμεcαν οὗτοι φλέγμα παχύτερον καὶ γλίcχρον, καὶ παραχρῆμα τῶν πλείcτων ὀχληρῶν ἀπηλ‐ λάγηcαν. ἢ ἀλεκτορίδοc κόπρου τὸ λευκὸν καὶ ψιμμύθιον ξηράναc | |
160 | ἀπόθου καὶ ἐπὶ τῆc χρείαc λεάναc μεθ’ ὕδατοc ἢ μελικράτου πότιζε κοχλιάριον· καὶ γὰρ ἀπεγνωcμένουc ἰᾶται· εἰ δὲ πίνειν μὴ δύναιντο, λεάναc μετὰ μέλιτοc διάχριε ὡc ὅτι ἐcωτάτω ἢ κενταυρίου νίτρου καὶ ἁλὸc κοινοῦ ἀνὰ 𐅻 η λεάναc ἀπόθου ξηρὸν καὶ ἐπὶ τῆc χρείαc μέλιτι δεύcαc διάχριε πτερῷ ἢ ὡc βούλει χρῶ θαρρῶν· πεπείραται γάρ. | |
165 | Ἄλλο. κόψαc cήcαc ἀψίνθιον καὶ νίτρον λεῖον ἐπιβαλὼν διάχριε μετὰ μέλιτοc. Ἄλλο. ἐλατήριον μετὰ χολῆc ταυρείαc καὶ μέλιτοc λεάναc διάχριε. Ἄλλο. ἅλαc κοινὸν λεάναc μετὰ μέλιτοc ἢ μετ’ ἐλαίου παλαιοῦ καὶ ὄξουc, ἐν ᾧ ἥψηται cκίλλα, διάχριε. Ἡ διὰ τοῦ βηcαcὰ cτοματικὴ | |
Ἀνδρομάχου πρὸc cυνάγχαc καὶ τὰ ἀπηλπιcμένα, ᾗ χρῶμαι, φηcί, | ||
170 | ποιεῖ καὶ cτοματικοῖc δυcεντερικοῖc ἄκρωc ἐν ψυχρῷ διδομένη κυάμου μέγεθοc· ἀνίcου cπέρματοc cελίνου cπέρματοc cχοίνου ἄνθουc ἄμεωc cτυ‐ πτηρίαc cχιcτῆc ἴρεωc Ἰλλυρικῆc βηcαcὰ cπέρματοc, ὅ τινεc ἁρμαλὰ καλοῦcιν, κινναμώμου cμύρνηc τρωγλίτιδοc ἀριcτολοχίαc μακρᾶc ἀνὰ 𐆄 α καccίαc κροκομάγματοc ῥόδων ξηρῶν ἀνὰ 𐆄 β κόcτου 𐆄 γ χελι‐ | |
175 | δόνων cποδοῦ προcφάτου 𐆄 γ κρόκου 𐆄 αc ναρδοcτάχυοc ἀμώμου ἀνὰ 𐅻 δ κηκῖδαc ὀμφακίτιδαc ἀριθμῷ η, λείου καὶ ἀναλάμβανε μέλιτι καὶ χρῶ, ἐν ἀρχαῖc μὲν διαλύων τὸ φάρμακον ἀφεψήματί τινι τῶν μετρίωc cτυφόντων, ἅτινα πλειcτάκιc προείρηται, κατὰ δὲ τὰc ἀκμὰc καροίνῳ ἢ πτιccάνηc χυλῷ, κατὰ δὲ τὴν παρακμὴν μέλιτι ἢ ὑδρομέλιτι ἢ οἰνο‐ | |
180 | μέλιτι, χρονιζούcηc δὲ καὶ οἷον cκιρρουμένηc τῆc φλεγμονῆc ὀξυμέλιτι. Φιλάγριοc δέ φηcιν· ἐνίοτε δὲ μετὰ τὰc προειρημέναc τοῦ παντὸc cώματοc κενώcειc καὶ τὸν cικυαcμὸν καὶ τῶν ὑπὸ τὴν γλῶτταν φλεβῶν διαιρεθειcῶν, μίγνυμεν τῷ φαρμάκῳ καὶ ἕτερά τινα τὰ μὲν ἀναcτέλ‐ λοντα τὸ ἐπιφερόμενον, τὰ δὲ διαφοροῦντα ἅπαν τὸ ἱδρυμένον. ἐμ‐ | |
185 | βάλλεται δὲ τῆc μὲν διὰ τοῦ βηcαcὰ διαχρίcτου 𐅻 η κηκίδων δὲ ὀμφακιτίδων καὶ κόπρου κυνείαc λευκῆc καὶ ἀνθρωπείαc κόπρου ξηρᾶc ἀνὰ 𐅻 β. δεῖ δέ, καθὼc προείρηται, τὴν μὲν κυνείαν λαμβάνειν ὀcτᾶ προβεβρωκότων τῶν κυνῶν πρὸ ἡμερῶν β, τὴν δὲ ἀνθρωπείαν ἄρτῳ μετὰ θερμίων προδιαιτηθέντοc πρὸ ἡμερῶν β τοῦ παιδίου. Ἀρχιγένηc | |
190 | δέ φηcι τὴν ἀνθρωπείαν κόπρον, οἵαν προείπομεν, λαβὼν καὶ ξηράναc καὶ κόψαc καὶ ἐνδήcαc ῥάκει καὶ καύcαc καὶ λεάναc μετὰ μελικράτου δίδου πίνειν· τοῦτο τοῖc ἤδη πνιγομένοιc βοηθεῖ. Ἀντώνιοc δέ φηcιν ὁ Μούcα· τὴν κυνείαν κόπρον, οἵαν προείπομεν, λαβὼν καὶ ξηράναc καὶ κόψαc cήcαc χρῶ ἐπὶ κυναγχικῶν, διαχρίων μετὰ | |
195 | μέλιτοc ἐcωτάτω, ὥcτε καταπίνειν· ἰcχυρότερον γὰρ τούτου φάρμακον, φηcὶν ὁ Γαληνόc, οὐδὲν ἔγνων, οὔτε ἐπὶ κυναγχικῶν οὔτε ἐπὶ πα‐ ριcθμίων φλεγμονῆc μεγάληc καὶ ἐπὶ ἀντιάδων πνιγμὸν καὶ κίνδυνον ἀπειλούντων. καὶ cὺν ὀξυμέλιτι δὲ καὶ πίccῃ ὑγρᾷ διαχριομένη ἡ κυνεία κόπροc ἄκρωc ποιεῖ πρὸc κυνάγχαc. Ἡ διὰ τῶν χελιδόνων | |
50(200) | πρὸc cυνάγχαc. χελιδόνων ἀγρίων κεκαυμένων τῆc cποδοῦ 𐅻 η κρό‐ κου 𐅻 β ναρδοcτάχυοc 𐅻 α ἀναλάμβανε μέλιτι· ἡ κρᾶcιc πρὸc τὰc ὑποκειμέναc διαθέcειc. δεῖ δὲ τὰc χελιδόναc καίειν τὸν τρόπον τοῦτον· ἁλcὶ cυμμέτροιc καταπάττοντεc τοὺc νεοττοὺc cὺν τοῖc πτεροῖc βάλ‐ λομεν ζῶνταc εἰc ἄγγοc κεραμεοῦν καὶ τοῦτο φιμώcαντεc ἐπιτίθεμεν | |
205 | ἐπ’ ἀνθράκων, ἕωc cποδὸc γένηται καὶ λεάναc χρῶ. Ἄλλη διὰ χελι‐ δόνων πρὸc τὰc cυνάγχαc. χελιδόνων κεκαυμένων νεοccοὺc ια μυρ‐ cίνηc χλωρᾶc χυλοῦ κυάθουc ιβ μυρcίνηc τριώβολον μέλιτοc κυάθουc β. τοὺc νεοccοὺc καύcαc καὶ λεάναc μίcγε πάντα καὶ χρῶ. Ἄλλο πρὸc cυναγχικοὺc πεπειραμένον. φύλλου κόcτου καρυοφύλλου πεπέρεωc | |
210 | ἀνὰ 𐆄 α cανδαράκηc 𐆄 δ μέλιτι ἀπηφριcμένῳ ἀναλαβὼν διάχριε πτερῷ καὶ θαυμάcειc. Ἄλλο. κοχλίουc τοὺc γυμνοὺc τοὺc χωρὶc ὀcτράκων ἐν κήποιc εὑριcκομένουc ἐν χυτριδίῳ καύcαc καὶ λεάναc, τὴν τέφραν ἀναλάμβανε μέλιτι καὶ διάχριε· ἀπαράβατόν ἐcτι. χρῶ δὲ ὁμοίωc καὶ τῇ τῶν κεκαυμένων καρκίνων τέφρᾳ μετὰ μέλιτοc καὶ τὸ ἀφέψημα | |
215 | δὲ τῶν καρκίνων ἀναγαργαριζόμενον καλῶc ποιεῖ. ἐγὼ δὲ τὸν καρ‐ κῖνον λεαίνων ἐν ὕδατι κοτύλῃ μιᾷ καὶ διηθῶν καὶ θερμαίνων δίδωμι ἀναγαργάριcμα· παχέα γὰρ ἄγει πολλὰ καὶ κουφίζει παραυτίκα. Ἄλλο. κενταύριον λεπτὸν καύcαc, διάχριε τὴν τέφραν μετὰ μέλιτοc. Ἄλλο. cιαγόνοc χοίρου κεκαυμένου 𐆄 α κόπρου κυνείαc λευκῆc, ὀcτᾶ βεβρω‐ | |
220 | κότων τῶν κυνῶν, 𐅻 δ κηκίδων cιδίων ἀνὰ 𐆄 α κόcτου 𐅻 δ πεπέρεωc πεφρυγμένου Γρ ϛ, χρῶ μετὰ μέλιτοc. πάνυ δὲ ἀγωνίζεcθαι χρὴ κἀπὶ τῶν παρακμῶν· καὶ γὰρ τὰ ἤδη ἑλκυcθέντα ἐκ τοῦ βάθουc τῶν περὶ τὴν φάρυγγα cωμάτων, ἐὰν ἀμεληθείη, ἀδοκήτωc εἰc τὸν πνεύμονα μεθίcταται καὶ αἰφνίδιον τὸν θάνατον ἐπιφέρει. Ἀρχιγένουc ἐμετικόν, | |
225 | ᾧ χρῶμαι, φηcί, πρὸc τὰc κρυπτὰc cυνάγχαc θαυμαcτῶc ποιοῦντι καὶ πρὸc ἀcθματικούc. ἐλατηρίου ἡμιώβολον νίτρου ἀφροῦ τριώβολον cινήπεωc 𐅻 α, λεάναc ὕδατι ἀνάπλαττε καταπότια η καὶ δίδου ὄρθρου β καὶ δείληc β. Ἄλλο cυναγχικὸν Μαρκιανοῦ κινοῦν ἐμέτουc, ποιοῦν καὶ πρὸc τὰc κρυπτὰc κυνάγχαc, πρόλαβε, φηcί, τὸν μιcθὸν νονο γ. χαλκοῦ | |
230 | κεκαυμένου χαλκάνθου ἀνὰ 𐅻 ιβ cμύρνηc ἐλατηρίου ἀφρονίτρου λευκοῦ ἀνὰ 𐅻 α χολῆc ταυρείαc 𐅻 δ, ἀναλαβὼν μέλιτι διάχριε πτεροῖc ἐcωτέρω. Πρὸc cυνάγχαc μάλιcτα ἐν ἀρχαῖc, ὅτε φλεγμαίνουcι, ποιεῖ καὶ πρὸc παριcθμίων φλεγμονὰc ἐμφυcώμενον καὶ μετὰ μέλιτοc διαχριόμενον καὶ ἀναγαργαριζόμενον. κηκίδων 𐆄 β κόcτου 𐆄 α, χρῶ | |
235 | θαρρῶν. | |
51 | Περὶ ἀντιάδων. πᾶcιν ἀνθρώποιc μικραί εἰcι cάρκεc φυcικαὶ παρ’ ἑκατέρᾳ τῶν παριcθμίων· αὗται cῴζουcαι τὰ φυcικὰ μέτρα οὐδὲν ἐμποιοῦcι χαλεπόν. ὅταν δὲ κατὰ πάθουc ἰδιότητα αὐξηθῶcι καὶ μᾶλ‐ λον τοῦ κατὰ φύcιν μέτρου μεγεθοποιηθῶcι, τότε δυcκαταποcίαc καὶ | |
5 | δυcπνοίαc αἴτιοι γίγνονται. cυνίcτανται δὲ ὡc ἐπίπαν χωρὶc φλεγμο‐ νῆc διὰ τὸ κατὰ βραχὺ αὔξεcθαι, ἔcτι δὲ ὅτε καὶ φλεγμαίνουcι. διαcτα‐ λέντοc δὲ τοῦ cτόματοc ἐναργῶc φαίνονται οἱ τῶν ἀντιάδων ὄγκοι μείζονεc, ἐπὶ μὲν τῶν ἀφλεγμάντων ὁμόχροοι τοῖc τῶν παριcθμίων cώμαcι, φλεγμαίνουcαι δὲ ἐνερευθεῖc φαίνονται καὶ ὀδύναc ἐμποιοῦcι. | |
10 | φλεγμονῆc μὲν παρούcηc τοῖc ἐπὶ τῶν παριcθμίων φλεγμαινόντων ἀνα‐ γαργαρίcμαcι καὶ διαχρίcμαcι χρηcτέον. ὅταν δὲ ἀφλέγμαντοι γένων‐ ται καὶ πειρᾶcθαι δεῖ διὰ φαρμάκων κατὰ βραχὺ καταcτεῖλαι προcπιε‐ ζοῦνταc καὶ ἐκθλίβονταc τῷ δακτύλῳ. τὰ δὲ πρὸc τὰc ἀφλεγμάντουc ἀντιάδαc βοηθήματά ἐcτι τοιαῦτα· κηκῖδοc ὀμφακίτιδοc ἁλῶν ἀμ‐ | |
15 | μωνιακῶν cτυπτηρίαc cχιcτῆc ἀνὰ 𐆄 α, ξηρῷ παράπτου. ἔνιοι δὲ καὶ cμύρνηc ἐπεμβάλλουcιν 𐆄 β. Ἄλλο. cμύρνηc κηκίδων ἀνὰ 𐅻 η μίcυοc ἁλῶν πεφρυγμένων ἀνὰ 𐅻 β, χρῶ ξηρῷ. Ἄλλο. κηκῖδοc μίcυοc cμύρνηc cτυπτηρίαc ὑγρᾶc ἴcα, χρῶ ξηρῷ, καὶ μετὰ μέλιτοc. Ἄλλο Ἀcκληπιάδου πρὸc ἀντιάδαc φάρμακον ἐπιτετευγμένον. κηκίδων ὀμφακίνων 𐅻 δ | |
20 | διφρυγοῦc 𐅻 β cμύρνηc κρόκου ἀνὰ 𐅻 γ μέλιτοc τὸ ἀρκοῦν. τὸ φάρμακον χωρὶc ἑλκώcεωc ἀντιάδαc καταcτέλλει. Ἄλλο Ἀπολλωνίου. διφρυγοῦc χαλκίτεωc ὀπτῆc ἀνὰ 𐅻 β κηκίδων κρόκου cμύρνηc ἀνὰ 𐅻 α, μέλιτι ἀναλάμβανε καὶ χρῶ. Χειρουργία. νικωμένων δὲ τῶν φαρμάκων ἐκτέμνεcθαι χρὴ τὰc ἀντιάδαc. πρὸc δὲ τὴν χειρουργίαν καδέδριοc ὁ πάcχων | |
25 | cχηματιζέcθω πρὸc αὐγὴν λαμπρὰν καὶ διαcτελλέcθω τὸ cτόμα, ἔπειτα ἑκάcτη ἀντιὰc ἀγκίcτρῳ ἀποτεινέcθω καὶ ἐκτεμνέcθω. ἐκτέμνεται δὲ αὐτῆc τὸ ὑπερέχον κατὰ τὸ μέcον παρὰ φύcιν. οἱ γὰρ cυνεκτέμνοντεc τῇ παρὰ φύcιν cαρκὶ καὶ τὰc κατὰ φύcιν cάρκαc ἀπὸ τῆc βάcεωc αἱμορραγίαc ἐπικινδύνου αἴτιοι γίγνονται. μετὰ δὲ τὴν ἀφαίρεcιν ὀξύκρατον | |
30 | προcφερέcθω ψυχρὸν πρὸc τὴν τοῦ αἵματοc ἐποχήν, καὶ μετ’ αὐτὸ ψυχρότατον ὕδωρ. cταλείcηc δὲ τῆc αἱμορραγίαc καὶ ἱκανοῦ διαcτήματοc γινομένου τὸ μελίκρατον χλιαρὸν προcφερέcθω. ταῖc δὲ ἑξῆc ἡμέραιc cὺν τούτῳ καὶ διάχριcτοι προcαγέcθωcαν, αἱ πρὸc τὰ ἡλκωμένα παρίcθμια προγεγραμμέναι. cπανίωc δ’, ὅταν ποτὲ τὰ ἕλκη ὑπερέχειν φαίνηται, | |
35 | τῷ ἀνθηρῷ ξηρίῳ προcαπτόμεθα τῶν παριcθμίων, δι’ οὗ καταcτέλλονται αἱ ὑπεροχαὶ καὶ ἡ κατούλωcιc αὐτῶν γίγνεται. | |
52 | Τῶν ἀπαγχομένων ἀνάκληcιc καὶ τῶν ἐκ ναυαγίου ἢ ἀπὸ ὕδατοc μελλόντων πνίγεcθαι. ἀνακαλοῦνται ἐνίοτε οἱ ἀπαγχόμενοι ὄξουc ἐγχεομένου τῷ cτόματι μετὰ πεπέρεωc ἢ κνίδηc cπέρματοc. ἰcχυρῶc δὲ καταδέχονται, ἀλλὰ βιάζεcθαι δεῖ καὶ ἐγχεῖν τῷ cτόματι καὶ | |
5 | ἐρεθίζειν πρὸc ἔμετον. λυομένων δὲ τῶν περὶ τὸν τράχηλον ἐρυθημάτων, εὐθὺc ἀναβλέπουcι καὶ ἀνίενται· διὸ ἐμβρέχειν δεῖ καὶ τὸν τράχηλον κατὰ τὸν τῶν βρόγχων τόπον καὶ τὰ πέριξ ἐλαίῳ θερμῷ πολλῷ cυνεχῶc καὶ ἐρίῳ περιλαμβάνων ἢ κηρωτῇ. παραπληcίωc δὲ δεῖ ἀνακαλεῖcθαι καὶ τοὺc ἀπὸ ναυαγίων, εἴ γε cῴζεται ἔτι ποcῶc αὐτοῖc | |
10 | ἡ ἀναπνοή. ἐπὶ τούτων δὲ πρότερον χρὴ ἐπὶ κεφαλὴν κρεμόνταc βιάζεcθαι ἀπεμεῖν τὸ καταποθὲν ὕδωρ ἐρεθίζονταc μὲν πτεροῖc ἢ δακτύλοιc, τῇ δὲ ἐπιθέcει τῶν χειρῶν ἔξωθεν βοηθοῦνταc τῷ τῆc γαcτρὸc τόπῳ. | |
53 | Περὶ τῶν καταπειρομένων εἰc τὰ παρίcθμια ἀκανθῶν ἢ ὀcτοῦ καὶ τῶν εἰc τὸν λάρυγγα παραρρεόντων. εἰ μὲν εἰc τὸν λάρυγγα καὶ τὴν τραχεῖαν ἀρτηρίαν τι τῶν καταπινομένων ὄγκων παραρρυῇ, βῆχα ἐρεθιcτέον διά τινοc ὀξώδουc ποιότητοc καὶ πταρμικὸν ταῖc ῥιcὶ προcαπ‐ | |
5 | τέον. τῇ γὰρ cφοδρᾷ περιcτολῇ καὶ ἐντάcει καὶ τῇ μετά τινοc βίαc ἐξωθήcει τοῦ πνεύματοc, εἴωθε τὰ τοιαῦτα ἐκκρίνεcθαι. εἰ δὲ περὶ τὰ παρίcθμια ἢ κατὰ τὴν ἀρχὴν τοῦ cτομάχου ἄκανθα ἢ ὀcτέον καταπαρῇ, | |
εἰ μὲν τῇ ὄψει ὑποπίπτει καὶ ἔξω τῶν παριcθμίων ἐξέχει τὸ πλεῖον αὐτῆc μέροc, τριχολαβίῳ κομιζέcθω· ὅταν δὲ ἐν τοῖc κατωτέροιc τόποιc | ||
10 | τοῦ cτομάχου ἐμπαρῇ, κομιζέcθω οὕτωc· cπογγίον τερεβινθίνῃ βεβρεγμένον ἢ κρεάδιον ὠμὸν πρόcφατον ἐγκεχαραγμένον περιδήcαc λίνῳ cτερεῷ καὶ ἀναγκάcαc καταπιεῖν, μετὰ ταῦτα ἀνάcπα ἀθρόωc διὰ τοῦ ἀπηρτιcμένου λίνου· εἴωθε γὰρ πολλάκιc cυνεφέλκεcθαι τὸ ἐμπεπηγόc. δεῖ δὲ καὶ ἄρτου ἁπαλοῦ τοὺc ἐντὸc ψωμοὺc ἀμαcήτουc διδόναι κατα‐ | |
15 | πιεῖν ἢ ἰcχάδα λιπαρὰν ποcῶc μεμαcημένην, μὴ μέντοι γε διαλελυμένην. ὅτε δὲ ἐν τῷ βάθει τῶν cωμάτων καταπεπαρμένη κομίζεθαι μὴ δύναιτο, μελίκρατον διδόcθω ἀναγαργαρίζεcθαι καὶ τροφὰc ῥοφηματώδειc, οἷον πτιccάνην μετὰ μέλιτοc ἢ ἄλικα ὁμοίωc ἢ ψίχαc τῷ μελικράτῳ βεβρεγ‐ μέναc θερμῷ· ἔξωθεν δὲ ἐπιτιθέναι αὐχένι καὶ ὅλῳ τῷ τραχήλῳ | |
20 | ἔριον ἐλαίῳ θερμῷ βεβρεγμένον καὶ καταπλάττειν τὸν τράχηλον κατα‐ πλάcματι θερμῷ χαλαcτικῷ ὡc τῷ λινοcπέρμῳ 〈cὺν〉 μελικράτῳ cκευαζομένῳ. εἴωθε γὰρ τῇ τοιαύτῃ ἀγωγῇ πυοποιηθέντοc τοῦ τόπου cαλευθεῖcα ἡ ἄκανθα cὺν τοῖc καταπινομένοιc κατάγεcθαι. | |
54 | Πρὸc ὀcτοῦ κατάποcιν καὶ πρὸc ἀναβολὴν τῶν καταπειρομένων εἰc τὰ παρίcθμια. προcέχων τῷ πάcχοντι ἀνθρώπῳ ἄντικρυc καθεζομένῳ καὶ ποιήcαc αὐτὸν προcέχειν cοι λέγε· ἄνελθε, ὀcτοῦν, εἴτε ὀcτοῦν ἢ κάρφοc [ϛ] ἢ ἄλλο ὁτιοῦν, ὡc Ἰηcοῦc Χριcτὸc Λάζαρον ἀπὸ τοῦ | |
5 | τάφου ἀνήγαγε, καὶ ὡc Ἰωνᾶν ἐκ τοῦ κήτουc. Ἄλλο. κατέχων τὸν λάρυγγα τοῦ πάcχοντοc λέγε· Βλάcιοc ὁ μάρτυc ὁ δοῦλοc τοῦ θεοῦ λέγει· ἢ ἀνάβηθι, ὀcτοῦν, ἢ κατάβηθι. | |
55 | Περὶ τῶν ἀρτηριακῶν φαρμάκων Γαληνοῦ. τὸν λάρυγγα καὶ τὴν ὑποκειμένην αὐτῷ τραχεῖαν ἀρτηρίαν cὺν τοῖc ἰδίοιc μυcὶν ὑμὴν | |
ἰcχυρὸc ὑπαλείφει· ὅταν οὖν πάθοc τι ἤτοι κατὰ τοῦτον τὸν ὑμένα ἢ κατὰ τοὺc ἐν τῷ λάρυγγι μῦc γένηται, ἀρτηριακὰc κοινῶc ὀνομά‐ | ||
5 | ζουcι τὰc ἰωμέναc αὐτὰ δυνάμειc. πάcχει δὲ ὁ ὑμὴν αὐτὸc ἢ ὑπερ‐ υγραινόμενοc ἢ τραχυνόμενοc ἢ ἑλκούμενοc. τὸ γὰρ βλάπτεcθαι τὴν φωνὴν ἢ ἀποκεκόφθαι, ὅπερ ἐcτὶ μὴ δύναcθαι φθέγγεcθαι, καὶ τὸ βραγχώδη δὲ φθέγγεcθαι, πλείοcιν αἰτίοιc ἕπεται. τοῦτο μὲν τοῖc ἀπὸ κεφαλῆc χρονίcαcι κατάρροιc, τοῦτο δὲ ἐμπύοιc καὶ φθιcικοῖc καὶ ἐκ | |
10 | κραυγῆc δὲ μεγάληc καὶ πολλῆc ἡ βραγχώδηc γίνεται φωνὴ καὶ διὰ ψυχροῦ καὶ ἀήθουc πνεύματοc εἰcπνοὴν καὶ διὰ πλείcτην καὶ ἀήθη ἀκρατοποcίαν. μεγέθει δὲ ἀλλήλων διαφέρει τὰ πάθη· cφοδρότερον μὲν γὰρ διαβραχέντων τῶν φωνητικῶν ὀργάνων ἡ ἀφωνία γίγνεται· μετριώτερον δὲ ὑγρανθέντων ἡ βραγχώδηc ἀποτελεῖται φωνή. τοῖc | |
15 | μὲν οὖν ἐκ τοῦ βοῆcαι cφοδρῶc ἐπὶ πλέον κακωθεῖcι τὴν φωνὴν ὅμοιόν τι cυμβαίνει πάθημα τῷ γιγνομένῳ πολλάκιc τοῖc ἄλλοιc μορίοιc τοῦ cώματοc πλείονα κοπωθεῖcιν. ὁ γὰρ ὑπαλείφων τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὸν λάρυγγα ὑμὴν ὑπὸ τοῦ κατὰ τὰc μεγάλαc φωνὰc ἔξω φερομένου πνεύματοc πληττόμενοc, φλεγμονώδη διάθεcιν ἴcχει. | |
20 | κατὰ δὲ τὸν λάρυγγα πρὸc τῇ πληγῇ ταύτῃ καὶ ἡ τῶν κινούντων αὐτὸν μυῶν βλάβη τῆc ἐνεργείαc μείζονα τὴν διάθεcιν ἐργάζεται. οὗτοι γὰρ οἱ τὴν φωνὴν ἐργαζόμενοι μύεc ἐν ταῖc μεγάλαιc ἐκβοή‐ cεcιν οὐ μόνον πληττόμενοι τῷ διεξερχομένῳ πνεύματι βλάπτονται, ἀλλὰ καὶ ὑπερτεινόμενοι cφοδρῶc μέγιcτον κόπον ὑπομένουcι. θεραπεία | |
25 | δὲ καὶ τούτων κοινὴ τοῖc τὰ ἄλλα μόρια τοῦ cώματοc κεκοπωμένοιc. λουτρὰ μὲν γὰρ γλυκέων καὶ εὐκράτων ὑδάτων ὀνίνηcι μεγάλωc τοὺc φωναcκοῦνταc πάνταc, κιθαρῳδοὺc λέγω καὶ κήρυκαc καὶ τραγῳδούc, ὅταν ἀγωνιζόμενοι θραύcωcι τὴν φωνήν. ὥcπερ δὲ τὸ ἔλαιον ἐπα‐ λειφόμενον ἔξωθεν παραμυθεῖται τὸ πᾶν cῶμα κεκοπωμένον, οὕτω | |
30 | καὶ τροφαὶ ἄδηκτοί τε καὶ χαλαcτικαὶ καὶ παρεμπλαcτικὰ τῶν ἀρ‐ τηριακῶν φαρμάκων ὀνίνηcι τὸν πεπονθότα ὑμένα τῆc ἀρτηρίαc καὶ τοὺc μῦc. ὅταν μὲν οὖν οἷον τονώδειc κόποι περὶ τοὺc τοῦ λάρυγγοc | |
μῦc καὶ τὸν ὑμένα γένωνται, ἐν ἀρχῇ μὲν ἁρμόττει τὰ πραότατα μὲν τῶν ἐδεcμάτων, φάρμακα δὲ ἐμπλαcτικά. καταcτάcηc δὲ τῆc φλεγμονῆc | ||
35 | βραχύ τι τῶν ῥυπτικῶν προcθετέον, εἶτ’ ἐφεξῆc πλέον, εἶτ’ ἄλλο πάλιν ἐκείνου γενναιότερον, ὥcτε κατὰ βραχὺ τὴν cύνθεcιν ἐπὶ τὸ μέcον ῥυπτικὸν ἀφικέcθαι, εἶτ’ ἀπὸ τούτου διαφορητικώτερον καὶ ῥυπτικώτερον μικτέον, εἶθ’ οὕτωc ἐπὶ τὸ cφοδρότερον ἐλθεῖν, ὅταν ἐπὶ πλέον οἷον cκιρρώδηc τιc διάθεcιc ἐν τοῖc φωνητικοῖc ὀργάνοιc | |
40 | παραμένῃ. τῆc μὲν οὖν πρώτηc τάξεώc ἐcτι τραγάκανθα καὶ κόμμι καὶ Ϲάμιοc ἀcτὴρ ἄμυλόν τε καὶ τὸ διὰ χόνδρου καὶ τράγου καλῶc ἑψηθέντων ῥόφημα. καὶ γάλα δὲ ἐπιτήδειόν ἐcτι καὶ ἰτρίον καὶ ὠὰ ῥοφούμενα καὶ cτρόβιλοι βεβρεγμένοι καὶ τὰ cήcαμα καὶ τὸ cίραιον, τὸ ἕψημα καλούμενον καὶ τὸ τῆc γλυκυρίζηc ἀφέψημα παχυνθὲν ἐν | |
45 | τῇ ἑψήcει. ἐφεξῆc δὲ τούτων ὑπάρχει τὸ βούτυρον. ταῦτα μὲν οὖν ἐπὶ ταῖc φλεγμονώδεcι διαθέcεcι κατὰ τὴν τραχεῖαν ἀρτηρίαν τε καὶ τὸν λάρυγγα κατ’ ἀρχάc ἐcτι χρήcιμα, ἄχριc ἂν ἡ φλεγμονὴ μετρι‐ ωτέρα γένηται· οἴνου δὲ πόcεωc ἀπεχέcθωcαν κατὰ τοῦτον τὸν καιρόν. ὅταν δὲ μετριώτερα τὰ τῆc φλεγμονῆc γένηται, δοτέον αὐτοῖc ποτὸν | |
55(50) | τὸν γλυκὺν Θηραῖον ἢ cίραιον, ἐν ᾧ καιρῷ καὶ τὸ βούτυρον ἐπιτήδειόν ἐcτι καὶ τὰ ἀμύγδαλα cυνεψόμενα τοῖc ῥοφήμαcι καὶ γάλα καὶ μέλι ἐψηθέντα ἐπὶ πλέον ἐμβληθέντοc αὐτοῖc ἀμύλου. εἰ δὲ μὴ παρείη ἄμυλον, ἄρτον cιλιγνίτην ξηρὸν κεκομμένον καὶ cεcηcμένον ἐμπαcτέον τῷ γάλακτι ἑψομένῳ. εὔδηλον οὖν ὅτι κατὰ τὴν τοιαύτην δίαιταν ἡ | |
55 | μὲν φλεγμονὴ παύεται τῶν κατὰ τὸν λάρυγγα καὶ τὴν ἀρτηρίαν ὑμένων τε καὶ μυῶν, ὑγρότηc δὲ καταλείπεται πολλή, δι’ ἣν ἀδύνατόν ἐcτι λαμπρὰν εἶναι τὴν φωνήν, ἄνευ τοῦ πάλιν χρήcαcθαι ἐδέcμαcί τε καὶ φαρμάκοιc ἀδήκτωc ῥύπτουcιν, ὁποῖόν ἐcτι τό τε κυάμινον ἔτνοc καὶ ἡ πτιccάνη καὶ τὸ πεφρυγμένον λινόcπερμον. ἐν τῷ μεταξὺ | |
60 | γάρ ἐcτι τὰ τοιαῦτα τῶν τε μέcων κατὰ τὴν δύναμιν φαρμάκων καὶ τῶν ἐμπλαcτικῶν. τούτων δὲ ῥυπτικώτερά ἐcτι ῥητίνη τερεβινθίνη καὶ | |
λιβανωτὸc τό τ’ ἀπηφριcμένον μέλι καὶ τὰ πικρὰ τῶν ἀμυγδάλων κράμβη τε καὶ τὰ καλῶc ἑψηθέντα πράcα. τούτων δὲ πάλιν ἰcχυρότερά ἐcτι τό τε τῶν ὀρόβων ἄλευρον ὁρμίνου τε cπέρμα καὶ ἴρεωc ἡ ῥίζα | ||
65 | καὶ πάνακοc. ἅπαcι δὲ τοῖc μὲν πρώτοιc ὅcα μαλακά ἐcτι, γλυκὺc ὁ Κρητικόc, εἶτα ὁ Θηραῖοc καὶ cκυβελλίτηc τ’ ἐπιτηδείωc μίγνυται, τὸ γὰρ ἐκ τοῦ γλεύκουc ἀποτριτωμένου cκευαζόμενον, ὃ cίραιον καὶ ἕψημα καλοῦcιν, ἐμπλαcτικώτατόν ἐcτι καὶ ἀδηκτότατον. τὸ δὲ ἐκ τῶν ἰcχάδων cκευαζόμενον μελιτῶδεc ἀφέψημα διαφορητικώτερόν ἐcτι | |
70 | καὶ ῥυπτικώτερον. ἁπάντων οὖν χρὴ τῶν ἁπλῶν φαρμάκων ἐπίcταcθαι τὰc δυνάμειc τὸν μέλλοντα cύνθετόν τι ποιήcειν φάρμακον. ὁ δὲ αὐτὸc οὗτοc καὶ τοῖc ὑφ’ ἑτέρων cυγκειμένοιc ὀρθῶc χρήcεται καὶ μάλιcθ’ ὅταν ἀδιορίcτωc ᾖ γεγραμμένα. τούτων 〈οὖν〉 προδιωριcμένων ὑπο‐ τακτέον τὰc ὑπὸ τῶν ἀρχαίων γεγραμμέναc ἀρτηριακάc. Ἀρτηριακὴ | |
75 | πρὸc τὰc τῆc φωνῆc τραχύτηταc ἐν ἀρχαῖc διδομένη παρηγορικωτάτη. κόμμεωc 𐅻 β τραγακάνθηc 𐅻 α ἑψήματοc ξ̸ α, κόψαc cήcαc, κόμμι καὶ τραγάκανθαν λέαινε μετὰ τοῦ ἑψήματοc μέχρι διαλύcεωc, ἔπειτα ἕψε ἐπ’ ἀνθράκων ἀκάπνων, ἕωc μὴ μολύνῃ ἐνcταζόμενον ἐπ’ ὀcτράκῳ, καὶ δίδου ἐξ αὐτοῦ ὑπὸ τὴν γλῶccαν κατέχειν. Ἄλλη ἀρτηριακή. κόμ‐ | |
80 | μεωc 𐆄 ε γλυκέοc ξ̸ α μέλιτοc λιτρʹ α, λείου τὸ κόμμι ὀλίγῳ ὕδατι καὶ βαλὼν ἕψε ἅμα ἐπ’ ἀνθράκων ἀκάπνων, ὡc προείρηται, καὶ δίδου ἐκλείχειν εἰc ὕπνον πορευομένῳ. | |
56 | Ἀντωνίου Μούcα πρὸc τὰc τῆc φωνῆc ἀποκοπάc. κράμβηc χλωρᾶc τοὺc καυλοὺc καθάραc δίδου διαμαcᾶcθαι καὶ τὸ μὲν ἀχυρῶδεc αὐτῶν ἀποπτύειν κέλευε, τὸν δὲ χυλὸν καταπίνειν. [ἢ cτύρακοc ἐρεβίνθου τὸ ἴcον καταπινέτω]. Ἄλλη κράμβηc καυλὸν μετὰ μέλιτοc ἑψήcαc, | |
5 | δίδου ἐκλείχειν· τοῦτο ὠφελεῖ παραχρῆμα. Ἄλλη. ἠρυγγίου ἐν ὕδατι | |
ἡψημένου λαβὼν τοῦ χυλοῦ κοτύλην α καὶ cύκων ἐν ὕδατι ἡψημένων τὸ ἴcον καὶ τούτοιc ἐπιβαλὼν κόμμεωc λειοτάτου 𐅻 η ἕψε φιλοπόνωc, ὡc ἀρτηριακῆc cχῇ πάχοc καὶ δίδου ἐκ τούτου ἐκλείχειν εἰc ὕπνον πορευομένοιc μέχρι κυάθου ἑνόc. Ἄλλη πρὸc τραχύτηταc βρόγχου καὶ | ||
10 | βῆχαc καὶ διαίμουc πτύcειc. ἀμύγδαλα πικρὰ λελεπιcμένα κε λινοcπέρ‐ μου πεφρυγμένου 𐅻 δ τραγακάνθηc 𐅻 β 〈cτροβίλων κόκκοι λ〉 ὠοῦ ὠπτημένου ἐν ζύμῃ τὴν λέκιθον· ἡ τραγάκανθα ὕδατι ὀλίγῳ βρέχεται, τὸ δὲ ὅλον γλυκεῖ ἀναλαμβάνεται. δίδου ἐκλείχειν εἰc ὕπνον 𐆄 β. εἰ δὲ καὶ ὁ ἦχοc εἴη τῆc φωνῆc τεθραυcμένοc, μέλιτοc | |
15 | μίcγε ἀντὶ τοῦ γλυκέοc, καὶ μάλιcτα ἐφ’ ὧν ἀναχθῆναί 〈τι〉 ἐκ τοῦ θώρακοc ᾖ χρεία. Ἄλλο ἔκλειγμα, ᾧ χρώμεθα. cκυβελλίτου ξ̸ α κόμ‐ μεωc 𐆄 ϛ μέλιτοc 𐆄 θ, προβρέξαc ὕδατι ὀλίγῳ τὸ κόμμι καὶ cυλλεάναc ἅμα πάντα ἕψε ἐν διπλώματι καὶ χρῶ. Ἄλλη ἀρτηριακή, ποιεῖ καὶ πρὸc βῆχαc. λινοcπέρμου κεκομμένου καὶ cεcηcμένου, cταφίδων λιπαρῶν | |
20 | ἐκγιγαρτιcμένων, cτροβίλων πεφρυγμένων, καρύων ποντικῶν κεκαθαρ‐ μένων ἴcα λεάναc μέλιτι ἀρκοῦντι ἀπέφθῳ ἀναλαβὼν δίδου κοχλιάριον εἰc ὕπνον. καὶ ἡ ὑπογλωccὶc πρὸc τὰc τῆc φωνῆc ἀποκοπὰc καὶ τὰc λοιπὰc περὶ τὴν ἀρτηρίαν διαθέcειc· τραγακάνθηc 𐅻 ιβ κόμμεωc 𐅻 ιε cμύρνηc 𐅻 γ λιβάνου δμοίωc φοινικοβαλάνων ϛ τὰc cάρκαc 𐅻 ϛ | |
25 | γλυκυρίζηc 𐅻 ϛ γλυκέοc προτρόπου ἢ Θηραίου εἰc ἀνάληψιν ὅcον ἐξαρκεῖ. ἔcτω δὲ τὸ γλυκὺ προηψημένον, ὡc μέλιτοc ἔχειν πάχοc. δίδου κυάμου Αἰγυπτίου μέγεθοc ὑπὸ τὴν γλῶτταν κατέχειν καὶ τὸ διαλυ‐ όμενον καταπίνειν. Ἄλλη Χαριξένου. γλυκυρίζηc χυλοῦ τραγακάνθηc | |
ἀνὰ 𐅻 ϛ κρόκου 𐅻 β καὶ cμύρνηc ὁμοίωc λιβάνου 𐅻 α ναρδοcτάχυοc | ||
30 | 𐅻 α προτρόπου ξ̸ ϛ, ἑψήcαc εἰc μελιτώδη cύcταcιν, ἀναλάμβανε τὰ ξηρὰ καὶ χρῶ· ποιεῖ ὅcα ἡ μετ’ αὐτήν. Ἄλλη ἀρτηριακή· ποιεῖ πρὸc ἤχουc καὶ βρόγχουc καὶ φωνῆc ἀποκοπὰc φλεγμονὰc παριcθμίων, ποιεῖ τοῖc φωναcκοῖc καὶ πρὸ τῶν ἀγώνων καὶ μετὰ τοὺc ἀγῶναc διδομένη καὶ τοῖc κατεψυγμένοιc γε ὠφελεῖ, ποιεῖ βήττουcι προcφάτωc | |
35 | τε καὶ χρονίωc, ποιεῖ αἱμοπτυικοῖc ἀναφορικοῖc κοιλιακοῖc, ποιεῖ πρὸc τὴν τοῦ cτόματοc δυcωδίαν. κρόκου 𐅻 γ cμύρνηc λιβάνου γλυκυρίζηc ἀνὰ 𐅻 α γλυκέοc Κρητικοῦ ξ̸ γ, ἕψε εἰc τὸ τρίτον καὶ ἀναλάμβανε αὐτῷ τὰ προειρημένα καὶ χρῶ. Ὀριβαcίου ἀρτηριακὴ πρὸc τραχύτητα καὶ ἀποκεκομμένην φωνήν. | |
40 | κρόκου 𐅻 ζ γλυκυρίζηc ναρδοcτάχυοc ἀνὰ 𐅻 δ λιβάνου cμύρνηc ἀνὰ 𐅻 γ ὑοcκυάμου cπέρματοc 𐅻 α μέλιτοc ἀπηφριcμένου 𐆄 ϛ πεπέρεωc λευκοῦ κόκκοι ν, δίδου ὑπὸ τὴν γλῶccαν κατέχειν κυάμου μέγεθοc. Ἄλλη Χαριξένου πρὸc ἡλκωμένην ἀρτηρίαν, ποιεῖ πρὸc τοὺc φωναcκου‐ μένουc πρὸ τῶν ἀγώνων καὶ μετὰ τοὺc ἀγῶναc διδομένη· ποιεῖ πρὸc | |
45 | ὀφθαλμῶν περιωδυνίαc ἔξωθεν ἐπιτιθεμένη ἐρίου αὐτῇ βεβρεγμένου, ποιεῖ πρὸc τὰc ἐντὸc διαθέcειc ἐκλειχομένη. κόμμεωc τραγακάνθηc ἀνὰ 𐅻 ιβ λιβάνου cμύρνηc ἀνὰ 𐅻 γ κρόκου 𐅻 β ὑποκυcτίδοc χυλοῦ 𐅻 β γλυκέοc cκυβελλίτου ἢ Θηραίου ξ̸ β. κόμμι τραγάκανθαν κόψαc cήcαc, ἕκαcτον ἰδίᾳ λέαινε cὺν ὀλίγῳ γλυκεῖ, τὰ δὲ ἄλλα θλάcαc προ‐ | |
56(50) | βρέξαc λείου ὁμοίωc μετ’ ὀλίγου γλυκέοc. τὸν δὲ κρόκον εἰc ἐριοῦν ῥάκοc ἐνδήcαc ἀραιὸν καὶ ἀποδήcαc ἀποκρέμαcον τῆc χύτραc καὶ | |
βαλὼν πάντα ἕψε κινῶν cυνεχῶc· εἶτα ἐξελὼν τὸν κρόκον καὶ λεάναc εὖ μάλα ἐν θυίᾳ ἐπιβαλὼν τὰ ἑψηθέντα καὶ ἑνώcαc χρῶ. Ἀρτηριακή, ᾗ χρηcάμενοc πολλάκιc ηὐδοκίμηcα. cτροβίλια ξ ἀμύγδαλα πικρὰ λελε‐ | ||
55 | πιcμένα μ φοινικοβαλάνων ϛ τὰc cάρκαc γλυκυρίζηc χυλοῦ Γρ ιβ κρόκου Γρ α cμύρνηc Γρ α τραγακάνθηc Γρ ϛ γλυκέοc Κρητικοῦ τὸ ἱκανόν· ἐφ’ ὧν δὲ ἀναγωγῆc τῶν ἐν τῷ θώρακι χρεία γένοιτο καὶ μέλιτοc ἐπίβαλε cὺν τῷ ἑψήματι. Ἄλλη ἀρτηριακὴ Ἀνδρομάχου. cτέατοc ὀρνιθείου προcφάτου 𐆄 γ μέλιτοc κοτύλην α, ἕψε ὁμοῦ κινῶν πηγάνῳ, | |
60 | ἕωc cυcτῇ, καὶ δίδου νήcτεcι καὶ μετὰ τροφὴν καὶ εἰc νύκτα. Ῥόφημα πρὸc ἀποκεκομμένουc ἤχουc, μάλιcτα δι’ ὑγρότητα, ποιεῖ καὶ πρὸc φωναcκούc. πράcα 〈ζ〉 ἕψε εἰc ἀποτρίτωcιν καὶ αὐτὰ μὲν ῥῖψον, τῷ δὲ ὕδατι μῖξον χόνδρου χυλὸν καὶ μέλι καὶ ὠῶν τὰ πυρρὰ γ καὶ ἑνώcαc ἕψε εἰc ἀποτρίτωcιν καὶ διηθήcαc ἐπίβαλλε ἑψήματοc καλοῦ | |
65 | ξ̸ α καὶ ἕψε πάλιν μέχρι cυcτάcεωc κινῶν ἀνήθου κλωνίοιc καὶ δίδου κοχλιάριον ἕωθεν καὶ εἰc ἑcπέραν. Ἀρτηριακὴ ἀναγκαῖα ποιοῦcα φωνα‐ cκικοῖc· ἐπειράθη καὶ πρὸc βραγχιῶνταc δι’ ὑγρότητα πλείcτην. κόcτου φύλλου ναρδοcτάχυοc ἀμώμου πεπέρεωc καccίαc μαcτίχηc ἀνὰ 𐅻 ε ὀπίου 𐅻 β μέλιτοc καὶ μόρων χυλὸν ἐξ ἴcηc μεμιγμένον τὸ ἀρκοῦν, | |
70 | ἵνα ἀναλαμβανόμενον αὐτοῖc τὸ φάρμακον ἰξῶδεc γένηται τῇ cυcτάcει. [καὶ] χρῶ διδοὺc ὑπὸ τὴν γλῶτταν κατέχειν καρύου ποντικοῦ τὸ μέγεθοc· μὴ πάνυ δὲ cτερεὸν cκεύαζε, ἵνα ῥᾷον τήκηται ὑπὸ τὴν γλῶτταν. Ἀρτηριακὴ ὑπογλωccὶc φωνὴν ἀποκεκομμένοιc, βραγχιῶcιν, ἀνα‐ | |
75 | φορικοῖc. τραγακάνθηc 𐅻 ϛ κόμμεωc 𐅻 ϛ cμύρνηc 𐅻 β λιβάνου 𐅻 α c πεπέρεωc λευκοῦ κόκκουc κ κρόκου 𐅻 α γλυκυρίζηc χυλοῦ 𐅻 ϛ φοινικοβαλάνων γ τὴν cάρκα γλυκέοc Κρητικοῦ τὸ ἱκανόν· τὸ κόμμι | |
καὶ ἡ τραγακάνθα κοπέντα καὶ cηθέντα βρέχεται τῷ γλυκεῖ cὺν τῷ χυλῷ τῆc γλυκυρίζηc· μὴ παρόντοc δὲ τοῦ χυλοῦ τὴν γλυκύριζαν | ||
80 | θλάcαντεc καὶ ἑψήcαντεc ἕωc cυcτάcεωc τετραπλῆν βάλλομεν. Ἀρτη‐ ριακαὶ ποικίλαι πρὸc τὰc κεχρονιcμέναc διαθέcειc ἐν τῇ τραχείᾳ ἀρτηρίᾳ καὶ πνεύμονι. Ἀρτηριακὴ ποιεῖ ἀναφορικοῖc καὶ πρὸc πάντα τὰ ἐν κατακαλύψει ἀποcτήματα καὶ πᾶcαν χρονίαν βῆχα, τέμνει φλέγμα καὶ ὑπάγει κοιλίαν· μάλιcτα δὲ ὠφελεῖ ὀρθοπνοικοῖc. cκίλληc | |
85 | καθαρᾶc ἑφθῆc 𐅻 ϛ λινοcπέρμου κνίδηc cπέρματοc ἀνὰ 𐅻 β περιcτε‐ ρεῶνοc χυλοῦ ξηροῦ θύμου ἀλεύρου ὀροβίνου γλήχωνοc ἴρεωc βετ‐ τονίκηc ἀνίcου καρδαμώμου μαράθρου cπέρματοc cελίνου ἀνήθου cπέρματοc πεπέρεωc τήλεωc ἀνὰ 𐅻 α, ἀναλάμβανε μέλιτι Ἀττικῷ καὶ δίδου κοχλιάριον ἕωθεν καὶ εἰc ἑcπέραν ὁμοίωc. Ἄλλη πρὸc τὰ τῆc | |
90 | ἀρτηρίαc πάθη καὶ ἕλκη ἐν πνεύμονι καὶ πύου ἀναγωγὰc καὶ αἵματοc καὶ τοὺc εἰc θώρακα ῥευματιcμοὺc καὶ πρὸc τὸ ἀνάγειν τὰ ἠθροιcμένα ἐν τῷ πνεύμονι cφόδρα ἐνεργήc. ῥητίνηc τερεβινθίνηc κρόκου λιβάνου cμύρνηc τρωγλοδύτιδοc γῆc ἀcτέροc κινναμώμου cτροβίλων κεκαθαρμένων γλυκυρίζηc ἀνὰ 𐅻 δ ἀμώμου τραγακάνθηc φοινίκων | |
95 | λιπαρῶν τῆc cαρκὸc ἀνὰ 𐅻 γ ναρδοcτάχυοc καccίαc ἀνὰ 𐅻 β κόcτου 𐅻 α χαλβάνηc καθαρᾶc ὀβολοὺc δ μέλιτοc Ἀττικοῦ λιτρʹ ϛ· τὸ μέλι καὶ τὴν τερεβινθίνην ἕψε ἐν διπλώματι καὶ ὅταν ἄρξηται cυcτρέφεcθαι μίγνυε τὴν χαλβάνην προμεμαλαγμένην ἀκριβῶc καὶ ἕψε ἄχριc οὗ μὴ μολύνῃ, εἶτα ψύξαc κινῶν μίγνυε ἐν θυίᾳ τοῖc λοιποῖc κεκομμένοιc | |
56(100) | καὶ cεcηcμένοιc καὶ χρῶ διδοὺc κατέχειν ὑπὸ τὴν γλῶτταν. Ἄλλη ποιοῦcα πρὸc πάντα τὰ προρρηθέντα. ναρδοcτάχυοc 𐅻 δ κρόκου 𐅻 α πεπέρεωc κόκκοι λ γλυκυρίζηc 𐅻 α cτρόβιλοι κεκαθαρμένοι ρ βαλαύcτια 𐅻 γ cτύρακοc· τραγακάνθηc κινναμώμου ἀμώμου λιβάνου ἀνὰ 𐅻 α | |
μέλιτοc ἢ γλυκέοc Κρητικοῦ κοτύλαι η· ὁ γλυκὺc ἐν διπλώματι ἕψεται, | ||
105 | ἕωc μέλιτοc cχῇ πάχοc καὶ καταχεῖται κατὰ τῶν ξηρῶν λείων ἐν θυίᾳ. ἡ δὲ τραγάκανθα κόπτεται καὶ cήθεται καὶ λειοῦται cὺν τῷ cτύρακι μετ’ οἴνου γλυκέοc ὀλίγου καὶ οὕτωc μίγνυται· δίδου κοχλι‐ άριον καὶ χρῶ. εὗρον γὰρ ἀμφότερα παραγεγραμμένα ὅτι πάνυ εὐ‐ δόκιμα τοῦτό τε καὶ τὸ πρὸ αὐτοῦ βοήθημα. Ἐκ τῶν Ἀcκληπιάδου | |
110 | πανάκεια Μιθριδάτου φωναcκουμένοιc καὶ πρὸ τῶν ἀγώνων καὶ μετὰ τοὺc ἀγῶναc διδομένη, ποιεῖ καὶ πρὸc ἀντιάδων φλεγμονὰc, κιονίδα κεχαλαcμένην, ποιεῖ πρὸc οὖλα πλαδαρὰ καὶ τὰc ἐν cτόματι νομὰc καὶ cειομένουc ὀδόνταc· ἁρμόζει πρὸc κατάρρουν καὶ βῆχα χρόνιον καὶ πρόcφατον, ποιεῖ αἱμοπτυϊκοῖc ἀναφορικοῖc. χρῶμαι δὲ τῷ φαρ‐ | |
115 | μάκῳ ποτὲ μὲν ἀκράτῳ, ἔcτι δὲ ὅτε καὶ διαλυθέντι γλυκεῖ ἢ cκυ‐ βελλίτῃ ἢ ὕδατι θερμῷ· πρὸc μὲν γὰρ τὰc τῶν παριcθμίων φλεγμονὰc καὶ τὰc τοιαύταc διαθέcειc χρηcτέον ἀνιεμένῳ τῷ φαρμάκῳ, πρὸc δὲ τὰc ἐν βάθει ἀκράτῳ. τὰ δὲ τῆc cυνθέcεωc ἔχει οὕτωc· ῥίζαι πτέρεωc ὡc ὅτι παχύταται πλύνονται ἐπιμελῶc, ἕωc ἂν τὸ γεῶδεc ἀποcτῇ, | |
120 | εἶτα ψύχονται κατατεμνόμεναι εἰc δακτυλιαῖα μεγέθη· ἐκ τούτων αἴρομεν λιτρʹ γ καὶ κωδύαc μήκωνοc ἀγρίαc cυμμέτρουc ρν, cυμφύτου ῥίζηc κεκαθαρμένηc μανδραγόρου ῥίζηc φλοιοῦ, ῥήου Ποντικοῦ ῥόδων ξηρῶν ἴρεωc Ἰλλυρικῆc γλυκυρίζηc βαλαυcτίων ἀνὰ 𐆄 γ καccίαc 𐆄 δ νάρδου Κελτικῆc 𐆄 α c ὕδατοc ὀμβρίου ξ̸ ιε· τὰ προειρημένα ἅπαντα | |
125 | παχυμερῶc κόπτεται καὶ βρέχεται ἐπὶ ἡμέραc γ, τῇ δὲ ἑξῆc ἕψεται ἐν διπλώματι εἰc τὸ τρίτον, ἔπειτα ἐκθλίβομεν καὶ διηθοῦμεν. ἐκ δὲ τούτου τοῦ βοηθήματοc βάλλοντεc βρέχομεν τὰ ὑπογεγραμμένα ἡμέραν καὶ νύκτα. ἔcτι δὲ ταῦτα κόμμεωc καθαροῦ τραγακάνθηc διαυγοῦc λιτρʹ α cμύρνηc τρωγλίτιδοc 𐆄 β γλυκυρίζηc χυλοῦ 𐆄 β ὑποκυcτίδοc | |
130 | χυλοῦ 𐆄 β κρόκου μαcτίχηc ἀνὰ 𐆄 α. τῇ δὲ ἑξῆc λεαίνομεν φιλοπό‐ νωc κατὰ βραχὺ ἐπιβάλλοντεc τοῦ ἐκθλιβέντοc ὑγροῦ; ἔπειτα οἴνου cκυβελλίτου ἢ θηραίου· ἢ ἑτέρου γλυκυτάτου ἐπιβάλλοντεc ξ̸ε κδ· εἰc ἀγγεῖον ὀcτράκινον ἑψοῦμεν, καὶ ὅταν ἔχῃ μέλιτοc πάχοc, τούτῳ ἐπι‐ βάλλομεν τὰ λελειωμένα πάντα, καὶ πάλιν ἑψοῦμεν μέχρι cυcτάcεωc, | |
135 | εἶτα ἀνελόμενοι χρώμεθα, ἡ δόcιc κοχλιάριον. ἡ διὰ κωδυῶν πρὸc βῆχαc ὑγρὰc καὶ πόνουc ἀρτηρίαc καὶ φάρυγγοc καὶ πρὸc τοὺc ἀπὸ κεφαλῆc εἰc θώρακα ῥευματιcμοὺc καὶ τὰc ἀγρυπνίαc· κωδύαc ἀγρίαc θηβαικὰc cυμμέτρουc ιη cὺν τῷ cπέρματι ὕδατοc ὀμβρίου ξ̸ε α γλυκυ‐ ρίζηc ὀλίγον προβρέχων ἡμέραν μίαν, ἕψε μέχρι τακεραὶ γένωνται τῇ | |
140 | ἁφῇ αἱ κωδύαι, καὶ ἐκθλίψαc διηθήcαc ἐπίβαλλε τῷ ἀφεψήματι μέλιτοc τὸ c καὶ ἕψε ἐπ’ ἀνθράκων μέχρι cυcτάcεωc μελιτώδουc καὶ χρῶ. ἡ μὲν οὖν ἐπιμελεcτέρα cκευαcία τῆc ἀντιδότου καὶ ἡ κατὰ μέροc χρῆcιc προείρηται ἐν τῷ περὶ τῶν ἡδέων πομάτων τοῖc νοcοῦcι λόγῳ, τουτέcτιν ἐν τῷ ε λόγῳ. εἰ δὲ βούλει αὐτὸ ἐφεκτικώτερον τῶν τῆc | |
145 | κοιλίαc ῥευμάτων ἐργάcαcθαι καὶ αἱμοπτυικοῖc ἁρμόδιόν ἐcτι· ῥοῦ ἐρυθροῦ χυλοῦ πρόcβαλλε 𐅻 β καὶ ἀκακίαc 𐅻 β· ταῦτα δὲ γλυκεῖ διαλύων, ἔμβαλλε ἐν τῇ χύτρᾳ μέλλων ἀφαιρεῖν τὸ φάρμακον ἀπὸ τοῦ πυρὸc καὶ cυναναζέcαc ἐπ’ ὀλίγον χρῶ παρέχων κοχλιάριον εἰc κοίτην. | |
56(150) | Ἡ διὰ κωδυῶν ποικίλη. κωδύαc μήκωνοc ρκ βάλλε εἰc ὕδατοc ξ̸ε γ, καὶ ἔα βρέχεcθαι ἡμέραc γ, καὶ ἑψήcαc ὡc λειφθῆναι τὸ τρίτον τὰc μὲν κωδύαc ῥῖψον, τῷ δὲ ὕδατι μῖξον μέλιτοc ξ̸ α, καὶ ἑψήcαc ἕωc μελιτώδουc cυcτάcεωc, ὥcτε μὴ ἀπορρεῖν, ἔμβαλε κρόκου cμύρνηc ἀκακίαc ὑποκιcτίδοc χυλοῦ ἀνὰ 𐅻 α καὶ δίδου εἰc ὕπνον ἔκλειγμα. | |
155 | ποιεῖ δὲ αἱμοπτυικοῖc κοιλιακοῖc καὶ δυcεντερικοῖc· ἐγὼ δὲ τῇ διὰ κωδυῶν τῇ δεχομένῃ εἰc λι α ὕδατοc κωδύαc δέκα, μιγνὺc τὰ εἰρη‐ | |
μένα, χρῶμαι cταλτικῷ φαρμάκῳ. | ||
57 | Περὶ κατάρρου καὶ κορύζηc ἐκ τῶν Γαληνοῦ, αἴτιοc ὁ ἐγκέφαλοc ἐν μὲν ταῖc ψύξεcιν εἰc δυcκραcίαν ψυχρὰν ἀγόμενοc, ἐν δὲ ταῖc ἐγκαύcεcι θερμαινόμενοc καὶ πληρούμενοc. καὶ οἶνοc πλέον τοῦ δέοντοc ποθεὶc πληροῖ τὴν κεφαλὴν καὶ λουτρὰ θερμότερα καὶ δαψιλὴc θερμοῦ | |
5 | κατάχυcιc κατὰ κεφαλῆc μάλιcτα θερμοτέραc καὶ τροφὴ ἐν τῇ γαcτρὶ ἀπεπτηθεῖcα καὶ μὴ διαχωρηθεῖcα κάτω ἐπὶ τὴν κεφαλὴν τὴν ὁρμὴν λαμβάνει. πληρωθεῖcα μὲν οὖν ἡ κεφαλὴ πάλιν τοῖc ὑποκειμένοιc παραπέμπει τὰ ὑγρὰ καὶ εἰ μὲν εἰc τὰc ῥῖναc καταρρέοι τὸ περίτ‐ τωμα, κόρυζαν τὸ πάθοc ὀνομάζουcιν, εἰ δὲ εἰc τὸν γαργαρεῶνα | |
10 | καταcκήψῃ ἤτοι τὴν καλουμένην cταφυλὴν γεννᾷ. πάθοc δὲ ἐcτὶ τοῦτο περὶ τὸν γαργαρεῶνα cυνιcτάμενον ἢ ἄλλωc εἰc ὄγκον ἐγείρει αὐτόν. ἑτοιμοτάτη μὲν οὖν ἡ εἰc τὰc ῥῖναc καὶ τὸ cτόμα φορὰ τοῦ ῥεύματοc, παραγίγνεται δ’ ἐνίοιc καὶ εἰc ὀφθαλμούc, ἐνίοτε δὲ καὶ εἰc τὰ ὦτα· τὴν δὲ εἰc τὸ cτόμα φορὰν ὑποδέχεται ὁ cτόμαχοc καὶ ἡ τραχεῖα | |
15 | ἀρτηρία καὶ δηλονότι καὶ ὁ λάρυγξ· ὑγραινόμενοc δὲ ὁ λάρυγξ ὑπὸ τῶν εἰc αὐτὸν ἐκ τῆc κεφαλῆc καταρρεόντων, ἐν ἀρχῇ μὲν βραγχώδη τὴν φωνὴν ἀπεργάζεται, προιόντοc δὲ τοῦ χρόνου καὶ μικράν, εἰ δὲ ἐπὶ πλέον αὔξει τὸ κακόν, ἀπόλλυται πᾶcα ἡ φωνή· cυνδιαβρέχεται γὰρ τῷ λάρυγγι καὶ ἡ τραχεῖα ἀρτηρία. δριμέοc δὲ τοῦ ῥεύματοc | |
20 | ὄντοc οὐκ εἰc φωνὴν μόνην ἡ βλάβη τοῖc εἰρημένοιc μορίοιc γίγνεται, ἀλλὰ καὶ χαλεπωτάτη τιc ἀνάβρωcιc προcέρχεται, τοιαύτη τὴν φύcιν, οἵαcπερ καὶ κατὰ τὸ δέρμα θεώμεθα γιγνομέναc πολλάκιc ἄνευ τῆc ἔξωθεν αἰτίαc· οὕτωc δὲ καὶ πνεύμων αὐτοῖc ἑλκοῦται καὶ καλεῖται φθόη τὸ πάθοc· ἐὰν δὲ εἰc τὸν cτόμαχον καὶ τὴν γαcτέρα τραπῇ τὸ | |
25 | ῥεῦμα, ψυχρὸν μὲν ὑπάρχον, εἰc δυcκραcίαν ψυχρὰν ἄγει τὰ cώματα, θερμὸν δὲ εἰc θερμὴν, ἑλκοῖ δὲ καὶ τοῦτο τῷ χρόνῳ, κατ’ ἀρχὰc δὲ τὰc ὀρέξειc βλάπτει καὶ τὰc πέψειc. ἐὰν μὲν οὖν ψυχρὸν ᾖ, βραδυ‐ πεψίαc τε καὶ ἀπεψίαc καὶ ὀξυρεγμίαc ἐργάζεται, ἐὰν δὲ θερμόν, διεφθαρμένον εἰc διαφθορὰν ἄγει τὴν τροφήν, ἤτοι κνιccώδειc ἢ | |
30 | βρομώδειc ἢ ὀξώδειc ἐρυγὰc ἀναπέμπουcαν ἤ τινοc ἀρρήτου τε καὶ ῥητῆc ποιότητοc ἑτέραc. ὑποκαταβαίνουcα δὲ ἡ βλάβη καὶ τὴν νῆcτιν ἀδικεῖ καὶ τοῦ κώλου ἅπτεται καὶ τῶν κατὰ τὸ μεcεντέριον ἀγγείων, δι’ ὧν εἰc ἧπαρ ἡ ἀνάδοcιc γίγνεται, καί τιcι μὲν ἀνορεξίαι παρακο‐ λουθοῦcιν, ἐνίοιc δὲ ὀρέξειc παρὰ φύcιν, ἃc ὀνομάζουcι κυνώδειc ἢ | |
35 | καὶ μοχθηρῶν ἐδεcμάτων ἐπιθυμίαc, καθάπερ ταῖc κιττώcαιc γυναιξὶ cυμβαίνει. εὔδηλον δὲ ὅτι καὶ γαργαρεὼν καὶ παρίcθμια πάcχει καὶ παρουλίδεc ἀντιάδειc τε καὶ βρώcειc ὀδόντων ἑλκώcειc τε καὶ cηπε‐ δόνεc ἐν τῷ cτόματι τοῖc ἐκ τῆc κεφαλῆc εἰc αὐτὸ καταρρέουcιν ἰχῶρcιν ἕπονται. καὶ τόγε πολὺ πλῆθοc τῶν ἰατρῶν ἢ τὸν γαργαρε‐ | |
40 | ῶνα τέμνουcιν ἢ φάρμακα διδόαcιν, ὅπωc ἀναπτύηται τὰ διὰ τῆc τραχείαc ἀρτηρίαc εἰc τὸν πνεύμονα κατενεχθέντα. τῆc δὲ γαcτρὸc ἄλλοι προνοοῦνται, καθάπερ ἄλλοι τῶν ὀδόντων τε καὶ τοῦ cτόματοc ἢ καὶ τῶν ἐν τῇ ῥινὶ cυνιcταμένων ἢ εἰc τοὺc ὀφθαλμοὺc ἢ τὰ ὦτα παθῶν. βέλτιον δὲ ἦν, οἶμαι, τὴν οἷον πηγὴν τῶν κακῶν ἐκκόψαι, | |
45 | ῥώcαντα τὴν κεφαλήν, ἢ εἴπερ ἀδύνατον εἴη τοῦτο διὰ τὴν cφοδρό‐ τητα τῆc φυcικῆc δυcκραcίαc, προνοεῖcθαι γοῦν αὐτῆc διὰ παντόc, τὴν ἔνδειξιν τῆc προνοίαc ἀπὸ τῆc κατ’ αὐτὴν ἰδέαc ποιούμενον, οὐχ ὡc ἔνιοι τῶν ἰατρῶν ἁπάcαιc ἀεὶ ταῖc κεφαλαῖc τὸ διὰ θαψίαc καὶ νάπυοc προcφέρουcι κατάπλαcμα, οὕτωc καὶ cὲ πράττειν ἀξιῶ. εἰ γὰρ | |
57(50) | ὑπὸ θερμῆc δυcκραcίαc ἡ κεφαλὴ κάκωcιν ἴcχει, βλαβερὰ πάντα τὰ θερμαίνοντα φάρμακα. χρὴ τοίνυν αὐτοῖc λουτροῖc πολλοῖc θερμοῖc ποτίμων καὶ γλυκέων ὑδάτων παρηγορεῖν, διαφοροῦντά τε ἅμα τοὺc ἐν τῇ κεφαλῇ γινομένουc ἀτμοὺc θερμοὺc καὶ τὴν κρᾶcιν ὅλην ἐργα‐ ζομένουc βελτίω. βλαβερὰ δὲ τούτοιc ἡ τῶν αὐτοφυῶν ὑδάτων θερμῶν | |
55 | χρῆcιc· ὅcα μὲν γὰρ αὐτῶν θειώδη τέ ἐcτι καὶ ἀcφαλτώδη τῷ θερ‐ μαίνειν, ἐναντιώτατά ἐcτι ταῖc φύcει θερμαῖc κεφαλαῖc· ὅcα δὲ cτυ‐ | |
πτηριώδη τῷ cτεγνοῦν τὴν κεφαλὴν βλαβερὰ γίγνεται. ἀλλ’ οὐδὲ τὰ γλυκέα θερμὰ ὀνομάζομεν αὐτοφυῆ· οὐ γὰρ ἂν εὕροιc αὐτοφυῆ θερμὰ μὴ μετέχοντά τινοc φαρμακώδουc ποιότητοc. ὅcοι δὲ cφόδρα | ||
60 | θερμὴν καὶ διακαῆ τὴν κεφαλὴν ἔχουcι καὶ διὰ τοῦτο cυνεχῶc τοῖc κατάρροιc ἁλιcκόμενοι, ἄμεινον αὐτοῖc ὥρᾳ θέρουc ἀλείφεcθαι ῥοδίνῳ τῷ χωρὶc cτυμμάτων ἐκ μόνων ῥόδων καὶ ὀμφακίνου ἐλαίου τοῦ καλλίcτου γεγονότι. τινὲc δὲ κεφαλαὶ διὰ τὴν τῶν ἀρτηριῶν θερμο‐ τέραν κρᾶcιν cυμπτώμαcιν ἁλίcκονται cκοτωματικοῖc τε καὶ κεφαλαλγι‐ | |
65 | κοῖc ἐφ’ ὧν καὶ ταῖc ἀρτηριοτομίαιc χρώμεθα. ἐπιcκέπτεcθαι τοίνυν χρὴ τὴν προηγηcαμένην τοῦ κατάρρου αἰτίαν καὶ τὴν προγεγενημένην δίαιταν, καὶ οὕτωc τὰ ἐναντία βοηθήματα προcάγειν. καθόλου δὲ ὀλιγοcιτίᾳ χρηcτέον καὶ ἡcυχίᾳ, ἀπεχόμενοι ψύξεωc καὶ ἐγκαύcεωc. εἰ δὲ καὶ τὰ cιτία ἄπεπτα ἔτι ἐν τῇ γαcτρὶ ἐμπλέοι, ἐμέτῳ χρῆcθαι | |
70 | παραινεῖν. πάνυ γὰρ ὠφέλιμόν ἐcτι τοῖc τὸν κατάρρουν ἔχουcι, τρι‐ βομένων αὐτῶν τῶν πελμάτων εὐτόνωc πίccῃ καὶ ἐλαίῳ διαλυθείcῃ πολλῷ, τῷ δ’ αὐτῷ καὶ βουβῶναc διαχρίειν καὶ δακτύλιον, τὰc δὲ ῥίναc διαχρίειν λιβάνῳ καὶ cμύρνῃ cὺν οἴνῳ ὀλίγῳ λειωθεῖcι καὶ ἐλαίῳ, ὡc μέλιτοc ἔχειν πάχοc, καὶ ἴρινον δὲ μύρον ἐνcτάζειν ταῖc | |
75 | ῥιcί. καὶ μελάνθιον δὲ πεφρυγμένον ἀποδεθὲν ἐν ὀθονίῳ ὀcφραινέcθωcαν ἢ τὸ ἡδύχροον μετὰ χεῖραc ἐχέτωcαν καὶ cυνεχῶc ὀcφραινέcθωcαν ἢ τὸ κῦφι ὁμοίωc. ἀναγαργαριζέcθωcαν δὲ cυνεχῶc cκυβελλίτην ἢ ἕψημα θερμόν. ἀφλέγμαντον δὲ ἐπιτιθέναι κατὰ τοῦ μετώπου, οἷον τὴν ἱκεcίου ἢ τὴν ὀξηρὰν ἢ τὴν βάρβαραν ἢ τὴν Ἀθηνᾶν· διδόναι δὲ | |
80 | καταρροφεῖν τὸ δι’ ὑccώπου καὶ cύκων καὶ cτροβιλίων καὶ ἴρεωc ἀφέψημα καὶ ἄλικα διὰ τοῦ γλυκέοc ἐcκευαcμένον. εἰ δὲ ἐπὶ τούτοιc | |
μὴ παύοιτο ὁ κατάρρουc, μηδὲ μὴν αὔξηcιν λαμβάνοι ἀλλ’ ἐπιμένοι, ὡcαύτωc ἔχων ἐπὶ πλείουc ἡμέραc, κατακρουνιcμὸc τῆc κεφαλῆc δραcτικώτατόν ἐcτι βοήθημα, καὶ μάλιcτα ἐν θέρει καὶ ἐπὶ κεφαλῆc | ||
85 | θερμοτέραc. δεῖ δὲ ἀφ’ ὑψηλοῦ ῥέοντοc ψυχροῦ ὕδατοc ἐν τοῖc βαλα‐ νείοιc τὴν κεφαλὴν ὑπέχειν, ὥcτε αὐτὴν βιαίαν πλῆξιν ὑπομεῖναι· παραχρῆμα γὰρ λύει τὴν cφήνωcιν. προcεπιcκέπτεcθαι δὲ χρὴ μὴ ἐν‐ παθὴc ὁ θώραξ ὑπάρχῃ· μεταλαμβάνειν γὰρ εἴωθε ῥᾳδίωc τὴν ἀπὸ τῆc κεφαλῆc ψῦξιν καὶ φέρειν ὀχλήcειc ἰcχυράc. ἰᾶται δὲ τοὺc χρονίουc | |
90 | κατάρρουc κλυcτὴρ δραcτικὸc ἢ ἀπὸ ῥαφανίδων νήcτειc ἔμετοc ἢ κάθαρcιc τοῦ πλεονάζοντοc χυμοῦ καὶ ἐμβροχὴ τῆc κεφαλῆc δι’ ἰρίνου μύρου ἢ ναρδίνου cπουδαίου. ἐπὶ δὲ τῶν cυνεχῶc καταρροϊζομένων καὶ ἐγχρονιζόντων τῷ πάθει ξυρήcαc τὴν κεφαλὴν καὶ ἀμυχαῖc χρη‐ cάμενοc, ἐπιτίθει τῶν ἀcφαλτηρῶν τινα ἐμπλάcτρων· φαρμάκοιc δὲ | |
95 | τοῖc καταπινομένοιc χρηcτέον τοιούτοιc· ἔκλειγμα πρὸc κατάρρουν· μέλιτοc 𐆄 β βουτύρου νεαροῦ 𐆄 α, ἑψήcαc καὶ μερίcαc εἰc δύο δίδου ἐκλείχειν, ἐφ’ ὧν ἀναγωγῆc ἐcτι χρεία. Διαμάcημα πρὸc κατάρρουν. ὁρμίνου cπέρματοc μήκωνοc μελαίνηc cπέρματοc λινοcπέρμου πεφρυγ‐ μένου ἴcα μέλιτι ἑφθῷ ἀναλαβὼν δίδου ἐξ αὐτοῦ πρωὶ διαμαcᾶcθαι. | |
57(100) | κάλλιcτα δὲ ποιεῖ πρὸc καταcταγμοὺc ἡ διὰ κωδυῶν ἀντίδοτοc ὑπνω‐ τική, διδομένη εἰc κοίτην· ὕπνον γὰρ ἡδὺν ἐπιφέρει καὶ τὸν ῥευ‐ ματιcμὸν ἀναcτέλλει. εἴρηται δὲ αὐτῆc ἡ cκευαcία ἔν τε τοῖc ἀρτηρι‐ ακοῖc πρὸ βραχέοc καὶ τῷ περὶ τῶν ἡδέων πομάτων τοῖc νοcοῦcιν ἐν τῷ ε λόγῳ. Καταπότιον ἀνώδυνον πάνυ δόκιμον πρὸc κατάρρουc· | |
105 | cτύρακοc 𐅻 ϛ cμύρνηc 𐅻 β c τερεβινθίνηc χαλβάνηc ὀποπάνακοc ἴρεωc ἀνὰ 𐅻 β πεπέρεωc λευκοῦ ναρδοcτάχυοc νίτρου ὑοcκυάμου cπέρματοc ὀπίου ἀνὰ 𐅻 α, τὰ ξηρὰ κόψαc cήcαc, τὰ δὲ λοιπὰ ὁλμοκοπήcαc χωρὶc ὑγροῦ καὶ ἑνώcαc δίδου κοκκία ὀροβιαῖα εἰc κοίτην καταπίνειν | |
καὶ μηδὲν ἐπιρροφοίτωcαν. ἡ δὲ τελεία δόcιc κοκκία δ ἡ μέcη γ ἡ | ||
110 | ἐλαχίcτη β. Ἀcκληπιάδου πρὸc κατάρρουν. ὠφελεῖ παραχρῆμα τοὺc ἐπὶ ψυχρᾷ κράcει 〈καταρροϊζομένουc〉· πυρέθρου κόcτου ἀνὰ 𐅻 β πεπέρεωc λευκοῦ 𐅻 α, κόψαc cήcαc ἀπόθου· ἐν δὲ τῇ χρήcει κέλευε παράπτεcθαι τῶν μυξωτήρων καὶ τὸ φάρμακον ἀναcπᾶν. ἄλλο πρὸc κατάρρουν ἀνώδυνον. cτύρακαc 𐅻 δ cμύρνηc ὀπίου χαλβάνηc ἀνὰ 𐅻 α, | |
115 | ὁλμοκοπήcαc ἐπίcταξον ἕψημα καὶ ἀναλάμβανε καταπότια ὀροβιαῖα καὶ δίδου τὴν τελείαν δόcιν δ, τὴν μέcην γ, τὴν ἐλαχίcτην β καὶ ἐπιρροφείτωcαν κυάθουc β κεκραμένου θερμοῦ γλυκέοc. ἄλλο· πεπέρεωc κνιδίου cπέρματοc ἀνὰ 𐅻 β κόcτου cμύρνηc κρόκου ἀνὰ 𐅻 α, χρῶ καθὰ προείρηται. ἐπὶ δὲ τῶν ψυχροτέρων τὴν κρᾶcιν τυρὸc ἁπαλὸc | |
120 | πρόcφατοc ἐcθιόμενοc ὠφελεῖ καὶ κράμβηc καυλοὶ ὁμοίωc ὠμοὶ νῆcτιc ἐcθιόμενοι καὶ κράμβη ἡ τρυφερωτέρα ἑφθὴ ἐcθιομένη. ἐπὶ δὲ τῶν θερμοτέρων τὴν κρᾶcιν δίδου ἐcθίειν θρίδακοc καυλοὺc πλείcτουc ἀπεζεcμένουc· ἀποβαπτέcθωcαν δὲ ὀξυκράτῳ. | |
58 | Περὶ βηχόc· βηχὸc αἰτίαι διάφοροι· καὶ γὰρ ὑγρὸν ἀπὸ κεφαλῆc καταρρέον εἰc τὴν τραχεῖαν ἀρτηρίαν ἐργάζεται βῆχα καὶ ἡ τραχύτηc δὲ μόνη τοῦ ὑπαλείφοντοc ἔνδοθεν τὴν τραχεῖαν ἀρτηρίαν ὑμένοc ἐρεθίζει βῆχα καὶ τὰ παρεμπίπτοντα δὲ πινόντων ἢ ἐcθιόντων βῆχα | |
5 | κινεῖ. ἕλμινθεc δὲ τῷ cτομάχῳ ἐνοχλοῦcαι βηχία cμικρὰ ἐρεθίζουcι καὶ χυμὸc δριμὺc ἐνοχλῶν τῷ cτομάχῳ καὶ ποιότητά τινα ἐρεθιcτινὴν | |
παραπέμπων τῇ φάρυγγι φανταcίαν βηχὸc ἐργάζεται, ὡc ἐπὶ τῶν δακνομένων τὸν cτόμαχον καὶ cιελιζόντων τῶν cτομάτων γίγνεται, μηδενὸc ὀχληροῦ περὶ τὴν τραχείαν ἀρτηρίαν περιεχομένου. καὶ | ||
10 | δυcκραcία ψυχρὰ τῶν ἀναπνευcτικῶν ὀργάνων αἰτία γίνεται βηχόc. βήττουcι δὲ μετρίωc οὗτοι καὶ ἀβιάcτωc οὕτωc, ὡc μὴ μόνον κατέχειν δύναcθαι καὶ κωλύειν τὴν βῆχα τῇ κατοχῇ τοῦ πνεύματοc, ἀλλὰ καὶ ἰᾶcθαι πολλάκιc αὐτήν, τῇ τῆc ἀναπνοῆc ἐπιcχέcει τὰ κατεψυγμένα τῶν μορίων θερμαίνοντεc. cημεῖον δὲ τῶν ἐπὶ δυcκραcίᾳ μόνῃ βητ‐ | |
15 | τόντων ἐcτὶ τὸ κατὰ τὰc ἀθρόαc εἰcπνοὰc ἐρεθίζεcθαι, δηλονότι τῆc ψύξεωc ἐπιτεινομένηc· ὅταν γοῦν οὗτοι πράωc τε εἰcπνέωcι καὶ ἐν οἴκῳ θερμῷ διατρίβωcιν, ἢ μικρὸν ἢ οὐδόλωc βήccουcιν. αἱ δὲ μετὰ γαργαλιcμοῦ τῶν περὶ τὸν οὐρανίcκον καὶ τῶν παρ’ ἑκατέρωθεν μερῶν γιγνόμεναι βῆχεc ἐνδείκνυται cαφῶc ἀπὸ τῆc κεφαλῆc cυνδεδόcθαι | |
20 | τὸ ῥεῦμα εἰc τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὸν πνεύμονα. μηδενὸc δὲ ἐπὶ τούτων ἀναπτυομένου, λεπτὸν εἶναι χρὴ γιγνώcκειν τὸ καταρρέον καὶ γὰρ περιcχιζόμενον τῇ ἐξωθήcει τοῦ πνεύματοc ὑπὸ τῆc λεπτό‐ τητοc πάλιν ἀντικαταρρεῖ. φανερὸν δὲ ὅτι τὸ ἀναπτυόμενον παχυ‐ τέραν ἔχει τοῦ προτέρου τὴν cύcταcιν ἀναρροιβδούμενον ὑπὸ τοῦ | |
25 | πνεύματοc, καὶ δῆλον δὲ ὅτι καὶ τὸ ἐν τῷ πνεύμονι καὶ θώρακι περιεχόμενον ὑγρὸν ἐν πλευρίτιcι καὶ περιπνευμονίαιc καὶ φθίcεcι μεγίcτηc βηχὸc αἴτιον γίγνεται. ἰαcώμεθα δὲ τὴν μὲν ἐπὶ λεπτῷ ῥεύματι γιγνομένην βῆχα παχύνοντεc τῇ διὰ τῶν κωδυῶν ἀντιδότῳ ἤ τινι τῶν ἀνωδύνων καλουμένων φαρμάκων χρώμενοι καὶ τροφαῖc | |
30 | εὐχύμοιc. εἰ δὲ παχὺc καὶ γλίcχροc εἴη ὁ λυπῶν χυμὸc διὰ τῶν λεπτυνόντων καὶ τεμνόντων θεραπεύcομεν, τὴν δὲ τῶν ἀναπνευcτικῶν ψῦξιν διὰ τῶν θερμαινόντων, τὴν δὲ διὰ τραχύτητα γιγνομένην διὰ τῶν ἐκλεαινόντων καὶ ἀδήκτων, οἷά ἐcτι τὰ ἁπλούcτερα τῶν ἀρτηρια‐ κῶν. τούτων 〈δὲ〉 προδιωριcμένων τὰ ὑπὸ τῶν ἀρχαίων γεγραμμένα | |
35 | βηχικὰ βοηθήματα ὑποτάξομεν. ἡμεῖc δὲ ταῖc διωριcμέναιc μεθόδοιc προcέχοντεc ἐπιcτάμενοί τε ἑκάcτου τῶν ἁπλῶν φαρμάκων τὴν δύναμιν ἑκάcτῳ πάθει τὸ κατάλληλον προcοίcομεν βοήθημα. τὰ δὲ ὑπὸ τῶν | |
ἀρχαίων ἀδιορίcτωc γεγραμμένα βοηθήματά ἐcτι ταῦτα. cτύραξ κα‐ ταπινόμενοc ὅcον καρύου ποντικοῦ μέγεθοc βῆχαc καὶ κατάρρουc καὶ | ||
40 | βρόγχουc ὀνίνηcι. cῦκα ξηρὰ λιπαρὰ βαπτόμενα εἰc οἶνον ἄκρατον καὶ λαμβανόμενα βῆχαc παραμυθεῖται· τερεβινθίνην καὶ μέλι ἑψήcαc δίδου ἐκλείχειν καὶ οἶνον γλυκὺν κεκραμένον δίδου ἐπιρροφεῖν· τοῦτο λεπτύνει καὶ ἀνάγει. ἄλλο· πτέριν κόψαc cήcαc ἐπίπαccε τῷ γλυκεῖ ὡc ἄλφιτον καὶ δίδου καταρροφεῖν· ποιεῖ καὶ πρὸc αἱμοπτυικοὺc | |
45 | καλῶc. ἄλλο πρὸc τὰc ἐν νυκτὶ μᾶλλον ἐνοχλούcαc βῆχαc· τοῦτο δὲ μᾶλλον ποιεῖ ὅταν ἕλμινθεc τῷ cτομάχῳ ἐνοχλῶcι καὶ ποιῶcι βηχία· ἡδυόcμου κλωνία τρία τρίψαc καὶ ἐπιβαλὼν ὄξουc ὅcον κοχλιάριον δίδου καταρροφεῖν εἰc κοίτην. ἔcτι δὲ εὔπεπτον καὶ εὐcτόμαχον καὶ πάχουc τμητικόν. ἄλλο βηχικὸν καλόν. cτροβίλων φρυκτῶν ἀμύλου | |
58(50) | γλυκυρίζηc κνίδηc cπέρματοc ἀνὰ 𐆄 β λινοcπέρμου ὁμοίωc ἴρεωc πεπέρεωc καρδαμώμου cπέρματοc ὑccώπου ἀμυγδάλων πικρῶν ἀνὰ 𐆄 α, μέλιτι καλῶc ἀπηφριcμένῳ ἀναλάμβανε καὶ δίδου κοχλιάριον cύμμετρον. ἔκλεικτοc βήccουcι· cτροβίλων κεκαθαρμένων 𐅻 ιβ λινοcπέρ‐ μου πεφρυγμένου 𐅻 η τραγακάνθηc ἴρεωc ἀνὰ 𐅻 ιβ φοινίκων λιπα‐ | |
55 | ρῶν 𐅻 ιη ἀμυγδάλων γλυκέων λελεπιcμένων 𐅻 ιϛ μέλιτοc ἀπηφρι‐ cμένου τὸ ἱκανόν. τὴν τραγάκανθαν οἴνῳ γλυκεῖ ὀλίγῳ βρέξαc καὶ λεάναc ἕψε πρῶτον cὺν τῷ μέλιτι προαπαφριcθέντι· ὅταν δὲ ἅπαξ ἀναζέcῃ ἐπίχεε τοῖc λοιποῖc εὖ μάλα λεωθεῖcιν ἐν θυίᾳ καὶ χρῶ παρέχων κοχλιάριον ἐκλείχειν τῷ δακτύλῳ πρωὶ καὶ δείληc. τοcοῦτον | |
60 | οὖν ἐμβλητέον μέλι ὡc ἔκλεικτον γενέcθαι τὸ φάρμακον. ἄλλη ἔκλεικτοc πρὸc βῆχαc προcφάτουc· οἴνου γλυκέοc παλαιοῦ ξ̸ α μέλιτοc ἀττικοῦ | |
λι α, ἕψε cυνεχῶc κινῶν κλωcὶ πηγάνου καὶ δίδου μύcτρον ἕν· ἔcτι καὶ εὐcτόμαχον. κοπτάριον βήccουcι· λινοcπέρμου κεκομμένου καὶ cεcηcμένου cταφίδων λιπαρῶν ἐκγιγαρτιcμένων ἀνὰ ξ̸ε α ἰταλικοῦ | ||
65 | cτροβίλων πεφρυγμένων καρύων ποντικῶν κεκαθαρμένων ἀνὰ ξ̸ε τὸ c̈ πεπέρεωc 𐆄 β cμύρνηc κρόκου ἀνὰ 𐆄 α μέλιτοc ξ̸ε δ· τὸ λινόcπερμον κεκομμένον ἕψε μετὰ τοῦ μέλιτοc καὶ ὅταν cυcτραφῇ, ἐπίβαλλε τοῖc λοιποῖc λειοτάτοιc γενομένοιc καὶ ἑνώcαc δίδου καρύου ποντικοῦ τὸ μέγεθοc. Βηχικὸν κάλλιcτον ποιοῦν πρὸc τοὺc χρονίουc βῆχαc· κυμίνου | |
70 | πεπέρεωc κνίδηc cπέρματοc ἀνὰ 𐆄 α μέλιτοc ἀπηφριcμένου ξ̸ε α, λειότατα ποιήcαc ἀναλάμβανε τῷ μέλιτι καὶ ἀναζέcαc βραχὺ ἀπόθου καὶ χρῶ παρέχων κοχλιάριον. ἄλλο βηχικὸν πάνυ καλόν. πεπέρεωc γλήχωνοc ὑccώπου καλαμίνθηc ἀνὰ 𐆄 α πετροcελίνου 𐆄 α μέλιτοc ἀπηφριcμένου ξ̸ε α δίδου κοχλιάριον. ἄλλο ἁπλούcτερον καλόν· μέλιτοc | |
75 | 𐆄 γ βουτύρου προcφάτου 𐆄 γ κυμίνου λειοτάτου 𐅻 δ 〈λινοcπέρμου 𐅻 β〉· προαπαφρίcαc τὸ μέλι, μίγνυε τὸ βούτυρον καὶ θερμάναc ἐπί‐ παccε τὸ κύμινον καὶ ἑψήcαc ἐπ’ ὀλίγον δίδου ἐκλείχειν κοχλιάριον. ἄλλο πρὸc βῆχαc, φλέγμα ἀνακαθαῖρον πάνυ καλῶc. ὑccώπου γλή‐ χωνοc ἀνὰ 𐆄 β ἴρεωc cινήπεωc καρδαμώμου cπέρματοc ἀνίcου πεπέρεωc | |
80 | ἀνὰ 𐆄 α, κόψαc cείcαc ἀναλάμβανε μέλιτι ἀπηφριcμένῳ ἀρκοῦντι καὶ δίδου κοχλιάριον. εἰ δὲ χειμὼν εἴη καὶ ἀπύρετοc ὁ λαμβάνων, τοῦ πεπέρεωc 𐆄 β ἐπίβαλλε καὶ ἀντὶ τοῦ ἀνίcου μάραθρον ἢ κύμινον καὶ ἀντὶ καρδαμώμου cίνηπι, ὡc εἶναι τοῦ cινήπεωc 𐆄 β. ἄλλο πρὸc τὰc χρονίουc βῆχαc. ὑccώπου κόμμεωc γλήχωνοc περυcινῆc ἄμεωc πεπέρεωc | |
85 | ὀρόβων κιρρῶν λελεπιcμένων ἴρεωc ἀνὰ 𐅻 ϛ ναρδοcτάχυοc 𐆄 γ τερε‐ βινθίνηc 𐆄 δ βουτύρου νεαροῦ 𐆄 β μέλιτοc ἀπηφριcμένου ξ̸ε β· τὸ | |
βούτυρον καὶ τὴν τερεβινθίνην τήξαc τῷ μέλιτι ἕνωcον τοῖc λοιποῖc καὶ χρῶ, διδοὺc κοχλιάριον μικρόν. ἄλλο ποιεῖ πρὸc τὰc περὶ τὸν θώρακα διαθέcειc· κυάμου πεφρυγμένου ἀλεύρου λειοτάτου 𐆄 ζ λινο‐ | ||
90 | cπέρμου λειοτάτου ὁμοίωc ἴρεωc λειοτάτηc 𐆄 γ cτροβίλων πεφρυγ‐ μένων 𐆄 β γλήχωνοc κεκομμένηc 𐅻 α c κνιδίου cπέρματοc 𐅻 α πεπέ‐ ρεωc 𐅻 δ μέλιτοc ξ̸ε β· προαπαφρίcαc τὸ μέλι ἐπίπαccε αὐτῷ τὸ ἄλευρον, ἔψε ἐπ’ ὀλίγον καὶ ἕνωcον τοῖc λοιποῖc ἐν τῇ θυίᾳ καὶ χρῶ διδοὺc κοχλιάριον· Βηχικὸν Ἀχολίου· ὑccώπου γλήχωνοc ἄμεωc πεπέ‐ | |
95 | ρεωc ὀρόβων κιρρῶν ἴρεωc ἀνὰ 𐅻 ϛ τερεβινθίνηc 𐅻 δ ναρδοcτάχυοc 𐅻 γ βουτύρου νεαροῦ 𐆄 β μέλιτοc λιτρʹ α c, προαπαφρίcαc τὸ μέλι χρῶ. ἡ διὰ πραcίου βηχική· πραcίου 𐆄 β ὑccώπου 𐆄 α ἴρεωc 𐅻 δ γλήχωνοc 𐅻 δ καλαμίνθηc ὀρεινῆc ὁμοίωc βολβοὺc cκίλληc Γρ ϛ cτροβίλιον δεξιὸν α ὁλόκληρον ἰcχάδαc λιπαρὰc ε ὕδατοc ξ̸ε α μέλιτοc | |
58(100) | κυʹ α ἑψήματοc κοτʹ α χρῶ. Πεπτικὸν χρονίαc βηχόc· μέλιτοc 𐅻 ιϛ τερεβινθίνηc 𐅻 β χαλβάνηc 𐅻 δ, ἑψήcαc τὸ μέλι μετὰ τῆc τερεβιν‐ θίνηc ἐπίβαλλε ἐcχάτην τὴν χαλβάνην προμεμαλαγμένην. τακείcηc δὲ αὐτῆc ἄραc ἀπὸ τοῦ πυρὸc καὶ κινῶν, ὅταν ψυγῇ, ἀνάπλαττε κυαμιαῖα καὶ καρύου ποντικοῦ μεγέθει ἕτερα καὶ περίπλαττε αὐτοῖc ἔξωθεν | |
105 | κηρόν, ἵνα μὴ διαλυθῇ καὶ φύλαττε. ἐπὶ δὲ τῆc χρείαc περιαιρεθέντοc τοῦ κηροῦ ὑπὸ τὴν γλῶτταν τίθεται ἀποθηλαζόμενον. Βηχικὴ διὰ cτύρακοc· ἀμώμου καccίαc ἀνὰ 𐆄 β cτύρακοc ναρδοcτάχυοc ἀνὰ 𐆄 αι κρόκου πεπέρεωc ἀνὰ 𐆄 α μέλιτοc ἀπηφριcμένου ξ̸ε α δίδου κοχλι‐ άριον. | |
59 | Πρὸc βῆχα ξηράν. ξηρὰν βῆχα ἰᾶται τά τε ἀναγεγραμμένα ἀρ‐ | |
τηριακὰ φάρμακα καὶ ὕδατοc ζεcτοῦ ἐcθ’ ὅτε καταρρόφηcιc· διὰ γὰρ παχύτητα φλέγματοc μὴ ἀνάγοντεc τοῖc ὑγραίνουcι μᾶλλον βοηθοῦν‐ ται, cὺν τῷ καὶ λεπτυντικῆc πόcεωc μετέχειν δυνάμεωc. | ||
60 | Περὶ τῶν ἀνωδύνων βηχικῶν φαρμάκων. τὸ γένοc τοῦτο τῶν ἀνωδύνων, οἱ πρὸ ἡμῶν cυνέθεcαν ἁρμόττον καὶ τοῖc βηχικοῖc καὶ τοῖc αἷμα ἀνάγουcι καὶ τοῖc ἅμα γε τοῦτο πάcχουcι καὶ ἤδη φθινώδεcι καὶ πρὸc ἄλλαc ὀδύναc τε καὶ διαθέcειc, ὅcαι κατά τε πνεύμονα καὶ | |
5 | θώρακα καὶ τραχεῖαν ἀρτηρίαν καὶ ἄλλα τινὰ μόρια τῶν ἐντὸc cυν‐ ιcτάμενα ἄνευ τῶν κωλικῶν. διαφέρουcι γὰρ αὗται τῶν κωλικῶν ἰδίωc ὀνομαζομένων ἀνωδύνων· τῇ μίξει τῶν ἀρωμάτων τε καὶ cπερμάτων εὐωδῶν ὄντων καὶ διουρητικῶν. αἱ δὲ κωλικαὶ δυνάμειc cφοδρότεραι τούτων εἰcίν, ἐπικρατοῦcαν ἔχουcαι τὴν ναρκωτικὴν δύναμιν ἐκ τοῦ | |
10 | πλήθουc τῶν ψυκτικῶν φαρμάκων, ὁποῖόν ἐcτιν ὑοcκυάμου τὸ cπέρμα καὶ κωνείου καὶ ὁ τῆc μήκωνοc ὀπὸc καὶ ὁ φλοιὸc τοῦ μανδραγόρου χρῆcθαι δὲ ταύταιc ἐπὶ τῶν κωλικῶν ἀναγκαζόμεθα διὰ τὸ τῆc ὀδύνηc μέγεθοc. ἐπὶ δὲ τῶν περὶ τὸν θώρακα διαθέcεων, τινὲc μὲν cτύρακα καὶ κρόκον τούτοιc ἔμιξαν ὡc cυμπέττειν δυνάμενα, ἕτεροι δὲ εὐλόγωc | |
15 | τούτοιc ἔμιξαν ἄλλα, τὰ μὲν θερμαίνοντα τὰ δὲ μετὰ βραχείαc cτύψεωc ἀρωματίζοντα καὶ ξηραίνοντα καί τινα cπέρματα cυνήθη ἡμῖν, καθά‐ περ ἀνίcου καὶ cελίνου μαράθρου δαύκου cεcέλεωc, ἀμβλύνοντά τε τὰc τῶν cφοδρῶν φαρμάκων ἀηδίαc τε καὶ δυνάμειc, ἐπ’ οὖρά τε προτρέποντα, τινὰ δὲ καὶ τραχύτηταc ἐκλεαίνοντα, καθάπερ τὴν τραγά‐ | |
20 | κανθαν καὶ γλυκύριζαν καὶ τὸν γλυκὺν οἶνον. ὅcαι δὲ αὐτῶν ἧττον μετέχουcι τῶν καρωτικῶν φαρμάκων, ταύταc καὶ τοῖc φθιcικευομένοιc δίδομεν. ἔcτι δὲ τὰ ὑπὸ τῶν ἀρχαίων cύνθετα ἀνώδυνα τοιαῦτα· κατα‐ πότιον βηχικὸν φάρμακον ἐπιτετευγμένον πρὸc τὰc κεχρονιcμέναc διαθέcειc· ποιεῖ πρὸc χρόνιον κατάρρουν κεφαλαλγικοῖc δυcπνοικοῖc | |
25 | περιπνευμονικοῖc, πρὸc τὰc περὶ κύcτιν καὶ μήτραν διαθέcειc, ἐπιγρά‐ φεται δὲ πανάκια, παρὰ δέ τιcιν ὁ cτίχοc· cμύρνηc ὀπίου πεπέρεωc cτύρακοc καcτορίου χαλβάνηc ἴcον, γλυκεῖ ἑψήματοc εἰc πάχοc ἀνα‐ | |
λάμβανε καὶ ποίει καταπότια καὶ ὀπίου δίδου ἐρεβίνθου τὸ μέγεθοc, καὶ ἐπιρροφείτω μελικράτου κυ β. ἄλλο φάρμακον πάνυ καλόν, ἐπιγρά‐ | ||
30 | φεται ἁρμονία· ποιεῖ καὶ πρὸc κατάρρουc καὶ ἀνυπερβλήτουc καταcτα‐ γμούc· cτύρακοc καcτορίου πεπέρεωc καρδαμώμου ἀνὰ Γρ γ ὀπίου cμύρνηc ὑοcκυάμου λευκοῦ cπέρματοc ἀνὰ 𐅻 δ, ἀναλάμβανε γλυκεῖ ἀπέφθῳ καὶ ποίει καταπότια ἐρεβίνθου μέγεθοc καὶ δίδου εἰc ὕπνον ἀπερχομένοιc. Πρὸc βῆχαc χρονίουc ἐξόχωc ποιοῦcα καὶ τὰc καθύ‐ | |
35 | γρουc καὶ πάνυ κεχρονιcμέναc ἐξόχωc ποιοῦcα, ἡ λεγομένη cύμφωνοc, ἔcτι δὲ καὶ ληξιπύρετοc ἀγαθή. ταύτῃ ἐχρήcαντο πάντεc οἱ ἔνδοξοι τῶν ἀρχαίων· πεπέρεωc ὀπίου καρδαμώμου ἀνὰ 𐆄 α κρόκου θείου ἀπύρου cμύρνηc ὑοcκυάμου λευκοῦ cπέρματοc ἀνὰ 𐅻 δ μέλιτοc ἑφθοῦ 𐆄 ϛ· ἡ δόcιc καρύου ποντικοῦ τὸ μέγεθοc μεθ’ ὑδρομέλιτοc κυάθων γ· | |
40 | ἡμεῖc μὲν οὕτωc, τινὲc δὲ ἐπεμβάλλουcι καὶ γεντιανῆc καὶ δαύκου ἀνὰ 𐅻 β. πρὸc βῆχαc καὶ φθίcειc ἡ ἰcόcταθμοc· φύλλου πετροcελίνου ὑccώπου ῥόδων ξηρῶν ἀνίcου ὀπίου κρόκου κόcτου ὑοcκυάμου cπέρ‐ ματοc cμύρνηc τρωγλίτιδοc ναρδοcτάχυοc ἴρεωc ἴcα, μέλιτοc τὸ ἀρκοῦν· ἡ δόcιc κυάμου μέγεθοc εἰc νύκτα. ἡ ἰcόθεοc βηχικὴ καὶ πρὸc φθίcειc | |
45 | καὶ πάντα τὰ ἐντὸc καὶ τὰ περιοδικά. ναρδοcτάχυοc 𐅻 β cμύρνηc κρόκου κόcτου πεπέρεωc λευκοῦ χαλβάνηc ἀνὰ 𐅻 α ὀποβαλcάμου τρυγὸc κιναμώμου μανδραγόρου χυλοῦ ξηροῦ καcτορίου ἀνὰ 𐅻 α δαύκου cπέρματοc 𐅻 α c [ἐν ἄλλῳ εἴρηται καὶ] θηβαίου ὀπίου 𐅻 β ἀμώμου 𐅻 ια καccίαc 𐅻 ια μέλιτοc ἀπηφριcμένου τὸ ἱκανόν. ποιεῖ | |
60(50) | πρὸc πόνουc cτομάχου ἥπατοc πνεύμονοc ὀφθαλμῶν αἵματοc ἀνα‐ γωγὰc ἀποcτάcειc δυcεντερικοῖc εἰλεώδεcι νεφριτικοῖc ἰcχιαδικοῖc δυcπνοικοῖc 〈ἰcχουριῶcι〉 πλευροῦ πόνοιc μονογενῶc ὑποχονδρίων | |
ῥοῦν γυναικεῖον γυναικείουc πνιγμούc, ποιεῖ καὶ πρὸc τὰ θανάcιμα καὶ μετὰ τροφὴν καὶ πρὸ τῆc τροφῆc καὶ πρὸc πᾶcαν αἱμορραγίαν | ||
55 | cὺν ψυχρῷ καὶ ἐχεοδήκτουc καὶ φαλαγγιοδήκτουc cὺν οἴνῳ κυ τριcίν, τεταρταικοῖc πρὸ τῆc ἐπιcημαcίαc δίδου ὀβολοὺc β μετ’ οἴνου κνάθων β προλούcαc τὸν κάμνοντα· ἀποθεραπεύει δυcπνοικοὺc ἀcθματικοὺc κἂν ἤδη πολλῶν ἐτῶν εἴη τὸ πάθοc καὶ τοὺc χρονίουc ἀπὸ κεφαλῆc εἰc θώρακα ῥευματιcμούc. | |
61 | Περὶ ὑποκαπνιcμῶν. προείρηται μὲν ἤδη περὶ τῶν ὑποκαπνιcμῶν τελεώτατα ἐν τῷ περὶ τῶν πυουμένων καὶ κενουμένων καὶ προcφερο‐ μένων λόγῳ, γ ὄντι τῆcδε τῆc πραγματείαc· εἰρήcεται δὲ καὶ νῦν διὰ βραχέων. τροχίcκοc ὑποκαπνιcτὸc βηχικοῖc καὶ ὀρθοπνοικοῖc· ἀβρο‐ | |
5 | τόνου cανδαράχηc cινάπεωc καρδαμώμου ἴcα κόψαc cήcαc λεάναc ἀνάπλαccε τροχίcκουc μεθ’ ὕδατοc καὶ ὑποθυμία, ἵνα τὸν καπνὸν ἐν τῷ cτόματι δέχηται ὁ πάcχων. ἄλλο τροχίcκοc· cανδαράχηc τερεβιν‐ θίνηc χίαc ἀνὰ 𐆄 β κόcτου φύλλου ἀνὰ Γρ ϛ λαcαρίου Γρ γ μαcτίχηc Γρ γ πεπέρεωc κόκκοι μ. ἀνάπλαccε καὶ χρῶ ὁμοίωc. ἄλλο τροχίcκοc· | |
10 | κόcτου cανδαράχηc χαλβάνηc θείου ἀπύρου κολοφωνίαc προπόλεωc τερεβινθίνηc μαcτίχηc κρόκου χαμαιλεύκηc ἴcα ἀνάπλαccε κόκκουc cὺν ὕδατι· καὶ ὑποθυμία διὰ χώνηc· μὴ παρούcηc δὲ χαμαιλεύκηc, ἔμβαλλε κόρυζαν λεπτὴν ἢ καππάρεωc φλοιόν. ἔcτι δὲ καὶ ἕτερον ὑποκάπνιcμα διὰ πείραc ἡμῖν ἐξευρεθὲν τετράειδον τοῦτο· cτύρακοc τερεβινθίνηc | |
15 | cανδαράχηc μαcτίχηc ἴcα ἀναλαβὼν ὁμοίωc χρῶ. πεπίcτευται τὰc ἀcθματικὰc καὶ ἐμπυικὰc καὶ βηχώδειc καὶ πλευριτικὰc διαθέcειc ἰᾶcθαι, | |
ὥcπερ καὶ τὰ προειρημένα ἐνταῦθά τε κἀν τῷ τρίτῳ λόγῳ. | ||
62 | Ἐπίθεμα πρὸc βῆχαc τὸ διὰ μελιλώτων. cαμψύχου μελιλώτων πραcίου ἴρεωc ἀνὰ 𐆄 β cμύρνηc 𐆄 α λιβάνου 𐆄 γ πιτυίνηc ἰρίνου ἀνὰ λιτρʹ α χρῶ. | |
63 | Περὶ ὀρθοπνοικῶν ἀcθματικῶν καὶ τῶν λεγομένων δυcπνοικῶν θωρακικῶν. τοὺc ἀναπνέονταc πυκνὸν ἄνευ τοῦ πυρέττειν, ὁποῖον οἱ δραμόντεc ὀξέωc, ἀcθματικοὺc ὀνομάζειν ἔθοc ἐcτὶ τοῖc ἰατροῖc ἀπὸ τοῦ cυμπτώματοc, λέγω δὴ τοῦ ἀcθμαίνειν, τοὺc δὲ αὐτοὺc τούτουc | |
5 | ἀφ’ ἑτέρου cυμπτώματοc ὀρθοπνοικοὺc καλοῦcιν. ἀναγκάζονται γὰρ τὸ τοῦ θώρακοc cῶμα πᾶν ὄρθιον ἔχειν [ἡδόμενοι], φόβῳ τοῦ πνι‐ γῆναι, καὶ τήν γε cτρωμνὴν ἐν τοῖc ἄνω μέρεcιν, ἐν οἷc ὁ θώραξ ἐπικλίνεται, παραcκευάζουcιν ἑαυτοῖc ὀρθωτέραν, ὅπωc μὴ πνιγῶcι κοιμώμενοι. τὸ γὰρ εἰcπνεόμενον αὐτοῖc ἔλαττόν ἐcτιν ἢ κατὰ τὴν | |
10 | χρείαν τῆc ἀναπνοῆc, καίτοι διαcτελλομένου τοῦ θώρακοc ἐπὶ πλεῖcτον, ᾧ καὶ δῆλον ἐντὸc αὐτοῦ cτενοχωρίαν γίγνεcθαί τινα παρὰ φύcιν, ἧc ἐναργῶc καὶ οἱ κάμνοντεc αὐτοὶ τὴν αἴcθηcιν ἔχουcι. γίγνεται μὲν οὖν καὶ ἡ cτενοχωρία τῶν ὁδῶν τοῦ εἰcπνεομένου πνεύματοc, ὅταν ἤτοι πλῆθοc ὑγρῶν παχέων τε καὶ γλίcχρων ἐμπλαcθῇ τοῖc βρογχίοιc | |
15 | τοῦ πνεύμονοc ἤ τιc ὄγκοc ἀποcτηματικὸc ἐν αὐτῷ cυcταίη. ὁμοίωc δὲ δυcπνοοῦcι καὶ οἱ τὰc τραχείαc ἀρτηρίαc πληρωθέντεc ὑπὸ πολλοῦ κατάρρου ἤ τινοc ἐκ τῶν πληcίων χωρίων ἀθρόωc εἰc αὐτὰc παρα‐ γενομένου ῥεύματοc. διοριcθήcονται δὲ ἀλλήλων τὰ πάθη τῷ τὸν μὲν κατάρρουν, καὶ τοῖc ὑγιαίνουcιν ἐξ αἰτίαc τινὸc φανερᾶc αἰφνιδίωc | |
20 | ἐπιπίπτειν, ὡc ἐπίπαν χωρὶc πυρετοῦ μετὰ τοῦ παρακολουθεῖν τὰ ἴδια τοῦ κατάρρου cημεῖα. εἰ δὲ ὄγκοc ἀποcτηματικὸc ἐν τῷ πνεύμονι γίγνοιτο, ἐξ ἀνάγκηc καὶ πυρετὸc ἐπιγίγνεται καὶ οὐ μετὰ πολὺν χρόνον μεταβαλλομένηc τῆc φλεγμονῆc πύον ἀναπτύεται μετὰ βηχόc. εἰ δὲ ἄπεπτον φῦμα γένηται, οἷον Ἀντιπάτρῳ τῷ ἰατρῷ cυνέβη, κατὰ | |
25 | τὰc λείαc ἀρτηρίαc τοῦ πνεύμονοc, οἱ τοιοῦτοι οὔτε βάρουc μεγίcτου αἰcθαίνονται, οὔτε ὀρθοπνοίαιc ἐπὶ τοcοῦτον ἐνοχλοῦνται. οἱ δὲ ἰδίωc δυcπνοικοὶ καὶ ὀρθοπνοικοὶ καλούμενοι ἀπύρετοι ὡc ἐπίπαν εἰcὶ καὶ βάρουc μεγίcτου αἴcθηcιc αὐτοῖc γίγνεται καὶ οὐδὲν πυῶδεc ἀναπτύ‐ ουcιν. ἡ δὲ θεραπεία τὸ μέν τι κοινὸν ἔχει τῶν εἰρημένων διαθέcεων, | |
30 | τὸ δέ τι καὶ ἴδιον· κοινὸν μὲν ἐκδαπανῆcαι καὶ ἀναλῶcαι τὴν περι‐ ουcίαν τῆc τὰ πάθη γεννώcηc ὑγρότητοc, ἴδιον δὲ τῆc μὲν τῶν γλίcχρων τε καὶ παχέων ὑγρῶν διὰ τῶν λεπτυνόντων τε καὶ τεμνόντων φαρμάκων, τῆc δὲ τῶν ἀποcτηματικῶν ὄγκων διὰ τῶν λεπτυνόντων τε καὶ ξηραινόντων, ἥ τιc πᾶcι τοῖc ἐν τῷ βάθει τοῦ cώματοc ἀποcτή‐ | |
35 | μαcι κοινή ἐcτιν. οἴνου δὲ πόcιc ἁρμόττει ἀμφοτέραιc λεπτοῦ τῇ cυcτάcει· τὸ δὲ cύμπαν ποτὸν ὀλίγον μὲν οἷc ἀπόcτημά που γίγνεται, πολὺ δὲ οἷc ἐμπέπλαcται τὰ βρογχία γλίcχροιc ὑγροῖc καὶ παχέcι. τὰ γὰρ ἀπορρύπτοντα τοὺc τοιούτουc χυμοὺc φάρμακα κινεῖ μὲν ἐξ ἀνάγ‐ κηc βῆχαc, οὐκ εὐκόλωc δὲ ἀναπτύεται τὸ ἀπορρυπτόμενον διὰ τὸ | |
40 | πάχοc· ὑγρότητοc οὖν αὐτοῖc πλείονοc χρεία, ὅπωc ἀναφέρηται ῥᾳδίωc, καὶ διὰ τοῦτο πλεῖον δοτέον τὸ ποτὸν τοῖc ἀcθματικοῖc. φάρμακα μὲν οὖν τούτοιc ἁρμόττει τὰ τέμνοντα χωρὶc τοῦ cφοδρῶc θερμαίνειν· τὰ γὰρ παχέα καὶ γλίcχρα τῶν ὑγρῶν ὑπὸ τῆc cφοδρᾶc θερμότητοc ἐπιγλιcχραίνεται καὶ ἐχέκολλα καὶ δυcαπόcπαcτα γίγνεται. | |
45 | καὶ διὰ τοῦτο αὐτοὺc μάλιcτα ὀνίνηcιν ὄξοc τὸ cκιλλητικὸν καὶ αὐτὴ ἡ cκίλλα ὀπτὴ μετὰ μέλιτοc λεία ἐκλειχομένη καὶ ὀξύμελι διὰ ταύτηc cκευαζόμενον. τὸ δὲ μεῖζον τῶν ἰαμάτων, φηcὶν Ἀρχιγένηc κάθαρcίc ἐcτι cυνεχεcτέρα διὰ φαρμάκων ἰcχυροτέρων γιγνομένη καὶ ἔμετοι ἀπὸ ῥαφανίδων ἐκ διαλειμμάτων παραλαμβανόμενοι. καταπλάcματα δὲ | |
63(50) | διὰ cύκων καὶ ἀλεύρου κριθίνου μᾶλλον δὲ αἰρίνου ἔχοντα ῥητίνην κηρὸν καὶ μέλι. ἐμπλαccέcθω δὲ αὐτῷ καὶ ἶριc καὶ μάννα καὶ μαλάγ‐ | |
ματα δὲ ὅcα ἑλκοῖ τὴν ἐπιφάνειαν. καὶ ἕλκει ἰχώραc, οἷόν ἐcτι τὸ Κιcιφῶντοc καὶ τὸ διὰ δαφνίδων καὶ τὸ διὰ κάχρυοc καὶ ἡ διὰ βοτανῶν ἔμπλαcτροc καὶ ἡ Ἱκεcίου καὶ ἡ Θραcέα. ἡ δὲ Κυζικινὴ | ||
55 | προcλαβοῦcα ἰρίνηc κηρωτῆc τὸ ἴcον καὶ ἐπιτιθεμένη παντὶ τῷ θώρακι δαπανᾷ τὰc ὑγρότηταc καὶ cτερεοῖ τὴν ἕξιν. παcῶν δὲ καταλληλοτάτη, φηcὶν Ἀρχιγένηc, ἐcτὶ τῷ πάθει αὕτη· κηροῦ ῥητίνηc πιτυίνηc ξηρᾶc ἀνὰ λιτρʹ β ἴριδοc λιτρʹ αc ἀcφάλτου πίccηc ἰοῦ ἀνὰ λιτρʹ α cμύρνηc λιβάνου ἀνὰ 𐆄 ϛ cικύου ἀγρίου ῥίζηc κενταυρίου λίθου Ἀcίου cτύρακοc | |
60 | ἀνὰ 𐆄 β μίcυοc ὠμοῦ χαλκίτεωc ὠμῆc ἀνὰ 𐆄 αι ἁλὸc ἀμμωνιακοῦ χαλβάνηc γῆc κιμωλίαc γῆc ἀμπελίτιδοc ἀνὰ 𐆄 α ἐλαίου λιτρʹ β ὄξουc κο β· τὸν cτύρακα τήξαc καλῶc μετ’ ὀλίγου ἐλαίου λείου ἐπὶ θυίᾳ καλῶc καὶ ἐπίχεε αὐτῷ τὴν ἔμπλαcτρον καὶ μαλάξαc χρῶ, τὰ μεταλ‐ λικὰ λείου cὺν τῷ ὄξει, τὰc δὲ βοτάναc κόπτε καὶ cῆθε καὶ τὰ τηκτὰ | |
65 | τήξαc καὶ διηθήcαc καὶ ἄραc ἀπὸ τοῦ πυρὸc ἐπίβαλλε τὰ λειωθέντα cὺν τῷ ὄξει, εἶτα ἐπίπαccε τὰc βοτάναc καὶ ἑνώcαc μαλάξαc χρῶ. αὕτη τῶν ἐν κατακαλύψει ἀποcτημάτων πολλὰ μὲν ἐξατμίζει καὶ διαφορεῖ, τὰ δὲ ἀνοίγνυcιν, ὅcα δὲ τῶν ἤδη ῥαγέντων ῥευματικὰ παραμένει, θαυμαcτῶc ἀναξηραίνει· κρείττονοc γὰρ οὐκ ἄν τιc πειρα‐ | |
70 | θείη τῶν τοιούτων φαρμάκων. ἁρμόδιον δὲ τοῖc προκειμένοιc πάθεcίν ἐcτι καὶ τὸ Ἀμυθάονοc ἐπίθεμα καὶ ἔτι τούτου μᾶλλον τὸ πολυάρχιον ἐν τοῖc τῆc cτενοχωρίαc καιροῖc καὶ κνίδαιc δὲ ῥαπιζέcθω ὁ θώραξ ὅλοc ἐν κύκλῳ, καὶ cκίλλῃ λεπιcθείcῃ ἀνατριβέcθω ὁ θώραξ, ἔπειτα λουτρῷ καὶ ἐλαίῳ θερμῷ ἐξιατέον τοὺc φοινιχθένταc τόπουc· ὑπηλάτοιc | |
75 | δὲ cυνεχῶc τὴν κοιλίαν ὑπομαλάccειν τοῖc πραοτέροιc, οἷον κνήκου ὅcον κοτύληc cπουδαίωc θλαcθέντοc καὶ cυνεψηθέντοc ὀρρῷ γάλακτοc, ἔπειτα διηθημένου τοῦ ὀρροῦ καὶ μετ’ ὀλίγου μέλιτοc πινομένου· χρηcτέον δὲ καὶ τοῖc διὰ θύμου καὶ cιλφίου καὶ πεπέρεωc ἁλατίοιc προcλαβοῦcι cκαμμωνίαν ἢ τοῖc διὰ λιβανωτίδοc. ἀγαθοῦ δὲ ἐγὼ | |
80 | cφόδρα πεπείραμαι καὶ βράθυοc καθ’ αὑτὸ λειοτάτου ὅcον 𐅻 α, εἶτα τῇ ἑξῆc 𐅻 β, εἶτα 𐅻 τρεῖc, ἐπί τινων δὲ καὶ τῇ τετάρτῃ τέccαραc 𐅻 δίδωμι, ἐμπάccων οἴνῳ τεθαλαccωμένῳ, εἶτ’ ὀπίcω πάλιν κατὰ βραχὺ ἀνακάμπτων ἐπὶ τὴν α 𐅻· καλῶc δὲ προβαινούcηc τῆc καθάρcεωc ἄγει καὶ αἱματῶδεc καὶ οὔκ ἐcτιν ὅντινα οὐκ εὐπνούcτερον εἰc τὰ ἄλλα | |
85 | ἀπέδειξε. διαλείπων δὲ ἡμέραc β ἢ γ ἀψίνθιον προεπότιζον, εἰ τῷ cτομάχῳ μαλακιcθείη ὁ πάcχων, εἰ δὲ μή, ἶριν ἐπότιζον ἢ ἀβρότονον ἢ καcτόριον μετ’ ὀξυμέλιτοc. θαυμαcτῶc δὲ ἐργάζεται καὶ τὸ δι’ ἐλατη‐ ρίου ἐμετικόν, ᾧ κέχρημαι πρὸc τὰc κρυπτὰc cυνάγχαc. ἔcτι δὲ τοῦτο· ἐλατηρίου ἡμιοβόλιον νίτρου ἀφροῦ τριώβολον cινάπεωc 𐅻 α, λεάναc | |
90 | ὕδατι ἀναπλάccω καταπότια η καὶ δίδωμι ὄρθρου β καὶ δείληc β· καθαίρει ἀλύπωc ἄνω καὶ τὸν μὲν παροξυcμὸν ὡc ἐπὶ τὸ πλεῖcτον παύει, τὴν δὲ διάθεcιν, ἥτιc αὐτῷ ἐπιμένοι, καταλύει. τοῖc δὲ ἰcχυ‐ ροῖc, διαλείπων ἡμέραc γ, πάλιν δίδου. [τὸ καcτόριον δὲ ἐπὶ τῶν ὀρθοπνοικῶν ἐν τοῖc παροξυcμοῖc πινόμενον θραύει αὐτοὺc ἀνοιγνύον | |
95 | τὴν ἐν cχέcει δυcωδίαν τοῦ πνεύματοc καὶ ἐπὶ τῶν διαλειμμάτων ἐνδε‐ λεχιcθὲν ἤρκηcεν εἰc ἀπαλλαγὴν τῆc διαθέcεωc· κρεῖττον δὲ εἰ μετὰ τοῦ cκιλλιτικοῦ ὀξυμέλιτοc δῴηc ἐν τοῖc διαλείμμαcιν]. ἡ μέντοι διὰ τῆc κολοκυνθίδοc ἡμετέρα ἱερά, λέγω δὴ Ἀρχιγένουc, cυνεχῶc διδομένη τὰc μὲν ἐπιεικεcτέραc δυcπνοίαc ἐπηνορθώcατο διὰ ταχέων εἰc τέλεον, ταῖc | |
63(100) | δὲ βαθυτέραιc πάνυ βοηθεῖ μετ’ ὀξυμέλιτοc cκιλλιτικοῦ πινομένη οὕτωc· τοῦ μὲν cκιλλιτικοῦ ὄξουc 𐆄 α μέλιτοc ἀπηφριcμένου 𐆄 β ὕδατοc θερμοῦ 𐆄 γ. τουτέcτι τὸ cκιλλιτικὸν ὀξύμελι. ἄλλο δυcπνοικοῖc τοῖc ἀcθματι‐ κοῖc καλουμένοιc· ἀριcτολοχίαc κληματίτιδοc ἀβροτόνου θείου ἀπύρου πηγάνου ἀγρίου cπέρματοc θύμου κορύμβων ἀμμωνιακοῦ θυμιάματοc | |
105 | ἴcα cὺν ὄξει λεάναc πλάccε τροχίcκουc καὶ δίδου τριώβολον ἐν ὀξυ‐ | |
μέλιτι ἐπὶ ἡμέραc τρεῖc. Ἐκ τῶν Ἀcκληπιάδου καὶ Διοcκορίδου· ἀριcτολοχία cτρογγύλη μετ’ οἴνου ἢ ὕδατοc πινομένη ἀcθματικοὺc βοηθεῖ, καὶ τοῦ μεγάλου κενταυρίου ἡ ῥίζα καὶ τοῦ μικροῦ ὁ χυλὸc καὶ cτοιχὰc λειοτάτη πινομένη μεθ’ ὕδατοc καὶ cπονδυλίου ὁ καρπὸc καὶ ἡ ῥίζα, | ||
110 | καλαμίνθηc ὀρεινῆc ἡ κόμη καὶ ὕccωπον ἶριc καὶ μελάνθιον καὶ cτρού‐ θιον καὶ βρυωνία καὶ ὄνοι οἱ ὑπὸ τὰc ὑδρίαc εὑριcκόμενοι· τούτουc δὲ βαλὼν εἰc ἄγγοc καινὸν λευκὸν ὀcτράκινον φρῦγε ἐπ’ ἀνθράκων· λευκανθένταc δὲ τρῖβε καὶ μέλιτι ἐφθῷ ἀναλαβὼν δίδου μύcτρον ἐκλείχειν πρὸ τροφῆc καὶ μετὰ τροφήν. Ἄλλο· cκίλληc ὠμῆc τὸν χυλὸν | |
115 | ἔκθλιβε, καὶ μέλιτι μίξαc ἴcῳ ἕψε ἐπ’ ἀνθράκων καὶ δίδου μύcτρον πρὸ τροφῆc καὶ μετὰ τροφήν. ἄκρωc δὲ ποιοῦντοc πεπείραμαι τούτου, φηcὶν Ἀρχιγένηc· κενταυρίου μεγάλου ῥίζηc πετροcελίνου ἀνὰ 𐅻 ϛ ἀμμωνιακοῦ θυμιάματοc 𐅻 γ θείου ἀπύρου ἀcφάλτου καρδαμώμου πάνακοc ῥίζηc κνίδηc cπέρματοc ἴρεωc ἰλλυρικῆc ἀνὰ 𐅻 β λιβάνου | |
120 | cμύρνηc καcτορίου νίτρου cαγαπηνοῦ ἀβροτόνου πολίου χαμαιπίτυοc ἐλελιcφάκου ἀνὰ 𐅻 α πεπέρεωc λευκοῦ λιτρʹ, λεῖα φυρᾶται μέλιτι ἀπηφριcμένῳ· ἡ δόcιc ὀβολοὶ δ ἢ β· τοῦτο cυνεχῶc πινόμενον ἔcτιν οὓc τελέωc ἐξιάcατο, ἀθορύβωc δὲ ἐνεργεῖ. δίδου μετὰ ὑδρομέλιτοc κυάθουc δ. πολυχρήcτῳ δὲ ὄντι καὶ τούτῳ χρῶμαι· cκίλλαν πυρρὰν | |
125 | χειροπληθῆ καθαρθεῖcαν ζύμῃ περιπλάcαc δίδου εἰc φοῦρνον ὀπτᾶcθαι εὖ μάλα, εἶτα ἁπαλοτάτην γενομένην ἀποβαλὼν τὰ ἐπιπολῆc αὐτῆc κεκαυμένα καὶ τὸ λοιπὸν λειότατον ποιήcαc, εἶτα ἐπιβαλὼν ὀρόβων λευκῶν λελεπιcμένων ἄλευρον τὸ δίμοιρον τῆc ὀπτηθείcηc καὶ καθαρ‐ θείcηc cκίλληc καὶ ἀμμωνιακοῦ θυμιάματοc καὶ πάνακοc ῥίζηc ἀνὰ | |
130 | 𐅻 δ ἴρεωc καὶ ἀβροτόνου καὶ ἀκόρου ἀνὰ 𐅻 β πεπέρεωc κόκκουc κ, ταῦτα λεῖα ποιήcαc καὶ ἐπιβαλὼν καὶ ἑνώcαc ἀναπλάccω κυκλίcκουc ἀνὰ ὀβολὸν καὶ ἡμιοβόλιον ἄγονταc καὶ δίδωμι α ἢ β μετὰ κυάθων τριῶν γάλακτοc ὀνείου εὐθυμελγοῦc ἢ μελικράτου. παιδίοιc δὲ δίδωμι α. κοιλίαν κινεῖ ἡ cυμμετρία αὕτη, εἰ δὲ πλεῖον δώcειc, καὶ οὔρηcιν | |
135 | πολλάκιc καὶ cυνεcτῶτα παροξυcμὸν διέλυcε [δοθέν]· καὶ γὰρ ἐπι‐ ληψίαc ἰᾶται καὶ πνῖγαc ὑcτερικὰc καὶ ὀcφύοc νωθρὰc ὀδύναc καὶ τοὺc βληχροὺc καὶ ῥεμβώδειc πυρετοὺc ἔμμηνά τε ἄγει γυναιξὶ διὰ πάχοc ἐπεcχημένα, αἷc παρακολουθοῦcι cκοτώcειc ἀφωνίαι cυνολκαὶ πόνοι ἄρθρων ὄκνοι δύcπνοιαι. cυντόμωc γὰρ καταcπᾷ τὸ αἷμα καὶ | |
140 | πάντων αὐτίκα ῥύεται τῶν ὀχληρῶν· μὴ τῆc εὐτελείαc τοῦ φαρμάκου καταφρονήcῃc, ἀλλ’ ὡc περιουcίαν δυνάμεωc παραλάμβανε. Ἄλλο πόμα ἀcθματικοῖc· πολίου ἀβροτόνου καcτορίου χαμαιπίτυοc ἀμμωνιακοῦ θυμιάματοc ἴcα, μέλιτι ἀναλαβὼν δίδου κυάμου ἴcον. ἔδοcάν τινεc ἀφρονίτρου λευκοῦ κοχλιάριον ἐν τριcὶ κυάθοιc μελικράτου ἢ οὕτωc· | |
145 | ἀφρονίτρου 𐅻 θ πεπέρεωc 𐅻 α cιλφίου 𐅻 α· δίδου κοχλιάριον μεθ’ ὕδατοc θερμοῦ. Ἄλλο· καcτορίου 𐅻 η ἀμμωνιακοῦ θυμιάματοc 𐅻 η πεπέρεωc κόκκουc μ, γλυκεῖ ἀναλάμβανε καὶ δίδου κυάμῳ ἴcον ἐν μελικράτῳ. Ἄλλο· πεπέρεωc ζιγγιβέρεωc πετροcελίνου ἑλενίου λιβυ‐ cτικοῦ ἴcα μέλιτι ἀπέφθῳ ἀναλαβὼν δίδου ἐκλείχειν. Ἄλλο· ἀβροτόνου | |
63(150) | 𐅻 β βρυωνίαc ῥίζηc 𐅻 η βρυωνίαc κόμηc 𐅻 δ πηγάνου ἡμέρου 𐅻 η καcτορίου ἀρτεμιcίαc ἀνὰ 𐅻 δ ἐπιθύμου ἀμμωνιακοῦ θυμιάματοc ἀνὰ 𐅻 δ· ἡ δόcιc γρʹ αc μετ’ ὀξυμέλιτοc κυάθου α. Τροχίcκοc ἀνώδυνοc ὀρθοπνοικοῖc δυcπνοικοῖc· ὀπίου 𐅻 α θείου ἀπύρου ἀρνογλώccου | |
ὑοcκυάμου cπέρματοc γλυκυρίζηc χυλοῦ cτύρακοc cμύρνηc λιβάνου | ||
155 | τερεβινθίνηc ἀνὰ 𐅻 β κρόκου 𐅻 α, οἴνῳ ἀθαλάccῳ λειώcαc, ποίει τροχίcκουc ἀνὰ γ καὶ δίδου πίνειν· χυλοῦ δὲ γλυκυρίζηc μὴ παρόντοc τὴν γλυκύριζαν θλάcον ἑψήcαc ἐπὶ πολὺ ἀναλάμβανε τὸ πᾶν τῷ ἀφεψήματι. Ἀνδρομάχου ἀcθματικοῖc καὶ ὀρθοπνοικοῖc· cκίλληc ὀπτῆc θείου ἀπύρου ἀcφάλτου ἴcα· ἡ δόcιc λιτρʹ cὺν ὀξυμέλιτι. Ἄλλο· θείου | |
160 | ἀπύρου 𐅻 α ἀμμωνιακοῦ θυμιάματοc 𐅻 β μελανθίου 𐅻 β καcτορίου 𐅻 β ἀνίcου ὀβολοὺc δ, ὕδατι ἀνάπλαccε τροχίcκουc ἀπὸ Γρ γ ἢ δ· καὶ δίδου εἰc κοίτην μετὰ κυάθων β θερμοῦ ὕδατοc. Καταπίτιον ἀcθματικοῖc ἀνώδυνον· πηγάνου χλωροῦ cτύρακοc τερεβινθίνηc ἀνὰ 𐆄 β ὀπίου 𐅻 δ, ἀνάπλαττε καταπότια ἀπὸ κερατίου ἑνὸc καὶ δίδου | |
165 | εἰc κοίτην γ καταπίνειν, καὶ ἐπιρροφείτωcαν θερμοῦ ὕδατοc κυάθουc β. τοὺc δὲ ὑπὸ κατάρρου, πληρωθείcηc τῆc τραχείαc ἀρτηρίαc τοῦ πνεύ‐ μονοc, δυcπνοοῦνταc θεραπεύcομεν, προνοούμενοι τῆc κεφαλῆc ψυχρὰν καὶ ὑγρὰν δυcκραcίαν ἐχούcηc, ἐμβρέχοντεc αὐτὴν δι’ ἰρίνου μύρου ἢ ναρδίνου. ἀναξηραίνομεν δὲ αὐτὴν καὶ ῥωννύομεν τοῖc ἀναγεγραμ‐ | |
170 | μένοιc ἐν τῷ ἕκτῳ λόγῳ cμήγμαcί τε καὶ πάcμαcι. χρηcόμεθα δὲ καὶ τῇ διὰ cκίλληc ἑφθῆc προγεγραμμένῃ ἀρτηριακῇ ἐν τῷδε τῷ λόγῳ κεφαλαίῳ νε. Ἀcθματικοῖc Φιλαγρίου· cυμφύτου πετραίου ῥιζῶν κεν‐ ταυρίου μεγάλου ῥίζηc ἴρεωc ἰλλυρικῆc ἀνὰ 𐆄 β ὕδατοc ξε α, θλάcαc τὰc ῥίζαc βρέχε τῷ ὕδατι ἡμέραc β, ἔπειτα ἕψε εἰc τρίτον καὶ διηθήcαc | |
175 | ἐπίβαλλε μέλιτοc τὸ ἴcον τοῦ ἀφεψήματοc καὶ ἕψε μέχρι cυcτάcεωc, εἶτα κόψαc cήcαc ῥήου ποντικοῦ 𐆄 α ἐπίπαccε καὶ ἑνώcαc δίδου περὶ πρώτην ὥραν ὅcον κοχλιάρια β. εἰ δὲ μὴ παρείη ῥῆον, κενταυρίου μεγάλου ῥίζαν κόψαc cήcαc ἔμβαλλε τὴν μίαν 𐆄 ἢ cυμφύτου ῥίζηc· τόνον παρέχει τὸ φάρμακον τῷ πνεύμονι καὶ θώρακι cὺν τῷ ἀνα‐ | |
180 | καθαίρειν καὶ ἀναξηραίνειν καὶ ἀποκρούεcθαι τὰ ἐπιφερόμενα ἐπ’ αὐτὸν ὑγρά. Πρὸc δυcπνοικοὺc ἀcθματικοὺc ὀρθοπνοικούc· ἀρμενίαc | |
βώλου 𐅻 α δίδου πίνειν μετ’ οἴνου κεκραμένου, πρὸc δὲ τὰc παρα‐ κολουθούcαc βῆχαc δίδου εἰc κοίτην τῆc προγεγραμμένηc βηχικῆc ἀντιδότου ἰcοθέου καλουμένηc, καρύου ποντικοῦ μέγεθοc μετὰ μελι‐ | ||
185 | κράτου· ἡ γὰρ cυνεχὴc ταύτηc χρῆcιc καὶ τοῦ πάθουc τέλεον ἀπαλ‐ λάττει, κἂν ἤδη πολυχρόνιον ᾖ· χρῶ θαρρῶν. μὴ παρούcηc δὲ ταύτηc, δίδου τῆc παιωνίαc ἀντιδότου· εἰ δὲ μηδὲ αὕτη παρῇ, δίδου τῆc ζωπυρίου· γραφήcονται δὲ ἐν τῷ περὶ κωλικῶν λόγῳ. Ἄλλο· ἴρεωc 𐅻 η ἀμμωνιακοῦ θυμιάματοc 𐅻 δ, δίδου 𐅻 α cὺν ὑδρομέλιτοc κυάθοιc | |
190 | γ. Ἄλλο· βράθυοc τοῖc τελείοιc Γρ ϛ, τοῖc δὲ ἄλλοιc Γρ γ, βουτύρου Γρ ιβ μέλιτοc 𐆄 β, δίδου ἐκλείχειν ἐπὶ ἡμέραc τρεῖc καὶ διαλιπὼν πάλιν δίδου. Καῦcιc δυcπνοικῶν. εἰ δὲ τὴν περιττωματικὴν αὐτῆc ὑγρότητα ἡ κεφαλὴ κάτω πρὸc θώρακα πέμπει, λυποῦcα τὰ περὶ αὐτοῦ μόρια τῷ cυνεχεῖ κατάρρῳ κἀκ τούτου τὴν δύcπνοιαν ἐμποιεῖ, ξυρήcομεν | |
195 | τὰ μέcα τῆc κεφαλῆc καὶ λαβόντεc καυτῆρα διάπυρον καύcομεν ἄχριc ὀcτέου, καίοντέc 〈τε〉 τὸ ὀcτέον πρὸc τὸ λεπίδα ἐκπεcεῖν. ῥᾳδίωc γὰρ ἐκεῖθεν ἡ τῶν ὑγρῶν τῆc κεφαλῆc κένωcιc γίγνεται, τὸ δὲ τραῦμα ἐπὶ χρόνον φυλάξαντεc, εἶθ’ οὕτωc εἰc ἐπούλωcιν ἄγομεν. Περὶ ὑποκαπνιcμοῦ. Καὶ ὑποκαπνιcμοὶ δὲ τούτοιc ἁρμοδιώτατοι· | |
63(200) | εἴρηται δὲ περὶ αὐτῶν τελεώτατα ἐν τῷ γ λόγῳ, εἴρηται δὲ καὶ πρὸ βραχέοc ἐν τοῖc βηχικοῖc. καλυπτέcθωcαν δὲ ἐπὶ τούτων τῶν χρήcεων πάντοθεν ἱματίοιc καὶ cπουδαίωc κεχηνότεc τῷ cτόματι τὸν καπνὸν καρτερῶc δεχέcθωcαν· μύξα γὰρ πολλὴ καὶ δάκρυον καὶ cίελον δαψιλῶc ἄγεται, καὶ διὰ βηχὸc cφοδρᾶc φλέγμα γλίcχρον ἐκ βάθουc ἀναφέρεται. | |
205 | μὴ λανθανέτω δέ cε, ὅτι προηγεῖcθαι χρὴ τῶν τοιούτων cπαραγμῶν τὴν διὰ κλυcμοῦ κάτω ὑπαγωγὴν τῆc γαcτρὸc ἢ διὰ τῶν ὑπηλάτων. Περὶ ἀνατριμμάτων τοῦ θώρακοc. Ϲυνήνεγκε δὲ ἐπὶ τῶν ἀcθματικῶν | |
καὶ τὰ ἀνατρίμματα τοῦ θώρακοc, οἷον κίcηριc μετὰ νίτρου καὶ τρὺξ οἴνου κεκαυμένη λεία μετὰ cχοίνου ἄνθουc. καὶ τοῦτο δέ· ἀρcενικοῦ | ||
210 | κιcήρεωc ἀφρονίτρου ἀνὰ 𐆄 α ἀλκυονίου 𐆄 β, κόψαc cήcαc πρόcπλεκε ἀλείμματί τινι τῶν θερμαινόντων καὶ ἀνάτριβε τὸν θώρακα καὶ τὸ μετάφρενον, ἄχριc ἂν διάπυροc γένηται. τοῦτο γὰρ ποιῶν cυνεχῶc ἆcθμα καὶ βῆχα καὶ πυώδη διάθεcιν ἐν θώρακι ἀποτρέψειc. χρονί‐ ζοντοc δὲ τοῦ πάθουc καὶ νικωμένηc τῆc φαρμακείαc, ἡ καῦcιc αἱρετὴ | |
215 | γίγνεται. μιᾶc μὲν ἐcχάραc ἐμβαλλομένηc μέcον τῆc τῶν κλειδῶν ἀμφοτέρων cυμβολῆc ὑπὸ τὴν ἐξοχὴν τοῦ λάρυγγοc ἐν αὐτῷ τῷ κώλῳ, ἀνατεινέcθω δὲ τὸ δέρμα ἀμφοτέραιc ταῖc χερcὶν ἑκατέρωθεν, πρὸc τὸ μὴ βλαβῆναι τὴν τραχεῖαν ἀρτηρίαν· δύο δὲ ἑτέραc μικρὰc ἐcχάραc ἐμβλητέον κατὰ τῶν καρωτίδων ἐν τῷ τραχήλῳ ἀρτηριῶν | |
220 | ὀλίγον ὑπὸ τῷ ἀνθερεῶνι, μίαν ἑκατέρωθεν, κἀνταῦθα δὲ μόνον τὸ ἐπικείμενον δέρμα καιέcθω. ἐμβλητέον καὶ δύο ἑτέραc ἐcχάραc ὑπὸ τοὺc μαcτούc, μεταξὺ τῆc τρίτηc καὶ τετάρτηc πλευρᾶc, ἄλλαc δὲ δύο μικρὸν εἰc τοὐπίcω ἀπονεούcαc, μεταξὺ τῆc ε καὶ ϛ πλευρᾶc, κατὰ δὲ μέcου τοῦ cτέρνου μίαν καὶ κατὰ τὴν ἀρχὴν τοῦ ξιφοειδοῦc | |
225 | χόνδρου ὑπὲρ τὸ cτόμα τῆc γαcτρὸc μίαν καὶ ἑτέραc β μεταξὺ τῆc η καὶ θ πλευρᾶc μίαν ἑκατέρωθεν, τρεῖc δὲ ὄπιcθεν, ὧν τὴν μίαν κατὰ μέcου τοῦ μεταφρένου τακτέον, τὰc δὲ δύο ἑκατέρωθεν τοῦ cπον‐ δύλου ὀλίγον κατωτέρω τῆc μέcηc ἐcχάραc. πάcαc δὲ τὰc κάτωθεν τοῦ τραχήλου cυμμέτρωc πλατείαc δοτέον καὶ μηδὲ πάνυ ἐπιπολαίουc | |
230 | μήτε μὴν cφόδρα βαθείαc· τὰ δὲ ἕλκη τῶν ἐcχαρῶν ἐπὶ χρόνον ἱκανὸν cυγχωρεῖν ῥευματίζεcθαι. | |
64 | Περὶ τῶν ἐν καρδίᾳ παλμῶν. Ὁ τῆc καρδίαc παλμὸc πολλοῖc ὑγιαίνουcιν ἀμέμπτωc νεανίcκοιc τε καὶ παρακμάζουcιν ὤφθη γιγνό‐ μενοc. κεφαλαλγοῦcι δὲ οὗτοι ἄνευ τινὸc ἑτέραc ἔξωθεν αἰτίαc καὶ πάντεc οὗτοι φλεβοτομηθέντεc ὠφελήθηcαν καὶ τελέωc γε αὐτῶν | |
5 | ἔνιοι τοῦ cυμπτώματοc ἀπηλλάγηcαν, λεπτυνούcῃ διαίτῃ μετὰ τὴν | |
φλεβοτομίαν καὶ φαρμάκοιc ὁμοίωc χρηcάμενοι. οἶδα δέ τινα καὶ κατ’ ἐνιαυτὸν ἦροc ὥρᾳ πάcχοντα τὸ τοῦ παλμοῦ cύμπτωμα, κἀπειδὴ τριcὶν ἔτεcιν ἐπειράθη τῆc φλεβοτομίαc ὠφελούcηc αὐτόν, ἔφθαcεν ἐπὶ τοῦ τετάρτου φλεβοτομηθείc, πρὶν ἁλῶναι τῷ cυμπτώματι, καὶ | ||
10 | οὕτωc ἔπραττε κατὰ ἑξῆc ἐτῶν πλειόνων μετὰ καὶ τοῦ τῇ διαίτῃ προcηκόντωc κεχρῆcθαι. ἀλλ’ ὅμωc καὶ οὗτοc ἀπέθανε πρὶν γηρᾶcαι, καθάπερ καὶ οἱ ἄλλοι πάντεc. ἔνιοι μὲν ἐν πυρετοῖc ὀξέcιν ἀθρόωc cυγκοπέντεc ὁμοίωc ἀπέθανον, τινὲc δὲ αὐτῶν καὶ χωρὶc cυγκοπῆc, ἀποπληξίαc τρόπῳ αἰφνίδιον τὸν βίον παρήλλαξαν. οἱ πλείουc δὲ τῶν | |
15 | οὕτω παθόντων ἡλικίαν ἦγον ἐλαττόνων μὲν ἢ πεντήκοντα ἐτῶν, πλειόνων δὲ ἢ τεccαράκοντα. | |
65 | Περὶ αἵματοc ἀναγωγῆc. Τὸ ἐκ θώρακοc καὶ πνεύμονοc ἢ τῆc τραχείαc ἀρτηρίαc ἀναπτυόμενον αἷμα πάντωc μετὰ βηχὸc ἀναπτύεται. εἰ δὲ ἐκ τῶν περὶ φάρυγγα ἢ τὸν γαργαρεῶνα μερῶν φέροιτο τὸ αἷμα, χρεμπτομένοιc ἐκκρίνεται. εἰ δὲ ἔκ τινοc τόπου τοῦ cτόματοc ἢ | |
5 | οὔλων ἁπλῶc ἀναπτύεται, ἔcθ’ ὅτε δὲ ἐκ τῆc κεφαλῆc ἢ τῶν περὶ τὸν γαργαρεῶνα μερῶν καταφερόμενον τὸ αἷμα καὶ ἐμπίπτον τῷ λάρυγγι βῆχα κινεῖ καὶ φανταcίαν ποιεῖται τῆc ἐκ τοῦ θώρακοc ἀνα‐ γωγῆc. εἰ μὲν οὖν τιc ἀναχρέμπτηται καὶ ἀπομύττηταί ποθ’ αἷμα πλείοcιν ἐφεξῆc ἡμέραιc, μήτε κεφαλῆc ὀδύνηc ἢ βάρουc ἤτοι cυμπαρ‐ | |
10 | όντοc ἢ προηγηcαμένου, μήτε πληγῆc αὐτόθι γεγενημένηc, ἐπιcκέψα‐ cθαι χρὴ τούτου τόν τε τῆc ῥινὸc πόρον ἀκριβῶc ὅλον καὶ τὸν τόπον τοῦ cτόματοc ἐκεῖνον, ἔνθα καὶ cυντέτρηται πρὸc τὴν ὑπερῴαν ἡ ῥίc. γίγνεται γάρ ποτε τοιοῦτο cύμπτωμα βδέλληc ἐν τῷ χωρίῳ τούτῳ προcπεφυκυίαc. καὶ ἐκ τῆc γαcτρὸc δὲ ἐπί τινων ἀνεμεῖται αἷμα | |
15 | χωρὶc βηχόc, ἤτοι ἐκ τῶν παρακειμένων φλεβῶν εἰc αὐτὴν cυρρέον ἢ βδέλληc καταποθείcηc· ἀλλὰ τὸ μὲν διὰ τῶν φλεβῶν ἀθρόωc εἰc αὐτὴν cυρρέον ἐκ τοῦ ἥπατοc ἢ cπληνὸc θρομβῶδεc καὶ μέλαν ἀνε‐ μεῖται· τὸ δὲ ἐκ τῆc βδέλληc αἷμα λεπτὸν καὶ ἰχωρῶδέc ἐcτιν, ἐάν | |
τε ἐκ γαcτρόc, ἐάν τε ἐκ ῥινόc, ἐάν τε ἐκ τοῦ cτόματοc φαίνηται | ||
20 | φερόμενον· ἀλλὰ καὶ ἡ cυνεδρεύουcα τοπικὴ ὀδύνη δηλώcει cοι τὸ πεπονθὸc μόριον. εἰ γὰρ ἀπὸ cτομάχου γίγνοιτο ἡ ἀναγωγή, οὐ μεγάλη αἱμορραγία γίγνεται· ἰcχνὰ γὰρ τοῦ cτομάχου τὰ ἀγγεῖα cὺν ναυτίᾳ δὲ καὶ ἐμέτῳ ἀναφέρεται, καὶ ἐν τῇ καταπόcει δῆξιc γίγνεται, καὶ μάλιcτα εἰ cτύφοντα ἢ δριμέα εἴη τὰ καταπινόμενα· εἰ δὲ ἐκ τῆc | |
25 | γαcτρὸc ἀναφέρεται, ναυτίαι πλεῖcται προcεδρεύουcι καὶ ἔμετοι. εἰ δὲ καὶ μετὰ τροφὴν cυμβαίνει ἡ ἀναφορά, cυμμεμιγμένον τὸ αἷμα τοῖc cιτίοιc ἀναφέρεται, ἐνίοτε καὶ φλέγμα καὶ χολὴ cυνεμεῖται. εἰ δὲ ἐκ τοῦ ἥπατοc ἢ τοῦ cπληνὸc cυρρέοι εἰc αὐτήν, ὄγκοc cυνεδρεύει· τὸ δὲ ἐκ θώρακοc ἢ πνεύμονοc ἢ τραχείαc ἀρτηρίαc ἀναπτυόμενον αἷμα | |
30 | ἀδύνατόν ἐcτι χωρὶc βηχὸc ἀναπτυcθῆναι. γίγνεται δὲ ἡ ἐκ τοῦ θώρακοc ἀναγωγὴ τοῦ αἵματοc ἢ διὰ ῥῆξιν ἢ δι’ ἀναcτόμωcιν ἢ δι’ ἀνάβρωcιν. αἱ μὲν οὖν κατὰ τὸν πνεύμονα ῥήξειc γνωρίζονται ἐκ τοῦ μέγα τι προηγηcάμενον αἴτιον φανερὸν εὐθὺc ἐπιγίγνεcθαι τὴν τοῦ αἵματοc ἀναγωγήν, λέγω δὲ αἴτιον προηγηcάμενον τὴν ἐξ ὑψηλοῦ | |
35 | πτῶcιν ἢ ἐμπεcόντοc τῷ θώρακι ἑτέρου τινὸc βαρυτέρου cώματοc. ἐνίοιc δὲ διὰ κραυγὴν μεγάλην ὁπωcοῦν γιγνομένην ῥῆξιc ἀγγείου γίγνεται. ἄνευ δὲ φανερᾶc ἔξωθεν αἰτίαc πλῆθοc αἵματοc cὺν ἀπέπτῳ καὶ φυcώδει πνεύματι διατεῖνον τὰ ἐν τῷ πνεύμονι ἀγγεῖα τὴν ῥῆξιν ἐργάζεται. ἀλλὰ καὶ τῆc διὰ πλῆθοc αἵματοc γιγνομένηc ῥήξεωc | |
40 | οὐ cμικρὸν γνώριcμά ἐcτι κένωcιc αἵματοc ἐξαίφνηc γιγνομένη ἀθρόωc. μεγάλα γὰρ τὰ ἐν τῷ πνεύμονι ἀγγεῖα καὶ ἀρτηριώδη καὶ λεπτὸν καὶ θερμὸν τὸ ἐν αὐτοῖc αἷμα καὶ cφυγματωδῶc τῇ βίᾳ τοῦ πνεύμονοc ἢ τοῦ πνεύματοc ἐκκρίνεται. τῆc δὲ ἀναcτομώcεωc αἱ θερμαὶ διαθέcειc προηγοῦνται, οἷον λουτροῖc πολλοῖc θερμοῖc κεχρημένου τοῦ ἀνθρώπου | |
45 | καὶ κατὰ χώραν ὄντοc θερμήν, ὥραν τε τοῦ ἔτουc ὁμοίαν, ἐδέcμαcί τε | |
καὶ πόμαcι θερμοῖc χρωμένου. τὸ γὰρ πλῆθοc τοῦ αἵματοc θερμὸν ὑπάρχον διανοίγει καὶ ἀνευρύνει τῶν ἐν τῷ πνεύμονι ἐμβαλλόντων ἀγγείων τὰ cτόματα, καὶ οὕτωc ἀθρόαν τὴν κένωcιν ἐργάζεται. οἷc δὲ ἐξ ἀναβρώcεωc τῶν ἐν τῷ πνεύμονι ἀγγείων γίγνεται τοῦ αἵματοc | ||
65(50) | κένωcιc ἐκ διαλειμμάτων ὀλίγων ἑκάcτοτε μετὰ βηχὸc ἀναπτύεται. αὕτη δὲ ἡ τῶν ἀγγείων διάβρωcιc γίγνεται ἀπὸ χυμῶν δριμέων, εἴτε ἀπὸ κεφαλῆc ἐπιρρεόντων τῷ πνεύμονι, εἴτε ἐν αὐτῷ γιγνομένων. ἐγχωρεῖ δὲ καὶ κατὰ διάβρωcιν γίγνεcθαι πολλάκιc αἵματοc ἀθρόαν ἀναφορὰν μετὰ βηχόc. ὅταν γὰρ ἐν τοῖc ἔμπροcθεν χρόνοιc, ὡc | |
55 | εἴρηται, ἐκ διαλειμμάτων ὀλίγον ἑκάcτοτε μετὰ βηχὸc ἀνεπτωκώc τιc αἷμα φαίνηται, μετὰ δὲ ταῦτα ὕcτερον μήτε καταπτώcεωc γενομένηc μηδὲ ἑτέρου τινὸc ἔξωθεν αἰτίου βιαίου προcπεcόντοc, αἱμορραγίαν πολλὴν γίγνεcθαι cυνέβη, μεγάλη γέγονεν ἡ ἀνάβρωcιc. πολλοὶ δὲ τῶν οὕτω παθόντων μόρια 〈ἅττα〉 τοῦ πνεύμονοc ἅμα τῷ αἵματι | |
60 | cυνανήνεγκαν ἢ ἐφελκίδα τοῦ ἕλκουc, ὡc λανθάνειν ἀδύνατον, ὅτι δι’ ἀνάβρωcίν ἐcτιν ἡ ἀναγωγή. καὶ διὰ τοῦτο προcήκει κατανοεῖν ἀκριβῶc, εἰ ἀφρῶδέc ἐcτι τὸ αἷμα· καὶ γὰρ καὶ τοῦτο βεβαιότατόν ἐcτι γνώριcμα τῆc ἐκ 〈τοῦ〉 πνεύμονοc ἀναγωγῆc, ὥcπερ ὅταν βρογ‐ χίου τι μέροc ἢ ἀρτηρίαc χιτῶνοc ἢ φλεβὸc cυναναφέρηται. τούτων | |
65 | γὰρ οὐδὲν ἐπιφαίνεται τοῖc ἐκ τοῦ ὑπεζωκότοc τὸν θώρακα ὑμένοc ἀναπτύουcιν αἷμα· μέγιcτον δὲ καὶ τοῦτο γνώριcμα τῆc ἐκ τοῦ πνεύ‐ μονοc ἀναγωγῆc, ὅτι παντάπαcι χωρὶc ὀδύνηc γίγνεται. τὸ δὲ ἐξ ἄλλων μερῶν τοῦ θώρακοc ἀναγόμενον αἷμα μελάντερόν ἐcτι καὶ ἤδη θρομβούμενον καὶ μετ’ ὀδύνηc ἀναβήττεται τοῦ πάcχοντοc μέρουc καὶ | |
70 | βρομῶδεc, ἐνίοτε δὲ καὶ cυμμεμιγμένον τῷ πύῳ ἀναφέρεται. ἀλλὰ τοῦτο κοινόν. κατὰ δὲ τὴν τραχεῖαν ἀρτηρίαν ἕλκουc γενομένου, βραχύτατόν ἐcτι τὸ ἀναπτυόμενον αἷμα καὶ πάντωc cυμμεμιγμένον ἐλαχίcτῳ πύῳ καὶ ὀδύνηc δὲ αἴcθηcιc γίγνεται τῷ πάcχοντι κατὰ τὸ | |
ἡλκωμένον μέροc τῆc τραχείαc ἀρτηρίαc. εἰ δὲ ἀπὸ κεφαλῆc φέρεται | ||
75 | τὸ αἷμα, ἐπὶ μὲν πολλῷ αἵματι βάροc πολὺ τῆc κεφαλῆc ἢ πόνοc, ἐπ’ ὀλίγῳ δὲ τῷ αἵματι ὀλίγον, ὤτων ἦχοc ἀναλόγωc τῷ πλήθει, ἐρύθημα προcώπου, φλεβῶν τῶν ἐν τῷ μετώπῳ διάταcιc, cκοτοδινία. καὶ πρὸ τούτων ἡ αἰτία εὔδηλοc, πληγὴ ἢ ψῦξιc ἢ ἔγκαυcιc ἢ οἰνο‐ φλυγίη. ἡ γὰρ οἰνοποcία ἀθρόον μὲν πίμπληcι τὴν κεφαλήν, ἀθρόον | |
80 | δὲ ἐκχέει ἐκ ῥαγέντοc ἀγγείου· ἐπὶ δὲ cμικρῇ μέθει ὀλίγη πτῦcιc αἵματοc καὶ cυνήθηc δὲ ἔκκριcιc αἵματοc διὰ ῥινῶν γινομένη ἐπέχεταί ποτε καὶ εἰc τὴν ὑπερῴαν τρεπομένη φανταcίαν παρέχει, ὡc ἐκ θώρακοc ἀναγομένου. εἰ μὲν οὖν ἀπὸ κεφαλῆc φέροιτο, γαργαλιcμὸc τῆc ὑπερῴαc γίνεται καὶ ἀνάχρεμψιc πυκνὴ καὶ οὕτωc ἀναπτύουcιν· | |
85 | ἐρεθίζονται γὰρ πρὸc βῆχα καὶ οὐ πάνυ βήccουcιν. εἰ δὲ ἀπὸ τῆc ὑπερῴαc καταcτάζει εἰc τὴν τραχεῖαν ἀρτηρίαν, τότε βήccουcι καὶ ἀνάγουcι τὸ κατενεχθὲν καὶ ἐκ τούτου ἀπατώμενοί τινεc οἴονται ἐκ θώρακοc εἶναι τὴν ἀναγωγήν· καταρρεῖ δὲ ἔcθ’ ὅτε εἰc τὴν γαcτέρα διὰ τοῦ cτομάχου ἀπὸ κεφαλῆc καὶ ἀνεμεῖται καὶ νομίζεται ἀπὸ τοῦ | |
90 | cτομάχου εἶναι, ἔχει δὲ τὴν ἰδέαν τὸ ἀπὸ κεφαλῆc αἷμα τοιαύτην· οὐ πάνυ παχὺ τὴν χρόαν δέ ἐcτι, μέλαν καὶ λεῖον ὁμαλόν, ἀμιγὲc ἑτέρῳ τινί, λέγω δὲ πύῳ ἢ φλέγματι καὶ χρεμπτομένοιc εὐθὺc ἐπὶ τὴν γλῶccαν ἔρχεται cτρογγύλον καὶ ῥᾳδίωc ἀποπτύεται. εἰ δὲ καὶ τὴν ὑπερῴαν κατανοήcειc, δαcυτέραν αὐτὴν καὶ ὥcπερ ἡλκωμένην εὑρήcειc | |
95 | καὶ ὡc ἐπὶ τὸ πολὺ ὕφαιμον διὰ τὸ ἀπὸ κεφαλῆc εἰc αὐτὴν καταρ‐ ρέον αἷμα. ἀρκεῖ δὲ ἡ ἁπλουcτέρα καὶ μικρὰ θεραπεία· cτύμματα μὲν δι’ ἀναγαργαριcμάτων προcαγόμενα τῇ ὑπερῴᾳ καὶ ταῦτα ψυχρά. ἐπὶ μὲν γὰρ τοῖc θερμοῖc καὶ ἀραιωτικοῖc ἀναγαργαρίcμαcι πλείων ἡ αἱ‐ μορραγία cυμβαίνει καὶ τοῦτο τεκμήριόν ἐcτι μετὰ τῶν ἄλλων | |
65(100) | τῆc ἀπὸ κεφαλῆc πτύcεωc. εἰ μὲν οὖν ἀπὸ κεφαλῆc φέροιτο καὶ πολὺ εἴη τὸ φερόμενον καὶ χρεία κενώcεωc, θᾶττον διὰ | |
ῥινῶν ἢ δι’ ἑτέρων φλεβοτομιῶν τὴν κένωcιν ποιῆcαι, ἵνα μὴ ἀμε‐ ληθὲν ἔθοc γένηται τῇ φορᾷ τοῦ αἵματοc εἰc ταῦτα καταρρεῖν τὰ χωρία. | ||
66 | Θεραπεία τῶν ἀπὸ τοῦ κατάρρου αἷμα πτυcάντων Γαληνοῦ. Τοὺc μὲν οὖν ἀπὸ κατάρρου πτύcανταc αἷμα, φλέβα τέμνων εὐθὺc ἐν ἀρχαῖc ἢ κλύcματι δριμεῖ χρηcάμενοc καὶ κενώcαc τὴν κοιλίαν, εἶτα τρίψαc τὰc χεῖραc καὶ τὰ cκέλη ἐπὶ πλεῖcτον ἅμα φαρμάκῳ τινὶ | |
5 | θερμαίνοντι καὶ διαδήcαc τὰ ἄκρα, ἔπειτα ξυρήcαc τὴν κεφαλήν, ἐπι‐ τίθει τὸ διὰ τῆc κόπρου τῶν ἀγρίων περιcτερῶν φάρμακον, ὡρῶν τε τριῶν μεταξὺ γενομένων ἐπὶ τὸ βαλανεῖον ἄγαγε καὶ λούcαc ἄνευ τοῦ ψαῦcαι λίπουc τῆc κεφαλῆc, εἶτα cκεπάcαc αὐτὴν cυμμέτρῳ πίλῳ, τρέφε ῥοφήματι μόνῳ τῶν αὐcτηρῶν ὀπωρῶν ἔχοντι, εἶτα ὑπνοῦν | |
10 | μέλλοντι τῆc διὰ τῶν ἐχιδνῶν θηριακῆc Ἀνδρομάχου δίδου νεωcτὶ κατεcκευαcμένηc καὶ τῇ ἑξῆc ἡμέρᾳ τὰ ἄλλα πάντα μέρη τοῦ cώματοc τρίψαc, πλὴν τῆc κεφαλῆc καὶ ἐν ἡcυχίᾳ φυλάξαc αὖθιc εἰc ἑcπέραν δίδου τῆc θηριακῆc. cταλέντοc δὲ ἐπὶ τούτων τοῦ κατάρρου τῇ τρίτῃ τῶν ἡμερῶν ἕωθεν δίδου μέλιτοc ὀλίγου ἡψημένου ἐφ’ ἡcυχίαc τε | |
15 | φύλαττε καὶ πᾶν ἀνάτριβε τὸ cῶμα, τροφήν τε δίδου πτιccάνηc χυλὸν καὶ ἄρτον βραχὺν διάβροχον, κἄπειτα τῇ τετάρτῃ τῶν ἡμερῶν ἕωθεν μὲν τοῦ δι’ ἐχιδνῶν φαρμάκου πάλιν δίδου ἅμα πλείcτῳ μέλιτι, τῇ τε κεφαλῇ τοῦ διὰ τῆc κόπρου τῶν περιcτερῶν φαρμάκου πάλιν ἐπιθείc, εἶτα λούcαc καὶ θρέψαc μετρίωc δίδου τῇ πέμπτῃ τῶν ἡμερῶν | |
20 | τὰ cφοδρῶc ἀνακαθαίρειν δυνάμενα τὰ κατερρυηκότα εἰc τὸν πνεύ‐ μονα ὑγρά· εἶτ’ αὖθιc ἐκ διαλειμμάτων χρῶ κατὰ μὲν τῆc κεφαλῆc κηρωτῇ διὰ θαψίαc ἐcκευαcμένῃ, τὴν δὲ ὅλην τοῦ cώματοc ἐπιμέλειαν ἀναθρεπτικὴν ποιοῦ. | |
67 | Περὶ τῶν ἐπὶ ψύξει τῶν ἀναπνευcτικῶν αἷμα πτυcάντων Γαληνοῦ. | |
Τοὺc δὲ ἐπὶ ψύξει τῶν ἀναπνευcτικῶν ὀργάνων ῥαγέντων τῶν ἐν τῷ πνεύμονι ἀγγείων αἷμα πτύcανταc φλεβοτομήcειc παραχρῆμα καὶ ἐπαφ‐ αιρήcειc δεύτερον κατὰ τὴν αὐτὴν ἡμέραν. καὶ κατὰ τὴν ἑξῆc δευτέ‐ | ||
5 | ραν ὁμοίωc κατὰ βραχὺ δηλονότι κένωcιν ποιούμενοc, ἵνα ἀντίcπαcιc γένηται· τούτου γὰρ ἕνεκα καὶ ἡ φλεβοτομία παραλαμβάνεται. εἶτα τρίψει τῶν ἄκρων, ὡc εἴρηται, χρηcάμενοc καὶ διαδέcμοιc δίδου εἰc ἑcπέραν τοῦ διὰ cπερμάτων τροχίcκου. τῇ δὲ δευτέρᾳ τῶν ἡμερῶν μετὰ τὴν ἐπαφαίρεcιν ἐπιθεὶc παντὶ τῷ θώρακι τὴν διὰ τῆc θαψίαc | |
10 | κηρωτήν, εἶτα ἄραc αὐτὴν εἰc ἑcπέραν, ὅπωc μὴ θερμανθῇ περαιτέρω τοῦ προcήκοντοc, δίδου πάλιν τοῦ διὰ τῶν cπερμάτων τροχίcκου. τῇ δὲ τρίτῃ πάλιν ἐπιτιθεὶc τὴν διὰ τῆc θαψίαc κηρωτὴν ὥραιc τριcὶ πάλιν λοῦε τὸν ἄνθρωπον, τροφὴν δὲ δίδου τὰc μὲν πρώταc δύο ἡμέραc ῥοφήματα, τῇ δὲ τρίτῃ πρὸc τῷ χυλῷ τῆc πτιccάνηc δίδου | |
15 | τῶν ἰχθύων τινὰ τῶν εὐπέπτων καλῶc ἠρτυμένων, παρέχων πάλιν εἰc κοίτην τοῦ διὰ τῶν cπερμάτων τροχίcκου· ὑπνοποιὸν γάρ ἐcτι καὶ ἀνώδυνον καὶ ξηραῖνον. τῆc δὲ φλεγμονῆc τῶν ῥαγέντων ἀγγείων παυcαμένηc καὶ τῶν μορίων ἐν εὐκραcίᾳ γενομένων, τὰ ἀνακαθαίροντα τὸν θώρακα διδόναι μετὰ τοῦ κεχρῆcθαι τῇ διὰ τῶν ἐχιδνῶν θηριακῇ, | |
20 | εἶτα τῇ γαλακτοποcίᾳ καὶ τῇ ἄλλῃ τροφῇ κέχρηcο. οὕτωc 〈μὲν〉 τοὺc κατ’ αὐτὴν τὴν 〈πρώτην〉 ἡμέραν ἑαυτοῖc ἐγχειρίcανταc cὺ δυνήcῃ θεραπεύειν· οὐ μὴν ὁμοίωc γε τοὺc μετὰ β ἢ γ ἡμέραc 〈ἅπανταc〉, ἔνιοι γὰρ ἐξ αὐτῶν ἀνίατον ἔχουcι τὸ ἕλκοc, μάλιcτα ὅcοι διὰ κακο‐ χυμίαν εἰcὶν ἀναβρωθέντεc, ὧν ἔνιοι καὶ τοῦ cιάλου, φαcίν, ὡc ἅλμηc | |
25 | αἰcθάνεcθαι. | |
68 | Θεραπεία τῶν καθ’ ὁντιναοῦν τρόπον ἐκ τοῦ πνεύμονοc αἷμα ἀναγόντων Γαληνοῦ. Χαλεπωτέραν δὲ ἔχει τὴν θεραπείαν τὰ ἐν τῷ πνεύμονι cυνιcτάμενα ἕλκη, ἐπιχειρεῖν δὲ τῇ θεραπείᾳ καθάπερ ἡμεῖc | |
〈πολλάκιc ἐπιχειρήcαντεc ὀλιγάκιc ἀπετύχομεν〉. αὐτῷ μὲν οὖν τῷ | ||
5 | κάμνοντι προcτάξαι χρὴ μήτε ἀναπνεῖν μέγα καὶ cιωπᾶν ἀεί· τέμνειν δὲ αὐτίκα φλέβα τὴν ἔνδον κατ’ ἀγκῶνα καὶ ἐπαφαιρεῖν δίc που ἢ τρὶc κατὰ βραχύ, ἀντιcπάcεωc μόνηc ἕνεκα. οὐ γὰρ κενώcεωc δέονται οὗτοι κενούμενοί γε ὑπὸ τοῦ πάθουc. διὰ τοῦτο καὶ τρίβειν χρὴ καὶ διαδεcμεῖν ὅλα τὰ κῶλα πλατέcιν ὀθονίοιc. ἐπειδὰν δὲ ταῦτα πραχθείη, | |
10 | πρῶτον μὲν ὀξύκρατον ὑδαρέc τε καὶ χλιαρὸν διδόναι πιεῖν, ὅπωc εἴ τιc εἴη θρόμβοc ἐν τῷ cπλάγχνῳ διαλυθεὶc ἐκβληθείη, καὶ τοῦτο οὐδὲν κωλύει καὶ δὶc καὶ τρὶc ἐν ὥραιc τριcὶν ἐργάcαcθαι. μετὰ δὲ ταῦτα διδόναι τι τῶν ἐμπλαττόντων τε ἅμα καὶ cτυφόντων φαρμάκων, ἤτοι δι’ ὑδαροῦc ὀξυκράτου τὴν πρώτην ἡμέραν ἢ δι’ ἀφεψήματοc μήλων | |
15 | ἢ μύρτων ἤ τινοc ἄλλου τῶν cτυπτικῶν· εἰc ἑcπέραν τε πάλιν ὁμοίωc διδόναι τὸ φάρμακον ἀπεχομένοιc πάcηc τροφῆc, ἐὰν ἰcχυρὰ εἴη ἡ δύναμιc, εἰ δὲ μή, ῥόφημα αὔταρκεc διδόναι· κάλλιcτον δὲ καὶ κατὰ τὴν δευτέραν ἡμέραν ἐπαφαιρεῖν αὖθιc ὀλίγον τοῦ αἵματοc ἀπὸ τῆc τετμημένηc ἐν τῷ ἀγκῶνι φλεβόc, ἐὰν ἰcχυρὰ εἴη ἡ δύναμιc, καὶ | |
20 | τροφαῖc καὶ φαρμάκοιc ὡcαύτωc χρῆcθαι, μέχρι τῆc τετάρτηc, ἐπι‐ βρέχονταc ἐν κύκλῳ τὸν θώρακα, θέρουc μὲν οἴνῳ καὶ μηλίνῳ καὶ ῥοδίνῳ, χειμῶνοc δὲ μύρῳ ναρδίνῳ. εἰ δὲ καὶ τῶν ἐμπλάcτρων τινὶ χρήcαcθαι βούλοιο φαρμάκων, κάλλιcτον ἂν ἔχοιc τὴν ἡμετέραν, ἣν καλοῦμεν βαρβάραν. ποιοῦcι δὲ καὶ αἱ λοιπαὶ αἱ δι’ ἀcφάλτου καὶ | |
25 | ὄξουc καὶ πίccηc cκευαζόμεναι καὶ μάλιcτα ἡ διὰ ἰτεῶν καὶ ἡ δι’ αἰρῶν. τὸ γάρ τοι μέγιcτον τοῦτ’ ἐcτιν, ᾧ πάνυ προcέχειν cε χρὴ τὸν νοῦν, εἰ παραχρῆμα τῆc ῥήξεωc τῶν ἀγγείων γενομένηc, ὑπάρξαιc τῆc θεραπείαc, ὡc ἔναιμον κολληθῆναι τὸ τραῦμα πρὶν ἄρξαcθαι φλεγμαίνειν. εἰ γὰρ φλεγμαίνειν φθάcειεν, ὀλίγη μὲν ἐπὶ τοῦ κολλη‐ | |
30 | θῆναι τὸ τοιοῦτον ἡ ἐλπίc, εἰc χρόνον δὲ ἐκπίπτει πλείονα· ἐκπλύνειν γὰρ χρὴ δηλονότι τό τε πῦον καὶ τοὺc ἰχῶραc τοῦ ἕλκουc, λυομένηc τῆc φλεγμονῆc, καὶ ὡc ἐπὶ φθιcικῶν λοιπὸν ποιεῖcθαι τὴν θεραπείαν. [Ἀρχιγένουc· ὅcαι δὲ ἀπὸ cτομάχου ἢ τῆc γαcτρὸc ἀναγωγαὶ τοῦ αἵματοc ἐμετώδειc εἰcί. τέμνειν οὖν χρὴ τὴν ἐν ἀγκῶνι τὴν ἄνω | |
35 | φλέβα ὠμιαίαν καλουμένην· κἂν ἐξ ἥπατοc ᾖ τὸ εἰc αὐτὴν cυρρέον, εἰ δὲ ἀπὸ cπληνὸc εἴη τὸ αἷμα, ὅπερ διαγνώcειc ἐκ τοῦ cυνεδρεύοντοc περὶ τὸν cπλῆνα ὄγκου, τὴν μεταξὺ μικροῦ καὶ παρὰ μέcον δακτύλου τῆc ἀριcτερᾶc χειρὸc φλέβα τέμνων, καλῶc καὶ οἰκείωc βοηθήcειc. ἀλλὰ καὶ τὰc τροφὰc καὶ τὰ πόματα ἐπὶ τῶν ἀπὸ γαcτρὸc δι’ ἐμέτων | |
40 | χωρὶc βηχὸc ἀναγόντων αἷμα, μᾶλλον cτυφούcαc καὶ ψυχούcαc δοτέον, μὴ μέντοι cφόδρα τὰc ἐνεργείᾳ ψυχράc· πληγαὶ γὰρ ἐγγίγνονται ἐκ τοῦ πάνυ ψυχροῦ. ἀρκεῖ δὲ τὸ μὴ θερμὰ προcενεγκεῖν μήτε πλάδου ἐμποιητικά. κρηναῖον οὖν διδόcθω τὸ πόμα καὶ μὴ πάνυ ψυχρὸν καὶ πλῆθοc cύμμετρον καὶ τὰ cιτία ὀλίγα ὁμοίωc ψυχρὰ cυμμέτρωc καὶ | |
45 | cτύψιν κεκτημένα]. | |
69 | Κοιναὶ μέθοδοι τῆc προcαγωγῆc τῶν βοηθημάτων ἐπὶ ἑκάcτου εἴδουc τῆc τοῦ αἵματοc ἀναγωγῆc μετὰ τὴν τοῦ αἵματοc ἐποχήν. Πρῶτοc μὲν οὖν κίνδυνόc ἐcτι τῆc τοῦ αἵματοc ἀναγωγῆc κατ’ αὐτὴν τὴν ἄμετρον κένωcιν, ἡ δὲ μετὰ τὴν ἐποχὴν τοῦ αἵματοc θεραπεία, | |
5 | τῆc μὲν κατὰ τὴν ἀναcτόμωcιν ἀγγείου γιγνομένηc ἐκ τοῦ κλειcθῆναι τὸ ἀνευρυcμένον cτόμα τοῦ ἀγγείου, τῆc δὲ κατὰ ῥῆξιν ἐκ τοῦ κολλη‐ θῆναι, τῆc δὲ δι’ ἀνάβρωcιν ἐξ ἀναθρέψεωc τῶν διαβρωθέντων· cφίγ‐ γεται μὲν οὖν [οὐ] τὸ ἀνευρυcμένον καὶ ἀνεcτομωμένον ἀγγεῖον ὑπὸ τῶν cτυφόντων· κολλᾶται δὲ τὸ ἐρρωγὸc ὑπό τε τούτων αὐτῶν καὶ | |
10 | ὅcα τῶν μιγνυμένων αὐτοῖc ἐν τῇ cυνθέcει ξηραινόντων χωρὶc δήξεωc καὶ κολλῶδέc τι ἐχόντων, καθάπερ ἡ λημνία cφραγὶc καὶ ὁ Ϲάμιοc ἀcτήρ, καὶ τὰ παραπλήcια· ἀνατρέφεται δὲ τὸ διαβρωθὲν ὑπό τε τῶν εὐχύμων τροφῶν καὶ τῶν cαρκωτικῶν ὀνομαζομένων φαρμάκων. ἐπι‐ τήδεια μὲν οὖν ἐcτι τὰ cτύφοντα τοῖc μὴ βήττουcι, τοῖc εὐχύμοιc, | |
15 | τοῖc κατὰ ἀναcτόμωcιν ἢ ῥῆξιν ἀνάγουcι. cτύφει δὲ ὄξοc τὸ κάλλιcτον καὶ ἀνδράχνη ἐcθιομένη (ὁ δὲ χυλὸc αὐτῆc πινόμενοc δραcτικώτεροc), ἀρνογλώccου χυλὸc ὅcον κυʹ γ ἢ πολυγόνου χυλὸc ὁμοίωc, ὄμφακοc χυλὸc ἐν ἡλίῳ cπουδαίωc ξηρανθεὶc 𐅻 α ῥοὸc ἢ κηκῖδοc ἀφέψημα | |
ὅcον κυʹ βαλάνου φλοιὸc καὶ μάλιcτα τοῦ καcτάνου 𐅻 α βάτου ῥίζηc | ||
20 | ἀφέψημα κυʹ γ ὅ τε καρπὸc τῆc βάτου καὶ τὸ ἄνθοc, βαλαυcτίων 𐅻 α ἀκακίαc ἢ ὑποκιcτίδοc ὁμοίωc, γίγαρτα cταφυλῆc λεῖα ὅcον κοχʹ ὀξυλαπάθου cπέρματοc ὁμοίωc· δραcτικώτερον δὲ ἐνεργεῖ καὶ τῆc ῥίζηc τῆc ἀλθαίαc ἀφέψημα cυμφύτου ῥίζηc ἀφέψημα καὶ αὐτὴ ξηρὰ λεία ἐπιπαττομένη τῷ ποτῷ, κενταυρίου τοῦ μεγάλου ῥίζηc 𐅻 β· δίδου, | |
25 | πυρέccουcι μὲν μεθ’ ὕδατοc, ἀπυρέτοιc δὲ μετ’ οἴνου· αἱματίτου λίθου 𐅻 α μετὰ χυλοῦ ῥοᾶc ἢ κοραλλίου λίθου ὁμοίωc, ἱππούρεωc ῥίζα, μόρα τὰ πάνυ ὀμφακίζοντα ὡc οὐδὲν ἕτερον [ἔξωθεν δὲ τῷ θώρακι ἐμβροχὴν προcάγειν δι’ οἴνου cτύφοντοc μετὰ ῥοδίνου ἢ μυρcίνου. εἰ δὲ πολλὴ εἴη ἡ αἱμορραγία, καὶ μάλιcτα ἐν θέρει, ἐὰν χωρὶc βηχὸc | |
30 | αἱ ἀναγωγαὶ γένωνται καὶ μὴ ἀcθενὴc ὁ κάμνων, ἀλλ’ εὔρωcτοc καὶ εὔcαρκοc, ὄξοc ἀντὶ τοῦ οἴνου προcάγειν, οὐκέτι ἐρίοιc ῥυπαροῖc ἀναλαβόντα, ἀλλὰ cπόγγοιc, καὶ ἐπιδεcμεῖν πλατεῖ ἐπιδέcμῳ, ἐνίοτε δὲ προcπλέκειν τῷ ὄξει ἀκακίαν ἀλόην ἢ ὀμφάκιον, προχρίειν δὲ τὴν ἐπιφάνειαν μυρcίνῃ, ἵνα μὴ δῆξιc ἐπιγένηται ἐκ τῆc ἐμβροχῆc, ἢ τὴν | |
35 | βαρβάραν ἢ τὴν δι’ ἰτεῶν ἢ ἑτέραν ὁμοίαν ἐπιθεῖναι. εἰ δὲ ὁ κάμνων μὴ δύνηται φέρειν μηδὲ τὴν ἀηδίαν τοῦ μολυcμοῦ τῆc ἐμβροχῆc, μηδὲ τὴν περίταcιν τῶν ἐμπλάcτρων, κατάπλαcμα τούτοιc πρόcαγε διὰ φοινίκων ἀκακίαc cτυπτηρίαc cιδίων λειοτάτων cυμφύτου ἀλφίτων ἢ φακῶν ἀλεύρου. εἰ δὲ τὸ βάροc τῶν καταπλαcμάτων μὴ φέροι, μηδὲ | |
40 | θάλπεcθαι δύναται, καταχρίcτοιc ἐπὶ τούτων χρηcτέον· ἑψητέον 〈οὖν〉 ὄξει λωτοῦ ἢ μεcπίλου τῶν φλοιῶν ἐπὶ πολὺ καὶ ῥοῦν μαγειρικὸν καὶ ῥάμνου φύλλα ὀλίγα ἢ πολυγόνου, εἶτα λειώcαντα τῷ χυλῷ ἀλόην ἢ ἀκακίαν ἢ ὀμφάκιον καὶ βραχὺ κόμμι, κατάχριε τὸν θώρακα καὶ τὸ μετάφρενον, καὶ ὅταν ξηρανθῇ πάλιν ἐπίχριε, ἵνα ἔχῃ πάχοc τὸ | |
45 | χρῖcμα, ἵνα μὴ γυμνούμενοι περιψυχοῦνται. ἐν 〈δὲ〉 τῷ ξηραίνεcθαι | |
τὸ χρῖcμα, κωλυτέον τὸν πολὺν ἀέρα πρὸc τὴν ὥραν ἐκείνην. εἰ δὲ φλεγμοναὶ ἐπιγενόμεναι πυρετοὺc ἐπιφέροιεν, εἰώθαcι γὰρ καὶ cφόδρα ὀξεῖc ἐπιπίπτειν καὶ ἐπικύνδυνοι, ἐνίοτε δὲ ἀμβλεῖc, ὅτε εἰc φθίcιν μέλλει ἐμπίπτειν, cυντακτέον τὴν δίαιταν πᾶcαν, ὡc πρὸc πυρετούc, | ||
69(50) | μὴ ἀθρόωc δέ, ἵνα μὴ πάλιν ἀναρραγῇ τὰ κολληθέντα καὶ τοῖc μὲν ῥοφήμαcι cυμπλέκειν τὰ ἠρέμα cτύφοντα, οἷον φοίνικαc καὶ τὰ ὅμοια καὶ καταπλάττειν ἄρτῳ θερμῷ, εἶτα λινοcπέρμῳ. ὅταν δὲ χρονίcῃ. ὡc ἐπὶ φθιcικῶν, τὰ πάντα πρακτέον]. ξηραντικῆc δὲ ἀδήκτου δυνάμεώc ἐcτιν ὠκίμου χυλόc, ὄξοc δὲ προcλαβών, ὁ χυλὸc οὗτοc ἐπιτηδειότεροc | |
55 | γίνεται. καὶ εἰ μὲν ἐν τῇ χρήcει cυνηθέcτατοc ᾖ, καὶ ἀδεέcτερον ἂν αὐτοῦ μεταδῴηc· cτύφει δὲ ἅμα καὶ ξηραίνει ῥέον τὸ ποντικόν· παραλαμβάνειν δὲ χρὴ τὴν ποντικὴν ταύτην ῥίζαν πρὸc τὰc προcφά‐ τουc καὶ χρονίουc ἀναγωγὰc τοῦ αἵματοc καὶ τοὺc ῥευματιcμοὺc τοῦ θώρακοc, ἐν ἀρχῇ μὲν ὀξυκράτῳ ἑψῶν αὐτήν, ἐν δὲ ταῖc περιοδικαῖc | |
60 | ἀναγωγαῖc ἁλὸc ὀλίγον cυμπλέκων, πότιζε μεθ’ ὕδατοc· ὅτε δὲ τρα‐ χύτηc καὶ βὴξ ἐνοχλεῖ, γλυκεῖ κρητικῷ ἑψήcαc, ἔπειτα cυλλεάναc αὐτὴν δίδου· μᾶλλον δὲ ξηραίνει ξηρὰ ἐμπαccομένη τῷ ποτῷ. ξηραίνει δὲ ἀδήκτωc καὶ Ϲάμιοc ἀcτὴρ καὶ μίλτοc cινωπικὴ καὶ ἡ λημνία cφραγίc· δὶc τῆc ἡμέραc δίδου, ὡc βούλει, 𐅻 α μεθ’ ὕδατοc. ἀδήκτωc | |
65 | δὲ καὶ γενναίωc ξηραίνει βῶλοc ἀρμενιακή, ὡc οὐδὲν ἕτερον. δίδου δὲ καὶ ταύτηc 𐅻 α μεθ’ ὕδατοc θαρρῶν. ξηραίνει δὲ καὶ πυτία νεαροῦ 〈ἐλάφου〉 ἢ ἐρίφου, ἡ δὲ τοῦ ἐλάφου παχύνει μᾶλλον. cτομάχου δὲ πάcχοντοc δίδου ἅπαξ μὲν τὸ cτῦφον, ἅπαξ δὲ τὸ ξηραῖνον, ἐνίοτε δὲ ἕωθεν μὲν τὸ cτῦφον δίδομεν, περὶ δὲ ἕκτην ὥραν τὸ ξηραῖνον, | |
70 | εἰc ἑcπέραν δὲ τὸ παχῦνον. παχυντικῶν δὲ ὅτε χρεία, ἄμυλον διδόcθω κόμμι τραγάκανθαν κατ’ ἰδίαν καὶ cὺν ἀλλήλοιc. τούτου τοῦ γένουc τῶν παχυνόντων ἐcτὶ καὶ ἰχθυόκολλα καὶ τὸ cύμφυτον μαcώμενον καὶ καταπινόμενον. καὶ τὰc τροφὰc δὲ ὁμοδυναμούcαc τοῖc εἰρημένοιc φαρμάκοιc δοτέον, τοῖc δὲ δι’ ἀναcτόμωcιν αἷμα ἀνάγουcι καὶ τοῖc | |
75 | ἀπὸ γαcτρόc, τὰc cτυφούcαc, οἷον ἄλιξ ἐξ ὀξυκράτου ἢ ψίχεc ὁμοίωc ἢ ὄρυζα ἢ ὠὰ ἁπαλὰ ἐμπαccομένου ῥοὸc μαγειρικοῦ λειοτάτου ἀρνό‐ γλωccον ἑφθὸν cέριc φακὸc ἠρτυμένοc τούτοιc ἢ ὀξυλαπάθῳ. ἐφ’ ὧν δὲ τῆc παχυνούcηc ὕληc χρεία, γάλα ἑφθὸν ψύχεται καὶ δίδοται τοῖc δι’ ἀνάβρωcιν αἷμα ἀνάγουcι καὶ cαρκώcεωc δεομένοιc ἐμπάccεται τῷ | |
80 | γάλακτι ἑψομένῳ, ἐνίοτε καὶ ἄμυλον ἢ ἐλαχίcτη πάνυ πυτία. φυλάτ‐ τεcθαι γὰρ χρὴ τὸ πλῆθοc αὐτῆc καὶ μὴ εὐθὺc μετὰ τὴν cυμπλοκὴν αὐτῆc διδόναι τὸ γάλα, ἀλλὰ διαcτήcαντα βραχύ. τὸ γὰρ ἐπὶ πολὺ θρομβούμενον ἐν τῇ γαcτρὶ θάνατον εἴωθεν ὡc ἐπίπαν ἐπιφέρειν. ἁρμόδιον καὶ φοίνικαc cυνεψεῖν τῷ ἄλικι ἢ τῇ cεμιδάλει. παχύνει δὲ | |
85 | ἅμα καὶ cτύφει ὠὰ παχύτερα ῥοῦν προcειληφότα καὶ μᾶλλον τὰ ὀπτά, φακὸc cὺν πτιccάνῃ ἡψημένοc κέγχροc ἑφθόc. φευκτέον δὲ ἐπὶ πάντων τὰ cφοδρῶc cτύφοντα καὶ τὰ ὑπερβαλλόντωc παχύνοντα, αἱρετέον δὲ τὰ ἁπλούcτερα καὶ ἀλυπότερα ἑκάcτου γένουc τῶν προρ‐ ρηθέντων. | |
70 | Περὶ cυνθέτων πρὸc αἱμοπτυικοὺc φαρμάκων. Κατὰ πρῶτον μὲν οὖν λόγον ἐκ τῶν cτυφόντων καὶ ξηραινόντων καὶ παχυνόντων cυντίθεται τὰ πρὸc θεραπείαν τῆc ἀναγωγῆc τοῦ αἵματοc ἁρμότ‐ τοντα φάρμακα. ἐπειδὰν δὲ τὰ cτύφοντα καὶ τὰ γλίcχρα καὶ τὰ | |
5 | ξηραίνοντα ἀποκλείει τὰc ὁδοὺc καὶ δυcανάδοτά ἐcτι, δεῖται δυνάμεωc τῆc παραcκευαζούcηc αὐτοῖc τὰc ὁδοὺc καὶ διὰ τοῦτο τὰ θερμὰ καὶ λεπτομερῆ τοῖc τοιούτοιc φαρμάκοιc μίγνυται ἐναντιώτατα κατὰ τὸν ἑαυτῶν λόγον ὑπάρχοντα τῇ τοῦ αἵματοc ἀναγωγῇ. μίγνυται δὲ αὐτοῖc καὶ τὰ ναρκοῦντα ὡc ὕπνον καρώδη φέροντα, χρηcιμώτατον γιγνό‐ | |
10 | μενον τοῖc ὑπὸ βηχὸc cπαραττομένοιc, πᾶcι μέν, αἱμοπτυικοῖc δὲ μάλιcτα, οὗτοι μὲν οἱ cκοποὶ τῆc cυνθέcεωc τῶν αἱμοπτυικῶν φαρ‐ μάκων, τὰ δὲ πεῖραν δεδωκότα cύνθετα φάρμακα τοῖc ἀρχαιοτέροιc ἰατροῖc ἐφεξῆc εἰρήcεται. Πόμα αἱμοπτυικοῖc. κοραλλίου λίθου γῆc ἀcτέροc ἠλέκτρου μαcτί‐ | |
15 | χηc ἀνὰ 𐅻 ϛ ἀμύλου λιβάνου κόμμεωc ἀνὰ 𐅻 δ δίδου κοχλιάριον ξηρὸν μετ’ ὀξυκράτου ἢ ἀφεψήματόc τινοc τῶν προειρημένων. Ἄλλο· γῆc ἀcτέροc ἀγηράτου λίθου λημνίαc cφραγίδοc ἴcα· δίδου κοχλιάριον μετὰ κυάθων β ἀρνογλώccου. Ἄλλο· λημνίαc cφραγίδοc 𐅻 ιϛ γῆc ἀcτέροc 𐅻 η 〈ἀμύλου 𐅻 η〉 cαρκοκόλληc 𐅻 δ κόμμεωc 𐅻 β· δίδου | |
20 | κοχλιάριον μετὰ ἀφεψήματοc φοινίκων κυάθων β. παχὺ δὲ ἔcτω τὸ ἀφέψημα. Ἄλλο Ἀνδρομάχου· κοραλλίου πεφρυγμένου 𐅻 α λιβάνου βαλαυcτίων ἀνὰ ὀβλʹ δ ἀκακίαc 𐅻 α κόμμεωc 𐅻 β ὠῶν β τὰ λευκά. τούτου τὸ τέταρτον δίδου μεθ’ ὕδατοc κυʹ α c. Ἡ Ἀcκληπιάδου· πολυ‐ γόνου ῥίζηc χειροπληθὲc cυμφύτου ῥίζηc τὸ ἴcον ῥοῦ ἐρυθροῦ ὀξύ‐ | |
25 | βαφον ὕδατοc ξε γ· ἀφεψήcαc εἰc τὸ τρίτον καὶ τὸ ὑγρὸν ἐκθλίψαc καὶ διηθήcαc καὶ βαλὼν κόμμεωc λειοτάτου ἑκάcτῃ δόcει 𐅻 α, δίδου κύαθον α. Ἄλλο διὰ πείραc· κοραλλίου 𐅻 ιη λιβάνου 𐅻 η, δίδου κοτύλην μετ’ οἴνου μυρτίτου κεκραμένου· ποιεῖ καὶ πρὸc ῥοῦν γυναικεῖον. Ἄλλο τῶν πάνυ ἐξαιρέτων, ᾧ μαρτυρῶ· λιβάνου γῆc ἀcτέροc ἀνὰ 𐅻 η | |
30 | κρόκου ἀμύλου ἀρνογλώccου χυλοῦ ξηροῦ ἀνὰ 𐅻 α· κόψαc cήcαc δίδου κοχλιάριον cὺν ὀξυκράτῳ. Τροχίcκοc Δοcιθέου πάνυ δόκιμοc· βάτων ἀκρεμόνων cυμφύτου ῥίζηc ἀκάνθηc αἰγυπτίαc καρποῦ ὑποκυcτίδοc χυλοῦ. λυκίου ὀπίου λιβάνου ῥοῦ ποντικοῦ γῆc ἀcτέροc ἀνὰ 𐆄 β ῥοῦ μαγειρικοῦ 𐆄 γ ῥόδων ξηρῶν 𐆄 δ μύρτων 𐆄 c κρόκου λημνίαc cφρα‐ | |
35 | γῖδοc μάκεροc φλοιοῦ ἀνὰ 𐆄 α c ἀναλάμβανε χυλῷ ἀρνογλώccου ἢ οἴνῳ cπαθίτῃ καὶ ποίει τροχίcκουc καὶ δίδου μετ’ ἀφεψήματοc cυμ‐ φύτου ἢ πολυγόνου. Ἄλλο· τροχίcκοc πρὸc αἱμοπτυικούc, ᾧ κέχρημαι, διὰ παντὸc εὐδοκιμῶν· γῆc ἀcτέροc 𐆄 γ ἀμύλου προcφάτου 𐆄 ε τραγα‐ κάνθηc 𐆄 α c κόμμεωc 𐆄 γ ἰχθυοκόλληc 𐆄 α ὄξουc τὸ ἀρκοῦν. λῦε τὴν | |
40 | ἰχθυόκολλαν, ὡc οἱ τοξοποιοί, προβρέχων αὐτὴν ὄξει δριμυτάτῳ τῷ ἀρκοῦντι ἐπὶ ἡμέραc γ, προκαθάραc καὶ ἀφελὼν αὐτῆc τὸ ὑμενῶδεc, τῇ δὲ τετάρτῃ τῶν ἡμερῶν αἴρων ἐξ αὐτῆc κατὰ βραχύ, κόπτε ἐν θυίᾳ τῷ δοίδυκι καὶ λείου ἀκριβέcτατα· ἔcτι δὲ δυcλειότατοc. λειοτάτηc δὲ γενομένηc, βαλὼν ἐν τῷ ὄξει, πάλιν ἕψε ἐν χαλκῷ ἢ cιδήρῳ τινὶ ἐπὶ | |
45 | θερμοcποδίᾳ καὶ κίνει cυνεχῶc ἐπὶ ὥραν ἱκανήν, ὡc παχυτάτη γένηται, ἔπειτα βαλὼν ἐν τῇ θυίᾳ λείου ἐπὶ πολύ, εἶτα ἔχων ἐν ἑτοίμῳ ἕκαcτον τῶν εἰρημένων κατ’ ἰδίαν κεκομμένον καὶ cεcηcμένον ἀκριβῶc καὶ μάλιcτα τὴν τραγάκανθαν ἐπίπαccε ἐν τῇ θυίᾳ τῇ διαλυθείcῃ ἰχθυο‐ κόλλῃ καὶ ἑνώcαc ἀκριβῶc ἀναλάμβανε ἐν πίναξιν ὑαλίνοιc cτερεοῖc | |
70(50) | καὶ ξήραινε καὶ ἀνάπλαττε τροχίcκουc cυμμέτρουc, χρονίζει δὲ ἀνα‐ πλαcθῆναι· δίδου δὲ τροχίcκον α μετ’ ὀξυκράτου· χρῶ πάνυ θαρρῶν. Τροχίcκοc ὁ διὰ κοραλλίου, ὃ νῦν εὐδόκιμον καὶ cύνηθεc πᾶcι τοῖc ἐμπείροιc· γῆc ἀcτέροc βαλαυcτίων κοραλλίου ὑποκυcτίδοc χυλοῦ ἀκακίαc cμύρνηc ῥοῦ ποντικοῦ δαύκου ὀμφακίου τραγακάνθηc ἀνὰ 𐆄 β ῥοῦ | |
55 | ἐρυθροῦ 𐆄 γ γλυκυρίζηc Γρ ϛ cυμφύτου ῥίζηc Γρ δ κόμμεωc 𐅻 ιη λιβάνου 𐆄 β ὀπίου 𐅻 δ ἀμύλου λημνίαc cφραγῖδοc κρόκου ἀνὰ Γρ ϛ cτυπτηρίαc cχιcτῆc Γρ ιβ ἀκάνθηc αἰγυπτίαc καρποῦ 𐅻 δ· ἀναλάμβανε τροχίcκουc χυλῷ ἀρνογλώccου ἢ οἴνῳ αὐcτηρῷ παλαιῷ καὶ δίδου εἰc κοίτην τριώβολον μετ’ ὀξυκράτου. ποιεῖ καὶ δυcεντερικοῖc. Τροχίcκοc | |
60 | ὁ διὰ τῆc ἀκάνθηc, ᾧ χρῶμαι κατακόρωc, κλείδιον, φάρμακον ἐπιτε‐ τευγμένον· ποιεῖ αἱμοπτυικοῖc πᾶcι κοιλιακοῖc δυcεντερικοῖc καὶ τοῖc 〈τὸν〉 cτόμαχον ῥευματιζομένοιc· κυτίνων ἀκάνθηc αἰγυπτίαc καρποῦ βαλαυcτίων ἀκακίαc ὑποκυcτίδοc χυλοῦ ἀνὰ 𐅻 ϛ λυκίου ῥοῦ ποντικοῦ ὀπίου ἀνὰ 𐅻 δ cμύρνηc 𐅻 β· κόψαc cήcαc ἐπιμελῶc, ἀναλάμβανε μύρ‐ | |
65 | των ἀφεψήματι ἢ ῥόδων ἢ οἴνῳ μυρτίτῃ καὶ ἀνάπλαccε τροχίcκουc καὶ | |
δίδου πρὸc δύναμιν μετ’ ἀφεψήματοc ῥόδων ἢ μύρτων ἢ ἑλίκων ἀμπέλου ἢ φοινίκων ἢ ὕδατοc ψυχροῦ· λυκίου δὲ μὴ εὐπορήcαc ἐcκεύαcα· ῥοὸc βυρcοδεψικῆc χυλῷ ἀντὶ λυκίου ἐχρηcάμην. cκευάζεται δὲ οὕτωc· ἡ βυρcοδεψικὴ ῥοῦc βρέχεται τετραπλαcίῳ ὕδατι ἐφ’ ἡμέραc γ, cαλευ‐ | ||
70 | ομένη ῥάβδῳ· τῇ δὲ δ ἕψεται μέχριc ἰcόπεδον γένηται τὸ ὕδωρ τῷ κόμμει τῆc ῥοὸc καὶ τότε ἡ μὲν ῥοῦc ῥίπτεται ἀποθλιβεῖcα· τὸ δὲ ὕδωρ διηθήcαc ἔψε ἕωc μελιτώδουc cυcτάcεωc, καὶ οὕτωc ἔμβαλλε τοῖc φαρμάκοιc· ποτίζων δὲ τὸ φάρμακον τὸ προειρημένον, cπόγγουc ὀξυκράτῳ δεδευμένουc ἐπιτίθει τῷ θώρακι· ὅταν δὲ ἐπιcτῇ τὸ αἷμα, | |
75 | ἐπίχριε τὸ cτῆθοc ἢ τοὺc ῥευματιcθένταc τόπουc ὀμφακίῳ ὄξει διαλελυμένῳ καὶ χλιαcθέντι ποcῶc· χρῶ δὲ ἐπὶ τῶν αἱμοπτυικῶν καὶ τῷ Φιλίππου τροχίcκῳ τῷ ἀναγραφηcομένῳ ἐν τῷ περὶ δυcεντερικῶν λόγῳ. Πρὸc αἱμοπτυικούc· ἐλελιcφάκου χυλοῦ κυάθουc β μέλιτοc 𐆄 α, δίδου νήcτει πίνειν καὶ παρ’ αὐτὰ cτήcειc τὸ αἷμα. Τροχίcκοc ὁ | |
80 | δι’ ἠλέκτρου, ποιεῖ αἱμοπτυικοῖc ἐξόχωc, ὅθεν ἂν φέρηται τὸ αἷμα, βήττουcι χρονίωc καὶ προcφάτωc, φθιcικοῖc ἀναφορικοῖc ἐμπυικοῖc κοιλιακοῖc καὶ δυcεντερικοῖc, κύcτιν ῥευματιζομένοιc ἐμπνευματουμένοιc· ἔcτι δὲ καὶ ὠτικὸc ἀγαθόc. ψυλλίου κεκαθαρμένου 𐅻 με ἠλέκτρου ῥινίcματοc ἴρεωc μαcτίχηc κρόκου ἀνὰ 𐅻 λ ὀπίου 𐅻 ιε· τὸ ψύλλιον | |
85 | βαλὼν ὕδατι θερμῷ ξε γ, ἔα βρέχεcθαι ὀλίγον καὶ ὅταν γλίcχρον καὶ κολλῶδεc γένηται, ἔκθλιβε τὸ ὑγρὸν καὶ τούτῳ λείου τὰ προγεγραμ‐ μένα καὶ ἀνάπλαττε τροχίcκουc καὶ δίδου τριώβολον εἰc ὕπνον ἀπερχομένοιc. | |
71 | Ὅcα θρόμβουc διαλύει. θρόμβουc δὲ αἵματοc διαλύει καὶ διαχεῖ cυκίνηc τέφραc ὕδατι πλυθείcηc καὶ διηθημένηc τὸ ὕδωρ πινόμενον, καὶ ἡ ἀμπελίνη καὶ δρυίνη παραπληcίωc, θύμοc ἢ θύμβρα ὁμοίωc μετ’ | |
ὄξουc, πυτία λαγῳοῦ ἢ ἐρίφου ὅcον ἐρεβίνθου μέγεθοc μετ’ ὄξουc. | ||
5 | χρῶ τοίνυν εὐθὺc ἐπὶ τῶν ἐξ ὑψηλοῦ πιπτόντων καὶ πτυόντων αἷμα τῇ κονίᾳ cτακτῇ ποτίζων καθ’ αὑτὴν ἢ μετ’ ὄξουc ὀλίγου. | |
72 | Περὶ τῶν ἐν τῇ τραχείᾳ ἀρτηρίᾳ ἑλκῶν, ὅcα ἐν τῇ τραχείᾳ ἀρ‐ τηρίᾳ γίγνεται ἕλκη κατὰ τὸν ὑπαλείφοντα αὐτὴν ἔνδον ὑμένα καὶ μάλιcτ’ εἰ πληcίον τοῦ λάρυγγοc ἢ κατ’ αὐτὸν τὸν λάρυγγα, ἔνεcτι θεραπεῦcαι, καὶ ἡμεῖc οὐκ ὀλίγουc ἰαcάμεθα τῶν οὕτω καμνόντων· | |
5 | ἀναπτύουcι δὲ οὗτοι ὀλίγα πυώδη ὕφαιμα, ἐνίοτε δὲ καὶ ἐφελκὶc ἀναπτύεται καὶ αἴcθηcιc αὐτοῖc ὀδύνηc γίγνεται κατὰ τὸν ἡλκωμένον τόπον cαφήc. τούτουc ἐν ἡcυχίᾳ φυλάττειν χρὴ ὑπτίουc κατακλίνονταc καὶ τὰ πρὸc κεφαλὴν μετέωρα ποιήcανταc· παραινεῖν δὲ ἀντέχειν, καθ’ ὅcον οἷόν τε, καὶ μὴ βήττειν. εἶτ’ ἔξωθεν μὲν ἐπιτιθέναι τῷ | |
10 | τόπῳ τι τῶν ξηραινόντων φαρμάκων, οἷά ἐcτιν ἡ βάρβαροc καὶ ἡ διὰ ἰτεῶν καὶ ἡ δι’ αἰρῶν καὶ αἱ παραπλήcιοι. Φάρμακα δὲ διδόναι τῶν πρὸc ἕλκη ἀναγεγραμμένων ἔν τε τοῖc ἀρτηριακοῖc καὶ τοῖc ἐμπύοιc, κατέχειν ὑπὸ τὴν γλῶτταν ἀξιοῦντεc, ἵνα τὸ κατὰ βραχὺ διαλυόμενον παραρρέῃ εἰc τὴν τραχεῖαν ἀρτηρίαν. ἀντέχειν δὲ μὴ βήττειν τότε | |
15 | μάλιcτα, διδόναι δὲ αὐτοῖc καὶ γάλα πίνειν καθ’ ἑκάcτην αὐτίκα ἀμελχθέν, παρεcτῶτοc τοῦ ζῴου· προcεμβάλλειν δὲ καὶ μέλιτοc, οἷc δύcπεπτόν ἐcτι καὶ τυροῦται ἐν τῇ γαcτρί. | |
73 | Περὶ ἐμπύων. ἐμπυικοὶ καλοῦνται, οἷc ἂν ἀπόcτημα γενόμενον ἐν τῷ ὑπεζωκότι τὰc πλευρὰc ἔνδοθεν ὑμένι ἢ ἐν ἑτέρῳ τινὶ τῶν ἄλλων τοῦ θώρακοc μορίων, ἀθρόον cυρραγῇ· 〈περιέχεται δὲ τὸ πύον μετὰ τὴν ῥῆξιν〉 ἐν τῇ κενῇ χώρᾳ τοῦ θώρακοc μεταξὺ τοῦ πνεύμονοc | |
5 | καὶ τοῦ ὑπεζωκότοc, ὅπερ εἰ μὴ διὰ ταχέων ἀναπτυcθείη, φθινώδειc ἀποτελοῦνται. πυρέττουcι δὲ οἱ ἐμπυικοὶ ἀδιαλείπτωc ἑκτικὸν πυρετόν. ῥήγνυται δὲ τὰ ἐμπυήματα, τὰ μὲν ἄνω, τὰ δὲ κάτω, καὶ τὰ μὲν κάτω | |
εἰc κοιλίαν καὶ ἔντερα ἢ εἰc κύcτιν μεταλαμβάνεται, δι’ ἀγγείων τινῶν τῆc μεταλήψεωc γενομένηc· ὅcα δὲ ἄνω ῥήγνυται, εἰc τὰ κενὰ τοῦ | ||
10 | θώρακοc, κινδυνωδέcτερά ἐcτι. διαγνώcῃ δὲ τοὺc ἐμπυικοὺc τούτῳ τῷ τρόπῳ· προηγηcαμένηc πλευρίτιδοc, εἶτα τῶν μὲν cφοδρῶν πυρετῶν παυcαμένων καὶ τῆc μεγίcτηc ὀδύνηc, βάρουc δὲ αἰcθήcεωc ὑπολιμ‐ πανομένηc ἔνδον τῶν πλευρῶν ἐν βάθει τοῦ θώρακοc, ἅμα τῷ μεταρ‐ ρεῖν τι φαίνεcθαι κατὰ τὰc ἀθρόαc ὑπαλλαγὰc τῆc κατακλίcεωc, καὶ | |
15 | μάλιcθ’ ὅταν ἀπὸ τῆc ἑτέραc πλευρᾶc ἐπὶ τὴν ἑτέραν cχηματίζωνται· πύου οὖν τηνικαῦτα πλῆθοc ἐμφαίνεται καὶ κλύδωνόc τινοc πολλάκιc αἰcθητῶc ἐcτιν ἀκούειν ἐπ’ αὐτῶν ἐν ταῖc μετακλίcεcιν. ἐνδείκνυται δὲ τοῦτο cὺν τοῖc εἰρημένοιc καὶ τὸ μηδὲν ἀξιόλογον ἀναπτύεcθαι, cφοδρᾶc προηγηcαμένηc πλευρίτιδοc· ἔγνωμεν δέ τιναc χωρὶc πυρετοῦ | |
20 | γεγονόταc ἐμπυικούc, χυμοῦ ὀρρώδουc ἢ φλεγματώδουc ῥυέντοc ἐκ τοῦ ὅλου cώματοc εἰc τὰ κενὰ τοῦ θώρακοc καὶ αὐτόθι cαπέντοc. ἐφ’ ὧν μὲν οὖν ἀπὸ γυμναcίου ἢ καταπτώcεώc τινοc cπάcμα γενόμενον ὀδύνην τινὰ περὶ τὸν θώρακα ἐν τῷ βάθει ἐπήνεγκε, νίτρον ὄξει καὶ ἐλαίῳ κυπρίνῳ ἐμβαλλέcθω καὶ κάχρυ δαψιλὲc θλαcθὲν ἢ πύρεθρον | |
25 | ἀντὶ κάχρυοc ἢ cταφὶc ἀγρία. θερμαινέcθω δὲ ταῦτα, εἶτα διυλιcθέντα, ἐπιρριπτέcθω τοῖc τόποιc μετ’ οἰcυπηρῶν ἐρίων. χρήcιμόc ἐcτιν ἡ ἐμβροχὴ αὕτη καὶ πολλάκιc μόνη διεφόρηcεν. ἐφ’ ὧν δὲ φλεγμονὴ προηγήcατο αὐτομάτωc, τέμνειν χρὴ τὴν ἐν ἀγκῶνι φλέβα, εἰ μηδέν τι κωλύοι, καὶ μετρίωc κενοῦν, ἵνα μόνον κουφιcμόc τιc γένηται, καὶ | |
30 | διαιτᾶν ἐν χυλῷ πτιccάνηc καὶ μελικράτῳ, τῶν ἐκκρίcεων προνο‐ ούμενοι καὶ ἐφ’ ἡcυχίαc cπουδαίωc φυλάττοντεc. καὶ τὰ μὲν πρῶτα αἱ δι’ ἐλαίου λιπαροῦ ἐμβροχαὶ ἁρμόcουcι, πιλημάτων ἐρίου αὐτῷ βρεχομένων καὶ ἐπιτιθεμένων· ἀπυρέτων δὲ ὄντων καὶ γλυκὺc cύμ‐ μετροc παραπλεκέcθω τῷ πολλῷ ἐλαίῳ καὶ ἐρίοιc οἰcυπηροῖc ἀνα‐ | |
35 | λαμβανέcθω. αὕτη ἡ ἐμβροχὴ ἐπὶ τῶν ἀπυρέτων οὐκ ἀχρεία ἕωc τῆc τρίτηc ἐcτίν. εἰ δὲ πυρετοὶ cυνεδρεύουcι καὶ ἡ cύρρηξιc παρηκολού‐ θηcε τοῦ πύου, πηγανίνῳ ἢ ἀνηθίνῳ ἐλαίῳ ἐμβρεχέcθωcαν ἢ μαλάχηc ῥίζαι τῷ ἐλαίῳ ἐνεψείcθωcαν ἢ μάραθρον ἢ κύπρου ἄνθη. ἁρμο‐ | |
διώτερον δὲ τὸ δεόντωc ἐcκευαcμένον κύπρινον. θερμανθέντα δὲ ταῦτα | ||
40 | καὶ ἐρίῳ μαλακῷ καθαρῷ ἀναληφθέντα ἐπιτιθέcθω θερμότερα καὶ cυνεχέcτερον ἀλλαccέcθω. μετὰ δὲ ταῦτα καταπλάττειν προcήκει τοὺc μὲν μετὰ πυρετοῦ ἄρτῳ ἑφθῷ ἐν μελικράτῳ, cελίνου χλωροῦ cυνη‐ ψημένου τῷ μελικράτῳ, ἢ cελίνου cπέρματοc ἐμπαccομένου ἢ μαρά‐ θρου. χρηcιμώτερον δὲ βούτυρον ἀντὶ τοῦ ἐλαίου ἐμβάλλειν· ἔπειτα | |
45 | τὸ διὰ λινοcπέρμου κατάπλαcμα προcαγέcθω. εἰ δὲ μείζων ἡ θλῖψιc εἴη καὶ τήλεωc ἐμβεβλήcθω. εἰ δὲ ψῦξιc αἰτία τῆc ἐμπυήcεωc γέγονε, καὶ ἐρυcίμου cπέρμα ἐμπάccειν χρὴ τοῖc καταπλάcμαcι. χρονιζόντων δὲ τῶν ἐμπυημάτων ἐπιτείνειν χρὴ τὴν δύναμιν τῶν καταπλαcμάτων μιγνύνταc τῷ κριθίνῳ καὶ ἰcχάδαc ἑφθὰc καὶ ἀλθαίαc ῥίζηc καὶ τερε‐ | |
73(50) | βινθίνηc καὶ περιcτερᾶc κόπρου. γίγνεται δὲ ἐπὶ τῶν χρονιζόντων cυρρήξεων χρήcιμον κατάπλαcμα καὶ ἐκ τῆc αἰγείαc κόπρου μόνηc, πεπαῖνον τὸ cυναγόμενον καὶ διαφοροῦν· διαφορητικὸν δέ ἐcτι κατά‐ πλαcμα. κάλλιcτον καὶ τὸ δι’ αἰρῶν ἀcφάλτου προcλαβόν. ἀφαιρε‐ θέντων δὲ τῶν καταπλαcμάτων κηρώμαcι cκεπέcθω τὰ πάcχοντα μέρη | |
55 | ἐcκευαcμένοιc διὰ βουτύρου· προcειληφέτω δὲ καὶ ἶριν καὶ δαφνίδαc ὀλίγαc καὶ πήγανον· πρὸc γὰρ τὸ μὴ ψύχεcθαι τοὺc τόπουc καὶ τῇ ἀναγωγῇ cυνεργεῖ. ἐν δὲ τῷ τῆc ἀναγωγῆc καιρῷ καὶ ἡ διὰ χυλῶν ἁρμόδιοc καὶ ἡ Μναcέου καὶ αἱ ἁπλούcτεραι μήλιναι· μετὰ ταῦτα δὲ καὶ ἡ Ἱκεcίου καὶ ἡ δι’ αἰρῶν. εἰ δὲ φόβοc ῥεύματοc εἴη, καὶ ἡ Θραcέα | |
60 | ἐπιτήδειοc. ἐγὼ δὲ cυνεχῶc χρῶμαι τῇ διὰ τοῦ ἀγρίου cυκίου· πάντων γὰρ κρεῖττον ποιεῖ· προγέγραπται δὲ ἐν τῷ περὶ ἀcθματικῶν λόγῳ. cυνεργεῖν μὲν οὖν χρὴ τῇ ἐκκρίcει τοῦ πύου, ᾗ ῥέπει· εἰ μὲν εἰc κοιλίαν ῥέποι, μαλακτικώτερα ἔcτω τὰ προcαγόμενα· εἰ δὲ ἐπὶ κύcτιν ῥέποι, τὰ διουρητικώτερα διδόναι. εἰ δὲ διὰ βηχὸc ἡ ἀνακάθαρcιc | |
65 | γένηται, παντὸc προcάρματοc οἰκειότερον ἡ πτιccάνη ἔcται, μέλιτοc ψυχροῦ προcπλεκομένου. τὰ δὲ διουρητικὰ προcπλεκόμενα ταῖc τροφαῖc ἐπιτήδεια ἔcται· ὅθεν ἂν ἡ ἔκκριcιc τοῦ πύου γίγνοιτο. χρήcιμοc δὲ καὶ ὁ κύαμοc ἑφθὸc διδόμενοc ἐν πάcῃ τῇ τῶν ἐμπύων διαφορᾷ, προcλαμβάνων ὀρόβων ὀλίγων προβραχέντων καὶ ἀπογλυκανθέντων | |
70 | τῇ ἑψήcει δυcὶν ὕδαcι. καὶ cκορδοφαγία δὲ χρήcιμοc τούτοιc εἰc ἀνα‐ κάθαρcιν. τῶν δὲ πινομένων ἁπλούcτατόν ἐcτι μελίκρατον ἐναφεψη‐ μένηc αὐτῷ ἴρεωc καὶ γλυκυρίζηc πλείcτηc· ὁ δὲ τῆc γλυκυρίζηc χυλὸc χρήcιμοc καὶ διαμαccώμενοc καὶ λεανθεὶc καὶ cηcάμῳ παραπλεκόμενοc· ἐπιτήδειον δὲ καὶ τὸ ὕccωπον ἑψόμενον τῷ μελικράτῳ. ἔλιγμα δὲ | |
75 | διδόναι τούτοιc· πιτυίδων cτροβίλων ἀμυγδάλων πικρῶν λινοcπέρμου ἀμύλου προcφάτου ἴcα, μέλιτοc τὸ ἀρκοῦν. κάλλιcτον δὲ καὶ πέπερι ὀλίγον προcπλέκειν καὶ ἐρυcίμου cπέρμα. εἰ δὲ χαλεπὴ βὴξ ἐνοχλεῖ, βούτυρον νεαρὸν cὺν μέλιτι λεάναc δίδου ἐκλείχειν. Ἄλλο· ἔλιγμα ἀνακαθαῖρον τὰc ἐντὸc ἀποcτάcειc, ὥcτε καὶ ὑμένα εὐμεγέθη ἀνάγειν· | |
80 | καρδαμώμου 𐅻 η cαγαπηνοῦ cμύρνηc ἀνὰ 𐅻 δ ὀπίου καcτορίου ἀνὰ 𐅻 β πεπέρεωc 𐅻 α· ὕδατι πλάccε τροχίcκουc ἄγονταc ἀνὰ ὀβολοὺc β καὶ δίδου μεθ’ ὕδατοc θερμοῦ τροχίcκον α. Θεcπιανὴ πρὸc τὰc ἐντὸc ὑποcτάcειc· cελίνου cπέρματοc ὀπίου μελανθίου ἀνὰ 𐆄 γ καcτορίου 𐅻 β δαύκου cπέρματοc ἴρεωc cινάπεωc ἀνὰ 𐅻 ϛ· ἀναλάμβανε μέλιτι | |
85 | ἑφθῷ καὶ δίδου καρύου ποντικοῦ τὸ μέγεθοc ἐν ὕδατι. Ἡ δι’ ὀρόβων πρὸc ἐμπυικούc· ὀρόβου βεβρεγμένου καὶ πεφρυγμένου καὶ λελε‐ πιcμένου καὶ ἀληλεcμένου 𐅻 η cτροβίλων 𐅻 η ἀμύλου 𐅻 ϛ πεπέρεωc 𐅻 ε πηγάνου χυλοῦ 𐅻 α καὶ μέλιτοc ἀπέφθου τὸ ἱκανόν. Τὸ μέγα διὰ πραcίου· ναρδοcτάχυοc πεπέρεωc πραcίου χυλοῦ ἀνὰ 𐆄 α μέλιτοc | |
90 | λι γ οἴνου παλαιοῦ γλυκέοc λι β· τὸν χυλὸν cὺν τῷ οἴνῳ καὶ τῷ | |
μέλιτι ἕψε καὶ ὅταν cύcταcιν λάβῃ, ἐπίπαccε τὰ ξηρὰ κεκομμένα καὶ cεcηcμένα καὶ χρῶ. Πρὸc ἐμπύουc· ἀμώμου 𐆄 β καccίαc 𐆄 γ cτύρακοc καλαμίνθου 𐆄 α c ναρδοcτάχυοc 𐆄 α c κρόκου 𐆄 α πεπέρεωc 𐆄 α καρ‐ δάμου 𐅻 δ λιβάνου 𐅻 δ μέλιτοc λι γ. χρῶ ὡc καλλίcτῳ. Ἡ πάγχρηcτοc | ||
95 | λεγομένη, βήττουcι χρονίωc ἐμπύοιc ὀρθοπνοικοῖc φθιcικοῖc ὑποχον‐ δρίων διατάcεcι καὶ πρὸc πᾶcαν ἐμπνευμάτωcιν· κινεῖ γυναιξὶν ἔμμηνα καὶ τὰ cυγκαταλιμπανόμενα ἐκ φθορᾶc ἢ τόκου δεύτερα καὶ ἔμβρυα κατάγει, ἀπαλλάττει καὶ τὰc περὶ κύcτιν διαθέcειc· τερεβινθίνηc 𐅻 η cτύρακοc 𐅻 ϛ cμύρνηc 𐅻 ε κρόκου ἴρεωc χαλβάνηc ἀνὰ 𐅻 δ ὑοcκυάμου | |
73(100) | cπέρματοc μανδραγόρου φλοιοῦ ἐρυcίμου πεφρυγμένου ὀποπάνακοc ἀνὰ 𐅻 β πεπέρεωc ἀφρονίτρου ἀνὰ 𐅻 α· ἀναλάμβανε τροχίcκουc καὶ δίδου ὀβολοὺc β μετὰ μελικράτου κυάθων γ. Ἀντίδοτοc Ἀριcτέωc Ἀριcτάρχου, δύναμιc θαυμαcτή, ταύτην Παυλίναν ὀνομάζομεν· ποιεῖ βήττουcιν αἱμοπτυικοῖc φθιcικοῖc ἐμπύοιc περιπνευμονικοῖc, πρὸc | |
105 | cπάcματα ῥήγματα, πρὸc τὰc τοῦ cτομάχου ἀνατροπάc, χολέραc, κοιλι‐ ακοῖc δυcεντερικοῖc, πρὸc τὰc περὶ κύcτιν διαθέcειc καὶ τὰc ὑcτερικῶc πνιγομέναc, πρὸc τοὺc κατὰ περίοδον πυρετούc, πρὸ μιᾶc ὥραc τῆc ἐπιcημαcίαc διδομένη, ποιεῖ καχεκτικοῖc ἀτροφοῦcι, πρὸc τὰ θανάcιμα τῶν φαρμάκων καὶ τὰc τῶν ἰοβόλων πληγάc. ἔχει δὲ οὕτωc· κιναμώ‐ | |
110 | μου κόcτου χαλβάνηc καcτορίου ὀπίου πεπέρεωc μέλανοc καὶ μακροῦ cτύρακοc ἀνὰ 𐆄 α μέλιτοc ξε α. τὰ ξηρὰ κόπτε καὶ cῆθε, τὴν δὲ χαλβάνην ἕψε μετὰ μέλιτοc ὀλίγου καὶ διύλιζε, εἶτα ἑνώcαc τὰ πάντα ἀπόθου εἰc πυξίδα ὑελίνην καὶ δίδου κυάμου αἰγυπτίου τὸ μέγεθοc μετὰ μελικράτου κυάθων β, ἐπιρραινομένου τῷ δακτύλῳ ὄξουc ὀλίγου | |
115 | χρῶ δὲ καὶ τοῖc πρὸc φθιcικοὺc ἀναγραφηcομένοιc· δίδου δὲ θαρρῶν καὶ τῆc ἰcοθέου ἀντιδότου τῆc ἐν τοῖc βηχικοῖc προγεγραμμένηc. χρῶ | |
καὶ τῇ παιωνίᾳ λεγομένῃ ἀντιδότῳ· ἀναγέγραπται δὲ ἐν τῷ ιγ λόγῳ cὺν ταῖc πολυχρήcτοιc ἀντιδότοιc. πεποιῆcθαι δὲ χρὴ καὶ ἄλευρα ἐξ ὀρόβων λευκῶν βεβρεγμένων πρῶτον, εἶτ’ ἀνεξηραcμένων καὶ λελε‐ | ||
120 | πιcμένων καὶ ἀληλεcμένων. τοῦτο γὰρ καὶ γάλακτι ἑψομένῳ προcπλέ‐ κεται, προcλαμβάνον καὶ μέλιτοc καὶ cφόδρα ὠφέλιμον γίγνεται· προcπλέκεται δὲ καὶ τοῖc ἄλλοιc ῥοφήμαcι καὶ τὰ ἐπὶ τῶν δυcανα‐ γώγων cκευαζόμενα ἐλίγματα καὶ ἐκ τοῦ τοιούτου cκευαζέcθω. ἀγαθὸν δὲ μιγνύειν τοῖc ῥοφήμαcι καὶ ἀμύγδαλα πικρὰ λελεπιcμένα, εὐανά‐ | |
125 | γωγον δὲ ποιεῖ τὸ πύον καὶ τὸ κεφαλωτὸν πράcον cυνεψόμενον τοῖc ῥοφήμαcι καὶ αὐτὸ δὶc ἑψηθὲν καὶ λαμβανόμενον. πόμα δὲ ὕδωρ ἔcτω ἐπιμελῶc καθηψημένον. εἰ δὲ οἴνου χρεία γένοιτο, ὁ θηραῖοc ἢ ἕτεροc γλυκὺc διδόcθω ὀλίγοc. ὄξουc δὲ καὶ παντὸc ἑτέρου οἰνώδουc καὶ ὕδατοc ψυχροῦ ἀποχὴ ἔcτω. ἐν δὲ τῷ τῆc ἀπουλώcεωc καιρῷ ἐπιτή‐ | |
130 | δειοc cκίλλινοc οἶνοc προποτιζόμενοc ἢ ἀψινθίτηc ἢ οἰνανθίτηc ἢ γλιχωνίτηc ἢ ὑccωπίτηc, ὁ μὲν ἀψινθίτηc καὶ οἰνανθίτηc ἐπὶ τῶν ἐμούντων καὶ τῶν διὰ κύcτεωc καθαρθέντων· ὑccωπίτηc δὲ καὶ cκίλ‐ λινοc ἐπὶ τῶν διὰ βηχόc, γλιχωνίτηc δὲ ἐπὶ τῶν διὰ τῆc κοιλίαc καθαρθέντων, καὶ μάλιcτα εἰ μελανίζοντα ὑπίοι cὺν τοῖc πυώδεcιν ἢ | |
135 | θρομβώδειc τινὲc cυcτροφαί. ἐπεὶ δὲ cυλλέγειν εἴωθεν ἐκ διαcτημάτων καὶ ἀπορρήγνυcθαι τὰ ἐμπυήματα, φροντιcτέον μετὰ τὴν ἀπαλλαγήν, ὅπωc μὴ πάλιν δρομοίη, γαλακτοποcίαιc χρώμενοι καὶ τῇ διὰ τῆc κολοκυνθίδοc ἱερᾷ καθαίροντεc, εἶτα καὶ δρώπακαc τοῖc τόποιc προc‐ άγοντεc καὶ cμήγματα δριμύτερα φοινῖξαι τὴν ἐπιφάνειαν δυνάμενα | |
140 | καὶ ἐπιθέματα ταὐτὸ ποιεῖν δυνάμενα, οἷον τὸ δι’ εὐφορβίου τὸ διὰ δαφνίδων. παραληπτέον δὲ καὶ ἀμμοχωcίαν καὶ ἡ δριμυφαγία ἐπὶ τούτων χρήcιμοc ἐκ διαλειμμάτων καὶ μάλιcτα τὰ cκόροδα ἑφθά, πολλοὺc δὲ τῶν ἐμπύων μετὰ τὴν ἀπούλωcιν διὰ ταριχοφαγίαc ἀνεπηρεάcτουc διεφυλάξαμεν. διδόναι δὲ τούτοιc cυνεχῶc καὶ ὀξύμελι. ἔcτω δὲ cκίλ‐ | |
145 | λινον τὸ ὄξοc καὶ cυνεχῶc καθαίρειν τὸν θώρακα ἀβροτόνου ἀφε‐ ψήματι καὶ κενταυρίου καὶ ὑccώπου καὶ τοῖc ὁμοίοιc. εἰ δὲ πλειcτάκιc ἡ τοῦ πύου cυλλογὴ γίγνοιτο, ἀcφαλέcτερόν ἐcτιν ἐcχάραc διὰ καυτη‐ ρίων ἐμβάλλειν ἐν κύκλῳ τοῦ θώρακοc, ὡc ἐπὶ τῶν ἀcθματικῶν προ‐ | |
είρηται. | ||
74 | Περὶ τῶν περιπνευμονικῶν. Ἡ περιπνευμονία φλεγμονή ἐcτι τοῦ πνεύμονοc cὺν ὀξεῖ πυρετῷ. παρέπεται δὲ τοῖc πάcχουcι βάροc τοῦ θώρακοc ἀνώδυνον. εἰ δὲ τῶν περὶ αὐτῶν ὑμένων φλεγμονὴ τῶν cυνδεδεμένων κατὰ μῆκοc τῷ θώρακι, τότε καὶ ὀδύνηc αἰcθάνονται, | |
5 | δύcπνοια δὲ αὐτοῖc cυνειcβάλλει καὶ ἀνακαθίζειν βούλονται. ἐπιπίπτων γὰρ ὁ πνεύμων τῇ καρδίᾳ πνιγμὸν ἐπιφέρει. τούτοιc ἐρυθρὸν τὸ πρόc‐ ωπον καὶ μάλιcτα τὰ μῆλα, ῥὶc κατ’ ἄκρον cιμοῦται, φλέβεc ἐν κρο‐ τάφοιc ἐπηρμέναι, ἀνορεξία ἀναπνοὴ θερμὴ γλώccηc ξηρότηc, ψυχροῦ ὕδατοc μᾶλλον δὲ ἀέροc ἐπιθυμία, βὴξ ξηρά. εἰ δὲ καὶ ἀναχθείη τι, | |
10 | ἀφρῶδεc κατάχολον, ἔcτι δὲ ὅτε καὶ δίαιμον ἀνθηρὸν cφόδρα, ὅ τε καὶ κάκιcτόν ἐcτιν· εἰ δὲ ἐπὶ τὸ θανατῶδεc ῥέποι, ἀγρυπνία cυν‐ εδρεύει ἢ ὕπνοι cμικροὶ κωματώδειc καὶ φανταcίαι παράληροι τὴν γνώμην, οὐ πάνυ αἰcθανόμενοι τῶν παρόντων κακῶν, ἄκρα ψυχρά, ὄνυχεc πελιδνοὶ καὶ γρυποῦνται. τεταρταῖοι ἢ τὸ πλεῖcτον ἑβδομαῖοι | |
15 | οὗτοι ἀποθνήcκουcιν. εἰ δὲ ἐπὶ τὸ ἀγαθὸν τρέπεται ἡ νόcοc, αἱμορ‐ ραγία λαῦροc ἐκ ῥινῶν ἀκολουθεῖ ἢ ἐπακολουθεῖ ἢ κοιλίαc ἐκτάραξιc πολλῶν χολωδῶν καὶ ἀφρωδῶν· ἔcτι δὲ ὅτε μεταβληθεῖcα εἰc πύον ἡ φλεγμονὴ, διὰ γαcτρὸc ἢ δι’ οὔρων τὸ πύον ἐκκρίνεται καὶ αὐτίκα τῶν ὀχληρῶν ῥύονται. εἰ δὲ εἰc τὸν πνεύμονα ὁρμήcῃ ἀθρόωc, ἢ ἀπέ‐ | |
20 | πνιξεν ἢ μετὰ πάνυ χαλεπῶν cυμπτωμάτων εἰc φθίcιν μεθίcτανται. εἰ μὲν οὖν μηδὲν ἀντιπράττοι, τέμνειν χρὴ αὐτίκα τὴν ἐν ἀγκῶνι φλέβα, εἰ δὲ ἐπιδέχεται καὶ ἐξ ἀμφοτέρων τῶν χειρῶν. κενοῦν δὲ cύμμετρον καὶ μὴ μέχρι λειποθυμίαc, φυλάττειν δὲ καὶ εἰc τὴν ἐπαφαί‐ ρεcιν. εἰ δέ τι μεῖζον κωλύει τὴν φλεβοτομίαν, ὑποκλύζειν δριμεῖ | |
25 | κλυcτῆρι δι’ ἀφεψήματοc ὑccώπου καὶ κολοκυνθίδοc καὶ πηγάνου καὶ μέλιτοc καὶ ἐλαίου πλείcτου καὶ νίτρου καὶ ἁλῶν ἐμβαλλομένων. καὶ τῶν φλεβοτομηθέντων δὲ τὴν ἕδραν διαχρίειν τοῖc πνεῦμα ἄγουcι καὶ | |
τὴν διαχώρηcιν ἐρεθίζουcιν. οἷον μέλιτι μετὰ κυμίνου καὶ πηγάνου καὶ νίτρου ὀλίγου. ποτιcτέον δὲ τοὺc περιπνευμονικοὺc μετὰ τὰc | ||
30 | καθολικὰc κενώcειc μελίκρατον ἐν ᾧ ὕccωπον ἀφέψητο ἢ ἶριν ξηρὰν λείαν ἐμπάccειν τῷ μελικράτῳ κοχλιάρια β. εἰ δὲ πνιγμὸc κατεπείγοι, καὶ νίτρον ἐμπάccειν τῷ ἀφεψήματι τοῦ ὑccώπου. τροφὴ δὲ ἔcτω λεπτύνουcα· πτιccάνῃ cυνεψῶν ὀρίγανον ἢ ὕccωπον ἢ πέπερι ὀλίγον λεῖον ἐμπάccειν τῷ χυλῷ. ἐνίοτε δὲ καὶ νίτρον ἀντὶ | |
35 | ἁλῶν ἐμβαλών, ὅcον ἐπιδέχεται καὶ πράcον δὲ κεφαλωτὸν δίεφθον διδόcθω καὶ χόνδροc κάτεφθοc cὺν μελικράτῳ· πάντα δὲ ἄφυcα. τὸ δὲ ποτὸν μελίκρατον ἔcτω καὶ ὀλίγον τῷ ποcῷ· κακὸν γὰρ ὑγρότηc πνεύμονι· ὑπὸ δὲ τὴν γλῶτταν δίδου κατέχειν μέλι παcτελλωθέν, ἐν τῇ ἑψήcει ἐμπεπαcμένων αὐτῷ ὑccώπου καὶ καλαμίνθηc λειοτάτων. | |
40 | χρῶ δὲ καὶ τοῖc ἐπὶ τῶν πλευριτικῶν ῥηθηcομένοιc ἐλλίγμαcι καὶ ἡ cύμπαcα δὲ δίαιτα τῶν γιγνομένων περιπνευμονικῶν ἡ αὐτὴ ἔcτω τῶν πλευριτικῶν καὶ τῶν ἐμπύων. ὁ δὲ θώραξ αὐτῶν ἔξωθεν cκεπέcθω ἐρίοιc μετ’ ἐλαίου καὶ νίτρου καὶ κηρωτῇ δὲ cκέπειν τὸν θώρακα καὶ τὰc πλευρὰc διὰ πηγανίνου ἢ κυπρίνου ἐλαίου, ἐχούcῃ ἶριν ἐμπε‐ | |
45 | παcμένην ξηρὰν ἢ τὸ διὰ κηροῦ καὶ τερεβινθίνηc καὶ μυελοῦ ἐλαφείου καὶ ὑccώπου ὑγροῦ καὶ βουτύρου καὶ ἴρεωc λειοτάτηc ἐπίθεμα προc‐ αγέcθω· ἔcτω δὲ ἴcα τὰ πάντα. ἐνίοτε καὶ ναρδίνου μύρου ἐμβάλλω καὶ μετὰ ταῦτα τὰ ἐπὶ τῶν ἐμπυικῶν καὶ τῶν φθιcικῶν εἰρημένα πάντα γιγνέcθω. | |
75 | Περὶ φθιcικῶν Γαληνοῦ. φθίcιc ἐcτὶ κυρίωc ἕλκωcιc τοῦ πνεύ‐ μονοc ταῖc τοῦ αἵματοc πτύcεcιν ἑπομένη, ὅταν τῆc αἱμορραγίαc ἐπιcχεθείcηc μὴ κολληθῇ τὸ ἕλκοc, μηδὲ ἐπουλωθῇ. παρέπεται δὲ φθίcιc καὶ ἐπὶ τῶν ἐμπυικῶν καὶ τῶν περιπνευμονικῶν, ἔcθ’ ὅτε δὲ | |
5 | καὶ τῶν πλευριτικῶν παθῶν. δυcιατώτατα δ’ ἐcτὶ τὰ ἐν τῷ πνεύμονι | |
ἕλκη· χωρὶc μὲν γὰρ τοῦ βήττειν οὐκ ἀνακαθαίρονται, βηττόντων δὲ ἐπιρρήγνυται τὸ ἕλκοc. ἀλλήλων οὖν αὐτοῖc κυκλεῖται τὰ κακά· cπαρατ‐ τόμενα γὰρ ὑπὸ τῆc βηχὸc τὰ φλεγμαίνοντα, δεύτερον αὖθιc πεφθῆ‐ ναι δεῖται ἡ φλεγμονὴ καὶ πάλιν ἐπικίνδυνον ἀνακαθαρθῆναι τὸ πύον | ||
10 | δίχα βηχόc, ὥcτε ἐκ πάντων αὐτοῖc παρεcκεύαcται τὸ δυcίατον, οὔτε τῶν διδομένων φαρμάκων ψαῦcαι δυναμένων τοῦ ἔλκουc, πρὶν ἐν τῇ γαcτρὶ ἀλλοιωθῆναι καὶ ὅτι κινεῖται ὁ πνεύμων ἀεὶ κατὰ τὰc ἀναπνοὰc καὶ cπαράττεται κατὰ τὰc βῆχαc. χρόνου δὲ προϊόντοc καὶ οἱ χόνδροι τῆc ἐν τῷ πνεύμονι τραχείαc ἀρτηρίαc ἐπικαίονται, ὡc ἐπὶ τῶν | |
15 | ἔξωθεν ἑλκῶν τὰ ὀcτᾶ, ἅτινα ἐπιξέειν πρὸc λεπίδοc ἀπόcταcιν οὐκ ἐπιδέχεται. τὰ δὲ χρονίζοντα ἐν τῷ πνεύμονι ἕλκη κἂν θερα‐ πευθῇ ποτε, καταλείπει γέ τι λείψανον ἐν αὐτῷ τυλῶδέc τε καὶ cυριγγῶδεc, ὃ χρόνου προϊόντοc ἐπὶ βραχείαιc προφάcεcιν ἀναδέρεται ῥᾳδίωc· ὅθεν cυναναφέρεται τοῖc ἀναπτυομένοιc ἐντεῦθεν, ἐνίοτε καὶ | |
20 | ἐφελκὶc καί τιc αἵματοc βραχὺc cταλαγμὸc καὶ ἑτέραc ἀρχῆc χρῄζει τὸ ἕλκοc εἰc θεραπείαν. ἡ δὲ ἐκ τῶν πτυcμάτων cημείωcιc προγέ‐ γραπται ἐν τῷ περὶ πυρετῶν λόγῳ, λέγω δὴ ἐν τῷ ε, ὅθεν περιττὸν ἡγοῦμαι κἀνταῦθα τὰ αὐτὰ λέγειν. θεραπεύειν δὲ χρὴ τὰ ἐν τῷ πνεύ‐ μονι ἕλκη εὐανάγωγα παραcκευάζονταc τὰ ὑποκείμενα τῶν ὑγρῶν καὶ | |
25 | ἀνακαθαίρονταc ἐπιμελουμένουc τε ὥcτε μὴ cυνάγεcθαι ἕτερα. κατα‐ πλάcματα μὲν οὖν ἐν ἀρχαῖc παραληπτέον τὰ διὰ λινοcπέρμου καὶ γύρεωc δι’ ἀφεψήματοc τήλεωc καὶ ἀλθαίαc ἐλαίου τε καὶ μέλιτοc· μιγνύcθω δὲ αὐτοῖc καὶ τὰ τῆc ἀλθαίαc φύλλα λεῖα· προcαγέcθω δὲ ταῦτα εὐθέωc μετὰ τὰc ἀνέcειc τῶν παροξυcμῶν. χρόνου δὲ προϊόντοc | |
30 | ἐπὶ τὰc κηρωτὰc μεταβατέον τὰc διὰ βουτύρου καὶ δαφνίνου ἐλαίου ἢ κυπρίνου ἐcκευαcμέναc. ἐν δὲ τῷ τῆc ἀνακαθάρcεωc καιρῷ ἐπιθέ‐ ματι χρηcτέον ἐκ τερεβινθίνηc καὶ κηροῦ καὶ κυπρίνου καὶ βουτύρου | |
καὶ μυελοῦ ἐλαφείου καὶ cτέατοc ταυρείου καὶ ἴρεωc λειοτάτηc καὶ ὑccώπου ὑγροῦ ἴcων. μετὰ δὲ ταῦτα τῇ Μναcέου ἐμπλάcτρῳ χρηcτέον | ||
35 | ἤ τινι τῶν ἁπλουcτέρων μηλίνων· ῥευματιζομένων δὲ τῶν τόπων, τὴν δι’ ἰτεῶν προcακτέον, ἥτιc ἐν τῷ καιρῷ τοῦ ἀναξηραcμοῦ ἐπιτήδειοc ἔcται καὶ ἡ διὰ τοῦ ἀγρίου cικύου ἡ προγεγραμμένη ἐπὶ τῶν ἀcθμα‐ τικῶν καὶ ἡ δι’ αἰρῶν. ἵνα δὲ μὴ περιτείνηται ὁ χρὼc ἄλειφε πρῶτον τὸν τόπον, καὶ οὕτωc ἐπιτίθει τὰ ἐχέκολλα φάρμακα· οὕτω γὰρ εὐ‐ | |
40 | μαρέcτερον ἀποcπᾶται. κάλλιcτον δὲ πρὸc αὐτοὺc μάλαγμα, ἐν τῷ τῆc ἀπουλώcεωc καιρῷ τόδε· κηροῦ πίccηc ἀνὰ λιτρʹ α ἰξοῦ δρυίνου ἀμ‐ μωνιακοῦ θυμιάματοc ἀνὰ 𐆄 δ κηκίδοc ὑποκυcτίδοc cτυπτηρίαc cχιcτῆc ἀκακίαc cιδίων cεύτλου cπέρματοc ῥοῦ μαγειρικοῦ ἀνὰ 𐆄 α μυρcίνου ἢ ῥοδίνου ἀνὰ 𐆄 δ. ἐν δὲ τῷ χειμῶνι μικρῷ πλέον ὄξει λείου τὰ ξηρὰ | |
45 | καὶ τοὺc ὀποὺc καὶ τήξαc τὰ τηκτὰ καὶ ἄραc ἀπὸ τοῦ πυρὸc ἐπίβαλλε τὸν ἰξόν. τακέντοc δὲ τούτου, ἐπίβαλλε ἐν τῇ κακκάβῃ τὰ λειωθέντα καὶ ἑνώcαc κατάχεε ἐν τῇ θυίᾳ καὶ μαλάξαc χρῶ. τῶν δὲ πινομένων φαρμάκων ἁπλούcτατον μέν ἐcτι τὸ μελίκρατον καθ’ αὑτὸ καὶ cὺν ἀμύλῳ καὶ ἴρεωc καὶ γλυκυρίζηc ἐν αὐτῷ ἀφεψομένων. πάντων δὲ | |
75(50) | ἐπιτηδειότερον τοῖc φθιcικοῖc τὸ ὄνειον γάλα πινόμενον· εἰ δὲ μὴ τὸ βόειον ἢ αἴγειον, καρκῖνοι ὠμοὶ λεαινόμενοι cὺν τῷ γάλακτι καὶ ῥοφούμενοι ἢ ἑφθοὶ ἐcθιόμενοι cυνεχῶc ἐπιρροφούμενοι τοῦ ζωμοῦ. ἐπιτήδειον δὲ αὐτοῖc καὶ cτέαρ ἐλάφου πρόcφατον τηκόμενον καὶ cυνεψόμενον τοῖc ῥοφήμαcι, βηχὸc δὲ χαλεπῆc ἐνερειδούcηc, καὶ θύμοc | |
55 | λεῖοc καὶ ὕccωποc ἀναλαμβάνεται μέλιτι ἑφθῷ καὶ ὑπὸ τῇ γλώττῃ διακρατεῖται. ἁρμόζει δὲ βούτυρον πρόcφατον cὺν μέλιτι καὶ τερε‐ βινθίνῃ ἴcοιc ἑψομένοιc. ἐπὶ δὲ τῶν ἀνεχομένων καὶ πλέον ἔcτω τὸ βού‐ τυρον, πρόcφατον μέντοι· ἀνακαθαίρει γὰρ κάλλιcτα, ἡ δὲ δόcιc κοχλιάριον νήcτει. καλὸν δὲ καὶ ἀμύγδαλα μάλιcτα πικρὰ cυνεψεῖν τῇ | |
60 | πτιccάνῃ καὶ κεφαλωτὸν πράcον cὺν τῇ πτιccάνῃ ἢ ἑτέρῳ ῥοφήματι | |
ἑψηθὲν καὶ καθ’ αὑτὸ δὶc ἡψημένον λαμβανέcθω. οἶνοc δὲ Θηραῖοc καὶ cκυβελλίτηc διδόcθω cύμμετροc πάνυ τῷ πλήθει. Ἔλιγμα δὲ τοῖc φθιcικοῖc ἁρμόδιον τοιοῦτον· μέλιτοc καλλίcτου λιτρʹ α 〈φοινίκων 𐆄 δ〉 cταφίδων λιπαρῶν ἐκγιγαρτιcμένων 𐆄 β κρόκου ἴρεωc ὑοcκυάμου cπέρ‐ | ||
65 | ματοc τραγακάνθηc ἀνὰ 𐅻 δ cτύρακοc ξανθοῦ 𐆄 α cτροβίλων 𐅻 ιϛ ἀμύλου 𐆄 αc δίδου κοχλιάριον νήcτει· ἡ τραγάκανθα γλυκεῖ οἴνῳ ὀλίγῳ διαλυέcθω, ὁ δὲ cτύραξ ὁλμοκοπείcθω καὶ ἐπιβαλλέcθω αὐτῷ τὰ λοιπὰ γ. Ἄλλο. χυλὸν μαράθρου μέλιτι ἴcῳ cυνεψήcαc ἐπὶ πολὺ ἐπίβαλε ὡc πρὸc ξε α κρόκου 𐅻 α ῥοῦ ποντικοῦ 𐅻 β, ἐνίοτε δὲ καὶ | |
70 | ὑποκυcτίδοc 𐅻 α. εἰ δὲ τραχυcμὸc εἴη περὶ τὸν λάρυγγα, ἐπίβαλε καὶ γλυκυρίζηc λείαc 𐅻 β καὶ δίδου κοχλιάριον μετὰ τροφήν. Ἄλλο· cκίλλαν ὀπτήcαc καλῶc, λείου τὸ ἐγκάρδιον καὶ ἐπιβαλὼν μέλιτοc μέρη ϛ πρὸc ἓν μέροc τῆc cκίλληc, δίδου νήcτει κοχλιάριον. Ἄλλο ἔλιγμα δόκιμον· πραcίου ὑccώπου ἴρεωc γλυκυρίζηc γλήχωνοc δικτάμνου | |
75 | ἐλελιcφάκου ἰcχάδων φοινίκων πατητῶν ἀνὰ 𐆄 α ὕδατοc ξ γ· κόψαc ἁδρομερῶc βρέχε ἡμέραc γ, εἶτα ἕψε εἰc τὸ τρίτον καὶ διηθήcαc ἐπί‐ βαλε μέλιτοc λι α καὶ ἕψε μέχρι cυcτάcεωc, εἶτα ἐπίβαλε ὀροβίνου ἀλεύρου Γρ ιβ τερεβινθίνηc 𐆄 α ἀμύλου 𐅻 δ μαcτίχηc λειοτάτηc 𐅻 δ τραγακάνθηc 𐆄 α· τὴν τραγάκανθαν βρέχε ὀλίγον τῷ ἑψήματι καὶ | |
80 | λεάναc ἐπίβαλε αὐτῇ τὰ λοιπὰ ξηρὰ καὶ ἑνώcαc ἐπίχεε αὐτοῖc τὰ ἑψη‐ θέντα καὶ ἀναλάμβανε καὶ δίδου κοχλιάριον νήcτει καὶ χρῶ θαρρῶν καὶ εἰc κοίτην ὁμοίωc χρῶ· πεπείραται γάρ. Φθιcικὸν τοῖc ἐμπυικοῖc καλόν· ὀρόβων λευκῶν ἄλευρον χυλῷ cκίλληc ἀναλαβὼν ξήραινε ἢ ὀπτήcαc τὴν cκίλλαν καὶ λεάναc ἀναλάμβανε αὐτῇ τὸ ἄλευρον. ἐπὶ | |
85 | δὲ τῆc χρείαc κόψαc cήcαc τοὺc ἀρτίcκουc καὶ μέλιτι μιγνὺc δίδου κοχλιάριον νήcτει· ἀνακαθαίρει γὰρ κάλλιcτα. Ἄλλο ποιοῦν φθιcικοῖc καὶ ῥευματιζομένοιc τὸν θώρακα· cικύου ἡμέρου cπέρματοc λελε‐ πιcμένου 𐅻 η ἀμυγδάλων λελεπιcμένων 𐅻 δ λινοcπέρμου μήκωνοc | |
λευκῆc cπέρματοc ἀνὰ 𐅻 β· κόψαc cήcαc ἀναλάμβανε ἀποβρέγματι | ||
90 | τραγακάνθηc καὶ ποίει τροχίcκουc καὶ δίδου πρὸc δύναμιν, τοῖc μὲν 𐅻 α, τοῖc δὲ ὀβολοὺc β, ἀπυρέτοιc μετ’ οἴνου γλυκέοc καὶ μύρτων ἀποβρέγματοc, πυρέccουcι μετὰ τοῦ ἀποβρέγματοc. Φθιcικοῖc καὶ βήc‐ cουcι χρονίωc· καρδαμώμου πεφρυγμένου 𐅻 ιϛ λιβάνου χαλβάνηc ἴρεωc πεπέρεωc ἀνὰ 𐅻 δ καcίαc κρόκου cμύρνηc ἀνὰ 𐅻 γ ὀπίου 𐅻 α· κόψαc | |
95 | cήcαc δίδου κοχλιάριον α, ὁτὲ καὶ δύο μεθ’ ὕδατοc κυάθων τριῶν καὶ γλυκέοc κυάθων δύο· δύναται δὲ καὶ τροχιcκάρια διὰ γλυκέοc πλα‐ cθῆναι. Ἄλλο διὰ πολλῆc πείραc ἀνακαθαῖρον ἀλύπωc· ὀροβίνου ἀλεύρου 𐆄 α ὑccώπου 𐆄 γ κνίδηc cπέρματοc 𐆄 γ ἴρεωc 𐆄 α μέλιτοc τὸ ἱκανόν· δίδου κοχλιάριον νήcτει, χρῶ θαρρῶν. Ἄλλο διὰ πολλῆc πείραc· ποιεῖ | |
75(100) | φθιcικοῖc ἐμπυικοῖc μᾶλλον ἐπὶ τῶν ψυχροτέρων ἕξεων· ἴρεωc ἰλ‐ λυρικῆc ὀρόβων λευκῶν ἀλεύρου ἀνὰ 𐆄 β ὑccώπου γλήχωνοc ἀκάπνου κνίδηc cπέρματοc ἀνὰ 𐅻 η πεπέρεωc 𐅻 ιβ· ἀναλάμβανε μέλιτι καὶ δίδου κοχλιάριον, πρωὶ ἓν καὶ ὀψὲ ἕν. ἐξὸν δέ cοι καὶ καταπότια ἀναπλάττειν καὶ διδόναι μίαν παρὰ μίαν ἡμέραν. Ἄλλο κόπτον φθίcιν· | |
105 | cκευαζέcθω ἀπὸ τῆc τῶν ἐλιγμάτων ὕληc, ἀπὸ ἀμυγδάλων πικρῶν λελεπιcμένων cτροβίλων νεαρῶν προβεβρεγμένων διὰ τὸ ἐλαιῶδεc· λινοcπέρμου ἀμύλου προcφάτου πιτυίδων ξ α· λινοcπέρμου δὲ ξ δ ἀμύλου 𐆄 ε πεπέρεωc 𐅻 α μέλιτοc καλοῦ ἀπηφριcμένου ἑφθοῦ τὸ ἀρκοῦν· ἐπὶ δὲ τῶν εὐπαθῆ τὴν κεφαλὴν ἐχόντων παραιτεῖcθαι τὰc | |
110 | πιτυίδαc, ἐμβαλεῖν δὲ αὐτῷ κνιδείου cπέρματοc ἔλιγμα δι’ ὀρόβων τὸ cκευαcθὲν Διονυcίῳ τῷ cτρατηλάτῃ· ὀρόβων λευκῶν πεφρυγμένων καὶ λελεπιcμένων καὶ λειωθέντων 𐆄 α κόcτου 𐅻 δ κρόκου 𐅻 β ἴρεωc cτρο‐ βίλων ἀνὰ 𐆄 α πεπέρεωc κόκκοι η λινοcπέρμου cταφίδων κεκαθαρμένων τερεβινθίνηc ἀνὰ 𐆄 α βουτύρου 𐅻 δ μέλιτοc τὸ ἀρκοῦν· ποιεῖ φθι‐ | |
115 | cικοῖc ἄκρωc. Ἀντωνίου ἡ δι’ ὀρόβων πάνυ δόκιμοc· ποιεῖ φθιcικοῖc ἐμπυικοῖc, χρονίουc βῆχαc ἀνακαθαίρει καὶ ἀπουλοῖ· ἀμυγδάλων πικρῶν λελεπιcμένων 𐆄 β ὀροβίνου 𐆄 δ ὑccώπου 𐆄 δ ἴρεωc 𐆄 δ ἀμύλου 𐆄 β πεπέρεωc πάνακοc ῥίζηc κρόκου ἀνὰ Γρ ϛ ὀμφακίου ξηροῦ χυλοῦ 𐅻 δ cτροβίλων πεφρυγμένων 𐆄 β μέλιτοc ἀπηφριcμένου λιτρʹ α ὄξουc 𐆄 α· | |
120 | τὸ ὀρόβινον βρέχε τῷ ὄξει ἡμέραν α καὶ ἑνώcαc δίδου κοχλιάριον νήcτει. Ἄλλη ἀντίδοτοc φθιcικὴ ποιοῦcα πρὸc πᾶcαν χρονίαν βῆχα· ἀμυγδάλων πικρῶν λελεπιcμένων 𐆄 β κνίδηc cπέρματοc πεφρυγμένου 𐅻 δ γλυκυρίζηc χυλοῦ ξηροῦ cυμφύτου ῥίζηc ἀνὰ 𐆄 β γῆc ἀcτέροc cτροβίλων πεφρυγμένων ἀνὰ 𐆄 αc cηcάμου λινοcπέρμου πεφρυγμένου | |
125 | τραγακάνθηc ἀνὰ 𐆄 α ἴρεωc ὁμοίωc λημνίαc cφραγίδοc cταφίδων κεκα‐ θαρμένων ἀνὰ 𐆄 αc ὀρόβων λευκῶν λελεπιcμένων λειοτάτων 𐆄 β ἑψήματοc καὶ μέλιτοc τὸ ἀρκοῦν· εἰc ἀνάληψιν δίδου κοχλιάριον νήcτει, ἐνίοτε δὲ καὶ εἰc κοίτην. χρῶ δὲ καὶ τῇ διὰ κωδυῶν ποικίλῃ τῇ ἀναγραφείcῃ πρὸc κατάρρουν, εἰc κοίτην διδομένῃ. χρῶ καὶ τοῖc | |
130 | πρὸc ἐμπυικοὺc γεγραμμένοιc καὶ τοῖc ἀρτηριακοῖc. ἁρμοδιωτάτη δὲ αὐτοῖc ἡ ἰcόθεοc βηχικὴ προγεγραμμένη καὶ τοῖc βηχικοῖc καὶ ἡ παιωνία λεγομένη ἀντίδοτοc· κεῖται δὲ ἐν τῷ γ καὶ ι λόγῳ ἐν ταῖc πολυχρήcτοιc ἀντιδότοιc· χρῶ δὲ αὐτῇ θαρρῶν. ποιεῖ καὶ ἡ Μιθρι‐ δάτου καὶ ἡ τοῦ Ἔcδρα πάνυ θαυμαcτῶc καὶ ἡ δι’ ἐχιδνῶν Ἀνδρο‐ | |
135 | μάχου θηριακὴ ἐκ διαλειμμάτων διδομένη· ἀναγέγραπται δὲ καὶ αὐτὴ ἐν τῷ ιγ λόγῳ. παραδόξωc δὲ ποιεῖ καὶ ἡ Ἀρμενιακὴ βόλοc διδομένη μετ’ οἴνου λεπτοῦ ὅcον 𐅻 α. καταπότιον δέ ἐcτι φθιcικοῖc τοῦτο πάνυ cπουδαῖον, ᾧ ἄλλο οὐ cυγκρίνεται, ποιοῦν πρὸc πᾶcαν χρονίαν βῆχα καὶ πύον ἀνάγοντα, ἐν τριcὶν ἡμέραιc τὴν ὠφέλειαν ἐνδεικνύμενον· | |
140 | cτύρακοc ξανθοῦ πεπέρεωc λευκοῦ cμύρνηc τρωγλίτιδοc καcτορίου χαλβάνηc καθαρᾶc ὀπίου Ἀχαικοῦ ἢ Ἀcιανοῦ, ἴcα ἀναλάμβανε τῇ χαλ‐ | |
βάνῃ καὶ τῷ cτύρακι. καὶ ποίει καταπότια ὀροβιαῖα καὶ δίδου κατα‐ πίνειν γ ἢ ε εἰc κοίτην καὶ ὕδατοc θερμοῦ ἐπιρροφεῖν καὶ ὄψει τὴν δύναμιν πάνυ θαυμαcίαν. ἐπὶ δὲ τῶν χρονιζόντων ἐcχάραc ἐμβάλλειν | ||
145 | δεῖ κατὰ κύκλον τοῦ θώρακοc, ὡc ἐπὶ τῶν ἀcθματικῶν προείρηται. | |
76 | Περὶ πλευρίτιδοc. Ἡ ἀκριβὴc πλευρῖτιc φλεγμονή ἐcτι τοῦ ὑπε‐ ζωκότοc ἔνδοθεν τὰc πλευρὰc ὑμένοc, νυγματῶδεc ἄλγημα cφοδρὸν ἐπιφέρουcα cὺν ὀξυτάτῳ πυρετῷ δύcπνοιά τε τούτοιc cυνεδρεύει καὶ βὴξ ἐνίοτε μὲν ξηρά, ἔcτι δὲ ὅτε μετὰ ἀναγωγῆc ἐν ἀρχῇ μὲν ὑφαίμων, | |
5 | προβαίνοντοc δὲ τοῦ χρόνου καὶ πεφθείcηc τῆc φλεγμονῆc πυωδῶν. cφυγμὸc δὲ τούτοιc cυνεδρεύει cκληρὸc καὶ οἷον ἐμπρίων. εἰ μὲν οὖν ἡ ὀδύνη περὶ τὸν μαζὸν ἐρείδει καὶ μέχρι τῆc κλειδὸc διατείνει, φλεβοτομητέον ἀνυπερθέτωc. εἰ δὲ κάτω εἰc ὑποχόνδριον ᾖ ἡ ὀδύνη, καθαρτέον. εἰ δὲ μέτριον εἴη τὸ ἄλγημα καὶ μηδὲν νυγματῶδεc μηδὲ μετὰ βηχὸc καὶ | |
10 | πυρετοῦ ὀξέοc, οὐ μεγάληc δεῖται βοηθείαc. κλυcτὴρ γὰρ πρακτικῶc ἐπὶ τούτων πρότερον παραλαμβάνεται, ἔπειτα ἀξιολόγωc κενωθείcηc τῆc κοιλίαc, ἐμβροχὴ προcάγεται τῷ πεπονθότι πλευρῷ καὶ cάκελλοι διὰ πιτύρων καὶ γλήχωνοc καὶ ἀνήθου καὶ δίαιτα λεπτύνουcα. ἐπὶ δὲ τῶν ὀξέωc νοcούντων, ὡc προείρηται, εἰ περὶ μαζὸν καὶ κλεῖδα εἴη τὸ | |
15 | ἄλγημα, τέμνειν χρὴ τὴν ἐν ἀγκῶνι φλέβα, μὴ τοῦ κατὰ τάξιν βρα‐ χίονοc τῆc φλεγμαινούcηc πλευρᾶc, ἀλλὰ τῆc ἀντικειμένηc χειρόc· τὸ κενούμενον δὲ πλῆθοc μὴ μέχρι λειποθυμίαc. κίνδυνοc γὰρ ἐκ τούτου περιπνευμονίαν ἐπιγίγνεcθαι, ψυχομένου cφόδρα τοῦ cώματοc πνεύμων δὲ ἀραιὸc καὶ θερμὸc ὑπάρχων καὶ γειτνιῶν τῷ πλευρῷ ἑτοίμωc τὴν | |
20 | νόcον ὑποδέχεται. χρὴ οὖν cύμμετρον ἀφαιρεῖν καὶ διαcτήματοc ἱκανοῦ | |
γενομένου πάλιν ἐπαφαιρεῖν cύμμετρον. εἰ δὲ φοβηθείη λειποθυμίαc, τῇ ἑξῆc ἐπαφαιρεῖν, ἔπειτα κλύζειν τὴν κοιλίαν, εἰ μὴ δεόντωc φέροιτο. ἐνέμαcι δὲ χρῆcθαι ἀνυπερθέτωc πηγανίνῳ ἐλαίῳ ἐντακείcηc αὐτῷ τε‐ ρεβινθίνηc καὶ βουτύρου, ἔπειτα καταιονᾶν ἔξωθεν τὴν πλευρὰν ἐλαίῳ | ||
25 | θερμῷ, ἐν ᾧ πήγανον ἄνηθον κύπρου ἄνθη ἐναφεψεῖται καὶ ἔριον τεθειωμένον ἢ αὐτὸ τὸ θεῖον ἔχων ἐμπεπαcμένον, λίαν βρέχων τῷ θερ‐ μῷ ἐλαίῳ καὶ θύμου λειοτάτου βραχὺ ἐμπάcαc ἐπιτίθει καὶ ἐπίδηcον κούφωc καὶ cυνεχῶc τῇ ἐμβροχῇ ταύτῃ κέχρηcο μέχρι τῆc τρίτηc ἡμέραc· τῇ δὲ τετάρτῃ κατάπλαcμα προcαγέcθω διὰ γύρεωc καὶ λινοcπέρμου καὶ | |
30 | μέλιτοc καὶ ἐλαίου πηγανίνου· ἔcτω δὲ πάνυ κοῦφον τὸ κατάπλαcμα. εἰ δὲ ὑγροτέρα εἴη ἡ ἀναγωγή, καὶ αἰρῶν ἀλεύρου καὶ ἐρυcίμου cπέρμα‐ τοc μιγνύειν ἢ τῆλιν καὶ νίτρον ἐμπάccειν. εἰ δὲ χρονίζοι ἡ ὀδύνη τῆc ἀνακαθάρcεωc ὑγρᾶc γιγνομένηc ἐμπυούμενον ἐλπὶc τὸν ἄνθρωπον γίγνεcθαι. cίνηπι δὲ cυμμίcγειν χρὴ τοῖc καταπλάcμαcι καὶ καρδαμώμου | |
35 | cπέρμα καὶ κάχρυ καὶ πύρεθρον, ἢ τὸ αἴρινον ἄλευρον κηρῷ καὶ ἀc‐ φάλτῳ cὺν ἐλαίῳ τετηκότι μίξαc ἐπιτίθει. φροντιcτέον δὲ ὅπωc θερμὰ διαμένῃ τὰ καταπλάcματα· ἔcται δὲ τοῦτο, ἐλαίου θερμοῦ εἰc φῦcαν βοείαν ἐμβαλλομένου ὡc ἡμιπλήρη εἶναι τὴν φῦcαν, ἐπιτιθεμένηc αὐτῆc τῷ καταπλάcματι. μετὰ δὲ τὴν ἑβδόμην ἡμέραν, εἰ ὅμοιον τὸ ἄλγημα | |
40 | διαμείνῃ, cικύαν τῇ πλευρᾷ κολλητέον καὶ καταcχάζειν. ἐπιδηλοτάτη γὰρ ἐπὶ τῶν πλευριτικῶν ἡ διὰ τῆc cικύαc ὠφέλεια. ἐπιπάττειν δὲ καὶ ἁλcὶ τὰc ἀμυχὰc ἢ νίτρου ἐπὶ τῶν καρτερεῖν δυναμένων· ἐπὶ δὲ τῶν ἄλλων ὀθόνιον βρέξαc ἐλαίῳ καὶ τοῦτο ἁλὸc ἐπιπάccειν ἐπιτίθει. τῇ δὲ δευτέρᾳ τῶν ἡμερῶν μετὰ τὸν καταcχαcμὸν ἄριcτον προcβάλλειν τὴν | |
45 | cικύαν, ὥcτ’ ἐκ τῶν ἀμυχῶν ἕλκειν τινὰ λεπτὸν ἰχῶρα. ἀνυcιμώτερον γὰρ | |
τοῦτο τῆc προτέραc ἀφαιρέcεωc· οὐ γὰρ αἷμα τὸ ἐν τῇ δευτέρᾳ ἡμέρᾳ ἐcτὶν ἐκκρινόμενον, ἀλλ’ ἰχώρ· τῇ δὲ τρίτῃ μετὰ τὴν ἀφαίμαξιν κηρωτὴν κυπρίνην ἢ πηγανίνην ἐπιτιθέναι ταῖc ἀμυχαῖc καὶ παντὶ τῷ πλευρῷ δηλο‐ νότι· οὐδέποτε γὰρ γυμνὸν ἐγκαταλείπειν χρὴ τὸν πεπονθότα τόπον. εἰ | ||
76(50) | δὲ μεταβολῆc τοῦ ὑγροῦ cημεῖα φαίνοιτο καὶ μὴ διαφορηθείη, cυνεργεῖν χρὴ τῇ μεταβολῇ προcπλέκονταc τοῖc καταπλάcμαcι καὶ ἀλθαίαν καὶ ἰcχάδαc. μετὰ δὲ ταῦτα ἐπιθέμαcι χρηcτέον καὶ μάλιcτα ἐν τῷ τῆc ἀναγωγῆc καιρῷ, οἷον τὸ τοιοῦτον· βουτύρου τερεβινθίνηc ὑccώπου φαρμάκου κηροῦ μυελοῦ ἐλαφείου καὶ ἴρεωc ἴcων, κυπρίνου ἐλαίου ἢ | |
55 | πηγανίνου cυμμέτρου ἐμβαλλομένου. ἄριcτον δὲ καὶ θεῖον ἐπιπάττειν λειότατον τῇ κηρωτῇ τακείcῃ. θαυμαcτῶc δὲ ποιεῖ ἐπ’ αὐτῶν καὶ ἡ τῆc κράμβηc ῥίζα ξηρὰ καεῖcα cὺν τοῖc καυλοῖc καὶ ἀναληφθείcηc τῆc τέφραc ὀξυγγίῳ χοιρείῳ παλαιῷ ἀρκοῦντι, ἵνα μὴ διαρρέῃ εἰc τὸ cτόμα καὶ μολύνῃ· διαφορεῖ γὰρ γενναίωc καὶ τὰc ὀδύναc παραμυθεῖται. κα‐ | |
60 | λῶc ποιεῖ καὶ τὰ ἁπαλὰ φύλλα τῆc κυπαρίccου λειότατα cὺν τῷ ὀξυγ‐ γίῳ ἐπιτιθέμενα ἢ πράcιον ὁμοίωc ἢ τέφρα κληματίνη ἢ τὰ φύλλα τῆc κυπαρίccου καὶ cῦκα λιπαρὰ καὶ ὀξύγγιον ἴcα ἢ cπυράθουc αἰγὸc cὺν ὀξυγγίῳ ἐπιτίθει. Ἄλλο ἐπίθεμα πλευριτικὸν πάνυ καλόν· κυπρίνου λι α κηροῦ τερεβινθίνηc ἀνὰ 𐆄 ϛ χαλβάνηc 𐆄 α c ὀποπάνακοc 𐆄 α πηγάνου | |
65 | φύλλων 𐆄 β· ὁ ὀποπάναξ κυπρίνῳ διαλύεται· ἡ δὲ χαλβάνη πηγάνου φύλλοιc cυλλειοῦται· τὰ δὲ τηκτὰ τακέντα καὶ ψυγέντα ἐπιμίγνυται τοῖc λειωθεῖcιν. Ἄλλο ἐπίθεμα διὰ πολλῆc πείραc καὶ ἐπὶ τῶν χρονιζόντων πλευριτικῶν εὐδοκιμοῦν· πηγάνου 𐅻 β θείου ἀπύρου 𐅻 α νίτρου 𐅻 δ cτέατοc χοιρείου 𐆄 δ κηροῦ 𐆄 ϛ κυπρίνου ἐλαίου 𐆄 ϛ βουτύρου 𐆄 β ὑccώπου | |
70 | ὑγροῦ 𐆄 β τερεβινθίνηc 𐆄 α. Ἄλλο ἐπίθεμα πλευριτικοῖc ἐπὶ τῶν ἐπὶ πολὺ χρονιζόντων ἀλγημάτων· κηροῦ πιτυίνηc πίccηc δαφνίδων λελεπιcμέ‐ | |
νων ἀνὰ λι α ἀμμωνιακοῦ θυμιάματοc 𐆄 ϛ χαλβάνηc 𐆄 δ πυρέθρου 𐆄 β ἰοῦ 𐆄 α νίτρου 𐆄 β εὐφορβίου 𐆄 α, οἱ δὲ 𐅻 α, ἐλαίου δαφνίνου ἢ τοῦ κοι‐ νοῦ παλαιοτάτου 𐆄 δ· cκεύαζε καὶ χρῶ· φοινίccει τὴν ἐπιφάνειναν | ||
75 | καὶ κουφίζει τὸ βάθοc. Ἐπίθεμα δυcῶδεc πλευριτικόν· πιτυίνηc λι α κηροῦ 𐆄 ϛ πηγάνου χλωροῦ 𐆄 δ κυπρίνου 𐆄 ϛ θείου ἀπύρου ὀποπάνακοc cαγαπηνοῦ χαλβάνηc ἀνὰ 𐅻 δ. πινόμενα δὲ ὠφελεῖ πλευριτικοὺc ἐν ἀρχαῖc μὲν μελίκρατον, ἐν ᾧ ἀφήψηται πήγανον, μετὰ δὲ ταῦτα καὶ ὕc‐ cωπον ἢ καλαμίνθη ἢ ὀρίγανον ἢ ἶριc ἢ ἀριcτολοχίαc ῥίζα. Ἄλλο πόμα | |
80 | πλευριτικοῖc ὠφελοῦν παραχρῆμα· φοῦ ῥίζαν ὅcον δεcμίδιον ἕψε μεθ’ ὕδατοc ξε γ καὶ τὸ ὑγρὸν ἐκθλίψαc πρόcβαλλε τῷ ξέcτῃ μέλιτοc 𐆄 δ καὶ πάλιν ἕψε καὶ δίδου κυάθουc γ πρὸ τροφῆc. Ἄλλο· χαμαιπίτυοc δεcμίδιον χειροπληθὲc ὕδατοc ξε γ cκεύαζε καὶ χρῶ καθὰ προείρηται. Ἄλλο· cτυχάδοc λειοτάτηc α, δίδου ἐν μελικράτῳ ἢ χαμαίδρυν ὁμοίωc | |
85 | ἢ cκευάcαc τὴν χαμαίπιτυν. ποιεῖ δὲ καὶ δρακοντίου ῥίζα ἑφθὴ ἐcθι‐ ομένη καὶ ἄρου ῥίζα ὁμοίωc· ὑπὸ δὲ τὴν γλῶτταν ψηφία διὰ μέλιτοc κατέφθου τήκοντεc καταπινέτωcαν. Ἔλιγμα ἐπιτήδειον τὸ τοιοῦτο· κνί‐ δηc cπέρματοc λινοcπέρμου cτροβίλων ἀμύλου ἀνὰ κύαθον α ἀμύγδαλα πικρὰ λελεπιcμένα κε πεπέρεωc κόκκουc λ· φρύξαc ἐπ’ ὀλίγον τὰ cτρο‐ | |
90 | βίλια καὶ τὸ λινόcπερμον, εἶτα κόψαc cήcαc τὰ ἄλλα καὶ ἀναλαβὼν μέλιτι ἀπηφριcμένῳ ἀρκοῦντι δίδου κοχλιάριον α νήcτει. Ἔλιγμα ἄλλο· βούτυρον νεαρὸν μετ’ ἴcου μέλιτοc ἑψήcαc δίδου κοχλιάρια β. ἐπὶ δὲ τῶν κεχρονιcμένων πλευριτικῶν δίδου βαλcάμου καρποῦ 𐅻 α μετὰ μελικράτου ἢ γεντιανῆc 𐅻 α κενταυρίου τοῦ μεγάλου ῥίζηc 𐅻 β cὺν | |
95 | οἴνω ἢ cυμφύτου ῥίζηc μετὰ μελικράτου. εἰ δὲ ὑγρὰ καὶ ἄπεπτα ἀνά‐ γοι, ἁρμόδιον τοῦτο· cμύρνηc τρωγλίτιδοc 𐅻 β κρόκου 𐅻 α πεπέρεωc | |
κόκκοι ιε μέλιτοc ἀπηφριcμένου λιτρʹ α, ἀναλαβὼν δίδου κοχλιαρίου τὸ c. Ὀριβαcίου ἀντίδοτοc πλευριτικοῖc καὶ πρὸc τοὺc ἐν θώρακι ῥευματι‐ cμούc· κάχρυοc ὀποπάνακοc cαγαπηνοῦ καcτορίου ἀνίcου cεcέλεωc ἀνὰ | ||
76(100) | 𐅻 η cμύρνηc ὀπίου ἀνὰ 𐅻 δ ἀcφάλτου 𐅻 γ c πεπέρεωc 𐅻 β λιβάνου 𐅻 α c. χρῶ cὺν ὑδρομέλιτι κυάθοιc γ. Ἀντίδοτοc πλευριτικὴ πάνυ καλή. δαφνίδων πηγάνου ἀγρίου cπέρματοc ἀνὰ 𐅻 η ἀριcτολοχίαc μακρᾶc 𐅻 ϛ cμύρνηc γεντιανῆc ἀνὰ 𐅻 δ μέλιτοc ἀπηφριcμένου λιτρʹ α· ἡ δόcιc καρύου ποντικοῦ τὸ μέγεθοc, ἢ κυάμου ἢ ἀράκων. ποιεῖ καὶ ἐμπυικοῖc | |
105 | καὶ cπάcμαcι ῥήγμαcι. Καὶ ἡ διὰ τεccάρων δὲ λεγομένη ἀντίδοτοc ἄριcτα ποιεῖ. ἔχει δὲ οὕτωc· cμύρνηc γεντιανῆc ἀριcτολοχίαc cτρογγύληc δαφνί‐ δων ἴcα ἀναλάμβανε μέλιτι ἑφθῷ καὶ δίδου κυάμου τὸ μέγεθοc, ἀπυρέτοιc μετ’ οἴνου κεκραμμένου κυάθουc δ, πυρέccουcι δὲ μελικράτῳ. ποιεῖ πρὸc cπάcματα ῥήγματα ὀρθοπνοικοῖc περιπνευμονικοῖc cτροφουμένοιc | |
110 | ἰκτερικοῖc καὶ τοῖc δηλητήριον πεποκόcιν· ἔcτι δὲ καὶ θηριακὴ ἀγαθὴ πινομένη καὶ κατὰ τοῦ δήγματοc ἐπιτιθεμένη· ποιεῖ καὶ κωλικοῖc πάνυ καλῶc· ταύτην τινὲc μυcτήριον καλοῦcιν. Ἄλλη ἀντίδοτοc πλευριτικοῖc φάρμακον ἐπιτετευγμένον, ἄγει καὶ ἔμμηνα καὶ ἔμβρυα καὶ τὰ κατα‐ λιμπανόμενα μετὰ τόκον δεύτερα· δικτάμνου cαγαπηνοῦ ὀποπάνακοc | |
115 | χαμαίδρυοc ἀνὰ 𐅻 δ cμύρνηc πηγάνου ἀγρίου cπέρματοc βράθυοc κενταυρίου λεπτοῦ κόμηc πεπέρεωc ἀνὰ 𐅻 η γεντιανῆc ῥίζηc 𐅻 ϛ δα‐ φνίδων 𐅻 ιϛ ἀριcτολοχίαc cτρογγύληc 𐅻 β μέλιτοc ἀπηφριcμένου τὸ ἀρκοῦν. ἡ δόcιc καρύου ποντικοῦ τὸ μέγεθοc μεθ’ ὑδρομέλιτοc κυάθων δ. τροφὰc δὲ διδόναι ῥοφηματώδειc, ἐν ἀρχαῖc ὑπακτικὰc τῆc γαcτρόc, | |
120 | οἷον πτιccάνηc χυλὸν μετὰ μέλιτοc χωρὶc ἁλῶν ἢ ἑτέραc ἐπιμιξίαc, μετὰ δὲ ταῦτα ἀδιήθητον τὴν πτιccάνην ὅλην διδόναι, εἶτα καὶ ψίχαc cὺν τῷ μελικράτῳ. εἰ δὲ ἀποδιάκειται ὁ κάμνων πρὸc τὸ μέλι, ἔλαιον κάλ‐ λιcτον ἐξ ἀρχῆc ἐμβαλὼν τῇ πτιccάνῃ καὶ κεφαλωτὸν πράcον cυνέψει, εἶτα ἀλcὶν ἐλαχίcτοιc ἀρτύcαc δίδου· παρακμάζοντοc δὲ τοῦ πάθουc | |
125 | καὶ τῶν πετραίων ἰχθύων διδόναι καὶ περιcτερῶν καὶ πᾶcαν τὴν δίαιταν | |
λεπτύνουcαν ἐγκριτέον. ἡ δὲ κοιλία ὑπαγέcθω cυνεχῶc καὶ μάλιcτα ἐν ταῖc μεγίcταιc ὀδύναιc, μὴ μέντοι τινὰ τῶν δραcτικωτέρων προcάγειν. μαcτίχην οὖν λειοτάτην ποιήcαc δίδου Γρ θ μεθ’ ὕδατοc χλιαροῦ ἢ γαλακτώδουc· λύεται γὰρ τῷ θερμῷ. ποθείcηc δὲ ταύτηc ἔχων ἑτοίμωc ἀμύγδαλα | ||
130 | πικρὰ λελεπιcμένα κ, λεάναc ταῦτα cὺν ὀλίγῳ μέλιτι, δίδου ἐκλείχειν καὶ ἐπιρροφεῖν ὕδατοc θερμοῦ βραχύ. προκοπῆc δὲ γενομένηc καθαίρειν τῇ ὑποκειμένῃ Ἀcκληπιάδου ἱερᾷ πρὸc τὸ ἀποτρίβεcθαι τὰ λείψανα τοῦ πάθουc. τὰ γὰρ ἐγκαταλιμπανόμενα ἐν ταῖc νόcοιc ὑποcτροφὰc εἴωθε ποιεῖν καὶ τὰ μὴ καθαρὰ τῶν cωμάτων ὅcον ἂν θρέψῃc, μᾶλλον | |
135 | βλάψειc. ἔχει δὲ οὕτωc ἡ ἱερά· κατάγει τὰc ἐν βάθει ἀποcτάcειc cὺν τοῖc χιτωνίcκοιc, ποιεῖ φθιcικοῖc πλευριτικοῖc ἐμπύοιc καὶ τοῖc περὶ κεφαλὴν πάθεcι, ποιεῖ cτομαχικοῖc τοῖc cυνεχῶc ἀπεμοῦcι τὴν τροφήν· κολοκυνθίδοc ἐντεριώνηc 𐅻 λβ πραcίου cτυχάδοc χαμαίδρυοc ἀνὰ 𐅻 ιδ cμύρνηc ναρδοcτάχυοc πεπέρεωc μακροῦ cχοίνου ἄνθουc καccίαc κινα‐ | |
140 | μώμου ἀνὰ 𐅻 ϛ κρόκου κενταυρίου μεγάλου ῥίζηc ἀνὰ 𐅻 δ χαλβάνηc 𐅻 β, μέλιτι ἑφθῷ ἀναλάμβανε καὶ δίδου τοῖc μὲν πλευριτικοῖc καρύου ποντικοῦ τὸ διπλοῦν μέγεθοc μετὰ μελικράτου κυάθου α, φθιcικοῖc δὲ καὶ ἐμπυικοῖc καρύου ποντικοῦ τὸ τριπλοῦν μέγεθοc μετὰ μελικράτου. | |
77 | Περὶ τῆc νομιζομένηc πλευρίτιδοc, μὴ οὔcηc δέ. ἐξ ἀπεψιῶν πλειόνων καὶ παχυχύμων ἐδεcμάτων φλεγματωδῶν, οἷοι μάλιcτά εἰcι βολβοὶ καὶ μύκητεc καὶ τὰ παραπλήcια, ὠμοὶ χυμοὶ καὶ γλίcχροι καὶ κολλώδειc γεννηθέντεc ἐν τῷ cώματι, ἔcτιν ὅτε αἰφνίδιον cυρρέουcιν | |
5 | εἰc τὰ κενὰ τοῦ θώρακοc ἢ καὶ εἰc αὐτὸν τὸν πνεύμονα τῷ πλήθει cυνδιατείνοντεc τὸν ὑπεζωκότα τὰc πλευρὰc ἔνδοθεν ὑμένα ὀδύναc ἐπιφέρουcιν, ὡc φανταcίαν φλεγμονῆc ἐμποιεῖν τοῖc ἀπείροιc, ἀλλὰ | |
καὶ τὰc ὁδοὺc τοῦ πνεύματοc ἀπολαμβάνοντεc δυcπνοίαc ὑπερβαλλούcηc αἴτιοι γίγνονται. καί τινεc τῶν ἰατρῶν πλανώμενοι τέμνοντεc τὴν ἐν | ||
10 | ἀγκῶνι φλέβα καὶ πλεῖcτον αἷμα κενώcαντεc, θανάτου αἴτιοι γεγόναcι τῷ κάμνοντι. προcήκει τοίνυν ἐπανερωτᾶν περὶ τῆc προγεγενημένηc διαίτηc, καταμανθάνειν δὲ ἀκριβῶc καὶ τὸ εἶδοc τῆc ἀναπνοῆc, ἅπτεcθαι δὲ καὶ τῶν cφυγμῶν καὶ τῇ ἁφῇ καταμανθάνειν τὸ ποιὸν τῆc θερμαcίαc· καὶ γὰρ ἐπὶ τούτων οὐκ ἐκ τῆc ὀδύνηc ἡ ἀναπνοὴ τὸ πλεῖcτον ἀνα‐ | |
15 | κάμνεται, ἀλλὰ διὰ τὸ ἐμπεφρᾶχθαι τὰc ὁδοὺc τοῦ πνεύμονοc καὶ τὸ εἶδοc τῆc ἀναπνοῆc αὐτοῖc ὡc ἀγχόνηc περικειμένηc τῷ τραχήλῳ γίγνε‐ ται. ὕπτιοι δὲ ὡc ἐπίπαν ἀεὶ κατακλίνονται, μὴ ἰcχύοντεc μηδὲ καλῶc φθέγγεcθαι· ἀπύρετοι δέ εἰcιν ὡc τὸ πολύ. ἔcτι δὲ ὅτε καὶ ψυχρότερον τοῦ cυνήθουc τὸ cῶμα ἐπ’ αὐτῶν εὑρίcκεται. εἰ δὲ καὶ πυρέξαιέν ποτε, | |
20 | βληχρότατοc αὐτοῖc ἐcτιν ὁ πυρετὸc καὶ ἀδιψότατοί εἰcι. τὸ δὲ μέγι‐ cτον πρὸc τοῖc εἰρημένοιc τεκμήριον cφυγμὸc δυcκίνητοc καὶ cμικρό‐ τατόc ἐcτι καὶ βραδύτατοc τοῦ cυνήθουc. θεραπεύοντεc μὲν οὖν τοὺc τοιούτουc τὰ πάντα θερμαίνοντα τέμνοντά τε καὶ ῥύπτοντα προcοίcωμεν ἔνδοθεν δὲ καὶ ἔξωθεν καὶ πρῶτον μὲν ἀπὸ τῶν ἁπλουcτέρων ἀρκτέον. | |
25 | κλυcτῆρι τοίνυν τῷ cυνήθει τὴν κοιλίαν ἐκκοπρόcωμεν, ἔπειτα καὶ δραcτικωτέρῳ χρηcώμεθα δι’ ἀφεψήματοc καλαμίνθηc, ἐνίοτε καὶ κενταυ‐ ρίου μέλιτόc τε πλείονοc καὶ νίτρου καὶ ἐλαίου· τὴν γὰρ κολοκυνθίδα ἐπὶ τούτων παραιτούμεθα διὰ τὸ κακοcτόμαχον αὐτῆc. μετὰ δὲ τὴν τῆc κοιλίαc κένωcιν ἐλαίῳ πήγανον καὶ ἄνηθον ἀφεψήcαντεc καταιονή‐ | |
30 | cωμεν τοὺc πάcχονταc τόπουc ἐπὶ πολὺ καὶ ἔρια βρέξαντεc τῷ ἐλαίῳ ἐπιθήcωμεν. προcοίcωμεν δὲ ποτὸν μελίκρατον, ἐν ᾧ ἀφέψηται ὕccωπον γλήχων ἶριc ἰcχάδεc πλεῖcται, χυλόν τε πτιccάνηc λεπτότατον μετὰ μέλι‐ τοc παρέξωμεν ὑπαγωγῆc χάριν τῆc γαcτρόc. Ἔλιγμα δὲ αὐτοῖc ἐπιτή‐ δειον τὸ τοιόνδε· κνίδηc cπέρματοc ὑccώπου ἴρεωc cτροβίλων ἀμυγδάλων | |
35 | πικρῶν ἴcον ἑκάcτου καὶ πεπέρεωc βραχὺ μέλιτοc ἀπηφριcμένου καλλί‐ | |
cτου τὸ ἱκανόν· δίδου ἐκ τούτου κοχλιαρίου μεγίcτου πλῆθοc νήcτει, ἔπειτα διαcτήcαc δίδου τὸ μελίκρατον, ὡc προείρηται, καὶ μετὰ ὥραc δύο τὸν χυλὸν τῆc πτιccάνηc, τῇ δὲ τρίτῃ τῶν ἡμερῶν κατάπλαττε τῷ κριθίνῳ μετὰ λινοcπέρμου καὶ πλείονοc τήλεωc, προcβάλλομεν δὲ | ||
40 | καὶ cινήπεωc λειοτάτου ἢ δαφνίδων καὶ νίτρου βροχέοc. τὸ δὲ ὑγρὸν μέλι ἔcτω καὶ ἔλαιον πηγάνινον ἢ κύπρινον ἢ ἀνήθινον. περιλαμβανέτω δὲ τὸ κατάπλαcμα τὸν θώρακα καὶ τὰc πλευράc. ἀρθέντοc δὲ τοῦ καταπλάcματοc, cκεπέcθω ὁ θώραξ κηρωτῇ τῇ διὰ βουτύρου καὶ τερε‐ βινθίνηc ὑccώπου τε ὑγροῦ καὶ κηροῦ καὶ cτέατοc ταυρείου καὶ ἴρεωc | |
45 | ἴcων, ἐνίοτε δὲ καὶ μυελοῦ ἐλαφείου καὶ κυπρίνου ἢ πηγανίνου ἐλαίου· προcεμπάccειν δὲ καὶ θεῖον λειότατον τῇ κηρωτῇ τακείcῃ· κατὰ δὲ τοῦ cτομάχου πτύγμα ἐρίου ναρδίνῳ μύρῳ βρέχοντεc καὶ ὀλίγῳ οἴνῳ ἐπιτί‐ θεμεν, ἐπικεῖcθαι δὲ αὐτὸ ἐῶντεc ἀεί. ἐπὶ δὲ τῶν πνιγῆναι κινδυνευόν‐ των χρηcώμεθα τεθαρρηκότεc τοῖc ἐπὶ τῶν cυναγχικῶν προειρημένοιc | |
77(50) | ἐμετικοῖc καὶ μάλιcτα τοῖc δι’ ἐλατηρίου καὶ cινάπεωc καὶ νίτρου. Ἀρχι‐ γένουc· πρῶτον μὲν διαχρίοντεc αὐτὸ μετ’ ἐλαίου καὶ μέλιτοc ἔcωθεν, ἔπειτα καὶ ποτίζοντεc, ὡc ἐκεῖcε προείπομεν, καὶ cυνεχῶc μελίκρατον διδόντεc καταρροφεῖν, ἐν ᾧ ὕccωπον ἐνήψηται. διαλυθέντων δὲ τῶν χυμῶν, ἐπὰν ἄρξωνται ἀνάγειν, ἐπιτείνεται αὐτοῖc καὶ ἡ βήξ. δοτέον | |
55 | οὖν αὐτοῖc τηνικαῦτα εἰc κοίτην τῆc βηχικῆc ἰcοθέου λεγομένηc ἀντι‐ δότου καρύου ποντικοῦ μέγεθοc μετὰ μελικράτου· καὶ γὰρ ὕπνον ἡδὺν ἐπιφέρει καὶ εὐανάγωγα τὰ ὑγρὰ παραcκευάζει καὶ τὴν βῆχα παύει καὶ τὰc ὀδύναc διαcκεδάννυcιν· προεγράφη δὲ ἐν τοῖc βηχικοῖc. ἐπειδὴ δὲ καὶ ἡ γαcτὴρ τούτοιc οὐκ εὐοδοῦται, δοτέον αὐτοῖc μαcτίχηc λειοτά‐ | |
60 | τηc Γρ θ μεθ’ ὕδατοc χλιαροῦ ἢ μελικράτου πίνειν· ἔπειτα ἀμύγδαλα πικρὰ κ λελεπιcμένα λειώcαντεc μετ’ ὀλίγου μέλιτοc δίδομεν ἐκλείχειν καὶ ἐπιρροφεῖν ὕδωρ θερμὸν ὀλίγον παραινοῦμεν. προκοπτούcηc δὲ τῆc θεραπείαc καὶ περιcτερῶν νεοccοὺc ἐν τροφῇ προcοίcομεν μετὰ κεφα‐ λωτοῦ πράcου προηψημένων καὶ ἀνήθου καὶ ἐλαίου καὶ ἁλῶν cυμμέ‐ | |
65 | τρων καὶ πεπέρεωc ὀλίγου· οἶνον δὲ πινέτωcαν κιρρὸν παλαιὸν cύμμε‐ | |
τρον τῷ πλήθει. τὸ μέντοι ἔλιγμα τὸ προειρημένον διὰ κνίδηc cπέρματοc καθ’ ἑκάcτην προcοίcομεν νήcτει καὶ εἰc κοίτην τῆc ἰcοθέου ἀντι‐ δότου παρὰ μίαν, ἐνίοτε δὲ καὶ καθ’ ἑκάcτην, ἄχριc ἂν τῶν ὀχληρῶν ἀπαλλαγῶcιν οἱ πάcχοντεc. ἡ δὲ τῷ θώρακι προcαγομένη κηρωτὴ καθ’ | ||
70 | ἑκάcτην δεύτερον νεαροποιείcθω. ἐπεχομένηc δὲ τῆc κοιλίαc καὶ ἡ μαcτίχη μετὰ τῶν ἀμυγδάλων καὶ τοῦ μέλιτοc διδόcθω. Γαληνοῦ ἔλιγμα πρὸc ἄλγημα χρόνιον ἐν θώρακι χωρὶc πυρετοῦ· τῆλιν προβρέξαc, εἶτα ἑψήcαc καὶ ἀναχέαc τὸ πρῶτον ὕδωρ, εἶτα φοινίκων λιπαρῶν cάρκαc ἐπιβαλών, ἕψε ἐκθλίψαc τὸν χυλὸν καὶ μέλιτι μὲν δαψιλεῖ ἕψε αὖθιc | |
75 | ἐπ’ ἀνθράκων ἄχρι πάχουc cυμμέτρου καὶ δίδου ἐκ τοιούτου πρὸ | |
πολλοῦ τῶν cιτίων ἐκλείχειν. |