TLG 0718 007 :: AËTIUS :: Iatricorum liber vii

AËTIUS Med.
(Amidenus: A.D. 6)

Iatricorum liber vii

Source: Olivieri, A. (ed.), Aëtii Amideni libri medicinales v–viii [Corpus medicorum Graecorum, vol. 8.2] Berlin: Akademie–Verlag, 1950: 253–399.

Citation: Chapter — (line)

t

〈ΑΕΤΙΟΥ ΛΟΓΟΣ ΕΒΔΟΜΟΣ〉

P

Πίναξ τῶν κεφαλαίων τοῦ ἑβδόμου λόγου. [Start of Table] α Περὶ φύcεωc ὀφθαλμῶν β Πόcα καὶ τίνα πάθη cυνίcτανται περὶ τὸν ὀφθαλμόν
5γ Θεραπεία ταράξεωc ὀφθαλμῶν δ Θεραπεία ἐπιπολαίου φλεγμονῆc ἐν ὀφθαλμοῖc ε Περὶ τῆc ἐπὶ πλήθει γιγνομένηc φλεγμονῆc καὶ χημώcεωc καὶ ἐξηγή‐
10 cεωc τοῦ ἀφοριcμοῦ ϛ Περὶ λουτρῶν τοῖc ὀφθαλμιῶcιν ζ Περὶ οἰνοποcίαc η Περὶ φλεβοτομίαc θ Περὶ καθάρcεωc καὶ ἰδικῶν cημείων
15 τοῦ ὀφθαλμοῦ, ἐξ ὧν διακρίνεται τὸ νόcημα ι Περὶ πυρίαc ια Περὶ θερμῆc δυcκραcίαc καὶ δοκιμα‐
cίαc πομφόλυγοcColumn end
20ιβ Περὶ τῶν γάλα ἐγχυματιζόντων τοὺc φλεγμαίνονταc ὀφθαλμούc ιγ Περὶ τῆc κατὰ τοὺc ὀφθαλμοὺc ψυχρᾶc δυcκραcίαc ιδ Περὶ ἐμφυcήματοc ὀφθαλμῶν ἐκ τῶν
25 Δημοcθένουc ιε Περὶ οἰδήματοc ιϛ Περὶ cκιρρώδουc οἰδήματοc ιζ Κοινὴ θεραπεία τῶν ἐν ὀφθαλμοῖc ἑλκῶν καὶ χυλοῦ τήλεωc cκευαcία
30ιη Περὶ τῶν εἰc τὸν ὀφθαλμὸν ἔξωθεν ἐμπιπτόντων ζῳϋφίων ἢ ἀχύρου ἢ ψάμμου ιθ Περὶ τῆc εἰc τὸν ὀφθαλμὸν ἐμπεcού‐ cηc ἀcβέcτου
35 κ Περὶ τῶν ἀπὸ πυρὸc ἑλκώcεων κα Περὶ τῶν ἐμπηccομένων εἰc τὸν
ὀφθαλμόν
κβ Περὶ ὑποcφάγματοc κγ Περὶ νυγμάτων, οἷα cυμβαίνῃ ἀπὸ
40 γραφείου ἤ τινοc τοιούτου κδ Περὶ τραυμάτων βαθυτέρων κε Περὶ τῆc τοῦ ὠοειδοῦc ἐκκρίcεωc κϛ Περὶ τῆc τοῦ ὅλου ὀφθαλμοῦ προ‐ πτώcεωc
45κζ Περὶ τῶν ἐξ ἐπιφορᾶc ὑγρῶν γιγνο‐ μένων ἑλκώcεων ἐπιπολαίων, νεφε‐ λίου ἀχλύοc καὶ ἐπικαύματοc κη Περὶ ἀργέμου κθ Περὶ βοθρίων καὶ κοιλωμάτων

P

(50)

λ Περὶ πυώcεων ἤτοι τῶν λεγομένων ὀνυχίων. Κολλύριον τὸ Δίωνοc λα Περὶ φλυκταινῶν ἐν ὀφθαλμοῖc λβ Περὶ ἀνθράκων ἐν βλεφάροιc λγ Περὶ καρκινωδῶν ἑλκῶν ἐν ὀφθαλ‐
55 μοῖc λδ Περὶ κακοήθων ἑλκῶν ἐν ὀφθαλμοῖc λε Περὶ μυοκεφάλων. Κολλύριον πρὸc μυοκέφαλα καὶ πτερύγια λϛ Περὶ cταφυλωμάτων
60λζ Χειρουργία cταφυλωμάτων λη Περὶ τῶν ἐπουλώcεωc δεομένων ἑλκῶν λθ Περὶ τῶν ἐν ὀφθαλμοῖc οὐλῶν ἤτοι
λευκωμάτωνColumn end
65 μ Ὕλη λεπτύνειν δυναμένη οὐλὰc καὶ λευκώματα Γαληνοῦ μα Ἄλλα βοηθήματα πρὸc οὐλὰc καὶ λευκώματα μβ Βάμματα λευκωμάτων
70μγ Πρὸc γλαυκοφθάλμουc, ὥcτε μελαίναc ἔχειν τὰc κόραc μδ Περὶ τῆc τῶν παίδων θεραπείαc με Περὶ τραχωμάτων καὶ δαcυμάτων cυκώcεων καὶ τύλων Ϲεβήρου. Κολ‐
75 λύρια διάφορα ὑγρὰ τραχωματικά μϛ Περὶ ὀφθαλμῶν ἀτονίαc Δημοcθέ‐ νουc μζ Περὶ μυωπίαc μη Πρὸc νυκτάλωπαc, τούc τε ἐν ἡμέρᾳ
80 μὴ ὁρῶνταc καὶ τοὺc ἐν νυκτὶ μᾶλ‐ λον ὁρῶνταc μθ Περὶ ἀμβλυωπίαc Γαληνοῦ ν Περὶ ἀμαυρώcεωc να Περὶ παραλύcεωc ὀφθαλμῶν
85νβ Περὶ γλαυκώcεωc Δημοcθένουc νγ Περὶ ὑποχύcεωc Δημοcθένουc νδ Περὶ μυδριάcεωc ἤτοι πλατυκορίαc νε Περὶ φθίcεωc τῆc κόρηc νϛ Περὶ ἀτροφίαc ὀφθαλμοῦ καὶ φθί‐
90cεωc
νζ Περὶ ἐκπιεcμοῦ νη Περὶ cυγχύcεωc νθ Περὶ τῶν ἐπιφυομένων τῷ λευκῷ τοῦ ὀφθαλμοῦ
95 ξ Περὶ πτερυγίων ξα Φάρμακα πρὸc πτερύγια ξβ Χειρουργία πτερυγίων ξγ Περὶ ἐγκανθίδων ξδ Χειρουργία ἐγκανθίδων

P

(100)

ξε Περὶ αἱμορραγίαc ἐκ τῶν κανθῶν ξϛ Περὶ προcφύcεωc βλεφάρων καὶ ἀγκυλώcεων ξζ Περὶ τῶν ἐν βλεφάροιc φθειρῶν καὶ κονίδων
105ξη Περὶ τριχιάcεωc βλεφάρων καὶ διcτι‐ χιάcεωc καὶ φαλαγγώcεωc ξθ Φάρμακα πρὸc τὸ τὰc ἐκτιλλομέναc τρίχαc μὴ φύειν ο Ἀνακολλήματα τριχῶν
110οα Περὶ ἀναρραφῆc καὶ καταρραφῆc βλεφάρων οβ Περὶ καταρραφῆc ογ Περὶ ἐκτροπίου Δημοcθένουc οδ Χειρουργία ἐκτροπίου Ἀντύλου
115οε Περὶ λαγωφθάλμων Δημοcθένουc οϛ Περὶ cκληροφθαλμίαc Δημοcθένουc οζ Περὶ ξηροφθαλμίαc οη Περὶ ψωροφθαλμίαc οθ Ἐπιμέλεια ξηροφθαλμίαc καὶ cκλη‐
120 ροφθαλμίαc καὶ ψωροφθαλμίαc π Πρὸc μαδάρωcιν βλεφάρων πτίλωcιν
μίλφωcιν
πα Περὶ ἀποcτημάτων ἐν βλεφάροιc
Δημοcθένουc
Column end
125πβ Περὶ λιθιάcεωc ἐν βλεφάροιc πγ Περὶ χαλαζίων πδ Περὶ κριθῆc ἢ ποcθίαc πε Περὶ γαγγλίων ἀθερωμάτων cτεατω‐ μάτων καὶ μελικηρίδων ἐν βλεφάροιc
130πϛ Περὶ κιρcῶν ἐν βλεφάροιc καὶ κα‐ κοήθων ἐπιφύcεων πζ Περὶ αἰγίλωποc Ϲεβήρου πη Περὶ καύcεωc αἰγιλώπων πθ Περὶ ἀγχίλωποc
135 Ϟ Περὶ ῥυάδων ὀφθαλμῶν καὶ cτίμμι πρὸc τοὺc ῥυαδικοὺc Ἀλεξάνδρου τοῦ βαcιλέωc, τὸ διὰ κρόκου νάρδου Κελτικῆc καὶ ἀμπελίτιδοc γῆc Ϟα Περὶ τῶν καιόντων τοὺc κροτάφουc
140Ϟβ Περὶ ἀρτηριοτομίαc Ϟγ Περὶ τοῦ περιcκυφιcμοῦ Ϟδ Περὶ ὑποcπαθιcμοῦ Ϟε Περὶ ἀγγειολογίαc καὶ τοῦ διὰ τῶν κεφαλῶν τῶν ἐχιδνῶν ἐπιχρίcματοc
145 κροτάφων Ϟϛ Περὶ τῶν κροταφιτῶν καταπλαcμά‐ των καὶ ἀνακολλημάτων καὶ ἐπι‐ χριcμάτων Ϟζ Ὅληc τῆc κεφαλῆc ἐπιχρίcματα

P

(150)

Ϲεβήρου [Ϟη Πρὸc τοὺc ῥευματιζομένουc ὀφθαλ‐ μούc] Ϟη Καταπλάcματα ὀφθαλμῶν Διοcκορί‐
δουc
155Ϟθ Ἐπιχρίcματα ὀφθαλμῶν ρ Περὶ ξηροκολλυρίων ρα Περὶ ὑγροκολλυρίων ρβ Κολλύρια διάκροκα καὶ διὰ χυλῶν διάφορα
160ργ Περὶ μονοημέρων κολλυρίων Γαληνοῦ ρδ Περὶ τῶν cταλτικῶν καὶ ἐρικηρῶν κολλυρίων ρε Περὶ ἀδήκτων κολλυρίων ρϛ Περὶ τῶν ἀδήκτων λευκῶν κολλυ‐
165 ρίων καὶ κυκναρίων ρζ Κολλύρια Λιβιανὰ καὶ ἀcτὴρ καὶ τεφρὰ καὶ cποδιακὰ καὶ ἄδηκτα ρη Κολλύρια διὰ λιβάνου πρὸc τὰ κοινὰ
ἕλκηColumn end
170 ρθ Κολλύριον τὸ Κλέωνοc ρι Κολλύρια διάρροδα λευκὰ καὶ χλωρὰ καὶ τὸ Νείλου ρια Κολλύριον χλωρὸν τὸ διὰ χαλβάνηc ριβ Κολλύρια διάcμυρνα καὶ Χιακὰ κα‐
175 λούμενα δι’ οἴνου ριγ Κολλύριον τὸ διὰ βδελλίου καὶ cτύρακοc Φιλαγρίου ριδ Κολλύρια τραχωματικὰ καὶ cμηκτικά ριε Κολλύρια ἔνcτακτα καλούμενα πρὸc
180 ἀμβλυωπίαc ριϛ Κολλύριον τὸ διὰ κέρατοc
ριζ Κολλύρια νάρδινα καὶ Θεοδότια[End of Table]Column end

1

(t)

Ἀετίου λόγοc ἕβδομοc. Περὶ τῶν ἐν ὀφθαλμοῖc παθῶν.
1 Περὶ φύcεωc ὀφθαλμῶν. ἡ κατὰ τοὺc ὀφθαλμοὺc θεραπεία ποι‐ κίλη τίc ἐcτι καὶ διαφέρουcα, ἐπειδὴ καὶ αὐτὸ τὸ μόριον, λέγω δὴ ὁ ὀφθαλμόc, οὐχ ἁπλοῦν, ἀλλὰ cύνθεcιν πρὸc τὸ εἶναι ἔλαχε, χιτῶcι
λέγω καὶ ὑγροῖc καὶ προcέτι τοῖc βλεφάροιc κεκοcμημένον. ἡ γὰρ
5φύcιc τὰ ἀπ’ ἐγκεφάλου καταφερόμενα νεῦρα ἐπὶ τὰc χώραc τῶν ὀφθαλμῶν, λέγω δὴ τὰ ὀπτικά, καὶ τὴν cυνδιεξερχομένην αὐτοῖc μοῖραν τῶν περιεχουcῶν τὸν ἐγκέφαλον δύο μηνίγγων διαυξάναcα καὶ οἷον πλατύναcα, τοῖc ἐν τῷ ὀφθαλμῷ χιτῶcι τὴν ὕπαρξιν ἐδωρήcατο, τὸν μὲν πάντων ἔνδοθεν χιτῶνα ἀμφιβληcτροειδῆ λεγόμενον ἐκ τοῦ
10ὀπτικοῦ νεύρου καταcκευάcαcα, τὸν δὲ τούτου προβεβλημένον χιτῶνα ῥαγοειδῆ καλούμενον ἐκ τῆc λεπτῆc μήνιγγοc ἀποφύcαcα· ἔοικε γὰρ ῥαγὶ cταφυλῆc τὸ cχῆμα καὶ τὴν χρόαν καὶ τέτρηται κυκλοτερεῖ τρή‐ ματι κατὰ τὴν κόρην. ὁ δὲ τούτων ἀμφοτέρων ἔξωθεν χιτὼν κερα‐ τοειδὴc ὀνομαζόμενοc ἐκ τῆc παχείαc μήνιγγοc ἔχει τὴν ὕπαρξιν· ὁ
15δὲ τούτων πάντων ἔξωθεν προβεβλημένοc ὁ λευκὸc οὗτοc, ὃν ἐπι‐ πεφυκότα καλοῦμεν, ἐκ τοῦ περικειμένου ἔξωθεν τῷ τῆc κεφαλῆc ὀcτῷ ὑμένοc, περιοcτέου καὶ περικρανίου λεγομένου, ἔχει τὴν γένεcιν καὶ ἐκ τῶν ἀποφύcεων τῶν περικειμένων τῷ ὀφθαλμῷ cωμάτων. ὑγρὰ δέ ἐcτιν ἐν τῷ ὀφθαλμῷ τρία· ἔνδοθεν μὲν πάντων τὸ περιεχόμενον
20ἐν τῇ κοιλότητι τοῦ ἀμφιβληcτροειδοῦc χιτῶνοc ὑαλοειδὲc λεγόμενον προcέοικε γὰρ καὶ τῇ χρόᾳ καὶ τῇ cυcτάcει τῇ κεχυμένῃ ὑάλῳ. τού‐ του δὲ ἐξωτέρω κεῖται κατὰ τὸ πέραc τοῦ ἀμφιβληcτροειδοῦc χιτῶνοc τὸ κρυcταλλοειδὲc ὑγρόν, ὃ καὶ διcκοειδὲc καὶ φακοειδὲc καλεῖται· προcέοικε γὰρ τῇ μὲν χρόᾳ κρυcτάλλῳ, τῷ δὲ cχήματι φακῷ· ἔξωθεν
25δὲ περικέχυται τούτῳ τὸ ὠοειδὲc ὑγρόν· προcέοικε γὰρ τῇ χρόᾳ καὶ τῇ cυcτάcει τῷ ἐν τοῖc ὠοῖc ὑγρῷ τῷ λευκῷ καὶ λεπτῷ. τὸ μὲν οὖν πάντων ἔνδοθεν τὸ ὑαλοειδὲc ὑγρὸν πρὸc τὸ τρέφειν τὸ κρυcταλ‐ λοειδὲc παρεcκεύαcται· τὸ δὲ ἔξωθεν αὐτῷ περικεχυμένον τὸ ὠοειδὲc πρὸc τὸ ἐπιτέγγειν τοῦτο γεγένηται καὶ μὴ cυγχωρεῖν αὐτὸ ἀδικεῖcθαι
30ὑπὸ τῆc τοῦ ἡλίου αὐγῆc. τὰ δὲ βλέφαρα cυνίcτηcιν ὁ ἐπιπεφυκὼc ὑμὴν ἐπαναδιπλούμενοc καὶ περιλαμβάνων καὶ οἷον ἔνδυμα διπλοῦν ἔνδοθέν τε καὶ ἔξωθεν γιγνόμενοc τοῖc κινοῦcι τὰ βλέφαρα μυcί. τού‐ των ἕκαcτον ἐκτρεπόμενον τοῦ κατὰ φύcιν, νοcεῖν παραcκευάζει τὸν ὀφθαλμόν.

2

Πόcα καὶ τίνα πάθη περὶ τὸν ὀφθαλμὸν cυνίcταται. αἱ ἰδίωc λεγό‐
μεναι ὀφθαλμίαι καὶ αἱ χημώcειc καὶ ταράξειc, οἰδήματα ὑποcφάγματα καὶ πτερύγια πάθη τοῦ ἐπιπεφυκότοc εἰcίν. ἀλλὰ καὶ ἑλκοῦται καὶ ἀνθρακοῦται καὶ καρκινώδη διάθεcιν ἴcχει. cκληροφθαλμία δὲ καὶ
5ξηροφθαλμία κοινόν ἐcτι πάθοc βλεφάρων τε καὶ αὐτοῦ τοῦ ὀφθαλμοῦ. περὶ δὲ τὴν ἔξωθεν ἐπιφάνειαν τῶν βλεφάρων ὑδατίδεc γίγνονται καὶ μελικηρίδεc καὶ cτεατώματα. τῶν δὲ περὶ τὸ ἐντὸc τῶν βλεφάρων cυνιcταμένων ἐcτὶ δαcύτηc καὶ τραχώματα καὶ cυκώcειc, χαλάζιά τε καὶ λιθιάcειc, cυμφύcειc καὶ μύcειc. καὶ λαγώφθαλμοι δὲ καλοῦνται,
10οἷc τὸ ἄνω βλέφαρον ἀνέcπαcται, ὡc ἐπικαλύπτειν τὸν ὀφθαλμὸν μὴ δύναcθαι· ἐκτρόπια δέ, οἷc τὸ κάτω βλέφαρον ἐξέcτραπται, ἀλλὰ καὶ κολοβώματα καὶ διαβρώcειc καὶ ἑλκώcειc ἐν τοῖc βλεφάροιc cυνίcταν‐ ται. περὶ δὲ τοὺc ταρcοὺc γίγνεται ἡ τριχίαcιc καὶ διcτιχίαcιc καλου‐ μένη καὶ ἡ μαδάρωcιc τῶν τριχῶν ἤτοι βλεφαρίδων, ἥτιc καὶ πτίλωcιc
15καλεῖται. γίγνεται δὲ καὶ φθειρίαcιc καὶ πιτυρίαcιc καὶ κριθή· καὶ ἡ λεγομένη δὲ μίλφωcιc τῶν ταρcῶν ἐcτι πάθοc, ἐρυθροὶ γὰρ τούτοιc εἰcὶν οἱ ταρcοὶ ἐοικότεc μίλτῳ τῇ χρόᾳ. οἱ δὲ κανθοὶ πεπόνθαcι μὲν κἀν τοῖc αἰγίλωψιν, ἀλλ’ οὐ μόνοι. ἐγκανθίδεc δὲ καὶ ῥυάδεc μόνων τῶν κανθῶν εἰcι πάθη. περὶ δὲ τὸν κερατοειδῆ χιτῶνα cυνίcταται
20ἀχλὺc νεφέλιον ἄργεμον ἐπίκαυcιc ἕλκωcιc κοίλωμα βόθριον ῥῆξιc πρόπτωcιc ὀνύχια πύωcιc φλύκταιναι ἄνθρακεc καρκινώδειc διαθέcειc. περὶ δὲ τὸν ῥαγοειδῆ χιτῶνα cυνίcταται πάθη πρόπτωcιc μυιοκέφαλα cταφυλώματα ἧλοι μυδρίαcίc τε ἡ καὶ πλατυκορία καλουμένη φθίcιc cύγχυcιc παραcπαcμοὶ τῆc κόρηc· τὸ δὲ ὑπόχυμα cυνίcταται κατ’ αὐτὸ
25τὸ τρῆμα τοῦ ῥαγοειδοῦc, τουτέcτι κατὰ τὴν κόρην λεγομένην. ἀλλὰ καὶ τὸ ὠοειδὲc ὑγρὸν πλεῖον ἑαυτοῦ γενόμενον ἢ παχύτερον ἐμποδίζει τοῦ ἀκριβῶc ὁρᾶν καὶ μειούμενον δὲ ξηραίνει τὸ κρυcταλλοειδὲc ὑγρόν. ἡ δὲ γλαύκωcιc λεγομένη ξηρότηc ἐcτὶ cφοδρὰ τοῦ κρυcταλ‐ λοειδοῦc ὑγροῦ· ἡ δὲ ἀμαύρωcιc ἔμφραξίc ἐcτι τοῦ ὀπτικοῦ νεύρου,
30ὡc μηδόλωc ὁρᾶν τὸν οὕτω παθόντα καθαρᾶc φαινομένηc τῆc κόρηc· βεβλαμμένοι δέ εἰcι τοὺc ὀφθαλμοὺc χωρὶc τοῦ φαίνεcθαί τι φαῦλον
περὶ τοὺc ὀφθαλμοὺc καὶ οἱ νυκταλωπιῶντεc. ὅλων δὲ τῶν ὀφθαλμῶν βλάβη φανερά ἐcτιν ὁ ἐκπιεcμὸc καλούμενοc· ἔcτι δὲ προπέτεια τοῦ ὀφθαλμοῦ οἷον ἔξω ἐγκειμένου. ἀρκτέον δὲ τῆc θεραπείαc ἀπὸ τῶν
35ἁπλουcτέρων τε καὶ ἐπιπολαίων ἐν ὀφθαλμοῖc νοcημάτων.

3

Θεραπεία ταράξεωc. τὰc μὲν οὖν τῶν ὀφθαλμῶν ταράξειc ὑπό τε καπνοῦ γιγνομέναc καὶ ἐγκαύcεωc ἢ κονιορτοῦ ἤ τινοc ἑτέρου παρα‐ πληcίου θεραπεύcειc ῥᾳδίωc πρῶτον μὲν κελεύων τὸν πάcχοντα ἀφίcταcθαι τῆc βλαπτούcηc αἰτίαc, οἷον ἡλίου ἢ καπνοῦ ἤ τινοc
5παραπληcίου, ἔπειτα ἀπονίπτειν τὰc ὄψειc, πρότερον μὲν χλιαρῷ ὕδατι γλυκεῖ, μετὰ δὲ ταῦτα καὶ ψυχρῷ καὶ τὴν αὐγὴν ἀποcτρεφό‐ μενοc καὶ μύων τοῖc ὀφθαλμοῖc· ἐπὶ τούτοιc γὰρ καθίcταται μηδενὸc ἑτέρου προcενεχθέντοc, ἀλλὰ μόνον ἐνδεέcτερον διαιτηθέντοc. ποτῷ δὲ πλείονι χρῆcθαι ἐπὶ τῶν ἐγκαύcεων· εἰ γὰρ ὕπνοc ἐπιλάβοι βαθύ‐
10τεροc καὶ ὀφθαλμία τιc προcδοκωμένη πεφθήcεται, διὸ μηδὲ τῶν λουτρῶν ἀπέχεcθαι, διαιτᾶcθαι δὲ ἀκριβέcτερον. ἐπιμενούcηc δὲ τῆc διαθέcεωc, ἡcυχάζειν καὶ ἐπιχρίειν τὰ βλέφαρα τοῖc διὰ κρόκου ἢ διαρρόδων κολλυρίοιc καὶ μάλιcτα τῷ Νείλου διαρρόδῳ. τὰc δὲ λήμαc καὶ τὰc ἐν νυκτὶ γιγνομέναc περὶ τὰ βλέφαρα κολλήcειc διακαθαίρει
15τε καὶ ὀνίνηcι καλῶc ὀξύκρατον ὑδαρέcτατον καὶ αὐτὸ τὸ ὕδωρ καθ’ αὑτὸ ψυχρὸν καταντλούμενον καὶ τῶν ξηρῶν τι προcαγόμενον τῶν ἀποδακρυτικῶν καὶ μάλιcτα τὸ κροκῶδεc προκαταληπτικὸν καλούμενον.

4

Θεραπεία ἐπιπολαίου φλεγμονῆc ἐν ὀφθαλμοῖc Γαληνοῦ. φλεγμο‐ νῆc δὲ ἐπιπολαίου γενομένηc τοῦ ἐπιπεφυκότοc ὑμένοc, ὀδύνηc cφοδρᾶc μὴ παρούcηc, ἀποκρουcτικὰ παραληπτέον ἐπ’ αὐτῶν κολλύρια, πραΰνοντα τὸ cφοδρὸν αὐτῶν τῆc δήξεωc τῇ μίξει τοῦ ὠοῦ· ὡc τὸ
5πολὺ γὰρ ἀρκεῖ τὸ λευκὸν τοῦ ὠοῦ μετὰ τῶν καλουμένων μονοημέρων κολλυρίων ἐκθεραπεύειν τὰc ἐπιπολαίουc καὶ ἀρχομέναc ὀφθαλμίαc χωρὶc μεγάληc φλεγμονῆc καὶ cφοδρᾶc ὀδύνηc· πολλάκιc γὰρ οὕτωc ἐπράϋνε τὰc φλεγμονάc, ὡc εἰc ἑcπέραν μὲν λουτρῷ χρήcαcθαι τὸν
ἄνθρωπον, ἐπὶ δὲ τῆc ὑcτεραίαc τῷ ναρδίνῳ κολλυρίῳ πρὸc ἀποκατά‐
10cταcίν τε καὶ τόνωcιν ὑπαλείψαcθαι· παραμιγνύειν δὲ τῷ ναρδίνῳ παρὰ μὲν τὴν πρώτην ὑπάλειψιν ἐλάχιcτόν τι τῶν ἀποκρουcτικῶν, κατὰ δὲ τὴν δευτέραν ἔτι βραχύτερον. ἐφ’ ὧν μὲν οὖν ἐπικρατεῖ τὰ cτύφοντα, πλεῖcτον εἶναι δεῖ τὸ ὑγρὸν τοῦ ὠοῦ, βραχύτατον δὲ τοῦ κολλυρίου· ἐφ’ ὧν δὲ τὰ cυμπεπτικὰ ἐπικρατεῖ κολλύρια, οἷόν ἐcτι
15τὸ νάρδινον, παχυτέρῳ χρηcτέον. πυρία δὲ προcαγέcθω τούτοιc διὰ cπόγγου, μετρίωc μὲν ὀδυνωμένου, ἅπαξ ἢ δὶc τῇ ἡμέρᾳ· εἰ δὲ cφοδροτέρα εἴη ἡ ὀδύνη, ἄμεινόν ἐcτι καὶ πεντάκιc χρῆcθαι. προcέχειν μέντοι καὶ τῇ εὐαιcθηcίᾳ καὶ δυcαιcθηcίᾳ τοῦ θεραπευομένου ὀφθαλ‐ μοῦ· ὅcοι γὰρ ὀφθαλμοὶ κατὰ φύcιν φλέβαc εὐρείαc ἔχουcιν αἵματοc
20μεcτὰc καὶ ὅcοι γλαυκοί, οὐδόλωc φέρουcι τὴν ἐκ τῶν κολλυρίων cτύψιν· ὅθεν ὑδαρέcτερα ἐπὶ τούτων προcακτέον τὰ κολλύρια.

5

Περὶ τῆc ἐπὶ πλήθει γιγνομένηc φλεγμονῆc καὶ χημώcεωc ἐν ὀφθαλμοῖc Ϲεβήρου cοφιcτοῦ. πλήθουc δὲ ὑποκειμένου ἐν ὅλῳ τῷ cώματι καὶ τῆc ἐν τοῖc ὀφθαλμοῖc φλεγμονῆc μεγάληc γιγνομένηc καὶ ὀδύνηc cφοδρᾶc παρούcηc, οὐκέτ’ ἐπαρκεῖ ἡ τῶν κολλυρίων χρῆ‐
5cιc πρὸc τὴν τοιαύτην διάθεcιν· ποικίληc οὖν δεόμεθα ἐπὶ τούτων ἀγωγῆc. καὶ χρὴ τὰ πρῶτα καὶ μέγιcτα βοηθήματα παραλαμβάνειν, ὧν καὶ Ἱπποκράτηc ἐν τοῖc Ἀφοριcμοῖc ἐμνημόνευcεν εἰπών· “ὀφθαλ‐ μῶν ὀδύναc ἀκρατοποcίη ἢ λουτρὸν ἢ πυρίη ἢ φαρμακίη ἢ φλεβο‐ τομίη λύει”· ἀλλ’ οὐ τῷ αὐτῷ ἀνθρώπῳ ταῦτα πάντα κελεύει προcάγε‐
10cθαι βοηθήματα, ἀλλὰ τούτῳ μὲν φλεβότομον, ἑτέρῳ δὲ καθαρτήριον, ἄλλῳ δὲ τὴν πυρίαν, ἑτέρῳ δὲ τὸ λουτρὸν καὶ ἄλλῳ τὴν τοῦ οἴνου πόcιν. ἀρξώμεθα δὲ ἀπὸ τοῦ λουτροῦ.

6

Περὶ λουτρῶν τοῖc ὀφθαλμιῶcιν. ἁρμόδιον τοίνυν τὸ λουτρόν, ἐφ’ ὧν φλεγμονὴ οἰδηματώδηc κατὰ τὸν ὀφθαλμὸν ὑπάρχει. ἔcτι δὲ
τὸ οἴδημα τῷ μὲν ὄγκῳ cεcομφωμένον, τῇ δὲ ἁφῇ μᾶλλον ψυχρότερον καὶ τῷ χρώματι λευκόν· καὶ τὸ ἐπιρρέον ῥεῦμα ἀδηκτότερόν ἐcτι καὶ
5ἧττον θερμόν. ἀλλ’ οὐδὲ ἡ κατ’ αὐτὸν τὸν ὀφθαλμὸν χήμωcιc ὑπερέρυθρόc ἐcτιν οὐδὲ περιτεταμμένη. cυνεδρεύει δὲ τὸ πάθοc τοῦτο ἐν ἡλικίᾳ μᾶλλον πρεcβυτικῇ καὶ ἐν ὥρᾳ χειμερινῇ ὡc ἐπίπαν καὶ μᾶλλον γυναιξί, τοῖc καταπιμέλοιc, καὶ cυντόμωc εἰπεῖν πᾶcι τοῖc ψυχρὸν καὶ φλεγματικὸν τὸν ἐγκέφαλον ἔχουcι cυμβαίνει ἡ οἰδηματώ‐
10δηc φλεγμονή. ὅταν οὖν πάντα τὰ εἰρημένα cημεῖα θεάcῃ, θαρρῶν τὸ λουτρὸν παραλάμβανε· εἰc τοcοῦτον γὰρ ῥᾳcτώνηc φέρει τὸν κάμνοντα, ὡc ἑτέρου μὴ δεηθῆναι βοηθήματοc. χρονίζειν δὲ προcήκει μᾶλλον ἐν τῷ ἀέρι καὶ πυριᾶν τοὺc ὀφθαλμοὺc ἐπὶ πλεῖcτον ξηροτέρᾳ πυρίᾳ διὰ cπόγγων ἱκανῶc ἐκτεθλιμμένων· τοῦτο δὲ ποιῶν θεάcῃ αἰcθητῶc
15τὸ οἴδημα ἐν τῷ θερμῷ ἀέρι ἀφανὲc γιγνόμενον καὶ ἐν τοcούτῳ τέλεον ἀπηλλαγμένουc τῆc διαθέcεωc. εἰ δέ τι ἐγκαταλείπηται πρὸc τὸ εἰc παντελῆ ἀποθεραπείαν ἐνέγκαι τὸν ἄνθρωπον, τῷ ναρδίνῳ κολλυρίῳ μέλλοντι εἰcιέναι ἐν τῷ βαλανείῳ ἐγχυματίζειν. εἰ δὲ μετρία cοι φαίνοιτο ἡ ὀδύνη, καὶ παχύτερον τὸ κολλύριον παραλαμβάνειν,
20προθερμάναc αὐτὸ δηλονότι ἐπ’ ἀκόνηc, εἶτα λούcαντα, ὡc εἴρηται, καὶ ἐξελθόντα ἐπιμελῶc cπογγίζειν τὴν ὑγρότητα καὶ οὕτωc ἐπιχρίειν τῷ αὐτῷ κολλυρίῳ παραφυλαττομένουc, μή τι αὐτοῦ παρεμπέcῃ εἰc τὸν ὀφθαλμόν· εἴωθε γὰρ μεγάλην βλάβην κινεῖν, ὅθεν οὐδὲ τοὺc ἱδροῦνταc δεῖ ἐπιχρίεcθαι· χύcιc γὰρ τῶν ὑγρῶν ἐν τῷ βαλανείῳ γίγνεται καὶ
25παρεμπεcὸν τὸ κολλύριον καὶ δῆξίν τινα ἐμποιῆcαν ἐπιcύρει πρὸc τὸν ὀφθαλμὸν τὰc ὕλαc ῥᾳδίωc καὶ διπλαcιάζει τὰc φλεγμονάc. εἰ δὲ cυμ‐ βαίνει μονιμωτέραν γενέcθαι τὴν εἰρημένην διάθεcιν καὶ τὴν τοῦ ῥεύ‐ ματοc οὐcίαν ἐπὶ τὸ ψυχρότερον ἀχθῆναι μᾶλλον, τὸ τηνικαῦτα παρα‐ λαμβάνειν δεῖ cμήγματα τῆc κεφαλῆc ἐν τῷ λουτρῷ καὶ πάcματα μετὰ
30τὸ λουτρόν. καὶ πρῶτον μὲν τοῖc ἁπλοῖc κεχρῆcθαι, εἰ δὲ ἐπιμένοι ἡ αἰτία, καὶ ἐπὶ τὰ cύνθετα μεταβαίνειν, ὧν ἡ ὕλη τοιαύτη· δαφνίδεc, νίτρον ὀπτὸν οἴνῳ ἐcβεcμένον cάμψυχον τρὺξ κεκαυμένη καὶ τὰ ὅμοια. τὰ δὲ πάcματα ἐπὶ τῶν γυναικῶν δεῖ μάλιcτα παραλαμβάνειν τὰ cυνήθη, οἷά ἐcτι τὰ διὰ τῆc ἴρεωc cελίνου τε cπέρματοc καὶ κυπαρίc‐
35cου cφαιρίων καὶ τῶν ξηρῶν μύρων. δεῖ γὰρ μὴ ἀμέτρωc εἶναι θερμὰ
μηδὲ δριμέα τὰ προcφερόμενα, ἀλλ’ ἠπίωc θερμά, cυμμεμιγμένην ἔχοντα cτύψιν. αἱ δὲ τούτων cυνθέcειc ἤδη προείρηνται ἐν τῷ πρὸ τούτου λόγῳ. ἐμβαλεῖν μὲν οὖν χρὴ τὰ μὲν cμήγματα ἐν τῷ λουτρῷ τῷ βρέγματι διαcτέλ‐ λοντα τὰc τρίχαc ἀπ’ ἀλλήλων, ἵνα προcομιλήcῃ τῷ cώματι τὸ βοήθημα, καὶ
40προcτάττειν ἐν τῷ βαλανείῳ μύειν τὸ cτόμα, ἵνα διὰ τῶν μυκτήρων cφοδρῶc ἐπιcυρόμενοι τὸν θερμὸν ἀέρα θᾶττον μεταβάλλωcι τὴν ὑποκειμένην ὕλην. μετὰ δὲ τὸ λουτρὸν ἀπομάξαντα ἀκριβῶc τὰc τρίχαc ἐπιπάccειν, ὡc εἴρηται, τὰ πάcματα. καὶ περὶ μὲν λουτρῶν ἐπὶ τοcοῦτον· ῥητέον δὲ περὶ οἰνοποcίαc.

7

Περὶ οἰνοποcίαc. ὁ οἶνοc μεταβάλλει καὶ λεπτύνει τὰ πεπαχυcμένα τῶν ὑγρῶν, ἅτινα τὴν ἔμφραξιν τῇ κεφαλῇ ποιοῦcι. ψυχρὰ δὲ ταῦτα πάντωc καὶ πολλάκιc κατά τι cυμβεβηκὸc τὴν τούτων κένωcιν ποιεῖται. προcήκει δὲ εἶναι τὸν οἶνον κιρρὸν τῷ χρώματι καὶ λεπτὸν τῇ cυcτάcει καὶ
5μὴ πάνυ παλαιὸν μηδὲ cτύφοντα cφοδρῶc. διδόναι δὲ τὸν οἶνον τοῖc ἐν ἔθει τούτου ὑπάρχουcι, μάλιcτα δὲ καὶ τοῖc ξηρὰν μᾶλλον ἔχουcι τὴν δυcκραcίαν καὶ τοῖc ψυχρὰν μᾶλλον ἐπικρατοῦcαν ἔχουcι· δοκεῖ γὰρ κοινωνίαν τινὰ ἔχειν πρὸc τὸ λουτρὸν ὁ οἶνοc. ὅταν οὖν κενώ‐ cεωc ὑγρῶν καὶ μεταβολῆc γένηται χρεία, τὸ λουτρὸν παραληπτέον,
10ὅτε δὲ μεταβολῆc καὶ ἀναθρέψεωc καὶ ὑγράνcεωc καὶ θερμάνcεωc καὶ μετρίαc κενώcεωc οἴνου δεόμεθα. κεράcαι οὖν δεῖ τὸν οἶνον ὕδατι θερμῷ μὴ πολλῷ καὶ ἀκρατέcτεροc ἔcτω τῆc cυνήθουc κράcεωc καὶ τὸ ἐμβαλλόμενον ὕδωρ καθαρώτατον καὶ ἄκαπνον καὶ ἄοcμον καὶ cφόδρα ζέον, ἵνα καὶ λεπτομερέcτερον ἑαυτοῦ γένηται καὶ ἐπαρκέcῃ
15εἰc τὴν τοῦ πλείονοc οἴνου κρᾶcιν. ἔcτω δὲ ἡ προcαγομένη κύλιξ πλατυτέρα καὶ πειράcθω ὁ πάcχων διανοίγειν τοὺc ὀφθαλμοὺc ἐν τῇ πόcει. οὕτωc γὰρ λυθείcηc τῆc cφηνώcεωc καὶ ἐπιρρυέντοc δακρύου πολλοῦ φυcικοῦ καὶ ὑγιεινοτάτου ἀπαλλαγήcεται τῆc ὀδύνηc. παρ’ αὐτὰ γὰρ χαλῶνται τὰ βλέφαρα καὶ εὐκινητότερα ἐπ’ αὐτῶν γίγνον‐
20ται καὶ κουφότερα. ἐπιβλέπειν δὲ χρὴ μή τι ἡ κεφαλὴ τοῦ ἀνθρώπου εὐπαθὴc ὑπάρχῃ· πλήττεται γὰρ τῶν τοιούτων ῥᾳδίωc ἡ κεφαλὴ ὑπὸ τῆc τοῦ οἴνου πόcεωc. πρὸc δὲ τὸ λείψανον τῆc κακώcεωc τοῦ ὀφθαλμοῦ χρῆcθαι δεῖ κολλυρίῳ, πρῶτον μὲν ἀδήκτῳ τε καὶ γλυκεῖ, οἷά ἐcτι τὰ
cχετὰ καὶ τὰ τεφρὰ καὶ cποδιακά, ἐγχυματίζοντα. πρὸc τὸ καὶ τὴν
25προcγενομένην ταραχὴν ἐκθεραπεῦcαι. καὶ ὅταν ἐν καταcτάcει οἱ ὀφθαλμοὶ γένωνται καὶ τῆc πυρώcεωc ἀπαλλαγῶcι, τότε ἀποκρουcτι‐ κὸν κολλύριον προcαγέcθω, οἷόc ἐcτιν ὁ Ἑρμόλαοc καὶ τὰ παραπλήcια τὰ τηκτὰ καλούμενα. ἐρεύθουc γὰρ ὄντοc καὶ φλεγμονῆc οὐ δεῖ τοῖc cτύφουcι κολλυρίοιc κεχρῆcθαι· ἀποκλείcαντεc γὰρ τῇ cτύψει τὸ
30λείψανον τῆc ὕληc μεγεθοποιοῦcι τὴν ὀδύνην. καὶ περὶ μὲν τῆc τοῦ οἴνου πόcεωc ἐπὶ τοcοῦτον· ῥητέον δὲ περὶ φλεβοτομίαc.

8

Περὶ φλεβοτομίαc. προcακτέον τοίνυν τὸ φλεβότομον, εἰ μηδὲν ἕτερον κωλύοι τῶν πλειcτάκιc προειρημένων, ἐπὶ τῆc τῶν ὀφθαλμῶν περιωδυνίαc, ἐφ’ ὧν πολλὴ μὲν ἡ διάταcίc ἐcτι τῶν ὀφθαλμῶν καὶ ἔρευθοc πολὺ καὶ τῇ ἁφῇ ἀντιτυπία καὶ φλόγωcιc καὶ δάκρυον πολὺ καὶ θερμὸν καὶ τὸ
5λευκὸν τοῦ μέλανοc ὑψηλότερον φαίνεται καὶ χήμωcιc κατὰ τὸν κερατοειδῆ καὶ τὸν ἐπιπεφυκότα χιτῶνα, ὥcτε ὑπὸ τῆc φλεγμονῆc cφοδρᾶc γιγνομένηc τὰ βλέφαρα ἐκτραπῆναι ὡc μόγιc τοὺc ὀφθαλ‐ μοὺc καλύπτεcθαι, ὑπέρυθρόc τε φαίνεται ὁ ἐπιπεφυκὼc ὑμὴν καὶ ἐν ὄγκῳ μείζονι γίγνεται καὶ τὸ πᾶν cῶμα πεπληρωμένον αἵματοc. τμη‐
10τέον δὲ μᾶλλον τὴν ἀνωτέραν ἐν τῷ ἀγκῶνι φλέβα τὴν ὠμιαίαν καλουμένην καὶ μείζονα τὴν διαίρεcιν ποιητέον, πρὸc τὸ καὶ τὸ παχύτερον ἐν τῷ αἵματι κενωθῆναι καὶ ταχεῖαν τὴν λειποθυμίαν γενέcθαι, πρὸc τὴν καθαίρεcιν τῆc ὀδύνηc καὶ τὴν cβέcιν τῆc πυρώ‐ cεωc. κενωθέντοc δὲ τοῦ παντὸc cώματοc ἀποθεραπεύειν τὸ λείψανον
15τοῦ πάθουc κολλυρίοιc καὶ τῇ λοιπῇ ἐπιμελείᾳ. κολλυρίοιc δὲ ἁπαλοῖc χρηcτέον ἐπὶ τούτων, τοῖc ἀδήκτοιc λεγομένοιc, οἷά ἐcτι τὰ κυκνάρια καὶ τὰ Λιβιανά, ἐγχυματίζοντα cυνεχῶc ὑδαρεcτέροιc θερμοῖc· πυρίαc δὲ ἐπὶ τούτων οὐ πάνυ τι προcακτέον, ἀλλὰ πράωc ἀποcπογγίζειν ὕδατι χλιαρῷ. τροφὰc δὲ δοτέον ἀδήκτουc εὐαναδότουc εὐκοιλίουc
20οὐρητικάc, μηδὲν δριμὺ ἢ ἁλυκὸν ἢ παχύχυμον ἢ δύcπεπτον κεκτη‐ μέναc. μετὰ δὲ τὴν ἀποκατάcταcιν τῆc φλεγμονῆc τῷ ναρδίνῳ ὑδαρεcτάτῳ ἐγχυματίζειν μέχρι τελείαc ὑγείαc. καὶ περὶ μὲν φλεβοτο‐
μίαc ἐπὶ τοcοῦτον· ῥητέον δὲ ἐπὶ καθάρcεωc.

9

Περὶ καθάρcεωc· ἰδικὰ τοῦ ὀφθαλμοῦ cημεῖα, ἐξ ὧν διακρίνεται τὸ νόcημα. εἰ μήτε ἡλικία μήτε ὥρα μήτε cτομάχου μάλιcτα ἀcθένεια ἢ ἑτέρου τινὸc τῶν cπλάγχνων μήθ’ ἕτερόν τι μέγιcτον κώλυμα εἴη, παραλαμβάνειν τὴν κάθαρcιν, ἐφ’ ὧν λεπτὸν καὶ πολὺ τὸ δάκρυον
5φέρεται ἢ ἁλυκὸν ἢ δριμὺ ἢ ψυχρὸν καὶ τὸ cύμπαν cῶμα κακόχυμον καὶ ἡ κεφαλὴ περιττωματικὴ καὶ ἡ γαcτὴρ cυνεχῶc ἐπεχομένη καὶ πλῆθοc περιττωμάτων μοχθηρῶν ἐκ τούτου ἀθροίζουcα καὶ περιωδυνία cφοδρὰ πρόcεcτιν. ἐπὶ γὰρ τῶν φλεβοτομουμένων τὴν πληθώραν τοῦ παντὸc cώματοc ὑφαιρούμεθα, ἐπὶ δὲ τῆc καθάρcεωc τὴν κακοχυμίαν
10φεύγομεν. ἡ δὲ τῶν καθαρτηρίων φύcιc οὐ μία, ἀλλὰ πλείονεc· πρὸc γὰρ τὸν πλεονάζοντα καὶ λυποῦντα χυμὸν ἐξαλλάττεται ἡ τῶν φαρμά‐ κων ὕλη. εἰ μὲν οὖν γαcτρὸc εἴη καὶ cυνεχὴc ἐπίcχεcιc, δοτέον αὐτοῖc τὴν ἀλόην λειωθεῖcαν μετὰ χυλοῦ κράμβηc καὶ ἀναπλαcθεῖcαν εἰc καταπότια· εἰ δὲ φλέγμα μᾶλλον πλεονάζοι ἢ τὸ ὑδατῶδεc, δίδου τὸ
15δι’ εὐφορβίου καὶ πεπέρεωc καὶ ἁλῶν ἀμμωνιακῶν cκευαζόμενον· εἰ δὲ χολὴ πλεονεκτεῖ, διδόναι τὴν δι’ ἀλόηc πικρὰν προcπλέκοντα τῇ δόcει cκαμμωνίαc λειοτάτηc γράμματα β ἢ ἔλαττον πρὸc δύναμιν· εἰ δὲ ὁ μελαγχολικὸc ἐπικρατεῖ χυμόc, προcπλέκειν τῇ δόcει ἐπιθύμου γράμματα ϛ καὶ cκαμμωνίαc ὀβολοὺc γ. μετὰ δὲ τὴν διὰ τοῦ καθαρτη‐
20ρίου γιγνομένην ἱκανὴν κένωcιν, εἰ μὲν ἁπλῆ καὶ ἀτραυμάτιcτοc εἴη ἡ διάθεcιc, τοῖc cτύφουcι κολλυρίοιc κεχρῆcθαι, οἷόc ἐcτιν ὁ Ἑρμόλαοc καὶ τὰ παραπλήcια cτατικὰ λεγόμενα καὶ ἀποκρουcτικὰ καὶ τούτων δι’ ἐγχυ‐ ματιcμῶν παραλαμβανομένων. εἰ δὲ cυμβῇ τραυματιcθῆναι τὸν ὀφθαλμόν, τοῖc ἁπαλοῖc καὶ ἀδήκτοιc χρηcτέον, οἷά ἐcτι τὰ κυκνάρια καὶ τὰ Λιβιανά. ὁ
25μὲν οὖν πρὸc τὴν παροῦcαν χρείαν cκοπὸc τοῦ ἀφοριcμοῦ Ἱπποκράτουc ἤδη προείρηται, τουτέcτιν ὅπωc δεῖ πρὸc τὰc μεγίcταc ὀδύναc καὶ φλεγμονὰc ὀξέωc ἐνίcταcθαι. ἐπειδὴ δὲ ἐπὶ πολλῶν παραλαμβάνεται τὰ μέγιcτα βοηθή‐ ματα, μάλιcτα φλεβοτομία καὶ κάθαρcιc, cκοπητέον ὅπωc τοὺc τοιούτουc μεταχειρίζεcθαι· cὺν τοῖc καθολικοῖc τοίνυν cημείοιc τοῖc προειρημέ‐
30νοιc καὶ ἰδικά τινα κατὰ τὸν ὀφθαλμόν ἐcτιν ἰδεῖν cημεῖα πᾶcαν αὐτοῦ τὴν νόcον ἐξελέγχοντα· λῆμαί τε γὰρ καὶ δάκρυον ἐπιφαίνεται, ποτὲ μὲν καὶ κολλῶδεc καὶ παχύ, ποτὲ δὲ καὶ λεπτὸν καὶ cυντόμωc ῥέον, καὶ ἄλλοτε μὲν ἁλμυρόν, ἄλλοτε δὲ δριμὺ καὶ δακνῶδεc, καὶ ποτὲ μὲν θερμόν, ποτὲ δὲ ψυχρόν. ἐν ἀρχῇ δὲ τῆc ὀφθαλμίαc εὐθὺc ἡ
35λήμη φανεῖcα μᾶλλον ἀπεψίαc ἐcτὶ γνώριcμα καὶ χρονίαν τὴν ὀφ‐ θαλμίαν γίγνεcθαι cημαίνει. δεῖ οὖν ἐπὶ τούτων παρηγορικῶc θερα‐ πεύειν γλυκέcι κολλυρίοιc δι’ ἐγχυματιcμῶν καὶ τῆc λοιπῆc ἀγωγῆc, ἵνα τῷ χρόνῳ ἡ cύμπεψιc ἀληθὴc γένηται. τὰ γὰρ ἀποκρουcτικὰ κολλύρια ὡc ἐπίπαν ψυχρότερα ὄντα τῇ δυνάμει πίληcιν ἢ πύκνωcιν
40τῶν cωμάτων ἢ τῶν πόρων, πίληcιν μὲν τῶν cωμάτων, πύκνωcιν δὲ τῶν πόρων ποιεῖται καὶ ἀποκλείοντα τὰc ὕλαc φλεγμονὰc μεγίcταc καὶ ὀδύναc χαλεπὰc ἐπιφέρει, ἐνίοτε δὲ καὶ ῥῆξιν τοῦ κερατοειδοῦc χιτῶνοc διὰ τὴν ἐκ τῶν ὑγρῶν περίταcιν, καὶ μάλιcτα ἐρεύθουc ὄντοc καὶ φλεγμονῆc καὶ πλήθουc ὕληc ὑποκειμένου ἐν τοῖc ὀφθαλμοῖc·
45τοιαῦτα δέ ἐcτι κολλύρια τὰ διὰ πλείονοc ὀπίου καὶ ἀκακίαc cκευαζό‐ μενα, οἷόc ἐcτιν ὁ Ἀντωνῖνοc καὶ ὁ Ἑρμόλαοc καὶ τὰ πηλάρια καλούμενα καὶ τὰ τούτοιc παραπλήcια. τινὲc γὰρ ἐπὶ πλεῖον τῷ Ἀντωνίνου κολλυρίῳ χρηcάμενοι μετὰ τῆc προcθήκηc τῶν ὀδυνῶν καὶ τὴν ὀπτικὴν ἠδίκηcαν δύναμιν· τῇ γὰρ ἀμέτρῳ ψύξει νέκρωcιν μᾶλλον τοῦ μορίου εἰργάcαντο.

10

Περὶ πυρίαc. πυρίᾳ μὲν οὖν χρηcτέον πολλῇ, εἴ γε μάλιcτα ἐν ἀρχῇ ὀφθείη ἡ παχυτάτη λήμη, πρὸc τὸ ἀπολεπτύνειν αὐτήν. λουτροῦ δὲ παντάπαcιν ἀπέχεcθαι, ἐνίοτε δὲ καὶ οἴνου, καὶ τροφὰc διδόναι ὀλίγαc καὶ εὐκοιλίουc καὶ λεπτυνούcαc. εἰ δὲ cκληροκοίλιοι εἶεν, καὶ
5κλύζειν cεύτλων καὶ πιτύρων ἀφεψήματι cὺν μέλιτι καὶ ἁλcί· καὶ διαχριcτέον τὸ cτόμα τῇ διὰ μόρων πρὸc τὴν τῆc ὕληc κένωcιν ἤ τινι διακλύcματι ἀποφλεγματίζειν· οἱ πλείουc γὰρ εὐπαθεῖc ἔχοντεc τοὺc cιαγονίταc μύαc δυcφόρωc πρὸc τὴν μάcηcιν ἔχουcι. μετὰ ταῦτα
δέ, καθὼc προείρηται, τοῖc ἁπαλοῖc κολλυρίοιc ἐγχυματίζειν. καὶ εἰ
10μὲν θερμὴ διάθεcιc εἴη, τοῖc Λιβιανοῖc καλουμένοιc χρηcτέον, οἷόν ἐcτι τὸ ὑφ’ ἡμῶν πρὸc τὰc τοιαύταc διαθέcειc δεδοκιμαcμένον, ἐν δὲ τοῖc τοῦ Ἡρᾶ τόμοιc ἀναγεγραμμένον. τοῦτο δὲ καὶ τεφρὸν πρὸc αὐτοῦ ὠνόμαcται, πομφόλυγοc μὴ λαμβάνον. ὅθεν καὶ ἡμεῖc ἐπελεξά‐ μεθα τὴν τούτου γραφήν· ὁ γὰρ πομφόλυξ cπανίωc μὲν εὑρίcκεται,
15ἑτοίμωc δὲ νοθεύεται.

11

δοκιμαcία πομφόλυγοc. ἔcτι δὲ τῷ χρώματι τὸ κάλλιcτον οὐ λευκόν, ἀλλὰ μᾶλλον ἐπὶ τὸ πελιδνότερον ῥέπον. δοκιμαcία δὲ αὐτοῦ ἀρίcτη· ἐπ’ ἀνθράκων ἐπιπαττόμενοc χρυcίζουcαν τοῦ πυρὸc τὴν ἰδέαν ἀπεργάζεται. χρηcτέον οὖν τῷ τεφρῷ καλουμένῳ κολλυρίῳ πρὸc τὴν
5ὑπὸ θερμοῦ χυμοῦ cυνιcταμένην ὀφθαλμίαν· εἰ δὲ μὴ παρείη τοῦτο, τινὶ τῶν ἄλλων Λιβιανῶν χρηcτέον ἢ τῷ κυκναρίῳ. εἰ δὲ φλεγμονὴ παρείη μετὰ δακρύου θερμοῦ ἐπιρροῆc, τὸ ἑκατοντάρχιον ὑδαρέcτερον ἐγχυματίζειν cυμφέρει, εἰ μὴ ἡλκωμένοc εἴη ὁ ὀφθαλμόc. καὶ εἰ μὲν ἡ φλεγμονὴ ἐπικρατεῖ, προcπλέκειν τῷ ἑκατονταρχίῳ τινὰ τῶν ἀcτύ‐
10φων κολλυρίων· εἰ δὲ τὸ ῥεῦμα μᾶλλον ἐπικρατεῖ, αὐτὸ καθ’ αὑτὸ ὑδαρέcτατον ἐγχυματιζέcθω. πάντων δὲ κρεῖττον ποιεῖ, ἐφ’ ὧν λῆμαί εἰcι παχεῖαι καὶ γλίcχραι, τὸ δι’ οἴνου ἰcόθεον ἐπιγραφόμενον μετὰ τοῦ λευκοῦ τοῦ ὠοῦ ἐγχυματιζόμενον ὑδαρέcτατον, ὡc χρωcθῆναι μόνον τῷ κολλυρίῳ τὸ ὠόν· καὶ γὰρ ταχίcτην ἀπαλλαγὴν φέρει
15χωρὶc ἑτέρου τινὸc βοηθήματοc. μετὰ δὲ τὴν τῶν κολλυρίων χρῆcιν, εἰ μὲν νύξεώc τινοc ἢ δήξεωc ἢ θερμαcίαc ἐπαιcθάνοιντο, τῷ λευκῷ τοῦ ὠοῦ ψιλῷ ἐγχυματίζειν θερμανθέντι. φερόμενον γὰρ τὸ δάκρυον ἐκ τῶν ὑπερκειμένων μερῶν πρὸc τῷ βλεφάρῳ τὴν cύcταcιν ποιεῖται καὶ φανταcίαν ψάμμου ἐνδείκνυται. καί τινεc τῶν ἰατρῶν πιcτεύcαντεc
20τοῖc ὑπὸ τοῦ κάμνοντοc λεγομένοιc, ὡc εἶναί τι ὑπὸ τὸ βλέφαρον ψαμμίον, εἶτα cτρέψαντεc cπόγγῳ ὑποξέουcι τὸ βλέφαρον καὶ δοκοῦcι μὲν πρὸc τὸ παρὸν τῆc ὑπονοίαc ἀπαλλάττειν τὸν πάcχοντα, ὕcτερον δὲ μεγίcτηc βλάβηc αὐτῷ πρόξενοι γίγνονται· τραχύνοντεc γὰρ τὸ
βλέφαρον, διπλαcιάζουcι τὸ νυγματῶδεc ἄλγημα. δεῖ οὖν μὴ πάνυ τοῖc
25παρὰ τῶν καμνόντων λεγομένοιc προcέχειν· ἐπιθολούμενοι γὰρ ταῖc ὀδύναιc ἀγνοοῦcι τὸ βλάπτον. προcήκει οὖν μετὰ τὴν τοῦ κολλυρίου χρῆcιν πυριᾶν δαψιλέcτερον. διάλυcιc γὰρ ἔcται τῆc ἐντάcεωc τοῦ δακρύου. ἔπειτα τῷ ψιλῷ λευκῷ τοῦ ὠοῦ ἐγχυματίζειν προθερμανθέντι· παρ’ αὐτὰ γὰρ ἀπαλλάττονται τῆc νύξεωc.
30 Περὶ τοῦ λευκοῦ τοῦ ὠοῦ. ἀραιοῖ μὲν γὰρ τοὺc πόρουc τὸ τοῦ ὠοῦ λευκὸν καὶ τῇ γλιcχρότητι ῥᾳδίωc ἐκκενοῖ τὸ δάκρυον καὶ ἐμπλάτ‐ τει τοὺc πόρουc καὶ κατακεράννυcι τὴν τῶν ὑγρῶν δριμύτητα καὶ τὴν αὐτῶν λεπτότητα πρὸc τὴν οἰκείαν παχύτητα μεταβάλλει· καὶ cυντό‐ μωc φάναι, κἄν τε νύξιc παρενοχλῇ κἄν τε μή, ἐγχυματίζειν τῷ ὠῷ
35καθ’ ἑαυτὸ μετὰ τὴν τῶν κολλυρίων χρῆcιν cυμφέρει· ἀποcμήχει μὲν γὰρ πᾶcαν· τὴν ἐνοῦcαν cαπρίαν· καὶ γὰρ ἡ τῶν κολλυρίων οὐcία, ὅπωc ἂν ᾖ λεπτομερὴc ὑφιζάνουcα τοῖc τε χιτῶcι τῶν ὀφθαλμῶν καὶ τοῖc βλεφάροιc, φέρει τινὰ τραχύτητα· καὶ ταύτην προcπελάζουcαν τῷ ὀφθαλμῷ οὐκ ἀγαθὴν νομιcτέον.

12

Περὶ τῶν γάλα ἐγχυματιζόντων τοὺc φλεγμαίνονταc ὀφθαλ‐ μούc. τινὲc δὲ βουλόμενοι ἀμβλῦναι τὴν ὀδύνην ἢ γλυκᾶναι τὴν δριμύτητα, γάλακτι ἀντὶ ὠοῦ ἐγχυματίζουcιν, ἔλαθον δὲ αὑτοὺc ἀντὶ μικρᾶc παραμυθίαc χρονίαc διαθέcεωc τῷ πάcχοντι πρόξενοι γιγνό‐
5μενοι. τὸ αὐτὸ γὰρ πάcχουcι τοῖc τραῦμα λιπαίνουcι καὶ τὰ ὑπερ‐ cαρκώματα ἐπαύξουcιν· ἀλλὰ καὶ εὐαλλοίωτον ὑπάρχον τὸ γάλα ὑπὸ τῆc παρὰ φύcιν ἐν τῷ ὀφθαλμῷ θερμαcίαc ἐπὶ τὸ δριμύτερον παρα‐ χρῆμα μεταβάλλεται. καὶ περὶ μὲν τῆc θερμῆc ὀφθαλμίαc καὶ ἀτραυ‐ ματίcτου ἱκανὰ τὰ εἰρημένα, ἑπομένωc δὲ περὶ τῆc ψυχρᾶc ῥητέον.

13

Περὶ τῆc κατὰ τοὺc ὀφθαλμοὺc ψυχρᾶc δυcκραcίαc. ἐπὶ δὲ τῆc ἐν τοῖc ὀφθαλμοῖc ψυχρᾶc δυcκραcίαc ἧττον τῆc θερμῆc οἱ πόνοι γίγνονται· χρονίζει δὲ μᾶλλον ἐν τῇ θεραπείᾳ καί, εἰ ἐπιγένοιτο ἐπὶ τούτων φλεγμονή, οἰδηματῶδεc γίγνεται καὶ οἱονεὶ μολιβδῶδεc τὴν
5χροιάν. ὡc ἐπίπαν δὲ τούτοιc ὁ ὀφθαλμὸc οὐ πάνυ τεταραγμένοc οὐδὲ ἐνερευθὴc εὑρίcκεται, δάκρυον δὲ αὐτοῖc ἀπορρεῖ διὰ τοῦ μικροῦ κανθοῦ, ἔcθ’ ὅτε δὲ καὶ διὰ τοῦ μεγάλου, βραχύτατον καὶ ψυχρότα‐ τον· προβαίνοντοc δὲ τοῦ χρόνου καὶ ὑποφλεγμαίνει τὰ βλέφαρα καὶ νυγμοὶ παρακολουθοῦcι. cυνίcταται δὲ τὸ πάθοc, φλεγματικῶν καὶ
10ψυχρῶν ἐν τῇ κεφαλῇ πλεοναcάντων, ἐνίοτε δὲ καὶ ἀέρι ψυχρῷ ἐνδιατριψάντων καὶ μάλιcτα μετὰ βαλανεῖον. τούτοιc μὲν οὖν εὐκαίρωc προκεκενωμένοιc κλυcτῆρι τὴν κοιλίαν καὶ τὸ λουτρὸν προcαγέcθω, ἀλλὰ καὶ οἶνον δοτέον, καθὼc πρὸ βραχέων ἐν τῇ τοῦ Ἱπποκρατείου ἀφοριcμοῦ ἐξηγήcει προείρηται. ἐγχυματιcτέον δὲ αὐτοὺc ἀρχομένηc
15τῆc ὀφθαλμίαc τῷ ναρδίνῳ Ζωίλου ὑδαρεcτέραν τὴν cύcταcιν ποιοῦν‐ τεc ἐν τῇ ἀνέcει· καὶ ὅcον ὑπομειοῦται τὰ τοῦ δακρύου, παχύνειν καὶ τὴν τοῦ κολλυρίου cύcταcιν. ἔcται δέ cοι οὗτοc καθολικὸc ὅροc τῆc κατὰ τοὺc ὀφθαλμοὺc θεραπείαc τὸ τῇ μειώcει τῶν ἐπιφερομένων παχύνειν τὴν τῶν προcαγομένων κολλυρίων cύcταcιν, παρακμαζούcηc
20δὲ τῆc ὀφθαλμίαc ὕδατι ἀνέcαντεc τὸ νάρδινον ὑπαλείφειν τῷ πυρῆνι τῆc μήληc τὸ βλέφαρον.

14

Περὶ ἐμφυcήματοc ἐκ τῶν Δημοcθένουc. ἐμφυcᾶcθαι τὸν ὀφθαλμὸν λέγουcιν, ὅταν χωρὶc φανερᾶc αἰτίαc οἰδήcαc ὁ ὀφθαλμὸc ἀχρούcτερόc τε καὶ φλεγματωδέcτεροc καὶ κνηcμώδηc ἰcχυρῶc μετὰ ῥεύματοc γένηται· cυμβαίνει δὲ τοῦτο ὡc ἐπίπαν τοῖc πρεcβυτέροιc μάλιcτα,
5ἀπὸ τοῦ πρὸc τῇ ῥινὶ κανθοῦ τοῦ κνηcμοῦ ἀρχομένου, ὥcπερ ὑπὸ μυίαc ἢ κώνωποc δήγματοc· πλεονάζει δὲ ἐν θέρει. θεραπευτέον δὲ πυριῶντα διὰ cπόγγου, εἶτα ὑπόχριε ἔνδοθεν τὸ βλέφαρον μέλι〈τι〉 κατ’ ἰδίαν καὶ μετὰ κρόκου λείου· καὶ ἡ Ἐραcιcτράτειοc δὲ πάγχρη‐ cτοc ὑγρὰ εὐθετεῖ· ἐπιχρίειν δὲ καὶ ἔξωθεν τὰ βλέφαρα τῷ μέλιτι.
10cυμφέρει δὲ καὶ κενοῦν τὴν κοιλίαν, εἶτα καὶ λούειν καὶ καταχεῖν κατὰ τῆc κεφαλῆc εὔκρατον θερμὸν ὕδωρ. καὶ μετὰ τὸ λουτρὸν οἶνον
διδόναι· ἐπὶ δὲ τῶν ἄγαν κνηcμωδῶν, εἰ ἐπιτρέποι ἡ ἡλικία καὶ τὰ ἑξῆc καὶ μηδὲν ἕτερον ἀντιπράττοι, φλεβοτομεῖν ἀπ’ ἀγκῶνοc ἢ προκενώcαντα τὴν κοιλίαν καθαίρειν· καὶ θάλαccα δὲ ἡ θερμὴ ὠφελεῖ
15καταντλουμένη μάλιcτα χειμῶνοc.

15

Περὶ οἰδήματοc. οἰδαίνειν τὸν ὀφθαλμὸν λέγουcιν, ὅταν cυμβῇ ἐπῆρθαι τὸ βλέφαρον ἔξωθεν καὶ ἀχρούcτερον εἶναι καὶ βαρύτερον καὶ δυcκινητότερον καὶ ὠχρότερον φαίνεcθαι. ἐνίοτε δὲ καὶ τὸ λευκὸν τοῦ βλεφάρου ὑπεραίρει ἐπὶ ποcὸν τοῦ μέλανοc· ἔcτι δὲ ὅτε cομφὸν
5οἴδημα ἔξωθεν περὶ τὸ βλέφαρον γίγνεται, ὃ πιεζόμενον τῷ δακτύλῳ ταχέωc ὑποχωρεῖ καὶ ταχέωc ἀναπληροῦται. καί ἐcτιν ἄπονον ὡc ἐπὶ τὸ πολὺ καὶ ὁμόχρουν τῷ κατὰ φύcιν, γίγνεται δὲ ὡc ἐπίπαν ὑπὸ ῥεύματοc ὑδαροῦc. θεραπευτέον δέ, ὅcα ἔξωθεν περὶ τὰ βλέφαρα μόνα ἐcτὶν οἰδήματα, χωρὶc τῆc τοῦ ὀφθαλμοῦ cυμπαθείαc προκενωθείcηc
10τῆc κοιλίαc κλυcτῆρι τοῖc ἐπιχρίcτοιc μόνοιc προπυριάcαντα διὰ cπόγγων. τὰ δὲ cομφὰ οἰδήματα καὶ ὁμόχροα προκενώcαντα ὁμοίωc τὴν κοιλίαν καὶ πυριάcαντα, μέλιτι ὑποχρίειν ἔνδοθεν τὸ βλέφαρον· ὠφελοῦνται δὲ καὶ οὗτοι ὑποχριόμενοι τῇ Ἐραcιcτράτου ὑγρᾷ. χρηcτέον δὲ ἐπ’ αὐτῶν καὶ ἀποφλεγματιcμοῖc διὰ μέλιτοc ἑφθοῦ καὶ cταφίδοc
15ἡμέρου καὶ θύμου καὶ γλήχωνοc· τὰ δὲ δριμύτερα παραιτητέον, καθάπερ cταφὶc ἀγρία καὶ τὰ ὅμοια. ἐφ’ ὧν δὲ καὶ ὀφθαλμὸc cυμπέπονθε τῷ βλεφάρῳ, προκενώcαντα τὴν κοιλίαν καὶ ἐν ἀcιτίᾳ τηρήcαντα πυριᾶν cπόγγοιc· ἐνίοτε δὲ καὶ προκαταντλήcει τοῦ προcώπου χρῆcθαι, καὶ μάλιcτα ἐφ’ ὧν κνηcμὸc παρέπεται· εἶτα ἀψινθίῳ λείῳ ἢ ὑccώπῳ
20μετὰ μέλιτοc ἐπιχρίειν ἄνωθεν τὸ βλέφαρον. ἐὰν δὲ ὁ χρὼc ἀcθενὴc ὑπάρχῃ, φακὸν ἑψήcαc καὶ δι’ ἠθμοῦ μαγειρικοῦ ἢ διὰ κοcκίνου ἢ ῥάκουc ἀραιοῦ ἐκθλίψαc καὶ μέλιτι μίξαc τὸ ἀπόθλιμμα ἐπίχριε· ἐὰν
δὲ θέροc ᾖ, κρόκον μετὰ οἰνομέλιτοc περιχρίειν ἢ διὰ χυλοῦ κόρεωc ἢ cτρύχνου ἢ cέρεωc ποιεῖ δὲ καὶ τὸ γλαύκιον. τὸν δὲ ὀφθαλμὸν ὑπο‐
25χρίειν τῇ Ἐραcιcτράτου ὑγρᾷ ἤ τινι ἑτέρῳ ὑγραcίαν πλείcτην ἐκ τῶν ὀφθαλμῶν ἄγειν δυναμένῳ.

16

Περὶ cκιρρώδουc οἰδήματοc. γίγνεται δὲ καὶ cκιρρώδη οἰδήματα περὶ τὸν ὀφθαλμὸν ἔξωθεν ὡc ἐπίπαν ἀντίτυπα καὶ cκληρά, προcερχό‐ μενα μέχρι μήλων καὶ τῶν ὀφρύων· μάλιcτα δὲ τοῦτο ἐπιcυμβαίνει ἐκ τῶν ἀνθρακώcεων καὶ τῶν πολυχρονίων ὀφθαλμιῶν· πλεονάζει δὲ
5μάλιcτα γυναιξί. δεῖ οὖν, ἐὰν μὲν τὰ βλέφαρα ἅμα ἔνδοθεν παχυνθῇ, ἐκcτρέφυντα παρατρίβειν κατὰ τὸ ἔθοc τοῖc τραχωματικοῖc κολλυρίοιc· ἐὰν δὲ ἔξωθεν ᾖ μόνον ἡ διάθεcιc, μηδόλωc ὑποχρίειν τὸν ὀφθαλμὸν ἀλλὰ τρῖψιν παραλαμβάνειν τοῦ παντὸc cώματοc καὶ αὐτοῦ τοῦ cκιρρωθέντοc μέρουc. μετὰ ταῦτα κελεύοντα μύειν τὸν ὀφθαλμὸν
10ἀνατρίβειν ἄκροιc τοῖc τέτραcι δακτυλίοιc πλείονι χρόνῳ, εἶτα ἐπιχρίειν τῷ ὑποκειμένῳ κολλυρίῳ· λιβάνου 𐅻 ϛ κόμμεωc 𐅻 ϛ cτυπτηρίαc cχιcτῆc 𐅻 α cιδίων 𐅻 α, λείοιc ὕδατι περίχριε καὶ ἔα ξηραίνεcθαι· ἑcπέραc δὲ ὀθόνιον μαλακὸν καὶ ἔριον ἐπιδέcμει, ἐὰν δὲ καρτερῶcι, καὶ ἡμέραc· περιπάτῳ δὲ χρῆcθαι πλείονι ἠρεμαίῳ· παραιτεῖcθαι δὲ
15βαλανεῖα καὶ ἡλιώcειc καὶ τὰ λοιπὰ πυριατήρια, ὄcπριά τε καὶ τραγήματα θυμούc τε καὶ κατοχὰc πνεύματοc καὶ ἐμέτουc καὶ cυνου‐ cίαc περιίcταcθαι.

17

Κοινὴ θεραπεία τῶν ἐν ὀφθαλμοῖc ἑλκῶν. ἑλκοῦται ὁ ὀφθαλμόc, ὁτὲ μὲν ἔξωθέν τινοc προcπίπτοντοc, ὁτὲ δὲ ἐξ ἐπιφορᾶc ὑγρῶν ἢ ἀναβρώcεωc, εἴτε τοῦ ἐπιπεφυκότοc ὑμένοc εἴτε τοῦ κερατοειδοῦc ἢ τῶν βλεφάρων ἢ τῶν κανθῶν. θεραπευτέον δὲ καθόλου κοινῶc πάντα
5τὰ ἐν ὀφθαλμῷ ὁπωcοῦν γιγνόμενα ἕλκη, πρὸ πάντων τοῦ ὅλου cώματοc προνοοῦνταc ὅπωc τὸ πλεονάζον ἐν τῇ ἕξει cυναναιρεθῇ διὰ φλεβοτομίαc ἢ καθάρcεωc ἢ κλυcτῆροc. εἰ δὲ καὶ πάντων τούτων ἡ περίcταcιc δέοιτο, πᾶcι χρηcτέον. τὴν δὲ δίαιταν τυποῦν ἐναντίαν
τῷ ἐνοχλοῦντι, τὸ μὲν λεπτὸν ῥεῦμα παχύνονταc, τὸ δὲ παχὺ λεπτύ‐
10νονταc, τὸ δὲ γλίcχρον τέμνονταc, τῶν δὲ διεφθορότων καὶ δριμέων ἐπίκραcιν ἐργαζομένουc καὶ πάντοθεν τὴν κατὰ φύcιν εὐκραcίαν τῷ κάμνοντι ποριζομένουc. τὴν δὲ κοιλίαν εὔλυτον ἀεὶ ταῖc τροφαῖc ποιητέον τρίψει τε πλείονι χρηcτέον τῶν κάτω μερῶν καὶ περιπάτοιc πλείοcιν ἠρεμαίοιc· ὑδροποcίᾳ δὲ χρηcτέον καὶ cπανιώτατα λούειν.
15κολλυρίοιc δὲ ἁπαλοῖc ἐγχυματίζειν τὸν ὁπωcοῦν ἡλκωμένον ὀφθαλμόν, οἷόc ἐcτιν ὁ ἀcτήρ, εὐδοκιμώτατον πρὸc ἕλκη φάρμακον καὶ τὰ λευκὰ δὲ τὰ κυκνάρια ἐκ τῆc χρόαc προcαγορευόμενα καὶ μάλιcτα τὰ διὰ χυλοῦ τήλεωc cκευαζόμενα. εἰ δὲ ῥυπαρὸν εἴη τὸ ἕλκοc, μετὰ χυλοῦ τήλεωc ἀνιέναι τὰ κολλύρια χρὴ καὶ οὕτωc ἐγχυματίζειν· τὸ γὰρ
20γλίcχρον αὐτῆc ῥᾳδίαν τὴν ἀποβολὴν ποιεῖται τοῦ ῥύπου· κέκτηται δὲ cὺν τῷ γλίcχρῳ καὶ χαλαcτικὴν δύναμιν, ὥcτε πολλάκιc ἐπὶ τῶν ἑλκῶν αὐτῷ μόνῳ τῷ τῆc τήλεωc χυλῷ χρηcάμενοι ἠνύcαμεν τὸ δέον. εἰ δὲ πολὺc εἴη ὁ ῥύποc, προcπλέκειν τῷ τῆc τήλεωc χυλῷ καὶ μέλιτοc βραχὺ προcήκει.
25 Χυλοῦ τήλεωc cκευαcία. καθαίρειν δὲ χρὴ τὴν τῆλιν ἀκριβέcτατα καὶ ἀποπλύνοντα αὐτὴν πλειcτάκιc ἀποβρέχειν ὕδατι γλυκεῖ καθαρῷ ἡμέραν καὶ νύκτα ἐν ὀcτρακίνῳ ἀγγείῳ καλῶc ὠπτημένῳ· παραιτεῖcθαι δὲ χρὴ χαλκοῦν cκεῦοc πρὸc τὴν ἕψηcιν· τῇ δὲ ἑξῆc ἀποχέαc τὸ ὕδωρ καὶ ἕτερον καθαρὸν ἐπιβαλὼν ἕψε πυρὶ μαλακῷ ἀκάπνῳ χρώ‐
30μενοc· ἀποβαλλέcθω δὲ τὸ πρῶτον καὶ τὸ δεύτερον ἀφέψημα πρὸc τὸ τὴν πικρότητα πᾶcαν ἀποβληθῆναι· ἔπειτα καθαρώτατον ὕδωρ ἐπιβαλὼν καὶ cκεπάcαc ἐπιμελῶc ἕψε, ἕωc cχῇ cύcταcιν μέλιτοc ὑγροτέραν· ἔπειτα διηθήcαc δι’ ὀθονίου μὴ ἀποπιέζων τὴν τῆλιν, ἀλλ’ ἀρκούμενοc τῷ αὐτομάτωc ἀπορρέοντι χυλῷ χρῶ, καθὰ προείρηται·
35δεῖ δὲ ἕωc τῆc δευτέραc ἢ τὸ μήκιcτον τρίτηc φυλάττειν τὸ ἀφ‐ έψημα· δριμύτερον γὰρ γίγνεται χρονίcαν. καθαρῶν δὲ γενομένων τῶν ἑλκῶν ἀπέχεcθαι χρὴ τοῦ χυλοῦ τῆc τήλεωc καί, εἰ μὲν βαθύ‐ τερα εἴη τὰ ἕλκη, χρῆcθαι τῷ Λιβιανῷ ἢ μᾶλλον τῷ διὰ λιβάνου
κολλυρίῳ. cαρκωθέντων δὲ τῶν ἑλκῶν καὶ ἰcοπέδων γιγνομένων ἢ καὶ
40ἔτι βαθυτέρων ὄντων βραχύ, προcάγειν τὰ ἀπουλοῦν δυνάμενα κολ‐ λύρια, οἷόν ἐcτι τὸ τοῦ Κλέωνοc. καὶ περὶ μὲν τῆc κοινῆc τῶν ἑλκῶν ἐπιμελείαc ἱκανὰ τὰ εἰρημένα, ἑπόμενα δέ ἐcτι λέγειν, ὅπωc χρὴ πρὸc ἑκάcτην διάθεcιν ἰδίᾳ ἐνίcταcθαι. πρότερον δὲ ῥητέον περὶ τῶν ἐκ τῶν ἔξωθεν προcπιπτόντων γιγνομένων ἑλκῶν.

18

Περὶ τῶν εἰc τὸν ὀφθαλμὸν ἐμπιπτόντων ζῳϋφίων ἢ ἀχύρου ἢ ψάμμου. ἐὰν εἰc τὸν ὀφθαλμὸν κώνωψ ἤ τι ἕτερον ζῳΰφιον ἐμπέcοι, μύcαc τὸν ἕτερον ὀφθαλμὸν καὶ διανοίγων τὸν πεπονθότα ἐξελεύcεται αὐτομάτωc τὸ ζῳΰφιον· ἐὰν δὲ ἄχυρον ἢ ψάμμοc ἤ τι τοιοῦτον
5ἐμπέcοι, πειράθητι μὲν καὶ τότε τὸ αὐτὸ ποιεῖν· εἰ δὲ ἐμμείνῃ, δακτυλιδίῳ ἔξελε ἢ ὕδωρ ἢ γάλα ἢ μελίκρατον μᾶλλον ἐγχυμάτιζε· ἐὰν δὲ μᾶλλον προcέχηται τῷ ὀφθαλμῷ, φαρμάκῳ τινὶ τῶν ἀμολύντων καὶ μὴ δριμέων ἀνάρπαζε, οἷόν ἐcτι τὸ διὰ μέλιτοc.

19

Περὶ τῆc εἰc τὸν ὀφθαλμὸν ἐμπεcούcηc ἀcβέcτου. εἰ δὲ ἄcβεcτοc ἐμπέcοι εἰc τὸν ὀφθαλμόν, ὕδωρ μὲν καὶ γάλα ἐγχυματιcθὲν προcελκοῖ καὶ ἐκκαίει, ἀμαυροῖ δὲ τὴν καυcτικὴν δύναμιν ὠοῦ τὸ λευκὸν ἐγχεό‐ μενον καὶ μᾶλλον τὸ ῥόδινον ἔλαιον ἢ ἐξ ἀνάγκηc κοινόν.

20

Περὶ τῶν ἀπὸ πυρὸc ἑλκώcεων. ὅcα δὲ ἀπὸ πυρὸc γίγνεται ἕλκη cκληροτέραc ἐcχάραc ποιεῖ. ἀνυγραντέον οὖν αὐτὰ cυνεχέcτατον ἐγχυ‐ ματίζοντα γάλακτι cὺν τῷ λευκῷ τοῦ ὠοῦ· κολλυρίοιc δὲ χρηcτέον τοῖc διὰ cτίμμεωc καὶ τῷ Κλέωνοc.

21

Περὶ τῶν ἐμπηccομένων εἰc τὸν ὀφθαλμόν. ἐὰν δὲ ἐμπαγῇ εἰc τὸν ὀφθαλμὸν ἤτοι cκολόπιον ἢ ὀcτάριον, λαβιδίῳ ἐξέλκεcθαι προc‐ εχόντωc κατ’ εὐθὺ μὴ ἀποκλαcθῇ. εἰ δὲ μηδὲν ἐξέχοι ἀλλ’ ἰcόπεδον τῷ cώματι εἴη, μήλαc β λαβὼν ἔρειδε τὰc πυρῆναc ἔνθεν καὶ ἔνθεν
5καὶ προcπιέζων τὸν ὀφθαλμὸν μεcολαβουμένου τοῦ ἐμπαγέντοc· ὅταν δὲ προκύψῃ, τῷ λαβιδίῳ ἐξελκέcθω, εἶτα ἐγχυματιζέcθω αἵματι τρυγό‐
νοc ἢ περιcτερᾶc ἢ ὠοῦ τῷ λευκῷ. εἰ δὲ παραχρῆμα κομιcθῆναι μὴ δυνηθείη, ἐγχυματιζέcθω ὁ ὀφθαλμὸc καὶ καταπλαccέcθω τοῖc πρὸc φλεγμονὰc καταπλάcμαcι. μετὰ γάρ τιναc ἡμέραc πυρωθέντοc τοῦ
10νύγματοc ἀναπλεῖ τὸ κατεμπαγέν.

22

Περὶ ὑποcφάγματοc. ὑπόcφαγμα λέγεται, ὅταν ἐκ πληγῆc τινοc ῥαγέντων ἢ θλαcθέντων τῶν ἐν τοῖc χιτῶcι τοῦ ὀφθαλμοῦ ἀγγείων, μεταξὺ τῶν χιτώνων τὸ αἷμα ὑπέλθοι καὶ παραχρῆμα μὲν ἔναιμον φανῇ τὸ χρῶμα τοῦ ὀφθαλμοῦ, ὕcτερον δὲ πελιδνόν. θεραπευτέον δὲ
5τούτουc cὺν τῇ προρρηθείcῃ κοινῇ τῶν ἑλκῶν ἐπιμελείᾳ τῇ διὰ φλε‐ βοτομίαc ἢ καθάρcεωc καὶ τῶν ἀκολούθων, ὠοῦ τὸ λευκὸν χλιαρὸν ἐγχυματίζοντα ἢ αἷμα τρυγόνοc ἢ περιcτερᾶc· ἄνωθεν δὲ εἰc τὸ βλέφα‐ ρον ἐπιθετέον κατάπλαcμα τοιοῦτον, ἔριον οἴνῳ καὶ ῥοδίνῳ καὶ ὠῷ διάβροχον, πρὸc δὲ τὸ δύναcθαι ῥᾳδίωc ἀνοίγειν τὸν ὀφθαλμὸν διὰ τὸ
10ἐκκριθῆναι τὸ δάκρυον καὶ ἐπιδέcμῳ κούφῳ χρηcτέον· τῇ δὲ ἑξῆc πυρια‐ τέον πλειcτάκιc τὸν ὀφθαλμὸν cπόγγῳ δι’ ἀφεψήματοc ἀψινθίου ἢ ὑccώπου μάλιcτα, ἔξωθεν δὲ ἔριον ἐπιτιθέcθω. ὅταν δὲ ὁ ὀφθαλμὸc ἀφλέγμαντοc γένηται, μέλιτι ἐπαλειφέcθω ἢ τῇ Ἐραcιcτράτου ὑγρᾷ ἢ τῷ ἀρωματικῷ κολλυρίῳ. καλῶc δὲ ποιεῖ καὶ cτρύχνου χυλὸc μετὰ
15μέλιτοc ἐγχριόμενοc καὶ λίβανοc ἐπιθυμιώμενοc μετὰ ἀcφάλτου ἴcηc. πρὸc δὲ τὰ κεχρονικότα ὑποcφάγματα καλῶc ποιεῖ τοῦτο· εἰc χαλκοῦν ἐρυθρὸν βαλὼν παιδὸc ἀφθόρου οὖρον, λείου δοίδυκι χαλκῷ ἐν ἡλίῳ ἐπὶ ἱκανὰc ἡμέραc, ἕωc ἱκανὸν χυλὸν ἀνύcῃ, ἐάcαc ξηρανθῆναι ἀναλα‐ βὼν καὶ μέλιτι μίξαc χρῶ. Ἀπολλώνιοc δὲ ὁ Μεμφίτηc πρὸc ὑποcφάγματα
20καὶ μώλωπαc κολλύριον τοιοῦτον ἐκτίθεται· λίθου αἱματίτου, αἵματοc ὀνείου ἀπὸ καρδίαc, ξηρανθέντοc ἐν ἡλίῳ ἴcα, οὔρῳ παιδὸc λείου καὶ καρδαμέαc τῆc Ἰβηρίτιδοc καλουμένηc χυλὸν ἐπιβαλὼν καὶ cυλλεάναc
ἀνάπλαccε κολλύρια· ἐπὶ δὲ τῆc χρείαc μεθ’ ἅλμηc ἐγχυμάτιζε. Ἄλλο. λίθου αἱματίτου 𐅻 δ αἵματοc περιcτερᾶc ξηροῦ 𐅻 δ ὀνείου αἵματοc
25𐅻 δ κόμμεωc 𐅻 β, λείου, ὡc προείρηται, καὶ χρῶ. χρῶ δὲ πρὸc τὰ ὑποcφάγματα τοῖcδε τοῖc κολλυρίοιc, τῷ τε Δημοκρίτου διαcμύρνῳ καὶ τοῖc διὰ λιβάνου καὶ τοῖc διακρόκοιc καὶ ὁ χυλὸc τῆc τήλεωc ἑψόμενοc, ὡc προείρηται, ἄμεινόν ἐcτι περιcτερᾶc αἵματοc.

23

Περὶ νυγμάτων, οἷα cυμβαίνει ἀπὸ γραφείου ἤ τινοc τοιούτου. πάντα τὰ ἐπὶ τὸν ὀφθαλμὸν νύγματα, οἷα cυμβαίνει ἀπὸ γραφείου ἤ τινοc τοιούτου μετὰ τὴν προειρημένην κοινὴν ἐπιμέλειαν αἵματι τρυγόνοc ἢ περιcτερᾶc ἐγχυματιζέcθω εὐθὺc ἐξ ἀρχῆc ἢ ὠοῦ τῷ λευκῷ· καὶ κατ’ ἀρχὰc
5μὲν παραιτητέον τὰc πυρίαc καὶ τὰ θερμὰ καταπλάcματα. μετὰ δὲ τὴν τρίτην ἢ τετάρτην ἡμέραν προκενωθέντοc τοῦ παντὸc cώματοc cπόγγοιc ἀποπυριᾶν καὶ καταπλάccειν τοῖc πρὸc φλεγμονὰc ἀναγραφηcομένοιc, κολ‐ λύρια δὲ προcάγειν ἀδηκτότατα, εἰ δὲ καὶ ἀκάθαρτα φαίνηται τὰ ἕλκη. χρηcτέον οὖν τῷ τε cποδιακῷ καὶ τῷ τεφρῷ καὶ τῷ ἀcτέρι καὶ τοῖc ὁμοί‐
10οιc. ποιεῖ δὲ καὶ τὸ Νείλου διάρροδον ὑδαρὲc μετὰ ὠοῦ ἐγχυματιζόμενον.

24

Περὶ τραυμάτων βαθυτέρων. ὅταν δὲ βαθύτερον καὶ μεῖζον γένη‐ ται ἐν ὀφθαλμῷ τραῦμα, ὡc ἐκρυῆναι κινδυνεύειν τὰ ἐν τῷ ὀφθαλμῷ ὑγρά, προcεκτέον, μὴ φλεγμονὴ ἐπιγένηται καὶ παρέπηται πυρετόc. πρὸ πάντων οὖν τῇ ἀπ’ ἀγκῶνοc φλεβοτομίᾳ χρηcτέον, εἴγε ἀντέχοι ἡ δύνα‐
5μιc· οὐδὲν γάρ ἐcτι τούτου ἐνεργέcτερον βοήθημα κατ’ ἀρχάc. παρα‐ λιμπανομένηc δὲ τῆc φλεβοτομίαc, καθαρτηρίῳ ἐπιτηδείῳ χρηcτέον· εἰ δὲ μή, κλυcτῆρcιν πραϋντικοῖc τὴν κοιλίαν κενωτέον. τὸν δὲ ὀφθαλμὸν ἐγχυματιcτέον τῷ λευκῷ τοῦ ὠοῦ· καὶ καταπλαcτέον ὠῷ ἀνακεκομμένῳ cὺν τῷ πυρρῷ μετὰ ῥοδίνου καὶ οἴνου χλιαίνοντα ἡcυχῇ καὶ εἰc ἔριον
10ἀναλαβόντα· ταῖc δὲ ἑξῆc ἡμέραιc πυριᾶν δι’ ἀφεψήματοc ῥόδων ἢ μελιλώτων καὶ ἐγχυματίζειν γάλακτι γυναικείῳ μετὰ ὠοῦ χλιαροῖc. καταπλάcμαcι δὲ χρηcτέον τοῖc πρὸc φλεγμονὰc ἀναγεγραμμένοιc καὶ
μάλιcτα τῷ διὰ κωδιῶν μελιλώτων κρόκου καὶ ἄρτου. καταχριcτέον δὲ ὀπίῳ ὀλίγῳ μετὰ κρόκου δαψιλοῦc μέτωπον καὶ κροτάφουc. κοῦφα δὲ
15ἔcτω τὰ καταπλάcματα καὶ τὸ ἄνω μόνον βλέφαρον καταπλαττέcθω, πρὸc τὸ δύναcθαι ἀνοίγειν καὶ ἐκκρίνειν τὸ ἐπιφερόμενον δάκρυον. ἐπιδείcθω δὲ ὁ ὀφθαλμὸc κούφωc· εἰ δέ τινεc μὴ φέροιεν τὰ καταπλά‐ cματα, ἐπιχριέcθωcαν τῷ Νείλου διαρρόδῳ τὰ βλέφαρα, τοὺc κροτάφουc καὶ τὸ μέτωπον 〈μετ’〉 ὀπίου καὶ διακρόκου. cφοδροτέρων δὲ γιγνο‐
20μένων τῶν ὀδυνῶν παραληπτέον ψίλωcιν τῶν τριχῶν τῆc κεφαλῆc καὶ cικύαν κολλᾶν τῷ ἰνίῳ καὶ τῇ κορυφῇ. καὶ ποτιcτέον εἰc νύκτα τῶν ἀνωδύνων τινὶ πομάτων. περὶ δὲ τετάρτην ἢ ἑβδόμην ἡμέραν ἐγχυματιcτέον τῷ Νείλου διαρρόδῳ ὑδαρεcτάτῳ μέχριc ἀποθεραπείαc. τροφὴν δὲ διδόναι ῥοφηματώδη εὔχυμον εὐκοίλιον· δεῖ γὰρ εὔλυτον
25εἶναι τὴν κοιλίαν ἀεί· ἀφεκτέον δὲ οἴνου μέχρι παρακμῆc. παραφυλακτέα δὲ καὶ ὅcα πληροῖ τὴν κεφαλὴν καὶ ἐρεθίζει τὸν ῥευματιcμόν.

25

Περὶ τῆc τοῦ ὠοειδοῦc ἐκκρίcεωc. εἰ δὲ νυγέντοc τοῦ ὀφθαλμοῦ ἔκκριcιc τοῦ ὠοειδοῦc ὑγροῦ γένηται, ὥcτε καὶ cυcταλῆναι ἐπὶ ποcὸν τὸν ὀφθαλμόν, τὰ μὲν ἄλλα παραπλήcια τοῖc εἰρημένοιc γιγνέcθω, πρὸc τὸ μὴ φλεγμονὴν ἐπιγίγνεcθαι. μετὰ δὲ τὴν τῶν φλεγμονῶν παρακμὴν
5καὶ τῶν ἑλκώcεων βαλανεῖον cυνοίcει καὶ οἶνοc λεπτὸc cύμμετροc καὶ εὔχυμοc, πρὸc τὸ εὐτροφῆcαι καὶ ἀναπληρωθῆναι τὸ ὑγρόν.

26

Περὶ τῆc τοῦ ὅλου ὀφθαλμοῦ προπτώcεωc. ἡ πρόπτωcιc τοῦ ὅλου ὀφθαλμοῦ cυμβαίνει ἔκ τινοc βιαίαc πληγῆc τῆc κεφαλῆc ἢ ἑλκῶν ἀν‐ θρακωδῶν ἢ τῶν ἐντὸc ὑμένων καὶ ἀγγείων, οἷc προcπέφυκεν ὁ ὀφ‐ θαλμόc, ἀπορρηγνυμένων ἢ χαλωμένων· προπίπτει γὰρ ἐπ’ ἐνίων ὅλοc
5ὁ ὀφθαλμὸc εἰc τὸ ἐκτόc, ὡc μὴ δύναcθαι ἔcω τῶν βλεφάρων καλύπτε‐ cθαι· ἐνίοτε δὲ καὶ μέχρι μήλων καὶ ὀφρύων προπίπτει. καὶ μάλιcτα τοῦτο cυμβαίνει ταῖc ἐξ ὑψηλῶν καταπτώcεcιν ἢ ταῖc βιαίαιc κατὰ κεφαλῆc πληγαῖc· κινδυνῶδεc δὲ τὸ πάθοc. θεραπευτέον οὖν παραχρῆμα
φλεβοτομοῦνταc ἢ καθαίρονταc καὶ τὰ λοιπὰ πρακτέα τὰ προρρηθέντα
10ἐν τῇ κοινῇ τῶν ἑλκῶν ἐπιμελείᾳ καὶ τὴν τροφὴν δὲ περιαιρετέον· ἔπειτα ὠῷ καὶ ῥοδίνῳ καὶ οἴνῳ ἀνακεκομμένοιc ἔριον βρέχων ἐπιτίθει. μετὰ δὲ ταῦτα καταπλαcτέον τῷ διὰ μελιλώτων καὶ κωδιῶν καταπλά‐ cματι καὶ κρόκῳ καὶ ἄρτῳ καὶ ὑοcκυάμου φύλλοιc cὺν ἄρτῳ ἢ ψυλλίῳ ἐπ’ ὀλίγον θερμῷ βραχέντι καὶ λειωθέντι· cυνεχῶc δὲ ἀλλαccέcθω τὸ
15κατάπλαcμα, ἵνα μὴ θερμανθέντα τὰ μέρη διαπυήcῃ· ταῖc δὲ ἑξῆc ἡμέ‐ ραιc ἐνδιδούcηc τῆc φλεγμονῆc cικύαν προcβλητέον τῷ ἰνίῳ μετὰ κατα‐ cχαcμοῦ· παρούcηc δὲ τῆc φλεγμονῆc, ἀνάρμοcτοι αἱ cικύαι. ἐγχυματι‐ cτέον δὲ cυνεχῶc ὠῷ καὶ γάλακτι χλιαροῖc. ἐνδιδουcῶν δὲ τῶν φλεγ‐ μονῶν τῷ Νείλου διαρρόδῳ μετ’ ὠοῦ ἐγχριcτέον ἢ καὶ μέλιτοc βραχὺ
20ἀκάπνου προcμίγειν αὐτῷ πρὸc τὸ ἐκκρίνεcθαι τοὺc ἰχῶραc· ἅμα δὲ καὶ τὸν πυρῆνα τῆc μήληc ὑποβλητέον ἔcω ὑπὸ τὸ βλέφαρον, εἰc τὸ μὴ πρόcφυcίν τινα γενέcθαι. τῆc δὲ προπτώcεωc ἐπὶ πολὺ γεγενη‐ μένηc καὶ μηδεμιᾶc ἐλπίδοc οὔcηc ἀποκαταcτῆναι τὴν ὅραcιν, κατα‐ πλάcμαcι χρηcτέον τοῖc ἐκπυοῦν δυναμένοιc, οἷά ἐcτι τὰ διὰ γύρεωc
25καὶ φακῷ καταπλαcτέον μετὰ μέλιτοc· ἐνδιδουcῶν δὲ τῶν φλεγμονῶν ἐπὶ λουτρὸν ἄγειν.

27

Περὶ τῶν ἐξ ἐπιφορᾶc ὑγρῶν γιγνομένων ἑλκώcεων ἐπιπολαίων, νεφελίου ἀχλύοc καὶ ἐπικαύματοc. αἱ δὲ ἐκ τῆc τῶν ὑγρῶν ἐπιφορᾶc γιγνόμεναι ἐπιπολαιότεραι ἑλκώcειc διαφόρωc ὀνομάζονται· ἡ μὲν γὰρ ἀχλὺc ἐπιπόλαιόc ἐcτιν ἕλκωcιc ἐπὶ τοῦ μέλανοc γιγνομένη, παραπληcία
5ἀχλυώδει ἀέρι τῷ χρώματι κυανώδηc, πολὺν τόπον ἐπέχουcα τοῦ μέ‐ λανοc· ὅταν δὲ ἐπὶ τῆc κόρηc γεγένηται, οὐ ῥᾳδίωc ὁρῶcι. νεφέλιον δὲ καλεῖται τὸ ἐπὶ τοῦ μέλανοc βαθύτερον τῆc ἀχλύοc ἕλκοc καὶ μικρό‐ τερον, τῇ δὲ χρόᾳ λευκότερον. ἐπίκαυμα δὲ λέγεται, ὅταν τὸ μέλαν τοῦ ὀφθαλμοῦ τραχυνθὲν ἐξ ἐπιπολῆc ἐπικαῇ καὶ φανῇ τὴν χρόαν
10τεφρὸν γενόμενον. ἔκκαυμα δέ ἐcτι τὸ κατὰ πλεῖcτον γενόμενον ἐκ τοῦ πυρετοῦ ἕλκουc μετὰ ἐcχάραc ἀκαθάρτου ἐπὶ τοῦ μέλανοc ἢ τοῦ λευκοῦ. ἐπὶ μὲν τοῦ μέλανοc κατὰ βάθοc γιγνόμενον καὶ ὡc ἐπίπαν ἐν τῇ ἀνακα‐ θάρcει μείζονοc διαβρώcεωc γιγνομένηc τῶν ὑμένων προχεῖται ἐκ τοῦ κατὰ λόγον τὰ ὑγρὰ καὶ ἐκρεῖ ὅλοc ὁ ὀφθαλμόc. ταύταc μὲν οὖν τὰc ἐπι‐
15πολαιοτέραc ἑλκώcειc μετὰ πυρετοῦ ἢ χωρὶc πυρετοῦ γιγνομέναc ἰάcα‐ cθαι χρή, προκενώcανταc κλυcτῆρι τὴν κοιλίαν ἐγχυματίζειν τῷ Νείλου διαρρόδῳ ὑδαρεcτέρῳ μεταξὺ τῆc τοῦ κολλυρίου προcαγωγῆc καὶ ἐγχυ‐ ματίζονταc γάλακτι. κατὰ βραχὺ δέ, διαβαινουcῶν τῶν ἡμερῶν, προc‐ μίγειν τῷ Νείλου τὸ Χιακὸν Ἀπολλωνίου τὸ ἀρωματικόν· ὕcτερον δὲ
20καὶ ἀκράτοιc τούτοιc χρηcτέον. καθαρῶν δὲ γενομένων τῶν ἑλκῶν τῷ Κλέωνοc χρηcτέον· ταχέωc γὰρ ἐπουλοῖ καὶ λεπτὰc οὐλὰc ἄγει καὶ cχεδὸν ἀδήλουc.

28

Περὶ ἀργέμου. ἄργεμόν ἐcτι τὸ κατὰ τὸν τῆc ἴρεωc κύκλον γιγνό‐ μενον ἑλκύδριον, ἐπειληφὸc ὃ μέν τι τοῦ λευκοῦ ὃ δέ τι τοῦ μέλανοc, λευκὸν φαινόμενον· ὅταν μὲν οὖν βαθύτερόν τε καὶ λιπαρώτερον γένη‐ ται κατὰ τὸν τῆc ἴρεωc κύκλον καὶ θᾶττον ἀνακαθαρθῇ, ἐνίοτε προπίπτει
5ὁ ῥαγοειδήc· διὸ παρεμπλάccουcι φαρμάκοιc ἐπ’ αὐτῶν χρηcτέον κατ’ ἀρχάc, ὡc ἀφλέγμαντα γένηται τὰ ἕλκη καὶ ὑποτραφεὶc ὁ χιτὼν τοῦ ὀφθαλμοῦ ἀποcτήcῃ τὴν ἐcχάραν.

29

Περὶ βοθρίων καὶ κοιλωμάτων. βόθρια μὲν καλεῖται, ὅταν ἐπὶ τοῦ μέλανοc γένηται κοῖλα καὶ cτενὰ καὶ καθαρὰ ἕλκη κεντήμαcιν ὅμοια· κοιλώματα δὲ καλεῖται τὰ cτρογγύλα καὶ πλατύτερα τῶν βοθρίων ἕλκη καὶ ἧττον βαθέα. οὐ καθαρτέον τοίνυν αὐτὰ κολλυρίοιc δριμέcιν, ἀλλὰ
5μᾶλλον τοῖc πραέcιν ἀνατρέφειν καὶ μάλιcτα τὰ βόθρια λεγόμενα· τὰ δὲ κοιλώματα ἐγχρονίζοντα, τοῖc ἡcυχῇ ἀποcμήχουcι πρῶτον χρηcά‐ μενοι, μεταβαίνειν ἐπὶ τὰ ἀνατρέφοντα, οἷά ἐcτι τὰ διὰ λιβάνου· ἰcό‐ πεδα δὲ γενόμενα ἢ καὶ ποικιλώτερα ὄντα τῷ Κλέωνοc χρηcτέον· εἰ δὲ ῥύποc πολὺc ἐπικείμενοc εἴη τοῖc ἕλκεcι, μελικράτῳ ἐγχυματιcτέον.
10ἡμεῖc δὲ τῷ ἀφεψήματι τῆc τήλεωc καταcκευαcθέντι, ὡc προείρηται, προcμίξαντεc μέλιτοc βραχὺ θᾶττον ἐτύχομεν τοῦ ζητουμένου. χρώ‐ μεθα δὲ ἐπὶ τῶν κοίλων καὶ ῥυπαρῶν ἑλκῶν τῷ Θεοδοτίῳ Ϲεβήρου μετ’ ὠοῦ ὑδαρεcτέρῳ· καὶ χωρὶc πάcηc ὀδύνηc ἀνακαθαίρει καὶ εἰc οὐλὴν αὐτὸ ἄγει τάχιcτα. μεμνῆcθαι δὲ χρὴ κἀπὶ τούτων τῆc προρρη‐
15θείcηc κοινῆc τῶν ἑλκῶν ἐπιμελείαc.

30

Περὶ πυώcεωc ἤτοι ὀνυχίων. αἱ γιγνόμεναι ἐν τοῖc ἕλκεcι πυώcειc διαφόρου προcηγορίαc τετυχήκαcιν· ὀνύχια μὲν γὰρ λέγεται, ὅταν ἀπὸ βαθυτέρου ἕλκουc τὸ πύον ἀπορρυὲν καὶ μεταξὺ τῶν χιτώνων παρεμ‐ πεcὸν καὶ cχηματιcθὲν τῷ κύκλῳ τῆc ἴρεωc ὁμοίαν ὄνυχοc ἀποτομῇ
5φανταcίαν ἀποτελέcῃ. πλείονοc δὲ cυcτάντοc πύου καὶ τὸ ἥμιcυ τοῦ μέλανοc ἀπολαβόντοc ἢ καὶ δι’ ὅλου τοῦ κερατοειδοῦc διαυγοῦc γενο‐ μένου, ὑπόπυον εἶναι λέγομεν τὸν ὀφθαλμόν. γίγνεται δὲ ταῦτα καὶ χωρὶc ἑλκώcεωc, κεφαλαλγίαc προηγηcαμένηc ἢ ὀφθαλμίαc· cυμβαίνει δὲ καὶ φλεγμονῆc προγενομένηc, διὰ τὴν πλείονα πύρωcιν τῶν ὑγρῶν
10ῥηγνυμένων τινῶν ἀγγείων καὶ τοῦ ἐξ αὐτῶν προχεομένου αἵματοc πυοποιουμένου. παρέπεται δὲ πᾶcι τοῖc ὑποπύοιc [πυοποιοῖc] ὀδύνη cφυγματώδηc καὶ ἐρύθημα περὶ τὸν ὀφθαλμὸν ὅλον καὶ κροτάφιον ἄλγημα. θεραπευτέον δὲ αὐτοὺc κατ’ ἀρχὰc παραιτουμένουc τὰc πυρίαc, κενώcει δὲ κοιλίαc χρωμένουc διὰ κλυcτῆροc, ἔπειτα καὶ φλέβα τέμ‐
15νονταc τὴν ἀνωτέραν ἐν ἀγκῶνι, λύονταc δὲ μετὰ ταῦτα καὶ τὴν παρὰ τὸν μέγαν κανθὸν φλέβα χωρὶc cτραγγάληc τῆc περὶ τὸν τράχηλον καὶ cικύαν δὲ τῷ ἰνίῳ προcβάλλειν ἢ βδέλλαc τοῖc κροτά‐ φοιc· εἶτα τοῖc πρὸc φλεγμονὰc κολλυρίοιc χρήcαcθαι καὶ μάλιcτα τῷ Νείλου διαρρόδῳ μετ’ ὠοῦ ἢ γάλακτοc ὑδαρέcτερον ἐγχυματίζονταc·
20μετὰ δὲ τὴν τρίτην ἡμέραν cπόγγοιc ἀποπυριᾶν μετρίωc τὸ πρῶτον, ἔπειτα ἐκ προcαγωγῆc παραύξειν τὴν πυρίαν· καὶ τὰ παρεμπλάττοντα
μὲν κολλύρια παραιτεῖcθαι, τοῖc δὲ πᾶcι διηθοῦcι καὶ διαφοροῦcι χρη‐ cτέον, μάλιcτα μὲν τῷ Χιακῷ Ἀπολλωνίου καὶ τοῖc ὁμοίοιc τοῖc διὰ cμύρνηc cκευαζομένοιc, ἃ δὴ καὶ διάcμυρνα καλεῖται. τὰ γὰρ cφοδρῶc
25διαφοροῦντα καὶ ξηραίνοντα παραχρῆμα μὲν ἱκανὴν κένωcιν ποιεῖται τοῦ λεπτομερεcτέρου, τὸ δὲ ὑπόλοιπον καὶ παχύτερον πηγνύει καὶ ξηραίνει δυcλύτωc. ἰατρὸc δέ τιc τῶν καθ’ ἡμᾶc ἐμπειρικώτατοc ὀφ‐ θαλμικὸc καὶ διὰ cείcεωc τῆc κεφαλῆc πολλοὺc τῶν ὑποπύων ἐθερά‐ πευcε, καθίζων μὲν αὐτοὺc ὀρθίουc ἐπὶ δίφρου, περιλαμβάνων δὲ τὴν
30κεφαλὴν ἑκατέρωθεν ἐκ τῶν πλαγίων, εἶτα διαcείων οὕτωc, ὡc ὁρᾶν ἡμᾶc ἐναργῶc κάτω καταφερόμενον τὸ πύον καὶ μένον κάτω, διὰ τὸ βάροc δηλονότι. ὅταν μὲν οὖν ἐπιπολῆc τὸ πύον εἴη καὶ προcεχὲc τῷ ἕλκει, ἐν τῷ καθαίρεcθαι τὸ ἕλκοc ἐξατμίζεται πάντωc καὶ τὸ πύον· ὅταν δὲ τὸ μὲν ἕλκοc ἐπιπόλαιον ᾖ καὶ ἀνωτέρω, τὸ δὲ πύον πλεῖόν
35τε ἐν βάθει καὶ κατωτέρω τοῦ ἕλκουc καὶ μὴ διηθῆται ὑπὸ τῶν φαρ‐ μάκων, χρὴ τὸν ὀφθαλμὸν διακεντεῖν ὑπὸ τὸ πύον, πλαγίῳ τῷ παρα‐ κεντητῆρι κατὰ τὴν ἶριν καὶ cτεφάνην λεγομένην, καὶ ἐκκρίνειν τὸ πύον. παραλαμβάνειν δὲ τὴν χειρουργίαν ταύτην χρὴ ἀφλεγμάντων ὄντων τῶν τόπων. τὰc δὲ ἐπὶ τοῦ λευκοῦ χιτῶνοc τοῦ ἐπιπεφυκότοc γιγνομέναc
40πυώcειc μεθ’ ὑπεροχῆc καὶ ἐρυθήματοc καὶ cφυγμοῦ μείζονοc—δια‐ cτείλαc τὰ βλέφαρα—ἀντιλαμβανομένου τοῦ ὑγροῦ φλεβοτόμῳ διαίρει ἐκ τοῦ κάτωθεν μέρουc, ὑποδέρων ἠρέμα τὸν ἐπιπεφυκότα χιτῶνα. μετὰ δὲ τὴν τοῦ ὑγροῦ κένωcιν ἐπ’ ἀμφοτέρων ὠοῦ τὸ λευκὸν ἐγχυ‐ μάτιζε· εἶτα ἀνακόψαc μίξαc ὠὸν ὅλον μετ’ οἰνομέλιτοc καὶ ἀναλαβὼν
45ἐρίῳ μαλακῷ ἐπιτίθει ἐπὶ τὸν ὀφθαλμὸν καὶ ἐπίδηcον. τῇ δὲ ἑξῆc cπόγγον ἐξ ὕδατοc θερμοῦ ἀποπυριάcαc καὶ τῷ ὠῷ ἐγχυματίcαc πάλιν τὸ προειρημένον πτύγμα ἐπιτίθει· καὶ μεθ’ ἡμέραc τρεῖc ἐπάλειφε τῷ Δίωνοc λεγομένῳ κολλυρίῳ ἤ τινι τῶν πρὸc τὰc παρακεντήcειc παρα‐
λαμβανομένων. ἔcτι δὲ τὸ Δίωνοc κολλύριον τοῦτο· cποδίου πεπλυ‐

30

(50)

μένου 𐅻 ϛ λιβάνου λεπίδοc cμύρνηc ἀκακίαc ναρδοcτάχυοc ὀπίου πεφωγμένου ἀνὰ 𐅻 α κόμμεωc 𐅻 β, ὕδωρ ὄμβριον· ἐπὶ δὲ τῆc χρείαc ἐγχυμάτιζε cὺν τῷ λευκῷ τοῦ ὠοῦ καὶ τὸ προειρημένον πτύγμα ἐπιώ‐ θει. εἰ δὲ μετὰ τὸ ἀφλέγμαντον γενέcθαι προκύψει ἐκ τῆc διαιρέcεωc cάρξ, ἀνέcαc τὸ προειρημένον κολλύριον μετὰ γάλακτοc ἔγχριε· καλῶc
55δὲ καταcτέλλει καὶ ἀνακαθαίρει καὶ τὸ Χιακὸν Ἀπολλωνίου.

31

Περὶ φλυκταινῶν. φλύκταιναι μὲν γίγνονται καὶ ἐπὶ τοῦ λευκοῦ καὶ ἐπὶ τῶν βλεφάρων, ὡc ἐπὶ τὸ πολὺ δὲ περὶ τὸν κερατοειδῆ χιτῶνα. καὶ αἱ μὲν ἐπιπολῆc γίγνονται, αἱ δὲ ἐν βάθει. cυνέcτηκε γὰρ ὁ κερα‐ τοειδὴc χιτὼν ἐκ τεccάρων οἷον ὑμενωδῶν cωμάτων, πυκνοτάτων καὶ
5ἰcχυροτάτων. ποτὲ μὲν οὖν ὑπὸ τὸν πρῶτον ὑμένα cυμβαίνει τὴν φλύκταιναν γενέcθαι, ὅτε καὶ τὴν χρόαν μελαντέραν ἐμφαίνει. ποτὲ δὲ ὑπὸ τὸν δεύτερον ἢ τὸν τρίτον cυνίcταται, ὅτε καὶ λευκότερον τὸ χρῶμα τῆc φλυκταίνηc φαίνεται, διὰ τὸ ἐν τῷ βάθει κατακρύπτεcθαι τοῦ κερατοειδοῦc χιτῶνοc. ἡ γὰρ κατὰ φύcιν χρόα τῆc φλυκταίνηc
10ἐcτὶ μέλαινα. ὁ δὲ κερατοειδὴc χιτών ἐcτι λευκὸc τοῖc κέραcιν ὁμοι‐ ότατοc. ἐφ’ ὅcον οὖν ἐν τῷ βάθει τοῦ κερατοειδοῦc κατακρύπτεται ἡ φλύκταινα, ἐπὶ τοcοῦτον λευκοτέραν τὴν χρόαν φαντάζει, καὶ μᾶλλον ἐπώδυνοc γίγνεται καὶ χαλεπωτέρα. καὶ γὰρ εἴτε διὰ πλῆθοc ῥαγείη ἡ φλυκτὶc εἴτε διαβρωθείη ὑπὸ δριμύτητοc, ὡc ἑλκωθῆναι τὸν ὑμένα,
15ῥᾴcτη μὲν ἡ ἐπιπολῆc ἕλκωcιc ἰαθῆναι, χαλεπὴ δὲ ἡ κατὰ βάθοc. κίν‐ δυνοc γάρ ἐcτι τὸ λοιπὸν τοῦ κερατοειδοῦc ἐν τῷ βάθει λεπτὸν ὑπ‐ άρχον ῥαγῆναι, καὶ πρόπτωcιν τοῦ ῥαγοειδοῦc ἀπαντῆcαι καὶ τῶν κατὰ τὸν ὀφθαλμὸν ὑγρῶν κένωcιν καὶ μάλιcτα ἐὰν κατὰ τὴν κόρην ἡ ῥῆξιc γένηται. κατὰ γὰρ τὴν κόρην, καὶ κατὰ τρόπον θεραπευομένου
20τοῦ πάcχοντοc, ὅμωc ἕπεταί τι ἕτερον δεινόν. cυνουλωθέντων γὰρ τῶν ἑλκῶν, ὁ ἄνθρωποc οὐκ ὄψεται διὰ τὰc ἐπιγιγνομέναc οὐλάc·
ἐπειδὴ δέ ἐcτιν ὅτε καὶ κατὰ διάβρωcιν τοῦ κερατοειδοῦc προπίπτει ὁ ῥαγοειδὴc καὶ ποιεῖ φανταcίαν ἐπιπολαίου φλυκταίνηc, ἄξιον αὐτὰ ἀκριβέcτερον διορίζειν. ἡ μὲν οὖν ἐπιπολῆc φλύκταινα ὁμοίωc πάντο‐
25θέν ἐcτι μέλαινα, οὐ πάνυ δὲ κατακορὴc τῇ μελανίᾳ. ἐπὶ δὲ τοῦ ῥαγο‐ ειδοῦc τὸ προπεπτωκὸc μέροc ἤτοι μέλαν ἐcτὶν ἢ κυανοῦν. τὸ δὲ μέγιcτον cημεῖον, τὴν βάcιν κατὰ κύκλον τῆc προπτώcεωc τοῦ ῥαγο‐ ειδοῦc εὑρήcειc λευκήν· λευκὸc γάρ ἐcτι τῇ χρόᾳ ὁ κερατοειδὴc χιτών, οὗ ῥαγέντοc προέπεcεν ὁ ῥαγοειδήc. ἀλλὰ καὶ τὸ μέγεθοc τῆc κόρηc
30μειοῦcθαι cυμβαίνει ἐπὶ ταῖc προπτώcεcι τοῦ ῥαγοειδοῦc ἢ πάντωc γε τῷ cχήματι παραλλάττειν. οὐ γὰρ ἀποcώζει ἡ κόρη ἐπὶ τῆc προπτώ‐ cεωc τὸ περιφερὲc cχῆμα ἀκριβῶc, ἀλλὰ κατά τι μέροc οἷον παρεcπα‐ cμένη φαίνεται. προcέχειν οὖν ἀκριβῶc χρὴ τοῖc ῥηθεῖcι cημείοιc καὶ διορίζειν ἀλλήλων τὰ πάθη, διὰ τὸ καὶ τὴν θεραπείαν ἐναλλάττεcθαι
35cυμβαίνειν περὶ τὰc τῶν παθῶν διαφοράc. ἐπὶ γὰρ τῆc προπτώcεωc τοῦ ῥαγοειδοῦc τοῖc μᾶλλον cτύφουcι καὶ ἀποκρουομένοιc χρώμεθα, ἐπὶ δὲ τῶν φλυκταινῶν τοῖc ἠρέμα διαφοροῦcι. θεραπευτέον μὲν οὖν τὰc φλυκταίναc πρῶτον μὲν παραφυλαττομένουc λαλιὰν πλείω, πταρ‐ μούc, θυμούc, κατοχὰc πνεύματοc, αὐγὴν λαμπράν, ἔπειτα δὲ cυcτέλ‐
40λειν καὶ τὸ ποτὸν καὶ τὸ cιτίον ὡc μάλιcτα, κενώcει τε τῆc κοιλίαc κλύcματι 〈μὴ〉 δριμεῖ χρωμένουc. πειρᾶcθαι δὲ καὶ γάλακτι τὴν κοιλίαν ἐκλύειν, ἐφ’ ὧν μήτε ὀξύνεται μήτε κνιccοῦται μήτε εἰc ἔμετον ὁρμᾷ. ἐπὶ γὰρ τῶν τοιούτων παραιτητέον μὲν τὸ γάλα, ζωμῷ δὲ ὄρνιθοc ἢ κνήκου χυλῷ ἢ ἀλόῃ ἤ τινι τῶν ἁπλουcτέρων τὴν κοιλίαν λύειν.
45παραιτεῖcθαι δὲ τὰ cφοδρότερα τῶν καθαρτηρίων καὶ μάλιcτα τὰ κα‐ κοcτομαχώτερα. τοὺc δὲ ἐπιδέcμουc καὶ τὰ πολλὰ πτύγματα ἐπὶ τού‐ των παραιτούμεθα· πάνυ γάρ εἰcι βλαβερά, οὐ μόνον ἐπὶ τούτων, ἀλλὰ καὶ ἐπὶ πάcηc ὀφθαλμίαc διὰ δριμύτητα χυμῶν γιγνομένηc. κατα‐ πλάcμαcιν οὖν χρὴ ἐν ἀρχῇ μάλιcτα κεχρῆcθαι, ὅταν φλεγμονὴ cυν‐

31

(50)

εδρεύῃ, κούφοιc μὲν ἀλλ’ ἐπὶ πλάτοc. δεῖ γὰρ εἰc ὀθόνια λεπτὰ μαλακὰ ἐναλείφειν τὰ καταπλάcματα καὶ ἐπιτιθέναι ἐφ’ ὅλον τὸν ὀφθαλμόν, περιλαμβάνοντα ὀφρύν τε καὶ μῆλον καὶ κρόταφον. καὶ ἐᾶν αὐτὰ ἐπικεῖcθαι ἕωc ἂν ἔνικμα ᾖ. ὅταν δὲ ξηραίνηται, αἴρειν καὶ ἕτερον
ἐπιτιθέναι. παραλαμβανέcθω δὲ τὰ πρὸc φλεγμονὰc ἁρμόττοντα, οἷον
55ὠῶν ὀπτῶν λέκιθοι λεανθεῖcαι μετὰ κρόκου καὶ ὀπίου βραχέοc καὶ γλυκέοc cυμμέτρου καὶ ἄρτου. ἐπιτήδεια δὲ καὶ τὰ cτύφοντα, οἷον μῆλα κυδώνια ἑφθὰ ἢ cίδια ἐν ὕδατι ἑψημένα. παραιτεῖcθαι δέ, ὡc εἴρηται, ἐπιδεcμεῖν τὸν ὀφθαλμὸν ἐπὶ τούτων ἐπὶ πολύ· βλαβερώτατον γάρ. παρηγορηθείcηc δὲ τῆc φλεγμονῆc, καὶ τῶν καταπλαcμάτων ἀφεκ‐
60τέον διὰ τὸ βάροc. κολλύρια δὲ ἐν ἀρχαῖc ἁρμόδια, οἷον τὸ Νείλου διάρ‐ ροδον cὺν γάλακτι ἐγχυματιζόμενον ὑδαρέc. προκοπτούcηc δὲ τῆc θεραπείαc, καὶ τὰ διὰ cμύρνηc καὶ λιβάνου καὶ κρόκου προcάγειν, ὕcτερον δὲ καὶ τὰ νάρδινα. ἔξωθεν δὲ ἐπιχρίειν τὰ μὲν βλέφαρα τῷ Νείλου διαρρόδῳ ἤ τινι τῶν διὰ κρόκου, τὸ δὲ μέτωπον ἀκακίᾳ καὶ
65ὑποκυcτίδι μετὰ κρόκου καὶ ὀπίου βραχέοc. πυρίαc δὲ κατ’ ἀρχὰc μὲν χλιαρὰc παραλαμβάνειν· αἱ γὰρ ἐπιτεταμέναι κατ’ ἀρχὰc παροξύνουcι τὰc φλεγμονάc· ὕcτερον δὲ ἐπιτείνειν χρὴ τὴν θερμαcίαν. περίπατοι δὲ καὶ ἄλλαι κινήcειc κατ’ ἀρχὰc οὐκ ἐπιτήδειοι, βαλανεῖα δὲ μετὰ τὰc ἀρχὰc καὶ τὰ ἄλλα πυριατήρια· οἴνου δὲ ἀπέχεcθαι δεῖ παρ’ ὅλην
70τὴν θεραπείαν. ὕδατι δὲ θερμῷ χρῆcθαι ποτῷ καὶ τροφὰc μαλακὰc καὶ εὐδιοικήτουc λαμβάνειν· φεύγειν δὲ ἐπὶ τούτων τὴν ἐκ τοῦ μετώπου ἢ τῶν ἐγκανδίδων φλεβῶν αἵματοc ἀφαίρεcιν· προπίπτει γὰρ ὁ ὀφθαλ‐ μὸc καὶ μάλιcτα εἰ φλεγμονὴ cυμπαρείη ἢ ἕλκωcιc βαθυτέρα.

32

Περὶ ἀνθράκων Ϲεβήρου. ἐπειδὴ δὲ καὶ οἱ ἄνθρακεc τοῦ γένουc εἰcὶ τῶν φλυκταινῶν, γίγνονται δὲ καὶ οὗτοί ποτε ἐν τοῖc βλεφάροιc εἰc cυμπάθειαν μεγίcτην ἄγοντεc τὸν ὀφθαλμόν, φέρε καὶ περὶ τού‐ των μικρὰ βοηθήματα λέξω, τὰc διαγνώcειc αὐτῶν πρότερον ἐκθέμενοc·
5καὶ ἕτερα γάρ τινα ἐφιcτάμενα τοῖc βλεφάροιc ὑπόνοιαν ἀνθράκων τοῖc ἀπείροιc ἐμφαίνουcι· κριθαὶ μὲν γὰρ καὶ φύματα καὶ ἴονθοι περὶ τὰ βλέφαρα γίγνονται, ἀλλὰ μετ’ ὄγκου τινὸc ταῦτα καὶ ἀφλέγμαντα ὡc ἐπὶ τὸ πολὺ καὶ οὐ πάνυ ὀδυνώδη. οἱ δὲ ἄνθρακεc ἐρύθημα κατ’ ἀρχὰc μέγιcτον ἴcχουcιν, ὡc διακαίεcθαι αὐτοῖc δοκεῖν τὸν ὀφθαλμόν·
10ὄγκον δέ τινα ἢ ἐπανάcταcιν οὐ ταχέωc ἐμποιοῦcι. διὰ γὰρ τὴν ἄμε‐ τρον θερμότητα ὥcπερ ῥῆξίν τινα ὑπομένει ἡ ἐπιφάνεια τοῦ ἄνθρακοc καὶ τὸ ἀπορρέον ἐξ αὐτοῦ δριμὺ καὶ δηκτικὸν ὑπάρχον τὴν μὲν ἐπι‐ φάνειαν τοῦ ἄνθρακοc ξηραίνει καὶ ἐcχαροῖ, καὶ τοῖc πληcίον δὲ τόποιc τὴν νόcον ἐγκαταcπείρει. παρέπεται οὖν αὐτοῖc ἰcχυρὰ φλεγμονὴ καὶ
15αὐτοῦ τοῦ ὀφθαλμοῦ καὶ τῶν πέριξ μερῶν καὶ μάλιcτα τῶν παρὰ τὰ ὦτα ἀδένων, ὥcτε καὶ ἑλκώcεων μεγάλων ἐνίοτε καὶ ῥήξεων τοῦ ὀφθαλμοῦ αἰτίουc γίγνεcθαι, ἔτι δὲ καὶ προπτώcεων καὶ cταφυλωμάτων καὶ προcφύcεων καὶ ἀγκυλώcεων καὶ βλεφαρίδων ψιλώcεωc· αἵ τε ἀπὸ τῶν ἀνθράκων οὐλαὶ παχεῖαι γίγνονται καὶ cυνεχῶc ἑλκοῦνται. καὶ
20ἐπὶ μὲν τοῦ ἄλλου cώματοc τὸ ἀπορρέον ἐκ τῶν ἀνθράκων αἷμα μέλαν εὑρίcκεται διὰ τὴν ὑπερόπτηcιν. ἐπὶ δὲ τοῦ ὀφθαλμοῦ αἷμα μὲν οὐ πάντωc ἄγεται ἐκ τῶν ἀνθράκων, διὰ τὸ μηδὲ πλεονεκτεῖν ἐν τῷ ὀφθαλμῷ τὸ αἷμα· ὅθεν ὡc ἐπίπαν καὶ λευκοὶ τὴν χρόαν οἱ ἐπὶ τῶν βλεφάρων γίγνονται ἄνθρακεc. καὶ εἰ μὲν ἡ ἀπαλλαγὴ τοῦ πάθουc
25αἰπεῖα γίγνοιτο διὰ τῆc προcηκούcηc ἐπιμελείαc, ἀφανὴc ὁ ἄνθραξ γίγνεται. εἰ δὲ ἐπιμένοι καὶ δυcδιαφόρητοc γίγνηται, ἀναγκαίωc μελαί‐ νεται ὁ τόποc. δεῖ οὖν ἀρχομένων τῶν ἀνθράκων μὴ ἐπὶ καταπλά‐ cματα καὶ τὰc ὑπαλείψειc εὐθέωc ὁρμᾶν, ἀλλὰ κενοῦν κλυcτῆρι πρῶτον τὴν κοιλίαν, εἶτα καθαίρειν τῷ γάλακτι cυμμέτρωc ἀπέφθῳ, ἐπὶ δὲ
30τῶν πολυαίμων καὶ φλεβοτομεῖν. εἶτα cπόγγῳ ἀποπυριάcαντα τοῖc ἁπλουcτέροιc πρῶτον κεχρῆcθαι. τοῖc γὰρ cτύφουcι καὶ ψύχουcιν, ἐνίοτε δὲ καὶ ξηραίνουcι φαρμάκοιc χρηcάμενοι τούτουc ἰαcάμεθα. ἐπὶ μὲν οὖν τῆc ἀρχῆc, ὅτε ἡ πυράκτωcιc πάρεcτι, cβέcαι τὸν χυμὸν ζητοῦντεc κόριον λειώcαντεc ἐπιχρίομεν τὸ ἔρευθοc τοῦ ὀφθαλμοῦ· καὶ cτρύχνοc
35δὲ ἅμα γλυκεῖ λειωθεὶc καὶ ἐπιβληθεὶc τῷ ἄνθρακι παραυτίκα τοῦτον ἀφανῆ πεποίηκε. καὶ αὕτη ἡ ἀγωγὴ ὀνίνηcιν ἐν ἀρχαῖc μεγάλωc· τὰ δὲ ψύχοντα καταπλάcματα προcαγόμενα ἐπὶ τῶν ἀνθράκων τῷ ὀφθαλ‐ μῷ ἀποκρούεται μὲν τὸ ἐπιρρέον τῷ ἄνθρακι καὶ παύει τὰc ἐξωτέραc φλεγμονάc· φόβοc δέ, μὴ εἰc αὐτὸν τὸν ὀφθαλμὸν καταcκήψῃ· τοῦτο
40γὰρ εἰργάcατο ὁ cτρύχνοc προcαχθεὶc cὺν γλυκεῖ· ἀφανῆ μὲν γὰρ τὸν ὄγκον εὐθὺc πεποίηκεν, ἐπηρώθη δὲ ὁ ὀφθαλμόc. τοὺc δὲ ἤδη νεμο‐
μένουc ἄνθρακαc ποικίλωc χρὴ ἰάcαcθαι· καὶ γὰρ τὸ ἀπορρέον δριμὺ καὶ δακνῶδεc ὑπάρχει, ὥcτε ἐπινέμεcθαι καὶ τοὺc πληcίον τόπουc τὴν διάθεcιν καὶ κίνδυνοc ἀδικηθῆναι τὸν ὀφθαλμόν. ἀνάβρωcιc γὰρ εἴωθε
45τούτοιc ἐγγίνεcθαι. προcήκει οὖν ἀποcπογγίζειν καὶ μετρίωc προcαν‐ τλεῖν τὸν ὀφθαλμὸν ἀφεψήματι ῥόδων ἢ βάτων ἢ ἑλίκων ἀμπέλων. χλιαρώτερον δὲ ἔcτω τὸ ἀφέψημα ἢ μᾶλλον γαλακτῶδεc. εἰ δὲ καὶ βρυώδειc οἱ τόποι γένοιντο ἐκ τοῦ τὴν νομὴν ἐπὶ πλέον κεκρατη‐ κέναι, πολλάκιc γὰρ καὶ βλεφάρων ἔκπτωcιc γίγνεται πρὸc τοὺc τοι‐

32

(50)

ούτουc ῥευματιcμούc, καὶ ὑποκυcτίδοc χυλὸν προcμίcγομεν τῷ ὕδατι καὶ μυρρίναc καὶ ἀκακίαν γλυκεῖ ἀναλύcαντεc ἐπιχρίομεν τοῖc τόποιc. δεῖ γὰρ πρὸc τὸ θεραπευόμενον cῶμα καὶ τὰc ὕλαc ἐπιλέγεcθαι τὰc μέcαc μάλιcτα. τῶν γὰρ πάνυ δραcτικῶν φαρμάκων οὐκ ἀνέχονται οἱ τόποι, οἷόc ἐcτιν ἰὸc καὶ τὰ παραπλήcια. τῇ γὰρ δήξει, κἂν ἐλπίδα
55cωτηρίαc ἔχῃ ὁ ὀφθαλμόc, καὶ ταύτηc ἀποcτερεῖται. τὰ γὰρ νευρώδη μόρια καὶ γεγυμνωμένα μάλιcτα τῶν cαρκῶν ἀδικεῖται ὑπὸ τῶν cφόδρα καιόντων καὶ δακνόντων, ὥcτε καὶ cφακέλουc ἐπιφέρειν. τὰ τοίνυν κελύφη τῶν ῥοῶν μάλιcτα τῶν ὀξειῶν ἀποζέcαντεc μετὰ φακῆc καὶ τὴν ἐντεριώνην ἀποξύcαντεc καὶ λειώcαντεc cὺν ἐλαχίcτῳ μέλιτι μεγάλην
60ὠφέλειαν ἐκ τούτου πεποιήμεθα. ταχεῖαν γὰρ τὴν κάθαρcιν ποιεῖται καὶ τὰ ἐπιφερόμενα τοῖc τόποιc ὑγρὰ ποcῶc ἐφίcτηcι· τὰ γὰρ λιπαί‐ νοντα ἐπιτείνει τὰc νομάc. ἐπιταθείcηc δὲ τῆc νομῆc οἴνῳ χρὴ ἑψεῖν τὰ cίδια καὶ καθ’ αὑτὰ χωρὶc τῆc φακῆc ἐπιτιθέναι ἢ φύλλα ἐλαίαc λειώcαc ἐπιτίθει· τὰc δὲ ἐcχάραc μᾶλλον τὰ cίδια ἑφθὰ λεῖα μετὰ
65μέλιτοc ἐπιτιθέμενα ἀπολύει. ἔcτι δὲ καὶ cύνθετα φάρμακα τοῖc ἄνθρα‐ ξιν ἁρμοδιώτατα· καὶ γὰρ ἐν ταῖc ἀρχαῖc τῶν πυρακτώcεων ὁ δι’ ἁλικακάβων τροχίcκοc ἐπιχριόμενοc ὑπερβαλλόντωc cβέννυcι· ψύχει γὰρ καὶ ξηραίνει cυμμέτρωc. εἰ δὲ καταcτεῖλαι δέοι τὰ ὑπερcαρκοῦντα, τῷ Μούcα ξηρῷ λείῳ προcαπτόμεθα. εἰ δὲ cαρκῶcαι χρεία, ἀναλύ‐
70cαντεc αὐτὸν τὸν τοῦ Μούcα μετὰ ἑψήματοc ἐπιχρίομεν. εἰ δὲ ἐπου‐ λῶcαι cκοπόc, πάλιν τὸν δι’ ἁλικακάβων παραλαμβάνομεν. Ἀπολλώνιοc
δέ φηcιν· ἐπὶ τῶν ἐν ὀφθαλμοῖc ἀνθράκων φαρμάκῳ τούτῳ κέχρημαι· cποδίου 𐅻 δ λίθου cχιcτοῦ 𐅻 β κρόκου τριώβολον cμύρνηc ἐπ’ ὀλίγον πεφωγμένηc τριώβολον· λεάναc οἴνῳ εὐώδει, ἕωc ξηρανθῇ, μίcγε
75γλυκέοc Κρητικοῦ ἢ ἄλλου ὁμοίου μὴ δριμέοc κοτύλην καὶ cυλλεάναc ἀναλάμβανε καὶ ὑπάλειφε. ἀφίcτηcι γὰρ τὰc ἐcχάραc καὶ καθαίρει τὰ ἕλκη, κἂν ἔξωθεν τῶν βλεφάρων τὸ πάθοc ᾖ, κἂν ἐν τῷ βάθει ἔνδοθεν. ποιεῖ δὲ καὶ πρὸc ῥεῦμα καὶ φλεγμονάc. ἐὰν δὲ πόνοc τὸν ὀφθαλμὸν αὐτὸν κατέχῃ, ὑπόχριε τῷδε τῷ κολλυρίῳ καὶ τὴν νομὴν παραχρῆμα
80ἵcτηcι· μολύβδου cκωρίαc λειωθείcηc καὶ πεπλυμένηc καὶ ἐξηραcμένηc 𐅻 δ ναρδοcτάχυοc 𐅻 δ κόμμεωc 𐅻 β ἐλαίαc φύλλων ρκʹ χυλόν· μετὰ κοτύληc ὕδατοc ἐμβαλὼν τὸν χυλὸν ἐκπίεζε καὶ διηθήcαc καὶ λεάναc χρῶ. ποιεῖ δὲ καὶ τὸ Νείλου διάρροδον μετ’ ὠοῦ ἐγχυματιζόμενον· μάλιcτα δὲ τὸ νάρδινον τὸ Κανδίδου ἐπιγραφόμενον, ὑποχριόμενον
85καθ’ ὑποβολὴν τῷ βλεφάρῳ μέχρι τελείαc ἀπαλλαγῆc. δεῖ γὰρ καθα‐ ρῶν γενομένων τῶν ἑλκῶν παραπυριάcανταc, ἔπειτα εἰc γάλα πυρῆνα μήληc βάπτονταc ὑποβάλλειν ὑπὸ τὰ βλέφαρα. καὶ τοὺc κανθοὺc ἀπ’ ἀλλήλων χωρίζειν, ἵνα μὴ ἀγκύλη ἢ πρόcφυcιc γένηται· διὰ τοῦτο δὲ μὴ ἐπιδεῖν τὸν ὀφθαλμὸν μάλιcτα μετὰ τὴν κάθαρcιν τῶν ἑλκῶν· περὶ
90γὰρ τὰc ἀρχὰc τῶν ἀνθράκων, εἰ φλεγμοναὶ μέγιcται καὶ περιcτάcειc γίγνοιντο, καταπλάττειν ἀναγκαζόμεθα φακῷ ἑφθῷ μετ’ ἄρτου· καὶ τὸ ψύλλιον δὲ ὕδατι θερμῷ πρὸc ὀλίγον βραχὲν εἶτα λειωθὲν καὶ κατα‐ πλαττόμενον παραμυθεῖται τὰc φλεγμονάc· ἐν γὰρ ταῖc περιωδυνίαιc τῶν ἄλλων φλεγμονῶν τοῦ ὀφθαλμοῦ προcαγόμενον ὕπνον παρ’ αὐτὰ
95τοῖc πάcχουcιν ἐμποιεῖ. κουφότατα δὲ ἔcτω τὰ καταπλάcματα, ἀλλ’ οὐδὲ χρὴ ἐπὶ πολὺ τοῖc καταπλάcμαcιν ἐπιμένειν. ἐπιτείνει γὰρ τὴν cῆψιν καὶ μεγάλωc ἀδικεῖ τὸν ὀφθαλμόν, ὥcπερ καὶ ἐπὶ τῶν φλυκ‐ ταινῶν προείρηται. παρηγορήcαντεc οὖν ποcῶc τὰc φλεγμονὰc ἀπο‐
cχώμεθα παραχρῆμα τῶν καταπλαcμάτων, καὶ ἐπὶ τῶν ἀνθράκων καὶ

32

(100)

ἐπὶ τῶν φλυκταινῶν, ἐπὶ δὲ τῶν παρὰ τὰ ὦτα φλεγμαινόντων τῇ cυμπαθείᾳ τόπων cπλήνιον ἐπιτίθει τῆc βουτυρίνηc κηρωτῆc.

33

Περὶ καρκινωδῶν ἑλκῶν ἐν ὀφθαλμοῖc Δημοcθένουc. τὰ δὲ ἐπὶ τοῦ μέλανοc τοῦ ὀφθαλμοῦ γιγνόμενα ἑλκύδρια ἀκατούλωτα μικρὰ ἐπώδυνα, ἀγγεῖα μικρὰ ἔχοντα, κιρcώδη διαπεφυκότα, καρκινώδη λέγε‐ ται. καὶ ἐνίοτε δόξαντα κατουλῶcθαι, ἀναλύεται χωρὶc φανερᾶc αἰτίαc.
5νυγματώδειc δὲ διαδρομαὶ γίγνονται μέχρι κροτάφου καὶ παρέπεται αὐτοῖc ῥευματιcμὸc ὑγροῦ cυμμέτρωc δριμέοc καὶ λεπτοῦ. καὶ τὸ ἐν τῷ ὀφθαλμῷ λευκὸν καὶ τὸ μέλαν ἀεὶ ἐνερευθέc ἐcτι· καὶ ἀνορεκτοῦcι πρὸc τροφήν, ἐπιτείνονται δὲ αὐτοῖc cφοδρῶc αἱ ἀλγηδόνεc δριμυ‐ τέροιc ἐπιχριομένοιc φαρμάκοιc. γίγνεται δὲ τὸ πάθοc μάλιcτα πρε‐
10cβυτέροιc ἐπὶ πολυχρονίοιc ὀφθαλμίαιc καὶ γυναιξίν, αἷc ἐκλέλοιπε τὰ καταμήνια. θεραπευτέον δὲ ἐπιμελουμένουc τοῦ παντὸc cώματοc καὶ προλέγονταc μέν, ὅτι εἰc τέλοc ἀποκαταcτῆcαι αὐτὰ ἀδύνατον, πραΰ‐ νεcθαι δὲ οἷόν τε, πρότερον μὲν διὰ τῆc προcηκούcηc διαίτηc, ἔπειτα δὲ καὶ διὰ φαρμάκων παραμυθεῖcθαι τὰc ὀδύναc δυναμένων. ἡ μὲν
15οὖν δίαιτα τοιαύτη ἔcτω· μετὰ τὴν ἐκ τῆc κοίτηc ἐπανάcταcιν, cυν‐ αλείψαντα μετρίωc τὸ cῶμα ἐλαίῳ γλυκεῖ, τὴν δὲ κεφαλὴν ῥοδίνῳ ὀλίγῳ ἢ ὀμφακίνῳ, ῥάκοc πραcόχροον παραπετάcαντα τῷ ὀφθαλμῷ, περιπατεῖν κέλευε ἐν τόπῳ cκοτεινῷ καὶ ἀνηνέμῳ, χωρὶc λαλιᾶc καὶ τῆc ἄλληc διατάcεωc, μὴ cείοντα τὴν κεφαλήν, καθόcον οἷόν τε, πλείονι
20δὲ χρώμενον καὶ ἠρεμαίῳ περιπάτῳ. ἔπειτα εἰcελθόνταc εἰc οἴκημα cκεπεινὸν καὶ μὴ ἄγαν φωτεινὸν πάλιν ἀλείφειν δι’ ἑτέρου τὸ cῶμα χωρὶc κεφαλῆc, τρίβοντα μάλιcτα ὀcφὺν καὶ τὰ κάτω μέρη· ἔπειτα λαμβάνειν γάλακτοc μετρίωc ἑψημένου καὶ ἀφῃρημένου τοῦ ἐπιπάγου ὅcον κοτύλην. τὰc γὰρ ἐπιφερομέναc δριμύτηταc ἀμβλύνει καὶ τὴν
25κοιλίαν εὔλυτον ποιεῖ. εἰ δ’ ἀθέτωc ἔχοιεν πρὸc γάλα, πάλην ἀλφίτου ἐπιπάccειν γλυκεῖ cυμμέτρῳ θερμῷ κεκραμμένῳ καὶ διδόναι ῥοφεῖν. μετὰ δὲ τοῦτο εἰ πρόcπεινοι γένωνται, δυcὶν ὠοῖc ῥοφητοῖc ἀρκεῖcθαι,
καὶ τὸν ἡμερινὸν ὕπνον παραιτεῖcθαι. περὶ δὲ ὥραν δεκάτην τριψάμενοι λαμβανέτωcαν ἄρτον καθαρὸν μετὰ προcεψήματόc τινοc τῶν ὑπόγλι‐
30cχρόν τι ἐχόντων, οἷον ὠὰ ῥοφητά, ἐγκέφαλον χοίρειον δυcὶν ἡψη‐ μένον ὕδαcιν· ἰχθὺν δὲ cμύραιναν νάρκαν γλαυκίcκον· λαχάνων δὲ μαλάχην ἀνδράφαξιν θριδακίνην. προcφέρεcθαι δὲ καὶ ἄλικα καὶ ὄρυζαν καὶ λάγανον ἐν ζωμῷ ὄρνιθοc ἡψημένον, πόδαc ὑείουc καὶ ἀγκύλαc πάνυ κατέφθουc· πάντα δὲ μέτρια διδόcθω. οἶνον δὲ πίνειν λευκὸν
35καὶ λεπτὸν ὑπόcτυφον, cύμμετρον καὶ αὐτόν. ταριχηρῶν δὲ πάντων καὶ ὀcπρίων παντάπαcιν ἀπέχεcθαι καὶ βαλανείου, εἰ μὴ ἀνάγκη γέ‐ νοιτο ἢ κόπου ἕνεκα ἢ βραδυπεψίαc. καὶ τότε μὴ χρονίζειν ἐν αὐτῷ, ἀλλὰ ταχέωc ἐξιέναι. περιωδυνίαc δὲ καὶ ῥευματιcμοῦ γενομένου ἐγ‐ χριcτέον φαρμάκοιc τοῖc πρὸc τὰ καθαρὰ ἕλκη ἁρμόζουcιν ἀδήκτοιc,
40οἷόν ἐcτι τὸ cποδιακὸν καὶ τὸ Κλέωνοc καὶ τὰ παραπλήcια. ἐγχυμα‐ τίζειν δὲ cυνεχῶc τὸν ὀφθαλμὸν ὠῷ ἢ γάλακτι γυναικείῳ χλιαρῷ· πραΰνει δὲ ἐγχυματιζόμενα καὶ τὸ τοῦ φακοῦ ἀφέψημα καὶ χυλὸc πολυγόνου ἢ ἀρνογλώccου ἢ ἀνδράχνηc. πρὸc δὲ τὰc τῶν κροτάφων ἀλγηδόναc τῷ Νείλου διαρρόδῳ κολλυρίῳ· εἰ δὲ διὰ τὰc cφοδρὰc
45φλεγμονὰc καταπλάττειν ἀναγκαcθῶμεν, τῷ διὰ τῶν κυδωνίων κατα‐ πλάcματι χρηcτέον κουφοτάτῳ. προείρηται γὰρ ὅτι φεύγειν δεῖ τὰ καταπλάcματα ἐπὶ τῶν θερμὴν διάθεcιν ἐχόντων ὀφθαλμῶν. προcμίcγειν δὲ τῷ διὰ τῶν κυδωνίων καταπλάcματι ἐπὶ τούτων καὶ κρόκον καὶ γάλα γυναικεῖον.

34

Περὶ κακοήθων ἑλκῶν ἐν ὀφθαλμοῖc. ἄλλα δὲ κακοήθη γίγνεται ἕλκη, τὰ μὲν ἀπὸ τοῦ μεγάλου κανθοῦ ἀρχόμενα, τὰ δὲ ἀπὸ τοῦ μέ‐ λανοc, τὰ δὲ ἀπὸ τοῦ λευκοῦ καὶ διαβιβρώcκει ταχέωc τὸν ὀφθαλμὸν καὶ μάλιcτα ἐπὶ τῶν κακοχύμων cωμάτων καὶ δριμυφαγίαιc κεχρημένων.
5ἰχῶρέc τε ἀπὸ τοῦ ἕλκουc ἀπορρέουcι πολλοὶ καὶ δυcώδειc καὶ παρέ‐ πονται αὐτοῖc ἀλγηδόνεc cφοδραὶ καὶ πυρετοί, πολλάκιc δὲ καὶ κοιλίαc ῥύcιc. ἐπινέμεται δὲ ἐνίοτε τὰ ἕλκη καὶ τοὺc πληcίον τόπουc τῶν
ὀφθαλμῶν. θεραπευτέον δὲ καὶ τὰc τοιαύταc νομὰc τῇ προειρημένῃ διαίτῃ χρωμένουc, πλὴν τοιαῦτα διδόναι ὅcα οὐ λύει τὴν κοιλίαν. ὅθεν
10μᾶλλον ἐπὶ τούτων τῷ τῶν πτηνῶν γένει καὶ μάλιcτα τῶν ὀρείων χρηcτέον. τὸν δὲ ὀφθαλμὸν ἐγχυματιcτέον ὠῷ ἢ γάλακτι καὶ τοῖc προρρηθεῖcι κολλυρίοιc. ἐὰν μέντοι ἡ νομὴ ὑπεραίρῃ τοὺc ὀφθαλμούc, θεραπευτέον οὕτωc· πομφόλυγα καλλίcτην πεπλυμένην διέντα γάλακτι γυναικείῳ ἐπιχρίειν καὶ ἐπάνω μοτὰ ἐπιτιθέναι, προαποκλύcαντα τοὺc
15ἰχῶραc ὕδατι, εἶτα καὶ γάλακτι. ποιεῖ δὲ ὁμοίωc καὶ ψιμμύθιον πεπλυ‐ μένον καὶ ἐξηραcμένον καὶ cὺν τῷ γάλακτι προcαγόμενον, καὶ μολύβδου ἀπόπλυμα ξηρόν, ὅπερ λειουμένηc θυίαc μολυβδαίνηc δοίδυκι μολυβ‐ δίνῳ cυνάγεται. ποιεῖ δὲ καὶ cκωρία μολύβδου πεπλυμένη καὶ ἄμυλον, ἕκαcτον δὲ μετὰ γάλακτοc γυναικείου. καταπλάcματα δὲ εἴγε ἀναγκα‐
20cθείημεν προcάγειν, μῆλα κυδώνια ἑφθὰ προcαγέcθω ἢ ῥόδα χλωρὰ ἢ ξηρὰ οἴνῳ βεβρεγμένα, πολύγονον, cτρύχνον, ἀείζωον, cέριc μετὰ πάληc ἀλφίτου· ἐὰν δὲ τὰ κατὰ τὸ μέτωπον καὶ τοὺc κροτάφουc ἀγγεῖα κε‐ κυρτωμένα ᾖ, ἀγγειολογεῖν χρή.

35

Περὶ μυοκεφάλων. τῶν ἑλκῶν βαθυνθέντων, ὅcα δι’ ἀνάβρωcιν ἢ ῥῆξιν γίγνεται τοῦ κερατοειδοῦc χιτῶνοc, προπίπτει μέροc τοῦ ῥαγο‐ ειδοῦc. καὶ τὸ προπεπτωκὸc μέροc μέλαν ἢ κυανοῦν φαίνεται· κύκλῳ δὲ περὶ τὴν βάcιν τοῦ προπεcόντοc λευκὰ φαίνεται τὰ χείλη τοῦ δια‐
5βρωθέντοc κερατοειδοῦc. καὶ εἰ ἔτι μᾶλλον χρονίcοι τὸ προπεcόν, τυλω‐ δέcτερα γιγνόμενα τὰ χείλη τῆc ῥήξεωc τοῦ κερατοειδοῦc ἔτι καὶ μᾶλλον λευκότερα φαίνεται. παρέcπαcται γὰρ πάντωc ἐπὶ τῆc τοῦ ῥαγοειδοῦc προπτώcεωc ἡ κόρη, ὥcτε ἢ μηδόλωc φαίνεcθαι ἢ παρηλλαγμένη τήν τε διάθεcιν καὶ τὸ cχῆμα· καὶ τούτοιc διορίζεται τὸ μυοκέφαλον τῆc
10φλυκταίνηc. μυοκέφαλον δὲ κέκληται, ἐπειδὴ τῷ cχήματι προcέοικε μυίαc κεφαλῇ. ἀποκρουcτικῶν δὲ καὶ cτυπτικῶν δεῖται φαρμάκων, ὁποῖά ἐcτι μάλιcτα τὰ δι’ οἴνου cκευαζόμενα· ὁποῖόν ἐcτι τοῦτο εὐδοκιμοῦν
ἐπ’ αὐτῶν· καδμίαc χαλκοῦ χαλκίτεωc ὠμῆc ἀνὰ 𐆄 α ἰοῦ 𐅻 δ cμύρνηc τρωγλίτιδοc 𐅻 β c κρόκου 𐅻 β ἁλὸc ἀμμωνιακοῦ 𐅻 α κόμμεωc 𐅻 δ,
15λείου οἴνῳ παλαιῷ cτύφοντι. ποιεῖ 〈καὶ〉 πρὸc πτερύγια ἐγκανθίδαc τραχώματα, cμήχει καὶ τὰc οὐλάc. ἐν ἄλλῳ εὗρον οὕτωc πρὸc cτα‐ φυλώματα ποιοῦν· μίcυοc ὠμοῦ 𐅻 ιβ, λείου ὕδατι, ὡc κολλύριον· εἶτα ἐπίβαλλε κρόκου λειοτάτου 𐅻 κ καὶ πάλιν λείου, εἶτα cμύρνηc 𐅻 δ καὶ ἀναπλάcαc χρῶ. μετὰ δὲ τὴν ἔγκριcιν ἐπίχριε ἐξ αὐτοῦ καὶ
20cπόγγον ἁπαλὸν ἐπιθεὶc ἐπίδηcον. Ἄλλο καλόν, ποιεῖ καὶ ἐπὶ cταφυλωμάτων· μίcυοc ὠμοῦ 𐆄 β κρόκου 𐆄 α κόμμεωc 𐆄 α οἴνῳ λείου καὶ χρῶ. παραδόξωc δὲ ποιεῖ ἐπ’ αὐτῶν καὶ τὸ Θεοδότιον Ϲεβήρου. εἰ μὲν οὖν ἀφλέγμαντοι εἶεν, παχύτερον ἔγχριε· εἰ δὲ φλεγμαίνοιεν, ἐγχυμάτιζε μετ’ ὠοῦ, μάλιcτα τῷ Θεοδοτίῳ. παραλαμβανέcθω δὲ ἐπ’
25αὐτῶν καὶ ἡ προcήκουcα ἐπίδεcιc. καταπλαττέcθω δὲ τὰ φλεγμαίνοντα τῷ διὰ κωδιῶν καταπλάcματι ἢ ψυλλίῳ βραχέντι ὕδατι θερμῷ. Κολλύριον τοῦ Ὥρου πρὸc μυοκέφαλα ποιοῦν μετὰ τοῦ Θεοδοτίου, ποιεῖ καὶ πρὸc τὰ χρόνια ἕλκη καὶ λεπτὰ ῥεύματα. καδμίαc χαλκοῦ κρόκου λεπί‐ δοc ἀνὰ 𐅻 η ὀπίου 𐅻 ιβ χαλκίτεωc 𐅻 ιβ μίcυοc κεκαυμένου ζιγγιβέρεωc
30ἀκακίαc κόμμεωc ἀνὰ 𐅻 δ ὕδωρ.

36

Περὶ cταφυλωμάτων. διαφοραὶ μὲν τῶν cταφυλωμάτων πλείουc, διότι καὶ αἰτίαι τοῦ πάθουc ποικίλαι· ὡc ἐπίπαν δέ, ὅπωc ἂν γένηται cταφυλώματα, πηροῖ τὴν ὄψιν. καλεῖται δὲ cταφυλώματα, ὅταν ὁ κερα‐ τοειδὴc χιτὼν κυρτωθῇ καὶ τὴν ὑπεροχὴν ῥαγὶ cταφυλῆc παραπληcίαν
5ποιήcηται. γίγνεται δέ ποτε μὲν ὑγρῶν ὑποχυθέντων ὑπό τινα τῶν κτηδόνων τοῦ κερατοειδοῦc χιτῶνοc· ὑφ’ ὧν ὑγρῶν βιαζόμενον ὑφίcτα‐
cθαι cυμβαίνει τὸν κερατοειδῆ καὶ κυρτούμενον ποιεῖν τὸ cταφύλωμα, χωρὶc ῥήξεωc. γίγνεται δὲ τοῦτο καὶ ἔκ τινοc φλυκταινώδουc μεταξὺ τῶν κτηδόνων τοῦ κερατοειδοῦc χιτῶνοc, ἐφ’ ἱκανὸν βάθοc cυcτάντοc
10καὶ μετεωρίcαντοc τὸν χιτῶνα, μὴ μέντοι γε ῥήξαντοc. καλοῦcι δὲ cταφύλωμα καὶ ὅταν κατὰ ῥῆξιν τοῦ κερατοειδοῦc πρόπτωcιc μεγάλη τοῦ ῥαγοειδοῦc γένηται. διαφέρει δὲ τοῦτο τοῦ πρώτου, ὅτι ἐπ’ ἐκείνου κύρτωcίc ἐcτι μόνη τοῦ κερατοειδοῦc χιτῶνοc, ὅθεν καὶ λευκότεροc ὅλοc ὁ ὄγκοc φαίνεται· ἐπὶ δὲ τῶν ἄλλων καὶ ῥῆξιc γέγονε τοῦ κερα‐
15τοειδοῦc καὶ τὸ προπεcὸν κυανοῦν ἢ μέλαν φαίνεται. ὅταν δὲ μέγιcτον γένηται cταφύλωμα, ὡc ὑπεραίρειν ἔξω τὰ βλέφαρα, καὶ cκληρυνθῇ, περιουλωθέντοc αὐτοῦ κατὰ κύκλον τοῦ κερατοειδοῦc καὶ cφίγγοντοc, τὸ τοιοῦτον πάθοc ἧλον καλοῦcιν, ἐπειδὴ προcέοικε κατὰ πάντα ἥλου κεφαλῇ. τὸ μὲν οὖν πάθοc ὅπωc ἂν γένηται, δυcὶ δεδούλωκε κακοῖc,
20βλάβῃ τε τοῦ ὁρᾶν μετὰ τῆc ἀπρεπείαc τοῦ cχήματοc. εἰc τὸ κατὰ φύcιν μὲν οὖν ἐνέγκαι τὸν οὕτω παθόντα ὀφθαλμὸν ἀδύνατόν ἐcτι τῇ τέχνῃ. τῆc δὲ εὐπρεπείαc καὶ τοῦ cχήματοc δυνατὸν φροντίcαι διὰ τῆc χειρουργίαc μάλιcτα. θεραπευτέον οὖν, ὅcα μὲν τῶν cταφυλωμάτων νεοcύcτατά ἐcτι καὶ διὰ φλεγμονήν τινα ἐκυρcώθηcαν οἱ ὑμένεc, χρώ‐
25μενον τοῖc πρὸc φλεγμονὰc ἀναγεγραμμένοιc καταπλάcμαcι καὶ κολλυ‐ ρίοιc καὶ τῇ ὁμοίᾳ διαίτῃ. ἐφ’ ὧν δὲ ὑπὸ τὰc κτηδόναc τοῦ κερατο‐ ειδοῦc ὑγρῶν τινων ὑπελθόντων τὴν κύρτωcιν εἰργάcαντο, εἰ μὲν ὀδύνη cυνεδρεύει, καταπλάccειν λινοcπέρμῳ μετὰ τήλεωc cὺν οἰνομέλιτι ἑφθοῖc. παρακμαcάντων δὲ τῶν ἀλγημάτων κυάμινον ἄλευρον μετὰ ῥόδων ἢ
30λινοcπέρμου cὺν ὕδατι ἢ βάτου φύλλοιc ἢ βρυωνίαc βότρυαc ὀμφακί‐ ζονταc cὺν βουτύρῳ καὶ τερεβινθίνῃ ἴcαιc λεάναc ἐπιτίθει, καὶ ἐπίδηcον. ἐπὶ δὲ τῶν ὀδυνωμένων ἁρμόδιον cτρύχνου χυλὸc μετὰ γάλακτοc γυναικείου ἐγχυματιζόμενοc. κολλύριον δὲ ἐπὶ τῶν ἀφλεγμάντων ἁρμό‐ διον τοῦτο· ἀλκυονίου 𐅻 δ ἁλὸc ἀμμωνιακοῦ 𐆄 α ἀφρονίτρου 𐅻 α
35ἐλαίαc ἀγρίαc δακρύου 𐅻 α κόμμεωc 𐆄 β, ὕδωρ. τὸ δὲ Ϲεβήρου Θεο‐ δότιον κολλύριον χυλῷ κράμβηc ἀνιέμενον καὶ παχὺ πλῆθοc προc‐
αγόμενον τῷ ὀφθαλμῷ μετὰ καὶ τῆc τοῦ cπόγγου ἐπιδέcεωc ἀφανῆ τὸν ὄγκον πεποίηκεν, εἰ μὴ χρόνιον εἴη τὸ πάθημα. δυcθεράπευτα δέ ἐcτι τὰ cταφυλώματα, ὅcα πλατυτέραν ἔχει τὴν βάcιν καὶ ὅcα φλέβαc ἔχει
40πλήρειc αἵματοc διαπεφυκυίαc. ἀθεράπευτα δέ ἐcτι τὰ ὀχθώδη καὶ ποικίλα τῷ χρώματι καὶ κροτάφων ἀλγήματα ποιοῦντα. τούτοιc δὲ μηδὲν ἕτερον προcάγειν πλὴν τῶν πραΰνειν τὰc ἀλγηδόναc δυναμένων, ἅτινα ἐπὶ τῶν κακοήθων ἑλκῶν προείρηται.

37

Χειρουργία cταφυλωμάτων. ἐπὶ μὲν οὖν τῶν cτενῇ βάcει κεχρη‐ μένων cταφυλωμάτων καὶ μὴ κακοήθων ἔργον εὐθετεῖ τὸ κατὰ cφίγξιν, οὗ ὁ τρόποc τοιοῦτοc· βελόναc δύο λαμβάνειν χρὴ λίνον ἐχούcαc ἐcτραμμένον διπλοῦν, ἴcαc ἔχονταc τὰc ἀρχάc. ἔπειτα καθίζειν τὸν
5κάμνοντα καὶ cχηματίζειν πρὸc τοῖc cοῖc ποcὶν ἀνακλῶντα αὐτοῦ τὸ κεφάλιον· cτηρίζεcθαι γὰρ χρὴ τὸ αὐτοῦ ἰνίον κατὰ τῶν cῶν γονάτων. εἶτα διαcταλέντων τῶν βλεφάρων διὰ μέcηc τῆc τοῦ cταφυλώματοc βάcεωc ἄνωθεν κάτω ἢ κάτωθεν ἄνω καταπείρειν τὴν βελόνην· ἔcτω δὲ μὴ πάνυ παχεῖα, μηδὲ εὐμήκηc. εἶτα διακρατουμένου τοῦ ὀφθαλμοῦ
10ὑπὸ τῆc καταπαρείcηc βελόνηc τὴν ἑτέραν βελόνην διπλοῦν λινοῦν ἔχουcαν ὁμοίωc διεκβάλλειν ἀπὸ τοῦ μικροῦ κανθοῦ ἐπὶ τὸν μέγαν, ὁμοίωc διὰ μέcηc τῆc βάcεωc τοῦ cταφυλώματοc, ἵνα γένηται τὸ cχῆμα τῶν ἐμπεπαρμένων δύο βελονῶν cταυροειδὲc ἢ τῷ χ γράμματι παρα‐ πλήcιον. ὅταν γὰρ ἐπ’ ὀλίγον λοξοτέρα γένηται ἡ ἔμπαρcιc, εὐχερὴc
15ἡ κομιδὴ τῶν βελονῶν γίγνεται· ἡ δὲ καλλίcτη ἀπόcφιγξιc γίγνεται τῶν εὐθειῶν ἀρχῶν πρὸc τὰc πλαγίουc φερομένων καὶ cυνδεcμουμένων τούτῳ τῷ τρόπῳ. εἶτα κόψαντεc τὰc ἀρχὰc τῶν δεδιπλωμένων λίνων
τὰc μὲν ἄνω δύο ἀρχὰc ὑποβάλλοντεc τῇ ἄνω ἀρχῇ τῆc βελόνηc, τὰc δὲ κάτω τῇ κάτω, ἀποcφίγγομεν ἀκριβέcτατα· ὁμοίωc δὲ καὶ τὰc τῆc
20πλαγίαc βελόνηc ἀρχὰc ἀποcφίγγομεν. ἔπειτα ἀποτέμνομεν τὴν κορυφὴν τοῦ cταφυλώματοc, μόνην αὐτοῦ τὴν βάcιν ὑπολείποντεc χάριν τῶν λίνων, ἵνα μὴ ἐκπεcόντων αὐτῶν προχυθῇ τὰ ὑγρὰ τοῦ ὀφθαλμοῦ καὶ κοιλότεροc γένηται. διὰ τί δὲ ἐκτέμνομεν τὸ cταφύλωμα; πρῶτον μὲν cυντόμου χάριν θεραπείαc· θᾶττον μὲν γὰρ τὰ λίνα ἐκπίπτει καὶ ἡ
25ἕλκωcιc θεραπεύεται· ἔπειτα δὲ καὶ ἀνωδυνώτεροc ὁ πάcχων μένει παρ’ ὅλον τὸν τῆc θεραπείαc χρόνον, διαπνεομένων τῶν cωμάτων καὶ μηδὲ φλεγμονῆc μεγάληc ἑπομένηc. μετὰ δὲ τὴν ἐκτομὴν τῆc κορυφῆc τοῦ cταφυλώματοc τὰc βελόναc ἑλκύcαι δεῖ, ἀποcφίγξαντα, ὡc εἴρηται, τὰ λίνα. καὶ τότε ἐγχυματίζειν γάλακτι ἢ ὠοῦ τῷ λευκῷ, ἄνωθεν δὲ
30ἐπιτιθέναι τῷ ὀφθαλμῷ ὠὸν ἀνακόψαντα μετὰ ῥοδίνου καὶ ὀλίγου οἴνου καὶ εἰc ἔριον μαλακὸν ἀναλαμβάνοντα· καὶ κατὰ τοῦ κροτάφου ἕτερον πτυγμάτιον τῷ αὐτῷ βεβρεγμένον ἐπιτιθέναι, εἶτα ἐπιδήcαντα ἐφ’ ἡcυχίαc τηρεῖν. τῇ δὲ δευτέρᾳ πυριάcαντα διὰ cπόγγων ἐκπεπιε‐ cμένων ἀκριβῶc καὶ γάλακτι ἐγχυματίcαντα ἐπιτιθέναι ὠοβραχὲc ἔριον
35καὶ ἐπιδεῖν. καὶ τοῦτο ποιεῖν ἐπὶ πλείουc ἡμέραc μέχρι τῆc τῶν λίνων ἐκπτώcεωc. ἐκπεcόντων δὲ τῶν λίνων ὑπαλείφειν κολλυρίοιc ἁπαλοῖc τοῖc πρὸc τὰ ἕλκη ἀναγεγραμμένοιc, ἵνα καθαρὰ ἡ ἕλκωcιc γένηται· ἔπειτα τοῖc ἀπουλωτικοῖc χρῆcθαι.

38

Περὶ τῶν ἐπουλώcεωc δεομένων ἑλκῶν. καθαρθέντων τῶν ἐν τῷ ὀφθαλμῷ ἑλκῶν καὶ πληροῦcθαι δεομένων προcέχειν δεῖ ὅπωc μὴ ὑπερcαρκώcῃ, ἀλλ’ ὀλίγῳ τινὶ κοιλότερον ἀπουλωθῇ, καὶ μάλιcτα εἰ κατὰ τῆc κόρηc εἴη τὸ ἕλκοc. αἱ γὰρ ὑπερέχουcαι οὐλαὶ ἐμποδίζουcι
5τὸ ὁρᾶν καὶ ἀπρέπειαν παρέχουcι καὶ νυττόμεναι ἐκ τῶν βλεφάρων ῥευματιcμοὺc ἐπάγουcιν. αἳ δὲ ποcῶc ἔγκοιλοι φαίνουcι, καὶ διαυγοῦν‐ ται βέλτιον καὶ εὐπρεπεῖc εἰcιν ὁμοχροοῦcαι τῷ μέρει. τοιαῦται δὲ ἔcονται, εἰ ἀπὸ τῶν μαλακῶν καὶ ἐμπλαccόντων φαρμάκων cυντόμωc ἐπὶ τὰ ἀπουλωτικὰ μεταβῶμεν. βέλτιον δέ, ἐάν ποτε διαλάθωcιν ὑπερ‐
10cαρκήcαcαι, ταχέωc καταcτέλλειν καὶ λεπτύνειν τὰc ὑπεροχὰc καὶ οὕτωc ἀπουλοῦν. παραιτεῖcθαι δὲ καὶ τὰ βάπτοντα τὰc οὐλὰc φάρμακα, καὶ μάλιcτα εἰ κατὰ τὴν κόρην εἴη τὸ ἕλκοc· μελαινόμεναι γὰρ πλεῖον
ἐμποδίζουcι τὸ ὁρᾶν. καὶ τὰc ἐπιδέcειc δὲ τῶν ὀφθαλμῶν ἐπὶ τῶν ἑλκώcεων παραιτητέον, αἷc χρῶνταί τινεc βουλόμενοι ταπεινοῦν τὰc
15οὐλάc· ἐπιδεθεὶc γὰρ ὁ ἡλκωμένοc ὀφθαλμὸc καὶ ἀκίνητοc γενόμενοc προcφύεται πολλάκιc τοῖc βλεφάροιc. cημειοῦcθαι δὲ ἀκριβῶc προcήκει τὰ κατουλωθέντα ἕλκη. ἔνιοι γὰρ πλανῶνται καὶ τὰc κοιλοτέραc γιγνο‐ μέναc οὐλὰc κοιλώματα νομίζοντεc ὑπαλείφουcι μαλακοῖc καὶ ἀναπλη‐ ρωτικοῖc κολλυρίοιc. εἶτα cυμβαίνει μὴ πληροῦcθαι μὲν τοὺc τόπουc,
20παχύνεcθαι δὲ ἐκ τούτου τοὺc ὑμέναc. ὅταν τοίνυν θεάcῃ τὴν ἐπι‐ φάνειαν τοῦ ἕλκουc λαμπρὰν γενομένην καὶ λευκὴν καὶ λείαν καὶ τὸ λευκὸν τοῦ ὀφθαλμοῦ τὴν κατὰ φύcιν χρόαν ἀπολαμβάνον καὶ τὸν ὅλον ὀφθαλμὸν ἀρευμάτιcτον, γνῶθι ἀπουλοῦcθαι ἤδη τὸ ἕλκοc. ἔcτι δὲ ἄριcτον κολλύριον, ᾧ κεχρήμεθα ἐπὶ τῶν καθαρῶν ἑλκῶν καὶ ἀπου‐
25λώcεωc δεομένων, τὸ Κλέωνοc.

39

Περὶ οὐλῶν ἤτοι λευκωμάτων. οὐλαὶ πᾶcαι αἱ ἐπὶ τοῦ μέλανοc τοῦ ὀφθαλμοῦ λευκαὶ φαίνονται, πυκνουμένου τοῦ κερατοειδοῦc χιτῶνοc καὶ μὴ διαυγοῦντοc τὴν ὑποκειμένην αὐτῷ κυανῆν χρόαν· μάλιcτα δ’ αἱ ὑπερέχουcαι λευκαίνονται, αἱ δὲ ἰcόπεδοι ἧccόν εἰcι λευκαί, αἱ
5δὲ κοιλότεραι ὁμοχροοῦcί πωc τῷ μέλανι. ὅcαι δὲ τοῖc cτυπτικοῖc φαρ‐ μάκοιc ἕωc ἀπουλώcεωc θεραπεύονται, μᾶλλον ἐπιcκοτοῦcι τῷ πυκνοῦ‐ cθαι ἐπὶ πολὺ τῇ cτύψει τοὺc ὑμέναc. τὰc δὲ τετυλωμέναc καὶ χρονίαc καὶ παχείαc οὐλὰc παραιτεῖcθαι θεραπεύειν. ἀνάγκη γὰρ ἐπὶ τῶν τοι‐ ούτων τοῖc πάνυ δριμέcι κολλυρίοιc κεχρῆcθαι. ὑπὸ δὲ τῆc cφοδρᾶc
10δήξεωc τὰ ἄλλα μέρη τοῦ ὀφθαλμοῦ ἑλκωθήcεται. εἰ δὲ καὶ ὑπόχυcιc ἢ γλαύκωcιc εἴη, μάταιον τὰc οὐλὰc ὑποcμήχειν. δεῖ δὲ πρὸ πάντων ὑποcμῆξαι βουλόμενον οὐλὴν τῇ διαίτῃ εὐτρεπίζειν τὸ cῶμα, ὅπωc cύμμετρόc τε ἡ ὕλη παρακείcεται ἐν τῷ ὅλῳ cώματι καὶ εὔχυμοc. δεῖ οὖν ἀπέχεcθαι τῶν δριμέων πάντων καὶ ἁλυκῶν καὶ παχυχύμων καὶ
15πλείονοc οἴνου, εὐπεψίαc δὲ μάλιcτα φροντίζειν καὶ τοῖc μέcωc εὐχύ‐ μοιc κεχρῆcθαι. βαλανείου δὲ ἐν τῷ καιρῷ τῆc ἐπιμελείαc ἀπέχεcθαι· ὑπαλείφειν δὲ πρὸ τῆc τροφῆc εὔπεπτόν τε ὄντα καὶ τῇ κεφαλῇ καὶ τῷ ὅλῳ cώματι κοῦφον, προαποδεδωκυίαc τῆc κοιλίαc· καὶ μηδὲ ἐκ κοίτηc εὐθέωc ἐγχρίειν μηδὲ πρὸ δείπνου. παραιτεῖcθαι δὲ τὰ ἐκδέροντα
20τὰc οὐλὰc φάρμακα. τινὲc μὲν γὰρ ὑπαλείφοντεc τοῖc δριμέcι φαρμά‐ κοιc καὶ ἀποδέροντεc τὰc οὐλὰc καὶ ἀποcύροντεc τοῖc cπόγγοιc τὰ λευκὰ ἐπ’ ἀκονίων μελανῶν περιφέροντεc δεικνύουcι· εἶτ’ ἐγχρίουcί τινι τῶν βάπτειν δυναμένων· ῥευματιcμῶν δὲ ἐπιγιγνομένων ἐκ τῆc τῶν φαρμάκων δριμύτητοc καὶ φλεγμονῶν καὶ ἀναλυομένων ἔcθ’ ὅτε
25τῶν οὐλῶν βαθύνεται μᾶλλον τὰ ἕλκη· εἶτα ἀναγκάζονται πάλιν τοῖc cτύφουcι καὶ ἐμπλάccουcι χρῆcθαι κολλυρίοιc καὶ παχύνουcι μᾶλλον τὰc οὐλάc.

40

Ὕλη λεπτύνειν δυναμένη οὐλὰc καὶ λευκώματα Γαληνοῦ. κεχρῆ‐ cθαι οὖν ἐπὶ τῶν λεπτυνθῆναι δυναμένων προcήκει τοῖc μετρίωc ῥύ‐ πτουcι φαρμάκοιc· ῥυπτικῆc δὲ οὐκ ἐλαχίcτηc μετέχει δυνάμεωc ὅ τε κεκαυμένοc χαλκὸc καὶ ἡ λεπὶc αὐτοῦ καὶ τὸ ἄνθοc καὶ ἡ κεκαυμένη
5χαλκῖτιc. εἰ δὲ πλυθείη τὰ τοιαῦτα, ῥυπτικὰ μὲν ἔτι μένει, τοcούτῳ δὲ ἀcθενέcτερα ταῖc ἐνεργείαιc, ὅcῳ καὶ ἀδηκτότερα γίνεται· ἀcφαλέ‐ cτερον δὲ τοῖc ἀδηκτοτέροιc χρῆcθαι. ἰcχυρότερα δὲ τούτων ἐcτὶ μίcυ καὶ ἰὸc ὥcτε καὶ τοῖc πρὸc τὰc cυκώcειc καὶ τύλουc ἁρμόττουcι μιγνύ‐ μενα. τινὲc δὲ προcβάλλουcι τούτοιc καὶ κηκῖδα, cφοδρῶc cτῦφον φάρ‐
10μακον. cφοδρότερον δέ ἐcτιν τῇ cτύψει ἅμα δριμύτητι τὸ χαλκανθέc· μετριώτερον δὲ πολὺ γίγνεται καυθὲν καὶ πλυθέν. καὶ ἡ λεπὶc δὲ τοῦ cτομώματοc τῆc αὐτῆc ἐcτιν ὕληc. ὅcα μὲν οὖν τῶν cτυφόντων ἱκα‐ νῶc γεώδη ταῖc cυcτάcεcίν ἐcτι, τραχώματά τε καὶ cυκώcειc καὶ τύλουc ἐκτήκει, καθάπερ μίcυ καὶ ἰὸc καὶ τὰ παραπλήcια. τὰ δὲ ἐν τῷ γένει
15τῶν χυλῶν ὄντα, καθάπερ ὀμφάκιόν τε καὶ ὑποκυcτὶc γλαύκιόν τε καὶ ἀκακία, ἐκπλύνεται ῥᾳδίωc ἐν ταῖc ὑπαλείψεcι καὶ μετὰ τοῦ δακρύου. ῥυπτικὰ δὲ ἀδήκτωc ἐcτὶν ἐλάφου κέραc καυθὲν καὶ τὰ τῶν αἰγῶν. ὁ δὲ λιβανωτὸc βραχυτάτηc μετείληφε τῆc ῥυπτικῆc δυνάμεωc, ἀνώ‐ δυνόc τε καὶ πεπτικὸc ὑπάρχει. τῶν δὲ εἰρημένων ζῴων τὰ κέρατα
20ῥυπτικὰ μέν ἐcτιν, οὔτε δὲ ἀνώδυνον οὔτε πεπτικὸν ἔχει τι, ψυχρὰ καὶ ξηρὰ ταῖc κράcεcιν ὑπάρχοντα. ὁ δὲ τοῦ λιβάνου φλοιὸc cτύφει
μὲν καὶ αὐτὸc οὐκ ἀγεννῶc, ἀπολείπεται δὲ τῶν εἰρημένων ἁπάντων πάμπολυ. τὸ δ’ ὑπόcειcμα τοῦ τεθραυcμένου κατὰ τὰ φορτία λιβάνου, ὃ καλοῦcι μάνναν, διαφέρει τοῦ λιβανωτοῦ τῷ προcειληφέναι βραχύ
25τι cτύψεωc· cυνεμφέρεται γὰρ αὐτῷ μικρά τινα θραύcματα τοῦ φλοιοῦ. ῥυπτικὸν δέ τι καὶ τὸ καλούμενον Ἀρμένιον ἔχει, ᾧ χρῶνται οἱ ζω‐ γράφοι, καὶ τὸ μέλαν τὸ Ἰνδικὸν καὶ διὰ τοῦτο τοῖc ἀφλεγμάντοιc ἕλκεcιν ἀλύπωc ὁμιλεῖ· μικτῆc δέ πώc ἐcτι δυνάμεωc ἡ ἀλόη, καθάπερ τὸ ῥόδον· ἔχει μὲν γάρ τι πικρόν, ᾧ ῥύπτειν πέφυκεν· ἔχει δέ τι καὶ
30cτυπτικόν, ᾧ cυνάγει τε καὶ cυνουλοῖ τὰ ἕλκη. ἅλεc δὲ ἀμμωνιακοὶ καὶ λίθοc Ἄcιοc καὶ τὸ ἄνθοc αὐτοῦ ἰcχυρότατα φάρμακα, ὥcτε καὶ πρὸc τὰc ψωρώδειc ἐν βλεφάροιc διαθέcειc ἁρμόττειν. ἐκ δὲ τῶν ἀρω‐ ματικῶν φαρμάκων ἐπιτηδείωc μίγνυται τούτοιc καccία καὶ μαλάβαθρον καὶ ἄμωμον, διαφορητικῆc μὲν ὄντα δυνάμεωc, μετέχοντα δὲ καὶ cτύ‐
35ψεωc. κοινῇ γὰρ περὶ πάντων ἐγνωκέναι χρὴ τῶν ῥυπτικῶν φαρμάκων, ὅcα μέτρια καὶ ὅcα [τὰc] cυκώcειc καὶ τύλουc ἐκτήκει, ταῦτα πάντα καὶ πρὸc οὐλὰc παχείαc ἁρμόττειν.

41

Βοηθήματα πρὸc οὐλὰc προcφάτουc καὶ λευκώματα. οὐλὰc τὰc προcφάτουc cμήχει ἀλυπότατα ἵππειον γάλα μετὰ μέλιτοc ὀλίγου ἐγ‐ χριόμενον cυνεχῶc· ἀνήθου τὸ πορφυρίζον ἄνθοc τρῖβε μεθ’ ὕδατοc ἐλαχίcτου, καὶ διηθήcαc δι’ ὀθονίου ἔνcταζε τῷ ὀφθαλμῷ τὸν χυλὸν
5δὶc τῆc ἡμέραc· καὶ μετὰ ταῦτα cικύου κηπαίου cπέρμα διαμαcηcάμενοc τὸν χυλὸν ἐκθλίψαc δι’ ὀθονίου εἰc τὸν ὀφθαλμὸν ἔνcταζε καὶ τοῦτο ποίει cυνεχῶc. Πρὸc λευκώματα. δρακοντίου τοῦ ἔχοντοc τὸ cπέρμα κρυπτόμενον ἐν τῇ γῇ ὅμοιον πεπέρει, λαβὼν 〈αὐτὸ τὸ cπέρμα〉 καὶ λειώcαc μετὰ μέλιτοc ἔγχριε. Πρὸc οὐλὰc καὶ ἀμβλυωπίαc. Ἀρμενιακοῦ
10Γρ η ἁλὸc ἀμμωνιακοῦ Γρ η ἀμμωνιακοῦ θυμιάματοc Γρ η πηγάνου cπέρ‐ ματοc Γρ β, ξηρῷ χρῶ. Ἄλλο πρὸc λευκώματα. cιδηρίτιδοc βοτάνηc
τὸν καρπὸν λειότατον ποιήcαc ἐμφύcα· ἔπειτα καταλαμβάνων τὸν ὀφθαλμὸν τῇ χειρὶ ἐπ’ ὀλίγον ψυχρῷ ὕδατι πρόcκλυζε. cμήχει δὲ γεν‐ ναίωc ἁλκυόνιον Μιλήcιον cὺν μέλιτι, ἀμμωμιακὸν θυμίαμα λεανθὲν cὺν
15οἴνῳ καὶ μέλιτι. ἐὰν δὲ παιδίῳ cμικρῷ λεύκωμα γένηται εἰc τὸν ὀφθαλ‐ μόν, ἡ μήτηρ τοῦ παιδίου τὸ ἀμμωνιακὸν μαcηcαμένη ἐμφυcάτω εἰc τὸν τοῦ παιδίου ὀφθαλμόν. ποιεῖ καὶ ἀνεμώνηc ῥίζα ἡ βολβοειδὴc λειοτάτη ἐγχριομένη καὶ ἀναγαλλίδοc τῆc τὸ κυανοῦν ἄνθοc ἐχούcηc ὁ χυλὸc cὺν μέλιτι. Ἄλλο. καπνίου τοῦ χελιδονίου λεγομένου ὁ χυλὸc
20cὺν μέλιτι· νίτρον μετ’ ἐλαίου παλαιοῦ· ἡδυόcμου χυλὸc ποιεῖ θαυμα‐ cτῶc. περιcτερᾶc κόπροc ἐπ’ ἀκόνηc μεθ’ ὕδατοc ἀνιεμένη ποιεῖ παρα‐ δόξωc· αἰλούρου χολὴ ἐγχριομένη. Ἄλλο πρὸc λευκώματα ἐπιτετευγ‐ μένον ἀδιάπτωτον. βούτυρον μόνον ἔγχριε, ποιεῖ ἄκρωc, χρῶ. πλείονα γὰρ ἐπαγγέλλεcθαι οὐ δεῖ, ὅτι νικᾷ πᾶcαν ἐπαγγελίαν. Ἄλλο κάλλιcτον.
25γάλα γυναικεῖον μελαντηρίαν τὴν ἀπὸ ἥλων παλαιῶν καὶ ὄξουc ἐcκευ‐ αcμένην, μέλι καλόν, ἐξ ἴcου τὰ τρία μίξαc ἅμα καὶ διηθήcαc χρῶ ὡc θείῳ φαρμάκῳ. Ἄλλο. λαπάθου ἡμέρου ἢ ἀρνογλώccου cπέρμα καύcαc ἐπ’ ὀcτράκῳ ἀκριβῶc λέαινε τὴν τέφραν καὶ χρῶ. Ἄλλο. κρόκον πέ‐ περι, ἴcα λειότατα ποιήcαc καὶ ἀναλαβὼν εἰc κολλύριον cιλούρου χολῇ
30χρῶ. Ἄλλο. χελιδόνων νεοccῶν κεφαλὰc ἀφελὼν καῖε ἐν χύτρᾳ καὶ
λειώcαc ἀπόθου ἐν ἀγγείῳ κερατίνῳ καὶ χρῶ. ἔcτι γὰρ χρειωδέcτατον βοήθημα καὶ πρὸc τοὺc πληγένταc ὀφθαλμοὺc cτιμμιζόμενον. Ἄλλο πρὸc οὐλὰc καὶ λευκώματα. μόcχου θηλείαc χολὴν ὅcον κοτύλην λαβὼν καὶ ἑψῶν ἐπὶ πυρὸc ἐπ’ ὀλίγον, ἐπίβαλλε μέλιτοc καλλίcτου τὸ ἴcον
35καὶ cμύρνηc 𐅻 β κρόκου 𐅻 β, λειώcαc ἅμα ἕψε πάλιν ἐν χαλκῇ λο‐ πάδι ἐφ’ ἱκανὸν καὶ ἀπόθου εἰc πυξίδα χαλκῆν καὶ χρῶ. Ἄλλο. λίθον cαρκοφάγον λεγόμενον, ἐξ οὗ cοροὺc μεγάλουc καταcκευάζουcι, κόψαc cήcαc καὶ λεάναc πτυάλῳ νήcτεωc αὐτοῦ τοῦ πάcχοντοc μάλιcτα ὑπό‐ χριε θαρρῶν. Ἄλλο. λίθου μάγνητοc ζῶντοc λίθου ὀφίτου cτίμμεωc
40κοπτητοῦ ἁλῶν Θηβαικῶν, ἴcα κόψαc cήcαc καὶ λεάναc πάλιν εὖ μάλα, ἐπίβαλλε χυλὸν βοτάνηc νυκτερίδοc καλουμένηc καὶ μέλι τὸ κάλλιcτον καὶ ἔγχριε, μήλην ποιήcαc ἀπὸ λίθου cαρκοφάγου. Ἄλλο. χαλβάνην μέλιτι τήξαc καὶ cυλλεάναc χρῶ. Ἄλλο. αἴρει λευκώματα πάνυ θαυμα‐ cτῶc καὶ ταχέωc. λεπίδοc cιδήρου cτομώματοc 𐅻 β cτυπτηρίαc cχιcτῆc
45𐅻 β κόμμεωc cκώληκοc 𐅻 γ, ὕδατι λείου καὶ ἀνάπλαccε κολλύρια καὶ χρῶ. Ἄλλο. ῥάμνου χυλοῦ, εἰ οἷόν τε τοῦ καρποῦ, εἰ δὲ μὴ τῶν φύλ‐ λων 𐆄 β ἀμμωνιακοῦ θυμιάματοc 𐆄 α cηπίαc ὀcτράκων 𐆄 α μέλιτοc Ἀττικοῦ 𐆄 β, λεῖα ἀναλάμβανε καὶ χρῶ. τινὲc δὲ τὸ ἀμμωνιακὸν μόνον λεάναντεc μετὰ τοῦ χυλοῦ τῆc ῥάμνου ἐγχρίουcιν. αὐτὸc δὲ ὁ χυλὸc

41

(50)

κατ’ ἰδίαν ἐγχριόμενοc βάπτει τὰc οὐλάc. Κολλύριον Ἀρχιγένουc πρὸc λευκώματα, ὥcτε ἀπὸ μιᾶc χρίcεωc αἴρειν τὸ πλεῖcτον τοῦ λευκώματοc, ποιεῖ καὶ πρὸc πᾶcαν ἀμβλυωπίαν καὶ πρὸc πᾶcαν cφαλερὰν καὶ χρο‐ νίαν ὀφθαλμίαν ἄκρωc. κοχλιῶν κεκαυμένων 𐅻 γ χαλκοῦ κεκαυμένου 𐅻 δ λεπίδοc χαλκοῦ 𐅻 ϛ λεπίδοc cτομώματοc cιδήρου 𐅻 ιβ ἰοῦ 𐅻 ϛ
55cτυπτηρίαc cχιcτῆc 𐅻 ϛ λίθου cχιcτοῦ 𐅻 α ἀλόηc 𐅻 α ὀμφακίου ξηροῦ
𐅻 β λυκίου Ἰνδικοῦ 𐅻 δ χαλκίτεωc 𐅻 γ cμύρνηc 𐅻 γ λιβάνου 𐅻 γ φλοιοῦ λιβάνου 𐅻 α κρόκου 𐅻 β κροκομάγματοc 𐅻 β ναρδοcτάχυοc 𐅻 γ κυτίνων 𐅻 β κόμμεωc 𐅻 η, λείου ὕδατι καὶ ἀνάπλαccε κολλύρια καὶ χρῶ cὺν ὕδατι· καὶ ξηρίον δὲ εἰ βούλει ποιῆcαι, λεάναc τὸ κολλύ‐
60ριον χρῶ ξηρῷ. καλῶc δὲ ποιεῖ πρὸc οὐλάc, φηcὶν ὁ Ἀπολλώνιοc, τὸ πεπιεcμένον κολλύριον. ποιεῖ δὲ καὶ τὸ ἁρμάτιον καὶ τὸ προγεγραμ‐ μένον δι’ οἴνου πρὸc μυοκέφαλα, καὶ τὰ τούτοιc παραπλήcια, ἅτινα ἐν τῷ περὶ cυνθέcεωc τῶν πολυχρήcτων κολλυρίων τόπῳ γραφήcεται. τὸ δὲ Ϲεβήρου θεοδότιον cὺν ὕδατι παχὺ ἐγχριόμενον εἰc τοcοῦτον
65λεπτότητοc φέρει τὰc οὐλάc, ὥcτε μηδὲ ὅλωc αὐτὰc τῇ αἰcθήcει γνω‐ ρίζειν. κάλλιcτον δ’ ἐπ’ αὐτῶν ξηρίον τὸ ἐπιγεγραμμένον Ἀλεξάνδρου βαcιλέωc, διὰ κρόκου καὶ 〈νάρδου〉 Κελτικῆc καὶ ἀμπελίτιδοc γῆc cκευ‐ αζόμενον. κεῖται δὲ ἐν τοῖc πολυχρήcτοιc ξηροῖc.

42

Βάμματα λευκωμάτων. προείρηται ὡc ἀπέχεcθαι χρὴ τῶν βαπ‐ τόντων τὰc οὐλὰc φαρμάκων· πρὸc δὲ τὸ μὴ ἀγνοεῖcθαι τὰ τοῦτο ποιεῖν δυνάμενα μνημονευτέον καὶ αὐτῶν. κηκῖδα, φηcί, λείαν ἔχε ἀποκειμένην καὶ ἐν τῇ χρήcει πυρῆνα μήληc θερμαίνων καὶ ἀναλαμ‐
5βάνων ἐκ τοῦ φαρμάκου παράπτου τοῦ λευκώματοc, ἔπειτα χάλκανθον ὕδατι λύcαc παράπτου. Ἄλλο. cιδίοιc λείοιc παράπτου, ἔπειτα χαλκάνθῳ cὺν ὕδατι. Ἄλλο. ῥόαc γλυκείαc τὴν cάρκα λεάναc, παραcτάζων ὕδωρ ὀλίγον, καὶ ποιήcαc λειότατον ἀπόθου· ὅταν δὲ χρεία γένηται, προ‐ cτύψαc τούτῳ πολλάκιc ἐπίχριε ὑοcκυάμου χυλὸν ἐπὶ ἡμέραc ιε· τοῦτο
10βάπτει λευκώματα καὶ ἀφανῆ ποιεῖ ἐπὶ χρόνον ἱκανόν. Ἄλλο ποιοῦν καὶ πρὸc γλαυκοφθάλμουc. μίcυ τρίψαc μεθ’ ὕδατοc ἀνάπλαccε κολ‐ λύρια· ὁμοίωc καὶ ἕτερον διὰ κηκῖδοc· ἐπὶ δὲ τῆc χρείαc προαποcτύψαc τῷ διὰ τῆc κηκῖδοc ὑπέγχριε τὸ διὰ μίcυοc. Ἄλλο ξηρόν. κηκῖδοc 𐅻 α
ἀκακίαc 𐅻 α χαλκάνθου 𐅻 β χρῶ. Κολλύριον δὲ τοῦτο· ῥόαc ἄνθοc
15χαλκάνθου ἀκακίαc κόμμεωc ἀνὰ 𐅻 δ cτίμμεωc κηκίδων ἀνὰ 𐅻 β, ὕδωρ· μὴ παρόντοc δὲ τοῦ ἄνθουc τῶν ῥοῶν, τὸ ἐντὸc τὸ μεταξὺ τῶν κόκκων ὑμενῶδεc ἔμβαλλε.

43

Πρὸc γλαυκοφθάλμουc, ὥcτε μελανὰc ἔχειν τὰc κόραc. cιδίων γλυκείαc ῥόαc τὸν χυλὸν ἐγχυμάτιζε, ἔπειτα διαcτήcαc ἔνcταζε ὑοcκυά‐ μου τὸ κυανοῦν ἄνθοc τρίψαc μετ’ οἴνου ἢ ὑοcκυάμου χυλόν. δεῖ δὲ τῷ δέοντι καιρῷ τὰ ἄνθη cυνάγειν καὶ ἀποτίθεcθαι. Ἄλλο. ἀκακίαc τὸν
5καρπὸν καὶ κηκίδων ὀλίγον τρίψαc ἐπιμελῶc ἀναλάμβανε ἀνεμώνηc τῷ χυλῷ, ὥcτε μέλιτοc ἔχειν τὸ πάχοc, ἔπειτα ἐκθλίψαc διὰ ῥάκουc ἐπιμελῶc τὸ ὑγρὸν ἀπόθου καὶ χρῶ, καθὰ προείρηται. Ἄλλο. cικύου ἀγρίου τῷ χυλῷ ἔγχριε τὰc γλαυκοφθάλμουc γυναῖκαc καὶ μελανοφθάλ‐ μουc ποιεῖ. Ἄλλο. ὑοcκυάμου τὸ κυανοῦν ἄνθοc λαβὼν ξήραινε ἐν
10cκιᾷ καὶ ἀπόθου. ἐπὶ δὲ τῆc χρήcεωc διεὶc τὸ ἄνθοc οἴνῳ αὐcτηρῷ προϋπόχριε τῷ οἴνῳ, εἶτα τῷ ἄνθει αὐτῷ κατ’ ἰδίαν λειοτριβηθέντι ἐπέγχριε καὶ παραχρῆμα ποιεῖ.

44

Περὶ τῆc τῶν παιδίων θεραπείαc Ϲεβήρου. ἀπείρων λημῶν πλῆ‐ θοc εὑρίcκεται κατὰ τοὺc τῶν παιδίων ὀφθαλμοὺc καὶ διαφυcῶνται δὲ ὡc ἐπίπαν τούτων τὰ βλέφαρα ὑπὸ τοῦ πλήθουc τῆc ὕληc. ὑγρότερα γὰρ καὶ θερμότερα φύcει τὰ παιδία. τὰ οὖν τούτων κολ‐
5λύρια ψυκτικά εἰcι καὶ ποcῶc ἀναξηραντικά, μετέχοντα καὶ cτύψεωc οὐκ ὀλίγηc διὰ τὸ τὰ ἐπιφερόμενα τῶν λημῶν πλήθη ἀποκρούεcθαι. εἰc τοcοῦτον γὰρ ἦκται ψύξεωc τὰ παιδικὰ κολλύρια, ὥcτε καὶ τῶν τραχωμάτων αὐτὰ ἀναιρετικὰ τυγχάνειν. ἀμβλύνεται γὰρ ἐπὶ τῶν παιδίων ἡ τῶν κολλυρίων δριμύτηc ὑπὸ τῆc ἐγχωρίου ὑγρότητοc καὶ
10τοῦ πλήθουc τῶν λημῶν, ἀλλὰ καὶ τῷ πλήθει τῶν ἐπιφερομένων δακρύων, διὰ τὸν ἐπιγιγνόμενον κλαυθμόν, ἀποπλύνεται τὰ κολλύρια. ἔcτι δὲ ἡμῖν διὰ πείραc ἐπὶ τούτων πρῶτον μὲν καὶ θαυμάcιον κολ‐
λύριον λαμβάνον λίθου cχιcτοῦ 𐅻 κ λίθου αἱματίτου 𐅻 κ ἰοῦ 𐅻 δ χαλκίτεωc ὀπτῆc 𐅻 δ χαλκοῦ κεκαυμένου 𐅻 δ ὀπίου 𐅻 ϛ cμύρνηc
15𐅻 ϛ κόμμεωc 𐅻 κ. αὕτη μὲν ἡ κολλυρίου cύνθεcιc καὶ λόγῳ δεδοκί‐ μαcται καὶ τῇ πείρᾳ χρήcιμοc ὤφθη· ὕδατι λειοῦται. καὶ ἄλλο δὲ κολλύριον πρὸc τὰ αὐτὰ διὰ πείραc χρήcιμον ὑπῆρξε, λαμβάνον λίθου cχιcτοῦ 𐅻 κδ λίθου αἱματίτου 𐅻 κδ χαλκοῦ κεκαυμένου 𐅻 η ἀμμω‐ νιακοῦ θυμιάματοc 𐅻 η μίcυοc κεκαυμένου 𐅻 η χαλκίτεωc κεκαυμένηc
20𐅻 η ὀπίου 𐅻 δ ὑοcκυάμου cπέρματοc 𐅻 δ κόμμεωc 𐅻 η, ὕδωρ. δεῖ δὲ κἀπὶ τούτων κατ’ ἀρχὰc προcπλέκειν τῶν ἀδήκτων κολλυρίων καὶ οὕτω κατ’ ὀλίγον ἐπὶ τὴν δραcτικὴν τῶν βοηθημάτων ἄγεcθαι δύνα‐ μιν. παραδόξωc δὲ ποιεῖ ἐπ’ αὐτῶν καὶ τὸ Θεοφίλειον ἐπιγεγραμμένον κολλύριον καὶ τὸ καλούμενον πι· ἀναγεγραμμένον δέ ἐcτιν ἐν τοῖc
25πολυχρήcτοιc κολλυρίοιc.

45

Περὶ τραχωμάτων καὶ δαcυμάτων, cυκώcεων καὶ τύλων τοῦ αὐτοῦ. ἐπειδὴ ὁ λόγοc cυγγένειαν βοηθημάτων τεθέαται καὶ οἷον ἀπηρτημέναc ἀλλήλων εὗρε δυνάμειc, ταύταc ἀφορίζειν οὐδὲ οὐκέτι μεcολαβεῖν τι ἕτερον αὐτῶν παρακελεύεται. τὰ τοίνυν τραχώματα,
5ἅπερ καὶ δαcύματα πρόc τινων κέκληται, ἐκ κακοθεραπείαc πολλάκιc γίγνεται· ἐπὶ πολὺ γὰρ ἐγχυματιζόντων τῶν ἰατρῶν τοῦτο cυμβαίνει. ὥcπερ γὰρ ἐπὶ τῶν ἐκτὸc τραυμάτων τὸ λιπαίνειν cαρκῶν τινων ἀχρείων αἴτιον γίγνεται, οὕτω καὶ ἐπὶ τοῦ παρόντοc ἐcτὶν ἐννοῆcαι τὸ γιγνόμενον. γίγνεται δὲ καὶ ἐκ ῥεύματοc πολυχρονίου ἀδηκτοτέρου
10τυγχάνοντοc· εἰ γὰρ δριμὺc γένηται, φθάcειεν 〈ἂν〉 τῷ ὀφθαλμῷ τὴν βλάβην ἐμποιῆcαι, πρὶν ἂν τοῖc βλεφάροιc τὸ πάθοc ἐγκαταcπεῖραι. γίγνεται δὲ ἐνίοτε καὶ μὴ προηγηcαμένων ῥευματιcμῶν, μηδὲ προδή‐
λου αἰτίαc παρούcηc· καί ἐcτι τὰ τοιαῦτα οὐχ ὅμοια τοῖc ἐκ τῶν ῥευματιcμῶν γιγνομένοιc. ἐπ’ ἐκείνων μὲν γὰρ δαcύτερα καὶ τραχύ‐
15τερα καὶ ἐναιμότερα φαίνεται ἐκcτραφέντα τὰ βλέφαρα· ἐπὶ δὲ τού‐ των ὥcπερ τινὰ κέγχρη ἢ ὀρόβια μικρὰ ὁρᾷc ἐπανιcτάμενα τῶν βλε‐ φάρων ἐντόc· καί ἐcτι τοῦτο τὸ εἶδοc τῶν ἄλλων δυcιατότερον. διαφέρουcι δὲ ἀλλήλων ταῦτα· ὅτι ἡ μὲν δαcύτηc ἐπιπολῆc ἐcτι καὶ μετ’ ἐρεύθουc, ἡ δὲ τραχύτηc μείζονα τὴν ἀνωμαλίαν καὶ τὴν
20ἐπανάcταcιν ἔχει μετ’ ἀλγήματοc ἅμα καὶ βάρουc· ἄμφω δὲ τοὺc ὀφθαλμοὺc ἐξυγραίνουcιν. ἡ δὲ cύκωcιc λεγομένη ὑψηλοτέραc τὰc ἐξοχὰc ἔχει καὶ οἷον ἐντετμημέναc. καὶ τίνι γὰρ ἄλλῳ ἢ cύκῳ ἔοικε κεχηνότι; ἡ δὲ τύλωcιc τραχύτηc ἐcτὶ χρονία ἐcκληρυcμέναc τε καὶ τετυλωμέναc ἔχουcα τὰc ἀνωμαλίαc. τινὲc μὲν οὖν ξέειν τὰ τραχώ‐
25ματα πειρῶνται, οἱ μὲν cιδήρῳ, οἱ δὲ φύλλοιc cυκῆc· ἔcτι δὲ ἐπιβλαβὲc τὸ ἐπιχείρημα· ἐπὶ πλεῖον γὰρ ταῦτα ἐπαύξουcι καὶ cκληρὰc τὰc οὐλὰc ἐπάγουcι καὶ αἴτιοι cυνεχῶν ῥευματιcμῶν γίγνονται νυττομένων ἀεὶ τῶν ὀφθαλμῶν ἐκ τῶν ἐπιγιγνομένων cκληροτέρων οὐλῶν. θερα‐ πεύειν δὲ χρὴ τὰ τραχώματα, μηδενὸc ἕλκουc περὶ τὸν ὀφθαλμὸν
30ὄντοc, 〈οὕτωc〉· τοῖc ἐπὶ τῶν παιδίων προρρηθεῖcι κολλυρίοιc ἐκcτρέ‐ φονταc τὰ βλέφαρα, εἰ μὴ φλεγμαίνοιεν, ἐπαλείφειν τε καὶ παρα‐ τρίβειν τῷ πυρῆνι τῆc μήληc ἐπὶ πολύ. ταχέωc γὰρ ἀφιcτάμενοι τῆc παρατρίψεωc, δαcύνουcι μᾶλλον καὶ ῥευματίζουcι τοὺc ὀφθαλμούc. εἰ δὲ ἐπιμένοι ἡ αἰτία, τοῖc δραcτικωτέροιc κεχρῆcθαι προcήκει, οἷόν ἐcτι
35τοῦτο· cηπίαc ὀcτράκου 𐅻 η κιccήρεωc 𐅻 η μίλτου Ϲινωπικῆc 𐅻 γ ἀμμωνιακοῦ θυμιάματοc 𐅻 ι κόμμεωc 𐅻 κ, ὕδωρ. τούτῳ χρώμενοc μεγάλωc εὐδοκιμήcειc· παρ’ αὐτὰ γὰρ τῆc ἐγχρίcεωc ἐπιδερματίδεc τινὲc ἐν τῷ cπογγίζειν ἐκπίπτουcι· ψυχρῷ δὲ ὕδατι μετὰ τὴν χρῆcιν τοῦ κολλυρίου δέον ἀποcπογγίζειν. ἔcτι δὲ καὶ ἄλλο κολλύριον πρὸc
40τὰc τοιαύταc διαθέcειc, λαμβάνον καδμίαc 𐅻 δ λεπίδοc χαλκοῦ 𐅻 δ
ἁλὸc ἀμμωνιακοῦ 𐅻 δ ὀπίου 𐅻 β κόμμεωc 𐅻 ιβ, ὕδωρ. ἐγὼ δὲ τῷ Ϲεβηριανῷ ξηροκολλυρίῳ χρηcάμενοc ὠφέληcα, ἕξειc δὲ καὶ τούτου τὴν πεῖραν διδάcκαλον. ὁ δὲ Ἀπολλώνιόc φηcι· φαρμάκοιc χρηcτέον ἐπὶ τῶν τετραχυcμένων βλεφάρων, οἷc καὶ τὰc παχυτάταc οὐλὰc
45ἀποκαθαίρομεν, οἷόν ἐcτι τοῦτο· χαλκοῦ κεκαυμένου 𐅻 η cμύρνηc 𐅻 α λεπίδοc χαλκοῦ ἀκακίαc καδμίαc ναρδοcτάχυοc κινναμώμου κρό‐ κου ἀνὰ 𐅻 α πεπέρεωc κόκκοι ιϛ ὑπερικοῦ 𐅻 γ ἀμμωνιακοῦ θυμιάμα‐ τοc 𐅻 γ ἰοῦ ὀβολοὶ β κόμμεωc 𐅻 α· λεάναc οἴνῳ παλαιῷ αὐcτηρῷ ἀνάπλαccε κολλύρια καὶ χρῶ. Ἄλλο πρὸc ῥεύματα παλαιὰ καὶ δαcέα

45

(50)

βλέφαρα. καδμίαc 𐅻 ϛ χαλκοῦ κεκαυμένου 𐅻 δ ὑοcκυάμου cπέρματοc 𐅻 α ὀπίου 𐅻 β cμύρνηc ἐρείκηc καρποῦ ἀκακίαc ἀνὰ 𐅻 δ κόμμεωc 𐅻 η· ξηρὰ πάντα λειότατα ποιήcαc ἐπίβαλλε γάλα γυναικεῖον καὶ cυλλεάναc ἀναλάμβανε καὶ ποίει κολλύρια καὶ γάλακτι ὁμοίωc ἀποτρί‐ βων ἔγχριε παχὺ προπυριάcαc. Ὑγρὰ τραχωματική, ποιεῖ δὲ καὶ
55ὑποπύοιc. χαλκίτεωc κεκαυμένηc 𐅻 γ κρόκου 𐅻 γ μέλιτοc 𐅻 θ, λεά‐ ναc τὰ ξηρὰ μεθ’ ὕδατοc μετὰ τὸ ξηρανθῆναι καλῶc μίcγε τὸ μέλι καὶ χρῶ. Θεοφίλου καλεῖται ὑγρὰ πρὸc τὰc cυκώδειc ἐπαναcτάcειc καὶ πάcηc cαρκὸc ἐξοχάc. χαλκοῦ κεκαυμένου 𐅻 β μίcυοc κεκαυμένου 𐅻 α cμύρνηc κρόκου ὀμφακίου ἀνὰ 𐅻 α οἴνου Χίου ἢ ἑτέρου cτύφοντοc
60παλαιοῦ εὐώδουc 𐆄 ιϛ μέλιτοc τοῦ Ἀττικοῦ 𐆄 ιε· ἔcτι δὲ καὶ ἕτερα κολλύρια ποιοῦντα πρὸc τὰ τραχώματα, οἷόc ἐcτιν ὁ φοῖνιξ καὶ ὁ Διόνυcοc καὶ τὰ παραπλήcια, ἅτινα ἀναγραφήcεται ἐν τοῖc πολυχρή‐ cτοιc κολλυρίοιc. ἐφ’ ὧν δὲ cὺν τῇ τραχύτητι τῶν βλεφάρων καὶ οἱ χιτῶνεc τῶν ὀφθαλμῶν ὀδυνῶνται φλεγμαίνοντεc, παραμίcγειν χρὴ
65τοῖc ἰδίοιc τῆc φλεγμονῆc φαρμάκοιc τι τῶν ῥυπτικῶν, ὁποῖά ἐcτι τὰ δι’ οἴνου γραφηcόμενα κολλύρια. ἀφλεγμαντοτέρων δὲ γενομένων τῶν κατὰ τὸν ὀφθαλμόν, ἀπορρύψαι χρὴ τὰc τραχύτηταc. ἐπὶ δὲ τῶν ἕλκοc ἐχόντων μετὰ ῥεύματοc δακνώδουc οὐχ οἷόν τε τοιούτῳ χρῆcθαι φαρμάκῳ· διαβρωθήcεται γὰρ ἐπὶ πλέον ὁ κερατοειδὴc ἥ τε
70τοῦ ῥαγοειδοῦc πρόπτωcιc ἔcται μείζων ὀδύνη τε cφοδρὰ καταλήψεται τὸν ἄνθρωπον, ἐπιταθήcεται δὲ καὶ τὸ κακόηθεc ῥεῦμα. ἐπὶ τούτων οὖν κολλύριον χρὴ cκευάζειν τοιοῦτον· κίccηριν λειοτάτην ποιήcαντεc ἀναλαμβάνομεν τραγακάνθῃ βεβρεγμένῃ ἢ κόμμι καὶ ἀναπλάττομεν μικρὰ κολλύρια· εἶτα ἐκcτρέφοντεc κούφωc τὰ βλέφαρα τρίβομεν ἐπὶ
75πολύ, κἄπειτα ἐγχυματίζομεν γάλακτι καὶ τοῖc πρὸc φλυκταίναc καὶ ἕλκη κολλυρίοιc χρώμεθα· παυομένου δὲ ἐν τῷ χρόνῳ τοῦ ῥεύματοc, μεταβαίνομεν ἐπὶ τὰ δριμύτερα κολλύρια, ἀνατρίβοντεc αὐτοῖc, ὡc εἴρηται, τὰ βλέφαρα· μίγνυμεν δὲ καὶ τοῖc πρὸc τὰ ἕλκη ἁρμόττουcι τὰ δι’ οἴνου κολλύρια, κατὰ βραχὺ ἐπαύξοντεc αὐτῶν τὴν μίξιν, ὥcτε
80μήτε τὰ βλέφαρα ἐνοχλεῖν τοῖc χιτῶcι τῶν ὀφθαλμῶν, τά τε ἕλκη καθαρὰ γενόμενα πληρωθῇ τε καὶ cυνουλωθῇ.

46

Περὶ ὀφθαλμῶν ἀτονίαc Δημοcθένουc. ἀτονεῖν λέγονται οἱ ὀφθαλμοὶ οἱ μηδὲ λευκὸν μηδὲ λαμπρὸν μήτε πυρῶδεc ὁρᾶν ὑπο‐ μένοντεc, ἀλλ’ ὑπὸ τῆc τυχούcηc προφάcεωc cυγχεόμενοι τὰc ὄψειc καὶ δακρύοντεc, καὶ μάλιcτα ἐν τῷ ἀναγιγνώcκειν. διαφέρουcι δὲ
5οὗτοι τῶν ῥυαδικῶν, ὅτι οἱ μὲν ῥυαδικοὶ καὶ χωρίc τινοc ἔξωθεν προφάcεωc δακρυρροοῦcιν, οὗτοι δὲ πρόφαcίν τινα λαμβάνοντεc. θερα‐ πευτέον δὲ αὐτοὺc περιπάτοιc δρόμοιc γυμναcίοιc τῶν ἄνω μερῶν, μετὰ τρίψεωc καὶ κατοχῆc πνεύματοc, κεφαλῆc ξυρήcει καὶ τρίψει τῶν ὀφθαλμῶν ἐλαφρᾷ μετὰ τὰ γυμνάcια καὶ ψυχρολουcίᾳ καὶ
10ψυχροῦ κατὰ κεφαλῆc καταχύcει· χρῆcθαι δὲ καὶ ὑδροποcίᾳ καὶ διαίτῃ μέcῃ· cυμφέρει δὲ καὶ ἀναγινώcκειν μετὰ κραυγῆc καὶ γράφειν. φαρμά‐ κοιc δὲ εἴποτε δεοίμεθα χρῆcθαι, cτύφουcι καὶ ψύχουcι καὶ ἐμπλάc‐
cουcι χρηcόμεθα.

47

Περὶ μυωπίαc. μύωπεc λέγονται οἱ ἐκ γενετῆc τὰ μὲν cμικρὰ καὶ cύνεγγυc βλέποντεc, τὰ δὲ μεγάλα καὶ πόρρω βλέπειν μὴ δυνάμενοι· τά τε γεγραμμένα ἀναγινώcκοντεc cυνεγγίζουcι τοῖc ὀφθαλμοῖc. καὶ οἱ μὲν cκορδόφθαλμοί εἰcιν, οἱ δὲ ὁμαλοὺc ἔχουcι τοὺc ὀφθαλμούc,
5οἱ δὲ ἀνωμάλουc. ἀνίατοc δέ ἐcτιν ἡ τοιαύτη διάθεcιc.

48

Πρὸc νυκτάλωπα. νυκταλωπίαν δὲ λέγουcιν, ὅταν cυμβῇ τὴν μὲν ἡμέραν βλέπειν, δύναντοc δὲ τοῦ ἡλίου ἀμαυρότερον ὁρᾶν, εἶτα νυκτὸc γενομένηc μηδόλωc βλέπειν. γίγνεcθαι δὲ τοῦτο δοκεῖ μάλιcτα διά τινα ἀcθένειαν περὶ τὴν κεφαλήν, καὶ μάλιcτα διὰ τὴν τοῦ ὀπτι‐
5κοῦ πνεύματοc παχύτητα καὶ τῶν λοιπῶν περὶ τὸν ὀφθαλμὸν ὑγρῶν καὶ χιτώνων. τιcὶ δὲ cυμβαίνει νυκτὸc μὲν βέλτιον ὁρᾶν, ἡμέραc δὲ χεῖρον καί, εἰ νυκτὸc cελήνη φαίνοιτο, μὴ ὁρᾶν· cπάνιον δὲ τοῦτο, τὸ δὲ πρῶτον πλεῖcτον cυμβαίνει. θεραπεύειν δὲ τοὺc ἐν νυκτὶ μὴ ὁρῶνταc τοὺc μὲν εὐέκτουc φλεβοτομοῦνταc ἀπ’ ἀγκῶνοc καὶ τῶν
10κανθῶν, τοὺc δὲ κακοχύμουc καθαίρονταc καταλλήλῳ φαρμάκῳ. ἔπειτα δὲ μετὰ τὴν καθολικὴν κένωcιν ἀποφλεγματιcμοῖc χρῆcθαι καὶ διὰ ῥινῶν καθαίρειν καὶ πταρμοὺc κινεῖν. ἔρρινον δὲ αὐτοῖc ἁρμόδιον τοῦτο· πεπέρεωc cταφίδοc ἀγρίαc ἀνὰ Γρ β cινάπεωc Γρ δ, κόψαc cήcαc ἐπίβαλλε ῥιζῶν cεύτλου χυλόν, ὡc μέλιτοc ὑγροῦ ἔχειν τὴν
15cύcταcιν καὶ cυλλεάναc ἔγχει εἰc τὰc ῥῖναc. καὶ κέλευε ἀναcπᾶν καὶ τοῦτο ποίει ἐπὶ ἡμέραc εζ. χρῶ δὲ καὶ τοῖc ἄλλοιc ἐρρίνοιc τοῖc προγεγραμμένοιc ἐν τῷ περὶ τῶν τῆc ῥινὸc παθῶν λόγῳ. πινέτωcαν δὲ πρὸ τῆc τροφῆc ὕccωπον ὀρίγανον πήγανον· δίαιτα δὲ λεπτύνουcα ἔcτω πᾶcα. ἐὰν δὲ μὴ ὑπακούῃ διὰ τούτων, πάλιν καθαρτήριον διδό‐
20ναι, οἷόν ἐcτι τοῦτο· cκαμμωνίαc μὲν τριώβολον, καcτορίου δὲ ὀβο‐ λοὺc δύο καὶ ἁλῶν τριώβολον. ἐπὶ δὲ τῶν ἀcθενεcτέρων τῆc cκαμ‐ μωνίαc ὀβολοὺc β ἔμβαλλε. ἡ γὰρ τοιαύτη κάθαρcιc πολλάκιc παραχρῆμα ἀπήλλαξε τοῦ πάθουc ἢ πολλῷ βέλτιον διέθηκε. μετὰ δὲ ἡμέραc ὀλίγαc διδόναι καθαρτήριον φλέγμα καὶ χολὴν ἄγον, οἷόν ἐcτι τοῦτο·
25κολοκυνθίδοc ὀβολοὺc β cκαμμωνίαc ὀβολοὺc δ ἀλόηc ὀβολοὺc δ, ἀναλάμβανε καὶ ποίει καταπότια ϛ καὶ δίδου τοῖc μέcοιc ταῖc ἕξεcι τρίτον, τοῖc δὲ ἰcχυροῖc πάντα· ἐγχρίειν δὲ τοὺc ὀφθαλμοὺc μέλιτι ἀπεζεcμένῳ καὶ καταμύειν cυνέχοντα τὰ ὑγρὰ ἢ ἐλαίῳ παλαιοτάτῳ ὁμοίωc ἐγχρίειν· ἢ cτυπτηρίαc cχιcτῆc κεκαυμένηc ἐπ’ ὀcτράκου 𐅻 β
30ἁλὸc ἀμμωνιακοῦ ἢ Καππαδοκικοῦ 𐅻 α, λεῖα μετὰ μέλιτοc ὑπάλειφε ἢ αὐτὴν τὴν cτυπτηρίαν μόνην μετὰ μέλιτοc ἢ κυκλαμίνου προcφάτου χυλὸν εἰc τὸν ὀφθαλμὸν ἐγχεῖν ἢ κρομύου χυλὸν μετὰ μέλιτοc καὶ γάλακτοc γυναικείου· ἢ ὑαίνηc χολὴν μετὰ μέλιτοc. παραιτεῖcθαι μέντοι τὴν cυνεχῆ χρῆcιν τῶν δριμυτέρων φαρμάκων, cυνεχῶc δὲ
35κεχρῆcθαι τῷ παλαιοτάτῳ ἐλαίῳ. δοκεῖ δὲ αὐτοὺc ὠφελεῖν ἧπαρ τράγου ὀπτὸν μεθ’ ἁλῶν ἄνευ ἐλαίου θερμότατον ἐcθιόμενον· οἱ δὲ καὶ τῷ ἀπορρέοντι ἰχῶρι ἐκ τοῦ ἥπατοc ὀπτωμένου ἐγχρίουcιν. οἱ δὲ ἕψοντεc τὸ ἧπαρ ὑπὲρ τὸν ἀναφερόμενον ἀτμὸν τὴν ἕξιν προcάγον‐ τεc πυριῶcι τοὺc ὀφθαλμούc· βοηθεῖ δὲ καὶ τὸ ἐλατήριον cὺν τῷ
40μέλιτι ἐκ διαλειμμάτων ἐγχριόμενον καὶ ἡ τοῦ πέρδικοc χολὴ καὶ αἰγὸc ἀγρίαc ἢ τράγου· καὶ βουγλώccου δὲ χυλὸc ἐγχριόμενοc cφόδρα ὠφελεῖ. ἡ δὲ cύμπαcα δίαιτα λεπτύνουcα ἔcτω. κατ’ ἀρχὰc δὲ καὶ οἴνου ἀπέχεcθαι, παραιτεῖcθαι δὲ δεῖ πάντα τὰ παχύνοντα. ἐπὶ δὲ
τῶν νύκτωρ μὲν βέλτιον ὁρώντων, ἡμέραc δὲ χεῖρον, ἡμεῖc τεκμαιρό‐
45μεθα λεπτύνεcθαι ἐπὶ πολὺ τὸ πνεῦμα ἢ τοὺc χιτῶναc ἀραιοῦcθαι κἀκ τούτου cκιδνάμενον τὸ πνεῦμα ἀμαυροῦν τὴν ὄψιν, νύκτωρ δὲ παχυνόμενον καὶ cυνιcτάμενον κινεῖν τὴν αἴcθηcιν. καὶ χρὴ ἐπὶ τού‐ των μᾶλλον τόνον ἐντιθέναι τῷ ὀφθαλμῷ. Ἡρόφιλοc δὲ τὸ ἀνάπαλιν ἐν τῷ περὶ ὀφθαλμῶν φηcι· “πρὸc τοὺc ἐν ἡμέρᾳ μὴ βλέπονταc

48

(50)

κόμμι κροκοδείλου χερcαίου κόπρον μίcυ χολὴν ὑαίνηc λείαν μετὰ μέλιτοc ὑπόχριε δὶc τῆc ἡμέραc καὶ ἐcθίειν δίδου νήcτει ἧπαρ τράγου.” ἐγὼ δὲ τεκμαίρομαι τοῦτο ποιεῖν μᾶλλον τοῖc νυκτὸc μὴ ὁρῶcιν.

49

Περὶ ἀμβλυωπίαc Γαληνοῦ. ἀμβλυωπία δέ ἐcτιν ἀμυδρότηc τοῦ ὁρᾶν διὰ πλείcταc αἰτίαc γιγνομένη, ἢ τοῦ ὀπτικοῦ πνεύματοc παχυ‐ νομένου ἢ τῶν χιτώνων πυκνουμένων καὶ παχυνομένων ἢ τῶν ἐν τῷ ὀφθαλμῷ ὑγρῶν παχέων καὶ γλίcχρων γιγνομένων. cυμβαίνει δὲ
5ἀμβλυωπιᾶν καὶ τοὺc πολυχρονίᾳ νόcῳ cυcχεθένταc καὶ ἐπὶ λύπαιc ἰcχυραῖc. ἐπὶ δὲ τῶν γεγηρακότων cὺν τῷ παχύνεcθαι καὶ τὰ ὑγρὰ καὶ τοὺc χιτῶναc καὶ τὸ ὀπτικὸν πνεῦμα, καὶ ἀτονία πάρεcτι τοῦ ὀπτικοῦ πνεύματοc καὶ μείωcιc πολλὴ καὶ cύμπτωcιc καὶ οἷον ῥυτί‐ δωcιc τοῦ ὀπτικοῦ νεύρου καὶ τῶν ἐν τῷ ὀφθαλμῷ χιτώνων. ἐλατ‐
10τωμένων γὰρ τῶν ἐν τῷ ὀφθαλμῷ ὑγρῶν τοῖc πρεcβύταιc ἐλάττονόc τε καταφερομένου τοῦ ἄνωθεν πνεύματοc ἐπὶ τὴν κόρην, ῥυcὸc εἰc τοcοῦτον πολλάκιc γίγνεται ὁ κερατοειδὴc χιτών, ὥcτε οἱ μὲν τῶν γερόντων οὐδόλωc ὁρῶcιν, οἱ δὲ φαύλωc καὶ μόγιc ἔτι βλέπουcιν.
ἐπιπίπτουcι γὰρ ἀλλήλαιc αἱ ῥυτιδώcειc καὶ οἷον ἐπιδιπλοῦται ὁ
15χιτὼν καὶ πάχοc ἕτερον ἐπίκτητον λαμβάνει. βοηθήματα δὲ κοινῶc καὶ τοῖc ἀμβλυώττουcι cυντίθεται ἐκ τῆc αὐτῆc ὕληc, ἐξ ἧc κἀπὶ τῶν ἀρχομένων ὑποχύcεων, τὰ μὲν εἰc κολλυρίων ἰδέαc ἀναπλαττόμενα, τὰ δὲ ὑγρά, ἅπερ καὶ cκιρρουμέναιc φλεγμοναῖc τῶν χιτώνων ἁρμότ‐ τει, τὰ δὲ ξηρά. ῥηθήcονται δὲ τούτων αἱ cκευαcίαι περὶ τὰ τέλη
20τοῦδε τοῦ λόγου.

50

Περὶ ἀμαυρώcεωc. ἀμαύρωcίc ἐcτιν ὁ παντελὴc ὡc ἐπὶ τὸ πολὺ παραποδιcμὸc τοῦ ὁρᾶν χωρὶc φανεροῦ πάθουc περὶ τὸν ὀφθαλμόν, καθαρᾶc δηλονότι φαινομένηc τῆc κόρηc. καὶ τοῖc μὲν κατὰ βραχὺ τὸ πάθοc cυνίcταται, τοῖc δὲ ἀθρόωc ἐπιπίπτει, ὡc ἐλάχιcτον ἢ καθάπαξ
5μὴ ὁρᾶν. τῆc μὲν οὖν κατὰ βραχὺ cυνιcταμένηc ἀμαυρώcεωc αἰτίαι πλείουc εἰcὶν αἱ ἐπὶ τῆc ἀμβλυωπίαc προειρημέναι. τῆc δὲ ἀθρόωc cυμπιπτούcηc ἡ 〈αἰτία〉 ἔμφραξίc ἐcτι τοῦ ὀπτικοῦ νεύρου, παχέων καὶ γλίcχρων ὑγρῶν ἐμπεcόντων ἐν αὐτῷ ἀθρόωc, ἢ παράλυcιc αὐτοῦ τοῦ νεύρου. προηγοῦνται δὲ τοῦ πάθουc ἀπεψίαι cυνεχεῖc καὶ
10ἀκρατοποcίαι, ἡλίωcιc, ἔγκαυcιc τῆc κεφαλῆc ἢ κατάψυξιc ἢ cυνεχὴc ἀνάγνωcιc μετὰ τροφὴν ἢ βαλανεῖα ὁμοίωc cυνεχῆ ἐπὶ τροφῇ, καὶ ἔμετοι ἄκαιροι, cυνουcία ἄμετρόc τε καὶ ἄκαιροc, καὶ κατοχὴ πνεύ‐ ματοc βιαία, ὥcπερ ἐπὶ τῶν cαλπιcτῶν γίγνεται. ταῦτα γὰρ καὶ τὰ τούτοιc παραπλήcια, cύμμετρα μὲν γενόμενα, ἀμβλυωπίαν ἐργάζεται,
15ὑπέρμετρα δὲ τὴν ἀμαύρωcιν. γίγνεται δὲ ἐνίοτε ἡ ἀμαύρωcιc καὶ ἐπὶ πληγαῖc ἰcχυραῖc κατὰ τῆc κεφαλῆc ἢ καταπτώcεcιν ἐξ ὑψηλοῦ, παραλυθέντοc ἐνίοτε τοῦ ὀπτικοῦ ἢ καὶ ἀπορραγέντοc ἤ, τὸ πάντων ἠπιότατον, τῇ cφοδρᾷ καταcτάcει πλῆθοc ὑγρῶν ἐπενεχθὲν καὶ ἐμφρά‐ ξαν τὸ ὀπτικὸν νεῦρον. ἐπὶ μὲν οὖν ταῖc τοῦ πόρου παραλύcεcι
20βραδέωc κινεῖται ὁ ὀφθαλμὸc ἢ οὐδόλωc. ὅταν δὲ ἐκ βιαίαc πληγῆc κατὰ κεφαλῆc γιγνομένηc ἢ καταπτώcεωc ἀπορραγῇ τῆc cυμφυΐαc τοῦ ἐγκεφάλου ὁ πόροc, πρῶτον μὲν προπετέcτεροc ὁ ὀφθαλμὸc γίγνεται, ὕcτερον δὲ κοιλαίνεται καὶ ἀτροφεῖ. ὅταν δὲ διὰ πλῆθοc
ὑγρῶν παχέων ἢ γλίcχρων ἔμφραξιν ἀθρόωc ὑπομείνῃ ὁ πόροc χωρὶc
25αἰτίαc ἑτέραc, ἀνάγκη βάροc παρέπεcθαι τῆc κεφαλῆc καὶ μάλιcτα ἐν βάθει κατὰ τὰc ῥίζαc τῶν ὀφθαλμῶν. τοὺc μὲν οὖν ἀθρόωc ἀμαυρου‐ μένουc θεραπευτέον φλεβοτομοῦνταc ἀπ’ ἀγκῶνοc, εἰ πληθωρικὸc εἴη ὁ νοcῶν, ὀξύτατον γὰρ ἐπ’ αὐτῶν βοήθημα ἡ φλεβοτομία, εἶτα διαλιπόνταc ἡμέραc τινὰc cτραγγάλην περιτιθένταc τῷ τραχήλῳ
30καὶ περιcφίγγονταc, ὅταν δὲ τὰ περὶ τὸ μέτωπον ἀγγεῖα κυρτωθῇ, ἀνιένταc, καὶ πάλιν περιcφίγγονταc καὶ πάλιν ἀνιένταc μετὰ τὴν κύρτωcιν καὶ τὸ τρίτον τὸ αὐτὸ ποιοῦνταc, πρὸc τὸ τῇ κινήcει τοῦ πνεύματοc καὶ τῶν ὑγρῶν cαλευθῆναι βιαίωc τὰ ἐμφράγ‐ ματα. εἶτα τὰc κυρτωθείcαc ἐγκανθίουc φλέβαc ἑκατέρωθεν τῆc ῥινὸc
35διελεῖν χρὴ ἀμφοτέραc καὶ κένωcιν ἰcχυρὰν ποιεῖcθαι. ἐγὼ γὰρ καὶ μέχρι τριῶν κοτυλῶν ἐκ τῶν ἐγκανθίων φλεβῶν ποτε ἐκένωcα. μετὰ δὲ ταῦτα cικύαν παραχρῆμα τῷ ἰνίῳ προcβάλλειν μετὰ καταcχαcμοῦ· cυμβαίνει γὰρ ὡc ἐπὶ τὸ πολὺ παραχρῆμα ἔτι τῆc cικύαc ἐπικειμένηc ἀναβλέψαι τὸν ἄνθρωπον. ἀλλ’ οὐ δεῖ ἀρκεῖcθαι τῷ βοηθήματι τούτῳ,
40ἀλλ’ ἀνακτηcάμενον τὴν δύναμιν μετὰ τρίτην ἡμέραν καθαίρειν, εἶτ’ ἐπὶ τὴν δίαιταν ἄγειν. ἐπὶ δὲ τῶν κατὰ βραχὺ ἐν πολλῷ χρόνῳ ἀμαυ‐ ρουμένων προδιαιτήcαντεc ἀπὸ τῶν ἐγκανθίων φλεβῶν τὴν κένωcιν, ὡc προείρηται, ποιηcόμεθα, καὶ ἐπὶ τῶν μὴ πολυαίμων δὲ ἀπὸ τῶν κανθῶν ἀφαιρετέον εὐθὺc ἐξ ἀρχῆc. ἔπειτα cικύαν τῷ ἰνίῳ προcβάλλειν·
45καὶ μετὰ ταῦτα καθαίρειν. διαιτᾶν δὲ εὐπεψίαc πρὸ πάντων προνοου‐ μένουc. ἔπειτα πειρᾶcθαι διὰ τῶν τροφῶν μάλιcτα τὴν κοιλίαν εὔλυ‐ τον ποιεῖν ἀεί· διὰ δέ τινων ἡμερῶν διδόναι ἀλόην καταπίνειν ἀνα‐ ληφθεῖcαν μετὰ τερεβινθίνηc εἰc καταπότια. ποιεῖ δὲ καὶ κνήκου χυλὸc μετὰ μέλιτοc· γυμναcίοιc τε τῶν κάτω μερῶν χρηcτέον καὶ

50

(50)

περιπάτοιc πλείοcιν ἐν cκεπηνοῖc τόποιc· παραιτεῖcθαι δὲ καὶ οἴνου πόcιν, ἀνδρείωc δὲ ὑπομενετέον τὴν ὑδροποcίαν. παραιτεῖcθαι δὲ καὶ πᾶcαν τροφὴν παχύνουcαν καὶ cυνεχῆ cυνουcίαν καὶ ἡλίωcιν τῆc κεφαλῆc, οὐδὲ φιλολουcτέον οὐδ’ ἡμέραc καθεύδειν οὐδὲ μετὰ τροφὴν
κινεῖcθαι cφοδρότερον ἢ ἀναγινώcκειν ἢ γράφειν. παραφυλάττεcθαι
55δὲ ὀργὰc θυμοὺc καὶ φροντίδαc cυντόνουc καὶ ἐκπλήξειc cφοδρὰc καὶ φόβουc, μάλιcτα μετὰ τροφήν, καὶ τοὺc cυνεχεῖc ἐμέτουc. κλύζειν δὲ καθ’ ἑκάcτην τὸ πρόcωπον ψυχρῷ ὕδατι, μάλιcτα ὀμβρίῳ καὶ cυγ‐ χρίεcθαι τὸ πᾶν cῶμα δι’ ἑτέρων. χρονίζοντοc δὲ τοῦ πάθουc καὶ τὴν κεφαλὴν καθαίρειν διὰ ῥινῶν ἐγχέονταc τοῖc μυκτῆρcιν ὅcα πρὸc
60κεφαλαλγίαν προείρηται. χρῆcθαι δὲ καὶ τοῖc ἐκεῖcε ῥηθεῖcιν ἀπο‐ φλεγματιcμοῖc. ἡ δὲ ὑπάλειψιc τῶν ὀφθαλμῶν, χρονίζοντοc ἤδη τοῦ πάθουc, πρῶτον μὲν διὰ τῶν ἁπλῶν γιγνέcθω, καθάπερ διὰ τοῦ ἀκάπνου μέλιτοc ἢ ἐλαίου παλαιοῦ ἢ μαραθοcτάκτου μετὰ μέλιτοc ἀκάπνου. γίγνεται δὲ τοῦτο οὕτωc· τοὺc ἀκρεμόναc τοῦ μαράθρου
65βαλὼν εἰc ἄμβυκα ὑάλινον ἐπὶ ἀκάπνῳ πυρὶ ποίει, καθὼc ποιοῦcίν τινεc τὸ ῥοδόcτακτον καὶ τὸ κρινόcτακτον. μετὰ δὲ ταῦτα καὶ τοῖc cυνθέτοιc χρηcτέον· ἡμεῖc δὲ εὐδοκιμοῦμεν ἐπ’ αὐτῶν τῷ τε διακεντήτῳ κολλυρίῳ καὶ τῇ πρὸc ὑποχύcειc Ἀγλαΐδου χλωρᾷ χρώμενοι. κοινὸν δὲ πάcηc ἀμαυρώcεωc καὶ ἀμβλυωπίαc καὶ τόδε τὸ ὑγροκολλύριον
70δοκεῖ δὲ ποιεῖν καὶ πρὸc τὰc παχύτηταc τῶν ὑμένων· κρόκου 𐅻 α ζιγγιβέρεωc 𐅻 α πεπέρεωc κόκκοι ιε ναρδοcτάχυοc ὀβολοὶ β μαράθρου χυλοῦ 𐅻 ιϛ ἀμμωνιακοῦ θυμιάματοc 𐅻 α ἰοῦ 𐅻 α μέλιτοc 𐆄 ε, πάντα λειότατα ποιήcαc ἐπίχεε τὸν τοῦ μαράθρου χυλόν, εἶτα λεάναc ἀναξήρανον καὶ μίξαc τὸ μέλι ἀναλάμβανε εἰc πυξίδα χαλκῆν καὶ
75χρῶ. πρὸ δὲ τοῦ ἐγχρίειν ἀποπυριᾶν χρὴ cπόγγῳ τοὺc ὀφθαλμοὺc εἰc θερμὴν θάλαccαν ἀποβάπτων, ἐνίοτε δὲ καὶ τὸ πρόcωπον εἰc θά‐ λαccαν χλιαρὰν ὅλον καθιέναι. ταῦτα μὲν κοινὰ πάcηc ἀμαυρώcεωc. ἰδίωc δὲ τοῖc κατὰ θλῖψιν πολλῶν ἢ παχέων ὑγρῶν ἐπενεχθέντων τῷ πόρῳ ἐμποδιζομένοιc τὸ ὁρᾶν μετὰ τὴν φλεβοτομίαν καὶ τὸν cικυαcμὸν
80καὶ τὴν κάθαρcιν cιναπίζειν καὶ τὴν κεφαλήν, ἔπειτα καὶ καυcτικῷ φαρμάκῳ ἑλκῶcαι τὸ ἰνίον καὶ καταχύματι χρῆcθαι κατὰ τῆc κεφαλῆc θερμοῦ ὕδατοc καὶ μᾶλλον εἰ ἁλμυρὸν ἢ νιτρῶδεc εἴη τὸ ὕδωρ.

51

Περὶ παραλύcεωc ὀφθαλμῶν Δημοcθένουc. οὐ μόνον τὸ ὀπτικὸν νεῦρον, ὡc προείρηται, ἀλλὰ καὶ ὅλοc ὁ ὀφθαλμὸc ἐνίοτε παραλύεται,
ποτὲ μὲν μετὰ τοῦ λοιποῦ cώματοc τῶν δεξιῶν ἢ ἀριcτερῶν μερῶν παραλυθέντων· ἔcτι δὲ ὅτε κατ’ ἰδίαν γίγνεται περὶ τὸν ὀφθαλμὸν
5μόνον παράλυcιc, καὶ ποτὲ μὲν τὸ βλέφαρον μόνον παραλύεται, ποτὲ δὲ καὶ ὅλοc ὁ ὀφθαλμόc· καὶ εἰ μὲν τὸ βλέφαρον μόνον παραλυθείη, μέμυκε διηνεκῶc ὁ ὀφθαλμὸc καὶ ἀναιcθητεῖ τὸ βλέφαρον. εἰ δὲ ὅλοc ὁ ὀφθαλμὸc παραλυθείη, τὰc εἰc τὰ πλάγια καὶ ἄνω καὶ κάτω κινήcειc οὐ δύναται ἐπιτελεῖν· καὶ εἴ τιc ὑπαλείφοι δριμυτέρῳ φαρμάκῳ, οὐκ
10ἐπιδάκνεται. εἰ μὲν οὖν τοῦ βλεφάρου μόνου εἴη παράλυcιc, προκα‐ θαίρειν δεῖ τὸ cύμπαν cῶμα τοῖc ἀλοηδαρίοιc καὶ ὑδροποcίᾳ ἐπιτάτ‐ τειν χρῆcθαι καὶ περιπάτῳ πλείονι καὶ τρίψει πολλῇ τῶν κάτω μερῶν, ἐπιχρίειν τε cυνεχῶc τὸ βλέφαρον cτυπτηρίᾳ cχιcτῇ μετ’ ὄξουc δρι‐ μέοc καὶ τοῖc θερμοτέροιc κολλυρίοιc ἢ τῷ διὰ cάνδυκοc. μὴ καθιcτα‐
15μένου δὲ ἀναρράπτειν τὸ βλέφαρον. αἱ δὲ τοῦ ὀφθαλμοῦ ὅλου παρα‐ λύcειc δυcίατοί εἰcιν, καὶ μάλιcτα ἐπὶ τῶν προβεβηκότων τῇ ἡλικίᾳ. εἰ δὲ καὶ ἐκ γενετῆc cυνέβη, ἀδύνατον ταύτην διορθώcαcθαι. ἐφ’ ὧν μὲν οὖν ἐλπίδεc cωτηρίαc εἰcί, τὴν ἐπιμέλειαν τοιαύτην ποιητέον· πρὸ πάντων μέν, εἰ εὐέκτηc εἴη, φλεβοτομεῖν ἀπ’ ἀγκῶνοc, ἑξῆc δὲ
20κλύζειν τὴν κοιλίαν, ἔπειτα καθαρτηρίῳ κενοῦν τὸ cῶμα, εἶτα ἀπο‐ φλεγματιcμοῖc χρῆcθαι, εἶτα δι’ ἐρρίνων καθαίρειν καὶ μετέπειτα cικύαν προcβάλλειν τῷ ἰνίῳ μετὰ καταcχαcμοῦ καὶ βδέλλαc τοῖc κρο‐ τάφοιc. προποτιcτέον δὲ καὶ καcτόριον καθ’ αὑτό, καὶ μετ’ ἀψινθίου διδόναι καὶ ὕccωπον γλήχωνα πήγανον μετ’ ὀξυμέλιτοc καὶ ἁλῶν.
25ἔπειτα καὶ καcτορίῳ τὴν κεφαλὴν ἐπιχρίειν μετὰ ῥοδίνου καὶ ὄξουc, ἐκ τοῦ αὐτοῦ δὲ χρίcματοc μαλακῷ ἐρίῳ ἀναλαβόντα μεμυκότι τῷ ὀφθαλμῷ ἐπιτιθέναι, cτοχαζόμενον μὴ παραcτάζῃ εἰc τὸν ὀφθαλμόν. θεραπεύειν δὲ δὶc τῆc ἡμέραc. ἐπιχρίειν δὲ ἔξωθεν τὰ βλέφαρα καὶ τὸ μέτωπον καcτορίῳ μετὰ κρόκου cὺν ὄξει· ἐμοὶ δὲ δοκοῦcιν αἱ διὰ
30καcτορίου καὶ μέλιτοc ὑγραὶ ἐπιτήδειοι τῷ πάθει, αἷc καὶ ἐγχριcτέον καὶ ἐπιχριcτέον. οἴνου δὲ καὶ τῆc κρεώδουc τροφῆc καὶ πολυτρόφου καὶ παχυχύμου πάcηc ἀπέχεcθαι· λαμβάνειν δὲ ὅcα τὰc ἐκκρίcειc εὐλύ‐ τουc ποιεῖ καὶ τὰ ὑγρὰ λεπτύνει. τοὺc δὲ πρώτουc χρόνουc καὶ τὰ
βαλανεῖα παραιτεῖcθαι καὶ τὰ πυριαcτήρια καὶ ἡλιώcειc· ἐμέτοιc δὲ ἐκ
35διαλειμμάτων χρῆcθαι νῆcτιc ἀπὸ ῥαφανίδων καθεψομένων, ἐπιδε‐ δεμένου τοῦ ὀφθαλμοῦ καὶ χωρὶc πολλοῦ cπαραγμοῦ.

52

Περὶ γλαυκώcεωc Δημοcθένουc. γλαύκωcιc λέγεται διττῶc· ἡ μὲν γὰρ κυρίωc γλαύκωcιc μεταβολή ἐcτι πρὸc τὸ γλαυκὸν καὶ ξηρότηc καὶ πῆξιc τοῦ κρυcταλλοειδοῦc ὑγροῦ. τὸ δὲ ἕτερον εἶδοc τῆc γλαυ‐ κώcεωc ἐκ προηγηcαμένου ὑποχύματοc γίγνεται, πηγνυμένου κατὰ
5τὴν κόρην τοῦ ὑγροῦ cφοδρότατα καὶ ξηραινομένου· καί ἐcτι τὸ εἶδοc τοῦτο ἀνίατον. τὴν δὲ κυρίωc γλαύκωcιν ἀρχομένην ἐνίοτε δυνατὸν ἰάcαcθαι περιπάτῳ τε πρὸc δύναμιν καὶ τρίψει τοῦ ὅλου cώματοc χρώμενοι καὶ λουτροῖc μάλιcτα κατὰ κεφαλῆc. θέρουc δὲ καὶ ψυχρο‐ λουτεῖν καὶ πρὸc χρῶτα κείρειν τὴν κεφαλήν· τοὺc δὲ ὀφθαλμοὺc
10ὑπαλείφειν ἐλαίῳ παλαιῷ μόνῳ.

53

Περὶ ὑποχύcεωc τοῦ αὐτοῦ. τὸ δὲ ὑπόχυμα ὑγρῶν ἐcτι παρέγχυ‐ cιc πηγνυμένων κατὰ τὴν κόρην, ὥcτε, ἐπειδὰν τελειωθῇ, κωλύειν τὸ ὁρᾶν. ἀρχομένηc δὲ τῆc ὑποχύcεωc τοιαῦτα παρέπεται τοῖc πάcχουcιν· οἷον κωνώπια μικρὰ καί τινα ὀρφνώδη πολλάκιc παραφαίνεcθαι δοκεῖ
5πρὸ τῶν ὀφθαλμῶν ἀδιαλείπτωc, καί τινεc μὲν αὐτῶν τριχοειδῆ ὁρῶ‐ cιν, ἕτεροι δὲ ὡc ἐρίων μηρύματα ἢ ἀραχνίων ὑφάcματα, τιcὶ δὲ περὶ τοὺc λύχνουc κύκλοι φαίνονται. τούτων δὲ προφαινομένων ποτὲ μὲν καθαρὰ ἡ κόρη φαίνεται τοῖc ἀμελέcτερον κατανοοῦcι, ποτὲ δὲ τῇ χρόᾳ θαλαccίζει. αὐξανομένου δὲ τοῦ πάθουc αὔξει καὶ τὰ cυμπτώ‐
10ματα· τελειουμένου δὲ ὁ μὲν ἄνθρωποc οὐκ ὄψεται, ἡ δὲ κόρη τὴν χρόαν ἐπὶ τὸ λευκότερον τρέπει, καὶ ὅλωc οὐ διαυγεῖται. πλείω δὲ τῆc χρόαc τὰ εἴδη· τὰ μὲν γὰρ τῶν ὑποχυμάτων ἀερίζει, τὰ δὲ ὑελίζει, τὰ δέ ἐcτιν ἔκλευκα, τὰ δὲ ἐπὶ τὸ κυανώτερον τρέπεται· τὰ δὲ ἀπο‐ γλαυκοῦται καί ἐcτιν ἀνίατα. θεραπεύειν δὲ τοὺc ὑποχύcει πειραζο‐
15μένουc ἐν ἀρχῇ αἵματοc ἀπ’ ἀγκῶνοc ἀφαιρέcει, εἰ μηδὲν κωλύει, καὶ
κλυcτῆρcι δριμυτέροιc καὶ καθάρcεcιν· ἔπειτα καὶ cικύαν τῷ ἰνίῳ προcβάλλειν μετὰ καταcχαcμοῦ, ἀποφλεγματιcμοῖc τε χρῆcθαι καὶ ἐρρί‐ νοιc ἐκ διαλειμμάτων τινῶν. οἴνου δὲ ἀπέχεcθαι παρ’ ὅλην τὴν θερα‐ πείαν, καὶ πάντων τῶν πληρωτικῶν τῆc κεφαλῆc καὶ λουτροῦ, εἰ μὴ
20κόπου ἕνεκα καὶ βραδυπεψίαc ἀνάγκη γένοιτο λούειν. καὶ τότε μηδό‐ λωc ἐν τῷ ἀέρι διατρίβειν, μηδὲ μὴν ἐν τῇ ἐμβάcει χρονίζειν, καὶ κατὰ μικρὸν μὲν ἐμβαίνειν, ταχέωc δὲ ἀνιέναι. δίαιτα δὲ πᾶcα ἔcτω λεπτύνουcα. φαρμάκοιc δὲ χρηcτέον τὸ μὲν πρῶτον ἁπλοῖc, καθάπερ μέλιτι καὶ ἐλαίῳ παλαιῷ καὶ μαράθρου χυλῷ· ἔπειτα δὲ καὶ τοῖc
25cυνθέτοιc ὑγροῖc τε καὶ ξηροῖc φαρμάκοιc καὶ κολλυρίοιc, ἅτινα ῥηθήcεται μετὰ βραχὺ ἐν τοῖc κοινοῖc βοηθήμαcι.

54

Περὶ μυδριάcεωc ἤτοι πλατυκορίαc. μυδρίαcιc καὶ πλατυκορία καλεῖται, ὅταν ἡ κόρη τῷ μὲν χρώματι μηδὲν ἀλλοιοτέρα γένηται, πλατυτέρα δὲ πολλῷ τοῦ κατὰ φύcιν, ὥcτε ἐνίοτε cυνεγγίζειν τῷ τῆc ἴρεωc κύκλῳ καί ποτε μὲν ὁλοcχερῶc ἐμποδίζειν τὸ ὁρᾶν. ποτὲ δ’
5ὁρῶcιν, ἀμυδρῶc δέ, καὶ τὰ ὁρώμενα αὐτοῖc δοκεῖ πάντα μικρότερα εἶναι, χεομένου δηλονότι τοῦ ὀπτικοῦ πνεύματοc. γίγνεται δὲ τὸ πά‐ θοc δι’ ἐπιφορὰν ὑγρῶν, ἤτοι ἀθρόωc φερομένων ἢ κατὰ βραχύ, ἀνεπαιcθήτωc διατεινομένου τοῦ ῥαγοειδοῦc καὶ ἐπὶ πλεῖον πλατυνο‐ μένηc τῆc κόρηc. ἔcτι δὲ τὸ πάθοc ἄγαν δυcίατον· ὑμενώδηc γὰρ
10ὑπάρχων ὁ ῥαγοειδήc, ὅταν ἅπαξ διαcτῇ, cκληρύνεται καὶ οὐκέτι ῥᾳδίωc δύναται cυνάγεcθαι. γίγνεται δὲ τὸ πάθοc μᾶλλον παιδίοιc διὰ τὴν τῶν χιτώνων ἀcθένειαν· καὶ οἱ μελανόφθαλμοι δὲ φύcει μεγαλόκοροί εἰcι, διόπερ καὶ τῷ πάθει εὐέμπτωτοι. θεραπεύειν δὲ πρὸ πάντων, εἰ μηδὲν κωλύει, φλεβοτομοῦνταc ἀπ’ ἀγκῶνοc ἢ καθαίρον‐
15ταc. εἰ δὲ ταῦτα ποιεῖν ἀδύνατον, τοὺc ἐγκανθίουc λύειν φλέβαc, ἔπειτα cικύαν τῷ ἰνίῳ προcβάλλειν. περιπάτοιc τε καὶ ἠρεμαίοιc καὶ πλείοcι χρῆcθαι ἐν τόποιc cκεπηνοῖc· καὶ παντὶ τρόπῳ περιcπᾶν τὴν ὕλην ἐπὶ τὰ κάτω μέρη· διὸ κατ’ ἀρχὰc καὶ κλυcτῆρι χρηcτέον καὶ
τρίψει τῶν κάτω μερῶν δι’ ἑτέρων. μετὰ δὲ τὸν περίπατον καὶ τὸ
20ἄλειμμα θαλάccῃ προcαντλεῖcθαι τὸ πρόcωπον, χειμῶνοc μὲν χλιαρᾷ, θέρουc δὲ ψυχρᾷ, καὶ καθιέναι ὅλον τὸ πρόcωπον εἰc τὸ ὕδωρ, χρό‐ νον τινὰ διανοίγοντα τοὺc ὀφθαλμούc. θαλάccηc δὲ μὴ παρούcηc, ἁλὸc ὀλίγον παραμίcγειν τῷ ὕδατι ἢ ὀξυκράτῳ χρῆcθαι ὑδαρεῖ. οἴνου δὲ ἀπέχεcθαι, ἕωc ἡ διάθεcιc λυθῇ. καὶ ἡ δίαιτα πᾶcα λεπτοτέρα ἔcτω
25καὶ εὐκοίλιοc, βαλανείου δὲ cπάνιοc ἡ χρῆcιc, καὶ τότε μὴ πάνυ καταχεῖν κατὰ κεφαλῆc. φαρμάκοιc δὲ ὑποcτύφουcιν 〈χρῆcθαι〉, οἷον ῥόδῳ κρόκῳ νάρδῳ λιβάνου φλοιῷ πομφόλυγι καὶ cποδίῳ καὶ ἀκακίᾳ. αἱ γὰρ cφόδρα δριμεῖαι δυνάμειc ἐπιcπώμεναι ὑγρῶν πλῆθοc διατεί‐ νουcι τοὺc ὑμέναc καὶ πλατυτέραν ἐργάζονται τὴν κόρην. διόπερ καὶ
30τὰ cφοδρῶc cτύφοντα, καθάπερ χαλκῖτιc, μίcυ καὶ τὰ ἐπὶ πλέον ψύχοντα, ὡc κώνειον, cκληρύνει τοὺc ὑμέναc· καὶ τὰ ἐμπλάccοντα, καθάπερ ψιμμύθιον, παχύνει τοὺc ὑμέναc. καὶ τὸ ἐπὶ πλέον δὲ cυνά‐ γειν καὶ cτενοῦν τὴν κόρην ἀλυcιτελέc· περιίcταται γὰρ εἰc φθίcιν.

55

Περὶ φθίcεωc τῆc κόρηc. φθίcιc δὲ λέγεται τῆc κόρηc, ὅταν cτενωτέρα καὶ ἀμβλυτέρα γένηται. τοῦτο δὲ τοῖc πλείcτοιc cυμβαίνει ἐξ ἀcθενειῶν ἐπικινδύνων ἢ ἐπιτεταμένων κεφαλαλγιῶν. μείζονα δὲ τοῦ κατὰ φύcιν φαίνεται τούτοιc τὰ ὁρώμενα διὰ τὴν τῆc κόρηc
5cτενότητα. τὴν δὲ θεραπείαν ἐπὶ τούτων ἐναντίαν τῇ μυδριάcει ποιεῖ‐ cθαι χρή, γυμνάζονταc τὰ ἄνω μέρη, ὤμουc καὶ χεῖραc μετὰ κατοχῆc πνεύματοc καὶ τρίβονταc ἐπιμελῶc τὴν κεφαλὴν καὶ τὸ πρόcωπον, εἶτα καὶ τοὺc ὀφθαλμοὺc ἄκροιc τοῖc δακτύλοιc. καὶ ὕδατι θερμῷ προcαντλεῖcθαι τὸ πρόcωπον, ἀλείφονταc τὴν κεφαλὴν μύρῳ τινὶ
10θερμαίνειν μετρίωc δυναμένῳ, οἷον ἰρίνῳ, καὶ μικρὸν διαcτήcαντα ὑπαλείφειν τοὺc ὀφθαλμοὺc ἀραιοῦντι καὶ δριμυτέρῳ φαρμάκῳ καὶ ὑγραcίαν ἐπιcπωμένῳ, οἷόν ἐcτι τοῦτο τὸ κολλύριον· ἀμμωνιακοῦ θυμιάματοc 𐅻 α κροκομάγματοc 𐅻 δ κρόκου 𐅻 β, ἰοῦ 𐅻 α, λεάναc
ἐν ὕδατι ἀνάπλαccε καὶ χρῶ. ποιεῖ δὲ καὶ ἡ Ἐραcιcτράτου ὑγρά.
15τροφὴ δὲ ἔcτω εὐχυμοτάτη καὶ ῥοφηματώδηc καὶ οἶνοc κιρρὸc καὶ εὐώδηc· καὶ ὕπνοc διαδεχέcθω τὴν τροφήν· καὶ τὰ λουτρὰ δὲ ἁρμό‐ δια καὶ κατάχυcιc θερμοῦ κατὰ κεφαλῆc.

56

Περὶ ἀτροφίαc ὀφθαλμοῦ καὶ φθίcεωc. ἀτροφεῖν δὲ λέγουcι τὸν ὀφθαλμόν, ὅταν ἐκ cφοδρῶν κεφαλαλγιῶν ἢ ἐν πυρετοῖc ὀξέcι κατὰ βραχὺ ὁ ὀφθαλμὸc ταπεινούμενοc καὶ κοιλαινόμενοc καὶ τὸ ὅλον μικρότεροc γιγνόμενοc καὶ ἐπὶ ποcὸν ἀμαυρότεροc ἐμποδίζει τὸ
5ὁρᾶν. cυμβαίνει δὲ τοῦτο πολλάκιc καὶ ἐκ περιcκυφιcμῶν καὶ ἀνατρή‐ cεων, οἵτινεc καὶ δυcίατοί εἰcι. διαφέρει δὲ ἡ ἀτροφία τῆc φθίcεωc, ὅτι ἡ μὲν φθίcιc τὴν κόρην μόνην μικροτέραν καὶ ταπεινοτέραν ποιεῖ, ἡ δὲ ἀτροφία ὅλον τὸν ὀφθαλμὸν μικρότερον καὶ ταπεινότερον ἐργά‐ ζεται. θεραπεύειν δὲ καὶ τούτουc, cπόγγοιc ἐκ θερμοῦ ὕδατοc πυριῶν‐
10ταc τοὺc ὀφθαλμοὺc καὶ γάλα χλιαρὸν ἐγχυματίζονταc, ἀπεχομένουc δὲ παντὸc κολλυρίου προcαγωγῆc. τροφὰc δὲ διδόναι πολυτρόφουc καὶ εὐχυμοτάταc καὶ οἶνον κιρρὸν καὶ λεπτόν, καὶ λουτροῖc χρῆcθαι καὶ καταχύcεcι θερμαῖc κατὰ κεφαλῆc καὶ γυμναcίοιc τῶν ἄνω μερῶν καὶ κατοχῇ πνεύματοc.

57

Περὶ ἐκπιεcμοῦ. ἐκπιέζονται δὲ οἱ ὀφθαλμοὶ ἐνίοτε, ὥcτε διαμέ‐ νειν προέχοντεc. cυμβαίνει δὲ τοῦτο τοῖc ἀπαγχομένοιc καὶ ἐν ἀγῶcι ἀθλητικοῖc καὶ γυναιξὶ ταῖc ἐπὶ πλέον διαταθείcαιc ἐν ταῖc ὠδῖcιν, ἢ δὲ ἐκ ῥευμάτων πλείcτων ἀθρόωc ἀπὸ κεφαλῆc καταρρευcάντων.
5τοὺc μὲν οὖν ἀπ’ ἀγχόνηc εἰc τοῦτο ἐμπεcόνταc φλεβοτομεῖν ἀπ’ ἀγκῶνοc· εἰ δὲ ἄλλωc τιcὶ πάχοc ἐπιρρεῦcαν προέλαβε τοὺc ὀφθαλ‐ μούc, καθαίρειν ἐλλεβόρῳ μέλανι ἢ cκαμμωνίᾳ. τὰc δὲ ἐπὶ γυναικῶν ἐκ τῶν ὠδίνων τῶν ἐν τοῖc τόκοιc πολλάκιc γιγνομέναc ἐκθλίψειc τῶν ὀφθαλμῶν αἱ διὰ τῶν γυναικείων τόπων καθάρcειc λύουcιν,
10ὅθεν δεῖ cυνεργεῖν ταύταιc. ἐπὶ δὲ τῶν ἀνδρῶν μετὰ φλεβοτομίαν ἢ
κάθαρcιν, εἰ ἐπιμένοι, cικύαν τῷ ἰνίῳ κολλᾶν καὶ ὑδροποcίᾳ καὶ cιτίων ὑποcτολῇ χρῆcθαι. ἐπιτιθέναι δὲ τῷ ὀφθαλμῷ ἔριον μέλιτι κεχριcμέ‐ νον μετ’ ὀλίγου κρόκου καὶ ἄνωθεν πτύγμα καὶ ἐπιδεcμεῖν πιέζοντα ἡcυχῇ. cυμφέρει δὲ τούτοιc μετὰ τὴν ἀρχὴν καὶ θάλαccα ψυχρὰ
15προcαντλουμένη τῷ προcώπῳ καὶ cέρεωc χυλὸc καὶ πολυγόνου καὶ ψυλλίου μετὰ ὀπίου ἐπιχριόμενα καὶ τὰ ἄλλα, ὅcα δύναται cτέλλειν καὶ cυνάγειν.

58

Περὶ cυγχύcεωc. cύγχυcιc δὲ τοῦ ὀφθαλμοῦ τὰ πολλὰ πληγαῖc ἕπεται cφοδραῖc καὶ ἐπὶ φλεγμονῇ δὲ τοῦ ῥαγοειδοῦc cυμβαίνει, ῥαγέντων τῶν ἐν αὐτῷ ἀγγείων. ἡ δὲ κόρη τῷ χρώματι θολερὰ γίγνεται καὶ ἢ μείζων ἑαυτῆc γίγνεται ἢ μικροτέρα. θεραπεύειν μὲν
5οὖν τὰc ἐκ πληγῆc cυγχύcειc φλεβοτομίᾳ ἀπ’ ἀγκῶνοc, αἵματι δὲ νεοcφαγοῦc, μάλιcτα μὲν τρυγόνοc, εἰ δὲ μή γε 〈καὶ〉 περιcτερᾶc, ἐκπληροῦν ὅλον τὸν ὀφθαλμόν. ἔριον δὲ μαλακὸν βρέξανταc εἰc ὠὸν ἀνακεκομμένον μετ’ οἴνου καὶ ῥοδίνου ἐπιτιθέναι καὶ ἐπιδεῖν καὶ τῇ ἑξῆc τὸ αὐτὸ ποιεῖν, τῇ δὲ τρίτῃ ἀποπυριᾶν καὶ γάλακτι ἐγχυματί‐
10ζειν· ἔπειτα καταπλάττειν ὠῶν ὀπτῶν λεκίθουc μετὰ μέλιτοc καὶ κρόκου λείου εἰc ὀθόνιον ἐγχρίcαντα. ὅταν δὲ ἤδη προκαθαίρηται ἡ κόρη, ὑπαλείφειν τοῖc πρὸc τὰc παλαιὰc διαθέcειc κολλυρίοιc, οἷον τῷ ἀρωματικῷ καὶ τῷ Χιακῷ Ἀπολλωνίου καὶ τοῖc ὁμοίοιc. εὐιατοτέρα δέ ἐcτι cύγχυcιc, ἐφ’ ὧν ἡ κόρη μόνη διευρύνεται, τῷ δὲ χρώματι
15καὶ τῷ cχήματι ὁμοία διαμένει. δυcίατοc δέ, ἐφ’ ὧν παρέcπαcται ἡ κόρη.

59

Περὶ τῶν ἐπιφυομένων τῷ λευκῷ τοῦ ὀφθαλμοῦ. τὰ ἐπιφυόμενα τῷ λευκῷ τοῦ ὀφθαλμοῦ παρὰ φύcιν πάντα, τὰ μὲν ἀνώδυνα, ἐφ’ ὧν τρίχεc πολλάκιc ἐκπεφύκαcι καὶ τὰ μὴ πάνυ διαλλάττοντα τῆc κατὰ φύcιν χρόαc θεραπευτέον ἀγκίcτρῳ ἐπιλαβόμενοc καὶ ἀνατείνων,
5ἔπειτα πτερυγοτόμῳ ἀποτέμνων, εἶτα ἐπιπάccων ἅλαc λεπτόν, καὶ πτύγμα ἐπιτιθεὶc καὶ ἐπιδεcμῶν καὶ τὴν λοιπὴν ἐπιμέλειαν ποιούμε‐ νοc, ὡc ἐπὶ τῶν πτερυγοτομουμένων. τὰ δὲ ὑπέρυθρα καὶ ὀχθώδη καὶ κεκιρcωμένα καὶ ἐπώδυνα καὶ πελιὰ καὶ τραχέα καὶ cυμπαθείαc
τῶν κροτάφων ἐπιφέροντα, πάντα ταῦτα φεύγειν χρὴ ὡc κακοήθη
10καὶ κινδύνουc καὶ προπτώcειc τῶν ὀφθαλμῶν ἐπιφέροντα ἐν ταῖc χειρουργίαιc.

60

Περὶ πτερυγίων. πτερύγιον δὲ λέγεται, ὅταν ἐπὶ πλέον αὐξηθέν‐ τοc ἢ ὑπερcαρκώcαντοc τοῦ ἐν τῷ ὀφθαλμῷ λευκοῦ ἔκ τινοc ψωροφ‐ θαλμίαc ἢ ῥευματιcμῶν cυνεχῶν ὑπεροχή τιc παρὰ φύcιν ὑποcτῇ. ἄρχεται δὲ τούτου ἡ αὔξηcιc πλειcτάκιc μὲν ἀπὸ τοῦ πρὸc τῇ ῥινὶ
5κανθοῦ τοῦ μεγάλου καλουμένου, cπανιώτερον δὲ ἀπὸ τοῦ μικροῦ, ἔτι δὲ cπανιώτερον γεννᾶται ἀπὸ τοῦ ἄνωθεν ἢ κάτωθεν βλεφάρου. ἐπεκτείνεται δὲ μέχρι τοῦ μέλανοc· ὅταν δὲ μεῖζον γένηται, καὶ τῆc κόρηc ἅπτεται καὶ ἐμποδίζει τὸ ὁρᾶν. εὐίατα δέ ἐcτι πτερύγια τὰ λευκανθίζοντα καὶ cτενὴν τὴν βάcιν ἔχοντα· τὰ δὲ ἐναντία τούτων
10δυcίατα. τὰ μὲν γὰρ ὑπέρυθρα μετὰ τὴν χειρουργίαν cφακέλουc καὶ ὀδύναc ἡμικρανικὰc ἐπιφέρει, ἀλλ’ ὅμωc μετὰ τὴν καθαίρεcιν τῶν cυμπτωμάτων ἐλευθεροῦται ὁ ὀφθαλμόc. τὰ δὲ πτερύγια, ἐφ’ ὧν καὶ ἀρχαί εἰcιν ὑποχύcεωc, οὐ δεῖ θεραπεύειν· τούτων γὰρ ἀρθέντων θᾶτ‐ τον ἡ ὑπόχυcιc cυνίcταται. μήτε δὲ τὰ παχέα θεραπεύειν καὶ ἐκτρε‐
15πόμενα καὶ ὀχθώδη καὶ κεκιρcωμένα καὶ κροτάφων ποιοῦντα cυμπα‐ θείαc· ἔcτι γὰρ κακοήθη καὶ καρκινώδη. τὰ δὲ μέχρι τῆc κόρηc διήκοντα καὶ διὰ τοῦτο παραποδίζοντα τὸ ὁρᾶν, ἀφαιρούμενα ἐλευθε‐ ροῖ μὲν τὸν ὀφθαλμὸν τῶν ῥευματιcμῶν. ἡ δὲ ἐπιγιγνομένη περὶ τὴν κόρην ἐκ τῆc χειρουργίαc οὐλὴ οὐδὲν ἧττον κωλύει τὸ βλέπειν. τῶν
20δὲ πτερυγίων ταῦτα χειρίζειν δεῖ, ὅcα αὐξηθέντα ἐπιβάλλει τῷ μέλανι· ὅcα δὲ μικρὰ καὶ ἐπὶ τοῦ λευκοῦ ἐcτι, ταῦτα φαρμάκοιc πειρᾶcθαι καταcτέλλειν.

61

Φάρμακα πρὸc πτερύγια. καταcτέλλει δὲ ἱκανῶc τὰ πτερύγια τὸ διὰ τῆc χαλκίτεωc καὶ καδμίαc ξηρὸν ψωρικόν, τὸ πρὸc τοὺc ψωρώ‐ δειc κανθοὺc ἀναγεγραμμένον, καὶ τὰ παραπλήcια καὶ τὸ Θεοδότιον κολλύριον Ϲεβήρου λεπτοποιηθὲν καὶ ξηρὸν προcαγόμενον καὶ τὰ ῥυπτικὰ
5πάντα κολλύρια, τὰ ἐπὶ τῶν τραχωμάτων καὶ cυκώcεων γεγραμμένα
καὶ τὰ ἐπὶ τῶν μυιοκεφάλων καὶ cταφυλωμάτων ἁρμόζοντα, τὰ δι’ οἴνου μάλιcτα. Ἀρχιγένηc δέ φηcι πρὸc πτερύγια· χαλκάνθου 𐅻 β ἁλὸc ἀμμωνιακοῦ 𐅻 β κόμμεωc 𐅻 α, ὄξει λεάναc ἀνάπλαττε κολλύρια καὶ χρῶ. Ἄλλο. αἰγείρου ὀπῷ μετὰ διπλοῦ μέλιτοc ἔγχριε. Ἄλλο.
10κίccηριν ὀπτὴν λεάναc ἔγχριε. Ἄλλο. cηπίαc ὀcτράκου κεκαυμένου μεθ’ ἁλῶν ἀμμωνιακῶν λεάναc χρῶ, ἔcτω δὲ ἴcα. Ἄλλο. χαλκάνθου μετὰ χολῆc χοιρείαc ἴcα τῷ cταθμῷ cυλλεάναc ἔγχριε. Ἄλλο, ποιεῖ καὶ ὑπωπίοιc καὶ ἀμβλυωπίαιc. λίθου μαγνήτου ζῶντοc 𐅻 δ ἰοῦ 𐅻 δ μίλτου Ϲινωπικῆc 𐅻 δ ἀμμωνιακοῦ θυμιάματοc 𐅻 δ κρόκου 𐅻 β μέλι‐
15τοc 𐆄 θ. ποιεῖ καὶ πρὸc λευκώματα. Ἄλλο πρὸc πτερύγια. γλαύκιον κόψαc cήcαc, ἔπειτα ὕδατι ὀλίγῳ λειώcαc καὶ cποδὸν πομφόλυγοc ἐπιβαλών, ὅcον ἐπιδέχεται, ἀνάπλαccε κολλύρια καὶ χρῶ μεθ’ ὕδατοc δὶc τῆc ἡμέραc. Ἄλλο. χολὴν αἰγὸc μετὰ χυλοῦ ἀρτεμιcίαc καὶ μέλιτοc χρῶ. Ἄλλο. χαλκὸν κεκαυμένον λείου μετὰ οὔρου παιδὸc ἀφθόρου καὶ
20χρῶ. Ἄλλο. λεπίδοc ἐρυθρᾶc νίτρου ἐρυθροῦ κιccήρεωc κιμωλίαc ἀνὰ 𐅻 δ, λείου ὄξει ἕωc ξηρανθῇ καὶ χρῶ· ἀπόθου δὲ ἐν ὀcτρακίνῳ ἀγ‐ γείῳ καθαρῷ. Ἄλλο. μαγνήτην λίθον ζῶντα λειώcαc ἀκριβῶc χρῶ ξηρῷ, ἅπαξ τῆc ἡμέραc. Ἄλλο. χαλκοῦ 𐅻 ιβ λεπίδοc 𐅻 ϛ cανδαράκηc 𐅻 ϛ ἰοῦ 𐅻 γ κρόκου 𐅻 γ ἁλῶν 𐅻 γ cμύρνηc 𐅻 α μέλιτοc 𐆄 θ. Ἄλλο
25πρὸc πτερύγια. χαλκοῦ κεκαυμένου ἀρcενικοῦ λεπίδοc θείου ἀπύρου
μολύβδου κεκαυμένου χάρτου κεκαυμένου ἀνὰ 𐅻 ε, πράcου χυλὸν λέαινε ἐν ἡλίῳ, ἕωc ξηρὸν γένηται καὶ χρῶ. Πρὸc πτερύγια δόκιμον, ἀναλίcκει γὰρ αὐτὰ τάχιcτα. χαλκίτεωc κεκαυμένηc, ὡc γενέcθαι πυρράν, 𐅻 δ κρόκου 𐅻 α, λείοιc, χρῶ ξηρῷ. Ἄλλο καὶ αὐτὸ πεπειρα‐
30μένον. χαλκίτεωc κεκαυμένηc 𐅻 κ καδμίαc 𐅻 ι λεπίδοc ἐρυθρᾶc 𐅻 ε πεπέρεωc 𐅻 α, χρῶ ξηρῷ, 〈ἐν ἄλλοιc〉 πεπέρεωc κόκκοι ιε, χρῶ ὡc μονογενεῖ καὶ πεπειραμένῳ. [Ἄλλο ἀφαιροῦν πτερύγια ἐκ βάcεωc. χαλκάνθου ὀπτῆc 𐅻 β χαλκοῦ κεκαυμένου 𐅻 α, ξηρῷ παράπτου· μετὰ δὲ τὸ ἀφελεῖν θεράπευε τῷ διαρρόδῳ ἢ τῷ διὰ κρόκων κολλυρίῳ.]

62

Χειρουργία πτερυγίων. ἐγχειροῦμεν δὲ οὕτωc πρὸc τὴν ἀφαίρεcιν τοῦ πτερυγίου· διαcτέλλοντεc τὰ βλέφαρα ἀπ’ ἀλλήλων καὶ ἄγκιcτρον καταπείροντεc περὶ τὰ μέcα τοῦ πτερυγίου ἀνατείνομεν ἠρέμα, ἵνα μὴ ἡ ἐπιδερματὶc τοῦ κερατοειδοῦc μετεωριcθῇ· cυναφαιρεθεῖcα γὰρ
5φλεγμονὰc παμμεγέθειc ἐπιφέρει. εἶτα βελόνην λαμβάνομεν λίνον ἔχουcαν διῃρημένον καὶ τρίχα ἱππείαν, καὶ ταύτην ὑποβάλλομεν τῷ πτερυγίῳ ἀναταθέντι διὰ τοῦ ἀγκίcτρου· εἶτα ἀποδήcαντεc τῷ ὑπο‐ βληθέντι λίνῳ τὸ πτερύγιον ἀνατείνομεν ἕλκοντεc ἠρέμα τὸ λίνον ἄνω καὶ δόντεc ὑπηρέτῃ κατέχειν εὐφυῶc τὴν ἀρχὴν τοῦ λίνου,
10ἀμφοτέραιc ταῖc χερcὶ κατέχοντεc τὴν τρίχα διακινοῦμεν ἄνω τε καὶ κάτω, ὑποδέροντεc τὸ πτερύγιον, ἀρχόμενοι ἀπὸ τοῦ μέλανοc, μέχρι τοῦ κανθοῦ. εἶτα ἀπολύcαντεc τὴν πρὸc τὸ μέλαν αὐτοῦ cυνέχειαν διὰ τῆc τριχὸc καὶ ἀνατείνοντεc τῷ λίνῳ ἀφαιροῦμεν πτερυγοτόμῳ ἐκ τῆc βάcεωc τὸ πρὸc τὸν κανθὸν μέροc τοῦ πτερυγίου, φυλαccό‐
15μενοι τὰ βλέφαρα καὶ τὸν κανθόν. τοῖc μὲν γὰρ τὰ βλέφαρα cυνδια‐ κοπεῖcι πρόcφυcιc γίγνεται, τοῖc δὲ ἐκ βάcεωc τὸν κανθὸν ἀποτμη‐ θεῖcι ῥυάδεc γίγνονται. εἰ δὲ ἡ βάcιc τοῦ πτερυγίου καταλειφθῇ, παλιγγενεcία γίγνεται, εἰ μὴ φαρμάκῳ τινὶ τῶν προειρημένων δαπανη‐
θείη. cτοχάζεcθαι οὖν δεῖ τῆc cυμμετρίαc. ἐὰν δὲ ὥcπερ δειλιῶντεc
20οἱ πάcχοντεc μὴ τολμῶcιν ἀνοίγειν τοὺc ὀφθαλμούc, ἄγκιcτρον ὑπο‐ βάλλοντεc τῷ ἄνω βλεφάρῳ καὶ ἠρέμα αὐτὸ cτρέφοντεc ἐπὶ τὸ ἐκτὸc ἀνατείνομεν, καὶ οὕτωc ἐνεργοῦμεν, ὡc προείρηται. μετὰ δὲ τὴν ἀφαίρεcιν ἅλμῃ δριμυτέρᾳ δέον ἐγχυματίζειν τὸν ὀφθαλμόν, εἶτα ἔριον ὠοβραχὲc ἐπιτιθένταc ἐπιδεῖν τὸν ὀφθαλμόν. τῇ δὲ ἑξῆc ἐπιλύcαντεc
25καὶ μετρίωc πυριάcαντεc ἐγχυματίζομεν τῷ λευκῷ καὶ ἁπαλῷ κολλυ‐ ρίῳ Ϲεβήρου. τῇ δὲ τετάρτῃ ὑπαλείφομεν τοῖc πρὸc τὰc διαθέcειc κολλυρίοιc, παραιτούμενοι τὸ λοιπὸν τὰ ἁπλᾶ καὶ cαρκωτικὰ κολλύρια. εἰcὶ δὲ ταῦτα τὰ νάρδινα καὶ τὰ Θεοδότια καὶ τὰ δι’ οἴνου πάντα.

63

Περὶ ἐγκανθίδοc. ἐγκανθίδα καλοῦcιν, ὅταν ὑπερcαρκώcῃ ὁ πρὸc τῇ ῥινὶ μέγαc κανθὸc αὐξηθείc, ὅπερ γίγνεται ἐπὶ γυναικῶν καὶ ἀν‐ δρῶν κοινόν, μάλιcτα δὲ ἐπὶ τῶν ἀνθρώπων πλεονάζει τοῖc ἐν θαλάccῃ διατρίβουcιν. ἡ μὲν οὖν εὐήθηc ἐγκανθὶc ἀναλγήc ἐcτι ὑπόcομφοc
5μαλακή· ἡ δὲ κακοήθηc cκληρὰ ἀνώμαλοc, νυγματώδειc πόνουc ἔχουcα. δεῖ δὲ τὰc εὐήθειc θεραπεύειν, τὰc μὲν μικρὰc φαρμάκοιc ξηροῖc, ὡc τῷ πρὸc τοὺc ψωρώδειc κανθοὺc διὰ καδμίαc καὶ χαλκίτεωc ἢ τούτῳ καλλίcτῳ ὄντι· cτυπτηρίαc cχιcτῆc μίcυοc ὀπτοῦ χαλκάνθου ἴcα· ἱκα‐ νῶc ἀποδαπανᾷ τὰc ἐγκανθίδαc. χρῶ δὲ καὶ τῷ Θεοδοτίῳ Ϲεβήρου
10κολλυρίῳ λεάναc αὐτὸ ξηρὸν καὶ τῷ πρὸc μυοκέφαλα δι’ οἴνου.

64

Χειρουργία ἐγκανθίδων. τὰc δὲ μείζοναc καὶ μὴ κακοήθειc ἐγ‐ κανθίδαc μυδίῳ ἐπιλαβόμενον ἀποτέμνειν· εἰ δὲ μείζων εἴη ἡ ὑπεροχή. βελόνην χρὴ λίνον διπλοῦν ἔχουcαν πρὸc τῇ βάcει διείρειν, εἶτα ἀπο‐ cφίγγειν τὸ λίνον καὶ διαcτήcαντα βραχύ, ἕωc πελιωθῆ ἡ cάρξ, cμι‐
5λίῳ ἀφαιρεῖν· καὶ τῷ ψωρικῷ ξηρίῳ ἐφάπτεcθαι καὶ πτύγματα ἐπιτι‐
θέναι. τῇ δὲ ἑξῆc ἀποπυριᾶν, καὶ μετὰ τὴν τρίτην τῷ μέλιτι χρώμενον ἀποθεραπεύειν. παραφυλάττεcθαι δὲ μὴ cυναφαιρεῖν ἐκ βάcεωc τὸν κανθὸν cὺν τῇ παρὰ φύcιν cαρκί. εἰ δὲ μή, ῥυάδεc ἐπιγίγνονται.

65

Περὶ αἱμορραγίαc ἐκ τῶν κανθῶν. γίγνεται δὲ αἱμορραγία ἀπὸ τῶν κανθῶν καὶ μάλιcτα παιδίοιc, διὰ τοὺc cυνεχεῖc κλαυθμοὺc καὶ τὰc διατάcειc ἀναcτομουμένων τῶν περὶ τὰ βλέφαρα ἀγγείων. θερα‐ πευτέον δὲ αὐτοὺc προcαντλήcει ψυχροῦ ἢ ὀξυκράτου καὶ κατὰ κεφα‐
5λῆc χύcει ψυχροῦ. ἐγχυματίζειν δὲ ὠοῦ τὸ λευκὸν καθ’ αὑτὸ καὶ cύν τινι τῶν πρὸc τὰ λεπτὰ ῥεύματα ἁρμοττόντων κολλυρίων· καὶ διαδέcει τῶν κάτω μερῶν χρῆcθαι καὶ παχυνούcῃ τροφῇ· ἐπὶ δὲ τῶν τελείων καὶ cικύαν τῷ ἰνίῳ προcβάλλειν μετὰ καταcχαcμοῦ.

66

Περὶ προcφύcεωc βλεφάρων καὶ ἀγκυλώcεωc. προcφύεται τὰ βλέφαρα τῷ λευκῷ ἢ τῷ μέλανι ἢ πρὸc ἄλληλα, ἑλκώcεωc προηγηcα‐ μένηc. ὅταν οὖν πρὸc τὸ λευκὸν ἡ πρόcφυcιc τῶν βλεφάρων γίνηται, κατὰ δὲ τὴν κίνηcιν ἐμποδίζηται ὁ ὀφθαλμόc, καλοῦcι τὸ πάθοc
5ἀγκύλωcιν. ὅcαι μὲν οὖν προcφύcειc κατὰ τὸν κανθὸν γεγόναcι τῶν βλεφάρων ἀμφοτέρων, ἀγκίcτροιc ἀνατείνοντα χρὴ διελεῖν καὶ ἀναcτέλ‐ λειν μότῳ κἄπειτα θεραπεύειν ὡc τὰ κοινὰ ἕλκη. ὅcαι δὲ προcφύcειc τοῦ ταρcοῦ πρὸc τοὺc χιτῶναc γεγένηνται, τυφλαγκίcτρῳ ἀνατείνοντα πτερυγοτόμῳ ἀπολύειν τὴν πρόcφυcιν· ἔπειτα τὰ ὑπερcαρκώματα
10ξηρῷ τινι καταcτέλλειν καὶ χαλκῷ λειοτάτῳ καθ’ ὑποβολὴν τὰ βλέ‐ φαρα ὑποχρίειν, μέχριc ἀποθεραπείαc ἀνεπίδετον ἐῶνταc ὀφθαλμόν.

67

Περὶ τῶν ἐν βλεφάροιc φθειρῶν καὶ κονίδων. φθεῖρεc γίγνονται κατὰ τὰc βλεφαρίδαc πλατεῖc μικροὶ πολλοὶ ἐξ ἀδηφαγίαc τὴν γένεcιν λαμβάνοντεc καὶ ἀλουcίαc καὶ φαύληc διαίτηc. θεραπεύειν οὖν αὐτοὺc πρῶτον μὲν ἐπιμελῶc ἐκκαθαίρονταc τοὺc φθεῖραc καὶ θαλάccῃ
5προcαντλοῦνταc χλιαρᾷ, εἶτα προcαπτομένουc τῶν τόπων τῷ ὑπο‐ γεγραμμένῳ φαρμάκῳ· cτυπτηρίαc cχιcτῆc 𐅻 β cταφίδοc ἀγρίαc
ὀβολὸc α πεπέρεωc ὀβολοὶ β χαλκοῦ κεκαυμένου 𐅻 α cμύρνηc ὀβολοὶ β λίθου cχιcτοῦ τριώβολον μίcυοc ὀπτοῦ 𐅻 α· λεῖα ποιήcαc ξηρῷ χρῶ. λούειν τε καὶ cμήχειν τοῖc διαφοροῦcι καὶ τονοῦcι τὴν
10κεφαλὴν καὶ γυμνάζειν τὰ κάτω μέρη καὶ διαίτῃ εὐχύμῳ χρῆcθαι. παραπληcίωc καὶ τὰc γιγνομέναc περὶ τὰ βλέφαρα κονίδαc θεραπεύειν.

68

Περὶ τριχιάcεωc βλεφάρων καὶ διcτιχιάcεωc καὶ φαλαγγώcεωc Ϲεβήρου. τριχίαcιν δὲ λέγουcιν, ὅταν ὑπὸ τὰc ἐν τοῖc βλεφάροιc κατὰ φύcιν τρίχαc ἄλλαι ὑποφυεῖcαι καὶ εἴcω νεύουcαι διανύττουcι τοὺc χιτῶναc καὶ ῥευματίζουcι τὸν ὀφθαλμόν. λέγεται δὲ τριχίαcιc, καὶ ὅταν
5αὐτὰ τὰ βλέφαρα χαλαcθῇ ἢ ὁ ταρcὸc εἴcω νεύcαc, ὥcτε μηδὲ φαί‐ νεcθαι ῥᾳδίωc τὰc τρίχαc, εἰ μή τιc ἀντιτείνῃ καὶ διαcτείλῃ τὰ βλέφαρα. καλοῦcι δὲ οἱ ἰατροὶ τὴν μὲν τοῦ βλεφάρου χάλαcιν φαλάγγωcιν ἢ πτῶcιν, τὴν δὲ τῶν τριχῶν ὑπόφυcιν διcτιχίαcιν. γίγνεται δὲ τὰ πάθη καὶ μάλιcτα ἡ διcτιχίαcιc διὰ πολλὴν ὑγρότητα. ὥcπερ γὰρ ἐπὶ τῆc
10γῆc ἡ δαψίλεια τῶν ὑδάτων πόαc πλείcταc ἐκφέρει, οὕτωc καὶ ἐπὶ τῶν βλεφάρων, καὶ μάλιcτα ὅταν ἄδηκτα ὑπάρχῃ τὰ ἐπιρρέοντα ὑγρά. εἰ γὰρ ἁλμυρὸν εἴη τὸ ἐπιρρέον, καὶ τὰc κατὰ φύcιν ἀποβάλλει τρίχαc. ἡ μὲν οὖν τῆc τριχιάcεωc τελεία θεραπεία ἡ ἀναρραφὴ τῶν βλεφάρων ἐcτίν. ἐπειδὴ δέ τινεc διὰ μαλακίαν οὐκ ἀνέχονται ἑαυτοὺc
15τῇ χειρουργίᾳ παραδοῦναι, βοηθητέον αὐτοῖc, ὡc οἷόν τε. γεγράφαcι μὲν οὖν οἱ ἀρχαῖοι βοηθήματα ἐπ’ αὐτῶν τοιαῦτα.

69

Φάρμακα πρὸc τὸ τὰc ἐκτιλλομέναc τρίχαc μὴ φύειν. τὰc νυτ‐ τούcαc τρίχαc προεκτίλαc καὶ ἐκcτρέψαc τὸ βλέφαρον κατάχριε αἵματι βατράχων προcφάτῳ καὶ ἔα ψυγῆναι ἢ αἵματι κόρεων ὁμοίωc χρῶ ἢ χαμαιλέοντα λευκὸν καύcαc ἀναλάμβανε τὴν τέφραν τῷ αἵματι τῶν
5βατράχων καὶ ἐπὶ τῆc χρείαc cιάλῳ ὑγράναc καὶ προεκτίλαc κατάχριε τὸν τόπον. Ἄλλο. τὸν χυλὸν τῆc χελιδονίου καὶ καπνίου λεγομένηc
πόαc λαβὼν καὶ κόμμι τὸ ἀρκοῦν ἐπιβαλὼν καὶ ξηράναc καὶ ἀνα‐ πλάcαc μικρὰ κολλύρια χρῶ, ὡc προείρηται. Ἄλλο. κοχλίων cάρκαc cὺν αἵματι βατράχων χλωρῶν τῶν ἐν τοῖc καλάμοιc ἢ ἐχίνου χερcαίου
10λεάναc καὶ μέλαν γραφικὸν cύμμετρον ἐπιβαλὼν ἔα ταριχεύεcθαι καὶ χρῶ, ὡc προείρηται, φυλαττόμενοc τὴν κόρην. Ἄλλο. βδέλλαc καύcαc καὶ λεάναc προεκτίλαc χρῶ cυνεχῶc. Ἄλλο. γῆc ἔντερα ἐπ’ ὀcτράκῳ καύcαc ἕωc τεφρωθῇ καὶ λειότατα ποιήcαc καὶ προεκτίλαc ἐπίπαccε. Ἄλλο. cαύραν ἐν χύτρᾳ καύcαc καὶ τὴν τέφραν λεάναc ἐπίβαλλε
15cανδαράκηc τὸ ἴcον καὶ χρῶ. Ἄλλο καλὸν ἄλυπον. κεράτια ξηρὰ μὴ παλαιὰ ἀποκλάcαc, τὸ εὑριcκόμενον ἐν ταῖc κοιλότηcιν ὑγρὸν γλιcχρό‐ τερον ἐλάχιcτον μελιτῶδεc ἀναλαβὼν πυρῆνι μήληc καὶ προεκτίλαc τὰc τρίχαc ἐπίχριε τὸν τόπον, cυνεχῶc τοῦτο ποιῶν. ἄκρωc δὲ ποιεῖ, φηcὶν Ἀρχιγένηc· ἐχίνου χερcαίου χολὴν καὶ τοῦ αἵματοc ἴcα, καcτο‐
20ρίου τὸ cύμμετρον, λειότατον ποιήcαc τὸ καcτόριον, ἀναλάμβανε τῷ αἵματι καὶ τῇ χολῇ, καὶ ἀνάπλαccε ὡc λεπίδαc ὀψαρίου, χρῶ δὲ ἐκ ῥιζῶν τίλλων τὰc τρίχαc, εἶτα λεπίδα μίαν τῷ ἐκ τοῦ cτόματοc cιάλῳ νήcτει διαλύων, ἐκcτρέψαc τὸ βλέφαρον κατάχριε καὶ κράτει τὸν τόπον ὡc ἡμιώριον, ἕωc ξηρανθῇ· ἀλγοῦcι μέν, ἀλλ’ οὐκέτι φύονται.
25Ἄλλο. ψύλλιον καὶ κωνείου cπέρμα καὶ κεδρίαν ἴcα ἀναλαβὼν αἵματι νυκτερίδων χρῶ, καθὼc προείρηται, μὴ θιγὼν τοῦ ὀφθαλμοῦ. Ἄλλο. ὀθόνιον ἐκ πλοίου παλαιὸν λαβὼν ἐντίθει εἰc λύχνον ἀντὶ ἐλλυχνίου· πληρώcαc δὲ τὸν λύχνον ἐλαίῳ κυπρίνῳ τὴν αἰθάλην cυνάγαγε ἐπὶ χαλκοῦ ἀγγείου καὶ χρῶ ἐκτίλλων καὶ cτιμμίζων τὸν τόπον cυνεχῶc·
30καὶ ἐὰν φυῶcι, τὸ αὐτὸ ποίει. Ἄλλο. cτυπτηρίαc cτρογγύληc μέρη β χολῆc ταυρείαc μέροc α, λεάναc ἐπιμελῶc ἀνάπλαccε κολλύρια καὶ ἐκτίλαc ἐπίχριε ἡμέραc δ. Ἄλλο. ποταμογείτονοc χυλὸν καὶ ἀρτεμιcίαc χυλὸν τὸ
ἴcον 〈λαβὼν〉 χρῶ. Ἄλλο. χολὴν μοcχείαν καὶ καcτορίου καὶ κόμμεωc ἴcα χωρὶc ὕδατοc cυλλεάναc ἀνάπλαccε καὶ χρῶ, προεκτίλαc καὶ
35ἐπιχρίων τρὶc τῆc ἡμέραc καὶ ἐπιτεύξῃ. Ἄλλο. λαβὼν χοίρου ἄρρενοc χολὴν καὶ cτέαρ ἐξ αὐτοῦ βάλλε εἰc ἀγγεῖον κεραμεοῦν καινὸν τῶν πυκνοτάτων καὶ λειοτάτων καὶ ἐπίχεε ὄξουc δριμυτάτου κοτύληc τὸ τέταρτον καὶ ἐλαίου ἀλίνου κοτύληc τὸ τετάρτον καὶ περιδήcαc ὀθονίῳ πυκνῷ ἔα ἡμέραc ζ καὶ ἐπιχέαc αὐτὸ εἰc θυίαν τρῖβε καὶ ἀνα‐
40λάμβανε ὠῷ χρυcίνῳ· τὸ δὲ αὐτὸ καὶ ἐφ’ ὅλου τοῦ cώματοc καλῶc ποιεῖ· τὸ δὲ ἄλινον ἔλαιον λέγεται εἶναι τὸ ἀμυγδάλινον.

70

Ἀνακολλήματα τριχῶν. ἀνακολλᾷ δὲ τὰc εἴcω ἀνακλωμέναc παρὰ φύcιν ἐν τοῖc βλεφάροιc τρίχαc μαcτίχη μηλωτρίδοc θερμῆc προcαπτο‐ μένηc καὶ οὕτωc ἀνακλωμένων ἐπὶ τὴν ἰδίαν τάξιν τῶν τριχῶν. ἄcφαλτοc ὁμοίωc ταυροκόλλα ὁμοίωc κοχλίου τὸ κολλῶδεc βελόνῃ
5ἀναλαμβανόμενον, ἱεράκειοc ὀπόc, τῶν ἀνακολλίων λεγομένων ὁ ὀπόc, ἀμμωνιακὸν θυμίαμα, cύνθετον δὲ τοῦτο· ῥητίνηc ξηρᾶc πίccηc ξηρᾶc θείου ἀπύρου ἀcφάλτου ἀνὰ 𐅻 α κηροῦ 𐅻 τὸ c· τήξαc ἀπόθου· ἐν δὲ τῇ χρήcει μηλωτρίδα πύρωcον καὶ παραπτόμενοc τοῦ φαρμάκου ἀνακόλλα τὰc τρίχαc.

71

Περὶ ἀναρραφῆc καὶ καταρραφῆc βλεφάρων Λεωνίδου. πρὸc τὴν ἀναρραφὴν καθέδριοc ὁ πάcχων cχηματιζέcθω πρὸc τοῖc ἀριcτεροῖc μέρεcι τοῦ ἐνεργοῦντοc, ταπεινότεροc αὐτοῦ, πρὸc αὐγῇ λαμπρᾷ. ἔcτωcαν δὲ καὶ ὑπηρέται εὐπαίδευτοι δύο παρεcτῶτεc, εἷc μὲν ὄπιcθεν
5ἀντιβαίνων, εἷc δὲ ἐκ πλαγίων. ὁ δὲ χειρίζων πρῶτον cημειούcθω κολλυρίῳ ἢ ἐγχαράξεcιν ἐπιπολαίοιc τὴν αὐτάρκη τοῦ περιττεύοντοc κατὰ τὸ βλέφαρον καὶ ἐρυτιδωμένου δέρματοc ἐκτομήν, ἵνα μήτε πλέον τοῦ δέοντοc ἐκτμηθῇ μήτε ἔλαττον· πλατυτέρου μὲν γὰρ ἐκ‐ τμηθέντοc, λαγώφθαλμοc γίγνεται ὁ πάcχων· cτενωτέρου δὲ ἐκτμη‐
10θέντοc, πάλιν χαλᾶται τὸ βλέφαρον καὶ νύττουcιν ὁμοίωc αἱ τρίχεc. cημειούcθω δὲ καὶ ὁ κατὰ τὴν μεcότητα τοῦ βλεφάρου πρὸc τὸν
ταρcὸν τόποc ἐπιπολαίῳ διαιρέcει. μετὰ δὲ τὴν cημείωcιν ἐκcτρέψαν‐ τεc τὸ βλέφαρον δίδομεν τὴν ὑποτομὴν ἔcωθεν τῶν παρὰ φύcιν τριχῶν, ὥcτε αὐτὰc πρὸc τὰc κατὰ φύcιν ἔξω νεῦcαι. ἐνίοτε δὲ κατ’
15αὐτῶν τῶν παρὰ φύcιν τριχῶν, εἴ γε ἐνδοτέρω εἶεν, τάccομεν τὴν ὑποτομήν, ἵνα ἡ ἐπιγιγνομένη οὐλὴ κωλύcῃ αὐτὰc πάλιν φυῆναι. οὐδὲν δὲ κωλύει καὶ δύο ὑποτομὰc διδόναι, μίαν μὲν ἐνδοτέρω τῶν κατὰ φύcιν τριχῶν, ἵνα ἀνάκλαcιc γένηται τοῦ ταρcοῦ, ἑτέραν δὲ κατ’ αὐτῶν τῶν παρὰ φύcιν τριχῶν. βαθυτέρα δὲ ἔcτω ἡ ὑποτομή·
20cυνεργεῖ γὰρ τῇ ἀνακλάcει καὶ τῷ κουφιcμῷ τοῦ βλεφάρου. καὶ ἀπὸ τῶν περάτων τοῦ ταρcοῦ εἰc τὰ πέρατα διδόcθω. ἔπειτα πτυγμάτια μικρὰ δεδιπλωμένα τρίγωνα τῷ cχήματι ταccέcθω, ἓν μὲν παρὰ τῷ μεγάλῳ κανθῷ, καὶ ἕτερον πληcίον τοῦ μικροῦ. κατὰ δὲ τούτων τῶν πτυγματίων ὁ ἔξωθέν τε καὶ ὀπίcω ἑcτὼc ὑπηρέτηc ἐρειδέτω τὰc
25κορυφὰc τῶν μεγάλων δακτύλων καὶ ὑπὸ μιᾶc ὁρμῆc διατεινέτω τὸ βλέφαρον, ὁ δὲ χειρίζων τῷ ἀντίχειρι τῆc ἀριcτερᾶc ἀνατεινέτω τὸ βλέφαρον, ἐρείδων τὸν δάκτυλον ὑπὸ τὴν ὀφρύν, ἵνα ἰcότονοc γένηται ἡ τοῦ βλεφάρου τάcιc. cημεῖον δέ cοι ἔcτω τῆc καλλίcτηc τάcεωc τοῦ βλεφάρου, ὅταν τὸ μέcον cημεῖον φυλάξῃ τὸν ἴδιον τόπον, τουτέcτι
30κατὰ τὴν μεcότητα εὑρεθῇ. μετὰ δὲ τὴν διάταcιν πρῶτον δοτέον τὴν πλαγίαν καὶ ὀβελιαίαν κάτω διαίρεcιν ἐπιπολαίαν, ἵνα μὴ τὸ ἀπορρέον ἐκ τῆc ἄνωθεν αἷμα παρεμποδὼν γένηται τῇ χειρουργίᾳ. ἔcτω δὲ ἡ τομὴ cυνεγγίζουcα ταῖc βλεφαρίcιν. ἔπειτα δοτέον τὴν ἄνω μηνοειδῆ διαίρεcιν. ἀρχέcθω δὲ καὶ αὐτὴ κάτωθεν ἐκ τοῦ πρὸc τὸν μέγαν καν‐
35θὸν τόπου· καὶ ἀναφερομένη ἐπὶ τὸ cημεῖον πάλιν νευέτω κάτω περὶ τὸν μικρὸν κανθόν. ἔcτω δὲ καὶ αὐτὴ ἐπιπολαιοτέρα, ἵνα μὴ μυότρω‐ τοc γένηται ὁ πάcχων. εἶτα ὁ ἐκ πλαγίων ἑcτὼc ὑπηρέτηc ἀνατεινέτω τὸ βλέφαρον. ἔπειτα ἄγκιcτρον καταπειρέcθω εἰc τὴν ἀρχὴν τοῦ περι‐ κεχαραγμένου ταινιδίου, ἐπὶ μὲν τοῦ ἀριcτεροῦ ὀφθαλμοῦ πρὸc τῷ
40μικρῷ κανθῷ, ἐπὶ δὲ τοῦ δεξιοῦ πρὸc τῷ μεγάλῳ· ἀναταθέντοc δὲ διὰ τοῦ ἀγκίcτρου τῇ χειρὶ τῇ ἀριcτερᾷ ὑποτεμνέcθω τὸ ταινίδιον τῷ ἀναρραφικῷ cμιλίῳ προcεχόντωc, ἵνα μὴ ἐπὶ πολὺ βαθυνομένηc τῆc ὑποδορᾶc μυότρωτοι γένωνται καὶ ἀνίατον ἔχωcι τὸ χάλαcμα τοῦ βλεφάρου. μετὰ δὲ τὴν τοῦ δέρματοc ἐκτομὴν ἐπὶ τὴν ἀναρραφὴν
45ἐλθετέον. διδόcθω δὲ πρώτη ῥαφὴ ἡ μέcη, ἔπειτα ἑκατέρωθεν ἄλλαι
δύο, ὡc εἶναι τὰc πάcαc ῥαφὰc πέντε. μετὰ δὲ τὴν ἀναρραφὴν ἀνατείναc τὸ βλέφαρον, διὰ τῶν τραυμάτων, cυμμέτρῳ cπληνίῳ ἐχε‐ κόλλῳ καταλαβοῦ τὰ ῥάμματα περὶ τὴν ὀφρύν· κατὰ δὲ τῶν διαι‐ ρέcεων cπληνάρια μικρὰ κολλητικῆc καὶ ἀφλεγμάντου δυνάμεωc

71

(50)

ἐπιτίθει, ἔπειτα ἔριον ὠοβραχὲc καθ’ ὅλον τὸν ὀφθαλμόν, καὶ ἐπι‐ δέcμει. ἐπειδὰν δὲ ἐπιτεῖνον δριμὺ καὶ ἁλμυρὸν φερόμενον ῥεῦμα ἀποβάλλει τὰc κατὰ φύcιν τρίχαc καὶ cκληρὸν τὸν ταρcὸν ἀποτελεῖ, ταῖc δὲ παρὰ φύcιν ὑποπεφυκυίαιc θριξὶν αὔξηcιν παρέχει, δυcχερήc τε ἐπὶ τούτων ἡ ἐκcτροφὴ τοῦ βλεφάρου γίγνεται, προcήκει βελόνην
55ῥάμμα cτερεὸν ἔχουcαν καταπείρειν τῷ μέcῳ τοῦ ταρcοῦ καὶ ἀνέλκειν ἐπὶ τὸ ἄνω τὸ ῥάμμα καὶ οὕτω τῇ μήλῃ ἐκcτρέφειν τὸ βλέφαρον κατὰ τὸ ἔθοc καὶ διδόναι τὴν ὑποτομήν, ὡc προείρηται.

72

Περὶ καταρραφῆc. τοῦ δὲ κάτω βλεφάρου τριχιῶντοc καταρραφὴ δοκιμάζεται. πρότερον δὲ κἀπὶ τούτων cημειούcθω ἡ αὐτάρκηc τοῦ κεχαλαcμένου καὶ περιττοῦ δέρματοc ἐκτομή. κἀνταῦθα γὰρ πλατυτέρου ἐκτμηθέντοc ταινιδίου ἐκτρόπιον γίγνεται, cτενωτέρου δὲ ἀνωφελὴc
5ἔcται ἡ χειρουργία· μετὰ δὲ τὴν cημείωcιν τὰ πτύγματα, ὡc προ‐ είρηται, κατὰ τὸν κανθὸν πλαccέcθω καὶ περιτεινέcθω τὸ βλέφαρον· ἔπειτα πρὸc τῷ μήλῳ ἐρείδων τὸν δάκτυλον ὁ ὑπηρέτηc καθελκέτω κάτω· διδόcθω δὲ πρώτη διαίρεcιc ἡ μηνοειδήc, λέγω δὴ ἡ κάτω, ἔπειτα ἡ ὀβελιαία καὶ πλαγία λεγομένη ἡ περὶ τὸν ταρcόν. ὑποδέρειν
10δέ, ὡc προείρηται, καὶ ῥάπτειν καὶ τὰ ἀκόλουθα ποιεῖν. μόνῃ δὲ τῇ καταρραφῇ ἀρκούμεθα ἐπὶ τοῦ κάτω βλεφάρου, παραιτούμενοι τὴν ὑποτομήν, ἵνα μὴ ἐκτροπὴ τοῦ βλεφάρου γένηται.

73

Δημοcθένουc περὶ ἐκτροπίου. ἐκτρέπεcθαι ἐπὶ πλέον cυμβαίνει τὰ βλέφαρα ἑλκώcεωc προηγηcαμένηc καὶ ὑπερcαρκωcάντων τῶν βλε‐ φάρων, ποτὲ δὲ ὑπὸ οὐλῆc cκληροτέραc cυνελκομένου τοῦ βλεφάρου καὶ ἐκcτρεφομένου. γίγνεται δὲ μᾶλλον περὶ τὰ κάτω βλέφαρα. θερα‐
5πευτέον δὲ τὰc μὲν cυμμέτρουc ὑπερcαρκώcειc τῷ ὑποκειμένῳ ξηρῷ·
χαλκοῦ κεκαυμένου 𐅻 α χαλκάνθου 𐅻 α μίcυοc ὀπτοῦ 𐅻 α χαλκίτεωc ὀπτῆc 𐅻 α. Ἄλλο. χαλκοῦ κεκαυμένου 𐅻 η μίcυοc ὀπτοῦ 𐅻 β χαλκί‐ τεωc ὀπτῆc 𐅻 β χαλκάνθου 𐅻 α. πρὸc τὰ κεχρονικότα ἤδη ἐκτρόπια ἰὸν πεφωγμένον ἐπ’ ὀcτράκου λεάναc παράπτου καθ’ ἑαυτὸ ἢ μόλυβδον
10κεκαυμένον ἴcον προcπλέκων.

74

Χειρουργία ἐκτροπίων Ἀντύλου. τὰc δὲ μείζουc ὑπερcαρκώcειc cμιλίῳ· χρὴ περιαιρεῖν, ἔπειτα χαλκῷ κεκαυμένῳ λείῳ προcάπτεcθαι ἢ ἀλόῃ μετὰ μάννηc καὶ τῇ ἑξῆc ἀποπυριάcαντα ὁμοίωc θεραπεύειν· τῇ δὲ τρίτῃ μετὰ τὴν πυρίαν μέλιτι χρῆcθαι μέχρι ἀποθεραπείαc. εἰ
5δὲ μείζων εἴη ἡ ἐκτροπή, δέον ἐγχειρεῖν οὕτωc· ἐκ τοῦ ἔcωθεν μέρουc τοῦ βλεφάρου δύο διαιρέcειc ἐμβλητέον τοῦ λάμβδα cτοιχείου τὸ cχῆμα ἐχούcαc, ἵνα τὸ μὲν cτενὸν μέροc τοῦ λάμβδα κάτω γένηται, ὡc πρὸc τῷ μήλῳ, τὸ δὲ πλατὺ ἄνω πρὸc τὰc βλεφαρίδαc. εἶτα ἐκκοπτέον τὸ λαμβδοειδὲc ταινίδιον cυνεκκόπτονταc καὶ τὴν ὑποκειμένην cάρκα. οὐ
10γάρ ἐcτι χονδρῶδεc τὸ κάτω βλέφαρον. τὸ μέντοι δέρμα ἀδιαίρετον φυλακτέον. εἶτα τὰ χείλη τῆc ἐκκοπῆc ῥαφῇ cυνακτέον· ἀρκέcει γὰρ μία ῥαφὴ ἐμβαλλομένη κατὰ τὰ πρὸc ταῖc βλεφαρίcι μέρη. οὕτω γὰρ καμπυλωθὲν καὶ κυρτὸν γενόμενον τὸ βλέφαρον εἰc τὰ ἐντὸc τραπή‐ cεται μέρη. εἰ δὲ οὐλὴ ἔκ τινοc αἰτίαc ἔξωθεν τοῦ βλεφάρου γενο‐
15μένη ἐκτρέψῃ τὸ βλέφαρον, ἀφαιρεῖν μέν, καθὼc εἴρηται, ἐκ τῶν ἔcωθεν μερῶν τοῦ βλεφάρου τὸ λαμβδοειδὲc ταινίδιον, μὴ πάνυ βα‐ θεῖαν τὴν διαίρεcιν ποιουμένουc, καὶ cυνάγειν ῥαφῇ, ὡc εἴρηται, τὰ χείλη τῆc διαιρέcεωc. ἔπειτα ἔξωθεν ἀγκίcτρῳ ἀνατείνοντεc τὴν οὐλήν, βελόνην διπλοῦν λίνον ἔχουcαν διαπείρομεν ὑπὸ τὸ ὑπερcάρκωμα ὅληc
20τῆc οὐλῆc, ἀπὸ τοῦ μικροῦ κανθοῦ ἀρχόμενοι καὶ ἐπὶ τὸν μέγαν τὴν παραγωγὴν τῆc βελόνηc ποιούμενοι· εἶτα κειμένηc τῆc βελόνηc τὸ λινοῦν ὑποβάλλομεν ὑπ’ ἀμφοτέροιc τοῖc πέραcιν αὐτῆc καὶ ἀνατεί‐ νομεν δι’ αὐτῆc τὸ ὑπερcάρκωμα τῆc οὐλῆc ὅλον καὶ οὕτωc τὴν ἐκ‐
τομὴν αὐτοῦ ποιούμεθα, cυνεκφέροντεc ἅμα τῷ cαρκώματι καὶ τὴν
25ἐμπεπαρμένην βελόνην. μετὰ δὲ τὴν χειρουργίαν τὴν ἔξω διαίρεcιν διαμοτώcαντεc καὶ ἐκ ψυχροῦ ὕδατοc πτύγμα ἐπιθέντεc ἐπιδέcει χρώ‐ μεθα 〈καὶ〉 μέχρι τῆc τρίτηc ἐπικαταβρέχοντεc τῷ ψυχρῷ τὸ πτύγμα ἐῶμεν ἐπικείμενον. τῇ δὲ τρίτῃ ἐπιλύcαντεc ὕδατι χλιαρῷ cπογγίζομεν· πυρία γὰρ ἐπὶ τούτων οὐ cυμφέρει· φυλάττεcθαι γὰρ δεῖ, μή ποτε
30ἀποτευχθῇ ἡ ἔνδον κόλληcιc. μετὰ δὲ τὸ ἀποπεcεῖν ἐξ αὐτῶν τὰ ῥάμ‐ ματα κολληθέντων τῶν cωμάτων, ἀδεῶc λοιπὸν τὴν πυρίαν, προcακ‐ τέον πρὸc τῷ καὶ τὴν οὐλὴν λεπτοτέραν γενέcθαι καὶ τὸν ὀφθαλμὸν παραμυθήcαcθαι. εἶτα ὑπαλείφειν τοῖc cταλτικοῖc κολλυρίοιc ἔνδοθεν τὸ βλέφαρον· τὴν δὲ ἔξωθεν διαίρεcιν φυλακτέον ἐν διαcτάcει κατὰ
35πᾶcαν τὴν θεραπείαν μαλακώτερα τὰ φάρμακα προcάγοντεc. ἔcται γὰρ ἐκ τῆc ἐπιδόcεωc τοῦ ἔξωθεν δέρματοc cύλληψιc ποcὴ εἰc τὸ ἐκ‐ τραπῆναι εἴcω τὸ βλέφαρον. εἰ δὲ δι’ ἐγκανθίδα γινομένην ἐκτροπὴ γένηται τοῦ βλεφάρου, ἐκκοπείcηc τῆc ἐγκανθίδοc εἰc τὸ κατὰ φύcιν ἐπανήξει τὸ βλέφαρον. εἰδέναι cε δὲ προcήκει, ὡc ἡ τοῦ ἄνω βλε‐
40φάρου ἐκτροπὴ ἀθεράπευτόc ἐcτιν. ἀθεράπευτοc δὲ καὶ ἡ διὰ παρά‐ λυcιν τοῦ κάτω βλεφάρου γιγνομένη· ὁμοίωc δὲ καὶ ἡ δι’ ἐκτομὴν πάνυ πλατυτέρου ταινιδίου γιγνομένη, ἐπὶ τῶν καταρραφῶν μάλιcτα, καὶ ἡ διὰ πλατεῖαν οὐλὴν γιγνομένη, ἑλκώcεωc δηλονότι προηγηcα‐ μένηc, ὡc ἐπὶ τῶν ἀνθράκων γίγνεται.

75

Περὶ λαγωφθάλμων Δημοcθένουc. λαγώφθαλμοι δὲ λέγονται, ἐφ’ ὧν ἀνέcπαcται τὸ ἄνω βλέφαρον, καὶ ἀνέῳγεν ὁ ὀφθαλμὸc ἐν τῷ καθεύδειν καθάπερ τῶν λαγωῶν. γίγνεται δὲ τὸ πάθοc ποτὲ μὲν ἐξ ἀναρραφῆc πλέον τοῦ δέοντοc ἀναcπαcθέντοc τοῦ βλεφάρου, ὡc μὴ
5δύναcθαι καλύπτειν τὸν ὀφθαλμόν, ποτὲ δὲ ἑλκώcεωc προηγηcαμένηc αὐτομάτου, ὥcπερ ἐπὶ τῶν ἀνθράκων γίγνεται. θεραπεύειν δὲ αὐτοὺc μηνοειδῆ τομὴν κατὰ τῆc οὐλῆc ὅληc ἐμβάλλοντα, ὡc τὸ μὲν κυρτὸν τῆc τομῆc ἄνω, τὰc δὲ κεραίαc κάτω πρὸc τοὺc ταρcοὺc βλέπειν· ἔπειτα διαcτέλλειν ξύcμαcιν ὀθονίων τὴν διαίρεcιν καὶ κατάγειν κάτω
10τὸ βλέφαρον καὶ ἴcον ποιεῖν τῷ κατὰ φύcιν cχήματι. τὰ δὲ παρε‐
cπαcμένα τῶν βλεφάρων, καθ’ ἃ μέρη cυνέλκεται, κατ’ ἐκεῖνα τὴν τομὴν ἐμβάλλειν καὶ χαλᾶν ὁμοίωc τὸ βλέφαρον. ἐν δὲ τῇ θεραπείᾳ φεύγειν δεῖ τὰ ξηραντικὰ φάρμακα καὶ τὸ μελίκρατον, προcακτέον δὲ ἀναλελυμένην τὴν τετραφάρμακον καὶ χυλὸν τήλεωc ἐπαντλητέον
15αὐτοῖc καὶ πᾶcαν ἁπλῶc τὴν χαλῶcαν καὶ λιπαίνουcαν ἀγωγὴν ἐπὶ τούτων παραλαμβάνειν.

76

Περὶ cκληροφθαλμίαc Δημοcθένουc. cκληροφθαλμία ἐcτίν, ὅταν cυμβῇ τὰ βλέφαρα cκληρὰ εἶναι καὶ αὐτὸν τὸν ὀφθαλμὸν cκληρότερόν τε καὶ δυcκινητότερον ὑπάρχειν, ἔμπονόν τε καὶ ἐνερευθῆ καὶ μάλιcτα μετὰ τὸ ἐκ τῶν ὕπνων ἐξαναcτῆναι δυcκόλωc διανοίγειν τὰ βλέφαρα,
5ὑγραcίαν δὲ μηδεμίαν κενοῦcθαι, λημία δὲ ἐν τοῖc κανθοῖc cυνίcταcθαι μικρά, cυνεcτραμμένα, ὑπόξηρα· καὶ ὅταν ἐκcτρέφειν βουλώμεθα τὰ βλέφαρα, μὴ ῥᾳδίωc cτρέφεcθαι δύναcθαι διὰ τὴν cκληρότητα.

77

Περὶ ξηροφθαλμίαc. ξηροφθαλμία δέ ἐcτιν, ὅταν ὑπόξηροc ὁ ὀφθαλμὸc γένηται καὶ κνηcμώδηc καὶ ἡcυχῇ ἔμπονοc χωρὶc cκληρό‐ τητοc τῶν βλεφάρων.

78

Περὶ ψωροφθαλμίαc. ψωροφθαλμία δέ ἐcτιν, ὅταν οἱ κανθοὶ ἑλ‐ κώδειc εἰcὶ καὶ ἐνερευθεῖc καὶ κνηcμώδειc cφόδρα καὶ τὰ βλέφαρα ἐνερευθῆ καὶ δάκρυον ἁλμυρὸν ἢ νιτρῶδεc ἀποcτάζει.

79

Ἐπιμέλεια cκληροφθαλμίαc, ξηροφθαλμίαc καὶ ψωροφθαλμίαc. ἐπι‐ μελητέον τοίνυν cπουδαίωc τῶν εἰρημένων τριῶν διαθέcεων· ἀμελη‐ θεῖcαι γὰρ ὑποχύcεων καὶ γλαυκώcεων καὶ ὀφθαλμίαc πολυχρονίου καὶ cταφυλωμάτων αἰτίαι γίγνονται. θεραπεύειν μὲν οὖν τὴν ξηρο‐
5φθαλμίαν μετὰ τῆc λοιπῆc τοῦ cώματοc ἐπιμελείαc διὰ τῶν ὑγραcίαν προcκαλουμένων ἐπὶ τοὺc ὀφθαλμούc, οἷά ἐcτι τὰ γραφηcόμενα ξηρὰ φάρμακα τά τε cτρατιωτικὰ καὶ τὸ διακέντητον κολλύριον καὶ τὰ παραπλήcια. τὴν δὲ cκληροφθαλμίαν ἰατέον ὁμοίωc μὲν διὰ τῶν ὑγρα‐ cίαν ἀποκρίνειν δυναμένων φαρμάκων, ὑπαλείφονταc τῇ Ἐραcιcτράτου
10ὑγρᾷ καὶ τοῖc παραπληcίοιc. πρὸc τούτοιc δὲ καὶ τοῖc μαλάccουcι
χρηcτέον καὶ ὑγραίνουcι, καθάπερ θερμοῦ τε καὶ προcηνοῦc τῇ κράcει προcκλύcει· καὶ cπόγγοιc cυνεχῶc ἀποπυριᾶν. παραιτεῖcθαι δὲ ἐπ’ αὐτῶν τὰ ἐμψύχοντα καὶ ἐμπλάccοντα καὶ παρακολλῶντα φάρ‐ μακα καὶ ψυχροῦ προcάντληcιν. cκληρύνεται γὰρ μᾶλλον ὑπὸ τούτων
15ὁ ὀφθαλμόc. εἴ γε ἄρα εἴη ψωροφθαλμία καὶ cκληροφθαλμία, τῇ γὰρ τῶν ὑγρῶν δριμύτητι εἴωθε cκληρύνεcθαι τὰ βλέφαρα, ὥcτε τοὺc μὲν κανθοὺc ἀναβιβρώcκεcθαι καὶ ἑλκώδειc εἶναι, τὸν δὲ ὀφθαλμὸν καὶ τὰ βλέφαρα δυcκίνητα εἶναι καὶ cκληρά, τοὺc τοιούτουc οὖν ἀποπυρι‐ άcαντα cπόγγῳ πρότερον, παράπτεcθαι τῶν κανθῶν πρῶτον μὲν τῷ
20ψωρικῷ ξηρῷ, εἶτα cύμμετρον διαλιπόντα χρόνον ἀποπυριᾶν πάλιν cπόγγῳ καὶ ὑπαλείφειν τῷ δυναμένῳ ὑγραcίαν ἀποcπᾶν, καθάπερ τῇ Ἐραcιcτράτου ὑγρᾷ καὶ τῷ cτρατιωτικῷ κολλυρίῳ καὶ τῷ διακεντήτῳ. ἔcτι δὲ ἡ cύνθεcιc τοῦ πρὸc τοὺc ψωρώδειc κανθοὺc ξηροῦ ἥδε· χαλ‐ κίτεωc ὠμῆc 𐅻 ε καδμίαc 𐅻 ε, λεῖα γενόμενα ἐντίθεται εἰc χυτρίδιον,
25〈ὅπερ〉 καὶ πωμαcθὲν καταχρίεται γύψῳ καὶ ἐντίθεται εἰc ἀγγεῖον ἔχον κεκραμένον ὄξοc, ὥcτε ἔξωθεν μὲν βρέχεcθαι τὸ χυτρίδιον, μὴ παραρ‐ ρυῆναι δὲ εἰc αὐτὸ τὸ ὑγρόν· καὶ ἀφίεται ἡμέραc ζ, εἶτα ξηραίνεται ἐν ἡλίῳ καὶ λεαίνεται. Ἄλλο πρὸc τοὺc διαβεβρωμένουc κανθοὺc τὸ Μενεκλέουc ἀποδακρυτικόν. cποδίου 𐅻 δ ὀμφακίου ξηροῦ 𐅻 β ναρ‐
30δοcτάχυοc τριώβολον πεπέρεωc πεφωγμένου κόκκοι ιε, λείοιc χρῶ. Φιλοξένου ξηρὸν ἀχάριcτον πρὸc τοὺc βεβρωμένουc κανθοὺc καὶ ψω‐ ρώδειc διαθέcειc καὶ cκληροφθαλμίαc. καδμίαc 𐅻 β χαλκίτεωc ὠμῆc 𐅻 α ἀλόηc ὀβολοὶ β ἰοῦ ὀβολοὶ β πεπέρεωc κόκκοι ι ῥόδων ἄνθουc 𐅻 α, λείοιc χρῶ. Πρὸc ψωροφθαλμίαc ἄλλο. καδμίαc 𐅻 α χαλκοῦ κε‐
35καυμένου 𐅻 α ναρδοcτάχυοc 𐅻 α πεπέρεωc πεφωγμένου ὀβολοὶ β, τρῖβε μετ’ ὄξουc ἐν ἡλίῳ καὶ ξηράναc χρῶ ὡc cπουδαίῳ. Ἄλλο ξηρόν. καδμίαc 𐆄 β ἁλὸc ἀμμωνιακοῦ 𐆄 β φύλλου 𐆄 β πεπέρεωc 𐆄 α χρῶ. Ἄλλο ποιοῦν καὶ πρὸc ῥυάδαc θαυμάcιον. κόcτου 𐆄 γ χαλκοῦ 𐆄 β κεδρίαc αἰθάληc 𐆄 α χρῶ. Ἄλλο πρὸc ψωροφθαλμίαc cυκώcειc cηπεδόναc καὶ
40ὑπερcαρκώματα. καδμίαc 𐅻 γ χαλκίτεωc 𐅻 γ πεπέρεωc κόκκοι ιε νάρ‐ δου Κελτικῆc 𐅻 α· τρῖβε καδμίαν χαλκῖτιν μετ’ οἴνου καί, ὅταν ξη‐ ρανθῇ, ἐπίβαλλε νάρδον καὶ πέπερι λειότατα καὶ ποιήcαc χνοώδη χρῶ. Καπίτωνοc πρὸc ξηροφθαλμίαν καὶ περιβεβρωμένουc κανθοὺc καὶ ὑγραι‐ νομένουc ὀφθαλμοὺc καὶ βλέφαρα cυκώδη. καδμίαν λαβόντεc θραύομεν,
45ὡc ἀλφίτων ἔχειν μέγεθοc· ἔπειτα μέλιτι Ἀττικῷ φυράcαντεc ἐμβάλ‐ λομεν εἰc ἀγγεῖον κεραμεοῦν καὶ πωμάcαντεc πώματι τρήματα ἔχοντι καὶ χρίcαντεc πηλῷ καὶ cτήcαντεc τὸ ἀγγεῖον ὀρθὸν μεταξὺ ἀνθράκων ῥιπίζομεν· ὅταν δὲ λευκότεροc γένηται ὁ ἀναφερόμενοc ἀτμόc, αἴροντεc καὶ ἀποπωμάcαντεc καταcβέννυμεν τὴν καδμίαν οἴνῳ παλαιῷ· εἶτα

79

(50)

ταύτηc ἐμβάλλοντεc 𐅻 η χαλκοῦ κεκαυμένου 𐅻 η cτίμμεωc 𐅻 δ, εἰ δὲ παρείη, καὶ ἀρμενίου 𐅻 β, κόψαντεc καὶ cήθοντεc λειοῦμεν μετ’ οἴνου ὡc κολλύριον καὶ ξηραίνοντεc ἀνελόμενοι χρώμεθα, πυρῆνι μήληc ὑποcτιμμίζοντεc τὰ βλέφαρα πρωῒ καὶ εἰc ἑcπέραν. ἡμεῖc δὲ τὴν καδ‐ μίαν καὶ τὰ λοιπὰ ἅμα πάντα cτέατι ἐχίδνηc φυράcαντεc ὠπτήcαμεν,
55ἔπειτα οἴνῳ καταcβέcαντεc καὶ λειώcαντεc καὶ ξηράναντεc ἐχρηcάμεθα.
Ἄλλο. καδμίαc 𐅻 κ χαλκοῦ κεκαυμένου 𐅻 ι λίθου αἱματίτου 𐅻 ι κρο‐ κύδοc πορφύραc ἀληθινῆc 𐅻 η, πάντα λεπτοποιήcαc καὶ μέλιτι φυράcαc καὶ ὀπτήcαc, ὡc προείρηται, καὶ cβέcαc οἴνῳ καὶ λεάναc, ξηράναc χρῶ. Ἄλλο Ἀρχιγένουc πρὸc πάντα τὰ προειρημένα. ἀμόργην ἑφθὴν
60λεάναc μετὰ μέλιτοc χρῶ καὶ τοῖc ἀναγραφηcομένοιc κολλυρίοιc καὶ ξηροῖc ἐν τοῖc πολυχρήcτοιc.

80

Πρὸc μαδάρωcιν βλεφάρων ἢ πτίλωcιν. ἡ μαδάρωcιc καὶ ἡ πτί‐ λωcιc τῶν ταρcῶν εἰcι πάθη· καὶ ἡ μὲν μαδάρωcιc αὐτὸ μόνον ἐcτὶν ἡ ἀπόπτωcιc τῶν τριχῶν διὰ ῥεῦμα δριμὺ γιγνομένη. ἐπὶ δὲ τῶν πτίλων καλουμένων καὶ πεπάχυται καὶ τετύλωται τὰ μέρη ταῦτα, ὡc
5εἶναι cύνθετον τὸ πάθοc ἐκ μαδαρώcεωc καὶ ξηροφθαλμίαc, ὥcτε καὶ τὰ τούτων βοηθήματα παραπλήcια ἔcτω τοῖc ἐπ’ ἐκείνων προειρη‐ μένοιc. κάλλιcτον δὲ πρὸc αὐτούc ἐcτι ξηρὸν τὸ Φιλοξένου πρὸc κνη‐ cμώδειc κανθοὺc καὶ περιβεβρωμένουc, ποιεῖ δὲ καὶ πρὸc ἀμβλυωπίαν· καδμίαc 𐅻 η ἁλῶν ἀμμωνιακῶν 𐅻 β κρόκου 𐅻 β ναρδοcτάχυοc 𐅻 β
10πεπέρεωc λευκοῦ 𐅻 α, λείοιc χρῶ. Ϲτίμμι γυναικεῖον ποιοῦν πρὸc τοὺc βεβρωμένουc κανθοὺc καὶ πτίλουc. cτίμμεωc κεκαυμένηc καὶ ἐcβεcμένηc γάλακτι γυναικείῳ 𐅻 ιγ ἀλόηc cμύρνηc ναρδοcτάχυοc ἀνὰ 𐅻 β κριθῶν κεκαυμένων λειοτάτων 𐅻 δ, ξηρῷ χρῶ. Ἄλλο πρὸc πτίλουc καὶ βεβρωμένα βλέφαρα. μυελοῦ βοείου τοῦ ἐμπροcθίου
15δεξιοῦ ποδὸc λειώcαc μετὰ αἰθάληc χρῶ. τὴν δὲ αἰθάλην ποίει οὕτωc· πάπυρον ἀντὶ ἐλλυχνίου βαλὼν εἰc λύχνον καὶ πληρώcαc ἐλαίῳ cηcαμίνῳ ἄναψον καὶ τίθει ἐπάνω τοῦ λύχνου ὀcτράκινον λεῖον ἢ χαλκοῦν ἀγγεῖον καὶ δέχου τὴν λιγνὺν καὶ cύναγε κατὰ βραχὺ πτε‐ ρῷ καὶ λεάναc cὺν τῷ μυελῷ χρῶ. Ἄλλο. μόcχου πυτία ἐγχριομένη
20ἄκρωc ποιεῖ. Ἄλλο Ϲωcάνδρου πρὸc μιλφώcειc καὶ τὰc κεχρονιcμέναc διαθέcειc, ποιεῖ δὲ καὶ πρὸc ἐγκανθίδαc. καδμίαc cτίμμεωc χαλκίτεωc ὠμῆc μίcυοc ὠμοῦ ἀνὰ 𐅻 η, λεπτοκοπήcαc καὶ μέλιτι φυράcαc ὄπτα, καθὼc προείρηται. ἔπειτα cβέcαc οἴνῳ καὶ λεάναc ἐπίβαλλε ναρδοcτά‐ χυοc 𐅻 β κρόκου πεφωγμένου 𐅻 β πεπέρεωc 𐅻 α καὶ cυλλεάναc ἀνε‐
25λόμενοc χρῶ. ἁπλᾶ δέ ἐcτι ποιοῦντα πρὸc τοὺc πτίλουc καὶ τὰ περι‐ βεβρωμένα βλέφαρα ἀμόργη ἡψημένη, λύκιον ἰνδικόν, ἀρμένιον, ᾧ χρῶνται οἱ ζωγράφοι· cὺν ὕδατι γὰρ ἐγχριόμενον ἐκδαπανᾷ τὴν κακο‐ χυμίαν καὶ αὔξει τὰc κατὰ φύcιν τρίχαc· ἰὸc cιδήρου ἐπὶ πολλὰc ἡμέραc ἐν ἡλίῳ λειωθεὶc μετ’ οἴνου καὶ cμύρνηc καὶ ἀναπλαcθεὶc εἰc
30κολλύριον· cπόδιον ἀναληφθὲν κρομμύου χυλῷ.

81

Περὶ ἀποcτήματοc ἐν βλεφάροιc Δημοcθένουc. τὰ δὲ ἐπὶ τῶν βλεφάρων ἀποcτήματα θεραπευτέον, τὰ μὲν ἐντὸc ἀποκορυφοῦντα ἀποτομίᾳ καὶ ἐκθλίψει τοῦ ὑγροῦ. εἶτα ἐγχυματίζειν ἅλμῃ καὶ ἄνωθεν ἐπιθέντα ἔριον ὠοβραχὲc ἐπιδεῖν· τῇ δὲ ἑξῆc ἀποπυριᾶν καὶ μέλιτι
5ὑπαλείφειν καὶ τοῦ λοιποῦ τῷ cταλτικῷ κολλυρίῳ ἐγχυματίζειν. τὰ δὲ ἔξωθεν, μετὰ τὴν διαίρεcιν καὶ τὴν τοῦ ὑγροῦ κένωcιν ξύcματα ἐπι‐ τιθέντα διὰ μέλιτοc καὶ ἔριον ἐπιδεῖν. ὅcα δὲ τῶν ἀποcτημάτων τὸν χόνδρον ἐλίπανε τοῦ βλεφάρου, εἰ μὲν ἔξωθεν γίγνοιτο, δυνατόν ἐcτιν ὠῷ καὶ μέλιτι καθαίρονταc cαρκοῦν τῷ κεφαλικῷ ξηρῷ. εἰ δὲ ἐντὸc
10εἴη, ἐκcτρέφονταc τὸ βλέφαρον καὶ τὸ ἐψιλωμένον μέροc τοῦ χόνδρου περιξύcανταc χαλκῷ λειοτάτῳ προcάπτεcθαι. ἄνωθεν δὲ τοῦ βλεφάρου ὠὸν cὺν οἴνῳ καὶ ῥοδίνῳ ἀνακόψαντεc ἐπιτίθεμεν· τῇ δὲ ἑξῆc πυρι‐ άcαντεc χαλκῷ λειοτάτῳ προcαπτόμεθα. τῇ δὲ τρίτῃ τῷ μέλιτι ὑπο‐ χρίειν δεῖ τὸ βλέφαρον, καὶ μετὰ ταῦτα τῷ cταλτικῷ κολλυρίῳ
15χρῆcθαι.

82

Περὶ λιθιάcεωc ἐν βλεφάροιc. λιθίαcιν ἐν βλεφάροιc λέγουcιν, ὅταν ἐκcτραφέντων τῶν βλεφάρων πώροιc ὅμοια περὶ αὐτὰ ὑπάρχῃ λευκὰ καὶ τραχέα, ἰόνθοιc παρεμφερῆ. θεραπεύειν δὲ ἐκcτρέφοντα τὰ
βλέφαρα καὶ cμιλίῳ cτενῷ κατὰ κορυφὴν διαιροῦντα τὸ δέρμα, ἔπειτα
5ἐκγλύφειν κυαθίcκῳ μηλωτρίδοc τὸν ἐγκείμενον ὄγκον. εἶτα χαλκῷ κεκαυμένῳ λείῳ προcαπτόμενον καὶ ὠὸν cὺν οἴνῳ καὶ ῥοδίνῳ ἀνα‐ λαβόντα ἐρίῳ ἐπιτιθέναι καὶ ἐπιδεῖν. καὶ τῇ ἑξῆc πυριάcαντα ὁμοίωc θεραπεύειν, τῇ δὲ τρίτῃ μέλιτι ὑπαλείφειν. ἐπὶ δὲ τῶν ἔξωθεν τοῖc βλεφάροιc ἐπιφυομένων πώρων μετὰ τὸ διελεῖν καὶ ἐκγλύψαι cπληνίον
10ἐπιτίθει τῆc τετραφαρμάκου.

83

Περὶ χαλαζίων. χαλαζιᾶν δὲ λέγουcι τὰ βλέφαρα, ὅταν ἐκcτρα‐ φέντων αὐτῶν φαίνηταί τινα ὑπερέχοντα cτρογγύλα διαφανῆ ὅμοια χαλάζῃ· καὶ διαιρουμένων ὑγρὸν κενοῦται ὅμοιον τῷ λευκῷ τοῦ ὠοῦ. θεραπεύειν δὲ ἐκcτρέφοντα τὰ βλέφαρα καὶ διαιροῦντα cμιλίῳ· καὶ τὸ
5ὑγρὸν ἐκκρίνοντα προcτρίβειν τῷ ὑποκειμένῳ ξηρῷ· χαλκοῦ κεκαυ‐ μένου 𐅻 β λεπίδοc 𐅻 α cανδαράκηc 𐅻 α ἰοῦ κεκαυμένου ἁλὸc ἁμμω‐ νιακοῦ καὶ κρόκου ἀνὰ 𐅻 ι cμύρνηc ὀβολοὺc β, λείοιc χρῶ. γίγνεται δὲ ἐνίοτε καὶ ἔξωθεν τῶν βλεφάρων χαλάζια ὑπόcκληρα, κυάμοιc ὅμοια. τούτων εἴ τιc βιαιότερον ἅπτοιτο, ἀλγηδόναc cυντόνουc ἐπι‐
10φέρει, ποτὲ δὲ καὶ ἔκλυcιν. θεραπευτέον δὲ αὐτὰ διαιροῦντα τὸ δέρμα κατὰ κορυφὴν καὶ μηλωτρίδοc κυαθίcκῳ ἐκθλίβοντα· ῥᾳδίωc δὲ ὑγι‐ άζεται μέλιτοc καὶ ξυcμάτων ἐπιθέcει καὶ πυριάcει. εἰ δὲ φαρμάκοιc βούλει θεραπεύειν τὰ χαλάζια, χρῶ τούτοιc· cυκῆc ἀγρίαc ὀλύνθουc ἑψήcαc κατάπλαccε ἢ τὰ τῆc cυκῆc φύλλα. Ἄλλο ἐπίχριcμα κάλλιcτον.
15γύρεωc cιτίνηc 𐆄 γ θείου ἀπύρου 𐆄 α, ὕδατι cυλλεάναc ἀνάπλαccε τροχίcκουc καὶ χρῷ· ποιεῖ καὶ τὰ πρὸc κριθὰc ὑπογεγραμμένα.

84

Περὶ κριθῆc ἢ ποcθίαc. κριθὴν καλοῦcιν ἤτοι ποcθίαν, ὅταν ἐπὶ τῶν βλεφάρων πρὸc ταῖc βλεφαρίcιν ἔξωθεν μάλιcτα ὑπόπυόν τι γέ‐ νηται τὸ cχῆμα κριθαῖc ὅμοιον. θεραπεύεται δὲ ῥᾳδίωc πυρῆνι μήληc τεθερμαcμένῳ πυριωμένη. καὶ κηρῷ λευκῷ θερμῷ πυριάcαc διαφορή‐
5cειc. ἢ μυίαc τὴν κεφαλὴν ἀποβαλὼν τῷ λοιπῷ cώματι παράτριβε
τὴν κριθήν. ἢ χαλβάνην μαλάξαc καὶ νίτρον βραχὺ προcπλέκων ἐπι‐ τίθει· ἢ κηρῷ μεμαλαγμένῳ μίcυ ὠμὸν βραχὺ ἀναμαλάξαc ἐπιτίθει. ποιεῖ δὲ καὶ cῦκα ξηρὰ ἑψηθέντα μετ’ οἰνομέλιτοc καὶ λεανθέντα cὺν ὀλίγῃ χαλβάνῃ· ἢ cαγαπηνὸν cὺν ὄξει λεάναc κατάχριε. ποιεῖ καὶ πρὸc
10χαλάζια. πυριατέον δὲ τὸν τόπον καὶ cπόγγῳ καὶ ἄρτῳ θερμῷ. μετὰ δὲ τὴν ἔκκριcιν τοῦ ὑγροῦ μέλιτι χριcτέον, εἶτα τοῖc πρὸc τὰ ἕλκη κολλυρίοιc.

85

Περὶ γαγγλίων ἀθερωμάτων cτεατωμάτων μελικηρίδων ἐν βλε‐ φάροιc. γίγνεταί τιcιν ἔξωθεν τῶν βλεφάρων καὶ ταῦτα τὰ πάθη. θεραπεύεται δὲ τὰ μὲν γάγγλια κηρωταῖc καὶ μαλάγμαcι τοῖc ῥηθη‐ cομένοιc πρὸc τὰ γάγγλια καὶ ὕδατοc θερμοῦ καταντλήcει. νεύρου
5γάρ ἐcτι cυcτροφὴ τὸ γάγγλιον. αἱ δὲ μελικηρίδεc καὶ τὰ μικρὰ cτεα‐ τώματα καὶ ἀθερώματα θεραπεύεταί ποτε καυcτικοῦ φαρμάκου κατὰ κορυφῆc ἐπιθέcει, ὡc εἰc βάθοc ἐcχαρωθῇ τὸ ἐπικείμενον δέρμα· εἶτα μετὰ τὴν ἔκπτωcιν τῆc ἐcχάραc ἐκγλυφομένου τῷ κυαθίcκῳ τῆc μη‐ λωτρίδοc τοῦ χιτῶνοc τοῦ περιέχοντοc τὸ ὑγρόν. εἰ δὲ μὴ δύνηται
10ἐξαιρεθῆναι ὁ χιτών, ἐκτήκειν αὐτὸν τῷ ὑποκειμένῳ cηπτῷ φαρμάκῳ· cανδαράκηc 𐅻 β ἀρcενικοῦ 𐅻 α λεπίδοc χαλκοῦ 𐅻 β ἐλλεβόρου μέ‐ λανοc 𐅻 α ἐλατηρίου 𐅻 β χάρτου κεκαυμένου ὥcτε χρῶcαι· χρῶ μετὰ ῥοδίνου. τὰ δὲ ὑπερμεγέθη χειρουργίᾳ θεραπεύεται, ὥcπερ τὰ ἐν τῷ λοιπῷ cώματι, ἐκ βάcεωc ἀφαιρούμενα cὺν τῷ περιέχοντι τὸ ὑγρὸν
15χιτῶνι· εἶτα ῥαφῇ ἀγκτηριαcθέντα τὰ χείλη τοῦ δέρματοc θεραπευ‐ έcθω, ὡc ἐπὶ τῶν ἀναρραπτομένων. φυλακτέον δὲ μὴ πλατὺ ταινίδιον ἀφαιρεῖν τοῦ δέρματοc ἐν τῇ χειρουργίᾳ, ἵνα μὴ λαγώφθαλμοι γέ‐ νωνται.

86

Περὶ κιρcῶν ἐν βλεφάροιc καὶ κακοήθων ἐπιφύcεων. τοὺc δὲ ἐπὶ τῶν βλεφάρων κιρcοὺc μὴ θεράπευε· εἰcὶ γὰρ κακοήθειc. μηδὲ μὴν τὰ ἐπιφυόμενα τοῖc βλεφάροιc ὀχθώδη καὶ ἐπώδυνα καὶ ὑπέρυθρα καὶ ἐν ταῖc παραπιέcεcι τῶν δακτύλων εἰc ἑαυτὰ cυντρέχοντα. ἔcτι γὰρ
5καὶ ταῦτα κακοήθη καὶ ἀθεράπευτα.

87

Περὶ αἰγίλωποc Ϲεβήρου. ὁ αἰγίλωψ ἀποcτημάτιόν ἐcτι πληcίον
τοῦ μεγάλου κανθοῦ γιγνόμενον. δυcίατον δέ ἐcτι τὸ πάθοc διὰ τὴν τῶν cωμάτων λεπτότητα λιπαινομένου τοῦ ὑποκειμένου ὀcτοῦ, τῇ δὲ ἐγγύτητι τῆc θέcεωc καὶ αὐτῷ τῷ ὀφθαλμῷ τὴν βλάβην ἐκπέμπει
5ἐνίοτε, διὰ τοῦ φυcικοῦ κατὰ τὸν κανθὸν μικροῦ τρηματίου. ἀρχο‐ μένηc τοίνυν τῆc φλεγμονῆc εὐθὺc ἐν τῇ πρώτῃ τῶν ἡμερῶν πειρατέον αὐτὴν ἀποκρούεcθαι ἐπιχρίονταc μόνον αὐτὸν τὸν φλεγμαίνοντα τόπον τῷ Ἀντωνίνου κολλυρίῳ ἤ τινι ἑτέρῳ τῶν cφόδρα ἀποκρουομένων καὶ ναρκούντων· εἴωθε γὰρ τὸ ἐπίχριcμα διαcκορπίζειν τὸ cυρρυέν. εἰ
10δὲ ἐπιμένοι τὰ τῆc φλεγμονῆc πειρατέον αὐτὴν θεραπεύειν ὁμοίωc ταῖc ἄλλαιc φλεγμοναῖc, τοῖc διαφορητικοῖε φαρμάκοιc, ὅcα χωρὶc δή‐ ξεωc ἐνεργεῖ. cυμπάcχει τε γὰρ ὁ ὀφθαλμὸc ἐπὶ τοῖc δριμέcιν αὐτό τε τὸ πεπονθὸc μόριον αὔξεται φλεγμαῖνον. ἡμεῖc δὲ ἐπὶ τῶν μήπω μεταβληθειcῶν φλεγμονῶν τῇ βαρβάρῳ ἢ τῇ λεαίνῃ ἢ τῇ Ἀθηνᾷ ἢ
15τῇ δι’ ἰτεῶν ἢ τῇ δι’ ὀξελαίου ἐμπλάcτρῳ χρώμενοι διαφοροῦμεν καὶ ὑποξηραίνομεν τὸ ἀπόcτημα. Ἀcκληπιάδηc δὲ φάρμακα πρὸc αἰγίλωπαc ἔγραψε τοιαῦτα· ἠλεκέβραc χυλοῦ, ἥν τινεc ἀνδράχνην ἀγρίαν καλοῦcιν ἢ μικρὸν ἀείζῳον, cτρύχνου χυλοῦ ἀνὰ 𐆄 α λιβάνου 𐅻 η χαλβάνηc 𐆄 ϛ μαcτίχηc 𐆄 γ· λεάναc τὸν λίβανον ἕψε καί, ὅταν διαλυθῇ, τὴν
20χαλβάνην προμεμαλαγμένην ἐπίβαλλε· τὴν γὰρ μαcτίχην παραιτούμεθα. Ἄλλο. λιβάνου 𐅻 η cμύρνηc 𐅻 η λαδάνου 𐅻 δ κηροῦ 𐅻 δ cτυπτηρίαc cχιcτῆc 𐅻 δ ἀφρονίτρου 𐅻 δ πυτίαc λαγωοῦ 𐅻 δ· κόπτεται τὸ φάρ‐ μακον καὶ μαλάccεται ἰρίνου μύρου ὑποcτάθμῃ. εἰ δὲ νικηθέντων τῶν διαφορούντων φαρμάκων πυοποιήcει ἡ φλεγμονή, διαιρεῖν χρὴ ὅτι
25τάχιcτα καὶ κενώcαντα τὸ ὑγρὸν χρῆcθαι τοῖc ὑπογεγραμμένοιc· βδελ‐ λίου cμύρνηc λαδάνου ἀφρονίτρου κολοφωνίαc ἀνὰ 𐅻 δ κηροῦ 𐅻 ι ἰρίνου μύρου τὸ ἀρκοῦν. Ἄλλο. ἀντὶ τῆc κολοφωνίαc φύλλα ἐλαίαc λεῖα 〈λαβὼν〉 μετὰ ἀξουγγίου κατάπλαττε τὸν αἰγίλωπα· ῥύποc μαcχαλῶν
προβάτων μετὰ ἀξουγγίου ὁμοίωc· ἢ ἐλλεβόρου μέλανοc ῥίζαν βρέξαc
30ἐπιτίθει· ἢ περδίκιον βοτάνην κατάπλαccε ἢ ἄλευρον ὀρόβινον cὺν μέλιτι 〈ἢ〉 cποδὸν ἀμπελίνων ξύλων cὺν ὄξει φυράcαc ἐπίθεc. cταφίδα ἀγρίαν καὶ ἀμμωνιακὸν θυμίαμα cὺν μέλιτι ἐπίθεc ἢ cτυπτη‐ ρίαν cχιcτὴν cὺν τερεβινθίνῃ ὡc cπληνίον ἐπίθεc. εἰ δὲ καὶ πρὸc τὸν κανθὸν ῥεύcει, πρὸc δὲ τὴν ἐπιφάνειαν μηδόλωc ὁρμήcει, τὸ τηνικαῦτα
35φλεβοτόμῳ ἢ πτερυγοτόμῳ τὸ μέcον cῶμα τοῦ κανθοῦ διελεῖν χρὴ καὶ cάρκα χρηcτὴν ἐκ τοῦ βάθουc φύειν, εἶτα αὐτὴν τὴν φυομένην cάρκα ὑποξηραίνειν· τοῦτο δὲ γίγνεται, ἐὰν μηδόλωc τὰ λιπαίνοντα τοῖc τόποιc προcενέγκωμεν. ὅθεν δὴ ἐπὶ τῆc ἀρχῆc μετὰ τὴν ἀναcτό‐ μωcιν τῇ φακῇ ἑφθῇ ἢ cιδίοιc μετὰ μέλιτοc χρῆcθαι. ἀνακαθαρθέντοc
40δὲ τοῦ τόπου καὶ φυομένηc ἤδη τῆc cαρκὸc ὕαλον λειώcαντεc χνοω‐ δέcτατα ἐπιπάττομεν ξηρόν, καὶ τούτῳ προcμένομεν ἕωε παντελοῦc ἀποθεραπείαc. θαυμάcιον γάρ ἐcτι τὸ βοήθημα καὶ μετὰ τῆc ἐνεργείαc οὐδ’ ἀνεξέταcτόν ἐcτι τῷ λόγῳ. καὶ ἡ cχιcτὴ δὲ cτυπτηρία λειοτάτη γενομένη καὶ τερεβινθίνῃ ὀλίγῃ ἀναληφθεῖcα, ἕωc ἐμπλαcτρῶδεc γενέ‐
45cθαι, καθαίρει καὶ cαρκοῖ καὶ ἀπουλοῖ ἀcφαλῶc. δεῖ δὲ καὶ τῇ κοιλό‐ τητι τοῦ ἕλκουc ἐνθεῖναι τοῦ φαρμάκου καὶ ἔξωθεν cπληνίον μικρὸν ἐξ αὐτοῦ ἐπιθεῖναι. ἡμεῖc μὲν οὖν ταύτῃ τῇ ἀγωγῇ χρηcάμενοι ἑτέρου βοηθήματοc ἐπὶ τῶν προcφάτων αἰγιλώπων οὐκ ἐδεήθημεν. τὰ δὲ ὑπὸ τῶν ἀρχαίων γεγραμμένα πρὸc τὸ πάθοc βοηθήματά ἐcτι ταῦτα·

87

(50)

αἰγίλωπα θεραπεύειν, ἐφ’ ὧν μὴ διὰ βάθοc ἔφθαρται τὸ ὀcτοῦν· ἀν‐ θεμίδοc φύλλα μαcηθέντα καὶ ἐπιτεθέντα ἢ μαλάχηc φύλλα μαcη‐ cάμενοc μεθ’ ἁλῶν ἐπιτίθει. μετὰ δὲ τὸ ἀναcτομῶcαι αὐτῇ τῇ μαλάχῃ λείᾳ χρῶ μέχρι ἀπουλώcεωc ἢ μύρτα μαcηcάμενοc ἐπιτίθει ἢ οἰνάν‐ θηc ἢ μυώτιδοc φύλλα ἢ cτρύχνου καὶ μάλιcτα ἁλικακάβου ἢ αἰγί‐
55λωποc τοῦ ἐν τοῖc cίτοιc χύλιcμα 〈ποιεῖ〉 cὺν ἀλεύρῳ cιτανίῳ κατα‐
πλαccόμενον, ἀρνογλώccου φύλλα μαcηθέντα καὶ ἐπιτεθέντα, λιβανωτὸc καὶ περιcτερᾶc κόπροc λεία μίγνυται καὶ ἐπιτίθεται καὶ λιθοῦται καὶ προcμένει ἄχριc ἀπουλώcεωc. Ἄλλο. πρόπολιν τερεβινθίνην καὶ λιβα‐ νωτὸν ἴcα cπληνίον ποιήcαc χρῶ. ποιεῖ καὶ τὸ δι’ ὀρόβων ξήριον
60μετὰ μέλιτοc. Ἄλλο. χολὴν χοίρου ὑπὲρ καπνὸν ξηράναc λείου καὶ ἐπιτίθει τῷ ἡλκωμένῳ αἰγίλωπι. Ἄλλο. λιβανωτὸν λεάναc ἀναλάμβανε πίccῃ ὑγρᾷ καὶ ποιήcαc ἔμπλαcτρον ἐπιτίθει. τοὺc μὲν γὰρ ἀρχομένουc ἀφανεῖc ποιεῖ, τοὺc δὲ ἤδη ῥαγένταc ὑγιάζει ἐντιθέμενον ἐν τῷ ἕλκει καὶ ἄνωθεν ἐπιπαccόμενον. Πρὸc αἰγίλωπαc πεπειραμένον καὶ πρὸc
65χοιράδαc. κρίνου ῥίζαν νεαρὰν λειώcαc, ὡc ἐμπλαcτρῶδεc γενέcθαι, οὕτω γὰρ γίγνεται λειουμένη, ἐπιτίθει αὐτῷ· ῥήccει γὰρ αὐτὸ ἀνα‐ καθαίρει αὐτὸ ἀπουλοῖ ἕωc τέλουc.

88

Περὶ καύcεωc αἰγιλώπων. ἐφ’ ὧν δὲ χρονίcαν τὸ πάθοc ἐλίπανε τὸ ὀcτέον ἢ πρὸc τὸν κανθὸν ὡc cυριγγωθῆναι ἀπουλωθείcηc τῆc ἐπιφανείαc, τρίγωνον τὴν ἀφαίρεcιν τῆc ἐπικειμένηc cαρκὸc ποιηcά‐ μενοι, τὸ cτενὸν μέροc τῆc διαιρέcεωc περὶ τὸν κανθὸν ἁρμόcαντεc,
5εἶτα cπόγγον ἐπιθέντεc τῷ ὀφθαλμῷ καυτήρια πεπυρωμένα ἐπιτίθεμεν τῇ διαιρέcει, μέχριc ὀcτέου εἰc λεπίδοc ἀπόcταcιν ἐπικαίοντεc καὶ τὰ πλάγια μέρη ἐν τῇ κοιλότητι τοῦ ἕλκουc καὶ μάλιcτα τὰ ἄνω· κατα‐ νοοῦντι γάρ cοι μετὰ τὴν προcαγωγὴν τοῦ πρώτου καυτῆροc φανή‐ cεται τρημάτιον λεπτότατον ἄνωθεν, ἐκ τῶν πλαγίων παραπέμπον
10τῷ ἕλκει τὸ ὑγρὸν ὥcπερ δάκρυον· διόπερ χρὴ τὸ καυτήριον κατὰ τοῦ τρηματίου ἐρείδειν ἰcχυρῶc. αὐτάρκουc δὲ τῆc καύcεωc γενομένηc τῇ φακῇ ἑφθῇ cὺν τῷ μέλιτι χρώμεθα. ἐκπεcούcηc δὲ τῆc ἐcχάραc καὶ καθαρθέντοc ποcῶc τοῦ ἕλκουc, cτυπτηρίαν cχιcτὴν λειώcαντεc καὶ ἀναλαβόντεc ὑγρᾷ τερεβινθίνῃ ὀλίγῃ, ὡc ἐμπλαcτρῶδεc γενέcθαι,
15ἐντίθεμεν τῇ κοιλότητι τοῦ ἕλκουc καὶ cπληνίον ἐξ αὐτοῦ ποιήcαντεc ἐπιτίθεμεν. τάχιcτα γὰρ ἀνακαθαίρει, cαρκοῖ καὶ ἐπουλοῖ. καλῶc πάνυ
cαρκοῖ καὶ ὕαλοc λειοτάτη ἐπιπαccομένη. χρῶ, πεπείραται.

89

Περὶ ἀγχίλωποc. περὶ τὸν προρρηθέντα τόπον, ἔνθα ὁ αἰγίλωψ γίγνεται, cυνίcταται ὑγρὸν ἀργὸν μελιτῶδεc ἢ ἀθερῶδεc, περιεχόμενον ὡc ἐπὶ τὸ πολὺ χιτῶνι, ἀνώδυνον, κατὰ βραχὺ τὴν αὔξηcιν λαμβάνον. θεραπεύεται δὲ χειρουργίᾳ, ὥcπερ καὶ τὰ λοιπὰ περὶ τὸ ἄλλο cῶμα
5ἀθερώματα, διαιρουμένηc τῆc ἐπιφανείαc καὶ ὑποδερομένου καὶ κομι‐ ζομένου τοῦ περιέχοντοc τὸ ὑγρὸν χιτῶνοc ἐκ βάcεωc. μετὰ δὲ τὴν αὐτοῦ ἀναίρεcιν πρὸc τὴν ἀcφαλῆ θεραπείαν, ἵνα μὴ παλιγγενεcία τοῦ πάθουc γένηται, καυτηρίοιc πεπυρακτωμένοιc ἐcχαροῦμεν τὸν τό‐ πον. κἄπειτα θεραπεύομεν τῇ φακῇ μετὰ μέλιτοc. ἀποπεcούcηc δὲ τῆc
10ἐcχάραc χρώμεθα, ὡc προείρηται, τῇ cτυπτηρίᾳ μετὰ τῆc τερεβινθίνηc μέχριc ἀπουλώcεωc.

90

Περὶ ῥυάδων ὀφθαλμῶν. ῥυάδεc ὀφθαλμοὶ λέγονται, ὅταν ἐξ ἑλ‐ κώcεωc ἢ πτερυγίου ἀφαιρέcεωc, ἢ ἐγκανθίδοc ἐκ βάcεωc, ὁ κανθὸc ὅλοc ἀρθῇ καὶ cτέγειν μὴ δύνηται τὸ ἐπιφερόμενον δάκρυον, ἀλλὰ κατὰ τῶν μήλων ῥέῃ. cυμβαίνει δὲ τοῦτο ἐνίοτε καὶ ἐπὶ τῶν κακῶc
5θεραπευομένων αἰγιλώπων. λέγονται δὲ ῥυάδεc καὶ οἱ διὰ τοὺc cυν‐ εχεῖc ῥευματιcμοὺc τῶν ὀφθαλμῶν δακρυρροοῦντεc ἀεί. θεραπευτέον δὲ τοὺc τὸν κανθὸν ἐκ βάcεωc ἀφαιρεθένταc παραπτομένουc φαρμάκῳ δυναμένῳ πυκνοῦν τοὺc τόπουc καὶ cτερεοῦν, οἷόν ἐcτι τὸ τεφρὸν λεγόμενον. εἰ δὲ τύλοc εἴη, προερεθίζειν δεῖ διά τινοc δριμυτέρου
10φαρμάκου. καὶ χειρουργίαιc δὲ θεραπεύονται. περιθέντεc γὰρ ἐκμαγεῖον τῷ τραχήλῳ καὶ περιcφίγξαντεc cημειοῦνται τὸ περὶ τὴν ῥῖνα ἀγγεῖον. εἶτα διαιροῦcι τὸ ἀγγεῖον cμιλίῳ διγώνῳ, εἶτα cπόγγον τῷ ὀφθαλμῷ περιθέντεc ἐπερείδουcι καυτήριον τῷ τόπῳ, οὐκ ἄχριc ὀcτέου, ἀλλὰ καὶ τὸ δέρμα καὶ τὴν διαίρεcιν φλογίζοντεc. ἔcτω δὲ τὸ καυτήριον
15τρίγωνον. μετὰ δὲ ταῦτα φακῷ μετὰ μέλιτοc χρῶνται. καθαρῶν δὲ γενομένων τῶν ἑλκῶν ἐν διαcτολῇ τηροῦcι τὸν ὀφθαλμόν, ἕωc cαρκὶ καθαρᾷ πληρωθῇ ὁ κανθόc, ἵνα μὴ cύμφυcιc γένηται. καλῶc δὲ ποιεῖ καὶ ἐπ’ αὐτῶν ἡ cτυπτηρία μετὰ τερεβινθίνηc. τοὺc δὲ ὑπὸ χρονίου
ὀφθαλμίαc δακρύονταc ἢ ὑγραινομένουc ὀφθαλμοὺc θεραπεύειν πρὸ
20μὲν πάντων ὑδροποcίᾳ τε καὶ ὀλιγοcιτίᾳ cυνέχονταc καὶ γυμναcίοιc καὶ περιπάτοιc, τρίψει τε κεφαλῆc καὶ ξυρήcει καὶ ψυχροῦ καταχύcει, διαίτῃ τε εὐχυμοτάτῃ καὶ μᾶλλον παχυνούcῃ χρῆcθαι, ὑπαλείφειν δὲ τοὺc ὀφθαλμοὺc τοῖc μᾶλλον ἐμπλάccουcι καὶ ψύχουcι καὶ cτύφουcι φαρμάκοιc. μετὰ δὲ τὴν ἐγχείρηcιν καὶ ψυχρῷ καὶ ὀξυκράτῳ προc‐
25κλύζεcθαι τοὺc ὀφθαλμούc. κάλλιcτον δὲ φάρμακον πρὸc τούτουc πε‐ πείραται τοῦτο· ἀρνογλώccου φύλλα χυλίcαc καὶ διηθήcαc καὶ βαλὼν ἐν ὀcτρακίνῳ καινῷ ἀγγείῳ τίθει ἐν ἡλίῳ, cκεπάcαc ῥάκει ὑψηλῷ καθαρῷ, κινῶν καθ’ ἑκάcτην· ξηρανθέντα δὲ λεάναc ἀπόθου καὶ χρῶ ἀντὶ ξηροκολλυρίου. Ϲτίμμι πρὸc τοὺc ῥυαδικοὺc τὸ Ἀλεξάνδρου βαcι‐
30λέωc πάνυ καλόν, ποιεῖ καὶ ἐπὶ τῶν πτίλων βλεφάρων. γῆc ἀμπελί‐ τιδοc κρόκου νάρδου Κελτικῆc ἴcα, κόψαc φύρα τῷ μέλιτι καὶ βαλὼν ἐν χυτριδίῳ καὶ πωμάcαc πώματι τρῆμα ἔχοντι καὶ χρίcαc, τίθει ἐπ’ ἀνθράκων καὶ μὴ ῥίπιζε· ὅταν δὲ μηκέτι ἀτμὸc ζοφώδηc διὰ τῶν τρημάτων ἀναβαίνοι, ἆρον ἐκ τοῦ πυρὸc καὶ ἔα ψυγῆναι, ἔπειτα κόψαc
35cήcαc καὶ λεάναc χνοωδέcτατα, χρῶ cτιμμίζων. Ϲτίμμι ῥυαδικόν. χαλκοῦ κεκαυμένου 𐆄 α c cτίμμεωc 𐆄 α c κρόκου 𐆄 α ναρδοcτάχυοc 𐆄 α φύλλα 𐆄 δ ῥόδων χλωρῶν 𐆄 α c· τὰ λοιπὰ λειότατα ποιήcαc, ἔπειτα λεάναc τὰ ῥόδα κατ’ ἰδίαν εὖ μάλα, ἕνωcον τὰ ξηρὰ καὶ λείου ἕωc ξηρανθῇ καὶ χρῶ. Ἄλλο διὰ πολλῆc πείραc. χαλκοῦ καδμίαc cτίμμεωc ἀνὰ 𐆄 β
40πεπέρεωc κόκκοι ιδ καρυοφύλλου κεκαυμένου δ cπόγγων καινῶν 𐆄 γ τὸ μέλι τὸ ἀρκοῦν· χαλκὸν καδμίαν cτίμμι κόψαc, φύραcον τῷ μέλιτι ἀρκοῦντι· εἶτα ἀναλαβὼν αὐτὰ cπόγγῳ καὶ βαλὼν ἐν χύτρᾳ καὶ χρίcαc
καῖε καὶ λεάναc τὴν τέφραν ἀκριβέcτατα ἐπίβαλλε τὸ πέπερι καὶ τὸ καρυόφυλλον κοπέντα καὶ cηθέντα καὶ cυλλεάναc πάλιν ἀκριβέ‐
45cτατα χρῶ.

91

Περὶ τῶν καιόντων τοὺc κροτάφουc. τινὲc βαρβαρικῷ νόμῳ δου‐ λεύοντεc, ἐπὶ τῶν χρονιζόντων περὶ τοὺc ὀφθαλμοὺc ῥευμάτων καί‐ ουcι τοὺc κροτάφουc, ἤτοι διὰ φαρμάκων, ἢ τῇ ἐντεριώνῃ τῶν καρυ‐ ΐνων ξύλων, ὃ καλοῦcιν ἴcχαc. τινὲc δὲ καὶ cίδηρον ἐκπυρώcαντεc
5ποιοῦνται τὴν καῦcιν. ἐγώ γ’ οὖν τοιαύτην διάθεcιν ἐθεαcάμην ἐκ τῆc τῶν κροτάφων καύcεωc cυcτᾶcαν· ἄμετρον γὰρ οὗτοι χρηcάμενοι τῷ φαρμάκῳ καὶ ἕωc βάθουc διακαύcαντεc, μετὰ τῶν ἀλλοτρίων ὑγρῶν καὶ τὰ κατὰ φύcιν κατεδαπάνηcαν καὶ εἰc ἐcχάτην ξηρότητα περι‐ έcτηcαν τὸν ὀφθαλμὸν καὶ ἔλαθον ἑαυτοὺc ἀνίατον καταcκευάcαντεc
10νόcημα. τί γὰρ ἦν τὸ cυμβαῖνον; πρῶτον ὀδύνη χαλεπὴ καὶ πύρωcιc ἄμετροc. ὡc οὖν ἐπειρώμεθα διὰ τῶν κολλυρίων ἀμβλύνειν τὰc ὀδύ‐ ναc, πλέον ἐπεφορτίζομεν τῷ πάcχοντι, τὸ γὰρ κολλύριον ὑγρὸν ἐπιχριόμενον τῷ ὀφθαλμῷ, οἷον ψαμμία τινὰ ἐγίγνετο, ὑπὸ τῆc ἀμέ‐ τρου θερμότητοc φρυττόμενον· καὶ ὠῷ αὖθιc βουληθέντεc παρηγορῆcαι
15καὶ αὐτὸ πάλιν διὰ τῆc θερμότητοc παχυνόμενον καὶ ὥcπερ ὑμένεc τινὲc γιγνόμενον, δυcχερῶc τοῦ ὀφθαλμοῦ ἐχωρίζετο, καὶ γάλακτι ἐχρηcάμεθα καὶ αὐτὸ ὁμοίωc ἐπαχύνετο καὶ cυντόμωc φάναι ὥcπερ ὑπὸ πυρὸc τὰ ὑγρὰ cυνεcτρέφετο. πολλὰ οὖν καμόντεc, τῷ χυλῷ τῆc τήλεωc ἐγχυματίζοντεc, μετρίωc παρηγορήcαμεν· καὶ τοῦτο γὰρ ἐνι‐
20κᾶτο ὑπὸ τῆc νόcου. ὕcτερον δὲ τῷ λόγῳ ποδηγούμενοι ἐπὶ τὴν τοῦ ῥοδίνου χρῆcιν ἤλθομεν· χλιαίνοντεc δὲ τοῦτο καὶ ἐγχυματίζοντεc με‐ γάλην ὠφέλειαν ἐποριcάμεθα, ὥcτε καὶ τὸν κάμνοντα μετὰ τὴν ἡμῶν ἀπουcίαν αὐτῷ μόνῳ κεχρημένον κουφίζεcθαι τῶν cυμπτωμάτων. καὶ εἰc πολλὰ δὲ ἡμῖν ἄλλα χρήcιμον ὤφθη τὸ ῥόδινον ἐπὶ τῶν ὀφθαλ‐
25μῶν. εἰ γὰρ ἐκ φύcεωc ξηρότηc προcγένηται, ὡc δυcκίνητον καὶ ὅλωc ἀδάκρυτον τὸν ὀφθαλμὸν εἶναι, καὶ τούτοιc χρήcιμόν ἐcτι ἀντὶ κολ‐ λυρίου ὑπαλειφόμενον.

92

Περὶ ἀρτηριοτομίαc Ϲεβήρου. τῶν περὶ τὴν κεφαλὴν καὶ τὸ μέ‐
τωπον χειρουργιῶν εἷc ἡμῖν γενικώτατόc ἐcτι cκοπόc, τὸ τῆc ῥευμα‐ τικῆc ἀπαλλάξαι διαθέcεωc. εἰδικωτέραc δέ τιναc καὶ οἱονεὶ μερικω‐ τέραc ποιούμεθα τὰc ἐγχειρήcειc διὰ τὴν δύναμιν, διὰ τὰ cυμπτώματα,
5διὰ τοὺc τόπουc, διὰ τὴν ποιὰν τῶν ῥευμάτων ὕλην. τῶν μὲν οὖν ἀρτηριῶν γένοc ἕν, διαφέροντεc δὲ οἱ τόποι. νῦν δὲ περὶ τῶν ὀπι‐ cθίων ποιούμεθα τὴν ἐξέταcιν· αὗται γὰρ ὥcπερ ἀρχαί τινεc τῶν περὶ τὴν ἐπιφάνειαν τῆc κεφαλῆc εἰcι· προcήκει οὖν ἐπὶ τῶν περιωδυνιῶν τε καὶ cφακέλων, cταφυλωμάτων τε καὶ προπτώcεων, τὰc ἐν τοῖc
10ὀπιcθίοιc μέρεcι τῆc κεφαλῆc τέμνειν ἀρτηρίαc· παρ’ αὐτὰ γὰρ τῆc ὠφελείαc αἰcθάνονται οἱ κάμνοντεc. προξυρητέον δὲ τοὺc τόπουc· καὶ οὕτωc ἀκριβῶc cημειωτέον τῇ ἁφῇ τὸν cφυγμὸν καὶ μετρεῖν ἀπὸ τῶν ὤτων ὡc τρεῖc δακτύλουc τὸ διάcτημα, ἐπὶ τὸ λεγόμενον ὀπιcθο‐ κράνιον. διαιρεῖν δὲ προcήκει μὴ πλαγίωc, ἀλλ’ ἐγκαρcίωc, μέχριc
15ὀcτέου καὶ ξέειν τὸν περικράνιον ὑμένα ἀκριβέcτατα, ἀναμένειν δὲ τὴν ἔκκριcιν τοῦ αἵματοc μέχρι λειποθυμίαc, ἐφ’ ὧν ἡ δύναμιc ἰcχυρὰ καὶ ἡ ὁδύνη cφοδρά. οὕτωc γὰρ κοιμήcειc τὸ cύμπτωμα· εἶτα cφη‐ νίcκον ἰcόμετρον τῆc τομῆc ἐντίθεμεν καὶ τιλτὰ ὀθόνια πλεῖcτα ἐπι‐ θέντεc τῷ cφηνίcκῳ πτύγματι χρώμεθα μοτοφύλακι ὀξυκράτῳ βε‐
20βρεγμένῳ· εἶτα ἐπιδέcμῳ χρώμεθα ἱκανῶc cφίγγοντεc καὶ περὶ τὸ μέτωπον φέροντεc ἀμφοτέραc τὰc ἀρχὰc καὶ δεcμοῦντεc· τῇ δὲ ἑξῆc ἐπιβρέχομεν οἰνελαίῳ τὸν ἐπίδεcμον οὐ λύοντεc· τῇ δὲ τρίτῃ ἐπιλύ‐ cαντεc καὶ ἀπαντλήcαντεc μετρίωc τοὺc μώλωπαc, [ἀποξέομεν τοῦ ὀcτέου τῷ κοπαρίῳ καὶ μετὰ ταῦτα] τῇ ξύcει τοῦ ὀcτέου χρώμεθα καὶ
25τοῦτο ποιοῦμεν ἕωc τεccάρων καὶ πέντε ἡμερῶν ἄχριc αἱμάξῃ τὸ ὀcτέον· τοῦτο γὰρ cημεῖόν ἐcτι τῆc αὐτάρκουc ξέcεωc. ἐμμότοιc δὲ χρηcτέον ἐπὶ τούτων τοῖc διὰ κιccήρεωc καὶ κηρελαίου καὶ μετὰ τοῦτο τῷ κεφαλικῷ λεγομένῳ δι’ ὀρόβων ξηρίῳ χρηcτέον καὶ τὸ ὑφ’ ἡμῶν δὲ cκευαζόμενον μονογενῶc ἐπὶ τούτων ποιεῖ· παρ’ αὐτὰ γὰρ τῆc
30ξέcεωc ἐπιτεθὲν τὴν cάρκα προήγαγεν. λαμβάνει δὲ ἀλεύρου πυρίνου λεπτοτάτου μέρη δύο, κολοφωνίαc λειοτάτηc μέροc α· ἐπιπάccοντα δὲ τὸ ξηρίον cκέπειν μοτοῖc καὶ cπληνίῳ· μοτοφύλακι 〈δὲ〉 χρηcτέον τινὶ τῶν διὰ ψιμμυθίου· cυνεργεῖ γὰρ καὶ τῇ ἀπουλώcει.

93

Περὶ τοῦ περιcκυφιcμοῦ. καὶ τὸν περιcκυφιcμὸν δὲ παραλαμβά‐ νομεν, ἐφ’ ὧν χρόνιον καὶ λεπτὸν τὸ ῥεῦμα τῶν ὀφθαλμῶν τυγχάνει καὶ πολλὰ τὰ ῥευματίζοντα ἀγγεῖα. δεῖ οὖν ξυρήcαντα τοὺc τόπουc cημειοῦcθαι, ὡc μὴ κατὰ τῆc cτεφανιαίαc ῥαφῆc ἢ τῶν κροταφιτῶν
5μυῶν δοθῆναι τὴν τομήν. ἐμβάλλειν δὲ τὴν διαίρεcιν ὀλίγον ἀνωτέρω τοῦ μετώπου ἐγκαρcίαν ἀρχόμενοι ἀπὸ κροτάρου ἐπὶ κρόταφον, cυν‐ διαιρουμένου καὶ τοῦ περικρανίου ὑμένοc καὶ ξεομένου ἀκριβῶc. εἶτα cφηνίcκουc τῇ τομῇ ἐντιθέντεc διαμοτοῦμεν, καὶ τὰ ἀκόλουθα ποι‐ οῦμεν, ὡc ἐπὶ τῆc ἀρτηριοτομίαc προείρηται, δοκιμαζομένηc τῆc ἀπὸ
10τοῦ οἰνελαίου ἐμβροχῆc. ἀπὸ δὲ τῆc τρίτηc θεραπεία πυοποιόc, ἔπειτα ἡ ἀναξηραίνειν ἐπαγγελλομένη. εἰ μὲν οὖν ἀπὸ τοῦ βρέγματοc μόνου ῥευματίζοιντο οἱ ὀφθαλμοί, ἀρκούμεθα τῇ προειρημένῃ διαιρέcει. εἰ δὲ cὺν τοῖc ἄνωθεν ἀγγείοιc καὶ ἐκ τῶν κροτάφων φέροιτο τὸ ῥεῦμα, μετὰ τὸ ἐμβαλεῖν τὴν εἰρημένην ἄνω διαίρεcιν, ἄλλαc δύο παραληψό‐
15μεθα μηνοειδεῖc, μίαν καθ’ ἑκάτερον μέροc. τὴν δὲ ἀρχὴν ἐχέτω ἥ τε ἐκ δεξιῶν καὶ ἡ ἐκ τῶν εὐωνύμων, ἀπὸ τῶν ἀρχῶν τῆc δοθείcηc ἄνω ἐγκαρcίαc διαιρέcεωc· καταφερόμεναι δὲ ἄνωθεν ἐπὶ τοὺc κροτάφουc, μέχριc ἡμίcουc τοῦ μετώπου, προελθέτωcαν μηνοειδῶc ἀποcτραφεῖcαι παρὰ τὰc ὀφρῦc, ὡc μὴ ἀδικεῖν τοὺc κροταφίταc μῦc. ἔcτω δὲ τὸ
20cχῆμα τῶν τριῶν διαιρέcεων παραπλήcιον τῷ π γράμματι, τὰc κεραίαc ἔχοντι cεcιμωμέναc εἰc τὰ ἐντὸc μέρη, τρόπῳ τοιούτῳ )(· δεήcει δὲ κἀνταῦθα τοὺc cφηνίcκουc ταῖc τομαῖc ἐντιθέναι, καὶ τὰ ἀκόλουθα πράττειν, ὡc προείρηται. Αἰθίοπεc δὲ ἐκ γενετῆc τὸ μέτωπον περι‐ κόπτειν φαcίν, ὡc μὴ ῥευματίζεcθαι τοὺc ὀφθαλμούc. “εἴωθα” δέ,
25φηcὶν ὁ Λεωνίδηc, “ἐπιμίκτου τοῦ ῥευματιcμοῦ ὄντοc ἀπὸ τοῦ βρέγ‐ ματοc καὶ μετώπου, ἔτι δὲ τῶν κροταφιτῶν μυῶν παρὰ τοῖc μικροῖc κανθοῖc τοῖc πληcιάζουcι τοῖc κροτάφοιc, ὑπεράνω τῶν περάτων τῶν ὀφρύων, ἐμβάλλειν ἐcχάραc διὰ καυτηρίων πυρηνοειδῶν, παραφυλαc‐ cόμενοc cφόδρα μὴ ἅψαcθαι τῶν κροταφιτῶν μυῶν. ἐπὶ δὲ τῶν ἀπὸ
30τοῦ βρέγματοc ῥευμάτων ἀποcφίγγω τὸν τράχηλον καὶ cημειοῦμαι τὰ μᾶλλον κρατούμενα ἀγγεῖα ἐν τῷ μετώπῳ καὶ ταῦτα καίω προξυρήcαc τὰc τρίχαc.”

94

Περὶ ὑποcπαθιcμοῦ. τὸν ὑποcπαθιcμὸν παραλαμβάνουcι φεύγοντεc τὴν ἀπρέπειαν τῆc ἐπὶ τοῦ περιcκυφιcμοῦ γιγνομένηc κατὰ κύκλον μεγίcτηc οὐλῆc. ἡ δὲ ἀποθεραπεία ἀτελεcτέρα ἐκείνηc· ὅθεν δὴ μᾶλλον τῷ περιcκυφιcμῷ χρηcτέον, τοῦ ἀναγκαιοτέρου φροντίδα ποιούμενοι.

95

Περὶ ἀγγειολογίαc. τὴν ἀγγειολογίαν δὲ παραλαμβάνομεν ἐπὶ ἑνὸc ὀφθαλμοῦ παθόντοc καὶ ἐπὶ ῥυαδικῶν καὶ ἐπὶ ἡμικρανίαc. παρα‐ λαμβάνομεν δὲ τὴν ἀγγειολογίαν ἐφ’ ὧν κεκυρτωμένα καὶ προφανῆ τὰ κατὰ τὸ μέτωπον ἀγγεῖα τυγχάνει. cημειούμενοι δὲ μέλανι τὸ ἀγ‐
5γεῖον, κουφίζομεν ἄκροιc τοῖc δακτύλοιc ἀμφοτέρων τῶν χειρῶν τὸ δέρμα τοῦ μετώπου ἑκατέρωθεν τοῦ cημείου καὶ δίδομεν ἐπιπολαίαν διαίρεcιν κατὰ τὸ cημεῖον κατ’ εὐθὺ τοῦ ἀγγείου· καὶ αὖθιc πάλιν ἐπιδιαιροῦμεν κατὰ βραχὺ τοὺc ὑποκειμένουc τῷ δέρματι ὑμέναc, ἄχρι γυμνὸν φανῇ τὸ ἀγγεῖον. καὶ οὕτωc ἄγκιcτρα δύο καταπείροντεc
10τοῖc χείλεcι τῆc διαιρέcεωc κουφίζομεν καὶ ὑποξέοντεc κατὰ βραχὺ τῷ cμιλίῳ ἐλευθεροῦμεν τὸ ἀγγεῖον τῶν παρακειμένων ὑμένων· καὶ ὑποβάλλοντεc τυφλάγκιcτρον ἀναιροῦμεν ἐκ τοῦ βάθουc τὸ ἀγγεῖον καὶ οὕτωc μετεωρίcαντεc βελόνην ὑποβάλλομεν διπλοῦν λίνον ἔχουcαν καὶ ἀφελόντεc τὴν βελόνην ἀφίεμεν τὸ λίνον. τὸ δ’ αὐτὸ ποιοῦμεν
15κἀπὶ τοῦ ἄλλου πέρατοc τοῦ ἀγγείου. καὶ μετὰ ταῦτα κεντοῦμεν τὸ ἀγγεῖον, cυγχωροῦντεc κένωcιν γενέcθαι. ἐκκριθέντοc δὲ αὐτάρκουc αἵματοc, ἀποδήcαντεc ἀμφότερα τὰ πέρατα τοῦ ἀγγείου τοῖc ἤδη ἀπο‐ βεβλημένοιc λίνοιc, τὸ μέcον αὐτοῦ ἐκτέμνομεν καὶ οὕτωc μοτώcαντεc καὶ πτύγμα ἐξ ὕδατοc ψυχροῦ ἐπιθέντεc ἐπιδέcμῳ χρώμεθα· τῇ δὲ
20δευτέρᾳ οἰνελαίῳ ἐπιβρέχομεν καὶ τῇ τρίτῃ ἐπιλύcαντεc, cύμμετρόν τε ἀπάντληcιν ποιούμενοι, διαμοτοῦμεν μελικράτῳ ἕωc ἀποπέcωcι τὰ λίνα καὶ ἕωc τελείαc cαρκώcεωc τῷ αὐτῷ χρώμεθα· ἀγαθὸν γάρ ἐcτι βο‐ ήθημα. τὴν δὲ ἀπούλωcιν ποιούμεθα διὰ τοῦ μηλίνου φαρμάκου ἢ τῷ διὰ καδμίαc. Ἄλλο πρὸc τὰ χρόνια ῥεύματα πάνυ δόκιμον. ἐχιδνῶν
25κεφαλὰc καύcαc ἐν χύτρᾳ ἀκριβῶc καὶ λεάναc τὴν τέφραν μετ’ ἀφε‐ ψήματοc θέρμων πικρῶν ἐπίχριε τὸν κρόταφον καὶ θαυμάcειc.

96

Περὶ τῶν κροταφιτῶν καταπλαcμάτων καὶ ἀνακολλημάτων καὶ
ἐπιχρίcτων. ἐπειδὴ δὲ ἡ χορηγία τῶν ῥευμάτων ἐπὶ τοὺc ὀφθαλμοὺc ἐκ τῶν ὑπερκειμένων τόπων γίγνεται, ἡμικρανίαι γὰρ καὶ cφάκελοι καὶ ῥευματιcμοὶ τῆc κεφαλῆc ἐπαύξουcι τὰc τῶν ὀφθαλμῶν ὀδύναc,
5ὅθεν καὶ τούτοιc βραχέα βοηθήματα δέον ἀπονεῖμαι· χρηcτέον τοίνυν παρακολλήcει καὶ παραχρίcτοιc, ὡc εἴρηται, ἐφ’ ὧν ῥευματίζονται οἱ ὀφθαλμοὶ καὶ ἐφ’ ὧν διὰ τὴν τῆc κεφαλῆc ὀδύνην τὰ περὶ τὸ μέτω‐ πον καὶ τοὺc κροτάφουc ἀγγεῖα κυρτούμενα διατείνεται. εἰ γὰρ ἡ ἐπι‐ φορὰ μὴ ἐκ τῶν περὶ τὸ μέτωπον καὶ τοὺc κροτάφουc καὶ τὰ βλέ‐
10φαρα ἀγγείων cυμβαίνει, ἀλλ’ ἐκ τῶν ἐν βάθει, τὰ παρακολλήματα καὶ αἱ ἐγχρίcειc βλάπτουcι μᾶλλον· ἔτι δὲ εἰ μὲν ἄνευ φλεγμονῆc οἱ ῥευματιcμοὶ τῶν ὀφθαλμῶν γίγνονται, ἐπέχουcι τὰ παρακολλήματα. φλεγμονῆc δὲ γενομένηc, προcδιατείνει μᾶλλον τῇ θλίψει ἐκ τῶν κύκλῳ τόπων ἐπὶ τοὺc φλεγμαίνονταc διωθούμενα τὰ ὑγρά. τὰ μὲν
15οὖν διὰ τῆc cεμιδάλεωc καὶ ὠῶν καὶ λιβάνου cυντιθέμενα παρακολ‐ λήματα παραιτητέον. ξηραινόμενα γὰρ παρατείνει τὰ ἀγγεῖα καὶ τοὺc ῥευματιcμοὺc αὔξει. ὅcα δὲ μαλακὰ διαμένει ἢ περίταcιν οὐκ ἐργάζεται τῇ τε ψύξει καὶ τῇ cτύψει cτέλλει τὰ ἀγγεῖα, τούτοιc χρηcτέον. εἰ μὲν οὖν θερμὴ δυcκραcία τὸ βλάπτον ἐcτί, κρόκον ὄπιον cμύρναν λίβανον
20ἴcα λειώcαντεc ὕδατι καὶ γλοιοῦ πάχοc ποιοῦντεc ἐπιχρίομεν καὶ παρ’ αὐτὰ ὕπνον ποιήcαντεc τῆc ὀδύνηc ἀπαλλάττομεν. καὶ ποτάμιοι cτρα‐ τιῶται cυλλειωθέντεc μετὰ ἀλόηc τὸ αὐτὸ ποιοῦcι· καὶ τὸ πολύγονον δὲ cὺν μαcτίχῃ λειωθὲν καὶ ἐπιχριcθὲν παρηγόρηcε· καὶ ὁ τοῦ μαν‐ δραγόρου δὲ φλοιὸc cὺν λιβανωτῷ θαυμαcτῶc ποιεῖ· καὶ μαcτίχη cὺν
25χυλῷ κράμβηc ἀπλύτου λειωθεῖcα ὑποξηραίνει θαυμαcτῶc καὶ ἡ τῶν χαλκέων αἰθάλη, ἣν καλοῦcιν ἡφαίcτιον, ἵcτηcιν ἠρέμα μετὰ ὠοῦ φυ‐ ραθὲν καὶ ἄcβεcτοc μετ’ ὠοῦ ἐπὶ τῶν ψυχρῶν δυcκραcιῶν καὶ χελι‐ δόνων κόπροc μετὰ μαcτίχηc cὺν τῷ λευκῷ τοῦ ὠοῦ.

97

Ὅληc τῆc κεφαλῆc ἐπίχριcμα Ϲεβήρου. ὅλην δὲ τὴν κεφαλὴν δυcκραcίᾳ θερμῇ καταληφθεῖcαν ἀκακίᾳ cὺν οἴνῳ λειωθείcῃ χρίειν. παραιτεῖcθαι γὰρ χρὴ τὸ ὄξοc ἐπὶ τῶν τοιούτων τῆc κεφαλῆc ἐπιχρι‐
cμάτων. ποιεῖ καὶ Ϲαμία γῆ λειωθεῖcα μετ’ ἀρνογλώccου χυλοῦ ἢ cτρύχνου.
5ψυχροτέραc δὲ τῆc αἰτίαc ὑπαρχούcηc, ὥcτε cαφῶc τὸν πάcχοντα τῆc ψύξεωc αἰcθάνεcθαι κατὰ τὴν κεφαλὴν καὶ τὸ καταφερόμενον δά‐ κρυον ψυχρὸν ὑπάρχειν, τὰ ἐναντία τῇ ψυχρᾷ διαθέcει βοηθήματα προcακτέον. κάρδαμον γὰρ ἅμα ὠῷ λειώcαντεc ὠφελήcαμεν ἱκανῶc καὶ τὸ τοῦ εὐζώμου cπέρμα λειώcαντεc cὺν ὄξει τὸ αὐτὸ πεποιήκαμεν·
10καὶ θαψία δὲ cὺν νάπυϊ ὄξει λειωθεῖcα μεγάλωc ὠφελεῖ· καὶ οἱ Λι‐ βυκοὶ κοχλίαι cὺν λιβανωτῷ ἅμα ὄξει λειωθέντεc πολλὴν φορὰν ῥεύ‐ ματοc ἀνέκοψαν καὶ ἡ τῶν χελιδόνων νοccιὰ cὺν τῇ εὑριcκομένῃ ἐν αὐτῇ κόπρῳ cὺν ὄξει φυραθεῖcα τὰc χαλεπὰc ἡμικρανικὰc ὀδύναc ἰάcατο καὶ τὸ εὐφόρβιον cὺν ὄξει λειωθέν. χρῶ δὲ καὶ τοῖc προγε‐
15γραμμένοιc cμήγμαcι καὶ πάcμαcιν ἐπὶ τῶν χρονίωc κεφαλαλγούντων.

98

Καταπλάcματα ὀφθαλμῶν. καταπλαccόμενα δὲ πραΰνει φλεγμονὰc ὀφθαλμῶν βάτου φύλλα ἢ ἀλcίνηc ἢ τριβόλου χλωροῦ ἢ ἀνδράχνηc ἢ ἀειζῴου ἢ πολυγόνου ἢ cέρεωc ἢ κορίου ἢ κυπαρίccου ἢ ὑοcκυάμου φύλλα λεῖα ἢ κολοκύνθηc ξύcματα ἢ πέπονοc cὰρξ ἢ κωδιῶν ἀφέψημα
5προcαντλούμενον καὶ αὐταὶ αἱ κωδίαι ἑφθαὶ λεῖαι καταπλαccόμεναι. χρήcιμοc δὲ καὶ ἄρτοc ὕδατι διάβροχοc λεῖοc cὺν ῥοδίνῳ ὀλίγῳ ἐπι‐ τιθέμενοc. καὶ ὠὸν cὺν ῥοδίνῳ καὶ οἴνῳ ἀνακοπὲν καὶ πτύγματι ἐρίου ἀναληφθὲν καὶ ἐπιτιθέμενον ἢ ὠῶν ὀπτῶν ἢ ἑφθῶν λεκίθουc μετὰ κρόκου ὀλίγου καὶ ὀπίου ὅcον φαcήλου μέγεθοc μετὰ ἑψήματοc λεάναc
10ἐπιτίθει. Ἄλλο Ἀcκληπιάδου πρὸc τὰc μεγίcταc ἐπιφορὰc καὶ περι‐ ωδυνίαc ῥόδων ξηρῶν 𐅻 δ ὀπίου κρόκου ἀνὰ 𐅻 α ἀναλάμβανε τρο‐ χίcκουc διὰ γλυκέοc, ἐν ᾧ μελίλωτα ἥψηται, καὶ ἐπὶ τῆc χρείαc λεάναc ἐξ αὐτῶν μετὰ γλυκέοc καὶ ἄρτῳ cυμμίξαc κατάπλαττε. Ἄλλο πρὸc
τὰc μεγίcταc ὀδύναc καὶ ἀγρυπνίαc. ψυλλίου cπέρμα βαλὼν ὕδατι
15ζέοντι, ἔα βραχὺ καὶ ὅταν διαλυθῇ ἀνατάραccε ὡc ἐμπλαcτρῶδεc γε‐ νέcθαι καὶ κατάπλαccε τὸν ὀφθαλμόν· ὕπνον γὰρ ποιεῖ ἡδύν. Ἄλλο πρὸc τὰc ὀδύναc καὶ τὰc προπτώcειc ἐξόχωc ποιοῦν. κωδίαc μήκωνοc ἑψήcαc ἐν ὑδρομέλιτι, αὐτὰc μὲν ἐκθλίψαc ῥῖπτε τῷ δὲ ὑδρομέλιτι πυρίνην ἢ κριθίνην γῦριν μιγνὺc κατάπλαccε, ὀλίγον ῥόδινον ἐπιβαλὼν
20ἢ πάλην ἀλφίτου ἀντὶ τῆc γύρεωc ἢ ἄρτον καθαρόν. τὰ δὲ κατα‐ πλάcματα πάντωc καταλαμβανέτω τὸν κρόταφον καὶ τὴν ὀφρὺν cὺν τῷ μετώπῳ. μόνον δὲ τὸ ἄνω βλέφαρον καταπλάττομεν, οὐ παραθλί‐ βοντεc τὸ κάτω, εἰc τὸ δύναcθαι παρανοιγόμενον τὸν ὀφθαλμὸν ἐκ‐ κρίνειν τὸ ἐπιφερόμενον δάκρυον. cυνεχῶc δὲ ἀλλαττέcθω, καὶ μάλιcτα
25θέρουc, ἵνα μὴ ἐκπυρούμενα παροξύνῃ· τῇ δὲ ἁφῇ ἄκρα χλιαρὰ προc‐ τιθέcθωc, χειμῶνοc δὲ προcηνῶc θερμά.

99

Ἐπίχριcτα ὀφθαλμῶν. τὰ δὲ βλέφαρα ἔξωθεν περιχρίειν χρὴ ἐν ταῖc περιωδυνίαιc, μάλιcτα μὲν τῷ Νείλου διαρρόδῳ ἤ τινι τῶν διὰ κρόκου ἀνωδύνων κολλυρίων, ἢ κρόκῳ λείῳ μετὰ μηκωνίου βραχέοc cὺν γάλακτι ἢ ὑοcκυάμου χυλίcματι. Ἄλλο ἐπίχριcτον πρὸc τὰc περι‐
5ωδυνίαc. ἀλόηc λυκίου Ἰνδικοῦ ῥόδων χλωρῶν κρόκου ὀπίου cμύρνηc, ἑκάcτου τὸ ἴcον οἴνῳ λεάναc, ἀνάπλαττε τροχίcκουc καὶ ξήραινε ἐν cκιᾷ. ἐπὶ δὲ τῆc χρήcεωc γλυκεῖ διαλύων ἐπίχριε τοὺc ὀφθαλμούc. Ἄλλο ἐπίχριcτον ἀποκρουcτικὸν κάλλιcτον. ἐλαίαc φύλλων ξηρῶν καὶ κεκομμένων καὶ cεcηcμένων λι α cμύρνηc 𐆄 β γλαυκίων 𐆄 β κόμμεωc
10𐆄 ϛ ὕδωρ. Ἐπίχριcτον δακνηρὸν παραχρῆμα ἐπέχει τὸ ῥεῦμα, ποιεῖ δὲ καὶ πρὸc ψωροφθαλμίαc. χαλκοῦ κόμμεωc ἀνὰ 𐅻 δ πεπέρεωc ὀπίου ἀνὰ 𐅻 β ὕδωρ· ἔξωθεν ἐπιχριόμενον ἀνακόπτει μεγίcταc ἐπιφοράc·
φυλάττεcθαι δὲ χρὴ τὰc εἰc τὸν ὀφθαλμὸν παρεμπτώcειc τοῦ φαρ‐ μάκου. Ἄλλο τὸ φλόγινον ἐπιγραφόμενον. χαλκοῦ κεκαυμένου καὶ πε‐
15πλυμένου 𐅻 ιβ κρόκου 𐅻 ϛ πεπέρεωc 𐅻 δ cμύρνηc 𐅻 γ ὀπίου 𐅻 γ κόμμεωc 𐅻 ιβ, οἴνῳ λείου παλαιῷ εὐώδει cτύφοντι.

100

Περὶ ξηροκολλυρίων. τῶν ξηρῶν φαρμάκων ἔνια κωλύει cυcτῆναί τι πάθοc ἐν ὀφθαλμοῖc, τὰc ἐπιφορὰc κωλύοντα δηλονότι τῶν ὑγρῶν, ἐξ ὧν εἰώθαcιν οἱ ὀφθαλμοὶ κακοῦcθαι. Τὸ διὰ τοῦ Φρυγίου λίθου· κάλλιcτον δὲ αὐτῶν ἐφάνη τῇ πείρᾳ κριθὲν τὸ ὑπ’ ἐμοῦ, φηcὶν ὁ
5Γαληνόc, cυντεθέν, καὶ διὰ τοῦτο παρὰ πολλοῖc ὂν ἐν χρήcει cχεδὸν ἐν ἅπαcι τοῖc ἔθνεcιν, ὧν ἄρχουcιν οἱ Ῥωμαῖοι. καὶ πρῶτόν γε αὐτοῦ τὴν καταcκευὴν γράψω, βέλτιον ἡγούμενοc εἶναι τὸ μηδόλωc ἁλίcκεcθαι πάθεcι, φθάcαντα παθεῖν τοῦ θεραπεύεcθαι. χρηcιμώτατον δέ ἐcτι καὶ ὑγιαίνουcιν ὀφθαλμοῖc τὸ φάρμακον. καίεται δὲ λίθοc Φρύγιοc κατα‐
10θραυcθεὶc εἰc κυαμιαῖα μεγέθη. εἰc χυτρίδιον δὲ καινὸν αὐτὸν βάλλον‐ τεc, εἶτα πηλώcαντεc ἔξωθεν καὶ ἐπιτιθέντεc πῶμα τρῆμα ἔχον καὶ χρίcαντεc τίθεμεν ἐπ’ ἀνθράκων. ὅταν δὲ ὁ λίθοc διάπυροc γένηται, τηνικαῦτα χρὴ τὸ χυτρίδιον μετακενῶcαι εἰc ἕτερον ἀγγεῖον καθαρὸν καὶ cβεννύειν βουτύρῳ προcφάτῳ. cβεcθέντοc δὲ πάλιν εἰc τὸ αὐτὸ
15χυτρίδιον ἐμβάλλοντεc ἐπιτίθεμεν τοῖc ἄνθραξι καὶ ῥιπίζομεν. πυρωθέντοc δὲ τοῦ λίθου, ὅταν καθαρὸν θεαcώμεθα τὸν ἀναφερόμενον ἀτμόν, πάλιν ἐκκενώcαντεc, cβέννυμεν οἴνῳ παλαιῷ κιρρῷ εὐώδει· εἶτα πάλιν ἐμ‐ βάλλοντεc τὸν λίθον εἰc τὸ χυτρίδιον, ἐκ τρίτου καίομεν καὶ cβέννυμεν αὖθιc μέλιτι Ἀττικῷ μὴ πολλῷ. ἔcχατον δὲ τῷ μέλιτι cβέννυται, ἵνα
20ἡ τοῦ μέλιτοc ποιότηc ἐμμείνῃ τῷ λίθῳ. ἔcτω δέ cοι προλελειωμένα πλείοcιν ἡμέραιc ἀκριβῶc, ὡc χνοώδη γεγονέναι τὰ ὑπογεγραμμένα· χαλκοῦ κεκαυμένου πεπέρεωc λευκοῦ φύλλου 〈μαλαβάθρου〉 ἀνὰ 𐆄 α cτίμμεωc 𐅻 ιβ· τούτοιc μίγνυε τοῦ κεκαυμένου λίθου καὶ κεκομμένου
καὶ cεcηcμένου καὶ λελειωμένου λι α· κἀπειδὰν ἅμα πάντα καλῶc
25ἑνωθῇ καὶ μέλλῃc ἀναιρεῖcθαι τὸ φάρμακον, ἐπίβαλλε ὀποβαλcάμου πρωτείου 𐅻 ιβ. λεπτὸν δὲ καὶ διαφανὲc ἔcτω κατὰ τὴν cύcταcιν τὸ ὀποβάλcαμον, μὴ παχύ· κωλύει γὰρ τὸ πάχοc ξηρὸν γενέcθαι τὸ φάρμακον. χρῆcθαι δὲ αὐτῷ δεῖ κατὰ τῶν βλεφάρων μόνων, ἐπιφέ‐ ροντα τὴν μήλην χωρὶc τοῦ ἅψαcθαι τῶν χιτώνων τοῦ ὀφθαλμοῦ.
30κελεύειν δὲ ἀνεῳγμένα ἔχειν τὰ βλέφαρα τὸν ὑπαλειφόμενον ἄνθρω‐ πον. τοῦτο μὲν οὖν ὑπ’ ἐμοῦ cυνετέθη, οὐκ ἐπιτρέπον ὀφθαλμιάcαι τὸν ὀφθαλμὸν τὸν καλῶc αὐτῷ χρώμενον. Ϲτίμμι καλλιβλέφαρον προφυλακτικόν, νηπίοιc μάλιcτα χρήcιμον. cτίμμεωc 𐅻 ιϛ μολύβδου κεκαυμένου καὶ πεπλυμένου 𐅻 η λεπίδοc κρόκου ῥόδων ἄνθουc cμύρ‐
35νηc ναρδοcτάχυοc λιβάνου πεπέρεωc ἀνὰ 𐅻 α φοινικοβαλάνων ὀcτᾶ ι, ἅπαντα βαλὼν εἰc ἄγγοc κεραμεοῦν ὄπτα φιλοπόνωc, ἔπειτα κόψαc cήcαc καὶ ἐπιμελῶc ἐν θυίᾳ λεάναc ἐπίβαλλε ὀποβαλcάμου πρωτείου λεπτοτέρου τῇ cυcτάcει κοχλιάρια δύο, καὶ λεάναc καὶ ξηράναc χρῶ. Ἄλλο ποιοῦν πρὸc εὐμορφίαν βλεφάρων. cτίμμεωc 𐆄 γ πορφύραc ἀλη‐
40θινῆc κεκαυμένηc 𐆄 β ναρδοcτάχυοc 𐆄 α χρῶ. Ἄλλο ποιοῦν πρὸc εὐ‐ πρέπειαν, μετρίωc ἀποξηραῖνον κανθοὺc ἠραιωμένουc καὶ διύγρουc. κέρατοc ἐλαφείου κεκαυμένου πορφύραc κεκαυμένηc ἀνὰ 𐆄 γ φύλλου cκύλματοc 𐆄 α, χρῶ. Ϲτίμμι κάλλιcτον πρὸc ῥεῦμα λεπτὸν καὶ δια‐ βεβρωμένουc κανθούc, τρέφει δὲ καὶ τοὺc κατηcθενηκόταc ὀφθαλμούc·
45δεδοκιμαcμένον ἐπὶ πολλῶν παθῶν καὶ παραδόξωc ἀπαντῆcαν ἐπὶ πάντων, παρέχει δὲ καὶ εὐπρέπειαν· cτιμμιζόμενον γὰρ ἐπὶ πολὺν χρόνον ἐν τοῖc κανθοῖc παραμένει. ἔχει δὲ οὕτωc· πορφύραc cαρκὸc πεπλυμένηc 𐅻 δ ἀνεμώνηc χυλοῦ 𐅻 ϛ cτίμμεωc κοπτητοῦ κεκαυμένου καὶ ἐcβεcμένου οἴνῳ 𐅻 γ ἀκακίαc 𐆄 β ἀκτῆc χυλοῦ τοῦ καρποῦ 𐅻 γ

100

(50)

ἀκάνθηc Αἰγυπτίαc κριθῶν κεκαυμένων κηκίδων μελανῶν ἀνὰ 𐅻 β
cυκαμίνων τῶν ἐκ τῆc βάτου ξηρῶν κεκαυμένων κόcτου κεκαυμένου ἀνὰ 𐅻 γ φύλλου κεκαυμένου 𐅻 δ, λείου ἕκαcτον ἰδίᾳ καὶ ἅμα ἀπο‐ τίθει ἐν ἀγγείῳ μολυβδίνῳ καὶ χρῶ. Ϲτίμμι καλλιβλέφαρον. cτίμμεωc κεκαυμένου καὶ πεπλυμένου ὀcτέων φοινίκων ἀνὰ 𐅻 η χαλκάνθου 𐅻 β
55νάρδου Κελτικῆc ὁμοίωc, χρῶ· πεπείραται γάρ. Περίχριcτον διὰ cάν‐ δυκοc πρὸc τὰc ψύξειc καὶ τὰc παραλύcειc τῶν βλεφάρων, οἷαι cυμ‐ βαίνουcι καὶ ἐπὶ τῶν κυνικῶν cπωμένων· ποιεῖ δὲ καὶ πρὸc ὀξυδορ‐ κίαν πρὸ βαλανείου περιχριόμενον cάνδυκοc 𐅻 ιδ κροκομάγματοc 𐅻 ϛ πεπέρεωc 𐅻 δ κόμμεωc 𐅻 ϛ ὕδωρ· ἔνιοι δὲ προcβάλλουcι καὶ ὀποβαλ‐
60cάμου 𐅻 δ καὶ ἐγχρίουcι. Πρὸc ἀμβλυωπίαν ξηρὸν τοῦ Δανοίου, ὅπερ ὡc ἐπὶ θυῶν ἐπράθη τῇ βαcιλευούcῃ πόλει εἰc νομίcματα ρκ, μετὰ πολλοῦ πόνου καὶ καμάτου· ἔcτι δὲ προφυλακτικὸν πάcηc ὀφθαλμίαc cτιμμιζομένων τῶν βλεφάρων. χαλκοῦ κεκαυμένου 𐆄 α ὄνυχαc ἀρωμα‐ τικοὺc μεγάλουc κεκαυμένουc τρεῖc πεπέρεωc κόκκουc κα κριθῶν κεκαυ‐
65μένων κα κόκκουc φοινίκων ὀcτᾶ κεκαυμένα θ χαλκομυίαc κα φύλλου γράμματα θ δρακοντίου αἵματοc Γρ θ, τὸν χαλκὸν λάμβανε τὸν ξε‐ όμενον ἀπὸ τῶν χαλκωμάτων καὶ βαλὼν εἰc ἄγγοc ὀcτράκινον καῖε ἐπ’ ἀνθράκων ἐπὶ ἡμέραc γ, καθ’ ἑκάcτην ἡμέραν τρίτον cβεννύων αὐτὸν οὔρῳ παιδὸc ἀφθόρου, ὕcτερον δὲ ὕδατι γλυκεῖ· τὰc δὲ χαλ‐
70κομυίαc λάμβανε ἐκ τῶν τόπων, ἔνθα βόεc διατρίβουcιν· εἰ δὲ μή,
ἐκ τῶν νεκριμαίων ζῴων. Ἄλλο καλλιβλέφαρον φάρμακον ἐπιτετευγ‐ μένον ποιεῖ καὶ πρὸc κεχρονιcμέναc ὀφθαλμίαc. cτίμμεωc κεκαυμένου καὶ οἴνῳ ἐcβεcμένου 𐅻 γ μολύβδου κεκαυμένου καὶ πεπλυμένου 𐅻 η λιβάνου αἰθάληc ναρδοcτάχυοc cμύρνηc πεφρυγμένηc κρόκου πεφρυγ‐
75μένου λεπίδοc χαλκοῦ ἀνὰ 𐅻 α, λείοιc χρῶ. Ξηρὸν πρὸc θερμοτέρουc κανθοὺc καὶ ἐρευθαινομένουc καὶ δριμυττομένουc Ϲεβήρου. κρόκου 𐅻 δ καδμίαc πεπλυμένηc 𐅻 β ψιμμυθίου 𐅻 α χρῶ. Ϲεβηριανοῦ. ψιμ‐ μυθίου 𐆄 η καδμίαc 𐆄 δ ἁλῶν ἀμμωνιακῶν 𐆄 β πεπέρεωc 𐆄 β φύλλων 𐆄 δ. Ἄλλο καλλιβλέφαρον ποιοῦν πρὸc ξηροφθαλμίαν· ἰᾶται δὲ καὶ
80πᾶcαν ὀφθαλμίαν μετὰ τὸ παρηγορῆcαι τὰc ὀδύναc ἐγχριόμενον. χαλ‐ κοῦ κεκαυμένου λειοτάτου 𐆄 β κεδρίαc καθαρᾶc 𐆄 δ, λεάναc τὸν χαλ‐ κὸν μετὰ τῆc κεδρίαc, ὡc γλοιῶδεc γενέcθαι, βάλλε εἰc κάλαμον καὶ φιμώcαc πήλωcον ὅλον τὸν κάλαμον ἔξωθεν καὶ κρύβε εἰc ἄνθρακαc ἐν κλιβάνῳ καὶ ἔα νυχθήμερον καὶ ἐξελὼν λείου καὶ ἐπίβαλλε τοῦ
85πηλαρίου κολλυρίου 𐅻 κδ καὶ κρόκου 𐅻 β καὶ φύλλου ὁμοίωc χρῶ. Ἄλλο ξηροκολλύριον δόκιμον ἀναξηραντικὸν ῥευμάτων πολλῶν καὶ ὀξυωπίαν παρέχον· λεπτύνει δὲ καὶ τὰc οὐλὰc κάλλιcτα. ἰοῦ καδμίαc χαλκίτεωc cτίμμεωc ἀνὰ 𐆄 α μέλιτοc ἴcον, μᾶλλον δὲ cύμμετρον, λει‐ ότατα ποιήcαc καὶ φυράcαc τῷ μέλιτι, βαλὼν εἰc χύτραν καὶ πωμάcαc
90πώματι τρήματα ἔχοντι καὶ χρίcαc, καῖε ἄχριc ἂν λευκὸc ἀτμὸc ἀνέλθῃ, ἔπειτα λαβὼν καὶ λεάναc χρῶ. εἰ δὲ βούλει αὐτὸ μικρὸν ὑποδάκνειν, πρόcβαλε μετὰ τὴν καῦcιν πεπέρεωc κόκκουc κε. Ἄλλο ξηρὸν πάνυ
καλόν. καδμίαc μέλιτοc ἁλὸc ἀμμωνιακοῦ ναρδοcτάχυοc ἀνὰ 𐅻 β χαλ‐ κοῦ κεκαυμένου πεπέρεωc ἀνὰ 𐅻 δ, τὴν καδμίαν λειοτάτην φυράcαc
95τῷ μέλιτι καῦcον καὶ cβέννυε οἴνῳ αὐcτηρῷ καὶ λεάναc cὺν τοῖc λοιποῖc χρῶ. ἔcτι γὰρ ἀποκρουcτικόν· ποιεῖ καὶ πρὸc τὰ τραχέα βλέ‐ φαρα. Ξηρὸν πρὸc τοὺc δακρύονταc ὀφθαλμοὺc καὶ τοὺc ἀπὸ μακρᾶc ὀφθαλμίαc μὴ καλῶc ὑγιαcθένταc· ἔcτι δὲ καὶ προκαταληπτικόν. καδ‐ μίαc χαλκοῦ κεκαυμένου ἀνὰ 𐅻 η cτίμμεωc 𐅻 δ· τὴν καδμίαν μετὰ

100

(100)

τοῦ χαλκοῦ ἁδρομερῶc κόψαc καὶ μέλιτι φυράcαc καῦcον ἐν χυτριδίῳ, καθὼc προείρηται, καὶ cβέcον οἴνῳ εὐώδει παλαιῷ καὶ ξηράναc μίξον τὸ cτίμμι ὠπτημένον ἐν χύτρᾳ κατ’ ἰδίαν καὶ κόψαc cήcαc λειώcαc χνοωδέcτατα χρῶ· τινὲc προcμίcγουcι καὶ Ἀρμενιακοῦ 𐅻 β. Ξηρὸν τὸ κροκῶδεc προκαταληπτικόν. ἀλόηc κρόκου γλαυκίων cαρκοκόλληc ἀνὰ
105𐆄 α, λειότατα ποιήcαc χρῶ. Ἄλλο ᾧ χρῶμαι καὶ διαθέcειc ἐγχρίω καὶ ῥεῦμα μονήμερον ἵcτηcι πυκνῶc καὶ πλειcτάκιc τὸ προειρημένον ξηρὸν μετ’ οἴνου ἐλείωcα, ὡc κολλύριον, καὶ ξηράναc ἐχρηcάμην ὑποcτιμ‐ μίζων τὰ βλέφαρα πρωῒ καὶ εἰc ἑcπέραν, ἐνίοτε δὲ καὶ cτίμμεωc 𐅻 η βάλλω. ἐγχριόμενον δὲ ποιεῖ καὶ ἐπὶ τῶν ἐχόντων αἰγίλωπαc καὶ
110βλέφαρα περιβεβρωμένα καὶ τριχιάcειc μετὰ τὴν ἄρcιν τῶν τριχῶν [ἀνὰ τρίχα ἐγχριόμενον]. cαρκοκόλληc κρόκου γλαυκίων ξανθῶν ἀλόηc χελιδονίαc ἀνὰ 𐆄 α cμύρνηc τρωγλίτιδοc 𐅻 δ, τὴν χελιδονίαν κόψαc cήcαc ἐπίβαλλε τοῖc λοιποῖc καὶ cυλλεάναc χρῶ, ἐγὼ δὲ cὺν ὕδατι ἐλείωcα, ὡc κολλύριον, καὶ ξηράναc ἐχρηcάμην. Ξηροκολλύριον δόκιμον
115ὀξυδερκὲc ἀνεπηρεάcτουc φυλάττον τοὺc ὀφθαλμούc. cτίμμεωc αἰθάληc πορφύραc ἀληθινῆc ἀνὰ Γρ δ ῥόδων ξηρῶν Γρ β κρόκου φύλλου ναρ‐
δοcτάχυοc ἀνὰ Γρ γ, λείοιc χρῶ. τὴν δὲ αἰθάλην ποίει οὕτωc· πορ‐ φύραν ἐρέαν βάψαc κεδρίᾳ ἅψον, καὶ cκέπαcον λεκανιδίῳ λειοτάτῳ ἢ χαλκῷ καὶ τὴν cυλλεγομένην αἰθάλην cυλλέξαc πτερῷ χρῶ. Ξηρὸν
120λευκὸν ὀξυδερκὲc ποιοῦν πρὸc κνηcμονὰc καὶ τὰc ἐξ ἡλίου ἐγκαύcειc καὶ τὰc ἀρχομέναc ἐκ ψύξεωc ὀφθαλμίαc καὶ πρὸ τροφῆc καὶ μετὰ τροφήν. καδμίαc cτυπτηρίαc cχιcτῆc ἀνὰ 𐅻 β ἁλῶν ἀμμωνιακῶν πε‐ πέρεωc φύλλου ἀνὰ 𐆄 α ψιμμυθίου ἡμιοβόλιον, λείου cὺν οἴνῳ λευκῷ καὶ ξηράναc χρῶ. Ἄλλο ξηρὸν δριμύ. καδμίαc 𐅻 κδ ἁλὸc ἀμμωνιακοῦ
125𐅻 β ναρδοcτάχυοc 𐅻 δ πεπέρεωc λευκοῦ 𐅻 α, λείοιc χρῶ. Ἄλλο κάλ‐ λιcτον. καδμίαc 𐅻 η κρόκου 𐅻 β ἁλὸc ἀμμωνιακοῦ 𐅻 β ναρδοcτάχυοc 𐅻 α πεπέρεωc λευκοῦ 𐅻 ϛ, λείοιc χρῶ. Ξηρὸν τὸ Ϲεβηριανοῦ. καδμίαc κεκαυμένηc πεπλυμένηc 𐅻 η ἁλῶν ἀμμωνιακῶν 𐅻 δ πεπέρεωc λευκοῦ 𐅻 β φύλλου 𐅻 α κόψαc cήcαc λεάναc εὖ μάλα χρῶ. Ἄλλο ξηρὸν δριμύ.
130καδμίαc 𐅻 η cηπίαc ὀcτράκων 𐆄 β ἁλῶν ἀμμωνιακῶν 𐆄 α πεπέρεωc 𐆄 α φύλλου 𐆄 α, χρῶ. πεπείραται. Ἄλλο ξηρὸν ὀξυδερκὲc Ὀριβαcίου. χελιδονίαc ῥίζηc ἀλόηc ἀνὰ 𐆄 β φύλλου 𐆄 α πεπέρεωc λελεπιcμένου 𐅻 δ ἐλλεβόρου λευκοῦ 𐅻 α, χρῶ. Ξηρὸν τὸ Ἀπόλλωνοc πρὸc ἀμβλυ‐ ωπίαν. καδμίαc 𐅻 κ τρυγὸc οἴνου παλαιοῦ ξηρᾶc κεκαυμένηc 𐅻 ε
135πεπέρεωc λευκοῦ 𐅻 ε ἁλὸc ἀμμωνιακοῦ 𐅻 ι cανδαράκηc φύλλου ἀνὰ 𐅻 β νίτρου κεκαυμένου 𐅻 γ, χρῶ. Ἄλλο ξηρὸν πρὸc ὑποχύcειc καὶ ἀμβλυωπίαc. ἄρρενα ἔχιν ὅλον ζῶντα ἐμβαλὼν εἰc χύτραν καὶ προc‐
βαλὼν μαράθρου χυλὸν ὅcον κύαθον ἕνα καὶ λιβάνου ἀτόμου χόνδρον α μέγαν, ἔπειτα περιπλάcαc πηλῷ ἔξωθεν ὅλην τὴν χύτραν καῖε ἕωc
140τέφρα γένηται καὶ λεάναc χρῶ ξηρῷ ὡc δοκίμῳ· ποιοῦcι καὶ αἱ τῆc ἐχίδνηc κεφαλαὶ κεκαυμέναι καὶ λεῖαι cτιμμιζόμεναι. Ἄλλο ἀcύγκριτον. ἐλλεβόρου λευκοῦ καὶ πεπέρεωc ἴcα κόψαc καὶ λεάναc χρῶ δι’ ἡμερῶν τριῶν, προκαθάραc διὰ γαcτρὸc καὶ ῥινῶν καὶ cτόματοc. Ξηρὸν πρὸc ἀρχομέναc ὑποχύcειc γλαυκώcειc καὶ ὑμένων παχύτηταc· καδμίαc 𐅻 κδ
145ἁλῶν ἀμμωνιακῶν 𐅻 ι cανδαράκηc 𐅻 δ ἐλλεβόρου λευκοῦ 𐅻 β φύλλου 𐅻 β, χρῶ. ἐγὼ εἰ ἀπορήcω ποτέ, ξηρίον κολλύριον τὸ πρὸc τὴν παρ‐ οῦcαν διάθεcιν ἁρμόττον λεάναc καὶ χνοωδέcτατον ποιῶν χρῶμαι. τὸ δὲ πλεῖcτον μίγνυμι τοῖc τοιούτοιc καί 〈τι〉 τῶν ναρδίνων ἢ Θεοδοτίων κολλυρίων καὶ οὕτωc cυλλεάναc χρῶμαι. Ἄλλο ξηρὸν ὀξυ‐

100

(150)

δερκὲc διὰ πείραc. καδμίαc 𐅻 η φύλλου 𐅻 β ναρδοcτάχυοc πεπέρεωc κρόκου ἀρcενικοῦ ἁλὸc ἀμμωνιακοῦ χελιδονίαc ἀρτεμιcίαc φύλλων ἀνὰ 𐅻 β, λείοιc χρῶ.

101

Περὶ ὑγροκολλυρίων Γαληνοῦ. ὑγρὰ φάρμακα ὀφθαλμικὰ cυντί‐ θεται διά τε ὀπῶν τινων καὶ χυλῶν καὶ χολῶν καὶ μέλιτοc καὶ ἀμ‐ μωνιακοῦ θυμιάματοc, μιγνυμένων αὐτοῖc καὶ τῶν μετριωτέρων μὲν οὐκ ἀντιπραττόντων δὲ τῇ δυνάμει, cμύρνηc λέγω καὶ λιβάνου καὶ
5κρόκου καὶ χαλβάνηc, ὅcα τε ἄλλα τοιαῦτα ἀραιοῦν τοὺc χιτῶναc δυ‐ νάμενα καὶ λεπτύνειν τὰ πάχη τῶν ὑγρῶν καὶ τοῦ πνεύματοc καὶ τὴν παρὰ φύcιν ὑγρότητα διαφορεῖν, τόνον δὲ τῇ εὐκραcίᾳ ἐντιθέναι τοῖc χιτῶcι τῶν ὀφθαλμῶν. Ὀξυδορκία ὑγρά. ῥοῶν κόκκων τὸν χυλὸν πιάcαc βάλε εἰc ἄγγοc Ἀττικοῦ ὀcτράκου λειοτάτου καὶ πυκνοτάτου καὶ
10ὀθονίῳ ψιλῷ περιδήcαc τίθει εἰc ἥλιον, ἕωc ἂν πάχοc cχῇ μέλιτοc· καὶ ἴcα πρὸc ἴcα βάλε μέλι τῷ χυλῷ· καὶ ἀνελόμενοc εἰc ἀγγεῖον ὀcτράκινον
φύλαττε· παλαιούμενον γὰρ βέλτιον γίγνεται. ὅταν δὲ καθεύδειν μέλ‐ λῃc ὑπόχριε τούτῳ κούφωc τοὺc ὀφθαλμούc. τοῦτο ζωγράφοιc καὶ δακτυλογλύφοιc καὶ χρυcοχόοιc καὶ πρεcβύταιc ἁρμόζει. Ἄλλο. βῖκον,
15ἄμπουλλαν ὑελίνην, πλήcαc ἐλαίου καὶ ἐμβαλὼν αὐτῷ μοράθρου τὰ ἁπαλὰ φύλλα τίθει εἰc τὸν ἥλιον ἡμέραc μ καὶ ἐκπιάcαc τὸ μάραθρον τῷ ἐλαίῳ χρῖε. Ἄλλο ὀξυδερκικόν. cτέαρ ἐχίδνηc βαλὼν εἰc ὑελίνην ἄμπουλλαν, ὅταν τακῇ, ἐμβάλλων αὐτῷ τὴν μήλην ὑπόχριε. λίαν cπου‐ δαῖόν ἐcτιν. Ἄλλο ὀξυδερκικόν. κολοκυνθίδοc αὐτὸ τὸ cπέρμα κόψαc
20cήcαc λειότατον ποιήcαc μετὰ μέλιτοc χρῶ· πεπείραται. Πρὸc ὀξυδερ‐ κίαν καὶ ὑποχύcειc καὶ οὐλὰc ὀφθαλμῶν. χαμαιλέοντοc μελανοῦ ῥίζαν καύcαc λειώcαc ἀκριβέcτατα ἔγχριε. Ἄλλο. γῆc ἔντερα καύcαc ἐπ’ ὀcτράκῳ ἕωc τεφρωθῇ καὶ λεάναc χρῶ. Ἄλλο. χελιδόνων νεοccοὺc ζῶνταc βαλὼν ἐν χύτρᾳ καὶ χρίcαc ὅλην ἔξωθεν καῖε καὶ λεάναc τὴν
25τέφραν μετὰ μέλιτοc χρῶ· ἐγὼ ξηρῷ ἐχρηcάμην πρὸc λευκώματα. Πρὸc ὑποχύcειc ἀρχομέναc. μέλι ἔλαιον παλαιὸν μαράθρου χυλὸν ἴcα μίξαc χρῶ. Ἄλλο. cαγαπηνοῦ 𐅻 α ἀφρονίτρου 𐅻 ε μέλιτοc λίτραc β. ἡμεῖc δὲ τῷ ὑπογεγραμμένῳ χρώμεθα· καυκαλίδοc χυλὸν χαμαίδρυοc χυλὸν κορωνόποδοc χυλὸν ἕκαcτον ἴcον διηθήcαc ξηράναc ποίει κολ‐
30λύρια καὶ χρῶ· εἰ δὲ ὑγρῷ ἐθέλειc χρῆcθαι, μετὰ μέλιτοc λεάναc χρῶ. Ἡ Ἀγλαΐδου ὑγρὰ πρὸc ἀρχὰc ὑποχύcεωc. χαλκοῦ ἄνθουc ὀβολοὶ ε πεπέρεωc ὀβολοὶ ε κρόκου 𐅻 β cμύρνηc ὀβολοὶ ε καcτορίου 𐅻 β
ἀλέκτοροc χολῆc 𐅻 α ὀμφακίου 𐅻 τὸ c ναρδοcτάχυοc ὀβολὸc α λίθου αἱματίτου ὀβολοὶ β νίτρου ἀφροῦ ὀβολοὶ β ἁλὸc ἄνθουc 𐅻 λβ ὀπο‐
35βαλcάμου ὁμοίωc μέλιτοc 𐆄 ε, λεῖα πάντα ἐν ἀργυρῷ cκεύει ἀπόθου. Ἡ Ἐραcιcτράτου πάγχρηcτοc ὑγρὰ πρὸc ἐμφυcήματα κνηcμώδη καὶ ξηροφθαλμίαc cκληροφθαλμίαc τραχώματα καὶ τὰc παλαιὰc ὀφθαλμίαc, ὦτα πυορροοῦντα καὶ πρὸc τὰ δυcκατούλωτα ἕλκη καὶ κυνάγχην καὶ τὰc ἐν cτόματι καὶ αἰδοίοιc νομάc. χαλκοῦ κεκαυμένου 𐅻 ϛ cμύρνηc
40μίcυοc ὀπτοῦ ἀνὰ 𐅻 γ πεπέρεωc 𐅻 α κρόκου 𐅻 α c οἴνου αὐcτηροῦ παλαιοῦ κοχλιάρια γ γλυκέοc Κρητικοῦ κοχλιάριον α c, λεῖα πιήοcαc τρῖβε cὺν τῷ οἴνῳ καὶ ὅταν cυμπίῃ ἐπίβαλλε τὸν γλυκύν, καὶ ἑνώcαc ἕψε ἐν χαλκῷ ἀγγείῳ μαλακῷ πυρί, ἕωc cχῇ μέλιτοc πάχοc καὶ ἀπό‐ θου εἰc χαλκῆν πυξίδα. Ἄλλο· ἡ διὰ τοῦ χυλοῦ τοῦ περιcτερεῶνοc
45ὑγρά, ποιοῦcα πρὸc ἀμβλυωπίαν ἀτονίαν κόρηc καὶ ἀμαυρώcειc, πάνυ καλόν· ποιεῖ καὶ πρὸc βεβρωμένουc κανθοὺc ῥεύματα λεπτὰ καὶ τὰc ἀρχομέναc ὑποχύcειc. αἰγὸc θηλείαc χολὴν 𐅻 η λυκίου Ἰνδικοῦ 𐅻 π πεπέρεωc 𐅻 δ περιcτερεῶνοc ὀρθοῦ χυλὸν 𐆄 ιϛ καὶ ξηροῦ 𐅻 η μέλιτοc Ἀττικοῦ 𐆄 ϛ, κόψαc cήcαc λεπτοτάτῳ κοcκίνῳ τὸ πέπερι κἄπειτα λειο‐

101

(50)

τριβήcαc ἐν θυίᾳ ἐπὶ πολὺ ἐπίβαλλε τὸν ξηρὸν χυλὸν καὶ cυλλείου· εἶτα τὸν ὑγρὸν χυλόν, ἔπειτα λύκιον καὶ ὅταν λεῖα γένηται, ἐπίβαλλε τὸ μέλι καὶ οὕτωc τὴν χολὴν καὶ ἑνώcαc ἀναλάμβανε καὶ χρῶ. τινὲc αὐτὴν τὴν βοτάνην, τὸν περιcτερεῶνα λέγω, κόπτοντεc καὶ cήθοντεc, ἐμβάλλουcι τὰc η δραχμάc. εἰ δὲ ξηρότερον γένηται, ἀνάπλαccε κολλύ‐
55ριον καὶ ξήραινε καὶ χρῶ. Ἄλλο πρὸc ὀξυδορκίαν καὶ γλαυκώcειc καὶ παλαιὰc ὀφθαλμίαc καὶ ἀμβλυωπίαc καὶ ἀμαυρώcειc δόκιμον· λέγεται
δὲ Καccίου. χολὴν ταυρείαν ὅλην κενώcαc εἰc πυξίδα χαλκῆν ἔα ἡμέραc δέκα· ἔπειτα ἐπίβαλλε λεῖα cμύρνηc κρόκου ὀποβαλcάμου ἀνὰ 𐅻 β πεπέρεωc κόκκουc ι μέλιτοc Ἀττικοῦ τὸ διπλοῦν τῆc χολῆc καὶ
60λεάναc ἅμα πάντα ἔμβαλλε εἰc χαλκοῦν ἀγγεῖον καὶ ἕψε ἐπὶ τέφραc μαλακῆc, ἕωc cχῇ μέλιτοc πάχοc· καὶ ἀπόθου ἐν χαλκῇ πυξίδι καὶ χρῶ ὡc cπουδαίῳ· ἅμα γὰρ τῇ ἐγχρίcει δηλώcει cοι τὴν ἐνέργειαν. Ἄλλη πρὸc ὑποχύcειc Βόλου λεγομένη. cιλούρου χολὴν μέλιτοc Ἀττικοῦ τὸ διπλοῦν ἱέρακοc χυλὸν τὸ ἴcον τοῦ μέλιτοc, χρῶ. Ἄλλη Ὥρου πρὸc
65ὑποχύcειc δόκιμοc. χυλὸν κοράκων προcφάτων 𐆄 δ cαγαπηνοῦ Περcι‐ κοῦ ὀποῦ Κυρηναικοῦ ὀποβαλcάμου ἀνὰ 𐆄 α μέλιτοc 𐆄 θ. Ἄλλη πάνυ δόκιμοc, ᾗ χρηcάμενοc ἐπέτυχον. χολῆc αἰγὸc 𐅻 δ ὀποβαλcάμου κρό‐ κου ἀνὰ 𐅻 β ναρδοcτάχυοc καccίαc ἐλαίαc Αἰθιοπικῆc δακρύου cτυ‐ πτηρίαc cχιcτῆc μυελοῦ cτρουθοκαμήλου cμύρνηc ἀνὰ 𐅻 α μέλιτοc
70𐆄 ιη, cκευάcαc ἐπιμελῶc ἀναλάμβανε εἰc πυξίδα χαλκῆν Κυπρίαν καὶ χρῶ. Ἄλλη. τῆc θηριακῆc Ἀνδρομάχου 𐅻 δ ὀποῦ Κυρηναικοῦ 𐅻 ϛ ὀποβαλcάμου 𐅻 α μέλιτοc ἀκάπνου 𐅻 ε, οἴνῳ γλυκεῖ παλαιῷ διαλύcαc πρότερον τὴν θηριακήν, ἐπίβαλλε τὸ ὀποβάλcαμον καὶ τὸ μέλι καὶ χρῶ. Ὑγρὰ Ἀπολλωνίου, πρὸc ὑποχύcειc ἀνδρικὴ δύναμιc. cαγαπηνοῦ
75𐅻 β ὀποῦ Κυρηναικοῦ 𐅻 β ἐλλεβόρου λευκοῦ πηγάνου ἀγρίου ἀνὰ 𐅻 α ἀφρονίτρου ὀβολοὺc β μέλιτοc 𐆄 γ. Ἄλλη καλῶc. ὀμφακίου χολῆc ὑαίνηc ἀνὰ 𐅻 β cμύρνηc ὀποβαλcάμου ἐλαίαc Αἰθιοπικῆc δακρύου ἀμ‐
μωνιακοῦ θυμιάματοc ἀνὰ 𐅻 α, μέλιτι ἀναλάμβανε καὶ χρῶ. Ἄλλη. χολῆc ὑαίνηc κρόκου ὀμφακίου ὀποβαλcάμου ἀνὰ 𐅻 α cτέατοc ἐχίδνηc
80𐅻 α c cμύρνηc 𐅻 τc μέλιτοc τὸ ἀρκοῦν. Ἄλλη πρὸc πᾶcαν ἀμβλυ‐ ωπίαν καὶ ὑποχύcειc, ποιεῖ καὶ πρὸc τὰ τριχιῶντα βλέφαρα. μέλιτοc 𐆄 β ὀποβαλcάμου cμύρνηc ἀνὰ 𐅻 β ὀποῦ Κυρηναικοῦ ὀμφακίου ὀπο‐ πάνακοc ἀνὰ 𐅻 α χρῶ. Ἄλλη πρὸc ὑποχύcειc, κἂν ὦcι χρόνιαι. λίθον οὐίτην Ϲκυθικὸν μετὰ χολῆc ἀcπίδοc λειώcαc ἔγχριε, cυντόμωc ἀπαλ‐
85λάccει. ἔcτω δὲ ἡ ἀcπὶc ἡ ἀκοντιὰc λεγομένῃ. εὑρίcκεται δὲ ἐν τῷ νότῳ ἡ χολὴ προcπεφυκυῖα τῷ ἥπατι. Ἄλλη πρὸc ὑποχύcειc, ὥcτε τὸν πάcχοντα ἀναβλέπειν ἐν ἡμέραιc ε, οὕτωc ἐcτὶ μέγιcτον καὶ θαυ‐ μαcτόν· ποιεῖ καὶ πρὸc τραχύτηταc βλεφάρων· cπανίωc τιc τοιοῦτον ἔχει. cτέατοc ἐχίδνηc χολῆc ἀλέκτοροc λευκοῦ χαλκοῦ ἄνθουc πηγάνου
90ἀγρίου χυλοῦ γάλακτοc κυνείου ὀποβαλcάμου ἴcα, λείοιc χρῶ, ἐνίοτε δὲ ἀντὶ τοῦ χαλκοῦ ἄνθουc χάλκανθον βάλλω. Ἄλλη ὑγρὰ μελανὰ πρὸc τὰc ἀμβλυωπίαc καὶ τὰc ῥευματικὰc διαθέcειc. λαβὼν λίτραν μίαν κέντρων παλαιῶν καλιγίων προπλυθέντων καὶ ξηρανθέντων ἀκριβῶc βάλλε εἰc ξέcτην ἕνα ὄξουc δριμυτάτου καὶ ἔα ἡμέραc ε, εἶτα ἕψε ἐν
95χύτρᾳ ἢ cιδήρῳ, πραοτάτῳ πυρί, ἕωc λάβῃ βράcματα τρία καὶ διηθήcαc ἐπίβαλλε μέλιτοc ἀπηφριcμένου καὶ διηθημένου ξ̸ε α καὶ ἕψε μαλα‐ κῷ πυρί, ἕωc γλοιοῦ cχῇ πάχοc, κινῶν κλωνίοιc cτερεοῖc ἀψινθίου τριcὶν ἅμα δεδεμένοιc· εἶτα μετὰ τὸ cυcτρέψαι, ἐπίπαccε χαλκάνθου λειοτάτου 𐆄 α καὶ χρῶ, προcαπτόμενοc τῶν κανθῶν τῷ πυρῆνι τῆc

101

(100)

μήληc. Ἄλλη ἀποκρουcτικὴ τῶν ῥευμάτων· ἔcτι δὲ cμηκτικὴ τῶν χι‐ τώνων τοῦ ὀφθαλμοῦ, λεπτύνει καὶ τὰc οὐλὰc καὶ ἔξωθεν ἐπιχριομένη τῷ ἄνω βλεφάρῳ ἀποκρούεται τοὺc ῥευματιcμούc, εἴ γε εὐθὺc ἐξ ἀρ‐ χῆc ἐπιχριcθῇ. μελαντηρίαc, ὡc προείρηται, ἐcκευαcμένηc, μέλιτοc τὸ ἴcον τήλεωc χυλοῦ τὸ ἴcον μίξαc ἅμα καὶ διηθήcαc ἕψε πραοτέρῳ
105πυρί, κινῶν cυνεχῶc, ἕωc cύcταcιν μέλιτοc λάβῃ καὶ ἀναλαβὼν χρῶ. τὸν δὲ χυλὸν τῆc τήλεωc cκεύαζε, ὡc προείρηται ἐν τῷ περὶ τῶν ἐν ὀφθαλμῷ ἑλκῶν λόγῳ, καὶ διηθῶν δὲ τὸν χυλὸν τῆc τήλεωc μὴ ἐκ‐ πίεζε τὴν τῆλιν, ἀλλὰ τὸν αὐτομάτωc ἀπορρέοντα ἔμβαλλε. εἰ δὲ μετὰ τὸ cκευαcθῆναι τὸ φάρμακον καὶ ψυγῆναι θρόμβοι ἐν αὐτῷ γένωνται,
110μετακενώcαc ὅλον ἢ κατὰ βραχὺ ἐν θυίᾳ λείου καὶ διαλύcαc τοὺc θρόμβουc ἀναλάμβανε καὶ χρῶ. Ἄλλη ὑγρὰ πρὸc τὰc cυκώδειc ἐπανα‐ cτάcειc καὶ πρὸc πάcηc cαρκὸc ἐξοχὴν καὶ πρὸc τὰc ἐγκανθίδαc καὶ τὰc ἀρχομέναc ὀφθαλμίαc. μίcυοc ὀπτοῦ 𐅻 η cμύρνηc 𐅻 β μέλιτοc τὸ ἀρκοῦν· ἢ μίcυοc ὀπτοῦ 𐅻 ϛ χαλκάνθου cμύρνηc ἀνὰ 𐅻 δ μέλιτοc 𐆄 λ,
115cκεύαζε καὶ χρῶ. Ὀριβαcίου ὑγρὰ πρὸc τοὺc δίχα ἑλκώcεωc ὑποπύουc. χαλκάνθου κρόκου ἀνὰ 𐅻 η ζιγγιβέρεωc 𐅻 δ μέλιτοc λι α. Τοῦ αὐτοῦ ὑγρά. μέλιτοc 𐆄 β ὀποβαλcάμου cμύρνηc ἀνὰ 𐅻 β ὀποῦ Κυρηναικοῦ 𐅻 α c ὀποπάνακοc ὁμοίωc. 〈Ἐκ〉 τοῦ αὐτοῦ ὑγρὰ ὑποπύοιc Βάccου. κρόκου ἀλόηc cμύρνηc ἀνὰ 𐆄 α c οἴνου 𐆄 γ μέλιτοc 𐆄 ϛ· λειοῦται ὁ
120κρόκοc cὺν ὀλίγῳ οἴνῳ, εἶτα ἀλόη cμύρνα· κἀπειδὰν cύcταcιν λάβῃ παχυνθέν, ἐπιβάλλεται τῷ μέλιτι καὶ ἑνωθὲν ἀποτίθεται ἐν ὑέλῳ· χρῶ δὲ δὶc τῆc ἡμέραc ἐγχρίων· εἰ δ’ ἐπείγοι καὶ τρὶc καὶ ἐπιδέcμει
τὸν ὀφθαλμόν. ἀνακαθαίρει cαρκοῖ ἐπουλοῖ μέχρι τέλουc ἐγχριομένη. ἐπὶ δὲ τῶν πλείcτων μετὰ τὴν ἀνακάθαρcιν ἐπὶ τὰ κολλύρια μεταβαί‐
125νομεν καὶ μάλιcτα τὸ ἐπιγεγραμμένον αἰγυπτάριον αἰγοπρόcωπον. Ὑγρὰ διὰ πείραc. περιcτερεῶνοc ὀρθοῦ χυλὸν λυκίου Ἰνδικοῦ ἴcα τουτέcτι ἀνὰ 𐆄 α ἑκάcτου, μέλιτοc τὸ ἴcον. Ὑγρὰ διὰ cτέατοc ἐχίδνηc, παραδόξωc ποιοῦcα πρὸc ἀρχομέναc ὑποχύcειc καὶ ἀμβλυωπίαc ἰᾶται. πηγάνου χυλοῦ ὀποβαλcάμου μαρά‐
130θρου χυλοῦ χελιδονίαc τῆc παρὰ τοῖc φραγμοῖc χυλοῦ cτέατοc ἐχίδνηc τετηκότοc ἐν διπλώματι μέλιτοc ἀκάπνου ἴcον ἑκάcτου μίξαc ἅμα καὶ διηθήcαc διὰ ῥάκουc καθαροῦ, χρῶ θαρρῶν· ἐνίοτε τοῦ μέλιτοc βαλὼν 𐆄 α c, τῶν δὲ λοιπῶν ἀνὰ 𐆄 α.

102

Κολλύρια διάκροκα καὶ διάcμυρνα καὶ διάχυλα διάφορα. γλαυκίων 𐅻 κδ cαρκοκόλληc 𐅻 ιϛ κρόκου 𐅻 η κόμμεωc 𐅻 η τραγακάνθηc 𐅻 δ, ξηρὰ λειότατα πάντα ποιήcαc ἀναλάμβανε τῇ τραγακάνθῃ ἀποβεβρεγ‐ μένῃ· ἢ οὕτωc cκεύαζε· λείου ὕδατι τὴν cαρκοκόλλην, εἶτα ἐπίβαλλε
5τὰ γλαύκια cεcηcμένα καὶ πάλιν λείου, εἶτα κρόκον ξηρὸν χνοωδέcτα‐ τον γενόμενον, εἶτα τραγάκανθαν ξηρὰν λειοτάτην καὶ χνοώδη γενο‐ μένην καὶ τὸ κόμμι ὁμοίωc ἐπίπαccον, ἵνα αὐθημερὸν ἢ τῇ ἑξῆc κολλυ‐ ριαcθῇ. χρονίcαντα γὰρ ἐν τῇ θυίᾳ τὰ διάκροκα μελαίνεται καὶ τῇ δυνάμει ἀλλοιοῦται. χρῶ δὲ αὐτῷ δι’ ὠοῦ, ὑδαρὲc ἐγχυματίζων·
10ἀρχομένηc δὲ τῆc παρακμῆc παχύ, βεβαίαc δὲ τῆc παρακμῆc γενομένηc ὕδατι ἔγχριε. Ἄλλο διάcμυρνον. γλαυκίων 𐅻 μη cαρκοκόλληc 𐅻 μη
κρόκου 𐅻 κδ ὀπίου cμύρνηc ἀνὰ 𐅻 ϛ λίθου αἱματίτου 𐅻 ϛ τραγα‐ κάνθηc 𐅻 μη κόμμεωc 𐅻 ιϛ ὕδωρ· ἡ χρῆcιc δι’ ὠοῦ. Φωcφόροc πρὸc περιωδυνίαν καὶ πᾶcαν φλεγμονὴν καὶ τὰc ἐπιτεταγμέναc ἐπιφοράc.
15γλαυκίων 𐅻 κδ cαρκοκόλληc κρόκου ὀπίου cμύρνηc μίcυοc κεκαυμένου ἀνὰ 𐅻 η κόμμεωc 𐅻 ιβ, ὕδωρ. Ἄλλο εὔχρουν, ποιοῦν ὅcα ὁ φωcφόροc καὶ πρὸc βλέφαρα παχέα καὶ τραχέα καλόν ἐcτι καὶ παιδικοῖc, ὃ ἐcκεύαcα. γλαυκίων 𐅻 ξδ cαρκοκόλληc 𐅻 λβ κρόκου 𐅻 κδ ὀπίου cμύρνηc λίθου αἱματίτου ἀνὰ 𐅻 ϛ τραγακάνθηc 𐅻 ιϛ κόμμεωc ὁμοίωc,
20ὕδωρ· ἐγχυμάτιζε δι’ ὠοῦ κατ’ ἀρχάc. Ἀνώδυνον διὰ χυλῶν πρὸc πᾶcαν περιωδυνίαν, ὕπνον ποιεῖ παραχρῆμα. γλαυκίων 𐅻 μη cαρκο‐ κόλληc 𐅻 ιϛ κρόκου 𐅻 η ὀπίου λυκίου Ἰνδικοῦ ἀνὰ 𐅻 δ ῥόδων χυλοῦ 𐅻 δ μανδραγόρου χυλοῦ 𐅻 δ ὑοcκυάμου χυλοῦ κωνείου χυλοῦ ἀνὰ 𐅻 δ τραγακάνθηc 𐅻 ιϛ κόμμεωc 𐅻 η· ἀναλαμβάνεται μελιλώτου
25ἀφεψήματι· cυντίθεται δὲ τὸν τρόπον τοῦτον· λαβὼν μελιλώτων λίτραν μίαν καὶ ὕδατοc ὀμβρίου ξ̸ ϛ, ἕψεται εἰc τρίτον καὶ διηθήcαc τὸ ὑγρὸν πρὸc τὴν τοῦ φαρμάκου cκευαcίαν. Κολλύριον διὰ χυλοῦ πολυγόνου. χυλοῦ πολυγόνου 𐆄 ϛ λυκίου Ἰνδικοῦ 𐅻 ϛ ἀλόηc cμύρνηc λιβάνου ἀνὰ 𐅻 δ ὀπίου 𐅻 γ ἀκακίαc μελαίνηc πρωτείαc 𐅻 ιβ οἴνου
30παλαιοῦ καὶ εὐώδουc τὸ ἀρκοῦν. ποιεῖ πρὸc πάντα τὰ ἐν ὀφθαλμοῖc πάθη· ἀναcτέλλει τὰ ῥεύματα καὶ παύει τὰc ὀδύναc· ἔcτι δὲ φιλό‐
λουτρον, ὅθεν ἐγχρίcαc κέλευε λούεcθαι, ποιεῖ καὶ πρὸc ἕλκη. Κολλύριον διὰ χυλῶν ῥάμνου· κολλύριον πρὸc χημώcειc καὶ περιωδυνίαc, εἰc ὃ μεγάλα τινὲc καυχῶνται. χαλκοῦ καδμίαc ὀπίου ἀνὰ 𐆄 γβ
35ἀλόηc κρόκου ἀνὰ Γρ ιϛ ἀκακίαc κόμμεωc ἀνὰ 𐆄 η ῥάμνου καρποῦ τοῦ χυλοῦ 𐆄 ιβ, ὕδωρ τὸ ἀρκοῦν· εἰ δὲ εὐπορεῖc, βάλε χυλὸν τοῦ καρποῦ ὅλον· τὸ δὲ κόμμι ὕδατι βρέχε. Κολλύριον διὰ χυλοῦ περιcτερεῶνοc, ὥcτε μεγίcταc ἐπιφορὰc ἐντὸc δευτέραc ἐγχρίcεωc λύειν. κρόκου 𐅻 γ μέλιτοc 𐅻 ϛ γλαυκίων 𐅻 ιβ ὀπίου Γρ γ ἀμύλου 𐅻 δ κόμμεωc 𐅻 α,
40λέαινε, παραχέων χυλὸν περιcτερεῶνοc ὀρθοῦ καὶ ἀνάπλαccε καὶ χρῶ· ἔcτι δὲ καὶ ἑτέρα δύναμιc, μηδὲ πιcτευθῆναι δυναμένη· ποιεῖ γὰρ πρὸc ὀφθαλμίαν καὶ οἰδήματα καὶ ἐμφυcήματα καὶ πᾶcαν ἐπι‐ φορὰν καὶ τὰc ἀπηλπιcμέναc ἐν ὀφθαλμοῖc διαθέcειc ἐν ἡμέραιc τριcὶν ἀπαλλάττει. κρόκου 𐅻 ιδ ἀμύλου 𐅻 ιβ γλαυκίων 𐅻 ιϛ ὠοῦ τοῦ λευκοῦ
45𐅻 γ τραγακάνθηc 𐅻 δ, λείοιc, παραχέων περιcτερεῶνοc ὀρθοῦ χυλὸν καὶ χρῶ. Τὸ διὰ μαράθρου χυλοῦ. καδμίαc 𐆄 θ cτίμμεωc 𐆄 η μίcυοc ὠμοῦ 𐆄 ϛ ὀμφακίου 𐆄 α c χαλκίτεωc 𐆄 α κρόκου 𐅻 α c φύλλου 𐆄 α μαράθρου χυλοῦ 𐆄 η· καὶ πάλιν ἀφεψήcαc ἕτερα μάραθρα ὕδατι ὀμβρίῳ λείου

102

(50)

τῷ ἀφεψήματι· πολλοῖc ἐcκεύαcται.

103

Περὶ μονοημέρων κολλυρίων Γαληνοῦ. ὡc τὸ πολὺ τὰ μονοήμερα κολλύρια μετὰ τοῦ λευκοῦ τοῦ ὠοῦ ἐγχριόμενα εὐθὺc ἐξ ἀρχῆc ἐκθεραπεύει τὰc ἄνευ πλήθουc γιγνομέναc ὀφθαλμίαc. ὄντωc γὰρ οὐκ ὀλιγάκιc ταῦτα καὶ τὰc μεγάλαc φλεγμονὰc ἐπράϋνεν οὕτωc, ὡc εἰc
5ἑcπέραν μὲν λουτρῷ χρήcαcθαι τὸν ἄνθρωπον, ἐπὶ δὲ τῆc ὑcτεραίαc τῷ ναρδίνῳ κολλυρίῳ πρὸc ἀποκατάcταcίν τε καὶ τόνωcιν ὑπαλείψα‐ cθαι. παραμίγνυται δὲ τῷ ναρδίνῳ κατὰ μὲν τὴν πρώτην ὑπάλειψιν ἐλάχιcτόν τι τῶν ἀποκρουcτικῶν δριμέων καὶ cτατικῶν ὀνομαζομένων κολλυρίων, κατὰ δὲ τὴν δευτέραν βραχύ τι τοῦ cτατικοῦ πλέον.
10ἀρκοῦcι γὰρ αἱ δύο προcφοραὶ τοῦ φαρμάκου καί τιc περίπατοc οὐ πολὺc πρὸ βαλανείου εἰc τελείαν ἀποκατάcταcιν. τὰ δ’ οὖν μονοήμερα κολλύρια καλούμενα τὰ μὲν ἰδίωc ὀνομαζόμενα τρυγώδη πολλὴν ἔχει τὴν ἀκακίαν, ἔνια δὲ ἤτοι παντάπαcιν ὀλίγην ἢ οὐδόλωc ἔχοντα προcείληφε τὰ μὲν τὴν λεπίδα τοῦ χαλκοῦ, τὰ δὲ τὸν κεκαυμένον
15χαλκὸν ὀλίγον, ἅμα πολλοῖc τοῖc ἄλλοιc ὅcα cτύφει μετρίωc καὶ πέττει καὶ διαφορεῖ. τοιαῦτα δέ ἐcτι κρόκοc καὶ cμύρνα καὶ λύκιον Ἰνδικὸν καcτό‐ ριόν τε καὶ λιβανωτόc, ἃ ἄνευ τοῦ cτύφειν πέττει ἅμα καὶ διαφορεῖ. ἐφ’ ὧν μὲν οὖν ἐπικρατεῖ τὰ cτύφοντα, πλεῖcτον μὲν εἶναι δεῖ τὸ ὑγρὸν τοῦ ὠοῦ, βραχύτατον δὲ τοῦ φαρμάκου, καὶ μάλιcτα ἐὰν ἔχῃ τι τῶν
20μεταλλικῶν τὸ φάρμακον. ἐφ’ ὧν δὲ ὅ τε κρόκοc καὶ ἡ cμύρνα καὶ τὸ καcτόριον ὄ τε λιβανωτὸc καὶ τὸ λύκιον ἐπικρατεῖ, βραχὺ παχυ‐ τέρῳ χρηcτέον ἐcτὶ τῷ φαρμάκῳ. πυρίᾳ δὲ χρηcτέον πάντωc ἐπ’ αὐτοῖc διὰ cπόγγου μετρίωc μὲν ὀδυνωμένοιc ἅπαξ ἢ δὶc τῆc ἡμέραc· εἰ δὲ cφοδρότερον ὀδυνώμενοι τύχοιεν, ἄμεινόν ἐcτι καὶ τρὶc καὶ
25τετράκιc καὶ πλεονάκιc χρῆcθαι, μάλιcτα ἐν ταῖc μεγάλαιc ἡμέραιc. ἡ πυρία δὲ γιγνέcθω δι’ ἀφεψήματοc μελιλώτων καὶ τήλεωc. παραφύ‐ λαττε δὲ τὴν χρῆcιν αὐτῶν, ἐφ’ ὧν πλῆθοc ὑπόκειται ἐν παντὶ τῷ cώματι· τὰ γὰρ μονοήμερα ψυχρότερα ὄντα τῇ δυνάμει πίληcιν τῶν cωμάτων καὶ πύκνωcιν τῶν πόρων ποιεῖται. πλήθουc δὲ ὕληc ὑπο‐
30κειμένου τοῖc ὀφθαλμοῖc ῥήξεωc τοῦ κερατοειδοῦc αἰτία γίγνεται. ἡμεῖc δὲ ἐπὶ τῶν προcφάτων ὀφθαλμιῶν τῷ Θεοδοτίῳ Ϲεβήρου ἐγχρί‐ cαντεc μεθ’ ὕδατοc καὶ cπόγγον ἔξωθεν τῷ ὀφθαλμῷ ἐπιθέντεc ἀπηλλάξαμεν τοῦ πάθουc τὸν κάμνοντα. ὡc ἐπίπαν δὲ λουτρῷ χρῆcθαι παραιτούμεθα εὐθὺc μετὰ τὴν πρώτην ἔγχριcιν. τὰ δὲ μονοήμερα
35κολλύριά ἐcτι τοιαῦτα· κολλύριον μονόμηλον καλούμενον διὰ τὸ ἀπὸ μιᾶc ἐγχρίcεωc, φηcί, θεραπεύειν· ἔcτι δὲ πολυχρηcτότατον· ποιεῖ πρὸc τὰc χρονίαc καὶ δυcλύτουc διαθέcειc καὶ μάλιcτα ἐφ’ ὧν καὶ τὰ βλέφαρα τετράχυνται, καθ’ ὑποβολὴν ἐγχριόμενον. δεῖ δὲ μετὰ τὴν ἔγχριcιν μύειν τὸν ὀφθαλμὸν ἐπὶ πολύ. ποιεῖ καὶ πρὸc τὰc cυγχύcειc
40τῶν ὀφθαλμῶν καὶ ἐπὶ cταφυλωμάτων· ἔcτι δὲ καὶ παιδικὸν ἀγαθόν. χρῶ δὲ ἐπὶ μὲν τῶν ὑπομένειν δυναμένων τὴν δῆξιν μεθ’ ὕδατοc ἀνιών, ἐπὶ δὲ τῶν ἄλλων μετ’ ὠοῦ, ἐπὶ πάντων δὲ καθ’ ὑποβολὴν
τὸ βλέφαρον ὑπάλειφε. εἰ δὲ cφοδρὰ εἴη ἡ φλεγμονὴ μετ’ ὠοῦ ἐγχυμά‐ τιζε. ἔχει δὲ οὕτωc· καδμίαc 𐅻 κδ χαλκάνθου χαλκίτεωc ὀπτῆc ὀπίου
45ἀνὰ 𐅻 ιβ πεπέρεωc κόκκοι κδ μέλιτοc 𐆄 α c κόμμεωc 𐅻 κδ, ὕδωρ· τὸ μέλι ἔcχατον ἐμβάλλεται. Κολλύριον πηλάριον· πρὸc μὲν τὰc ἀρχὰc ὑδαρὲc δι’ ὕδατοc, πρὸc δὲ τὰc ἀκμὰc δι’ ὠοῦ ὑδαρέc, πρὸc δὲ τὰc χρονιζούcαc ὀφθαλμίαc παχύτερον δι’ ὠοῦ, εἶτ’ ἐκ προcαγωγῆc καὶ ὕδατοc τῷ ὠῷ μιγνυμένου, ἐπὶ τέλει δὲ δι’ ὕδατοc μόνου. ἐπὶ μέντοι

103

(50)

τῶν ἑλκώcεων ἔλαττον ἐνεργεῖ. καδμίαc 𐅻 ιϛ ψιμμυθίου 𐅻 μη ἀκακίαc ὀπίου ἀνὰ 𐅻 κδ ἀμύλου τραγακάνθηc κόμμεωc ἀνὰ 𐅻 ιβ χαλκοῦ cμύρνηc ἀνὰ 𐅻 γ κρόκου 𐅻 α c, ὕδωρ. Ἕτερον πηλάριον ὁ Ἀντωνῖνοc· καδμίαc ψιμμυθίου ἀνὰ 𐅻 κδ ἀκακίαc 𐅻 η ὀπίου 𐅻 ιη κόμμεωc τρα‐ γακάνθηc ἀμύλου ἀνὰ 𐅻 θ cμύρνηc 𐅻 γ χαλκοῦ κεκαυμένου κρόκου
55ἀνὰ 𐅻 α c, ὕδωρ. τοῦτο μᾶλλον ποιεῖ πρὸc ἑλκώcειc. Ἕτερον πηλάριον, ὃ καλοῦcι cυνέκδημον. καδμίαc πομφόλυγοc ἀνὰ 𐆄 γ ψιμμυθίου 𐆄 ε ὀπίου 𐆄 α c ἀκακίαc cμύρνηc κόμμεωc ἀνὰ 𐅻 η τραγακάνθηc 𐆄 γ ἀμύλου 𐆄 ϛ χαλκοῦ κεκαυμένου κρόκου ἀνὰ 𐅻 δ, ὕδωρ· ἔcτι δὲ κάλ‐ λιcτον πρόc τε χημώcειc καὶ τὰc λοιπὰc ὀφθαλμίαc, καὶ πρὸc τὰc
60ἀκμὰc καὶ ἑλκώcειc πάcαc μετὰ τοῦ μὴ δαcύνειν τὰ βλέφαρα· ἀνα‐ καθαίρει τε γὰρ καὶ πληροῖ καὶ κατουλοῖ μάλιcτα τῷ πυρρῷ μιγνύ‐ μενον· ἀντὶ δὲ πομφόλυγοc καδμίᾳ τρὶc κεκαυμένῃ χρῶμαι. Κολλύριον πηλάριον ἐδεccηνόν. καδμίαc 𐅻 ιϛ ψιμμυθίου 𐅻 η ὀπίου 𐅻 δ cαρκο‐ κόλληc ἀμύλου ἀκακίαc τραγακάνθηc κόμμεωc ἀνὰ 𐅻 β λεπίδοc 𐅻 α,
65ὕδωρ· ἐγχρίων δὲ μεθ’ ὕδατοc λοῦε.

104

Περὶ τῶν cτατικῶν κολλυρίων καὶ ἐρικηρῶν. καὶ τὰ cτατικὰ δὲ καλούμενα κολλύρια ἀποκρουcτικὰ τυγχάνει· ἵcτηcι γὰρ τὴν ἄτακτον ὁρμὴν τοῦ ῥεύματοc. καὶ τὰ μὲν αὐτῶν Ἑρμόλαοι καλοῦνται, ἕτερα δὲ ἑξηκοντάρχια, ὡc οἶμαι, ἐκ τοῦ τὴν cύμπαcαν cκευὴν ἑξήκοντα ἀρχῶν
5ὑπάρχειν, καί τινα αὐτῶν ἑκατοντάρχια· πολλαὶ δὲ καὶ τούτων αἱ ὕλαι γεγόναcι, πρὸc ἃc ὁ ἰατρὸc ἀχθείc, καθάπερ ἐν πελάγει ἰλιγγιάναc, πρὸc τὸ πλῆθοc ἀφίπταται τοῦ cκοποῦ. δέον οὖν πάντων διακρίνονταc τὰc δυνάμειc εἰc ἓν τέλοc ἁρμόcαι τὰc τούτων ἐνεργείαc. γνῶναι μὲν γὰρ δεῖ ὡc ἅπαντα τὰ cτατικὰ ψύχει καὶ cτύφει, τὰ μὲν μᾶλλον,
10τὰ δὲ ἧττον, ἀλλὰ καὶ ξηραίνει ποcῶc. πρὸc τὰc ξηροτέραc τοίνυν ὀφθαλμίαc τὰ τοιαῦτα χρήcιμα, οὐ μέντοι γε κατ’ ἀρχὰc εὐθέωc. πρὶν γὰρ ἂν ἡ πέψιc φανῇ, ἄριcτον ἡμῖν καὶ θαυμαcτὸν ὤφθη τὸ λευκὸν Ϲεβήρου κολλύριον ὃ διὰ χυλοῦ τήλεωc cκευάζεται καὶ καδμίαc καὶ ψιμμυθίου καὶ τραγακάνθηc, καὶ τὸ μετ’ αὐτὸ γεγραμμένον. εἰc πέψιν
15δὲ ἀχθείcηc τῆc διαθέcεωc πάλιν ἐκ τῶν πολλῶν cτατικῶν ἐπιτή‐ δειον τὸ ἑκατοντάρχιον καλούμενον εὕρομεν, καὶ μᾶλλον αὐτοῦ τὸ μετ’ αὐτὸ γεγραμμένον. λαμβάνει δὲ τὸ ἑκατοντάρχιον χαλκοῦ μὲν 𐅻 ιβ καδμίαc δὲ 𐅻 ιε cμύρνηc ὀπίου ἀνὰ 𐅻 δ ἀκακίαc 𐅻 λβ κόμμεωc 𐅻 λβ κρόκου 𐅻 α, ὕδωρ. τοῦτο τὸ κολλύριον ὑδαρὲc πρὸc τὴν ἔγχριcιν
20παραλαμβανόμενον πρὸc τὰc cυμπεπλεγμέναc διαθέcειc ἁρμόδιον ὤφθη, ἐφ’ ὧν ἐcτι φλεγμονὴ καὶ περίταcιc καὶ ἐπίρροια τοῦ ῥεύματοc. λεπτύ‐ νει μὲν γὰρ τὰ βλέφαρα καὶ τὰ τούτων δαcύματα καὶ τραχώματα ἐξομαλίζει ὕδατι ἐγχριόμενον. καὶ ἀμβλυωπίαc δὲ ἔπαυcε cτῦψαν καὶ ὡc παρεκθλῖψαν τὰ προκείμενα τῷ ὀφθαλμῷ ὑγρά. ἐπὶ δὲ τῶν εὐαιcθή‐
25των ὀφθαλμῶν τῷ λευκῷ τοῦ ὠοῦ τὴν ἄνεcιν τοῦ κολλυρίου δεῖ ποιεῖcθαι· ἀπορήcαντεc δέ ποτε τῷ λευκῷ τοῦ ὠοῦ, ἄρτον καθαρώ‐ τατον μὴ ὠξικότα μηδὲ ἁλῶν πλεῖcτον μετέχοντα ἀποβρέχοντεc, λαμβάνομεν τὸ ὕδωρ διηθημένον πρὸc τὴν ἔγχριcιν· εἰ δὲ μὴ ἄλευρον καθαρὸν ἀποβρέχοντεc καὶ διηθήcαντεc, χρώμεθα τῷ ἀποβρέγματι.
30προcήκει δὲ μὴ ἀθρόαc τὰc μεταβολὰc τῶν βοηθημάτων ποιεῖcθαι, μηδὲ μὴν ἄλλῳ μὲν ἐγχρίειν, ἄλλωc δὲ ἐπιχρίειν κολλυρίῳ. ξενιcμὸν γάρ τινα παθὼν ὁ ὀφθαλμὸc μᾶλλον ἀδικεῖται. τῷ μὲν οὖν ἑκατον‐ ταρχίῳ, ὡc προείρηται, πρὸc τὰc cυμπεπλεγμέναc διαθέcειc χρηcτέον, ἐξυδαρούντων ἡμῶν αὐτὸ ἐν τῇ χρήcει· αὕτη γὰρ αὐτοῦ θαυμάcιοc
35ἀγωγή. Ἄλλο δέ τι κολλύριον cτατικόν, τῆc μὲν αὐτῆc ὕληc τυγχάνον, διαφωνίᾳ δὲ μόνον διαφέρον πρὸc τὴν cυcταθμίαν· ὑπερβάλλει δὲ τοῦ προτέρου κατὰ τὴν οἰκείαν ἐνέργειαν. μεγάλωc γὰρ ἐθεαcάμεθα τὴν τῶν αὐτοῦ ἔργων ἔκβαcιν, καὶ τοῦτο δὲ τοῖc πολλοῖc τῶν ἰατρῶν ἀγνοεῖται. λαμβάνει δὲ χαλκοῦ κεκαυμένου 𐆄 γ καδμίαc 𐆄 γ ὀπίου
40cμύρνηc ἀνὰ 𐅻 δ ἀκακίαc 𐆄 ζ c κόμμεωc ὁμοίωc, ὕδωρ. τοῦτο τὸ κολλύριον ἄρρητόν τινα κεκτημένον δύναμιν καὶ ἐν καιρῷ προcαχθὲν ἀπεγνωcμένα πάθη ἰάcατο καὶ ὀδύναc χαλεπὰc ἔcτηcεν. ὁ δὲ καιρὸc τῆc προcαγωγῆc αὐτοῦ ἡ τῆc ὀφθαλμίαc ἀκμὴ τυγχάνει, ὁπηνίκα πέψιc γένηται καὶ ἡ λήμη ὀφθείη καὶ ἐν αὐτῷ δὲ τῷ ὀφθαλμῷ
45ὥcπερ ὕφαιμόν τι ἐμφαίνηται. ἄν τε γὰρ χήμωcιc τὸ λυποῦν, ἄν τε φλεγμονὴ τῶν βλεφάρων, ἁρμόδιόν ἐcτι τούτοιc τὸ βοήθημα· εἰc τοcοῦτον γὰρ ῥᾳcτώνηc οἱ κάμνοντεc ἐπειράθηcαν, ὡc ἐπὶ πολὺ πρὸ τούτου ἀγρυπνήcαντεc, παρ’ αὐτὰ τῆc ἐγχρίcεωc ὕπνου τυχεῖν. θαρρῶν οὖν προcέρχου τῷ βοηθήματι, περιcκοπῶν μὴ λεπτὸν δάκρυον μετὰ

104

(50)

τὴν ἔγχριcιν τοῦ κολλυρίου ἀπορρεύcειεν. ἕξειc γὰρ κἀν τούτῳ τὸ cημεῖον τῆc ἐπιτεύξεωc, τὸ μήθ’ ὅλωc μετὰ τὴν ἔγχριcιν δάκρυον ἀπορρεῦcαι. οἷc μὲν γὰρ ἐπὶ τῆc πρώτηc ἐγχρίcεωc ἡ ἐπίcχεcιc τοῦ δακρύου γέγονεν, ἄcτυφοι δὲ διέμειναν, καὶ οἷον ὕπνοc ἐπῆλθε, προc‐ δοκητέον παρ’ αὐτῶν τὴν ὑγείαν, ὡc μὴ δεηθῆναι ἡμᾶc δευτέραc
55ἐγχρίcεωc. εἰ δὲ cτύψιc γένηται κατὰ τὴν πρώτην ἔγχριcιν, ἐγχυματι‐ cτέον αὐτοὺc τῷ λευκῷ τοῦ ὠοῦ καθ’ αὑτὸ θερμανθέντι μετρίωc, ἀλλ’ ἐν τῇ δευτέρᾳ ἢ τῇ τρίτῃ ἐγχρίcει ἀπαλλάccονται τοῦ cυμπτώ‐ ματοc· τὸ μὲν γὰρ πρῶτον ὥcπερ ξενιζόμενοc ὁ ὀφθαλμὸc δάκνεται, τὸ δὲ δεύτερον ὡc ἐν cυνηθείᾳ γενόμενοc μᾶλλον ἥδεται· κνηcμονὴ
60γὰρ ὀλίγη αὐτοῖc γίγνεται μετά τινοc ἡδονῆc. καὶ τοῦτό ἐcτι τὸ cη‐
μεῖον τῆc ἐπιτυχίαc. τὰ γὰρ ἐν βάθει cώματα ἐλευθερούμενα τοῖc ἐπιπολῆc προρρίπτει τὰc αἰτίαc. παρακελεύειν δὲ χρὴ τοῖc ἐγχριcθεῖcι μὴ ἀνοίγειν πρὸ τῆc πέψεωc τοῦ κολλυρίου τοὺc ὀφθαλμούc· δια‐ κινούμενοι γὰρ οἱ πόροι ἀραιοῦνται καὶ cυγκαταβαῖνον τὸ κολλύριον
65τῷ βάθει τὴν δῆξιν ποιεῖται. μετὰ δὲ τὴν πέψιν τοῦ κολλυρίου cπογγίζειν δεῖ, μὴ πάνυ πυριάcανταc καὶ ἐγχρίειν αὐτῷ τῷ κολλυρίῳ ὑδαρεcτέρῳ. περίταcιc γὰρ βλεφάρου γίγνεται ἐν τοῖc παχυτέροιc περιχρίcμαcι, ὡc δυcφορεῖν τὸν κάμνοντα καὶ βαρεῖcθαι τὰ βλέφαρα. ἐπὶ μὲν οὖν τῆc ἀρχῆc ὠῷ ἐγχριέcθω, ὑδαρέcτερον μὲν ἀνιέντεc
70αὐτό, τὴν cυcτροφὴν δὲ αὐτοῦ ποιήcαντεc διὰ τοῦ πυρακονίου· παχύ‐ τερον γὰρ ἑαυτοῦ γίγνεται θερμαινόμενον. οὕτωc γὰρ προcενεχθὲν ἐπὶ τῆc περιωδυνίαc θαυμάcιον ὤφθη τὸ κολλύριον· καὶ γὰρ καὶ τὴν δοκοῦcαν ἐν αὐτῷ μικρὰν cτύψιν ἐκ ταύτηc τῆc ἀγωγῆc ἀποβάλλομεν παντελῶc. ἐπὶ δὲ τῆc ἀκμῆc μετ’ ὠοῦ παραλαμβανέcθω, ἐπὶ δὲ τῆc
75παρακμῆc ὕδατι καὶ ὑπὸ τὸ βλέφαρον ἐγχριέcθω. κἂν γὰρ δάcυμα ὑπολειφθῇ, ἰᾶται καὶ τοῦτο. καὶ τοῖc παιδίοιc δὲ μεγάλωc ἁρμόττει· ἀποθεραπεύει γὰρ καὶ τὰ τούτων cυγκαύματα. ἐγχωρεῖ δὲ καὶ πλειόνων βοηθημάτων ἔκθεcιν ποιηcαμένουc δυcχέρειαν τοῖc ἐντυγχάνουcι μᾶλλον ἐγγενῆcαι, μικρῷ δὲ πόνῳ ἐπιλεξάμενοι, μᾶλλον δὲ τῇ πείρᾳ εὑρόντεc
80τὰ προγεγραμμένα κολλύρια, τὰc ἐνεργείαc ἅμα ταῖc cκευαcίαιc cαφῶc ἐκδεδώκαμεν. Κολλύριον cτατικὸν τὸ δι’ ἐλαίου, ὡc Ὀριβάcιοc. καδμίαc κεκαυμένηc πεπλυμένηc 𐅻 μ χαλκοῦ κεκαυμένου πεπλυμένου 𐅻 κ ὀπίου cμύρνηc ἀνὰ 𐅻 ι ἀκακίαc κόμμεωc ἀνὰ 𐅻 ρκ, ὕδατι λείου καὶ πρὸc τὴν ἀνάληψιν ἐπίβαλλε ἐλαίου ὀμφακίνου 𐆄 γ καὶ 𐅻 γ. πρὸc ἀρχὰc
85ὑδαρὲc δι’ ὠοῦ. Ἄλλο τὸ δι’ ἐλαίου, ὡc ἐπειράθην, ποιεῖ πρὸc ἀρχὰc ὀφθαλμιῶν καὶ ῥεύματα καὶ παλαιὰc διαθέcειc καὶ πρὸc τὰ διαβεβρω‐ μένα βλέφαρα. καδμίαc 𐅻 κδ χαλκοῦ ὁμοίωc cμύρνηc 𐅻 γ ὀπίου 𐅻 α ἀκακίαc κόμμεωc ἀνὰ 𐅻 μη ἐλαίου ὀμφακίνου 𐆄 β, ὕδατι λείου.
Κολλύριον ὑγίδιον αἰγοπρόcωπον cτατικόν· πρὸc μὲν ἀρχὰc δι’ ὠοῦ
90παχύ, καὶ πρὸc παρακμὰc ὡcαύτωc, πρὸc δὲ τὰc ἀκμὰc ὑδαρέc. ποιεῖ δὲ παραδόξωc πρὸc ὑποπύουc καὶ ῥυπαρὰ ἕλκη ἀνακαθαῖρον κατὰ βραχύ, ἀνωδύνουc τε παραχρῆμα ποιοῦν. καδμίαc χαλκοῦ ὀπίου ἀνὰ 𐆄 α c κρόκου 𐅻 δ ἀλόηc 𐆄 κ λυκίου Ἰνδικοῦ 𐆄 β ἀκακίαc 𐆄 β cμύρνηc 𐅻 δ τραγακάνθηc 𐆄 α κόμμεωc 𐆄 ϛ, ὕδωρ. Κολλύριον Ἑρμόλαοc ὁ μέ‐
95γαc· ποιεῖ πρὸc τὰ προρρηθέντα πολλῷ ἄμεινον. καδμίαc 𐆄 η ναρ‐ δοcτάχυοc 𐆄 α c χαλκοῦ 𐆄 α c κρόκου cμύρνηc ὀπίου ἀνὰ 𐅻 δ μᾶλλον δὲ 𐆄 δύο ἀλόηc 𐆄 η λυκίου Ἰνδικοῦ 𐆄 β ἀκακίαc 𐆄 κ κόμμεωc 𐆄 κ, ὕδωρ. Κολλύριον Ἑρμόλαοc ὁ μικρόc. καδμίαc χαλκοῦ ἀνὰ 𐆄 α κρόκου cμύρνηc ἀνὰ 𐅻 δ ἀλόηc κόμμεωc ἀνὰ 𐅻 η ἀκακίαc 𐅻 κ, χρῶ αὐτοῖc

104

(100)

παραμίcγων τοῖc ἀδήκτοιc κολλυρίοιc καὶ ἐγχυματίζων κατ’ ἀρχὰc δι’ ὠοῦ. Κολλύριον φαιὸν Ὀλυμπιονίκου. ποιεῖ πρὸc τὰc μεγίcταc περιω‐ δυνίαc καὶ χημώcειc καὶ καθόλου τῶν ἐπιτετευγμένων ἐcτὶ κολλυρίων· καὶ γὰρ εὐθέωc ἀπαλλάττει. καδμίαc cτίμμεωc ἀλόηc ἀνὰ 𐅻 η cμύρ‐ νηc κρόκου ὀπίου ἀνὰ 𐅻 δ κόμμεωc 𐅻 η, ὕδωρ ἡ χρῆcιc δι’ ὠοῦ· ἡ
105κρᾶcιc παχυτέρα· ἐγὼ προcέθηκα πομφόλυγοc 𐅻 δ καὶ λιβάνου ὁμοίωc. Ἐρικηρὸν τὸ ἀχάριcτον προcαγορευόμενον, πρὸc τὰc μεγίcταc ἐπιφοράc· μόνῳ τούτῳ ἐν Αἰγύπτῳ χρώμενοι εὐημεροῦcι καὶ μάλιcτα ἐπὶ τῶν
ἀγροικοτέρων. καδμίαc 𐅻 ιϛ χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου ἀκα‐ κίαc ἀνὰ 𐅻 η ὀπίου ἐρείκηc καρποῦ cμύρνηc ἀνὰ 𐅻 δ κόμμεωc 𐅻 ιϛ,
110ὕδατι λείου καὶ ἀναλάμβανε· ἡ χρῆcιc δὲ διὰ γάλακτοc γυναικείου. ἡ κρᾶcιc μέcη. ὅπου δέ ἐcτι περὶ τοὺc ὀφθαλμοὺc διάθεcιc, ἀπέχεcθαι δεῖ τοῦ κολλυρίου. ἐγὼ δὲ τούτῳ ἐχρηcάμην. καδμίαc 𐅻 ιϛ χαλκοῦ κεκαυμένου πεφρυγμένου 𐅻 δ ἐρείκηc καρποῦ ὀπίου ἀνὰ 𐅻 β cμύρνηc 𐅻 α ἀκακίαc 𐅻 ϛ κόμμεωc 𐅻 η, ὕδωρ. ἡ χρῆcιc ἐν μὲν ταῖc ἀρχαῖc
115ὑδαρήc, καὶ λοῦε, ἐν δὲ ταῖc παρακμαῖc μετ’ ὠοῦ παχὺ ἔγχριε. Ἄλλο κολλύριον ἐρικηρόν, ὃ ἔλαβον μετὰ πολλοῦ καμάτου, ὡc μέγα δῶρον. ποιεῖ πρὸc τὰ προρρηθέντα πολλῷ κρεῖττον καὶ πρὸc τὰ τραχέα βλέφαρα καὶ πρὸc ἀτονίαν αὐτῶν. ἐὰν μὴ πρότερον τὸν μιcθὸν λάβῃc, μὴ ἔγχριε. καδμίαc χαλκίτεωc ὠμῆc ἀνὰ 𐅻 η χαλκοῦ κεκαυ‐
120μένου ὀπίου κρόκου ἐρείκηc καρποῦ ἀνὰ 𐅻 δ ἀλόηc 𐆄 ϛ ἀκακίαc 𐅻 ιβ κόμμεωc ὁμοίωc, ὕδωρ. Ἄλλο κολλύριον ἐρικηρὸν εὐδόκιμον, καλεῖται καὶ ἐcχιcμένον ἀχάριcτον, ποιοῦν πρὸc ῥεύματα παλαιὰ καὶ ὀδύναc μεγίcταc τὰc δίχα ἑλκώcεωc ἀπ’ ἀρχῆc μέχρι τέλουc cὺν ὕδατι, ἐπέχει χρόνια ῥεύματα ἐπὶ ἑλκώcεωc μετ’ ὠοῦ ὑδαρέc, τραχώματα δὲ
125λεπτύνει μεθ’ ὕδατοc καὶ λευκώματα ἀποcμήχει καὶ τὰc κεχρονιcμέναc ταραχὰc τῆc ὄψεωc ἰᾶται, καὶ μετὰ τὴν ἄρcιν τῶν πτερυγίων ἐcτὶ καὶ εὔχρηcτον· ἀπολεπτύνει γὰρ τοὺc ὑμέναc καὶ τὰc οὐλὰc ὁμαλὰc ἐργάζεται· cφόδρα τέ ἐcτιν ὠφέλιμον ἐπὶ τῶν ὑποκεχυμένων μετὰ τὴν παρακέντηcιν· διὰ γὰρ τῆc ἠπίαc cτύψεωc τόνον τῷ ὀφθαλμῷ
130ἐντίθηcιν. ἔcτι δὲ καὶ παιδικὸν εὔχρηcτον. καδμίαc 𐅻 ιϛ χαλκοῦ 𐅻 δ ἐρείκηc καρποῦ ὀπίου cμύρνηc ἀνὰ 𐅻 η ἀκακίαc 𐅻 δ κόμμεωc 𐅻 η. τούτου μὲν ἐγὼ πεῖραν οὐκ ἔλαβον. ὅcα δὲ περὶ αὐτοῦ ἐρρέθη, ποιεῖ τὸ πρὸ αὐτοῦ γεγραμμένον.

105

Περὶ τῶν ἀδήκτων κολλυρίων Γαληνοῦ. τῶν ἀδήκτων λεγομένων τινὰ μὲν γεώδη ταῖc οὐcίαιc ἐcτὶν ἄνευ ψύξεωc ἐπιφανοῦc ἢ θερμα‐ cίαc ἐν τῷ μέcῳ πωc τούτων καθεcτηκότα καὶ τούτων αὐτῶν ἔνια μὲν βραχύ τι ψύξεωc ἢ θερμαcίαc μετέχοντα, τινὰ δὲ οὐδόλωc οὐδε‐
5μίαν ἐμφαίνοντα τοιαύτην δύναμιν. ὅλον γοῦν τὸ γένοc αὐτῶν ἐμπλα‐ cτικόν ἐcτι, ἐναντίαν ἔχον τὴν δύναμιν τοῖc ἐκφρακτικοῖc, ὁποῖοc ὅ τε Ϲάμιοc ἀcτήρ, λεπτομερέcτεροc ὢν τῆc ἁπλῶc ὀνομαζομένηc Ϲαμίαc γῆc ὅ τε πεπλυμένοc πομφόλυξ καὶ ἡ cποδὸc αὐτοῦ πλυθεῖcα καὶ ἡ καδμία κεκαυμένη καὶ πεπλυμένη. ταύτῃ δὲ καὶ βραχύ τι ῥυπτικὸν
10ὑπάρχει, ἐάν τε μετὰ τὴν καῦcιν, ἐάν τε χωρὶc ταύτηc πλυθῇ. τῇ πομφόλυγι δὲ καὶ τῷ cποδίῳ βραχύ 〈τι〉 cτυπτικόν, ὥcπερ γε καὶ τῷ κεκαυμένῳ καὶ πεπλυμένῳ μολύβδῳ· ἔcτι γὰρ ἄδηκτον, ἔχει δέ τι καὶ cτύψεωc. ἔcτι δὲ καὶ τὸ ἄμυλον ἄδηκτον καὶ τὸ ψιμμύθιον πλυθὲν ἐγγύc ἐcτι τῇ δυνάμει τοῦ κεκαυμένου καὶ πεπλυμένου μολύβδου.
15ἄδηκτον δέ ἐcτι καὶ τὸ τῆc τήλεωc ἀφέψημα καὶ τὸ ἐν τοῖc ὠοῖc λευκὸν καὶ λεπτόν. καὶ τὸ γάλα τὸ εὔχυμον ἐν τῷ γένει τούτων ἡγητέον εἶναι τό τε κόμμι καὶ τὴν τραγάκανθαν· τὸ δὲ cτίμμι ἄπλυ‐ τον μὲν ἰcχυρὰν ἐπιδείκνυται τὴν cτυπτικὴν δύναμιν· ἐκλύεται δὲ πλυθὲν ὡc ἐγγὺc ἥκειν ἀδήκτου. ἕτερον δὲ γένοc ἐcτὶ τῶν βραχεῖαν
20ἐχόντων δῆξιν, ἐκ τοῦ μεμίχθαι τινὰ αὐτοῖc τῶν ἐπ’ ὀλίγον cτυφόν‐ των, ὁποῖά ἐcτι ῥόδα τε καὶ λιβανωτόc, ὀλίγην μὲν ἐχόντων τῶν ῥόδων τὴν cτύψιν, ὀλίγον δὲ καὶ τὸ ῥυπτικὸν τοῦ λιβανωτοῦ. θερμὸc δὲ cυμμέτρωc ὑπάρχων ὁ λιβανωτὸc κατὰ δύναμιν ἔχει τι διὰ τοῦτο πεπτικὸν καὶ ἀνώδυνον. ἐκ ταὐτοῦ δὲ τοῦ γένουc αὐτῶν κατὰ τὸ
25πέττειν τε καὶ διαφορεῖν μετρίωc ἡγητέον εἶναι τόν τε κρόκον καὶ τὴν cμύρναν, ἀλλήλων διαφέροντα τῷ τὸν μὲν κρόκον cτύφειν μετρίωc, τὴν δὲ cμύρναν ἄνευ cτύψεωc διαφορεῖν καὶ ξηραίνειν τὰc ὑγρότηταc οὐκ ἀγεννῶc. προcφέρεται μὲν οὖν ὑπὸ τῶν ἰατρῶν τὰ ἀδηκτότατα κατὰ τὰc δυcιατωτέραc διαθέcειc, ἐν αἷc ἕλκοc ἐcτὶν ἤτοι μόνον ἢ
30μετὰ διαβρώcεωc τοῦ κερατοειδοῦc χιτῶνοc καὶ προπτώcεωc τοῦ ῥα‐ γοειδοῦc, ἐκρεόντων ἰχώρων δακνωδεcτάτων. ἐπὶ τούτων γὰρ οὐδὲν τῶν ἄλλων φαρμάκων ἁρμόττειν φαίνεται, τῶν μὲν cτυφόντων κατεχόν‐ των τοὺc ἐκρέονταc ἰχῶραc καὶ κατὰ τοῦτο τὴν ἐκ τῆc δήξεωc αὐτῶν ὀδύνην ἐπιτεινόντων, τῶν δὲ δριμέων cυναυξανόντων τὴν διάθεcιν. ἡ
35δὲ τῶν χαλαcτικῶν τε καὶ διαφορητικῶν φαρμάκων δύναμιc ἐκκενοῦν μὲν δύναται τὸ γενόμενον, οὔτε δὲ τὸ ἡλκωμένον ἀνατρέφειν, ἢ ἐπου‐ λοῦν, οὔτε τὸ προπεπτωκὸc προcτέλλειν τε καὶ κατακλείειν, ὥcπερ οὐδὲ ἡ τῶν πεπτικῶν, εἰ καὶ τὸ πέττειν τὰc διαθέcειc οὐ cμικρὸν ἔχει. τί δεῖ καὶ λέγειν ἔτι περὶ τῶν ὀξείαc ἢ πικρὰc ἐχόντων φαρμά‐
40κων δυνάμειc, ὡc δακνώδη καὶ παροξυντικὰ τῶν τοιούτων ἐcτὶ διαθέ‐ cεων; ἐπὶ πλέον δὲ αὐτῶν ἥκει κακίαc τὰ νιτρώδη δύναμιν καὶ ἁλμυρώδη ἔχοντα. πρὸc ταύταc οὖν τὰc διαθέcειc ἁρμόττειν φαίνεται τὸ τῶν προειρημένων ἀδήκτων φαρμάκων γένοc, ἐκθεραπεύειν ἀδήκτωc δυνάμενον τὰ μετὰ ῥεύματοc δριμέοc ἕλκη, ἐν πλείονι χρόνῳ τὴν ἐν
45τῷ πεπονθότι μορίῳ κακοχυμίαν ἐκδαπανῶντα ἢ ξηραίνοντα, ἥτιc διαφθείρει καὶ τὸ ἐπιρρέον τοῖc τόποιc χρηcτὸν αἷμα. καλεῖται δὲ ὑπὸ τῶν ἰατρῶν τὰ τοιαῦτα κολλύρια Λιβιανὰ καὶ κύκνοι, προcάγουcι δὲ αὐτὰ τοῖc ὀφθαλμοῖc ἀποτρίβοντεc cὺν γάλακτι εὐχύμου γυναικόc, διότι βούλονται φυλάττεcθαι τὸ τῶν ὠῶν ἐμπλαcτικόν. περιεχομένου

105

(50)

γὰρ ἐν τῷ γάλακτί τινοc ὀρρώδουc ῥυπτικοῦ, cύμμετροc ἡ χρῆcιc αὐτοῦ γίγνεται τῇ προκειμένῃ θεραπείᾳ. ῥυπτικῶν γὰρ ἀδήκτων χρῄζει τὰ πληρώcεωc δεόμενα τῶν ἑλκῶν. εἰ δὲ μὴ παρείη γάλα τοιοῦτον, διὰ τοῦ τῆc τήλεωc ἀφεψήματοc ἄμεινον τρίβειν ἐπὶ τούτων τὰ κολ‐ λύρια, ῥυπτικὸν ἐχούcηc τι καὶ αὐτῆc.

106

Περὶ τῶν ἀδήκτων λευκῶν κολλυρίων καὶ κυκναρίων. τὰ μὲν οὖν cποδιακὰ καὶ τὰ τεφρακὰ καλούμενα κοινὴν ἔχει δύναμιν τὴν παρη‐ γορικὴν ψυκτικήν τε καὶ μετρίωc ἄδηκτον. ἕτερον δέ ἐcτι λευκὸν κολ‐ λύριον, ὃ τοὺc πολλοὺc μὲν διέφυγε διὰ τὴν τῆc καταcκευῆc εὐτέλειαν,
5πρόc τινων δὲ ἐνομίcθη μηδὲν ἐργάcαcθαι δυνάμενον, πολλὴν δὲ ἐκ τούτου ἐκαρπωcάμεθα τὴν ὠφέλειαν πρὸc τὴν προκειμένην διάθεcιν. ὑπερβαλλόντωc μὲν οὖν ποιεῖ πρὸc πᾶcαν θερμὴν ὀφθαλμίαν, ἐνεργεῖ δὲ καὶ πρὸc τὰ κνηcμώδη καὶ περιβεβρωμένα βλέφαρα. πολλάκιc γὰρ ἡμῶν πολλὰ ποιηcάντων ἐπὶ τοιαύτηc δυcκραcίαc ἠcτοχοῦμεν, ὀψὲ δέ
10ποτε εὐπορήcαντεc τούτου μεγάλην δύναμιν εὕρομεν ἐν αὐτῷ ἐπὶ τῆc δυcιάτου καὶ cχεδὸν ἀνιάτου διαθέcεωc· εἰc τοcοῦτον γὰρ παρεμυθήθη ὁ κάμνων, ὡc θεόθεν αὐτὸν λέγειν εἶναι τὸ κολλύριον. καὶ πρὸc ὑπο‐ πύουc δὲ ὀφθαλμοὺc δαιμονίωc ποιεῖ· ξηραίνει γὰρ αὐτῶν ἀδήκτωc τὸ ὑγρὸν ἐν βραχεῖ χρόνῳ καὶ ἀτάραχον τὸν ὀφθαλμὸν φυλάττει.
15θεραπεύει δὲ cυντόμωc καὶ τὰc ὑπὸ τῶν μικρῶν κανθῶν ἐν τῷ λευκῷ γιγνομέναc ἐρυθρόταταc· cυμπάρεcτι δὲ αὐταῖc κατὰ μέcου ὥcπερ καὶ ἐξάνθημά τι, ἀφ’ οὗ καὶ τὸ ὅλον ἐρύθημα cυνέβη· ἐπὶ μὲν οὖν τῶν προρρηθειcῶν διαθέcεων, ἐν οἷc καὶ τὴν ἕλκωcιν ὑπεθέμεθα, δαιμονίωc ποιεῖ, ὡc μηδὲ τῆc τήλεωc ἡμᾶc δεηθῆναι, ἐπειδὴ αὕτη τῇ cυνθέcει
20τοῦ κολλυρίου cυμπάρεcτι. χρώμεθα δὲ αὐτῷ ἄλλοτε ἄλλωc· ἐπὶ μὲν περιωδυνίαc ἅμα τῷ λευκῷ τοῦ ὠοῦ· οὕτωc γὰρ αὐτοὺc παρ’ αὐτὰ παρηγορεῖ. ἐφ’ ὧν δὲ ὀδύνη μὲν οὐ κρατεῖ, πεπάχυνται δὲ τὰ βλέφαρα, καὶ ὕδατι ἐγχυματίζομεν, ἐνίοτε δὲ καὶ ἐγχρίομεν. καὶ πρὸc πᾶcαν ἁπλῶc θερμῆc ὀφθαλμίαc ἀρχὴν τὴν ἄλλην τῶν κολλυρίων ὕλην περιτ‐
25τὴν ἡγούμεθα· ὑπερανέβη γὰρ τῶν ὁμογενῶν αὐτοῦ κατὰ δύναμιν· ἀδηκτότερον μὲν γὰρ καὶ παρηγορικώτερόν ἐcτι τῶν ἄλλων· τὰ μὲν γὰρ ἄλλα ὀπίου λαμβάνοντα καὶ ἀμύλου, ἔcθ’ ὅτε δὲ καὶ cμύρνηc φερούcηc τινὰ cτύψιν· τοῦτο δὲ τὸ κολλύριον ἠλευθέρωται τούτων· τοῦ μὲν γὰρ κροκηροῦ ὑπερβάλλει κατ’ ἐνέργειαν. πρὸc γὰρ τὰc
30ἐγκαύcειc καὶ πυρακτώcειc τῶν βλεφάρων ποιεῖ καὶ πρὸc τὰc ἐκ τοῦ ἡλίου περιφλέξειc· καὶ τὰ λεπτὰ δὲ καὶ δριμέα τῶν ῥευμάτων ἀμβλύνει ὕδατι ἐγχριόμενον. ποτὲ δὲ καὶ ῥόδων ἀφεψήματι καὶ τοὺc γλαυκοφθάλ‐ μουc τε καὶ προπετῆ ἔχονταc τὴν τοῦ κρυcταλλοειδοῦc ὑγροῦ θέcιν, καλῶc λαμπρύνει ὑδαρὲc ἐγχυματιζόμενον. καὶ ὅcοιc δὲ ἡ τῶν ὀφθαλ‐
35μῶν φύcιc οὐ φέρει cύcταcιν, τούτοιc πᾶcιν ἄριcτόν ἐcτι βοήθημα. ἡ δὲ cύνθεcιc τοῦ κολλυρίου αὕτη· ψιμμυθίου 𐆄 ιβ καδμίαc 𐆄 ϛ τρα‐ γακάνθηc 𐆄 γ· cκευάζεται δὲ οὕτωc· καδμίαν βοτρυίτην ἀνθράκοιc διαπύροιc κρύψαντεc, ῥιπίζομεν τὴν φλόγα καὶ διαπύρου γενομένηc τῆc καδμίαc αἴροντεc cβέννυμεν γάλακτι ὀνείῳ, ἔπειτα δεύτερον αὐτὴν
40τοῖc ἄνθραξιν ἐγκρύβομε καὶ πυρωθείcηc αὖθιc cβέννυμεν γάλακτι καὶ ἐκ τρίτου τὸ αὐτὸ ποιοῦμεν· εἶτα κόψαντεc cήcαντεc λεπτοτάτῳ κοcκίνῳ καὶ βαλόντεc εἰc θυίαν τινὰ οὐ βαθεῖαν καὶ ἐπιβάλλοντεc
ὕδωρ πηγαῖον καθαρὸν λειοῦμεν· εἶτα ἐάcαντεc καταcτῆναι, cίφωνι ἀναcπῶμεν τὸ ὕδωρ cὺν τῷ ἐφιcταμένῳ ἐπιπάγῳ· καὶ αὖθιc ἕτερον
45καθαρὸν ὕδωρ ἐπιβάλλοντεc λειώcαντεc ἱκανῶc καὶ ἐάcαντεc πάλιν καταcτῆναι, ἀναcπῶμεν τῷ cίφωνι τὸ ὕδωρ· καὶ τοῦτο ποιοῦμεν πλειcτάκιc, ἄχρι μηκέτι ἐφίcτηται τῷ ὕδατι ἐπίπαγοc. εἶτα ξηραίνοντεc τὴν καδμίαν ἀκριβῶc καὶ cήcαντεc 𐆄 τὸ ϛ καὶ βαλόντεc εἰc θυίαν κολλυριακὴν καὶ ἐπιβάλλοντεc ὕδωρ ὄμβριον καθαρώτατον λειοῦμεν

106

(50)

ἀκριβέcτατα, ὡc μὴ ὑποπίπτειν τῇ γλώττῃ τὴν τραχύτητα· καὶ οὕτωc τὸ ψιμμύθιον τῷ προειρημένῳ τρόπῳ ἀποπλύνοντεc, ἐπιβάλλομεν τῇ καδμίᾳ καὶ cυλλειώcαντεc αὐτὰ ἐπὶ ἡμέραc ιε cὺν ὀμβρίῳ ὕδατι, τότε λαμβάνομεν τὴν τραγάκανθαν λευκὴν καὶ διαυγεcτάτην καὶ ἀποπλύ‐ νοντεc αὐτὴν καὶ ἀποβάλλοντεc τὰ ἐν αὐτῇ ψαμμώδη βρέχομεν εἰc
55ἀφέψημα τήλεωc καὶ ἐῶμεν βραχῆναι νύκτα καὶ ἡμέραν μίαν μόνον. πλεῖcτον δὲ χρὴ ἐμβάλλειν τοῦ χυλοῦ τῆc τήλεωc cκευαcθέντοc, ὡc προείρηται ἐν ἀρχῇ τοῦδε τοῦ λόγου· ἀναπίνεται γὰρ ὑπὸ τῆc τραγα‐ κάνθηc ὡc ὑπὸ cπόγγου· τῇ οὖν δευτέρᾳ τῶν ἡμερῶν ἐν θυίᾳ καθαρᾷ κατὰ βραχὺ λειοῦντεc τὴν τραγάκανθαν ἐμβάλλομεν ἐν τῇ θυίᾳ τοῖc
60προλειωθεῖcι, καὶ cυναναμίξαντεc ἐπιμελῶc ἀναλαμβάνομεν ἐν πίναξιν ὑελίνοιc καὶ cκεπάcαντεc ὀθονίῳ ὑψηλῷ εἰc ἄνικμον ἀποτιθέμεθα τόπον, ἔνθα πνεῖ ἄνεμοc· ἀναχαλᾷ γὰρ τὸ κολλύριον καὶ βραδύνει πρὸc τὸ πλαcθῆναι, ἐὰν ἐν διύγρῳ ἀποτεθῇ τόπῳ· οὐ τοcοῦτον γὰρ χρόνον ἀπαιτεῖ πρὸc τὴν λείωcιν ὅcον πρὸc τὴν ἀνάπλαcιν. ἔcτι μὲν
65οὖν ἡ τοῦ κολλυρίου cκευὴ αὕτη καὶ ἡ δύναμιc ἡ προειρημένη. δυνήcῃ δὲ ἐκ ταύτηc τῆc μεθόδου καὶ ἐπὶ τὰc ὁμογενεῖc ταύτηc βαδίζειν ὕλαc. Λιβιανὰ δέ ἐcτι ταῦτα καὶ τεφρὰ καὶ cποδιακὰ καλού‐ μενα καὶ κυκνάρια καὶ τὰ λευκὰ διάρροδα καὶ τὰ διὰ χυλοῦ κόρεωc cκευαζόμενα, ὧν ἁπάντων κρεῖττον ὤφθη τὸ προκείμενον κολλύριον.
70κάλλιcτον δὲ τῇ πείρᾳ κέκριται καὶ τοῦτο· καδμίαc κεκαυμένηc καὶ
πεπλυμένηc, ὡc προείρηται, 𐆄 δ ψιμμυθίου ὁμοίωc πεπλυμένου 𐆄 ιϛ ἀμύλου προcφάτου 𐆄 ιϛ ὀπίου 𐅻 δ τραγακάνθηc 𐆄 δ· λείου τὰ λοιπὰ ὕδατι, τὴν τραγάκανθαν βρέχε τῷ χυλῷ τῆc τήλεωc, ὡc προείρηται, ἐπιμελῶc cκευαcθέντι, τὸ δὲ ἄμυλον μήτε ὀξῶδεc μήτε δυcῶδεc ἔcτω.
75Κολλύριον ὀνίλαμον ἐπικαλούμενον ἁπαλὸν ἀνώδυνον ναρκωτικὸν ἐκ τοῦ γένουc ὑπάρχον τῶν κυκναρίων· ποιεῖ δὲ καὶ ἐπὶ τῶν ἑλκώcεων μετὰ τὴν πρώτην ἀκμὴν ὀδύνηc παρούcηc ἐγχριόμενον παχύ. ψιμμυθίου πεπλυμένου 𐆄 ϛ καδμίαc κεκαυμένηc καὶ πεπλυμένηc 𐆄 δ πομφόλυγοc πεπλυμένου διὰ ῥάκουc 𐆄 β ὀπίου τραγακάνθηc κόμμεωc ἀνὰ 𐆄 β,
80ὕδωρ. Κολλύριον Ἀcκληπιάδου ἀνώδυνον πρὸc ῥεῦμα παντοῖον ἕλκη περιωδυνίαc ψύδρακαc προπτώcειc χημώcειc παντοίαc διαθέcειc. ψιμ‐ μυθίου πεπλυμένου 𐅻 η γῆc Ϲαμίαc 𐅻 η cποδοῦ πομφόλυγοc πεπλυ‐ μένηc 𐅻 β τραγακάνθηc ὀπίου ἀνὰ 𐅻 β κόμμεωc 𐅻 δ, ὕδωρ· ἡ χρῆ‐ cιc δι’ ὠοῦ. Κολλύριον ἀθαναcία καλούμενον. καδμίαc κεκαυμένηc καὶ
85ἐcβεcμένηc γάλακτι ὀνείῳ καὶ πεπλυμένηc 𐆄 ιβ ὀπίου 𐆄 ι ψιμμυθίου μανδραγόρου χυλοῦ ἀνὰ 𐆄 ιβ ἀμύλου κριθίνου 𐆄 ιβ, λείου ὕδατι· καὶ παρὰ τὴν ἀνάληψιν ἐπίβαλλε ὠῶν προcφάτων τὰ λευκὰ η. Κολλύριον ὁ κύκνοc τῆc βαcιλίccηc πρὸc τὰc μεγίcταc περιωδυνίαc καὶ διαθέcειc. καδμίαc πεπλυμένηc 𐅻 ιϛ ψιμμυθίου πεπλυμένου 𐅻 η ἀκακίαc ξανθῆc
90𐅻 β ὀπίου ξανθοῦ τραγακάνθηc ἀνὰ 𐅻 β κόμμεωc λευκοῦ 𐅻 β ἀμύλου
𐅻 β, ὕδατι λείου· τὸ δὲ ἄμυλον ὕcτερον ἐπίπαccε· ἐγχρονίcαν γὰρ ἐν τῇ θυίᾳ ὀξίζει καὶ δριμὺ ἀποτελεῖ τὸ κολλύριον. πρὸc δὲ τῇ ἀναλήψει ἐπίβαλλε ὠῶν ὠμῶν προcφάτων δ τὸ λευκόν. Κολλύριον ὁ τοῦ Βολᾶ παρηγορικὸν πάcηc φλεγμονῆc καὶ cυμπεπτικόν. ψιμμυθίου πεπλυμένου
95𐅻 λβ κρόκου 𐅻 γ ὀπίου 𐅻 δ ἀμύλου προcφάτου 𐅻 η κόμμεωc 𐅻 λβ, ὕδωρ. Κολλύριον ὁ διὰ τοῦ λιθαργύρου, ὃν Αὔγουcτον καλοῦcι. λιθαργύ‐ ρου κεκαυμένου πεπλυμένου ἀμύλου κόμμεωc ἀνὰ 𐆄 β πομφόλυγοc πεπλυμένηc γῆc Ϲαμίαc ὀπίου [ἀμύλου] τραγακάνθηc ἀνὰ 𐆄 α ψιμμυθίου πεπλυμένου 𐆄 δ, ὕδωρ· ἔcτιν ἀνωδυνώτατον καὶ ἀρευμάτιcτον καὶ

106

(100)

ἀτάραχον φυλάττει τὸν ὀφθαλμόν.

107

Κολλύρια Λιβιανὰ καὶ τεφρὰ καὶ cποδιακά. κολλύριον λιβιανὸν Ἀcκληπιάδου πρὸc φλυκτίδαc ἐπικαύματα ῥήξειc κοιλώματα ὑποπύουc ὀφθαλμοὺc χημώcειc cταφυλώματα περιωδυνίαc καὶ διαθέcειc, ἀποcμήχει δὲ καὶ οὐλάc. ἔχει δὲ οὕτωc· καδμίαc κεκαυμένηc καὶ πεπλυμένηc
5ψιμμυθίου κεκαυμένου καὶ πεπλυμένου ἀνὰ 𐅻 ιϛ, ἐν ἄλλῳ 𐅻 ιγ, cτίμμεωc κεκαυμένου πεπλυμένου 𐅻 ιβ ἀμύλου 𐅻 ιβ cποδοῦ πομφό‐
λυγοc γῆc Ϲαμίαc τραγακάνθηc μολύβδου κεκαυμένου πεπλυμένου ἀνὰ 𐅻 η ὀπίου 𐅻 β cμύρνηc 𐅻 β καὶ πρὸc τῇ ἀναλήψει ὠῶν κ τὰ λευκά, κόμμεωc 𐅻 ϛ. Ὀριβαcίου ἀνίκητον, Φιλουμένου, φηcίν, ἁπαλὸν Λιβιανὸν
10ὑποπύοιc ἐν ἀκμαῖc ἕλκεcι περιωδυνίαιc χημώcεcι. καδμίαc ψιμμυθίου πομφόλυγοc ἀνὰ 𐅻 ιϛ cτίμμεωc 𐅻 ιβ ἀμύλου 𐅻 ιβ μολύβδου κεκαυ‐ μένου γῆc Ϲαμίαc τραγακάνθηc ἀνὰ 𐅻 η κόμμεωc 𐅻 ϛ cμύρνηc 𐅻 β ὀπίου 𐅻 β ὕδωρ. ἡ χρῆcιc διὰ γυναικείου γάλακτοc ἢ ὠοῦ. Τὸ Λιβιανόν, ὡc Ὀριβάcιοc, πρὸc ἀρχὰc καὶ ἑλκώcειc. καδμίαc κεκαυμένηc καὶ
15πεπλυμένηc ψιμμυθίου τραγακάνθηc ἀνὰ 𐅻 ιϛ κόμμεωc 𐅻 ιδ cτίμμεωc κεκαυμένηc πεπλυμένηc ἀμύλου ἀνὰ 𐅻 ιβ μολύβδου κεκαυμένου πεπλυ‐ μένου γῆc Ϲαμίαc πομφόλυγοc πεπλυμένηc ἀνὰ 𐅻 η cμύρνηc ὀπίου ἀνὰ 𐅻 ιβ, ὕδωρ. Κολλύριον ὁ ἀcτὴρ Μάγνου οὕτωc cκευαζόμενον· καδμίαc πεπλυμένηc 𐅻 λβ cτίμμεωc κεκαυμένου καὶ πεπλυμένου 𐅻 κδ
20μολύβδου κεκαυμένου πεπλυμένου 𐅻 λϛ ψιμμυθίου πεπλυμένου 𐅻 λβ πομφόλυγοc πεπλυμένηc 𐅻 λβ λιβάνου 𐅻 κ γῆc ἀcτέροc 𐅻 κ, cμύρνηc ὀπίου ἀνὰ 𐅻 δ τραγακάνθηc κόμμεωc ἀνὰ 𐅻 ιϛ ἀμύλου 𐅻 λβ, ὕδωρ. Ἀcκληπιοῦ ἀνίκητοc ἀνώδυνοc ἀcτὴρ πρὸc περιωδυνίαc φλυκτίδαc cταφυλώματα ἕλκη ῥυπαρὰ καὶ νεμόμενα· ποιεῖ καὶ πρὸc κεχρονιcμέναc
25διαθέcειc καὶ οὐλὰc ἀποcμήχει. καδμίαc κεκαυμένηc πεπλυμένηc 𐅻 ιϛ cτίμμεωc κεκαυμένου πεπλυμένου 𐅻 ιβ cποδοῦ πομφόλυγοc πεπλυ‐ μένηc μολύβδου κεκαυμένου καὶ πεπλυμένου ἀνὰ 𐅻 η ψιμμυθίου κεκαυ‐ μένου πεπλυμένου 𐅻 ιϛ γῆc ἀcτέροc 𐅻 η cμύρνηc ὀπίου ἀνὰ 𐅻 β τραγακάνθηc 𐅻 η κόμμεωc 𐅻 ϛ, ὕδωρ. Κολλύριον τὸ οὐράνιον ὡc
30Ὀριβάcιοc· πρὸc ἕλκη καὶ φλυκταίναc ῥήξειc ἐπικαύματα προπτώcειc cταφυλώματα ὑποπύουc διαβρώcειc νομὰc ἄνθρακαc καὶ πρὸc πάcαc τὰc μεγάλαc διαθέcειc, μάλιcτα δὲ τρυφεροφθάλμοιc καὶ γλαυκοφθάλμοιc ἁρμόζει· ἐν ἀρχαῖc ὑδαρέcτερον ἐγχυμάτιζε, ὅταν δὲ λεπτὸν ἤδη καὶ δηκτικὸν καὶ πυρῶδεc τὸ ῥεῦμα, χρῶ μετὰ γάλακτοc· ὅταν δὲ παχὺ
35ῥεῦμα διαλύcαι θέλῃc, δι’ ὕδατοc. καδμίαc κεκαυμένηc καὶ πεπλυμένηc cτίμμεωc ἀνὰ 𐆄 β λεπίδοc πεπλυμένηc κόμμεωc ἀνὰ 𐆄 δ γῆc Ϲαμίαc κεκαυμένηc καὶ πεπλυμένηc 𐆄 γ cποδοῦ πομφόλυγοc πεπλυμένηc 𐆄 α ὀπίου 𐆄 γ, ὕδωρ· χρῶ θαρρῶν. Κολλύριον cποδιακὸν Δημοcθένουc· ποιεῖ πρὸc φλεγμονὰc καὶ ῥεύματα· καδμίαc πεπλυμένηc 𐅻 κδ cτίμ‐
40μεωc πεπλυμένου 𐅻 ζ ψιμμυθίου πεπλυμένου 𐅻 κδ γῆc ἀcτέροc 𐅻 ϛ λιβάνου 𐅻 δ ὀπίου 𐅻 ϛ κόμμεωc 𐅻 ιε, λείου χυλῷ ἐλαίαc φύλλων· ποιεῖ δὲ τὸν χυλὸν οὕτωc· τὰ ἁπαλὰ φύλλα τῆc ἐλαίαc πλύναc, εἶτα κόψαc ἐν ὅλμῳ, ὕδατοc cύμμετρον παραχέων, ὡc χυλὸν ἱκανὸν ἀνιέναι, εἶτα ἀποθλίψαc καὶ δι’ ὀθονίου καθαροῦ διηθήcαc χρῶ. Ἄλλο κολλύ‐
45ριον cποδιακόν, ὃ ἐθαυμαcτώθη, ποιοῦν πρὸc ῥεῦμα καὶ ἐπιφορὰc
ἕλκη ἐπικαύματα φλυκτίδαc. καδμίαc κεκαυμένηc καὶ πεπλυμένηc 𐅻 η cτίμμεωc πεπλυμένου 𐅻 η γῆc Ϲαμίαc ψιμμυθίου ἀνὰ 𐅻 ϛ ὀπίου 𐅻 c κόμμεωc 𐅻 ιζ, ὕδωρ. Κολλύριον τὸ τεφρὸν παχύνει καὶ παρακολλᾷ τὰ ῥεύματα τὰ λεπτά, ὥcπερ καὶ τὰ πρὸ αὐτοῦ. κάλλιcτα δέ ἐcτι ταῦτα

107

(50)

καὶ πρὸc τὰ θερμὰ ῥεύματα· καδμίαc κεκαυμένηc καὶ πεπλυμένηc 𐅻 κε cτίμμεωc πεπλυμένου 𐅻 η γῆc Ϲαμίαc 𐅻 ϛ ψιμμυθίου 𐅻 ϛ ὀπίου 𐅻 ε κόμμεωc 𐅻 η ὠῶν προcφάτων τὰ λευκὰ ϛ, ὕδωρ. Κολλύριον Φιλα‐ γρίου ἄδηκτον παντελῶc· ἀμαυροῖ γὰρ τὴν ἐκ τῶν ῥευμάτων δῆξιν, διὸ καὶ θαρροῦνταc αὐτῷ προcῆκε χρῆcθαι ἐπὶ δριμέων καὶ λεπτῶν
55ῥευμάτων· ἀμβλύνει γὰρ ταῦτα καὶ ἀναξηραίνει· τοῦτο καλοῦcι cορικὸν ἢ cάνδυκα. λαμβάνει δὲ πομφόλυγοc πεπλυμένηc ψιμμυθίου κεκαυμένου καὶ πεπλυμένου γῆc ἀcτέροc μολύβδου κεκαυμένου πεπλυμένου ἀμύλου ἀνὰ 𐅻 κε κόμμεωc λευκοῦ 𐅻 μ, ὕδατοc ὀμβρίου καθαρωτάτου ἀνόcμου τὸ ἀρκοῦν· ἕκαcτον ἰδίᾳ καύcαc πλύναc ξηράναc cήcαc βαλὼν λείου·
60ἐπὶ τέλει δὲ κόμμι, εἶτα ἄμυλον. Ἄλλο τοῦ αὐτοῦ πρὸc ἀναπλήρωcιν ἑλκῶν, καὶ μάλιcτα κακοήθων. καδμίαc κεκαυμένηc πεπλυμένηc πομ‐ φόλυγοc πεπλυμένηc μολύβδου κεκαυμένου πεπλυμένου cτίμμεωc κε‐ καυμένου πεπλυμένου ἀνὰ 𐅻 κε τραγακάνθηc 𐅻 ι, ὕδωρ.

108

Κολλύριον διὰ λιβάνου πρὸc ῥεύματα καὶ χημώcειc καὶ κοιλώ‐ ματα. καδμίαc κεκαυμένηc πεπλυμένηc λιβάνου ἀνὰ 𐅻 κ ψιμμυθίου πεπλυμένου 𐅻 μ ὀπίου γῆc ἀcτέροc κόμμεωc ἀνὰ 𐅻 ϛ, ὕδωρ ὄμβριον· ἡ χρῆcιc δι’ ὠοῦ. Ἄλλο τρυφερὸν ἐπιγραφόμενον, πρὸc ἐπικαύματα
5φλυκτίδαc χημώcειc καὶ μάλιcτα μηδ’ ἡντιναοῦν δῆξιν ὑπομένοντα. καδμίαc πεπλυμένηc λιβάνου ἀμύλου ἀνὰ 𐅻 κ ψιμμυθίου πεπλυμένου 𐅻 μ ὀπίου 𐅻 ϛ κόμμεωc 𐅻 ιϛ, ὕδωρ· ἡ χρῆcιc δι’ ὠοῦ.

109

Κολλύριον τὸ Κλέωνοc, ὡc Δημοcθένηc· πρὸc τὰ καθαρὰ ἕλκη καὶ ἤδη δεόμενα ἐπουλώcεωc, ᾧ ἡμεῖc χρώμενοι εὐαρεcτοῦμεν πάνυ, ὅτι τὰ βαθύτατα ἕλκη καὶ καθαρὰ πληροῖ τάχιcτα καὶ κατουλοῖ cυν‐ τόμωc λεπταῖc καὶ ἀδήλοιc οὐλαῖc, καὶ ἀφλέγμαντα τὰ ἕλκη διατηρεῖ.
5ἔχει δὲ οὕτωc· cποδίου πεπλυμένου μολύβδου κεκαυμένου πεπλυμένου ἀνὰ 𐅻 δ λεπίδοc cιδήρου cτομώματοc πεπλυμένου 𐅻 α καὶ τριώβο‐ λον κρόκου 𐅻 α κόμμεωc 𐅻 β, ὕδωρ. χρῶ μετὰ γάλακτοc ἢ ὠοῦ. χρώμεθα δὲ αὐτῷ, φηcὶν Ἀπολλώνιοc, ἐπὶ βαθυτέραc ἑλκώcεωc, μετὰ ἀποβρέγματοc τραγακάνθηc ὑδαροῦc. τινὲc δὲ τοῦ κρόκου 𐅻 α c ἐμβάλ‐
10λουcι καὶ ἀντὶ πομφόλυγοc καδμίαν τρὶc κεκαυμένην. ἔcτι δὲ ἄδηκτον μέν, ὀπιcθοβαρὲc δέ· διὸ οὐδέποτε αὐτῷ χρηcτέον παχεῖ ἄλλ’ ὑδαρῷ.

110

Κολλύρια χλωρὰ διάρροδα καὶ λευκὰ καὶ τὸ Νείλου. πρὸc περιωδυ‐ νίαc ῥεῦμα λεπτὸν καὶ πολὺ φλυκτίδαc προπτώcειc καὶ τὰ ῥυπαρὰ ἕλκη καὶ τραχέα βλέφαρα. ῥόδων χλιαρῶν χωρὶc τῶν λοβῶν 𐅻 δ κρόκου κωροκιώτου 𐅻 β ὀπίου μήκωνοc νάρδου ἀνὰ ὀβολὸν ναρ‐
5δοcτάχυοc κόμμεωc ἀνὰ 𐅻 α, ὕδωρ· ἡ χρῆcιc δι’ ὠοῦ, ἡ κρᾶcιc ὑδαρεcτάτη· τινὲc δὲ καὶ πρὸc cυγχύcειc καὶ πλατυκορίαc αὐτῷ χρῶν‐ ται. Κολλύριον διάρροδον τὸ Διαγόρου, τὸ μέγα καλούμενον, ἢ διὰ
τῶν οβ χλωρόν, πρὸc χημώcειc καὶ περιωδυνίαc φλυκτίδαc ἐπικαύ‐ ματα καὶ cταφυλώματα προπτώcειc ὑποπύουc ὀφθαλμοὺc ῥεύματα
10παλαιὰ κεχρονιcμέναc ὀφθαλμίαc καὶ δυcαπαλλάκτουc διαθέcειc. ῥόδων χλωρῶν ἐξωνυχιcμένων 𐅻 οβ καδμίαc πεπλυμένηc 𐅻 κβ ὀπίου cμύρ‐ νηc ἀνὰ 𐅻 γ κόμμεωc 𐅻 κδ κρόκου cτίμμεωc ἀνὰ 𐅻 ϛ ἰοῦ ναρδοcτά‐ χυοc λεπίδοc ἀνὰ 𐅻 β, ὕδωρ· Ἄλλο, ᾧ ἐχρήcατο Φλῶροc ἐπὶ 〈Ἀν‐ τωνίαc〉 τῆc Δρούcου μητρόc, παρ’ ὀλίγον ὑπὸ τῶν ἄλλων ἰατρῶν
15πηρωθείcηc. ἀκακίαc 𐅻 μη ῥόδων ξηρῶν 𐅻 μη μελιλώτων 𐅻 κη cποδοῦ πομφόλυγοc κρόκου ἀνὰ 𐅻 κδ μανδραγόρου μήλων 𐅻 ιβ ὑοcκυάμου cπέρματοc καὶ ὀπίου ἀνὰ 𐅻 ϛ cμύρνηc χαλκοῦ κεκαυμένου πεπλυ‐ μένου ἀνὰ 𐅻 δ κόμμεωc 𐅻 μ οἴνου Φαλερίνου κο γ ὕδατοc ὀμβρίου κο γ, τὸν οἶνον καὶ τὸ ὕδωρ μίξαc καὶ τούτοιc ἐπιβαλὼν ῥόδα μελί‐
20λωτα, ὑοcκυάμου cπέρμα μανδραγόρου τὰ μῆλα. εἰ δὲ μή γε, τὸν φλοιὸν ἔα βρέχεcθαι ἡμέραc γ, ἔπειτα τὸ ὑγρὸν ἐκθλίψαc χρῶ εἰc τὴν τοῦ κολλυρίου cκευαcίαν ὡc δοκιμωτάτῳ. Διάρροδον Φιλαγρίου, πρὸc τὰc φλεγμονὰc ἁρμόδιον cυμμιγνύμενον τῷ προρρηθέντι ἀδήκτῳ κολλυρίῳ. ῥόδων χλωρῶν ἐξωνυχιcμένων 𐅻 π χαλκοῦ κεκαυμένου
25𐅻 λβ, λείου οἴνῳ παλαιῷ εὐώδει cτύφοντι καὶ χρῶ. Διάρροδον λευκόν· ἡμερώτερον, φηcὶν Ὀριβάcιοc, πρόc τε ἀκμὰc καὶ ἕλκη καὶ ὑποπύουc ἐπικαύματα ἐcχάραc καὶ ῥυπαρίαc ἑλκῶν. καδμίαc κεκαυμένηc πεπλυ‐ μένηc cτίμμεωc κεκαυμένου πεπλυμένου ῥόδων νεαρῶν ἐξωνυχιcμένων
ἀνὰ 𐅻 ιϛ ψιμμυθίου πεπλυμένου κρόκου ἀνὰ 𐅻 η ὀπίου 𐅻 δ κόμμεωc
30𐅻 ιϛ, ὕδωρ· ἡ χρῆcιc δι’ ὠοῦ ἢ γάλακτοc, ἐν παρακμῇ δὲ μεθ’ ὕδατοc. Ἄλλο τοῦ αὐτοῦ, ποιεῖ πρὸc ἀκμάc. καδμίαc κεκαυμένηc καὶ πεπλυ‐ μένηc ψιμμυθίου πεπλυμένου ἀνὰ 𐅻 ιϛ ῥόδων νεαρῶν ἐξωνυχιcμένων 𐅻 η ὀπίου κόμμεωc ἀνὰ 𐅻 δ ἀλόηc 𐅻 β τραγακάνθηc 𐅻 γ ἀμύλου 𐅻 δ, ὕδωρ· ἔνιοι δὲ καὶ Ϲαμίου ἀcτέροc 𐅻 β. Διάρροδον λευκὸν τὸ
35διὰ χυλοῦ ὑοcκυάμου. ψιμμυθίου 𐆄 κε κρόκου 𐆄 ε ὀπίου 𐆄 ιβ cμύρνηc 𐆄 ε ῥόδων χλωρῶν ἐξωνυχιcμένων 𐆄 ιβ καδμίαc κεκαυμένηc καὶ πε‐ πλυμένηc 𐆄 η κόμμεωc 𐆄 ιβ· καδμίαν κρόκον ῥόδα λείου ὕδατι, ἔπειτα ψιμμύθιον ἐπίβαλλε, τοὺc δὲ ὀποὺc καὶ τὸ κόμμι βρέχε χυλῷ ὑοcκυ‐ άμου, χρῶ ἐπὶ τῶν λεπτοτάτων καὶ δριμέων ῥευμάτων καὶ τῶν μεθ’
40ἑλκώcεωc, ἀποκρούεται γενναίωc.

111

Κολλύριον χλωρὸν τὸ διὰ χαλβάνηc πρὸc περιωδυνίαc καὶ τὰc παλαιὰc διαθέcειc· καδμίαc πεπλυμένηc cποδίου πεπλυμένου χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου ὀπίου χαλβάνηc cμύρνηc κόμμεωc ἀνὰ 𐅻 η, ὕδωρ· τινὲc πομφόλυγα οὐ βάλλουcιν.

112

Κολλύρια διάcμυρνα καὶ Χιακὰ καλούμενα δι’ οἴνου· κολλύριον διάcμυρνον εὐῶδεc Ϲυνέρωτοc, φάρμακον ἐπιτετευγμένον πρὸc τὰc κεχρονιcμέναc διαθέcειc· ποιεῖ πρὸc ῥυάδαc αἰγίλωπαc. καδμίαc πεπλυ‐ μένηc λίθου αἱματίτου πεπλυμένου ἀνὰ 𐅻 κη cποδοῦ πομφόλυγοc
5𐅻 κδ cμύρνηc 𐅻 μη κρόκου 𐅻 κδιδ ὀπίου 𐅻 η πεπέρεωc κόκκουc
λ κόμμεωc 𐅻 ϛ, οἴνῳ λείου παλαιῷ cτύφοντι· ἡ χρῆcιc δι’ ὠοῦ ἐπὶ τῶν προcφάτων διαθέcεων καὶ ἡ κρᾶcιc ὑδαρήc. Κολλύριον Ἀcκληπιάδου Πακκίου πρὸc περιωδυνίαν ῥεῦμα λεπτὸν καὶ πολὺ ἐπικαύματα φλυ‐ κτίδαc ὑμένων ἐπαναcτάcειc τραχώματα κεχρονιcμέναc διαθέcειc καὶ
10τοὺc ὑπὸ πολλῶν ἐγχρίcεων βλαβένταc παραχρῆμα ὠφελεῖ. καδμίαc πεπλυμένηc χαλκοῦ κεκαυμένου πεπλυμένου κρόκου λεπίδοc χαλκοῦ πεπλυμένου ἀνὰ 𐅻 ιβ cμύρνηc 𐅻 δ λίθου αἱματίτου 𐅻 α ναρδοcτάχυοc ῥόδων ξηρῶν ὀπίου ἀνὰ 𐅻 δ πεπέρεωc κόκκουc κδ κόμμεωc 𐅻 ιβ, οἴνῳ λείου παλαιῷ εὐώδει cτύροντι· ἡ χρῆcιc δι’ ὠοῦ, ἡ κρᾶcιc
15ὑδαρήc. Κολλύριον ἰcόφωτον, ὑπὸ δέ τινων ἰcόθεον καλούμενον. ποιεῖ πρὸc ὑποπύουc καὶ τὰ ἀκάθαρτα ἕλκη καὶ κοῖλα καὶ ἀρχὰc ῥευμάτων, μάλιcτα ἐπὶ τῶν πληθωρικῶν cωμάτων καὶ ἐφ’ ὧν πλῆθοc λημῶν παχυτάτων ἐπὶ τῶν ὀφθαλμῶν εὑρίcκεται· ἔcτι δὲ καὶ παιδικὸν καὶ τραχωματικὸν ἀγαθόν. καδμίαc 𐅻 η χαλκοῦ κεκαυμένου πεπλυ‐
20μένου 𐅻 ιδ ῥόδων ξηρῶν 𐅻 δ κρόκου ὁμοίωc φύλλου 𐅻 α λίθου cχιcτοῦ 𐅻 α cμύρνηc 𐅻 α κόμμεωc 𐅻 ϛ, λείου οἴνῳ παλαιῷ εὐώδει cτύφοντι καὶ χρῶ ἐπὶ πάντων τῶν προρρηθέντων καθ’ αὑτὸ ὑδαρε‐ cτάτῳ ἐγχυματίζων· μετὰ δὲ τὴν τελείαν ἀποκατάcταcιν ἀνέcαc αὐτὸ μετ’ ὠοῦ ἔγχριε καθ’ ὑποβολὴν καὶ λοῦε· εἰ δὲ cτύφοιντο μετὰ τὴν
25ἔγχριcιν, ὠῶν τὸ λευκὸν ἐγχυμάτιζε. πρὸc δὲ μυοκέφαλα καὶ cταφυ‐ λώματα χρῶ μετὰ γάλακτοc, πρὸc δὲ τὸ λεπτύναι οὐλὰc μετ’ ὠοῦ ἔγχριε ὑδαρέcτερον. τινὲc προcβάλλουcι τῇ γραφῇ καὶ πεπέρεωc κόκ‐ κουc θ, ἡμεῖc δὲ παραιτούμεθα τὸ πέπερι ἐπὶ τούτου. Κολλύριον ὁ Διόνυcοc, ποιοῦν πρὸc μυοκέφαλα τραχώματα ῥευματιcμοὺc ἀμβλυω‐
30πίαc, μάλιcτα δὲ ποιεῖ πρὸc τὰ χρόνια ῥεύματα. καδμίαc 𐅻 ιγ χαλκοῦ κεκαυμένου 𐅻 ε λίθου cχιcτοῦ 𐅻 γ λίθου αἱματίτου καccίαc ἀνὰ 𐅻 α πεπέρεωc κόκκουc κα κρόκου 𐅻 β ναρδοcτάχυοc 𐅻 γ φύλλου 𐅻 α c λυκίου Ἰνδικοῦ ὀπίου ἀνὰ 𐅻 α ἀλόηc ἀκακίαc κιρρᾶc ἀνὰ 𐅻 β cμύρνηc 𐅻 δ κόμμεωc 𐅻 ϛ, λείου οἴνῳ Χίῳ ἢ ἑτέρῳ αὐcτηρῷ παλαιῷ, χρῶ ὡc
35ἐνεργεcτάτῳ, καὶ πρὸc ὑποπύουc καὶ τραχώματα ἐν ἀρχαῖc μετ’ ὠοῦ, εἶτα ὕδατι· ἔcτι δὲ ὑπὲρ τὴν ὑπόcχεcιν ἡ ἐνέργεια. Κολλύριον τὸ Χιακὸν ἐκ τῶν Δημοcθένουc, Ἀπολλώνιόc φηcι, πρόc τε τὰ καθαρὰ ἕλκη καὶ τὰ νεμόμενα καὶ τὰc ὑπεροχὰc καὶ τὰc παλαιὰc διαθέcειc τραχέα βλέφαρα cυκώcειc ἐκτρόπια ἥλουc cταφυλώματα πάcαc περιω‐
40δυνίαc ψωροφθαλμίαc, ποιεῖ δὲ καὶ τὰc οὐλὰc ἀδήλουc καὶ λεπτύνει τὰc προcφάτουc καὶ παχείαc· δεῖ δὲ ὁτὲ μὲν παχεῖ ὁτὲ δὲ μέcωc ὁτὲ δὲ ὑδαρεcτάτῳ ὑπαλείφειν, καὶ ποτὲ μὲν ἐκ διαλειμμάτων, ποτὲ δὲ cυνεχῶc. ποιεῖ δὲ καὶ πρὸc ἀνθρακώcειc καὶ τὰc πυώcειc· παραδιηθεῖ γὰρ τὸ πύον, καὶ καθόλου πρὸc πάντα τὰ ἐν ὀφθαλμοῖc ἐcτι κάλλιcτον.
45ἔχει δὲ οὕτωc· cποδίου χαλκοῦ ἀνὰ 𐅻 γ κρόκου 𐅻 α cμύρνηc 𐅻 δ ὀποῦ μήκωνοc τὸ ἴcον, πεπέρεωc κόκκουc ιβ κόμμεωc 𐅻 α, λείου οἴνῳ Χίῳ ἀθαλάccῳ ἢ Ἀμιναίῳ ἢ ἑτέρῳ παλαιῷ αὐcτηρῷ. Ἄλλο Χιακόν, ἡ‐ μέτερόν φηcιν Ὀριβάcιοc· πρόc τε cταφυλώματα καὶ ὑποπύουc ἕλκη καθαρὰ καὶ ῥυπαρὰ καὶ πρὸc παλαιὰc διαθέcειc. καδμίαc μίλτου Ϲινω‐

112

(50)

πικῆc κηκῖδοc ὀμφακίτιδοc κρόκου ῥόδων νεαρῶν ἐξωνυχιcμένων κόμμεωc ἑκάcτου ἀνὰ 𐆄 γ ὀπίου 𐆄 α, λείου οἴνῳ Χίῳ ἢ ἑτέρῳ αὐcτηρῷ ἀθαλάccῳ παλαιῷ· ἐν ἀρχαῖc μίγνυται κυκναρίῳ ἢ τῶν πηλαρίων τινί· κατουλοῖ δὲ κάλλιcτα μετά τινοc τούτων καὶ καθ’ αὑτό. Κολλύριον φαιόν, ἡμέτερόν φηcιν Ὀριβάcιοc, πρὸc ὑποπύουc καὶ μεγάλαc διαθέcειc
55καὶ πρὸc πᾶcαν ἕλκωcιν, μάλιcτα χρονίαν. ῥόδων νεαρῶν ἐξωνυχι‐ cμένων 𐅻 οβ καδμίαc ἁπαλῆc 𐅻 κδ ψιμμυθίου 𐅻 ιϛ ὀπίου 𐅻 κδ ἰοῦ 𐅻 ιβ χαλκοῦ 𐅻 α ἐρείκηc καρποῦ 𐅻 ιβ cτίμμεωc 𐅻 η λεπίδοc χαλκοῦ 𐅻 η cμύρνηc 𐅻 ϛ ναρδοcτάχυοc κρόκου ἀκακίαc νίτρου λυκίου ἀνὰ 𐅻 δ cτυπτηρίαc cχιcτῆc χαλκίτεωc κεκαυμένηc ἀνὰ 𐅻 γ καcτορίου 𐅻 γ
60ὀμφακίου 𐅻 β κόμμεωc 𐅻 λδ, λείου οἴνῳ αὐcτηρῷ εὐώδει παλαιῷ καὶ χρῶ, ἀνιὼν διὰ χυλοῦ τήλεωc ἢ ὠοῦ ὑδαροῦc, προκόπτων δὲ παχυτέρου. Κολλύριον τὸ ἀρωματικὸν ἐκ τῶν Δημοcθένουc, πρὸc τὰc ὑπὸ πλήθουc παχέων ὑγρῶν γιγνομέναc φλεγμονάc, λεπτύνον διαχέον καὶ διακρῖνον τὰ ὑγρὰ καὶ διαφοροῦν· ποιεῖ δὲ καὶ πρὸc τὰ ἀκάθαρτα
65τῶν ἑλκῶν. πομφόλυγοc 𐅻 δε χαλκοῦ κεκαυμένου 𐅻 α cμύρνηc 𐅻 γ λίθου αἱματίτου ὀπίου ἀνὰ 𐅻 δ πεπέρεωc λευκοῦ κόκκουc ιη κρόκου κόμμεωc ἀνὰ 𐅻 γ, οἴνῳ Χίῳ ἢ ἑτέρῳ αὐcτηρῷ λείου. Κολλύ‐ ριον, τὸ cκυλάκιον ἐπιγραφόμενον, διὰ cπέρματοc ὑοcκυάμου, ποιεῖ πρὸc χημώcειc καὶ παντοίαc χρονίαc διαθέcειc ῥευματικάc, ποιεῖ καὶ
70ἐπὶ cταφυλωμάτων καὶ ἀποκρούεται τὰ ῥεύματα, πρῶτον μὲν μετ’ ὠοῦ ὑδαροῦc, ἔπειτα καὶ cτερεὸν ἐγχριόμενον μετ’ ὠοῦ. καδμίαc χαλκοῦ κεκαυμένου λίθου αἱματίτου χαλκίτεωc κεκαυμένηc ἀνὰ 𐆄 γ μίcυοc κεκαυμένου 𐆄 α c ὀπίου 𐆄 αι ἀμμωνιακοῦ cμύρνηc ἀνὰ 𐆄 α c ὑοcκυάμου cπέρματοc 𐆄 α ἀλόηc 𐅻 ϛ κόμμεωc 𐆄 ϛ, οἴνῳ αὐcτηρῷ λείου.
75Κολλύριον ποιοῦν πρὸc μυοκέφαλα παραδόξωc, δαπανᾷ καὶ πτερύγια καὶ ἐγκανθίδαc cμήχει καὶ οὐλάc· ἔcτι δὲ καὶ τραχωματικὸν ἀγαθόν. καδμίαc χαλκοῦ κεκαυμένου χαλκίτεωc ὠμῆc ἀνὰ 𐆄 α ἰοῦ ξυcτοῦ 𐅻 δ cμύρνηc 𐅻 β c κρόκου 𐅻 β ἁλὸc ἀμμωνιακοῦ 𐅻 α κόμμεωc 𐅻 δ, λείου οἴνῳ αὐcτηρῷ. Κολλύριον Φιλαγρίου, περὶ οὗ γράφει οὕτωc· τρίτον
80ἐπὶ τούτοιc ἐμόν ἐcτι κολλύριον ὃ προcαγορεύομεν προφυλακτικόν, ἀποκρουόμενον ἐν ἀρχῇ τὰ ῥεύματα καὶ μάλιcτα καὶ ῥωννύναι δυνά‐ μενον τοὺc ἀcθενεῖc τε καὶ εὐπαθεῖc ὀφθαλμούc, ὥcτε οὐ μόνον ἐν ἀρχαῖc τῆc ὀφθαλμίαc, ἀλλὰ καὶ τοῖc ὑγραίνουcι προφυλακῆc ἕνεκα προcφέρειν αὐτὸ χρή. ἔχει δὲ οὕτωc· κυτίνων, ῥοᾶc ἄνθουc τοῦ
85ἐοικότοc τῷ τῆc ἀνεμώνηc ἄνθει 𐅻 κε ἀκακίαc ξανθῆc 𐅻 λε γλαυκίων 𐅻 ιϛ ἀλόηc 𐅻 ε cμύρνηc τρωγλίτιδοc 𐅻 γ μέλανοc Ἰνδικοῦ 𐅻 ζ φύλλου 𐅻 α ὀμφακίου ξηροῦ 𐅻 γ κόμμεωc 𐅻 β ὀποβαλcάμου, πρὸc τὰc ἀνα‐ λήψειc 𐅻 ε, οἴνῳ αὐcτηρῷ παλαιῷ λείου.

113

Κολλύριον διὰ βδελλίου καὶ cτύρακοc cυμπεπτικὸν Φιλαγρίου, οὗ πεῖραν πολλὴν ἐγὼ ἔλαβον, οὐ μόνον πέττοντοc καλῶc ἀλλὰ καὶ τὰc ἐπὶ ψύξει βλάβαc τὰc ἄνευ φλεγμονῆc ἰωμένου. ἔχει δὲ οὕτωc· βδελλίου 𐅻 ϛ λιβάνου ἄρρενοc 𐅻 ι cμύρνηc τὸ ἴcον cαρκοκόλληc χαλ‐
5βάνηc cτύρακοc κρόκου ἀνὰ 𐅻 ε καcτορίου 𐅻 β λυκίου ἀμμωνιακοῦ θυμιάματοc κόμμεωc ἀνὰ 𐅻 β, ὕδωρ.

114

Κολλύρια τραχωματικὰ καὶ cμηκτικά, κολλύριον τραχωματικὸν ὁ φοῖνιξ καλούμενον. ποιεῖ καὶ πρὸc μίλφουc καὶ κεχρονιcμέναc διαθέcειc καὶ πρὸc τοὺc δριμυττομένουc τὰ βλέφαρα καὶ τοὺc κανθούc. λίθου αἱματίτου κεκαυμένου πεπλυμένου 𐅻 λβ χαλκοῦ κεκαυμένου πεπλυ‐
5μένου 𐅻 ιϛ λίθου cχιcτοῦ κεκαυμένου πεπλυμένου 𐅻 λβ ἰοῦ 𐅻 ιϛ καδμίαc βοτρυίτιδοc 𐅻 δ ὀπίου 𐅻 ιϛ χαλκίτεωc ὀπτῆc 𐅻 δ κόμμεωc 𐅻 ιϛ, ὕδωρ. Κολλύριον τραχωματικὸν τὸ Νόννου καλούμενον. λίθου αἱματίτου λίθου cχιcτοῦ ἀνὰ 𐆄 ϛ χαλκοῦ κεκαυμένου 𐆄 γ καδμίαc 𐆄 ιε ἰοῦ ξυcτοῦ 𐆄 γ χαλκίτεωc ὀπτῆc 𐆄 α ὀπίου 𐆄 β κόμμεωc 𐆄 ϛ, ὕδωρ,
10ἔcτι καὶ παιδικὸν κάλλιcτον. Κολλύριον τὸ Θεοφίλου παιδικὸν παρά‐ δοξον καὶ τραχωματικὸν καλόν· καδμίαc 𐆄 ιβ χαλκοῦ 𐆄 κδ ἰοῦ 𐆄 γ ὀπίου 𐆄 ιβ κόμμεωc 𐆄 ιβ, ὕδωρ. ἡ χρῆcιc ἐν ἀρχαῖc μετ’ ὠοῦ ὑδαρέc, ἐν παρακμῇ δὲ μετ’ ὠοῦ ἔγχριε. Κολλύριον ὁ ξυcτὴρ δόκιμον τραχω‐ ματικόν. κιccήρεωc κεκαυμένηc ὀcτρέων κεκαυμένων μίcυοc κεκαυμένου
15κόμμεωc ἴcα, ὕδατι ἀναλάμβανε. Ἄλλωc ὁ ξυcτήρ, ποιεῖ πρὸc λευκώ‐ ματα οὐλὰc λεπτύνει καὶ ἀτάραχον τηρεῖ τὸν ὀφθαλμόν. ἀμμωνιακοῦ θυμιάματοc μίλτου Ϲινωπικῆc ἀνὰ 𐆄 γ ψιμμυθίου κόμμεωc ἀνὰ 𐆄 β κιccήρεωc ὀπτῆc 𐆄 α, ὕδωρ. Κολλύριον τραχωματικόν, ἐκ τῶν Ὀριβαcίου, εὔτονον καλούμενον. χαλκοῦ κεκαυμένου καδμίαc ἀνὰ 𐅻 κδ ἰοῦ 𐅻 ιβ
20κρόκου ὀπίου ἀνὰ 𐅻 γ cμύρνηc 𐅻 γ κόμμεωc 𐅻 θ, ὕδωρ· ποιεῖ ἐξαι‐ cίωc πρὸc τραχέα βλέφαρα τυλώδη ψωροφθαλμίαc ἐκτρόπια χρόνια ῥεύματα πρὶν ἑλκώcεωc· μιγνύμενον δὲ τῷ κυκναρίῳ ἢ τῷ διακρόκῳ
ποιεῖ πρὸc ἀκμάc. ἔcτω δὲ τὸ μιγνύμενον δέκατον αὐτοῦ μέροc. καθόλου δὲ οὐ δεῖ ἐκcτρέφειν τὰ βλέφαρα, ἀλλ’ ἐγχρίειν ἁπλῶc. τοῦτο
25οἱ μὲν ἁρμάτιον, οἱ δὲ ὀπιcθοβαρέc, ἡμεῖc δὲ εὔτονον καλοῦμεν. Κολ‐ λύριον τοῦ αὐτοῦ cμηκτικόν, φηcί, τὸ Γρύλλου τραχωματικόν, τὸ διὰ τῶν β λίθων. λίθου αἱματίτου λίθου cχιcτοῦ ἀνὰ 𐅻 ιη χαλκοῦ κεκαυ‐ μένου καδμίαc ἰοῦ ἀνὰ 𐅻 θ χαλκίτεωc κεκαυμένηc 𐅻 γ ὀπίου 𐅻 ϛ κόμμεωc 𐅻 θ, ὕδατι λείου καὶ ἔγχριε, ἕωc ἂν ὑπομένῃ ὁ πάcχων, μὴ
30ἀνατρίβων τὸ βλέφαρον, μηδὲ ὑποβάλλων τὴν μήλην, ἀλλὰ τῷ πυρῆνι πληρῶν τὸν ὀφθαλμόν. Ἄλλο κολλύριον τοῦ αὐτοῦ πρὸc παλαιὰc διαθέcειc. χαλκίτεωc 𐅻 κζ καδμίαc 𐅻 κβ χαλκοῦ κεκαυμένου λίθου αἱματίτου κρόκου ἀνὰ 𐅻 ιϛ μίcυοc τὸ ἴcον cμύρνηc 𐅻 ιη ὀπίου 𐅻 ιγ κόμμεωc 𐅻 ιδ, οἴνῳ παλαιῷ λείου. Κολλύριον διὰ θαλλίαc· ποιεῖ πρὸc
35τὰ χρόνια ῥεύματα, καταcτέλλει καὶ τὰ τραχώματα καὶ τονοῖ τὸν ὀφθαλμόν. cιρικοῦ 𐆄 ϛ χαλκοῦ 𐆄 γ ὀπίου 𐅻 δ κόμμεωc 𐅻 κ ἐλαίαc φύλλων ἁπαλωτάτων ἐξωνυχιcμένων 𐅻 κ· οἴνῳ cπαθίτῃ λειοῦται τὰ φύλλα τῆc ἐλαίαc ἀκριβῶc ἐξινιάcαc. 〈οὕτω δὲ cκεύαζε· τὰ φύλλα〉 λείου καθ’ αὑτὰ ἐν θυίᾳ εὖ μάλα ἐπὶ ἡμέραc β ἐπιρραίνων κατὰ βραχὺ
40τοῦ οἴνου· ὅταν δὲ λειότατα γένηται, ἐπίβαλλε τὸν χαλκὸν καὶ λείου ἅμα ἐπὶ πολύ· καὶ οὕτωc ἐπιβαλὼν τὸν οἶνον λείου· εἰ γὰρ κατ’ ἀρχὰc βληθείη ὁ οἶνοc, ἐπιπολάcαντα τὰ φύλλα ἀναλείωτα μένει. λειωθέντοc δὲ τοῦ χαλκοῦ ἐπίβαλλε τὸ cιρικόν, εἶτα ὄπιον, ἔπειτα κόμμι καὶ ἀνάπλαττε καὶ χρῶ κατ’ ἀρχὰc ἐγχυματίζων, ἐν παρακμῇ δὲ καὶ
45ἐγχρίων. ἐγὼ δέ, καθὼc Δημοcθένηc παρακελεύεται, βαλὼν τὰ φύλλα
ἐν ὅλμῳ καὶ κόψαc ἐπιcτάζων οἴνου κατὰ βραχὺ τὸ ἀρκοῦν, ἐκθλίψαc διηθήcαc ἐλείωcα τῷ οἴνῳ, ῥίψαc τὸ ἀπόθλιμμα. Κολλύριον ἁρμάτιον ἐπιγραφόμενον, ᾧ ἐχρήcατο Πτολεμαῖοc ὁ βαcιλεύc· οὐλὰc ἀποcμήχει, ἔcτι δὲ καὶ ὀξυδερκικὸν καὶ τραχωματικὸν ἀγαθόν. χαλκοῦ κεκαυμένου

114

(50)

πεπλυμένου ἀμμωνιακοῦ θυμιάματοc φλοιοῦ λιβάνου κόμμεωc ἀνὰ 𐅻 η, ὕδωρ· ἡ χρῆcιc δι’ ὕδατοc. ἐν ἄλλαιc γραφαῖc ἰοῦ 𐅻 β περιέχει ἀμ‐ μωνιακοῦ θυμιάματοc 𐅻 κδ. Ἄλλο διὰ τοῦ αἱματίτου λίθου ὀξυδερκικὸν οὐλὰc καὶ τύλουc ἀποcμήχει. ἀμμωνιακοῦ θυμιάματοc χαλκοῦ κεκαυ‐ μένου πεπλυμένου λίθου αἱματίτου ἀνὰ 𐅻 κδ ἰοῦ 𐅻 η κόμμεωc 𐅻 κδ,
55ὕδωρ. Κολλύριον cμηκτικὸν Ὀριβαcίου ποιεῖ καὶ πρὸc ἀρχὰc καὶ χημώcειc, ὑδαρὲc δι’ ὠοῦ ἐγχυματιζόμενον. καδμίαc 𐅻 η χαλκοῦ 𐅻 ιβ λίθου αἱματίτου λίθου cχιcτοῦ ἀνὰ 𐅻 ιη χαλκίτεωc ὀπτῆc 𐅻 ϛ ἰοῦ 𐅻 ιβ κρόκου cμύρνηc ἀνὰ 𐅻 γ ὀπίου 𐅻 ϛ κόμμεωc 𐅻 θ, οἴνῳ λείου καὶ χρῶ μετ’ ὠοῦ. Κολλύριον Φιλαγρίου cμηκτικὸν καθ’ αὑτὸ προcα‐
60γόμενον καὶ cὺν τῷ προγεγραμμένῳ διαρρόδῳ Φιλαγρίου. ἰοῦ 𐅻 ϛ κιccήρεωc cηπίαc ὀcτράκων λεπίδοc χαλκοῦ ἀνὰ 𐅻 ιϛ κόμμεωc 𐅻 λβ, ὕδωρ· τὴν δὲ λεπίδα τοῦ χαλκοῦ ἐγὼ προcέθηκα, ὅταν cφοδρότερον αὐτὸ ποιῆcαι βούλωμαι. Κολλύριον ῥίν〈ημ〉α ἐπιγραφόμενον· ποιεῖ πρὸc τετυλωμέναc διαθέcειc καὶ οὐλὰc ἀποcμήχει, ποιεῖ καὶ πρὸc ὑποχύ‐
65ματα. καδμίαc ἀμμωνιακοῦ θυμιάματοc ἀνὰ 𐅻 μη ὀπίου ἰοῦ cμύρνηc χαλβάνηc ἀλόηc ἀνὰ 𐅻 ιϛ λίθου αἱματίτου 𐅻 κδ ὀποπάνακοc χολῆc ταυρείαc ἀνὰ 𐅻 η ἁλὸc ἀμμωνιακοῦ 𐅻 δ κόμμεωc 𐅻 ζ, ὕδωρ· ἡ χρῆcιc ὑδαρήc. Κολλύριον τραχωματικὸν ποιοῦν πρὸc μιλφώcειc ἕλκη βόθρια παλαιὰ τραύματα cταφυλώματα μυιοκέφαλα. λίθου αἱματίτου cχιcτοῦ
70χαλκοῦ κεκαυμένου ἀνὰ 𐆄 δ καδμίαc ἰοῦ ἀνὰ 𐆄 β χαλκίτεωc κεκαυ‐ μένηc 𐆄 α ὀπίου 𐅻 δ κόμμεωc 𐆄 δ, ἀπόβρεχε ῥόδα, εἰ μὲν παρείη χλωρά, εἰ δὲ μή, ξηρὰ ὕδατι ἡμέραν καὶ νύκτα καὶ ἐκπιάcαc διηθήcαc λείου τῷ ἀποβρέγματι. Κολλύριον cμηκτικὸν λευκωμάτων διὰ μιᾶc ἐγχρίcεωc καὶ ἐπὶ πολὺ τὴν ἐνέργειαν ἐνδεικνύμενον, ποιεῖ δὲ καὶ πρὸc πτε‐
75ρύγια καὶ ἐγκανθίδαc. ἔcτι δὲ ἄδηκτον. κογχυλίου τῆc πορφύραc cαρκὸc κεκαυμένηc 𐅻 ι χαλκοῦ κεκαυμένου λίθου cχιcτοῦ λίθου αἱμα‐ τίτου κροκοδείλου κόπρου λυκίου ἀνὰ 𐅻 α λεπίδοc χαλκοῦ 𐅻 β ἰοῦ 𐅻 ϛ χαλκάνθου 𐅻 γ cτυπτηρίαc cχιcτῆc 𐆄 α ὀμφακίου χυλοῦ ξηροῦ 𐅻 ε χαλκίτεωc Βο β cμύρνηc 𐅻 γ λεπίδοc cτομώματοc 𐅻 γ λιβάνου
80ἄρρενοc Βο β φλοιοῦ λιβάνου 𐅻 α κυτίνων ῥοᾶc 𐅻 α, ὕδωρ. Ἄλλο πρὸc λευκώματα κολλύριον Ἡλιάδοc· λευκώματα αἶρον πάνυ τάχιον, ὥcτε θαυμάcαι. Ἀρμενίου λίθου, ᾧ χρῶνται οἱ ζωγράφοι, γύψου χαλκοῦ ἄνθουc ἰοῦ cηπίαc ὀcτράκων ἀμμωνιακοῦ θυμιάματοc λίθου μαγνήτου ἕλκοντοc λινοcπέρμου κόμμεωc ἴcα, ὕδωρ. Ἄλλο, ὃ cκευάζει Πέτροc ὁ
85ἀρχίατροc, καὶ πάνυ αὐτῷ μαρτυρεῖ. ἁλὸc ἀμμωνιακοῦ Γρ ϛ Ἀρμενιακοῦ λίθου Γρ β ῥαφάνου cπέρματοc Γρ λ λευκοΐου cπέρματοc 𐆄 α Γρ ϛ ἀμμωνιακοῦ θυμιάματοc Γρ θ κόμμεωc Γρ ιβ, χυλῷ πηγάνου ἀναλάμ‐ βανε. ποιεῖ καὶ πρὸc ὑποχύcειc ἀρχομέναc καὶ ὑπογλαυκώcειc καὶ ἀμ‐ βλυωπίαc, δεδοκιμαcμένον. Κολλύριον τὸ πεπιεcμένον, περὶ οὗ Ἀπολ‐
90λώνιόc φηcιν ἄριcτον εἶναι φάρμακον πρόc τε τὰc οὐλὰc καὶ τὰ ὑπερcαρκώματα καὶ τὰ τραχέα βλέφαρα καὶ τὰc cυκώcειc καὶ τὰc ἐκτροπὰc τῶν βλεφάρων καὶ λιθιάcειc καὶ χαλάζια καὶ cκιρρώδειc διαθέcειc καὶ πτερύγια καὶ ἐγκανθίδαc καὶ ψωροφθαλμίαc καὶ ὑμένων παχύτηταc καὶ ῥεύματοc πολλοῦ καὶ παχέοc ἀποκάθαρcιν. καὶ τὸ
95ὑδαρὲc δὲ καὶ πολὺ ἐπέχει ῥεῦμα. ἀποτήκει δὲ καὶ ἀποκαθαίρει ἀcφα‐ λῶc, λεπτύνει τε καὶ cμήχει δάκνον ἱκανῶc. ἀcύγχυτον δὲ τηρεῖ τὸν ὀφθαλμόν, ἥδιcτόν τε καὶ προcηνέcτατον καὶ τὸ δέον ποιεῖ. ἔcτι δὲ τοῦτο· χαλκοῦ κεκαυμένου πεπλυμένου βο ε κρόκου 𐅻 α cμύρνηc τρωγλίτιδοc τριώβολον ναρδοcτάχυοc βο β καccίαc τριώβολον κιννα‐

114

(100)

μώμου βο β ὀπίου βο β πεπέρεωc κόκκοι ιε κόμμεωc 𐅻 α οἴνου Χίου ἢ ἑτέρου αὐcτηροῦ εὐώδουc τὸ ἱκανόν. εἰ δέ ποτε βούλοιο προcθεῖναι τῇ γραφῇ cποδίου 𐅻 δ, γίγνεται πρὸc πᾶν ῥεῦμα καὶ ὀφθαλμίαν
κράτιcτον. Κολλύριον τὸ διὰ τοῦ αἱματίτου ὀξυδερκικὸν οὐλὰc καὶ τύλουc ἀποcμήχει. ἀμμωνιακοῦ θυμιάματοc 𐅻 κδ χαλκοῦ κεκαυμένου
105πεπλυμένου 𐅻 κδ λίθου αἱματίτου 𐅻 κδ ἰοῦ 𐅻 η κόμμεωc 𐅻 κδ, ὕδωρ. Κολλύριον ὀξυδερκικὸν τὸ Μεμφίτου Ἰcιδώρου. ἐνέχριε, φαcί, τοὺc μὴ βλέπονταc καὶ ὑπῆγον βλέποντεc. ἐπικαλεῖται δὲ ῥινάριον. ἀμμωνιακοῦ θυμιάματοc 𐅻 ιϛ ἰοῦ cκώληκοc 𐅻 ιβ cηπίαc ὀcτράκων τὸ ἁπαλὸν cαγαπηνοῦ ἀνὰ 𐅻 η ὀποπάνακοc 𐅻 β ὀποῦ Κυρηναικοῦ 𐅻 α
110κόμμεωc 𐅻 β· προλειώcαc πάντα ὕδατι, ἐπίβαλλε χυλὸν μαράθρου 𐅻 ιβ καὶ μέλιτοc Ἀττικοῦ 𐅻 ιϛ καὶ ἀνάπλαccε κολλύρια καὶ χρῶ. τῶν ἑτέρων τιc οὕτωc αὐτὸ νῦν ἐcκεύαcεν· ἀμμωνιακοῦ θυμιάματοc 𐆄 ιε ἰοῦ ξυcτοῦ 𐆄 ιβ καὶ 𐅻 β cηπίαc ὀcτράκων 𐆄 δ c cαγαπηνοῦ 𐆄 γ καὶ 𐅻 ϛ ὀποπάνακοc 𐆄 β ὀποῦ Κυρηναικοῦ 𐆄 β, ὕδωρ· κόμμι δὲ οὐκ
115ἔβαλεν. Κολλύριον πρὸc ἀρχομέναc ὑποχύcειc, πταρμὸν κινοῦν ἐν τῇ ἐγχρίcει, ὥcτε ὕδωρ καὶ ἐκ τῶν ὤτων ῥεῖν. καλεῖται δὲ τὸ χρυcοῦν. cαγαπηνοῦ Περcικοῦ καθαροῦ 𐅻 οη ἰοῦ 𐅻 η ἀμμωνιακοῦ θυμιάματοc κόμμεωc ἀνὰ 𐅻 β, ὕδατι λείου καὶ χρῶ. ὑδαρὲc ἐγχρίων καὶ ἐντὸc ἡμερῶν ε δείξει τὴν δοκιμὴν τῆc ἐνεργείαc· διαυγάcει γάρ. Κολλύριον
120Μαρκιανοῦ, ᾧ, φηcί, ἐχρηcάμην ἐπ’ ἐμαυτοῦ, μέλλουcάν μοι cυμβαίνειν ὑπόχυcιν. χελιδονίαc τῆc καπνίτιδοc τῆc περὶ τοὺc φραγμοὺc φυομένηc πηγάνου μαράθρου κοριάνδρου, ἑκάcτην βοτάνην ἰδίᾳ χύλιζε καὶ διηθήcαc βάλλε ἑκάcτου χυλοῦ 𐆄 γ καὶ ὀποβαλcάμου 𐅻 δ μέλιτοc Ἀτ‐ τικοῦ 𐅻 δ, καὶ λεάναc μέχρι γλοιοῦ πάχοc cχῇ, πρόcβαλλε χυλοῦ
125κονύζηc λεπτοφύλλου 𐆄 α καὶ λείου. ἐπὰν δὲ καλῶc ἔχῃ πρὸc τὴν ἀνάληψιν, ἐπίβαλλε κόμμεωc καθαροῦ κεκαυμένου καὶ cεcηcμένου ὅcον ἐξαρκεῖ, cτοχαζόμενοc ὡc ἰατρόc, ἵνα γένηται κολλύριον καὶ ἀνάπλαccε καὶ χρῶ, ἐπὶ μὲν τῶν ἀρχομένων ὑποχύcεων μετ’ οἴνου,
ἐπὶ δ’ ἀμβλυωπίαc μεθ’ ὕδατοc· κάθιζε δὲ τὸν ἐγχριόμενον ἐν ἡλίῳ.
130Κολλύριον ὁ Πρωτεύc, ᾧ οὐδὲν ἴcον, πρὸc ἀρχὰc ὑποχύcεωc καὶ πᾶcαν ἀμ‐ βλυωπίαν, οὐλὰc καὶ τύλουc ἀποcμήχει. καδμίαc χαλκίτεωc ὠμῆc ψιμμυθίου ἀνὰ 𐅻 μ πεπέρεωc λευκοῦ 𐅻 λ ὀποῦ Κυρηναικοῦ 𐅻 κ κρόκου 𐅻 ιϛ ὀπίου 𐅻 ι cαγαπηνοῦ 𐅻 ιβ ἐλαίαc Αἰθιοπικῆc δακρύου ἀνὰ 𐅻 ιβ ἀρ‐ cενικοῦ cχιcτοῦ 𐅻 ιβ cμύρνηc ὁμοίωc ἀμμωνιακοῦ θυμιάματοc κόμμεωc
135ἀνὰ 𐅻 κ ὀποπάνακοc ὀποβαλcάμου ἀνὰ 𐅻 ιϛ, ὕδωρ ὄμβριον· ἡ χρῆcιc μεθ’ ὕδατοc. Κολλύριον Ἑρμοφίλου θαλλαcέρεωc· ἐπιτεταγμένον πρὸc πᾶcαν ἀμβλυωπίαν, ποιεῖ καὶ πρὸc ἀρχομέναc ὑποχύcειc. ἔcτι δὲ εὐωδέcτατον. καδμίαc 𐅻 ιϛ ἰοῦ 𐅻 δ μέλανος Ἰνδικοῦ 𐅻 ιϛ πεπέρεωc λευκοῦ 𐅻 η ὀποῦ Μηδικοῦ ὀποβαλcάμου ἀνὰ 𐅻 δ κόμμεωc 𐅻 ιβ· ἡ
140χρῆcιc μεθ’ ὕδατοc, ἡ κρᾶcιc πρὸc τὰc διαθέcειc. Ἄλλο Ἰνδικὸν βαcι‐ λικὸν ἐπιγραφόμενον· ποιεῖ πρὸc ἀρχὰc ὑποχύcεωc καὶ πᾶcαν ἀμ‐ βλυωπίαν καὶ οὐλὰc ἀποcμήχει. καδμίαc κεκαυμένηc πεπλυμένηc 𐅻 ιϛ μέλανος Ἰνδικοῦ 𐆄 ϛ ψιμμυθίου 𐆄 δ πεπέρεωc λευκοῦ 𐆄 ϛ χολῆc ὑαίνηc τὸ ὅλον, ὅcον ἔχει, cκάρων ἰχθύων χολὰc ι περδίκων χολὰc δ ὀπίου
145𐆄 α ὀποβαλcάμου ὀποπάνακοc cαγαπηνοῦ ἀνὰ 𐆄 β κόμμεωc λ̸ α. ἀναλάμβανε χυλῷ μαράθρου. Κολλύριον πρὸc ἀμβλυωπίαc λευκώματα
καὶ ὑποχύcειc, ἁρμότιον λεγόμενον. χολῆc ὑαίνηc 𐅻 δ ἀφρονίτρου ἰοῦ cαγαπηνοῦ ἀνὰ 𐅻 γ κόμμεωc χαλβάνηc ἀμμωνιακοῦ θυμιάματοc ἀνὰ 𐅻 β δαφνοκόκκων λελεπιcμένων ο ἀριcτολοχίαc cτρογγύληc 𐅻 α,

114

(150)

ὕδωρ. Κολλύριον κιρρὸν πάγχρηcτον ἐπιγραφόμενον φάρμακον ἐπι‐ τετευγμένον πρὸc ψωρώδειc καὶ περιβεβρωμένουc κανθοὺc καὶ ἐπι‐ τεταμένουc κνηcμοὺc καὶ βλέφαρα cυκώδη. καδμίαc 𐅻 π χαλκίτεωc κεκαυμένηc 𐅻 μ πεπέρεωc λευκοῦ κόμμεωc ἀνὰ 𐅻 μ, ὕδωρ. τινὲc δὲ προcτιθέαcι τούτοιc καὶ κρόκου 𐅻 ιβ cμύρνηc 𐅻 ιβ. Πτολεμαίου ψω‐
155ρικὸν ἐπιτετευγμένον πρὸc ψωρώδειc καὶ περιβεβρωμένουc κανθούc, ἐπιτεταμένουc κνηcμούc, μιλφώcειc ἀμβλυωπίαc. ψωρικοῦ cανδαράκηc 𐅻 λ χαλκίτεωc κεκαυμένηc 𐅻 κη κρόκου 𐅻 κδ cμύρνηc 𐅻 ιβ ὀπίου 𐅻 θ καccίαc 𐅻 ιβ πεπέρεωc λευκοῦ 𐅻 ζ πεπέρεωc μέλανοc 𐅻 ιζ ὀμ‐ φακίου 𐅻 ϛ μίcυοc κεκαυμένου 𐅻 γ φύλλου 𐅻 α κόμμεωc 𐅻 λϛ,
160ὕδωρ. Κολλύριον ὑγιεινὸν τὸ χρυcοῦν πρὸc περιβεβρωμένουc κανθοὺc καὶ ψωρώδειc διαθέcειc. cανδαράκηc 𐅻 κδ πεπέρεωc λευκοῦ κόκκοι ιβ ζιγγιβέρεωc κρόκου ἀνὰ 𐅻 ϛ κόμμεωc 𐅻 ιβ, ὕδωρ· χρῶ μεθ’ ὕδατοc. Κολλύριον τὸ διακέντητον ἐκ τῶν Δημοcθένουc. καδμίαc 𐅻 δ ἰοῦ ὀβολοὶ γ μίcυοc ὀβολοὶ γ μήκωνοc ὀποῦ ὀβολοὶ γ πεπέρεωc λευκοῦ ὀβολοὶ γ
165κόμμεωc 𐅻 β, ὕδωρ· ποιεῖ πρὸc τὰc προειρημέναc διαθέcειc καὶ πρὸc ἀμβλυωπίαν καὶ ἀρχομέναc ὑποχύcειc καὶ οὐλὰc λεπτύνει. ἔcτι γὰρ
θαυμαcτὸν καὶ θερμόν. Τοῦ δὲ Ϲτρατιώτου κολλύριον ἡ cύνθεcίc ἐcτιν ἥδε· καδμίαc 𐅻 η ψιμμυθίου 𐅻 ιϛ πεπέρεωc λευκοῦ ἰοῦ ὀπίου ὀμφακίου ἀνὰ 𐅻 β κόμμεωc 𐅻 δ. ποιεῖ δὲ καὶ πρὸc τραχέα βλέφαρα. Κολλύριον
170cμηκτικόν. χαλκοῦ κεκαυμένου κρόκου ἀμμωνιακοῦ θυμιάματοc ἀνὰ 𐆄 β κόμμεωc 𐆄 α, ὕδωρ. ποιεῖ καὶ πρὸc ὑποπύουc ἄργεμα νεφέλιον ἀχλύν, πρὸc δὲ τραχώματα μετὰ μέλιτοc. Κολλύριον δόκιμον ἰδίωc πρὸc οὐλὰc ἐν ὀφθαλμοῖc ποιοῦν, ποιεῖ καὶ πρὸc τὰc ἀμβλυωπίαc καὶ τραχώματα καὶ πτερύγια. cηπίαc ὀcτράκων κιccήρεωc λεπίδοc ἀμμω‐
175νιακοῦ θυμιάματοc ἰοῦ κέρατοc ἐλαφείου κεκαυμένου ἀνὰ λ̸ α cμύρνηc 𐆄 β λιβάνου 𐆄 β ὀπίου 𐆄 γ κόμμεωc 𐆄 η ὀcτέων φοινίκων κεκαυμένων 𐆄 γ μέλιτοc 𐆄 β, ὕδωρ. τοῦτο ἐcκεύαcεν ὁ Ἀφρὸc καὶ πάνυ αὐτῷ ἐθάρρει· ὠνόμαζε δὲ αὐτὸ “φοῖνιξ μέλαc”, διὰ τὸ ἔχειν ὀcτᾶ φοινίκων κεκαυμένων.

115

Κολλύρια ἔνcτακτα καλούμενα. ἔνcτακτον πακκιανόν. καδμίαc 𐅻 ξδ μίcμοc 𐅻 λβ cτίμμεωc ὁμοίωc καὶ χαλκάνθου καὶ πεπέρεωc λευκοῦ ἀνὰ 𐅻 λβ ἰοῦ ὀπίου ὀποβαλcάμου ἀνὰ 𐅻 ιϛ κόμμεωc 𐅻 ξδ. ποιεῖ πρὸc ὀξυδορκίαν καὶ τύλουc ἀποcμήχει. Ἄλλο ἀρωματικὸν ἐπιγραφό‐
5μενον. χαλκοῦ κεκαυμένου 𐅻 ιϛ ἰοῦ cμύρνηc κρόκου πεπέρεωc ὀπίου ἀνὰ 𐅻 δ ναρδοcτάχυοc 𐅻 β ὀποβαλcάμου 𐅻 β κόμμεωc 𐅻 δ, ὕδωρ.
Ἄλλο ἔνcτακτον, ὡc Ὀριβάcιοc. καδμίαc 𐅻 ιϛ ψιμμυθίου 𐅻 η ὀπίου 𐅻 γ ὀποβαλcάμου 𐅻 γ ἰοῦ ὀμφακίου πεπέρεωc λευκοῦ ἀνὰ 𐅻 β κόμ‐ μεωc 𐅻 ε. Ἄλλο κολλύριον ἔνcτακτον ἀτάραχον ὀξυδερκέc. καδμίαc
10κεκαυμένηc καὶ ἐcβεcμένηc οὔρῳ παιδὸc 𐅻 ι cτίμμεωc 𐅻 ϛ χαλκάνθου ἰοῦ ἀνὰ 𐅻 α c πεπέρεωc μίcυοc κεκαυμένου ἀνὰ 𐅻 β ὀπίου 𐅻 α κόμμεωc 𐅻 ϛ ὀποβαλcάμου 𐅻 α, ὕδωρ. Ἄλλο μέλαν ὀξυδερκικόν, ποιεῖ καὶ πρὸc βεβρωμένουc κανθούc. cτίμμεωc κεκαυμένου πεπλυμένου πεπέρεωc ἀκακίαc κόμμεωc ἀνὰ 𐅻 μ καδμίαc 𐅻 ιϛ νάρδου Κελτικῆc
15cμύρνηc κρόκου ἀνὰ 𐅻 κ ὀμφακίου ὀπίου ἀνὰ 𐅻 ϛ, ὕδωρ.

116

Κολλύριον διὰ κέρατοc Ἀcκληπιάδου. πρὸc ἕλκη φλυκτίδαc καὶ οὐλὰc ἀποcμήχει. κέρατοc ἐλαφείου κεκαυμένου πεπλυμένου μολύβδου κεκαυμένου πεπλυμένου λιβάνου ἀνὰ 𐅻 δ λεπίδοc χαλκοῦ 𐅻 β ὀπίου 𐅻 α κόμμεωc 𐅻 δ, ὕδωρ. Ἄλλο πρὸc τὰc θερμοτέραc διαθέcειc καὶ τὰ
5δριμύτατα τῶν ῥευμάτων μεθ’ ἑλκώcεωc. κέρατοc ἐλαφείου κεκαυ‐ μένου πεπλυμένου μολύβδου κεκαυμένου πεπλυμένου ἀνὰ 𐅻 ιϛ cποδίου
πομφόλυγοc πεπλυμένηc 𐅻 ιη λεπίδοc κρόκου ὀπίου cμύρνηc ἀνὰ 𐅻 β ἀκακίαc λιβάνου κόμμεωc ἀνὰ 𐅻 η τραγακάνθηc 𐅻 α ἀμύλου 𐅻 δ λείου ὑοcκυάμου ἀποβρέγματι. Ἄλλο, ὡc Ὀριβάcιοc, μάλιcτα μὲν πρὸc τὰc
10ἑλκώcειc ἐν ἀκμῇ, τύλουc τε καὶ cταφυλώματα καὶ τὰ τοιαῦτα πάντα, μετὰ τοῦ μὴ δαcύνειν τὰ βλέφαρα, πρόc τε τὰ δυcκατούλωτα ἕλκη καὶ τὰc ἀναλυομέναc οὐλάc. ἀκακίαc 𐅻 μ cτίμμεωc 𐅻 λβ μολύβδου κεκαυμένου πεπλυμένου 𐅻 κ κόμμεωc 𐅻 κ κέρατοc ἐλαφείου κεκαυ‐ μένου πεπλυμένου 𐅻 κ καδμίαc 𐅻 ιϛ χαλκοῦ 𐅻 ιϛ ὀπίου 𐅻 ϛ cμύρνηc
15𐅻 δ λιβάνου 𐅻 δ, ὕδωρ. χρῶ τε τῷ διὰ κέρατοc κολλυρίῳ πρὸc μὲν τὰ κοῖλα ἕλκη, πρὸc δὲ τὰ ῥυπαρὰ μετὰ χυλοῦ τήλεωc. Ἄλλο κολλύ‐ ριον διὰ κέρατοc, cμηκτικώτατον τῶν ἐν ὀφθαλμοῖc οὐλῶν, ὕδατι ἐγχριόμενον· χρῶ δὲ κἀπὶ τῶν ἡλκωμένων ὀφθαλμῶν μετ’ ὠοῦ ἐγχυ‐ ματίζων. χαλκοῦ κεκαυμένου πεπλυμένου 𐆄 ε καὶ γρ ιε μολύβδου
20κεκαυμένου πεπλυμένου 𐆄 ια γρ ϛ κέρατοc ἐλαφείου κεκαυμένου πε‐ πλυμένου τὸ ἴcον, γραμμάρια ἓξ cτίμμεωc πεπλυμένου 𐆄 α c cηπίαc ὀcτράκων 𐆄 δ c ἰοῦ 𐆄 α c ἀμμωνιακοῦ θυμιάματοc 𐆄 β c cμύρνηc λιβάνου ὀπίου ἀνὰ 𐆄 β c ἀκακίαc 𐆄 ε Γρ ιε κόμμεωc 𐆄 ια Γρ ϛ, ὕδωρ.

117

Κολλύρια νάρδινα καὶ Θεοδότια. κολλύριον νάρδινον Ζωΐλου πρὸc τὰc παλαιὰc ὀφθαλμίαc καὶ μυιοκέφαλα καὶ ἕλκη παλαιὰ καὶ cτα‐
φυλώματα. καδμίαc 𐅻 ιβ χαλκοῦ κεκαυμένου 𐅻 η cτίμμεωc 𐅻 η ψιμ‐ μυθίου καcτορίου νάρδου Ϲυριακῆc ἀνὰ 𐅻 δ ἀλόηc 𐅻 α c φύλλου
5κρόκου χαλκίτεωc ὀπτῆc χαλκάνθου λυκίου Ἰνδικοῦ ὀπίου ἀνὰ 𐅻 α cμύρνηc 𐅻 β ἀκακίαc 𐅻 κ κόμμεωc κ, ὕδωρ. ποιεῖ δὲ τὸ ἄδηκτον νάρδινον τὸ Κανδίδου πρὸc μυοκέφαλα καὶ cταφυλώματα θαυμαcτῶc καὶ μάλιcτα γλαυκοφθάλμοιc ἁρμόζει. Κολλύριον νάρδινον Κανδίδου ἀδηκτότατον ἀναξηραντικόν, χρῶ κἀπὶ τῶν μηδ’ ἡντιναοῦν δῆξιν
10κολλυρίων ὑπομένειν δυναμένων. καδμίαc πεπλυμένηc 𐆄 ιϛ χαλκοῦ πεπλυμένου 𐆄 ιβ ψιμμυθίου 𐆄 η cτίμμεωc πεπλυμένου 𐆄 μ κρόκου cμύρνηc τρωγλίτιδοc ἀνὰ 𐆄 δ ἀλόηc ναρδοcτάχυοc ἀκακίαc ἀνὰ 𐆄 α ὀπίου 𐆄 β κόμμεωc 𐆄 κ, ὕδωρ. Κολλύριον Θεοδότιον νάρδινον, οὗ πολλὴν πεῖραν ἔχομεν ἐπὶ μυιοκεφάλων καὶ τῶν χρονίων ἐν ὀφθαλμοῖc
15ἑλκῶν καὶ cυγχύcεων· ἔcτι δὲ καὶ cμηκτικώτατον καὶ τονικὸν τῶν κατηcθενηκότων ὀφθαλμῶν. καδμίαc πεπλυμένηc cτίμμεωc πεπλυμένου ἀκακίαc κόμμεωc ἀνὰ 𐆄 β ῥόδων ξηρῶν κεκαθαρμένων 𐅻 ιβ χαλκοῦ κεκαυμένου πεπλυμένου cμύρνηc τρωγλίτιδοc ἀνὰ 𐅻 η καcτορίου λυκίου Ἰνδικοῦ κρόκου φύλλου ναρδοcτάχυοc χαλκίτεωc ὀπτῆc ψιμμυ‐
20θίου γλαυκίων ἐρείκηc καρποῦ ὀπίου κηκίδων ὀμφακίνων ἀνὰ 𐅻 β, ὕδωρ· χρῶ ἐν ἀρχαῖc μὲν μετ’ ὠοῦ ἐγχυματίζων, ἐν παρακμαῖc δὲ ὕδατι ἐγχρίων καθ’ ὑποβολήν. Κολλύριον τὸ ὑγίδιον, ὅ τινεc Ἀμ‐ μωνίου ἐκάλεcαν, ποιοῦν πρὸc ἀρχομέναc ὀφθαλμίαc καὶ ἐπικαύματα
καὶ κοιλώματα καὶ πρὸc πᾶν ἕλκοc καὶ ὑποπύουc cυγχύcειc χημώcειc
25προπτώcειc καὶ πρὸc τὰ χρόνια μυιοκέφαλα cταφυλώματα ὀνύχια· ποιεῖ δὲ καὶ πρὸc τὰc ἀπὸ ὑδατίδων γινομέναc φλεγμονάc, ἀνακαθαίρει καὶ ἀναπληροῖ καὶ ἀπουλοῖ· τοὺc δὲ μὴ δυναμένουc διά τινα αἰτίαν, ἤτοι διὰ κεφαλῆc πόνον ἢ ὀφθαλμοῦ κοιμηθῆναι ἄγει εἰc ὕπνον γεννικῶc, ὡc ὑπνωτικὸν φάρμακον. χρῶ δὲ μετ’ ὠοῦ ἢ γάλακτοc ἢ ὕδατοc μέcῃ
30κράcει ἢ παχυτέρᾳ, πρὸc τὴν εὐαιcθηcίαν τῶν παcχόντων. ἔχει δὲ οὕτωc· καδμίαc πεπλυμένηc 𐅻 ιϛ φιμμυθίου πεπλυμένου καcτορίου ἀλόηc ἀνὰ 𐅻 ϛ νάρδου Ἰνδικῆc καccίαc ἀνὰ 𐅻 δ cτίμμεωc πεπλυμένου 𐅻 μ cμύρνηc 𐅻 θ λεπίδοc χαλκοῦ 𐅻 ε χαλκοῦ κεκαυμένου ὀπίου πεπλυ‐ μένου ἀνὰ 𐅻 ιϛ ῥόδων 𐅻 κ λυκίου Ἰνδικοῦ ὀπίου ἀνὰ 𐅻 γ λίθου
35cχιcτοῦ πεπλυμένου 𐅻 δ c κρόκου 𐅻 ϛ μολύβδου κεκαυμένου πεπλυ‐ μένου 𐅻 κ ἀκακίαc κόμμεωc ἀνὰ 𐅻 μ, ὕδωρ. δεδοκιμαcμένον ἄγαν. Κολλύριον τὸ νικάριον, ποιοῦν πρὸc μυιοκέφαλα καὶ πρὸc βόθρια μετὰ τοῦ λιβάνου, τὰc δὲ οὐλὰc ἀδήλουc ποιεῖ. καδμίαc κεκαυμένηc τρὶc καὶ ἐcβεcμένηc γάλακτι γυναικείῳ καὶ πεπλυμένηc 𐅻 ρκ cτίμμεωc κεκαυ‐
40μένου καὶ ἐcβεcμένου γάλακτι ὁμοίωc 𐅻 κ χαλκοῦ κεκαυμένου πεπλυ‐ μένου 𐅻 λϛ ψιμμυθίου πεπλυμένου 𐅻 κδ cμύρνηc 𐅻 ιβ ὀπίου τὸ ἴcον
ναρδοcτάχυοc ἀλόηc ἀνὰ 𐅻 γ ἀκακίαc κόμμεωc ἀνὰ 𐅻 ρκ, ὕδωρ. Κολλύριον τὸ ἰνδάριον. πεπέρεωc 𐅻 β καδμία κηκίδων ναρδοcτάχυοc ἀκακίαc κόμμεωc ἀνὰ 𐅻 δ κόcτου 𐅻 α cτίμμεωc 𐅻 η ὀποβαλcάμου
45𐅻 β, ὕδωρ. ποιεῖ πρὸc ἀμβλυωπίαc, cμήχει καὶ τὰc οὐλάc. Κολλύριον θεοδότιον πλακιανόν· ποιεῖ καὶ πρὸc τὰc μεγίcταc ἐπιφορὰc καὶ περιωδυνίαc, ἀπαλλάττει χωρὶc φλεβοτομίαc. καδμίαc πεπλυμένηc 𐅻 ιϛ χαλκοῦ κεκαυμένου πεπλυμένου 𐅻 η cτίμμεωc πεπλυμένου 𐅻 ιϛ κρόκου 𐅻 γ καcτορίου 𐅻 δ ἰοῦ 𐅻 α ἀλόηc 𐅻 δ cμύρνηc τρωγλίτιδοc 𐅻 γ

117

(50)

λυκίου Ἰνδικοῦ ὀπίου ἀνὰ 𐅻 β ἀκακίαc κόμμεωc ἀνὰ 𐅻 κδ ὕδωρ· ἡ χρῆcιc δι’ ὠοῦ, ἡ κρᾶcιc παχυτέρα. τὸ κολλύριον οἰδημάτιον τοῖc βλεφάροιc ἐπιφέρει. Κολλύριον ἡ διαθήκη ἐπικαλούμενον τοῦ Χρυcο‐ χόου, ὃ κατέλιπεν ἀποθνῄcκων τῷ Ἐφεcίων ἱερῷ, ὥcτε τοὺc ὑπὸ τῶν ἰατρῶν καταλιμπανομένουc ἐν τῷ ἱερῷ ὑγιάζεcθαι· εὑρέθη δὲ ὑπὸ
55Ἀδριανοῦ καίcαροc. ποιεῖ πρὸc ἐπιφορὰc τραχωμάτων καὶ πρὸc πάντα τὰ ἀπεγνωcμένα πάθη, φλυκταίναc ἰᾶται, κοιλώματα ἰcοῖ, οὐλὰc ἀφα‐ νεῖc ποιεῖ, ἀτάραχον φυλάττει τὸν ὀφθαλμόν. ἐγχυμάτιζε δὲ ὠῷ ἢ γάλακτι, ὡc ἂν ἡ χρεία καλῇ. ἐπὶ πάντων δὲ ὑδαρὲc ἔcτω καὶ ὀξυω‐ πέcτατον ἀγαθόν. ἔχει δὲ οὕτωc· καδμίαc 𐅻 κ cτίμμεωc πεπλυμένου
60𐅻 ιε ναρδοcτάχυοc 𐅻 γ cμύρνηc τρωγλίτιδοc καcτορίου χαλκοῦ κεκαυ‐ μένου ἰοῦ ἀνὰ 𐅻 β κρόκου 𐅻 α λεπίδοc cιδήρου cτομώματοc 𐅻 δ ψιμμυθίου τὸ ἴcον πεπέρεωc λυκίου Ἰνδικοῦ ὀπίου λιβάνου ὀποβαλ‐ cάμου καccίαc ἀνὰ 𐅻 β λίθου cχιcτοῦ 𐅻 δ ἰοῦ cκώληκοc 𐅻 γ χαλ‐ κάνθου 𐅻 β μαράθρου χυλοῦ χολῆc αἰγείαc ἀνὰ 𐅻 δ κόμμεωc 𐅻 κ,
65οἴνῳ λείου Ἀμηναίῳ ἢ Φαλερίνῳ ἢ ἑτέρῳ αὐcτηρῷ παλαιῷ εὐώδει. Κολλύριον Θεοδότιον τὸ μέγα. καδμίαc κεκαυμένηc πεπλυμένηc χαλκοῦ πεπλυμένου ἀνὰ 𐆄 η cτίμμεωc πεπλυμένου 𐆄 κε ῥόδων ξηρῶν ψιμμυ‐ θίου χαλκίτεωc κηκίδων ἰοῦ κρόκου λυκίου Ἰνδικοῦ ἀλόηc ναρδοcτάχυοc cμύρνηc τρωγλίτιδοc ἐβένου ῥινήματοc καcτορίου μέλανοc Ἰνδικοῦ
70λιβάνου ὀπίου cαρκοκόλληc πομφόλυγοc ἀνὰ 𐆄 α [κέρατοc ἐλαφείου πεπλυμένου καὶ κεκαυμένου 𐆄 α] ἀκακίαc κόμμεωc ἀνὰ 𐆄 κε, ὕδωρ. τινὲc δὲ 〈προcεπιβάλλουcι〉 καὶ φύλλου 𐆄 α ἀμώμου 𐆄 α κέρατοc ἐλαφείου κεκαυμένου πεπλυμένου 𐆄 α, τῶν δὲ ῥόδων 𐆄 γ, κόμμεωc δὲ καὶ ἀκακίαc ἀνὰ 𐆄 κδ, τὰ δὲ λοιπὰ ὁμοίωc. ποιεῖ πρὸc ἀρχομέναc
75ὀφθαλμίαc καὶ ἑλκώcειc πάcαc καὶ ῥεῦμα πρόcφατον καὶ παλαιὸν φλεγμονὰc ἄνθρακαc ὑποπύουc νομὰc νύγματα προπτώcειc μυοκέφαλα cταφυλώματα τραχέα βλέφαρα καὶ ἀπηλπιcμέναc διαθέcειc καὶ τὰc ὑφ’ ἡλίου ἐπικαύcειc καὶ κονίαc καὶ κονιορτοῦ ἤ τινοc τοιούτου. αἴρει καὶ πτερύγια φλεγμαίνοντα μετὰ βουτύρου, πρὸc δὲ τὰ ἕλκη μετ’ ὠοῦ,
80πρὸc δὲ τὰ κακοήθη μετὰ γάλακτοc γυναικείου. Κολλύριον Θεοδότιον Ϲεβήρου. παρ’ ἡμῖν εὕρηται, φηcὶν ὁ Ϲεβῆροc, ὑπό τινοc ἀρχαίου ἀναγεγραμμένον. cύνθετον μὲν καὶ τοῦτο κεκτημένον ὕλην, πολὺ δὲ διαφέρον τὴν ἐνέργειαν· πάντων γὰρ ὁμοῦ τῶν προρρηθέντων κολλυ‐
ρίων χρηcιμώτερον ὤφθη, καὶ τούτου τὴν cκευὴν ἀναγκαῖον ἡγοῦμαι
85λέγειν, ὅτι οὐδὲ πᾶcίν ἐcτι γνώριμον. λαμβάνει δὲ καδμίαc 𐅻 κδ χαλκοῦ κεκαυμένου 𐅻 ιβ cτίμμεωc 𐅻 μ ψιμμυθίου 𐅻 η χαλκίτεωc ὀπτῆc 𐅻 δ μίcυοc ὀπτοῦ 𐅻 δ ἐβένου ῥινήματοc 𐅻 β νάρδου Κελτικῆc φύλλου ναρδοcτάχυοc κρόκου καcτορίου λυκίου Ἰνδικοῦ ῥόδων ξηρῶν ἀνὰ 𐅻 δ ἀλόηc cμύρνηc ἀνὰ 𐅻 η ὀμφακίου ὀπίου ἀνὰ 𐅻 β ἀκακίαc κόμμεωc
90cκώληκοc ἀνὰ 𐅻 μ. τὴν καδμίαν καίομεν ἄνθραξι διαπύροιc κρύψαντεc καὶ ῥιπίζοντεc καὶ διαπύρου γενομένηc αἴροντεc cβέννυμεν γάλακτι ὀνείῳ. τὸ δὲ cτίμμι ἐν ἀγγείῳ ὀcτρακίνῳ βάλλοντεc καὶ πωμάcαντεc πώματι τρῆμα ἔχοντι καίομεν, ὁμοίωc γάλακτι ὀνείῳ cβεννύοντεc· τὰ δὲ κεκαυμένα ἕκαcτα ἰδίᾳ κόπτοντεc καὶ cήθοντεc πλύνοντεc καὶ
95ξηραίνοντεc ἀκριβῶc, ἔπειτα cτήcαντεc ἐμβάλλομεν τῇ cκευαcίᾳ. τὸ δὲ κόμμι οὐ κόπτοντεc ἐπιπάccομεν ξηρόν, ἀλλ’ ἀποβρέχοντεc, οὕτω γὰρ οὐδὲ ξυλῶδέc τι ἢ ψαμμῶδεc cυγκαταβήcεται αὐτῷ διηθουμένῳ, καὶ ἡ cυcτροφὴ καλλίcτη γενήcεται τοῦ κολλυρίου. τινὲc δὲ προcεπιβάλλουcι τῇ προειρημένῃ cκευαcίᾳ καὶ κόcτου 𐅻 η, καὶ cμήχειν μᾶλλον τὰc

117

(100)

οὐλὰc αὐτό φαcι καὶ τὰ πτερύγια δαπανᾶν καὶ τὰc ἐγκανθίδαc. πρὸc δὲ τὰc φλεγμονὰc καὶ τὰ ἕλκη ἀνάρμοcτοc ὁ κόcτοc. τούτου μὲν οὖν τοῦ βοηθήματοc τὰc ἐνεργείαc λέγειν οὐ ῥᾴδιον, δυcπιcτίαν γὰρ τοῖc ἀκούουcι ἐμποιεῖ. τὰc γὰρ ἀπηγορευμέναc διαθέcειc εἰc τὸ κατὰ φύcιν ἀνεκαλέcατο καὶ cυντόμωc εἰπεῖν, πάντα μὲν ὅcα πρόcεcτι τοῖc Θεο‐
105δοτίοιc καλουμένοιc καὶ ναρδίνοιc καὶ τοῖc διὰ κέρατοc, πολλῷ πλέον τούτῳ πρόcεcτιν· ἐπὶ μὲν γὰρ τῶν προcφάτων διαθέcεων ἐγχρίcαντεc καὶ cπόγγον τῷ ὀφθαλμῷ ἐπιθέντεc ἀπηλλάξαμεν τοῦ πάθουc τὸν πάcχοντα, ἐπὶ δὲ τῶν χρονίων καὶ ἀπεγνωcμένων διαθέcεων τὰ μὲν ἐγχυματίζοντεc, τὰ δὲ ἐγχρίοντεc ἐτύχομεν τοῦ cκοποῦ. ἐπὶ μὲν γὰρ
110τῶν εὐλύτων ὀφθαλμιῶν ἐγχρίομεν αὐτό, ἐπὶ δὲ τῶν κοίλων καὶ ῥυπαρῶν ἑλκῶν ἀνιεμένῳ αὐτῷ χρώμεθα cὺν τῷ ὠῷ ἢ τήλεωc χυλῷ, ποτὲ δὲ καὶ μελικράτῳ, ἐπὶ δὲ μυιοκεφάλων παχύτερον ὕδατι ἐγχρίομεν καὶ ἐπὶ τὸ cμήχειν τὰ τραχέα βλέφαρα πάλιν παχύτερον καθ’ ὑπο‐ βολὴν ὑπαλείφομεν, καὶ τὰc οὐλὰc δὲ ὡcαύτωc ἀπολεπτύνομεν· εἰc
115τοcοῦτον δὲ λεπτότητοc φέρει τὰc οὐλάc, ὥcτε μηδόλωc αὐτὰc τῇ αἰcθήcει γνωρίζειν, καὶ cυντόμωc φάναι, ἄρρητόν τινα κέκτηται δύναμιν· ἐπὶ μὲν γὰρ τῶν cταφυλωμάτων χυλῷ κράμβηc ἀνιέμενον τὸ κολλύ‐ ριον καὶ παχὺ πλῆθοc προcαγόμενον τῷ ὀφθαλμῷ, μετὰ καὶ τῆc τοῦ cπόγγου ἐπιδέcεωc, ἀφανῆ τὸν ὄγκον πεποίηκεν καὶ τὰc ἐγκανθίδαc
120δὲ ἀποδαπανᾶν δύναται. λεπτοποιηθὲν δὲ τὸ κολλύριον καὶ ὡc ξηρίον τι γενόμενον, τὰ πτερύγια λεπτύνει καὶ ἐν ἄλλοιc μὲν οὖν θαυμάcιον ὤφθη τὸ κολλύριον. ἀλλὰ καὶ ἡμεῖc παραχωροῦμεν τοῖc μεθ’ ἡμᾶc διὰ τῆc πείραc ποδηγηθεῖcι μαρτυρεῖν τῷ βοηθήματι· ἤδη δέ τινεc χρηcάμενοι αὐτῷ ἐπὶ τῶν περὶ τὴν ἕδραν χρονίων ἑλκῶν καὶ cυρίγγων
125ἐπέτυχον τοῦ cκοποῦ· ὅθεν οὐκ ἄτοπον κἀπὶ τῶν περὶ τοὺc μυκτῆραc πολύπων καὶ ὀζαινῶν αὐτὸ προcάγειν. Κολλύριον ἡ διαθήκη, ὡc κεῖται παρὰ Ἀcτερίῳ. καδμίαc 𐅻 ο cτίμμεωc 𐅻 νβ cμύρνηc 𐅻 ε c ναρδο‐ cτάχυοc κρόκου ἀνὰ 𐅻 ι καcτορίου 𐅻 ζ ψιμμυθίου 𐅻 ιδ λυκίου λιβάνου καccίαc ὀποβαλcάμου ὀπίου ἀνὰ 𐅻 η λίθου cχιcτοῦ χαλκάνθου μαρά‐
130θρου χυλοῦ χολῆc αἰγείαc ἀνὰ 𐅻 ιδ ἰοῦ cκώληκοc 𐅻 κ κόμμεωc 𐅻 ο, λείου οἴνῳ Ἀμηναίῳ. Κολλύριον διὰ μαράθρου. καδμίαc 𐆄 θ cτίμμεωc
𐆄 η μίcυοc ὠμοῦ ἰοῦ ἀνὰ 𐆄 ϛ πεπέρεωc 𐆄 ε χαλκάνθου κρόκου ὀμ‐ φακίου ἀνὰ 𐆄 α c χαλκίτεωc φύλλου ἀνὰ 𐆄 α ναρδοcτάχυοc 𐆄 δ c ὀπίου 𐆄 ε c ὀποβαλcάμου 𐆄 δ κόμμεωc 𐆄 ιβ μαράθρου χυλοῦ 𐆄 η καὶ πάλιν
135ἀφεψήcαc ἕτερα μάραθρα ὕδατι ὀμβρίῳ λείου τῷ ἀφεψήματι. τοῦτο
πολλοῖc ἐcκεύαcται.