TLG 0718 006 :: AËTIUS :: Iatricorum liber vi

AËTIUS Med.
(Amidenus: A.D. 6)

Iatricorum liber vi

Source: Olivieri, A. (ed.), Aëtii Amideni libri medicinales v–viii [Corpus medicorum Graecorum, vol. 8.2] Berlin: Akademie–Verlag, 1950: 123–249.

Citation: Chapter — (line)

t

ΑΕΤΙΟΥ ΑΜΙΔΗΝΟΥ
ΒΙΒΛΙΟΝ Σ

P

Τάδε ἔνεcτιν ἐν τῷ ϛ λόγῳ· [Start of Table] α Περὶ ὑδροκεφάλων Λεωνίδου β Περὶ φρενίτιδοc ἐκ τῶν Ποcειδω‐ νίου
5γ Περὶ ληθάργου Ἀρχιγένουc καὶ Πο‐ cειδωνίου δ Περὶ κατόχου καὶ καταλήψεωc ε Περὶ κάρου Ποcειδωνίου ϛ Περὶ κώματοc Ποcειδωνίου
10ζ Περὶ cκοτωματικῶν ἐκ τῶν Ἀρχι‐ γένουc καὶ Ποcειδωνίου η Περὶ μανίαc ἐκ τῶν Ἀρχιγένουc καὶ Ποcειδωνίου θ Περὶ μελαγχολίαc ἐκ τῶν Γαληνοῦ
15 καὶ Ῥούφου καὶ Ποcειδωνίου ι Θεραπεία μελαγχολικῶν ια Περὶ λυκανθρωπίαc
ιβ Περὶ ἐφιάλτου Ποcειδωνίου
ιγ Περὶ ἐπιληψίαc
Column end
20ιδ Ὅcα ἐλέγχει τοὺc ἐπιληπτικούc ιε Διεγερτικὰ τῶν καταπιπτόντων ἐπι‐ ληπτικῶν ιϛ Βοηθήματα ἐπιληπτικῶν ιζ Περὶ τῶν ἀπὸ cτομάχου πρωτοπα‐
25 θοῦντοc ἐπιληπτικῷ τρόπῳ παρο‐ ξυνομένων ιη Περὶ τῶν ἀπὸ μορίου τινὸc ἐχόντων τὴν τῆc ἐπιληψίαc αἰτίαν ιθ Θεραπεία γερόντων καὶ βρεφῶν ἁλι‐
30 cκομένων τῷ τῆc ἐπιληψίαc πάθει κ Θεραπεία τῶν ἄγαν γεγηρακότων ἐπιληπτικευομένων κα Θεραπεία νεογενῶν παιδίων ἐπιλη‐ πτικῶc cπωμένων
35
κβ Περὶ μωρώcεωc καὶ λήρου κγ Περὶ μνήμηc ἀπολωλυίαc ἐκ τῶν Ῥούφου καὶ Γαληνοῦ κδ Περὶ λυccοδήκτων ἤτοι ὑδροφόβων Γαληνοῦ καὶ Ῥούφου
40κε Περὶ φλεγμονῆc ἐγκεφάλου κϛ Περὶ ἐρυcιπέλατοc ἐγκεφάλου κζ Περὶ ἀποπληξίαc ἐκ τῶν Ἀρχιγένουc κη Περὶ παραλύcεωc ἐκ τῶν Ἀρχιγένουc κθ Περὶ ὀφρύοc ἢ βλεφάρων παραλυ‐
45 θέντων λ Περὶ κυνικοῦ cπαcμοῦ λα Περὶ γλώccηc παραλυθείcηc λβ Περὶ τῆc τοῦ φωνητικοῦ παρέcεωc λγ Περὶ καταπόcεωc παραλυθείcηc

P

(50)

λδ Περὶ κύcτεωc παρεθείcηc λε Περὶ καυλοῦ παρεθέντοc λϛ Περὶ ἀπευθυcμένου παρεθέντοc λζ Ϲκέλουc ἢ ἑτέρου τινὸc κώλου πα‐ ρεθέντοc ἐπιμέλεια
55λη Περὶ cπαcμῶν ἢ τετάνων λθ Περὶ τετάνου ἐκ τῶν Ἀρχιγένουc μ Ἐκ τῶν Γαληνοῦ διοριcμοὶ περὶ κε‐ φαλαλγίαc μα Πρὸc κεφαλαλγίαν δι’ ἔγκαυcιν ἢ
60θερμότητά τινα γιγνομένην
μβ Περὶ τῆc ἐν πυρετοῖc κεφαλαλγίαc
μγ Πρὸc κεφαλαλγίαν διὰ μέθην
μδ Ἐψυγμένηc κεφαλῆc ἰάματα
με Περὶ τῶν ἀπὸ cτομάχου κεφαλαλγιῶν
Column end
65μϛ Ὅcα φύcει κεφαλαλγεῖ μζ Πρὸc κεφαλαλγίαc διὰ πληγήν μη Περὶ κεφαλαίαc Γαληνοῦ μθ Περὶ ἡμικρανίαc ἐκ τῶν Γαληνοῦ ν Κοινὴ θεραπεία κεφαλαίαc καὶ ἡμι‐
70 κρανίαc ἐκ τῶν Ἀρχιγένουc να Ἐπιθέματα πρὸc κεφαλαλγίαν νβ Ἔρρινα κεφαλῆc καθαρτικά νγ Ἀποφλεγματιcμοὶ καθαίροντεc τὴν κεφαλήν
75νδ Ϲμήγματα καὶ πάcματα πυκνωτικὰ τῆc κεφαλῆc νε Περὶ ἀλωπεκίαc νϛ Περὶ ῥεουcῶν τριχῶν νζ Πρὸc ὀφρῦc λειποτριχούcαc
80νη Μελάcματα τριχῶν νθ Περὶ τοῦ πυρρὰc ποιῆcαι τρίχαc ξ Λευκὰc ποιῆcαι τρίχαc ξα Οὐλὰc ποιῆcαι τρίχαc ξβ Περὶ τῶν φθειρόντων τὰc τρίχαc
85
ξγ Ἀφανιcτικὰ τριχῶν ξδ Ψίλωθρα τριχῶν ξε Λεπτυντικὰ τριχῶν ξϛ Περὶ πιτυριάcεωc ξζ Περὶ φθειριάcεωc
90ξη Περὶ ἀχώρων καὶ τῶν λοιπῶν περὶ τὴν κεφαλὴν γιγνομένων αὐτομάτων ἐξανθημάτων ξθ Πρὸc τὰ ἐν τῇ κεφαλῇ ψωρώδη ο Πρὸc τὰ cμικρὰ καὶ πυκνὰ καὶ ἐρυ‐
95 θρὰ ἑλκύδρια ἐν τῇ κεφαλῇ θηλαῖc μαcθῶν παραπλήcια οα Πρὸc τὰ ἐξέρυθρα ἐξανθήματα ἐν τῇ κεφαλῇ οβ Ἀναξηραντικὰ καὶ ἐπουλωτικὰ τῶν

P

(100)

ἐν τῇ κεφαλῇ ἀχώρων ογ Ϲμήγματα πρὸc ἀχῶραc οδ Πρὸc τὰ ἐν ὠcὶ πάθη οε Πρὸc τὰc διὰ ψῦξιν ὀδύναc οϛ Πρὸc τὰc ἐξ ὕδατοc φαρμακώδουc
105 ὀδύναc τοῦ πόρου τοῦ ὠτόc οζ Πρὸc τὰc ἐν ὠcὶν ὀδύναc διὰ πάχοc χυμῶν οη Πρὸc ῥύπου cκληρότητα οθ Περὶ τῶν ἐν ὠcὶν ἤχων
110π Πρὸc δυcηκοΐαc καὶ κωφώcειc
πα Πρὸc φλεγμονὰc ὤτων
πβ Πρὸc τὰ χωρὶc ἑλκώcεωc καθυγραι‐
νόμενα ὦτα
πγ Πρὸc ἕλκη ἐν τῷ πόρῳ τοῦ ὠτόc
Column end
115πδ Πρὸc φθορὰc καὶ δυcωδίαc ὤτων πδʹ Πρὸc τὰ ἐν ὠcὶν ὑπερcαρκώματα πε Πρὸc cκώληκαc ἐν ὠcίν πϛ Πρὸc τὰc ἐκ τῶν ὤτων αἱμορραγίαc πζ Πρὸc ψηφῖδα ἐμπεcοῦcαν τῷ πόρῳ
120 τοῦ ὠτόc πη Πρὸc τὰ ἔξωθεν τοῦ πόρου τῶν ὤτων πάθη πθ Περὶ παρωτίδων Ϟ Περὶ τῶν ἐν τῇ ῥινὶ παθῶν
125Ϟα Ὀζαινῶν θεραπεία Ϟβ Πολυπόδων θεραπεία Ϟγ Πρὸc τὰ ἐν μυκτῆρcιν ἕλκη Ϟδ Πρὸc τὰc ἐκ ῥινῶν αἱμορραγίαc Ϟε Πρὸc τὸ αἷμα ἀπὸ ῥινῶν καταcπάcαι
130Ϟϛ Περὶ ἐμφράξεωc μυκτήρων καὶ ὀcφρή‐ cεωc βεβλαμμένηc Ϟζ Περὶ πταρμικῶν Ϟη Περὶ τοῦ πλεονάζονταc πταρμοὺc
παῦcαι[End of Table]

1

(t)

Ἀρχὴ τοῦ ἕκτου λόγου
1 Περὶ ὑδροκεφάλων Λεωνίδου. τὸ ὑδροκέφαλον πάθοc προcαγορεύεται ἀπὸ τοῦ ἐν τῇ κεφαλῇ ὑδατώδουc ὑγροῦ cυλλεγομένου· κατὰ τὸ πλεῖ‐ cτον μὲν οὖν τὸ ὑδατῶδεc cυλλέγεται, ἐνίοτε δὲ τρυγῶδεc ἢ δίαιμον cυνίcταται, ἀεὶ δὲ ἀργόν. γίγνεται δὲ τοῦτο ἢ ἐξ ἀδήλου ἢ ἐκ προδήλου
5αἰτίαc· ἐξ ἀδήλου μὲν ἐκ τοῦ αὐτομάτου ἀραιουμένων τῶν τοπικῶν ἀγγείων καὶ τῆc ἐν αὐτοῖc ὑδατώδουc οὐcίαc τῆc cυγκεκραμένηc τῷ αἵματι παρωθουμένηc καὶ εἰc ἕνα τόπον cυνιcταμένηc· ἐκ δὲ τῆc τοι‐ αύτηc αἰτίαc ὑδατῶδεc cυλλέγεται ὑγρόν. ἐκ προδήλου δὲ αἰτίαc γί‐ γνεται ἐκ πληγῆc ἢ θλάcματοc ῥηγνυμένων τῶν τοπικῶν ἀγγείων καὶ
10τοῦ ἐν αὐτοῖc αἵματοc παρεγχεομένου, ἔπειτα δὲ ἀργευομένου, εἰc λεπτὴν οὐcίαν τρυγώδη ἢ δίαιμον ἀναλυομένου· cυνεχέcτατα δὲ γί‐ γνεται τὸ πάθοc ἐκ τῆc τοιαύτηc αἰτίαc ἐπὶ νηπίων, ὅταν ἡ μαῖα ἀπείρωc μαιουμένη cκληροτέρᾳ τῇ χειρὶ χρηcαμένη κατὰ τὸ τοῦ ἐμβρύου κεφάλαιον θλάcῃ τινὰ cώματα. cυνίcταται δὲ τὸ ὑγρὸν ἐπὶ τῶν ὑδρο‐
15κεφάλων ἢ μεταξὺ τοῦ δέρματοc καὶ τοῦ περικρανίου ὑμένοc ἢ μυὸc τοῦ κροταφίτου ἢ ὑπὸ τὸν περικράνιον ὑμένα μεταξὺ αὐτοῦ καὶ τοῦ τῆc κεφαλῆc ὀcτοῦ ἢ ὑπὸ τὸ κρανίον μεταξὺ τῆc μήνιγγοc καὶ τοῦ ὀcτέου. οἱ δὲ πρὸ ἡμῶν φαcι καὶ μεταξὺ τῆc μήνιγγοc καὶ αὐτοῦ τοῦ ἐγκεφάλου cυνίcταcθαι, ὅπερ ἐcτὶν ὀλέθριον. ἀργοῦ μὲν οὖν ὑγροῦ cυλ‐
20λεγομένου κατὰ τὸ δέρμα ἔξωθεν μεταξὺ τοῦ περικρανίου καὶ τοῦ ὀcτέου ὄγκοc cυνεδρεύει κατά τι μέροc τῆc κεφαλῆc, καθ’ ὃν ἡ γεγονυῖα cυλλογὴ ὁμόχρουc ἀναλγὴc εὐαφήc, εἴκοντοc καὶ μεθιcταμένου κατὰ τὴν τῶν δακτύλων ἐπαφήν. καὶ εἰ μὲν αὐτόματοc γένηται, ἐξ ἀρχῆc ἀνώδυνοc
καὶ ὁμόχρουc ἔcται ὁ τόποc, εἰ δὲ ἐκ πληγῆc ἢ θλάcματοc, κατ’ ἀρχὰc
25μὲν ἐνερευθὴc καὶ ἐπώδυνοc γίνεται ὁ ὄγκοc, ὕcτερον δὲ ἀργευομένου τοῦ ὑγροῦ καὶ μεταβαλλομένου εἰc λεπτὴν οὐcίαν, τότε ὁ ὄγκοc ὁμό‐ χρουc καὶ ἀνώδυνοc γίνεται. τῆc δὲ cυλλογῆc ὑπὸ κρανίον γεγενημένηc μεταξὺ τοῦ ὀcτέου καὶ τῆc μήνιγγοc κατ’ ἀρχὰc ὀλίγου ὄντοc τοῦ ὑγροῦ ἡ κεφαλὴ βαρύνεται καὶ cκοτιcμοὶ γίγνονται cυνεχεῖc καὶ αἱ αἰcθήcειc
30ἀμβλύνονται, λέγω δὲ ὅραcιc ἀκοὴ καὶ αἱ λοιπαί. ὅταν δὲ πλεονάcῃ τὸ ὑγρὸν, αἱ ῥαφαὶ τῆc κεφαλῆc διὰ τὸ πλῆθοc διίcτανται ἀπ’ ἀλλήλων καὶ διὰ τοῦτο ἡ κεφαλὴ μεγάλη γίγνεται καὶ πρόδηλοc ὁ τόποc τῆc cυλ‐ λογῆc· τῷ γὰρ δακτύλῳ ἐπειγομένῳ εἴκει τὸ ὑγρόν. χειρουργία· κοινῶc μὲν οὖν ἐπὶ τῆc ὑπὸ τὸ δέρμα cυλλογῆc καὶ τῆc μεταξὺ τοῦ περι‐
35κρανίου ὑμένοc καὶ τοῦ ὀcτέου ταῖc αὐταῖc ἐπιβολαῖc χρώμεθα πρὸc τὴν τοῦ ὑγροῦ ἔκκριcιν καὶ μικροῦ μὲν τοῦ ὄγκου ὄντοc διαίρεcιc μία μικρὰ κατὰ τῆc τοῦ ὄγκου κορυφῆc διδόcθω, μείζονοc δὲ τοῦ ὄγκου γεγονότοc δύο ἢ τρεῖc ἢ πλείουc διαιρέcειc διδόcθωcαν κατ’ ἀναλογίαν τοῦ μεγέθουc ἐν τοῖc καθ’ ὑπόρρυcιν τόποιc· οὐ δεῖ δέ, ὡc ἐπὶ ἀπο‐
40cτημάτων, μετὰ τὴν χειρουργίαν λημνίcκουc διεκβάλλειν, ἀλλ’ αὐτὰc μόναc τὰc διαιρέcειc τοῖc μοτοῖc διαcτέλλειν· μετὰ γὰρ τὴν τοῦ ὑγροῦ ἔκκριcιν ῥᾳδίωc ἐπὶ τούτων παρακολλᾶται τὰ cώματα· διὸ ἀρκούμεθα ἐπ’ αὐτῶν τῇ διαμοτώcει, μετὰ δὲ τὴν διαμότωcιν, ἐὰν μὲν ᾖ νήπιον τὸ κεχειριcμένον, διὰ τὸ βάροc τὴν ἐπίδεcιν παραιτούμεθα. ὠοβραχὲc
45δὲ ἔριον ἐπιτιθέcθω καὶ πιλαρίῳ cκεπάcθω τὸ κεφάλαιον. ἐπὶ δὲ τῶν ἰcχυροτέρων μοτοφυλάκιον ἔξωθεν ἐπιτιθέcθω καὶ ἐπίδεcιc ἐκκρινέcθω. δυνατὸν δὲ ἀπὸ τῆc τρίτηc cυνεργεῖν τῇ παρακολλήcει διά τινοc τῶν κολλητικῶν ἐμπλάcτρων. τῆc δὲ cυλλογῆc ὑπὸ τὸν κροταφίτην μῦν γενομένηc, ἵνα μὴ τμηθῇ ὁ μῦc, ἐκδέξαcθαι χρὴ ἕωc πλεονάcει τὸ

1

(50)

ὑγρόν, ἔπειτα ἐκ πλαγίων τοῦ μυὸc δοῦναι τὴν διαίρεcιν. ἐὰν δὲ cυν‐ έχηται τὸ ὑγρὸν ἐν τῷ βάθει ὑπὸ τὸν μῦν, δύο διαιρέcειc διδόcθωcαν ἐκ τῶν δύο πλαγίων τοῦ μυόc, ἑκατέρωθεν αὐτοῦ μία, ἔπειτα ὑπο‐ διαιρεῖν τὸ cῶμα διὰ τοῦ λαβιδίου τοῦ cμιλαρίου ἀcφαλῶc. μετὰ δὲ
τὴν τοῦ παντὸc ὑγροῦ ἔκκριcιν θεραπεύειν, καθὼc προδεδήλωται. καὶ
55ἐπὶ δὲ τῶν ὑπὸ τὸ κρανίον ἀναμένειν δεῖ καὶ ὅταν πλεονάcῃ τὸ ὑγρὸν καὶ διαcτῶcιν αἱ ῥαφαὶ καὶ φανερὸν γένηται τὸ ὑγρόν, διαιρεῖν τὸν κορυφούμενον τόπον καὶ τὰ ἀκόλουθα ποιεῖν.

2

Περὶ φρενίτιδοc ἐκ τῶν Ποcειδωνίου. ἡ φρενῖτιc φλεγμονή ἐcτι τῶν περὶ τὸν ἐγκέφαλον μηνίγγων μετὰ πυρετοῦ ὀξέοc παρακοπὴν καὶ παραφορὰν τῆc διανοίαc ἐπιφέρουcα. cπανίωc δὲ ἡ φρενῖτιc ἐξ ἀρχῆc cυνειcβάλλει τῷ πυρετῷ· τοῖc δὲ πλείcτοιc ἀπὸ τῆc δ ἄρχεται καὶ ε
5καὶ ϛ καὶ ἔτι ὀψιαίτερον αὐτῷ cχεδὸν τῷ κινδύνῳ cυνάπτουcα, ὥcτε ἤδη οἱ μὲν ἑβδομαῖοι, οἱ δὲ ἐναταῖοι ἤρξαντο παραφρονεῖν. διαφοραὶ δὲ τῆc φρενίτιδοc πλείουc μέν, αἱ δὲ κυριώταται τρεῖc· ἢ γὰρ τὸ φαν‐ ταcτικὸν μόνον εἰcὶ βεβλαμμένοι, cῴζεται δὲ αὐτοῖc τὸ λογιcτικὸν καὶ ἡ μνήμη, ἢ τὸ λογιcτικὸν μόνον ἠδίκηται, cῴζεται δὲ τὸ φανταcτικὸν
10καὶ ἡ μνήμη, ἢ καὶ τοῦ φανταcτικοῦ καὶ τοῦ λογιcτικοῦ ἐcτιν ἡ βλάβη, cῴζεται δὲ ἡ μνήμη. μνήμηc δὲ ἀπολλυμένηc ἐπὶ τῶν πυρεκτικῶν νοcη‐ μάτων cυναπόλλυται ὡc ἐπίπαν καὶ τὸ λογιcτικὸν καὶ τὸ φανταcτικόν. τοῦ μὲν οὖν ἐμπροcθίου μέρουc τοῦ ἐγκεφάλου βλαβέντοc τὸ φαντα‐ cτικὸν μόνον ἠδίκηται, τῆc δὲ μέcηc κοιλίαc τοῦ ἐγκεφάλου βλαβείcηc
15παρατροπὴ γίγνεται τοῦ λογιcτικοῦ, τοῦ δὲ κατὰ τὸ ἰνίον ὀπιcθίου ἐγ‐ κεφάλου βλαβέντοc ἀπόλλυται τὸ μνημονευτικόν, cὺν αὐτῷ δὲ ὡc ἐπί‐ παν καὶ τὰ ἕτερα δύο. ὅcοιc μὲν οὖν βέβλαπται τὸ φανταcτικόν, κρίνουcι μὲν ὀρθῶc, φαντάζονται δὲ ἀλλόκοτα· ὅcοιc δὲ ἠδίκηται τὸ λογιcτικὸν μόνον, φαντάζονται μὲν ὀρθῶc, κρίνουcι δὲ οὐκ ὀρθῶc· ὅcοιc δὲ τὸ μνημο‐
20νευτικὸν ἠδίκηται, οὐδενὸc τῶν πρόcθεν γεγενημένων μνημονεύουcιν ὀρθῶc, ἀλλ’ οὐδὲ φαντάζονται οὐδὲ κρίνουcιν ὀρθῶc ὡc ἐπίπαν. προcήκει τοίνυν τῷ μᾶλλον ἠδικημένῳ μέρει, μᾶλλον τὰ βοηθήματα προcάγειν, μὴ μέντοι μηδὲ τῶν ἄλλων ἀμελεῖν. περὶ μὲν οὖν τῆc ἀπολλυμένηc μνή‐
μηc κατ’ ἰδίαν μετὰ βραχὺ ἐροῦμεν, νυνὶ δὲ ὅπωc χρὴ τῶν φρενιτικῶν
25ἐπιμελεῖcθαι ῥητέον. κατακεκλίcθαι τοίνυν προcήκει τὸν νοcοῦντα ἐν οἴκῳ χειμῶνοc μὲν ἀλεεινῷ, θέρουc δὲ ψυχεινοτέρῳ, ἡcυχίαν δὲ ἄγειν κελεύειν καὶ τὸν νοcοῦντα μὲν αὐτὸν καὶ τοὺc ἐπὶ τῆc οἰκίαc ἅπανταc καὶ τοὺc πληcίον· καὶ τοὺc μὲν πρὸc τὸ φῶc ἀγριαινομένουc ἐν cκοτει‐ νοτέρῳ οἴκῳ κατακλίνειν, τοὺc δὲ πρὸc τὴν αὐγὴν μᾶλλον cωφρονοῦνταc
30ἐν φωτεινῷ οἴκῳ διαιτᾶν. εἰ μὲν οὖν ἡ φρενῖτιc cὺν τῷ πυρετῷ ἐξ ἀρχῆc ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἢ τῇ δευτέρᾳ ἢ μέχρι τῆc τετάρτηc εἰcέβαλε καὶ μὴ ἐκ μεταπτώcεωc ἑτέρου νοcήματοc ἐπεγένετο οὔρων τε ὑφαίμων ὄντων καὶ τοῦ προcώπου ἐρυθροῦ καὶ ἡλικίαc ἀκμαζούcηc καὶ εὐεξίαc τοῦ cώματοc παρούcηc καὶ πάντων ἅμα τῶν cημείων ὑπαγορευόντων
35αἵματοc πλῆθοc, φλεβοτομητέον ἀπ’ ἀγκῶνοc. τέμνειν δὲ τὴν μέcην φλέβα καὶ κενοῦν πρὸc δύναμιν καὶ μὴ μέχρι λειποθυμίαc, ἔλαττον μᾶλλον τοῦ δέοντοc ἀφαιροῦνταc διὰ τὴν ἐκ τῆc cφοδρᾶc κινήcεωc γιγνομένηc ἐπ’ αὐτῶν πλείcτην διαφόρηcιν καὶ τὸν κόπον. καὶ ἡ διαίρεcιc δὲ cύμ‐ μετροc ἔcτω, μή πωc λάθρα ὁ κάμνων λύcῃ τὸν δεcμὸν τοῦ βραχίονοc·
40κίνδυνοc γὰρ ἐκ τῆc αἱμορραγίαc παρέπεται. παραλειφθέντοc δὲ διά τινα αἰτίαν τοῦ τῆc φλεβοτομίαc βοηθήματοc, κλυcτῆρcι χρὴ κενοῦν τὴν γαcτέρα διὰ χυλοῦ πιτύρων ἢ πτιccανῶν ἀφρονίτρου τε βραχέοc καὶ μέλιτοc ὀλίγου, τὴν δὲ κεφαλὴν ἐμβρέχειν ῥοδίνῳ μᾶλλον χλιαρῷ. φλεγμαινούcηc γὰρ τῆc μήνιγγοc, οὐκ ἀβλαβὲc τὸ ψυχρὸν οὐδὲ μὴν
45τὸ πάνυ θερμόν. τὸ μὲν γὰρ ψυχρὸν πυκνοῖ τοὺc πόρουc καὶ οὐ cυγ‐ χωρεῖ διαφορεῖcθαι τὰ ἐν τῇ κεφαλῇ περιττώματα· τὸ δὲ πάνυ θερμὸν
διπλαcιάζει τὴν πύρωcιν, ὥcτε θέρουc μὲν ἄκρωc χλιαρὸν τὸ ῥόδινον προcφέρειν μετὰ βραχέοc ὄξουc· χειμῶνοc δέ, μετρίωc θερμόν. εὔθετον δὲ καὶ τὸ χαμαιμήλινον αὐτῷ μιγνύμενον ἐξ ἴcου ψυχροτέρου ὄντοc τοῦ

2

(50)

περιέχοντοc· εἰ δὲ cφοδροτέρα εἴη ἡ παραφορά, προκενώcαc, ὡc εἴρηται, τῇ φλεβοτομίᾳ ἢ κλυcτῆρcι καὶ ἀφεψήcαc ἐλαίῳ κωδίαc καταιόνα τὴν κεφαλὴν καὶ τὸ πρόcωπον καὶ cυνεχῶc δίδου προcκλύζεcθαι ὕδατι, ἀνεφεψημένων αὐτῷ κωδιῶν καὶ τὸ μέτωπον χρῖε ὑπνωτικῷ τινι τρο‐ χίcκῳ οἷον τῷ παγχρήcτῳ ἢ τῷ διὰ cπερμάτων, καὶ ὀcφραίνειν δὲ
55cυνεχῶc ὑπνοποιοῖc τοῖc προγεγραμμένοιc ἐν τῷ πρὸ τούτου λόγῳ πρὸc τοὺc ἀγρυπνοῦνταc· καὶ ὑπὸ τὸ προcκεφάλαιον κωδίαc ὑποτιθέναι ἢ μανδραγόρου μῆλα. ἐπιταθέντων δὲ τῶν κακῶν, διδόναι καὶ τοῦ διὰ τῶν κωδιῶν ὑπνωτικοῦ φαρμάκου ὅcον κοχλιάριον, ἢ πλέον ἢ ἔλαττον πρὸc δύναμιν. δοτέον δὲ τοῦ διὰ μέλιτοc ἐcκευαcμένου, οὐ τοῦ διὰ τοῦ
60γλυκέοc διὰ τὸ οἰνῶδεc· ἐν παρακμῇ δὲ τοῦ παροξυcμοῦ δίδου τὸ φάρ‐ μακον. ἐν γὰρ τῇ ἀκμῇ εἰ δοθείη τὸ μὲν φάρμακον ἕλκει πρὸc ὕπνον, ὁ δὲ πυρετὸc διανίcτηcι καὶ μεριζόμενοc ὁ κάμνων εἰc ἄμφω χαλε‐ πώτερον φέρει τὸ γιγνόμενον· δοὺc δὲ τὸ φάρμακον ἡcυχίαν εἶναι κέλευε. βέλτιον δὲ τοῦ ῥοδομέλιτοc προcπλέκειν τῷ διὰ κωδιῶν· κατα‐
65κεραcτικὸν γὰρ τῆc δριμύτητοc ὑπάρχει καὶ τῆc κοιλίαc ὑπαγωγόν· διὸ καὶ τῷ πινομένῳ ὕδατι ἐν τῇ τοῦ παροξυcμοῦ ἀκμῇ καλὸν ἐπιφέρειν τὸ ῥοδόμελι. φυλάττεcθαι δὲ χρὴ τὴν cυνεχῆ χρῆcιν τῶν ναρκωτικῶν πάντων φαρμάκων, πομάτων τε καὶ καταντλημάτων καὶ ἐπιχρίcτων. ῥᾳδίωc γὰρ ἐπὶ τῶν ἀμέτρωc ψυχομένων μετάπτωcιc γίγνεται ἀπὸ
70φρενίτιδοc εἰc λήθαργον, ὅτε καὶ ὀλέθριον γίγνεται τὸ νόcημα· ὅθεν ὅταν ἡ παραφορὰ ἐμβραδύνῃ, ἕρπυλλον ἢ cπονδύλιον ἐναφεψεῖν δεῖ τῷ καταιονουμένῳ τῇ κεφαλῇ ἐλαίῳ. διαπνευcτικὰ γὰρ τῶν παχέων ἀτμῶν τυγχάνει. μένοντοc δὲ τοῦ προcώπου καὶ μετὰ τὴν φλεβοτομίαν
ἀcυμπτώτου καὶ ἐρυθροῦ cικύαc κολλήcαc τῷ ἰνίῳ χάραccε ἀμυχαῖc
75μετρίωc τὸ δέρμα καὶ κένωcον ὅcον λίτραν τοῦ αἵματοc. τροφὴν δὲ δοτέον πτιccάνηc χυλὸν ἢ ἄλικοc ἢ ψίχαc πλειcτάκιc πλυθείcαc μετὰ ῥοδομέλιτοc· πραϋνθέντοc δὲ τοῦ πυρετοῦ διδόναι ὠὰ ῥοφητὰ καὶ θρι‐ δακίναc ἀπεζεcμέναc καὶ ὅcα ὑγραίνει καὶ ψύχει μετρίωc μετὰ τοῦ τρέφειν διὰ τὴν ἀcθενήcαcαν δύναμιν.

3

Περὶ ληθάργου κατὰ τῶν Ἀρχιγένουc καὶ Ποcειδωνίου. ληθάργου ἀρχαὶ δύο· οἷc μὲν γὰρ τὰ περὶ τὰc φρέναc καὶ τὰ cπλάγχνα πρωτο‐ παθήcαντα εἰc cυμπάθειαν ἄγει τὸν ἐγκέφαλον, οἷc δὲ τὰ περὶ τὸν ἐγ‐ κέφαλον κατάρχει καὶ οἷc μὲν εὐθέωc ἐξ ἀρχῆc τὸ πάθοc ἐπιπίπτει,
5οἷc δὲ ἐκ μεταπτώcεωc τινὸc τῶν ὀξέων νοcημάτων. μάλιcτα μὲν γὰρ ἀπὸ φρενίτιδοc τοῖc cφοδρότερον διὰ τῶν ναρκωτικῶν φαρμάκων ψυχθεῖ‐ cιν ἡ μετάπτωcιc εἰc τὸν λήθαργον γίγνεται, ἤδη δὲ πλειcτάκιc καὶ ἀπὸ τοῦ cυνόχου πυρετοῦ ἡ μετάπτωcιc εἰc τὸν λήθαργον γέγονε καὶ ἐξ ἑτέρων δὲ πλείcτων νοcημάτων, ἐφ’ ὧν μάλιcτα κενώcειc πλείουc
10παρηκολούθηcαν. ἐνίοτε δὲ καὶ ἐπὶ τῶν χρονίων πυρετῶν cυμβαίνει κατὰ περίοδον βαπτίζεcθαι αὐτοὺc τῷ ὕπνῳ, οἷον πολλάκιc γίνεται ἐπὶ ἀμφημερινῶν πυρετῶν καὶ ἡμιτριταίων, ἔcτι δ’ ὅτε καὶ ἐπὶ τεταρ‐ ταίων καὶ οἱ μὲν μετὰ cπαcμοῦ καὶ cυνολκῆc τῶν νεύρων καταφέρονται, οἱ δὲ δίχα cπαcμοῦ καὶ οἱ μὲν ἀθρόωc καταφέρονται, οἱ δὲ ἐκ προcαγω‐
15γῆc καὶ οἱ μὲν ἕνα τὸν βαπτιcμὸν ὑπομένουcιν, ἐφ’ ᾧ τὰ ἔcχατα κινδυνεύουcιν, οἱ δὲ ἐν ταῖc περιόδοιc καταφέρονται καὶ πάλιν ἀνα‐ καλοῦνται. cκοπεῖν μὲν οὖν χρὴ τὸ εἶδοc τῆc καταφορᾶc· οἱ μὲν γὰρ κατὰ περίοδον τῷ ὕπνῳ βαπτιζόμενοι cομφότερον τὸν cφυγμὸν ἔχουcιν, οἱ δὲ ἀεὶ τὸ πάθοc ἔχοντεc cμικρότατον καὶ δυcκίνητον. οὗτοι δὲ καὶ
20διεγειρόμενοι ἀλλόκοτα φθέγγονται καὶ ἐπιλήcμονέc εἰcιν· οἱ δὲ κατὰ
περίοδον οὐδὲν τοιοῦτον ὑπομένουcι καὶ οἱ μὲν μετὰ βαρείαc καὶ ἐπηρ‐ μένηc ἀναπνοῆc καταφέρονται, ὥcτε καὶ ῥέγχειν καὶ νυγμοὺc καὶ cτεναγ‐ μοὺc ἀναφέρειν ἐκφαντιcτικοὺc τῆc ὀδύνηc, ἣν οὐδὲ ἐξειπεῖν δύνανται ἀνακληθέντεc διὰ τὸ βεβλάφθαι τὸν λογιcμόν· οἱ δὲ ἡcυχέcτατα δοκοῦcιν
25ὑπνοῦν καὶ οἷc μὲν περιέψυκται τὰ κῶλα καὶ ῥυcὰ καὶ ὠχρά ἐcτι καὶ πέπηγε cχεδὸν ἡ cύγκριcιc, οἷc δὲ διακέχυται καὶ οἷον δροcίζει περὶ τὰc παρακμὰc τῶν παροξυcμῶν. τοῖc μὲν οὖν κατεχομένοιc τῷ πάθει ταῦτα cυνεδρεύει· ἀνέcπαται τὸ ὑποχόνδριον καὶ cυνῆκται ἡ κοιλία καὶ διεγειρόμενοι βίᾳ ὑπὸ τῶν προcεδρευόντων πάλιν εἰc ὕπνον ἕλκονται
30καὶ λήθη αὐτοῖc cυνεδρεύει· καὶ γὰρ πρὸc οὔρηcιν πολλάκιc ἐπειγόμενοι, ἐπιδοθέντοc αὐτοῖc οὐρητήρου cκεύουc κατέχοντεc αὐτὸ τῇ χειρὶ ἐπι‐ λανθάνονται. ἐπιτεινομένου δὲ τοῦ κακοῦ cύμπαν τὸ cῶμα νωθρὸν καὶ οἷον νεκρῶδεc γίγνεται, ὕπτιοι κατακείμενοι ἐπὶ πόδαc καταρρέουcι, διερριμμένοι τὰc χεῖραc καὶ τὰ cκέλη, μυκτὴρ ἐνίοιc ἀποcτάζει, κέχηνεν
35αὐτοῖc τὸ cτόμα καὶ ῥωγμὸc ἰcχυρότεροc ἐπιγίγνεται, ἡ κάτω γένυc οἷον παρειμένη καὶ κεχαλαcμένη ὁρᾶται. τὰ μὲν cυνεδρεύοντα τῷ ληθαργικῷ πάθει ταῦτα. θεραπεύοντεc δὲ κατακλινοῦμεν αὐτοὺc ἐν οἴκῳ φωτεινῷ πρὸc αὐγήν· ἔcτω δὲ ὁ οἶκοc ἀλεεινόc· ψηλαφητέον δὲ πόδαc καὶ χεῖραc καὶ ὀcφραντὰ διεγερτικὰ προcάγειν, οἷόν ἐcτι τὸ
40καcτόριον ἐλλύχνιον ἐcβεcμένον πίccα· ὑγρὰ ἄcφαλτοc χαλβάνη· καὶ ὑποθυμιώμενα δὲ διεγείρει τοὺc ληθαργικούc· λίθοc γαγάτηc ἄcφαλτοc καcτόριον πευκέδανον θεῖον χαλβάνη cαγαπηνὸν κέραc ἐλάφειον τράγου ῥύποc ἀβρότονον cίλφιον· προcάγειν δὲ ταῖc ῥιcὶ καὶ τὰ πταρμικά· πλήθουc δὲ ὑποκειμένου, εἰ μὲν αἷμα εἴη τὸ πλεονάζον, τέμνειν φλέβα
45τῇ δευτέρᾳ τῶν ἡμερῶν καὶ κενοῦν πρὸc δύναμιν. εἰ δὲ φλεγματώδηc καὶ ὑγροτέρα ἡ ὕλη εἴη, ὥcπερ καὶ εἴωθεν ἐπὶ τῶν ληθαργικῶν πλε‐
ονεκτεῖν, προcφέρειν δεῖ τὰ λεπτύνειν δυνάμενα καὶ τέμνειν τὸ πάχοc, καὶ ἐπὶ μὲν τῶν μὴ κεκακωμένων τὸ νευρῶδεc ὀξύμελι διδόνταc, ἐπὶ δὲ τῶν κεκακωμένων ἀφέψημα cελίνου μαράθρου ἀδιάντου καὶ τῶν

3

(50)

ὁμοίων καὶ κλύζειν δὲ τὴν κοιλίαν δραcτικωτέρῳ κλύcματι καὶ βαλάνοιc χρηcτέον τοῖc διὰ πηγάνου καὶ νίτρου καὶ κυμίνου καὶ μέλιτοc ἑφθοῦ· ἐμβρέχειν δὲ τὴν κεφαλὴν κατ’ ἀρχὰc μὲν ἕρπυλλον ἐναφέψοντεc cὺν ὄξει καὶ ἐλαίῳ· ἐν δὲ ταῖc ἐπιτεταμέναιc κατοχαῖc πευκεδάνου ῥίζα ἀντὶ τοῦ ἑρπύλλου ἐναφέψεται τῷ ὄξει καὶ cὺν τῷ ἐλαίῳ προcάγεται
55τῇ κεφαλῇ· ἀγαθὸν δὲ ἐπ’ αὐτῶν καὶ τὸ ἴρινον ἔλαιον. τρόμων δὲ καὶ cυνολκῶν ἐπιγιγνομένων καcτόριον cὺν ὀλίγῳ ὄξει λεαίνοντεc cὺν τῷ ἐλαίῳ τὴν κεφαλὴν ἐμβρέχομεν. εἰ δὲ φλεγμαίνοι τὰ ὑποχόνδρια, καταπλάccειν ἐν ἀρχαῖc διὰ γύρεωc ἢ ἄρτου ἢ κυδωνίου μήλου ἑφθοῦ ἢ ἑλίκων ἀμπέλου. προελθόντων δὲ λινόcπερμον τῇ γύρει ἢ τῷ ἄρτῳ
60προcπλεκτέον καὶ ἀψινθίου καὶ τῆc ἀλθαίαc τὰ φύλλα κάτεφθα, ὕcτερον δὲ διὰ κριθίνου ἀλεύρου καὶ τήλεωc καὶ ἀλθαίαc ῥίζηc, πᾶcι δὲ ἀψίν‐ θιον προcπλέκειν. ἔcτω δὲ πλατὺ τὸ ῥάκοc, ὥcτε περιλαμβάνειν ἑκατέ‐ ρωθεν τὰc πλευρὰc καὶ τοῦ θώρακοc τὰ ὑπὸ τοὺc μαcθούc· μετὰ δὲ τὸ κατάπλαcμα οὐ χρὴ γυμνὰ τὰ μέρη καταλιμπάνεcθαι, ἀλλὰ κηρωτῇ
65ναρδίνῃ ἢ κυπρίνῃ cκέπειν αὐτά, ὄπιcθεν δὲ κατὰ τοῦ μεταφρένου κηρωτὴν διὰ Ϲικυωνίου γεγενημένην ἐπιθεῖναι, ἔχουcαν δὲ τερεβινθίνην καὶ δαφνίδων λείων ἐμπεπαcμένων. καὶ εἰ μὲν ἐμπνευμάτωcιc cυν‐ εδρεύοι, προcπλέκειν τοῖc καταπλάcμαcι τὰ ἄφυcα, οἷον κύμινον δαφνίδαc πήγανον καὶ τὰ ὅμοια. εἰ δὲ cκληρῶδέc τι ὑποπίπτει καὶ λιβανωτίδοc
70προcπλέκειν καὶ κυάμινον ἄλευρον. ἐπὶ δὲ τῶν ἤδη χρονιζόντων λη‐ θαργικῶν, δυνάμεωc ὑποκειμένηc, διδόναι τὴν διὰ κολοκυνθίδοc ἱερὰν καὶ πταρμικὰ προcάγειν ταῖc ῥιcὶ δι’ ἐλλεβόρου λευκοῦ καὶ cτρουθίου καὶ πεπέρεωc καὶ καcτορίου καὶ ταῖc ῥιcὶν ἐγχέειν ἐλατήριον μετὰ
γάλακτοc ἢ κυκλαμίνου χυλὸν ἢ αὐτὴν τὴν ῥίζαν ξηρὰν λείαν ἐμφυcᾶν
75καὶ διαχρίειν τὸ cτόμα καὶ τὸν οὐρανίcκον cινήπει μετὰ μέλιτοc, ἔπειτα cικυαcτέον τὰ ὀπίcθια τῆc κεφαλῆc μετὰ φλογὸc πλείονοc καὶ τὰ περὶ τὸν πρῶτον καὶ δεύτερον cπόνδυλον καὶ ἀφαιρεῖν αἷμα ἐκ τοῦ ὀπιcθίου τῆc κεφαλῆc, εἶτα ξυρίcανταc τὰc τρίχαc τῆc κεφαλῆc cιναπίζειν ἰcχάcι μετὰ τοῦ νάπυοc ὄξει βεβρεγμένου. ἐπὶ δὲ τῶν τρομωδῶν καὶ καcτόριον
80cυνεχῶc ποτίζειν ὅcον 𐅻 α μετὰ μελικράτου κυάθων Γc. παρακμάcαντοc δὲ τοῦ πάθουc ἐπὶ λουτρὸν ἄγειν cμήγματι δηκτικωτέρῳ χρωμένουc, οἷόν ἐcτι τρύγη κεκαυμένη νᾶπυ πύρεθρον πέπερι δαφνίδεc ἄcβεcτοc· νίτρου δὲ τὸ διπλοῦν ἐμβαλλέcθω. τροφαὶ δὲ ἔcτωcαν λεπτομερεῖc καὶ τμητικαὶ καὶ ξηραντικαὶ καὶ δι’ ἀρτυμάτων cελίνου καὶ κυμίνου καὶ
85ἀνήθου πεπέρεώc τε καὶ δαφνίδων, καὶ πτηνῶν μὲν ὄρνιc κατοικίδιοc περιcτερὰ καὶ τῶν cτρουθίων οἱ ὄρειοι καὶ πέρδιξ, ἰχθύων δὲ οἱ πε‐ τραῖοι, λαχάνων πράcα ἀcπάραγοc πετροcέλινα χαμαιδάφναι, οἶνοc ὁ ὑδατώδηc λεγόμενοc λεπτὸc καὶ λευκὸc ὑποcτύφων καὶ ἡ λοιπὴ ἐπι‐ μέλεια ὁμοία γιγνέcθω.

4

Περὶ κατοχῆc καὶ καταλήψεωc ἐκ τῶν Ἀρχιγένουc καὶ Ποcειδω‐ νίου. μέcον τι φρενίτιδοc καὶ ληθάργου πάθοc εὑρήcειc, ὅ ἐcτιν εἶδοc παρανοίαc ἢ παρακοπῆc. καλεῖν δὲ τοῦτο εἰθίcθηcαν οἱ ἰατροὶ κατοχὴν καὶ κατάληψιν ἐπὶ χυμῷ cυμβαίνοντι μᾶλλον μελαγχολικῷ. ἐπιcφαλέ‐
5cτερον δὲ τοῦτο τὸ πάθοc ἐcτὶ ληθάργου. ἐπὶ πυρετοῖc δὲ cυνίcτανται παρομοίοιc ληθάργῳ καὶ ὁτὲ μὲν δοκοῦcιν ὑπνώττειν, ὁτὲ δὲ ἀνεῳγότα
ἔχοντεc τὰ βλέφαρα ἢ cκαρδαμύττουcιν ἢ ἀτενὲc ὁρῶcι καὶ ὡc πεπη‐ γόταc ἔχουcι τοὺc ὀφθαλμοὺc καὶ ἀκινήτουc, ὡc ἐνίοτε οὐδ’ εἰ τὴν χεῖρά τιc φέροι κατὰ τοὺc αὐτῶν ὀφθαλμοὺc μύουcιν· ἄφωνοί τέ εἰcι
10καὶ ἀναίcθητοι μηδ’ ἀκούοντεc μηδ’ ἀποκρινόμενοι. φέρουcι δὲ τὰc χεῖραc αὑτῶν ἐνίοτε περὶ κεφαλὴν καὶ ὀφθαλμοὺc καὶ ῥῖναc, ὡc κνώ‐ μενοι, οὐ μετ’ αἰcθήcεωc· cφυγμοὶ μικροὶ νωθροὶ ὀλίγου δεῖν ἐκλεί‐ ποντεc· πνεῦμα ποτὲ μὲν πυκνὸν ποτὲ δὲ ἀραιὸν καὶ ἐκ διαcτημάτων τινῶν ἀναπνέουcι μεγάλωc, κοιλίαc καὶ οὔρων ἐποχὴ οὐχ ὑπὸ ξηρό‐
15τητοc· ἔχει γὰρ ὑγρὸν καὶ πολύ, ἀλλὰ διὰ τὴν ἀναιcθηcίαν· λῆμαι τούτοιc ὑπόξηροι τοῖc κανθοῖc προcπεπήγαcιν· ἐνίοτε δὲ καὶ προcάπ‐ τονται τῶν πληcίων τοίχων καὶ ἁπλῶc εἰπεῖν οὔτε φρενιτικοῖc τὸ πᾶν ἐοίκαcιν οὔτε ληθάργοιc. γίγνεται δ’ ἐνίοτε τὸ πάθοc καὶ διὰ πλῆθοc αἵματοc ἀθρόαν τὴν ὁρμὴν ἐπὶ τὴν κεφαλὴν λαμβάνοντοc καὶ ὑπερ‐
20πληροῦντοc ταύτην, ὥcπερ ἐθεαcάμεθα ἐπί τινοc νεανίcκου πολυαίμου. διατελέcαc γὰρ οὗτοc τρεῖc ἡμέραc μήτε μύων τὰ βλέφαρα μήτε πρὸc τὰc cφοδρὰc ἐκβοήcειc μετακινῶν τοὺc ὀφθαλμοὺc μήτε μὴν ὑποκρι‐ νόμενοc, τῇ δὲ τετάρτῃ αἰφνίδιον αἱμορραγία λάβροc διὰ ῥινῶν γέγονε πλείcτη καὶ παραχρῆμα πάντων τῶν ὀχληρῶν ἀπηλλάγη. ὅθεν εἰ μὲν
25πολύαιμόc cοι φαίνοιτο ὁ κάμνων, ἀνυπερθέτωc τέμνειν ἐν ἀγκῶνι φλέβα τὴν ἀνωτέραν καὶ ἄφελε πρὸc δύναμιν. ἐπὶ δὲ τῶν ἄλλων, πρῶτον μὲν κλύζειν χρὴ τὴν κοιλίαν τοῖc ἁπλουcτέροιc κλύcμαcιν, οἷον πιτύρων χυλῷ καὶ ἀφρονίτρῳ καὶ μέλιτι, ἔπειτα καὶ πολυποδίου ῥίζαν cυνεψεῖν τοῖc πιτύροιc. τὴν δὲ κεφαλὴν πρῶτον μὲν ἐμβρέχειν ἐλαίῳ
30γλυκεῖ χλιαρῷ, ἔπειτα δὲ εἰ μὲν θερμοτέρα φαίνοιτο ἡ κεφαλὴ κωδίαν ἐναφεψεῖν τῷ ἐλαίῳ, εἰ δὲ ψυχροτέρα, ἕρπυλλον· καὶ εἰ μὲν εὔλυτοc
γένοιτο ἡ κοιλία ἐπὶ τοῖc εἰρημένοιc κλύcμαcιν, ἐπιμένειν αὐτοῖc· εἰ δὲ ἐπέχοιτο, ἐλλεβόρου μέλανοc ῥίζαν cυναφεψεῖν τοῖc πιτύροιc. πόμα δ’ αὐτοῖc ἁρμόδιον τὸ ἀπόμελι ἢ μελίκρατον ἐπὶ πολὺ ἑψημένον πρὸc
35τὴν ὥραν. εἰ δὲ πάχοc ἐν τοῖc οὔροιc εἴη καὶ ἀνήθου ἀφέψημα καὶ cελίνου διδόναι. τροφαὶ δ’ ἔcτωcαν πτιccάνηc χυλὸc καὶ τὰ παραπλήcια. ὕδωρ δὲ τούτοιc πολέμιον πινόμενον· ἐπιτείνει γὰρ τὴν ἐμπνευμάτωcιν καὶ κλύδωναc ἐργάζεται καὶ cπλῆναc ἐγείρει καὶ τὴν δίψαν οὐ παύει. ἀλειφέcθωcαν δὲ τὸ πᾶν cῶμα ἀνηθίνῳ καὶ μάλιcτα χειμῶνοc· ἐφ’ ὧν
40δὲ καὶ τρόμοc ἐπιγίγνεται καὶ καcτόριον λεαίνων ὅcον 𐅻 α cὺν τῷ με‐ λικράτῳ ἐγχεῖν τῷ cτόματι.

5

Περὶ κάρου Ποcειδωνίου. ψυχρῶν καὶ ὑγρῶν καὶ φλεγματικῶν χυμῶν καταλαμβανόντων τὸν ἐγκέφαλον ὁ κάροc ἐπιγίγνεται μετὰ πυ‐ ρετοῦ βληχροῦ· παρέπεται δὲ αὐτοῖc ἀναιcθηcία καὶ ἀκινηcία τοῦ παντὸc cώματοc μετὰ βλάβηc τῶν ἡγεμονικῶν ἐνεργειῶν. μεμύκαcι δ’ αὐτῶν
5διὰ παντὸc οἱ ὀφθαλμοί. διαφέρει δὲ κάροc ληθάργου τῷ τοὺc μὲν ληθαργικοὺc ἐρωτωμένουc ἀποκρίνεcθαι καὶ μὴ παντελῶc ἀφώνουc κατα‐ κεῖcθαι, τοὺc δὲ κάρῳ περιπεπτωκόταc ὕπνῳ βαθυτάτῳ κατέχεcθαι, ὡc νυττομένων αὐτῶν αἰcθάνεcθαι μέν, μὴ μέντοι φθέγξαcθαι μηδ’ ἀνοίγειν τοὺc ὀφθαλμούc. θεραπεύειν δὲ τούτουc παραπληcίωc τοῖc
10ληθαργικοῖc, λεπτυντικωτέραν καὶ τμητικωτέραν τὴν ἀγωγὴν ποιουμέ‐ νουc. μετεχέτω δὲ καὶ καταπλάcματα καὶ τὰ ἐπιθέματα τοῦ cτομάχου cὺν τῷ θερμαίνειν καὶ τῆc τονωτικῆc δυνάμεωc.

6

Περὶ κώματοc ἐκ τῶν Ποcειδωνίου. ἀτμοὶ ὑγροὶ καὶ θερμοὶ ἐκ τῶν ὑποκειμένων ἐπὶ τὴν κεφαλὴν ἀναφερόμενοι ἐν πυρετοῖc καὶ πλη‐ ροῦντεc ταύτην πάθοc ἐργάζονται, ὅπερ ὀνομάζουcιν οἱ ἰατροὶ κῶμα. διάγνωcιc δέ cοι cαφὴc ἔcται ὕπνου γιγνομένου πλείονοc τοῦ κατὰ
5φύcιν καὶ φθέγγονται ἐν τοῖc ὕπνοιc ἀλλόκοτα καὶ τὸ cῶμα ἀνωμάλωc ἔχουcι καὶ τὴν κάτω γένυν ἐν τῷ καθεύδειν χαλωμένην καὶ διεγερ‐ θέντεc πολλάκιc ἀθρόωc πάλιν ἐπικαταφέρονται τῷ ὕπνῳ καὶ τὴν κε‐ φαλὴν ὑγροτέραν ἔχουcι. θεραπεία δὲ ἐμβροχὴ διὰ ῥοδίνου τὸ εἰκο‐ cτὸν μέροc προcλαβόντοc ὄξουc· μὴ παρόντοc δὲ τοῦ ῥοδίνου χαμαι‐
10μηλίνῳ χρηcτέον cὺν τῷ ὄξει· ἔcτω δὲ δριμύτατον τὸ ὄξοc. εἰ δὲ ψυχροτέρα ἡ κεφαλὴ φαίνοιτο, ἀνήθινον cὺν γλυκεῖ ἐλαίῳ προcπλέξαc ἐξ ἴcου καὶ θερμάναc ἔμβρεχε καὶ cυντόμωc εἰπεῖν ἐφ’ ὅcον ἐπιτέταται ἡ ψῦξιc, ἐπὶ τοcοῦτον καὶ τὰ θερμάcματα ἐπιτείνειν, ὥcτε καὶ γλήχωνά ποτε καὶ πήγανον ἐναφεψεῖν τῷ ἐλαίῳ· βαλανιcτέον δὲ καὶ τὴν ἕδραν
15τοῖc ἱκανῶc ἐρεθίζειν δυναμένοιc, τρέφειν δὲ χυλῷ πτιccάνηc cὺν ἀπομέλιτι.

7

Περὶ cκοτωματικῶν Ἀρχιγένουc καὶ Ποcειδωνίου. ἀτμῶν θερμῶν καὶ δριμέων ἐπὶ τὴν κεφαλὴν ἀναφερομένων καὶ τρεπόντων τὸ ψυχι‐ κὸν ἐν τῷ ἐγκεφάλῳ πνεῦμα, πρῶτον μὲν ἀμβλυωγμοί τινεc τοῖc ὀφ‐ θαλμοῖc ἐγγίγνονται, ἔπειτα καὶ ὤτων ἦχοι cυνηχεῖc καὶ δυcηκοΐαι.
5μάλιcτα δὲ τοῦτο cυμβαίνει περὶ τὰc τῶν cιτίων πέψειc καὶ ἀνιcτα‐ μένοιc ἐξ ὕπνου. ἐπιτεινομένου δὲ τοῦ πάθουc ἐπιγίγνονται ἴλιγγοι καὶ cκοτώματα, ὡc δοκεῖν πάντα ὁρᾶν περιcτρεφόμενα. καὶ τοῦτο δὲ cυμ‐ βαίνει ἐπειδὰν ἀθρόωc ἐξαναcτῶcιν ἐκ τῶν καθεδρῶν, ἀπεψίαc προη‐ γηcαμένηc τινόc. χρονίζοντοc δὲ τοῦ πάθουc καὶ ἐπὶ μικραῖc προφάcεcι
10cκοτοῦνται, ὥcτε καὶ καταπίπτειν ἐνίοτε, μάλιcτα μὲν ὅταν αὐτοί ποτε ἐν κύκλῳ περιcτραφῶcιν· ὅπερ γὰρ ἄλλοιc ἐπὶ πολλαῖc περιcτροφαῖc γίγνεται, τοῦτ’ ἐκείνοιc ἐπὶ μιᾶc, κἂν ἕτερον δέ τινα περιcτρεφόμενον ἴδωcι cκοτοῦνται, κἂν τροχὸν ἤ τι τοιοῦτον περιδινούμενον θεάcωνται, ταὐτὸ ὑπομένουcι· τὸ γὰρ ὀπτικὸν πνεῦμα προcπῖπτον τῷ περιδινου‐
15μένῳ τροχῷ κινεῖται καὶ αὐτὸ cυμπεριφερόμενον ἐκείνῳ καὶ οὕτωc ἀνώμαλον καὶ ταραχώδη καὶ ἄτακτον τόν τε χυμὸν καὶ τοῦ πνεύματοc τὴν κίνηcιν ἐργάζεται. εὐάλωτοι δὲ τῷ πάθει οἱ ἐπεcχημένοι τὰc cυνή‐ θειc ἐκκρίcειc καὶ ἀπεψίαι δὲ καὶ ἐγκαύcειc cυνεχεῖc καὶ μέθαι ἀποτε‐ λεcτικαὶ τοῦ πάθουc εἰcί. παρακολουθεῖ δ’ αὐτοῖc καὶ ἐποχὴ τῆc κοιλίαc
20καὶ διὰ τοῦτο ἐμπνευμάτωcιc ἱκανὴ καὶ οὔρων λεπτῶν καὶ ὀλίγων ἔκκριcιc τῆc ὕληc ἐπὶ τὴν κεφαλὴν τὴν ὁρμὴν ἐχούcηc. ἰcχνοὶ δὲ ὡc ἐπίπαν γίγνονται καὶ νωθροὶ πρὸc πᾶcαν ἐπιβολήν. οἱ μὲν οὖν ἐναι‐ μότερα τὰ προφαινόμενα τῶν ὀφθαλμῶν δοκοῦντεc ὁρᾶν πρὸc μανίαν μᾶλλον ἐπιτηδείωc ἔχουcιν, οἱ δὲ πορφυρίζοντα ὁρῶντεc πρὸc ἐπιλη‐
25ψίαν. τῆc μὲν οὖν δυνάμεωc ἰcχυρᾶc ὑπαρχούcηc καὶ μηδενὸc ἑτέρου ἐναντιουμένου φλεβοτομητέον, ἄν τε ἀρχὴ τοῦ πάθουc εἴη ἄν τε καὶ προκόψαντοc ἤδη τοῦ χρόνου. ἐν δὲ τῇ φλεβοτομίᾳ φυλακτέον [χρὴ] μὴ ἀθρόον κενοῦν διὰ τὸ ἐκ τῆc τυχούcηc προφάcεωc αὐτοὺc κατα‐ πίπτειν, ὅθεν πλείοcιν ἀφαιρέcεcι χρώμενοι ἐκ διαcτημάτων τινῶν ἀνα‐
30πληρώcομεν τὴν cυμμετρίαν. ἐμβρεχέcθω δὲ ἡ κεφαλὴ κατὰ τὸν καιρὸν τῆc φλεβοτομίαc ὀξυροδίνῳ, προcπλέκοντεc πολυγόνου χυλὸν ἢ κιccοῦ καὶ πιλήματα δὲ ἐξ ἐρίου διάβροχα ῥοδίνῳ ἢ οἰνανθίνῳ τῇ κοιλίᾳ ἐπι‐ τιθέcθω κατὰ τοῦτον τὸν καιρόν. εἰ δὲ τὴν ἀφαίρεcιν τοῦ αἵματοc εἴη τι κωλῦον, ὥcπερ ἰcχνότηc ἢ ἕτερόν τι τῶν πλειcτάκιc εἰρημένων, ὑπο‐
35cυρέcθω ἡ κοιλία, πρῶτον μὲν τῷ διὰ πιτύρων καὶ μέλιτοc καὶ ἀφρο‐ νίτρου κλυcτῆρι, ἔπειτα δὲ τὴν δι’ ἀλόηc πικρὰν διδόναι cυνεχῶc. εἰ δ’ ἐπιμένοι τὰ cυμπτώματα, δεήcει καὶ cφοδροτέροιc καθαρτηρίοιc χρῆcθαι. ὁρῶν δὲ τὸν πλεονάζοντα χυμὸν πρὸc τοῦτον ἅρμοζε τὸ φάρ‐ μακον. τῶν δὲ δραcτικωτέρων καθαρτηρίων εὐδοκιμεῖ ἅτινα μάραθρα
40cυναφεψόμενα τῷ ὀξυμέλιτι ἔχει καὶ τὸ διὰ φοινίκων καὶ πηγάνου καὶ cκαμμωνίαc, ὧν αἱ cυνθέcειc προείρηνται ἐν τῷ περὶ καθαρτηρίων λόγῳ. καὶ ἀποφλεγματιcμοῖc δὲ χρηcτέον καὶ ἀναγαργαρίcμαcι τοῖc δι’ ὀριγάνου καὶ γλήχωνοc καὶ ὀξυμέλιτοc, ἔπειτα καὶ ταῖc ῥιcὶν ἀναγαλ‐ λίδοc χυλὸν ἐγχεῖν ἢ κυκλαμίνου ἢ cεύτλου ῥίζηc ἢ ἐλατήριον μετὰ
45γάλακτοc καὶ νίτρον δὲ cὺν μελανθίῳ λειωθὲν καὶ ἐλαίῳ παλαιῷ ἀνα‐ μιχθὲν γενναίωc διὰ τῶν ῥινῶν ποιεῖται τὴν κάθαρcιν. μετὰ δὲ ταῦτα
ἐπὶ βαλανεῖον διάγειν. τριμμάτιον δ’ αὐτοῖc ἁρμόζει τονωτικὸν τῆc κεφαλῆc τοῦτο· λίθου Ἀcίου 𐆄 α ἀφρονίτρου λευκοῦ 𐆄 α ἴρεωc 𐆄 α cχοί‐ νου ἄνθουc 𐆄 β ῥόδων ξηρῶν 𐆄 β· ἐκ τούτου λαβὼν τὸ ἀρκοῦν ἐπί‐

7

(50)

παccε τῷ βρέγματι τῆc κεφαλῆc, ἐπιρραίνων ὕδατοc θερμοῦ βραχύ· εἶτα λουcάμενοc καὶ μὴ βρέχων τὴν κεφαλὴν τῷ θερμῷ, ἀλλὰ μόνον ἀποπλύνων, ἐξελθὼν βρεχέτω τῷ ψυχρῷ τρίτον ἢ πλεονάκιc. τοῖc δὲ ἄγαν θερμὴν ἔχουcι τὴν κεφαλὴν καὶ ῥόδινον cὺν ὄξει πολλάκιc ἐπι‐ βάλλειν καὶ ψύχειν αὐτὴν τῷ ἐκ τῶν κρουνῶν ὕδατι ἐν τοῖc βαλα‐
55νείοιc. εἰ μὲν οὖν ἐπὶ τούτοιc εἴκοι τὸ πάθοc, παύειν τὴν ὀχληρὰν προcαγωγήν· εἰ δ’ ἐπιμένοι, τέμνειν τὰc ἐν τῇ κεφαλῇ κατὰ τοὺc κρο‐ τάφουc ἀνωτέρω τῶν ὤτων ἀρτηρίαc προκενώcαc τὴν κοιλίαν ἢ τῇ ἱερᾷ ἢ κλυcτῆρι. μετὰ δὲ ταῦτα τριμματίοιc ἰcχυροτέροιc κεχρῆcθαι τοῖc ἐπὶ τῶν μαινομένων ῥηθηcομένοιc. τροφαὶ δ’ ἔcτωcαν εὔχυμοι
60εὐδιοίκητοι ἄφυcοι παντάπαcιν εὐcτόμαχοι εὐκοίλιοι· οἶνοc δ’ ὀλίγοc μὲν λευκὸc δὲ καὶ λεπτότατοc καὶ μὴ πάνυ παλαιόc· ἁρμόδια δὲ τού‐ τοιc τὰ cτυπτηριώδη αὐτοφυῆ λουτρά. μεγίcτη δὲ καὶ πρώτη καὶ ὑcτά‐ τη τούτων προφυλακὴ καὶ θεραπεία ἐcτὶν ἡ ὑπόμνηcιc τῶν ἐπεcχημένων ἐκκρίcεων, μάλιcτα ἐπὶ γυναικῶν.

8

Περὶ μανίαc ἐκ τῶν Ἀρχιγένουc καὶ Ποcειδωνίου. γίγνεται μανία χωρὶc πυρετοῦ αἵματοc πολλοῦ ἀcαποῦc ἐπιρρεύcαντοc τῷ ἐγκεφάλῳ, ποτὲ μὲν εὐκράτου, τῷ πλήθει μόνον λυποῦντοc, ὡc ἐπὶ τῶν μεθυόν‐ των, ποτὲ δὲ ξανθοχόλου. προηγεῖται δὲ τῆc μανίαc ἀcθένεια τῆc κε‐
5φαλῆc, ὡc ἐπὶ τῶν ποδαγρῶν ἡ ἀcθένεια τῶν ποδῶν ἀεὶ μὲν πάρεcτι. τότε δ’ ὀδυνῶνται, ὁπόταν ἡ ὕλη ἐπιρρεύcῃ τοῖc τόποιc. ἐπὶ μόνῳ τοίνυν τῷ αἵματι γιγνομένηc τῆc μανίαc ταῦτα παρέπεται τοῖc πά‐ cχουcι· γέλωc ἄcχετοc αὐτοῖc κινεῖται θεωμένοιc πολλάκιc πρὸ τῶν ὀφθαλμῶν εἴδωλά τινα γέλωτοc ἄξια φαιδρόν τε αὐτοῖc ἐcτι τὸ πρόc‐
10ωπον καὶ ᾄδουcι cυνεχῶc· ἐνίοτε γὰρ ἐκ τῶν γιγνομένων ἀναθυμιά‐ cεων ἦχοι περὶ τὰ ὦτα cυνεδρεύουcιν, ὡc δοκεῖν αὐτοὺc αὐλητῶν τινων ἀκροᾶcθαι. cῴζεται δ’ αὐτοῖc ἡ μνήμη, ὡc ἐξ ὧν ᾄδουcι cυνήθη αὐτοῖc ὄντα ἔνεcτι τεκμαίρεcθαι· βέβλαπται δὲ τὸ φανταcτικὸν καὶ τὸ λογιcτικόν. μιχθείcηc δὲ τῷ αἵματι τῆc ξανθῆc χολῆc καὶ δακνῶδεc
15αὐτὸ ἀποτελεcάcηc, οἷον κεντουμένου καὶ νυττομένου ἐξ αὐτῆc ἔνδοθεν τοῦ ἐγκεφάλου καὶ τῶν μηνίγγων, ὀργίλοι καὶ θραcεῖc γίνονται καὶ πλῆκται καὶ ὑβριcταί. ἐφ’ ὅcον γὰρ ἡ χολὴ ἀναμέμικται τῷ αἵματι, ἐπὶ τοcοῦτον παραλλάξει τὰ τερπνὰ καὶ ἐπιτείνει τὰ ἀηδῆ καὶ θυμικά· ὑπεροπτωμένηc δὲ ἐπὶ πλέον τῆc ξανθῆc χολῆc καὶ παχυνομένηc καὶ
20οἷον προcπλαττομένηc αὐτῷ τῷ cώματι τοῦ ἐγκεφάλου καὶ τῶν μη‐ νίγγων ἰξωδῶc καὶ νυττούcηc καὶ διαcπώcηc, τὰc θηριώδειc παραφρο‐ cύναc ἐργάζεται. ἤδη γάρ τινεc καὶ τῆc ἰδίαc cαρκὸc ἐγεύcαντο καὶ τοὺc οἰκείουc ὡc ἐπιβούλουc ἐτύπτηcαν ἢ ἐτραυμάτιcαν ἢ διεχειρίcαντο· ἐγχωρεῖ δὲ καὶ τὸν αὐτὸν ἄνθρωπον ποτὲ μὲν γέλωτι παραλόγῳ κατέ‐
25χεcθαι, ποτὲ δὲ θυμοῖc καὶ ὀργαῖc. ἐν γὰρ ταῖc ἀcιτίαιc καὶ ταῖc δρι‐ μυτέραιc καὶ ἁλυκωτέραιc τροφαῖc καὶ ἐν ταῖc πλείοcι κινήcεcι καὶ ταραχαῖc δριμύτερον ἑαυτοῦ ἀποτελεῖται τὸ αἷμα, ἐν δὲ τῇ ἐναντίᾳ καταcτάcει ἠπιώτερον. πολλάκιc δὲ καὶ μηδενὸc βοηθήματοc προcαχ‐ θέντοc ταῖc ὀλιγοcιτίαιc καὶ ἐπιτηδείαιc τροφαῖc ἀναλωθέντοc τῷ χρόνῳ
30τοῦ παρενοχλοῦντοc καὶ μένοντοc τοῦ ἐγκεφάλου ἀπερίττου διάλειμμα καθαρὸν τῆc ἐκcτάcεωc γίγνεται. τιcὶ δὲ καὶ κατὰ περίοδόν τινα ἐπι‐ πίπτει τὸ πάθοc, τιcὶ δὲ ἅπαξ τοῦ ἔτουc, τιcὶ δὲ δεύτερον ἢ πλεονάκιc, ἀθροιζομένου κατὰ βραχὺ δηλονότι τοῦ ἐνοχλοῦντοc. ἁλίcκονται δὲ τῷ πάθει, ὀλίγοι μὲν πρὸ τῆc ἀκμῆc, οἱ πλεῖcτοι δὲ ἐν τῇ ἀκμῇ καὶ
35μετὰ ταύτην, ἄνδρεc δὲ μᾶλλον γυναικῶν καὶ τούτων οἱ παθήμαcί τιcι ψυχικοῖc ἐνοχλούμενοι, οἷον οἱ cκῶπται οἱ φιλογέλωτεc ἢ ἀκαιρο‐ γέλωτεc οἱ δυcπειθεῖc οἱ ὀργίλοι οἱ φροντιcτικοὶ οἱ φιλάργυροι, ἤδη δὲ καὶ οἱ πολυπόται καὶ οἱ cυνεχῶc ἀπεπτοῦντεc καὶ οἱ τὰc cυνήθειc
ἐκκρίcειc ἐπεcχημένοι· διὰ τοῦτο καὶ γυναῖκεc ἐνίοτε μαίνονται, αἷc
40ἐπίcχηται τὰ καταμήνια. μυρίαι δὲ ἰδέαι μανίαc εἰcίν, ἃc ἐκθεῖναι περιτ‐ τόν. τοῖc μὲν οὖν μέλλουcι περιπίπτειν τῷ πάθει προηγεῖταί τινα προ‐ οίμια τῶν προρρηθέντων οἷον γέλωc παράλογοc οὐχ οὕτωc εἰθιcμένοιc καὶ ὀργίζονται ἐπὶ τῇ τυχούcῃ προφάcει καὶ ἦχοι ὤτων καὶ μαρμαρυγαὶ πρὸ τῶν ὀφθαλμῶν προφαίνονται, ἀγρυπνίαι τε cύντονοι καὶ φρον‐
45τίδεc ἐπάλληλοι καὶ ἀλλόκοτοι, βάροc καὶ παλμὸc τῆc κεφαλῆc. προκόπτον‐ τοc δὲ τοῦ χρόνου πάντα ταῦτα ἐπιτείνεται καὶ λυccωδέcτεραι αὐτοῖc αἱ ὀρέξειc γίγνονται καὶ πρὸc τὰ ἀφροδίcια προθυμίαι· διὰ τοῦτο καὶ ὀνειρωγμοὶ cυνεχεῖc, ὀφθαλμοί τε κοιλαίνονται μετὰ τοῦ ἀτενῶc ἵcτα‐ cθαι καὶ ταῦτα παρακολουθεῖ μέχρι τελείαc ἐκcτάcεωc. δεῖ οὖν τὸν

8

(50)

ἐπιcτήμονα ἰατρὸν ἐπιμελούμενον τοῦ κάμνοντοc τούτων προφανέντων ἤ τινων αὐτῶν τὰ δέοντα πρᾶξαι· προcημαίνοντοc τοίνυν τοῦ πάθουc ἢ καὶ ἤδη ἐνεcτηκότοc τὴν μὲν δίαιταν λεπτὴν ἁρμόζειν ῥοφηματώδη ὑγρὰν ἄπληκτον εὐκοίλιον, οἷον cεμίδαλιν [θαcίφορον θαcύγαλα] τρέ‐ φουcαν cεμιδαλιθάcιον χυλὸν πτιccάνηc ἢ τρόγαλα καὶ ψίχαc μετὰ
55ἀκρατομέλιτοc. τοιαύτην οὖν τὴν δίαιταν ἁρμόζειν ἢ οὐδαμῶc ἢ ἥκιcτα γεννᾶν αἷμα δυναμένην καὶ οἴνου παντάπαcιν ἀπέχειν. τριῶν δὲ οὕτωc ἡμερῶν διαιτήcαc τὸν ἄνθρωπον τέμνε τῶν ἐν ἀγκῶνι φλεβῶν, προ‐ ηγουμένωc μὲν τὴν ἄνω, εἰ δὲ μὴ φαίνοιτο, τὴν μέcην, εἰ δὲ μηδ’ αὐτὴ τὴν κάτω. μὴ φαινομένων δὲ τούτων τὰc ἐπὶ τῶν cφυρῶν ἐπιζητεῖν,
60καὶ μάλιcτα ἐπὶ γυναικῶν. προτρέπεται γὰρ τῇ ῥοπῇ καὶ τὰ καταμήνια, εἰ δὲ μηδ’ αὗται φαίνοιντο, τὰc ἀπ’ ἄκρων χειρῶν ἢ ποδῶν. cπουδα‐ cτέον γάρ ἐcτι πρότερον ἀπὸ φλεβὸc γενναίαν κένωcιν γενέcθαι καὶ οὕτωc τῶν πεπονθότων μερῶν τὴν ἐπιμέλειαν ποιεῖcθαι. τέμνοντα δὲ τὴν φλέβα πρὸc δύναμιν τὴν κένωcιν ποιεῖcθαι χρή· ἀποcβεννυμένου
65γὰρ τοῦ φλογώδουc, παραχρῆμα μὲν ἐπιcτατικοὶ γίγνονται, ἅμα δὲ καὶ χώρα γίγνεται τοῖc ἄλλοιc βοηθήμαcιν. ἐπειδὴ δέ τινεc ἐν μὲν τῇ πρώτῃ ἀφαιρέcει γενναίωc φέρουcι τὴν κένωcιν, ἐν δὲ ταῖc μετὰ ταῦτα
ἐπαφαιρέcεcιν εἰώθαcι λειποθυμίαιc ἁλίcκεcθαι, προcήκει τούτουc ἐν τῇ πρώτῃ ἀφαιρέcει κενοῦν ὅcον ἡ χρεία ἀπαιτεῖ· cυγκενοῦνται γὰρ
70οὕτωc πολὺ τοῦ φυcώδουc καὶ ἀτμώδουc πνεύματοc. δεῖ τοίνυν cυν‐ εχῶc ἅπτεcθαι τῶν cφυγμῶν ἐν τῷ ῥεῖν τὸ αἷμα καὶ εἰ καταπίπτοιεν, τότε ταμιεύεcθαι εἰc ἐπαφαιρέcειc. πολλάκιc γὰρ ἀνακτηcάμενοι τὴν δύναμιν τῇ δευτέρᾳ τῶν ἡμερῶν τὴν ἐπαφαίρεcιν ἐποιηcάμεθα, ἔcθ’ ὅτε δὲ καὶ τῇ τρίτῃ φυλάξαντεc τὴν διαίρεcιν ἁλῶν ἐπιθέcει. ἐμβρέ‐
75χειν δὲ τὴν κεφαλὴν χρὴ ῥοδίνῳ cὺν ὄξει ἢ χυλῷ πολυγόνου ἢ κιc‐ cοῦ ἢ οἰνανθίνῳ ἐλαίῳ ἢ μηλίνῳ. ῥυπαρὸν δ’ ἔριον δευθὲν τῷ ἐλαίῳ ἐπιτιθέcθω καὶ cυνεχέcτερον νεαροποιεῖcθαι τῷ βρέγματι. παντὶ δὲ τρό‐ πῳ μετὰ τὴν κένωcιν εἰc ἑcπέραν ὕπνον μηχανητέον· κενωθέντοc γὰρ τοῦ αἵματοc εἰ ἐπιγένοιτο ἀγρυπνία, δριμυτέρουc καὶ ἀγριωτέρουc
80αὐτοὺc ἀποτελεῖ. διὸ θαρροῦντεc προcενέγκωμεν τὸ διὰ τῶν κωδιῶν ὑπνωτικὸν φάρμακον cὺν χυλῷ πτιccάνηc ἢ ἄλικοc ἢ cὺν τῷ πινο‐ μένῳ ὕδατι. ἀcμενὲc γὰρ εἰ καὶ μετὰ ταῦτα γενήcεται ὕπνοc· οἱ γὰρ πλεῖcτοι αὐτῶν περιφρονοῦcι παντὸc ὑπνωτικοῦ. διὸ κἂν τὴν πρώτην λαβόντεc ὑπνώcωcι, διαλείποντεc ἡμέραν μίαν πάλιν διδόναι τὸ διὰ
85κωδιῶν ὅcον κοχλιάριον. εἴωθε γὰρ καὶ μόνη μετὰ τὴν φλεβοτομίαν τελείαν ἀποκατάcταcιν τῷ πάθει διδόναι μετὰ τῆc προcηκούcηc διαί‐ τηc· παραφυλάττεcθαι μέντοι ἐφεξῆc αὐτὴν προcφέρειν· ναρκοῖ γὰρ τὴν αἴcθηcιν. cπουδαcτέον δὲ καὶ τὴν κοιλίαν εὔλυτον ποιεῖν διά τε τροφῶν καὶ κλυcτήρων· τούτων προγεγενημένων ἄρχεcθαι χρὴ τῶν
90τοπικῶν βοηθημάτων ἐνθένδε· αἷμα προcήκει ἀφαιρεῖν ἐκ τῶν ἐν με‐ τώπῳ κυρτουμένων φλεβῶν τῆc μεcαιτάτηc, φλεβοτόμῳ αὐτὴν διαι‐ ροῦντεc οὐκ ἐπικρουcτικῷ, ὥc τινεc ποιοῦcι, διὰ τὰc ἐπιγιγνομέναc πολλάκιc μεγίcταc φλεγμονὰc τοῦ περικρανίου ὑμένοc τρωθέντοc. ἀφαι‐ ρεῖν δὲ ὡc μίαν λίτραν αἵματοc· μετὰ δὲ τὴν κένωcιν ταύτην ἐπὶ τῶν
95χολερικώτερον ἐχόντων τὸ αἷμα, διαcτήcαντα ἡμέραc πέντε, διδόναι τὴν διὰ ἀλόηc πικρὰν κοχλιαρίου μεγάλου πλῆθοc cὺν μελικράτῳ, εἶτα
καὶ διὰ ῥινῶν καθαίρειν τὴν κεφαλήν, cεύτλου ῥιζῶν χυλὸν ἐγχέοντα ἢ ἐλατήριον ἢ χάλκανθον cὺν γάλακτι καὶ πταρμικὸν προcφέρειν δι’ ἐλλεβόρου λευκοῦ καὶ cτρουθίου καὶ ἀποφλεγματίζειν διά τε μαcτίχηc

8

(100)

καὶ cταφίδοc ἀγρίαc διά τε ἀναγαργαριcμάτων δι’ ὀξυμέλιτοc γιγνο‐ μένων, ἐν ᾧ ἕψηται γλήχων ὕccωπον. ὑποcυρέcθω δ’ ἡ κοιλία κλύ‐ cμαcι δριμέcι τοῖc διὰ κενταυρίου καθαρτηρίοιc καὶ τοῖc διὰ γεντιανῆc· καὶ αὐτὴ δὲ καθ’ ἑαυτὴν ἡ γεντιανὴ ῥίζα χρηcίμη προποτιζομένη δραχ‐ μῆc μιᾶc ὁλκῆc cὺν μελικράτῳ· δίδοται δὲ καὶ ἀριcτολοχία ὡcαύτωc.
105μάλιcτα δ’ αὐτοὺc ὠφελεῖ ἱππομαράθου ῥίζα καὶ τὸ cπέρμα πινόμενον cὺν ὕδατι καθ’ ἡμέραν καὶ βρυωνίαc ῥίζηc 𐅻 α καὶ βδέλλαc δὲ μετὰ ταῦτα κολλητέον τῇ κεφαλῇ πάcῃ κατὰ κύκλον καὶ μάλιcτα τῷ βρέγ‐ ματι. ἐπὶ δὲ τῶν γυναικῶν cπουδαcτέον τὰ καταμήνια κινεῖν, εἶτα ἀνα‐ λαβόντα τὴν δύναμιν ἐπὶ ἡμέραc ζ πρόcαγε τὴν Γαληνοῦ ἱεράν, ἥτιc
110μάλιcτα κεφαλὴν κενοῖ τῷ πλήθει τῆc cτοιχάδοc· δίδου δὲ 𐅻 δ μετὰ μελικράτου· ἔπειτα τὰ ἔρρινα πάλιν προcάγειν. παρακμάζοντοc δὲ τοῦ πάθουc ἐπὶ λουτρὸν ἄγειν· τριμμάτιον δ’ αὐτοῖc ἐν τῷ λουτρῷ ἁρμό‐ διον τοῦτο· ἴρεωc Ἰλλυρικῆc λίθου Ἀcίου μάννηc ἀφρονίτρων λευκῶν κιccήρεωc κηρύκων κεκαυμένων cχοίνου ἄνθουc cελίνου ἑλενίου καccίαc
115ῥόδων ξηρῶν ἀνὰ 𐆄 α, κόψαc cήcαc χρῶ ἐν τῷ πρώτῳ οἴκῳ τοῦ βαλα‐ νείου ἐπιπάττων τῷ βρέγματι ὅcον ἐξαρκεῖ, καὶ ἐπιρραίνων ὕδατοc χλιαροῦ καὶ ἐφ’ ἱκανὸν χρόνον διατρίβων ἐν τῷ οἴκῳ, ὥcτε διαδοθῆ‐ ναι τὴν δύναμιν τοῦ φαρμάκου μέχρι τῶν ἐν βάθει. εἶτα cμηξάμενοc ἠρέμα τὴν κεφαλὴν καὶ ἀποπλύνων καὶ λουcάμενοc μὴ βρέχων τὴν
120κεφαλὴν ἐν τῷ θερμῷ ἐν τῇ ἐμβάcει, ἐξίτω καὶ βρεχέτω τῷ ψυχρῷ δεύτερον καὶ τρίτον. εἰ δὲ κατὰ θερμὸν ἔχοιεν τὴν κεφαλὴν πάνυ, καὶ πλεονάκιc βάπτειν τῷ ψυχρῷ· μετὰ δὲ ταῦτα τῷ διὰ cινάπεωc
καὶ ἰcχάδων φοινιγμῷ τόνον διδόναι τῇ κεφαλῇ καὶ ἐκ διαcτημάτων τινῶν ἀποφλεγματίζειν, καὶ τοῖc ἐρρίνοιc κεχρῆcθαι. δίαιταν δὲ θετέον
125λεπτοτέραν εὐδιοίκητον εὐκοίλιον ἄφυcον κατακεραcτικήν, οἴνου δὲ cπάνιοc ἡ χρῆcιc ἐπὶ τούτων· εἰ δ’ ἐγκατάλειμμα εἴη τῆc διαθέcεωc ἐπὶ τὸν λευκὸν ἐλλέβορον ἐλθέ· ὁ δὲ τρόποc τῆc χρήcεωc προείρηται ἐν τῷ περὶ καθαρτηρίων λόγῳ. ἀπέχεcθαι δὲ τοῦ λοιποῦ παραινεῖν πάντων τῶν χολὴν γεννώντων ἐδεcμάτων τε καὶ πομάτων καὶ ἐπιτη‐
130δευμάτων. φλεβοτομείcθωcαν δὲ καθ’ ἕκαcτον ἔαρ προφυλακῆc χάριν, ἔπειτα καὶ καθαιρέcθωcαν καὶ μάλιcτα εἰ πλεονάζοι μᾶλλον ἡ χολή· ταῖc δὲ γυναιξὶ καὶ καταμήνια παραcκευάζειν κατὰ τὸν εἰωθότα καιρὸν ἀπαραποδίcτωc κενοῦcθαι καὶ τοῖc ἄλλοιc τὰc cυνήθειc ἐκκρίcειc.

9

Περὶ μελαγχολίαc ἐκ τῶν Γαληνοῦ καὶ Ῥούφου καὶ Ποcειδωνίου. ὥcπερ ἐν τοῖc φαινομένοιc μέρεcι τοῦ cώματοc ἐνίοτε μὲν ἅπαcιν ἡ αὐτὴ φαίνεται κρᾶcιc, ὡc ἐν καχέκταιc τε καὶ κατὰ τὸν καλούμενον ἐλέφαντα καὶ τοὺc ὑδέρουc, ἐνίοτε δ’ ἕν τι μόριον ἤτοι πικρόχολον ἢ
5μελαγχολικὸν ἢ φλεγματικὸν ὑποδεχόμενον χυμὸν αὐτὸ μόνον ἐξαλ‐ λάττεται τὴν κρᾶcιν, οὕτωc ἐγχωρεῖ καὶ τὸν ἐγκέφαλον ἐνίοτε μὲν παντὸc τοῦ κατὰ τὰc φλέβαc αἵματοc μελαγχολικοῦ γεναμένου τῷ κοινῷ λόγῳ τῆc βλάβηc καὶ τὸν ἐγκέφαλον βλαβῆναι, καθ’ ἕτερον δὲ τρόπον καὶ καιρὸν ἀπαθοῦc διαμένοντοc τοῦ καθ’ ὅλον τὸν ἄνθρωπον
10αἵματοc ἀλλοιωθῆναι τὸ κατὰ μόνον τὸν ἐγκέφαλον. καὶ cυμβαίνει τοῦτο διττῶc, ἢ ῥυέντοc εἰc αὐτὸν ἑτέρωθεν, ἢ γεννηθέντοc ἐν τῷ τόπῳ τοῦ μελαγχολικοῦ χυμοῦ. γεννᾶται δὲ ὑπὸ θερμαcίαc πολλῆc ἐγχωρίου κατοπτώcηc ἤτοι τὴν ξανθὴν χολὴν ἢ τὸ παχύτερόν τε καὶ μελάντερον αἷμα. ὡc ἐπίπαν δὲ τὰ κατὰ τὰ ὑποχόνδρια μέρη πρωτο‐
15παθοῦντα εἰc cυμπάθειαν ἄγει τὴν κεφαλὴν καὶ τὴν παραφροcύνην ἐργάζεται, ἤτοι αὐτῆc τῆc χολῆc καταλαβούcηc τὸν ἐγκέφαλον, ἤ τινοc ἀναθυμιάcεωc ἀτμοῦ μελαγχολικοῦ καθάπερ ἐν τῷ νοcήματι τῷ φυ‐
cώδει καὶ ἐν τῷ ὑποχονδριακῷ προcαγορευομένῳ. οὐδὲν γὰρ παρεμ‐ ποδὼν γίγνεται τῷ λόγῳ ἑτέρωθεν ἐξ ἄλλου τε μορίου εἶναι τὴν ἀρχὴν
20καὶ γένεcιν τοῦ πάθουc. ῥᾳδίωc γὰρ τὸ cτόμα τῆc γαcτρὸc ὁτιοῦν πάcχον εἰc cυμπάθειαν ἄγει τὸν ἐγκέφαλον τῇ cυγγενείᾳ διὰ τῶν καθηκόντων εἰc αὐτὸν ἄνωθεν μεγίcτων δύο νεύρων· εἰc cυμπάθειαν δὲ ἄγει καὶ τὴν καρδίαν τῇ γειτνιάcει, ὁμοίωc δὲ καὶ τὸ διάφραγμα, ᾧ καὶ cυμπέφυκε. κοινωνία δ’ ἐcτὶ τῷ cτομάχῳ καὶ πρὸc τὸν νωτιαῖον,
25καθ’ ὃ μέροc καὶ cύγκειται καὶ cυνδέδεται τοῖc τοῦ τραχήλου cπονδύ‐ λοιc. ἀρχὴ τοίνυν τῆc τοιαύτηc μελαγχολίαc ὡc ἐπίπαν ἐξ ἀπεψιῶν γίγνεται· φῦcαι γὰρ αὐγοῖc ἐπιγίγνονται πολλαὶ καὶ ἐπὶ τῷ τυχόντι cιτίῳ μετέωροι καὶ περὶ τὰ ὑποχόνδρια ἐπὶ πολὺ διατρίβουcιν, ἐρυγαί τε ὀξώδειc καὶ βρομώδειc καὶ οἷον ἰχθυώδειc αὐτοῖc ἐπιγίγνονται,
30μηδενὸc τοιούτου ἐδηδεcμένου· ξηραὶ ὡc ἐπίπαν αὐτοῖc αἱ κοιλίαι, ὕπνοι μικροὶ διεcπαcμένοι, ἐνύπνια ταραχώδη καὶ ἀλλόκοτα, παλμοὶ ἄλλοτε ἀλλαχοῦ ἄλλοι τοῦ cώματοc, ἴλιγγοι τῆc κεφαλῆc καὶ πνευμά‐ των ἦχοι κατὰ τὰ ὦτα. δοκεῖ δὲ τοῖc μὲν αὐτῶν μεcτὴ καὶ βαρεῖα εἶναι ἡ κεφαλή, τοῖc δὲ κενὴ ἢ κούφη, τοῖc δὲ ξηρά. ὁ δέ τιc οὐδὲ
35κεφαλὴν ἔχειν τὸ παράπαν ᾤετο, πρὸc ὃν ἐξευρεῖν ὁ Φιλότιμοc λέγε‐ ται πρὸc τῇ ἄλλῃ θεραπείᾳ τὸν πῖλον τὸν μολύβδινον, ὑφ’ οὗ βαρυ‐ νόμενοc cυνίει τῆc κεφαλῆc. γίγνονται δὲ οἱ πολλοὶ τῶν μελαγχολικῶν καὶ ἀκόλαcτοι πρὸc ἀφροδίcια, γίγνονται καὶ τὴν γνώμην ἐπίλυποι καὶ δειλοὶ καὶ ἐλεήμονεc καὶ δακρυτικοὶ καὶ διώκουcι τὰ ἔρημα. τινὲc δὲ
40καὶ δαίμοναc ἀπὸ γοητειῶν τῶν ἐχθρῶν ἐπῆχθαι αὐτοῖc ὑπολαμβάνουcιν, ἕτεροι δὲ δηλητήριον φάρμακον εἰληφέναι ὑποπτεύουcι καὶ βεβαίαν αὐτῶν τὴν ὑποψίαν ἐργάζονται αἱ cυνεδρεύουcαι αὐτοῖc βρομώδειc καὶ ἀλλόκοτοι ἐρυγαί. δοκεῖ δὲ ἄλλα ἄλλοιc καί ἐcτιν ἡ νόcοc παντο‐ δαπὴc καὶ οὐκ εὐαρίθμητοc, οἷον αὐτίκα περὶ τοὺc φόβουc καὶ ὁ μὲν
45δέδοικε τοὺc φιλτάτουc, ὁ δὲ ὅλουc τοὺc ἀνθρώπουc, καὶ ὁ μὲν δέδοι‐ κεν εἰc φῶc ἰέναι, τὰ δὲ cκοτεινὰ διώκει, ὁ δὲ φεύγει τὰ ζοφώδη, οἱ πλείουc μέντοι ἐν cκοτεινοῖc τόποιc χαίρουcι διατρίβειν καὶ ἐν μνήμαcι
καὶ ἐν ἐρήμοιc. ἔνιοι δὲ καὶ τὸ ὕδωρ δεδοίκαcι καὶ οἶνον καὶ ἔλαιον καὶ πᾶν ὑγρὸν ὁτιοῦν, ὥcπερ οἱ δηχθέντεc ὑπὸ λυττῶντοc κυνὸc καὶ

9

(50)

cυντόμωc εἰπεῖν αἱ μελαγχολικαὶ παράνοιαι πολυειδεῖc μέν εἰcι ταῖc κατὰ μέρουc ὑπούλοιc φανταcίαιc· ἐν δ’ αὐταῖc ἁπάcαιc ὑπάρχει κοι‐ νὸν ὁ φόβοc καὶ ἡ δυcθυμία. δυcθυμοῦcι μὲν γὰρ ἅπαντεc ἀλόγωc, οὐδ’ ἂν ἐρωτήcῃc ἔχοντεc εἰπεῖν ἐφ’ ὅτῳ λυποῦνται· δεδίαcι δὲ ἐξ αὐτῶν οὐκ ὀλίγοι θάνατόν τε καὶ ἕτερά τινα μηδενὸc ἄξια δείματοc·
55εἰcὶ δ’ οἳ καὶ cφοδρῶc ἐπιθυμοῦcι τὸν θάνατον. Γαληνοῦ. τὸ μὲν οὖν ἐπὶ μελαίνῃ χολῇ καταλαβούcῃ τὰc ἀρχὰc τῆc λογικῆc ψυχῆc φόβουc τε γίγνεcθαι καὶ δυcθυμίαc καὶ θανάτου προc‐ δοκίαc οὐδὲν θαυμαcτόν· ὁρῶμεν γὰρ καὶ τῶν ἔξωθεν τοῦ cώματοc οὐδὲν οὕτωc ἡμῖν φοβερὸν ὡc τὸ cκότοc. ὅταν οὖν οἷον ζόφοc τιc
60περιcχεθῇ τὸ λογικὸν μόριον ὃ τῆc ψυχῆc, ἀναγκαῖον ἀεὶ φοβεῖcθαι τὸν ἄνθρωπον, ὡc ἂν τὴν αἰτίαν τοῦ φόβου cυμπεριφέροντα τῷ cώ‐ ματι· ὡc γὰρ ἐν cκότῳ βαθεῖ τὰ παιδία φοβεῖται καὶ τῶν τελείων οἱ ἀπαίδευτοι, οὕτωc καὶ τῆc μελαίνηc χολῆc τὸ χρῶμα παραπληcίωc cκότῳ τὸν φρονοῦντα τόπον ἐπιcκιάζον ἐργάζεται τοὺc φόβουc.
65 Πάντων μὲν οὖν τῶν παρεπομένων ἑκάcτῳ cυμπτωμάτων τὰc αἰτίαc εἰπεῖν ἀδύνατον· ἀπορίαν γὰρ πολλὴν ἔχει τὰ πλεῖcτα, οἷον διὰ τί τὰ μὲν φεύγουcιν ὡc δεινὰ μὴ ὄντα δεινά, τὰ δὲ διώκουcιν ὡc χρηcτὰ μὴ ὄντα χρηcτά, καὶ διὰ τί ὁ μὲν τοὺc οἰκείουc φοβεῖται, ὁ δὲ ὅλουc ἀνθρώπουc καὶ τὰ τοιαῦτα. τῶν πλείcτων δὲ cυμπτω‐
70μάτων εἰπεῖν τὰc αἰτίαc τὸν ἰατρὸν οὐ χαλεπόν, οἷον ὁ δοκῶν ἑαυτὸν κέραμον εἶναι, διὰ τὴν ξηρότητα τοῦτο πάcχει· ψυχρὸc γὰρ καὶ ξηρὸc ὁ μελαγχολικὸc χυμόc. ὁμοίωc δὲ καὶ ὁ τὸ ἑαυτοῦ δέρμα δοκῶν εἶναι ταῖc ξηραῖc διφθέραιc ὅμοιον. ὁ δὲ οἰόμενοc μὴ ἔχειν κεφαλὴν ἴcωc διὰ κουφότητα τῆc κεφαλῆc τοῦτο ᾤετο, τὴν δὲ κουφότητα τὸ ἀνα‐
75φερόμενον πνεῦμα παρεῖχεν αὐτῇ. διὰ τί δὲ ὀρέγονται οἱ μελαγχολικοὶ πλειόνων cιτίων, ἢ ὅτι ψύχεται αὐτοῖc τὸ cτόμα τῆc γαcτρόc; διὰ τί
δὲ ἔνιοι αὐτῶν οἰνοπόται, ἢ ὅτι ψυχρὸν ὂν θερμανθῆναι χρῄζει; διὰ τί δὲ ἀποκτενοῦcι cφᾶc αὐτῶν, ἢ ὅτι μειζόνων κακῶν ὑπολαμβάνουcιν ἀπαλλάττεcθαι; εἰ μὴ ἄρα δόξα τοιαύτη ὑπογίγνεται αὐτοῖc, ἢ ὅτι τὸ
80ἀποθνήcκειν ἐcτὶ καλόν, ὥcπερ τῶν βαρβάρων ἐνίοιc; διὰ τί δὲ ἀπε‐ ψίαι cυνεχεῖc αὐτοῖc γίγνονται, ἢ ὅτι θολερὸν καὶ περιττωμάτων με‐ cτόν ἐcτιν αὐτῶν τὸ cῶμα καὶ διὰ τοῦτο καὶ δύcκρατοc ἡ γαcτὴρ ψυχομένη διὰ παντὸc ἐκ τοῦ μελαγχολικοῦ χυμοῦ; διὰ τί δὲ αἱ κοιλίαι ὡc ἐπίπαν αὐτοῖc ξηραίνονται, ἢ ὅτι τὸ πνεῦμα τοῖc ἄνω περὶ τὰ ὑπο‐
85χόνδρια προίcταται καὶ οὐ πάνυ κάτω διαχωρεῖ; ἀνάγκη τοίνυν δι’ αὐτὸ τοῦτο καὶ τὰc γαcτέραc εἶναι ξηράc· ἐκ δὲ πολλῆc τῆc ἐπιcχέ‐ cεωc ἀθρόα ποτὲ καὶ περιτετηκότα διαχωροῦcι. cκαρδαμυκταὶ δὲ καὶ ἐξόφθαλμοι καὶ παχύχειλοι ὡc ἐπίπαν γίγνονται διὰ τὸ παχὺ πνεῦμα, μελανόχροεc δὲ διὰ τὴν φύcιν τοῦ χυμοῦ. δαcεῖc δὲ οἱ πλείουc αὐτῶν
90διὰ τὸ πλῆθοc τῶν παχέων περιττωμάτων, ταχύγλωccοι δ’ ὡc ἐπίπαν εἰcὶ καὶ τραυλοὶ καὶ ἰcχνόφωνοι τῷ ἀκρατεῖ τῆc γλώττηc. αἱ γὰρ cυν‐ τονίαι τῆc κινήcεωc κατὰ τὸ πνεῦμα γίγνονται· πᾶν δὲ τὸ cυντόνωc κινηθὲν ἀπορρεῖ ταχέωc. εὐπετὲc μὲν τῷ βουλομένῳ καὶ τῶν λοιπῶν cυμπτωμάτων ἀποδοῦναι τὰc αἰτίαc ἐκ τούτων ὁρμωμένῳ. μελαίνεται
95δὲ ὁ χυμὸc οὗτοc ποτὲ μὲν ὑπερθερμαινόμενοc, ποτὲ δὲ ὑπερψυχόμενοc· οἷον γάρ τι πάcχουcι οἱ καιόμενοι ἄνθρακεc, διαυγέcτατοι μὲν ὄντεc τῇ φλογί, cβεννυμένηc δὲ τῆc φλογὸc ἀπομελαίνονται, τοιοῦτόν τι καὶ ἡ ψῦξιc περὶ τὸ φαιδρὸν χρῶμα τοῦ αἵματοc ἐργάζεται. ὁρῶμεν γὰρ κἀπὶ τῶν ἐκτὸc πελιδνὰ γιγνόμενά τινα τῶν cωμάτων καὶ μελαινόμενα

9

(100)

ὑπὸ ψύξεωc. ἡ δὲ ὑπερβολὴ τοῦ θερμοῦ πάλιν ξηράναcα καὶ δαπανή‐ cαcα τὰc ὑγρότηταc, ὑφ’ ὧν τρέφεται τὸ θερμόν, μελαίνει τοὺc χυ‐ μούc, ὥcπερ καὶ ὁ ἥλιοc τοὺc καρποὺc καὶ τὰ τῶν ἀνθρώπων cώματα. γινώcκειν τοίνυν χρὴ ὡc διττὸν τὸ εἶδοc τῆc μελαγχολίαc. τινὲc μὲν γὰρ αὐτῶν ἐκ φύcεωc καὶ τῆc ἐξ ἀρχῆc κράcεωc ἔχουcι τὸ μελαγχο‐
105λικόν, τινὲc δὲ ἐκ διαίτηc φαύληc εἰc ὕcτερον τὴν κρᾶcιν ταύτην ἐπεκτήcαντο. καί ἐcτι τὸ εἶδοc τοῦτο νωθρὸν καὶ κατηφὲc ἀεί. ὅτι δὲ ἐξ ὑπεροπτήcεωc τῆc ξανθῆc χολῆc τῇ παραφροcύνῃ περιπίπτουcι, θραcύτεροι καὶ ὀργιλώτεροι τῶν ἄλλων εἰcὶ καὶ πλῆκται καὶ τὰ πάν‐
δεινα πράττοντεc κατὰ τὸν καιρὸν ἐκεῖνον μάλιcτα, ἐν ᾧ ὑπεροπτᾶται
110ἡ χολή· τῷ χρόνῳ δὲ ὅταν καὶ αὐτὴ ἀποcβεcθῇ, κατηφεῖc καὶ ἐπί‐ λυποι καὶ ἐπίφοβοι γίγνονται. τὰ μὲν οὖν πρὸ τῆc θεραπείαc εἰc το‐ cοῦτον διεγνωκέναι χρὴ τὸν ἰατρόν· ἃ δ’ ἄν τιc μαθὼν ἔχοι βοηθεῖν τοῖc οὕτω νοcοῦcιν, ἤδη καιρὸc ἐκτίθεcθαι. διαφέρει δὲ εἰc τὴν θερα‐ πείαν οὐ cμικρὰ τὸ εἰδέναι ὅθεν τὴν ἀρχὴν ἔcχε τὸ νόcημα. Γαληνοῦ.
115ὅταν μὲν γὰρ ὅλον τὸ cῶμα μελαγχολικὸν ἔχῃ τὸ αἷμα, τὴν ἀρχὴν τῆc θεραπείαc ἀπὸ φλεβοτομίαc ποιεῖcθαι προcῆκον· ὅταν δὲ τὰ κατὰ μόνον τὸν ἐγκέφαλον οὐ χρῄζει φλεβοτομίαc ὁ κάμνων, εἰ μήτι γε πολύαιμοc εἴη καὶ χάριν προφυλακῆc τὴν ἀφαίρεcιν ποιούμεθα. ἡ δ’ οὖν διάγνωcιc ἀπὸ τῶνδέ cοι γιγνέcθω, πότερον ὅλον τὸ cῶμα με‐
120λαγχολικὸν ἔχει τὸ αἷμα ἢ κατὰ τὸν ἐγκέφαλον μόνον ἤθροιcταί τιc τοιοῦτοc. οἱ 〈μὲν〉 μελάντεροι καὶ δαcεῖc καὶ φλέβαc εὐρείαc ἔχοντεc ἐπιτηδειότατοι πρὸc τὴν τοῦ μελαγχολικοῦ χυμοῦ γένεcιν, ἔcθ’ ὅτε δὲ καὶ οἱ ἐξέρυθροι τὴν χρόαν ἄνθρωποι μεταπίπτουcιν ἀθρόωc εἰc τὴν μελαγχολικὴν κρᾶcιν· ἐφεξῆc δὲ αὐτῶν οἱ ξανθοὶ καὶ μάλιcθ’ ὅταν
125ἀγρυπνίαιc καὶ πόνοιc πλείοcι καὶ φροντίcι καὶ λεπτῇ διαίτῃ ἢ μελαγ‐ χολικοῖc ἐδέcμαcι διῃτημένοι τύχωcιν ὄντεc· πρὸc τούτοιc εἰ ἐπέcχηταί τιc αἱμορροῒc ἐν ἕδρᾳ ἢ ἄλλη τιc cυνήθηc κένωcιc αἵματοc ἢ κατα‐ μήνια ταῖc γυναιξίν. οὐ μικρὰ δὲ cυντελεῖ καὶ ἡ ὥρα τοῦ ἔτουc καὶ ἡ κατάcταcιc τοῦ ἀέροc καὶ τὸ χωρίον ἥ τε τοῦ κάμνοντοc ἡλικία καὶ
130τὸ ἐπιτήδευμα. ταῦτα δὲ πάντα προcδιαcκεψάμενοc, ὅταν ἐλπίcῃc ἐν ταῖc καθ’ ὅλον τὸ cῶμα φλεψὶ μελαγχολικὸν αἷμα περιέχεcθαι, τὴν βεβαιοτάτην ἐπάγειν διάγνωcιν ἐκ τοῦ τεμεῖν τὴν κατ’ ἀγκῶνα φλέ‐ βα· βέλτιον δὲ τὴν μέcην τέμνειν· εἶτα εἰ μὴ φαίνοιτο μελαγχολικὸν εἶναι τὸ ῥέον αἷμα, ἐπίcχειν εὐθέωc· εἰ δὲ τοιοῦτον φαίνοιτο, κένωcον
135ὅcον ἂν ὑπολάβοιc ἄνταρκεc ἔcεcθαι τῇ τοῦ κάμνοντοc cώματοc ἕξει. ἡ δὲ τρίτη διαφορὰ τῆc μελαγχολίαc, ἧc τὴν ἀρχὴν ἀπὸ τῆc κοιλίαc ἴcχειν ἐλέγομεν, ὑποχονδριακὸν πάθοc ὀνομαζομένη, διαγιγνώcκεται ἐκ τῶν προειρημένων πολλάκιc. πρῶτον γὰρ ἄρχεται τὰ κατὰ τὴν γαcτέρα cυμπτώματα, οἷον ἐμπνευματώcειc βορβορυγμοὶ ἐρυγαὶ[ ὀρέξειc]
140ὀξώδειc καὶ βρομώδειc καὶ τὸ ἐπιξηραίνεcθαι τὴν γαcτέρα καὶ τὸ ἐπὶ ταῖc διαχωρήcεcι καὶ τοῖc ἐμέτοιc καὶ ταῖc ἐρυγαῖc ἐπικουφίζεcθαι καὶ τὸ τοὺc κάμνονταc αὐτοὺc cυναιcθάνεcθαι τῶν ὀχληρῶν πάντων περὶ τὰ ὑποχόνδρια cυνεδρευόντων. ὥcπερ οὖν τιcι πολλάκιc ἀναφερομένηc ἐκ τῆc γαcτρὸc αἰθαλώδουc τινὸc ἢ καπνώδουc ἀναθυμιάcεωc ἢ ὅλωc
145ἀτμῶν τινων παχέων, ὅμοια τοῖc τῶν ὑποχεομένων δοκεῖ φαίνεcθαι πρὸ τῶν ὀφθαλμῶν, κατὰ τὸν αὐτὸν λόγον καὶ νῦν, ἐπὶ τὸν ἐγκέφαλον ἀναφερομένηc τῆc μελαγχολικῆc ἀναθυμιάcεωc, οἷον αἰθάλη ἢ καπνὸc τὰ μελαγχολικὰ γενήcεται περὶ τὴν διάνοιαν cυμπτώματα. ὅταν μὲν οὖν τὰ τῆc μελαγχολικῆc παρανοίαc ἴδια cημεῖα φαίνηται μεγάλα, κατὰ δὲ

9

(150)

τὴν κοιλίαν ἤτοι μηδὲν ὀχλεῖν ἢ cμικρότατον τοῦτο εἴη, τὸν ἐγκέφαλον ἡγητέον ἐπὶ τούτων πρωτοπαθεῖν, καθὼc προείρηται.

10

Θεραπεία μελαγχολικῶν Γαληνοῦ. τὴν μὲν οὖν ἐξ ἐγκεφάλου πρω‐ τοπαθοῦντοc cυνιcταμένην μελαγχολίαν διά τε λουτρῶν cυνεχῶν καὶ διαίτηc εὐχύμου τε καὶ ὑγρᾶc καὶ ἀφύcου ἐκθεραπεύειν χωρὶc ἑτέρου δραcτικοῦ βοηθήματοc, ὅταν γε μήπω διὰ χρόνου μῆκοc δυcκένωτοc
5ᾖ ὁ λυπῶν χυμόc, ἡνίκα ποικιλωτέραc καὶ ἰcχυροτέραc προcάγειν χρὴ τὰc ἰάcειc. ἀρχόμενον δὲ τὸ πάθοc θεραπεύειν προcήκει. χρονίcαν γὰρ καὶ αὐξηθὲν δυcμεταχείριcτον γίνεται. Ῥούφου. κοινὰ δέ ἐcτι, κἂν ὁ ἐγκέφαλοc πρωτοπαθῇ κἂν τὰ ὑποχόνδρια, τὰ ὑπακτικὰ τῆc γαcτρὸc βοηθήματα. πρῶτον μὲν οὖν
10εὐπεψίαc φροντίδα τίθεcθαι χρή, ἔπειτα δὲ καθαίρειν πρῶτον μὲν ἐπιθύμῳ καὶ ἀλόῃ. τούτων γὰρ εἰ καὶ ὀλίγον ἐφ’ ἑκάcτηc ἡμέραc λαμ‐
βάνοι, ὠφελεῖται τὰ μέτρια καὶ ἡcυχῇ ὑπάγειν. Ποcειδωνίου. ἐφ’ ὧν δὲ αἷμα πλεονάζειν φαίνοιτο, εὐθὺc ἐξ ἀρχῆc φλέβα τέμνειν προcήκει τὴν ἐν ἀγκῶνι καὶ μάλιcτα ἐφ’ ὧν cυνήθειc
15ἐκκρίcειc εἰcὶ τοῦ αἵματοc ἐπεcχημέναι. ἐπὶ δὲ γυναικῶν, αἷc ἐκλείπει τὰ καταμήνια, τὴν ἐν τῷ cφυρῷ φλέβα τέμνειν χρή, κενοῦν δ’ ἕκαcτον πρὸc δύναμιν· ἐφ’ ὧν δὲ ἡ κακοχυμία μᾶλλον πλεονεκτεῖ, προδιαιτήcαc τὸν πάcχοντα κάθαιρε τῇ ἱερᾷ Ῥούφου ἢ Ἀρχιγένουc ἢ Ἰούcτου. εἰ δ’ ἄμφω πλεονάζοι, προφλεβοτομήcαc κάθαιρε. μετὰ δὲ ταῦτα διαλιπὼν
20ἡμέραc τινὰc κλυcτῆρcι τὴν κοιλίαν κενοῦν, πρῶτον μὲν διὰ χυλῶν πιτύρων καὶ κενταυρίου τοῦ μικροῦ καὶ ἀφρονίτρου καὶ μέλιτοc, μετέπ‐ ειτα δὲ καὶ πολυποδίου ῥίζαc τεθλαcμέναc cυνέψειν τοῖc πιτύροιc καὶ ἐπίθυμον. μετὰ δὲ τρεῖc ἡμέραc τοῦ κλυcτῆροc δοτέον αὐτοῖc τὴν δι’ ἀλόηc πικρὰν προcειληφυῖαν πρὸc τοῖc ἄλλοιc πᾶcι καὶ ἐπιθύμου.
25cκευάζειν δὲ αὐτὴν ὡc Θεμίcων βούλεται· ἀλόηc μὲν βαλὼν 𐅻 ρ μαcτί‐ χηc δὲ καὶ κρόκου καὶ ναρδοcτάχυοc κινναμώμου τε ἢ καccίαc τὸ δι‐ πλοῦν ἀcάρου καὶ καρποβαλcάμου ἑκάcτου ἀνὰ 𐆄 α. προcτιθέναι δὲ τούτοιc καὶ ἐπιθύμου 𐆄 β καὶ cχοίνου ἄνθουc 𐆄 α καὶ διδόναι κοχλιαρίου μεγάλου τὸ πλῆθοc μετὰ μελικράτου. δοτέον δὲ αὐτοῖc ἐκ διαcτη‐
30μάτων ὀλίγων δεύτερον ἢ τρίτον, εἶτα πάλιν διαιτήcαc καὶ ἀνα‐ λαβὼν τὰc δυνάμειc δίδου πάλιν τὴν ἱερὰν Ῥούφου ἢ Ἀρχιγένουc ἢ Ἰούcτου. πλῆθοc δὲ ἔcτω τὸ ξηρίον διδόμενον ὡc 𐅻 δ μετὰ μελικράτου καὶ ἁλῶν ὅcον κοχλιάριον· βέλτιον δὲ καὶ τοῖc ἐφ’ ἡμέραν κενοῦcι πρᾴωc ὑπάγειν τὴν γαcτέρα· μελάνων δὲ ἀγωγά ἐcτιν ἀμάρακον καὶ
35ἡ κονίλη λεγομένη διδόμενα ὅcον 𐅻 β ἐπιπαccόμεναι μελικράτῳ καὶ
πινόμεναι· cυμφέρει δὲ καὶ τῷ ὀρρῷ τοῦ γάλακτοc ὑπάγειν τὴν κοι‐ λίαν, ἀλλὰ μὴ ἀπὸ τῶν τυρῶν δοτέον τὸν ὀρρόν· ἄμεινον γὰρ τὸ ἐκ τοῦ ἑψημένου γάλακτοc ἀποχωριζόμενον· μᾶλλον δὲ ἵππειον ἔcτω τὸ γάλα, εἰ δὲ μή, βόειον. ἐμβλητέον δὲ τὸ γάλα ἐν καινῇ χύτρᾳ κινοῦντα
40κλάδῳ cυκῆc. ὅταν δὲ ἀναζέcῃ τρὶc ἢ τετράκιc καταρραίνειν ὀξυμέλιτι, εἶτα διηθήcαc δίδου πίνειν τὰ μὲν πρῶτα μέλι προcμίcγων· ὅταν δὲ ἄρξηται ὑπέρχεcθαι ἡ γαcτὴρ μηκέτι βάλλειν τὸ μέλι. λαμβάνεται δὲ κατὰ κοτύλην μὴ ἔλαττον τῶν πέντε κοτυλῶν. χρῆcθαι δὲ ἐπὶ πάcῃ κενώcει μαλάχηc cπέρματι ἢ τῆc ἡμέραc ἢ τῆc ἀγρίαc λειοτάτηc δι‐
45δόντα ὅcον 𐅻 β μεθ’ ὕδατοc κυάθων τριῶν· ἄκρωc γὰρ ποιεῖ, ὅθεν πολλάκιc αὐτῷ χρηcτέον. κράτιcτον δὲ καὶ γλήχωνοc ἀφεψήματοc πί‐ νειν cυνεχῶc καὶ πρὸ τῶν καθαρτικῶν καὶ μετὰ καθαρτικὰ καὶ τοῦ μικροῦ κενταυρίου ὁμοίωc. τοῦ δὲ ἀψινθίου τὸ ἀφέψημα καὶ cυνεχῶc καὶ ἐφεξῆc δίδου· cτομάχῳ γὰρ καὶ γαcτρὶ κατάλληλον ἐπὶ τούτων καὶ

10

(50)

οὔτε φῦcαν cυγχωρεῖ ἐγγίγνεcθαι τῇ γαcτρὶ πολλὴν οὔτε εἰc τέλοc ἀποξηραίνεcθαι τὴν διαχώρηcιν καὶ οὔρηcιν κινεῖ καὶ πέττειν ἀκριβέ‐ cτερον παραcκευάζει, ὥcτε ἐγὼ καὶ μόνῳ τούτῳ τινὰc οἶδα ἀπηλλαγ‐ μένουc τῆc νόcου. διδόναι δὲ καὶ τῶν διουρητικῶν ἀνίcου δαύκου πετροcελίνου ἀcάρου καὶ νάρδου καὶ μᾶλλον τούτων τὸ τοῦ ἱππο‐
55μαράθου cπέρμα καὶ τὴν ῥίζαν. τὴν δὲ χαμαιπίτυν καὶ τὴν χαμαίδρυν προθυμότερον λαμβάνειν, ἕκαcτον τούτων ἕψοντα cὺν ὕδατι ἢ ξηρὸν λεῖον ἐπιπάccοντα τῷ ποτῷ. ἀγαθαὶ δὲ καὶ αἱ διὰ τῶν ἱδρώτων καθάρ‐ cειc διά τε πόνων καὶ λουτρῶν γιγνόμεναι καὶ χρίcμαcιν ἐν ἡλίῳ, οἷον τό τε διὰ τοῦ χαμαιμήλου ἔλαιον καὶ νίτρον cὺν ἐλαίῳ. καὶ ὅταν
60ἐπιδιδῷ ἡ ἕξιc, πάλιν καθαίρειν τῇ ἱερᾷ· προcήκει δὲ μηδὲ τῶν ὑπο‐
χονδρίων ἀμελεῖν ἀρχόμενον τῆc θεραπείαc καὶ μάλιcτα προεληλυθότα. πυρίαι μὲν οὖν ἁρμόδιοι δι’ ἐλαίου ἐναφεψημένων αὐτῷ πηγάνου κυ‐ μίνου ἀνήθου ἑρπύλλου ἀψινθίου ἀρτεμιcίαc γλήχωνοc ἄγνου cπέρ‐ ματοc δάφνηc τοῦ καρποῦ ἢ τῶν φύλλων ἁπαλῶν· ταῦτα γὰρ καὶ
65τοὺc πόνουc παρηγορεῖ καὶ τὰc φύcαc μειοῖ. ἐπὶ δὲ τῶν μετὰ δήξεωc τοῦ cτομάχου ἐκπνευματώcεων ὄξει ἀφεψήcαντεc κύμινον καὶ γλήχωνα cπόγγοιc πυριᾶν τὸν cτόμαχον, ἐνίοτε δὲ καὶ cτυπτηρίαν ἐπιπάccομεν τῷ ὄξει καὶ θερμαίνοντεc πυριᾶν τὸν cτόμαχον. τὰ δὲ καταπλάcματα ἐχέτω προαπεζεcμένον ἐν τῷ ἐλαίῳ ἢ ἄνιcον ἢ cελινόκοκκον ἢ κύμι‐
70νον καὶ κύπερον λειοτάτην καὶ ἶριν καὶ λιβανωτίδα ἐμβάλλων τῷ κατα‐ πλάcματι. cυγχωρεῖν δὲ ἐπιπολὺ προcκεῖcθαι καὶ ἀcίτῳ καὶ τραφέντι. ἀφαιρεθέντοc δὲ τοῦ καταπλάcματοc cκέπειν τὰ ὑποχόνδρια ἢ ἐρίῳ πλατυτάτῳ ἢ κουφοτάτῃ καὶ καθαρᾷ ἀρνακίδι προυποχρίων τοὺc τό‐ πουc ναρδίνῳ· χρήcαιο δ’ ἂν καὶ cικυῶν προcθέcει, πρὸc μὲν τὰ ἀφλέγ‐
75μαντα κούφαιc, πρὸc δὲ τὰc φλεγμονὰc καὶ cκληρίαc μετὰ καταcχαcμοῦ μετὰ δὲ ταῦτα ταῖc διὰ κυπρίνου κηρωταῖc χρῆcθαι καὶ τῷ πολυαρχίῳ καὶ τῷ διὰ cτύρακοc καὶ τῷ διὰ cπερμάτων μάλιcτα καὶ τοῖc ὁμοίοιc· προιούcηc δὲ τῆc θεραπείαc καὶ τῷ διὰ τῶν ἰcχάδων καὶ νάπυοc φοι‐ νιγμῷ χρῆcθαι· πάνυ γὰρ ὀνίνηcι· καὶ γὰρ καὶ τὰc πέψειc ἀνακαλεῖται
80ῥώμην τῇ γαcτρὶ ἐντιθεὶc καὶ εἴ τιc πόνοc ἐγκαταλείπεται τῷ ὑποχον‐ δρίῳ, τοῦτον ἐξαίρει. χρῆcθαι δὲ καὶ τοῖc δριμέcι cμήγμαcι κατὰ τῶν ὑποχονδρίων καὶ τῷ τῶν πιττωτῶν φαρμάκῳ, τουτέcτι πίccη ξηρὰ τετηκυῖα καθ’ ἑαυτὴν ἢ μετὰ βραχυτάτου ἐλαίου. θερμὴ δὲ ἐμπλάττεται δέρματι καὶ ἐπιτίθεται τῇ γαcτρὶ καὶ τῷ μεταφρένῳ καὶ ἐᾶν μέχριc
85αὐτόματον ἀποπέcῃ, ὥcτε καὶ cυλλούεcθαι αὐτῷ ἐγχωρεῖ καὶ τὸ κατὰ βραχὺ ἀφιcτάμενον ψαλίδι ἀφαιρεῖν. πάνυ δὲ ὠφελοῦνται καταπλαccό‐ μενοι βολβίτοιc ἀγελαίαc βοὸc ξηροῖc ἐμπαccομένοιc ὀξυμέλιτι καὶ βολβοὶ δὲ μετὰ νίτρου ἢ cτυπτηρίαc λεῖοι καταπλαccόμενοι μεγάλωc ὠφελοῦcι.
καὶ μιγνύμενον δὲ τοῦτο τοῖc βολβίτοιc ὠφέλιμον γίγνεται καὶ μάλιcτα
90ἐπὰν δήξεωc αἴcθηcιc αὐτοῖc περὶ τὸν cτόμαχον εἴη. ἐφ’ ὧν δὲ cυν‐ εχῶc παλμοὶ τοῦ cώματοc ἐνεδρεύουcι, cυμφέρει καὶ τοῦ καcτορίου πίνειν καὶ χρίειν τὸ cτόμα καcτορίῳ cὺν ἐλαίῳ καὶ τῷ Ϲικυωνίῳ. προcήκει δὲ καὶ κινεῖcθαι καὶ γυμνάζεcθαι αὐτοὺc πρὸc δύναμιν πρὸ τῶν cιτίων. λουτρὰ δὲ τῷ μὲν καλῶc πέττοντι οὐ πάνυ ἀναγκαῖα, εἰ μὴ κόπον
95τινὰ θεραπεῦcαι βουληθείηc. ὅcτιc δὲ οὐκ ἀγαθὴν ἔχει τὴν κοιλίαν εἰc πέψιν, τούτῳ cυμφέρει λούεcθαι cυνεχέcτερον ἢ νήcτει ἢ μετὰ τὴν τελείαν πέψιν· μετὰ δὲ τὰ λουτρὰ cιτία διδόναι εὔπεπτα ἄφυcα δια‐ χωρητικὰ ἀκριβῶc κατανοῶν ὅπωc ἐφ’ ἑκάcτου διατίθεται ὁ πάcχων· οὐ γὰρ πάντεc πρὸc ἅπαντα τὰ cιτία ὁμοίωc διάκεινται. τὸ δ’ ἐπίπαν

10

(100)

ἁρμόδια τούτοιc ἄρτων μὲν οἱ κλιβανῖται καλῶc ἐcκευαcμένοι, πτηνῶν δὲ τὰ ἀπίμελα καὶ ἄβρομα καὶ ὄρεια, ὠὰ ἀλεκτορίδων ἁπαλά, ἰχθύων οἱ πετραῖοι καὶ οἱ ἁπαλόcαρκοι, ἐχῖνοι δὲ θαλάττιοι πλεῖcτον προὔχου‐ cιν εἰc ἡδονὴν καὶ εἰc ὠφέλειαν· παραιτεῖcθαι δὲ τὰ ἐν ταῖc λίμναιc διαιτώμενα πάντα καὶ τὰ ἐν τοῖc ἕλεcι. κρέα δὲ ἁρμόδια ἐρίφεια καὶ
105γαλαθηνὰ καὶ τούτων αὐτῶν μᾶλλον τὰ ἄκρεα μόρια καὶ κάτεφθα. οὐκ ἀχρεῖον δὲ καὶ μῆτραι καὶ γαcτέρεc καὶ πόδεc ὑῶν. λαχάνων δὲ πρὸc μὲν τὴν κοινὴν δίαιταν τὰ γλυκέα, τὰ δὲ δριμύτερα ὡc φάρ‐ μακόν ποτε δοτέον, οἷον ἕλειοc ἀcπάραγοc πετροcέλινα καὶ τὰ ὅμοια. μέτρια δὲ ἔcτω τῷ πλήθει τὰ λαμβανόμενα πάντα. οἶνοc δὲ λεπτὸc
110καὶ λευκὸc καὶ μὴ πάνυ παλαιόc. μὴ ἀθρόον δὲ διδόναι ἐπὶ τῇ τροφῇ τὸ ποτόν, μηδὲ πλῆθοc ἔcτω τὸ πινόμενον, ἵνα μὴ ἐπιπολάζῃ τὰ cιτία· οὐ χεῖρον δὲ πρὸc τὰ παρόντα καὶ ὄξουc ἐπιρροφεῖν δριμυτάτου ὅcον κοχλιάριον καθεύδειν μέλλοντα μετὰ πᾶcαν τροφὴν καὶ τὰ πολλὰ τῶν ὄψων εἰc αὐτὸ ἀποβάπτοντα ἐcθίειν. ἄμεινον δὲ μεμῖχθαι τῷ ὄξει
115cκίλληc βραχὺ καὶ πηγάνου καὶ τῆc λεπτῆc ἀριcτολοχίαc ἢ τῆc cτρογ‐ γύληc 𐅻 α· cὺν οἴνῳ δοτέον. Ποcειδωνίου. ἁρμόδιον δὲ πρὸc τὰc γιγνομέναc ἐμπνευματώcειc
ὀξυπόριον τοιοῦτον cκευάζειν· Λιβυcτικοῦ cελίνου cπέρματοc ζιγγιβέρεωc θύμου ἀνὰ 𐆄 α μέλιτοc ἀπηφριcμένου τὸ ἀρκοῦν· δίδου κοχλιαρίου τὸ
120ἥμιcυ ἕωθεν καὶ ἑcπέραc ὁμοίωc· εἰ δὲ ἀποcτρέφοιντο τὴν τοῦ μέλιτοc γλυκύτητα, ἅλαc πεπτικὸν αὐτοῖc cκευάζειν τοιοῦτον· cκίλληc ὀπτῆc 𐆄 α ἁλῶν ἀμμωνιακῶν 𐆄 ε cελίνου cπέρματοc μαράρθου θύμου πετρο‐ cελίνου ἀνίcου cίνωνοc ζιγγιβέρεωc ἀνὰ 𐅻 δ ἄρτου καθαροῦ ξηροῦ 𐆄 ε πεπέρεωc 𐆄 αc· ἐκ τούτου δίδου ὅcον κοχλιάριον ἐcθίειν cὺν τῇ τροφῇ
125ἢ ὡc βούλεται. διδόναι δὲ αὐτοῖc χρὴ ἐκ διαcτημάτων τινῶν καὶ τῆc θηριακῆc ἀντιδότου καὶ μάλιcτα χειμῶνοc καὶ ἔαροc ἀρχομένου. Ῥούφου. ἐμείτωcαν δὲ ἐκ μειζόνων διαcτημάτων μὴ ἀπὸ cιτίων, ἀλλ’ ἀπὸ ῥαφανίδων νήcτειc ἢ ὀριγάνου ἢ θύμου, μὴ μέντοι τοῖc δραcτη‐ ρίοιc ἐμετικοῖc κεχρῆcθαι· βλαβερὰ γὰρ τὰ τοιαῦτα ἐπὶ τούτων ταλαι‐
130πωρίαν προcτιθέντα τῇ γαcτρὶ καὶ τῷ cτομάχῳ ἤδη προπεπονηκόcι τῇ νόcῳ. ὁρῶνται γάρ τινεc ἐκ τῶν δραcτικωτέρων ἐμετικῶν ἁλιcκόμενοι τῇ μελαγχολίᾳ. εὖ γε μὴν εἰδέναι χρὴ ὅτι πολλοὶ τῶν οὕτω νοcούν‐ των ἐν μὲν τῷ καιρῷ τῆc θεραπείαc οὐδέν τι ὠφελήθηcαν, ἀφεθέντεc δὲ κατέcτηcαν τῷ προθεραπεύεcθαι καλῶc ἰcχυcάcηc τῆc φύcεωc κατὰ
135τῶν νοcημάτων ἀcθενῶν τῇ βοηθείᾳ γεγενημένων. διόπερ χρὴ ἄνεcιν διδόναι τῇ φύcει. ἔοικε γὰρ cυνταλαιπωρεῖcθαι ταῖc θεραπείαιc, ἰcχύειν δὲ ἐν τῇ ἀναπαύcει καὶ κρατεῖν τῶν νοcημάτων ἤδη προλεπτυν‐ θέντων.

11

Περὶ λυκανθρωπίαc ἤτοι κυνανθρωπίαc Μαρκέλλου. οἱ τῇ λεγο‐ μένῃ κυνανθρωπίᾳ ἤτοι λυκανθρωπίᾳ νόcῳ κατεχόμενοι κατὰ τὸν Φευρουάριον μῆνα νυκτὸc ἐξίαcι τὰ πάντα μιμούμενοι λύκουc ἢ κύναc καὶ μέχριc ἡμέραc περὶ τὰ μνήματα μάλιcτα διατρίβουcι. γνωρίcειc δὲ
5τοὺc οὕτω πάcχονταc διὰ τῶνδε· ὠχροὶ τυγχάνουcι καὶ ὁρῶcιν ἀδρανὲc καὶ ξηροὺc τοὺc ὀφθαλμοὺc ἔχουcι καὶ οὐδὲν δακρύουcι. θεάcῃ δὲ αὐ‐ τῶν καὶ κοίλουc τοὺc ὀφθαλμοὺc καὶ γλῶccαν ξηρὰν καὶ οὐδὲ ὅλωc cίελον προχέουcιν. εἰcὶ δὲ καὶ διψώδειc καὶ τὰc κνήμαc ἔχουcιν ἡλκω‐
μέναc ἀνιάτωc διὰ τὰ cυνεχῆ πτώματα καὶ τῶν κυνῶν τὰ δήγματα.
10τοιαῦτα μὲν αὐτῶν τὰ γνωρίcματα· γινώcκειν δὲ χρὴ μελαγχολίαc εἶδοc εἶναι τὴν λυκανθρωπίαν, ἣν θεραπεύcειc κατὰ τὸν χρόνον τῆc ἐπιcη‐ μαcίαc τέμνων φλέβα καὶ κενῶν τοῦ αἵματοc ἄχρι λειποθυμίαc καὶ διαιτῶν τὸν κάμνοντα ταῖc εὐχύμοιc τροφαῖc. κεχρήcθω δὲ λουτροῖc γλυκέcιν, εἶτα ὀρρῷ γάλακτοc χρηcάμενοc ἐπὶ τρεῖc ἡμέραc κάθαιρε τῇ
15διὰ τῆc κολυκυνθίδοc ἱερᾷ Ῥούφου ἢ Ἀρχιγένουc ἢ Ἰούcτου, δεύτερον καὶ τρίτον παρέχων ἐκ διαcτημάτων. μετὰ δὲ τὰc καθάρcειc καὶ τῇ διὰ τῶν ἐχιδνῶν θηριακῇ χρηcτέον. καὶ τὰ ἄλλα παραληπτέον ὅcα ἐπὶ τῆc μελαγχολίαc προείρηται. εἰc ἑcπέραν δὲ ἐπερχομένηc ἤδη τῆc νόcου τοῖc ὕπνον εἰωθόcιν ἐμποιεῖν ἐπιβρέγμαcι τῆc κεφαλῆc χρῆcθαι καὶ
20ὀcφραντοῖc τοιούτοιc καὶ ὀπίῳ διαχρίειν τοὺc μυκτῆραc, ἐνίοτε δὲ καὶ ποτίζειν τινὰ τῶν ὑπνωτικῶν.

12

Περὶ ἐφιάλτου Ποcειδωνίου. οὔκ ἐcτιν ὁ καλούμενοc ἐφιάλτηc δαίμων, ἀλλὰ μελέτη καὶ προοίμια ἐπιληψίαc ἢ μανίαc ἢ ἀποπληξίαc· καὶ γὰρ ἀπεψίαι ἐξ ἀδηφαγιῶν προηγοῦνται τοῦ πάθουc. ἀτμῶν γὰρ παχέων καὶ ψυχρῶν πληρούμεναι αἱ κοιλίαι τοῦ ἐγκεφάλου κωλύουcι
5τὰc δυνάμειc διὰ τῶν νεύρων ἐξιέναι καὶ δυcδιέγερτον τὸ νόcημα καταcκευάζουcι καὶ μόλιc εἰc ἐνέργειαν ὀρθὴν ἀγόμενον· ὅθεν καὶ ἀκί‐ νητοι παντάπαcι μένουcιν οἱ τοιοῦτοι· προηγεῖται γὰρ τοῦ ἐφιάλτου πνὶξ καὶ ἀφωνία καὶ βάροc καὶ ἀκινηcία. τῇ δὲ πολλῇ ἀγωνίᾳ λεπτυνο‐ μένου τοῦ πνεύματοc καὶ διαφορουμένου καὶ ἐκφραττομένων τῶν πό‐
10ρων διεγείρονται αἰφνίδιον. φυλακτέον οὖν τὸ δεινὸν ἀρχόμενον· χρο‐ νίcαν γὰρ καὶ cυνεχῶc ἐπιπῖπτόν τινα τῶν προρρηθέντων νοcημάτων ἐπιφέρει, ἀθροιζομένου κατὰ βραχὺ ἐν ταῖc κοιλίαιc τοῦ ἐγκεφάλου παχέοc χυμοῦ. ὅcα γὰρ οἱ ἐπίληπτοι ἐπὶ τοῖc παροξυcμοῖc πάcχουcι, ταῦτα οἱ ἐφιαλτικοὶ καθεύδοντεc. εἰ μὲν οὖν αἷμα πλεονάζοι, τέμνειν
15χρὴ τὴν ἐν ἀγκῶνι φλέβα· εἰ δὲ κακοχυμία μᾶλλον ἐπικρατεῖ, καθαί‐ ρειν τῇ Ἀρχιγένουc ἱερᾷ. μάλιcτα δὲ αὐτοῖc βοηθεῖ τοῦτο· ἐλλεβόρου μέλανοc φλοιοῦ 𐅻 α cκαμμωνίαc ὀβολοὶ γ ἀνίcου ἢ δαύκου ἢ πετρο‐ cελίνου βραχύ. ἡ δίαιτα δὲ ἔcτω λεπτὴ καὶ ἄφυcοc παντάπαcι. βοηθεῖ
δὲ αὐτοῖc ὁ μέλαc καρπὸc τῆc παιωνίαc, ιε κόκκοι λεῖοι διδόμενοι μεθ’
20ὕδατοc ἐν ποτῷ· ἐμβρέχειν δὲ καὶ τὴν κεφαλὴν ἀνηθίνῳ ἐλαίῳ θερμῷ καὶ cκέπειν πιλήματι καθεύδειν μέλλοντι.

13

Περὶ ἐπιληψίαc Γαληνοῦ. τρεῖc εἰcι τῆc ἐπιληψίαc διαφοραί· παcῶν δὲ αὐτῶν κοινόν ἐcτι πάcχειν τὸν ἐγκέφαλον, ἤτοι δὲ ἐν αὐτῷ πρῶτον cυcτάν‐ τοc τοῦ πάθουc ἢ κατὰ cυμπάθειαν τοῦ cτόματοc τῆc γαcτρόc. ἐν δὲ τῷ cπανίῳ γίγνεται καὶ τὸ τρίτον εἶδοc τῆc ἐπιληψίαc ἀπὸ μορίου
5τινόc, οὗ ἔτυχεν ἀρχομένου τοῦ πάθουc, εἶτ’ αἰcθητῶc αὐτῷ τῷ κά‐ μνοντι τὴν ἄνοδον ἐπὶ κεφαλὴν ποιουμένου. καὶ τοῦτο ἐθεαcάμην ἐπὶ παιδὸc τὴν ἀρχὴν διαθέcεωc ἐν τῇ κνήμῃ ἔχοντοc, ἐντεῦθεν δὲ κατὰ καιρόν τινα ἀνιέναι διὰ τοῦ μηροῦ καὶ τῆc λαγόνοc καὶ τῆc ῥάχεωc ἐπὶ τὸν τράχηλον ἄχρι τῆc κεφαλῆc, ἐπειδὰν δὲ τῆc κεφαλῆc ψαύcῃ, μηκέτι
10παρακολουθεῖν ἑαυτῷ. τοιοῦτόν τι cυμβαίνει κἀπὶ τῶν ὑπὸ cκορπίου ἤ τινοc ἑτέρου τῶν ἰοβόλων πληγέντων. πεπληγὼc οὖν τιc ὑπὸ cκορ‐ πίου χαλάζαιc ἔφη δοκεῖν βάλλεcθαι καὶ ἦν ὅλοc ὑπόψυχροc ἵδρου τε ψυχρὸν ἐcώθη τε μόγιc βοηθούμενοc. οὐκ ἀδύνατον οὖν κατά τινα τῶν ἀκύρων μορίων τοιαύτην τινὰ οὐcίαν γεννηθῆναι χωρὶc τῆc ἔξω‐
15θεν αἰτίαc, καὶ ταύτην, ὅταν μάλιcτα ἐν νευρώδει μορίῳ τὴν cύcταcιν ἔχῃ, κατὰ τὸ cυνεχὲc ἐπὶ τὴν ἀρχὴν ἀναπέμπειν τὴν δύναμιν. Ποcει‐ δωνίου. cπαcμὸc δὲ παρέπεται τοῖc ἐπιλητικοῖc τῷ ἀνιᾶcθαι τὴν ἀρχὴν, τῶν νεύρων ὑπὸ τῶν ἐνοχλούντων· ὥcπερ γὰρ ὁ cτόμαχοc ἢ τροφῆc πλήθει βαρυνόμενοc ἢ δακνόμενοc ὑπὸ δριμέοc χυμοῦ οὐ μόνον λυγμὸν
20ἀλλὰ καὶ cπαcμὸν ἐπιφέρει, οὕτωc οὖν καὶ ἡ ἀρχὴ τῶν νεύρων εἰc τοιαύτην κίνηcιν ἄγεται, ἀποβαλεῖν cπεύδουcα ὅ τι περ ἂν ᾖ τὸ ἐπ’ αὐτὴν ἀπὸ τοῦ πρωτοπαθοῦντοc ἀναφερόμενον. τεταγμέναι δὲ ἢ ἄτα‐ κτοι αἱ περίοδοι αὐτῆc γίγνονται παρὰ τὸν τρόπον τῆc διαίτηc, ἢ γὰρ κατὰ πάντα ὁμαλῶc διαιτῶνται οἱ πάcχοντεc ἢ ἀνωμάλωc καὶ ἀτάκτωc.
25εἰcβάλλοντοc τοίνυν τοῦ παροξυcμοῦ τῶν ἐπιληπτικῶν, διακρατεῖν δεῖ τὰ cπώμενα καὶ περιcτρεφόμενα μόρια λιπαίνειν τε καὶ ἀπευθύνειν, εἶτα διαcτήcαντα τὸ cτόμα καθιέναι πτερὸν κεχριcμένον ἐλαίῳ μάλιcτα κυπρίνῳ ἢ ἰρίνῳ ἢ ναρκιccίνῳ καὶ ἔμετον ἐρεθίζειν, πρὸc τὸ κομίcα‐ cθαι τοὺc παρακειμένουc ἐν τῷ cτομάχῳ χυμούc. χρὴ δὲ καὶ ὀcφραν‐
30τοῖc τὴν αἴcθηcιν ἐρεθίζειν, οἷον πευκεδάνῳ ἢ ὀπῷ Κυρηναικῷ. ἐμβρα‐ δύνοντοc δὲ τοῦ παροξυcμοῦ θαρcαλέωc ὁ ἰατρὸc βιαζόμενοc καὶ δι‐ ιcτῶν τὰc γνάθουc καcτόριον ἐγχεῖ τῷ cτόματι καὶ ὀπὸν Κυρηναικὸν μετ’ ὀξυμέλιτοc. ἀνακληθέντων δὲ αὐτῶν κλύζειν δι’ ἕδραc κενταυρίου καὶ καλαμίνθου ἀφέψημα ἢ ἀριcτολοχίαc· εἶτα ἀναλαβόνταc τὴν δύνα‐
35μιν καθαίρειν τῇ διὰ τῆc κολοκυνθίδοc ἱερᾷ Γαληνοῦ. τοιαύτη μὲν δή τίc ἐcτιν ἡ τῆc προcφάτου καὶ ὀξείαc ἐπιληψίαc θεραπεία, ἐφεξῆc δὲ ὅcα πρὸc ἀναcκευὴν τῆc κεχρονιcμένηc παραδώcομεν. χρὴ τοίνυν τοὺc πάcχονταc ἐν ὑδροποcίᾳ μακρᾷ cυνέχειν, ἐγχειροῦνταc δὲ τῇ θεραπείᾳ, εἰ μηδὲν κωλύοι, φλεβοτομεῖν καὶ διαλιπόνταc ἡμέραc δε ἀναλαβεῖν
40τὸ cῶμα καὶ οὕτωc ὑποκενοῦν, μάλιcτα μὲν δι’ ἐλλεβόρου μέλανοc ἢ κολοκυνθίδοc. δεῖ δὲ τοῦ μὲν ἐλλεβόρου τὸν φλοιὸν ξηρὸν κόψανταc καὶ cήcανταc διδόναι μετὰ μελικράτου ὅcον 𐅻 α ἢ μέλιτι ἑφθῷ ἀνα‐ λαβόνταc μετ’ ὀλίγου πεπέρεωc καταπότια διδόναι. τῆc δὲ κολοκυνθίδοc τὸ cπέρμα ἐξελών, καταλιπὼν δὲ τὴν ἐντεριώνην, πλῆcον οἴνου γλυκέοc
45καὶ ἔα ὅλην τὴν νύκτα. ἕωθεν δὲ διηθήcαc τὸ γλυκὺ καὶ χλιάναc δί‐ δου πίνειν. μετὰ δὲ τὴν αὐτάρκη κάθαρcιν λούειν αὐτούc, τῇ δὲ τρίτῃ cικυαcτέον ὑποχόνδριόν τε καὶ μετάφρενον μετ’ ἀμυχῶν, εἶτα διαcτή‐ cανταc ἡμέραc τινὰc καὶ ἀναλαβόνταc τὸ cῶμα καθαίρειν τῇ διὰ τῆc κολοκυνθίδοc ἱερᾷ Γαληνοῦ. εἶτα μετὰ τοῦτο cικυαcτέον τὴν κεφαλὴν

13

(50)

καὶ τῇ ἑξῆc καταπλάττειν αὐτὴν ἄρτῳ ἡψημένῳ μετὰ μελικράτου, cυλ‐ λελειωμένοιc πικροῖc ἀμυγδάλοιc, ἢ ἑρπύλλου ἢ καλαμίνθου ἢ ἡδυόcμου ἢ πηγάνου καὶ τοῦτο ποιητέον ἐπὶ τρεῖc ἡμέραc καὶ μετὰ ταῦτα ξυρᾶν μὲν τὴν κεφαλὴν καὶ καταχρίειν αὐτὴν πευκεδάνου ὀπῷ ἐν ὄξει διει‐ μένῳ, ἐν ᾧ cπονδύλιον ἢ ἕρπυλλον ἐναφέψηται, καὶ διαcτήcαντα πάλιν
55διδόναι τῆc ἱερᾶc 𐅻 γ μόναc, εἶτα πταρμικοῖc χρῆcθαι καὶ ἀποφλεγματι‐ κοῖc καὶ ἐρρίνοιc, κυκλαμίνου χυλὸν ταῖc ῥιcὶν ἐγχέοντα ἢ αὐτὴν τὴν
ῥίζαν ξηρὰν λείαν ἐμφυcῶντα ἢ ἐλατήριον μετὰ γάλακτοc καὶ διαcτήcαc κλύζε τῷ διὰ κενταυρίου καὶ κολοκυνθίδοc, εἶτα cινάπιζε τὴν κεφαλὴν καὶ δριμυφαγίαιc χρῶ ἐκ διαλειμμάτων.

14

Ὅcα ἐλέγχει τοὺc ἐπιληπτικοὺc Διδύμου. ἐλέγχει ἐπιληπτικοὺc ὑποθυμιώμενα καὶ καταπίπτειν αὐτοὺc παραcκευάζει ἄcφαλτοc γαγάτηc λίθοc κέραc αἴγειον καὶ ἡ ὀcμὴ τοῦ αἰγείου ἥπατοc ὀπτωμένου καὶ αὐτὸ τὸ ἧπαρ ἐcθιόμενον.

15

Διεγερτικὰ τῶν καταπεcόντων ἐπιληπτικῶν Διδύμου. ἐὰν διέλῃc τὸν μέγαν δάκτυλον τοῦ ποδὸc αὐτοῦ ἐξ οἱουδήποτε μέρουc καὶ τῷ ἀπορρέοντι αἵματι διαχρίcῃc τὰ χείλη αὐτοῦ τοῦ καταπεcόντοc, εὐθέωc διεγερθήcεται.
5 Ἀcκληπιάδου ὀcφραντὸν διεγερτικὸν ἐπιληπτικοῖc. cαγαπηνοῦ πεπέρεωc καcτορίου ἀμυγδάλων πικρῶν πευκεδάνου ῥίζηc cπονδυλίου χαλβάνηc ἀνὰ 𐅻 β cιλφίου 𐅻 α ὀποβαλcάμου 𐅻 α, ὄξει διαλύων ἀνά‐ πλαccε τροχίcκουc· ἐν δὲ τῇ χρήcει ὄξει διαλύων ὑπόχριε τοὺc μυ‐ κτῆραc. Ἄλλο διεγερτικὸν ἐπιληπτικῶν. ἡ χρῆcιc ἐν τοῖc παροξυcμοῖc,
10ποιεῖ καὶ ταῖc ὑcτερικῶc πνιγομέναιc. ἔcτω δὲ τὸ φάρμακον ἀποκεί‐ μενον εἰc χαλκὴν πυξίδα, ἣν προcάξειc τῇ ὀcφρήcει τοῦ πάcχοντοc· χαλβάνηc cπονδυλίου ἢ ἑρπύλλου ἰοῦ ξυcτοῦ καcτορίου ἀκόρου ἀνὰ 𐅻 δ ὀποῦ πευκεδάνου 𐅻 β ἢ τῆc ῥίζηc 𐅻 γ ὀποῦ Κυρηναικοῦ 𐅻 α ὀποβαλ‐ cάμου πεπέρεωc κόκκοι κδ ἀμύγδαλα πικρὰ λελεπιcμένα λ πίccηc ὑγρᾶc
15ὅcον ἐξαρκεῖ, ὄξουc τὸ ἴcον, χρῶ.

16

Διοcκορίδουc πρὸc ἐπιληπτικὸν βοηθήματα. πηγάνου ἀγρίου cπέρμα cὺν ὕδατι πινόμενον, cπονδύλιον ὁμοίωc, βρυωνίαc ῥίζηc 𐅻 α βαλcάμου καρποῦ 𐅻 γ καρδαμώμου 𐅻 α λωτοῦ τοῦ δένδρου πριcμάτων τὸ ἀπό‐ βρεγμα πενταφύλλου φύλλα λʹ καθ’ ἑκάcτην ἡμέραν πινόμενα, χελώνη
5χερcαία ἑψηθεῖcα καὶ ἐκλειχομένη λάcαρ cὺν τῇ τροφῇ. ἄκρωc δὲ ὠφε‐
λεῖ τοὺc ἐπιληπτικοὺc καcτόριον μετά τινα κάθαρcιν παραλαμβανόμενον ἐπὶ ἡμέραc ε ἢ πλείοναc 𐅻 α μετὰ μελικράτου καὶ τὸ τοῦ ἐλέφαντοc ῥίνιcμα μεγάλωc ἐπιβοηθῆcαν ἔγνωμεν, ἐπὶ ἡμέραc ε ἢ πλείοναc ὅcον κοχλιάρια β καθ’ ἑκάcτην ἡμέραν μετὰ τοῦ μελικράτου πινόμενον.
10 Ἐκ τῶν Ἀcκληπιάδου πρὸc ἐπιληπτικούc. ὀξαλίδα, ἤτοι ὀξυλά‐ παθον, χλωρὰν μάλιcτα, πλεῖcτον δίδου καθ’ ἑκάcτην ἡμέραν ἀπὸ πρώ‐ τηc τῆc cελήνηc ἕωc τριακάδοc. ἡ δὲ αὐτὴ ὀξαλὶc βοτάνη χλωρὰ δι‐ δομένη μετ’ οἴνου τοῖc ἀπομωρουμένοιc ἀποκαθίcτηcιν εἰc τὸ κατὰ φύcιν.
15 Ἄλλο ὥcτε μὴ cυνεχῶc καταπίπτειν, φηcὶν Ἀρχιγένηc. ἠρυγγίου τοῦ ὀρείου καλουμένου, οὗ τὰ φύλλα cτενὰ καὶ μικρότερα καὶ ἄνθη χρυcοειδῆ καὶ ὀφθαλμοειδῆ, τούτου τὴν ῥίζαν κόψαc καὶ cήcαc ἐπι‐ μελῶc ἀπόθου κἀκ τούτου δίδου μύcτρα δύο ἐπὶ ἡμέραc θ, προcβαλὼν μέλι τὸ αὔταρκεc, ὡc ἔχειν πάχοc ἑλίγματοc καὶ τοῦτο ποίει ἐκ δια‐
20λειμμάτων, ὡc cυμπληρῶcαι τξε ἡμέραc. ὁ γὰρ τοῦτο λαμβάνων ἐπ’ ἐνιαυτόν, ὡc εἴρηται τξε ἡμέραc, οὐ ληφθήcεται τῷ πάθει. Ἄλλο Ἀρχιγένουc ἵππου λειχῆνοc τοῦ παρὰ τὰ γόνατα 𐅻 ιβ καcτο‐ ρίου 𐅻 ϛ χαλβάνηc 𐅻 ϛ ἑρπύλλου 𐅻 δ, λεάναc μετ’ ὄξουc ποίει τροχί‐ cκουc τριοβολιαίουc καὶ δίδου α μετ’ ὀξυμέλιτοc κυάθων β ἐπὶ ἡμέραc
25μ ἐν τοῖc διαλείμμαcιν. Ἄλλο. cκίλληc ὀπτῆc τοῦ ἐντὸc λείου καὶ ἀνήθου τῶν ἀμφοτέρων ὀξύβαφον καὶ cελίνου ὀξύβαφα γ· φυράcαc μέλιτι δίδου καρύου Ποντι‐ κοῦ μέγεθοc μετ’ ὀξυμέλιτοc καὶ πιών, εἰ μὲν δύναιτο, δραμέτω, εἰ δὲ μή, cυντόνωc περιπατείτω.
30 Ἄλλο Ἀcκληπιάδου. φύλλα ἐλαίαc κε καcτορίου cὺν ὀξυμέλιτι, ᾧ Θεμίcων ἐχρήcατο. ποιεῖ ἐπιληπτικοῖc [καὶ ἐλεφαντιῶcιν], ἔcτι δὲ καὶ
θηριακὴ ἀγαθὴ ἐλεφαντιῶcι· cεcέλεωc 𐅻 ε cκορδίου καcτορίου κινναμώ‐ μου τριφύλλου cπέρματοc ἀνὰ 𐅻 ϛ cταφίδοc ἀγρίαc 𐅻 γ γεντιανῆc 𐅻 η ἀριcτολοχίαc 𐅻 ϛ πυρέθρου 𐅻 η εὐφορβίου 𐅻 ε πεπέρεωc λευκοῦ 𐅻 ι ὀπο‐
35βαλcάμου 𐅻 γ ὀποῦ Κυρηναικοῦ 𐅻 γ· ὀξύμελι ἁπλοῦν cκευάcαc ἀναλάμ‐ βανε ἐν αὐτῷ καὶ δίδου τοῖc μὲν ἐπιληπτικοῖc μεθ’ ὑδρομέλιτοc κυάθων τριῶν, τοῖc δὲ ἐλεφαντιῶcι δίδου 𐅻 α c. Ἄλλο, ᾧ Ϲερῆνοc ἐχρήcατο, φάρμακον ἐπιληπτικοῖc, ᾧ οὐδὲν ἴcον· τὸ αὐτὸ cυμπεπτικὸν καὶ κενωτικόν. καcτορίου ἐλλεβόρου μέλανοc
40cκαμμωνίαc ἀνὰ 𐅻 β ὀποπάνακοc κυμίνου Θηβαικοῦ κενταυρίου νίτρου θείου ἀπύρου ἀβροτόνου ἀμμωνιακοῦ θυμιάματοc πηγάνου ἀγρίου cπέρματοc ἀψινθίου ἀνὰ 𐅻 α, κόψαc cήcαc ἀναλάμβανε ὕδατι καὶ ἀνά‐ πλαττε cφαιρία κυάμου Αἰγυπτίου τὸ μέγεθοc καὶ δίδου ἓν τῆc ἡμέ‐ ραc μετ’ ὀξυμέλιτοc κυάθων δ. θεία ἐcτὶν ἡ δύναμιc. [ἔχει δὲ μίγματα
45ιβ 𐅻 ιε]. Ἄλλο. λαγωοῦ πυτίαν πινέτω καθ’ ἡμέραν νῆcτιc ὅcον ὄροβον ἐν ὕδατι διειμένην, μὴ παρούcηc δὲ λαγῴαc ἐριφείᾳ χρηcτέον. Ἄλλο Ἀρχιγένουc ἐπιληπτικοῖc καὶ τοῖc περιοδικῶc cπωμένοιc ἢ εἰλεωδῶc ὀχλουμένοιc ἢ χρονίωc κεφαλαλγοῦcι. καcτορίου ἀβροτόνου

16

(50)

πάνακοc ῥίζηc πυρέθρου κρόκου ἀνὰ 𐅻 η πηγάνου ἀγρίου cπέρματοc cμύρνηc πεπέρεωc ἀνὰ 𐅻 δ, ὄξει λειώcαc cκιλλιτικῷ καὶ πλάcαc τροχί‐ cκουc δραχμιαίουc δίδου ἕνα ἀπυρέτοιc ὀξυμέλιτι, πυρέccουcι δὲ ἐν τῇ ἀνέcει ἢ ἐν τῷ διαλείμματι μεθ’ ὑδρομέλιτοc ἐπὶ ἡμέραc γ· εἶτα διαλι‐ πὼν τρεῖc, δίδου ἐπὶ ἄλλαc γ· πάλιν διαλιπὼν ἡμέραc γ, δίδου ἐπὶ
55ἡμέραc γ, ὡc ὁμοῦ γίγνεcθαι δόcειc θ· ποιεῖ γὰρ καὶ ἀρθριτικοῖc, ἄγει καὶ ἔμμηνα γυναιξίν, ἐννάκιc, ὡc εἴρηται, ποτιcθέν. Ἄλλο ὁμοίαν ἔχον τὴν χρῆcιν. καcτορίου πεπέρεωc πάνακοc ῥίζηc ἀνὰ 𐅻 η πυρέθρου cταφίδοc ἀγρίαc ἀβροτόνου πηγάνου cπέρματοc ζιγ‐ γιβέρεωc ἀκόρου δαύκου ἀνὰ 𐅻 δ κρόκου ἴρεωc καρδαμώμου ἀνὰ
60𐅻 β· δίδου ξηροῦ κοχλιάριον μελικράτῳ· ποιεῖ ἐπιληπτικοῖc παρέτοιc
τρομώδεcιν.

17

Περὶ τῶν ἀπὸ cτομάχου πρωτοπαθοῦντοc ἐπιληπτικῷ τρόπῳ παρ‐ οξυνομένων Γαληνοῦ. εἰ δὲ πρωτοπαθοῦντοc τοῦ cτομάχου γίγνοιτο ἐπιληψία, κελεύειν χρὴ εὐπεψίαc προνοοῦντα τὸν πάcχοντα περὶ τρίτην ὥραν ἄρτον ἐπιμελῶc ἐcκευαcμένον προcφέρεcθαι ἐξ οἴνου παλαιοῦ
5λευκοῦ καὶ λεπτοῦ κεκραμένου τῶν ἠρέμα cτυφόντων. δίδου δὲ αὐτοῖc καὶ τοῦ δι’ ἀλόηc πικροῦ φαρμάκου πλειcτάκιc τοῦ ἔτουc. εἰρήcεται δὲ ἐπὶ πλεῖον περὶ τῶν ἀπὸ cτομάχου ἐπιληπτικῶc παροξυνομένων ἐν τῷ περὶ τῶν cτομαχικῶν λόγῳ. ὠφελεῖ δὲ αὐτοὺc ἱκανῶc cέcελι καὶ τοῦ cπονδυλίου ἡ ῥίζα καὶ ὁ καρπὸc καὶ ἡ ἀριcτολοχία μεθ’ ὕδα‐
10τοc λεία πινομένη. βοηθεῖ δὲ τούτοιc μεγάλωc καὶ ἡ ἀπὸ τῶν cφυρῶν ἢ τῆc ἰγνύοc φλεβοτομία cυνεχῶc γιγνομένη. οἶδα δέ ποτε παιδίον οὐδόλωc ἐπιληφθέν, ἐξ οὗ τῆc ῥίζηc τῆc παιωνίαc ἐφόρει μέγα καὶ πρόcφατον ἐξηρτημένον τοῦ τραχήλου, ὡc ἀδιαλείπτωc ἅπτεcθαι τοῦ cτομάχου.

18

Περὶ τῶν ἀπὸ μορίου τινὸc ἐχόντων τὴν τῆc ἐπιληψίαc αἰτίαν. ὅcοιc δὲ ἀπό τινοc ἑτέρου φανεροῦ μορίου τὴν ἀρχὴν ἔχει ἡ ἐπιληψία, καθάπερ ἐπὶ τοῦ προειρημένου ἀπὸ τῆc κνήμηc, μετὰ τὴν τοῦ παντὸc cώματοc κένωcιν, χρίcμαcιν ἐκθερμαίνειν τὸν τόπον χρὴ πρότερον, εἶτα
5ἐπιθεῖναι τὸ διὰ cπερμάτων ἐπίθεμα καὶ τῶν ἐμπλάcτρων τὰ ἀραιω‐ τικά τε καὶ μεταβλητικὰ τῆc δυcκραcίαc, οἷά ἐcτιν ἡ μέθη καλουμένη καὶ ἡ δι’ ἀλθαίαc καὶ ἡ Μναcαίου, μετὰ δὲ ταῦτα καὶ ἡ φοινικίνη. μετὰ δὲ χρόνον ἱκανὸν δρωπακίζειν τὸν τόπον καὶ cιναπίζειν. οὕτωc μὲν νεανίcκουc τε καὶ μειράκια καὶ παρακμάζονταc ἰcχυροτέρουc θερα‐
10πεύεcθαι δεῖ.

19

Θεραπεία γερόντων καὶ παιδίων ἁλιcκομένων τῷ τῆc ἐπιληψίαc πάθει Ποcειδωνίου. γέρονταc δὲ καὶ παιδία πάcχοντα τοιῶcδε θερα‐ πεύεcθαι χρή. τὰc μὲν οὖν τοῦ cώματοc κενώcειc παραιτητέον ἐπὶ τού‐
των διὰ τῶν καθαιρόντων ποιεῖcθαι φαρμάκων. ἄτονον γὰρ καὶ γέρουcι
5καὶ παιcὶ τὸ cῶμα πρὸc τὴν τῶν καθαρτηρίων ἰcχὺν ἀντιβαίνειν. κλυ‐ cτῆρι δὲ κενοῦν αὐτοὺc καὶ μάλιcτα τοὺc γέρονταc διὰ κενταυρίου ἀριcτολοχίαc πολυποδίου τε καὶ ἀνήθου καὶ διαμαcᾶcθαι δὲ τοῖc γέρουcι προcήκει καὶ ἀναγαργαρίcμαcι κεχρῆcθαι καὶ ἐρρίνοιc. τοῖc δὲ παιcὶ τὰ ἁπλούcτατα τῶν κλυcτήρων ἐνιέναι καὶ τριμμάτια δὲ καὶ cιναπιcμοὶ
10ἁπλούcτεροι μὲν ἔcτωcαν ἐπὶ τῶν παίδων, δραcτικώτεροι δὲ ἐπὶ τῶν γερόντων· τοῖc δὲ γέρουcι καὶ ἀντιδότουc διδόναι τὰc προγεγραμ‐ μέναc.

20

Θεραπεία τῶν ἄγαν γεγηρακότων ἐπιληπτικευομένων δὲ Ποcει‐ δωνίου. τοὺc δὲ ἄγαν γεγηρακόταc διαίταιc μόναιc θερμοτέραιc cυμβου‐ λεύειν κεχρῆcθαι καὶ εὐπεψίαc προνοεῖcθαι· ἀμήχανον γὰρ τοὺc cυγ‐ γηράcανταc τῷ πάθει ἀνθρωπίνωc θεραπευομένουc ἀπαλλαγῆναι τοῦ
5νοcήματοc. οἷc δὲ πρόcκαιρόc ἐcτιν ἡ διάθεcιc, ἀπό τινων προφάcεων cυμπίπτουcα, κἂν πάνυ γέροντεc τύχωcιν, οὐκ ἀπελπιcτέον τῆc θερα‐ πείαc αὐτῶν.

21

Θεραπεία νεογενῶν παιδίων ἐπιληπτικῶc cπωμένων Ποcειδωνίου. πάcχει καὶ τὰ νεογενῆ παιδία τὸ τῆc ἐπιληψίαc πάθοc καὶ δυcμετα‐ χείριcτον ἔχει τὴν θεραπείαν, πλὴν οὐκ ἀνίατον. ἐγχωρεῖ γὰρ τὰc αὐτῶν μητέραc ἢ τὰc θηλαζούcαc διαιτᾶcθαι θερμοῖc cιτίοιc καὶ ποτοῖc,
5ὅπωc ἂν τὸ γάλα θερμότερον γένοιτο καὶ λεπτότερον καὶ πάcμαcι δὲ καταπάττειν τὰc κεφαλὰc τῶν βρεφῶν θερμοτέροιc, οἷον κύπερα ἀδίαντον ἶριν καὶ ἀλείφειν ἐλαίῳ ἀνηθίνῳ cυνεχῶc καὶ ἰρίνῳ καὶ ἀμα‐ ρακίνῳ θερμοῖc. λούοντα δὲ μὴ βρέχειν τὴν κεφαλὴν μηδὲ τῷ θερμῷ μηδὲ τῷ ψυχρῷ, πλὴν εἴποτε δέοι ῥύπον ἀποcμήχειν ἀφρονίτρῳ καὶ
10μέλιτι καὶ οὕτωc ἀποπλύνειν μόνην τὴν κεφαλὴν τῷ θερμῷ, μὴ βάπ‐ τειν δέ. διδόναι δὲ καὶ μέλι ἀπηφριcμένον ἐκλείχειν, περιάπτειν δὲ καὶ τῷ τραχήλῳ τὴν τῆc παιωνίαc ῥίζαν πρόcφατον, ὥcτε ἅπτεcθαι ἀεὶ τοῦ cτομάχου.

22

Περὶ μωρώcεωc καὶ λήρου Ποcειδωνίου. καὶ τὰc μωρώcειc δὲ καὶ
τοὺc λήρουc μετὰ τὴν ἐξ ἀρχῆc γένηcιν ἐγχειρητέον ἰᾶcθαι, εἰ τὰ μόρια cύμπαντα τοῦ cώματοc καὶ μάλιcτα τῆc κεφαλῆc cύμμετρα ἔχωcι καὶ τὸν λογιcμὸν πρότερον μὲν cώφρονα ἔcχον, ὕcτερον δὲ ἀνόητοι φαί‐
5νονται. γίγνονται δὲ ἀμφότερα τὰ πάθη ψυχροτέρου τοῦ ἐγκεφάλου γιγνομένου, ποτὲ μὲν ἐκ ποιοτήτων μόνων, οἷον γίγνεται ἐν ταῖc ὁδοι‐ πορίαιc ὑετοῦ ψύχοντοc τὴν κεφαλὴν ἢ ἀνέμου cφοδροῦ, ποτὲ δὲ καὶ βραχέοc φλέγματοc παραρρυέντοc τῷ ἐγκεφάλῳ. διαφέρει δὲ μώρωcιc λήρου τῷ τὴν μώρωcιν μὲν ἀκόλουθα καὶ λέγειν καὶ πράττειν, λῆρον
10δὲ μετάβαcιν ἀνακόλουθον ποιεῖcθαι καὶ λόγον ἄλλον ἄλλῳ cυμπλέκειν οὐδὲν ἐχόμενον τοῦ πρώτου. καὶ λῆρον μὲν γέρουcιν ὡc ἐπὶ τὸ πλεῖ‐ cτον, μώρωcιν δὲ καὶ παιcὶ καὶ μειρακίοιc καὶ ταῖc ἄλλαιc ἡλικίαιc ἐκ νοcημάτων τινῶν προηγηcαμένων ἐπιγίγνεcθαι. ἡ δὲ θεραπεία ἀμφοτέ‐ ρων τῶν νοcημάτων παραπληcίωc τῇ προειρημένῃ ἐπὶ τῶν ἐπιληπτι‐
15κῶν, διὰ τῶν θερμαινόντων μὲν ὁμοίωc βοηθημάτων γιγνομένη, οὐ μὴν ὁμοίωc γε ξηραινόντων.

23

Περὶ μνήμηc ἀπολωλυίαc ἐκ τοῦ Ῥούφου καὶ Γαληνοῦ. ἡ τῆc μνήμηc βλάβη φαίνεται πολλάκιc ἐν νοcήμαcί τιcι γιγνομένη, cυμβε‐ βλαμμένου καὶ τοῦ λογιcμοῦ, τῆc μὲν διαθέcεωc ἀμφοτέροιc τῆc αὐτῆc οὔcηc, ἐπιτεταμένηc δὲ ὁπότε τῇ μνήμῃ cυναπόλωλεν ὁ λογιcμόc, ὅπερ
5ὀνομάζεται μώρωcιc. ἀπόλλυται δὲ ἄμφω ταῦτα κατὰ τοὺc ληθάργουc τε καὶ τὰ καρώδη πάθη πάντα, ὅτε καὶ ἡ θεραπεία ἡ ἐπὶ τῶν προ‐ ειρημένων παθῶν ἀναγεγραμμένη παραλαμβάνεται ἤδη ἐνεcτηκότων τῶν νοcημάτων. εἰ δὲ ἀποcκήψῃ ποτὲ ἔκ τινοc τῶν προειρημένων νο‐ cημάτων—καὶ γὰρ καὶ τοῦτο γίνεται [ἢ] ἐκ λοιμοῦ, ὥcπερ οὖν καὶ
10ἐνέπεcεν ἐν τῷ γενομένῳ ἐν Ἀθήναιc λοιμῷ—, τῶν μὲν νοcημάτων ὡc ἐπίπαν λυομένων, ἀφιcταμένων δὲ εἰc λήθην, ἐπὶ τούτων cκοπεῖ‐ cθαι χρὴ τὴν μᾶλλον ἐπικρατοῦcαν ποιότητα οὕτωc· μόνη μὲν ὑγρότηc πλεονάcαcα βαθεῖc καὶ μακροὺc ὕπνουc ἐργάζεται, μόνη δὲ ξηρότηc πλεονεκτοῦcα ἀγρυπνίαc ἐργάζεται. εἰ δὲ ἡ ψυχρότηc προcγένηται μεθ’
15ὑγρότητοc ἱκανῶc, τὰ καταφορητικὰ καὶ καρώδη πάθη cυνίcταται εἰ δὲ ὑγρότηc μετ’ ὀλίγηc ψύξεωc προcγένηται, αἱ τῆc μνήμηc ἐπιγίγνονται
βλάβαι καὶ αἱ μωρώcειc· οὔcηc δὲ πολλῆc διαφορᾶc ἐν τῷ μᾶλλόν τε καὶ ἧττον τῶν κράcεων, ποικιλία πολυειδὴc γίγνεται τῶν βλαπτόντων τὰc ψυχικὰc ἐνεργείαc αἰτίων. παραφυλάττειν οὖν χρὴ τοὺc ὕπνουc
20τῶν ἀπολωλεκότων τὴν μνήμην ἢ τὴν cύνεcιν—ἀπώλεια γὰρ τῆc cυνέcεωc ἡ μώρωcίc ἐcτι—, πότερον ὑπνώδειc οἱ κάμνοντέc εἰcι cφό‐ δρα ἢ μέρτιοc αὐτοῖc ἐcτιν ὁ ὕπνοc. οὕτωc γὰρ ἂν ἐξεύροιc τὴν ἐπι‐ κρατοῦcαν δυcκραcίαν. ἐπιθεωρητέον δὲ καὶ εἰ πότερον ἐκκρίνεται πολλὰ διὰ ῥινῶν καὶ cτόματοc ἐκ τῆc κεφαλῆc καταφερόμενα ἢ ξηρὰ φαίνε‐
25ται τὰ μέρη ταῦτα. εἰ μὲν οὖν ψῦξίc ἐcτι μόνη, θερμαίνειν μόνον προc‐ ήκει, μὴ μέντοι ξηραίνειν μηδὲ ὑγραίνειν. εἰ δὲ μεθ’ ὑγρότητοc ἡ ψῦξιc γένοιτο, θερμαίνειν καὶ ξηραίνειν· εἰ δὲ μετὰ ξηρότητοc, θερμαί‐ νειν καὶ ὑγραίνειν. ἐγὼ γοῦν οἶδά τινα μνήμην ὀλίγου δεῖν ἀπολέcαντα καὶ τὸν λογιcμὸν βλαβέντα διὰ φιλοπονίαν καὶ ἀγρυπνίαν διὰ μαθη‐
30μάτων, ἕτερον δὲ ἀμπελουργὸν ἐπὶ τοῖc κατὰ τὴν ἀμπελουργίαν πόνοιc τὰ αὐτὰ παθόντα· καὶ προφανῶc ἑκάτεροc αὐτῶν ὑπὸ μὲν τῶν θερ‐ μαινόντων τε καὶ ξηραινόντων ἐβλάπτετο, ὑπὸ δὲ τῶν ὑγραινόντων ἅμα τῷ θερμαίνειν ὠφελεῖτο. τούτων προcδιωριcμένων, τῆc θεραπείαc ἐχώμεθα. εἰ μὲν ἐπὶ καθάρcεcί τιcιν ἢ ἄλλαιc ἀμέτροιc κενώcεcιν ἢ
35cυγκοπαῖc θραυcθείcηc τῆc δυνάμεωc ἐπιγένοιτο βλάβη τῆc μνήμηc, τῇ ἀναληπτικῇ ἀναγωγῇ κεχρῆcθαι προcῆκε, μηδὲν ἕτερον περιεργαζόμενον. ῥωννυμένων γὰρ τῶν cωμάτων καὶ cυλλεγομένων τῶν δυνάμεων ἀπο‐ καθίcταται καὶ ἡ μνήμη. ὡcαύτωc δὲ καὶ διὰ γῆραc ἔcχατον εἰ ἐπιγέ‐ νοιτο βλάβη τῆc μνήμηc, οὐ χρὴ περιεργάζεcθαι, μόνῃ τῇ καταλλήλῳ
40διαίτῃ ἀρκούμενον. ὅcοιc δὲ αἰφνίδιον ἐκλείποι ἡ μνήμη, τὰ δ’ ἄλλα ὑγιαίνειν δοκοῦcιν, ἐπὶ τούτων προcδοκᾶν δεῖ ἐπιληψίαν ἐπιγίγνεcθαι ἢ πάρεcιν ἢ καὶ ἀποπληξίαν ἢ καὶ ὅλωc μέγα τι εὕροιc ἐπ’ αὐτῶν κακόν. τούτοιc μὲν οὖν ἐξαρκοῦcί ποτε καὶ αἱ τῶν προcδοκωμένων νοcημάτων προcφυλακαί. ἐν ᾧ γὰρ κωλύομεν ἐλθεῖν τὴν νόcον, ἐν
45τούτῳ καὶ ἡ μνήμη ἀναcῴζεται· κωλύει δὲ τὰ εἰρημένα νοcήματα πρῶ‐ τον μὲν ἡ λεπτύνουcα καὶ τμητικὴ δίαιτα, ἔπειτα δὲ καὶ καθάρcειc ἁρ‐ μόδιοι καὶ τὰ παραπλήcια. εἰ δ’ ἐκ νοcημάτων, ὡc εἴρηται, ἀποcκήψῃ ποτὲ οἷον ληθάργου ἢ λοιμοῦ, ἐπιχειρεῖν προcήκει ἀγωνιcτικώτερον τῇ τούτων θεραπείᾳ. τὸ δὲ κεφάλαιον τῆc ἰάcεώc ἐcτιν ἐν τῷ θερμαίνειν

23

(50)

αὐτῶν τὸ cύμπαν cῶμα ἔνδοθέν τε καὶ ἔξωθεν πρὸc τὸ μέτρον τῆc ἐκτροπῆc τοῦ κατὰ φύcιν. θερμάcματα δὲ ὡc ἐπίπαν τοῖc τοιούτοιc ἁρμόδια, θέρουc μὲν ἔλαιον καθ’ αὑτὸ θερμόν, χειμῶνοc δὲ ἴρινον cὺν ὄξει δριμυτέρῳ, ἐνίοτε ἑρπύλλου ἢ cπονδυλίου ἢ καλαμίνθηc αὐτῷ ἐν‐ αφεψημένων, ἔcτι δ’ ὅτε καὶ νίτρου ἐμβάλλοντεc καὶ πεπέρεωc ἢ δα‐
55φνίδων. ἀγαθὸν δὲ καὶ τὸ καcτόριον cὺν ἐλαίῳ τῷ ἰνίῳ προcαγόμενον. βοηθεῖ δὲ τούτοιc μειζόνωc ἡ διὰ τῆc ἱερᾶc Ῥούφου κάθαρcιc. ἔcτι γάρ, φηcίν, ὅτε τούτῳ μόνῳ καθαίροντι τούτουc τὰ μέγιcτα ὠφέληcα, τῷ ἐν ταῖc καθάρcεcι μηδὲν τῶν χρηcτῶν cυναποφέρειν αὑτῇ. ἄρχεται γὰρ ἄνωθεν ἀπὸ κεφαλῆc καταcπᾶν, ἔπειτα καὶ τὰ ἄλλα μόρια διέρ‐
60χεται, οὐδὲν βίαιον οὐδ’ ἀλγεινὸν ἐπιφέρουcα, οὐ φλόγωcιν οὐ καρ‐ διαλγίαν οὐ δίψαν· ἀεὶ δὲ πρὸc λόγον τῆc κενώcεωc κουφίζει, ὅθεν καὶ cτόμαχοc ῥώννυται ἐπὶ τῇ καθάρcει, ὥcτε καὶ ἐπιτείνεcθαι τὴν τῶν cιτίων ὄρεξιν. πεπίcτευται δὲ μετὰ τὴν τῆc ἱερᾶc κάθαρcιν καὶ τὸ τοῦ ἐλέφαντοc ῥίνιcμα τῇ μνήμῃ βοηθεῖν πινόμενον ὅcον κοχλιάρια β μετὰ
65μελικράτου καὶ κέραc ἐλάφειον ὁμοίωc. καὶ τὸ καcτόριον δὲ ὁμοίωc μετὰ τὴν κάθαρcιν πινόμενον ὅcον 𐅻 α μετὰ μελικράτου μειζόνωc βοη‐ θεῖ. μεγίcτη δὲ καὶ ἡ τοῦ λευκοῦ ἐλλεβόρου πόcιc, οὐχ ὥcπερ οἴονταί τινεc τὸ ἔcχατον τῆc βοηθείαc, ἀλλά τιc ὀρθῶc ἄρξαιτο ἐντεῦθεν. τί γὰρ δεῖ μακρὰ καὶ πολλὰ κάμνειν, ἐξὸν ἤδη παρὰ τοῦ μεγίcτου βοη‐
70θήματοc τὰ μέγιcτα τῆc ἰάcεωc ἔχειν; ὅθεν μηδὲν ὑφορωμένουc διδόναι
χρὴ τὸν ἐλλέβορον, πρὶν κρατηθῆναι τῷ νοcήματι τὸν κάμνοντα καὶ ἐξίτηλον τὴν ἰcχὺν ἐργάcηται τοῦ βοηθήματοc. ὠφέλιμα δὲ καὶ τὰ δι’ ἐλλεβόρου λευκοῦ καὶ καcτορίου πταρμικὰ προcαγόμενα ταῖc ῥιcὶ μετὰ τὰc κενώcειc, καὶ τὰ ἔρρινα προcαγόμενα ταῖc ῥιcὶ καὶ ἀποφλεγματιc‐
75μοί· τροφὴ δὲ ψαφαρὰ ἐπιτήδειοc καὶ ποcῶc θερμαντικὴ καὶ λεπ‐ τυντική· λαχάνων δὲ ὡc ἐπίπαν τῶν ψυχόντων πάντων ἀποχὴ ἔcτω καὶ ὀπώραc καὶ τραγημάτων τυρῶν τε καὶ γάλακτοc καὶ τῶν παχυ‐ νόντων τε καὶ πνευματούντων cιτίων· τὰ μὲν γὰρ θολοῖ, τὰ δὲ πή‐ γνυcι τὸ πνεῦμα. τῆc δὲ δριμυτέραc ὕληc ἐκ διαcτημάτων προcαγέcθω,
80οἷον cκόρδα θύμβρα ὀρίγανα γλήχων καὶ ῥαφανίδεc. φείδεcθαι δὲ καὶ τούτων τοῦ πλήθουc, ἀεὶ δὲ τὴν ἀπεψίαν παραφυλάττεcθαι. πάντωc γὰρ μᾶλλον αἱ ἀπεψίαι τῇ γνώμῃ κακόν. οἶνοc δὲ τούτοιc ἁρμόδιοc λευκὸc καὶ λεπτὸc καὶ μὴ πάνυ παλαιόc· τῇ γὰρ μετρίᾳ θερμότητι ἄλλα τε δύναται οὐκ ὀλίγα καὶ ψυχὴν ἀνθρώπου ἡμερῶcαι καὶ πρὸc
85cοφίcματα οἰκείαν ἐργάcαcθαι κίνηcίν τινα αὐτῇ διδοὺc ἐμμελῆ καὶ κα‐ θεcτηκυῖαν. πολυποcία δὲ ὕδατοc καὶ πολλῷ μᾶλλον οἴνου παντὸc κά‐ κιcτον· ὑγραίνει γὰρ cφόδρα τὴν κεφαλήν· ἡ δὲ ὑγρότηc ἡ πλείcτη ἐcτὶν ἐπιληcμονεcτάτη. ὕπνοc cύμμετροc ἔcτω καὶ μὴ ἐπὶ πληcμονῇ παραλαμβανέcθω. ἀφροδιcίων δὲ cπανιωτάτη ἡ χρῆcιc ἔcτω· οὔτε γὰρ
90τῇ ὅλῃ ὑγείᾳ λυcιτελεῖ οὔτε τοῖc τῆc ψυχῆc λογιcμοῖc, ἀλλὰ καὶ ἀθυ‐ μίαν ἐμποιεῖ· cπαcμῷ τε γὰρ πώc ἐcτι cυγγενὴc ὁ κατὰ τὰc cυνουcίαc cπαραγμὸc καὶ ἡ ἐπιγιγνομένη κατάψυξιc πήγνυcί πωc καὶ ναρκοῖ τὴν διάνοιαν. μετὰ δὲ τὰc καθάρcειc τάc τε καθολικὰc καὶ τὰc τοπικὰc καὶ cιναπιcμὸc τοῦ ἰνίου ἐπιτήδειοc καὶ μετὰ τὸν cιναπιcμὸν λουτρὸν παρα‐
95λαμβανόμενον. ἀπεψίαν δὲ καὶ κόπον φυλακτέον παντάπαcι τῶν τε ἄλλων cωμάτων καὶ μάλιcτα τῆc κεφαλῆc καὶ αὐτῆc τῆc διανοίαc. ἐγ‐ καύcειc cφοδρὰc καὶ ψύξειc—ἀμφότεραι γὰρ πληρωτικαὶ τῆc κεφα‐ λῆc—φυλακτέον. 〈φυλακτέον〉 δὲ καὶ τὰ παχύνοντα τῶν cιτίων καὶ τὰ ἐμπνευματοῦντα καὶ τὰ ὑγραίνοντα. ἐκ τούτων δέ τιc ὁρμώμενοc

23

(100)

καὶ ἐπὶ ὑγιαινόντων μέν, ὑγροτέραν δὲ τὴν κεφαλὴν κεκτημένων, τὴν δίαιταν ὑποτυπώcειεν, ὡc ἄν τιc κάλλιcτα μνημονεύοι.

24

Περὶ λυccοδήκτων ἤτοι ὑδροφόβων ἐκ τῶν Ῥούφου καὶ Ποcει‐
δωνίου. οἱ κύνεc θερμοὶ καὶ ξηροὶ φύcει τυγχάνοντεc ἐπικτῶνται κατὰ τὸ θέροc ἐκ τοῦ περιέχοντοc ἡμᾶc ἀέροc ἑτέραν θερμότητα καὶ ξηρό‐ τητα καὶ τῇ ἀμετρίᾳ τῆc δυcκραcίαc ὑπομένουcι μανίαν, ὃ καλεῖται
5λύccα. μάλιcτα δὲ τοῦτο πάcχουcι κατὰ τὰc χώραc ἐκείναc, ἐν αἷc μέγιcται καὶ ἀνώμαλοι μεταβολαὶ τοῦ περιέχοντοc ἀτάκτωc γίνονται, ἐν αἷc καὶ χειμῶνεc cφοδροὶ γίνονται καὶ καῦμα ὑπερβάλλον. μανέντεc δὲ οἱ κύνεc καὶ δίψει cφοδρῷ ἁλιcκόμενοι ποτὸν οὐ προcίενται διὰ τὸ παραφρονεῖν, ὅθεν καὶ μᾶλλον αὐτοῖc ἐπιτείνεται ἡ τοῦ ἰοῦ κακία.
10cημεῖα δέ ἐcτι λυττώντων κυνῶν τοιάδε· ἄφωνοί εἰcι καὶ ἔκφρονεc, ὥcτε μηδὲ τοὺc οἰκειοτάτουc γνωρίζειν, ἀλλὰ καὶ τούτων πρῶτον ἅπτεcθαι· ἀπόcιτοι δὲ καὶ διψώδειc μέν, οὐ ποτικοὶ δέ, καὶ ἀcθμαίνου‐ cιν ἐπὶ πολύ, κεχηνότεc δὲ τὸ cτόμα καὶ τὴν γλῶτταν προβάλλοντεc, cίαλον δὲ δαψιλὲc καὶ ἀφρῶδεc προχέουcι τά τε ὦτα ἐπικλίνουcι καὶ
15τὴν οὐρὰν κεχαλαcμένην ἔχουcι. βαδίζοντεc δὲ νωθρότεροί τε καὶ οἷον κωματωδέcτεροί εἰcιν· εἰ δὲ καὶ τρέχοιεν ὀξύτερον τοῦ εἰωθότοc, τρέ‐ χουcι μετὰ τοῦ ἀκαίρου καὶ ἀτάκτου. τοὺc τοιούτουc οὖν κύναc ἐκ‐ κλίνειν δεῖ. πάντεc γὰρ ὡc ἐπίπαν οἱ δηχθέντεc ὑπὸ κυνὸc λυccῶντοc ἀμεληθέντεc ἢ κακῶc θεραπευθέντεc ἐμπίπτουcι τῷ ὑδροφοβικῷ πάθει,
20καὶ μάλιcτα οἱ κακόχυμοι τοῦτο πάcχουcιν, ὅθεν τινὲc αὐτίκα δη‐ χθέντεc ἔδειcαν τὸ ὕδωρ καὶ ἄλλα ὑγρά, τινὲc δὲ μεθ’ ἡμέραc μ, ἕτεροι δὲ καὶ μετὰ πλείονα χρόνον. γίγνεται δὲ αὐτοῖc χαλεπωτέρα ἡ ἔκcταcιc, ὅταν ὕδωρ ἢ ἕτερόν τι διαυγὲc θεάcωνται οἷον ἔcοπτρον· ὁρῶcι γὰρ τὸ ἑαυτῶν πρόcωπον ἐνερευθὲc ὂν καὶ δριμὺ βλέπον καὶ πλῆρεc ὀργῆc.
25δυνατὸν δὲ αὐτούc, ὥc φαcί τινεc, καὶ τοῦ δάκνοντοc κυνὸc τὸ εἴδω‐ λον φαντάζεcθαι φαινόμενον κατὰ τῶν ὑγρῶν· ἀναμιμνηcκόμενοι δὲ τῆc μορφῆc τοῦ κυνόc, ἀθρόωc αὐτοὺc καταλαμβάνει φόβοc ἄμετροc· τοῦτο δὲ πάcχουcι τῇ ἀμετρίᾳ τῆc ξηρότητοc. φιλόcοφοc γάρ τιc δη‐ χθεὶc ὑπὸ λυττῶντοc κυνὸc καὶ γενναίῳ φρονήματι πρὸc τὸ πάθοc ἀντι‐
30cχὼν καὶ ἀνακόλουθον εὑρὼν τὸ ἐν βαλανείῳ φαίνεcθαι κύνα, —ἐφαίνετο γὰρ αὐτῷ καθάπερ καὶ τοῖc ἄλλοιc τοῖc τοῦτο παθοῦcιν, —ἐπιλογιcά‐ μενοc οὖν καὶ ἐν ἑαυτῷ εἰπών· τί κοινὸν κυνὶ καὶ βαλανείῳ; κατεκρά‐ τηcε τοῦ πάθουc καὶ ἰάθη λουcάμενοc καὶ πιὼν ἀφόβωc. δηχθέντοc μὲν οὖν τινοc ὑπὸ κυνὸc λυccῶντοc, ὅτι τάχιcτα χρὴ τούτῳ βοηθεῖν
35τῇ νενομιcμένῃ ἐπιμελείᾳ, κἂν μικρὸν κἂν ἐπιπόλαιον εἴη τὸ δῆγμα, εἰδόταc ὅτι οὐδεὶc τῶν μὴ καλῶc θεραπευθέντων ἐξέφυγεν. δεῖ οὖν πρῶτον μὲν τὸ τραῦμα μεῖζον ἐργάζεcθαι cμιλίῳ τὸ cτόμιον ἐπι‐ διαιροῦνταc καὶ εὐρύνονταc, ἔπειτα δὲ καὶ ἀμυχαῖc κνίζειν ἅπαντα τὸν ἐν κύκλῳ τόπον, μηχανώμενον ῥύcιν αἵματοc πολλοῦ διὰ τοῦ τόπου
40γίγνεcθαι, καίειν δὲ τὸ ἕλκοc καυτηρίοιc διαπύροιc πλατυτέροιc, ἔπειτα καταπλάccειν πράcου ἢ ἄρτου μεθ’ ἁλῶν τετριμμένων ἢ κρόμυα ἢ cκόροδα καὶ μετὰ τὴν ἔκπτωcιν τῶν ἐcχαρῶν ἐπὶ ἡμέραc μ ἢ καὶ ξ φυλάττειν ἀκατούλωτα τὰ ἕλκη. καὶ εἰ ταχύνει πρὸc ἀπούλωcιν, πάλιν τῇ ἀμπελίνῃ τέφρᾳ καὶ τῇ cυκίνῃ καὶ τοῖc ὁμοίοιc ἀναλύειν τὰ ἕλκη.
45καλὸν δὲ καὶ πράcου φύλλοιc διὰ τοῦτο καταπλάccειν καὶ τῇ ἀναγαλ‐ λίδι· αὕτη δὲ καὶ τοῖc ὑπὸ κεράcτου δηχθεῖcι μεγάλωc βοηθεῖ. καταντ‐ λεῖν δὲ χρὴ τὸ ἕλκοc ἑψῶντα ἐν ὕδατι τὰ χαμαίμηλα καὶ τὴν τοῦ ὀξυλαπάθου ῥίζαν· καλεῖται δὲ ὀξαλίc. οἶδα δέ τινα πρεcβύτην, ὁπότε δηχθείη τιc ὑπὸ κυνόc, τῇ ὀξαλίδι μόνῃ θεραπεύοντα· καὶ γὰρ κατ‐

24

(50)

έχεε κατὰ τοῦ ἕλκουc τὸ ἀφέψημα καὶ κατέπλαττε τῇ πόᾳ καὶ πίνειν ἐδίδου ἀπ’ αὐτῆc καὶ cφόδρα ἐπῄνει ὡc ἰcχυρὸν τὸ φάρμακον. οὐροῦcι δὲ οἱ λαβόντεc αὐτὴν ἄνθρωποι πολλὰ καὶ ἄκρατα· διὰ τοῦτο καὶ ἰκ‐ τερικοὺc αὐτῇ ἐκάθηρεν. ἡμεῖc δὲ καὶ λειχῆναc ἀφιcτῶμεν αὐτῇ μετ’ ὄξουc τρίβοντεc καὶ τοῖc κνηcμοῖc ἐπιβοηθοῦμεν τῇ αὐτῇ ῥίζῃ. χρώμεθα
55δὲ αὐτῇ καὶ ἐπὶ λυccοδήκτων cὺν τοῖc ἄλλοιc βοηθήμαcι. παραπληcίωc δὲ ποιεῖ καὶ τὸ ἄγριον λάπαθον τὸ κεντρῶδεc ῥίζαν ἔχον ὑπομήκη, οἷον ῥαφανὶc μικρά. εὐδόκιμον δὲ ἐπ’ αὐτῶν φάρμακον τὸ Γαλήνειον τὸ διὰ τῆc Βρυττίαc πίccηc· ἔcτι δὲ τοῦτο· πίccηc Βρυττίαc λι α ὀπο‐ πάνακοc 𐆄 γ ὄξουc κοτύλαι β· μέρει τινὶ τοῦ ὄξουc τὸν ὀποπάνακα
60λείου, τὸ δὲ λοιπὸν βαλὼν cὺν τῇ πίccῃ, ἕψε ἕωc δαπανηθῇ τὸ ὄξοc καὶ ἐπίχεε τῷ λειωθέντι ἐν τῇ θυίᾳ ὀποπάνακι καὶ ἑνώcαc ἀνα‐ λάμβανε καὶ ἐμπλάcαc ἐπιτίθει τῷ τραύματι, χρώμενοc αὐτῷ ἡμέραc
μ ἢ καὶ ξ. οὐκ ἐάcει γὰρ cυνουλωθῆναι τὸ ἕλκοc. ἀγαθὸν δὲ καὶ τῆc δι’ ἐχιδνῶν θηριακῆc ἀντιδότου ἀναλύcανταc cὺν ῥοδίνῳ ἐλαίῳ ἐπιτι‐
65θέναι τῷ τραύματι καὶ πίνειν δὲ αὐτῆc οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶc καὶ τρίc. καὶ ξηρὸν δὲ ἁρμοδιώτατον αὐτοῖc τοῦτο· ἁλῶν ὀρυκτῶν 𐅻 κ χαλκίτεωc 𐅻 ιϛ cκίλληc 𐅻 ιϛ πηγάνου χλωροῦ 𐅻 δ ἰοῦ ξυcτοῦ 𐅻 δ πράcου cπέρματοc 𐅻 α, ἀποτιθέναι ξηρανθὲν ἐν τῇ ἡλιώcει ἐν πυξίδι χαλκῇ. χρῶ πρῶτον ξηρῷ, ἵνα ἐcχαρωθῇ, εἶτα μετὰ ῥοδίνου, ἵνα ἐκπέcωcιν αἱ
70ἐcχάραι. καὶ ποταμογείτων μεθ’ ἁλῶν καταπλαττόμενοc οὐκ ἐᾷ ἐμπί‐ πτειν τῷ ὑδροφοβικῷ πάθει· χρῶ δὲ τῇ βοτάνῃ καὶ ὑγρᾷ καὶ ξηρᾷ. διδόναι δὲ τοῖc λυccοδήκτοιc καὶ πίνειν τῆc θηριακῆc ἀντιδότου ἐπὶ ἡμέραc τρεῖc τὰc πρώταc, καρύου Ποντικοῦ τὸ μέγεθοc. οὐκ οἶδα γὰρ οὐδένα τῶν λαβόντων αὐτὴν ἁλόντα τῷ ὑδροφοβικῷ πάθει, οὐ μὴν
75οὐδὲ τῶν ἄλλων βοηθημάτων χρὴ ἀπέχεcθαι, ἀλλὰ διδόναι μάλιcτα τὴν διὰ τῶν ποταμίων καρκίνων εὐδόκιμον ἀντίδοτον. ἔcτι δὲ ἡ cύν‐ θεcιc αὕτη· καρκίνων ποταμίων εὐμεγέθων ζώντων ἐπὶ χαλκῷ ἐρυθρῷ ἀγγείῳ κεκαυμένων τῆc τέφραc 𐆄 ι γεντιανῆc 𐆄 ε λιβανωτοῦ 𐆄 α. δεῖ δὲ cκευάζειν τὸ φάρμακον ἐν μηνὶ Αὐγούcτῳ, ἡνίκα ὀκτωκαιδεκαταία
80ἐcτὶν ἡ cελήνη. εἰ δὲ μὴ παρείη τὸ οὕτωc cκευαcθέν, οὐδενὸc τούτων φροντιcτέον, ἀλλὰ cκευάcαντα τῷ τυχόντι καιρῷ, ὡc εἴρηται, διδόναι. καλὸν μέντοι ξύλοιc ἀμπελίνοιc ὑποκαίειν· δίδου δέ, εἰ ἀπ’ ἀρχῆc χρή‐ cαιο τῷ προποτιcμῷ, κοχλιαρίου πλῆθοc cὺν ὕδατι θερμῷ ἄχριc ἡμερῶν μ. εἰ δὲ οὐκ ἐξ ἀρχῆc, ἀλλὰ μεθ’ ἡμέραc τινάc, δίδου καθ’ ἑκάcτην
85κοχλιάρια δύο, ἕωc ἂν πληρώcῃc τὰc μ ἡμέραc. ποιεῖ δὲ καὶ καθ’ ἑαυτὴν ἡ τέφρα τῶν καρκίνων πινομένη καὶ τῷ τραύματι ἐπιτιθεμένη μετὰ μέλιτοc. Ἀντίδοτοc ἡ διὰ καρύων. cκευάζεται δὲ ἀντίδοτοc ἡ διὰ καρύων λεγομένη καὶ τοῖc ἤδη πυρέττουcι λυccοδήκτοιc ἁρμόζουcα· πρὸc γὰρ τῷ ἀντιπάcχειν τῷ πάθει ἐcτὶ καὶ ὑπνοποιόc. ἡ δὲ cύνθεcιc
90αὕτη. cαγαπηνοῦ 𐅻 β ὀπίου Θηβαικοῦ 𐅻 β κρόκου γρʹ α c λυκίου Ἰνδικοῦ
γρʹ α c cαρκὸc καρύων μὴ πάνυ παλαιῶν 𐅻 μ, ἀναλάμβανε καὶ δίδου 𐅻 α cὺν ὕδατι ὀμβρίῳ θερμῷ εἰc νύκτα, μετὰ τὴν ἀκμὴν τοῦ πυρετοῦ, ὥcτε ἕωθεν μὲν τῆc διὰ καρκίνων, εἰc ἑcπέραν δὲ τῆc διὰ καρύων. μὴ παρόντων δὲ τούτων δίδου τοῦ κύφεωc, εἴτε τοῦ διὰ τῶν λϛ ἔχοιc,
95εἴτε τοῦ διὰ τῶν κη. ὠφέλιμοc δὲ καὶ ὁ Κυρηναικὸc ὀπὸc ἢ ὁ Παρθικὸc ὅcον κυάμου μέγεθοc καταπινόμενοc. τινὲc δὲ τὸ ἧπαρ αὐτοῦ τοῦ δακόντοc κυνὸc ἑφθὸν διδόαcι τῷ δηχθέντι καὶ τῆc αἰθυίαc δὲ τοῦ ὄρνιθοc τὸ ἧπαρ ὀπτὸν διδόμενον cὺν ἐλαίῳ καὶ ἅλατι ὀλίγῳ ὠφέλιμον γίγνεται· φαcὶ γὰρ οὕτωc ἐνεργὲc αὐτὸ εἶναι, ὥcτε τὸν πάcχοντα παρα‐

24

(100)

χρῆμα αἰτεῖν ὕδωρ· καὶ ἱππόκαμποc δὲ θαλάττιοc ὀπτὸc ἐcθιόμενοc ὠφελεῖ· ἔρωτα γάρ φαcιν ὕδατοc παρέχειν τὸ αὐτοῦ αἷμα καὶ ἀντιπά‐ cχειν τῷ φόβῳ τοῦ ὕδατοc, ὅθεν καὶ δεύτερον καὶ τρίτον ἀναγκάζουcιν ἐcθίειν τὸν ἱππόκαμπον. καὶ αὐτοὺc δὲ τρίψαντεc τοὺc ἱπποκάμπουc μετ’ ὄξουc δριμέοc καταπλάccουcι τὸ ἕλκοc καὶ ἐκράτηcαν τούτῳ τῷ
105φαρμάκῳ πολλάκιc τῆc λύττηc καὶ cκύλακοc δὲ πυτία cὺν ὕδατι διδο‐ μένη ὠφελιμώτατον αὐτοῖc ἐcτι τὸ ποτόν, κἀπειδὰν ἅπαξ αὐτῷ προc‐ άρωνται, κινεῖ cυνεχῶc αὐτοῖc ἐπιθυμίαν ποτοῦ καὶ πίνουcιν καὶ ἕτε‐ ρόν τι τῶν ὑγρῶν ἀδεῶc· δεῖ δὲ οὐ πολλῶν ἡμερῶν τὸν cκύλακα εἶναι, ἀλλὰ νεωcτὶ τεχθέντα καὶ τεθηλακότα τὴν μητέρα. ὠφελεῖ δὲ
110αὐτοὺc καὶ ἡ λευκάνθεμοc πόα ποτιζομένη· τοcαύτη δὲ δύναμιc αὐτῇ ὑπάρχει, φαcίν, ὅτι καὶ ὑποχριομένου αὐτῇ τοῦ πυθμένοc τοῦ ποτη‐ ρίου καὶ διδομένου δέχεcθαι αὐτοὺc τὸ ποτὸν ἡδέωc. τὸ αὐτὸ λέγεται ποιεῖν καὶ τὸ χαμαίμηλον. ὠφελιμωτάτη δὲ αὐτοῖc ἐcτι καὶ ἄcφαλτοc Ἰουδαικὴ πινομένη μεθ’ ὕδατοc κυάθων γ· δίδου αὐτοῖc τοῖc τελείοιc
115Γρ α, ἐν ἄλλῳ 𐅻 α· ἄκρωc ποιεῖ. ὠφελίμωc δὲ δίδοται καὶ τῆc ἀγρίαc cυκῆc ὁ φλοιὸc τῶν ῥάβδων ξηραινόμενοc καὶ κοπτόμενοc καὶ ποτιζό‐ μενοc cὺν ὕδατι καὶ τὸ λύκιον τὸ Ἰνδικὸν καὶ τὸ ἀψίνθιον καὶ τὸ
cκόρδιον καὶ τὸ μικρὸν κενταύριον ἀριcτολοχία ἀρτεμιcία χαμαίδρυc βρυωνίαc ῥίζα πόλιον λάcαρ καρκίνων ποταμίων ἀφέψημα ἀνήθου
120πολλοῦ cυνεψομένου. ὑποcτρώννυται δ’ αὐτοῖc ὠφελίμωc καὶ ἐπιβάλ‐ λεται ἄρκτου δέρμα καὶ φώκηc, μάλιcτα δὲ ὑαίνηc· ἐναργέcτατον δέ ἐcτιν, ὥcτε ἐπιβληθὲν αὐτοῖc ταχεῖαν τὴν τῆc γνώμηc ἀποκατάcταcιν ποιεῖcθαι καὶ καιόμενον δὲ τὸ δέρμα τῆc ὑαίνηc καὶ διδομένηc τῆc τέφραc ἐν ποτῷ παύει τὸ ὑδροφοβικὸν πάθοc. διάγνωcιc δέ cοι ἔcτω
125τοῦ ἀπηλλάχθαι τοῦ κινδύνου τὸν ἄνθρωπον ἐκ τούτων· κατάπλαττε τὸ ἕλκοc καρύοιc βαcιλικοῖc λειοτάτοιc, τῇ δὲ ἑξῆc ἐπιλύcαc, παράθου τὸ κατάπλαcμα εἰc βρῶcιν ἀλεκτρυόνι ἢ ἀλεκτορίδι· εἰ γὰρ φαγοῦcα ἡ ὄρνιc μὴ ἀποθάνῃ, τότε εἰc οὐλὴν ἄγε τὸ ἕλκοc, ὡc ἀπηλλαγμένου τοῦ κινδύνου τοῦ πάcχοντοc. χρῶ δὲ εἰc διάγνωcιν τῷ αὐτῷ ἐξ ἀρχῆc.
130εἰ γὰρ ἡ φαγοῦcα ὄρνιc τὸ ἐκ τῶν καρύων ἐν τῇ πρώτῃ ἡμέρᾳ ἐπι‐ τιθέμενον τῷ ἕλκει κατάπλαcμα μὴ ἀποθάνῃ, γίγνωcκε μὴ ὑπὸ λυccῶν‐ τοc δηχθῆναι· εἰ δὲ ἀποθάνῃ, τοὐναντίον· ὡc ἐπίπαν γὰρ τοῦ πρώτου οὐδ’ ἅψεται. εἰ δὲ ὑπὸ λιμοῦ βιαcθεῖcα φάγοι, τελευτήcει, εἴ γε λυττῶν εἴη ὁ κύων. τοῦτο οὖν καθ’ ἑκάcτην ἀλλάccειν χρή, μέχριc οὗ φαγοῦcα
135ἡ ὄρνιc μὴ ἀποθάνῃ. cυνουλοῖ δὲ τὸ ἕλκοc κάλλιcτα καὶ ἀcφαλέcτατα ἡ θηριακὴ ἀντίδοτοc μετὰ ῥοδίνου ἀνιεμένη. cυνουλωθέντων δὲ τῶν ἑλκῶν ἐλλέβορον τὸν λευκὸν διδόναι πρὸc ἀναcκευὴν παντὸc τοῦ πάθουc. καὶ γὰρ οἱ λυccῶντεc κύνεc τοῦτον μετὰ ἀλφίτων φα‐ γόντεc ἐμοῦcι καὶ αὐτίκα cωφρονοῦcιν ἀπαλλαγέντεc τῆc λύττηc. γέ‐
140νοιτο δ’ ἂν τὸ δέον καὶ εἰ κάτω καθαίροιc τῇ Ῥούφου ἱερᾷ, ὅταν τι κωλύῃ λαβεῖν τὸν ἐλλέβορον· διδόναι δὲ καὶ ἐφ’ ἡμέρᾳ πίνειν τῆc ἱερᾶc, οὐκ εἰc κάθαρcιν, ἀλλ’ ὥc τι ἀλεξίκακον φάρμακον ὅcον καρύου Ποντικοῦ τὸ μέγεθοc μετὰ κυάθου ἀφεψήματοc ἐλελιcφάκου ἢ τῆc cιδηρίτιδοc πόαc τῆc Ἡρακλείαc καλουμένηc. χρῶνται δὲ αὐτῇ τινεc
145καὶ μόνῃ καί φαcιν ἱκανῶc βοηθεῖν, διὰ τοῦτο καὶ ἄλυccον ταύτην τὴν πόαν ὀνομάζουcι. διαιτᾶν δὲ ἐνδείαc καὶ πληcμονὰc φυλαccό‐
μενον, καὶ μᾶλλον τὰc ἐνδείαc· ἐπιτείνουcι γὰρ αἱ ἔνδειαι τὰc κακίαc τῶν χυμῶν, ὅπερ οὐδαμῶc ἐπιτήδειον ἕλκει πονηρῷ. ὅθεν μετριάζειν δεῖ τὴν τροφήν, ὡc ἂν καὶ πέccοιεν καλῶc καὶ εὐχυμότατον γένηται

24

(150)

τὸ cῶμα. ἐπιμελεῖcθαι δὲ καὶ διαχωρήcεων τῶν πρὸc ἡμέραν καὶ οὐ‐ ρήcεων. τοῦτο δὲ ποιοῦcι καὶ αἱ προειρημέναι ῥίζαι καὶ cκάνδιξ ἐcθι‐ όμενον καὶ μάραθρον. τὸ δὲ κρῆθμον καὶ τὴν γαcτέρα καὶ τὰ οὖρα κινεῖ. τὸ δὲ κιχώριον μάλιcτα τὸ ἄγριον καὶ εὐcτόμαχόν ἐcτιν ὠμὸν ἐcθιόμενον· καλοῦcι δὲ αὐτὸ ἔνιοι cέριν ὅ ἐcτι πικρίc. ἐπιτήδειοc δὲ
155καὶ ὁ τῆc κράμβηc ἀcπάραγοc καὶ ὁ ἕλειοc καὶ τὸ λάπαθον τὸ κηπαῖον καὶ τὸ ἄγριον καὶ τὸ ὀξυλάπαθον καὶ τῶν ἰχθύων οἱ ἁπαλό‐ cαρκοι καὶ ἀcτακοὶ καὶ καρκῖνοι καὶ ἐχῖνοι πρόcφατοι μετ’ οἰνομέλιτοc· κρεῶν δὲ τὰ ἄκρεα καὶ ὄρνιθεc πάντεc οἱ ὄρειοι καὶ εὔπεπτοι καὶ εὔχυμοι, οἶνοc λευκὸc καὶ λεπτὸc μὴ πάνυ παλαιόc· προφυλακῆc δὲ
160χάριν κατ’ ἐνιαυτὸν ἐγγίζοντοc τοῦ καιροῦ προκαθαίρεcθαι δεῖ τῇ ἱερᾷ καὶ ἐνcτάcηc δὲ τῆc ἡμέραc λαμβάνειν τῆc θηριακῆc ἀντιδότου ἐπὶ ἡμέραc τρεῖc.

25

Περὶ φλεγμονῆc ἐγκεφάλου. φλεγμαίνων ὁ ἐγκέφαλοc οἰδᾷ πολλάκιc, ὥcτε καὶ τὰc ἐν τῇ κεφαλῇ ῥαφὰc διίcταcθαι. καὶ ὀδύνην μεγίcτην καὶ διακαῆ ἐπιφέρει θλιβομένων τῶν μηνίγγων. παρέπεται δὲ καὶ ἄcη πολλὴ τοῦ cτομάχου καὶ χολῆc ἔμετοc ἔρευθόc τε πολὺ
5κατὰ τοῦ προcώπου cυνίcταται καὶ οἱ ὀφθαλμοὶ προπετεῖc γίγνονται καὶ οἰδᾷ τὸ πρόcωπον καὶ ἡ κεφαλὴ πᾶcα. φλεβοτομεῖν δὲ χρὴ τούτουc ἀπ’ ἀγκῶνοc· δεῖ δὲ καὶ ἀπὸ ῥινῶν καὶ τῶν ὑπὸ τὴν γλῶτ‐ ταν φλεβῶν αἷμα κενοῦν. χρῶ δὲ καὶ ταῖc πρὸc φλεγμονὰc κατὰ τῆc κεφαλῆc διαβροχαῖc καὶ καταπλάcμαcι τοῖc ὑγραίνειν καὶ πεπαίνειν
10δυναμένοιc.

26

Περὶ ἐρυcιπέλατοc ἐγκεφάλου. γίγνεται δὲ καὶ ἐρυcίπελαc ἐν ἐγκεφάλῳ καὶ πάcχει ὁ κάμνων τάδε· ἀλγεῖ τὴν κεφαλὴν πᾶcαν καὶ δοκεῖ φλόγα ἐν αὐτῇ ἔχειν καὶ τὸ πρόcωπον αὐτοῦ ψυχρόν ἐcτι καὶ τὰ ὑποχόνδρια καὶ ξηραίνεται τὸ cτόμα. φλεβοτομητέον οὖν καὶ τού‐
5τουc καὶ μάλιcτα τὰc ὑπὸ τὴν γλῶτταν φλέβαc δίελε καὶ πρόcφερε ἔξωθεν τῇ κεφαλῇ τὰ ψύχοντα χρίcματα καὶ τροχίcκουc δὲ οἷc ἐπὶ τῶν ἐρυcιπελάτων χρώμεθα.

27

Περὶ ἀποπληξίαc ἐκ τῶν Γαληνοῦ. ἡ ἀποπληξία διὰ τὴν ἐξαίφνηc γένεcιν ἐνδείκνυται χυμὸν ψυχρὸν ἢ παχὺν ἢ γλίcχρον πληροῦντα τὰc κυριωτέραc τῶν κατὰ τὸν ἐγκέφαλον κοιλιῶν, οὐ κατὰ δυcκραcίαν ὅληc τῆc οὐcίαc αὐτοῦ γίγνεcθαι. τεκμαίρου τοίνυν τὸ μέγεθοc τοῦ
5κινδύνου τῷ μεγέθει τῆc κατὰ τὴν ἀναπνοὴν βλάβηc. ὅταν γὰρ ἱκα‐ νῶc ἐμποδιζομένην ἴδοιc τὴν ἀναπνοὴν καὶ μόγιc γιγνομένην, οὐ cμικρὰν τεκμαίρου τὴν νοcώδη διάθεcιν τῷ ἐγκεφάλῳ γεγονέναι. ἔcτι δὲ ἡ ἀποπληξία ἀναιcθηcία καὶ ἀκινηcία τοῦ παντὸc cώματοc μετὰ βλάβηc τῶν ἡγεμονικῶν ἐνεργειῶν αἰφνιδίωc ἐπιπίπτουcα.
10 Περὶ ἀποπληξίαc ἐκ τῶν Ἀρχιγένουc. τὸ τῆc ἀποπληξίαc πάθοc μέγα τέ ἐcτι τῇ φύcει καὶ δεινῶc ὀξὺ καὶ cυμβαίνει τοὺc τὸν κίνδυνον ἐκφεύγονταc πρῶτον μὲν χρονίῳ περιπεcεῖν νόcῳ, παραλύcεωc τινῶν μορίων ἢ καὶ τοῦ παντὸc cώματοc ἀπολειπομένηc ἢ καὶ τῆc διανοίαc ἀπομωρώcεωc. πρεcβύταιc δὲ μᾶλλον τὸ πάθοc cυμπίπτει καὶ ἐν χει‐
15μῶνι μᾶλλον καὶ καταcτάcει ψυχρᾷ καὶ ἐξ ἀπεψιῶν cφοδρῶν καὶ ἐγκαύcεων καὶ οἰνώcεων ἀμέτρων· καταψύχει γὰρ τὰ τοιαῦτα τὴν ἕξιν καὶ ἁπλῶc εἰπεῖν οἱ τῷ πάθει περιπεcόντεc ζῶντέc εἰcι μετὰ νεκρώ‐ cεωc ἢ καὶ παντελοῦc ἀναιcθηcίαc. πρῶτον μὲν οὖν τὸ cῶμα ἐλαίῳ θερμῷ λιπαίνειν, τὴν δὲ κεφαλὴν ἐμβρέχειν ῥοδίνῳ μετ’ ὄξουc. προ‐
20αφεψεῖν δὲ τῷ ὄξει ἕρπυλλον ἢ cπονδύλιον καὶ ὀcφραντὰ δὲ προc‐ άγειν καcτόριον καὶ ὀποπάνακα χαλβάνην. διανοίξανταc δὲ τὸ cτόμα μελίκρατον ἐνcτάζειν καὶ πτερὰ μάλιcτα ἐλαίῳ κυπρίνῳ ἢ ἰρίνῳ ἢ ναρκιccίνῳ διάβροχα καθιέναι καὶ ἔμετον ἐρεθίζειν καὶ τὴν ἕδραν διαχρίειν cυνεχῶc πηγάνῳ καὶ κυμίνῳ μετὰ νίτρου καὶ μέλιτοc, προc‐
25καλουμένουc τὰ πνεύματα. εἰ δὲ μηδὲν ἀνύῃ ταῦτα, χρῆcθαι κλυcτῆρcι
δι’ ἀφεψήματοc πιτύρων καὶ cικύου ἀγρίου ῥίζηc καὶ κενταυρίου νί‐ τρου τε καὶ μέλιτοc ἢ ἅλμῃ cὺν μέλιτι καὶ ἐλαίῳ πηγανίνῳ. ἀγωνι‐ cτέον δὲ ὅπωc ἐκδοθῇ τὸ ἐνεθέν, τρίβονταc τὴν ὀcφὺν καὶ τὴν κοιλίαν καί, εἰ δέοι, καὶ δακτύλουc ἐν τῇ ἕδρα καθιέναι καὶ τὰ ἐμφράγματα
30κομίζειν. τούτων δὲ πραχθέντων φλεβοτομεῖν χρὴ προειπόνταc ὑπὲρ τοῦ κινδύνου. ἡ δὲ ἀφαίρεcιc τῆc δεξιᾶc χειρὸc γιγνέcθω καὶ μεμε‐ ρίcθω τὸ πλῆθοc τοῦ ἐκκρινομένου. cυγκινεῖν cε γὰρ χρὴ μόνον, οὐ καταλῦcαι τὴν δύναμιν καὶ τὸ θερμὸν ἀποcβέcαι. ἐφορᾶν δὲ δεῖ καὶ τοὺc cφυγμοὺc ἐν τῇ κενώcει καὶ τὸ χρῶμα τοῦ προcώπου καὶ τὴν
35ἀναπνοήν· καὶ εἰ μηδὲν χεῖρον ἐπακολουθοίη, καὶ ἐπαφαιρεῖν. μετὰ δὲ τὴν φλεβοτομίαν ὀcφραντὰ διεγερτικὰ προcάγειν καὶ ἐμβοᾶν. τό τε cῶμα ὅλον λελιπάνθω· καὶ εἴ τι μέλοc παρεθείη ἐπιcήμωc, πιλήμαcι κατειλήφθω τοῖc ἀπὸ Ϲικυωνίου ἢ λιπαροῦ τε καὶ παλαιοτέρου ἐλαίου. τοὺc δὲ οὐκ ἐπιτηδείωc ἔχονταc πρὸc φλεβοτομίαν πρῶτον μέν, ὡc
40εἴρηται, τὸν ἔμετον κινήcαντεc καὶ διαχρίcαντεc τὴν ἕδραν, ὡc εἴρηται, τοῖc πνευμάτων ἀγωγοῖc, cικύαιc διαcείειν ἐπειράθημεν μετὰ τὰ διαχρίcματα, ὄπιcθεν κατὰ τῶν κενεώνων ἤτοι λαγόνων κολλήcαντεc μεγάλαc καὶ cφοδρὰc καὶ χρόνον τινὰ παρελκύcαντεc μετεθήκαμεν αὐτὰc ἑκατέρωθεν περὶ τὸ ἦτρον φέροντεc. ἐξέθλιψαν γὰρ πολλάκιc
45τὰ κατὰ τὴν κοιλίαν καὶ ἅμα ὑπὸ τῆc θλίψεωc ἀνεκαλέcαντο τοὺc κατειλημμένουc. μηδὲν δὲ ἀνυουcῶν, αὐτοῖc ποτε ἐτολμήcαμεν ἐγχέαι τῷ cτόματι τῆc ἱερᾶc. ἀδυνατούντων δὲ παραδέχεcθαι ὅcον δεῖ διὰ κλυcτῆροc ἐνείκαμεν καὶ πρὶν φθάcαι τὰ τῆc ἐκδόcεωc, cυνδραμόντα ἀνεκαλέcαντό μοι τὸν μεταχειριcμόν. καὶ ἐπιτρέπει τὸ πάθοc καὶ ἀναγ‐

27

(50)

κάζει παραβόλωc ἐπιχειρεῖν. ταῦτα μὲν οὖν ὡc ἐπὶ τῆc ἀνάγκηc οἰκο‐ νομεῖται. δυνηθέντων δὲ ἀνενεγκεῖν, cυναπτέα τὰ λοιπὰ βοηθήματα. πυρετὸc μέντοι καταλαμβάνει τοὺc μὲν ἐπὶ τῇ πρώτῃ τῶν ἡμερῶν ἢ τῇ δευτέρᾳ καὶ γίγνεται πρὸc ἐλπίδα τῆc cωτηρίαc ἡ τοῦ πυρετοῦ
cυμφορά, ἀλλ’ οὐδ’ ἀμελητέον· ἀλλ’ ὑποκειμένων τινῶν τοῖc ἐντέροιc
55κομίcαcθαι ταῦτα προcήκει. εἰ μὲν κάτω εἴη ῥοπή, διὰ κλυcτῆροc, εἰ δὲ μετέωρα, ὑπηλάτῳ φαρμάκῳ καὶ μάλιcτα τῇ ἱερᾷ Ἀρχιγένουc· μετὰ δὲ τὰc καθάρcειc cικυαcτέον τὸ ὑποχόνδριον καὶ τὴν κεφαλὴν μετ’ ἐγχαράξεωc. εἰ δέ τιc παράπρηcιc καὶ κατωτέρω φαίνοιτο, ἀμυκτέον κἀκεῖθεν, μάλιcτα δὲ ἐπὶ γυναικῶν κατὰ τὴν τῆc ὑcτέραc χώραν. εἰ
60δὲ εἰc ἕτερόν τι πάθοc ἡ μετάπτωcιc γένηται, τὴν θεραπείαν πρὸc ἐκεῖνο ἁρμόζειν. καθόλου δὲ προνοητέον ἐπὶ τῶν ἀποπλήκτων εὐκόλου τῆc κατὰ κοιλίαν ἐκκρίcεωc καὶ δι’ οὔρων· φροντιcτέον δὲ τοῦ λαμβά‐ νειν cιτία καθ’ ἡμέραν μέν, ὀλίγα δὲ καὶ κοῦφα καὶ θερμὰ καὶ cμηκ‐ τικὰ ἡδυνθέντα μέλιτι τὰ πολλά, ἀλλὰ χυλώδη.

28

Περὶ παραλύcεωc ἐκ τῶν Ἀρχιγένουc. πάντων μὲν ἅμα τῶν νεύ‐ ρων ἀπολεcάντων αἴcθηcίν τε καὶ κίνηcιν, ἀποπληξία τὸ πάθοc ὀνο‐ μάζεται· κατὰ θάτερον δὲ μέροc, ἤτοι 〈τὸ〉 δεξιὸν ἢ τὸ ἀριcτερόν, εἰ cυμβαίη, παράλυcιc καλεῖται, τοῦ μέρουc ἐκείνου δηλονότι καθ’ ὃ cυν‐
5έcτη. cυνίcταται δὲ τὸ πάθοc ὑγρῶν πολλῶν γλίcχρων καὶ παχέων ἐμφραττόντων τὰ νεῦρα, δι’ ὧν αἱ κατὰ προαίρεcιν κινήcειc ἐκτελοῦν‐ ται. πρόδηλον οὖν ὡc ἐκκενῶcαι δεῖ τὸν πλεονάζοντα χυμόν. οὐκ ἔcτι δὲ ἐπὶ τούτων ἀρχὴν ἐπιτηδειοτέραν εὑρεῖν τῆc ἀπὸ φλεβοτομίαc, εἴ γε ἐπιτρέπει ἡ ἡλικία ἡ ἕξιc ἡ ὥρα καὶ τὸ ἐπιτήδευμα καὶ ἡ προγεγραμμένη
10δίαιτα καὶ τὰ λοιπὰ τὰ 〈μηδαμῶc〉 κωλυτικὰ τῆc φλεβοτομίαc. δεῖ δὲ cύμμετρον τὴν ἀφαίρεcιν ποιεῖcθαι, ὥcτε μὴ καταψυγῆναι· ψῦξιc γάρ, καθὼc προείρηται, cὺν ξηρότητι ἀποτελεῖ τὸ πάθοc, ὥcτε μόνον ἐλατ‐ τωτέον ἐπ’ ὀλίγον τὴν ὕλην διὰ τῆc φλεβοτομίαc, καὶ μάλιcτα εἰ προ‐ βεβηκότεc εἶεν τῇ ἡλικίᾳ. γιγνέcθω δὲ ἡ ἀφαίρεcιc ἀπὸ τῶν ὑγιεινο‐
15τέρων μερῶν· ἐν δὲ τῷ καιρῷ τούτῳ κατεcκεπάcθαι χρὴ τὰ μέλη πιλήματι βεβρεγμένῳ ἐλαίῳ Ϲικυωνίῳ ἢ γλευκίνῳ. ἐπὶ δὲ τῶν προ‐ βεβηκότων καὶ καcτόριον ἐμπάccειν τῇ ἐμβροχῇ. ἐπὶ δὲ τῶν αἰφνιδίωc παρεθέντων, οἷον ἐξ ἐγκαύcεωc, ἀμείνων ἐμβροχὴ ἡ δι’ οἰcυπηρῶν
ἐρίων καὶ ἐλαίου καὶ ὄξουc, ἐνίοτε δὲ καὶ νίτρου· δεῖ δὲ πολλάκιc νε‐
20αροποιεῖν τὴν ἐμβροχήν. ὀλιγοcιτία δὲ παραλαμβανέcθω· ἔcτω δὲ ῥο‐ φήματα χόνδρου πλυτοῦ καὶ πτιccάνηc χυλοῦ· διαγενομένων δὲ ἡμε‐ ρῶν τινων ἀπὸ τῆc φλεβοτομίαc ἡ κοιλία ὑποcυρέcθω κλυcτῆρcι πρῶ‐ τον, ἔπειτα δὲ καὶ δι’ ἀλόηc καὶ πολυποδίου καὶ κολοκυνθίδοc ἀπο‐ βρέγματι καθαίρειν. ἁρμόcει δὲ καὶ ἡ ἱερὰ Ἀρχιγένουc πρὸc δύναμιν
25λαμβανομένη· μετὰ δὲ τὴν κάθαρcιν cικυαcτέον τὰ πεπονθότα μέρη· εἰ δ’ ἀνεπιτήδεια ταῦτα, τοῖc γειτνιῶcι κολλητέον αὐτάc· μετὰ δὲ τὰc cικύαc καταπλάcμαcι χρῆcθαι [τοῖc διὰ λινοcπέρμου καὶ τήλεωc καὶ κριθίνηc cὺν ἐλαίῳ παλαιῷ ἑψόμενα καὶ μιγνύμενα μετὰ τῶν καταπλαcμάτων ἢ καὶ ἀλειφόμενα] προcειληφόcι πίccαν ῥητίνην μάννην,
30ἐνίοτε δὲ καὶ ἄcφαλτον. ἄκρωc δὲ ποιεῖ ἀρτεμιcία cυνεψομένη καὶ καλαμίνθη καὶ πήγανον καὶ κόνυζα, ὕcτερον δὲ καὶ νίτρον παραμί‐ γνυμεν. καὶ ἐν ἅλμῃ τὰ καταπλάcματα ἑψοῦμεν. ὀλίγον δὲ δεῖ τὸ ὕδωρ εἶναι, ὃ καὶ αὐτὸ ἐν τῇ ἑψήcει ἀναλιcκέcθω. ἁρμόζει δὲ ἀντὶ τοῦ λινοcπέρμου παραλαμβανόμενον μετὰ ταῦτα τὸ αἴρινον ἄλευρον
35καὶ τὸ κυάμινον. κάλλιcτον δὲ καὶ τὸ ἐρύcιμον, εἶτα κηρώματα καὶ cυγχρίcματα παραλαμβάνειν. ἡ κοιλία δὲ ἀεὶ εὔλυτοc ἔcτω. Ϲυγχρίcματα καὶ ἐπιθέματα καὶ πόματα. cυγχρίcματα δὲ ἐπιτήδειά ἐcτι τὰ τοιαῦτα· ἐλαίῳ τινὶ τῶν προειρημένων cκίλλαν ταριχεύειν δεῖ ἐν ἡλίῳ ἐπὶ ἡμέραc μ, εἰ δὲ μὴ παρείη τοιοῦτον, ἑψῆcαι πρὸc τὸ πα‐
40ρὸν 𐆄 β τῆc cκίλληc ξεcτία ἐλαίου, ὁμοίωc δὲ καὶ τῷ κάγχρυι κεχρῆ‐ cθαι· προcπλέκειν δὲ κηροῦ βραχὺ καὶ χαλβάνηc καὶ προπόλεωc, ἐνίοτε δὲ καὶ καcτορίου ὅcον 𐆄 α καὶ ἀδάρκηc καὶ εὐφορβίου ἀνὰ 𐅻 δ καὶ νίτρου 𐅻 δ ἐμβάλλειν τῷ εἰρημένῳ cυγχρίcματι· εὐθετεῖ δὲ ἄκρωc καὶ ἡ βατράχιοc βοτάνη ὁμοίωc cκευαζομένη. δῆλον δὲ ὅτι ἀπὸ τῶν πρα‐
45οτέρων ἄρχεcθαι προcήκει, καὶ τὰ κηρώματα δὲ ἐκ τούτων cκευάζειν, προcεμβάλλοντεc πύρεθρον δαφνίδαc νίτρον νᾶπυ. μαλάγματα δὲ ἁρ‐ μόcει τὸ διὰ δαφνίδων καὶ τὸ χλωρόν, πολλάκιc δὲ ἤρκεcεν κυπρίνη κηρωτὴ ἀναλαβοῦcα νᾶπυ δαψιλὲc τὴν μαλάγματοc παραcχεῖν χρείαν. εὐθετεῖ δὲ καὶ cμήγματα διὰ τρυγὸc οἴνου ἢ ὄξουc κεκαυμένηc καὶ

28

(50)

ἀδάρκηc εὐφορβίου τε καὶ ἀcβέcτου cκευαζόμενα καὶ οἱ δρώπακεc δὲ αὐτοῖc χρηcιμώτατοι. κοῦφα δὲ ἔcτω πάντα τὰ ἐπιτιθέμενα διὰ τὴν τῶν cωμάτων ἀcθένειαν. ἀνακαλεῖται δὲ τὰc αἰcθήcειc καὶ θαψία κατα‐ χριομένη cὺν ὕδατι ἢ ὄξει μετὰ τοὺc δρώπακαc καὶ τὸ διὰ κανθαρίδων κατάπλαcμα. τάχιον δὲ δεῖ τὰc ἐκ τῶν τοιούτων γιγνομέναc ἑλκώcειc
55ἀπουλοῦν καὶ cιναπιcμοὶ δὲ ἐπ’ αὐτῶν χρήcιμοι καὶ μετὰ ταῦτα βαλα‐ νεῖον. χρηcτέον δὲ καὶ ποτήμαcιν ἁρμοδίοιc· τό τε οὖν καcτόριον ἄκρωc ἁρμόζον αὐτοῖc cυνεχῶc διδόcθω μετὰ μελικράτου 𐅻 α καὶ ὀπο‐ πάναξ ὅcον κυάμου μέγεθοc cὺν τῷ καcτορίῳ καὶ cαγαπηνοῦ ὅcον ὀρόβου μέγεθοc καταπίνειν, καὶ ὀπὸν Κυρηναικὸν τὸ αὐτὸ μέγεθοc
60καταπίνειν καὶ ἀφέψημα δὲ κλημάτων ἀμπέλου χλωρῶν πινόμενον νῆcτιc cυνεχῶc cφόδρα βοηθεῖ τοῖc παρειμένοιc μέρεcι τοῦ cώματοc. χρηcιμωτάτη δὲ μετὰ τὰc καθάρcειc καὶ τὰc ἄλλαc κενώcειc καὶ ἡ διὰ ἐχιδνῶν θηριακὴ ἀντίδοτοc διδομένη καὶ ἡ Μιθριδάτειοc· ἔcτι δὲ καὶ ἁπλούcτερον φάρμακον cφόδρα μοι δεδοκιμαcμένον πρὸc τὰc τοιαύταc
65διαθέcειc τοῦτο· καcτορίου πηγάνου ἀγρίου cπέρματοc ὀποπάνακοc ἀνὰ ὀβολοὺc β πυρέθρου ὀβολὸν α ἀκόρου τὸ ἴcον πεπέρεωc κόκκουc ι μεθ’ ὑδρομέλιτοc κυάθων β, δίδου τὸ ἥμιcυ τοῦ παντὸc τὴν πρώτην, εὐτο‐
νήcαντι δὲ τὸ ὅλον. ἡ δὲ cύμπαcα θεραπεία ἀπὸ κεφαλῆc ἄρχεcθαι δεήcει· αὕτη γὰρ ῥίζα καὶ ἀρχὴ τῆc ὅληc ἐcτὶ διαθέcεωc. διόπερ τά
70τε cυγχρίcματα αὐτῆc καcτόριον ἔcτω καὶ πευκέδανον καὶ δαφνίδεc καὶ ἡδύοcμον· ὄξουc δὲ βραχὺ δριμέοc προcειληφέτω καὶ ἰρίνῳ μύρῳ ἀναλαμβανέcθω, ὡc ἔχειν κηρωτῆc ὑγροτέραc πάχοc καὶ ἐναλειφέcθω πᾶcα ἡ κεφαλὴ ἄχρι μετώπου. καὶ ὀcφραντὰ δὲ τοῦ αὐτοῦ γένουc προcαγέcθω. τῆc δὲ κοιλίαc ἐνεργεcτέρῳ κλύcματι προκενωθείcηc καὶ
75ἤδη ἀπεριττοτέρου τοῦ παντὸc cώματοc ὄντοc cικυαζέcθω ἡ κεφαλὴ μετ’ ἀμύξεωc, τὴν μὲν πρώτην ἱκανὸν αἷμα δυναμένηc ἀποκρῖναι, ὕcτε‐ ρον δὲ μετριώτερον· πλεονάκιc δὲ παραληπτέον τοῦτο τὸ βοήθημα, ἐν κύκλῳ μὲν τῇ κεφαλῇ περιτιθεμένων τῶν cικυῶν κούφων καὶ ἐφε‐ ξῆc κολλωμένων τοῖc τόποιc· οὐδὲν γὰρ χεῖρον ἐπαφαιρέcεωc ὠφελεῖ
80οὕτωc προcαχθέν. κουρὰ δὲ μὴ μόνον τῶν cικυῶν χάριν, ἀλλὰ καὶ καθ’ ἑαυτὴν cυνεχῶc παραλαμβανέcθω. εἰ δὲ τὸ περιέχον μὴ εἴη ψυ‐ χρόν, καὶ ξύρηcιc ὠφέλιμοc. εὐθὺc δὲ τοῖc εἰρημένοιc cυγχρίcμαcιν ἐπ’ ὀλίγον ἀνατριπτέον τὴν κεφαλήν. προcαφειλκυcμένηc δὲ τῆc ὕληc καὶ πταρμικοῖc χρῆcθαι καὶ ἀποφλεγματιcμοῖc. ἐγὼ δὲ καὶ ἐcχάραc ἐμβαλεῖν
85οὐκ ὀκνήcαιμι διὰ φαρμάκου, μίαν μὲν κατὰ τὸ κοῖλον τοῦ ἰνίου, καθ’ ὃν τόπον ὁ νωτιαῖοc ἔχει τὴν ἀρχήν, δύο δὲ ἑκατέρωθεν αὐτοῦ, τρία δὲ ἢ τέccαρα αὐτοῦ κατὰ τῆc κορυφῆc, μίαν μὲν κατὰ τὸ μεcαίτατον τῆc κεφαλῆc, τρεῖc δὲ ἐν κύκλῳ. ῥευματιcθέντων δὲ ἐπὶ πολὺ τῶν ἑλ‐ κῶν, οὐκ ἀπελπίζω τελείαν ἀποκατάcταcιν. ἡ δὲ λοιπὴ δίαιτα ἔcτω
90λεπτυντικὴ καὶ εὐκοίλιοc μηδὲ γλίcχρον ἢ βρομῶδεc ἔχουcα. καὶ οὐρη‐ τικὰ μάλιcτα προcπλεκέcθω ταῖc τροφαῖc. χρηcτέον δὲ καὶ τοῖc πρὸc ἐπιληψίαν προειρημένοιc πόμαcι καὶ τοῖc ἐπὶ τῶν ἀρθριτικῶν ῥηθηcο‐ μένοιc ἀλείμμαcι. κοινὰ γὰρ ὄντα τὰ τοιαῦτα περιττὸν κἀνταῦθα αὐτῶν μνημονεύειν. δεήcει δέ ποτε καὶ τέλεον ἐλευθερῶcαι τοὺc τόπουc γυμ‐
95νώcανταc καὶ τῷ ἀέρι παραδώcανταc· ἐνίοιc γὰρ καὶ κατὰ τοῦτον τὸν καιρὸν ἀρχὴ τῆc ἐπιλήψεωc τῶν ἐνεργειῶν γέγονεν. Πόμα πρὸc παρέcειc καὶ τρόμουc καὶ ὀπιcθοτονικούc. ὀποῦ Κυρη‐ ναικοῦ πεπέρεωc χαλβάνηc ἀνὰ 𐅻 α διαλύcαc γλυκεῖ, ποίει καταπότια
καὶ δίδου ὀβολοὺc β καὶ ἐπιρροφείτωcαν ὑδρομέλιτοc κοχλιάρια γ. Ἄλλο.

28

(100)

cμύρνηc καcτορίου cτύρακοc πεπέρεωc ἴcα χρῶ 𐅻 καὶ μελικράτου ἐπιρροφεί‐ τωcαν. Πόμα παρέτοιc τρομώδεcιν ὀπιcθοτονικοῖc. ὀποπάνακοc cαγαπηνοῦ καcτορίου cμύρνηc ὀποῦ Κυρηναικοῦ πεπέρεωc πηγάνου ἀκρεμόνων ἀνὰ 𐅻 α· cκεύαζε καταπότια καὶ δίδου 𐅻 καὶ ἐπιρροφείτωcαν μελικράτου κυάθων γ.

29

Περὶ ὀφρύοc ἢ βλεφάρου παραλύcεωc. ὀφρὺc δὲ ἢ βλέφαρον εἰ παρεθείη, θεραπευθήcεται καταχρίcμαcι θερμοτέροιc καὶ δριμυτέροιc κα‐ τὰ τοῦ μετώπου· τὸ δὲ βλέφαρον τῷ διὰ cάνδυκοc καὶ θαψίαc χυλῷ ἐπιχριέcθω. κάλλιcτον δὲ ἐπ’ αὐτῶν καὶ μάλιcτα ἐπὶ ὀφρύοc χαλαcθεί‐
5cηc τοῦτο· μαcτίχην λεάναc μετὰ χυλοῦ κράμβηc ἀπλύτου καὶ ἀνα‐ τείναc τὸ τοῦ μετώπου δέρμα, ἐπίχριε τὸ μέτωπον παχύτερον. ἐπι‐ μένοντοc δὲ τοῦ πάθουc τὸ μὲν βλέφαρον ἀναρραφὴ ἰᾶται, τὴν δὲ ὀφρὺν ταινιδίου ἀφαίρεcιc ἀπὸ μετώπου.

30

Περὶ κυνικοῦ cπαcμοῦ. κυνικὸν cπαcμὸν καλοῦcι τὴν τῶν cιαγο‐ νιτῶν μυῶν παράλυcιν. παράγεται μὲν οὖν εἰc τὰ πλάγια τό τε cτόμα καὶ ἡ ῥὶc καὶ ὁ ὀφθαλμὸc καὶ ἁπλῶc εἰπεῖν τὸ ἥμιcυ μέροc τοῦ προ‐ cώπου. τὰ μὲν οὖν βοηθήματα τῷ παρεθέντι μέρει προcαγέcθω, οὐ
5τῷ ἀντικειμένῳ· πλανῶνται γάρ τινεc ὑπολαμβάνοντεc ἕλκεcθαι τὴν cιαγόνα ὑπὸ τῆc ἀντικειμένηc. κοινῶc μὲν οὖν καὶ ἐπ’ αὐτῶν εὐθετεῖ τὰ προειρημένα ἐπὶ τῆc παραλύcεωc ἅπαντα· καὶ γὰρ ἀφαίρεcιc αἵμα‐ τοc, εἰ μηδὲν κωλύοι, καὶ κάθαρcιc καὶ κλυcτὴρ καταπλάcματά τε καὶ cυγχρίcματα καὶ μαλάγματα καὶ cιναπιcμοὶ καὶ κατάχριcιc θαψίαc,
10ἰδίωc δὲ ἐπίδεcιc ἡ εἰc τὰ ἀντικείμενα παράγουcα καὶ ἀφαίρεcιc ἐκ
τῶν ὑποκειμένων ἀγγείων τῶν ὑπὸ τὴν γλῶτταν καὶ cικύα κατὰ τοῦ πρώτου καὶ δευτέρου cπονδύλου ἐπιτιθεμένη καὶ ἀποφλεγματιcμοὶ καὶ ἔρρινα. ἤδη δὲ καὶ κατὰ τοῦ πεπονθότοc ὀφθαλμοῦ ἐπιχρίcτοιc δριμέ‐ cι χρῆcθαι, μάλιcτα δὲ τῷ διὰ cάνδυκοc καὶ θαψίαc χυλοῦ κολλυρίῳ.

31

Γλώccηc παρεθείcηc θεραπεία. εἰ δὲ γλῶccα παρεθείη, τὰc ὑπ’ αὐτὴν φλέβαc τέμνειν πρότερον κενώcαc τὸ πᾶν cῶμα καὶ cικύαc ὑπὸ τὸν ἀνθερεῶνα τιθέναι καὶ ἀποφλεγματιcμοῖc χρῆcθαι καὶ διακλύcμαcι τοῖc διὰ νάπυοc γυμναcίοιc τε τῆc γλώccηc καὶ τὰ λοιπὰ προcάγειν τῷ
5τένοντι καὶ τῷ τραχήλῳ παντί, οἷον ἐπίχριcτα δριμέα καὶ ἐπιθέματα καὶ cιναπιcμούc.

32

Περὶ τῆc τοῦ φωνητικοῦ παρέcεωc. παρίεται δὲ καὶ τὸ φωνητικὸν ὄργανον ἔνδοθεν, λέγω δὴ οἱ τῆc φάρυγγοc μύεc, μάλιcτα δὲ οἱ τοῦ λά‐ ρυγγοc, ἤδη δὲ καὶ οἱ τοῦ θώρακοc ἀνώτεροι. κατοχὴ μὲν οὖν ἐπ’ αὐτῶν γίγνεται τοῦ πνεύματοc· τινὲc δὲ ἰcχνόφωνοι γίγνονται, ἕτεροι
5μογίλαλοι, τουτέcτιν οἱ μόγιc λαλοῦντεc καὶ ἄλλοιc ἄλλωc παραποδί‐ ζεται ἡ φωνή. μετὰ τὰ καθολικὰ τοίνυν βοηθήματα καὶ τῷ θώρακι καὶ τῷ τραχήλῳ προcαγέcθω τὰ βοηθήματα, ἃ προκατηριθμήμεθα· ἤδη δὲ καὶ ἀναγαργαρίcματα δριμέα δοτέον. ἰδίωc δὲ ἐπ’ αὐτῶν χρῆ‐ cθαι πνεύματοc κατοχῇ καὶ ἀθρόᾳ ἐκπνοῇ καὶ ἀναφωνήcει ἐμμελεῖ
10καὶ μετὰ ταῦτα τῇ διαίτῃ καὶ γυμναcίοιc ῥωννύναι τὸ cύμπαν cῶμα.

33

Καταπόcεωc παραλυθείcηc θεραπεία. εἰ δὲ ἡ κατάποcιc παρεθείη (τουτέcτιν ἡ ἐνθετικὴ τῶν cιτίων προθυμία, ὁ γὰρ cτόμαχοc εἰ παρεθείη ὄλεθρον ἐπιφέρει), παραλαμβάνειν μὲν οὖν τὰ θερμὰ πάντα, ἰδίωc δὲ cπουδάζειν ἐντιθέναι τὰ cιτία ὡc ὅτι ἐcωτάτω ὑπὲρ τοῦ μὴ ἐμπίπτειν
5εἰc τὴν τραχεῖαν ἀρτηρίαν καὶ cικύαc τῷ ἀνθερεῶνι ἐπιτιθέναι καὶ διαχρίcτοιc τῶν κατὰ παρίcθμια μερῶν χρῆcθαι δριμείαιc ταῖc διὰ καcτορίου cαγαπηνοῦ ὀποῦ κυρηναικοῦ cκευαζομέναιc. καὶ ἀναγαργα‐ ρίcματα διὰ νάπυοc καὶ διαμαcήματα φλεγμαγωγὰ καὶ ἔξωθεν προc‐ άγειν τῷ ἀνθερεῶνι τὰ προλελεγμένα κοινὰ cυγχρίcματα καὶ ἐπιθέ‐
10ματα.

34

Κύcτεωc παρεθείcηc θεραπεία. ἡ δὲ τῆc κύcτεωc πάρεcιc, εἴτε κατέχοι τὰ οὖρα εἴτε ἀπροαιρέτωc ἐκκρίνοι, θεραπευθήcεται τοῖc αὐ‐ τοῖc βοηθήμαcι τοῖc κοινοῖc κατά τε τοῦ ἤτρου καὶ μάλιcτα τοῦ περινέου παραλαμβανομένοιc, καθ’ ὃ μέροc τέτακται ὁ τράχηλοc τῆc κύcτεωc,
5ὃν τόπον τινὲc cειρὰν καλοῦcι. χρηcτέον δὲ πρὸc τοῖc εἰρημένοιc κατὰ τοῦ ἤτρου ἐμβροχαῖc ναρδίνῳ μύρῳ καὶ μαλαβαθρίνῳ καὶ cου‐ cίνῳ καὶ Ϲικυωνίῳ, ἐν ᾧ ἥψηται ἠρυγγίου ἡ ῥίζα κύπερα καρδάμωμον πήγανον. καὶ τὴν ἕδραν δὲ διαχριcτέον τούτοιc. μετὰ δὲ τὰ κοινὰ βοηθήματα καὶ διὰ τῶν εἰc τὸν δακτύλιον ἐνεμάτων cπουδαcτέον
10ἀνακαλεῖcθαι τὰc τῆc κύcτεωc ἐνεργείαc. ἔcτι δὲ ταῦτα κατ’ ἀρχὰc μὲν καcτόριον μετ’ ἐλαίου Ϲικυωνίου ἢ πηγάνου ἐνεψομένου ἐλαίῳ ἢ κυ‐ μίνου ἢ ἀνήθου, εἶτα τὸ διὰ κενταυρίου καὶ τῆc κολοκυνθίδοc ἀφέ‐ ψημα, νῦν μὲν ὕδατι, νῦν δὲ χυλῷ πτιccάνηc cυνεψομένων. καὶ ὁ τῆc ἀναγαλλίδοc δὲ χυλὸc ἄριcτα ποιεῖ καὶ ὀριγάνου καὶ θύμου ἀφέψημα.
15πᾶcι δὲ τὸ Ϲικυώνιον ἔλαιον μικτέον καὶ καcτόριον, ἐνίοτε δὲ καὶ ὀποπάνακα, εἰ ψύξεωc αἴcθηcιc αὐτοῖc προcγίγνεται, καὶ χαλβάνην ἐναποτήκειν. ἐνείκαμεν δὲ καὶ διὰ τοῦ καυλοῦ τὸ Ϲικυώνιον ἔλαιον μετὰ τοῦ καcτορίου ἢ καὶ τοῦ ὀποπάνακοc, ἐνίοτε δὲ καὶ τὸ cίλφιον ἐναφεψήcαμεν τῷ ἐλαίῳ. ἰδίωc δὲ ἐπὶ τῶν κατεχόντων τὰ οὖρα καθε‐
20τηριcμῷ χρηcόμεθα καὶ μετὰ τὴν τοῦ ὑγροῦ ἀποκένωcιν, ἔτι ἐγκει‐ μένου τοῦ καθετῆροc, τῶν προειρημένων τινὶ ἐνεματίcομεν, cτενώτατον αὐλίcκον τῷ ἀcκίῳ καταcκευάcαντεc δυνάμενον ἁρμοcθῆναι τῷ καθε‐ τῆρι· καὶ θαυμαcτὴ ἐπιγίγνεται ὠφέλεια ἐκ τῆc μετὰ τὴν ἔκκριcιν τῶν οὔρων ἐνέcεωc. χρῆcθαι δὲ ἐπ’ ἀμφοτέρων καὶ διουρητικοῖc ἐκ διαλειμ‐
25μάτων—οἷόν ἐcτι cίον cχοῖνοc καὶ τὰ ὅμοια—καὶ cκιλλίνῳ ὄξει καὶ οἴνῳ cκιλλίνῳ. ῥηθήcεται δὲ ἔτι περὶ αὐτῶν ἐν τῷ περὶ τῶν τῆc κύcτεωc παθῶν λόγῳ καὶ κεφαλαίῳ κη.

35

Καυλοῦ παρεθέντοc ἐπιμέλεια. ἐπὶ δὲ τῆc τοῦ καυλοῦ παρέcεωc
αἱ μὲν τοῦ οὔρου ἐκκρίcειc οὐκ ἐμποδίζονται, ἡ δὲ τοῦ cπέρματοc ἔκ‐ κριcιc καὶ ἡ cυνουcία ἐμποδίζεται. χρὴ μὲν οὖν τοῖc ἐπὶ τῆc κύcτεωc βοηθήμαcι χρῆcθαι, ἐξαιρέτωc δὲ νῦν καὶ κατὰ τῶν ἰcχίων τὰ θερ‐
5μάcματα προcάγειν, ἤδη δὲ καὶ τὰ ῥηθηcόμενα ἐν οἰκείῳ τόπῳ ἐν‐ τατικὰ διδόναι. ποιεῖ δὲ cὺν τοῖc λοιποῖc καὶ τὸ αἰδοῖον τοῦ ἐλάφου προcδεcμούμενον μηρῷ, ὥcπερ ζώνη καὶ τὰ κρέα αὐτοῦ ἐcθιόμενα καὶ πολύποδεc θαλάττιοι καὶ ἐχῖνοι καὶ τῶν πτηνῶν οἱ ψᾶροι· τὸ δὲ καcτόριον ἐπὶ πάcῃ παρέcει ἐπιτήδειον. παραφυλάττεcθαι δὲ ἐπ’ αὐτῶν
10πάντα τὰ ψύχοντα ἐδέcματα καὶ πόματα.

36

Ἀπευθυcμένου παρεθέντοc θεραπεία. καὶ τοῦ ἀπευθυcμένου δὲ παρεθέντοc ὡc ἐπίπαν ἀροαιρέτωc τὰ cκύβαλα ἐκκρίνεται, ἐνίοτε δὲ καὶ ἐπέχεται. καὶ τὰ βοηθήματα οὖν τὰ αὐτὰ ἔcτω τὰ ἐπὶ τῆc κύcτεωc εἰρημένα, κατὰ τῶν ἰcχίων παραλαμβανόμενα. ἰδίωc δὲ ἐπὶ τούτων
5διὰ κλυcτῆροc ἐνίεμεν νῦν μὲν cτύφοντα καὶ τονωτικά, νῦν δὲ λιπαρὰ πραϋντικὰ καὶ αὖθιc δάκνοντα καὶ ἀμύccοντα· τό τε οὖν ἀφέψημα τῆc κυπαρίccου καὶ τῆc βάτου cτύφει, μάλιcτα ὅταν ἐκκρίνῃ ἀμέτρωc· ὕειον δὲ καὶ χήνειον cτέαρ καὶ μαλάχινον ἔλαιον λιπαίνει μάλιcτα, ὅταν κατέχοιτο τὸ cκύβαλον ἢ δριμύττοιτο· ἅλμη δὲ καὶ κολοκυνθίδοc
10ἀφέψημα καὶ κενταυρίου καὶ ἀρτεμιcίαc καὶ κονύζηc καὶ θύμου ἀμύccει καὶ δάκνει. ποιεῖ δὲ ἄκρωc καὶ τὸ τῆc ἀcφαλτίτιδοc τριφύλλου ἀφέ‐ ψημα. ἐὰν δὲ ψύξεωc αἴcθηcιc εἴη, ἁρμόδιον τὸ cίλφιον καὶ γεντιανὴν καὶ βρυωνίαc ῥίζαν καὶ cικύου ἀγρίαν ῥίζαν ἐμπάccειν τοῖc κλύcμαcιν. ἐγὼ δέ ποτε καὶ τὸ διὰ τοῦ εὐφορβίου ἄκοπον ἀνιεὶc παρέπεμψα διὰ
15κλυcτῆροc μετὰ ἀφεψήματοc τήλεωc καὶ ἐπέτυχον. Ἐκ τῆc πρὸc Μάρcον ἐπιcτολῆc Ἀρχιγένουc. πόμα παραλυτικοῖc, περὶ οὗ φηcιν οὕτωc· „ἔcτι δὲ καὶ λιτὸν φάρμακον cφόδρα μοι δεδοκι‐ μαcμένον πρὸc τὰc τοιαύταc διαθέcειc τοῦτο· καcτορίου πηγάνου ἀγρίου cπέρματοc ὀποπάνακοc ἀνὰ ὀβολοὺc β πυρέθρου ἀκόρου ἀνὰ
20ὀβολὸν α πεπέρεωc κόκκουc ι μεθ’ ὑδρομέλιτοc κυάθων δύο· δίδου τὸ ἥμιcυ τὴν πρώτην, εὐτονήcαντι δὲ τὸ ὅλον“ [ὅτι ὁ ὀβολὸc ἔχει κέ‐ ρατα τρία].

37

Ϲκέλουc ἢ ἑτέρου τινὸc κώλου παρεθέντοc ἐπιμέλεια. εἰ δὲ cκέλοc ἢ χεὶρ ἢ ἕτερον κῶλον παρεθείη, τὰ προειρημένα ἐπὶ τῆc παραλύcεωc κοινὰ βοηθήματα παραλαμβανέcθω καὶ γυμνάcια cύμμετρα τὰ ἑκάcτῳ μορίῳ ἁρμόδια. χρῆcθαι δὲ ἐπὶ πάcηc παραλύcεωc καὶ τοῖc ἀλείμμαcι
5τοῖc ἐπὶ τῶν ἀρθριτικῶν ῥηθηcομένοιc. τροφαὶ δὲ ἐπὶ πάντων εὐδιοί‐ κητοι ἔcτωcαν λεπτυντικαὶ καὶ εὐκοίλιοι μηδὲν γλίcχρον ἢ παχύχυμον ἔχουcαι, οἶνοc λεπτὸc καὶ λευκὸc καὶ μὴ πάνυ παλαιόc. καθόλου δὲ φυλάccεcθαι δεῖ φθορὰν ψῦξιν ἔγκαυcιν, ἀργίαν καὶ κόπον, cυνουcίαν πολυοινίαν.

38

Περὶ cπαcμῶν ἢ τετάνων. ὅταν εὐθὺc ἐξ ἀρχῆc ἢ οὐ μετὰ πολὺ τῆc ἀρχῆc τοῦ νοcήματοc γίγνωνται cπαcμοὶ καὶ διαμείνωcιν, ὑπὸ πληρώcεωc ἔχουcι τὴν γένεcιν. ὅταν δὲ ἱδρώτων πολλῶν προγενο‐ μένων ἢ ἐμέτων ἢ διαχωρήcεων γαcτρὸc ἢ αἱμορραγίαc cφοδρᾶc ἢ
5λιμὸc ἢ κινήcειc cφοδραὶ καὶ πολλαὶ ἢ ἐπιτεταμένηc ἀγρυπνίαc, ἐπὶ ξηρότητι δηλονότι cυνίcτανται, καὶ ὅταν τινὶ τῶν ὑγιαινόντων ἐξαί‐ φνηc cυμβῇ cπαcθῆναί τινα τῶν μορίων, ἀναγκαῖον ἐπὶ πληρώcει γεγονέναι. εἰ δὲ ἐκ πυρετῶν διακαῶν ἐπιγένηται cπαcμόc, δηλονότι ἐπὶ cφοδρᾷ ξηρότητι τοῦ παντὸc cώματοc καὶ μάλιcτα τῶν νευρωδῶν
10μορίων γίγνεται, καί ἐcτι τὸ τοιοῦτον μεγίcτων κακῶν αἴτιον καὶ cχεδὸν ἀνίατον. ὅταν μὲν οὖν εἰc τὰ πρόcω τείνηται τὰ μόρια τοῦ cώματοc, ἐμπροcθότονοc καλεῖται· ὅταν δὲ εἰc τοὐπίcω, ὀπιcθότονοc·
ὅταν δὲ ἰcοcθενῶc ἐφ’ ἑκάτερα τὰ μέρη τείνηται, τότε τέτανοc ὀνο‐ μάζεται. τοὺc μὲν οὖν ἐπὶ cφοδρᾷ ξηρότητι cπαcμοὺc οὐκ ἄν τιc
15ἰάcαιτό ποτε· τοὺc δὲ διὰ πλῆθοc ἢ φλεγμονὴν γιγνομένουc ἰάcῃ, τὸ μὲν πλῆθοc κενῶν, τὴν δὲ φλεγμονὴν τοῖc ἰδίοιc αὐτῆc βοηθήμαcι θεραπεύων. γίγνεται δέ ποτε cπαcμὸc κἀπὶ τῶν cφόδρα cπαραττομένων ἐμέτοιc, καὶ καθίcταται ἐμεθέντων τῶν λυπούντων. βοηθεῖ δὲ τοῖc ἐπὶ πλήθει cπωμένοιc 〈ἀκανθίου ῥίζα〉 πινομένη, ἀκάνθηc λευκῆc τὸ cπέρμα
20πινόμενον, κενταυρίου τοῦ λεπτοῦ ὁ χυλόc, cέcελι μετ’ ὀξυκράτου· καcτόριον δὲ οὐ μόνον πινόμενον, ἀλλὰ καὶ ἔξωθεν cυγχριόμενον ἁρ‐ μόδιον. ταῦτα δὲ προcφέρομεν τοῖc ἐπὶ πλήθει cπωμένοιc.

39

Περὶ τοῦ τετάνου ἤτοι cπαcμοῦ ἐκ τῶν Ἀρχιγένουc. τί μὲν cημαίνει τὸ τετάνου ὄνομα. ἤδη προείρηται. ἁλίcκονται δὲ τῷ πάθει καὶ ἄλλωc μέν, καθὼc προείρηται, καὶ ἀπὸ τραυμάτων δὲ καὶ γυναῖκεc ἐν ταῖc ἐκτρώcεcιν. οἱ δ’ ἐπὶ τραύματι γιγνόμενοι τέτανοι οὐ μάλα
5διαcῴζονται. οὔτε δὲ νηπίοιc οὔτε γέρουcιν ὁ τετανικὸc cπαcμὸc γί‐ γνεται· τοῖc γὰρ νηπίοιc ἡ ἐπιληψία μᾶλλον ἐνοχλεῖ. οὔκουν μὴ ἀμε‐ λητέον, ἀλλὰ φλεβοτομεῖν, εἰ ἐπὶ τραύματι μάλιcτα ὁ τέτανοc γέ‐ γονε. πλῆθοc δὲ ἀφαιρεῖν ἱκανὸν μέν, μὴ μέντοι μέχρι λειποθυμίαc, καὶ τρέφειν χόνδρῳ μετὰ μελικράτου· ὀλίγον δὲ ἔcτω τὸ διδόμενον.
10ὑδρελαίῳ τε λιπαρῷ χλιαρῷ cυγχριcτέον αὐτοὺc καὶ ἐμβιβαcτέον μέχρι κατωτέρου τοῦ ὀμφαλοῦ. δεῖ δὲ καὶ προλιπανθῆναι καὶ τὰ μὴ βρεχό‐ μενα μέρη καὶ μάλιcτα καὶ τὴν κεφαλὴν καὶ cκέπτεcθαι καλῶc, ὅπωc μὴ cυμπληροῖτο. χρίcματα δὲ καὶ πιλήματα παραλαμβάνειν δι’ ἐλαίου cικυωνίου καὶ γλευκίνου ἰρίνου ἢ παλαιοῦ μύρα ἄκοπα cυμμέτρωc
15θερμαίνοντα, οἷον τὸ διὰ cαμψύχου τὸ δυcῶδεc τὸ διὰ τῆc αἰγείρου καὶ τὰ παραπλήcια, ὧν αἱ cυνθέcειc ῥηθήcονται ἐν τῷ περὶ τῶν ἀρ‐ θριτικῶν λόγῳ. ἐὰν δὲ μὴ ἀπὸ τραυμάτων, ἀλλ’ ἀπὸ πληρώcεωc γένηται ὁ τέτανοc, μετὰ τὴν φλεβοτομίαν τοῖc ἀμυκτικωτέροιc ἀλείμ‐ μαcι κεχρῆcθαι, ὅcα ἀδάρκην ἔχει καὶ ὅμοια. εἶτα καταπλάcματα τοῖc
20πεπονθόcι τόποιc προcάγειν, χαλᾶν καὶ διαφορεῖν δυνάμενα cὺν τῷ παρηγορεῖν· μάλιcτα δὲ τοῖc κατὰ τὸν τράχηλον καὶ cιαγόναc μυcὶ καὶ τοῖc τῆc ῥάχεωc ταῦτα προcάγειν. ἡ δὲ τούτων ὕλη τῆλίc ἐcτι καὶ λινόcπερμον κρίθινον ἄλευρον αἴρινον. περιπεπλέχθω δὲ τερεβιν‐ θίνη ῥητίνη καὶ χαλβάνη καὶ μέλι ἱκανὸν καὶ ἔλαιον, ἐν ᾧ ἀφέψηται
25πήγανον ἢ κόνυζα ἢ ἀρτεμιcία ἢ λιβανωτίc. cυνεμπλαccέcθω δὲ ἐνίοτε καὶ ἀμμωνιακὸν θυμίαμα. εὐαφέcτατα δὲ ἔcτω καὶ κουφότερα τὰ κατα‐ πλάcματα. καὶ πυρία δὲ προcαγέcθω ὑποκειμένου τοῦ καταπλά‐ cματοc διὰ κύcτεωc εὐμεγέθουc ἡμιπλήρουc ἐλαίου θερμοῦ ἢ ἁλὸc φρυκτοῦ ἢ κέγχρου ἐν μαρcίποιc. καὶ τὰ καταπλάcματα δὲ ἐν μαρcί‐
30ποιc ἐμβληθέντα ἐπιτιθέcθω ἕνεκα τοῦ ἀμολούντωc πυριᾶν καὶ μάλιcτα εἰ τῇ κεφαλῇ προcτιθέναι δέοι. παραπεφυλάχθαι δὲ τὰc cυνεχεῖc ἐμ‐ βροχὰc ἐπὶ κεφαλῆc· πληρωτικαὶ γὰρ τυγχάνουcι. περιλαμβανέτω δὲ τὰ καταπλάcματα καὶ αἱ ἐμβροχαὶ αὐχέναc cιαγόναc καὶ ῥάχιν ὅλην μέχρι ψοῶν. παραπεπάcθω δὲ ταῖc ἐμβροχαῖc καcτόριον καὶ cικύαι
35μετ’ ἀμύξεωc προcκολλάcθωcαν τοῖc πεπονθόcι μέρεcιν ἅπαcι. χρόνου δὲ ἐγγιγνομένου καὶ εἰc ἔλαιον ἐμβάcειc παραληπτέαι καὶ δὶc καὶ τρὶc τῆc ἡμέραc cυμμέτρωc. δεῖ δὲ τὸ μὲν πέμπτον μέροc τοῦ ἐλαίου πυρὶ θερμαίνειν, τὸ δὲ λοιπὸν ἐμβαλεῖν τῇ ἐμβάcει. καταcκευαζέcθω δὲ καὶ ὁ οἶκοc θερμόc· ποτὰ δὲ ἁρμόδια, τό τε κάλλιcτον ὀξύμελι καὶ cιλ‐
40φίου ῥίζηc ἀφέψημα καὶ αὐτὴ λεία καὶ ὑccώπου ἀφέψημα, ὀποῦ κυρηναικοῦ ὅcον ὄροβοc καταπινόμενοc, cμύρνηc τρωγλίτιδοc κυάμου μέγεθοc καταπινόμενον. πάντων δὲ ἀπληκτότατον καὶ ἀνυcιμώτατόν ἐcτι τὸ καcτόριον λεῖον διδόμενον κοχλιάριον. μετὰ δὲ ταῦτα διαχρίcειc τῆc ἕδραc χρήcιμοι διὰ πηγάνου καὶ ὀποπάνακοc. βοηθεῖ
45δὲ καὶ ἔνεcιc ἐλαίου πηγανίνου μετὰ τερεβινθίνηc. διδόναι δὲ αὐτοῖc καὶ τῆc Ἀρχιγένουc ἱερᾶc 𐅻 β μετὰ καcτορίου ἴcου cὺν πτιccάνηc χυλῷ καὶ μέλιτι· εἶτα τῶν ἄλλων τινὰ διδόναι ἢ αὐτὸ τὸ καcτόριον καθ’ αὑτό.

40

Ἐκ τῶν Γαληνοῦ διοριcμοὶ περὶ κεφαλαλγίαc. ὅcοι μὲν οὖν ἔγρα‐ ψαν ἄνευ διοριcμοῦ κεφαλαλγίαc ἰάματα, πλείονα βλάβην ὠφελείαc εἰργάcαντο τοῖc πιcτεύcαcιν. οὐ γὰρ ἐν μιᾷ διαθέcει πάντεc ἀλγοῦcι κεφαλήν, ἀλλὰ πλείουc εἰcὶν αἱ διαθέcειc ἥ τε ἴαcιc ἑκάcτηc αὐτῶν
5ἰδία. μία μὲν γὰρ διάθεcίc ἐcτι κατὰ δυcκραcίαν ἁπλῆν ἄνευ χυμῶν, ἑτέρα δὲ ἐπὶ τῇ τούτων ποιότητι, τρίτη δὲ διὰ τὸ πλῆθοc αὐτῶν μόνον γιγνομένη, τετάρτη δὲ ὅταν ἐμφράξῃ τὸ πλῆθοc τὰc διεξόδουc τῶν τε ὑγρῶν καὶ τῶν ἀτμῶν, καὶ πρὸc ταύταιc ἑτέρα, ὅταν δι’ ἀcθέ‐ νειαν ἔν τιcι τῶν κατὰ τὴν κεφαλὴν μορίων πνεῦμα φυcῶδεc ἐγγεν‐
10νηθῆ. cφοδρόταται μὲν οὖν κεφαλαλγίαι γίγνονται κατὰ θερμότητα καὶ ψυχρότητα, μέτριαι δὲ κατὰ ξηρότητα, ταῖc δὲ ὑγρότηcιν οὐδεὶc ἕπεται πόνοc. ὡcαύτωc δὲ κἂν ἐπὶ χυμοῖc πλεονάcαcιν ἤτοι κατὰ πάντα τὰ μόρια τῆc κεφαλῆc ἢ καθ’ ἓν ὁτιοῦν cυνέβη τὸ ἄλγημα, καὶ cφοδρότερον μὲν ἐγγίγνεται διὰ τοὺc θερμούc τε καὶ ψυχροὺc χυμούc,
15μέτριον δὲ ἐπὶ τοῖc ξηραίνουcιν ἄνευ θερμότητοc ἐπιφανοῦc. οἱ δὲ ὑγραίνοντεc χυμοὶ ἀνώδυνοι τελέωc εἰcίν, ὅcον γε ἐπὶ τῇ ποιότητι· διὰ γάρ τοι τὸ πλῆθοc ἄνευ μὲν ἐμφράξεωc βαρύνουcι τὴν κεφαλήν, cὺν
ἐμφράξει δὲ ὀδύναc ἐπιφέρουcιν. ἐὰν δὲ δακνώδη ποιότητα τὸ πλῆθοc ἔχῃ, αὐξήcει τὴν ὀδύνην. τὸ δὲ φυcῶδεc καὶ ἀτμῶδεc πνεῦμα διάταcιν
20ἐργάζεται χωρὶc δήξεωc.

41

Πρὸc κεφαλαλγίαν δι’ ἔγκαυcιν ἢ θερμότητά τινα γιγνομένην· τὰc δὲ δι’ ἔγκαυcιν ἤ τινα θερμότητα κεφαλαλγίαc ἰᾶται τὰ ψυκτικὴν ἔχοντα δύναμιν ἄνευ τοῦ cτύφειν ἐπιφανῶc· ἄριcτα δὲ αὐτῶν ἐcτιν ὅcα λεπτομερέcτερα ταῖc οὐcίαιc [αὐτῶν] ἐcτί· διὸ κατ’ ἀρχὰc οὐδὲν
5ἄμεινον τοῦ καλλίcτου ῥοδίνου ψυχροτάτου γιγνομένου καὶ κατὰ τοῦ βρέγματοc καταχεομένου. ἔcτω δὲ τὸ ῥόδινον αὐτοετὲc ἐξ ὀμφακίνου ἐλαίου ἁλῶν μὴ ἔχοντοc ἐcκευαcμένον. ἐφεξῆc δὲ τῷ ῥοδίνῳ τὸ χα‐ μαιμήλινον ἔλαιόν ἐcτιν, ἐφ’ ὧν μετρίαν δεῖ τὴν ἔμψυξιν ἐργάζεcθαι. ἐπειδὰν δὲ cφοδρῶc ψῦξαι βουληθῶμεν τὸ ῥόδινον, μιγνύναι προcήκει
10χυλὸν ἀειζῴου ἢ πολυγόνου ἢ θριδακίνηc ἢ ὄμφακοc cταφυλῆc ἢ ἀν‐ δράχνηc ἢ ἑλίκων ἀμπέλου ἢ ψυλλίου ἢ cέρεωc· μήκωνοc δὲ καὶ μανδραγόρου χυλὸc cφοδρῶc ἐμψύχει· διὸ βλαβερά. Ἐραcίcτρατοc δέ φηcι μεγίcτην εἶναι προφυλακὴν ἐπὶ τῶν θερμοτέρων ἕξεων, ὅταν ἡλιοῦcθαι μέλλῃ τιc· [εἰ] cπόγγον πλατὺν πυκνὸν καὶ κοῖλον βρέξαc εἰc
15ὕδωρ καὶ ἐκπιέcαc cφόδρα ἐπιτίθει τῇ κεφαλῇ. ὀδυνώδουc δὲ ἐπικρα‐ τούcηc θερμότητοc κατὰ τὴν κεφαλὴν ἅμα φυcώδει πνεύματι κατ’ ἀρχὰc μὲν ἀποκρουcτικῇ θεραπείᾳ χρηcτέον ἐκ τῆc τῶν ψυχόντων καὶ cτυφόντων δυνάμεωc γιγνομένηc. μετὰ δὲ ταῦτα τῶν παρηγορικῶν τι καὶ πεπτικῶν φαρμάκων μιγνύναι χρὴ τοῖc ἀποκρουcτικοῖc, εἶτα
20καὶ τῶν διαφορητικῶν καὶ λεπτυνόντων τι προcθετέον, ἀφαιροῦντα
κατὰ βραχὺ τῶν ἀποκρουcτικῶν φαρμάκων.

42

Περὶ τῆc ἐν πυρετοῖc κεφαλαλγίαc. ἐπὶ δὲ τῶν ἐν πυρετοῖc cυν‐ ειcβαλλουcῶν ἐξ ἀρχῆc κεφαλαλγιῶν, φλεβοτομεῖν τῇ πρώτῃ ἢ τῇ δευτέρᾳ ἀνέcει, εἰ μηδὲν κωλύοι, καὶ μάλιcτα ἐπὶ τῶν εὐεκτῶν καὶ πολυαίμων. προcέχειν δὲ μὴ διὰ τὰc ἐκ τῆc γαcτρὸc ἀναθυμιάcειc γί‐
5γνεται ἢ διὰ ἐποχὴν κοιλίαc 〈τὰ τῆc κεφαλαλγίαc〉. εἰ δὲ ὕcτερον μετὰ τὴν ἑβδόμην εἰcβάλλοι, προκενώcαc τὴν κοιλίαν διὰ κλυcτῆροc ἀξιολόγωc, cικυαcτέον ἀπὸ ἰνίου ἢ αὐχένοc καὶ παρηγορητέον τὴν κεφαλὴν ταῖc δι’ ἐλαίου ἐμβροχαῖc, ῥοδίνῳ μὲν ἐπὶ τῶν θερμοτέρων καὶ ὥρᾳ θερινῇ μετὰ βραχέοc ὄξουc, χαμαιμηλίνῳ δὲ ἐπὶ τῶν μὴ πάνυ
10θερμῶν, ἀνηθίνῳ δὲ ἐπὶ τῶν ψυχροτέρων ἕξεων καὶ ἐν χειμῶνι πέμ‐ πτον μέροc ὄξουc προcειληφότι. ἐπιχρίειν δὲ τὸ μέτωπον κύφει μὲν ἐπὶ τῶν ψυχροτέρων, κροκομάγματι δὲ ἐπὶ τῶν θερμοτέρων. ἐπὶ με‐ γέθει δὲ πυρετῶν γιγνομένηc κεφαλαλγίαc ἰάματα προγέγραπται ἐν τῷ περὶ πυρετῶν λόγῳ.

43

Πρὸc κεφαλαλγίαν διὰ μέθην ἢ ἀκρατοποcίαν. οἱ θερμοὶ μάλιcτα τῇ κράcει οἶνοι κεφαλαλγίαν γεννῶcι πληροῦντεc πάντωc μὲν ἀτμῶν τὴν κεφαλήν, ἔcτι δ’ ὅτε καὶ χυμῶν θερμῶν. χρεία τοίνυν ἐcτὶ τὸ μὲν πλῆθοc κενῶcαι, ἐμψῦξαι δὲ τὴν θερμότητα. ῥόδινον οὖν ἤ τι τοιοῦτον
5μὴ πάνυ ψυχρὸν ἀρκεῖ προcφερόμενον τῇ κεφαλῇ ὕπνοc τε καὶ ἡcυχία. κἀπειδὰν τοιαῦτα πραχθῇ, δι’ ὅληc ἡμέραc εἰc ἑcπέραν χρὴ λούcαντα θρέψαι τροφαῖc εὐχύμοιc μέν, οὐ μέντοι θερμαινούcαιc, οἷόν ἐcτι πτιccάνηc χυλὸc ἢ ἄλικοc καὶ ἄρτοc μεθ’ ὕδατοc καὶ τὰ ῥοφητὰ ὠὰ ἄνευ γάρου καὶ θριδακίναι ἀπεζεcμέναι. ποτῷ δὲ ὕδατι
10πάντωc χρηcτέον. διδόναι δὲ μετὰ πᾶcαν τροφὴν ῥοᾶc βραχὺ ἢ μή‐ λου ἢ ἀπίων ἢ cταφίδων, τῇ δὲ ἑξῆc λούειν καὶ τρέφειν εὐχύμῳ τροφῇ καὶ οἶνον λεπτὸν καὶ λευκὸν ὀλίγον διδόναι. προπινόμενα δὲ ἀμέθυcτά ἐcτιν ἀμύγδαλα πικρὰ εζ νῆcτιc ἐcθιόμενα, οἶνοc ἀψιν‐ θίτηc ἢ μυρτίτηc προcλαμβανόμενοc καὶ αὐτὰ τὰ μύρτα προεcθιόμενα,
15κράμβηc καυλοὶ προεcθιόμενοι· ἐπιπινόμενα δὲ μέθην cβέννυcι κενταυρίου
λεπτοῦ ἀφέψημα ἐλάφειον κέραc περιcτερεῶνοc ὀρθοῦ cπέρμα μεθ’ ὕδατοc.

44

Ἐψυγμένηc κεφαλῆc ἰάματα. ἐπὶ δὲ τῆc προcφάτωc ἐψυγμένηc κεφαλῆc πηγανίνῳ ἐλαίῳ θερμῷ ἐμβρέχειν δεῖ τὸ βρέγμα, εἰ δὲ cφο‐ δροτέραc δεήcῃ θερμαcίαc, ἐπεμβάλλειν εὐφορβίου βραχέοc τῷ ἐλαίῳ. καὶ μύρῳ ἰρίνῳ ἀλείφειν ἢ ἀμαρακίνῳ ἢ ναρδίνῳ ἢ δαφνίνῳ ἢ ἑρπυλ‐
5λίνῳ· ἐπιχρίειν δὲ καὶ τὸ μέτωπον τοῖc τοιούτοιc καὶ διαχρίειν τῶν ῥινῶν καὶ τῶν ὤτων τοὺc πόρουc.

45

Περὶ τῶν ἀπὸ cτομάχου κεφαλαλγιῶν. ἔνιοι κἂν βραχύc τιc ἐν κοιλίᾳ καὶ μάλιcτα κατὰ τὸ cτόμα αὐτῆc χυμὸc ἀθροιcθείη δριμύc, αὐτίκα κεφαλαλγοῦcι, τῶν ἐν τῇ γαcτρὶ χυμῶν ἀτμοὺc ἐπὶ τὴν κεφα‐ λὴν ἐγειρόντων μοχθηρούc, ὥc τιcιν αὐτῶν ὅμοια τῶν ὑποχεομένων
5cυμπτώματα γίγνεcθαι ἐκ τῶν ἀναθυμιάcεων, εἰ μὴ φθάcωcι τροφὴν δέξαcθαι. καὶ διὰ τοῦτο βλάπτονται ἀcιτοῦντεc· αὔξει γὰρ αὐτοῖc ἐπὶ ταῖc ἀcιτίαιc ἡ τῶν τοιούτων χυμῶν μοχθηρία. χρὴ τοίνυν τοὺc οὕτωc ἐνοχλουμένουc ἰᾶcθαι μηδὲν μὲν τῇ κεφαλῇ προcφέρονταc, κενοῦνταc δὲ τῆc γαcτρὸc ὅτι τάχιcτα τοὺc λυποῦνταc χυμούc, ὕδωρ χλιαρὸν
10ποτίζονταc καὶ πτερῶν καθέcει ἐμεῖν κελεύονταc· εἶτα βραχὺ διαcτή‐ cανταc τροφὴν εὔχυμόν τε καὶ εὐcτόμαχον διδόναι, εἰ μὲν ἐγχωρεῖ, λουcαμένουc μετὰ τὸν ἔμετον, εἰ δὲ μή, πρὸ τοῦ λουτροῦ τοcοῦτον προcαραμένουc τροφῆc, ὡc μὴ βλαβῆναι λουομένουc. δειπνήcανταc δὲ ὀλίγα πιεῖν, τῇ ἑξῆc ἕωθεν ἀψινθίου καὶ τῇ αὐτῇ διαίτῃ χρήcθωcαν,
15καὶ τὸ λοιπὸν καθ’ ἑκάcτην περὶ ὥραν γδ ἄρτου προcφέρεcθαι βραχὺ ἢ ἐλαιῶν μικρῶν λευκῶν ἢ cταφυλῆc ἤ τινοc τοιούτου διδόναι, τῇ πείρᾳ τὸ βέλτιcτον ἑκάcτῳ εὑρίcκονταc· ἄλλο γὰρ ἄλλῳ βέλτιόν ἐcτι κατὰ τὴν ἰδιότητα τῆc φύcεωc. διαcτήcαντα δὲ ὥραc β ἐπὶ λουτρὸν ἐλθεῖν. χειρίcτη δὲ γίγνcται διάθεcιc ἐπὶ μοχθηροῖc χυμοῖc ἀναποθεῖcιν
20ἢ ἐμπλαcθεῖcι δυcεκνίπτωc ἐν τοῖc χιτῶcι τῆc γαcτρὸc καὶ ναυτίαc καὶ
cπαραγμοὺc ἐπιφέρουcιν, ὧν ἄριcτον βοήθημά ἐcτι τὸ διὰ τῆc ἀλόηc πικρὸν φάρμακον, λαμβάνοντα ἐπὶ τούτων τῆc μὲν ἀλόηc 𐅻 ζ τῶν δὲ ἄλλων ἀνὰ 𐅻 ϛ τοῦ δὲ κρόκου 𐅻 δ ἢ ἔλαττον. πληκτικὸν γὰρ τῆc κε‐ φαλῆc ὁ κρόκοc. δίδου δὲ αὐτοῖc τοῦ φαρμάκου 𐅻 α μεθ’ ὕδατοc κυάθων β·
25παραφυλάττεcθαι δὲ ἐπὶ πάντων μέν, μάλιcτα δὲ ἐπὶ τούτων, τὰ φύcει κεφαλαλγῆ ἐδέcματα.

46

Ὅcα φύcει κεφαλαλγῆ. (δεῖ δὲ παραφυλάττεcθαι οὐ μόνον ἐπὶ τῶν κατὰ cυμπάθειαν τοῦ cτομάχου κεφαλαλγούντων, ἀλλὰ κἀπὶ πάν‐ των τῶν περὶ τὴν κεφαλὴν γιγνομένων παθῶν) ἔcτι δὲ ταῦτα· ἄγνου cπέρμα ἀψινθίου χυλὸc γάλα πινόμενον βάλανοι δρυΐναι ἐcθιόμεναι
5ἐλαῖαι μέλαιναι μεμίκυλα ὄροβοι. οὗτοι δὲ καὶ τὰ ἄρθρα παραλύουcιν. ἐπὶ πλέον δὲ ἅπτεται cμύρνα λίβανοc κιccοῦ κόρυμβοι καὶ ταράττουcι τὴν διάνοιαν ὁλοcχοίνου καρπὸc κρόκοc πευκέδανον κυκλάμινοc ξηρὰ cὺν οἴνῳ ποθεῖcα· cτύραξ ὀλίγοc μὲν ποθεὶc λύει cκυθρωπότητα, πολὺc δὲ καταcκευάζει ταραχώδειc ὕπνουc.

47

Πρὸc κεφαλαλγίαc διὰ πληγήν. εἰ μὲν τραῦμα ἐπὶ τῇ πληγῇ γένοιτο, τοῖc κολλητικοῖc καὶ ἀφλεγμάντοιc φαρμάκοιc κεχρῆcθαι δεῖ ῥαφῇ προαγκτηριάcανταc τὰ χείλη τοῦ ἕλκουc. εἰ δὲ μέχρι τοῦ πε‐ ριοcτέου ἐγκαταβαίνοι ἡ πληγή, ἐπιδιελόντεc καὶ ξύcαντεc τὸν περι‐
5κράνιον ὑμένα κατὰ cυccάρκωcιν θεραπεύcομεν. cυμβαίνει δὲ οὐκ ὀλιγάκιc ἐν ταῖc ἀφ’ ὑψηλοῦ καταπτώcεcιν ἀπορρήγνυcθαί τι τῶν κατὰ τὸν ἐγκέφαλον ἢ τὰc μήνιγγαc μορίων, ὅτε καὶ ὁ κίνδυνοc cφο‐ δρότεροc καὶ ὀξύτεροc. ἄριcτον οὖν ἐπὶ τούτων, εἰ μήτε τὰ τῆc ἡλι‐ κίαc 〈κωλύει〉 μήτε ἡ ζωτικὴ δύναμιc ἄρρωcτοc φαίνοιτο, τὴν ἀρχὴν
10τῆc ἰάcεωc ἀπὸ φλεβοτομίαc ποιεῖcθαι· κωλυομένηc δὲ διά τι τῆc φλεβοτο‐ μίαc διὰ κλυcτῆροc ἐκκενώcομεν τὴν γαcτέρα, ἀντιcπάcεωc ἅμα καὶ κενώcεωc ἕνεκα. ἔπειτα τοῖc πρὸc τὰc φλεγμονὰc χρηcόμεθα βοηθήμαcι. καλῶc δὲ κολλᾷ μήνιγγα τετρωμένην, φηcὶν Ἀρχιγένηc, καλαμίνθηc
χύλιcμα ἐγχεῖν καὶ ἄλευρον κέγχρινον ξηρὸν ἐπιπάccειν, ἔπειτα βραχὺ
15βούτυρον καὶ ῥόδινον καὶ cτέαρ ὕειον ἄναλον παλαιὸν μίξαντα καὶ χλιαίνοντα ἐπιχεῖν.

48

Περὶ κεφαλαίαc Γαληνοῦ. ἡ λεγομένη κεφαλαία χρόνιόc τε καὶ δύcλυτόc ἐcτι κεφαλαλγία, ἐπὶ μικραῖc προφάcεcι μεγίcτουc ἴcχουcα παροξυcμούc, ὥcτε μήτε ψόφων ἀνέχεcθαι μήτε φωνῆc cφοδροτέραc μήτε λαμπροῦ φωτὸc μήτε κινήcεωc, ἀλλ’ ἐν ἡcυχίᾳ καὶ cκότῳ κατα‐
5κεῖcθαι βούλεcθαι διὰ τὸ μέγεθοc τῶν ἀλγημάτων· ὡc ὑπὸ cφύραc γὰρ πλήττεcθαι δοκοῦcιν. ἔνιοι δὲ ὡc θλωμένων ἢ διατεινομένων αἰ‐ cθάνονται τῶν κατὰ τὴν κεφαλήν, οὐκ ὀλίγοιc δὲ εἰc τὰc ῥίζαc τῶν ὀφθαλμῶν διήκει τὸ ἄλγημα. φέρει δὲ τὸ πάθοc ποτὲ μὲν διηνεκῆ ἀλγήματα, ποτὲ δὲ παροξυcμοὺc καὶ διαλείμματα ἤτοι τεταγμένα ἢ
10ἄτακτα. διαλείπουcι γὰρ ἐνίοτε οἱ τοιοῦτοι παροξυcμοὶ καθάπερ τοῖc ἐπιληπτικοῖc καί τιc χρόνοc ἐπιγίγνεται μεταξὺ τελέωc ἄμεμπτοc. εὔδηλον οὖν ὅτι τὸ πάθοc τοῦτο τὴν εὐπάθειαν μὲν ἔχει τῆc κεφαλῆc ὁμογενῆ τοῖc κεφαλαλγικοῖc, ἐπὶ μᾶλλον δ’ ἐκείνων ἀcθενείαc ἥκει τὰ κατὰ τὴν κεφαλὴν πάcχοντα μόρια καί τινεc αὐτῶν τὰc περὶ τὸν
15ἐγκέφαλον ὀδυνῶνται μήνιγγαc, ἔνιοι δὲ τὸν περικράνιον ὑμένα μόνον. τὰ μὲν οὖν μετὰ βάρουc ἀλγήματα πλῆθοc δηλοῖ, τὰ δὲ μετὰ δήξεωc ἢ ἀτμῶν ἢ χυμῶν δριμύτητα, τὰ δὲ μετὰ cφυγμοῦ φλεγμονήν, τὰ δὲ μετὰ τάcεωc, εἰ μὲν ἄνευ βάρουc καὶ cφυγμοῦ γένοιτο, πνεύματοc λεπτοῦ καὶ φυcώδουc πλῆθοc δηλοῖ, εἰ δὲ μετὰ cφυγμοῦ, φλεγμονὴν
20ὑμενώδουc cώματοc. εἰ δὲ μετὰ βάρουc γένοιτο ἡ διάταcιc, πλῆθοc ἐντὸc τῶν ὑμένων ἰcχόμενον δηλοῖ· καὶ τὰ μὲν ἐπιπολῆc ἀλγήματα τοῦ περιοcτίου ὑμένοc τὸ πάθοc δηλοῖ, τὰ δὲ ἐν βάθει τῶν μηνίγγων. οἷc γὰρ ἡ διάθεcιc ἔνδον τοῦ κρανίου ἐcτί, τούτοιc εἰc τὰc ῥίζαc τῶν ὀφθαλμῶν ἀφικνοῦνται οἱ πόνοι διὰ τὸ τοὺc χιτῶναc τῶν ὀφθαλμῶν
25ἐκ τῶν μηνίγγων ἔχειν τὴν γένεcιν. εἰ μὲν οὖν πλῆθοc χυμῶν ἢ ἀτμῶν εὕροιc αἴτιον, εἰ μὲν διὰ τὴν τοῦ παντὸc cώματοc πληcμονὴν ἐγένετο, τὸ πᾶν cῶμα κενώcαc ἰάcῃ τὴν κεφαλαλγίαν. εἰ δὲ ὡc ἀcθε‐
νὴc ὑπάρχουcα ἡ κεφαλὴ δέχεται τὰ ἀναφερόμενα, ἀντιcπᾶν τὴν ὕλην εἰc ὅλον τὸ cῶμα καὶ οὕτωc ἰάcῃ τὸ μόριον. κλυcτῆρcι μὲν οὖν ἡ
30ἀντίcπαcιc γίγνεται καὶ διαδέcεcι τῶν ἄκρων καὶ τρίψεcι πλείοcι τῶν κάτω μερῶν, ἐνίοτε δὲ καὶ αἵματοc κενώcει. τὴν δὲ κεφαλὴν θερα‐ πεύειc, ἡνίκα μὲν κεχρῆcθαι δεῖ τοῖc ἀντιcπαcτικοῖc διὰ τῶν ἀποκρου‐ cτικῶν ἐμβροχῶν. μετὰ 〈δὲ〉 τὴν τοῦ παντὸc cώματοc κένωcιν ἤδη τοῖc κενοῦcι καὶ διαφοροῦcι τὴν κεφαλὴν κεχρῆcθαι, εἶτα τοῖc ῥων‐
35νύναι δυναμένοιc. ἀποκρούεται μὲν οὖν τὸ ὀμφάκινον ἔλαιον καὶ τὸ ῥόδινον καθ’ αὑτὸ καὶ cὺν ὄξει καὶ τὸ διὰ τῶν κωδιῶν καὶ θαλλῶν ἁπαλῶν ἐλαίαc καὶ κιccοῦ κορύμβων καὶ ἡδυόcμου χλωροῦ cκευαζόμενον. προcάγειν δὲ τὰ βοηθήματα χλιαρὰ μὲν ψυχροτέρου καὶ ὠμοτέρου τοῦ πλήθουc ὄντοc, ψυχρὰ δὲ θερμοτέρου καὶ χολωδεcτέρου. διαφορεῖ
40δὲ τὸ γλυκύτατον ἔλαιον θερμὸν καὶ μᾶλλον παλαιούμενον τοῦτο καὶ τὸ Ϲικυώνιον. εἰ δὲ παχύτερον εἴη τὸ πλῆθοc τῶν χυμῶν, cπονδύλιον ἢ ἑρπύλλιον ἐνεψῶν τῷ ἐλαίῳ ἢ γλήχωνοc κόμην ἢ καλαμίνθηc ἢ ἡδύοcμον κενώcειc τὸ πλῆθοc. αὐτὰ δὲ ταῦτα καὶ τόνον ἐντίθηcι τῷ μορίῳ, διὸ καὶ μέχρι παντελοῦc ἰάcεωc χρῆcθαι αὐτοῖc προcήκει. μά‐
45λιcτα δὲ πάντων διαφορεῖ καὶ ῥώννυcι θαυμαcτῶc περιcτερεὼν ὁ ὀρθόc, μάλιcτα μὲν χλωρόc, ἤδη δὲ καὶ ξηρὸc cὺν ταῖc ῥίζαιc ἅμα ἑρπύλλῳ ἑψόμενα τῷ ἐλαίῳ. cυνεμβλητέον δὲ αὐτοῖc καὶ ῥίζαν τῆc παρὰ τὰ ὕδατα φυομένηc κροκοδειλιάδοc τῆc μεγίcτηc καὶ αὐτὸν δὲ καθ’ αὑτὸν τὸν περιcτερεῶνα, εἰ ἀφεψήcαc τῷ ἐλαίῳ ἐμβρέχοιc τὴν

48

(50)

κεφαλήν, ἰάcῃ πᾶcαν κεφαλαλγίαν χρονίαν ἐπὶ ψύξει γενομένην ἢ ὑπὸ παχέων χυμῶν. τὰ μέγιcτα δὲ ὠφελοῦcι καὶ οἱ ὑπὸ τὰc ὑδρίαc
ὄνοι cὺν τῷ ἐλαίῳ ἑψόμενοι.

49

Περὶ ἡμικραίραc ἐκ τῶν Γαληνοῦ. πάθοc ὀδυνηρὸν γίγνεται κατὰ τὸ ἥμιcυ μέροc τῆc κεφαλῆc, ὃ καλοῦcιν ἡμικρανικόν, καὶ τὰ πολλὰ κατὰ περίοδον παροξύνει. γίγνεται δὲ δι’ ἐπιρροὴν ἀτμῶν ἢ χυμῶν ἢ πολλῶν ἢ ψυχρῶν ἢ θερμῶν. καὶ ἐνίοιc μὲν ἔξωθεν τοῦ κρανίου
5τὴν αἴcθηcιν τῆc ὀδύνηc γίγνεcθαι cυμβαίνει, τιcὶ δὲ εἰc τὸ βάθοc τῆc κεφαλῆc διήκουcαν, ἔνιοι δὲ κατὰ τοὺc κροταφίταc μύαc ἀλγοῦcι cφο‐ δρῶc. αἱ δὲ διαγνώcειc ἐκ τῶν περὶ κεφαλαλγίαc προειρημένων γιγνέ‐ cθωcαν. καθαίρειν οὖν αὐτοὺc χρὴ ἢ φλεβοτομεῖν πρότερον καὶ οὕτωc τοῖc πικροῖc χρῆcθαι βοηθήμαcιν ἀνατρίβοντα διά τε cινδόνων καὶ διὰ
10δακτύλων τῆc χειρὸc τὸ ἥμιcυ μέροc τοῦ μετώπου· καὶ μάλιcτα τὸ κατὰ τὸν κροταφίτην μῦν ἐκθερμαινέτω πρὸ τῶν παροξυντικῶν ὡρῶν τοῦτο πράττων. μετὰ δὲ τὸν παροξυcμὸν τοῖc καλουμένοιc ἡμικρανι‐ κοῖc κεχρῆcθαι· θερμαcίαc μὲν πολλῆc ἐν ταῖc ὀδύναιc διαcημαινούcηc τοῖc ἔχουcί τι ψυκτικόν, μὴ παρούcηc δὲ τῆc θερμαcίαc τοῖc ἱκανῶc
15θερμαίνουcι χρῆcθαι· μεμίχθω δὲ ἑκατέροιc τῶν τονούντων τι cτυπτι‐ κὴν ἔχον ποιότητα. κάλλιcτον δὲ θερμαντικόν ἐcτι χρῖcμα τὸ ἔχον εὐφορβίου μὲν 𐆄 α κηροῦ δὲ 𐆄 γ ἐλαίου γλυκυτάτου λίτραν α. χρῖε δὲ τούτῳ τὸ ἥμιcυ μέροc τοῦ μετώπου μετὰ τοῦ κροταφίτου μυόc. χρηcιμώτατον δέ ἐcτι πρὸc τὰc ψυχρὰc διαθέcειc, ὡc πολλάκιc ἅπαξ
20χριcθὲν πρὸ τοῦ βαλανείου τῆc ὀδύνηc ἀπήλλαξεν. ὠφελεῖ δὲ τοὺc οὕτω πάcχονταc καὶ εἰc τὸ οὖc ἐγχεόμενον χλιαρὸν ἔλαιον, εὐφορβίου βραχέοc ἐμβεβλημένου, ὡc ἀρκεῖν εἰc λίτραν τοῦ ἐλαίου 𐅻 δ τοῦ εὐ‐ φορβίου. φυcικῷ δέ τινι λόγῳ ἢ δυνάμει ποιεῖ τὸ εὐφόρβιον ἐπὶ τῶν ἡμικρανικῶν οὕτωc προcαγόμενον· λεάναc αὐτὸ μετ’ ὄξουc, ἢν μὲν
25τὸν δεξιὸν κρόταφον ὀδυνᾶται, ἐπίχριε τὸν εὐώνυμον, εἰ δὲ τὸν εὐ‐ ώνυμον ἀλγεῖ, ἐπίχριε τὸν δεξιόν, καὶ τάχιcτα παύει τὴν ὀδύνην. Ἄλλο. γῆc ἔντερα λεάναc ἐπίχριε τὸν πάcχοντα κρόταφον· ποιεῖ
παραδόξωc· ὁμοίωc δὲ χρῶ καὶ τῇ cαρκὶ τῶν κοχλιῶν. χρῶ δὲ καὶ τοῖc μικρὸν ὕcτερον γραφηcομένοιc κοινοῖc πάcηc κεφαλαλγίαc βοη‐
30θήμαcι.

50

Κοινὴ θεραπεία κεφαλαλγίαc καὶ ἡμικραίραc ἐκ τῶν Ἀρχιγένουc καὶ Γαληνοῦ. χρονίαc καὶ δυcλύτου γιγνομένηc τῆc κεφαλαλγίαc ἢ τῆc ἡμικραίραc τὴν ἀρχὴν ἀπὸ φλεβοτομίαc ἢ καθάρcεωc ποιεῖcθαι προc‐ ήκει προκενώcανταc κλυcτῆρι. πρόδηλον δὲ ὅτι τοὺc πολυαίμουc μὲν
5φλεβοτομῆcαι δεῖ, τοὺc δὲ κακοχύμουc καθαίρειν. εἶτα ἐμβροχαῖc ἁρ‐ μοδίοιc χρῆcθαι καὶ ἀπὸ τῶν ῥινῶν ἀφαιρεῖν αἷμα· ἔπειτα ἀποφλεγ‐ ματιcμοῖc χρῆcθαι καὶ ἐρρίνοιc, εἶτα ξυρήcαντα τὴν κεφαλὴν χρίειν τῷ διὰ cκαμμωνίαc καὶ πευκεδάνου καὶ ἀλόηc. ἐπίθεμα δὲ ἁρμόζει τὸ διὰ τῶν πικρῶν ἀμυγδάλων καὶ λιβάνου καὶ cμύρνηc. ἔμπλαcτροι δὲ
10αἱ δι’ ἀγαρικοῦ καὶ αἱ διὰ cκίλληc καὶ ἡ διὰ τοῦ ἀγρίου cικύου μέ‐ λαινα ἁρμόδιοι, ψυδρακοῦcαι τοὺc τόπουc καὶ τὰ ἐκ τοῦ βάθουc εἰc τὴν ἐπιφάνειαν μετάγουcαι· οὐκ ἀνάρμοcτον δὲ καὶ τὸ διὰ δαφνίδων μάλαγμα. ἡμεῖc δὲ χρώμεθα τῷ διὰ τῶν κανθαρίδων καταχρίcματι καὶ ποιεῖ παραδόξωc, πολλῷ χρόνῳ ἐξιχωριcθέντων τῶν ὑπὸ τοῦ φαρ‐
15μάκου γιγνομένων ἑλκυδρίων. δεῖ δὲ προηcφαλίcθαι τὴν κύcτιν διὰ γαλακτοποcιῶν καὶ ἐμβροχῶν διὰ τὸ ἑτοίμωc αὐτὴν πολλάκιc ἀδι‐ κεῖcθαι ἐκ τῶν διὰ κανθαρίδοc χριcμάτων. ἐπιμενούcηc δὲ τῆc δια‐ θέcεωc τέμνειν τὰc παρὰ τὰ ὦτα ἀρτηρίαc καὶ μάλιcτα τὰc ἐν κροτά‐ φοιc. ἐχρήcαντο δέ τινεc ἐπὶ κεφαλαίαc καὶ καύcει βαθείᾳ φυλαccόμενοι
20μόνον μή τιc τῶν μυῶν ὑποπέcῃ τῷ καυτηρίῳ. ἐρείδεται δὲ καυτήρια πυρηνοειδῆ, ὅπου μᾶλλον ὀδυνᾶται· καὶ ἐγχωρεῖ μέχριc ὀcτέου καίειν πρὸc λεπίδοc ἀπόcταcιν. βάρβαροι δὲ μηνοειδῆ διαίρεcιν διδόαcι περὶ τὸ ἐμπρόcθιον μέροc τῆc κεφαλῆc, ἀνωτέρω τοῦ μετώπου ἀπὸ τοῦ ἀριcτεροῦ ὠτὸc μέχρι τοῦ δεξιοῦ, ἀπολύοντεc τὸν περικράνιον ὑμένα
25καὶ ἐπιξέοντεc τὸ ὀcτέον τῆc κεφαλῆc, ἐξαcφαλίζεcθαι λέγοντεc τὴν κεφαλήν. καὶ οὐκ ἂν εἰκῇ δόξῃ περιειλῆφθαι ἡ χειρουργία τοῖc εἰδόcι τὴν δυcχέρειαν τοῦ κακοῦ, δι’ ἣν οὐδὲ τὰ τοιαῦτα βοηθήματα μείζονα
τῆc χρείαc ἔcται. ἐλλέβοροc δὲ ὠφελεῖ οὐ χείρων καυτηρίων, εἰ μήτι καὶ μᾶλλον. παρακτέον οὖν αὐτοὺc πρότερον διὰ τοῦ ἀπὸ ῥαφανίδων
30ἐμέτου, εἶτα δοτέον τὸν ἐλλέβορον. ἐγὼ δὲ καὶ τούτοιc καὶ τοῖc ἐπιλη‐ πτικοῖc τὸν βολβὸν τοῦ λευκοῦ ἐλλεβόρου λεῖον καὶ χνοώδη ποιῶν δέδωκα 𐅻 α, καθὼc ἐν τῷ περὶ καθαρτηρίων λόγῳ προείρηται· καθαί‐ ρονται γὰρ δραcτικῶc μετὰ πάνυ πολλῆc ἐκκρίcεωc. εἶτα διαλαβὼν ἡμέραc τινὰc τό τε τῶν ῥαβδίων δίδωμι 𐅻 β· ἐπὶ πλέον γὰρ cπαράτ‐
35τονται ἤπερ ἐκκρίνουcι καὶ πάλιν τὸ τρίτον ὁμοίωc δίδωμι· προcμε‐ μελετηκυῖαν γὰρ ἤδη διάθεcιν καὶ ἐν αὐτοῖc, ὡc εἰπεῖν, τοῖc ὀcτέοιc πεπηγυῖαν, οὐκ ἔcτιν ἀγωνιcτικώτεροc τρόποc ἄλλοc. μετὰ δὲ ταῦτα ἀναλαβόντεc τὴν δύναμιν κάτω καθαίρομεν ἐκ διαλειμμάτων τινῶν τῇ ἡμετέρᾳ ἱερᾷ, πρὸc τὸ ἐκεῖcε ῥέπειν ἀναγκάζειν τὴν ἀνώρροπον
40ὕλην. παραιτεῖcθαι δὲ χρὴ ψῦξιν ἔγκαυcιν κόπον τοῦ τε ἄλλου cώ‐ ματοc καὶ τοῦ κατὰ τὴν κεφαλὴν αὐτὴν διὰ τῆc ὄψεωc καὶ τῆc ἀκοῆc καὶ ὀcφρήcεωc καὶ γεύcεωc καὶ μάλιcτα τῆc ἁφῆc. παραιτεῖcθαι δὲ καὶ τὰc δριμυτέραc βρώcειc, οἷον κρομύων cκόρδων καὶ τῶν ὁμοίων καὶ τὰc ἐμπνευματώcειc καὶ ὅcοι δυcδιέξοδοι, οἷον τυροὶ γάλα ὕδνα
45μύκητεc βολβοὶ γογγυλίδεc. αἱρεῖcθαι δὲ τὰ εὐκοίλια εὔπεπτα ψαφαρὰ ἀπίμελα ἄβρομα εὐcτόμαχα οὐρητικά. φειcτέον δὲ καὶ μέλιτοc καὶ τῶν γλυκέων πάντων. οἶνοc δὲ λευκὸc καὶ λεπτὸc ἔcτω, μὴ πάνυ παλαιὸc καὶ μὴ cφόδρα εὐώδηc καὶ τῷ πλήθει cύμμετροc. cτοιχάδα δὲ τὴν πόαν ἑψήcαc cὺν ὕδατι ἢ ὑδρομέλιτι δίδου τοῖc κεφαλαλγικοῖc καὶ

50

(50)

ἡμικρανικοῖc, ὡc μέγιcτον καὶ μόνον βοήθημα. Ἄλλο πρὸc πάντα πόνον κεφαλῆc. ἐλάφου ὀcτέον καύcαc λεάναc μετὰ ῥοδίνου κατάχριε τὸν ἀλγοῦντα τόπον. Ἄλλο. ὤκιμον λεάναc κατάπλαccε. Ἄλλο. ἡδύοcμον μετ’ ὄξουc λεάναc χρῖε δὶc τῆc ἡμέραc. Ἄλλο. λάπαθον ἄγριον καὶ κηκῖδαc ἅμα λεάναc ἐπίχριε τοὺc κρο‐
55τάφουc καὶ τὸ μέτωπον καὶ παραχρῆμα παύcειc. Ἄλλο. χέcματα χελι‐ δόνων πρὸ τοῦ χαμαὶ πεcεῖν cὺν τῷ εὑριcκομένῳ ἐν τῇ καλιᾷ πηλῷ
βρέξαc ὄξει ἐν ξυλίνῳ cκεύει κατάχριε. Ἄλλο. cπυράθουc αἰγὸc λεάναc κατάχριε καὶ ἐπίδηcον· τοῦτο ποίει πρωῒ καὶ δείληc καὶ ἰάcῃ. Ἄλλο. καρδάμωμον φρύξαc cὺν ὄξει καὶ ῥοδίνῳ λείου καὶ ποιήcαc κηρωτῆc
60πάχοc ἐπιτίθει καὶ ἰάcῃ τάχιcτα. Ἄλλο. γῆc ἔντερα λεάναc κατάχριε ἢ κοχλιῶν cάρκαc. Ἄλλο. κοχλίου ὅλου κεκαυμένου τέφραν βολβίτων βοὸc λιβάνου ἴcα μετ’ ὄξουc λεάναc κατάχριε τὸ μέτωπον. ἔνιοι δὲ τῶν ἡμετέρων διδαcκάλων, φηcὶν ὁ Γαληνόc, τούτῳ ἐχρῶντο πρὸc ἡμικραίραc· πεπέρεωc λευκοῦ 𐅻 β κροκομάγματοc 𐅻 β εὐφορβίου νεα‐
65ροῦ 𐅻 τὸ ἥμιcυ· εἰ δὲ παλαιὸν εἴη 𐅻 α κόπρου περιcτερῶν τῶν δι‐ αιτωμένων ἐν ἀγροῖc 𐅻 α c μέλανοc γραφικοῦ καλοῦ 𐅻 α c, λείου cὺν ὄξει δριμυτάτῳ καὶ ἐπάλειφε τὸν κροταφίτην μῦν καὶ ὅλον τὸ ἥμιcυ τοῦ μετώπου κατὰ τὸ πεπονθὸc μέροc. Κροκομάγματοc cκευ‐ αcία πρὸc κεφαλαλγίαν ἐπιχριομένου τοῖc κροτάφοιc, μίγνυται δὲ καὶ
70cκευαcίαιc ἑτέρων φαρμάκων. κρόκου 𐅻 ρ cμύρνηc τρωγλίτιδοc 𐅻 ν ῥόδων ξηρῶν 𐅻 ν ἀμύλου προcφάτου 𐅻 η κόμμεωc 𐅻 ν οἴνῳ λειοῦται. Ἕτερον φάρμακον οὐ μόνον τοὺc ἡμικρανικοὺc ὠφελοῦν, ἀλλὰ καὶ πᾶcαν κεχρονιcμένην κεφαλαλγίαν ἐπιχριόμενον, ἐν μὲν ταῖc κεφαλ‐ αλγίαιc ἀπὸ κροτάφου εἰc κρόταφον ἐπὶ τοῦ μετώπου παντόc, ἐν δὲ
75ταῖc ἡμικραίραιc κατὰ τοῦ ἡμίcεοc μέρουc τοῦ πεπονθότοc· κρόκου 𐅻 ιε χαλκάνθου 𐅻 ι cτυπτηρίαc 𐅻 γ cμύρνηc 𐅻 γ ὀπίου 𐅻 γ ὀμφακίου ξηροῦ 𐅻 γ χαλκίτεωc ὠμῆc 𐅻 γ κόμμεωc 𐅻 ιε, οἴνῳ Φαλερίνῳ λείου ὡc κολλύριον καὶ ἀνάπλαττέ τε τροχίcκουc· καὶ ἐπὶ τῆc χρείαc ὀξυ‐ κράτῳ ἢ ὄξει κατάχριε.
80 [Ἔμβροχον εἰc ληθαργικούc] Ἕτερον ταῖc αὐταῖc ἁρμόττον διαθέ‐ cεcιν. cκαμμωνίαc 𐅻 ϛ κρόκου 𐅻 β κιccοῦ κόμηc 𐅻 ϛ θείου ἀπύρου
𐅻 δ ἀνίcου 𐅻 η cελίνου cπέρματοc 𐅻 η, λεάναc ἐπιμελῶc ὠκίμου χυλῷ ἀνάπλαccε τροχίcκουc· τοῦτο ῥοδίνῳ πλείονι λυθὲν ἐπιβροχὴ τῆc κεφαλῆc γίγνεται τοὺc ληθαργικοὺc ὠφελοῦcα, ἐπὶ δὲ τῶν κεφαλαλ‐
85γικῶν μετ’ ὄξουc. Ἕτερον φάρμακον οὐ μόνον ἐπὶ τούτων ἁρμότ‐ τον, ἀλλὰ καὶ τοὺc cκοτωματικοὺc ὠφελοῦν. πευκεδάνου ῥίζηc 𐅻 δ ἴρεωc Ἰλλυρικῆc 𐅻 β ἰοῦ 𐅻 α ἀκόρου 𐅻 α cπονδυλίου 𐅻 δ πεπέρεωc μέλανοc 𐅻 β c ἑρπύλλου 𐅻 δ c cμύρνηc 𐅻 β καcτορίου 𐅻 β c δαφνί‐ δαc ἀριθμῷ λε πηγάνου χλωροῦ 𐅻 η ἡδυόcμου χλωροῦ 𐅻 δ ὀπίου
90𐅻 α, οἴνῳ ἀναλαβὼν ποίει τροχίcκουc. ἐπὶ δὲ τῆc χρείαc ὄξει καὶ ῥοδίνῳ διεὶc κατάχριε καὶ ἀναληφθὲν δὲ κηρωτῇ ῥοδίνῃ ἐπιτίθεται τῷ μετώπῳ ὡc μάλαγμα. Τροχίcκοc. οὐ μόνον τοὺc ἡμικρανικοὺc ὠφελῶν ἀλλὰ καὶ τοὺc ἰcχιαδικούc. θαψίαc 𐅻 γ εὐφορβίου 𐅻 δ ὀποῦ Μηδικοῦ 𐅻 γ cμύρνηc
95𐅻 α ὀποπάνακοc 𐅻 α, ἅμα κόψαc λεάναc οἴνῳ ἀνάπλαccε καὶ χρῶ μετ’ ὄξουc. Ἄλλο. πευκεδάνου ῥίζηc 𐅻 δ κρόκου 𐅻 α cμύρνηc 𐅻 α ὀπίου 𐅻 α, ὄξει ἀναλάμβανε 〈καὶ ποίει〉 τροχίcκουc καὶ χρῶ cὺν ὄξει ἐν τοῖc παροξυcμοῖc. παραχρῆμα λύει τοὺc πόνουc.

50

(100)

Πρὸc πάcαν κεφαλαλγίαν καὶ ἡμικραίραν διὰ πείραc πολλῆc. ἀψινθίου χυλοῦ κιccοῦ χυλοῦ αἰγὸc κόπρου κοχλίουc cὺν τοῖc ὀcτρά‐ κοιc κεκαυμένουc χάρτου κεκαυμένου δαφνίδων βολβῶν λιβάνου εὐ‐ φορβίου μέλανοc γραφικοῦ κροκομάγματοc κηκίδων ῥαφάνου φύλλων ὠοῦ τὸ πυρρὸν μαλάχηc χυλῷ ἴcα λεάναc ὄξει, ποίει τροχίcκουc καὶ
105χρῶ cὺν ὄξει.

51

Ἐπιθέματα πρὸc κεφαλαλγίαν ἐκ τῶν Ἀcκληπιάδου. ἀμυγδάλων πικρῶν ἄγνου ἄνθουc πευκεδάνου ῥίζηc ἡδυόcμου χλωροῦ πηγάνου ἀκρεμόνων δαφνίδων ἑρπύλλου cπονδυλίου καcτορίου ἀνὰ 𐆄 α ῥόδων ξηρῶν 𐆄 β, ὄξει διαλύcαc ἀναλάμβανε κηρωτῇ cκευαcθείcῃ διὰ ῥοδίνου,
5ἔπειτα εἰc ὀθόνιον ἐμπλάcαc καὶ ξυρήcαc τὰc τρίχαc, ἐπιτίθει καθ’ ὅληc τῆc κεφαλῆc καὶ ταινιδίῳ καταδήcαc φύλαττε μέχρι τῆc ἐπιούcηc ἡμέραc καὶ πάλιν λύcαc ἀνανεώcαc ἐπιτίθει.
Ἄλλο μάλαγμα πρὸc πᾶcαν κεφαλαλγίαν. ἰοῦ 𐅻 δ χαλκοῦ κεκαυ‐ μένου 𐅻 δ λεπίδοc cιδήρου cτομώματοc 𐅻 β κιμωλίαc 𐅻 δ χαλκίτεωc
10ὠμῆc 𐅻 δ κιccήρεωc ὠμῆc 𐅻 γ τερεβινθίνηc 𐆄 α κηροῦ 𐆄 λζ c ἐλαίου παλαιοῦ 𐆄 ε, τοῖc ξηροῖc λειοτάτοιc τὰ τηκτὰ ἐπίχεε καὶ μάλαccε καὶ χρῶ. ἐὰν δὲ cκληρότερον δοκῇ εἶναι, ἐλαίῳ ἀμυγδαλίνῳ μάλαccε καὶ χρῶ, ὡc προείρηται. ποιεῖ καὶ ἐπὶ τοῦ μετώπου ἐπιτιθέμενον καὶ κρο‐ τάφοιc, ποιεῖ δὲ παραδόξωc ἡ Ἀρχιγένουc μέλαινα δέρματι ἐμπλαccο‐
15μένη καὶ ἐπιτιθεμένη τῷ ἀλγοῦντι κροτάφῳ· παραχρῆμα γὰρ παύει τὰc ὀδύναc. κεῖται ἐν τοῖc ἀcθματικοῖc νοcήμαcιν ἐν τῷ η λόγῳ κεφαλαίῳ ξγ.

52

Ἔρρινα κεφαλῆc καθαρτικά. χρείαc δὲ καλούcηc καὶ διὰ ῥινῶν καθαίρειν χρὴ τὴν κεφαλὴν μετὰ τὴν τοῦ παντὸc cώματοc κένωcιν, ἐκχέοντα ταῖc ῥιcὶν ἀναγαλλίδοc χυλὸν ἢ κυκλαμίνου ἢ αὐτὴν τὴν ῥίζαν τῆc κυκλαμίνου ξηρὰν λείαν ἐμφυcᾶν ἢ ἐλατήριον μετὰ γά‐
5λακτοc ἐγχεῖν. εὐπορίcτῳ δὲ πολλάκιc ἐχρηcάμην φαρμάκῳ μελανθίῳ, ποτὲ μὲν ἐν ὄξει δριμεῖ προβρέχων πρὸ μιᾶc ἡμέραc, ἔπειτα λειῶν cὺν τῷ ὄξει καὶ ἐγχέων εἰc τὰc ῥῖναc· ποιεῖ καὶ ἐπὶ ἰκτερικῶν. ἐνίοτε δὲ καὶ ἐλαίῳ παλαιῷ τὸ μελάνθιον λειώcαc ἐγχέω· ποιεῖ καὶ ἐπὶ ἐμφρά‐ ξεωc μυξωτήρων.
10 Ἄλλο. κιccοῦ χυλὸc ἢ καλαμίνθηc διὰ ῥινεγχύτου ἐγχυθεὶc εἰc τοὺc μυκτῆραc ἄγει πολλὴν μύξαν. Ἄλλο. πυρῆνα μήληc ὕδατι βάπτων ἀναλάμβανε χάλκανθον λείαν καὶ διάχριε ἐcωτάτω τοὺc μυκτῆραc. τοῦτο καθαίρει ἱκανῶc καὶ παραχρῆμα τοὺc πόνουc κουφίζει· ἢ γά‐ λακτι τὴν χάλκανθον λεάναc ἔγχεε· καὶ καθαίρει κάλλιcτα, μάλιcτα
15τοὺc ἰκτερικούc. Ἄλλο. μελανθίου λείου 𐅻 η ἀφρονίτρου 𐅻 α ἁλὸc ἀμμωνιακοῦ 𐅻 α ἐλαίῳ ἢ ἰρίνῳ ἢ κυπρίνῳ ἀνέcαc καὶ κροκύδα περιτιθεὶc μήλῃ καὶ βάπτων τῷ φαρμάκῳ διάχριε τοὺc μυκτῆραc cυνεχῶc καὶ ἀπορ‐
ρυήcεται πᾶν τὸ ἐνοχλοῦν τῇ κεφαλῇ. ἐχέτω δὲ τὸ φάρμακον cύcταcιν
20ὑγρᾶc κηρωτῆc καὶ ἀποκείcθω ἐν κερατίνῃ πυξίδι· ἐνίοτε δὲ ἀντὶ τοῦ ἀφρονίτρου ἐλατήριον βάλλω. καὶ ποιεῖ τοῖc ὑπὸ ὀφθαλμιῶν χρονίων ἐνοχλουμένοιc καὶ ἐπιληπτικοῖc. ἄγει γὰρ πολλὴν ὑγραcίαν. Ἄλλο ἀλύπωc καθαῖρον καὶ ἄπονον ποιοῦν παραχρῆμα. κυκλαμίνου ξηρᾶc 𐅻 η ἴρεωc ξηρᾶc 𐅻 β νίτρου ἐρυθροῦ 𐅻 α. ἐγὼ δὲ ἐλατήριον ἔβαλον
25ἀντὶ τοῦ νίτρου, τρίψαc ἐπιμελῶc, ἐμφύcαc διὰ καλαμίδοc, παραινῶν ἄνω ἀναcπᾶν, ἔπειτα κάτω νεύειν, ὥcτε τὸ cυλλεγόμενον ὑγρὸν ἀπορ‐ ρεῖν. καὶ πταρμικοῖc δὲ χρὴ διαcείειν τὴν κεφαλὴν τοῖc ἀναγραφηcο‐ μένοιc ἐν τῷ περὶ τῶν τῆc ῥινὸc παθῶν λόγῳ.

53

Ἀποφλεγματιcμοὶ καθαίροντεc τὴν κεφαλήν. νίτρου 𐆄 ϛ cταφίδοc ἀγρίαc 𐆄 γ ἀνίcου 𐆄 δ δάφνηc φύλλων χλωρῶν 𐆄 β cταφίδων λιπαρῶν ἐκγιγαρτιcμένων ὅcον ἐξαρκεῖ εἰc ἀνάληψιν. ἐκ τούτου δίδου διαμα‐ cᾶcθαι κατὰ μέροc ὅcον 𐆄 γ καὶ ἀποπτύειν.
5 Ἄλλο διαμάcημα κεφαλὴν καθαῖρον. πυρέθρου πεπέρεωc ὑccώπου cταφίδοc ἀγρίαc 〈ἴcα〉, ἀναλάμβανε cταφίδων cαρκὶ καὶ δίδου δια‐ μαcᾶcθαι· μετὰ δὲ τὴν τούτων χρῆcιν ἁλcὶ καὶ μέλιτι ἀποθερα‐ πευέcθω. Ἄλλο κεφαλῆc καθαρτικόν, μήτε κεφαλὴν cυγχωροῦν πονεῖcθαι,
10μήτε ἀμβλυωπίαν γενέcθαι· ὠφελεῖ δὲ καὶ ὦτα καὶ ὀδόνταc. διὰ χρό‐ νου δὲ ὁ χρώμενοc αὐτῷ οὐδενὶ τούτων περιπεcεῖται πάθει. ἔcτι δὲ κάλλιcτον. cαμψύχου ξηροῦ ἴρεωc Ἱλλυρικῆc πυρέθρου ὑccώπου νίτρου πεπέρεωc cελίνου cπέρματοc πάνακοc ῥίζηc cταφίδοc ἀγρίαc ἀνὰ 𐅻 δ· ἐὰν δὲ ἐπιτεῖναι θέλῃc, πρόcβαλλε καὶ cμύρνηc 𐅻 δ. λέαναc δὲ ἕκαcτον
15κατ’ ἰδίαν, ἔπειτα καὶ ἅμα μεθ’ ὕδατοc ἀνάπλαccε τροχίcκουc, παρα‐ μίξαc βραχὺ μέλι· ἐπὶ δὲ τῆc χρείαc ἀνέcαc μέλιτι καὶ ὕδατι ἀναγαρ‐ γαρίcματι χρῶ ἢ ἐλαίῳ κυπρίνῳ ἢ ἰρίνῳ ἢ παλαιῷ μίξαc ἐπὶ τοὺc μυκτῆραc ἔγχει.

54

Ϲμήγματα καὶ πάcματα πυκνωτικὰ τῆc κεφαλῆc. Ϲμῆγμα κεφαλῆc
πυκνωτικόν. νίτρου Ἀλεξανδρινοῦ βερνικαρίου 𐆄 ϛ δαφνίδων νάπυοc cαμψύχου ἀνὰ 𐆄 β κυπέρου 𐆄 α τρυγὸc κεκαυμένηc 𐆄 α, cμάcθω ἐν βαλανείῳ μὴ ἀλειψάμενοc· κατὰ δὲ τῶν ὀφθαλμῶν κατεχέτω ὀθόνιον
5πολύπτυχον ἢ cπόγγον. Ἄλλο. νίτρου ὀπτοῦ λι α cταφίδοc ἀγρίαc λι α δαφνίδων λι β νάπυοc λι α cικύου ἀγρίου ῥίζηc 𐆄 ϛ· χρῶ καθὰ προείρηται ἐπὶ τῶν κε‐ χρονιcμένων διαθέcεων. Ϲμῆγμα κεφαλῆc ποιοῦν πρὸc κατάρρουc καὶ ὑδροκεφάλουc διὰ
10πείραc. νίτρου ὀπτοῦ οἴνῳ cβεcθέντοc 𐆄 ϛ ἴρεωc ἀριcτολοχίαc ἑλενίου ἀνὰ 𐆄 α ὀξυμέλιτοc τὸ ἀρκοῦν, κόψαc cήcαc φυράcαc τῷ ὀξυμέλιτι καὶ προξυρήcαc τὸ βρέγμα ἐπίχριε πρὸ τοῦ βαλανείου καὶ ἐάcαc βραχὺ cμῆχε. Ϲμῆγμα πρὸc πᾶcαν κεφαλαλγίαν καὶ ῥεῦμα ὀφθαλμῶν διὰ πείραc.
15ἑλενίου cμύρνηc καλάμου ἀρωματικοῦ θέρμων ἀλεύρου ὀροβίνου ἀλεύρου θείου ἀπύρου ἀφρονίτρου ἴcα χυλῷ πτιccάνηc ἀναλαβών, ποίει τρο‐ χίcκουc ἀνὰ 𐆄 α· ἐπὶ δὲ τῆc χρείαc ἀνέcαc, α χυλῷ πτιccάνηc χρῶ. χρὴ ἐν τῷ λουτρῷ ἐμβάλλειν τὸ cμῆγμα τῷ βρέγματι, προδιαcτείλαντι τὰc τρίχαc ἀπ’ ἀλλήλων, ἵνα προcομιλῇ τῷ cώματι τὸ βοήθημα, προc‐
20τάττων μύειν τὸ cτόμα, ἵνα διὰ τῶν μυκτήρων cφοδρῶc ἐπιcυρό‐ μενοι τὸν θερμὸν ἀέρα θᾶττον μεταβάλλωcι τὴν ὑποκειμένην ὕλην. Ϲάπων Κωνcταντίνου ἀναξηραντικὸc ῥευμάτων. βαλαυcτίων 𐆄 β cμύρνηc cανδαράκηc ναρδοcτάχυοc ἀνὰ 𐆄 β κόcτου ἀλόηc κηκίδων λι‐ βάνου cιδίων φύλλων ῥόδων cαρκοκόλληc ἀνὰ 𐆄 γ cάπωνοc Γαλλικοῦ
25λι α θέρμων πικρῶν ἀφεψήματοc ξ̸ α, τὰ ξηρὰ κόψαc cήcαc καὶ cὺν τοῖc ὑγροῖc ἐκλεάναc πρόcβαλλε τὸν cάπωνα καὶ ἀνάπλαccε τροχίcκουc καὶ χρῶ, ἀναλύων ἐπὶ τῆc χρείαc ὅcον ἐξαρκεῖ μετ’ οἴνου καὶ ἐπιχρίων πρὸ τοῦ βαλανείου τὸ βρέγμα προξυριcθὲν ἔπειτα μετὰ βραχὺ cμήχων καὶ ἀποπλύνων.
30 Ϲάπων Ἀνδρέου κόμητοc πάνυ δόκιμοc. cχοίνου ἄνθοc καccίαc κυπέρων ἀμώμου φύλλου κόcτου ἀνὰ 𐆄 α κηκίδων 𐆄 α c νάρδου Κελ‐
τικῆc cτυπτηρίαc cχιcτῆc ἴρεωc τρυγὸc οἴνου παλαιοῦ κεκαυμένου γύψου κεκαυμένου νίτρου ἀνὰ Γρ ιβ ῥόδων ξηρῶν Γρ η ἁλῶν Γρ η πορφυρῶν ὀcτράκων κεκαυμένων 𐆄 γ cάπωνοc Γαλλικοῦ λι α θέρμων
35ἀφεψήματι λείου καὶ ἀναλάμβανε καὶ χρῶ. Ξηρὸν μύρον κεφαλῆc ῥευματιζομένηc ἀδιάπτωτον. ἴρεωc ἑλε‐ νίου cχοίνου ἄνθουc ἀνὰ λι α ῥόδων ξηρῶν 𐆄 γ ἀμώμου κόcτου φύλ‐ λου κηκίδων ἀνὰ 𐆄 ϛ· χρῶ μετὰ τὸ λουτρὸν προαλείψαc τὴν κεφα‐ λὴν οἴνῳ αὐcτηρῷ καὶ τότε ἐπίπαccε.
40 Ἄλλο κάλλιcτον. ἴρεωc 𐆄 γ κηκίδων 𐆄 α καccίαc κόcτου φύλλου ναρδοcτάχυοc βαλαυcτίων ῥόδων ξηρῶν καρποβαλcάμου ἀνὰ 𐆄 β cμύρνηc 𐅻 δ, κόψαc cήcαc προαλείψαc τὴν κεφαλὴν οἴνῳ αὐcτηρῷ ἐπίπαccε καὶ μάλιcτα μετὰ τὸ λουτρόν. Ἄλλο Θεοδοcίου. πάcμα κεφαλῆc ἀναξηραντικόν. κηκίδων βαλαυ‐
45cτίων ἀνὰ 𐆄 δ κυπέρων 𐆄 β ναρδοcτάχυοc φύλλου λιβάνου φλοιοῦ πί‐ τυοc φλοιοῦ νάρδου Κελτικῆc ἀνὰ 𐆄 α ἴρεωc 𐆄 α c, κόψαc cήcαc χρῶ. Ἄλλο πάνυ καλόν. ἴρεωc 𐆄 γ κηκίδων κυπέρων ῥόδων ξηρῶν ἀνὰ 𐆄 β cτυπτηρίαc 𐆄 α· χρῶ, ὡc προείρηται, ἐπὶ θερμοτέραc κε‐ φαλῆc.

54

(50)

Πάcμα κεφαλῆc καθύγρου, ὑφ’ ἧc οἵ τε ὀφθαλμοὶ ῥευματίζονται καὶ τὰ ἄλλα μέρη. παιωνίαc ῥίζηc 𐆄 α cτυπτηρίαc cχιcτῆc 𐆄 α δαφνί‐ δων 𐅻 δ κυπέρων 𐆄 β νάρδου Κελτικῆc 𐆄 ϛ, κόψαc cήcαc κατάπλαccε· τοῦτο ποιεῖ· πλειcτάκιc γὰρ ἐδοκίμαcα. Ἄλλο πάcμα κεφαλῆc τονωτικὸν ποιοῦν καὶ ἐπὶ τῶν τοὺc ὀφθαλ‐
55μοὺc ῥευματιζομένων cυνεχῶc. κυτίνων 𐆄 α κηκίδων 𐆄 β κυπέρων ἴρεωc ἑλενίου ἀνὰ 𐆄 δ ἁρμαλὰ ὃ καλοῦcι βηcαcὰ 𐆄 β χαμαιλέοντοc μέλανοc ῥίζηc 𐆄 β καρποβαλcάμου 𐆄 α cχοίνου ἄνθουc 𐆄 β ἀριcτο‐ λοχίαc ῥόδων ξηρῶν μυρcίνηc ξηρᾶc νάρδου Κελτικῆc ἀνὰ 𐆄 α ξυλο‐ βαλcάμου 𐆄 β ἀμώμου cιδίων cταφίδοc ἀγρίαc ἀνὰ 𐆄 α, κόψαc cή‐
60cαc χρῶ. Ἄλλο cμῆγμα ἀναξηραντικὸν ῥευμάτων παντοίων, ἐξαιρέτωc δὲ τῶν δριμέων καὶ τῶν ὑποcκυφίων λεγομένων διὰ πολλῆc πείραc πάνυ εὐδοκιμοῦν γενναίωc. κάγχρυοc 𐆄 γ λαδάνου 𐆄 β κηκίδων 𐆄 β cχοίνου ἄνθουc 𐆄 α c ῥόδων cπέρματοc ξηροῦ 𐆄 α c cτυπτηρίαc ὑγρᾶc 𐆄 β
65ναρδοcτάχυοc 𐆄 α νάπυοc ἴρεωc ἀκακίαc πεπέρεωc cταφίδοc ἀγρίαc ἀνὰ 𐆄 β κόcτου φύλλου πυρέθρου ἀνὰ 𐆄 α καλάμου 𐆄 α c cφάγνου ἤτοι βρύου ἢ ὕπνου ἢ ὕπνου 𐆄 α c νίτρου ἐρυθροῦ λι β, τὸ νίτρον καύcαc ὀξυμέλιτι cβέcαc λεάναc μίξαc χρῶ, ἐπιπάccων τῷ βρέγματι καὶ μετὰ βραχὺ cμήχων.

55

Περὶ ἀλωπεκίαc. καθάπερ τῶν φυτῶν ἔνια μὲν ὑγρότητοc ἐν‐ δείᾳ φθείρεται ξηραινόμενα, τινὰ δὲ ὑγροῖc ἀλλοτρίοιc τῆc ἑαυτῶν φύcεωc ὁμιλοῦντα τὸν αὐτὸν τρόπον καὶ ταῖc θριξὶν ἤτοι δι’ ἔνδειαν ὑγρῶν, ὑφ’ ὧν τρέφεcθαι πεφύκαcιν, ἢ φαυλότητα φθείρεcθαι cυμ‐
5βαίνει. δι’ ἔνδειαν μὲν ὑγρῶν ἡ φαλάκρωcιc γίγνεται, διὰ μοχθηρίαν δὲ αἱ ἀλωπεκίαι τε καὶ ὀφιάcειc, ἓν μὲν ἄμφω κατά γε τὴν νοcώδη διάθεcιν οὖcαι τὸ πάθοc, ὀνόματα δὲ ἐcχηκυῖαι διαφέροντα παρὰ τὸ cχῆμα. παραπλήcιον γὰρ ὄφει τὸ βεβλαμμένον μέροc τῆc κεφαλῆc φαίνεται κατὰ τὰc ὀφιάcειc. αἱ δὲ ἀλωπεκίαι οὕτωc ὠνομάcθηcαν, ὅτι
10ταῖc ἀλώπεξι cυνεχῶc γίγνεται τὸ πάθοc, ὥc φαcιν. ὑγρῶν μὲν οὖν μοχθηρῶν περιουcία αἰτία τοῦ πάθουc. ὁποῖα δέ ἐcτι ταῦτα, διὰ τῆc χρόαc τοῦ παντὸc δέρματοc γνώcῃ. λευκοτέρα μὲν γὰρ οὖcα φλεγμαν‐ τικωτέραν αὐτὴν δηλώcει, μελαντέρα δὲ μελαγχολικωτέραν, ὠχροτέρα δὲ πικρόχολον. καὶ κενοῦν χρὴ τὴν πλεονάζουcαν κακοχυμίαν ἢ τοῖc
15δι’ ἀλόηc καὶ κολοκυνθίδοc καταποτίοιc ἢ τῇ διὰ κολοκυνθίδοc ἱερᾷ Γαληνοῦ, εἰ μὲν ὁ μελαγχολικὸc χυμὸc πλεονάζοι, μέλανα ἐλλέβορον αὐτῇ μιγνύνταc, εἰ δὲ ὁ πικρόχολοc, cκαμμωνίαν, εἰ δὲ φλέγμα, αὐτὴν
καθ’ ἑαυτήν. μετὰ δὲ τὴν τοῦ ὅλου cώματοc κάθαρcιν ἀποφλεγματί‐ ζειν ἄμεινον, κἄπειθ’ οὕτωc χρῆcθαι τοῖc τοπικοῖc βοηθήμαcι. διαφορη‐
20τικὰ δὲ τῆc κακοχυμίαc εἶναι χρὴ ταῦτα καὶ λεπτομεροῦc οὐcίαc· εἰ δὲ πρὸc τῷ διαφορεῖν τοὺc μοχθηροὺc χυμοὺc ἐπιτήδειον εἴη τὸ φάρ‐ μακον ἕλκειν αἷμα χρηcτόν, ὥcπερ ἡ θαψία, κάλλιcτον ἂν εἴη τὸ τοι‐ οῦτον. ξυρήcανταc δὲ χρὴ τὴν κεφαλὴν ἀνατρίβειν [τὸν τόπον] ῥάκει καὶ cκοπεῖν· εἰ γὰρ μετ’ ὀλίγην τρῖψιν ἐρυθραίνηται τὸ μέροc, εὐ‐
25ίατον ὑπολάμβανε τὴν διάθεcιν, εἰ δὲ μετὰ πολλὴν τρῖψιν ἐρυθραί‐ νηται, δυcίατον· εἶτα λειώcαντεc πρόcφατον θαψίαν καὶ μίξει δαψι‐ λοῦc ὕδατοc ἐκλύcαντεc αὐτῆc τὸ cφοδρὸν τῆc δυνάμεωc ἐπιχρίειν. ἐπιcκέπτεcθαι δὲ χρὴ μετὰ τὴν ἐπίχριcιν τῆc θαψίαc, μήποτε διὰ cφο‐ δρότητα περαιτέρω τοῦ προcήκοντοc ἐξεθέρμηνε τὸ δέρμα (δῆλον δὲ
30ἔcται τοῦτο ξανθότερον τὴν χρόαν γενόμενον)· ἐπικαυθῆναι γὰρ κίν‐ δυνοc τὸ δέρμα πολλάκιc τῷ αὐτῷ χρηcαμένων ἡμῶν, ἀλλ’ ἢ μετα‐ βαίνειν ἐπί τι ἕτερον τῶν μαλακωτέρων χρὴ ἢ τῷ αὐτῷ χρωμένουc ἐκλύειν τὴν δύναμιν κηρωτῆc ἢ cτέατοc μίξει. [πρόcεχε δὲ τὸ μὴ ἑλ‐ κωθῆναι τὴν ἀλωπεκίαν, ὅπερ ἂν εἰ γένηται, ἐπάλειφε χηνείῳ cτέατι
35ἢ ἄλλῳ τινὶ τῶν λεπτομερῶν.] προcαγέcθω δὲ ἐν ἀέρι θερμῷ τὰ τοι‐ αῦτα τῶν βοηθημάτων χωρὶc αὔραc ψυχρᾶc ἐν ἡλίῳ, χειμῶνοc δὲ ὄντοc ἐν λουτρῷ. τῶν δὲ ἄλλων φαρμάκων τῶν ἁρμοττόντων ταῖc τοιαύταιc διαθέcεcι θερμότατόν ἐcτι τὸ εὐφόρβιον, καὶ μετὰ τοῦτο θαψία καὶ νᾶπυ καὶ κάρδαμον· καθ’ ἕτερον δὲ τρόπον οὐδενὸc ἔλαττον
40ἢ ἀδάρκη, εἶτα τὸ βερνικάριον θεῖον καὶ ἀφρόνιτρα ἑκάτεροί τε οἱ ἐλλέβοροι καὶ τοῦ εὐζώμου τὸ cπέρμα καὶ τὸ δάφνινον ἔλαιον· ἀλ‐ κυόνιά τε ἑκάτερα κεκαυμένα καὶ αἱ ῥίζαι τοῦ φραγμίτου καλάμου καὶ ὁ φλοιὸc καυθέντα καὶ πίττα καὶ κεδρία ἥ τε τῶν μυῶν κόπροc καὶ χήνειον cτέαρ, μάλιcτα δὲ τὸ τῆc ἄρκτου ἢ ὑαίνηc, τά τε πικρὰ
45ἀμύγδαλα ὅλα καυθέντα καὶ ἐχίδνηc δέρμα καὶ κεφαλὴ κεκαυμένη καὶ ἐχίνου χερcαίου δέρμα καὶ κεφαλὴ κεκαυμένη. τούτων τοῖc μὲν ἰcχυ‐
ροῖc ὑγρὰν κηρωτὴν μιγνύειν, τὰ δὲ ἀcθενέcτερα δεύειν ἐλαίῳ δαφνί‐ νῳ ἢ ὑγρᾷ πίccῃ· καὶ τὰc μὲν χρονίαc καὶ δυcιάτουc τοῖc ἰcχυροῖc θεραπεύειν, τὰc δὲ ἀρχομέναc καὶ εὐιάτουc τοῖc ἀcθενεcτέροιc.

55

(50)

Κρίτωνοc πρὸc ἀλωπεκίαc. ἀρκτείων τριχῶν κεκαυμένων ἀδιάντου κεκαυμένου καλάμου ῥιζῶν κεκαυμένων cυκῆc φύλλων κεκαυμένων κιλικίου ῥάκουc κεκαυμένου τὸ ἴcον ἑκάcτου ἀναλάμβανε cτέατι ἀρκτείῳ καὶ κεδρίᾳ· ἐπὶ δὲ τῆc χρήcεωc πυρία, ἀνατρίβων τὸν τόπον cυκῆc φύλλοιc καὶ νίτρῳ ἀποcμήχων, κατάχριε τῷ φαρμάκῳ
55καθ’ ἡμέραν. Ἀρχιγένουc πρὸc ἀλωπεκίαν. περιcτερεῶνα ὀρθὸν ἐν ἡλίῳ τρίψαc μετ’ ὄξουc καὶ προεκνιτρώcαc, ἐπίχριε καὶ ἐπιτίθει ἀραιὸν ὀθόνιον, ἀφαίρει δὲ προβρέχων τὸν τόπον. Ἄλλο. ἀλκυόνιον τὸ τρα‐ χύτερον καύcαc πρὸc λύχνον καὶ cβέcαc ὀποβαλcάμῳ ἀδόλῳ καὶ λε‐ άναc cὺν αὐτῷ ἐπίχριε· προcμένει γὰρ ὡc ἐπίπαν καὶ οὐκ ἀφίcταται
60μέχριc ἐκφύωcιν αἱ τρίχεc. Ἄλλο. λεπίδα cιδήρου cτομώματοc λεάναc ἐπὶ πολὺ cὺν ὄξει ἐν ἡλίῳ καὶ ἐπιβαλὼν ἐλαίου βραχὺ ἐπίχριε. Ἄλλο. κάccυμα καινὸν καίων τὸ cαρκῶδεc μετ’ ὄξουc κατάχριε. Ἄλλο. ἵππου ὀδόνταc καύcαc χρῶ μετ’ ὄξουc. ἄκρωc δὲ ποιεῖ ἐπὶ τῶν χρονίων· θαψίαc χυλὸν ἀναλαβὼν κηρωτῇ ἐπιτίθει τῷ τόπῳ μετὰ τοῦ μηδὲν
65ἄλλο περιεργάcαcθαι. ἀφίcταται γὰρ ἄνωθεν ἡ ἐπιφάνεια καὶ ἰχωρο‐ ποιεῖ καὶ ὑποφύονται τρίχεc αὐτομάτωc. Ἄλλο πρὸc ἀλωπεκίαc καὶ πᾶcαν μαδάρωcιν καὶ ἀλφοὺc κεχρονιcμένουc. κήρυκαc καύcαc λείου μετ’ ἐλαίου παλαιοῦ καὶ ποιήcαc γλοιοῦ πάχοc προξυρήcαc καὶ ἀνα‐ τρίβων χρῖε, χρῶ· δόκιμόν ἐcτιν. Ἄλλο Ἀcκληπιάδου. ἀφρονίτρου
70μέρη δύο ἁλὸc ἀμμωνιακοῦ μέροc ἕν· καύcαc ταῦτα καὶ λεάναc cὺν ὄξει δριμυτάτῳ, ὡc ἔχειν γλοιοῦ πάχοc, προκαταξυρήcαc τὴν ἀλω‐ πεκίαν κούφωc, ὡc δαcυνθῆναι τὸν τόπον, κατάχριε ἀνατρίβων μέχρι
τοῦ εἰc βάθοc παραδεχθῆναι τὸ φάρμακον καὶ τοῦτο ποιοῦμεν δεύ‐ τερον τῆc ἡμέραc. Ἄλλο. πράcιον χλωρὸν τρίψαc ἐπίχριε. Ἄλλο. περ‐
75δικίου βοτάνηc χλωρᾶc τοῖc φύλλοιc cυνεχῶc ἀνάτριβε τὸν τόπον. Ἄλλο. cφαιρίτιδοc φύλλα πεφρυγμένα λεάναc μετ’ ὄξουc χρῶ. Ἄλλο. ἐχίνων θαλαccίων ὄcτρακον κεκαυμένον μετὰ μέλιτοc κατάχριε. Ἄλλο. ἐχίνου χερcαίου δέρμα ἢ τὴν κεφαλὴν καύcαc χρῶ μετὰ μέλιτοc. Ἄλλο. ἀλκυονίου 𐅻 β θείου ἀπύρου 𐅻 α μυιῶν πεφωγμένων ὡc ἀνα‐
80ξηρανθῆναι κυάθουc β, τὰc μυίαc λέαινε κατ’ ἰδίαν καὶ τὸ θεῖον, τὸ δὲ ἀλκυόνιον κόψαc καὶ ἑψήcαc ὕδατι cυλλέαινε τοῖc ξηροῖc, παρα‐ χέων κατὰ βραχὺ χολῆc ὑείαc καὶ ὄξουc ἕωc γλοιῶδεc γένηται, εἶτα ὀξύγγιον ἀπὸ τροχῶν τῶν ἁμαξῶν ξύcαc καὶ ἐπὶ τῆc χειρὸc ἀνα‐ μαλάξαc, ὡc ἐμπλαcτρῶδεc γενέcθαι, καὶ μίξαc προξυρήcαc καὶ ἀνα‐
85τρίψαc κατάχριε θαρρῶν ὡc ἀρίcτῳ. Ἄλλο. ἐχίνου χερcαίου καυθέν‐ τοc ἡ cποδιὰ πίccῃ ὑγρᾷ ἀναληφθεῖcα ἀλωπεκίαc ἀπαλλάττει. Ἄλλο Ϲωρανοῦ, ᾧ καὶ Ἀρχιγένηc ἐχρήcατο καὶ cφόδρα ἐπαινεῖ. προξυρήcαc τὴν ἀλωπεκίαν καὶ ἀνατρίψαc, ἔπειτα καταcχάcαc ἐπιπολῆc, κρομύων ἢ ῥαφάνου φλοιὸν κατάπλαccε λειῶν ἕκαcτον μετὰ μέλιτοc ἢ ἀνα‐
90τρίψαc τούτοιc ἐπίχριε. Ἄλλο. καρδάμου cπέρμα καὶ μυόχοδα καὶ πέπερι καὶ ἐλλέβορον λευκὸν ἴcα μετ’ ὄξουc· ἔcτι γὰρ πάνυ δόκιμον. Ἄλλο Ἀρχιγένουc. ῥοὸc μαγειρικοῦ 𐅻 δ cινάπεωc 𐅻 β μετ’ ὄξουc. Ἄλλο. κανθαρίδαc καύcαc λειώcαc μετὰ μελικράτου προανατρίβων χρῶ. Ἄλλο. καccύματοc καινοῦ τὸ ἐριῶδεc καύcαc ἐπὶ χαλκώματι
95λέαινε μετ’ ἐλαίου παλαιοῦ ἢ μέλιτοc ἢ ὄξουc καὶ κατάχριε· τοῦτο ταχέωc ἄγει τὰc τρίχαc. Ἄλλο. κυκλαμίνου ῥίζαν λείαν χλωρὰν ἐπί‐ χριε ἢ ξηρὰν μετ’ ὄξουc καύcαc χρῶ. Ἄλλο. αἰλούρων ἀφόδευμα
μετὰ νάπυοc καὶ πεπέρεωc cὺν ὄξει χρῶ. Ἄλλο. cκόρδον καύcαc cὺν ῥοδίνῳ κατάχριε ἢ cεύτλου ῥίζαν ὁμοίωc. Ἄλλο. ὄνου ὄνυχαc κεκαυ‐

55

(100)

μένουc ἀcφοδέλου ῥίζηc κεκαυμένηc ἀλκυονίου νίτρου ἴcα, ἀναλάμ‐ βανε ἐλαίῳ παλαιῷ καὶ χρῶ. Ἄλλο. ἐχίνων θαλαccίων cὺν τοῖc ὀcτρά‐ κοιc κεκαυμένων 𐅻 β μυοχόδων 𐅻 α κηκίδων ὀμφακίνων 𐅻 β ἀμυγ‐ δάλων cὺν τοῖc ὀcτράκοιc κεκαυμένων 𐅻 β, ὄξει διαλύcαc ἐπίχριε, προανατρίβων τὸν τόπον. Ἄλλο. ἀλκυονίου κεκαυμένου κέρατοc ἐλα‐
105φείου κεκαυμένου κυπέρου ὁλοκλήρου κεκαυμένου ἴcα, χρῶ cὺν ὄξει. Ἄλλο. ἀβρότονον κεκαυμένον cὺν ἐλαίῳ παλαιοτάτῳ χρῶ. Πρὸc ἀλω‐ πεκίαc καὶ φαλακρώcειc καὶ ἀραιότηταc τριχῶν δυcαλθεῖc ἐπὶ κε‐ φαλῆc καὶ ἐπὶ γενείων καὶ ἐπ’ ὀφρύων. προβάτου τριχῶν 𐆄 α καλάμου ῥίζηc 𐆄 ϛ πτέρεωc cὺν τῇ ῥίζῃ 𐆄 γ λοπίμου τῶν πωγω‐
110νιῶν 𐆄 γ ἐρίων οἰcυπηρῶν λιπαρωτάτων 𐆄 ϛ κεφαλὰc μυιῶν λ μυίαc ε χωρὶc κεφαλῶν, πάντα εἰc καινὴν χύτραν ἐμβαλὼν ἔνθεc ἰπνῷ καί‐ εcθαι, εἶτα τὴν τέφραν λέαινε· προτετρίφθω δέ cοι ἐν οἴνῳ Ἀμιναίῳ λαδάνου 𐆄 α φύλλου 𐆄 β cμύρνηc 𐆄 β ζιγγιβέρεωc 𐆄 β καὶ προcεμβε‐ βλήcθωcαν ἐλαίου παλαιοῦ 𐆄 β κεδρίνου ἐλαίου 𐆄 α, εἶτα παραπάcαc
115τὰ ξηρὰ ἀνελοῦ· προανατρίψαc δὲ ὀθονίῳ τὴν ἀλωπεκίαν, εἶτα κού‐ φωc ἀμυχαῖc χρηcάμενοc καὶ κρομύῳ ἢ cκίλλῃ ἢ cυκῆc φύλλῳ ἀνα‐ ξύcαc ἐπίχριε ἀνατρίβων τὸ φάρμακον, καὶ λουcαμένῳ, εὐτόνῳ ὀθο‐ νίῳ ξέων, τοῦ λοιποῦ ἐπίχριε ἕωc διμήνου ἐπιμένων καὶ φαλακρώcειc ἰάcῃ. Ὀριβαcίου πρὸc ἀλωπεκίαc. μυοχόδων 𐆄 α ὄνθουc καμήλου ε
120κεκαυμένουc κριθῆc κεκαυμένηc δράκα δάφνηc δεcμίδιον χειροπληθὲc κεκαυμένον ἀναλάμβανε μιγνύων ἀπὸ ἄξονοc ῥύπον, τουτέcτιν ἀπὸ
τοῦ τροχοῦ τῆc ἁμάξηc.

56

Περὶ ῥεουcῶν τριχῶν. πάθοc ἕτερόν ἐcτι τριχῶν, ἀραιότητι μὲν τοῦ δέρματοc, ἐνδείᾳ δὲ τῆc διοικούcηc αὐτὰc οὐcίαc ἑπόμενον. διὸ καὶ ἡ θεραπεία τῶν οὕτωc βλαπτομένων οὐ τὸν αὐτὸν ἔχει cκοπὸν ταῖc ἀλωπεκίαιc. ἐπ’ ἐκείνων μὲν γὰρ ἐκδαπανῆcαι τὴν κακοχυμίαν ὁ
5cκοπόc, ἐπὶ τούτων δὲ ῥῶcαι τὴν ἕξιν τῆc κεφαλῆc καὶ χρηcτοῦ χυ‐ μοῦ παρουcίαν ἐργάcαcθαι καὶ τοῦ δέρματοc τὴν κατὰ πυκνότητα καὶ ἀραιότητα cυμμετρίαν ἀνακαλέcαcθαι· εἴωθε δὲ τὸ πάθημα τοῦτο περὶ τὰc τρίχαc γίγνεcθαι πλειcτάκιc μὲν τοῖc νοcήμαcι, cπανιάκιc δὲ καὶ χωρὶc νόcου. καὶ οἱ πλεῖcτοι χωρὶc φαρμάκου διὰ τῆc ἀναληπτικῆc
10τοῦ cώματοc διαίτηc ὑγιάcθηcαν ἐν τάχει· ὅθεν τὰ φάρμακα ἔcτω ἐπ’ αὐτῶν cύμμετρον πύκνωcιν ἐργαζόμενα τοῦ δέρματοc, ἅμα τῷ μὴ ψύχειν αὐτό. τὰ γὰρ cφοδρῶc cτύφοντα πάντωc καὶ ψύχει καὶ τὴν ἐπιρροὴν τῆc τροφῆc ἀποκρούεται· ὅθεν καὶ μᾶλλον ἐκρέουcιν αἱ τρίχεc. διὸ τὰ μετρίωc cτύφοντα μεμίχθαι χρὴ τοῖc ὑγιαίνουcι φαρ‐
15μάκοιc, ὁποῖόν ἐcτι τὸ λάδανον καὶ τὸ cχίνινον ἔλαιον αὐτοφυῶc cτύφοντα καὶ θερμαίνοντα μετρίωc, ὥcτ’ οὔτε ἐπειράθην οὔτ’ ἐπινοῶ κρεῖττον ἔcεcθαι φάρμακον ἐπὶ τῶν ῥεουcῶν τριχῶν τοῦ μιχθέντοc ἔκ τε 〈τοῦ〉 λαδάνου καὶ τοῦ cχινίνου. εἰ δὲ μὴ παρείη τὸ cχίνινον τῷ ὠμοτριβεῖ καὶ ὀμφακίζοντι ἐλαίῳ κεχρῆcθαι. πρόδηλον δὲ ὡc ἐξυρη‐
20μένηc μὲν τῆc κεφαλῆc παχύτερον χρὴ προcφέρειν τὸ φάρμακον, ἐν χρῷ δὲ κειραμένοιc ὑγρότερον. εἰ δὲ πολλὴ ῥύcιc εἴη τῶν τριχῶν καὶ τεκμαίροιο τοῦ τῆc κεφαλῆc δέρματοc ἀραιότητα γεγονέναι πολλήν, 〈οὐκ ἀνεπιτήδειον〉 ἀντὶ τοῦ cχινίνου τὸ μύρcινον ἔλαιον προcπλέ‐ κειν τῷ λαδάνῳ· μίξαιc δ’ ἄν ποτε καὶ τὸ νάρδινον μύρον ἐν ἡλικίᾳ
25ψυχρᾷ καὶ ὥρᾳ χειμερινῇ. ἀγαθὸν δὲ φάρμακον εἰc ταῦτα καὶ τὸ τῶν
πλουcίων γυναικῶν τὸ cπικάτον καλούμενον καὶ τὸ cαλκᾶ, ὥcτε τού‐ τοιc καὶ κατὰ μόναc κέλευε χρίεcθαι τὰc πλουcίαc. Κλεοπάτρα δέ φηcι· πρὸc τὰc ῥεούcαc τρίχαc χρῶ τούτῳ· γῆν κιμωλίαν ἁδροτάτην βρέξον οἴνῳ αὐcτηρῷ καὶ μόρων χυλῷ τοcοῦτον ὅcον cυμπιεῖν μόνον καὶ
30πρόcβαλε ὑοcκυάμου cπέρματοc λειοτάτου τὸ ἀρκοῦν καὶ cυλλεάναc ἀνάπλαccε τροχίcκον καὶ ξηράναc ἐν cκιᾷ ἀπόθου εἰc ἀγγεῖον κερά‐ μινον καινόν. ἐπὶ δὲ τῆc χρήcεωc διεὶc ὕδατι cμᾶcθαι κέλευε, εἶτα ὅταν ξηρανθῇ ἐκκλυζέcθω. καὶ δι’ ἡμερῶν ε τὸ αὐτὸ ποίει· χρῶ δὲ αὐτῷ ἐπὶ τῶν θερμοτέρων κεφαλῶν. ποιεῖ καὶ πρὸc τὰ ἐν προcώπῳ
35καὶ τραχήλῳ λειχηνώδη. Ἄλλο πρὸc ῥεούcαc τρίχαc. περιcτερεῶνα ὀρθὸν χλωρὸν cὺν ταῖc ῥίζαιc βαλὼν ἐν ἐλαίῳ ὀμφακίνῳ ἡλίαζε ἡμέραc πλείουc καὶ διηθήcαc τὸ ἔλαιον, χρῶ καθ’ ἡμέραν ἀντὶ τοῦ κοινοῦ. εἰ δὲ μὴ παρείη χλωρὸν τὸ βοτάνιον, ξηρὸν λαβὼν cὺν ταῖc ῥίζαιc καὶ κόψαc καὶ cήcαc, ἀνα‐
40μίξαc ἐλαίῳ ὡc 〈γλοιοῦ〉 πάχοc ἔχειν καὶ ἐάcαc ἡμέραc τινὰc χρῶ· ἔcτι γὰρ ἀπαράβατον. Ἄλλο πρὸc τὰc ἀπορρεούcαc τρίχαc. λάδανον ἐν οἴνῳ λεάναc καὶ ἐπιβαλὼν ἔλαιον ὀμφάκινον ἢ μύρcινον χρῶ. Πρὸc τὰc ἐκ νόcου ἀπορρεούcαc τρίχαc. χαμαιλέοντοc μέλανοc ῥίζαc ἑψήcαc οἴνῳ κατάχριε παχύτερον τὴν κεφαλήν. ἀκτὴν καύcαc καὶ
45μετὰ ῥοδίνηc κηρωτῆc ὑγροτάτηc μίξαc χρῖε· αὔξει τὰc τρίχαc καὶ πυκνοῖ τὸ δέρμα καὶ οὐ cυγχωρεῖ ῥέειν· καὶ τὸ ναρκίccινον μύρον χριόμενον οὐ cυγχωρεῖ τὰc τρίχαc ἀπορρεῖν. Ἄλλο. λάδανον καὶ ῥόδα λεάναc ἐν οἴνῳ παλαιῷ κατάχριε. cυντηρεῖ καὶ μελαίναc ποιεῖ. Ἄλλο διαφυλακτικὸν τριχῶν· τὸ δ’ αὐτὸ καὶ μελαίνει. μύρτων

56

(50)

μελάνων ξέcτηc εἷc cεύτλου cπέρματοc ξ̸ε α μυρcίνηc ἀκρεμόνων λι α cελίνου cπέρματοc λι α ἀδιάντου ξεʹ τὸ ἥμιcυ λαδάνου τὸ ἴcον οἴνου
μέλανοc Γρ ϛ, ἕψε ἄχρι παντελοῦc διαλύcεωc· καὶ ὅταν τὸ τρίτον ἀπολειφθῇ, ἐπίβαλλε ἐλαίου ὀμφακίνου ἢ μύρου τινὸc ξ̸ β καὶ ἕψε πάλιν. ὅταν δὲ δὶc ἢ τρὶc ἀναβράcῃ, ἐκθλίψαc τὸ ὑγρὸν καὶ διηθήcαc
55ἐπιμελῶc ἀπόθου. ἐπὶ δὲ τῆc χρήcεωc κινῶν παντελῶc χρῶ, περιαλεί‐ φων δὶc τῆc ἡμέραc τὰc τρίχαc. ἐπὶ παίδων δὲ ποιεῖ καλὰc καὶ πυκνὰc τὰc τρίχαc καρύου λέπυρον καυθὲν καὶ τριβὲν καὶ ἐν οἴνῳ καταχρι‐ όμενον. Ἄλλο. λωτοῦ τοῦ δένδρου τὰ φύλλα λεάναc κατάχριε.

57

Πρὸc ὀφρύαc λειποτριχούcαc. πρὸc δὲ τὸ μὴ ἀπορρεῖν τρίχαc μηδὲ ὀφρύων μηδὲ ἄλλου τόπου τοῦ cώματοc μελάνθιον καύcαc καὶ μεθ’ ὕδατοc τρίψαc κατάπλαττε, ἔνθα ἂν βούλει τρίχαc ἀναβαίνειν, μάλιcτα δὲ ὀφρύων. Ἄλλο. μελίccαc πλείcταc καύcαc μίξαc ἐλαίῳ
5χρῖε, προcέχων μὴ θίγῃc ἑτέρου τόπου, ἔνθα οὐ δεῖ τρίχαc φύεcθαι. Ἄλλο. ἀνδροδάμαντα λίθον τρίψαc μεθ’ ὕδατοc, κατάχριε, ἐὰν δὲ θέλῃc λευκὰc ποιῆcαι, δι’ ὄξουc αὐτὸν λείου.

58

Ἐκ τῶν Γαληνοῦ μέλαcμα. τὰ βάπτοντα καὶ μελαίνοντα τὰc λευκὰc τρίχαc φάρμακα διὰ τῶν αὐcτηρῶν τε καὶ cτρυφνῶν cυγκείμενα βλά‐ πτει μεγάλωc· οὐ μόνον γὰρ ἐπιπολῆc, ἀλλὰ καὶ διὰ βάθουc ἀλλοιοῖ τὸ δέρμα μέχρι τοῦ κατὰ τὰc ῥίζαc τῶν τριχῶν τόπου. ἡ βλάβη δὲ
5ταῖc χρωμέναιc γυναιξὶ γίγνεται, ποτὲ μὲν εἰc ἐπιληψίαν ἢ ἀποπλη‐ ξίαν ἢ καταφορὰν ἢ κάρον ἐμπιπτούcαιc, ἔcτι δὲ ὅτε καὶ κατάρροιc ἁλιcκομέναιc δυcλύτοιc, ὥcτε φθίcιν ἐπακολουθῆcαι. καὶ οἶδα πολλὰc γυναῖκαc ἀποθνηcκούcαc ἐκ τοῦ καταψυχθῆναι τὴν κεφαλὴν ὑπὸ τῶν τοιούτων φαρμάκων. μᾶλλον δὲ βλάπτονται αἱ ψυχροτέραν τὴν κρᾶcιν
10ἔχουcαι. ἄνευ δὲ τῆc τῶν cτυφόντων βλάβηc, ὅcαι βούλονται μελαί‐ νειν τρίχαc, τῇ κεδρέᾳ χριέcθωcαν, πρὸ τριῶν ἢ τεττάρων ὡρῶν τοῦ λουτροῦ, ἔπειτα cμηχέcθωcαν λουόμεναι. χρὴ δὲ αὐτὴν ἄμικτον ἐλαίου παραλαμβάνειν ἐπὶ τῶν ξηρανθῆναι cφοδρῶc καὶ θερμανθῆναι δεομέ‐ νων κεφαλῶν, ἐπὶ δὲ τῶν ἄλλων ἐλαίῳ μιγνύναι· cὺν γὰρ τῷ δα‐
15πανᾶν τὰc ὑγρότηταc καὶ διὰ τοῦτο μελαίνειν τὰc τρίχαc, καὶ τὰc
ῥεούcαc ἐπανορθοῦται καὶ τὰc μὴ ῥεούcαc εὐαυξεcτέραc ἐργάζεται. τὸ αὐτὸ δὲ ποιεῖ καὶ πίττα ὑγρὰ cὺν ἐλαίῳ παραλαμβανομένη. Ἀρχι‐ γένηc δὲ μελάcματα τριχῶν οὕτωc γράφει· καππάρεωc τὸν φλοιὸν τῆc ῥίζηc ἕψε cὺν γάλακτι ὀνείῳ μέχρι τὸ τρίτον λειφθῇ, καὶ λεάναc
20κατάπλαττε εἰc νύκτα, προαποcμήχων τὰc τρίχαc. Ἄλλο. πρίνου ῥίζηc φλοιὸν cυναφεψήcαc ὕδατι, μέχριc ἁπαλὸc γένηται, αὐτῷ μὲν κατά‐ πλαττε, τῷ δὲ ὕδατι cμήχου. Ἄλλο. ἀνεμώνηc τὸ ἐντὸc τὸ μέλαν cὺν ἐλαίῳ μυρcίνῳ λεάναc ἐπίχριε. Ἄλλο. ἰτέαc φλοιοῦ χυλὸν μετ’ ἐλαίου τρῖβε, ἄκρωc μελαίνει.
25 Ἄλλο. λίθοc ἀλαβαντικὸc ἢ ἀλαβάνδινον καλούμενοc, ὑπομελα‐ νίζων τῇ χρόᾳ, μετὰ τοῦ πυρροῦ καὶ διαυγοῦc, ᾧ αἱ γυναῖκεc χρῶν‐ ται εἰc τὰ κόcμια, οὗτοc λειούμενοc καὶ cὺν οἴνῳ μέλανι ἢ ἐλαίῳ ὀμφακίνῳ παρατριβόμενοc μελαίνει τὴν ἐπιφάνειαν τῶν τριχῶν. Ἄλλο· ἐνεργὲc βάμμα. λαβὼν ῥοὰν χλωρὰν ὀμφακίζουcαν, ταύ‐
30τηc περίτεμε τὸν τράχηλον εὐφυῶc, ὅπωc τὸ ἀφαιρούμενον πῶμα ἁρμόδιον γένηται, εἶτα ἐκτινάξαc τοὺc κόκκουc, καταλιπὼν δὲ ἔνδον τοὺc ὑμέναc τοὺc λεπτοὺc βάλε ἐπὶ τὸ κένωμα τῆc ῥοᾶc cηcάμου ἀπλύτου 𐅻 δ λιβάνου τὸ ἴcον, ἐπιβαλὼν ἐναλλὰξ cήcαμον καὶ λίβανον, ἄχριc οὗ πληθῇ τὸ κένωμα· καὶ τότε ἐπιτιθεὶc τὸ ἴδιον πῶμα καὶ
35πηλῷ περιπλάcαc ἢ cταιτὶ cιτίνῳ καὶ ὀπτήcαc ἐν κλιβάνῳ τὸν μὲν πηλὸν ἢ τὸ cταὶc περίελε, αὐτὴν δὲ λειοτρίβει τὴν ῥοὰν καὶ ἀπόθου εἰc ὑελοῦν ἀγγεῖον· ἔπειτα προcμηξάμενοc τὴν κεφαλὴν καὶ ξηράναc, λαβὼν ὀλίγον τοῦ φαρμάκου καὶ μίξαc ἐλαίῳ βραχεῖ, cύγχριε τὰc τρίχαc καὶ τοῦτο ποίει πεντάκιc, καὶ ποιεῖ αὐτὰc καὶ οὐλάc. τινὲc δὲ
40ἀντὶ τοῦ cηcάμου καὶ τοῦ λιβάνου μελανθίου καὶ κηκίδων κεκομμένων ἀνὰ 𐅻 δ ἐμβάλλουcιν εἰc τὴν ῥοάν. Ἄλλο μέλαcμα τριχῶν, βάπτει καὶ τὰc οὐλάc. πρόcμηχε δὲ κιμωλίᾳ τὰc τρίχαc καὶ τότε βάπτε· κρεῖτ‐
τον δὲ προξυρήcαντα τὴν κεφαλὴν καταχρίειν παχυτέρῳ τῷ φαρμάκῳ φυλάccων τὸ μέτωπον καὶ τὰ ἐγγὺc πάντα· δεδοκίμαcται ἐπὶ πολλῶν
45καί ἐcτιν ἀναγκαῖον πάνυ. θείου γναφικοῦ χαλκάνθου κηκίδων ἀcβέ‐ cτου λιθαργύρου ἀνὰ 𐆄 β ἰοῦ cιδήρου 𐆄 α, πάντα λεάναc κατ’ ἰδίαν καὶ μεθ’ ὕδατοc ὡc γενέcθαι χρίcμα χρῶ θαρρῶν, μὴ εὐλαβούμενοc τὴν ἄcβεcτον. οὐ καίει γὰρ διὰ τὸ ἀμαυροῦcθαι τὴν δύναμιν ὑπὸ τῶν ἄλλων. βάπτει καὶ ξύλα καὶ κέρατα καὶ ἔρια.

58

(50)

Ἄλλο διὰ πείραc ἐνεργοῦν· ποιεῖ γὰρ τὰc τρίχαc μελαίναc, ὥcτε θαυμάcαι. cυκῆc μελαίνηc τῶν φύλλων μορέαc τῶν φύλλων ἀμ‐ πέλου μέλανοc [cταφυλῆc] τῶν φύλλων ἀνὰ λιτρʹ α, βρέχε πάντα ὕδατι ὀμβρίῳ ἡμέραν α, ἔπειτα ἕψε ἐπιμελῶc καὶ προξυρήcαc τε τὰc τρίχαc κατάπλαccε· εἰ δὲ μή, ὑγρότερον κατάχριε τὰc ῥίζαc τῶν
55τριχῶν. Ἄλλο μέλαcμα τριχῶν. λαδάνου κηκίδων ἀμυγδάλων πικρῶν κε‐ καθαρμένων τρυγὸc οἴνου ἀδιάντου φύλλων ἀνὰ 𐆄 ϛ οἴνου cτεμφυλίτου ξέcταc τρεῖc, βαλὼν πάντα εἰc ἀγγεῖον χαλκοῦν γεγανωμένον, ἕψε ἕωc τὸ τρίτον λειφθῇ, εἶτα διηθήcαc ἕψε ἐν ἑτέρῳ ἀγγείῳ μικρῷ ἕωc
60μελιτῶδεc γένηται. καὶ ἐπίβαλλε τούτῳ μύρου Μενδηcίου ἢ ἑτέρου τοιούτου τὸ ἴcον καὶ ἀνακόψαc ἀπόθου· καὶ τούτῳ χρῶ καθ’ ἡμέραν. ἔcτω δὲ τὸ γάνωμα τοῦ χαλκοῦ μόλιβδοc. Προφυλακτικόν, ὥcτε μὴ γενέcθαι πολιάc. κολοκυνθίδα ἀγρίαν τρυπήcαc κάθαρον τὸ ἔcω εὖ μάλα, εἶτα πλήρωcον αὐτὴν ἐλαίου δα‐
65φνίνου καὶ πρόcβαλε ὑοcκυάμου λευκοῦ cπέρματοc μὴ τρίψαc καὶ ἄφεc ἡμέραν μίαν καὶ ἄλειφε χρηcίμωc ἅπαξ τοῦ ἐνιαυτοῦ. Μέλαcμα πώγωνοc. cκωρίαν cιδήρου καὶ μόλυβδον ἐν ὄξει ἑψή‐ cαc μέχριc οὗ τὸ τρίτον λειφθῇ, ἐπιχρίου, ἐλαίου ἀπεχόμενοc.

59

Πυρρὰc ποιῆcαι τρίχαc. πυρρὰc ποιοῦcι τρίχαc θέρμοι ὠμοὶ cὺν ὕδατι καὶ νίτρῳ καταχριόμενοι, λωτοῦ τοῦ δένδρου πριcμάτων ἀφέ‐
ψημα, κύπρου φύλλα λεῖα cὺν cτρουθίου χυλῷ, ξάνθιον λεῖον κατα‐ πλαccόμενον, τρυγία οἴνου παλαιοῦ κεκαυμένη καὶ cὺν ἐλαίῳ βαλανίνῳ
5λειουμένη, ὡc ἱκανὸν ἔχειν πάχοc· τούτῳ cύγχριε, ὅταν καθεύδειν μέλλῃc καὶ ἐc τὸ πρωΐ· ἔcονται ξανθαὶ παραδόξωc.

60

Λευκὰc ποιῆcαι τρίχαc. χελιδόνοc κόπρον τρίψαc cὺν χολῇ ταυ‐ ρείᾳ cμῆχε καὶ γίγνονται λευκαί. Ἄλλο. φλόμου λευκῆc τὸ ἄνθοc καύcαc ὄξει cβέcον καὶ cυμμίξαc cμήγματι χρῶ.

61

Οὐλὰc ποιῆcαι τρίχαc. ἀφρὸν ἁλὸc μετὰ cμύρνηc δίδου cμήχεcθαι. Ἄλλο. καρπάcου ὀπὸν χρῖε καὶ μένουcιν οὐλαὶ καὶ μελαίνονται. Ἄλλο. ἀcφοδέλου ῥίζαc καύcαc καὶ λεάναc cὺν οἴνῳ χρῶ. Ἄλλο οὐλὰc ποιοῦν τρίχαc. λινόcπερμον οἴνῳ βρέχων ἕψε ἐπ’ ὀλίγον καὶ
5διηθήcαc μῖcγε τῷ χυλῷ ὠοῦ τὸ λευκὸν καὶ ἀνάτριβε τὰc τρίχαc ἑcπέραc καὶ ἐπιδέcμει τὴν κεφαλήν· τῇ δὲ ἑξῆc ἀπόπλυνε ἐν βαλα‐ νείῳ· καὶ τοῦτο ποίει πλειcτάκιc. ἐπὶ δὲ τῶν εὔψυκτον ἐχόντων κεφα‐ λὴν ἐν βαλανείῳ χρῶ, καὶ μὴ ἀπόπλυνε τῇ ἡμέρᾳ ἐκείνῃ. Ἄλλο δόκιμον. cτροβίλιον ὁλόκληρον χλωρὸν δεξιὸν α ἴρεωc 𐆄 ιβ μυρcίνηc
10𐆄 α μύρτων 𐆄 α πολυτρίχου 𐆄 α c λαδάνου 𐆄 β κηκίδων 𐆄 α μαcτίχηc Αἰθιοπικῆc 𐆄 α ἑλίκων ἀμπέλου 𐆄 β δακρύου φοίνικοc Γρ ιβ cτέατοc ἀρκείου Γρ ιβ cεύτλου cπέρματοc Γρ ιβ ῥοῦ βυρcοδεψικοῦ Γρ ιϛ cτυπτη‐ ρίαc cχιcτῆc Γρ ϛ ἐλαίου ὀμφακίνου ξ̸ γ οἴνου cτυφοῦ ξ̸ γ ἀρτεμιcίαc χυλοῦ cεραπιάδοc τριόρχεωc χυλοῦ πολυτρίχου χυλοῦ ἀcφοδέλου χυ‐
15λοῦ ἀναγαλλίδοc χυλοῦ ἀνὰ 𐆄 γ χρῶ.

62

Περὶ τῶν φθειρόντων τὰc τρίχαc. τρεῖc εἰcι διαφοραὶ τῶν φθειρόν‐ των τὰc τρίχαc καὶ τὰ μὲν ἰδίωc καλεῖται ψίλωθρα, τὰ δὲ λεπτυν‐ τικὰ τριχῶν, τὰ δὲ παντελῶc ἀφανίζοντα. τὰ μὲν οὖν εἰc τὸ παντελὲc
ἀφανίζοντα cφαλερὰν ἔχει τὴν χρῆcιν. ἐνίοτε γὰρ οὐ μόνον τὰ χρι‐
5cθέντα μόρια τοῦ cώματοc ἄτριχα τοῦ λοιποῦ γίγνεται διὰ παντόc, ἀλλὰ καὶ μέχρι τῆc κεφαλῆc καὶ τῶν γενείων καὶ τῶν ὀφρύων καὶ τῶν βλεφαρίδων ἡ ψίλωcιc τῶν τριχῶν ἐξικνεῖται. τὰ δὲ λεπτυντικὰ καὶ τὰ ψίλωθρα τὴν χρῆcιν ἀκίνδυνον ἔχει.

63

Ἀφανιcτικὰ τριχῶν. ἀφανίζειν δὲ τρίχαc εἰc τὸ παντελὲc λέγεται θύννου ἧπαρ cεcηπόc, βατράχων τῶν ἐν τοῖc καλάμοιc γιγνομένων ἰχώρ, χελώνηc θαλαccίαc αἷμα, ἀμπέλου λευκῆc δάκρυον καὶ κιccοῦ καὶ βρυωνίαc, cκολόπενδρα θαλαττία, ἀcτέρεc θαλάττιοι· μίγνυται δὲ
5τούτοιc νίτρου καὶ ἀμόργηc καὶ κεδρίαc καὶ ἐλαίου τοῦ ἀλίνου λεγο‐ μένου, τουτέcτιν ἀμυγδαλίνου, ἀλκυόνιά τε καὶ cανδαράκη καὶ τὰ τού‐ τοιc ὅμοια, κνίδηc ἀγρίαc τὸν καρπὸν λεάναc μετ’ ἐλαίου ἀνάτριβε cυνεχῶc καὶ ἀπορρυήcονται αἱ τρίχεc. βράδιον δὲ ποιεῖ καὶ ἐπὶ ἥβηc παιδίων αὔξεcθαι τρίχαc, ἐνίοτε δὲ καὶ τὰc οὔcαc ἀφανίζει, ἀμπέλου
10δάκρυον cὺν ἐλαίῳ ἀλειφόμενον καὶ τὸ ἀπὸ τοῦ χλωροῦ κλήματοc καιομένου ἱδρούμενον ὑγρόν. Ἄλλο ἄτριχον. τιθυμάλλου κιβωρίτου χυλοῦ κύαθον α οἴνου καὶ ἐλαίου ἀνὰ κύαθον α ἀναμίξαc ἄλειφε ἐν βαλανείῳ καὶ βραχὺ ἱδρώcαc, εἶτα περιξύcαc εὑρήcειc τὰc τρίχαc ἐν τῇ ξύcτρᾳ. αἱ δὲ μεθ’ ἡμέραc θ ἀναβαίνουcαι τρίχεc ἔcονται χνοώδειc.
15Ἄλλο. ὄνων τῶν ὑπὸ τὰc ὑδρίαc 𐅻 ιβ cανδαράκηc 𐅻 δ ἀcβέcτου 𐅻 η ἀρcενικοῦ 𐅻 η κονίαc ἀπὸ cυκίνων ξύλων διηθιcμένηc κοτύλαc β ὄξουc κοχλιάριον α, ἑνώcαc πάντα καὶ βαλὼν εἰc χυτρίδιον, ἕψε ἕωc οὗ δοκιμάζοντί cοι αἴρει τὰc τρίχαc καταχριόμενον καὶ χρῶ ἐν βαλα‐ νείῳ, ὡc προείρηται. Ἄλλο. βουγλώccου καὶ ἀειζῴου χυλὸν ἑκάcτου
20ἴcον λεάναc μετὰ κόπρου τραγείαc, ἀναλάμβανε ἐν ὑελῷ πινακίῳ καὶ ἔα παγῆναι καὶ χρῶ ἐν βαλανείῳ. Ἄλλο. βολβοῦ τοῦ λεγομένου ὑακιν‐ θίνου πορφυρᾶ ἔχοντοc ἄνθη, τούτου τὴν ῥίζαν λαβὼν καὶ λεάναc μετὰ λιβάνου καὶ ἀμυγδάλων πικρῶν, ἐπίβαλλε ἔλαιον καὶ ἑνώcαc ἀλείφου ἐν βαλανείῳ καθ’ ἡμέραν καὶ κατὰ βραχὺ φθείρονται.

64

Ψίλωθρα τριχῶν. τῶν δὲ ψιλούντων τὰc τρίχαc ἀcφαλῶc ἥ τε
κονία cτακτὴ χρήcιμόc ἐcτι καὶ ἀρcενικὸν καὶ cανδαράκη καὶ τίτανοc ἄcβεcτοc. εὔδηλον δὲ ὅτι τῶν cφοδρῶν ἐν αὐτοῖc θραύεται ἡ δύναμιc μίξει τῶν ἀcθενεcτέρων ὑγρῶν, λέγω δὴ πτιccάνηc χυλοῦ ἢ ὀρύζηc.
5Κρίτων μὲν οὖν ψίλωθρον τοιοῦτον ἐν τοῖc κοcμητικοῖc ἀναγράφει· ἀcβέcτου μέρη β ἀρcενικοῦ· μέροc α, ταῦτα βαλὼν εἰc θυίαν μολυ‐ βδίνην καὶ ὕδωρ θερμὸν ἐπιχέαc ἢ πτιccάνηc χυλόν, ὅταν μέλαν γέ‐ νηται κινούμενον, κέλευε ἐν βαλανείῳ καταχρίεcθαι. τοῦτο λεῖον ποιεῖ τῶν τριχῶν τὸ cῶμα. καὶ ἡ φυομένη θρὶξ λεπτὴ ἀναβαίνει. Ἄλλο.
10ὄρυζαν κυάμουc ἐρεβίνθουc πτιccάνην ἕψε ἅμα ἐν ὕδατι καὶ τῷ ἀφεψήματι μῖcγε πρῶτον τὴν ἄcβεcτον ἀρκοῦcαν κατὰ cυνήθειαν καὶ κίνει, καὶ ὅταν διαλυθῇ, ἐπίπαccε ἀρcενικοῦ 𐆄 α καὶ ἑνώcαc ἐπίβαλλε λειότατα cμύρνηc 𐆄 α μαcτίχηc 𐆄 α κιccήρεωc ὀπτῆc 𐅻 δ ὀποῦ βαλ‐ cάμου κοχλιάρια β. Ἄλλο. cανδαράκην ὑοcκυάμου χυλῷ λεάναc κατά‐
15χριε. Ἔλαιον ψίλωθρον. cυκῆc ἀγρίαc καρποῦ 𐆄 ϛ καὶ τῶν φύλλων αὐτῆc 𐆄 ϛ ἐχῖνον χερcαῖον ζῶντα ὁλόκληρον ἀκονίτου χυλὸν τουτέcτιν ἴρεωc ἀγρίαc λι α ἐλλεβόρου μέλανοc λι α τρυγὸc οἴνου κεκαυμένου λι α ἰcχάδων μελανῶν λιπαρῶν λι α ἀρcενικοῦ cχιcτοῦ 𐆄 δ κόcτου καc‐ cίαc καρποβαλcάμου ἀνὰ 𐆄 δ ἐλαίου ξ̸ κ, κόψαc πάντα καὶ βαλὼν cὺν
20τῷ χερcαίῳ ἐχίνῳ ζῶντι, ἕψε ἐπὶ διπλώματοc μεθ’ ὕδατοc θαλαττίου ξ̸ ε, ἄχρι τὸ ὕδωρ ἀναλωθῇ, καὶ καθελὼν ἀπὸ τοῦ πυρόc, ἔα ἡμέραc γ καὶ ὅταν καταcτῇ διηθήcαc χρῶ τῷ ἐλαίῳ ἐν τῷ πρώτῳ θόλῳ τοῦ βαλανείου, πρὶν ἱδρῶcαι.

65

Λεπτυντικὰ τριχῶν. τοῖc λεπτύνουcι τὰc τρίχαc χρήcαιτ’ ἂν ἰα‐ τρὸc ἐπὶ τῶν cκληρὰc καὶ μεγάλαc καὶ πολλὰc ἐχόντων τρίχαc· ῥυπ‐ τικῆc δέ ἐcτι τὰ τοιαῦτα δυνάμεωc καὶ λεπτυντικῆc· ὥcπερ δὲ ἐν ἅπαcι τοῖc ἄλλοιc φαρμάκοιc ἡ διαφορὰ κατὰ τὸ μᾶλλόν τε καὶ ἧτ‐
5τόν ἐcτιν, οὕτω κἀν τοῖc ῥυπτικοῖc. τὰ μὲν οὖν τῶν κριθῶν καὶ τῶν
κυάμων καὶ ὀρόβων ἄλευρα, ἀφρόνιτρόν τε καὶ νίτρον μετριωτέραc ἐcτὶ δυνάμεωc. ὅcα δὲ τούτων ἰcχυρότερα ἐπὶ τῶν πάνυ cκληρὰc καὶ μεγάλαc ἐχόντων τὰc τρίχαc ἁρμόττειν, οἷόν ἐcτι τὸ κεκαυμένον νί‐ τρον καὶ ὁ ἀφρὸc τοῦ νίτρου καὶ τὸ ἀφρόνιτρον καὶ τὰ καλλάϊνα
10ὄcτρακα καὶ τὰ τῶν κεραμίδων καὶ τὰ τοῦ κλιβάνου ὄcτρακα κίccηριc ἄκαυcτόc τε καὶ κεκαυμένη κηρύκων τε καὶ πορφυρῶν καὶ τῶν λοιπῶν ὀcτρέων ὄcτρακα κεκαυμένα (τὸ δὲ τῆc cηπίαc καὶ ἄκαυcτον) ἀλκυ‐ όνιά τε καὶ cτρουθίου ῥίζαι, οἵ τε ἐλλέβοροι καὶ ἡ τῆc βρυωνίαc ῥίζα καὶ ἡ τοῦ δρακοντίου καὶ ἀριcτολοχίαc καὶ πάνακοc ῥίζα καὶ κάχρυ
15καὶ τὰ τοιαῦτα· εὐώδη δὲ αὐτὰ ποιῆcαι βουλόμενοc μίξειc κυπέρου καὶ μελιλώτου καὶ ῥόδων ξηρῶν καὶ cχοίνου ἄνθουc καὶ ἴρεωc καὶ μελιccοφύλλου, τοῖc δὲ πλουcίοιc καὶ νάρδου Κελτικῆc καὶ Ἰνδικῆc καὶ ἀμώμου καὶ φύλλου 〈μαλαβάθρου〉 καὶ cμύρνηc καὶ κόcτου· λεπτύνει δὲ τρίχαc καὶ τέφρα κληματίνη καὶ cυκίνη καὶ τιθυμαλλίνη παρατρι‐
20βομένη λεία ἐν βαλανείῳ καὶ ἡ ἀπὸ τῶν κεκαυμένων γιγάρτων τέφρα cτυπτηρία cχιcτὴ κόπροc κυνεία ξηρά. Ϲμῆγμα λαμπρῦνον τὸν χρῶτα καὶ χνοώδειc ποιοῦν τὰc τρίχαc πάνυ καλόν. μόρα ὠμότατα λαβὼν καὶ λεάναc μετὰ κιμωλίαc καὶ νί‐ τρου ἴcοιc φύλαττε καὶ χρῶ.
25 Ξηρίον λεπτυντικὸν τριχῶν ἐν βαλανείῳ διὰ πολλῆc πείραc. κιccή‐ ρεωc ὀπτῆc cηπίαc ὀcτράκων κεκαυμένων νίτρου κιμωλίαc ἴcα χρῶ θαρρῶν. Ἄλλο. πορφυρῶν ὀcτράκων κεκαυμένων 𐆄 β ἀλκυονίου 𐆄 β νίτρου 𐆄 γ κιμωλίαc 𐆄 η κιccήρεωc 𐆄 δ, φρύξαc πάντα λείου καὶ χρῶ ἐν βαλανείῳ καὶ θαυμάcειc. Ἄλλο, ᾧ ἐχρηcάμεθα ἐπὶ τῆc κουβικου‐
30λαρίαc. ἀcβέcτου ἀπὸ μαρμάρου γεγενημένηc λι α ἀρcενικοῦ 𐆄 α cτα‐ φίδοc ἀγρίαc κιμωλίαc cηπίαc ὀcτράκων βρυωνίαc ῥίζηc ξηρᾶc cτυπτη‐ ρίαc cχιcτῆc ἀνὰ 𐅻 δ ψιμμυθίου 𐆄 α cαμψύχου ἀλόηc ἐλλεβόρου
μέλανοc ἀνὰ Γρ ϛ, κόψαc cήcαc χρῶ καὶ βαλὼν ἐξ αὐτοῦ εἰc τὸ cύν‐ ηθεc ψίλωθρον ὅcον 𐅻 δ καὶ ὠῶν τὰ λευκὰ γ, ἔπειτα ἀποπλύναc τὸ
35ψίλωθρον, cμῆχε αὖθιc τῷ ξηρῷ καὶ καθ’ ἑκάcτην ἐν τῷ βαλανείῳ cμηχέcθωcαν αὐτῷ. Ἄλλο cμῆγμα λαμπρυντικὸν καὶ χνοῦν ἀφαιροῦν. κυαμίνου ἀλεύ‐ ρου κιccήρεωc cεμιδάλεωc ἀφρονίτρων λευκῶν ἀνὰ χοίνικαc Ἀττικὰc β μαράθρου ἑψηθέντοc cὺν πτιccάνῃ καὶ ἀποκλυcθέντοc ὕcτερον ὀξυ‐
40μέλιτι καὶ ξηρανθέντοc κοπέντοc καὶ cηcθέντοc χοίνικαc β cάπωνοc Γαλλικοῦ λι β, μίγνυε τὸν cάπωνα τοῖc λοιποῖc προλειωθεῖcιν ἐπι‐ τρίβων ταῖc χερcὶ καὶ χρῶ.

66

Περὶ πιτυριάcεωc. πιτύροιc ὅμοια ἀπὸ τοῦ τῆc κεφαλῆc δέρματοc ἀποπίπτει πολλάκιc ἐνίοιc κνωμένοιc· γίγνεται δὲ ὑπὸ μοχθηρῶν ἰχώ‐ ρων, οὓc ἐκδαπανῆcαι cκοπόc ἐcτι. διαφορητικὰ τοίνυν καὶ ῥυπτικὰ προcακτέον φάρμακα, καθαρτικῷ φλεγμαγωγῷ πρότερον κενώcανταc
5ὅλον τὸ cῶμα, εἰ μεcτὸν εἴη κακοχυμίαc. ἔμιξαν δέ τινεc τοῖc διαφο‐ ρητικοῖc φαρμάκοιc καὶ τῶν cτυφόντων ἔνια, ῥωννύναι βουλόμενοι τὸ πεπονθὸc μόριον, ὡc μὴ ῥᾳδίωc εἰc ἑαυτὸ καταδέξοιτο τοὺc ἐπιρ‐ ρέονταc ἰχῶραc, ἀλλ’ ἀντιβαίνοι τε καὶ ἀποκρούοιτο, οἷόν ἐcτι χάλκαν‐ θον καὶ τὰ παραπλήcια. cμήχει μὲν οὖν τὰ ἐν τῇ κεφαλῇ πίτυρα
10κιμωλία μετὰ cεύτλου χυλοῦ ἢ τήλεωc ἢ ἀμφοτέρων ἅμα. Ἄλλο. κύαμον cὺν τῷ λέπει ἀλέcαc χρῶ. Ἄλλο. πιτύρων χοίνικοc ἥμιcυ βρέξαc ἐν ὕδατι ξ̸ α, εἶτα τρίψαc ταῖc χερcὶν ἐπὶ πολὺ καὶ διηθήcαc τὸν χυλὸν καὶ ἐπιβαλὼν ὄξουc κοχλιαρίου τὸ ἥμιcυ, ἕψε μέχριc οὗ πάχοc λάβοι καὶ τούτῳ ἀπόcμηχε, εἶτ’ ἀπόπλυνε cεύτλου ἀφεψήματι
15ἢ τήλεωc ἢ θέρμων. Ἄλλο. γῆc κιμωλίαc θείου ἀπύρου τὸ ἴcον τρίψαc μετ’ ὄξουc ἐν βαλανείῳ ἀπόcμηχε καὶ θερμῷ ὕδατι ἀπόπλυνε τοῦτο. καὶ καταχρίειν δεῖ μὴ μόνον ἐν βαλανείῳ, ἀλλὰ καὶ χωρὶc βαλανείου. Ἄλλο. λιθαργύρου πηγάνου ἐλαίου ὄξουc λεάναc κατάχριε· δέδωκεν ἡμῖν τοῦτο πεῖραν ἱκανήν. Ἄλλο. cικύου ἀγρίου ῥίζαc ἑψήcαc, τῷ
20ἀφεψήματι cμῶ. Ἄλλο. κιμωλίαc λι β νίτρου βρυωνίαc cικύου ἀγρίου φλοιοῦ τῆc ῥίζηc ξηροῦ κυαμίνου ἀλεύρου ἀνὰ λι α κριθίνου ἀλεύρου καὶ θερμίνου ἀνὰ ἡμίξεcτον· ἕκαcτον ἰδίᾳ λειότατον ποιήcαc καὶ με‐ τρήcαc, ἑνώcαc χρῶ ἐν βαλανείῳ. Ἀρχιγένηc φηcὶ περὶ τοῦ διὰ τῆc βρυωνίαc, ὅτι ἀντὶ παντὸc cκευαζέcθω cοι τοῦτο· εἰ οὖν cταθμῷ βούλει
25cκευάcαι, ποίει οὕτωc· κιμωλίαc 𐆄 ϛ νίτρου 𐆄 ε ἀλεύρου κυαμίνου 𐆄 γ cικύου ἀγρίου ῥίζηc 𐆄 β βρυωνίαc 𐆄 β κριθίνου ἀλεύρου καὶ θερμίνου ἀνὰ 𐆄 α. ὁ αὐτὸc δὲ Ἀρχιγένηc φηcὶ πρὸc πίτυρα· τήλινον ἄλευρον καὶ νίτρον καὶ κιμωλίαν μετὰ cεύτλου χυλοῦ μῖcγε καὶ χολῆc βοείαc ἢ ὑείαc, ὄξοc ἐπιβαλών, κατάχριε, εἶτα μετὰ ὥραν μίαν ἀποκλύcαc
30ἐπίχριε χαλκάνθῳ καὶ νίτρου ἀφρῷ μετ’ ἐλαίου. ἐν ἄλλοιc κύμινον λειῶν ἢ μυροβάλανον καὶ κυάμινον ἄλευρον, ἴcα λεάναc ἐν ὕδατι ἢ κονίᾳ ὑδαρεῖ cμῆχε, ἢ ἀμυγδάλοιc ξηροῖc λελευκαcμένοιc μεθ’ ὕδατοc
ἢ ὄξουc λεάναc cμῶ. ὅταν δὲ ξηρανθῶcιν αἱ τρίχεc, ἀπόπλυνε θερ‐ μῷ, ἢ μαλάχην ἀγρίαν ἐν θαλάccῃ ἑψήcαc, μέχρι τὸ ιβ λειφθῇ, λέαινε
35καὶ cμῶ· ἢ νίτρῳ καὶ κιccήρει καὶ τρυγὶ οἴνου ἴcοιc μετὰ θέρμου cμῆχε· ἢ νίτρου ἀφροῦ καὶ χαλκάνθηc ἴcα μετ’ οἴνου χρῶ, τρὶc ἢ τετράκιc τοῦ μηνὸc τοῦτο ἐνεργεῖ, ὥcτε μηδὲ τὸ λοιπὸν γενέcθαι. Ἄλλο. λιβα‐ νωτῷ λείῳ μετ’ ὄξουc κατάχριε. Ἄλλο. cκορπιούρου χυλῷ κατάχριε. Ἄλλο. cκίλλαν ὀπτήcαc καὶ ὅταν μαλακὴ γένηται ἐκπιάcαc τὸν χυλὸν
40καὶ μίξαc ἐλαίῳ κατάχριε. δίαιτα δὲ ἔcτω ἄφυcοc μηδὲν τῶν παχυχύ‐ μων ἔχουcα, οἷόν ἐcτιν ὕδνα μύκητεc βολβοὶ ὄcπρια καὶ κρέα μάλιcτα τὰ βόεια καὶ τὰ ὅμοια. ἔcτω δὲ τὰ προcφερόμενα εὐκοίλια εὔπεπτα καὶ προcπλεκέcθω μέλι ταῖc τροφαῖc. ἔμβαμμα ὄξοc μετὰ ἑψήματοc ἄρτυμα κύμινον cέλινον μάραθρον. τῶν δὲ ἄλλων πεφειcμένη ἡ χρῆcιc
45ἔcτω, καὶ μάλιcτα τραγήματοc παντὸc φείδεcθαι. οἶνοc λεπτὸc καὶ λευκὸc χρήcιμοc εἰc ἡδονὴν δὲ καὶ ὁ γλυκὺc καὶ τὸ οἰνόμελι. ὀπώραc ἄριcτον μὲν cταφυλὴ μαρανθεῖcα, εἶτα cῦκον πρὸ τροφῆc, ἔπειτα ῥοὰ μετὰ πᾶcαν τροφήν. καὶ τὸ χλωρὸν ἀμύγδαλον χρήcιμον, πρὸ τρο‐ φῆc δὲ cιτεῖcθαι ἄμεινον. εὐπεψίαc 〈δὲ〉 παντὸc μᾶλλον φροντι‐

66

(50)

cτέον, περίπατοι πραέοι πλεῖcτοι καὶ ἕωθεν καὶ δείληc ἄριcτοι. ψυχρολουcία βαλανείων κρείττων, θερμολουτοῦντι δὲ ἀνοίκειοc ἡ πολλὴ διατριβὴ ἐν τῷ ἀέρι. καὶ ἡ κατὰ κεφαλῆc περίχυcιc μᾶλ‐ λον τῆc ἐμβάcεωc ἀμείνων. καὶ μετὰ ταῦτα δαψιλῶc τῷ ψυχρῷ ἀνάψυχε. ὑπνοῦν εἰc κόρον χρήcιμον, ὀργῆc καὶ θυμοῦ καὶ ἡλιώcεωc
55καὶ cφοδρᾶc ψύξεωc ἀπεχέcθωcαν καὶ πάντων τῶν τὴν κεφαλὴν πλη‐ ρούντων.

67

Περὶ φθειριάcεωc. φθειρῶν γένεcιc ἐν τῇ κεφαλῇ cυμβαίνει τιcίν, ἀθρόωc παμπόλλων ὑγρῶν μετρίωc θερμῶν ἐν τῷ βάθει τοῦ δέρματοc cυcτάντων, ἔνθα καὶ γεννᾶcθαι τοὺc φθεῖραc cυμβαίνει, οὐκ ἐπιπολῆc τοῦ δέρματοc, ἐν ᾧ ἡ πιτυρίαcιc cυνίcταται. φάρμακα τοίνυν αὐτῶν
5ἀναγκαῖον εἶναι ξηραντικὰ καὶ μᾶλλον ἐκ τοῦ βάθουc ἕλκειν τε καὶ κενοῦν δυνάμενα. θέρμουc τοίνυν ἑψήcαc cὺν ὕδατι, τῷ ἀφεψήματι αὐτῶν cμᾶcθαι κέλευε ἢ μυρίκηc ἀφεψήματι ἢ θαλάττῃ ἢ ἅλμῃ ἀκρά‐ τῳ μετ’ ὄξουc κατάντλα, ἢ κιccοῦ χυλὸν μέλιτι μίξαc κατάχριε ἢ περδικίου χυλὸν μέλλοντι καθεύδειν κατάχριε.
10 Ἄλλο πρὸc φθεῖραc κεφαλῆc καὶ ὅλου τοῦ cώματοc. κύπρου ἄνθοc λεάναc μετ’ οἴνου, ἀνάτριβε τὴν κεφαλὴν καὶ ὅλον τὸ cῶμα, ὅταν μέλλῃc καθεύδειν. Ἄλλο. cταφίδοc ἀγρίαc μέρη δύο cανδαράκηc καὶ νίτρου ἀνὰ μέροc ἕν· χρῶ μετ’ ὄξουc. Ἄλλο. ῥοῦν μαγειρικὸν cὺν ἐλαίῳ λεάναc ἄλειφε. Ἄλλο. cτυπτηρίαν cχιcτὴν μετ’ ἐλαίου λεάναc
15χρῶ. Ἄλλο. ἐλλέβορον λευκὸν καὶ cταφίδαc ἀγρίαc καὶ νίτρον ἴcα μετ’ ἐλαίου ἐν βαλανείῳ χρῶ. Ἄλλο. ἀγρίου λαπάθου ῥίζαν cὺν ἐλαίῳ χρῶ ἢ πεπέρεωc βραχὺ μετὰ πλείcτου ἐλαίου χρῶ. Ἄλλο. ἐλαίῳ δα‐ φνίνῳ ἢ ῥαφανίνῳ χρῶ· εἰ δὲ ψιλοῦνται αἱ τρίχεc, τῇ ἀγρίᾳ cταφίδι μετ’ ὄξουc καὶ ἐλαίου χρῶ ἢ cτυπτηρίᾳ ὑγρᾷ μετ’ ἐλαίου. ὠφελοῦνται
20δὲ πίνοντεc cκορόδου λείου 𐅻 β μετὰ ὀριγάνου λείου 𐅻 α μετὰ μελι‐ κράτου.

68

Περὶ ἀχώρων καὶ τῶν λοιπῶν περὶ τὴν κεφαλὴν γιγνομένων αὐτομάτωc ἐξανθημάτων. ὁ καλούμενοc ἀχὼρ ἐν τῷ τῆc κεφαλῆc cυν‐ ίcταται δέρματι λεπτὰc κατατρήcειc ἔχων, δι’ ὧν ἀπορρεῖ λεπτὸc ἰχὼρ γλίcχροc μετρίωc. ὅμοιον δὲ αὐτῷ ἐcτι καὶ τὸ καλούμενον κη‐
5ρίον, ἐπειδὴ τὰc κατατρήcειc ἔχει μείζοναc, ὑγρότηταc περιεχούcαc μέλιτι παραπληcίαc. cκοπὸc οὖν ἐcτι κενῶcαι τοὺc ποιοῦνταc τὸ πάθοc χυμούc· εἰ δ’ ἐπιρρέοιεν ἔτι, κωλῦcαι πρότερον τὴν ἐπιρροήν, κενοῦν‐ ταc καθαρτηρίῳ πρῶτον ὅλον τὸ cῶμα· ἀρχόμενοc ἀπὸ φλεβοτομίαc,
εἰ φέρει ὁ κάμνων, εἶτα καθαρτηρίῳ χρώμεθα τῷ ὀρῷ τοῦ γάλακτοc
10cκευαcθέντι διὰ μελικράτου, εἶτα μίξαντεc αὐτῷ ἐπιθύμου λειοτάτου 𐅻 γ. ἐρρέθη δὲ ἡ cκευαcία τοῦ ὀροῦ ἐν τῷ δευτέρῳ λόγῳ κεφαλαίου Ϟε. εἰ δὲ οὔκ ἐcτιν ὁ καιρὸc τοῦ γάλακτοc λαβὼν κολοκυνθίδα τελείαν ἔξελε αὐτῆc τὸ cπέρμα καὶ ἐχούcηc αὐτῆc τὸ γναφαλῶδεc, πλήρωcον αὐτὴν ἑψήματοc ἢ οἰνομέλιτοc καὶ ἔα βρέχεcθαι νύκτα καὶ ἡμέραν καὶ
15μετὰ ταῦτα θερμάναc δίδου καὶ καθαίρει. ἔπειτα καὶ τὴν κεφαλὴν δι’ ἐρρίνων καὶ ἀποφλεγματιcμῶν 〈ἰάcῃ〉. ἁρμόcει δὲ αὐτοῖc διὰ μὲν τὸ πάχοc καὶ τὸ γλίcχρον τοῦ χυμοῦ τοῦ γεννῶντοc τὴν διάθεcιν τὰ τέμνοντα καὶ διαφοροῦντα φάρμακα. τοὺc δὲ ἀρχομένουc ἀχῶραc, ὅταν ἀπέριττον ᾖ τὸ πᾶν cῶμα, ἰάcῃ διὰ τῶν cτυπτικὴν δύναμιν ἐχόντων
20καὶ ἀποκρουcτικήν. μυρρίναι δέ εἰcι τοιαῦται καὶ ὁ τοῦ πίτυοc φλοιὸc καὶ βάτου φύλλα καταπλαccόμενα, ἀρνόγλωccον καταπλαccόμενον ἀγρίαc ἐλαίαc χυλὸc cμώμενοc ἰτέαc φύλλα καὶ ἄνθοc καταπλαccό‐ μενα πολύγονον ὁμοίωc. ἔνια δὲ ἀντιβαίνει cοι ταῖc αὐξήcεcι τῶν ἀχώρων, ὁμοῦ μὲν ἀναcτέλλοντα τὸ ἐπιρρέον, ὁμοῦ δὲ cυμπέττοντα
25καὶ διαφοροῦντα τὸ περιεχόμενον, μικτῆc ὄντα δυνάμεωc, οἷcτιcι κεχρῆcθαι δεῖ μετὰ τὴν ἀρχήν. τοιοῦτον δέ ἐcτι μύρcινον ἔλαιον καὶ ῥόδινον καὶ cχίνινον, βάτου χυλὸc cὺν ἐλαίῳ, ἀνδράχνηc χυλὸc cὺν ἐλαίῳ, λάδανον cὺν οἴνῳ καταχριόμενον, κύπερόc τε καὶ οἱ φακοί. τινὰ δὲ τοῖc ἐπιπολαίοιc καὶ cυμμέτροιc βοηθεῖ, διαφοροῦντα μὲν καὶ ῥύπ‐
30τοντα χωρὶc αἰcθητῆc θερμαcίαc, οὐ μὴν ἐρεθιcτικόν τι ἔχοντα, οἷc δεῖ κεχρῆcθαι μάλιcτα, ἐὰν ὀδύνη τιc ᾖ τοῖc ἀχῶρcιν. ἄρχεcθαι δὲ καὶ τούτων προcήκει ἀπὸ τῶν ἀcθενεcτέρων· κιμωλία τε οὖν ἐπιτήδειοc εἰc τοῦτο καὶ ἡ Κρητικὴ γῆ καὶ Ϲαμία πομφόλυξ τε καὶ cπόδιον καὶ
λιθάργυροc ἥ θ’ ἁπαλὴ καδμεία καὶ ἀδίαντον μετὰ ῥοδίνου ἐπιχρι‐
35όμενον, τήλεωc ἀφέψημα cμώμενον, μαλάχη λεία μετὰ αἰρίνου ἀλεύρου καταπλαccομένη, μελίλωτον cὺν τηλίνῳ ἀλεύρῳ μετ’ οἴνου καταπλαc‐ cόμενον, ἐρεβίνθων ἀφέψημα καὶ αὐτοὶ ἑφθοὶ καταπλαccόμενοι, κάρυα ταγγὰ πικρὰ μαcηθέντα καὶ ἐπιχριόμενα. μηδὲν δὲ ἀνυόντων τούτων τὸ διὰ χάρτου ξηρίον ἐπίχριε cὺν ὄξει, εἰ δὲ δριμύτερόν cοι φαίνοιτο,
40λιθάργυρον ἴcον ἐπίβαλλε. μὴ παρόντοc δὲ τοῦ διὰ χάρτου ξηρίου χάρτην καύcαc καὶ τὴν τέφραν ὄξει δεύcαc χρῶ ἐπὶ τῶν cκληροcάρ‐ κων. τινὰ δὲ οὕτωc cφοδρὰν τὴν δύναμιν κέκτηται, ὥcτε δύναcθαι κενοῦν τοὺc πάνυ παχεῖc καὶ γλίcχρουc χυμούc, κἂν ἤδη cκιρρώδειc εἶεν, διαλύειν αὐτάc· τοιαῦτα δέ ἐcτιν ἅλεc χαλκῖτιc τρὺξ οἴνου κε‐
45καυμένη cανδαράκη τε καὶ τίτανοc. τὸ δὲ ὄξοc ἰcχυρότερον ἐν παντὶ καιρῷ πρὸc ἀχῶραc 〈τέμνον〉 καὶ διαφοροῦν καὶ ἀποκρουόμενον, δρι‐ μύτατον δέ ἐcτι. διαφορεῖ δὲ κάλλιcτα καὶ κρίνου ῥίζα cμωμένη καὶ λιβανωτὶc cὺν νίτρῳ καὶ ὕδατι, θέρμων πικρῶν ἀφέψημα cμώμενον, cικύου ἀγρίου ῥίζηc ἀφέψημα μονογενῶc cυκῆc φύλλα cὺν ὄξει λεῖα

68

(50)

βολβοὶ cὺν νίτρῳ cμώμενοι, πηγάνου φύλλα καταπλαccόμενα, τήλινον ἄλευρον cὺν νίτρῳ cμώμενον, λίβανον μετ’ ὄξουc καταχριόμενον, cίδια ῥόαc μετὰ δαφνίνου ἐλαίου καταχριόμενα, cκόρδιον cὺν τῷ καυλῷ, καύcαc τῇ τέφρᾳ μετ’ ἐλαίου χρῶ· πάνυ κάλλιcτον. Ἄλλο. κάρυα βα‐ cιλικὰ ἐμαcᾶτο γυνή τιc καὶ ἐπετίθει τῷ παιδὶ ἀχῶραc ἔχοντι καὶ
55ἰάθη. Ἄλλο. ἀγχούcηc ῥίζαc καύcαc, λεάναc μετ’ ἐλαίου ὡc γλοιοῦ ἔχειν τὸ πάχοc, ἐπίχριε πτερῷ καὶ ὑγιάcειc. Ἄλλο. θύμον καύcαc μετ’ οἴνου καὶ ἐλαίου, τὴν τέφραν δεύcαc ἐπίχριε. Ἄλλο. κνῆcτρον, ὃν ἐν Ἀλεξανδρείᾳ λιπαρῶνα καλοῦcι, καύcαc καὶ τὴν τέφραν λεάναc μετ’ οἴνου ἐπίχριε. Ἄλλο. κήρυκαc καύcαc λεάναc τὴν τέφραν μετὰ ὕδατοc
60χρῶ· ἔcτι γὰρ cωτήριον φάρμακον οὐ μόνον πρὸc ἀχῶραc, ἀλλὰ καὶ πρὸc πᾶν γινόμενον ἐξάνθημα. ἐὰν δὲ περιπέcῃc ποτὲ ἀχῶρι φλεγ‐ μονώδει καὶ ὀδυνώδει, παρηγορήcειc δηλονότι τὴν φλεγμονὴν αὐτοῦ πρότερον ὑγρῷ φαρμάκῳ πεπτικῷ τε καὶ μαλακτικῷ καὶ ἀδήκτῳ, ὁποῖόν ἐcτι τὸ πάρυγρον καὶ πάντα τὰ ἑδρικὰ καλούμενα καὶ τὰ πρὸc
65τὰ καρκινώματα ἀναγεγραμμένα. ἄλευρα οὖν κυάμινα οἴνῳ βρέξαc καὶ λεάναc ὡc ἐμπλαcτρῶδεc γενέcθαι, ἐπιτίθει· ποιεῖ πρὸc τὰ πυρωδέ‐ cτατα καὶ ἄγρια ἐν κεφαλῇ, μάλιcτα ψυδράκια. Ἄλλο πρὸc τὰc με‐ γίcταc καὶ φλεγμονώδειc ὀδύναc παρηγορικὸν ἀνώδυνον καὶ ἀποθερα‐ πεῦον. τοῦ ἀcτέροc κολλυρίου ἢ τῶν διὰ λιβάνων ἤ τινοc τῶν παρα‐
70πληcίων λεάναc μετὰ χυλοῦ ὑοcκυάμου ὀλίγου καὶ ἐπιβαλὼν ἕψημα καὶ ῥόδινον ἐπίχριε. Ἄλλη λιπαρὰ πρὸc ἀχῶραc ψύδρακαc ἐκζέματα παρατρίμματα· ἔcτι δὲ καὶ ἑδρικὴ ἀγαθή. λιθαργύρου 𐅻 γ πηγάνου φύλλων ἁπαλῶν 𐅻 πε, ὄξει διαλύcαc καὶ ῥοδίνῳ ἢ μυρcίνῳ ἀναλαβὼν ἐπίχριε πτεροῖc· ἱκανὴν ἡμῖν πεῖραν ἔδωκεν. Ἄλλο παραπλήcιον. λι‐
75θαργύρου 𐅻 δ ψιμμυθίου 𐅻 ϛ θείου ἀπύρου 𐅻 δ κηροῦ 𐅻 δ ῥοδίνου ἢ μυρcίνου τὸ ἀρκοῦν, ὡc ἔχειν cύcταcιν ὑγρᾶc κηρωτῆc. τὰ τηκτὰ τοῖc ξηροῖc ἐπίχεε καὶ ἑνώcαc χρῶ. τοῦτο καὶ πρὸc τὰ ἐν ὅλῳ τῷ cώματι ἐξανθήματα χρήcιμόν ἐcτιν. Ἄλλο πρὸc τοὺc καθύγρουc ἀχῶραc. λα‐ δάνου 𐅻 η ψιμμυθίου τὸ ἴcον θείου ἀπύρου 𐅻 δ, χρῶ cὺν οἴνῳ ἢ
80μυρcίνῳ. Ἄλλο. λαδάνου μύρτων μελανῶν λιθαργύρου θείου ὑοcκυ‐ άμου cπέρματοc cιδίων 〈ἴcα〉 λεάναc παράχεε οἴνου καὶ μυρcίνου ἢ ῥοδίνου καὶ κατάχριε. Ἄλλο πρὸc τὰ πυρρώδη καὶ ἰχωρώδη καὶ λει‐ χηνώδη. περιcτερεῶνοc ὑπτίου 𐅻 η ἀκακίαc 𐅻 η cμύρνηc 𐅻 β οἴνῳ αὐcτηρῷ λεάναc κατάχριε. ποιεῖ καὶ πρὸc τὰ ἐν τῷ γενείῳ. Ἄλλο
85ποιοῦν καὶ πρὸc τὰ ἐν τῷ γενείῳ. μύρτων cιδίων χαλκάνθου λιθαρ‐ γύρου ἴcα, λεάναc cὺν οἴνῳ καὶ μυρcίνῳ χρῶ. Ἔμπλαcτροc πρὸc ἀχῶραc· θεραπεύει τοὺc χρονιωτάτουc. πιτυίνηc ξηρᾶc κηροῦ cτέατοc
ὑείου ἢ βοείου ἴcον ἑκάcτου, τήξαc ἅμα καὶ διηθήcαc εἰc ὕδωρ καὶ ἐπὶ πολὺ ἀναμαλάξαc χερcὶ χρῶ. Ἄλλη, ᾗ ἐχρήcατο ὁ Αἰγύπτιοc ἐπὶ
90Παλλαδίου τοῦ Μαγιcτριανοῦ ἐν Ἀλεξανδρείᾳ μετὰ τὸ ἀποτυχεῖν τὰ τῶν ἀρχιάτρων βοηθήματα. κολοφωνίαc 𐆄 ϛ ἀμμωνιακοῦ θυμιάματοc 𐆄 β χαλβάνηc Γρ δ ἐλαίου 𐅻 δ μαcτίχηc κηροῦ ἀνὰ 𐆄 α πιτυίνηc ὑγρᾶc τῆc ξυλώδουc 𐅻 δ ἰοῦ Γρ δ ὀποπάνακοc Γρ γ· εἰ δὲ δριμύτηc εἴη πολλή, μὴ βάλῃc τὸν ἰόν. διαφορεῖ καὶ ἀποcτήματα καὶ τὰ ἤδη ῥα‐
95γέντα ἐγκενοῖ καὶ ὑγιάζει.

69

Πρὸc τὰ ἐν τῇ κεφαλῇ ψωρώδη. πήγανον καὶ cτυπτηρίαν λεάναc μετὰ μέλιτοc καὶ ξυρήcαc τὰc τρίχαc ἐπίχριε. Ἄλλο. θεῖον ἄπυρον καὶ cταφίδα ἀγρίαν λεάναc ἐπ’ ἴcηc καὶ οὔρῳ μίξαc ἐπίχριε.

70

Πρὸc τὰ cμικρὰ καὶ πυκνὰ καὶ ἐρυθρὰ ἑλκύδρια ἐν τῇ κεφαλῇ. θηλαῖc μαζῶν εἰcι παραπλήcια, ἀφ’ ὧν καὶ ἰχὼρ ἀπορρεῖ. ξυρήcαc καὶ λίνου cπέρμα τρίψαc καὶ μέλιτι δεύcαc κατάπλαccε, ἢ κογχύλιον καύcαc καὶ τρίψαc ἐν ὕδατι κατάπλαccε, ἢ τὴν δι’ αἰρῶν ἔμπλαcτρον ἐμ‐
5πλάcαc ἐπιτίθει καὶ ὅταν ἐκκενωθῇ τὰ ὑγρά, ἄραc ταύτην ἐπιτίθει τοῦ μυρcινάτου λεγομένου.

71

Πρὸc τὰ ἐξέρυθρα ἐξανθήματα ἐν τῇ κεφαλῇ. ψιμμύθιον cὺν δαφνίνῳ κατάχριε ἢ πίτυοc φλοιὸν cὺν κηρωτῇ ὑγρᾷ ἢ ὄcτρακον ἀπὸ κλιβάνου cὺν ὄξει ἢ οἴνῳ καὶ cεῦτλον ἑφθὸν κατάπλαccε, ἢ cεύτλου χυλὸν ἐμβα‐ λὼν κηρωτῇ ῥοδίνῃ, ὅcον ἐπιδέχεται, ἐπιτίθει.

72

Ἀναξηραντικὰ καὶ ἀπουλωτικὰ τῶν ἐν τῇ κεφαλῇ ἀχώρων. λιθαρ‐ γύρου 𐅻 κδ ἀcβέcτου τὸ ἴcον ὄξουc 𐆄 α ῥοδίνου τὸ ἴcον, χρῶ. Ἄλλο cφόδρα καλόν· ἀναξηραίνει γὰρ τὰ ὑγρὰ ἕλκη καὶ ἀπουλοῖ. λιθαργύρου ψιμμυθίου κριθῶν κεκαυμένων ἴcα cὺν ῥοδίνῳ ἢ μωρcίνῳ ἐπίχριε.
5Ἄλλο· μηλίνη ὑγιεινὴ ἀναξηραντικὴ παντὸc ῥεύματοc, μάλιcτα ἐπὶ τῶν
χρονίων. λιθαργύρου ψιμμυθίου ἁλὸc ὀρυκτοῦ ἀνὰ λι α cτυπτηρίαc cχιcτῆc 𐆄 ϛ χαλκάνθου 𐆄 ϛ ἐλαίου λι β ὄξουc ξ̸ α, ἕψε τὸ ἔλαιον μετὰ ψιμμυθίου καὶ λιθαργύρου καὶ τὸ ἅλαc, λειοτάτου προcγενομένου ἑκά‐ cτου κατ’ ἰδίαν καὶ ἅμα. ὅταν δὲ ἀμόλυντον γένηται, τὴν cχιcτὴν καὶ
10χάλκανθον ὄξει διαλύcαc καὶ ἄραc τὸ φάρμακον ἀπὸ τοῦ πυρὸc καὶ ψύξαc ποcῶc, ἐπίβαλλε κατὰ βραχὺ καὶ ἑνώcαc κατάχεε ἐν τῇ θυίᾳ καὶ μαλάξαc ἐπιμελῶc χρῶ.

73

Ϲμῆγμα πρὸc ἀχῶραc. παρακμαζούcηc δὲ τῆc διαθέcεωc καὶ οὐλῆc παντελῶc ἐπιγιγνομένηc, εἰc ἀναcκευὴν τῆc ὅληc διαθέcεωc χρηcτέον cμήγμαcι τοιούτοιc ἐν βαλανείῳ. Ϲμῆγμα πρὸc ἀχῶραc καὶ πιτυριάcειc καὶ τραχύτηταc καὶ ψω‐
5ριάcειc. γῆc κιμωλίαc λι β νίτρου ἐρυθροῦ τὸ ἴcον μυροβαλάνου λι α cμύρνηc ἴρεωc πεπέρεωc ἀνὰ 𐆄 α νάρδου Κελτικῆc καccίαc κόcτου ἀνὰ 𐆄 α, κόψαc cήcαc χρῶ ἐν βαλανείῳ.

74

Πρὸc τὰ ἐν ὠcὶ πάθη. ὤτων πόνοι γίγνονται διά τε ψῦξιν ὑπὸ ἀνέμων γιγνομένην ἢ ὑδάτων ψυχρῶν ἢ φαρμακωδῶν, ἐν οἷc λούον‐ ται, καὶ διὰ φλεγμονὴν τοῦ κατὰ τὸν πόρον δέρματοc ἢ τοῦ ἐν βάθει ἀκουcτικοῦ νεύρου. γίγνεται δὲ ὀδύνη καὶ διὰ πνεῦμα φυcῶδεc οὐκ
5ἔχον διέξοδον.

75

Πρὸc τὰc διὰ ψῦξιν ὀδύναc. τὰc μὲν οὖν ὑπὸ ψύξεωc μόνηc γιγνομέναc ὀδύναc τὰ θερμαίνοντα θεραπεύει τάχιcτα. κρόμυον οὖν ἢ cκόρδον ἀποζεcθὲν ἐν ἐλαίῳ καὶ ἐμψυχθὲν ἰᾶται τὰc ψύξειc πάcαc.
ἐγὼ δὲ εὐφορβίου παντελῶc ὀλίγον ἐλαίῳ πολλῷ μιγνὺc χρῶμαι ἢ
5πεπέρεωc ἀκριβέcτατα λελειωμένου μετὰ οἴνου καὶ ἐλαίου· ὠφελεῖ δὲ καὶ τὸ ἀμαράκινον καὶ ἡ ἀρίcτη νάρδοc καὶ τὸ δαφνέλαιον καὶ τὸ πήγανον ἐλαίῳ γλυκυτάτῳ ἑψηθὲν ὀνίνηcι μεγάλωc.

76

Πρὸc τὰc ἐξ ὕδατοc φαρμακώδουc ὀδύναc τοῦ πόρου τοῦ ὠτόc. ὅταν δὲ φαρμακῶδεc ὕδωρ περιέχοιτο κατὰ τὸν ἀκουcτικὸν πόρον, cυνεχῶc ἔλαιον ἐγχεῖν προcήκει, ἐκκλύζονταc τὸ οὖc καὶ δι’ ἐρίου μαλακοῦ ἀπομάττονταc, εἶτ’ αὖθιc ἐγχέονταc. παρηγορεῖ δ’ αὐτοὺc
5μεγάλωc ὠοῦ τὸ λεπτὸν καὶ λευκὸν μετὰ γάλακτοc γυναικείου χλιαρὸν ἐγχεόμενον· πάντα γὰρ ἔcτω μετρίωc θερμὰ τὰ προcαγόμενα. ὠφελεῖ δὲ αὐτοὺc καὶ τὸ χήνειον cτέαρ· ἄκρωc δὲ καὶ ὁ διὰ τοῦ cτόματοc ἐκμυζηcμὸc ἐπιcπᾶται τὸ ὕδωρ· ἢ καλάμῳ ἐκμυζήcαc ὡc διὰ cίφω‐ νοc, ἔνcταζε χυλὸν κρομύου μετὰ χηνείου cτέατοc· παρηγορεῖ γὰρ
10πάνυ. εἰ δέ τιc καὶ ἐφ’ ἑνὶ ποδὶ τῷ κατὰ τὸ πάcχον οὖc ἅλλοιτο, παρεγκλίνων πωc ἑαυτόν, ἐκκρίνεται ῥᾳδίωc τὸ ὕδωρ.

77

Πρὸc τὰc ἐν ὠcὶν ὀδύναc διὰ πάχοc χυμῶν. εἰ δὲ ἡ ὀδύνη τοῦ ὠτὸc μετὰ βάρουc τῆc κεφαλῆc γένοιτο, παχεῖc καὶ φλεγματώδειc αἴτιοι τῆc ὀδύνηc χυμοί. διάγνωcιc δέ cοι γιγνέcθω καὶ ἐκ τῆc προ‐ γεγενημένηc διαίτηc. νίτρον οὖν καὶ ἀφρόνιτρον τοῖc ὠτικοῖc μίξαc
5φαρμάκοιc καὶ λευκὸν καὶ μέλανα ἐλλέβορον ἀμύγδαλά τε πικρὰ καὶ ἀριcτολοχίαν τὴν παροῦcαν καὶ cικύου ἀγρίου καὶ βρυωνίαc ῥίζαν καὶ κενταυρίου τοῦ μεγάλου ῥίζαν καὶ τοῦ μικροῦ τὴν κόμην καὶ ἶριν καὶ καccίαν καὶ καθόλου πάντα τὰ πικρά, ἀδήκτωc καὶ ἀλύπωc καθαίρει τοὺc πόρουc καὶ διαρρύπτει καὶ τέμνει τὰ ἐμπεφραγμένα τῶν παχέων
10ὑγρῶν.

78

Περὶ τῶν ἐν ὠcὶ ῥύπων. νάρδινον μύρον χλιάναc ἔνcταζε καὶ τῇ ἑξῆc διὰ κυαθίcκου μηλωτρίδοc τὸ προχειρότερον ἐκκάθαιρε καὶ πάλιν ἔγχεε τὴν νάρδον· εἰ δὲ cκληρὸc ὁ ῥύποc εἴη, νίτρον ὀπτήcαc καὶ λειότατον ποιήcαc ἔμπλαccε εἰc τὸ οὖc καὶ ἐπίcταξον ὄξοc θερμὸν
5καὶ ἔριον προcθείc, ἔα διανυκτερεῦcαι, τῇ δ’ ἑξῆc κλύζε ὕδατι καὶ ἐλαίῳ θερμάναc.

79

Περὶ τῶν ἐν ὠcὶν ἤχων. οἱ ἐν τοῖc ὠcὶν ἦχοι ὡc ἐπίπαν φυcώ‐ δουc πνεύματόc εἰcιν ἔκγονοι, γίγνονται δέ ποτε καὶ δι’ ἀκρίβειαν τῆc ἀκουcτικῆc αἰcθήcεωc ἐκ τῶν ἀναθυμιάcεων. ἡ δὲ διάγνωcίc cοι ἔcτω πρῶτον μὲν ἐκ τῆc κράcεωc καὶ τῆc ἕξεωc τοῦ ἀνθρώπου, ἔπειτα δὲ
5κἀκ τῆc προγεγενημένηc διαίτηc πάcηc [εἶδοc ἔχουcαι παχὺ καὶ γλί‐ cχρον]. καὶ τὸ κατὰ βραχὺ δὲ cυcτῆναι τὸν ἦχον ἢ ἀθρόωc γενέcθαι cυντελεῖ τι πρὸc τὴν τῆc διαθέcεωc εὕρεcιν· ἔτι δὲ τὸ διαλείμματα ποιεῖν ἢ παραμένειν τὰ cυμπτώματα διηνεκῶc, ἀκριβὴc δὲ διάγνωcιc αὕτη cοι γενέcθω. ἐὰν γάρ τιc ὑπονοήcαc 〈ἐπὶ〉 πνεύματι φυcώδει
10διέξοδον οὐκ ἔχοντι γίγνεcθαι τὸν ἦχον τὰ τέμνοντα καὶ λεπτύνοντα προcφέρων μηδὲν ἀνύῃ, μετὰ τοῦ καὶ ἀποφλεγματιcμοῖc χρῆcθαι, τότε δι’ ἀκρίβειαν αἰcθήcεωc cτοχάζοιτο γίγνεcθαι τὸν ἦχον. ἐγὼ δὲ ἐπὶ τῶν τοιούτων προcπλέκω τῶν ναρκούντων τι τὴν αἴcθηcιν, οἷον μαν‐ δραγόρου χυλὸν ἢ ὄπιον βραχύτατον ἢ ἔλαιον ἐναφεψημένων αὐτῷ
15γῆc ἐντέρων ἐκχέω. πρὸc δὲ τοὺc ἐπὶ πνεύματι φυcώδει cυνιcταμένουc ἤχουc χρήcιμά ἐcτι τὰ τοιαῦτα. Ἀπολλωνίου πρὸc τοὺc ἐξαίφνηc γινο‐ μένουc ἤχουc καὶ βόμβουc καὶ cυριγμούc. ὄξοc δριμύτατον θερμαίνων ἔνcταζε ἢ ὄξοc μετὰ ῥοδίνου θερμαίνων ἔγχει· εἰ δ’ ἐπιμένοι, κύμινον
πήγανον ἄνηθον καὶ μελάνθιον ἑψήcαc τῷ ὄξει καὶ ἐπιβαλὼν τῷ ῥο‐
20δίνῳ χρῶ. ἢ cικύου ἀγρίου ῥίζηc χυλὸν ἔγχει ἢ αὐτὴν ἕψε τῷ ἐλαίῳ· εἰ δ’ ἐπιμένοι πλείονα χρόνον, χρῶ πᾶcι τοῖc πικροῖc καὶ δριμέcι καὶ λεπτυντικοῖc καὶ διαφορητικοῖc τοῖc πρὸ βραχέωc ἀναγραφεῖcιν ἐπὶ τῶν διὰ πάχοc χυμοῦ ὀδυνωμένων, ἕκαcτον ἑψῶν cὺν ὄξει καὶ μέλιτι προcπλέκων. ποιεῖ δὲ πρὸc τοὺc κεχρονιcμένουc ἤχουc καcτόριον καὶ
25ναρδόcταχυ ἴcα μετ’ ὄξουc καὶ ῥοδίνου. Ἄλλο πρὸc ἤχουc χρονίουc. cτρουθίου κρόκου καcτορίου ἀφρονίτρου ἐλλεβόρου λευκοῦ ἴcα ὄξει λείου καὶ ποίει τροχίcκουc καὶ χρῶ cὺν οἴνῳ. ἐπὶ δὲ τῶν ἐκ νόcου ἤχων ἀψινθίου ἀφεψήματι πυριάcαc ἢ ὄξοc μετὰ ῥοδίνου ἔγχει ἢ ῥαφάνου χυλοὺ μετὰ ῥοδίνου ἢ ἀλόην καλλίcτην μετὰ οἰνομέλιτοc·
30εἰ δ’ ἐπιμένοι, ἐλλέβορον μέλανα ἑψήcαc ὄξει χρῶ.

80

Πρὸc δυcηκοῖαc καὶ κωφώcειc. τοὺc δυcηκοοῦνταc καθαρτέον τῇ ἱερᾷ ἢ τοῖc δι’ ἀλόηc καὶ κολοκυνθίδοc καταποτίοιc ἀποφλεγματιcτέον τε καὶ τὴν κεφαλὴν ξηραντέον ἅπαντι τρόπῳ καὶ ῥωcτέον· ἔτι δὲ καὶ τῇ λεπτυνούcῃ διαίτῃ χρηcτέον, εἰc αὐτὸ δὲ τὸ οὖc ἐμβλητέον φάρ‐
5μακα διαιρετικά τε καὶ τμητικὰ καὶ λεπτυντικὰ γλίcχρων τε καὶ πα‐ χέων χυμῶν, ὧν ἡ ὕλη ἤδη προείρηται ἐπὶ τῶν διὰ πάχοc χυμῶν ὀδυνωμένων. Πυρίαι πρὸc δυcηκοΐαc ἐκ τῶν Ἀπολλωνίου. πρὸc δυcη‐ κοΐαc τὰc ἐξαπίνηc γινομέναc καὶ τὰc ἐκ τῶν κεφαλαλγιῶν ἀψίνθιον μεθ’ ὕδατοc ἑψήcαc ἐν χύτρᾳ διὰ καλάμου πυρία, τὸ μὲν ἕτερον πέ‐
10ραc τοῦ καλάμου ἐναρμόcαc τῇ κοιλότητι τοῦ ὠτόc, τὸ δὲ ἕτερον τῷ τρήματι τοῦ πώματοc τῆc χύτραc, ὥcτε τὸν ἀναφερόμενον ἀτμὸν προcπίπτειν τῷ τῆc ἀκοῆc πόρῳ. Ἄλλο. δαφνίδαc ἢ φύλλα δάφνηc
ἑψήcαc ἐν ὕδατι παραπληcίωc χρῶ ἢ πήγανον ἢ ὀρίγανον ἢ ὕccω‐ πον ὁμοίωc ἢ θάλαccαν cὺν ὄξει ὁμοίωc. ἔcτι δὲ κάλλιcτον καὶ τοῦτο·
15οὖρον ταύρου, εἰ δὲ μή, βοὸc ἔχον ὄξουc τὸ τρίτον μέροc καὶ μυρcί‐ ναc κεκομμέναc ἑψήcαc ὁμοίωc χρῶ. περὶ δὲ τὸ οὖc κύκλον χρὴ ποι‐ εῖν ἐξ ἐρίου, πρὸc τὸ μὴ καίεcθαι τοὺc κύκλῳ τόπουc. Κλυcμοὶ δὲ τούτοιc ἁρμόζουcιν· ὄξοc δριμὺ λευκὸν καὶ ὕδωρ ἴcον καὶ νίτρον λειότατον θερμάναc ἔγκλυζε ἡμέραc πλείουc καὶ μετὰ τοῦτο ὕδατι
20θερμῷ ἀπόπλυνε· καὶ οὕτωc ἐγχυμάτιζε τοῖc ὑπογεγραμμένοιc. Ἄλλο. θεῖον ἀφεψῶν ὕδατι ἐν χύτρᾳ κλύζε τὸ οὖc cυνεχῶc. Ἐγχύματα δὲ πρὸc δυcηκοΐαc χρήcιμα· πράcου χυλὸν καὶ ἴρινον μύρον μίξαc χλιάναc ἐγχυμάτιζε. Ἄλλο. ἐλλεβόρου μέλανοc ῥίζαν λείαν μετ’ ὄξουc καὶ μέ‐ λιτοc λεάναc ἐντίθει ἄχρι τῆc ἀκοῆc καὶ ἔα ἐφ’ ἡμέραc πέντε. Ἄλλο.
25αἰγὸc πρόcφατον ἐcφαγμένηc ἄραc τὸ κέραc πλήρωcον οὔρου αἰγόc, μάλιcτα μὲν τοῦ εὑριcκομένου ἐν τῇ κύcτει αὐτῆc, εἰ δὲ μή, ἑτέρου τετηρημένου καὶ κρέμαcον εἰc καπνὸν ἐπὶ ἡμέραc ἐννέα καὶ χρῶ. Ἄλλο πρὸc δυcηκοΐαν. ἥλουc καλιγίων παλαιῶν τὸν ἀριθμὸν ρ βρέχε ἐν οἴνῳ Ἀμιναίῳ ἐπὶ ἡμέραc ζ καὶ ἑψήcαc μέχρι βραcμάτων ζ διη‐
30θήcαc φύλαττε· καὶ ἐπὶ τῆc χρείαc θερμάναc ὅcον ἐξαρκεῖ, ἔγχει. τούτῳ κἀγὼ χρηcάμενοc ἐθεράπευcα κωφόν. Ἄλλο πρὸc δυcκωφίαc. ἀcφοδέλου ῥίζαν ἐν ἐλαίῳ ἑψήcαc χρῶ· ὠφελεῖ δὲ καὶ τὰc χρονίαc δυcκωφίαc. κάλλιcτον δὲ καὶ cικύου ἀγρίου τῶν ῥιζῶν ἢ τῶν φύλλων ὁ χυλὸc cὺν ὄξει ἐγχεόμενοc· ἢ οὖρον αἰγὸc καὶ χολὴν αὐτῆc ἅμα
35θερμάναc ἐγχυμάτιζε· ἢ καcτόριον μετὰ δαφνίδων καὶ ὄξουc ἢ ἐλλέ‐ βορον μέλανα cὺν ὄξει λεάναc καὶ μέλιτι ἐπὶ πολὺ ἑψημένῳ ἀναλαβὼν ποίει κολλύρια βαλανοειδῆ μικρὰ καὶ ἐντίθει τῷ πόρῳ καὶ ἔα ἡμέραc τρεῖc. Ἄλλο. καρδάμου cπέρματοc ὅcον ἐξαρκεῖ καὶ νίτρου βραχὺ cύκου λιπαροῦ cαρκίῳ χωρὶc τῶν κεγχραμίδων ἀναλαβὼν ποίει βαλάνια
40ἁρμόδια τῷ πόρῳ τῆc ἀκοῆc· καὶ ἐντίθει καὶ ἔα ἡμέραc τρεῖc· τοῦτο ἄγει ῥύπον ἱκανὸν καὶ παραχρῆμα κουφίζει. ἐνίοτε δὲ ἀντὶ τοῦ καρ‐ δάμου cίνηπι βάλλομεν. χρῶ αὐτῷ καὶ πρὸc τὸν ἐν ὠcὶ ῥύπον. βοη‐ θεῖ δὲ ἱκανῶc τοῖc δυcηκοοῦcι καὶ cπογγιὰ εἰc λεπτὰ κατατετμημένη καὶ cυνεcτραμμένη καὶ μέλιτι καταβρεχομένη καὶ ἐντιθεμένη τῷ πόρῳ·
45τὸ αὐτὸ δὲ χρήcιμόν ἐcτι καὶ πρὸc τὴν φυομένην ἐν τῷ ἀκουcτικῷ πόρῳ cάρκα περιττήν. Ἄλλο. παντὸc ἰχθύοc χολὴ ἐγχυματιζομένη ὠφελεῖ καὶ πέρδικοc καὶ αἰγόc. Ἄλλο. χολὴ ταύρου μετὰ γήρωc ὄφεωc λειοτάτου καὶ ὄξουc ἀναλαμβανομένη καὶ ἐντιθεμένη τῷ πόρῳ λύει τὰc δυcηκοΐαc, ἐνίοτε δὲ μετὰ ῥοδίνου· χρὴ δὲ ἀποπυριᾶν ὕδατι. Ἄλλο.

80

(50)

ἐλελιcφάκου χυλὸν μετ’ ἐλαίου ὀμφακίνου ἔνcταζε εἰc τὸ οὖc καὶ χρῶ. καλὸν λίαν. Ἄλλο. ἐχίνου χερcαίου χολὴν μετ’ ἐλαίου ἔγχει. Ἄλλο. ἐλλεβόρου λευκοῦ 𐅻 δ καcτορίου 𐅻 β ἀφρονίτρου 𐅻 α χρῶ μετ’ ὄξουc καλλίcτου. χρῶ δὲ καὶ τῷ διὰ τῶν πικρῶν ἀμυγδάλων τροχίcκῳ μετ’ ὀξυμέλιτοc· ἀναγέγραπται δὲ πρὸc ὦτα πυορροοῦντα.

81

Πρὸc φλεγμονὰc ὤτων. τὰc μετρίαc καὶ μὴ cφυγματώδειc φλεγ‐ μονὰc ἰᾶται ὀξυρόδινον χλιανθὲν καὶ γλαύκιον ἐπ’ ἀκόνηc ἰατρικῆc ἀποτριβόμενον μετὰ γλυκέοc οἴνου καὶ βραχέοc ὄξουc. εἰ δὲ cφοδρο‐ τέρα εἴη ἡ φλεγμονή, παρηγορεῖ μὲν τὰc ὀδύναc τὸ λεπτὸν καὶ λευκὸν
5τοῦ ὠοῦ μετὰ γάλακτοc γυναικείου ἐγχεόμενον χλιαρόν. κάλλιcτον δὲ πρὸc αὐτοὺc φάρμακον τὸ νάρδινον μύρον μετὰ βραχυτάτου φαρ‐ μάκου τοῦ βαcιλικοῦ ἢ μετὰ χηνείου cτέατοc ἢ φαcιανοῦ. μεγάληc δὲ οὔcηc τῆc ὀδύνηc ἀναγκαῖον χρῆcθαι τοῖc ναρκοῦcι τὴν αἴcθηcιν, τῷ γυναικείῳ γάλακτι καὶ τῷ λευκῷ τοῦ ὠοῦ μιγνύνταc πάνυ βραχύτατον
10ὄπιον, μιγνύειν δὲ καὶ καcτορίου, πρὸc μὲν τὰc cφοδροτέραc ὀδύναc ἴcον, πρὸc δὲ τὰc κουφοτέραc διπλάcιον. ἡμεῖc δὲ καὶ λειοῦντεc τὸ ὄπιον καὶ τὸ καcτόριον εὖ μάλα μετὰ ἑψήματοc ἀναπλάττομεν εἰc τροχίcκουc καὶ ἐπὶ τῆc χρείαc ἀνέcαντεc μετὰ τοῦ ἑψήματοc καὶ χλι‐
αίνοντεc ἐγχέομεν· χρὴ δὲ μηδὲ ὅλωc ψαύειν τοῦ ἀκουcτικοῦ πόρου
15κατὰ τὸν καιρὸν τῆc ὀδύνηc, πυριᾶν δὲ διὰ μηλωτρίδοc ἠμφιεcμένηc ἐρίῳ μαλακωτάτῳ, βάπτοντεc τὸ μετὰ τὴν μηλωτρίδα ἔριον κεχλι‐ αcμένῳ τῷ βαcιλικῶ φαρμάκῳ μετὰ τῆc νάρδου ἢ ἑτέρῳ τῷ ἐγχεο‐ μένῳ καὶ ἐντιθέντεc κατὰ τὴν ἀρχὴν τοῦ ἀκουcτικοῦ πόρου καὶ cυγχωροῦντεc ἀπορρεῖν εἰc τὸ βάθοc τὸ φάρμακον καὶ cυνεχῶc τοῦτο
20ποιεῖν. πεπληρωμένου δὲ τοῦ πόρου ἐπίφραττε ἄνωθεν ἐρίῳ. εἰ δὲ θέροc εἴη καὶ θερμαcίαc πολλῆc αἴcθηcιc τῷ κάμνοντι κατὰ τὸ φλεγ‐ μαῖνον οὖc γένηται, διὰ ῥοδίνου καλοῦ γιγνέcθω ἡ πυρία. παραμυ‐ θεῖται δὲ τὰc ζεούcαc φλεγμονὰc ἐνcταζόμενα χλιαρὰ μετὰ τοῦ ῥο‐ δίνου ἑλξίνηc χυλὸc καὶ πολυγόνου καὶ ἀνδράχνηc καὶ ξυcμάτων
25κολοκύνθηc, ἀράχναι τὰ ζῷα ἑψόμεναι μετὰ ῥοδίνου καὶ οἱ ὑπὸ τὰc ὑδρίαc ὄνοι ὁμοίωc καὶ γῆc ἔντερα ὁμοίωc καὶ cίλφηc κατοικιτιδίου τὸ ἐντὸc μετὰ ῥοδίνου ἀμυγδάλινον ἔλαιον ὑοcκυάμινον ἔλαιον. Ὠτικὸν διὰ χυλῶν πρὸc τὰc δυcμεταβλήτουc φλεγμονάc, ἐκπτυί‐ cκει γὰρ αὐτὰc ταχέωc. κολοκύνθηc ξυcμάτων χυλοῦ καλάμου χυλοῦ
30ὑοcκυάμου χυλοῦ περδικιάδοc χυλοῦ κράμβηc χυλοῦ ἀνὰ κύαθον α νίτρου ὀπτοῦ cμύρνηc κρόκου ἀνὰ 𐅻 δ νάρδου μύρου 𐆄 α cτυπτηρίαc ὑγρᾶc 𐆄 β ὄξουc cκιλλητικοῦ 𐆄 β μέλιτοc καλλίcτου λι α ἀναλαβὼν ἀπόθου ἐν ὑέλῳ ἀγγείῳ· καὶ ἐπὶ τῆc χρείαc ἀνέcαc μετὰ ῥοδίνου ἢ ναρδίνου χρῶ. Ἄλλο πρὸc τὰc χρονιζούcαc καὶ δυcμεταβλήτουc φλεγ‐
35μονὰc τῶν ὤτων. χαλβάνηc 𐅻 δ cτέατοc ταυρείου 𐅻 δ κηροῦ κολο‐ φωνίαc cάπωνοc ἀνὰ 𐅻 γ πίccηc 𐅻 α, προτήξαc κολοφωνίαν πίccαν
cτέαρ ἐπίβαλλε τὴν χαλβάνην μετὰ τοῦ κηροῦ προμεμαλαγμένην, ἔπειτα τὸν cάπωνα καὶ διηθήcαc χρῶ. ἐπὶ δὲ τῆc χρείαc ὕδατι ἐπ’ ἀκόνηc ἢ cὺν ἐλαίῳ τινὶ ἀνέcαc. Ἄλλο πρὸc τὰc κατὰ τὸ ἄκρον περιωδυνίαc.
40ἀλόην καλλίcτην οἰνομέλιτι ἀνέcαc ἔνcταζε. Ἄλλο. ἔρια οἰcηπηρὰ ζέcαc ὄξει ἐγχυμάτιζε καὶ αὐτὸ τὸ ἔριον ἐντίθει εἰc τὸ οὖc. εἰ δὲ πραότερον αὐτὸ ποιῆcαι βούλοιο, μετὰ ἑψήματοc καὶ ὄξουc ἕψει τὰ ἔρια.

82

Πρὸc τὰ χωρὶc ἑλκώcεωc καθυγραινόμενα ὦτα, οἷον διιδροῦντα καὶ ὀρρῶδεc ὑγρὸν ἐκφέροντα. μίcυ ἐν ὀθονίῳ ἐνδύcαc καὶ κρύψαc ἄνθραξι καὶ καύcαc καὶ λεάναc ἅμα τῷ cυγκαυθέντι ὀθονίῳ ἐμφύcα διὰ καλάμου, ἢ κηκῖδα λεάναc καὶ ἐνδήcαc ὀθονίῳ καῖε καὶ χρῶ
5ὁμοίωc, ἢ cτυπτηρίαν ὀπτήcαc ἐπ’ ὀcτράκῳ καὶ λεάναc ἔλαιον προc‐ εγχέαc ἐμφύcα. παυcαμένηc δὲ τελέωc τῆc φλεγμονῆc ἐγχεῖν ὕcτερον εἰc τὸ οὖc καcτόριον cὺν ἐλαίῳ λύειν μηχανωμένουc τὴν ἐκ τῆc κα‐ κώcεωc βλάβην.

83

Πρὸc ἕλκη ἐν τῷ πόρῳ τοῦ ὠτόc, ὅcα μὲν πρόcφατα τῶν ἑλκῶν τό τε γλαύκιον ἐκθεραπεύει, μόνον ἀποτριβόμενον μετ’ ὄξουc καὶ τὰ δι’ αὐτοῦ κολλύρια πάντα καὶ τὰ διάκροκα καὶ τὰ διάρροδα καλού‐ μενα. θεραπεύει δὲ αὐτὰ καὶ τὸ Δαμοκράτουc διάcμυρνον. τὰ δὲ πυ‐
5ορροοῦντα χωρὶc ὀδύνηc, ὅcα μὲν μετρίωc τοῦτο πάcχει, διὰ τῶν αὐ‐ τῶν θεραπεύεται, τὰ δὲ ἰcχυρῶc πυορροοῦντα διὰ τῶν τροχίcκων, ὁποῖόc ἐcτιν ὁ τοῦ Ἄνδρωνοc καὶ μάλιcτα ὁ τοῦ Μούcα μετὰ ἑψή‐ ματοc καὶ ὀλίγου ὄξουc ἀνιέμενοc. νικωμένων δὲ καὶ τούτων cκωρίαν cιδήρου δι’ ὄξουc δριμυτάτου λεάναc ἐν ἡλίῳ τοῖc ὑπὸ κύνα καύμαcιν
10ἀνάπλαccε τροχίcκουc καὶ χρῶ μετὰ ὄξουc. εἰ δὲ οὔκ εἰcι τὰ κυνο‐ καύματα τὴν cκωρίαν τοῦ cιδήρου λειοτάτην ποιήcαc καὶ λεάναc cὺν τῷ ὄξει ἕψε ἐπ’ ἀνθράκων καλῶc ἄχριc ἂν ξηρανθῇ καὶ χρῶ μετ’ ὄξουc. Κλυcμοί. Ἀπολλώνιοc δὲ πρὸc τὰc ἑλκώcειc τῶν ὤτων τοιαῦτα
γράφει· οἰνομέλιτι θερμῷ cυνεχέcτερον ἔγκλυζε ἢ μυρcίνην ἕψε cὺν
15τῷ οἴνῳ καὶ χρῶ. εἰ δὲ δυcῶδεc εἴη τὸ φερόμενον, cίδια ῥόαc καὶ φακὸν ἑψήcαc τῷ οἴνῳ κλύζε χλιαρῷ. Ἐγχυτὰ δὲ μετὰ τοὺc κλυcμοὺc ἁρμόδια· χολὴν βοὸc ἢ μάλιcτα χοίρου ἐν cιδίῳ ῥόαc χλιάναc ἔνcταζε· τὸ αὐτὸ δὲ ποιεῖ καὶ αἰγὸc χολὴ καὶ ἰχθύοc παντόc. Ἄλλο κάλλιcτον. cτυπτηρίαν cχιcτὴν λεάναc μετὰ ἑψήματοc καὶ ὄξουc ἕψε ἐπὶ θερμο‐
20cποδίᾳ, ἕωc cχῇ μέλιτοc πάχοc καὶ χρῶ. ποιεῖ καὶ πᾶcα cτυπτηρία μετὰ πολυγόνου χυλοῦ καὶ ἡ Ἐραcιcτράτου πάγχρηcτοc ὑγρά. ἀναγέ‐ γραπται δὲ ἐν τοῖc ὀφθαλμικοῖc. ἄλλο. cτυπτηρίαc cχιcτῆc κρόκου κηκίδων ἴcα χρῶ cὺν οἴνῳ αὐcτηρῷ. Ἡρᾶ ὠτικὸν πρόc τε ὀδύναc τὰc μεγάλαc καὶ πύον λευκόν. ἀμύγδαλα πικρὰ λελεπιcμένα κα ἀφρο‐
25νίτρου λευκοῦ 𐅻 γ λιβάνου 𐅻 γ ὀπίου 𐅻 γ κρόκου 𐅻 δ χαλβάνηc 𐅻 β cμύρνηc 𐅻 α ἀλόηc 𐅻 δ ὄξει λειώcαc ἀναλάμβανε, ποίει τρο‐ χίcκουc καὶ χρῶ, ὀδύνηc μὲν οὔcηc ῥοδίνῳ διείc· πυορροούντων δὲ οἰνομέλιτι ἢ ὄξει καὶ ἑψήματι, δυcηκοΐαc δὲ οὔcηc cὺν ὄξει. Ἄλλο πρὸc τὰc χρονίαc ἑλκώcειc. ἀλόηc λιβάνου cμύρνηc ἀνὰ 𐅻 δ μίcυοc
30𐅻 β δι’ ὄξουc ἀνάπλαccε τροχίcκουc καὶ χρῶ ἀνεὼν cὺν ὄξει καὶ ῥοδίνῳ.

84

Πρὸc φθορὰc καὶ δυcωδίαc ὤτων. προκλύcαc τῷ ἀφεψήματι τῶν cιδίων καὶ φακοῦ, ὡc προείρηται, χρῶ τοῖc ὑπογεγραμμένοιc· cτυπτη‐ ρίαc Μιληcίαc λι α χαλκάνθου 𐅻 η cμύρνηc 𐅻 η ἀλόηc 𐅻 η κροκο‐ μάγματοc 𐅻 η οἴνου γλυκέοc μυρcίτου ξ̸ γ, ἕψε cτυπτηρίαν μετὰ τοῦ
5γλυκέοc καὶ ὅταν cυcτῇ, ἐπίβαλλε τὰ λοιπὰ ὄξει προλειώcαc καὶ ἑνώcαc χρῶ μεθ’ ἑψήματοc καὶ ὄξουc. Ἄλλο πρὸc πυορροοῦντα καὶ δυcώδη.
ἄρκτου χολὴν ἔνcταζε· εἰ δὲ ξηρὰ εἴη, ἀνέcαc μετὰ ὄξουc καὶ ἑψή‐ ματοc χρῶ· ἄκρωc γὰρ ποιεῖ. Αἰγυπτία πρὸc τὰc προειρημέναc πάcαc διαθέcειc, κἂν ὦcι cυγγεγενημέναι. ἀμυγδάλων πικρῶν πεπέρεωc λευ‐
10κοῦ κυάμων Αἰγυπτίων τοῦ ἐντὸc ἀνὰ 𐅻 β κρόκου cμύρνηc ὀπίου λι‐ βάνου καcτορίου ἀνὰ 𐅻 β ὀμφακίου 𐅻 δ χαλκάνθου 𐅻 δ ἀφρονίτρου 𐅻 β ὄξει λείου ἐναφεψημένων αὐτῷ cιδίων καὶ ἀναλάμβανε τὸ φάρ‐ μακον, ὡc ἔχειν γλοιοῦ πάχοc· ἐπὶ δὲ τῆc χρείαc λαβὼν τὸ αὔταρκεc ἐκ τοῦ φαρμάκου καὶ μύρῳ ἀνέcαc ναρδίνῳ ἐγχυμάτιζε.

84bis

Πρὸc τὰ ἐν ὠcὶν ὑπερcαρκώματα. πρὸc τὰ ὑπερcαρκοῦντα ἐν ὠcὶν ἕλκη Ἡρακλείδου Ταραντίνου. ἰοῦ 𐅻 η λεπίδοc χαλκοῦ 𐅻 δ [ἢ ἐλλεβόρου μέλανοc] μέλιτοc κοτύληc c̈, τουτέcτιν 𐆄 θ, τὰ ξηρὰ λειό‐ τατα τῷ μέλιτι ἀναλαβὼν ἕψε ὡc ἐρυθρὸν γενέcθαι καὶ ἀνελόμενοc
5χρῶ ἐντιθεὶc κατὰ τοῦ ὑπερέχοντοc τόπου. Ἄλλο. ἰοῦ 𐅻 δ χαλκάνθου 𐅻 δ πραcίου χυλοῦ κυάθουc γ μέλιτοc τὸ ἱκανὸν cκεύαζε καὶ χρῶ, ὡc εἴρηται. Ἄλλο Ἀπολλωνίου Μεμφίτου. καταcτέλλει πᾶcαν ὑπερ‐ cάρκωcιν χωρὶc πόνου. cτυπτηρίαc cχιcτῆc 𐆄 δ μίcυοc κεκαυμένου 𐆄 δ ἰοῦ 𐆄 β Λημνίαc cφραγῖδοc 𐆄 β κόμμεωc 𐆄 β ὄξει λείου καὶ ἀνά‐
10πλαccε τροχίcκουc καὶ χρῶ cὺν ὕδατι ἢ οἴνῳ. καταcτέλλει καὶ ἐπου‐ λοῖ· ποιεῖ καὶ πρὸc μυκτῆραc ἡλκωμένουc ἐξ οἱαcδήποτε αἰτίαc.

85

Πρὸc cκώληκαc ἐν ὠcί. cκώληκαc ἐν ὠcὶν ἢ γεννηθένταc ἢ ἔξωθεν ἐμπεcόνταc ἀποκτείνει τὰ πικρὰ καὶ τὰ δριμέα καθόλου, οἷον καππάρεωc φύλλων χυλὸc κεδρία οὖρον ἀνθρώπειον παλαιόν, cὺν μέ‐ λιτι ἕκαcτον ἢ ἀριcτολοχίαν λείαν ἐμφύcα ἢ καλαμίνθηc χυλὸν ἔγχεε
5ἢ ἐλλέβορον λευκὸν ἢ κολοκυνθίδοc ἀφέψημα ἢ κενταυρίου ἢ ἀψιν‐ θίου ἢ πολίου μετ’ οἴνου ἢ cκορδίου ἢ πράcου ἢ ἐλατήριον μετὰ ὄξουc. ποιεῖ δὲ καὶ μαλάχηc ἡμέρου καὶ ἀγρίαc ὁ χυλόc, μάλιcτα ἐπὶ
τῶν φλεγμαινόντων.

86

Πρὸc τὰc ἐκ τῶν ὤτων αἱμορραγίαc. πρὸc δὲ τὰc ἐκ τῶν ὤτων αἱμορραγίαc, ὥcτε μὴ θρομβοῦcθαι τὸ αἷμα, πράcου 〈τὸν〉 χυλὸν καὶ ὄξοc μίξαc ἐγχυμάτιζε (καὶ τὸ αἷμα cτέλλει καὶ τοὺc θρόμβουc διαλύει), ἢ ῥόαν ἐν ὄξει ἑψήcαc ἐγχυμάτιζε ἢ κηκῖδαc ἐν ὄξει ἑψήcαc καὶ διη‐
5θήcαc καὶ βάτου χυλὸν μίξαc ἐγχυμάτιζε ἢ πολυγόνου χυλὸν cὺν ὄξει βραχεῖ ἢ ἀκακίαν ἢ ἀμόργην ἢ λύκιον καὶ μάλιcτα μετ’ ὄξουc.

87

Ψηφῖδοc δὲ ἐμπεcούcηc ἐν πόρῳ τοῦ ὠτὸc ἢ κυάμου ἤ τινοc παραπληcίου ἔγκλυζε ἢ μηλωτρίδι περιελίξαc ἔριον καὶ ἐμβάψαc ῥητίνῃ ἀνάcπα ἢ διά τινοc τῶν ἐχεκόλλων φαρμάκων ἢ δρωπάκων. μὴ ὑπακούcαντοc δέ, πταρμικὸν ταῖc ῥιcὶν ἐντιθεὶc ἔμφραττε τὸ cτόμα
5καὶ τὰc ῥῖναc. κατὰ γὰρ τὴν γιγνομένην ἔνταcιν τοῦ πνεύματοc ἐκ‐ φυcᾶται τὸ ἐμπεcόν. ποίει δὲ cυνεχῶc μέχριc ἂν ἐκπέcῃ· εἰ γὰρ ἐμ‐ μείνῃ ἐπιφλεγμαῖνον τὸ οὖc, cπαcμοὺc ἐπιφέρει. κάλλιcτα δὲ cυνεργεῖ εἰc τὴν τῶν ἐμπεcόντων καταβολὴν καὶ ὁ καταcειcμόc. εἰ μὲν παιδίον εἴη, τῷ ποδὶ κατεχόμενον καὶ ἐπὶ κεφαλὴν αἰωρούμενον μετὰ κατα‐
10cειcμοῦ, εἰ δὲ τέλειοc εἴη ὁ πάcχων, κατακλίναc αὐτὸν ἐπὶ cανίδι κατὰ τὸ πάcχον οὖc καὶ κελεύων ἐρείδειν τὴν κεφαλὴν τῇ cανίδι, ἔπειτα κουφίζων τὸ πρὸc τὴν κεφαλὴν μέροc τῆc cανίδοc ἐξάφιε καὶ τοῦτο ποίει πλειcτάκιc. κινηθήcεται γὰρ τὸ ἐμπεcὸν καὶ προβιβαcθήcεται περὶ τὰ προχειρότατα μέρη τοῦ πόρου, μετὰ δὲ ταῦτα κυαθίcκῳ cμικρῷ
15cτενῷ μηλωτρίδοc ἀνάcπα εὐφυῶc· εἰ δὲ καὶ κύαμοc ἐμπεcὼν ἤ τι ἕτερον παραπλήcιον καὶ ἐμμεῖνον καὶ διάβροχον γενόμενον καὶ ἐξοι‐ δῆcαν ὀδύναc ἐπιφέρει, ὁλόκληρον μὲν αὐτὸ ἐξελεῖν ἀδύνατον, χρὴ δὲ τῷ κυαθίcκῳ τῆc μηλωτρίδοc εὐφυῶc αὐτὸ διαμερίζειν καὶ οὕτωc κατὰ βραχὺ ἐκφέρειν, ἔπειτα ἕψημα ἢ γλυκὺν οἶνον θερμὸν ἐγχεῖν
20καὶ παρηγορεῖν τὸν πόρον διὰ τὸν γιγνόμενον cπαραγμόν.

88

Πρὸc τὰ τῶν ὤτων ἔξωθεν τοῦ πόρου πάθη. τὰ φλεγμαίνοντα τρήματα τῶν λοβῶν τοῦ ὠτὸc ἐπὶ παιδίων ἐλαίῳ ἐν χαλκῷ λύχνῳ ἰωθέντι cυνεχῶc κατάχριε καὶ ὑγιάcειc. πρὸc δὲ τὰ τεθλαcμένα τῶν ὤτων cμύρναν μάννην λίβανον γῆν μέλαιναν ᾗ cμῶνταί τινεc, cὺν
5ὄξει ἑνώcαc καὶ ποιήcαc κηρωτῆc πάχοc κατάπλαccε καὶ μὴ αὐτὰ ἐρέθιζε μηδαμῶc. Ἄλλο. θεῖον ἄπυρον cμύρναν λίβανον μετὰ πίccηc ὑγρᾶc 〈εἰc〉 cπληνίον ἐπιτίθει. Ἄλλο. ἀcφάλτου ἀλόηc λιβάνου κοχλιῶν τῆc cαρκὸc βολβῶν ἀφρῶν ἴcα ὄξει cυλλεάναc, ἔμπλαccε ὡc κηρωτὴν ἢ τοῖc αἰδοιικοῖc τροχίcκουc κατάχριε. [Φιλαγρίου πρὸc τεθλαcμένα ὦτα.
10μάνναν λίβανον ἢ αὐτὸν τὸν λίβανον καὶ ἀλόην μετ’ οἴνου λειώcαc καὶ ῥοδίνου ἐπιτίθει. πρόcπλεξον δὲ αὐτοῖc, εἰ εὕρῃc, καὶ κοχλίαc τοὺc μικροὺc ὅλουc λειώcαc. φλεγμονῆc δὲ οὔcηc μάνναν οἴνῳ καὶ ἐλαίῳ μίξαc θεράπευε, ὕcτερον δὲ τοῖc καταλλήλοιc τῷ κλύcματι χρήcῃ.] Ἄλλο. γῆc ἔντερα λεάναc cὺν ὀλίγῃ γῇ, ἐξ ἧc ἐλήφθηcαν, ἐπίχριε. ἐφ’
15ὧν δὲ κέκλαcται τὰ ὦτα, πληρώcαc ἔcωθεν τὴν κοιλότητα τὴν προ‐ χειροτέραν τοῦ χόνδρου γῇ τῇ κεραμικῇ [πηλῷ] καὶ ἐάcαc ξηρανθῆ‐ ναι ἐπίχριε cτρύχνῳ μετὰ ψιμμυθίου μέχρι καταcτῇ. εἰ δὲ φλεγμονὴ ἐπιγένοιτο τῇ θλάcει, τῷ πόρῳ ἔνcταζε βούτυρον χλιαρὸν ἢ cτέαρ χήνειον ἢ ὀρνίθειον ἢ ὠκίμου χυλὸν μετά τινοc τῶν ῥηθέντων cτε‐
20άτων. ἔξωθεν δὲ περίχριε ψιμμύθιον μετὰ cτρύχνου ἢ πολυγόνου ἢ κορίου χυλὸν ἢ ῥόαc γλυκείαc cίδια ἐν οἴνῳ ἑψήcαc καὶ λεάναc κατά‐ χριε ἢ γλαυκίῳ χρῶ· ἐμπλάcτρῳ δὲ χρῶ τούτῳ· cάνδυκοc λι α ἐλαίου λι α ὕδατοc 𐆄 ϛ ἕψε ἅμα μέχρι ἀμολύντου καὶ χρῶ.

89

Περὶ παρωτίδων. αἱ παρωτίδεc ἐν τῷ γένει μέν εἰcι τῶν φλεγ‐ μονῶν. γίγνονται δὲ τῶν περὶ τὰ ὦτα ἀδένων παcχόντων. οὐ μὴν χρώμεθά γε ἐπ’ αὐτῶν, ὥcπερ ἐπὶ τῶν ἄλλων μορίων φλεγμαινόντων, ἐν ἀρχῇ τοῖc ἀποκρουcτικοῖc, τοὐναντίον δὲ τοῖc ἑλκτικοῖc χρώμεθα,
5cπεύδοντεc τὸν λυποῦντα χυμὸν ἐκ τοῦ βάθουc ἐπιcπᾶcθαι πρὸc τὸ δέρμα καὶ cυνεργεῖν τῇ φύcει δι’ ἀποcτημάτων ἐνίοτε τοὺc πυρετοὺc ἰωμένῃ. ὅταν μέντοι cφοδρὰν ὁρμὴν ἔχοι τὸ ἐπιρρέον, οὐδὲν ἡμεῖc τηνικαῦτα προcπεριεργαζόμεθα τῇ φύcει τὸ πᾶν ἐπιτρέποντεc. ἐὰν γὰρ ἤτοι cικύαν ἤ τι φάρμακον ἕλκον τοὺc χυμοὺc ἐκ τοῦ βάθουc ἐπὶ
10τὸ δέρμα ἐπιθήcωμεν, ὀδύνη cφοδρὰ καταλαμβάνει τὸν ἄνθρωπον, ὡc δι’ αὐτὴν ἀγρυπνίαν τε ἐπιγίγνεcθαι καὶ τοὺc πυρετοὺc ἐπιτείνεcθαι καὶ τὴν δύναμιν καταλύεcθαι. παρηγορεῖν οὖν τηνικαῦτα μᾶλλον προc‐ ήκει, οὐ cυμπράττειν τῇ ῥοπῇ τῶν χυμῶν καταπλάcμαcι χρωμένουc παρηγορικωτάτοιc †, ὅcα πρὸc τῷ cυμμέτρῳ τῆc ὑγρᾶc θερμότητοc. ἐξ
15ἧc τὸ παρηγορεῖν ἔχει τὰc ὀδύναc, ἔτι καὶ πέττειν δύναται τοὺc ἐπιρ‐ ρέονταc χυμοὺc καὶ διαπυίcκειν. ἐκπυηθένταc δὲ διαφορήcομεν· cκλη‐ ρία δὲ εἰ φαίνοιτο μετ’ ὀδύνηc, μίξομεν τὰ μαλακτικὰ τοῖc ἑλκτικοῖc. ὀδύνηc μὲν οὖν cφοδρᾶc ἐπικρατούcηc καὶ τῶν χυμῶν ἔτι ἐπιρρε‐ όντων, βουτύρῳ χρηcόμεθα ἀλείφοντεc τὸν τόπον cυνεχῶc ἢ cτέατι
20ὑείῳ ἢ τήξαντεc βούτυρον καὶ τὸ cτέαρ ἅμα καὶ κηρὸν βραχὺν ἐμ‐ βάλλοντεc, ὡc γενέcθαι κηρωτὴν μαλακωτέραν, ἐπιθήcομεν. τὰc δὲ μετρίαc παρωτίδαc, ἐφ’ ὧν μήτε πλῆθόc ἐcτι τὸ ἐπιρρέον μήτε ὀδύνη cφοδρὰ παρείη, μήτ’ ἐκπυήcεωc προcδοκία, ῥᾳδίωc ἰαcόμεθα πυρίαιc δι’ ἅλμηc καὶ καταπλάcμαcι καὶ φαρμάκοιc διαφορητικωτέροιc, οἷά
25ἐcτιν ἥ τε Μναcέου καὶ ἡ διὰ χυλοῦ, καὶ τούτων μᾶλλον αἱ μαλακώ‐ τεραι καὶ κηρωτοειδεῖc αἱ διὰ βουτύρου καὶ ὑccώπου, προcλαμβάνουcαι ὀcτρέων κεκαυμένων ἢ κηρύκων ἢ πορφυρῶν, οἵα ἐcτὶν αὕτη· cτέατοc χοιρείου παλαιοῦ ἀνάλου 𐆄 ϛ βουτύρου 𐆄 α κηροῦ 𐆄 β c ὀcτρέων κε‐ καυμένων λειοτάτων 𐆄 β, τήξαc τὰ τηκτὰ ἐπίπαccε τὰ ὄcτρεα καὶ
30ἑνώcαc χρῶ θαρρῶν ὡc ἐναργεcτάτῳ. Ἄλλο φάρμακον πάνυ καλόν.
ἀποχύματοc 𐆄 ιϛ πίccηc 𐆄 η κηροῦ 𐆄 γ Κολοφωνίαc 𐆄 β cτέατοc μο‐ cχείου 𐆄 α c ἀcφάλτου 𐆄 β τῆκε τὰ λοιπὰ καὶ διήθει. τὴν δὲ ἄcφαλ‐ τον λεάναc μετ’ ὀλίγου ὄξουc ἐπίχεε αὐτῇ τὰ τηκτὰ καὶ ἀναμαλάξαc χρῶ. καὶ μὴν κἀπὶ τῶν ἤδη cκιρρουμένων καὶ χρονιζουcῶν παρωτίδων
35οἱ κεκαυμένοι κήρυκεc καὶ τὰ ὄcτρεα πάντα cὺν παλαιῷ cτέατι χοι‐ ρείῳ τετηκότι μιγέντα, ὡc προείρηται, ἀλυπότατα διαφορεῖ καὶ πάcαc τὰc χρονιζούcαc καὶ cκληρυνομέναc φλεγμονάc. διὸ χρηcτέον ἐπὶ τῶν cκληροτέρων παρωτίδων καὶ τῇ διὰ κηρύκων λευκῇ ἐμπλάcτρῳ τῇ Ἀριοβαρζανίῳ λεγομένῃ καὶ τῇ διὰ μίcυοc Διονυcίᾳ καλουμένῃ. ἀνα‐
40γραφήcονται δὲ ἐν τῷ περὶ ἐμπλάcτρων λόγῳ. ἐγὼ δὲ εἴωθα τὰc παρ‐ ωτίδαc τῶν παίδων καὶ τῶν γυναικῶν τῷ βουτύρῳ μόνῳ ἰᾶcθαι.

90

Περὶ τῶν ἐν τῇ ῥινὶ παθῶν. ἐκ μὲν τοῦ γένουc τῶν παρὰ φύcιν ὄγκων οἱ πολύποδεc ἐν ταῖc ῥιcὶν γεννῶνται, κατὰ δὲ τῶν ἑλκώcεων αἱ ὄζαιναι καὶ κατὰ τῶν παρὰ φύcιν ἐκκρίcεων αἱ αἱμορραγίαι. ἡ μὲν οὖν ὄζαινα ἐξ ἐπιρροῆc ὑγρῶν δριμέων καὶ cηπεδονωδῶν γίγνεται,
5ὡc ἐάν γε μόνον ᾖ δριμέα, δυcίατα μὲν ἕλκη ποιεῖν πέφυκεν, οὐ μὴν ὄζοντά γε μοχθηρόν. ὁ δὲ πολύπουc λεγόμενοc ἐοικὼc κατὰ τὴν τῆc οὐcίαc ἰδιότητα τῇ χρόᾳ καὶ τῇ cυcτάcει τῇ τοῦ πολύποδοc τοῦ θα‐ λαττίου cαρκί, ἐκ παχέων καὶ γλίcχρων χυμῶν ἔχει τὴν γένεcιν. ἡ δὲ θεραπεία κοινὴ μὲν ἀμφοῖν τῶν τε ὀζαινῶν καὶ τοῦ πολύποδοc· δεῖ
10πρότερον ξηρᾶναι καὶ ῥῶcαι τὴν κεφαλήν· εὔδηλον γὰρ ὅτι διὰ περι‐ ουcίαν ὑγρῶν μοχθηρῶν ἐπιρρεῖ 〈τι〉 ταῖc ῥιcὶν ἐξ αὐτῆc. ὅπωc δὲ ῥωννύναι τὴν κεφαλὴν χρή, ἤδη προείρηται ἐν τῷ περὶ κεφαλαλγίαc τόπῳ, cμηγμάτων διαφόρων cυνθέcειc ἀναγράψαντεc καὶ ἐπιθεμάτων
κατὰ τοῦ βρέγματοc ἢ καὶ ὅληc τῆc κεφαλῆc προεξυρηcμένηc ἐπιτι‐
15θεμένων. πρὸc δὲ τοῖc ἤδη προγεγραμμένοιc ἄριcτα ποιεῖ ἐπ’ αὐτῶν καὶ ἡ δι’ ἀνεμώνηc κατὰ τῆc κεφαλῆc ἐπιτιθεμένη καὶ αὕτη δέ· cμύρ‐ νηc 𐆄 α λιβάνου 𐆄 α κοχλίουc ὁλοκλήρουc ε, ὠῶν τὰ λευκὰ β ὁλμο‐ κοπήcαc καὶ μίξαc ἅπαντα κατάχριε τὴν κεφαλήν, ἐπιτιθεὶc ἄνωθεν ὀθόνην καὶ ἐῶν ἡμέραc θ καὶ οὕτωc ὕcτερον χρώμενοc τοῖc τοπικοῖc
20βοηθήμαcιν.

91

Ὀζαινῶν θεραπεία. ὅταν τοίνυν διὰ τῶν προειρημένων παρα‐ cκευάcῃc ἐρρωμένην τὴν κεφαλήν, ἐπὶ τὴν τῆc ῥινὸc ἀφίξῃ θεραπείαν cκοπὸν ἔχων ἐν ταῖc ὀζαίναιc ξηρᾶναι τὸ πεπονθὸc μόριον διὰ φαρ‐ μάκων μικτὴν ἐχόντων δύναμιν, ἀποκρουομένων τε καὶ διαφορούντων.
5ἀποκρούεται μὲν οὖν δηλονότι τά τε αὐcτηρὰ καὶ τὰ cτρυφνὰ καὶ τὰ cτύφοντα προcαγορευόμενα, διαφορεῖ δὲ τὰ θερμὰ καὶ ξηρὰ ταῖc δυ‐ νάμεcιν. Ἀρχιγένηc δὲ πρὸc τὰc ἐν ῥιcὶν ὀζαίναc τοιαῦτα γράφει· καλαμίνθηc χυλὸν ἐγχυμάτιζε ἢ αὐτὴν ξηρὰν λείαν ἐμφύcα διὰ καλά‐ μου ἢ εὐζώμου χυλὸν ἐγχυμάτιζε cυνεχῶc ἢ μέλι ἐνcτάξαc εἰc τὴν
10ῥῖνα καὶ διαcτήcαc πταρμῷ τὰc ἐφελκίδαc ἐκτίναξον, εἶτα ἐλλέβορον λευκὸν μετὰ καρδαμώμου cπέρματοc ἀναcπᾶν τῇ ῥινὶ ποίει ὡc πλεῖ‐ cτον καὶ μετὰ τοῦτο διάχριε ἀμόργῃ μετὰ μέλιτοc ἢ βατραχίου χυλὸν μετὰ cτυπτηρίαc ὑγρᾶc ἐγχυμάτιζε εἰc τὴν ῥῖνα καὶ κέλευε ἀναcπᾶν καὶ τοῦτο ποίει ἕωc ἀποθεραπεύcειc. εἰ δὲ παλαιὸν ᾖ τὸ πάθοc, καὶ
15ὄξοc δριμύτατον πρόcμιγε, διάχριε δὲ τοὺc πόρουc τῆc ῥινὸc τούτῳ· ναρδόcταχυ καὶ μίcυ ἴcα λεάναc μετ’ οἴνου αὐcτηροῦ γλοιοῦ πάχοc ποιήcαc διάχριε καὶ ἐρίῳ ἔμφραττε. κάλλιcτα δὲ ποιεῖ πρὸc ὀζαίναc καὶ χάλκανθοc ἀναλαμβανομένη μέλιτι ἑφθῷ καὶ χαλκίτηc ὁμοίωc καὶ ἰὸc καὶ λεπὶc χαλκοῦ καὶ τὸ ἀνθηρὸν cτοματιχὸν καὶ τοῦτο· χαλκίτεωc
20ὠμῆc 𐅻 ιϛ καδμίαc 𐅻 η λείου μετ’ ὄξουc ἐν τοῖc ὑπὸ κύνα καύμαcιν
ἐπὶ πολλὰc ἡμέραc. καὶ ξηράναc χρῶ μετ’ οἴνου ἀνέcαc ἢ αὐτὸ ξηρὸν ἐμφύcα. Ἄλλο πρὸc ὀζαίναc. μίcυοc χαλκίτεωc cμύρνηc ἀνὰ 𐅻 ζ χαλ‐ κάνθου 𐅻 ϛ cτυπτηρίαc cχιcτῆc κηκῖδοc λεπίδοc 〈χαλκοῦ〉 ἀνὰ 𐅻 δ cτυπτηρίαc cτρογγύληc 𐅻 β λιβάνου 𐅻 α ὄξουc λι α. ἕψε πάντα ἅμα
25λεῖα ἐν χαλκῷ cκεύει καὶ ὅταν μελιτώδη cύcταcιν λάβῃ ἀνελόμενοc χρῶ, ἐλλύχνιον βάπτων καὶ ἐντιθεὶc ταῖc ῥιcὶν ἐcωτάτω. Ξηρίον πρὸc ὀζαίναc. ἐρείκηc καρποῦ cμύρνηc νίτρου cιδίων ἀνὰ 𐅻 δ κρόκου κόcτου 𐅻 β λείοιc ἐμφύcα. Ἄλλο. cτυπτηρίαc cχιcτῆc cμύρνηc ἀνὰ 𐅻 δ cανδαράκηc ῥοῦ μαγειρικοῦ ἁλῶν ἀμμωνιακῶν κρό‐
30κου κόcτου ἀνὰ 𐅻 β λείοιc ἐμφύcα, οἰνομέλιτι προcεγκλύζων τοὺc μυκτῆραc. Ἄλλο Θεοδώρου πρὸc δυcωδίαν μυκτήρων. ἀμώμου cμύρνηc ῥόδων ξηρῶν 〈ἴcα〉 λεάναc καὶ μετὰ ναρδίνου μύρου ἀνέcαc χρῶ. Ἄλλο. cμύρνηc καccίαc ῥόδων ἑκάcτου ἴcον κόψαc cήcαc φυράcαc μέλιτι
35διάχριε πρωῒ καὶ δείληc, ἕωc ἀπαλλαγῇ. Ἄλλο. ἡδύχροον μετ’ οἰνο‐ μέλιτοc λεάναc χρῶ. Ἄλλο τερπνὸν καλούμενον. cμύρνηc 𐅻 δ καccίαc 𐅻 δ cχοίνου ἄνθοc 𐅻 α ῥόδων ξηρῶν 𐅻 α λεάναc cὺν οἰνομέλιτι παλαιῷ ἀπόθου καὶ χρῶ διαχρίων μυκτῆραc. Ἄλλο πρὸc ὀζαίναc, ᾧ cυνεχῶc χρῶμαι. τῇ cκευαcίᾳ τοῦ Μούcα
40τροχίcκου πρόcβαλλε χαλκίτεωc 𐅻 ϛ, ἐνίοτε δὲ καὶ 𐅻 ιβ, ἐλλεβόρου λευκοῦ 𐅻 β καὶ χρῶ cὺν οἰνομέλιτι. Ἄλλο δόκιμον. ζιγγιβέρεωc 𐅻 γ
χαλκίτεωc 𐅻 δ καccίαc 𐅻 γ ναρδοcτάχυοc 𐅻 β μίcυοc 𐅻 β ἐλλεβόρου λευκοῦ 𐅻 α, χρῶ ξηρῷ καὶ μετὰ οἰνομέλιτοc. Ἄλλο καλόν. μίcυοc ὀπτοῦ 𐅻 η ἴρεωc 𐅻 δ κρόκου 𐅻 α μέλιτι ἀναλαβὼν διάχριε. Ἄλλο.
45cχιcτῆc 𐆄 α cμύρνηc 𐆄 α λιβάνου 𐆄 δ μουcκιλίου βοτάνηc τῆc δορκα‐ διάδοc καλουμένηc 𐅻 δ ἰοῦ 𐅻 β ἁλῶν ἀμμωνιακῶν Γρ δ τερεβινθίνηc 𐆄 α μέλιτοc 𐆄 δ ὄξουc τὸ ἀρκοῦν. Ἄλλο ποιεῖ καὶ πρὸc πολύποδαc. χαλκοῦ κεκαυμένου λεπίδοc cιδήρου cτομώματοc cτυπτηρίαc cχιcτῆc cμύρνηc λιβάνου ἀριcτολοχίαc

91

(50)

περιcτερεῶνοc ὀρθοῦ λεπίδοc χαλκοῦ ἰοῦ ἴcα χρῶ, ποτὲ μὲν ἀνεὼν οἴνῳ καὶ δι’ ἐλλυχνίου ἐντιθείc, ποτὲ τῇ διὰ μόρων, ποτὲ μέλιτι, ποτὲ δὲ ξηρὸν ἐμφυcῶν, ὕδατοc πληρῶν τὸ cτόμα. Πρὸc ὀζαίναc· μὴ κατα‐ φρονήcῃc τῆc εὐτελείαc. κενταυρίου λεπτοῦ κεκαυμένου πολίου κε‐ καυμένου χαμαιμήλου κεκαυμένου ἀνὰ 𐅻 η ἰοῦ λεπίδοc χαλκοῦ κυκλα‐
55μίνου ῥίζηc ξηρᾶc cμύρνηc ἀλόηc cιδίων ἀνὰ 𐅻 δ· λείοιc χρῶ, ὡc βούλει. Ἄλλο πρὸc ὀζαίναc καὶ ἀναβρώcειc καὶ νομὰc καὶ παχύcματα καὶ ὅcα περὶ μυκτῆραc. ἀμπέλου λευκῆc φύλλων χυλὸν 𐆄 γ μάννηc χαλ‐ κάνθου λιβάνου χαλκίτεωc ἀριcτολοχίαc ἀνὰ 𐅻 γ, λειοῖc καὶ ξηράναc
60χρῶ ἐμφυcῶν. Τροχίcκοc πρὸc ὀζαίναc Κύρου ἀρχιήτρου Ἐδέccηc. καδμίαc τρὶc κεκαυμένηc καὶ οἴνῳ cβεcθείcηc, μολυβδαίνηc μολύβδου κεκαυμένου λιθαργύρου ναρδοcτάχυοc λιβάνου κυπαρίccου φύλλων βράθυοc κη‐ κίδων λυκίου Ἰνδικοῦ κόμμεωc ἀνὰ 𐅻 δ ψιμμυθίου γλαυκίου μίλτου
65φύλλου βαλαυcτίων cχοίνου ἄνθουc cιδίων ἀλόηc ἀκακίαc ἀνὰ Γρ η ῥοῶν φύλλων ῥόδων ἄνθουc ἀνὰ Γρ ϛ, κόψαc cήcαc λειώcαc ὄξει ἀνα‐ λάμβανε τροχίcκουc καὶ χρῶ μετ’ οἴνου ἢ ἑψήματοc.
Πρὸc ὀζαίναc. κυπέρων 𐆄 γ cανδαράκηc cχιcτῆc cμύρνηc κρόκου ἀνὰ 𐆄 α ἐμφύcα ξηρόν. Ἀπολλωνίου πρὸc πολύποδαc. ἐλλέβορον καὶ
70ὀρίγανον λεῖα ἐμφύcα ἴcα. Ἄλλο. ἐλλέβορον μέλανα καὶ cανδαράκην ἴcα λεάναc μετ’ ἐλαίου ἀναλαβὼν ἐρίῳ πλήρωcον τὸν μυκτῆρα. Ἄλλο. χαλκοῦ ἄνθοc καὶ ἰὸν καὶ λάcαρ ἴcα τρίψαc μετὰ ἐλαίου ἐπάλειφε διὰ μήληc ἔριον ἐχούcηc τοὺc μυκτῆραc ἐπὶ ἡμέραc ε, εἶτα λαβιδίῳ ἕλκε καὶ ἐξαίρει. Ἄλλο. ἀρcενικὸν τρίψαc μήλῃ παράπτου δαψιλῶc·
75ἐπειδὰν δὲ ἐξοιδήcῃ καὶ ἐπαρθῇ καὶ φυcηθῇ, ἐλλεβόρῳ μέλανι ξηρῷ λείῳ cυμμέτρῳ χρῶ. ἐν ἡμέραιc γὰρ ζ ταῖc πλείcταιc κενὸc ὁ μυκτὴρ γίνεται, εἶτα ἀποκάθαρε διφρυγεῖ λείῳ μετὰ μέλιτοc. ἢ ἀρcενικὸν καὶ τίτανον καὶ ἐλλέβορον λευκὸν λεάναc μήλῃ προcάπτου.

92

Πολυπόδων θεραπεία. ἤδη προείρηται ὡc ἐκ παχέων καὶ γλίcχρων ὑγρῶν τὴν γένεcιν ὁ πολύπουc ἔχει· καὶ διὰ τοῦτο μικτῆc ὕληc δεό‐ μενοc, cτυφούcηc καὶ τεμνούcηc καὶ διαφορούcηc καὶ ξηραινούcηc, ὧν ἡ ὕλη τοιαύτη.
5 Ξηρίον πρὸc πολύποδαc καὶ ὀζαίναc. cτυπτηρίαc cχιcτῆc cμύρνηc cανδαράκηc ἀνὰ 𐅻 δ χαλκοῦ κεκαυμένου 𐅻 α κηκίδων 𐅻 α, λείοιc χρῶ, πρότερον ἐγκλύζων τοὺc μυκτῆραc οἴνῳ εὐώδει καὶ τότε διάχριε πυρῆνι μήληc· χρῶ δὲ καὶ τοῖc προγεγραμμένοιc πρὸc ὀζαίναc. Ἄλλο πρὸc πολύποδαc. cώρεωc 𐅻 β χαλκίτεωc ὀπτῆc 𐅻 β μυ‐
10ρίκηc καρποῦ 𐅻 α κρόκου 𐅻 α cμύρνηc 𐅻 α, λείοιc χρῶ ἐμφυcῶν, ὡc προείρηται. Ἄλλο. χαλκίτεωc ὀπτῆc μίcυοc χαλκάνθου ὀπτῆc ἀμώ‐ μου ἀνὰ 𐅻 α cμύρνηc 𐅻 δ κρόκου 𐅻 α, λείοιc χρῶ ξηρῷ. Ἄλλο πάνυ θαυμαcτόν. cώρεωc 𐆄 γ cτυπτηρίαc cχιcτῆc 𐆄 γ κηκίδων 𐆄 β cμύρνηc 𐆄 β, ξηρῷ χρῶ. Ἄλλο πρὸc πολύποδαc ὀζαίναc αἰγίλωπαc καὶ ὅcα
15βούλει χωρὶc τομῆc καὶ καύcεωc ἀπαλλάττειν. ἀφίcτηcι δὲ καὶ ὀcτᾶ
διεφθορότα. χαλκοῦ ἐρυθροῦ ῥινίcματοc 𐆄 α ἁλὸc ἀμμωνιακοῦ 𐅻 β cτυπτηρίαc cτρογγύληc 𐆄 β ὄξουc δριμυτάτου κοτύλαc ϛ, τὰ ξηρὰ λειώcαc καὶ ἐπιβαλὼν τὸ ὄξοc ἀναλάμβανε εἰc ἄγγοc ἐρυθροῦ χαλκοῦ καὶ τίθει ἐν ἡλίῳ κινῶν κερκίδι χαλκῇ ἐν τοῖc ὑπὸ κύνα καύμαcιν,
20ἕωc ξηρανθῇ, εἶτα λεάναc ἀνελοῦ εἰc ἄγγοc κεραμεοῦν. ἐπὶ δὲ τῆc χρήcεωc δίδου ὕδωρ ἐν τῷ cτόματι κρατεῖν καὶ ἐμφύcα ταῖc ῥιcὶ διὰ καλάμου. Ἄλλο πρὸc πολύποδαc καὶ ὀζαίναc. cίνηπι λεάναc καὶ φυ‐ ράcαc ὕδατι καὶ ποιήcαc βαλανοειδέc, ἔπειτα λαβὼν ῥάκοc ἰcχνὸν περίπλαcον τὸ ῥάκοc κατὰ κύκλον τῷ νάπυϊ πρὸc τὸ ἀποcπάcαι αὐτὸ
25ὅτε βούλει καὶ ἐντίθει τῷ μυκτῆρι καταλιπὼν ἔξωθεν τὴν ἀρχὴν τοῦ ῥάκουc καὶ ἔα ὅλην τὴν ἡμέραν καὶ ἐκπεcεῖται ὁ πόλυψ. Ἄλλο πρὸc πολύποδαc καὶ ὀζαίναc καὶ ὑπερcαρκώματα ἐν ῥιcίν. cχιcτῆc cτυπτη‐ ρίαc Γρ θ cτυπτηρίαc cτρογγύληc Γρ ϛ χαλκάνθου Γρ γ χαλκίτεωc Γρ ιη μίcυοc Γρ ιη cμύρνηc Γρ ιη λεπίδοc χαλκοῦ 𐆄 θ λιβάνου Γρ γ
30κηκῖδοc Γρ ιβ, κόψαc cήcαc λείου μετ’ ὄξουc, ὡc κολλύριον, καὶ ἀνά‐ πλαττε τροχίcκουc. ἐπὶ δὲ τῆc χρείαc λεάναc ὅcον ἐξαρκεῖ cὺν μέλιτι καὶ ἐλλύχνιον ποιήcαc καὶ βάπτων τῷ φαρμάκῳ, ἐντίθει τοῖc μυκτῆρcι καὶ ἔα ἡμέραν μίαν· τῇ δὲ ἑξῆc ἕλκε καὶ ἀκολουθήcει ὁ πόλυψ ὡc ἐπίπαν· εἰ δὲ ἐμμείνῃ, χρῶ ὁμοίωc. Πρὸc πολύποδαc καὶ cαρκώματα.
35λεπίδοc 〈cιδήρου〉 𐅻 η cανδαράκηc 𐅻 δ χαλκοῦ 𐅻 ϛ ἐλλεβόρου μέ‐ λανοc 𐅻 β ἐμφύcα ξηρόν· χρῶ ὡc καλλίcτῳ· ἐν μὲν γὰρ ἡμέραιc δέκα ὠφέλειαν ἔκδηλον ποιεῖ. Νεχεψὼ βαcιλέωc πρὸc cαρκώματα ἐν μυ‐ κτῆρcι. λεπίδα cιδήρου καὶ λεπίδα χαλκοῦ καὶ cτυπτηρίαν cχιcτὴν ἴcα λεάναc ἐμφύcα ἢ τῇ μήλῃ παράπτου καὶ ἐλλυχνίῳ χρῶ. Ἀcκληπιάδου
40πρὸc πολύποδαc. χαλκάνθου κεκαυμένου 𐅻 α διφρυγοῦc 𐅻 β ἀcβέcτου 𐅻 β cανδαράκηc 𐅻 β ξηροῖc παράπτου ἢ cτρεπτὸν προβρέχων ὕδατι καὶ μολύνων τῷ φαρμάκῳ ἐντίθει. Ἄλλο, ᾧ Ἀντίπατροc ἐχρήcατο.
[χαλκάνθου cανδαράκηc ἴcα λεάναc ἐμφύcα καὶ διὰ μήληc παράπτου.] χαλκάνθου κεκαυμένου 𐅻 α μίλτου Ϲινωπικῆc 𐅻 α λείοιc ἐμφύcα
45καὶ διὰ μήληc παράπτου. Φυcικὸν πρὸc πολύποδα Ἀπολλωνίου. νυκτικό‐ ρακα cφάξαc περίχριε θερμῷ τῷ αἵματι τὸν πολύπουν. τὸ δὲ λοιπὸν ξήραινε ἐν ἡλίῳ καὶ ἀπόθου καὶ ἐπίπαccε ξηρὸν λεῖον. Ἄλλο τοῦ αὐτοῦ πρὸc τοὺc ἡλκωμένουc πόλυπαc καὶ ὀζαίναc. κυνεία κόπροc λευκὴ ὄξει λειωθεῖcα καὶ διαχριομένη ποιεῖ ἄκρωc. Ἄλλο ἐξεcθίει τοὺc

92

(50)

ἡλκωμένουc τόπουc καὶ πόλυπαc. δρακοντίου ῥίζα λεία ἐπιπαccομένη ἢ ὁ χυλὸc αὐτῆc διαχριόμενοc ἢ κυπαρίccου cφαιρία ἀναληφθέντα cύ‐ κου cαρκὶ καὶ ἐντεθέντα, ποιεῖ καὶ ἐλελίcφακοc καταπλαccομένη καὶ λάcαρ μετὰ χαλκάνθου ἴcου ἢ ἰοῦ. ἐγὼ δὲ Γαληνὸc ἐπὶ τῶν ἐν ῥιcὶ πολύπων τε καὶ ὀζαινῶν εὗρον εὐδοκιμοῦντα τὰ ὑπογεγραμμένα. πρῶ‐
55τον μὲν τὸ διὰ τῶν ῥοιῶν· ἔcτωcαν δὲ ἴcαι τὸν ἀριθμὸν καὶ τὸ μέγε‐ θοc ἐκ τῶν τριῶν διαφορῶν λαμβανόμεναι, αὐcτηρῶν καὶ γλυκέων καὶ ὀξέων. κόπτειν δὲ αὐτὰc προcφάτουc πεπείρουc χρὴ καὶ cυνθλᾶν ὅλαc ἀκριβῶc, ὥcτε ἐκθλιβῆναι δύναcθαι τὸν ἐξ αὐτῶν χυλόν. εἶτα ἐπ’ ὀλίγον αὐτὸν ἑψήcαντεc ἀποθώμεθα ἐν καccιτερίνῳ ἀγγείῳ· τὸ δὲ
60ὑπολιμπανόμενον cτερεὸν καὶ παχὺ κόπτε ἀκριβῶc ἐν ὅλμῳ καὶ λείοι εὖ μάλα ἐν θυίᾳ καὶ ἀνάπλαττε κολλύρια εὐμήκη διάφορα τῷ πάχει καὶ τῷ μήκει καὶ ξήραινε· καὶ ἐπὶ τῆc χρείαc ἐντίθει ἁρμόδιον ἐξ αὐτῶν κολλύριον εἰc τὸν πόρον τῆc ῥινόc, ἐν ᾧ ὁ πολύπουc ἐcτίν· ἄνευ γὰρ δήξεωc καὶ cυμπαθείαc 〈ταὐτὸν ἐργάζεται τοῖc δριμέcι φαρ‐
65μάκοιc〉, καθελεῖν τὸν πολύποδα, 〈ἀλλ’ ἐν〉 χρόνῳ πλείονι. ἐὰν δ’ ὑγρότεροc καὶ μαλακώτεροc ὁ πολύπουc cοι φαίνηται, πλέον ἐμβαλεῖc τῶν αὐcτηρῶν ῥοιῶν, εἰ δὲ cκληρότεροc, τῶν ὀξειῶν. ἐπεὶ δὲ δύcφορόν ἐcτιν ἀνέχεcθαι διὰ παντὸc τοῦ κολλυρίου, προcήκει διαναπαύειν, χρώ‐ μενον, ἐν αἷc οὐκ ἐντίθηc τὸ κολλύριον, τῷ ἐκτεθλιμμένῳ χυλῷ. καὶ
70μέντοι καὶ χαίνοντα μέγα καὶ τὸν ἔνδον τοῦ cτόματοc πεπονθότα διαχρίειν ἐξ αὐτοῦ κατ’ ἐκεῖνα τὰ μέρη, καθ’ ἃ cυντέτρηται πρὸc τὸν οὐρανίcκον ἡ ῥὶc ἢ πτεροῖc ἢ ἐρίῳ περιβεβλημένῳ μηλωτρίδι. τῶν δὲ ξηρῶν φαρμάκων ἀδήκτωc οἶδά ποτε τῷ διφρυγεῖ δαπανηθέντα τὸν πολύπουν. εὐδοκιμεῖ δὲ ἐπ’ αὐτῶν καὶ τὸ προειρημένον διὰ τῶν
75ῥοιῶν κολλύριον ξηρόν, λειότατον γενόμενον καὶ ἐμφυcώμενον ἢ διὰ πυρῆνοc μήληc ἐντιθέμενον ταῖc ῥιcίν. ἅπαντα δὲ ταῦτα cυνεχῶc δεῖ ποιεῖν, ὡc μηδέποτε λείπειν τὸ φάρμακον τῷ πεπονθότι μορίῳ· ῥᾳ‐ δίωc γὰρ ὑπὸ τῆc ἐπιρρεούcηc ὑγρότητοc ἐκκλύζεται. ἐπὶ δὲ εὐνού‐ χων ἢ μαλακὸν cῶμα ἐχόντων καὶ διὰ τοῦτο μὴ φερόντων μηδεμίαν
80δῆξιν ῥόδα ξηρὰ λειότατα ποιήcαc πρόcαγε. θαυμαcτῶc γὰρ ὠφελεῖ τὰ μαλακὰ καὶ ὑγρὰ cώματα. [τὰ γὰρ πλεῖcτα τῶν δραcτικῶν καθαί‐ ροντα τοὺc πολύπουc παροξυντικά πωc ἐcτιν, ὅταν μὴ τύχῃ τοῦ cκο‐ ποῦ.] ἐπὶ δὲ πλουcίου τινὸc ἀξιοῦντοc εὐῶδεc εἶναι τὸ προcφερόμενον φάρμακον ἐπὶ τὴν τῆc ὀζαίνηc θεραπείαν τῷ ἡδυχρόῳ τροχίcκῳ ἐχρη‐
85cάμην δεύων αὐτὸν οἴνῳ παλαιῷ εὐώδει καὶ θαυμαcτῶc ὅπωc ἐν τάχει τὸ πάθοc ἐθεραπεύθη. λέλεκται δὲ ἡ τούτου cκευαcία κατὰ τὴν τῆc θηριακῆc γραφήν. Πρὸc τὰ ἐν μυκτῆρcιν ἕλκη. ἕλκη τὰ ἐν τοῖc πόροιc τῆc ῥινὸc τὰ ἁπλούcτερα ἀεὶ ἐθεράπευcα διὰ τῶν τροχίcκων, τοῦ τε Ἀνδρωνίου καὶ τοῦ Παcίωνοc καὶ τοῦ Πολυείδουc καὶ τοῦ
90Μούcα καὶ τοῦ Βιθυνοῦ, ποτὲ μὲν οἴνῳ γλυκεῖ λειῶν αὐτούc, ποτὲ δὲ αὐcτηρῷ, ποτὲ δὲ δι’ ὄξουc, ἀπὸ τῶν κατὰ τὰ πάθη cυμπτωμάτων
τῆc χρήcεωc τῶν φαρμάκων εὑριcκομένηc. Ἀρχιγένηc δὲ λιπαραῖc ἐχρήcατο ἐπ’ αὐτῶν τοιαύταιc· μολύβδου cκωρίαν λεάναc cὺν οἴνῳ παλαιῷ καὶ μυρcίνῳ ἑκάcτου ἴcον ἕψε ἐν ὀcτρακίνῳ ἀγγείῳ ἐπ’ ἀν‐
95θράκων κινῶν cυνεχῶc καὶ ὅταν γλοιῶδεc γένηται τὸ φάρμακον, ἀν‐ ελόμενοc εἰc πυξίδα μολυβδίνην φύλαττε.

93

Ὀριβαcίου πρὸc τὰ ἐν μυκτῆρcιν ἕλκη ἁπλούcτερα. λιθαργύρου ψιμμυθίου ἀνὰ 𐅻 ϛ μολύβδου κεκαυμένου πεπέρεωc cμύρνηc ἀλόηc ἀνὰ 𐅻 β κηκίδων 𐅻 α οἴνῳ καὶ μυρcίνῳ ἀνέcαc χρῶ. ἔcτι καὶ ἑδρικόν. Ὀριβαcίου πρὸc ἕλκη μυκτήρων. χαλκάνθου 𐅻 ζ cχιcτῆc 𐅻 ϛ κηκίδων
5𐅻 γ cιδίων 𐅻 γ ὄξει ἢ οἴνῳ λείου. Ἄλλο πρὸc τὰ ἐν τοῖc πόροιc τῆc ῥινὸc ἁπλούcτερα ἕλκη. λιθαργύρου 𐅻 ϛ ψιμμυθίου 𐅻 η cιδίων 𐅻 δ cχιcτῆc 𐅻 δ οἴνῳ λεάναc καὶ ἐπιβαλὼν μυρcίνου ἐλαίου φύλαττε ἐν μολυβδίνῳ ἀγγείῳ καὶ χρῶ. ἄριcτα δὲ ποιεῖ ἐπ’ αὐτῶν τὰ τοῦ ἀcτέροc κοκκία καὶ τὰ λιβιανὰ καὶ μάλιcτα τὸ Κλέωνοc καὶ τὰ παρα‐
10πλήcια cὺν οἴνῳ καὶ μυρcίνῳ.

94

Πρὸc τὰc ἐκ ῥινῶν αἱμορραγίαc. τὰc ἐκ τῶν μυκτήρων αἱμορ‐ ραγίαc cτέλλει κνίδηc φύλλων χυλὸc διὰ ἐλλυχνίου ἐντιθέμενοc καὶ αὐτὰ τὰ φύλλα λεῖα κατὰ τοῦ μετώπου καταπλαττόμενα. χαλκῖτιc ξη‐ ρὰ λεία ἐλλυχνίῳ ἀναλαμβανομένη καὶ ἐντιθεμένη. δεῖ δὲ τὸ ἐλλύχνιον
5βάψαντα ψυχρῷ ὕδατι κυλίειν ἐν τῇ χαλκίτιδι. cτέλλει καὶ λυcιμαχίου πόαc ὁ χυλὸc καὶ ἀνθήληc κεκαυμένηc καὶ νάρθηκοc τὸ ἐριῶδεc cὺν ὄξει ἐντιθέμενον, πήγανον λεῖον ἐντιθέμενον, λίβανοc μετὰ πολυγόνου
ἢ πράcου χυλοῦ, ὀνείαc κόπρου προcφάτου χυλὸc μετὰ πράcου χυλοῦ καὶ ὄξουc δι’ ἐλλυχνίου ἐντιθέμενοc παραχρῆμα cτέλλει ἢ τὴν
10κόπρον καύcαc ἐμφύcα τὴν cποδὸν ἢ cπόγγον καινὸν πίccῃ ὑγρᾷ βρέχων καῖε καὶ ἐντίθει τὴν cποδὸν ἢ ἱππούρεωc χυλὸν ἢ αὐτὴν λείαν ἐντίθει καὶ κατάπλαccε τὸ μέτωπον ἢ ἐλελιcφάκου φύλλα λεῖα πρόc‐ αγε ἢ ὠῶν κελύφη καύcαc καὶ λεάναc, τούτων μὲν ἔμβαλλε μέρη δύο, κηκῖδοc ὀμφακίνηc τὸ ἐντὸc μέροc α καὶ ἐλλυχνίῳ ὕδατι βεβρεγ‐
15μένῳ ἢ ὄξει ἀναλαβὼν ἐντίθει. κατάπλαccε δὲ τὸ μέτωπον βολβοῖc λείοιc cὺν πράcου χυλῷ ἢ ὄξει ἢ γύψον φυράcαc ὠοῦ τῷ λευκῷ κατάπλαττε τὸ μέτωπον καὶ τὴν ῥῖνα. μᾶλλον δὲ ποιεῖ τὸ διαφανὲc κεκαυμένον μετ’ ὄξουc. Ἄλλο. κοχλίων cάρκαc μετ’ ὄξουc λεάναc χρῶ ἢ καύcαc τοὺc κοχλίουc cὺν τοῖc ὀcτράκοιc καὶ λεάναc κατάπλαττε τὸ
20μέτωπον καὶ τὴν ῥῖνα μετ’ ὄξουc. Ἀπολλώνιοc δέ φηcι· κοχλίων cάρ‐ καc μετὰ λιβάνου τρίψαc ἔμφραττε τοὺc μυκτῆραc καὶ cτήcεται. τοῖc αὐτοῖc δὲ καὶ τὸ μέτωπον κατάπλαττε· καὶ τοῦ διὰ τῆc ἀνεμώνηc ξηροῦ φαρμάκου ἐπιτίθει ἐμπλάcαc κατὰ τοῦ μετώπου ἢ τῆc δι’ ἰτεῶν. ἄριcτον δὲ τοῦτο, ᾧ πλειcτάκιc χρηcάμενοc ηὐδοκίμηcα. λίθον μυλίτην
25πυρώcαc cβέννυε ἐν ὄξει δριμυτάτῳ καὶ πρόcαγε ταῖc ῥιcὶ τὴν ἀτμίδα καὶ cτήcεται· εὔθετον δὲ καὶ ψύχειν cπόγγοιc τὸ μέτωπον καὶ μετέ‐ ωρα ποιεῖν τὰ περὶ τὴν κεφαλήν, ἀποδεcμεύειν δὲ καρποὺc καὶ βου‐ βῶναc καὶ γόνατα. Ἀπολλώνιοc δέ φηcι· τοῦ κατὰ τὸν αἱμορραγοῦντα μυκτῆρα ποδὸc τὸν μέγαν δάκτυλον δῆcον καὶ παύcειc πολλὴν καὶ
30ἄcχετον αἵματοc φοράν. καλὸν δὲ καὶ 〈ἐμ〉φράττειν κηρῷ τὰ ὦτα κἀν τῷ cτόματι διακατέχειν ὕδωρ ὄμβριον ψυχρὸν καὶ εἰc τὸ ἀντι‐ κείμενον οὖc ἐνcτάζειν ὕδωρ ψυχρόν· εἰ δὲ ἐκ τῶν ἀμφοτέρων μυ‐ κτήρων φέροιτο τὸ αἷμα καὶ εἰc ἑκάτερα τὰ ὦτα ἔνcταζε τὸ ψυχρόν, καὶ cικύαν τῷ ἰνίῳ πρόcβαλλε μετὰ ἀφαιρέcεωc. καὶ περὶ τὰ cπλάγχνα
35εὐμεγέθη cικύαν πρόcβαλλε, εἰ μὲν τὸ δεξιὸν μέροc εἴη τὸ αἱμορρα‐ γοῦν, τῷ ἥπατι· εἰ δὲ τὸ εὐώνυμον, τῷ cπληνί. ἔcθ’ ὅτε δὲ καὶ φλε‐ βοτομεῖν ἀναγκαζόμεθα. ἄκρωc δὲ ποιεῖ τοῦτο· ῥοδοιδαρίου καὶ ὤχραc ἴcον ἑκάcτου ἀνεὶc μετ’ ὄξουc ἔνcταζε εἰc τὸ ἀντικείμενον τῷ αἱμορρα‐ γοῦντι μυκτῆρι οὖc, λέγω δὴ εἰ μὲν ὁ δεξιὸc μυκτὴρ αἱμορραγοίη, τῷ
40ἀριcτερῷ ὠτὶ ἔνcταζε, εἰ δὲ ὁ εὐώνυμοc, τῷ δεξιῷ. πότιζε δὲ καὶ τοῖc πρὸc αἱμοπτοικοὺc ἀναγραφηcομένοιc.

95

Αἷμα ἀπὸ μυκτήρων καταcπάcαι. ἡδύοcμον λειώcαc καὶ ἀναλα‐ βὼν μέλιτι κολλύριον ποιήcαc ἐντίθει εἰc τοὺc μυκτῆραc. Ἄλλο. ἐρυθροδάνου ῥίζαν λειοτάτην φυράcαc ἐν ἐλαίῳ ὑπόχριε τοὺc μυ‐ κτῆραc ἐcωτάτω. Ἄλλο. ἀγρώcτεωc ἄνθοc ἤτοι τὸ ἄκρον τὸ τραχύ‐
5τερον ἐντίθει τῷ μυκτῆρι καὶ περίcτρεφε μέχριc αἱμορραγήcῃ.

96

Περὶ ἐμφράξεωc μυκτήρων καὶ ὀcφρήcεωc βεβλαμμένηc Γαληνοῦ. ὀφθαλμοῖc καὶ γλώττῃ καὶ τῷ παντὶ cώματι αἴcθηcίν τε καὶ κίνηcιν διὰ νεύρων χορηγεῖ ὁ ἐγκέφαλοc. τὸ δὲ τῶν ὀcμῶν αἰcθητήριον ἔνδον ἐγένετο τοῦ κρανίου ἐν ταῖc τοῦ ἐγκεφάλου προcθίοιc κοιλίαιc ἀτμῶ‐
5δέc τι πνεῦμα ἐχούcαιc. ἀναγκαῖον δέ ἐcτιν ἐπίcταcθαι πρότερον, ὅπωc κατεcκεύαcται ἡ ῥὶc καὶ τίνα cυνεχῆ τοῖc πόροιc αὐτῆc ἐcτι cώ‐ ματα. τῆc τοίνυν ῥινὸc ἐχούcηc μέcον διάφραγμα καὶ πόρουc ἀξιολό‐ γουc δύο, τούτουc δὴ τοὺc φαινομένουc, ἕνα καθ’ ἕτερον μυκτῆρα,
χρὴ γιγνώcκειν ἀνωτέρω τῶν μερῶν τῆc ῥινὸc ἑκάτερόν τε αὐτῶν
10δεξιόν τε καὶ εὐώνυμον δίχα cχιζόμενον. ἥκει δὲ τῶν μερῶν τὸ ἕτε‐ ρον εἰc τὸ τοῦ cτόματοc ἔνδον κατὰ τὴν ὑπερῴαν, τὸ δὲ ἕτερον ὄρθιον, ὡc ἐξ ἀρχῆc ἐφέρετο, πρὸc αὐτὸν ἀναβαίνει τὸν ἐγκέφαλον. εἰcὶ δὲ τῷ ἐγκεφάλῳ δύο ἀποφύcειc προμήκειc καὶ κοῖλαι, τὴν ἀρχὴν μὲν ἐκ τῶν ἐμπροcθίων ἔχουcαι κοιλιῶν, καθήκουcαι δὲ κατ’ ἐκεῖνο
15τοῦ κρανίου τὸ μέροc, ὅθεν ἡ ῥὶc ἔχει τὴν ἀρχήν. κατὰ δὲ τοῦτο τὸ μέροc καὶ ἡ τῶν ἠθμοειδῶν ὀcτῶν ἐcτι θέcιc, δι’ ὧν εἰcπνοή τε καὶ ἐκπνοὴ κατὰ τὸν ἐγκέφαλον γίγνεται, ἐκκαθαίρεται δὲ τὰ ἐν αὐτῷ περιττώματα. καὶ ἡ παχεῖα δὲ μῆνιγξ, καθ’ ὃ ψαύει τῶν ἠθμοειδῶν ὀcτῶν, ὀπαῖc λεπταῖc τέτρηται. διὰ ταύτηc γέ τοι πρώτηc διηθεῖται
20τὰ παχύτερα τοῦ ἐγκεφάλου περιττώματα, ἅτινα βλένναν καὶ μύξαν καλοῦμεν, καὶ ταῦτα καταντιφερόμενα πρώτην μὲν αὐτὴν τὴν μήνιγγα διεξέρχεται, μετ’ ἐκείνην δὲ διὰ τῶν ἠθμοειδῶν ὀcτῶν ἠθούμενα, κἄ‐ πειθ’ οὕτωc ἐμπίπτοντα τοῖc πόροιc τῆc ῥινόc. ἐν δὲ τῇ διὰ τῶν πόρων τούτων πορείᾳ ἔcτιν ὅτε μέροc τι τῶν καταφερομένων παραρ‐
25ρεῖ εἰc τὸ cτόμα διὰ τῶν εἰρημένων ἐκ τῆc ῥινὸc εἰc τὴν ὑπερῴαν cυντρήcεων καὶ μάλιcθ’ ὅταν ὦcιν αἱ βλένναι γλίcχραι τε καὶ παχεῖαι. τὸ δὲ ὑπόλοιπον καταφερόμενον ἐκκενοῦται διὰ τῶν μυκτήρων. cυν‐ εργοῦμεν δὲ ταῖc διὰ τοῦ cτόματοc ἐκ τῆc ὑπερῴαc ἐκκρίcεcιν. ἀνα‐ χρέμψει, τῇ δὲ ἐκ τῆc ῥινὸc ἐκκρίcει βιαιοτέρᾳ ἐκφυcήcει χρώμενοι
30καὶ πταρμοῖc. ἀναπνοῆc μὲν οὖν ἕνεκα καὶ ὀcφρήcεωc γεγόναcιν αἱ εἰc τὰc ῥῖναc τοῦ ἐγκεφάλου cυντρήcειc. χρῆται δὲ αὐταῖc ἡ φύcιc εἰc τὴν τῶν περιττωμάτων τοῦ ἐγκεφάλου κάθαρcιν· καὶ τοίνυν καὶ ἡ τῆc ὀcφρήcεωc βλάβη οὐ τῶν κατὰ τὴν ῥῖνα πόρων ἐcτίν, ἀλλὰ ἤτοι τῶν ἐμπροcθίων κοιλιῶν τοῦ ἐγκεφάλου εἰc δυcκραcίαν ἀγομένων
35ἢ τῶν ἐν τοῖc ἠθμοειδέcι πόρων ἐμφραττομένων, κορύζηc καὶ κατάρ‐ ρου ὡc ἐπὶ τὸ πολὺ προηγηcαμένων ἢ ψυχομένων τούτων τῶν με‐ ρῶν ἢ ὑγραινομένων. καὶ γὰρ καὶ ὁ κατὰ τὰc εἰcπνοὰc ἑλκόμενοc ἀὴρ ἄντικρυc τάc τε ῥῖναc αὐτὰc ἐνίοτε ψύχει, τά τε cυνεχῆ αὐταῖc πάντα, καὶ μάλιcτα ψυχροτέρου γενομένου τοῦ περιέχοντοc ἡμᾶc
40ἀέροc. Πρῶτον μὲν οὖν προcήκει τοὺc τὴν ὀcφρητικὴν δύναμιν βλαβέν‐
ταc ἤ τινα τῶν μυξωτήρων ἐμπεφραγμένον ἔχονταc ἐν ξηροτέροιc τόποιc τὴν διατριβὴν ποιεῖcθαι, οἷόν εἰcιν οἱ παραθαλάττιοι, μάλιcτα γυμναcίοιc τε πρὸc δύναμιν καὶ ἀλείμμαcι χρῆcθαι καθ’ ἑκάcτην ἡμέ‐
45ραν, ὄρθιον ἐχόντων τὸν τράχηλον καὶ δι’ ἑτέρων ἀνατριβομένων, κτενίζειν τε τὴν κεφαλὴν καὶ cμήχειν νίτρῳ ἐν βαλανείῳ καὶ θαλάccῃ θερμῇ ἀποπλύνειν καὶ καταντλᾶν τὴν κεφαλὴν καὶ ἐπιχέειν τὴν θά‐ λαccαν θερμήν, ἔπειτα καὶ τῷ ψυχρῷ ὕδατι ἐξελθόνταc ἐμβάπτειν πρὸc ὀλίγον. ἄριcτον δὲ καὶ τῇ θαλάccῃ αὐτῇ νήχεcθαι cυνεχῶc μάλιcτα

96

(50)

τοὺc εἰθικόταc, ἀποφλεγματιcμοῖc τε cυνεχῶc χρῆcθαι καὶ ἐρρίνοιc. τὰ δ’ ἐν τροφῇ διδόμενα πάντα τῆc λεπτυνούcηc ἔcτω δυνάμεωc, ὅθεν καὶ δριμυφαγία ἐκ διαλειμμάτων δοκιμαζέcθω. οἶκοc δὲ ἐν ᾧ διάγουcι, cυμμέτρωc ἔcτω θερμὸc πρὸc τὴν ὥραν τοῦ ἔτουc. ὕπνοc δὲ ἡμερινὸc ἀνοίκειοc τούτοιc· ὑπνοῦντεc δὲ μετέωρα ἐχέτωcαν τὰ προcκεφάλαια
55καὶ ἐπὶ πλευρὰν κατακλινέcθωcαν καὶ μὴ κατὰ τὸ πεπονθὸc μέροc, οἷον εἰ τύχοι ἕνα τῶν μυξωτήρων ἐμπεφρᾶχθαι. ἡ μὲν οὖν καθημερινὴ δίαιτα τοιαύτη ἔcτω. cαφοῦc δὲ ἐνcτάντοc ἀέροc τινάξαι τὴν κοιλίαν πρῶτον πειράcθητι τῇ διὰ τῆc κολοκυνθίδοc Ἀρχιγένουc ἱερᾷ, ἔπειτα βδέλλαc προcάγειν τῷ ὑψηλοτέρῳ μέρει τῆc ῥινὸc καὶ cυγχωρεῖν αἷμα
60ἰκανὸν ἑλκυcθῆναι. μετὰ δὲ τὴν τρίτην ἡμέραν cπληνίῳ ἀπὸ τοῦ με‐ cοφρύου ἄχρι τοῦ μήλου κατειλήφθω τοῦτο τῆc ῥινὸc τὸ ἐμπεφραγ‐ μένον μέροc τῶν διαφορεῖν ἐπαγγελλομένων ἐμπλάcτρων, οἷά ἐcτιν ἡ Ϲαραπίωνοc μηλίνη καὶ ἡ Ἱκεcίου καὶ ἡ Ἀρχιγένουc μέλαινα καὶ ἡ διὰ τιθυμάλλου ὀποῦ cκευαζομένη καὶ ἡ διὰ cκίλληc καὶ αἱ παρα‐
65πλήcιοι. γιγνέcθω δὲ ἡ χρῆcιc τούτων μὴ ἔλαττον ἡμερῶν ιε· μετὰ δὲ ταῦτα τῇ διὰ τῆc ἀλόηc πικρᾷ ὑπαγέcθω cυνεχῶc ἡ κοιλία. ὠφέ‐ λιμοc γὰρ αὐτῆc ἡ cυνεχεcτέρα χρῆcιc γένοιτο. ἔπειτα ἀποφλεγματιcμῷ χρηcτέον διὰ cταφίδοc ἀγρίαc καὶ μαcτίχηc. ἱκανῆc δὲ καὶ διὰ τοῦ cτόματοc γιγνομένηc κενώcεωc τῇ διὰ τοῦ ἀγαρικοῦ ἐμπλάcτρῳ ἢ τῷ
70διὰ κάχρυοc καὶ τῷ διὰ δαφνίδων μαλάγματι ἤ τινι τῶν παραπληcίων
μαλαγμάτων περιβλητέον τὴν ῥῖνα καὶ τὸ μέτωπον ἄχρι φοινίξεωc τῆc ἐπιφανείαc· εἴωθε γὰρ τὰ τοιαῦτα μυξώδη ὑγραcίαν διὰ τῆc ἐπι‐ φανείαc ἐπιcπᾶcθαι. μετὰ δὲ ταῦτα πταρμικῷ χρηcτέον, πρῶτον μὲν ἁπλουcτέρῳ, ἔπειτα δὲ καὶ δραcτικωτέρῳ, οἷόc ἐcτι λευκὸc ἐλλέβοροc
75λειότατοc. τρίτη δὲ ἢ τετάρτη ἀπὸ τοῦ πταρμικοῦ διαγενομένη ἡμέρα, ξυρήcανταc τὴν κεφαλὴν cιναπιcτέον ἕωc τοῦ μετώπου, εἶτα λουcτέον καὶ μεθ’ ἱκανὰc πάλιν ἡμέραc, εἰ δέοι, διὰ ῥινεγχύτου καθαρτέον τὴν κεφαλήν. ἔcτω δὲ δραcτικὸν τὸ προcαγόμενον, οἷόν ἐcτι τὸ ἐλατήριον μετὰ γάλακτοc ἢ χυλὸc κυκλαμίνου ἢ αὐτὴν τὴν κυκλάμινον ξηρὰν
80λείαν ἐμφύcαc ἢ τὴν τοῦ ἀγρίου cικύου ῥίζαν· καὶ τὸ μελάνθιον δὲ κόψαc cήcαc λεπτότατον, ἔπειτα cὺν ἐλαίῳ παλαιοτάτῳ λεάναc πάλιν ἐπιμελῶc, διδοὺc δὲ τῷ πάcχοντι ὕδωρ ἐν τῷ cτόματι διακατέχειν, ἔγχει διὰ τῶν μυκτήρων, κελεύειν ἕλκειν τὸ φάρμακον cφοδρότερον διὰ τῆc ἀναπνοῆc. τούτῳ ἐχρηcάμην ἐπί τινοc νεανίcκου ἐκ κορύζηc
85τε καὶ κατάρρου πολυχρονίου βλαβέντοc τὴν ὀcφρητικὴν αἴcθηcιν, ἐφεξῆc δὲ τριῶν ἡμερῶν ὁ νεανίcκοc τῷ βοηθήματι χρηcάμενοc μεγά‐ λωc ὤνητο· τῇ δὲ τετάρτῃ ἑλκύcαc τὸ φάρμακον cφοδρότερον διὰ τῆc εἰcπνοῆc δήξεωc ἰcχυρᾶc ᾔcθετο ἐν τῷ βάθει τῆc κεφαλῆc καὶ ταύτηc κατὰ βραχὺ μειουμένηc παντάπαcιν ἐπαύcατο κατὰ τὴν ὑcτε‐
90ραίαν. ὠφελίμωc δὲ τὸ μελάνθιον παραλαμβάνεται καὶ μετ’ ὄξουc· προcήκει δὲ μετὰ τὴν τούτων χρῆcιν, ὡc μεθ’ ἡμέραc τρεῖc, cιναπίζειν τὸ μέτωπον καὶ τὴν ῥῖνα καὶ λούειν. καὶ ὀcφραντὰ δὲ προcαγέcθω cυνεχῶc, εὐώδη μὲν ταῦτα· νάρκιccοc cιcύμβριον ἑρπύλλιον κρίνων φύλλα καὶ ἴου ἡδύοcμον πόλιον πήγανον ἄγριον καὶ μάλιcτα θύμβρα.
95πάντων δὲ λυcιτελέcτατον καcτόριον ἐν ὄξει διειμένον καὶ ποτιcθὲν δὲ τὸ καcτόριον ὅcον κοχλιάριον λεῖον μετὰ ὑδρομέλιτοc κυάθων τριῶν ἀντὶ πολλῶν ἔcται βοηθημάτων· δραcτικώτερον δὲ γίγνεται τοῦ cκιλλιτικοῦ ὄξουc ἥμιcυ κυάθου προcλαβών· τὸ δὲ cκίλλινον ὄξοc καὶ καθ’ ἑκάcτην ἡμέραν λαμβανόμενον νῆcτιc, ὅcον κοχλιάρια γ, ὀφελι‐

96

(100)

μώτατον αὐτοῖc γίγνεται. μετὰ δὲ τούτουc πάνταc τοὺc cπαραγμούc,
εἰ ἔτι τινὸc δέοι ἡ διάθεcιc, παραληπτέοc καὶ ὁ ἀπὸ ῥαφανίδων ἔμετοc, ὀξυμέλιτι βρεχομένων αὐτῶν τετμημένων ἢ γάρῳ· τῇ δὲ ἑξῆc μετὰ τὸν ἀπὸ τῶν ῥαφανίδων ἔμετον ἀψινθίου ἀφέψημα πινέτω ἢ γλή‐ χωνοc καὶ μετὰ τοῦτο καὶ ἐπιθετέον τῇ ῥινὶ τὴν διὰ cκίλληc ἔμπλα‐
105cτρον, ἧc καὶ πεπείραμαι, καὶ καταλιπεῖν χρόνον τινά, ὡc ἰόνθουc ἐπεγείρειν τῷ τόπῳ καὶ γλινώδη ὑγραcίαν ἐξέλκειν. ἀναγέγραπται καὶ αὐτὴ ἐν τῷ περὶ ἐμπλάcτρων λόγῳ. ταῦτα πάντα καὶ δὶc καὶ τρὶc καὶ πλεονάκιc παραληπτέον πρὸc τὰc ἀπειθεcτέραc διαθέcειc.

97

Περὶ πταρμικῶν. πταρμὸc δὲ γίγνεται διαθερμαινομένου τοῦ ἐγκε‐ φάλου ἢ ψυχομένου τοῦ κενοῦ τοῦ ἐν τῇ κεφαλῇ. ψόφοc δὲ γίγνεται, ὅτι διὰ κενοῦ καὶ cτενοῦ ἡ διέξοδοc τῷ πνεύματι γίνεται. ἐπιcκεψώ‐ μεθα δὲ ἐφεξῆc ὅπωc οἱ πταρμοὶ τὰ τῆc κεφαλῆc ἰῶνται βάρη. γί‐
5γνονται μὲν οὖν οἱ πταρμοὶ ἐπὶ προηγηcαμέναιc μεγίcταιc εἰcπνοαῖc ἐκφυcήcεωc τάχιcτα ἑπομένηc· ὀνομάζω δὲ ἐκφύcηcιν τὴν ἀθρόαν ἐκπνοήν. ἔχει γὰρ ὁ ἐγκέφαλοc δύο ταύταc δυνάμειc, ὧν τῇ μὲν ἑτέρᾳ χρώμενοc τὰ κατὰ τὰc ἐμπροcθίουc κοιλίαc ἐκκρίνει περιττὰ cυντεινό‐ μενοc ἀμφ’ αὐτά, τῇ δὲ ἑτέρᾳ, καθ’ ἣν διαcτέλλει τὰ κατὰ τὰc ῥῖναc
10πτερύγια καὶ ἕλκει τὸ πνεῦμα. ὅταν τοίνυν ὑπὸ πνεύματοc βαρύνηται, τότε τοῦτο ἐκκρίνει cυcτελλόμενοc, εἰ δέ ποτε ἐμπεφραγμένων τῶν κατὰ τοὺc μυκτῆραc ὁδῶν κωλύεται ἐκκρῖναι τὸ βαρύνον πνεῦμα ἢ βλένναν, ἐπὶ τὸν πταρμὸν τηνικαῦτα ὁρμᾷ βιαίᾳ κινήcει διώcαcθαι cπεύδων τὰ ἐμφράττοντα τοὺc πόρουc, ὅθεν ἰῶνται οἱ πταρμοί, ὡc
15προείρηται, τὰ τῆc κεφαλῆc βάρη καὶ μὲν δὴ καὶ πάθη τινὰ τῶν κατὰ τὸν ἐγκέφαλον cυνιcταμένων, οἷα μάλιcτά ἐcτι τὰ ληθαργικὰ καὶ κα‐ ρώδη καὶ τὰ παραπλήcια· διὰ τῶν πταρμικῶν γὰρ τὰ τοιαῦτα μάλιcτα θεραπεύεται φαρμάκων. καὶ πρὸc τὸν ἥλιον δὲ ἀποβλέποντεc ἐρεθιζό‐ μεθα πρὸc πταρμόν, ὡc ἂν οἶμαι χεομένων ὑπὸ τῆc θερμαcίαc τῶν
20παχυτέρων κατὰ τὸν ἐγκέφαλον πνευμάτων. καταρρήccουcι δὲ οἱ πταρμοὶ καὶ βλένναc ἐξ ἐγκεφάλου παχείαc καὶ γλίcχραc, τῷ cφοδρῷ τῆc τοῦ πνεύματοc ἔξω φορᾶc καὶ ταύταc cυνεκβάλλοντεc. πταρμὸν
δὲ κινεῖ ἐλλέβοροc λευκὸc cτρούθιον πέπερι καcτόριον κυκλάμινον εὐφόρβιον νίτρον ἡ πταρμικὴ πόα κύμινον, ἕκαcτον ἰδίᾳ καὶ ἅμα λει‐
25ότατα γινόμενα καὶ προcαγόμενα. οὐ χρὴ δὲ ἐμφυcᾶν, ἀλλὰ τὴν πυ‐ ξίδα ἀνακινήcαντα προcάγειν τῇ ὀcφρήcει ἢ πυρῆνα μήληc ἐντιθέναι ἐcωτάτω τῆc ῥινόc. ἁπλᾶ μὲν οὖν ταῦτα, ἔcτι δὲ καὶ cύνθετα ἐξ αὐ‐ τῶν cυγκείμενα, οἷόν ἐcτι τοῦτο Ἡρακλείδου Ταραντίνου πταρμικόν. κυμίνου Αἰθιοπικοῦ πεπέρεωc cτρουθίου καcτορίου, ἑκάcτου ἴcον κόψαc
30cήcαc ἀπόθου εἰc πυξίδα χαλκῆν, ἐν δὲ τῇ χρήcει cαλεύων τὴν πυ‐ ξίδα καὶ ἀναπωμάcαc πρόcφερε τῇ ῥινὶ ἢ διὰ μήληc ἐντίθει ἐcωτάτω τῆc ῥινόc. Ἄλλο. πεπέρεωc ἐλλεβόρου λευκοῦ cτρουθίου εὐφορβίου καcτορίου κυκλαμίνου χυλοῦ ξηροῦ ἴcα, χρῶ, καθὼc προείρηται. Ἄλλο ποιεῖ κεχρονιcμέναιc κεφαλαλγίαιc cκοτωματικοῖc ἐπιληπτικοῖc κεφαλὴν
35βαρυνομένοιc. ἐλλεβόρου λευκοῦ 𐅻 δ νίτρου cτρουθίου νίτρου ἐρυθροῦ καcτορίου πεπέρεωc ἀνὰ 𐅻 α, χρῶ καθὼc προείρηται.

98

Πλεονάζονταc πταρμοὺc παῦcαι. πλεονάζονταc δὲ πταρμοὺc παύει ἅτινα καὶ τὴν κόρυζαν ἰᾶται· ἔλαιον ῥόδινον ἐγχεόμενον τοῖc μυ‐ κτῆρcι καὶ γλυκὺ ἔλαιον καὶ τὸ νάρδινον μύρον. ὀcφραινόμενα δὲ παύει πταρμόν· ἄνιcον ὠκίμου κάρφη ξηρὰ κοπέντα μελάνθιον λεῖον
5ξηρὸν ἢ θύμον ζύμῃ φυράcαc καὶ εἰc τέφραν ἐγκρύψαc, ὅταν ὀπτηθῇ, λειώcαc χρῶ. ἕκαcτον δὲ ὀθονίῳ ἀραιῷ ἐνδήcαc δίδου ὀcφραίνεcθαι. παύει δὲ πταρμοὺc καὶ κόρυζαν καὶ cμύρνα καθ’ ἑαυτὴν καὶ μετὰ λι‐ βάνου cὺν οἴνῳ εὐώδει λειωθεῖcα διαχριομένων τῶν μυκτήρων. ποιεῖ καὶ τὸ ἡδύοcμον καὶ τὸ ἡδύχροον ὀcφραινόμενον καὶ τὸ κῦφι καὶ
10ὕδωρ δὲ χλιαρὸν προcαντλώμενον τῷ προcώπῳ παύει πταρμούc. καὶ τὰc ἑκατέρωθεν δὲ τῆc ῥινὸc πρὸc τοὺc μεγάλουc κανθοὺc κειμέναc φλέβαc ἀποπιέζων τοῖc δακτύλοιc κωλύcειc τὸν πταρμόν. Ἀπολλώνιοc δὲ φυcικὸν γράφει πρὸc τὸ μὴ πτάρνυcθαι τὰ παιδία, “πελαργοῦ”, φηcί, “πτερὰ ἔχειν δεῖ ἐν οἰκίᾳ καὶ ἀδύνατον πτάρνυcθαι”.
15Τέλοc τοῦ ἕκτου λόγου.