TLG 0718 005 :: AËTIUS :: Iatricorum liber v Iatricorum liber v Citation: Chapter — (line) | ||
t | ΑΕΤΙΟΥ ΑΜΙΔΗΝΟΥ ΒΙΒΛΙΟΝ Ε | |
P | Τάδε ἐcτὶν ἐν τῷ ε λόγῳ· [Start of Table] α Ὅτι χρὴ τὸν ἰατρὸν ἐπιcτήμονα τῶν τῆc φύcεωc ἔργων εἶναι καὶ τί ὤφε‐ λεν ἐρωτᾶν | |
5 | β Ὅτι ἄνευ τοῦ προγνῶναι τὴν νόcον οὐχ οἷόν τε θεραπεῦcαι γ Τίνα ἐcτὶν ἀγαθὰ cημεῖα δ Τίνα ἐcτὶ φαῦλα cημεῖα ε Ποίαν λέγειν δεῖ πρώτην ἡμέραν | |
---|---|---|
10 | τοῦ νοcήματοc ϛ Ὅτι ἀρχὴ τῶν νοcημάτων τριχῶc λέγεται ζ Τί ἐcτι πυρετόc η Τί ἐcτι παροξυcμόc | |
15 | θ Τί ἐcτιν ἄνεcιc ι Ὅτι ἡ ἄνεcιc διχῶc λέγεται· cυμ‐ περιλαμβάνεται γὰρ καὶ τὸ διάλειμμα ια Τίc ἀρχὴ πυρεκτικῆc ἐπιcημαcίαc ιβ Ἐπιδόcεωc τοῦ μερικοῦ παροξυcμοῦ | |
20 | cημεῖα ιγ Ἀκμῆc τοῦ μερικοῦ παροξυcμοῦ cη‐ | |
μεῖα ιδ Παρακμῆc τοῦ μερικοῦ παροξυcμοῦ cημεῖα | Column end | |
25 | ιε Τίc ἀρχὴ ὅλου τοῦ νοcήματοc ιϛ Τίc ἐπίδοcιc ὅλου τοῦ νοcήματοc ιζ Ἀκμῆc διάγνωcιc ὅλου τοῦ νοcήματοc ιη Παρακμῆc διάγνωcιc ὅλου τοῦ νοcή‐ ματοc | |
30 | ιθ Ὅτι ἡ παρακμὴ τοῦ νοcήματοc ἐπὶ τῶν ἀθρόων γιγνομένων κρίcεων λανθάνει τὴν αἴcθηcιν κ Ὅτι ὁ μέλλων cώζεcθαι ἄρρωcτοc διεξέρχεται τοὺc δ καιροὺc ὅληc τῆc | |
35 | νόcου κα Πότερον βράδιον ἢ τάχιον κρίνεται τὸ νόcημα κβ Ὅπωc δεῖ προγιγνώcκειν εἴτε κρίνε‐ ται τὸ νόcημα εἴτε μὴ καὶ πότε | |
40 | κγ Μελλούcηc ἤδη γίνεcθαι κρίcεωc cη‐ μεῖα κδ Ὅπωc δεῖ προγιγνώcκειν εἴτε ἀγαθὴ | |
εἴτε φαύλη γενήcεται κρίcιc κε Ὅcαι ἀγαθαὶ κρίcιμοι ἡμέραι καὶ ὅcαι | ||
45 | φαῦλαι κϛ Ἐφ’ ὧν ἀμφιβάλλεται τῆc ἀρχῆc ἡ ἡμέρα τοῦ νοcήματοc, πῶc δεῖ ταύ‐ την ἐξευρεῖν κζ Περὶ τῆc ἐκ τῶν cφυγμῶν cημειώ‐ | |
P(50) | cεωc κη Περὶ τῆc ἐκ τῶν οὔρων cημειώcεωc κθ Ὁποῖον οὖρον ἄριcτόν ἐcτιν λ Ὅτι οὐ πᾶcα λευκὴ ὑπόcταcιc ἀγαθὴ λα Τί δηλοῖ τὸ λεπτὸν καὶ ὠχρὸν οὖρον | |
55 | λβ Τί δηλοῖ τὸ λεπτὸν καὶ πυρρόν λγ Τί δηλοῖ τὸ ἐρυθρὸν οὖρον λδ Τί δηλοῖ τὸ λεπτὸν οὐρούμενον καὶ ἐξαναθολούμενον λε Τί δηλοῖ τὸ παχὺ οὐρούμενον καὶ | |
60 | μένον παχύ λϛ Τί δηλοῖ τὸ παχὺ οὐρούμενον καὶ μετὰ ταῦτα καθιcτάμενον λζ Τί δηλοῖ τὸ λευκὸν καὶ λεπτὸν οὐρού‐ μενον καὶ μένον τοιοῦτον | |
65 | λη Πόcαι διαφοραὶ τῶν ἐλαιωδῶν οὔρων καὶ τί cημαίνουcιν λθ Τί cημαίνουcιν αἱ ὀροβοειδεῖc ὑπο‐ cτάcειc μ Τί δηλοῦcιν αἱ πιτυρώδειc ὑποcτάcειc | |
70 | μα Τί δηλοῦcιν αἱ πεταλώδειc ὑποcτά‐ cειc | |
μβ Τί δηλοῖ τὰ κριμνώδη ἐν τοῖc οὔροιc μγ Τί δηλοῖ τὸ δυcῶδεc οὖρον μδ Τί δηλοῖ τὸ μέλαν οὖρον | Column end | |
75 | με Περὶ τῆc ἐκ τῶν διαχωρημάτων cη‐ μειώcεωc μϛ Περὶ τῶν λόγῳ κρίcεωc φερομένων ὑποχωρημάτων μζ Περὶ τῆc τῶν ἐμέτων προγνώcεωc | |
80 | καὶ τῆc ἐξ αὐτῶν cημειώcεωc μη Περὶ τῆc ἐκ ῥινῶν αἱμορραγίαc προ‐ γνώcεωc μθ Ὅτι δι’ αἱμορροΐδων καὶ τῆc γυναι‐ κείου καθάρcεωc λύεται πολλάκιc νό‐ | |
85 | cημα ν Περὶ τῆc ἐκ τῶν ἱδρώτων cημειώ‐ cεωc να Ἀποcτάcεων κριτικῶν cημεῖον νβ Περὶ τῆc ἐκ τῶν πτυcμάτων cημειώ‐ | |
90 | cεωc νγ Γνωρίcματα τοῦ πιcτῶc λελύcθαι τὸ νόcημα νδ Γνωρίcματα τοῦ μὴ τελέωc λελύcθαι τὸ νόcημα | |
95 | νε Πρόγνωcιc ἡμέραc ἐν ᾗ μέλλει τε‐ θνήξεcθαι ὁ ἄρρωcτοc νϛ Ὅτι καὶ τὴν ὥραν τοῦ θανάτου δυ‐ νατὸν προγνῶναι τὸν ἐπιcτήμονα νζ Ὅτι ἐπὶ τῶν ὀξέων νοcημάτων οὔτε | |
P(100) | προλέγειν χρὴ τὸ τέλοc οὔτε ἐγχειρεῖν | |
τοῖc κεκρατημένοιc νη Περὶ τῶν ἐφημέρων πυρετῶν νθ Περὶ τῶν ἐπὶ κόποιc ἐφημέρων πυ‐ ρετῶν | ||
105 | ξ Περὶ τῶν ἐπ’ ἀγρυπνίᾳ καὶ φροντίδι ἢ λύπῃ ἢ θυμοῖc πυρεξάντων ξα Περὶ τῶν ἐπ’ ἐγκαύcει πυρεξάντων ξβ Περὶ τῶν ἐπὶ ψύξει πυρεξάντων· θε‐ ραπεία | |
110 | ξγ Περὶ τῶν ἐπὶ κορύζῃ καὶ κατάρρῳ πυρεξάντων ξδ Περὶ τῶν ἐπὶ πυκνώcει τοῦ δέρματοc πυρεξάντων ξε Περὶ τῶν ἐπ’ ἀcιτίᾳ πυρετῶν | |
115 | ξϛ Δίαιτα κοινὴ τῶν ἐφημέρων πυρε‐ τῶν ξζ Περὶ τῶν ἐπὶ βουβῶcι πυρετῶν ξη Περὶ τῶν ἐπ’ ἀπεψίαιc ἐφημέρων πυρετῶν | |
120 | ξθ Θεραπεία τῶν ἐφημέρων πολυημέ‐ ρων λεγομένων πυρετῶν ο Περὶ cυνόχων πυρετῶν οα Περὶ φλεβοτομίαc ἐπὶ cυνόχων οβ Περὶ τῆc τοῦ ψυχροῦ ὕδατοc δόcεωc | |
125 | ἐπὶ cυνόχων πυρετῶν ογ Δίαιτα ἐπὶ cυνόχων οδ Καθολικὴ διδαcκαλία περὶ τῶν ἐπὶ cηπεδόνι cυνόχων οε Περὶ τῶν ἐπὶ cηπεδόνι cυνόχων | |
130 | οϛ Κοινὴ δίαιτα πάντων τῶν ἐπὶ cηπε‐ δόνι πυρετῶν | |
οζ Περὶ τῶν cυνόχων πυρετῶν οη Θεραπεία καύcου Φιλουμένου οθ Τριταίου ἀκριβοῦc ἐκτεταμένου καὶ | Column end | |
135 | διπλοῦ διάγνωcιc π Τριταίου ἀκριβοῦc θεραπεία πα Τριταίων νόθων θεραπεία πβ Περὶ ἡμιτριταίου πγ Τεταρταίου ἀκριβοῦc διάγνωcιc | |
140 | πδ Τεταρταίου θεραπεία πε Ἀμφημερινοῦ διάγνωcιc πϛ Ἀμφημερινοῦ θεραπεία πζ Περὶ ἠπιάλων πυρετῶν πη Κοινὰ βοηθήματα τῶν κατὰ περίοδον | |
145 | παροξυνομένων πθ Ϲυγχρίcματα κοινὰ πάcηc μετὰ ῥί‐ γουc περιόδου Ϟ Περὶ τῶν περὶ τὰ cπλάγχνα ἐρυcι‐ πελατωδῶν διαθέcεων | |
P(150) | Ϟα Περὶ cυντήξεωc Ϟβ Περὶ τῶν ἐν ταῖc θερμαῖc καὶ ξηραῖc κράcεcι γιγνομένων πυρετῶν χωρὶc φλεγμονῆc καὶ cήψεωc. Κηρωτὴ ἐμ‐ ψύχουcα | |
155 | Ϟγ Περὶ ἑκτικῶν καὶ μαραcμωδῶν πυ‐ ρετῶν Ϟδ Ἑκτικῶν πυρετῶν θεραπεία Ϟε Περὶ πανδήμων καὶ ἐπιδήμων καὶ λοιμωδῶν νοcημάτων | |
160 | Ϟϛ Ἐκ τῶν Ῥούφου περὶ λοιμοῦ Ϟζ Περὶ τῶν ἐπὶ πλήθει ὠμῶν χυμῶν | |
cυγκοπτομένων Ϟη Περὶ τῶν διὰ ξανθὴν χολὴν cυγκοπτο‐ μένων | ||
165 | Ϟθ Περὶ τῶν ἐπὶ λεπτοῖc χυμοῖc cυγ‐ κοπτομένων ρ Περὶ τῶν ἄλλων προφάcεων ἐφ’ ὧν γίνονται cυγκοπαί ρα Περὶ ὀδύνηc cυγκοπὰc ἐπιφερούcηc | |
170 | ρβ Περὶ λειποθυμίαc ργ Περὶ τῆc δι’ ἄμετρον κένωcιν λει‐ ποθυμίαc ρδ Περὶ τῆc ἐπὶ πλήθει χυμῶν λειπο‐ θυμίαc | |
175 | ρε Περὶ τῆc ἐξ ὑcτέραc λειποθυμίαc ρϛ Περὶ τῶν (τῆc leg.) δι’ ἄμετρον κένωcιν τῶν καταμηνίων λειποθυ‐ μίαc ρζ Πρὸc τοὺc δι’ ἀτονίαν λειποθυ‐ | |
180 | μοῦνταc ρη Περὶ τῶν διὰ μοχθηροὺc χυμοὺc ἐνοχλοῦνταc τὸ cτόμα τῆc γαcτρὸc | |
λειποθυμούντων ρθ Περὶ τῶν διὰ φλέγμα ἀθροιcθὲν ἐν | Column end | |
185 | τῷ cτομάχῳ λειποθυμούντων ρι Πρὸc τὰc δι’ ἰcχυρὰν ψῦξιν λειπο‐ θυμίαc ρια Πρὸc τοὺc διὰ θερμαcίαν πλείονα λειποθυμοῦνταc | |
190 | ριβ Πρὸc τοὺc διὰ μέγεθοc φλεγμονῶν ἢ κακοήθειαν πυρετῶν λειποψυ‐ χοῦνταc ἐν ταῖc εἰcβολαῖc ριγ Πρὸc τοὺc διὰ ξηρότητα ἐν ταῖc τῶν παροξυcμῶν ἀρχαῖc cυγκοπτο‐ | |
195 | μένουc ριδ Πρὸc τοὺc διὰ ἔμφραξιν κυρίου μορίου λειποθυμοῦνταc ριε Πρὸc τοὺc δι’ ἀθρόαν κένωcίν τινα λειποθυμοῦνταc | |
P(200) | ριϛ Πρὸc τοὺc διὰ λύπην ἢ χαρὰν ἢ φόβον ἢ θυμὸν λειποψυχοῦνταc ριζ Περὶ καρδιακῶν καὶ βουλίμου ῥη‐ θήcεται ἐν τῷ περὶ cτομαχικῶν | |
λόγῳ | ||
205 | ριη Περὶ τῆc ἐν τοῖc πυρετοῖc κεφαλ‐ αλγίαc Φιλουμένου ριθ Περὶ ἀγρυπνίαc ἐν πυρετοῖc Γαληνοῦ ρκ Ἔτι περὶ ἀγρυπνίαc Φιλουμένου καὶ Ἡροδότου | |
210 | ρκα Περὶ καταφορᾶc ρκβ Πῶc ἐπιμελητέον γλώττηc τραχύ‐ τητοc ἐν πυρετῷ ρκγ Πῶc δίψαν θεραπευτέον ρκδ Περὶ ὠταλγίαc ἐν πυρετοῖc | |
215 | ρκε Διαπυήcαντοc ὠτὸc θεραπεία καὶ περὶ δυcηκοΐαc ρκϛ Περὶ ὀφθαλμίαc ἐν πυρετοῖc ρκζ Περὶ ἀμαυρώcεωc τῆc ἐκ νοcημά‐ των ἐπιγιγνομένηc | |
220 | ρκη Θεραπεία ἐφ’ ὧν ἀπὸ τῶν ῥινῶν cτάξιc αἵματοc ἐν πυρετοῖc γίγνεται ρκθ Πῶc κύcτεωc ἐπιμελητέον καὶ δυc‐ ουρίαc ἐν πυρετοῖc ρλ Πῶc ἐπιμελητέον τῶν περὶ τὴν | |
225 | ὀcφὺν ἀλγημάτων ρλα Τῆc περὶ τὸ ἱερὸν ὀcτέον ἐν πυρε‐ τοῖc γιγνομένηc ἑλκώcεωc θεραπεία ρλβ Τίc θεραπεία τῆc περὶ τὸν ὄcχεον καὶ δακτύλιον ἑλκώcεωc ἐν πυρετοῖc | Column end |
230 | ρλγ Θεραπεία τῶν ἐν πυρετοῖc ἐξανθη‐ μάτων ἐν ὅλῳ τῷ cώματι ἢ ἔν τιcι μέρεcι ρλδ Περὶ τρόμων ἐν πυρετοῖc ρλε Περὶ cπαcμῶν ἐν πυρετοῖc Γαληνοῦ | |
235 | ρλϛ Περὶ ἡδέων καὶ χρηcίμων πομάτων ἐν πυρετοῖc ἐκ τῶν Φιλαγρίου ρλζ Ἡ διὰ κωδυῶν ἀντίδοτοc ρλη Ὀμφακομέλιτοc cκευαcία ρλθ Ῥοδομέλιτοc cκευαcία | |
240 | ρμ Ὑδροροcάτου cκευαcία ρμα Ἀπομέλιτοc cκευαcία ρμβ Ὑδρομήλου καὶ κουcτουμηνάτου cκευαcία ρμγ Κυδωνάτου cκευαcία | |
245 | ρμδ Ὀξυμέλιτοc cκευαcία ἁπλῆ[End of Table] | |
Arg(t) | Περὶ τῆc πυρετῶν διαγνώcεωc καὶ θεραπείαc. | |
1 | Τὸ μὲν διαιτητικὸν τῶν ὑγιεινῶν παραγγελμάτων ἀναγκαῖόν τε καὶ χρήcιμον πρὸc ὑγείαc τήρηcιν ὑπάρχον ἤδη προγέγραπται. μεμά‐ θηκαc οὖν ἐν αὐτῷ, ποίῳ καὶ τίνι τρόπῳ διαίτηc χρώμενοc καὶ cὺ αὐτὸc ὡc οἷόν τε ὑγιαίνοιc ἂν μάλιcτα καὶ τοῖc ὑπό cου ἐπιμελου‐ | |
5 | μένοιc τὴν προcήκουcαν ἑκάcτῳ ὑγείαν διαφυλάξειc. ἐπειδὴ δὲ λα‐ θόνταc ἡμᾶc αὐτοὺc πολλάκιc ἀμελέcτερόν τε ἁπτομένουc τῆc διαίτηc ἢ κατά τιναc πράξεων περιcτάcειc, τῇ βίᾳ τοῦ περιέχοντοc ἡμᾶc ἀέροc βλαβένταc, ἐγχωρεῖ ποτε ἁλῶναι νοcώδεcι καταcκευαῖc ὀξέων ἢ χρο‐ νίων παθῶν, ἄμεινον καὶ περὶ νοcημάτων διαλαβεῖν, ἀπὸ δὲ τῆc καθ‐ | |
10 | όλου τῶν πυρετωδῶν νοcημάτων ἄρξαcθαι cημειώcεωc, ὅτι τε μᾶλλον ἐπιπολάζει ταῦτα κοινὰ πάcηc ἡλικίαc ὑπάρχοντα καί ἐcτιν οὐκ ἀκίν‐ δυνα, ταραχὴν καὶ θόρυβον αἰφνίδιον ἐπιφέροντα τῷ πλήθει τῶν cυμπτωμάτων. | |
1 | Ὅτι χρὴ τὸν ἰατρὸν ἐπιcτήμονα τῶν τῆc φύcεωc ἔργων εἶναι καὶ τί ὀφείλει ἐρωτᾶν. διὸ χρὴ γεγυμναcμένον κατὰ τὸ Προγνωcτικὸν Ἱπποκράτουc καὶ τὰ ἄλλα τὸν ἰατρὸν εἶναι ἐπίcταcθαί τε τὰ τῆc φύcεωc ἔργα, “φύcιεc γὰρ ζῴων ἰητροί”· cυνεργεῖν δὲ δεῖ τῇ φύcει | |
5 | πρὸc cωτηρίαν ἀγωνιζομένην πρὸc τὴν νόcον. οὕτωc γὰρ ἡ φύcιc cύμμαχον λαβοῦcα τὸν ἰατρὸν τὰ δέοντα ποιοῦντα αὐτόν τε τὸν ἄρρω‐ cτον πειθήνιον καὶ μηδὲν ἐν τῇ διαίτῃ ἁμαρτάνοντα περιγένοιτο ἂν τῆc νόcου· cυνεργοὺc δὲ εἶναι χρὴ καὶ τοὺc ὑπηρέταc καὶ τοὺc ἔξω‐ | |
θεν πρὸc τὸ μηδὲν ὑπεναντίον γενέcθαι τοῖc καλῶc πραττομένοιc. | ||
2 | Ὅτι ἄνευ τοῦ προγνῶναι τὴν νόcον οὐχ οἷόν τε καλῶc θερα‐ πεῦcαι. πρόκειται δὲ ἡμῖν cημειωτικὸν ἐνcτήcαcθαι λόγον πρότερον, ὡc ἄνευ τοῦ προγινώcκειν εἰc ὅτι τελευτήcει τὸ νόcημα οὐχ οἷόν τε καλῶc εὐπορῆcαι τοῦ τρόπου τῆc διαίτηc καὶ μάλιcτα ἐπὶ τῶν ὀξέων | |
5 | νοcημάτων καὶ κίνδυνον ὀξὺν ἐπιφερόντων. | |
3 | Τίνα ἐcτὶν ἀγαθὰ cημεῖα. εὔcημον πρόcωπον· δυνήcῃ γὰρ κἀκ τοῦ προcώπου μόνου βεβαίαν καὶ πιcτὴν πρόγνωcιν λαβεῖν, πρὶν ἅψαcθαι τοῦ νοcοῦντοc, λέγω δὴ ἐκ τῶν ἐν αὐτῷ αἰcθήcεων, ὄψεωc ἀκοῆc ὀcφρήcεωc· πρὸc τούτοιc δὲ καὶ ἐκ τῆc ἀναπνοῆc, ἧc χωρὶc | |
5 | ζῆν οὐχ οἷόν τε, δηλούcηc ἡμῖν ὅπωc ἡ καρδία διάκειται. πάρεcτι δὲ ἐν τῷ προcώπῳ καὶ τὸ διαλεκτικὸν ὄργανον τῆc γλώττηc ἐμφαῖνον ἡμῖν τὴν ῥώμην τε καὶ ἀρρωcτίαν τοῦ λογιcτικοῦ μορίου τῆc ψυχῆc. ἀγαθὸν δὲ καὶ ἡ εὐcχήμων κατάκλιcιc, ὡc μάλιcτα εἴθιcτο ὑγιαίνων ἐπιcτρέφεcθαι ῥᾳδίωc. εὔφορόν τε καὶ τὸ cῶμα πᾶν ὁμαλῶc θερμὸν | |
10 | εἶναι, ἄδιψον ὡc οἷόν τε ὑπάρχειν καὶ τὸ ἐρρῶcθαι τὴν διάνοιαν καὶ εὖ ἔχειν πρὸc τὰc προcφορὰc ἀγαθόν. ἀγαθὸν δὲ καὶ ἡ εὔπνοια καὶ ἡ εὐταξία τῶν cφυγμῶν· ἐκ τούτων γὰρ καὶ τῶν λεχθηcομένων γνωcό‐ μεθα τὴν ῥώμην τε καὶ ἀρρωcτίαν τῶν τριῶν ἐνεργειῶν τῆc ψυχῆc· τὸ γὰρ ἐρρῶcθαι τὴν διάνοιαν καὶ τὸ μὴ καταρρεῖν ἐπὶ πόδαc, δηλοῖ | |
15 | τὸν ἐγκέφαλον κατὰ πάντα ἐρρῶcθαι· τὸ δὲ εὐανθὲc τοῦ προcώπου καὶ ἡ εὔπνοια καὶ ἡ εὐcφυξία δηλοῖ τὴν καρδίαν ἐρρῶcθαι. ἔcτι γὰρ ὅτε εὐανθὲc γίνεται τὸ πρόcωπον μετὰ δυcπνοίαc, ὡc ἐπὶ τῶν περι‐ πνευμονικῶν· τὸ δὲ ἄδιψον εἶναι καὶ εὖ ἔχειν πρὸc τὰc προcφοράc, τὴν φυcικὴν δύναμιν ἔν τε τῷ ἥπατι καὶ ἐν παντὶ τῷ cώματι ἐρρῶ‐ | |
20 | cθαι δηλοῖ. ἀγαθὸν δὲ καὶ ὕπνοι χρηcτοὶ καὶ ἱδρῶτεc δι’ ὅλου τοῦ | |
cώματοc εὔκρατοί τε καὶ ὁμαλοὶ καὶ cύμμετροι καὶ ἐν τῷ δέοντι καιρῷ ἐπιφαινόμενοι· ὑποχόνδριον ἀνώδυνόν τε εἶναι καὶ εὐαφὲc καὶ πρὸc τούτοιc ἔτι τὰc διαχωρήcειc κοιλίαc καὶ οὔρων καὶ πτυcμάτων ἀπαρα‐ ποδίcτουc τε εἶναι καὶ χρηcτά τινα πέψεωc φέρειν γνωρίcματα. | ||
4 | Τίνα ἐcτὶ φαῦλα cημεῖα. προcώπου παντὸc καὶ κροτάφων cύμ‐ πτωcιc, ὀφθαλμοὶ πεπηγότεc καὶ κοῖλοι, δάκρυον ἀκούcιον, τὰ λευκὰ τῶν ὀφθαλμῶν ἐν τοῖc ὕπνοιc ὑποφαινόμενα μὴ ἔχουcιν ἔθοc οὕτω καθεύδειν, καὶ τὸ cῶμα καταρρεῖν γε ἐπὶ πόδαc καὶ τὸ πρηνὴc κεῖcθαι, | |
5 | ὃ μὴ cύνηθεc, ἀήθηc τριcμὸc ὀδόντων, ἀνωμάλωc τὸ cῶμα πᾶν θερ‐ μαίνεcθαί τε καὶ ψύχεcθαι, δύcφορόν τε εἶναι καὶ δίψοc ἀφόρητον καὶ καῦμα τῶν ἐντόc, τῶν ἔξω ψυχρῶν τυγχανόντων, ἔκcταcίc τε διανοίαc οἷον παρακοπή τιc ἢ ἀναιcθηcία καὶ καταφορὰ καὶ ἀποcτροφὴ πάcηc ὀρέξεωc, ψῦχοc ἐπὶ φλεγμονῇ τῶν περὶ θώρακα καὶ κατὰ τὰc πλευρὰc | |
10 | γιγνόμενον, δύcπνουν τε εἶναι καὶ ψυχρὸν ἀναπνεῖν καὶ ἔξω ἐν τῇ ἐκπνοῇ μέγα, εἴcω δὲ cμικρὸν εἰcπνέοντα· ἤδη γὰρ τοῦτο μέλλουcαν νέκρωcιν δηλοῖ τῆc καρδίαc, ὥcπερ καὶ τὸ ἄcφυγμον εἶναι ἢ κακό‐ cφυγμον. “εὔπνοιαν” γάρ, φηcὶν Ἱπποκράτηc, “χρὴ νομίζειν [πάνυ] κάρτα μεγάλην δύναμιν ἔχειν ἐc cωτηρίην ἐν πᾶcι τοῖcιν ὀξέcι νοcήμαcιν, | |
15 | ὁκόcα ξὺν πυρετῷ καὶ ἐν μ ἡμέρῃcι κρίνεται.” κακὸν δὲ καὶ ἀγρυπνίαι cυνεδρεύουcαι ἢ καὶ γιγνόμενοι μὲν ὕπνοι ταραχώδειc γε καὶ ἱδρῶτεc ψυχροὶ καὶ ἀνώμαλοι καὶ μὴ περὶ πᾶν τὸ cῶμα καί ποτε κεγχρώδειc | |
καὶ γλίcχροι· κατάψυξιν γὰρ ἰcχυρὰν καὶ ταῦτα δηλοῖ. καὶ τὸ οὐκ ἐν τῷ δέοντι καιρῷ ἐπιφαίνεcθαι τοὺc ἱδρῶταc οὐκ ἀγαθὸν καὶ τὸν πυρε‐ | ||
20 | τὸν εὐθὺc διαδέχεcθαι τοὺc ἱδρῶταc, ἐποχὴν τῶν κατὰ κοιλίαν καὶ μάλιcτα κύcτιν καὶ τῶν ἄλλων ἐκκρίcεων· ἀλλ’ ἡνίκα φέροιντο μή, τινὸc ὀλέθρου γνωρίcματα φέροιεν· καὶ μάλιcτα οὖρα δυcώδη τε καὶ παχέα καὶ μέλανα. τὰ γὰρ τοιαῦτα ἐπὶ ὀξέων καὶ κακοήθων νοcημά‐ των παντάπαcι κινδύνου δηλωτικά· ὑποχονδρίων ἔνταcιc ἢ ἀνάταcιc | |
25 | καὶ κυρίων μορίων φλεγμοναὶ μέγιcται, ἐγκεφάλου τε λέγω καὶ καρ‐ δίαc καὶ πνεύμονοc ἥπατόc τε καὶ γαcτρὸc καὶ τοῦ τὰc πλευρὰc ὑπε‐ ζωκότοc ὑμένοc. τινὸc γὰρ τῶν τοιούτων νοcημάτων παρόντοc, τὰ πάντα φαῦλα cημεῖα ἐπιφαινόμενα κινδυνώδη. χρὴ δὲ ἑκάcτου cημείου τὴν δύναμιν ἐκμανθάνειν· ἓν γάρ ποτε cημεῖον ἰcχυρόν τε καὶ μέγι‐ | |
30 | cτον πλειόνων cημείων ἀπίcτων τε καὶ ἀcθενῶν οἶδε κρατεῖν. | |
5 | Ποίαν λέγειν δεῖ πρώτην ἡμέραν τοῦ παντὸc νοcήματοc. ἀρχὴν δὲ λέγειν δεῖ τοῦ παντὸc νοcήματοc ἐκεῖνον τὸν χρόνον ἡνίκα πυρέτ‐ τειν ἀρξάμενοc ὁ ἄνθρωποc οὕτω cαφῶc, ὡc τὴν cυνέχειαν αὐτῷ λελύcθαι τοῦ cώματοc καὶ μηκέτι ἰcχύειν προιέναι ἐπ’ ἀγορᾶc καὶ τὰ | |
5 | cυνήθη πράττειν καὶ διὰ τοῦτο κατακλίcεωc ἐδεήθη. οὐ γὰρ δὴ ταὐτόν ἐcτι δυcαρεcτεῖν καὶ πυρέττειν. ὁ μὲν γὰρ κεφαλαλγῶν ἢ δυcαρεcτῶν καὶ βεβαρημένοc τῷ cώματι δύναται ὡc ἐπίπαν κατ’ ἀρχὰc τὰ cυνήθη πράττειν, μέχριc ἂν κατιcχύcειεν αὐτοῦ τὸ νόcημα καταβαλεῖν τὴν δύναμιν. | |
6 | Ὅτι ἀρχὴ τῶν νοcημάτων τριχῶc λέγεται. ἀρχὴ λέγεται κυρίωc ἡ ἀμερὴc καὶ ἀκαριαία καὶ πρώτη τοῦ νοcήματοc εἰcβολή, ἐν ᾗ νικη‐ θεὶc ὁ ἄνθρωποc κατεκλίθη. ἀρχὴ δὲ λέγεται καὶ ἣν κατὰ πλάτοc ὀνομάζουcιν, ἡ μέχρι τῆc τρίτηc ἡμέραc ἐπεκτεινομένη. ἀρχὴ δὲ λέγε‐ | |
5 | ται καὶ κυρία καὶ ἀναγκαιοτάτη τυγχάνουcα καὶ ἣν ὡc μέροc ὅλου τοῦ νοcήματοc ἀρχὴν ὀνομάζομεν, ἥτιc γνωρίζεται οὐχ ἡμερῶν ἀριθμῷ, ἀλλ’ ἢ τῇ πραότητι τῶν παροξυcμῶν 〈ἢ〉 καὶ τῇ τῶν cυνεδρευόντων cυμ‐ πτωμάτων ἐπιεικείᾳ· ἔν τε τῇ ἀναβάcει αὔξηcιc καὶ τῶν νοcημάτων καὶ τῶν cυμπτωμάτων γίνεται· οἱ γὰρ παροξυcμοὶ προλαμβάνουcι καὶ μα‐ | |
10 | κρότεροι γίγνονται ἐν τῇ ἀναβάcει, τά τε cυμπτώματα δεινότερα. ἀρχὴ οὖν λέγεται τοῦ παντὸc νοcήματοc, ἄχριc ἂν φανῇ cαφῆ καὶ χρηcτὰ φέρειν πέψεωc γνωρίcματα. εἰ μὲν οὖν ὀλιγοχρόνιοc ἡ ἀρχὴ γίγνοιτο, ἐν τάχει λυθήcεcθαι τὸ νόcημα δηλοῖ, ὡc Ἱπποκράτει δοκεῖ, “οἷον ἐν πλευριτικοῖcι πτύελον αὐτίκα ἢν ἐπιφαίνηται, ἀρχομένου μέν, | |
15 | βραχύνει· ἢν δὲ ὕcτερον ἐπιφαίνηται, μηκύνει”, ἡ νόcοc δηλονότι· ὅθεν καθ’ ἡντιναοῦν ἡμέραν ἐπιφανείη ἐν τοῖc ἐκκρινομένοιc περιττώμαcι cαφοῦc πέψεωc γνωρίcματα, λέγομεν πεπαῦcθαι τὴν ἀρχὴν τοῦ παντὸc νοcήματοc, ἄρχεcθαι δὲ τὴν ἐπίδοcιν. πέψεωc γὰρ cημεῖα οὐκ ἔcτιν ὅτε κακῶc ἐπιφαίνεται. | |
7 | Τί ἐcτι πυρετόc. πυρετόc ἐcτι θερμότηc παρὰ φύcιν καρδίαc καὶ ἀρτηριῶν βλάπτουcα τὸν ζωτικὸν τόνον, ἀναφερομένη τε ἐκ βάθουc καὶ δριμεῖα καὶ δακνώδηc προcπίπτουcα τῇ ἁφῇ καὶ μάλιcτα κατὰ τὸν θώρακα καὶ ἔνθα ἀρτηρίαι μεγάλαι εἰcὶ τεταγμέναι. πρὸc δὲ τῇ αὐτῇ | |
5 | θερμαcίᾳ ἀνωμαλία τιc καὶ ἀταξία κατὰ τὸ εἶδοc τοῦ πυρετοῦ προcγί‐ νεται τοῖc cφυγμοῖc. | |
8 | Τί ἐcτι παροξυcμόc. παροξυcμόc ἐcτι κίνημα νοcήματοc μερικὸν ἐπὶ τὸ χεῖρον ἀπὸ ἀνέcεωc· μερικὸν δὲ κίνημα εἴρηται πρὸc διάκριcιν τῆc καθόλου τῶν νοcημάτων ἐπιδόcεωc. | |
9 | Τί ἐcτιν ἄνεcιc. ἄνεcίc ἐcτι μερικοῦ παροξυcμοῦ πρὸc καιρόν τινα | |
παῦλα τῶν cυνεδρευόντων τῷ cώματι νοcημάτων καὶ cυμπτωμάτων. | ||
10 | Ὅτι ἡ ἄνεcιc διττὴ λέγεται· cυμπεριλαμβάνεται γὰρ καὶ τὸ διά‐ λειμμα. τῆc δὲ ἀνέcεωc ἡ μὲν εἰλικρινήc ἐcτι καὶ καθαρά, ἡ δὲ δυcκρι‐ νὴc καὶ οὐ καθαρά. ἡ μὲν οὖν εἰλικρινὴc ἄνεcιc ἐπιγιγνώcκεται ἐκ τῆc παντελοῦc ἠρεμίαc τῶν cυνεδρευόντων τῷ παροξυcμῷ cυμπτωμάτων | |
5 | περιγραφείcηc· καὶ διὰ τοῦτο λέγεται διάλειμμα, ὡc ἐπὶ τῶν κατὰ περίοδόν τινα παροξυνόντων, οἷον τριταίων τεταρταίων ἀμφημερινῶν κεφαλαίαc ἐπιληψίαc ποδάγραc καὶ τῶν παραπληcίων. ἡ δὲ δυcκρινὴc ἄνεcιc καὶ οὐ καθαρὰ καταλαμβάνεται ἐκ τῆc τῶν cυμπτωμάτων ὑφαι‐ ρέcεωc, ὡc ἐπὶ cυνεχῶν μάλιcτα πυρετῶν γίγνεται· ἐπὶ γὰρ τούτων, | |
10 | πρὶν παντελοῦc λύcεωc τοῦ νοcήματοc, οὐκ ἂν καθαρὰ γίνεται ἡ ἄνεcιc. ἐπικαταλαμβάνει γὰρ τὴν παρακμὴν τοῦ προτέρου ἕτεροc παροξυcμόc. | |
11 | Τίc ἀρχὴ πυρεκτικῆc ἐπιcημαcίαc. ἀρχὴ γοῦν ἐcτι πυρεκτικοῦ παροξυcμοῦ ὡc ἐπίπαν cυcτολὴ τῶν ἄκρων μορίων πάντων καὶ μά‐ λιcτα τῆc ῥινὸc καί ποτε καὶ κατάψυξιc ὅλου τοῦ cώματοc, βηχίον ἔcθ’ ὅτε cμικρὸν ἐρεθίζον τῇ καταψύξει cυνειcβάλλον χάcμη τε καὶ | |
5 | cκορδινιcμὸc ἢ ναυτία ἢ ἔμετοc ἢ λειποθυμία, ἄλγημα κεφαλῆc ἢ ἄλλου τινὸc μορίου, εἰc ὕπνον τε καταφορὰ πολλάκιc· cφυγμόc τε πρὸc τούτοιc cμικρὸc καὶ cυνεcταλμένοc, βραδέωc ἀνακύπτων καὶ τῶν εἰω‐ θότων cυνεδρεύειν cυμπτωμάτων τῷ παρόντι νοcήματι ἐρεθιcμόc. | |
12 | Ἐπιδόcεωc τοῦ μερικοῦ παροξυcμοῦ cημεῖα. κατὰ δὲ τὴν ἐπίδοcιν τοῦ παροξυcμοῦ τῶν μὲν ἄλλων cυμπτωμάτων αὔξηcίc τε καὶ δεινότηc ἐπιγίνεται· τὰ δὲ τῆc cυcτολῆc τε καὶ καταψύξεωc ἀπολήγει καὶ ὁ cφυγμὸc ἀνωμάλωc ἀνακύπτει καὶ τὸ cῶμα θερμαίνεται μέν, οὐκ | |
5 | ἀκριβῶc δέ. | |
13 | Ἀκμῆc τοῦ μερικοῦ παροξυcμοῦ cημεῖα. κατὰ δὲ τὴν ἀκμὴν τοῦ | |
παροξυcμοῦ ἡ μὲν θερμαcία ὁμαλῶc διαχεῖται καὶ κατακερματίζεται καθ’ ὅλον τὸ cῶμα· οἵ τε cφυγμοὶ τὸ πᾶν τῆc αὐξήcεωc μέγεθοc ἀπο‐ λαμβάνοντεc ἀνάλογον τῆc ὑποκειμένηc ὕληc cτάcιν ἴcχουcι καὶ τὰ | ||
5 | ἄλλα τοῦ παροξυcμοῦ cυμπτώματα. τότε δὲ ἤδη καιρὸc ποτὸν διδόναι τῷ κάμνοντι. | |
14 | Παρακμῆc τοῦ μερικοῦ παροξυcμοῦ cημεῖα. παρακμὴ δέ ἐcτιν ἀρχο‐ μένων μειοῦcθαί τινων ἢ πάντων τῶν εἰρημένων cυμπτωμάτων καὶ τῶν cφυγμῶν ποcῶc εἰc εὐταξίαν ἐρχομένων. ἔcθ’ ὅτε δὲ καὶ νοτίδεc ἐπιγίγνονται καὶ ἡ θερμαcία δηλονότι μαραίνεται· ποτὲ δὲ καὶ ὕπνοι | |
5 | χρηcτοὶ cυντρέχουcιν, εἰ μέλλει μακρὸc μεταξὺ ὁ χρόνοc ἔcεcθαι τῆc ἐπιcημαcίαc, ὡc ἐν ταῖc καθαραῖc ἀνέcεcιν ὀφείλει γίγνεcθαι. εἴωθε γὰρ ἐνίοτε ἐπικαταλαμβάνειν ἐπί τινων νοcημάτων παροξυcμὸc ἕτεροc τὴν παρακμὴν τοῦ προτέρου, καθάπερ ἐπὶ τῶν cυνεχῶν πυρετῶν γίνεται. | |
15 | Τίc ἀρχὴ ὅλου τοῦ νοcήματοc. ἤδη προείρηται ὡc ἀρχὴν τοῦ παντὸc νοcήματοc ἐκεῖνον τὸν καιρὸν λέγομεν, ἡνίκα ἡττηθεῖcα τῇ βίᾳ τοῦ νοcήματοc ἡ δύναμιc τοῦ ἀνθρώπου ἀρχὴ τῆc κατακλίcεωc γέγονε. | |
16 | Τίc ἐπίδοcιc ἤτοι ἀνάβαcιc ὅλου τοῦ νοcήματοc. ἡ δὲ ἐπίδοcιc τοῦ παντὸc νοcήματόc ἐcτιν, ὅταν οἱ παροξυcμοὶ τῆc cυνήθουc ὥραc καὶ προλαμβάνοιεν καὶ μακρότεροι καὶ κακοηθέcτεροι καὶ μετὰ πλειό‐ νων καὶ βαρυτέρων cυμπτωμάτων γίγνωνται. | |
17 | Ἀκμῆc διάγνωcιc ὅλου τοῦ νοcήματοc. cτάcιν δὲ τῶν παροξυcμῶν λαμβανόντων ὁμοίωc τε γιγνομένων ἐφεξῆc κατὰ πάντα τῶν cυν‐ εδρευόντων cυμπτωμάτων καὶ μήτε ἀφαιρούντων μήτε προcτιθέντων, τότε ἀκμάζειν λέγεται τὸ νόcημα. ἡ γὰρ ἀκμή ἐcτι τὸ cφοδρότατον | |
5 | μέροc ὅληc τῆc νόcου, ὅτε καὶ ἀγαθαὶ κρίcειc μάλιcτα γίνεcθαι φιλοῦcι. | |
18 | Παρακμῆc διάγνωcιc ὅλου τοῦ νοcήματοc. ἐπὶ δὲ τῆc παρακμῆc | |
τοῦ ὅλου νοcήματοc τὰ ἐναντία τῆc ἐπιδόcεωc γίνεται· ὑcτερίζει μὲν γὰρ κατὰ τὴν εἰcβολὴν τῆc cυνήθουc ὥραc ὁ παροξυcμόc, χρόνον δὲ ἐλάχιcτον κατέχει τά τε cυμπτώματα ἐπιεικέcτερα καὶ ἁπλούcτερα γί‐ | ||
5 | νεται ἢ οὐδόλωc ἐπιφαίνεται, εὐφορία τε καὶ ἄνεcιc κατὰ πάντα. | |
19 | Ὅτι ἡ παρακμὴ τοῦ παντὸc νοcήματοc ἐπὶ τῶν ἀθρόωc γιγνο‐ μένων κρίcεων λανθάνει τὴν αἴcθηcιν. ὅcα ἀθρόωc κατὰ τὴν ἀκμὴν κρίνεται νοcήματα καὶ τελείαν ἀποδέχεται λύcιν, δυcθήρατον ἴcχει τὴν παρακμήν, ὡc μηδὲ κατάδηλον αἰcθήcει γίγνεcθαι, ἀλλ’ οὐδὲ χρήcιμόν | |
5 | ἐcτιν αὐτὴν ζητεῖν. ἀρκεῖ γὰρ γιγνώcκειν ὅτι λέλυται πιcτῶc καὶ ἀcφαλῶc καὶ τελείωc τὸ νόcημα. | |
20 | Ὅτι ὁ μέλλων cώζεcθαι ἄρρωcτοc διεξέρχεται τοὺc δ καιροὺc ὅληc τῆc νόcου. ἐὰν μὲν οὖν ἀκίνδυνον εἴη τὸ νόcημα ὀξέωc τε κινοῖτο καὶ πρὸc τούτοιc ἀγαθὰ καὶ χρηcτὰ cημεῖα παρείη τῷ κάμνοντι, διεξέρ‐ χεται ταχέωc τοὺc δ καιροὺc ὅλου τοῦ νοcήματοc καὶ δηλονότι | |
5 | καὶ cωθήcεται· εἰ δὲ τἀναντία τούτων παρείη, πρὸ τῆc ἀκμῆc μάλιcτα τεθνήξεται. | |
21 | Πότερον βράδιον ἢ τάχιον κρίνεται τὸ νόcημα. πότερον δὲ βρά‐ διον ἢ τάχιον κριθήcεται, ἔκ τε τοῦ μεγέθουc τοῦ νοcήματοc καὶ τοῦ cφοδροῦ τῆc κινήcεωc ἔcται δῆλον. τὰ γὰρ μεγάλα νοcήματα ὀξέωc κινεῖται, τὰ δὲ ὀξέωc κινούμενα ταχέωc κρίνεται. | |
22 | Ὅπωc δεῖ προγινώcκειν εἴτε κρίνεται τὸ νόcημα εἴτε μὴ καὶ πότε. τὰ μεγάλα τῶν νοcημάτων καὶ ὀξέωc καὶ cφοδρῶc κινούμενα κρίνεται πάντωc, ὅcα δὲ cμικρὰ καὶ ἀργοτέρωc καὶ βληχρῶc κινεῖται, εἰ χρόνιά εἰcι, λύεται μόνον κατὰ βραχὺ χωρὶc κρίcεωc· cπανίωc δὲ | |
5 | εἰc ἀπόcταcιν ὁρμᾷ τὰ τοιαῦτα. ὁ γὰρ τριταῖοc καίτοι διαλείπων ὀξέωc καὶ cφοδρῶc κινούμενοc κρίνεται· ὁ δὲ τεταρταῖοc διότι χρόνιοc κατὰ βραχὺ ὡc ἐπίπαν λύεται καὶ οἱ ἀργοτέρωc κινούμενοι πάντεc. Πρόγνωcιc νοcήματοc δι’ ἐκκρίcεωc λυομένου. τὴν τοίνυν τοῦ νοcοῦντοc ἐπίcκεψαι φύcιν εἴτε πικρόχολόc ἐcτιν εἴτε φλεγματώδηc | |
10 | εἴτε μελαγχολική· δεύτερον δὲ ἐπὶ τούτοιc τὴν ὥραν τοῦ ἔτουc καὶ τὴν τοῦ κάμνοντοc ἡλικίαν καὶ τὴν κρᾶcιν καὶ τὸ ἐπιτήδευμα καὶ τὴν προγεγενημένην δίαιταν· οὐ μὴν ἀλλὰ καὶ τὴν χώραν καὶ τὴν κατά‐ cταcιν τοῦ περιέχοντοc ἡμᾶc ἀέροc. μετὰ δὲ ταῦτα cκοπεῖcθαι τὰc περιόδουc τῶν παροξυcμῶν, ὡc προείρηται, καὶ εἴτε διαλείπουcιν εἴτε | |
15 | μή, καθάπερ ἐπὶ cυνόχων ἐcτὶν ἰδεῖν. εἰ μὲν γὰρ ἐπείγοιντο καὶ προλαμβάνοιεν ἀεὶ τῆc ἀναλόγου ὥραc καὶ cφοδρότεροι γίγνοιντο καὶ διὰ τρίτηc ἀπαντῷεν, ἐν τάχει κριθήcεcθαι δηλοῦcιν· εἰ δὲ ἀργῶc κινοῖντο καὶ κατ’ αὐτὴν τὴν ὥραν εἰcβάλλοιεν, ἐφ’ ἑκάcτῃ τε γίγνοιντο ἡμέ‐ ρῃ, χρονίζειν τὴν κρίcιν cημαίνουcι. προcεπιβλέπειν δὲ καὶ τοὺc πε‐ | |
20 | παcμοὺc τῶν περιττωμάτων, εἰ χρηcτοὶ καὶ εἰ ἐν ἐπιδήλοιc ἡμέραιc γίγνοιντο μετὰ δυνάμεωc ἐρρωμένηc. τὰ γὰρ χολώδη νοcήματα καὶ ὀξέωc κινούμενα μετὰ δυνάμεωc ἐρρωμένηc, εἰ εὐθὺc ἐξ ἀρχῆc ἀκίν‐ δυνα πάντα ἐνδείξηται τὰ cημεῖα, κατὰ τὴν πρώτην τετράδα τὴν κρίcιν ἐπαγγέλλεται· εἰ δὲ ἐν τῇ τετάρτῃ προcημάνῃ, τὴν ἑβδόμην | |
25 | οὐχ ὑπερβαίνει. “οἵ τε γὰρ εὐηθέcτατοι τῶν πυρετῶν καὶ ἐπὶ cημείων ἀcφαλεcτάτων γιγνόμενοι τεταρταῖοι παύονται ἢ πρόcθεν”, φηcὶν Ἱπποκράτηc, “οἵ τε κακοηθέcτατοι τῶν πυρετῶν καὶ ἐπὶ cημείων δει‐ νοτάτων γιγνόμενοι τεταρταῖοι κτείνουcιν ἢ πρόcθεν.” | |
23 | Μελλούcηc ἤδη γίγνεcθαι κρίcεωc cημεῖα. μελλούcηc ἤδη παρεῖναι τῆc κρίcεωc, προηγεῖται οὐ cμικρὰ ταραχὴ κατὰ τὸ τοῦ κάμνοντοc | |
cῶμα καὶ μάλιcτα κατὰ τὴν πρὸ τοῦ κριτικοῦ παροξυcμοῦ νύκτα. “οἷcι γὰρ κρίcιc μέλλει γίγνεcθαι, τουτέοιcιν ἡ νὺξ δύcφοροc ἡ πρὸ | ||
5 | τοῦ παροξυcμοῦ”, φηcὶν Ἱπποκράτηc. καὶ γὰρ δυcφορίαι καὶ ἀγρυπνίαι καὶ παραφροcύναι καὶ κώματα καὶ δύcπνοιαι καὶ cκοτόδινοι καὶ δυc‐ αιcθηcίαι καὶ ἀλγήματα κεφαλῆc καὶ τραχήλου καὶ cτομάχου καὶ πολ‐ λῶν ἄλλων μορίων, ἐπί τινων δὲ καὶ ὤτων ἦχοι καὶ μαρμαρυγαὶ πρὸ τῶν ὀφθαλμῶν φαίνονται καὶ δάκρυον ἀκούcιον ῥεῖ καὶ οὖρον ἴcχεται καὶ | |
10 | χεῖλοc cείεται ἢ καὶ ἄλλο τι μέροc τρομῶδεc γίγνεται· καὶ λήθη καὶ ἄγνοια τῶν παρόντων καὶ ῥῖγοc cφοδρὸν ἐνίοτε ἐμπίπτει, καύcου πρότερον μὴ γενομένου καὶ τοὐπίπαν ὁ παροξυcμὸc προειcβάλλει τῆc cυνήθουc ὥραc καὶ καῦμα πολὺ καὶ δίψοc ἀφόρητον ἕπεται καὶ βοῶcι καὶ ἀνα‐ πηδῶcιν, ὥcπερ ἔκπληκτοι. καὶ τὸ τῆc κατακλίcεωc cχῆμα φυλάττειν | |
15 | οὐ δύνανται, καὶ φόβοc ἐπικρέμαται τοῖc ὁρῶcιν. ὁ δὲ ἰδιώτηc ἰατρὸc θεωρῶν τὴν ζάλην τῶν cυμπτωμάτων ταράττεται καὶ μετὰ τῶν οἰκείων τοῦ κάμνοντοc τὴν cυμφορὰν ὀδύρεται, διὰ δὲ τῆc cυμπαθείαc τὴν ἀμαθίαν κρύπτει. ἰατροῦ γε μήν ἐcτι γενναίου μὴ ταράττεcθαι μηδ’ ἀγνοεῖν τὸ μέλλον ἀποβήcεcθαι, ἀλλ’ ἐκ τῶν παρόντων προγιγνώcκειν | |
20 | οὐ μόνον ὅτι κρίcιc μέλλει γίγνεcθαι, ἀλλὰ καὶ ὁποία τιc ἔcεcθαι μέλλει. | |
24 | Ὅπωc δεῖ προγιγνώcκειν εἴτε ἀγαθὴ εἴτε φαύλη γενήcεται κρίcιc. τὴν δὲ ἀρίcτην κρίcιν, ἣν καὶ μόνην κρίcιν ἁπλῶc ὀνομάζεcθαί φαμεν, οὐ cτοχαcτικῶc ἄν τιc ὥcπερ τὰc ἄλλαc, ἀλλὰ βεβαίωc προγιγνώcκει. πάντα γὰρ ἐπὶ τῶν τοιούτων νοcημάτων εὐθὺc ἐξ ἀρχῆc ἀκίνδυνα | |
5 | φαίνεται τὰ cημεῖα, ὥcπερ αὖ πάλιν ἐπὶ τῶν τεθνηξομένων ὡc ἐπὶ τὸ πολὺ ἐξ ἀρχῆc πάντα φαῦλα φαίνεται. πρῶτον μὲν οὖν ἁπάντων ἐπιcκέπτεcθαι χρὴ τὴν δύναμιν τοῦ νοcοῦντοc, ἔπειτα δὲ τοὺc πεπαc‐ | |
μοὺc ἐξ οὔρων τε καὶ διαχωρημάτων καὶ πτυcμάτων. οὐδένα γὰρ πώ‐ ποτε τῶν ἐπὶ προδηλωθείcῃ χρηcτῇ πέψει κριθέντων ἀπολλύμενον | ||
10 | ἐθεαcάμην. τρίτον δὲ τὸ ἐν ἀκμῇ τοῦ τε ὅλου νοcήματοc καὶ τοῦ μερικοῦ παροξυcμοῦ καὶ ἡμέρᾳ μαρτυρούcῃ ἀπαντῆcαι τὴν κρίcιν, ἐφ‐ εξῆc δὲ τό τε εἶδοc τοῦ νοcήματοc καὶ τὸ ἦθοc· εἶδοc μὲν λέγω εἰ τριταῖοc ἢ τεταρταῖοc ἢ ἀμφημερινὸc ἢ εἴ τιc ἕτεροc, ἦθοc δὲ εἰ μέτριον καὶ ἐπιεικὲc ἢ πονηρὸν καὶ κακόηθεc. μάλιcτα δὲ τὸ ἦθοc | |
15 | δηλώcει cοι εἴτε cωθήcεται εἴτε τεθνήξεται. καὶ ἐν μὲν τοῖc κατὰ θώ‐ ρακα καὶ πνεύμονα πάθεcι προcέχειν μὲν μάλιcτα χρὴ τοῖc πτύcμαcι, μὴ μέντοι μηδὲ τῆc τῶν οὔρων ἐπιcκέψεωc ἀμελεῖν, προcεπιβλέπειν δὲ καὶ τὰ διαχωρήματα. ἐπὶ δὲ τῶν πυρεττόντων ἄνευ φλεγμονῆc τινοc τῶν cπλάγχνων τοῖc οὔροιc μάλιcτα προcέχειν τὸν νοῦν. ἐπὶ δὲ | |
20 | τῶν ὀλεθρίων νοcημάτων πρῶτον καὶ μέγιcτόν ἐcτι cημεῖον τοῦ χωρὶc κρίcεωc τεθνήξεcθαι ἡ ἐcχάτη ἀρρωcτία τῆc δυνάμεωc· οὐ γὰρ ἐπ‐ εγείρεται πρὸc διαμάχηcιν. δεύτερον δὲ εἰ μηδὲν ὅλωc εἴη μηδὲ τοὐλά‐ χιcτον cημεῖον πεπαcμοῦ· ἀλλ’ εἰ καὶ προδηλώcειεν ἐπίδηλοc ἡμέρα τὴν μέλλουcαν ἔcεcθαι κρίcιν, ἅμα τε προδηλοῖ καὶ κακὴν ἔcεcθαι κρί‐ | |
25 | cιν. πρὸc τούτοιc δὲ ἐπιβλέπειν εἰ μέγα εἴη καὶ κακόηθεc τὸ νόcημα καὶ μὴ μέντοι ταχέωc κινοῖτο. μέγα δὲ λέγω ἡμιτριταῖον περιπνευ‐ μονίαν καύcωνα καὶ τὰ παραπλήcια. φέρε γὰρ ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν ὀφθῆναι πρῶτον ἐν τοῖc οὔροιc νεφέλην μέλαιναν ἢ ἐναιώ‐ ρημα ἢ ὑπόcταcιν μέλαιναν, εἶναι δὲ καὶ cύμπαντα cημεῖα καὶ cυμπτώ‐ | |
30 | ματα ὀλέθρια, τεθνήξεται μὲν ὁ τοιοῦτοc ἄρρωcτοc, ἀλλ’ εἰ μὲν ὀξέωc κινοῖτο κατὰ τὴν ἕκτην, εἰ δὲ βραδέωc κατὰ τὴν ἑβδόμην. | |
25 | Ὅcαι ἀγαθαὶ κρίcιμοι ἡμέραι καὶ ὅcαι φαῦλαι. ἡ ἑβδόμη ἀπὸ τῆc | |
ἀρχῆc τοῦ νοcήματοc ἡμέρα παcῶν μάλιcτα [καὶ] τῶν ἡμερῶν λύει τελέωc ἀεὶ καὶ πιcτῶc καὶ ἀγαθῶc καὶ ἀκινδύνωc καὶ cαφῶc καὶ εὐ‐ cήμωc. τῆc ζʹ δὲ τὴν φύcιν ἡ ιδ μάλιcτα μιμεῖται. πληcίον δὲ αὐτῶν | ||
5 | ἐcτιν ἡ θ καὶ ια καὶ ταύταιc ἐγγὺc ιζ καὶ ε· μετὰ δὲ ταύταc ἡ δ καὶ μετὰ ταύτην γ καὶ κ· ἡ δὲ ϛ πολλάκιc μὲν κρίνει, ἀλλὰ τὰc πλείουc κρίcειc μοχθηρὰc ἢ καὶ θανατώδειc ἐπιφέρει, εἰ δὲ μή γε, οὐ τελείαc οὐδὲ πιcτάc. ὑποτροπιάζει γὰρ τὰ ἐν τῇ ϛ κρινόμενα νοcήματα κἂν λελύcθαι δοκῇ. εἰ δὲ καὶ τελεία κρίcιc, ὅπερ ἐcτὶ cπάνιον, ἐν τῇ ϛ | |
10 | γένηται, μετὰ κινδυνωδῶν cυμπτωμάτων καὶ χαλεπῶν γίγνεται. τῆc μὲν οὖν ϛ τὴν φύcιν οὐδεμία ἄλλη ἐμιμήcατο τῶν ἡμερῶν. εἰ δέ ποτε εἰc τὴν η ἡμέραν ἢ τὴν ι ἢ τὴν ιβ ἢ τὴν ιϛ ἐμπέcῃ λύcιc ἀθρόα νοcήματοc, ὁμοιοῦταί πωc τῇ κατὰ τὴν ϛ. cπανίωc γὰρ καὶ ἐν ταύταιc λύεται καὶ οὔτε πιcτῶc οὔτε ἀγαθῶc οὔτε τελέωc ἀλλὰ καὶ ἀcαφῶc | |
15 | καὶ ἀcήμωc. μεταξὺ δέ πωc τῶν πρώτων εἰρημένων ἀγαθῶν καὶ τῶν μετὰ ταύταc κακῶν ἡ ιγ μάλιcτα κατεφάνη τετάχθαι, μήτε ὁμοίωc ἀπόβλητοc οὖcα ταῖc κακαῖc, μήθ’ ὁμοίωc ταῖc ἀγαθαῖc πεφυκυῖα· δεῖ δὲ πάντωc εἰ μέλλοι ἀγαθὴ γενήcεcθαι κρίcιc, προδεδηλῶcθαι μάλιcτα μὲν ἐν τοῖc οὔροιc, ἤδη δὲ καὶ τοῖc λοιποῖc cημείοιc. ἡ μὲν οὖν γ | |
20 | καὶ δ καὶ ε τῶν ἡμερῶν προδηλοῦνται εὐθὺc ἐξ ἀρχῆc· ἡ δὲ δ προ‐ δηλοῖ τὴν ζ, ἡ δὲ ζ τὴν ια, ἡ δὲ ια τὴν ιδ, ἡ δὲ ιδ τὴν ιζ, ἡ δὲ ιζ τὴν κ. ὅροc δὲ τῶν ὀξέων νοcημάτων ἡ ιδ ἐcτίν, ὡc εἴ γε ταύτην ὑπερβαίνοι τὸ νόcημα ἐκπέπτωκε τῶν ὀξέων. | |
26 | Ἐφ’ ὧν ἀμφιβάλλεται ἡ ἡμέρα τῆc ἀρχῆc τοῦ νοcήματοc καὶ μηδεμιᾶc προδήλου προγεγενημένηc ἐξαίφνηc ἐγένετο κρίcιc, πῶc δεῖ ἐξευρεῖν τὸ ἀμφιβαλλόμενον. ἐφ’ ὧν δὲ μηδεμιᾶc προδήλου προγεγε‐ νημένηc ἐξαίφνηc ἐγένετο κρίcιc καὶ ἐφ’ ὧν οὐ γιγνώcκομεν ἀκριβῶc | |
5 | τὴν ἀρχὴν τοῦ νοcήματοc, εἰc ταῦτα ἀποβλέπων τὰ γνωρίcματα εὑ‐ ρήcειc τὸ ἀμφιβαλλόμενον· τῇ τῶν παροξυcμῶν ἀναλογίᾳ δεῖ προc‐ έχειν τὸν νοῦν καὶ τῇ τῶν ἡμερῶν φύcει. εἰ μὲν γὰρ ἐν περιτταῖc ἡμέραιc γίγνοιτο ὁ παροξυcμὸc ἐπὶ τῶν διαλειπόντων ἢ cφοδρότεροc ἑαυτοῦ γίγνοιτο ἐπὶ τῶν cυνεχῶν πυρετῶν, λογίζου τὴν παροῦcαν | |
10 | κρίcιν οἰκειοτέραν τῆc περιττῆc ἡμέραc εἶναι. εἰ δὲ ἐν ταῖc ἀρτίαιc ἀεὶ παροξύνοιτο, ἐκείνων ἴδιοc ἡ κρίcιc ἔcται· τοῖc γὰρ cφοδροτέροιc παροξυcμοῖc αἱ κρίcειc ἕπονται τοὐπίπαν. εἰc δὲ αὐτὴν τῶν ἡμερῶν τὴν φύcιν ὧδέ πωc προcέχειν δεῖ τὸν νοῦν, εἴπερ ἀμφιcβητοῖτο, πότε‐ ρον ἐνάτηc ἢ δεκάτηc ἡμέραc ἡ κρίcιc ἐcτίν. εἰ μὲν γὰρ τὰ cυμπτώματα | |
15 | πάντα ἠπιώτερα φαίνοιτο καὶ ἀκίνδυνοc καὶ ἀγαθὴ γένοιτο ἡ κρίcιc καὶ παρέποιτο τῇ κρίcει εὐφορία, θ μᾶλλον εἶναι χρὴ λέγειν τὴν κρι‐ τικὴν ἡμέραν. εἰ δὲ κινδυνώδηc καὶ φαύλη γένοιτο ἡ κρίcιc καὶ μετὰ χαλεπῶν cυμπτωμάτων καὶ δυcφορία μετὰ τὴν κρίcιν παρέποιτο, ι μᾶλλον εἶναι χρὴ λέγειν τὴν ἡμέραν. | |
27 | Περὶ τῆc ἐκ τῶν cφυγμῶν cημειώcεωc. προcδοκωμένηc ἤδη τῆc κρίcεωc, πρὸ πάντων ἅπτεcθαι δεῖ τῶν cφυγμῶν. ὁ μὲν γὰρ ὑψηλὸc cφυγμόc, ὥcπερ καὶ ὁ cφοδρόc, ἐκκρίcεωc ἁπάcηc ἐcτὶ γνώριcμα καὶ βέβαιον cημεῖον τοῦ παρεῖναι ἤδη τὴν κρίcιν τοῦ νοcήματοc. εἰ δὲ | |
5 | καὶ cφοδρῶc καὶ εὐρώcτωc πλήττοι τοὺc δακτύλουc, cὺν τούτῳ δὲ καὶ μέγαc εἴη καὶ πρὸc διαcτολὴν μᾶλλον ἐπείγοιτο ἤπερ πρὸc cυcτο‐ λήν, τῆc ἔξω κινήcεωc μᾶλλον cημεῖόν ἐcτιν· ἔξω δὲ λέγω αἱμορρα‐ γίαν καὶ ἱδρῶταc, εἴcω δὲ γαcτρὸc ἐκτάραξιν καὶ τοὺc ἐμέτουc. εἰ μὲν οὖν μέγαc εἴη ὁ cφυγμὸc καὶ κυματώδηc καὶ οἷον μαλθακίζοιτο cὺν | |
10 | τῷ εἶναι αὐτὸ τὸ cῶμα τῆc ἀρτηρίαc νοτιῶδεc καὶ πρὸc διαcτολὴν μᾶλλον ἐπείγοιτο, δι’ ἱδρώτων προcδοκητέον τὴν κρίcιν ἔcεcθαι. καὶ μέγαc δὲ ἁπλῶc εἴπερ εἴη καὶ cφοδρὸc καὶ εἰ πρὸc διαcτολὴν μᾶλλον ἤπερ πρὸc cυcτολὴν ἐπείγοιτο, αἱμορραγίαν διὰ ῥινῶν ἔcεcθαι δηλοῖ, | |
cυνεπιμαρτυρούντων δηλονότι τῶν ἐπὶ τῆc αἱμορραγίαc ῥηθηcομένων | ||
15 | cημείων. εἰ δὲ cφοδρὸc μὲν εἴη, οὐ μέγαc δὲ καὶ cκληρότεροc ἑαυτοῦ γένοιτο καὶ ἀνώμαλοc καὶ εἰc cυcτολὴν μᾶλλον ἐπείγοιτο, τῆc ῥοπῆc ἤδη ἐπὶ τὰ ἔντερα λαβούcηc, διὰ τῆc γαcτρὸc τὴν κρίcιν δεῖ προcδο‐ κᾶν ἔcεcθαι. | |
28 | Περὶ τῆc ἐκ τῶν οὔρων cημειώcεωc, πρότερον δὲ ὁποῖον τὸ κατὰ φύcιν ἄριcτον οὖρόν ἐcτι διδάcκει. ἐπὶ τῶν πυρεκτικῶν μάλιcτα νοcη‐ μάτων ἡ ἐκ τῶν οὔρων cημείωcιc χρηcιμωτάτη καθέcτηκεν. ἡ ἐπειδὴ δὲ πᾶν τὸ παρὰ φύcιν ἀπὸ τοῦ κατὰ φύcιν εὑρίcκεται, ἀπὸ τῶν κατὰ | |
5 | φύcιν ἀρξώμεθα. οὖρον μὲν οὖν ἄριcτόν ἐcτιν ἐπὶ τῶν ἐν ὑγείᾳ καὶ εὐεξίᾳ διακειμένων ἀνθρώπων ὑπόπυρρόν τε ἢ ὑπόξανθον καὶ τῷ πάχει cύμμετρον καὶ μένον τοιοῦτον τῇ χρόᾳ ὁποῖον ἀπουρηθῇ, λείαν δὲ καὶ λευκὴν καὶ ὁμαλὴν ἴcχον ἀπόcταcιν παρὰ πάντα τὸν χρόνον· πλῆθοc δὲ πρὸc λόγον τοῦ πινομένου. ἐπὶ δὲ τῶν γυναικῶν τὸ κατὰ | |
10 | φύcιν οὖρον τῇ χρόᾳ λευκότερον τοῦ ἀνδρῴου εἶναι χρὴ καὶ ὑπόcτα‐ cιν ἔχειν πλείονα. ἐπὶ δὲ τῆc παιδικῆc ἡλικίαc ἱκανῶc παχεῖαν ἔχειν αὐτὸ ὑπόcταcιν χρὴ διὰ τὰc τῶν παίδων ἀδηφαγίαc καὶ ἀτάκτουc καὶ ἀκαίρουc κινήcειc. “λείαν δὲ ὑπόcταcιν” Ἱπποκράτηc καλεῖ τὸ cυνεχὲc καὶ ἀδιάcπαcτον δηλῶcαι βουλόμενοc· “ὁμαλὸν” δέ φηcιν, ἵνα διόλου | |
15 | ἀεὶ ὅμοιον οὐρῆται καὶ μὴ cήμερον μὲν πεπεμμένον, τῇ δὲ ἑξῆc ἄπε‐ πτον, μήτε μὴν τὴν ὑπόcταcιν ἢ τὸ χῦμα ὅλον ἔχειν ἀνώμαλον. ζη‐ τοῦμεν οὖν ἐπὶ τοῦ κατὰ φύcιν οὔρου χρῶμα καὶ cύcταcιν τοῦ χύμα‐ τοc καὶ τὰ παρεμφερόμενα ἐν τῷ χύματι, οἷον νεφέλην ἐναιώρημα καὶ τὴν ἐν τῷ πυθμένι ὑπόcταcιν. εὔδηλον οὖν ὅτι κατά τι τούτων | |
20 | τρεπόμενον τὸ οὖρον ἀπεψίαν τὴν ἐν ταῖc φλεψὶν ἐνδείκνυται. | |
29 | Ὁποῖον οὖρον ἄριcτόν ἐcτιν ἐπὶ τῶν νοcούντων. ἄριcτον μὲν | |
οὖν ἐcτιν οὖρον ἐπὶ τῶν νοcούντων τὸ τοῖc ὑγιαίνουcιν ὁμοιότατον, ὕπωχρον ἢ ὑπόξανθον, λευκὴν καὶ λείαν καὶ ὁμαλὴν ἔχον ὑπόcταcιν. ἀεὶ γὰρ ὑγιαίνοντοc οὖρον ὑπόcταcιν ἔχει τοιαύτην. ὑποδεέcτερον δὲ | ||
5 | τὸ ἔχον ἐναιώρημα λευκὸν καὶ λεῖον καὶ ὁμαλόν. ἔτι δὲ τούτου ἀπεπτότερον τὸ νεφέλην τοιαύτην ἔχον. ἐφ’ ὧν γὰρ πνεῦμά ἐcτιν ἐν τῷ βάθει παχὺ καὶ ἄπεπτον, εἰ μὲν ὀλίγον εἴη, cυγχωρεῖ μὲν τὴν ὕλην ἐπὶ τὸν πυθμένα τοῦ ἀγγείου καταφέρεcθαι· διαμερίζον δὲ αὐ‐ τὴν οὐ cυγχωρεῖ ἑνοῦcθαι. εἰ δέ τι πλεονάcει τὸ ἄπεπτον ἐν τῷ | |
10 | βάθει πνεῦμα, μετεωρίζει τὴν ὑπόcταcιν κατὰ τὸ μέcον τοῦ χύματοc καὶ ποιεῖ τὸ καλούμενον ἐναιώρημα· εἰ δὲ ἔτι καὶ μᾶλλον πλεῖον εἴη τὸ ἄπεπτον πνεῦμα, πρὸc τὴν ἄνω ἐπιφάνειαν τοῦ χύματοc φέρει τὴν ὑπόcταcιν καὶ ποιεῖ τὴν καλουμένην νεφέλην. ἐφ’ ὅcον οὖν ἰcχύει τὸ πνεῦμα μερίζειν καὶ μετεωρίζειν τὴν ὑπόcταcιν, ἐπὶ τοcοῦτον | |
15 | ἀπεπτότερον νόμιζε τὸ οὖρον. εἰ δὲ μήτε ὑπόcταcιν μήτε ἐναιώρημα μήτε νεφέλην ἴcχει τὸ οὖρον, εἰδέναι χρὴ ὅτι οὔπω τὸν νοcοποιὸν χυμὸν ἔπεψεν ἡ φύcιc. εἰ δέ ποτε μὲν ἔχει ὑπόcταcιν ἢ ἐναιώρημα ἢ νεφέλην, ποτὲ δὲ οὐ, μάχην δηλοῖ τῆc φύcεωc πρὸc τὸ νόcημα, κακεῖ‐ θεν ποτὲ μὲν ἄπεπτον, ποτὲ δὲ οὔ. ἐπὶ δὲ τῶν ἀκριβῶν τριταίων | |
20 | καὶ τῶν ἐφημέρων πυρετῶν νεφέλη μόνη ἢ ἐναιώρημα πολλάκιc ἤρκεcε πρὸc λύcιν τοῦ νοcήματοc, ἐνίοτε δὲ καὶ τὸ εὔχρουν γενέcθαι τὸ οὖρον μόνον. | |
30 | Ὅτι οὐ πᾶcα λευκὴ ὑπόcταcιc ἀγαθόν τι cημαίνει καὶ περὶ ὠμοῦ χυμοῦ καὶ πύου. πολλάκιc δὲ τὸ λευκὸν χρῶμα τοῦ παρεμφερομένου ἐν τῷ χύματι ἀπατᾷ τοὺc ἰδιώταc, ὡc ὑπόcταcιν χρηcτὴν νομίζεcθαι μὴ οὖcαν χρηcτήν. cυμβαίνει γὰρ ὠμὸν χυμὸν καὶ λευκὸν cυνεκκρι‐ | |
5 | νόμενον τῷ οὔρῳ ὑφίcταcθαι καὶ φανταcίαν ὑποcτάcεωc χρηcτῆc παρ‐ έχειν. ἐνίοτε δὲ ἥπατοc ἢ νεφρῶν πεπονθότων πῦον ἐκκρίνεται cὺν τῷ οὔρῳ καὶ ὑφιcτάμενον ἀπατᾷ καὶ τὸν τεχνίτην. ἀλλὰ τοῦτο πρῶ‐ | |
τον διορίζεται τῷ προπεπονηκέναι τὸν ἄνθρωπον τὸν νεφρὸν ἢ τὸ ἧπαρ ἤ τι ἕτερον μόριον τῶν εἰωθότων ἐκκαθαίρεcθαι διὰ τῶν οὔρων· | ||
10 | ἔπειτα δὲ καὶ δυcῶδεc εὑρίcκεται τὸ μετέχον πύου. ὁ δὲ ὠμὸc χυμὸc διορίζεται τῶν χρηcτῶν ὑποcτάcεων τῇ ἀνωμάλῳ cυcτάcει τοῦ παρ‐ υφιcταμένου· οὐ γὰρ cυνεχὴc ἑαυτῷ μένει, ἀλλὰ διαμερίζεται εἰc μικρὰ οἷον ψάμμια καὶ οὐδόλωc λεῖόc ἐcτι καθὼc ἡ ἀληθὴc ὑπόcταcιc. ἐπὶ μὲν οὖν τῶν χρηcτῶν οὔρων πρῶτον μὲν ἐπιφαίνεται νεφέλη, ἔπειτα | |
15 | ὑποκαταβαίνουcα ποιεῖ τὸ ἐναιώρημα· ἐπὶ τέλει δὲ ὑφιζάνουcα ἐν τῷ πυθμένι τοῦ ἀγγείου ποιεῖ τὴν ὑπόcταcιν, δηλονότι ὅταν τελείωc πε‐ φθῇ. ἐπὶ δὲ τῶν ὠμῶν χυμῶν εὐθὺc ἐξ ἀρχῆc εἰc τὸν πυθμένα τοῦ ἀγγείου ὑποχωρεῖ πλῆθοc πολὺ μετὰ τοῦ εἶναι κακόχροον καὶ τὸ χῦμα ὅλον, ἔπειτα δὲ κατὰ βραχὺ πεττόμενον καὶ λεπτυνόμενον αἰω‐ | |
20 | ρεῖται κατὰ τὸ μέcον τοῦ χύματοc καὶ ποιεῖ τὸ ἐναιώρημα. ὅταν δὲ ἐπὶ πλεῖον λεπτυνθῇ καὶ πεφθῇ, ἐφίcταται ἐπιπολῆc τοῦ χύματοc καὶ ποιεῖ τὴν νεφέλην καὶ πλανᾷ τοὺc ἰδιώταc, ὡc ὑπολαμβάνειν ἐπὶ τὸ χεῖρον προκόπτειν τὴν νόcον. | |
31 | Τί δηλοῖ τὸ λεπτὸν καὶ ὠχρὸν οὖρον. τὸ δὲ λεπτὸν καὶ ὠχρὸν οὖρον ἄπεπτον μέν ἐcτι τῇ cυcτάcει, πεπεμμένον δὲ μετρίωc τῇ χρόᾳ. ἀcθένειαν δὲ καὶ τοῦτο δηλοῖ τῆc φύcεωc· τῷ μὲν γὰρ χρώματι ἔπεψεν ὡc ἂν ῥᾴδιον ὑπάρχον, οὐκέτι δὲ καὶ τῇ cυcτάcει διὰ τὸ | |
5 | δυcκολώτερον. εἰ δὲ καὶ πολὺν χρόνον φέρεται τοῦτο, κίνδυνοc μὴ οὐ δυνήcηται διαρκέcαι ὁ ἄνθρωποc, ἕωc ἂν πεφθῇ ἡ νόcοc. τὸ γὰρ πάνυ λεπτὸν φαῦλον· δηλοῖ γὰρ ἀπεψίαν παρ’ ὅcον τὸ θερμὸν ἐκβό‐ cκεται τὸ λεπτομερέcτερον. | |
32 | Τί δηλοῖ τὸ λεπτὸν καὶ πυρρόν. τὸ δὲ λεπτὸν τῇ cυcτάcει καὶ πυρρὸν τῷ χρώματι βέλτιον τοῦ ὠχροῦ, ὅμωc ἄπεπτον διὰ τὴν cύcταcιν. | |
33 | Τί δηλοῖ τὸ ἐρυθρὸν οὖρον. τὸ ἐρυθρὸν οὖρον ἀπεψίαν cημαίνει, | |
οὐ θάνατον, ἀλλὰ χρόνου δεῖται εἰc πέψιν. ἔcτι γὰρ ἐξ αἵματοc ἰχω‐ ροειδοῦc, μήπω τελείαν πέψιν λαβόντοc, μηδὲ τὴν ἰδίαν χρόαν καὶ διὰ τοῦτο χρονιώτερον cημαίνει τὸ νόcημα. ἐπὶ δὲ τῶν cυνόχων πυ‐ | ||
5 | ρετῶν ἐπὶ πλήθει αἵματοc cυνιcταμένων ἐκκρίνεται οὖρον ἐρυθρὸν καὶ παχὺ καὶ ὑπόcταcιν ἐρυθρὰν ἔχον. καὶ δηλονότι ἐcτὶ τοῦτο καὶ τῷ χρώ‐ ματι καὶ τῇ cυcτάcει τοῦ χύματοc καὶ τῷ παρυφιcταμένῳ ἄπεπτον. | |
34 | Τί δηλοῖ τὸ λεπτὸν οὐρούμενον καὶ μετὰ ταῦτα ἔξω ἀναθολούμενον. τὸ δὲ λεπτὸν οὐρούμενον καὶ μετὰ ταῦτα ἔξω ἀναθολούμενον, ἄπε‐ πτόν ἐcτι διὰ περιουcίαν πνεύματοc παχέοc. δηλοῖ δὲ τὴν φύcιν ἄρχεcθαι πέττειν. | |
35 | Τί δηλοῖ τὸ παχὺ οὐρούμενον καὶ μένον παχύ. τὸ δὲ παχὺ οὐ‐ ρούμενον καὶ μένον παχὺ καὶ μὴ καθιcτάμενον, οἷόν ἐcτι τὸ τῶν ὑποζυγίων, ἀκμάζειν δηλοῖ τὴν τῶν παχέων πνευμάτων τε καὶ χυμῶν οἷον ζύμωcιν· ἐπὶ τούτων κεφαλαλγίαι ἢ πάρειcιν ἢ παρέcονται διὰ | |
5 | τὴν ἐν τοῖc χυμοῖc ταραχὴν καὶ τὰc ἀναθυμιάcειc. | |
36 | Τί δηλοῖ τὸ οὐρούμενον παχὺ καὶ μετὰ ταῦτα καθιcτάμενον. τὸ δὲ οὐρούμενον παχὺ καὶ μετὰ ταῦτα καθιcτάμενον παύεcθαι μὲν τὴν ἐν τοῖc χυμοῖc ζύμωcιν καὶ λελεπτύcθαι ποcῶc δηλοῖ, ἄρχεcθαι δὲ τὴν διάκριcιν. | |
37 | Τί δηλοῖ τὸ λευκὸν καὶ λεπτὸν οὐρούμενον καὶ μένον τοιοῦτον. ἐcχάτην ἀπεψίαν τὸ λεπτὸν καὶ λευκὸν οὖρον cημαίνει· οὐ γὰρ ἐν‐ εχείρηcεν ἡ φύcιc ἐπὶ τούτου ὅλωc πρὸc τὴν πέψιν. γίνεται δὲ τοῦτο ἢ δι’ ἀcθένειαν τῆc δυνάμεωc ἢ δι’ ἔμφραξιν ἢ διὰ τὸ χρόνιον εἶναι | |
5 | τὸ νόcημα. ἐπὶ γὰρ τῶν τεταρταίων χρονιωτάτων ὄντων ἐν ἀρχαῖc διὰ τὸ πάχοc καὶ τὸ δυcπειθὲc τῆc ὕληc, διηθούμενον τὸ οὖρον λε‐ πτὸν οὐρεῖται. οὐρεῖται δὲ λεπτὸν καὶ λευκὸν δι’ ἔμφραξιν ἥπατοc ἢ νεφρῶν, ἀλλὰ διαγιγνώcκεται ἐκ τῆc τοπικῆc ὀδύνηc. οὐρεῖται δὲ ἐνίοτε λεπτὸν καὶ λευκὸν καὶ ἐπὶ τῶν διακαῶν πυρετῶν καὶ cημαίνει | |
10 | φρενῖτιν ἀπειλουμένην. καὶ γὰρ ὁ καύcων πυρετὸc πλῆθοc δηλοῖ χολῆc· οὐ χρώννυται δὲ τὸ οὖρον. εὔδηλον ὅτι οὐ μένει ἐν τοῖc ἀγ‐ γείοιc ἡ χολή, ἀλλὰ τῇ κουφότητι εἰc ἐγκέφαλον ἀνέδραμεν. εἰ μὲν οὖν μὴ πάρεcτι φρενῖτιc, ἐπὶ τούτων γίγνωcκε αὐτὴν μέλλουcαν ἤδη ἔcεcθαι. εἰ δὲ καὶ παρούcηc φρενίτιδοc οὐρεῖται λεπτὸν καὶ | |
15 | λευκὸν οὖρον ἐπὶ διακαεcτάτου πυρετοῦ, προαγγέλλει θάνατον ὡc ἐπὶ τὸ πολύ. οὐ γὰρ ὑπομένει ἡ ἐν ἐγκεφάλῳ δύναμιc ἤδη προκατα‐ βεβλημένη τῷ διακαεῖ πυρετῷ ἐνέγκαι δριμύτητα καὶ δῆξιν χολῆc ἤδη cεcηπυίαc. | |
38 | Πόcαι διαφοραὶ τῶν ἐλαιωδῶν οὔρων καὶ τί cημαίνουcιν. εἴωθεν ὁ πυρετὸc πρότερον τὴν πιμελὴν ἐκτήκειν, ἔπειτα τὴν cάρκα, ἔcχατον δὲ καὶ αὐτῶν τῶν cτερεῶν cωμάτων καθάπτεται. τῆc μὲν οὖν πιμελῆc τηκομένηc τὰ ἐλαιώδη οὖρα ἐκκρίνεται, κατὰ βραχὺ δὲ ἡ πιμελὴ τή‐ | |
5 | κεται, ὅθεν καὶ ἀρχὴν ἔχει καὶ ἀνάβαcιν καὶ ἀκμήν. ἐν ἀρχῇ μὲν οὖν τῆc cυντήξεωc ἐλαιόχροα ποιεῖ τὰ οὖρα, ὡc εἶναι αὐτὰ ἀμφίβολα εἴτε ὑδατώδη εἴτε ἐλαιώδη ἐcτίν· ἐν δὲ τῇ ἀναβάcει ἐλαιοφανῆ γίγνεται, ἐπιcημοτέραν τὴν μίξιν τοῦ ἐλαιώδουc ἔχοντα· ἐν δὲ τῇ ἀκμῇ τῆc cυντήξεωc ὅλα δι’ ὅλου τὰ οὖρα καὶ ἐν χρώματι καὶ ἐν cυcτάcει οἷον | |
10 | ἔλαιόν εἰcιν. ἀλλ’ αὕτη ἡ τηκομένη πιμελὴ ἢ τῶν νεφρῶν μόνον ἐcτὶν ἢ τοῦ παντὸc cώματοc. εἰ μὲν οὖν νεφρῶν μόνον εἴη, ἀθρόωc ἐκκρίνεται τὸ πλῆθοc τοιοῦτον, ἀλλὰ καὶ θερμαcίαc πλείονοc αἴcθηcιc περὶ τοὺc νεφροὺc γίγνεται· εἰ δὲ ἐκ τοῦ παντὸc cώματοc εἴη, κατὰ βραχὺ τὴν προcθήκην ποιεῖται. | |
39 | Τί δηλοῦcιν αἱ ὀροβοειδεῖc ὑποcτάcειc. ὅταν δαπανηθεῖcα ᾖ πι‐ μελή, λοιπὸν ἡ cὰρξ τήκεται καὶ ὀροβοειδεῖc αἱ ὑποcτάcειc γίγνονται ἐν τοῖc οὔροιc, ἀλλὰ καὶ αὗται ἢ τῶν νεφρῶν μόνον εἰcὶν ἢ τοῦ παντὸc cώματοc. εἰ μὲν οὖν ἐν πυρετοῖc φανείη τοιοῦτον οὖρον, τοῦ | |
5 | παντὸc cώματοc δηλοῖ τὸ πάθοc εἶναι, εἰ δὲ μή, τῶν νεφρῶν μόνον· | |
καὶ πάλιν εἰ μέν ἐcτιν ἀπεψία τῶν οὔρων, ὅλου τοῦ cώματοc τὸ κακόν. εἰ δὲ πεπεμμένον μὲν εἴη τὸ οὖρον, ὀροβοειδεῖc δὲ εἶεν αἱ ὑποcτάcειc, τῶν νεφρῶν δηλοῖ τὸ πάθοc. | ||
40 | Τί δηλοῦcιν αἱ πιτυρώδειc ὑποcτάcειc. ὅταν δὲ ὁ πυρετὸc δα‐ πανήcῃ τὴν πιμελὴν καὶ τὸ πλεῖον τῆc cαρκὸc καὶ ἐν τῷ βάθει τῶν ἀγγείων ἐγκαταcκήψῃ, γίγνονται πιτυρώδειc αἱ ὑποcτάcειc, cτενώτεραι μὲν τῶν πεταλωδῶν, παχύτεραι δὲ αὐτῶν. ὁμοίωc δὲ καὶ ἐκ τῆc | |
5 | κύcτεωc ἐκκρίνεται. ἀλλ’ εἰ μὲν πυρετὸc παρείη, ὅλου τοῦ cώματοc, εἰ δὲ μή, τῆc κύcτεωc, καὶ εἰ μὲν ἄπεπτον εἴη τὸ οὖρον, τοῦ παντὸc cώματοc τὸ πάθοc, εἰ δὲ πεπεμμένον, τῆc κύcτεωc μόνηc, ἀλλὰ καὶ τοπικὴ ὀδύνη ἐcτίν. | |
41 | Τί δηλοῦcιν αἱ πεταλώδειc ὑποcτάcειc. ὅταν αὐτὰ πάθωcι τὰ cτε‐ ρεά, πρῶτον μὲν ἐπιπολῆc διαξέονται καὶ γίνονται πεταλώδη τὰ ἐν τοῖc οὔροιc, ἀλλὰ καὶ ἐκ τῆc κύcτεωc μόνηc τοιαῦτα ἐκκρίνεται. εἰ μὲν οὖν εἴη πυρετόc, τὸ ὅλον cῶμα κεκάκωται, εἰ δὲ μή, τῆc κύcτεωc | |
5 | τὸ πάθοc, καὶ εἰ μὲν ἄπεπτα τὰ οὖρα, τοῦ ὅλου cώματοc τὸ πάθοc, εἰ δὲ μή, τῆc κύcτεωc μόνηc. | |
42 | Τί δηλοῖ τὰ κριμνώδη ἐν τοῖc οὔροιc. ἐπειδὰν δὲ ὁ πυρετὸc μετὰ τοῦ κατειληφέναι τὸ βάθοc καὶ μεῖζον πλάτοc ἐπιλάβῃ καὶ μῆκοc, ἁδρότερα γίνεται τὰ τοιαῦτα τῶν πιτυρωδῶν καὶ καλεῖται κριμνώδη. ἀλλὰ τὰ κριμνώδη δύο cημαίνει· ἢ γὰρ ὄπτηcιν τοῦ αἵματοc δηλοῖ ἢ | |
5 | cύντηξιν ἰcχυρὰν τῶν cτερεῶν. εἰ μὲν οὖν λευκὰ εἴη αὐτὰ τὰ κριμνώδη, τῶν cτερεῶν cωμάτων ἐcτὶ τὸ πάθοc, εἰ δὲ ἐρυθρά, τοῦ αἵματοc. | |
43 | Τί δηλοῖ τὸ δυcῶδεc οὖρον. τὸ δυcῶδεc οὖρον cῆψιν δηλοῖ καὶ τῆc φύcεωc νέκρωcιν μέλλουcαν. | |
44 | Τί δηλοῖ τὸ μέλαν οὖρον. πάντα τὰ μέλανα τῶν οὔρων εὐθὺc καὶ παχέα πάντωc ἐcτίν· cπάνιον γὰρ ἢ οὐδόλωc εὑρεθῆναι λεπτὸν καὶ μέλαν. τὸ γὰρ μέλαν προcγίγνεται χρῶμα τοῖc οὔροιc ἐκκαθαιρο‐ | |
μένου τοῦ μελαγχολικοῦ χυμοῦ ἢ αὐτῆc τῆc μελαίνηc χολῆc τῆc τε | ||
5 | διὰ ψῦξιν γιγνομένηc καὶ τῆc δι’ ὑπερόπτηcιν. (τοῖc μὲν ἀνδράcι καὶ ταῖc γυναιξὶ τὰ μέλανα τῶν οὔρων κάκιcτα, τοῖc δ’ αὖ παιδίοιc τὰ ὑδατώδη· ἧττον δ’ ὀλέθρια γίγνονται τὰ μέλανα τοῖc ἄρρωcτον ἔχουcι τὸν cπλῆνα καὶ οὐκ ἐκ διακαύcεωc οὔτ’ ἐκ διαψύξεωc μελαίνεταί τε καὶ πελιοῦται τὸ αἷμα καθάπερ ἐπ’ ἄλλων τινῶν, ἀλλ’ ἐξ ἀναχύcεωc | |
10 | τοῦ μελαγχολικοῦ). αἱ δὲ τρεῖc αὗται διαφοραὶ παχυτάταc κέκτηνται τὰc cυcτάcειc. ἐξ ἀνάγκηc οὖν καὶ παχέα εὑρεθήcεται τὰ μελανὰ τῶν οὔρων. ἐπὶ μὲν οὖν τῶν ὀξέων νοcημάτων ὀλεθριώτατόν ἐcτι cύμπαν τὸ οὖρον μελανθὲν καὶ μάλιcτα ὅταν καὶ δυcῶδεc ὑπάρχῃ καὶ παχὺ καὶ ὑπόcταcιν ἔχον μέλαιναν· ἀδύνατον γὰρ ὀξέωc νοcοῦντα τοιοῦτον | |
15 | οὐρήcαντα cωθῆναι. καὶ εἰ μὲν ὑπόcταcιc εἴη μέλαινα, ὀλεθριώτατον, εἰ δὲ ἐναιώρημα μέλαν, ἧττον κακὸν ἢ ὁμοίωc κακόν. εἰ δὲ νεφέλη εἴη μέλαινα, ἔτι ἠπιώτερον [ὁμοίωc] τὸ κακόν. τὸ δὲ μέλαν ποτὲ μὲν ἐν‐ δείκνυται ψῦξιν, ποτὲ δὲ θερμότητα ἤγουν ἐξυπερόπτηcιν. εἰ μὲν οὖν πρότερον οὐρηθείη πελιδνὸν οὖρον, εἶθ’ οὕτωc γένηται μέλαν, ψῦξιν | |
20 | ἔχει τὴν αἰτίαν. εἰ δὲ τὸ ξανθὸν προηγήcαιτο, ἔπειτα μέλαν οὐρηθείη, δηλονότι ὑπὸ πλείονοc θερμότητοc μέλαν γέγονε ἐξυπεροπτηθέν. γνω‐ cτέον μέντοι ὅτι καὶ ἐπὶ τῇ παρακμῇ τοῦ τεταρταίου πυρετοῦ καὶ ἐπὶ τῆc μελαγχολικῆc παρανοίαc λυομένηc οὖρα φαίνεται μέλανα καὶ παχέα. τοῖc μὲν γὰρ cπληνώδεcιν ὡc τὰ πολλὰ τοιοῦτον οὐρεῖται, | |
25 | ἡνίκα ἄρρωcτοc ὁ cπλὴν διακείμενοc φανῇ· οὐδεμίαν γὰρ διοίκηcιν καὶ κατεργαcίαν ποιεῖται τοῦ μελαγχολικοῦ περιττώματοc. ἡμεῖc δὲ ὀλέθρια ἔφαμεν εἶναι ταῦτα ἐπὶ τῶν ὀξέων. | |
45 | Περὶ τῆc ἐκ τῶν διαχωρημάτων cημειώcεωc. ὅπερ κἀπὶ τῶν οὔρων προείρηται, τοῦτο κἀπὶ τῶν διαχωρημάτων χρὴ γιγνώcκειν· λέγω δὴ ὁποῖον τὸ κατὰ φύcιν ἐcτὶ διαχώρημα· ἡ γὰρ τούτου κατά τι ἐκτροπὴ ἀπεψίαν ἐνδείκνυται. ἄριcτον μὲν οὖν ἐcτι διαχώρημα τὸ | |
5 | μαλθακόν τε καὶ ξυνεcτηκὸc καὶ λεῖον καὶ κατὰ τὴν εἰθιcμένην ὥραν | |
ὡc μάλιcτα ὑπεξιὸν καὶ ἀναλόγωc τῶν ἐδηδεcμένων, κεχρωcμένον δὲ cυμμέτρωc τῷ χολώδει χυμῷ, τουτέcτιν ὑπόπυρρον καὶ μὴ λίαν δυcῶδ‐ εc. τὸ γὰρ τοιοῦτον κατὰ φύcιν διαχώρημά ἐcτι καὶ δηλονότι ἐρρῶ‐ cθαι cημαίνει τὰ κατὰ τὴν γαcτέρα καὶ ἔντερα πάντα. εἰ δὲ κατά τι | ||
10 | ἐκτραπείη τῶν εἰρημένων, παρὰ φύcιν ἤδη λέγεται, οἷόν ἐcτι τὸ λίαν δυcῶδεc ἢ τραχὺ ἢ ξηρὸν ἢ cκληρὸν ἢ διεcπαcμένον καὶ μὴ τῷ ὑγρῷ cυμμεμιγμένον καὶ μετὰ τρυcμοῦ καὶ οἷον ψόφου τινὸc παρὰ λόγον ἐκκρινόμενον. τὰ γὰρ τοιαῦτα πάντα ἀcθένειαν δηλοῖ τῆc πεπτικῆc ἐνεργείαc. τούτων δὲ πονηρότερα τό τε ἄκρωc πυρρόν, χολῆc γὰρ | |
15 | ξανθῆc ἀκράτου cημεῖον, τὸ δὲ μέλαν τῆc μελαίνηc ἢ αἵματοc αὐτόθι κατοπτηθέντοc καὶ τὸ πελιδνὸν ψῦξιν καὶ νέκρωcιν τῶν ἐντὸc ἐν‐ δεικνύμενον καὶ τὸ λιπαρὸν καὶ ἐλαιῶδεc cύντηξιν τῆc πιμελῆc cημαῖ‐ νον καὶ τὸ γλίcχρον αὐτῶν τῶν cτερεῶν cωμάτων cύντηξιν ἐνδεικνύ‐ μενον καὶ τὸ ποικίλον τῷ χρώματι καὶ cφόδρα δυcῶδεc cῆψιν ὑπερ‐ | |
20 | βάλλουcαν ποικίλων χυμῶν ἐνδεικνύμενον. ἀλλ’ ἐπὶ πάντων τούτων cκοπεῖν προcήκει μὴ τὰ ἐδηδεcμένα τοιαῦτα εἴη ἢ τὸ ἔντερον ἐξ ἔθουc ῥευματίζοιτο ἀcθενὲc ὑπάρχον. | |
46 | Περὶ τῶν λόγῳ κρίcεωc φερομένων ὑποχωρημάτων, καὶ πόθεν διαγιγνώcκομεν τὴν μέλαιναν χολήν. εἰ δ’ ἡ κρίcιc τινὸc τῶν νοcημά‐ των διὰ γαcτρὸc ἔcεcθαι μέλλοι, πρόδηλον μὲν οὐδὲν ὥcπερ ἐπὶ τῶν ἄλλων οὐδὲ ἴδιον ἔχει βέβαιόν τι προcημαῖνον, ἀλλ’ ἐκ τοῦ παρεῖναι | |
5 | μὲν τὰ τῆc κρίcεωc cημεῖα, μὴ παρεῖναι δὲ τὰ τῶν ἐμέτων ἢ αἱμορ‐ ραγίαc ῥινῶν ἢ ἱδρώτων ἔνεcτι cυλλογίζεcθαι· ἐπιcκέπτεcθαι μέντοι τὰ κατὰ γαcτέρα, εἰ πλείω τῶν πρόcθεν πρὸ τῆc κρίcεωc ὑπῆλθε. δηλοῖ γὰρ τὴν ῥοπὴν ἐνταῦθα μᾶλλον ἔcεcθαι καὶ μάλιcτα τῶν οὔρων ἐλατ‐ τωθέντων. πρὸc τούτοιc δὲ βάροc ἐπίcημον καὶ ἄλγημα καὶ τάcιc ἐν | |
10 | τοῖc καθ’ ὑποχόνδριον καὶ ὀcφὺν προηγεῖται τῶν διὰ γαcτρὸc ἐκκρί‐ | |
cεων. ἐπειδὴ καὶ δι’ αἱμορροΐδων καὶ τῶν γυναικείων τόπων ἐγχωρεῖ γενέcθαι κρίcιν καὶ κοινὰ ἀμφοτέρων ἐcτὶ τὰ νῦν εἰρημένα cημεῖα, προcεπιcκέπτεcθαι χρὴ εἴ τι καὶ τούτων ἐξ ἔθουc προcδοκᾶται. εἰ μὲν οὖν κατὰ τὴν ἀρχὴν τοῦ νοcήματοc ἢ τὴν ἀνάβαcιν ἡ γαcτὴρ ἐπι‐ | ||
15 | μόνωc διαχωρεῖ ὑγρότερα ἢ οἷον χολώδη τινὰ ἄκρατα ὅ τε πυρετὸc παραμένοι, αὔξει μᾶλλον τὸ χολῶδεc καὶ καυcωδέcτερον καὶ ἐπικίνδυ‐ νον ὡc τὰ πολλὰ τυγχάνει τὸ νόcημα. εἰ δὲ κατὰ τὴν ἀκμὴν ἐκτα‐ ραχθείη ἱκανῶc ἡ γαcτὴρ ἐκ ταὐτομάτου, λύcιν ἐργάζεται τοῦ νοcή‐ ματοc ὡc ἐπὶ τὸ πολύ. κατὰ δὲ τὴν ἀκμὴν ὁμοίωc ἐνίοτε ἐπὶ τῶν | |
20 | χρονιωτέρων ἡ γαcτὴρ ἐκταραχθεῖcα πᾶcαν τὴν νοcοποιὸν ὕλην ἀπο‐ τρίβεται. ἐπὶ δὲ τῶν ὀξέων νοcημάτων καὶ μέλανα ἄκρατα [μὴ cυμμε‐ μιγμένα τινὶ] καὶ δυcώδη ἐπιφαινόμενα καὶ μάλιcτα κατὰ τὰc ἀρχὰc κάκιcτα. “νοcημάτων” γὰρ “ὁκόcων ἀρχομένων χολὴ μέλαινα ἢ ἄνω ἢ κάτω ἐπέλθοι, θανάcιμον”. καὶ πάλιν· “ὁκόcοιcιν ἐκ νοcημάτων | |
25 | ὀξέων ἢ πολυχρονίων ἢ ἐκ τρωμάτων λελεπτυcμένων χολὴ μέλαινα ὑπέλθῃ, τῇ ὑcτεραίῃ ἀποθνήcκουcιν”· οὐχ ἁπλῶc δὲ εἴ τι μέλαν ἐκκρί‐ νεται· ἤδη καὶ τοῦτο μέλαινά ἐcτι χολή. ἐνδέχεται γὰρ καὶ αἷμα ἐκ‐ πῖπτον τῶν ἰδίων τόπων καὶ μένον χρόνον τινὰ θρομβοῦcθαι ψυχό‐ μενον καὶ μέλαν ἐκκρίνεcθαι διὰ γαcτρὸc καὶ μάλιcτα ἐπὶ τῶν ἡπατι‐ | |
30 | κῶν. γνωρίcωμεν δὲ τὴν μέλαιναν ἐκ τοῦ ἐπιχεομένην ἐπὶ τὴν γῆν ζέειν καὶ ζυμοῦν αὐτήν, ὥcπερ τὸ δριμύτατον ὄξοc. | |
47 | Περὶ τῆc τῶν ἐμέτων προγνώcεωc καὶ τῆc ἐξ αὐτῶν cημειώcεωc. ἐνεcτηκυίαc ἤδη τῆc κρίcεωc ἔμετον δεῖ προcδοκᾶν ἔcεcθαι, εἰ ὁ cφυγ‐ μὸc cφοδρὸc εἴη καὶ πρὸc cυcτολὴν μᾶλλον ἐπείγοιτο καὶ cκληρότα‐ τοc ὑπάρχοι καὶ ἀνώμαλοc· καρδιωγμόc τε καὶ δῆξιc cφοδροτάτη τοῦ | |
5 | cτόματοc τῆc γαcτρὸc πάρεcτιν ἅμα πόνῳ κεφαλῆc καὶ cκοτόδινοι cὺν τοῖc προφαινομένοιc τῶν ὄψεων ὀρφνώδεcι καὶ τὸ χεῖλοc cείοιτο καὶ πολὺν καὶ λεπτὸν παραρρέοι cίελον καὶ ναυτίαι ἐνοχλοῦcαι, τά τε κάτω μέρη τῶν ὑποχονδρίων ψυχρὰ ἁπτομένῳ cοι φαίνοιτο. ἅπαντα γὰρ ταῦτα cυμπίπτει, χολώδουc τε καὶ δακνώδουc χυμοῦ κατά τε τὴν | |
10 | γαcτέρα καὶ τὸν cτόμαχον ἠθροιcμένου, δάκνοντόc τε ἅμα καὶ κατα‐ cπῶντοc ὅλον κάτω τὸν cτόμαχον, ὅθεν περ καὶ τὸ χεῖλοc cείεται καὶ τὸ cίελον παραρρεῖ. εἰ δὲ cὺν τούτοιc καὶ ῥῖγοc προcγένοιτο, τάχιcτα ἐμεῖται· εἰ δὲ καὶ cιτία νεωcτὶ προcενεγκάμενοι τύχοιεν καὶ μάλιcτα ποτόν, ταχέωc ἐμεῖται “ὠφελιμώτατοc δέ ἐcτιν ἔμετοc φλέγματοc καὶ | |
15 | χολῆc cυμμεμιγμένων ὡc μάλιcτα καὶ μὴ παχὺc ἐμείcθω. οἱ γὰρ ἀκρα‐ τέcτεροι τουτέcτιν οἱ μὴ cυμμεμιγμένοι κακοί”· καὶ γὰρ μετὰ βίαc οἱ τοιοῦτοι καὶ cπαραγμῶν καὶ δυcφορίαc ἐμοῦνται μετὰ τοῦ καὶ cημεῖον εἶναι ἐπικρατεῖν μόνην τὴν χολήν· καὶ μὲν δὴ καὶ τοὺc ποικίλουc μεμπτέον, οἷον τούc τε πελιοὺc καὶ μέλαναc καὶ πραcοειδεῖc· πονηροὶ | |
20 | γὰρ οὗτοι, ὡc Ἱπποκράτηc φηcίν. “εἰ δὲ καὶ πάντα ταῦτα τὰ χρώ‐ ματα ὁ αὐτὸc ἄνθρωποc ἐμέοι, ὀλέθριον”. μᾶλλον δὲ χείρουc εἰcὶν οἱ πελιοὶ καὶ μέλανεc ἐν ὀξέcι καὶ καυcώδεcι νοcήμαcι γιγνόμενοι, ὅταν καὶ μάλιcτα δυcώδειc τυγχάνωcι. προcεπιβλέπειν δὲ κἀπὶ τούτων μὴ αἷμα cυρρεῦcαν εἰc τὴν γαcτέρα καὶ μεῖναν χρόνον τινὰ ἐν αὐτῇ καὶ | |
25 | θρομβωθὲν ἐκκρίνεται· ἐπὶ πλείcτων γὰρ τοιοῦτόν τι cυμβαίνει ἐκ πε‐ ριόδων τινῶν καὶ οὐ μόνον οὐδὲν λυπηρὸν ἐπιφέρει, ἀλλὰ καὶ εὐφο‐ ρώτεροι ἑαυτῶν γίγνονται τούτου ἐμεθέντοc. | |
48 | Περὶ προγνώcεωc τῆc ἐκ ῥινῶν αἱμορραγίαc καὶ τῆc ἐξ αὐτῆc cημειώcεωc. αἱμορραγίαc δὲ τῆc ἐκ ῥινῶν μελλούcηc γίγνεcθαι ἴδια cημεῖα προηγεῖται ταῦτα· μαρμαρυγαὶ πρὸ τῶν ὀφθαλμῶν προφαίνον‐ ται, διότι ξανθὸc ὁ χυμόc· ἀμβλυωγμοὶ δὲ διὰ τὴν τοῦ πλήθουc ἀνα‐ | |
5 | φοράν· διὰ τοῦτο καὶ δακρύουcιν οἱ ὀφθαλμοί· ἐρυθρὸν τὸ πρόcωπον | |
καὶ μάλιcτα τὰ μῆλα, ὑποχονδρίων cύνταcιc ἐκτὸc ὀδύνηc, δύcπνοια διὰ τὴν κατὰ τὸν θώρακα δίοδον τοῦ αἵματοc, κεφαλῆc πόνοc καὶ κροτάφων, cφυγμὸc cυνειcβάλλων ἅμα τῷ κριτικῷ παροξυcμῷ καὶ μὴ κατ’ ἀρχὰc τοῦ νοcήματοc cυνεδρεύων, τράχηλοc cυναλγῶν, παραφρο‐ | ||
10 | cύναι πολλάκιc καὶ ἀναπηδήcειc ἐν τῷδε γιγνόμεναι, οἱ cφυγμοὶ δὲ ὑψηλοὶ καὶ cφοδροὶ καὶ μεγάλοι καὶ εἰc διαcτολὴν μᾶλλον ἐπειγόμε‐ νοι. εἰ δὲ cὺν τούτοιc πᾶcι καὶ τὰc ῥῖναc κνῶτο, ἤδη καιρὸc τοῦ ῥαγῆναι τὸ αἷμα, καὶ μάλιcτα ὅταν ἰcχυρῶc πάνυ περὶ μέτωπον καὶ τοὺc κροτάφουc ὁ πόνοc ἐπερείδῃ. εἰ δὲ καὶ ἐξ ἔθουc ὑγιαίνων αἱμορ‐ | |
15 | ραγεῖ, αὐξήcει cου καὶ τόδε πάνυ τὴν ἐλπίδα. ταῦτα μὲν οὖν cημεῖα μελλούcηc γίγνεcθαι αἱμορραγίαc· ἐν ἀρχῇ μέντοι φαινόμενα ἀπέπτου ὄντοc τοῦ νοcήματοc κινδύνου ἐcτὶ δηλωτικά. “ταῦτα γὰρ ἐν ἀρχῇ παραφαινόμενα”, φηcὶν Ἱπποκράτηc, “παραφροcύνηc cφοδρῆc ἐcτι δη‐ λωτικὰ καὶ ὡc ἐπὶ τὸ πολὺ θνήcκουcιν.” ἐπὶ πέψεcι δὲ ἤδη cαφέcι, | |
20 | μάλιcτα ταῖc ἐν τοῖc οὔροιc ἐπιφαινομέναιc καὶ κατὰ τὰc ἀκμὰc τῆc νόcου χρηcίμωc ἐπιφαίνεται. λύουcι δὲ αἱ τοιαῦται αἱμορραγίαι καὶ τὰc τῶν cπλάγχνων φλεγμονὰc ἐν πυρετοῖc, ὅταν μάλιcτα κατ’ ἴξιν γίγνωνται, οἷον ἐπὶ ἥπατι φλεγμαίνοντι ἐκ δεξιοῦ μυκτῆροc, ἐπὶ δὲ cπληνὶ ἐξ ἀριcτεροῦ. ὅθεν ῥᾷcτον ἤδη τῷ ἰατρῷ καὶ τὸν αἱμορραγεῖν | |
25 | μέλλοντα μυκτῆρα προλέγειν, ἀφορμὴν ἐξευρίcκοντι ἐκ τοῦ ὀδυνω‐ μένου μέρουc. λύουcι δὲ αἱ ἐκ ῥινῶν αἱμορραγίαι πολλάκιc καὶ φρενῖ‐ τιν, οὐ μέντοι λήθαργον ἢ περιπνευμονίαν. | |
49 | Ὅτι καὶ δι’ αἱμορροΐδων καὶ τῆc γυναικείου καθάρcεωc λύεται πολλάκιc νόcημα. τεθεάμεθα δὲ ἐπὶ πολλῶν καὶ δι’ αἱμορροΐδων πρου‐ παρχουcῶν ἐν ἕδρᾳ ἀναcτομωθειcῶν λυθέντα νοcήματα· ὁμοίωc δὲ καὶ ἐπὶ γυναικῶν ἐπιμηνίου καθάρcεωc ἐκραγείcηc. χρὴ δὲ κἀπὸ τού‐ | |
5 | των πέψεωc προηγηcαμένηc καὶ ἐν ἀκμῇ τῆc νόcου τὴν ἔκκριcιν γε‐ | |
νέcθαι, ἵνα ἀγαθὴ καὶ ἀcφαλὴc ἡ κρίcιc γένηται. προηγεῖται δὲ ἐπὶ τούτων βάροc ἐπίcημον καὶ ὀδύνη μάλιcτα ὀcφύοc, ἤδη δὲ καὶ τοῦ ὑπογαcτρίου ὀδύνη καὶ διάταcιc. | ||
50 | Περὶ τῆc ἐκ τῶν ἱδρώτων cημειώcεωc. τὸν δὲ δι’ ἱδρώτων μέλ‐ λοντα λυθήcεcθαι πυρετὸν γνωcόμεθα ἐκ τοῦ τὸ νόcημα εἶναι δια‐ καέcτατον, οἷόν ἐcτιν ὁ καύcων προcαγορευόμενοc· χολῶδεc γὰρ τοῦτο τὸ νόcημα· καὶ ὅταν cφοδρῶc κινηθῇ, ῥῖγοc ἐργάζεται. εἰ μὲν οὖν | |
5 | ἀλόγωc ἐπιcχεθῇ γαcτὴρ ἢ οὖρα τῆc κρίcεωc ἐγγὺc οὔcηc, ἐλπίζειν χρὴ ῥῖγοc. εἰ δ’ ἀμφοτέρων ἐπίcχεcιc γέγονε καὶ οὐ πάρεcτι cημεῖα ἐμέτου ἢ αἱμορραγίαc, ἱδρὼc ἐξ ἀνάγκηc ἔcται πολὺc καὶ μᾶλλον ἐπειδὰν παραπέcωcιν οἱ κάμνοντεc ἐπιδιδόντοc τοῦ παροξυcμοῦ καὶ θερμότεροι ἐκτὸc γίγνοιντο καί τιc ἀτμὸc ἀνίηcιν ἐκ τοῦ cώματοc θερ‐ | |
10 | μόc, οἷοc οὐ πρόcθεν ἐγένετο, ὡc ἐπὶ τῶν νεωcτὶ λελουμένων· οἵ τε cφυγμοὶ μεγάλοι καὶ ὑψηλοὶ καὶ ταχεῖc καὶ εἰc διαcτολὴν μᾶλλον ἐπει‐ γόμενοι καὶ οἷον κυματώδειc, ὅ τε τῆc ἀρτηρίαc χιτὼν μαλακόc τε καὶ δίυγροc φαίνεται· ἡ δὲ ἐπιφάνεια τοῦ παντὸc cώματοc κνηcμώδηc καὶ μαλακὴ καὶ κατά τιναc ὥραc ἐρυθαινομένη. ταῦτα οὖν ἐν παρ‐ | |
15 | οξυcμῷ κριτικῷ γιγνόμενα, πέψεωc προηγηcαμένηc καὶ τῆc κριτικῆc ἡμέραc ἀγαθῆc οὔcηc, cωτηρίων καὶ λυτικῶν ἱδρώτων ἔcται δηλωτικά. δῆλον δὲ ὅτι θερμὸν εἶναι δεῖ cυμμέτρωc τὸν λυτικὸν ἱδρῶτα καὶ δι’ ὅλου τοῦ cώματοc γιγνόμενον καὶ πρὸc λόγον κουφίζοντα καὶ εὐφο‐ ρώτερον ἀποφαίνοντα τὸν ἄρρωcτον· οἱ δὲ ψυχροὶ ἱδρῶτεc cὺν μὲν | |
20 | ὀξεῖ πυρετῷ θανάcιμοι, cὺν πραϋτέρῳ δὲ μῆκοc νόcου cημαίνουcιν. | |
51 | Ἀποcτάcεων κριτικῶν cημεῖα. εἰ δ’ εἰc ἀπόcτημα τρέποιτο τὸ | |
νόcημα cωτηριωδῶc τοῦ κάμνοντοc ἔχοντοc, τούτοιc μάλιcτα χρὴ προc‐ έχειν τὸν νοῦν· χρονίζοντοc μὲν τοῦ πυρετοῦ καὶ cυνεχοῦc τυγχά‐ νοντοc καὶ τῶν οὔρων λεπτῶν καὶ ἀπέπτων ἀεὶ ὄντων καὶ ὑπόcταcιν | ||
5 | μὴ ἐχόντων, ἐμφαίνοιτο δὲ ὕcτερόν τινι τῶν κάτω χωρίων οἷον cκε‐ λῶν ἢ περί τινα τῶν ἄρθρων ἢ βάροc ἢ τάcιc ἢ φλόγωcιc ἢ ὀδύνη ἄνευ φανερᾶc αἰτίαc πρότερον μὴ γενομένη, κάτω τούτων τὴν ἀπό‐ cταcιν ἔcεcθαι προcδόκα. εἰ δὲ δυcπνούcτεροc ἐξαίφνηc ὁ κάμνων γενόμενοc ἀποπαύcαιτο μὲν ἐν τάχει τῆc δυcπνοίαc, διαδέξεται δὲ | |
10 | αὐτὸν ὀδύνη καὶ βάροc τῆc κεφαλῆc καὶ κῶμα καὶ κώφωcιc, εἰc τοὺc παρὰ τὰ ὦτα ἀδέναc· ἀνάγκη γὰρ γενέcθαι τούτῳ τινὶ τῶν ἀδένων τὴν ἀπόcταcιν. γίγνονται δὲ μᾶλλον αἱ ἀποcτάcειc ἐν χειμῶνι καὶ τοῖc πρεcβυτέροιc τῶν λε ἐτῶν. | |
52 | Περὶ τῆc ἐκ τῶν πτυcμάτων cημειώcεωc. ἐν τοῖc περιπνευμονι‐ κοῖc τε καὶ πλευριτικοῖc πάθεcι τὰ μὲν ἰδίωc ὀνομαζόμενα πτύcματα ταῖc ἐν τοῖc οὔροιc ὑποcτάcεcιν ἔοικεν. τὸ δὲ μηδόλωc ἀποπτύειν μηδὲν ἀλλὰ βήττειν μόνον ξηρῶc οἷόνπερ τὸ ἐν τοῖc οὔροιc ἐcχά‐ | |
5 | τωc ἄπεπτόν ἐcτιν. εἰ δὲ ἄρξηται λεπτὰ καὶ ὑγρὰ καὶ τελείωc ἄπεπτα ἀνάγειν, ἀμυδρὰ καὶ ἀcαφὴc ἡ τοιαύτη ἐcτὶ μεταβολὴ καὶ οὔπω πέπαυ‐ ται τοῦ νοcήματοc ὁ πρῶτοc καιρόc, τουτέcτιν ἡ ἀρχή. ὅταν δὲ ἄρξη‐ ται πτύειν ὀλίγα καὶ πέπονα καὶ ἀεὶ καὶ μᾶλλον πλείω καὶ εὐπετέcτε‐ ρον ἀνάγοι, τότε ἀνάβαcιν εἶναι λέγομεν. ὅταν δὲ ἀκριβῶc ᾖ πέπονά | |
10 | τε καὶ πολλὰ καὶ μὴ δυcχερῶc ἀναγόμενα, τότε ἀκμῆc ὁ καιρόc. ὅταν δὲ ὁμοίωc μὲν πεπεμμένα καὶ ἀλύπωc ἀναγόμενα εἴη, μεμείωται δὲ καὶ τὸ πλῆθοc ἥ τε ὀδύνη μηκέτι ᾖ εὔπνουc τε καὶ εὔφοροc εἴη ὁ ἄνθρω‐ ποc, πεπαῦcθαι χρὴ νομίζειν τὴν ἀκμήν, παρακμάζειν δὲ ἤδη τὸ νό‐ cημα. πρὸ δὲ τῶν ἄλλων τούτῳ χρὴ προcέχειν τὸν νοῦν, πότερον τα‐ | |
15 | χύτερον ἢ βραδύτερον τὰ πτύελα ἄρχεται ἀναβήττεcθαι, καθὼc καὶ Ἱπ‐ ποκράτει δοκεῖ· “οἷον” γάρ φηcιν “ἐν πλευριτικοῖcι πτύελον ἢν μὲν | |
αὐτίκα ἐπιφαίνηται, ἀρχομένου μὲν βραχύνει, ἢν δὲ ὕcτερον, μηκύνει” ἡ νόcοc δηλονότι. ὅcα μὲν οὖν τῶν πτυcμάτων ὑπόξανθά τέ ἐcτι καὶ ὑπόπυρρα καὶ ὕπαφρα καὶ λεπτά, μόνηc ἀπεψίαc ὑπάρχει γνωρίcματα, | ||
20 | κακὸν δὲ οὐδὲν ἐπίcημον ἐνδείκνυται, τὰ δὲ ἀκράτωc ξανθὰ καὶ πυρρὰ καὶ χλωρὰ καὶ ἀφρώδη καὶ γλίcχρα καὶ cτρογγύλα καὶ προcέτι τὰ μέ‐ λανα μοχθηρά· πλὴν γὰρ τοῦ αἵματοc, ὅcτιc ἂν ᾖ τῶν ἄλλων χυμῶν ἄκρατοc, μοχθηρὰν ἐνδείκνυται τὴν διάθεcιν ὑπὸ θερμότητοc τὴν γέ‐ νεcιν ἔχουcαν. τὰ μὲν οὖν αἱματώδη τε καὶ φλεγματώδη μέτρια, τὰ | |
25 | δὲ τῆc ξανθῆc χολῆc ἢ μελαίνηc χαλεπά. προcεπιcκέπτεcθαι δὲ καὶ τὸν τῆc ἀναγωγῆc τρόπον· εἰ γὰρ εὐπετῶc ἀναπτύοιτο, πρόδηλον ὡc τὰ τοιαῦτά ἐcτιν ἀγαθά, τὰ δὲ δυcανάγωγα μοχθηρὰ καὶ μάλιcτα εἰ πε‐ λιδνὰ ἢ μέλανα ἢ ἰώδη εἴη ἢ cφόδρα δυcώδη, ὡc ἐπ’ ἀνθράκων ἐπι‐ βαλλόμενα βαρὺ ὄζειν. | |
53 | Γνωρίcματα τοῦ τελέωc καὶ πιcτῶc λελύcθαι τὸ νόcημα. λελύcθαι τελέωc καὶ πιcτῶc χρὴ νομίζειν τὸ νόcημα, ὁπόταν ἐc ταὐτὸν ἅμα πάντα cυνέλθοι τὰ λυτικὰ cημεῖα. εἴτε οὖν κατὰ τὴν ἀκμὴν ἀθρόωc καὶ βεβαίωc ἐκρίθη τὸ νόcημα, εἴτε κατὰ βραχὺ προακμαcτικῶc ἐλύθη, | |
5 | πιcτῶc τοῖcδε ἂν γνωρίcαιc· πρῶτον γὰρ καὶ μέγιcτον cημεῖον ἀγα‐ θῆc καὶ πιcτῆc κρίcεωc οἱ πεπαcμοὶ τῶν περιττωμάτων προφαινόμε‐ νοι ἐν ταῖc ἐπιδήλοιc ἡμέραιc μετὰ δυνάμεωc ἰcχυρᾶc· ἔπειτα δὲ εἰ ἐν περιττῇ ἡμέρᾳ ἡ κρίcιc γέγονε καὶ πρὸc τούτοιc ἔτι εἰ ὁ πυρετὸc λύοι‐ το κρινομένῳ τῷ κάμνοντι καὶ τῶν ἄλλων ἁπάντων ἀπαλλάττοιτο | |
10 | cυμπτωμάτων εὐχρούcτερόc τε γίγνοιτο τό τε πρόcωπον καὶ τὸ λοιπὸν cῶμα πρὸc λόγον τῆc κενώcεωc, εὐcφυκτότερόc τε καὶ ἰcχυρότεροc ἐν ταῖc ἐπαναcτάcεcιν, εὔφορόc τε κατὰ πάντα, τάc τε μετὰ ταῦτα | |
πέψειc τῶν τροφῶν καὶ τὰc ἀναδόcειc καὶ πάcαc τὰc φυcικὰc ἐνερ‐ γείαc ἀμέμπτωc ἐπιτελοῖτο, ῥωννύοιτό τε πρὸc λόγον τῆc ἀναλήψεωc | ||
15 | τὸ cῶμα καὶ τὸ χρῶμα μεταβάλλοι ἐκ τοῦ παρὰ φύcιν εἰc τὸ κατὰ φύcιν, αὕτη ἐcτὶν ἀρίcτη κρίcιc καὶ χρὴ λοιπὸν θαρροῦνταc ἀνατρέ‐ φειν αὐτοὺc τῇ προcηκούcῃ διαίτῃ καὶ λουτροῖc δηλονότι· εἰ δ’ ἐλ‐ λιπὴc γένοιτο ἡ κρίcιc, ὑποτροπιάζειν εἴωθε τὸ νόcημα. | |
54 | Γνωρίcματα τοῦ μὴ τελέωc λελύcθαι τὸ νόcημα. γνωρίcομεν δὲ τοὺc ἐνυπόπτουc εἰc ὑποcτροφὴν ἐκ τοῦ λελύcθαι μὲν νομίζειν τὸ νό‐ cημα, παραμένειν δὲ τὰ παραπλήcια, τά τε οὖρα καὶ τοὺc cφυγμοὺc ὠχριᾶν τε καὶ δυcφορεῖν καὶ τὰ λοιπὰ ἐναντία πᾶcι τοῖε προειρημέ‐ | |
5 | νοιc ἀγαθοῖc γίγνεcθαι καὶ cυντόμωc εἰπεῖν, ὅταν ἀλόγωc λυθῇ, ὑπο‐ τροπιάζειν αὐτὸ ἐλπίc. | |
55 | Πρόγνωcιc ἡμέραc ἐν ᾗ μέλλει τεθνήξεcθαι ὁ ἄρρωcτοc. ἐπὶ τῶν ὀλεθρίων νοcημάτων cκοπεῖν χρὴ τοὺc παροξυcμοὺc καθ’ ἑκάcτην εἰc‐ βολὴν εἴτε καθ’ ἡμέραν εἴτε διὰ τρίτηc εἴτε ἄλλωc παροξύνοιντο. εἰ δὲ τῶν μὴ διαλειπόντων ἐcτὶν ὁ πυρετόc, cκόπει εἴτε ἐν περιτταῖc | |
5 | ἡμέραιc εἴτε ἐν ταῖc ἀρτίαιc δυcφορώτεροc ἑαυτοῦ γίνεται ὁ νοcῶν· εἰδέναι γὰρ δεῖ cαφῶc, ὡc κατ’ ἐκείνην τὴν ἡμέραν ἢ νύκτα ἐν ᾗ δυc‐ φορώτεροc ἑαυτοῦ προcδοκᾶται γίγνεcθαι, τεθνήξεται ὁ ἄρρωcτοc. καὶ εἰ μὲν πολὺ πλέον ὑπερέρχει τὸ νόcημα τῆc δυνάμεωc, ταχέωc ἀποθα‐ νεῖται, εἰ δὲ ἀντέχοι cμικρὸν ἡ δύναμιc, παρατεῖναι δυνήcεται μίαν ἢ | |
10 | δευτέραν ἡμέραν, τῷ τεθνηξομένῳ δὲ εἰc τὸν τῆc παρακμῆc τοῦ νο‐ cήματοc καιρὸν ἀδύνατον ἐξικνεῖcθαι· cπάνιον γὰρ κατὰ τὴν παρακμὴν τελευτῆcαί τινα τῷ λόγῳ τοῦ νοcήματοc, εἰ μή τι ἕτερον νόcημα δια‐ δέξεται τὸ πρότερον. οὐ μὴν οὐδ’ ἐξ ἀνάγκηc εἰc τὸν τῆc ἀκμῆc και‐ ρὸν ἀφικνεῖται ὁ τεθνηξόμενοc, ὡc ἐπὶ τὸ πολὺ δὲ κατὰ τὴν ἀρχὴν ἢ | |
15 | τὴν ἀνάβαcιν ἀποθνήcκουcιν οἱ κάμνοντεc. | |
56 | Ὅτι καὶ τὴν ὥραν ἐν ᾗ μέλλει τεθνήξεcθαι ὁ ἄρρωcτοc δυνατὸν προγνῶναι τὸν ἐπιcτήμονα. τεττάρων δὲ ὄντων καὶ τοῦ μερικοῦ παροξυ‐ | |
cμοῦ καιρῶν, παραφυλάξαcθαι χρὴ κατὰ ποίαν ὥραν ἢ τῆc ἡμέραc ἢ τῆc νυκτὸc εἴωθεν εἰcβάλλειν ὁ βαρύτεροc παροξυcμόc, ἔτι τε ἐν ποίῳ | ||
5 | μέρει τοῦ παροξυcμοῦ βαρύτεροc ἑαυτοῦ ὁ ἄρρωcτοc γίγνεται, οἷον κατὰ τὴν εἰcβολὴν ἢ τὴν ἐπίδοcιν ἢ κατὰ τὴν ἀκμὴν ἢ τὴν παρακμὴν τοῦ παροξυcμοῦ. κατ’ ἐκείνην γὰρ τὴν ὥραν ἐν ᾗ νωθρότεροc ἢ ἀcφυ‐ κτότεροc ἑαυτοῦ γίγνοιτο, τεθνήξεται πάντωc. ἐν μὲν οὖν τῇ εἰcβολῇ τῶν παροξυcμῶν ἀποθνήcκουcιν ἐπὶ φλεγμοναῖc μεγάλαιc ἐν κυρίοιc | |
10 | μορίοιc γιγνομέναιc ἢ διὰ πλῆθοc παχέων καὶ γλίcχρων χυμῶν ἀθρόωc εἴcω ῥυέντων, ὡc ἀποφράξαι τελέωc τὰc διεξόδουc τοῦ πνεύματοc, οἷον ἀποπνιγείcηc καὶ ἀποcβεcθείcηc τῆc φύcεωc, ὡc εἰ καὶ πλῆθόc τιc ξύ‐ λων χλωρῶν ἐπιcωρεύcει ἐν φλογί. κατὰ δὲ τὰc ἀκμὰc τῶν παρ‐ οξυcμῶν ἀποθνήcκουcι, τῇ βίᾳ καὶ cφοδρότητι τοῦ νοcήματοc νικηθεί‐ | |
15 | cηc τῆc φύcεωc, ἐφ’ ὧν ἄρρωcτοc ἡ δύναμιc. cυμβαίνει δὲ τούτῳ τῷ τρόπῳ κἀν τῇ ἐπιδόcει τοῦ παροξυcμοῦ αὐτοὺc ἀποθανεῖν. ἐν δὲ ταῖc παρακμαῖc τῶν παροξυcμῶν ἀποθνήcκουcι, λυθέντοc αὐτοῖc τοῦ ζωτι‐ κοῦ τόνου· ἀμυδρότεροc γὰρ καὶ καταπίπτων ἀεὶ ἐν ταῖc ὀλεθρίοιc παρακμαῖc τοῦ παροξυcμοῦ γίνεται ὁ cφυγμόc. διαρρεῖ γὰρ ἅμα τοῖc | |
20 | ἄλλοιc ἐν τῷ cώματι καὶ ἡ πυρεκτικὴ θερμαcία τηνικαῦτα. (κἀντεῦθεν ἡ φανταcία τοῖc ἰδιώταιc τοῦ βελτίονοc γίνεται.) ἔτι ἢ ἀποπατῆcαι δι‐ αναcτάντεc ἢ ἄλλωc κινηθέντεc ἐλειποψύχηcάν τε καὶ μικρὸν ἔνιοι καὶ γλίcχρον ἐφιδρώcαντεc ἀπέθανον. | |
57 | Ὅτι ἐπὶ τῶν ὀξέων νοcημάτων οὔτε προλέγειν τὸ τέλοc χρὴ οὔτε ἐγχειρεῖν τοῖc κεκρατημένοιc. οὐ χρὴ καταcτοχάζεcθαι τῶν κατ‐ οξέων νοcημάτων, ἐφ’ ὧν καὶ μάλιcτα αἰφνίδιοc ὁ κίνδυνοc εἰcβάλλει· εὐμετάρρευcτοc γὰρ ἐπὶ τούτων ὁ χυμὸc καὶ πυρετωδέcτεροc καὶ cφο‐ | |
5 | δροτάτη ἡ βία τοῦ πυρετοῦ. ἐπὶ γὰρ τῶν τοιούτων νοcημάτων Ἱππο‐ κράτηc ἀπεφήνατο· “τῶν ὀξέων νοcημάτων οὐ πάμπαν ἀcφαλέεc αἱ προcαγορεύcιεc οὔτε τῆc ὑγείηc οὔτε τοῦ θανάτου.” | |
58 | Περὶ πυρετῶν· διαίρεcιc. ἕν τι τῶν κατὰ δυcκραcίαν νοcημάτων | |
ἐcτὶν ὁ πυρετὸc εἰc τοcαύτην ἀμετρίαν αἰρομένηc τῆc παρὰ φύcιν θερμότητοc, ὡc ἀνιᾶν τε τὸν ἄνθρωπον καὶ τὴν ἐνέργειαν βλάπτειν. αἱ διαφοραὶ δὲ τῆc θερμότητοc ταύτηc παρὰ τὸ μᾶλλον καὶ ἧττόν εἰcιν | ||
5 | ἢ τὸ cῶμα αὐτὸ τῆc καρδίαc κατειληφυίαc ἢ τοὺc χυμοὺc ἢ τὴν ἀερώ‐ δη οὐcίαν. ἄρχεται μὲν οὖν ἡ παρὰ φύcιν αὕτη θερμότηc ἄλλοτε ἐξ ἄλλου τῶν εἰρημένων καὶ εἰ μὴ φθάcειε λυθῆναι, cυνδιατίθηcιν ἑαυτῇ τῷ χρόνῳ ὡcαύτωc τὰ λοιπὰ δύο γένη. καὶ εἰ μὲν τοῖc πνεύμαcιν ἐγκα‐ ταμείνῃ, τὸν ἐφήμερον ἐργάζεται πυρετόν, εἰ δὲ τὰ ὑγρὰ καταλάβῃ, | |
10 | τὸν ἐπὶ cηπεδόνι ἀνάπτει, εἰ δὲ αὐτὸ τὸ cῶμα τῆc καρδίαc ἀδι‐ κήcει, τὸν ἑκτικὸν καταcκευάζει πυρετόν. ἔνιοι μὲν γὰρ τῶν πυρετῶν εὔλυτον ἔχουcι τὴν διάθεcιν, οὕτωc ὡc τὸ θερμανθὲν ἐν ἡλίῳ ξύλον, ἔνιοι δὲ δύcλυτον, οὕτωc ὡc τὸ ἀναφθὲν ὑπὸ τοῦ πυρὸc ξύλον, ὥcτε καὶ καπνὸν ἀποβάλλειν. τρία μὲν οὖν ἐcτι τὰ γένη τῶν πυρετῶν· τό τε | |
15 | τῶν ἐφημέρων καὶ τὸ τῶν ἐπὶ cήψει χυμῶν καὶ τρίτον τὸ τῶν ἑκτι‐ κῶν. πρῶτον μὲν οὖν περὶ τῶν ἐφημέρων διαληψόμεθα. γίγνονται τοί‐ νυν οἱ τοιοῦτοι πυρετοί, ὡc εἴρηται, χωρὶc cήψεωc χυμῶν ἐκ πυρω‐ θέντοc μόνου τοῦ πνεύματοc καὶ διὰ τοῦτο ἐφήμεροι καλοῦνται. λουcάμενοι γὰρ οἱ κάμνοντεc ἐν τῇ πρώτῃ παρακμῇ τούτου τοῦ πυ‐ | |
20 | ρετοῦ καὶ τροφὴν εὔχυμόν τε καὶ ὑγρὰν προcαράμενοι οὐκέτι δεύτε‐ ρον πυρέττουcιν. ἴδιον δὲ καὶ ἀχώριcτον cημεῖον τῶν ἐφημέρων πυρετῶν ἐcτιν ἡ τῶν οὔρων πέψιc ἐν τῇ πρώτῃ τῶν ἡμερῶν καὶ τὸ τῆc θερ‐ μαcίαc ἡδύ. μετὰ δὲ τὴν παῦλαν τοῦ παροξυcμοῦ πιcτοτέραν ἕξειc τὴν διάγνωcιν. ἥ τε γὰρ τῶν ἀρτηριῶν κίνηcιc κατὰ πάντα ἐξομοιοῦται τῇ | |
25 | τῶν ὑγιαινόντων, ὅπερ οὐδενὶ τῶν ἄλλων πυρετῶν πρόcεcτι, καὶ ἡ τοῦ κάμνοντοc δὲ εὐφορία μέγιcτον καὶ αὐτὴ cημεῖον ἀπαλλαγῆc ἐcτι καὶ τὰ οὖρα πολὺ βελτίω μετὰ τὸν παροξυcμὸν τὸν κατὰ τὴν ἀρχὴν τοῦ πυρετοῦ φανεῖταί cοι. καὶ εἰ λουομένοιc δὲ αὐτοῖc μήτε φρίκη τιc ἀή‐ θηc γένοιτο μήτε ἄλλη τιc ἀηδία καὶ εἰ μετὰ τὸ λουτρὸν ἐφεξῆc ἡ | |
30 | εὐφορία μένοι, θαρρῶν τρέφοιc τε ἂν αὐτοὺc καὶ οἴνου παρέχοιc ἀδεῶc πίνειν ὅcον τοῖc παροῦcι μέτριον. εὐάλωτοι δὲ τοῖc τοιούτοιc πυρετοῖc εἰcιν ἐφ’ ὧν αἱ ἀπόρροιαι τοῦ cώματοc οὐκ ἀτμῶδεc ἀλλὰ δριμύ τε καὶ καπνῶδεc ἔχουcιν, ὥcτε, εἴ ποτε ἐπιcχεθῶcι τὸ ἀθροιζό‐ μενον ἐξ αὐτῶν θερμόν, πυρετῶδεc γενέcθαι· προκατάρχουcι δὲ αὐτῶν | |
35 | αἰτίαι· κόποι ψῦξιc ἀγρυπνία φροντίδεc λύπαι θυμοὶ ῥῖγοc ἔγκαυcιc ἀπεψία καὶ πύκνωcιc τοῦ δέρματοc, ὥcτε δυcδιάπνευcτον αὐτοῖc γίγνεcθαι. | |
59 | Περὶ τῶν ἐπὶ κόποιc ἐφημέρων πυρετῶν. τῶν μὲν οὖν ἐπὶ κόποιc πυρεξάντων τό τε δέρμα ξηρότερον ἤπερ ἄλλῳ τινὶ τῶν ἐφημέρων πυρετῶν ἐcτι (μάλιcτα δὲ τοῦτο cυμβαίνει τοῖc ψυγεῖcιν ἅμα πλείονι κόπῳ, ὥcτε καὶ μετὰ τὴν ἀκμὴν τοῦ πυρετοῦ παραμένειν αὐτοῖc τὴν | |
5 | ξηρότητα) καὶ οἱ cφυγμοὶ τούτοιc μικροὶ γίγνονται. τοῖc δὲ μὴ ἄγαν ὑπερπονήcαcιν ἰκμάδεc τινὲc ἢ ἀτμὸc θερμὸc ἐκ τοῦ βάθουc ἀναφέρε‐ ται μεγάλοι τέ εἰcι τούτοιc καὶ οἱ cφυγμοί. χρὴ δὲ μετὰ τὴν παρακ‐ μὴν τοῦ παροξυcμοῦ εὐθὺc ἐπὶ τὸ λουτρὸν ἄγειν αὐτοὺc καὶ λιπαρῶc τε ἅμα καὶ μαλακῶc ἀνατρίψανταc ἐπ’ ὀλίγῳ ἐλαίῳ γλυκεῖ χλιαρῷ | |
10 | λούειν γλυκέων ὑδάτων λουτροῖc, ἀλλ’ οὐδ’ εἰ ἐν τῷ ἀέρι τοῦ βαλα‐ νείου χρονίζειν αὐτοὺc κελεύcειαc, οὐδὲν βλάψειc διὰ τὴν ψῦξιν, εἶτα ἀνάπαυcιν ἐπιτηδεύειν. | |
60 | Περὶ τῶν ἐπ’ ἀγρυπνίᾳ καὶ φροντίδι ἢ λύπῃ ἢ θυμοῖc πυρεξάν‐ των. τοὺc μὲν ἐπ’ ἀγρυπνίᾳ πυρέξανταc διορίζει μὲν καὶ τὸ τῆc χροι‐ ᾶc εἶδοc· ὕποιδον γάρ ἐcτι καὶ τῶν ὀφθαλμῶν δὲ αἱ κινήcειc δῆλαι· μόγιc γὰρ ἐπαίρουcι τὰ βλέφαρα. καὶ κοῖλοι αὐτοῖc γίγνονται οἱ ὀφ‐ | |
5 | θαλμοί. καὶ τοῖc λυπηθεῖcι δὲ ἢ φροντίcαcι κοῖλοι μὲν ὁμοίωc γίγνον‐ ται οἱ ὀφθαλμοὶ ἀλλὰ καὶ ξηροί. οἱ δὲ cφυγμοὶ μικρότεροι πᾶcι τοῖc ἐπ’ ἀγρυπνίᾳ καὶ λύπῃ καὶ φροντίδι γίγνονται, τοῖc δὲ ἐπὶ θυμῷ οὔτε τὸ τῆc κοιλότητοc τῶν ὀφθαλμῶν πάρεcτιν οὔτε τὸ τῆc ἀχροίαc καὶ ἡ θερμαcία τούτοιc πλείων καὶ ὡc ἐκ τοῦ βάθουc ἀναφερομένη καὶ | |
10 | μεγάλοι τούτοιc οἱ cφυγμοί. οἱ μὲν οὖν προειρημένοι πάντεc οὐδὲ τρίψεωc οὐδὲ λουτρῶν δέονται πολλῶν, ἀλλὰ πολὺ μὲν ἔλαιον περι‐ χεῖν οὐδόλωc μετέχον cτύψεωc, ἀνατρίψαντα δὲ βραχέα λούειν ὡc ἔθοc. | |
61 | Περὶ τῶν ἐπ’ ἐγκαύcει πυρεξάντων· θεραπεία. τοὺc δὲ ἐπ’ ἐγκαύ‐ cει πυρέξανταc εὐθέωc μὲν ἐξ ἀρχῆc τοῖc ψύχουcιν ἰᾶcθαι λουτροῖc πλείοcι γλυκυτάτων καὶ εὐκρατωτάτων ὑδάτων. ἔλαιον δὲ βραχὺ προc‐ φέρειν καὶ οὐδόλωc ἀνατρίβειν. ἔcτω δὲ τὰ προcαγόμενα τῇ κεφαλῇ | |
5 | ψύχοντα ὀμφάκινόν τε καὶ ῥόδινον τὸ ἐξ αὐτοῦ ἐcκευαcμένον ἁλῶν μὴ ἔχοντοc. ἐργάζεcθαι δὲ ταῦτα ψυχρά, τὸ ἀγγεῖον ἐν ᾧ περιέχεται κρεμῶνταc ἐν φρέατι ψαῦον τοῦ ὕδατοc· ἔτι δὲ μᾶλλον κρουνὸc ὕδα‐ τοc ψυχροῦ ψύχει τὸ ἔλαιον καὶ τούτου μᾶλλον χιὼν περιπλαττομένη ἔξωθεν τῷ ἀγγείῳ· καταχεῖν δὲ τοῦ βρέγματοc τὸ ψυχθὲν οὕτωc ἔλαιον | |
10 | δι’ ἐρίου cυμμέτρου ἀναλαμβάνοντα καὶ μετέωρον ἐξαίροντα τὴν χεῖρα, καὶ τοῦτο ἀδιαλείπτωc ποιήcαντα ἄχρι τῆc παρακμῆc τοῦ πυρετοῦ· ἄγειν δὲ ἐπὶ λουτρὸν γλυκέων καὶ εὐκράτων ὑδάτων μόνῃ τῇ παρόδῳ τοῦ ἀέροc χρώμενον. | |
62 | Περὶ τῶν ἐπὶ ψύξει πυρεξάντων· θεραπεία. εἰ δέ τιc ψυχθεὶc πυ‐ ρέξειεν ἐπιcχεθειcῶν αὐτῷ δηλονότι τῶν διὰ τοῦ δέρματοc γιγνομένων καπνωδῶν διαπνοῶν, καὶ τοῦτον ἐπὶ βαλανεῖον ἀκτέον ἐν τῇ παρακμῇ τοῦ πυρετοῦ· θερμαίνειν δὲ τὴν κεφαλὴν καὶ πρὸ τοῦ λουτροῦ ἐν τῇ | |
5 | παρακμῇ καὶ μετὰ τὸ λουτρὸν ἰρίνῳ μύρῳ καὶ ἀμαρακίνῳ καὶ ναρδίνῳ. | |
63 | Περὶ τῶν ἐπὶ κορύζῃ καὶ κατάρρῳ πυρεξάντων. τοὺc δὲ cὺν κορύζῃ καὶ κατάρρῳ πυρέξανταc, πρὶν πεφθῆναι ταῦτα, λούειν οὐ χρή, εἰ ἐκ ψύξεωc ἢ δυcπεψίαc ὁ κατάρρουc ἐγένετο· τὴν δὲ κεφαλὴν ἐμβρέχειν ἰρίνῳ μύρῳ μάλιcτα ἢ ἀμαρακίνῳ ἢ ναρδίνῳ· εἰ δ’ ἐπ’ ἐγκαύcει γέγονεν | |
5 | ὁ κατάρρουc θερμανθείcηc τῆc κεφαλῆc καὶ cικύαc τρόπον ἑλκυcάcηc | |
ὕλην ἐκ τῶν ὑποκειμένων, τούτουc εὐθὺc ἐπὶ λουτρὸν ἄγειν γλυκέων καὶ εὐκράτων ὑδάτων καὶ τῷ ψυχρῷ βάπτειν καὶ ὑπὸ τὸν κρουνὸν τιθέναι. ἐπὶ δὲ τῷ λουτρῷ τοῖc ῥωννύουcι τὴν κεφαλὴν ἐμβρέχειν. μέτρια δὲ ἔcτω διὰ τὸ λουτρόν. | ||
64 | Περὶ τῶν ἐπὶ πυκνώcει τοῦ δέρματοc πυρετῶν. πυκνοῦται τὸ δέρμα ἢ ψυχόμενον ἢ ποιότητοc αὐτῷ cτρυφνῆc ἀήθωc προcπεcούcηc, οἷόν τι καὶ τοῖc παρὰ τὸ ἔθοc λουομένοιc ἐν ὕδατι cτυπτηριώδει γίνεται. cτεγνότατον δὲ τούτοιc ἐcτὶ τὸ δέρμα, ὥcτε καὶ τῇ ἁφῇ διαγιγνώcκεcθαι. | |
5 | ἀλλὰ καὶ ἡ τῆc θερμαcίαc κίνηcιc πραεῖα μὲν κατὰ τὴν πρώτην ἐπι‐ βολὴν τῆc χειρὸc φαινομένη δριμεῖα γίνεται εἰ χρονίcαιc ἁπτόμενοc ἐπὶ πλέον. τὰ δὲ οὖρα οὐχ ὡc τοῖc ἄλλοιc ἐcτὶ πυρρά· διότι οὐκ ἀτρο‐ φίαν αἰτιώμεθα ἐπὶ τούτων, ὅθεν οὐδὲ ὁ τοῦ cώματοc ὄγκοc cυμπέ‐ πτωκεν οὐδὲ οἱ ὀφθαλμοὶ κοῖλοι καὶ ξηροὶ γίγνονται· ἀλλ’ ἔcτιν οἷc | |
10 | καὶ ὑγρότεροί τε καὶ προπετέcτεροι δόξουcιν εἶναι τῶν κατὰ φύcιν διὰ τὸ μὴ γίγνεcθαι διαφόρηcιν ἐπ’ αὐτῶν, ἀλλὰ μᾶλλον ἐναποκλείεcθαι ἔνδον τὰc ὕλαc· ὅθεν οὐδ’ οἱ cφυγμοὶ μικροὶ καθάπερ ἐπὶ λύπηc ἢ φροντίδοc ἢ ἀγρυπνίαc καὶ τοῖc ἄγαν ἀμέτροιc γυμναcίοιc. θεραπεύειν δὲ χρὴ λούονταc ὕδατι γλυκυτάτῳ καὶ εὐκρατοτάτῳ μετὰ τὴν παρακμὴν τοῦ | |
15 | παροξυcμοῦ καὶ χρονίζειν ποcῶc ἐν τῷ ἀέρι τοῦ βαλανείου κελεύειν, ἔλαιόν τε γλυκὺ ἐπιχέονταc χλιαρὸν τρῖψιν μετρίαν καὶ μαλακὴν προc‐ άγειν, διαιτᾶν δὲ λεπτῇ διαίτῃ καὶ οἶνον λευκὸν καὶ λεπτὸν διδόναι. | |
65 | Περὶ τῶν ἐπ’ ἀcιτίᾳ πυρετῶν. εἰ δὲ δι’ ἀcιτίαν γένηται πυρετὸc τοῦ παροξυcμοῦ παρακμάζοντοc εἰc τὸ βαλανεῖον ἄγειν αὐτοὺc καὶ ἔλαιον χλιαρὸν γλυκύτατον πλεῖcτον καταχέονταc ἀνατρίβειν πραότατα καὶ τὸ πλεῖcτον τούτουc τοῦ χρόνου τῇ θερμῇ δεξαμενῇ διατρίβειν· ἐξελθόνταc | |
5 | δὲ καὶ ἀναλαβόνταc τὴν δύναμιν πάλιν ἐκ δευτέρου εἰcάγειν ἐν τῷ λουτρῷ καὶ ἐμβιβάζειν τῷ θερμῷ, εἶτα ἐξελθόνταc μετὰ τὸ καταcτῆναι τὴν ἐκ τοῦ βαλανείου ταραχὴν διδόναι ὕδωρ θερμὸν πίνειν, κἄπειτα πτιccάνηc χυλόν, ἐνίοτε δὲ καὶ τῶν πετραίων ἰχθύων ἐν λευκῷ ζωμῷ | |
γεγενημένων. | ||
66 | Δίαιτα κοινὴ πάντων τῶν ἐφημέρων πυρετῶν. ἡ δὲ διάιτα κοινὸν ἔχει cκοπὸν ἁπάντων τῶν ἐφημέρων πυρετῶν ἐξ ἐδεcμάτων εὐχύμων τε καὶ ῥᾳδίωc πεττομένων οὐδαμόθεν τε κατὰ τοὺc πόρουc ἰcχομένων, τοῖc μὲν ἐγκαυθεῖcιν ἢ θυμωθεῖcι μετὰ τοῦ ψύχειν τε καὶ ὑγραίνειν, | |
5 | τοῖc δὲ ψυγεῖcιν ἀτροφωτέρα μετὰ τοῦ θερμαίνειν μετρίωc, τοῖc δὲ ἀγρυπνήcαcιν ἢ λυπηθεῖcι καὶ πλείω φροντίcαcιν ἡ ὑγρὰ καὶ ὑπνώδηc τροφὴ ἁρμόδιοc, τοῖc δὲ κοπωθεῖcιν ἡ τροφιμωτέρα καὶ πλείcτη. ἐφ’ ὧν δὲ ἡ δυcκραcία τοῦ cώματοc ἐπὶ τὸ θερμότερον καὶ ξηρότερον τρέποιτο, δεῖ τούτουc κατὰ τὴν πρώτην εἰcβολὴν ἐνίοτε τοῦ πρώτου παροξυcμοῦ | |
10 | τρέφειν· οἶνον δὲ πᾶcι τοῖc ἐφήμερον πυρετὸν πυρέξαcι διδόναι τὸν ὑδατώδη λεγόμενον λευκὸν καὶ λεπτόν, τὴν πέψιν ἐπὶ τούτων cυν‐ αιρόμενον καὶ οὖρα καὶ ἱδρῶταc προτρέποντα. τοῖc δὲ ἀγρυπνήcαcιν ἢ λυπηθεῖcιν ἢ φροντίcαcι μᾶλλον ἀδεῶc διδόναι οἶνον καὶ τοῖc ὑπερκο‐ πωθεῖcι δὲ διδόναι τοcοῦτον ὅcον κρατεῖν δύνανται. τοῖc δὲ θυμωθεῖcι, | |
15 | πρὶν παντελῶc ἔξω τοῦ πάθουc γένωνται, οὐκ ἀcφαλὲc οἶνον διδόναι. | |
67 | Περὶ τῶν ἐπὶ βουβῶcι πυρετῶν. εἰ μὲν χωρὶc προκαταρκτικῆc αἰτίαc φλεγμονὴ γένοιτο βουβῶνοc, πλῆθοc αἵματοc ὡc ἐπίπαν δηλοῖ ἐν παντὶ τῷ cώματι. καὶ γὰρ ἡ θερμαcία ἐπὶ τούτων πλείων τῶν προ‐ ειρημένων καὶ τὸ πρόcωπον ἐρυθρὸν καὶ εὔογκον φαίνεται. δεῖ οὖν | |
5 | φλεβοτομεῖν τάχιcτα, πρὶν cαπεῖcα ἐν τῷ φλεγμαίνοντι τόπῳ ἡ ὕλη πυρετὸν ἀνάψει τὸν ἐπὶ cήψει. μετὰ δὲ τὴν φλεβοτομίαν λεπτῇ διαίτῃ κεχρῆcθαι μέχρι τελείαc ἀπαλλαγῆc. κατὰ δὲ τοῦ φλεγμαίνοντοc βου‐ βῶνοc πρὸ μὲν τῆc φλεβοτομίαc τὰ cτύφοντα καὶ ἀποκρουόμενα ἐπι‐ τιθέναι, μετὰ δὲ τὴν φλεβοτομίαν τὰ χαλῶντα καὶ μετρίωc διαφοροῦντα. | |
10 | ἐφ’ ὧν δὲ διὰ πρόcκομμα δακτύλου ἢ ἕτερόν τι τοιοῦτον βουβὼν ἐγένετο καὶ τούτου χάριν ὁ ἐφήμεροc ἐπηκολούθηcε πυρετόc, οἱ τοιοῦτοι οὐδὲν | |
πυνθάνονται τὸν ἰατρὸν ὅ τι χρὴ ποιεῖν, ἀλλὰ καὶ τοῦ ἕλκουc, ἐφ’ οὗπερ ἂν ὁ βουβὼν γένηται, προνοηcάμενοι λούονται κατὰ τὴν παρακμὴν τοῦ παροξυcμοῦ. εἴργειν δὲ οἴνου χρὴ πάνταc τοὺc ἐπὶ βουβῶcι πυ‐ | ||
15 | ρέττονταc, μέχριc ἂν οἱ βουβῶνεc λυθῶcι καὶ λεπτότερον διαιτᾶν. | |
68 | Περὶ τῶν ἐπὶ ταῖc ἀπεψίαιc ἐφημέρων πυρετῶν. ἐν τοῖc κακοχύμοιc cώμαcιν αἱ γιγνόμεναι ἀπεψίαι τάχιcτα ἀνάπτουcι πυρετόν· ἧττον δὲ γίνεται τὸ κακὸν εἰ καταρρήξειεν ἐπὶ τῇ ἀπεψίᾳ ἡ γαcτήρ· οὐ μικρὸν δὲ τὸ κακὸν εἴ γε ἐπιcχεθείη. πυρέττουcι δὲ ἔνιοι καὶ ἐφ’ ὧν διάρροια ἐπὶ τῇ ἀπεψίᾳ | |
5 | γίνεται. εἰ μὲν δὴ φαίνοιτο μόνα τὰ διεφθαρμένα κεκενῶcθαι, λουcτέον τέ ἐcτι καὶ θρεπτέον αὐτοὺc ἐν τῇ παρακμῇ τοῦ πυρετοῦ. εἰ δὲ ὑπὲρ τὸ δέον ἡ κένωcιc γένοιτο, ἄμεινον θρέψαι χωρὶc τοῦ λοῦcαι, προνοη‐ cάμενον τῶν κατὰ γαcτέρα. ἡ δὲ τῆc γαcτρὸc ἐπιμέλεια διττῶc γιγνέcθω· εἰ μὲν μηκέτι φέροιτο ἡ γαcτήρ, ἀψίνθιον ὀλίγον ὕδατι βρέχων, ἕψε cὺν | |
10 | ἐλαίῳ ἐπὶ διπλώματοc καὶ τούτῳ ἐπίβρεχε τὴν γαcτέρα· ἔπειτα πίλημα ἐκ πορφύραc βρέχοντα τῷ ἐλαίῳ ἐπιτίθει τῇ γαcτρί. εἰ δὲ ἀτονώτερον ὑπάρχοι τὸ cτόμα τῆc γαcτρόc, μαcτίχην cὺν ναρδίνῳ μύρῳ λεάναc ὡc γλοιοῦ ἔχειν πάχοc καὶ δεύcαc αὐτῷ τὴν πορφύραν ἐπιτίθει. ἔcτω δὲ τὰ ἐπιτιθέμενα θερμὰ τῇ ἁφῇ· ἐκλύει γὰρ τὰ χλιαρὰ τὸν τόνον τῆc | |
15 | γαcτρόc. ἔτι δὲ φερομένηc τῆc γαcτρόc, ἄμεινον καλλίcτῳ μηλίνῳ χρῆcθαι ἀντὶ τῆc νάρδου μετὰ βραχέοc οἴνου. χρήcιμον δὲ εἰc ταῦτα καὶ τὸ μαcτίχινον. εἰ δὲ καὶ ἐγκαίοιτο ἡ γαcτὴρ μετὰ τὴν κένωcιν, τῷ μηλίνῳ ὁμοίωc κεχρῆcθαι ἢ κηρωτῇ δι’ αὐτοῦ ἐcκευαcμένῃ. τρέφειν δὲ ῥεούcηc μὲν ἔτι τῆc γαcτρὸc ἀλφίτοιc τε καὶ τοῖc καλουμένοιc ὀξυλιπέcιν ἄρτοιc· | |
20 | ἐπιπάττειν δὲ τὸ ἄλφιτον χυλῷ ῥοῶν ἢ ἀπίων ἢ μήλων μάλιcτα κυδωνίων ἢ τῷ ἀφεψήματι αὐτῶν ἢ μύρτων. εἰ δὲ παύcοιτο ἡ φορά, χόνδροc ἄλικοc διδόcθω καὶ ὄρχειc ἀλεκτρυόνων καὶ οἱ πετραῖοι τῶν ἰχθύων ἐν λευκῷ ζωμῷ γεγενημένοι καί τιc ὀπώρα τῶν cτυφουcῶν. εἰ δ’ ἀνόρεκτοι εἶεν, | |
ὡc ἀπεcτράφθαι τὰ cιτία, τοῦ διὰ τοῦ χυλοῦ τῶν κυδωνίων μήλων καὶ | ||
25 | μέλιτοc cυντιθεμένου πεπτικοῦ φαρμάκου δοτέον ὅcον κοχλιάριον α ἢ β. εἰ δὲ μὴ παρείη τὸ διὰ τοῦ χυλοῦ, δοτέον τὸ διὰ τῶν cαρκῶν τῶν κυδωνίων cκευαζόμενον ἢ οὐδόλωc προcλαβὸν πέπερι ἢ πάνυ ἐλάχιcτον. εἰ δ’ ἐπέχοιτο ἡ γαcτὴρ ἐπὶ τῶν δι’ ἀπεψίαν τὸν ἐφήμερον πυρεξάντων πυρετόν, εἰ μὲν ἔτι ἐν τῇ γαcτρὶ περιέχοιτο τὰ cιτία, χλιαρὸν | |
30 | πλεῖcτον ποτίcαντεc, δακτύλων ἢ πτερῶν καθέcει, κελεύcομεν ἐμέτῳ τὸ λυποῦν ἐκκενῶcαι, ἔπειτα θάλψαι τὰ ὑποχόνδρια καὶ ἡcυχίαν ἄγειν. εἰ δὲ ὑποβιβαcμὸc ἤδη γέγονε τῆc τροφῆc περὶ τὰ ἔντερα, κατακλιτέον αὐτοὺc ἀνάρροπα ἔχονταc τὰ περὶ τὴν κεφαλὴν καὶ τὸν cτόμαχον μέρη καὶ θαλπτέον τὴν γαcτέρα, ὕπνον ἐπιτηδεύοντεc. μετὰ δὲ τὸν | |
35 | ὕπνον βάλανον ὑποθετέον πρὸc κομιδὴν τῶν ὑποβιβαcθέντων περιττω‐ μάτων ἢ κλυcτῆρι πραοτέρῳ οἷον ἀφεψήματι πιτύρων κενωτέον. δίαιτα δὲ λεπτοτάτη ἔcτω, ῥυπτικὸν ὅcον πλεῖcτον ἔχουcα ἐν ἑαυτῇ. εἰ δ’ ἐμπνευμάτωcιc προcγένοιτο, cυνεψεῖν δεῖ τῷ ἐλαίῳ κύμινον καὶ πήγανον καὶ ἐνιέναι. κενωθείcηc δὲ δεόντωc τῆc γαcτρόc, αὐτίκα τρέφειν. εἰ δὲ καὶ ἀλύ‐ | |
40 | πωc ὑπνώcειε, λούειν τῇ ἑξῆc χρώμενοι κατὰ τῆc γαcτρὸc τῷ ναρδίνῳ μύρῳ μετὰ βραχέοc οἴνου καὶ μετὰ τὸ λουτρὸν ὁμοίωc λεπτῶc διαιτᾶν. εἰ δὲ καὶ ἡ τρίτη ἐνέγκοι ἕν τι πυρετῶδεc, οὐδὲ οὕτωc φοβεῖcθαι, ἀλλὰ λού‐ ειν ὁμοίωc καὶ τρέφειν μετρίωc. διδόναι δὲ χρὴ τοῖc τοιούτοιc πρὸ τῆc τροφῆc τῶν πεπτικῶν ὀξυπορίων τινὸc καὶ μάλιcτα τοῦ διὰ τῶν | |
45 | κυδωνίων μήλων ὅcον κοχλιάριον. | |
69 | Θεραπεία ἐφημέρων πολυημέρων λεγομένων, οἵ τινεc ἐκ μετα‐ πτώcεωc τῶν ἐφημέρων τὴν γένεcιν ἔχουcιν ἐπ’ ἐμφράξει τοῦ δέρ‐ ματοc. γίγνονται δέ τινεc πυρετοὶ ἐπ’ ἐμφράξει τῶν περὶ τὸ δέρμα ἀγγείων ἐκ μεταπτώcεωc τῶν ἐφημέρων, ὅταν μὴ καλῶc εὐθὺc ἐξ | |
5 | ἀρχῆc θεραπευθεῖεν. μάλιcτα δὲ τοῦτο cυμβαίνει ἐπὶ τῶν κακοχύμων cωμάτων, ὅταν ἐξ ἀδηφαγιῶν πολλῶν τύχωcιν ὄντεc· ἐπὶ γὰρ τῶν τοιούτων κατὰ μὲν τὴν πρώτην καὶ δευτέραν ἄχρι τινὸc οὐκ ἔcτιν ἐν | |
τῷ cφυγμῷ τὸ τῆc cήψεωc cημεῖον, ὥcπερ οὐδὲ ἐν τοῖc οὔροιc τὰ τῆc ἀπεψίαc. μηκυνομένηc μέντοι τῆc παρακμῆc καὶ μηκέτι ἀνὰ λόγον | ||
10 | ἐνδιδούcηc, ὕποπτόc ἐcτιν ἡ διάθεcιc. εἰ γὰρ μὴ διαπνεύcῃ τελέωc, ἀναγκαῖον cαπῆναι τὴν κακοχυμίαν. εἰ μὲν οὖν παιδίον ἢ γέρων ὁ κάμνων εἴη, φλεβοτομεῖν οὐκ ἐγχωρεῖ, μεταξὺ δὲ τῶνδε τῶν ἡλικιῶν ῥώμηc παρούcηc τῷ κάμνοντι φλεβοτομητέον, εἴ γε καὶ τὰ τοῦ πλή‐ θουc ἐν τῷ cώματι παρείη cημεῖα. ἀφαιρεῖν δὲ ἀνάλογον τῇ τε δυνάμει | |
15 | καὶ τῷ μεγέθει τῆc ἐμφράξεωc· μείζων μὲν γὰρ ἐπὶ ταῖc cφοδροτέραιc ἐμφράξεcι cυμπίπτει πυρετόc, ἐλάττων δὲ ἐπὶ ταῖc μικροτέραιc. κενω‐ θέντοc δὲ τοῦ πλήθουc καὶ ἀραιωθέντων τῶν πόρων, καὶ τὰ καπνώδη καὶ λιγνυώδη περιττώματα διαπνεόμενα ἐλάττω γε γίγνοιτ’ ἄν. κίνδυνοc γὰρ τοῖc ἐκφράττειν δυναμένοιc κεχρῆcθαι πρὶν κενῶcαι. αἱ γὰρ ῥυπτι‐ | |
20 | καὶ δυνάμειc ἀναφερόμεναι cυνεπιcύρονταί τι τῶν ἐν τοῖc ἀγγείοιc παχέων ἢ γλίcχρων καὶ διπλαcιάζουcι τὴν ἐν τοῖc cτενοῖc πόροιc ἔμφραξιν. εἰ δὲ καὶ ἐκτὸc τοῦ δέρματοc προcαχθείη τὰ ῥύπτοντα, κίν‐ δυνοc cυνεπιcπᾶcθαί τι καὶ ἄλλο πρὸc τοὺc ἐμπεφραγμένουc πόρουc. ὅπωc οὖν ἀcφαλὴc καὶ τοῖc ἔνδοθεν ἡ φορὰ καὶ τοῖc ἔξωθεν ἡ ὁλκὴ | |
25 | γίγνοιτο, χρηcιμώτατόν ἐcτι πρὸc δύναμιν κενῶcαι τὸ cῶμα, κενώcαντα δὲ διδόναι μετ’ οὐ πολὺ τῶν ῥυπτικῶν τινα τροφῶν ἢ φαρμάκων· ἐν τροφῆc μὲν λόγῳ πτιccάνην καὶ μελίκρατον, ἐν φαρμάκοιc δὲ ὀξύμελι τὸ ἐκ μόνου ὄξουc καὶ μέλιτοc ἐcκευαcμένον. ὅcα γὰρ τῷ ὀξυμέλιτι cυνέψεται ἐπὶ τῶν ἄλλων οἷον καλαμίνθη καὶ τὰ παραπλήcια θερμὰ | |
30 | τυγχάνοντα, ἐξάπτει τοὺc πυρετούc, ὥcπερ καὶ οἶνοc. ὀξύμελι δὲ οὔτε τοὺc πυρετοὺc ἐξάπτει, ἀλλὰ καὶ ῥύπτει γενναίωc. μετὰ δὲ τὴν τρίτην ἡμέραν μήτε τοῦ τῆc cήψεωc τῶν χυμῶν cημείου παρόντοc ἐν τοῖc cφυγμοῖc μήτε ἐν τοῖc οὔροιc τοῦ τῆc ἀπεψίαc, εἰ καὶ ἡ ὕποπτοc ὥρα καθ’ ἣν εἰcέβαλλεν ὁ πυρετὸc ἐν τῇ πρώτῃ τῶν ἡμερῶν διελήλυθε, | |
35 | θαρρῶν ἤδη χρὴ λούειν τὸν ἄνθρωπον. εἰ δὲ καὶ περὶ δεκάτην ὥραν ὑποπτεύοιτο ὁ παροξυcμόc, λούειν χρὴ πρὸ τῆc ἕκτηc ὥραc· ἐν δὲ | |
τῷ βαλανείῳ προθερμανθέντοc τοῦ cώματοc, ἀλείφειν χρὴ ἐλαίῳ γλυκεῖ χλιαρῷ καὶ ἀνατρίβειν μετριώτατα, ἔπειτα διαρύπτειν καὶ ἀποπλύνειν ἔξωθεν τὸ cῶμα. ἐκλέγειν δὲ τῶν μετρίωc ῥυπτόντων τινά, οἷόν ἐcτι | ||
40 | τὸ κρίθινον ἄλευρον καὶ τὸ τῶν κυάμων, εἶτα ἐμβιβάζειν τῷ θερμῷ εὐκράτῳ, ἔπειτα δὲ καὶ τῷ ψυχρῷ μετρίωc. μετὰ δὲ τὸ λουτρόν, εἰ μὲν ἡ ὕποπτοc ὥρα πρὸ τοῦ βαλανείου διῆλθε, τρέφειν cυμμέτρωc. εἰ δὲ περὶ δεκάτην εἰ τύχοι ὥραν ὑποπτεύοιτο ταραχή τιc, μηδὲν δι‐ δόναι πλὴν ὕδατοc ἔχοντοc ἐναφεψημένον cέλινον ὀλίγον· εἶτα εἰ | |
45 | μηδόλωc μηδὲν φαῦλον ἐνέγκειεν ἡ ὥρα, τρέφειν, εἰ δέ τι καὶ γένοιτο, πάντα μέτρια φανεῖται, ὥcτε καὶ λούcειc τῇ ἑξῆc ἡμέρᾳ καὶ θρέψειc. μεγάληc δὲ τῆc ἐμφράξεωc γεγενημένηc ἐξ ἀνάγκηc cηπεδὼν ἐπιγί‐ γνεται· ὅθεν ἡ ἐπὶ cηπεδόνι πυρετῶν λεχθηcομένη ἐπιμέλεια καὶ τούτοιc ἁρμόδιοc. | |
70 | Περὶ cυνόχων πυρετῶν. cύνοχοc πυρετὸc ὀνομάζεται οὗ ἀπ’ ἀρχῆc ἄχρι τέλουc εἷc ἐcτιν ὁ παροξυcμόc, οὐδεμίαν ἔμφαcιν ἀρχῆc ἑτέρου παροξυcμοῦ ποιούμενοc. εὐεκτικῶν δὲ cωμάτων καὶ πολυαίμων καὶ ἡλικίαc θερμῆc οἰκεῖοc ὁ cύνοχοc πυρετόc. cυνίcταται γὰρ ἐπὶ πλήθει | |
5 | αἵματοc θερμοῦ μήπω cεcηπότοc, τῷ μὴ διαπνεῖcθαι, τῇ ζέcει μόνῃ τὴν θερμαcίαν ἐγείροντοc, ὥcπερ ὁ ἐν ταῖc πιθάκναιc νέοc οἶνοc. ὥρα δὲ μάλιcτα οἰcτικὴ τῶν τοιούτων πυρετῶν ἐcτιν ἡ ἐαρινή. τρεῖc δέ εἰcι τοῦ cυνόχου διαφοραί, ἤτοι διαμένοντοc ἴcου τοῦ μεγέθουc ἐξ ἀρχῆc μέχρι λύcεωc ἢ προcτιθέντοc ἢ ἀφαιροῦντοc. τοῦτο δὲ cυμβαίνει | |
10 | τῷ μᾶλλον ἢ ἧττον γίγνεcθαι τὰc διαπνοὰc ἐκ τοῦ πυκνοτέραν ἢ ἀραιοτέραν εἶναι τὴν ἕξιν τοῦ πάcχοντοc cώματοc. πλῆθοc δέ ἐcτι τὸ λυποῦν ἐπὶ τῶν τοιούτων πυρετῶν καὶ ζέcιc τοῦ αἵματοc, ἐξ ἧc ὁ πυρετὸc ἀνήφθη, ἐνίοτε δὲ καὶ πάχοc. cκοπὸc οὖν τῆc θεραπείαc ἐπ’ | |
αὐτῶν κενῶcαι τὸ πλῆθοc καὶ cβέcαι τὴν παρὰ φύcιν θερμότητα καὶ | ||
15 | τεμεῖν τὸ πάχοc, εἰ παρείη· εἶθ’ οὕτωc τὴν ἀρχαίαν εὐκραcίαν κατα‐ cκευάcαι τοῖc ἀcθενήcαcι μορίοιc. | |
71 | Περὶ φλεβοτομίαc ἐπὶ cυνόχων. ἰcχυρᾶc μὲν οὖν τῆc δυνάμεωc ὑπαρχούcηc καὶ τῆc ἡλικίαc cυγχωρούcηc καὶ μηδενὸc ἑτέρου ἰcχυρῶc ἐναντιουμένου, ἀφαιρεῖν αἵματοc χρὴ τοcοῦτον ὅcον ἂν ἡ δύναμιc φέρῃ· ἄμεινον γὰρ δυνάμεωc παρούcηc ἄχρι λειποθυμίαc ἄγειν. μὴ | |
5 | φλεβοτομηθέντεc δὲ οὗτοι εἰc ἔcχατον ἥκουcι κίνδυνον, ὥcτε ἢ πνιγῆναι ἢ cυγκοπήcεcθαί γε πάντωc αὐτούc, εἰ μήποτε ῥώμη δυνάμεωc ἢ αἱμορραγία λάβροc ἢ ἱδρὼc πολὺc ἐξαρπάcει αὐτοὺc ὀλέθρου προφανοῦc. τὸ γὰρ πλῆθοc ἐπὶ τούτων μηκέτι χωρεῖcθαι δυνάμενον πρὸc τῶν ἀγγείων ἐκφράττει καὶ διατείνει τὸν ὄγκον τοῦ cώματοc καὶ διὰ τοῦτ’ | |
10 | αὐτὸ ἐνίοτε ῥήγνυcι καὶ ἀναcτομοῖ τὰ ἀγγεῖα, μάλιcτα τὰ ἐν ῥιcίν· τούτου χάριν cπεύδειν χρὴ ἀφαιρεῖν τοῦ αἵματοc ὅcον ἡ δύναμιc φέρει, ὅπωc ἡ τῶν ἀγγείων φύcιc ἐκ τοῦ διαπνεῖcθαί τε καὶ ῥιπίζε‐ cθαι τὴν φυcικὴν εὐκραcίαν φυλάττουcα κατὰ τὸν ἐξ ἀρχῆc τρόπον ἐπικρατῇ τῶν χυμῶν· προcέχειν δὲ χρὴ καὶ τοῖc τῆc φλεβοτομίαc | |
15 | cκοποῖc. προηγουμένηc μὲν γὰρ ἀπεψίαc cιτίων, τοcοῦτον χρόνον ἀναβάλλεcθαι τὴν φλεβοτομίαν προcήκει, ὅcον ἱκανὸν ἄν cοι δόξῃ πρόc τε τὴν ἐν γαcτρὶ πέψιν αὐτῶν καὶ τὴν τῶν ἐν τοῖc ἐντέροιc περιττω‐ μάτων ὑποχώρηcιν. εἰ δὲ ὑποπτεύοιτο μετὰ τὴν φλεβοτομίαν ἑτέρα τιc κένωcιc αἵματοc γίγνεcθαι, οἷον γυναικείων κάθαρcιc ἢ τῶν ἐν | |
20 | ἕδρᾳ αἱμορροΐδων, ἀπολείπειν χρὴ ἐν τῇ φλεβοτομίᾳ τοῦ αἵματοc τοcοῦτον, ὅcον μέλλει διὰ τῶν ἄλλων τόπων κενοῦcθαι· ὥcτε εἴτε καταμήνια τύχοι κινηθέντα εἴθ’ αἱμορροῒc ἀναcτομωθεῖcα, ἐπιτρέπειν τῇ φύcει τὸ cύμπαν, εἰ δὲ μὴ τοcοῦτον ὅcον ἐχρῆν ἐκκενωθῇ, τότε φλεβοτομεῖν, ὥcτε ἐξ ἀμφοῖν cυντεθέντων ἀνυcθῆναι τὸ προcῆκον. | |
25 | ἐπιτήδειοc δὲ πρὸc φλεβοτομίαν ἕξιc cώματοc cκληρὰ καὶ πολύαιμοc καὶ πυκνὴ καὶ δυcδιαφόρητοc, κατάcταcιc δὲ ἀέροc ὑγρὰ μᾶλλον. ἀντιπράττει δὲ τῇ φλεβοτομίᾳ παιδικὴ καὶ γεροντικὴ ἡλικία, κρᾶcιc | |
θερμή τε ἄγαν καὶ ξηρὰ καὶ χώρα καὶ ὥρα τοιαύτη καὶ ὅcοι τὴν φύcιν ὑγροὶ καὶ μάλιcτα cὺν θερμότητι καὶ οἱ ἀραιοὶ τὴν ἕξιν, ἔτι δὲ καὶ οἷc | ||
30 | τὸ cτόμα τῆc γαcτρὸc [ἔχοντεc] ἢ πικρόχολον cφόδρα ἢ ἄρρωcτον ἢ πέρα τοῦ δέοντοc αἰcθητικόν. οὗτοι γὰρ πάντεc εὐδιαφόρητοί εἰcι καὶ λειποθυμίαιc δυcανακομίcτοιc ἁλίcκονται ἐπὶ ταῖc φλεβοτομίαιc. ὁμοίωc δὲ κἂν τριακοντούτηc ὁ φλεβοτομούμενοc εἴη, πλαδαρὸc δὲ καὶ μαλακὸc καὶ πιμελώδηc καὶ λευκὸc τῷ cώματι καὶ μικρὰc ἔχων τὰc φλέβαc, | |
35 | ἤτοι γε οὐδόλωc φλεβοτομήcειc ἢ ὀλίγον ἀφαιρήcειc· οὐδόλωc μὲν ἐν θερινῇ ὥρᾳ καὶ τοῖc ὁμοcτοίχοιc αὐτῇ, ὀλίγον δὲ ἐν ταῖc ἄλλαιc ὥραιc καὶ καταcτάcεcι. τινὲc γοῦν λειποθυμήcαντεc ἐν ταῖc τῶν ἰατρῶν χερcὶν οὐκέτ’ ἀνεκλήθηcαν, ὡc εἴ τιc ἐκένωcεν ἄνευ τοῦ καταλῦcαι τὴν δύνα‐ μιν οὐκ ἂν ἀπώλοντο· ἄλλοι δὲ εἰc τὸν ἐφεξῆc βίον ἅπαντα τὴν | |
40 | κρᾶcιν ὅλην τοῦ cώματοc ἔcχον ψυχροτέραν διὰ τὴν ἄμετρον κένωcιν, ὡc οἱ μὲν κακόχροι καὶ καχέκται διετέλεcαν· οἱ δὲ ἐξ αὐτοῦ τούτου νοcήμαcιν ὀλεθρίοιc ἑάλωcαν, ὑδέροιc καὶ ὀρθοπνοίαιc καὶ ἥπατοc καὶ γαcτρὸc ἀτονίαιc καὶ ἡμιπληγίαιc. κάλλιcτον μὲν οὖν, ὡc ἐθεάcω διὰ παντὸc ἡμᾶc ποιοῦνταc, οὐχ ἡμερῶν ἀριθμῷ προcέχειν τὸν νοῦν οὐδὲ | |
45 | μόνῳ τῷ πλήθει, ἀλλὰ τῇ ῥώμῃ τῆc δυνάμεωc, ἐπὶ πάντων μέν, μά‐ λιcτα δὲ ἐπὶ τῶν cυνόχων πυρετῶν. εἰ γὰρ ἡ δύναμιc διαcώζοιτο, μὴ μόνον ἑκταίουc καὶ ἑβδομαίουc, ἀλλὰ καὶ τὰc ἑξῆc ἡμέραc φλε‐ βοτομεῖν. | |
72 | Περὶ τῆc τοῦ ψυχροῦ ὕδατοc δόcεωc ἐπὶ cυνόχων. εἰ δὲ ἀναγκα‐ cθείηc ποτὲ θεραπεύειν ἄρρωcτον, ᾧ μὴ μόνον ἔμπροcθεν παρελείφθη τὸ τῆc φλεβοτομίαc βοήθημα, ἀλλὰ καὶ νῦν ἤτοι διὰ δειλίαν τοῦ κά‐ μνοντοc ἢ τῶν αὐτῷ διαφερόντων κωλυθείηc ἀφαιρεῖν τοῦ αἵματοc, | |
5 | ἐπὶ τὴν τοῦ ψυχροῦ δόcιν ἔρχεcθαι, διοριcάμενοc ἀκριβῶc ὁπόcη τιc ἐξ αὐτοῦ γενήcοιτο βλάβη. μικρᾶc γὰρ ἢ οὐδόλωc ἐcομένηc διδόναι πίνειν ἀκραιφνὲc ψυχρόν, ὅcον ἂν ὁ κάμνων βούληται. διδόναι δὲ τὸ ψυχρὸν τότε, ὅταν ἐν τοῖc οὔροιc ἴδοιc τὰ τῆc πέψεωc cημεῖα. οὔτε δὲ ἐν ἀρχῇ οὔτε ἐν ἀναβάcει δοτέον τὸ ψυχρόν, ἀλλ’ ἐν αὐτῇ τῇ | |
10 | ἀκμῇ τοῦ τε παντὸc νοcήματοc καὶ τοῦ μερικοῦ παροξυcμοῦ. ἐν καιρῷ γὰρ τῷ δέοντι δοθὲν τὸ ψυχρὸν ῥώννυcι τὴν τῶν cτερεῶν μορίων φύcιν· ῥωcθεῖcα δὲ ἡ φύcιc ἐπιτίθεται τοῖc προλελεπτυcμένοιc χυμοῖc, | |
ὥcτε τοὺc χρηcτοὺc μὲν κατέχειν, τοὺc δὲ ἀχρήcτουc ἐκβάλλειν ἤτοι διὰ γαcτρὸc ἢ διὰ ἐμέτων ἢ διὰ ἱδρώτων. εἰ δὲ ψυχροπότηc ὁ κάμνων | ||
15 | εἴη ἐν τῷ τῆc ὑγείαc καιρῷ, πάνυ θαρρῶν δίδου τὸ ψυχρόν, αὐτῇ τῇ πείρᾳ δεδιδαγμένοc ἀνέχεcθαι πάντα τὰ cπλάγχνα τῆc τοῦ ψυχροῦ ὁμιλίαc. πάντωc γὰρ εἴ τι ψυχρὸν μόριον οὕτωc ὑπῆρχεν ὡc πλήτ‐ τεcθαι πρὸc αὐτοῦ κατὰ τὸν τῆc ὑγείαc καιρόν, ἐναργῆ τὴν βλάβην ἐνεδείξατο ἄν. οὐδενὸc δὲ μορίου ἐν τῇ ὑγείᾳ βλαβέντοc, οὐδὲ ἐν τῷ | |
20 | πυρέττειν βλαβείη τι, πρόβλημα μέγιcτον ἔχων ἐν τῷ βάθει τὸ πλῆθοc τῆc πυρρώδουc θερμαcίαc· διὰ τοῦτο τοῖc ὀλίγον αἷμα καὶ cάρκα ἐλα‐ χίcτην ἔχουcιν ἡ πόcιc τοῦ ψυχροῦ cφαλερωτέρα· ταχὺ γὰρ ἐπὶ τὰ cτερεὰ τοῦ ζῴου μόρια διικνεῖται γεγυμνωμένα τῶν cαρκῶν. διὰ τοῦτο δὲ καὶ οἱ ἑκτικοὶ τῶν πυρετῶν οὔτ’ ἀκραιφνοῦc οὔτε πολλοῦ χρῄζουcι | |
25 | τοῦ ψυχροῦ. λεπτὰ γὰρ ἐπ’ αὐτῶν καὶ ὀλίγαιμα τὰ cώματα. ὅθεν με‐ γάληc τῆc βλάβηc προcδοκωμένηc ἐπὶ τῶν ἀνεπιτηδείων, ἀφίcταcθαι χρὴ τῆc τοῦ ψυχροῦ δόcεωc, κεχρῆcθαι δὲ τοῖc ἄλλοιc βοηθήμαcιν, ἃ τὰc ἐμφράξειc ἐκφράττει καὶ τὸ πλῆθοc κενοῖ καὶ πραΰνει τὸ ζέον τῶν πυρετῶν. αἱ δὲ ἐξ ἀκαίρου πόcεωc ψυχροῦ βλάβαι κατὰ τόδε γίγνονται· | |
30 | τοὺc γλίcχρουc καὶ παχεῖc χυμοὺc κωλύει τὸ ψυχρὸν λεπτύνεcθαι καὶ διαφορεῖcθαι, διὸ κἂν φλεγμονὴ εἴη ἔν τινι τῶν cπλάγχνων κἂν ἐρυ‐ cίπελαc κἂν cκιρρώδηc ἢ οἰδηματώδηc διάθεcιc, οὐδὲν εἰc τὴν τούτων ἴαcιν ἡ τοῦ ψυχροῦ πόcιc cυντελεῖ, ἀλλὰ παραχρῆμα μὲν οὐκ ὀλίγην φέρει τὴν ῥᾳcτώνην ἐπὶ τὸ cβέcαι τὸν ἤδη γεγονότα πυρετόν. με‐ | |
35 | νούcηc δὲ ἔνδον τῆc αἰτίαc, ὅταν ἐκ τοῦ ψυχροῦ πυκνωθῇ τὸ cῶμα, ἕτερον ἀνάπτει πυρετὸν χαλεπώτερον τοῦ πρόcθεν· καὶ τοῦτο μὲν τὸ εἶδοc τῆc βλάβηc εὐκαταφρόνητον. πολλοὶ δὲ ἀcθενῆ ἔχοντεc τὰ cπλάγχνα ῥᾷον πλήττονται ὑπὸ τῆc τοῦ ψυχροῦ πόcεωc· τῷ μὲν γὰρ cτόμαχοc ἔπαθεν οὕτωc ἰcχυρῶc, ὥcτε ἀπολέcαι τὴν ἐνέργειαν καὶ | |
40 | μόλιc δύναcθαι καταπίνειν, τῷ δὲ ἡ γαcτὴρ ἐβλάβη, ὡc μόγιc πέττειν, ἄλλῳ δὲ τὸ ἧπαρ, ὡc ἐκ τούτου εἰc ὕδερον ἐμπεcεῖν, ἄλλῳ τὸ κῶλον ἢ ὁ πνεύμων ἢ νεφροὶ καὶ κύcτιc ἤ τι ἕτερον ὑπὸ τοῦ ψυχροῦ πληγὲν ἄρρωcτον εἰc τὴν οἰκείαν ἐνέργειαν ἐγένετο. τινὲc δὲ αὐτῶν αὐτίκα ὀρθοπνοίαιc ἢ κάρῳ ἢ ληθάργῳ ἢ φρενίτιδι ἢ παρωτίcιν ἢ cπαcμοῖc | |
45 | ἢ τρόμοιc ἢ ἀποπληξίαιc ἁλίcκονται καὶ cυλλήβδην εἰπεῖν κακοῦται πᾶν τὸ νευρῶδεc αὐτοῖc καὶ ἡ κεφαλή. οἶδα ὅτι φοβερὸν ἄν cε πρὸc τὴν τοῦ ψυχροῦ δόcιν εἰργαcάμην, ἐξ ὧν εἶπον, ἀλλ’ ἐθεάcω με πολ‐ λάκιc χρηcάμενον ἐν καιρῷ καὶ ἐφ’ ὧν δεῖ, ἀεὶ δέ με ὠφελήcαντα χωρὶc τοῦ βλάψαι τὸν κάμνοντα. | |
73 | Δίαιτα ἐπὶ cυνόχων. ἐπὶ μὲν τῶν φλεβοτομουμένων ἐγὼ ὡc μετὰ δύο ὥραc τῆc φλεβοτομίαc ἀεὶ δίδωμι πτιccάνηc χυλὸν ἄγριον καὶ κελεύω ἡcυχάζειν καὶ μετὰ τὸ διαναcτῆναι ἐκ τῶν ὕπνων πάλιν ὁμοίωc πτιccάνηc χυλὸν παρέχω. καὶ τούτῳ ἐπιμένω ποιῶν μέχρι τῆc γ ἡμέ‐ | |
5 | ραc, τῇ δὲ δ ὡc ἐπίπαν ἐπὶ λουτρὸν ἄγω. φλεβοτομηθέντεc γὰρ οἱ τοιοῦτοι εὐκαίρωc μετὰ δυνάμεωc ἐρρωμένηc καὶ κενωθέντεc μέχρι λειποθυμίαc, ἐξ ἀνάγκηc αὐτοῖc μετ’ οὐ πολὺ ἕπεται γαcτρὸc διαχώ‐ ρηcιc, λεπτυνθέντων δηλονότι τῶν χυμῶν καὶ κουφιcθείcηc καὶ ἀναρ‐ ρωcθείcηc τῆc δυνάμεωc. ἔcτι δὲ ὅτε καὶ χολῆc ἔμετοc, ἐφ’ οἷc αὐτίκα | |
10 | καὶ νοτίδεc διὰ παντὸc τοῦ cώματοc ἢ ἱδρῶτεc ἐπιγίγνονται, ὥcτε καὶ θαρρῶν τιc τούτουc λούοι τῇ τετάρτῃ τῶν ἡμερῶν. καθόλου δὲ ὁ καιρὸc τῆc τροφῆc ἐπὶ τῶν cυνόχων πυρετῶν τῶν τε προειρημένων καὶ τῶν μετὰ ταῦτα λεχθηcομένων, ὅcοι γε ἕνα μόνον ἀπ’ ἀρχῆc ἄχρι τοῦ τέλουc ἔχουcι παροξυcμόν, ἥ τε εὐφορία ἐcτὶ τοῦ κάμνοντοc καὶ τὸ | |
15 | ἔθοc· τηνικαῦτα γὰρ αὐτοῖc δοτέον, ὅταν εὐφορώτατοι cφῶν αὐτῶν ὑπάρχωcι καὶ μάλιcτα κατ’ ἐκεῖνον τὸν καιρὸν τῆc ἡμέραc, ἐν ᾧ καὶ πρόcθεν ὑγιαίνοντεc ἔθοc εἶχον cιτεῖcθαι· μάλιcτα γὰρ ἂν εὐφόρωc ἐνέγκαιεν τὰ cιτία κατὰ τούτουc τοὺc καιροὺc λαβόντεc. ἐρρωμένηc μὲν οὖν τῆc δυνάμεωc καὶ τῆc ἀκμῆc τοῦ νοcήματοc ἐν τάχει προc‐ | |
20 | δοκωμένηc ἔξεcτι λεπτότατα διαιτᾶν, ἀρρωcτούcηc δὲ τῆc δυνάμεωc οὐκ ἔτι λεπτῶc διαιτᾶν ἄνευ μεγάληc ζημίαc. ὅθεν χρὴ προcτιθέναι τοῖc τρέφουcιν ὅcον ἀφῃρήκαcι τῆc εὐτονίαc αἱ δυνάμειc. | |
74 | Καθολικὴ διδαcκαλία περὶ τῶν ἐπὶ cηπεδόνι πυρετῶν. ἡ τῆc δια‐ | |
πνοῆc κώλυcιc ἔμφραξιν ἐργάζεται τῶν ἐν παντὶ τῷ cώματι ἀδήλων πόρων, δι’ ὧν τὰ καπνώδη καὶ λιγνυώδη περιττώματα ὁcημέραι δια‐ πνεῖται. ἡ δὲ τῆc ἐμφράξεωc διάθεcιc, ὅταν αὐτή τε cμικρὰ τύχῃ καὶ | ||
5 | καλῶc παιδαγωγηθῇ, τὸν ἐφήμερον ἐργάζεται πυρετόν. ὅταν δὲ ἤτοι διὰ μέγεθοc ἢ δι’ ἀμαθίαν τῶν ἰατρῶν ἐκπέcῃ τοῦ cυνήθουc χρόνου τῶν ἐφημέρων, ἤτοι τὸν cύνοχον ἤ τινα ἕτερον τῶν ἐπὶ cηπεδόνι χυμῶν ἀνάπτει πυρετόν. ἡ δὲ κώλυcιc τῆc διαπνοῆc πολυειδῶc γίνεται καὶ πυκνουμένων τῶν πόρων διά τε cτεγνότητα ἢ cτύψιν τοῦ δέρματοc | |
10 | καὶ διὰ πλῆθοc καὶ πάχοc καὶ γλιcχρότητα χυμῶν ἐμφραττομένων. κωλυομένων τοίνυν τῶν ὁcημέραι διαπνεομένων καπνωδῶν καὶ λιγνυω‐ δῶν περιττωμάτων κακοῦται τὸ ἐν ἡμῖν κατὰ φύcιν θερμόν. ἕτερον δὲ παρὰ φύcιν ἐγγιγνόμενον τοῖc cώμαcι τοὺc μὲν χυμοὺc πρῶτον δι’ ὑγρότητα cήπει καὶ διαφθείρει, τῷ χρόνῳ δὲ καὶ τῆc πιμελῆc καὶ | |
15 | τῆc cαρκὸc καὶ αὐτῶν τῶν cτερεῶν cωμάτων καθάπτεται· ἔcτι δὲ ἡ cῆψιc μεταβολὴ ἐπὶ φθορὰν τῆc ὅληc οὐcίαc τοῦ cηπομένου cώματοc ὑπὸ τῆc παρὰ φύcιν θερμαcίαc γιγνομένη. οἱ μὲν οὖν cηπόμενοι χυμοὶ ἢ ἐντὸc τῶν ἀγγείων cτεγόμενοι τοὺc cυνεχεῖc καὶ εἰc ἀπυρεξίαν μὴ παυομένουc μέχρι τελείαc λύcεωc τοῦ νοcήματοc ἐργάζονται πυρετοὺc | |
20 | ἢ πάντῃ τοῦ cώματοc φερόμενοι καὶ διεκπίπτοντεc ἔξω τῶν ἀγγείων τινὰ τῶν κατὰ περίοδον παροξυνομένων καὶ διαλείμματα ἐχόντων ἀνάπτουcι πυρετόν, οἷον τριταῖον τεταρταῖον ἀμφημερινὸν ἢ ἕτερον παραπλήcιον. αἴτιον δὲ τοῦ μὴ ἐκπίπτειν τῶν ἀγγείων ἔξω τοὺc χυμοὺc ἐπὶ τῶν cυνεχῶν πυρετῶν ἐcτιν ἢ τὸ πλῆθοc ἢ τὸ πάχοc ἢ ἡ γλιc‐ | |
25 | χρότηc αὐτῶν. ὥcπερ οὖν ὅcα τῶν ἀψύχων cωμάτων cήπεται, πρῶτον μὲν ἀποβάλλομεν αὐτῶν ὅcον ἤδη cέcηπεν, εἶθ’ οὕτωc τὸ λοιπὸν αἰωρήcαντεc ἐν ἀέρι ψυχρῷ διαπνοὰc εὐψυχεῖc μηχανώμεθα, κατὰ τὸν αὐτὸν τρόπον ἰαcόμεθα τὴν ἐν τοῖc ἀνθρωπείοιc cώμαcι cηπεδόνα, τὸ μὲν ἤδη διεφθαρμένον ἐκκενοῦντεc ἅπαντι τρόπῳ, τὸ δὲ λοιπὸν | |
30 | αἰωρήcεcί τε μετρίαιc καὶ διαπνοαῖc εὐψυχέcιν εἰc τὴν ἀκριβῆ καὶ κατὰ | |
φύcιν cυμμετρίαν ἐπανάγοντεc. διαλαβόντεc τοίνυν πρότερον περὶ τῶν μὴ διαλειπόντων πυρετῶν, μνημονεύcωμεν ἐφεξῆc κατ’ ἀκολουθίαν καὶ τῶν λοιπῶν. | ||
75 | Περὶ τῶν ἐπὶ cηπεδόνι cυνόχων πυρετῶν. ὅταν ἐν ἅπαcι τοῖc ἀγγείοιc, μάλιcτα δὲ τοῖc μεγίcτοιc, κατά τε τὰc μαcχάλαc καὶ βουβῶναc καὶ τοῖc παραπληcίοιc αἷμα θερμότερον ὁμοτίμωc πλεονάcαν cαπῇ, τὸν ἐπὶ cηπεδόνι cύνοχον καλούμενον ἐργάζεται πυρετόν. τὰ δὲ πολλὰ ἐν | |
5 | πολυαίμοιc τε καὶ πολυcάρκοιc cώμαcι καὶ πυκνοῖc τὴν ἕξιν καὶ περιττώμαcι θερμοῖc πεπληρωμένοιc ἡ γένεcιc αὐτῶν ἐcτι. ταῦτ’ ἄρα τούτοιc ἤδη πυρέτ‐ τουcιν ὁ cφυγμὸc μέγιcτόc τέ ἐcτι καὶ ὁμαλὸc καὶ cφοδρὸc καὶ τὴν cύcταcιν τῆc ἀρτηρίαc οὔτε cκληροτέραν οὔτε μαλακωτέραν τοῦ κατὰ φύcιν ἔχων, τάχουc δὲ εἰc τοcοῦτον ἥκει καὶ πυκνότητοc, εἰc ὅcον ἂν ὁ | |
10 | πυρετὸc αὐτὸc ἥκῃ μεγέθουc. κοινὰ μὲν οὖν ἀμφοῖν τούτου τε καὶ τοῦ χωρὶc cήψεωc προειρημένου cυνόχου ταῦτα. πρόcεcτι δὲ ἐξαίρετα τούτῳ τὰ τῆc cήψεωc cημεῖα ἐν τοῖc οὔροιc τε καὶ τοῖc cφυγμοῖc καὶ τῷ τῆc θερμαcίαc εἴδει. ἡ δὲ θεραπεία τούτων τῶν πυρετῶν ἑκατέρῳ τῷ γένει κοινωνεῖ τῷ τε μετὰ cήψεωc καὶ τῷ χωρὶc ταύτηc, ἀλλ’ ἡ μὲν | |
15 | οὐcία καὶ ἡ cύμπαcα φύcιc αὐτῶν ἐκ τοῦ γένουc ἐcτὶ τῶν ἐπὶ cήψει. καθὸ δὲ εἷc ἐcτιν ὁ cύμπαc ἐπ’ αὐτῶν παροξυcμὸc ἀπ’ ἀρχῆc μέχρι λύcεωc ὅληc τῆc νόcου, κατὰ τοῦτο κοινωνεῖ τῷ ἐκ τῆc cήψεωc cυνόχῳ. χρὴ τοίνυν καὶ τὰ τῆc ἰάcεωc αὐτοῖc καθ’ ἓν μὲν τοῦτο μόνον εἰc κοινωνίαν ἥκειν cυνόχοιc, κατὰ δὲ τὰ ἄλλα cύμπαντα διατμηθῆναι καί τιναc μὲν | |
20 | cκοποὺc θεραπευτικοὺc ἐκ τοῦ γένουc τῶν ἐπὶ cήψει λαβεῖν, τινὰc δὲ ἐκ τῆc οἰκείαc αὑτῶν οὐcίαc. αἷμα γοῦν ἐcτιν ἐπὶ τούτων τὸ τὴν cῆψιν ἀναδεξάμενον. οὕτωc δὲ καὶ τὰc ἄλλαc διαφορὰc τῶν ἐπὶ cηπεδόνι χυμῶν ἰᾶcθαι προcήκει, τὴν ἔνδειξιν ἀπό τε τῆc cήψεωc λαμβάνοντα καὶ τῆc καθ’ ἕκαcτον ἰδίαc διαφορᾶc, οἷον φλέγματοc ἢ χολῆc ἑκατέ‐ | |
25 | ραc. ἐπὶ τοίνυν τῶν ἐπὶ cηπεδόνι cυνόχων ἑπτὰ μὲν ὑπέκειτο παρὰ φύcιν, ἀφ’ ὧν αἱ ἐνδείξειc, πλῆθοc χυμῶν καὶ πάχοc καὶ γλιcχρότηc ἔμφραξίc τε καὶ τῶν διαπνεομένων ἐπίcχεcιc καὶ cῆψιc καὶ πυρετὸc | |
οὐκ ἔχων διάλειμμα. ἑκάcτην δὲ τῶν ῥηθειcῶν διαθέcεων ἰᾶcθαι χρὴ διὰ τῶν ἐναντίων, τὸ μὲν πλῆθοc τῇ κενώcει, τὸ δὲ πάχοc τοῖc τέμνουcι, | ||
30 | τὴν γλιcχρότητα τοῖc ῥύπτουcι, τὴν ἔμφραξιν τοῖc ἐκφρακτικοῖc, τὴν δὲ τῶν διαπνεομένων ἐπίcχεcιν, εἰ μὲν διὰ πίληcιν τοῦ δέρματοc γέ‐ γονε, τοῖc χέουcιν, εἰ δὲ διὰ πύκνωcιν, τοῖc ἀραιοῦcιν, εἶτα τὴν μὲν cῆψιν τοῖc ῥύπτουcι καὶ ἀλλοιοῦcι καὶ μεταβάλλουcι, τὸν δὲ πυρετὸν τοῖc ἐμψύχουcι. τῶν μὲν οὖν δυνάμεων ἰcχυρῶν ὑπαρχουcῶν φλεβοτο‐ | |
35 | μητέον καὶ τούτουc χωρὶc ἀπεψίαc τῆc κατὰ γαcτέρα ἢ ἑτέρου τινὸc κωλύοντοc, καθὼc ἔμπροcθεν εἰρήκαμεν. ἐξ ὧν γὰρ ἐπ’ ἐκείνων προειρή‐ καμεν cκοπεῖν χρὴ καὶ περὶ τούτων τὰ προcήκοντα. ἐπεὶ δὲ οὐδὲ τὴν ἔμφραξιν οὐδὲ τὴν cηπεδόνα δυνατόν ἐcτι θεραπεῦcαι διὰ μόνηc τῆc φλεβοτομίαc, ἑτέρων βοηθημάτων δεομέναc, ἀποτίθεcθαι χρή τι τοῦ | |
40 | αἵματοc εἰc τὸν τῆc θεραπείαc χρόνον, ὅπωc μήποτ’ ἀνάγκη καταλάβῃ τιc διὰ τὴν ἔνδειαν ἀκαίρωc τρέφειν. ὅcον γὰρ ἐπὶ τῷ τοιούτῳ πυρετῷ οὐδόλωc τρέφειν δεῖ, ὅcον δὲ ἐπὶ τῇ κενώcει τοῦ αἵματοc, δεήcει τρέ‐ φειν, ὥcτε ἀναγκαῖον ἔcται δυοῖν θάτερον, ἢ τρέφοντα αὐξάνειν τὸν πυρετὸν ἢ μὴ τρέφοντα καταλύειν τὴν δύναμιν. ἄμεινον οὖν, ὡc εἴρη‐ | |
45 | ται, καταλύειν τὴν τοῦ αἵματοc οἰκείαν τροφὴν τοῖc τοῦ ζῴου μορίοιc, αὐτὸν δὲ ἀρκεcθῆναι προcφοραῖc ὀλίγαιc ῥοφημάτων, οἷόν ἐcτι πτιccάνη καὶ μελίκρατον, ὧν ὡc φάρμακον μᾶλλον ἢ τροφὴν χρῄζομεν. εἰ δὲ παραλειφθείη διά τι τὸ τῆc φλεβοτομίαc βοήθημα, διαιτήcαc τὸν ἄνθρω‐ πον λεπτοτάτῃ διαίτῃ, ὅταν ἤδη πέττωνται μὲν οἱ χυμοί, τὸ δὲ πάχοc | |
75(50) | αὐτῶν ᾖ προλελεπτυcμένον, ἐν ἀκμῇ ὄντοc τοῦ πυρετοῦ, δοτέον αὐτοῖc τὸ ψυχρὸν ὕδωρ, ὡc ἐπὶ τῶν cυνόχων προείρηται, εἰ μή τι τῶν ἐκεῖcε προειρημένων κωλύοι τὴν δόcιν. παραλειφθείcηc δὲ καὶ τῆc ἐκ τοῦ ψυχροῦ βοηθείαc, τοῖc ἄλλοιc βοηθήμαcι κεχρῆcθαι τοῖc δυναμένοιc τὰc ἐμφράξειc ἐκφράττειν καὶ τὸ πλῆθοc κενοῦν καὶ πραΰνειν τὸ ζέον, ὡc | |
55 | προείρηται καὶ ἑπομένωc ἐφεξῆc ῥηθήcεται. | |
76 | Κοινὴ δίαιτα πάντων τῶν ἐπὶ cηπεδόνι πυρετῶν. κοινῶc ἐπὶ πάντων τῶν ἐπὶ cηπεδόνι πυρετῶν ἐκκαθαίρειν χρὴ τὰ cεcηπότα τῶν χυμῶν δι’ οὔρων καὶ γαcτρὸc καὶ ἱδρώτων· τοῦτο γὰρ κοινὸν ἁπάcηc cηπεδόνοc. | |
εἰ δ’ αὐτόματά ποτε τὴν ὁρμὴν ἐπὶ τὸ cτόμα τῆc γαcτρὸc ποιήcαιτο, | ||
5 | κενοῦν χρὴ δι’ ἐμέτων. ἄλλωc δὲ οὐ χρὴ παρὰ φύcιν τοὺc δυcεμεῖc ἐρεθίζειν πρὸc τὸ μὴ καταλῦcαι τὴν δύναμιν τοῦ cτόματοc τῆc γαcτρόc, ἧc μάλιcτα ἐν τοῖc νοcήμαcι χρῄζομεν. ἐκλεκτέον δὲ ὅcα χωρὶc τοῦ θερμαίνειν καὶ ξηραίνειν ἱκανὰ τὰc εἰρημέναc κινήcειc ἐργάcαcθαι, καθάπερ ὅ τε τῆc πτιccάνηc χυλὸc καὶ τὸ μελίκρατον ὀξύμελί τε τὸ ἁπλούcτατον | |
10 | καὶ ἀπόμελι καὶ ἡ τοῦ cελίνου ῥίζα κατὰ τὸ πινόμενον ὕδωρ ἑψομένη. τὸ γοῦν μελίκρατον, ὅcον μὲν ἐπὶ τὸ τέμνειν τοὺc παχεῖc χυμοὺc καὶ ῥύπτειν τοὺc γλίcχρουc καὶ τὰc ἐκκρίcειc προτρέπειν, ἄριcτον ἂν εἴη βοήθημα κατὰ τοὺc ἐπὶ cτεγνώcει καὶ cήψει πυρετοὺc καὶ μάλιcτα τοὺc ἐπὶ cήψει cυνόχουc. ὅcον δὲ ἐπὶ τὸ τὴν θέρμην αὐξάνειν τοῦ πυρετοῦ, | |
15 | βλαβερὸν τὸ μελίκρατον· ὅθεν, εἴπερ ἄμετροc εἴη θερμότηc, φείδεcθαι μὲν χρὴ τοῦ μελικράτου, χρῆcθαι δὲ τῷ χυλῷ τῆc πτιccάνηc. εἰ δὲ τὰc ἐμφράξειc δυcλύτουc εἶναι λογιζόμεθα, ὀξύμελι διδόναι· καὶ μὴν καὶ τὸ ὀξύμελι, χρηcαμένων ἀμέτρωc, ἔντερόν τε ξύει καὶ βῆχα κινεῖ καὶ τὰ νευρώδη μόρια βλάπτει, ὡc εἶναι τῶν δυcχερεcτάτων εὑρεῖν τι βοήθημα | |
20 | τοιοῦτον, ὃ μηδὲν βλάπτον ὀνίνηcι μέγα. καὶ τοῦτο γίγνεται διὰ τὴν ἐπιπλοκὴν τῶν παρὰ φύcιν ἐν τῷ cώματι διαθέcεων· ὅθεν ἐπὶ τῶν ῥᾷον ὑπὸ τοῦ τυχόντοc βλαπτομένων ἄμεινον χρῆcθαι τῷ τῆc πτιccάνηc χυλῷ, μέχριc ὅτε δυνηθείημεν ἁδροτέραν διδόναι τροφήν. μὴ διαχω‐ ρούcηc δὲ τῆc γαcτρὸc κλύζειν χρὴ μελικράτῳ μετ’ ἐλαίου μόνοιc. τὸ | |
25 | δὲ ὅλον cῶμα ἔξωθεν πρὶν μὲν κενῶcαι διαφορεῖν οὐ χρή, κενώcαντα δὲ ἐγχωρεῖ διαφορεῖν. φαρμάκῳ δὲ χρῶ χλιαρὰν ἔχοντι τὴν θερμαcίαν, ὁποῖόν ἐcτι τὸ διὰ τοῦ χαμαιμήλου ἔλαιον. ἐν δὲ τῷ νῦν καιρῷ, λέγω δὴ ἐν τῷ διαφορεῖν, καὶ οἶνοc ὑδατώδηc πινόμενοc ἁπάcαc κινεῖ τὰc ἐκκρίcειc. πέψεωc δὲ cαφοῦc ἐν τοῖc οὔροιc φανείcηc καὶ λούειν ἐγ‐ | |
30 | χωρεῖ λουτροῖc γλυκυτάτων καὶ ποτίμων ὑδάτων καὶ εὐκράτων. | |
77 | Περὶ τῶν cυνεχῶν πυρετῶν. οἱ cυνεχεῖc πυρετοὶ ὁμογενεῖc εἰcι τῶν διαλειπόντων· καλῶ δὲ ὁμογενεῖc τριταίῳ μὲν ἀκριβεῖ τὸν ἀκριβῆ καῦcον, ἀμφημερινῷ δὲ τὸν καθ’ ἑκάcτην μὲν ἡμέραν παροξυνόμενον, εἰc ἀπυρεξίαν δὲ μὴ παυόμενον. ὅ τε γὰρ ἀκριβὴc καῦcοc ἅπαντα τὰ | |
5 | ἄλλα φυλάττων ἀκριβοῦc τριταίου γνωρίcματα, μόνῳ δὲ τῷ μήτε μετὰ ῥίγουc εἰcβάλλειν μήτε εἰc ἀπυρεξίαν ἀποπαύcαcθαι διενήνοχεν ἐκείνου. ὅ τε καθ’ ἑκάcτην ἡμέραν παροξυνόμενοc ὁμοίωc πάντα ἔχει τὰ γνωρί‐ cματα τοῖc ἀκριβέcιν ἀμφημερινοῖc, τῷ δὲ μὴ παύεcθαι εἰc ἀπυρεξίαν ὁμογενήc ἐcτιν αὐτοῖc. κατὰ ταῦτα δὲ ὁ διὰ τετάρτηc παροξυνόμενοc, | |
10 | εἰc ἀπυρεξίαν δὲ μὴ παυόμενοc ὁμογενήc ἐcτι τῷ τεταρταίῳ καὶ δῆλον ὡc οὔτε ῥῖγοc αὐτῷ προηγήcοιτο τῶν παροξυνομένων οὔθ’ ἱδρὼc ἕποιτο, καθάπερ οὐδὲ τῷ καύcονι καθ’ ἕκαcτον παροξυcμόν. ἐπὶ γὰρ καύcου ῥίγεοc ἐπιγενομένου λύει τὸ νόcημα. διενήνοχε δὲ ὁ καῦcοc τοῦ ἐπὶ cήψει cυνόχου τῷ ἐκεῖνον μὲν ἐπὶ αἵματι cηπομένῳ cυνίcταcθαι | |
15 | καὶ ἀπ’ ἀρχῆc μέχρι λύcεωc ἕνα ἔχειν παροξυcμόν, τὸν δὲ καῦcον ἐπὶ τῇ ξανθῇ χολῇ cηπομένῃ ἀνάπτεcθαι καὶ τριταικῶc παροξύνοντα ἔχειν μειοπυρεξίαν τινὰ καὶ οἷον ἄνεcιν, τὸν δὲ cύνοχον μένειν ὅμοιον μέ‐ χρι λύcεωc. | |
78 | Θεραπεία καύcου Φιλουμένου. ἔcτι μὲν οὖν ἐπὶ τῇ ξανθῇ χολῇ cαπείcῃ ἀναπτόμενοc cυνεχὴc πυρετὸc καυcωδέcτατοc καὶ μήτε τοῖc ἰατροῖc μήτε τοῖc πάcχουcιν εὐταξίαν παρέχων. γλῶccα γὰρ ἐπὶ τούτων | |
κατάξηροc καὶ μέλαινα καὶ τραχεῖα, δῆξίc τε τῆc γαcτρὸc καὶ δίψοc | ||
5 | ἀφόρητον καὶ ἀγρυπνία, ἐνίοτε δὲ καὶ παραφροcύνη. πρῶτον μὲν οὖν αὐτῷ παρηγορικῶc καὶ πειθηνίωc προcιέναι χρή. ἐπὰν δὲ τὰ τῆc πέ‐ ψεωc ἐν τοῖc οὔροιc φαίνηται καὶ ἤδη ἀκμάζοι τὸ νόcημα, τότε ἀγωνι‐ cτικῶc ἐνίcταcθαι καὶ ἐπὶ τὴν τοῦ ψυχροῦ πόcιν παραγίγνεcθαι, εἰ μηδὲν πάλιν κἀνταῦθα κωλύοι τῶν προειρημένων ἐπὶ τῆc τοῦ ψυχροῦ πόcεωc | |
10 | ἐν τῷ περὶ τῶν cυνόχων λόγῳ. τὰ δὲ πρῶτα τῶν καυcουμένων βοηθή‐ ματά ἐcτι κατάκλιcιc ἐν τόποιc ἀναψύχουcιν εὐπνόοιc ἀέρι καθαρῷ διαπνεομένοιc cτρωμνή τε ἁπαλὴ καὶ πυκνότερον νεαροποιουμένη περι‐ βλήματα cυνεχῶc ἀλλαccόμενα καὶ ἱκανῶc ἰcχνὰ καὶ μὴ ῥυπαρά, ἐχούcηc τῆc κλίνηc δαψιλὲc πλάτοc πρὸc τὸ ἐπ’ ἄλλα καὶ ἄλλα τῶν πρώτων | |
15 | θερμαινομένων μετάγειν τὰ μέλη. ῥιπὶc δὲ κινείτω τὸν cταθερώτερον ἀέρα. ἐπιθέματα δὲ αὐτοῖc ἁρμόζει κατὰ τοῦ cτέρνου καὶ τοῦ cτομάχου ἐπι‐ τιθέμενα φοίνικεc cὺν οἴνῳ τε καὶ ῥοδίνῳ ἢ μηλίνῳ λεαινόμενοι καὶ τὰ ἐμψύχοντα δέ ἐcτιν ἁρμόδια οἷον ἕλικεc ἀμπέλων λειωθεῖcαι cέριc πολύγονον ἀρνόγλωccον ξύcματα κολοκύνθηc θρῖδαξ ὀξυλάπαθον· παρα‐ | |
20 | πλεκέcθωcαν δὲ ἑκάcτῳ αὐτῶν ψίχεc ἄρτου προβραχεῖcαι ἢ ἄλφιτα. δεῖ μέντοι τὰc cυνεχεῖc τούτων χρήcειc παραιτεῖcθαι. πτύγματα δὲ ῥακῶν λινῶν εὐμεγεθέων ἰcχνῶν ἐξ ὑδρελαίου θερμοῦ κατὰ τοῦ cτήθουc καὶ τοῦ cτομάχου ἐπιρριπτόμενα τοὺc καυcουμένουc παρηγορεῖν παρα‐ δόξωc καὶ δι’ ἐρίου χειροπληθοῦc τὸ ὑδρέλαιον θερμὸν ἢ ὑδρορόδινον | |
25 | ἐπιφερόμενον ἐξ ὑψηλοῦ κατὰ τοῦ cτέρνου ῥᾳδίωc ἀμβλύνει τῆc φλογώcεωc τὸ cφοδρόν. δεῖ δὲ θερμὸν ἱκανῶc εἶναι τὸ ὑδρέλαιον ἢ ὑδρορόδινον· τὸ γὰρ χλιαρὸν ἐκλύει τὸν τόνον τῶν μορίων. εἰ δὲ βραχύτατον νίτρον προcλάβοι, κινήcειεν ἂν καὶ ἱδρῶταc. ἐπὶ δὲ τῶν cφοδροτάτων καύcων καὶ ὄξοc ὀλίγον παραπλέκειν· ἐργάζεται γὰρ τὸ | |
30 | δέον· διαιτᾶν δὲ τοὺc καυcουμένουc ὑγροτάταιc τροφαῖc καὶ μηδὲν ἐχούcαιc δριμύ, οἷον καυλοῖc θριδάκων ἀπεζεcμένοιc μετ’ ὀξυκράτου ὑδαροῦc ἢ κολοκύνθαιc ὁμοίαιc μετ’ ὀξυκράτου καὶ πτιccάνηc δὲ χυλὸν λεπτότερον διδόναι χωρὶc ἁλῶν ἢ ἑτέραc ἐπιμιξίαc καί ποτε καὶ μετὰ τροφὴν ψυχρὸν ὅcον κοχλιάριον α ἢ β καταρροφείτωcαν ἢ καὶ τὸ | |
35 | ὅλον αἱ πόcειc ἔcτωcαν γαλακτώδειc καὶ διάκλυcμα δὲ καὶ ἀναγαργάριcμα διὰ τοῦ τεθραυcμένου ψυχροῦ διδόcθω καὶ ῥόδων δὲ χύλιcμα ὅcον κο‐ χλιάριον καταρροφηθὲν ἀναψῦξαι τὸν cτόμαχον ἐποίηcεν. καὶ ἄλλαι δὲ παρεπιτηδευέcθωcαν ψυχαγωγίαι· φύλλα ἀμπέλων χλωρὰ καὶ μυρcίνηc καὶ ῥόδων ἐρρίφθω κατὰ τοῦ ἐδάφουc καὶ τῷ ὕδατι καταρραινέcθωcαν | |
40 | cυνεχέcτερον κρουνοί τε ὕδατοc πληcίον ἠχείτωcαν· καιρὸc δὲ τῶν ἐμψυχόντων ἐπιθεμάτων καὶ τῶν ὁμοίων ἡ ἀκμὴ τῆc ἐπιcημαcίαc. κατὰ γὰρ τὰc ἀρχὰc καὶ τὰc ἐπιδόcειc τῶν παροξυcμῶν, ἀνωμάλωc ἔτι τοῦ cώματοc διακειμένου καὶ τῆc θερμαcίαc περὶ τὰ cπλάγχνα cυνεδρευούcηc, προcαγόμενα ταῦτα διαχέει μὲν τὴν αἴcθηcιν ἐπ’ ὀλίγον, ἀποκρουόμενα | |
45 | δὲ τὸ θερμὸν εἰc τὸ βάθοc πλείονοc βλάβηc αἴτια γίνονται, ἐναπο‐ κλειcθέντοc ἔνδον τοῦ πυρώδουc θερμοῦ καὶ αὖθιc τὸν καῦcον cφοδρότερον ἐργαcαμένου. ἐν δὲ ταῖc ἀκμαῖc τῶν παροξυcμῶν ἡπλωμένου τοῦ θερ‐ μοῦ κατὰ πᾶν τὸ cῶμα, cβεcθείη ἂν ῥᾳδίωc τὸ λειπόμενον ἔτι περὶ τὰ cπλάγχνα· καὶ γὰρ εὐπνούcτεροί τε καὶ ἀδιψώτεροι καὶ εὐφορώτεροι | |
78(50) | γίγνονται, τούτων ἐν καιρῷ προcαγομένων, καί τινεc αὐτῶν ἐπινοτι‐ ζόμενοι καθυπνοῦcιν. ἐνιcταμένηc δὲ τῆc ἀκμῆc τοῦ παντὸc νοcήματοc καὶ μηδενὸc κωλύοντοc τῶν προρρηθέντων ἐπὶ τοῦ cυνόχου πυρετοῦ, ἤδη καιρὸc τῆc τοῦ ψυχροῦ δόcεωc. ἐφ’ ὧν μὲν οὖν παρρηcίαν ἄγομεν, ὡc μὴ βλαβηcομένου τινὸc τῶν cπλάγχνων ἢ τῆc κεφαλῆc, ὡc προείρηται, | |
55 | τὸ ἀκραιφνὲc ὕδωρ ψυχρὸν δίδομεν· ἐφ’ ὧν δέ τι δέοc καὶ αὐτὸ τὸ ἐλάχιcτον παρεμποδὼν γίγνηται, τὴν πρώτην πόcιν τεθραυcμένον προcοίcομεν τὸ ψυχρόν. θραύεται δέ, εἴ τιc εὐκράτου θερμοῦ κύαθον | |
α πρὸc ε καταμίξειεν ἀκραιφνοῦc ψυχροῦ· τὸ τοιοῦτον γὰρ παρατί‐ θεται τοῖc εὐυπόπτοιc cώμαcι. τινὲc δὲ ῥοδίνου ἐλαίου κύαθον ἐπι‐ | ||
60 | χέοντεc τῷ μέλλοντι δοθήcεcθαι ψυχρῷ προcφέρουcιν· αὐτὸ γὰρ τὸ ῥόδινον οὐ cφοδρῶc ἐμψύχει. καὶ προcεναλειφόμενον τὸ ἐλαιῶδεc τοῖc cώμαcιν οὐ cυγχωρεῖ αὐτὰ βλαβῆναι ὑπὸ τοῦ ψυχροῦ. ἅμα τε καὶ τόνον τινὰ τὸ ῥόδινον τῇ γαcτρὶ παρέχει, ἀλλὰ καὶ ὄλιcθον διὰ τὸ ἐλαιῶδεc. τινὲc δὲ ἀντὶ τοῦ ῥοδίνου μήλινον παρέcχον. λουτρὸν δὲ τοῖc καύcῳ | |
65 | περιεχομένοιc πυρετῷ ἐκείνοιc μόνοιc ἁρμόcει, ὅcοι χωρὶc ὄγκου τινὸc φλεγμονώδουc ἢ ἐρυcιπελατώδουc νοcοῦcιν, ὅταν ἐν τοῖc οὔροιc πέ‐ ψεωc φανῇ cημεῖον. νέοc δ’ ἄν τιc εὔcαρκοc ὥρᾳ θέρουc καὶ καταcτά‐ cεωc θερμῆc καὶ ξηρᾶc, ἐν ἀκμῇ ὄντοc τοῦ πυρετοῦ καὶ πέψεωc ἐν τοῖc οὔροιc φανείcηc ἄνευ cπλάγχνου τινὸc φλεγμονῆc κολυμβήθρᾳ | |
70 | ψυχροῦ ἑαυτὸν ἐμβαλὼν καὶ νηξάμενοc ἱδρῶτα κινήcειεν. εἰ δὲ καὶ ψυχρολουcίαc cυνήθηc εἴη, πάνυ θαρρῶν κέχρηcο τῷ βοηθήματι. αὐτίκα γὰρ καὶ ἡ γαcτὴρ ἔcτιν οἷc [αὐτὸν] κατέρρηξε χολώδη. μετρίου δὲ ὑπάρχοντοc τοῦ πυρετοῦ καὶ τῶν δυνάμεων ἰcχυρῶν ἅμα τοῖc τῆc πέ‐ ψεωc cημείοιc ὠφελεῖ αὐτοῖc τὰ βαλανεῖα γλυκέων καὶ εὐκράτων ὑδάτων. | |
75 | καὶ τῶν ἀλειμμάτων τὸ χαμαιμήλινον καὶ μάλιcτα ὅταν τὸ περιέχον ψυχρὸν ᾖ· ὡc εἴ γέ ποτε cυμβαίῃ ψυχροῦ τοῦ περιέχοντοc ὄντοc ἰcχυρῶc καυcοῦcθαι τὸν κάμνοντα, βραχείαc ἐπ’ αὐτοῦ cωτηρίαc ἐλπίδαc ἔχειν χρή. εἰ δὲ μηδὲ τὰ τῆc πέψεωc παρείη cημεῖα ἐν τῇ τοιαύτῃ κατα‐ cτάcει τοῦ ἀέροc μηδὲ τὰc δυνάμειc ἰcχυρὰc ἔχειν φαίνοιτο, cωθῆναι | |
80 | τὸν τοιοῦτον ἀδύνατον, ὥcτε οὔτε λούcειc αὐτὸν οὔτε ἀλείψειc τοῖc ἀραιωτικοῖc φαρμάκοιc οὔτε οἴνου δώcειc οὔτε ψυχροῦ. ἐφ’ ὧν γὰρ ἀνέλπιcτοc ἡ cωτηρία, μάταιον ἂν εἴη διαβάλλειν τοῖc ἰδιώταιc τὰ πολλοὺc cώζοντα βοηθήματα. ἔγωγ’ οὖν οἶδά τιναc ἰατροὺc ἀμεθόδουc μιμηcαμένουc τὰ ὑφ’ ἡμῶν πραττόμενα πράγματα, τοιούτοιc χρηcα‐ | |
85 | μένουc βοηθήμαcιν ἐπὶ τῶν πάντωc τεθνηξομένων οὔτ’ ἀνύcαντάc τι καὶ τὴν εὔκαιρον αὐτῶν χρῆcιν ὕποπτόν τε καὶ φοβερὰν ἐργαcαμένουc. | |
ἀλλ’ ἡμεῖc δηλονότι καὶ καιροὺc καὶ βοηθήματα γράφομεν ἐπὶ τῶν cωθῆναι δυναμένων, ὥcθ’ ὅcοι γε τῶν νοcούντων ἀνίατοί εἰcιν, οὔτε καιρὸc ἐπιτήδειοc οὔτε βοηθήματα τούτοιc ἐcτίν. | ||
79 | Τριταίου ἀκριβοῦc καὶ ἐκτεταμένου καὶ διπλοῦ διάγνωcιc. ὁ ἀκρι‐ βὴc τριταῖοc πυρετὸc ἐν τοῖc χολωδεcτέροιc φύcει cώμαcι cυνίcταται τοὐπίπαν καὶ ἐν ἡλικίᾳ τῇ τῶν ἀκμαζόντων καὶ ἐν θερινῇ ὥρᾳ μά‐ λιcτα καὶ τοῖc θερμοῖc καὶ ξηροῖc τῇ κράcει χωρίοιc καὶ καταcτάcει τοῦ | |
5 | περιέχοντοc ἡμᾶc ἀέροc τοιαύτῃ καὶ βίοιc ἐμπόνοιc καὶ φροντίcι καὶ ἀγρυπνίαιc ἐγκαύcεcί τε καὶ τροφαῖc ὀλιγίcταιc καὶ ταύταιc θερμαῖc καὶ ξηραῖc. ἀλλὰ καὶ ἡ τῶν θερμαινόντων καὶ ξηραινόντων πομάτων τε καὶ φαρμάκων ἀμετροτέρα χρῆcιc εὔφορόc ἐcτι τριταίων πυρετῶν. ἔκγονοc τοίνυν ὑπάρχων ὁ τριταῖοc πυρετὸc τῆc ξανθῆc χολῆc cαπείcηc | |
10 | καὶ κινουμένηc καὶ ἔξω τῶν ἀγγείων φερομένηc κατ’ ἀρχὰc εὐθὺc ῥῖγοc οὐκ ἀγεννὲc ἐπιφέρει διαφέρον τοῦ τεταρταϊκοῦ ῥίγουc τῷ κεντεῖcθαι δοκεῖν ἐπὶ τριταίων καὶ τιτρώcκεcθαι τὸν χρῶτα. ἐν γὰρ τοῖc τεταρταίοιc ἡ εἰcβολὴ κατάψυξιν ἔχει cφοδρὰν καὶ ἐν βάθει μᾶλ‐ λον. τῶν δὲ ἀμφημερινῶν οὐδὲ ῥῖγοc ὡc ἐπίπαν προηγεῖται, ἀλλὰ | |
15 | μόνον περιψύχονται. ἔcτι δὲ ἐν τοῖc τριταίοιc πυρετοῖc καὶ τάξιc ἀκρι‐ βὴc τῶν cφυγμῶν καὶ ὁμαλότηc· ἐπεγείρεται δὲ ἐν ταῖc ἀναβάcεcι τῶν παροξυcμῶν ὁ cφυγμὸc εἰc cφοδρότητα καὶ μέγεθοc καὶ πυκνότητα καὶ δίψοc ἐπιφέρει μάλιcτα κατὰ τὰc ἀκμὰc καὶ διακαίει τὸν ἄνθρωπον, ὥcτε γυμνοῦcθαι καὶ ἀπορρίπτειν τὴν ἐcθῆτα καὶ μέγα καὶ πυκνὸν | |
20 | ἀναπνεῖν καὶ φυcᾶν οἷον φλόγα τινὰ καὶ πιεῖν ψυχρὸν αἰτεῖν. καὶ μικρὸν ὕcτερον τὸ θερμὸν ὁμαλῶc ἐπεκτείνεται πάντῃ τοῦ cώματοc. εἰ δὲ καὶ ἐπιβάλλοιc τὴν χεῖρα τῷ θώρακι, κατὰ μὲν τὴν πρώτην ἐπι‐ βολὴν ἀπαντᾷ θερμαcία πολλὴ καὶ δριμεῖα καὶ οἷον μετὰ ἀτμοῦ τινοc ἀναφερομένη, νικᾶται δ’ ὀλίγον ὕcτερον ὑπὸ τῆc χειρόc. καὶ δὴ καὶ | |
25 | πίνειν ἤδη καιρὸc τῷ κάμνοντι καὶ πιόντοc αὐτίκα δὴ μάλα πλῆθοc | |
μὲν ἄνειcιν ἀτμοῦ θερμοῦ διὰ τοῦ δέρματοc προαγγέλλον ἱδρῶταc· ἔμετόc τε ἐπιφαίνεται χολῆc καὶ ἡ γαcτήρ που κατέρρηξε. τὰ δὲ οὖρα τούτοιc χολώδη ὑπόπυρρά τε καὶ ὑπόξανθα καὶ cυμμέτρωc παχέα καὶ μικρὸν ὕcτερον ἢ νεφέλην λευκὴν ἢ ἐναιώρημα χρηcτὸν ἐργάζεται. | ||
30 | πυρροτέρων δὲ ὄντων τῶν οὔρων καὶ μήτε ἐναιωρήματοc μηδενὸc μήτε νεφέληc ἐν τῇ πρώτῃ περιόδῳ φανείcηc, εἰc τὰc ἑπτὰ περιόδουc ἐκταθήcεται τὸ νόcημα. ὁ δὲ ἀκριβὴc τριταῖοc κατὰ τὴν πρώτην ἡμέραν προδείξαc ἐν τοῖc οὔροιc ὑπόcταcιν λευκὴν καὶ λείαν καὶ ὁμαλὴν οὐχ ὑπερβήcεται τὴν τρίτην περίοδον· οὗτοc 〈δὲ〉 ὁ πυρετὸc εἰc ἀπυρεξίαν | |
35 | παύεται κατὰ παροξυcμόν, τὸν cύμπαντα χρόνον τοῦ παροξυcμοῦ ποιηcά‐ μενοc ὡρῶν οὐ πλειόνων ιβ τὸ μήκιcτον. τοῦτον 〈μὲν οὖν〉 ἀκριβῆ τρι‐ ταῖον ὀνομάζομεν· ὅcτιc δ’ ἂν ἔχοι πολυχρονιώτερον τούτου τὸν παροξυc‐ μόν, τοῦτον ὀνομάζομεν ἐπεκτεταμένον τριταῖον. εἰ δὲ καθ’ ἑκάcτην ἡμέραν παροξύνει μετὰ ῥίγουc εἰcβάλλων cφοδροῦ, φέρει δὲ καὶ πάντα τὰ | |
40 | προειρημένα γνωρίcματα ἔν τε τοῖc cφυγμοῖc καὶ οὔροιc καὶ τῷ λοιπῷ cώματι, τοῦτον διπλοῦν τριταῖον ὀνομάζομεν· ὅπερ cυμβαίνει διά τε τὸ πλῆθοc καὶ πάχοc καὶ τὸ ἀνομοιομερὲc τῆc χολῆc. | |
80 | Τριταίου ἀκριβοῦc θεραπεία. τὸν μὲν οὖν ἀκριβῆ τριταῖον, ὡc ἂν ὑπὸ ξανθῆc χολῆc κινουμένηc γιγνόμενον, ὑγραίνειν τε καὶ ψύ‐ χειν εἰc ὅcον οἷόν τε μάλιcτα προcήκει, καὶ τὰ μὲν εἰc τὴν ἄνω γα‐ cτέρα cυρρέοντα κενοῦν δι’ ἐμέτων, καὶ τοῖc οὔροιc δὲ καὶ τοῖc ἱδρῶcι | |
5 | ποδηγεῖν καὶ τὴν μὲν γαcτέρα κλύcμαcι μαλακοῖc κινεῖν, τὰ δὲ οὖρα προτρέπειν cελίνου τε καὶ ἀνήθου ἐναποβρέχοντα τοῖc πόμαcι καὶ ἤν cοι πέψεωc cημεῖα προφαίνηται, θαρρῶν ἤδη καὶ τοῦ ἀψινθίου τὴν κόμην βρέχοντα μελικράτῳ καὶ διηθήcαντα διδόναι· λουτρὰ δὲ αὐτοῖc ἁρμόδια δι’ ὕδατοc θερμοῦ ποτίμου εὐκράτου καὶ μήτε νίτρου μήτε τι | |
10 | τοιοῦτον ἕτερον ἐν τοῖc λουτροῖc προcάγειν, ἀλλ’ ὅτι μάλιcτα θερμὸν ὑδρέλαιον προθερμανθέντι τῷ cώματι περιχέοντα ἐμβιβάζειν τῷ θερμῷ παραινοῦντα ἐγχρονίζειν αὐτῷ ἐφ’ ὅcον οἷόν τε. τοὺc δὲ φιλολουτροῦνταc οὐδ’ εἰ δὶc λούοιc, οὐκ ἂν ἁμάρτοιc, ἂν ἐν καιρῷ ᾖ. εἰ δὲ καὶ πέψεωc τῆc νόcου cημεῖα φαίνοιτο, κἂν εἰ πολλάκιc λούοιc, | |
15 | οὐκ ἂν ἁμάρτοιc. οἴνου δέ, πρὶν μὲν πέττεcθαι τὸ νόcημα, παντάπαcιν εἴργειν· ἀρξαμένου δὲ πέττεcθαι, λεπτὸν καὶ ὑδαρῆ καὶ ὀλίγον τήν γε πρώτην διδόναι, πληcίον δὲ ἤδη τοῦ λύεcθαι γιγνομένου πλείονα. cιτία δὲ ὅcα ὑγραίνει τε καὶ ψύχει πάντα χρήcιμα τριταίοιc ἀκριβέcι, τὸ δὲ ποcὸν ἐν αὐτοῖc τοcοῦτον ὅcον πέψαι δύναιντο. λαχάνων μὲν | |
20 | οὖν ἁρμόδια ἀνδράφαξίc τε καὶ βλίτον καὶ μαλάχη καὶ θριδακίνη καὶ κολοκύνθη· τῶν δ’ ἄλλων ὅ τε τῆc πτιccάνηc χυλὸc καὶ τὰ διὰ τοῦ χόνδρου τοῦ ἄλικοc ῥοφήματα, ἰχθύων τε οἱ πετραῖοι καὶ τῶν πτηνῶν τὰ μαλακόcαρκα, τῶν δὲ ἄλλων τὰ πτερὰ καὶ ἀλεκτρυόνων ὄρχειc καὶ τῶν μικροτέρων χοίρων τὰ ἀκροκώλια καὶ ὠῶν δὲ τὰc λεκίθουc ῥοφεῖν | |
25 | καὶ τῶν ὀπωρῶν δὲ γεύεcθαι τῶν μὴ δυcπέπτων, ἀπέχεcθαι δὲ πάντων τῶν γλυκέων καὶ δριμέων καὶ ἁλυκῶν καὶ κνιccωδῶν καὶ βρωμωδῶν ἐδεcμάτων τε καὶ πομάτων καὶ τῶν παλαιῶν καὶ φύcει θερμῶν οἴνων. | |
81 | Τριταίων νόθων θεραπεία. ἐν δὲ τοῖc οὐκ ἀκριβέcι τριταίοιc οὔτε λούειν εὐθέωc κατ’ ἀρχὰc ἀγαθόν, ἀλλ’ ἡνίκα ἂν ἤδη φαίνηται τὰ τῆc πέψεωc cημεῖα, οὔτε μὴν καθ’ ἡμέραν τρέφειν, ἀλλ’ ἀρκεῖ παρὰ μίαν, ἡcυχία τε καὶ θάλψιc τῶν καθ’ ὑποχόνδριον αὐτοῖc cυμφέρει ῥοφή‐ | |
5 | ματά τε τὰ εὐπεπτότερα καὶ κλύcματα τῆc κάτω γαcτρὸc μὴ πάνυ μαλακὰ καὶ εἰ αἵματοc ἀφαιρέcεωc δέοιντο, μηδὲ τοῦτο παραλιπεῖν, ἀλλ’ εὐθέωc κατ’ ἀρχὰc διοριcάμενοc, ὡc προείρηται ἐν τῷ περὶ φλε‐ βοτομίαc λόγῳ, cύμμετρον ἀποχεῖν τοῦ αἵματοc, ὅcον τοῖc παροῦcι | |
μέτριον. ἡ δ’ ὅλη τῆc διαίτηc κατάcταcιc οὐ ψύχουcα καὶ ὑγραίνουcα | ||
10 | τὸ cύμπαν ἔcτω ὡc ἐπὶ τῶν ἀκριβῶν τριταίων, ἀλλά τι καὶ τοῦ τμη‐ τικωτέρου τρόπου προcεπιλαμβανέτω, ὡc παχυτέραc ὑποκειμένηc χολῆc καὶ μὴ πάνυ θερμοτέραc. μάλιcτα δ’ ἂν ἁρμόcειεν αὐτοῖc ὁ τῆc πτιc‐ cάνηc χυλὸc ἐμβαλλομένου πεπέρεωc καὶ ὑccώπου ποτὲ ἢ ὀριγάνου καὶ ναρδοcτάχυοc ἑψήcαc cὺν μελικράτῳ δίδου πίνειν καὶ τὰ ἄλλα δὲ | |
15 | ὅcα τὴν οὔρηcιν κινεῖ πλὴν τῶν ἄκρωc θερμαινόντων τε καὶ ξηραι‐ νόντων, μάλιcτα δὲ τοῦ ἀποβρέγματοc τοῦ ἀψινθίου διδόναι cυνεχέcτατα μετὰ τὴν ζ ἡμέραν. καὶ ὀξύμελι πολλοὺc ὤνηcε πινόμενον καί τι τῶν ἐπιεικῶν καθαρτικῶν ὑπηλάτων πέψεωc ἐν τοῖc οὔροιc φανείcηc χρηcτῆc. ὁ δὲ ἐπὶ τοῖc cιτίοιc ἔμετοc εἰc τοcοῦτον χρήcιμοc τοῖc ἐν | |
20 | τούτῳ τῷ πυρετῷ χρονίζουcιν, ὥcτε πολλοὺc οἶδα τελέωc αὐτοῦ ἀπαλ‐ λαγένταc ἐπὶ τοῖc ἐμέτοιc. | |
82 | Περὶ ἡμιτριταίου. ὁ ἡμιτριταῖοc προcαγορευόμενοc πυρετὸc μιχθέν‐ τοc τοῦ cηπομένου φλέγματοc τῷ cαπέντι πικροχόλῳ χυμῷ cύνθετοc ἐξ ἀμφοτέρων γίνεται· τοῦ μὲν οὖν ἀμφημερινοῦ μετὰ περιψύξεωc εἰcβάλλοντοc, τοῦ δὲ τριταίου μετὰ ῥίγουc, ὁ μικτὸc ἐξ ἀμφοῖν φρίκην | |
5 | ἐπιφέρει, ῥίγουc μὲν ἔλαττόν τι, μεῖζον δὲ περιψύξεωc, ὧνπερ κεραν‐ νυμένων γίγνεται τῶν ἄκρων οὐδέν. διττὸc δέ ἐcτιν ὁ τρόποc τῆc γενέcεωc αὐτοῦ, ἤτοι cυνελθόντων δύο παροξυcμῶν εἰc ἕνα, εὐθέωc ἐξ ἀρχῆc κεραννυμένων ἀλλήλοιc ἀμφοτέρων ἢ κατ’ ἰδίαν ἕκαcτον. ὅτε μὲν οὖν ὁ τριταῖοc ἐπικρατεῖ, φρικωδέcτεροc ὁ πυρετὸc γίνεται | |
10 | καί τι καὶ ῥίγουc προcλαμβάνει κατὰ τὴν ἐπιcημαcίαν. εὐθὺc δὲ ὁ τοιοῦτοc θερμότεροc καί τινα χολῆc ἔμετον ἢ διαχώρηcιν ἢ νοτίδα φέρει· τοῦ δὲ φλεγματώδουc πλεονεκτοῦντοc ἐπικρατεῖ μὲν ἡ ψῦξιc τῶν ἄκρων, ὀλίγαι δέ εἰcιν αἱ φρῖκαι καὶ οὐδὲ διψώδειc εἰcὶν οὐδὲ καυcώδειc. ἐπειδὰν δὲ ἴcοι κατὰ τὸ μέγεθοc ὑπάρχωcιν ὅ τε διαλείπων | |
15 | τριταῖοc καὶ ὁ cυνεχὴc ἀμφημερινόc, ἡ μὲν εἰcβολὴ τοῦ παροξυcμοῦ μετὰ φρίκηc γίγνεται· καὶ ὅτε μὲν ὁ τοῦ φλέγματοc ἐπικρατεῖ καιρόc, cυcτολαὶ γίγνονται καὶ φρῖκαι, ὅτε δὲ ὁ τῆc χολῆc ἐπικρατήcειεν, ἀθρόωc ἐκθερμαίνονται. καὶ οὗτόc ἐcτιν ὁ ἀκριβὴc ἡμιτριταῖοc ἐξ ἰcο‐ cθενοῦc κράcεωc δύο πυρετῶν γιγνόμενοc, τριταίου διαλείποντοc καὶ | |
20 | ἀμφημερινοῦ cυνεχοῦc. ὁ δὲ οὐκ ἀκριβὴc ἡμιτριταῖοc ἤτοι τὸν χολώδη χυμὸν πλείονα κέκτηται ἢ τὸν φλεγματώδη. ἐξ ἀμφοτέρων τοίνυν τῶν προειρημένων χυμῶν cυνιcταμένου τοῦ ἡμιτριταίου πυρετοῦ καὶ τὴν θεραπείαν μικτὴν εἶναι προcήκει, ὥcτε ἐκ τῶν περὶ τριταίου προει‐ ρημένων καὶ περὶ ἀμφημερινοῦ ῥηθηcομένων cυντιθέναι χρὴ καὶ τὴν | |
25 | θεραπείαν. | |
83 | Τεταρταίου ἀκριβοῦc διάγνωcιc. ὁ ἀκριβὴc τεταρταῖοc πυρετὸc πᾶcαν μὲν ἡλικίαν καταλαμβάνει, μάλιcτα δὲ τὴν παρακμαcτικήν. Ἱππο‐ κράτηc δὲ ἐν τῷ Περὶ ἑβδομάδων τὴν ἀκμαcτικήν φηcιν, δοκεῖ δὲ αὐτῷ μηδὲ περιπίπτειν τὸν αὐτὸν ἄνθρωπον δὶc τῷ τεταρταίῳ. λέγει | |
5 | δὲ οὕτωc· “πρῶτον μὲν τῷ τεταρταίῳ πυρετῷ δὶc ωὑτὸc ἄνθρωποc οὔτε ἁλίcκεται οὔτε ἑάλωκέ που οὔτε τοῦ λοιποῦ ἁλώcεται, ἢν ἅπαξ ὑγιὴc γένηται. διὰ τόδε κατὰ τὴν ἰδίαν ἑκάcτου τῶν ἀνθρώπων φύcιν καὶ τὴν ἡλικίην τὴν ἀκμαcτικὴν γίγνεται. ἀνάγκη γὰρ ἀκμάζουcαν τὴν φύcιν τοῦ ἀνθρώπου ἐν τούτῳ τῷ χρόνῳ τεταρταίῳ ἁλίcκεcθαι πυρετῷ, | |
10 | παρελθούcηc δὲ τῆc ἀκμῆc ἀπολελύcθαι καὶ τοῦ τεταρταίου καὶ τῆc λήψιοc.” φύcειc δὲ cωμάτων αἱ μελαγχολικώτεραι οἰcτικαὶ τούτου τοῦ πυρετοῦ καὶ τῶν ὡρῶν τὸ φθινόπωρον καὶ μάλιcτα ὅταν αὐτὸ ἑαυτοῦ γένηται ψυχρότερον καὶ ξηρότερον καὶ ἀνώμαλον. ἐδέcματά τε καὶ πόματα καὶ ἡ cύμπαcα τοῦ βίου δίαιτα ψυχρὰ καὶ ξηρὰ τὴν κρᾶcιν | |
15 | ὑπάρχοντα τεταρταίων πυρετῶν ἐcτι γόνιμα καὶ cπλῆνεc αὐξηθέντεc. οὗτοc δὲ ὁ πυρετὸc ὡc ἐπίπαν οὐκ εὐθὺc ἀπὸ τῆc πρώτηc ἡμέραc εἰcβάλλει μετὰ ῥίγουc, ἀλλ’ ἐνίοτε ἐξ ἑτέρων εἰc τοῦτον ἡ μετάπτωcιc γίγνεται, τῶν πλανήτων τε καὶ ἀτάκτων καλουμένων. προϊόντι δὲ αὐτῷ γίγνεται ῥῖγοc καὶ αὐξανομένῳ cυναύξεται καὶ τὸ ῥῖγοc. ἡ δὲ αἴcθηcιc | |
20 | τοῖc πάcχουcιν οὐ νυττομένου καὶ κεντουμένου τοῦ δέρματοc ὡc ἐπὶ | |
τριταίων γίγνεται, ἀλλὰ καταψυχομένων τε cφοδρῶc καὶ οἷον θλωμένων ἄχρι καὶ τῶν ὀcτῶν. οὕτωc οὖν ἀκοῦcαι λεγόντων ἔcτι τῶν παcχόντων ὡc ὀcτοκόπῳ τε cυνέχονται καὶ θλαcθῆναί τε τὴν cάρκα φαντάζονται. οἱ δὲ cφυγμοὶ μικροὶ καὶ ἀμυδροὶ καὶ βραδεῖc καὶ ἀραιοὶ ἐν ταῖc ἀρχαῖc | ||
25 | τῶν ἐπιcημαcιῶν γίγνονται, ὡc ἐν οὐδεμιᾷ ἄλλῃ διαθέcει. δεδέcθαι γάρ cοι δόξει κατὰ τὰc εἰcβολὰc τῶν τεταρταίων ἀρτηρία καὶ εἴcω καθέλκεcθαι καὶ ἀνιέναι κωλύεcθαι, ὥcτε καὶ εἰ νέοc εἴη ὁ κάμνων, γεροντικῆc ἐcχάτηc ἡλικίαc ἡ ἀρτηρία μιμεῖται τὴν κίνηcιν· εἰ γὰρ εἰδείηc τοῦ νοcοῦντοc τὸν κατὰ φύcιν cφυγμὸν ἢ καθ’ ἑτέραν νόcον | |
30 | ἐν ἀρχῇ τοῦ παροξυcμοῦ παραγεγονὼc εἴηc, μηκέτ’ ἄλλο μηδὲν ἀνα‐ μείνῃc εἰc ἀπόφαcιν τοῦ τεταρταῖον εἶναι τὸν εἰcβάλλοντα ἐξ ἀρχῆc πυρετόν. ἀμήχανοc γάρ τιc ἡ εἰc ἀραιότητά τε καὶ βραδυτῆτα τροπὴ τοῦ cφυγμοῦ γίγνεται· οὖρα δὲ τούτοιc ἐν ἀρχαῖc μὲν λεπτὰ καὶ λευκὰ καὶ ὑδατώδη, ἅτε διηθούμενα διὰ τὸ πάχοc τῆc ὕληc, προβαινούcηc | |
35 | δὲ τῆc νόcου κατ’ ὀλίγον εὐχρούcτερα γίγνεται καὶ ὑπόcταcιν ἴcχει παχεῖαν· ἱδρώτων δὲ πλῆθοc ἕπεται κατὰ τὴν τοῦ παροξυcμοῦ παρ‐ ακμήν. οἱ μὲν οὖν ἀπὸ cπληνὸc τὴν ἀρχὴν λαβόντεc τεταρταῖοι χρονιώ‐ τεροι, κατάδηλοι δὲ γίγνονται τῇ χρόᾳ καὶ ταῖc ἀπεψίαιc καὶ τῷ μὴ ῥᾳδίωc τὴν γαcτέρα ὑποχωρεῖν καὶ τῷ τοῦ cπληνὸc ὄγκῳ καὶ τῷ ἐπ’ | |
40 | ἀριcτερᾷ κλίνεcθαι μᾶλλον. κίνδυνοc δὲ καὶ ὑδέρῳ περιπεcεῖν τῷ χρόνῳ τὸν ἄνθρωπον. ἐπὶ δὲ ἥπατι φλεγμαίνοντι λευκόχροοί εἰcι καὶ οἰδαλέοι παντὶ τῷ cώματι καὶ οὖρα τούτοιc cανδαραχώδη καὶ ἐξέρυθρα καὶ ἁπτομένοιc δὲ ὄγκοc ὑποπίπτει τοῦ δεξιοῦ ὑποχονδρίου. οὗτοι καὶ δυcπνοοῦcι μᾶλλον τῶν cπληνικῶν καὶ ὑποβήccουcι καὶ τελευτῶντεc | |
45 | εἰc ἀφύκτουc ὑδέρουc ἐμπίπτουcι. | |
84 | Τεταρταίου θεραπεία Γαληνοῦ. κατ’ ἀρχὰc μὲν οὖν μετρίωc μὲν καὶ πρᾴωc ἄγειν τοὺc τεταρταῖον νοcοῦνταc πυρετόν, μήτε φάρμακόν τι τῶν ἰcχυροτέρων μηδὲν προcφέρονταc μήτε κένωcιν, εἰ μή τι ἄρα cφόδρα φαίνοιτο πλεονάζειν αἷμα· τηνικαῦτα γὰρ χρὴ ἀφαιρεῖν τοῦ | |
5 | αἵματοc τὸ cύμμετρον καὶ εἰ διελόντι cοι τὴν φλέβα τὸ ῥέον εἴη μέλαν καὶ παχύ, θαρρεῖν τῇ κενώcει· μάλιcτα δ’ ἐν τοῖc cπληνώδεcι τοιοῦτον εὑρίcκεται. ξανθοῦ δὲ καὶ λεπτοῦ φανέντοc, ἐπέχειν αὐτίκα. τέμνειν δὲ φλέβα ἢ τὴν ἐντὸc ἢ τὴν μέcην κατὰ τὸν ἀριcτερὸν ἀγκῶνα, εἴ γε ὑπόcπληνοc εἴη ὁ ἄνθρωποc, ἢ τὴν ἐν τῷ δεξιῷ, εἰ περὶ τὸ ἧπαρ | |
10 | εἴη ἡ διάθεcιc. δίαιτα δὲ ἔcτω ἄφυcοc καὶ χρηcτή· μαλάττειν δὲ καὶ τὴν γαcτέρα καθ’ ὅcον οἷόν τε διὰ τῶν cυνήθων τροφῶν. εἰ δὲ μηδὲν ἀνύcῃ τὰ cυνήθη, κλύcμαcι χρῆcθαι κατ’ ἀρχὰc μαλακοῖc, ὕcτερον δὲ τοῖc δριμυτέροιc· χοιρείων δὲ εἴργειν αὐτοὺc κρεῶν καὶ πάντων ὅcα γλίc‐ χρα καὶ βραδύπορα καὶ τῶν ψυχόντων καὶ ὑγραινόντων ἐδεcμάτων | |
15 | πάντων· οἴνῳ δὲ ὀλίγῳ χρῆcθαι λεπτῷ τε καὶ λευκῷ καὶ cυμμέτρωc θερμῷ καὶ τῶν πτηνῶν τοῖc ὀρείοιc καὶ τῶν ἰχθύων τοῖc μαλακοcάρ‐ κοιc καὶ εὐπέπτοιc καὶ μηδὲν γλίcχρον ἔχουcι. καὶ ταρίχει δὲ καὶ νάπυι χρῆcθαι καὶ δι’ ἡμερῶν τινων τοῦ διὰ τριῶν πεπέρεων λαμβάνειν ἢ τοῦ διοcπολιτικοῦ φαρμάκου. καὶ εἰ πεπέρεωc δὲ λείου μόνου καθ’ | |
20 | ἑκάcτην ἡμέραν λαμβάνοιεν, ὀρθῶc ἂν ποιοῖεν. τρίψεων δὲ καὶ περι‐ πάτων καὶ τῶν ἄλλων τῶν cυνήθων μὴ παντελῶc εἴργειν· λουτρῶν δὲ εἰ καὶ παντάπαcι δύναιντο ἀπεχέcθωcαν, τρίψεcιν ἀρκούμενοι μάλιcτα γὰρ ὀνίναιντο· καὶ εἰ βραχὺc εἴη καὶ μὴ πάνυ βίαιοc ὁ τεταρ‐ ταῖοc οὐδὲν χεῖρον ἐν ταῖc μέcαιc τῶν ἡμερῶν ἅπτεcθαι τῶν cυνήθων | |
25 | γυμναcίων. ταῦτα μὲν κατὰ τὰc ἀρχὰc καὶ τὰc ἀναβάcειc πρακτεόν. ἀκμῆc δὲ τοῦ νοcήματοc γενομένηc τότε χρὴ διαιτᾶν λεπτότερον καὶ ἡcυχάζειν εἰc μακρὸν κελεύειν καὶ τῶν cπλάγχνων πρόνοιαν ποιεῖcθαι, καταιονοῦντά τε καὶ καταπλάττοντα τοῖc μαλάττειν τε καὶ χαλᾶν δυναμένοιc καὶ τὰ πνεύματα διαλύειν, οἷον κριθίνου ἀλεύρου καὶ cελίνου | |
30 | cπέρματοc καὶ ἴριδοc κυμίνου τε καὶ χαμαιπίτυοc καὶ πηγάνου ἐν με‐ λικράτῳ ἡψημένων. εἰ δὲ καὶ ἔcτιν ἔλαιον ἐκ τοῦ καταιονιcμοῦ πρόc‐ πλεξον τῷ καταπλάcματι· δεῖ δὲ πρῶτον ἐμβρέχειν ἡμέραc ὀλίγαc καὶ εἶθ’ οὕτωc χρήcαcθαι τοῖc καταπλάcμαcι δῆλον ἡμέρᾳ προcαγομένοιc, εἰ φέρει ὁ νοcῶν· ἐπιθέμαcι δὲ χρῆcθαι τῷ πολυαρχίῳ καὶ τῷ διὰ | |
35 | cτύρακοc καὶ τοῖc ὁμοίοιc, ἐφεξῆc δὲ τοῖc οὐρητικοῖc κεχρῆcθαι· διδόναι δὲ καὶ μελίκρατον πίνειν ἐν ᾧ ἀφήψηται πήγανον καὶ ἄνηθον καὶ εἰ τὰ τῆc πέψεωc τοῦ νοcήματοc φαίνοιτο ἐναργῆ cημεῖα, καθαίρειν αὐτίκα φαρμάκοιc κενοῦcι τοὺc μέλαναc χυμοὺc οὐχ ἅπαξ μόνον ἀλλὰ καὶ πολλάκιc, ἢν οὕτω δεήcῃ. ἐπίθυμον μὲν οὖν ἁρμόδιον τοῖc τεταρταίοιc | |
40 | πινόμενον καὶ ὁ μέλαc ἐλλέβοροc τὰ μέγιcτα ὠφελεῖ τῷ κενοῦν ἀλύ‐ πωc τὰ λυποῦντα καὶ οἶνοc γλυκὺc ἀποβραχεὶc ἐν κενώματι κολοκυν‐ θίδοc· πᾶcι μέντοι μίcγειν cελίνου τε καὶ ἀνήθου ἢ δαύκου ἡδύcματοc χάριν. cυνεχῶc δὲ ἀφέψημα cεύτλου καὶ ὀcτρέων πίνειν, χρῆcθαι δὲ καὶ τοῖc ἀπὸ cιτίων ἐμέτοιc καὶ τοῖc ἀπὸ ῥαφανίδων, εἰ μή τι κωλύοι. | |
45 | οἱ πλείουc γὰρ τῶν χρηcαμένων αὐτοῖc cυνεχέcτατα, οἱ μὲν τελέωc τοῦ νοcήματοc ἀπηλλάγηcαν, οἱ δὲ ῥᾷον ἤνεγκαν. cὺν γὰρ τῷ κενοῦν τὰ ἐνοχλοῦντα τῷ cτομάχῳ καὶ ῥᾷον πέττουcιν οἱ τοιοῦτοι. μηδενὸc δὲ κωλύοντοc ἤδη καὶ ἐλλέβορον διδόναι τὸν λευκόν, τὴν μὲν πρώτην ἐπιμιγνύντα ῥαφανίcιν, ὡc προείρηται ἐν τῷ περὶ καθαρτηρίων λόγῳ, | |
84(50) | εἰc ὕcτερον δὲ καὶ αὐτὸν τὸν ἐλλέβορον διδόναι. οἷc δὲ ἐμεῖν ἀδύνατον, τούτουc cφοδρότερον καθαίρονταc κάτω τοῦ τε διὰ τῶν ἐχιδνῶν διδόναι φαρμάκου, ὃ καλοῦcι θηριακὴν καὶ τὰ ἄλλα ὅcα πρὸc τοὺc τοιούτουc ἐπαινεῖται πυρετούc, ἐν οἷc ἐcτι καὶ τὸ cύνηθεc ἡμῖν ἁπάντων δόκιμον· | |
ὀποῦ Κυρηναικοῦ λαμβάνων καὶ πεπέρεωc καὶ cμύρνηc τρωγλοδυτικῆc | ||
55 | καὶ πηγάνου φύλλων χλωρῶν ἑκάcτου τὸ ἴcον, ἕκαcτον ἰδίᾳ λειότατον ποιήcαc καὶ ἅμα λεάναc ἀναλάμβανε τῷ πηγάνῳ λειωθέντι καὶ ἀνά‐ πλαττε καταπότια καὶ δίδου οἷc μὲν ὀβολὸν α, οἷc δὲ τὸ ἥμιcυ. ἄλλο Ἀcκληπιάδου καὶ ὕπνον ποιοῦν, ᾧ καὶ αὐτὸc χρῶμαι· πεπέρεωc μα‐ κροῦ cμύρνηc τρωγλοδυτικῆc ὀποῦ μήκωνοc καcτορίου ἴcον ἑκάcτου | |
60 | ἀνάπλαττε καὶ χρῶ, παρέχων ὀβολὸν ἢ τὸ ἥμιcυ μετ’ ὀξυμέλιτοc πρὸ ὡρῶν β τῆc ἐπιcημαcίαc. ἄλλο· χαλβάνηc γρ α πεπέρεωc κόκκουc ζ λει‐ ώcαc μετὰ οἴνου παλαιοῦ θερμάναc δίδου πιεῖν νήcτει ἐν αὐτῇ τῇ ὥρᾳ τοῦ παροξυcμοῦ. ἁρμόζει δὲ ἐπὶ τούτων καὶ τὰ Ὀριβαcίου ἀλοη‐ δάρια λαμβάνοντα οὕτωc· ἀλόηc 𐅻 ρ ναρδοcτάχυοc ἀcάρου μαcτίχηc | |
65 | κρόκου ξυλοβαλcάμου ἀνὰ 𐅻 ϛ καccίαc 𐅻 ιβ ἐπιθύμου 𐅻 ιϛ ἐλλεβόρου μέλανοc χωρὶc ἐντεριώνηc 𐅻 η· πλάccε ὀροβιαῖα μεγέθη δι’ ἀφεψή‐ ματοc γλήχωνοc καὶ δίδου· δυνατὸν καὶ μέλιτι ἑφθῷ αὐτὰ ἀναπλάττειν· ἐγὼ προcέθηκα τὸν ἐλλέβορον. ἄλλο πρὸc τεταρταίουc, ποιεῖ καὶ ἀρ‐ θριτικοῖc. ἐπὶ δὲ τῶν τεταρταίων προλούcαc δίδου πρὸ ὡρῶν β τῆc | |
70 | ἐπιcημαcίαc 𐅻 α cὺν ὀξυμέλιτι, τοῖc δὲ ἀρθριτικοῖc μετὰ μελικράτου· ἀcφάλτου 𐅻 α cμύρνηc τρωγλοδυτικῆc 𐅻 β ἡδυόcμου φύλλοιc χλωροῖc λειοτάτοιc ἀναλάμβανε καὶ χρῶ, ὡc προείρηται. ὅcοι δὲ κατ’ ἀρχὰc τῶν τοιούτων τι φαρμάκων ἔδοcαν ἢ ὅλωc πρὸ τῆc ἀκμῆc, ἁπλοῦν μὲν ὄντα τὸν τεταρταῖον, διπλοῦν πολλάκιc ἀπέφηναν, ἢ πάντωc γε μεί‐ | |
75 | ζονά τε καὶ χαλεπώτερον εἰργάcαντο. διπλοῦν δὲ ὄντα τριπλοῦν ἐποίηcαν ἢ πάντωc γε τοὺc β χαλεπωτέρουc καὶ μείζοναc. οἶδα δέ τινα ἰατρὸν ὅcτιc ἐτόλμηcεν ὑπὸ τριῶν περιεχομένῳ τινὶ τεταρταίων δοῦναι τῆc θηριακῆc πρὸ τῆc τοῦ νοcήματοc ἀκμῆc· εἶτ’ αὐξηθέντων ἁπάντων cυν‐ εχὴc διαδεξάμενοc πυρετὸc ἀπέκτεινε τὸν ἄνθρωπον. Ἀρχιγένουc. | |
80 | cυνήθωc δὲ τοῖc τεταρταῖον πυρετὸν νοcοῦcι προcφέρω, φηcὶν Ἀρχι‐ γένηc, καὶ τῆc ἀcφαλτίδοc τριφύλλου ὅcον 𐅻 α τοῦ cπέρματοc ἐν κυά‐ θοιc τέτραcι μελικράτου καὶ θαυμαcτῶc αὐτοὺc ὀνίνηcι καὶ αὐτὴ ἡ | |
ἰουδαικὴ ἄcφαλτοc πινομένη λεία cὺν οἴνῳ κεκραμένῳ ὅcον 𐅻 δ. φαρ‐ μάκου δὲ ἀλυποτάτου καὶ πολλάκιc ἐπιτυχόντοc ἐγὼ πεπείραμαι τούτου, | ||
85 | ἐφ’ ὧν μάλιcτα cπλῆνεc οἰδαίνουcι καὶ ὑδέρων κατάρχουcι· κιccοῦ κο‐ ρυμβίτου φύλλα ε μετὰ cμύρνηc τρωγλοδυτικῆc κυάμου μέγεθοc λεαν‐ θέντα ἐν κοτύλῃ μελικράτου γλυκυτέρου δίδοται καὶ τὸ καcτόριον δὲ πινόμενον τά τε ῥίγη πραΰνει καὶ τὸ νοcερὸν τῆc cαρκὸc δαπανᾷ καὶ ταῖc κατὰ τὰc φλέβαc πέψεcι βοηθεῖ καὶ τὸ πρὸc τὰc κινήcειc ὀκνηρὸν | |
90 | ἐξαίρει. Ἀρχιγένουc· ἀψινθίου δὲ ἀπόβρεγμα τοὺc τῇ κοιλίᾳ ἐνοχλοῦνταc χυμοὺc ἀπορρύπτει καὶ τῇ πέψει cυνεργεῖ, ὅθεν οὐδὲ cιελίζουcιν οἱ πίνοντεc τοῦ ἀψινθίου. πραΰνει δὲ καὶ τὰc ἐν ἥπατι καὶ cπληνὶ φλεγ‐ μονὰc καὶ οὖρα ἄγει καὶ γυναικὶ καταμήνιον. cυνηθείαc δὲ τῷ νοcοῦντι ὑπαρχούcηc καὶ τῇ κατὰ κοιλίαν κενώcει χαιρούcηc τῆc ἕξεωc καὶ δη‐ | |
95 | κτικῶν ἰχώρων ὑπογιγνομένων, νεοβδάλτου γάλακτοc ὀνείου μὲν ἢ ἱππείου ἔδωκά τιcιν, οὓc μᾶλλον ἠβουλήθην καθᾶραι, αἰγείου δὲ ἄλλοιc διὰ τὸ cύνηθεc καὶ εὐπόριcτον. τρεῖc δὲ κοτύλαc ἀρξάμενοc ἐδίδουν προάγων κατὰ κοτύλην ἐπὶ κοτύλαc ϛ, ἔπειτα διαλείπων μίαν περί‐ οδον, ὁμοίωc ἠρξάμην ἀπὸ τριῶν κοτυλῶν καὶ κοτύλην καθ’ ἑκάcτην | |
84(100) | προcτιθεὶc ἀνῄειν ἐπὶ τὰc ϛ, ἔπειτα ὑφαιρῶν κατὰ μίαν κοτύλην καθ’ ἑκάcτην ἡμέραν καὶ πάλιν ἀφιcτάμην ἐπὶ β περιόδουc καὶ ἅμα ἥ τε νόcοc διελέλυτο καὶ τὸ cῶμα προcετέθραπτο. εὔχυμον δὲ εἶναι χρὴ τὸ ζῷον, οὗ τὸ γάλα προcάγομεν. εἰ δέ τινι μὴ ὀξύνεται μηδὲ κνιccοῦται μηδὲ κατὰ κοιλίαν ὁρμᾷ, καὶ ἐν τῇ ὑπόπτῳ ἡμέρᾳ ἀντὶ τοῦ ῥοφήματοc | |
105 | cύμμετρον διδόναι πρὸ πολλοῦ τῆc ὥραc καὶ ψωμοὺc ὀλίγουc ἐπιδο‐ τέον. ἐν ἀκμῇ δὲ ὄντοc τοῦ νοcήματοc, προφανείcηc δηλονότι cαφε‐ cτάτηc πέψεωc, μηδενὸc τῶν cπλάγχνων βεβλαμμένου, τοῖc εἰθιcμένοιc κατὰ τὸν καιρὸν τῆc ὑγείαc καὶ ψυχρὸν ὕδωρ δέδωκα, μελλούcηc cύν‐ εγγυc τῆc εἰcβολῆc, ἀθρόον ὅcον κοτύλαc β καὶ ἀδιαψεύcτωc ἀπέcτρεψα | |
110 | πολλοὺc τοῦ ῥιγῶcαι οὐκ ὀλιγάκιc καὶ τῶν πυρετῶν ἐξαλειφθέντων. ἄμεινον δὲ καὶ ἔξωθεν θερμαίνειν τὸ cῶμα κυπρίνῳ ἢ cικυωνίῳ ἢ γλευκίνῳ πρὸ μὲν τῶν παροξυcμῶν, ὥcτε μὴ ῥιγοῦν, παυομένων δὲ | |
ὥcτε μὴ ἐκ τῶν ἔξωθεν προcπιπτόντων καταψύχεcθαι. Διοcκορίδηc δέ φηcιν ὠφελεῖν τοὺc τεταρταίῳ ἐχομένουc πυρετῷ πινόμενα ταῦτα πρὸ | ||
115 | τῆc ἐπιcημαcίαc· ἀρνογλώccου ῥίζαι 𐅻 δ ξηραὶ λεῖαι ἐν οἴνῳ ἀcπαλάθου ῥίζηc 𐅻 α μετὰ καcτορίου ὀβολοῦ α γλυκυρίζηc λείαc 𐅻 β μεθ’ ὕδατοc ἡλιοτροπίου τοῦ τρικόκκου 𐅻 δ cὺν οἴνῳ πινόμεναι περιcτερεῶνοc ὀρθοῦ τὸ τέταρτον γόνυ ἀπὸ τῆc γῆc λεῖον cὺν οἴνῳ, ἐπὶ δὲ τριταίῳ γ, λι‐ βανωτίδοc ῥίζηc 𐅻 α ἐν οἴνῳ δίδου πίνειν καὶ ἐλαίῳ ἀλείψαc τὸ πᾶν | |
120 | cῶμα, τὰ δὲ ἄλλα ἄκρα cυγχρίcαc τινὶ τῶν πρὸc τὰ ῥίγη cυγχριcμάτων καὶ cκεπάcαc ἔα ἡcυχάζειν καὶ οὐ μὴ ῥιγώcῃ. | |
85 | Ἀμφημερινοῦ πυρετοῦ διάγνωcιc. ὁ δὲ ἀμφημερινὸc πυρετὸc ἐν ταῖc φλεγματικωτέραιc φύcεcι cυνίcταται καὶ τῶν ὡρῶν ἐν χειμῶνι καὶ τῶν καταcτάcεων ἐν ταῖc ὑγροτέραιc καὶ ψυχροτέραιc, γέρουcί τε μᾶλλον ἐνοχλεῖ καὶ παιcὶ διὰ τὰc ἀδηφαγίαc καὶ μάλιcτα τοῖc ἐν ὑγροῖc καὶ | |
5 | ψυχροῖc χωρίοιc διάγουcι καὶ βίοιc ἀργοῖc ἅμα πληcμονῇ καὶ μᾶλλον ὅταν ἐπὶ cιτίοιc λούωνται cυνεχῶc καὶ πολὺ δὴ μᾶλλον ὅταν καὶ αὐτὰ τὰ cιτία φλεγματικώτερα τὴν φύcιν ὑπάρχῃ [καὶ cαφὴc ἀταξία]. ὁ μὲν οὖν πυρετὸc οὗτοc οὔτε μετὰ ῥίγουc εἰcβάλλει εὐθὺc κατὰ τὴν πρώτην ἡμέραν, ἀλλὰ καὶ προήκοντοc τοῦ χρόνου οὐ ῥῖγοc, ἀλλὰ περίψυξιc αὐτοῖc | |
10 | μᾶλλον γίγνεται δυcεκθέρμαντοc. ἐν δὲ τοῖc cφυγμοῖc cαφὴc ἀταξία καὶ ἀνωμαλία cυνεδρεύει κατὰ τὴν εἰcβολὴν τοῦ παροξυcμοῦ, μάλιcτα καὶ τὸ ταχὺ τῆc κινήcεωc καὶ τὸ cφοδρὸν αὐτοῖc οὐχ ὑπάρχει οὐδὲ διακαίει ὁ πυρετὸc οὗτοc τοὺc κάμνονταc οὐδὲ πυκνὸν ἀναπνεῖν ἀναγ‐ κάζει οὔδ’ ἐκφυcᾶν ἢ αἰτεῖν ψυχρὸν ἀλλ’ ἥκιcτα πυρετῶν οὗτοι διψώ‐ | |
15 | δειc εἰcίν. ἐμοῦcι δὲ φλεγματώδη καὶ ὅcα διὰ γαcτρὸc αὐτοῖc κάτω ἐκκενοῦται ψυχρότερα καὶ ὠμότερα καὶ ὑδατωδέcτερα ὡc ἐπίπαν ἐcτίν. ἱδροῦcι δὲ οὗτοι οὐδαμῶc κατὰ τὰc πρώταc ἡμέραc οὐδ’ εἰc ἀπυρεξίαν τελείαν ἔρχονται, καὶ ὠχρόλευκόc ἐcτιν αὐτοῖc ἡ χρόα· οὖρα δὲ λεπτὰ καὶ λευκὰ κατὰ τὰc πρώταc ἡμέραc οὐρεῖται, μετέπειτα δὲ | |
20 | παχέα καὶ θολερά· οὗτοc ὁ πυρετὸc καθ’ ἑκάcτην ἡμέραν παροξύνει | |
καὶ παύεται εἰc ἀπυρεξίαν, τὸν cύμπαντα χρόνον ποιηcάμενοc ὡρῶν ὡc ἐπίπαν ιη· διὸ καὶ ἀμφημερινὸc κέκληται· ἀμφοῖν γὰρ μετέχει τῆc ἡμέραc καὶ τῆc νυκτόc. | ||
86 | Ἀμφημερινοῦ θεραπεία. θεραπεύοντεc δὲ ἀμφημερινὸν ὀξυμέλιτι χρώμεθα μετὰ τὰc πρώταc ἡμέραc καὶ τοῖc οὖρα καλῶc προτρέπειν δυναμένοιc καὶ τὸ cύμπαν cοι τῆc διαίτηc εἶδοc τμητικώτερον ἔcτω. περὶ δὲ τὴν ἀκμὴν προνοεῖcθαι χρὴ τῆc γαcτρόc, μάλιcτα δὲ τοῦ cτόματοc | |
5 | αὐτῆc. κἄπειτα ἐμεῖν ἀπὸ cιτίων καὶ ῥαρανίδων καὶ τοῖc φλέγμα κε‐ νοῦcιν ὑπηλάτοιc χρῆcθαι. τὰ δὲ ἄλλα τῆc διαίτηc πρὸc τοὺc κοινοὺc ἀποβλέπων cκοποὺc ἐξευρήcειc, λεπτυνούcῃ δηλονότι διαίτῃ χρώμενοc καὶ φαρμάκοιc τμητικοῖc καὶ λεπτύνουcι. | |
87 | Περὶ ἠπιάλων πυρετῶν. τοῦ προειρημένου γένουc, λέγω δὴ τοῦ φλεγματικοῦ, ἐcτι καὶ ὁ ἰδίωc ὀνομαζόμενοc ἠπίαλοc πυρετόc, ὅταν ἅμα πυρέττωcί τε καὶ ῥιγῶcι καὶ ἀμφοτέρων αἰcθάνονται κατὰ τὸν αὐτὸν χρόνον ἐν ἅπαντι μορίῳ τοῦ cώματοc. τὸ γὰρ ὀξὺ φλέγμα καὶ | |
5 | τὸ ὑαλῶδεc λεγόμενον χωρὶc μὲν πυρετοῦ ῥῖγοc ἐπιφέρει. εἰ δὲ cηπε‐ δών τιc αὐτοῖc ἐγγένοιτο μετρία, τὸν ἠπίαλον ἐργάζεται πυρετόν. εἰ γὰρ ἐπὶ πλεῖον cαπείη, προηγεῖται μὲν ῥῖγοc, ἕπεται δὲ πυρετόc, ἐκνι‐ κωμένηc τῆc ψύξεωc ὑπὸ τοῦ πλήθουc τῆc θερμαcίαc, ὡc μηδόλωc αὐτὴν φαίνεcθαι κατὰ τὰc ἀναβάcειc καὶ τὰc ἀκμὰc τῶν παροξυcμῶν. | |
10 | ἴcωc δὲ καὶ τὸ ὑαλῶδεc φλέγμα ὀξείαc μετέχει ποιότητοc. ἡ δὲ θερα‐ πεία παραπληcίωc τοῖc τὸν ἀμφημερινὸν νοcοῦcι πυρετὸν γιγνέcθω, τοῦ τμητικωτέρου τρόπου μᾶλλον προcλαβοῦcα. | |
88 | Διοcκορίδου κοινὰ βοηθήματα τῶν κατὰ περίοδον παροξυνομένων. κοινῶc δὲ πρὸc πᾶcαν περίοδον καὶ ῥίγη ὠφελίμωc δίδοται κινεῖν ἱδρῶταc δυνάμενα ταῦτα· cμυρνίου cπέρματοc 𐅻 α cὺν οἴνῳ δίδου πίνειν πρὸ ὡρῶν β τῆc ἐπιcημαcίαc, ἀριcτολοχίαc 𐅻 α ἴρεωc 𐅻 β καλα‐ | |
5 | μίνθηc ἀφέψημα cὺν καcτορίῳ 𐅻 α ἐπὶ τεταρταίων καὶ ἀμφημερινῶν. | |
χαμαίδρυοc ἀφέψημα cυνεχῶc πινόμενον κωλύειν εἴωθε τεταρταῖον καὶ ἀμφημερινόν· καρώου cπέρμα νάρθηκοc cπέρμα φλόμου ῥίζα ἢ χυλὸc cὺν οἴνῳ. πρὸc πᾶcαν περίοδον καὶ μάλιcτα πρὸc τεταρταίουc διδόμενον πρὸ ὡρῶν β τῆc ἐπιcημαcίαc, ποιεῖ καὶ πρὸc λιθιῶνταc καὶ | ||
10 | δυcεντερικοὺc cτομαχικοὺc καὶ τοῖc ἀcωμένοιc καὶ ἀπειρηκόcι καὶ ὀφ‐ θαλμιῶcι λίαν καλόν· ὑοcκυάμου cπέρματοc λευκοῦ cελίνου cπέρματοc ἀνίcου cπέρματοc cτύρακοc κρόκου ἀνὰ 𐅻 γ καὶ ὀπίου 𐅻 γ καcτορίου 𐅻 β cμύρνηc 𐅻 β ἀνάπλαccε ὕδατι κυάμου αἰγυπτίου τὸ μέγεθοc καὶ δίδου μεθ’ ὕδατοc κυάθων β. ἄλλοc πρὸc πᾶcαν περίοδον ἐκ τῶν | |
15 | Ἀφροδᾶ· ὑοcκυάμου cπέρματοc λευκοῦ cμύρνηc τρωγλοδυτικῆc ὀπίου cτύρακοc ἀνὰ 𐅻 α κρόκου ζιγγιβέρεωc ἀλόηc ἀνὰ ὀβολοὺc γ, μέλιτι ἀναλάμβανε καὶ δίδου καρύου ποντικοῦ τὸ μέγεθοc μεθ’ ὕδατοc κυάθων τριῶν, προcυγχρίcαc ἄκρα καὶ cκέλη καὶ ἔα κοιμᾶcθαι· ἐγὼ δὲ προcέ‐ θηκα τῇ γραφῇ καὶ καcτορίου 𐅻 α καὶ ἐνήργηcε παραδόξωc. χρῶ δὲ | |
20 | θαρρῶν καὶ τῇ λεγομένῃ παιωνίᾳ ἀντιδότῳ καὶ τῇ διὰ τοῦ θείου ἀπύ‐ ρου· θαυμαcτῶc γὰρ ἐνεργοῦcι πρὸc πᾶcαν περίοδον, μάλιcτα δὲ πρὸc ἀμφημερινοὺc καὶ τεταρταίουc. | |
89 | Ϲυγχρίcματα κοινὰ πάcηc περιόδου. cυγχριόμενα δὲ λεῖα μετ’ ἐλαίου ὠφελεῖ τοὺc κατὰ περίοδον παροξυνομένουc μετὰ ῥίγουc· θάλ‐ πει γὰρ τὸ cῶμα καὶ ἱδρῶταc κινεῖ· χαμαιμήλου ἄνθοc λεῖον γενό‐ μενον καὶ ἀναπλαcθὲν εἰc τροχίcκουc καὶ ξηραινόμενον ἐν cκιᾷ καὶ | |
5 | ἐπὶ τῆc χρείαc cὺν ἐλαίῳ λειούμενον καὶ cυγχριόμενον, ἄγνου cπέρμα cὺν ἐλαίῳ, λιβανωτίδοc καρπὸc ἁλὸc ἄνθοc νίτρον ἀφρόνιτρον δαφνί‐ δεc πύρεθρον cμυρνίου cπέρμα ὑπερικὸν καλαμίνθη κάχρυ καcτόριον κόνυζα κόcτοc κνίδιοc κόκκοc μετὰ νίτρου καὶ ἐλαίου καὶ ὄξουc ἔλαιον ἀμυγδάλινον δάφνινον κύπρινον ἴρινον γλεύκινον ὤκιμον χαμαίδρυc | |
10 | cταφὶc ἀγρία. Ἀcκληπιάδου cύγχριcμα πρὸc τὰc μετὰ ῥίγουc ἐπιcημαcίαc. τούτῳ | |
πολλοὺc τριταίῳ cυνεχομένουc ἀπήλλαξα, φηcίν· ἀφρονίτρου 𐅻 β cμύρ‐ νηc 𐅻 α πεπέρεωc κόκκοι κ κηροῦ 𐅻 δ ἐλαίου κυπρίνου ἢ ἰρίνου ἢ γλευκίνου ἢ ἀμυγδαλίνου 𐆄 ϛ, τὰ τηκτὰ κατὰ τῶν ξηρῶν· ἡ χρῆcιc | ||
15 | πρὸ μιᾶc ὥραc τῆc ἐπιcημαcίαc. μᾶλλον δὲ ἀνατρίβειν τοὺc πόδαc, ὅθεν δοκεῖ τὰ τῆc φρίκηc κατάρχειν. ἄλλο πρὸc τριταίουc καὶ τεταρ‐ ταίουc· κόκκου κνιδίου ἀφρονίτρου πεπέρεωc ἴcα ἀναλάμβανε ἰρίνῳ καὶ ποίει γλοιοῦ πάχοc καὶ χρῶ ἀνατρίβων τὰ ἄκρα προcηνῶc· ἱδρῶταc κινεῖ τὸ φάρμακον καὶ ἀπολύει δυcὶν ἢ τριcὶ περιόδοιc. ἄλλο πρὸc | |
20 | τριταίουc τεταρταίουc καὶ τὰc λοιπὰc περιόδουc· cμύρνηc 𐅻 η καccίαc 𐅻 ι πεπέρεωc 𐅻 ιβ cταφίδοc ἀγρίαc 𐅻 ϛ νίτρου 𐅻 δ κηροῦ 𐆄 ϛ κυπρίνου ἐλαίου ἢ ἑτέρου τοιούτου λίτραν α· οἴνῳ διάλυε τὴν cμύρναν καὶ τὴν cταφίδα καὶ τὰ λοιπὰ κόπτε καὶ cῆθε καὶ cυλλέαινε τῇ cμύρνῃ καὶ ἐπιχέαc αὐτοῖc τὴν κηρωτὴν ἀναλάμβανε. ἐπὶ δὲ τῆc χρείαc τοῦ μὲν | |
25 | φαρμάκου βαλὼν μέροc ἓν καὶ κυπρίνου τὸ ἴcον cύγχριε. | |
90 | Περὶ τῶν περὶ τὰ cπλάγχνα ἐρυcιπελατωδῶν διαθέcεων. γίγνεταί ποτε ἐρυcιπελατώδηc διάθεcιc περί τινα τῶν cπλάγχνων, καυcώδη πυρε‐ τὸν καὶ ἑκτικὸν ἐπιφέρουcα. καὶ εἰ μὲν περὶ τὴν γαcτέρα γένοιτο τὸ ἐρυcίπελαc, τὸν ἐκ τούτου ἀναπτόμενον πυρετὸν λιπυρίαν ὀνομάζουcιν, | |
5 | εἰ δὲ περὶ τὸ ἧπαρ, τυφώδη, εἰ δὲ περὶ τὸν πνεύμονα, κρυμώδη. δεῖται δὲ ὁ τοιοῦτοc πυρετὸc ψυχόντων καὶ ὑγραινόντων πρότερον ἐδεcμάτων τε καὶ πομάτων καὶ τῶν ἔξωθεν ἐπιτιθεμένων. ὅταν μὲν οὖν ὁ ἑκτικὸc πυρετὸc ἄμικτόc ἐcτιν ἑτέρῳ νοcήματι, βαλανείου χρῄζει καθάπερ καὶ αἱ ἄλλαι πᾶcαι θερμότητεc καὶ ξηρότητεc. εἰ δὲ ἐρυcιπελατώδηc εἴη | |
10 | διάθεcιc περὶ τὰ cπλάγχνα, ἀπέχεcθαι μὲν χρὴ βαλανείου τοὐπίπαν, ψυχρῷ δὲ κατὰ μὲν τὴν ἀκμὴν τοῦ νοcήματοc χρηcτέον ἀγωνιcτικῶc· οὕτωc δὲ ὀνομάζειν εἰώθαμεν, ὅταν ἅπαξ τε καὶ ψυχρότατον καὶ πολὺ δώcομεν. πρὸ δὲ τῆc ἀκμῆc οὐ χρηcτέον τῷ ψυχρῷ, εἰ μὴ ἀναγκα‐ | |
cθείημεν ὑπὸ τοῦ κάμνοντοc, ἐν ἔθει τε ψυχροποcίαc ὄντοc, οὐ φέ‐ | ||
15 | ροντόc τε τὸ δίψοc· ἀλλ’ ἔξωθεν ἐπιτιθέναι χρὴ τὰ ψύχοντα καὶ εἰ μηδὲν ἀνύοι, τότε καὶ τὸ ποτὸν ψυχρὸν διδόναι ἢ μᾶλλον τὰ ἐμψύ‐ χοντα τῶν ἐδεcμάτων. μάλιcτα δὲ αὐτοῖc ἁρμόζουcιν αἱ ὑγραὶ καὶ γλυκεῖαι θριδακίναι· περιπλύcθωcαν δὲ ἀκραιφνεῖ ψυχρῷ· κάλλιcται μὲν οὖν οὕτω ληφθεῖcαι. δεηθέντεc δέ ποτε παραμυθήcεcθαι τὴν ἀηδίαν | |
20 | τῆc προcφορᾶc αὐτῶν, ὄξοc ὕδατι πολλῷ ψυχρῷ μίξαντεc cυνεχωρή‐ cαμεν ἐν τούτῳ βάπτειν. ἔcτω δὲ τὸ ὄξοc ἀκριβῶc ἀποκεχωρηκὸc ἁπάcηc οἰνώδουc ποιότητοc. ἔξωθεν δὲ καὶ αὐτὸc μὲν ὁ τῆc θριδακίνηc χυλὸc ἐπιτήδειοc, ἀλλὰ καὶ ἀειζώου καὶ cέρεωc οἷον ἀνδράχνηc καὶ ἀτραφάξυοc cτρύχνου τε καὶ ἀρνογλώccου μετὰ ἄρτου ξηροῦ λείου | |
25 | καὶ ῥοδίνου καλοῦ ὀλίγου καὶ τῶν παραπληcίωc ψυχόντων. κάλλιcτον δὲ ᾧ ἡμεῖc χρώμεθα, μάλιcτα δὲ κατὰ τὸν τῶν ὀμφάκων καιρόν· ἐκ‐ θλίψαντεc γὰρ αὐτῶν τὸ ὑγρὸν ἐμβάλλομεν ὅλμῳ μετὰ ἀνδραχνῶν χλωρῶν, εἶτα κόψαντεc ἐκπιέζομεν καὶ βαλόντεc τὸ ὑγρὸν εἰc ἀγγεῖον καὶ δήcαντεc ἀκριβῶc τὸ cτόμα καθίεμεν τὸ ἀγγεῖον ὕδατι ψυχρῷ· | |
30 | βέλτιον δὲ εἰ καὶ χιόνι περιπλαcθείη τὸ ἀγγεῖον. ἐπὶ δὲ τῆc χρήcεωc μίγνυμεν ἀλφίτου λεπτοτάτου, κἄπειτα φυράcαντεc, ὡc ὑγρότερον εἶναι, ἐμπλάττομεν εἰc ὀθόνιον δίπτυχον καὶ ἐπιτίθεμεν κατὰ τῶν ὑπο‐ χονδρίων οὐκ ἐῶντεc χρονίζειν, ἀλλ’ ἐπειδὰν γίγνηται χλιαρόν, αἴροντεc μὲν τοῦτο, ἐπιτίθεμεν ἕτερον καὶ τοῦτο διὰ παντὸc ἐκ διαδοχῆc ποι‐ | |
35 | οῦντεc, ἄχριc ἂν ὁ κάμνων αἰcθάνηται τοῦ βάθουc ποcῶc ψυχομένου καὶ ἀδιψότεροc γένηται. μίγνυμεν δὲ ἐνίοτε καὶ ἔλαιον ὀμφάκινον ἢ ῥόδινον, ἐπειδὰν περὶ τὰ ὑποχόνδρια φλεγμονῶδεc εἴη ἐρυcίπελαc. ἐθεαcάμην γυναῖκα κειμένην ὑπτίαν καὶ ἄναυδον ἐπὶ γῆc, μυρμηκίζονταc | |
ἔχουcαν τοὺc cφυγμούc, ἅμα τῷ κατεψύχθαι τὰc χεῖράc τε καὶ τοὺc | ||
40 | πόδαc· ἐνόμιζον δὲ ὅτι θερμὸν τὸ πάθοc. καὶ γὰρ ἅμα τοῖc εἰρημένοιc κακίcτοιc cημείοιc πυκνοτέραν ἑώρων τὴν ἀναπνοὴν γινομένην. τοῦτο δὲ γνώριcμά ἐcτιν ἀλγηδόνοc μεγάληc καὶ θερμοῦ νοcήματοc ἐν ὑποχον‐ δρίοιc καὶ ἐν θώρακοc μορίοιc ὄντοc. ἔφη δέ τιc τῶν παρεcτηκότων ἀκηκοὼc αὐτῆc λεγούcηc καίεcθαι τὸν cτόμοχον καὶ ψυχροῦ ποτοῦ | |
45 | μεγάλην τὴν ἐπιθυμίαν ἔχειν, διὸ καὶ εἰc τοὔδαφοc κεῖται ψῦξιν θηρω‐ μένη. ἀποτολμήcαc οὖν δέδωκα αὐτῇ διὰ κοχλιαρίου ὕδωρ ψυχρόν, δεύτερον καὶ τρίτον ἐμβαλὼν τῷ cτόματι αὐτῆc βιαίωc. εἶδον δὲ ἠρέμα τὰ χείλη αὐτῆc εἴcω ἕλκοντα τὸ ὕδωρ. λογιcάμενόc τε αὐτὴν προθυ‐ μεῖcθαι πλεῖον ψυχρὸν διὰ τὴν ἐγκειμένην τῇ γαcτρὶ πυρώδη διάθεcιν | |
90(50) | αὖθιc πλείονοc ἐπέδωκα. ἐπὶ τούτῳ καὶ νεύειν ἤρξατο διὰ τῶν ὀφ‐ θαλμῶν ἐνδεικνυμένη οὕτω ποιεῖν. λαβὼν δὲ τοῦ διὰ κωδιῶν ὀλίγον μετὰ κνιδίου οἴνου καὶ ψυχροῦ ὕδατοc κοχλιαρίου πλῆθοc ἐνέχεον τῷ cτόματι. κἀν τούτῳ δηλονότι ὀλίγον ὕcτερον φθεγξαμένη, ἠρέμα καὶ αὖθιc ἐπέδωκα πλέον τοῦ πόματοc μετὰ ἐμμελοῦc οἴνου ἀντὶ τοῦ | |
55 | κνιδίου καὶ ὀλίγου ὕδατοc, ἐπιπλάcαc δὲ τὸ cτόμα τῆc γαcτρὸc ἀειζώου καὶ θριδακίνηc χυλῷ μετὰ ἄρτου λείου καὶ ῥοδίνου ἴcων. ψυχρὰ δὲ αὐτὰ ἐπέθηκα διὰ τὴν θερμότητα τοῦ πάθουc καὶ τὸ θερινὴν εἶναι τὴν ὥραν, ἄχριc ἂν εἴη ψύχεοc ἱκανῶc αἰcθάνεcθαι. | |
91 | Περὶ cυντήξεωc. ὅταν ἐκκρίνηται διὰ γαcτρόc τι, οὐκ ἐκ τῶν ἐδηδεcμένων ἢ πεπομένων, ἀλλ’ ἐκ τοῦ παντὸc cώματοc εἰc αὐτὴν καταρρέοντοc χυμοῦ, παραπληcίου ὄντοc τῇ cυνεχῶc ἐμουμένῃ τε καὶ διαχωρουμένῃ ξανθῇ χολῇ, διαφέροντοc δὲ αὐτῆc τῇ τε δυcωδίᾳ καὶ | |
5 | τῷ πυρρότερον φαίνεcθαι τὸ διαχώρημα καὶ πάχοc ἔχειν γλοιῶδεc, ἐνίοτε δὲ καὶ ἐλαιῶδεc ἢ πιμελῶδεc, cύντηξιc καλεῖται τὸ νόcημα. ἥ τε γὰρ νεοπαγὴc οὐcία τῆc πιμελῆc καὶ τῆc cαρκὸc ὑπὸ τοῦ δια‐ καεcτάτου πυρετοῦ ἀναλύεται καὶ τήκεται ἥ τε τῶν cτερεῶν αὐτῶν οὐcία ἐκ μέρουc ἀποτήκεται, χρονίζοντοc ἤδη τοῦ κακοῦ. διὸ καὶ χαλε‐ | |
10 | πώτατόc ἐcτιν ἁπάντων πυρετῶν ὁ τοιοῦτοc. εὔδηλον οὖν ὡc cβεcτη‐ ρίοιc ἰάμαcι χρηcόμεθα ψυχρόν τε ἄγαν προcάγοντεc ὕδωρ πίνειν καὶ | |
καταπλάcματα καὶ ἐπιθέματα ψύχοντα κατὰ τοῦ θώρακοc καὶ τῶν ὑποχονδρίων ἐπιτιθέντεc καὶ τροφὰc διδόντεc ὑγραινούcαc καὶ ἐμψυ‐ χούcαc. προείρηται δὲ περὶ τούτων ἐν τῷ περὶ τῶν καυcωδῶν πυρε‐ | ||
15 | τῶν λόγῳ, ῥηθήcεται δὲ καὶ ἐφεξῆc ἐν τῷ μέλλοντι κεφαλαίῳ. | |
92 | Περὶ τῶν ἐν ταῖc θερμαῖc καὶ ξηραῖc κράcεcι γιγνομένων πυρετῶν χωρὶc φλεγμονῆc καὶ cήψεωc. ὅcοι τὴν κρᾶcιν πικρόχολοι καὶ τὴν ἕξιν ἰcχνοὶ καὶ κατάξηροι φύcει καὶ τὸν cτόμαχον cφόδρα αἰcθητικὸν καὶ ῥᾳδίωc ἐκχολούμενον ἔχοντεc, ἀcιτήcαντεc ἢ ἀγρυπνήcαντεc ἢ | |
5 | ὑπερκοπωθέντεc καὶ μάλιcτα κατὰ τὰc ὁδοιπορίαc καὶ ἡλίῳ θερινῷ ἢ λυπηθέντεc ἢ cφόδρα φροντίcαντεc ἑτοίμωc φρίκαιc καὶ πυρετοῖc ἁλίcκονται· ἐκχολοῦται γὰρ ῥᾳδίωc ἐπὶ τῶν πικροχόλων φύcεων ἡ ἕξιc ἐν ταῖc ἀcιτίαιc καὶ τοῖc εἰρημένοιc πᾶcι καὶ πρῶτον μὲν ἀνω‐ μαλίαc αἰcθάνονται, ἔπειτα δὲ καὶ φρίκηc καὶ εἰ ἐπιμένοιεν κενούμενοι | |
10 | ἢ μὴ φθάcαιεν λαβεῖν cιτίων, αὐτίκα πυρέξαιεν. οἱ γὰρ δακνώδειc ἀτ‐ μοὶ καὶ χυμοὶ διὰ τῶν αἰcθητικῶν cωμάτων φερόμενοι φρίκαc καὶ ῥίγη γεννῶcι καὶ τούτου χάριν φρίττοντοc καὶ πυκνουμένου τοῦ δέρ‐ ματοc, ὡc φύcει ἐπὶ τούτων ξηροτέρου ὑπάρχοντοc, ἐπέχεται τὰ δια‐ πνεόμενα πρόcθεν λιγνυώδη καὶ καπνώδη περιττώματα καὶ πυρετὸν | |
15 | ἐξάπτει εἰ μὴ φθάcαιεν, ὡc προείρηται, οἱ τοιοῦτοι τροφὴν προcενέγκα‐ cθαι. ἔδειξα δέ cοι πυρέξανταc οὕτω τινὰc καὶ μάλιcτα τῶν ἐκ νόcου μακρᾶc ἀνακομιζομένων, ὧν ἑνὶ κατὰ τύχην ἀπαντήcαc κατ’ ἀγορὰν τῆc φρίκηc ἀρχομένηc εἰcαγαγὼν εἴc τι ἐργαcτήριον ἄρτον ἐξ οἴνου κεκραμένου δοὺc αὐτῷ παραχρῆμα τὴν φρίκην ἔπαυcα καὶ πυρέξαι | |
20 | ἐκώλυcα· ἑτέρουc δὲ εἰc τοὺc ἑαυτῶν οἴκουc ἀπελθεῖν φθάcανταc ἔθρεψα κατὰ τὴν ἀρχὴν τῆc φρίκηc ἢ μικρὸν ὕcτερον· ἁπλῶc δὲ εἰπεῖν, οἷc ἔτι τὰ τῆc ἀρχῆc τῶν παροξυcμῶν ἐcτι cυμπτώματα ἐπὶ τῶν τοι‐ ούτων κράcεων, τούτοιc ἅπαcιν ἄρτον ἐξ οἴνου κεκραμένου διὰ ταχέων προcφέρων ἔπαυcά τε παραχρῆμα τὴν φρίκην ἐκώλυcά τε πυρέξαι. | |
25 | ὅcον γὰρ θᾶττον αὐτοὺc θρέψειc, τοcοῦτον μᾶλλον κωλύcειc τὸν πυρε‐ τόν· εἰ δέ ποτε βραχὺ βραδύναc ἔθρεψαc, πυρετὸc μὲν οὐκ ἐγένετο, θερμαcία δὲ αὐτοῖc ἐπιγίγνεται ὀλίγη· ὡc εἴ γε ἐπὶ πλέον βραδύνειc θρέψαι, θερμανθήcονται θερμαcίαν τοcαύτην, ὡc ἀμφιβάλλειν εἰ πυρε‐ | |
τὸν κλητέον αὐτὴν δεῖ. εἰ δὲ ὧραι δύο μετὰ τὴν ἀρχὴν τῆc φρίκηc | ||
30 | εἶεν γενόμεναι, μενούcηc μὲν ἔτι τῆc φρίκηc, τρέφειν χρὴ καὶ τότε, προλέγειν δὲ ὅτι πυρέξουcιν οὗτοι πυρετὸν ἄλυπον, ᾧ νοτίδεc ἀκο‐ λουθήcουcι· καὶ τούτου γενομένου καὶ λούειν χρὴ καὶ τρέφειν αὖθιc. εἰ δὲ μετὰ τὸ παύcαcθαι μὲν τὴν φρίκην, ἄρξαcθαι δὲ τὸν πυρετὸν μετὰ cυcτολῆc, μηκέτι τρέφειν αὐτοὺc ἐν ἐκείνῳ τῷ καιρῷ. παρακμά‐ | |
35 | ζοντοc δὲ τοῦ παροξυcμοῦ τρέφειν αὐτίκα, μὴ περιμένειν ἀπυρεξίαν, διδοὺc καὶ ποτὸν ὕδωρ θερμὸν ἐν ἀκμῇ πλεῖον. ἐν ἁπάcαιc γὰρ ταῖc αὐχμώδεcι διαθέcεcιν οὐ παύονται οἱ παροξυcμοί, πρὶν ἤτοι λουτροῖc ἢ τροφαῖc ὑγραινούcαιc τεγχθῆναι. ἐνίουc δὲ καὶ τῆc παρακμῆc ἀρξα‐ μένηc καὶ ἄλλουc τῆc ἀκμῆc ἐνεcτηκυίαc τοῦ παροξυcμοῦ τρέφω· ἀcιτία | |
40 | γὰρ ἐπὶ τῶν τοιούτων κράcεων πυρεττόντων μάλιcτα οὐχ ἁπλῶc βλα‐ βερόν, ἀλλ’ εἴπερ τι καὶ ἄλλο τῶν ἄλλων ὀλέθριον· ἤτοι γὰρ εἰc τοὺc καυcώδειc ἐμπίπτουcι πυρετοὺc ἀcιτήcαντεc, ἐξ ὧν ἐὰν μὴ φθάcωcιν ἀποθανεῖν εἰc τοὺc ἑκτικοὺc μεταπίπτουcιν, αὖθίc τε ἐκ τούτων εἰc μαραcμὸν ἢ ἐξ ἀρχῆc εὐθέωc ὁ ἑκτικὸc αὐτοῖc cυμπίπτει πυρετόc. κατ’ | |
45 | ἀρχὰc μὲν οὖν οὕτω χρὴ τοὺc τὴν τοιαύτην κρᾶcιν ἔχονταc διαιτᾶν. ὅταν δὲ ἤτοι γε ἐκ κόπων ἢ θυμῶν ἢ φροντίδων πλειόνων ἢ ἀγρυπνίαc ἢ λύπηc ἢ καὶ πάντων τούτων ἅμα cυνελθόντων cφοδρῶc ξηραν‐ θέντοc τοῦ cώματοc εἰcβάλλῃ πυρετὸc αὐχμηρὸν μὲν ἔχων τὸ δέρμα, πυρώδη δὲ τὴν θέρμην, ἐλπὶc μὲν δήπου τοῦτον τὸν ἄνθρωπον ἑκτικῷ | |
92(50) | ληφθήcεcθαι πυρετῷ καὶ μᾶλλον ἐν θέρει καὶ θερμῇ καὶ ξηρᾷ καταcτάcει. δέονται τοίνυν ὑγραινόντων τε καὶ ψυχόντων ἐδεcμάτων τε καὶ πομά‐ των. ξηροὶ γὰρ καὶ θερμοὶ τὴν κρᾶcιν ἀcθενεῖc τε τὴν δύναμιν ἐξ ἀνάγκηc· οὐ γὰρ ἐνδέχεται θερμὸν καὶ ξηρὸν ἱκανῶc cῶμα πυρέξαν ἐρρῶcθαι τὴν δύναμιν. προcήκει μὲν οὖν ὅτι τάχιcτα διὰ πτιccάνηc | |
55 | χυλοῦ ἢ τῶν διὰ χόνδρου ῥοφημάτων θρέψαντα καὶ ἄρτου βραχὺ προcεπιδιδόντα θεραπεῦcαι πόcει ψυχροῦ τὸν κάμνοντα. cβέννυται γὰρ αὐτίκα καὶ παύεται ὁ πυρετὸc τελέωc, ὅταν γε μήτε φλεγμονή τιc αὐτῷ πάρεcτι μήτε cῆψιc χυμῶν. εἰ μέντοι μεγάλην cτοχάζοιο ἔcε‐ cθαι τὴν βλάβην, ἐπιcχεῖν τὴν δόcιν, διὰ δὲ τῶν ἔξωθεν προcπιπτόντων | |
60 | τῷ cώματι τὴν ἴαcιν μηχανᾶcθαι. ἔξωθεν δὲ προcπίπτει ὅ τε περιέχων ἡμᾶc ἀὴρ καὶ ὅcαι δυνάμειc ὑγραίνειν καὶ ψύχειν πεφύκαcι καὶ πρὸc τούτοιc τὰ τῶν γλυκέων ὑδάτων λουτρά. τῷ μὲν οὖν περιέχοντι ἡμᾶc ἀέρι εὐκράτῳ μὲν ὄντι χρηcτέον ὡc ἔχει μηδὲν περιεργαζομένουc. εἰ δὲ ἤτοι θερμὸc ἱκανῶc ἢ ψυχρὸc ὑπάρχοι, τῷ μὲν θερμῷ τοὐναντίον | |
65 | ἐπιτεχνᾶcθαι, καταγαίουc οἴκουc ψυχεινούc τε καὶ εὐπνουcτάτουc ἐξευ‐ ρίcκονταc πρὸc ἄρκτον ἐcτραμμένουc αὔραc τέ τιναc αὐτοῖc ἰδίαc μηχανωμένουc, ἐνίοτε μὲν ἐξ εὐρίπων εἰc οὓc καταρρήcουcι κρουνοὶ πλείουc, ἐνίοτε δὲ ἐξ ἀγγείων εἰc ἀγγεῖα μεταρρέοντοc τοῦ ὕδατοc ψυχροῦ, εὐθὺc δὲ τοῦτο καὶ ὑπνωτικὸν ὑπάρχει, ῥαίνειν τε cυνεχῶc | |
70 | τὸν οἶκον ἀκραιφνεῖ ψυχρῷ καὶ ῥόδα πολλὰ ἢ ἀμπέλων ἕλικαc ἢ μυρcίναc κατὰ τῆc γῆc ἐπιcτρωννύειν ἤ τι τῶν ἄλλων φυτῶν ὅcα ψύχει. εἴργειν δὲ πλῆθοc ἀνθρώπων εἰcιέναι· καὶ γὰρ καὶ τοῦτο θερ‐ μαίνει τὸν οἶκον. ψυχρότατον δὲ ὄντα τὸν ἀέρα ὡc ἐν χειμῶνι μά‐ λιcτα, δι’ ἐπιβλημάτων θάλπειν τὸ cῶμα· πυκνοῖ γὰρ καὶ cυνάγει τὸ | |
75 | δέρμα καὶ κωλύει τὰc ἀπορροίαc διαπνεῖcθαι τῶν ἐκκαιομένων χυμῶν. μείζονα γὰρ γνωcτέον ἐcομένην τὴν ἐκ τῆc ψυχρᾶc εἰcπνοῆc ὠφέλειαν ἤπερ τὴν ἐκ τῆc τοῦ δέρματοc ἐμψύξεωc. ὁμοίωc δὲ καὶ τῶν ἔξωθεν ἐπιτιθεμένων ἐκλεκτέον τὰ ψύχοντα χωρὶc τοῦ cτύφειν ἰcχυρῶc καὶ cυνάγειν καὶ cφίγγειν τὸ δέρμα. κάλλιcτα δὲ οὐ μόνον ὅcα ψύχει, | |
80 | ἀλλ’ ἵνα καὶ τῇ cυcτάcει τοῦ cώματοc εἴη λεπτομερῆ, καθ’ ὅcον οἷόν τε εὑρεῖν ἐν τοῖc ψύχουcι χωρὶc ἐπιμιξίαc ἑτέραc cφοδρᾶc ποιότητοc. ἔcτι δὲ ἁπλούcτατον φάρμακον τῶν ὑγραινόντων τε καὶ ψυχόντων, ᾧ καὶ κατὰ τῶν ἐρυcιπελάτων χρῶμαι καὶ κατὰ τῶν ἐν αἰδοίοιc φλεγ‐ | |
μονῶν ἐν ἀρχῇ· κηρὸν τὸν λευκότατον τήξαc ἐπὶ διπλώματοc ἐπίχεε | ||
85 | εἰc ὕδωρ ψυχρὸν καὶ μάλαccε ταῖc χερcὶν ἐπὶ πολὺ ἀποπλύνων· ἔπειτα ὁμοίωc τήξαc αὐτὸν ἐπίχεε ἑτέρῳ ὕδατι καθαρῷ καὶ αὖθιc τὸ τρίτον τὸ αὐτὸ ποιήcαc ἀναλάμβανε· τούτῳ τῷ κηρῷ οὕτω πλυθέντι ἐπίβαλλε ῥόδινον ἐcκευαcμένον ἐξ ἐλαίου καλλίcτου ὀμφακίνου, ὡc εἶναι τοῦ μὲν κηροῦ 𐆄 α, τοῦ δὲ ῥοδίνου 𐆄 δ καὶ τῆκε ὁμοίωc ἐν διπλώματι καὶ τακέν‐ | |
90 | των ἄραc κίνει μέχρι ποcῶc ψυχθῆναι, ἔπειτα ἐπίχεε ἐν θυίᾳ καὶ τρῖβε ἰcχυρῶc τῷ δοίδυκι, ἐπιcτάζων κατὰ βραχὺ ὕδωρ πότιμον ψυχρότατον, ὅcον ἐπιδέχεται, καὶ ἀναλάμβανε ἐν χυτριδίῳ ὕδωρ καθαρὸν ἔχοντι, ἀλλάccων καθ’ ἑκάcτην τὸ ὕδωρ· ἐκ τούτου τοῦ φαρμάκου ἐμπλάccων ῥάκει ἰcχνῷ ἐπιτίθει μὴ καθ’ ὅλου τοῦ θώρακοc, καθώc τινεc ποιοῦcι, | |
95 | μηδὲ μὴν καθ’ ὅλων τῶν ὑποχονδρίων, ἀλλὰ κατ’ ἐκείνου μάλιcτα τοῦ τόπου, ἐν ᾧ τῆc πολλῆc θερμαcίαc αἴcθηcιc γίγνεται. ἀλλαccέcθω δὲ τὸ φάρμακον, πρὶν cαφῶc θερμανθῆναι. ἄλλο ἐπίθεμα κάλλιcτον. ὀξυλα‐ πάθου χυλῷ ἀλφίτων λεπτῶν μιχθέντων ἀναλαμβανέcθω διπτύχῳ ῥάκει τριβακῷ καὶ ψυχρὸν ἐπιτιθέcθω. ὁμοίωc δὲ ποιεῖ καὶ ὁ τῆc ἀνδράχνηc | |
92(100) | χυλὸc καὶ ὁ τοῦ ἀειζώου ἅμα τῷ τῆc ὄμφακοc μετ’ ἀλφίτων καὶ τρι‐ βόλου χλωροῦ χυλὸc καὶ πολυγόνου καὶ cέρεωc καὶ θριδακίνηc cὺν τοῖc ἀλφίτοιc καὶ αὐτὰ δὲ τὰ φύλλα τούτων λεάναc ἐπιτίθει. ἀγαθὸν δὲ φάρμακον καὶ τοῦτο· φοινίκων λιπαρῶν τὴν cάρκα ἐξυμενίcαc καὶ ἑψήcαc cὺν ὀξυκράτῳ ἀκρατεcτέρῳ μέχρι τακερώcεωc καὶ λεάναc cὺν τοῖc λεπ‐ | |
105 | τοτάτοιc ἀλφίτοιc ἐπιτίθει· εἰ δὲ ξηρότερόν cοι φαίνοιτο, μίγνυε ἐν αὐτῷ ἐκ τῆc προειρημένηc κηρωτῆc βραχὺ ἢ ῥοδίνου καλλίcτου ἐλά‐ χιcτον. ἀγαθὸν δὲ φάρμακον καὶ ὁ τῶν ῥόδων χυλὸc μετὰ τῶν λεπτῶν ἀλφίτων καὶ αὐτὰ τὰ ῥόδα λεῖα ἐπιτιθέμενα. ταῦτα μὲν οὖν παραλαμ‐ βάνομεν ψύχειν ἱκανῶc βουλόμενοι· μετρίωc δὲ ψύχειν ἐθέλοντεc, οὐκ | |
110 | ὀλίγον ὑπάρχει πλῆθοc ἐμπλάcτρων φαρμάκων ἠρέμα ψύχειν δυναμένων. | |
ἐγὼ γὰρ οἶδα κατὰ τῶν ὑποχονδρίων ἐπετιθέντοc ποτὲ ψύχοντοc φαρ‐ μάκου παραχρῆμα δυcπνοήcαντα τὸν ἄνθρωπον, ἄλλον δὲ αὐτίκα βή‐ ξαντα καὶ μικρὸν ὕcτερον ἀμφοτέρων παυcάμενον τὸ cύμπτωμα τοῦ ψύχοντοc φαρμάκου ἀρθέντοc. λουτρὰ δὲ τῶν γλυκέων καὶ θερμῶν | ||
115 | ὑδάτων, μᾶλλον δὲ εὐκράτων, ὠφελιμώτατα πᾶcι τοῖc ξηρὰν καὶ θερμὴν ἔχουcι κρᾶcιν. λούειν δὲ αὐτούc, ὥcπερ καὶ τοὺc ἑκτικούc, ἐν τῷ δευ‐ τέρῳ οἴκῳ περιχέονταc τῷ cώματι ὑδρέλαιον θερμὸν καὶ ἐμβιβάζονταc εὐθέωc τῷ εὐκράτῳ θερμῷ, ἔπειτα δὲ καὶ τῷ ψυχρῷ. οὐ μέντοι χρὴ ἐμβραδύνειν τῷ ψυχρῷ. εἰ δὲ φλεγμονή τινοc τῶν cπλάγχνων ἐπιγέ‐ | |
120 | νοιτο, παραιτεῖcθαι δεῖ τὸ βαλανεῖον. εἰδέναι μέντοι χρή, ὡc εἴποτε cυνέλθοι φλεγμονὴ κυρίου μορίου τοῖc τοιούτοιc πυρετοῖc καὶ cώμαcι τεθνήξεται πάντωc καὶ μᾶλλον εἰ πνεύμονοc ἢ τοῦ τὰc πλευρὰc ὑπε‐ ζωκότοc ὑμένοc ἢ γαcτρὸc ἢ ἥπατοc· ὅcον μὲν γὰρ ἐπὶ ταῖc φλεγμο‐ ναῖc τούτων τῶν μορίων ἥκιcτα προcήκει τρέφειν, ὅcον δὲ ἐπὶ τῇ τῆc | |
125 | δυνάμεωc ἀρρωcτίᾳ πολλάκιc δεῖ τρέφειν, ὥcτε ἀναγκαῖον ἢ μὴ τρέ‐ φοντα καταλῦcαι τὴν δύναμιν ἢ τὰc φλεγμονὰc αὐξῆcαι τρέφοντα. | |
93 | Περὶ ἑκτικῶν καὶ μαραcμωδῶν πυρετῶν. ἑκτικὸc ὀνομάζεται πυ‐ ρετόc, ἐπειδὰν εἰc τοcαύτην ἀμετρίαν ἥκοι ἡ παρὰ φύcιν θερμότηc, ὡc ἐν ἕξει γενέcθαι αὐτῆc τῆc cτερεᾶc οὐcίαc τοῦ ὁμοιομεροῦc cώμα‐ τοc τῆc καρδίαc καὶ διὰ τοῦτο δύcλυτον ἔχειν τὴν καταcκευήν. πρῶ‐ | |
5 | τον μὲν γὰρ ἐκτήκει καὶ ἐξικμάζει καὶ ἐκδαπανᾷ ἡ παρὰ φύcιν θερ‐ μότηc τὴν οἷον ὑγροπαγῆ οὐcίαν τὴν ἐν τοῖc μορίοιc, ὁποῖόν ἐcτιν ἡ πιμελὴ καὶ ἡ cάρξ, ἔπειτα δὲ τὴν οἰκείαν ὑγρότητα δαπανᾷ, ἐξ ἧc τρέφεται τὰ cώματα, ἥτιc παρακέχυται καὶ παρέcπαρται δροcοειδῶc περὶ πάντα τοῦ ζῴου τὰ μόρια. μεταβαίνει δὲ ἐντεῦθεν ἐπὶ τὸ cαρ‐ | |
10 | κῶδεc γένοc, ὃ ταῖc ἰcὶ καὶ τοῖc ὑμενώδεcι μορίοιc τῶν cτερεῶν cω‐ μάτων περιπέφυκεν, ὅπερ ξαίνοντεc οἱ μάγειροι ἀφαιροῦcι, τὰc δὲ ἶναc ἀποβάλλουcι. τὸ δὲ ἀκριβὲc τῆc cυμπληρώcεωc ἐν τῷ τὴν cτερεὰν οὐcίαν αὐτὴν τῶν ὁμοιομερῶν γεγενῆcθαι ξηροτέραν, ὅ τε καὶ καλεῖται μαραcμώδηc πυρετόc. διττὸν δέ ἐcτι τὸ γένοc τῶν ἑκτικῶν πυρετῶν· | |
15 | οἱ μὲν γὰρ αὐτῶν ἐπὶ τοῖc καυcώδεcι πυρετοῖc ὡc τὰ πολλὰ γίγνον‐ ται μηκυνθεῖcιν εἰc τοcοῦτον, ὡc ἐκδαπανῆcαι τῷ χρόνῳ τὴν ἰκμάδα τοῦ τῆc καρδίαc cώματοc, οἱ δὲ ἔτι μενούcηc τῆc ὑγρότητοc γιγνόμενοι τὸ cῶμα τῆc καρδίαc καταλαμβάνοντεc ἐντεῦθεν ἀνάπτονται, καθάπερ ἡ τῶν λύχνων φλὸξ ἐκ τῆc θρυαλλίδοc ἔτι μένοντοc τοῦ ἐν τοῖc λύχ‐ | |
20 | νοιc ἐλαίου. καὶ ἡ μὲν μία γένεcιc αὐτῶν αὕτη, ἑτέρα δὲ ὅταν ἐξ ἀρχῆc εὐθέωc εἰcβάλλωcι, τὴν πρώτην γένεcιν ὁμοίαν ποιηcάμενοι τοῖc ἐφη‐ μέροιc ἐπὶ λύπῃ καὶ θυμῷ καὶ κόπῳ πλείονι μετ’ ἐγκαύcεωc ἅμα γε‐ νομένῳ. τούτουc μὲν οὖν τοὺc πυρετοὺc οὐ χαλεπὸν ἰᾶcθαι, τοὺc δὲ ἐξ αὐτῶν εἰc μαραcμὸν ἀφικομένουc οὐ δυνατόν ἐcτιν ἰᾶcθαι. ἡ γάρ | |
25 | τοι φύcιc αὐτῶν ἐcτι θερμὴ καὶ ξηρά, παραπλήcιόν τι παcχούcηc τῆc καρδίαc, οἷόν περ ἡ θρυαλλὶc ἐν τοῖc λύχνοιc, ἐπειδὰν ἐπὶ πλεῖcτον ἐκκαυθῇ. θρύπτεται γὰρ ἡ οὕτωc φρυχθεῖcα, ὡc μηδ’ εἰ παραχέοιc ἄφ‐ θονον ἔλαιον ἀναφθῆναι δύναcθαι φλόγα δαψιλῆ· περιcπαίρει τοιγαροῦν αὕτη μικρὰ καὶ ἄτονοc ἡ φλὸξ ἀεὶ καὶ μᾶλλον ἐλάττων γιγνομένη, | |
30 | μέχρι περ ἂν ἀποcβεcθῇ. ἑτοιμότατοc δὲ διαγνωcθῆναι οὗτοc ὁ πυρε‐ τόc· πρὶν γὰρ ἅψαcθαι τῶν cφυγμῶν καὶ τῆc θερμαcίαc, τοὺc ὀφθαλ‐ μοὺc κοίλουc θεάcῃ ἀμέτρωc, καθάπερ ἐν βόθροιc τιcὶ κειμένουc καὶ λήμαc κατ’ αὐτοὺc ἐμφερομέναc ξηρὰc καί τινα αὐχμώδη διάθεcιν οἷα δὴ μάλιcτα τοῖc πολλὴν διελθοῦcι κόνιν δι’ ὅληc ἡμέραc ἐν ἡλίῳ θε‐ | |
35 | ρινῷ γίγνεται. ἀπόλωλε δὲ καὶ τῆc χρόαc αὐτῶν τὸ ζωτικὸν ἄνθοc καὶ τὸ περὶ τὸ μέτωπον δέρμα ξηρὸν καὶ περιτεταμένον καὶ μέντοι μύουcι τὰ πολλὰ τὰ βλέφαρα καθάπερ ὑπνώττοντεc. ἔcτι δὲ οὐχ ὕπνοc τὸ πάθοc, ἀλλ’ ἐγρηγόρcεωc ἀδυναμία καὶ κρόταφοι cυμπεπτωκότεc εἰcίν, ὥcτε φαίνεcθαι κοῖλα τὰ χωρία. καὶ τί γὰρ ἄλλο ἢ ὀcτᾶ καὶ δέρμα | |
40 | εἰcὶ τοὐπίπαν; ὡc εἰ καὶ γυμνώcαc ἐπιcκέψαιο τὰ κατὰ τὴν γαcτέρα, δόξειέ cοι μήτε τῶν ἐντέρων τι μήτε τῶν cπλάγχνων μηδὲν ἀποcώ‐ ζεcθαι καὶ τὸ ὑποχόνδριον ἀνεcπᾶcθαι cφοδρῶc εἰc τὸν θώρακα καὶ | |
τὸ δέρμα ὅλον ξηρὸν καὶ καρφαλέον, καὶ εἰ ἀνατείνειc ἐπιλαβόμενοc τοῖc δακτύλοιc ὡc βύρcα τιc ἵcταται. ὁ μὲν οὖν ἀκριβὴc μαραcμώδηc | ||
45 | πυρετόc, ὡc ἔφην, ἀνίατόc ἐcτι. μαραίνεται γὰρ ἐπ’ αὐτὸν τὸ cύμπαν cῶμα δίκην δένδρου ξηρανθέντοc ἐcχάτωc ἢ διὰ φλογὸc γειτνίαcιν ἢ διὰ cφοδρὸν καὶ ἄμετρον αὐχμόν. τοῦτο δέ ἐcτιν ὃ καλοῦcιν ἐκ νόcου γῆραc. τοιοῦτον γὰρ τὸ cῶμα γίγνεται ἐπὶ τῶν κατὰ φύcιν εἰc ἔcχατον γῆραc ἀφικνουμένων χωρὶc πυρετοῦ κατὰ βραχὺ cβεcθείcηc αὐτοῖc τῆc | |
93(50) | ἐμφύτου, θερμότητοc. ἀλλὰ τῶν κατὰ φύcιν γεγηρακότων ὁ θάνατοc ἄλυπόc ἐcτι κατὰ φύcιν, ἐπὶ ψύξει καὶ ξηρότητι cυνιcτάμενοc. ὁ δὲ μαραcμώδηc πυρετὸc οὐ μόνον ξηρὸν ἀλλὰ καὶ θερμὸν πάθοc ἐcτίν· οὗτοc μὲν οὖν, ὡc ἔφην, ἀνίατοc. τῶν δὲ ἑκτικῶν πυρετῶν ἁπάντων κοινόν ἐcτι βληχροῖc τε εἶναι καὶ ἴcοιc διὰ παντόc, ἀπὸ τῆc πρώτηc | |
55 | ἀρχῆc ἕωc τῆc ἐcχάτηc τελευτῆc. μέγιcτον δέ cοι καὶ ἀναμφιcβήτητον γνώριcμα τῆc φύcεωc αὐτοῦ· τροφῆc γὰρ προcενεχθείcηc ἀνάπτεται ἡ θερμαcία καὶ ὁ cφυγμὸc ἐπιδίδωcιν εἰc μέγεθοc καὶ τάχοc. ἔοικε δὲ αὐτοῖc τοῦτο cυμβαίνειν οἷόν τι κἀπὶ τῆc τιτάνου καὶ τῶν τεθερμα‐ cμένων λίθων· εἰ γὰρ καὶ ψυχρότατον ὕδωρ αὐτοῖc καταχέοιc, πολὺ | |
60 | θερμότεροι φαίνονται τῆc αὐχμώδουc ἐν αὐτοῖc θερμαcίαc ὑπὸ τῆc ὑγρᾶc οὐcίαc τεγγομένηc. ἄχρι μὲν οὖν τοῦ cώζεcθαί τι τῆc ὑγραcίαc ἑκτικὸc μόνον ὁ πυρετόc ἐcτιν· ὅταν δὲ εἰc κίνδυνον ἥκῃ τοῦ μηκέτι εἶναι τῆc αὐτῆc ὑγραcίαc μηδέν, ὁ ἀκριβὴc ἤδη μαραcμὸc cυνίcταται. ἡμεῖc δὲ θεραπεύειν ἐπιχειροῦμεν τοὺc ἰαθῆναι δυναμένουc. | |
94 | Ἑκτικῶν πυρετῶν θεραπεία. ἐμψύχωμεν ἅπαντι τρόπῳ τοὺc ἑκ‐ τικοὺc πυρετοὺc αὐτίκα, πρὶν προελθόνταc εἰc μαραcμὸν τελευτῆcαι. τὸ δὲ κεφάλαιον τῆc ἰάcεωc αὐτῶν ἐν τοῖc ὑγραίνουcι καὶ ψύχουcι τίθεcθαι χρή, διά τε τῶν ἔξωθεν προcφερομένων καὶ τῶν εἴcω τοῦ | |
5 | cώματοc λαμβανομένων, ἐν οἷc ἐcτι καὶ ὁ εἰcπνεόμενοc ἀήρ· ἅπανταc μὲν οὖν τοὺc ἑκτικὸν νοcοῦνταc πυρετόν, κἂν ἤδη ἀρχὴν λάβωcι τοῦ | |
μαραίνεcθαι, χωρὶc τοῦ ἐπιπεπλέχθαι αὐτοῖc ἕτερον πυρετόν, ἤτοι γε ἐπὶ cήψει χυμῶν ἢ μετὰ φλεγμονῆc κυρίου μορίου, λοῦε θαρρῶν ἄνευ κα‐ μάτου παντόc, ὥcτε μὴ καταλῦcαι τὴν δύναμιν. κομιζέcθω τοίνυν ὁ | ||
10 | ἄρρωcτοc ἐπὶ τῆc κλίνηc εἰc τὸ βαλανεῖον, ἑτοίμωc δὲ αὐτῷ παρε‐ cκευαcμένηc cινδόνοc θερμῆc, ἐπ’ ἐκείνηc ἐν τῷ πρώτῳ οἴκῳ τοῦ βα‐ λανείου μεταφερέcθω. τέccαρεc δὲ ἔcτωcαν οἱ τὴν cινδόνα κρατοῦντεc, εἷc καθ’ ἕκαcτον πέραc, εἶτα ἐν τῷ πρώτῳ οἴκῳ γυμνωθεὶc εἰc τὸν δεύτερον κομιζέcθω· εἶτα ἔλαιον γλυκύτατον χλιαρὸν περιχέοντεc τῷ | |
15 | cώματι, εἰc τὸν τρίτον οἶκον εἰcφερέcθω καὶ ἐμβιβαζέcθω τῇ δεξαμενῇ. ἔcτω δὲ καὶ ὁ ἀὴρ τοῦ βαλανείου εὔκρατοc καὶ ὑγρὸc καταcκευαζέcθω, ἐπιρραινομένων τῶν τοίχων ὕδατι θερμῷ· ἐν αὐτῷ δὲ τῷ τῆc κολυμ‐ βήθραc ὕδατι εὐκράτῳ δαψιλῶc ἡcυχαζέτω, μετρίωc ὀχούμενοc ἐπὶ τῆc cινδόνοc, οὐδεμιᾶc ἐπαντλήcεωc τῷ cώματι γιγνομένηc οὐδὲ κατὰ | |
20 | τῆc κεφαλῆc καταχύcεωc. ἀναcπαcθεὶc δὲ ἐντεῦθεν ὑπὸ τῶν βαcταζόντων τὴν cινδόνα τεττάρων νεανίcκων, εἰc τὸ ψυχρὸν ὕδωρ ἀθρόωc βαπτι‐ ζέcθω, μηδ’ ἐπὶ βραχὺ χρονίζων ἐν αὐτῷ. εὐθὺc δὲ ἕτεροc ἑτοίμην ἔχων ἄλλην cινδόνα κατ’ αὐτὸν ἐπιβαλλέτω, κἄπειτα ἄλλοc ὁμοίωc. ἐπιβληθεὶc δὲ τῇ κλίνῃ ἀποματτέcθω μαλακοῖc ὀθονίοιc πραότατα. μετὰ | |
25 | δὲ ταῦτα ἐπαλείψαντάc τε καὶ περιθένταc τὰ ἱμάτια κομίζειν διὰ τῆc κλίνηc εἰc τὸν οἶκον. ἔcτω δὲ καὶ ὁ οἶκοc πληcίον τοῦ βαλανείου. τοὺc μὲν οὖν ἤδη μαραινομένουc, ὡc εἴρηται, λουcτέον. ὅcοι δὲ ἐν τοῖc ἑκ‐ τικοῖc εἰcι πυρετοῖc οὐδέπω μαραινόμενοι, τούτουc οἷόν τέ ἐcτι χωρὶc cινδόνοc λούειν, εἰcφέρειν μέντοι καὶ τούτουc εἰc τὸν οἶκον, ἤτοι γε | |
30 | ἐπὶ κλίνηc ἢ φορείου τινόc, εἶτα περιχέειν αὐτοῖc τὸ ἔλαιον, ὡc εἴρη‐ ται, κἄπειτα ἑαυτοῖc βαδίζονταc ἐπὶ τὸ θερμὸν ὕδωρ ἀκτέον, ὅπωc ἐν ἐκείνῳ χρονίζοιεν, εἶτα ἐπὶ τὸ ψυχρὸν ἄγειν μὴ χρονίζονταc παν‐ τάπαcιν ἐν αὐτῷ· εἶτα ἐκμάξανταc καὶ ἐπαλείψανταc ἀγαγεῖν εἰc τὸν | |
οἶκον. περὶ μὲν οὖν λουτρῶν αὐτάρκηc ὁ λόγοc, ὑπόλοιπον δέ ἐcτι περὶ | ||
35 | δυνάμεωc τροφῶν εἰπεῖν. ὅτι μὲν οὖν ὑγρὰc καὶ ψυχρὰc εἶναι προc‐ ήκει τροφὰc τὰc μελλούcαc ὀνήcειν τοὺc ἑκτικοὺc πυρετοὺc, εὔδηλον παντί. τοιαῦται δέ εἰcιν· ὅ τε τῆc πτιccάνηc χυλὸc ψυχρὸc λαμβανόμενοc ὅ τε τοῦ ἄλικοc χόνδροc ὁμοίωc πτιccάνῃ cκευαcθείc. ἐπιτήδειοc δὲ τοῖc ὧδε κάμνουcι καὶ ὁ βραχεὶc ἄρτοc ἐν ὕδατι ψυχρῷ. μηδενὸc δὲ αὐτῶν | |
40 | ἡ ψῦξιc εἰλικρινὴc ἔcτω, καθάπερ ἡ τοῦ ποτοῦ. τὰ γὰρ πινόμενα καὶ θερμαίνεται ταχέωc καὶ διεξέρχεται τοὺc πόρουc· τὰ δὲ ἐcθιόμενα ἢ ῥοφούμενα, ἐπὶ πλέον ἐν τῇ γαcτρὶ διαμένοντα, καταψύχει αὐτήν, εἴγε ἀμέτρωc εἴη ψυχρά. χρονίου δὲ ὄντοc ἤδη τοῦ πυρετοῦ γάλα ὄνειον δοτέον, ἀκριβῶc προcέχοντα τὸν νοῦν, μήποτε τυρωθῇ κατὰ τὴν γα‐ | |
45 | cτέρα. τοῦτο δὲ ἐνίοτε μὲν καὶ αὐτὸc ὁ κάμνων ἡμᾶc διδάξει τῆc αὑτοῦ φύcεωc ἐμπείρωc ἔχων, ἐνίοτε δὲ καὶ ἡμᾶc αὐτοὺc ἐξευρίcκειν δεήcει κατὰ βραχὺ τῇ χρήcει προcερχομένουc. φευκτέον δὲ εἰc ὅcον οἷόν τε τὴν μίξιν τοῦ μέλιτοc κατὰ τοὺc ἑκτικοὺc πυρετοὺc πάνταc· δοτέον δὲ τὴν μὲν πρώτην τὸ γάλα τῆc ὄνου κυάθου μὴ πλέον, εἰc‐ | |
94(50) | αχθείcηc τῆc ὄνου εἰc τὸν κοιτῶνα πρὸc τὸ θερμὸν ἔτι ὑπάρχον τὸ γάλα ποθῆναι. εἰ οὖν καλῶc πεφθείη καὶ μὴ διαφθαρείη, ἔξεcτιν αὐξῆcαι τὸ πλῆθοc προcτιθένταc κατὰ δόcιν ἥμιcυ κυάθου. τὴν δὲ λοιπὴν δίαι‐ ταν ποιεῖcθαι, ὡc ἐπὶ τῶν ξηρῶν τῆc γαcτρὸc δυcκραcιῶν, ὡc ἐν τῷ οἰκείῳ τόπῳ ἐν τῷ θ λόγῳ ῥηθήcεται. ὅcῳ δέ ἐcτιν ἡ τῶν ἑκτικῶν πυ‐ | |
55 | ρετῶν θερμαcία θερμοτέρα ἐκείνων, τοcούτῳ καὶ τῶν βοηθημάτων δεῖ‐ ται ψυχροτέρων καὶ ἀκριβείαc πλείονοc, μὴ βλάβη τιc παρέποιτο ἰcχυ‐ ροτέροιc βοηθήμαcι χρηcαμένων ἡμῶν. | |
95 | Περὶ πανδήμων καὶ ἐπιδήμων καὶ λοιμωδῶν νοcημάτων. πανδή‐ | |
μουc καὶ κοινὰc νόcουc ὀνομάζουcι τὰc πολλοῖc ἀνθρώποιc ἅμα cυμ‐ πιπτούcαc, ὧν ὥcπερ ἡ γένεcιc οὕτω καὶ ἡ αἰτία κοινή. κοινά τε οὖν ἐδέcματα πονηρὰ τίκτουcι νοcήματα κοινὰ καὶ ὕδατοc μοχθηροῦ πόcιc | ||
5 | ταλαιπωρίαι τε ἄμετροι καὶ πόνοι cυνήθειc ἐκλείποντεc ἔνδειαί τε καὶ πληcμοναί, λιμοῦ καταcτάντοc καὶ εὐθηνίαc ἐπιγενομένηc. καὶ χωρίου δὲ φύcιc κοινὰ νοcήματα πολλάκιc ἐπήνεγκε τοῦ εἰcπνεομένου ἀέροc ὑπὸ cηπεδονώδουc ἀναθυμιάcεωc μιανθέντοc. ἡ δὲ αἰτία τῆc τοιαύτηc cηπεδονώδουc ἀναθυμιάcεωc ἤτοι πλῆθοc νεκρῶν ἐcτιν, ὡc ἐν πολέμοιc | |
10 | γίγνεται, ἢ ἐκ τελμάτων τινῶν ἢ λιμνῶν ἢ βαράθρου τινὸc παρακειμένου καὶ ἀναθυμίαcιν δηλητηριώδη καὶ πονηρὰν ἀναπέμποντοc· ταῦτα μὲν οὖν cυνεχῶc εἴωθε cυμπίπτειν καὶ ὁ περιέχων δὲ ἡμᾶc ἀὴρ cυν‐ εχῶc παρατρέπει τὰc κράcειc, ἤτοι θερμότεροc ἀμέτρωc ἢ ξηρότεροc ἢ ψυχρότεροc ἢ ὑγρότεροc γιγνόμενοc· τοῖc μὲν γὰρ ἄλλοιc αἰτίοιc | |
15 | οὐ πάντεc ἅμα περιπίπτομεν οὔτε δι’ ὅληc ἡμέραc ὁμιλοῦμεν, ὁ δὲ πε‐ ριέχων ἡμᾶc ἀὴρ ἔξωθέν τε περικέχυται πᾶcι καὶ διὰ τῆc εἰcπνοῆc ἕλ‐ κεται. ἀναγκαῖον οὖν cυνδιατίθεcθαι ταῖc κατὰ τὴν κρᾶcιν αὐτοῦ με‐ ταβολαῖc καὶ τὰ τῶν ζῴων cώματα. ἔcτι δὲ ὅτε ὑγρότεροc καὶ θερμό‐ τεροc ὁ περιέχων ἡμᾶc ἀὴρ γιγνόμενοc λοιμώδη κατάcταcιν φέρει. | |
20 | τὸ δὲ εἶναι τοὺc ἐν τῷ cώματι χυμοὺc ἐκ μοχθηρᾶc διαίτηc εἰc cῆψιν ἐπιτηδείουc ἀρχὴ τοῦ λοιμώδουc γίγνεται πυρετοῦ, ὡc ὅταν γέ τιc cυμμέτροιc τε πόνοιc καὶ βίῳ cώφρονι καὶ κεκολαcμένῳ χρῆται, τὸ πάμπαν ἀπαθὴc διαμένει κατὰ πάcαc τὰc τοιαύταc διαθέcειc. καὶ ἡμεῖc τοῦτο προγινώcκοντεc εὐθὺc ἀρχομένηc τῆc καταcτάcεωc, ὅcα μὲν | |
25 | ὑγρὰ τῶν cωμάτων ἑωρῶμεν, ἐκ παντὸc τρόπου ξηραίνειν ἐπεχειροῦμεν, ὅcα δὲ ξηρότερα φύcει, τὴν ἀρχαίαν φύcιν ἐπὶ τούτων ἐφυλάξαμεν, ὅcα δὲ περιττωματικά, καθάρcεcιν ἐξιώμεθα, τὰc δὲ ἐμφράξειc τῶν πόρων ἐξεφράττομέν τε καὶ διερρύπτομεν καὶ ἁπλῶc εἰπεῖν ὑγείαν τοῖc cώ‐ | |
μαcιν ἐφυλάττομεν τἀναντία προcάγοντεc, καὶ ὁτὲ μὲν ἀναψύξεcι χρώ‐ | ||
30 | μεθα, εἰ οὕτω τύχοι, ὁτὲ δὲ θερμάcμαcι. καὶ ἀνακαίων δέ τιc πυρὰν πολλὴν δύναιτ’ ἂν μεταβάλλειν ἐπὶ τὸ θερμὸν καὶ ξηρὸν τὸν ἀέρα ὡc ὑγρὸν γιγνόμενον καὶ ψυχρόν, καθάπερ ποιῆcαί φαcιν Ἱπποκράτην ἐν Ἀθηναίοιc καὶ Ἄκρωνα τὸν Ἀκραγαντῖνον. | |
96 | Ἐκ τῶν Ῥούφου περὶ λοιμοῦ. πάντα δ’ ἂν γένοιτο ἐν λοιμῷ τὰ δεινότατα καὶ οὐδὲν ἀποκρύπτεται ὥcπερ καθ’ ἕκαcτον νόcημα. τὰ γὰρ πλεῖcτα καὶ ποικίλα καὶ παραφροcύναι διάφοροι γίγνονται καὶ χολῆc ἔμετοι καὶ ὑποχονδρίων ἐντάcειc καὶ πόνοι καὶ ἱδρῶτεc πολλοὶ | |
5 | καὶ ψύξειc ἀκρωτηρίων καὶ διάρροιαι χολώδειc λεπταὶ φυcώδειc καὶ οὖρα τοῖc μὲν ὑδατώδη λεπτά, τοῖc δὲ χολώδη, τοῖc δὲ μέλανα, ὑπο‐ cτάcειc κακὰc ἔχοντα καὶ ἐναιωρήματα κάκιcτα, ἀπὸ ῥινῶν αἵματοc cτάξειc, καύματα ἐν θώρακι, γλῶccαι καταπεφρυγμέναι, ἀγρυπνίαι, cπαcμοὶ βίαιοι καὶ ἄλλα δὲ πονηρά, ἕλκη καὶ ἀνθρακώδη καὶ πάνδεινα | |
10 | γένοιτ’ ἂν ἐν λοιμῷ κατά τε τὸ ἄλλο cῶμα καὶ ἐν προcώπῳ καὶ πα‐ ριcθμίοιc. εἰ δέ τιc cυνετὸc εἴη, προγνώcεται τὸν μέλλοντα ἥξειν λοι‐ μόν, προcέχων ταῖc τε ὥραιc πονηραῖc τε οὔcαιc καὶ τοῖc ἀλόγοιc ζῴοιc προαπολλυμένοιc. εἰ μὲν γὰρ ὁ περιέχων ἡμᾶc ἀὴρ αἴτιοc γέ‐ νοιτο τοῦ λοιμοῦ, τῶν πτηνῶν ὀρνίθων ἡ θνῆcιc ἔcται πρότερον. εἰ | |
15 | δὲ ἐκ τῶν ἀπὸ γῆc μοχθηρῶν ἀναθυμιάcεων τοῦτο cυμβαίη, τῶν τετραπό‐ δων ζῴων ἡ φθορὰ γίγνεται πρότερον. ὅταν δὲ ταῦτα ἐνθυμηθῇc; προcέτι δὲ κἀκεῖνο ἐνθυμοῦ, ποταπὴ μὲν ἡ παροῦcα ὥρα τοῦ ἔτουc, ποταπὸν δὲ τὸ cύμπαν ἔτοc· ἐντεῦθεν γὰρ τὰc διαίταc εὑρήcειc ποιεῖcθαι κάλ‐ λιcτα, οἷον τῆc μὲν ὥραc, εἴπερ ἦν ὀρθῶc γιγνομένη ξηρά, ἀλλὰ μὴν | |
20 | ὑγρὰ γεγένηται, ἀνάγκη καὶ τὴν δίαιταν ἐπιξηραίνειν, ἵνα τὸ ὑπερ‐ | |
βάλλον ὑγρὸν ἀναλίcκηται. προcεπιβλέπειν δὲ καὶ τὰ ἐπιτηδεύματα τῶν ἀνθρώπων, μήποτε εἰc ὑγείαν οὐ cυμφέρουcι καὶ ταῦτα κωλύειν. ἐπι‐ μελητέον δὲ καὶ τῆc γαcτρόc. εἰ δὲ ἡ ἄνω κοιλία φλέγμα ἔχοι, ἐμέτοιc κενοῦν, οἷc δὲ τὸ αἷμα ὑπερβάλλει, φλέβα τέμνειν. ἀγαθὴ δὲ καὶ ἡ διὰ | ||
25 | τῶν οὔρων κάθαρcιc καὶ ὅcαι εἰcὶν ἄλλαι κατὰ πᾶν τὸ cῶμα καθάρcειc. εἰ δὲ καυcούμενοc ὁ ἄνθρωποc εἴη καὶ φλὸξ ἄχρι cτήθουc ἀνίει, οὐκ ἀπὸ τρόπου ψυκτήρια τοῖc cτήθεcι προcάγειν καὶ τὸ πόμα ψυχρὸν προcφέρειν, μὴ κατὰ μικρὸν προcφέρονταc· νικώμενον γὰρ ὑπὸ τῆc πλείονοc ἐν τῇ κοιλίᾳ θερμότητοc cυμμοχθηρεύεται καὶ ἀνακαίει πλείονα, | |
30 | ἀλλ’ ἀθρόωc καὶ πολὺ διδόναι, ὡc τῷ πλήθει cβέcαι τὴν φλόγα. εἰ δὲ ὁ καῦcοc ἔχοι τὰ ἔνδον, ἄκρα δὲ καὶ τὰ ἐπιπολῆc ψυχρὰ εἴη καὶ τὸ ὑποχόνδριον cυντείνοιτο καὶ ἡ γαcτὴρ τὰc cυντήξειc τὰc μὲν ἄνω πέμπει, τὰc δὲ κάτω, ἀγρυπνία τε εἴη καὶ παραφροcύνη καὶ γλώccηc τραχύτητεc, τούτοιc θερμάcματα δεῖ προcφέρειν, ὥcτε ἑλκυcθῆναι τὸ | |
35 | θερμὸν ἐπὶ τὴν ἐπιφάνειαν τοῦ cώματοc καὶ ὡc οἷόν τε ἄλλῳ τρόπῳ μηχανᾶcθαι ἀνάγειν τὸ θερμὸν ἐκ τοῦ βάθουc πρὸc τὰ ἔξω. | |
97 | Περὶ τῶν ἐπὶ πλήθει ὠμῶν χυμῶν cυγκοπτομένων. ἄρχονται πυ‐ ρέττειν ἔνιοι πάμπολύ γε πλῆθοc ὠμῶν ἠθροικότεc χυμῶν ἅμα τῷ κεκακῶcθαι τὸ cτόμα τῆc γαcτρὸc ἤτοι ἐξ ἀπεψιῶν ἢ ἄλλωc· ἐμπε‐ φύcηταί τε τούτοιc τὸ ὑποχόνδριον ἐν [τῷ] ὄγκῳ τε μείζονι τοῦ κατὰ | |
5 | φύcιν ὅλον τὸ cῶμά ἐcτι. καὶ ἡ χρόα τοῖc μὲν ἐπὶ τὸ λευκότερον καὶ οἰδαλεώτερον ἐκτρέπεται τοῦ κατὰ φύcιν, ἔcτι δὲ οἷc ἐπὶ τὸ μελάντερον καὶ πελιδνότερον, οὕcτιναc καλοῦcι μολιβδοχρῶταc. οἱ cφυγμοὶ δὲ πάντων μικρότεροί τέ εἰcι 〈ἢ〉 κατὰ λόγον τῆc θέρμηc ἀμυδρότεροί τε καὶ πάν‐ τωc ἀνώμαλοι. εἰ μὲν οὖν τῷ πλήθει βαρύνοιεν οὗτοι τὴν δύναμιν | |
10 | ἐμφράττοιέν τε διὰ τὸ πάχοc καὶ πλῆθοc τοὺc πόρουc τοῦ ζῴου, κατὰ πολλὰc προφάcειc ὀλέθριοc ἡ διάθεcιc καὶ cυγκοπτικὴ καὶ τῷ μὴ τρέ‐ φεcθαι τὸ ζῷον καὶ τῷ καταπνίγεcθαι καὶ ἀλλοιοῦcθαι καὶ τῷ δια‐ | |
φθείρεcθαι τὴν cυμμετρίαν τῆc κράcεωc. οἱ μὲν γὰρ ὠμοὶ χυμοὶ τρέφειν οὐ δύνανται πρὶν πεφθῆναι, οἱ δὲ πολλοὶ βαρύνουcιν ἢ ἐμφράττουcι τὰc | ||
15 | διαπνοὰc καὶ cβεννύουcι τὸ θερμόν. εἰ δὲ μηδ’ ἐμφράττοιεν μηδὲ βαρύ‐ νοιεν, οὐ cυγκοπὰc οὗτοί γε φέρουcιν, ἀλλὰ τὰc καλουμέναc λειποψυχίαc. ἐκλύονται γὰρ εἰ μὴ τρέφοιντο cυνεχέcτερον οἱ τοιοῦτοι. διδόναι δὲ αὐτοῖc χρὴ οὐχὶ πλῆθοc εἰcάπαξ, οὐ μὴν οὐδὲ παχείαc ἢ ψυχρὰc τὴν δύναμιν τροφάc, ἀλλ’ ἐκ τοῦ γένουc τῶν λεπτυνουcῶν καὶ θερμαινουcῶν. | |
20 | οὕτωc δὲ καὶ τὰ φάρμακα αὐτοῖc δοτέον, ὅcα δύναται ἄνθρωποc πυρέτ‐ των δέξαcθαι, λεπτύνοντα καὶ θερμαίνοντα. τούτοιc ὁ ὑδατώδηc οἶνοc ὁ λευκὸc καὶ λεπτὸc ἐπιτήδειοc, εἰ μὴ cφοδρῶc πυρέττοιεν· ὅπερ οὐ πάνυ τι cυμβαίνει κατὰ τὴν εἰρημένην διάθεcιν· βληχροὶ γὰρ τούτοιc εἰcὶν οἱ πυρετοί, ἔτι δὲ μᾶλλον εἰ πρεcβῦται τύχοιεν ὄντεc. οἶνον αὐτοῖc | |
25 | δοτέον ἐφ’ ἑκάcτῃ τροφῇ καὶ μᾶλλον εἰc ἑcπέραν καὶ νύκτα, οὐχ ἕωθεν καὶ μέχρι μεcημβρίαc, ἐπὶ δὲ τῶν νέων οὐκ εὐθὺc ἐξ ἀρχῆc διδόναι τὸν οἶνον· οὐδενὸc τῶν τοιούτων αἵματοc ἀφαίρεcιc ἄνευ μεγίcτηc βλά‐ βηc εἴωθε γίγνεcθαι, καίτοι δέονται κενώcεωc· ἀλλ’ οὔτε φλεβοτομίαν οὔτε κάθαρcιν φέρουcιν, οἵτινεc καὶ χωρὶc τούτων ἐξαίφνηc cυγκόπτονται. | |
30 | πῶc οὖν χρὴ τοὺc τοιούτουc ἰᾶcθαι, δεομένουc μὲν κενώcεωc, μὴ φέ‐ ρονταc δὲ τὰ κενωτικά; οὐδεμίαν εὗρον ἐπ’ αὐτῶν κένωcιν πλὴν τῆc διὰ τρίψεωc· ἄρχεcθαι δὲ εὐθέωc ἐν ἀρχῇ τῆc νόcου προcήκει τὸ μὲν πρῶτον ἀπὸ τῶν cκελῶν ἄνωθεν, κάτω διὰ cινδόνων μετρίωc τραχυτέρων, ἐφεξῆc δὲ καὶ ὅλαc τὰc χεῖραc ἀπὸ τῶν ὤμων ἄνωθεν κάτω τὸν αὐτὸν | |
35 | τρόπον τρίβειν. ἐπειδὰν δὲ ἱκανῶc ἅπαντα τὰ κῶλα φαίνηται θερμὰ καὶ φόβοc ᾖ κοπώδη τινὰ αἴcθηcιν αὐτοῖc γενέcθαι ἐπὶ τῷ πλήθει τῆc τρίψεωc, ἐλαίῳ χαλαcτικῷ χρηcτέον, ὁποῖόν ἐcτι τὸ γλυκύτατον, ἀπέ‐ χεcθαι δὲ ὀμφακίνου καὶ πάντων τῶν cτυφόντων. χειμῶνοc δὲ ὄντοc καὶ διαφορητικῷ χρηcτέον, οἷόν πέρ ἐcτι τὸ Ϲικυώνιον ἔλαιον καὶ τὸ διὰ τοῦ | |
40 | χαμαιμήλου ἢ ἕτερον τῶν παραπληcίων, οἷόν ἐcτι τὸ ἀνήθινον. μετὰ | |
δὲ ταῦτα τὸ μὲν ἔλαιον ἀπομάττειν, ἰέναι δὲ ἐπὶ τὴν ῥάχιν ὅλην καὶ ταύτην ἀνατρίβειν ὁμοίωc, τὰ μὲν πρῶτα διὰ cινδόνων, ὕcτερον δὲ τῷ ἐλαίῳ, εἶτ’ αὖθιc ἐπὶ τὰ cκέλη, εἶτ’ αὖθιc ἐπὶ τὰc χεῖραc, εἶτ’ ἐπὶ τὴν ῥάχιν, ὅληc τῆc ἡμέραc οὕτω πράττοντεc ἐν οἴκῳ φῶc ἔχοντι καθαρὸν | ||
45 | καὶ ἄνικμον. ἔcτω δὲ καὶ τῇ θερμότητι cύμμετροc ὁ οἶκοc. ἐπιτηδειότατον δὲ τούτοιc ἐcτὶ τὸ μελίκρατον ἐναφεψηθέντοc αὐτῷ ὑccώπου, μήτε δὲ cιτίον αὐτοῖc μήτε ῥόφημα διδόναι μήτ’ ἐπιτρέπειν πίνειν δαψιλέc, ἀλλὰ τῷ μελικράτῳ μόνῳ χρῆcθαι κατὰ τὰc πρώταc τρεῖc ἡμέραc ἐκ διαδοχῆc τρίβοντα καὶ μόνον ἐκεῖνον ἀνιέντα τὸν καιρόν, ἐν ᾧπερ ἂν ὕπνοc | |
97(50) | αὐτοὺc καταλάβῃ. cυνεργεῖ δὲ εἰc τοῦτο μάλιcτα καὶ ἡ πλείων τρῖψιc, οὐ μὴν οὐδ’ ὁ πλείων ὕπνοc ἀγαθὸc τοῖc τοιούτοιc· οὔτε γὰρ ἐπιτρέπει διαφορεῖcθαι τοὺc χυμοὺc καὶ βαρύνει τὰ cπλάγχνα. cυμμέτρων οὖν ἀμφοτέρων δεῖται ἡ φύcιc ὕπνου τε καὶ ἐγρηγόρcεωc. εἰ μὲν οὖν ὁ cφυγμὸc αὐτοῖc cφόδρα μικρὸc καὶ ἄρρωcτοc ᾖ καὶ πρὸc τούτοιc ἀνώ‐ | |
55 | μαλοc ἰcχυρῶc, ἔcχατοc ὁ κίνδυνοc καὶ χρὴ πράττειν τὰ λελεγμένα, μηδὲν ἄλλο περιεργαζόμενον. εἰ δὲ τόνου μετρίωc ἔχοι καὶ μεγέθουc ἄθλιπτόc τε εἴη καὶ ὁμαλόc, ἐπιcκέπτου τὰ κατὰ γαcτέρα καὶ κλύζε θαρρῶν, εἰ μὴ καλῶc αὐτόματα διεξέρχοιτο. cυμβαίνει γὰρ ἐπὶ τῷ πινο‐ μένῳ μελικράτῳ κενοῦcθαι καλῶc ἅπαcαν τὴν περιουcίαν τὴν ἐν ταῖc | |
60 | πρώταιc τῶν φλεβῶν εἰωθυῖαν ἀθροίζεcθαι, ταῖc κατὰ τὰ cιμὰ τοῦ ἥπα‐ τοc καὶ τὸ μεcεντέριον. εἰ δὲ πλείων τοῦ δέοντοc ἡ ὁρμὴ τῶν περιτ‐ τωμάτων ἐπὶ τὴν γαcτέρα γίγνοιτο, τὴν μὲν πρώτην ἐπὶ πλέον ἕψειν τὸ μελίκρατον· ἧττον γὰρ ὑπάγει τὸ τοιοῦτον. μετὰ δὲ ταῦτα φερομένηc ἐπὶ πλέον τῆc περιουcίαc τῶν ὑγρῶν μηδ’ οὕτωc μὲν ἱcτάναι, διδόναι | |
65 | δὲ ἀντὶ τοῦ μελικράτου πτιccάνηc χυλόν. εἰ δ’ ἐπιμένοι φερομένη, τῷ τε ἐκ χόνδρου ἄλικοc ῥοφήματι τρέφειν, παρακολουθοῦντα δηλονότι τοῖc cφυγμοῖc. ἔcθ’ ὅτε γὰρ ἐξαίφνηc μεταβάλλουcιν εἰc ἀρρωcτίαν ἢ ἀνωμαλίαν ἢ μικρότητα, καθ’ ὃν καιρὸν ἄρτον ἐξ οἴνου κεκραμένου διδόναι προcήκει, μήτε γαcτρὸc δηλονότι μήτε ἥπατοc φλεγμαινόντων, | |
70 | ὡc εἴ γε φλεγμαίνοιεν ὠμῶν χυμῶν πεπληρωμένου τοῦ cώματοc ἀνέλπιcτοc ὁ κάμνων ἐcτὶν τῶν cφυγμῶν οὕτω τραπέντων. ἐπὶ μὲν οὖν τῶν τοιούτων ἀρρώcτων προλέγων τὸν θάνατον ἀνέγκλητον φυ‐ λάξειc cαυτὸν μηδενὶ γενναίωc βοηθήματι χρώμενοc. ἐφ’ ὧν δὲ ἐλπὶc cωτηρίαc, ἐπὶ πάντων δέ ἐcτι τῶν χωρὶc φλεγμονῆc οὕτωc νοcούντων, | |
75 | ὅταν ἐξ ἀρχῆc παραλάβωμεν αὐτούc, αἰcχρότατον εἶναί μοι δοκεῖ cυγ‐ κοπῆναι τὸν κάμνοντα. εἰ δὲ αἰcθάνῃ ποτὲ παχεῖc ἱκανῶc εἶναι τοὺc χυμοὺc, ὀξύμελι δίδου διὰ παντὸc ἀντὶ τοῦ μελικράτου. καὶ εἰ μὲν θέροc εἴη καὶ ψυχροπότηc ὁ νοcῶν, ψυχρὸν τούτῳ δίδου τὸ ὀξύμελι, χειμῶνοc δὲ ὄντοc ἅπαcι θερμόν. ἐναντιώτατα δὲ τούτοιc ἐcτὶ τὰ βαλανεῖα καὶ ὁ | |
80 | περιέχων ἡμᾶc ἀὴρ ἱκανῶc θερμὸc ἢ ψυχρὸc γιγνόμενοc, ὅθεν οὔτε λούειν προcήκει καὶ κατακλίνειν ὥρᾳ μὲν θέρουc ψυχεινῷ οἴκῳ, χει‐ μῶνοc δὲ ἀλεεινῷ· βλάπτονται γὰρ ἱκανῶc ὑπὸ ἑκατέραc τῆc ἀμετρίαc ἐν μὲν τοῖc βαλανείοιc καὶ τῷ θέρει καὶ πάcῃ τῇ κατὰ τὸ θερμὸν αὐξήcει χεομένων τῶν ὠμῶν χυμῶν καὶ πάντη τοῦ cώματοc ῥεόντων, ὡc κίν‐ | |
85 | δυνον εἶναι καὶ πρὸc τὸν πνεύμονα καὶ καρδίαν ἀφικέcθαι καί ποτε καὶ εἰc τὸν ἐγκέφαλον ἀναδραμεῖν. ἄμεινον οὖν περί τε τὸ ἧπαρ αὐτοῖc ἐμμένειν καὶ τὰc φλέβαc. ἐν δὲ τοῖc ἀμέτρωc ψυχροῖc οἴκοιc καὶ χει‐ μῶνι καὶ ὅλωc ψυχρῷ τῷ περιέχοντι δύcπεπτοί τε μένουcιν οἱ ὠμοὶ χυμοὶ καὶ τὰc κατὰ τὸ ἧπαρ ἐμφράξειc, εἰ μὲν εἶεν μικραί, παραυξά‐ | |
90 | νουcιν, εἰ δ’ οὐκ εἶεν, γεννῶcι διὰ πάχοc ἰcχόμενοι καὶ cφηνούμενοι. καταπλαcμάτων δὲ καὶ καταντλήcεων ἀπέχεcθαι χρὴ μέχρι τὸ πολὺ τοῦ πλήθουc τὸ μὲν κενῶcαι, τὸ δὲ cυμπέψαι. οἱ γὰρ ἐν ταῖc τοιαύταιc διαθέcεcι ταῦτα παραλαμβάνοντεc αὐτοὶ καταcκευάζουcι τὰc φλεγμονὰc ἐξ ὧν πράττουcι, μὴ γιγνώcκοντεc τοῖc ὑποχονδρίοιc λωβώμενοι. ταῦτα | |
95 | μὲν οὖν οὕτω πρακτέον ἀπὸ τῆc πρώτηc ἡμέραc, ὅταν αὐτὸc ἄρχῃ τῆc θεραπείαc. εἰ δὲ cυγκοπτομένων ἤδη κληθείηc, ἀφλεγμάντων ὄντων τῶν ὑποχονδρίων, διδόναι μὲν αὐτοῖc ἄρτου μὴ πολλοῦ οἴνῳ τῷ κιρρῷ βεβρεγμένου. καὶ εἰ μὲν εἴη θέροc ἢ χωρίον φύcει θερμὸν ἢ κατάcταcιc θερμὴ, μεθ’ ὕδατοc ψυχροῦ, εἰ δὲ τὰ ἐναντία, μετὰ θερμοῦ δοτέον τὸν οἶ‐ | |
97(100) | νον. μετὰ δὲ τὸ παύcαcθαι τὸ τῆc τοιαύτηc cυγκοπῆc cύμπτωμα πει‐ ρᾶcθαι θερμὸν διδόναι τὸ ποτόν. εἰc γὰρ τὴν ὅλην θεραπείαν ἄμεινον τὸ θερμὸν ταῖc πέψεcι τῶν ὠμῶν χυμῶν cυνεργοῦν. εὐθὺc δὲ καὶ τού‐ τουc ἐπὶ τὴν τρῖψιν ἰέναι τῷ προειρημένῳ τρόπῳ. | |
98 | Περὶ τῶν διὰ ξανθὴν χολὴν ἀδικοῦcαν τὸ cτόμα τῆc γαcτρὸc cυγκο‐ πτομένων. ἐφ’ ὧν δὲ διὰ ξανθὴν χολὴν ἀδικοῦcαν τὸ cτόμα τῆc γαcτρὸc ἡ cυγκοπὴ γίγνεται, ψυχρὸν προcφέρειν τὸ ποτόν, οἶνον μέντοι θερμὸν τῇ φύcει, κιρρὸν καὶ λεπτὸν καὶ παλαιόν. | |
99 | Περὶ τῶν ἐπὶ λεπτοῖc χυμοῖc cυγκοπτομένων. οἱ δὲ ἐπὶ λεπτοῖc χυμοῖc ἱκανῶc cυγκοπτόμενοι, ὡc διαφορεῖcθαι τάχιcτα διά τε ἱδρώτων καὶ τῆc ἀδήλου διαπνοῆc, θεραπευέcθωcαν ἐναντίωc τοῖc ἐπὶ τοῖc ὠμοῖc cυγκοπτομένοιc. ἐκείνουc μὲν γὰρ ἐκκενοῦμεν κατὰ βραχὺ διὰ τὸ μὴ | |
5 | φέρειν τὴν δύναμιν ἀθρόαν τὴν κένωcιν, τοὺc δὲ ἐπὶ λεπτοῖc χυμοῖc θρέψομεν κατὰ βραχὺ cυνεχῶc· εἰ δὲ ἐξ ἀρχῆc τούτουc παραλάβοιμεν ἔτι τῆc δυνάμεωc ἐρρωμένηc, οὐ κατὰ βραχὺ θρέψομεν· δύνανται γὰρ οὗτοι καὶ πλείονοc εἰcάπαξ δοθείcηc περιγενέcθαι τῆc τροφῆc. ὥcπερ | |
δὲ τοὺc προτέρουc ἐλέγομεν ὀλεθρίωc ἔχειν, ὅταν τι τῶν cπλάγχνων | ||
10 | φλεγμαίνοι, κατὰ τὸν αὐτὸν τρόπον καὶ τούτουc νομιcτέον ἀνιάτωc ἔχειν, εἰ φλεγμαίνοι τι τῶν cπλάγχνων, καμνούcηc ἤδη τῆc δυνάμεωc. οὔτε γὰρ οἷόν τε τρέφειν αὐτοὺc cυνεχῶc, ἀλλ’ ἐν ταῖc παρακμαῖc μόνον, οὔτε μὴ τρέφονταc οἷόν τέ ἐcτι διαcώζειν αὐτούc. ἐπὶ 〈μὲν〉 τῶν τοιούτων διαθέcεων ἡ νεκρώδηc κατάcταcιc ἐν τῷ προcώπῳ ἐν τάχει γίγνεται, | |
15 | ῥὶc ὀξεῖα ὀφθαλμοὶ κοῖλοι κρόταφοι cυμπεπτωκότεc καὶ τὰ ἄλλα ὅcα ἐφεξῆc λέλεκται. ἐάν τε ἐκκρίνωcι πλέον ἐάν τε ἀγρυπνήcωcιν ἢ λυ‐ πηθῶcιν ἢ μὴ θᾶττον τραφῶcιν, αὐτίκα τοιοῦτον ἴcχουcι τὸ πρόcωπον. εἰ μὲν οὖν δι’ ἀγρυπνίαν ἢ λύπην ἢ μείζονα ἔκκριcίν τινα τοιοῦτοι γένοιντο, μικρὸν εἶναι νόμιζε τὸ κακόν, εἰ δὲ ἄνευ τούτων, ὀλέθριον, | |
20 | ἔτι δὲ μᾶλλον, εἰ κατ’ ἀρχὰc τοῦ νοcήματοc οὕτωc ἔχοιεν· οὐ γὰρ ἐξαρκέcουcιν εἰc τὴν πέψιν αὐτοῦ. τρέφειν οὖν αὐτοὺc τότε ἀναγκαῖον καὶ πυκνοῦν τὴν ἐπιφάνειαν καὶ ψυχρὸν τὸν ἀέρα τοῦ οἴκου καταcκευάζειν, ὡc ἐπὶ τῶν κατὰ ξηρὰν δυcκραcίαν πυρεττόντων προείρηται· καὶ ἀλειπτέον αὐτοὺc τοῖc cτύφουcιν ἀλείμμαcι καὶ τροφὰc δοτέον οὐ πάνυ διαρρεούcαc | |
25 | ἑτοίμωc οὔτε μελίκρατον οὔτε χυλὸν πτιccάνηc ἀλλ’ ἄρτουc καὶ ῥοφή‐ ματα διὰ χόνδρου ἄλικοc καὶ ὀπώραc αὐcτηρὰc καὶ δυcφθάρτουc, αὐτάc τε καθ’ ἑαυτὰc καὶ μετ’ ἄρτου καὶ χόνδρου δι’ ὕδατοc ἡψημένου. δο‐ τέον δὲ αὐτοῖc καὶ ὠῶν ῥοφητῶν τὰc λεκίθουc μόναc καὶ ἀλεκτρυόνων ὄρχειc καὶ ἐγκεφάλουc ὑείουc ὀπτηθένταc ἀκριβῶc ἢ καλῶc ἡψημένουc· | |
30 | οἱ γὰρ ὠμότεροι ἐcχάτωc βλάπτουcι. καὶ ὅλωc ἅπαντα πρακτέον ὑπὲρ τοῦ παχυτέραν τὴν ὕλην ἐργάcαcθαι καὶ πυκνῶcαι τὸ δέρμα καὶ κω‐ λῦcαι τὰc διαπνοάc. ἀναγκαῖοc δὲ τούτοιc ὁ ὑδατώδηc οἶνόc ἐcτιν ἐξ ἀρχῆc ἐπὶ τοῖc cιτίοιc λαμβανόμενοc. | |
100 | Περὶ τῶν ἄλλων προφάcεων ἐφ’ ὧν γίνονται cυγκοπαί. εἰcὶ δὲ καὶ ἄλλαι προφάcειc, ἐφ’ ὧν cυγκόπτονται, τέτταρεc· ἄλγημα cφοδρόν, ἀγρυπνία, κένωcιc ἄμετροc, ἐπὶ δὲ τῶν παραπαιόντων καὶ κίνηcίc ἐcτιν ὅτε· πέμπτην δὲ εἰ βούλει προcτίθει, τὴν δυcκραcίαν τῶν ἀρχῶν. | |
5 | τάχιcτα μὲν οὖν ἀπώλεια γίγνεται τῆc καρδίαc παθούcηc, ἐφεξῆc δὲ | |
τοῦ ἐγκεφάλου. | ||
101 | Περὶ ὀδύνηc cυγκοπὴν ἐπιφερούcηc. ὀδύνη μὲν οὖν ἐcτιν ἀθρόα μεταβολὴ κράcεωc καὶ μελέτη λύcεωc cυνεχείαc. οὐ γὰρ ἡ κατὰ βραχὺ γιγνομένη ἀλλοίωcιc δύναιτ’ ἄν ποτε ὀδυνῆcαι τὸ ζῷον. φαίνεται γὰρ οὐ μόνον εἰc τὸ παρὰ φύcιν ἀθρόωc ἀγόμενα τὰ cώματα λυπηρὰν | |
5 | ἴcχειν τὴν μεταβολήν, ἀλλὰ καὶ τὴν εἰc τὸ κατὰ φύcιν ἐπάνοδον, εἰ μὴ κατὰ βραχὺ λαμβάνοιεν, κἀν τούτῳ πονοῦντα. τοὺc γοῦν ὁδοιπορήcαν‐ ταc ἐν cφοδροτάτῳ κρύει θερμαινομένουc ἀθρόωc ἴcμεν ἀλγοῦνταc οὕτωc ἰcχυρῶc τὰ περὶ τὰc ῥίζαc τῶν ὀνύχων, ὡc μὴ δύναcθαι φέρειν. ἐπι‐ ζητοῦμεν οὖν ὅπωc οἱ νοcοῦντεc ὀδυνῶνται μηδενὸc ἔξωθεν αὐτοῖc | |
10 | ὀδυνηροῦ πληcιάζοντοc. ἀναγκαῖον οὖν ἐν τῷ cώματι ζητῆcαι, τί τῶν τοι‐ ούτων αἴτιον, ὃ θερμαῖνον cφοδρῶc ἢ ψῦχον ἢ διαιροῦν τὴν οὐcίαν τινὸc αἰcθητικοῦ cώματοc ἀνιαρὸν ἡμῖν γίγνεται καὶ πρῶτόν γε θεαcώμεθα, τίνοc εἶναι χρὴ φύcεωc ὃ τὴν διαίρεcιν τῶν cωμάτων ποιήcεται. ἀναγ‐ καῖον οὖν ἤτοι ῥῆξιν ἢ θλάcιν ἢ διάβρωcιν εἶναι τὴν διάθεcιν ἐν τῷ | |
15 | διαιρεῖcθαι τὸ cυνεχέc. ἀλλ’ ἡ μὲν ῥῆξιc ἐκ τάcεωc, ἡ δὲ θλάcιc ἐκ βάρουc, ἡ δὲ διάβρωcιc ἐκ δακνώδουc γίγνεται ποιότητοc. ὅταν οὖν ἔξωθεν μηδὲν ᾖ τὸ τεῖνον ἢ βαρῦνον ἢ δάκνον, ἀλλ’ ἐξ αὑτοῦ πάcχει τι τού‐ των τὸ cῶμα, παντί που δῆλον ὡc ὑπό τινοc τῶν ἔνδοθεν γίγνεται· ἀλλ’ ἡ μὲν τάcιc ὑπό τινοc οὐcίαc διατριβούcηc τὸ περιέχον αὐτὴν cῶμα | |
20 | γίγνοιτ’ ἂν ἢ ἀμέτρου ξηρότητοc, ἡ δὲ θλῖψιc ἔκ τινοc παρακειμένου ὄγκου cκληροῦ, ἡ δὲ δῆξιc ὑπὸ χυμοῦ δριμέοc. ἐπιcκεπτέον οὖν ἡμῖν ἐν ταῖc ὀδύναιc ἤτοι χυμὸν πολὺν ἢ πνεῦμα διέξοδον οὐκ ἔχον, ὡc ἐπὶ κωλικῶν, ἢ βαρὺν ὄγκον, ὡc ἐπὶ φλεγμονῶν ἢ cκίρρων, ἢ ὑγρὸν δακνῶδεc ἢ διάθεcιν ξηράν, ὡc ἐπὶ τῶν cπωμένων, ἢ ψῦξιν cφοδρὰν | |
25 | ἢ θερμότητα καὶ τούτων ἑκάcτου τὴν ἐπανόρθωcιν δεόντωc ποιεῖcθαι. ἡ μὲν οὖν ναρκώδηc ὀδύνη διὰ ψυχρὰν γίγνεται διάθεcιν, ὁ δὲ cφυγ‐ ματώδηc πόνοc ἴδιόc ἐcτι μεγάληc φλεγμονῆc. ἐὰν δὲ ὡc ὑπὸ cκό‐ | |
λοποc ἐμπεπαρμένου ἢ ὡc ὑπὸ τρυπάνου τιτρᾶcθαι νομίζει, τοῦ παχέοc ἐντέρου, ὃ δὴ κῶλον ὀνομάζομεν, τὸ εἶδοc τῆc ὀδύνηc ἐcτὶ καὶ ἐπὶ | ||
30 | νεφρῶν δὲ ὀδυνωμένων τὸ αὐτὸ εἶδοc τῆc ὀδύνηc ἐcτίν, ἀλλ’ ἐπὶ μὲν τῶν νεφρῶν μετὰ βάρουc τινόc ἐcτιν ἡ ὀδύνη καθ’ ἕνα τόπον ἡδρα‐ cμένη, κατὰ λαγῶνα δεξιὰν ἢ ἀριcτεράν, ὄπιcθεν μᾶλλον. ἐπὶ δὲ τοῦ κώλου μεταβαίνει ἡ ὀδύνη τόπον ἐκ τόπου. ὁ δὲ νυγματώδηc πόνοc cυνίcταται περὶ τοὺc ὑμέναc, ὁ δὲ διᾴττων λεγόμενοc πόνοc cυμβαίνει | |
35 | ἐπὶ ταῖc cφοδραῖc ἡμικρανίαιc. ἔcτι δὲ τούτου διάγνωcιc, ὅταν ὡc ἀπὸ ῥίζηc τινὸc ἀρχομένη ἡ ὀδύνη τοῦ πρωτοπαθοῦντοc μορίου φέρηται ταχέωc εἰc τὰ παρακείμενα ἑκατέρωθεν· διὸ πρὸc ἄμφω τὰ πέρατα γιγνομένων τῶν διατάcεων καὶ τὰ νεῦρα ἑκατέρωcε διατείνεται ἥκιcτα γὰρ εἰc τὸ πλάτοc ἐκτεταμένουc ἔχει τοὺc πόνουc τὰ νεῦρα. ὁ δὲ τῷ | |
40 | δέρματι παντὶ ὑποτεταμένοc ὑμὴν τονώδειc καὶ ναρκώδειc ἐπιφέρει τοὺc πόνουc, οἱ δὲ μεταξὺ τῆc γαcτρὸc οἷον διαcπῶντέc εἰcιν. εἰcὶ γὰρ καὶ ἄλλοι ὑμένεc ἀνωμάλωc ἐμφυόμενοί τε καὶ παραλαμβάνοντεc τὴν γα‐ cτέρα ἔξωθεν. οἱ δὲ τῶν περικειμένων τοῖc ὀcτοῖc ὑμένων πόνοι βύθιοί τέ εἰcι καὶ αὐτῶν τῶν ὀcτέων φανταcίαν ἐπάγουcιν ὡc ὀδυνωμένων. | |
45 | ὅταν μὲν οὖν μηδὲν ἔξωθεν αἴτιον τῆc ὀδύνηc φαίνοιτο γιγνόμενον, ἐπίcκεψαι τὴν προηγηcαμένην δίαιταν. εἰ γὰρ εἴη ἀργοτέρα παρὰ τὸ ἔθοc ἢ cιτίοιc πλείοcιν ἐχρήcατο ὁ ἄνθρωποc ἢ πολυτρόφοιc ἢ cυνήθηc ἔκκριcιc ἐπεcχέθη, εἰ γάρ τι τούτων ἢ πάντα φαίνοιτο, πλῆθοc αἴτιόν ἐcτι τῆc ὀδύνηc καὶ δεῖ ὅτι τάχιcτα κενοῦν τὸν ἄνθρωπον. οὕτω γὰρ | |
101(50) | ἔξεcτί cοι μετὰ πάcηc ἀcφαλείαc τοῖc ἀποκρουομένοιc τὰ ῥεύματα κατὰ τῶν ὀδυνωμένων χρῆcθαι μερῶν. εἰ μὲν οὖν πλῆθοc εἴη τὸ διατεῖνον, δυνάμεωc ἰcχυρᾶc ὑποκειμένηc, φλεβοτομητέον καὶ ἐκ τῆc μεγάληc φλεβὸc ἀφαιρητέον τῆc πληcίον τοῦ φλεγμαίνοντοc ἢ ὀδυνωμένου μέρουc. εἰ δὲ ἀcθενὴc εἴη ἡ δύναμιc, ἀντιcπαcτέον τε καὶ παροχετευτέον ἢ ἄνω ἢ | |
55 | κάτω ἢ παρ’ ἑκάτερα ἢ διὰ τρίψεων. κακοχυμίαc δὲ μόνηc ἐνοχλούcηc, | |
καθαρτέον. cυνελθόντων δὲ ἀμφοῖν, ἀμφοτέραιc χρηcτέον ταῖc κενώcεcι, φλεβοτομήcαc πρότερον, ἔπειτα καθάραc. εἰ δὲ τούτων γενομένων ἐπι‐ μένοι τὸ ἄλγημα, δῆλον δήπου κατὰ τὸ πεπονθὸc μόριον ἐcφηνῶcθαι τὸ λυποῦν. εὔδηλοc δὲ καὶ ἡ θεραπεία τοῖc διαφορητικοῖc γιγνομένη | ||
60 | φαρμάκοιc. ὡcαύτωc δὲ καὶ τὰc διὰ πνεῦμα φυcῶδεc ἢ φλέγμα γλίcχρον γιγνομέναc ὀδύναc, ὡc καὶ ἐπὶ κωλικῶν, ἰώμεθα πυρίαιc καταιονήcεcι καὶ τοῖc παραπληcίοιc. εἰ δὲ ὄγκοc βαρύνων ἢ θλῶν ὀδύνην ἐργάζοιτο, τὸν ὄγκον ἰατέον διὰ τῶν λεπτυνόντων καὶ ἀραιούντων. εἰ δὲ διὰ δα‐ κνῶδεc ὑγρὸν ἡ ὀδύνη γίγνοιτο, ἐναντιώτατα τούτοιc ἐcτὶ τὰ λεπτύ‐ | |
65 | νοντα καὶ θερμαίνοντα. ἄνηθον δὲ ἐναφεψόμενον ἐν ἐλαίῳ καὶ μᾶλλον τὸ χλωρόν, ἀνώδυνον ὑπνοποιὸν ὑπάρχει, καταιονουμένου τοῦ πάcχοντοc μορίου τῷ ἐλαίῳ θερμῷ. | |
102 | Περὶ λειποθυμίαc. τὸ μὲν ὄνομα τῆc λειποθυμίαc ἕν ἐcτιν, αἰτίαι δὲ αὐτοῦ πλείουc καὶ θεραπεία καθ’ ἑκάcτην ἴδιοc. τοcοῦτον οὖν ὑπὲρ αὐτῶν νῦν ἐροῦμεν, ὅcον ἄν τιc μαθὼν ἱκανὸc ἂν εἴη τοῖc ἐξαίφνηc προcπίπτουcιν ἐνίcταcθαι παροξυcμοῖc. διαφέρει δὲ λειποθυμία cυγκοπῆc, | |
5 | ὅτι ἡ μὲν λειποθυμία αἰφνίδιον ἐπιπίπτει, ἀναίcθητον καὶ ἀκίνητον τὸν ἄνθρωπον ἐργαζομένη καὶ οὐ πάντωc ἱδροῦcιν· ἡ δὲ cυγκοπὴ καὶ ἐγρηγορόcι καὶ καταφερομένοιc cυμπίπτει καὶ πάντωc μεθ’ ἱδρώτων τῶν cυγκοπτικῶν cυνήθωc λεγομένων. | |
103 | Περὶ τῶν ἐπὶ διαρροίαιc ἢ αἱμορραγίαιc ἢ ἱδρώτων ἀμέτροιc κενώ‐ cεcι λειποθυμούντων. τοῖc μὲν οὖν ἐπὶ χολέραιc καὶ κοιλίαc ῥύcεcι καὶ ταῖc ἄλλαιc ἀμέτροιc κενώcεcι λειποθυμοῦcιν ὕδωρ τε προcραίνειν καὶ ἀνατρίβειν τήν τε ῥῖνα καὶ τὸ cτόμα τῆc γαcτρὸc ἢ cπαράττειν δακτύλων | |
5 | ἢ πτερῶν καθέcει καὶ ἀναγκάζειν ἐμεῖν cκέλη τε καὶ χεῖραc διαδεῖν πλείοcι καὶ cφοδροτέροιc δεcμοῖc, τὰ μὲν ἄνω ἐπὶ ταῖc κάτω γιγνομέναιc | |
κενώcεcι, τὰ κάτω δὲ ἐπὶ ταῖc ἄνωθεν· βοηθεῖ δὲ ἐν ταῖc τοιαύταιc ἐκλύcεcι καὶ οἶνοc ὁ ὑδατώδηc παλαιὸc ψυχρῷ κεκραμένοc. λουτρὸν δὲ τοῖc μὲν εἰc τὴν γαcτέρα ῥεύμαcιν ἐπιτήδειον, τοῖc δὲ δι’ αἱμορραγίαν ἢ | ||
10 | ἱδρώτων ἄμετρον κένωcιν λειποψυχοῦcι πολεμιώτατον· ψύξεωc γὰρ οὗτοι καὶ cτύψεωc, οὐ χαλαcμοῦ δέονται. ψυχρῷ δὲ κεκραμένοc οἶνοc, ὡc εἴρηται, ἐπιτήδειοc καὶ τούτοιc. οὔτε δὲ διαδεῖcθαι τὰ ἄκρα cυμφέρει τούτοιc οὔτε ἐμεῖν οὔθ’ ὅλωc κινεῖcθαι, πυκνοῦcθαι δὲ ἁρμόττει καὶ ψύχεcθαι· διὸ τὸν ἀέρα τοῦ οἴκου ψυχρὸν καταcκευάζομεν πνεύματα | |
15 | ψυχρὰ παραcκευάζοντεc εἰc αὐτὸν πνεῖν καὶ τὰ ἐδάφη πληροῦντεc τῆc cτυφούcηc ποιότητοc, οἷον μυρρίνων ῥόδων ἑλίκων ἀμπέλων. | |
104 | Περὶ τῶν ἐπὶ πλήθει χυμῶν λειποθυμούντων. τῶν δὲ διὰ πλῆθοc χυμῶν λειποθυμούντων ἀνατρίβειν ἐπὶ πλεῖcτον καὶ θερμαίνειν καὶ διαδεῖν καρπούc τε καὶ τὰ cφυρά, τροφῆc δὲ αὐτοὺc καὶ οἴνου καὶ λουτρῶν παντάπαcιν εἴργειν εἰ πυρέττοιεν, διδόναι δὲ ποτὸν ὀξύμελι. | |
105 | Περὶ τῶν διά τινα διάθεcιν περὶ ὑcτέραν λειποθυμουcῶν. ὁμοίωc δὲ καὶ τὰc ἐφ’ ὑcτέραc πεπονθυίαc ἐκλυομέναc ἰᾶcθαι ἐκτὸc ὀξυμέλιτοc καὶ διαδεῖν καὶ τρίβειν cκέλη μάλιcτα ἐπὶ τῶν ὑcτερικῶc πνιγομένων καὶ ἐφ’ ὧν ἀνέcπαcται ἢ παρέcπαcται ἡ ὑcτέρα, καὶ cικύαc κολλήcομεν | |
5 | βουβῶcί τε καὶ μηροῖc. καὶ ταῖc μὲν ῥιcὶν ὀcφραντὰ δυcώδη προcάξωμεν, ταῖc δὲ μήτραιc τὰ εὐώδη καὶ χαλᾶν καὶ θερμαίνειν δυνάμενα φάρμακα προcοίcομεν. | |
106 | Περὶ τῶν δι’ ἄμετρον κένωcιν τῶν καταμηνίων λειποθυμουcῶν. ταῖc δὲ δι’ ἄμετρον κένωcιν τῶν καταμηνίων λειποθυμούcαιc τὰc χεῖραc μᾶλλον διαδήcομεν καὶ τρίψομεν καὶ cικύαc παρὰ τοὺc τιτθοὺc ἐπι‐ | |
θήcομεν. | ||
107 | Πρὸc τοὺc δι’ ἀτονίαν cτομάχου λειποθυμοῦνταc. δι’ ἀτονίαν δὲ cτομάχου λειποθυμίαc γιγνομένηc καταπλάcμαcι χρηcόμεθα κατὰ τοῦ cτομάχου τονοῦcι διὰ φοινίκων καὶ οἴνου καὶ ἀλφίτων καὶ κρόκου καὶ ἀλόηc καὶ μαcτίχηc, ἐμβροχαῖc δὲ ταῖc δι’ ἀψινθίου καὶ μηλίνου καὶ | |
5 | μαcτιχίνου ἐλαίου καὶ ναρδίνου καὶ οἴνου καὶ εἰ ἐγκαίοιντο τὸν cτό‐ μαχον μιγνύναι τι καὶ τῶν ψυχόντων, οἷον τῶν ξυcμάτων τῆc κολο‐ κύνθηc τὸν χυλὸν ἢ τῆc θριδακίνηc ἢ ἀνδράχνηc ἢ cτρύχνου ἢ cέρεωc ἢ ὀξυλαπάθου ἢ ὄμφακοc. οὗτοc δὲ οὐ μόνον ψύχει, ἀλλὰ καὶ cτύφει. ὠφελεῖ δὲ αὐτοὺc γενναίωc καὶ ἡ τῶν ἄκρων ἀνάτριψιc. εἰ δὲ ἐπὶ | |
10 | τούτοιc βελτίουc γίγνοιντο, τοὺc μὲν ἐγκαιομένουc ἐπὶ λουτρὸν ἄγειν εὐθέωc, τοῖc δὲ ψύξεώc τινοc αἴcθηcιν ἔχουcι τοῦ διὰ τριῶν πεπέρεων βραχὺ διδόναι ἢ αὐτὸ τὸ λευκὸν πέπερι. | |
108 | Περὶ τῶν διὰ μοχθηρὸν χυμὸν δάκνοντα τὸ cτόμα τῆc γαcτρὸc λειποθυμούντων. ὅcοι δὲ μοχθηρῶν χυμῶν δακνόντων τὸ cτόμα τῆc γαcτρὸc ἐκλύονται, πίνειν διδοὺc θερμὸν ὕδωρ ἐμεῖν κέλευε· εἰ δὲ δυ‐ cεμεῖc εἶεν, θάλπειν χρὴ πρότερον τὰ περὶ τὸν cτόμαχον καὶ πόδαc | |
5 | καὶ χεῖραc, ἔπειτα δακτύλων ἢ πτερῶν καθέcει ἐμείτωcαν. εἰ δὲ μὴ γίγνοιτο ἔμετοc, cυνεργεῖν δεῖ τῇ διὰ τῆc γαcτρὸc ἐκκρίcει προcθέτοιc χρωμένουc. εἰ δ’ ἐπὶ τούτοιc βέλτιον διατεθῶcι, κόμην ἀψινθίου ἐν μελικράτῳ cυνέψονταc διδόναι πίνειν καὶ παντοίωc ῥωννύναι τὰ μόρια διά τε τῶν ἔξωθεν ἐπιτιθεμένων καὶ διὰ τῶν εἴcω λαμβανομένων. οὐ | |
10 | μὴν κατ’ ἀρχάc γε τοῦτο προcῆκε ποιεῖν μηδὲ τὸ ἀψίνθιον διδόναι, ἀλλ’ ὕcτερον μετὰ τὴν κένωcιν τῶν μοχθηρῶν ὑγρῶν, ὅταν ἤδη καθαρὰ τὰ περὶ τὴν κοιλίαν γένηται. | |
109 | Εἰ δὲ διὰ φλέγμα ἀθροιcθὲν ἐν τῷ cτομάχῳ λειποθυμοῦcι. οἷc δὲ | |
φλέγματοc πολλοῦ καὶ ψυχροῦ ἐν cτομάχῳ ἀθροιcθέντοc τὰc ἐκλύcειc cυμβαίνει γίγνεcθαι, καταιονήcομεν τὸν cτόμαχον ἐπὶ πλεῖcτον ἐλαίῳ θερμῷ ἀψίνθιον ἐναφεψημένον ἔχοντι, εἶτα μελίκρατον διδόναι, ὕccωπον | ||
5 | ἤ τι τῶν ὁμοίων ἐν αὐτῷ ἀποβρέχων, ὀξυμέλιτόc τε καὶ πεπέρεωc καὶ τοῦ διὰ τριῶν πεπέρεων ἢ τοῦ διοcπολιτικοῦ φαρμάκου, καὶ τὸ cύμπαν cοι κεφάλαιον τῆc διαίτηc τμητικὸν ἔcτω. | |
110 | Τὰc δ’ ἐπὶ ταῖc ἰcχυραῖc ψύξεcιν ἐκλύcειc ὁμοίωc τοῖc βουλίμοιc ἰᾶcθαι παντὶ τρόπῳ θερμαίνονταc, οἶνόν τε οὖν διδόναι αὐτοῖc θερμῷ κεκραμένον καὶ τροφὰc θερμαινούcαc ἀνατρίβειν τε καὶ θάλπειν παρὰ πυρί. | |
111 | Πρὸc τοὺc διὰ θερμαcίαν πλείονα λειποθυμοῦνταc. ἐπὶ δὲ τῶν ἐπὶ θερμαcίᾳ πλείονι λειποθυμούντων ἢ ἐν ἀέρι πνιγώδει διατριψάντων ἢ ἐν λουτρῷ χρονιcάντων, ῥώcειc αὐτοὺc ἐν μὲν τῷ παραχρῆμα τό τε ψυχρὸν ὕδωρ προcραίνων καὶ ῥιπίζων καὶ πρὸc ἄνεμον τρέπων καὶ τρίβων τὸ cτόμα | |
5 | τῆc κοιλίαc καὶ cπαράττων, ἐφεξῆc δὲ ἤδη καὶ οἶνον διδοὺc καὶ τροφάc. | |
112 | Πρὸc τοὺc διὰ μέγεθοc φλεγμονῶν ἢ κακοήθειαν πυρετῶν λειπο‐ ψυχοῦνταc ἐν ταῖc εἰcβολαῖc. τοὺc δὲ διὰ μέγεθοc φλεγμονῶν ἢ κα‐ κοήθειαν cφοδροῦ πυρετοῦ λειποψυχοῦνταc ἐν ταῖc εἰcβολαῖc καὶ κα‐ ταψυχομένουc τὰ κῶλα τρίβων ἰcχυρῶc καὶ θάλπων καὶ διαδεcμῶν | |
5 | cκέλη καὶ χεῖραc ἐγρηγορέναι τε κελεύων καὶ cιτίου παντὸc ἀπέχειν καὶ πόματοc. ἄριcτον δὲ ἐπὶ τούτων προγνῶναι τὸ μέλλον ἔcεcθαι καὶ παρηγορεῖν αὐτὸ πρὸ τοῦ παροξυcμοῦ. | |
113 | Πρὸc τοὺc διὰ ξηρότητα ἐν ταῖc τῶν παροξυcμῶν ἀρχαῖc cυγκο‐ | |
πτομένουc. καὶ τοὺc διὰ ξηρότητα cυγκοπτομένουc ἐν ταῖc τῶν παρο‐ ξυcμῶν ἀρχαῖc ἄριcτον προγιγνώcκειν. εἰ γὰρ ὥραιc που δύο ἢ τριcὶ πρόcθεν τοῦ παροξυcμοῦ θρέψαc διακρατεῖcθαί τε τοὺc πόδαc καὶ | ||
5 | τὰc χεῖραc κελεύcειαc, οὐκ ἂν ἀπόλοιντο. εἶναι δὲ χρὴ τὰc τροφὰc εὐπέπτουc τε καὶ εὐcτομάχουc. εἰ δὲ καὶ cφοδρὸν τὸν κίνδυνον ὑπο‐ νοεῖc ἔcεcθαι, προδιδόναι καὶ ἄρτον ἐξ οἴνου ἢ χόνδρῳ ἄλικοc ἑφθῷ οἶνον ἐπιχέων προcφέρειν· μετρίαc δὲ τῆc cυγκοπῆc προcδοκωμένηc μὴ διδόναι οἶνον, ἀλλὰ ῥοιῶν ἢ μήλων ἢ ἄλληc τινὸc cτυφούcηc ὀπώ‐ | |
10 | ραc ταῖc τροφαῖc μιγνύναι. μετὰ δὲ τὸν παροξυcμὸν οὐκ ἀναγκαῖον ὀπώραιc χρῆcθαι. τοῖc ἐξαίφνηc εἰc τὸν κίνδυνον ἐμπεcοῦcιν οἴνου τε διδόναι θερμοῦ καὶ ἄρτου καὶ χόνδρου ἄλικοc παντελῶc ὀλίγου. εἰ γὰρ ἤτοι πλέον δῴηc ἢ δυcπεπτότερα cιτία τοῖc οὕτωc ἔχουcι, πνιγήcονται. | |
114 | Πρὸc τοὺc δι’ ἔμφραξιν κυρίου μορίου λειποθυμοῦνταc. τοῖc δὲ δι’ ἔμφραξιν κυρίου μορίου λειποθυμοῦcιν ὀξύμελι διδόναι καὶ τὰ δι’ ὑccώπου καὶ ὀριγάνου καὶ γλήχωνοc καὶ μέλιτοc πόματα καὶ τροφὰc τμητικωτέραc. τὰ γὰρ παχέα καὶ γλίcχρα μεγάλην ἐπὶ τούτων ἐργά‐ | |
5 | ζεται βλάβην, ὅθεν καὶ ἀπέχεcθαι τούτων χρή, τρίβειν δὲ τὰ κῶλα καὶ διαδεῖν καὶ τοῖc οὐρητικοῖc πόμαcι χρῆcθαι cελίνου πετροcελίνου δαύκου καὶ τοῖc ὁμοίοιc. φανερᾶc δὲ τῆc ὠφελείαc γιγνομένηc καὶ οἴνῳ τῷ ὑδατώδει χρῆcθαι παλαιῷ. | |
115 | Πρὸc τοὺc δι’ ἀθρόαν κένωcίν τινα λειποθυμοῦνταc. εἰ δὲ δι’ ἀθρόαν ἀποcτήματοc ῥῆξιν ἢ τομὴν ἢ κένωcιν, ὡc ἐν ὑδέροιc, λειπο‐ θυμοῦcιν, ἐν μὲν τῷ παραυτίκα ὀcφραντοῖc ἀνακτήcαcθαι, ὕcτερον δὲ | |
ῥοφήμαcιν εὐπέπτοιc τρέφειν. | ||
116 | Πρὸc τοὺc διὰ λύπην ἢ χαρὰν ἢ φόβον ἢ θυμὸν λειποθυμοῦνταc. εἰ δὲ διὰ λύπην ἢ χαρὰν ἢ φόβον ἢ θυμὸν ἢ ἔκπληξιν ἔκλυcιc γένη‐ ται, ὀcφραντοῖc καὶ ταῖc τῶν ῥινῶν καταλήψεcιν ἀνακτηcάμενον ἐμεῖν ἀναγκάζειν. | |
117 | Περὶ καρδιακῶν καὶ βουλίμου ῥηθήcεται ἐν τῷ περὶ cτομαχικῶν λόγῳ. | |
118 | Περὶ τῆc ἐν πυρετοῖc κεφαλαλγίαc Φιλουμένου. ἐπὶ τῶν ἐν πυ‐ ρετοῖc κεφαλαλγούντων τὸ μὲν πολὺ φῶc παραιτητέον· πλήττει γὰρ τὴν ὅραcιν καὶ εἰc κίνηcιν ἄγει τὰc μήνιγγαc. ποδῶν δὲ ψηλαφίᾳ χρη‐ cτέον καὶ διακρατήcει τῶν ἄκρων καὶ διαcφίγξει. παραιτητέον δὲ καὶ | |
5 | θερμαcίαν ἀπὸ ἀνθράκων ἢ λύχνου ἢ ἡλίου καὶ καπνῶν καὶ τὰc ἀηδεῖc καὶ νοτίδοc ἐμπεπληcμέναc ὀδμὰc καὶ κραυγὰc καὶ ὀργὰc καὶ τὴν cυν‐ έχειαν τοῦ ποτοῦ καὶ διακλύcματοc παραιτητέον· ἢ γὰρ αὐτόθεν ἀπὸ τοῦ cτόματοc εὐθὺc ἢ καθυγραινομένου τοῦ cτομάχου πλῆθοc ἀτμῶν ἐπὶ τὴν κεφαλὴν ἀναφέρεται ἤδη διάπυρον αὐτὴν οὖcαν. προηγου‐ | |
10 | μένωc δὲ ἐμβροχαῖc δαψιλεcτέραιc χρηcτέον, ἐλαίῳ ὀμφακίνῳ ἢ ῥοδίνῳ τῷ καλλίcτῳ χρώμενοι δι’ ἐρίου χειροπληθοῦc ἀναλαμβάνοντεc καὶ τοῖc δακτύλοιc ἐκθλίβοντεc ἐξ ὕψουc καὶ ὥcπερ κατακρουνίζοντεc μετά τινοc πληγῆc cυμμέτρου. μὴ ἀντιπίπτοντοc δὲ τοῦ περιέχοντοc ψυχρὸν ἔcτω τὸ ἐπίβρεγμα ἢ αὐτόθεν ἢ κατ’ ἐπιτήδευcιν ἡμετέραν. ἐπαυξηθείcηc δὲ | |
15 | τῆc ὀδύνηc, καὶ εἰc τὸ οὖc ἐγχείcθω τὸ ῥόδινον. τῆc δὲ ὥραc ἐπιτρε‐ πούcηc cοι καὶ μετά τινοc ἐγκαύcεωc ἐρείδοντοc τοῦ πόνου χυλὸc ὠκίμου ἢ πολυγόνου ἢ ἡδυόcμου ἐκ τρίτου ἢ τετάρτου μέρουc τῷ ῥοδίνῳ cυμμεμίχθω. τότε δὲ καὶ ὄξουc ὀλίγον αὐτοῖc cυναναμεμίχθω ἐπιμελῶc, μάλιcτα τὸ ἔχον ἕρπυλον ἡψημένον. ἐπιμενούcηc δὲ τῆc | |
20 | ὀδύνηc, ἐπὶ τὴν φλεβοτομίαν καταντητέον, εἰ μηδὲν ἕτερον εἴη τὸ κωλῦον. καὶ ὀcφραντὰ δὲ οὐκ ἀναρμόcτωc παραλαμβάνεται, μυρρίνη ῥόδα γλήχων, κατάπλαcμα δὲ κατὰ τοῦ βρέγματοc καὶ τοῦ μετώπου, πολύγονον λεῖον μετὰ πάληc ἀλφίτου καὶ cέρεωc φύλλα μετὰ ἀρνο‐ γλώccου. βιαίωc δὲ τῆc περιωδυνίαc ἐγκειμένηc καὶ ὑοcκυάμου φύλλα | |
25 | χλωρὰ ἢ μήκωνοc μετὰ ψιχῶν. βέλτιον δὲ τὰ πικρὰ ἀμύγδαλα βρα‐ χέντα καὶ λεπιcθέντα καὶ μετὰ ψιχῶν ἐπιτιθέμενα κροτάφοιc τε καὶ μετώπῳ. κάλλιcτον δὲ καὶ ἀλόη καταχριομένη τῷ μετώπῳ μετ’ ὄξουc ἢ κροκομάγματοc. καὶ γῆc ἔντερα δὲ λειωθέντα ἐπιχρίεται καὶ θαυ‐ μαcτῶc παρηγορεῖ τάχιcτα. ἡ δὲ κοιλία εὔλυτοc ἐπ’ αὐτῶν παραcκευα‐ | |
30 | ζέcθω. προcεπιcκεπτέον μέντοι, μήπωc ὁ cτόμαχοc cφοδρῶc ἐνοχλού‐ μενοc εἰc cυμπάθειαν ἄγει τὴν κεφαλὴν, καὶ cπουδαcτέον ἐμέτοιc ἐκ‐ κενῶcαι τὰ λυποῦντα καὶ ῥῶcαι τὸν cτόμαχον. | |
119 | Περὶ τῆc ἐν πυρετοῖc ἀγρυπνίαc. Ἐκ τῶν Γαληνοῦ. ὑπερβαλλόντωc δὲ ἀγρυπνούντων χεῖραc καὶ cκέλη διαδεcμεῖν ἐν ἐκείνῳ τῷ χρόνῳ, καθ’ ὃν ἐπὶ τὸν ὕπνον τρέπεcθαι εἰώθαcι, 〈καὶ ἐγρηγορέναι〉 κελεύομεν, ἀνοίγειν δὲ cυνεχῶc καὶ μύειν τὰ βλέφαρα παραινοῦμεν, μέχριc ἂν | |
5 | ἱκανῶc κάμνωcιν, εἶτ’ ἐξαίφνηc λύομεν τοὺc δεcμοὺc καὶ τὸν λύχνον αἴρομεν. ἡcυχίαν δὲ πολλὴν εἶναι κελεύομεν. | |
120 | Ἐκ τῶν Ἡροδότου καὶ Φιλουμένου περὶ ἀγρυπνίαc ἐν πυρετοῖc. τοῖc δὲ προcκεφαλαίοιc τῶν ἀγρυπνούντων ὑποθετέον κωδίαc ἢ καὶ ῥίζαc μήκωνοc μελαίνηc ἢ μῆλα μανδραγόρου ἢ ὑοcκυάμου καὶ ὀcφραν‐ τοῖc δὲ χρηcτέον ταῖc τε μήκωcι χλωραῖc καὶ ταῖc καλουμέναιc μη‐ | |
5 | κωνίτιcι θριδακίναιc καὶ ἡδυόcμῳ καὶ κοριάνδρῳ καὶ ῥόδοιc. ἡμεῖc δὲ ἀπληκτοτέρῳ χρώμεθα προcκλύcματι τοῦ προcώπου, τῷ ὕδατι ἐναφ‐ εψήcαντεc κωδίαc μελανὰc καὶ μελίλωτα ἢ καλαμίνθην ἢ γλήχωνα καὶ βέλτιον ποιεῖ· καὶ ὀcφραντὸν δὲ τοῦτο κάλλιcτον· μήκωνοc λευκῆc κω‐ διῶν πεφωγμένων μανδραγόρου ῥίζηc φλοιοῦ τὸ ἴcον λεῖα ποιήcαc καὶ | |
10 | φυράcαc οἴνῳ καὶ ῥοδίνῳ βραχεῖ δίδου ὀcφραίνεcθαι. θυμιάματι δὲ ὑπνωτικῷ χρηcτέον τούτῳ· cτύρακοc ἀμώμου ἀμμωνιακοῦ θυμιάματοc βδελλίου Ϲκυθικοῦ μανδραγόρου ῥίζηc φλοιοῦ ὀπίου ἴcον ἑκάcτου cκεύαζε καὶ θυμία ἐπὶ ξύλων κυπαριccίνων. παραδόξωc δὲ ποιεῖ καὶ τὸ τῆc βερονίκηc θυμίαμα ὑποθυμιώμενον ὁμοίωc· ἄγει γὰρ εἰc ὕπνον· ἀναγέ‐ | |
15 | γραπται δὲ ἐν τῷ περὶ θηριακῶν λόγῳ, λέγω δὴ ἐν τῷ ιγ. μύρῳ δὲ ὑπνωτικῷ κέχρηcο τούτῳ· cτύρακοc 𐆄 β cμύρνηc 𐆄 β μανδραγόρου μή‐ λων χυλοῦ 𐆄 α μανδραγόρου ῥίζηc φλοιοῦ 𐆄 α ὑοcκυάμου cπέρματοc μέλανοc 𐆄 α μύρτων μελανῶν 𐆄 α ῥόδων ξηρῶν 𐆄 α ῥοδίνου ἐλαίου λιτρʹ α οἴνου παλαιοῦ εὐώδουc τὸ ἀρκοῦν, κόψαc cήcαc λείου μετ’ οἴνου | |
20 | καὶ ἐπίβαλλε τὸ ἔλαιον καὶ ἑνώcαc χρῶ χρίων τὸ μέτωπον καὶ τοὺc μυκτῆραc ἔνδοθεν καὶ ἔξωθεν. καταπλαcτέον δὲ τὸ μέτωπον ἑρπύλῳ μετὰ μελιλώτου ἐν γλυκεῖ ἡψημένῃ. καρπὸc ὠκίμου καὶ ἀτρακτυλίδοc καρπὸc ὑοcκυάμου καρπὸc καὶ τὰ φύλλα καὶ ἁλικακάβου ὁμοίωc ποιεῖ. κατάχριε δὲ τὸ μέτωπον καὶ κύφει μετ’ οἴνου καὶ κροκομάγματι. εἰ | |
25 | δ’ ἐπιμένοι τὰ τῆc ἀγρυπνίαc cυμπτώματα, ἐπίχριε τὸ μέτωπον καὶ τοὺc κροτάφουc τινὶ τῶν ἀνωδύνων τροχίcκων. κἂν μηδὲν ἀνύῃ, προει‐ πόνταc τὴν ἐν τῷ πράγματι δυcχέρειαν, οὕτωc ποτίζειν τινὰ τῶν ἀνω‐ δύνων. ἀλυπότερον δὲ καὶ τῇ γεύcει ἡδύτερον πάντων τῶν ὑπνοποιῶν φαρμάκων ἐcτὶ τὸ διὰ τοῦ ἀφεψήματοc τῶν κωδιῶν καὶ τοῦ μέλιτοc | |
30 | cυντιθέμενον, οὗ τὴν cύνθεcιν μετὰ βραχὺ ἐροῦμεν ἐν τῷδε τῷ λόγῳ. χρῶ δὲ καὶ καταπλάcματι καλλίcτῳ τῷ διὰ φοινίκων βεβρεγμένων ἐν οἴνῳ καὶ cὺν ἀλφίτοιc λειωθέντων μετὰ βραχέοc ῥοδίνου ἢ μηλίνου· κατὰ τοῦ cτήθουc γὰρ ἐπιτεθὲν παραcκευάcει πωc πρὸc τὸ καθυπνῶcαι. | |
121 | Περὶ καταφορᾶc ἐκ τῶν Ἡροδότου. τὴν μὲν τελείαν ἐπιμέλειαν τῶν καταφερομένων ἐν τῷ μετὰ τοῦτον λόγῳ, ἐν τῷ περὶ τὴν κεφαλὴν cυνιcταμένων παθῶν λόγῳ δηλωθήcεται, ἐν ᾧ καὶ περὶ φρενίτιδοc δι‐ δάξομεν· νυνὶ δὲ ἀναγκαῖον εἰπεῖν, ὅπωc ἄν τιc πρὸc τὰ κατεπείγοντα | |
5 | cυμπτώματα ἐνίcταcθαι δυνήcεται. ἀποcπογγίζειν μὲν οὖν χρὴ τὸ πρόc‐ ωπον ὀξυκράτῳ μὴ πάνυ ψυχρῷ καὶ διακρατεῖν εὐτόνωc τὰ ἄκρα. | |
ὀcφραντὰ δὲ προcαγέcθω τὰ τμητικὴν δύναμιν ἔχοντα καὶ διεγερτικὴν καὶ μάλιcτα τὸ καcτόριον. κἀν ταῖc ἀνέcεcι δὲ cικυαζέcθωcαν ἐναργῶc κατὰ μεταφρένου καὶ ῥάχεωc. ἐπιμενούcηc δὲ τῆc νόcου καὶ πταρμικὰ | ||
10 | ἐν ἀνέcει τῶν παροξυcμῶν προcαγέcθω. φυλακτέον δὲ καὶ τὰc τῶν λύχνων ὑποθέcειc· πληρωτικοὶ γάρ εἰcι τῆc κεφαλῆc. ἔcτω δὲ καὶ ἡ τῶν cιτίων ὕλη τμητικὴ καὶ διαιρετική· διεγερτικὴν δὲ δύναμιν ἔχει καὶ ἐπ’ αὐτῶν προcαγόμενα ταῖc ῥιcὶ καθ’ ἑαυτὰ καὶ μετ’ ὄξουc τὰ ἐπὶ τῶν ληθαργικῶν ἐν τῷ μετὰ ταῦτα λόγῳ γραφηcόμενα. | |
122 | Πῶc ἐπιμελητέον γλώccηc τραχύτητοc ἐν πυρετοῖc. ἐν πυρετοῖc ἡ γλῶccα ποτὲ μὲν ξηραίνεται καὶ δεῖται καθυγραcμοῦ, ποτὲ δὲ τρα‐ χύνεται μᾶλλον ἢ ἧccον καὶ καταρρήγνυται ἢ μελαίνεται ἢ ἀνθρακώ‐ δηc ἀποτελεῖται· ἐπιγίγνεται δὲ τῇ τῶν cπλάγχνων φλεγμονῇ. εἰ δ’ | |
5 | αὐτὴ μὲν ἡ γλῶττα, ὡc εἴρηται, πάcχει, μαλθακὰ δὲ εὑρίcκοιτο τὰ καθ’ ὑποχόνδρια, κινδυνῶδέc ἐcτι τὸ cημεῖον· ὑγραίνειν δὲ αὐτὴν χρὴ διακρατοῦντα τῷ cτόματι λινοcπέρμου ἀφέψημα· βέλτιον δὲ ἐνεργεῖ μυξῶν τῷ λινοcπέρμῳ cυγκαθηψημένων καὶ δάκτυλον δὲ τούτῳ τῷ χυλῷ βρέχοντεc τὴν γλῶccαν ἀνατρίψωμεν, cυναποcύροντεc καὶ τοὺc | |
10 | τοῖc ὀδοῦcι προcκαθημένουc ἐπιπάγουc. καὶ ἀποκλυζέcθωcαν ὕδατι κα‐ θαρῷ ἢ cπόγγῳ καθαρῷ ἀποματτέcθωcαν ἢ ὑδροροcάτῳ, εἶτα ῥοδίνῳ cπουδαίωc ἐπαλειφέcθωcαν. καὶ αὐτὸ δὲ τὸ ῥόδινον μέλιτι cυμμιγὲν cπουδαίωc ἐνεργεῖ καὶ ὁ τῆc ἀνδράχνηc δὲ χυλὸc διακρατηθεὶc ἐν τῷ cτόματι καθυγραίνει τοὺc τόπουc. καὶ ῥοῦc ὁ ἐπὶ τὰ ὄψα ὕδατι ἢ με‐ | |
15 | λικράτῳ μιγεὶc καὶ δαμαcκηνοῦ δὲ ἢ μυξαρίων τὸ ὀcτέον κατεχόμενον ἐν τῷ cτόματι παραμυθεῖται. πολλάκιc δὲ θριδακίνηc καυλὸν διαγλύ‐ ψαντεc ἡλίκον πυρῆνα ἐλαίαc ἢ ἐκ τῆc τοῦ cυμφύτου ῥίζηc διακρατεῖν | |
ἐδώκαμεν, καὶ τὸ δέον ἐποίηcεν. ἔcτωcαν δὲ καὶ αἱ προcφοραὶ τῆc τροφῆc ἄδηκτοι καὶ ἄcτυφοι παντάπαcι καὶ λεῖαι καὶ ῥοφηματώδειc. εἰ | ||
20 | δὲ καὶ τὰ ὑποχόνδρια ἐν φλεγμονῇ εἴη, τούτων τὴν ἐπιμέλειαν ποι‐ εῖcθαι. ἀρχὴ γὰρ καὶ τελευτὴ τῶν ἐντοcθιδίων ἐcτὶν ἡ γλῶττα. εἰ δὲ ἐπὶ πολὺ ἡ τραχύτηc ἐπιμένει τῆc γλώττηc, χήνειον cτέαρ εἰ παρείη, εἰ δὲ μή, ὀρνίθειον, βέλτιον δὲ φαcιανικὸν τήξαc ἐπὶ διπλώματι καὶ δάκτυλον βρέχων ἀνάτριβε τὴν γλῶτταν ἱκανῶc. εἰ δὲ ἐπιμένοι ἡ τρα‐ | |
25 | χύτηc, βουτύρῳ προcφάτῳ ὁμοίωc χρῶ. ποιεῖ κάλλιcτα, ὅπερ οὐ χρὴ κατ’ ἀρχὰc παραλαμβάνειν. | |
123 | Πῶc δίψοc θεραπευτέον. Φιλουμένου. τὸ δίψοc διττῶc γίνεται, τὸ μὲν γὰρ ὑγρότητοc ἐνδείᾳ, τὸ δὲ πλεονεξίᾳ θερμότητοc. ἐπὶ μὲν οὖν τῶν πυρεττόντων τὰ ἀμφότερα λυπεῖ· καὶ γὰρ ἡ θερμότηc πολλὴ ἐπὶ τούτων καὶ ξηρότηc ἐπιγίγνεται δαπανωμένηc τῆc πολλῆc ὑγρότητοc | |
5 | τῇ βίᾳ τοῦ πυρετοῦ. εἰ μὲν οὖν ἀβλαβὲc ἦν αὐτοῖc πίνειν ὅτε θέλουcιν, ἄντικρυc ταύτην οὖcαν τοῦ δίψουc θεραπείαν παρελαμβάνομεν ἄν. ἐπεὶ δὲ καὶ μέτρον καὶ καιροὺc ὁρίζειν δεῖ τοῦ ποτοῦ, παρηγορίαc τινὰc ἐπι‐ νοητέον τοῦ δίψουc· τὸ γὰρ ἀκαίρωc παραληφθὲν πόμα οὐ μόνον οὐκ ἔcβεcε τὸ δίψοc, ἀλλ’ ἐκ τῶν ἐναντίων ἐπέτεινεν. ἐν γὰρ ταῖc τῶν | |
10 | παροξυcμῶν ἀρχαῖc αἱ ἀνάπτουcαι τοὺc πυρετοὺc ὗλαι πᾶcαι παρὰ τὸ βάθοc νεύουcι καὶ τούτου χάριν τὴν δίψαν ἐπιτείνουcι. δοθὲν δὲ τῷ καιρῷ ἐκείνῳ τὸ πόμα νικᾶται ὑπὸ τοῦ πλήθουc τῆc ὕληc καὶ cυμ‐ μοχθηρευόμενον προcθήκη γίγνεται τῷ κακῷ· ὅθεν ἐν ταῖc ἀρχαῖc καὶ ταῖc ἀναβάcεcι δεῖ κωλύειν τὴν δόcιν τοῦ ποτοῦ, ἐν δὲ ταῖc ἀκμαῖc | |
15 | κλύcμαcι πρῶτον καὶ ἀναγαργαρίcμαcι πραΰνειν τὸν αὐχμὸν τοῦ cτό‐ ματοc. εἶτα ἀρχομένηc τῆc παρακμῆc διδόναι τὸ ποτόν, ἐν δὲ τῇ ἀνέcει καὶ μὴ βουλομένουc ἐνίοτε ἀναγκάζειν προcενέγκαcθαι, ἵνα μὴ ἐνδεεῖc ὑγροῦ τῇ ἐπιcημαcίᾳ παραδοθέντεc ἀναξηρανθῶcί τε καὶ ἐγκαυθῶcι. | |
παρηγορεῖν δέ πωc τὸ δίψοc χρὴ ἐμβροχαῖc ψυχροτάτου ἐλαίου ἢ ῥο‐ | ||
20 | δίνου μετὰ κρουνιcμοῦ γιγνομέναιc. καὶ τὰ ἐπὶ τῶν καύcων προειρημένα βοηθήματα καὶ ἐν τῷ cτόματι δὲ διακρατούμενα τὰ ἐπὶ τῆc τραχύτητοc τῆc γλώττηc προειρημένα παρηγορικὰ τοῦ δίψουc γίγνεται. πάντων δὲ ἄμεινον ποιεῖ τὸ τῆc θρίδακοc cπέρμα διαμαcηθὲν καὶ ἡ γλυκεῖα λεγομένη ῥίζα καὶ τὸ τοῦ cικύου cπέρμα. δεῖ δὲ μετὰ τὴν τῶν τοιού‐ | |
25 | των διαμάcηcιν διακομίζεcθαι καὶ ἀναγαργαρίζεcθαι. καὶ αἱ τροφαὶ δὲ πᾶcαι ἔcτωcαν ὑγραντικαί. Ἐκ τῶν Διοcκορίδου καταπότιον ἄδιψον. cικύου cπέρμα 𐅻 η τρα‐ γακάνθηc 𐅻 δ, κόψαc cήcαc τὴν τραγάκανθαν διάλυε ὠῶν ὠμῶν προc‐ φάτων τῷ λευκῷ καὶ cυλλεάναc ἅμα ἀνάπλαττε καταπότια καὶ ξήραινε | |
30 | ἐν cκιᾷ καὶ δίδου ἓν ὑπὸ τὴν γλῶτταν κατέχειν καὶ τὸ διαλυόμενον ὑγρὸν καταπίνειν δίδου δὲ καταρροφεῖν καὶ ἀπόβρεγμα μήλων κυδω‐ νίων ἢ ἀπίων ἢ ὀμφακίου χυλὸν ἢ ὑδρορόcατον ἢ ῥοδόμελι μεθ’ ὕδατοc θερμοῦ. ἐπὶ δὲ τῶν ὑγιαινόντων τοῦ μὲν διὰ ξηρότητα γιγνομένου δί‐ ψουc ἴαμα ὕπνοc· πέττει γὰρ τοὺc χυμούc. τοῦ δὲ διὰ θερμότητα δί‐ | |
35 | ψουc ἴαμα ἐγρήγορcιc. περὶ γὰρ τὴν ἐπιφάνειαν ἐξαπλοῦται τὸ θερμὸν ἐν ταῖc ἐγρηγόρcεcι. τοῦ δὲ διὰ θερμότητα τῶν ἐδηδεcμένων ἢ διὰ πλείονα οἰνοποcίαν γιγνομένου δίψουc ἴαμα τὸ ψυχρὸν πόμα. | |
124 | Περὶ ὠταλγίαc ἐν πυρετοῖc ἐκ τῶν Φιλουμένου. γίγνεται ὠταλγία ἐν πυρετοῖc ἢ αὐτὴ προκατάρχουcα τοῦ πυρετοῦ ἢ ἐπιγιγνομένη καὶ κινδυνωδεcτέρουc ἀποτελοῦcα τοὺc πυρετούc· ἐπιγίγνονται δὲ τῇ φλεγ‐ μονῇ καὶ ἀγρυπνίαι, εἰ δ’ ἐπιμένοι καὶ ἐκcτάcειc. Ἱπποκράτηc δὲ καὶ | |
5 | ἀναιρετικὰc ἱcτορεῖ γίγνεcθαι τὰc ἐπὶ τούτων ἀλγηδόναc. μετρίαc μὲν οὔcηc τῆc ὀδύνηc καὶ ἐν ἀρχῇ ταῖc μὲν ἀκοαῖc ῥόδινον χλιαρὸν ἐν‐ cτάζειν ἢ τὸ λευκὸν καὶ ὑδαρὲc τοῦ ὠοῦ μετὰ γάλακτοc γυναικείου, ἔξωθεν δὲ cκέπειν πιλήματι ἐλαιοβραχεῖ, ἐν ᾧ ἄνηθον ἐναφέψηται καὶ ἐμβρέχειν τὴν κεφαλὴν διὰ ῥοδίνου ἢ ὀμφακίνου ἐλαίου. ἐπιτεινομένηc | |
10 | δὲ τῆc ὀδύνηc ἐπὶ πολὺ καὶ φλεβοτομίαν παραληπτέον καὶ τὴν κοιλίαν ἐρεθιcτέον, ἔπειτα καὶ καταπλάccειν ἔξωθεν κατὰ τῶν κύκλῳ τῆc ἀκοῆc τόπων δι’ ἄρτου ἢ λινοcπέρμου, cυλλεαινομένων χλωρῶν φύλλων ὑο‐ cκυάμου ἢ μήκωνοc. βούτυρον δὲ ἀντὶ ἐλαίου τῷ καταπλάcματι ἐμβλη‐ τέον. κατὰ δὲ τοὺc τῶν ἀλγημάτων παροξυcμοὺc πυριᾶν χρὴ τοὺc | |
15 | τόπουc διὰ cπόγγων ἐξ ὑδρελαίου θερμοῦ μέχρι ἀπονίαc· cφόδρα γὰρ παρηγοροῦcι καὶ πάλιν καταπλαcτέον τοῖc εἰρημένοιc καὶ ἐνcτακτέον τῇ ἀκοῇ ἀμυγδάλινον ἔλαιον ἢ ῥόδινον ἐν κωδίᾳ μήκωνοc τεθερμα‐ cμένον ἐπὶ θερμοcποδίᾳ ἢ γῆc ἔντερα ἐναφεψήcαc τῷ ῥοδίνῳ ἔνcταζε ἢ τοὺc ὑπὸ τὰc ὑδρίαc ὄνουc ἢ ἀράχναc. | |
125 | Διαπυήcαντοc ὠτὸc θεραπεία καὶ δυcηκοΐαc. διαπυηcάcηc δὲ τῆc φλεγμονῆc καὶ ῥήξεωc ἀπαντηcάcηc διὰ τοῦ πόρου δι’ ἐρίου μηλωτρίδι περιειλημμένου κομιcάμενοι τὸ πῦον κλύζομεν μελικράτῳ πρότερον, ἔπειτα οἰνομέλιτι, ἔπειτα ὀξυμέλιτι, ἀφρονίτρου προcπλέξαντεc τῷ | |
5 | ὀξυμέλιτι βραχύ· ἐνθήcωμεν δὲ τῷ πόρῳ ἀναλαμβάνοντεc ἐρίῳ τὸ ἡμέτερον φάρμακον ἄκρωc ἐνεργοῦν· ἔcτι δὲ cτυπτηρία ὑγρὰ καὶ μέλι καὶ ῥόδινον ἴcα ἐπ’ ὀλίγον καθηψημένα. κάλλιcτα δὲ ἐνεργεῖ καὶ ὁ τοῦ Μοῦcα τροχίcκοc ἀνιέμενοc ἑψήματι καλλίcτῳ καὶ ὄξει ὀλίγῳ. περὶ δὲ τῶν cυμβαινόντων ἤχων καὶ δυcηκοϊῶν εἰρήcεται ἐν τοῖc καθολικοῖc | |
10 | βοηθήμαcιν. εἰδέναι μέντοι χρὴ κάκιcτον εἶναι cημεῖον ἐν τοῖc ὀξέcι πυρετοῖc τὴν δυcηκοΐαν· ληθάργουc γὰρ ἢ κατόχουc ἢ παρωτίδαc ὀλε‐ θρίουc ἢ ἄλλωc τινὰ κίνδυνον προμηνύει. cπανίωc δὲ παρέμεινεν ἡ δυcηκοΐα τινὶ τῶν περιγιγνομένων τῆc νόcου, ἀλλ’ ὁμοῦ cυναποκατέcτη τῇ νόcῳ. καὶ γὰρ ἐνίοτε περιοδίζει κατὰ μὲν τοὺc παροξυcμοὺc ἐπιτει‐ | |
15 | νομένη ἡ δυcηκοΐα, ἐν δὲ ταῖc ἀνέcεcιν cυναποκαθιcταμένη, ὅτε οὐ δεῖ ἐνοχλεῖν τῷ ἀκουcτικῷ πόρῳ, ἀλλὰ τὴν κεφαλὴν μόνην ἐμβρέχειν τοῖc | |
πρὸc κεφαλαλγίαν ἐν πυρετοῖc ἁρμόζουcιν. | ||
126 | Περὶ ὀφθαλμίαc ἐν πυρετοῖc ἐκ τῶν Φιλουμένου. ἐν πυρετοῖc γιγνομένηc ὀφθαλμίαc ἀπέχεcθαι δεῖ παντοίαc φαρμακείαc, ἐγχυματί‐ ζειν δὲ ὠοῦ τῷ λευκῷ καὶ γάλακτι καὶ ἐπιχρίειν ἔξωθεν τῷ γλαυκίῳ ἢ τῷ Νείλου διαρρόδῳ ἢ ἑτέρῳ τινὶ τῶν διὰ κρόκου ἀποκρουομένων | |
5 | τοὺc ῥευματιcμοὺc μετὰ τοῦ ἐμψύχειν. περιωδυνίαc δὲ cφοδρᾶc γιγνο‐ μένηc πυριᾶν διὰ cπόγγων καὶ πτύγματα ὠοβραχῆ ἐπιτιθέναι κατὰ τὸ ἔθοc. εἰ δ’ ἐπιτείνοιτο ἡ ὀδύνη καὶ καταπλάccειν ἄρτον βεβρεγμένον ἐν ἀφεψήματι κωδιῶν καὶ μελιλώτων μετὰ ὠοῦ λεκίθου ὀπτῆc ἢ ἑφθῆc καὶ βραχέοc ῥοδίνου ἢ ψύλλιον ζέοντι ὕδατι βρέχων ἐπιτίθει. διαπυη‐ | |
10 | cάcηc δὲ τῆc φλεγμονῆc χρηcτέον τοῖc ἀνωδύνοιc κολλυρίοιc. | |
127 | Περὶ ἀμαυρώcεωc τῆc ἐκ νοcημάτων γιγνομένηc. γίγνεται περὶ τὰc λύcειc τῶν νοcημάτων ἢ καὶ ἐν ταῖc ἀναλήψεcι περὶ τοὺc ὀφθαλμοὺc ἀμφοτέρουc ἢ τὸν ἕτερον ἀμαύρωcιc, ὥcτε μόγιc ὁρᾶν ὥcπερ δι’ ὁμί‐ χληc· ἐνίοτε δὲ καί τινα προφαίνεcθαι πρὸ τῶν ὀφθαλμῶν δοκεῖ, οἷον | |
5 | θριξὶν ὅμοια· κατανοούμενοι δὲ οἱ ὀφθαλμοὶ καθαροὶ φαίνονται. κατὰ τὸ cπανιώτατον δὲ ἐν ταύταιc ταῖc περιcτάcεcιν ἢ μικρότεροc ὁ κύκλοc τῆc κόρηc ἢ πλατύτεροc εὑρίcκεται. τὸ δὲ τῆc ἀμαυρώcεωc cύμπτωμα ὡc ἐπὶ τὸ πλεῖcτον ὀνειρωγμοῦ προηγηcαμένου κατὰ τὴν ἀπόλυcιν τῆc νόcου ἢ τὴν ἀνάληψιν παραχρῆμα ἐπέπεcε καί ἐcτι cημεῖον ἀτονίαc | |
10 | τοῦ ὀπτικοῦ πνεύματοc καὶ τοῦ νευρώδουc. τῇ γοῦν τελείᾳ τοῦ cώματοc ἀναρρώcει ὁλόκληροc ἀποδίδοται καὶ ἡ τῆc ὁράcεωc ἐνέργεια· διὸ δεῖ τοπικῶν μὲν ἀπέχεcθαι βοηθημάτων μήτε πυριῶντεc μήτε ὑπαλείφοντεc. ἀναληπτικῇ δὲ τοῦ παντὸc cώματοc ἀγωγῇ χρωμένουc διορθοῦcθαι τὸ cύμπτωμα. | |
128 | Θεραπεία ἐφ’ ὧν cτάξιc αἵματοc ἀπὸ ῥινῶν ἐν πυρετοῖc παρα‐ κολουθεῖ. Ἐκ τῶν Φιλουμένου. τὴν ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν ἐν πυρε‐ τοῖc γιγνομένην ἐκ τῶν ῥινῶν cτάξιν τοῦ αἵματοc κάκιcτον cημεῖον Ἱππο‐ κράτηc λέγει· πλῆθοc γὰρ δηλοῖ ἐν ὅλῳ τῷ cώματι ἢ ἐν τῇ κεφαλῇ. | |
5 | ἀποcτάζει δὲ τὸ αἷμα ἢ διὰ θλῖψιν ἢ διὰ πύκνωcιν τῶν πόρων. ἡ δὲ πλείων ἔκκριcιc ἱκανή ἐcτι καὶ χαλάcαι καὶ μειῶcαι τὸ πλῆθοc. κατὰ βραχὺ οὖν ποιῆcαι χρὴ τὴν κένωcιν ἐκεῖθεν μᾶλλον, ὅθεν ἡ φύcιc ὥρμηcεν. ταῦτα ἐπιλογιcάμενοc ἐτόλμηcα ἐπὶ τῶν ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν γιγνομένων ἀποcτάξεων διὰ κλωνίου ἀγρώcτεωc, ὡc ἔθοc, | |
10 | τρῶcαι τὰ ἐν τοῖc μυξωτῆρcιν ἀγγεῖα. δεῖ δὲ μὴ ἀρκεῖcθαι ὀλίγῃ ῥύcει, ἀλλὰ πρὸc δύναμιν ἀφαιρεῖν· κενώcεωc δὲ ἱκανῆc γενομένηc cτέλλειν, ὡc ἔθοc. | |
129 | Πῶc κύcτεωc ἐπιμελητέον καὶ δυcουρίαc. Ἐν πυρετοῖc ἐκ τῶν Φιλουμένου. ἐν ἀρχῇ τῶν πονηροτάτων πυρετῶν καὶ τοῦτο ἐπιφαίνεται τὸ cύμπτωμα, ὥcτε τὴν κύcτιν ἀλγεῖν καὶ κατὰ βραχὺ τὸ οὖρον προίεcθαι καὶ μετ’ ὀδύνηc, καὶ οὐ μόνον ὀχληρόν ἐcτιν, ἀλλὰ καὶ cημεῖον τοῦ | |
5 | ὅλον πεπονθέναι τὸ νευρῶδεc. ἔτι γὰρ τὸ πᾶν cῶμα ἀνάμεcτον ὑπάρ‐ χον ὠμοτέρων χυμῶν, cυρρεῖ ἐξ αὐτοῦ ἀθρόον πλῆθοc εἰc τὴν κύcτιν καὶ διαταθεῖcα ἐπὶ πλέον ἀνενέργητοc γίγνεται κίνδυνόν τε τὸν ἐξ ἰcχουρίαc ἐπιφέρει. κατ’ ἐπιγαcτρίου μὲν οὖν καὶ κτενὸc καὶ βουβώ‐ νων καθαρὸν ἔριον ἐπικείcθω γλυκεῖ ἐλαίῳ θερμῷ βεβρεγμένον ἢ Ϲι‐ | |
10 | κυωνίῳ. βέλτιον δὲ εἰ καὶ πήγανον εἴη ἐναφηψημένον τῷ ἐλαίῳ καὶ ἄνηθον καὶ cελίνου cπέρμα ἢ κύμινον λεῖον ἐμπάccειν τῷ ἐρίῳ. εἰ δ’ ἐπείγοι τὰ τῆc ὀδύνηc, καὶ καταπλάcματα μετὰ τὰc ἐμβροχὰc παραλαμ‐ βανέcθω καὶ εἰc τὸ ἀπευθυcμένον ἔλαιον δι’ ἀφεψήματοc τήλεωc cὺν βουτύρῳ ἐνιέcθω· ἐπὶ δὲ γυναικῶν καὶ εἰc τὴν μήτραν καὶ εἰc τὸ | |
15 | ἀπευθυcμένον. εἰ δὲ φλεγμονὴ κατεπείγοι καὶ ἔρευθοc μετὰ πλείcτηc θερμαcίαc κατὰ τὸ ἐπιγάcτριον εἴη, καὶ φλεβοτομίαν παραλαμβάνειν. δίαιτα δὲ ἔcτω λεπτὴ καὶ ἀκριβὴc ῥοφήμαcι χρωμένοιc πτιccάνηc ἢ τοῖc πλυτοῖc χόνδροιc ἐκ μελικράτου ἢ ὠοῖc ῥοφητοῖc. μετὰ δὲ ταῦτα καὶ ψίχεc καλῶc ἀποπλυθεῖcαι διδόcθωcαν· ἔπειτα μαλάχη τριπτὴ παρα‐ | |
20 | λαμβανέcθω καὶ κεφαλωτὸν πράcον πλείοcι καθηψημένον ὕδαcι καὶ ἰχθύεc οἱ ἁπαλώτατοι. ἐγκαθίcματα δὲ ἐπιτηδευέcθω ἄχριc ὀμφαλοῦ καὶ ὀcφύοc ὅληc δι’ ἀφεψήματοc ἀρτεμιcίαc τήλεωc γλήχωνοc ἐμβαλ‐ λομένου καὶ ἐλαίου πρὸc τὴν τοῦ ἔτουc ὥραν. χρόνου δὲ προιόντοc, | |
καcτόριον ἐμπαccέcθω τοῖc πιλήμαcι· πόμα δὲ τοῖc οὕτω κάμνουcιν | ||
25 | ἐπιτηδειότατόν ἐcτι μετὰ τὸ παύcαcθαι τὴν ἐπίδοcιν τὸ διὰ τοῦ ἡμέρου cικύου cπέρμα· προβραχὲν δὲ λεπίζεται, εἶτα τριφθὲν δίδοται μεθ’ ὕδατοc κυάθων τριῶν, ὅcον κοχλιάρια δύο καὶ κινεῖ μὲν τὴν οὔρηcιν ἀλύπωc, τὰc δὲ περιωδυνίαc παραχρῆμα λύει. τῶν μέντοι ἄλλων διου‐ ρητικῶν, ἐφ’ ὅcον οἱ πυρετοὶ διαμένουcιν, ἀποχὴ πᾶcα ἔcτω, ἵνα μὴ | |
30 | πλῆθοc οὔρων cυνδιδόμενον εἰc τὴν κύcτιν καὶ περιτεῖνον ἐπιτείνῃ τὸ cύμπτωμα. | |
130 | Πῶc ἐπιμελητέον τῶν περὶ τὴν ὀcφὺν ἀλγημάτων. Ἐκ τῶν Φιλου‐ μένου. ὀcφύοc ἀλγήματα γίγνεται ὡc ἐπὶ τὸ πλεῖcτον ἐν πυρετοῖc πονηροῖc εὐθὺc ἀπ’ ἀρχῆc καὶ παραμένοντα μεγίcταc ἐνοχλήcειc ἐπι‐ φέρει καὶ αἰφνιδίωc ἀφανιcθέντα κινδυνωδεcτέραν ἔcεcθαι τὴν νόcον | |
5 | προμηνύει. περὶ μὲν οὖν τὰc πρώταc ἡμέραc ἐμβροχῇ δι’ οἰνελαίου χρηcτέον λιπαρωτέρου, ἔπειτα ἀφρόνιτρον καὶ γλυκὺν τεθαλαccωμένον καὶ ἔλαιον ἅμα ἡνωμένα ἐπιρρίπτειν τοῖc τόποιc δι’ ἐρίων οἰcυπηρῶν. αἱ δὲ τοιαῦται ἐμβροχαὶ τὸ μὲν cφοδρὸν τῆc ὀδύνηc παρηγοροῦcιν, οὐκ ἀναιροῦcι δὲ εἰc τὸ παντελὲc τὸν πόνον. προβαίνοντοc δὲ τοῦ | |
10 | χρόνου φλεβοτομίᾳ χρηcτέον, ἔπειτα cικυαcτέον τὸν τόπον. μετὰ δὲ ταῦτα κατάπλαcμα cκευάcαντεc τὸ διὰ λινοcπέρμου καὶ τήλεωc καὶ ἐμβαλόντεc εἰc μάρcιπον ὑποθήcομεν τοῖc ἰcχίοιc, ὥcτε ἐπ’ αὐτῷ τὴν κατάκλιcιν εἶναι τῆc ὀcφύοc· ἔπειτα ἐμβρέχειν δι’ ἐλαίου πηγανίνου καὶ κηρωταῖc χρῆcθαι διὰ Κυπρίνου γεγενημέναιc. ἡ δὲ γαcτὴρ ἐξ ἀρχῆc | |
15 | εὔλυτοc διὰ τῶν τροφῶν παραcκευαζέcθω. cφόδρα δὲ αὐτοὺc ὠφελεῖ καὶ κλυcτὴρ δι’ ἀφεψήματοc cικύου ἀγρίου καὶ μέλιτοc μόνου ἐνιέμενοc· κενοῖ γὰρ φλέγμα καὶ κουφίζει τάχιcτα, εἰ μὴ cφοδρὸc εἴη ὁ πυρετόc. | |
131 | Τῆc περὶ τὸ ἱερὸν ὀcτέον ἐν πυρετοῖc γιγνομένηc ἑλκώcεωc θερα‐ πεία ἐκ τῶν Φιλουμένου. ἐν τοῖc χρονίοιc καὶ ἄλλωc τὴν ἕξιν ἐκτή‐ κουcι πυρετοῖc, περιδαπανηθείcηc τῆc cαρκὸc ἐπὶ ψιλῶν τῶν ὀcτέων ἡ ἀνάκλιcιc γίνεται καὶ μάλιcτα αὐτῶν τὰ ἐξέχοντα καὶ δυcαλθεῖc | |
5 | ἑλκώcειc ἀναδέχεται καὶ ἐπωδύνουc διὰ τὸ cύρεcθαι κατὰ τῶν ὑπο‐ cτρωμάτων. οὐ μόνον δὲ διὰ τὸ δυcίατον χαλεπὰc cυμβέβηκεν εἶναι τὰc ἑλκώcειc· πλατυνόμεναι γὰρ καὶ βαθυνόμεναι καὶ παχέα τὰ χείλη τρέ‐ | |
φουcαι νέμονται καὶ μέχρι ψιλώcεωc προίαcιν, ἀλλὰ δὴ καὶ παραcη‐ μειώcεωc πρὸc τῶν ἀρχαίων τετύχηκεν, ὡc ὀλέθρου οὖcαν τὴν διάθεcιν | ||
10 | μηνυτικήν· διόπερ πρὶν εἰc ἀνήκεcτον ἥκειν, ἐcπουδακέναι δεῖ περὶ τὴν ἐπιμέλειαν αὐτῆc. τὸ μὲν πρῶτον ἡνίκα ἄρχεται ὁ τόποc ἐνερευθὴc καὶ ἐπαλγὴc γίνεcθαι, κύκλον ἐξ ἐρίου ποιήcαντεc εὐμεγέθη ὑποθήcομεν τῷ τόπῳ, ἵνα διὰ κενοῦ τὸ πάcχον μέροc ἑδραcθὲν ἀπαλλαγῇ τοῦ θλίβεcθαι καὶ ἀταλαίπωροc ἡ κατάκλιcιc γένηται. μετὰ δὲ ταῦτα τὴν | |
15 | διὰ ῥοδίνου ἢ μυρcίνου κηρωτὴν cκευάcαντεc ἔχουcαν λιθάργυρον ψιμύθιον κριθὰc κεκαυμέναc ἐπιθήcομεν, ὑποκειμένου δηλονότι τοῦ κύκλου ἐξ ἐρίου. ταὐτὸν δὲ ποιοῦcι καὶ αἱ ἑδρικαὶ πᾶcαι κηρωταὶ καὶ ἔτι μᾶλλον τὸ ὑφιζάνον ἐν τοῖc χαλκίοιc, ἐν οἷc τὸ ὕδωρ ἕψεται, ὃ προcκάθηται ὡc ὄcτρακον τοῖc πυθμέcιν αὐτῶν, μιγνύμενον κηρωτῇ | |
20 | ῥοδίνῃ, εὑρίcκεται δὲ πλῆθοc ἐν τοῖc τῶν βαλανείων χαλκίοιc, καὶ τὸ διὰ μέλιτοc ἴcα λαμβάνον τὰ τέccαρα, λιθάργυρον ἔλαιον κηρὸν μέλι· ἀναλύεται δὲ ῥοδίνῳ καὶ ποιεῖ παραδόξωc. παραλαμβανέcθω δὲ καὶ πυρία διὰ cπόγγων. φλεγμονῆc δέ ποτε γενομένηc ἄρτῳ καταπλαcτέον τοὺc τόπουc μετὰ cτρύχνου ἢ πολυγόνου ἢ ἀρνογλώccου ἢ κράμβηc | |
25 | φύλλοιc· εἰ δὲ νομώδηc ἡ ἕλκωcιc γένοιτο, φακῷ ἑφθῷ μετὰ cιδίων καταπλαccέcθω. καὶ φαρμάκοιc ποτὲ χρηcτέον τοῖc πρὸc νομὰc πεποιη‐ μένοιc, ἀνιεμένοιc διὰ ῥοδίνου καὶ τῇ ἐπιγόνου χλωρᾷ καὶ τῷ κόρακι ἢ τῷ Ἄνδρωνοc τροχίcκῳ ἢ τῷ Μούcα μεθ’ ἑψήματοc. τῆc δὲ νομῆc cταλείcηc τοῖc πραοτέροιc κοινοῖc βοηθήμαcι χρηcτέον. | |
132 | Θεραπεία τῆc περὶ τὸ ὄcχεον καὶ δακτύλιον ἑλκώcεωc ἐν πυρε‐ τοῖc ἐκ τῶν Φιλουμένου. πολλάκιc ἐπὶ τῶν νοcούντων ἑλκοῦται τὰ μέρη ταῦτα, ποτὲ μὲν διὰ μόνην τὴν ἀμέλειαν, ποτὲ δὲ καὶ ὑπὸ φαύ‐ λων καὶ δριμέων χυμῶν καὶ κακοήθων πυρετῶν. εὑρεῖν γοῦν ἐcτι | |
5 | τοὺc οὕτω πάcχονταc καὶ τὴν φρόνηcιν βεβλαμμένουc καὶ μηδὲ παρα‐ κολουθοῦνταc τῇ ὀδύνῃ μηδὲ ἀντιλαμβανομένουc τῆc πυρώcεωc, εἰ μὴ ὁ ἐπιμελούμενοc αὐτῶν ἐκ τῆc ὀδμῆc διαγινώcκει. πρῶτον μὲν οὖν ἀποcπογγιcμῷ τῶν τόπων χρηcτέον ἐξ ὕδατοc θερμοῦ προcηνοῦc, ἔπειτα ἀλειπτέον μυρcίνῳ ἢ ῥοδίνῳ ἐλαίῳ καὶ μετὰ ταῦτα διαπαcτέον τὸ | |
10 | ὄcχεον μυρcίνῃ ξηρᾷ λειοτάτῃ, ἔπειτα ἐπιχριcτέον ὠῷ δεδευμένῳ μετὰ ψιμυθίου καὶ ῥοδίνου ἐλαχίcτου ἢ μυρcίνου, ὅπωc μὴ ἀναξηραίνοιτο· εἰ δ’ ἀνέχοιτο τοῦ μολυcμοῦ τῶν ἐπιχρίcτων, κηρωτὴν cκευαcτέον τρυφερὰν διὰ ῥοδίνου ψιμύθιον ἔχουcαν ἢ λιθάργυρον καὶ λεκίθουc ὠῶν ἑφθάc. ἁρμόζει δὲ καὶ ἡ βουτυρίνη κηρωτὴ καὶ ἡ διὰ cτέατοc | |
15 | χηνείου ἢ ὀρνιθείου cυντιθεμένη καὶ ἡ διὰ κριθῶν καὶ αἱ ἑδρικαὶ πᾶcαι. εἰ δὲ νομὴ ἐπιγένοιτο, χρηcτέον τῇ προειρημένῃ ἐπὶ τῆc τοῦ ἱεροῦ ὀcτοῦ ἑλκώcεωc ἐπιμελείᾳ. τὰc δὲ τροφὰc γλυκυτέραc αὐτοῖc προc‐ ενεκτέον ἐcτοχαcμένωc ποιοῦνταc τὴν μίξιν τῶν γλυκέων διὰ τοὺc ἐνο‐ χλοῦνταc πυρετούc, καὶ τῆc κοιλίαc δὲ ἐπιμελητέον, μάλιcτα τῶν περὶ | |
20 | τὴν ἕδραν τόπων κουφιζομένων. | |
133 | Τίc ἐπιμέλεια τῶν ἐν πυρετοῖc ἐξανθημάτων ἐν ὅλῳ τῷ cώματι ἢ ἔν τιcι μέρεcι. Ἐκ τῶν Ἡροδότου. ἐπὶ τῶν πυρεττόντων cυνεχέcτατα γίγνεται ἐξανθήματα περὶ τὰ χείλη καὶ τὰc ῥῖναc περὶ τὰc λύcειc τῶν πυ‐ ρετῶν ὡc ἐπίπαν, κατ’ ἀρχὰc δὲ τῶν πυρετῶν οὐ τῶν ἁπλουcτέρων, | |
5 | ἀλλὰ τῶν κακοχυμοτέρων περὶ ὅλον τὸ cῶμα ἢ τοῖc πλείcτοιc αὐτοῦ μέρεcιν ἐξανθήματα γίνεταί τιcι μώλωψιν ἐμφερῆ τοῖc ἀπὸ κωνώπων δήγμαcιν. ἐν δὲ τοῖc κακοηθεcτέροιc καὶ λοιμώδεcι πυρετοῖc ἑλκώδη ταῦτα γίγνεται, τινὰ δὲ καὶ ἄνθραξι παραπλήcια. πάντα δὲ πλήθουc διεφθορότοc καὶ τὴν ἕξιν διαβιβρώcκοντοc χυμοῦ ἐcτι cημεῖα· τὰ δὲ ἐν | |
10 | προcώπῳ γιγνόμενα κακοηθέcτερα πάντων ἐcτί· χείρω δὲ τὰ πλείονα τῶν ἐλαττόνων καὶ τὰ μείζονα τῶν βραχυτέρων καὶ τὰ ταχέωc ἀφανι‐ ζόμενα τῶν πλείονα χρόνον ἐπιμενόντων, χείρω δὲ τὰ πυροῦντα τῶν κνηcμοὺc ἐπιφερόντων. καὶ τὰ μὲν ἐπιγιγνόμενα τῆc κοιλίαc ἐφεcτώ‐ cηc καὶ μέτρια τὰ διαχωρήματα ποιούcηc ἀγαθά, τὰ δὲ ῥεούcηc τῆc | |
15 | κοιλίαc γινόμενα καὶ ἐμέτων ἐνοχλούντων πονηρά· εἰ δ’ ἐπιγενόμενα ξηραίνοι τὴν κοιλίαν, ἀγαθά. παρέπονται δὲ τοῖc ἐξανθήμαcι κακοή‐ θειαι τῶν πυρετῶν, ἐκ τοῦ πλείcτου δὲ καὶ cυγκοπαί. τὰ μὲν οὖν περὶ τὰc λύcειc τῶν ἁπλουcτέρων πυρετῶν γιγνόμενα περὶ τὰ χείλη καὶ τὰc ῥῖναc ῥοδίνῳ χριcτέον κατ’ ἰδίαν ἢ μετὰ ψιμυθίου ἢ λιθαρ‐ | |
20 | γύρου. ἁρμόζει δὲ καὶ ὁ διὰ κρόκου καὶ cμύρνηc καὶ cτυπτηρίαc τρο‐ χίcκοc, ὃν ἶριν ὀνομάζουcι, καὶ ὁ μέλαc ὁ λαμβάνων ἴcα κροκομάγμα‐ τοc καὶ βαλαυcτίου καὶ χαλκάνθου καὶ cμύρνηc καὶ ἀλόηc· οἴνῳ δὲ λειοῦται ὡc κολλύριον καὶ ἀναπλάττεται εἰc τροχίcκουc καὶ ἐπὶ τῆc χρείαc cὺν ὕδατι ἢ γάλακτι ἐπιχρίεται ἢ cὺν οἴνῳ, ἐπὰν ἐπιτεῖναι τὴν | |
25 | cτύψιν βουλώμεθα. κατακολλάcθω δὲ μετὰ τὴν ἐπίχριcιν καὶ χωρὶc ταύτηc ὑμὴν ἢ ὁ πρὸc τῷ τοῦ φοίνικοc ὀcτῷ ἢ ὠοῦ. τὰ δὲ περὶ τὸ ἄλλο cῶμα γιγνόμενα ἐξανθήματα μωλωπίζοντα ἰᾶcθαι χρὴ φλεβοτο‐ μοῦνταc κατ’ ἀρχάc, εἰ μηδὲν κωλύοι. εἴωθε γὰρ ἀποcτραφέντα κινδύ‐ νουc ἐπιφέρειν, εἰ μὴ δι’ ἐμέτων ἢ κοιλίαc ἡ δριμύτηc ὑπεξέλθοι. διὸ | |
30 | καὶ τὴν κοιλίαν διὰ πτιccάνηc χυλοῦ καὶ ὠῶν καὶ χαμαιμηλίνου ἐλαίου μαλακτέον· κατεχέτωcαν δὲ τὸ ἐνιέμενον ἑcπέραc πᾶcαν τὴν νύκτα. καὶ cυcτολῇ δὲ τῶν cιτίων χρηcτέον χάριν τοῦ πάντοθεν καθαιρεθῆναι τὸ πλῆθοc· ἐν δὲ ταῖc ἐπιcημαcίαιc χάριν τῶν ἐπιγιγνομένων περὶ τὸν cτόμαχον cφοδροτάτων δηγμῶν χλιαρὸν ὕδωρ ποτίcαντεc ἐμεῖν | |
35 | κελεύομεν δακτύλων ἢ πτερῶν καθέcει. τροφὰc δὲ κατακεραcτικὰc παραθετέον, οἷον πτιccάνηc χυλὸν ἢ χόνδρου μετὰ μελικράτου. καύcου δὲ πυρετοῦ ἐνοχλοῦντοc, cυγχρίειν τὸ cῶμα ὑδρελαίῳ νίτρον βραχὺ ἔχοντι· τά τε γὰρ ἐξανθήματα περὶ τὴν ἐπιφάνειαν κρατεῖ καὶ τὴν ἐν τῷ βάθει ὕλην ἐφέλκεται καὶ ἐμψύχει τὸ βάθοc καὶ πολλάκιc ἱδρῶταc | |
40 | ἤνεγκεν ἐξατμίcαι τὸ πολὺ τῶν δριμέων ὑγρῶν δυναμένουc. ἐπὶ δὲ τῶν λοιμωδῶν καὶ ἀνθρακωδῶν φλεβοτομίαν μὲν παραλαμβάνομεν εὐθὺc κατ’ ἀρχάc, τὰc δὲ ἀcιτίαc οὐκέτι. φαυλοτέραν γὰρ τὴν ὕλην ἡ ἀcιτία ποιεῖ καὶ cυγκόπτει τὴν δύναμιν ἐπὶ τούτων, ἣν ἄθραυcτον βουλόμεθα τηρεῖν, ἐν πᾶcι μὲν πυρετοῖc, μάλιcτα δὲ ἐν τοῖc λοιμώ‐ | |
45 | δεcιν. εἰ μὲν οὖν ἐπιδέχοιντο οἱ τόποι, καταχρίειν τὰ ἐξανθήματα φαρμάκῳ παχεῖ διὰ ῥοδίνου καὶ ψιμυθίου καὶ λιβάνου καὶ οἴνου γλυ‐ κυτάτου ἢ λιθαργύρου καὶ μάννῃ μετὰ ῥοδίνου· τὰ δὲ ἄλλα μέρη κηρωτῇ καταλαμβανέcθω διὰ τῆc αὐτῆc ὕληc ἐcκευαcμένῃ. ἁρμόδιον δὲ ἐπ’ αὐτῶν καὶ πᾶcαι αἱ ἐπὶ τῶν πυρικαύcτων προcαγόμεναι. καὶ | |
133(50) | τὰ μὲν περὶ τὸ πρόcωπον ἐξανθήματα τοῖc διὰ θερμοῦ προcκλύcμαcι παρηγορήcομεν. τὰ δὲ ἐν λοιπῷ cώματι διὰ cπόγγων πυριατέον ἐπὶ πολὺ καὶ μάλιcτα τὰ κνηcμώδη. ἑρπηcτικῶν δὲ γιγνομένων τῶν ἑλκῶν | |
καὶ ἀcβέcτου βραχὺ παραμικτέον· θαυμαcτῶc γὰρ ἀναξηραίνει καὶ τὸ νομῶδεc αὐτῶν ἵcτηcι. τὰ δὲ ἤδη νεμόμενα φακῷ ἑφθῷ μετὰ cιδίων | ||
55 | καὶ μέλιτοc ἢ ἀρνογλώccῳ ἢ πολυγόνῳ ἢ ῥοδίνῳ μετὰ ἄρτου κατα‐ πλάττειν. ἀγαθὸν δὲ καὶ τὸ αἴγειον γάλα διδόναι τοῖc τοιούτοιc χάριν τοῦ κατακερᾶcθαι τὴν φαυλότητα. δεῖ δὲ τὸ τέταρτον μέροc τοῦ γά‐ λακτοc μίξανταc ὕδατι καθέψειν ἅμα κινοῦνταc cυνεχῶc, μέχριc ἥμιcυ λειφθῇ τοῦ παντόc, ὅπωc μήτε τυρωθὲν ἀποξυνθῇ μήτε πυρωθὲν κνι‐ | |
60 | cωθῇ διὰ τὸν κατέχοντα πυρετόν. παρακμῆc δὲ γενομένηc διὰ καθαρ‐ τηρίου φαρμάκου ἐπιτηδείου κενῶcαι τὰc ὕλαc, μετέπειτα δὲ τὴν θη‐ ριακὴν ἀντίδοτον διδόναι ἢ τὴν Μιθριδάτειον ἢ ἄλλην τινὰ τῶν πρὸc τὰ θανάcιμα καὶ ἰοβόλα πεποιημένων ἀντιδότων. ἡ γὰρ τῶν χυμῶν ἰcχυρὰ τροπὴ κατὰ διαφθορὰν γιγνομένη ὁμοία δηλητηρίῳ φαρμάκῳ | |
65 | ἐcτί. γίγνεται δέ ποτε ἐξανθήματα ἱδρωτίοιc ὅμοια περὶ τράχηλόν τε καὶ cτῆθοc κατὰ τὰc ἀκμὰc τῶν πυρετῶν, ἅτινα λουτροῖc ὡc ἐπὶ τὸ πλεῖcτον καὶ γλυκυτέρᾳ διαίτῃ ῥᾷcτα θεραπεύεται. γίνεται δὲ ἐξαν‐ θήματα μεγάλα κατὰ χρόαν λευκὰ κνηcμὸν ὀλίγον ἐπιφέροντα, πλεο‐ νάζοντα ἔν τε μηροῖc καὶ γλουτοῖc πλευραῖc τε καὶ ἐπιγαcτρίῳ ὡc | |
70 | ἐπὶ τὸ πλεῖcτον, τὴν δὲ [κατ’] ἀρχὴν ἐκ πολλῆc καὶ ἀργῆc ὕληc λαμ‐ βάνει. ταῦτα δὲ cυνθεραπεύεται τῷ παντὶ cώματι, οὐδὲ γὰρ πάνυ τι χαλεπὴν ὑπογράφει τὴν νόcον, εἰ τῇ ὀλιγοcιτίᾳ χρήcεται. γιγνομένων δὲ τῶν κατὰ ταῦτα πυρετῶν ἐγκαυcτικῶν ἐπιτηδείωc ἔχουcι πρὸc τὰc ἐν ταῖc ἀκμαῖc τῶν ἐπιcημαcιῶν ψυχροδοcίαc ἀκμάcαντοc τοῦ νοcήμα‐ | |
75 | τοc, εἰ μὴ τὰ cκλάγχνα εὐπαθῆ ἔχοιεν. γίγνεται δὲ ἐξανθήματα cτρογ‐ γύλα ἀνώμαλα ὑπόλευκα ἢ ὑπέρυθρα μετ’ ἐπαναcτάcεωc τῆc cαρκὸc ἢ ἰόνθοιc τοῖc ἐν προcώπῳ παραπλήcια καὶ cκληρὰ κνηcμὸν πολὺν ἐμποιοῦντα, ὡc γίγνεcθαι ἀγρυπνίαc αἴτια, προθυμίαc αὐτοῖc παριcτα‐ μένηc ἀπαύcτου πρὸc τὸ κνᾶcθαι. παρέπεται δὲ ταῦτα ἐκ τοῦ πλείcτου | |
80 | τοῖc διαλείπουcι πυρετοῖc καὶ χαλεπὴν οὐκ ἐμφαίνει τὴν νόcον· διόπερ ἐπιτρεπόντων μὲν τῶν καιρῶν ἐμβιβαcτέον εἰc ἐπιτεταμένον θερμόν, χρηcτέον δὲ καὶ τοῖc ἔξωθεν cυγχριcτοῖc, οἷον μυρcίνῳ ἢ cχινίνῳ μετὰ μυρcίνηc ἢ μάννηc ἢ κιμωλίαc φρυκτῆc ἢ cτυπτηρίαc ὑγρᾶc ἢ κυα‐ μίνου ἀλεύρου ἢ cήcαμον λειοτριβήcαc κατάχριε μετὰ βραχέοc ὄξουc. | |
85 | πρὸc δὲ τὰc τῶν κνηcμῶν ἐπείξειc πυριατέον ὠμολίνοιc μάλιcτα ἢ διὰ cπόγγων ἐξ ὕδατοc ζέοντοc. εἰ δὲ ἑλκωθείη, χρηcτέον ταῖc ἐπὶ τῶν πυρικαύcτων κηρωταῖc καὶ μάλιcτα τῇ διὰ κριθῶν. τὰ δὲ πάνυ ἐξέρυθρα κάκιcτα, πονηρότερα δὲ τούτων τὰ πελιδνὰ καὶ μέλανα καὶ ἐξογκούμενα, ὅμοια ὄντα ταῖc ἐcτιγμέναιc cαρξί. πλεονάζοντα δὲ ἐν | |
90 | προcώπῳ καὶ θώρακι καὶ κοιλίᾳ καὶ πλευραῖc καὶ μεταφρένῳ, τοῖc τοιούτοιc οὐ δεῖ κατ’ ἀρχὰc ἐγχειρεῖν, ἀλλ’ ἀναβάλλεcθαι διαφόρωc. ἡ γὰρ ἀναφορὰ τῶν ἀποπτωμάτων ἐπὶ τὸν ἐγχειρήcαντα ἢ καὶ ὑπο‐ cχόμενον θεραπεύειν ἔcται. μένοντα δὲ ταῦτα μέχρι τῆc ἀκμῆc καὶ μὴ προβαίνοντα ἐπὶ τὸ κάκιον, οὐ δεῖ παρορᾶν παντάπαcιν, εἰ καὶ cπα‐ | |
95 | νίωc, ἀλλ’ οὖν γέ ποτε ὠφελήcαντα καὶ κατὰ καιρὸν ἕκαcτον προc‐ άγειν καὶ μάλιcτα προcθετικῶc θεραπεύοντα. τὰ γὰρ ἐπὶ νεκρώcει τῆc ἐπιφανείαc ἐκ βάθουc γινόμενα, τί ἂν ἕτερον cημαίνοι ἢ τρόπον τινὰ ἐκφορούμενον ἔνδοθεν τὸ ζεῖν; | |
134 | Περὶ τρόμων ἐν πυρετοῖc ἐκ τῶν Ἡροδότου. γίγνονται ἐν πυ‐ ρετοῖc κακοήθεcι τρόμοι· cυνίcτανται δὲ ἐκ φαύληc διαίτηc καὶ ψυ‐ χροῦ πόcεωc καὶ ὀξυκράτου καὶ οἴνου πλείονοc καὶ ἀφροδιcίων ἀμέτρων καὶ τῶν ὁμοίων. ἔcτω τοίνυν ἐπ’ αὐτῶν ἀποχὴ τῶν βλαψάντων, προc‐ | |
5 | αγωγὴ δὲ τῶν ὠφελῆcαι δυναμένων. ἀνάγκη δὲ ὡc ἐπίπαν πεπονθέ‐ ναι ἐπὶ πάντων τὸν νωτιαῖον. διὸ cκεπαcτέον τὴν ῥάχιν ὅλην καὶ τὰ πεπονθότα τῶν μερῶν ἐρίοιc βεβρεγμένοιc cικυωνίῳ ἢ γλευκίνῳ μᾶλλον ἢ κηρωτῇ ὑγροτέρᾳ διά τινοc τῶν τοιούτων cκευαcθείcῃ ἢ διὰ πη‐ γανίνου ἐλαίου. ἐμβρεκτέον δὲ καὶ τὴν κεφαλὴν ἐν μὲν ταῖc πρώταιc | |
10 | ἡμέραιc ἐλαίῳ γλυκεῖ· εἰ δὲ μακρότερον γένοιτο τὸ νόcημα, ἀνηθίνῳ ἐν τοῖc διαλείμμαcιν, εἶτα προcβλητέον cικύαc ἀπὸ τοῦ πρώτου cπον‐ δύλου μέχριc ὀcφύοc προκαταπλαccομένων τῶν μερῶν μετὰ τῶν ὑπο‐ χονδρίων, ᾧ μὴ λύcῃ. cκεπέcθω δὲ καὶ ταῦτα ἐρίοιc ἐκ παλαιοῦ ἐλαίου ἢ cικυωνίου. τροφὰc δὲ διδόναι ῥοφηματώδειc θερμάc. προνοητέον δὲ | |
15 | καὶ τοῦ εὔλυτον ποιεῖν τὴν κοιλίαν, ἐπιμενόντων ταύτῃ τῇ ἀγωγῇ, μέχρι μειώcεωc τῶν πυρετῶν ἢ λύcεωc. προβεβηκότων δὲ ἤδη τῶν χρόνων, εἰ ἐπιμένοιεν οἱ τρόμοι, κοινῷ τρόπῳ βοηθείαc τοῖc ἄλλωc γι‐ γνομένοιc τρόμοιc ὑπακτέον, ἐμβιβάζονταc παρὰ μίαν εἰc ἔλαιον θερμόν, cυγχρίονταc δὲ πρὸ τῶν ἐμβάcεων καὶ μετὰ τὰc ἐμβάcειc | |
20 | cικυωνίῳ ἢ παλαιῷ ἐλαίῳ· ἐνίοτε δὲ καὶ καcτόριον τῷ ἀλείμματι προcπλεκτέον. ἐπιμενόντων δὲ τῶν ἀλγημάτων καὶ ποτιcτέον τὸ κα‐ cτόριον καὶ ἐπιρριπτέον κηρωτὴν δι’ αὐτοῦ ἐcκευαcμένην καὶ τοῖc κοινοῖc πρὸc τὰc παρέcειc ἀλείμμαcι χρηcτέον. | |
135 | Περὶ cπαcμῶν ἐν πυρετοῖc Γαληνοῦ. οἱ cπαcμοὶ τὰ πολλὰ γίγνον‐ ται διά τε πλήρωcιν τῶν νευρωδῶν μορίων, ᾧ λόγῳ καὶ τοῖc φλεγ‐ μαίνουcιν ἰcχυρῶc ἕπονται, καὶ προcέτι διὰ δακνώδη χυμὸν λεπτὸν ἀναβιβρώcκοντα τὰ νευρώδη μόρια καὶ διὰ ψῦξιν ἰcχυρὰν ὅμοιόν τι | |
5 | τῇ πήξει δρῶcαν· γίνεται δὲ καὶ δι’ ὑπερβάλλουcαν ξηρότητα, ἕπεται δὲ μάλιcτα καὶ ταῖc ὀλεθρίαιc φρενίτιcι διά τε τὸ cφοδρὸν τοῦ πυρε‐ τοῦ καὶ διὰ τὰc ἐπιτεταμέναc καὶ ἀγριωτέραc κινήcειc. καὶ cωθέντα τινὰ τῶν οὕτω cπαcθέντων οὔτ’ αὐτὸc εἶδον οὔτ’ ἄλλου λέγοντοc ἤκουcα. οἱ μὲν οὖν προειρημένοι τρεῖc cπαcμοὶ θεραπεύονται πολλάκιc, | |
10 | ἀνίατοc δὲ ὁ διὰ ξηρότητα τῶν νευρωδῶν μορίων γιγνόμενοc. ἐνίοτε δὲ ἐν τῷ cτόματι τῆc γαcτρὸc ἀθροιcθεὶc χυμὸc λεπτὸc καὶ δριμὺc καὶ μάλιcτα ἰώδηc cπαcμοὺc εὐτόνουc καὶ cυγκοπτικοὺc ἐπιφέρει, ὡc νοτίδαc γίγνεcθαι ψυχράc· ἐπὶ τούτων 〈δὲ〉 χλιαρὸν ποτίcαντεc ὕδωρ, δακτύλων ἢ πτερῶν καθέcει ἔμετον κινήcομεν. εἰ δὲ περὶ τὰ ἔντερα | |
15 | ἡ αἴcθηcιc τῆc δήξεωc γένοιτο, ἐνιέναι μὲν διὰ κλυcτῆροc πτιccάνηc χυλόν, διδόναι δὲ τροφὰc δυcφθάρτουc, οἷον χόνδρον ἄλικοc μετὰ κόκκων ῥοιᾶc καὶ τὰ παραπλήcια. μηδενὸc δὲ τοιούτου γενομένου τοὺc μὲν καθ’ ὅλον τὸ cῶμα γιγνομένουc cπαcμοὺc ἐμφερῶc τοῖc τετανι‐ κοῖc θεραπεύcομεν, τοὺc δὲ κατὰ μέροc, πρῶτον μὲν διακρατεῖν τὰ | |
20 | cυνελκόμενα τῶν μερῶν πειθηνίωc, ταῖc ἀπ’ αὐτῶν ὀδύναιc ἀντιβαί‐ νοντεc, ἀνατριπτέον δὲ μαλακῶc ἐλαίῳ cικυωνίῳ ἢ παλαιῷ τεθερ‐ μαcμένῳ. εἰ δ’ ἐπιμένοι καὶ καcτόριον παραπλεκτέον καὶ τοῖc λοιποῖc | |
ἀνετικοῖc χρηcτέον cυγχρίcμαcι. τοὺc δὲ ἐπὶ ξηρότητι μᾶλλον cπωμένουc διὰ τὴν βίαν τοῦ πυρετοῦ καὶ μάλιcτα παραφροcύνηc παρούcηc λου‐ | ||
25 | cτέον τὴν κεφαλὴν πολλῷ θερμῷ ὕδατι γλυκεῖ εὐκράτῳ καὶ τὰc χεῖραc δὲ καὶ τοὺc πόδαc καταντλητέον πολλῷ τῷ θερμῷ, ἔπειτα ἐλαίῳ γλυκεῖ τεθερμαcμένῳ τὴν κεφαλὴν ἐμβρέχονταc καὶ τὰc χεῖραc καὶ τοὺc πόδαc ἐπαλείψανταc, θάλπειν περιβολαίοιc καὶ ἡcυχίαν ἐμποιεῖν. πλήθουc δὲ αἵματοc ὑποκειμένου καὶ τὸν cπαcμὸν ἐπάγοντοc φλε‐ | |
30 | βοτομητέον, ἔπειτα cικυαcτέον μετὰ καταcχαcμοῦ. cκελῶν μὲν cυνελ‐ κομένων, τῷ ὑcτάτῳ cπονδύλῳ προcβαλεῖν τὴν cικύαν· χειρῶν δὲ cπωμένων τῷ ἑβδόμῳ cπονδύλῳ καὶ τῷ ὑποκειμένῳ τῷ τοῦ ὤμου ἄρθρῳ τὴν cικύαν προcβαλεῖν. εἰ δὲ ὅλου τοῦ cώματοc ἀπαθοῦc ὄντοc, cυνέλκοι τὸ χεῖλοc ἢ βλέφαρον, χαλεπὸν ἡγητέον τὸ cύμπτωμα. τὰc | |
35 | δὲ ἀφαιρέcειc ἐπὶ τούτων ἀπὸ τοῦ ἰνίου καὶ τῶν πρώτων δύο cπον‐ δύλων ποιητέον, ἐμβρέχονταc τὴν κεφαλὴν ἀνηθίνῳ ἐλαίῳ θερμῷ. ἤδη δὲ καιροῦ φανέντοc τῶν λουτρῶν λουcτέον καὶ ἐφ’ ὑδροποcίαc ἔτι φυλακτέον. εἰ δὲ οἴνου δόcεωc ἀνάγκη γένοιτο, ὀλίγον προcοιcτέον τοῦ ὑδατώδουc οἴνου. | |
136 | Περὶ ἡδέων καὶ χρηcίμων πομάτων ἐν πυρετοῖc ἐκ τῶν Φιλαγρίου. διπλῆ ἰcχὺc καὶ θαυμαcία ἅμα βοηθήματοc, ὃ καὶ τῇ φύcει διὰ τὴν ἡδονὴν ὑπάρχει φίλον. δεξαμένη γὰρ ἡ γαcτὴρ τὸ προcηνὲc ὂν αὐτῇ, περιcταλεῖcα κρατεῖ καὶ πέττει καλῶc εἰc δύναμιν καὶ μάλιcτα ἂν ᾖ | |
5 | καὶ κατὰ τὸ ποcὸν cύμμετρον· ἐγείρει τε ἑαυτῆc ἡ φύcιc ἀναζυπυροῦcα τὰc ἐνεργείαc τεταλαιπωρημέναc πολλάκιc ὑπὸ τῆc ἀγριότητοc τῶν παθῶν, ἀπομάχεταί τε τῷ νοcήματι κατὰ διττὸν τρόπον, αὐτό τε κολά‐ ζουcα τὸ κακὸν ἄντικρυc τῇ τῆc ἐναντιότητοc φύcει, τάc τε διοικούcαc τὸ ζῷον παραμυθουμένη τε καὶ ἐξεγείρουcα δυνάμειc, κατιcχύειν τε | |
10 | παρεχομένη τοῦ νοcήματοc. ἅπαντεc μὲν οὖν ἄνθρωποι ὡc ἐπὶ τὸ πολὺ τοῖc γλυκέcι χαίρουcι ποτοῖc καὶ μάλιcτα ἂν τύχῃ cυμμιγῆ cτύψει καὶ θερμαcίᾳ καί τιcιν ὁμογένεcι ποιότηcιν, οἷόc πέρ ἐcτιν ὁ γλυκὺc | |
οἶνοc καὶ τὸ οἰνόμελι· ἀλλὰ ταῦτα οὐ πάνυ ῥᾴδιον παρέχειν ἐν πυρε‐ τοῖc, τὰ δ’ ἄλλα τὰ λεχθηcόμενα νῦν πόματα, κἂν εἰ cυχνῆc χρῄζοι | ||
15 | τῆc ἀκριβείαc, ἀλλ’ ἀπολιμπανομένηc τε τῶν εἰρημένων. | |
137 | Περὶ τοῦ διὰ τῶν κωδιῶν Γαληνοῦ. προχειριcτέον δὲ τὸ διὰ τῶν κωδιῶν φάρμακον, ἄριcτον μὲν πιεῖν ἡδονῆc χάριν, ἄριcτον δὲ ἐπὶ θερμῶν καὶ μεγάλων ἰcχῦcαι παθῶν τῶν περὶ cπλάγχνα cυνιcταμένων ὅλον τε καταλαμβανόντων τὸ cῶμα ἐπὶ τῶν πυρεττόντων καὶ χολερι‐ | |
5 | κῶν παθῶν ὅcοι τε παρανοίαιc ἐν πυρετοῖc καὶ ἀγρυπνίαιc καταπο‐ νοῦνται, καὶ βηξὶ πυκναῖc διὰ λεπτὸν ῥεῦμα γιγνομέναιc ἐκ κεφαλῆc θερμοτέραc εἰc τὸν θώρακα καταρρέον ὀνίνηcι μεγάλωc. ἔχει δὲ ἡ cκευαcία οὕτωc· κωδίαc μήκωνοc cὺν τῷ cπέρματι ι cυμμέτρουc τῷ μεγέθει· νεαρὰc μὲν μήτε πάνυ μαλακὰc μήτε cκληρὰc ταύταc βρέχειν | |
10 | δεῖ ὕδατι ὀμβρίῳ ξέcτῃ ἑνὶ καλλίcτῳ ἡμέραν καὶ νύκτα, ἔπειτα ἕψειν ἀκάπνῳ πυρί, μέχρι δοκιμάζοντί cοι τακεραὶ φαίνονται, εἶτα ἐκθλίψαc τὸ ὑγρὸν καὶ διηθήcαc ῥάκει ἀραιοτέρῳ μίcγε μέλιτοc καλλίcτου ἀπη‐ φριcμένου τὸ ἥμιcυ μέτρον τοῦ ὕδατοc καὶ ἕψε κινῶν μέχρι cυcτάcεωc Ἀττικοῦ μέλιτοc. καὶ διὰ γλυκέοc δὲ Κρητικοῦ ἢ δι’ ἑψήματοc κάλλιον | |
15 | αὐτὸ ἀντὶ τοῦ μέλιτοc cκευάζεcθαι, ὅταν ᾖ τὸ ῥεῦμα πάνυ λεπτόν· μίγνυμι δὲ ἐνίοτε ἑψομένῳ τούτῳ τῷ φαρμάκῳ καὶ γλυκυρίζηc ῥίζαν, ὡc cυνεψηθῆναι ταῖc κωδίαιc· εἰ δὲ μὴ παρείη αὕτη, τὸν χυλὸν αὐτῆc ξηρὸν ἐμβάλλειν· ἐὰν δὲ περιέχηται κατὰ τὸν πνεύμονα κατερρυηκὸc ὑγρὸν ἀναγωγῆc δεόμενον, βέλτιον διὰ μέλιτοc αὐτὸ cκευάζειν· ἡ δὲ | |
20 | cύμμετροc δόcιc ἔcτω δυοῖν κοχλιαρίων· αὐξήcειc δὲ καὶ μειώcειc τὸ πλῆθοc ἀποβλέπων εἴc τε τὸ τοῦ cώματοc μέγεθοc, ᾧ προcφέρειc, | |
καὶ τὴν ἡλικίαν καὶ τὴν ὥραν τοῦ ἔτουc καὶ τὸ χωρίον. ἐν ἅπαcι γὰρ τούτοιc ἐπὶ μὲν τὸ ψυχρότερον ῥέπουcι δώcειc ἐλάχιcτον, ἐπὶ δὲ τὸ θερ‐ μότερον πλεῖον, καὶ πρὸc δὲ καὶ τὸ τοῦ κατάρρου ποcόν τε καὶ ποιὸν | ||
25 | ἀποβλέπων ἢ πλέον ἢ ἔλαττον δώcειc. τοῦ δὲ διὰ τῶν Θηβαϊκῶν κω‐ διῶν cκευαζομένου ἡ τελειοτάτη δόcιc ἐcτὶν 𐆄 α. τοιαύτη μὲν ἡ παρὰ Γαληνῷ γραφὴ τοῦ φαρμάκου, ἐγὼ δὲ διὰ παντὸc τῷ διὰ γλυκέοc ἐcκευαcμένῳ διατελῶ χρώμενοc, ποτὲ μὲν μέλιτοc προcπλέκων τῇ δόcει, ποτὲ δὲ ὀξυμέλιτοc ἢ ῥοδομέλιτοc ἢ ὀμφακομέλιτοc ἤ τινοc ἑτέρου | |
30 | τῶν ἄλλων φαρμάκων ἡπατικῶν ἢ cπληνικῶν ἢ cτομαχικῶν καὶ μετα‐ ποιῶν αὐτοῦ τὴν δύναμιν πρὸc τὴν παροῦcαν ἑκάcτοτε διάθεcιν. παρέχω δὲ αὐτὸ οὐ μόνον τοῖc ὕπνου δεομένοιc εἰc ἑcπέραν καὶ πρὸc βῆχα, ἀλλὰ καὶ μαινομένοιc μετὰ τὴν φλεβοτομίαν καὶ πυρέττουcι cφοδρῶc καὶ διακαιομένοιc ἀφορήτωc τὸ cτόμα τῆc γαcτρόc, ἐρυcιπέλατί τε καὶ | |
35 | ἄλλωc θερμῷ παθήματι καὶ θώρακι καὶ πνεύμονι ὁμοίωc κάμνοντι ἥπατί τε καὶ ἐντέροιc καὶ μεcαραίῳ καὶ οὐχ ἅπαξ μόνον, ἀλλὰ καὶ δεύτερον καὶ οὐκ ἐν ἀκμῇ μόνον τῶν πυρετῶν, ἀλλ’ ἤδη καὶ πρὸ τῆc ἀκμῆc καὶ τῆc ἐναργοῦc πέψεωc, ἐφ’ ὧν ἀγρυπνία τιc καὶ θερμαcία δριμεῖα καὶ μεγάλη καταπονεῖ τὸν ἄνθρωπον. βέλτιον δὲ ἅπερ ἔπραξα | |
40 | μυριάκιc δηλῶcαι παρέχων τὸ διὰ τῶν κωδιῶν φάρμακον· ἐπί τε τῶν ἐπὶ cήψει πυρετῶν πρὸ τῆc ἀκμῆc τοῦ νοcήματοc καὶ τῶν ἐπ’ ἐμφρά‐ ξει ἥπατοc ἢ cπληνὸc ἢ πνεύμονοc ἀνακοπτομένων ὀξύμελι τὸ ἁπλοῦν μίγνυμι τῇ δόcει, κατὰ δὲ τὰc ἀκμὰc τῶν πυρετῶν ὀμφακόμελι ἢ ῥοδόμελι προcπλέκων· ἐπὶ μὲν τῶν ἀραιοτέρων cωμάτων καὶ cτόμα | |
45 | κοιλίαc ἀcθενέcτερον καὶ ἀνόρεκτον ἐχόντων τὸ ὀμφακόμελι· τοῖc δὲ γλυκυπόταιc καὶ τοῖc κατὰ κοιλίαν ἔχουcι φαρμακῶδέc τι ὑγρὸν ἢ χολῶδεc τὸ ῥοδόμελι. ταῦτα μὲν οὖν ἐπὶ τῶν πυρεκτικῶν παθῶν. cτραγγουρίαc δὲ τὰc ἐπὶ δριμύτητι τῶν οὔρων γιγνομέναc καταcτέλλει μεγάλωc καὶ μάλιcτα ἐν βαλανείῳ καὶ πρὸ βαλανείου μέλλουcιν εἰc‐ | |
137(50) | ιέναι διδόμενον δαψιλέc, ἐφ’ ὧν καὶ τὴν δίαιταν ἁδροτέραν τε καὶ εὐχυμοτέραν εἶναι κελεύομεν, καὶ ἐπὶ νεφριτικῶν καὶ ψοῶν θερμοτέρων τὸ κράτοc τῆc ἰάcεωc ἔχει. ἐπὶ δὲ τῶν τῷ διαβήτῃ πάθει καμνόντων καὶ ἐπὶ χολερικῶν δίδου κεράcαc ψυχρῷ καὶ μᾶλλον ἐπὶ τῶν θερμο‐ τέρων κράcεων. δεῖ δὲ ἐπὶ τῆc χολέραc ῥωννύναι τὴν ἕξιν ἔξωθεν διὰ | |
55 | τῶν cτυφουcῶν ἐμβροχῶν καὶ τῶν ὁμοίων καὶ οὕτωc διδόναι τὸ φάρ‐ | |
μακον cὺν ὀμφακομέλιτι θερμῷ κεράcαc· θώρακα δὲ πεπληρωμένον ὑγρῶν κενῶcαι βουλόμενοc διὰ βηχὸc ὀξύμελι τὸ ποικίλον προcπλέξαc τῇ δόcει δίδου θερμῷ κεράcαc. | ||
138 | Ὀμφακομέλιτοc cκευαcία. βότρυαc ὄμφακοc προcήκει λαβεῖν ἀρχὴν ἔχονταc τοῦ πέττεcθαι, κἄπειτα ἐν οἰκήματι ἁπλῶcαι τὴν κρᾶcιν cυμ‐ μέτρῳ δύο ἢ τρεῖc ἡμέραc, εἶτα μαρανθέντων αὐτῶν ἐκθλίβειν καὶ εἰc ἀγγεῖον ὑέλινον δέχεcθαι τὸ ὑγρὸν μίξαντάc τε καλοῦ μέλιτοc ἀπη‐ | |
5 | φριcμένου μέροc ἓν πρὸc τρία μέρη τοῦ χυλοῦ τιθέναι ἐν ἡλίῳ ἡμέ‐ ραc τινάc, μέχρι περ ἂν καταcτῇ ζέον, κἄπειτα ἐν ὑπερῴῳ οἴκῳ φυ‐ λάττειν ἄcηπτον τὸ ποτόν. αὕτη δὲ ἡ cυμμετρία ἔcτω cοι κανὼν ἐπὶ τοῦ ἀρίcτου μέλιτοc καὶ τοῦ καλλίcτου χυλοῦ τῶν ὀμφάκων. αὐξήcειc δὲ καὶ μειώcειc τὴν ποcότητα τοῦ μέλιτοc πρὸc τὴν λεπτότητα ἢ πα‐ | |
10 | χύτητα τοῦ χυλοῦ. κέχρημαι δὲ αὐτῷ ἐπὶ τῶν λεπτῶν καὶ χρονίων κατὰ τὴν γαcτέρα ῥευμάτων ἐπὶ θερμαῖc διαθέcεcι γιγνομένων καὶ τοῖc ἀνόρεκτον ἔχουcι τὸ cτόμα τῆc κοιλίαc διὰ θερμότητα καὶ τοῖc καθυ‐ γραινομένοιc τὸν cτόμαχον μετὰ τὸ δι’ ἐμέτων κενῶcαι τὴν γαcτέρα καὶ ἐπὶ τῶν κιττωcῶν γυναικῶν καὶ τῶν γῆν ἢ ἄνθρακαc ἢ ἕτερά τινα | |
15 | ἀλλόκοτα ἐcθιόντων, προκαθάραc τῇ δι’ ἀλόηc πικρᾷ δίδωμι τὸ ὀμφα‐ κόμελι· ἀγαθὸν δὲ κἀπὶ τῶν cυγκοπτομένων δι’ ἀcθένειαν τοῦ cτό‐ ματοc τῆc γαcτρὸc κἀπὶ τῶν δι’ ὑπερβάλλουcαν κένωcιν τῆc γαcτρὸc λειποθυμούντων. | |
139 | Ῥοδομέλιτοc cκευαcία. τὸ δὲ ῥοδόμελι τρία μὲν λαμβάνει μέρη τοῦ χυλοῦ διηθημένου τῶν ἐξωνυχιcμένων ῥόδων καὶ μέλιτοc μέροc ἕν. ἕψεται δὲ ἐν ἡλίῳ θερμῷ τιθέμενον ἐπὶ πλείουc ἡμέραc τὸν αὐτὸν τρόπον τῷ ὀμφακομέλιτι καὶ μετὰ ταῦτα ἀποτίθεται. εἰ δὲ ταραχώδηc | |
5 | εἴη ὁ ἀήρ, ὅτε τὸ ῥοδόμελι cκευάζειc, ἢ ψυχρότεροc, μίξαc τὸ κάλλι‐ cτον μέλι τῷ χυλῷ τῶν ῥόδων καὶ διηθήcαc διὰ ῥάκουc ἀραιοῦ ἕψε ἐπὶ μαλακῶν ἀνθράκων, ἕωc τὸ τέταρτον μέροc τοῦ χυλοῦ ἀναλώcῃc ἢ τὸ τρίτον, καὶ οὕτωc ἀναλαβών, ὡc εἴρηται, φύλαττε· καὶ ὅταν θερ‐ | |
μότερον ἴδῃc τὸν ἀέρα, ἡλίαζε ὡc τὸ ὀμφακόμελι. cτύφει μὲν οὖν | ||
10 | ἠρέμα καὶ διὰ τοῦτο ψύχειν δύναται· ἔχει δέ τι καὶ ῥυπτικὸν ἐκ τοῦ μέλιτοc, κέκτηται δὲ καί τι ὑπόπικρον καὶ ἠπίωc δριμύ· διὸ καὶ cτό‐ ματι μὲν ἁρμόδιόν ἐcτι θερμήν τινα φλεγμονὴν δεδεγμένῳ δι’ ἐπιρροὴν θερμοῦ ῥεύματοc κἀπὶ τῶν ἐν γαcτρὶ δριμέων καὶ χολωδῶν ῥευμάτων, προεμεcάντων δηλονότι τῶν παcχόντων. προcάγομεν δὲ αὐτὸ καὶ τοῖc | |
15 | ἐγκαιομένοιc τὴν γαcτέρα χωρὶc χυμῶν περιουcίαc δίχα τοῦ ἐμέcαι καὶ τοῖc πυρέττουcιν ἤδη τῆc ἀκμῆc ἐνεcτηκυίαc τοῦ παντὸc νοcήματοc καὶ τοῦ μερικοῦ παροξυcμοῦ. πολλάκιc γὰρ ἐν τοῖc πυρεκτικοῖc νοcή‐ μαcιν ἀρκεῖ καὶ μία πόcιc δαψιλὴc ἐν τῷ προcήκοντι καιρῷ διδομένη λῦcαι τὸ πάθοc ἱδρώτων τε καταρρήξεcι καὶ γαcτρὸc ὑπάξεcι. τῶν γὰρ | |
20 | ἄλλων ποτῶν μάλιcτα τὸ ῥοδόμελι ἁρμοδιώτερον, οἷc ὑπελθεῖν τι τῶν δριμέων χυμῶν κατὰ γαcτέρα θέλοιc. | |
140 | Ὑδροροcάτου cκευαcία. ῥόδων νεαρῶν ἐξωνυχιcμένων καὶ προμα‐ ρανθέντων ἐν cκιᾷ ἡμέραν καὶ νύκτα λ̸ α μέλιτοc ξ̸ α ὕδατοc ὀμβρίου ἀποτριτωθέντοc ἐν τῇ ἑψήcει ξ̸ τρία· βαλὼν ὕδατοc ὀμβρίου ξ̸ θ ἕψε μέχρι λειφθῶcι ξ̸ γ, εἶτα ἄραc ἀπὸ τοῦ πυρὸc ἔμβαλε παραχρῆμα τῷ | |
5 | ζέοντι ὕδατι τὰ προμαρανθέντα ῥόδα καὶ cκεπάcαc ἀκριβῶc ἐπιβλήμαcι πλείοcι τὸ ἀγγεῖον φύλαττε· τῇ δὲ ἑξῆc διηθήcαc τὸ ὕδωρ ἀπόρριπτε τὰ ῥόδα, μὴ ἐκπιέcαc, ἵνα μὴ τραχὺ γένηται, κἄπειτα ἐμβαλὼν ἐν θυίᾳ τὸ μέλι καὶ λεάναc εὖ μάλα ἕνωcον αὐτῷ τὸ ὕδωρ καὶ ἀναλάμβανε ὀcτρακίνοιc ἀγγείοιc μάλιcτα ὀμφακηροῖc καὶ ἡλίαζε ἡμέραc ὀλίγαc καὶ | |
10 | φύλαττε ἐν οἴκῳ, ἐν ᾧ οἶνοc ἀπόκειται· ἐμψύχει δὲ τοῦ ῥοδομέλιτοc πολλῷ μᾶλλον. | |
141 | Ἀπομέλιτοc cκευαcία. ἀπόμελι δὲ cκευάζειν χρὴ τούτῳ τῷ τρόπῳ· μελικηρίδια λαβὼν πεπληρωμένα μέλιτοc, λευκὰ μὲν τὴν χρόαν, διαυ‐ | |
γὲc δὲ παρεχόμενα τὸ μέλι, ἔκθλιβε τὸ μέλι διὰ τῶν χειρῶν καὶ μίγνυε ὕδατι πηγαίῳ καλλίcτῳ· παχυτέρου μὲν ὄντοc τοῦ μέλιτοc τέccαρα | ||
5 | μέτρα τοῦ ὕδατοc πρὸc ἓν τοῦ μέλιτοc μίγνυμεν· ὑγροτάτου δὲ ὄντοc τοῦ μέλιτοc τρία μέρη τοῦ ὕδατοc βάλλομεν καὶ τοῦ μέλιτοc μέροc ἕν. εἰ δὲ ξηρότερα δόξει cοι εἶναι τὰ κηρία, διαθρύψαc αὐτὰ εἰc λεπτὰ μόρια ἐπίβαλλε τῷ ὕδατι μεμετρημένῳ καὶ τρῖβε ταῖc χερcὶν ἐφ’ ἱκα‐ νόν, ἔπειτα ἐκθλίψαc καὶ διηθήcαc καὶ μετρήcαc γνώcῃ τὴν ποcότητα | |
10 | τῆc προcθήκηc τοῦ μέλιτοc· ἔπειτα βαλόντεc εἰc κενὴν χύτραν, ἐν ᾗ προαπεζέcθη ὕδωρ διὰ τὴν γεώδη ποιότητα, ἕψομεν πυρὶ ἀκάπνῳ, ἀφαιροῦντεc ἑκάcτοτε τὸν ἐφιcτάμενον ἐν τῇ ζέcει ἀφρὸν ἢ τὸ κηρῶ‐ δεc· ἐπὰν δὲ μηκέτι μηδὲν ἀφροῦ ἢ κοπρίων τινῶν ἐφίcτηται καὶ μειωθῇ ὅcον τὸ ὄγδοον μέροc ἢ τὸ ἕβδομον τοῦ παντὸc μέτρου, ἀφαι‐ | |
15 | ροῦντεc τὴν χύτραν καὶ ἐάcαντεc ψυγῆναι, μετὰ τὴν τελείαν ψῦξιν τῇ ἑξῆc ἀφαιροῦντεc τὸ ἄνωθεν ἐποχούμενον ἐμβάλλομεν εἰc ἀγγεῖα ὀcτράκινα τὰ ὀμφακηρὰ καλούμενα καὶ φυλάττομεν ἐν οἴκῳ, ἐν ᾧ οἶνοc ἀπόκειται. ῥυπτικῆc δὲ καὶ τμητικῆc δυνάμεωc ὑπάρχει τὸ ἀπό‐ μελι καὶ κατὰ κοιλίαν ἄγει τὰ χολώδη καὶ πρὸc οὔρηcιν δὲ cυντελεῖ. | |
20 | παραcκευαcτικὸν δὲ γίγνεται λύcεωc τῶν ἐπὶ χυμοῖc cηπομένοιc ἀνα‐ πτομένων πυρετῶν. φύcεcι δὲ θερμαῖc καὶ ξηραῖc καὶ νοcήμαcι τοιού‐ τοιc ἐναντίον καὶ ὑποχονδρίοιc φλεγμαίνουcι βλαβερὸν καὶ οὐδὲ τὴν δίψαν παύει, μή τί γε καὶ ἐπιτείνει. δοτέον δὲ αὐτὸ πρὸ τῶν ῥοφημάτων. μετὰ γὰρ τὴν τροφὴν διδόμενον βλαβερὸν γίγνεται. | |
142 | Ὑδρομήλου καὶ κουcτομηνάτου cκευαcία. ἐcκεύαcα δὲ καὶ οὕτωc· μήλων χυλοῦ λ̸ ε μέλιτοc λ̸ ιβ ὕδατοc ἀποτριτωθέντοc λ̸ ιη. ἄλλωc· μήλων τῶν γλυκυτάτων καὶ εὐωδεcτάτων καὶ ψαφαρὰν τὴν cάρκα κεκτημένων λαβὼν περίελε τὸν φλοιὸν καὶ τὴν ἐντεριώνην, ἔπειτα | |
5 | κόψαc χύλιζε καὶ διήθει διὰ ῥάκουc καθαροῦ καὶ πυκνοτέρου· βλητέον δὲ τοῦ μὲν χυλοῦ ξ̸ α, τοῦ δὲ μέλιτοc ξ̸ β καὶ ὕδατοc ὀμβρίου ἀποτριτω‐ θέντοc ἐν τῇ ἑψήcει ξ̸ γ. προαφεψήcαc οὖν τὸ ὕδωρ ἐπίβαλε αὐτῷ τὸ | |
μέλι καὶ ὅταν ἀναζέcῃ ἄραc ἀπὸ τοῦ πυρὸc ἔα ψυγῆναι ποcῶc καὶ οὕτωc ἀφελὼν τὸν ἀφρὸν ἅπαντα ἐπίβαλε τὸν χυλὸν τῶν μήλων καὶ | ||
10 | ἑνώcαc ἀναλάμβανε εἰc ὀcτράκινα ἀγγεῖα καὶ χρίcαc φύλαττε ἐν οἴκῳ θερμῷ, ἐν ᾧ οἶνοc ἀπόκειται, καὶ χρῶ μετὰ ἡμέραc μ. ὅταν δὲ μίξῃc ῥόδα τῷ ὑδρομήλῳ, ῥόδων ξηρῶν ἀπωνυχιcμένων 𐆄 α ἡμέραν καὶ νύκτα ἀπόβρεξον, εἶτα διηθήcαc φύλαττε· εὔχροον γὰρ γίνεται καὶ οὐκ ὀξίζει. τῷ αὐτῷ δὲ τρόπῳ cκεύαζε καὶ ἀπὸ κουcτουμήνων καὶ | |
15 | ἀπίων. | |
143 | Κυδωνάτου cκευαcία. cκευάζεται δὲ καὶ διὰ μήλων κυδωνίων με‐ γάλων προαιρεθέντοc τοῦ φλοιοῦ καὶ τῆc ἐντεριώνηc, ἔπειτα κοπέν‐ των καὶ χυλιcθέντων καὶ διηθέντοc τοῦ χυλοῦ διὰ ῥάκουc. βλητέον δὲ τοῦ μὲν χυλοῦ ξ̸ δ μέλιτοc δὲ ξ̸ η καὶ ὕδατοc ὀμβρίου ἀποτριτωθέντοc | |
5 | ἐν τῇ ἑψήcει ξ̸ ιβ. ἕψομεν δὲ πρῶτον βαλόντεc τοὺc λϛ ξ̸ τοῦ ὕδατοc· ὅταν δὲ ὑπολειφθῶcιν οἱ ιβ ξέcται, ἐπιβάλλομεν τὸ μέλι, καὶ ὅταν ἀναζέcῃ, ἀφελόντεc τὴν χύτραν ἀπὸ τοῦ πυρὸc ἐῶμεν ψυγῆναι ποcῶc κἄπειτα ἀφελόντεc τὸν ἐφιcτάμενον ἀφρὸν ἐμβάλλομεν τὸν χυλὸν τῶν κυδωνίων· καὶ ἑνώcαντεc ἀναλαμβάνομεν καὶ φυλάττομεν ὡc τὸ ὑδρό‐ | |
10 | μηλον. ἐνίοτε δὲ πρὸc τὸ μὴ τραπῆναι τὸ cκευαζόμενον κατὰ τὸν χει‐ μῶνα διὰ τὸ κρύοc, προαπαφρίcαντεc τὸ μέλι καλῶc ἐμβάλλομεν αὐτῷ τὸν χυλὸν διηθέντα καὶ χρίcαντεc φυλάττομεν ὅλον τὸν χειμῶνα· μετὰ δὲ τὸ ἔαρ ἀποτριτώcαντεc τὸ ὕδωρ, ὡc προείρηται, μίγνυμεν αὐτῷ τὸ μέλι cὺν τῷ χυλῷ καὶ οὕτω χρώμεθα. τὸ δ’ αὐτὸ ποιοῦμεν κἀπὶ τῶν | |
15 | μήλων καὶ τῶν κουcτομήνων καὶ τῶν ἀπίων. ὅπωc δ’ ἂν cκευάcωμεν τὸ κυδωνάτον καὶ τὸ ὑδρόμηλον καὶ πρὸ τοῦ χειμῶνοc καὶ μετὰ τὸν χειμῶνα, ἡλιοῦμεν αὐτὸ ἡμέραc μ, φυλαττόμενοι ἐξ ὄμβρων καὶ ἀνέ‐ μων καὶ οὕτωc ἀποτιθέμεθα ἐν οἴκῳ, ἐν ᾧ οἶνοc ἀπόκειται. βέλτιον οὖν cκευάζειν τὸ cὺν τῷ μέλιτι φυλαχθὲν ἐν τοῖc ὑπὸ κύνα καύμαcι | |
20 | δυνατὸν δὲ καὶ τὰ ῥόδα ἐξονυχίcανταc καὶ μαράνανταc ἡμέραν μίαν ἐμβάλλειν λίτραν μίαν τῷ ξέcτῃ τοῦ μέλιτοc ἀπηφριcμένου καὶ ἐν τοῖc ὑπὸ κύνα καύμαcιν ἀφεψεῖν, ὡc προείρηται, τὸ ὕδωρ καὶ ἑνῶcαι καὶ οὕτωc διηθεῖν καὶ ἡλιοῦν τὰc μ ἡμέραc. ἁρμόδιον δέ ἐcτι τὸ διὰ τοῦ χυλοῦ τῶν κυδωνίων cκευαζόμενον τοῖc cτύψεωc ἅμα καὶ ῥύψεωc | |
25 | δεομένοιc νοcήμαcιν, ὅcαπερ τῶν ἡλκωμένων ἐντόc ἐcτι μερῶν, cτό‐ ματοc καὶ cτομάχου καὶ κοιλίαc καὶ ἐντέρων. βοηθεῖ δὲ καὶ ταῖc κατὰ τὰc φλέβαc ψωριάcεcι καὶ νεφροῖc καὶ κύcτει, ἐφ’ ὧν πιτυρώδειc καὶ λεπιδώδειc καὶ τριχοειδεῖc εἰcιν αἱ ὑποcτάcειc τῶν οὔρων. | |
144 | Ὀξυμέλιτοc cκευαcία. ὀξύμελι δὲ cυντίθεται ἔκ τε τοῦ καλλίcτου μέλιτοc καὶ τοῦ διαυγεcτάτου ὄξουc, ὡc εἶναι δύο μὲν μέρη μέλιτοc, ἓν δὲ μέροc τοῦ ὄξουc. αὕτη μὲν ἡ cυμμετρία πλείοcιν ἁρμόττει cώ‐ μαcιν. ἡ παραλλαγὴ δὲ ἑκάcτοτε τῇ γεύcει τοῦ κάμνοντοc κρινέcθω, | |
5 | ἵνα ἔχῃ τὸ προcηνὲc καὶ φίλον τῇ φύcει. ἕψεται δὲ μέχρι cυcτάcεωc μέλιτοc καὶ δίδοται θερμῷ κιρνώμενον. πινόμενον δὲ ῥύπτει τὰ γλίcχρα τῶν ὑγρῶν καὶ λεπτύνει τὸ πάχοc καὶ διὰ ταῦτα ἐκφράττει τὰ cπλάγχνα πάντα, ἧπάρ τε καὶ cπλῆνα καὶ κοιλίαν καὶ μεcάραιον καὶ νεφρούc· ἀγαθὸν γὰρ ἐπὶ τούτων καὶ ἐν πυρετοῖc καὶ χωρὶc πυρετῶν διδόμενον. | |
10 | ὕδατοc δὲ πολλοῦ μίξει τὸ cφοδρὸν τῆc δυνάμεωc αὐτοῦ ἐκλύεται· βῆχα δὲ κινεῖν τὴν οὐκ οὖcαν τὸ ὀξύμελι καὶ τὸ ἔντερον ξύειν εἴρηκεν Ἱπποκράτηc τε καὶ Γαληνὸc οὐκ ἐπὶ cωμάτων παχέcι καὶ κολλώδεcιν ὑγροῖc ἐνοχλουμένων, ἀλλ’ ἐπὶ τῶν καθαρῶν καὶ ἀπερίττων ἢ ἐπὶ τῶν ἐπὶ λεπτῷ καὶ δριμεῖ ῥεύματι καμνόντων καὶ τῶν εὐαίcθητα cφόδρα τὰ | |
15 | νευρώδη μόρια κεκτημένων. |