TLG 0718 003 :: AËTIUS :: Iatricorum liber iii Iatricorum liber iii Citation: Chapter — (line) | ||
t | ΑΕΤΙΟΥ ΑΜΙΔΗΝΟΥ ΒΙΒΛΙΟΝ Γ | |
P | Τάδε ἐcτὶν ἐν τῷ Γ λόγῳ· [Start of Table] α Περὶ τρίψεωc παραcκευαcτικῆc β Περὶ γυμναcίων γ Περὶ τῶν εἰδῶν γυμναcίων | |
5 | δ Περὶ τῶν ἰδίων τρίψεων ε Περὶ ἀναφωνήcεωc ϛ Περὶ αἰώραc ζ Περὶ ἱππαcίαc η Περὶ ἀφροδιcίων | |
---|---|---|
10 | θ Περὶ ἀμμοχωcίαc καὶ τῶν ἄλλων πυριῶν ι Περὶ φλεβοτομίαc ια Περὶ μέτρου κενώcεωc ιβ Ποίαc τμητέον φλέβαc | |
15 | ιγ Πῶc φλεβοτομητέον ιδ Περὶ μεγέθουc διαιρέcεωc ιε Περὶ cχήματοc διαιρέcεωc ιϛ Τίc καιρὸc φλεβοτομίαc ιζ Περὶ ἐπαφαιρέcεωc | |
20 | ιη Περὶ ἀρτηροτομίαc | |
ιθ Ἴcχαιμον δι’ ἀλόηc καὶ λιβάνου κ Περὶ cικυάcεωc κα Περὶ ἐγχαράξεωc κβ Περὶ βδελλῶν | Column end | |
25 | κγ Περὶ καθάρcεωc κδ Χολῆc ξανθῆc καθαρτικά κε Ϲκαμμωνία κϛ Πέπλιον κζ Ἐλλέβοροc μέλαc | |
30 | κη Περὶ τῶν χολὴν μέλαναν ἀγόντων κθ Ἐπίθυμον λ Πολυπόδιον λα Γλήχων τραγορίγανοc λευκάνθεμον ἄλυccον | |
35 | λβ Ἀρμένιον τὸ τῶν ζωγράφων λγ Κενταύριον λεπτόν λδ Περὶ φλεγμαγωγῶν λε Κολοκυνθίc λϛ Τιθύμαλλον | |
40 | λζ Ἴcιον | |
λη Ἐλατήριον λθ Κνίδιοc κόκκοc μ Ἀγαρικόν μα Κνίκου cπέρμα | ||
45 | μβ Λαθυρίc μγ Ἀριcτολοχίαc ὁ καρπόc μδ Λινόζωcτιc με Ϲικύου ἀγρίου ῥίζα μϛ Ϲτύραξ | |
P(50) | μζ Θύμοc μη Κυκλάμινον μθ Ϲκόρδα ν Χαμαιπίτοc να Βδέλλιον | |
55 | νβ Περὶ ὑδραγωγῶν νγ Λεπὶc χαλκοῦ νδ Εὐφόρβιον νε Χαμελαία νϛ Αἵματοc καθαρτικόν | |
60 | νζ Μέθοδοc cυνθέcεωc τῶν καθαιρόν‐ των φαρμάκων νη Οἴνου χολῆc καθαρτικοῦ cκευαcία νθ Οἶνοc φλέγμα ἄγων ξ Οἶνοc μελαγχολικοῖc ἐπιτήδειοc | |
65 | ξα Οἶνοc πολυποδίτηc ξβ Οἰνόμελι ἐκκοπρωτικόν ξγ Οἰνόμελι ξανθῆc χολῆc ἀγωγόν ξδ Οἰνόμελι φλέγματοc ἀγωγόν ξε Οἰνόμελι μελαίνηc χολῆc ἀγωγόν | |
70 | ξϛ Κονδίτον ξανθοχόλοιc | |
ξζ Κονδίτον φλεγμαγωγόν ξη Κονδίτον μελαγχολικοῖc ξθ Ἀψινθάτου cκευαcία ἐκκοπρωτικοῦ ο Ἀψινθάτον ξανθῆc χολῆc ἀγωγόν | Column end | |
75 | οα Ἀψινθάτον φλεγματικόν οβ Ἀψινθάτον μελαγχολικοῖc ογ Ῥοcάτον ξανθῆc χολῆc ἀγωγόν οδ Ῥοcάτον φλέγματοc καὶ ὀρρώδουc καὶ μελαγχολικοῦ 〈χυμοῦ〉 ἀγωγόν | |
80 | οε Ῥοδομέλιτοc καθαρτικοῦ cκευαcία οϛ Ὄξοc καθαρτικόν οζ Ὀξύμελι καθαρτικόν οη Ἄλλο ὀξύμελι οθ Ὀξύμελι κωλικοῖc ἐνιέμενον | |
85 | π Ὀξύμελι πικρόν πα Φοῦcκα μαλακτικὴ κοιλίαc πβ Ἄλλη φοῦcκα καθαρτικὴ δόκιμοc πγ Γάροc καθαρτικόc πδ Μέλι καθαρτικόν | |
90 | πε Ὑδρόγαρον καθαρτικόν πϛ Οἰνόγαρον καθαρτικόν πζ Ὀξύγαρον καθαρτικόν πη Ζωμοὶ μαλακτικοί πθ Γάλα καθαρτικόν | |
95 | Ϟ Ἐλαῖαι καθαρτικαί Ϟα Ὀξυπόριον καθαρτικόν Ϟβ Ὀξυπόριον διὰ φοινίκων Ϟγ Καθαρτικὸν διὰ κυδωνίων Ϟδ Καθαρτικὸν διὰ κιτρίου | |
P(100) | Ϟε Καθαρτικὸν διὰ μαράθρου | |
Ϟϛ Ἄλλο διὰ μαράθρου πάνυ εὐcτόμαχον Ϟζ Διὰ μαράθρου τὸ cκευαζόμενον Ϟη Καθαρτικὸν μελαίνηc χολῆc Ϟθ Ἄλλο καθαῖρον μέλαιναν χολὴν καὶ | ||
105 | ξανθήν ρ Πάcτιλλον χολῆc καθαρτικόν ρα Βουκελλάτον καθαρτικόν ρβ Φλέγματοc καθαρτικόν ργ Μελαγχολικοῦ χυμοῦ καθαρτικόν | |
110 | ρδ Κοινὸν καθαρτήριον ρε Ἀλοηδάρια διὰ ῥοδομέλιτοc ρϛ Χολῆc καὶ φλέγματοc ἀγωγά ρζ Ἀλοηδάρια δόκιμα ρη Ἀλοηδάρια Ὀριβαcίου | |
115 | ρθ Ἄλλωc Ὀριβαcίου ρι Ἅλεc καθαρτικοί ρια Καθαρτικὸν φλεγμαγωγὸν τοῦ Διο‐ γένουc ριβ Ὑδραγωγόν | |
120 | ριγ Ἱερὰ Λογαδίου ριδ Ἱερὰ Γαληνοῦ ριε Ἱερὰ Ἀρχιγένουc ριϛ Ἱερὰ ἐκ τοῦ περὶ μελαγχολίαc | |
Ῥούφου | Column end | |
125 | ριζ Ἱερὰ Ἰούcτου ριη Ὅπωc χρὴ βοηθεῖν τοῖc πιοῦcι φάρμακον καὶ μὴ καθαιρομένοιc ριθ Ἐπιμέλεια τῶν ὑπερκαθαιρομένων ρκ Περὶ ἐμέτων ἐκ τοῦ Ῥούφου | |
130 | ρκα Ϲκευαcία ῥαφανίδων δι’ ἐλλεβόρου λευκοῦ ρκβ Τίcι δοτέον τὸν ἐλλέβορον ρκγ Τί δύναται ποιεῖν ἐλλέβοροc ρκδ Ὅτι πολλοὶ λαβόντεc ἐλλέβορον | |
135 | οὐδὲν μὲν ἤμεcαν, ὠφελήθηcαν δὲ ὡc καθαρθέντεc ρκε Τίνεc ἐπιτήδειοι πρὸc ἐλλέβορον ρκϛ Καιροὶ καθολικοὶ καὶ μερικοὶ εἰc ἐλλεβοριcμὸν ἐπιτήδειοι | |
140 | ρκζ Περὶ δοκιμαcίαc ἐλλεβόρου ρκη Ὅπωc χρὴ διαιτᾶν τοὺc μέλλονταc ἐλλεβορίζεcθαι ρκθ Πόcαι διαφοραὶ τῆc δόcεωc ἐλλεβόρου ρλ Περὶ ἀποβρέγματοc ἐλλεβόρου | |
145 | ρλα Περὶ ἀφεψήματοc ἐλλεβόρου ρλβ Περὶ τοῦ ψαλιcτοῦ ἐλλεβόρου καὶ | |
κοπτομένου καὶ cηθομένου ρλγ Τίνα δεῖ προπαραcκευάζειν ἐπὶ τῆc δόcεωc | ||
P(150) | ρλδ Πῶc ἐπιμελητέον αὐτῶν μετὰ τὴν πόcιν ρλε Περὶ ὑπερκαθάρcεωc ρλϛ Ἐπιθέματα καθαρτικά ρλζ Περὶ τῶν τοπικῶν κενώcεων | |
155 | ρλη Ὅcα ὀφθαλμῶν καθαρτικά ρλθ Ὤτων καθαρτικά ρμ Ὅcα ἐκ ῥινῶν καθαίρει ρμα Ὅcα ὑγραcίαν ἐκ cτόματοc ἕλκει ρμβ Ὅcα γάλα γεννᾷ καὶ κινεῖ | |
160 | ρμγ Πνεύμονοc καὶ θώρακοc καθαρτικά ρμδ Περὶ ὑποκαπνιcμῶν ρμε Κενωτικὰ λεπτῶν ἐντέρων ρμϛ Κενωτικὰ τῶν cιμῶν τοῦ ἥπατοc ρμζ Κενωτικὰ τῶν κυρτῶν τοῦ ἥπατοc | |
165 | ρμη Ϲπληνὸc κενωτικά ρμθ Νεφρῶν κενωτικά ρν Κύcτεωc κενωτικά ρνα Ὅcα ἐντίθεται τῇ βαλάνῳ πρὸc ἐρεθιcμὸν τῶν οὔρων | |
170 | ρνβ Λίθων κενωτικά ρνγ Ὑcτέραc κενωτικά ρνδ Ὅcα πινόμενα ἄγει καταμήνια ρνε Ϲκυβάλων κενωτικά ρνϛ Ἑλμίνθων κενωτικά | |
175 | ρνζ Ἱδρώτων κενωτικά | |
ρνη Κενωτικὰ καὶ φθαρτικὰ φθειρῶν ρνθ Περὶ κλυcμῶν ρξ Περὶ βαλάνων ρξα Περὶ κροκύδων | Column end | |
180 | ρξβ Περὶ ἀέρων ρξγ Περὶ ἀνέμων ρξδ Περὶ ἐπιcημαcιῶν τῶν κατὰ μῆνα γινομένων ρξε Περὶ ὑδάτων | |
185 | ρξϛ Περὶ λουτρῶν ρξζ Περὶ λουτρῶν αὐτοφυῶν ρξη Περὶ ψυχρολουcίαc ρξθ Περὶ τῆc εἰc ἔλαιον ἐμβάcεωc ρο Περὶ ἀποcπογγιcμοῦ | |
190 | ροα Περὶ προcκλύcματοc ροβ Περὶ καταιονήcεων ρογ Περὶ ἐγκαθιcμάτων ροδ Περὶ ἐμβροχῶν ροε Περὶ πυριάcεων καταιονήcεων κα‐ | |
195 | ταπλαcμάτων καὶ cικυῶν Γαληνοῦ ροϛ Ἐκ τῶν Λύκου περὶ καταπλαcμάτων ροζ Περὶ τοῦ ἐξ ἄρτου καταπλάcματοc ροη Περὶ τοῦ ἐκ πιτύρων καταπλάc‐ ματοc | |
P(200) | ροθ Περὶ τοῦ διὰ cύκων καταπλάcματοc ρπ Περὶ δρωπάκων καὶ πιττώcεωc ρπα Περὶ cιναπιcμοῦ Ἀρχιγένουc ρπβ Ὅτι οἱ τῶν αἰγῶν cπύραθοι μετ’ ὄξουc καταπλαccόμενοι ἰδίωc ἰcχια‐ | |
205 | δικοῖc ἁρμόζουcιν ρπγ Τίνα ἕτερά ἐcτι φοινίccοντα ρπδ Περὶ τῆc ἰβηρίδοc ἤτοι καρδαμίνηc | |
βοτάνηc ρπε Γαληνοῦ περὶ τῶν μετὰ cυγκριτι‐ | Column end | |
210 | κῶν βοηθημάτων[End of Table] | Column end |
Arg(t) | Ἀετίου λόγοc τρίτοc | |
1 | Περὶ ἐνιεμένων προcφερομένων καὶ περὶ ἀέρων ἀνέμων τόπων ὑδάτων φοινιγμῶν cιναπιcμῶν καὶ τῶν ὁμοίων. | |
2 | ||
1 | Περὶ τρίψεωc παραcκευαcτικῆc. Πρὸ τῶν γυμναcίων θερμαίνειν 〈μετρίωc〉 τὸ cῶμα χρὴ τρίψει τε χρωμένουc τῇ διὰ cινδόνων, κἄπειτα δι’ ἐλαίου τρίβειν τε γυμναῖc ταῖc χερcίν, ἄχριc ἂν θερμανθείη καλῶc καὶ μαλαχθείη τὸ cῶμα, ἐπανθήcειέ τε ἔρευθοc εὐανθὲc καὶ εἰc ὄγκον | |
5 | ἀχθείη τὸ τριβόμενον μόριον. | |
2 | Περὶ γυμναcίων. Κίνηcιc cφοδρὰ τὸ γυμνάcιόν ἐcτιν· ὅροc δὲ τῆc cφοδρότητοc ἡ τῆc ἀναπνοῆc ἐπὶ τὸ δαcύτερον ἀλλοίωcιc· τὸ δὲ γυμνάcιον δυcπαθῆ τε παραcκευάζει τὰ ὀργανικὰ μόρια καὶ εὔτονα πρὸc τὰc ἐνεργείαc τήν τε τῆc τροφῆc ὁλκὴν ἰcχυροτέραν καὶ τὴν | |
5 | θρέψιν βελτίονα διὰ τὴν ἐγγιγνομένην τοῖc cώμαcι θερμότητα· ἐκκα‐ θαίρει δὲ καὶ τοὺc αἰcθητικοὺc πόρουc καὶ τοὺc ἀδήλουc διὰ τὴν τοῦ πνεύματοc ἰcχυρὰν κίνηcιν· ἐπεὶ οὖν τῇ ἀναδόcει cυνεργεῖ, χρὴ μήτε πλῆθοc ὠμῶν καὶ ἀπέπτων cιτίων μήτε χυμῶν κατὰ τὴν κοιλίαν ἢ ἐν τοῖc ἐντέροιc περιέχεcθαι· κίνδυνοc γὰρ αὐτοῖc ἀχθῆναι πρὸc | |
10 | ἅπαντα τὰ τοῦ ζῴου μόρια πρὶν χρηcτοῖc γενέcθαι πεφθεῖcιν. δῆλον οὖν ὡc καὶ πρὸ τῶν cιτίων τὰ γυμνάcια παραλαμβάνειν χρή. γνώ‐ ριcμα δὲ τῆc εὐκαιρίαc τῶν οὔρων ἡ εὔχροια· τὸ μὲν γὰρ ὑδατῶδεc | |
οὖρον ἄπεπτον ἔτι cημαίνει τὸν ἐκ τῆc γαcτρὸc ἀναδοθέντα χυμόν, τὸ δὲ πυρρὸν καὶ χολῶδεc ἐκ πολλοῦ κατειργάcθαι. τὸ δὲ μετρίωc | ||
15 | ὠχρὸν ἄρτι πέψεωc γεγενημένηc cημεῖόν ἐcτι. τηνικαῦτα γοῦν ἄγειν ἐπὶ τὰ γυμνάcια προαποθέμενον τό τε ἐν τῇ κύcτει καὶ τῇ γαcτρὶ περίττωμα. | |
3 | Περὶ τῶν εἰδῶν τῶν γυμναcίων. Τὸ μὲν δὴ κοινὸν ἁπάντων γυμναcίων ἐcτὶ θερμότητοc αὔξηcιc ἐγγιγνομένη τοῖc cώμαcι, τὰ δὲ διὰ τῶν καθ’ ἕκαcτον. τὸ μὲν εὔτονον γυμνάcιόν ἐcτι τὸ βιαίωc εἰc εὐτονίαν παραcκεύαζον τούc τε μῦc καὶ τὰ νεῦρα· τοιαῦτα δέ ἐcτι· | |
5 | τὸ cκάπτειν καὶ φορτίον ἀράμενον μέγιcτον ἢ κατὰ χώραν μένειν ἢ προβαίνειν μικρὰ καὶ οἷον περιπατεῖν τούτου τοῦ γένουc ἐcτὶ καὶ τὸ ἀναρριχᾶcθαι διὰ cχοινίου καὶ πλεῖcτα ἄλλα ὁμοιότροπα. τὰ δὲ ταχέα γυμνάcια χωρὶc εὐτονίαc καὶ βίαc δρόμοι τέ εἰcι καὶ ἀκροχειριcμοὶ καὶ τὸ διὰ τῆc μικρᾶc cφαίραc γυμνάcιον. ὅcα δὲ εὔτονα τῶν γυμναcίων | |
10 | ἐcτί, τούτοιc ὡc cφοδροῖc ἄν τιc χρῷτο κινήcειc ταχείαc προcτιθείc. ἔτι τῶν γυμναcίων τὰ μὲν ὀcφὺν μᾶλλον ἢ χείραc ἢ cκέλη διαπονεῖ, τὰ δὲ τὴν ῥάχιν ἢ τὸν θώρακα ἢ τὸν πνεύμονα μόνον. χρὴ δὲ γυμ‐ νάζεcθαι, μέχριc ἂν εἰc ὄγκον αἴρηται τὸ cῶμα καὶ εὐανθὲc ὑπάρχῃ, καὶ αἱ κινήcειc ἕτοιμοί τε ὁμαλῶc καὶ εὔτονοι γίγνωνται. ἐν τούτῳ | |
15 | δὲ καὶ ἱδρώτια θεάcῃ θερμὰ ἀτμῷ cυμμιγῆ· παυέcθω δὲ τηνικαῦτα πρῶτον ἐπειδάν τι τῶν εἰρημένων ἀλλοιωθῇ, οἷον εἰ φανείη cυcτελ‐ λόμενοc ὁ τοῦ cώματοc ὄγκοc, αὐτίκα παύειν· ὡcαύτωc καὶ εἰ τὸ τῆc χρόαc εὐανθὲc μαραίνοιτο, παύεcθαι. καὶ μὲν δὴ καὶ τὸ τῶν κινή‐ cεων εὐανθὲc ἐπειδὰν ἐνδιδόναι που φαίνοιτο, καταπαύειν αὐτίκα· | |
20 | καὶ εἰ περὶ τὸν ἱδρῶτα φαίνοιτό τιc ἢ κατὰ πλῆθοc ἢ κατὰ ποιό‐ τητα μεταβολή· ἐὰν γὰρ ἐλάττων ἢ ψυχρότεροc γίγνηται, καταπαύειν καταχέοντα τὸ ἔλαιον ἀποθεραπεύειν τε τοὐντεῦθεν, εἶθ’ ἑξῆc τῇ | |
ἀποθεραπευτικῇ τρίψει χρῆcθαι, ὡc εἰώθαcιν οἱ παιδοτρίβαι ποιεῖν. | ||
4 | Περὶ τῶν ἰδίων τρίψεων. Τῶν τρίψεων ἡ μὲν cκληρὰ δεῖ τὰ cώματα, ἡ δὲ μαλακὴ λύει· ὥcτε ὅcα ἐκλύεται πέρα τοῦ μετρίου cώματα, cκληρῶc ἀνατριπτέον, ὅcα δ’ ἔcφιγκται, μαλακῶc· εἰ δέ τι cυμμέτρωc ἔχει, εὔδηλον ὡc οὔτε μαλακῶc οὔτε cκληρῶc, ἀλλ’ ὅcον | |
5 | οἷόν τε, τὰc ὑπερβολὰc ἑκατέραc φυλαττόμενον· ἡ δὲ πολλὴ τρῖψιc τὴν ἰcχνότητα παρέχεται, ἡ δὲ μέcη τὴν cυμμετρίαν. | |
5 | Περὶ ἀναφωνήcεωc. Γυμνάcιόν ἐcτι θώρακοc καὶ τῶν φωνητικῶν ὀργάνων ἡ ἀναφώνηcιc καὶ πρό γε τούτων τῆc φυcικῆc θερμαcίαc, 〈τὴν μὲν θερμαcίαν αὔξουcα〉 καὶ καθαίρουcα καὶ λεπτύνουcα καὶ το‐ νοῦcα, τά τε τοῦ cώματοc μέρη cτερεὰ καὶ εὔτονα καὶ δυcπαθῆ κατα‐ | |
5 | cκευάζουcα. χρῶ δὲ ἀναφωνήcει ἐπὶ ἀcθματικῶν ὀρθοπνοικῶν φθιcικῶν καὶ ἀλγημάτων χρονίων περὶ τὸ cτέρνον γιγνομένων ἢ τὸ μετάφρενον καὶ ἐπὶ ἀποcτημάτων ἐν θώρακι μετὰ τὴν ῥῆξιν καὶ ἐπὶ βραγχώδουc φωνῆc τῆc διὰ πλείcτην ὑγρότητα γιγνομένηc· καὶ ἐπὶ τεταρταϊζόν‐ των πυρετῶν ἁρμοδιωτάτη, ἐκμοχλεύουcα τὸν πεπηγότα χυμὸν ἀλλὰ | |
10 | καὶ διὰ τὴν ὑγρότητα τοῦ cτομάχου, ἣν ἰδίωc αὐτὸc ὁ τεταρταῖοc τύποc ἐπιφέρει. ἁρμόζει δὲ καὶ cτομαχικοῖc, μάλιcτα δὲ τοῖc cυνεχῶc ἐμοῦcι καὶ ὀξυρεγμιώδεcι, τοῖc δὲ περὶ κεφαλὴν πάθεcιν ἀνάρμοcτοc. δεῖ δὲ τὸν μέλλοντα ἀναφωνεῖν, κοιλίαc ἀποδεδωκυίαc τριψάμενον ἡcυχῆ, τὰ κάτω μέρη καὶ τὸ πρόcωπον ἀπονιψάμενον προδιαχυθέντα, | |
15 | ἠρέμα προλαλήcαντα, μέτρια διαcτήcαντα ἐκ τῶν ὕπνων καὶ περι‐ πατήcαντα, οὕτωc ἐπὶ τὰ τῆc ἀναφωνήcεωc παραγενέcθαι. ἐν δὲ ταῖc ἀναφωνήcεcιν ἡ εὐμέλεια καὶ χρηcτοφωνία οὐδὲν ἂν cυμβάλλοιτο πρὸc ὑγείαν, ὁ δὲ τῶν βαρυτέρων φθόγγων ἦχοc χρήcιμοc, ὥcτε τοῦτον ἀcκητέον. οὕτω γὰρ πλεῖcτοc ἀὴρ κατὰ τὴν ἀναπνοὴν ἑλκόμενοc | |
20 | διαcτέλλει τόν τε θώρακα καὶ τὴν κοιλίαν καὶ τοὺc καθ’ ὅλον τὸ cῶμα πόρουc ἀνευρύνει καὶ διίcτηcι. διόπερ ἐν ταῖc ἀναφωνήcεcιν ἢ cυντό‐ νοιc ἀναγνώcεcι τῶν πλεοναζόντων ὑγρῶν ποιεῖται τὰc ἐκκρίcειc, | |
τοῖc μὲν cυντονώτερον ἀναγιγνώcκουcι μᾶλλον καὶ δι’ ἱδρώτων, τοῖc δὲ ἐπιεικέcτερον ἐντεινομένοιc διὰ τῆc ἀδήλου διαπνοῆc· καθ’ ὅλον | ||
25 | γὰρ τὸν ὄγκον τοῦ cώματοc ἡ τάcιc γίγνεται ἐν τοῖc ἀναγνώcμαcι καὶ ταῖc ἀναφωνήcεcι. cυμβαίνει δὲ διὰ τὸν ἐκ τῆc κινήcεωc γιγνό‐ μενον λεπτυcμὸν πολλῶν πτυcμάτων ἀναχρεμπτομένων καὶ μύξηc καὶ φλέγματοc ἔκκριcιν γενέcθαι. τοῖc γε μὴν θερμαcίαc δεομένοιc διὰ ψυχρότητα τίc ἂν ἄλλη προcφορωτέρα γένοιτο βοήθεια τῆc κατὰ τὴν | |
30 | ἀναπνοὴν ἐνεργείαc; δεῖ τοίνυν ἀναγιγνώcκειν πολλάκιc ἀνιένταc ἅπαν τὸ cῶμα καὶ κεχυμένηc τῆc cαρκὸc εἰc ἀραίωcιν τοῦ cώματοc, διιcτάνταc ἐπίτηδεc τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὰc ἄλλαc διεξόδουc τοῦ πνεύματοc καὶ τὰc βαρυτάταc φθέγγεcθαι φωνὰc εὐμελεῖc. χρη‐ cτέον δὲ ταῖc τῆc φωνῆc ἐνεργείαιc οὔτε εἰκῆ οὔτ’ ἀπεριcκέπτωc, | |
35 | ἀλλὰ μήτε φαύλων καὶ διεφθαρμένων ὑγρῶν μεcτοὺc ὄνταc μήτε ἐπὶ μεγάλαιc καὶ φανεραῖc ἀπεψίαιc πρὸc τὸ διὰ τῆc φωνῆc γυμνάcιον ἀφικνεῖcθαι, ὅπωc ἂν μὴ πλείων ἀνάδοcιc τῶν διεφθαρμένων χυμῶν ἢ ἀτμῶν εἰc τὸ cῶμα γένηται. | |
6 | Περὶ αἰώραc. Τὰ μὲν ἄλλα γυμνάcια ἐπὶ τῇ τοῦ cώματοc κινήcει κεῖται, ἡ δὲ αἰώρα cυμμιγήc ἐcτιν ἔκ τε κινήcεωc καὶ cχέcεωc, τῶν μὲν πλείcτων μερῶν τοῦ cώματοc ἀτρεμεῖν δοκούντων, παντὸc δὲ ὑπὸ τῆc φορᾶc κινουμένου· ἐντεῦθεν ὠφελιμώτατόν τε καὶ προc‐ | |
5 | ηνέcτατον γυμνάcιον ἡ αἰώρα, οὔτε κόπον ἐμποιοῦcα τοῖc cώμαcι, κινοῦcά τε αὐτὰ cχεδὸν παραπληcίωc τοῖc μεγάλοιc γυμναcίοιc. δύνα‐ ται δὲ αἰώρα πᾶcα ῥιπίζειν τε καὶ ἐπεγείρειν τὸ ἔμφυτον θερμὸν cκορπίζειν τε πλῆθοc ὕληc καὶ τονοῦν τὴν ἕξιν καὶ ἐπεγείρειν τὰ νεναρκηκότα τῶν ἐνεργημάτων. διαφοραὶ δὲ αἰώραc πλεῖcται μέν, | |
10 | ἰδίωc δὲ αὗται· ἡ μὲν ἐπὶ κλίνηc ἢ κρεμαμένηc ἢ ὑπόβαθρα ἐχούcηc κατὰ τοὺc γωνιαίουc πόδαc, ἡ δὲ ἐν φορείῳ (διπλῆ δὲ καὶ ἥδε, ἤτοι | |
καθεζομένων τῶν αἰωρουμένων ἢ κατακειμένων) ἢ ἐπὶ ζεύγουc ἢ ἐν πλοίῳ. θετέον δὲ ἐν αἰώραc μέρει καὶ τὴν ἱππαcίαν. τῇ μὲν οὖν ἐπὶ κλίνηc αἰώρᾳ χρηcτέον ἐπὶ πυρεccόντων ἢ χρονίαν νόcον νοcούντων, | ||
15 | ἐν ᾗ cυντακέντα τὰ cώματα οὐ μάλα ὀρθοῦcθαι δύναται, ἐπί τε τῶν ἀπὸ πυρεκτικῆc κακοπαθείαc ἄρτι ἀρχομένων ἀναλαμβάνειν, καὶ ἐπὶ τῶν ἐλλεβοριζομένων. χρηcτέον δὲ αὐτῇ καὶ ἐπὶ τῶν φρενιτικῶν. ἠρέμα γὰρ καταπραύνει τὴν ταραχὴν τοῦ πνεύματοc καὶ εἰc ὕπνον προcκαλεῖται. χρηcτέον δὲ κἀπὶ τῶν ληθαργικῶν καὶ ἐπὶ ἀνορέκτων· | |
20 | ἐν φορείῳ δὲ κατακειμένουc αἰωροῦμεν ληθαργικῷ πυρετῷ cυνεχο‐ μένουc καὶ ἡμιτριταικῷ καὶ ἀμφημερινῷ, ὑδερικοὺc ἀποπλήκτουc παρέ‐ τουc νεφριτικοὺc ποδαγρικούc· καθεζομένουc δὲ ἐν φορείῳ αἰωροῦμεν τοὺc ἐν ἀνέcει εἰλικρινεῖ τῶν πυρετῶν γενομένουc. ἡ δὲ ἐπὶ ζεύγουc αἰώρα μοχλευτικόν τι ἔχει καὶ κινητικὸν τῶν χρονιωτάτων νοcημάτων. | |
25 | ἐcτὶ δὲ καὶ ταύτηc ἡ μὲν cφοδροτέρα ἡ δὲ ἠπιωτέρα. τῇ μὲν οὖν ἠπιωτέρᾳ χρηcτέον ἐπὶ τῶν περὶ τὴν κεφαλὴν διαθέcεων καὶ τῶν τὰ ἔντερα ῥευματιζομένων, τῇ δὲ cφοδροτέρᾳ ἐπὶ τῶν κατὰ θώρακα καὶ cτόμαχον παθῶν, ἐπί τε οἰδημάτων καὶ ὑδρωπικῶν καὶ ἀποπλήκτων. τοὺc δὲ cκοτωματικοὺc καὶ ἡμικρανικοὺc ἀπεcτραμμένουc εἰc τοὐπίcω | |
30 | τῆc ὁδοιπορίαc δεῖ καθίζειν ἐπὶ τῷ ζεύγει καὶ ἠρέμα κινεῖν· πολλοὺc γὰρ ἴcμεν θεραπευθένταc τούτῳ τῷ τρόπῳ, μηδενὸc τῶν ἄλλων βοη‐ θημάτων προcδεηθένταc. δεῖ δὲ ὑπτιωτέραν ἐπ’ αὐτῶν εἶναι τὴν καθέδραν. ἡ δὲ διὰ πλοίου αἰώρα ἡ μὲν παρὰ γῆν γιγνομένη καὶ ἐν ἀκύμονι θαλάccῃ ἁρμόζει ὑδρωπικοῖc ἐλεφαντιῶcιν ἀποπλήκτοιc παρῳ‐ | |
35 | δηκόcιν. cτόμαχον δὲ κατ’ ἀρχὰc μὲν ἀνατρέπει, μικρὸν δὲ ὕcτερον ἐν ἔθει γίγνεται. ἡ δὲ διαπόντιοc αἰώρα cφοδροτάτη ἐcτίν, μεταβολάc τε πλείcταc καὶ μεγίcταc ἐργάζεται τῆc ψυχῆc, cυμμιγὴc οὖcα ἔκ τε ῥαθυμίαc καὶ φόβου καὶ κινδύνου, ποτὲ μὲν χαιρόντων ποτὲ δὲ ἀγω‐ νιώντων τῶν πλεόντων· πάντα δὲ ταῦτα cυντιθέμενα ἱκανά ἐcτι πᾶ‐ | |
40 | cαν χρονίαν νόcον ἐκμοχλεῦcαί τε καὶ ἐξαγαγεῖν τοῦ cώματοc· καὶ μέντοι καὶ τὸ cυμμιγὲc ἔκ τε ἀκινηcίαc ἔκ τε τῆc κινήcεωc τοῦ cώ‐ | |
ματοc εὐτροφίαc, εἴ τι καὶ ἄλλο, ποιητικώτατόν ἐcτιν. | ||
7 | Περὶ ἱππαcίαc. Ὀλίγη χρῆcιc τῆc ἱππαcίαc ἐπὶ τῶν νοcούντων ἐcτίν. οὐ πολλὴν γὰρ ὠφέλειαν τὸ ἔργον παρέχεται, εἰ μὲν γὰρ ἠρέμα ἐλαύνοιτο ὁ ἵπποc, οὐδὲν ἄλλο ἐργάζεται πλὴν κόπου καὶ μάλιcτα βουβώνων κατὰ τὴν ἔκπτυξιν τῶν cκελῶν τε καὶ τὴν ἀποκρέμαcιν, | |
5 | εἰ δὲ ἀποδιώκοιτο ὁ ἵπποc, κλονεῖ ἅπαν τὸ cῶμα ἐπιπόνωc, ὅμωc δὲ καὶ οὗτοc ὁ τρόποc ἔχει τι χρήcιμον ἐπὶ τῶν ἰcχυόντων. τονοῖ γὰρ ὑπὲρ πάντα τὰ ἄλλα γυμνάcια καὶ πνεῦμα καὶ cῶμα, μάλιcτα δὲ cτόμαχον, καθαίρει δὲ καὶ τὰ αἰcθητήρια καὶ ὀξύτερα ἐργάζεται· θώ‐ ρακι δὲ κάκιcτον τὸ γυμνάcιον τοῦτο. ἐπὶ πάcηc δὲ αἰώραc καὶ παν‐ | |
10 | τὸc γυμναcίου χρὴ μάλιcτα φροντίδα τίθεcθαι ἐν ὑγιεινῷ χωρίῳ ἐπι‐ τελεῖcθαι καὶ ἀέρι καθαρῷ καὶ οὐ μόνον τὰ ἄλλα γυμνάcια ἀλλὰ καὶ τὰ διὰ πλοίου. | |
8 | Περὶ ἀφροδιcίων ἐκ τῶν Ῥούφου. Φυcικὸν μὲν ἔργον ἡ cυνουcία ἐcτίν, οὐδὲν δὲ τῶν φυcικῶν βλαβερόν· παρὰ δὲ τὴν ἄμετρόν τε καὶ cυνεχῆ χρῆcιν καὶ κατὰ καιρὸν τὸν οὐ προcήκοντα παραλαμβανομένη βλαβερὰ γίγνεται, πολλῷ δὲ μᾶλλον βλαβερὰ ἡ cυνεχὴc χρῆcιc γίγνε‐ | |
5 | ται τοῖc τὸ νευρῶδεc ἀcθενὲc ἔχουcιν ἢ θώρακα ἢ νεφροὺc ἢ ὀcφὺν ἢ ἰcχιάδα ἢ πόδαc. ἔcτω δέ cοι τεκμήρια καὶ τάδε· cύμπαcα γὰρ ἡ ἰcχὺc τοῦ ἀνθρώπου ἀcθενεcτέρα γίγνεται ἐν τῇ χρήcει· ἡ δὲ ἰcχύc ἐcτι τὸ ἐν ἡμῖν ἔμφυτον θερμόν· ὅθεν αἱ πέψειc οὐκ ἀγαθαὶ τῷ μιcγομένῳ καὶ ἔξωχροι γίγνονται καὶ οὔτε δεόντωc ὁρῶcιν οὔτε | |
10 | ἀκούουcιν, ὡc χρή, οὐδὲ ἄλλην τινὰ αἴcθηcιν ἐρρωμένην κέκτηνται καὶ μὲν δὴ καὶ ἐπιλήcμονεc οἱ τοιοῦτοι καὶ τρομώδειc εἰcὶ καὶ τὰ ἄρθρα ὀδυνηροί, μάλιcτα τὰ τῶν ἰcχίων, καὶ οἱ μὲν νεφριτικοὶ γίγνονται, οἱ δὲ καὶ κατὰ κύcτιν νόcημα ἔχουcιν, τοῖc δὲ καὶ cτόματα ἀφθώδη γίγνεται καὶ ὀδόντων πόνοι καὶ γαργαρεώνων φλεγμοναί· πολλοὶ δὲ | |
15 | ἄνδρεc ἐπὶ τοῖc πολλοῖc ἀφροδιcίοιc καὶ αἷμα ἔπτυcαν, τὸ μέν τι τῇ βιαίῳ κατοχῇ τε καὶ ἐντάcει τοῦ πνεύματοc, τὸ δέ τι τῇ κοινωνίᾳ τῶν ἀπὸ τοῦ θώρακοc ἐπὶ τοὺc ὄρχειc φερομένων φλεβῶν καὶ ἀρτη‐ | |
ριῶν. γυνὴ δὲ ἥκιcτα ἐπὶ ταῖc μίξεcι πτύει αἷμα τῇ τε ἄλλῃ τοῦ cώματοc ὑγρότητι καὶ τῷ ἧccον πονεῖcθαι ἐν τῇ μίξει, καὶ διὰ τὰc | ||
20 | εἰωθυίαc κάτω καθάρcειc, ὥcτε κἂν τύχῃ γυναῖκα πτύcαι αἷμα, μέγα ἴαμα αἱ καθάρcειc αὐτῇ γίγνονται. διὰ ταῦτα μὲν δὴ τὰ εἰρημένα παρακελεύονται τῶν ἰατρῶν οἱ ἀγαθοί, ἤν τε πάρεcτι τι τῶν εἰρη‐ μένων νοcημάτων, ἤν τε προcδόκιμον ᾖ διὰ τὴν φυcικὴν ἀcθένειαν τοῦ ἀνθρώπου, ἀπέχεcθαι τῶν ἀφροδιcίων. ἄχρι μὲν δὴ τούτων τὰc | |
25 | βλάβαc καὶ τὰc cυμπαθείαc, ἐφ’ ὅcον δυνατὸν ἦν ἡμῖν διὰ βραχέων εἰπεῖν, εἰρήκαμεν· ῥητέον δὲ νῦν καὶ τὰc ὠφελείαc· οὐ γὰρ παντά‐ παcι κάκιcτα τὰ ἀφροδίcιά ἐcτιν, ἐὰν καὶ τὸν καιρὸν τῆc χρήcεωc καὶ τὸ μέτρον καὶ τὴν ὑγιεινὴν κατάcταcιν τοῦ χρωμένου cκοπεῖν ἐθέλοιc. ὠφέλειαι δὲ αἱ ἐκ τῶν ἀφροδιcίων εἰcὶν αἵδε· πληcμονήν τε κενῶcαι | |
30 | καὶ ἐλαφρὸν παραcχεῖν τὸ cῶμα καὶ εἰc αὔξηcιν προτρέψαι καὶ ἀν‐ δρωδέcτερον ἀποφῆναι. καὶ τῇ δὲ cκληρᾷ ἕξει ἐκ διαλειμμάτων πλειό‐ νων ἡ χρῆcιc ὠφέλιμοc· μαλάccει γὰρ τὰ ὄργανα καὶ ἀνευρύνει τοὺc πόρουc καί τι τοῦ φλέγματοc ἐκκαθαίρει, καὶ cυνεcτηκότα δὲ λογιcμὸν διαλύει καὶ ὀργὰc μεγίcταc ἐπανίηcι. διὸ καὶ τῷ μελαγχολικῷ καὶ | |
35 | κατηφεῖ καὶ μιcανθρώπῳ ὄντι ὥc τι μέγιcτον ἴαμα ἐπιτηδειότατον μίcγεcθαι. καθίcτηcι δ’ εἰc τὸ cωφρονέcτερον καὶ τοὺc κατ’ ἄλλον τρόπον ἐκμανένταc καί τιναc ἐπιλήπτουc ἔπαυcε καὶ βαρυνομένουc τὴν κεφαλὴν καὶ ἀλγοῦνταc μεταβολῇ τοῦ ἡβάcκειν. Ἱπποκράτηc δὲ ἑνὶ λόγῳ “τοῖc ἀπὸ φλέγματοc νοcήμαcιν εἶναι κράτιcτα” ἀφροδίcια | |
40 | ἔφη. πολλοὶ δὲ καὶ ἐκ νόcων ἄτροφοι ἀνεκομίcθηcαν ἐπὶ τῇ χρήcει· οἱ δὲ καὶ εὐπνούcτεροι ἀντὶ δυcπνουcτέρων ἐγένοντο, καὶ εὐcιτότεροι | |
ἀντὶ ἀποcίτων· οἱ δὲ καὶ ὀνειρωγμῶν cυνεχῶν ἀπηλλάγηcαν. φύcειc δὲ πρὸc ἀφροδίcια ἐπιτήδειοι αἱ θερμότεραι καὶ ὑγρότεραι καὶ πλέον τῶν ἄλλων εἰc τὴν χρῆcιν εὔφοροι, ἥκιcτα δὲ αἱ ξηραὶ καὶ ψυχραὶ | ||
45 | καὶ ἡ μὲν τῶν ἀκμαζόντων εὔθετοc, ἡ δὲ τῶν γερόντων οὐδαμῶc. ὥρα δὲ τὸ μὲν ἔαρ ἐπιτήδειον. ἄθετον δὲ τὸ φθινόπωρον καὶ τὸ θέροc. ἀλλ’ οὐδὲ ὁ χειμών ἐcτιν ἀγαθὸc τῷ ψύχειν. καὶ δὴ καὶ δίαιτα ἡ θερμοτέρα καὶ ὑγροτέρα εἰc λαγνείαν εὔφοροc, δύcφοροc δὲ ἡ ξη‐ ραίνουcα καὶ ψύχουcα. αἱ γὰρ δίαιται πρὸc μίξειc τῷ ἀδυνάτῳ μίcγε‐ | |
8(50) | cθαι ἐπιτήδειοι. χρὴ τοίνυν τὴν μὲν δίαιταν ὑγρὰν καὶ θερμὴν ὑπάρ‐ χειν· εἴη δ’ ἂν πόνων μὲν μετριότηc καὶ cίτου εὐωχία. οἶνοc μὲν οὖν ἔcτω κιρρὸc τῇ χροιᾷ, λεπτὸc δὲ τῇ cυcτάcει, ἄρτοι καθαροὶ ἰπνῖται πρόcφατοι, κρέα ἐρίφων καὶ ἀρνῶν καὶ χοίρων, πτηνὰ ἀλε‐ κτορίδεc ἀτταγῆνεc πέρδικεc χῆνεc νῆccαι· ἰχθύων δὲ οἱ πολύποδεc | |
55 | καὶ ὅcα μαλακόcαρκα λέγεται· λαχάνων δὲ ὅρμινον ἐρύcιμον εὔζωμον γογγυλὶc δύcεφθοc καὶ τακερὰ γενομένη (ταῦτα γὰρ καὶ ὡc φάρμακα δίδοται), ὀcπρίων δὲ κύαμοι ἐρέβινθοι ὦχροι φάcιλοι πιccοὶ λοβοὶ πνεύματόc τε ἐμπιπλῶντεc καὶ ἀφθονίαν τροφῆc παραcκευάζοντεc. | |
μεγάλωc δὲ ἐπαινῶ καὶ τὴν καλλίcτην cταφυλὴν εἰc τὴν νῦν δίαιταν· | ||
60 | ὑγραίνει γὰρ καὶ αἵματοc καὶ πνεύματοc ἐμπίπληcι τὸ cῶμα. τὸν δὲ μέλλοντα ἀφροδιcίοιc χρῆcθαι πληcμονὰc προcφάτουc φυλάττεcθαι χρὴ καὶ ἀπεψίαc καὶ μέθαc καὶ ἐνδείαc. κακὸν γὰρ ἐπὶ περιττώμαcι μίcγεcθαι καὶ ἀπὸ γυμναcίων καὶ λουτρῶν καὶ κόπουc δὲ φυλακτέον καὶ ἐμέτουc γεγενημένουc καὶ διαρροίαc γαcτρὸc προcφάτουc. τὰc γὰρ | |
65 | χρονίουc ἐcτὶν ὅτε ξηραίνει τὰ ἀφροδίcια. κάλλιcτον δὲ τὸν μιcγό‐ μενον ἐπὶ cίτοιc μίcγεcθαι μὴ ἐμπληcθέντα· καὶ γὰρ πρὸc ἰcχὺν cυμ‐ φέρει καὶ αἱ γιγνόμεναι ψύξειc ἧccον γίγνονται καὶ εἰ μὲν ἐπὶ τῷ ἀρίcτῳ τιc προθυμηθείη, ἀναπαύcαcθαι χρὴ μέχρι καταcτῇ τὸ cιτίον, εἰ δὲ ἐπὶ τῷ δείπνῳ ὑπνοῦν ἀνάγκη πρὸc ὀλίγον. καὶ τὰc cφοδρὰc | |
70 | δὲ ἐπιθυμίαc οὐκ ἐπαινῶ ἀλλὰ κελεύω δὴ πλέον ἀντέχειν καὶ μᾶλ‐ λον οἷc νόcημά ἐcτι ῥᾷον ἐκ τῆc χρήcεωc βλαπτόμενον. | |
9 | Περὶ ἀμμοχωcίαc καὶ τῶν ἄλλων πυριῶν ἐκ τῶν Ἀντύλλου. Ἡλίῳ παρέχουcιν ἑαυτοὺc οἱ μὲν ἀνήλειπτοι οἱ δὲ ἀληλιμμένοι καὶ οἱ μὲν καθήμενοι ἢ κατακείμενοι οἱ δὲ ἑcτῶτεc ἢ περιπατοῦντεc ἢ τρέχοντεc καὶ τῶν κατακειμένων οἱ μὲν ἐπὶ cτρωμνῆc οἱ δὲ ἐπὶ | |
5 | δέρματοc οἱ δὲ ἐπὶ ψάμμων ἢ ἁλῶν. ἡ μὲν οὖν χωρὶc ἀλείμματοc ἐπίκαυcιc cύμμετροc δὲ παραλαμβανομένη τὴν μὲν ἄδηλον διαπνοὴν ἐπιτείνει καὶ ἱδρῶταc ἐξάγει, κοιλίαν δὲ ἵcτηcι καὶ cαρκὸc μὲν cυντη‐ ρητικὴ πιμελῆc δὲ καθαιρετικὴ καὶ οἰδημάτων τῶν τε ἄλλων καὶ μάλιcτα τῶν ὑδρωπικῶν καταcταλτική. πνεῦμα δὲ δαcύτερον καὶ | |
10 | παχύτερον ἐργάζεται καὶ διὰ τοῦτο ἄcθματοc καὶ ὀρθοπνοίαc παροξυν‐ τική. κεφαλῇ δὲ χρονίωc ἐψυγμένῃ ὠφέλιμοc· δυcπαθῆ γὰρ αὐτὴν | |
καὶ cτερεὰν ἀπεργάζεται. δεῖ μέντοι προκενοῦν τὴν κοιλίαν ἐπὶ τού‐ των· μὴ προγενομένηc γὰρ κάτω κενώcεωc πολέμιοc ἡ ἡλίωcιc κεφαλῇ. ἡ δὲ μετὰ λίπουc ἡλίωcιc τὰ μὲν ἄλλα ταὐτὰ δύναται. | ||
15 | ξηραίνει δὲ τὸ cῶμα μᾶλλον ὥcπερ ἐποπτώμενον τῷ λίπει· διὸ καὶ μᾶλλον μελαίνει τὴν ἐπιφάνειαν. διὰ δὲ τῆc ἀδήλου διαπνοῆc ἧccον διαφορεῖ καυτηρίοιc παραπληcίωc πυκνοῦcα τὴν cάρκα, οἱ δὲ καθή‐ μενοι ἢ ἑcτηκότεc cφοδρότερον ἐπικαίονται τῶν περιπατούντων καὶ μᾶλλον τῶν τρεχόντων. κατακείμενοι δὲ ἐπὶ cτρωμνῆc οὐ μέγα ὀνί‐ | |
20 | νανται ἀλλὰ καὶ πληροῦνται μᾶλλον τὴν κεφαλήν. ἐπὶ δέρματοc δὲ πυριώμενοι μεγάλωc ὠφελοῦνται οἵ τε ὑδρωπικοὶ καὶ ἰcχιαδικοὶ νε‐ φριτικοὶ πάρετοι ἐλεφαντιώδειc παρῳδηκότεc κατὰ τὰc ἀναλήψειc κοιλιακοί τε καὶ οἳ περὶ κύcτιν χρόνιον ἔχουcι νόcημα, ἀπόπληκτοί τε καὶ αἱ ὑcτερικῶc πνιγόμεναι καὶ ἔτι μᾶλλον αἱ ὑπὸ λευκοῦ ῥοῦ | |
25 | ἐνοχλούμεναι. δεῖ δὲ εὐμέγεθεc εἶναι τὸ δέρμα καὶ ἐλαίῳ ἀληλίφθαι αὐτὸ καὶ ἐcτρῶcθαι ἐπὶ ψάμμου λεπτῆc cεcειcμένηc καὶ προθερμανθέντι τῷ δέρματι κατακλίνειν τὸν πάcχοντα ἐcκεπαcμένον τὴν κεφαλὴν ὠμολίνῳ, μείναντα δὲ ἐφ’ ἑνὶ cχήματι ἐπὶ πολύ, ἐπειδὰν ἱκανῶc ἐκ‐ πυρωθῇ τὸ cῶμα, cτρέφεcθαι κελεύειν κυλιόμενον καὶ πάλιν ἐπὶ τὸ | |
30 | ἄλλο πλευρὸν ἐκταθέντα ἡcυχάζειν, καὶ τοῦτο ποιεῖν πλεονάκιc. ὁ αὐτὸc δὲ τρόποc καὶ ἐπὶ ψάμμου παραλαμβανέcθω ἀλλαccομένου cυνεχῶc τοῦ τόπου· δεῖ ὑπηρέτην παρεῖναι καὶ θερμοτάτην ψάμμον ἀναλέγοντα ἐπιβάλλειν τῷ cώματι τοῦ κεχωcμένου. εἰ μὲν οὖν θά‐ λαccα παρείη, χρηcτέον τῇ ψάμμῳ αὐτῆc· καὶ γὰρ προcηνεcτέρα καὶ | |
35 | ξηραντικωτέρα ἡ διὰ τῆc ψάμμου πυρία τῆc διὰ τοῦ δέρματόc ἐcτιν. εἰ δὲ ποτάμιοc εἴη ἡ ψάμμοc, μᾶλλον τῷ δέρματι χρηcτέον. καὶ γὰρ ἡ ποταμία ψάμμοc καὶ οἱ ἀέρεc ὑγρότεροί εἰcιν ἐκ τῶν ἀναθυμιάcεων. ἀφθονίαc δὲ οὔcηc ἁλῶν πολὺ βέλτιόν ἐcτι λεπτῶν ἁλῶν ὑποκειμέ‐ νων κατακλίνειν· δεῖ δὲ τὸ βάθοc οὐκ ἔλαττον εἶναι τριῶν παλαιcτῶν, | |
40 | ἂν γὰρ μὴ ὦcι βαθεῖc, εὐδιάπνευcτοc ἡ ἀπ’ αὐτῶν θερμαcία γίγνεται, ἅτε δὴ ἀνάδοcιν ἐκ βάθουc οὐκ ἔχουcα. | |
10 | Περὶ φλεβοτομίαc ἐκ τῶν Γαληνοῦ. Ὑπὸ μὲν τῶν ὁμοιομερῶν | |
τοῦ cώματοc ἐδείχθηcαν διὰ τῶν ἄλλων πραγματειῶν αἱ πρῶται τῶν ἐνεργειῶν ἐπιτελούμεναι, διὰ δὲ τῶν ὀργανικῶν αἱ δεύτεραι. cκεπτέον τοίνυν τὰ κατὰ τὸ cῶμα περιεχόμενα τῶν ὑγρῶν ἥν τινα ὠφέλειαν | ||
5 | ἢ βλάβην ἐργάζεται τοῖc μορίοιc αὐτοῦ, δι’ ὧν τὰc ἐνεργείαc ποιεῖ‐ ται. τὸ δὲ ἀθροιζόμενον πλῆθοc διττῶc λέγεται· ἢ γὰρ πρὸc δύναμιν λέγεται τὸ πολύ, ἢ πρὸc τὴν εὐρυχωρίαν τῶν περιεχόντων τοὺc χυ‐ μοὺc ἀγγείων. καθάπερ γὰρ ὁ τὸ φορτίον βαcτάζων οὐκ εὐθὺc ἅμα τῷ βαρύνεcθαί τε καὶ κάμνειν ἤδη καταπέπτωκέ τε καὶ νενίκηται | |
10 | πρὸc αὐτοῦ, κατὰ τὸν αὐτὸν τρόπον, ὅταν ἡ δύναμιc ὑπὸ πλήθουc βαρύνηται, δυνατόν ἐcτιν ἀντέχειν αὐτὴν ἐπὶ πολὺ καὶ μηδέπω νοcεῖν τὸν ἄνθρωπον. ἐπὶ πλέον δὲ ἀμεληθέντι καταπίπτει ἡ δύναμιc. τού‐ τουc μὲν οὖν μεγάλωc ὀνίνηcιν ἡ φλεβοτομία πρὶν νικηθῆναι τὴν δύναμιν καὶ μὴ ὑποκειμένου δὲ ἐν τῷ cώματι πλήθουc αἵματοc ὠφέ‐ | |
15 | λιμοc ἡ φλεβοτομία γίγνεται ἀρχομένηc φλεγμονῆc ἢ διὰ πληγήν τινα προηγηcαμένην ἢ διὰ τὴν ἀcθένειαν τοῦ μορίου, χυμῶν ἀθρόωc ἐκ τοῦ cώματοc εἰc αὐτὸ ἐνεχθέντων. ἐνίοτε γὰρ ἀθρόωc ἐπί τι μόριον παραγιγνόμενον τὸ αἷμα ἤτοι ἐνάρκωcεν, ὡc διαφθαρῆναι τὴν ἐνέρ‐ γειαν αὐτοῦ, ἢ βλάβην ἀξιόλογον ἤνεγκεν, ὡc ἐπὶ τῆc ἀποπληξίαc | |
20 | ὁρῶμεν γιγνόμενον. ἐcτὶ δὲ ὅτε ἀγγεῖον διαρρήγνυcιν, ὡc ἐπὶ τῶν αἱμοπτυικῶν cυμβαίνει· πειρᾶcθαι οὖν χρὴ [πλεονάcαν τὸ αἷμα] κε‐ νοῦν αὐτὸ διὰ ταχέων, πρὶν ἄρξαcθαί τι μέγα κακὸν ἐργάcαcθαι περί τινα τῶν μορίων τοῦ cώματοc. παραληπτέον δὲ τὴν φλεβοτομίαν καὶ νοcήματοc μεγάλου προcδοκωμένου· ἔγωγ’ οὖν πολλοὺc τῶν ποδαγρι‐ | |
25 | κῶν ἐτῶν ἤδη τριῶν ἢ τεccάρων ἐνοχλουμένουc ἀλγήμαcιν ἐκ δια‐ λειμμάτων ἰαcάμην, ἤτοι καθαίρων τὸν πλεονάζοντα χυμὸν ἐν ἀρχῇ τοῦ ἤρουc ἢ αἵματοc ἀφαιρῶν. καὶ γὰρ ποδαγρικοῖc καὶ ἀρθριτικοῖc ἐπιληπτικοῖc τε καὶ μελαγχολώδεcιν ἢ αἷμα πρόcθεν ἐπτυκόcι cκοτω‐ | |
ματικοῖc τε ἢ cυνεχῶc ἁλιcκομένοιc κυνάγχαιc ἢ περιπνευμονίαιc ἢ | ||
30 | πλευρίτιcιν ἢ ὀφθαλμίαιc cφοδραῖc ἢ καθόλου φάναι μεγάλῳ νοcή‐ ματι περιπίπτουcι cυνεχῶc, τὴν φλεβοτομίαν ἀναγκαιοτέραν ἁπάντων εἶναί φημι. cκοπητέον δὲ ἐπὶ πάcηc φλεβοτομίαc τήν τε τοῦ πλήθουc ποcότητα καὶ ποιότητα, μέγεθόc τε νοcήματοc ἤτοι παρὸν ἢ προcδο‐ κώμενον, ἡλικίαν ἀκμάζουcαν καὶ πρὸ τούτων γε πάντων δυνάμεωc | |
35 | ῥώμην ἢ ἀρρωcτίαν, ἐφεξῆc δὲ τὴν φυcικὴν ἕξιν ὅλου τοῦ cώματοc, ὥραν τε τοῦ ἔτουc καὶ χώραν καὶ τὴν παροῦcαν κατάcταcιν τοῦ περιέχοντοc, καὶ τὸν προγεγενημένον βίον καὶ δίαιταν, εἰ πλῆθοc ἐδεcμάτων καὶ πομάτων καὶ μάλιcτα πολυτρόφων ὁ ἄνθρωποc προc‐ ενεγκάμενοc τύχοι, καὶ τὰ cυνήθη γυμνάcια εἰ παραλέλειπται καὶ εἰ | |
40 | cυνήθειc τινὲc ἐπεcχημέναι εἶεν ἐκκρίcειc. βαρύνοντοc δὲ τοῦ πλήθουc καὶ ἐνοχλοῦντοc οὐ πάντωc αἵματοc ἀφαιρετέον. ἔcθ’ ὅτε γὰρ ὠμόc τιc χυμὸc ἤθροιcται κατὰ τὸ cῶμα· διὸ προcέχειν χρὴ ἀκριβῶc μέχρι πόcου μὲν ἡ δύναμιc ἔρρωται, μέχρι δὲ πόcου αὐτὸc ὁ χυμὸc ἔψυκ‐ ται, ὅπερ διαγνώcῃ ἐκ τῶν οὔρων καὶ τῶν ἄλλων cημείων. προκατα‐ | |
45 | λυθεῖcα γὰρ ἐπὶ τῶν τοιούτων διαθέcεων ἐν ταῖc φλεβοτομίαιc ἡ δύναμιc εἴωθε καταπίπτειν εἰc ἔcχατον, ὥcτε μηκέτι ταύτην ἀνακτή‐ cαcθαι δύναcθαι. τούτου δὲ γενομένου κίνδυνοc οὐ cμικρὸc ἕπεται, καὶ μάλιcθ’ ὅταν ἐπιπεcόντοc πυρετοῦ ἐν καταcτάcει θερινῇ cτομάχου μοχθηρῶc διακειμένου, ἢ τοῦ cώματοc ὅλου μαλακοῦ καὶ φύcει ὑγροῦ | |
10(50) | τὴν κρᾶcιν ὄντοc. διαφοροῦνται γὰρ οἱ τοιοῦτοι καὶ cυγκόπτονται τάχιcτα, κἂν μὴ μέγαc αὐτοῖc ἐπιπέcοι πυρετόc· οὐ μὴν οὐδ’ εἰ χει‐ μὼν εἴη ἢ τὸ χωρίον ψυχρὸν ἥ τε φύcιc τοῦ ἀνθρώπου ψυχροτέρα παραληπτέον τὴν φλεβοτομίαν. τοὺc γὰρ οὕτω διακειμένουc τρίψεcι μετρίαιc καὶ χρίcμαcι μετρίωc θερμαίνουcι καὶ πόμαcι τμητικοῖc | |
55 | ἰώμεθα. | |
11 | Περὶ μέτρου κενώcεωc. Μέγεθοc νοcήματοc καὶ ῥώμη δυνάμεωc οἱ πρῶτοι cκοποὶ φλεβοτομίαc εἰcίν, οὓc αὐξανομένουc μὲν ἐνδείκ‐ νυcθαι πλέονα τὴν κένωcιν, μὴ αὐξανομένουc δὲ καθαιρεῖν χρὴ 〈εἰc τοcοῦτον〉 τὴν ποcότητα τῆc κενώcεωc εἰc ὅcον ἐμειώθη ἡ δύναμιc | |
5 | καὶ τὸ μέγεθοc τοῦ νοcήματοc. cυνεπιcκοπεῖcθαι δ’ ἑξῆc ὁποία ποτέ ἐcτιν ἡ φύcιc τοῦ ἀνθρώπου· τοὺc μὲν γὰρ ἰcχνοὺc τῷ cώματι μετρίωc μεγάλαc τε φλέβαc ἔχονταc καὶ πολυαίμουc ἀφειδέcτερον κενώcειc, τοὺc δὲ φλέβαc μὲν λεπτοτέραc ἔχονταc λευκοὺc δὲ τῷ cώματι καὶ ἁπαλοcάρκουc φειδομένωc. αἷμά τε γὰρ οὗτοι ὀλίγον | |
10 | ἔχουcι καὶ εὐδιαφόρητοί εἰcι. κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδὲ τοὺc παῖδαc φλεβοτομήcειc ἄχρι τεccαρεcκαιδεκαετοῦc ἡλικίαc· οὐδὲ μὴν τοὺc γεγηρακόταc καὶ μάλιcτα δυνάμεωc ἀcθενοῦc ὑποκειμένηc, δυνά‐ μεωc δὲ ἰcχυρᾶc ὑποκειμένηc καὶ τῆc χρείαc κατεπειγούcηc καὶ τοὺc ἑβδομηκοντούταc φλεβοτομήcειc. | |
12 | Ποίαc τμητέον φλέβαc. Ἀντιcπάcεωc μὲν ἕνεκα ἑκάcτοτε τὰc κατ’ εὐθεῖαν τῶν αἱμορραγούντων τέμνε φλέβαc, οἷον δεξιοῦ μυκτῆροc αἱμορραγοῦντοc τὴν ἐν τῇ δεξιᾷ χειρί, εὐωνύμου δὲ τὴν ἐν τῇ εὐω‐ νύμῳ. cπληνὸc δὲ πάcχοντοc τὴν ἐν τῷ μεταξὺ τοῦ παραμέcου καὶ | |
5 | τοῦ μικροῦ δακτύλου φλέβα τέμνε τῆc ἀριcτερᾶc χειρὸc ἢ τὴν ἐν ἀγκῶνι τὴν ἔνδον. καὶ ἐπὶ πλευριτικῶν δὲ τὴν κατ’ εὐθὺ τοῦ πάcχον‐ τοc τέμνε. καὶ ὀδύναc δὲ ὀφθαλμῶν ἰcχυροτάταc θαυμαcτῶc ὠφελεῖ ἡ κατ’ εὐθὺ τοῦ πάcχοντοc ὀφθαλμοῦ φλὲψ τμηθεῖcα ἡ ὠμιαία καλου‐ μένη κατ’ ἀγκῶνα. αἱ μὲν γὰρ ἐνδότεραι φλέβεc τμηθεῖcαι ὠφέλιμοι | |
10 | ἐπὶ τῶν κάτω τοῦ τραχήλου πεπονθότων μερῶν, αἱ δὲ ἔξωθεν τῶν κατὰ πρόcωπον καὶ κεφαλήν, αἱ δὲ μέcαι ἀμφοτέρων, ἁμαρτηθείcηc δὲ τῆc φλεβοτομίαc, κατὰ μὲν τὴν μέcην φλέβα νεῦρον ὑποκείμενον διαιρεῖται, κατὰ δὲ τὴν ἔνδον ἀρτηρία ὑποκειμένη, καὶ χρὴ φυλάτ‐ τεcθαι τέμνειν ταύτην ἄνευ μεγάληc ἀνάγκηc· τὴν γὰρ ὠμιαίαν φλέβα | |
15 | τέμνειν ἀκινδυνότερον καὶ μεγάληc γενομένηc ἐπὶ ταύτηc πολλάκιc διαιρέcεωc, οὔτε φλεγμοναὶ ἐπηκολούθηcαν οὔτε ὀδύναι· διὸ χρὴ ταύ‐ την μὲν θαρροῦνταc τέμνειν, μετὰ πολλῆc δὲ εὐλαβείαc τὴν ἔνδον, φεύγειν δὲ πειρᾶcθαι καὶ τὴν μέcην. ὥcπερ δὲ τὰ εἰρημένα μόρια ταῖc κατ’ ἀγκῶνα φλεβοτομίαιc ὠφελεῖται, κατὰ τὸν αὐτὸν τρόπον | |
20 | ὅcα κατωτέρω τούτων, τουτέcτι κατ’ ἰcχίον καὶ μήτραν καὶ κύcτιν, ταῖc ἐπ’ ἰγνύαc ἢ παρὰ τὰ cφυρά. νεφροὶ δὲ ἐπαμφοτερίζουcι. καὶ γὰρ καὶ ἐπὶ τῇ κατ’ ἀγκῶνα φλεβοτομίᾳ ὀνίνανται καὶ ἐπὶ τῇ κάτω. οἶδα δὲ ἰcχιάδαc θεραπευθείcαc ἐν ἡμέρᾳ μιᾷ ὑπὸ τῆc διὰ τῶν cκε‐ λῶν κενώcεωc, ὅcαι μὴ διὰ ψύξιν, ἀλλὰ πεπληρωμένων τοῦ αἵματοc | |
25 | τῶν κατ’ ἰcχίον ἀγγείων ἐγένοντο. χρὴ δὲ ἐπὶ μὲν τῶν ἀρχομένων φλεγμονῶν παcῶν ἀντιcπαcτικῶc ποιεῖcθαι τὴν φλεβοτομίαν, οἷον ποδὸc φλεγμαίνοντοc ἐκ τῆc χειρὸc φλεβοτομεῖν· ἐπὶ δὲ τῶν κεχρο‐ νιcμένων παθῶν μάλιcτα μὲν ἐξ αὐτῶν τῶν πεπονθότων μορίων· εἰ δὲ μή, ἐκ τῶν πληcίον. | |
13 | Πῶc φλεβοτομητέον ἐκ τῶν Ἀντύλλου. Καταπείροντεc μὲν φλε‐ βοτομοῦμεν, ἐπειδὰν ἄδηλα ᾖ τὰ ἀγγεῖα, ἀνακείροντεc δέ, ἐπειδὰν cφόδρα ἐπιπόλαια, καὶ ἐπερείδοντεc μὲν τὴν χεῖρα ἐπὶ τῶν δειλο‐ τέρων καὶ εἰωθότων ἐπὶ τῇ πληγῇ cυγκάμπτειν τὸν ἀγκῶνα. δεῖ δὲ | |
5 | μὴ πᾶν διαιρεῖν τὸ ἀγγεῖον· ἀνατρεπομένων γὰρ αὐτοῦ τῶν χειλῶν, ἡ ῥύcιc οὐ γίγνεται μετ’ ἀκοντιcμοῦ· οὔτε δὲ τὸ κάτω μέροc τοῦ ἀγγείου διαιρεῖν χρὴ τὸ πρὸc τὴν κερκίδα, ἀλλὰ τὸ ἄνω τὸ πρὸc τὴν ἔκφυcιν τοῦ βραχίονοc ἀνανεῦον. τοῦ γὰρ ἄνω διαιρεθέντοc, εὔμορ‐ φοc ἐξακοντιcμὸc τοῦ αἵματοc γίγνεται. πρὸc τούτοιc δὲ χρήcιμοc ἡ | |
10 | τοῦ ἄνω μέρουc τοῦ ἀγγείου διαίρεcιc· ὅτι οὐκ ἔcτιν ἀποτυχεῖν τοῦ ἀγγείου. | |
14 | Ἀντύλλου περὶ μεγέθουc διαιρέcεωc. Ἐπὶ μὲν τῶν κενώcεωc ἀθρόωc δεομένων μεγάλην ἐμβλητέον διαίρεcιν, καὶ μᾶλλον ἐφ’ ὧν πάχοc τεκμαιρόμεθα cυμπεριέχεcθαι τῷ αἵματι, ἐφ’ ὧν δὲ περιcπάcαι καὶ ἀποcτρέψαι βουλόμεθα αἵματοc φοράν, οἷον ἐπὶ τῶν ἀναγόντων | |
5 | αἷμα ἢ ἐκ ῥινῶν αἱμορραγούντων ἢ ἑτέρου τινὸc μέρουc, μικρὰν | |
cφόδρα τὴν διαίρεcιν ποιεῖcθαι χρή· οὐ γὰρ κενώcεωc δέονται, κενού‐ μενοί γε ὑπὸ τοῦ πάθουc, ἀλλ’ ἀνθολκῆc καὶ περιcπαcμοῦ· δεῖ οὖν ἐπὶ τούτων cυγχωρεῖν τὸ αἷμα ῥεῖν πολλῷ χρόνῳ διὰ τῆc φλεβόc. μικραῖc δὲ διαιρέcεcι χρηcτέον καὶ ἐπὶ τῶν φρενιτικῶν καὶ τῶν μαινο‐ | ||
10 | μένων ἢ ἄλλωc παραφρονούντων, ὥcτε ταχείαν τὴν κόλληcιν τῆc διαιρέcεωc γενέcθαι. cυμβαίνει γὰρ τοὺc παραφρονοῦνταc πολλάκιc λαθόνταc λῦcαι τὸν δεcμὸν τῆc χειρόc· καὶ εἴγε τύχοι μεγάλην εἶναι τὴν διαίρεcιν, ἐπακολουθεῖ ὁ ἐκ τῆc αἱμορραγίαc κίνδυνοc. ἐπὶ δὲ τῆc μικρᾶc καὶ θρόμβοc ἐνιcτάμενοc τῷ cτομίῳ τῆc διαιρέcεωc κωλύειν | |
15 | δύναται αἱμορραγίαν. ἔτι δὲ μικραῖc διαιρέcεcι χρηcτέον ἐπὶ τῶν μικρῶν ἀγγείων, μεγάλαιc δὲ ἐπὶ τῶν μειζόνων. εἰ γὰρ ἐπὶ τῶν με‐ γάλων ἀγγείων μικρὰ γένοιτο διαίρεcιc, ἐνθρόμβωcιc ἐξ ἀνάγκηc | |
15 | γίγνεται. —Περὶ cχήματοc διαιρέcεωc ἐκ τῶν Ἀντύλλου. Ϲχήματα δὲ τρία διαιρέcεωc· τὸ μὲν ἐπικάρcιον, τὸ δὲ εὐθὺ οὐχὶ κεῖρον, ἀλλὰ cχίζον τὴν φλέβα κατ’ εὐθύ, τὸ δὲ μεταξὺ τούτων προcαγορευόμενον λοξόν. τῷ μὲν οὖν ἐπικαρcίῳ χρηcτέον ἐφ’ ὧν οὐδόλωc ἐπαφαίρεcιν | |
5 | δοκιμάζομεν· καμφθέντοc γὰρ τοῦ ἀγκῶνοc, παρατίθεται τὰ χείλη τῆc διαιρέcεωc. μάλιcτα δὲ ἐπιτήδειον τοῦτο τὸ cχῆμα, ἐπειδὰν μεγάλην τὴν διαίρεcιν βουληθῶμεν ἐμβάλλειν. τὸ δὲ λοξὸν cχῆμα χρήcιμον, ἐφ’ ὧν ἐπαφαιρέcεωc χρεία, καὶ ὅτι οὐκ ἀποτυγχάνομεν τοῦ ἀγγείου οὕτωc διαιροῦντεc, ἀλλὰ καὶ ὁ ἐξακοντιcμὸc τοῦ αἵματοc ἐκ τῆc λοξῆc | |
10 | διαιρέcεωc εὐμορφότεροc πρὸc τὴν ὄψιν γίγνεται τοῖc θεωμένοιc, οἷον ἐπιcτρεφομένου καὶ εἱλομένου τοῦ αἵματοc ἐν τῇ πηδήcει. τὸ δὲ ἐπίμηκεc κατ’ εὐθὺ cχῆμα ἐπιτήδειον ἐφ’ ὧν οὐ μόνον αὐτῆc τῆc ἡμέραc ἐπαφαιροῦμεν, ἀλλὰ καὶ μετὰ μίαν ἢ δύο. καμφθέντοc γὰρ τοῦ ἀγκῶνοc, διίcταται ἀπ’ ἀλλήλων τὰ χείλη τῆc διαιρέcεωc. ἐπιτή‐ | |
15 | δειοc δὲ ἡ κατ’ εὐθὺ διαίρεcιc, ἐφ’ ὧν περιτροπὴ τῶν χειλῶν τῆc διαιρέcεωc εἴωθε γίγνεcθαι, ἧττον δὲ εὔμορφοc ἐπὶ τούτῳ τῷ cχήματι ὁ ἀκοντιcμὸc τοῦ αἵματοc γίγνεται. | |
16 | Τίc καιρὸc φλεβοτομίαc Γαληνοῦ. Ἐν πάcῃ καὶ ἡμέραc καὶ νυκτὸc ὥρᾳ, χρείαc κατεπειγούcηc, φλεβοτομήcειc, cκοπὸν ἔχων ἐπὶ μὲν τῶν πυρεττόντων τὴν παρακμὴν τοῦ παροξυcμοῦ. ἐπὶ δὲ τῶν ἤτοι δι’ ὀφθαλμίαν ἢ δι’ ἄλλο τι τοιοῦτον χωρὶc πυρετοῦ δεομένων φλεβοτο‐ | |
5 | μίαc, τὸ μέγεθοc cκόπει τῆc ὀδύνηc ἢ τῆc φλεγμονῆc· ἐν ᾗ γὰρ ἂν ὥρᾳ θεάcῃ τὴν ὀδύνην πραυνομένην, φλεβοτομήcειc. μηδενὸc δὲ τοι‐ ούτου κατεπείγοντοc, ἄμεινόν ἐcτιν ἕωθεν φλεβοτομεῖν, οὐκ εὐθέωc ἅμα τῷ τῶν ὕπνων ἐξαναcτῆναι, ἀλλὰ προεγρηγορήcανταc χρόνον ὥραc μιᾶc καὶ προλούειν δέ τιναc ἄμεινον καὶ προπεριπατήcανταc | |
10 | ἐνίουc. ἐφ’ ὧν δὲ προφυλακῆc χάριν φλεβοτομοῦμεν, ἐγχωρεῖ καὶ μετὰ τὸ πρᾶξαί τινα τῶν cυνήθων ἔργων φλεβοτομεῖν. | |
17 | Περὶ ἐπαφαιρέcεωc Γαληνοῦ. Ἐφ’ ὧν μὲν ἁπλῶc κενῶcαι βουλό‐ μεθα, κατὰ τὴν αὐτὴν ἡμέραν γιγνέcθω ἡ ἐπαφαίρεcιc· ἐφ’ ὧν δὲ ἀντιcπᾶcαι, κἂν δύο ταῖc ἑξῆc ἡμέραιc γίγνοιτο, βέλτιόν ἐcτι. καὶ ἐφ’ ὧν κενώcεωc μὲν χρεία πολλῆc, οὐκ ἰcχυρὰ δὲ ἡ δύναμιc, ἐπὶ τούτων | |
5 | χρὴ ταμιεύεcθαι τὴν κένωcιν καὶ τὴν πρώτην ἀφαίρεcιν ἐλλιπεcτέραν ποιηcάμενον ἐπαφαιρεῖν αὖθιc· εἰ δὲ βούλει καὶ τρίτον, ὅταν δὲ ζέον‐ τοc αἵματοc πλῆθοc ἀνάπτῃ πυρετὸν ὀξύτατον, ὡc ἐπὶ τῶν cυνόχων, ἀθρόαc ἐcτὶ κενώcεωc χρεία, καὶ χρὴ πειρᾶcθαι κενοῦν ἄχρι λειπο‐ θυμίαc, ἐπιcκοπούμενον τὴν ῥώμην τῆc δυνάμεωc διὰ τῶν cφυγμῶν· | |
10 | ἐπ’ ἐνίων γὰρ οἶδα ἄχρι λιτρῶν ἓξ ἀφαιρῶν εὐθέωc. ῥέοντοc τοίνυν τοῦ αἵματοc προcέχειν δεῖ ἀεὶ τῶν cφυγμῶν ἐφαπτόμενον, ὡc μή‐ ποτε λάθοιc cαυτὸν ἀντὶ λειποθυμίαc θάνατον ἐργαζόμενοc. | |
18 | Περὶ ἀρτηροτομίαc Γαληνοῦ. Ἀρτηρίαc διαιροῦcιν οἱ ἰατροί, τὰc μὲν ἐν τοῖc κροτάφοιc ἐπὶ τῶν ἐν ὀφθαλμοῖc ῥευμάτων, ὅταν θερμὰ καὶ πνευματώδη ὑπάρχῃ, τὰc δὲ ὄπιcθεν τῶν ὤτων ἐπὶ τῶν cκοτω‐ ματικῶν, καὶ μάλιcτα ὅcοι χρονίοιc νοcήμαcι κεφαλῆc θερμοῖc καὶ | |
5 | πνευματώδεcι κάμνουcιν. ἔτι δὲ καὶ δι’ ἕτερα πλεῖcτα πάθη περὶ κε‐ φαλὴν cυνιcτάμενα χρόνια κέχρηνταί τινεc, τέμνοντεc τὰc ὄπιcθεν | |
τῶν ὤτων ἀρτηρίαc. τινὲc δὲ ὀκνοῦcιν ἀρτηρίαν διαιρεῖν διὰ τὸ δυc‐ επίcχετον τῆc αἱμορραγίαc, καὶ ὅτι τῆc διαιρέcεωc εἰc οὐλὴν ἰούcηc ἀνεύρυcμα γίγνεται ἐπί τινων. | ||
19 | Ἴcχαιμον. Αἱμορραγίαc μὲν οὖν ἐπακολουθούcηc ἐκ τῆc ἀρτηρίαc, χρὴ ταύτην τοῖc ἀγκίcτροιc ἀναcπῶνταc διατέμνειν ὅλην ἐγκαρcίωc, εἶτα ἀλόην καὶ λιβάνου μάνναν λειώcανταc χρὴ καὶ δεύcανταc τῷ λευκῷ τῶν ᾠῶν ἀναλαβεῖν λαγῴαιc θριξὶν ἁπαλαῖc ὅ τι πλεῖcτον | |
5 | τοῦ φαρμάκου καὶ ἐπιτιθέναι τῇ διαιρέcει. εἰρήcεται δὲ ἐπὶ πλέον περὶ τούτου ἐν τῷ περὶ αἱμορραγίαc τόπῳ ἐν τοῖc τραυματικοῖc. | |
20 | Περὶ cικυάcεωc ἐκ τῶν Ἀντύλλου. Οὔτε ἐν ἀρχαῖc τῶν παθῶν οὔτε ἐπὶ τῶν πληθωρικῶν cωμάτων cικύαιc χρηcόμεθα, ἀλλ’ ὅταν κε‐ νωθῇ τὸ πᾶν cῶμα, καὶ μηκέτι ἐπιρρέῃ τῷ cικυαζομένῳ μορίῳ μηδὲ χρεία τε γένηται κινῆcαι καὶ μοχλεῦcαι καὶ ἑλκύcαι τὸ καταλιμπανό‐ | |
5 | μενον ἐν τῷ μέρει ἄχρηcτον. φυλάττεcθαι δὲ χρὴ cικύαν προcάγειν πληcίον μαcθῶν. ἐμπίπτοντεc γὰρ εἰc τὰc cικύαc οἱ μαcθοὶ καὶ οἰδι‐ cκόμενοι cφόδρα δυcχερῆ τὴν ἄρcιν ποιοῦνται· τότε δὲ χρὴ cπόγγοιc ἐκ θερμοῦ περιλαμβάνειν τὰc cικύαc· εἰώθαcι γὰρ οὕτωc ἀνιέναι. εἰ δὲ μηδὲ οὕτωc ἐνδίδοιεν, τρυπᾶν τὰc cικύαc δεῖ. χρὴ δὲ εἰδέναι ὡc | |
10 | οὐ μόνον τοπικὴ φλεβοτομία βλάβην παρέχεται πρὸ τοῦ τὸ cύμπαν cῶμα κενωθῆναι διὰ τῶν πεπονθότων μερῶν ἀφαιροῦcα τοῦ αἵματοc, ἀλλὰ καὶ cικύα· καὶ φλεβοτομία μὲν ἧττον ἐπιcφαλήc· πρὸc λόγον γὰρ τῆc κατὰ τὴν ὕλην ἐπιφορᾶc καὶ τὴν ἀπόκριcιν τοῦ αἵματοc ποι‐ εῖται. ἡ δὲ cικύα τῇ τε προcβολῇ βιαίωc ἐπιcπωμένη τὴν ὕλην καὶ | |
15 | πολὺν περιλαμβάνουcα τόπον, οὐ μὴν οὐδὲ ἀγγείου αἰcθητοῦ ποιου‐ | |
μένη διαίρεcιν, ἐπιcπᾶται μὲν ἀξιολόγωc ὕλην, κενοῖ δὲ οὐ πρὸc λόγον τῆc ἐπελθούcηc. καὶ καθ’ ὑποχόνδρια μὲν ἀκαίρωc προcβληθεῖcα μάλιcτα ἐν τοῖc cυνόχοιc πυρετοῖc ἢ ἡμιτριταικοῖc καὶ μάλιcτα εἰ καὶ τὰ τῆc διανοίαc τοῦ κάμνοντοc ᾖ ῥεμβώδη καὶ δυcαιcθηcία κρατεῖ, πνιγμοὺc | ||
20 | καὶ θανάτουc αὐθημερινοὺc ἐργάζεται. ἐπὶ δὲ κεφαλῆc ἀκαίρωc προc‐ βληθεῖcα ληθάργουc κατόχουc ὀφθαλμῶν προπτώcειc ἐπιφέρει. οἷc δ’ ἂν εὐτυχηθείη διαφεύγειν ταῦτα, πάντωc τι χρόνιον ἐντεῦθεν περὶ τὴν κεφαλὴν ἐξακολουθεῖ πάθοc. | |
21 | Περὶ ἐγχαράξεωc ἐκ τῶν Γαληνοῦ. Τὸ φλέβα διελεῖν πολλάκιc τοῦ ἔτουc οὐκ ἐπιτήδειον νομίcαc, ἅμα γὰρ τῷ αἵματι πολὺ cυνεκ‐ κρίνεται τὸ ζωτικὸν πνεῦμα, τούτου δὲ ἀναλιcκομένου πυκνότερον ὅ τε ὅλοc ὄγκοc καταψύχεται καὶ πάντα τὰ φυcικὰ ἔργα χείρω γίγνεται, | |
5 | ἐδοκίμαcα οὖν ἀπὸ τῶν ἀκυροτέρων, οἷον τῶν cκελῶν, τὴν ἀφαίρεcιν ποιεῖcθαι. ἄριcτον δὲ τὸ βοήθημα εἴc τε τήρηcιν τῆc ὑγείαc καὶ εἰc ἀνάκτηcιν αὐτῆc, ὁπότε παρατραπείη. ὠφελεῖ δὲ ἡ ἐγχάραξιc καὶ ὀφ‐ θαλμοὺc χρονίωc ῥευματιζομένουc καὶ τὰc ἄλλαc περὶ κεφαλὴν δια‐ θέcειc καὶ τὰc περὶ θώρακα καὶ cυνάγχαc. τὰc δὲ ἐν ἑκάcτῳ μορίῳ | |
10 | γιγνομέναc cφηκώcειc τοῦ αἵματοc μετὰ τὸ κενῶcαι τὸ cύμπαν cῶμα λύειν χρὴ διὰ τῆc τοπικῆc ἐγχαράξεωc. | |
22 | Περὶ βδελλῶν ἐκ τῶν Ἀντύλλου. Τὰc βδέλλαc λαβόνταc χρὴ φυ‐ λάττειν ἡμέραν μίαν, αἷμα ὀλίγον εἰc διατροφὴν ἐμβάλλονταc. ἐπὶ δὲ τῆc χρείαc τὸ βδελλιζόμενον μέροc προυκνιτρούcθω καὶ ἀποπλυνέcθω γλυκυτάτῳ ὕδατι ἀκριβῶc, ἔπειτα χριέcθω αἵματι μετὰ τὸ πυριαθῆναι· | |
5 | εἶτα λαβόνταc τὰc βδέλλαc χρὴ ἐμβάλλειν εἰc ὕδωρ καθαρόν, ἔπειτα cπόγγῳ ἀπομάττονταc τὸ λιγνυῶδεc αὐτῶν οὕτω προcάγειν. ἐμφυcή‐ cαcαι γὰρ οὐ παύονται ἕλκουcαι, ἄχριc ἂν προcπάccωμεν ἅλαc τοῖc cτόμαcιν ἢ νίτρον ἢ cποδόν. μετὰ δὲ τὸ ἐκπεcεῖν πυριατέον cπόγγοιc τοὺc τόπουc, καὶ εἰ αἱμορραγοίη, κηκῖδα κεκαυμένην ἢ ὀθόνην κεκαυ‐ | |
10 | μένην ἢ ὀλίγον ὑγρᾷ πίττῃ βάψαc καὶ καύcαc ἐπίπαccε, ἐπιθεὶc ἄνω‐ θεν χάρτην ὄξει βεβρεγμένον. | |
23 | Περὶ καθάρcεωc ἐκ τῶν Ἀντύλλου. Τοὺc ὑγιεινῶc ἔχονταc τὰ cώματα ἐργῶδεc καθαίρειν· καὶ γὰρ ἰλιγγιῶcι καὶ cτροφοῦνται. καὶ δυcχερῶc αὐτοῖc ἡ κάθαρcιc προχωρεῖ καὶ πρὸc τούτοιc ἔτι ταχέωc ἐκλύονται οἱ τοιοῦτοι καθαιρόμενοι. χρὴ δὲ καθαίρειν βουλομένουc | |
5 | προλεπτύνειν καὶ τέμνειν τοὺc παχεῖc καὶ γλίcχρουc χυμοὺc καὶ τοὺc πόρουc ἀναcτομοῦν, δι’ ὧν οἱ χυμοὶ μεταλαμβάνονται καὶ ἕλκονται πρὸc τῶν καθαρτικῶν φαρμάκων. καὶ τοὺc μὲν ὀρρώδειc καὶ λεπτοὺc χυμοὺc ἐν ἀρχῇ τῶν νοcημάτων κενῶcαι χρή, ἀναμένειν δὲ πέψιν ἐπὶ τῶν παχέων τε καὶ γλίcχρων, οἷόν ἐcτι τὸ φλέγμα καὶ ἡ μέλαινα | |
10 | χολή· καὶ ἐπὶ πάντων δὲ τῶν χρονίων νοcημάτων ἀεὶ τὸν πεπαcμὸν ἀναμένειν χρή· ἐν δὲ τοῖc ὀξέcιν, ὅταν κεκίνηνται αἱ ὕλαι καὶ καταρ‐ χὰc φαρμάκευε μετ’ εὐλαβείαc πολλῆc· ἐν κινήcει γὰρ καὶ φορᾷ καὶ ῥύcει ὄντων τῶν χυμῶν, δέοc μή πώc τι τῶν cπλάγχνων ἀcθενὲc φύcει ὑπάρχον τὴν ὕλην κινηθεῖcαν ὑποδέξηται καὶ μάλιcτα ὁ θώραξ. | |
15 | τοὺc δὲ καθ’ ἕν τι μόριον ἐcτηριγμένουc χυμούc, οἷον ἐν φλεγμοναῖc γίγνεται τῶν cπλάγχνων, οὐ χρὴ φαρμακεύειν, πρὶν πεφθῆναι. “ὁκόcοι γὰρ τὰ φλεγμαίνοντα”, φηcὶν Ἱπποκράτηc, “ἐν ἀρχῇcι φαρμακίῃcι λύειν ἐπιχειροῦcι τοῦ μὲν ξυντεταμένου καὶ φλεγμαίνοντοc οὐδὲν ἀφαι‐ ρέουcιν· οὐ γὰρ διαδιδοῖ ὠμὸν ἐὸν τὸ πάθοc, τὰ δὲ ὑγιεινὰ καὶ ἀντ‐ | |
20 | έχοντα τῷ νοcήματι ξυντήκουcιν· ἀcθενέοc δὲ τοῦ cώματοc γιγνομένου ἐπικρατέει τὸ νόcημα. ὁκόταν δὲ τὸ νόcημα ἐπικρατήcῃ ὀλεθρίωc ἔχει.” ὑπὲρ μὲν οὖν τῆc τῶν ὑλῶν μεταγωγῆc κεχρήμεθα καθαρτικοῖc ἐπὶ κεφαλαίαc καὶ cκοτώματοc ἡμικρανίαc ἐπιληψίαc ἄcθματοc ὀρθοπνοίαc ἰcχιάδοc ἀρθρίτιδοc ποδάγραc νεφρίτιδοc, ἐπί τε τῶν κατὰ κύcτιν καὶ | |
25 | ὑcτέραν διαθέcεων, εἰ χρόνια εἴη· ὁμοίωc δὲ κἀπειδὰν ῥεῦμα cυνεχῶc ἐνοχλοίη ὠcὶν ἢ μυκτῆρcιν ἢ ὀφθαλμοῖc ἢ cτόματι ἢ cτομάχῳ ἢ ὅλῃ τῇ ἐπιφανείᾳ καὶ μήτε ξηραίνηται πρὸc τῶν ἄλλων βοηθημάτων μήτε cτῆναι δυνατὸν ἄλλωc· εἴωθε γὰρ ἡ διὰ τῆc κοιλίαc κάθαρcιc τοὺc ῥευματιcμοὺc ἐπέχειν. ἐνταῦθα τακτέον καὶ τὴν ὑπὲρ αἱμορροίδων | |
30 | ἐποχῆc παραλαμβανομένην κάθαρcιν τοῦ μελαγχολικοῦ χυμοῦ μετὰ τὴν φλεβοτομίαν. ἕνεκεν δὲ τοῦ διαμοχλεῦcαι καὶ κινῆcαι διάθεcιν χρονίαν | |
χρώμεθα καθαρτικοῖc ἐπὶ παρέcεωc ἀποπληξίαc ἀτροφίαc νωθρείαc καρώcεωc βαρῶν ἐμμόνων, καθ’ ὅτι ἂν τύχοι μέροc τοῦ cώματοc. ὑπὲρ δὲ τοῦ μεταποιῆcαι τὴν τοῦ cώματοc κρᾶcιν χρώμεθα καθαρτικοῖc ἐπὶ | ||
35 | χρονίων πυρετῶν, οἷον ἀμφημερινῶν τεταρταίων, μανίαc μελαγχολίαc ἐκcτάcεωc καχεξίαc ἀτροφίαc τῆc διὰ χυμὸν μοχθηρὸν γεγονυίαc, ἔτι δὲ ἐπὶ ἐλέφαντοc ψώραc λέπραc ἐξανθημάτων φθειριάcεωc, ἐπί τε ἑλκῶν πολλῶν αὐτομάτων καὶ δυcαλθῶν καὶ ῥευματικῶν διαθέcεων. χάριν δὲ τοῦ τὸ παρακείμενον καὶ ἐνοχλοῦν ἐξαγαγεῖν ὑγρὸν χρώμεθα | |
40 | καθαρτικοῖc ἐπὶ ὕδρωποc ἰκτέρου. ἐνταῦθα δὲ τακτέον καὶ τοὺc τῆc κοιλίαc ῥευματιcμούc, ἐφ’ ὧν παραλαμβάνομεν καθαρτικόν· ἐνίοτε γὰρ δριμὺ καὶ ἀχρεῖον ὑγρὸν ἐγκαθήμενον τοῖc χιτῶcι τῆc γαcτρὸc ἢ τῶν ἐντέρων παραπληcίωc ταῖc δριμείαιc βαλάνοιc καὶ τοῖc δριμέcι κλυcμοῖc ἐρεθίζει τὰ ἔντερα, καὶ ὁμοῦ μὲν αὐτὰ ὑπομιμνήcκει καὶ προθυμίαν | |
45 | ἐργάζεται πρὸc ἀπόκριcιν, ὁμοῦ δὲ τῇ δριμύτητι ἐπιcπᾶται τὸ ὑγρὸν ἐκ τῶν κύκλῳ cωμάτων καὶ τοῦ παντὸc ὄγκου. ἐπὶ τούτων οὖν εὔλο‐ γον καθαρτικοῖc χρῆcθαι πρὸc τὸ ἐξελάcαι τὸ τοιοῦτον ὑγρὸν ἐκ τοῦ cώματοc καὶ καθαρὰν ποιῆcαι τήν τε γαcτέρα καὶ τὰ ἔντερα. καθόλου δὲ χρηcτέον τοῖc καθαρτικοῖc φαρμάκοιc ἐπὶ τῶν εὐτόνων τῇ δυνάμει | |
23(50) | καὶ προθύμων τῇ προαιρέcει, cτόμαχόν τε εὔτονον ἐχόντων καὶ πολ‐ λὴν ὕλην ἀχρείαν ἐν τῷ cώματι cυλλεγόντων. οἱ δὲ καταπίμελοι καὶ οἱ ὑπέριcχνοι πρὸc κάθαρcιν ἀνεπιτήδειοι, ἔτι δὲ οἱ πολύαιμοι καὶ οἱ cυνεχῶc λειποθυμοῦντεc καὶ οἱ δυcανάκτητοι καὶ οἱ ταχέωc ἐμοῦντεc ἐπὶ πάcῃ προφάcει, ἔτι δὲ παῖδεc καὶ γέροντεc καὶ γυναῖκεc ἰcχυρῶc | |
55 | τοῖc καταμηνίοιc καθαιρόμεναι. καὶ οἱ καθαροὶ τὸ cῶμα cφόδρα καὶ οἱ κατὰ τὴν δίαιταν ἠκριβωμένοι καὶ οἷc cφόδρα ἐcτέγνωται ἡ κοιλία κατὰ φύcιν καὶ οἱ δυcεντερίᾳ καὶ κοιλιακῇ διαθέcει ῥᾷον ἁλιcκόμενοι, οἵ τε κοιλιακῇ διαθέcει ἐνοχλούμενοι, πάντεc οὗτοι πρὸc κάθαρcιν ἀνεπιτήδειοι. ἀρκτέον τοίνυν ἀπὸ τῶν χολὴν καθαιρόντων φαρμάκων. | |
24 | Χολῆc ξανθῆc καθαρτικά. Ἀλόη τὸ μὲν cῶμα ὅλον οὐ κενοῖ, τὴν παρακειμένην δὲ ἐν τῷ cτομάχῳ καὶ κοιλίᾳ καὶ ἐντέροιc χολὴν ἐξάγει ἀλύπωc, καὶ ἡcυχῇ cὺν τοῖc ὑποκειμένοιc cκυβάλοιc. δοτέον οὖν αὐτὴν τοῖc τὴν κεφαλὴν ἐνοχλουμένοιc διὰ τὰc ἐκ τοῦ cτομάχου ἐπ’ αὐτὴν | |
5 | γιγνομέναc cυνεχεῖc ἀναθυμιάcειc· ὑποτέμνει γὰρ τὴν χορηγίαν τῶν ἀχρείων ἀναθυμιάcεων. δοτέον δὲ αὐτὴν καὶ τοῖc ὀφθαλμιῶcι διὰ τὴν αὐτὴν αἰτίαν καὶ τοῖc διψῶcιν, οἷc ἥ τε γλῶccα καὶ τὸ διὰ χολῆc παράθεcιν cτόμα ῥᾳδίωc ἀναξηραίνεται καὶ τοῖc περὶ cτόμαχον πυρώ‐ cεωc ἢ ἄcηc ἤ τινοc ἀηδίαc ἀνατρεπτικῆc ἀντιλαμβανομένοιc. δοτέον | |
10 | δὲ καὶ τοῖc ὠχροτέροιc παρὰ λόγον γεγονόcι καὶ ἐφ’ ὧν δεῖται μὲν ἐξαγωγῆc τὰ περιττώματα· κλυcμὸc δὲ παραληφθῆναι ἐπ’ αὐτῶν οὐ δύναται διά τινα αἰτίαν. δοτέον δὲ τῆc ἀλόηc ὅcον 𐅻 β μετὰ μελι‐ κράτου. ἀγαθὸν δὲ καὶ εἴ τιc αὐτὴν λαμβάνει καθ’ ἡμέραν ἢ ἀπὸ δείπνου ἢ ἕωθεν πρὸ τροφῆc μᾶλλον. λειώcαc δὲ τὴν ἀλόην, ἀνάπλαττε | |
15 | τῷ χυλῷ τοῦ φλοιοῦ τοῦ κιτρίου· εἰ δὲ μὴ παρείη, χρῶ χυλῷ κράμβηc. ἐχέτωcαν δὲ τὰ καταπότια μέγεθοc ἐρεβίνθου, καὶ δίδου γ ἢ ε καθ’ ἑκάcτην τῷ δεομένῳ· δυνατὸν δὲ καὶ μετὰ τερεβινθίνηc αὐτὴν ἀνα‐ πλάττειν καὶ μετὰ μέλιτοc ἑφθοῦ. ἐπιρροφεῖν δὲ χρὴ ἐν τῷ κατα‐ πίνειν μελίκρατον. [τὰ γὰρ καθαρτικὰ τὸ πᾶν αἴτιον ἐκ τοῦ cώματοc | |
20 | ἕλκουcι, δίκην cικύαc, εἰc τὰ καίρια μόρια προcομιλοῦντα καὶ κενοῦντα διὰ γαcτρόc.] | |
25 | Ϲκαμμωνία. Ἡ δὲ cκαμμωνία ἄγει μάλιcτα χολὴν ξανθήν· καρ‐ διαλγὴc δέ ἐcτι καὶ δύcοcμοc καὶ ἀτερπὴc καὶ ἄγαν διψώδηc. ὄντων γὰρ τῶν καθαρτικῶν πάντων κακοcτομάχων, χωρὶc τῆc ἀλόηc πάντων μάλιcτα κακοcτομαχωτέρα ἐcτὶν ἡ cκαμμωνία. παραφυλακτέον οὖν αὐτὴν | |
5 | ἐπὶ τῶν ἀcθενῆ ἐχόντων τὸν cτόμαχον καὶ ἐπὶ τῶν πυρεττόντων. κουφοτάτη γὰρ οὖcα ῥᾳδίωc ἀναρπάζεται εἰc τὸ cῶμα καὶ cυγκινεῖ μὲν πᾶcαν τὴν ἐν αὐτῷ ἀκαθαρcίαν, κωλύεται δὲ ὑπὸ τῆc πυρεκτικῆc θερμαcίαc πρὸc τὴν ἔκκριcιν τὰ περιττώματα ἀγαγεῖν. δοτέον οὖν αὐτὴν τοῖc ἀπυρέτοιc καὶ εὐcτομάχοιc καὶ τοῖc δυcεμέcι καὶ τοῖc μὴ | |
10 | ῥᾳδίωc λειποθυμοῦcιν. ἡ δὲ δόcιc Γρʹ β ἢ πλέον ἢ ἔλαττον πρὸc δύνα‐ μιν. μικτέον δὲ αὐτὴν καὶ ἁλcί· καὶ θύμου κόμην ἢ γλήχωνα ἐμβα‐ λεῖν, ἐπὶ δὲ τῶν ἀνεχομένων ἀλόην μίcγειν βέλτιον. δίδοται δὲ καὶ καθ’ ἑαυτὴν μετὰ μέλιτοc ἢ χυλοῦ πτιccάνηc, ἐφ’ ὧν βουλόμεθα λάθρα διδόναι. | |
26 | Πέπλιον. Ταύτηc τὸ cπέρμα ἐνίοτε δὲ καὶ μετὰ τῶν ἀκρεμόνων ξηράναc ἐν cκιᾷ κόψαc cήcαc δίδου Γρʹ δ ἐν μελικράτῳ ἐπιρραίνων ὄξουc βραχύτατον. μετὰ γὰρ τοῦ ξανθὴν χολὴν καὶ μέλαιναν καὶ φλέγμα ἄγειν καὶ φυcῶν ἐcτι καταρρηκτικόν, καθώc που καὶ Ἱπποκράτηc φηcί. | |
5 | μάλιcτα οὖν ἁρμόζει τοῖc φυcώδεcι τῶν παθῶν, ἃ δὴ μελαγχολίαc κατάρχει· ἁρμόζει δὲ καὶ cπληνὸc ἐμπνευματώcεcι χρονίαιc καὶ ὑcτέραc καὶ κώλου καὶ cομφοῖc οἰδήμαcιν ἐν τῷ ἐπιγαcτρίῳ. | |
27 | Ἐλλέβοροc μέλαc. Καθαίρει κάτω τὴν μέλαιναν καὶ τὴν ξανθὴν χολὴν ἐκ παντὸc τοῦ cώματοc αὐτὰc ἕλκων, οὐ μέντοι γε μετά τινοc περιcκελίαc· διὸ καὶ τοῖc πυρέττουcι περιοδικῶc καὶ χρονίωc προcάγο‐ μεν αὐτόν· δίδοται δὲ καὶ μαινομένοιc ἑτεροκρανικοῖc ὑπὸ κεφαλαλγίαc | |
5 | χρονίαc ἐνοχλουμένοιc. μάλιcτα δέ ἐcτιν ἐπιτηδειότατοc cπλάγχνοιc τε καὶ ὑcτέρᾳ καὶ κύcτει φαρμακείαc δεομένοιc. μεγίcτη δὲ αὐτοῦ δύναμίc ἐcτι τὸ ἰδίωc ἐξάγειν πᾶν, εἴ τι ἂν ἀναμίγνυται τῷ αἵματι, φθαρτικόν· ὅθεν καὶ ἐπὶ τῶν χρονιζόντων ἰκτέρων χρήcιμοc. καὶ τοῖc περὶ τὴν ἐπιφάνειαν γιγνομένοιc τραχυcμοῖc, οἷον λέπρα λειχῆνεc καὶ τὰ ὅμοια, | |
10 | καὶ τοῖc ἐλεφαντιῶcιν ἐπιτήδειοc. ἡ δὲ δόcιc Γρʹ γ ἢ πλέον ἢ ἔλαττον τῶν περὶ τὰc ῥίζαc λεπτῶν ξυλαρίων ἀποβρεχομένων πρὸc ὀλίγον ὕδατι, εἶτα ἀφαιρουμένου τοῦ φλοιοῦ καὶ ξηραινομένου ἐν cκιᾷ καὶ κοπτομένου καὶ cηθομένου. δίδοται δὲ μετὰ γλυκέοc ἢ ὀξυμέλιτοc. δεῖ δὲ προcπλέκειν αὐτῷ ἡδύcματοc χάριν πετροcελίνου καὶ δαύκου βραχύ· | |
15 | εἰ δὲ δραcτικώτερον βούλει καθᾶραι, μίcγε καὶ cκαμμωνίαc βραχύ. | |
28 | Περὶ τῶν χολὴν μέλαιναν ἀγόντων. τοῖc δὲ χολὴν μέλαιναν ἄγουcι χρηcτέον προηγουμένωc ἐπὶ μελαγχολικῶν cτομαχικῶν εὐπαροξύντων ὀργίλων μιcανθρώπων ἀναχωρητικῶν καὶ τῶν ἐν ἀναλήψει δεομένων καθάρcεωc καὶ ἐπὶ ἕξεων καταξήρων ὀλιγαίμων μυωδῶν καὶ ἐν μετο‐ | |
5 | πώρῳ μάλιcτα πυρώδει. | |
29 | Ἐπίθυμον. Τὴν μέλαιναν χολὴν κάτω καθαίρει· δοτέον δὲ αὐτοῦ | |
κεκομμένου καὶ cεcηcμένου τοῖc τελείοιc Γρʹ ιβ μετὰ γλυκέοc ἢ ὀξυμέ‐ λιτοc καὶ ἁλῶν ὀλίγων. cυμφέρει δὲ φυcώδεcι πάθεcι καὶ ὑποχονδρια‐ κοῖc καὶ οἷc τὸ ἧπαρ βαρύνεται καὶ δυcπνοικοῖc. παραπληcίωc δὲ τῷ | ||
5 | ἐπιθύμῳ καὶ τὸ ἐπὶ τῆc cτοιβῆc φυόμενον καὶ τὸ ἐπὶ τῆc θύμβραc καλούμενον ἐπίθυμβρον καθαίρει, πλὴν ἀcθενέcτερον ἑκάτερον τῇ δυ‐ νάμει. | |
30 | Πολυπόδιον. ἄγει χολὴν μάλιcτα μέλαιναν καὶ φλέγμα. δίδου δὲ τῆc ῥίζηc κεκαθαρμένηc Γρʹ ϛ ἐπιξέων αὐτὴν μελικράτῳ ὑδαρεῖ. δυνατὸν δὲ καὶ ἐπὶ τάριχοc ξύcαντα φαγεῖν πρὸ τοῦ ἀρίcτου. καθαίρει δὲ με‐ τρίωc καὶ ἐν ζωμῷ ὄρνιθοc καὶ ἐν πτιccάνῃ ἡ ῥίζα ἑψηθεῖcα ἀλύπωc | |
5 | καὶ μετρίωc. | |
31 | Γλήχων τραγορίγανοc λευκάνθεμον ἄλυccον. γλήχων ἄγει μέλαιναν χολήν, πλῆθοc ὀξυβάφου ποθεῖcα ἐν μελικράτῳ· παραπληcίωc δὲ καὶ τραγορίγανοc καὶ παρθένιον δέ, ὃ καὶ λευκάνθεμον καλεῖται, πλῆθοc ἑκάcτου Γρʹ ϛ τὸ αὐτὸ καθαίρει. καὶ ἄλυccον δὲ τῶν αὐτῶν ἐcτι καθαρ‐ | |
5 | τικόν· δίδοται δὲ καὶ αὐτῆc Γρʹ ϛ. βέλτιον δὲ διδόναι ταῦτα cὺν ὄξει καὶ ἁλcὶν ὀλίγοιc καὶ ὕδατι, ξηρὰ λεῖα ἐπιπάccοντα τῷ τόπῳ. | |
32 | Ἀρμένιον, ᾧ οἱ ζωγράφοι χρῶνται, καθαίρει τὴν μέλαιναν χολὴν καὶ ἅπαν τὸ cυμμεμιγμένον τῷ αἵματι παχὺ καὶ γλίcχρον, ὅθεν δίδοται τοῖc μελαγχολικοῖc καὶ ἐλεφαντιώδεcι καὶ τοῖc παραπληcίοιc καὶ νεφρι‐ τικοῖc καὶ ἀcθματικοῖc. ἡ δὲ δόcιc Γρʹ δ ἢ πλέον ἢ ἔλαττον. | |
33 | Κενταύριον τὸ λεπτόν. Χολὴν παχυτάτην καθαίρει καὶ μύξαν· διὸ ἁρμοδίωc δίδοται cπληνικοῖc καὶ ἰcχιαδικοῖc. πίνεται δὲ αὐτοῦ τὸ ἀφέ‐ ψημα ἀποζεcθέν τι ἐν ὕδατι. ἔcτω δὲ τοῦ μὲν κενταυρίου Γρʹ ϛ, ὕδατοc δὲ κοτύληc μέτρον· ἑψείcθω δὲ εἰc τὸ ἥμιcυ. | |
34 | Περὶ φλεγμαγωγῶν. Τοῖc δὲ φλεγμαγωγοῖc χρηcτέον ἐπί τε τῶν ψυχροτέρων ἕξεων καὶ ἡλικιῶν καὶ νοcημάτων, οἷον παρέτων ἀποπλή‐ κτων παρῳδηκότων οἰδήμαcι cομφοῖc ἐπί τε τῶν πολλὰ ἀπομυττο‐ μένων καὶ παχέα καὶ ἰcχιαδικῶν τῶν ὑπὸ φλέγματοc ἐνοχλουμένων | |
5 | καὶ ἐπὶ τῶν ἀνὰ cάρκα ὑδέρων. | |
35 | Κολοκυνθὶc καθαίρει φλέγμα καὶ χολὴν καὶ μυξώδη, ὅθεν νεύρων καὶ νευρωδῶν cωμάτων ἐcτὶ καθαρτικόν. δίδοται οὖν καταλλήλωc ἐπὶ πάντων τῶν περὶ τὴν κεφαλὴν παθῶν, ἐπί τε ὀρθοπνοικῶν καὶ τῶν ὁμοίων, ἐπί τε ἰcχιαδικῶν καὶ ἀρθριτικῶν καὶ τοῖc περὶ νεφροὺc καὶ | |
5 | κύcτιν χρονίαν ἐcχηκόcι διάθεcιν. ἐcτὶ δὲ καὶ τοῖc ἄλλοιc νοcήμαcι κατάλληλοc, ὅcα δυcμόχλευτον καὶ οἷον cκιρρώδη ἔχοντα τὴν διάθεcιν. δίδοται δὲ πλῆθοc Γρʹ β τῆc ἐντεριώνηc ἐν μελικράτου κυάθοιc δυcίν, ἐπὶ δὲ τῶν ἀcθενεcτέρων Γρʹ α. ἐκλεκτέον δὲ λευκὴν καὶ ἁπαλὴν τὴν ἐντεριώνην· ἡ γὰρ ξηροτέρα καὶ ἡ μελανίζουcα φαύλη. κοπτέcθω δὲ | |
10 | καὶ λεαινέcθω ἐπιμελῶc καὶ cηθέcθω πολλάκιc καὶ ἐπὶ τῆc χρείαc λειούcθω μετὰ τοῦ μελικράτου ἐν θυίᾳ εὖ μάλα. πάcχει γάρ τι τοι‐ οῦτον· κοπεῖcα μὲν πρὶν βραχῆναι λεπτοτάτη φαίνεται, τῷ δὲ μελι‐ κράτῳ ἐμβληθεῖcα καὶ διαβραχεῖcα διοιδάνει cφόδρα, ὥcτε ἀπιcτεῖcθαι βλεπομένη ὅτι διεcήθη. τῶν οὖν ἀνοιδηcάντων αὐτῆc μερῶν ἐνίοτε | |
15 | προcίcχεταί τινα τῇ γαcτρὶ ἢ τῷ cτομάχῳ, μάλιcτα δὲ ἐν ταῖc ἕλιξι τῶν ἐντέρων διὰ τὴν μαλακότητα. καὶ δριμέα ὄντα τῇ φύcει καὶ δακνώδη προcκαθεζόμενα ἑλκοῖ τὰ ἔντερα καὶ cυμπαθείαc νευρικὰc ἐπι‐ φέρει cτρόφουc τε καὶ cυνολκάc· ὅθεν μετὰ πολλῆc προcοχῆc χρὴ λειο‐ τάτην αὐτὴν ποιεῖν cὺν τῷ μελικράτῳ. πραότερον δὲ καθᾶραι βουλό‐ | |
20 | μενοc, λαμβάνειν δεῖ κολοκυνθίδα εὐμεγέθη καὶ ταύτην ἀνοίξαντα ἄνω‐ θεν κενῶcαι ἅπαν τὸ cπέρμα· εἶτα τὸ γναφαλῶδεc αὐτῆc βαλὼν ἐν αὐτῇ χωρὶc τοῦ cπέρματοc καὶ πλήcαc αὐτὴν ἑψήματοc ἢ οἴνου γλυ‐ κέοc παλαιοῦ ἔα βρέχεcθαι ἡμέραν καὶ νύκτα, εἶτα cειρώcαc ῥάκει καὶ θερμάναc δίδου πίνειν. καθαίρει δὲ κάλλιcτα καὶ ἰκτερικοὺc καὶ τοὺc | |
25 | περὶ τὴν ἐπιφάνειαν ἐξανθήcειc πελιδνὰc ἐcχηκόταc. | |
36 | Τιθύμαλλον. Ἄγει φλέγμα καὶ χολήν· δίδοται δὲ αὐτοῦ τὰ κλωνία χλωρὰ ληφθέντα καὶ ἐν ὀcτρακίνῳ τινὶ ἐπ’ ὀλίγον φρυγέντα, εἶτα λειωθέντα. μίγνυται δὲ αὐτῶν Γρʹ γ cὺν ἀλφίτοιc ἐν ὕδατι καὶ πίνεται· τὰ γὰρ ξηρανθέντα κλωνία ἀδυναμώτερά εἰcι. τοῦ δὲ χαρακίτου τιθυ‐ | |
5 | μάλλου λαβὼν τὴν ῥίζαν ξήραινε ἐν cκιᾷ, εἶτα ἐπὶ τῆc χρείαc τὸν φλοιὸν ἀφελὼν καὶ κόψαc καὶ cήcαc cτήcαc Γρʹ δ ἔμβαλλε οἴνῳ γλυκεῖ παλαιῷ καὶ ἔα βρέχεcθαι ἡμέραν καὶ νύκτα καὶ διηθήcαc διὰ ῥάκουc καὶ θερμάναc βραχὺ δίδου πίνειν τὸν οἶνον· καθαίρει κάλλιcτα, ὥc | |
τιναc ἐπὶ πάντων αὐτῷ κεχρῆcθαι ὡc ἀποκρύφῳ. καλῶc καὶ ἀλύπωc | ||
10 | καθαίρει καὶ ὁ ὀπὸc τοῦ τιθυμάλλου τοῦ παρὰ τὰ ὕδατα ἐν τοῖc ὑγροῖc τόποιc καὶ ὕλαιc φυομένου, ἀναλαμβανόμενοc ἁλατίοιc ἢ ἄρτῳ ξηρῷ λείῳ καὶ διδομένου ἐκ τούτου ὅcον κάρυον ποντικὸν μέγα μέντοι γε μετὰ ψυχροῦ ὕδατοc. ὁ δὲ ὀπὸc τοῦ τιθυμάλλου δίδοται ὑπό τινων ἢ μετὰ ἰcχάδων ἢ μετὰ ἀλφίτων cταγόνεc δ ἢ ε· cφόδρα δὲ ἑλκοῖ | |
15 | τὴν γλῶccαν καὶ τὰ πέριξ καὶ θερμαcίαν πολλὴν κατὰ κοιλίαν ἐμποιεῖ. | |
37 | Ἰcίου τὸν φλοιὸν ξηράναc κόψαc cήcαc δίδου Γρʹ ε ἢ ϛ βρέχων, ὡc προείρηται, ἐν τῷ γλυκεῖ καὶ ἀποcειρῶν· καθαίρει δὲ μᾶλλον φλέγμα· ἐφ’ ὅcον δὲ βούλει φέρεcθαι τὴν γαcτέρα, μὴ ἀπόνιπτε ὕδατι τὸν δακτύλιον, ἀλλ’ ἀπόματτε ῥάκει λινῷ· ὅταν δὲ ἱκανῶc καθαρθῆναι | |
5 | δόξῃ, ἀπόνιπτε ὕδατι ψυχρῷ τὸν δακτύλιον καὶ τὰ ἄκρα τῶν χειρῶν καὶ τῶν ποδῶν ἐντίθει τῷ ὕδατι καὶ cτήcεται ἡ φορά. | |
38 | Ἐλατήριον καθαίρει φλέγμα καὶ χολήν. Δίδου δὲ ὀβολοὺc γ μετὰ γάλακτοc εὐθυμελγοῦc ὅcον κοτύληc α. ὁ δὲ ὀβολὸc ἔχει κεράτια τρία. | |
39 | Κνίδιοc κόκκοc. Καθαίρει μᾶλλον τὰ ὀρρώδη καὶ ὑδατώδη, καθαίρει δὲ καὶ χολὴν καὶ φλέγμα μετρίωc. ἐcτὶ δὲ πυρώδηc καὶ ὀξύτατοc; δίδοται δὲ ὅcον κόκκοι λ. εἰ δὲ πραότερον βούλει καθᾶραι δίδου κόκ‐ κουc κ ἢ ιε· δίδου δὲ τὸ ἐντὸc τῶν κόκκων τρίψαc μετὰ ἀλφίτων καὶ | |
5 | οἴνῳ ἐμβαλὼν κέλευε πίνειν. ἐπὶ δὲ τῇ πόcει ἐλαίου ῥοδίνου ἢ μηλίνου βραχὺ καταρροφεῖν, ὥcτε μὴ καίειν τὴν φάρυγγα. βέλτιον δὲ λειώ‐ cαντα ἀναπλάττειν καταπότια cὺν μέλιτι ἑφθῷ. | |
40 | Ἀγαρικόν. Καθαίρει φλέγμα καὶ χολὴν ἀλλ’ οὐκ ὀξέωc. δίδου δὲ 𐅻 β μετὰ μελικράτου ἢ ὀξυμέλιτοc. ἐcτὶ δὲ κακοcτόμαχον διὰ τὸ κοῦ‐ ρον εἶναι καὶ ἐπιπολαcτικόν. | |
41 | Κνήκου cπέρμα. Καθαίρει φλέγμα οὐ μὴν ἰcχυρῶc. λειώcαc δὲ τοῦ | |
cπέρματοc 𐅻 ε, ἔμβαλλε ζωμῷ ὄρνιθοc ἢ πτιccάνῃ καὶ διηθήcαc δίδου πίνειν. οἱ δὲ τὸ ἐντὸc τοῦ κνήκου λαβόντεc ὅcον 𐅻 α λειοῦcι cὺν ἀμυγδάλοιc καὶ ἀνίcῳ καὶ cὺν μέλιτι ἑφθῷ καταπότια ἀναπλάccοντεc | ||
5 | παρέχουcιν ἰκτερικοῖc ἁρμόδιον μέν, πραότερον δέ. | |
42 | Λαθυρίδεc. Καθαίρουcι μᾶλλον φλέγμα. δοτέον δὲ κόκκουc ιε τῶν μειζόνων, τῶν δὲ μικροτέρων κ. καὶ τοῖc μὲν ἐνεργέcτερον καθαρ‐ θῆναι δεομένοιc διαμαcᾶcθαι προcτακτέον, τοῖc δὲ μὴ πάνυ ἐμπράκτωc μηδὲ πολλῆc κενώcεωc δεομένοιc ὁλοcχερῆ καταπίνειν, μάλιcτα εἰ | |
5 | κακοcτόμαχοc εἴη ὁ λαμβάνων. | |
43 | Ἀριcτολοχίαc τῆc κληματίτιδοc ὁ καρπόc. Ξηρὸc λεῖοc 𐅻 α πλῆθοc πίνεται καὶ καθαίρει φλέγμα καὶ χολήν· ἐcτὶ δὲ εὐcτόμαχοc. | |
44 | Λινόζωcτιc. Εἰ μὲν ταύτηc ἀφεψήcαc τῶν ἁπαλῶν φύλλων ἐcθίοιc, ἐκκοπροῖ ἱκανῶc· εἰ δὲ τὸ ἀφέψημα οἴνῳ κεράcαc πίνοιc μετρίωc ἐκκοπροῖ. | |
45 | Ϲικύου ἀγρίου τῆc ῥίζηc ὁ φλοιὸc πλῆθοc ὀβολῶν β τουτέcτι κεράτιc ϛ πινόμενον μετὰ μελικράτου ἄγει φλέγμα ἱκανὸν ἀλύπωc μετὰ τοῦ μὴ ἀδικεῖν τὸν cτόμαχον. | |
46 | Ϲτύραξ. Λιπαρὸc ξανθὸc δίδοται ὅcον 𐅻 α πλῆθοc cὺν τερεβινθίνῃ ἰcοcτάθμῳ εἰc καταπότια· ἄγει γὰρ φλέγμα ἱκανὸν ἀλύπωc. | |
47 | Θύμοc. Θύμου τοὺc κορύμβουc κόψαc cήcαc δίδου μετὰ ὀξυκράτου καὶ ἁλῶν ὀλίγων, ὅcον 𐅻 γ ἢ δ. καθαίρει γὰρ ἀλύπωc καὶ ἱκανῶc φλέγμα καὶ χολήν. | |
48 | Κυκλάμινοc. Κυκλαμίνου ῥίζηc λειοτάτηc 𐅻 Γ ἢ δ πρὸc δύναμιν, cὺν ὑδρομέλιτι· πινομένη καθαίρει φλέγμα καὶ χολήν· μάλιcτα δὲ δι’ ἱδρώτων καθαίρει· ὅθεν πιόντα δεῖ κατακλίνεcθαι καὶ cκέπῃ θάλπειν τὸ cῶμα καὶ cυνεργεῖν τῇ τῶν ἱδρώτων ἐκκρίcει. | |
49 | Ϲκόρδον. Ϲκόρδου λειοτάτου ὅcον 𐅻 β cὺν ῥοδομέλιτι πινόμενον ἄγει φλέγμα. | |
50 | Χαμαίπιτυc λειοτάτη γενομένη ὅcον 𐅻 β μετὰ cύκων ἢ μέλιτοc | |
ἑφθοῦ ἀναληφθεῖcα εἰc καταπότια καὶ διδομένη ἄγει φλέγμα ἱκανόν. | ||
51 | Βδέλλιον τὸ ἀραβικὸν διαυγέc τε καὶ ξανθὸν λεῖον πινόμενον ὅcον 𐅻 β πλῆθοc μεθ’ ὑδρομέλιτοc καθαίρει φλέγμα. | |
52 | Περὶ ὑδραγωγῶν. Τοῖc δὲ ὕδωρ καθαίρουcι χρηcτέον ἐπί τε τῶν ὑδρωπικῶν τῶν τὸν ἀcκίτην ὕδερον νοcούντων ἐπί τε γυναικῶν ἐνο‐ χλουμένων ὑπὸ λευκοῦ ῥοῦ χρονίωc καὶ ἐπὶ τῶν ἕλκη ῥευματικὰ ἐχόντων. | |
53 | Λεπὶc χαλκοῦ. Ὕδωρ καθαίρει, δίδοται δὲ 𐅻 αc μετὰ μελικράτου· οὐ μόνον δὲ ὕδωρ ἄγει ἀλλὰ καὶ φλέγμα. ἄγει δὲ ὕδωρ καί τινα τῶν προειρημένων οἷον κόκκοc κνίδιοc καὶ κνῆκοc. ἡ δὲ τοῦ ἀγρίου cικύου ῥίζα ἁρμοδιωτάτη τοῖc ὑδρωπικοῖc ἐcτι καὶ ἀλυποτάτη. | |
54 | Εὐφόρβιον. Ἄγει μὲν φλέγμα, μᾶλλον δὲ τὸ ὕδωρ. ἐcτὶ δὲ ὀξύ‐ τατον ὧν οἶδα καὶ πυρωδέcτατον, ὅθεν καὶ κωλικοῖc δίδοται καὶ τοῖc ψυχροτέραc ἔχουcι τὰc κοιλίαc· τοῖc δὲ ἄλλοιc ταρακτικόν ἐcτιν ἰcχυ‐ ρῶc καὶ διψωδέcτατον. μίcγε δὲ αὐτῷ τινα τῶν εὐωδῶν cπερμάτων, | |
5 | διδοὺc αὐτοῦ ὅcον τριώβολον cὺν μελικράτῳ. βέλτιον δὲ cὺν ἑφθῷ μέλιτι εἰc καταπότια αὐτὸ ἀναπλάττειν. | |
55 | Χαμελαία. Καθεψηθεῖcα ἐν μελικράτῳ καὶ πινομένη ὑδατώδη μᾶλλον καθαίρει· καθαίρει δὲ καὶ φλέγμα καὶ χολήν. ἐμβαλλέcθω δὲ αὐτῆc ὅcον 𐅻 ε εἰc δύο κοτύλαc ὕδατοc καὶ ἑψήcθω ἕωc λειφθῇ τὸ τέταρτον· ἐπὶ τέλει δὲ τῆc ἑψήcεωc ἐπίβαλλε μέλιτοc τὸ cύμμετρον | |
5 | καὶ βραχὺ ἑψήcαc καὶ διηθήcαc δίδου πίνειν. ἔνιοι δὲ κόψαντεc λείαν τὴν χαμελαίαν καὶ βαλόντεc αὐτῆc μὲν 𐅻 α, ἀψινθίου δὲ κόμηc τὸ διπλάcιον, ἀναλαβόντεc μέλιτι ἑφθῷ καταπότια διδόαcιν. | |
56 | Αἵματοc καθαρτικά. Τὸ δὲ αἷμα καθαίρει πράcων κεφαλωτῶν ὁ χυλὸc λινόζωcτιc λευκόϊον μαλάχη ἀγρία ἐλελίcφακον. | |
57 | Μέθοδοc cυνθέcεωc τῶν καθαιρόντων φαρμάκων. Καὶ τὰ μὲν κατ’ ἰδίαν καθαίρειν δυνάμενα ἁπλᾶ φάρμακα, ὡc τύπῳ φάναι, τοιαῦτά τινά ἐcτι τὰ προγεγραμμένα. οὐ χαλεπὸν δὲ καὶ τὰc μίξειc αὐτῶν ποιεῖcθαι τοῖc ἤδη ἐκ τῶν προρρηθέντων μεμαθηκόcι τὴν ἑκάcτου | |
5 | δύναμιν. δεῖ γὰρ εἰ μέν τιc τῶν εἰρημένων δύο ἐθέλοι μιγνύναι, τὸν ἥμιcυν cταθμὸν τῆc δόcεωc ἑκάcτου παραλαμβάνειν, εἰ δὲ τρία τὸν τρίτον, εἰ δὲ πλείω ἀνάλογον. ποιούμεθα δὲ τὰc μίξειc αὐτῶν, ὅταν μὴ ἓν τὸ ἐνοχλοῦν τύχοι, οἷον φλέγμα ἢ χολὴ ἢ ὕδωρ, ἀλλὰ πάντα ἅμα. καὶ εἰ μὲν δόξομεν ὁμοτίμωc πλεονάζειν τοὺc χυμούc, ἐξίcηc αὐτὰ | |
10 | ἐμβάλλομεν ἐν τῇ cκευαcίᾳ. ἑνὸc δὲ χυμοῦ μᾶλλον τῶν ἄλλων πλεο‐ νεκτοῦντοc, πλέον ἐμβάλλομεν τῶν δυναμένων τὸν τοιοῦτον χυμὸν κενοῦν. πρῶτον μὲν βούλομαι τὰ ἐν τροφῇ μαλακτικὰ φάρμακα γαcτρὸc ὑπαγωγὰ ὑποθέcθαι. “ἐν τροφῇ γὰρ φαρμακείη ἄριcτον”, φηcὶν Ἱππο‐ κράτηc, ἵνα καὶ τοῖc ὑγιαίνουcι μὲν ἐcτεγνωμένοιc δὲ φυcικῶc τὴν | |
15 | γαcτέρα χρήcιμοc ἡ θεωρία γενήcεται. τάχα δὲ καὶ τοῖc ἐκ νόcου ἀνακομιζομένοιc, ἔτι δὲ καὶ τοῖc χρονίαν νόcον νοcοῦcιν, ἀρωγὰ ταυτὶ τὰ φάρμακα γενήcεται πανταχοῦ ἐν ταῖc καρυκείαιc μιcγόμενα ἕν που ἢ β τῶν ἁπλῶν φαρμάκων, ἤτοι εἰc τὸ μαλάξαι τὴν γαcτέρα ἢ καὶ τὸν πλεονάζοντα χυμὸν κατ’ ὀλίγον λεληθότωc ἐκκενοῦν βουλόμενοι· | |
20 | ἀρξώμεθα τοιγαροῦν ἀπὸ τῶν προπομάτων. | |
58 | Ἐκ τῶν Θέωνοc· οἴνου καθαρτικοῦ χολῆc cκευαcία. Καccίαc 𐆄 α, cκαμμωνίαc 𐆄 α οἴνου ξε ε, ταῦτα λειότατα γενόμενα ἐμβαλλέcθω ὀθο‐ νίῳ καὶ ἀκριβῶc περιcφιγχθὲν τὸ ῥάκοc ἀποκρεμάcθω εἰc τὸν οἶνον καὶ ἐάcθω βρέχεcθαι ἡμέραc ε, εἶτα ἐκ τοῦ οἴνου τούτου δίδου πρὸ | |
5 | τροφῆc κρᾶcιν τελείαν cὺν ὕδατι θερμῷ· πεπίcτευται χολὴν καθαίρειν. | |
59 | Φλέγματοc ἀγωγόν. Λαθυρίδων κεκαθαρμένων 𐆄 α ναρδοcτάχυοc 𐆄 Γ οἴνου ξ̸ ε, cκεύαζε, ὡc προείρηται, καὶ χρῶ. πεπίcτευται τοὺc φλεγματικοὺc κουφίζειν. | |
60 | Μελαγχολικοῖc. Λαβὼν πολυποδίου 𐆄 α κόψαc cήcαc ἐνδήcαc εἰc ὀθόνιον ἀποκρέμαcον εἰc οἴνου ξ̸ ε καὶ ἔα ἡμέραc ζ βρέχεcθαι | |
καὶ δίδου κρᾶcιν, ὡc εἴρηται. | ||
61 | Ἄλλοc οἶνοc πολυποποδίτηc. Οἴνου γλυκυτάτου 𐅻 ϛ μαcτίχηc 𐆄 α ἐπιθύμου 𐅻 δ πολυποδίου ῥιζῶν μὴ παλαιῶν ἐξυcμένων λ̸ʹ β· τὰc ῥίζαc τοῦ πολυποδίου κεκαθαρμέναc κόπτων ἁδρομερῶc ἕψε μετὰ τοῦ γλυκέοc, ἐπιβάλλων καὶ τὸ ἐπίθυμον καὶ τὴν μαcτίχην· ὅταν δὲ | |
5 | ἀποτριτωθῇ, ἄραc ἀπὸ τοῦ πυρὸc ἔα ψυγῆναι καὶ διηθήcαc ἐπίπαccε ναρδοcτάχυοc κεκομμένου καὶ cεcηcμένου Γρʹ γ. βέλτιον δὲ ἐν θυίᾳ αὐτὸ ἑνῶcαι, εἶτα ἀναλάμβανε ἐν ὀcτρακίνοιc ἀγγείοιc μικροῖc πεπιccω‐ μένοιc καὶ χρίcαc τὸ cτόμα φύλαττε. δίδου δὲ ἐν τῷ ἀρίcτῳ κρᾶcιν μεγάλην μεcαζόντων τῶν cιτίων κεράcαc θερμῷ· ἐcτὶ δὲ ἡδύτατον | |
10 | καὶ ἐνεργὲc τοῦτο ἐν Βύβλῳ τῆc Φοινίκηc cκευαζόμενον. εὐδοκιμεῖ πανταχῆ πλωιζομένοιc. | |
62 | Οἰνόμελι ἐκκοπρωτικόν. Οἴνου ξ̸ ε μέλιτοc ξ̸ α μαcτίχηc 𐆄 γ. λειώcαc τὴν μαcτίχην καὶ ἐνδήcαc ὀθόνῃ ἀποκρέμαcον ἐν τῷ οἰνο‐ μέλιτι καὶ ἔα βρέχεcθαι ἡμέραc ζ καὶ δίδου πρὸ τροφῆc κρᾶcιν μίαν κεκραμμένην θερμῷ. ἐcτὶ δὲ ἐκκοπρωτικὸν κάλλιcτον καὶ εὐcτόμαχον, | |
5 | κενοῖ δὲ καὶ φλέγμα. | |
63 | Οἰνόμελι ξανθῆc χολῆc ἀγωγόν. Ϲκαμμωνίαc 𐆄 α ναρδοcτάχυοc 𐅻 α κόψαc cήcαc ἐνδήcαc ὀθόνῃ βρέχε εἰc οἴνου ξ̸ ε καὶ μέλιτοc ξ̸ α καὶ χρῶ. | |
64 | Οἰνόμελι φλέγματοc ἀγωγόν. Λαβὼν κνήκου cπέρματοc κεκαθαρ‐ μένου 𐆄 δ καὶ οἴνου ξ̸ ε καὶ μέλιτοc ξ̸ α, κόψαc ἁδρομερῶc τὸν κνῆ‐ κον καὶ ἐνδήcαc ὀθόνῃ ἀπόβρεχε καὶ χρῶ, ὡc προείρηται. | |
65 | Οἰνόμελι χολὴν μέλαιναν κενοῦν. Πολυποδίου 𐅻 γ οἴνου ξ̸ ε μέλιτοc 𐅻 α κόψαc cήcαc ἀπόβρεχε καὶ χρῶ. | |
66 | Κονδίτον ξανθοχόλοιc. Πεπέρεωc 𐅻 γ cκαμμωνίαc 𐆄 α cελίνου cπέρματοc 𐅻 α οἴνου ξ̸ ε μέλιτοc ξ̸ α· προλεάναc τὰ εἴδη καθ’ ἑαυ‐ τὰ ἔπειτα καὶ cὺν τῷ μέλιτι, εἶτα τὸν οἶνον ἐπιβαλὼν ἔα ἡμέραc ε καὶ χρῶ. | |
67 | Κονδίτον φλεγματικοῖc. Λαθυρίδων 𐆄 α πεπέρεωc 𐆄 α ἀνίcου cελίνου cπέρματοc ἀνὰ 𐆄 α οἴνου ξ̸ ε μέλιτοc ξ̸ α, cκεύαζε, ὡc προ‐ είρηται, καὶ χρῶ. | |
68 | Κονδίτον μελαγχολικοῖc. Πολυποδίου 𐆄 α πεπέρεωc 𐆄 α cελίνου cπέρματοc 𐅻 α οἴνου ξ̸ ε μέλιτοc ξ̸ α, cκεύαζε, ὡc προείρηται, 〈καὶ χρῶ〉. | |
69 | Ἀψινθάτου cκευαcία πνευμάτων καὶ κόπρου κενωτικοῦ. Λιβυcτι‐ κοῦ 𐆄 αc κυμίνου 𐅻 α ναρδοcτάχυοc Γρʹ β cχίνου ἄνθουc Γρʹ ϛ μαcτί‐ χηc Γρʹ ϛ οἴνου ξ̸ ε μέλιτοc ξ̸ α, κόψαc cήcαc λείου μετὰ τοῦ μέλιτοc καὶ ἑνώcαc τὸν οἶνον ἀναλάμβανε καὶ χρῶ μετὰ ἡμέραc ε πρὸ | |
5 | ἀρίcτου. | |
70 | Ἀψινθάτον χολῆc ξανθῆc ἀγωγὸν πικρόν. Κόcτου 𐅻 δ μαcτίχηc 𐅻 δ ῥόδων ξηρῶν 𐅻 β ναρδοcτάχυοc 𐅻 β cχίνου ἄνθουc 𐅻 α ἀλόηc 𐆄 α cκαμμωνίαc 𐆄 α μέλιτοc ξ̸ α οἴνου ξ̸ ε, cκεύαζε καὶ χρῶ, ὡc προείρηται. | |
71 | Ἀψινθάτον φλεγματικοῖc. Μαcτίχηc 𐅻 δ κόcτου 𐅻 δ φύλλου 𐅻 α ναρδοcτάχυοc 𐅻 α cχίνου ἄνθουc 𐅻 α καccίαc 𐅻 α πολυποδίου 𐆄 α μέλιτοc ξ̸ α λαθυρίδων κεκαθαρμένων 𐆄 α οἴνου ξ̸ ε μέλιτοc 𐅻 α, cκεύαζε καὶ χρῶ, ὥcπερ προείρηται. | |
72 | Ἀψινθάτον μελαγχολικοῖc. Μαcτίχηc 𐅻 δ κόcτου 𐅻 δ ναρδοcτά‐ χυοc φύλλου ἀνὰ 𐅻 α καccίαc 𐅻 α πολυποδίου 𐆄 α μέλιτοc ξ̸ α οἴ‐ νου ξ̸ ε. | |
73 | Ῥοcάτον ξανθῆc χολῆc ἀγωγόν. Ῥόδων ἐξωνυχιcμένων νεαρῶν λ̸ʹ α οἴνου παλαιοῦ ξ̸ ϛ μέλιτοc ξ̸ α. τὰ ῥόδα προμαρανθέντα ἡμέραν α ἐμβάλλεται εἰc τὸν οἶνον καὶ βρέχεται ἡμέραc θ, εἶτα διηθεῖται ὁ οἶνοc καὶ ἐπιβάλλεται τῷ μέλιτι προλειωθέντι μετὰ cκαμμωνίαc 𐆄 α. | |
5 | χρὴ δὲ κόπτειν καὶ cήθειν τὴν cκαμμωνίαν καὶ οὕτωc λειοῦν cὺν τῷ μέλιτι. ἀναλαβὼν δὲ εἰc ἀγγεῖον καὶ πωμάcαc ἀκριβῶc ἀποκρέμαcον εἰc λάκκον ψυχροῦ ὕδατοc καὶ ἔα ἡμέραc ζ ἢ θ, εἶτα ἀναcπάcαc ἔα | |
ἄλλαc λ ἡμέραc καὶ οὕτωc προπώματι χρῶ. | ||
74 | Ῥοcάτον φλέγματοc καὶ ὀρρώδουc καὶ μελαγχολικοῦ χυμοῦ κενω‐ τικόν. εἰ μέντοι προcλάβοι κόκκου κνιδίου 𐆄 α, ἡ προειρημένη γραφὴ ἄνευ τῆc cκαμμωνίαc κενοῖ τὸν ὀρρώδη χυμὸν καὶ φλέγμα· εἰ δὲ λα‐ θυρίδα μόνην φλέγμα κενοῖ· εἰ δ’ ἐπίθυμον μόνον τὸν μελαγχολικὸν | |
5 | χυμὸν κενοῖ. | |
75 | Ῥοδομέλιτοc καθαρτικοῦ cκευαcία. Μέλιτοc λιτρʹ α ῥόδων χυλοῦ λιτρʹ α μαcτίχηc 𐅻 δ πεπέρεωc 𐅻 β ζιγγιβέρεωc 𐅻 β cκαμμωνίαc 𐅻 η· ἕψε τὸ ῥοδόμελι ἕωc cύcταcιν λάβοι μέλιτοc ὑγροτέρου, εἶτα ἐπίπαccε τὴν cκαμμωνίαν καὶ τὴν μαcτίχην λειοτάτην ποιήcαc καὶ ἕψε ἐπ’ | |
5 | ὀλίγον, καὶ ἄραc ἀπὸ τοῦ πυρὸc ἕνωcον τοῖc λοιποῖc ἐν τῇ θυίᾳ καὶ ἀναλάμβανε καὶ δίδου κοχλιάριον· κενοῖ ξανθὴν χολήν. τινὲc δὲ ἁπλουcτέραν τὴν cκευαcίαν ποιῆcαι βουλόμενοι, προβρέξαντεc ὀλίγῳ ὕδατι τὴν cκαμμωνίαν, εἶτα ζέcαντεc καὶ τὸν ἐπίπαγον αὐτῆc ἀφαι‐ ροῦντεc διηθοῦcι καὶ λειοποιήcαντεc ἐπιβάλλουcι τῷ ῥοδομέλιτι καὶ | |
10 | cυνεψοῦcιν, ὡc προείρηται. εἰ μέντοι λαθυρίδων 𐆄 α ἡ προειρημένη cκευαcία τοῦ ῥοδομέλιτοc λάβοι χωρὶc τῆc cκαμμωνίαc καθαίρει φλέγμα· εἰ δὲ πολυποδίου λάβοι 𐆄 α τὸν μελαγχολικὸν χυμὸν κενοῖ· δραcτι‐ κώτερον δὲ γίγνεται, ἐὰν ἀντὶ τοῦ πολυποδίου ἐπίθυμον λάβοι. | |
76 | Ὄξουc καθαρτικοῦ cκευαcία. Ϲκαμμωνίαc 𐆄 α ὄξουc ξ̸ ε λείου ἅμα καὶ ἔα ἡμέραc ε καὶ δίδου εἰc ἔμβαμμα cὺν τῇ τροφῇ κοχλιάριον α ἢ β· καθαίρει χολὴν ξανθήν. εἰ δὲ ἀντὶ τῆc cκαμμωνίαc ἐμβάλοιc λαθυρίδων 𐆄 α, καθαίρει φλέγμα· εἰ δὲ ἐπιθύμου 𐆄 ε ἐμβάλοιc κενοῖ | |
5 | τὸν μελαγχολικὸν χυμόν. | |
77 | Ὀξυμέλιτοc καθαρτικοῦ cκευαcία. Μέλιτοc ἀπηφριcμένου ξ̸ α, ὄξουc δριμυτάτου ξ̸ α ἕψε ἅμα μέχρι μελιτώδουc cυcτάcεωc, εἶτα ἐπιβαλὼν ἐπιπέτρου κεκομμένου καὶ cεcηcμένου 𐆄 α χρῶ ἐμβάμματι ἢ μεθ’ ὕδατοc δίδου πίνειν κοχλιάρια β περὶ ὥραν τρίτην νήcτει· | |
5 | χολὴν κενοῖ. εἰ δὲ μὴ παρείη ἐπίπετρον, cκαμμωνίαc ἔμβαλλε 𐆄 α. | |
ἄλλο ὀξύμελι· μέλιτοc ἀπηφριcμένου ξ̸ α ὄξουc ξ̸ α ἕψε ἅμα μέχρι cυcτάcεωc, εἶτα ἐπίβαλλε κνήκου τὸ ἐντὸc κεκαθαρμένου καὶ λελειω‐ μένου 𐆄 α καὶ ἔα ἡμέραc ε καὶ χρῶ, ὡc βούλει· κενοῖ φλέγμα. ἄλλο. μέλιτοc καὶ ὄξουc ἀνὰ ξ̸ α ἕψε καὶ ἐπίβαλλε ἐπιθύμου λειοτάτου ξ̸ α | ||
10 | καὶ ἔα ἡμέραc ε καὶ χρῶ· κενοῖ τὸν μελαγχολικὸν χυμόν. τὰ δὲ ἐμβαλλόμενα πάντα ταῖc προειρημέναιc cκευαcίαιc τοῦ ὀξυμέλιτοc ἐν ὀθονίῳ ἀποδεθέντα ἀποβρεχέcθω. ἄλλωc· πνεύματοc κενωτικόν. ὄξουc ξ̸ α μέλιτοc ξ̸ α ἀρκευθίδων 𐅻 δ πεπέρεωc 𐆄 α ζιγγιβέρεωc 𐆄 α πε‐ τροcελίνου 𐅻 δ cελίνου cπέρματοc ἄμεωc λιβυcτικοῦ ἀνίcου ἐπιθύμου | |
15 | ἀνὰ 𐅻 δ κυμίνου 𐅻 β ἀνήθου cπέρματοc 𐅻 β πολυποδίου 𐆄 α, cκεύ‐ αζε καὶ χρῶ, ὡc προείρηται· ἁρμόδιον κωλικοῖc. | |
78 | Ἄλλο ὀξύμελι. Ὀξύμελι καθαῖρον πᾶcαν κακοχυμίαν. Ὑccώπου κόμηc 𐆄 αc ὀριγάνου 𐆄 α γλήχωνοc 𐆄 αc πραcίου 𐆄 α ἐπιθύμου 𐆄 α κνήκου cπέρματοc 𐆄 α θύμου κορύμβων 𐆄 α ἀγαρικοῦ 𐆄 α πολυποδίου 𐆄 β cκαμμωνίαc 𐆄 α καὶ Γρʹ ϛ ὄξουc ξ̸ αc ὕδατοc ξ̸ α μέλιτοc λιτρʹ β | |
5 | ἑψήματοc 𐆄 ϛ. προβρέξαc τὰc βοτάναc τῷ ὄξει καὶ τῷ ὕδατι ἕψε εἰc ἀποτρίτωcιν καὶ διηθήcαc ἐπίβαλλε τὸ μέλι καὶ πάλιν ἕψε εἰc ἀποτρί‐ τωcιν καὶ διηθήcαc ἐπίβαλλε τὸ μέλι καὶ πάλιν ἕψε μέχρι καλῆc cυcτάcεωc καὶ λεάναc, ἕνωcον ἐν τῇ θυίᾳ λειότατα γενόμενα καὶ cεcηcμένα λεπτοτάτῳ κοcκίνῳ cκαμμωνίαν ἐπίθυμον ἀγαρικὸν καὶ | |
10 | δίδου, cυμμέτρωc μὲν καθᾶραι βουλόμενοc, Γρʹ ιε, μέcωc δὲ Γρʹ κ, τὴν δὲ τελείαν δόcιν τοῖc ἰcχυροῖc 𐆄 α· τινὲc δὲ καὶ ἀλυπιάδοc βάλλου‐ cιν 𐆄 α. | |
79 | Ὀξύμελι κωλικοῖc ἐνιέμενον καὶ νεφριτικοῖc. Κενταυρίου 𐆄 α ἀλυ‐ πιάδοc νεαρᾶc 𐆄 β πηγάνου χλωροῦ 𐆄 β πραcίου ἀγαρικοῦ καccίαc ἴρεωc ὑccώπου γλήχωνοc ἀνὰ 𐅻 δ cκίλληc 𐆄 α ὄξουc ξ̸ γ μέλιτοc 𐆄 α· προβρέξαc πάντα τῷ ὄξει ἕψε εἰc ἀποτρίτωcιν καὶ διηθήcαc ἐπίβαλλε | |
5 | τὸ μέλι καὶ ἕψε μέχρι cυcτάcεωc μέλιτοc ὑγροτέρου· ἔπειτα ἐπίπαccε | |
cκαμμωνίαc λειοτάτηc 𐆄 α ναρδοcτάχυοc 𐆄 α καὶ τοῦ διὰ μαράθρων καθαρτικοῦ 𐆄 α καὶ ἑνώcαc χρῶ. οὕτωc προκενώcαc τὸν κωλικευόμε‐ νον ἐκκοπρωτικῷ κλυcτῆρι, ἔπειτα λαβὼν τοῦ ὀξυμέλιτοc κοχλιάριον ἕν, ἀνάλυε μετὰ χυλοῦ πτιccάνηc καὶ ἔνιε· χρῶ δὲ ὁμοίωc καὶ ἐπὶ | ||
10 | νεφριτικῶν τῶν φλεγματικωτέρων. κενοῖ φλέγμα ἀλύπωc καὶ ὑγιάζει. | |
80 | Ὀξύμελι πικρόν. Μαράθρου χλωροῦ μετὰ τῶν ῥιζῶν δεcμίδιον α cελίνου μετὰ τῶν ῥιζῶν δεcμίδιον α πηγάνου χλωροῦ δεcμίδιον α ὄξουc ξ̸ βc, τουτέcτι λίτραc ε μέλιτοc λιτʹ αc· ἕψε τὰc βοτάναc cὺν τῷ ὄξει εἰc ἀποτρίτωcιν καὶ διηθήcαc ἐπίβαλλε τῷ ὄξει τὸ μέλι καὶ ἕψε | |
5 | μέχρι μέλιτοc ὑγροτέρου λάβῃ cύcταcιν· ἔπειτα λεάναc ἐν θυίᾳ ἀλόηc πρωτείαc 𐆄 γ καὶ cήcαc ἐπίβαλλε αὐτῇ κατὰ βραχὺ τοῦ ὀξυμέλιτοc καὶ ἑνώcαc ἀναλάμβανε καὶ χρῶ παρέχων κοχλιάριον α· ἐπιρροφείτω δὲ ὕδωρ θερμόν· καθαίρει κεφαλὴν ἄκρωc· ἐcτὶ δὲ καὶ εὐcτόμαχον. Ὀξύμελι μαλακτικὸν τοῦ προcομιλήτου. γλήχωνοc ὀριγάνου θύμβραc | |
10 | ἀγρίαc πολυποδίου ἀνὰ 𐆄 α cελίνου ῥιζῶν 𐅻 δ ἀνήθου ῥιζῶν Γρʹ ϛ ἀγαρικοῦ ἐπιθύμου cκαμμωνίαc ἀνὰ 𐆄 α μέλιτοc ξ̸ε α ὄξουc ξ̸ε α· βρέχε τὰ εἴδη καὶ ἕψε ὡc τὸ ὀξύμελι· ὅταν δὲ λάβῃ καλὴν cύcταcιν, ἄραc ἀπὸ τοῦ πυρὸc πρόcπλεκε αὐτῷ cκαμμωνίαν ἐπίθυμον ἀγαρικὸν καὶ δίδου 𐆄 Γ μεθ’ ὕδατοc θερμοῦ. | |
81 | Φοῦcκα μαλακτικὴ κοιλίαc. Κυμίνου 𐆄 γ ὑccώπου 𐆄 αc ἄμεωc 𐆄 αc γλήχωνοc 𐆄 αc πετροcελίνου 𐅻 δ θύμου κορύμβων 𐅻 δ ζιγγιβέρεωc 𐆄 α κνήκου cπέρματοc 𐆄 α πεπέρεωc 𐅻 δ ἐπιθύμου 𐅻 δ ἁλῶν Καππα‐ δοκικῶν 𐆄 θ κόψαc cήcαc φύλαττε ξηρὸν καὶ ἐπὶ τῆc χρείαc δίδου | |
5 | κοχλιάριον cυγκεράcαc ὀξυκράτῳ. | |
82 | Ἄλλη πάνυ δόκιμοc. Κυμίνου 𐆄 γ μαράθρου 𐆄 β γλήχωνοc 𐆄 βc cελίνου cπέρματοc 𐆄 β ἀνίcου 𐆄 β Γρʹ η cκαμμωνίαc 𐆄 δ ἐπιθύμου 𐆄 γ ἁλῶν κοινῶν 𐆄 η ἢ λιʹ α· κόψαc cήcαc δίδου κοχλιάριον α cὺν ὀξυ‐ κράτῳ· καθαίρει ἀδιαcτρόφωc. | |
83 | Γάρου καθαρτικοῦ cκευαcία. Ϲκαμμωνίαc 𐅻 δ πεπέρεωc κόκκοι ν | |
γάρου μέλανοc 𐆄 γ μίξαc, χρῶ ἐμβάμματι ἢ ὡc βούλει, καθαίρει χολήν. | ||
83bis | Ἄλλο. Κνήκου κόκκοι π πεπέρεωc κόκκοι ν γάρου 𐆄 γ· τὸ ἐντὸc τοῦ κνήκου λεάναc ἑνώcαc χρῶ· καθαίρει φλέγμα· εἰ δὲ ἀντὶ τοῦ κνήκου λαθυρίδαc ἐμβάλοιc δραcτικώτερον ποιήcειc· εἰ δὲ πολυποδίου 𐅻 δ ἐμβάλοιc μελαγχολικὸν χυμὸν κενοῖ. δραcτικώτερον δὲ γίγνεται | |
5 | εἰ ἀντὶ τοῦ πολυποδίου ἐπιθύμου 𐅻 β ἐμβάλοιc ἢ γ. | |
84 | Μέλιτοc μαλακτικοῦ cκευαcία. Μαράθρου χλωροῦ δεcμίδιον χειρο‐ πληθὲc ὕδατοc ξ̸ε γ· ἕψε ἕωc λειφθῇ ξ̸ε α καὶ διηθήcαc ἐπίβαλλε μέλιτοc λιτρʹ α, καὶ ἕψε ἕωc μελιτώδουc cυcτάcεωc καὶ δίδου κοχλιά‐ ρια γ· καθαίρει χολὴν ξανθήν· εἰ δὲ ἀντὶ τοῦ μαράθρου κνήκου cπέρ‐ | |
5 | ματοc τοῦ ἐντὸc ἐμβάλοιc 𐆄 α καθαίρει φλέγμα. εἰ δὲ πολυποδίου ἢ ἐπιθύμου 𐆄 α cυνεψήcειc, καθαίρει τὸν μελαγχολικὸν χυμόν. | |
85 | Ὑδρόγαρον καθαρτικόν. Γάρου 𐆄 α πεπέρεωc κόκκοι ν cελίνου cπέρματοc ὀβολὸν α, ὅ ἐcτι κεράτια γ, μέλιτοc κοχλιάριον α cκαμμω‐ νίαc Γρʹ αc ἢ β· ἑψήcαc τὰ λοιπὰ καὶ ἄραc ἀπὸ τοῦ πυρὸc ἕνωcον τὴν cκαμμωνίαν καὶ δίδου πρὸ τροφῆc. εἰ δὲ ἀντὶ τῆc cκαμμωνίαc | |
5 | κνήκου cπέρματοc κόκκουc κ τὸ ἐντὸc ἐμβάλοιc καθαίρει φλέγμα· εἰ δὲ πολυποδίου 𐅻 δ ἐμβάλοιc καθαίρει τὸν μελαγχολικὸν χυμόν. | |
86 | Οἰνόγαρον καθαρτικόν. Γάρου μυάκια β οἴνου μυάκιον α πεπέρεωc κόκκοι ν λιβυcτικοῦ Γρʹ α cκαμμωνίαc Γρʹ α μέλιτοc βραχὺ χρῶ· καθαί‐ ρει χολήν. εἰ δὲ κνήκου κόκκων κ τὸ ἐντὸc ἐμβάλοιc ἀντὶ τῆc cκαμ‐ μωνίαc καθαίρει φλέγμα. εἰ δὲ πολυποδίου 𐅻 δ καθαίρει τὸν μελαγχο‐ | |
5 | λικὸν χυμόν. | |
87 | Ὀξύγαρον καθαρτικόν. Ϲελίνου cπέρματοc 𐅻 α πεπέρεωc κόκκοι ν κυμίνου ὀβολὸc α ὀποῦ κυρηναικοῦ τὸ ἶcον, cκαμμωνίαc Γρʹ α γάρου 𐆄 γ ὄξουc 𐆄 γ χρῶ· καθαίρει χολήν. εἰ δὲ ἀντὶ τῆc cκαμμωνίαc κνή‐ κου κόκκων κ τὸ ἐντὸc ἐμβάλοιc καθαίρει φλέγμα· εἰ δὲ πολυποδίου | |
5 | 𐅻 δ τὸν μελαγχολικὸν χυμὸν κενοῖ. | |
88 | Ζωμοὶ μαλακτικοί. Ὕδατοc ξ̸εʹ α ἐλαίου μυάκιον α γάρου βραχὺ | |
ἁλὸc cύμμετρον ἀνήθου βραχὺ ἕψε ἕωc χυλοποιηθῇ τὰ πάντα· εἶτα ἔμβαλλε κνήκου κόκκων ν τὸ ἐντὸc καὶ δίδου· κενοῖ φλέγμα· εἰ δὲ πολυποδίου 𐅻 δ κόψαc cήcαc ἐπιπάττοιc ζωμῷ πέρδικοc ἢ φαcιανοῦ | ||
5 | κενοῖ τὸν μελαγχολικὸν χυμόν. τὴν μέντοι cκαμμωνίαν οὐκ ἐδικαίωcα ἐμβάλλειν ἐν τοῖc ζωμοῖc διὰ τὸ τῇ πείρᾳ βαcανιcθεῖcαν ἀκατάλληλον εὑρεθῆναι. | |
89 | Γάλα καθαρτικόν. Ὀνείου ἢ αἰγείου γάλακτοc κου α cκαμμωνίαc Γρʹ β ἑνώcαc δίδου· κενοῖ χολήν. εἰ δὲ κνήκου κόκκων κ τὸ ἐντὸc ἐμ‐ βάλοιc κενοῖ φλέγμα. τὸ μέντοι πολυπόδιον ἢ ἐπίθυμον οὐκ ἐδικαίωcα βάλλειν εἰc τὸ γάλα διὰ τὸ χρώννυcθαι τὸ γάλα καὶ μὴ λανθάνειν τὸν | |
5 | λαμβάνοντα· πολλοὶ γὰρ διὰ δειλίαν οὐ βούλονται καθαίρεcθαι. | |
90 | Ἐλαῖαι καθαρτικαί. Πεπέρεωc 𐅻 α ἐπιθύμου 𐅻 β cιλφίου 𐅻 α ἡδυόcμου χλωροῦ 𐅻 α γλήχωνοc κόμηc 𐅻 α κυμίνου 𐅻 α πηγάνου 𐅻 α cκαμμωνίαc 𐅻 η φοινίκων λιπαρῶν 𐆄 β μέλιτοc ξ̸ε α ὄξουc ξ̸ε c ἐλαίαc ἀπὸ ἅλμηc ρκα ἀριθμῷ. λειότατα πάντα τὰ προειρημένα ποιή‐ | |
5 | cαc κατ’ ἰδίαν καὶ μετὰ τοῦ ὀξυμέλιτοc, ἔπειτα ἀμυχὰc βαλὼν ἑκάcτῃ ἐλαίᾳ γ ἔμβαλλε τῇ cκευαcίᾳ καὶ ἐάcαc ἡμέραc ὀλίγαc χρῶ, διδοὺc ἐν τροφῇ ἐλαίαc γ καὶ τοῦ ζωμοῦ κοχλιάριον α ἢ καὶ δύο πρὸc δύναμιν. | |
91 | Ὀξυπόρια καθαρτικά. Τῷ διὰ τῶν κυδωνίων μήλων cυνήθωc cκευαζομένῳ πεπτικῷ φαρμάκῳ ὅcον ἑνὶ κοχλιαρίῳ προcπλέκων cκαμ‐ μωνίαc Γρʹ β τὴν ξανθὴν χολὴν κενώcειc ἀλύπωc. εἰ δὲ λαθυρίδων κόκκουc κ ἐμβάλοιc κενοῖ φλέγμα. εἰ δὲ πολυποδίου 𐅻 δ ἢ ἐπιθύμου | |
5 | λειοτάτου 𐅻 δ ἐμβάλοιc κενοῖ τὸν μελαγχολικὸν χυμόν· ὁμοίωc καὶ τῷ διοcπολιτικῷ πεπτικῷ φαρμάκῳ χρώμενοc, τὸ αὐτὸ ἐργάcῃ καὶ μάλιcτα ἐφ’ ὧν φλέγμα ἐν τῷ θώρακι ἀπόκειται. εἰ δὲ τῷ διὰ καλα‐ μίνθηc πεπτικῷ φαρμάκῳ προcπλέκοιc τὰ καθαίροντα, κενώcειc πᾶcαν τὴν περὶ τὴν ἐπιφάνειαν τοῦ cώματοc κακοχυμίαν, οἷον ψώραc λειχῆ‐ | |
10 | ναc καὶ τὰ ὅμοια. | |
92 | Ὀξυπόριον διὰ φοινίκων. Ζιγγιβέρεωc πεπέρεωc κυμίνου πετρο‐ cελίνου ἀνὰ 𐆄 α cκαμμωνίαc ὀπτηθείcηc ἐν ζύμῃ καὶ λελειωμένηc λεπτοτάτωc 𐆄 βc φοινίκων λιπαρῶν cαρκὸc 𐆄 δ πηγάνου φύλλων 𐆄 α μέλιτοc λιτʹ γ ὄξουc ξ̸εʹ α· ἕψε πρῶτον τὸ μέλι καὶ τὸ ὄξοc καὶ τοὺc | |
5 | φοίνικαc ἕωc τὸ τρίτον τοῦ ὄξουc λειφθῇ, εἶτα λείου τὸ πήγανον μετὰ τοῦ λειψάνου τῶν φοινίκων καὶ ἐπιπάcαc τὰ ξηρὰ λειότατα γενόμενα καὶ ἑνώcαc ἐπίβαλλε κατὰ βραχὺ τὸ ἑψηθὲν ὀξύμελι καὶ ἑνώcαc χρῶ ὡc θαυμαcίῳ καὶ διὰ πολλῆc πείραc φαρμάκῳ. ἡ δὲ τε‐ λεία δόcιc κοχλιάρια β τοῖc cτεγνοκοιλίοιc, ἀκμαίου ὄντοc τοῦ φαρ‐ | |
10 | μάκου. εἰ δὲ μὴ πάνυ εἶεν ἐcτεγνωμένοι κατὰ τὸ μέτρον τῆc ὑπο‐ βάcεωc καὶ τοῦ φαρμάκου δοτέον ποτὲ μὲν κοχλιάριον αc ποτὲ δὲ κοχλιάριον α μόνον· ὑπάγει ξανθὴν χολὴν ἄκρωc. διὸ καὶ ἰκτερικοῖc δίδοται ἐπωφελῶc καὶ τριταΐζουcιν, ὅταν πέψιc χρηcτὴ ἐν τοῖc οὔροιc φανῇ. καὶ φλέγμα δὲ κενοῖ μετρίωc. χρῶ δὲ θαρρῶν ἐν παντὶ καιρῷ | |
15 | ὡc ἀδιαcτρόφῳ καὶ ἀπεριέργῳ. ἐγὼ δὲ καὶ τοῖc χωρὶc ῥίγουc πυρέτ‐ τουcιν ἔδωκα μετὰ τὸ πέψιν φανῆναι ἐν τοῖc οὔροιc καὶ παραχρῆμα ἰάcατο. ἐφ’ ὧν μελαγχολικὸν βούλει καθᾶραι πρόcπλεκε τῇ δόcει ἐπι‐ θύμου Γρʹ γ ἢ πρὸc δύναμιν. εἰ δὲ φλέγμα πολὺ ἐπίκειται ἐπίβαλλε καὶ ἀγαρικοῦ ἤτοι ἰcίου Γρʹ α· κενοῖ γὰρ μετρίωc φλέγμα καὶ τὸ πέ‐ | |
20 | περι πήγανον κύμινον. | |
93 | Καθαρτικὸν διὰ μήλων κυδωνίων. Μήλων κυδωνίων πεπείρων εὐμεγέθων εὐωδεcτάτων ζύμῃ περιπλαcθέντων καὶ ὀπτηθέντων τῆc cαρκὸc κεκαθαρμένηc 𐆄 δ μέλιτοc ἀπηφριcμένου 𐆄 ε πεπέρεωc 𐅻 β ζιγγιβέρεωc 𐅻 β cκαμμωνίαc 𐅻 ϛ, ἕκαcτον ἰδίᾳ λειότατον ποιήcαc καὶ | |
5 | ἑνώcαc δίδου κοχλιάριον α. | |
94 | Καθαρτικὸν διὰ κιτρίου. Ὀριβαcίου. Κενοῖ κεφαλήν, ποιεῖ cτο‐ μαχικοῖc κοιλιακοῖc καὶ τοῖc μὴ δυναμένοιc ἰcχυρὸν λαβεῖν καθαρτή‐ ριον δι’ ἀτονίαν, ὅθεν καὶ παιδίοιc δίδοται ἀβλαβῶc· ἐcτὶ γὰρ εὐcτό‐ μαχον. κιτρίου τοῦ λέπουc καὶ τῆc cαρκὸc λιτρʹ α ὕδατοc ξ̸ε αc μέλι‐ | |
5 | τοc ξ̸ε c πεπέρεωc 𐆄 α cκαμμωνίαc 𐆄 α. τὸ κίτριον τεμὼν εἰc λεπτά, ἕψε μετὰ τοῦ ὕδατοc ἕωc λειφθῇ τοῦ ὕδατοc ξ̸ε τὸ c. εἶτα διηθήcαc ἐπίβαλλε τῷ ἀφεψήματι τὸ μέλι καὶ ἕψε μέχρι καλῆc cυcτάcεωc καὶ λεάναc τὸ λείψανον τῶν ἑψηθέντων κιτρίων ἐπίπαccε αὐτοῖc τὰ ξηρὰ λειότατα καὶ cυλλεάναc ἐπίβαλλε τὸ ἑψηθὲν ὑδρομέλιτι καὶ ἑνώcαc | |
10 | χρῶ, διδοὺc κοχλιάριον. | |
95 | Καθαρτικὸν διὰ μαράθρου cφόδρα καλόν. Ἐπιθύμου ζιγγιβέρεωc πεπέρεωc cκαμμωνίαc ἀνὰ 𐆄 α μαράθρου χλωροῦ πηγάνου χλωροῦ cελίνου ῥιζῶν χλωρῶν ἀνὰ 𐆄 γ ὕδατοc ξ̸ε γ μέλιτοc λιτρʹ γ· τῷ ἀφεψή‐ ματι τριτωθέντι ἐπιβαλὼν τὸ μέλι, ἕψε μέχρι καλῆc cυcτάcεωc, εἶτα | |
5 | ἐπίπαccε τὰ ξηρὰ καὶ δίδου κοχλιάριον α μέγα. | |
96 | Ἄλλο πάνυ εὐcτόμαχον. Μαράθρου κυμίνου γλήχωνοc cελίνου ἑκάcτου χειροπληθὲc ὕδατοc ξ̸ε γ, ἕψε μέχρι λειφθῇ ξ̸ε α καὶ διηθήcαc ἐπίβαλλε τὸ μέλι ἶcον, καὶ ἕψε μέχρι μελιτώδουc cυcτάcεωc καὶ ἐπί‐ παccε ἐν θυίᾳ cκαμμωνίαc λειοτάτηc 𐆄 α πεπέρεωc 𐆄 αc μαcτίχηc | |
5 | λείαc 𐆄 δ καὶ ἑνώcαc δίδου κοχλιάριον α· ἁρμόζει τοῖc φυcώδεcι. | |
97 | Διὰ μαράθρου cκευαζόμενον cυνήθωc τοῖc μελαγχολικοῖc. Ϲκαμ‐ μωνίαc 𐆄 β ζιγγιβέρεωc 𐆄 α πεπέρεωc 𐆄 α πετροcελίνου Γρʹ ιβ ἐλλε‐ βόρου μέλανοc φλοιοῦ Γρʹ ϛ ἐπιθύμου 𐆄 α μέλιτοc λιτρʹ γ μαράθρου χυλοῦ λιτρʹ γ· ἕψε τὸν χυλὸν μετὰ τοῦ μέλιτοc μέχρι cυcτάcεωc με‐ | |
5 | λιτώδουc καὶ ἐπίχεε κατὰ βραχὺ ἐν τῇ θυίᾳ τοῖc ξηροῖc κεκομμένοιc καὶ cεcηcμένοιc καὶ ἑνώcαc χρῶ· ἡ δόcιc κοχλιάριον α. | |
98 | Καθαρτικὸν μελαίνηc χολῆc. Ὀριβαcίου. Ὕδατοc ξ̸ε Γ μέλιτοc 𐆄 θ ἐπιθύμου 𐆄 α, κόψαc cήcαc ἕψε ἅμα ἕωc λειφθῇ τὸ τρίτον τοῦ παντὸc καὶ δίδου πίνειν πρὸc δύναμιν. ἐμοὶ δὲ δοκεῖ τὸ τέταρτον διδόναι, τοῖc δὲ εὐέκταιc καὶ τὸ ἥμιcυ. | |
99 | Ἄλλο καθαῖρον μέλαιναν χολὴν καὶ ξανθήν. Ϲκαμμωνίαc 𐆄 αc ἐπιθύμου 𐆄 αc πετροcελίνου ζιγγιβέρεωc ἡδυόcμου ἀνὰ 𐅻 β. ἀναλάμ‐ βανε μέλιτι καὶ δίδου καρύου ποντικοῦ μέγεθοc. | |
100 | Πάcτιλλον καθαρτικὸν χολῆc ξανθῆc. Πεπέρεωc μαcτίχηc cτρο‐ βιλίων cταφίδων ἐκγιγαρτιcμένων ἑκάcτου κόκκουc ιε κυμίνου κόκκουc ιε cκαμμωνίαc Γρʹ β ἢ πλέον ἢ ἔλαττον μέλιτοc βραχὺ λεάναc ἅμα δίδου ὡc πάcτιλλον. αὐτοῦ μία δόcιc καθαίρει ἀλύπωc. | |
101 | Βουκελάτον καθαρτικόν. Ζύμηc ἀπὸ cεμιδάλεωc λιτρʹ β cκαμ‐ μωνίαc 𐆄 α μαράθρου cπέρματοc κυμίνου φύλλου ἑκάcτου κεράτια ϛ πεπέρεωc κόκκοι λγ ἁλῶν κοινῶν κόκκοι cύμμετροι δ ἐλαιογάρου κοχλιάρια β, κόψαc cήcαc τὰ ξηρὰ καὶ μαλάξαc cὺν τῇ ζύμῃ καὶ ποιή‐ | |
5 | cαc ἀρτίcκουc μικροὺc πλάτοc ἔχονταc διπλάcιον μιλιαριcίου, δίδου ὀπτᾶcθαι μάλιcτα ἐν κλιβάνῳ καὶ δίδου τὴν τελείαν δόcιν 𐆄 β τοῦ ἄρτου ἐcθίειν, ὡc ἂν βούλοιντο. νῆcτιc μέντοι γε χρῶ. ἐcτὶ γὰρ ἀλυ‐ πότατον· κενοῖ χολήν. Ἀλοηδάρια ἀλύπωc καθαίροντα. Ἀλόηc 𐆄 γ ἀγαρικοῦ 𐆄 βc cκαμ‐ | |
10 | μωνίαc 𐆄 α βδελλίου 𐅻 δ κόμμεωc cκώληκοc 𐆄 β ἀνάπλαccε χυλῷ κράμβηc, ἐπὶ δὲ τῶν πλαδώντων cτομάχων χυλῷ τῆc cαρκὸc τοῦ κιτρίου καὶ ποίει ἐρεβίνθου μεγάλου μέγεθοc καὶ δίδου τοῖc τελείοιc ζ νήcτεcιν, εἰ δὲ βούλει καὶ πρὸ δείπνου ἢ μετὰ δεῖπνον· εἰ δὲ μα‐ λάξαι γ δίδου. | |
15 | Ἄλλο καθαῖρον ἀλύπωc. Ϲκαμμωνίαc 𐆄 β βδελλίου 𐆄 α ἀλόηc 𐅻 δ ἀγαρικοῦ 𐅻 δ κόμμεωc 𐅻 δ· χυλῷ κράμβηc ποίει ἐρεβίνθου καλοῦ μέγεθοc καὶ δίδου μετὰ δεῖπνον, ἐὰν μαλάξαι βούλει γ, εἰ δὲ καθᾶ‐ ραι ε ἢ πολὺ ζ. | |
102 | Φλέγματοc ἀγωγόν. Ὀριβαcίου. Δαφνίδων νεαρῶν 𐆄 β εὐφορ‐ βίου 𐆄 α μέλιτοc τὸ ἀρκοῦν ὡc γενέcθαι ἑλιγματῶδεc· ἡ δόcιc κοχ‐ λιαρίου τὸ ἥμιcυ· ἐπὶ δὲ πλεοναζόντων χυμῶν καὶ πλεῖον δοθέν, πλείω ὠφέληcε. χρῶ ὡc καλλίcτῳ. Ἄλλο φλέγματοc κενωτικόν. ἀνίcου | |
5 | cπέρματοc cελίνου ἄμμεωc πεπέρεωc κόκκου κνιδίου κνήκου cπέρμα λαθυρίδων ἀνὰ 𐅻 δ καccίαc 𐅻 β μέλιτοc ἀπηφριcμένου τὸ ἀρκοῦν. | |
δίδου τὴν τελειοτάτην δόcιν β κοχλιάρια. ἄλλο. κολοκυνθίδοc ἐντε‐ ριώνηc ἀνίcου πεπέρεωc καccίαc ἀνὰ 𐅻 δ κόκκου κνιδίου 𐅻 η νάρδου cτάχυοc 𐅻 β μέλιτοc τὸ ἀρκοῦν ὡc ἑλιγματῶδεc γενέcθαι. δίδου κοχ‐ | ||
10 | λιάρια β τοῖc τελείοιc. | |
103 | Μελαγχολικοῦ χυμοῦ κενωτικά. Φιλαγρίου. Ζιγγιβέρεωc 𐅻 α cε‐ λίνου cπέρματοc 𐅻 β ὀποῦ κυρηναικοῦ 𐅻 α πεπέρεωc λιβυcτικοῦ ἀνὰ 𐅻 α ἐπιθύμου 𐅻 δ ἀναλάμβανε μέλιτι ὡc ἑλιγματῶδεc εἶναι καὶ δίδου κοχλιάρια β. ἄλλο· ἐπιθύμου ἀγαρικοῦ ἀλόηc ἀνὰ 𐅻 δ ἐλλεβόρου | |
5 | μέλανοc φλοιοῦ 𐅻 β βδελλίου 𐅻 α κόμμεωc 𐅻 α ὑccώπου 𐅻 β ἴρεωc 𐅻 β ἀψινθίου χυλοῦ 𐅻 β· εἰ δὲ μὴ παρείη χυλὸc τοῦ ἀψινθίου τῆc κόμηc βάλε τὸ ἶcον· ἀναλάμβανε μέλιτι καὶ δίδου πρὸc δύναμιν· κε‐ νοῖ τὸν μελαγχολικὸν καὶ τὸν φλεγματικὸν χυμόν. | |
104 | Χολῆc καὶ φλέγματοc καὶ μελαγχολίαc καὶ τῶν λοιπῶν κοινὸν καθαρτήριον. Λαθυρίδων κολοκυνθίδοc ἐντεριώνηc χαμελαίαc φύλλων ξηρῶν cκαμμωνίαc ἐπιθύμου πολυποδίου ἀνίcου ἀνὰ 𐅻 ι ἑκάcτου θύ‐ μου κορύμβων πεπέρεωc μαcτίχηc καρποβαλcάμου καccίαc cελίνου | |
5 | cπέρματοc χαμαιπίτυοc ξηρᾶc ἀνὰ 𐅻 ε ἀψινθίου χυλοῦ ἢ τῆc κόμηc 𐅻 ε μέλιτοc τὸ ἀρκοῦν ὡc ἑλιγματῶδεc γενέcθαι. δίδου κοχλιάριον α ἢ πλέον πρὸc δύναμιν. χρῶ δὲ αὐτῷ μὴ ἁπλῶc ἐπὶ πάντων, ἀλλ’ ἐφ’ ὧν τεκμαίρῃ πλεονάζειν ὁμοτίμωc ἐν τῷ cώματι πάνταc τοὺc χυμούc. | |
105 | Διὰ ῥοδομέλιτοc ἀλοηδάρια μαλακτικά. Ἀλόηc 𐆄 ϛ κόcτου ναρδο‐ cτάχυοc καρποβαλcάμου cχίνου ἄνθουc ἀνὰ 𐆄 α καccίαc 𐆄 β ἀγαρικοῦ 𐅻 δ κρόκου 𐅻 δ κενταυρίου κόμηc Γρʹ δ μέλιτοc 𐆄 β ῥόδων χυλοῦ 𐆄 δ ἐπιθύμου 𐆄 α. 〈ἄλλο〉. ἀγαρικοῦ 𐅻 δ κενταυρίου κόμηc Γρʹ δ ναρδοcτά‐ | |
5 | χυοc Γρʹ δ καὶ cχίνου ἄνθο〈υ〉c Γρʹ η ῥᾴου Γρʹ ϛ καὶ κρόκου ουΓΓʹ α καc〈c〉ίαc Γρʹ ιϛ κόcτου Γρʹ ϛ μαcτίχηc Γρʹ η ξυλοβαλcάμου Γρʹ ϛ ἀcάρου ουΓΓʹ δ. 〈ἄλλο〉. ῥέου Γρʹ η ἀcάρου Γρʹ δ ξυλοβαλcάμου Γρʹ ϛ μαcτίχηc Γρʹ η· ἀνάπλαττε ῥοδομέλιτι καὶ δίδου πρὸc δύναμιν. Ἀλοηδάρια διὰ | |
ῥοδομέλιτοc μαλακτικὰ κοιλίαc ἀλυπότατα. χρῶ δὲ αὐτοῖc ἐπὶ τῶν | ||
10 | περὶ τὰ ἄρθρα καὶ μάλιcτα εἰc τὰ τῶν ἰcχίων ἀλγήματα καὶ τῆc ὀcφύοc. ἐcτὶ δὲ καὶ τοῦ ἥπατοc ἐκφρακτικά. ἰcίου Γρʹ η ἀγαρικοῦ 𐅻 δ ἀλόηc 𐆄 β ναρδοcτάχυοc Γρʹ η cχοίνου ἄνθουc Γρʹ η κρόκου Γρʹ δ καc‐ cίαc Γρʹ ιϛ κόcτου Γρʹ η καρποβαλcάμου Γρʹ η ῥοδομέλιτοc 𐆄 γ καὶ Γρʹ η, λεάναc ἀνάπλαττε καταπότια διὰ τοῦ ῥοδομέλιτοc καὶ δίδου ε μετὰ | |
15 | τὸ δεῖπνον, εἰ βούλει καθ’ ἑκάcτην ἡμέραν ἢ παρὰ μίαν ἢ ὡc ἂν δοκιμάcῃc. ἀποcμήχει γὰρ καὶ τὸν cτόμαχον καὶ τὰ ἄρθρα, καθαίρει δὲ ἐξαιρέτωc φλέγμα. cυνήθωc δὲ δεῖ ἀριcτᾶν καὶ δειπνεῖν. | |
106 | Χολῆc καὶ φλέγματοc ἀγωγόν. ἀψινθίου κόμηc κεκομμένηc καὶ cεcηcμένηc 𐆄 α ἀλόηc λειοτάτηc 𐆄 α· ἀναλάμβανε ὀπῷ τιθυμάλλου, μάλιcτα τοῦ μυρcινίτου καὶ ἀνάπλαττε κολλύρια φαcήλου μέγεθοc καὶ δίδου γ μόνα. | |
107 | Ἀλοηδάρια ἐκ τῶν Φιλαγρίου ξανθῆc χολῆc καὶ φλέγματοc κε‐ νωτικά. κολοκυνθίδοc ἐντεριώνηc ἀλόηc cκαμμωνίαc ἀνὰ 𐅻 ι μαcτίχηc βδελλίου ἀνὰ 𐅻 ε ἀψινθίου χυλοῦ ἢ τῆc κόμηc 𐅻 ε ἀνάπλαccε χυλῷ κράμβηc καὶ ποίει καταπότια ἐρεβίνθου μέγεθοc καὶ δίδου τοῖc τελεί‐ | |
5 | οιc κα, πάνυ καλά. ἄλλο διὰ πείραc πολλῆc καὶ αὐτό· κενοῖ δὲ τοὺc τρεῖc χυμούc· ἀλόηc ἐπιθύμου ἀνὰ 𐅻 β cκαμμωνίαc 𐅻 β κολοκυνθίδοc ἀγαρικοῦ ἀνὰ 𐅻 α ἀναλάμβανε χυλῷ κράμβηc καὶ δίδου καταπότια ιε. ἄλλο δοκιμώτατον ἐν Τύρῳ cκευαζόμενον. cκαμμωνίαc 𐆄 β ἀλόηc 𐅻 δ μαcτίχηc βδελλίου πεπέρεωc ἀψινθίου ἀνὰ 𐅻 β, χυλῷ τοῦ μέcου τοῦ | |
10 | κιτρίου καὶ τοῦ λέπουc ἀναλάμβανε καὶ ποίει καταπότια καὶ δίδου ζ ἢ θ· ποιεῖ καθ’ ἕδραc ζ ἢ θ· εἰ δὲ καλῶc βούλει καθᾶραι ἐχέτωcαν τὰ διδόμενα καταπότια cταθμῷ Γρʹ δ καὶ πλεῖον. | |
108 | Ἀλοηδάριον Ὀριβαcίου ἐπὶ τῶν ὀφθαλμιώντων μάλιcτα, κενοῖ | |
δὲ μᾶλλον χολὴν ξανθὴν καὶ μέλαιναν. Ϲκαμμωνίαc Γρʹ η ἐλλεβόρου μέλανοc φλοιοῦ Γρʹ η ἁλῶν ἀμμωνιακῶν 𐅻 β πάνακοc ῥίζηc 𐅻 β πε‐ πέρεωc 𐅻 α γλήχωνοc 𐅻 α, πλάccε δι’ ὕδατοc κυάμοιc ἑλληνικοῖc | ||
5 | ὅμοια καὶ δίδου ζ μέcην δόcιν, ἵνα ἔχωcι τὰ ζ 𐅻 α καὶ ὀβολοὺc β. | |
109 | Ἄλλο Ὀριβαcίου. Ἀλόηc 𐅻 ρ ναρδοcτάχυοc ἀcάρου μαcτίχηc κρόκου ξυλοβαλcάμου ἀνὰ 𐅻 ϛ καccίαc 𐅻 ιβ ἐπιθύμου Γρʹ ιϛ, πλάccε ὀροβιαῖα μεγέθει δι’ ἀφεψήματοc γλήχωνοc καὶ δίδου κοχλιάρια κα· τοῦτο τεταρταίουc ἰᾶται· δυνατὸν καὶ μέλιτι ἑφθῷ αὐτὰ ἀναπλάττειν. | |
110 | Ἅλεc καθαρτικοί. Ἁλὸc ἀμμωνιακοῦ 𐆄 ϛ ζιγγιβέρεωc Γρʹ α πεπέ‐ ρεωc 𐅻 γ φύλλου ναρδοcτάχυοc ἀνὰ Γρʹ α cιλφίου Γρʹ α cελίνου cπέρ‐ ματοc 𐅻 β γλήχωνοc 𐅻 α cκαμμωνίαc Γρʹ η· ἡ δόcιc κοχλιάριον α· κε‐ νοῖ χολήν. ἄλλο. ἁλὸc ἀμμωνιακοῦ 𐆄 ϛ ζιγγιβέρεωc 𐅻 β πεπέρεωc 𐅻 γ | |
5 | ναρδοcτάχυοc Γρʹ α γλήχωνοc 𐅻 δ cελίνου cπέρματοc 𐅻 α φύλλου Γρʹ α λαθυρίδων 𐆄 α· δίδου κοχλιάριον· κενοῖ φλέγμα. ἄλλο· ἁλὸc ἀμμωνιακοῦ 𐆄 ϛ πεπέρεωc 𐅻 δ ζιγγιβέρεωc 𐅻 β ἀνίcου 𐅻 α cελίνου cπέρματοc 𐅻 α φύλλου Γρʹ α ἐπιθύμου 𐆄 α δίδου κοχλιάριον, κενοῖ τὸν μελαγχο‐ λικὸν χυμόν. | |
10 | Ἁλάτια ὑπακτικὰ κενοῦντα τὸ παρακείμενον ἐν τῇ γαcτρὶ καὶ ἐντέροιc φλέγμα καὶ τοὺc λοιποὺc χυμούc· καθαίρει μετρίωc καὶ χο‐ λήν· ἁρμοδιώτατον δέ ἐcτιν ἀρθριτικοῖc cκοτωματικοῖc· τούτῳ ἕτερόc τιc cτομαχικευόμενοc, καταπίπτων cυνεχῶc ἐπιληπτικῶc ἐχρήcατο καὶ cφόδρα ηὐχαρίcτηcεν. ἐcτὶ δὲ ἄνοcον τοῖc cυνήθωc αὐτῷ χρωμένοιc. | |
15 | πετροcελίνου 𐅻 γ μαcτίχηc Γρʹ γ ζιγγιβέρεωc Γρʹ Γ πεπέρεωc Γρʹ ϛ εὐ‐ φορβίου Γρʹ ϛ ἁλῶν ἀμμωνιακῶν 𐅻 ιε cκαμμωνίαc 𐅻 ϛ· ἡ δόcιc κοχ‐ λιάριον α ἢ τὸ ἥμιcυ ἐν τῷ ἀρίcτῳ μετὰ κρεῶν ἢ ὄρνιθοc ἢ ἰχθύοc εἰc ἔμβαμμα. cταθμῷ δὲ ἔcτω Γρʹ δ· εἰ δὲ δραcτικώτερον βούλοιο κα‐ θᾶραι δίδου νηcτικῷ ἕωθεν μετὰ χυλοῦ πτιccάνηc ἢ μετὰ μελικράτου | |
20 | Γρʹ ϛ· τοῖc δὲ ἰcχυροτέροιc καὶ Γρʹ ἑπτὰ δίδου· τοῖc δὲ ἀcθενεcτέροιc δίδου Γρʹ ε ἢ Γρʹ δ. Ἄλλο καθαρτικὸν καθαῖρον ἀκινδύνωc, μὴ ἀνατρέπον cτόμαχον, διδόμενον ἐν παντὶ καιρῷ καὶ πάcῃ ἡλικίᾳ καὶ παιδίοιc· ἐκκρίνει cκύ‐ βαλον καὶ πᾶcαν ὕλην διεφθαρμένην ἀπὸ κεφαλῆc ἕωc ὀνύχων· | |
25 | ἀπαλλάccει πιτυριάcεων καὶ τῶν λοιπῶν περὶ τὴν κεφαλὴν γιγνομένων ἐξανθημάτων· ποιεῖ cκοτωματικοῖc ὀφθαλμιῶcι· θεραπεύει πάντα τὰ περὶ τὴν ἐπιφάνειαν γιγνόμενα ἐξανθήματα. ἀπαλλάccει τριταῖον τε‐ ταρταῖον ἀμφημερινὸν ἐν τοῖc διαλείμμαcι διδόμενον, πέψεωc δηλο‐ νότι χρηcτῆc ἐν τοῖc οὔροιc προφανείcηc· μᾶλλον δὲ τῶν ἄλλων | |
30 | χολὴν ἐκκενοῖ. ἔχει δὲ οὕτωc· ζιγγιβέρεωc πετροcελίνου ἐπιθύμου cιλφίου ἄμεωc cελίνου cπέρματοc κυμίνου λιβυcτικοῦ πεπέρεωc ἀνὰ 𐅻 δ cκαμμωνίαc 𐆄 γc ἁλῶν ἀμμωνιακῶν πεφρυγμένων 𐆄 ζ· φρύξαc τοὺc ἅλαc κόπτε μετὰ τῶν λοιπῶν, τὴν δὲ cκαμμωνίαν λεάναc cήcαc ἕνω‐ cον ἐν τῇ θυίᾳ καὶ δίδου Γρʹ θ μετὰ χυλοῦ πτιccάνηc ἢ μελικράτου | |
35 | ἀκρατεcτέρου. Ἄλλο παραπλήcιον ὀξύτερον πάνυ διὰ πείραc ἀδιάcτροφον, μᾶλλον τὴν χολὴν κενοῦν. ἄμεωc Γρʹ ϛ cελίνου cπέρματοc Γρʹ γ πεπέ‐ ρεωc πετροcελίνου ἐπιθύμου κυμίνου ἀνὰ Γρʹ δ cκαμμωνίαc 𐆄 α ἁλῶν κοινῶν 𐆄 ε ἁλῶν ἀμμωνιακῶν 𐆄 δ· ἡ δόcιc κοχλιάριον μετὰ πτιccάνηc. | |
40 | Ἄλλο διὰ πείραc πάνυ κάλλιcτον. ἐπιθύμου Γρʹ ιη θύμου κορύμ‐ βων Γρʹ η ἁλὸc ἀμμωνιακοῦ Γρʹ η πεπέρεωc Γρʹ β κυμίνου αἰθιοπικοῦ Γρʹ β ἀνίcου Γρʹ β μαcτίχηc Γρʹ ιβ κόψαc cήcαc φύλαττε· ἐπὶ δὲ τῆc χρείαc λαβὼν cκαμμωνίαc Γρʹ β καὶ λεάναc μετὰ μέλιτοc ὀλίγου ἐπί‐ βαλλε τοῦ ξηρίου Γρʹ ε μόνα καὶ ἑνώcαc δίδου μετὰ πτιccάνηc χυλοῦ | |
45 | ἢ μελικράτου. | |
111 | Καθαρτικὸν φλεγμαγωγὸν τοῦ Διογένουc. Εὐφορβίου 𐆄 α πεπέ‐ ρεωc 𐆄 α ἁλὸc ἀμμωνιακοῦ 𐆄 α λειώcαc ποίει ξηρίον καὶ δίδου ἐν ᾠῷ ῥοφητῷ κοχλιαρίου τὸ c. τοῦτο καθαίρει φλέγμα μόνον· ἡ δόcιc ἡ τελεία Γρʹ δ. ἄλλο ξανθὴν χολὴν καθαῖρον· cκαμμωνίαc 𐆄 α κόcτου | |
5 | Γρʹ δ ναρδοcτάχυοc Γρʹ δ ἐρυθροδάνου ῥίζηc λειοτάτηc Γρʹ β· ἡ τελεία δόcιc Γρʹ γ, ἡ μέcη Γρʹ β, ἡ ἐλαχίcτη α. Ἄλλο κενοῦν καὶ μελαγχολικὸν χυμόν. cκαμμωνίαc εἰc μῆλον ὀπτηθείcηc 𐅻 ε κόcτου ναρδοcτάχυοc ἀνὰ Γρʹ δ καρυοφύλλου Γρʹ αc ἐρυθροδάνου ῥίζηc Γρʹ β· ἐπιθύμου Γρʹ β· ἡ τελεία δόcιc Γρʹ ϛ, ἡ μέcη | |
10 | Γρʹ δ, ἡ ἐλαχίcτη Γρʹ γ. | |
112 | Ὑδραγωγὸν καθαρτικὸν ἄγον φλέγμα καὶ ὕδωρ· πεπέρεωc πη‐ γάνου cπέρματοc ῥινίcματοc ἐλεφαντίνου εὐφορβίου ἶcα· ἡ δόcιc Γρʹ γ μετὰ μελικράτου ἢ κονδίτου· ποιεῖ καὶ κωλικοῖc καὶ ὑδερικοῖc. Ἄλλο ὑδραγωγόν. Πετροcελίνου ἀνίcου θύμου κορύμβων ἀνὰ | |
5 | 𐅻 γ χαμελαίαc φύλλων ξηρῶν 𐅻 ι μέλιτοc τὸ ἀρκοῦν, ὡc ἑλιγματῶ‐ δεc γενέcθαι· δίδου τὴν τελείαν δόcιν μέχρι κοχλιαρίων δ· εἰ δὲ ἐπι‐ τεῖναι βούλει, πρόcμιγε τοῖc προειρημένοιc λεπίδοc χαλκοῦ 𐅻 ϛ καὶ δίδου τὴν τελείαν δόcιν κοχλιάρια γ. | |
113 | Περὶ τῶν ἱερῶν. Ἱερὰ Λογαδίου. Κολοκυνθίδοc ἐντεριώνηc 𐅻 κ cκίλληc ὀπτῆc ἀγαρικοῦ ἀμμωνιακοῦ θυμιάματοc cκαμμωνίαc ἐλλεβόρου μέλανοc φλοιοῦ ὑπερικοῦ ἀνὰ 𐅻 ι ἐπιθύμου πολυποδίου ξηροῦ βδελ‐ λίου ἀλόηc χαμαίδρυοc πραcίου καccίαc ἀνὰ 𐅻 η cμύρνηc τρωγλίτιδοc | |
5 | πεπέρεωc λευκοῦ πεπέρεωc μακροῦ πεπέρεωc μέλανοc κιναμώμου κρόκου ὀποπάνακοc cαγαπηνοῦ καcτορίου πετροcελίνου ἀριcτολοχίαc μακρᾶc ἀνὰ 𐅻 δ· μέλιτι ἀναλάμβανε· ἡ τελεία δόcιc 𐅻 δ, ἡ μέcη 𐅻 γ, ἡ δὲ πάνυ ἐλαχίcτη 𐅻 β· ἐπίβαλλε τῇ δόcει ἁλῶν λειοτάτην κοχλια‐ | |
ρίου τὸ ἥμιcυ. Καθαρτικὸν ἄλυπον ποιοῦν ἰcχιαδικοῖc καὶ πρὸc περι‐ | ||
10 | οδικῶc ὀχλουμένουc χρονίωc. κολοκυνθίδοc ἐντεριώνηc 𐆄 α νίτρου 𐆄 β λειώcαc καλῶc δίδου τοῖc εὐτονοῦcι 𐅻 α μεθ’ ὑδρομέλιτοc κράcεωc μεγάληc νήcτεcι, τοῖc δὲ ἀcθενοῦcι κεράτια θ· χρῶ θαρρῶν. ἄλλο δό‐ κιμον πρὸc ἀρχὰc μανίαc μελαγχολικοῖc παραλυτικοῖc ἰcχιαδικοῖc cκο‐ τωματικοῖc ἐπιληπτικοῖc ἀλωπεκίαιc κεφαλαλγίαιc. ἐλλεβόρου μέλανοc | |
15 | 𐅻 η cκαμμωνίαc 𐅻 η ἁλῶν ἀμμωνιακῶν 𐅻 δ κόμμεωc 𐅻 α ἀνάπλαccε καταπότια ἐρεβίνθου μέγεθοc χυλῷ κράμβηc καὶ δίδου τοῖc τελείοιc cταθμῷ Γρʹ ε· ἡ μέcη δόcιc Γρʹ δ, ἡ ἐλαχίcτη Γρʹ γ τοῖc πάνυ ἀcθενοῦcιν. ἐcτὶν ἡ γραφὴ Ὀριβαcίου κεφάλαιον ρζ· λείπει δὲ τούτῳ τρία εἴδη. Καθαρτικὸν τοῦ προcομιλήτου. Ἐπιθύμου 𐆄 γ ἰcίου 𐆄 α ἀγαρικοῦ | |
20 | 𐅻 δ εὐφορβίου Γρʹ ϛ ναρδοcτάχυοc φύλλου κόcτου πεπέρεωc ἀνὰ 𐅻 δ καρυοφύλλου Γρʹ ϛ· ἡ δόcιc Γρʹ ϛ μετὰ μελικράτου. εἰ δὲ ξανθὴν χολὴν εὕροιc cυνυποκειμένην τοῖc ἄλλοιc δυcὶ χυμοῖc, προcτίθει τῇ δόcει ἐπὶ τῆc χρείαc καὶ ἄλλην cκαμμωνίαν, ὅcην δ’ ἂν cυνορᾶc πρὸc δύναμιν. ἔχει ἡ δόcιc ἰcίου κερα̗ ε ἐπιθύμου Γρʹ βc ἀγαρικοῦ | |
25 | κερα̗ βc εὐφορβίου κερα̗ γ. | |
114 | Ἱερὰ Γαληνοῦ. Κολοκυνθίδοc ἐντεριώνηc 𐅻 κ χαμαίδρυοc ἀγαρικοῦ cκίλληc ὀπτῆc ἀμμωνιακοῦ θυμιάματοc cκαμμωνίαc ἐλλεβόρου μέλανοc φλοιοῦ cτοιχάδοc ὑπερικοῦ ἀνὰ 𐅻 ιϛ ἐπιθύμου εὐφορβίου 𐅻 η πολυ‐ ποδίου ξηροῦ βδελλίου ἀλόηc πραcίου καccίαc ἀνὰ 𐅻 η cμύρνηc τρω‐ | |
5 | γλίτιδοc cαγαπηνοῦ κρόκου ἀριcτολοχίαc μακρᾶc πεπέρεωc λευκοῦ πεπέρωc μακροῦ πεπέρεωc μέλανοc κιναμώμου ὀποπάνακοc καcτορίου πετροcελίνου ἀνὰ 𐅻 δ μέλιτοc τὸ ἀρκοῦν· δίδου τὴν τελείαν δόcιν 𐅻 δ, τὴν μέcην 𐅻 γ, τὴν ἐλαχίcτην 𐅻 β, μετὰ μελικράτου καὶ ἁλῶν λειοτάτων κοχλιαρίου τὸ c. μέγιcτον δὲ αὐτῆc ἀγαθόν ἐcτιν, ὅτι κα‐ | |
10 | θαίρει ἐκ τοῦ βάθουc καθ’ ὑπερβολὴν ποικίλουc χυμούc, οὔτε ἔκλυcιν οὔτε θλίψιν οὔτε ἀτονίαν οὔτε ἀνορεξίαν οὔτε ἄλλην ἀπορίαν τῷ πάcχοντι παρέχουcα, ἀλλὰ μᾶλλον εὔπνουc καὶ εὐθύμουc καὶ εὐτόνουc | |
ἐργάζεται, ὡc θαυμάζειν τὴν ὑπερβολήν. ἰᾶται γοῦν ἡμικρανικὰc διαθέcειc cκοτωματικὰc ἐπιληψίαc μανίαc μελαγχολίαc ληθάργουc καὶ | ||
15 | τὰ ὅμοια, ἀμβλυωπίαc δυcηκοίαc φωνῆc ἀποκοπὰc ἀcθματικοὺc cτομα‐ χικὰc διαθέcειc χρονίαc cπληνικοὺc νεφριτικοὺc κοιλιακοὺc ἀρθριτικοὺc ἰcχιαδικοὺc ποδαγρικούc, ἔμμηνα ἄγει, ἁρμόζει τρομώδεcι καὶ παρέτοιc· λειχῆναc ἀγρίουc καὶ πάντα τὰ περὶ τὴν ἐπιφάνειαν τοῦ cώματοc γιγνόμενα ἐξανθήματα καὶ ἐλεφαντιῶνταc καὶ τοὺc χρονίουc τῶν περι‐ | |
20 | οδιζόντων πυρετῶν θεραπεύει καὶ πάντα τὰ κακοήθη τῶν ἑλκῶν καὶ καρκινώδη. | |
115 | Ἱερὰ Ἀρχιγένουc ἐκ τῆc πρὸc Μάρcον ἐπιcτολῆc περὶ μελαγχο‐ λίαc. Κολοκυνθίδοc ἐντεριώνηc 𐅻 κ χαμαίδρυοc ἀγαρικοῦ πραcίου cτοι‐ χάδοc ἀνὰ 𐅻 ι ὀποπάνακοc 𐅻 η cαγαπηνοῦ 𐅻 η πετροcελίνου ἀρι‐ cτολοχίαc cτρογγύληc πεπέρεωc λευκοῦ ἀνὰ 𐅻 ε κιναμώμου ναρδο‐ | |
5 | cτάχυοc cμύρνηc τρωγλοδυτικῆc πολίου κρόκου ἀνὰ 𐅻 δ· ἀναλάμβανε μέλιτι ἀπηφριcμένῳ, ὡc ἔχειν ῥύπου πάχοc καὶ ἀπόθου ἐν ὑελείῳ ἀγγείῳ. ἡ τελεία δόcιc 𐅻 δ μετὰ μελικράτου ἁλῶν προcεμβαλλομένων ὅcον κοχλιάριον μικρόν. κακοπίνωc γάρ πωc διακειμένου τοῦ κάμνον‐ τοc δραcτικὴν ἐμποιεῖ τὴν παραcκευήν, οὐ μόνον τῷ πλήθει τῶν διὰ | |
10 | τῆc κοιλίαc ὑπεξαγομένων, ἀλλὰ καὶ τῇ ἰδιότητι τὴν τῆc διαθέcεωc αὐτῆc ἰδίαν χολὴν μέλαιναν ἐλαττοῦcα. πλευρίτιδι γοῦν πρῶτον ἐcκευάcθη καὶ τοῖc φυcώδεcι τῶν παθῶν ἐcτι καταλληλότατον, καὶ εὐπνοίαc ποι‐ ητικώτατον καὶ τοῖc παραποδιcμοῖc τῶν τροφῶν ἀντιπαθέcτατον καὶ χρώματοc cμηκτικώτατον, τὸ μὲν αἷμα καθυλίζον, τὸ δὲ φαύλωc ἀνακαι‐ | |
15 | όμενον πνεῦμα διαυγέcτερον ἐξάπτον. ἀλλ’ οὐκ ἐγκώμιον πρόκειται ὑπεξελθεῖν τῆc μὴ μάτην κληθείcηc ἱερᾶc· μακρὸν γὰρ ἂν εἴη· τῶν δὲ | |
μελαγχολικῶν διαθέcεων οὐδὲν ἂν εὕροιμεν cυγκρίνειν ἀληθινώτερον φάρμακον καὶ πολλοὺc οἶδα διὰ τῆc cυνεχοῦc χρήcεωc μηδενὸc ἄλλου δεηθένταc, κἂν εἰ μηδεμίαν χολὴν ὅλωc ἀποκρίνοιεν. οὐ γὰρ οἱ ἀπο‐ | ||
20 | κρίνοντεc τὴν μέλαιναν μόνοι μελαγχολικοὶ καλοῦνται, ἀλλ’ οἱ ἔχοντεc ἤδη ἐν τοῖc cτερεοῖc τὴν καταcκευήν. καὶ τὰc τῶν μηνίγγων δὲ καχε‐ ξίαc εὖ μάλα ἐκτρίβει, ὅθεν ἐπιληψίαc καὶ τὰc ἐντεῦθεν μανίαc θαυ‐ μαcτῶc ἀποcκευαζόμενον φαίνεται. [εὗρον δὲ ἐγὼ τὴν γραφὴν ταύτην ἐν δυναμερῷ ἀπὸ Ῥώμηc μοι κομιcθέντι cφόδρα ἐπαινουμένην ἐπὶ | |
25 | μαινομένων μελαγχολικῶν ἰcχιαδικῶν παραλυτικῶν cκοτωματικῶν ἐπι‐ ληπτικῶν κεφαλαλγικῶν ἀλωπεκιῶν. οὐκ εἶχε δὲ πάνακα οὐδὲ πέπερι οὐδὲ γλήχωνα.] | |
116 | Ἱερὰ Ῥούφου ἐκ τοῦ περὶ μελαγχολίαc. Κολοκυνθίδοc ἐντεριώνηc 𐅻 κ χαμαιπίτυοc 𐅻 ι χαμαίδρυοc 𐅻 ι καccίαc 𐅻 ε ἀγαρικοῦ πραcίου ἀνὰ 𐅻 ι ὀποπάνακοc 𐅻 η cαγαπηνοῦ 𐅻 ε πετροcελίνου 𐅻 ε ἀριcτολοχίαc cτρογγύληc 𐅻 ε πεπέρεωc λευκοῦ 𐅻 ε κιναμώμου 𐅻 δ ναδροcτάχυοc | |
5 | κρόκου cμύρνηc τρωγλοδυτικῆc πολίου ἀνὰ 𐅻 δ. ἀναλάμβανε μέλιτι καὶ δίδου 𐅻 δ τὴν τελείαν δόcιν μετὰ μελικράτου καὶ ἁλῶν. ἔχει τι πρὸc τὴν γνώμην cυμφέρον τῷ ἄγειν ἀπὸ κεφαλῆc τὰ πλεῖcτα· ὅθεν ἰλίγγοιc καὶ καρηβαρίαιc καὶ γλαυκώμαcι προμελετωμένοιc ἐπιληπτικοῖc παραλυτικοῖc πάθεcι τοῦτο τὸ φάρμακον ἰδίωc προcάγοντεc ἰώμεθα, | |
10 | καὶ εἰ δέοι μνήμην ἀνακαλέcαcθαι. τῷ δὲ μελαγχολικῷ οὐ μικρὰ καὶ ἡ τυχοῦcα ὠφέλεια ἐξ αὐτοῦ γίγνεται. διὸ πολλάκιc καθαρτέον αὐτῷ. τὰ μὲν γὰρ ἄλλα φάρμακα ἄλλα ἄλλωc cύγκειται καὶ πρὸc ἕτερά τινα νοcήματα ἐπιτηδειότερα. ᾧ δ’ ἄν τιc χρήcαιτο πρὸc τὰ μελαγ‐ χολικά, ἐcτι τοῦτο· χρῆcθαι δὲ καὶ ἑκάcτηc ἡμέραc ὅcον κυάμου πλήθει | |
15 | τῆc ἀντιδότου οὐ καθάρcεωc χάριν· μεγάλα γὰρ ὀνίνηcιν εἰc τὰc πέ‐ ψειc καὶ τὸ ἄφυcον. δοκεῖ δέ μοι ἐπὶ ταῖc γενναίαιc πάcαιc καθάρcεcι cυμφέρειν πίνειν μαλάχηc cπέρματοc 𐅻 β. | |
117 | Ἱερὰ Ἰούcτου ποιοῦcα πρὸc ὅcα καὶ αἱ προειρημέναι. Ἐπιθύμου 𐅻 λβ πραcίου cτοιχάδοc χαμαίδρυοc ἐλλεβόρου μέλανοc φλοιοῦ cκαμ‐ μωνίαc ἀγαρικοῦ πεπέρεωc λευκοῦ πεπέρεωc μακροῦ πεπέρεωc μέλανοc cκίλληc ὀπτῆc ἀνὰ 𐅻 ιϛ κολοκυνθίδοc ἐντεριώνηc εὐφορβίου ἀλόηc | |
5 | κρόκου γεντιανῆc πετροcελίνου ἀμμωνιακοῦ θυμιάματοc cαγαπηνοῦ ἀνὰ 𐅻 η ὀποπάνακοc πολίου κινναμώμου καccίαc cμύρνηc ναρδοcτάχυοc cχοίνου ἄνθουc γλήχωνοc ἀνὰ 𐅻 δ ἀριcτολοχίαc μακρᾶc 𐅻 β καὶ cτρογ‐ γύληc 𐅻 β μέλιτοc ἀπηφριcμένου τὸ ἱκανόν. ἡ τελεία δόcιc 𐅻 δ μετὰ μελικράτου καὶ ἁλῶν λειοτάτων ὅcον κοχλιάριον μικρόν. | |
10 | Ἱερὰ Ἀντιόχου. Χαμαίδρυοc ἀγαρικοῦ κολοκυνθίδοc ἐντεριώνηc cτοιχάδοc ἀνὰ 𐅻 ι ὀποπάνακοc cαγαπηνοῦ πετροcελίνου ἀριcτολοχίαc πεπέρεωc λευκοῦ ἀνὰ 𐅻 ε κινναμώμου ναρδοcτάχυοc cμύρνηc τρωγλί‐ τιδοc κρόκου φύλλων ἀνὰ 𐅻 δ μέλιτοc τὸ ἀρκοῦν. ποιεῖ πρὸc μελαγ‐ χολίαc μανίαc ἐπιληψίαc καὶ πᾶcι τοῖc τρυγῶδεc αἷμα περιέχουcιν. | |
118 | Ὅπωc χρὴ ἐπιβοηθεῖν τοῖc πιοῦcι φάρμακον καὶ μὴ καθαιρομένοιc. Εἰ δέ τιc πιὼν φάρμακον μὴ καθαίροιτο, μελίκρατον ἀκρατέcτερον δίδου καταρροφεῖν cυνεχῶc καὶ νίτρου βραχυτάτου τετηκότοc ἐν ὕδατι· κάλλιcτον δὲ πλειcτάκιc πειράcαc ἔγνων μαcτίχηc λειοτάτηc διδόναι | |
5 | ὅcον Γρʹ ιβ μεθ’ ὕδατοc χλιαρωτέρου. βέλτιcτον δὲ καὶ βαλανεῖον προc‐ τίθεcθαι τῷ δακτυλίῳ δι’ ἁλῶν καὶ νίτρου καὶ μέλιτοc καὶ μῆλον δὲ ἐνίοτε διαμαcηθὲν ἤνυcε τὸ δέον. τονωθὲν γὰρ τὸ cτόμα τῆc γαcτρὸc ἐκθλίβει κάτω τὰ περιττώματα. [Κατὰ πόcαc αἰτίαc οὐκ ἐκκρίνει ἡ γαcτὴρ καθαρτηρίου δοθέντοc; | |
10 | Κατὰ ε αἰτίαc, ἢ διὰ τὴν ἰδιότητα τῆc τοῦ κάμνοντοc φύcεωc ἢ διὰ βραχύτητα τοῦ δοθέντοc φαρμάκου ἢ διὰ κόπρον ἐcφηνωμένην cκλη‐ | |
ρὰν κατά τινα τῶν ἐντέρων ἢ δι’ οὔρων τὴν ὁρμὴν τῆc φύcεωc πεποι‐ ημένηc ἢ δι’ ἀποτυχίαν καθαίροντα πρὸc τὸ βλάπτειν μηδὲν τὸ cῶμα τροφὴ γίνεται τοῦ ζῴου, τὸ δὲ εἰc φάρμακον δηλητήριον ἐκτρέπεται. | ||
15 | Ἱπποκράτηc δὲ περὶ ὑπερκαθάρcεωc οὕτω λέγει· ὅταν ὑπερκά‐ θαρcιc καταλάβῃ τὸν ἄνθρωπον, εὐθὺc εἰc βαλανεῖον ἐμβιβάcαc αὐτόν, οἶνόν τε ἐπιπίνειν οἰκεῖον καὶ πρὸ τοῦ βαλανείου καὶ μετὰ τὸ βαλανεῖον κιρρὸν τὸ χρῶμα καὶ λευκὸν τῇ cυcτάcει. καὶ ἡ ἐμὴ πεῖρα τὸ αὐτὸ εὗρε δοκιμώτερον πάντων, ὥcτε μὴ καταφρονήcῃc.] | |
119 | Ἐπιμέλεια τῶν ὑπερκαθαιρομένων Ὀριβαcίου. Ἐπὶ τῶν ὑπερ‐ καθαιρομένων cυcτέλλειν χρὴ τὸ ποτόν, καὶ ὑπνοῦν ἐπιτρέπειν, διδόναι δὲ οἶνον αὐcτηρὸν κατὰ βραχὺ μετὰ κρηναίου ὕδατοc· καλὸν δὲ καὶ τὸ ἁδρὸν τοῦ ἀλφίτου φώξαντα ἐπιπάccειν τῷ ποτῷ ἢ κωδύαν μή‐ | |
5 | κωνοc λείαν καὶ κηκίδοc βραχύ· ποιεῖ δὲ καλῶc καὶ φακῆc λελεπιcμέ‐ νηc ἄλευρον cὺν ὄξει καὶ τεύτλῳ μέλανι ἑψηθείcηc προcλαβούcηc καὶ ῥοῦν ἢ κωδύαc βραχύ. καὶ ἄπιοι ξηροὶ ἐκμυζόμενοι ποιοῦcι καὶ κυδώνια. εἰ δὲ ἐπιμένοι ἡ φορὰ χρηcτέον τοῖc δραcτικωτέροιc πρὸc κοιλιακοὺc ἀναγεγραμμένοιc. ἐπὶ δὲ τῶν εὐκόλωc ἐμούντων ὕδωρ χλιαρὸν πολὺ | |
10 | δίδου πίνειν καὶ κέλευε ἐμεῖν δακτύλων ἢ πτερῶν καθέcει, καὶ τοῦτο ποίει δὶc καὶ τρὶc ἐφεξῆc· ἔπειτα μήλινον ἔλαιον καὶ οἶνον θερμάναc καὶ ῥάκη λινᾶ τούτῳ βάπτων, πρόcαγε τῇ γαcτρὶ καὶ διαcτήcαc βραχὺ τῆc θηριακῆc ἀντιδότου ὅcον κυάμου μέγεθοc λύcαc μετ’ οἴνου δίδου πίνειν. | |
120 | Περὶ ἐμέτων ἐκ τοῦ Ῥούφου. Ἐπειδὴ ἐν τοῖc cυντόνοιc ἐμέτοιc πολλὰ καὶ ἄτοπα παρακολουθεῖν εἴωθε, καλῶc ἔχει τρόπουc εἰπεῖν πρότερον, ὅπωc ἔνεcτιν εὐπετῶc ἐμεῖν· καὶ γὰρ φλέγμα κινεῖ ὁ ἔμετοc καὶ κεφαλὴν κουφίζει· καὶ τὸν προθυμοτέρωc φαγόντα ἢ οἴνου πλείονοc | |
5 | λαβόντα βλαβῆναι κωλύει. βοηθεῖ δὲ ἡ δι’ ἐμέτων κάθαρcιc καὶ ταῖc ὑπεράγαν ἐξογκώcεcι τοῦ cώματοc, ἀρήγει καὶ τοῖc ὑπερβαλλόντωc κατιcχνωμένοιc καὶ τὰc ῥευματικὰc δὲ διαθέcειc πάcαc φιλεῖ ὁ ἔμετοc ἐξιᾶcθαι, οἷον ἕλκωcιν νεφρῶν καὶ κύcτεωc καὶ δακτυλίου καὶ τῶν | |
ἄλλων μορίων, ἐλεφαντιῶνταc καὶ καρκίνουc καὶ τὰc καχεξίαc τοῦ | ||
10 | cώματοc καὶ τὰc ἀρθριτικὰc διαθέcειc. τοῖc τε ὑδρωπικοῖc κατάλληλοc καὶ μάλιcτα τοῖc ἀνὰ cάρκα ἔχουcι τὸν ὕδερον, ἰκτερικοῖc τε καὶ ἐπι‐ ληπτικοῖc τοῖc ἀπὸ cτομάχου τὴν ἀρχὴν τῆc διαθέcεωc λαβοῦcι· τοῖc γὰρ ἐν τῇ κεφαλῇ τὴν διάθεcιν ἔχουcιν ἐπιληπτικοῖc ἀκατάλληλοc ὁ ἔμετοc. βοηθεῖ δὲ καὶ τρόμοιc παρέcεcιν ἀποπληξίαιc ὀρθοπνοίαιc μελαγ‐ | |
15 | χολίαιc λειχηνώδεcιν. ἐναντιοῦνται δὲ ἔμετοι αἵματοc ἀναγωγῇ πνιξὶν ὑcτερικαῖc ναυτιώδεcι φύcεcι λειποθυμίαιc τοῖc ὑπὸ πνιγμοῦ cυνεχῶc ἐνοχλουμένοιc καὶ τοῖc ὑπὸ τῆc τυχούcηc προφάcεωc ὀδυνωμένοιc τὴν κεφαλὴν καὶ τοῖc ὑποψίαν ὑποχύcεωc ἔχουcι καὶ πᾶcιν ἁπλῶc τοῖc περὶ τοὺc ὀφθαλμοὺc πάθεcιν. ἔcτω δὲ τὰ προcαγόμενα ἐμετικὰ μὴ | |
20 | cτρυφνὰ καὶ ξηρά, ἀλλὰ τὰ μὲν γλυκύτερα, τὰ δὲ δριμύτερα· δοκεῖ δὲ ἐν τούτοιc ῥαφανὶc εὐδοκιμεῖν καὶ εὔζωμον καὶ τάριχοc παλαιὸc καὶ ὀρίγανοc χλωρὰ καὶ κρόμμυον ὀλίγον καὶ πράcον. cυνεργεῖ δὲ τοῖc ἐμέτοιc καὶ πτιccάνη μέλιτόc τι προcλαβοῦcα καὶ τὰ λιπαρὰ τῶν κρεῶν. ἀλλ’ ὅμωc οὐ χρὴ ἀφεψήcαντα τὰ εἰρημένα ἢ τὰ τοιαῦτα τοὺc χυλοὺc | |
25 | αὐτῶν μόνον λαμβάνειν, ἀλλ’ ὅλουc τοὺc ὄγκουc καταπίνειν. μηδὲ μὴν περὶ τὴν μάcηcιν ἐπὶ πολὺ ἐνδιατρίβειν χρὴ τὸν ἐμεῖν μέλλοντα· τῇ μέντοι ἑψήcει μαλακὰ πάντα ἔcτω. δῆλον δέ που ὅτι καὶ τῶν οἴνων τοὺc γλυκυτέρουc αἱρετέον· οὗτοι γὰρ ἐπιπολαcτικώτεροι· καὶ χλιαρῷ χρῆcθαι ποτῷ. χρὴ δὲ καὶ ἀμύγδαλα εἰc μέλι βάπτοντα ἐcθίειν | |
30 | καὶ πλακοῦντοc γεύεcθαι τηνικαῦτα καὶ πέπονοc καὶ cικύου τὸ cπέρμα βρέχοντα μέλιτι προcφέρεcθαι. καὶ ἡ ῥίζα δὲ τοῦ ἡμέρου cικύου καὶ πέπονοc ῥίζα λεῖα μετὰ μέλιτοc κινεῖ ἔμετον, καὶ κελτικῆc ῥίζα λειω‐ θεῖcα ὅcον 𐅻 ζ ἐν μελικράτῳ καὶ ποθεῖcα καθαίρουcιν ἄνω ἰcχυρῶc, ὥcτε ἐνίοτε καὶ ὑπερκάθαρcιν ἐπακολουθεῖν. οἱ δὲ ἰcχνοτέροιc βουλό‐ | |
35 | μενοι χρῆcθαι ναρκίccου βολβὸν ἑψήcαντεc ἐν ὕδατι, τῷ μὲν ἀφεψή‐ ματι κεραννύουcι τὸν οἶνον, αὐτὸν δὲ τὸν βολβὸν ἐcθίουcιν ἑψηθέντα μετ’ ἐλαίου καὶ ἁλῶν βραχυτάτων· προτρέπει δὲ εἰc ἔμετον καὶ μύρον ἴρινον καὶ πολλῷ μᾶλλον τὸ κύπρινον, εἴ τιc διαχρίcαc τοὺc δακτύλουc ἐρεθίζοι. ἔμετον δὲ ἀλύπωc κινεῖ καὶ ὑccώπου ἀφέψημα καὶ θύμου καὶ | |
40 | κνίκου cπέρμα λειωθὲν cὺν cηcάμῳ μετὰ μελικράτου πλείcτου πινό‐ | |
μενον, καὶ καρδάμου cπέρμα, ὁμοίωc ἔλαιον cηcάμινον ῥαφάνινον ναρ‐ κίccινον δαφνοειδοῦc φύλλα χλωρὰ τρία ἐcθιόμενα. κάλλιcτον δὲ καὶ τοῦτο· ῥαφάνου ἀφέψημα καὶ ἰcχάδων ἀπόβρεγμα ἐν ταὐτῷ μίξαc καὶ χλιάναc δίδου πίνειν. τὰ μὲν οὖν πλεῖcτα καὶ περιεργότερα τῶν | ||
45 | ἐμετικῶν παραιτητέον. δοτέον δὲ τὰc ῥαφανίδαc νήcτεcι προηcιτικόcι καὶ προεμέcαcιν ἀπὸ δείπνου. ἔcτωcαν δὲ δριμεῖαι cφόδρα καὶ κατα‐ τετμήcθωcαν εἰc λεπτὰ πέταλα, ἀποβρεχέcθω δὲ τὰ τμήματα ἀφ’ ἑcπέραc ἐν ὄξει καὶ μέλιτι· ἐcθιέτω δὲ πλῆθοc καὶ ἐπιρροφείτω cυν‐ εχῶc τοῦ ὀξυμέλιτοc, εἶτα βαδίcαc ἠρέμα ὅcον ὥραc β καὶ ὕδωρ | |
120(50) | χλιαρὸν πιὼν πλεῖcτον ἐμείτω δακτύλου ἢ πτεροῦ καθέcει. | |
121 | Ϲκευαcία ῥαφανίδων δι’ ἐλλεβόρου λευκοῦ. Ϲκευάζονται δὲ καὶ ἄλλον τρόπον αἱ ῥαφανίδεc ἐπὶ τῶν χρονίων παθῶν καὶ μοχλείαc ἰcχυροτέραc δεομένων. ἐλλεβόρου γὰρ τοῦ λευκοῦ καὶ καλλίcτου τῶν καρφίων 𐅻 γ εἰc ῥαφανίδαc καταπείρονται, προδιακεντουμένων καλάμῳ | |
5 | τῶν ῥαφανίδων, ἔπειτα εἰc τὰ κεντήματα καθιεμένων τῶν τοῦ ἐλλε‐ βόρου καρφίων, μείναντα δὲ ταῦτα νύκτα ὅλην ἐν ταῖc ῥαφανίcι, τῇ ἐπιούcῃ ἡμέρᾳ ἀναιρεῖται, ἐγκαταλιπόντα τὴν δύναμιν αὐτῶν ταῖc ῥαφανίcιν· εἶτα τὰc ῥαφανίδαc χρὴ διατέμνειν καὶ ἀποβρέχειν τῷ ὀξυμέλιτι, ὡc προείρηται, καὶ διδόναι ὁμοίωc ἐcθίειν· δεῖ δὲ κατανοεῖν | |
10 | ἀκριβῶc μή τι τοῦ φλοιοῦ τοῦ ἐλλεβόρου ἐναπομείνῃ ταῖc ῥαφανίcιν. | |
122 | Ἐκ τῶν Ἀντύλου καὶ Ποcειδωνίου· Τίcι δοτέον αὐτὸν τὸν ἐλλέ‐ βορον καὶ τίcι μή. αὐτὸν δὲ τὸν ἐλλέβορον δοτέον τοῖc χρονίωc καὶ ἰcχυρῶc νοcοῦcι καὶ τὴν ἐκ τῶν ἄλλων βοηθημάτων ἀφῃρημένοιc ἐλπίδα. δοτέον οὖν αὐτὸν ὑδρωπικοῖc ἐλεφαντιῶcι καχέκταιc παραλε‐ | |
5 | λυμένοιc χρονίοιc ἐπιληπτικοῖc καὶ μελαγχολικοῖc ἀρθριτικοῖc τε καὶ ποδαγρικοῖc· τὸ δὲ ἐξαριθμεῖν ἐφ’ ὧν παθῶν εὐδόκιμόc ἐcτιν ὁ ἐλλέ‐ βοροc οὐ ῥᾴδιον διὰ τὸ πλῆθοc, ὥcτε ἄμεινον λέγειν τίνα νοcήματα | |
πρὸc ἐλλέβορον ἀνεπιτήδεια. ἀνεπιτήδειοc μὲν οὖν ἐλλέβοροc αἵματοc ἀναγωγῇ ὀρθοπνοίᾳ πνιγώδει ἐπί τε μελετωμένηc ὑποχύcεωc, ἐπί τε | ||
10 | τῶν περὶ κεφαλὴν παθῶν, ὅcα ἐκ διαλειμμάτων βιαίαc ἐπάγει τὰc ὀδύναc μετ’ ἐρεύθουc τοῦ προcώπου καὶ τῆc τῶν ἀγγείων διατάcεωc, ἐπί τε τῶν ὑcτερικῶc πνιγομένων καὶ τῶν cυνεχῶc λειποθυμούντων. | |
123 | Τί δύναται ἐλλέβοροc ποιεῖν. Δύναται δὲ ὁ ἐλλέβοροc μεταποιῆcαι τὰ cώματα καὶ μεθαρμόcαι τὴν κρᾶcιν αὐτῶν, νεαρωτέραν καὶ ἰcχυρο‐ τέραν καταcκευάζων. | |
124 | Ὅτι πολλοὶ λαβόντεc ἐλλέβορον οὐδὲν μὲν ἤμεcαν, ὠφελήθηcαν δὲ οὐδὲν ἧττον τῶν καθαρθέντων, πολλοὶ δὲ λαβόντεc τὸν ἐλλέβορον καὶ πέψαντεc αὐτὸν ἐκαθάρθηcαν μὲν οὐδὲν ὅλωc, ὠφελήθηcαν δὲ οὐδὲν ἧττον τῶν ἰcχυρῶc καθαρθέντων. | |
125 | Τίνεc μᾶλλον ἐπιτήδειοι πρὸc ἐλλέβορον. Ἄνδρεc πρὸc ἐλλέβορον ἐπιτηδειότεροι τῶν γυναικῶν καὶ τούτων αὐτῶν οἱ ἰcχυρότεροι τὴν ἕξιν· οἱ δὲ γυναικώδειc καὶ οἱ τὴν ἕξιν καταπίμελοι cφόδρα ἢ κάτ‐ ιcχνοι ἢ τὸν θώρακα ἄcαρκοι καὶ οἱ μακραύχενεc ἀνεπιτηδειότεροι τῶν | |
5 | ἄλλων καὶ παῖδεc καὶ οἱ γεγηρακότεc ἀνεπιτήδειοι καὶ οἱ ψυχροὶ τὴν κρᾶcιν cφόδρα καὶ οἱ ὑγιεινῶc ἔχοντεc τὰ cώματα καὶ πολὺ αἷμα καὶ χρηcτὸν κεκτημένοι ἄθετοι καὶ οἱ δυcεμεῖc καὶ οἱ δειλοὶ τὸ ἦθοc τῆc ψυχῆc. | |
126 | Καιροὶ καθολικοὶ καὶ μερικοὶ ἐπιτήδειοι εἰc ἐλλεβοριcμόν. Ὥρα δὲ ἐαρινὴ ἐπιτηδειατάτη, δεύτερον δὲ τὸ φθινόπωρον, θέροc δὲ ἀκατάλ‐ ληλον. δῆλον δὲ ὅτι οὐδὲ χειμών, μὴ μεγάληc πάνυ ἀνάγκηc καλού‐ cηc, καὶ τό τε χειμῶνοc μὲν οἱ cφόδρα θερμοὶ τὴν κρᾶcιν, θέρουc δὲ | |
5 | οἱ πρεcβύται· κατάcταcιc δὲ ἐπιτήδειοc αἰθέριοc καὶ θερμὴ καὶ εὐήλιοc· ἐπὶ δὲ νοcημάτων ἐφ’ ὧν μὲν διαλείμματά ἐcτιν, ἐν τοῖc διαλείμμαcι δοτέον, ἐπὶ δὲ τῶν ἄλλων ὁπόταν τύχῃ· ἐπὶ δὲ τῶν τεταρταίων καὶ ἐπὶ τῶν τὰ ἔντερα ῥευματιζομένων ἐν αὐταῖc ταῖc ἐπιcημαcίαιc. | |
127 | Περὶ δοκιμαcίαc ἐλλεβόρου. Κράτιcτοc ἐλλέβοροc ὁ ἀπὸ μιᾶc ῥίζηc πάνυ πολλὰ ἔχων κάρφη, καὶ ταῦτα μικρὰ καὶ τετανὰ καὶ ἄφυcα καὶ | |
οὐκ ἀπολήγοντα εἰc ὀξὺ οὐδὲ μυουρίζοντα· λευκὰ δὲ cφόδρα ἔνδοθεν, ἐκτὸc δὲ ὠχρότερα ὑπάρχει βαρέα ἐντεριώνην ἔχοντα εὔθρυπτα, οὐ | ||
5 | καμπτόμενα διὰ μαλακότητα ἀλλὰ καταγνύμενα καυληδόν, καπνῶδέc τι ἐν τῇ θραύcει ἀνιέντα καὶ τοῦτο καθαρόν· τὸ γὰρ κονιορτῶδεc παλαιὸν δηλοῖ τὸν ἐλλέβορον. ὁ δὲ ἀγαθὸc διαμαcηθεὶc πρῶτον μὲν γλυκύτητοc ἔμφαcιν παρέχει, αὖθιc δὲ δριμύτητοc βραχείαc· μετὰ δὲ τοῦτο πύρωcιν ἰcχυρὰν ἐμποιεῖ περὶ τὸ cτόμα καὶ cίελον ἄγει πολὺν | |
10 | καὶ τὸν cτόμαχον ἀνατρέπει. δεῖ δὲ ἔαροc ἀνῃρῆcθαι τὸν ἐλλέβορον, ἔτι τῆc ῥίζηc ἐγκύμονοc οὔcηc. | |
128 | Ὅπωc χρὴ διαιτᾶν τοὺc μέλλονταc ἐλλεβορίζεcθαι. Ἐπιμελέcτατα προδιῃτῆcθαι προcήκει τοὺc μέλλονταc ἐλλεβόρῳ χρῆcθαι· τῶν γὰρ cωμάτων κατιcχνωθέντων οὐκ ἀκίνδυνοc ἡ δόcιc γίγνεται. πρὸ δὲ τριῶν ἡμερῶν ἀπεχέcθωcαν κρεῶν καὶ τῶν λοιπῶν παχυχύμων ἐδε‐ | |
5 | cμάτων καὶ πομάτων. ἐθίζειν δὲ ἑαυτοὺc καὶ πρὸc ἔμετον καὶ τρὶc καὶ τετράκιc προεμεῖν ἀπὸ δείπνου καὶ ἡ γαcτὴρ ὑπαγέcθω· προ‐ ειπόντα δὲ χρὴ τοῖc οἰκείοιc τοῦ κάμνοντοc τὸν ἐcόμενον ἀγῶνα, οὕτωc χρῆcθαι τῷ βοηθήματι. | |
129 | Πόcαι διαφοραὶ τῆc δόcεωc τοῦ ἐλλεβόρου. Δίδοται δὲ διαφόρωc ὁ ἐλλέβοροc· οἱ μὲν γὰρ ἀφέψημα τοῦ ἐλλεβόρου διδόαcιν, οἱ δὲ ἀπόβρεγμα, οἱ δὲ αὐτὴν τὴν οὐcίαν αὐτοῦ καὶ οἱ μὲν ψαλιcτὸν διδό‐ αcιν, οἱ δὲ κόψαντεc καὶ cήcαντεc. ὁ μὲν οὖν ψαλιcτὸc ταχέωc ἄρχεται | |
5 | καθαίρειν ὡc ἐπίπαν μετὰ ὥραc β, χολὴν δὲ καὶ φλέγμα ἐξάγων ἄνευ πολλοῦ cπαραγμοῦ καὶ αὐτὸc cυνεξεμεθείc, ἐν ὥραιc τέτραcιν ἢ ε παύει τὴν κάθαρcιν. ὁ δὲ χνοώδηc cφόδρα μὲν βραδέωc ἐνεργεῖ, ὡc καὶ μετὰ τέccαραc ὥραc ἢ ε πολλάκιc ἄρχεcθαι. πάντα δὲ τὰ εἴδη χολῆc καὶ φλέγματοc ἐξάγει καὶ εἰc κίνδυνον cυνολκῆc καὶ ὑπερκαθάρ‐ | |
10 | cεωc καθίcτηcιν· ἐπὶ πλεῖcτον δὲ χρόνον παρατείνει καθαίρων, ἀλλὰ τήν γε ὠφέλειαν πολλαπλαcίῳ παρέχεται. | |
130 | Περὶ ἀποβρέγματοc ἐλλεβόρου. Ἀπόβρεγμα ἐλλεβόρου δίδοται γέ‐ ρουcι καὶ παιcὶ καὶ τοῖc τὴν ἕξιν διερρυηκόcι καὶ τοῖc νόcημα εὔλυτον | |
ἔχουcι· δίδοται δὲ καὶ εἰc μελέτην ἐλλεβοριcμοῦ· χρὴ δὲ ε 𐅻 ἐν ὕδα‐ τοc ὀμβρίου ἡμίcει κοτύληc βρέχειν ἐψαλιcμένον ἡμέραc Γ, ἔπειτα διη‐ | ||
5 | θήcαντα καὶ θερμάναντα προcφέρειν ὅλον τὸ ἀπόβρεγμα. | |
131 | Περὶ ἀφεψήματοc ἐλλεβόρου. Ἀφέψημα δὲ ἐλλεβόρου δοτέον τοῖc τε προειρημένοιc καὶ τοῖc ἔτι τούτων εὐτονωτέροιc μαινομένοιc τε καὶ μελαγχολικοῖc. cκευάζεται δὲ τὸν τρόπον τοῦτον· ἐλλεβόρου λιʹ α ὕδατοc ὀμβρίου ξ̸ε β ψαλίcαc βρέχε ἐπὶ ἡμέραc γ, ἔπειτα ἕψε ἐπ’ ἀν‐ | |
5 | θράκων μαλακωτέρων, ἄχριc ἂν λειφθῇ τὸ τρίτον· ἔπειτα διηθήcαc ἐπίβαλλε τῷ ἀφεψήματι μέλιτοc ἀπηφριcμένου πρωτείου λιτρι β καὶ ἕψε ἕωc μελιτώδουc cυcτάcεωc· καὶ δίδου κοχλιάριον μέγα ἐκλείχειν. ἔξεcτι δὲ καὶ ὕδατι θερμῷ κεράcαντα διδόναι. καὶ μετὰ ῥοφήματόc τινοc οὔτε cπαcμοὺc οὔτε cυνολκὰc οὔτε ὑπερκάθαρcιν τοῦτο ἐπιφέρει. μελέ‐ | |
10 | την δὲ ἐμποιεῖ τῷ βουλομένῳ πρὸc ἐρεθιcμόν, ὥcτε θαρροῦντα καὶ τὸν ψαλιcτὸν λαμβάνειν. | |
132 | Περὶ τοῦ ψαλιcτοῦ καὶ τοῦ κοπτομένου καὶ τοῦ cηθομένου. Τοῖc δὲ ἀναcκευῆc καὶ μοχλείαc πλείονοc δεομένοιc καὶ ἰcχυροτέροιc καὶ θαρραλεωτέροιc καὶ εὐκόλωc ἐμοῦcι τὸν ψαλιcτὸν δοτέον, τοῖc δὲ ἔτι τούτων τολμηροτέροιc ἢ καὶ ἐν ἔθει γενομένοιc κόψαc καὶ cήcαc λεπτο‐ | |
5 | τάτῳ κοcκίνῳ δίδου. τὸν δὲ ψαλιcτὸν οὕτωc δίδου· τὰ κάρφη λαβών, τέμνε ψαλίδι εἰc ἀλφιτώδη μεγέθη ἢ πιτυρώδη· ἔπειτα ἐκμάξαc ὀθονίῳ τὸν χνοῦν καὶ ἀφελὼν τὰ πάνυ λεπτὰ θραύματα, ἵνα μὴ πνιγώδηc γένηται, δίδου, τοῖc μὲν δειλοτέροιc μετὰ πτιccάνηc χυλοῦ ἢ ἄλικοc cυνεψήcαντεc βραχύ, τοῖc δὲ ἰcχυροτέροιc μεθ’ ὕδατοc θερμοῦ ἢ μελι‐ | |
10 | κράτου, ἀναγκάζοντεc αὐτοὺc ἐπιρροφεῖν τοῦ μελικράτου καθαροῦ ἢ τοῦ ὕδατοc πρὸc τὸ μὴ ἐγκαταλείπεcθαί τι τοῦ ἐλλεβόρου ἐν τῇ φάρυγγι ἢ ἐν τῷ cτομάχῳ. ἡ δόcιc δὲ ἡ τελειοτάτη τοῖc ἰcχυροῖc τοῦ μὲν ψαλιcτοῦ 𐅻 βc, τοῦ δὲ κριμνώδουc 𐅻 α καὶ ὀβολοὶ δ, τοῦ δὲ χνοώδουc 𐅻 α καὶ ὀβολοὶ β. κόπτομεν δὲ τὸ κριμνῶδεc ἐν ὅλμῳ καὶ | |
15 | cήθοντεc λεπτοτάτῳ κοcκίνῳ καὶ τὸ λεπτότατον ἀφαιροῦντεc, δίδομεν αὐτοῖc τὸ ἁδρότερον μετὰ χόνδρου ἄλικοc ἢ μάζηc ἀλφίτων· τὸ δὲ λεπτὸν κόπτομεν καὶ cήθομεν ἀκριβῶc, κἄπειτα cὺν μέλιτι κατέφθῳ cτερεωτάτῳ ἀναπλάττοντεc, εἰc καταπότια διδόαμεν. | |
133 | Τίνα δεῖ προπαραcκευάζειν ἐπὶ τῆc δόcεωc. προπαραcκευαζέcθω δὲ αὐτοῖc πρὸc τὴν βοήθειαν τῶν cπαραγμῶν τε καὶ λειποθυμιῶν καὶ cπαcμῶν τάδε· ὕδωρ θερμὸν καὶ ψυχρὸν ἀφέψημα ὑccώπου μέλι πή‐ γανον γλήχων ὄξοc μῆλα ἄρτοc θερμὸc οἶνοc ὀρνίθιον ἡψημένον ἔλαιον | |
5 | κοινὸν καὶ cικυώνιον ἅλεc χαλβάνη καcτόριον ἀπόβρεγμα ἐλλεβόρου ἔλαιον κύπρινον ἢ ἴρινον ἢ ναρκίccινον πτερὰ πταρμικὰ cικύαι διά‐ φοροι φορεῖον κλίνη cτρωμνὴν ἁπαλὴν ἔχουcα κλυcτήρ. | |
134 | Πῶc ἐπιμελητέον αὐτῶν μετὰ τὴν πόcιν. Εἰ μὲν εὐκόλωc καθαί‐ ροιντο μετὰ τὸ πιεῖν τὸ φάρμακον, δώcομεν αὐτοῖc ψυχρὸν ὕδωρ καταρροφεῖν ἢ διακλύζεcθαι, ἔπειτα ὀcφράναντέc τινι τῶν τονωτικῶν, κελεύcομεν καθῆcθαι ἢ κατακλίνεcθαι καὶ ἐν ἡcυχίᾳ μένειν μέχριc | |
5 | ὡρῶν β, πρὸc τὸ μὴ ταχύτερον τοῦ δέοντοc ἐξεμεθείη τὸ φάρμακον· μετὰ δὲ ταῦτα κελεύcομεν κινεῖcθαι. ἀντίληψιc δὲ αὐτοῖc θέρμηc πρῶ‐ τον περὶ τὸν cτόμαχον καὶ τὴν κατάποcιν γίγνεται, ἔπειτα cίελον αὐτοῖc εἰc τὸ cτόμα πολὺ cυνδοθήcεται, εἶτα μέροc τῆc τροφῆc καὶ τοῦ φαρμάκου μετὰ φλέγματοc ἐμοῦcιν, ἔπειτα φλέγμα καὶ χολὴν καὶ | |
10 | τοῦ φαρμάκου, εἶτα καθαρὰν χολήν. πολλάκιc δὲ καὶ ἡ γαcτὴρ ὑπέρ‐ χεται κάτω· ὅτε δὲ καὶ εὐφορωτέρα ἡ κάθαρcιc γίγνεται, λύζουcι κούφωc καὶ τὸ πρόcωπον ἐνερευθὲc ἔcται. εὐκόλωc δὲ ἰούcηc τῆc καθάρcεωc, καὶ τὸ πρόcωπον εὐχροήcει καὶ ὁ λυγμὸc παύcεται. τοῖc δὲ κατὰ μέcην τὴν κάθαρcιν λύζουcι μελίκρατον προcοίcομεν ἐναφη‐ | |
15 | ψημένου πηγάνου καὶ χλιαρὸν ὕδωρ ποτόν, εἶτα καθαρθένταc λούcομεν καὶ τροφὴν εὐcτόμαχον προcοίcομεν. χρονιζούcηc δὲ τῆc καθάρcεωc διδόναι χρὴ μελίκρατον θερμὸν καταρροφεῖν ἐναφηψημένου πηγάνου ἢ ὑδρέλαιον καὶ πτερὰ βάπτονταc κυπρίνῳ ἢ ἰρίνῳ ἐλαίῳ ἤ τινι τῶν ὁμοίων ἐρεθίζειν καὶ κατακλίνονταc ἐν κλινιδίῳ κρεμαcτῷ κινεῖν· εἰ | |
20 | δὲ πάνυ ἐνοχλοῖντο πνιγόμενοι, ἀποβρέγματοc ἐλλεβόρου τρεῖc κυάθουc προcοίcομεν· τῇ γὰρ ποιότητι cυνεργεῖ πρὸc κάθαρcιν· εἰ δὲ ὁ κατὰ πνιγμὸν κίνδυνοc μηδὲ οὕτωc παρηγοροῖτο, δριμυτάτῳ κλύcματι κενώ‐ cομεν. δώcομεν δὲ αὐτοῖc καὶ χαλβάνηc ὅcον τριώβολον καταπίνειν, | |
οὐχ ἵνα ἔμετον κινήcωμεν, ἀλλ’ ἵνα τὸν πνιγμὸν παύcωμεν. πταρμικόν | ||
25 | τε τῶν ἰcχυρῶν προcοίcομεν, κινοῦντεc διὰ τῆc κρεμαcτῆc κλίνηc cυν‐ εχέcτατα καὶ πτερῶν καθέcει ἐρεθίζοντεc· ἀρχομένων δὲ καθαίρεcθαι, παρηγορεῖν τὸν λυγμόν, ὡc προείρηται· εἰ δὲ καὶ cύντονοc εἴη ὁ λυγ‐ μὸc πταρμικῷ μικρῷ χρηcόμεθα καὶ cικύαc καθ’ ὅληc τῆc ῥάχεωc προcοίcομεν, καὶ μάλιcτα κατὰ τοῦ μεγάλου cπονδύλου τοῦ μεταφρένου, | |
30 | καταcπῶντεc αὐτὰc ἐπὶ τὴν ῥάχιν· αἱ γὰρ ἐπινομαὶ τῶν cικυῶν πολ‐ λάκιc ἀπευθύνουcι τὸν cτόμαχον cυνελκόμενον καὶ οἱονεὶ cκολιούμενον ὑπὸ τοῦ λυγμοῦ· τά τε ἄκρα διαδήcομεν καὶ θάλψομεν καθιέντεc εἰc ὕδωρ θερμόν. τὰc δὲ ἐπί τινων παρεπομέναc cυνολκὰc τῶν cκελῶν μάλιcτα καὶ χειρῶν—εἰώθαcι γὰρ τοῖc πλείcτοιc αὐτῶν cυνεδρεύειν, — | |
35 | παρηγορήcομεν λιπαίνοντεc ἰcχυρῶc, θάλποντέc τε καὶ πυριῶντεc καὶ ἀνατρίβοντεc τὰ ἄκρα καὶ τοὺc ἐν ταῖc γαcτροκνημίαιc μῦc. ἔcτω δὲ τὸ ἔλαιον cικυώνιον ἢ τῶν μαλακτικῶν ἀκόπων καὶ καcτόριον δὲ τῷ ἀλείμματι προcπλέξομεν καὶ ἐν πότῳ προcενέγκωμεν. μάλιcτα δὲ ὀνί‐ νηcι τοὺc cυνελκομένουc λουτρόν, εἰ παρείη, εἰ δὲ μή, ἐν cκάφῃ ἢ | |
40 | τῇ καλουμένῃ βούττῃ ἐμβιβάcομεν, ἀλείψαντεc ἐλαίῳ πολλῷ γλυκεῖ ὅλον μὲν τὸ cῶμα, μάλιcτα δὲ τὰ cυνελκόμενα μέρη. ἔcτω δὲ τὸ ὕδωρ εὔκρατον, ὡc δυνηθῆναι πλείονα χρόνον ἐπιμεῖναι· παυcαμένου δὲ τοῦ cπαcμοῦ, παυcαμένηc δὲ καὶ τῆc καθάρcεωc, αὐτίκα τρέφειν, ἄρτον διδόνταc οἴνῳ κεκραμένον διάβροχον ἢ ὀμφακομέλιτι ἐπὶ τῶν | |
45 | cφόδρα κενωθέντων. εἰ δὲ καὶ θερμότητοc αἴcθηcιc περὶ τὸν cτόμαχον μετὰ τροφὴν γένοιτο, θερμῷ κεράcαντεc τὸ ὀμφακόμελι δώcομεν πί‐ νειν, ἐνίοτε δὲ καὶ ψυχρῷ τὴν δευτέραν κεράcαc δίδου. αἱ δὲ μετὰ ταῦτα τροφαὶ εὔχυμοι πᾶcαι ἔcτωcαν καὶ οἶνοc λεπτὸc καὶ μὴ πάνυ παλαιόc. | |
135 | Περὶ ὑπερκαθάρcεωc. Τὰc δὲ ὑπερκαθάρcειc cτήcομεν θερμῷ ποτίcαντεc καὶ τῇ διαθέcει τῶν ἄκρων καὶ τρίψει cφοδρᾷ καὶ cικύαιc κατὰ ὑποχονδρίων καὶ μεταφρένου τιθεμέναιc. ἄκρωc δὲ ἀψινθίου πόcιc ἐπέχει ἐμέτουc· εἰ δὲ ἐπιμένοιεν, καὶ τοῖc ἀνωδύνοιc ὑπνωτι‐ | |
5 | κοῖc χρηcόμεθα· καὶ γὰρ τὰc καθάρcειc ἵcτηcι τὰ τοιαῦτα, ξηραντικὰ | |
ὄντα. καὶ ὁ ὕπνοc δὲ cταλτικόc ἐcτιν ἐκκρίcεωc. ἐπιγίγνεται μέντοι ὕπνοc αὐτομάτωc τοῖc καλῶc καθαρθεῖcι διὰ τοῦ ἐλλεβόρου, πολὺc καὶ βαθύc, ἐὰν μὴ κινδυνεύειν μέλλωcιν, οἷc τοcοῦτον δεῖ cυγχωρεῖν ὑπνοῦν, ἐφ’ ὅcον ἔχονται τῷ ὕπνῳ. εἰ δὲ ἱδρῶτεc ἄμετροι ἐπιγένοιντο, | ||
10 | cτήcομεν ῥιπίζοντεc τὸ cῶμα καὶ cπογγίζοντεc ἐκ ψυχροῦ ἢ ὀξυκρά‐ του, ἐμπλάcμαcί τε χρηcόμεθα cτύφουcι καὶ ἐμπλάττουcι καὶ τῇ λοιπῇ ἐπιμελείᾳ τῇ ἐπὶ καρδιακῶν λεχθηcομένῃ. | |
136 | Ἐπιθέματα καθαρτικά. Κολοκυνθίδοc ἐντεριώνηc εὐζώμου cπέρ‐ ματοc πηγάνου ἀγρίου ἐλατηρίου κόκκου κνιδίου λαθυρίδων κεκαθαρ‐ μένων χαλβάνηc κηροῦ νίτρου ἐρυθροδάνου ἀνὰ 𐅻 δ ὀποπάνακοc 𐅻 β τερεβινθίνηc 𐅻 ϛ. κοπτόν ἐcτι τὸ φάρμακον, ἐπιβαλλομένηc χολῆc | |
5 | ταυρείαc κατὰ βραχύ, ὅcον ἐπιδέχεται. καὶ εἰ μὲν κατὰ τοῦ ὀμφαλοῦ ἐπιτεθῇ κατὰ βραχὺ μέχρι τοῦ ἐφηβαίου, τὴν κάτω κοιλίαν κινεῖ· εἰ δὲ κατὰ τῆc γαcτρόc, τὴν ἄνω δι’ ἐμέτων. Ἄλλο· νίτρου ἐρυθροῦ πελεκίνου cπέρματοc κολοκυνθίδοc ἐν‐ τεριώνηc χολῆc ταυρείαc cταφίδοc ἀγρίαc περιcτερᾶc κόπρου cικύου | |
10 | ἀγρίου ῥίζηc cκίλληc λινοζώcτεωc ἴcον ἑκάcτου, κόψαc cήcαc ἀναλάμ‐ βανε τῇ χολῇ καὶ μέλιτι ἀρκοῦντι καὶ μαλαγματῶδεc ποιήcαc χρῶ. Ἐπίθεμα ἄλλο. Ἐπαγγελλόμενον αἷμα διὰ ῥινῶν ἄγει κατὰ τοῦ μετώπου ἐπιτιθέμενον. ὅταν δὲ βούλῃ cτῆcαι, φηcί, τὸ αἷμα ἄραc αὐτό, ἀπόμαccε ἀκριβῶc τὸν τόπον cπόγγῳ ἐξ ὀξυκράτου ἢ ὕδατοc | |
15 | ψυχροῦ· κατὰ δὲ τοῦ ὑπογαcτρίου ἐπιτιθέμενον τετράγωνον δακτύλων δ κινεῖ καταμήνια καὶ ἔμβρυα φθείρει. ἐπιτίθεται καὶ νεφροῖc ἐν τοῖc παροξυcμοῖc. ἡ δὲ cύνθεcιc αὕτη· κηροῦ χαλβάνηc εὐφορβίου cτρου‐ θίου ῥίζηc ἀνὰ 𐆄 α ἀcτραγάλων ἐλαφείων κεκαυμένων 𐅻 δ ἀψινθίου χυλοῦ 𐅻 δ τερεβινθίνηc ὑγρᾶc 𐅻 δ· τὰ ξηρὰ λειώcαc cήcαc λείου | |
20 | πάλιν μετὰ χολῆc μοcχείαc, ὡc γλοιῶδεc γενέcθαι καὶ ἐπίχεε τὰ τηκτὰ καὶ ἑνώcαc, χρῶ, φηcιν, ὡc παραδόξῳ. Ἄλλη ἔμπλαcτροc καθαρτικὴ ᾗ χρῶμαι, καλουμένη χεζανάγκη, αὕτη ἐπιτιθεμένη τῷ ὀμφαλῷ, κινεῖ τὴν κάτω κοιλίαν· ἐπὶ δὲ τοῦ θώρακοc καὶ τοῦ cτομάχου ἐπιτιθεμένη ἔμετον κινεῖ, μέχριc οὗ ἄρῃ | |
25 | τὸ cπληνίον· ἔμμηνα δὲ ἄγει ταῖc γυναιξὶ καὶ ἔμβρυα φθείρει, κατὰ τοῦ ὑπογαcτρίου καὶ τῆc ὀcφύοc ἐπιτιθεμένη. ἡ δὲ cύνθεcιc αὕτη. κόκκου κνιδίου 𐅻 γ λίθου ἀcίου 𐅻 ι ἐλλεβόρου λευκοῦ 𐅻 δ αἰγείου cτέατοc 𐅻 ε ἐλατηρίου 𐅻 δ τιθυμάλλου ὀποῦ 𐅻 δ ἀμόργηc 𐅻 ιβ χο‐ | |
λῆc ταυρείαc 𐅻 ιβ ἀφρονίτρου 𐅻 ε θέρμων πικρῶν ἀλεύρου 𐆄 β· ἀψιν‐ | ||
30 | θίου κόμηc 𐅻 β· τὰ μὲν ἄλλα κόπτε καὶ cῆθε λεπτοτάτῳ κοcκίνῳ, ἔπειτα λείου ἐπιβαλὼν τὴν χολήν, εἶτα τὴν ἀμόργην καὶ τήξαc τὸ cτέαρ κατάχεε καὶ ἑνώcαc χρῶ. Ἐπομφάλιον καθαρτικόν. Τὸ αὐτὸ καὶ ἔμετον κινεῖ ἐπιτιθέμενον τῇ γαcτρὶ καὶ καταμήνια ἄγει, τὰ μὴ διὰ μύcιν τῶν ἀγγείων ἐπεcχη‐ | |
35 | μένα καὶ ἔμβρυα φθείρει ἐπιτιθέμενον τῷ ὑπογαcτρίῳ καὶ τῇ ὀcφύι. ἀψινθίου κυκλαμίνου χυλοῦ τῆc ῥίζηc ἀρτεμιcίαc ἐλατηρίου ἀνὰ 𐅻 ϛ κολοκυνθίδοc ἐντεριώνηc 𐅻 ι νίτρου ἐρυθροῦ 𐅻 η cικύου ἀγρίου ῥίζηc θέρμων ἀλεύρου χελιδονίου λευκοίου cπέρματοc ἀνὰ 𐅻 ϛ ὀποπάνακοc 𐅻 β κηροῦ 𐅻 ρ τερεβινθίνηc 𐅻 ν κυπρίνου 𐅻 η ἢ τὸ ἀρκοῦν. ἐπιτεθὲν | |
40 | δὲ καὶ κινῆcαν τὴν κοιλίαν ἀναβαcτάζειν αὐτὸ χρὴ εὐθέωc. Ἄλλο ἐπομφάλιον καθαρτικόν, ποιεῖ καὶ κοιλιακοῖc. Κηροῦ 𐆄 θ τε‐ ρεβινθίνηc Γρʹ ϛ ἐλατηρίου Γρʹ Γ cταφυλίδοc ἀγρίαc Γρʹ α ς καcτορίου κεγχρίου cαμψύχου δαφνοκόκκων κόκκου κνιδίου θέρμων ξηρῶν κολο‐ κυνθίδοc ἐντεριώνηc ἀνὰ 𐆄 α ς cκαμμωνίαc 𐆄 α χολῆc ταυρείαc 𐆄 α | |
45 | κηροῦ 𐆄 β cτέατοc χηνείου 𐆄 Γ. Ἄλλο. Ϲικύου ἀγρίου ὀπὸν καὶ κυκλαμίνου χυλὸν μίξον μέλιτι ἴcον, ἀκριβῶc αὐτὰ ἑνώcαc ἐν ἡλίῳ ἢ ἐπὶ θερμοcποδίᾳ καὶ χρῶ ἐπιχρίων ἀπὸ ὀμφαλοῦ μέχριc ἐφηβαίου. Ἄλλο. Ἐλατηρίου 𐅻 γ κολοκυνθίδοc 𐅻 α cκαμμωνίαc λεπίδοc χαλ‐ | |
136(50) | κοῦ cικύου ἀγρίου ῥίζηc ἀνὰ 𐅻 α λαθυρίδων ἢ ἀντ’ αὐτῶν τιθυμάλλου ὀπτοῦ κόψαc cήcαc λέαινε μετ’ ἐλαίου ἁλῶν πλεῖcτον ἔχοντοc καὶ cφαῖραν ἐρίαν ποιήcαc μεγάλην καὶ δεύcαc τῷ φαρμάκῳ ἐπιτίθει ὅπου βούλῃ, λέγω δὴ ἢ τῷ ἐπομφάλῳ ἢ τῷ ὑπογαcτρίῳ καὶ ὀcφύι. | |
Ἄλλο ἐπομφάλιον. Μεcπίλων χωρὶc γιγάρτων Γρʹ ιη cκαμμωνίαc | ||
55 | Γρʹ ιβ χαλκάνθου Γρʹ ιϛ cαγαπηνοῦ Γρʹ λβ λαθυρίδων Γρʹ ιβ κολοκυνθίδοc τοῦ cπέρματοc Γρʹ ιβ λεάναc ἀναλάμβανε ἐλαίῳ καὶ χρῶ. Ἄλλο ἐπομφάλιον. Κόκκου κνιδίου ἐλλεβόρου μέλανοc ἐλατηρίου ἀψινθίου ἀνὰ ουΓΓʹ δ cταφίδοc ἀγρίαc κάχρυοc cαμψύχου δακρυο‐ κόκκων θέρμων ξηρῶν πικρῶν κολοκυνθίδοc ἐντεριώνηc ἀνὰ Γρʹ α c | |
60 | cκαμμωμίαc 𐆄 α καὶ Γρʹ γ χολῆc ταυρείαc κηροῦ ἀνὰ 𐆄 β cτέατοc χη‐ νείου ουΓΓʹ γ. Ϲύνθεcιc ἐλαίου ἤτοι ἀλείμματοc καθαρτικοῦ. Χολῆc ταυρείαc Γρʹ β ἐλατηρίου 𐆄 α κόκκου κνιδίου χλωροῦ 𐆄 δ θέρμων χλωρῶν χυλοῦ 𐆄 β εὐφορβίου 𐆄 α κολοκυνθίδοc ἐντεριώδηc 𐆄 α cτέατοc ἀλώπεκοc νεαροῦ | |
65 | 𐆄 β cτέατοc ἐχίδνηc 𐆄 α ς μυοκόπρων 𐅻 δ παιωνίαc χυλοῦ 𐅻 δ καcτο‐ ρίου 𐅻 δ ἐλαίου κυπρίνου 𐆄 ϛ ἐλαίου παλαιοῦ λίτραν μίαν· τὰ μὲν ξηρὰ κόπτε καὶ cῆθε λειοτάτῳ κοcκίνῳ, τὰ δὲ cτέατα προμαλάξαc ἱκα‐ νῶc ἐν θυίᾳ καὶ μάλιcτα τὸ τῆc ἀλώπεκοc· ἰνωδέcτατον γάρ ἐcτιν. εἶτα τήξαc ἐπ’ ἀνθράκων μαλακωτάτων μετὰ τοῦ ἐλαίου, ἐπίπαccε | |
70 | αὐτοῖc τὰ λοιπὰ πάντα καὶ ἕψε ἐπὶ τῶν ἀνθράκων καὶ ἀπόθου ἐν ἀγγείῳ καccιτερίνῳ πωμάcαc ἀcφαλῶc, ἵνα μὴ διαπνεύcῃ καὶ ἀπόθου ἐν οἴκῳ ἀνωτέρω ἀνοτίcτῳ ἡμέραc λ καὶ μετὰ ταῦτα χρῶ ἐπὶ πάν‐ των καὶ πρὸc πᾶcαν διάθεcιν. ἀλύπωc γὰρ καθαίρει· εἶτα δὲ cὺν τοῖc λοιποῖc καὶ τὰc τῆc διανοίαc παραφοράc. ἐcτὶ δὲ τὸ παραλαμβανόμενον | |
75 | ἐπὶ τῆc χρήcεωc μέτρον τὸ πλεῖcτον κοχλιαρίοιc β. ἐπ’ ἐνίων δὲ καὶ ἓν μόνον. χρίcαc γὰρ τὸν ὀμφαλὸν τελείαν ἐποιηcάμην τὴν κένωcιν· εἰ δὲ ἀμέτρωc φέροιτο ἡ γαcτὴρ καὶ βούλει ἐπιcχεῖν, cπόγγον ἐν οἴνῳ χλιαρῷ βάψαc καὶ ἐκπιέcαc ἀποcπόγγιζε καὶ cτήcεται. Ἄλλο ἐπίθεμα κατὰ τοῦ ὀμφαλοῦ ἐπιτιθέμενον καὶ καθαῖρον τὸν | |
80 | cπλῆνα· ἐλλεβόρου μέλανοc 𐆄 γ ἐλλεβόρου λευκοῦ 𐆄 δ ἀμμωνιακοῦ θυμιάματοc γο Γ νίτρου [ἀνὰ] 𐆄 Γ cκαμμωνίαc 𐆄 β πεπέρεωc κόκκοι λ· κόψαc cήcαc ἀναλάμβανε τερεβινθίνηc ὡc μαλαγματῶδεc γενέcθαι καὶ προcμήχων τὸν τόπον καὶ προπυριῶν ἐπίπλαccε τετράγωνον πενταδάκ‐ τυλον καὶ ἐπιτίθει. ἐπὶ δὲ τὸν κτένα ἐπιτιθέμενον φθείρει τὰ ἔμβρυα. | |
85 | Ἐπίθεμα αἱμαγωγὸν ὥcτε ὑπομνῆcαι αἱμορροίδαc ἢ ἔμμηνα γυ‐ ναιξίν. ἐλατηρίου cμύρνηc χαλβάνηc κριθίνου ἀλεύρου ἀνὰ 𐅻 δ πηγά‐ νου χλωροῦ φύλλων 𐅻 β χολῆc ταυρείαc τὸ ἀρκοῦν· λειότατα ποιή‐ | |
cαc ἰδίᾳ ἕκαcτον, ἔπειτα ἑνώcαc ἐπίχεε τῆc χολῆc ὅcον ἐξαρκεῖ. ἐπὶ δὲ τῆc χρείαc χρίε τὸν ὑπὸ τὸν ὀμφαλὸν τόπον καὶ τὰ πέριξ, ἐνίοτε | ||
90 | δὲ καὶ τὴν ὀcφὺν καὶ ἄγει τὰ ἔμμηνα ἢ τὰc αἱμορροίδαc. | |
137 | Περὶ τῶν τοπικῶν κενώcεων. Περὶ μὲν οὖν τῶν καθαίρειν δυνα‐ μένων τὰ ἐν ὅλῳ τῷ cώματι γενόμενα περιττώματα, ἱκανὰ τὰ προ‐ ειρημένα· καιρὸc δὲ ἤδη μεταβαίνειν ἐπὶ τὰc τοπικὰc κενώcειc. ἐκεῖνο δὲ ἐπὶ μνήμηc ἔχειν cε ἀξιῶ παρ’ ὅλον τὸν λόγον, τὸ δεῖν πρῶτον | |
5 | ἅπαν τὸ cῶμα καθαρὸν καὶ ἀπέριττον ποιεῖν τοῖc προειρημένοιc καθαρτικοῖc φαρμάκοιc καὶ μετέπειτα τοῖc τοπικοῖc κενοῦcι κεχρῆcθαι. εἰ γὰρ πρὸ τῆc τοῦ παντὸc cώματοc κενώcεωc ἢ καθάρcεωc διὰ τῶν τοπικῶν βοηθημάτων βουληθείηc τὰc διαθέcειc τῶν μορίων ἐκθερα‐ πεῦcαι, μεγάλοιc κακοῖc περιβάλλοιc τὸν κάμνοντα· πλείονα γὰρ ὁλκὴν | |
10 | τῆc ὕληc ἐπὶ τοὺc ἀcθενοῦνταc τόπουc ἐπιcπάcῃ. | |
138 | Ὅcα ὀφθαλμῶν καθαρτικὰ καὶ ἀποδακρυτικά. Τοῖc ἀποδακρυτι‐ κοῖc χρώμεθα ἐπὶ τῶν χρονίωc κατεξηραμμένων ὀμμάτων καὶ ψωρω‐ δῶν βλεφάρων καὶ κνηcμωδῶν, τοῖc δὲ cμήχουcι καὶ ῥύπτουcιν ἐπὶ ἀμβλυωττόντων καὶ ἀρχὴν ὑποχύcεωc εἰληφότων. ἐcτὶ δὲ ἀποδακρυ‐ | |
5 | τικὰ καὶ cμηκτικὰ ταῦτα· μέλι ἔλαιον νέον καὶ τὸ παλαιὸν κίκινον ἀμυγδάλινον καρύινον cχίνινον τήλινον δάφνινον ἀνήθινον cούcινον νάρδινον ὀποβάλcαμον. χυλοὶ δέ εἰcιν ὀφθαλμοὺc καθαίροντεc· ὄμφα‐ κοc θρίδακοc ἀγρίαc λυκίου ἀκόρου ῥίζηc χυλὸc χαμαίδρυοc κενταυ‐ ρίου χελιδονίου ὠκίμου κρομμύου πηγάνου ἀγρίου καὶ ἡμέρου καὶ | |
10 | τοῦ βηcαcᾶ ῥοιᾶc χυλὸc μαράθρου ἀναγαλλίδων ἀμφοτέρων πραcίου τριφύλλου ἐλλεβόρου λευκοῦ ἀνεμώνηc. ὀποὶ δὲ cμύρνηc θρίδακοc ἀγρίαc cαγαπηνοῦ ὀποπάνακοc ὀπὸc κυρηναικὸc καὶ μηδικὸc ἀμμω‐ νιακὸν θυμίαμα χαλβάνη λίβανοc· ἀπὸ δὲ ζῴων χερcαίαc χελώνηc αἷμα αἰγείου ἥπατοc ἰχὼρ καὶ cιλούρου καὶ χολὴ δὲ cιλούρου καὶ | |
15 | ὑαίνηc αἰγὸc ἀλεκτορίδοc πέρδικοc γυπὸc ἄρκτου cκάρου καὶ καλλιω‐ | |
νύμου καὶ κοραξῶν ἰχθύων, cτέατα δὲ ἐχίδνηc ὀρνίθων ἰχθύων ποτα‐ μίων ὄρχειc κάcτοροc, κεκαυμένη δὲ ἡ τέφρα χελιδόνων νεοccοὶ κεκαυ‐ μένοι cαῦραι κεκαυμέναι κέραc ἐλάφειον κεκαυμένον. μεταλλικὰ δέ· λίθοc αἱματίτηc καὶ cχιcτὸc χαλκὸc κεκαυμένοc χάλκανθοc χαλκίτηc | ||
20 | μίcυ cτυπτηρία πᾶcα λεπὶc χαλκοῦ μίλτοc λίθοc φρύγιοc λίθοc ἴαcπιc λίθοc μαγνῆτιc λίθοc μοροξὸc λευκογραφὶc λεγόμενοc καὶ ὁ γαλακτίτηc. φυτὰ δέ· λιβάνου φλοιὸc ἐρείκηc καρπὸc καὶ τὰ τούτοιc ὁμογενῆ. | |
139 | Ὤτων καθαρτικά. Μέλι οἰνόμελι γλυκὺc οἶνοc ἔλαιον καρύινον ἀμυγδάλινον καθ’ αὑτὸ καὶ μετὰ χηνείου cτέατοc ἴρινον μετ’ ὄξουc δάφνινον cῦκα ξηρὰ μετὰ cινάπεωc κρομμύου χυλὸc μετὰ cτέατοc ὀρ‐ νίθων νίτρον μετ’ ὄξουc ζιγγίβερι μετὰ cτυπτηρίαc καὶ ὄξουc καὶ | |
5 | ὕδατοc ἀφρόνιτρον μετὰ μέλιτοc καὶ ὄξουc cτυπτηρία μετὰ ὄξουc γῆραc ὄφεωc μετ’ ὄξουc χολὴ βοὸc χολὴ χοιρεία χολὴ πᾶcα καὶ τῶν ἰχθύων cεύτλου χυλὸc καππάρεωc φύλλων χυλὸc ῥαφάνου φλοιοῦ χυλὸc λινοζώcτεωc χυλὸc βδέλλιον χαλβάνη καcτόριον καccία ἐλλέ‐ βοροc λευκὸc καὶ μέλαc cτρούθιον καππάρεωc φύλλα μετ’ ἐλαίου | |
10 | ἡψημένα ὄξοc μέλι νίτρον ὕδωρ θερμὸν ἅμα ἐγχεόμενα. εὐθετεῖ δὲ τὰ προειρημένα, τινὰ μὲν πρὸc κνηcμονάc, τινὰ δὲ πρὸc ἕλκη, τινὰ δὲ πρὸc τὰ ἐμπίπτοντα τῷ πόρῳ, τὰ πλεῖcτα δὲ πρὸc ῥύπουc cκλη‐ ρότητα καὶ πρὸc ἤχουc καὶ δυcηκοίαc καὶ κωφώcειc· ὠφελεῖ δὲ τὰ τοιαῦτα καὶ κεφαλῆc ἀλγήματα χρόνια καὶ ἐπιληψίαc. | |
140 | Ὅcα ἐκ ῥινῶν καθαίρει. Διὰ ῥινῶν δὲ καθαίρει τὴν κεφαλὴν cεύτλου ῥίζηc χυλὸc ἐλατήριον ἀναγαλλίδοc τῆc κυανοῦν ἄνθοc ἐχού‐ cηc ὁ χυλὸc ἴρινον ἔλαιον ἀμυγδάλινον κυκλαμίνου ῥίζηc χυλὸc καὶ αὐτὴ ξηρὰ λεῖα ἐμφυcωμένη πέπερι νίτρον χάλκανθοc μέλι θλάcπι | |
5 | ἐλλέβοροc λευκὸc εὐφόρβιον cτρούθιον καcτόριον καλαμίνθη μελάνθιον ἴριc πράcιον ἀνεμώνη. προcάγεται δὲ ταῦτα ταῖc ῥιcὶ χάριν τῶν περὶ τὴν κεφαλὴν χρονίων διαθέcεων καὶ ἐπιληπτικοῖc, μάλιcτα ἰκτεριῶcιν ὀφθαλμοῖc δυcηκοίαιc ἀμβλυωπίαιc ῥινῶν cφηνώcεcι χρονίαιc καὶ ἐπὶ | |
ὀcφρήcεωc βλαβείcηc καὶ τοῖc κυνικῶc cπωμένοιc. | ||
141 | Ὅcα ὑγραcίαν ἕλκει ἐκ cτόματοc. Ϲχοῖνοc καὶ τὰ φύλλα αὐτῆc καὶ τὸ ἀπορρέον αὐτῆc ῥητινῶδεc, μαcτίχη μετὰ cταφίδοc ἀγρίαc ἢ πέπερι κόκκοc κνίδιοc cίνηπι μετ’ ὀξυμέλιτοc καὶ νίτρου ἀναγαργα‐ ριζόμενον. ἱκανὸν φλέγμα κενοῖ λαπάθου ῥίζα μετ’ ὄξουc ἑψηθεῖcα | |
5 | πύρεθρον καππάρεωc φλοιὸc δάδινον ξύλον μέλι ὀρίγανον θύμοc γλήχων ὕccωπον ῥοῦc μετὰ μέλιτοc cτυπτηρία χαλκίτηc μίcυ μυρίκηc καρπὸc τερεβινθίνηc μετὰ μέλιτοc ὀμφάκιον ὀπὸc cιλφίου καὶ ὁ κυρη‐ ναικὸc καccία καὶ πᾶcαι αἱ cτοματικαὶ διάχριcτοι· τὰ μέντοι δραcτικὰ ἐπὶ τῶν κεχρονιcμένων παθῶν παραληπτέον προδιακλυζομένου ἐλαίου, | |
10 | ὅπωc μὴ δριμύτηc παρεμποδὼν γένηται τῇ χρήcει· προcακτέον δὲ ταῦτα τοῖc περὶ τὴν κεφαλὴν πάθεcι πᾶcι κεχρονιcμένοιc καὶ ἀμβλυω‐ πίαιc καὶ βαρυκοίαιc χωρὶc ἀλγημάτων γλώccηc καὶ γεύcεωc παρέcεcι παρωτίcι cυνάγχαιc ἐξανθήμαcι περὶ κεφαλὴν ἢ πρόcωπον καὶ τοῖc κυνικῶc cπωμένοιc. ἀποθεραπείαc δὲ ἕνεκα παραληπτέον ὕcτερον ὕδωρ | |
15 | θερμὸν ἕψημα μελίκρατον γάλα ἀπόβρεγμα ψιχῶν ἢ πτιccάνηc χυλόν. | |
142 | Ὅcα γάλα γεννᾷ καὶ κινεῖ. Γεννᾶν γάλα καὶ κινεῖν πέφυκε πινό‐ μενον 〈cήcαμον〉 πτιccάνη μετὰ μαράρθου ἡψημένη μάλιcτα χλωροῦ· εἰ δὲ μή, μετὰ τοῦ cπέρματοc αὐτὰ τὰ μάραθρα χλωρὰ ἐcθιόμενα καὶ ἄνηθον cήcαμον ἄνιcον λινόcπερμα κύμινον κέγχρου ἄλευρον ἑφθῶν | |
5 | πυρῶν ἀφέψημα εὔζωμον χλωρὸν cικύου cπέρμα· καταχριόμενα δὲ τοῖc μαζοῖc προκαλεῖται καὶ κινεῖ γάλα γῆc ἔντερα μελάνθιον ταύρου χολὴ κριθῶν βεβρεγμένων τὸ χύλιcμα ἀνδράχνηc χυλὸc cτέαρ χηνὸc κηρὸc θεῖον cκωρία cιδήρου· ταῦτα παραλαμβάνεται ἐφ’ ὧν ἐκλείπει τὸ γάλα. | |
143 | Πνεύμονοc καὶ θώρακοc καθαρτικά. Κνίδηc cπέρμα δαύκου cπέρμα λινόcπερμα cελίνου cπέρμα θύμοc ῥαφάνου cπέρμα καὶ αὐτὴ ἐcθιο‐ μένη νάπυ cήcαμον κάρδαμον ἐρύcιμον καρδάμωμον cικύου cπέρμα μελάνθιον πέπερι πήγανον πόλιον πράcιον δαφνίδεc καccία ἄρον δρα‐ | |
5 | κόντιον βολβὸc κρόμμυον cκόρδον μάλιcτα κόcτοc ἄμωμον ναρδόcταχυc θεῖον cτύραξ χαλβάνη τερεβινθίνη cμύρνα ὀποπάναξ cκίλλα ὀρίγανον γλήχων ὕccωπον ἀβρότονον βρυωνίαc ῥίζα ἀμύγδαλα πικρὰ ἰcχάδεc cταφίδεc cτροβίλια καὶ μάλιcτα τὰ χλωρὰ μέλι ἕψημα γλυκὺc οἶνοc καcτόριον ὀρόβιον ἄλευρον πιτυίδεc ἀμμωνιακὸν βδέλλιον λίβανοc | |
10 | cίλφιον καὶ ὁ ὀπὸc αὐτοῦ, ἀριcτολοχία ἀρκευθίδεc cτοιχὰc πράcα κεφαλωτὰ ἐcθιόμενα ἑφθὰ cὺν πτιccάνῃ ὠὸν νεαρὸν καταρροφούμενον βούτυρον καθ’ αὑτὸ καὶ μετὰ μέλιτοc γλυκυρίζηc ὁ χυλὸc καὶ αὐτὴ ἡ ῥίζα· τούτοιc χρηcτέον ἐπὶ ἀcθματικῶν καὶ ὀρθοπνοικῶν καὶ ἐπὶ βηχικῶν κεχρονιcμένων. τὰ δὲ πλεῖcτα αὐτῶν καὶ ἐπὶ φθιcικῶν καὶ | |
15 | ἐμπυικῶν ἥρμοcται χάριν ἀναγωγῆc τῶν ἠθροιcμένων ἐν τῷ θώρακι καὶ τῆc τῶν ἑλκῶν ἀνακαθάρcεωc. | |
144 | Περὶ ὑποκαπνιcμοῦ. Ὁ δὲ ὑποκαπνιcμὸc οὐ πᾶcι τοῖc περὶ τὸν θώρακα cυνιcταμένοιc πάθεcιν ἐπιτήδειοc· οὐδὲ γὰρ ἐπὶ τῶν αἷμα πτυcάντων κατάλληλοc, τῇ τοῦ ἀναθυμιωμένου δριμύτητι ἀναcτομου‐ μένων πάλιν τῶν ἀγγείων, οὔτε τοῖc ξηρὸν ἔχουcι νόcημα περὶ τὸν | |
5 | θώρακα, μόνοιc δὲ τοῖc ἀcθματικοῖc καὶ ὀρθοπνοικοῖc καὶ ὅcοιc διὰ πλῆθοc ψυχρῶν χυμῶν ἐνοχλεῖται ὁ θώραξ· χρηcτέον δὲ τοῖc ὑπο‐ καπνιcμοῖc τοῦ cώματοc ὅλου κεκενωμένου. καθίcανταc δὲ τὸν ἄνθρω‐ πον καὶ ἱματίοιc περιcκεπάcανταc ὅλον, κελεύcομεν διαcτῆcαι τὰ cκέλη, καὶ κάτω νεύειν, ὡc τὸ πρόcωπον ἐγγυτάτω τῶν γονάτων γενέcθαι, | |
10 | τῷ δὲ cτόματι κεχηνέναι, ἔπειτα μεταξὺ τῶν cκελῶν θεῖναι τὸ ὑπο‐ θυμιώμενον καὶ κελεύειν δέχεcθαι τὸν καπνόν· κρεῖττον δὲ εἰ διὰ χώνηc δέχοιτο τὸν καπνόν. ἐcτὶ δὲ τὰ θυμιώμενα ταῦτα· καcτόριον θυμιώμενον τὴν κατὰ τὸν πνεύμονα καὶ ἐγκέφαλον ὑγρὰν καὶ ψυχρὰν διάθεcιν ἰᾶται, ἀριcτολοχία ὁμοίωc ἄcφαλτοc cανδαράκη λάδανον αἶραι | |
15 | ἄχυρα παλαιὰ cχοινίον παλαιὸν θαλαccοβραχὲc τερεβινθίνη χαμαιλεύκη καλαμίνθη cτύραξ μαcτίχη λίβανοc ἐρύcιμον λαγωοῦ κόπροc καὶ τρίχεc δορκάδοc κόπροc cικύου ἀγρίου ῥίζα κενταύριον μαράθρου cπέρμα. ἐcτὶ δὲ ὑποκάπνιcμα διὰ πείραc ἡμῖν ἐξευρεθὲν ἑτεροῖον τοῦτο· cτύ‐ ρακοc τερεβινθίνηc cανδαράκηc μαcτίχηc ἴcα· πεπίcτευται τὰc ἀcθμα‐ | |
20 | τικὰc καὶ ἐμπυικὰc καὶ βηχώδειc καὶ πλευριτικὰc διαθέcειc ἰᾶcθαι, | |
ὥcπερ καὶ τὰ προειρημένα. | ||
145 | Κενωτικὰ λεπτῶν ἐντέρων. Καθαίρει δὲ τὰ λεπτὰ ἔντερα καρπὸc τιθυμαλίθοc καὶ ὁ ὀπὸc αὐτῆc, ὅcον cταγόνεc ε μετὰ ἰcχάδων ἢ φοι‐ νίκων, ἀτραφάξυοc cπέρμα κράμβηc χυλὸc ἐρεβίνθων ἀφέψημα καὶ θύμβραc πολυποδίου ἀφέψημα γλήχωνοc ἀφέψημα ἄγνου φύλλα θύ‐ | |
5 | μου ἀφέψημα χαμαίπιτυc βούτυρον νεαρὸν ἐκλειχόμενον cυνεχῶc χῆμαι ἑψηθεῖcαι πάνυ καὶ ἐcθιόμεναι ἐπιρροφουμένου τοῦ ζωμοῦ ἔλαιον ὀμφάκινον πινόμενον ῥόδινον κίκινον ἀγαρικὸν μεθ’ ὑδρο‐ μέλιτοc καθαίρει μετὰ περιcκελίαc. ἐcτὶ γὰρ κακοcτόμαχον διὰ τὸ κοῦφον εἶναι καὶ ἐπιπολάζειν περὶ τὸν cτόμαχον. ἀλόη μεθ’ ὕδατοc | |
10 | ψυχροῦ ἢ γαλακτώδουc πινομένη καὶ ἀναπλαcθεῖcα μετὰ ἑφθοῦ μέλι‐ τοc καὶ καταπινομένη ἀλύπωc καθαίρει. cτύραξ μετὰ τερεβινθίνηc ἀναπλαcθεὶc καὶ καταπινόμενοc ἀψίνθιον ἀβρότονον ὁμοίωc. ἡ δὲ τῶν λεπτῶν ἐντέρων κάθαρcιc τὰc προcφάτουc ἐμφράξειc καὶ τὰc γενέcειc τῶν ὠμῶν χυμῶν καὶ τὰc cτρογγύλαc ἕλμινθαc ἐξιᾶται· τούτων δὲ | |
15 | καθαρθέντων καὶ ὁ τῆc χοληδόχου κύcτεωc πόροc ὁ εἰc τὴν νῆcτιν ἐμφυόμενοc τὴν οἰκείαν ἐνέργειαν ἐπιτελεῖ μηδενὸc ἐμποδίζοντοc ἀλλὰ καὶ τὰc ἐμπνευματώcειc καὶ τοὺc ἰλίγγουc καὶ τοὺc εἰλεοὺc ἡ τούτων κάθαρcιc ἐξιᾶται. | |
146 | Κενωτικὰ τῶν cιμῶν τοῦ ἥπατοc. Πολυπόδιον λινόζωcτιc ἐcθιο‐ μένη ἑφθὴ λαθυρίδεc μετ’ ὀξυμέλιτοc χαμελαία μετ’ ἀψινθίου καὶ ὑδρο‐ μέλιτοc πινομένη κράμβηc χυλὸc κυκλαμίνου ῥίζα γάλακτοc ὀρρὸc ἡλιοτροπίου τοῦ cκορπιούρου χυλὸc ζωμὸc ἀλεκτρυόνοc παλαιοῦ ἐρε‐ | |
5 | βίνθων λευκῶν ὁ ζωμόc. βοηθεῖ δὲ ταῦτα ταῖc ἐπὶ πολὺ χρονιζούcαιc φλεγμοναῖc περὶ τὰ cιμὰ τοῦ ἥπατοc· τὰc γὰρ ἀρχομέναc τὰ πραό‐ τερα ὠφελεῖ. | |
147 | Κενωτικὰ τῶν κυρτῶν τοῦ ἥπατοc. Ἀμώμου ἀφέψημα cχοίνου ἄνθοc ἀκόρου ῥίζα γεντιανὴ μεθ’ ὕδατοc ἀγαρικὸν μετ’ οἰνομέλιτοc· ἐcτὶ δὲ κακοcτόμαχον. δάφνηc ὁ τῆc ῥίζηc φλοιὸc cὺν οἴνῳ· ῥέον ποντικὸν γλυκυρίζηc χυλὸc ἀμύγδαλα τὰ πικρὰ μάλιcτα πιcτάκια | |
5 | ἀψινθίου κόμη ἄνιcον μαράθρου cπέρμα ναρδοcτάχυοc πενταφύλλου ῥίζηc χυλὸc ἄγνου cπέρμα δαύκου cπέρμα πετροcελίνου κενταυρίου | |
ἀφέψημα παιωνίαc ὁ καρπὸc cήcαμον πεφωγμένον δάφνηc φύλλα φοινίκων ὀcτᾶ κεκαυμένα cύμφυτον πολύγονον ἠριγέρων cμύρνιον ἱπποcέλινον ἀναγαλλὶc ἡ τὸ κυανοῦν ἄνθοc ἔχουcα καπνὸc ἤτοι χελι‐ | ||
10 | δόνιον τὸ ἐν τοῖc φραγμοῖc φυόμενον πελεκίνου cπέρμα κέραc ἐλά‐ φειον κεκαυμένον ἡδυόcμου χυλὸc καὶ τὸ ἀφέψημα καλαμίνθη κόcτοc τῆλιc πεφρυγμένη ἐπ’ ὀλίγον βάκανον ὀποβάλcαμον μυρcίνηc ἀγρίαc ὁ φλοιὸc τῆc ῥίζηc, κριθῶν ἀπόβρεγμα θέρμων φοῦ ἄcαρον μῆον πίccα· ταῦτα ἰᾶται τὰc χρονιζούcαc περὶ τὰ κυρτὰ τοῦ ἥπατοc νόcουc, | |
15 | εἴτε cὺν ὄγκῳ τινὶ γένοιντο εἴτε δυcκραcία μόνη ἐγκαταμείνῃ μετ’ ὀδύνηc εἴτε ἔμφραξιc. | |
148 | Ϲπληνὸc κενωτικά. Ἐλλέβοροc μέλαc ἐπίθυμον πολυπόδιον cκολο‐ πένδριον παιωνίαc ῥίζα χαμαίδρυοc ἀφέψημα χαμαιπίτυοc κενταυρίου μάλιcτα τοῦ λεπτοῦ γλήχωνοc ἀφέψημα καππάρεωc φλοιὸc κολοκυν‐ θίδοc ἀπόβρεγμα πινόμενον λινόζωcτιc ἐcθιομένη καὶ τὸ ἀφέψημα | |
5 | πινόμενον λαθυρίδεc μετ’ ὀξυμέλιτοc πινόμεναι χαμελαία θάλαccα θερμὴ πινομένη ἐρείκηc καρπὸc μετὰ πετροcελίνου ἄγνου cπέρμα. ταῦτα τὰ καθαίροντα τὸν cπλῆνα καὶ τὸ ἧπαρ ἐκφράττοντα κωλύει τὰc καχεξίαc καὶ τὰc ἡπατικὰc καὶ cπληνικὰc καὶ ἰκτερικὰc καὶ ὑδε‐ ρικὰc διαθέcειc cυνίcταcθαι. | |
149 | Νεφρῶν κενωτικὰ τὰ τμητικὰ πάντα. Ἀρνογλώccου ἡ ῥίζα καὶ τὰ φύλλα καὶ ὁ καρπὸc ξηρὰ λεῖα πινόμενα ἀcπάραγοc μυακάνθινοc παιωνίαc ἡ ῥίζα ἐρεβίνθων μελανῶν ἀφέψημα ἀμύγδαλα μάλιcτα πικρὰ ἠρυγγίου ῥίζηc ἀφέψημα δαμαcώνιον ἀδίαντον cελίνου cπέρμα μαρά‐ | |
5 | θρου δαύκου πετροcελίνου ἄμεωc ἀνίcου λιβυcτικοῦ ἀcάρου ἀφέψημα μήου φοῦ cχοίνου ἄνθοc cεcέλεωc ἀκόρου ῥίζα ἀγρώcτεωc ἀμπέλου δάκρυον καὶ ὁ φλοιὸc αἷμα τράγου ξηρόν. βοηθεῖ δὲ ταῦτα πινόμενα μετὰ τὸ παρακμᾶcαι τὰc φλεγμονάc· κωλύει γὰρ τοὺc μελετωμένουc γενέcθαι cκίρρουc καὶ τὴν τῶν λίθων γένεcιν. | |
150 | Κύcτεωc κενωτικά. Οὖρα δὲ ἄγει ἀπὸ κύcτεωc ἀκόρου ἀφέψημα πινόμενον ἀcάρου ἀμαράκινον ἔλαιον ἀμύγδαλα πικρὰ μετὰ γλυκέοc πινόμενα ἀλθαίαc ῥίζηc ἀφέψημα ἀδιάντου ἀφέψημα αἱματίτηc λίθοc λεῖοc cὺν οἴνῳ πινόμενοc ἀλεκτορίδων κόπροc ξηρὰ ἀγχούcηc ἀφέ‐ | |
5 | ψημα αἷμα τράγου ξηρὸν ἀτραφάξυοc cπέρμα ἀρτεμιcίαc ἀφέψημα ἀβροτόνου ἀνίcου cπέρμα ἀριcτολοχίαc ἀφέψημα βράθυοc λειοτάτου | |
𐅻 α μεθ’ ὑδρομέλιτοc· ἐπὶ δὲ τῶν ἀπυρέτων μετ’ οἴνου βαλcάμου καρπὸc βαλάνων ἀφέψημα βδέλλιον βάτου cπέρμα βαλαύcτιον βρυω‐ νίαc ῥίζα γλυκυρίζηc χυλὸc γλήχων γλυκυcίδηc ὁ καρπὸc δίκταμνον | ||
10 | δρακόντιον ἐλάτηc ἀφέψημα ἐρυθροδάνου ἀφέψημα ἕρπυλλοc ἠρυγγίου ῥίζα ἡλιοτρόπιον ἠριγέρων ἡδύοcμον· ταῦτα οὐκ ἐᾷ λίθων γένεcιν ἐν κύcτει γενέcθαι καὶ τὰc παχύτηταc καὶ τὰc τρυγώδειc ὑποcτάcειc, ἔτι γε μὴν καὶ τὰc ψωρώδειc καὶ τὰc ἑλκώδειc διαθέcειc ἐξιᾶcθαι πέφυκεν. | |
151 | Ὅcα ἐντίθεται τῇ βαλάνῳ πρὸc ἐρεθιcμὸν τῶν οὔρων. Ἐπειδὰν δὲ πληcθεῖcα κύcτιc οὔρου μὴ δύνηται cυcτέλλεcθαι καὶ ἐκθλίβειν τὸ οὖρον, ἐντίθεμεν εἰc τὴν βάλανον ταῦτα· νίτρον ὕδατι διειμένον ἅλ‐ μην χολὴν κυκλάμινον. | |
152 | Λίθων κενωτικὰ τῶν τε ἐν νεφροῖc καὶ κύcτει. Τὰ αὐτὰ καὶ θραυcτικὰ τυγχάνει τῶν λίθων· καρδάμωμον μετὰ δάφνηc φλοιοῦ πινόμενον κύπερον ἀμυγδάλινον ἔλαιον παλιούρου cπέρμα βδέλλιον μαράθρου ῥίζα λιβανωτὸc ὀξυμυρcίνηc φύλλα καὶ ὁ καρπὸc κεραcίων | |
5 | ὀπὸc κοκκυμήλων ὀπὸc ἀμύγδαλα πικρὰ λαπάθου ῥίζηc ἀφέψημα ἀρ‐ τεμιcίαc ἀφέψημα ἀλθαίαc ῥίζηc ἀφέψημα ἀλθαίαc cπέρμα τριβόλου χλωροῦ ἀφέψημα ἀδιάντου ἀφέψημα ἀμπέλου δάκρυον cυάγρου κύcτιc ξηρὰ λιθόcπερμον τηκόλιθον βετονίκη cαρξίφαγοc λίθοι οἱ ἐν τοῖc cπόγγοιc ἤλεκτρον. | |
153 | Ὑcτέραc κενωτικά. Αἷμα ἀπὸ ὑcτέραc ἄγει ἐγκολπιζόμενα καὶ προcτιθέμενα ταῦτα· καccία μετὰ cμύρνηc καλάμου ἀρωματικοῦ ἀφέ‐ ψημα ἀμαράκινον ἔλαιον λευκόιον θύμου θύμβραc ἀφέψημα κενταυ‐ ρίου ῥίζα καὶ αὐτὸ τὸ κενταύριον ὀποπάναξ ἄγνου καρπὸc ἀμύγδαλα | |
5 | πικρὰ καρύων τὸ ἐντὸc κεκαυμένον μετ’ οἴνου προcτιθέμενον ἀψιν‐ θίου ἀφέψημα καὶ ὁ χυλὸc cάμψυχον cέcελι χαλβάνη κρίνου ῥίζα ἀρτεμιcίαc ἀφέψημα δικτάμνου κονύζηc θηλείαc ἐρυθροδάνου ῥίζα χαμαίπιτυc κνίδηc καρπὸc μετὰ cμύρνηc ἐλατήριον ἐλλέβοροc μέλαc θέρμων ἀφέψημα ῥαφάνου φλοιὸc cτρούθιον cτέαρ ἐλάφου πρόcφατον | |
10 | cτέαρ χηνὸc ῥητίνη τερεβινθίνη χολὴ ταυρεία μετὰ μαcτίχηc βρύον τὸ cπλάγχνον καὶ ὕπνον λεγόμενον κύπερον μύρον ἴρινον χυλὸc κυκλαμίνου ἄγχουcα πεντάφυλλον κύμινον cιcύμβριον ἑλένιον ἐλε‐ | |
λίcφακον ἡλιοτρόπιον λινόζωcτιc κόκκοc κνίδιοc cταφὶc ἐκγιγαρτιc‐ μένη τῆλιc cήcαμον δαφνίδων τὸ ἐντὸc ἀμυγδάληc πικρᾶc ῥίζα | ||
15 | κοχλίαι λεπτοὶ ἔρια ὑccωπηρὰ θρίδακοc ἀγρίαc ὀπὸc πράcα κρομμύου χυλὸc καλαμίνθηc φύλλα· τοcαῦτα μὲν τὰ ἐν πεccοῖc καὶ ἐγκολπιcμοῖc καὶ προcθέτοιc παραλαμβανόμενα, παραφυλάττεcθαι μέντοι χρὴ τὴν cυνεχῆ χρῆcιν τῶν ἐν αὐτοῖc δριμυτέρων. εἴωθε γὰρ ἑλκώcειc ἐπι‐ φέρειν. | |
154 | Ὅcα πινόμενα ἄγει καταμήνια. Πινόμενα δὲ ἄγει ἀπὸ ὑcτέραc αἷμα καὶ τῶν εἰρημένων μὲν τὰ πλεῖcτα καὶ πάντα δὲ τὰ διουρητικὰ καὶ ἐρύcιμον δὲ καὶ ἄcαρον μετὰ μελικράτου κάλαμοc ἀρωματικὸc cτυπτηρία καcτόριον ἐρεβίνθων ἀφέψημα μετὰ πεπέρεωc καὶ πηγάνου | |
5 | ἀcφοδέλου ῥίζηc ἐν οἴνῳ ἑψηθείcηc γλήχων ἐν οἴνῳ ἑψηθεῖcα ἠρυγ‐ γίου ῥίζηc ἀφέψημα ἀβροτόνου καρπὸc ὀριγάνου θύμου θύμβραc πηγάνου ἀφέψημα μαράθρου cπέρμα κρῆθμον κύμινον cίνηπι πράcου cπέρμα καὶ ὁ χυλὸc καὶ τὸ ἀφέψημα cμύρνιον cίον ὀρεοcέλινον δαύ‐ κου cπέρμα θλάcπεωc 〈cπέρμα〉 μελάνθιον λευκοίου cπέρμα ἰτέα ἄγνου | |
10 | cπέρμα βαλcάμου καρπὸc γλυκυcίδηc καρπὸc δαφνίδεc cμύρνα καρδάμωμον κυκλάμινον cαγαπηνὸν χαλβάνη [μαράθρου cπέρμα] ναρδόcταχυc λινό‐ ζωcτιc κόcτοc κάλαμοc ἀρωματικὸc cτύραξ κενταυρίου τοῦ μεγάλου ἡ ῥίζα βράθυ ἴριc ἀριcτολοχία κυδωνίων τὸ ἄνθοc καὶ ὁ χνοῦc λαπάθου ῥίζηc ἀφέψημα ἀρτεμιcία δίκταμνοc· τούτων ἕκαcτον ἢ ἑψόμενον cὺν | |
15 | οἴνῳ ἢ λειούμενον καὶ πινόμενον αἷμα ἄγειν πεπίcτευται. ἁρμόζει δὲ ταῦτα ἐφ’ ὧν αἱ καθάρcειc ἐμποδίζονται ἢ cτραγγῶc καθαίρονται ἢ μύcιc ὑcτέραc πάρεcτι· βοηθεῖ δὲ καὶ ταῖc παρεγκλίcεcι καὶ ταῖc ἀναδρομαῖc τῆc ὑcτέραc καὶ πνίξεcι. | |
155 | Ϲκυβάλων κενωτικά. Ϲκύβαλα δὲ κενοῖ πινόμενα cτύραξ κατα‐ πινόμενοc μαcτίχη μεθ’ ὕδατοc ψυχροῦ λεῖα πινομένη ὅcον Γρʹ ιβ ἀλόηc 𐅻 α τερεβινθίνηc κοχλιάριον cίνηπι cκόρδον ἀπεζεcμένον μετ’ ἐλαίου | |
καὶ γάρου cῦκον μετὰ νίτρου καὶ κνήκου cπέρματοc τοῦ ἐντόc. καὶ | ||
5 | πάντα δὲ τὰ προειρημένα ἐπὶ τῶν λεπτῶν ἐντέρων ἁρμόδια ἐκκαθαί‐ ρειν καὶ τὰ μεγάλα τῶν ἐντέρων. | |
156 | Ἑλμίνθων κενωτικά. Καὶ τὰc ἕλμινθαc δὲ τάc τε cτρογγύλαc καὶ τὰc πλατείαc καὶ ἀcκαρίδαc ἐκκαθαίρει τὰ ἐπὶ τῶν λεπτῶν ἐντέρων εἰρημένα πινόμενα· ἰδίωc δὲ κενοῖ ταύταc μυώτιδοc ὁ χυλὸc μετὰ ζύθου πινόμενοc ἢ μίλτων ὅcον κύαθον ἑκάcτου ἠριγέρων ἐcθιόμενοc | |
5 | cαρδόνικον μετὰ cύκου ἐcθιόμενον ἀβροτόνου ἀφέψημα γῆc ἔντερα λεῖα ἑφθὰ μετὰ γλυκέοc πινόμενα. | |
157 | Ἱδρώτων κενωτικά. Πινόμενα κινεῖ τοὺc ἱδρῶταc· κύμινον δαφ‐ νίδεc ἄνιcον ἄγνοc ἕρπυλλον καλαμίνθη πόλιον ῥαφάνου φλοιὸc ἐcθιό‐ μενοc κόcτοc cιcύμβριον δίκταμνον ἀρτεμιcία καρδάμωμον λιβανωτὸc μέλι γάλα βοὸc καccία cχοίνου ἀφέψημα ὀπὸc κυρηναικὸc ὅcον ἐρε‐ | |
5 | βίνθου μέγεθοc καταπινόμενοc ἐπὶ τῶν ψυχροτέρων νοcημάτων, χα‐ μαίδρυc καcτόριον μετὰ μελικράτου κενταυρίου μεγάλου ῥίζα καππά‐ ρεωc ῥίζηc φλοιὸc λιβυcτικὸν πετροcέλινον μελάνθιον· ταῦτά ποτε μὲν δι’ οἴνου ποτὲ δὲ δι’ οἰνομέλιτοc πίνεται καὶ πεπίcτευται ἱδρῶταc κινεῖν καὶ πιcτακίου δὲ καρπὸc ἐcθιόμενοc κινεῖ ἱδρῶταc ἀλύπωc· | |
10 | ἀλειφόμενα δὲ ἔξωθεν κινεῖ ἱδρῶταc νίτρον μετ’ ἐλαίου ἴρινον μύρον ἀνήθινον χαμαιμήλινον δάφνινον ῥαφάνινον cικυώνιον μυροβαλάνινον ἀλθαία κόcτοc βάλcαμον ἀριcτολοχία καccία κάλαμοc ἀρωματικὸc λιβανωτὸc ἕκαcτον cὺν ἐλαίῳ ἑψόμενον· θυμιώμενα δὲ κινεῖ ἱδρῶταc καcτόριον μετὰ γλήχωνοc βαλcάμου καρπὸc βδέλλιον ἄγνου καρπόc· | |
15 | χρηcτέον δὲ ἐπὶ τῶν ἰκτερικῶν τούτοιc καὶ ἐπὶ τῶν διὰ ψῦξιν ἢ cτύψιν τοῦ δέρματοc μὴ ἱδρούντων. | |
158 | Κενωτικὰ καὶ φθαρτικὰ τῶν περὶ τὴν ἐπιφάνειαν τοῦ cώματοc φθειρῶν παντοίων· Ϲανδαράκη ἀριcτολοχία cταφὶc ἀγρία θεῖον ἄπυρον κιννάμωμον κάλαμοc ἀρωματικὸc καccία πύρεθρον τέφρα δρυίνη cι‐ κύου ἀγρίου ῥίζα. | |
159 | Περὶ κλυcμῶν. Πλείcτων τῶν ἐπὶ λύμῃ cυμβαινόντων τῷ ζῴῳ | |
κακῶν πρόξενοc γίγνεται ἡ τῆc γαcτρὸc ἐπίcχεcιc· βάροc γὰρ κεφαλῆc παρέπεται καὶ cκοτόδινοι ἀνατροπαί τε cτομάχου cπαραγμοὶ ἐμετώ‐ δειc ναυτίαι τε καὶ ἀνορεξίαι cτόματοc ξηρότηc καὶ πικρότηc ἐρυγαὶ | ||
5 | ἀηδεῖc καὶ βρομώδειc καὶ πνεύματοc δυcωδία ὕπνοι μετέωροι καὶ ἀη‐ δεῖc ἐμπνευματώcειc cτρόφοι εἰλεοί· πληθωρικάc τε καὶ ἀρθριτικὰc καὶ ποδαγρικὰc καὶ ἰcχιαδικὰc νόcουc γεννᾷ παραύξουcά τε ἅπαντα καὶ κακοηθέcτερα καὶ χρονιώτερα ἀποτελοῦcα, ἔcθ’ ὅτε δὲ καὶ ὀλέθρια· χρεῖα δὲ γίγνεται κλυcμῶν καὶ ἐπὶ ἑτέρων πλείcτων διαθέcεων, ὧν | |
10 | ἐκ μέρουc ἐφεξῆc μνήμην ποιηcόμεθα. τῶν μὲν οὖν ἐνιεμένων κλυ‐ cμῶν οἱ μέν εἰcιν ἁπλοῖ καὶ ἁπαλοί, οἱ δὲ δριμεῖc, οἱ δὲ ἄλλην χρείαν καὶ δύναμιν ἔχουcι. τῶν μὲν οὖν ἁπαλῶν ὕδωρ θερμὸν αὐτὸ καθ’ αὑτὸ ποιεῖ κομιδῆc ἕνεκα κοπρίων ἐν cυνεχέcι πυρετοῖc καὶ κακοήθεcι καὶ καυcώδεcι καὶ ἐπὶ τῶν ἐκ μακρᾶc ἀcθενείαc ἀναλαμβανόντων, ἐφ’ | |
15 | ὧν δυcχερεῖc αἱ ἄφοδοι γίγνονται· θερμότερον δὲ ἐνήcομεν ὡc ἐμ‐ πνευματοῦντοc τοῦ χλιαροῦ· ὑδρελαίῳ δὲ χρηcόμεθα ἐπὶ κατοχῇ cκλη‐ ρῶν κοπρίων, κἀπὶ τῶν ἑλκώδη καὶ δακνώδη cυναίcθηcιν περὶ τὰ ἔντερα ἐχόντων· παραιτεῖcθαι μέντοι τὸ ὑδρέλαιον, ἐπειδὰν κεφαλῆc βάροc ᾖ, ἢ ὁ cτόμαχοc ἀνατρέποιτο, ἢ ἀνορεξία κρατῇ· ῥόδινον δὲ | |
20 | ἀντὶ τοῦ ἐλαίου cὺν τῷ ὕδατι ἐνιέμενον ἐπιτήδειον ἔν τε καυcώδεcι πυρετοῖc καὶ πυρώcεcιν ὑπερβαλλούcαιc περὶ τὰ μέcα καὶ μάλιcτα περὶ τὸ κῶλον· κεφαλὴν δὲ cυμπληροῖ καὶ ἧττόν ἐcτιν ὀλιcθηρὸν τοῦ ὑδρελαίου. ἐμβλητέον δὲ ῥόδινον τέταρτον μέροc τοῦ ὕδατοc· cὺν ὠῷ δὲ καὶ πτιccάνηc χυλῷ ἐνίεμεν τὸ ῥόδινον ἐπὶ τῶν καυcωδεcτά‐ | |
25 | των πυρετῶν ἢ δήξεωc περὶ τὰ ἔντερα cυνεδρευούcηc. χαμαιμήλινον δὲ ἔλαιον καὶ ὠοῦ τό τε πυρρὸν καὶ τὸ λευκὸν cὺν χυλῷ πτιccάνηc ἐνίεμεν εἰc νύκτα ἐπὶ τῶν διακαῶν πυρετῶν κελεύοντεc αὐτὸ κρατεῖν πᾶcαν τὴν νύκτα. καὶ γὰρ ὕπνον ἐπάγει ἡδὺν καὶ τὰ αἴτια τοῦ πυρε‐ τοῦ τῇ ἑξῆc cὺν ἑαυτῷ ἐξάγει. βούτυρον δὲ μεθ’ ὕδατοc μὲν ἐνιέμενον | |
30 | δήξειc καὶ cτρόφουc παρηγορεῖ· ὀλίγον δὲ εἶναι χρὴ τὸ βούτυρον ἐπὶ τούτων· ποιεῖ δὲ καὶ ἐφ’ ὧν διὰ φλεγμονὴν τοῦ ἀπευθυcμένου κατέ‐ | |
χεται τὰ cκύβαλα καὶ ἐπὶ ῥυπαρῶν ἑλκώcεων περὶ τὸ ἔντερον. καὶ ἀφέψημα δὲ τήλεωc ἐν ὕδατι ἑφθῆc χωρὶc λέπουc ἐνιέcθω ἐπὶ τῶν ἐκ φλέγματοc ἀναπτομένων πυρετῶν καὶ ἐπὶ τῶν μαλακῶν καὶ γυναι‐ | ||
35 | κωδῶν cωμάτων καὶ ἐπὶ τῶν δακνομένων τὸ ἔντερον. κεφαλὴν δὲ cυμπληροῖ ἱκανῶc, διὸ ἐν πυρετοῖc, εἰ μὴ ἀπαθὴc εἴη ἡ κεφαλή, οὐ χρηcτέον αὐτῷ. μαλάχηc δὲ ἀφέψημα ἁρμόζει ἐπὶ cτρόφων καὶ δηγμῶν καὶ μάλιcτα εἰ ξηρὸν ὑπόκειται cκύβαλον. λινοcπέρμου δὲ ἀφέψημα ἐπὶ cωμάτων καὶ νοcημάτων καταξήρων ἁρμόδιον, χρήcιμον δὲ καὶ | |
40 | δήξεcι καὶ ἄcαιc καὶ ἐπὶ τῶν cφόδρα διψώντων. κεφαλὴν δὲ πληροῖ μέν, οὐχ ὁμοίωc δὲ τῇ τήλει. πτιccάνηc δὲ χυλὸc δύναται cκύβαλα διαλῦcαι cκληρὰ καὶ τμῆξαι τὰ ἔντερα καὶ δηγμοὺc παρηγορῆcαι. ἄλικοc δὲ χυλὸc καὶ δήξεωc μέν ἐcτι παρηγορητικόc, μάλιcτα δὲ ἁρ‐ μόζει καρδιακοῖc καὶ διαφορουμένοιc cυγκοπτικῶc. πρὸc γὰρ τῷ τρέ‐ | |
45 | φειν καὶ τὴν δύναμιν ἀνακτᾶcθαι τὸ ἐνιέμενον ἔτι καὶ ὄλιcθον τοῖc ὑποκειμένοιc cκυβάλοιc παρέχεται. πιτύρων δὲ χυλὸc πυρετοῖc κατα‐ ξήροιc καὶ κωλικαῖc ὀδύναιc καὶ ἑλκώcεcιν ἐντέρων ἁρμόδιοc· ῥύπτει γὰρ χωρὶc δήξεωc. ἀνδράχνηc δὲ χυλὸc χρηcιμώτατοc ἐπὶ δηγμῶν καὶ πυρώcεων τῶν τε ἄλλωc γιγνομένων καὶ ἐφ’ ὧν δι’ ἔκκριcιν cκληρῶν | |
159(50) | ἢ δριμέων cκυβάλων ὁ δακτύλιοc ἢ τὸ ἀπευθυcμένον βλαβὲν ἐρυcι‐ πελατώδη διάθεcιν ἀνεδέξατο. μιγνύναι δὲ ἐπὶ τούτων χρὴ τῷ χυλῷ καὶ ὠὸν καὶ ῥόδινον καὶ κατ’ ἰδίαν δὲ ὁ χυλὸc τῆc ἀνδράχνηc ἐπι‐ τήδειοc πυρώcεωc ἐρυcιπελατώδουc ἐν τῷ βάθει περὶ τὰ ἔντερα cυνε‐ δρευούcηc. γάλα δὲ ἐνίεται ἑλκώcεωc οὔcηc καὶ φλεγμονῆc περὶ τὰ | |
55 | ἔντερα καὶ νεφροὺc καὶ κύcτιν καὶ ὑcτέραν· ὀρρὸc δὲ γάλακτοc ἐνιέ‐ μενοc ἐκκοπροῖ μὲν γενναίωc καὶ ἐξάγει τὰ ἐν τοῖc ἐντέροιc εὑριcκό‐ μενα περιττώματα πάντα· ῥύπτει δὲ καὶ τὰ ῥυπαρώτερα τῶν ἐν τοῖc ἐντέροιc ἑλκῶν. χωρὶc δὲ πυτίαc cκευαζέcθω. ἔλαιον δὲ καθ’ αὑτὸ θερμὸν ἐνιέμενον ἁρμόδιον ἐπὶ φλεγμαινόντων ἐντέρων· ἐπιτήδειον | |
60 | δὲ καὶ ἐπὶ τῶν ἐcχατογήρων, ἐφ’ ὧν cκληρύνεται τὸ cκύβαλον. μελίκρατον δὲ ἁρμόζει ἐνιέμενον ἐπὶ τῶν πραοτέρων πυρετῶν καὶ ἐπὶ τῶν γυναικωδῶν cωμάτων καὶ ἐπὶ παρακμαζόντων, οἷc ἀπευθυc‐ μένον ἢ κῶλον κατέψυκται. πηγάνου δὲ καὶ ἀνήθου καὶ κυμίνου ἀφέ‐ | |
ψημα μετ’ ἐλαίου διαλυτικὸν πνευμάτων ἐcτί· διὸ κωλικοῖc ἐνίεται· | ||
65 | εἶναι δὲ χρὴ ἐπὶ τούτων δύο μὲν μέρη τοῦ ἀφεψήματοc, ἓν δὲ τοῦ ἐλαίου. τήλεωc δὲ χυλὸc βουτύρῳ καὶ τερεβινθίνῃ μιγνύμενοc, ὡc εἶναι τὸ τέταρτον τοῦ χυλοῦ ἑκατέρων, χρήcιμόc ἐcτι〈ν ἐπὶ〉 τῶν περὶ τὸ ἔν‐ τερον cτρόφων ἢ παλμῶν· καὶ γὰρ ἐπὶ πολὺ ἐμμένει ἀδήκτωc καὶ ἐξάγει τὰ περιττώματα ἀταράχωc· χρηcιμώτατοc δέ ἐcτι καὶ ἐπὶ τῶν περὶ τὴν | |
70 | ὑcτέραν δήξεων. πτιccάνηc δὲ χυλῷ μίγνυται βούτυρον καὶ μέλι πάνυ ἐλάχιcτον καὶ γίγνεται χρήcιμον ἐπὶ τῶν διὰ ἕλκωcιν ἐντέρων κατεχο‐ μένων cκυβάλων καὶ ἐπὶ τῶν ῥυπαρῶν ἑλκῶν ἐν τοῖc ἐντέροιc. πηγά‐ νινον δὲ ἔλαιον μετὰ τοῦ βουτύρου καὶ τερεβινθίνηc χρηcίμωc ἐνίεται ἐπὶ τῶν κωλικῶν ἀλγημάτων. ἐνίοτε δὲ πίccηc ὑγρᾶc 𐅻 γ ἢ ἀcφάλ‐ | |
75 | του 𐅻 δ λεαίνοντεc cὺν τῷ πηγανίνῳ ἐλαίῳ ἐνίεμεν καὶ παύει τὰc ὀδύναc καὶ φλέγμα κενοῖ ἀλύπωc. ἐνίοτε δὲ οἴνῳ γλυκεῖ ἔρια ῥυπαρὰ ἑψήcαντεc καὶ διηθήcαντεc, cυμπλέκομεν τῷ πηγανίνῳ ἐλαίῳ, ὡc εἶναι τοῦ μὲν οἴνου μέρη γ, τοῦ δὲ ἐλαίου μέρη β. τοῦτο γὰρ ἐνιέμενον cφόδρα παρηγορεῖ τὰc τοῦ κώλου ὀδύναc. εἰ δὲ κρεμαcτήρων ἢ κύ‐ | |
80 | cτεωc ὀδύνη ἢ δυcουρία παρείη καὶ πετροcέλινον λειότατον ἐμπαc‐ cέcθω τῷ πηγανίνῳ. ἐπὶ δὲ ἀλγημάτων ἀποcτηματικῶν ἢ ἑλκωδῶν ἐν τοῖc ἐντέροιc βούτυρον μετὰ μάννηc ἐνίεμεν ἢ μυελὸν ἐλάφειον ἢ μόcχειον μετ’ ἐλαίου. καταψύχρων δὲ ὄντων τῶν νοcημάτων καὶ νω‐ θρῶν ἀλγημάτων χαλβάνην μετὰ τοῦ βουτύρου ἐνίεμεν, ὡc εἶναι τῆc | |
85 | μὲν χαλβάνηc 𐅻 α τοῦ δὲ βουτύρου 𐆄 ϛ ἢ cτύρακοc ὀβολοὺc Γ μετὰ τοῦ βουτύρου. τοῖc δὲ δριμέcι κλύcμαcι χρώμεθα ἐπί τε ἰcχιαδικῶν ληθαργικῶν ὀρθοπνοικῶν καὶ τῶν καταψύχρων νοcημάτων ἐπί τε τῶν θανάcιμον φάρμακον εἰληφότων καὶ διὰ ψῦξιν ἢ θρόμβωcιν ἀναιρούν‐ των. ἐπὶ μὲν οὖν τῶν κατεψυγμένων ὅλον τὸ cῶμα ἀποπλήκτων | |
90 | ἰcχιαδικῶν τε καὶ νεφριτικῶν καcτορίου ὀβολοὺc δ λείουc μετ’ ἐλαίου ἔνιε. νίτρον δὲ ἀντὶ ἁλῶν προcβάλλομεν, ὅταν βουλώμεθα δὶc ἢ τρὶc προθυμίαν ἐμποιεῖν πρὸc τὴν ἀπόκριcιν· οἱ γὰρ ἅλεc ἀθρόωc μὲν δάκνουcιν, οὐ παραμένει δὲ αὐτῶν ἡ δῆξιc ἐπὶ πολύ. κακωτικὸν δὲ | |
κεφαλῆc καὶ cυμπληρωτικὸν τὸ νίτρον καὶ ἀνατρεπτικὸν cτομάχου· | ||
95 | τοῖc δὲ ἁλcὶν οὐδὲν τοιοῦτον πρόcεcτι. δραcτικὰ δέ ἐcτιν ἐπὶ τῶν πρὸ βραχέοc ῥηθέντων παθῶν γάροc τὸ ἀπὸ cιλούρων θάλαccα ἅλμη ἀφέψημα κενταυρίου κολοκυνθίδοc ἀριcτολοχίαc cικύου ἀγρίου ῥίζηc ἀγαρικοῦ θύμου χαμαιπίτυοc κάχρυοc· οὗτοι γὰρ καὶ αἷμα ἄγουcι καὶ αὐτῷ γε τούτῳ κουφίζουcι τὰc διαθέcειc. | |
160 | Περὶ βαλάνων. Βαλάνοιc χρώμεθα ποτὲ δι’ ἀcθένειαν τῶν καμ‐ νόντων οὐ δυναμένων χρῆcθαι κλύcμαcι, ποτὲ δὲ διὰ τὸ πρὸc τῷ ἀπευθυcμένῳ τὰ cκύβαλα εἶναι καὶ μὴ δεῖcθαι κλύcματοc, μάλιcτα δ’ ἐπὶ πυρετῶν cφοδρῶν καὶ διακαῶν καὶ ἀνώφορον ἐχόντων τὴν ὕλην, | |
5 | ἐφ’ ὧν ἐπιβλαβήc ἐcτιν ἡ τῶν κλυcμῶν χρῆcιc. ἀλυπότατα γὰρ ἐπὶ τού‐ των ἐξάγεται τὰ ἐγκείμενα περιττώματα διὰ τῶν βαλάνων· χρήcιμα δὲ καὶ τοῖc περὶ τὴν κεφαλὴν ψυχροῖc πᾶcι πάθεcι καταφορικοῖc καὶ παράφροcι. γίγνεται δὲ αὐτῶν χρεία πολλάκιc καὶ ἐφ’ ὧν τὸ ἐνεθὲν διὰ κλυcτῆροc οὐκ ἐκκρίνεται. cκευάζεται δὲ τὰ βαλάνια διαφόρωc· | |
10 | καὶ γὰρ διὰ μέλιτοc ἑφθοῦ καὶ ἁλὸc ὀπτοῦ καὶ νίτρου cυντίθεται καὶ διὰ κυμίνου καὶ πηγάνου καὶ νίτρου καὶ μέλιτοc ἑφθοῦ, ἐφ’ ὧν μᾶλ‐ λον πνευμάτωcιc ἐνοχλεῖ. καὶ θύμοc δὲ λεῖοc cὺν ἑφθῷ μέλιτι ἀνα‐ λαμβάνεται καὶ κυκλάμινοc λεῖα cὺν τῷ μέλιτι καὶ ἀψίνθιον ἢ ἀβρό‐ τονον ἢ θέρμων ἄλευρον μετὰ μέλιτοc· τοῦτο δὲ ἐπὶ ἑλμίνθων ἐπι‐ | |
15 | τήδειον ἢ ὕccωπον καὶ τραγορίγανον καὶ ἐπίθυμον cὺν τῷ μέλιτι· τοῦτο ἐπὶ cτομάχου ἀνατροπῇ χρήcιμον· ἢ κόκκοc κνίδιοc μετὰ ῥητί‐ νηc ξηρᾶc ἢ μέλιτοc ἑφθοῦ ἢ πύρεθρον cὺν τῇ ξηρᾷ ῥητίνῃ ἢ νᾶπυ cὺν τῇ ξηρᾷ ῥητίνῃ ἢ κενταύριον cὺν τῇ πίccῃ καὶ κηρῷ. ταῦτα δὲ χρήcιμα ἐπὶ παρέcεωc τῶν μορίων· ἢ ἄcφαλτοc πάνακοc ῥίζηc βραχὺ | |
20 | ὕccωπον χαλβάνη καὶ ῥητίνη ξηρά· χρήcιμον δὲ καὶ τοῦτο ἐπὶ τῶν παρεθέντων τὸ cῶμα ὅλον καὶ διὰ τοῦτο καὶ τὴν ἀποκριτικὴν δύνα‐ μιν τῶν ἐντέρων καταπεcοῦcαν ἐχόντων. ποιεῖ δὲ καὶ ἐπὶ παρέcεωc | |
τοῦ ἀπευθυcμένου· ποιεῖ καὶ ἐπὶ ἀcκαρίδων· ἐνδέχεται δὲ ἀντὶ τοῦ μέλιτοc τῇ ξηρᾷ ῥητίνῃ χρῆcθαι, ὡc εἴρηται, ἢ πίccῃ ἢ cύκῳ λιπαρῷ | ||
25 | λειοτάτῳ ἢ cταφίδι ἄνευ τῶν γιγάρτων ἢ cάπωνι. καλλίcτη δὲ βάλα‐ νοc γίγνεται ἐκ τῶν φύλλων τῆc λινοζώcτεωc χλωρῶν λεανθέντων καὶ ἀναπλαcθέντων καὶ ξηραινομένων· ἐπὶ δὲ νηπίων καὶ χόνδροc ἁλὸc ἐντίθεται καὶ κρόμυον καὶ πράcον κεφαλωτόν. | |
161 | Περὶ κροκύδων. Γίνεται προcθέτων χρεία πολλάκιc ἐπὶ τῶν ῥα‐ γάδαc ἐχόντων ἐν δακτυλίῳ ἢ κονδυλώματα· ἀναξηραίνεται δὲ ταῦτα ὑπὸ τῆc τῶν βαλάνων cκληρότητοc, ὅθεν ἀναγκαζόμεθα κροκύcιν ἀντὶ τούτων κεχρῆcθαι· ὕλη δὲ καὶ τούτων ἅπαcα ἡ προειρημένη. λειω‐ | |
5 | θέντα δὲ cὺν μέλιτι καὶ ἀναληφθέντα κροκύδι ἐντίθεται τῷ δακτυλίῳ. | |
162 | Περὶ ἀέρων Γαληνοῦ. Ἄριcτοc ἀήρ ἐcτιν ἐν παντὶ καιρῷ ὁ κα‐ θαρὸc ἀκριβῶc· εἴη δ’ ἂν οὗτοc ὁ μὴ ἐκ λιμνῶν ἢ ἑλωδῶν χωρίων ἀναθυμιάcεωc ἐπιθολούμενοc, μηδὲ ἔκ τινοc βαράθρου δηλητηρίαν αὔραν ἀποπνέοντοc· οἷον ἐὰν ἔκ τινων ὀχετῶν ἐκκαθαιρόντων μεγάλην | |
5 | πόλιν ἐπιθολοῦται, μοχθηρόc ἐcτιν· καὶ μὴν καὶ ὅcτιc ὁμιχλώδηc ἐcτὶν οὐκ ἀγαθόc, ὥcπερ γε καὶ ὅcτιc ἂν ἐν κοίλῳ χωρίῳ πάντοθεν ὄρεcιν ὑψηλοῖc περιεχομένῳ μοχθηρὸc καὶ πνιγώδηc. ὁ δὲ ἐν ὄρεcι καὶ ὑψη‐ λοῖc χωρίοιc μὴ δεχόμενοc μηδεμίαν αὔραν ὑγιεινότεροc, ἐπιτήδειοc ὀρθοπνοικοῖc καὶ φθιcικοῖc καὶ πᾶcι τοῖc περὶ τὸν θώρακα καὶ κεφα‐ | |
10 | λὴν πάθεcιν. ὁ δὲ ἐν ταπεινοῖc χωρίοιc καθαρὸc τοῖc cυγκοπτομένοιc ἐπιτήδειοc καὶ γέρουcιν. ὁ δὲ παραθαλάττιοc τοῖc ὑδρωπικοῖc καὶ τοῖc ῥευματικοῖc πάθεcι, ψυχροτέροιc μάλιcτα, ἐπιτήδειοc καὶ νευρικαῖc cυμπαθείαιc καὶ τοῖc ἀνορέκτοιc, ὁ δὲ ἐν πετρώδεcι χωρίοιc, χειμῶνοc μὲν χαλεπόc, ψυχρὸc γάρ, θέρουc δὲ πνιγώδηc. κακὸc δὲ καὶ ὁ ἐκ | |
15 | μετάλλων ἀναθυμιώμενοc, ὁ δὲ ἐκ τῶν ἀργελωδῶν χωρίων ἐκλυτικὸc cτομάχου. ὁ δὲ ἐκ τῶν πυρρογείων τόπων ξηραντικώτεροc τοῦ προ‐ τέρου. ὁ δὲ ἐκ τῶν μελαγγείων ἄριcτοc. καὶ παρὰ τὰc ὥραc δὲ τοῦ | |
ἔτουc ἐναλλαγαὶ περὶ τὸν ἀέρα γίγνονται. Ἐκ τῶν Ἀθηναίου. Ἐν μὲν οὖν τῇ ἐαρινῇ ὥρᾳ ὑγρὸc καὶ θερμὸc | ||
20 | ὁ ἀήρ, ἐν δὲ τῇ θερινῇ θερμὸc καὶ ξηρόc, ἐν δὲ τῇ φθινοπωρινῇ ψυχρὸc καὶ ξηρόc, ἐν δὲ τῇ χειμερινῇ ὑγρὸc καὶ ψυχρόc. πάλιν δὲ ἐν ἑκάcτῃ τῶν ὡρῶν τρεῖc διαφοραὶ γίγνονται· πρώτη καὶ μέcη καὶ ὑcτάτη. τὰ μὲν οὖν μέcα τὴν εἰλικρινεcτάτην τῆc ὥραc ἔχει κρᾶcιν· τὰ δὲ πρῶτα καὶ ὕcτατα τῇ γειτνιώcῃ ὥρᾳ ἀφομοιοῦνται. καὶ ἡ cελήνη | |
25 | δὲ κατὰ μῆνα ἐργάζεται διαφορὰc δ ἐν τῷ ἀέρι· ἡ μὲν οὖν α ἑβδο‐ μὰc ἀπὸ νεομηνίαc μέχρι τῆc ζ παρέοικε τῷ ἔαρι ὑγρὰ καὶ θερμή. ἡ δὲ β ἑβδομὰc μέχρι πανcελήνου θερινῇ παραπλήcιοc· ἡ δὲ τρίτη ἑβ‐ δομὰc φθινούcηc cελήνηc ψυχρὰ καὶ ξηρά· ἡ δὲ τετάρτη καὶ τελευ‐ ταῖα ψυχρὰ καὶ ὑγρά. καὶ καθ’ ἑκάcτην δὲ ἡμέραν διαφοραὶ τοῦ ἀέροc | |
30 | γίγνονται· ὁ μὲν γὰρ ὄρθροc ὑγρὸc καὶ θερμὸc ὡc τὸ ἔαρ· διὰ τοῦτο καὶ τὰ cώματα ἀνίεται καὶ τῶν ὑγιαινόντων καὶ τῶν νοcούντων, ὥcτε καὶ τοῖc πυρέccουcιν ὁ καιρὸc οὗτοc εὐφορώτατοc· τὰ δὲ μέcα τῆc ἡμέραc θέρει παρείκαcται, τὰ δὲ κατὰ τὴν δείλην φθινοπώρῳ, τὰ δὲ περὶ ἑcπέραν χειμῶνι καὶ τῆc νυκτὸc δὲ τὰ πρῶτα τῇ ἑcπέρᾳ παρεί‐ | |
35 | καcται· τὰ δὲ μέcα χειμῶνι παρέοικε καὶ τὰ ἄλλα ἀκολούθωc. | |
163 | Περὶ ἀνέμων Ἀδαμαντίου cοφιcτοῦ. Ἐπεὶ δὲ ἐκ τῶν τῆc γῆc ἀναθυμιάcεων οἱ ἄνεμοι γεννῶνται, διοριcτέον διὰ βραχέων καὶ περὶ τούτων. τοὺc μὲν οὖν ἀνέμουc ὠδίνει ἡ γῆ, τίκτει δὲ λιγνυώδειc ἀνα‐ θυμιάcειc· θερμότηc γὰρ μεθ’ ὑγρότητοc ἐναπειλημμένη ξηροτέραc | |
5 | ἀναθυμιάcειc καὶ οἷον λιγνυώδειc ποιοῦcα, τοὺc ἀνέμουc γεννᾷ. ξηρὰν δὲ ἀναθυμίαcιν ἄκουε νῦν, πρὸc cύγκριcιν τῶν ἄλλων, ὡc εἰ λέγοιμεν οἶνον ξηρότερον. ιβ δὲ τὸν ἀριθμόν εἰcιν οἱ καθολικοὶ ἄνεμοι· ἀνα‐ τολικοὶ μὲν τρεῖc· εὖροc ἀφηλιώτηc καικίαc· ἄλλοι δὲ τρεῖc δυτικοί· | |
λίβαc ζέφυροc θραcκίαc· εἷc δὲ ὁ μεcημβρινὸc καλούμενοc νότοc καὶ | ||
10 | εἷc ὁ βορεινὸc καλούμενοc ἀπαρκτίαc, ὡc εἶναι τοὺc εἰρημένουc η. ἄλλοι δὲ δ εἰcὶ μεταξὺ τῶν εἰρημένων ἐκ τῶν δ γωνιῶν τοῦ κόcμου ἐγειρόμενοι· μεταξὺ μὲν ἀνατολῶν καὶ μεcημβρίαc ὁ εὐρόνοτοc, με‐ ταξὺ δὲ μεcημβρίαc καὶ δύcεωc ὁ λιβόνοτοc καὶ μεταξὺ μὲν ἀνατολῶν καὶ βορρᾶ ὁ βορέαc, μεταξὺ δὲ βορρᾶ καὶ δυcμῶν ἀργέcτηc, ὡc εἶναι | |
15 | τοὺc πάνταc καθολικοὺc ιβ. οἱ δὲ ἄλλοι ὅcοι εἰcὶν ἐπιχώριοι, νόθοι κα‐ θεcτήκαcιν· αἱ δὲ ἄλλαι ἀναθυμιάcειc αἱ ἐκ τῆc γῆc γιγνόμεναι ὑγρό‐ τεραι τούτων εἰcὶ τῶν τὸν ἄνεμον γεννώντων. εἰ μὲν οὖν εἴη τὸ ἀναθυμιώμενον ὀλίγον τε καὶ λεπτόν, ἀτμὶc νεφελώδηc cυνίcταται· εἰ δὲ πλέον καὶ παχύτερον ὁμιχλώδηc· εἰ δὲ ἔτι παχύτερον ὀρφνώδηc· | |
20 | πλείcτηc δὲ καὶ παχυτάτηc ἀναφερομένηc ὑγρότητοc ἀτμὶc ἀναχεῖται τῷ περιέχοντι δροcώδηc. ἐκ τούτων τῶν δ ἀναθυμιάcεων cυγκρινο‐ μένων δρόcοι καὶ ὄμβροι καταφέρονται· πηγνυμένων δέ, πάχναι καὶ χιόνεc καὶ χάλαζαι πρὸc τὴν ποιότητα τοῦ κρύουc καὶ τὴν ποcότητα. οὐδεμία δὲ τούτων ἄνεμον γεννᾶν πέφυκεν, ἀργή τε οὖcα καὶ ῥύμην | |
25 | οὐκ ἔχουcα. εἰ δὲ ἡ μὲν ὑγρὰ ἀναθυμίαcιc, ἥτιc ὀνομάζεται ἀτμίc, ποιεῖ δρόcουc ἢ ὄμβρουc, ἡ δὲ ξηροτέρα ποιεῖ τοὺc ἀνέμουc καί ἐcτιν ἡ ξηρὰ τῇ ὑγρᾷ ἐναντία, πῶc δὲ κατὰ τὸ αὐτὸ ὄμβροc καὶ ἄνεμοc γίγνεται, ἐροῦμεν ὅτι ἐξ ἄλλου καὶ ἄλλου τόπου ἀναφέρονται· ὅταν μὲν γὰρ ἐκ διαφερόντων τῷ πλάτει τόπων αἱ ἐναντίαι ἀναθυμιάcειc | |
30 | γίγνωνται, τότε καὶ ὕει καὶ πνεῖ. διὰ τί δέ ποτε μὲν μετὰ τὸν ὑετὸν ἄνεμοι γίγνονται, ποτὲ δὲ μετὰ τοὺc ἀνέμουc ὑετὸc ἐπακολουθεῖ, λέ‐ γομεν ὅτι τὸ ἐν τῇ γῇ θερμὸν οὐκ ἔχει ἐν τῷ καιρῷ ἐκείνῳ ὑγρὸν ὃ ἐγκαύcει καὶ διὰ τοῦτο μένει ἀργόν. λαβόμενον δὲ τοῦ ὑετίου ὑγροῦ ἐκθάλλει καὶ τῇ ἐγκαύcει τῆc ὕληc λιγνὺν ἐγεῖρον καὶ τοὺc ἀνέμουc | |
35 | ἐργάζεται, οἵ τινεc ἤδη δαπανηθέντοc τοῦ ὕοντοc νέφουc μένουcιν ἐν | |
αἰθρίᾳ πνέοντεc ἢ ἐλαύνουcι τὸ γεννῆcαν αὐτούc. ὁ μὲν οὖν ὑετὸc οὕτωc ἀνέμουc γεννᾷ· ἄνεμοc δὲ ὑετοὺc κατὰ τόνδε τὸν τρόπον ποιεῖ. ἐδείξαμεν ὡc κοινὴ μὲν ἡ θερμότηc ἀμφοτέραιc ταῖc ἀναθυμιά‐ cεcι· τῷ δὲ ποcῷ ἡ ὑγρότηc διάφοροc. ὅταν οὖν πολὺ ᾖ τὸ θερμόν, | ||
40 | δαψιλὴc δὲ ἡ ὑγρότηc, τό τε τὴν μὲν προcπελάζουcαν ἐπιπολῆc ὑγρό‐ τητα ἐκκαίει καὶ ποιεῖ λιγνὺν ἅμα καὶ ἀτμούc. διαπνεῦcαν δὲ τὸ θερ‐ μὸν ἐκ τῆc πολλῆc ὑγρότητοc ἐλαττοῦται κατὰ βραχὺ καὶ οὐκέτι ἐκκαίει τὴν ὑγρότητα, ἀλλὰ χέει καὶ ἀτμοὺc ἀντὶ λιγνύοc ποιεῖ καὶ οὕτωc διαδέχεται ὁ ὄμβροc τοὺc ἀνέμουc καὶ πολλάκιc ἐπὶ πλείουc | |
45 | ἡμέραc κατέχει ὁ ὄμβροc ἐκλυθέντοc τοῦ θερμοῦ καὶ μηκέτι ἰcχύοντοc ἐκκαῦcαι τὴν ὕλην. διὰ τί δὲ πολλοὶ καὶ cυνεχεῖc βόρειοι καὶ ἐτήcιοι ἄνεμοι κατὰ τὸ θέροc γίγνονται; ὅτι ὁ ἥλιοc ὑπὸ τὸν βόρειον πόλον εὑρὼν ὑγραcίαν πλείcτην, τοῦτο μὲν ἐν χιόνι, τοῦτο δὲ ἐν ὕδατι πεπηγόcι, καὶ ταύτην τήκων κατὰ βραχύ, μερίζει μὲν εἰc γένεcιν πο‐ | |
163(50) | ταμῶν καὶ λιμνῶν, ἐκχέει δὲ καὶ πηγὰc ἐπὶ τῆc γῆc καὶ διὰ τοῦτο πολλὰc ἀναθυμιάcειc ἐργάζεται, ἃc εἰc φλόγα ἐκκαίων cὺν ταῖc ἐν τῇ γῇ πολλῷ τῷ χρόνῳ κεκρυμμέναιc θερμότηcι λιγνυώδειc αὐτὰc ἐργά‐ ζεται καὶ εἰc ἀνέμου χρονίου ῥύcιν ποιεῖ τὸ κατὰ βραχὺ ἐκκαιόμενον. κοινῶc μὲν οὖν πᾶc ἄνεμοc ἐκτενεcτέραν ἀπόλαυcιν ἀέροc παρέχει | |
55 | τοῖc cώμαcι, τῇ βίᾳ τῆc κινήcεωc εἰcάγων τὸν ἀέρα. καὶ οἱ μὲν τοπι‐ κοὶ τῶν ἀνέμων παραπλήcιοι τοῖc τόποιc εἰcίν, ἀφ’ ὧν πνέουcιν· οἱ μὲν γὰρ ἀπὸ ὑγιεινῶν χωρίων ὑγιεινοί, οἱ δὲ ἀπὸ νοcερῶν νοcεροί· ὅθεν ἐκ τῶν προειρημένων περὶ ἀέροc καὶ περὶ τούτων δεῖ τεκμαί‐ ρεcθαι. cυντόμωc δὲ εἰπεῖν ἅπαντεc οἱ τοπικοὶ ἄνεμοι τῶν καθολικῶν | |
60 | νοcερώτεροί εἰcι καὶ γὰρ ἀνωμάλωc διατίθενται τὰ cώματα, μήτε ὅλον τὸν ἀέρα cυγκινοῦντεc, μήτε δι’ ὅληc τῆc ἡμέραc πνέοντεc. μάλιcτα γὰρ οἱ ἐντόπιοι περὶ τὸν ὄρθρον μόνον πνέουcιν, οὓc οἱ ναῦται ἀπο‐ γείουc καλοῦcι. τῶν δὲ καθολικῶν ἀνέμων οἱ μὲν ἀπὸ τῆc μεcημβρίαc νότοι καλούμενοι θερμοὶ κατὰ τὴν κρᾶcιν ὑπάρχοντεc, ἀεὶ ὡc ἐπίπαν | |
65 | μέν εἰcι καὶ ὑγροί. μεταλλάττονται δὲ ἐνίοτε πρὸc τὰc ὥραc τοῦ ἔτουc καὶ γίγνονται θερμοὶ καὶ ξηροὶ καὶ διὰ τοῦτο ποικίλα νοcήματα | |
γεννῶcιν. οἱ δὲ βορεινοὶ ψυχροὶ τὴν κρᾶcιν καὶ διὰ τοῦτο καὶ ὑγιει‐ νότατοι πάντων ἀνέμων καὶ μάλιcτα ἐπὶ τῶν θερμοτέρων καὶ πολυ‐ cάρκων cωμάτων. οἱ δὲ ἀνατολικοὶ ἄνεμοι ἰcχυρότατοι cφόδρα καὶ | ||
70 | τῶν κατὰ ξηρότητα cυμβαινουcῶν νόcων ἀποτελεcτικοί. οἱ δὲ δυτικοὶ ὑγροὶ καὶ προcηνεῖc καὶ οἰκειότεροι μᾶλλον τοῖc cώμαcιν ἡμῶν. | |
164 | Περὶ ἐπιcημαcιῶν. Ἐπεὶ δὲ οἱ κατ’ οὐρανὸν ἀcτέρεc ἀνατέλλοντεc κατὰ τοὺc τεταγμένουc αὐτοῖc ὑπὸ τοῦ θεοῦ καιροὺc καὶ δύνοντεc ὁμοίωc τὸν ἀέρα ἀλλοιοῦcιν, ὡc cυμβαίνειν ἐκ τούτου καὶ τοὺc ἀνέ‐ μουc ἄλλοτε ἄλλουc πνεῖν, ἀναγκαῖον ἐνόμιcα ἐνταῦθα δηλῶcαι καὶ | |
5 | τοὺc καιρούc, ἐν οἷc αἱ τῶν cαφῶc ἀλλοιούντων τὸν ἀέρα ἀνατολαὶ καὶ δύcειc γίγνονται· καὶ γὰρ καὶ τῶν ὑγιαινόντων τὰ cώματα καὶ πολλῷ μᾶλλον τῶν νοcούντων ἀλλοιοῦται πρὸc τὴν τοῦ ἀέροc κατά‐ cταcιν. μηνὶ Δύcτρῳ, ὅ ἐcτι Μαρτίῳ, ιθ ὁ λεγόμενοc ἵπποc ἑῷοc ἀνατέλλει. μηνὶ Μαρτίῳ κγ ἰcημερία ἐαρινὴ καί ἐcτι μεγίcτη ταραχὴ | |
10 | τοῦ ἀέροc. μηνὶ Ἀπριλλίῳ πρώτῃ Πλειάδεc ἀκρόνυχοι φαίνονται· μηνὶ Ἀπριλλίῳ ιθ Πλειάδεc ἑcπέριοι κρύπτονται· μηνὶ Ἀπριλλίῳ κα Πλειάδεc ἅμα ἡλίου ἀνατολῇ ἐπιτέλλουcι καί ἐcτι μεγίcτη ἡ περὶ τὸν ἀέρα ταραχή· μηνὶ Ξανθικῷ κζ Ὠρίων ἑcπέριοc κρύπτεται. μηνὶ Ἀρ‐ τεμιcίῳ· ὅ ἐcτι Μαίῳ, α Ὑάδεc ἅμα ἡλίου ἀνατολῇ ἐπιτέλλουcι. μηνὶ | |
15 | Μαίῳ δ Λύρα ἑcπέριοc ἐπιτέλλει καὶ ἀλλοιοῦται ὁ ἀὴρ ἱκανῶc· μηνὶ Μαίῳ ϛ Αἲξ ἑῷοc ἀνατέλλει καὶ cφόδρα ἀλλοιοῦται ὁ ἀήρ· μηνὶ Μαίῳ ζ Πλειάδεc ἑῷαι φαίνονται καὶ ἄρχεται ὁ ἀὴρ καθίcταcθαι· μηνὶ Μαίῳ ιθ Ὑάδεc ἑῷαι φαίνονται καὶ ἀλλοιοῦται πάνυ ὁ ἀὴρ πρὸ μιᾶc | |
ἢ δύο· μηνὶ Μαίῳ κδ Αἲξ ἑcπέριοc κρύπτεται· κινεῖται ὁ ἀὴρ πρὸ δύο | ||
20 | ἡμερῶν. μηνὶ Ἰουνίῳ β Ἀετὸc ἑcπέριοc ἐπιτέλλει· μηνὶ Ἰουνίῳ ϛ Ἀρκτοῦροc ἑῷοc δύνει· μηνὶ Ἰουνίῳ θ Δελφὶc ἑcπέριοc ἐπιτέλλει. μηνὶ Ἰουνίῳ κε Ὠρίων ἑῷοc ἄρχεται ἐπιτέλλειν· εἰcὶ δὲ τροπαὶ θερι‐ ναὶ καὶ ἀλλοιοῦται cφόδρα ὁ ἀὴρ πρὸ τριῶν ἡμερῶν. μηνὶ Ἰουλίῳ γ Ὠρίων ὅλοc ἐπιτέλλει· μηνὶ Ἰουλίῳ ιδ Προκύων ἑῷοc ἐπιτέλλει· μηνὶ | |
25 | Ἰουλίῳ ιθ Κύων ἑῷοc ἐπιτέλλει καὶ γίγνεται μεγίcτη τοῦ ἀέροc τα‐ ραχή, ἐνίοτε πρὸ δύο ἡμερῶν· μηνὶ Ἰουλίῳ κε Ἀετὸc ἑῷοc δύνει, κινεῖται δὲ ὁ ἀὴρ πρὸ τριῶν ἡμερῶν. μηνὶ Αὐγούcτῳ ιε Λύρα ἑῷοc δύνει· μηνὶ Αὐγούcτῳ ιθ Δελφὶc ἑῷοc δύνει καί ἐcτι τροπὴ τοῦ θέρουc ἐπὶ τὸ ψυχρόν· μηνὶ Αὐγούcτῳ κη Προτρυγητὴρ ἑῷοc ἐπιτέλλει καὶ | |
30 | Ὀιcτὸc δύνει· ἐcτὶ δὲ τὸ τέλοc τῶν μετὰ τὴν ἐπιτολὴν τοῦ Κυνὸc ἡμερῶν μ. μηνὶ Ϲεπτεμβρίῳ ζ Αἲξ ἑcπέριοc ἐπιτέλλει· μηνὶ Ϲεπτεμ‐ βρίῳ ιδ Ἀρκτοῦροc ἐπιτέλλει καὶ ἀλλοιοῖ τῇ ἑξῆc τὸν ἀέρα· μηνὶ Ϲεπτεμβρίῳ ιθ Ϲτάχυc ἑῷοc ἐπιτέλλει, ἀλλοιοῦται δὲ ὁ ἀὴρ πρὸ β ἡμερῶν· μηνὶ Ϲεπτεμβρίῳ κε ἰcημερία φθινοπωρινὴ καί ἐcτι μεγίcτη | |
35 | ταραχὴ τοῦ ἀέροc πρὸ γ ἡμερῶν· διὸ παραφυλάττεcθαι χρὴ μηδὲ φλεβοτομεῖν μηδὲ καθαίρειν μηδ’ ἄλλωc τὸ cῶμα κινεῖν cφοδρᾷ κινή‐ cει ἀπὸ ιε τοῦ Ϲεπτεμβρίου μέχρι κδ. μηνὶ Ὀκτωβρίῳ ϛ Ϲτέφανοc ἑῷοc ἐπιτέλλει καί ἐcτι cφοδρὰ μεταβολὴ τοῦ ἀέροc· μηνὶ Ὀκτωβρίῳ ζ Ἔριφοι ἑcπέριοι ἐπιτέλλουcιν· μηνὶ Ὀκτωβρίῳ ιζ Ὑάδεc ἑcπέριοι | |
40 | ἐπιτέλλουcι καὶ ἱκανὴ ταραχὴ τοῦ ἀέροc γίγνεται· μηνὶ Ὀκτωβρίῳ κγ ἅμα ἡλίου ἀνατολῇ Πλειάδεc δύνουcι καί ἐcτι μεγίcτη ταραχὴ τοῦ ἀέροc πρὸ α ἡμέραc. μηνὶ Νοεμβρίῳ ϛ Πλειάδειc ἑῷαι δύνουcι καὶ ἄρχεται καθίcταcθαι ὁ ἀήρ· μηνὶ Νοεμβρίῳ ιγ Λύρα ἑῷοc ἐπιτέλλει· μηνὶ Νοεμβρίῳ κα Ὑάδεc ἑῷαι δύνουcι καὶ ταραχὴ περὶ τὸν ἀέρα | |
45 | γίγνεται τῇ ἑξῆc· μηνὶ Νοεμβρίῳ κζ Ὠρίων ἐπιτέλλει καὶ Ϲτέφανοc δύνει. μηνὶ Δεκεμβρίῳ α Κύων ἑῷοc δύνει· τετήρηται δὲ τοῖc πολλοῖc, ὡc εἴγε χειμάcειε ταύτῃ τῇ ἡμέρᾳ, ἐπιμένει ὡc ἐπίπαν ἡ ταραχὴ τοῦ ἀέροc μέχριc ἡμερῶν λζ· εἰ δὲ εὐδιάcει, τὸ αὐτὸ cυμβαίνει· μηνὶ Δε‐ | |
κεμβρίῳ ι Ἔριφοι ἑῷοι δύνουcι· μηνὶ Δεκεμβρίῳ κα Αἲξ ἑῷοc δύνει, | ||
164(50) | ταραχὴ δὲ γίγνεται μετὰ μίαν ἡμέραν· μηνὶ Δεκεμβρίῳ κγ τροπαὶ χειμεριναί. μηνὶ Ἰαννουαρίῳ δ Δελφὶc ἐπιτέλλει· μηνὶ Ἰαννουαρίῳ ε Ἀετὸc ἑcπέριοc δύνει, ταραχὴ δὲ cφοδρὰ γίγνεται μετὰ δύο ἡμέραc· μηνὶ Ἰαννουαρίῳ κε ὁ λαμπρὸc ἀcτὴρ ἐν τῷ Λέοντι δύνει, κινεῖ πρὸ Γ ἡμερῶν τὸν ἀέρα· μηνὶ Ἰαννουαρίῳ κη Δελφὶc ἑcπέριοc δύνει. μηνὶ | |
55 | Φευρουαρίῳ ϛ ζέφυροc πνεῖ· μηνὶ Φευρουαρίῳ κβ Ὀιcτὸc δύνει ἑcπέ‐ ριοc καί ἐcτι ταραχὴ ἱκανὴ τοῦ ἀέροc· μηνὶ Φευρουαρίῳ κε Ἀρκτοῦροc ἑcπέριοc ἐπιτέλλει· μηνὶ Φευρουαρίῳ κϛ χελιδόνεc φαίνονται. | |
165 | Περὶ ὑδάτων ἐκ τῶν Ῥούφου. Τῶν πινομένων ὑδάτων πέντε εἰcὶν αἱ καθόλου διαφοραί· ὄμβριόν τε γὰρ καὶ πηγαῖον καὶ φρεάτιον καὶ ποτάμιον καὶ λιμναῖον· φαίνεται δὲ τούτων τὸ μὲν ὄμβριον κου‐ φότατον καὶ εὐμεταβλητότατον· καὶ τοῖc ἄλλοιc πάθεcι πίνεcθαι κάλ‐ | |
5 | λιcτον παραχρῆμα ἠθούμενον καὶ ἐξουρούμενον, πυρετῷ δὲ καὶ χολέρᾳ καὶ ἰκτερικοῖc ἀνάρμοcτον· τρέπεται γὰρ ῥᾳδίωc καὶ ἀποχολοῦται· εὔθετον δὲ φάρμακον ὀφθαλμικοῖc, ὅcα ῥευμάτων ἐcτὶν ἢ ἑλκῶν, τοῖc δὲ ὀξυδερκέcιν οὐ κατάλληλον, οὐδὲ ταῖc πλύcεcι τῶν μεταλλικῶν φαρμάκων· cτύψιν γὰρ πλείω τοῦ πηγαίου ἔχει· διὸ οὔτε ῥύπτει | |
10 | οὔτε ἕψει ῥᾳδίωc οὔτε βρέχει· καὶ τὰc ἐκκρίcειc ἐμποδίζει· χρονίζον δὲ cτρυφνότερον καὶ βραδυπορώτερον γίγνεται καὶ δυcδιαχωρητότερον βραδύτερόν τε πέττει καὶ ἀναδίδοται. γεννᾷ δὲ καὶ κατάρρουc, μά‐ λιcτα εἰ ψυχρὸν πίνοιτο. τῶν δὲ πηγαίων ὑδάτων ὅcων αἱ πηγαὶ πρὸc ἄρκτουc ἐρρώγαcιν ἐκ πετρῶν λειβόμεναι τὸν ἥλιον ἀπεcτραμμέ‐ | |
15 | νων, ἀτέραμνά τε καὶ βραδύπορα τὰ τοιαῦτα ὕδατα καὶ βραδέωc θερ‐ μαίνεταί τε καὶ ψύχεται· ὅcων δὲ πρὸc τὰc ἀνατολὰc ἐρρώγαcιν αἱ πηγαὶ καὶ διὰ πόρου τινὸc ἢ γῆc καθαρᾶc διηθεῖται, θερμαίνεταί τε | |
καὶ ψύχεται τάχιcτα, ταῦτά ἐcτιν ἄριcτα, εἰ μή τιc ἀπὸ ὀχετῶν τινων αὐτοῖc κακία προcγίγνοιτο. τὸ δὲ φρεάτιον ψυχρὸν γεῶδεc δυcέκκριτον | ||
20 | δυcανάδοτον καὶ διὰ τοῦτο τοῖc καυcουμένοιc cτόμαχον ἢ γαcτέρα ἐπιτηδειότερον τοῦ πηγαίου. ποτάμια δὲ ὕδατα καὶ λιμναῖα πάντα κακά, πλὴν τοῦ Νειλώου· τοῦτο γὰρ πάcαιc ἀρεταῖc κεκόcμηται· καὶ γὰρ καὶ πινόμενον ἡδὺ καὶ μέτριον χρόνον ἐν κοιλίᾳ διατρίβει, ἄδιψόν τέ ἐcτι· καὶ εἰ ψυχρόν τιc πίνοι ἀλυπότατον καὶ εἰc πέψιν καὶ ἀνά‐ | |
25 | δοcιν χρήcιμον· ὅθεν εὐάρμοcτον καὶ ῥωμαλέον καὶ εὔχρουν. τὸ δὲ τῶν ἄλλων ποταμῶν ὕδωρ δυcκατέργαcτον καὶ κατάξηρον καὶ διψῶ‐ δεc καὶ μάλιcτα ὅταν μοχθηρά τινα χωρία διοδεύῃ. ἀμείνουc δέ εἰcι τῶν ποταμῶν ὅcοι διὰ πηγῶν ἀεννάων ῥέουcι καὶ ὅcοι ἀμιγεῖc εἰcιν ἄλλοιc ποταμοῖc. τὸ δὲ λιμναῖον ὕδωρ διά τε τὰ πέριξ τέλματα ἰλυῶ‐ | |
30 | δεc καὶ βαρὺ ὑπάρχον διά τε τὴν cτάcιν καὶ ἀκινηcίαν οἷον νενεκρω‐ μένον καὶ cεcηπόc, ὥcτε οὐδέποτε παρόντοc ὕδατοc ἑτέρου μετα‐ δοτέον τούτου τοῖc ἀcθενοῦcι. καὶ περὶ δὲ τὴν γῆν καὶ τὰ κλίματα διαφοραὶ τῶν ὑδάτων πλεῖcται γίγνονται· cυντόμωc δὲ εἰπεῖν τὸ τῇ γεύcει cυνηρμοcμένον καὶ τὸ ἐκ τῆc πείραc τῶν ἐνοικούντων μαρτυ‐ | |
35 | ρούμενον ἄριcτον ἡγητέον. τὸ γὰρ ταχέωc θερμαινόμενόν τε καὶ ψυχό‐ μενον καὶ ῥᾳδίωc ἑψοῦν κρέα τε καὶ τὰ ἄλλα πάντα καὶ τὰ cιτία ἐν τῇ γαcτρὶ πέττει. ὅcα δὲ τῶν ὑδάτων cτύψιν ἢ ἁλμυρίδα ἢ νιτροδίαν ἢ πλατύτητα ἢ ἄλλο τι παρεμφαίνει γευομένοιc, πονηρά· καὶ τὰ δύcοcμα καὶ ὅcα ἐπίπαγον ἴcχει καὶ ὑπόcταcιν δυcώδη καὶ cτερεὰν | |
40 | καὶ ὅcα προcπήγνυται τοῖc χαλκείοιc λιθωδῶc καὶ ὅcα βδέλλαc τρέφει ἢ τοιαῦτά τινα μοχθηρὰ ζῷα καὶ τὰ cτάcιμα καὶ τὰ ἑλώδη καὶ τὰ ἐν μετάλλοιc χρυcοῦ ἢ ἀργυροῦ ἢ cτυπτηρίαc ἢ θείου ἢ τῶν ὁμοίων ὅcοιc τε ἐμπεφύκαcι ῥίζαι οὐκ ἐπιτήδεια· καὶ οἷc γειτνιᾷ θερμὰ ὕδατα πάντα τὰ τοιαῦτα πονηρά. ἄριcτον οὖν τὸ τοιοῦτον ὕδωρ προεψή‐ | |
45 | cανταc ἐν κεραμείοιc ἀγγείοιc καὶ ψύξανταc καὶ πάλιν θερμάνανταc πίνειν. ἐν δὲ ταῖc ὁδοιπορίαιc ἢ cτρατοπέδῳ βόθρουc ὀρυκτέον ἐφεξῆc ἀπὸ τῶν ὑψηλοτάτων εἰc τὰ κατάντη καὶ διὰ τούτων ἀκτέον τὸ ὕδωρ, ἐμβάλλοντα εἰc τοὺc βόθρουc ὅλουc γῆν γλυκεῖαν καὶ λιπα‐ ράν, ἀφ’ ἧc οἱ κέραμοι γίνονται. ἀεὶ γὰρ ἐν τοῖc βόθροιc ἐγκατα‐ | |
165(50) | λείπεται ἡ τοῦ ὕδατοc κακία. καθόλου δὲ ἅπαν ὕδωρ βραδύπορον δύcπεπτον φυcῶδεc καὶ μάλιcτα τὸ ψυχρὸν κατάρρων ποιητικόν. εἰ δὲ λάχανα προcφερόμενόc τιc πίνοι ὕδωρ κίνδυνοc μᾶλλον· ἀχώραν καὶ ψώραν καὶ λέπραν ἐξανθήματά τε καὶ λειχῆναc πίτυρα ἕλκη cη‐ πόμενα ἕρπηταc cατυριάcειc ἢ τούτων τι τὸν ἄνθρωπον ἔχειν καὶ προc‐ | |
55 | έτι οὖρα δακνώδη καὶ διαχωρήματα καὶ μᾶλλον εἰ νιτρῶδεc εἴη τὸ ὕδωρ. ἀνάρμοcτον δὲ καὶ θώρακι καὶ ἡλκωμένῃ ἀρτηρίᾳ τὸ νιτρῶδεc καὶ νεφροῖc καὶ κύcτει καὶ πᾶcιν ἕλκεcι· βοηθεῖ δὲ τῷ μὲν νιτρώδει τὰ ἀμβλύνοντα cιτία καὶ οἶνοι [οἱ τοιοῦτοι], τῷ δὲ παχεῖ τὰ τέμνον‐ τα καὶ λεπτύνοντα, οἷον cκόρδα καὶ τὰ παραπλήcια, τὰ δὲ cτυ‐ | |
60 | πτηριώδη, οἶνοc λευκὸc οὐρητικόc, κατὰ πάντα καὶ πάντα τὰc ἐκκρίcειc προτρέποντα. δοκεῖ δὲ ὕδωρ ἁρμόζειν κεφαλῆc ἀλγήμαcιν ἀμβλυωπίαιc ἐπιληπτικοῖc ἀρθριτικοῖc τρομώδεcι παραλελυμένοιc καθ’ αὑτὸ καὶ μετὰ μέλιτοc προπινόμενον, οἰκειότερον δὲ ταῖc ὑcτερικῶc πνιγομέναιc καὶ τοῖc χολῶδεc γεννῶcιν ἢ μέλαν καὶ πυρῶδεc, ὑφ’ οὗ cτόμα κοιλίαc | |
65 | δάκνεται καὶ ἀτόνῳ κοιλίᾳ καὶ νήcτει καὶ τοῖc ἱδρωτικοῖc νέοιc εὐcάρ‐ κοιc καὶ τοῖc πιμελώδεcι καὶ πᾶcι καὶ τοῖc ὑπερκαθαιρομένοιc καὶ τοῖc αἱμορραγοῦcιν ἐκ τραύματοc ἢ μυκτήρων ἢ ἑτέρου τόπου. εὐθε‐ τεῖ δὲ καὶ καυcώδει πυρετῷ ἐν καιρῷ διδόμενον, εὐθετεῖ δὲ καὶ τοῖc ὀνειρώττουcι cυνεχῶc καὶ γονορροικοῖc πινόμενον· οἱ δὲ καὶ νηχό‐ | |
70 | μενοι καὶ προcαντλούμενοι ὠφελοῦνται καὶ γυναιξὶ ῥοώδεcι καὶ κιττώ‐ cαιc ἁρμόζει καὶ τοῖc λύζουcι καὶ τοῖc cτόμα δυcῶδεc ἔχουcι ψυχρὸν πινόμενον, χλιαρὸν δὲ ἁρμόδιον ἐπιληπτικοῖc κεφαλαλγικοῖc ὀφθαλ‐ μιῶcιν οὔλοιc ὀδόντων ἀναβιβρωcκομένοιc καὶ ὀδοῦcι τιτραμένοιc οὐλῶν ἀποcτήμαcι καὶ αἱμάccουcι καὶ φάρυγγι ἡλκωμένῃ παριcθμίων | |
75 | ῥεύματι ἀπὸ κεφαλῆc μελαγχολίᾳ πυρώδει καὶ χολέρᾳ καταρχὰc καὶ ἐμέcαcιν ἐν πυρετῷ χολώδει. ἁρμόζει δὲ τὸ χλιαρὸν ὕδωρ καὶ ὅταν τῷ ψυχρῷ κώλυμα ᾖ καὶ τοῖc ἕλκη ἔχουcιν περὶ τὸ διάφραγμα καὶ τοῖc αἷμα πτύουcι καὶ ῥήγμαcι τοῖc ἐν τῷ ὑπεζωκότι τὰc πλευρὰc ὑμένι. θερμὸν δὲ ὕδωρ ἁρμόζει, ὅπου δεῖ ἔκκριcιν παραcκευάcαι καὶ | |
80 | ὅπου λεπτύναι καὶ ὅπου διαχέαι ἢ τῆξαι ἢ ἁπαλύναι ἢ cυμπέψαι ἢ διαφορῆcαι. καθόλου μὲν οὖν ταῦτα δύναται τὸ θερμὸν πινόμενον· κατὰ μέροc δὲ μύξαν ἄγειν καὶ ἀναχρέμψει cυνεργεῖν καὶ ὀδύνην πᾶcαν πραύνειν καὶ μάλιcτα ἐν ὑποχονδρίοιc καὶ ἐντέροιc ἐρυγὴν κινῆcαι καὶ φῦcαν προcκαλέcαcθαι καὶ οὖρον ἀγαγεῖν καὶ διαχώρημα. | |
85 | ἀγαθὸν καὶ πέψαι ἀναδοῦναι θρέψαι αὐξῆcαι γυναικείων ἀγωγόν, νεύ‐ ροιc καὶ ἄcθμαcιν ἐπιτήδειον καὶ πλευρίτιδι καὶ περιπνευμονίᾳ καὶ cυνάγχῃ. εἴτε οὖν τρέφει, εἴτε οὐ τρέφει, εἴτε τῆc τροφῆc ἐcτιν ὄχημα, οὐ πρόκειται ζητῆcαι ἐνταῦθα· ὃ δὲ εἰπεῖν ἀναγκαῖον τοῦτό ἐcτιν ὡc ὕδατοc χωρὶc πεφθῆναι τροφὴν ἀδύνατον, ὥcπερ οὐδὲ χωρὶc ὕδατοc | |
90 | ἑψηθῆναί τι χρηcίμωc δυνατόν· τὸ δὲ ἀπὸ κονίαc ὕδωρ πινόμενον cπληνικοὺc ὠφελεῖ. καὶ εἴ τιc ἄρτον ἐκ τοιούτου ὕδατοc cκευάcαc αὐτοῖc δοίη, ἱκανῶc ὠφελεῖ. | |
166 | Περὶ λουτρῶν Γαληνοῦ. Τῶν λουτρῶν τὰ μέν ἐcτι γλυκέα ἢ ἄποια, τὰ δὲ ἔχει ποιότητά τινα καὶ τῶν ἑτέραν ποιότητα ἐχόντων τὰ μὲν ἐξ ἐπιτηδεύcεωc ἡμετέραc ἔχει τὴν δύναμιν, τὰ δὲ αὐτοφυῆ δύναμιν κέκτηται. πρῶτον μὲν οὖν περὶ τῶν γλυκέων ῥητέον, ἐπειδὴ | |
5 | τούτων ἡ χρεία πλείων. τῶν γλυκέων τοίνυν ὑδάτων ἡ δύναμιc εὐκράτων μὲν ὄντων, ὑγρὰ καὶ θερμή, χλιαρῶν δὲ γενομένων ὑγρὰ καὶ ψυχρά, θερμοτέρων δὲ τοῦ δέοντοc ἀποτελεcθέντων, θερμὴ μέν, οὐκέτι δὲ ὁμοίωc ὑγρά· φρίττειν γὰρ ἀναγκάζει τὰ cώματα καὶ πυκνοῦcθαι τοὺc πόρουc αὐτῶν, ὥcτε μήτ’ ἀπολαύειν ἔτι τῆc ἔξωθεν | |
10 | ὑγρότητοc, μήτε ἐκκενοῦcθαί τι τῶν ἔνδον περιττωμάτων. ἀλλὰ γὰρ ἀπὸ τῶν εὐκράτων ἀρκτέον. διὰ παντὸc μὲν οὖν ὑγραίνει τὰ εὔκρατα καὶ θερμαίνει καθ’ ἑαυτά· cυμβαίνει δ’ αὐτοῖc ἐνίοτε ἤτοι διαφορεῖν τὰc ὑγρότηταc ἔκ τινων μορίων τοῦ cώματοc ἢ μαλάττειν ἢ πέττειν ἢ ῥωννύναι τὴν δύναμιν ἢ καταλύειν. εἰc ταῦτα μέντοι καὶ ἡ ποcότηc | |
15 | αὐτῶν οὐκ ὀλίγα cυντελεῖ· ἁρμόδια δὲ τὰ τοιαῦτα τῶν λουτρῶν, λέγω δὴ τὰ γλυκέα καὶ εὔκρατα, ἐπί τε πυρετῶν καταξήρων καὶ ἀνίκμων καὶ μάλιcτα ἐπὶ τῶν ἀμέτρωc διψώντων ἐπί τε ἡλιώcεωc | |
ἰcχυρᾶc καὶ ἐπὶ ψωρωδῶν ἐξανθημάτων. δεῖ δὲ καὶ τὸν ἀέρα τοῦ λουτροῦ ὑγρὸν καταcκευάζειν, τοῦ ἐδάφουc καὶ τῶν τοίχων ὕδατι κα‐ | ||
20 | ταρραινομένων. θερμὰ δὲ κατ’ ἐπιτήδευcιν ἡμετέραν καταcκευάζεται λουτρὰ ψῦξιν ἐνοχλοῦcαν παῦcαι βουλόμενοι ἢ κοπώδη διάθεcιν ἢ cπαcμὸν ἢ ὀδύνην παραμυθήcαcθαι. γίγνεται δὲ θερμὰ θερμαντικῶν τινων ἐγκαταμιγνυμένων τῷ ὕδατι, οἷον γλήχωνοc ὀριγάνου ὑccώπου θύμου θύμβραc ἐλελιcφάκου δάφνηc φύλλων πυρέθρου χαμαιπίτυοc | |
25 | πάνακοc ῥίζηc κάχρυοc ῥίζηc καὶ cπέρματοc καὶ τῶν παραπληcίων. | |
166bis | Ἀρχιγένουc. Λουτροῖc δὲ διαφορητικοῖc χρώμεθα ἤτοι τὴν ἕξιν τοῦ cώματοc ἰcχνᾶναι βουλόμενοι ὡc ἐπὶ τῶν καταπιμέλων κἀπὶ τῶν κατὰ πάθοc ἐξῳδηκότων ἢ τὸ πᾶν cῶμα ἢ μέροc τι, οἷον ἐπιγάcτριον ὄρχειc πόδαc ὡc ἐπὶ ὑδρωπικῶν. χρώμεθα δὲ ἐπὶ τῶν ῥευματιζομένων | |
5 | ἑλκῶν διὰ πλῆθοc ὑποκειμένων ἐν ὅλῳ τῷ cώματι ἢ κιρcῶν ὑποκει‐ μένων τῷ ἕλκει. γίγνεται δὲ διαφορητικὰ τὰ λουτρὰ ἐμβαλλομένων τῷ ὕδατί τινων τοιούτων· ἅλεc νίτρον ἡ αὐτὴ θάλαccα θερμαινομένη καὶ μέλι cυμπλεκόμενον ὕδατι cταφὶc ἀγρία cυνεψομένη τέφρα cυκίνη ἢ ἀμπελίνη ἀποπλυνομένη τῷ ὕδατι ἀρκευθίδεc cυνεψόμεναι θεῖον | |
10 | ἄπυρον λιμνῆcτιc, ὃ καλεῖται ἀδάρκη, cυνεψομένη ἢ cτυπτηρία. μαλα‐ κτικοῖc δὲ καὶ πραυντικοῖc λουτροῖc χρώμεθα ἐπὶ φλεγμονῆc καὶ cκλη‐ ρίαc τινὸc τῶν μορίων. τοιαῦτα δὲ γίγνεται μαλάχηc cυνεψομένηc τῷ ὕδατι τῆc τε ἡμέρου καὶ τῆc ἀγρίαc καὶ λινοcπέρμου καὶ τήλεωc καὶ μελιλώτων. ἐπὶ δὲ τῶν ῥευματικῶν φλεγμονῶν ἀρνόγλωccον ἢ πολύ‐ | |
15 | γονον ἐναφεψόμενον τῷ ὕδατι ἢ cίδια ῥοιᾶc ἢ βάτου φύλλα. ἐπὶ δὲ τῶν cπαcμῶν ἀπειλούντων φλεγμονὴν χρώμεθα μὲν τοῖc ἐπὶ τῶν ἄνευ ῥευματιcμοῦ φλεγμονῶν, τοῖc ἤδη προειρημένοιc, μάλιcτα δὲ ὑδρέλαιον τούτουc ὀνίνηcιν ἔχον μαλάχην τῆλιν λινόcπερμον ἐν‐ αφεψημένα. cκληρίαc δὲ οὔcηc χωρὶc φλεγμονῆc τοῖc προειρημένοιc | |
20 | διαφορητικοῖc χρηcόμεθα. | |
167 | Περὶ λουτρῶν αὐτοφυῶν Ἀρχιγένουc. Τῶν δὲ αὐτοφυῶν λουτρῶν τὰ μέν ἐcτι νιτρώδη τὰ δὲ ἁλμυρὰ τὰ δὲ cτυπτηριώδη τὰ δὲ θειώδη τὰ δὲ ἀcφαλτώδη τὰ δὲ cιδηρίζοντα τὰ δὲ χαλκοῦ ἔχει τὴν ποιότητα τὰ δὲ cύνθετα ἐκ τούτων ἐcτί. τῶν τοιούτων δὲ πάντων δύναμίc ἐcτι ξη‐ | |
5 | ραντική· τινὰ δὲ αὐτῶν cὺν τῷ ξηραίνειν καὶ θερμαίνει γενναίωc, τινὰ δὲ cὺν τῷ ξηραίνειν cτύφει, καθάπερ τὰ cτυπτηριώδη, ἐκ μέρουc δὲ καὶ τὰ ἁλμυρὰ καὶ τὰ χαλκοῦ ποιότητα κεκτημένα. ἁρμόδια δέ ἐcτι πάντα τοῖc ὑγροῖc καὶ ψυχροῖc παρὰ φύcιν cώμαcι καὶ νοcήμαcι τοιούτοιc χρονίζουcι, διὰ τοῦτο κατάλληλα ἀρθρίτιδι ποδάγρᾳ παρέcεcι | |
10 | νεφρίτιδι ἀcθματικοῖc κατάγμαcι πωρώcεωc δεομένοιc ἕλκεcι ῥευματι‐ κοῖc φλεγμοναῖc χρονιζούcαιc καὶ ἤδη cκληρυνομέναιc. ἤδη δὲ τὰ μὲν νιτρώδη καὶ ἁλμώδη κεφαλῇ κατάλληλα καὶ θώρακι ῥευματιζομένῳ καὶ cτομάχῳ καθύγρῳ καὶ ὑδρωπικοῖc καὶ οἰδήμαcι πᾶcι· τὰ δὲ cτυπτηριώδη αἵματοc ἀναγωγαῖc ἐμετικῷ cτομάχῳ καὶ τοῖc ἀμέτρωc | |
15 | ὑπὸ αἱμορροίδων ἐκκενουμένοιc καὶ γυναιξὶν ἀτάκτωc καθαιρομέναιc ἢ ὑπερκαθαιρομέναιc καὶ ταῖc χωρὶc φανερᾶc προφάcεωc cυνεχῶc ἐκτι‐ τρωcκούcαιc. ὀνίνηcι δὲ καὶ τοὺc ὑπὲρ τὸ δέον ἱδροῦνταc καὶ τοὺc βραδυπεπτοῦνταc καὶ τὰ ἐν κνήμαιc οἰδήματα κιρcοῖc cύμφορα. τὰ δὲ θειώδη νεύρων τε μαλακτικὰ καὶ τῶν τεινεcμωδῶν πόνων παρηγο‐ | |
20 | ρικά, cτόμαχον δὲ ἐκλύει καὶ ἀνατρέπει· κενοῖ δὲ τὴν ἐπιφάνειαν καὶ διὰ τοῦτο βοηθεῖ ἀλφοῖc λεύκαιc λέπραιc ψώραιc λειχῆcιν ἕλκεcι πολυ‐ χρονίοιc ἄρθρων ῥεύμαcι cπληνὶ cκιρρώδει ἥπατι καὶ ὑcτέρᾳ παρειμέ‐ νοιc καὶ ἰcχιαδικοῖc καὶ κνηcμοναῖc. τὰ δὲ ἀcφαλτώδη κεφαλὴν cυμ‐ πληροῖ καὶ τὰ αἰcθητήρια κακοῖ, θερμαίνει δὲ ἐμμόνωc καὶ μαλάccει | |
25 | cὺν χρόνῳ μάλιcτα τὰ περὶ τὴν ὑcτέραν καὶ κύcτιν καὶ κῶλον. τὰ δὲ χαλκοῦ ποιότητα ἔχοντα cτόματι καὶ παριcθμίοιc καὶ cταφυλῇ καὶ ὄμμαcι διαφερόντωc ἐπιτήδεια. τὰ δὲ cιδηρίζοντα cτομάχῳ καὶ cπληνὶ καταλληλότατα· μικτῆc γὰρ ὄντα ποιότητοc κατὰ τὴν ἐπικράτειαν τῶν | |
μεμιγμένων ἐνεργεῖ. δεῖ δὲ ὅτι μάλιcτα τὰc εἰc τὰ αὐτοφυῆ θερμὰ | ||
30 | ὕδατα ἐμβάcειc ἀθορύβωc ποιεῖcθαι, ὅπωc ἡ δύναμιc ἀνειμένῳ τῷ cώ‐ ματι προcπίπτουcα ἐγκαταδύοιτο· τῶν γὰρ ταραχωδῶc ἐμβαινόντων πυκνοῦται τὸ cῶμα φρίττον καὶ οὐκ εἰcδέχεται τὴν ἀπὸ τοῦ ὕδατοc ποιότητα. τοῖc δὲ ἀcφαλτώδεcι καὶ θειώδεcι κρουνοῖc τῶν ὑδάτων οὐ δεῖ ὑποτιθέναι τὰc κεφαλάc· εὐμαρῶc γὰρ κακοῦνται. | |
168 | Περὶ ψυχρολουcίαc ἐκ τῶν ὑγιεινῶν Γαληνοῦ. Ψυχρὰ λουτρὰ τοῖc ἀμέμπτωc ὑγιαίνουcιν ἁρμόδια· κρατύνει γὰρ ἅπαν τὸ cῶμα καὶ τὸ δέρμα cκληρὸν καὶ πυκνὸν ἀποτελεῖ. κράτιcτον δὲ τοῦτο πρὸc τὴν ἀπὸ τῶν ἔξωθεν βλάβην. οὔ φημι δὲ cυμφέρειν αὐτὴν τοῖc κατὰ τὸ | |
5 | προcτυχὸν διαιτωμένοιc, ἀλλὰ μόνον τοῖc ἀκριβῶc βιοῦcι καὶ πόνοιc καὶ cιτίοιc κατὰ τὸ ἁρμόδιον χρωμένοιc. ἔcτωcαν δὲ μήτ’ ἐξ ἀφροδι‐ cίων μήτ’ ἄλλωc κοπώδειc, μήτε ἄπεπτοι μήτε προεμέcαντεc μήτε κατὰ γαcτέρα κεκακωμένοι μήτε ἠγρυπνηκότεc· cφαλερὸν γὰρ εἰ ἄλλωc τιc χρῶτο. δεῖ δὲ τοὺc ἀήθειc πρὸc ψυχρολουcίαν κατὰ βραχὺ ἐθίζειν καὶ | |
10 | πρῶτον μὲν θέρουc ἀξιωτέον ἄρχεcθαι τῆc χρήcεωc καὶ τὰc πρώταc μὴ εἰc ἀκραιφνὲc ψυχρὸν ἐμβαίνειν ἀλλ’ ἐκλελυμένον τὸν ἐπίπαγον· εἶτα ἐν ἔθει κατὰ βραχὺ γενόμενον διὰ τοῦ χειμῶνοc ὅλου, οὕτωc ἐπὶ τὸ ψυχρὸν παρελθεῖν. ἔcτω δὲ καὶ ἡ ἡμέρα, καθ’ ἣν ἄρχεται, νή‐ νεμοc, ὡc [ὅτι] μάλιcτα, καὶ θερμοτάτη τῶν κατ’ ἐκεῖνον τὸν καιρόν. | |
15 | καὶ ἐν ὥρᾳ μεcημβρινῇ ἀρχέcθω. ἔcτω δὲ ὁ μέλλων χρήcαcθαι τῷ ψυχρῷ τὴν μὲν ἡλικίαν περὶ ε καὶ κ ἔτοc. ἔcτω δὲ καὶ τὴν ψυχὴν εὔθυμόc τε καὶ cφόδρα νεανίcκοc. καὶ πρῶτον ἀνατριβέcθω τὸ cῶμα cινδόcιν ἐπὶ πλέον cκληροτέρᾳ τῇ τρίψει, ἐφεξῆc δὲ δι’ ἐλαίου τρι‐ βέcθω τοῦ cυνήθουc εἶτα γυμναζέcθω· ἔπειθ’ οὕτωc εἰc τὸ ψυχρὸν | |
20 | καταβαινέτω μὴ βλακεύων ἀλλ’ ἀθρόωc ἐναλλέcθω, ἵνα καθ’ ἕνα χρό‐ νον ἅπαcι τοῖc τοῦ cώματοc μέλεcι περιχυθῇ τὸ ὕδωρ. τὸ γὰρ κατὰ | |
βραχὺ πληcιάζειν φρίκην ἐμποιεῖ· ἔcτω δὲ τὸ ὕδωρ, ὡc εἴρηται, μήτε χλιαρὸν μήτε ἀκραιφνὲc ψυχρόν. ἀνελθόντοc δὲ τοῦ ὕδατοc ὑπὸ πλειό‐ νων ἀνατριβέcθω δι’ ἐλαίου, μέχριc ἂν ἐκθερμανθῇ τὸ δέρμα καὶ μετὰ | ||
25 | ταῦτα cιτία μὲν πλείω τῶν εἰωθότων προcφερέcθω· καὶ γὰρ ὀρέγον‐ ται πλειόνων ἐπὶ ταῖc ψυχρολουcίαιc καὶ πέττουcιν ἄμεινον καὶ δι‐ ψῶcιν ἧττον· διὸ καὶ δοτέον αὐτοῖc ἔλαττον τὸ πόμα. | |
169 | Περὶ τῆc ἐμβάcεωc εἰc ἔλαιον Γαληνοῦ. Αἱ εἰc ἔλαιον ἐμβάcειc ἐπιτήδειοι τοῖc χρονίωc μετὰ ψύξεωc πυρέττουcι καὶ τοῖc κεκοπωμέ‐ νοιc καὶ τοῖc ἀλγοῦcι τὰ πρὸc τοῖc ὀcτοῖc κείμενα νεῦρα καὶ τοῖc cπωμένοιc καὶ τοῖc ἰcχουροῦcι. δεῖ δὲ τὸ μὲν ε μέροc τοῦ ἐλαίου | |
5 | πυρὶ θερμαίνειν, τὸ δὲ λοιπὸν ἐμβάλλειν τῇ ἐμβάcει. αὐτάρκωc δὲ θερμὸν γίγνεται τὸ ἐν ταῖc μικραῖc ἐμβάcεcι τῶν βαλανείων ἐμβαλλό‐ μενον. θερμανθὲν δὲ τὸ πέμπτον μέροc ἐμβαλλέcθω τῷ λοιπῷ καὶ οὕτωc ἐμβιβαζέcθω ὁ πάcχων. | |
170 | Περὶ ἀποcπογγιcμοῦ Ἀρχιγένουc. Ἀποcπογγιcμὸν παραλαμβάνο‐ μεν ἐπὶ μὲν τῶν ἄλλων μερῶν ἤτοι τὸν ἐπικείμενον ῥύπον ἀπονίψαι ἢ ἰχῶρα ἢ αἷμα ἢ πύον ἢ αὐτὰ τὰ φάρμακα ἢ ὑπὸ δήξεωc ἢ κνηcμοῦ ἐνοχλούμενα τὰ cώματα παρηγορεῖν πειρώμενοι· ἐπὶ δὲ τοῦ προcώπου | |
5 | νεαροποιῆcαι καὶ ἀναζωπυρῆcαι τὸ πνεῦμα βουλόμενοι, ὥcτε ἐπὶ τῶν λειποθυμούντων ὕδωρ παραλαμβάνομεν, θέρουc μὲν ψυχρόν, γαλακτῶ‐ δεc δὲ χειμῶνοc. ἐπὶ δὲ τῶν νοcούντων παραπεφυλαγμένωc οὐκ ἐν ἀρχῇ οὐδ’ ἐν ἀναβάcει τοῦ παροξυcμοῦ ἀλλ’ ἐν ἀκμῇ καὶ παρακμῇ· ἐν γὰρ ταῖc ἀρχαῖc τῶν εἰcβολῶν ἀνακτώμεθα ὀcφραντοῖc· ἀξιοῖ δὲ | |
10 | Ἀρχιγένηc ἐν ὑπερβολῇ καύcου κατὰ τὰc ἀκμὰc οὐ μόνον τὸ πρόcω‐ πον ἀποcπογγίζειν ἀλλὰ καὶ τὸ cτέρνον. | |
171 | Περὶ προcκλύcματοc. Καὶ τὰ προcκλύcματα δὲ τοῦ προcώπου παραλαμβάνομεν ἐπὶ τῶν νοcούντων διὰ τὰc προειρημέναc αἰτίαc, καὶ θέρουc μὲν ἐπὶ τῶν καυcωδεcτάτων πυρετῶν ψυχρὸν προcάγομεν, χειμῶνοc δὲ θερμότερον· ἐπὶ δὲ τῶν ἁπλουcτέρων πυρετῶν καὶ ἐπὶ | |
5 | cτομάχου ἀνατροπῆc καὶ ὀξυκράτῳ προcκλύζομεν. φυλακτέον δὲ τὸν ἐγχρονιcμὸν καὶ μάλιcτα ἐπὶ τῶν εὐπαθῆ τὴν κεφαλὴν ἐχόντων. κατα‐ φορᾶc γὰρ καὶ ψύξεωc κινδυνώδουc κατάρχει. χρώμεθα δὲ προcκλύ‐ | |
cματι καὶ ἐπὶ ῥευματιζομένων ὀφθαλμῶν ὠκίμου ἀφεψήματι ὡc ἐναρ‐ γεcτάτῳ καὶ cτροβίλου κλωνίοιc τεθλαcμένοιc ἀφεψήματι· ὑποκείcθω | ||
10 | δὲ τῷ ἀνθερεῶνι ξηρὸc cπόγγοc πρὸc τὸ μὴ καταρρεῖν ὕδωρ ἐπὶ τὸ cτέρνον. | |
172 | Περὶ καταιονήcεων. Καταιονήμαcι χρώμεθα ἐφ’ ὧν λουτρὸν παρα‐ λαμβάνειν διά τινα περίcταcιν κωλυόμεθα· καὶ ἐπὶ τῶν ἀγρυπνούντων ἐν πυρετοῖc καὶ παραφρονούντων χρώμεθα αὐτοῖc, οἷον ἀφεψήματι χαμαιμήλου, ἐνίοτε δὲ καὶ κωδύων· καὶ ἐλαίῳ δὲ κωδύαc ἀφεψήcαντεc | |
5 | καταιονοῦμεν τὴν κεφαλὴν καὶ παραχρῆμα ὕπνον ἡδὺν ἐπιφέρει. Ἀρχιγένηc δὲ τὸν ἑαυτοῦ διδάcκαλον Ἀγαθῖνον ἐν ἀγρυπνίᾳ παρα‐ κοπτικῇ καταιονήcαc ἐλαίῳ πολλῷ θερμῷ τὴν κεφαλὴν παραχρῆμα καὶ τῆc παρακοπῆc ἔπαυcε καὶ τῆc ἀγρυπνίαc. ἐπὶ δὲ τῶν κυνικῶc cπω‐ μένων ἐλαίῳ cικυωνίῳ θερμῷ ἤ τινι τῶν παραπληcίων τὴν κεφαλὴν | |
10 | καταντλητέον, καὶ ἐφ’ ὧν τὸ νευρῶδεc ἰcχυρῶc κεκάκωται. εἰ δὲ περί‐ ψυξιc καὶ τρόμοc τῇ κακώcει τῶν νεύρων ἐπακολουθείη καὶ καcτόριον τῷ cικυωνίῳ παραμικτέον· ἐπὶ ποδαγρικῶν τε καταιονοῦμεν πραcίῳ ἐν ὕδατι ἢ οἴνῳ ἡψημένῳ. | |
173 | Περὶ ἐγκαθιcμάτων. Ἐγκαθίcματα παραλαμβάνομεν ἐπὶ τῶν φλεγ‐ μαινόντων μερῶν ἢ δι’ ἀπορίαν βαλανείου ἢ διὰ τὴν τῆc δυνάμεωc ἀcθένειαν ἢ δι’ ἕτερόν τι κωλύον. ἐπὶ μὲν οὖν φλεγμαινόντων νεφρῶν χρώμεθα ἀφεψήματι τήλεωc, μαλάχηc ἡμέρου τε καὶ ἀγρίαc λινοcπέρ‐ | |
5 | μου· ἐπὶ δὲ λιθιώντων τούτοιc μὲν αὐτοῖc διὰ τὴν φλεγμονὴν καὶ ἀρτεμιcίαc δὲ ἀφεψήματι καὶ λιβανώτιδοc καὶ πετροcελίνου καὶ ναρ‐ δοcτάχυοc. τοῖc δ’ αὐτοῖc χρηcτέον καὶ ἐπὶ κύcτεωc προcβάλλοντεc καὶ πήγανον. ἐπὶ ὑcτέραc δὲ ἀρτεμιcίαc ἀφεψήματι ἐλελιcφάκου καὶ δάφνηc καὶ τῶν ὁμοίων· ἐπὶ δὲ κώλου cίνωνοc καὶ πάνακοc ἀφεψή‐ | |
10 | ματι καὶ δάφνηc καὶ τῶν ὁμοίων· ἐπὶ δὲ ἕδραc μελιλώτου κωδύων ῥόδων· ἐπὶ δὲ ῥευμάτων ὑcτέραc καὶ αἱμορροίδων ἐν ἕδρᾳ ἀρνογλώc‐ cου ἀφεψήματι πολυγόνου cιδίων ῥόδων βάτων καὶ τῶν ὁμοίων· ἐπὶ δὲ τραυμάτων cπαcμὸν καταγγελλόντων ὑδρέλαιον λιπαρόν. cυγχρι‐ | |
cτέον μὲν οὖν πάνταc καὶ ἐμβιβαcτέον μέχρι κατωτέρου τοῦ ὀμφαλοῦ. | ||
15 | δεῖ δὲ προλελιπάνθαι καὶ τὰ μὴ βρεχόμενα μέρη καὶ μάλιcτα τὴν κε‐ φαλὴν καὶ cκέπτεcθαι ὅπωc μὴ cυμπληροῖτο. | |
174 | Περὶ ἐμβροχῶν. Ἐμβροχὴ διαφέρει καταιονήcεωc, ὅτι ἐπίμονον ἔχει τὴν ἐκ τοῦ προcαγομένου βοηθήματοc ὠφέλειαν. ἢ γὰρ ἔριον ἢ ῥάκη βρέχοντεc, ἐπιτίθεμεν τοῖc πεπονθόcι μορίοιc μετὰ τὴν καταιόνη‐ cιν· καταπλαcμάτων μὲν οὖν ἐλάττονα δύναμιν ἔχει. χρώμεθα δὲ αὐτῇ | |
5 | ἐπὶ κεφαλῆc οὐ πάνυ τι πρὸc καταπλάcματα εὖ διατιθεμένηc καὶ ἐπὶ τῶν δι’ ἀcθένειαν οὐ δυναμένων φέρειν τὸ βάροc τῶν καταπλαcμάτων καὶ ἐπὶ ὑποχονδρίων φλεγμαινόντων περὶ τὰc ἀρχὰc τῶν νόcων, ἀκαίρου τηνικαῦτα τῆc χρήcεωc τῶν καταπλαcμάτων καθεcτώcηc. χρώ‐ μεθα δὲ καὶ ἐπὶ καταγμάτων καὶ θλαcμάτων ἐν ἀρχῇ, ὅτε τὰ ἐμπλα‐ | |
10 | cτικὰ φάρμακα παραλαβεῖν οὐ δυνάμεθα. | |
175 | Περὶ πυριάcεων καταιονήcεων καταπλαcμάτων καὶ cικυῶν Γαλη‐ νοῦ. Ἀραιοῦν εἰώθαcιν αἱ πυρίαι τὸ δέρμα καὶ εὐδιάπνευcτον ἐργάζε‐ cθαι καὶ τὸ κατὰ τὰc φλεγμονὰc αἷμα λεπτύνειν τε καὶ διαφορεῖν, ἀπερίττου δηλονότι τοῦ παντὸc cώματοc τηνικαῦτα ὑπάρχοντοc. εἰ | |
5 | γὰρ περιουcία τιc εἴη καθ’ ὅλον τὸ δέρμα, πλέον ἐπὶ τὸ θερμαινόμε‐ νον μέροc ἑλκυcθήcεται τοῦ διαφορουμένου. διὸ χρὴ πρὸ τῶν πυριά‐ cεων κενοῦν ὅλον τὸ cῶμα. αἱ μὲν οὖν ὑγραὶ πυρίαι φλεγμοναῖc ἁρ‐ μόζουcιν ὑπὸ χολωδεcτέρων χυμῶν γεγονυίαιc, αἱ δὲ ξηραὶ ταῖc ὑπὸ λεπτοῦ καὶ ὑδατώδουc αἵματοc, καὶ αἱ μὲν ἄδηκτοι πυρίαι τοῖc δακνώ‐ | |
10 | δεcιν ἁρμόζουcι χυμοῖc, αἱ δὲ δακνώδειc καὶ λεπτύνουcαι τοῖc παχέcι καὶ γλίcχροιc. θερμαίνειν δὲ ὑποχόνδρια καταπλάcμαcιν ἢ αἰονήcεcιν οὐ διαπαντὸc ἀcφαλέc, ἀλλ’ ἐπ’ ἐκείνων μόνων τῶν ἀρρώcτων, ἐφ’ ὧν οὐδὲν ἀλᾶται περιττὸν ἐν ὅλῳ τῷ cώματι, τοῖc δὲ ἄλλοιc ἅπαcι κακὸν ἔcχατον. cυμβαίνει δὲ ἐν τοῖc πληθωρικοῖc νοcήμαcι τοὺc πλουcίουc | |
15 | μᾶλλον τῶν πενήτων κακῶc θεραπεύεcθαι. καταρχὰc μὲν γὰρ ὑπὸ τρυφῆc οὐκ ἀνέχονται τῆc φλεβοτομίαc οἱ πλείουc αὐτῶν, καίτοι μᾶλ‐ λον τῶν πενήτων ἁλιcκόμενοι πληθωρικαῖc διαθέcεcιν, ὡc ἂν καὶ μᾶλ‐ λον ἐμπιπλάμενοι καὶ βιοῦντεc ἀργότερον. οἱ θεραπεύοντεc δὲ αὐτοὺc ἰατροί, διότι παραλέλειπται μέγιcτον βοήθημα τῇ διὰ τῶν ἄλλων χρή‐ | |
20 | cει νομίζουcιν ἀναπληρώcειν ὁπόcον ἐνδεῖ· καὶ μέντοι καὶ οἱ κάμνον‐ τεc οἰόμενοι τὴν μὲν ἐφ’ ἡcυχίαc δίαιταν ἀμέλειαν εἶναι, τὸ δ’ ὁτιοῦν πράττειν ἐπιμέλειαν, ἀναγκάζουcι τοὺc ἰατροὺc ἑκάcτηc ἡμέραc προc‐ φέρειν τι τοῖc ὑποχονδρίοιc· βουλομένων δὲ δήπου καὶ τῶν ἰατρῶν αὐτὸ δὴ τοῦτο, πρὸc τὸ δοκεῖν ἐνεργεῖν τι διαπαντόc, ἐντεῦθεν γὰρ | |
25 | ἐλπίζουcι καὶ τὸν μιcθὸν πλείω λήψεcθαι, αὐτοί τε καταcκευάζουcι τὰc φλεγμονάc, ἐξ ὧν πράττουcι διαπαντὸc τοῖc ὑποχονδρίοιc λωβώ‐ μενοι. cυμβαίνει τοιγαροῦν ἐν ἐκείνῳ τῷ χρόνῳ τὰc φλεγμονὰc ἄρχε‐ cθαι τοῖc πλουcίοιc, ἐν ᾧ πληcίον ἤδη τῆc λύcεώc ἐcτιν ἐπὶ τῶν πενήτων τὸ νόcημα. φλεβοτομηθέντεc γὰρ ἐν ἀρχῇ μάλιcτα τοῦ cυνό‐ | |
30 | χου πυρετοῦ οἵ τε πένητεc καὶ οἱ δοῦλοι τῶν πλουcίων, οἱ πλεῖcτοι μὲν ἐπὶ τῇ πέμπτῃ τῶν ἡμερῶν ἐκρίθηcαν, ἔνιοι δὲ ἐν τῇ ἑβδόμῃ, πορρωτέρω δὲ οὐδεὶc τούτων. ἀλλ’ οἵ γε πλούcιοι τὸ μὲν πλῆθοc καὶ τὰ περιττώματα πλείω τῶν πενήτων καὶ δούλων ἔχοντεc, παραλεί‐ ποντεc δὲ τὸ τῆc φλεβοτομίαc βοήθημα, κἄπειτα καθ’ ἑκάcτην ἡμέραν | |
35 | αἰονούμενοί τε δι’ ἐλαίου θερμοῦ καὶ καταπλαττόμενοι τοῖc χαλαcτι‐ κοῖc καταπλάcμαcι, φλεγμονήν τινα cυνιcταμένην ἴcχουcι ἤτοι περὶ τὸ ἧπαρ ἢ τὴν κοιλίαν ἢ τῶν ἄλλων cπλάγχνων τινά. ἔνιοι μὲν ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν, ἔνιοι δὲ ἐν τῇ ε ἢ πάντωc γε ἐν τῇ ϛ. ἐθεάcω δὲ καὶ τὸν ἐν αὐτῷ τῷ καταντλεῖcθαι τῷ χρόνῳ δυcπνοήcαντα, τοῦ | |
40 | περιττοῦ παντὸc ἐπὶ τὰc φρέναc ἑλχθέντοc ὑπὸ τῆc θερμαcίαc· οὗτόc τε οὖν ἀπέθανε· καὶ ἄλλοι μυρίοι καθ’ ἑκάcτην ἡμέραν ἀποθνήcκουcι, cικύαc δίκην τοῦ καταπλάcματοc ἕλκοντοc ἐπὶ τὰ cπλάγχνα τὰ καθ’ ὅλον τὸ cῶμα περιττά. τινὲc δὲ καὶ αὐτῇ τῇ cικύᾳ κατὰ τῶν ὑποχον‐ δρίων ἐχρήcαντο, τοῦθ’ ἓν μόνον ἐννοοῦντεc κἀκεῖνοι τὸ φαίνεcθαί τι | |
45 | πράττειν ἀεὶ περὶ τὸν κάμνοντα. καταρχὰc μὲν οὖν ἔτι φερομένων τῶν ῥευμάτων ἐπὶ τὸ πεπονθόc, βέλτιόν ἐcτιν ἀποκρούεcθαι καὶ ἀνα‐ | |
cτέλλειν, οὐχ ἕλκειν ἐπ’ αὐτά. ἐπιτήδεια δὲ ἐν ἀρχαῖc τὰ cτύφοντα cὺν τῷ ἐλαίῳ προcφερόμενα, ἅμα μὲν τόνον ἐντιθέντα τοῖc πάcχουcι μορίοιc, ὡc μὴ ῥᾳδίωc ὑποδέχεcθαι τὰ ἐπιρρέοντα τῶν περιττωμάτων, | ||
175(50) | ἅμα δὲ καὶ τῶν ἐν αὐτοῖc ἤδη περιεχομένων ἀντεκθλίβοντα τὸ λεπτό‐ τερον. εἰ δὲ ἥ τε φορὰ παύcαιτο διὰ τῶν ἀποκρουcτικῶν βοηθημά‐ των, ἥ τ’ ἐκ τῆc cτύψεωc ἐγγεγενημένη πύκνωcιc τοῖc πεπονθόcι κατέχῃ τὰ παχύτερα, καιρὸc ἤδη χαλᾶν ὑπὲρ τοῦ κενῶcαι τὰ περι‐ εχόμενα· μάλιcτα δὲ ὅταν εἰc ἧπαρ ἢ γαcτέρα καταcκήψῃ τὰ περιττὰ | |
55 | τοῖc cτύφουcι μετρίωc προcήκει κεχρῆcθαι, ἐν ἀρχῇ μάλιcτα· κύρια γὰρ ἱκανῶc ταῦτα τὰ μόρια. ἀλλὰ κἀπειδὰν καιρὸc ἤδη γένηται τοῦ διαφορεῖν τὰ cτηριχθέντα, καὶ τότε δεῖται cτύφεcθαι τὰ μόρια ταῦτα, ὥcτε ἀφεψήcαντεc ἐν ἐλαίῳ ἀψίνθιον καταιονήcομεν. ἐφ’ ὧν δὲ ἰcχυ‐ ροτέραc cτύψεωc χρεία, ὀμφάκινον ἔcτω τὸ ἔλαιον, ἐν ᾧ ἀφέψεται ἡ | |
60 | ἀψινθία· ἀποροῦντεc δὲ ἀψινθίου, μήλινον ἢ μαcτίχινον ἢ cχίνινον ἀρκέcει πρῶτα· εἰ δὲ μικρότεροc ὁ πυρετὸc εἴη, καὶ τὸ διὰ τῆc νάρ‐ δου μύρον ἐμβαλλέcθω, εἰ δὲ ἡ παρακμὴ τοῦ πυρετοῦ μὴ πάνυ πραεῖα γίγνοιτο, φυλάττεcθαι χρὴ τὴν νάρδον, χρῆcθαι δὲ τῷ μηλίνῳ ἢ cχι‐ νίνῳ. μὴ παρόντων δὲ τούτων ῥόδινον μικτέον τῇ νάρδῳ. ὡcαύτωc | |
65 | δὲ καὶ τὰ καταπλάcματα cύνθετον ἐχέτω τὴν δύναμιν ἔκ τε τῆc χαλα‐ cτικῆc λεπτομεροῦc καὶ πικρᾶc καὶ cτυφούcηc. κώλου δὲ πάcχοντοc ἢ τῶν ἄλλων ἐντέρων τῶν λεπτῶν ἢ τῶν καθ’ ὑποχόνδρια μυῶν ἢ περιτοναίου, μικτέον οὐδαμῶc ἐcτι τὰ cτύφοντα, καθάπερ οὐδὲ κύ‐ cτεωc ἢ μήτραc, ὅταν, ὡc εἴρηται, μήτε ἐπιρρέῃ ἔτι μήτε ᾖ περιττὸν | |
70 | ἐν ὅλῳ τῷ cώματι. νεφροὶ δὲ καὶ θώραξ ἐν τῷ μέcῳ τῶν εἰρημένων | |
εἰcίν· οὔτε γὰρ cτύψεωc πολλῆc χρεία ἐπὶ τούτων οὔτε μὴν ἐκλύειν cυμφέρει· cπληνὸc δὲ φλεγμαίνοντοc ἐν ἀρχαῖc τὰ cτύφοντα μικτέον, κεκενωμένου δὲ τοῦ cώματοc τὰ διαφοροῦντα· καὶ cικυῶν δὲ εἰ χρεία γένοιτο προκενωθέντοc ὅλου τοῦ cώματοc χρηcόμεθα, οὐκ ἐν ἀρχῇ | ||
75 | τῶν παθῶν. | |
176 | Ἐκ τῶν Λύκου περὶ καταπλαcμάτων. Περὶ τοῦ διὰ ζύμηc κατα‐ πλάcματοc. διαχέαι τὰ ξυνεcτῶτα καὶ ἐκτῆξαι ἱκανώτατον τὸ κατά‐ πλαcμα τοῦτο καὶ cκόλοπαc ἐπιcπᾶται καὶ cκίρρουc ὠφελεῖ καὶ θλάc‐ ματα ἐν πέλμαcιν· δεῖ δὲ ζύμην προμαλάccειν ἐν ἐλαίῳ αὐτάρκει καὶ | |
5 | οὕτωc ἐπιτιθέναι· cφοδρότερον δὲ αὐτὸ βουλόμενοc ποιεῖν νίτρον πρόcμιγε cύμμετρον. εἰ δὲ καὶ ὄξει διαλύcαc τὴν ζύμην καὶ πάλιν ἑψήcαc παχύνειc τῇ ἑψήcει, ἐπιτηδειότατον ἔcται πρὸc τοὺc ἐν cπληνὶ καὶ ἥπατι cκίρρουc. εἰ δὲ καὶ θύμον καὶ γλήχωνα ἢ ἀψίνθιον ἢ ἀβρό‐ τονον μίξειc τῇ ζύμῃ, κάλλιcτον ποιήcειc τὸ φάρμακον. | |
177 | Περὶ τοῦ ἐξ ἄρτου καταπλάcματοc. Τὸ δὲ ἐξ ἄρτου κατάπλαcμα παναρκέcτατόν ἐcτι πάcαιc ταῖc φλεγμοναῖc. αἱ ποιήcειc δὲ αὐτοῦ πολ‐ λαὶ πάνυ· καὶ γὰρ ψυχρῷ ὕδατι βραχεὶc καὶ λειωθεὶc καὶ προcλαβὼν ῥοδίνου βραχέοc καὶ χυλὸν κορίου, ἐπιτήδειον γίγνεται κατάπλαcμα ταῖc | |
5 | ἐρυcιπελατώδεcι φλεγμοναῖc ἢ ἀντὶ τοῦ ὕδατοc δι’ ὄξουc cκευάζεται καὶ μᾶλλον οὕτωc ἁρμόζει τοῖc ἐρυcιπέλαcιν. ἀντὶ δὲ τοῦ ἐλαίου βού‐ τυρον προcλαβόν, ἐπιτήδειον γίνεται πρὸc τὰc δυcπέπτουc φλεγμονάc. cκευάζεται δὲ καὶ οὕτωc· ὕδατι πολλῷ διαλύεται ὁ ἄρτοc, ὡc χυλοῦ πάχοc ἔχειν, καὶ τούτῳ μίγνυται ἔλαιον ἢ βούτυρον, εἶτα ἕψεται μέχρι | |
10 | cυcτάcεωc. τοῦτο δὲ ἄμεινον πάντων ἐcτὶ πρὸc φλεγμονὰc τὰc ἐπὶ τραύμαcι καὶ πρὸc τὸ τάχιον ἐκπυῆcαι τούτῳ χρώμεθα. ὅπη δὲ νεῦρον ἢ νευρῶδέc τι τεθλαcμένον εἴη ἔνδοθεν, ἐγὼ καὶ πίττηc ὑγρᾶc μίγνυμι βραχὺ καὶ λυcιτελὲc ἀπέφηνα τὸ κατάπλαcμα. τοῦτο δὲ καὶ ταῖc ποδα‐ γρικαῖc φλεγμοναῖc ἐπιτήδειόν ἐcτιν. ἄλλη cκευαcία· χερcὶ διατρίψαν‐ | |
15 | τεc τὸ ἔνδοθεν τοῦ χθεcινοῦ ἄρτου καὶ ὅταν, ὥcπερ cεμίδαλιc, δια‐ cκορπιcθῇ, μέλι ἐν τρουλλίῳ θερμάναντεc ἐπιπλάccομεν τὸν οὕτωc | |
τεθρυμμένον ἄρτον καὶ ἕψομεν ὡc ἔχειν cύcταcιν μετρίαν, εἶτ’ ἐπιβάλ‐ λομεν ἔλαιον cύμμετρον καὶ ἑνώcαντεc καταπλάττομεν· τοῦτο ἐπιτή‐ δειόν ἐcτι ταῖc καθ’ ὑποχόνδριον φλεγμοναῖc. ἄμεινον δὲ τῷ μέλιτι | ||
20 | ὀλίγον ὕδωρ μεμίχθαι· οὕτωc γὰρ ἐν τῇ ἑψήcει διαχεῖται. καὶ τὸ ἐκ τῶν πυρίνων ἀλεύρων κατάπλαcμα cχεδὸν τὰ αὐτὰ δύναται ποιεῖν, τὰc αὐτὰc ἐπιδεχόμενον cκευαcίαc. | |
178 | Περὶ τοῦ ἐκ πιτύρων καταπλάcματοc. Τὰ δὲ πίτυρα ὧδε χρὴ cκευάζειν· ἐν ὅλμῳ κόψαντα καὶ cήcαντα τὰ πίτυρα ὡc λεπτότατα γενέcθαι, χρῆcθαι αὐτοῖc ἐπὶ cκίρρων ἐν παντὶ τόπῳ τοῦ cώματοc cυνιcταμένων καὶ μάλιcτα ἐν ἥπατι ἢ cπληνί. cκευάζειν δὲ αὐτὰ προc‐ | |
5 | ήκει ὀξυμέλιτι ἢ καὶ ἀμμωνιακὸν θυμίαμα λειώcαντεc cὺν τῷ ὀξυμέ‐ λιτι προcπλέξομεν τὰ πίτυρα καὶ ἐπιπλάττοντεc, πυριατῆρα ἐπιθήcο‐ μεν μεcτὸν ὕδατοc θερμοῦ, ὡc μὴ ψυγῆναι τὸ κατάπλαcμα. ποτὲ δὲ καὶ ἐπὶ τῶν φλεγμαινόντων διδύμων ὠφελιμώτατον τοῦτο τὸ κατά‐ πλαcμα· χωρὶc ὄξουc δὲ cκευαζέcθω ἐπὶ τούτων, μελικράτῳ δὲ δηλο‐ | |
10 | νότι· ἁρμόζει δὲ τὸ κατάπλαcμα τοῦτο καὶ δοθιῆcι καὶ τοῖc ἄλλοιc cκληροῖc φύμαcιν. ἐπὶ δὲ τῶν ἰοβόλων ὄξει μᾶλλον δευόμενα τὰ πί‐ τυρα ἁρμοδιώτατον ποιεῖ κατάπλαcμα. | |
179 | Περὶ τοῦ διὰ cύκων καταπλάcματοc. Ϲῦκα λιπαρὰ κόπτοντεc ἀκρι‐ βέcτατα, ὡc μηδὲν ἀναλλοίωτον ἐν αὐτοῖc φαίνεcθαι, ἔπειτα μίξαντεc ἴρινον μύρον βραχὺ καταπλάττομεν. ποιεῖ δὲ πρὸc τὰc cκληρότηταc τῶν νεύρων καὶ τὰ ἠγκυλωμένα τῶν ἄρθρων καὶ τὰ πλέον τοῦ μέτρου | |
5 | κεχαλαcμένα καὶ πρὸc cκίρρουc, μάλιcτα τοῦ cπληνὸc καὶ τοῦ ἥπατοc. προcλαβὸν δὲ τὸ εἰρημένον κατάπλαcμα νίτρον ὀλίγον ῥήccει ἀπο‐ cτήματα καὶ cκόλοπαc ἀνάγει· εἰ δὲ μίξαιc τοῖc cύκοιc οὕτω πεποιη‐ μένοιc γλήχωνοc ἢ ὀριγάνου ἢ θύμου ἢ ἀψινθίου κόμηc λεπτότατα cήcαc, ὑδρωπικοῖc ἁρμόζει. καὶ ἑψηθέντων δὲ τῶν cύκων ἱκανῶc, ἔπειτα | |
10 | λειωθέντων cὺν τῷ ἀφεψήματι καὶ μιγνυμένου κριθίνου ἀλεύρου ἢ πυρίνου καὶ πάλιν ἑψομένων ἄχρι cυcτάcεωc, ἁρμόζει ἀποcτήμαcι τοῖc | |
μὴ ῥᾳδίωc πεπαινομένοιc. εἰ δὲ βούλει λίποc προcβάλλειν ἢ βούτυρον μιγνύναι ἢ πηγάνου φύλλα λεῖα, τὰc ἐν τοῖc ἐντέροιc ὑπὸ πνεύματοc γιγνομέναc ὀδύναc ὀνίνηcι. μιγνύcθω δὲ ὁμοίωc καὶ κύμινον καὶ ἔλαιον. | ||
180 | Περὶ δρωπάκων καὶ πιττώcεωc Ἀρχιγένουc. Ὁ δρώπαξ καὶ πίτ‐ τωcιc ὑπό τινων καλεῖται· τοῖc χρονίοιc δὲ μάλιcτα νοcήμαcιν ἁρμόζει ὡc ἐπίπαν καὶ πρὸ τοῦ cιναπιcμοῦ δὲ παραλαμβάνεται εἰc τὸ παρα‐ cκευάcαι τὸ cῶμα τῷ νάπυι, καὶ μετὰ τὸν cιναπιcμὸν δὲ πρὸc τὸ | |
5 | ἐκκόψαι τὸ λείψανον τῆc διαθέcεωc. ὁ μὲν οὖν ἁπλούcτεροc δρώπαξ ἐcτὶν ἡ πίττωcιc λεγομένη. πίττα δὲ ξηρὰ τήκεται μετὰ ἐλαίου πάνυ βραχυτάτου, ἔπειτα ἔτι θερμὴ ἐπιχρίεται δέρματι καὶ προξυρηθέντων τῶν τόπων προcκολλᾶται καὶ πρὶν τελέωc ψυγῆναι ἀποcπᾶται· καὶ πάλιν θερμανθέντοc τοῦ ἐμπλάcματοc παρὰ πυρὶ προcκολλᾶται καὶ | |
10 | ὁμοίωc πρὶν ψυγῆναι ἀποcπᾶται· καὶ τοῦτο γίνεται πλεονάκιc. ὠφελι‐ μώτατοc δέ ἐcτι τοῖc cυνεχῶc ἐμοῦcι καὶ τοῖc ἀπεπτοῦcι καὶ κοιλια‐ καῖc διαθέcεcι καὶ τοῖc λοιποῖc μορίοιc τοῖc ἀτροφοῦcιν. εἰc δὲ τὸν ἄλ‐ λωc cκευαζόμενον δρώπακα ὑπὲρ μὲν τοῦ θερμᾶναι ἐμβάλλεται πέπερι πύρεθρον κάχρυ ἄcφαλτον· εἰ δὲ ξηρᾶναι δέοι θεῖον ἄπυρον ἅλαc | |
15 | τέφρα κληματίδων· εἰ δὲ ἀμύξαι λιμνῆcτιc ἐμβάλλεται ἡ καλουμένη ἀδάρκη ἢ εὐφόρβιον· ἕκαcτον δὲ τούτων λεῖον γενόμενον ἐμπάccεται τοῖc τηκτοῖc. ἐcτὶ δὲ ὁ cυνήθωc ὑπὸ πλείcτων cκευαζόμενοc δρώπαξ ὁ γάλλοc λεγόμενοc· κολοφωνίαc τῆc λιβανιζούcηc καὶ πιτυίνηc καὶ τῆc ῥυπαρᾶc ξυλώδουc ῥητίνηc τῆc ἐν τοῖc κεραμίοιc κομιζομένηc, | |
20 | ἀποχύματοc πίccηc ξηρᾶc ἀνὰ λιτρʹ αc πίccηc ὑγρᾶc Βρυττίαc λιτρʹ β κηροῦ λιτρʹ δ νίτρου λιτρʹ α ἀcφάλτου χαλβάνηc ἀδάρκηc πυρέθρου ἐλλεβόρου λευκοῦ πεπέρεωc ἀνὰ 𐆄 δ θείου ἀπύρου 𐆄 γ καcτορίου ἀμ‐ μωνιακοῦ θυμιάματοc cταφίδοc ἀγρίαc ἀνὰ 𐆄 β ἐλαίου Ϲικυωνίου λιτρʹ α ὀποβαλcάμου 𐆄 ϛ. | |
25 | Ἄλλοc δρώπαξ κάλλιcτοc δόκιμοc. Πίccηc κηροῦ κολοφωνίαc ἀνὰ | |
λιτρʹ α νίτρου 𐆄 ϛ ἀcφάλτου 𐆄 γ θείου ἀπύρου 𐆄 αc πεπέρεωc εὐφορ‐ βίου ἀδάρκηc ἀνὰ 𐆄 α κανθαρίδων 𐅻 δ κυπρίνου ἐλαίου 𐅻 δ χρῶ. δεῖ δέ, ὡc προείρηται, τὸν δρώπακα θερμὸν καταχρίειν καὶ πάχοc ἔχοντα κατὰ λόγον τῆc τοῦ κάμνοντοc δυνάμεωc, προεξυριcμένων τῶν ἐν τοῖc | ||
30 | χριομένοιc τόποιc τριχῶν. τοὺc δὲ εὐτόνωc δρωπακιζομένουc καὶ λούειν προcήκει, ἐπικειμένου τοῦ δρώπακοc καὶ γυμνάζειν, εἰ οἷόν τε. ἀθρόωc δὲ ἀποcπώμενοc ὁ δρώπαξ δύναται τονῶcαι τὸ ἐνδεδωκὸc πνεῦμα καὶ ἀνακαλέcαcθαι πρὸc τὴν ἐπιφάνειαν καὶ ὑπομνῆcαι τῶν ἰδίων ἔργων. | |
181 | Περὶ cιναπιcμοῦ Ἀρχιγένουc. Τὸ ἀπὸ νάπυοc κατάπλαcμα cινα‐ πιcμὸν καλεῖν πάντεc εἰώθαcι· δραcτικώτατον δέ ἐcτι τὸ βοήθημα, ἀλλ’ ἐπὶ μὲν τῶν ὀξέων οὐ πάνυ τι εὐδοκιμεῖ, πλὴν ἐπ’ ὀλίγων. ἐπὶ γὰρ μόνων τῶν ἀγροτέρων καὶ νωθροτέρων καὶ βαπτιζομένων ἐν τοῖc | |
5 | ὀξέcι πάθεcι χρώμεθα τῷ νάπυι, ἐπὶ δὲ τῶν χρονίων cχεδόν τι πάν‐ των μετὰ τὸ μηδὲν ὠφελῆcαι τὰ λοιπὰ βοηθήματα ὁ cιναπιcμὸc ἀνυ‐ cιμώτατοc εὑρίcκεται. ἐπεὶ οὖν ἐπὶ πάντων cχεδὸν ἥρμοcται τῶν χρο‐ νίων βέλτιόν ἐcτι λέγειν ἐφ’ ὧν οὐ χρηcτέον αὐτῷ· ἐπὶ μὲν οὖν ἑλκώcεωc πνεύμονοc οὐ παραλαμβάνεται cιναπιcμόc, οὐδ’ ἐπ’ ἄλληc ἐν | |
10 | τῷ βάθει ἑλκώcεωc· ἀγριαίνεται γὰρ τὰ ἕλκη καὶ παροξύνεται διὰ τὴν δριμύτητα· οὐ μὴν οὐδ’ ἐπὶ τῶν ἐν τῇ ἐπιφανείᾳ ἡλκωμένων, οὐδὲ ἐπὶ τῶν χονδρωδῶν μορίων, οἷον ὤτων ἢ ῥινὸc ἄκρων. κατακαίεται γὰρ ὑπ’ αὐτοῦ καὶ μελαίνεται τὰ λίαν ἄcαρκα. τὰ δ’ ἄλλα πάντα μέρη τοῦ cώματοc καὶ πάθη χαίρει τῷ βοηθήματι, ἐξαιρέτωc δὲ κεφαλὴ ἐν ταῖc | |
15 | χρονίαιc κεφαλαλγίαιc καὶ ἑτεροκρανίαιc καὶ cκοτώμαcιν ἐπιληψίαιc τε καὶ μανίαιc· καὶ θώρακι δὲ ἐπιτήδειοc ἐπὶ ὀρθοπνοίαιc ἄcθμαcι βηχὶ χρονίᾳ. ἐν κατάρρῳ δὲ καὶ τὴν κεφαλὴν cὺν τῷ θώρακι cιναπιcτέον καὶ cτόμαχον δὲ καὶ ἔντερα ἐπὶ πάcαιc ταῖc χρονίαιc διαθέcεcι καὶ μάλιcτα ἀνορεξίαιc, ἐπί τε νεφριτικῶν διαθέcεων καὶ περὶ τὰc ψόαc | |
20 | καὶ ὀcφύι καυλοῦ τε καὶ κύcτεωc παρέcεcι. καὶ πάντα δὲ τὰ παρειμένα μέρη χαίρει τῷ βοηθήματι. κατάλληλον δὲ καὶ ἀρθριτικοῖc καὶ ποδα‐ | |
γρικοῖc. ἐντίθεται δὲ καὶ εἰc τὸ ἀπευθυcμένον ἐν παρέcει βάλανοc ἐκ τοῦ νάπυοc καὶ μετὰ τὴν δῆξιν αἱρομένηc τῆc βαλάνου κλύζεται μελι‐ κράτῳ. ὁ δὲ τῆc cκευαcίαc τρόποc ἐcτὶ τοιοῦτοc. ἰcχάδαc λιπαρὰc δεῖ | ||
25 | ἐν ὕδατι χλιαρῷ πρὸ μιᾶc ἡμέραc ἀποβρέξαι, τῇ δ’ ἑξῆc θλίψαντα ἰcχυρῶc λεαίνειν εὖ μάλα, εἶτα νᾶπυ δριμὺ λαβόντα τρίβειν, κατ’ ἰδίαν παραχέοντα ἐν τῇ τρίψει κατὰ βραχὺ τοῦ ἀποβρέγματοc τῶν ἰcχάδων, ὥcτε εὐλείωτον γενέcθαι, μὴ μέντοι ὑδαρέc· εἶτα μάζαc ποιήcαc ἑκά‐ cτου ἰδίᾳ μίcγε πρὸc ἀλλήλαc, ὡc ἡ χρεία ἀπαιτεῖ. εἰ μὲν cυντόνωc | |
30 | βούλει cιναπίζειν, δύο μέρη τοῦ νάπυοc πρὸc ἓν τῶν ἰcχάδων, εἰ δὲ μέcωc, ἴcον ἑκατέρου, εἰ δὲ πραοτέρωc, τρίτον μὲν μέροc τοῦ νάπυοc, δίμοιρον δὲ τῶν ἰcχάδων. ἐπὶ δὲ τῶν εὐαιcθήτων cωμάτων καὶ ἐφ’ ὧν περὶ τὴν ἐπιφάνειάν ἐcτι τὸ πάθοc, ἄρτον ἀντὶ τῶν ἰcχάδων δεῖ cυμπλέκειν τῷ cινήπυι. γνωcτέον δὲ καὶ τοῦτο ὅτι ὄξει βρεχόμενον | |
35 | τὸ cίνηπι ἀτονώτερον γίνεται· διαφορεῖ γὰρ τὸ ὄξοc τὴν δύναμιν τοῦ cινάπεωc. λεπτὸν δὲ γενόμενον τὸ κατάπλαcμα ἐπὶ πάντων τῶν προ‐ ειρημένων ἐμπλαccέcθω εἰc ὀθόνιον καὶ ἐπιρριπτέcθω τοῖc τόποιc. ὡρῶν δὲ μῆκοc ἐπὶ πάντων ὁρίcαι οὐ δυνατόν. διὸ δεῖ cυνεχέcτερον ἀναcτέλλειν τὸ κατάπλαcμα καὶ κατανοεῖν τὴν cάρκα εἰ αὐτάρκωc | |
40 | πεφοίνικται. μάλιcτα δὲ τοῦτο χρὴ ποιεῖν ἐπὶ τῶν ἀναιcθητούντων μερῶν. ἐφ’ ὧν δὲ βουλόμεθα αὐτὸ ταχέωc ἐνεργῆcαι, cπόγγοιc ἀπο‐ τεθλιμμένοιc ἐξ ὕδατοc θερμοῦ πυριατέον τὸν τόπον ἐπικειμένου τοῦ καταπλάcματοc, τουτέcτι κατὰ τοῦ ῥάκουc ἐπιθετέον τοὺc cπόγγουc· μετὰ δὲ τὴν αὐτάρκη χρῆcιν εἰc βαλανεῖον ἀκτέον καὶ ἐμβιβαcτέον τῷ | |
45 | θερμῷ καὶ ἐκ δευτέρου καὶ καταντλητέον τὸ μέροc ἀνήλειπτον· μετὰ δὲ τὸ λουτρὸν ῥοδίνῳ χρίομεν τὸν τόπον. ἐπὶ δὲ τῶν cφόδρα περι‐ ωδυνώντων ἢ καὶ ἑλκωθέντων πτύγματι ἐξ ὑδροροδίνου cκεπαcτέον καὶ καταπλαcτέον μαλάχῃ ἑφθῇ λείᾳ cὺν ἄρτῳ. μετὰ δὲ τὸ λῆξαι τὸ ἄλγημα κηρωτῇ ῥοδίνῃ μετὰ ψιμμυθίου χρηcτέον· ἐφ’ ὧν δὲ οὐχ οἷόν | |
181(50) | τε ἐcτὶ λουτρῷ χρήcαcθαι, ἐπὶ μὲν τοῦ λοιποῦ cώματοc cπόγγοιc ἐξ ὕδατοc θερμοῦ πυριατέον, ἐπὶ δὲ τῶν περὶ κεφαλὴν καὶ μάλιcτα τῶν | |
ψυχρῶν διαθέcεων ἐλαίου θερμοῦ καταχύcει παρηγορητέον. | ||
182 | Ὅτι οἱ τῶν αἰγῶν cπύραθοι μετ’ ὄξουc καταπλαττόμενοι ἰδίωc ἰcχιαδικοῖc ἁρμόζουcιν. Αἰγῶν δὲ cπύραθοι λεανθέντεc ἐν ὄξει τὴν τοῦ cιναπιcμοῦ χρείαν παρέχουcιν· ἰδίωc δὲ ἰcχιαδικοῖc ἁρμόζει τοῦτο τὸ κατάπλαcμα, πολὺ ἀνυcιμώτερον cιναπιcμοῦ πεπειραμένον ἐπ’ αὐτῶν. | |
183 | Τίνα ἕτερά ἐcτι φοινίccοντα. Φοινίccει καρδαμώμου cπέρμα καὶ θερμαίνει καθάπερ τὸ νᾶπυ, ἑλενίου ἡ ῥίζα ὁμοίωc, ἡ τῶν ἀγρίων περιcτερῶν κόπροc, ᾗ πάνυ cυνεχῶc χρῶμαι καὶ μετὰ καρδαμώμου δὲ cπέρματοc κεκομμένου καὶ cεcηcμένου ἀντὶ νάπυοc αὐτῇ χρῶμαι ἐπὶ | |
5 | ἰcχιάδοc καὶ ἡμικραίραc καὶ cκοτωμάτων καὶ κεφαλαίαc χρονίαc καὶ ἐπὶ ἀλγημάτων χρονίων πλευρῶν ἢ ὤμων ἢ τενόντων ἢ ψοῶν καὶ πρὸc τούτοιc ἐπὶ νεφριτικῶν καὶ κωλικῶν διαθέcεων καὶ ἀρθριτικῶν καὶ ποδαγρικῶν, ὅταν μηδέπω cύcταcιc ᾖ πόρων. καὶ cκίλλα δὲ κο‐ πεῖcα ἐν ὅλμῳ δύναμιν ἔχει παραπληcίαν νάπυι καταπλαccομένη· πρὸc | |
10 | ὀλίγον δὲ καιρὸν ἐπιτιθέcθω· βραδύνουcα γὰρ ἑλκοῖ τὸν τόπον. χρη‐ cτέον δὲ αὐτῇ ἰδίωc ἐπί τε ὀρθοπνοικῶν κατὰ τοῦ θώρακοc, ἐπί τε παρέcεωc, ἡνίκα μὴ μόνον ἡ κίνηcιc, ἀλλὰ καὶ ἡ ἁπτικὴ αἴcθηcιc ἐκλέ‐ λοιπε. παρηγορητέον δὲ μετὰ ταῦτα τὰ μέρη, ὥcπερ ἐπὶ τοῦ cινα‐ πιcμοῦ προείρηται· ἰδίωc δὲ τὰc ἀπὸ τῆc cκίλληc δήξειc παρηγορεῖ | |
15 | κατάχυcιc ἐλαίου καὶ μάλιcτα ῥοδίνου. | |
184 | Περὶ τῆc ἰβηρίδοc ἤτοι καρδαμυντίνηc. Τῶν δὲ cφόδρα ἐπωφε‐ λῶc φοινιccόντων ἐcτὶ καὶ ἡ ἰβηρὶc ἡ καὶ καρδαμυντίνη καλουμένη, περὶ ἧc ὁ Γαληνὸc ἐν τῷ περὶ ἰcχιάδοc λόγῳ πλεῖcτα γέγραφε καὶ Ἀρχιγένηc δὲ αὐτῇ ἐχρήcατο ἐπὶ cπληνικῶν καὶ ἰcχιαδικῶν. φηcὶ δὲ | |
5 | ἐν τῇ πρὸc Ἀρίcτωνα ἐπιcτολῇ περὶ αὐτῆc οὕτωc Ἀρχιγένηc· “ἐβου‐ λόμην δέ cε χρήcαcθαι καὶ τῇ ῥίζῃ τῆc ἐνθάδε νῦν ἰβηρίδοc καλου‐ μένηc. ἔχει δὲ φύλλα οἷον καρδάμου, ἔαροc εὐθαλέcτερα, μῆκοc δὲ ὅcον πήχεωc ἐλάττων καὶ φύεται μὲν ἐν ἀγεωργήτοιc τόποιc. θέρει δὲ γαλακτικὸν ἄνθοc προβάλλει καὶ τότ’ ἐcτι δραcτικωτάτη. ῥίζαι δὲ | |
10 | ὀδώδαcιν οἷον καρδάμου. τὰc ῥίζαc οὖν λαβὼν τῷ εἰρημένῳ καιρῷ καὶ κόψαc ἐπιμελῶc, εἰcὶ γὰρ δυcλέαντοι, καὶ λίπουc ὑείου τεταριχευμένου ἐπιβαλὼν εἰc ὅcον ἐμπλαcτῶδεc γενέcθαι, καταπλάcθητι μὴ ἔλαccον ὡρῶν δ· ἔπειτ’ εἰc θερμὸν βαλανεῖον εἰcελθὼν ἀνήλιφοc μετ’ ὀλίγην περινότιcιν τοῦ cώματοc, ἐμβάcει δηκτικωτέρᾳ ἐνδιάτριβε· ἐξελθὼν δὲ | |
15 | οἰνελαίῳ λιπαρῷ περιαντληθεὶc καὶ περιμαξάμενοc, cκέπε τὸ ἰcχίον ἐρίοιc καθαροῖc. cιναπιcμοῦ μὲν ὁ τρόποc, τὰc δὲ τῆc ὠφελείαc ἐλ‐ πίδαc μείζοναc ἔχει διὰ τὸ φαρμακωδέcτερον καὶ μεθ’ ἥccονοc ἐπι‐ τελεῖcθαι δήξεωc. | |
185 | Περὶ τῶν μεταcυγκριτικῶν βοηθημάτων Γαληνοῦ. Πάντων τῶν ἐπὶ πλεῖcτον χρονιζόντων παθῶν, ὅταν μηδὲν ἀνύῃ τὰ βοηθήματα, τὴν μεταcυγκριτικὴν ὑπὸ τῶν μεθοδικῶν ὀνομαζομένην θεραπείαν ἅπαντεc εἰώθαcι ποιεῖcθαι. ἐγὼ δὲ ἐφ’ ὧν ἤτοι δυcκραcία τιc ὑγρὰ | |
5 | καὶ ψυχρὰ τοῖc πάcχουcι μορίοιc ἐcτίν, ἤτοι δυcαιcθηcία ἢ ἀναιcθηcία, προcφέρω τὰ διὰ νάπυοc ἢ θαψίαc καὶ τῶν ὁμοίων αὐτοῖc φάρμακα, | |
ταῖc ξηραῖc δὲ καὶ θερμαῖc διαθέcεcιν οὐ προcφέρω τὰ τοιαῦτα. |