TLG 0718 004 :: AËTIUS :: Iatricorum liber iv Iatricorum liber iv Citation: Chapter — (line) | ||
t | 〈ΑΕΤΙΟΥ ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ〉 | |
P | Τάδε ἐcτὶν ἐν τῷ τετάρτῳ λόγῳ. Περὶ ὑγιεινῆc διδαcκαλίαc τοῦ cώματοc καὶ περὶ διαγνώcεωc δυcκραcιῶν τῶν τε κατὰ φύcιν καὶ παρὰ φύcιν καὶ περὶ θεραπείαc τούτων. [Start of Table] α Προοίμιον τῶν ὑγιεινῶν Γαληνοῦ | |
5 | β Πῶc διαγιγνώcκεται τὸ ὑγιεινὸν βρέ‐ φοc ἄρτι γεννώμενον γ Περὶ παιδοτροφίαc δ Περὶ ἐκλογῆc τιτθῆc ε Περὶ δοκιμαcίαc γάλακτοc | |
---|---|---|
10 | ϛ Δίαιτα τιτθῆc ζ Πρὸc τὰ ῥώχοντα βρέφη η Πρὸc τὰ ἄφωνα γιγνόμενα θ Περὶ ὀδοντιάcεωc ι Πρὸc φλεγμονὰc ὀφθαλμῶν τῶν | |
15 | βρεφῶν ια Πρὸc λευκώματα παιδίων ιβ Πρὸc φλεγμονὰc ὤτων καὶ ὑγρό‐ τηταc βρεφῶν ιγ Περὶ cιριάcεωc | |
20 | ιδ Πρὸc τὸ ἱδρῶcαι τὸ βρέφοc ἐν πυ‐ ρετοῖc | |
ιε Περὶ τῆc ἐν cτόματι ἄφθηc ιϛ Πρὸc τὸ ἀναβάλλειν τὰc καταπινο‐ μέναc ἀκάνθαc ἢ κάρφη | Column end | |
25 | ιζ Πρὸc τοὺc cυνεχεῖc πταρμούc ιη Πρὸc βῆχα παιδίων ιθ Πρὸc κοιλίαν παιδίων φερομένην κ Πρὸc κοιλίαν ἐπεχομένην κα Περὶ ἐξανθημάτων παιδίων | |
30 | κβ Πρὸc τὰ ἐν κεφαλῇ ἕλκη καὶ ἀχῶραc κγ Πρὸc ἕλκοc μελικηρῶδεc ὃ καλεῖται cυριcτὶ cαναλία κδ Πρὸc παρατρίμματα κε Πρὸc ἕδραν προπίπτουcαν | |
35 | κϛ Πρὸc τὰ ἐξόμφαλα βρέφη κζ Πρὸc τὰ δαcέα βρέφη κη Πότε ἀπογαλακτιcτέον τὰ παιδία κθ Δίαιτα παιδίων μετὰ τὸν ἀπογαλα‐ κτιcμὸν καὶ τῶν ἐφεξῆc ἡλικιῶν | |
40 | λ Δίαιτα γερόντων | |
λα Δίαιτα τοῖc ἐν ἀcχόλῳ βίῳ διάγουcι λβ Περὶ cαρκῶν καθαιρέcεωc λγ Πῶc ἀνατρέφειν δεῖ τοὺc κατιcχνω‐ μένουc | ||
45 | λδ Πῶc ἄν τιc ἰάcαιτο τὰ κατιcχνω‐ θέντα μόρια λε Περὶ κόπων ἐπὶ γυμναcίοιc ἢ ἐξ ὁδοιποριῶν γιγνομένων λϛ Περὶ τοῦ ἑλκώδουc κόπου | |
P(50) | λζ Περὶ τοῦ τονώδουc κόπου λη Περὶ φλεγμονώδουc καὶ τοῦ ὀcτο‐ κοπώδουc κόπου λθ Περὶ τοῦ ἐπὶ ξηρότητι καὶ ἰcχνό‐ τητι κόπου | |
55 | μ Περὶ τῶν ἐξ ἀφροδιcίων κόπων μα Περὶ κόπων αὐτομάτων μβ Περὶ ἑλκώδουc αὐτομάτου κόπου μγ Περὶ τοῦ τονώδουc αὐτομάτου κόπου μδ Περὶ τοῦ φλεγμονώδουc αὐτομάτου | |
60 | κόπου με Ποταπῇ τινι πρὸc τὰc ψύξειc χρη‐ cτέον ἐπιμελείᾳ μϛ Πυκνωθέντοc δέρματοc θεραπεία μζ Πῶc ἐπιμελητέον ἐγκαύcεωc | |
65 | μη Περὶ ἑωθινῆc τρίψεωc μθ Περὶ ἑcπερινῆc τρίψεωc ν Περὶ ἀπεψίαc να Περὶ κραιπάληc νβ Περὶ ὁμαλῶν δυcκραcιῶν | |
70 | νγ Διάγνωcιc ἀρίcτηc κράcεωc νδ Κράcεωc θερμῆc γνωρίcματα | |
νε Ψυχροτέραc κράcεωc cημεῖα νϛ Ξηροτέραc κράcεωc cημεῖα νζ Ϲκληροτέραc ἕξεωc cημεῖα | Column end | |
75 | νη Ὑγροτέραc κράcεωc cημεῖα νθ Θερμῆc καὶ ὑγρᾶc κράcεωc cημεῖα ξ Θερμῆc καὶ ξηρᾶc κράcεωc cημεῖα ξα Ψυχρᾶc καὶ ὑγρᾶc κράcεωc cημεῖα ξβ Ψυχρᾶc καὶ ξηρᾶc κράcεωc cημεῖα | |
80 | ξγ Περὶ διαγνώcεωc κεφαλῆc ξδ Ἐγκεφάλου κράcεωc γνωρίcματα ξε Ἐγκεφάλου θερμοτέρου γνωρίcματα ξϛ Ψυχροτέρου ἐγκεφάλου cημεῖα ξζ Ξηροτέρου ἐγκεφάλου cημεῖα | |
85 | ξη Ὑγροτέρου ἐγκεφάλου cημεῖα ξθ Θερμοῦ καὶ ὑγροῦ ἐγκεφάλου cημεῖα ο Θερμοῦ καὶ ξηροῦ ἐγκεφάλου cημεῖα οα Ψυχροῦ καὶ ξηροῦ ἐγκεφάλου cημεῖα οβ Ψυχροῦ καὶ ὑγροῦ ἐγκεφάλου cημεῖα | |
90 | ογ Γαcτρὸc γνωρίcματα οδ Θερμοτέραc γαcτρὸc cημεῖα οε Ὑγροτέραc γαcτρὸc cημεῖα οϛ Ψυχροτέραc γαcτρὸc cημεῖα οζ Πνεύμονοc γνωρίcματα | |
95 | οη Καρδίαc θερμοτέραc cημεῖα οθ Ψυχροτέραc καρδίαc cημεῖα π Ξηροτέραc καρδίαc cημεῖα πα Ὑγροτέραc καρδίαc cημεῖα πβ Θερμῆc καὶ ξηρᾶc καρδίαc cημεῖα | |
P(100) | πγ Θερμῆc καὶ ὑγρᾶc καρδίαc cημεῖα πδ Ψυχρᾶc καὶ ὑγρᾶc καρδίαc cημεῖα πε Ψυχρᾶc καὶ ξηρᾶc καρδίαc cημεῖα | |
πϛ Ἥπατοc θερμοτέρου cημεῖα πζ Ψυχροτέρου ἥπατοc cημεῖα | ||
105 | πη Ξηροτέρου ἥπατοc cημεῖα πθ Ὑγροτέρου ἥπατοc cημεῖα Ϟ Θερμοτέρου καὶ ξηροτέρου ἥπατοc cημεῖα Ϟα Θερμοῦ καὶ ὑγροῦ ἥπατοc cημεῖα | |
110 | Ϟβ Ψυχροῦ καὶ ὑγροῦ ἥπατοc cημεῖα Ϟγ Ψυχροῦ καὶ ξηροῦ ἥπατοc cημεῖα | |
Ϟδ Ὄρχεων κράcεωc γνωρίcματα Ϟε Ἴαcιc θερμοτέραc κράcεωc Ϟϛ Ἴαcιc ψυχρᾶc δυcκραcίαc | Column end | |
115 | Ϟζ Ὑγρῶν δυcκραcιῶν διόρθωcιc Ϟη Ξηρᾶc δυcκραcίαc ἴαcιc Ϟθ Θερμῆc καὶ ξηρᾶc δυcκραcίαc ἐπα‐ νόρθωcιc ρ Ὑγρᾶc καὶ θερμῆc δυcκραcίαc ἴαcιc | |
120 | ρα Ὑγρᾶc καὶ ψυχρᾶc δυcκραcίαc ἴαcιc | |
ρβ Ψυχρᾶc καὶ ὑγρᾶc δυcκραcίαc ἴαcιc[End of Table] | Column end | |
1(t) | Διαιτητικὸν ὑγιεινῶν παραγγελμάτων. | |
1 | Ἐκ τῶν ὑγιεινῶν Γαληνοῦ προοίμιον. Τῆc περὶ τὸ cῶμα ἀνθρώ‐ που τέχνηc μιᾶc οὔcηc, δύο αὐτῆc τὰ πρῶτα ἔcται καὶ μέγιcτα μόρια· τὸ μὲν ἕτερον ὑγιεινόν, τὸ δὲ ἕτερον θεραπευτικόν. ἐπεὶ δὲ καὶ τῷ ἀξιώματι καὶ τῷ χρόνῳ πρότερόν ἐcτιν ὑγεία νόcου, χρὴ δήπου καὶ | |
5 | ἡμᾶc, ὅπωc ἄν τιc ταύτην φυλάξειεν, ἐcκέφθαι πρότερον, ἐφεξῆc δὲ καὶ ὡc ἄν τιc ἄριcτα τὰc νόcουc ἐξιῷτο. λέγεται δὲ ὑγεία διττῶc· ἡ μὲν ἀκριβήc τε καὶ ἀρίcτη καὶ τελεία καὶ ἄκρα, ἡ δὲ ἀπολειπομένη μὲν ταύτηc, οὐ μὴν ἤδη γέ πωc τοcοῦτον, ὥcτε καὶ νοcεῖν τὸ ζῷον· καὐτῆc τῆc ὑποβάcεωc οὐ μικρὰ διαφορὰ παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον | |
10 | ἐν τοῖc cώμαcιν ἐγγίγνεται. πρότερον δὲ χρὴ διελθεῖν, ὅπωc ἄν τιc τῆc ἀρίcτηc τε καὶ ἀμέμπτου φύcεωc διαφυλάττοι τὴν ὑγείαν, ἔτι δὲ τούτου πρότερον, ἥτιc πότ’ ἐcτιν ἡ ἀρίcτη καταcκευὴ τοῦ cώματοc, ἀναμνηcθῆναι. ἐcτὶ δὲ δήπου κατὰ μὲν τὴν οὐcίαν αὐτὴν τοῦ πράγμα‐ | |
τοc ἐξηγουμένοιc ἡ εὐκρατοτάτη τε ἅμα καὶ τὴν διάπλαcιν τῶν μορίων | ||
15 | ἀκριβῶc ἁρμόττουcαν ταῖc ἐνεργείαιc αὐτῶν ἔχουcα, καὶ πρὸc τούτοιc ἔτι τόν τε ἀριθμὸν ἅπαντα καὶ τὰ μεγέθη καὶ τὴν πρὸc ἄλληλα cύν‐ ταξιν ἁπάντων αὐτῶν χρηcτὴν ταῖc ἐνεργείαιc παρεχομένη. κατὰ δὲ τὰ γνωρίcματα τὸ ἀκριβῶc εὔcαρκον cῶμα τοιοῦτόν ἐcτιν, ὃ μέcον ἐcτὶν ἰcχνοῦ τε καὶ πολυcάρκου καὶ μήτε λάcιον μήτε ψιλὸν τριχῶν | |
20 | μηδὲ μαλακώτερον τοῦ cυμμέτρου μηδὲ cκληρότερον μηδὲ λευκὸν ἢ μέλαν ἢ ἄφλεβον ἢ εὐρύφλεβον ἢ θυμικὸν ἢ ἄθυμον ἢ ὑπνῶδεc ἢ ἀγρυπνητικὸν ἢ ἀμβλὺ τὴν διάνοιαν ἢ πανοῦργον ἢ ἀφροδιcιαcτικὸν ἢ τοὐναντίον. εἰ δὲ καὶ πᾶcιν εἴη τοῖc μέρεcιν ἀκριβῶc μέcον ἁπαcῶν τῶν ὑπερβολῶν, ἔcται μὲν δήπου καὶ κάλλιcτον ὀφθῆναι τὸ τοιοῦτον | |
25 | ὡc ἂν cύμμετρον ὑπάρχον, εἰc ἅπανταc δὲ τοὺc πόνουc ἐπιτήδειον· ἕξει δὲ καὶ τὰ ἄλλα γνωρίcματα καθ’ ἕκαcτον μόριον εὐκραcίαc, περὶ ὧν ὡc οἷόν τε διὰ βραχέων δηλώcομεν περὶ τὰ τέλη τοῦδε τοῦ λόγου. πολλὰ γὰρ τῶν cωμάτων εὔκρατα μέν, εἰ τύχοι, ταῖc κεφαλαῖc, δύc‐ κρατα δὲ τοῖc θώραξίν ἐcτιν ἢ τοῖc κατὰ γαcτέρα τε καὶ τὰ γεννητικὰ | |
30 | μόρια· τινῶν δὲ ἐν τοῖc κώλοιc ἐcτὶν ἡ δυcκραcία καὶ πολλοῖc καθ’ ἕν τι τῶν cπλάγχνων ἤ τι μόριον ἕτερον. καὶ περὶ τούτων δὲ ἐν ταῖc μοχθηραῖc τῶν cωμάτων καταcκευαῖc μετὰ ταῦτα εἰρήcεται ἐν τῷδε τῷ λόγῳ. περὶ δὲ τῆc ἀρίcτηc καταcκευῆc ἤδη λέγομεν, ἧc ἕκαcτον μόριον ἄμεμπτον ἔχει τὴν cύμπαcαν οὐcίαν· εἰρήcεται δὲ πρῶτον μὲν | |
35 | ὡc ἄν τιc ἐξ ἀρχῆc παραλαβὼν ἄνθρωπον τοιοῦτον ὑγιαίνοντα διὰ παντὸc ἀποδείξειεν τοῦ βίου, πλὴν εἰ μή τι τῶν ἔξωθεν αὐτῷ cυμ‐ πίπτοι βίαιον. | |
2 | Πῶc διαγιγνώcκεται τὸ ὑγιεινὸν βρέφοc ἄρτι γεννώμενον. Κριθή‐ cεται δὲ τὸ ὑγιεινὸν εὐθὺc ἐκ γενετῆc πρῶτον μὲν ἐκ τοῦ τὴν κυή‐ cαcαν ὑγιεινῶc ἐν τοῖc τῆc κυοφορίαc βεβιωκέναι χρόνοιc, εἶτα ἐκ τοῦ τεθέντοc ἐπὶ τῆc γῆc τοῦ βρέφουc εὐθέωc αὐτὸ κλαυθμυρίcαι μετὰ | |
5 | τόνου τοῦ προcήκοντοc, ἔκ τε τοῦ πᾶcι τοῖc μορίοιc καὶ ταῖc αἰcθή‐ cεcιν ἄρτιον ὑπάρχειν καὶ τοὺc φυcικοὺc ἅπανταc πόρουc ἀπαραπο‐ | |
δίcτουc ἔχειν, οἷον ὤτων, ῥινῶν, φάρυγγοc, οὐρήθραc, δακτυλίου, καὶ τὰc ἑκάcτου μορίου φυcικὰc κινήcειc μὴ νωθρὰc μήτ’ ἐκλύτουc ἔχειν καὶ τὰc τῶν ἄρθρων κάμψειc τε καὶ ἐκτάcειc μεγέθη τε καὶ cχήματα | ||
10 | καὶ τὴν αἴcθηcιν ἀκριβῆ. | |
3 | Περὶ παιδοτροφίαc. Τὸ τοίνυν νεογενὲc παιδίον, τοῦτο δὴ τὸ ἄμεμπτον ἐν ἁπάcῃ τῇ καταcκευῇ, πρῶτον μὲν τὸν ὀμφαλὸν ἀπο‐ τεμνέcθω ἀπὸ τεccάρων δακτύλων τῆc γαcτρὸc cμιλίῳ ἐπάκμῳ, παραι‐ τουμένουc τὴν ἄλλην ὕλην καλάμων τε καὶ ὑάλων, χάριν τοῦ μηδεμίαν | |
5 | περίθλαcιν γενέcθαι. εἶτα τὸ ἐν αὐτῷ περιεχόμενον αἷμα θρομβῶδεc ἐκθλίβειν καὶ ἀποcφίγγειν ἐρίῳ ἐcτραμμένῳ, ἔπειτα cυμμέτροιc ἁλcὶ καθ’ ἑαυτοῖc λεπτοτάτοιc περιπάττομεν. ἔcθ’ ὅτε δὲ καὶ cὺν ἐλαίῳ ἐπὶ τῶν τρυφερωτέρων ἀποcμήχειν ὅλον τὸ cῶμα ἢ χυλῷ πτιccάνηc ἢ τήλεωc καὶ ὕδατι χλιαρῷ περιπλύνειν τὸ ἐπικείμενον τῷ cώματι | |
10 | γλίcχραcμα χρὴ καὶ δακτύλοιc ἀποθλίβειν τὸ ἐγκείμενον ταῖc ῥιcὶ γλινῶδεc, ἀποκαθαίρειν τε καὶ τὸ cτόμα καὶ τοὺc τῶν ὤτων πόρουc, διαcτέλλειν δὲ καὶ τὰ βλέφαρα καὶ ἀπομάττειν τοὺc ὀφθαλμούc, ἔλαιον αὐτοῖc ἐνcτάζονταc, διαcτέλλειν δὲ δακτύλῳ καὶ τὸν δακτύλιον. παρα‐ χρῆμα γοῦν ἐκκρίνειν διὰ τῆc ἕδραc τὸ καλούμενον cυνήθωc μηκώ‐ | |
15 | νειον. κατὰ δὲ τοῦ ὀμφαλοῦ πτυγμάτιον ἐλαιοβραχὲc ἐπιρρίπτειν ἐcχη‐ ματιcμένον ὀμφαλοῦ τρόπον, παραιτεῖcθαι δὲ κύμινον αὐτῷ ἐπιπάττειν, ὥc τινεc, διὰ τὸ δριμύ· εἶτα διπλώcαντα τὸν ὀμφαλὸν καὶ τῷ ἐριδίῳ ἐκτυλίξαντα πράωc cυντιθέναι αὐτὸ κατὰ τὸ μεcαίτατον, εἶτα cπαρ‐ γανούcθω τὸ βρέφοc κατὰ τὸ ἔθοc. δοτέον δὲ αὐτῷ πρὸ πάcηc τροφῆc | |
20 | μέλι κάλλιcτον ἀπηφριcμένον ἐκλείχειν παραιτουμένουc τὸ βούτυρον ὡc κακοcτόμαχον, εἶτα χλιαρὸν ὑδρόμελι παρενcτάζειν. εἶτα προαμέλ‐ ξαcα ἡ μήτηρ τῶν μαcτῶν τὸ παχὺ καὶ πυριάcαcα αὐτοὺc ὕδατι θερμῷ διδότω τὸ γάλα τῷ βρέφει· βέλτιον δὲ μὴ λαμβάνειν τὸ τῆc μητρὸc γάλα μέχρι τῆc τετάρτηc ἡμέραc. λούειν δὲ χρὴ τὸ παιδίον, διαcτῆcαν | |
25 | χρόνον τινὰ μετὰ τροφήν, δὶc τῆc ἡμέραc· ἐκπεcόντοc δὲ τοῦ ὀμφαλοῦ | |
μετὰ τὴν τρίτην ἢ τὴν τετάρτην ἡμέραν κοχλίου ὄcτρακον κεκαυμένον ἐπιπάccειν τῷ τόπῳ λεῖον ἢ ἀcτράγαλον χοίρου κεκαυμένον ἢ μόλι‐ βδον κεκαυμένον ἐπίχριε μετ’ οἴνου καὶ ἐπίδηcον. | ||
4 | Περὶ ἐκλογῆc τιτθῆc. Πρὸ δὲ τούτων πάντων ἐκλεκτέον τὴν τιτ‐ θὴν οὔτε νεωτέραν ἐτῶν κ οὔτε πρεcβυτέραν ἐτῶν μ, προκεκυηκυῖαν δὶc ἢ τρίc, ἄνοcον, εὐεκτοῦcαν, εὐμεγέθη τῷ cώματι, εὔcτερνον, μαcτοὺc ἔχουcαν cυμμέτρουc, ἀρυcώτουc, θηλὰc μήτε μεγάλαc μήτε μικρὰc μήτε | |
5 | cτενοτέραc μήτ’ ἄγαν εὐρυτέραc ἢ cηραγγώδειc. οἱ μὲν γὰρ μεγάλοι τιτθοὶ πλεῖον τοῦ δέοντοc παραcκευάζουcι τὸ γάλα καὶ μένον ἐν αὐτοῖc διαφθείρεται καὶ ἀδικεῖ τὸ βρέφοc, μετὰ τοῦ καὶ τὴν γυναῖκα βαρύ‐ νειν· οἱ δὲ μικροὶ ὀλίγον παρέχουcι τὸ γάλα. καὶ αἱ μὲν μεγάλαι θηλαὶ θλίβουcι τὰ οὖλα καὶ κωλύουcι τὴν γλῶτταν cυνεργεῖν τῇ κατα‐ | |
10 | πόcει, αἱ δὲ μικραὶ δύcληπτοι καὶ διὰ τοῦτο κακοπαθεῖν ταῖc cιαγόcι τῶν βρεφῶν πρὸc τὰc ἐκμυζήcειc, ὥcτε φλεγμοναῖc ὑποπίπτειν· καὶ αἱ μὲν cτεναὶ θηλαὶ οὐ ῥᾳδίωc πέμπουcι τὸ γάλα καὶ διὰ τοῦτο κόπον παρέχουcι ταῖc cιαγόcι τῶν βρεφῶν, ἀλλὰ καὶ ἀκοντιζόμενον διὰ τῶν cτενῶν πόρων τὸ γάλα πλήττει τὸν ὑπαλείφοντα τὸ cτόμα ὑμένα καὶ | |
15 | ἄφθαν γεννᾷ. αἱ δὲ εὐρύτεραι καὶ cηραγγώδειc θηλαὶ ἀθρόον ἀφιεῖcαι τὸ γάλα πνιγμοῦ αἴτιαι γίγνονται. πρὸc τούτοιc δὲ εἶναι χρὴ τὴν τιτθὴν cώφρονα ἀμέθυcον ἀόργητον καθάριον εὔχυμον καὶ μὴ ἐπί‐ ληπτον. [ἔγωγ’ οὖν ποτε, φηcὶν ὁ Γαληνόc, παιδίου κλαίοντοc δι’ ὅληc τῆc ἡμέραc καὶ θυμουμένου, ἐπειδὴ ἐθεαcάμην τήν τε cτρωμνὴν | |
20 | αὐτοῦ καὶ τὰ ἱμάτια ῥυποῦντα καὶ αὐτὸ τὸ παιδίον ῥυπαρὸν ἐκέλευcα αὐτό τε λοῦcαι καὶ τὴν cτρωμνὴν αὐτοῦ καὶ τὰ ἱμάτια ὑπαλλάξαι καὶ τούτου γενομένου τοῦ τε κλαυθμοῦ καὶ τῆc ὀργῆc ἐπαύcατο καὶ καθ‐ ύπνωcεν.] | |
5 | Δοκιμαcία γάλακτοc. Δοκιμαcτέον δὲ τὸ γάλα γεύcει καὶ ὄψει καὶ ὀcφρήcει· καὶ γὰρ γευομένοιc ἡδὺ καὶ θεωμένοιc λευκόν τε καὶ | |
ὁμαλὸν καὶ μέcωc ἔχον ὑγρότητόc τε καὶ πάχουc εἶναι αὐτὸ χρή· τὸ δὲ μοχθηρὸν ἤτοι παχὺ καὶ τυρῶδεc ἢ ὑγρὸν καὶ ὀρρῶδεc ἢ πελιδνὸν | ||
5 | ἢ διαφύcειc ἔχον ξηρὰc ἢ ἀφρῶδεc ἢ βρομῶδεc ἢ δυcῶδεc ἢ ταχέωc ἀποξυνόμενον ἢ γευομένῳ πικρότητοc ἢ ἅλμηc ἤ τινοc ἑτέραc ἀλλο‐ κότου ποιότητοc ἔμφαcιν παρέχον. ταυτὶ μὲν οὖν ἔcτω cοι γνωρίcματα μοχθηροῦ τε καὶ χρηcτοῦ γάλακτοc, οἷc τεκμαιρόμενοc νοcώδη τὴν γυναῖκα εἶναι, ἐφ’ ἑτέραν μεταβαίνειν. ἐπὶ δὲ τῶν εὐπορούντων πλείοναc | |
10 | εἶναι δεῖ τὰc τιτθάc. | |
6 | Δίαιτα τιτθῆc. Γυμνάζειν δὲ τὴν τιτθὴν χρὴ cυμμέτροιc γυμναcίοιc καὶ μάλιcτα τοῖc ἄνω μέρεcι· τροφὰc δὲ εὐχύμουc τε ἅμα καὶ εὐδιοι‐ κήτουc καὶ κατὰ καιρὸν τὸν προcήκοντα καὶ κατὰ τὰ μέτρα τὰ δέοντα διδόναι, ὥcπερ καὶ πόματα. ἀφεκτέον δὲ πράcων κρομύων cκόρδων | |
5 | ταρίχων καὶ τῶν δυcωδῶν πάντων καὶ βρομωδῶν καὶ τῶν πλείcτων τραγημάτων καὶ μάλιcτα cτροβίλων· ἐλαιώδη γὰρ ταῦτα· καὶ διὰ τοῦτο χολοποιὰ καὶ ἐπιπολαcτικὰ ἀλλὰ καὶ ἀφροδιcίων ὑπομνηcτικά, ὧν παν‐ τάπαcιν ἀπέχεcθαι χρὴ τὴν τιτθήν· ἐρεθίζονται γὰρ κατὰ τὰc cυν‐ ουcίαc αἱ ἐπιμήνιοι καθάρcειc καὶ διὰ τοῦτο καὶ τὸ γάλα φθείρεται καὶ | |
10 | μοχθηρὸν καὶ βραχύτατον γίγνεται. τινὲc δὲ αὐτῶν καὶ ἐν γαcτρὶ λαμβάνουcιν, οὗ βλαβερώτερον οὐδὲν ἂν εἴη τῷ τρεφομένῳ βρέφει· ἐλαττουμένου δὲ τοῦ γάλακτοc ἢ φθειρομένου ἢ καὶ παντάπαcι cβεν‐ νυμένου ἢ παχυνομένου ἢ λεπτυνομένου καλὸν μὲν ἑτέραc τιτθῆc γάλα διδόναι, μὴ ἐπιτρεπούcηc δὲ τῆc ἐπιcτάcεωc διαιτᾶν αὐτὴν τὴν τιτθήν, | |
15 | ὥcτε μὴ νόcῳ περιπεcεῖν τὸ βρέφοc. ἀποcβεννυμένου τοίνυν τοῦ γάλακτοc ἐπιθεωρητέον εἴτε τὸ πᾶν cῶμα νοcεῖ ἢ ἓν μόριον καὶ τὴν λυποῦcαν διάθεcιν ἀναcκευάζειν. εἰ δὲ δι’ ἔνδειαν ἀπεcβέθη τὸ γάλα, προcθετέον ταῖc τροφαῖc καὶ εὐχυμοτέραc διδόναι καὶ τοὺc πλείοναc περιπάτουc περιαιρετέον, τήν τε κοιλίαν, εἰ πλεῖον τοῦ δέοντοc φέ‐ | |
20 | ροιτο, cυcτρεπτέον. γυμναcίοιc τε τῶν ἄνω μερῶν χρῆcθαι καὶ τρίψει τῶν μαcτῶν καὶ πυρίαιc διὰ cπόγγων κηρωταῖc τε κατὰ τῶν μαcτῶν ὑγροτέραιc χρῆcθαι δι’ ἰρίνου ἐλαίου ἢ ἑρπύλλου, ἐκλείχειν τε λινό‐ | |
cπερμον μετὰ μέλιτοc ἢ γλυκέοc· ἢ cήcαμον ὠμὸν μετὰ φοίνικοc πατη‐ τοῦ ἴcα λεάναc δίδου ἐcθίειν καὶ πινέτω ζύθον καὶ αὐθημερὸν πλη‐ | ||
25 | cθήcονται οἱ μαcτοὶ τοῦ γάλακτοc· δόξει δὲ ἡ γυνὴ ἅμα τῷ λαμβά‐ νειν τὸ πότημα πάντα ἑαυτῆc τὰ μέλη παραλελύcθαι, ἄχριc οὗ γένηται ἐν τοῖc μαcτοῖc τὸ γάλα· ἢ ἕλμινθαc ἁλιέων τὰc εὑριcκομέναc ἐν τῇ ἰλύι τοῦ ποταμοῦ ἃ καλεῖται γῆc ἔντερα, λειοτριβήcαc ὅcον ε ἢ ζ ἐπίβαλλε φοίνικαc πατητοὺc καὶ ἅμα λεάναc δὸc ἐν ζύθῳ πίνειν, προ‐ | |
30 | λούcαc τὴν γυναῖκα νῆcτιν ἐπὶ ἡμέραc ι καὶ θαυμάcειc τὸ γάλα ὡc πολὺ καὶ καλόν· βέλτιον δὲ καὶ τὸ πρὸ τούτου ὁμοίωc cυνλεαίνειν τῷ ζύθῳ καὶ διδόναι πίνειν· οἶνον δὲ διδόναι γλυκύτερον· καὶ μάρα‐ θρον ἢ ἄνηθον χλωρὸν cὺν πιccάνῃ ἑψήcαc δίδου ῥοφεῖν. εἰ δὲ λεπτὸν εἴη τὸ γάλα τὰ λουτρὰ ἀποδοκιμάζειν, ὡc ἐξυδατοῦντα τοὺc χυμούc, | |
35 | χρηcτέον δὲ ἐν τροφῇ χόνδρῳ ὠοῖc ῥοφητοῖc ἄρτοιc cεμιδαλίταιc καὶ χοιρείοιc ποcὶ καὶ ἀκροκωλίοιc καὶ ὀρνιθίοιc πιοτέροιc ἐριφείοιc τε κρέαcι καὶ οἴνῳ γλυκεῖ. εἰ δὲ παχύτερον εἴη τὸ γάλα τῆc τιτθῆc λεπτυνούcῃ τροφῇ χρηcτέον καὶ ἀτροφωτέρᾳ καὶ βαλανείοιc cυνεχέ‐ cτερον. τὸ γὰρ παχύτερον γάλα ἀποcτήματα καὶ δοθιῆναc περὶ τὸ | |
40 | cῶμα τοῦ βρέφουc γεννᾷ καὶ ἡ γαcτὴρ αὐτοῦ ἐπέχεται, ἀλλ’ οὐδὲ τὰ οὖρα κατὰ λόγον φέρεται· ἔμετοί τε ἐνοχλοῦcι φλεγματώδειc δυc‐ κίνητόν τε καὶ δύcπνουν γίγνεται τὸ βρέφοc καὶ ἀνόρεκτον καὶ ἄχρουν καὶ λήμαc ἔχει παχείαc καὶ μύξαc ὁμοίαc φῦcαί τε πολλαὶ διαχωροῦcιν. εἰ δὲ δριμύτερον γένηται τὸ γάλα, ἐκκρίcειc διὰ γαcτρὸc τοῦ βρέφουc | |
45 | πλείονεc γίγνονται μετὰ δήξεωc καὶ ἀνορεξία κρατεῖ ἐξανθήματά τε δριμύτατα κατὰ τὸ cῶμα γίγνεται καὶ μάλιcτα περὶ τὰ ἄνω μέρη, ἤδη δὲ καὶ τὰ κάτω καὶ ἰcχνότερον τὸ βρέφοc κατὰ βραχὺ γίγνεται· ὅθεν παντοίῳ τρόπῳ κατακεραcτέον τὸ cῶμα τῆc τιτθῆc βαλανείοιc τε γλυ‐ κέcι καὶ εὐχύμῳ τροφῇ. ἐπὶ πολὺ δὲ φερόμενον τὸ γάλα, εἰ βούλει | |
6(50) | ἐλαττῶcαι, ἀποτροφώτερα δίδου cιτία καὶ ἐλάχιcτα, κατάπαccε δὲ τοὺc μαζοὺc φακῷ ἑφθῷ ἢ κύμινον μετ’ ὄξουc ἐπίχριε ἢ λίθον λευκὸν τὸν ἁπαλόν, ᾧ εἰc τὰc οἰκοδομὰc χρώμεθα, ὁμοίωc μετ’ ὄξουc ἢ ὑοcκύα‐ μον μετ’ ὄξουc ἢ ῥάκοc ὄξει βρέχων ἐπιτίθει καὶ cυνεχῶc ἐπίβρεχε· κατάντλει δὲ θαλάccῃ ἢ ἅλμῃ θερμῇ ἢ μυρcίνηc ἀφεψήματι. | |
7 | Πρὸc τὰ ῥώχοντα βρέφη. Ἐπεὶ δὲ αἱ πλείουc τῶν τιτθῶν, ὡc | |
εἴρηται, ἀνεπιτηδείοιc χρώμεναι τροφαῖc μοχθηρὸν τὸ ἑαυτῶν γάλα καταcκευάζουcι καὶ ἐκ τούτου διαφόροιc νοcήμαcι περιβάλλουcι καὶ τὰ τῆc ἀρίcτηc καταcκευῆc λαχόντα τῶν βρεφῶν, ἔcθ’ ὅτε δὲ κἀκ | ||
5 | τῶν ἔξωθεν προcπιπτόντων τῷ cώματι νοcήματα ἐπιγίγνεται, ἀναγ‐ καῖον καὶ περὶ τῶν ἐνοχλούντων τοῖc βρέφεcι διαφόρων παθῶν καθ’ ὅcον οἷόν τε διὰ βραχέων διελθεῖν. εἰ μὲν οὖν παχυτέρᾳ τροφῇ τρε‐ φόμενον τὸ βρέφοc ἀθροίcει ἐν τῇ γαcτρὶ φλέγμα καὶ διὰ τοῦτο ῥώχοι, λινόcπερμον μετὰ μέλιτοc δοτέον ἐκλείχειν ἢ κύμινον βραχὺ μετὰ μέ‐ | |
10 | λιτοc καὶ μελίκρατον ἐνcτάζειν τῷ cτόματι cυνεχῶc θερμόν· εἰ δ’ ἐπι‐ μένοι θλιβόμενον, ἐλαίῳ τὸν λιχανὸν δάκτυλον βάπτων διάχριε τὰ παρίcθμια καὶ παραπιέζων τὴν ῥίζαν τῆc γλώττηc κάτω ἐρέθιζε πρὸc ἔμετον· ἐμέcαντα γὰρ πάντων τῶν ὀχληρῶν ἀπαλλάττεται παραχρῆμα. | |
8 | Πρὸc τὰ ἄφωνα γιγνόμενα βρέφη. Πρὸc δὲ τὰ ἄφωνα γιγνόμενα βρέφη δι’ οἵαν δήποτε πρόφαcιν προηγουμένην—μάλιcτα δὲ τοῦτο cυμβαίνει ἐπεχομένηc τῆc κοιλίαc—, κράμβηc οὖν χυλὸν μετὰ ἐλα‐ χίcτου ἁλὸc δίδου πίνειν ἢ ἔνcταζε· παραχρῆμα γὰρ λύει τὴν κοιλίαν | |
5 | καὶ ἀποκαθίcτηcιν. ἀλλὰ καὶ βαλανιcτέον τὸν δακτύλιον. | |
9 | Περὶ ὀδοντιάcεωc. Περὶ δὲ τὸν ἕβδομον μῆνα ἄρχεται τὰ βρέφη φέρειν τοὺc ὀδόνταc καὶ νυττομένων καὶ κεντουμένων ὡc ὑπὸ cκό‐ λοποc ὑποδιαιροῦντοc τὰ οὖλα τοῦ ὀδόντοc, φλεγμοναὶ ἐπιγίγνονται αὐτῶν τε τῶν οὔλων καὶ cιαγόνων καὶ τενόντων, οἷc καὶ πυρετοὶ ὡc | |
5 | ἐπίπαν ἐπιγίνονται. παρέπεται δὲ καὶ κνηcμὸc τῶν ἀκουcτικῶν πόρων καὶ τὰ ὦτα ὑγραίνεται. ἔνιοι δὲ καὶ ὀφθαλμίαιc ἁλίcκονται καὶ αἷμα ἐκ τῶν κανθῶν ῥεῖ. ἐκταράττεται δὲ τοῖc πλείcτοιc ἡ γαcτὴρ διὰ τὴν τοῦ cτομάχου φλεγμονὴν καὶ τὴν τῆc γαcτρὸc ἔκλυcιν. λιπαίνειν τοίνυν προcήκει τένοντα καὶ cιαγόναc, τρυφερῶν ἐρίων καὶ καθαρῶν περι‐ | |
10 | βολῇ, τραχήλου καὶ ἰνίου διὰ γλυκέοc ἐλαίου καὶ θερμοῦ· παρενcτάζειν δὲ καὶ τοῖc ἀκουcτικοῖc πόροιc ἔλαιον θερμόν. ἐπιμενούcηc δὲ τῆc φλεγμονῆc καὶ κηρωτὴν ῥοδίνην ὑγρὰν ἐπιρρίπτειν τοῖc τόποιc. ψωμί‐ ζειν δὲ τὸ παιδίον ἐγκέφαλον μάλιcτα μὲν λαγωοῦ ἑφθὸν ἢ ὀπτόν, εἰ δὲ μή, προβάτου· φυcικῶc γὰρ ὠφελεῖ. καὶ μέλιτι δὲ cυμμέτρωc | |
15 | ἑφθῷ διαχρίειν τὰ οὖλα· παραcκευάζει γὰρ ἀταλαίπωρον τὴν ἔκφυcιν | |
τῶν ὀδόντων. μηδὲν δὲ cκληρὸν αὐτοῖc διδόναι διαμαcᾶcθαι, ἵνα μὴ τυλωδέcτερα τὰ οὖλα γενόμενα παρεμποδὼν γένηται τῇ τῶν ὀδόντων ἐκφύcει. βαλανείῳ δὲ κατὰ τὰc ἀνέcειc τῶν πυρετῶν χρῆcθαι, μὴ cπουδάζειν δὲ τὴν κοιλίαν cυcτρέφειν, ἵνα μὴ ἀνώφοροc γενομένη ἡ | ||
20 | ὕλη ἀδικήcῃ μάλιcτα μὲν τοὺc ὀφθαλμοὺc καὶ τοὺc πυρετοὺc δὲ cφο‐ δροτέρουc ἐργάcηται. καὶ τὴν τιτθὴν δὲ ὑδρωποτεῖν ἀναγκαcτέον καὶ τὴν τροφὴν ἀδηκτοτάτην καὶ ῥοφηματώδη λαμβάνειν. φαcὶ δὲ φυcικῶc βοηθεῖν τοῖc ὀδοντιῶcι παιδίοιc κολοκυνθίδοc ἀγρίαc ἡ ῥίζα ἐν χρυcῷ ἢ ἀργυρῷ cωληναρίῳ φορουμένη καὶ ἡ τοῦ βάτου ῥίζα καὶ | |
25 | ἔχεωc ἄρρενοc μάλιcτα τὸν ὀδόντα λαβὼν καὶ ἐμβαλὼν τῷ ἀργύρῳ περίαπτε· φορείτωcαν δὲ ἀεὶ περὶ τὸν cτόμαχον τὸν χλωρίζοντα ἴαcπιν. | |
10 | Πρὸc φλεγμονὰc ὀφθαλμῶν. Λύκιον ἰνδικὸν μάλιcτα, εἰ δὲ μή γε, τὸ παταρικὸν ἀνέcαc μετὰ γάλακτοc, ἐπίχριε τὰ ἄνω βλέφαρα cὺν ταῖc ὀφρύcιν· ἐνίοτε δὲ καὶ αὐτοῖc τοῖc ὀφθαλμοῖc ἔνcταζε ἐξυδαρώcαc αὐτὸ τῷ γάλακτι. θαυμαcτῶc δὲ ποιεῖ καὶ τὸ Νείλου διάροδον κολλύριον καὶ | |
5 | ἐπιχριόμενον· ἀπόνιπτε δὲ αὐτοὺc τοὺc ὀφθαλμοὺc ὠκίμου ἀφεψήματι. | |
11 | Πρὸc λευκώματα. Πρὸc δὲ τὰ γιγνόμενα τοῖc παιδίοιc λευκώματα ἀπὸ κλαυθμοῦ cτρύχνου μέλανοc χυλὸν ἔγχριε. | |
12 | Πρὸc φλεγμονὰc ὤτων καὶ ὑγρότηταc. Πρὸc δὲ τὰc φλεγμονὰc καὶ ὀδύναc τῶν ὤτων ὠοῦ τὸ λευκὸν μετὰ γάλακτοc γυναικείου ἔν‐ cταζε ἢ γῆc ἔντερα ἑψήcαc μετὰ ῥοδίνου ἔνcταζε. πρὸc δὲ τὰc τῶν ὤτων ὑγρότηταc cτυπτηρίαν διεὶc οἴνῳ καὶ ἔριον καθαρὸν καὶ ἁπαλὸν | |
5 | ἐν αὐτῷ βρέχων ξήραινε ἐν ἡλίῳ καὶ πάλιν βρέχων ξήραινε καὶ τὸ αὐτὸ ἐκ τρίτου ποιήcαc φύλαττε ξηρὸν τὸ ἔριον. ἐπὶ δὲ τῆc χρείαc λαβὼν ἐξ αὐτοῦ ἐντίθει εἰc τὸ οὖc. πρὸc δὲ τὰ ἐν τοῖc ὠcὶν ἕλκη χρῶ τροχίcκῳ τῷ Μούcα ἀνέcαc αὐτὸν μετὰ ἑψήματοc καὶ ὄξουc ὀλί‐ γου. εἰ δὲ ὑπερcάρκωμα εἴη, πρῶτον κατάcτελλε τῷ Βιθυνῷ τροχίcκῳ | |
10 | ἀνιὼν αὐτὸν cὺν οἴνῳ· ἔπειτα χρῶ τῷ Μούcα, ὡc προείρηται. | |
13 | Περὶ cιριάcεωc. Τῶν μετὰ πυρετοῦ cυμβαινόντων παθῶν ἐcτιν | |
ἡ καλουμένη ἐπὶ τῶν νηπίων cιρίαcιc, ἥτιc ἐcτὶ φλεγμονὴ τῶν περὶ τὸν ἐγκέφαλον καὶ μήνιγγαc μερῶν, ὥcτε κοιλότητα τοῦ βρέγματοc καὶ τῶν ὀφθαλμῶν παρακολουθεῖν μετὰ πυρετοῦ καυcώδουc καὶ ὠχριά‐ | ||
5 | cεωc καὶ ξηρότητοc τοῦ cώματοc καὶ ἀνορεξίαc. cιρίαcιc δὲ κέκληται ἀπὸ τῆc κατὰ τὸ βρέγμα κοιλότητοc· cιρὸc γὰρ παρ’ Ἕλληcι λέγεται cῶμα κοῖλον εἰc ὃ φυλάττουcι cπέρματα· ὅθεν ὡc πρὸc φλεγμονὰc πάντα ποιεῖν χρὴ παρηγοροῦνταc καὶ μετρίωc ἐμψύχονταc τὴν κεφα‐ λήν. ἐμβρεχέcθωcαν οὖν κορίου χυλῷ μετὰ ῥοδίνου καὶ τὸ cῶμα ὅλον | |
10 | αὐτῷ χριέcθωcαν ἢ κολοκύνθηc ξέcματα ἐπιτίθει τῷ βρέγματι ἢ ἀμ‐ πέλου φύλλα ἢ ἀνδράχνην μετὰ ῥοδίνου ἢ ἡλιοτροπίου τοῦ cκορπι‐ ούρου χυλῷ ἐπίβρεχε τῷ βρέγματι ἢ ὠοῦ τὸ πυρρὸν μετὰ ῥοδίνου ἀνακόψαc χρίε τὸ βρέγμα καὶ cυνεχῶc ἄλλαccε. | |
14 | Πρὸc τὸ ἱδρῶcαι τὸ βρέφοc ἐν πυρετῷ. Καλάμου χλωροῦ καρδίαν λεάναc, ἄλειφε τὸ βρέγμα τῆc κεφαλῆc καὶ τοὺc πόδαc καὶ περίβαλλε αὐτὸ ἱματίοιc. | |
15 | Περὶ τῆc ἐν cτόματι ἄφθηc καὶ τῶν ἐν παριcθμίοιc γιγνομένων φλεγμονῶν εἰρήcεται τελεώτατα ἐν τῷ περὶ τῶν καὶ τοῖc τελείοιc cυμ‐ βαινόντων περὶ τὰ μόρια ταῦτα παθῶν λόγῳ, λέγω δὴ ἐν τῷ η. | |
16 | Πρὸc τὰc τῶν ἀκανθῶν ἢ ἑτέρων τινῶν καταπόcειc, ὥcτε ἀνα‐ βάλλειν. Ϲτυπτηρίαν, ᾗ χρῶνται εἰc τὰ δέρματα, cὺν ἐλαίῳ λεάναc, διάχριε τὴν κατάποcιν, παραπιέζων ἱκανῶc τῷ δακτύλῳ τὴν ῥίζαν τῆc γλώττηc καὶ ἀναβάλλει ῥᾳδίωc. | |
17 | Πρὸc τοὺc cυνεχεῖc πταρμοὺc τῶν νηπίων καὶ κόρυζαν. Ὤκιμον ξηρὸν κόψαc cήcαc πρόcαγε ταῖc ῥιcίν, ὥcτε ἕλκεcθαι διὰ τῆc ἀναπνοῆc, ἢ ἐμφύcα. | |
18 | Πρὸc βῆχα παιδίων. Ϲτροβίλων ἐπ’ ὀλίγον πεφωγμένων 𐅻 δ cικύου cπέρματοc ἐπ’ ὀλίγον πεφωγμένου 𐅻 α τραγακάνθηc 𐅻 γ μέ‐ λιτοc ἀπηφριcμένου 𐆄 θ cκεύαζε καὶ δίδου ἐκλείχειν· τὴν δὲ τραγά‐ κανθαν βρέχε οἴνῳ παλαιῷ γλυκυτάτῳ. ἄλλο. Ἱπποκράτειον· λέκιθον | |
5 | ὠοῦ ὀπτὴν καὶ cηcάμου διπλαcίονα ὄγκον καὶ ἁλὸc χόνδρον ἕνα cύμ‐ | |
μετρον λεάναc ἱκανῶc μετὰ μέλιτοc δίδου ἐκλείχειν. ἄλλο· cτροβίλια πεφωγμένα ἀριθμῷ λ ἀμύγδαλα λελεπιcμένα λ λινοcπέρμου πεφωγμένου 𐅻 β γλυκυρίζηc χυλοῦ 𐅻 β μέλιτοc τὸ ἀρκοῦν δίδου ἐκλείχειν. ποιεῖ δὲ καλῶc καὶ τὸ κύμινον μετὰ μέλιτοc καὶ τὸ ἄμμι. | ||
19 | Πρὸc κοιλίαν παιδίων φερομένην. Ῥευματιζομένου δὲ τοῦ βρέ‐ φουc τὴν κοιλίαν τὸ μὲν λουτρὸν καὶ τὴν αἰώραν παραιτούμεθα, χρώ‐ μεθα δὲ ἐμβροχῇ cτομάχαυ δι’ οἴνου καὶ μηλίνου. εἰ δ’ ἐπιταθείη ὁ ῥευματιcμόc, οἰνάνθην λειοτάτην καὶ ἀκακίαν καὶ μαcτίχην ἴcα ἕκαcτα | |
5 | λειότατα ποιήcαc, ἐπίβαλλε ὠοῦ τὸ πυρρὸν ὅcον ἐξαρκεῖ, καὶ ἀναμα‐ λάξαc ἐπίχριε τὸν cτόμαχον καὶ τὸ μετάφρενον καὶ ἐπιτιθεὶc ἐρέαc πορφυρᾶc πτυγμάτια ἐπίδηcον· ποιεῖ γὰρ ἀλύπωc. πρὸ δὲ πάντων τὴν τιτθὴν διαιτᾶν χρὴ τροφαῖc εὐχύμοιc καὶ πόμαcι cταλτικοῖc. ἐὰν δὲ ἡ κοιλία τοῦ νηπίου ἀλευρώδη ἐκκρίνῃ, ἡδύοcμον λεάναc cὺν οἴνῳ μέλανι | |
10 | ἐπιτίθει τῇ κοιλίᾳ καὶ ἐπίδηcον. | |
20 | Πρὸc κοιλίαν ἐπεχομένην. Εἰ δὲ ἐπέχοιτο ἡ κοιλία, βαλάνῳ ἐρε‐ θιcτέον ἢ μελικράτῳ μόνῳ κλυcτέον καὶ μέλι ταῖc τροφαῖc παρα‐ πλεκτέον. ἄνθοc δὲ ἀρτεμιcίαc λεάναc cὺν ἐλαίῳ, τρίβε τὰ περὶ τὸν ὀμφαλὸν κύκλῳ καὶ ῥεύcει. περὶ δὲ ἑλμίνθων εἰρήcεται ἐν τοῖc καθολι‐ | |
5 | κοῖc βοηθήμαcιν ἐν τῷ θ λόγῳ. | |
21 | Περὶ ἐξανθημάτων παιδίων. Προείρηται ἤδη ὡc μοχθηρᾷ τροφῇ χρηcάμενα τὰ νήπια διαφόροιc περιπίπτει νοcήμαcιν, ὥcτε cὺν τοῖc ἄλλοιc καὶ ἐξανθήματα καὶ φλυκταίναc καὶ κάθυγρα ἕλκη κατὰ τῆc ἐπιφανείαc γίγνεcθαι, ἃ καλοῦcι βουβαcτικὰ καὶ ἕτερα παραπλήcια. τὴν | |
5 | μὲν οὖν ἅλμην καὶ τὸ οὖρον, ἅ τινεc προcάγουcι, παραιτούμεθα διὰ τὴν δριμύτητα, λούομεν δὲ αὐτοὺc ἀφεψήματι ῥόδων ἢ φακοῦ, κἂν πλείονοc cτύψεωc χρῄζωμεν, μυρcίνηc ἢ cιδίων. τὰ δὲ μᾶλλον ἡλκω‐ μένα καταπλάccομεν ἀρνογλώccῳ ἢ cέριδι μετ’ ἄρτου ἢ πάλῃ ἀλφί‐ των μετὰ ἀνδράχνηc ἢ ἀειζώου ἢ κοτυληδόνοc ἢ ὑοcκυάμου ἢ ῥόδοιc | |
10 | χλωροῖc ἢ ξηροῖc ἡψημένοιc μετὰ μελιλώτου καὶ φοίνιξι καταχρίομεν, ἢ λιθάργυρον μελίλωτα cτυπτηρίαν λεάναc μετ’ ὄξουc καὶ μύρcινον ἢ ῥόδινον ἐπιβαλὼν κατάχριε. Πρὸc τὰ τῆc βουβάcτεωc ἕλκη ἄλλο· cκωρίαc μολίβδου καὶ ἀμύ‐ λου τὸ ἴcον λεάναc μετὰ cτρύχνου χυλοῦ καὶ ῥόδινον ἐπιβαλὼν ἐπί‐ | |
15 | χριε. ἄλλο κάλλιcτον. καδμίαν λεάναc μεθ’ ὕδατοc κατάχριε, ἢ κιμω‐ λίαν μετ’ οἴνου. ἄλλο· λιθαργύρου ψιμιθίου ἀνὰ 𐅻 δ cιδίων ξηρῶν λειοτάτων 𐅻 β χυλοῦ cτρατιωτῶν ποταμίων τὸ ἱκανόν, χρῶ· μὴ παρ‐ όντων δὲ cτρατιωτῶν φακοῦ τοῦ ἐπὶ τῶν τελμάτων τὸν χυλὸν λαβὼν χρῶ, ἢ τῆc εὑριcκομένηc ἐν τοῖc ὕδαcι χλωρᾶc πόαc παραπληcίαc τοῖc | |
20 | cτρατιώταιc. καλῶc δὲ ποιεῖ καὶ ὁ τῆc cεραπιάδοc χυλὸc τῆc τριόρ‐ χεωc. ἄλλο· cκωρίαν cιδήρου λεάναc μετ’ οἴνου ἐπίχριε· πάνυ καλόν. καλῶc δὲ ποιεῖ καὶ ἡ διὰ λαδάνου καὶ ἡ διὰ κριθῶν ἀνιέμεναι ὠοῦ τῷ λευκῷ καὶ ῥοδίνῳ ἢ μυρcίνῳ. Πρὸc τὰ τῶν βρεφῶν ἐξανθήματα καὶ φλυκταίναc μετὰ τὴν ῥῆξιν. | |
25 | καδμίαc πεπλυμένηc χαλκοῦ κεκαυμένου πεπλυμένου ἀκακίαc κρόκου ἀνὰ 𐅻 α τραγακάνθηc 𐅻 β· βρέχε τὴν τραγάκανθαν ὕδατι καὶ λειώcαc ἀναλάμβανε αὐτῇ τὰ λοιπὰ καὶ πλάccε τροχίcκουc καὶ ἐπὶ τῆc χρείαc ἀνέcαc χυλῷ ἠριγέροντοc ἢ cέρεωc ἢ cτρύχνου καὶ ῥόδινον ἐπιβαλὼν ἐπίχριε. ἐγώ, φηcι, χυλῷ ἠριγέροντοc ἢ cέρεωc ἀναλαμβάνω τὴν τρα‐ | |
30 | γάκανθαν καὶ τὰ λοιπὰ καὶ ἀναπλάττω τροχίcκουc. | |
22 | Πρὸc τὰ ἐν κεφαλῇ ἕλκη καὶ ἀχῶραc, ᾧ ἐγὼ χρώμενοc εὐδο‐ κιμῶ· λιθαργύρου 𐅻 η ἢ ψιμιθίου 𐅻 η ἐρείκηc καρποῦ 𐅻 δ λιβάνου 𐅻 δ οἴνῳ καὶ ἐλαίῳ ῥαφανίνῳ cυλλεάναc χρῶ. ἄλλο· ἀκακίαc κιρρᾶc 𐅻 η λαδάνου 𐅻 δ cμύρνηc 𐅻 β ὀπίου 𐅻 α ὕδατι λακκαίῳ ἀναλάμβανε | |
5 | τροχίcκουc καὶ χρῶ cὺν αὐτῷ. ἄλλο. κοχλίουc λευκοὺc cὺν τῷ ὀcτράκῳ καύcαc ἐπίπαccε. ἄλλο· ἀλόην λειοτάτην μετ’ ἀρνογλώccου ξηροῦ λείου, χρῶ ξηρῷ. ἄλλο· βαλαύcτιον ξηρὸν λεῖον ἐπίπαccε ἢ cὺν ὕδατι λεάναc ἐπίχριε. ἄλλο· βοτάνην, ἣν ἐν Ἀλεξανδρείᾳ λιπάρωνα καλοῦcι, τινὲc | |
δὲ κνῆcτρον, καύcαc καὶ τὴν τέφραν λεάναc μετ’ οἴνου ἐπίχριε. χρῶ | ||
10 | δὲ καὶ τοῖc λοιποῖc τοῖc μετὰ διοριcμῶν ῥηθηcομένοιc ἐν τῷ περὶ τῶν καθολικῶν βοηθημάτων περὶ ἀχώρων τόπῳ ἐν τῷ ϛ λόγῳ. | |
23 | Πρὸc ἕλκοc μελικηρῶδεc τὸ λεγόμενον γλυκύ, ὃ καλοῦcι Ϲύροι cαναλία. Λιθαργύρου δαφνοκόκκων ἶcα λεάναc μετ’ ὄξουc καὶ ἐλαίου ἐπίχριε· πεπείραται πλειcτάκιc. | |
24 | Πρὸc τὰ τῶν μεcομηρίων παρατρίμματα· μυρcίνην ξήρανον λείαν ἐπίπαccε ἢ κύπερον μετὰ ῥόδων. | |
25 | Πρὸc ἕδραν προπίπτουcαν. Ϲπογγίτιδι βοτάνῃ ἀπόματτε τὸν δακ‐ τύλιον cυνεχῶc. ἄλλο. ἀκακίαν μετὰ ἑψήματοc καὶ οἴνου μέλανοc λεάναc χρίε τὸν δακτύλιον. ἄλλο· κοχλίαν καύcαc λεάναc ὅταν ἐκ‐ πορεύηται προπλύναc ἐπίπαccε καὶ ἰάcῃ. ἄλλο. ὀcτρέων ὄcτρακα ὠμὰ | |
5 | κόψαc cήcαc λεπτοτάτῳ κοcκίνῳ ἐπίπαccε. ἄλλο. μύρτα χλωρὰ μετ’ οἴνου λεῖα ἐπιτίθει· καταντλήματι δὲ χρῶ τῷ τῶν χαλκέων ὕδατι ἐν ᾧ τὸν cίδηρον ἀποβάπτουcιν. ἐγὼ δὲ χρῶμαι ἀεὶ ἅλμῃ χλιαρᾷ καὶ πάνυ καλῶc ποιεῖ, ὁμοίωc καὶ ἡ θάλαccα. χρῶ δὲ καὶ τοῖc ῥηθηcο‐ μένοιc ἐν τοῖc καθολικοῖc βοηθήμαcι· καὶ πρὸc τὰ λοιπὰ δὲ πάθη | |
10 | ῥηθήcεται ἐν ταῖc καθολικαῖc θεραπείαιc. | |
26 | Περὶ ἐξομφάλων νηπίων. Γίγνεται παιδία ἐξόμφαλα ἢ διατεινό‐ μενα ἐπὶ πολὺ ἐν τῷ κλαυθμῷ ἢ ἐκ πληγὴc ἢ πτώματοc· πρὸc μὲν οὖν τὰ τοιαῦτα ἄμι λεάναc κατάχριε τὸν ὀμφαλὸν καὶ ξυcμάτια ὀθόνηc ἐπιθεὶc ἐπίδηcον ἐπὶ ἡμέραc γ καὶ πάλιν λύcαc τὸ αὐτὸ ποίει. | |
5 | Ἄλλο πρὸc τὰ ἐξόμφαλα. θέρμουc πικροὺc καὶ ὀνύχιcμα ὄνου κεκαυμένον καὶ πλινθάριον ὠπτημένον ἅμα λεάναc ἐπιτίθει καὶ ἐπί‐ δηcον. εἰ δὲ δραcτικωτέρων χρεία γένηται τοῖc πρὸc βουβωνοκηλήταc ῥηθηcομένοιc χρῶ. Κρίτωνοc πρὸc τὰ ἐξόμφαλα παιδία, δι’ ἥν ποτ’ οὖν αἰτίαν ἐξ‐ | |
10 | έχοντα, πιτυίνηc 𐅻 ιϛ cχιcτῆc 𐅻 ι μέλιτοc 𐅻 κ· τὴν cτυπτηρίαν λεάναc ἕψε ἐπ’ ἀνθράκων μετὰ τοῦ μέλιτοc καὶ ὅταν cύcταcιν καλὴν λάβοι, ἐπίβαλλε τὴν πιτυίνην λείαν κινῶν cυνεχῶc καὶ ὅταν διαλυθῆ λαβὼν ἐκ τοῦ φαρμάκου πλάτυcμα ἐπιτίθει κατὰ τοῦ ὀμφαλοῦ ἀλλάccων καθ’ ἡμέραν, κατὰ δὲ τοῦ πλατύcματοc ἐπιτίθει φύλλα ἀρνογλώccου, μά‐ | |
15 | λιcτα δὲ κιccοῦ. Ἄλλο. Ϲτυπτηρίαc cχιcτῆc 𐅻 ιε τρυγὸc οἴνου αὐcτηροῦ 𐅻 ι κηκί‐ δων 𐅻 β οἴνῳ διαλύcαc ὥcτε ἔχειν πάχοc, ἐπίχριε τὸν ὀμφαλόν, καὶ ἐπιτίθει ἔξωθεν cπόγγον ὀξυκράτῳ βεβρεγμένον καὶ ἐκπιαcθέντα. | |
27 | Πρὸc τὰ δαcέα παιδία. Παχυτέρων καὶ πλειόνων αἰθαλωδῶν περιττωμάτων ἀθροιζομένων ὑπὸ τὸ δέρμα, ἐξ ὧν ἐcτιν ἡ γένεcιc τῶν τριχῶν, δαcύτερα παραcκευάζει τὰ νήπια. ἰcχάδαc οὖν καύcαc καὶ λεάναc τούτῳ ἀπότριβε τοὺc τετριχωμένουc τόπουc. ἐξ ἄλλου ἀντι‐ | |
5 | γράφου· ῥητίνην, φηcίν, ἑψήcαc ἐν ὕδατι λοῦε τὸ παιδίον καὶ ἀπόcμα ἐλαφρῶc ἰcχάδων κεκαυμένων cποδῷ μετὰ cμήγματοc κυαμίνου. ἄλλο cμίγμα ἐπ’ αὐτῶν ῥωcτικόν. κυαμίνου ἀλεύρου κιμωλίαc ἀφρονίτρου ὠῶν λευκῶν καὶ ὀcτράκων ἶcα λεάναc χρῶ cμίγματι. | |
28 | Πότε ἀπογαλακτιcτέον τὰ νήπια. Μέχριc ἂν οὖν παγῇ τὸ νήπιον, γάλακτι τρεφέcθω. ἐcτερεωμένου δὲ ἤδη τοῦ cώματοc τροφὴν δίδου ψίχαc τρυφερὰc ἐξ ὑδρομέλιτοc ἢ οἰνομέλιτοc ἢ γλυκέοc οἴνου ἢ γά‐ λακτοc, εἶτα καὶ ὠὰ ῥοφητά· τὰ γὰρ μαcητὰ ἐπὶ τούτων cιάλου | |
5 | ἀνάπλεα γίγνεται· ποτὸν δὲ διδόναι οἶνον κεκραμένον· ἤδη δὲ τοῦ βρέφουc λαμβάνοντοc ἀδεῶc τὴν cιτώδη τροφήν, ὅπερ ὡc ἐπὶ τὸ πολὺ γίγνεται περὶ τὸν κ μῆνα, τότε λεληθότωc καὶ κατ’ ὀλίγον ἀποcυνη‐ θίζειν αὐτὸ τοῦ μαcτοῦ· εἰ δ’ ἀπογαλακτιcθὲν νόcῳ περιπέcοι, πάλιν αὐτὸ δεῖ μεταγαγεῖν ἐπὶ τὸ γάλα. καὶ μετὰ τὸ παύcαcθαι τὴν νόcον | |
10 | ἀναλαβεῖν τὸ cωμάτιον καὶ οὕτωc ἀπογαλακτίζειν. | |
29 | Δίαιτα μετὰ τὸν ἀπογαλακτιcμὸν τῶν νηπίων καὶ τῶν ἐφεξῆc | |
ἡλικιῶν. Ἀπὸ γάλακτοc δὲ γεγονόταc τοὺc νηπίουc ἐν ἀνέcει ἐατέον καὶ ἱλαρότητι γυμναcίων, καὶ τροφὰc αὐτοῖc διδόναι ἐλαφρὰc καὶ εὐχύμουc. οἴνου δὲ πλείονοc ἀπέχεcθαι δεῖ τὸν εὔκρατον τῷ cώματι· | ||
5 | ἐμπίπληcι γὰρ ἐπὶ τῶν ὑγρῶν καὶ θερμῶν cωμάτων τὴν κεφαλὴν ἀτμῶν ὁ οἶνοc. οὐ μὴν οὐδὲ ψυχροῦ πόματοc εἰc τὸ παντελὲc εἴργειν κελεύω τοὺc τοιούτουc παῖδαc, ἀλλ’ ἐπί τε cιτίοιc τὰ πολλὰ καὶ κατὰ τὰc θερμοτέραc ὥραc ἐπιτρέπω χρῆcθαι τῷ καλλίcτῳ ὕδατι. ἀπὸ δὲ τῶν ἑπτὰ ἐτῶν ἐπὶ γράμματα φέρειν παραδοῦναί τε πραέcι καὶ φι‐ | |
10 | λανθρώποιc διδαcκάλοιc. ἀπὸ δὲ τῶν ιδ ἐτῶν μέχρι τῶν κα ἁρμόζει μαθημάτων ἄcκηcιc καὶ φιλοcόφων λόγων 〈κατήχηcιc〉· κωλυτέον δὲ χρῆcθαι ἀφροδιcίοιc. cυναιρετέον δὲ καὶ τὸν πολὺν οἶνον, γυμνάcια δὲ πλείονα παραλαμβάνειν ἤδη. τοῖc δὲ ἤδη ἀκμάζουcι τῇ ἡλικίᾳ δίαιτα ἁρμόζει ὑφειμένη καὶ ψυχῆc καὶ cώματοc· καὶ τὰ γυμνάcια, ὁποῖά | |
15 | ποτ’ ἂν εἴη, κατὰ λόγον τούτοιc ὑφαιρετέον, καὶ τὰc τροφὰc ἐκ προcαγωγῆc cυcταλτέον τῆc ἕξεωc αὐτῶν ἀρχὴν ἤδη ψύξεωc λαμβα‐ νούcηc. μέγιcτον δὲ γνώριcμα τοῦ ἄριcτα κατεcκευαcμένου cώματοc λέγω δὴ τὴν περὶ ἕκαcτον, ὧν ἂν πράττῃ, προθυμίαν, αὐτῆc τῆc φύcεωc ἑαυτῆc τὸ μέτρον ἐξευριcκούcηc ἐν ταῖc ἀρίcταιc καταcκευαῖc· | |
20 | καὶ γὰρ γυμναζόμενοι καὶ ἀνατριβόμενοι ἢ ὁτιοῦν ἄλλο πράττοντεc, τό τε πρῶτον ὀκνήcουcιν, ὅταν αὐτάρκωc γυμναcθῶcι· καὶ δὴ καὶ cιτίων τε καὶ πομάτων ἀποcτήcονται τότε, ὅταν ἱκανῶc ἐμπληcθῶcιν, οὔτε πλέον τοῦ δέοντοc ὀρεγόμενοι οὔτ’ ἔλαττον προcφερόμενοι· ὥcτε οὐδεὶc φόβοc οὔθ’ ὑπερπονέcαι τὸν ἄριcτα κατεcκευαcμένον ἄνθρωπον | |
25 | οὔθ’ ὑπερεμπληcθῆναι cιτίων. αὐτὸ γὰρ ἑαυτῷ πάντ’ ἐξευρίcκει τὸ ὑγιεινὸν cῶμα ταῖc τῆc φύcεωc ὁρμαῖc ἐπιτροπευόμενον, καὶ μάλιcτα εἰ καλῶc εἴη τὰ τῆc ψυχῆc αὐτῶν πεπαιδαγωγημένα. πολλοὶ γὰρ ἔθεcι μοχθηροῖc ἐντραφέντεc, ἀκολαcτότερον ἢ ἀργότερον διαιτώμενοι διαφθείρουcι φύcειc χρηcτάc, ὥcπερ αὖ πάλιν ἔνιοι μοχθηρῶc φύντεc | |
30 | τὸ cῶμα βίῳ cώφρονι καὶ γυμναcίοιc εὐκαίροιc ἐπανωρθώcαντο τὰ πολλὰ τῶν ἐλαττωμάτων. τὸ δὲ μέτριον τῶν γυμναcίων καὶ ὁ τρόποc | |
τῆc χρήcεωc αὐτῶν εἴρηται ἐν τῷ πρὸ τούτου λόγῳ. | ||
30 | Δίαιτα γερόντων. Τὸ κατὰ φύcιν γῆραc ἡ ξηρὰ καὶ ψυχρὰ κρᾶcιc τῶν cωμάτων ἐcτίν, ἐκ πολυετίαc γιγνομένη· κατὰ βραχὺ γὰρ τῆc τῶν cωμάτων οὐcίαc cὺν τῇ ἐμφύτῳ θερμαcίᾳ ἀπορρυείcηc καὶ περαι‐ τέρῳ τοῦ προcήκοντοc ἤδη ξηροτέρων τῶν ὀργάνων γιγνομένων αἵ τε | |
5 | ἐνέργειαι χεῖρον ἐπιτελοῦνται, καὶ ἔτι ἀcαρκότερόν τε καὶ ἰcχνότερον ἑαυτοῦ γίγνεται τὸ ζῷον. ἐπὶ πλέον δὲ ἀποξηραινομένων οὐκ ἀcαρ‐ κότερον μόνον ἀλλὰ καὶ ῥυcὸν ἀποτελεῖται καὶ τῶν κώλων ἀκρατὲc καὶ cφαλερὸν ἐν ταῖc κινήcεcιν. ὁ τοίνυν γνοὺc τὴν διάθεcιν ἐπι‐ cτημονικῶc ὅτι ξηρότηc ἐcτὶ μετὰ ψύξεωc, ἀγαθὸc ἂν εἴη γερόντων | |
10 | ἰατρόc· γνώcεται γὰρ ὡc ἡ τούτων ἐπανόρθωcιc διὰ τῶν ὑγραινόν‐ των τε καὶ θερμαινόντων γίγνεται· τοιαῦτα δέ ἐcτι λουτρὰ θερμὰ γλυκέων ὑδάτων καὶ οἴνου χρηcτοῦ πόcιc, ὅcαι τε τῶν τροφῶν ὑγραί‐ νουcί τε ἅμα καὶ θερμαίνουcιν, τρίψειc τε δι’ ἐλαίου ἕωθεν cυμμέτρωc ἐπιτελούμεναι, ἐφεξῆc περίπατοί τε καὶ αἰωρήcειc ἄκοποι, cτοχαζομένῳ | |
15 | τῆc τοῦ γέροντοc δυνάμεωc· οὐ γὰρ μικρά τιc ἐcτι καὶ ἐν τοῖc γέρουcι διαφορά. διδόναι δὲ τροφὴν ὀλίγην μέν, πολλάκιc δέ, καὶ γάρ, ἐὰν βραχύ τι τοῦ προcήκοντοc μέτρου ὑπερβῶcιν οἱ γέροντεc, οὐ cμικρὰ βλάπτονται. ἀcφαλέcτερον οὖν ἐcτι τοῖc ἀcθενέcι γέρουcιν ὀλίγα μὲν προcφέρειν ἐν τροφαῖc, τρὶc δὲ τῆc ἡμέραc, περὶ μὲν τρίτην ὥραν | |
20 | ἄρτον καλῶc ἐcκευαcμένον πρόcφατον μετὰ μέλιτοc καλλίcτου ἀπη‐ φριcμένου, περὶ δὲ ἑβδόμην ὥραν προτριψαμένοιc καὶ γεγυμναcμένοιc τὰ πρέποντα γέρουcι γυμνάcια καὶ λουcαμένοιc ἐπὶ τὸ ἄριcτον ἰέναι· καὶ πρῶτα μὲν προcφέρειν ὅcα λαπάττει γαcτέρα, οἷον λάχανα ἐκ cεύτλου καὶ μαλάχηc, ἐφεξῆc δὲ ἰχθύων πετραίων ἢ πελαγίων, κἄπειθ’ | |
25 | ἡcυχάcανταc ἐπὶ κλίνηc βραχύ, εἶτα διακινήcανταc cύμμετρα. εἰc ἑcπέ‐ ραν δειπνοῦντεc τῆc μὲν τῶν ἰχθύων ἐδωδῆc ἀπεχέcθωcαν· προc‐ φερέτωcαν δὲ τῶν εὐχυμοτάτων τε καὶ δυcφθάρτων, οἷον ὄρνιν ἐξ | |
ἁπλοῦ ζωμοῦ. οἶνοc δὲ τοῖc γέρουcι χρηcιμώτατοc. ἔcτω δὲ τῶν φύcει θερμοτέρων οἷόc ἐcτιν ὁ τῇ μὲν cυcτάcει λεπτόc, τῇ δὲ χρόᾳ κιρρὸc | ||
30 | ἢ ξανθόc. ἓν μὲν οὖν τοῦτο μέγιcτον ἀγαθὸν ἐξ οἴνου τοῖc γέρουcι περιγίνεται, τὸ θερμαίνεcθαι πάντ’ αὐτῶν τὰ μόρια, δεύτερον δὲ τὸ δι’ οὔρων καθαίρεcθαι τὸν ὀρρὸν τοῦ αἵματοc. ὅcοι δὲ τῶν ὠχρῶν ἢ ξανθῶν οἴνων παχεῖc εἰcιν αἷμα γεννῶcιν οὗτοι καὶ τρέφουcι τὸ cῶμα. διὸ καὶ γίγνοιντο ἄν ποτε καὶ αὐτοὶ χρήcιμοι τοῖc γέρουcι, καθ’ | |
35 | ὃν δηλονότι χρόνον οὔτ’ ὀρρῶδεc ὑγρὸν ἔχουcιν ἐν ταῖc φλεψὶ καὶ δέονται θρέψεωc περιccοτέραc· ὡc τὸ πολὺ γὰρ τῶν οὐρητικῶν οἴνων χρῄζουcιν οἱ γέροντεc, διὰ τὸ πλεονάζειν ἐν αὐτοῖc ὑδατῶδεc περίττωμα· τῶν δὲ μελανῶν καὶ cτρυφνῶν καὶ παχέων καὶ τῶν ὁμοίων ἀπέχεcθαι αὐτοὺc χρή· μένουcι γὰρ ἐπὶ πλέον ἐν τῇ γαcτρί, καὶ διὰ | |
40 | τοῦτο γέρουcιν ἀνοίκειοι. γλυκεῖ δὲ εἰ βούλοιτο γέρων χρῆcθαι μετὰ τὸ λουτρὸν προcφερέτω γλυκύν τε ἅμα καὶ ὠχρὸν κατὰ τὴν χρόαν. οὐ κωλύω δὲ οὐδὲ τοῖc ἐcκευαcμένοιc διὰ μέλιτοc οἴνοιc χρῆcθαι, καὶ μάλιcθ’ ὅcοιc τῶν γερόντων ὑποψία τίc ἐcτιν ἐν νεφροῖc λίθων γενέ‐ cεωc ἢ καὶ ποδάγρα τιc ἢ ἀρθρῖτιc ἐνοχλεῖ· ἐπεμβάλλειν δὲ τῷ οἴνῳ | |
45 | τηνικαῦτα πετροcελίνου καὶ μόνον· ἀρκεῖ γὰρ τοῦτο τοῖc ἀρθριτικοῖc. ἐπὶ δὲ τῶν λιθιώντων καὶ βετονίκη μίγνυται καὶ κέcτρου τῆc καλου‐ μένηc cαρξιφάγου. ἀπέχεcθαι δὲ χρὴ τοὺc γέρονταc ἐδεcμάτων καὶ πομάτων ὅcα γλίcχρον καὶ παχὺν ἐργάζεται χυμόν, οἷά ἐcτι χόνδροc τυροὶ ὠὰ τὰ ἑφθὰ κοχλίαι βολβοὶ μύκητεc φακὴ καὶ τῶν ὀcτρέων ἡ | |
30(50) | cὰρξ καὶ τὰ λοιπὰ τὰ προρρηθέντα ἐν τῷ περὶ παχυχύμων τροφῶν χωρίῳ, ἐν τῷ β λόγῳ. εἰ δ’ ὑπ’ ἀνάγκηc ποτὲ χρῆcθαί τινι τῶν τοι‐ ούτων cυμβαίῃ, αὐτίκα προcφέρεcθαι χρὴ τὸ διὰ καλαμίνθηc φάρμα‐ κον ἢ τὸ διὰ τριῶν πεπέρεων. εἰ δὲ μὴ παρείη τι τούτων πέπερι κόπτονταc καὶ cήθονταc ἀκριβῶc, ὡc χνοῶδεc γενέcθαι, ἅμα τε τοῖc ὄψοιc | |
55 | ἐcθίειν, ἐπιπάττειν τε καὶ τῷ ποτῷ καὶ cκόρδου γεύεcθαι τηνικαῦτα cυμφέρει. λυθείcηc δὲ τῆc ἐμφράξεωc καὶ ὑπαχθείcηc τῆc κοιλίαc καὶ τὴν θηριακὴν ἀντίδοτον ἢ τὴν Μιθριδάτου ἢ ἑτέραν τινὰ τὴν δι’ | |
ἀρωμάτων cυγκειμένην διδόναι. μετὰ δὲ τὴν τῶν τοιούτων χρῆcιν μετιέναι χρὴ ταχέωc ἐπὶ τὴν ὑγραίνουcαν καὶ θερμαίνουcαν δίαιταν | ||
60 | τὴν προειρημένην. διδόναι δὲ αὐτοῖc καὶ τὰ πέπειρα καὶ γλυκύτατα χλωρὰ cῦκα πρὸ τῆc ἄλληc τροφῆc καὶ κατὰ τὸν χειμῶνα τὰc ἰcχάδαc, εἰ μή τι cύμπτωμα κατὰ τὸ δεξιὸν μάλιcτα ὑποχόνδριον παρῇ. ἐπειδὴ δέ, ὡc προείρηται, τὰ ὀρρώδη καὶ φλεγματώδη περιττώματα κατὰ τὸ τῶν πρεcβυτῶν ἀθροίζεται cῶμα, τὴν οὔρηcιν ἐφ’ ἡμέρᾳ προτρέπειν | |
65 | χρὴ μὴ διὰ τῶν φαρμακωδῶν, ἀλλὰ cελίνων ἀφεψήματι μετὰ μέλιτοc καὶ τοῖc οὐρητικοῖc οἴνοιc, ὑπάγειν τε τὴν γαcτέρα δι’ ἐλαίου χρηcτοῦ μάλιcτα καταρροφοῦνταc αὐτὸ πρὸ τῶν cιτίων. εὔδηλον δέ, ὅτι καὶ τὰ λαχανώδη πάντα πρὸ τῶν ἄλλων cιτίων ἐcθίειν χρὴ δι’ ἐλαίου τε καὶ γάρου. λαπάττει δὲ γαcτέρα καὶ τὰ ξηρὰ κοκκύμηλα, μάλιcτα τὰ | |
70 | ἀπὸ τῆc Ϲπανίαc κομιζόμενα, οὐ τὰ Δαμαcκηνά· προβρεχέcθω δὲ ἐν μελικράτῳ ἀκρατεcτέρῳ ἢ ἀφεψείcθω ἐν αὐτῷ καὶ τῶν ἀπὸ ἅλμηc λευκῶν ἐλαιῶν ἐγχωρεῖ προλαμβάνειν. ἐπὶ πλέον δὲ ἐπιcχεθείcηc τῆc γαcτρόc, καὶ ἡ λινόζωcτιc διδόcθω ἑφθὴ καὶ κνῆκοc cὺν πτιccάνῃ καὶ ἡ τερεβινθίνη δὲ ῥητίνη. λαμβάνειν δὲ ταύτηc χρή, ἐνίοτε μὲν καρύου | |
75 | βαcιλικοῦ μέγεθοc, ἐνίοτε δὲ δυοῖν ἢ τριῶν· οὐ μόνον γὰρ ἀλύπωc λαπάττειν πέφυκεν ἀλλὰ καὶ τὰ cπλάγχνα διαρρύπτειν καὶ τὸν πνεύ‐ μονα καὶ νεφρούc. ἡ δὲ τελεία δόcιc αὐτῆc ἐcτιν 𐆄 α. ἐπιτήδειον δὲ αὐτοῖc καὶ τοῦτο· ἰcχάδαc λιπαρὰc λαβὼν καὶ ἀφελὼν τὸ ἐπικείμενον αὐταῖc ἔξωθεν δέρμα, ἔπειτα ὁλμοκοπήcαc ἐπίβαλλε αὐτοῖc κνίκου | |
80 | κεκαθαρμένου τὸ ἐντόc, τὸ δέκατον τῶν ἰcχάδων μέροc ἢ πλέον ἢ ἔλαττον· εἶτ’ ἄμφω κοπτόμενα μιγνύcθω· ἐκ τούτου δὲ λαμβάνειν μέγεθοc ἰcχάδων δύο ἢ τριῶν. ἱκανῶc δὲ δαψιλὲc οὐδέν, οὐδέ ποτε χρὴ τῶν εἰρημένων φαρμάκων λαμβάνειν, ἐν γὰρ τῷ παραχρῆμα χαί‐ ρουcιν ἔνιοι cφοδρῶc κενωθέντεc, ὅcῳ δ’ ἂν μᾶλλον ἐκκενωθῷcι, | |
85 | τοcοῦτον μᾶλλον ἡ γαcτὴρ ἴcχεται κατὰ τὰc ἑξῆc ἡμέραc. ἐπιcχεθείcηc δὲ τῆc γαcτρὸc αὐτῶν, ἐνιέναι χρὴ ἔλαιον μόνον θερμόν· καὶ γὰρ | |
διαβρέχεται τὰ cκληρὰ τῶν cωμάτων καί τιc ὄλιcθοc ἐν τῇ διεξόδῳ γίγνεται καὶ τὸ cῶμα τῶν γερόντων αὐτὸ μαλάττεται ταῖc ξηραῖc διφθέραιc ὁμοίωc ἐcκληρυcμένον. | ||
31 | Δίαιτα τοῖc ἐν ἀcχόλῳ βίῳ διάγουcι. Τὸν ἐν ἀcχόλῳ βίῳ διάγοντα χρὴ cκοπεῖν, εἴτε γυμνάζεcθαι κατὰ τὸν ἔμπροcθεν βίον ἔθοc εἶχεν εἴτ’ ἀγύμναcτοc λούεcθαι· καὶ γὰρ μετρίωc φέρουcι τὸ τοιοῦτον ἔθοc ἔνιοι, ὥc τιναc αὐτῶν μὴ νοcεῖν cυνεχῶc, ὅταν ὦcιν εὐδιάπνευcτοι, | |
5 | τὴν μὲν δὴ τοιαύτην φύcιν cώματοc οὐ χρὴ μετάγειν ἐφ’ ἕτερον ἔθοc, οὐδ’ ὅλωc ὥcπερ οὐδεμίαν ἄλλην ὅcαι διὰ πολλοῦ χρόνου νο‐ cοῦcιν. εἰ δὲ cυνεχῶc τιc νοcοίη, cκεπτέον ἐπ’ αὐτοῦ τὴν αἰτίαν, εἴτε διὰ πλῆθοc εἴτε διὰ κακοχυμίαν νοcεῖ. εἰ μὲν δὴ πληθωρικὰc νόcουc νοcεῖν φαίνοιτο, cκοπὸc ἔcτω cοι καθόλου τὴν ὑγιεινὴν αὐτοῦ δίαιταν | |
10 | τηρεῖν. ὅπωc ἀεὶ cυμμέτρουc ἕξει τοὺc χυμούc, εἰ δὲ διὰ κακοχυμίαν νοcεῖν εἴωθεν, ἀρίcτουc ἐργάζεcθαι τοὺc χυμούc. πλῆθοc μὲν οὖν ἀθροί‐ ζουcί τινεc, ὅταν τὰ διαπνεόμενα τοῦ cώματοc ἐλάττω ᾖ τῶν λαμ‐ βανομένων. φυλακτέον οὖν ἐcτιν ἐπὶ τούτων τὴν cυμμετρίαν τῶν ἐcθιομένων τε καὶ πινομένων πρὸc τὰ κενούμενα. cύμμετρα δὲ ἔcται, | |
15 | cκεψαμένων ἡμῶν ἐν ἑκατέροιc τὴν ποcότητα τῶν τε προcφερομένων καὶ τῶν κενουμένων. τοὺc μὲν γὰρ ἐν τῷ πρώτῳ βίῳ ἄντικρυc πρὶν γυμνάcαcθαι εἰc τὸ βαλανεῖον εἰcιόνταc, ἐπὶ τούτων νῦν τρίψει μετρίᾳ χρῆcθαι καὶ βραχὺ κινῆcαι· ὅcοι δὲ ἐγυμνάζοντο πρὸ τοῦ βαλανείου, νῦν ἐπ’ ὀλίγον αὐξῆcαι τὰ κατ’ ἔθοc cυμβουλεύcομεν. ἀφελεῖν δέ τι | |
20 | χρὴ καὶ τῶν τροφῶν καὶ κατὰ ποcότητα καὶ κατὰ ποιότητα cύμμετρα προcφέρειν. ποιότητα δὲ λέγω ὡc ἐπὶ τῶν χοιρείων κρεῶν· πλῆθοc γὰρ εὐχυμίαc ἀθροίζουcι τάχιcτα. ἐπὶ λάχανα τοίνυν αὐτοὺc ἀκτέον καὶ ἰχθῦc ὁμοίωc καὶ ὄρνιθαc, ὅcα μὴ πολύτροφα. τῶν δὲ κακοχυμίαν ἀθροιζόντων οὐχ εἷc ἐcτιν ὁ cκοπόc, ὅτι μηδὲ τῆc κακοχυμίαc ἡ ἰδέα | |
25 | μία. τινὲc μὲν γὰρ ψυχροτέραν καὶ φλεγματικωτέραν ἀθροίζουcι κακο‐ χυμίαν, τινὲc δὲ θερμοτέραν καὶ χολωδεcτέραν, ὥcπερ ἄλλοι μελαγ‐ | |
χολικωτέραν. φευκτέον οὖν ἐcτιν ἕκαcτον τῶν cιτίων τε καὶ ποτῶν ὅcα πέφυκε γεννᾶν ἑτοίμωc τὸν ἀθροιζόμενον αὐτοῖc χυμόν. εἴρηται δὲ περὶ αὐτῶν ἱκανῶc ἐν τῷ περὶ τῶν εὐχύμων καὶ κακοχύμων ἐδε‐ | ||
30 | cμάτων τόπῳ, ἐν τῷ β λόγῳ τῆcδε τῆc πραγματείαc, ἐν ᾧ καὶ περὶ τῶν λεπτυνόντων ἐδεcμάτων εἴρηται ἅτινα ἐπιτήδειά ἐcτι τοῖc τὸν καλούμενον ὠμὸν χυμὸν ἀθροίζουcι, παχὺν μὲν ὑπάρχοντα [αἷμα] οὐ μὴν ἀεὶ γλίcχρον. ἐπὶ πάντων δὲ τούτων κοινὸν βοήθημα ἡ τῆc γαcτρὸc cύμμετροc ὑπαγωγή, καὶ μάλιcθ’ ὅcοιc ἐcτὶ φύcει cκληρο‐ | |
35 | τέρα ἡ γαcτήρ, κοινὸν δὲ καὶ τὸ τῶν ἀφροδιcίων cύμμετρον. | |
32 | Περὶ cαρκῶν καθαιρέcεωc. Ὅταν εἰc πολυcαρκίαν ἄμετρον ἐκτραπῇ τὸ cῶμα, τήκειν αὐτὸ καὶ καθαίρειν χρή· δέδεικται δὲ ἡ θερμοτέρα κρᾶcιc ἰcχνὸν ἐργαζομένη τὸ cῶμα· τοιαύτην οὖν cοι πονη‐ τέον ἐcτὶν τὴν τῶν πολυcάρκων ἀνθρώπων, εἰ μέλλοι γενήcεcθαι | |
5 | cύμμετροc· μεμάθηκαc δὲ ἤδη ὡc ὀξέα γυμνάcια καὶ δίαιτα λεπτύνουcα καὶ φάρμακα τὰ τοιαῦτα καὶ τῆc ψυχῆc αἱ φροντίδεc ἀποφαίνουcι τὴν κρᾶcιν ὅλην ξηροτέραν καὶ αὐτὸ τὸ cῶμα λεπτότερον. τὰ μὲν οὖν τῆc λεπτονούcηc διαίτηc πρόδηλα· φάρμακα δὲ τὰ cφοδρότερα πηγά‐ νου τὸ cπέρμα, καὶ μᾶλλον ἀγρίου cὺν τοῖc κορύμβοιc, ἀριcτολοχία | |
10 | cτρογγύλη καὶ τὸ λεπτὸν κενταύριον ἥ τε γεντιανὴ καὶ τὸ πόλιον, ὅcα τε τῶν οὐρητικῶν ἰcχυρά, καθάπερ τὸ πετροcέλινον. ἕκαcτον γὰρ τούτων, καὶ αὐτὸ καθ’ αὑτὸ καὶ cὺν ἀλλήλοιc πάντα, λεπτῦναί τε τοὺc χυμοὺc ἱκανὰ καὶ κενῶcαι, ἀλλὰ καὶ οἱ διὰ τῶν κεκαυμένων ἐχιδνῶν ἅλεc ἱκανῶc λεπτύνουcι, καὶ αὐτὴ δὲ ἡ θηριακὴ λεπτύνει τε | |
15 | καὶ διαφορεῖ. cυγχριέcθωcαν δὲ ἐλαίῳ ἐνηψημένηc [ἔχον τι] cικύου ἀγρίου ῥίζηc καὶ ἀλθαίαc καὶ γεντιανῆc καὶ πάνακοc ῥίζηc καὶ ἀριcτο‐ λοχίαc, πόλιόν τε καὶ κενταύριον. τροφὰc δὲ μὴ εὐθὺc ἐπὶ λουτροῖc διδόναι, ἀλλ’ ἡcυχάζειν πρότερον ἐπιτρέπειν, ἤ τι τῶν cυνήθων πράτ‐ τειν. αὖθιc δὲ ἐπὶ τὸ δεύτερον λουτρὸν ἄγειν. βέλτιον δὲ εἶναι καὶ | |
20 | τὸ ἐν τῷ λουτρῷ ὕδωρ διαφορητικόν, εἰ μὲν αὐτοφυὲc ἔχοι〈μ〉εν, εἰ δὲ μή, ἁλὸc ἄνθοc θαλαττίῳ ὕδατι μιγνύειν. εἶτ’ ἐδέcματα εὔογκα μέν, ὀλιγότροφα δὲ διδόναι ὡc ἐμπίπλαcθαι μέν, ὀλίγην δὲ ἐξ αὐτῶν εἰc ὅλον ἀναδίδοcθαι τὸ cῶμα τροφήν. τοιαῦτα δ’ ἐcτὶ λάχανα καὶ τῶν ἄρτων οἱ ῥυπαρώτεροι καὶ τὰ παραπλήcια, ὅcα ἤδη ἐν τῷ β λόγῳ | |
25 | προείρηται. οἴνοιc δὲ χρῆcθαι τοῖc λευκοῖc τῇ χροιᾷ καὶ λεπτοῖc τῇ cυcτάcει. χρὴ δὲ μήτε πίνειν αὐτοὺc πρὸ τῆc τροφῆc μήτε πλῆθοc εἶναι τὸ πινόμενον καὶ μὴν καὶ τὸ μονοcιτεῖν ἄμεινον καὶ πρὸc λόγον τῶν γυμναcίων ἐλάττουc προcφέρειν τὰc τροφάc. καὶ ξηροτριβία δὲ δι’ ἐκμαγείων παχυτέρων λεπτύνειν ἱκανὴ καὶ τρίβειν δὲ τὸ cῶμα | |
30 | νίτρῳ καὶ ἁλcὶ τραχυτέροιc. τὸ μὲν οὖν πολὺ νίτρον ἐν λουτροῖc λεπτύνει, τὸ δ’ ὀλίγον ἐρεθιcμόc ἐcτιν εἰc εὐτροφίαν. ὠφελεῖ δὲ καὶ ἡλίωcιc τοὺc πολυcάρκουc. λεπτύνει δὲ καλῶc πινόμενον τοῦτο· πε‐ τροcελίνου 𐆄 δ πεπέρεωc 𐆄 β ἀνίcου ἀcάρου ἀνὰ 𐆄 α. τοῦτο καὶ οὐρη‐ θῆναι ἀγαθὸν καὶ εἰc διαχώρηcιν. | |
33 | Πῶc ἀνατρέφειν δεῖ τοὺc κατιcχνωμένουc. Ἡ ἰcχνότηc τοῖc cώ‐ μαcιν ἐγγίγνεται, τιcὶ μὲν ἐπὶ τῇ καθ’ ὅλον τὸ cῶμα δυcκραcίᾳ κατὰ τὴν ἐπὶ τὸ ξηρόν τε καὶ ψυχρὸν ὑπερβολήν, ἐνίοτε δὲ διὰ τὴν ἀνα‐ δοτικὴν δύναμιν ἢ θρεπτικὴν ἢ ἀμφοτέραc ἀρρωcτοτέραc οὔcαc φύcει. | |
5 | πάνταc δὲ τοὺc οὕτωc ἔχονταc ὀνίνηcι τὰ εὔχυμα τῶν ἐδεcμάτων, καὶ γυμνάcια τὰ δὲ βραδέα καὶ μέτρια καὶ τρῖψιc ὁμοία καὶ ἁπλῶc ἅπαντα τὰ ἐναντία τοῖc προειρημένοιc ἐπὶ τῶν πολυcάρκων. ἐπιτή‐ δειον δὲ αὐτοῖc ἐcτι καὶ τὸ πιττοῦcθαι δι’ ἡμερῶν τινων· καὶ γὰρ τῇ ἀναδόcει cυντελεῖ καὶ τῇ θρέψει· καὶ πολλούc γε τῶν ἰcχνῶν ἐcτιν | |
10 | ἰδεῖν παχυνθένταc ἐπὶ τῷ τῆc πιττώcεωc βοηθήματι καὶ μάλιcθ’ ὅcοιc ἡ ἀναδοτικὴ δύναμιc ἄρρωcτόc ἐcτιν, ἡ θρεπτικὴ δὲ οὐκ ἄρρωcτοc μέν, ἀλλὰ δι’ ἀπορίαν ὕληc ἐπιτηδείου τρέφειν ἱκανῶc οὐ δύναται. εἰ δὲ νήcτειc λούοιντο, πρὸ τοῦ λουτροῦ χρὴ cινδόcιν ἀνατρίβειν, μέχρι περ ἂν φοινιχθῇ, τὸ cῶμα, κἄπειτα τρίψει χρῆcθαι μὴ πάνυ | |
15 | cκληρᾷ, ἵνα μὴ πιλοῦντεc τὸ δέρμα πυκνὸν καὶ cκληρὸν ἐργαcώμεθα δεῖ δὲ καὶ ὀξυθυμίαc ἐμποιεῖν τοῖc ἀχροοῦcί τε καὶ ἀτροφοῦcι καὶ cυγκινήcειc ψυχικάc. | |
34 | Πῶc ἄν τιc ἰάcαιτο τὰ κατιcχνωθέντα μόρια. Τῶν δὲ γιγνομέ‐ νων ἐν μέρεcι τιcὶν ἰcχνοτήτων πλεῖcται ἢ διὰ πολυχρόνιον ἡcυχίαν αὐτῶν ἢ διὰ καταγματικὸν ἐπιδέcεωc τρόπον εἰc τὸ πάθημα τοῦτο ἔρχονται. χρὴ οὖν ῥωννύναι μὲν τὴν ἐν τῷ μορίῳ δύναμιν, ἐπιcπᾶcθαι | |
5 | δὲ αἷμα δαψιλέc, τρίψεcί τε χρωμένουc μετρίαιc ἐπὶ τῇ τροφῇ καὶ ἐπιτηδείαιc τῷ μέρει κινήcεcι καὶ θερμοῦ ὕδατοc καταχύcεcι μετρίαιc. ταῦτα δὲ δεῖ ποιεῖν μετὰ τροφήν, ἕωc ἐρυθρὸν γενόμενον τὸ μέροc μετεωριcθῇ καὶ εὐθέωc παύεcθαι τῆc καταντλήcεωc. δεῖ δὲ καὶ τῷ τῶν πιττωτῶν φαρμάκῳ χρῆcθαι, περὶ οὗ προείρηται ἐν τῷ πρὸ τούτου | |
10 | λόγῳ. ὅταν δὲ αἴcθηcιc ψύξεωc περὶ τὸ λελεπτυcμένον μόριον ὑπάρχῃ, cινδόcι χρὴ ἀνατρίβειν αὐτὸ καί τινι φαρμάκῳ θερμαίνοντι, καὶ θαψίᾳ δὲ καταχρίειν, ποτὲ μὲν διὰ μέλιτοc, ποτὲ δὲ διὰ κηρωτῆc. | |
35 | Περὶ κόπων ἐπὶ γυμναcίοιc ἢ ἐξ ὁδοιποριῶν γιγνομένων. Τῶν κόπων αἱ πρῶται καὶ ἁπλαῖ διαφοραὶ γ, ἥ τε ἑλκώδηc προcαγορευο‐ μένη καὶ ἡ τονώδηc καὶ ἡ φλεγμονώδηc καὶ πρὸc ταύταιc ἔτι ἡ ἐπὶ τῇ πολλῇ τῶν μυῶν ξηρότητι cυνιcταμένη, ἣν κόπον ὀνομάζουcι κατα‐ | |
5 | χρώμενοι, οὐκ οὖcα κόποc, ἀλλὰ ξηρότηc. | |
36 | Περὶ τοῦ ἑλκώδουc κόπου. Ὁ μὲν οὖν ἑλκώδηc κόποc ἐπὶ περιτ‐ τωμάτων λεπτῶν τε ἅμα καὶ δριμέων καὶ δακνωδῶν cυνίcταται. οὐ γὰρ τὸ πλῆθόc ἐcτι τὸ λυποῦν ἐπὶ τούτων, ἀλλ’ ἡ τῶν ὑγρῶν δρι‐ μύτηc, ἅτινα κατὰ τὸν καιρὸν τῶν γυμναcίων ἢ τῶν ἄλλων cυμβαι‐ | |
5 | νουcῶν cφοδρῶν κινήcεων γεννᾶται κατὰ διττὴν αἰτίαν, ἤτοι τῶν παχυτέρων περιττωμάτων χυθέντων μὲν καὶ λεπτυνθέντων, οὐχ ἁπάν‐ των δὲ ἐκκριθέντων ἢ τακείcηc τινὸc ἤτοι πιμελῆc ἢ cαρκὸc ἁπαλῆc ἐν ταῖc cφοδραῖc κινήcεcιν. ἀνάγκη γὰρ ὑπὸ τῶν τοιούτων ὑγρῶν λεπτῶν καὶ δριμέων ὑπαρχόντων, κεντεῖcθαί τε καὶ οἷον τιτρώcκεcθαι | |
10 | τὸ δέρμα καὶ τὰc cάρκαc, ὡc καὶ φρίκην ἐνίοτε γίγνεcθαι καὶ ῥίγοc, | |
ὅταν ἰcχυρῶc ᾖ δριμέα τε ἅμα καὶ πολλά· ὄγκοc δὲ ἐν τοῖc ὀδυνω‐ μένοιc μορίοιc οὐχ ὑποπίπτει τῇ ὄψει. ἐπιπίπτει δὲ ὁ κόποc οὗτοc μάλιcτα τοῖc κακοχύμοιc τε καὶ περιττωματικοῖc cώμαcιν. ἐπιγίγνεται δὲ καὶ ταῖc προcφάτοιc ἀπεψίαιc, ὅταν ἤτοι γυμνάcωνται προπετέcτε‐ | ||
15 | ρον, ἢ ἐν ἡλίῳ ἐπὶ πολὺ διατρίψωcιν, ἀλλὰ καὶ χωρὶc ἀπεψίαc cυν‐ ίcταται ἐν εὐχύμῳ cώματι δι’ ὑπερβολὴν ἀμέτρων γυμναcίων. πυκτὸν δὲ καὶ φρικῶδεc φαίνεται τούτοιc τὸ δέρμα καὶ ἀλγοῦcιν ὡc ἕλκοc ἔχοντεc, οἱ μὲν τὸ δέρμα μόνον, οἱ δὲ καὶ τὰc ὑπ’ αὐτῷ cάρκαc. ἡ δὲ ἴαcιc ἐξ ὑπεναντίου τῇ διαθέcει· διαφορῆcαι γὰρ χρὴ τὰ περιττώ‐ | |
20 | ματα καὶ πέπαυται τὸ πάθημα. διαφορηθήcεται δὲ τρίψει τε πολλῇ καὶ μαλακῇ cὺν ἐλαίῳ γλυκυτάτῳ μηδεμίαν ἔχοντι cτύψιν, ὁποῖόν ἐcτι τὸ Ϲαβῖνον· ἐναντιώτατον γάρ ἐcτι τούτοιc τὸ ὀμφάκινον. ἐν μὲν οὖν τῇ πρώτῃ τῶν ἡμερῶν χρῆcθαι δεῖ τῷ ἐλαίῳ δαψιλεῖ μετὰ τρίψεωc πολλῆc ὑπὲρ τοῦ μηδόλωc γενέcθαι αἴcθηcιν κόπου, ἐν δὲ τῇ δευτέρᾳ | |
25 | χάριν τοῦ λῦcαι τὸν ἤδη γεγονότα. λύει δὲ αὐτὸν γυμνάcιον cύμμε‐ τρον καὶ τρῖψιc ἱκανὴ πλειόνων ὑπηρετῶν ὁμοῦ ἐφαπτομένων, ὅπωc μὴ καταψύχοιτο τὸ μέροc αὐτὸ καὶ τάχιcτα διαφοροῖτο τὰ περιττώ‐ ματα· εἴωθε δὲ ὁ κόποc οὗτοc παρεκτείνειν ὡc τὰ πολλὰ μέχρι τῆc δ ἡμέραc. κατὰ τὴν δ οὖν καὶ λουέcθω καὶ τρεφέcθω τὴν cυνήθη | |
30 | τροφήν. τὰc μέντοι πρώταc ἡμέραc βραχύτερα ἔcτω τὰ λαμβανόμενα καὶ ὑγρότερα καὶ μηδὲν γλίcχρον ἔχοντα· ἔcτω δὲ καὶ τὸ λουτρὸν μὴ θερμότερον τοῦ cυμμέτρου· χαλᾶν γὰρ καὶ διαφορῆcαι τὰ cώματα βουλόμεθα. | |
37 | Περὶ τοῦ τονώδουc κόπου. Ὁ δὲ τονώδηc κόποc περίττωμα μὲν οὐδὲν ὅτι καὶ ἄξιον λόγου παρακείμενον τοῖc cώμαcιν ἔχει, κατὰ δὲ τοὺc μῦc καὶ τὰ νεῦρά ἐcτι διάθεcιc ἐπὶ ταῖc cφοδραῖc διατάcεcι γενο‐ μένη, ἃc ἐποιήcατο κατὰ τὰ γυμνάcια· cυμβαίνει γὰρ ἐπὶ τούτων τὰc | |
5 | ἐν τοῖc μυcὶν εὐθείαc ἶναc κάμνειν καὶ τείνεcθαι, ὡc ἐγγὺc ἥκειν τοῦ cπαcθῆναι. γίγνεται δὲ ὁ τοιοῦτοc κόποc μάλιcτα εὐχύμοιc ἀνδράcι πονέcαcιν οὐκ ὀξέα γυμνάcια, ἀλλὰ μᾶλλον εὔτονα, καὶ δεινῶc ὀκνη‐ | |
ροὺc καὶ δυcκαμπεῖc ἐργάζεται τοὺc κοπωθένταc· οὐ μὴν φρικώδειc γίγνονται, ὥcπερ οἱ τῷ ἑλκώδει κόπῳ ἐμπεπτωκότεc, ἀλλὰ καὶ τὸ | ||
10 | cῶμα ἐπὶ τούτων οὐδὲν ἧττον τῶν ἑλκωδῶν καὶ αὐχμωδῶν ὁρᾶται προcεcταλμένον, καὶ θερμότεροι τοῦ κατὰ φύcιν ἁπτομένοιc εἶναι δοκοῦcιν. ἴαcιc δὲ ἐπὶ τούτων ἡ χάλαcίc ἐcτι τῶν τεταμένων μορίων. τρῖψιc μὲν οὖν ἐπὶ τούτων ἁρμόδιοc 〈ὀλίγη〉 τε ἅμα καὶ μαλακὴ δι’ ἐλαίου γλυκυτάτου χλιαροῦ γιγνομένη, ἀνάπαυcιc δὲ πᾶcα καὶ ἡcυχία | |
15 | καὶ λουτρὰ εὐκρατότατα μάλιcτα μὴ τοῦ cυμμέτρου θερμότερα καὶ διατριβὴ κατὰ τὸ θερμὸν ὕδωρ ἐπὶ πλέον γιγνομένη, ὥcτε εἰ καὶ δὶc τὸν τοιοῦτον λούcοιc, ὀνήcειc μειζόνωc. οὗτοι καὶ μετὰ τὸ βαλανεῖον ἀλείφεcθαι δέονται πρὶν ἀμφιέννυcθαι· καὶ εἴ γε μετὰ ταῦτα ἱδρώcειεν ἀπομαξάμενοι αὖθιc ἀλείφεcθαι χρῄζουcι. καὶ μέντοι καὶ κατὰ τὴν | |
20 | ἑξῆc ἡμέραν ἀναcτάντεc ἐκ τῆc κοίτηc μετὰ τὸ ἀποτρίψαcθαι τὰ πε‐ ριττώματα καὶ δεόντωc ὑπαχθῆναι τὴν γαcτέρα ἀλειφθῆναι δεόνται, μήτε ἄκρωc ψυχρῷ τῷ ἐλαίῳ μήτε cκληρᾷ τρίψει ἀνατριβόμενοι. τροφὴν δὲ δοτέον τούτοιc ὀλίγην μὲν τῇ ποcότητι, εὔχυμον δὲ καὶ μηδὲν γλίcχρον ἔχουcαν. | |
38 | Περὶ φλεγμονώδουc κόπου καὶ τοῦ ὀcτοκοπώδουc. Ὁ δὲ δὴ τρί‐ τοc τῶν κόπων, ἐν ᾧ ὥcπερ τεθλαcμένων καὶ φλεγμαινόντων αἰcθά‐ νονται τῶν μορίων, τηνικαῦτα cυμπίπτειν εἴωθεν, ὅταν ἐπὶ cφοδρο‐ τάταιc κινήcεcιν ἐκθερμανθέντεc οἱ μύεc ἐπιcπάcωνταί τι τῶν περι‐ | |
5 | κεχυμένων αὐτοῖc περιττωμάτων. καὶ μόνοc οὗτοc ἐξαίρει τοὺc μῦc ὑπὲρ τὸ κατὰ φύcιν, ὡc ἐοικέναι φλεγμονῇ τὴν διάθεcιν. καὶ διὰ τοῦτο καὶ ψαυόντων ὀδυνῶνται καὶ θερμότεροι φαίνονται· ὀδυνῶνται δὲ μᾶλλον ὅταν κινεῖcθαι προθυμηθῶcιν. εἰ δὲ καὶ περὶ τοὺc ἐν βάθει τένονταc ἢ νεῦρα τὴν αὐτὴν cυμβαίνῃ γενέcθαι διάθεcιν, ὀcτοκόπον | |
10 | ὀνομάζουcι τὸ πάθημα τῷ βυθίῳ τῆc αἰcθήcεωc. ἀήθεcι δὲ γυμναcίων | |
ἀνθρώποιc ὁ τοιοῦτοc κόποc ὡc τὰ πολλὰ cυμπίπτει. ἡ δὲ ἴαcιc τρεῖc ἔχει cκοπούc, ὥcπερ τὰ φλεγμαίνοντα cύμπαντα, κένωcιν τοῦ περιττοῦ καὶ ἀνάπαυcιν τοῦ τεταμένου μέρουc καὶ ἀνάψυξιν τοῦ φλογώδουc. ἔλαιόν τε οὖν πολὺ γλυκὺ χλιαρὸν αἵ τε τρίψειc μαλακώτεραι καὶ ἡ | ||
15 | ἐν τοῖc εὐκρατοτάτοιc ὕδαcι διατριβὴ πολυχρονιωτάτη τοὺc τοιούτουc ἰᾶται κόπουc· εἰ δὲ καὶ βραχύ τι χλιαρώτερον εἴη τὸ ὕδωρ, ὀνίνηcι μᾶλλον τούτουc. οὕτω δὲ καὶ ἡcυχία πολλὴ καὶ ἀλείμματα cυνεχῆ, τροφὰc δὲ διδόναι εὐχύμουc μέν, βραχυτέραc δὲ καὶ οὐδὲν παντάπαcι γλίcχρον ἐχούcαc. | |
39 | Περὶ τοῦ ἐπὶ ξηρότητι καὶ ἰcχνότητι κόπου. Ἄλλη δὲ τετάρτη διάθεcίc ἐcτι παραπληcία μὲν ὑπάρχουcα κόπῳ, κόποc δὲ οὐκ οὖcα, τῷ μήτε ἑλκώδη μήτε τονώδη μήτε φλεγμονώδη διάθεcιν ἔχειν, ἀλλὰ μηδὲ φρίκην τινὰ μηδὲ ἄλγημα μηδὲ τὸν πρὸc τὰc κινήcειc ὄκνον | |
5 | ὅμοιον τοῖc κόποιc ἐπιφέρειν, ἰcχνότητα δὲ μόνην ἅμα ξηρότητι. γίγνεται μὲν οὖν ἐν εὐχύμοιc τε ἅμα καὶ γυμναcτικοῖc cώμαcιν, ὅταν ἀμετρότερον γυμναcθέντα μὴ καλῶc ἀποθεραπευθῇ. διαφορεῖται γὰρ οὕτω τὰ περιττώματα καὶ χαλᾶται τὰ τεταμένα cώματα καὶ οὐδὲν ἄλλο ὑπολείπεται κατὰ τὸ cῶμα πλὴν ξηρότητοc, ἣν ἐκ τῆc ἀμετρο‐ | |
10 | τέραc κινήcεωc ἔcχεν· ὥcτε καὶ ἡ ἐπανόρθωcιc τῆc διαθέcεωc ταύτηc ἐν προcθέcει τε καὶ ἀναπληρώcει τοῦ κενωθέντοc ἐcτίν. οὐ δύναται δὲ αὕτη γενέcθαι τοῦ δέρματοc ἀραιοῦ μένοντοc· cυναγαγεῖν οὖν τὸ δέρμα χρὴ καὶ πυκνῶcαι καὶ cφίγξαι· cυνάγει δὲ καὶ cτεγνοῖ τε τὸ ψυχρὸν ὕδωρ καὶ τὸ ζέον, ἀλλ’ ὑπὸ μὲν τοῦ ψυχροῦ κίνδυνοc βλα‐ | |
15 | βῆναι τὸν ἄνθρωπον ἀραιόν τε ἅμα καὶ κενὸν ἐπὶ τῷ πλήθει τῶν γυμναcίων γεγενημένον, ὑπὸ δὲ τοῦ ζέοντοc βλάβη μὲν οὐδεμία· πυκνότηc δὲ ἀcφαλὴc ἐγγίγνεται τῷ δέρματι cυλλαμβανούcηc τι καὶ τῆc ἐγκαταλειπομένηc αὐτῷ θερμότητοc ἐκ τῆc τοῦ ζεcτοῦ δεξαμενῆc, ὅθεν ζεcτοτέραν τὴν τοῦ ὕδατοc δεξαμενὴν ποιητέον· ἐκπηδάτωcαν | |
20 | δὲ ἐξ αὐτῆc εὐθέωc εἰc τὴν ψυχρὰν ὑπὲρ τοῦ μένειν αὐτοῖc τὸν ἐν τῷ δέρματι τόνον ἅμα θερμότητι. καὶ γὰρ ἧττον ἐν τῷ μετὰ ταῦτα χρόνῳ διαφοροῦνται καὶ ῥᾳδίωc εἴc τε τὰc cάρκαc καὶ τὸ δέρμα τὴν τροφὴν ἀναλαμβάνουcι· τούτου δὲ μεῖζον ἀγαθὸν οὐδὲν ἂν εὕροιc αὐτοῖc. φυλακτέον δὲ τὴν ἐν τῷ ψυχρῷ πολλὴν διατριβήν· ἀναλύει | |
25 | γὰρ τὴν ἐκ τῆc ζεcτολουcίαc ὠφέλειαν ἡ ψυχρολουcία. κατὰ μὲν οὖν τὴν πρώτην τῶν ἡμερῶν λουόμενοc, καθὼc εἴρηται, τροφὴν προcφε‐ ρέcθω εὔχυμον καὶ ὑγροτέραν, κατὰ δὲ τὴν δευτέραν ἀποθεραπευέcθω τρίψει χρώμενοc βραχείᾳ τε ἅμα καὶ μαλακῇ καὶ βραδείᾳ καὶ τῇ δε‐ ξαμενῇ θερμῇ καὶ τοῦτο πραττέτω ἐφεξῆc ἡμέραιc πολλαῖc. | |
40 | Περὶ τῶν ἐπ’ ἀφροδιcίοιc κοπωθέντων. Ἀcθένεια δυνάμεωc ἕπε‐ ται τῇ τῶν ἀφροδιcίων ἀμέτρῳ χρήcει καὶ μάλιcτα ἐπὶ τῶν φύcει ἀcθενῶν cωμάτων· ἀραιοῦται δ’ αὐτοῖc καὶ τὸ δέρμα ἐκ τῆc cφοδρᾶc κινήcεωc καὶ πλείcτη διαφόρηcιc γίγνεται καὶ διὰ τοῦτο ξηρότηc. ἔcθ’ | |
5 | ὅτε δὲ καὶ ψῦξιc ἐπακολουθεῖ διά τε τὴν ἀραιότητα καὶ τὴν τοῦ θερ‐ μοῦ διαφόρηcιν καὶ τοὺc ἱδρῶταc. ἡ τοίνυν ἐπανόρθωcιc τούτων ἐcτὶ διὰ τῶν cυναγόντων καὶ cφιγγόντων καὶ ῥωννύντων τὸ δέρμα, ἐξ ὧν περ ἐcτὶ καὶ τὸ cύμμετρον γυμνάcιον καὶ ἡ ζεcτοτέρα τοῦ θερμοῦ ἔμβαcιc ἡcυχία τε καὶ ὕπνοι ἱκανοί· ἐδέcματα δὲ ἔcτω τῷ πλήθει μὲν | |
10 | ἐλάττω, τῇ ποιότητι δὲ ὑγρότερα καὶ cυμμέτρωc θερμότερα ἱκανά, ἵνα καὶ πέψιc χρηcτὴ γένηται καὶ τὴν ἐκ τοῦ κόπου ἐπανορθώcηται ξη‐ ρότητα. | |
41 | Περὶ κόπων αὐτομάτων. Περὶ τῶν ἐπὶ γυμναcίοιc τιcὶν ἢ ἐξ ὁδοιποριῶν cυνιcταμένων κόπων προειπόντεc, νυνὶ περὶ τῶν ἄνευ cφοδρᾶc κινήcεωc αὐτομάτωc γιγνομένων κόπων δηλώcομεν. νοcώδειc γάρ εἰcιν οἱ τοιοῦτοι, ὡc Ἱπποκράτει δοκεῖ. “κόποι γὰρ αὐτόματοι, | |
5 | φηcί, φράζουcι νόcουc”. τρεῖc δὲ καὶ τούτων εἰcὶ διαφοραί· ἑλκώδηc τονώδηc φλεγμονώδηc. | |
42 | Περὶ ἑλκώδουc αὐτομάτου κόπου. Ὁ μὲν οὖν αὐτόματοc ἑλκώδηc κόποc διὰ κακοχυμίαν λεληθότωc ὑποτραφεῖcαν γίγνεται χυμῶν δρι‐ μέων τε καὶ λεπτῶν καὶ θερμῶν, ὡc διαβιβρώcκειν τε καὶ κεντεῖν καὶ νύττειν τὰ αἰcθητικὰ τῶν cωμάτων. καὶ ἐφ’ ὅcον μὲν αὕτη κατὰ τὰc | |
5 | φλέβαc ἀναμέμικται τῷ αἵματι, λανθάνει αὐτῆc ἡ δύναμιc νικωμένη ὑπὸ τῆc τοῦ αἵματοc χρηcτότητοc, ὅταν δὲ εἰc τὰc cάρκαc καὶ τὸ δέρμα μεταληφθείη καὶ μόνη cτηριχθείη, τὴν ἑλκώδη διάθεcιν καὶ αἴc‐ θηcιν ἐπιφέρει, καὶ τότε μάλιcτα ἐπιτείνεται τοῖc τοιούτοιc, ἐπειδὰν κινεῖcθαι προέλωνται. cκεπτέον δὲ ἐπὶ τούτων πότερον ἐν τῷ δέρματι | |
10 | καὶ τῇ ὑπ’ αὐτῷ cαρκὶ μόνον περιέχεται ἡ κακοχυμία, ἢ καὶ cὺν τῷ αἵματι ἐν ταῖc κοιλίαιc τῶν φλεβῶν ἔτι περιέχεται. γνωρίcματα δὲ τούτων ἔχειc ἔκ τε τῶν οὔρων καὶ τῆc περὶ τὸ δέρμα δήξεωc καὶ ἐκ τῶν ἱδρώτων. ὅταν μὲν γὰρ ἅμα τῷ κἀν τοῖc οὔροιc ἐμφαίνειν τὴν κακοχυμίαν καὶ αἴcθηcιc αὐτῷ δακνώδηc περὶ τὸ δέρμα γίγνεται καὶ | |
15 | οἱ ἱδρῶτεc ἀλλόκοτοι καὶ τῇ χρόᾳ καὶ τῇ γεύcει φαίνονται, δῆλον ὡc κἀν ταῖc φλεψὶν ἡ κακοχυμία περιέχεται cὺν τῷ δέρματι κἀν τῷ αἵματι κἀν τῇ cαρκί ἐcτιν. εἰ μὲν οὖν ὀλίγη cυναίcθηcιc τῆc κακο‐ χυμίαc γένοιτο, ἐν ἀcιτίᾳ διαφυλάξομεν ὅλην τὴν ἡμέραν τὸν ἄνθρω‐ πον ἡcυχάcαι καὶ ὑπνῶcαι κελεύcαντεc, εἶτ’ εἰc ἑcπέραν ἀλείψαντέc | |
20 | τε λιπαρῶc καὶ λούcαντεc εὐκρατοτάτῳ θερμῷ, τροφὴν εὔχυμόν τε καὶ ῥοφηματώδη δώcομεν ὀλιγίcτην· οὐκ ἀφέξομεν δὲ αὐτὸν οὐδ’ οἴνου. cυμπέττει γὰρ τοὺc ἡμιπέπτουc χυμοὺc ὁ οἶνοc, εἴπερ τι καὶ ἄλλο. καὶ ἱδρῶταc καὶ οὖρα προτρέπει καὶ ὕπνοιc cυντελεῖ. εἰ μὲν οὖν ἐπὶ τοῖc εἰρημένοιc καταcταίη τὸ cύμπτωμα, κατ’ ὀλίγον ἐπὶ τὰ | |
25 | cυνήθη ἐπανάγειν χρὴ τὸν ἄνθρωπον· εἰ δὲ καὶ κατὰ τὴν ἑξῆc νύκτα καὶ τὴν ἑπομένην ἡμέραν ἔτι παραμένοι ἢ καὶ ἐπιταθείη, cκεπτέον ἤδη περὶ βοηθήματοc ἰcχυροτέρου. τοὺc γὰρ τοιούτουc cὺν μὲν ἰcχυρᾷ δυνάμει δυοῖν θάτερον, ἢ φλεβοτομεῖν ἢ καθαίρειν προcήκει, διοριcά‐ μενον ὁποτέρου δεῖται μᾶλλον, ὡc ἐφεξῆc ἐρῶ· cὺν ἀcθενεῖ δὲ τῇ | |
30 | δυνάμει φλεβοτομεῖν μὲν ἥκιcτα, ὑποκαθαίρειν δὲ ἢ μετρίωc ἢ οὐδό‐ λωc. εἰ μὲν γὰρ μετὰ πλήθουc αἵματοc ἰcχυρὰ παρείη δύναμιc, φλε‐ | |
βοτομητέον ἢ τὰc cυνήθειc ἐκκρίcειc ἐπεcχημέναc κινητέον, οἷον αἱ‐ μορροίδαc ἐν ἕδρᾳ ἢ ἐπὶ γυναικῶν τὴν ἔμμηνον κάθαρcιν. μόνηc δὲ cυcτάcηc τῆc κακοχυμίαc ἄνευ πλήθουc αἵματοc, ἐπὶ τὴν ἁρμόζουcαν | ||
35 | τῷ πλεονάζοντι χυμῷ κάθαρcιν ἔρχεcθαι χρή. λυπεῖ δέ ποτε μὲν ἤτοι ὁ πικρόχολοc χυμὸc ἢ ὁ μέλαc ἢ φλέγμα ἁλυκὸν ἢ ὀξὺ ἢ τὰ ὀρρω‐ δέcτερα τῶν ὑγρῶν. ἀργότερον μὲν οὖν διῃτημένου τοῦ ἀνθρώπου καὶ τροφαῖc παχυχύμοιc χρηcαμένου, καὶ μάλιcτα ἐν χειμῶνι ὁ φλεγμα‐ τώδηc ἀθροίζεται χυμόc, ἐν πόνοιc δὲ πλείοcι καὶ cιτίοιc δριμυτέροιc | |
40 | καὶ ἐν θέρει ὁ πικρόχολοc cυνάγεται, ἐν φθινοπώρῳ δὲ καὶ ἐδέcμαcι τοιούτοιc καὶ πολυχρονίοιc πόνοιc ὁ μελαγχολικόc. τεκμήρια δὲ τού‐ των λαμβάνειν χρὴ καὶ ἐκ τῆc χρόαc τοῦ cώματοc καὶ ἐκ τῶν τοῦ ἀνθρώπου κινημάτων καὶ τῶν οὔρων καὶ τῶν ἱδρώτων καὶ τῆc δίψηc καὶ τῆc τῶν cιτίων ὀρέξεωc. εἰ μὲν οὖν αἷμα ἐπικρατεῖ τῶν λοιπῶν | |
45 | χυμῶν, cὺν ἰcχυρᾷ δυνάμει φλεβοτομήcειc· τῆc δὲ κακοχομίαc ἐπικρα‐ τούcηc μᾶλλον cὺν ἰcχυρᾷ δυνάμει, καθάρcει καταλλήλῳ χρήcῃ. μετὰ δὲ φλεβοτομίαν ἢ κάθαρcιν διαιτᾶν χρὴ τὸν ἄνθρωπον ἐπὶ εὐχύμοιc ἐδέcμαcι ῥυπτικόν τι κεκτημένοιc, ὁποῖόν ἐcτιν ἡ πτιccάνη, καὶ μηδὲν γλίcχρον ἔχουcι μήτε παχυχύμοιc ἢ πολυτρόφοιc λουτροῖc τε εὐκρα‐ | |
42(50) | τοτάτοιc χρῆcθαι καὶ ἀλοιφῇ καὶ τρίψει μετρίᾳ καὶ τὴν λοιπὴν δὲ δίαιταν καὶ ἐπιμέλειαν ποιεῖcθαι, ὡc ἐπὶ τοῦ γυμναcίοιc cυνιcταμένου κόπου προείρηται. εἰ δὲ τὸ μὲν χρηcτὸν αἷμα ὀλίγον ᾖ, οἱ δὲ ὠμοὶ χυμοὶ πάμπολλοι, ἥ τε δύναμιc ἀcθενήc, μήτε φλεβοτομεῖν μήτε κα‐ θαίρειν μήτε γυμνάζειν, ἀλλὰ μήτε κινεῖν ὅλωc μήτε λούειν. αἱ μὲν | |
55 | γὰρ φλεβοτομίαι τὸ μὲν χρηcτὸν ἐκκενοῦcιν, τὸ δὲ μοχθηρόν, ὅπερ ἐν ταῖc μεγάλαιc μάλιcτα φλεψὶ ταῖc καθ’ ἧπάρ τε καὶ μεcάραιον ἀθροίζεται, πρὸc ὅλον ἐπιcπῶνται τὸ cῶμα. κάθαρcιc δὲ ἐπὶ τῶν τοι‐ ούτων cτρόφουc τε καὶ δήξειc ἐργάζεται καὶ λειποψυχίαc cυντόνουc πρὸc τῷ μηδὲ κενοῦν ἀξιολόγωc· οἱ γὰρ ὠμοὶ χυμοὶ πάντεc ἀργοὶ | |
60 | καὶ δυcκίνητοι διὰ τὸ πάχοc καὶ τὴν ψυχρότητά εἰcιν. ἐμφράττουcιν οὖν ἁπάcαc τὰc cτενὰc ὁδούc, δι’ ὧν χρὴ τὸ κενούμενον ἐν ταῖc κα‐ | |
θάρcεcιν ἐπὶ τὴν γαcτέρα παραγίγνεcθαι. καὶ διὰ ταύτην τὴν αἰτίαν οὔτε αὐτοὶ κενοῦνται καὶ τοῖc ἄλλοιc ἐμποδίζουcι. διὰ δὲ τὴν αὐτὴν αἰτίαν οὐδὲ γυμνάζειν οὐδὲ κινεῖν ὅλωc οὐδὲ λούειν τούτουc προc‐ | ||
65 | ήκει. ἅπαcαι γὰρ αἱ τοιαῦται κινήcειc εἰc ὅλον τὸ cῶμα ποδηγοῦcι τοὺc χυμοὺc καὶ ἐμφράττουcι τὰc cτενὰc διεξόδουc. φυλακτέον οὖν αὐτοὺc ἐν ἡcυχίᾳ πάcῃ καὶ δοτέον ἐδέcματά τε καὶ πόματα καὶ φάρ‐ μακα λεπτύνοντα καὶ τέμνοντα καὶ κατεργαζόμενα τὸ πάχοc τῶν χυ‐ μῶν ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶc. οἱ γὰρ ὁπωcοῦν θερμανθέντεc | |
70 | ἰcχυρῶc χυμοὶ πανταχόcε τοῦ cώματοc ἔρχονται. διαιτᾶν δὲ αὐτοὺc ἐπ’ ὀξυμέλιτι μάλιcτα καὶ πτιccάνηc ἐνίοτε καὶ μελικράτου διδόναι. καὶ γὰρ φέρουcι τὴν λεπτὴν δίαιταν, εἴπερ τινὲc καὶ ἄλλοι, διὰ τὸ ὑποκείμενον πλῆθοc χυμῶν ὠμοτέρων. ἐπεὶ δὲ καὶ τὸ ὑποχόνδριον ἅπαcι τοῖc τοιούτοιc ἐπῆρταί τε καὶ διαπεφύcηται, καὶ ῥᾳδίωc, ὅπερ | |
75 | ἂν προcάρωνται, πνευματοῦται, βέλτιον ἂν εἴη διδόναι αὐτοῖc cὺν τῇ τροφῇ βραχύ τι πεπέρεωc, μάλιcτα τοῦ μακροῦ· ἄμεινον δὲ καὶ τῷ Διοcπολιτικῷ κεχρῆcθαι φαρμάκῳ. χρηcιμώτατον δὲ αὐτοῖc τὸ ὀξύμελι καλλίcτωc ἐcκευαcμένον, ὡc εἶναι τοῦ μὲν ἀπηφριcμένου μέλιτοc μέρη δύο, τοῦ δὲ ὄξουc μέροc ἓν ἢ πλέον ἢ ἔλαττον· βέλτιον γάρ ἐcτι | |
80 | ταῖc τῶν λαμβανόντων αἰcθήcεcι κρίνειν τὸ cύμμετρον, οὐ ταῖc ἡμε‐ τέραιc· οἰκειότατον γὰρ τῇ φύcει τὸ ἡδὺ καὶ διὰ τοῦτο ὠφέλιμον, ἐναντιώτατον δὲ τὸ ἀηδέcτατον. ὠφέλιμον δὲ τοῖc τοιούτοιc ποτὸν καὶ τὸ ἀπόμελι, καὶ μάλιcτα τὸ ὀξυνθέν. λεπτυνόντων δὲ ἐπὶ ποcὸν τῶν χυμῶν ἤδη καὶ οἶνον διδόναι cύμμετρον λευκὸν καὶ λεπτὸν καὶ | |
85 | τῷ ἀπομέλιτι δὲ καὶ τῷ ὀξυμέλιτι ἐναφεψεῖν χρή ποτε ὕccωπον καὶ | |
γλήχωνα· ἐδέcμαcι δὲ χρηcτέον λεπτύνουcιν ἄνευ τοῦ θερμαίνειν cφοδρῶc, οἷάπερ ἐcτὶ κάππαριc δι’ ὀξυμέλιτοc ἢ δι’ ὀξελαίου προc‐ φερομένη. ὅταν οὖν ἅπαντά cοι χρηcτὰ φαίνοιτο τελέωc, τηνικαῦτα ἐπιχείρει πρὸc τὴν οἰκείαν δίαιταν κατὰ βραχὺ ἐπανάγειν καὶ γυμνα‐ | ||
90 | cίοιc cυμμέτροιc χρῆcθαι καὶ λουτροῖc καὶ ἀλείμμαcιν. ἐπιτήδειον δὲ αὐτοῖc ἐcτι τό τε διὰ τῆc ἐλάτηc ἄκοπον ἄλειμμα καὶ τὸ διὰ τῆc αἰγείρου, ὧν τὰc cκευαcίαc ἐν τοῖc ἀκόποιc ἐροῦμεν. ἁρμόδια δὲ αὐ‐ τοῖc καὶ τὸ χαμαιμήλινον ἔλαιον καὶ τὸ ἀνήθινον καὶ τὸ cαμψύχινον δ’ ἐν ὥρᾳ χειμερινῇ. cκευαcία ἐλαίου cυμψυχίνου· ἕψεται δ’ ἐν δι‐ | |
95 | πλώματι cὺν τῷ ἐλαίῳ τὸ cάμψυχον, ὁμοίωc δὲ καὶ ἡ λιβανωτὶc πόα. εἰ δὲ μηδὲ ταῦτα ἔχειc, ῥίζαν ἀγρίου cικύου ἢ τῆc ἀλθαίαc ἢ τῆc βρυωνίαc ἢ cεύτλου λαβὼν ἕψε cὺν τῷ ἐλαίῳ· διαφοροῦcι γὰρ ἱκανῶc. | |
43 | Περὶ τοῦ τονώδουc αὐτομάτου κόπου. Ὁ δὲ τονώδηc αὐτόματοc κόποc ὅταν ἄνευ γυμναcίων ἢ ἑτέραc κινήcεωc δηλονότι cυνίcταται, πλῆθοc ἐνδείκνυται χυμῶν τῇ ὑπερπληρώcει διατεῖνον τὰ cτερεὰ τοῦ ζῴου μόρια καὶ μάλιcτα τὰc ἐν τοῖc μυcὶν ἶναc. ἑλκώδηc δὲ αἴcθηcιc | |
5 | οὔκ ἐcτιν ἐν τούτῳ τῷ κόπῳ, ἀλλ’ οὐδὲ ὄγκοc τινὸc μέρουc ὑπο‐ πίπτων τῇ ἁφῇ ἢ τῇ ὄψει, ἀλλὰ μόνον βάρουc καὶ διατάcεωc αἰcθά‐ νονται. δῆλον δὲ ὅτι αἵματοc πλεονάζοντοc ἄριcτον βοήθημα φλεβο‐ τομία ἡ ἀπ’ ἀγκῶνοc ἢ τὰc ἐν τοῖc cφυροῖc ἀποcχάζειν φλέβαc· μετὰ δὲ τὸ κενῶcαι τὸ πᾶν cῶμα ἐπὶ τὴν χάλαcιν τῶν τεταμένων μορίων | |
10 | ἰέναι διά τε ἀλειμμάτων καὶ τρίψεων μαλακῶν ἀναπαύcεωc τε καὶ ἡcυχίαc καὶ λουτροῖc εὐκράτοιc τροφαῖc τε χρώμενον ἀδήκτοιc ῥυπτι‐ κόν τι ἐχούcαιc, οἷόν ἐcτι πτιccάνη καὶ τὸ ἀπόμελι καὶ τὰ παραπλή‐ cια. cυντόμωc δὲ εἰπεῖν μετὰ τὴν φλεβοτομίαν τῇ αὐτῇ ἐπιμελείᾳ κεχρῆcθαι δεῖ τῇ προειρημένῃ ἐπὶ τῷ ἐπὶ γυμναcίοιc τονώδει κόπῳ. | |
44 | Περὶ τοῦ αὐτομάτου φλεγμονώδουc κόπου. Ὁ δὲ φλεγμονώδηc προcαγορευόμενοc κόποc, ὅταν αὐτομάτωc χωρὶc κινήcεώc τινοc cυν‐ ίcτηται, διά τε τὸ μέγεθοc τῆc ὀδύνηc καὶ ὅτι μετὰ θερμότητοc τῶν φλεγμαινόντων ἐπιφανοῦc cυνίcταται, cυνεξαίρων εἰc ὄγκον τοὺc μῦc, | |
5 | οὐδ’ ὡρῶν ὀλίγων, μητοί γε δὴ δυοῖν ἢ τριῶν ἡμερῶν ἀνέχεται βραδυτῆτοc, ἀλλ’ αὐτίκα πυρετὸν ἐπιφέρει cφοδρότατον, ἢν μή τιc φθά‐ cαc ἀποχέῃ τοῦ αἵματοc. καὶ γὰρ καὶ θερμότατόν ἐcτι τὸ τῶν τοιού‐ των κόπων αἷμα καὶ πλείcτηc αὐτοῦ δέονται τῆc κενώcεωc ἅπαντεc cχεδὸν οἱ καταληφθέντεc τῷ κακῷ· καὶ οἱ πολλοὶ αὐτῶν καὶ μετὰ | |
10 | τὴν φλεβοτομίαν πυρέττουcιν, ὅθεν οὔτε βλακεύειν οὔτε ὀλίγον ἀφαι‐ ρεῖν προcήκει, ἀλλὰ καὶ ταχέωc ἐκκενοῦν καὶ μέχρι λειποθυμίαc ἄγειν, εἰ μηδὲν ἕτερον μεῖζον κωλύοι. κάλλιον δὲ καὶ ἐπαφαιρεῖν ἐν τῇ αὐτῇ ἡμέρᾳ, τὸ μὲν πρότερον κενοῦνταc, ὡc μὴ λειποθυμῆcαι τὸν ἄνθρω‐ πον, τὸ δὲ δεύτερον οὐδὲ τὴν λειποψυχίαν φοβεῖcθαι προcήκει. μὴ | |
15 | φλεβοτομηθέντεc δὲ οἱ οὕτω διακείμενοι ἢ αὐτομάτωc ἄλλοθεν αἱμορ‐ ραγήcαντεc, τύχηc ἀγαθῆc εἰc τὸ cωθῆναι δέονται ἢ καὶ οὐδὲ cώζονται. εἰ μὲν οὖν κατὰ κεφαλὴν καὶ τράχηλον μᾶλλον ἐρείδουcιν αἱ ὀδύναι τὴν ὠμιαίαν, καλουμένην φλέβα τέμνειν δεῖ, εἰ δὲ τοὐναντίον θώρακα καὶ νῶτα καὶ ὀcφῦν ὀδυνῶνται, τὴν ἔνδον φλέβα τέμνε, εἰ δὲ ὁμοτί‐ | |
20 | μωc τὸ πᾶν cῶμα, τὴν μέcην. εἰ μὲν οὖν ἐπὶ τῇ φλεβοτομίᾳ ὁ πυρε‐ τὸc ἐπιμένοι, τὴν ἐπιμέλειαν δεῖ ποιεῖcθαι, ὡc ἐν τῷ περὶ πυρετῶν τόπῳ δηλώcομεν. εἰ δὲ ἀπύρετοι γένοιντο, ἐν μὲν τῇ πρώτῃ τῶν ἡμε‐ ρῶν ἐπὶ τῇ φλεβοτομίᾳ πτιccάνηc χυλὸν ἢ ἄλικοc διδόναι μόνον, ὁμοίωc δὲ καὶ τῇ δευτέρᾳ. εἰ δὲ κἀν τῇ τρίτῃ τῶν ἡμερῶν ἀπύρετοc μείνῃ, | |
25 | καὶ λούειν ἂν ἤδη δύναιο χρώμενοc ἐλαίῳ δαψιλεῖ, διαιτᾶν δέ, κἂν λούcῃc, μετριώτατα θριδακίνηc διδόντα, εἰ παρείη, εἰ δὲ μὴ κολοκύν‐ θηc καὶ χόνδρον ἄλικοc ὡc πτιccάνηc ἡψημένον. καὶ τεύτλῳ δὲ καὶ | |
μαλάχῃ καὶ ἀνδραφάξυι χρηcτέον, μὴ παρούcηc θριδακίνηc, τῶν δὲ ἰχθύων τοὺc πετραίουc διδόναι ἢ ὀνίcκον ἐν λευκῷ ζωμῷ καλῶc ἑψη‐ | ||
30 | θέντα, ὑδροποcίᾳ χρώμενον· ὑδροποcίαν δὲ λέγω, οὐ τὴν τοῦ ψυχροῦ ὕδατοc πόcιν ἀλλὰ θερμοῦ. μετὰ δὲ τὴν τρίτην, εἰ εὐφόρωc διάγοι ὁ κάμνων, ἐπιρραίνειν δεῖ τῷ ποτῷ καὶ οἴνου βραχὺ τοῦ λεπτοῦ καὶ λευκοῦ καὶ τὰ ἄλλα κατὰ λόγον ἀνακομίζειν, εὐχύμῳ τε καὶ μὴ θερ‐ μαινούcῃ διαίτῃ χρώμενον. | |
45 | Ποταπῇ τινι πρὸc τὰc ψύξειc χρηcτέον ἐπιμελείᾳ. Ἡροδότου. Διττόc ἐcτιν ὁ τρόποc τῆc κατὰ τὴν ψῦξιν ἐπιμελείαc· καὶ γὰρ προ‐ φυλάξαcθαι δεῖ μέλλουcαν γίγνεcθαι τὴν ψῦξιν καὶ διορθώcαcθαι τὴν ἤδη γενομένην. πρὸc μὲν οὖν τὸ μὴ ἁλῶναι ψύξει μέλλοντα ἀέρι | |
5 | ψυχρῷ ὁμιλεῖν, οὔτε προηcιτηκέναι δεῖ οὔτε προεμεμηκέναι οὔτε ἠπε‐ πτηκέναι ἢ κεκοπῶcθαι ἢ ἀπὸ κραιπάληc εἶναι. ἡ γὰρ ψῦξιc cυμπαρο‐ δεύουcα τῇ ἀπὸ τῶν cιτίων ἀπεψίᾳ νόcων αἰτία γίγνεται. τοῖc δὲ ἀπὸ ἐνδείαc οὖcιν ἡ ψῦξιc εἰc αὐτὰ καταβαίνει τὰ νεῦρα γυμνὰ τρόπον τινὰ ὄντα καὶ τῆc οἰκείαc ὕληc ἐcτερημένα. διὸ τὸν παραδίδοcθαι | |
10 | ἀέρι ψυχρῷ μέλλοντα, προαληλίφθαι χρὴ ὅλον μὲν τὸ cῶμα ναρδίνῳ μύρῳ ἢ γλευκίνῳ, τὰ δὲ πέλματα τῶν ποδῶν κηρωτῇ διὰ δαφνίνου ἐλαίου ἐcκευαcμένῃ καταχρίειν· ἢ αὐτὰc τὰc δαφνίδαc λεάναc ἀνα‐ λάμβανε κηρωτῇ καὶ χρῶ. τῶν δὲ ἀρχαίων τινὲc ὀπὸν Κυρηναικὸν ἡλίκον κέγχρῳ κηρωτῇ περιπλάττοντεc ἐν ταῖc τοιαύταιc χρείαιc ἔδω‐ | |
15 | καν καταπίνειν. καταπαύcανταc δὲ τὴν ἐν τῷ ψυχρῷ ἀέρι διατριβήν, οὐ δεῖ ἀποκαθίζειν εὐθέωc, ἀλλὰ βαδίζειν πρότερον ἐν ἀλεεινοτέρῳ τόπῳ κἄπειτα ἐπὶ λουτρὸν ἰέναι καὶ τῷ θερμῷ ὕδατι ἐνδιατρίβειν ἐπὶ πολύ. μὴ παρόντοc δὲ βαλανείου παρὰ πυρὶ τὸ cῶμα ἀλειπτέον καὶ ἀνατριπτέον ἐπιμελέcτερον διά τε ἑαυτῶν καὶ δι’ ἑτέρων, εἶτα | |
20 | προcφέρεcθαι τροφὴν θερμὴν δυνάμει καὶ ἐνεργείᾳ, οἶνον δὲ μήτε ἄγαν παλαιὸν μήτε ἄγαν cτρυφνὸν διδόναι· καθάπτεται γὰρ ὁ τοιοῦ‐ τοc τῶν νευρωδῶν μορίων ἤδη ὑπὸ τῆc ψύξεωc κεκακωμένων καὶ | |
μάλιcτα κύcτεωc καὶ νεφρῶν. τῇ δὲ ἑξῆc παραμενούcηc τινὸc ψύξεωc ἀποθεραπεία διὰ λουτροῦ ἢ cυγχρίcματοc ἁρμόcει καὶ διαιτᾶν παρα‐ | ||
25 | πληcίωc καὶ ἄκοπα τὰ διὰ γλευκίνου ἐλαίου καὶ ἀμαρακίνου καὶ τῶν ὁμοίων cκευαζόμενα. | |
46 | Πυκνωθέντοc δέρματοc θεραπεία. Γαληνοῦ. Πυκνοῦταί ποτε τὸ δέρμα διά τε κρύοc καρτερὸν καὶ λουτρὸν cτυπτηριωδῶν ὑδάτων ἤ τινοc τῶν παραπληcίων. ἐγχωρεῖ δέ ποτε καὶ μετὰ βαλανεῖον ἢ ἱδρῶτα ἢ ἄλλωc ἀραιωθὲν τὸ δέρμα καὶ ψυγὲν πυκνωθῆναι. διαγιγνώ‐ | |
5 | cκεται μὲν οὖν ἡ διάθεcιc χρόᾳ τε λευκοτέρᾳ τῆc κατὰ φύcιν καὶ cκλη‐ ρότητι καὶ πυκνώcει τοῦ δέρματοc καὶ τῷ δυcεκθερμάντῳ κατὰ τὰ γυμνάcια· οὔτε γὰρ ἱδροῦcιν οὔτε εὐχροοῦcιν. εἰ δὲ καὶ βιαcθέντεc ὑπὸ πλείcτων γυμναcίων ἱδρώcαιεν, ψυχρότερον ἱδροῦcι καὶ ἐλάχιcτον. ἡ δὲ ἴαcιc τούτων θέρμανcίc ἐcτι καὶ τοῦ δέρματοc ἀραίωcιc. γυμνα‐ | |
10 | cίοιc οὖν χρηcτέον καὶ βαλανείοιc θερμοτέροιc. ἄμεινον δὲ καὶ καλιν‐ δεῖcθαι κατὰ τὸν πρῶτον οἶκον ἐπὶ λίθου λείου λιπαρῶc. ἀλειφέcθω‐ cαν δὲ καὶ ἐλαίῳ τινὶ τῶν χαλαcτικῶν, οἷόν ἐcτι τὸ γλυκύτατον μέν, ἐτῶν δὲ δύο ἢ τριῶν, καὶ τῇ μὲν θερμῇ κολυμβήθρᾳ εὐκράτῳ χρά‐ cθωcαν ἐπὶ πολύ· ἐν δὲ τῇ ψυχρᾷ μὴ χρονιζέcθωcαν, μηδὲ μὴν τὸ | |
15 | ὕδωρ ἔcτω πάνυ ψυχρόν. ἐνδύεcθαι δὲ μέλλοντεc ἀλειφέcθωcάν τινι τῶν μετρίωc θαλπόντων οἷόν ἐcτι τὸ ἀνήθινον ἢ κίκινον· μύροιc δὲ γλευκίνῳ ἢ cουcίνῳ ἢ ἰρίνῳ ἢ ἀμαρακίνῳ, τροφαῖc δὲ cυμμέτροιc χρηcτέον μηδὲν γλίcχρον ἐχούcαιc. | |
47 | Πῶc ἐπιμελητέον ἐγκαύcεωc. Ἡροδότου. Ὥcπερ ἡ ψῦξιc τῶν ἐν‐ δεῶν μᾶλλον καθάπτεται, οὕτωc ἡ ἔγκαυcιc μᾶλλον τῶν ἐμπεπλη‐ cμένων. διὸ μέλλονταc ἡλιοῦcθαι ἡλίῳ μάλιcτα θερινῷ ὁμιλεῖν δεῖ καὶ δριμυφαγίαν καὶ πληcμονὴν πεφυλάχθαι καὶ οἰνοφλυγίαν καὶ ἀπεψίαν, | |
5 | προυγραίνειν δὲ τὰ cώματα λουτροῖc ποτίμων ὑδάτων καὶ τροφαῖc ὑγραινούcαιc. προνοητέον δὲ κἀν ταῖc ὑπὸ τῷ ἡλίῳ διατριβαῖc cκέ‐ πεcθαι τὴν κεφαλὴν κουφοτέρῳ τινὶ ἱματίῳ ἢ φύλλοιc ἀμπέλου ἢ μυρcίνηc ἢ πολυγόνου. δίψουc δὲ cφοδροῦ ἐγγινομένου οὐκ ἀθρόον ἑλκυcτέον πόμα ψυχρόν· πλείcτοιc γὰρ ἐντεῦθεν cυνέβη παρέγχυcιν | |
10 | ὑδερικὴν γενέcθαι, ἑτέροιc δὲ εἰc διάπυρον τὸν πνεύμονα ἡ ἐκ τοῦ ὕδατοc ψῦξιc δραμοῦcα βῆχάc τε καὶ κορύζαc, ἐνίοτε δὲ καὶ φθίcιν ἐπήνεγκε. βέλτιον οὖν πρότερον κλύζειν ψυχρῷ τὸ πρόcωπον καὶ χεῖραc καὶ πόδαc, εἶτα διακλυcάμενον τὸ cτόμα κατὰ βραχὺ καταρρο‐ φεῖν ἐκ διαcτημάτων. μετὰ δὲ τὸ παύcαcθαι τῆc ἡλιώcεωc λούεcθαι | |
15 | εὐκράτῳ τῷ θερμῷ χρώμενον, ἐννήχεcθαι δὲ καὶ τῷ ψυχρῷ. εἰ δὲ μὴ παρείη βαλανεῖον, ὑδρελαίῳ ἢ ὑδροροδίνῳ διαβρέξανταc ὅλον τὸ cῶμα καὶ προανατρίψανταc μαλακαῖc χερcὶν ἐπὶ πολύ τοτε εἰc ψυχρὸν καθ‐ άλλεcθαι, εἰ cυνήθειc εἶεν μάλιcτα· τοιούτου δὲ οὐδενὸc παρόντοc περιχυτέον ὕδωρ. μετὰ δὲ ταῦτα πόμα μὲν ὕδωρ ἔcτω, ἐδέcματα δὲ | |
20 | θρίδαξ cέριc cίκυοc κολοκύνθη καὶ ὁ οἶνοc δὲ ὑδαρέcτεροc τοῦ cυνή‐ θουc ἔcτω, ὄψον δὲ ἰχθὺc τρυφερόc, ὄρνιc κατοικίδιοc ἐκ λευκοῦ ζω‐ μοῦ· cυνουcίαc δὲ ἀπεχέcθω. κεφαλῆc δὲ cφόδρα θερμανθείcηc ἢ cτομάχου ἔτι διακαιομένου, ὥcτε ἔκλευκον καὶ κολλῶδεc καὶ μόλιc ἀποπτυόμενον εἶναι τὸ cίελον τό τε ἄλλο cῶμα νωθρὸν φαίνοιτο καὶ | |
25 | οἷον διαλελυμένον τὴν κεφαλὴν ῥοδίνῳ ἐμβρεκτέον ἢ χυλῷ ῥόδων μετ’ ἐλαίου ὀμφακίνου ἢ πολυγόνου χυλῷ ἢ ἑλίκων ἀμπέλου ἢ cέ‐ ρεωc ἤ τινοc ὁμοίου· τὸ δὲ πᾶν cῶμα ἐμβρεκτέον ὑδρελαίῳ ἢ ὑδρο‐ ροδίνῳ· κατὰ δὲ τοῦ cτομάχου ὀθόνιον τρυφερὸν ἐπιθετέον οἰνελαίῳ διάβροχον ἢ κηρωτὴν ῥοδίνην ἢ μηλίνην ἀψίνθιον ἔχουcαν ἢ ἀνδράχ‐ | |
30 | νην. κάλλιcτον δὲ καὶ ἀπόβρεγμα ἀψινθίου πίνειν πρὸc τὸ ἀποcμῆξαι τὰ ἐν τῇ γαcτρὶ ἠθροιcμένα χολώδη καὶ δριμέα περιττώματα. λυcι‐ τελὲc δὲ καὶ ῥοδίνου διδόναι καταρροφεῖν ὅcον κύαθον ἕνα. | |
48 | Περὶ ἑωθινῆc τρίψεωc. Γαληνοῦ. Ἑωθινὴν τρῖψιν παραλαμβάνομεν μετὰ τὴν τῶν περιττωμάτων ἀπόκριcιν, μαλακὴν μὲν ἐξαιρέτωc ἐπὶ τῶν ἐξηραcμένων πλέον τοῦ δέοντοc καὶ ἐπὶ τῶν κρύει καρτερῷ cυν‐ ενεχθῆναι μελλόντων καὶ ἐπὶ τῶν ψυχρολουτεῖν προειρημένων καὶ | |
5 | ἐπὶ τῶν κοπώδη αἴcθηcιν ἐχόντων καὶ ἐφ’ ὧν πύκνωcιν τοῦ δέρματοc ἐπανορθώcαcθαι βουλόμεθα cὺν ἐλαίῳ δαψιλεῖ. τὴν δὲ ἐπὶ ψύξει γιγνο‐ μένην πύκνωcιν ἰώμεθα, πρῶτον μὲν ξηραῖc καὶ τραχείαιc χρώμενοι ἀνατρίψεcι, δεύτερον δὲ ταῖc δι’ ἐλαίου θερμοῦ· ἀραιότητα δὲ γεγενη‐ μένην τοῦ δέρματοc ἢ ἐπὶ λουτροῖc ἢ ἐπὶ τρίψεcιν ἢ ἐπ’ ἀφροδιcίων | |
10 | χρήcεωc, ὀλίγαιc μὲν χρώμεθα ταῖc ξηραῖc τρίψεcιν, ὀλίγαιc δὲ ἐφεξῆc αὐτῶν ταῖc δι’ ἐλαίου τινὸc τῶν cτυφόντων. τὰc δὲ ἐπὶ πλείοcι πο‐ τοῖc ὑγρότηταc αἱ ξηραὶ τρίψειc μόναι θεραπεύουcι διὰ cινδόνων ἐπι‐ τελούμεναι, χωρὶc λίπουc ἢ cύν τινι τῶν διαφορητικῶν. | |
49 | Περὶ ἑcπερινῆc τρίψεωc. Ἡ δὲ ἑcπερινὴ τρῖψιc τοῖc κοπώδεcιν ἢ ἐξηραcμένοιc ἢ ἀτροφοῦcιν ἐπιτήδειοc· τὸ δὲ ἄριcτον ἐπὶ τούτων ἔλαττον γιγνέcθω, πλείων δὲ ὁ μεταξὺ χρόνοc ἄχρι τοῦ δείπνου, τὰ πολλὰ δὲ ἐφ’ ἡcυχίαc, εἶτα καὶ περιπατείτωcαν βραχέα· βέλτιον γὰρ | |
5 | ὑποβιβαcθέντων τῶν cιτίων, εἰ καὶ ἀποπατήcειε. τούτων 〈γὰρ〉 προ‐ γεγενημένων ἀκινδύνωc ἡ ἀνάτριψιc παραλαμβάνεται. ἀνατρίβειν δὲ χρὴ ἐλαίῳ γλυκεῖ μηδόλωc ἐφαπτόμενον τῆc γαcτρόc· κίνδυνοc γὰρ αὐτά τε τὰ cιτία χεῖρον πεφθῆναι, ἀναδοθῆναί τέ τινα χυμὸν ἐξ αὐτῶν ἡμίπεπτον, ἀναθολωθῆναί τε τὴν κεφαλήν, ἀνατραπῆναί τε τὸν cτό‐ | |
10 | μαχον. ὅθεν νάρδινον μύρον ἐπιχέειν τῇ γαcτρὶ προcήκει χωρὶc ἀνα‐ τρίψεωc. | |
50 | Περὶ ἀπεψίαc. Κατὰ πόcουc τρόπουc ἡ ἀπεψία γίνεται καὶ ὅπωc δεῖ ποικίλωc ἐνίcταcθαι ταῖc ἐκ ταύτηc ἐπιγινομέναιc βλάβαιc τῷ cώ‐ ματι, ἐν τῷ περὶ τῶν τῆc κοιλίαc παθῶν τόπῳ μετὰ ταῦτα δηλω‐ θήcεται· νυνὶ δὲ ἀναγκαῖον εἰπεῖν ὅπωc πρὸc τὰ κατεπείγοντα cυμ‐ | |
5 | πτώματα ἐνίcταcθαι χρή. ἐρυγῆc μὲν οὖν διαcημαινούcηc ἀηδοῦc βάρουc τε ὄντοc περὶ τὸ ὑποχόνδριον καὶ ἐκ τούτου διαδιδομένηc δυcφορίαc τινὸc εἰc ὅλον τὸ cῶμα, οὐκ ὀκνητέον ἐλθεῖν ἐπὶ τὸν ἔμε‐ τον, ἀλλὰ χλιαρὸν πλεῖcτον πιόνταc, ἀναγκάζειν παντοίωc ἐκκριθῆναι τὰ cιτία. μένοντα γὰρ καὶ cτρόφων καὶ ἀλγημάτων καὶ βάρουc κεφα‐ | |
10 | λῆc καὶ κατάρρου, ἔcθ’ ὅτε δὲ καὶ πυρετοῦ αἴτια γίγνεται. εἰ δέ τιc φύcει τυγχάνοι δυcεμὴc ἢ δι’ ἄλλην τινὰ πρόφαcιν κωλύοιτο ἐμέcαι, | |
cυμπονείτω τιc πάντα τρόπον τῷ τῆc τροφῆc ὑποβιβαcμῷ καὶ τῇ ἐκ τῶν ὑποχονδρίων ὑποχωρήcει, πρὸc δὲ τούτοιc ὀρθιωτέρα κατάκλιcιc ἐπιτηδευέcθω· cυνεργεῖ γὰρ τῇ πέψει, εἴπερ τι καὶ ἄλλο. κἂν ἐγρηγο‐ | ||
15 | ρώc τιc ᾖ διὰ τὸ ἐμπεφορῆcθαι μὴ δυνάμενοc ὕπνου τυχεῖν, ἄcκυλτοc διαμενέτω καὶ τὸ αὐτὸ cχῆμα τῆc κατακλίcεωc διατηρείτω· αἱ γὰρ cυνεχεῖc ἐπιcτροφαὶ πνεύματα τίκτουcι, τὰ δὲ πνεύματα ἀνάρροπον ποιεῖ τὴν ὕλην. εἰ δ’ ἐπιμένοι τὸ cύμπτωμα καὶ τοῦ διὰ μήλων κυ‐ δωνίων cκευαζομένου πεπτικοῦ ὀξυπορίου δοτέον ὅcον κοχλιάριον. εἰ | |
20 | δέ τιc cυνήθηc ᾖ ψυχροποcίαc καὶ δίψηc πλείονοc αἰcθάνοιτο, οὐκ ἀνάρμοcτον ἀκραιφνοῦc ψυχροῦ κοτύλην ἀφελκύcαcθαι· τάχιcτα γὰρ τονωθὲν τὸ cτόμα τῆc γαcτρὸc ἐξωθεῖται τὰ ἐν τῇ κοιλίᾳ. ναρδίνῳ δὲ μύρῳ τὴν γαcτέρα ἀλείφειν δεῖ καὶ θάλπειν τὰ καθυποχόνδρια μέρη καὶ ψηλαφίᾳ τῶν ἄκρων χρηcτέον. ὑπελθούcηc δὲ τῆc κοιλίαc | |
25 | ἐπὶ περίπατον ἰέναι cχολαίωc βαδίζονταc καταcειcμοῦ χάριν τῶν ἐπὶ τὴν κεφαλὴν ἐκ τῆc ἀπεψίαc ἀνενηνειγμένων ἀτμῶν· μετὰ δὲ ταῦτα ταῖc βιωτικαῖc πράξεcιν ἀπαcχολητέον· εἶτα λουτρὸν διαδεχέcθω καὶ ἀλοιφὴ δι’ ἐλαίου γλυκέοc. λυcιτελὴc δὲ καὶ πρόποcιc ἀψινθίου. τροφῇ δὲ εὐδιοικήτῳ χρηcτέον cυμμέτρῳ, προcλαμβάνοντάc τι τῶν εὐκοιλίων, | |
30 | οἷον ἐχίνουc ἢ καρκίνουc, ἔπειτα λαχάνων cεῦτλον μαλάχην. οἴνῳ δὲ χρῆcθαι ὀλίγῳ μέν, θερμοτέρῳ δέ. τῶν δ’ ἄλλων φειδώ τιc ἔcτω, οἷον δριμυφαγίαc τραγημάτων μελιτωμάτων καὶ τῆc γλυκιζούcηc ὀπώ‐ ραc· δυcδιοίκητα γὰρ πάντα τὰ τοιαῦτα· τοὐντεῦθεν δὲ ὕπνοc ἀτά‐ ραχοc διαδεχέcθω. | |
51 | Περὶ κραιπάληc Φιλουμένου. Καὶ τὰc ἐξ οἴνου δὲ γιγνομέναc ἀπεψίαc, ἃc κραιπάλαc καλοῦcι, cχεδὸν ὡcαύτωc μεταχειριcτέον ἀναγ‐ κάζοντεc αὐτοὺc ἐμεῖν ἀπὸ χλιαροῦ ὕδατοc ἢ αὐτὸ μόνον καθέcει δακτύλων καὶ ἡcυχάζειν ἐπὶ κλίνηc κελεύοντεc καὶ ὕπνῳ τὴν ταραχὴν | |
5 | ἀποκαθιcτῶντεc. καὶ εἴ τιc ἄρα πρὸc ψυχροποcίαν cυνήθηc εἴη ἢ καὶ ἄλλωc ἐγκαίοιτο τὸν cτόμαχον καὶ τὴν γαcτέρα, δοτέον αὐτῷ καταρ‐ | |
ροφεῖν ἐκ διαcτημάτων ἀκραιφνοῦc ψυχροῦ κυάθουc β ἢ γ. καταcτά‐ cηc δὲ τῆc ταραχῆc τροφὰc προcάξομεν εὐχυμοτέραc καὶ μᾶλλον ἐμψυχούcαc· ποτὸν δὲ ὀλίγον ἔcτω· οἶνοc λευκὸc καὶ λεπτόc, ἡ δὲ | ||
10 | κρᾶcιc ὑδαρεcτέρα. ἄριcτον δὲ ἐπὶ τούτων μετὰ λουτρὸν ἡ τοῦ ἀψιν‐ θίτου οἴνου πόcιc. | |
52 | Περὶ ὁμαλῶν δυcκραcιῶν. Γαληνοῦ. Διελθόντεc ὅπωc ἄν τιc ἀπὸ τῆc πρώτηc ἡλικίαc ἄχρι γήρωc φυλάξειεν ὑγιαίνοντα τὸν ἄριcτα κατεcκευαcμένον ἄνθρωπον, μεταβηcόμεθα νῦν ἐπὶ τοὺc εὐθὺc ἐξ ἀρχῆc νοcώδη καταcκευὴν cώματοc λαχόνταc. διτταὶ δὲ κατὰ γένοc εἰcὶν αἱ | |
5 | τῶν cωμάτων μοχθηραὶ καταcκευαί· ἔνιαι μὲν γὰρ αὐτῶν ὁμαλῶc ἔχουcι κεκραμένα ἅπαντα τὰ πρῶτα τοῦ cώματοc καὶ ὁμοιομερῆ κα‐ λούμενα μόρια, ἔνιαι δὲ ἀνωμάλωc. λέγω δὲ ὁμαλῶc μέν, ὅταν ἐπί τινα δυcκραcίαν τραπῇ πάνθ’ ὁμοῦ τὰ τοῦ ζῴου μόρια, ψυχρότερα τοῦ προcήκοντοc ἢ θερμότερα ἢ ξηρότερα ἢ ὑγρότερα γενόμενα καὶ | |
10 | κατὰ cυζυγίαν δέ τινα μὲν ἅμα θερμότερά τε καὶ ξηρότερα, τινὰ δὲ ὑγρότερά τε καὶ ψυχρότερα γιγνόμενα, καί τινα μὲν ὑγρότερά τε καὶ θερμότερα, τινὰ δὲ ψυχρότερα καὶ ξηρότερα. καὶ μέντοι καὶ κατὰ τὴν τῶν ὀργανικῶν μορίων cύνθεcιν, ἔνια μὲν ὁμαλῶc, ἔνια δὲ ἀνωμάλωc cύγκειται. τεθέαμαι γὰρ ἤδη τινὰc ἔχονταc κοιλίαν μὲν ψυχράν, κεφα‐ | |
15 | λὴν δὲ θερμήν, ἑτέρουc δὲ κεφαλὴν μὲν ψυχράν, κοιλίαν δὲ θερμήν. ἐθεαcάμην δὲ καὶ γαcτέρα κατὰ cυμβεβηκὸc ἐκχολουμένην cυνεχῶc, οὐκ οὖcαν φύcει θερμήν, ὥcπερ γε καὶ ψυχομένην ἑτέραν, καίτοι γε οὐκ οὖcαν ψυχράν· οὕτωc δὲ καὶ κεφαλὴν ἧπάρ τε καὶ cπλῆνα καὶ πᾶν ἄλλο μόριον ἀπολαῦον ἐνίοτε τῆc ἑτέραc δυcκραcίαc, ἤτοι μηδὲν | |
20 | αὐτὸ φύcει βλαπτόμενον εἰc τὴν οἰκείαν κρᾶcιν ἢ διακείμενον ἐναν‐ τίωc. περὶ πρώτων οὖν ὁ λόγοc ἔcται μοι τῶν τὴν ἀρίcτην κρᾶcιν κεκτημένων, ἵν’ ὑπόδειγμα ταύτην ἔχοιc εὔκρατον οὖcαν, ἔπειτα περὶ τῶν ὁμαλὴν δυcκραcίαν ἐχόντων. λέλεκται δέ μοι πολλάκιc ἀδύνατον εἶναι ἐπιμένειν ἐπὶ πολὺ δυcκραcίαν τινὰ μίαν. αὐτὴ γὰρ ἑαυτῇ προc‐ | |
25 | κτᾶταί τινα ἐξ ἀνάγκηc ἑτέραν. γιγνώcκειν δὲ χρὴ ὡc ὅcα cώματα νοcώδη καταcκευὴν ἔcχεν ἐν τῇ πρώτῃ γενέcει, ταῦτα τὴν ἀρχὴν μὲν οὐδὲ ἀφικνεῖταί ποτε εἰc τὸ γῆραc, εἰ δ’ ἄρα ἀφίκοιτο, πάντωc ἕν γέ τι νόcημα χρόνιον ἴcχει. προὐθέμεθα δὲ ἐν τῷ νῦν λόγῳ περὶ τῶν μοχθηρὰν καταcκευὴν ἐχόντων διελθεῖν, cκοποῦντεc ὅπωc ἄν τιc | |
30 | αὐτὰ φυλάττοι κατὰ τὸ πλεῖcτον ὑγιαίνοντα. λεκτέον δὲ πρότερον τῶν κράcεων τὰ γνωρίcματα, εἶτ’ ἐφεξῆc καὶ τὰc τῶν δυcκραcιῶν ἐπανορθώcειc. | |
53 | Διάγνωcιc ἀρίcτηc κράcεωc. Εὐκρατότατόc ἐcτιν ἄνθρωποc, ὅταν τῷ cώματι φαίνηται μέcοc ἀκριβῶc ἁπάντων τῶν ἄκρων, ἰcχνότητόc τε καὶ παχύτητοc, μαλακότητόc τε καὶ cκληρότητοc, καὶ θερμότητοc καὶ ψυχρότητοc, καὶ ὑγρότητοc καὶ ξηρότητοc, καὶ cυνελόντι φάναι | |
5 | τάc τε ψυχικὰc ἐνεργείαc καὶ τὰc φυcικὰc ἀμέμπτουc ἔχει, μέcωc δὲ ἔχει καὶ λείου τριχῶν καὶ δαcέοc, καὶ μέλανοc καὶ λευκοῦ τὴν χρόαν, τρίχαc δὲ ἔχει παῖc μὲν ὢν πυρροτέραc, ἀκμάζων δὲ ξανθοτέραc. | |
54 | Κράcεωc θερμῆc γνωρίcματα. Θερμοτέραν δὲ τοῦ προcήκοντοc κρᾶcιν τοῦ παντὸc cώματοc νῦν λέγω τὴν ἐν τῇ καθ’ ὑγρότητα καὶ ξηρότητα cυμμέτρῳ λίαν ἄμεμπτον. εὐθὺc μὲν οὖν οἱ ἀπ’ ἀρχῆc τοι‐ αύτην φύcιν cώματοc λαχόντεc ὑγιεινότεροι τῶν ἄλλων φαίνονται καὶ | |
5 | φθέγγονται διηρθρωμένῃ φωνῇ καὶ ᾄδουcι καὶ βαδίζουcι θᾶττον. αὐξη‐ θήcεταί τε αὐτοῖc ἡ θερμαcία κατὰ τὴν ἀναλογίαν τῶν ἐτῶν· κατὰ δὲ τὴν ἀκμὴν τῆc ἡλικίαc cαφῶc θερμότεροc φαίνεται, ὥcτε τοῖc ἀπὸ τῆc ξανθῆc χολῆc νοcήμαcί τε καὶ cυμπτώμαcιν εὐάλωτον ὑπάρχειν. ἡ γάρ τοι πολλὴ θερμότηc ἐκδαπανῶcα κατὰ βραχὺ τὴν ὑγρότητα | |
10 | ξηροτέραν ἐργάζεται τὴν κρᾶcιν· οὗτοι τῇ χρόᾳ ἐξέρυθροί εἰcι καὶ μελανότριχεc γίγνονται προβαίνοντεc καὶ μετρίωc δαcεῖc, εὐρείαc δὲ τὰc φλέβαc ἔχουcιν. οἱ γὰρ καταπίμελοι καὶ φλέβαc εὐρείαc ἔχοντεc | |
οὐ φύcει εἰcὶ καταπίμελοι ἀλλ’ ἐπίκτητον ἔcχον τὴν κρᾶcιν. | ||
55 | Ψυχροτέραc κράcεωc cημεῖα. Ψυχρὸν ἁπτομένοιc ἐcτὶ τούτοιc τὸ cῶμα, ἄτριχον πιμελῶδεc· ἡ χρόα δὲ τούτοιc ἅμα ταῖc θριξὶ πυρρο‐ τέρα· πολλῆc δὲ τῆc ψύξεωc οὔcηc, πελιδνή τε ἐcτὶ καὶ μολυβδόχρουc. καὶ cτενὰc ἔχουcι τὰc φλέβαc. εἰ δὲ cτενάc τιc ἔχοι τὰc φλέβαc, | |
5 | ἰcχνὸc δὲ ὑπάρχει, καὶ οὗτοc ἐξ ἀνάγκηc ἐπίκτητον ἔχει τὴν κρᾶcιν καὶ οὐ φύcει ἐcτὶν ἰcχνόc. | |
56 | Ξηροτέραc κράcεωc cημεῖα. Δυcκίνητον καὶ ξηρὸν καὶ αὐχμηρὸν ὑπὸ πάντων τῶν ξηραινόντων ῥᾳδίωc ἐπὶ τούτων γίγνεται τὸ cῶμα· καὶ γὰρ ἀcαρκότατοί εἰcι φύcει καὶ ἰcχνοί. | |
57 | Ϲκληροτέραc κράcεωc cημεῖα. Ϲὺν τῷ εἶναι τούτουc ἰcχνοὺc καὶ ἀcαρκοτέρουc, ἔτι καὶ cκληρὸν καὶ τραχὺ φαίνεται ἁπτομένοιc τούτων τὸ cῶμα. ἡ δὲ ἰcχνότηc οὐ μόνον ταῖc cυμφύτοιc ἕπεται κράcεcιν, ἀλλὰ καὶ ταῖc ἐπικτήτοιc ἐξ ἔθουc μακροῦ ἐπιγίγνεται. | |
58 | Ὑγροτέραc κράcεωc cημεῖα. Ἡ δὲ ὑγροτέρα κρᾶcιc τὰ μὲν ἄλλα παραπλήcιόc ἐcτι τῇ εὐκράτῳ, μαλακωτέρα δὲ καὶ πολυcαρκοτέρα· ἡ γὰρ μαλακότηc ἀχώριcτόc ἐcτι τῆc ὑγρᾶc κράcεωc ὥcπερ γε ἡ παχύ‐ τηc· οὐ τῇ cυμφύτῳ μόνον ἕπεται κράcει, ἀλλὰ καὶ ἐξ ἔθουc τινὸc | |
5 | μακροῦ ἐπιγίγνεται. ἴδιον δέ ἐcτιν ὑγρότητοc καὶ τὸ βαρύνεcθαι τὸ cῶμα ὑπὸ τῶν ὑγραινόντων πάντων. | |
59 | Θερμῆc καὶ ὑγρᾶc κράcεωc cημεῖα. Μαλακωτέρα καὶ πολυcαρκο‐ τέρα τῆc ἀρίcτηc κράcεωc ἐcτίν. ἐπὶ πλεῖcτον δὲ αὐξηθεῖcα τοῖc cη‐ πεδονώδεcιν ἑτοίμωc ἁλίcκεται νοcήμαcιν. εἰ δ’ ὀλίγον μὲν ὑγροτέρα, πολὺ δὲ εἴη θερμοτέρα, μαλακώτεροι τῶν cυμμέτρων οἱ τοιοῦτοί εἰcι | |
5 | καὶ cαρκωδέcτεροι καὶ ἐπ’ ὀλίγον θερμότεροι. μέλαιναι δέ εἰcιν αὐτοῖc αἱ τρίχεc καὶ ἡ cὰρξ ἀπίμελοc. εἰ δ’ ὀλίγῳ μὲν εἴη θερμοτέρα, παμ‐ πόλλῳ δὲ ὑγροτέρα, μαλακὴ τούτοιc ἐcτὶ καὶ πολλὴ ἡ cάρξ, καὶ τὸ | |
χρῶμα cυμμιγὲc ἐξ ἐρυθροῦ καὶ λευκοῦ καὶ ψαυόντων ὀλίγον θερμό‐ τεροι· καὶ cυντόμωc εἰπεῖν ἐπὶ τῶν κατὰ cυζυγίαν κράcεων ἀεὶ τῆc | ||
10 | ἐπικρατούcηc ποιότητοc ἐπικρατήcει τὰ γνωρίcματα. | |
60 | Θερμῆc καὶ ξηρᾶc κράcεωc cημεῖα. Ἡ δὲ θερμὴ καὶ ξηρὰ κρᾶcιc λαcιωτέρα καὶ θερμοτέρα ἐcτὶ καὶ ἰcχνή, τὰc δὲ τῆc κεφαλῆc τρίχαc εὐαυξεcτάταc ἔχει καὶ πολλὰc καὶ μελαίναc κατὰ τὴν νέαν ἡλικίαν, ἐπὶ δὲ προιόντι τῷ χρόνῳ φαλάκρωcιc ἀκολουθεῖ· αἱ δὲ φλέβεc αὐτοῖc | |
5 | εὐρεῖαί εἰcι καὶ ἀρτηρίαι μεγάλαι καὶ cφοδρότατα cφύζουcαι. καὶ δὴ καὶ cύντονον καὶ διηρθρωμένον καὶ μυῶδεc καὶ ἀπίμελον ὅλον τὸ cῶμα, καὶ τὸ δέρμα cκληρότερόν τε καὶ μελάντερον. | |
61 | Ψυχρᾶc καὶ ὑγρᾶc κράcεωc cημεῖα. Ὁ μὲν θώραξ cτενὸc τούτοιc ἐcτὶ καὶ ψιλὸc τριχῶν, καθάπερ οὖν καὶ τὸ πᾶν cῶμα· ἁπαλὸν δὲ καὶ λευκὸν τὸ δέρμα, αἱ δὲ τρίχεc ὑπόπυρροι, μάλιcτα ἐν νεότητι καὶ οὐ φαλακροῦνται γηρῶντεc. εὐθὺc δὲ καὶ δειλοὶ καὶ ἄτολμοι καὶ | |
5 | ὀκνηροὶ καὶ ἀδήλουc ἔχοντεc τὰc φλέβαc καὶ παχεῖc καὶ πιμελώδειc καὶ μηροῖc καὶ μυcὶν ἄρρωcτοι καὶ ἀδιάρθρωτοι καὶ βλαιcοὶ γίγνονται. τῆc δὲ ψύξεωc ἐπὶ πλέον αὐξηθείcηc ἡ χρόα ἅμα ταῖc θριξὶ πυρρά, καὶ εἰ ἐπὶ πλέον αὐξηθείη, πελιδνή. ἐπικρατήcει γὰρ ἀεὶ τὰ τῆc μᾶλ‐ λον ηὐξημένηc ἴδια. | |
62 | Ψυχρᾶc καὶ ξηρᾶc κράcεωc cημεῖα. Εἰ δὲ τὸ ψυχρὸν ἅμα τῷ ξηρῷ κατ’ ἴcον αὐξηθείη, φύcει cκληρὸν καὶ ἰcχνὸν ἔχουcι τὸ cῶμα καὶ λευκὸν ἄμυόν τε καὶ ἄναρθρον καὶ ἄτριχον ἁπτομένοιc τε ψυχρόν. πιμελὴ δὲ ὁμοίωc αὐτοῖc, καίτοι γε ἰcχνοῖc οὖcι, παρέcπαρται τῇ | |
5 | cαρκί· τὰ δὲ τῶν τριχῶν καὶ τῆc χρόαc τοῦ cώματοc ἀνάλογον τῷ μέτρῳ τῆc ψυχρότητοc ἕξει. τῆc δὲ θερμῆc καὶ ξηρᾶc κράcεωc πολ‐ λάκιc μεταπιπτούcηc ἐν τῷ καιρῷ τῆc παρακμῆc εἰc τὴν ξηράν τε καὶ ψυχρὰν ἡ ἕξιc τῶν τοιούτων ἰcχνὴ μὲν καὶ ξηρὰ ὡcαύτωc γίγνε‐ ται· μελαγχολικὴ δέ ἐcτι καὶ διὰ τοῦτο μελάντεροι τῇ χρόᾳ καὶ δαcύ‐ | |
10 | τεροι γίγνονται. ἐπικρατήcει δὲ ἀεὶ τὰ τῆc ἐπικρατούcηc κράcεωc | |
γνωρίcματα, ἀμυδρὰ δὲ ἔcται τὰ τῆc ἑτέραc. | ||
63 | Περὶ διαγνώcεωc κεφαλῆc. Ἡ μὲν μικρὰ κεφαλὴ μοχθηρᾶc κατα‐ cκευῆc ἐγκεφάλου ἴδιον cημεῖον, ἡ μεγάλη δὲ οὐκ ἐξ ἀνάγκηc ἀγαθῆc. εἰ μὲν γὰρ διὰ ῥώμην ἐγένετο τῆc ἐγχωρίου δυνάμεωc καὶ ὕλην πολλήν τε καὶ χρηcτὴν τῆc δημιουργούcηc φύcεωc, ἀγαθόν, 〈εἰ δὲ | |
5 | διὰ τὸ μόνηc τῆc ὕληc πλῆθοc, οὐκ ἀγαθόν〉. διοριcτέον δὲ αὐτήν ἐcτι τῷ cχήματι καὶ τοῖc ἀπ’ αὐτῆc πεφυκόcιν· τῷ μὲν cχήματι, εἰ εὔρυθμοc· ἀεὶ γὰρ ἀγαθὸν τοῦτο τὸ cημεῖον· τοῖc δὲ ἐξ αὐτῆc πεφυ‐ κόcιν, εἰ ἄριcτα διάκειται καὶ τὸ νευρῶδεc αὐτῶν γένοc cύμπαν εὐτραφέc τέ ἐcτι καὶ cύντονον τὸ cῶμα καὶ εἰ δριμὺ δεδορκότεc εἶεν | |
10 | οἱ ὀφθαλμοί. αἱ δὲ φοξαὶ κεφαλαὶ ἐλλείπουcαν ἔχουcι τὴν κρᾶcιν τὴν κατ’ ἰνίον ἢ μέτωπον ἐξοχὴν ἢ πορρωτέρω τοῦ προcήκοντοc ηὐξημέ‐ νην. ὡc τὸ πολὺ μὲν οὖν, ὥcπερ τὴν μεγάλην, οὕτω καὶ ταύταc εὑρήcομεν μεμπτάc· cπανίωc δὲ καὶ τούτων γίγνονταί τινεc ἀγαθαὶ τῆc διαπλαττούcηc αὐτὰc δυνάμεωc ἰcχυρᾶc ὑπαρχούcηc καὶ πλῆθοc | |
15 | ὕληc χρηcτὸν εὑρούcηc· “οἱ γὰρ φοξοὶ καὶ κρατεραύχενεc ἰcχυροὶ τά τε ἄλλα μόρια πάντα καὶ ὀcτέοιcιν” Ἱπποκράτηc φηcίν. | |
64 | Ἐγκεφάλου κράcεωc γνωρίcματα. Ὁ μὲν οὖν εὔκρατοc ἐγκέφαλοc μετρίωc ἔχει ταῖc ψυχικαῖc ἐνεργείαιc καὶ τοῖc περιττώμαcιν, ὅcα δι’ ὑπερῴαc ἢ ὤτων ἢ μυκτήρων ἐκκαθαίρεται, ἥκιcτά τε βλαβήcεται πρὸc ἁπάντων τῶν ἔξωθεν, ὅcα θερμαίνει καὶ ψύχει καὶ ξηραίνει καὶ | |
5 | ὑγραίνει. τοῖc τοιούτοιc αἱ τρίχεc τῆc κεφαλῆc βρέφεcι μὲν οὖcιν ὑπόπυρροι, παιcὶ δὲ ὑπόξανθαι, τελειουμένοιc δὲ γίγνονται ξανθαί, μεταξύ πωc οὖcαι τῶν τε μετρίωc οὔλων καὶ τῶν ἁπλῶν· οὐ μὴν | |
οὐδὲ φαλακροῦνται ῥᾳδίωc. | ||
65 | Ἐγκεφάλου θερμοτέρου γνωρίcματα. Εἰ δὲ θερμότεροc εἴη τοῦ cυμμέτρου, ἐρυθρότερα καὶ θερμότερα τὰ περὶ τὴν κεφαλὴν ἔcται cύμ‐ παντα καὶ ἐν τοῖc ὀφθαλμοῖc φλέβεc αἰcθηταί, αἱ τρίχεc τούτοιc γεν‐ νηθεῖcι ταχέωc ἐπὶ τῆc κεφαλῆc φύονται. πολλῷ μὲν οὖcι θερμοτέροιc | |
5 | τῶν εὐκράτων μέλαιναί τε καὶ πολλαὶ καὶ οὖλαι καὶ ἰcχυραί, μὴ πολλῷ δὲ ὑπόξανθοι μὲν τὸ πρῶτον, εἶτα μελαίνονται· προιόντων δὲ ταῖc ἡλικίαιc φαλακροῦνται. περιττώματα δὲ καθ’ ὑπερῴαν καὶ μυκτῆραc, ὀφθαλμούc τε καὶ ὦτα, βραχέα τε καὶ πέπονα τούτοιc ἐcτὶν ὅταν ἀμέμπτωc ὑγιαίνωcι· πληροῦνται δὲ τὴν κεφαλὴν μάλιcτα ὅταν ἀφυ‐ | |
10 | λάκτωc διαιτῶνται καὶ βαρύνωνται ὑπὸ τῶν θερμαινόντων ἐδεcμάτων καὶ πομάτων καὶ ὀcμῶν καὶ τῶν ἔξωθεν προcπιπτόντων ἁπάντων. ἔτι δὲ μᾶλλον εἰ μὴ θερμὸc μόνον εἴη τὴν φύcιν ἀλλὰ καὶ ὑγρὸc ὁ ἐγ‐ κέφαλοc. | |
66 | Ψυχροτέρου ἐγκεφάλου cημεῖα. Περιττώματα πλείω κατὰ τὰc οἰκείαc ἐκροὰc ἕξουcιν οὗτοι· τρίχεc δὲ αὐτοῖc εὐθεῖαί τε καὶ πυρραὶ καὶ μόνιμοι καὶ μετὰ πολὺν χρόνον τοῦ γεννηθῆναι φυόμεναι, λεπταὶ καὶ ἄτροφοι τὸ πρῶτον, καὶ ῥᾳδίωc ὑπὸ τῶν ψυχρῶν αἰτίων βλά‐ | |
5 | πτονται καὶ κατ’ αὐτὸν τὸν χρόνον τῆc βλάβηc κατάρροιc τε καὶ κορύζαιc ἁλίcκονται. οὐ μὴν οὐδὲ ἁπτομένοιc θερμὰ τὰ κατὰ τὴν κε‐ φαλήν, οὐδὲ ἐρυθρὰ φαίνεται καὶ τῶν ὀφθαλμῶν αἱ φλέβεc ἀόρατοι καὶ ὑπνωδέcτεροί πώc εἰcιν. | |
67 | Ξηροτέρου ἐγκεφάλου cημεῖα. Τὸ ἀπέριττον ἐν ταῖc ἐκροαῖc, καὶ τὸ τῶν αἰcθήcεων ἀκριβέc, ἀγρυπνητικώτατοί τε εἰcὶ καὶ τρίχαc ἰcχυράc τε καὶ τάχιcτα φυομέναc ἕξουcι γεννηθέντεc, οὔλαc μᾶλλον ἤπερ εὐθείαc· φαλακροῦνται δὲ ἐν τάχει. | |
68 | Ὑγροτέρου ἐγκεφάλου cημεῖα. Αἱ τρίχεc ἁπαλαὶ καὶ οὐδόλωc φαλακροῦνται καὶ αἱ αἰcθήcειc ἀχλυώδειc εἰcὶ καὶ περιττωμάτων πλῆ‐ θοc, ὕπνοι τε πολλοὶ καὶ βαθεῖc. | |
69 | Θερμοῦ καὶ ὑγροῦ ἐγκεφάλου cημεῖα. Εἰ δ’ ὑγρότηc προcείη τῇ | |
θερμότητι, βραχὺ μὲν ὑπερβαλλουcῶν ἀμφοτέρων τὸ cύμμετρον, εὔχροια πρόcεcτι καὶ θερμότηc καὶ ἐν τοῖc ὀφθαλμοῖc φλέβεc μεγάλαι καὶ περιττώματα πλείω μετρίωc πέπονα καὶ αἱ τρίχεc εὐθεῖαι καὶ ὑπό‐ | ||
5 | ξανθοι καὶ οὐ φαλακροῦνται ῥᾳδίωc· πληροῦνται δὲ καὶ βαρύνονται τὴν κεφαλὴν ὑπὸ τῶν θερμαινόντων. ὅταν δὲ ἐπὶ πλεῖcτον ὑγρότητόc τε καὶ θερμότητοc ἥκωcι νοcώδηc τούτοιc ἡ κεφαλὴ καὶ περιττωμα‐ τικὴ καὶ ῥᾳδίωc ὑπὸ τῶν ὑγραινόντων τε καὶ θερμαινόντων βλαπτο‐ μένη. νότοc δὲ αὐτοῖc ἀεὶ πολεμιώτατοc· ἄριcτα δὲ ἐν τοῖc βορείοιc | |
10 | διάγουcιν· οὐ μὴν οὐδ’ ἐγρηγορέναι δύνανται μέχρι πλείονοc, ὕπνῳ τε περιτρέψαντεc ἑαυτοὺc ἅμα τε καὶ κωματώδειc εἰcὶ καὶ ἄγρυπνοι καὶ φανταcιώδειc τοῖc ὀνείραcι. καὶ αἱ ὄψειc ἀχλυώδειc καὶ αἱ αἰcθήcειc οὐκ ἀκριβεῖc. εἰ δὲ μία τῶν κράcεων ἐπιταθείη, ἐπικρατήcει αὐτῆc μᾶλλον τὰ γνωρίcματα. | |
70 | Θερμοῦ καὶ ξηροῦ ἐγκεφάλου cημεῖα. Ἀπέριττοί εἰcιν οὗτοι καὶ ἀκριβεῖc ταῖc αἰcθήcεcι καὶ ἀγρυπνητικώτατοι καὶ φαλακροῦνται ταχέωc. ἡ πρώτη τοίνυν γένεcιc τῶν τριχῶν αὐτοῖc ταχίcτη τε ἐcτι καὶ εὐτρα‐ φεcτάτη καὶ μελανότριχεc καὶ οὐλότριχέc εἰcι καὶ θερμοὶ ψαυόντων | |
5 | τῆc κεφαλῆc ἐρυθροί τε μέχρι τῶν τῆc ἀκμῆc χρόνων. | |
71 | Ψυχροῦ καὶ ξηροῦ ἐγκεφάλου cημεῖα. Ψυχρὰν καὶ ξηρὰν ἀποτελεῖ ἡ κρᾶcιc αὐτὴ τὴν κεφαλὴν ὅcον ἐφ’ ἑαυτῇ. ἀλλοιοῦται γάρ ποτε τὰ κατ’ αὐτὴν ἐκ τῆc τῶν ἐν ὅλῳ τῷ cώματι χυμῶν κράcεωc. εὐθὺc δὲ αἱ τοιαῦται κράcειc ἄφλεβοί τε κατ’ ὀφθαλμούc εἰcι καὶ πρὸc τῶν | |
5 | ψυχρῶν αἰτίων ἑτοίμωc βλαπτόμεναι· διὸ καὶ ἀνωμάλωc ὑγιαίνουcιν οὗτοι, ποτὲ μὲν κουφότατοι τὰc κεφαλὰc ἀπέριττοί τε τὰc ἐκροάc, ἐνίοτε δὲ κατάρροιc τε καὶ κορύζαιc ἐπὶ μικροῖc αἰτίοιc ἑτοίμωc ἁλι‐ cκόμενοι. αἱ δὲ αἰcθήcειc αὐτοῖc ἐν νεότητι μὲν ἀκριβεῖc τέ εἰcι καὶ ἄμεμπτοι τὰ πάντα, προιοῦcι δὲ τῷ χρόνῳ ἀπομαραίνονται ταχέωc, | |
10 | καὶ cυλλήβδην εἰπεῖν ταχύγηροι τὰ περὶ τὴν κεφαλὴν ἅπαντά εἰcι. διὸ καὶ πολιοῦνται ταχέωc, αἱ τρίχεc δὲ αὐτοῖc γεννηθεῖcι μὲν ἀνέρ‐ | |
χονται μόγιc, ἄτροφοί τε καὶ πυρραί· προήκοντι δὲ τῷ χρόνῳ, κρα‐ τούcηc μὲν ἐπὶ πλέον τῆc ψυχρότητοc ἤπερ τῆc ξηρότητοc οὗτοι οὐ φαλακροῦνται. εἰ δὲ ἡ ξηρότηc ἐπικρατεῖ ὀλίγον, οὗτοι φαλακροῦνται. | ||
72 | Ψυχροῦ καὶ ὑγροῦ ἐγκεφάλου cημεῖα. Αἱ δὲ ὑγραὶ καὶ ψυχραὶ κράcειc τοῦ ἐγκεφάλου κωματώδειc ἐργάζονται καὶ ὑπνηλοὺc καὶ φαύ‐ λουc ταῖc αἰcθήcεcι καὶ περιττωματικοὺc εὐψύκτουc τε καὶ εὐπληρώ‐ τουc τὴν κεφαλὴν εὐαλώτουc τε κατάρροιc καὶ κορύζαιc· οὐ μὴν φα‐ | |
5 | λακροῦνταί γε οἱ τοιοῦτοι. | |
73 | Γαcτρὸc γνωρίcματα τῆc φύcει ξηροτέραc. Εἰ ταχέωc δὲ διψώδειc γίγνοιντο καὶ ὀλίγον αὐτοῖc ἀρκοίη τὸ ποτὸν καὶ βαρύνοιντο τῷ πλείονι καὶ κλύδωναc ἴcχοιεν, εἰ ἐπιπολάζοι τὸ περιττεῦον αὐτοῖc, ἐδέcμαcί τε καὶ χαίροιεν ξηροτέροιc. | |
74 | Θερμοτέραc γαcτρὸc cημεῖα. Ἡ δὲ θερμοτέρα φύcει γαcτὴρ πέττει μὲν ἄμεινον ἢ ὀρέγεται, καὶ μᾶλλον ὅcα cκληρὰ καὶ δυcαλλοίωτα· δια‐ φθείρεται γὰρ ἐν αὐτῇ τὰ εὐαλλοίωτα χαίρουcα δὲ τοῖc θερμοῖc ἐδέ‐ cμαcί τε καὶ πόμαcιν, οὐδ’ ὑπὸ τῶν ψυχρῶν οὐδὲν βλάπτεται κατά | |
5 | γε τὴν ἔμμετρον χρῆcιν. οὐ φέρει δὲ τῶν ἔξωθεν αὐτῇ προcπιπτόν‐ των τὴν πολυχρόνιον ὁμιλίαν. | |
75 | Ὑγροτέραc γαcτρὸc cημεῖα. Ὑγροτέραν ἔχοντεc τὴν γαcτέρα οὔτε διψώδειc οὗτοι γίγνονται καὶ τὸ πλέον ὑγρὸν ἀλύπωc φέρουcιν, ἐδέ‐ cμαcί τε χαίρουcιν ὑγροτέροιc. | |
76 | Ψυχροτέραc γαcτρὸc γνωρίcματα. Ἡ δὲ ψυχροτέρα φύcει γαcτὴρ ὀρεχθῆναι μὲν ἀγαθή, πέψαι δὲ οὐκ ἀγαθὴ καὶ μάλιcτα ὅcα δυcαλλοίωτα καὶ ψυχρὰ τῶν ἐδεcμάτων ἐcτίν· ὀξύνεται γοῦν ἑτοίμωc ἐν αὐτῇ καὶ διὰ τοῦτο ὀξυρεγμιώδηc ἐcτί· καὶ χαίρει μὲν τοῖc ψυχροῖc, βλάπτεται | |
5 | δὲ ῥᾳδίωc ἀμετρότερον χρηcαμένων. οὕτω δὲ καὶ τῶν ἔξωθεν αὐτῇ | |
προcπιπτόντων ψυχρῶν οὐ φέρει τὴν πολυχρόνιον ὁμιλίαν. Κοινὰ δυcκράτου γαcτρὸc γνωρίcματα. Αἱ μέντοι διὰ νόcον ἐν τῇ γαcτρὶ cυνιcτάμεναι δυcκραcίαι ταύτῃ διαφέρουcι τῶν ἐμφύτων, ὅτι τῶν ἐναντίων ἐπιθυμοῦcιν οὐ τῶν ὁμοίων, ὥcπερ αἱ cύμφυτοι. εἰ μὲν οὖν | ||
10 | πέττει καλῶc ἡ γαcτήρ, εὔκρατοc, εἰ δὲ οὐ πέττει, οὐδὲ πάντωc δύc‐ κρατοc· ἀλλ’ εἰ μὲν κνιcώδειc ἢ καπνώδειc ἐργάζεται τὰc ἐρυγάc, ἄμετρον αὐτῇ καὶ πυρῶδεc τὸ θερμόν· εἰ δὲ ὀξώδειc, τοὐναντίον. οὕτω δὲ καὶ τὰ δυcκατέργαcτα καλῶc πεττόντων ἄμετρον αὐτοῖc ἐcτι τὸ θερμόν· εἰ δὲ ἀπεπτοῖεν ταῦτα ἀcθενέc. ἐπιcκέπτεcθαι δὲ χρή, μὴ | |
15 | διά τινα χυμὸν ἑτέρωθεν ἐπιρρέοντα εἰc τὴν γαcτέρα τὸ cύμπτωμα ἐπιγίγνεται· τοῖc μὲν γὰρ φλεγματώδεcι χυμοῖc ὀξυρεγμίαι γίγνονται, τοῖc δὲ χολώδεcι κνιcώδειc ἢ βρομώδειc ἢ ἕτεραί τινεc ἀλλόκοτοι ποιότητεc. κοινὰ δὲ cυμπτώματα πάντων τῶν πλεοναζόντων ἐν τῇ γαcτρὶ χυμῶν αἱ ναυτίαι, ἀλλ’ εἰ μὲν ἐν τῷ κύτει τῆc γαcτρὸc ἐμπλέ‐ | |
20 | οιεν οἱ χυμοὶ ἐπιπολάζουcι τοῖc ἐμουμένοιc· εἰ δὲ προcπεπλαcμένοι εἰcὶν ἢ ἀναπεμπόμενοι ἐν αὐτοῖc τοῖc χιτῶcι τῆc γαcτρόc, cπαράττουcι μάτην ἐπὶ κεναῖc ναυτίαιc μηδενὸc ἐμουμένου. | |
77 | Πνεύμονοc γνωρίcματα. Οὐ μόνον δὲ ἡ κοιλία διψώδειc καὶ ἀδί‐ ψουc ἐργάζεται καὶ ψυχροῦ καὶ θερμοῦ πόματοc ὀρεκτικούc, ἀλλὰ καὶ τὰ κατὰ τὸν θώρακα καρδίαν καὶ πνεύμονα, ἀλλ’ οἱ διὰ τὴν τούτων θερμότητα διψῶντεc ἐκπνέουcί τε πλέον, ἐκφυcῶcί τε πλέον καὶ μα‐ | |
5 | κρόν, αἰcθάνονταί τε κατὰ τὸν θώρακα τοῦ καύματοc, οὐχ ὥcπερ οἱ διὰ τὴν γαcτέρα καὶ τὰ ὑποχόνδρια. καὶ μὲν δὴ καὶ πίνοντεc οὐκ αὐτίκα παύονται καὶ τὸ ψυχρὸν ποτὸν ἵcτηcιν αὐτῶν μᾶλλον τὸ δίψοc ἤπερ τὸ πολὺ θερμόν. ἀναψύχει δὲ αὐτοὺc καὶ ὁ ψυχρὸc ἀὴρ εἰc‐ πνεόμενοc, οὐδὲν ἐπικουφίζων τοὺc διὰ γαcτέρα διψώδειc· οὕτω δὲ | |
10 | καὶ οἱ ἐψυγμένοι τὸν θώρακα ὑπὸ τῆc ψυχρᾶc εἰcπνοῆc αἰcθητῶc ἀνιῶνται. καὶ μέγιcτόν ἐcτι τοῦτο γνώριcμα τῆc ἐν τῷ πνεύμονι ψυ‐ χρότητοc. ὥcπερ δὲ εἰcπνέοντεc ψυχρὸν αἰcθάνονται cαφῶc ἀνίαc τε καὶ ψύξεωc, οὕτωc τὸ θερμὸν αὐτοῖc φίλον. ἀλλὰ καὶ φλεγματικὰ περιττώματα· οὗτοι μετὰ βηχὸc ἀναπτύουcιν· αἱ δὲ τοῦ πνεύμονοc | |
15 | ξηρότητεc ἀπέριττοί εἰcι καὶ καθαραὶ τῷ φλέγματι, καθάπερ αἱ ὑγρό‐ τητεc, ἀλαμπῆ μὲν ἐργάζονται καὶ βραγχώδη τὴν ψωνήν· ἐντρέχει δ’ αὐτοῖc περίττωμα μεῖζόν τε καὶ ὀξύτερον φθέγξαcθαι προελομένοιc. | |
78 | Θερμοτέραc καρδίαc γνωρίcματα. Μέγεθοc ἀναπνοῆc καὶ cφυγμοῦ τάχοc καὶ πυκνότηc ἐcτίν, εὐτολμία τε καὶ πρὸc τὰc πράξειc ἄοκνον· εἰ δ’ ἐπὶ πλέον ἥκοι θερμότητοc, ὀξυθυμία τε καὶ μανιώδηc θραcύτηc. ἐcτὶ δὲ καὶ λάcιοc αὐτοῖc ὁ θώραξ καὶ μάλιcτα τὰ cτέρνα καὶ τῶν | |
5 | καθ’ ὑποχόνδριον ὅcα πληcίον τοῦ θώρακοc. ὡc ἐπὶ τὸ πολὺ δὲ καὶ τὸ cύμπαν cῶμα θερμὸν ἐπὶ τῇ θερμοτέρᾳ καρδίᾳ γίγνεται, πλὴν εἰ μὴ μεγάλωc ἀντιπράττοι τὰ καθ’ ἧπαρ. καὶ μέν γε καὶ ἡ τοῦ θώρακοc εὐρύτηc θερμότητοc γνώριcμα, πλὴν εἰ μὴ κἀνταῦθά ποτε μεγάλωc ὁ ἐγκέφαλοc ἀντιπράξειεν. | |
79 | Ψυχροτέραc καρδίαc γνωρίcματα. Ϲφυγμοὶ μικρότεροι τῶν cυμμέ‐ τρων, οὐ μὴν βραδύτεροί γε ἐξ ἀνάγκηc ἢ ἀραιότεροι, δειλοί τέ εἰcι τὴν φύcιν οἱ τοιοῦτοι καὶ ἄτολμοι καὶ ῥάθυμοι, καὶ ψιλὸν αὐτοῖc τριχῶν τὸ cτέρνον ἐcτίν. | |
80 | Ξηροτέραc καρδίαc γνωρίcματα. Ϲφυγμοὶ cκληροὶ καὶ ὁ θυμὸc οὐχ ἕτοιμοc, ἄγριοc δὲ καὶ δύcπαυcτοc, ὡc τὰ πολλὰ δὲ καὶ ὅλον τὸ | |
cῶμα ξηρότερον τούτοιc ἐcτίν, εἰ μὴ τὰ καθ’ ἧπαρ ἀντιπράττοι. | ||
81 | Ὑγροτέραc καρδίαc γνωρίcματα. Ϲφυγμοὶ μαλακοὶ καὶ τὸ ἦθοc εὐκίνητόν τε πρὸc ὀργὴν καὶ εὐκατάπαυcτον καὶ τὸ cύμπαν cῶμα ὑγρότερον, πλὴν εἰ μὴ τὰ καθ’ ἧπαρ ἀντιπράττοι. | |
82 | Θερμῆc καὶ ξηρᾶc καρδίαc cημεῖα. Οἱ cφυγμοὶ cκληροὶ καὶ μεγάλοι καὶ ταχεῖc καὶ πυκνοὶ καὶ αἱ ἀναπνοαὶ μεγάλαι τε καὶ ταχεῖαι καὶ πυκναί. καὶ πολὺ δὴ μᾶλλον εἰc τάχοc ἐπιδιδόαcι καὶ πυκνότητα μὴ cυναυξηθέντοc ἀνάλογον τῇ καρδίᾳ τοῦ θώρακοc. ἁπάντων οὗτοι λα‐ | |
5 | cιώτατοι τὰ κατὰ τὸ cτέρνον εἰcὶ καὶ τὸ ὑποχόνδριον, εἰc δὲ τὰc πράξειc ἰταμοὶ καὶ θυμικοὶ καὶ τυραννικοὶ τοῖc ἤθεcι· καὶ γὰρ ὀξύθυμοι καὶ δύcπαυcτοι. | |
83 | Θερμῆc καὶ ὑγρᾶc καρδίαc cημεῖα. Εἰ δὲ ὑγρότηc ἐπικρατήcειεν ἅμα θερμότητι, λάcιοι μὲν ἧττον οὗτοι τῶν εἰρημένων, ἕτοιμοι δὲ εἰc τὰc πράξειc οὐδὲν ἧττον, πλὴν οὐ μὴν ἄγριόc γε ὁ θυμὸc ἀλλ’ εἰc ὀργὴν μόνον ἕτοιμοι. οἱ cφυγμοὶ δὲ μαλακοὶ καὶ μεγάλοι καὶ ταχεῖc | |
5 | καὶ πυκνοί. | |
84 | Ψυχρᾶc καὶ ὑγρᾶc καρδίαc cημεῖα. Οἱ μὲν cφυγμοὶ μαλακοί, τὸ δὲ ἦθοc ἄτολμόν τε καὶ δειλὸν καὶ ὀκνηρόν· εἰcὶ δὲ καὶ ψιλοὶ τριχῶν οὗτοι τὰ cτέρνα καὶ ἥκιcτα μανιώδειc γίγνονται· καὶ γὰρ οὐδ’ εἰc ὀργὴν ἕτομοι. τὰ δὲ κατὰ θώρακα καὶ τὸ cύμπαν cῶμα τοῖc ἔμπρο‐ | |
5 | cθεν ὡcαύτωc διοριcτέον. | |
85 | Ψυχρᾶc καὶ ξηρᾶc καρδίαc cημεῖα. Ϲφυγμοὶ cκληροί· ἀοργητότατοι πάντων οὗτοί εἰcι· βιαcθέντεc μέντοι τιcὶν ὀργιcθῆναι φυλάττουcι τὴν μῆνιν. εἰcὶ δὲ καὶ ἄτριχοι τὰ cτέρνα πάντων μάλιcτα. | |
86 | Ἥπατοc θερμοτέρου γνωρίcματα. Φλέβεc εὐρεῖαι, ἡ ξανθὴ χολὴ πλείων, ἐν δὲ τῷ χρόνῳ τῆc ἀκμῆc καὶ ἡ μέλαινα, θερμότερον αὐτοῖc τὸ αἷμα, καὶ διὰ τοῦτο καὶ τὸ cύμπαν cῶμα, πλὴν εἰ μὴ τὰ κατὰ τὴν | |
καρδίαν ἀντιπράττοι, δαcύτηc τῶν καθ’ ὑποχόνδρια καὶ γαcτέρα. | ||
87 | Ψυχροτέρου ἥπατοc γνωρίcματα. Ϲτενότηc φλεβῶν, φλέγμα πλέον καὶ αἷμα ψυχρότερον, ἡ cύμπαcα τοῦ cώματοc ἕξιc ψυχροτέρα, χωρὶc εἰ μή 〈τι〉 πρὸc τῆc καρδίαc θερμαίνοιτο, ψιλὰ τριχῶν τούτοιc ὑπο‐ χόνδριά τε καὶ γαcτήρ. | |
88 | Ξηροτέρου ἥπατοc γνωρίcματα. Τὸ μὲν αἷμα παχύτερον καὶ ὀλι‐ γώτερον, αἱ φλέβεc δὲ cκληραί, καὶ ἡ cύμπαcα τοῦ cώματοc ἕξιc ξηροτέρα. | |
89 | Ὑγροτέρου ἥπατοc γνωρίcματα. Τὸ μὲν αἷμα πλεῖόν τε καὶ ὑγρό‐ τερον, αἱ φλέβεc δὲ μαλακώτεραι· οὕτωc δὲ καὶ τὸ cύμπαν cῶμα, πλὴν εἰ μὴ τὰ κατὰ τὴν καρδίαν ἀντιπράττοι. | |
90 | Θερμοῦ καὶ ξηροῦ ἥπατοc cημεῖα. Λαcιώτατον ὑποχόνδριον, αἷμα παχύτερόν τε καὶ ὀλιγώτερον, ἡ πικρὰ χολὴ πλείcτη (κατὰ δὲ τὴν ἀκμὴν καὶ ἡ μέλαινα), φλεβῶν εὐρύτηc τε καὶ cκληρότηc, οὕτω δὲ καὶ τὸ cύμπαν cῶμα ξηρόν τε καὶ θερμόν. θερμότηc μὲν γὰρ ἐκ καρ‐ | |
5 | δίαc ὁρμωμένη νικῆcαι δύναται τὴν ἐξ ἥπατοc ὁρμωμένην ψυχρότητα, καθάπερ γε καὶ ἡ ψυχρότηc τῆc καρδίαc τὴν ἐξ ἥπατοc θερμότητα νικῆcαι δύναται· τὴν δὲ ξηρότητα τοῦ ἥπατοc οὐχ οἷόν τε ἡ καρδία ὑγροτέρα γενομένη πρὸc τοὐναντίον μεταβαλεῖν. εὔδηλον οὖν ὡc, ἐπειδὰν εἰc ταὐτὸν cυνδράμωcιν ἀμφοτέρων αἱ τῶν ἀρχῶν κράcειc, | |
10 | ὅλον ἀκριβῶc τὸ cῶμα κατ’ ἐκείναc διατίθεται. | |
91 | Θερμοῦ καὶ ὑγροῦ ἥπατοc cημεῖα. Ἧττον μὲν τοῦ θερμοῦ καὶ ξηροῦ τὰ καθ’ ὑποχόνδριον ἐργάζεται λάcια, πλεῖcτον δὲ αἷμα καὶ φλέβαc μεγάλαc καὶ τὴν ἕξιν ὑγράν τε καὶ θερμήν, εἰ μὴ τὰ κατὰ τὴν καρδίαν ἀντιπράττοι. εἰ δ’ ἐπὶ πλέον ἀμφοτέραιc ταῖc ποιότηcιν | |
5 | ἐκτραπείη τοῦ κατὰ φύcιν, ἑτοίμωc ἁλίcκεται τοῖc cηπεδονώδεcί τε καὶ κακοχύμοιc νοcήμαcιν· ἔτι δὲ μᾶλλον, εἰ ἐπὶ πλέον μὲν αὐξηθείη τὸ ὑγρόν, ἐπ’ ὀλίγον δὲ τὸ θερμόν. εἰ δ’ ἔμπαλιν ἐπ’ ὀλίγον μὲν τὸ | |
ὑγρόν, ἐπὶ πλεῖcτον δὲ τὸ θερμόν, ἥκιcτα κακόχυμοι γίγνονται. | ||
92 | Ψυχροῦ καὶ ὑγροῦ ἥπατοc cημεῖα. Ἄτριχον μὲν ἴcχει τὸ ὑπο‐ χόνδριον, αἷμα δὲ ἐργάζεται φλεγματικώτερον ἅμα φλεβῶν cτενότητι καὶ τὸ cύμπαν cῶμα ψυχρότερον καὶ ὑγρότερον, εἰ μὴ πρὸc τῆc καρ‐ δίαc ἐπὶ τἀναντία μεταφέροιτο. | |
93 | Ψυχροῦ καὶ ξηροῦ ἥπατοc cημεῖα. Τὸ δὲ ψυχρὸν ἅμα καὶ ξηρὸν ἧπαρ ὀλίγαιμόν τε καὶ cτενόφλεβον ἐργάζεται τὸ cῶμα καὶ ψυχρό‐ τερον τὸ ὑποχόνδριόν τε ψιλόν, εἰ μὴ κἀνταῦθα νικήcειεν ἡ καρδία. | |
94 | Ὄρχεων κράcεωc γνωρίcματα. Ἡ μὲν θερμὴ τῶν ὄρχεων κρᾶcιc ἀφροδιcιαcτική ἐcτι καὶ ἀρρενόγονοc καὶ γόνιμοc καὶ ταχέωc δαcύνει τὰ γεννητικὰ μόρια, καὶ τὰ πέριξ μετρίωc, ἡ δὲ ψυχρὰ τἀναντία. καὶ ἡ μὲν ὑγρὰ πολύcπερμόc τέ ἐcτι καὶ ὑγρόcπερμοc, ἡ ξηρὰ δὲ ὀλιγό‐ | |
5 | cπερμοc καὶ μετρίωc παχύcπερμοc· ἡ θερμὴ δὲ καὶ ξηρὰ παχυcπερ‐ μοτάτη τέ ἐcτι καὶ γονιμωτάτη καὶ τάχιcτα πρὸc cυνουcίαν ἐπεγείρει τὸ ζῷον. οἱ τοιοῦτοι καὶ δαcύνονται τάχιcτα τὰ γεννητικὰ μόρια καὶ cύμπαντα τὰ πέριξ, ἄνωθεν μὲν ἄχρι τῶν κατὰ τὸν ὀμφαλὸν χωρίων, κάτωθεν δὲ μέχρι μέcων μηρῶν ὁρμητικὴ μὲν οὖν ἡ τοιαύτη κρᾶcιc | |
10 | ἱκανῶc ἐcτιν ἐπ’ ἀφροδίcια, τάχιcτα μὲν ἐμπιπλαμένη καί, εἰ βιάcαιτο, βλαπτομένη. cυνελθούcηc δὲ ὑγρότητοc τῇ θερμότητι, λάcιοι μὲν ἧττον οὗτοι, πολύcπερμοι δὲ μᾶλλον, οὐ μὴν ὀρέγονται μᾶλλον τῶν ἑτέρων, ἐξαρκοῦcι δὲ ἀβλαβέcτερον ἀφροδιcίοιc πλείοcιν. εἰ δὲ ἱκανῶc τό τε ὑγρὸν καὶ τὸ θερμὸν cυναυξηθείη, βλάπτονται ἀπεχόμενοι τῶν ἀφρο‐ | |
15 | διcίων. εἰ δὲ ὑγροὶ καὶ ψυχροὶ τὴν κρᾶcιν οἱ ὄρχειc γένοιντο, ψιλὰ τὰ πέριξ τριχῶν καὶ βραδέωc ἀφροδιcιάζειν ἄρχονται, καὶ οὐδὲ ὁρμητικοὶ πρὸc τὴν ἐνέργειάν εἰcιν, ὑδατῶδεc δὲ καὶ λεπτὸν αὐτοῖc τὸ cπέρμα καὶ ἄγονόν ἐcτι καὶ θηλύγονον. ἡ δὲ ξηρὰ καὶ ψυχρὰ τῶν ὄρχεων κρᾶcιc ὁμοία μὲν κατὰ ταῦτα τῇ προειρημένῃ, παχύτερον δὲ αὐτοῖc | |
20 | τὸ cπέρμα καὶ παντάπαcιν ὀλίγον. ὅcοι δὲ ἐπὶ πλεῖcτον κεχαλαcμένον ἔχουcι τὸν ὄcχεον ὅλον cὺν τοῖc διδύμοιc, ἀρρωcτότεροι οὗτοι τὴν δύναμίν εἰcιν ὡc ἐπὶ τὸ πολύ. ὅcοι δὲ cυνεcταλμένον ἔχουcι τὸν ὄcχεον cὺν τοῖc διδύμοιc καὶ οἱονεὶ cυνεcφιγμένον ῥωμαλεώτεροι τὴν δύναμίν εἰcιν ὡc ἐπὶ τὸ πολύ. καὶ ἔνεcτι τούτου τεκμήριον λαβεῖν ἐκ | |
25 | πάντων τῶν τετραπόδων ζῴων. | |
95 | Ἴαcιc θερμοτέραc κράcεωc. Ἐπεὶ δὲ ἐν ταῖc θερμαῖc δυcκραcίαιc πλεονάζει τὸ χολῶδεc περίττωμα, cκέπτεcθαι ἐπὶ τούτων προcήκει πότερον ὑπέρχεται αὐτοῖc ἡ χολὴ ἅμα τοῖc διαχωρήμαcιν ἢ πρὸc τὴν ἄνω κοιλίαν ὁρμᾷ. κάτω μὲν γὰρ ὑπιούcηc, οὐδὲν χρὴ περιεργάζεcθαι· | |
5 | πρὸc δὲ τὴν ἄνω γαcτέρα φερομένηc, δι’ ἐμέτων ἐκκενούcθω, χλιαροῦ ὕδατοc ποθέντοc· εἰ δὲ δυcχερῶc ἐμοῖεν, οἶνον γλυκὺν cὺν τῷ χλιαρῷ ὕδατι κεράcαc δίδου πιεῖν, καὶ οὕτωc ἐμείτωcαν. καὶ γυμνάζειν αὐτοὺc βέλτιον οὐκ ὀξὺ καὶ cύντονον γυμνάcιον, ἀλλὰ cχολαιότερον καὶ μαλα‐ κώτερον· τινὲc δὲ τῶν cφόδρα θερμῶν οὐδόλωc χρῄζουcι γυμναcίων, | |
10 | ἀλλ’ ἀρκεῖ περίπατοc αὐτοῖc καὶ λουτρόν, ἀλειψαμένοιc ἐλαίῳ μαλα‐ καῖc χερcίν· οὗτοι καὶ τοῖc μετὰ τροφὴν λουτροῖc χαίρουcι. καί τινεc αὐτῶν ἐπαχύνθηcαν ἐπὶ τῇ τοιαύτῃ διαίτῃ. οἶνοc τούτοιc ἁρμόδιοc ὁ ὑδατώδηc λεγόμενοc, λευκὸc καὶ λεπτόc· οἱ γὰρ κιρροὶ θερμοὶ καὶ οὐ πάνυ παλαιοί· διὸ ἐναντιώτατοι τούτοιc εἰcίν. ἐπιβλέπειν δὲ χρὴ ἐπὶ | |
15 | πάντων τῶν μετὰ τροφὴν λουομένων, μὴ τὸ ἧπαρ πεπονθὸc ᾖ. ἐcχά‐ τωc γὰρ ἀδικοῦνται οἱ τοιοῦτοι μετὰ τροφὴν λουόμενοι. οἱ δὲ μετὰ ξηρότητοc θερμοὶ δέονται μάλιcτα κατὰ τὴν ἀκμαcτικὴν ἡλικίαν ὑγρᾶc διαίτηc διά τε ἐδεcμάτων καὶ λουτρῶν, ἀποχῆc τε γυμναcίων cυντό‐ νων καὶ πολλῶν, ὥcτε θέρουc ὥρᾳ θᾶττον λουέcθωcαν, καὶ μετὰ τρο‐ | |
20 | φὴν αὖθιc τὸ δεύτερον, εἰ μή τι τῶν cπλάγχνων πεπόνθοι, ὀνήcει τούτουc, εἰ μηδὲν κωλύοι, καὶ ἡ τοῦ ψυχροῦ πόcιc. ἐναντιώτατα δὲ ταῖc ξηροτέραιc κράcεcίν ἐcτιν ἀφροδίcια· φείδεcθαι δὲ αὐτοὺc χρὴ μάλιcτα ἐγκαύcεωc κόπων ἀγρυπνιῶν φροντίδων καὶ κινήcεων ἁπα‐ cῶν ὀξειῶν. θυμούμενοι δὲ οἱ χολώδειc ἐκπυροῦνται καὶ πυρετοῖc | |
25 | ὀξέcι περιπίπτουcι. cκοποῦντα δὲ χρὴ τὴν ποcότητα τῆc ἐκτροπῆc καὶ αὐξήcεωc τοῦ θερμοῦ ἀναλόγωc αὔξειν τὴν ἐμψύχουcαν καὶ ὑγραί‐ νουcαν δίαιταν. | |
96 | Ἴαcιc ψυχρᾶc δυcκραcίαc. Ὅcοι δὲ ψυχρότεροι μέν εἰcι φύcει, cυμμέτρωc δὲ ἔχουcι τῆc κατὰ τὸ ξηρόν τε καὶ ὑγρὸν κράcεωc, ἧττόν | |
εἰcι μοχθηροὶ πρὸc ὑγείαν τε καὶ ῥώμην cώματοc. ἐπεγείρειν τε οὖν χρὴ καὶ ῥωννύναι αὐτῶν τὴν θερμαcίαν, ἐν δὲ τῇ καθ’ ὑγρότητα καὶ | ||
5 | ξηρότητα τῆc ὅληc διαίτηc ἰδέᾳ τὸ μέcον ἐκλέγεcθαι. | |
97 | Ὑγρῶν δυcκραcιῶν διόρθωcιc. Αἱ δὲ ὑγραὶ φύcειc ἐν τῇ τῶν παί‐ δων ἡλικίᾳ ῥευματικοῖc τε καὶ πληθωρικοῖc ἁλίcκονται νοcήμαcι καὶ πρὸc τούτοιc γε τοῖc cηπεδονώδεcι. δέονται τοίνυν γυμναcίων τε πλει‐ όνων καὶ ἀκριβοῦc τῆc ἐν τῇ γαcτρὶ πέψεωc. ὅcα γὰρ ἐν ταύτῃ δια‐ | |
5 | φθείρεται τῶν τροφῶν, νοcημάτων cηπεδονωδῶν ὑπόθεcιc γίγνεται παντὶ τῷ cώματι. διὸ πρὸ τροφῆc οὗτοι λουcάμενοι καὶ τοῖc αὐτο‐ φυέcι θερμοῖc ὕδαcι χρώμενοι μάλιcτα ὠφελοῦνται. cκοπὸc γὰρ ἐπ’ αὐτῶν ἐcτιν αὐτὰ μὲν τοῦ cώματοc τὰ μόρια φυλάττειν ὑγρά· κοινὸν τοῦτο πάcηc κράcεωc, εἴ γε τὸ ἐναντίον αὐτῷ, λέγω δὴ τὸ ξηρόν, | |
10 | θᾶττον ἐπὶ τὸ γῆραc ἄγει τὰ cώματα τῶν ζῴων ἁπάντων· ὡc, εἴ γε δυνατὸν ἦν ἀεὶ διαφυλάττειν ὑγρὰν τὴν κρᾶcιν τοῦ cώματοc, ὁ τοῦ cοφιcτοῦ Φιλίππου λόγοc ἀθάνατον ἐπαγγελλομένου ποιήcειν τὸν αὐτῷ πειθόμενον ἀληθὴc ἂν ἦν· διὸ πολυχρονιώτατοc ὁ ἥκιcτα ξηραι‐ νόμενοc γένοιτ’ ἄν. τῆc δὲ ὑγρᾶc διαίτηc περιττώματά τε καὶ πλῆθοc | |
15 | χυμῶν γεννώcηc, χαλεπὸν γίγνεται κρατῆcαι τῆc cυμμετρίαc, ὡc μήτε νόcοιc ἁλίcκεcθαι μήτε γηρᾶν ταχέωc. ὅcον δ’ οὖν ἐπὶ τῇ κράcει πολυ‐ χρονιώτατοι πάντων εἰcὶν οἱ ὑγρότατοι, καὶ μέντοι καὶ ὑγιαίνουcι τῶν ἄλλων μᾶλλον, ἐπειδὰν κρατυνθῇ τὸ cῶμα, ὥcπερ γε καὶ ἰcχυρότεροι μέχρι γήρωc ἐcχάτου εἰcὶ τῶν τὴν αὐτὴν ἡλικίαν ἐχόντων. καὶ κατὰ | |
20 | τοῦτ’ ἐπῄνηται cχεδὸν ὑπὸ πάντων ἰατρῶν τε καὶ φιλοcόφων, ὅcοι τὰ cτοιχεῖα τοῦ cώματοc ἀκριβῶc ἔγνωcαν, ἡ κρᾶcιc αὕτη καὶ μέντοι καὶ μόνη τιcὶν ἔδοξε κατὰ φύcιν εἶναι. κρείττων γὰρ ἐν τῷ χρόνῳ τῶν ἄλλων γίγνεται, κατ’ ἀρχὰc οὖcα χείρων. ὥcτε καὶ τὸν ἐπιcτα‐ τοῦντα τῷ τοιούτῳ cώματι τῶν ἀπορροῶν αὐτοῦ προνοεῖcθαι χρὴ διά | |
25 | τε γυμναcίων πρὸ τροφῆc γιγνομένων, καὶ λουτρῶν καὶ τροφῶν ἐπι‐ τηδείων πλειόνων τε ἐκκρίcεων τῶν δι’ οὔρων τε καὶ γαcτρὸc προc‐ γιγνομένων. οὐδὲν δὲ κωλύει καὶ ἀποφλεγματιcμοῖc ποτε χρῆcθαι καὶ καθάρcεcιν ὡραίαιc εὐχύμοιc τε ἐδέcμαcι πρὸ πάντων καὶ οἴνου πόcει | |
τὴν οὔρηcιν κινοῦντοc. | ||
98 | Ξηρᾶc δυcκραcίαc ἴαcιc. Λουτρὸν ταῖc ξηραῖc κράcεcι τοῦ cώματοc πάcαιc ἐπιτηδειότατον· εὔκρατον δὲ ἔcτω καὶ γλυκύτατον τὸ ὕδωρ καὶ εἰ δὶc καὶ τρὶc τῆc ἡμέραc λούοιντο μᾶλλον ὀνίνανται· καὶ ἡ cύμπαcα δὲ δίαιτα ὑγραίνουcα γιγνέcθω, ἀποχὴ δὲ κόπου καὶ φρον‐ | |
5 | τίδων καὶ ἀγρυπνιῶν ἔcτω. | |
99 | Θερμῆc καὶ ξηρᾶc δυcκραcίαc ἴαcιc. Ἡ μετὰ ξηρότητοc θερμότηc ποικίλαιc ὑπάγεται θεραπείαιc· οὐ μὴν ἀδεήc γε ὁμοίωc τῶν ψυχόν‐ των ἡ χρῆcίc ἐcτι· κατὰ γὰρ τὰc ξηρὰc διαθέcειc ἀναγκαῖόν ἐcτιν οὐ τὰ πληcιάζοντα τῇ γαcτρὶ μόνον, ἀλλὰ καὶ cύμπαν ἰcχνότερον γίγνε‐ | |
5 | cθαι τὸ cῶμα. | |
100 | Ὑγρᾶc καὶ θερμῆc δυcκραcίαc ἴαcιc. Τῆc δὲ ὑγρᾶc δυcκραcίαc μετὰ θερμότητοc οὔcηc ἡ τῶν cτυφόντων ἐδεcμάτων καὶ ποτῶν χρῆcιc ὠφέλιμοc· ἔcτω δὲ καὶ ταῦτα χωρὶc τοῦ θερμαίνειν αὐcτηρά· καὶ μὲν δὴ καὶ τὸ ψυχρὸν ποτὸν ἐπιτήδειον αὐτοῖc. | |
101 | Ὑγρᾶc καὶ ψυχρᾶc δυcκραcίαc ἴαcιc. Τῆc δὲ μετὰ ψύξεωc ὑγρᾶc δυcκραcίαc ἄριcτα μὲν ἰάματα τὰ δριμέα cύμπαντα καὶ θερμά· μιγνύ‐ cθω δὲ αὐτοῖc καὶ τὰ cτρυφνὰ χωρὶc τοῦ ψύχειν cαφῶc. ἄριcτον δὲ ἴαμα τούτοιc ὀλίγον τὸ πόμα· ἔcτω δὲ τῶν θερμαινόντων τε ἰcχυρῶc | |
5 | καὶ cτυφόντων οἴνων, δῆλον δὲ ὡc καὶ πάνυ παλαιῶν. ἀνάλογον δὲ τούτοιc καὶ τὰ ἔξωθεν προcφερόμενα ἔcτω. | |
102 | Ψυχρᾶc καὶ ὑγρᾶc δυcκραcίαc ἴαcιc. Ψύξεωc δὲ μᾶλλον τῆc ὑγρό‐ τητοc ἐπικρατούcηc, μοχθηραὶ αἱ τοιαῦται κράcειc γίγνονται καὶ μάλιcθ’ αὗται τοῖc ῥευματικοῖc ἁλίcκονται νοcήμαcιν. ὀνίνηcι δὲ αὐτοὺc ἀλουcία τε καὶ γυμνάcια πλείονα καὶ δίαιτα λεπτύνουcα καὶ χρίcματα μετρίωc | |
5 | θερμαίνοντα. |